TLG 0061 004 :: Pseudo–LUCIANUS :: Halcyon

Pseudo–LUCIANUS Soph.
(p. A.D. 2)

Halcyon

Source: Macleod, M.D. (ed.), Lucian, vol. 8. Cambridge, Mass.: Harvard University Press, 1967: 306–316.

Citation: Section — (line)

Halc
.

t

ΑΛΚΥΩΝ Η ΠΕΡΙ ΜΕΤΑΜΟΡΦΩΣΕΩΝ
Halc
.

1

ΧΑΙΡΕΦΩΝ
1 Τίς ἡ φωνὴ προσέβαλεν ἡμῖν, ὦ Σώκρατες, πόρρωθεν ἀπὸ τῶν αἰγιαλῶν καὶ τῆς ἄκρας ἐκείνης; ὡς ἡδεῖα ταῖς ἀκοαῖς. τί ποτ’ ἄρ’ ἐστὶ τὸ φθεγ‐ γόμενον ζῷον; ἄφωνα γὰρ δὴ τά γε καθ’ ὕδατος
5διαιτώμενα.
5ΣΩΚΡΑΤΗΣ Θαλαττία τις, ὦ Χαιρεφῶν, ὄρνις ἀλκυὼν ὀνο‐ μαζομένη, πολύθρηνος καὶ πολύδακρυς, περὶ ἧς δὴ παλαιὸς ἀνθρώποις μεμύθευται λόγος· φασὶ γυναῖκά ποτε οὖσαν Αἰόλου τοῦ Ἕλληνος θυγατέρα κουρίδιον
10ἄνδρα τὸν ἑαυτῆς τεθνεῶτα θρηνεῖν πόθῳ φιλίας, Κήϋκα τὸν Τραχίνιον τὸν Ἑωσφόρου τοῦ ἀστέρος, καλοῦ πατρὸς καλὸν υἱόν· εἶτα δὴ πτερωθεῖσαν διά τινα δαιμονίαν βούλησιν εἰς ὄρνιθος τρόπον περιπέτεσθαι τὰ πελάγη ζητοῦσαν ἐκεῖνον, ἐπειδὴ
15πλαζομένη γῆν πέρι πᾶσαν οὐχ οἵα τ’ ἦν εὑρεῖν.
15ΧΑΙΡΕΦΩΝ
Halc
.

2

Ἀλκυὼν τοῦτ’ ἔστιν, ὃ σὺ φῄς; οὐ πώποτε
πρόσθεν ἠκηκόειν τῆς φωνῆς, ἀλλά μοι ξένη τις τῷ ὄντι προσέπεσε· γοώδη γοῦν ὡς ἀληθῶς τὸν ἦχον ἀφίησι τὸ ζῷον. πηλίκον δέ τι καὶ ἔστιν, ὦ306
5Σώκρατες;
5ΣΩΚΡΑΤΗΣ Οὐ μέγα· μεγάλην μέντοι διὰ τὴν φιλανδρίαν εἴληφε παρὰ θεῶν τιμήν· ἐπὶ γὰρ τῇ τούτων νεοττίᾳ καὶ τὰς ἀλκυονίδας προσαγορευομένας ἡμέ‐ ρας ὁ κόσμος ἄγει κατὰ χειμῶνα μέσον διαφερούσας
10ταῖς εὐδίαις, ὧν ἐστι καὶ ἡ τήμερον παντὸς μᾶλλον. οὐχ ὁρᾷς ὡς αἴθρια μὲν τὰ ἄνωθεν, ἀκύμαντον δὲ καὶ γαλήνιον ἅπαν τὸ πέλαγος, ὅμοιον ὡς εἰπεῖν κατόπτρῳ;
13ΧΑΙΡΕΦΩΝ Λέγεις ὀρθῶς· φαίνεται γὰρ ἀλκυονὶς ἡ τήμερον
15ὑπάρχειν ἡμέρα, καὶ χθὲς δὲ τοιαύτη τις ἦν. ἀλλὰ πρὸς θεῶν, πῶς ποτε χρὴ πεισθῆναι τοῖς ἐξ ἀρχῆς, ὦ Σώκρατες, ὡς ἐξ ὀρνίθων γυναῖκές ποτε ἐγέ‐ νοντο ἢ ὄρνιθες ἐκ γυναικῶν; παντὸς γὰρ μᾶλλον ἀδύνατον φαίνεται πᾶν τὸ τοιοῦτον.
19ΣΩΚΡΑΤΗΣ
Halc
.

3

Ὦ φίλε Χαιρεφῶν, ἐοίκαμεν ἡμεῖς τῶν δυνατῶν τε καὶ ἀδυνάτων ἀμβλυωποί τινες εἶναι κριταὶ παντελῶς· δοκιμάζομεν γὰρ δὴ κατὰ δύναμιν ἀνθρωπίνην ἄγνωστον οὖσαν καὶ ἄπιστον καὶ
5ἀόρατον· πολλὰ οὖν φαίνεται ἡμῖν καὶ τῶν εὐπόρων
ἄπορα καὶ τῶν ἐφικτῶν ἀνέφικτα, συχνὰ μὲν καὶ δι’ ἀπειρίαν, συχνὰ δὲ καὶ διὰ νηπιότητα φρενῶν· τῷ ὄντι γὰρ νήπιος ἔοικεν εἶναι πᾶς ἄνθρωπος, καὶ ὁ πάνυ γέρων, ἐπεί τοι μικρὸς πάνυ καὶ νεογιλὸς ὁ308
10τοῦ βίου χρόνος πρὸς τὸν πάντα αἰῶνα. τί δ’ ἄν, ὦγαθέ, οἱ ἀγνοοῦντες τὰς τῶν θεῶν καὶ δαιμονίων δυνάμεις ἢ τὰς τῆς ὅλης φύσεως ἔχοιεν ἂν εἰπεῖν, πότερον δυνατὸν ἢ ἀδύνατόν τι τῶν τοιούτων; ἑώρας, Χαιρεφῶν, τρίτην ἡμέραν
15ὅσος ἦν ὁ χειμών; καὶ ἐνθυμηθέντι γάρ τῳ δέος ἐπέλθοι τὰς ἀστραπὰς ἐκείνας καὶ βροντὰς ἀνέμων τε ἐξαίσια μεγέθη· ὑπέλαβεν ἄν τις τὴν οἰκουμένην ἅπασαν καὶ δὴ συμπεσεῖσθαι.
Halc
.

4

μετὰ μικρὸν δὲ θαυμαστή τις κατάστασις εὐδίας ἐγένετο καὶ διέμεινεν αὕτη γε ἕως τοῦ νῦν. πότερον οὖν οἴει μεῖζόν τι καὶ ἐργωδέστερον εἶναι τοιαύτην αἰθρίαν ἐξ ἐκείνης τῆς ἀνυποστάτου
5λαίλαπος καὶ ταραχῆς μεταθεῖναι καὶ εἰς γαλήνην ἀγαγεῖν τὸν ἅπαντα κόσμον, ἢ γυναικὸς εἶδος μεταπλασθὲν εἰς ὄρνιθός τινος ποιῆσαι; τὸ μὲν γὰρ τοιοῦτον καὶ τὰ παιδάρια τὰ παρ’ ἡμῖν τὰ πλάττειν ἐπιστάμενα, πηλὸν ἢ κηρὸν ὅταν λάβῃ, ῥᾳδίως ἐκ
10τοῦ αὐτοῦ πολλάκις ὄγκου μετασχηματίζει πολλὰς ἰδεῶν φύσεις. τῷ δαιμονίῳ δὲ μεγάλην καὶ οὐδὲ συμβλητὴν ὑπεροχὴν ἔχοντι πρὸς τὰς ἡμετέρας δυνάμεις εὐχερῆ τυχὸν ἴσως ἅπαντα τὰ τοιαῦτα καὶ λίαν. ἐπεὶ τὸν ὅλον οὐρανὸν πόσῳ τινὶ σαυτοῦ
15δοκεῖς εἶναι μείζω; φράσαις ἄν;310
15ΧΑΙΡΕΦΩΝ
Halc
.

5

Τίς δ’ ἀνθρώπων, ὦ Σώκρατες, νοῆσαι δύναιτ’ ἂν ἢ ὀνομάσαι τι τῶν τοιούτων; οὐδὲ γὰρ εἰπεῖν ἐφικτόν.
3ΣΩΚΡΑΤΗΣ Οὔκουν δὴ θεωροῦμεν καὶ ἀνθρώπων πρὸς ἀλλή‐
5λους συμβαλλομένων μεγάλας τινὰς ὑπεροχὰς ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἀδυναμίαις ὑπαρχούσας; ἡ γὰρ τῶν ἀνδρῶν ἡλικία πρὸς τὰ νήπια παντελῶς βρέφη, τὰ πεμπταῖα ἐκ γενετῆς ἢ δεκαταῖα, θαυμαστὴν ὅσην ἔχει τὴν διαφορὰν δυνάμεώς τε καὶ ἀδυναμίας
10ἐν πάσαις σχεδὸν ταῖς κατὰ τὸν βίον πράξεσιν, καὶ ὅσα διὰ τῶν τεχνῶν τούτων οὕτω πολυμηχάνων καὶ ὅσα διὰ τοῦ σώματος καὶ τῆς ψυχῆς ἐργάζονται· ταῦτα γὰρ τοῖς νέοις, ὥσπερ εἶπον, παιδίοις οὐδ’ εἰς νοῦν ἐλθεῖν δυνατὰ φαίνεται.
Halc
.

6

καὶ τῆς ἰσχύος δὲ τῆς ἑνὸς ἀνδρὸς τελείου τὸ μέγεθος ἀμέτρητον ὅσην ἔχει τὴν ὑπεροχὴν πρὸς ἐκεῖνα· μυριάδας γὰρ τῶν τοιούτων εἷς ἀνὴρ πάνυ πολλὰς χειρώσαιτ’ ἂν ῥᾳδίως· ἡ γὰρ
5ἡλικία παντελῶς ἄπορος δήπου πάντων καὶ ἀμή‐ χανος ἐξ ἀρχῆς παρακολουθεῖ τοῖς ἀνθρώποις κατὰ φύσιν. ὁπηνίκα οὖν ἄνθρωπος, ὡς ἔοικεν, ἀνθρώπου τοσούτῳ διαφέρει, τί νομίσομεν τὸν σύμπαντα οὐρανὸν πρὸς τὰς ἡμετέρας δυνάμεις
10φανῆναι ἂν τοῖς τὰ τοιαῦτα θεωρεῖν ἐφικνουμένοις; πιθανὸν οὖν ἴσως δόξει πολλοῖς, ὅσην ἔχει τὸ μέγεθος τοῦ κόσμου τὴν ὑπεροχὴν πρὸς τὸ Σωκράτους ἢ
Χαιρεφῶντος εἶδος, τηλικοῦτον καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν φρόνησιν καὶ διάνοιαν ἀνάλογον312
15διαφέρειν τῆς περὶ ἡμᾶς διαθέσεως.
Halc
.

7

σοὶ μὲν οὖν καὶ ἐμοὶ καὶ ἄλλοις πολλοῖς τοιούτοις οὖσι πόλλ’ ἄττ’ ἀδύνατα τῶν ἑτέροις πάνυ ῥᾳδίων· ἐπεὶ καὶ αὐλῆσαι τοῖς ἀναύλοις καὶ ἀναγνῶναι ἢ γρά‐ ψαι τοῖς ἀγραμμάτοις γραμματικὸν τρόπον ἀδυνατώ‐
5τερόν ἐστιν τέως ἂν ὦσιν ἀνεπιστήμονες, τοῦ ποιῆσαι γυναῖκας ἐξ ὀρνίθων ἢ ὄρνιθας ἐκ γυναικῶν. ἡ δὲ φύσις ἐν κηρίῳ σχεδὸν παραβάλλουσα ζῷον ἄπουν καὶ ἄπτερον πόδας ὑποθεῖσα καὶ πτερώσασα ποικιλίᾳ τε φαιδρύνασα πολλῇ καὶ καλῇ καὶ
10παντοδαπῇ χρωμάτων μέλιτταν σοφὴν ἀπέδειξεν θείου μέλιτος ἐργάτιν, ἔκ τε ᾠῶν ἀφώνων καὶ ἀψύχων πολλὰ γένη πλάττει πτηνῶν τε καὶ πεζῶν καὶ ἐνύδρων ζῴων, ὡς λόγος τινῶν, τέχναις ἱεραῖς αἰθέρος μεγάλου προσχρωμένη.
Halc
.

8

τὰς οὖν ἀθανάτων δυνάμεις μεγάλας οὔσας θνη‐ τοὶ καὶ σμικροὶ παντελῶς ὄντες καὶ οὔτε τὰ μεγάλα δυνάμενοι καθορᾶν οὔτ’ αὖ τὰ σμικρά, τὰ πλείω δ’ ἀποροῦντες καὶ τῶν περὶ ἡμᾶς συμβαινόντων
5παθῶν, οὐκ ἂν ἔχοιμεν εἰπεῖν βεβαίως οὔτ’ ἀλκυό‐ νων πέρι οὔτ’ ἀηδόνων· κλέος δὲ μύθων, οἷον παρέ‐ δοσαν πατέρες, τοιοῦτον καὶ παισὶν ἐμοῖς, ὦ ὄρνι θρήνων μελῳδέ, παραδώσω τῶν σῶν ὕμνων πέρι, καί
σου τὸν εὐσεβῆ καὶ φίλανδρον ἔρωτα πολλάκις314
10ὑμνήσω γυναιξὶ ταῖς ἐμαῖς Ξανθίππῃ τε καὶ Μυρτοῖ λέγων τά τε ἄλλα, πρὸς δὲ καὶ τιμῆς οἵας ἔτυχες παρὰ θεῶν. ἆρά γε καὶ σὺ ποιήσεις τι τοιοῦτον, ὦ Χαιρεφῶν;
13ΧΑΙΡΕΦΩΝ Πρέπει γοῦν, ὦ Σώκρατες, καὶ τὰ ὑπὸ σοῦ
15ῥηθέντα διπλασίαν ἔχει τὴν παράκλησιν πρὸς γυναικῶν τε καὶ ἀνδρῶν ὁμιλίαν.
16ΣΩΚΡΑΤΗΣ Οὐκοῦν ἀσπασαμένοις τὴν Ἀλκυόνα προάγειν ἤδη πρὸς ἄστυ καιρὸς ἐκ τοῦ Φαληρικοῦ.
18ΧΑΙΡΕΦΩΝ
Πάνυ μὲν οὖν· ποιῶμεν οὕτω.316