TLG 0061 003 :: Pseudo–LUCIANUS :: Demosthenis encomium

Pseudo–LUCIANUS Soph.
(p. A.D. 2)

Demosthenis encomium

Source: Macleod, M.D. (ed.), Lucian, vol. 8. Cambridge, Mass.: Harvard University Press, 1967: 238–300.

Citation: Section — (line)

Dem Enc
.

t

ΔΗΜΟΣΘΕΝΟΥΣ ΕΓΚΩΜΙΟΝ
Dem Enc
.

1

Βαδίζοντί μοι κατὰ τὴν στοὰν τὴν ἐντεῦθεν ἐξιόντων ἐν ἀριστερᾷ, τῆς ἕκτης ἐπὶ δέκα σμικρὸν πρὸ μεσημβρίας, Θερσαγόρας περιτυγχάνει. τάχα τινὲς αὐτὸν ὑμῶν ἐπίσταιντο· σμικρός τίς ἐστι
5γρυπὸς ὑπόλευκος ἀνδρικὸς τὴν φύσιν. ἰδὼν οὖν αὐτὸν ἔτι προσιόντα Θερσαγόρας, ἔφην, ὁ ποιητής, ποῖ δὴ καὶ πόθεν; Οἴκοθεν, ἦ δ’ ὅς, ἐνταῦθα. Πότερον, ἦν δ’ ἐγώ, διαβαδίσων;
10 Ἀμέλει μέν, ἔφη, καὶ τούτου δεόμενος· ἀωρὶ γάρ τοι τῶν νυκτῶν ἐξαναστὰς ἔδοξέ μοι χρῆναι τοῖς Ὁμήρου γενεθλίοις τῆς ποιητικῆς ἀπάρξασθαι. Καλῶς γε σὺ ποιῶν, ἔφην, καὶ τὰ τροφεῖα τῆς παιδεύσεως ἐκτίνων.
15 Ἐκεῖθεν οὖν ἀρξάμενος, ἦ δ’ ὅς, ἔλαθον ἐμαυτὸν εἰς τοῦτο τῆς μεσημβρίας ἐκπεσών. ὅπερ οὖν ἔφην, δεῖ μέν μοι καὶ τοῦ περιπάτου·
Dem Enc
.

2

πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω— τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας· ἴστε δήπου τὸν ἐν
δεξιᾷ τοῦ τῶν Πτολεμαίων νεώ, τὸν καθειμένον τὰς238
5κόμας—προσερῶν τε οὖν αὐτὸν ἀφικόμην, ἔφη, καὶ προσευξόμενος ἀφθόνων διδόναι τῶν ἐπῶν. Εἰ γάρ, ἔφην, ἐν εὐχαῖς τὰ πράγματα εἴη. πάλαι γάρ τοι καὶ αὐτὸς 〈ἂν〉 ἐνοχλεῖν μοι δοκῶ τὸν Δημοσθένην ἐπικουρῆσαί τι πρὸς τὴν αὐτοῦ γενέ‐
10θλιον. εἰ οὖν ἡμῖν ἐπαρκέσει τὸ εὔχεσθαι, συμβουλοίμην ἄν σοι· κοινὸν γὰρ ἡμῖν τὸ ἕρμαιον. Ἐγὼ μέν, ἔφη, καὶ τῶν νύκτωρ τε καὶ τήμερον πεποιημένων δοκῶ μοι τῆς εὐροίας τὸν Ὅμηρον ἐπιγράψασθαι· θείως γάρ πως καὶ μαντικῶς εἰς τὴν
15ποίησιν ἐξεβακχεύθην. κρινεῖς δ’ αὐτός· ἐπίτηδες γάρ τοι τουτὶ τὸ γραμματεῖον περιηγόμην, εἰ ἄρα τῷ σχολὴν ἄγοντι τῶν ἑταίρων περιτύχοιμι. δοκεῖς οὖν ἐν καλῷ μοι σὺ τῆς σχολῆς εἶναι.
Dem Enc
.

3

Μακάριος γὰρ εἶ, ἦν δ’ ἐγώ, καὶ πέπονθας τὸ τοῦ τὸν δόλιχον νενικηκότος, ὃς ἤδη λελουμένος τὴν κόνιν καὶ τὸ λοιπὸν τῆς θέας ψυχαγωγούμενος μυθολογεῖν πρὸς τὸν παλαιστὴν διενοεῖτο, ἐπιδόξου
5κληθήσεσθαι τῆς πάλης οὔσης· ὁ δ’ Ἀλλ’ ἐπὶ τῆς βαλβῖδος οὐκ ἂν ἐμυθολόγεις, ἔφη. καὶ σὺ δή μοι δοκεῖς νενικηκὼς τὸν δόλιχον τῶν ἐπῶν ἐντρυφᾶν ἀνδρὶ μάλα δὴ κατορρωδοῦντι τὴν τοῦ σταδίου
τύχην. καὶ ὃς γελάσας,240
10Ὡς δή σοι τί τῶν ἀπόρων, εἶπεν, ἐργασόμενος;
Dem Enc
.

4

Ἴσως γάρ, ἔφην, ὁ Δημοσθένης ἐλάττονος ἢ καθ’ Ὅμηρον εἶναί σοι λόγου καταφαίνεται. καὶ σὺ μὲν φρονεῖς Ὅμηρον ἐπαινέσας, ἐμοὶ δὲ ὁ Δημοσθένης σμικρὸν καὶ τὸ μηδέν;
5 Συκοφαντεῖς, ἔφη. διαστασιάσαιμι δ’ οὐκ ἂν τοὺς ἥρως, εἰ καὶ πλείων εἰμὶ τὴν γνώμην πρὸς Ὁμήρου τετάχθαι.
Dem Enc
.

5

Εὖ 〈σύ〉 γε, εἶπον· ἐμὲ δ’ οὐκ ἂν νομίζοις πρὸς τοῦ Δημοσθένους; ἀλλὰ ἐπεί γε μὴ ταύτῃ τὸν λόγον ἀτιμάζεις, κατὰ τὴν ὑπόθεσιν δῆλον ὡς τὴν ποιητικὴν ἔργον ἡγῇ μόνον, τοὺς δὲ ῥητορικοὺς
5λόγους καταφρονεῖς ἀτεχνῶς οἷον ἱππεὺς παρὰ πεζοὺς ἐλαύνων. Μὴ μανείην, ἔφη, ταῦτά γε, κἂν εἰ πολλῆς δεῖ τῆς μανίας ἐπὶ τὰς ποιητικὰς ἰοῦσιν θύρας. Δεῖ γάρ τοι καὶ τοῖς καταλογάδην, ἔφην, ἐνθέου
10τινὸς ἐπιπνοίας, εἰ μέλλουσιν μὴ ταπεινοὶ φανεῖσθαι καὶ φαύλης φροντίδος. Οἶδά τοι, ἔφη, ὦ ἑταῖρε, καὶ χαίρω πολλάκις ἄλλων τε δὴ λογοποιῶν καὶ τὰ Δημοσθένους ἐγγὺς τῶν Ὁμήρου τιθείς, οἷον λέγω τὴν σφοδρότητα καὶ
15πικρίαν καὶ τὸν ἐνθουσιασμόν, καὶ τὸ μὲν “οἰνο‐ βαρὲς” πρὸς τὰς Φιλίππου μέθας καὶ κορδακισμοὺς καὶ τὴν ἀσέλγειαν, τὸ δὲ “εἷς οἰωνὸς ἄριστος” πρὸς τὸ “δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τὰς ἀγαθὰς
ὑποθεμένους ἐλπίδας” καὶ τὸ242
20
“ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς” πρὸς τὸ “πηλίκον ποτὲ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες;” παραβάλλω δὲ καὶ τὸν “ῥέοντα Πύθωνα” πρὸς τὰς Ὀδυσσέως “νιφάδας” τῶν λόγων καὶ τὸ
25
“εἰ μὲν μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε
ἔσσεσθαι.” πρὸς τὸ “πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ”. καὶ μυρίαι γε αὖθις αὐτοῖς ἐπὶ ταὐτὸν τῆς
30διανοίας ἐπιδρομαί.
Dem Enc
.

6

ἥδομαι δὲ καὶ πάθη καὶ διαθέσεις καὶ τροπὰς λέξεως καὶ τὰς ἀφαιρούσας τὸν κόρον μεταβολὰς καὶ τὰς ἐκ τῶν παρατροπῶν ἐπανόδους καὶ τὰς τῶν παραβολῶν σὺν τῷ καιρῷ γλαφυρότητας καὶ τὸ
5τοῦ τρόπου μισοβάρβαρον πανταχοῦ.
Dem Enc
.

7

καί μοι πολλάκις ἔδοξεν—οὐ γὰρ ἂν τἀληθὲς ἀποκρυψαίμην —εὐπρεπέστερον μὲν ῥᾳθυμίας Ἀττικῆς καθάπτε‐ σθαι Δημοσθένης ὁ τὴν παρρησίαν, ὥς φασιν,
5ἀνειμένος τοῦ τοὺς Ἀχαιοὺς “Ἀχαιΐδας” προσει‐ πόντος, διαρκεστέρῳ δὲ τόνῳ πνεύματος τὰς Ἑλληνικὰς ἀποπληροῦν τραγῳδίας τοῦ μεταξὺ τῆς ἀκμαιοτάτης μάχης διαλόγους ἀναπλάττοντος καὶ μύθοις τὴν φορὰν σκεδαννύντος.
Dem Enc
.

8

πολλάκις δέ με τὰ τοῦ Δημοσθένους—καὶ μέτρα κώλων καὶ ῥυθμοὶ
καὶ βάσεις—οὐκ ἔξω τῆς ποιητικῆς ἡδονῆς ἐκβιβά‐ ζουσιν, ὥσπερ οὐδ’ Ὅμηρος ἐλλιπὴς ἀντιθέσεων ἢ244
5παρισώσεων ἢ σχημάτων τραχύτητος ἢ καθα‐ ρότητος. ἀλλ’ ἔοικεν φύσει πως ὑπάρχειν ταῖς δυνάμεσι τὰς ἀρετὰς ἐπιπεπλέχθαι. πόθεν γε δὴ περιφρονοίην ἂν τὴν Κλειὼ τῇ Καλλιόπῃ ταὐτὰ 〈δυναμένην〉 γιγνώσκων;
Dem Enc
.

9

ἀλλ’ οὐδὲν ἧττον τοὐμὸν ἀγώνισμα τῶν εἰς Ὅμηρον ἐγκωμίων διπλάσιον ἔργον ἢ τοὺς σοὺς εἰς Δημοσθένην ἐπαί‐ νους τίθημι, οὐ τοῖς μέτροις—
5 Ἀλλὰ τῷ μέν; ἔφην. —Τῷ τοὐμὸν μὲν οὐκ ἔχειν ἑδραίαν τινὰ κρηπῖδα τῶν ἐπαίνων ὑποβάλλεσθαι πλήν γε τῆς ποιητικῆς αὐτῆς· τὰ δ’ ἄλλα τῷ μὲν ἀσαφῆ, πατρὶς καὶ γένος καὶ χρόνος. εἰ γοῦν τι σαφὲς αὐτῶν ἦν,
10
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, πατρίδα μὲν αὐτῷ διδόντων Ἴον ἢ Κολοφῶνα ἢ Κύμην ἢ Χίον ἢ Σμύρναν ἢ Θήβας τὰς Αἰγυπτίας ἢ μυρίας ἄλλας, πατέρα δὲ Μαίονα τὸν Λυδὸν ἢ ποτα‐ μόν, ὅπου γε καὶ τοὔνομα πρὸ τοῦ γνωρίμου τὸ
15Μελησιγενῆ προκρίνουσιν· καὶ μητέρα 〈τὴν〉 Μελανώπου φασὶν ἢ νύμφην τῶν Ὑδριάδων
ἀνθρωπίνου γένους ἀπορίᾳ, χρόνον δὲ τὸν ἡρωϊκὸν ἢ τὸν Ἰωνικόν, καὶ μηδ’ ὅπως πρὸς τὸν Ἡσίοδον εἶχεν ἡλικίας σαφῶς εἰδέναι, τύχην δὲ πενίας ἢ246
20πάθος ὀμμάτων. ἀλλὰ μὴν βέλτιον εἴη καὶ ταῦτα ἐᾶν ἐν ἀσαφεῖ κείμενα. περὶ στενὸν δή μοι κομιδῇ τὸ ἐγκώμιον, ποίησιν ἄπρακτον ἐπαινέσαι καὶ σοφίαν ἐκ τῶν ἐπῶν εἰκαζομένην συλλέγειν.
Dem Enc
.

10

τὸ δὲ σόν, ἔφη, κατὰ χειρὸς ἐπίδρομόν τε καὶ λεῖον ἐφ’ ὡρισμένοις τε καὶ γνωρίμοις μόνον 〈τῶν〉 ὀνομάτων, οἷον ὄψον ἕτοιμον ἡδυσμάτων παρὰ σοῦ δεόμενον. τί γὰρ οὐ μέγα τῷ Δημοσθένει
5καὶ λαμπρὸν ἡ τύχη προσῆψε; τί δ’ οὐ γνώριμον; οὐκ Ἀθῆναι μὲν αὐτῷ πατρίς, “αἱ λιπαραὶ καὶ ἀοίδιμοι καὶ τῆς Ἑλλάδος ἔρεισμα”; καίτοι λαβόμενος ἂν ἐγὼ τῶν Ἀθηνῶν ἐπὶ τῆς ποιητικῆς ἐξουσίας ἐπεισῆγον ἂν ἔρωτας θεῶν καὶ κρίσεις καὶ
10κατοικήσεις καὶ δωρεὰς καὶ τὴν Ἐλευσῖνα. νόμων δὲ καὶ δικαστηρίων καὶ πανηγύρεων καὶ Πειραιῶς καὶ ἀποικιῶν καὶ τροπαίων θαλαττίων τε καὶ χερσαίων ἐπεισηγμένων οὐδ’ ἂν εἷς ἐπ’ ἴσης ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, φησὶν ὁ Δημοσθένης.
15ἀφθονία μὲν 〈οὖν〉 ἦν ἄν μοι περιττὴ πάντως, τὸ
δὲ ἐγκώμιον οὐκ ἂν ἀπαρτᾶν ἐνομιζόμην, ἐν νόμῳ τοῖς ἐπαίνοις ὂν ἐκ τῶν πατρίδων ἐπικοσμεῖν τοὺς ἐπαινουμένους. Ἰσοκράτης δὲ παρεμπόρευμα τῆς Ἑλένης φέρων ἐνέθηκε τὸν Θησέα. τὸ μὲν δὴ248
20ποιητικὸν φῦλον ἐλεύθερον. σοὶ δ’ ἴσως εὐλάβεια τὸ τῆς παροιμίας ἐπὶ σκώμματι τῆς συμμετρίας ἐπαγαγέσθαι, μή σοι μεῖζον προσκέοιτο τοὐπίγραμμα τῷ θυλάκῳ.
Dem Enc
.

11

Παρέντι δὴ τὰς Ἀθήνας ἐκδέχεται τὸν λόγον πατὴρ τριήραρχος, “χρυσέα κρηπὶς” κατὰ Πίνδαρον. οὐ γὰρ ἦν Ἀθήνησιν λαμπρότερον τίμημα τοῦ τριηραρχικοῦ. εἰ δὲ τοῦ Δημοσθένους ἔτι κομιδῇ
5παιδὸς ὄντος ἐτελεύτα, τὴν ὀρφανίαν οὐ συμφορὰν ὑποληπτέον, ἀλλὰ δόξης ὑπόθεσιν τὸ τῆς φύσεως γενναῖον ἀποκαλύπτουσαν.
Dem Enc
.

12

Ὁμήρου μὲν οὖν οὔτε παίδευσιν οὔτ’ ἄσκησιν μνήμῃ καθ’ ἱστορίαν παρειλήφαμεν, ἀλλ’ εὐθὺς ἀνάγκη τὸν ἔπαινον ἅπτεσθαι τῶν ὑπ’ αὐτοῦ δεδημιουργημένων, ὕλην ἐκ τροφῆς καὶ μελέτης
5καὶ διδασκαλίας οὐκ ἔχοντα μηδ’ οὖν ἐπὶ τὴν Ἡσιόδου δάφνην καταφυγόντα, τὴν ῥᾳθύμως καὶ τοῖς ποιμέσιν τῶν ἐπῶν ἐπιπνέουσαν. σοὶ δ’ ἐνταῦθα δήπου πολὺς μὲν ὁ Καλλίστρατος, λαμπρὸς δ’ ὁ κατάλογος, Ἀλκιδάμας, Ἰσοκράτης, Ἰσαῖος,
10Εὐβουλίδης. μυρίων μὲν ἐφελκομένων Ἀθήνησι τῶν ἡδονῶν καὶ τοὺς πατρονομίας ἀνάγκαις ὑπο‐ κειμένους, ταχείας δ’ οὔσης τοῖς μειρακίοις τῆς ἡλικίας εἰς τὰς θρύψεις ὑπολισθάνειν, παρὸν δ’ αὐτῷ κατ’ ἐξουσίαν ἐκ τῆς τῶν ἐπιτρόπων ὀλιγωρίας,250
15καὶ φιλοσοφίας καὶ τῆς πολιτικῆς ἀρετῆς κατεῖχε πόθος, ὃς αὐτὸν ἦγεν οὐκ ἐπὶ τὰς Φρύνης, ἀλλ’ ἐπὶ τὰς Ἀριστοτέλους καὶ Θεοφράστου καὶ Ξενοκράτους καὶ Πλάτωνος θύρας.
Dem Enc
.

13

κἀνταῦθ’ ἄν, ὦ βέλτιστε, φιλοσοφοῖς τῷ λόγῳ διττὰς ἐπ’ ἀνθρώποις ἐρώτων ἀγωγάς, τὴν μὲν θαλατ‐ τίου τινὸς ἔρωτος παράφορόν τε καὶ ἀγρίαν καὶ κυμαί‐ νουσαν ἐν ψυχῇ, Ἀφροδίτης πανδήμου κλύδωνα,
5φλεγμαινούσαις νέων ὁρμαῖς αὐτόχρημα θαλάττιον, τὴν δ’ οὐρανίου “χρυσῆς τινος σειρᾶς ἕλξιν,” οὐ πυρὶ καὶ τόξοις ἐντιθεῖσαν δυσαλθεῖς νόσους τραυμά‐ των, ἀλλ’ ἐπὶ τὴν αὐτοῦ τοῦ κάλλους ἄχραντόν τε καὶ καθαρὰν ἰδέαν ἐξορμῶσαν μανίᾳ σώφρονι τῶν
10ψυχῶν, “ὅσαι Ζηνὸς ἐγγὺς καὶ θεῶν ἀγχίσποροι,” φησὶν ὁ τραγικός.
Dem Enc
.

14

ἔρωτι δὴ πάντα πόριμα, κουρὰ σπήλαιον κάτοπτρον ξίφος, γλῶτταν διαρθρῶσαι, μετελθεῖν ὀψὲ τῆς ἡλικίας ὑπόκρισιν, μνήμην ἀκριβῶσαι,
θορύβου καταφρονῆσαι, συνάψαι νύκτας ἐπιπόνοις252
5ἡμέραις. ἐξ ὧν τίς οὐκ οἶδεν, ὁποῖος ὁ Δημοσθένης, ἔφη, σοὶ τὴν ῥητορικὴν ἐγένετο, ταῖς μὲν ἐννοίαις καὶ τοῖς ὀνόμασιν καταπυκνῶν τὸν λόγον, ταῖς δὲ διαθέσεσιν ἐξακριβῶν τὰς πιθανότητας, λαμπρὸς μὲν τῷ μεγέθει, σφοδρὸς δὲ τῷ πνεύματι, σωφρονέστατος
10δὲ τὴν τῶν ὀνομάτων καὶ τῶν νοημάτων ἐγκράτειαν, ποικιλώτατος δ’ ἐναλλαγαῖς σχημάτων; μόνος γέ τοι τῶν ῥητόρων, ὡς ὁ Λεωσθένης ἐτόλμησεν εἰπεῖν, ἔμψυχον καὶ σφυρήλατον παρεῖχεν τὸν λόγον.
Dem Enc
.

15

οὐ γάρ, ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορ‐ μῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν, οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους,
5ἀλλ’ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν. Πυθέᾳ δὲ ὁ κρότος τῶν Δημοσθενι‐ κῶν λόγων ἀπόζειν ἐφαίνετο τοῦ νυκτερινοῦ λύχνου.
10καὶ τουτὶ μέν, ἔφη, σοὶ τὸ χωρίον τοῦ λόγου κοινὸν πρὸς τὴν ἐμὴν ὑπόθεσιν. οὐ γάρ τοι μείων ὁ περὶ τὴν Ὁμήρου ποίησιν ὑπῆρχε κἀμοὶ λόγος.
Dem Enc
.

16

ἀλλ’ εἰ μετίοις ἐπὶ τὰς φιλανθρωπίας καὶ τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν καὶ τῆς πολιτείας
τὴν ὅλην λαμπρότητα—καὶ ὁ μὲν ᾔει συνείρων ὡς τὰ λοιπὰ προσθήσων, ἐγὼ δὲ γελάσας, Ἦ πού γε,254
5ἔφην, διανοῇ καταχεῖν μου τῶν ὤτων ὥσπερ βαλανεὺς καταντλήσας τὸν λοιπὸν λόγον; Νὴ Δία γε, εἶπεν, δημοθοινίας τε καὶ χορηγίας ἐθελουσίους καὶ τριηραρχίας καὶ τεῖχος καὶ τάφρον καὶ λύσεις αἰχμαλώτων καὶ παρθένων
10ἐκδόσεις, ἀρίστην πολιτείαν, καὶ πρεσβείας καὶ νομοθεσίας καὶ μέγεθος πολιτευμάτων ἐμπεσόν, γελᾶν ἔπεισί μοι τοῦ τὰς ὀφρῦς συνάγοντος καὶ δεδιότος μὴ λόγοι τῶν Δημοσθένους αὐτὸν ἔργων ἐπιλίποιεν.
Dem Enc
.

17

Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἐν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆ‐ σθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν; Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς
5σὺ φῄς, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐκ ἔχεις πρὸς λαμπρὰν τὴν Δημοσθένους δόξαν τὴν ὄψιν ἀπερεῖσαι· καὶ γὰρ αὐτός τι τοιοῦτον ἐφ’ Ὁμήρῳ κατὰ τὰς ἀρχὰς πέπονθα. κατέβαλον γοῦν σμικροῦ δεῖν,
10ὡς οὐκ ἀντιβλεπτέον ὄν μοι πρὸς τὴν ὑπόθεσιν. εἶτ’ ἐγὼ μέν, οὐκ οἶδ’ ὅπως, ἀνήνεγκα, 〈καὶ〉 δοκῶ μοι κατὰ σμικρὸν προσεθιζόμενος ἀντίον ὁρᾶν μηδ’ ἀποτρέπων ὥσπερ ἡλίου τὰς ὄψεις νόθος τοῦ τῶν
Ὁμηριδῶν γένους ἐλέγχεσθαι.256
Dem Enc
.

18

Σὸν δέ μοι φαίνεται καὶ τοῦτο, ἔφη, πολὺ ῥᾷον ἢ κατ’ ἐμὲ εἶναι. τῆς μὲν γὰρ Ὁμήρου δόξης οἷον ἐπὶ μιᾶς ὁρμούσης τῆς ποιητικῆς δυνάμεως ἀθρόως ἐξ ἀνάγκης ἦν ἁπάσης λαβέ‐
5σθαι. σὺ δ’ εἰ μὲν ἐπὶ τὸν Δημοσθένην ὅλον ἐφάπαξ τῇ γνώμῃ τράποιο, καὶ μάλα ἂν ἀποροῖς, περὶ τὸν λόγον ᾄττων οὐδ’ ἔχων ὅτου πρώτου τῇ γνώμῃ λάβοιο, καθάπερ οἱ λίχνοι πάσχου‐ σιν περὶ τὰς Συρακουσίας τραπέζας ἢ οἱ φιλή‐
10κοοι καὶ φιλοθεάμονες εἰς μυρίας ἀκουσμάτων καὶ θεαμάτων ἡδονὰς ἐμπεσόντες· οὐκ ἔχουσιν ἐφ’ ἣν ἔλθωσιν ἀεὶ τὴν ἐπιθυμίαν μετατιθέντες. οἶμαι δὲ καὶ σὲ μεταπηδᾶν οὐκ ἔχοντα ἐφ’ ὅτι σταίης, ἐν κύκλῳ σε περιελκόντων φύσεως μεγαλο‐
15πρεποῦς, ὁρμῆς διαπύρου, βίου σώφρονος, λόγου δεινότητος, τῆς ἐν ταῖς πράξεσιν ἀνδρείας, λημμά‐ των πολλῶν καὶ μεγάλων ὑπεροψίας, δικαιοσύνης, φιλανθρωπίας, πίστεως, φρονήματος, συνέσεως, ἑκά‐ στου τῶν πολλῶν καὶ μεγάλων πολιτευμάτων.
20ἴσως οὖν ὁρῶν ἔνθεν μὲν ψηφίσματα πρεσβείας δημηγορίας νόμους, ἐκεῖθεν ἀποστόλους Εὔβοιαν Μέγαρα τὴν Βοιωτίαν Χίον Ῥόδον τὸν Ἑλλήσποντον Βυζάντιον, οὐκ ἔχεις ὅποι τὴν γνώμην ἀποκλίνῃς συμπεριφερόμενος τοῖς πλεονεκτήμασιν.
Dem Enc
.

19

ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως
πως ἠπόρηκεν,
Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,
258
5ἢ Κάδμον, ἢ σπαρτῶν ἱερὸν γένος 〈ἀνδρῶν〉, ἢ τὰν κυανάμπυκα Θήβαν, ἢ τὸ πάντολμον σθένος Ἡρακλέος, ἢ τὰν Διονύσου πολυγαθέα τιμάν, ἢ γάμον λευκωλένου Ἁρμονίας ὑμνήσομεν;
10οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.
Dem Enc
.

20

ἔστι δ’ οὐδὲν ἔργον ἐκφυγεῖν, ἔφη, τὴν πλάνην· ἀλλ’ ἑνὸς ὅτου δὴ λαβόμενος ἢ τῆς ῥητορείας καθ’ αὑτήν, εἰς ταύτην καθοῦ τοῦτον τὸν λόγον. ἱκανή γ’ ἂν οὐδ’ ἡ Περικλέους·
5ἐκείνου μέν γε τὰς ἀστραπὰς καὶ βροντὰς καὶ πειθοῦς τι κέντρον δόξῃ παραλαβόντες, ἀλλ’ αὐτήν γε οὐχ ὁρῶμεν, δῆλον ὡς οὐδὲν ὁποῖον τὴν φαντασίαν οὐδ’ ἔμμονον ἔχουσαν οὐδ’ οἵαν ἐξαρκέσαι πρὸς τὴν τοῦ χρόνου βάσανον καὶ
10κρίσιν· τὰ δὲ τοῦ Δημοσθένους—ἀλλὰ σοὶ κατα‐
λελείφθω λέγειν, εἰ ταύτῃ τράποιο.260
Dem Enc
.

21

πρός γε μὴν τὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς πολιτείας αὐτοῦ τραπομένῳ καλὸν μίαν ἡντινοῦν ἀποτεμέσθαι τὴν διατριβήν, εἰ δὲ βούλοιο δαψιλές, δύο καὶ σύντρεις ἑλόμενον ἔχειν ἀποχρῶσαν λόγων
5ὑποβολήν. πολλὴ γὰρ ἐν ἅπασιν ἡ λαμπρότης. εἰ δ’ οὐκ ἐκ τοῦ παντὸς ἀλλ’ ἐκ μέρους ἐπαινεσόμεθα, νόμος μὲν Ὁμηρικὸς ἡρώων ἐπαίνους ἐκ μερῶν διατίθεσθαι, ποδῶν ἢ κεφαλῆς ἢ κόμης, ἤδη δὲ κἀκ τῶν φορημάτων ἢ ἀσπίδων, μεμπτὸν δ’ οὐδὲ τοῖς
10θεοῖς ἐγένετο ὑμνεῖσθαι πρὸς τῶν ποιητῶν ἐξ ἠλα‐ κάτης ἢ τόξων ἢ τῆς αἰγίδος, μή τί γε δὴ μέρει σώματος ἢ τῆς ψυχῆς, τῶν εὐεργεσιῶν δ’ οὐδὲ δυνατὸν ἐφ’ ἁπάσας ἐλθεῖν. οὐκοῦν οὐδ’ ὁ Δημοσθένης αἰτιάσεται καθ’ ἓν τῶν αὑτοῦ καλῶν
15ἐπαινούμενος, ἐπεὶ τό γε σύμπαν οὐδ’ αὐτὸς ἂν αὑτὸν ἐξαρκέσειεν ἐπαινέσαι.
Dem Enc
.

22

ταῦτα τοῦ Θερσαγόρου διελθόντος, Οἶμαί σε, ἔφην, ἓν ἐπιδεδεῖχθαί μοι, τὸ μὴ μόνον ποιητὴν ἀγαθὸν εἶναι, τῷ δώρῳ παρεμπόρευμα πεποιῆσθαι τὸν Δημοσθένην, τὰ πεζὰ τοῖς ἐμμέτροις προστι‐
5θέντα. Σοὶ μὲν οὖν, ἔφη, τὴν ῥᾳστώνην ὑποτιθεὶς προή‐ χθην ἐπιδραμεῖν τὸν λόγον, εἴ τι τῆς φροντίδος ἀνεὶς ἀκροατὴς ἡμῖν γένοιο. Προὔργου τοίνυν, ἔφην, σοὶ γέγονεν οὐδέν, εὖ ἴσθι.
10σκόπει δὲ καὶ μὴ πλέον ᾖ γεγονὸς θάτερον.
Καλὸν ἂν λέγοις, ἔφη, τὸ ἴαμα. Σὺ γάρ, ἔφην, ἀγνοεῖς, οἶμαι, τὸ παρὸν ἄπορον, εἶτα ἰατροῦ δίκην τὸ τοῦ νοσοῦντος σαθρὸν ἀγνοή‐ σαντος ἄλλο θεραπεύεις.262
15 Ὅτι τί δή; Σὺ μὲν ἃ ταράξειεν ἂν τὸν πρῶτον ἰόντα πρὸς τὸν λόγον ἐπεχείρησας ἰάσασθαι, τὰ δ’ ἤδη κατανάλωται παλαιαῖς ἐτῶν περιόδοις· ὡς ταύταις 〈ταῖσ〉 ἀπορίαις ἕωλά σοι τὰ ἰάματα.
20 Ταὔτ’ οὖν, ἔφη, σοὶ τόδε ἴαμα· χρὴ μέντοι καθάπερ ὁδὸν θαρραλεωτάτην εἶναι τὴν συνηθεστά‐ την.
Dem Enc
.

23

Τὴν ἐναντίαν γάρ, εἶπον, προὐθέμην, ᾗ φασιν Ἀννίκεριν τὸν Κυρηναῖον φιλοτιμηθῆναι πρὸς Πλάτωνά τε καὶ τοὺς ἑταίρους· τὸν μέν γε τὴν Κυρηναίων ἁρματηλασίαν ἐπιδεικνύντα πολλοὺς
5περὶ τὴν Ἀκαδημίαν ἐξελαύνειν δρόμους ἐπὶ τῆς αὐτῆς ἁρματοτροχιᾶς ἅπαντας μηδὲν παραβάντας, ὥσθ’ ἑνὸς δρόμου σημεῖα κατὰ τῆς γῆς ὑπολείπεσθαι· τοὐμὸν δέ γε τὴν ἐναντίαν σπεύδει, τὰς ἁρματο‐ τροχιὰς ἀλεείνειν, οὐ μάλα ῥᾴδιον 〈ὄν〉, οἶμαι,
10καινουργεῖν ὁδοὺς τῶν τετριμμένων ἐκτρεπόμενον. Ἀλλά τοι τὸ Παύσωνος, ἔφη, σοφόν. Ποῖον; ἔφην· οὐ γὰρ ἀκήκοα.
Dem Enc
.

24

Παύσωνι τῷ ζωγράφῳ φασὶν ἐκδοθῆναι γράψαι ἵππον ἀλινδούμενον· τὸν δὲ γράψαι τρέ‐
χοντα καὶ πολὺν κονιορτὸν περὶ τὸν ἵππον. ὡς δ’ ἔτι γράφοντος ἐπιστῆναι τὸν ἐκδόντα, μέμφεσθαι·264
5μὴ γὰρ τοῦτο προστάξαι. τὸν οὖν Παύσωνα τοῦ πίνακος τὰ μετέωρα κάτω περιαγαγόντα τῷ παιδὶ τὴν γραφὴν ἐπιδεῖξαι κελεῦσαι, καὶ τὸν ἵππον ἔμπαλιν κείμενον ὀφθῆναι κυλινδούμενον. Ἡδὺς εἶ, ἔφην, Θερσαγόρα, ἂν μίαν οἴῃ με
10στροφὴν μεμηχανῆσθαι τοσούτων ἐτῶν, ἀλλ’ οὐχὶ πάσας στροφὰς καὶ περιαγωγὰς ἐναλλάττοντα καὶ μετατιθέντα δεδιέναι μή τι τελευτῶν πάθοιμι τὸ τοῦ Πρωτέως. Ποῖον, ἔφη, πάθος;
15 Τὸ γενόμενον, ὅ φασιν αὐτὸν γενέσθαι δρασμὸν ἐξευρίσκοντα τῆς ἀνθρωπίνης ὄψεως· ἐπεὶ καταν‐ αλώκει πάσας ἰδέας θηρίων καὶ φυτῶν καὶ στοι‐ χείων, αὖθις αὖ πενίᾳ μορφῆς ἐπεισάκτου Πρωτέα γενέσθαι.
Dem Enc
.

25

Σὺ μέν, εἶπεν, ὑπὲρ τὸν Πρωτέα μηχανᾷ τὴν ἀκρόασιν ἀποδιδράσκειν. Οὐκ, ὦγαθέ, ἔφην, τοῦτο. παρέξω γοῦν ἐμαυτὸν ἀκροᾶσθαι παρεὶς τὴν ἐπηρτημένην φροντίδα. τάχ’
5ἄν τι περὶ τοῦ σοῦ κυήματος ἄφροντις γενόμενος καὶ τῆς ἐμῆς ὠδῖνος συμφροντίσαις. Ὡς οὖν ἐδόκει αὐτῷ, καθίσαντες ἐπὶ τῆς πλησίον κρηπῖδος ἐγὼ μὲν ἠκροώμην, ὁ δ’ ἀνελέγετο μάλα γενναῖα ποιήματα. μεταξὺ δ’ ὥσπερ ἔνθους γενό‐
10μενος, ἐπιπτύξας τὸ γραμματεῖον, Κομίζου τὸν ἀκροατικόν, ἔφη, μισθόν, καθάπερ Ἀθήνησιν ἐκκλη‐ σιαστικὸν ἢ δικαστικόν. ἀλλ’ ὅπως εἴσῃ μοι χάριν.266
Dem Enc
.

26

Χάριν μέν, ἔφην, εἴσομαι καὶ πρὶν ὅτι λέγεις εἰδέναι. τί δ’ ἐστὶν ὅτι καὶ λέγεις; Μακεδονικοῖς, εἶπεν, ἐντυχὼν τῆς βασιλικῆς οἰκίας ὑπομνήμασιν, καὶ τότε ὑπερησθεὶς τὸ βιβλίον
5οὐ κατὰ πάρεργον ἐκτησάμην καὶ νῦν ὑπεμνήσθην ἔχων οἴκαδε. γέγραπται δ’ ἄλλα τε τῶν Ἀντιπάτρῳ πραχθέντων ἐπὶ τῆς οἰκείας καὶ περὶ Δημοσθένους, ἅ μοι δοκεῖς οὐκ ἂν παρέργως ἀκοῦσαι. Καὶ μήν, εἶπον, ἤδη γέ σοι τῶν εὐαγγελίων χάρις
10καὶ τὰ λοιπὰ τῶν ἐπῶν. ἐγὼ μὲν οὖν οὐκ ἀπολεί‐ ψομαι τοῦ τὴν ὑπόσχεσιν ἔργον σοι γενέσθαι, σὺ δ’ εἱστίακάς με λαμπρῶς τὴν Ὁμήρου γενέθλιον, ἔοικας δ’ ἑστιάσειν αὐτὸς καὶ τὴν Δημοσθένους.
Dem Enc
.

27

Ὡς οὖν ἀνέγνω τὰ λοιπὰ τοῦ γραμματείου, διατρίψαντες ὀλίγον ὅσον ἀποδοῦναι τῷ ποιήματι τοὺς δικαίους ἐπαίνους ᾔειμεν εἰς τοῦ Θερσαγόρου. καὶ μόλις μέν, ἐπιτυγχάνει δὲ τῷ βιβλίῳ. κἀγὼ
5λαβὼν τότε μὲν ἀπηλλαττόμην, ἐντυχὼν δ’ οὕτω τὴν γνώμην διετέθην, ὡς οὐδέν τι περιτρέψας, ἀλλ’ ἐπ’ αὐτῶν 〈τῶν〉 ὀνομάτων τε καὶ ῥημάτων ὑμῖν ἀναλέξομαι. οὐδὲ γὰρ τἀσκληπιῷ μεῖόν τι γίγνεται τῆς τιμῆς, εἰ μὴ τῶν προσιόντων αὐτῶν ποιησάντων
10ὁ παιᾶν, ἀλλ’ Ἰσοδήμου τοῦ Τροιζηνίου καὶ Σοφοκλέους ᾄδεται, καὶ τῷ Διονύσῳ τὸ μὲν ποιῆσαι κωμῳδίας ἢ τραγῳδίας ἐκλέλειπται, τὰ δὲ ἑτέροις συντεθέντα τοῖς νῦν εἰς μέσον ἐν καιρῷ κομίζουσιν χάριν οὐκ ἐλάττω φέρει τῷ τὸν θεὸν268
15δοκεῖν τετιμηκέναι.
Dem Enc
.

28

τὸ μὲν οὖν βιβλίον τοῦτο—ἔστι δὲ τῶν ὑπομνημάτων τὸ προσῆκον ἡμῖν μέρος τόδε δρᾶμα— τὸ βιβλίον φησίν Ἀντιπάτρῳ μεμηνύσθαι παρόντα τὸν Ἀρχίαν. ὁ δ’ Ἀρχίας, εἴ τις ἄρα τῶν νεωτέρων
5ἀγνοεῖ, τοὺς φυγάδας ἐτέτακτο συλλαμβάνειν. ἐπέσταλτο δ’ αὐτῷ καὶ Δημοσθένην ἀπὸ τῆς Καλαυρίας πεῖσαι μᾶλλον ἢ βιάσασθαι πρὸς τὸν Ἀντίπατρον ἥκειν. καὶ δὴ καὶ μετέωρος ἐπὶ ταύτης ὁ Ἀντίπατρος ἦν τῆς ἐλπίδος, τὸν Δημοσθένην
10ἀεὶ προσδοκῶν. ὡς οὖν ἤκουσεν ἀπὸ τῆς Καλαυρίας ἥκοντα τὸν Ἀρχίαν, εὐθὺς ὡς εἶχεν ἐκέλευσεν εἴσω καλεῖν.
Dem Enc
.

29

ἐπεὶ δ’ εἰσῆλθεν—αὐτὸ φράσει τὰ λοιπὰ τὸ βιβλίον.
2ΑΡΧΙΑΣ Χαῖρε, ὦ Ἀντίπατρε.
3ΑΝΤΙΠΑΤΗΡ Τί δ’ οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες;
4ΑΡΧΙΑΣ
5Ἤγαγον ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν
Δημοσθένους λειψάνων.270
6ΑΝΤΙΠΑΤΗΡ Ἀπ’ ἐλπίδος γε μήν μ’ ἔσφηλας, ὦ Ἀρχία. τί γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι;
9ΑΡΧΙΑΣ
10 Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν οὐκ ἐδυνάμην.
11ΑΝΤΙΠΑΤΗΡ Τί δ’ οὐ ζῶντα κατειλήφατε;
12ΑΡΧΙΑΣ Κατειλήφαμεν.
13ΑΝΤΙΠΑΤΗΡ Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν;
14ΑΡΧΙΑΣ
15Οὔκ, ἀλλ’ οὗπερ ἦν, ἐν Καλαυρίᾳ.
15ΑΝΤΙΠΑΤΗΡ Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον;
17ΑΡΧΙΑΣ Ἀλλ’ οὐδ’ ὑφ’ ἡμῖν ἐγένετο.
18ΑΝΤΙΠΑΤΗΡ Τί φῄς; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ζῶντα
20λαβόντες οὐκ ἔχετε;272
20ΑΡΧΙΑΣ
Dem Enc
.

30

Οὐ γὰρ ἐκέλευες τήν γε πρώτην μὴ βιάζεσθαι; καίτοι πλέον ἂν οὐδὲ βιασαμένοις οὐδὲν ἦν· καὶ γὰρ οὖν ἐμελλήσαμεν.
3ΑΝΤΙΠΑΤΗΡ Οὐκ εὖ γε ὑμεῖς οὐδὲ μελλήσαντες. ἴσως οὖν ἐκ
5τῆς ὑμετέρας τέθνηκε βίας;
5ΑΡΧΙΑΣ Ἡμεῖς μὲν αὐτὸν οὐκ ἀπεκτείναμεν, βιάζεσθαι δὲ μὴ πείθουσιν ἀναγκαῖον ἦν. σοὶ δέ, ὦ βασιλεῦ, τί τὸ πλέον, εἰ ζῶν ἀφίκετο; πάντως οὐδὲν 〈ἂν〉 αὐτὸν ἢ ἀπέκτεινας.
9ΑΝΤΙΠΑΤΗΡ
Dem Enc
.

31

Εὐφήμει, ὦ Ἀρχία· δοκεῖς μοι μὴ συννενοη‐ κέναι μήθ’ ὅστις ὁ Δημοσθένης μήτε τὴν ἐμὴν γνώμην, ἀλλὰ νομίζειν ὅμοιον εἶναι Δημοσθένην εὑρεῖν καὶ τούτους ζητεῖν τοὺς κακῶς ἀπολωλότας,
5Ἱμεραῖον τὸν Φαληρέα καὶ τὸν Μαραθώνιον Ἀριστόνικον καὶ τὸν ἐκ Πειραιῶς Εὐκράτην, τῶν ῥαγδαίων ῥευμάτων οὐδὲν διαφέροντας, ἀνθρώπους ταπεινούς, ἀφορμῇ προσκαίρων θορύβων ἐπιπολά‐ σαντας καὶ πρὸς μικρὰν ταραχῆς ἐλπίδα θρασέως
10ἐξαναστάντας, εἶτα πτήξαντας οὐκ εἰς μακράν,
δίκην τῶν δειλινῶν πνευμάτων, καὶ τὸν ἄπιστον Ὑπερίδην, τὸν δημοκόλακα, τὸν οὐδὲν αἰσχρὸν νομίσαντα κολακείᾳ τοῦ πλήθους συκοφαντῆσαι Δημοσθένην οὐδ’ αὑτὸν εἰς ταῦτα παρασχεῖν διά‐274
15κονον, ἐφ’ οἷς αὐτοὶ μετενόησαν οἷς ἐχαρίζετο· μετ’ οὐ πολὺ γοῦν τῆς συκοφαντίας λαμπροτέραν ἢ κατ’ Ἀλκιβιάδην αὐτῷ τὴν κάθοδον ἀκηκόαμεν γενέσθαι. τῷ δ’ οὐκ ἔμελεν οὐδ’ ἐπῃσχύνετο κατὰ τῶν ποτε φιλτάτων τῇ γλώττῃ χρώμενος, ἣν ἐχρῆν δήπου τῆς
20ἀγνωμοσύνης ἐκτεμεῖν.
20ΑΡΧΙΑΣ
Dem Enc
.

32

Τί δέ; οὐκ ἐχθρῶν ἡμῖν ἔχθιστος ὁ Δημοσθένης;
2ΑΝΤΙΠΑΤΗΡ Οὐχ ὅτῳ μέλει τρόπου πίστεως, φίλον πᾶν ἄδολον καὶ βέβαιον ἦθος ἡγουμένῳ. τὰ γάρ τοι
5καλὰ καὶ παρ’ ἐχθροῖς καλὰ καὶ τὸ τῆς ἀρετῆς πανταχοῦ τίμιον. οὐδὲ κακίων ἐγὼ Ξέρξου τοῦ Βοῦλιν καὶ Σπέρχιν τοὺς Λακεδαιμονίους θαυμά‐ σαντος καὶ κτεῖναι παρὸν ἀφέντος. ἀλλ’ εἰ δή τινα πάντων καὶ Δημοσθένην αὐτός τε δὶς Ἀθήνησιν, εἰ
10καὶ μὴ κατὰ πολλὴν σχολήν, συγγενόμενος καὶ παρὰ τῶν ἄλλων ἀναπυνθανόμενος ἔκ τε τῶν πολιτευμά‐
των αὐτῶν εἶχον θαυμάσας, οὐχ ὡς ἂν νομίσειέ τις τῆς τῶν λόγων δεινότητος, εἰ καὶ μηδὲν μὲν ὁ Πύθων πρὸς αὐτόν, οἱ δ’ Ἀττικοὶ ῥήτορες παιδιὰ276
15παραβάλλειν τῷ τούτου κρότῳ καὶ τόνῳ καὶ λέξεων εὐρυθμίᾳ καὶ ταῖς τῶν διανοιῶν περιγραφαῖς καὶ συνεχείαις ἀποδείξεων καὶ τῷ συνακτικῷ τε καὶ κρουστικῷ. μετενοοῦμεν γοῦν ὅτε τοὺς Ἕλληνας Ἀθήναζε συνηγάγομεν ὡς ἐλέγξοντες Ἀθηναίους,
20Πύθωνι καὶ τοῖς Πύθωνος ἐπαγγέλμασιν πεπι‐ στευκότες, εἶτα Δημοσθένει καὶ τοῖς Δημοσθένους ἐλέγχοις περιπεσόντες. ἀλλ’ ἦν μὲν ἀπρόσιτος ἡ δύναμις αὐτῷ τοῦ λόγου.
Dem Enc
.

33

ἐγὼ δὲ ταύτην μὲν δευτέραν ἔταττον, ἐν χώρᾳ τιθεὶς ὀργάνου, Δημοσθένην δ’ αὐτὸν ὑπερηγάμην τοῦ τε φρονήματος καὶ τῆς συνέσεως, ἀκλινῆ τὴν ψυχὴν ἐπ’ ὀρθῆς ἐν ἁπάσαις φυλάττοντα τρικυμίαις
5τῆς τύχης καὶ πρὸς μηδὲν τῶν δεινῶν ἐνδι‐ δόντα. καὶ Φίλιππον δὲ τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντα περὶ τἀνδρὸς ἠπιστάμην· τούτῳ μέν γε δημηγορίας ἐξαγγελθείσης Ἀθήνηθέν ποτε καθαπ‐ τομένης τοῦ Φιλίππου, καὶ Παρμενίωνος ἠγανακτη‐
10κότος καί τι καὶ σκωπτικὸν εἰς τὸν Δημοσθένην ἐπει‐ πόντος, Ὦ Παρμενίων, ἔφη, δίκαιος ὁ Δημοσθένης παρρησίας τυγχάνειν· μόνος γέ τοι τῶν ἐπὶ τῆς Ἑλλάδος δημαγωγῶν οὐδαμοῦ τοῖς ἀπολογισμοῖς ἐγγέγραπται τῶν ἐμῶν ἀναλωμάτων, καίτοι μᾶλλον
15ἠβουλόμην ἢ γραμματεῦσι τριηρίταις ἐμαυτὸν
πεπιστευκέναι. νῦν δ’ ἐκείνων μὲν ἕκαστος ἀπογέ‐ γραπται χρυσίον ξύλα πυροὺς θρέμματα γῆν Βοιωτίας οὐκ ἔσθ’ ὅτι μὴ παρ’ ἐμοῦ λαβόντες. ἡμεῖς δὲ θᾶττον ἂν τὸ Βυζαντίων τεῖχος ἕλοιμεν278
20μηχαναῖς ἢ Δημοσθένην χρυσίῳ.
Dem Enc
.

34

ἐγὼ δέ, ὦ Παρμενίων, ἔφη, εἰ μέν τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις λέγων ἐμὲ τῆς πατρίδος προτιμᾷ, τούτοις ἀργύριον μὲν προείμην ἄν, φιλίαν δ’ οὐκ ἄν. εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσ‐
5πολεμῶ μὲν ὡς ἀκροπόλει καὶ τείχει καὶ νεωρίοις καὶ τάφρῳ, θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω γε τοῦ κτήματος τὴν πόλιν. καὶ τοὺς μὲν ἔξω τῆς χρείας γενόμενος ἥδιστ’ ἂν προσαπολέσαιμι, τὸν δὲ βουλοίμην ἂν ἐνταυθοῖ παρ’ ἡμῖν τυχεῖν γενόμενον
10μᾶλλον ἢ τὴν Ἰλλυριῶν ἵππον καὶ Τριβαλλῶν καὶ πᾶν τὸ μισθοφορικόν, τῆς ὅπλων βίας τὴν τοῦ λόγου πειθὼ καὶ τὸ τῆς γνώμης ἐμβριθὲς οὐδαμῇ τιθεὶς δεύτερον. πρὸς Παρμενίωνα μὲν ταῦτα.
Dem Enc
.

35

τοιούτους δέ τινας καὶ πρὸς ἐμὲ λόγους ἐποιήσατο. τῶν γὰρ μετὰ Διοπείθους Ἀθήνηθεν ἀπεσταλμένων ἐγὼ μὲν εἶχον διὰ φροντίδος, ὁ δ’ εὖ μάλα γελάσας ἔφη· Σὺ δ’ Ἀττικὸν στρατηγὸν ἢ
5στρατιώτην δέδοικας ἡμῖν; αἱ μὲν τριήρεις καὶ Πειραιεὺς καὶ τὰ νεώρια λῆρος ἔμοιγε καὶ φλήνα‐ φος. τί δ’ ἂν ἄνθρωποι πράξαιεν διονυσιάζοντες, ἐν κρεανομίαις καταζῶντες καὶ χοροῖς; εἰ δὲ μὴ Δημοσ‐
θένης εἷς ἐν Ἀθηναίοις ἐγένετο, ῥᾷον ἂν εἴχομεν τὴν280
10πόλιν ἢ Θηβαίους καὶ Θετταλούς, ἀπατῶντες βιαζόμενοι φθάνοντες ὠνούμενοι. νῦν δὲ εἷς ἐκεῖνος ἐγρήγορεν καὶ πᾶσι τοῖς καιροῖς ἐφέστηκεν καὶ ταῖς ἡμετέραις ὁρμαῖς ἐπακολουθεῖ καὶ τοῖς στρατηγή‐ μασιν ἀντιπαρατάττεται. λανθάνομεν δὲ αὐτὸν οὐ
15τεχνάζοντες, οὐκ ἐπιχειροῦντες, οὐ βουλευόμενοι, καὶ καθάπαξ κώλυμά τι καὶ πρόβολος ἡμῖν ἅνθρωπός ἐστιν μὴ πάντ’ ἔχειν ἐξ ἐπιδρομῆς. τό γέ τοι κατ’ αὐτὸν οὐκ Ἀμφίπολιν εἵλομεν, οὐκ Ὄλυνθον, οὐ Φωκέας καὶ Πύλας ἔσχομεν, οὐ Χερρονήσου καὶ
20τῶν περὶ τὸν Ἑλλήσποντον κεκρατήκαμεν.
Dem Enc
.

36

ἀλλ’ ἀνίστησι μὲν ἄκοντας οἷον ἐκ μανδραγόρου καθεύδοντας τοὺς αὑτοῦ πολίτας, ὥσπερ τομῇ τινι καὶ καύσει τῆς ῥᾳθυμίας τῇ παρρησίᾳ χρώμενος, ὀλίγον τοῦ πρὸς ἡδονὴν φροντίσας. μετατίθησιν δὲ
5τῶν χρημάτων τοὺς πόρους ἀπὸ τῶν θεάτρων ἐπὶ τὰ στρατόπεδα, συντίθησι δὲ τὸ ναυτικὸν νόμοις τριηραρχικοῖς ὑπὸ τῆς ἀταξίας μόνον οὐ τελέως διεφθαρμένον, ἐγείρει δ’ ἐρριμμένον ἤδη χρόνου πρὸς τὴν δραχμὴν καὶ τὸ τριώβολον τὸ τῆς πόλεως
10ἀξίωμα, πάλαι τούτους κατακεκλιμένους εἰς τοὺς προγόνους ἐπανάγων καὶ τὸν ζῆλον τῶν Μαραθῶνι καὶ Σαλαμῖνι κατειργασμένων, συνίστησιν δ’ ἐπὶ συμμαχίας καὶ συντάξεις Ἑλληνικάς. τοῦτον οὐ λαθεῖν ἐστιν, οὐ φενακίσαι, οὐ πρίασθαι οὐ μᾶλλον
15ἢ τὸν Ἀριστείδην ἐκεῖνον ὁ Περσῶν βασιλεὺς ἐπρίατο.282
Dem Enc
.

37

τοῦτον οὖν, ὦ Ἀντίπατρε, χρὴ δεδιέναι μᾶλλον ἢ πάσας τριήρεις καὶ πάντας ἀποστό‐ λους. ὃ γὰρ Ἀθηναίοις τοῖς πάλαι Θεμιστοκλῆς καὶ Περικλῆς ἐγένετο, τοῦτο τοῖς νῦν ὁ Δημοσθέ‐
5νης, ἐφάμιλλος Θεμιστοκλεῖ μὲν τὴν σύνεσιν, Περικλεῖ δὲ τὸ φρόνημα. ἐκτήσατο γοῦν αὐτοῖς ἀκούειν Εὔβοιαν, Μέγαρα, τὰ περὶ τὸν Ἑλλήσποντον, τὴν Βοιωτίαν. καὶ καλῶς γε, ἔφη, ποιοῦσιν Ἀθηναῖοι Χάρητα μὲν καὶ Διοπείθην καὶ Πρόξενον
10καὶ τοιούτους τινὰς ἀποδεικνύντες στρατηγεῖν, Δημοσθένην δὲ εἴσω κατέχοντες ἐπὶ τοῦ βήματος. ὡς εἰ τοῦτον τὸν ἄνθρωπον ὅπλων ἀπέφηναν καὶ νεῶν καὶ στρατοπέδων 〈καὶ〉 δὴ καὶ καιρῶν καὶ χρημάτων κύριον, ὀκνῶ μὴ περὶ τῆς Μακεδονίας ἂν
15κατέστησέ μοι τὸν λόγον, ὃς καὶ νῦν ἀπὸ ψηφισμά‐ των ἀνταγωνιζόμενος ἡμῖν πανταχοῦ συμπεριτρέ‐ χει, καταλαμβάνει, πόρους εὑρίσκει, στόλους ἀποπέμπει, συντάττει δυνάμεις, ἀντιμεθίσταται.
Dem Enc
.

38

Τοιαῦτα καὶ τότε καὶ πολλάκις πρός με Φίλιππος περὶ τἀνδρὸς ἔλεγεν, ἓν τῶν παρὰ τῆς τύχης χρηστῶν τιθέμενος τὸ μὴ στρατηγεῖν τὸν Δημοσθένην, οὗ γε καὶ τοὺς λόγους ὥσπερ κριοὺς
5ἢ καταπέλτας Ἀθήνηθεν ὁρμωμένους διασείειν αὐτοῦ καὶ ταράττειν τὰ βουλεύματα. περὶ μὲν γὰρ Χαιρωνείας οὐδὲ μετὰ τὴν νίκην ἐπαύετο πρὸς ἡμᾶς λέγων εἰς ὅσον ἅνθρωπος ἡμᾶς κινδύνου κατέ‐ στησεν. Καὶ γὰρ εἰ παρ’ ἐλπίδα καὶ κακίᾳ
10στρατηγῶν καὶ στρατιωτῶν ἀταξίᾳ καὶ τῇ παραδόξῳ ῥοπῇ τῆς τύχης τῇ πολλὰ πολλάκις ἡμῖν συνειργα‐ σμένῃ κεκρατήκαμεν, ἀλλ’ ἐπὶ μιᾶς γε ταύτης ἡμέρας τὸν περὶ τῆς ἀρχῆς καὶ τῆς ψυχῆς κίνδυνον ἐπέστησέ μοι, τὰς ἀρίστας πόλεις εἰς ἓν συναγαγὼν284
15καὶ πᾶσαν τὴν Ἑλληνικὴν δύναμιν ἀθροίσας, πρὸς Ἀθηναίοις ἅμα καὶ Θηβαίους Βοιωτούς τε τοὺς ἄλλους καὶ Κορινθίους Εὐβοέας τε καὶ Μεγαρέας καὶ τὰ κράτιστα τῆς Ἑλλάδος διακινδυνεύειν συναναγ‐ κάσας καὶ μηδ’ εἴσω με τῆς Ἀττικῆς ἐπιτρέψας
20παρελθεῖν.
Dem Enc
.

39

τοιοῦτοί τινες ἦσαν αὐτῷ συνεχεῖς περὶ Δημοσθένους οἱ λόγοι· καὶ πρός γε τοὺς λέγοντας ὡς μέγαν ἔχοι τὸν Ἀθηναίων δῆμον ἀνταγωνιστήν, Ἐμοὶ Δημοσθένης μόνος, εἶπεν,
5ἀνταγωνιστής, Ἀθηναῖοι δὲ Δημοσθένην οὐκ ἔχοντες Αἰνιᾶνές εἰσι καὶ Θετταλοί. καὶ πρέσβεις ὁπότε πρὸς τὰς πόλεις πέμποι, τῶν μὲν ἄλλων ῥητόρων εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλ‐ λοι τῇ πρεσβείᾳ, κεκρατηκὼς ἂν ἥδετο, τοῦ
10Δημοσθένους δ’ ἐπιστάντος, Μάτην, εἶπεν, ἀντε‐ πρεσβεύσαμεν.
Dem Enc
.

40

οὐ γὰρ ἔστιν κατὰ τῶν Δημοσθέ‐ νους λόγων ἐγεῖραι τρόπαιον. Ταῦτα ὁ Φίλιππος. καὶ μέντοι καὶ πάντως ἔλαττον ἂν ἔχοντες λάβοιμεν· τοιοῦτον οὖν ἄνδρα
5πρὸς Διός, Ἀρχία, τί ποτε νομίζεις, βοῦν ἂν ἐπὶ σφαγὴν ἤγομεν ἢ πολὺ μᾶλλον ἂν σύμβουλον περὶ
τῶν Ἑλληνικῶν πραγμάτων καὶ τῆς ἀρχῆς πάσης ἐποιούμεθα; φύσει μὲν γὰρ αὐτῷ καὶ κατ’ ἀρχὰς προσεπεπόνθειν ἐξ αὐτῶν τῶν πολιτευμά‐286
10των, ἔτι δὲ μᾶλλον Ἀριστοτέλει μάρτυρι. πρὸς γοῦν τὸν Ἀλέξανδρον καὶ πρὸς ἡμᾶς γε λέγων οὐδὲν ἐπαύετο τοσούτων ὄντων τῶν αὐτῷ προσ‐ πεφοιτηκότων μηδένα οὕτως πώποτε θαυμάσαι μεγέθους τε φύσεως καὶ τῆς περὶ τὴν ἄσκησιν
15ἐγκρατείας καὶ βάρους καὶ τάχους καὶ παρρησίας καὶ καρτερίας.
Dem Enc
.

41

Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρωπον καὶ τὴν πατρῴαν οὐσίαν εἰς Ἀθηναίους ἰδίᾳ τε τοῖς δεηθεῖσι
5καὶ δημοσίᾳ τῇ πόλει καταναλωκότα, διαμαρτά‐ νοντες δὲ φοβήσειν οἴεσθε πάλαι βεβουλευμένον τὴν ψυχὴν ὑποθεῖναι ταῖς τῆς πατρίδος ἀδήλοις τύχαις, καὶ καθαπτομένου τῶν πραττομένων ὑμῖν ἀγανακ‐ τεῖτε; ὁ δὲ οὐδὲ τὸν Ἀθηναίων δῆμον ὑποστέλλεται.
10λέληθεν ὑμᾶς, ἔφη, τῇ μὲν τῆς πατρίδος εὐνοίᾳ πολιτευόμενος, αὑτῷ δὲ τὴν πολιτείαν γυμνάσιον φιλοσοφίας προθέμενος.
Dem Enc
.

42

ταῦτά τοι, ὦ Ἀρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντων, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπε‐ πτωκότων ἡμῖν κολάκων, εἰ ἐδεόμην, ἀποστὰς
5ἁπλοῦ τινος ἐξ ἐλευθέρας γνώμης ἀκοῦσαι λόγου καὶ φιλαλήθους συμβουλῆς μεταλαβεῖν. καί τι καὶ
νουθετῆσαι δίκαιον, ὑπὲρ οἵων ὄντων 〈τῶν〉 Ἀθηναίων τὴν ἀχαριστίαν πάντα παραβάλοιτο τὸν αὑτοῦ βίον, ἐξὸν εὐγνωμονεστέροις καὶ288
10βεβαιοτέροις κεχρῆσθαι φίλοις.
10ΑΡΧΙΑΣ Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθή‐ ναιος ἦν.
13ΑΝΤΙΠΑΤΗΡ Ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ
15πῶς ἀπέθανεν;
15ΑΡΧΙΑΣ
Dem Enc
.

43

Ἔοικας ἔτι μᾶλλον, ὦ βασιλεῦ, θαυμάσειν· καὶ γὰρ ἡμεῖς οἱ τεθεαμένοι διαφέρομεν οὐδὲν ἐκπλήξει τε καὶ ἀπιστίᾳ τῶν ὁρώντων. ἔοικεν γὰρ δὴ πάλαι ὧδε βεβουλευμένῳ περὶ τῆς ὑστάτης ἡμέρας.
5δηλοῖ δὲ ἡ παρασκευή. καθῆστο μὲν γὰρ ἔνδον ἐν τῷ νεῴ, μάτην δὲ τῶν πρόσθεν ἡμερῶν λόγους ἦμεν ἀναλωκότες.
7ΑΝΤΙΠΑΤΗΡ Τίνες γὰρ ἦσαν οἱ παρ’ ὑμῶν λόγοι;
8ΑΡΧΙΑΣ Πολλὰ καὶ φιλάνθρωπα προὐτεινόμην ἐλεόν τινα
10παρὰ σοῦ καθυπισχνούμενος, οὐ μάλα μὲν προσδοκῶν —οὐ γὰρ ἠπιστάμην, ἀλλὰ σὲ ᾤμην δι’ ὀργῆς ἔχειν τὸν ἄνθρωπον—χρήσιμον δ’ οὖν πρὸς τὸ πείθειν νομίζων.290
13ΑΝΤΙΠΑΤΗΡ Ὁ δὲ πῶς προσίετο τοὺς λόγους; καί με μηδὲν
15ἀποκρύψῃ· μάλιστα μὲν γὰρ αὐτήκοος ἂν ἐβουλόμην παρὼν εἶναι νῦν. ἀλλὰ σύ γε μὴ παραλίπῃς μηδέν· οὐ γάρ τοι σμικρὸν ἔργον ἦθος ἀνδρὸς γενναίου πρὸς αὐτῷ τῷ τέλει τοῦ βίου καταμαθεῖν, πότερον κἄτονος καὶ νωθρὸς ἦν ἢ παντάπασιν ἀκλινὲς τὸ
20τῆς ψυχῆς ὄρθιον ἐφύλαττεν.
20ΑΡΧΙΑΣ
Dem Enc
.

44

Οὐδὲν ὑπέστελλεν ἐκεῖνός γε. πῶς γάρ; ὃς ἡδὺ γελάσας κἀμὲ δὴ σκώπτων εἰς τὸν πρότερον βίον, ἀπίθανον ἔφη με ὑποκριτὴν εἶναι τῶν σῶν ψευσμάτων.
4ΑΝΤΙΠΑΤΗΡ
5 Ἀπιστήσας ἄρα τοῖς ἐπαγγέλμασιν προεῖτο τὴν ψυχήν;
6ΑΡΧΙΑΣ Οὔκ· εἴ γε τῶν λοιπῶν ἀκούσαις, οὐ δόξει σοι μόνον ἀπιστεῖν. ἀλλ’ ἐπεὶ κελεύεις, ὦ βασιλεῦ, λέγειν, Μακεδόσιν μέν, εἶπεν, οὐδὲν ἀπώμοτον
10οὐδὲ παράδοξον, εἰ Δημοσθένην οὕτως λαμβάνουσιν ὡς Ἀμφίπολιν, ὡς Ὄλυνθον, ὡς Ὠρωπόν.
τοιαῦτα πολλὰ ἔλεγεν. καὶ γὰρ οὖν ὑπογραφέας παρεστησάμην, ἵνα σοι τὰ λεχθέντα σῴζοιτο. Ἐγὼ μέντοι, ἔφη, ὦ Ἀρχία, βασάνων ἢ θανάτου292
15φόβῳ κατ’ ὄψιν οὐκ ἂν Ἀντιπάτρῳ γενοίμην, ἀλλ’ εἰ ταῦτ’ ἀληθεύετε, πολύ μοι μᾶλλόν ἐστι φυλακ‐ τέον μὴ τὴν ψυχὴν αὐτὴν παρ’ Ἀντιπάτρου δεδωρο‐ δοκηκέναι μηδ’ ἣν ἐμαυτὸν ἔταξα τάξιν λιπὼν τὴν Ἑλληνικὴν εἰς τὴν Μακεδονικὴν μεταβάλλε‐
20σθαι.
Dem Enc
.

45

καλὸν γὰρ, Ἀρχία, τὸ ζῆν ἐμοί, εἰ Πειραιεὺς αὐτὸ παρέχοι καὶ τριήρης ἣν ἐπιδέδωκα καὶ τεῖχος καὶ τάφρος τοῖς ἐμοῖς τέλεσιν ἐξειργασμένα καὶ φυλὴ Πανδιονίς, ἧς ἐθελοντὴς ἐχορήγουν ἐγώ,
5καὶ Σόλων καὶ Δράκων καὶ παρρησία βήματος καὶ δῆμος ἐλεύθερος καὶ ψηφίσματα στρατιωτικὰ καὶ νόμοι τριηραρχικοὶ καὶ προγόνων ἀρεταὶ καὶ τρό‐ παια καὶ πολιτῶν εὔνοια τῶν ἐμὲ πολλάκις ἐστε‐ φανωκότων καὶ δύναμις Ἑλλήνων τῶν ὑπ’ ἐμοῦ
10μέχρι νῦν τετηρημένων· εἰ δὲ καὶ βιωτὸν ἐλεηθέντι, ταπεινὸν μέν, ἀνεκτὸς δ’ οὖν ὁ ἔλεος παρὰ τοῖς οἰκείοις, ὧν ἐλυσάμην αἰχμαλώτων, ἢ τοῖς πατρά‐ σιν, ὧν συνεξέδωκα τὰς θυγατέρας ἢ οἷς τοὺς ἐράνους συνδιελυσάμην.
Dem Enc
.

46

εἰ δέ με μὴ σῴζει νήσων ἀρχὴ καὶ θάλαττα, παρά γε τουτουὶ Ποσειδῶνος αἰτῶ τὸ σῴζεσθαι καὶ τοῦδε τοῦ βωμοῦ καὶ τῶν ἱερῶν νόμων. εἰ δὲ Ποσειδῶν, ἔφη, μὴ δύναται φυλάττειν τὴν ἀσυλίαν τοῦ νεὼ μηδ’ ἐπαισ‐
5χύνεται προδοῦναι Δημοσθένην Ἀρχίᾳ, τεθναίην· οὐδὲν Ἀντίπατρος ἡμῖν ἀντὶ τοῦ θεοῦ κολακευτέος. ἐξῆν μοι φιλτέρους ἔχειν Ἀθηναίων Μακεδόνας καὶ νῦν μετέχειν τῆς ὑμετέρας τύχης, εἰ μετὰ Καλλι‐ μέδοντος καὶ Πυθέου καὶ Δημάδου συνεταττό‐294
10μην· ἐξῆν κἂν ὀψὲ τῆς τύχης μεθαρμόσασθαι, εἰ μὴ τὰς Ἐρεχθέως θυγατέρας καὶ τὸν Κόδρον ἐπῃσχυνόμην. οὔκουν ᾑρούμην αὐτομολοῦντι τῷ δαίμονι συμμεταβάλλεσθαι. καλὸν γὰρ κρησφύ‐ γετον θάνατον ἐν ἀκινδύνῳ παντὸς αἰσχροῦ γενέ‐
15σθαι. καὶ νῦν, Ἀρχία, τὸ κατ’ ἐμαυτὸν οὐ καται‐ σχυνῶ τὰς Ἀθήνας δουλείαν ἑκὼν ἑλόμενος, ἐντάφιον δὲ τὸ κάλλιστον, τὴν ἐλευθερίαν, προέμενος.
Dem Enc
.

47

ἀλλὰ δίκαιον γάρ, ἔφη, σοὶ τῶν τραγῳδιῶν μνημονεύειν, οὗ σεμνὸν τὸ λεχθὲν
ἡ δὲ καὶ θνῄσκους’ ὅμως
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν,
5κόρη καὶ ταῦτα· Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχήμονα τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λόγων ἐκλαθόμενος; καί τινα καὶ πικρότερον ἔλεγεν προαχθεὶς εἰς τοὺς ταῖς τύχαις ἐξυβρίζοντας. ἀλλὰ τί δεῖ λέγειν νῦν ἐμέ;
10τέλος δ’ ἐμοῦ τὰ μὲν δεομένου, τὰ δ’ ἀπειλοῦντος, ἁπαλὴν μοῦσαν στερεᾷ κεραννύντος, Ἐπείσθην ἄν,
ἔφη, τούτοις Ἀρχίας ὤν, ἐπεὶ δὲ Δημοσθένης εἰμι, συγγίγνωσκέ μοι, ὦ δαιμόνιε, μὴ πεφυκότι κακῷ γενέσθαι.296
Dem Enc
.

48

τότε δὴ τότε πρὸς βίαν αὐτὸν ἀποσπᾶν διενοούμην· ὁ δ’ ὡς ᾔσθετο, δῆλος ἦν καταγελῶν καὶ τὸν θεὸν προσβλέψας, Ἔοικεν Ἀρχίας, εἶπεν, ὅπλα μόνα καὶ τριήρεις καὶ τείχη καὶ στρατόπεδα
5δυνάμεις εἶναι καὶ κρησφύγετα ταῖς ἀνθρωπίναις ψυχαῖς ὑπολαμβάνειν, τῆς δὲ ἐμῆς παρασκευῆς καταφρονεῖν, ἣν οὐκ ἂν ἐλέγξειαν Ἰλλυριοὶ καὶ Τριβαλλοὶ καὶ Μακεδόνες, ἐχυρωτέραν ἢ ξύλινόν ποτε τεῖχος ἡμῖν, ὃ θεὸς ἀνεῖλεν ἀπόρθητον εἶναι·
10μεθ’ ἧς ἀεὶ τῆς προνοίας ἀδεῶς μὲν ἐπολι‐ τευσάμην, ἀδεὲς δέ μοι τὸ κατὰ Μακεδόνων θάρσος, ἐμέλησεν δ’ οὐδὲν οὐκ Εὐκτήμονος, οὐκ Ἀριστογεί‐ τονος, οὐ Πυθέου καὶ Καλλιμέδοντος, οὐ Φιλίππου τότε, οὐ τὰ νῦν Ἀρχίου.
Dem Enc
.

49

ταῦτ’ εἰπὼν Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ’ ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἐπὶ τῆς ἐλπίδος ταύτης ἦν καὶ τὴν χεῖρα
5τῷ στόματι προσαγαγόντος οὐδὲν ἀλλ’ ἢ προσκυνεῖν ὑπελάμβανον.
6ΑΝΤΙΠΑΤΗΡ
Τὸ δὲ τί ποτε ἦν;298
7ΑΡΧΙΑΣ Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι, λύσει ψυχῆς ἀπὸ
10σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθέ‐ νην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς, κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῶνι πεπτωκότας.
Dem Enc
.

50

ὁ δὲ χαίρειν εἰπὼν ἀπέπτη. τοῦτό σοι τὸ τέλος, ὦ βασιλεῦ, τῆς Δημοσθένους πολιορκίας κομίζειν ἔχω.
4ΑΝΤΙΠΑΤΗΡ
5 Δημοσθένους γε καὶ ταῦτα, ὦ Ἀρχία. βαβαὶ τῆς ἀηττήτου ψυχῆς καὶ μακαρίας, ὡς ἀνδρεῖον μὲν αὐτῷ τὸ λῆμα, πολιτικὴ δ’ ἡ πρόνοια μετὰ χεῖρα τὸ πιστὸν τῆς ἐλευθερίας ἔχειν. ἀλλ’ ὁ μὲν οἴχεται βίον ἕξων τὸν ἐν μακάρων νήσοις ἡρώων λεγόμενον
10ἢ τὰς εἰς οὐρανὸν ψυχαῖς νομιζομένας ὁδούς, ὀπαδός τις δαίμων ἐσόμενος ἐλευθερίου Διός· τὸ σῶμα δ’ ἡμεῖς εἰς Ἀθήνας ἀποπέμψομεν, κάλλιον
ἀνάθημα τῇ γῇ τῶν ἐν Μαραθῶνι πεπτωκότων.300