TLG 0059 041 :: PLATO :: Epigrammata PLATO Phil. Epigrammata
Citation: Epigram — (line) | ||
1 | Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη. | |
2 | Τῶι μήλωι βάλλω σε· σὺ δ’ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη τῆς σῆς παρθενίης μετάδος· εἰ δ’ ἄρ’ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτ’ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος. | |
3 | Μῆλον ἐγώ, βάλλει με φιλῶν σέ τις· ἀλλ’ ἐπίνευσον, | |
Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα. | 102 | |
4 | Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην οὐρανός, ὡς πολλοῖς’ ὄμμασιν εἰς σὲ βλέπω. | |
5 | Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωιοῖσιν Ἑῶιος, νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις. | |
6 | Δάκρυα μὲν Ἑκάβηι τε καὶ Ἰλιάδεσσι γυναιξί Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις. σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων | |
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν. | 103 | |
5 | κεῖσαι δ’ εὐρυχόρωι ἐν πατρίδι τίμιος ἀστοῖς, ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων. | |
---|---|---|
7 | Νῦν ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ’ ὅτι καλός, ὦπται καὶ πάντηι πᾶς τις ἐπιστρέφεται. θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ’ ἀνιήσεις ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν; | |
8 | Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν, ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως. ἆ δειλοί, νεότητος ἀπαντήσαντες ἐκείνης | |
πρωτοπλόου, δι’ ὅσης ἤλθετε πυρκαϊῆς. | 104 | |
9 | Εὐβοίης γένος ἦμεν Ἐρετρικόν, ἄγχι δὲ Σούσων κείμεθα· φεῦ, γαίης ὅσσον ἀφ’ ἡμετέρης. | |
10 | Οἵδε ποτ’ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες Ἐκβατάνων πεδίωι κείμεθ’ ἐνὶ μεσάτωι. χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ’, Ἀθῆναι, γείτονες Εὐβοίης, χαῖρε, θάλασσα φίλη. | |
11 | Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν ηὗρε βρόχον. | |
12 | Χρυσὸν ἀνὴρ ὃ μὲν ηὗρεν, ὃ δ’ ὤλεσεν· ὧν ὁ μὲν εὑρών ῥῖψεν, ὁ δ’ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον. | |
13 | Ἁ Κύπρις Μούσαισι· ‘κοράσια, τὰν Ἀφροδίταν τιμᾶτ’ ἢ τὸν Ἔρωτ’ ὔμμιν ἐφοπλίσομαι.‘ αἱ Μοῦσαι ποτὶ Κύπριν· ‘Ἄρει τὰ στωμύλα ταῦτα· | |
ἡμῖν οὐ πέτεται τοῦτο τὸ παιδάριον.‘ | 105 | |
14 | Αἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ οὐχὶ πεσεῖται ζηλοῦσαι, ψυχὴν ηὗρον Ἀριστοφάνους. | |
15 | Ἡ σοβαρὸν γελάσασα καθ’ Ἑλλάδος, ἥ〈περ〉 ἐραστῶν ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων, τῆι Παφίηι τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι οὐκ ἐθέλω, οἵη δ’ ἦν πάρος οὐ δύναμαι. | |
16 | Ἐννέα τὰς Μούσας φασίν τινες. ὡς ὀλιγώρως. ἢν ἰδέ· καὶ Σαπφὼ Λεσβόθεν, ἡ δεκάτη. | |
17 | Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς, Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος. | |
18 | Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις, ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας. καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται τῆι χρυσῆι μάνδρηι τὸ βραχὺ βουκόλιον. | 106 |
19 | Τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθωι. εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος. ἀντὶ δὲ τοῦ πρίν πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω. | |
5 | εὔκηλον δ’ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον κινήσηις ἁπαλῶι κώματι θελγόμενον. | |
20 | Εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου, λείβω δ’ ἀργυρέων ὕδατα Ναϊάδων. θέλγω δ’ ἠρεμέοντα νέον περὶ κώματι παῖδα ... | |
21 | Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν. ἢν νύξηις, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει. | |
22 | Τὸν Νυμφῶν θεράποντα φιλόμβριον ὑγρὸν ἀοιδόν, τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον χαλκῶι μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκεν καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος. | |
5 | πλαζομένωι γὰρ ἔδειξεν ὕδωρ εὔκαιρον ἀείσας | |
κοιλάδος ἐκ δροσερῆς ἀμφιβίωι στόματι. φωνὴν δ’ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων {ηὗρε πόσιν γλυκερῶν ὧν ἐπόθει ναμάτων.} | 107 | |
23 | Ἡ Παφίη Κυθέρεια δι’ οἴδματος ἐς Κνίδον ἦλθεν βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην. πάντηι δ’ ἀθρήσασα περισκέπτωι ἐνὶ χώρωι φθέγξατο· ‘ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;‘ | |
5 | Πραξιτέλης οὐκ εἶδεν ἃ μὴ θέμις, ἀλλ’ ὁ σίδηρος ἔξεσεν, οἷά γ’ Ἄρης ἤθελε, τὴν Παφίην. | |
24 | Ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδωι εἶπεν ἰδοῦσα· ‘φεῦ, φεῦ, ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;‘ | |
25 | Οὔτε σε Πραξιτέλης τεχνάσατο, οὔθ’ ὁ σίδαρος· ἀλλ’ οὕτως ἔστης, ὥς ποτε κρινομένη. | |
26 | Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ’ ἀπὸ πέτρας κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων, αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδωι Πάν ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων. | |
5 | αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο Ὑδριάδες νύμφαι, νύμφαι Ἁμαδρυάδες. | |
27 | Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν | |
φρίσσουσαν πυκνοῖς κῶνον ὑπὸ ζεφύροις, καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ θελγομένωι στάξει κῶμα κατὰ βλεφάρων. | 108 | |
28 | Ναυηγοῦ τάφος εἰμί, ὁ δ’ ἀντίον ἐστὶ γεωργοῦ, ὡς ἁλὶ καὶ γαίηι ξυνὸς ὕπεστ’ Ἀίδης. | |
29 | Ναυηγόν με δέδορκας, ὃν ἡ κτείνασα θάλασσα γυμνῶσαι πυμάτου φάρεος ἠιδέσατο. ἄνθρωπος παλάμηισιν ἀταρβήτοις μ’ ἀπέδυσεν τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος. | |
5 | κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰν Ἀίδαο φέροιτο, καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος. | |
30 | Πλωτῆρες, σώιζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν. ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι. | |
31 | Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην. | |
32 | Εἰνοδίην καρύην με παρερχομένοις’ ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης. πάντας δ’ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη. | |
5 | δένδρεσιν εὐκάρποις’ οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε | |
δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν. | 109 | |
33 | ἄλσος δ’ ὡς ἱκόμεσθα βαθύσκιον, ηὕρομεν ἔνδον πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης. οὐ δ’ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα· ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ’ εὐπετάλοισι κρέμαντο, | |
5 | αὐτὸς δ’ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνωι ηὗδεν μειδιόων· ξουθαὶ δ’ ἐφύπερθε μέλισσαι | |
κηροχυτοῦς’ ἐντὸς λαροῖς’ ἐπὶ χείλεσι βαῖνον. | 110 |