TLG 0059 039 :: PLATO :: Epigrammata PLATO Phil. Epigrammata Dup. 0059 041
Citation: Book — epigram — (line) | ||
5.78(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη. | |
---|---|---|
5.79(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τῷ μήλῳ βάλλω σε· σὺ δ’ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη τῆς σῆς παρθενίης μετάδος. εἰ δ’ ἄρ’, ὃ μὴ γίγνοιτο, νοεῖς, τοῦτ’ αὐτὸ λαβοῦσα | |
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος. | ||
5.80(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλ’ ἐπίνευσον, Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα. | |
6.1(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἡ σοβαρὸν γελάσασα καθ’ Ἑλλάδος, ἡ τὸν ἐραστῶν ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων, τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι οὐκ ἐθέλω, οἵη δ’ ἦν πάρος, οὐ δύναμαι. | |
6.43(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν, τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον χαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε, καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος. | |
5 | πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι· φωνὴν δ’ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων | |
εὗρε πόσιν γλυκερῶν, ὧν ἐπόθει, λιβάδων. | ||
7.99(p1) | ΠΛΑΤΩΝΟΣ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις· σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν. | |
5 | κεῖσαι δ’ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς, | |
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων. | ||
7.100(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ’ ὅτι καλός, ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται. θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ’ ἀνιήσεις ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν; | |
7.256(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Οἵδε ποτ’ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες Ἐκβατάνων πεδίῳ κείμεθ’ ἐνὶ μεσάτῳ. χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετ’, Ἀθῆναι, γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη. | |
7.259(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων κείμεθα· θεῦ, γαίης ὅσσον ἀφ’ ἡμετέρης. | |
7.265(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ναυηγοῦ τάφος εἰμί, ὁ δ’ ἀντίον ἐστὶ γεωργοῦ· ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ’ Ἀίδης. | |
7.268(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο, ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μ’ ἀπέδυσε, τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος. | |
5 | κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀίδαο φέροιτο, καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος. | |
7.269(p1) | ΤΟΥ ΑΥΤΟΥ ΠΛΑΤΩΝΟΣ | |
1 | Πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν· ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι. | |
7.669(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω. | |
7.670(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος· νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις. | |
9.3(p1) | ΑΝΤΙΠΑΤΡΟΥ, [οἱ δὲ ΠΛΑΤΩΝΟΣ] | |
1 | Εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης· πάντας δ’ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη· | |
5 | δένδρεσιν εὐκάρποις οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε | |
δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν. | ||
9.44(p1) | ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ, 〈οἱ δὲ〉 ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΥ | |
1 | Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν, ὃν λίπεν, οὐχ εὑρὼν ἧψεν, ὃν εὗρε, βρόχον. | |
9.51(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν | |
οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην. | ||
9.506(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως· ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη. | |
9.747(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις, ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας. καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον. | |
9.823(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ’ ἀπὸ πέτρας κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων, αὐτὸς ἐπεὶ σύριγγι μελίσδεται εὐκελάδῳ Πάν, ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων· | |
5 | αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο | |
Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες. | ||
16.13(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν φρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις, καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ θελγομένῳ στάξει κῶμα κατὰ βλεφάρων. | |
16.160(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἡ Παφίη Κυθέρεια δι’ οἴδματος ἐς Κνίδον ἦλθε βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην. πάντῃ δ’ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ φθέγξατο· „Ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;“ | |
5 | Πραξιτέλης οὐκ εἶδεν, ἃ μὴ θέμις, ἀλλ’ ὁ σίδηρος ἔξεσεν, οἷά γ’ Ἄρης ἤθελε, τὴν Παφίην. | |
16.161(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Οὔτε σε Πραξιτέλης τεχνάσατο οὔθ’ ὁ σίδαρος· ἀλλ’ οὕτως ἔστης ὥς ποτε κρινομένη. | |
16.210(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Ἄλσος δ’ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης. οὐ δ’ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα, ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ’ εὐπετάλοισι κρέμαντο· | |
5 | αὐτὸς δ’ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ εὗδεν μειδιόων· ξουθαὶ δ’ ἐφύπερθε μέλισσαι, | |
κηροχυτοῦσαι ’ντός, λαροῖς ἐπὶ χείλεσι βαῖνον. | ||
16.248(p1) | ΠΛΑΤΩΝΟΣ | |
1 | Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν· | |
ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει. |