TLG 0057 121 :: GALENUS :: De melancholia (ap. Aëtium)

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De melancholia (ap. Aëtium)

Source: Olivieri, A. (ed.), Aëtii Amideni libri medicinales v–viii [Corpus medicorum Graecorum, vol. 8.2] Berlin: Akademie–Verlag, 1950: 143–146.

Citation: Book — chapter — (line)

6

.

9

(56)

τὸ μὲν οὖν ἐπὶ μελαίνῃ χολῇ καταλαβούcῃ τὰc ἀρχὰc τῆc λογικῆc ψυχῆc φόβουc τε γίγνεcθαι καὶ δυcθυμίαc καὶ θανάτου προc‐ δοκίαc οὐδὲν θαυμαcτόν· ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ cώματοc οὐδὲν οὕτωc ἡμῖν φοβερὸν ὡc τὸ cκότοc. ὅταν οὖν οἷον ζόφοc τιc
60περιcχεθῇ τὸ λογικὸν μόριον ὃ τῆc ψυχῆc, ἀναγκαῖον ἀεὶ φοβεῖcθαι τὸν ἄνθρωπον, ὡc ἂν τὴν αἰτίαν τοῦ φόβου cυμπεριφέροντα τῷ cώ‐ ματι· ὡc γὰρ ἐν cκότῳ βαθεῖ τὰ παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι, οὕτωc καὶ τῆc μελαίνηc χολῆc τὸ χρῶμα παραπληcίωc cκότῳ τὸν φρονοῦντα τόπον ἐπιcκιάζον ἐργάζεται τοὺc φόβουc.
65 Πάντων μὲν οὖν τῶν παρεπομένων ἑκάcτῳ cυμπτωμάτων τὰc αἰτίαc εἰπεῖν ἀδύνατον· ἀπορίαν γὰρ πολλὴν ἔχει τὰ πλεῖcτα, οἷον διὰ τί τὰ μὲν φεύγουcιν ὡc δεινὰ μὴ ὄντα δεινά, τὰ δὲ διώκουcιν ὡc χρηcτὰ μὴ ὄντα χρηcτά, καὶ διὰ τί ὁ μὲν τοὺc οἰκείουc φοβεῖται, ὁ δὲ ὅλουc ἀνθρώπουc καὶ τὰ τοιαῦτα. τῶν πλείcτων δὲ cυμπτω‐
70μάτων εἰπεῖν τὰc αἰτίαc τὸν ἰατρὸν οὐ χαλεπόν, οἷον ὁ δοκῶν ἑαυτὸν κέραμον εἶναι, διὰ τὴν ξηρότητα τοῦτο πάcχει· ψυχρὸc γὰρ καὶ ξηρὸc ὁ μελαγχολικὸc χυμόc. ὁμοίωc δὲ καὶ ὁ τὸ ἑαυτοῦ δέρμα δοκῶν εἶναι ταῖc ξηραῖc διφθέραιc ὅμοιον. ὁ δὲ οἰόμενοc μὴ ἔχειν κεφαλὴν ἴcωc διὰ κουφότητα τῆc κεφαλῆc τοῦτο ᾤετο, τὴν δὲ κουφότητα τὸ ἀνα‐
75φερόμενον πνεῦμα παρεῖχεν αὐτῇ. διὰ τί δὲ ὀρέγονται οἱ μελαγχολικοὶ πλειόνων cιτίων, ἢ ὅτι ψύχεται αὐτοῖc τὸ cτόμα τῆc γαcτρόc; διὰ τί
δὲ ἔνιοι αὐτῶν οἰνοπόται, ἢ ὅτι ψυχρὸν ὂν θερμανθῆναι χρῄζει; διὰ τί δὲ ἀποκτενοῦcι cφᾶc αὐτῶν, ἢ ὅτι μειζόνων κακῶν ὑπολαμβάνουcιν ἀπαλλάττεcθαι; εἰ μὴ ἄρα δόξα τοιαύτη ὑπογίγνεται αὐτοῖc, ἢ ὅτι τὸ143
80ἀποθνήcκειν ἐcτὶ καλόν, ὥcπερ τῶν βαρβάρων ἐνίοιc; διὰ τί δὲ ἀπε‐ ψίαι cυνεχεῖc αὐτοῖc γίγνονται, ἢ ὅτι θολερὸν καὶ περιττωμάτων με‐ cτόν ἐcτιν αὐτῶν τὸ cῶμα καὶ διὰ τοῦτο καὶ δύcκρατοc ἡ γαcτὴρ ψυχομένη διὰ παντὸc ἐκ τοῦ μελαγχολικοῦ χυμοῦ; διὰ τί δὲ αἱ κοιλίαι ὡc ἐπίπαν αὐτοῖc ξηραίνονται, ἢ ὅτι τὸ πνεῦμα τοῖc ἄνω περὶ τὰ ὑπο‐
85χόνδρια προίcταται καὶ οὐ πάνυ κάτω διαχωρεῖ; ἀνάγκη τοίνυν δι’ αὐτὸ τοῦτο καὶ τὰc γαcτέραc εἶναι ξηράc· ἐκ δὲ πολλῆc τῆc ἐπιcχέ‐ cεωc ἀθρόα ποτὲ καὶ περιτετηκότα διαχωροῦcι. cκαρδαμυκταὶ δὲ καὶ ἐξόφθαλμοι καὶ παχύχειλοι ὡc ἐπίπαν γίγνονται διὰ τὸ παχὺ πνεῦμα, μελανόχροεc δὲ διὰ τὴν φύcιν τοῦ χυμοῦ. δαcεῖc δὲ οἱ πλείουc αὐτῶν
90διὰ τὸ πλῆθοc τῶν παχέων περιττωμάτων, ταχύγλωccοι δ’ ὡc ἐπίπαν εἰcὶ καὶ τραυλοὶ καὶ ἰcχνόφωνοι τῷ ἀκρατεῖ τῆc γλώττηc. αἱ γὰρ cυν‐ τονίαι τῆc κινήcεωc κατὰ τὸ πνεῦμα γίγνονται· πᾶν δὲ τὸ cυντόνωc κινηθὲν ἀπορρεῖ ταχέωc. εὐπετὲc μὲν τῷ βουλομένῳ καὶ τῶν λοιπῶν cυμπτωμάτων ἀποδοῦναι τὰc αἰτίαc ἐκ τούτων ὁρμωμένῳ. μελαίνεται
95δὲ ὁ χυμὸc οὗτοc ποτὲ μὲν ὑπερθερμαινόμενοc, ποτὲ δὲ ὑπερψυχόμενοc· οἷον γάρ τι πάcχουcι οἱ καιόμενοι ἄνθρακεc, διαυγέcτατοι μὲν ὄντεc τῇ φλογί, cβεννυμένηc δὲ τῆc φλογὸc ἀπομελαίνονται, τοιοῦτόν τι καὶ ἡ ψῦξιc περὶ τὸ φαιδρὸν χρῶμα τοῦ αἵματοc ἐργάζεται. ὁρῶμεν γὰρ κἀπὶ τῶν ἐκτὸc πελιδνὰ γιγνόμενά τινα τῶν cωμάτων καὶ μελαινόμενα

6

.

9

(100)

ὑπὸ ψύξεωc. ἡ δὲ ὑπερβολὴ τοῦ θερμοῦ πάλιν ξηράναcα καὶ δαπανή‐ cαcα τὰc ὑγρότηταc, ὑφ’ ὧν τρέφεται τὸ θερμόν, μελαίνει τοὺc χυ‐ μούc, ὥcπερ καὶ ὁ ἥλιοc τοὺc καρποὺc καὶ τὰ τῶν ἀνθρώπων cώματα. γινώcκειν τοίνυν χρὴ ὡc διττὸν τὸ εἶδοc τῆc μελαγχολίαc. τινὲc μὲν γὰρ αὐτῶν ἐκ φύcεωc καὶ τῆc ἐξ ἀρχῆc κράcεωc ἔχουcι τὸ μελαγχο‐
105λικόν, τινὲc δὲ ἐκ διαίτηc φαύληc εἰc ὕcτερον τὴν κρᾶcιν ταύτην ἐπεκτήcαντο. καί ἐcτι τὸ εἶδοc τοῦτο νωθρὸν καὶ κατηφὲc ἀεί. ὅτι δὲ ἐξ ὑπεροπτήcεωc τῆc ξανθῆc χολῆc τῇ παραφροcύνῃ περιπίπτουcι, θραcύτεροι καὶ ὀργιλώτεροι τῶν ἄλλων εἰcὶ καὶ πλῆκται καὶ τὰ πάν‐
δεινα πράττοντεc κατὰ τὸν καιρὸν ἐκεῖνον μάλιcτα, ἐν ᾧ ὑπεροπτᾶται144
110ἡ χολή· τῷ χρόνῳ δὲ ὅταν καὶ αὐτὴ ἀποcβεcθῇ, κατηφεῖc καὶ ἐπί‐ λυποι καὶ ἐπίφοβοι γίγνονται. τὰ μὲν οὖν πρὸ τῆc θεραπείαc εἰc το‐ cοῦτον διεγνωκέναι χρὴ τὸν ἰατρόν· ἃ δ’ ἄν τιc μαθὼν ἔχοι βοηθεῖν τοῖc οὕτω νοcοῦcιν, ἤδη καιρὸc ἐκτίθεcθαι. διαφέρει δὲ εἰc τὴν θερα‐ πείαν οὐ cμικρὰ τὸ εἰδέναι ὅθεν τὴν ἀρχὴν ἔcχε τὸ νόcημα. Γαληνοῦ.
115ὅταν μὲν γὰρ ὅλον τὸ cῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆc θεραπείαc ἀπὸ φλεβοτομίαc ποιεῖcθαι προcῆκον· ὅταν δὲ τὰ κατὰ μόνον τὸν ἐγκέφαλον οὐ χρῄζει φλεβοτομίαc ὁ κάμνων, εἰ μήτι γε πολύαιμοc εἴη καὶ χάριν προφυλακῆc τὴν ἀφαίρεcιν ποιούμεθα. ἡ δ’ οὖν διάγνωcιc ἀπὸ τῶνδέ cοι γιγνέcθω, πότερον ὅλον τὸ cῶμα με‐
120λαγχολικὸν ἔχει τὸ αἷμα ἢ κατὰ τὸν ἐγκέφαλον μόνον ἤθροιcταί τιc τοιοῦτοc. οἱ 〈μὲν〉 μελάντεροι καὶ δαcεῖc καὶ φλέβαc εὐρείαc ἔχοντεc ἐπιτηδειότατοι πρὸc τὴν τοῦ μελαγχολικοῦ χυμοῦ γένεcιν, ἔcθ’ ὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουcιν ἀθρόωc εἰc τὴν μελαγχολικὴν κρᾶcιν· ἐφεξῆc δὲ αὐτῶν οἱ ξανθοὶ καὶ μάλιcθ’ ὅταν
125ἀγρυπνίαιc καὶ πόνοιc πλείοcι καὶ φροντίcι καὶ λεπτῇ διαίτῃ ἢ μελαγ‐ χολικοῖc ἐδέcμαcι διῃτημένοι τύχωcιν ὄντεc· πρὸc τούτοιc εἰ ἐπέcχηταί τιc αἱμορροῒc ἐν ἕδρᾳ ἢ ἄλλη τιc cυνήθηc κένωcιc αἵματοc ἢ κατα‐ μήνια ταῖc γυναιξίν. οὐ μικρὰ δὲ cυντελεῖ καὶ ἡ ὥρα τοῦ ἔτουc καὶ ἡ κατάcταcιc τοῦ ἀέροc καὶ τὸ χωρίον ἥ τε τοῦ κάμνοντοc ἡλικία καὶ
130τὸ ἐπιτήδευμα. ταῦτα δὲ πάντα προcδιαcκεψάμενοc, ὅταν ἐλπίcῃc ἐν ταῖc καθ’ ὅλον τὸ cῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεcθαι, τὴν βεβαιοτάτην ἐπάγειν διάγνωcιν ἐκ τοῦ τεμεῖν τὴν κατ’ ἀγκῶνα φλέ‐ βα· βέλτιον δὲ τὴν μέcην τέμνειν· εἶτα εἰ μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον αἷμα, ἐπίcχειν εὐθέωc· εἰ δὲ τοιοῦτον φαίνοιτο, κένωcον
135ὅcον ἂν ὑπολάβοιc ἄνταρκεc ἔcεcθαι τῇ τοῦ κάμνοντοc cώματοc ἕξει. ἡ δὲ τρίτη διαφορὰ τῆc μελαγχολίαc, ἧc τὴν ἀρχὴν ἀπὸ τῆc κοιλίαc ἴcχειν ἐλέγομεν, ὑποχονδριακὸν πάθοc ὀνομαζομένη, διαγιγνώcκεται ἐκ τῶν προειρημένων πολλάκιc. πρῶτον γὰρ ἄρχεται τὰ κατὰ τὴν γαcτέρα cυμπτώματα, οἷον ἐμπνευματώcειc βορβορυγμοὶ ἐρυγαὶ [ὀρέξειc]145
140ὀξώδειc καὶ βρομώδειc καὶ τὸ ἐπιξηραίνεcθαι τὴν γαcτέρα καὶ τὸ ἐπὶ ταῖc διαχωρήcεcι καὶ τοῖc ἐμέτοιc καὶ ταῖc ἐρυγαῖc ἐπικουφίζεcθαι καὶ τὸ τοὺc κάμνονταc αὐτοὺc cυναιcθάνεcθαι τῶν ὀχληρῶν πάντων περὶ τὰ ὑποχόνδρια cυνεδρευόντων. ὥcπερ οὖν τιcι πολλάκιc ἀναφερομένηc ἐκ τῆc γαcτρὸc αἰθαλώδουc τινὸc ἢ καπνώδουc ἀναθυμιάcεωc ἢ ὅλωc
145ἀτμῶν τινων παχέων, ὅμοια τοῖc τῶν ὑποχεομένων δοκεῖ φαίνεcθαι πρὸ τῶν ὀφθαλμῶν, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν, ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένηc τῆc μελαγχολικῆc ἀναθυμιάcεωc, οἷον αἰθάλη ἢ καπνὸc τὰ μελαγχολικὰ γενήcεται περὶ τὴν διάνοιαν cυμπτώματα. ὅταν μὲν οὖν τὰ τῆc μελαγχολικῆc παρανοίαc ἴδια cημεῖα φαίνηται μεγάλα, κατὰ δὲ

6

.

9

(150)

τὴν κοιλίαν ἤτοι μηδὲν ὀχλεῖν ἢ cμικρότατον τοῦτο εἴη, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, καθὼc προείρηται.

6

.

10

Θεραπεία μελαγχολικῶν Γαληνοῦ. τὴν μὲν οὖν ἐξ ἐγκεφάλου πρω‐ τοπαθοῦντοc cυνιcταμένην μελαγχολίαν διά τε λουτρῶν cυνεχῶν καὶ διαίτηc εὐχύμου τε καὶ ὑγρᾶc καὶ ἀφύcου ἐκθεραπεύειν χωρὶc ἑτέρου δραcτικοῦ βοηθήματοc, ὅταν γε μήπω διὰ χρόνου μῆκοc δυcκένωτοc
5ᾖ ὁ λυπῶν χυμόc, ἡνίκα ποικιλωτέραc καὶ ἰcχυροτέραc προcάγειν χρὴ τὰc ἰάcειc. ἀρχόμενον δὲ τὸ πάθοc θεραπεύειν προcήκει. χρονίcαν γὰρ
καὶ αὐξηθὲν δυcμεταχείριcτον γίνεται.146