TLG 0057 111 :: GALENUS :: Quod qualitates incorporeae sint

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

Quod qualitates incorporeae sint

Source: Westenberger, J. (ed.), Galeni qui fertur de qualitatibus incorporeis libellus [Diss. Marburg] 1906: 1–19.

Citation: Kühn volume — page — (line)

19

.

463

(t1)

[ΓΑΛΗΝΟΥ]
t2ΟΤΙ ΑΙ ΠΟΙΟΤΗΤΕΣ ΑΣΩΜΑΤΟΙ
1 Οὐδέν 〈σε〉 τῶν ἐμῶν ἀγνοεῖν βουλόμενος, οὐδ’ ἂν πάνυ τι σμικρὸν εἶναι δοκῇ (αὐτὸ γὰρ τὸ λανθάνειν τι τὸν φίλον οὐ σμικρόν ἐστιν), ὁμιλίαν μοι γενομένην πρός τινα δηλῶσαί σοι βούλομαι μετὰ τῆς ἐνδεχομένης ἀκριβείας 〈ἐξ〉εργασάμενος·
5ὁ γὰρ ἐξ ὑπογυίου λόγος περαινόμενος τῆς ἀκριβείας λείπε‐ ται, ἄλλως τε καὶ εἰ τύχοιεν κοινωνοῦντες τῶν λόγων ἀντι‐

19

.

464

φιλοτιμούμενοί τε καὶ φιλόνεικοι. ἦν δὲ ὁ περὶ | τῶν ποιο‐ τήτων λόγος καὶ τῶν συμβεβηκότων ἁπάντων, 〈ἅ〉 φασιν εἶναι Στωϊκῶν παῖδες σώματα· πρὸς οὓς χρὴ τάδε λέγειν. Ἆρ’ οὐχὶ σῶμά τινος φήσαντος εὐθὺς νοεῖν ἡμῖν συμ‐
5βέβηκε τριχῇ τινα διαστατὴν οὐσίαν ἀντίτυπον, αὐτὸ δὲ μόνον εἰ φαίη τι τριχῇ διαστατόν, οὐ μᾶλλον σῶμα νοῆσαι τὸ λεγό‐ μενον ἢ καὶ τὸ κενὸν καὶ τὸν τόπον; χρὴ δὲ τοὺς ὅρους καὶ τὰς ὑπογραφὰς καὶ τὰς λογικὰς δηλώσεις τινῶν αὐτῶν εἶναι
καὶ μόνων ἐκείνων δηλωτικάς, ἃ δηλοῦν βουλόμεθα, καὶ μὴ1
10κοινὰς πρὸς ἕτερα, ὅτε γε μὴ τὸν περὶ τῶν κοινῶν λόγον ἀπαιτούμεθα. ὅτι δὲ κοινόν ἐστι τοῦτο, δῆλον (λέγω δὲ τὸ τριχῇ διαστατὸν σώματός τε καὶ κενοῦ καὶ τόπου)· Στωϊκοὺς μὲν ὁμολογεῖν ἀναγκαῖον, ἅτε κενὸν ἀπολιπόντας ἐν τῇ τῶν ὄντων πραγμάτων φύσει, κἂν ἐν τῷ κόσμῳ τοῦθ’ ὑπάρχειν
15μὴ λέγωσι· τοὺς 〈δ’〉 ἄλλους φιλοσόφους νοεῖν γε πάντως ἀναγκαῖον· πῶς γὰρ ἂν ἀπέφασκον τοῦ κενοῦ τὴν φύσιν, εἰ μηδὲν ἐνενόουν τὸ σύνολον; εἰ δὲ νοοῦσιν, οὐκ ἄλλο τι νοεῖν

19

.

465

φήσουσι τἀληθὲς ὁμολογεῖν βουλόμενοι. | πάντως 〈γε〉 σῶμα, καθάπερ οὐ δίχα χρόνου, δῆλον ὡς οὐδὲ δίχα τόπου καὶ τούτου δήπου τριχῇ διαστατοῦ, ἵνα δέξηται τὸ τριχῇ διαστα‐ τὸν εἰς ἑαυτόν. μαρτύριον τούτων τῶν αἰσθητῶν σωμάτων
5ἕκαστον· πηχυαῖον γάρ τι φέρε τῷ μήκει, σπιθαμιαῖον δὲ τῷ πλάτει καὶ τῷ βάθει τετραδάκτυλον σῶμα ἀναλόγου δεῖται τόπου τοῦ χωρήσοντος αὐτό. τοῦθ’ ἡμῖν ἔστω διάταγμα καὶ περὶ τοῦ λόγῳ θεωρητοῦ παντὸς σώματος. τοιαύτης δὲ οὔσης τῆς τοῦ σώματος νοήσεως καὶ τοῦ κατ’ αὐτὴν ὁριστικοῦ λόγου,
10πᾶς ὁμολογήσει δῆλον ὡς οὐκ ὢν δύσερις μὴ τὸν αὐτὸν ἐπι‐ δέχεσθαι λόγον καὶ 〈τὰς ποιότητας δι’ ὧν δηλοῦταί τε καὶ〉 νοεῖται· ὥσ〈τ’〉 οὐχὶ τούτων ἑκάστη (λέγω δὲ τῶν τριῶν δια‐ στάσεων) τὴν ἴσην ἔχει φύσιν οὐδὲ τὸν αὐτὸν ἐπιδέχεται
λόγον οὔθ’ ὅλον ἔστι λέγειν σῶμα τοῦ σώματος τὸ μῆκος2
15(πλὴν εἰ ἄρα κατὰ συμπλοκήν), συμβεβηκὸς δὲ τῷ σώματι. ὅ θ’ ὅμοιος ἐπὶ τοῦ πλάτους καὶ βάθους καὶ βάρους καὶ τοῦ σχήματος λόγος καὶ τῶν λοιπῶν ἁπαξαπλῶς ποιοτήτων τε καὶ

19

.

466

συμβεβηκότων. ἀλλ’ ἀπατᾷ τινας τὸ μὴ δίχα σώματος | ταῦτ’ εἶναι μηδὲ νοεῖσθαι. ὅπερ εἰ σκοποίημεν, ὥρα μίαν πάντα ποιεῖν ὕλην καὶ μηδὲν ἕτερον εἶναι λέγειν, ἀλλ’ ἓν μόνον τὸ σῶμα. εἰ δὲ τοῦτ’ ἄτοπον· ἀναρίθμητοι γάρ εἰσιν οὐσιῶν τε
5κατ’ ἰδιότητα φύσεις καὶ ποιοτήτων καὶ συμβεβηκότων δια‐ φόρων τε καὶ ποικίλων καὶ ἐναντίων· μηδ’ οὖν ἕτερον ἑτέρῳ τούτων ταὐτὸν λέγωμεν, ἔνθα τίς ἐστιν ἡμῖν λόγος περὶ δια‐ φορᾶς. εἴ τε καὶ τὸ συμβεβηκὸς τῷ σώματι σχῆμα φήσομεν σῶμα, σῶμα σώματι συμβεβηκέναι δῆλον ὡς ἐροῦμεν, ὅπερ
10ἄτοπον· τί γὰρ μᾶλλον αὐτῶν οὐσίαν, τί δὲ συμβεβηκὸς φή‐ σομεν; εἴ τε μίαν ἔχομεν νόησιν τοῦ σώματος ὡς σώματος, ὁ τὸ σχῆμα σῶμα λέγων ἢ κενὸν νοήματος ὄνομα προφέρεται 〈τὸ〉 τοῦ συμβεβηκότος ἢ συνωνύμως ὀνομάζει τῷ σώματι. εἰ δ’ ἐστὶν ἄτοπον ἑκάτερον (καὶ γὰρ σημαίνει τι καὶ διὰ τοῦτό
15ἐστιν ὄνομα καὶ δηλοῖ τι νόημα τοῦ σώματος ἕτερον, εἰ καὶ μὴ χωριστικῶς), οὐκ ἔστι σῶμα τὸ σχῆμα. ὁ δ’ ὅμοιος ἐπὶ τῶν λοιπῶν συμβεβηκότων λόγος, χρωμάτων τε καὶ χυμῶν
καὶ τῶν πρὸς ὄσφρησιν καὶ τῶν πρὸς ἀκοήν, φωνῶν λόγων3

19

.

467

συριγμῶν | μυγμῶν ποππυσμῶν στεναγμῶν ῥωχμῶν ῥογχασμῶν βόμβων ἤχων ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα πάντα ὑπάρχειν ἀέρα πεπληγμένον πως, καλὸν ἐπει‐ πεῖν αὐτῷ τὸ Μενάνδρειον
5
„ταῦτά ς’ ἀπολώλεκεν, ὦ πονηρέ,“ τὸ μὴ δίχα σώματος νοεῖσθαί τι τοιοῦτο. ὅπερ ὁμολογῶ καὶ αὐτός, οὔ φημι δὲ δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχον τῷ ἐχομένῳ. οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτ’ αὐτῷ τὸ νόσημα, οὔτε Χρύσιππος, ἔτι δ’ Ἐπίκουρος
10στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν, ἀλλὰ διαφέρει καὶ τῇ φύσει καὶ τῇ νοήσει καὶ τῷ δη‐ λοῦντι λόγῳ, τί ποτ’ ἐστὶ τούτων ἑκάτερον. ὅτι δ’ ἐστὶν ἀλλή‐ λων τε καὶ τοῦ σώματος ἕτερα τὰ σχήματα (ἀνύσω γὰρ ἐπὶ
15τούτων νῦν τὸν λόγον), μάρτυρες γεωμέτραι ἕτερον κύκλου τε καὶ τῶν ἄλλων σχημάτων ὅρον ἀποδιδόντες καὶ ἕτερον
τοῦ σώματος. ὧν 〈δ’〉 οἱ λόγοι τε τυγχάνουσιν ὄντες ἕτεροι καὶ τὰ σημαινόμενα καὶ πολὺ πρότερον αἱ νοήσεις, ταῦτα πάντα πῶς ἂν ἓν εἶναι λέγοι τις σωφρονῶν;4

19

.

468

Εἴ τε καὶ τὰ συμβεβηκότα φήσομεν τῷ σώματι σώματα, τί τούτων ἐροῦμεν τίνι συμβεβηκέναι; πότερα ταῦτα τῷ συνήθως ὑφ’ ἁπάντων καλουμένῳ σώματι ἢ τούτοις ἅπασι κοινῶς τε καὶ κατ’ ἰδίαν ἑκάστῳ τὸ σῶμα; ἑκάτερον γὰρ ἄτοπον· εἴτε
5γὰρ ταῦτα σωματικὴν οὐσίαν ἔχειν λεγόμενα συμβέβηκε τῷ σώματι, εἰ μὲν οὖν ᾗ σώματά ἐστι συμβεβηκότα, καλοῦμεν πάντα τὰ ὄντα σώματα καὶ οὐχὶ τὰ μὲν συμβεβηκότα, τὰ δὲ σώματα· εἰ δ’ οὐχ ᾗ σώμα〈τα〉, ἀλλὰ ἄλλο τι, οὐκ ἄρα σῶμά ἐστι τὸ συμβεβηκός. εἴτε τούτοις ἅπασι σώ‐
10μασιν οὖσι σῶμα ὄν τι συνήθως ὑφ’ ἁπάντων καλούμενον συμβέβηκε, τό τε παραπλήσιον ἔστι λέγειν κἀκεῖνο πυνθά‐ νεσθαι, εἰ μένον ἓν ἀδιαίρετον πᾶσιν αὐτοῖς συμβεβηκέναι λέγοιτο ἂν ἢ μεριζόμενον ἰσαρίθμως αὐτοῖς· τοῦτο γὰρ οὐδ’
ἐπὶ τοῦ χρόνου μεμένηκεν ἀναμφισβήτητον, οὗ καὶ τὸ σμι‐5
15κρότατον ἅμα πᾶσί φασί τινες τοῖς οὖσι συμβεβηκέναι πράγμασιν. εἰ δέ τις τουτὶ φεύγων ὡς ἄτοπον ἰσαρίθμως

19

.

469

ἐρεῖ τοῖς καλουμένοις συμβεβηκόσιν, ἃ καὶ αὐτὰ κα|λεῖ σώ‐ ματα, συμβεβηκέναι τὴν οὐσίαν, πολλὰ τολμῶν ἀγνοεῖ· ἐπεὶ μεταπλάττει τῶν πραγμάτων τὴν φύσιν καὶ τὴν νόησιν, οὐ τῷ σώματι τὰ συμβεβηκότα λέγων συμβεβηκέναι, τὸ δὲ σῶμα
5τοῖς συμβεβηκόσι, καὶ [εἰ] σῶμα σώματι ποιεῖ συμβεβηκός, ὥστε καὶ ἀπορεῖν εἰκότως, τί τίνι φήσει χρῆναι λέγειν συμ‐ βεβηκέναι. εἴ τε ἰσαρίθμως τοῖς συμβεβηκόσι μερισθὲν τὸ συνήθως λεγόμενον σῶμα ἑκάστῳ τούτων ἴδιόν τι συμβέβηκεν, ἄλλο μέρος τοῦ σώματος ἄλλῳ μέρει τοῦ συμβεβηκότος συμ‐
10βήσεται. εἴ τε καὶ 〈τὰ〉 συμβεβηκότα σώματά ἐστι, πᾶν δὲ σῶμα ἐπ’ ἄπειρον τέμνεται 〈καὶ〉 ἕκαστον τῶν ἀπείρων τούτων σωμάτων πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι σωματικοῖς οὖσι καὶ αὐτοῖς συμβέβηκεν, σκόπει τὸ πλῆθος τῶν ἀτόπων· τό τε σῶμα σώματι συμβεβηκέναι καὶ τὸ ἓν εἶναι νομιζόμενον τοῖς
15ἀπείροις καὶ τὸ ἅμα τε ὅλον καὶ μὴ ὅλον· ὅλον μὲν, ᾗ παμφερὲς τὸ σχῆμα καὶ τὸ ποσὸν τῆς τοῦ μήλου στρογγυλό‐ τητος πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι τῷ μήλῳ συμβέβηκεν, οὐχ ὅλον δέ, ᾗ ἕκαστον τῶν ἀπείρων τμημάτων οὐκ ἔστι ταὐτὸν

19

.

470

τῷ ἀφ’ οὗ τέτμηται. εἴ τε καὶ τὸ | σῶμα τοῦ μήλου σῶμά ἐστι καὶ τὸ σχῆμα καὶ ἡ χρόα καὶ ἡ ὀσμὴ καὶ ὁ πρὸς γεῦσιν χυμὸς καὶ ἕκαστον τούτων ἐπ’ ἄπειρον τέμνεται, μόνον οὐκ ἐξ ἀπείρων 〈τμημάτων τὸ〉 μῆλον ἔσται συνεστηκός, ὧν ἕκαστον6
5καὶ στρογγύλον ἔσται παραπλησίως ὅλῳ τῷ μήλῳ, εἴ γε ταὐτοῦ κεκοινώνηκε σχήματος, καὶ ὠχρὸν καὶ γλυκὺ φέρε ἢ αὐστηρὸν καὶ τοιοῦτόν τι πρὸς ὄσφρησιν· καὶ πάλιν ἕκαστον τῶν ἀπείρων τμημάτων μῆλον ἔσται, εἰ πάντα ταῦτ’ ἔχει. ἐξ ἀπείρων οὖν σωμάτων, μᾶλλον δὲ μήλων τὸ ὀφθαλμο‐
10φανὲς μῆλον ἔσται συνεστηκός, ὅπερ γελοῖόν γε πολλαχῶς, ἀτὰρ δὴ καὶ τὸ τῶν τμημάτων ἕκαστον οὐκ ἔχον τὴν στρογγυ‐ λότητα μηκέτ’ εἶναι μῆλον, μήλου δὲ μέρος· μετὰ γὰρ τοῦ στρογγύλου φέρε σχήματος ἦν τὸ μῆλον. εἰ δὲ ἓν μῆλον μόνον ἐστὶν ἐκ μιᾶς μὲν οὐσίας σωματικῆς, πολλῶν δὲ καὶ
15διαφόρων συμβεβηκότων συνεστηκός, οὐκ ἔστι τούτων δῆλον ὡς οὐδὲν σῶμα. πότερόν τε τούτων ἕκαστον ἴδιον ἐπέχει τόπον ἢ πάντα τὸν αὐτόν; εἰ μὲν γὰρ ἴδιον, οὔτε συμμετα‐ λαμβάνει δῆλον ὡς τῆς ἀλλήλων ἰδιότητος καὶ ποιότητος οὔτε

19

.

471

μῆλόν ἐστιν ἐσχηματισμένον | στρογγύλον καὶ κεχρωσμένον ὠχρότητι καὶ πεποιωμένον κατὰ γεῦσιν ὧδέ πως καὶ κατ’ ὄσφρησιν οὕτως. εἰ δ’ ἅμα πάντ’ ἐστὶ καὶ ἕνα κατέχει τόπον, σύγχυσίς ἐστι τῶν ἰδιωμάτων καθάπερ ἐπὶ τῶν συν‐
5θέτων καὶ ἐκ πλειόνων καὶ διαφόρων ὑλῶν μεμιγμένων φαρ‐ μάκων, ἐφ’ ὧν ἡ ἑκάστης τῶν μιγνυμένων ὑλῶν ἰδιότης καὶ ποιότης εἰλικρινὴς οὐ σῴζεται, ἓν δέ τι γίγνεται παρ’
ἑκά〈στην ἕ〉τερον. οὔκουν εἰλικρινής ἐστι γνῶσις ἑκάστου ὡς εἰπεῖν εἴδους, 〈ὅτι〉 τουτὶ τὸ στρογγύλον σχῆμα τοῦ7
10μήλου καὶ τουτὶ τὸ χρῶμα καὶ τῶν ἄλλων συμβεβηκότων ἕκαστον, ἔτι δὲ μᾶλλον, εἰ μὴ παραθετικῶς ἀλλήλων ἅπτεται ταῦτα τὰ μόρια, ἀλλὰ ὅλα δι’ ὅλων μέμικται, ἡ ἑκάστου ἰδία ποιότης ἀπόλλυται. ἀλλ’ οὐδὲ μῖξιν ἔστιν εἰπεῖν ταύτην κυρίως· πῶς γὰρ ὧν καθ’ ἑαυτάς τινες ἰδιότητες οὔκ εἰσιν
15ἐγνωσμέναι καὶ κατειλημμέναι, ταῦτ’ ἔστι φάναι μεμῖχθαι; ἐπιτείνεται δὲ τὸ ἄπορον τοῦ λόγου, εἰ καὶ τὸ μῆκος τοῦ σώματος σῶμά ἐστι καὶ τὸ πλάτος καὶ τὸ βάθος. ἅμα γὰρ

19

.

472

ἄπειροι, φημί, σωμάτων ἀπειρίαι γενήσονται ἐν βρα|χεῖ κατὰ περιγραφὴν πρὸς αἴσθησιν τόπῳ. τό τε τῶν πολλῶν, μᾶλλον δὲ ἀπείρων σωμάτων πλῆθος ἆρά γε οὖν ἦν ἀΐδιον; καὶ πῶς ἔτι φήσουσιν ἄποιον τὴν πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε
5κόσμον καὶ τῶν ἐπὶ μέρους εἰδῶν ἕκαστον γεγονέναι; ἢ γέγονεν ἔκ τινος χρόνου καὶ συνῆλθεν εἰς ταὐτὸν ἅπαντα, ἵνα ἐκ συνεργείας γένηται τὰ συγκρίματα; ἀλλὰ καὶ τοῦτ’ ἀτοπώ‐ τατον εἶναι λέγομεν καὶ κατὰ πλείους τρόπους, πρῶτον μὲν ὅτι μὴ μιᾶς ἦν ὕλης φύσις, ὡς ἔοικεν, ἄποιος σωματική,
10πολλαὶ δὲ καὶ ἄπειροι διαφοραὶ ἡμῖν γενήσονται τῆς κοινῆς οὐσίας· ἡ μὲν τῶν ἐπ’ εἴδους μυρίων σχημάτων, ἡ δὲ χροιᾶς
καὶ ταύτης ἀναρίθμου κατ’ εἶδος, ἡ δὲ χυμοῦ τοῦ πρὸς γεῦσιν, οὗ πάλιν ἀτερμάτιστός τίς ἐστι διαφορά, ἡ δὲ τοῦ πρὸς ὄσφρησιν καὶ τούτου πολύχουν ἔχοντος ἐξαλλαγήν. ἄπει‐8
15ροι τοιγαροῦν ἔσονται κατ’ αὐτοὺς ἀπειρίαι καὶ διαφοραὶ ποιοτήτων σωματικῶν· μία δέ, ἣν οὐ πεποιωμένην ἐπιμερι‐ σθῆναι χρὴ τοῖς ἄλλοις δηλαδή. καίτοι τίνα ποτ’ ἔτι χρείαν

19

.

473

ταύτης ἔχουσιν, ἵνα | σωματικαὶ γένωνται; φθάνουσί γε καὶ σώμα〈τα〉 εἶναι καὶ πεποιωμέναι τινὲς οὐσίαι. ἕκαστόν τε τῶν ἀπείρων τούτων σωμάτων εἰ ἐπ’ ἄπειρον τέμνεται, ἄπει‐ ροι ἀπειρίαι πῶς συνέλθωσι καὶ πότε; τὸ γὰρ ἄπειρον
5ἀδιεξίτητον. 〈εἴ τε〉 καὶ τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης καὶ ἡ θερμότης, πᾶν δὲ σῶμα ποσόν ἐστι καὶ πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχει, τὸ καταυγασθὲν καὶ θερμανθὲν ὕδωρ ὑπὸ ἡλίου 〈πῶς οὐ〉 πλεῖόν τε καὶ μεῖζον γίγνεται καὶ διὰ τοῦτο μείζονος δεῖται τόπου; πῶς δὲ καὶ εἰς βραχὺν
10τόπον καὶ κεγχριαῖον, ἂν οὕτω τύχῃ, συνίασιν ἥ τε σχημα‐ τότης καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον; 〈εἰ δ’〉 ἅμα γεγόνει καὶ ἐξ ἀϊδίου, οὔτε μεταβάλλειν ὤφειλε τὸ σύνολον οὔτε φθείρεσθαι· τὸ γὰρ ἀΐδιον ἀμετάβλητον, καθάπερ τῶν θεῶν αἱ φύσεις. εἰ δὲ τοῦτ’ ἔστιν ἀληθές, πῶς τινα μετα‐
15σχηματίσομεν, φέρε εἰπεῖν τὸν κηρόν; καὶ τί ποτε γίγνεται, ἐὰν τετράγωνον ὄντα τέως ποιήσωμεν στρογγύλον; εἰ γὰρ ἦν 〈τὸ〉 τετράγωνον τῇ οὐσίᾳ τῇ τοῦ κηροῦ τέως, νῦν 〈δ’〉 ἐστὶν9

19

.

474

ἡ στρογγυλότης, πόθεν ἐλήλυθεν καὶ | μετὰ ποίας αἰτίας τότε 〈αὐτὴν ἐπ〉άγουσι; καὶ εἴτε διὰ σώματος, ἄτοπον· σῶμα γὰρ διὰ σώματος χωρεῖν ἀδιανόητον, εἰ ἐπιστήσειέ τις τὴν ἀντι‐ τυπίαν, 〈ὅτι〉 ἐστὶν ἴδιον σώματος, ὡς ὁ περὶ αὐτοῦ διδάσκει
5λόγος, προηγουμένως· εἴτε διὰ κενοῦ, ὅτι τε μηδὲν εἶναί φασιν ἐν τῷ κόσμῳ κενὸν οἱ Στωϊκοί, καὶ διότι δὲ σῶμα οὖσαν τὴν στρογγυλότητα καὶ τὰ λοιπὰ δέον ἔχειν συμβεβηκότα καὶ σχῆμα, ὃ καὶ αὐτὸ πάλιν ἐξ ἑτέρου δῆλον ὡς [εἰ] σωματικοῦ συνεστὸς ἔσται σχήματος κἀκεῖνο ἐξ ἄλλου καὶ τοῦτ’ εἰς
10ἄπειρον. καὶ εἴτε ἐκ στρογγύλων τῶν ἐπ’ ἄπειρον τεμνομένων σχημάτων τὸ ἀθρόον τοῦτο κατὰ ὄψιν τὴν ἡμετέραν ἀπο‐ τετελεσμένον στρογγύλον συνέστηκε, σκόπει τὸν μῦθον καὶ πόσα τῷδε τῷ πλάσματι παρακολουθεῖ τὰ ἄπορα· εἴτε μὴ ἐκ στρογγύλων, πῶς ἐξ αὐτῶν γένηταί τι στρογγύλον; γελοῖον
15δὲ καὶ τὸ λέγειν εἰς στρογγύλα σχήματα τὸ στρογγύλον σχῆμα τέμνεσθαι ἀντιμαρτυρούσης 〈τῆς αἰσθήσεως, ὅτι οὔτε τὸ στρογγύλον εἰς στρογγύλα〉 τέμνεται οὔτε τὸ τετράγωνον εἰς
τετράγωνα. τί δ’ ἐπὶ τοῦ παρ’ ἀκαρὲς μετασχηματισμοῦ κηροῦ φήσουσι; πότερον ἀντιπαραχωροῦσιν ἀλλήλαις ἅμα νοήματι10

19

.

475

αἱ τῶν διαφόρων | σωμάτων σχηματότητες; καὶ πῶς οὐ γελοῖον καθάπερ ἐμψύχους καὶ λογικὰς οὐσίας ἐξίστασθαι καὶ παρα‐ χωρεῖν ἀλλήλαις ὡς ἐκ συνθήματος; καὶ μᾶλλον ἄπορον ἔτι γίγνεται τὸ λεγόμενον, εἰ ἐκτείναιμεν ἅμα νοήματι τοὺς
5δακτύλους καὶ συστέλλοιμεν. εἰ γὰρ μὴ συμβεβηκός ἐστιν ἡ πυγμὴ μηδ’ ἡ ἔκτασις, ἀλλὰ σώματα, ἀπείρους ἅμα σωμα‐ τικὰς σχηματότητας χρὴ λέγειν ἀφίστασθαι καὶ παραγίγνεσθαι· κἂν δύο δὲ μόνας εἶναι φήσῃς καὶ μὴ ἰσαρίθμους ταῖς ἐκτά‐ σεσι καὶ συστολαῖς, ἔτι ποικίλως ἐστὶν ἄπορον τὸ λεγόμενον,
10ἔτι δὲ μᾶλλον ἀπορώτερον, εἰ μηδὲ παραγίγνονται αἱ τῆς συστολῆς καὶ ἐκτάσεως σχηματότητες, ἀλλ’ ἑτέρα ἐφ’ ἑτέρᾳ τῆς χειρὸς ἀπορρέουσιν. ἐχρῆν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸν ὀρχηστὴν διαπεφορῆσθαι, ἄλλων ἐπ’ ἄλλοις ἀλήκτως ἀπ’ αὐτοῦ σωμάτων ἀποχωρούντων. ἐπὶ δὲ τούτου 〈τί〉 φήσουσιν;
15εἴ γε μὲν ἀΐδια τῆς οἰνότητος ἀποτελεστικὰ σώματα, πῶς ὄξος γίγνεται; πῶς δὲ ἀπέπτατο, ποῦ δὲ οἴχεται, καὶ πόθεν ἥκει τὰ τῆς τοῦ ὄξους ποιότητος ἀποτελεστικὰ σώματα; εἰ

19

.

476

δ’ ἐνυπῆρχε τῷ οἴνῳ καὶ τέως, πῶς ἦν οἶνος, | ἀλλ’ οὐκ ὄξος ἢ μέση τις ἐξ ἀμφοῖν τρίτη ποιότης οὔτε οἶνος οὖσα οὔτε ὄξος, εἴτε κατὰ μῖξίν ἐστιν ἡ κρᾶσις εἴτε κατὰ παράθεσιν; Πρὸς 〈δ’〉 οἷς ἔφην ἀτόποις οὐδ’ ἑνουμένην ἔτι χρὴ λέγειν11
5ὑπάρχειν τὴν οὐσίαν, ἐκ πολλῶν δὲ καὶ ποικίλων καὶ διαφόρων καὶ ἐναντίων καὶ ἀπείρων ἢ μόνον οὐκ ἀπείρων κατ’ ἀριθμὸν συγκρίσεων συνεστηκυῖαν καὶ εἰς ἀπείρους πάλιν συγκρίσεις τεμνομένην τὴν μίαν τήνδε τινὰ τὴν ὁρωμένην φέρε τοῦ μήλου φύσιν. ἥν τε λέγουσιν οἱ Στωϊκοὶ πρώτην ὕλην καὶ
10πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἕκαστον πεποιηκέναι τὸν Δία, εἰ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν καὶ αὐτὴ ποιότης ἢ εἶχέ γε ποιότητα; εἴ τε τὰς ἄλλας ποιότητας οὐκ εἶχε, δηλαδὴ πάντως ὑπῆρχε βάρος 〈καὶ πέρασ〉, ἅπερ φασὶν εἶναι σώματα·
15πῶς 〈δ’〉 ἁπλῆν ἔτι φασὶ τὴν πρώτην οὐσίαν, ἀλλ’ οὐχὶ σύγκριμα; εἰ δὲ πεπερασμένην εἶναί φασι καὶ πέρασι κεχρη‐

19

.

477

μένην, καὶ σχῆμα δῆλον ὡς ἐκέκτητο· ἄτοπον γάρ ἐστιν | ἰδίοις περικλειόμενον σῶμα πέρασι μὴ μετὰ σχήματος πάντως ὑπάρχειν, εἰ καὶ μὴ συννοοῖτο τοῦτ’ αὐτῷ καθ’ ὑπόθεσιν. ὥστε εἴπερ εἶχε ταῦθ’ ἅπερ ἔφην πάντα, ταῦτα δ’ ἐστί, κα‐
5θάπερ αὐτοί φασι, σώματα, οὔτε ἄποιος ἦν δηλαδὴ οὔθ’ ἁπλῆ, πολλῶν δὲ καὶ διαφόρων σύνοδος ἦν σωμάτων καὶ σύγκριμα· ταύτῃ δὲ οὐδὲν ἀμιγὲς ἦν κατ’ αὐτούς. εἰ δὲ μηδὲν εἶχε τούτων, πρῶτον μὲν ἀδιανόητον καὶ πλὴν ὀνό‐ ματος οὐδέν. οὔτε γὰρ μὴ [δεῖ] ποιὸν εἶναι ὁτιοῦν ἔνεστιν,12
10οὔτε ποιόν, οὐχὶ δὲ καὶ τὰς τρεῖς διαστάσεις ἔχον καὶ σχῆμά τι πάντως αὐτῷ συμβεβηκὸς ἴδιον. ἀδιανόητόν τε καὶ τὸ μήτε βαρὺ τοῦθ’ ὑπάρχειν μήτε κοῦφον, οὐχ ἧττον 〈δ’〉 ἄτοπον, εἰ λέγοι τις ἅμα τοῦτ’ ἔχειν ἀμφότερα καὶ κατὰ τὰ αὐτὰ καὶ μὴ πρὸς ἄλλο καὶ ἄλλο κρινόμενον, τό τε μηδ’
15ἐκείνης ἐχούσης οὐσίαν 〈ποιὰν〉 τῶν ἐξ αὐτῆς ὥς φασι γεγο‐ νότων πρῶτον τεττάρων ἕκαστον ἔχειν ποιότητα. εὐλογώτερον γάρ ἐστιν, εἴπερ ἦν ἄποιος, καὶ τὰ δι’ αὐτῆς εἶναι γιγνόμενα καὶ πλαττόμενα. Εἰ δὲ μηδ’ αὐτὸ εἶχε τούτων μηδὲ ἓν

19

.

478

καθ’ ὑπόθεσιν τὸ αἰθέριον δὴ | ἐκεῖνο πῦρ, ὑφ’ οὗ φασι τά τε στοιχεῖα καὶ τὸν κόσμον γεγονέναι, πῶς ταῦτ’ ἔχει τὰ γεννήματα καὶ ποιήματα καὶ πλάσματα; οὐ μᾶλλον 〈ἢ〉 χρυ‐ σοῦ περιθήσει ποθ’ ὁ κεραμεὺς ποιότητα τοῖς ἐκ πηλοῦ
5πλαττομένοις ὑπ’ αὐτοῦ. ὁ μὲν οὖν ἰατρὸς συντιθεὶς ἐκ
πολλῶν φαρμάκων ἕτερον φάρμακον ἰδίαν ποιότητα πάντων ἐχόντων ποιὸν ἕτερον ἐκ τῆς μίξεως ποιεῖ· τὸν Δία δ’ οὔ φασι μῖξαι τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα οὐδὲ μηκότητα οὐδὲ τῶν ἄλλων τι συμβεβηκότων. εἰ δὲ μίγνυσιν ὄντα καὶ13
10αὐτά, δῆλον ὡς ἀΐδια ταῦτ’ ἐστίν, 〈καὶ〉 πῶς ἔτι μόνην λέ‐ γουσι τὴν πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον, οὐχὶ δὲ καὶ τὰς ἄλλας ποιότητας καὶ πάντα τὰ συμβαίνοντα; οὐδὲ γὰρ ποιη‐ τὴν εἶναί φασι καθάπερ τινὰ χειροτέχνην τὸν Δία, ἀλλ’ ὅλον δι’ ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι.
15τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος,

19

.

479

καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριό|τητα, εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς ἐροῦσιν, ἐκ σωμάτων δῆλον ὡς ἦν ὁ Ζεὺς συνεστηκὼς καὶ οὐχ ἁπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα· εἰ δὲ ἀνουσίους ταύτας τὰς τῶν συμ‐
5βεβηκότων φύσεις ἐροῦσι, τὸ λεγόμενον ὑφ’ ἡμῶν κρατύνεται, τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ τὰς ποιότητας. εἰ δὲ μεταποιήσας αὑτὸν ὁ Ζεὺς ἰσαρίθμως οἷς ἔφην συμβεβηκόσι τροπὰς ἴσχει ποιοτήτων μυρίας, χείρων ἐστὶ τοῦ μυθολογουμένου Πρωτέως· ὁ μὲν γὰρ εἰς ὀλίγας
10φύσεις ἑαυτὸν μετεποίει καὶ μετεμόρφου καὶ ταύτας οὐκ
ἀπρεπεῖς· ἤτοι μὲν πρώτιστα λέων γένετ’ ἠϋγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·14
15ὁ δὲ οὐκ ἔστιν ὅ,τι μὴ καὶ τῶν αἰσχίστων γίγνεται· διὰ μὲν ἀνδρὸς ἄφρονος ἄφρων ἐστὶ δηλαδή, διὰ δὲ αἰσχροῦ γνώμης αἰσχροποιός, διὰ δὲ ζῴων ἀλόγων ἀποθηριούμενος, διὰ δὲ

19

.

480

λίθων καὶ ξύλων ἄψυχος γενόμενος, διὰ δὲ κο|πρίου βδελυρὰ φύσις, ἔτι δ’ ἀχρεῖον. εἰ δ’ αὑτὸν μὲν οὐ μεταποιῶν τὴν ὕλην μεταπλάττει καὶ σχηματίζει καὶ ποιοῖ, ζητῶ, πῶς ἐστιν οἷός τε ταῦτα ποιεῖν· οὐ μᾶλλον ἢ πλάστης ποτ’ ἀνδριάντα ποιή‐
5σειε χρυσοῦν ἐκ μολύβδου. Κἀκεῖνα εἰπεῖν τοῖς φιλονείκοις ἀνδράσιν οὐκ ἄτοπον· καὶ γάρ τοι κίνησις εἰ προσγίγνεται τοῖς σώμασι καὶ πάλιν ἀπογίγνεται, σῶμα δ’ εἶναί φασιν αὐτήν, ὥρα λέγειν προσ‐
ιόντων τινῶν ἡμῖν σωμάτων κινεῖσθαι καὶ πάλιν ἀπιόντων15
10ἠρεμεῖν. εἴ 〈τε καὶ〉 τὰ πάθη προσγίγνεται καὶ πάλιν ἀπογίγνεται καί φασι καὶ ταῦθ’ ὑπάρχειν σώματα, πῶς οὐ γελοῖον καὶ τὸ κνῆσμα λέγειν σῶμα καὶ μὴ μόνον τὸ κνῆσαν ἀλλὰ καὶ τὸ κνησόμενον; ἀλλ’ ἐπεὶ δίχα σώματος τοῦ τε δρῶντος καὶ τοῦ πάσχοντος οὐδὲν πάθος γίγνεται, τοῦτ’ αὐτοὺς ἠπάτησε
15πρὸς τὸ καὶ τὰ πάθη καλεῖν σώματα. ἀλλ’ εἰ μὲν τῷ κατὰ ἀναφορὰν τρόπῳ τῆς κλήσεως οὕτως ἐκάλουν, οὐδ’ ἂν αὐτὸς ἐχαλέπαινον αὐτοῖς· οἶδα γὰρ οὕτω καὶ ἄμπελον λεγομένην λευκὴν κατὰ τὴν ἐπὶ τοὺς γιγνομένους ἀπ’ αὐτῆς λευκοὺς

19

.

481

βότρυας ἀναφοράν, καὶ χρόνον κακὸν διὰ τὰς | ἐν αὐτῷ γενο‐ μένας συμφοράς, καὶ νύκτα ἀβοήθητον, ἐν ᾗ τις ἐπικουρίας οὐκ ἔτυχεν· εἰ δὲ πρώτως καὶ κυρίως, ἁμαρτάνουσιν. ἐσχημα‐ τισμένον γοῦν σῶμα λέγομεν καὶ πεπονθὸς καὶ κινούμενον,
5οὐ τὸ σχῆμα σῶμα καὶ τὸ πάθος καὶ τὴν κίνησιν, οὐδὲ τὴν πυγμὴν σῶμα, ἀλλὰ χεῖρά πως ἐσχηματισμένην. Τί δὲ ποιήσουσι πρὸς τοὺς οὐδὲ ποιεῖν φάσκοντας τὰ σώματα, μόνα δὲ τὰ ἀσώματα; τί δὲ πρὸς Ἀριστοτέλην, ὃς καὶ αὐτὸς γενικὴν τῶν ὄντων διαίρεσιν ποιούμενος τὰ μὲν
10εἶναί φησιν οὐσίας, τὰ δὲ συμβεβηκότα; τί δὲ καὶ αὐτοὶ βουλόμενοι λέγουσιν οὐσίας τε καὶ συμβεβηκότα, εἰ καὶ αὐτά φασι σώματα, καὶ ταῦτα μήθ’ ὡς τὰ μέρη τοῦ σώματος ὀνο‐ μάζοντες σώματα, καθάπερ χεῖρα καὶ δάκτυλον, μήθ’ ὡς ἡ
μνᾶ ἐν τῷ ταλάντῳ; εἴ τε τὸ σχῆμα τοῦ ἀνθρώπου σῶμά16
15φασιν, ὥρα καὶ τὴν ζῳότητα σῶμα λέγειν καὶ τὸ γενητὸν εἶναι καὶ φθαρτὸν καὶ τὴν λογικότητα καὶ φρονιμότητα καὶ τὴν Ἀθηναιότητα καὶ τὸ φιλοσοφεῖν καὶ Σωφρονίσκου παῖδα

19

.

482

εἶναι καὶ τὸ σι|μὸν καὶ τὸ φαλακρὸν καὶ προγάστορα καὶ τοῖς ἄλλοις συμβεβηκόσιν ἰσαρίθμους λέγειν σωματότητας 〈καὶ〉 ὑπὲρ τὸν Βριάρεώ τε καὶ Τύφωνα λέγειν αὐτὸν πολυπλοκώτερον καὶ πολυσωματώτερον εἶναι ζῷον. ἥ τε ζῳότης εἰ σῶμά ἐστι,
5πῶς πᾶσι τοῖς ζῴοις συμβέβηκεν; πῶς δὲ τὸ εἶναι; πῶς δὲ τὸ ἐν τόπῳ εἶναι; καὶ εἰ καθάπερ ἴδιον ἐπέχει τόπον πᾶν ὀφθαλμοφανὲς σῶμα, οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον, ἄτοπον. οὔτε γὰρ ἔσται τούτων ἐπιμιξία οὔτε μία τις 〈ἐξ〉 αὐτῶν ἀποτελεσθήσεται φύσις. ἄπορον δὲ, καθάπερ ἔφην, καὶ
10τὸ ἕνα τόπον ἐπέχειν ἅπαντα φάναι· συγχυθέντα γὰρ εἰς μισγάγκειαν τὴν ἑτερότητα οὐ φυλάξει οὐδὲ τὴν ἑαυτοῦ φύσιν ἕκαστον, καθάπερ ἐπὶ τῶν μεμιγμένων φαρμάκων ἔφην γί‐ γνεσθαι. πότερόν 〈τε〉 ὅλον, φημί, τὸ σῶμα τῆς ζῳότητος ἑκάστῳ τῶν τοσούτων συμβεβηκότων συμβέβηκεν ἢ καταδιαιρού‐
15μενον ἰσαρίθμως; ἑκάτερον γὰρ ἄτοπον, ὡς ὁ προηνυσμένος λόγος ἔδειξε. τί δὲ δεῖται, φημί, σωματότητος ἕκαστον αὐτῶν,

19

.

483

εἰ φθάνει καὶ αὐτὸ σῶμα ὄν; ‖ ὅτι δὲ οὐκ ἔστι τῶν συμ‐ βεβηκότων ἕκαστον σῶμα, κἀκ τούτου τις ἂν μάθοι· μύοντες γὰρ σῶμα μὲν τῇ θίξει χρόνῳ καταλαμβάνομεν, χρόαν δὲ ἢ χυμὸν οὐ συγκαταλαμβάνομεν οὐδὲ σχῆμα κατὰ τὴν θῖξιν τοῦ17
5σώματος· ἐχρῆν δὲ καὶ τούτων ἕκαστον ὑπὸ τῆς ὑλικῆς καὶ μὴ κατὰ περίληψιν θίξεως καταλαμβάνεσθαι. οὐδὲ γάρ ἐστι λόγῳ θεωρητὴ φέρε ἡ τοῦ μήλου στρογγυλότης. ὁ δ’ ὅμοιος περὶ τοῦ χυμοῦ λόγος. εἴ τε καὶ τῶν συμβεβηκότων ἕκαστον σῶμά ἐστι, τί βουλόμενοι τὸ σῶμα μόνον φασὶν ἐπ’ ἄπειρον
10τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα, φέρε δὲ καὶ τὴν γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον, οὐ τῷ κατὰ συμπλοκὴν τρόπῳ φημί, οὐδὲ κατὰ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον σῶμα, ἀλλ’ ἀπ’ εὐθείας; διὰ τί δὲ μόνου, καθάπερ ἔφην, τοῦ σώματος τοῦτον ὅρον εἶναί φασι, τὸ τριχῇ διαστατὸν μετ’ ἀντιτυπίας,
15οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν καὶ τῶν λοιπῶν συμ‐ βεβηκότων ἕκαστον οὕτως ὁρίζονται; εἰ δὲ σώμα〈τα〉 πάντα ταῦτ’ εἶναί φασι (κἂν γὰρ ἐπ’ εἴδους διαφέρῃ, κοινῶς γε πάντα

19

.

484

σώματα εἶναί φασιν), ὥσπερ | οὖν κἂν ἄνθρωπον ὁρίζωμαι κἂν
ἵππον κἂν βοῦν, ζῷον γενητὸν καὶ θνητὸν ἐρῶ, ἅπερ ἐστὶ κοινά, προσαποδώσω δὲ τὴν ἑκάστου ἰδιότητα, οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον ὁριζόμενοι λεγέτωσαν οὐσίαν σωματικὴν18
5τριχῇ διαστατὴν μετὰ ἀντιτυπίας. Ταῦτα τοὺς Στωϊκούς, φίλε Πίνδαρε, λύειν ἀξίου μὴ συγ‐ κατασπῶντας ἑαυτοῖς ἄλλους ὡς τοῖς αὐτοῖς ἐνεχομένους πταί‐ σμασιν, ἀλλ’ ἀποσκευαζομένους τὰ ἐγκλήματα. οὐ γάρ ἐστιν [ἡ] ἀντιλογία τῶν ψευδοδοξιῶν ἡ κοινωνία πρὸς ἑτέρους, ἀλλ’ ἡ
10λύσις.19