TLG 0057 105 :: GALENUS :: De ordine librorum suorum ad Eugenianum

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De ordine librorum suorum ad Eugenianum

Source: Marquardt, J., Müller, I., Helmreich, G. (eds.), Claudii Galeni Pergameni scripta minora, vol. 2. Leipzig: Teubner, 1891 (repr. Amsterdam: Hakkert, 1967): 80–90.

Citation: Kühn volume — page — (line)

19

.

49

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΑΞΕΩΣ ΤΩΝ ΙΔΙΩΝ ΒΙΒΛΙΩΝ
t2ΠΡΟΣ ΕΥΓΕΝΙΑΝΟΝ.
t2
1 Καλῶς μοι δοκεῖς, ὦ Εὐγενιανέ, γενέσθαι τι βι‐ βλίον ἠξιωκέναι τὴν τάξιν τῶν ὑπ’ ἐμοῦ γεγραμμένων ἐξηγούμενον· οὔτε γὰρ εἷς αὐτῶν ἁπάντων ὁ σκοπὸς οὔτε δύναμις οὔτ’ ἐπαγγελία. τὰ μὲν γὰρ φίλων, ὡς
5οἶσθα, δεηθέντων ἐγράφη τῆς ἐκείνων μόνον ἕξεως στοχαζόμενα, τινὰ δὲ μειρακίοις εἰσαγομένοις ὑπηγο‐

19

.

50

ρεύθη, σκοπὸν ἐπ’ οὐδε‖τέρων ἔχοντός μου διαδοθῆναι τοῖς ἀνθρώποις αὐτὰ φυλαχθῆναί τε τῷ μετ’ ἐμὲ χρόνῳ διὰ τὸ θεάσασθαί με καὶ τῶν ἐν τοῖς ἔμπροσθεν γε‐ γραμμένων βιβλίων ὀλίγους πάνυ τῶν ἀνθρώπων
5αἰσθανομένους. θαυμάζουσι γοῦν ἄλλος ἄλλον ἰατρῶν τε καὶ φιλοσόφων οὔτε τὰ αὐτῶν μεμαθηκότες οὔτε ἐπιστήμην ἀσκήσαντες ἀποδεικτικήν, ᾗ διακρῖναι δυνή‐ σονται τοὺς ψευδεῖς λόγους τῶν ἀληθῶν, ἀλλ’ ἔνιοι μὲν ὅτι πατέρας ἔσχον ἤτοι γ’ ἐμπειρικοὺς ἢ δογματι‐
10κοὺς ἢ μεθοδικούς, ἔνιοι δ’ ὅτι διδασκάλους, ἄλλοι δ’ ὅτι φίλους ἢ διότι κατὰ τὴν πόλιν αὐτῶν ἐθαυμάσθη τις ἀπὸ τῆσδε τῆς αἱρέσεως. οὕτω δὲ κἀπὶ τῶν φιλο‐
σοφίας αἱρέσεων ἄλλος κατ’ ἄλλην αἰτίαν ἤτοι Πλα‐ τωνικὸς ἢ Περιπατητικὸς ἢ Στωικὸς ἢ Ἐπικούρειος80
15ἐγένετο, νυνὶ δ’ ἀφ’ οὗ καὶ διαδοχαὶ 〈τῶν〉 αἱρέσεών εἰσιν, οὐκ ὀλίγοι κατὰ τήνδε τὴν πρόφασιν ἀναγορεύ‐ ουσιν ἑαυτοὺς ἀπὸ τῆς αἱρέσεως, ὅθεν ἀνατρέφονται, μάλισθ’ ὅταν ἀπορῶσιν ἀφορμῆς ἑτέρας βίου. ἐγὼ μὲν δὴ [μοι] πεπεικὼς ἐμαυτόν, ὡς οὐδ’ ἂν ὑπὸ τῶν
20Μουσῶν αὐτῶν γραφῇ τι βιβλίον, ἐντιμότερον ἔσται

19

.

51

τοῦτο τῶν ‖ τοῖς ἀμαθεστάτοις γεγραμμένων, οὐκ ὠρέχθην οὐδεπώποτε τῶν ἐμῶν ὑπομνημάτων οὐδὲν ἐν τοῖς ἀνθρώποις εἶναι· διαδοθέντων δ’ εἰς πολλοὺς αὐτῶν ἄκοντος ἐμοῦ, καθάπερ οἶσθα, πρὸς τὸ διδόναι
5τι τοῦ λοιποῦ τοῖς φίλοις ὑπόμνημα λίαν ὀκνηρῶς ἔσχον, ἠναγκάσθην δὲ διὰ ταῦτα καὶ βιβλίον τι γράψαι περὶ τῆς ἀρίστης αἱρέσεως, οὐ τοιοῦτον οἷον πολλοὶ τῶν ἔμπροσθεν ἔγραψαν ἰατρῶν τε καὶ φιλοσόφων ὀνομαστὶ τὴν ἑαυτῶν αἵρεσιν ἐπαινοῦντες, ἀλλὰ τὴν
10ὁδὸν αὐτὴν μόνον ἐνδεικνύμενος, ᾗ τις ἂν χρώμενος 〈τὴν〉 ἀρίστην αἵρεσιν συστήσαιτο ἢ κατ’ ἰατρικὴν ἤ τιν’ ἄλλην τέχνην. εἴρηται δ’ ἐν αὐτῷ καὶ δέδεικται τὸ λεγόμενον ὀλίγον ἔμπροσθεν, ὡς ἀποδείξεως ἐπι‐ στήμονα χρὴ γεγονέναι πρότερον, ὅστις ἂν μέλλῃ κριτὴς
15ὀρθὸς ἔσεσθαι τῶν αἱρέσεων. οὐκ ἀρκεῖ δ’ οὐδὲ τοῦτο μόνον ἀλλὰ καὶ πάθους ἀπηλλάχθαι 〈χρή〉, καθ’ ὃ φιλοῦντες ἢ μισοῦντες τὰς αἱρέσεις [οὐχ ὡς] οἱ πολλοὶ
τυφλώττουσιν ἀμφ’ αὐτάς· εἰ γάρ 〈τισ〉 μὴ τοῦτ’ ἔχων ἐθελήσειεν ἤτοι κατὰ μέθοδον ἐπιστημονικὴν αὐτὸς81
20ζητῆσαι τἀληθὲς ἢ τὰ τοῖς ἄλλοις εἰρημένα κρῖναι,

19

.

52

μόνος ‖ ἂν οὗτος ἐξεύροι τὴν ἀρίστην αἵρεσιν. ἐπί‐ στασαι δὲ καὶ σὺ τοὺς πολλοὺς τῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὅταν ἐξελέγχωνται, ὡς μηδὲν ἀποδεικτικὴν μέθοδον ἠσκηκότας, ἐπ’ ἐναντίας ὁδοὺς ἐκτρεπομένους
5καὶ τοὺς μὲν αὐτῶν μηδ’ εἶναι φάσκοντας ἀπόδειξιν, ἐνίους δ’ οὐ μόνον ὑπάρχειν ἀπόδειξιν ἀλλὰ καὶ γιγνώσκεσθαι φύσει πᾶσιν, ὡς μηδὲν εἰς τοῦτο μήτε μαθήσεως δεῖσθαί τινα μήτ’ ἀσκήσεως· οἷς πῶς ἂν ἔτι διαλέγοιτό τις εἰς τοσοῦτον ἐμπληξίας ἥκουσιν;
10ἀλλά τις ἴσως αὐτῶν ἐρεῖ—καὶ γὰρ τολμηρότατοί πώς εἰσι περὶ ὧν οὐκ ἴσασιν ἀποφαίνεσθαι—τὴν τόλμαν ἐν ἐμοὶ μᾶλλον εἶναι. ἵν’ οὖν μήτ’ αὐτὸς ἀκούω ταῦτα μήτε πρὸς ἑτέρους ἀναγκάζωμαι λέγειν, ἐγνώκειν μηδὲν ἐκδιδόναι βιβλίον. ἀλλὰ τῶν γε τοῖς
15φίλοις δοθέντων ἐκπεσόντων εἰς πολλοὺς ἐγράφη μὲν ἐξ ἀνάγκης δι’ ἐκεῖνα καὶ τὸ περὶ τῆς ἀρίστης αἱρέ‐ σεως, εἴρηται δ’ ἐν αὐτῷ καὶ ἡ τῆς γραφῆς αἰτία. ταῦτά τ’ οὖν εἴ τις ἀναγιγνώσκειν ἐθέλοι πρῶτα πάν‐ των, ὀρθῶς ποιήσει, καὶ εἰ πεισθεὶς αὐτοῖς ἀποδεικτι‐

19

.

53

κὸς γενέσθαι βου‖ληθείη, πρὶν ἐπὶ τὴν μάθησίν τε καὶ κρίσιν ἥκειν ἁπασῶν τῶν αἱρέσεων, ἔχει πραγματείαν τὴν ὑφ’ ἡμῶν γεγραμμένην, τὴν περὶ ἀποδείξεως, ἧς ἐὰν μὴ μόνον μάθῃ τὰς μεθόδους ἀλλὰ καὶ γυμνά‐
5σηται κατ’ αὐτάς, ἐπὶ πάσης ὕλης πραγμάτων ἐξευρήσει τὴν ἀλήθειαν, ἐάν γ’ ἐραστὴς ὑπάρχῃ καὶ μὴ κατὰ πάθος ἄλογον αἱρῆταί τι, καθάπερ οἱ περὶ τὰς διαφορὰς τῶν χρωμάτων ἐν ταῖς ἱπποδρομίαις ἐσπουδακότες· ὁ δ’ αὐτὸς οὗτος ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις παρα‐82
10γενόμενος ἐξευρήσει τά τ’ ἀληθῶς ἄλλοις ἐγνωσμένα καὶ ψευδῶς ὑπειλημμένα. Μία μὲν οὖν ἥδε τῶν ἡμετέρων ὑπο‐ μνημάτων ἐστὶν ἀρχὴ τῆς ἀναγνώσεως ἐκείνοις τῶν ἀνδρῶν, ὅσοι καὶ φύσει συνετοὶ καὶ ἀληθείας ἑταῖροι·
15χωρὶς δὲ ταύτης ἐάν τις ἡμῶν αὐτῶν ᾖ πεπειραμένος ἐπί τε τοῦ βίου παντὸς καὶ κατὰ 〈τὰ〉 τῆς τέχνης ἔργα [τάχα ἐπ’ αὐτῶν τῶν νοσούντων], ὥστε πεπεῖσθαι περὶ μὲν τοῦ τρόπου τῆς ψυχῆς ὅτι χωρὶς ἔχθρας ἢ φιλονεικίας ἢ φιλίας ἀλόγου πρὸς αἵρεσίν τινα πάντα
20πράττομεν 〈ἀεί〉, περὶ 〈δὲ〉 τῶν ἔργων τῶν κατὰ τὴν

19

.

54

τέχνην ὅπως μαρτυρεῖ τῇ τῶν δογμάτων ‖ ἀληθείᾳ, καὶ χωρὶς τῆς ἀποδεικτικῆς θεωρίας οὗτος ὠφελεῖσθαι δυνήσεται πρὸς τῶν ἡμετέρων ὑπομνημάτων, οὐ κατ’ ἐπιστήμην ἀκριβῆ τῶν πραγμάτων (τοῦτο γὰρ ὑπάρχει
5μόνοις τοῖς ἀποδεικτικοῖς) ἀλλὰ κατὰ δόξαν ὀρθήν, ὑπὲρ ἧς εἰκότως εἴρηται τοῖς παλαιοῖς ὡς εἰς μὲν τὰς πράξεις οὐδὲν ἐπιστήμης ἀπολείπεται, τὸ μόνιμον δ’
αὐτῇ καὶ βέβαιον οὐ πρόσεστιν. ἀναγνώσεται τοιγαρ‐ οῦν οὗτος ἁπάντων πρῶτα τὰ τοῖς εἰσαγομένοις γε‐83
10γραμμένα, τό τε περὶ τῶν αἱρέσεων, ὃ δὴ καὶ κατὰ τήνδε τὴν λέξιν ἐπιγέγραπται ‘περὶ αἱρέσεων τοῖς εἰσαγομένοις‘ καὶ τὸ περὶ 〈τῶν〉 σφυγμῶν, ὃ δὴ καὶ αὐτὸ παραπλησίως ἐπιγέγραπται ‘περὶ σφυγμῶν τοῖς εἰσαγομένοις‘, καὶ τρίτον, ὃ ‘περὶ ὀστῶν τοῖς εἰσαγο‐
15μένοις‘ ἐπιγέγραπται, τῆς ἀνατομικῆς πραγματείας ὑπάρχον πρῶτον, ἣν δὴ καὶ πᾶσαν εἴ τις βούλοιτο διελθεῖν, ἐπὶ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡκέτω πρὸ τῶν ἄλλων· αὕτη γὰρ διδάσκει τὰ φαινόμενα μόρια κατὰ τὰς ἀνατομὰς ὡς ἔχει μεγέθους τε καὶ
20θέσεως καὶ διαπλάσεως καὶ πλοκῆς [καὶ χροιᾶς] καὶ

19

.

55

τῆς πρὸς ἄλληλα κοινωνίας. ὁ δ’ ἐν τῇ τού‖των θέᾳ κατὰ τὰς ἀνατομὰς γυμνασάμενος ἑξῆς αὐτῶν τὰς ἐνερ‐ γείας μαθήσεται, τὰς μὲν φυσικὰς ἐν τρισὶν ὑπομνή‐ μασι γεγραμμένας, ἃ ‘περὶ φυσικῶν δυνάμεων‘ ἐπι‐
5γέγραπται, τὰς ψυχικὰς δ’ ὀνομαζομένας ἐν ἄλλοις πλείοσιν, ὧν προηγεῖται τό τε περὶ τῆς ἐπὶ τῶν τε‐ θνεώτων ἀνατομῆς καὶ δύο ἐφεξῆς τῷδε, τὰ 〈περὶ〉 τῆς ἐπὶ τῶν ζώντων, καὶ δύο ἐπ’ αὐτοῖς ἄλλα, τὰ περὶ τῆς ἀνατομικῆς διαφωνίας· ἐφεξῆς δὲ τούτοις
10ἐστὶ τρία μὲν περὶ θώρακος καὶ πνεύμονος 〈κινήσεωσ〉, δύο δὲ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων καὶ τούτων ἐφεξῆς 〈τέτταρα〉 περὶ φωνῆς· ἐκ ταὐτοῦ δὲ γένους
ἐστὶ καὶ τὰ περὶ μυῶν κινήσεως. 〈ὑπὲρ ἡγεμονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυ‐84
15χικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγματείας ἐδηλώσαμεν, ἣν ‘περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων‘ ἐπιγράφομεν. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρματος ἰδίᾳ γεγραμ‐ μένα καὶ προσέτι τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς,
20οἷς ἅπασιν ἡ περὶ χρείας μορίων ἕπεται πραγματεία. αἱ δ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾶν εἰς ἄλληλα· ὑπὲρ ὧν ἐν τῷ πρώτῳ〉 περὶ τῶν 〈ἰατρικῶν〉 ὀνομάτων 〈κἀν τῷ περὶ τῶν καθ’
25Ἱπποκράτην στοιχείων〉 ἐπιδέδεικται. καὶ αὐτὰ μὲν τὰ περὶ τῆς ἀποδείξεως τῶν στοιχείων οὐ πάντ’ εἴρηται κατὰ τὸ βιβλίον ἀλλ’ ὅσοις αὐτὸς Ἱπποκράτης ἐχρή‐ σατο· πρὸς δὲ τὸ τελεώτατον τῆς ἐπιστήμης τῶν τοῦ σώματος στοιχείων ἀναλέξασθαι προσήκει τά τ’ ἐν τῷ
30τρισκαιδεκάτῳ περὶ ἀποδείξεως εἰρημένα καὶ κατὰ τὸ πέμπτον καὶ ἕκτον περὶ τῶν Ἀσκληπιάδου δογμάτων. ἀλλὰ καὶ [τὰ] περὶ τῆς τῶν καθαιρόντων φαρμάκων

19

.

56

δυνάμεως εἴρηται μέν τινα κἀν ‖ τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, γέγραπται δὲ καὶ κατὰ μόνας ἐν ἑτέρῳ βιβλίῳ. τῷ δὲ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἕπεται τὰ περὶ κράσεων ὑπομνήματα τρία
5καὶ τούτοις ἡ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνά‐ μεως πραγματεία κἀκείνῃ πάλιν ἡ περὶ συνθέσεως φαρ‐
μάκων. ἐν μὲν οὖν τοῖς πρώτοις 〈περὶ κράσεων αἱ ἐν τοῖσ〉 ζῴοις 〈κράσεισ〉 λέγονται μετὰ τῶν ἰδίων ἑκάστης γνωρισμάτων, ἐν δὲ τῷ 〈τρίτῳ〉 περὶ τῆς85
10τῶν φαρμάκων κράσεως ὁ λόγος ἐστίν. ἐάν τ’ οὖν μετὰ 〈τὰ〉 δύο βουληθῇ τις ἐάν τε μετὰ 〈τὰ〉 τρία τό τε περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ἀνα‐ γνῶναι καὶ τὸ περὶ τῆς εὐεξίας καὶ τὸ περὶ ἀνωμάλου δυσκρασίας, ἐν τῇ προσηκούσῃ τάξει πράξει τοῦτο.
15μικρὰ δ’ ἐστὶ πάνυ τὰ τρία ταῦτα βιβλία φίλοις ἀξιώσασιν ὑπαγορευθέντα κἄπειτ’ ἐκδοθέντα πρὸς ἐκεί‐ νων· ἐπεί τοι καὶ τούτων ἡ δύναμις ἐν τῇ τῶν ὑγι‐ εινῶν πραγματείᾳ περιέχεται, καθ’ ἣν αἱ διαφοραὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς ***.
20 *** τῶν ἐξηγήσεων ὅσαι τ’ ὀρθῶς λέγονται καὶ ὅσαι μή, προγεγυμνασμένῳ κατὰ τὰς

19

.

57

ἡμετέρας πραγματείας. ἕξεις δ’ εἰς ἔνια ‖ τῶν Ἱππο‐ κράτους καὶ τὰ ἡμέτερα καὶ ἐπειδὴ ταῦτ’ ἤδη γέ‐ γραπται, προσθεῖναι πειράσομαι τὰ λοιπά. τοῦτο μέν, ἐὰν ζήσωμεν, ἔσται· φθάσαντος δ’ ἀποθανεῖν ἐμοῦ,
5πρὶν ἐξηγήσασθαι τὰ κυριώτατα τῶν Ἱπποκράτους συγγραμμάτων, ἕξουσιν οἱ βουλόμενοι τὴν γνώμην 〈γνῶναι〉 αὐτοῦ καὶ τὰς ἡμετέρας μέν, ὡς εἴρηται, πραγματείας ἅμα τοῖς ἤδη γεγονόσιν ὑπομνήμασι καὶ τῶν ἐξηγησαμένων δὲ τὸν ἄνδρα τά τε τοῦ διδασκάλου
10Πέλοπος 〈καί〉 [εἰ] πού τι καὶ τῶν Νουμισιανοῦ [ἔχοιεν] —ἔστι δ’ ὀλίγα τὰ διασῳζόμενα—καὶ πρὸς τούτοις τά τε Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου. Κόϊντος δὲ καὶ οἱ Κοΐντου μαθηταὶ τὴν Ἱπποκράτους γνώμην οὐκ ἀκριβῶς ἐγνώκασι, διὸ καὶ πολλαχόθι τὰς ἐξηγήσεις86
15οὐκ ὀρθῶς ποιοῦνται· Λύκος δ’ ἐνίοτε καὶ προσεγ‐ καλεῖ τῷ Ἱπποκράτει καί φησι ψεύδεσθαι τὸν ἄνδρα μὴ γιγνώσκων αὐτοῦ τὰ δόγματα· καίτοι τά γε τοῦ Λύκου βιβλία φανερῶς πάντα ... γέγονεν. ὁ δ’ ἡμέ‐ τερος διδάσκαλος Σάτυρος—τούτῳ γὰρ πρώτῳ συγ‐
20γενόμενοι μετὰ ταῦτ’ ἠκούσαμεν Πέλοπος—οὐ τὰς αὐτὰς ἐξηγήσεις ἐποιεῖτο τῷ Λύκῳ τῶν Ἱπποκρατείων ‖

19

.

58

βιβλίων· ὁμολογεῖται δὲ Σάτυρος ἀκριβέστατα διασῴ‐ ζειν τὰ Κοΐντου δόγματα μήτε προσθεὶς αὐτοῖς τι μήτ’ ἀφελών· Αἰφικιανὸς μὲν γάρ τι καὶ μετερρύθμισεν ἐπὶ τὸ Στωϊκώτερον. ἡμεῖς οὖν ἑτέρως μὲν ἔμπροσθεν
5ἀκηκοότες Σατύρου τὰς ἐξηγήσεις Κοΐντου, μετὰ χρόνον δ’ ὕστερον ἀναγνόντες τινὰ τῶν τοῦ Λύκου κατέ‐ γνωμεν ἀμφοτέρων ὡς οὐκ ἀκριβῶς ἐγνωκότων τὴν Ἱπποκράτους γνώμην. ἄμεινον δ’ ἔγνωσαν οἱ περὶ Σαβῖνόν τε καὶ Ῥοῦφον· ὁ δ’ ἐν ταῖς ἡμετέραις πραγ‐
10ματείαις προγεγυμνασμένος ἱκανὸς καὶ τὰ τούτων κρί‐ νειν καὶ φωρᾶσαι τά τε καλῶς ὑπ’ αὐτῶν εἰρημένα καὶ εἴ που τύχοιεν ἐσφαλμένοι. Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν Ἱπποκράτους
ἐξηγήσεων αὐτάρκως εἴρηται, μεταβῶμεν ἐπὶ τὰ λοιπὰ87
15τῶν ἡμετέρων ὑπομνημάτων, ὅσα τῆς λογικῆς ἐστι πραγματείας. ἔστι δ’ ἐξ αὐτῶν σοὶ μέν, ὦ Εὐγενιανέ, καὶ ὅσοι τὴν ἰατρικὴν μόνην ἐσπουδάκατε, 〈τὰ〉 περὶ τῆς ἀποδείξεως αὐτάρκη, τοῖς δ’ ἄλλοις, ὅσοι φιλο‐ σοφίᾳ σχολάζουσι, καὶ τἆλλα, πλὴν εἴ τις ἀμφοτέρας

19

.

59

δύναιτο καλῶς μετέρχε‖σθαι τὰς θεωρίας ἰατρικῆς τε καὶ φιλοσοφίας. εἶναι δὲ χρὴ τοῦτον ἀγχίνουν θ’ ἅμα καὶ μνήμονα καὶ φιλόπονον, ἔτι δὲ πρὸς τούτοις εὐτυχη‐ κότα τοιαύτην εὐτυχίαν οἵαν ἡμεῖς εὐτυχήσαμεν ὑπὸ
5πατρὶ παιδευθέντες, 〈ὃσ〉 ἀριθμητικῆς τε καὶ λογιστι‐ κῆς καὶ γραμματικῆς θεωρίας ἐπιστήμων ἡμᾶς ἐν τού‐ τοις τε κἀν τοῖς ἄλλοις, ὅσα παιδείας μαθήματα, θρέψας, ἡνίκα πεντεκαιδέκατον ἔτος ἤγομεν, ἐπὶ τὴν διαλεκτι‐ κὴν θεωρίαν ἦγεν ὡς μόνῃ φιλοσοφίᾳ προσέξοντας
10τὸν νοῦν, εἶτ’ ἐξ ὀνειράτων ἐναργῶν προτραπεὶς ἑπτακαιδέκατον ἔτος ἄγοντας καὶ τὴν ἰατρικὴν ἐποί‐ ησεν ἀσκεῖν ἅμα τῇ φιλοσοφίᾳ. ἀλλὰ καὶ τοιαύτην ἐγὼ τὴν εὐτυχίαν εὐτυχήσας ἐκμανθάνων τε καὶ θᾶττον ἁπάντων τῶν ἄλλων ὅ τι περ [ἂν] ἐδιδασκόμην, εἰ μὴ
15τὸν ὅλον μου βίον εἰς τὴν τῶν 〈ἐν〉 ἰατρικῇ τε καὶ φιλοσοφίᾳ θεωρημάτων ἄσκησιν καθεστήκειν, οὐδὲν ἂν ἔγνων μέγα. μηδὲν τοίνυν μηδὲ τοῦτο θαῦμα,
διότι πολὺ πλῆθος ἀνθρώπων ἀσκούντων ἰατρικήν τε καὶ φιλοσοφίαν ἐν οὐδετέρᾳ κατορθοῦσιν· ἢ γὰρ οὐκ88

19

.

60

ἔφυσαν καλῶς ἢ οὐκ ἐπαιδεύθησαν ὡς προσῆκεν, ‖ ἢ οὐ κατέμειναν ἐν ταῖς ἀσκήσεσιν ἀλλ’ ἐπὶ τὰς πολιτι‐ κὰς πράξεις ἀπετράποντο. ταῦτα μὲν οὖν μοι κατὰ τὸ πάρεργον εἰρήσθω καίτοι 〈γ’〉 οὐκ ὄντα πάρεργα.
5τὰ γοῦν τῆς φιλοσόφου θεωρίας ἡμέτερα βιβλία μετὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν ἀναγιγνώσκειν χρή· τίνες δ’ αὐτῶν εἰσιν αἱ ὑποθέσεις καὶ πόσαι, καθ’ ἕκαστον 〈μὲν〉 αὐτῶν γέγραπται, δι’ ἐκείνου δὲ δειχθήσεται τοῦ γράμματος, ἐν ᾧ τὴν γραφὴν ποιή‐
10σομαι ἁπάντων τῶν ἐμῶν βιβλίων. Ἐπεὶ δ’ ἐπύθου μου καὶ περὶ τῆς πραγ‐ ματείας, ἐν ᾗ τὰ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ὀνόματα κατὰ τὴν τῶν πρώτων ἐν αὐτοῖς γραμμάτων ἤθροισται τάξιν, ἅπερ ἀπεκρινάμην σοι, βέλτιον ἡγοῦμαι
15κἀνταῦθα γράψαι σοι· πρόδηλον γάρ, ὅτι καὶ ἄλλοι πολλοὶ ζητοῦσιν, ἥτις ποτ’ ἐστὶν αὐτῆς ἡ ὑπόθεσις. οὐ γὰρ δὴ τοῦτ’ ἀξιοῦμεν ἡμεῖς, ὅπερ ἔνιοι τῶν νῦν κελεύουσιν, ἅπαντας ἀττικίζειν τῇ φωνῇ, κἂν ἰατροὶ τυγχάνωσιν ὄντες ἢ φιλόσοφοι καὶ γεωμετρικοὶ καὶ
20μουσικοὶ καὶ νομικοὶ κἂν μηδὲν τούτων ἀλλ’ ἁπλῶς ἤτοι πλουτοῦντές τινες ἢ μόνον εὔποροι· τοὐναντίον

19

.

61

γὰρ ἀπαξιῶ μηδενὶ μέμ‖φεσθαι τῶν σολοικιζόντων τῇ φωνῇ μηδ’ ἐπιτιμᾶν· ἄμεινον γάρ ἐστι τῇ φωνῇ
μᾶλλον ἢ τῷ βίῳ σολοικίζειν τε καὶ βαρβαρίζειν. ἐγράφη δέ μοί ποτε καὶ πραγματεία πρὸς τοὺς ἐπιτι‐89
5μῶντας τοῖς σολοικίζουσι τῇ φωνῇ· τοσούτου δέω παιδείας τι μόριον ὑπολαμβάνειν τὸ ἀττικίζειν. ἀλλὰ διὰ τὸ πολλοὺς ἰατροὺς καὶ φιλοσόφους, ἐν οἷς αὐτοὶ νομοθετοῦσι καινὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνο‐ μάτων, ἐν τούτοις ἑτέροις ***, διὰ τοῦτο καὶ τῶν
10ὀνομάτων τὴν ἐξήγησιν ἐποιησάμην ἐν ὀκτὼ καὶ τεσσαρά‐ κοντα βιβλίοις ἀθροισάμενος 〈ἐκ τῶν〉 Ἀττικῶν συγ‐ γραφέων αὐτά, καθάπερ ἐκ τῶν κωμικῶν ἄλλα. γέ‐ γραπται μὲν οὖν, ὡς ἔφην, ἡ πραγματεία διὰ τὰ σημαινόμενα· σὺν τούτῳ δ’ εὐθέως ὑπάρχει τοῖς ἀνα‐
15γνωσομένοις αὐτὰ καὶ ἡ τῶν Ἀττικῶν ὀνομάτων γνῶσις οὐδὲν αὐτὴ καθ’ ἑαυτὴν ἄξιον ἔχουσα μεγάλης σπουδῆς· ἀλλά γε διὰ τοὺς κακῶς χρωμένους τοῖς ὀνόμασιν ἄλλη μοι γέγραπται πραγματεία περὶ τῆς ὀρθότητος αὐτῶν, ἣν δὴ καὶ πρώτην ἁπασῶν ἄμεινον
20ἀναγιγνώσκειν.90