TLG 0057 103 :: GALENUS :: De consuetudinibus GALENUS Med., vel Claudius Galenus De consuetudinibus Citation: Dietz page — (line) | ||
t | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΘΩΝ. | |
106 | Τῶν θεραπευτικῶν σκοπῶν ἕνα καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἡγουμένων ὑπάρχειν οὐ μόνον τῶν ἀρίστων ἰατρῶν ἀλλὰ καὶ πάντων ἀνθρώπων ἔνιοι τῶν ἅπασι τοῖς καλοῖς λυμαινομένων ἐπιχειροῦσι διαβάλλειν | |
5 | ἐρωτῶντες ἡμᾶς, διὰ τί βλαβείς τις, εἰ οὕτως ἔτυχε, κατὰ τὴν πρώτην χρῆσιν ὑπὸ βοείων κρεῶν ἐδωδῆς, εἶτ’ ἀναγκασθεὶς καθ’ ἑκάστην ἡμέραν ἐσθίειν ταῦτα δι’ ὅλου τοῦ ἔτους ἢ οὐδὲν οὐκέτι βλάπτοιτ’ ἂν ἢ τῶν ἀήθων ἧττον· εἶθ’ ὅ τι ἂν εἴπωμεν ἀνατρέποντες | |
---|---|---|
10 | λόγῳ νομίζουσιν ἅμα τούτῳ καὶ τὴν τοῦ πράγματος ὕπαρξιν ἀνῃρηκέναι, καθάπερ εἴ τις ἁπάσαις ἀντει‐ πὼν ταῖς περὶ τοῦ πῶς ὁρῶμεν δόξαις οὐδ’ ὁρᾶν ἡμᾶς συγχωροίη. ὅτι μὲν οὖν μεγίστη μοῖρα πρὸς τὴν τῶν ἰαμάτων εὕρεσιν ἡ ἀπὸ τῶν ἐθῶν ἐστιν, ἐναργῶς φαί‐ | |
107 | νεται, καὶ διὰ τοῦθ’ Ἱππο‖κράτης μὲν ἐν ἀφορισμοῖς ἔγραψεν ‘οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀξυνηθέων 〈ἰσχυ‐ ρῶν τε καὶ νέων〉 ῥᾷον φέρουσιν‘ ἐπὶ πλέον τε διῆλ‐ | |
5 | θεν ἐν τῷ περὶ διαίτης ὀξέων τάς τ’ ἐκ τῆς ἀήθους διαίτης βλάβας καὶ τὰς ἐκ τῆς συνήθους ὠφελείας, Ἐρασίστρατος δ’ ὁμοίως ἐν τῷ δευτέρῳ περὶ παραλύ‐ σεως ὑπὲρ ἁπάντων ἐθῶν ὡσαύτως Ἱπποκράτει φαίνε‐ ται γιγνώσκων ... καὶ πρὸς τούτοις γε τῶν παλαιῶν | 9 |
10 | ἰατρῶν οὐκ ἔστιν ὅστις [οὐχ] ὁμολογουμένην τε καὶ ἀναντίλεκτον αἰτίαν [οὔτε τούτων τις οὔτε τῶν ἄλλων] εἰρηκέναι δοκεῖ. καὶ γὰρ οἱ πιθανὴν δόξαντες εὑρηκέναι κατὰ μίαν ὕλην, ἄλλοι 〈κατ’〉 ἄλλην, εὑρήκασιν, ἔνιοι μὲν ἐπ’ ἐδεσμάτων μόνων, ἔνιοι δ’ ἐπὶ γυμνασίων ἢ | |
15 | ἐπιτηδευμάτων, ἐπὶ πασῶν δὲ τῶν ὑλῶν οὐδείς. ἀμέλει καὶ περὶ τῆς τοῦ ψυχροῦ δόσεως, ἣν ἐπὶ τῶν ὀξέως νοσούντων ποιούμεθα πολλάκις, ἀντιπράττουσιν ἡμῖν ἔνιοι κωλύοντες μὲν διδόναι τοῖς πυρέττουσι, κελεύ‐ οντες δ’ ἡμᾶς ἀρκεῖσθαι ταῖς ἀπὸ τῶν ἄλλων σκοπῶν | |
20 | ἐνδείξεσιν, ὡς ἀπό τε τῶν πεπονθότων τόπων καὶ τῆς ἐν αὐτοῖς διαθέσεως ἡλικίας τε καὶ χώρας καὶ ὥρας | |
108 | ἔτι 〈τε〉 τῆς τοῦ κάμνοντος αὐ‖τοῦ κράσεως καὶ δυνά‐ μεως, αἷς εἰώθαμεν χρῆσθαι, γελοῖον εἶναι φάσκοντες, εἰ φλεγμαίνοντος ἥπατος ἢ πνεύμονος ἢ γαστρὸς ἤ 〈τινοσ〉 τῶν οὕτως ἐπικαίρων μορίων ἐπιτρέψομεν τῷ | |
5 | ψυχροπότῃ ψυχρὸν προσφέρεσθαι πόμα δι’ οὐδὲν ἄλλ’ ἢ τὸ ἔθος—ὅ〈μοιον γὰρ τοῦτ’ εἶναί φασι τῷ ἐπι‐ | |
τρέπειν λούεσθαι ψυχρῷ τοὺς οὕτωσ〉 εἰθικότας, εἰ πυρέττοιεν—, ὥσπερ ἡμῶν ἅπασι τοῖς ὁπωσοῦν νο‐ σοῦσι τὰ συνήθη πάντα πράττειν ἐπιτρεπόντων ἀλλ’ | 10 | |
10 | οὐχὶ πρὸς τοῖς ἄλλοις ἅπασι σκοποῖς καὶ τὸν ἀπὸ τῶν ἐθῶν παραλαμβανόντων. Ἀριστοτέλης γοῦν ὁ Μιτυ‐ ληναῖος, ἀνὴρ πρωτεύσας ἐν τῇ Περιπατητικῇ θεωρίᾳ, νοσήματι περιπεσὼν ὑπὸ ψυχροῦ πόσεως ὠφεληθῆναι δυνάμενος, διότι μηδέποτε τοιοῦτον προσενήνεγκτο | |
15 | πόμα, διεκώλυσε τοὺς συμβουλεύοντας αὐτῷ πιεῖν, ἐπί‐ στασθαι σαφῶς εἰπών, ὅτι σπασθήσοιτο γευσάμενος ψυχροῦ· καὶ γὰρ ἐπ’ ἄλλου τοῦτ’ ἔφασκεν ἑωρακέναι τήν τε τοῦ σώματος ἕξιν καὶ κρᾶσιν ὁμοίαν ἑαυτῷ καὶ | |
109 | τὸ τῆς θερμοποσίας ἔθος ἐσχηκότος· ‖ εἰ δ’ ἦν ἔθος ὥσπερ ἐνίοις πόματος τοιούτου, μάλιστα μὲν ἂν οὐδ’ αὐτὸς ἔδεισεν αὐτοῦ τὴν προσφοράν· ἐπειδὴ δὲ [καὶ] τοῦτ’ ἔπαθεν, ἐασάτωσαν οἱ παρόντες ἰατροὶ πάντως | |
5 | αὐτόν. ἐκεῖνος μὲν οὖν οὕτως ἀπέθανεν, ὡς ἐπυθόμην· ἐρομένων δέ με τῶν παραγενομένων αὐτῷ τελευτῶντι, πότερον, ὡς ἐπ’ ἄλλων ἐτόλμησα τοῖς μὲν δι’ ὅλης τῆς νόσου, τοῖς δ’ ἔν τινι καιρῷ δοῦναι ψυχρὸν εὐλα‐ βουμένων τῶν ἰατρῶν, οὕτως 〈ἂν〉 ἐτόλμησα καὶ ἐπ’ | |
10 | ἐκείνου ἢ καλῶς ἐστοχάσατο τῆς ἑαυτοῦ φύσεως ὁ ἀνήρ, ἀπεκρινάμην αὐτοῖς ἀκριβῶς αὐτὸν ἐστοχάσθαι. πάνυ γὰρ ἦν ἰσχνὸς καὶ τὸ στόμα τῆς κοιλίας ψυχρό‐ | |
τατον εἶχεν ἐξ ἀρχῆς, ὡς λύζειν εὐθέως, εἴ ποτε βρα‐ χέως ψυχθείη. ἀλλ’ ὥσπερ οὗτος οὐκ ἂν ἤνεγκε τὸ | 11 | |
15 | ψυχρὸν πόμα διά τε τὸ ἔθος καὶ τὴν τοῦ σώματος φύσιν καίτοι τοῦ νοσήματος ἐνδεικνυμένου, οὕτως ἑτέ‐ ροις ἔδωκα πάνυ θαρρῶν, εἰ καὶ καυσούμενος ἀκριβῶς ὁ πιὼν εἴη, μηδενὸς ἐπιφανῶς σπλάγχνου φλεγμήναν‐ τος, οὐ πάνυ δ’ ἔτι θαρρῶν ... ἀλλὰ μετὰ τὸ προει‐ | |
20 | πεῖν τοῖς οἰκείοις τοῦ κάμνοντος, εἰ μὲν μὴ πίοι ψυχροῦ, | |
110 | τεθνήξεσθαι πάντως τὸν ἄνθρωπον, ‖ εἰ δὲ πίοι, πολ‐ λὰς ἐλπίδας ἕξειν σωτηρίας, οὕτως ἔδωκα καὶ σὺν θεῷ φάναι πάντες ἐσώθησαν οἱ λαβόντες. ὥστε πολυχρονίῳ πείρᾳ κεκριμένου τοῦ βοηθήματος ἐπὶ τὴν τῆς αἰτίας | |
5 | ζήτησιν ἰτέον ἀναμνήσαντας πρότερον ὧν ἔγραψαν ὁ μὲν Ἱπποκράτης ἐν τῷ περὶ διαίτης ὀξέων, ὁ δ’ Ἐρα‐ σίστρατος ἐν τῷ δευτέρῳ περὶ παραλύσεως. ἡ μὲν οὖν Ἱπποκράτους ῥῆσις οὕτως ἔχει· ‘ἀλλὰ μὴν εὐκαταμά‐ θητόν γέ ἐστιν, ὅτι φαύλη δίαιτα βρώσιός τε καὶ | |
10 | πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς αἰεὶ ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ εἴ τις ἐξαπίνης 〈μέγα〉 μεταβάλλοι ἐς ἄλλο κρεῖσσον, ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν 〈αἱ〉 ἐξαπιναῖοι μετα‐ βολαὶ βλάβας καὶ ἀρρωστίην παρέχουσι. καὶ τοὺς μέν | |
15 | γε μὴ μεμαθηκότας ἀριστᾶν, ἢν ἀριστήσωσιν, εὐθέως ἀρρώστους ποιέει καὶ βαρέας ὅλον τὸ σῶμα καὶ ἀσθε‐ νέας καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγ‐ | 12 |
111 | μιώδεας· ἐνίοισι δὲ ἂν καὶ σπα‖τίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθος ἠχθοφορήκῃ ἡ κοιλίη εἰθισμένη ἐπιξη‐ ραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς ἕψειν τὰ σιτία.‘ εἶτα μεταξὺ παρενθείς, ὅπως ἄν τις τὴν βλάβην | |
5 | τούτων ἰάσαιτο, συνάπτων αὖθις ὑπὲρ τῶν παραβάν‐ των τὸ ἔθος οὕτω γράφει· ‘ἔτι 〈δὲ〉 μᾶλλον ἂν πονή‐ σειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς | |
10 | πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν. ἀλλὰ μὴν καὶ οἱ δὶς μεμαθηκότες σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστή‐ σωσιν, ἀσθενέες τε καὶ ἄρρωστοί εἰσι καὶ δειλοὶ ἐς πᾶν ἔργον καὶ καρδιαλγέες. κρέμασθαι γὰρ τὰ σπλάγχνα δοκέει αὐτέοισι καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ | |
15 | ἡ ἄφοδος ξυγκαίεται· ἔστι δὲ οἷσι καὶ τὸ στόμα πι‐ κραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρότα‐ φοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται· καὶ οἱ μὲν | |
πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον, δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην | 13 | |
20 | καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ προηριστήκεσαν. ὁκότε οὖν τὰ τοιαῦτα τοῖσιν ὑγιαίνουσι γίγνεται εἵνεκα | |
112 | ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος, ‖ οὔτε προσθεῖναι λυσιτελέειν φαίνεται οὔτε ἀφελέειν. εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας ὅλην τὴν ἡμέρην κενεαγγήσας δειπνήσειεν, ὁκόσον εἴθιστο, εἰκὸς | |
5 | αὐτόν, εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠρρώστεε, δειπνήσας δὲ τότε βαρὺς ἦν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἐπὶ πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο.‘ μετὰ ταῦτα δὲ πάλιν ὁ Ἱπποκράτης, ὥσπερ καὶ πρόσθεν, ἐπανορ‐ | |
10 | θώσεις τινὰς τῆς γιγνομένης βλάβης ἐπὶ τοῖς κενεαγ‐ γήσασι παρὰ τὸ ἔθος γράψας ἐφεξῆς πάλιν οὕτω φησί· ‘πολλὰ δὲ ἄν τις ἠδελφισμένα τουτέοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθίδαται, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ | |
15 | καὶ τὰ ποτά, δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθίδαται, καὶ ἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά. | |
καὶ ὅσα μὲν κρεηφαγίη πολλὴ 〈ἡ〉 παρὰ τὸ ἔθος ποιέει 〈ἢ〉 σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὅσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα, ἧσσον ἄν τις | 14 | |
113 | θαυμάσειεν, εἰ τὰ ‖ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοι‐ λίῃσι μᾶλλον 〈τῶν〉 ἄλλων· ἀλλὰ εἰ καταμάθοις, ὅσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ στρόφον καὶ φῦσαν τῇ κοι‐ λίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν | |
5 | εἰθισμένῳ ἢ οἷον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ ἢ αὐτός γε 〈ὁ〉 ἄρτος 〈θερμὸσ〉 βρωθεὶς οἵην δίψαν παρέχει καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον, καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες | |
10 | οἷα διαφέροντα ἀλλήλων ποιέουσι, καὶ μᾶζά γε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη, καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι καὶ οἰνοποσίη καὶ ὑδροπο‐ σίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, | |
15 | καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος 〈παρὰ τὸ ἔθοσ〉 ἐξα‐ πίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψαν· 〈καὶ〉 λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλουσιν, εἰ καὶ | |
114 | ἄμφω οἰνώδεες εἶεν, ὅμως ‖ πολλὰ ἂν ἑτεροιώσειαν | |
κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα 〈οἶνον〉 ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνα‐ σθαι ἐξαπίνης μεταβληθέντα.‘ παρὰ μὲν Ἱπποκράτους | 15 | |
5 | ἀρκεῖ τὰ δεῦρο τοῦδε γεγραμμένα παραδείγματα περὶ τῆς τῶν ἐθῶν δυνάμεως, Ἐρασίστρατος δ’ ἐν τῷ δευ‐ τέρῳ περὶ παραλύσεως ὧδέ πως ἔγραψεν· ‘δεῖ δὲ πολ‐ λὴν πάνυ ἐπίσκεψιν ποιήσασθαι περὶ συνηθείας καὶ ἀσυνηθείας τὸν μέλλοντα κατὰ τρόπον ἰατρεύειν· λέγω | |
10 | δὴ τὸ τοιοῦτο· πόνους τοὺς μὲν συνήθεις πολλοὺς πονοῦντες ἄκοποι διατελοῦσιν ὄντες, τοὺς δὲ ἀσυνή‐ θεις ὀλίγους πονήσαντες ὑπόκοποι γίνονται· βρώματά τε ὅσα συνήθη δυσπεπτότερα ὄντα ἔνιοι ῥᾷον πέττου‐ σιν ἢ τὰ ἀσυνήθη εὐπεπτότερα ὄντα· ἐκκρίσεις δὲ τὰς | |
15 | συνήθεις, κἂν ἀλυσιτελεῖς ὦσιν, εἰς συνήθειαν δὲ ἥκωσιν, ἐπιζητεῖ τὸ σῶμα καὶ ἀποστερούμενον τούτων εἰς νόσους ἐμπίπτει, οἷον γίνεται περί τε τὰς τῶν αἱμορροΐδων φορὰς καὶ καθάρσεις, ἃς ἔνιοι αὑτοῖς συν‐ ήθεις ποιοῦνται, καὶ δὴ ἑλκῶν κατὰ χρόνον ἐκπιπτόν‐ | |
20 | των καὶ ἰχωρροούντων, καὶ ὡς ἐνίοις κατά τινας και‐ ροὺς χολέραι γίνονται. ἁπάσας γὰρ τὰς τοιαύτας ἐκ‐ κρίσεις ἀλυσιτελεῖς οὔσας ἐπιζητεῖ τὸ σῶμα καὶ μὴ | |
115 | γινομένων αὐτῶν κατὰ τοὺς εἰθισμένους και‖ροὺς εἰς πάθη οὐ σμικρὰ ἐμπίπτουσιν, οἷς συνήθη τὰ τοιαῦτα. | |
φαίνεται δὲ καί τινα τοιαῦτα γινόμενα [κατὰ τὰς συνη‐ θείας]· ὧν ἐπιστάμεθα ἐπῶν 〈ἢ〉 ἰάμβων εἴ τις κελεύ‐ | 16 | |
5 | σειεν ἡμᾶς εἰπεῖν ἐκ μέσου στίχους δύο ἢ τρεῖς, ἀσυν‐ ήθεις ὄντες τοῦ τοιούτου οὐκ ἂν εὐπόρως δυναίμεθα, κατὰ δὲ τὴν ἐφεξῆς ἀρίθμησιν ἐπὶ τοὺς αὐτοὺς τού‐ τους ἐλθόντες στίχους ἐξ ἑτοίμου ῥᾳδίως ἐροῦμεν· συνεθιζόμενοι δὲ καὶ τὸ πρότερον εἰρημένον εὐπόρως | |
10 | ποιοῦμεν. συμβαίνει δὲ καὶ τοιοῦτόν τι· οἱ μὲν ἀσυν‐ ήθεις τοῦ μανθάνειν βραδέως τε καὶ ὀλίγον μανθά‐ νουσι, συνηθέστεροι δὲ γενόμενοι πολὺ πλεῖον καὶ ῥᾷον τοῦτο ποιοῦσι. γίνεται δὲ καὶ περὶ τὰς ζητήσεις ὅμοιον· οἱ μὲν γὰρ ἀσυνήθεις τὸ παράπαν τοῦ ζητῆσαι | |
15 | ἐν ταῖς πρώταις κινήσεσι τῆς διανοίας τυφλοῦνται καὶ ἀποσκοτοῦνται καὶ εὐθέως ἀφίστανται τοῦ ζητεῖν κο‐ πιῶντες τῇ διανοίᾳ καὶ ἐξαδυνατοῦντες οὐχ ἧττον ἢ ὅσοι πρὸς δρόμους ἀσυνήθεις ὄντες προσέρχονται· ὁ δὲ συνήθης τῷ ζητεῖν πάντη διαδυόμενός τε καὶ ζητῶν | |
20 | τῇ διανοίᾳ καὶ μεταφερόμενος ἐπὶ πολλοὺς τόπους οὐκ ἀφίσταται τῆς ζητήσεως, οὐχ ὅτι ἐν μέρει ἡμέρας ἀλλ’ οὐδὲ ἐν παντὶ βίῳ ἀναπαύων τὴν ζήτησιν· καὶ μετα‐ φέρων ἐπ’ ἄλλας ἐννοίας τὴν διάνοιαν, οὐκ ἀλλοτρίας ‖ | |
116 | μὲν τοῦ ζητουμένου, προβάλλει ἕως ἐπὶ τὸ προκείμενον ἐλθεῖν. οὕτως φαίνεται ἄχρι νῦν τὰ τῆς συνηθείας ἰσχύειν ἐν ἅπασι τοῖς ἡμετέροις πάθεσιν ὁμοίως τοῖς τε ψυχικοῖς καὶ τοῖς σωματικοῖς. περὶ μὲν δὴ τούτων | |
5 | εἰς τὸ παρὸν ἱκανῶς εἰρήσθω· ἐν δὲ τοῖς καθόλου | |
λόγοις ὑπὲρ ἰατρικῆς λεγομένοις ἐπὶ πλέον ἐξηρίθμη‐ ται ἀναγκαίαν ἔχοντα τὴν ἐπίσκεψιν, εἰ μέλλοι μὴ πολλὰ τῶν κατ’ ἰατρικὴν χωλεύειν.‘ ταῦτα μὲν οἱ ἐν‐ δοξότατοι τῶν ἰατρῶν, Ἐρασίστρατος καὶ Ἱπποκράτης, | 17 | |
10 | εἰρήκασι περὶ δυνάμεως ἐθῶν, οὐ λόγῳ τὴν εὕρεσιν αὐτῶν ἀνατιθέντες ἀλλ’ ἐκ τῶν ἐναργῶς φαινομένων διδαχθέντες, ὅπερ ἀμέλει καὶ τῶν ἄλλων ἀνθρώπων 〈ὅσοι〉 μὴ καθάπερ ὕες ἢ ὄνοι ζῶσιν ἀλλὰ παρακολου‐ θοῦσιν ὑφ’ ὧν ὠφελοῦνταί τε καὶ βλάπτονται. πάρεστι | |
15 | γοῦν αὐτῶν 〈ἀκούειν〉 ὁσημέραι λεγόντων εἰθίσθαι [φησὶ] τῷδε τῷ βρώματι καὶ τῷδε τῷ πόματι καὶ διὰ τοῦτο μὴ δύνασθαι καταλιπεῖν αὐτά· καὶ γὰρ καὶ βλά‐ πτεσθαι κατὰ τὰς μεταβολάς. ὁμοίως δὲ καὶ περὶ τῶν ἐπιτηδευμάτων λέγουσιν, οἷον ἀλουσίας λουτρῶν, ἱππα‐ | |
20 | σίας κυνηγεσίων, δρόμου πάλης, ἀγρυπνιῶν 〈ὕπνων〉, ἡλιώσεως ψύξεως, φροντίδων ὅσα τ’ ἄλλα τοιαῦτα. ‖ | |
117 | Καταφρονήσαντες οὖν καὶ ἡμεῖς τῶν ἤτοι μηδὲν ἢ πάνυ σμικρὸν ἡγουμένων εἰς θεραπείαν συντελεῖν τὸν ἀπὸ τῶν ἐθῶν σκοπὸν ἐπισκεψώμεθα, τίς ποτ’ ἐστὶν ἡ αἰτία τοῦ πολὺ δύνασθαι τὸ ἔθος | |
5 | καὶ εἴτε μία τίς ἐστιν ἢ καὶ καθ’ ἑκάστην ὕλην ἑτέρα. λέγω δ’ ὕλην, ἐφ’ ᾗ συνέστη τὸ ἔθος, οἷον, ὡς ἔφην, | |
ἐδέσματα ἢ πόματα ἢ γυμνάσια 〈ἢ λουτρὰ〉 ἤ τι τοι‐ οῦτον ἕτερον. καὶ γὰρ τήν γ’ ἀρχὴν ἀπὸ τῶν ἐσθιο‐ μένων τε καὶ πινομένων ποιησόμεθα. τί δήποτε γὰρ | 18 | |
10 | οἱ τῇ τῶν βοείων κρεῶν ἐδωδῇ συνήθως χρώμενοι τινὲς μὲν οὐδ’ ὅλως βλάπτονται, τινὲς δ’ ἧττον ἢ πρόσθεν; ἢ διὰ τί κατὰ φύσιν τινὲς εὐθὺς ἐξ ἀρχῆς, ὡς αὐτὸς 〈ὁ〉 Ἐρασίστρατος ἔγραψε, ῥᾷον πέττουσι τὰ βόεια κρέα τῶν πετραίων ἰχθύων; ἀλλὰ τούτου μὲν ἡ | |
15 | αἰτία λέλεκται κατὰ τὴν τῶν φυσικῶν δυνάμεων ἐπί‐ σκεψιν, εἰρήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον ἐν τῇ τοῦ λόγου κοινωνίᾳ· νυνὶ δ’ ἀπὸ τῶν δι’ ἔθος ἄμεινον πεττόντων ὁτιοῦν ἔδεσμα τὴν ἀρχὴν τῆς διδασκαλίας ποιησώμεθα κοινὴν ὑπόθεσιν λαβόντες εἰς ταῦτα πάντα | |
20 | τὰ φύσει τισὶν οἰκεῖά τε καὶ οὐκ οἰκεῖα. λέλεκται μὲν | |
118 | οὖν ἐπὶ πλέον ὑπὲρ ἁπάν‖των τούτων κατὰ τὴν τῶν φυσικῶν δυνάμεων ἐπίσκεψιν· ἀρξώμεθα δὲ καὶ νῦν τοῦ λόγου τὴν τῆς πέψεως ἔννοιαν προχειρισάμενοι. καθάπερ γὰρ ἄρτους οἱ σιτοποιοὶ λέγονται πέττειν οὐκ | |
5 | ἐπειδὰν ἀλοῦντές τε καὶ διαττῶντες εἰς λεπτὰ μόρια καταθραύσωσι τοὺς πυροὺς ἀλλ’ ὅταν ἐπὶ τῷ τοιοῦτον πρᾶξαι δεύσαντες ὕδατι ζύμην μίξαντες μαλάξωσιν, εἶτα καλύψαντές τινι τῶν θαλπόντων ἐάσωσιν, ἄχρις | |
ἄν, ὡς αὐτοὶ καλοῦσι, ζυμωθῇ, καὶ μετὰ ταῦτα διὰ | 19 | |
10 | κλιβάνων ἢ ἰπνῶν ὀπτήσωσιν, οὕτω κἀπὶ τῶν εἰς γα‐ στέρα καταποθέντων οὐκ ἐπειδὰν ἐν αὐτῇ καταθραυσθῇ καὶ λυθῇ, πεπέφθαι φαμὲν ἀλλ’ ὅταν, ὡς οἱ πεττό‐ μενοι πυροί, κατὰ ποιότητα τὴν μεταβολὴν σχῇ. καθά‐ περ δ’ ἐπὶ τῶν ἄρτων εἰς τὴν οἰκείαν ἡμῖν τοῖς ἐσθί‐ | |
15 | ουσιν ἀχθῆναι χρὴ ποιότητα τὸν πεττόμενον σῖτον, οὕτω [καὶ] κατὰ τὴν κοιλίαν ἔτι καὶ μᾶλλον εἰς οἰκειο‐ τέραν, ὀνομάζω δ’ οἰκειοτέραν ἑτέραν ἑτέρας κατὰ τὴν ὁμοιότητα τοῦ μέλλοντος ἐξ αὐτῆς τρέφεσθαι σώματος. ἄλλο γὰρ ἄλλῳ σώματι τῶν τρεφόντων οἰκεῖόν ἐστι ‖ | |
119 | καὶ διὰ τοῦτο τὰ ζῷα πρὸς τὰς οἰκείας ἔρχονται τρο‐ φὰς ἀδιδάκτως ὑπὸ τῆς φύσεως ὠθούμενα, τὰ μὲν ὑποζύγια πρός τε τὰς βοτάνας καὶ ἄχυρα καὶ χιλὴν καὶ κριθήν, οἱ λέοντες δὲ πρὸς τὰς σάρκας, ὥσπερ καὶ | |
5 | παρδάλεις καὶ λύκοι. καθάπερ οὖν ἐν τοῖς ζῴοις κατὰ γένος οὐ σμικρὰ διαφορὰ τῶν οἰκείων ἑκάστῳ τροφῶν ἐστιν, οὕτω καὶ κατ’ εἶδος ἐν τοῖς γένεσιν εὑρίσκονται διαφοραὶ μεγάλαι τῶν μὲν μηδὲ γεύσασθαι δυναμένων οἴνου, πάμπολυ δ’ ἑτέρων ἀλύπως πινόντων, καὶ τῶν | |
10 | μέν, ὡς εἴρηται, τά τε τῶν βοῶν καὶ τράγων καὶ κριῶν κρέα μεθ’ ἡδονῆς μὲν ἐσθιόντων, πεττόντων δ’ ἀλύπως, τῶν δὲ μηδὲ τὴν ὀσμὴν αὐτῶν ὑπομενόντων, μήτι γε τὴν ἐδωδήν, καὶ εἰ δι’ ἀπορίαν ἐδέσματος ἑτέρου, κα‐ θάπερ ἐν λιμῷ γίγνεται, βιάσαιντο σφᾶς αὐτοὺς προσ‐ | |
15 | άρασθαι τὸ τοιοῦτον κρέας, οὔτε πέψαι δυναμένων | |
αὐτὸ χωρὶς βλάβης ἀνατρεπομένων τε τὴν ὄρεξιν ἐπὶ τῇ προσφορᾷ βαρυνομένων τε παραχρῆμα κἂν ἐρυγή τις αὐτοῖς ἐπιγένηται, μηδὲ ταύτης ἀλύπως ἀνεχομέ‐ νων. ὅτι δὲ ταῦθ’ οὕτως ἔχοντα φαίνεται, πρῶτον | 20 | |
20 | μὲν ἐκείνου χρὴ μεμνῆσθαι, τοῦ προσφέρεσθαι 〈μὲν〉 τοὺς ἀνθρώπους ἥδιον ἄλλον ἄλλο κατὰ τὴν οἰκειό‖‐ | |
120 | τητα τῆς φύσεως ἔρχεσθαί τε πρὸς τὴν τῶν τοιούτων ἐδωδὴν μᾶλλον, ὥσπερ γε καὶ πρὸς τὴν τῶν εὐπέπτων αὐτοῖς εἶναι φανέντων, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν ἀπὸ τῶν ἀηδῶν καὶ δυσπέπτων, ὥστε σημεῖον εἶναι | |
5 | τὸ ἔθος οἰκειότητος φυσικῆς. ὅτι δὲ καὶ [ὡς] αἰτία γίγνεται πολλάκις, δῆλον ἐκ τῶν ἐν ἀρχῇ μὲν ἀηδῶς ἢ βλαβερῶς ὑπό τινων διατιθεμένων, εἰ δὲ κατὰ βραχὺ τὴν πρὸς αὐτὰ συνήθειαν ὑπομείναιεν, οὔτ’ ἀηδῶς οὔτε βλαβερῶς ἔτι διατιθεμένων. ἡ δ’ αἰτία [καὶ] τοῦδε | |
10 | τοιαύτη 〈τίσ〉 ἐστιν· ὥσπερ ἀλλοιοῦται κατὰ [τινα] ποιότητα τῶν ἐσθιομένων τε καὶ πινομένων ἕκαστον, οὕτω καὶ αὐτὸ διατίθησί πως τὸ ἀλλοιοῦν. ἔνεστι δὲ καὶ τούτου λαβεῖν ἐναργὲς τεκμήριον ἐκ τῆς τῶν γεν‐ νωμένων χυμῶν διαφορᾶς ὑφ’ ἑκάστου τῶν ἐδεσμάτων· | |
15 | τὰ μὲν γὰρ μελαγχολικὸν αἷμα γεννᾷ, τὰ δὲ φλεγμα‐ τικὸν ἢ τὴν ὠχράν τε καὶ ξανθὴν ὀνομαζομένην χολὴν οὐκ ὀλίγην ἔχον, ὥσπερ ἔνια καθαρὸν αἷμα· διαφορὰν οὖν τινα καὶ τοῖς τρεφομένοις μορίοις ἀναγκαῖον γί‐ γνεσθαι πρὸς ἄλληλα κατὰ τὴν τοῦ τρέφοντος αἵματος | |
121 | ἰδέαν. ἐναργὲς ‖ δὲ τεκμήριον τῆς τῶν τρεφομένων ὁμοιώσεως πρὸς τὸ τρέφον ἡ τῶν φυτῶν τε καὶ σπερ‐ μάτων μεταβολὴ μέχρι τοσούτου γιγνομένη πολλάκις, ὡς τὸ βλαβερώτατον ἐν ἑτέρᾳ γῇ μεταφυτευθὲν εἰς | 21 |
5 | ἑτέραν γῆν οὐ μόνον ἀβλαβὲς ἀλλὰ καὶ χρήσιμον γί‐ γνεσθαι. πολλὴ γὰρ καὶ ἡ τούτων πεῖρα τοῖς τὰ γεωργικά τε καὶ περὶ φυτῶν ὑπομνήματα συνθεῖσι, καθάπερ γε καὶ τοῖς περὶ τῆς τῶν ζῴων ἱστορίας γρά‐ ψασι τῆς κατὰ τὰ χωρία γιγνομένης μεταβολῆς. ἐπεὶ | |
10 | τοίνυν οὐ μόνον ἀλλοιοῦται τὸ τρέφον ὑπὸ τοῦ τρε‐ φομένου ἀλλὰ καὶ αὐτό πώς τιν’ ἀλλοιοῖ βραχεῖαν ἀλλοίωσιν, ἀναγκαῖόν ἐστι τὴν βραχεῖαν ταύτην ἀξιό‐ λογον ἐν τῷ χρόνῳ γίγνεσθαι, ὥστ’ εἰς ἴσον ἥκειν οἰκειότητι φυσικῇ τὴν ἐκ τῶν πολυχρονίων ἐθῶν. | |
15 | Ἐπὶ μὲν οὖν τῶν ἐσθιομένων τε καὶ πινομένων εὑρῆσθαί μοι δοκῶ τὴν αἰτίαν τῆς τῶν ἐθῶν δυνάμεως, ἐπὶ δὲ τῶν ἔξωθεν ἡμῖν προσπιπτόν‐ των ἴδωμεν ἐφεξῆς. ἔοικε γὰρ καὶ ταῦτα τὴν αὐτὴν κατὰ γένος ἔχειν αἰτίαν τοῖς προειρημένοις. ἀλλοίω‐ | |
122 | σιν οὖν ‖ τιν’ ἐργάζεται κατὰ τὸ σῶμα μάλιστα μὲν τῶν ἐπιπολῆς μορίων, ἤδη δὲ καὶ τῶν διὰ βάθους. πιλεῖται μὲν γὰρ καὶ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ 〈μὲν〉 δέρμα πρῶτον [μὲν] ὑπὸ τῶν | |
5 | ψυχόντων, ἐφεξῆς δὲ καὶ τὰ τούτῳ συνεχῆ κἂν ἐν χρόνῳ πλείονι τὴν αὐτὴν ἀλλοίωσιν πάσχῃ τὸ σῶμα, καὶ τοῖς διὰ βάθους ἡ κοινωνία τῆς μεταβολῆς γίγνε‐ ται. κατ’ ἀρχὰς δ’ εὐθέως κατὰ συμβεβηκός, οὐ πρώ‐ τως, ὑπὸ τοῦ δρῶντος αἰτίου μεταβολὴ καὶ ἀλλοίωσις | 22 |
10 | οὐχ ἥκιστα τοῖς ἐν τῷ βάθει κειμένοις συμπίπτει· πυκνωθέντος γὰρ τοῦ δέρματος ἀθροίζεται κατὰ τὸ τοῦ σώματος ὅλου βάθος ἡ θερμασία. ὥσπερ δὲ τὸ ψῦχον αἴτιον τὰς εἰρημένας ἀλλοιώσεις ἐργάζεται, κατὰ τὸν αὐτὸν λόγον τὰς ἐναντίας αὐτῷ τὸ θερμαῖνον. καὶ | |
15 | γὰρ φύσιν ἔχει πρὸς τῶν ἐναντίων γίγνεσθαι τὰ ἐναν‐ τία, τὰ μὲν πρώτως, τὰ δὲ κατὰ συμβεβηκός, ἐφ’ ὧν δὴ καὶ μάλιστα σφάλλονται πολλοὶ θεώμενοί τινα κατὰ συμβεβηκὸς ὡσαύτως ἐπιτελούμενα πρὸς τῶν ἐναντίων, ὥσπερ γε πάλιν καὶ ἐναντία πολλάκις ὑπὸ τῶν αὐτῶν | |
20 | αἰτίων γιγνόμενα. ἀμέλει κἀπὶ τῶν θερμαινόντων ὁμοίως ἀπατᾶσθαι συμβαίνει. τὸ γοῦν θερμὸν αἴτιον, οἷον ὁ ἥλιος, ὁπόταν ὁμιλήσῃ τινὶ σώματι πολυχρονίως, | |
123 | ἐναντίαν διάθεσιν τῇ κατ’ ‖ ἀρχὰς ἐργάζεται περὶ αὐτό. ἐν ἀρχῇ μὲν γὰρ ἀλεαίνων ἡμᾶς διαχεῖ μὲν τὰ ὑγρά, χαλᾷ δὲ τὸ δέρμα καὶ μαλακωτέρας ἐργάζεται τὰς σάρ‐ κας· εἰ δὲ πλείοσιν ἡμέραις ὥρᾳ θέρους ἐν αὐτῷ δια‐ | |
5 | τρίψειέ τις γυμνός, αὐχμηρὸν μὲν καὶ σκληρὸν τούτῳ γίγνεται τὸ δέρμα, ξηραὶ δ’ αἱ σάρκες. ἀλλ’ ἐπὶ μὲν τῶν τοιούτων οὐ μόνης τῆς πολυχρονίου θερμασίας τοὖργον ἀλλὰ καὶ τῆς ἐζευγμένης αὐτῇ ξηρότητος. καὶ πολλάκις γ’ ἡμᾶς ἐν τοῖς περὶ τῶν αἰτίων λογι‐ | |
10 | σμοῖς σφάλλει τοῦτο παρορωμένης τῆς ἐπιπλεκομένης αἰτίας. ἐχρῆν γὰρ ἡμᾶς ἐννοεῖν ἕτερον μέν τι δρᾶν τὴν ὑγρὰν θερμασίαν, ἕτερον δὲ τὴν ξηράν, ὅπερ οὐ ποιοῦμεν ἐνίοτε καὶ διὰ τοῦτο σφαλλόμεθα τὴν οἰκείαν ἐνέργειαν ἑκατέρων τῶν αἰτίων παρορῶντες· εἰ δέ τις | 23 |
15 | προσέχοι τὸν νοῦν, εἴσεται φυλαττομένην ἑκατέραν. ὥσπερ γὰρ ἡ [μὲν] ὑγρότης μόνη χωρὶς θερμότητος [ἢ ψύξεως] ἐπιφανοῦς ὑγραίνει τὸ σῶμα, τῆς θερμότητος θερμαινούσης, οὕτως ἡ σύνοδος ἀμφοτέρων ἀμφότερα φαίνεται δρῶσα. κατὰ μὲν 〈οὖν〉 τὰ τῶν γλυκέων ὑδάτων | |
20 | λουτρὰ συμβαίνει τοῦτο, κατὰ δὲ τὰ εἱληθερῆ τὸ ξηραῖ‐ | |
124 | νον αἴτιον ἐπιπλέκεται τῷ θερμαίνοντι. τοι‖οῦτος γὰρ ὁ θερινὸς ἥλιος, ὥστ’ εἰκός, ὅσοι γυμνοὶ τὸ πλεῖστον ἐν αὐτῷ διατρίβουσιν, ὥσπερ οἵ τε θερισταὶ καὶ οἱ ναῦ‐ ται, σκληρὸν καὶ ξηρὸν αὐτῶν γίγνεσθαι τὸ δέρμα | |
5 | παραπλησίως τῷ τῶν φολιδωτῶν ζῴων. ὥσπερ οὖν αἱ φυσικαὶ τῶν σωμάτων ἰδιότητές τε καὶ τῆς ὅλης οὐσίας διαφοραί τε τοῦ δέρματος κατὰ σκληρότητα καὶ μαλα‐ κότητα πυκνότητά τε καὶ μανότητα διαφόρων μὲν ἐδεσμάτων τε καὶ πομάτων χρῄζουσιν, οὐχ ὁμοίως δ’ | |
10 | ἀλλήλαις ἅπασαι διατίθενται θερμαινόμεναί τε καὶ ψυχόμεναι, οὕτως αἱ δι’ ἔθος [τε] γιγνόμεναι ταῖς φυσικαῖς παραπλήσιαι τὴν αὐτὴν ἐκείναις ἴσχουσιν ὠφέλειάν τε καὶ βλάβην ἐκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων ψυχόντων τε καὶ θερμαινόντων ἀλλοιώ‐ | |
15 | σεως. ἀραιὸν μὲν γὰρ καὶ μαλακὸν σῶμα ῥᾳδίως πάσχει | |
θερμαινόμενόν τε καὶ ψυχόμενον, πυκνὸν δὲ καὶ σκλη‐ ρὸν ἀνέχεταί τε καὶ καταφρονεῖ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἁπάντων, οὐ μόνον εἰ θερμαίνοιεν ἢ ψύχοιεν, ἀλλ’ εἰ καὶ σκληρὸν εἴη τι καὶ τραχύ. διὸ | 24 | |
20 | καὶ χαμευνίας ἀνέχεται ταῦτα, τῶν ἐναντίως διακει‐ μένων οὐ φερόντων αὐτάς· καὶ γὰρ θλᾶται ῥᾳδίως καὶ ψύχεται καὶ πᾶν ὁτιοῦν ἑτοίμως πάσχει. Τοιοῦτος μὲν δή τίς ἐστι καὶ ὁ περὶ | |
125 | τούτων λόγος, ‖ ὁ δὲ περὶ τῶν γυμνασίων τοιόσδε. τὰ γυμναζόμενα μόρια τοῦ σώματος ἰσχυρότερά θ’ ἅμα καὶ τυλωδέστερα γίγνεται καὶ κατὰ τοῦτο δύναται φέρειν τὰς οἰκείας κινήσεις μᾶλλον ἑτέρων, ὅσα δι’ ἀγυμνασίαν | |
5 | μαλακώτερά ἐστι καὶ ἀσθενέστερα. κοινὸς δ’ ὁ λόγος οὗτος ὑπάρχει καὶ περὶ τῶν τῆς ψυχῆς γυμνασίων· γυμναζόμεθα γὰρ πρῶτα μὲν ὑπὸ τοῖς γραμματικοῖς ἔτι παῖδες ὄντες, εἶθ’ ἑξῆς παρά τε τοῖς ῥητορικοῖς διδασκάλοις γεωμετρικοῖς τε καὶ ἀριθμητικοῖς καὶ | |
10 | λογιστικοῖς. οὐσῶν γὰρ δυνάμεων κατὰ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἰς ἁπάσας τέχνας ἀναγκαῖον ἑτέραν μὲν εἶναι, καθ’ ἣν ἀκόλουθόν τε καὶ μαχόμενον γνωρίζομεν, ἑτέραν δέ, καθ’ ἣν μεμνήμεθα· συνετώτεροι μὲν κατὰ τὴν πρότερον εἰρημένην, μνημονευτικώτεροι δὲ κατὰ | |
15 | τὴν δευτέραν γιγνόμεθα φύσιν ἐχουσῶν ἁπασῶν τῶν δυνάμεων ὑπὸ μὲν τῶν γυμνασίων αὐξάνεσθαί τε καὶ ῥώννυσθαι, βλάπτεσθαι δ’ ὑπὸ τῆς ἀργίας, ὥς | |
που καὶ Πλάτων ἐν Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν ἐδήλωσεν 〈αὐτοῖσ〉 ὀνόμασιν εἰπὼν ὧδε· ‘καθάπερ | 25 | |
20 | εἴπομεν πολλάκις, ὅτι τρία ψυχῆς ἐν ἡμῖν εἴδη κατῴ‐ κισται, τυγχάνει δ’ ἕκαστον κινήσεις ἔχον, οὕτω κατὰ | |
126 | τὰ αὐτὰ καὶ νῦν ὡς διὰ βραχυτάτων ῥητέον, ‖ ὅτι τὸ μὲν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἑαυτοῦ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δ’ ἐν γυμνασίοις ἐρρωμενέστατον· διὸ φυλακτέον, ὅπως | |
5 | ἂν ἔχωσι τὰς κινήσεις πρὸς ἄλληλα συμμέτρους‘. ταῦτα προειπὼν ἐφεξῆς φησι ‘τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου 〈τοῦ〉 παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, | |
10 | πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλ’ οὐράνιον, ὀρθότατα λέγοντες· ἐκεῖθεν γὰρ ὅθεν ἡ πρώτη τῆς ψυχῆς γένεσις ἔφυ, τὸ θεῖον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμῶν ἀνακρεμαννὺν ὀρθοῖ πᾶν τὸ σῶμα. τῷ μὲν | |
15 | οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονεικίας τετευτα‐ κότι καὶ ταῦτα διαπονοῦντι σφόδρα πάντα τὰ δόγματα | |
ἀνάγκη θνητὰ γεγονέναι καὶ παντάπασι καθ’ ὅσον μάλιστα δυνατὸν θνητῷ γίγνεσθαι, τούτου μηδὲ σμικρὸν ἐλλείπειν ἅτε τοσοῦτον ηὐξηκότι· τῷ δὲ περὶ φιλο‐ | 26 | |
20 | μαθίαν καὶ περὶ τὰς τῆς ἀληθείας φρονήσεις ἐσπου‐ | |
127 | δακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνα‖σμένῳ φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα, ἄνπερ ἀληθείας ἐφάπτη‐ ται, πᾶσα ἀνάγκη που, καθ’ ὅσον δ’ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν | |
5 | μέρος ἀπολιπεῖν, ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν 〈εὖ〉 κεκοσμημένον τὸν δαίμονα ξύν‐ οικον ἐν αὑτῷ διαφερόντως εὐδαίμονα εἶναι. θεραπεία δὲ δὴ παντὶ παντὸς [σώματος] μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι.‘ ἐν τούτοις τοῖς | |
10 | λόγοις ὁ Πλάτων περὶ τῶν τριῶν τῆς ψυχῆς εἰδῶν ἐδίδαξεν ἡμᾶς οὐ μόνον εἰς φιλοσοφίαν τι χρήσιμον ἀλλὰ καὶ τὴν τοῦ σώματος ὑγίειαν, ἀκολουθήσας Ἱππο‐ κράτει [καὶ] κατὰ τοῦτο καθόλου μὲν εἰπόντι ‘χρῆσις κρατύνει, ἀργίη τήκει‘, κατ’ εἶδος δ’ ἐπὶ γυμνασίων | |
15 | αὖθις ἐν τῷ φάναι ‘πόνοι σιτίων ἡγείσθωσαν‘, ἐπὶ δὲ | |
τῶν κατὰ μέρος εἰδῶν ἁπάντων ‘〈πόνοι σιτία ποτὰ ὕπνοι〉 ἀφροδίσια, πάντα μέτρια‘. διὸ κἀνταῦθα προσ‐ έχειν χρὴ τὸν νοῦν ἀκριβῶς τοῖς λεγομένοις· ἔχει γάρ τινα παρακοὴν ὁμοίως τοῖς ἄλλοις ἅπασι λόγοις, ἐάν | 27 | |
20 | τις ἀμελῶς ἀκούῃ, καθάπερ ἔνιοι. γυμνάζεσθαι γὰρ | |
128 | ἑκάστην τῶν δυνάμεων ‖ ἀξιοῦμεν, οὐ δήπου χωρὶς ὅρων καὶ μέτρων προσηκόντων ἐπὶ πλεῖστον ἐκτετα‐ μένων τῶν γυμνασίων [ὡς καταλῦσαι τὴν δύναμιν]· οὕτω δὲ καὶ σιτίοις καὶ ποτοῖς καὶ ὕπνοις καὶ ἀφροδισίοις | |
5 | ἐν τῷ προσήκοντι μέτρῳ χρῆσθαι μήτ’ ἐλλείποντι μήτε πλεονάζοντι. αἱ μὲν γὰρ ὑπερβολαὶ καταλύουσί γε τὰς δυνάμεις, τὸ δ’ ἐλλιπὲς ἐν ἑκάστῳ κωλύει τοσοῦτον τῆς τελείας ὠφελείας, ὅσον αὐτὸ τῆς συμμετρίας ἀπο‐ λείπεται. παρήγγελτο τοῦτο καὶ ὑφ’ Ἱπποκράτους ἐφ’ | |
10 | ἑνὸς ὡς ἐπὶ παραδείγματος, ἔνθα φησίν ‘ἐν πάσῃ κινήσει τοῦ σώματος ὅταν ἄρξηται πονέειν, τὸ διανα‐ παύειν εὐθὺς ἄκοπον‘. καί πως ὁ λόγος ἤδη κατὰ τὴν οἰκειότητα τῶν πραγμάτων ἐδίδαξέ τι καὶ περὶ τῶν [ἐκ] τῆς ψυχῆς ἐθῶν ἐν μνήμαις καὶ διαλογι‐ | |
15 | σμοῖς καὶ ζητήσεσι λογικαῖς, ὧν καὶ αὐτὸς ὁ Ἐρασί‐ στρατος ἐμνημόνευσεν ἐν τῷ περὶ τῶν ἐθῶν λόγῳ | |
μὴ προσθεὶς τὴν αἰτίαν καίτοι μὴ μόνον τοῦ Ἱππο‐ κράτους ἀλλὰ καὶ τοῦ Πλάτωνος εἰρηκότων αὐτήν. τὸ γὰρ ἐν τοῖς οἰκείοις τε καὶ συμμέτροις γυμνα‐ | 28 | |
20 | σίοις ἑκάστην τῶν δυνάμεων ἐνεργεῖν εὐρωστίαν αὐταῖς ἀποτελεῖ. Αὗται μὲν οὖν εἰσιν αἱ διαφοραὶ τῶν ἐθῶν κατά τε τὴν τῶν ὑλῶν, ἐν αἷς συνίστανται, καὶ | |
129 | τὴν τῶν αἰτίων, ὑφ’ ὧν ‖ γίγνονται, δύναμιν. Ἐρασι‐ στράτου δὲ καὶ τῶν κενώσεων ἐπιζητητικὸν γίγνεσθαι τὸ σῶμα φάντος, ἐπειδὰν ἐθισθῶσί τινες αὐταῖς, καὶ περὶ τούτων ἐπισκεπτέον. ἴσμεν γάρ τινας ἐκ τῶν | |
5 | ῥινῶν αἱμορραγοῦντας ἤτοι κατὰ περιόδους τινὰς ἰσο‐ χρονίους ἢ ἀτάκτως ἢ δι’ αἱμορροΐδων ἢ δι’ ἐμέτων 〈ἐκκενουμένουσ〉 ἢ διαρροίαις 〈ἢ χολέραισ〉 ἁλισκο‐ μένους, ἐνίοτε δ’ ἑκουσίως ἀποχέοντας αἵματος ἢ διὰ φλεβοτομίας ἢ δι’ ἀμυχῶν τῶν ἐν σφυροῖς [ἢ διὰ | |
10 | ῥινός], ὥσπερ γε καὶ διὰ τῶν καθαιρόντων φαρμάκων, ἐμετηρίων τε καὶ κατωτερικῶν· ὑπὲρ ὧν καὶ αὐτῶν ἐσκέφθαι τι χρήσιμον. ἐμοὶ γὰρ οὐ δοκεῖ τὰ σώματα δι’ ἔθος δεῖσθαι τῶν τοιούτων κενώσεων, ἀλλὰ δι’ ἣν αἰτίαν τῆς πρώτης ἐδεήθη κενώσεως ἤτοι τῆς φύσεως | |
15 | ἐργασαμένης αὐτὴν ἤ τινος ἀνθρώπου κατὰ συλλογι‐ σμὸν ἰατρικόν, οὕτω καὶ αὖθις καὶ πολλάκις χρῄζειν τῶν αὐτῶν ἐπὶ τοῖς αὐτοῖς. ἔνιοι μὲν γὰρ ἐπὶ μο‐ χθηραῖς διαίταις, ἔνιοι δὲ διὰ κατασκευὴν μοχθηρὰν τοῦ σώματος ἀθροίζοντες αἵματος πλῆθος ἢ κακοχυ‐ | |
20 | μίαν ὑπὸ τῶν εἰρημένων κενώσεων ὠφελοῦνται τῆς | |
φύσεως ἤ τινος ἰατροῦ τὸ περιττὸν ἀποχέοντος, πρὶν νοσῆσαι τὸν ἄνθρωπον. ἐνίοις δὲ νοσήσασιν ἡ μὲν κρίσις ἐπὶ τοιαύταις ἐκκρίσεσι τοῦ νοσήματος ἴασις ‖ | 29 | |
130 | ἐγένετο· τινὲς δ’ ὑπὸ τῶν ἰατρῶν ἐθεραπεύθησαν ὁμοίοις βοηθήμασι χρησαμένων, εἶθ’ ὕστερον ἁλόντες ὁμοίῳ νοσήματι θεραπευθέντες τε δι’ αὐτῶν, ἐάν ποτε πάλιν αὐτοῖς ἤτοι παντὸς τοῦ σώματος βάρος ἢ τῆς | |
5 | κεφαλῆς μόνης 〈ἢ〉 ἀνωμαλία τις ἢ καί τι τῶν παρὰ φύσιν ἕτερον ἐπιφαίνηται, κοινοῦνται τοῖς ἰατροῖς περὶ αὐτῶν δεδιέναι φάσκοντες ἁλῶναι τοῖς αὐτοῖς νοσήμασιν, οἷς ἔμπροσθεν ἑάλωσαν ἐπὶ προηγησα‐ μένοις ὁμοίοις συμπτώμασι, κἄπειτα φθάσαντες ἢ διὰ | |
10 | καθάρσεώς τινος ἢ δι’ αἵματος ἀφαιρέσεως ἐκφυγεῖν τὴν προσδοκηθεῖσαν νόσον ἑτοιμότερον ἐπὶ τὴν αὐτὴν ἀφικνοῦνται βοήθειαν, ὅταν αἴσθωνταί τινος ὁμοίου συμπτώματος [ὕστερόν ποτε] συμπεσόντος αὐτοῖς. ἔνιοι δὲ καὶ πρὶν αἰσθέσθαι τὴν προθεσμίαν ὑφορώμενοι | |
15 | τοῦ χρόνου, καθ’ ὃν ἐν ὡρισμένῃ περιόδῳ τῶν τοιού‐ των ἔπαθόν τι, κενοῦσθαι φθάνουσιν ὀνομάζουσί τε τὴν προφυλακτικὴν κένωσιν ἐν ἔθει γεγονέναι σφίσιν, οὐδεμίαν ὑπαλλαγὴν τοῦ σώματος ἐκ τῶν τοιούτων κενώσεων λαμβάνοντος, ὁποίαν ἐδείχθη λαμβάνον ἐπὶ | |
20 | τοῖς προειρημένοις, ἀλλ’ ὑπὸ τῆς αὐτῆς αἰτίας ταὐτὰ πάσχοντος. ἐὰν οὖν ὑπαλλάξωσι τὴν δίαιταν ἐλάττοσι | |
131 | μὲν ἐδέσμασι χρώμενοι, προστιθέντες δὲ ‖ τοῖς γυμνα‐ σίοις, ἄνοσοι διατελοῦσιν ἐκ τῆς τῶν ἐθῶν ὑπαλλαγῆς ὠφεληθέντες, οὐχ ὥσπερ οἱ πρόσθεν εἰρημένοι βλα‐ βέντες· οὐ γὰρ ἔθους λόγῳ διὰ τῶν κενώσεων ὠφελεῖ‐ | 30 |
5 | σθαι συνέβαινεν αὐτοῖς ἀλλ’ ἐπὶ μοχθηρᾷ διαίτῃ κακο‐ | |
χυμίαν τε καὶ πλῆθος ἀθροίζουσιν. | 31 |