TLG 0057 100 :: GALENUS :: In Hippocratis librum de fracturis commentarii iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

In Hippocratis librum de fracturis commentarii iii

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 18.2. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 318–628.

Citation: Volume — page — (line)

18b

318

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Α.
1
Προοίμιον. Πρὸ τῆς τῶν κατὰ μέρος ἐξηγήσεως ἄμεινον ἀκηκοέναι καθόλου περὶ πάσης ἐξηγήσεως, ὡς ἔστιν ἡ δύναμις αὐτῆς, ὅσα τῶν ἐν τοῖς συγγράμμασίν ἐστιν ἀσαφῆ, ταῦτ’ ἐργάσασθαι σαφῆ. τὸ δ’
5ἀποδεῖξαί τι τῶν γεγραμμένων ὡς ἀληθὲς ἢ ὡς ψεῦδος ἐλέγξαι, καὶ εἰ κατηγόρησέ τις σοφιστικῶς ἀπολογή‐ σασθαι, κεχώρισται μὲν ἐξηγήσεως, εἴθισται δὲ γίγνεσθαι
πρὸς ἁπάντων ὡς εἰπεῖν τῶν γραφόντων ὑπομνήματα. καὶ318

18b

319

νὴ Δία οὐδὲν κωλύει καὶ τούτου μετρίως ἅπτεσθαι τὸν ἐξ‐ ηγητήν. τὸ δ’ ἀγωνίζεσθαι τελέως ὑπὲρ τῶν τοῦ γράφον‐ τος δογμάτων ἐκπέπτωκε τὸν ὅρον τῆς ἐξηγήσεως. οὐ πρὸς τοῦτον οὖν τὸν σκοπὸν, ἀλλὰ πρὸς τὸν εἰρημένον ἀποβλέ‐
5πων ἐγὼ προσθήσω ταῖς ὄντως ἐξηγήσεσιν ἑκάστοτε βραχέα τῆς πίστεως ἕνεκα τῶν εἰρημένων. οὔσης μέντοι καὶ κατὰ ταύτην τὴν ἐξήγησιν διαφορᾶς διττῆς, ὅτι καὶ τὸ ἀσαφὲς αὐτὸ διττόν ἐστιν, ἄμεινον εἶναί μοι δοκεῖ καὶ περὶ τούτου προειπεῖν, εἰρήσεται δὲ καὶ αὐτὰ ταῦτα διὰ βραχέων, οἷον
10ἐπιτομή τις, ὧν ἰδίᾳ λέλεκται διὰ μακροτέρων ἐν τῷ περὶ ἐξηγήσεως ὑπομνήματι. δέδεικται δὲ ἐν ἐκείνῳ τὸ μὲν ὄν‐ τως ἀσαφὲς αὐτὸ δι’ ἑαυτὸ τοιοῦτον ὑπάρχον, τὸ δὲ ἐν αὐ‐ τῷ πρότερον τὴν γένεσιν οὐκ ἔχον, ἐπειδὴ τῶν ἀκουόντων τοῦ λόγου διαφοραὶ πάμπολλαι τυγχάνουσιν οὖσαι κατά τε
15τὸ προπαιδεύεσθαι καὶ γεγυμνάσθαι περὶ λόγους ἢ παντά‐ πασί γε ἀγυμνάστους ὑπάρχειν, εἶναί τε φύσει τοὺς μὲν ὀξεῖς τε καὶ συνετοὺς, τοὺς δὲ ἀμβλεῖς καὶ ἀσυνέτους. αὐ‐
τίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ βιβλίῳ τῷ περὶ τῶν κα‐319

18b

320

ταγμάτων, ἔνθα μέν φησιν ὁ Ἱπποκράτης· ῥητέον οὖν ὁκό‐ σας ἂν ἐθέλει τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν διδά‐ ξαι, τὰς δὲ ἀποδιδάξαι, τὴν ἀσάφειαν ἔχει αὐτὴ δι’ ἑαυτὴν ἡ λέξις, οὐ προσδεχομένων ἡμῶν εἶναί τινας ἁμαρτίας, ἃς
5διδάξαι χρὴ, τοιοῦτόν ἐστι κἀκεῖνο· καὶ ἡ ἀνάτασις τοῦ ἄρ‐ θρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. τὸ γὰρ ἐκτεταμέ‐ νης τῆς χειρὸς σχῆμα κεκλασμένον, φησὶν, ἔχει τὸ ἄρθρον τὸ κατ’ ἀγκῶνα. δοκεῖ δὲ τοῦτ’ ἄτοπον εἶναι κεκλάσθαι φάναι τὸ εὐθύ. τὸ μέντοι λελεγμένον οὕτως· εἰ τοῦ βρα‐
10χίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι, ἐν τοιου‐ τέῳ τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη τὸ πᾶν. εἰ μέν‐ τοι τις ἑώρακεν ὁποῖόν ἐστι τῶν ὀστῶν ἑκάτερον, ὑπὲρ ὧν ὁ λόγος ἐστὶν, οὐδεμίαν ἀσάφειαν ἔχει. τῷ δ’ ἀγνοοῦντι
15τῆς κατ’ ἀγκῶνα διαρθρώσεως τὴν φύσιν ἀσαφὴς εἰκότως ἡ λέξις φαίνεται. δοκεῖ δέ μοι βέλτιον εἶναι καὶ τὰ τοιαῦτα πάντα ἐξηγεῖσθαι, διὰ τὸ τοὺς πλείστους τῶν ἀναγινωσκόν‐
των τὸ βιβλίον ἀμαθεῖς ἀνατομῆς εἶναι. τὰ μέντοι μηδὲν320

18b

321

ἐχόντων τοιοῦτον παρέρχεσθαι προσήκει, τοσοῦτον προει‐ πόντα περὶ αὐτῶν ἔτι τοῖς ἀναγνωσομένοις τὸ βιβλίον, ἐάν τινα λέξιν ὧν ἐξηγησάμην ἀσαφὲς ἔχειν τι νομίσῃς, ἐπίσκε‐ ψαι μὲν πρῶτον εἰ μὲν τὸ βιβλίον ἡμάρτηταί σου παραβάλ‐
5λων τε καὶ ἀντεξετάζων τοῖς ἀξιοπίστοις ἀντιγράφοις· εἶτ’ ἂν ὀρθῶς ἔχειν φαίνηται, δεύτερόν τε καὶ τρίτον ἀνάγνωθι τὴν αὐτὴν λέξιν προσέχων ἀκριβῶς αὐτῇ τὸν νοῦν. ἐγὼ γὰρ ὅταν μὲν παρὼν παρόντι συναναγινώσκω τι βιβλίον, ἀκρι‐ βῶς στοχάζεσθαι δύναμαι τοῦ μέτρου τῆς ἐξηγήσεως, ἀπο‐
10βλέπων ἑκάστοτε πρὸς τὴν τοῦ μανθάνοντος ἕξιν. ὅταν δὲ γράφω πᾶσιν, οὔτε τοῦ ἄριστα παρεσκευασμένου οὔτε τοῦ χείριστα στοχάζομαι. τὸ μὲν γὰρ τοῖς πλείστοις ἀσαφὲς ἔσται, τὸ δὲ ἀνιᾶται χρονίζοντας ἐν τοῖς σαφέσιν. ἄριστον οὖν ἡγοῦμαι τῶν μέσην ἕξιν ἐχόντων στοχάζεσθαι· τούτου
15δὲ ἀποτυγχάνων ἐπὶ τοὺς ἑκτικωτέρους ἐπόπτειν μᾶλλον. οὐδὲ γὰρ ὅλως ὑπομνήμασιν ἐντυγχάνειν ἀξιῶ, τοὺς
κατωτέρους τῆς μέσης ἕξεως, οἷς ἀγαπητόν ἐστι παρὰ δι‐321

18b

322

δασκάλων ἀκούσασι πολλάκις τὰ αὐτὰ κατ’ ἄλλην καὶ ἄλλην λέξιν ἑρμηνευόμενα συνιέναι τῶν λεγομένων.
— — —
αʹ.
5Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ καταγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι.
— — —
Ἔνιοι τῶν λόγων εἰ μὴ καὶ προὔργου τι δι‐ δάσκοιεν, ἀλλὰ μόριά γε τῆς ἐξηγήσεως εἶναι πέπεισται.
10τοιοῦτοί εἰσι καὶ οἱ τὰς διαφόρους ἐπισημαινόμενοι γραφὰς, ὁποῖόν τι καὶ νῦν ὑπάρχει περὶ τὴν προκειμένην λέξιν, ἐνίων μὲν γραφόντων ἐχρῆν τὸν ἰητρὸν, ἐνίων δὲ χωρὶς τοῦ κατ’ ἀρχὴν ἐχρῆν τὸν ἰητρόν. ἔστι γὰρ ἀμέλει καὶ τοῦτο σύνη‐ θες τοῖς Ἀττικοῖς, ὧν τῇ διαλέκτῳ χρῆται κατά τι καὶ ὁ
15Ἱπποκράτης, ὡς ἀποφήνασθαί τινας αὐτὴν ἀρχαίαν Ἀτθίδα. ἐμοὶ δὲ καθ’ ἕτερον ἰδίᾳ γράμμα μικρὸν ἃ φρονῶ περὶ τῆς Ἱπποκράτους διαλέκτου δεδήλωται καὶ νῦν ἀρκεῖ προειπεῖν
ἐν ἀρχῇ τῆς ἐξηγήσεως ὡς τὰ τοιαῦτα πάντα παραλείψω,322

18b

323

μήτ’ ἀναγκαῖα μέρη τῆς προκειμένης πραγματείας ὄντα μέ‐ γεθός τε τοῖς ὑπομνήμασιν ἄμετρον παρέξοντα τῶν ἐκπτω‐ σίων τε καὶ καταγμάτων, ὡς ἰθυτάτας τὰς κατατάσιας ποι‐ έεσθαι. οὐκ ἐπτώσεις μόνον καὶ ἐκπτώματα καλεῖ τὰς τῶν
5ὀστῶν ἐκ τῆς ἰδίας χώρας μεταστάσεις ἄνευ τοῦ καταγῆ‐ ναι γινομένας, ἀλλὰ τούτοις τοῖς ὀνόμασι τάς τε ἐξαρθρώ‐ σεις καὶ τὰ ἐξαρθρώματα προστίθησι. περὶ δὲ τῶν κα‐ ταγμάτων ἄξιον ἐπισημήνασθαι τοσοῦτον, ὡς πλειστάκις ὀνομάζων οὕτως αὐτὰ, σπανιάκις δέ που γράψας ἀγμὸς τὴν
10ἐπιγραφὴν ἐποιήσατο κατὰ τὸ σπάνιον. ὅθεν ἔνιοί φασιν οὐδὲ διῃρῆσθαι πρὸς Ἱπποκράτους αὐτοῦ τὰ συγγράμματα, γραφῆναι δὲ ἓν ὅλον ἄμφω προσκειμένου τῷ νῦν ἡμῖν προ‐ κειμένῳ βιβλίῳ τοῦ περὶ ἄρθρων ἐπιγεγραμμένου, διαιρε‐ θῆναι δὲ ὕστερον ὑπό τινος εἰς δύο διὰ τὸ μέγεθος, ἡνίκα
15δὲ ἦν ἓν ἄμφω, κοινὸν καὶ τὸ ἐπίγραμμα αὐτοῖς εἶναι τὴν κατ’ ἰητρεῖον φωνήν. καὶ τούτου δ’ αὐτοῦ πειρῶνται φέ‐
ρειν μαρτυρίαν κακῶς, ἅτε ἓν εἶναι σύγγραμμα τὸ κατ’ ἰη‐323

18b

324

τρεῖον παλαιὸν ἄνδρα λέγοντες, τοῦ Ἱπποκράτους τοῦ Γνω‐ σιδίκου υἱέως· οὐ γὰρ δὴ τὸ νῦν γε οὕτως ἐπιγεγραμμένον βιβλίδιον μικρὸν, ὅπερ ὁ μέγας Ἱπποκράτης ἔγραψεν, ὃς ἔδοξεν ἐν αὐτοῖς Ἕλλησιν ἄριστος ἰατρός τε καὶ συγγρα‐
5φεύς· ἀλλ’ ἐπειδὴ περὶ τῶν κατ’ ἰητρεῖον πραττο‐ μένων ἐν τούτοις δύο βιβλίοις ὁ λόγος αὐτῷ γίνεται, διὰ τοῦτ’ ἐπιγραφῆναι κατ’ ἰητρεῖον αὐτά φασι, διὰ ταὐτὸ δὲ τοῦτο καὶ τὴν τῆς διδασκαλίας τάξιν οὐκ ἀκριβῶς ἔχειν. ἔν τε γὰρ τούτῳ τῷ βιβλίῳ τῷ περὶ τῶν καταγμάτων ἐξαρ‐
10θρημάτων τινῶν μνημονεύειν αὐτὸν κἀν τῷ μετ’ αὐτὸ περὶ τῶν ἐξαρθρημάτων ἀναμεμίχθαι τινὰ περὶ καταγμάτων οὐκ ὀλίγον λόγον. οἷς δ’ οὐ διῃρῆσθαι πρός τινος, ἀλλ’ ἐξ ἀρ‐ χῆς δύο γεγράφθαι δοκεῖ τὰ βιβλία, κατὰ τὸ πλειστοδυνα‐ μοῦν φασιν. οὕτω γὰρ νομίζουσιν αὐτοὶ τὰς ἐπιγραφὰς αὐ‐
15τῶν πεποιῆσθαι, κἀντεῦθεν ἀρξάμενοι μακρὸν ἀποτείνουσι λόγον, ἀποδεικνύντες τὰ πλεῖστα τῶν βιβλίων αὐτοῦ κατὰ τοῦτον ἐπιγεγράφθαι τὸν τρόπον. ἐγὼ δ’ εἰ μὲν αὐτὸς
Ἱπποκράτης ἔγραψεν ὑφ’ ἓν ἢ οὐχ ὑφ’ ἓν ἀμφότερα τὰ324

18b

325

βιβλία λέγειν οὐκ ἔχω, δεικνύειν δ’ ἐπαγγέλλομαι τοῦ λό‐ γου προϊόντος οἰκειότατα τῆς διδασκαλίας εἶναι τοῖς τε ἐξαρθρήμασι, περὶ ὧν κατὰ τοῦτο τὸ βιβλίον ἔγραψε πρὸς τὰ κατάγματα, τοῖς τε κατάγμασιν, ἃ καὶ τὸ περὶ ἄρθρων
5ἐδίδαξε, πρὸς τὰ κατ’ ἐκεῖνο τὸ σύγγραμμα περὶ διαρθρη‐ μάτων εἰρημένα. διὰ τί δὲ ἐν τῇδε τῇ νῦν προκειμένῃ τῶν ἐκπτωσίων τε καὶ καταγμάτων εἶπεν ὑπαλλάξας τὴν τάξιν τοῦ λόγου, δέον εἰπεῖν καταγμάτων τε καὶ ἐκπτωσίων, ὡς ἂν περὶ τῶν πρῶτον διδάσκων καταγμάτων, ἕνα λόγον ἔχω
10φάναι τοιόνδε· καὶ γὰρ καὶ Ἱπποκράτει πολλάκις εὑρεῖν ἐστι καὶ πᾶσι τοῖς παλαιοῖς ὅσοι δεινότατοι λέγειν τὸ τοιοῦ‐ τον ἑρμηνείας εἶδος. ἴσως μὲν οὐ τῇ τάξει τῶν διδαχθη‐ σομένων, ἀλλὰ τῇ τῆς τάξεως ἁρμονίᾳ προσεχόντων τὸν νοῦν· μᾶλλον δὲ οὐδὲ φροντιζομένων ὅλως ἄκρας τάξεως ἐν
15τοῖς τοιούτοις λόγοις, ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέε‐ σθαι τῶν κώλων. ἐν οἷς ἐξαρθρήματα γέγονεν ἢ κατάγματα τὰς κατατάσιας ἐν τοῖς ἰθυτάτοις σχήμασιν ἀξιοῖ ποιεῖσθαι,
διὰ τί μὲν χρὴ κατατείνειν αὐτὰ μὴ προσθεὶς ἐνταῦθα, περὶ325

18b

326

δὲ τοῦ σχήματος, ἐν ᾧ προσήκει τοῦτο γίνεσθαι, μακρὸν ἀποτείνας λόγον. ἐξῆν δ’ οὖν αὐτῷ διδάξαντι τὸ ἀληθὲς ἐν τῷ πράγματι σιωπῆσαι περὶ τῶν ἑτέρως δοξαζόντων. ἄλλα γὰρ οὐκ ἐπὶ τοῦδε τοῦ λόγου μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους
5ἅπαντας ἐγνῶσθαι κάλλιον ἐνίους μὲν αὐτῶν γίγνεσθαι διὰ τῶν κεφαλαίων μόνων, οἳ δὴ καὶ βραχύτατοι τοῦ λόγου εἰ‐ σὶν, ἐνίους δὲ τούτοις ἐναντιωτάτους κατὰ διέξοδον ἑρμη‐ νεύεσθαι χωρὶς μηδενὸς ὅλως παραλειπομένου τοῦ δυναμέ‐ νου λεχθῆναι χρησίμως, τοὺς δ’ ἄλλους ἅπαντας ἐν τῷ
10μεταξὺ τούτων τετάχθαι, τοὺς μὲν ἐν τῷ βραχυτάτῳ, τοὺς δὲ ἐν τῷ μακροτάτῳ προχωροῦντας, ὥσπερ αὖ πάλιν ἑτέ‐ ρους περὶ τὸ μέσον ἐλλείπεσθαι βραχὺ παραχωροῦντας. ἐφ’ ἑκατέροις οὖν ἔργον ἐστὶν ἀναγινώσκειν ἕκαστον αὐτῶν, ὡς ἂν ἔχῃ αὐτὸς ἤτοι προαιρέσεως ἢ σχολῆς, οὔτε τοῖς διὰ βρα‐
15χυλογίαν ἀσαφέστερον γράψασιν οὔτε τοῖς διὰ σαφήνειαν ἐπὶ πλέον ἐκτείνασι μεμφόμενον. οὐ γὰρ ἐκείνοις χρὴ νο‐
μοθετεῖν καὶ ταῦτα μηδὲν ἀνύειν μέλλοντα, τὸ δ’ ἑαυτῷ326

18b

327

πρόσφορον ἕκαστον λαμβάνειν εἰδότα τοὺς σκοποὺς τῆς διδασκαλίας οὐ τοὺς αὐτοὺς ὄντας ἅπασι τοῖς βιβλίοις. αὐτίκα γέ τοι ὅτι μὲν τὰ δύο, τό τε περὶ ὅ τι τῶν κατα‐ γμάτων καὶ τὸ περὶ τῶν ἐξαρθρημάτων, διεξοδικῶς ἑρμη‐
5νεύεται, τὸ μοχλικὸν δὲ τὴν αὐτὴν αὐτοῖς ἐπαγγελλόμενον διδασκαλίαν, ὅσον ἐπὶ τοῖς πράγμασι διὰ τῶν κεφαλαίων μόνων. ἔστι δὴ ἡ μὲν κατὰ διέξοδον ἑρμηνεία πρὸς σαφή‐ νειαν ἐπιτήδειος, ἡ δὲ διὰ τῶν κεφαλαίων εἰς μνήμην. οὗτος μὲν ὁ λόγος ἅπαξ εἰρημένος ἐμοὶ ἀεὶ συμμνημονευέ‐
10σθω, περὶ δὲ τῶν πραγμάτων ὧν διδάσκει τοὐντεῦθεν ἤδη διερχομένῳ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. αὐτὸς μὲν γὰρ ὕστερον ἀπορεῖ διὰ τίνα χρὴ κατατείνειν πρότερον, εἴτε διαπλάττειν μέλλοις τὸ κατεαγὸς ὀστοῦν εἴτ’ ἐμβάλλειν τὸ ἐξηρθρηκός. ἐμοὶ δὲ νῦν φαίνεται καιρὸς αὐτῷ σαφηνείας
15ἔχοντι σκοπὸν τῆς ἐξηγήσεως, εἰς ἣν ὅτι μέγιστον ἡ τάξις τοῦ λόγου συντελεῖ, πάντων ὁμολογούντων οὐδὲν μὲν δει‐ κνύειν αὐτὸς, ὥσπερ οὐδ’ ὅτι τοῖς ἐξηγουμένοις ὁτιοῦν ὁ
σκοπὸς οὐ τῆς τάξεως μόνον, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κατὰ327

18b

328

μέρος ἁπάντων λόγων ἡ σαφήνειά ἐστιν· οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι γράφομεν ἐξήγησιν. ἐπεὶ τοίνυν ἐδιδάξαμεν ἐν τοῖς περὶ μυῶν κινήσεως ἰδικώτατον μὲν ὡς πρὸς τὰ ἄλλα μό‐ ρια τοῦ σώματος, κοινότατον δὲ ὡς πρὸς ἀλλήλους αὐτοῖς
5εἶναι τὸ συνιζάνειν εἰς ἑαυτοὺς, ἀνάλογον σειραῖς τε καὶ χορδαῖς καὶ σχοινίοις. ὥσπερ γὰρ ταῦτα διατείνομεν, ἐπει‐ δὰν τῶν περάτων ἑκάτερον λαβόμενοι πρὸς τοὐναντίον ἕλ‐ κωμεν, ἐασάντων δὲ καὶ τεθέντων αὐτὰ συστέλλεται, οὕτω καὶ οἱ μύες εἰς ὀστοῦν ἐμπεφυκότες ἑκατέρῳ τῷ πέρατι τὰς
10μὲν συμφύσεις εἰς αὐτὰς ἀνάλογον ἔχουσι ταῖς διὰ τῶν χει‐ ρῶν γινομέναις λαβαῖς, ἀντισπώμενοι δ’ ὑπ’ αὐτῶν εἰς τοὐναντίον τὸ μέσον τῶν περάτων, ὅπερ ἐστὶν, ὅλον αὐτὸ τὸ σῶμα τεταμένον ἴσχουσι. καὶ διὰ τοῦτο ὁπότε τις αὐτῶν ὅλας τὰς ἶνας ἐγκαρσίως διακόψῃ, διΐσταται τὰ μέρη πλεῖ‐
15στον ἀπ’ ἀλλήλων ἑλκόμενα, τὸ μὲν ἄνω πρὸς τὴν τοῦ μυὸς ὅλην κεφαλὴν, τὸ δὲ κάτω πρὸς τὴν τελευτὴν, ἔνθα κατα‐ φύεται τῷ δευτέρῳ κατὰ τὸ κῶλον ὀστῷ μετὰ τὴν διάρ‐
θρωσιν. ὅταν οὖν ἄνευ τοῦ τετμῆσθαι τὸν μῦν ἐκπέσῃ328

18b

329

τῆς ἰδίας ἕδρας τὸ διηρθρωμένον ὀστοῦν ἢ κατ’ ἐκεῖνο τὸ μέρος, εἰς ὃ τὴν ἔκπτωσιν ἐποιήσατο καταπεφυκυῖα τελευτὴ τοῦ μυὸς, ὡς ἂν εἰς αὐτὸν ὅλου συντρέχοντος αὐ‐ τοῦ καὶ πρὸς τὴν ἰδίαν κεφαλὴν ἀνελκομένον συνανασπᾶται
5συμφυὲς αὐτῷ τοῦ κώλου μόριον, ὅπερ ἐστὶν ἡ κεφαλὴ τοῦ κατὰ τὴν διάρθρωσιν ὀστοῦ, τῆς δ’ ἀνασπωμένης συνανα‐ σπᾶται καὶ τὸ σύμπαν ὀστοῦν.
Ἐν τούτῳ δὴ τῷ παθήματι συμβαίνει τὴν κεφαλὴν τοῦ ταπεινοτέρου κατὰ τὴν διάρθρωσιν ὀστοῦ τῆς ἀρχο‐
10μένης θέσεως ὑψηλοτέραν γίγνεσθαι, ὥστε ἀδύνατον αὐτὴν ἐμβαλεῖν εἰς τὴν οἰκείαν ἕδραν πρὶν κατατείναντα τὸ σύμ‐ παν ὀστοῦν μεταστῆσαι κάτω τοσοῦτον, ὅσον ὑψωθῇ παρὰ φύσιν. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ κατατείνεσθαι δεῖσθαι πρότερον ὅσα τῶν ὀστῶν ἐξήρθρησεν. ὅτι δὲ καὶ τὰ συν‐
15τριβέντα δεῖται κατατάσεως, ἐνθένδε ἂν μάλιστα μάθοις· ὥσπερ ἐπὶ τῶν ἐξαρθρησάντων ἐμβαλεῖν χρὴ τὸ ἐξηρθρηκὸς,
οὗτος ἐπὶ τῶν καταγέντων διαπλάσαι τὸ πεπονθὸς, ὥστε329

18b

330

ψαύειν ἀλλήλων τὰ πέρατα τῶν μελῶν τοῦ συντριβέντος. ἔστι μὲν γὰρ τὸ κάταγμα διαφθορὰ τῆς ἐν ὀστῷ συνεχείας, ὥσπερ τὸ ἕλκος τῆς ἐν σαρκί. πέρας δὲ ἑκατέρῳ τῆς ἰά‐ σεώς ἐστι τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀνακτήσασθαι. ἀδύνατον
5δὲ τοῦτο χωρὶς τοῦ κατ’ εὐθὺ τεθῆναι τὰ μέρη τοῦ κατα‐ γέντος ὀστοῦ. καλεῖται δὲ διάπλασις ἡ πρᾶξις αὕτη. εἰ μὲν οὖν εἴη μικρὸν τὸ κάταγμα, φυλάττει τὴν θέσιν τὴν οἰκείαν ἑκατέρου τῶν τοῦ παθόντος ὀστοῦ μορίων, εἰ δ’ ὅλον συντριβῇ τὸ ὀστοῦν, ἀναγκαῖον ἐν τῷδε παραλλάττειν
10αὐτοῦ τὰ μέρη, τὰ μὲν εἰ οὕτως ἔτυχε πρόσω, τὰ δ’ ὀπίσω μεθιστάμενα, καὶ τὰ μὲν εἰς δεξιὰ, τὰ δὲ εἰς ἀριστερά. διὸ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν περιλαμ‐ βάνοντες τὸ κῶλον τὸ μὲν εἰς τὸ πρόσω μεθιστάμενον διω‐ θοῦμεν ὀπίσω, τὸ δ’ εἰς τοὐπίσω μετάγομεν πρόσω, καὶ τὰ
15μὲν εἰς τὰ ἀριστερὰ πρὸς τὰ δεξιὰ μεθιστῶμεν. ὅσα δ’ εἰς τοῦτο μετέστη τὸ χωρίον ἐπὶ θάτερον μετάγομεν, ὡς ἅπαντα ἀλλήλοις τὰ μέρη τοῦ συντριβέντος ὀστοῦ πρὸς
τῶν χειρῶν τοῦ διαπλάττοντος ἐπὶ τἀναντία παράγεσθαι.330

18b

331

κίνδυνος οὖν ἐν τούτῳ παραθραυσθῆναί τινας ἐξοχὰς τοῦ καταγέντος. οὐ γὰρ δὴ ἀκριβῶς οὕτως ἑκάτερον τῶν πε‐ ράτων γίγνεται λεῖον, ὡς ὑπὸ τῶν μαχαιρωτῶν πριόνων. οἱ μὲν γὰρ ὀδοντωτοὶ καλούμενοι καὶ αὐτοὶ τραχύτητας ἐρ‐
5γάζονται.
Διὰ τοῦτ’ οὖν ἀπάγοντες ἀλλήλων τὰ μὲν ἄνω, τὰ δὲ κάτω μέρη τοῦ κατάγματος ἐπὶ τὴν διάπλασιν ἀφικνούμεθα, δεδιότες ἐν τῷ προάγειν ἀλλήλοις τὰ παρηλλαχότα περιτε‐ θραῦσθαί τινας ἐξοχὰς αὐτῶν. ἔστι δὲ τοῦτο πάντως, ἐὰν
10ἐγχρίμπτοιτο ἀλλήλοις. οὕτως γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὠνόμασε τὰ μέλη τῶν διαπλαττομένων ὀστῶν, ὅταν εἰς τὴν οἰκείαν ἄγηται χώραν. ἵνα οὖν τὰ διεστῶτα παράγηται, τὸ μὲν ἄνω χρὴ τῶν μερῶν ἕλκειν, τὸ δὲ κάτω καὶ ποιοῦσιν ἤδη οὕτως πάντες οἱ ἰατροὶ ποτὲ μὲν ταῖς χερσὶ μόναις
15τῶν ὑπηρετῶν ἐπιτρέποντες, ἔστι δ’ ὅτε καὶ βρόχους ἐπι‐331

18b

332

βαλλόντες, ὅταν εὐτονωτέρας ἀντιτάσεως χρῄζωσιν. ὅτι μὲν οὖν ἀπὸ κατατάσεως ἄρχεσθαι προσήκει τὴν θεραπείαν τῶν ἐξαρθρημάτων τε καὶ καταγμάτων ἐπιδέδεικται. ὅτι δ’ οὐκ ἐν τυχόντι σχήματι ποιητέον αὐτήν ἐστι, λεκτέον ἐφε‐
5ξῆς, καὶ πρῶτόν γε ὅτι τεττάρων ἐνεργειῶν οὐσῶν ἐν τῇ καταγμάτων θεραπείᾳ, τάσεως, διαπλάσεως, ἐπιδέσεως, ἀπο‐ θέσεως, ἓν κοινὸν ἐν πάσαις δεῖ εἶναι σχῆμα. διαπλάττεται μὲν γὰρ ἐν τῷ κατατείνεσθαι, διαπλασθέντι δ’ εὐθέως ἐπιδεῖσθαι δεῖται, φυλαττομένου τοῦ σχήματος ἐν ᾧ διε‐
10πλάσθη. τοῦτο δ’ αὖ πάλιν αὐτὸ φυλάττεσθαι χρὴ κατὰ τὴν ἀπόθεσιν. μεταβληθέντος γὰρ ἔνια μὲν τῆς ἐπιδέσεως μέρη χαλαρὰς ἕξει τὰς ἐπιβολὰς τῶν ὀθονίων, ἔνια δὲ θλι‐ βούσας. αἱ μὲν οὖν χαλαραὶ συγχωροῦσαι κινεῖσθαι τοῖς ὀστοῖς διαφθείρουσι τὴν διάπλασιν, αἱ θλίβουσαι δὲ πόνον
15ἐργαζόμεναι φλεγμονὰς γεννῶσιν. ὅτι μὲν οὖν ἓν εἶναι δεῖ σχῆμα κοινὸν τῶν εἰρημένων τεττάρων ἐνεργειῶν ἐπιδέδει‐
κται. τοὐντεῦθεν δ’ ἐπισκεψόμεθα τίσι προσέχοντας σκο‐332

18b

333

ποῖς εὑρεῖν χρὴ τοῦθ’, ὅτι τεινόντων μὲν ἄριστον σχῆμα τὸ χωρὶς μεγάλης τάσεως εἰς διάτασιν ἄγειν τὰ κεχωρισμένα τῶν ὀστῶν, ἐν ἀποθέσει δὲ τὸ ἀνωδυνώτατον. ἔσται δ’ ἀμφότερα δι’ ἐκείνου τοῦ σχήματος, ὅ τί περ ἂν ἐπ’ εὐθείας
5τείνῃ τὰς ἶνας τῶν μυῶν. ἐπ’ εὐθείας δὲ τείνει τὰ καθ’ ἕν τι μέρος τοῦ κώλου φυλάττοντα τὸν ὅλον μῦν. ἵνα γὰρ ἐκ μὲν τῶν ἔνδον ἔχῃ τὴν ἔκφυσιν, οὕτως δ’ αὐτὴν ἐνσχη‐ ματίσεις, ὡς τὰ μέσα μὲν αὐτοῦ κάτωθεν ἔχειν τοῦ κώλου, τὸ πέρας δ’ ἔσωθεν, ἢ τὰ μέσα μὲν ἄνωθεν, ἔξωθεν δὲ τὸ
10πέρας ἄγεσθαι, ἑλιττόμενος ἐν τῷδε περὶ τὸ κῶλον ἐπὶ πλέον ἐκτείνεται.
Ἐὰν μὲν οὖν ἐν τούτῳ τῷ σχήματι κατατεί‐ νῃς αὐτὸν, ὡς ἱκανῶς διαστῆσαι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ, καὶ σφοδρῶς ὀδυνήσεται καὶ κινδυνεύσει διασπασθῆ‐
15ναι. καὶ μέντοι καὶ διεσπάσθησαν ἤδη μύες ἐκκειμένης333

18b

334

τάσεως, ᾧ δῆλον ὡς ἓν καὶ ταὐτόν ἐστιν ἀνωδυνώτατόν τε ἅμα καὶ τοὺς μύας ἀδιαστρόφως φυλάττον σχῆμα, ὅπερ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ἐρηρεῖσθαι κατὰ τοῦ πήχεως ὅλην τὴν χεῖρα, μήτε ἐκτεταμένην ἄκρως μήτε κεκαμμένην,
5ἀλλ’ ἐν τῷ μέσῳ τούτων. ὅτι δ’ ἄριστον τοῦτο τὸ σχῆμα αὐτὸς ἐδίδαξε. πρῶτον μὲν γὰρ ἐπειδὴ τὸ τοῦ πήχεως ὀστοῦν μακρότερόν ἐστι τοῦ τῆς κηρκίδος ἕδρας καὶ στή‐ ριγμα βέβαιον αὐτοῖς ἔσται. οἱ δὲ μύες οἱ μὲν κατὰ τὸν ἔνδον κόνδυλον τοῦ βραχίονος ἐκφυόμενοι τὰς κάτω τελευ‐
10τὰς ἔξωθεν ἔχουσι τῆς ὅλης χειρὸς, οἱ δ’ ἐκ τοῦ κατὰ τὸ ἐκτὸς ἔσωθεν. οὗ δ’ ἢν μυὸς ἥ τ’ ἀρχὴ καὶ ἡ τελευτὴ κατὰ τῶν ἐντὸς μερῶν ᾖ τῆς ὅλης χειρὸς, τούτου καὶ τὰ ἄλλα σύμπαντα μόρια καὶ διὰ τοῦτο καὶ αὐτὸς ὅλος ὁ μῦς. ὥσπερ γε καὶ ἡ τελευτὴ καὶ ὅλος ὁ μῦς οὗτος ἔξωθέν ἐστιν
15ὅλου τοῦ κώλου. καὶ μὲν δὴ καὶ ἡ πεῖρα δείκνυσιν ἀνω‐ δυνώτατον εἶναι τοῦτο τὸ σχῆμα. τῶν δ’ ἐφ’ ἑκάτερον τοῦδε τὸ μὲν ὕπτιον ἐπὶ πλεῖστόν τε διαστρέφει τοὺς μύας, ὀδυνηρότερόν τε φαινόμενον δείκνυται, τὸ δὲ πρανὲς ἐλάτ‐
τονα μὲν τὴν διαστροφὴν, ἐλάττονα δὲ καὶ τὴν ὀδύνην ἐρ‐334

18b

335

γάζεται. εἴρηταί σοι δυνάμει πάντα τὰ περὶ τοῦ σχήματος τῆς χειρὸς, ἃ διὰ μικρῶν Ἱπποκράτης ἐφεξῆς διδάσκει, λέ‐ ξει διεξοδικῇ καὶ σαφεῖ χρώμενος, ὡς ὀλίγα πάνυ κατ’ αὐ‐ τὴν ἐξηγήσεως δεῖσθαι καὶ μάλιστα τοῖς πεπαιδευμένοις τὴν
5ἐν παισὶ παιδείαν ἢ παρὰ διδασκάλοις ἀνεγνωκόσιν τὸ βι‐ βλίον, οἷσπερ δὴ καὶ γράφεται τὰ ὑπομνήματα.
— — —
βʹ. Αὐτὴ γὰρ ἡ δικαιοτάτη φύσις.
10
— — —
Ὡς εἰ καὶ οἰκειοτάτη εἶπεν. ὅταν γὰρ ἑκάστῳ πρά‐ γματι τὸ οἰκεῖον φυλάττεται, δικαίως ἔχει τε καὶ διοικεῖται τοῦτο. τὸ δ’ ἄλλο οἰκεῖον ἐν σώματι παρὰ τὸ κατὰ φύσιν οὐδ’ ἐπινοῆσαι ῥᾴδιον. ὅταν οὖν ἑκάστῳ μορίῳ καὶ σχή‐
15ματι καὶ χρώματι καὶ μεγέθει ὑπάρχῃ τὸ οἰκεῖον, ἄριστα δείκνυται.
— — —335

18b

336

γʹ. Ἢν δέ τις ἐγκλίνῃ τῇ ἢ τῇ ἐπὶ τὸ πρηνὲς ῥέπειν. ἐλάσ‐ σων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον.
— — —
5
Δυοῖν σχημάτοιν ἐμνημόνευσεν, ὑπτίου τε καὶ πρηνοῦς, ἃ λέγεται μὲν κατὰ τοῦ σώματος ὅλου, λέγεται δὲ καθ’ ἑνὸς αὐτοῦ μορίου τῆς χειρός. ὅλον μὲν οὖν τὸ σῶμα κεῖσθαι πρηνὲς λέγομεν, ὅταν ἡ μὲν γαστὴρ κάτω‐ θεν, ἄνωθεν δὲ ᾖ τὸ νῶτον. ὕπτιον δὲ ἔμπαλιν, ὅταν ἄνω‐
10θεν μὲν ἡ γαστὴρ, κάτωθεν δὲ τὸ νῶτον, ὧν καὶ νῦν αὐτὸς μνημονεύσας σχημάτων ἐνεδείξατο τὸν λόγον αὐτῷ περὶ τῆς χειρὸς ἐσόμενον. οὐ γὰρ δὴ τὸ ὅλον σῶμα κατεαγέναι τις ἢ ἐξηρθρηκέναι δύναται. διὰ τί δὲ ἐπὶ τὸ πρηνὲς αὐτὴν ῥέπειν ἄμεινόν ἐστιν, ὅταν γέ τις σφαλεὶς ἁμάρτῃ τοῦ εὐ‐
15θέος, αὐτὸς ἐν τοῖς ἑξῆς ἐδίδαξεν.
— — —336

18b

337

δʹ. Οἱ μὲν οὖν μηδὲ προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσι ὡς ἐπὶ τὸ παυλύ. αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέ‐ γει οὕτως ὑπὸ τῆς δικαίης φύσεως ἀναγκαζόμενος.
5
— — —
Οἱ ἰατροὶ, φησὶν, οἱ μηδὲν προδιασκεψάμενοι περὶ τοῦ κατὰ φύσιν ἐν τῇ χειρὶ σχήματος, ὡς τὸ πολὺ βέλτιον θε‐ ραπεύουσι τῶν μοχθηρῷ λογισμῷ χρωμένων. αὐτὸς γὰρ ὁ ἐπιδεῖσθαι μέλλων ἰδιώτης τὴν χεῖρα παρέχει τῷ ἰατρῷ
10κατὰ τὸ ἀνωδυνώτατον σχῆμα διδασκόμενος ὑπὸ τῆς φύ‐ σεως, ἣν καὶ νῦν δικαίαν ὠνόμασεν, ὡς ἂν τὸ προσῆκον, ὅπερ ἐστὶν οἰκεῖον, εὑρίσκουσαν ἑκάστῳ μορίῳ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν καὶ τὴν μετὰ ταῦτα διοίκησιν ἐν ἁπάσῃ τῇ ζωῇ. αὐτὸς γὰρ ὁ ἐπιδησόμενος τὴν χεῖρα ἀπορέγει. τὸ
15ἀπορέγειν τινὲς μὲν ἤκουσαν ἐν ἴσῳ τῷ ὀρέγειν, τουτέστι παρέχειν τῷ ἰατρῷ, τινὲς δὲ ἐπὶ τοῦ ἀποκωλύειν τὸν ἀβελ‐ τέστερον ἰατρὸν ἐπὶ τοὐναντίον ἀπάγειν. φύσει γὰρ ἅπαν‐
τες ἄνθρωποι τὸ ἀνωδυνώτατον αἱροῦνται σχῆμα καθ’ ἕκα‐337

18b

338

στον τῶν μορίων. αὐτὸ δὲ τοῦτο δείκνυσιν ὁ Ἱπποκράτης ἰθύτατον εἶναι. παρέχουσί τε οὖν ἑαυτοὺς οἱ κάμνοντες ἐν τούτῳ μετασχηματιζόντων τε τῶν ἰατρῶν εἰς ἕτερον ἀγα‐ νακτήσουσιν, ἀντιτείνοντές τε καὶ οὐ συνεπόμενοι διὰ τὴν
5ὀδύνην καὶ τοῦτό φασιν ὑπὸ τοῦ Ἱπποκράτους δεδηλῶσθαι διὰ τοῦ ἀπορέγειν ῥήματος. ὁπότερον δ’ ἂν ᾖ κεχρημένος αὐτῶν τὸ πρᾶγμα ταὐτὸν ἑκατέρως διαμένει. τῶν γὰρ ἰα‐ τρῶν ὅσοι μοχθηρῶς σοφιζόμενοι κακῶς σχηματίζουσι τὴν χεῖρα, βελτίους εἰσὶν οἱ ἰδιῶται τὸ ἀνώδυνον αἱρούμενοι
10σχῆμα. ἀπορέγει γὰρ οὕτως ὑπὸ τῆς δικαίας φύσεως ἀναγ‐ καζόμενος· ἔνιοι μὲν κοινὸν ἀμφοῖν εἶναι νομίζουσι, μέ‐ νοντος δὲ τοῦ διδασκομένου πράγματος, ὅπως ἄν τις ἀκούῃ, τὸ ζητεῖν ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων περιττόν. ἄχρηστά τε γὰρ ἅμα καὶ δυνατὰ τοὐπίπαν ἐστὶν εὑρίσκε‐
15σθαι τὰ κατὰ τὰς ἀμφιβόλους λέξεις εἰρημένα, διὸ καὶ παρατρέχειν αὐτὰ χρὴ τὸν τοῦ χρόνου φειδόμενον ὡς ἐχρῆν εἰς τὰ χρήσιμα μᾶλλον ἀναλίσκειν αὐτόν.
— — —338

18b

339

εʹ. Οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθέν ἐστιν οἱ ἁμαρτάνουσιν. σπουδὴ μὲν οὖν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν.
5
— — —
Σοφιζομένους εἴρηκε τοὺς σοφὸν μέν τι δοκοῦντας εὑ‐ ρίσκειν, ἁμαρτάνοντες δὲ καὶ διὰ τοῦτο μηδὲ τὰ τοῖς ἰδιώταις ἅπασι καλῶς γινωσκόμενα φυλάττοντας.
— — —
10
στʹ. Ἀναγκάζομαι δὲ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰη‐ τροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς ἐν ἐπιδέσει, ἀφ’ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. ἀλλὰ γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται· τὸ
15γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαι‐ νέουσιν ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον ἢ τὸ εὔδηλον.
— — —339

18b

340

Αὐτὸς ἐνεδείξατό σοι διὰ τῶν ἐφεξῆς ἁπάντων, ἅ ἐστιν ἀσαφῆ, διὰ τί μικρὸν ἐποιήσατο τὸν περὶ τοῦ σχήματος τῆς χειρὸς λόγον, καίτοι γε οὔτε δυσάρεστον οὔτε μακρὸν ὄντα κατὰ τὴν αὐτοῦ φύσιν. εὑρήσεις δὲ εὐθέως ἐκ τού‐
5του καὶ τὴν αἰτίαν τοῦ μὴ πάντῃ τεταγμένην αὐτῷ γεγο‐ νέναι τὴν διδασκαλίαν. ἀεὶ γὰρ ἕκαστος ἡμῶν περὶ τοῦ κατεπείγοντος ἁπάντων πρῶτον ποιεῖται τὸν λόγον. ἐπεὶ τοίνυν ἐγινώσκετο μὲν ὀρθῶς τοῖς κατ’ αὐτὸν ἰατροῖς ὡς χρὴ τὸν ἰατρὸν κατάτασιν ἡγεῖσθαι τῆς συμπάσης θερα‐
10πείας τῶν ἐξαρθρωμάτων τε καὶ καταγμάτων, ἠγνοεῖτο δὲ τὸ κατὰ φύσιν σχῆμα, διὰ τοῦτο περὶ πρώτου τοῦδε τὸν λόγον ἐποιήσατο, καὶ πολύ γε μᾶλλον ἔτι διότι τὰ χείριστα τῶν σχημάτων ἔνιοι τῶν ἰατρῶν αἱρούμενοι πρὸ τοῦ βελ‐ τίστου μοχθηροῖς λόγοις ἑαυτούς τε καὶ τοὺς ἄλλους ἔπει‐
15θον. εἰ μὲν ἁπλῶς ἠγνόουν, διδασκαλίας ἂν αὐτοῖς ἀληθοῦς ἔδει· ἐπεὶ δ’ οὐ μόνον ἠγνόουν, ἀλλὰ καὶ προσειλήφεσαν οἴη‐ σιν γνώσεως, ἀναγκαῖον ἐγένετο τῷ Ἱπποκράτει πρότερον ἐκκόψαντι τήνδε καὶ καθαρὰν ἐργασαμένῳ τὴν ψυχὴν, οὕ‐ τως ἀληθῶς εἰς αὐτὴν ἐντιθέναι τὴν τῶν ἀληθῶν ἐπιστήμην.
20— — —340

18b

341

ζʹ. Ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσεως τῆς χειρός.
5
— — —
Ἀποδιδάξαι μὲν θέλει τὰς μὴ νομιζομένας τοῖς ἰατροῖς ἁμαρτίας εἶναι, κατ’ ἀλήθειαν δ’ οὔσας, διδάξαι δὲ τὰς νο‐ μιζομένας μὲν εἶναι, μὴ οὔσας δέ.
— — —
10
ηʹ. Καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν.
— — —
Εἰκότως φησὶ κοινὸν εἶναι πολλῶν καὶ ἄλλων ὀστέων
15τῆς ἰάσεως δηλονότι τὸν λόγον τοῦτον. οἱ γὰρ σκοποὶ πρὸς οὓς ἀποβλέποντας εὑρίσκειν χρὴ τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σχήματι κοινοὶ πάντων εἰσὶν, ὡς εἴρηται πρόσθεν ὑφ’ ἡμῶν, δύο ὄντες, ὅ τε τῆς ἀνωδυνίας καὶ ὁ τῆς εὐθύτητος.
εὑρίσκεται δὲ ὁ μὲν τῆς ἀνωδυνίας ἐκ τῆς πείρας, ὁ δὲ341

18b

342

τῆς εὐθύτητος ἐκ τῆς θέσεως τῶν μερῶν, ἣν ἐξ ἀνατομῆς διδασκόμεθα.
— — —
θʹ.
5Τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἐδόκεέ τις καταδῆσαι καταπρηνέα ποιήσας, ὁ δ’ ἠνάγκαζεν οὕτως ἔχειν ὥσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν
10τῷ πήχει, ὅτι ἰθυωρίην κατ’ ἄλληλα εἶχε τήν τε ὁμό‐ χροιαν, ὅτι αὐτὴ καθ’ ἑωυτὴν τὴν ἰθυωρίην ἔχει. οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν. οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον, ταῦτα λέγων καὶ ταῦτα ποιέων
15σοφὸς ἐδόκεεν εἶναι. τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθη καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται καὶ ὁκόσα τεχνήμασιν, οὐκ
εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστι καὶ342

18b

343

ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. ἄλλο μὲν γὰρ σχῆμα ἐν ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδόνῃσιν, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ,
5ἄλλο ἐν τῷ ἐλιννύειν. ὁκόσας δ’ ἄν τις τέχνας εὕροι, ἐν ᾗσιν οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν ἐστὶ καὶ ἐν ἑκάστῃ τῶν τεχνέων, ἀλλὰ πρὸς τὸ ἅρμενον, ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον, ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο
10 τὸ σχῆμα κράτιστον εἶναι τῆς ἑτέρης χειρός.
— — —
Χρὴ καὶ τῶν τοιούτων ἅπαξ που μνημονεῦσαι, καὶ ἡμῖν οὕτως πραχθήσεται. τῶν δοξοσόφων δέ τις ἰατρῶν ἐπανορ‐ θώμενος ὡς ᾤετο τὴν προκειμένην λέξιν, ὡς οὐκ ὀρθῶς
15ἔχουσαν ἔγραψεν ὡδί· τὴν οὖν χεῖρα, περὶ ἧς ὁ λόγος, ἐν‐ δεικνύμενος ἡμῖν δηλονότι τὴν ἑαυτοῦ παιδείαν, ἣν ἐπαι‐
δεύετο παρὰ γραμματικοῖς τε καὶ ῥήτορσιν, ὡς ἀγνοεῖν τὸ343

18b

344

συνηθέστατον εἶδος τῆς ἑρμηνείας, ἅπασι τοῖς παλαιοῖς ἐλλειπτικῶς δηλονότι γιγνόμενόν ἐστι τὸ πλῆρες, ὃ δεῖ προσυπ‐ ακούειν ἡμᾶς τοιόνδε. τὴν οὖν χεῖρα, περὶ ἧς ὁ λόγος, ἣν ἔδωκέ τις καταδῆσαι πρηνέα ποιήσας· ὡς τὸ πολὺ μὲν
5ἐν τῷ προσήκοντι σχήματι τὴν χεῖρα παρέχουσι τοῖς ἰα‐ τροῖς οἱ ἰδιῶται, τινὲς δὲ αὐτῶν ὑπὸ περιεργίας τὸν μὲν φυσικὸν σκοπὸν ὑπερβαίνουσιν, ὅστις ᾖ, τὸ ἀνώδυνον, πρη‐ νὲς τοῦτο εἶναι νομίζοντες βέλτιον. οὐ μὴν ὑπτίαν γέ τις ἰδιώτης ἰατρῷ παρέχει τὴν χεῖρα, πάνυ γὰρ ἀποκεχώρηκε
10τοῦ ἀνωδύνου τοῦτο τὸ σχῆμα. τῶν ἰατρῶν δ’ ἔνιοι δι’ ἀμαθίαν ἅμα καὶ δοξοσοφίαν προσίενταί ποτ’ αὐτὸ καὶ διὰ τοῦτο παραπλησίως τοῖς τοξεύουσι τὴν ὅλην χεῖρα σχηματί‐ ζονται, οἱ μὲν ἀκριβῶς ὑπτίαν, οἱ δὲ ὀλίγου δεῖν οὕτως ἔχουσαν. ἐπεὶ δ’ οὖν ἁμαρτάνοντες οὐ κατὰ τοῦτο
15μόνον, ἀλλ’ ὅτι καὶ ἀποτεταμένην οὐδ’ ἢν λογισμὸς αὐτῶν ἦν ὁ Ἱπποκράτης ἔγραψε τοιῶσδε. τῶν σχηματισάντων ὅλην
τὴν χεῖρα παραπλησίως τοῖς τοξεύουσι τὰ ὀστᾶ κατ’ εὐθὺ344

18b

345

γίγνεται καὶ ὁμόχροια τῶν τῆς ὅλης χειρὸς μελῶν. ἀλλὰ ταῦτα μὲν πιθανώτατά ἐστι καὶ ἀπ’ ἀλλήλων ἐρχόμενα, τὸ δὲ καὶ τὰς σάρκας καὶ τὰ νεῦρα τοῖς ὀστοῖς ὡσαύτως ἐν τούτῳ τῷ σχήματι τὴν κατ’ εὐθὺ θέσιν ἅπασι τοῖς ἑαυ‐
5τῶν μέρεσι φυλάττειν οὐκέτ’ ἀληθές. εἰ δέ γ’ ἦν οὕτως ἀληθὲς οὐκ ἀπίθανον ἂν ᾖ μόνον, ἀλλὰ καὶ βεβαιότατον γνώρισμα τοῦ κατὰ φύσιν εἶναι τὸ τοιοῦτον σχῆμα. ταῦτα μὲν οὖν ἀνεκτὰ ἔτι· τὴν δὲ τοξικὴν ἐπάγεσθαι μαρτύριον ἀνόητον ἐσχάτως ἐστὶ καὶ βέλτιον ἦν μηδ’ ὅλως αὐτὸ λε‐
10λέχθαι πρὸς Ἱπποκράτους ἢ μετὰ σπουδῆς ἐλελέγχθαι. τὰ γὰρ ἐσχάτως ἠλίθια καταφρονεῖσθαι μᾶλλον ἢ ἐλέγχεσθαι προσήκει. τόν γε διὰ τῶν γραμμάτων ἔλεγχον, ὡς τόν γε κατὰ τὸν βίον, ἐπ’ αὐτῶν τῶν ἔργων οὐδ’ ἐγὼ κωλύω γί‐ γνεσθαι, καὶ μάλισθ’ ὅταν ὁ τὰ τοιαῦτα φλυαρῶν πείσῃ
15τοὺς ἀκούοντας ἑαυτῷ τὴν θεραπείαν ἐπιγράψαι τοῦ κά‐ μνοντος. συμβαίνει γε μὴν ἀντιλέγειν ἡμῖν ἐνίοτε καὶ διὰ γραμμάτων ἠλιθίαις δόξαις, ὅταν πολλοὺς ἴδωμεν ὡς ἀλη‐
θέσιν αὐταῖς πεπεισμένους, ὅπερ καὶ νῦν ὁ Ἱπποκράτης345

18b

346

ἔπαθεν ἐπιδεικνὺς, οὐδὲν εἶναι κοινὸν ἐπιδέσει τε καὶ το‐ ξικῇ. τὰ δὲ περὶ τῶν ὀστῶν τε καὶ τῶν νεύρων καὶ τῶν σαρκῶν τῆς εὐθύτητος, ὡς εἰ καὶ μηδένα δι’ αὐτῶν ἐλέγξειν ἔμελλε, κατὰ πρῶτον ἦν λόγον ἀναγκαῖα πρὸς τὴν τοῦ βελ‐
5τίστου σχήματος εὕρεσιν, οὗ κεφάλαιόν ἐστιν ἐπιλογιστι‐ κῶς μὲν ἡ ἀνωδυνία· καὶ γὰρ τοῖς ἰδιώταις τοῦτο δῆλον· ἀναλογιστικῶς δὲ καὶ κατ’ αὐτὴν τοῦ πράγματος τὴν φύσιν ἡ τῶν μορίων εὐθύτης, ὅπερ οὐκέτ’ ἰδιώτῃ δῆλον, ἀλλὰ μό‐ νοις τοῖς ἀνατομικοῖς. ὧν δ’ ἐφεξῆς λέγει, τὰ πλεῖστα σαφῆ
10τέ ἐστι καὶ οὐδ’ ἔχοντα ζητήματα, διὸ παρέρχεσθαι μὲν ἐμοὶ προσήκει τὰ τοιαῦτα πάντα, τοῖς δὲ ἀναγινώσκουσι τὸ βιβλίον ἐγχρονίζειν τε καὶ μὴ παρατρέχειν. ὁ δὲ ἠνάγ‐ καζεν οὕτως ἔχειν, ὅκωσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλωσιν. ἀσαφές ἐστι καὶ ἄδηλον ὅπερ εἴρηται. διὰ τοῦτό
15τινες ὑπέλαβον μὲν αὐτὸν οὕτως εἰρηκέναι τὴν λέξιν. ἐπειδὴ τῆς χειρὸς ἀποτεινομένης ἐμβαίνει τοῦ βραχίονος ἡ κεφαλὴ,
τῇ κοιλότητι τοῦ τῆς ὠμοπλάτης αὐχένος οὐκ ἐμβεβηκυῖα,346

18b

347

πρότερον ὁπότε καθεῖτο. παράκειται γὰρ μόνον καὶ ψαύ‐ σει τηνικαῦτα, ἅπερ αὐτὸς εἶπεν ἐν τῇδε τῇ λέξει. ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλαγίως, ὁπότε παρὰ τὰς πλευρὰς ᾖ παρατεταμένη ἡ χείρ. ἔνιοι ἐκ μετα‐
5φορᾶς οὕτως εἰρῆσθαί φασιν ἀπὸ τῆς ἐμβολῆς τῶν νηῶν, ἃς ποιοῦνται καταδῦσαι βουλόμενοι τὰς ἐναντίας. ὅταν γὰρ ἀποσιμώσαντες τὴν πρῷραν ἐπιτηδείαν ἐργάσωνται πρὸς τὸ σφοδρῶς ἐῤῥαγεῖσαν ἐφ’ ἑτέραν εἰ καὶ μάλιστα κατὰ τὸ πλάγιον ὅλην αὐτὴν διαλῦσαί τε καὶ καταδῦσαι, παρε‐
10σκευάσθαι φασὶν ὡς εἰς ἐμβολὴν τηνικαῦτα. καὶ παρὰ τοῖς κωμικοῖς δὲ τὰ προτεινόμενα τοῦ σώματος ὡς εἰς ἐμ‐ βολὴν παρεσκευάσθαι λέγεται, καθότι καὶ ὁ Ἀριστοφάνης ἐδήλωσεν εἰπών·
Χωρεῖ ἐπὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.
15αἱ δ’ ἐφεξῆς τῇδε λέξεις ἅπασαι σαφεῖς εἰσι τοῖς προσέ‐ χουσι τὸν νοῦν ἄχρι τῆς ὑπογεγραμμένης·
— — —347

18b

348

ιʹ. Τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη
5 τὸ πᾶν.
— — —
Ὁ λόγος οὖν αὐτός ἐστι πρὸς τοὺς ὑποδοῦντας ἐκτε‐ ταμένην τὴν χεῖρα οὕτως πᾶσαν ὡς ἐπὶ τῶν τοξευόντων ἡ ἀριστερὰ διάκειται. λέγει γὰρ ὅτι πρὸς μὲν ἐκεί‐
10νην τὴν ἐνέργειαν εἰκότως ἐδέησεν ἐκτεταμένην αὐτὴν ἐν τῷ τὴν νευρὰν ὀπίσω πρὸς τῆς δεξιᾶς ἕλκεσθαι μὲν, τὸ δὲ τόξον ὅλον ἐπὶ τῆς αὐτῆς χώρας ὑπὸ τῆς ἀριστερᾶς κρα‐ τούμενον ἀκλινές. ἐὰν γὰρ τῆς νευρᾶς ὑπὸ τῆς δεξιᾶς ἑλ‐ κομένης σφοδρῶς ὀπίσω συναπενεχθῇ τὸ σύμπαν τόξον, ἡ
15τοῦ βέλους εἰς τοὐπίσω φορὰ κωλυθήσεται, δεομένη ἀπὸ στερεωτάτης καὶ μετατεταμένης ἀφιέσθαι τῆς νευρᾶς. ὅσον μὲν οὖν αὐτῆς τῆς ἐσχάτης τάσεως ὑφῇ, τοσοῦτον καὶ τῆς
ἀφέσεως ἡ βία μειωθήσεται. προομολογουμένου δὴ τούτου348

18b

349

τὴν αἰτίαν Ἱπποκράτης προστίθησιν οὖσαν τοιάνδε. τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τούτῳ τῷ σχήματι ἐρεῖδον ἐπ’ εὐθείας μὲν ἐργάζεται τὸ τοῦ βραχίονος ὀστοῦν καὶ τὸ τοῦ πήχεος, ἀκλινῆ δὲ φυλάτ‐
5τει τὴν ὅλην χεῖρα. τὸ γιγγλυμοειδὲς δὲ βραχίονος ὀνομάζει τὸ κάτω πέρας, ὃ διαρθροῦται πρὸς τὸν πῆχυν, ἐπειδὴ καὶ οἱ γίγγλυμοι τὰ μέν τινα κοῖλα, τὰ δὲ ἐξέχοντα κεκτημένοι τοῖς μὲν κοίλοις ὑποδέχονται τὰς ἐξοχὰς τῶν πλησιαζόντων, τοῖς δὲ ὑπερέχουσιν εἰς τὰς ἐκείνων ἐμβαίνουσι κοιλότητας.
10ὡσαύτως δὲ καὶ τὸ κάτω τοῦ βραχίονος εἰς κυρτὴν περιφέ‐ ρειαν τελευτῶν ἐξοχαῖς κυκλοτερέσιν ἑκατέρωθεν ἐχομέναις ὁμοιότατα ταῖς κατὰ τὰς τραχηλίας ὀνομαζομέναις. αὕτη μὲν ταύτῃ τῇ τραχηλώδει περιφερείᾳ στηρίζεται κατὰ τὰς ἐν τῷ πήχει κοιλότητας· ἐπὶ δὲ τοῖς πέρασιν αὐτῆς ἔχων
15βαθμίδας, τὴν μὲν ἐν τοῖς πρόσω μέρεσι, τὴν δὲ εἰς τοὐ‐ πίσω, δέχεται καθ’ ἑτέρας αὐτῶν ἐξοχὰς τοῦ πήχεως ὁμοίας
κορώναις.349

18b

350

Ὁ γὰρ πῆχυς ἐοικὼς τῷ ς στοιχείῳ τὸ ἄνωθεν αὐτοῦ πέρας ἔχων, καθ’ ὃ τῷ βραχίονι διαρθροῦται, περιλαμβάνει τε τὴν τραχηλοειδῆ περιφέρειαν τοῦ βραχίονος ὀλίγου δεῖν ὅλην. ὅταν οὖν οὕτως ἔχῃ σχήματος ἡ χεὶρ, ὡς ὀρθὴν γω‐
5νίαν ἐργάζεσθαι τὸ τοῦ βραχίονος ὀστοῦν πρὸς τὸ τοῦ πή‐ χεως, αὐτός τε πάλιν ὅταν ἡσυχάζοντος ἐκείνου περὶ τὴν κυρτότητα κινῆται, πρόσω μὲν φερόμενος κάμπτει τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, ὀπίσω δὲ ἐκτείνει, κατὰ μὲν τὴν ἐσχά‐ την καμπὴν ἡ πρόσω τοῦ πήχεως κορώνη τῇ κατὰ τοῦτο
10κοιλότητι τοῦ βραχίονος ἐμβαίνει, κατὰ δὲ τὴν ἔκτασιν ἡ ὄπισθεν αὖ πάλιν ἐγκαταβαίνει τῇ κατὰ τοῦτο τεταγμένῃ βαθμίδι μείζων οὖσα μείζονι καὶ διὰ τοῦτ’ ἐπὶ πλεῖστον ἐκτείνειν τε καὶ κάμπτειν ὅλην τὴν χεῖρα δυνάμεθα, μὴ δυνηθέντες οὕτω πράττειν εἰ μηδεμίαν εἶχεν ὁ βραχίων
15κοιλότητα. τοιαύτην τοιγαροῦν φύσιν ἐχούσης τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ἐγγώνιον μὲν λαβούσης σχῆμα τῆς
ὅλης χειρὸς, οὕτως δ’ Ἱπποκράτης ὀνομάζει τὴν ἐπ’350

18b

351

ὀρθὴν γωνίαν σχέσιν τοῦ βραχίονος, πρὸς τὸν πῆχυν ἡ τραχηλώδης κυρτότης μέση στηρίζεται κατὰ μέσης τῆς σιγ‐ μοειδοῦς τοῦ πήχεως κοιλότητος. ἐν δὲ ταῖς ἐκτάσεσι τῆς ὅλης χειρὸς ὀπίσω φερομένου τοῦ πήχεως ἡ κατὰ τοῦτο
5κορώνη τῆς κινήσεως ἥγηται. ἵσταται δὲ τότε καὶ παύε‐ ται πρῶτον, ὅταν ἐξήγηται πρὸς τὴν ἐνταῦθα κοιλότητα τοῦ βραχίονος. συμβαίνει δ’ ἐν τούτῳ τὴν μὲν διάρθρωσιν ἐκ‐ τείνεσθαι, τοῦ δὲ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πή‐ χεως ἐρηρεῖσθαι βαθμίδι. καλεῖ γὰρ οὕτως ὁ Ἱπποκράτης
10οὐ μόνον ταύτην, ἀλλὰ καὶ τὰς ἄλλας ἁπάσας κοιλότητας, αἷς ἐμβαίνουσιν ἐξοχαί τινες ὀστῶν.
— — —
ιαʹ. Καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχή‐
15ματι. εἰκὸς οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτα‐ τον εἶναι τὸ χωρίον καὶ μὴ ἡσσᾶσθαι μηδὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός. καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στε‐
ρεωτάτου καὶ ἀθροωτάτου. ἀπὸ τῶν τοιουτέων γὰρ ἀφε‐351

18b

352

σίων τῶν τοξευμάτων ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνεται. ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν.
— — — Τῶν τῆς χειρὸς σχημάτων τὸ μὲν ἐκτεταμένης αὐτῆς
5ἀποτελούμενον ἐναντίον ἐστὶ τῷ κεκαμμένης γιγνομένῳ τὸ ὑπτίας τῷ πρανοῦς. ταῦτα μὲν οὖν ἔσχατα καὶ οἷον ὑπερ‐ βολῶν καὶ τέτταρα σχήματα, δύο δ’ ἄλλα μέσα, τὸ μὲν ἐσχάτης ἐκτάσεώς τε καὶ κάμψεως, ὅπως ἔφην, Ἱπποκρά‐ της ἐγγώνιον ὀνομάζει, τὸ δ’ ὑπτίου τε καὶ πραοῦς, ἐν ᾧ
10τὸν πῆχυν ὑποτετάσθαι φησὶ τῇ κηκίδι. ὥσπερ οὖν τοῦτο προσαγορεύει δίκαιόν τε καὶ εὐθὺ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ καλούμενον ἐγγώνιον, ἐν ᾧ τὸν βραχίονα πρὸς τὸν πῆχυν ἐπ’ ὀρθὴν ἐργάζεται γωνίαν. ἀλλ’ εἴπερ εὐθὺ τοῦτ’ ἐστὶν, ἀκόλουθον καλεῖν οὐκ εὐθὺ τὸ τῆς χειρὸς ἐκτεταμένης
15γιγνόμενον. εἰ δ’ οὐκ ἔστι τοιοῦτον σχῆμα, κεκλασμένον ἂν εἴη πρὸς τοὐκτὸς δηλονότι, καθάπερ γε καὶ ἀνακλασθείη πρὸς τοὐπίσω τὸ τοῦ πήχεως ὀστοῦν εἰς τοσοῦτον, ὡς ἤδη
γωνίαν ἐργάζεσθαι πρὸς τὸ τοῦ βραχίονος, ὥσπερ ἤδη καὶ352

18b

353

ὦπταί τισι γιγνόμενον, οὓς ἀναγκαῖον ἔχειν ἱκανῶς βαθεῖαν τὴν ὀπίσω κοιλότητα τοῦ βραχίονος, εἰς ἣν ἐγκαταβαίνει τὸ τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη. καὶ εἴπερ ἦν ἡ κοι‐ λότης αὕτη βαθυτάτη πᾶσιν ἡμῖν, ἐγκάμπτομεν ἂν εἰς τοὐ‐
5πίσω τὴν χεῖρα, καθάπερ ἔφην, ἐν οἷς ἐπὶ βραχὺ τοῦτο συμβαίνει οὐκ ἐχούσης αὐτοῖς τὸ ἀκριβὲς κατὰ φύσιν μέ‐ τρον τῆς ὄπισθεν βαθμίδος, ἀλλ’ ἐπὶ πλέον ἐκλελυμένης.
— — —
ιβʹ.
10Τοῦτο μὲν γὰρ εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτω ἔμελλε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώ‐ ματος, τοῦτο δ’ εἰ συγκάμψαι ἐκέλευε, οὔτε τὰ ὀστέα οὔτε τὰ νεῦρα οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν. καὶ τί
15ὄφελος τοξικοῦ σχήματος; καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸς τὴν χεῖρα παρασχέσθαι.
— — —353

18b

354

Τὴν ἐκτεταμένην ὁ ἐπιδήσας χεῖρα πάντως μὲν ἂν, φησὶν, ἢ οὕτως ἔχουσαν ἐφύλαττεν ἢ συνεχώρησεν οὕτω κάμψαι. καθ’ ἕτερον δ’ ἔβλαψε τὸν κάμνοντα, φυλαττο‐ μένου μὲν τοῦ σχήματος τῷ διηνεκεῖ τῆς ὀδύνης, μεταβλη‐
5θέντος δὲ τῷ διαφθείρεσθαι τὴν χεῖρα τῆς ἐπιδέσεως, ᾗ σκοπὸς μέν ἐστι φυλάττεσθαι τὴν διάπλασιν ὑπὸ τῶν πε‐ ριβεβλημένων ὀθονίων ἀθλίπτως κρατουμένην, ἐν δὲ τῷ μεταβάλλειν τὸ σχῆμα τοὐναντίον ἂν ἐγένετο τὴν μὲν ἐπί‐ δεσιν μηκέτι κρατεῖν τοῦ κατάγματος, ἄγεσθαι δ’ αὐτὴν
10καὶ συμμεταφέρεσθαι μετασχηματιζομένοις τοῖς τε νεύροις καὶ τοῖς μυσὶν, οὓς σάρκας ὠνόμασε διδάσκων ἡμᾶς τὴν οὐσίαν αὐτῶν. αἱ γὰρ αἰσθηταὶ σάρκες αὗται κατ’ ἐπικράτειαν ὠνομασμέναι τῶν ἁπλῶν σαρκῶν οἱ μύες εἰσὶν ἔχοντες ἐν ἑαυτοῖς ἴνας ἐκ τῆς τῶν νεύρων καὶ συνδέσμων
15σχίσεως. ὁ γάρ τοι μῦς ὅλος ὑπὸ τῆς φύσεως γεννᾶται ταῖς ἴνεσι ταύταις ἐπιπηγνυμένης ἐν κύκλῳ τῆς ἁπλῆς σαρ‐ κὸς, καὶ αὕτη τοῦ μυός ἐστιν ἡ ἰδία οὐσία. φλέβας γὰρ καὶ ἀρτηρίας εἰς ἑαυτὸν ὑποδέχεται τοῦ τρέφεσθαί τε καὶ
ζῇν ἕνεκεν, ὥσπερ καὶ τἄλλα πάντα μόρια. τὸ δὲ ἴδιον354

18b

355

σῶμα τοῦ μυὸς αἱ ἶνές εἰσι τὴν ἁπλῆν περιφυομένην σάρκα ἔχουσαι. πλείστη μὲν οὖν αὕτη περιφύεται κατὰ τὰ μέσα μέρη τῶν μυῶν, ἐλάττων δ’ ἀεὶ καὶ μᾶλλον ἐγγὺς τῆς ἀρ‐ χῆς τε καὶ τελευτῆς, διὸ καὶ νευρωδέστεροι μὲν καὶ τὰ
5τοιαῦτα, σαρκωδέστεροι δὲ ἐν τοῖς μέσοις αὐτῶν εἰσιν οἱ μύες.
— — —
ιγʹ. Ἄλλος δ’ αὖθις τῶν ἰατρῶν ὑπτίην τὴν χεῖρα δοὺς οὕτω
10κατατείνειν ἐκέλευε καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νο‐ μίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροῒ σημαινόμενος καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δά‐ κτυλος κατ’ ἰθυωρίην εἶναι τοῦ ὀστέου, ἀφ’ ὁκοίου τε τὸν
15πῆχυν οἱ ἄνθρωποι μετρέουσιν ταῦτα τὰ μαρτύρια ἐπή‐ γετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει καὶ ἐδόκεεν εὖ λέγειν. ἀλλὰ τοῦτο μὲν ἐὰν ὑπτία ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς
πονοίη ἄν. γνοίη δ’ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατεί‐355

18b

356

νας, ὡς ἐπώδυνον τὸ σχῆμα, ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσ‐ σονα διαλαβὼν οὕτως ἐν τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶ‐ ται ὁ ἀγκὼν ὕπτιος, ἄγοι ἂν ὅπη ἐθέλοι. οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξί‐
5φει· οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστι, τοῦτο δὲ εἰ ἐπι‐ δήσας τις ἐν τούτῳ τῷ σχήματι ἐών· μέζων μὲν πόνος εἰ περιίοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. τοῦτο δὲ εἰ συγ‐ κάμψαι τὴν χεῖρα, ἀνάγκη συνάγειν τοὺς μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ
10σχήματι χωρὶς τῆς ἄλλης λύμης. τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τοῦτο μὲν τοῦ πήχεώς ἐστι, τὸ δ’ ἐν τῇ συγκάμψει ἐὸν ἀπὸ ταὐτὸν τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὲ τοῦ βραχίονος ἡ κεφαλή ἐστιν.
15
— — —
Ἐάν τις ὑπτίαν σχηματίσῃ τὴν χεῖρα, δόξει τὴν ἔνδον κεφαλὴν τοῦ βραχίονος, ἣν καὶ κόνδυλον ὀνομά‐
ζουσι, τὸ ἄνω πέρας εἶναι τοῦ πήχεος, ἐπειδὴ κατ’ εὐθύ356

18b

357

πως εἶναι φαίνεται τῷ κάτω πέρατι τῷ κατὰ τὸν καρπὸν ἐξέχοντι, κατὰ τὸν μικρὸν δάκτυλον, οὐ μὴν ἅπαντές γε τὸν πῆχυν ἀπὸ τοῦ κατὰ τὸν βραχίονα κονδύλου μετροῦσιν, ἀλλ’ εἰσὶ γάρ τινες οἱ προσηκόντως ἀπὸ τοῦ ὀλεκράνου, ὅπερ
5καὶ ἀγκῶνα καλοῦσιν, ἄρχονται τῆς μετρήσεως. ὁ δ’ Ἱπ‐ ποκράτης εἰπὼν ἀπὸ τουτέου οἱ ἄνθρωποι τὸν πῆχυν με‐ τρέουσιν ἐμφαίνειν ἔοικεν ἤτοι πάντας ἢ τοὺς πλείους ἐν‐ τεῦθεν μετρεῖν· ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχῃ ἐκεῖ περιττὸν ζητεῖν. ἐκείνου δὲ μεμνῆσθαι προσήκει τοῦ τὸ κάτω πέρας
10τοῦ πήχεως τὸ πρὸς τῷ καρπῷ κατ’ εὐθὺ γίγνεσθαι τῷ ἄνω πέρατι κατὰ φύσιν σχηματισάντων τὴν χεῖρα, τὸ μὲν κοῖλον αὐτῆς ἐκ τῶν ἔνδον μερῶν ποιησάντων, τὸ κυρτὸν δὲ ἐκ τῶν ἔξωθεν. συνυπάρχει δ’ ἐν τούτῳ τῷ σχήματι καὶ τὸ τὸν μικρὸν δάκτυλον ὑποκεῖσθαι κάτωθεν, ἄνωθεν δὲ ἐπι‐
15κεῖσθαι τὸν μέγαν.
— — —
ιδʹ. Ὁ δὲ ᾤετο τὠυτὸ ὀστέον εἶναι τοῦτό τε κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι.
20— — —357

18b

358

Οὐχ οὕτως εἴρηκε τὸ αὐτὸ εἶναι τοῦτό τε κἀκεῖνο, αὐτόν τινα λέγομεν ἑαυτῷ τὸν αὐτὸν ὑπάρχειν, οἷον τὸν Τε‐ λαμώνιον Αἴαντα τῷ Αἰακίδῃ, ἀλλ’ ὅτι τοῦ αὐτοῦ ὀστέου πέρας ἑκάτερον ὑπολαμβάνει εἶναι, τουτέστι τοῦ πήχεος.
5
— — —
ιεʹ. Ἐστὶ δὲ ἐκείνῳ τῷ ὀστέῳ τὠυτὸ ὁ ἀγκὼν καλεόμενος, ὃν ποτὶ στηριζόμεθα.
— — —
10
Ὡς ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην αὐτὸν εἰρη‐ κέναι τὸ αὐτὸ καὶ νῦν οὕτως ἀκούειν σε προσῆκεν, ὅτι τοῦ αὐτοῦ ὀστέου μόρια τότε πρὸς τῷ καρπῷ καὶ τὴν ἔνδον ἐξοχὴν τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐνόμιζον εἶναι.
— — —
15
ιστʹ. Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα τοῦτο μὲν τὸ ὀστέον
διεστραμμένον φαίνεται, τοῦτο δὲ τὰ νεῦρα ἀπὸ τοῦ καρ‐358

18b

359

ποῦ τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται. τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ
5τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χει‐ ρός. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα καταγυῖαν κατατείνοι τις, ἐπιτρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος
10τὰ ἄκρα τείνοντα. ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παρα‐ πλησίῳ σχήματι ἔσται, ἐν ᾧπερ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος.
— — — Ὅταν ὀστοῦ τινος ἢ μυὸς ἢ νεύρου τὴν μὲν ἀρχὴν ἐκ
15τῶν ἔνδον μερῶν εἶναι τοῦ κώλου συμβαίνει, τὴν τελευτὴν δὲ ἤτοι γε ἐκτὸς ἢ ἐκ τῶν κάτω μερῶν, διέστραπται δηλον‐ ότι τὸ μόριον τοῦτο. καλῶς οὖν ἔφη διέστραπται πάντα
ταῦτα, τῆς ὅλης χειρὸς ὑπτίας σχηματισθείσης. αὐτίκα359

18b

360

γέ τοι τὰ νεῦρα τὰ ἐπὶ τὴν ἐντὸς χώραν ἀφικνούμενα τῆς ἄκρας χειρὸς ἐμβάλλει τῷ πήχει περὶ τὴν ὅλην κεφαλὴν τοῦ βραχίονος. ἐὰν οὖν ὑπτίαν ἐργαζώμεθα τὴν χεῖρα, συμ‐ βήσεται τὴν μὲν ἀρχὴν τῶν νεύρων τῶν κατὰ τὸν πῆχυν
5ἐκ τῶν ἔνδον εἶναι μερῶν, τὴν τελευτὴν δὲ ἐκ τῶν ἄνω μερῶν. ὡσαύτως δὲ καὶ τῶν μυῶν καὶ αὐτοῦ τοῦ κατὰ τὸν πῆχυν ὀστοῦ. πάντων γὰρ τούτων ἐκ τῶν ἔνδον μερῶν εἰσιν αἱ ἀρχαὶ καὶ κατὰ τὸν κόνδυλον τοῦ βραχίονος, ἱκανοὶ δ’ ἦσαν καὶ οἱ μύες μόνοι διαστραφέντες ἱκανὴν
10ὀδύνην ἐργάσασθαι, διὰ τοῦτο δὲ καὶ φλεγμονήν. εἰ δ’ ὡς Ἱπποκράτης ἀξιοῖ τὴν χεῖρά τις σχηματίσειεν, οἱ ἐκ τῶν ἔνδον μερῶν τοῦ πήχεος ἀρχόμενοι μύες ὅλοι κείσονται κατὰ τὰ ἔνδον, οἵ τ’ ἐκ τῶν ἐκτὸς ἐνταῦθα καὶ οὗτοι τε‐ τάξονται, καθάπερ γε καὶ οἱ ἄνωθεν ἐν τούτῳ τῷ μέρει
15φυλαχθήσονται δι’ ὅλου τοῦ κώλου. ἐν δὲ τοῖς ὑποκάτω τοῦ πήχεος οὐδ’ ἔστιν ὅλως μῦς. εἰ δέ σοι μέλει τῶν περὶ τὸν πῆχυν ἁπάντων μυῶν ἐπίστασθαι τὴν θέσιν, ἐκ
τοῦ πρώτου τῶν ἀνατομικῶν ἐγχειρήσεων μαθήσῃ. ἔχεις δ’360

18b

361

αὐτοὺς κἀν τῇ τῶν μυῶν ἀνατομῇ γεγραμμένους, ἐν ᾧ βι‐ βλίῳ συντομώτερον ἢ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἁπάν‐ των τῶν ἐν τῷ σώματι μυῶν φύσις ἑρμηνεύεται.
— — —
5
ιζʹ. Καθίκνυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέ‐ χον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει εἰς ἱκανῶς ἐξίθυνται. τοῦ γε μὴν ἐμπείρου οὐδ’ ἂν τὴν χεῖρα
10 λάθοι ἐπαγομένην τὸ ἐξέχον ψαυόμενον.
— — —
Εἴτε κατακλίνειν εἴτε καθίζειν ἐκ τοῦ καθίκνυσθαι δη‐ λοῦται, προσυπακούειν αὐτῷ χρὴ τὸ ἕτερον αὐτῶν. εἴτε γὰρ τὴν ῥώμην ἀποβλέπων τοῦ κάμνοντος καὶ τὸ μέγεθος
15τοῦ κατάγματος, ἐνίοτε μὲν καθήμενον, ἐνίοτε δὲ κατακεί‐
μενον ἐπιδήσεις τὸν ἄνθρωπον. ὁπότερον δ’ ἂν ἔχῃ σχῆμα361

18b

362

πρὸς τὴν λαμπρότητα τῶν παρεουσῶν αὐγῶν, βλέπειν χρὴ τὸ πεπονθὸς μέρος, ὅπως εὐκατάσκεπτον εἴη.
— — —
ιηʹ.
5Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κα‐ τέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη, καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτετα‐ μένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ ἡ
10τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέ‐ ρης δεῖται.
— — — Ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὧν μὴ
15ἀμφότερα· οὔτε γὰρ ἐφ’ ἑνὸς οὔτε ἐπὶ τριῶν ἢ καὶ πλειό‐ νων εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομά‐
ζεται πῆχυς, ὃ δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον362

18b

363

κερκίς. σαφὴς δ’ οὐχ οὗτος μόνος ὁ λόγος, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἐν τούτῳ τῷ βι‐ βλίῳ καὶ μόνα δεῖσθαι σαφηνείας λέγω ἃ νῦν ἐξηγοῦμαι, ὥστε παρὰ ταῦτά σοι δόξειεν ἀσαφὲς εἶναι, σκέψαι δὴ μὴ
5τὸ ἀντίγραφον ἥμαρται. κατωρθωμένου δὲ αὐτοῦ καὶ ἅπαξ ἀναγνούς τι μὴ νοήσῃς, ἀλλὰ δεύτερόν γε καὶ τρίτον ἐπα‐ ναλαμβάνων αὐτὸ πάντως μαθήσῃ τὸ λεγόμενον.
— — —
ιθʹ.
10Ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέῃ· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον κατατα‐ θέντα μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τεί‐ νονται ἢ ὡς δεῖ.
15
— — —
Τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυ‐ λοτέραν εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.
— — —363

18b

364

κʹ. Χρὴ δ’, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν.
— — —
Τὰ ἐξέχοντα τῶν χειρῶν ὀνομάζουσι θέναρα παρὰ τὸ
5θείνειν, ὡς ἔνιοι βούλονται τῶν χαιρόντων ἐτυμολογίαις. τούτοις γὰρ τοῖς ἐξέχουσι παίομεν ὅσαπερ ἂν παίωμεν. ἔνιοι δὲ οὐ πάντα τὰ ἐξέχοντα τῆς χειρὸς καλεῖσθαί φασιν, ἀλλὰ μόνα τὰ ὑπὸ τοῖς μεγάλοις δακτύλοις.
— — —
10
καʹ. Ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν.
— — —
Δύο χρεῖαι τῆς ἐπιδέσεώς εἰσιν· ἡ μὲν ἑτέρα τὰ κα‐
15λῶς ὑφ’ ἡμῶν ἀλλήλοις παρατεθέντα μέρη τοῦ καταγέντος
ὀστοῦ κρατεῖν ἀσφαλῶς, ἡ δ’ ἑτέρα δεξάμενα τὰ ὀθόνια364

18b

365

τὸν χυμὸν ἢ τὸ φάρμακον, ὅπερ ἀναφλεγμαντότατον εἶναι δοκιμάσωμεν, ἐπικείμενον αὐτὸ φυλάττειν ἀεὶ τοῖς πεπονθόσι μέρεσιν. ἔνιοι μὲν γοῦν τοῖς ἐμπλαστοῖς χρῶνται φαρμά‐ κοις, ἐμπλάττοντες ὀθονίοις αὐτὰ καὶ μετὰ τὴν ἐπίθεσιν
5ἔξωθεν ἐπιδοῦντες, ἔνιοι δὲ χυμῷ τινι τῶν ἐπιτηδείων εἰς τοῦτο, καθάπερ οἴνῳ τε μόνῳ καὶ σὺν ἐλαίῳ καὶ πολλάκις τινὶ τῶν ὑγρῶν φαρμάκων, οἵα πέρ ἐστιν ἡ τοιαύτη κηρωτὴ διττῶς σκευαζομένη, ποτὲ μὲν ἤτοι γ’ ἐν ῥοδίνῳ τηκομένου τοῦ κηρωτοῦ ἢ ἐν ἐλαίῳ, ποτὲ δὲ πίττης τι προσλαμβάνουσα
10ξηρᾶς, ἣν δὴ καὶ πισσηρὰν ὀνομάζουσι κηρωτήν. τὰ δ’ ὑγρὰ φάρμακα καὶ σύστασιν ἔχει καὶ πάχος, οἷόν περ καὶ ἡ ὑγρὰ κηρωτή. γίγνεται δὲ τηκομένων ἐν ἐλαίῳ τῶν ἀφλεγμάντων ἐμπλάστρων, ὑπὲρ ὧν εἴρηται μέν τι καὶ ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἐπὶ πλέον δ’ ἔν
15τε τῇ θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ τῇ περὶ συν‐ θέσεως φαρμάκων δυνάμεως. ὁ δ’ οὖν Ἱπποκράτης ὑγρᾷ
μὲν κηρωτῇ κέχρηται. πολὺ μὲν γὰρ ἀφλεγμαντότερα τῆς365

18b

366

σκληρᾶς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. τοῦ δὲ ποσοῦ καὶ τὴν χρῆσιν αὐτῆς ἐδήλωσε τὸν σκοπὸν εἰπὼν μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα. τὸν δ’ ἀντικείμε‐ νον ὅρον οὐκ ἐδήλωσεν ὡς ἡμῶν νοούντων. ἔστι δ’ αὐτὸς,
5ὡς οὐδ’ οὕτως ὀλίγῃ κηρωτῇ χρῆσθαι προσῆκεν, ὡς φθά‐ σαι ξηρανθῆναι τὰ τῶν ἐπιδέσμων ὀθόνια, πρὶν ἐπιλύεσθαι διὰ τρίτης. ἄξιον δ’ ἐπισκέψεώς ἐστι διὰ τί κηρωτῇ κε‐ λεύει νῦν χρῆσθαι. καίτοι γε ἐν οἷς ἐξέσχεν ὀστοῦν τοῦ δέρματος οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δέ μοι
10φρονεῖν μὲν ὥσπερ γενναιοτέρου βοηθήματος εἰς τὰ τοιαῦτα τοῦ οἴνου, παραλείπειν δ’ αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμά‐ των, ἐν οἷς οὐκ ἐγυμνώθη τι τῶν συντριβέντων ὀστῶν διὰ τὸ πολλῆς ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν. εἰ μὴ γὰρ συνε‐ χῶς ἐπιβρέχοιτο, μεγίστη γίνεται βλάβη ξηραινομέ‐
15νων τῶν ὀθονίων. ἐπιβρέχειν δὲ συνεχῶς καὶ μάλιστα νύ‐ κτωρ οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετουμένων τοῖς κάμνουσιν. ἀλλ’ ἐπεί περ εἰς τὰ ἔσχατα νοσήματα αἱ
ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτ’ ἐφ’366

18b

367

ὧν ἐξέσχεν ὀστοῦν οἴνῳ χρῆσθαι κελεύει, ἔνθα δὲ χρῆται τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ τὰ πλείω. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπειδὴ τὰ ἄλλα κατάγματα καὶ χωρὶς οἴνου δύναται θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ
5χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπ’ αὐτῶν προσφέ‐ ροντας ἁμαρτεῖν ὁπότε μέγα διὰ τὴν τῶν ὑπηρετουμένων ἀμέλειαν. ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται καὶ ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστε‐
10ρον ἐπιφαινόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέ‐ γεθος ἐνίοτε καὶ παραμένοντες ὅλης νυκτὸς, ὅταν μὴ σφό‐ δρα θαῤῥῶμεν τοῖς ὑπηρέταις τὰ κελευόμενα πρᾶξαι πάντα καλῶς.
— — —
15
κβʹ. Ὅπως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ καὶ ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται.
— — —367

18b

368

Ὅτι μὲν οὖν οὕτως σχηματίζεσθαι προσήκει τὸν πῆ‐ χυν ὡς ὑποτετάσθαι μὲν τῇ κερκίδι, γωνίαν δὲ ὀρθὴν ἐρ‐ γάζεσθαι πρὸς μὲν τὸ τοῦ βραχίονος ὀστοῦν ἔμπροσθεν εἴ‐ ρηται. δυναμένου δὲ τούτου γίγνεσθαι καὶ κατωτέρω τῆς
5ἄκρας χειρὸς, ὡς πρὸς τὸν ἀγκῶνα, καὶ ἀνωτέρω, εἰκότως ἐπιδιωρίσατο καὶ περὶ τοῦδε, κελεύσας ἀνωτέρω βραχὺ τὴν ἄκραν τοῦ ἀγκῶνος χεῖρα ἔχειν. ἴσμεν γὰρ τὰ κατάῤῥοπα σχήματα ῥευμάτων αἴτια γιγνόμενα τοῖς πέρασι τῶν κώλων καὶ διὰ τοῦθ’ ὡς οἱ δι’ ὅλης τῆς ἡμέρας περιπατήσαντες,
10οἱ δ’ ἀλεώτερά πως ἔχοντες τὰ σκέλη πρὸ παντὸς ποιοῦν‐ ται, νύκτωρ αὐτὰ σχηματίζειν ὑψηλότερα τοῦ ὅλου σώματος. οὕτως οὖν κἀπὶ τῆς ὅλης χειρὸς ὁ Ἱπποκράτης κελεύει φυ‐ λάττεσθαι μὲν τὸ κατάῤῥοπον σχῆμα, μεταδιώκειν δὲ τὸ ἀνάῤῥοπον. κἂν ἐπὶ πλέον δ’ αὐτὴν ὑψηλοτέραν ἐκέλευσε
15τοῦ ἀγκῶνος ἴσχειν, εἰ μὴ καὶ τοῦτο τὸ σχῆμα τοῖς ἐν αὐτῷ χρονίζουσιν ὀδύνην παρεῖχεν, ὅλῃ τε τῇ χειρὶ καὶ μάλιστα τοῖς προσθίοις τοῦ βραχίονος μυσίν. ὅτι μὲν οὖν ὀδυνῶ‐
δές ἐστιν ἡ πεῖρά σε διδάξει. τὴν δ’ αἰτίαν τῆς ὀδύνης368

18b

369

ἡ φύσις τῶν κινούντων μυῶν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπιδείξεται. εἰσὶ γὰρ οἱ κατὰ τὸ πρόσω τε κἀκ τῶν ἔνδον μερῶν τοῦ βραχίονος, οὓς ὅταν κάμπτωμεν τὸν πῆχυν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνασπῶντες καὶ τείνοντες ἄνω συνανα‐
5σπῶμεν καὶ συνανατείνομεν ἑαυτοῖς ὅλον τὸν πῆχυν, εἰς ὅσον ἐμπεφύκασι τοῖς κάτω μέρεσιν ἑαυτῶν, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλ’ ἀπολαμβάνηται ἐς ἄκρην. τοῦτο ἀνα‐ φέρειν ἐχρῆν πρὸς τὸ μὴ κατωτέρω τοῦ ἀγκῶνος ἄκραν τὴν χεῖρα ἔχειν. διὰ μέσου δὲ ἀμφοῖν εἴρηται τὸ, ἀλλὰ μικρῷ
10ἀνωτέρω, ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον. ὅκως δὲ μὴ κατωτέρω ἄκραν τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἀπολαμβάνηται, ἀλλὰ σμικρῷ ἀνωτέρω.
— — —
κγʹ.
15Ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα.
— — —369

18b

370

Τὸ τὴν ἀρχὴν βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι κατὰ τὸ κάταγμα διττῶς γίγνεται, ποτὲ μὲν κατὰ τὸ μῆκος τοῦ κώλου νοούντων ἡμῶν αὐτὸ, ποτὲ δὲ καὶ κατὰ τὸ πλάτος. ὅροι δὲ τοῦ κατὰ τὸ μῆκος βαλλομένην τὴν ἀρχὴν τοῦ ἐπι‐
5δέσμου τὸ τὴν πρώην αὐτοῦ περιβολὴν ἐν κύκλῳ γιγνομέ‐ νην ὅλον σκεπάσαι τὸ κάταγμα. εἰ δ’ ἤτοι τοσοῦτον ἀνω‐ τέρω περιβάλλοις, ὡς μηδ’ ὅλως ψαῦσαι τοῦ συντριβέντος ἢ κατωτέρω πάλιν αὖ τοσοῦτον, ὡς μηδ’ ὅλως ἅψασθαι, τοῦτ’ ἂν ἀληθῶς εἴποι τις μὴ κατὰ τὸ κάταγμα τὴν ἀρχὴν
10τοῦ ἐπιδέσμου. οὕτως μοι νόει κατὰ τὸ κάταγμα βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι τὴν ἀρχὴν τῶν ὀθονίων, κατὰ τὸ πλάτος δὲ, ἐπεὶ δ’ ἂν αὐτὴν πρώτην ἐπίδεσιν ἐπί‐ δεσμος ἤτοι γε τῇ τοῦ κατάγματος ἢ ἐξωτέρω ποιήσεται. ἐνταῦθα μὲν οὖν ὁ Ἱπποκράτης ὡς πρὸς τὸ μῆκος τοῦ
15κώλου βλέπων ἀπεφήνατο τὴν ἀρχὴν βάλλεσθαι κατὰ τὸ κάταγμα, τουτέστι μήτε ταπεινοτέραν μήθ’ ὑψηλοτέραν
αὐτοῦ. δηλοῖ δὲ ἐξ ὧν ἐπιφέρων εἶπεν· ἐπὴν δὲ περιβάλλῃ370

18b

371

κατ’ αὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω δεδέσθω ἐπιδών. ἐν δὲ τῷ κατ’ ἰητρεῖον, ἔνθα φησὶ τὴν ἀρχὴν βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθα καὶ ἔνθα. πρὸς τὸ τοῦ κώλου πλάτος ἀναφέρων εἶπεν, ὡς δηλοῖ πάλιν κἀνταῦθα τὸ ἔνθα ἢ ἔνθα.
5ταύταις γὰρ ταῖς φωναῖς οἱ Ἕλληνες χρῶνται εἰς πλάτος δηλοῦντες. ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει· ἀρχὴν βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλὰ ἐπὶ τὸ ἅμμα.
— — —
κδʹ.
10Ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα.
— — —
Τὴν συμμετρίαν τῆς ἐπιβολῆς τῶν δεσμῶν ἐν τούτῳ τῷ λόγῳ διδάσκει. χρὴ γὰρ ἐρηρεῖσθαι μὲν αὐτοὺς εἰς τοσοῦτον, ὡς φυλάττειν ἀκίνητον τὰ κεχωρισμένα πέρατα
15τῶν ὀστῶν, οὐ μὴν οὕτως γε πεπιέχθαι σφοδρῶς, ὡς ὀδύ‐ νην παρέχειν τῷ κάμνοντι. πᾶσα γὰρ ὀδύνη χρονίζουσα καὶ μάλιστα ἐκθλίψεως αἰτία φλεγμονῆς γίγνεται. σκοποὶ
μὲν οὗτοι τῆς τῶν ἐπιδέσμων πιέσεως, ἀκριβῶς δ’ αὐτῶν371

18b

372

στοχάζεσθαι κατ’ ἀρχὰς μὲν οὐχ οἷόν τε, πολλάκις δ’ ἐπι‐ δήσας δυνατόν. προσέχων γὰρ τὸν νοῦν ἀκριβῶς τῷ ποσῷ τῆς τάσεως ἣν ἐποιήσω περιβάλλων τὸν ἐπίδεσμον εἶτ’ ἐρω‐ τήσας τὸν ἐπιδούμενον, ὁποίας αἰσθάνεται τῆς περιβολῆς
5τῶν ὀθονίων, ἐκ δευτέρου περιβάλλων ἴσως προτέρῳ, ἐκλῦ‐ σαι δεῖ τὴν τάσιν ἢ ἐπαυξῆσαι· θλίβεσθαι μὲν γὰρ εἰπόν‐ τος πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν. οὕτω δὲ εἶναι χαλαρὸν εἰπόντος, ὡς μηδ’ ὅτι περίκειται γινώσκειν ἐπαυξῆσαι. καὶ μέντοι καὶ πρὶν ἐπ’ αὐτοῦ τοῦ τὸ κάταγμα σχόντος ἄρχε‐
10σθαι τῆς ἐπιδέσεως, ἔνεστί σοι προγυμνάσασθαι, παιδάριον ὑγιὲς ἐπιδέσαντι πολλάκις· ἀλλὰ τῷ πυνθάνεσθαι τὰς ἀρ‐ τίως εἰρημένας πεύσεις. ἑτοιμότερος γὰρ οὕτως ἔσῃ πρὸς τὰς ἐν τοῖς κατάγμασι ἐπιδέσεις, ἔτι κἀκεῖνο προσεννοῶν, ὅτι τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρότερα βιαιοτέρας
15ἀνέχεται τῆς πιέσεως, ὅσα δ’ ἀσθενῆ καὶ μαλακὰ τῆς ἀνει‐ μένης ταῦτα χρῄζει.
— — —372

18b

373

κεʹ. Ἐπὴν δὲ περιβάλλῃ κατὰ τὠυτὸ δὶς ἢ τρὶς ἐπὶ τὸ ἄνω νε‐ μέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβά‐ νωνται καὶ τελευτησάτω κεῖθι.
5
— — —
Αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν ἄνω πρῶτον κελεύει τὴν νομὴν τῶν ὀθονίων ποιεῖσθαι. βούλεται γὰρ τὰς ἐπιῤῥοὰς τοῦ αἵματος κωλύεσθαι τῶν ἄνω μερῶν τοῦ κώλου. κατὰ δὲ τὴν εἰρημένην ἐπίδεσιν οὐ μόνον ἀπείργεται τὸ
10ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεται. ἡ μὲν οὖν ἐπιῤῥοὴ μίαν ὁδὸν ἔχει τὴν ἄνωθεν κάτω, ἡ δ’ ἔκθλιψις ἀμφοτέρας, τήν τ’ ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω. καὶ γὰρ εἰς τὸ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαί τι καὶ εἰς τὸ ἄνω. καὶ συμ‐
15βουλεύει γε ἀμφοῖν ἐστοχάσθαι δύο κελεύων ἐπιδέσμοις χρῆ‐ σθαι· τὴν μὲν γὰρ ἀρχὴν ἔχουσιν ἀμφοτέροις ἀπὸ τοῦ πεπονθότος, ὡς κατὰ μῆκος σκοπούντων, ἐντεῦθεν δὲ τοῦ
προτέρου μὲν ἄνω, τοῦ δευτέρου δὲ κάτω νεμομένου. βέλτιον373

18b

374

γὰρ ἐκθλίβεσθαι τὸ αἷμα τοῦ πεπονθότος μορίου πρός τε τὰ ὑπερκείμενα μέρη τοῦ κώλου καὶ τὸ σῶμα ἅπαν, ἐπειδὴ τὸ ἄκρον ἔλαττόν ἐστιν ἢ ὥστε δέξασθαι χωρὶς βλάβης δα‐ ψιλῆ χυμὸν, ὅπου μετὰ τὸν πρῶτον ἐπίδεσμον ἐκθλίβοντα
5τοῦ πεπονθότος μορίου τὸ αἷμα πρὸς τὴν ἀρχὴν τῆς χει‐ ρὸς, ἐὰν ὁ δεύτερος βιαιότερον σφίγξῃ, φλεγμονὴ γίνεται κατά τε τὸν καρπὸν καὶ τοὺς δακτύλους. διὰ ταῦτα τοι‐ γαροῦν ἄνω πρῶτον ἐκπιέζειν χρὴ, μάλιστα μὲν εἰ οἷόν τε πᾶν τὸ λυπῆσον, εἰ δ’ ὑπολείποιτό τι σμικρὸν, ἐκθλίβειν
10τοῦτο εἰς κάτω διὰ τοῦ δευτέρου τῶν ἐπιδέσμων· εἰ δὲ βιαιότερος αὐτοῦ τὴν γνώμην ὅλην παρακολουθήσας τῇ περὶ τῆς ἐπιδέσεως διδασκαλίᾳ.
— — —
κστʹ.
15Χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια.
— — —
Προσηκόντως εἶπε τοῦτο· τῶν γὰρ πρώτων ὀθονίων
ἀρχομένων μὲν ἀπὸ τοῦ κατάγματος, ἄνω δ’ ἀναφερομένων374

18b

375

κἀνταῦθα τελευτώντων ἀναγκαῖον ἔλαττον γίγνεσθαι τὸ μῆ‐ κος, οὐ τὰ δεύτερα μέλη λαμβάνειν, ἐφ’ ὧν κελεύει κάτω πρῶτον ἀπὸ τοῦ κατάγματος ἀφικνουμένους ἄνω πάλιν ἰέ‐ ναι πρὸς τὸν αὐτὸν τόπον, ἔνθα τοῦ πρώτου τῶν ἐπιδέ‐
5σμων τὸ τέλος ἐποιησάμεθα.
— — —
κζʹ. Τῶν δὲ δευτέρων ὀθονίων τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα.
10
— — —
Κατὰ λόγον ἐντεῦθεν γὰρ ἐκθλῖψαι βούλεται τὸ πλέον τοῦ αἵματος.
— — —
κηʹ.
15Περιβαλὼν δὲ ἅπαξ ἐς τὸ αὐτό.
— — —
Ἅπαξ κελεύει περιβάλλειν τοῦ δευτέρου τῶν ὀθονίων
τὴν ἀρχὴν οὐ δὶς ἢ τρὶς, ὡς τοῦ προτέρου. βούλεται375

18b

376

γὰρ ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι κατὰ τὴν εἰρημένην αἰτίαν.
— — —
κθʹ.
5Ἔπειτα νεμέσθω ἐς τὸ κάτω καὶ ἐπὶ ἧσσον πιέ‐ ζων, ἐπὶ μεῖζον διαβιβάσκων.
— — —
Ἧττον σφίγγεσθαι τὸ κῶλον ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων βούλεται δι’ ἃς εἶπεν αἰτίας. οὐ μὴν οὐδὲ πυ‐
10κνὰς τὰς περιβολὰς τῶν ὀθονίων ποιεῖσθαι συμβουλεύων τοῦ προτέρου τῶν ἐπιδέσμων αὐτάρκως ἐργασαμένου τὴν ἐκ τῆς πυκνότητος χρείαν.
— — —
λʹ.
15Ὡς ἂν αὐτέῳ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν.
— — —
Ὁ μὲν οὖν Ἱπποκράτης ἐπιδέσμοις δύο χρῆται πρὸ
τῆς τῶν σπληνῶν ἐπιβολῆς, ἄλλοι δέ τινες ἐχρήσαντο τρι‐376

18b

377

σὶν, ἑνὶ μὲν ἐκ τοῦ κατάγματος ἄνω νεμομένῳ, καθάπερ ὁ Ἱπποκράτης ἐκέλευσε, δευτέρῳ δὲ ἐκ τοῦ κατάγματος κάτω καὶ τρίτῳ κάτωθεν ἄνω κατ’ ἀμφοτέρων ὁμοῦ τῶν προτέ‐ ρων ἑλισσομένων. καὶ μέντοι καὶ τῶν τριῶν ἐπιδέσμων ὁ
5δεύτερος αὐτοῖς ἐστι βραχύτερος ἑκατέρου τῶν λοιπῶν, ἐκεῖ‐ νοι δ’ ἀλλήλοις ἴσοι διὰ τὸ τὸν μὲν πρῶτον αὐτῷ τε τῷ κατάγματι περιβάλλεσθαι δὶς ἢ τρὶς, ἑλίσσεσθαί τε περὶ τὸ κῶλον περιβολαῖς πυκνοτέραις, τὸν δὲ δεύτερον ἅπαξ μὲν τῷ κατάγματι περιβάλλεσθαι, τὰς δὲ περιβολὰς ἔχειν ἀραιο‐
10τέρας· τὸν δὲ τρίτον κατ’ ἀμφοῖν μὲν περιβάλλεσθαι. διὰ δὲ τὴν ἀραιότητα τῆς νομῆς οὐ γίγνεσθαι μακρότερον τοῦ πρώτου, ἀλλ’ ὅτι τοὺς εἰρημένους τρεῖς ἐπιδέσμους οἱ δύο περιέχουσιν ἐν ἑαυτοῖς, οὓς Ἱπποκράτης ἔγραψε, δῆλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω, τοῦ δευτέρου τῶν ἐπιδέσμων εἰς δύο
15χρείας ὑπηρετοῦντος, ἃς ἐκεῖνοι διελόντες ἑνὶ μὲν ἐχρῶντο πρὸς τὴν ἐκ τοῦ κατεαγότος ἐπὶ τὸ κάτω νομὴν, ἑτέρῳ δὲ εἰς τὴν ἐντεῦθεν ἄνω πρὸς τὸ τοῦ πρώτου τῶν ἐπιδέσμων πέρας.
— — —377

18b

378

λαʹ. Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπι‐ δεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεάγματος καὶ ἐφ’ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ.
5
— — —
Ἐν τοῖς κατάγμασι τῶν ὀστῶν ἡ ῥοπὴ τῆς διαστροφῆς ἐνίοτε μὲν ἐπὶ τὸ ἀριστερὸν, ἐνίοτε δ’ ἐπὶ τὸ δεξιὸν γίγνε‐ ται τοῦ κώλου. χρὴ τοίνυν τῶν πρώτων δύο ἐπιδέσμων ἐξ ὑπεναντίου ποιεῖσθαι τὴν ἐπίδεσιν, ἀρχομένου μὲν ἐξ ἐκεί‐
10νου τοῦ μέρους, εἰς ὃ τὸ κῶλον ἐνέκλινε, περιῤῥέοντα δ’ ἐπὶ τοὐναντίον· οὕτως γὰρ ἰσόῤῥοπον ἀπεργασθήσεται τὸ κα‐ τεαγὸς ὀστοῦν. τοῦτ’ οὖν ἐστιν ὃ λέγει νῦν Ἱπποκράτης κελεύων ἡμᾶς τὴν νομὴν τῆς ἐπιδέσεως πρὸς τὸ σχῆμα τοῦ κατάγματος ποιεῖσθαι, ὅπερ ἐστὶ περιῤῥέπειν ἐπὶ τἀναντία
15τῆς ἐκτροπῆς αὐτῶν.
— — —
λβʹ. Μετὰ δὲ ταῦτα σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον.
20— — —378

18b

379

Οἱ σπλῆνες στήριγμα τῶν πρώτων δυοῖν ἐπιδέσμων εἰ‐ σὶν, οὓς ἰδίως ὑποδεσμίδας ὀνομάζει, ἐπιβάλλεται δ’ αὐτοῖς ἐναντίως. ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίτ‐ τονται, κατὰ μῆκος δὲ οἱ σπλῆνες ἐπιτείνονται, τὴν πρώτην
5τὴν ἐκ δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κε‐ χρῆσθαι δ’ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιῤῥυέντες γὰρ ἀστήρικτοι γιγνόμενοι διὰ τὸ πλῆθος αὐτῆς, ὥσπερ καὶ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲν ἑνωθήσονται τοῖς ὑποδέ‐ σμοισιν. ἔστι γὰρ ὥσπερ τι πρὸς ἐκείνοις αὐτοῖς ἡ κηρω‐
10τή· φαίνεται δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων ὅσα κόλλῃ συν‐ δεῖται τὸ μέτριον αὐτῆς ἄριστον. ἐπὶ δὲ τῶν σπληνῶν καὶ θλίψις γίνεται ξηρῶν τ’ ἐπιτεθειμένων τῶν ὀθονίων, ᾧπερ ἀντίκειται τὸ προσηνέστερον, ὥσπερ γε καὶ τῷ εὐθετώτερον ἀντίκειται τὸ διὰ τὸ πλῆθος τῆς κηρωτῆς ἀνέδραστον. εἰ‐
15κότως οὖν ἔφη, καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον. ἐκ μὲν τοῦ μηδ’ ὅλως κεχρῆσθαι τῇ κηρωτῇ τοῦ σπληνὸς, ἀπολ‐ λυμένου τοῦ προσηνοῦς, ἐκ δὲ τοῦ πλέον ἢ χρὴ τοῦ εὐθέτου, τὸ γὰρ πλῆθος τῆς κηρωτῆς ὄλισθον αὐτῆς ἐργάζεται.
— — —379

18b

380

λγʹ. Ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλ‐ λὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος ἐς τὸ ἄνω ἄγειν. ἔστι δ’ ὅτε
5 καὶ ἄνωθεν ἐς τὸ κάτω.
— — —
Αἱ μὲν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομὴν, ἀλλ’ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύ‐ σιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον. οἱ δὲ μετὰ τοὺς σπλῆ‐
10νας ἀπόδεσμοι σκοπὸν ἔχοντες, ὅλον μὲν τὸ κῶλον ἀποδεῖν, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν ἔμ‐ παλιν ἀλλήλοις ποιοῦνται τὴν νομὴν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δ’ ἐπὶ θάτερον ἑλιττόμενος, ὡσαύτως δὲ κάτω μὲν ὁ ἕτερος, ἄνω δὲ ὁ ἕτερος. οὕτως γὰρ μάλιστα φυλάξουσι
15τὴν ἐπίδεσιν οἵαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις. διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ κατὰ πᾶν ἴσαι γιγνέσθωσαν, αἱ δ’ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων
ὑπερεχέτωσαν. ὅμως δ’ οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω·380

18b

381

ἀσφαλέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ὕστερον εἰρημένην αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβού‐ λευσεν ἐκθλίβειν ἀπὸ τοῦ κατάγματος.
— — —
5
λδʹ. Τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλοῦντας. τῷ δὲ πλήθει τῶν περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος.
— — —
10
Τὰ πέρατα τῶν κώλων στενότερον ἔχει τὸ εὖ‐ ρος, ἅπερ ὑπόξηρα καλεῖ. ταῦτ’ οὖν αὐτῶν τὰ μόρια κε‐ λεύει περιβόλαια σπληνῶν ἐγκαρσίων πληροῦν ἅμα ταῖς τῶν ἐπιδεσμίων ἐπιβολαῖς πλεόνεσιν ἐνταῦθα γιγνομέναις οὐκ ἀθρόως ἐργαζόμενον τοῦτο. ποιήσεις γὰρ οὕτως ἀνώμαλον
15τὴν ἐπίδεσιν, ἀλλὰ κατὰ βραχὺ τὸ ἐνδεὲς ἀναπληροῦντα.
— — —
λεʹ. Προσπεριβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς ἄλλοτε καὶ ἄλλοτε.
20— — —381

18b

382

Συμφλεγμαίνειν μὲν εἴωθεν ἅπαντα τὰ πλησιάζοντα μέρη τοῖς πεπονθόσι. τὰ δὲ πέρατα τῶν κώλων μᾶλλον, ὅτι μικρὰ καὶ ἄσαρκα τελέως ἐστὶ καὶ διὰ τοῦτο τὴν ἐπιῤῥέουσαν ἐκ τῶν περὶ τὸ κάταγμα χωρίων ὕλην ἐπιπόνως ἐπιδέχεται.
5παρηγορεῖν οὖν αὐτὰ βούλεται τῇ τῆς κηρωτῆς ἐπιθέσει, ἣν ὁπότε ψιλὴν ἄνευ τοῦ σκεπάσαι τινὶ βέλτιον ἦν ἐπιβάλλειν αὐτοῖς, οὔθ’ ἑτέροις ἐπιδέσμοις χρῆσθαι κατ’ αὐτῶν ἀστή‐ ρικτον ἔχουσι τὴν ἀρχὴν καὶ τελευτὴν καὶ διὰ τοῦτο πε‐ ριῤῥυησομένοις ἐν τάχει. συνεχρήσαντο οὖν τοῖς ὅλου τοῦ
10κατάγματος ἐπιδέσμοις, οὓς χαλαροὺς εἰκότως ἐπιβάλλει μὴ μέλλοντάς γε δυσχερείας παρέξειν, ἀλλὰ καὶ μίαν μόνην τὴν κώλυσιν τῆς φλεγμονῆς, κρατήματος γὰρ μηδενὸς χρῆται τὸ κατεαγός.
— — —
15
λστʹ. Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον αἱ δύο μοῖραι.
— — —382

18b

383

Κατὰ τὴν πρώτην ἁπασῶν ἐπίδεσιν πᾶσαν ἀξιοῖ τὸ πλῆθος τῶν ὀθονίων ἔλαττον ὑπάρχειν, ἧς οὐ δεησόμεθα προϊόντος τοῦ χρόνου. ἐδίδαξε γάρ σε πηλίκα χρὴ πλεί‐ στοις ὀθονίοις χρῆσθαι μικρὸν ὕστερον. ἐπεὶ δὲ τὸ πλῆ‐
5θος τῶν ὀθονίων ἔκ τε τοῦ ἀριθμοῦ καὶ τοῦ μήκους τῶν ἐπιδέσμων τε καὶ σπληνῶν αὐξάνεται ζητήσεις ὡς ποτέρα μείζους ἢ πλείους κελεύει σοι ποιεῖν τοὺς ἐπιδέσμους ἐπὶ προσήκοντι τῷ χρόνῳ, καὶ μέντοι καὶ πηλίκον εἶναι προσή‐ κει ἕκαστον. τὸ μὲν οὖν πλάτος τε καὶ μῆκος αὐτὸς ὥρι‐
10σεν ἐν τῷ κατ’ ἰητρεῖον εἰπὼν, τριῶν ἢ τεττάρων πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος οὐδὲ νῦν εἰπεῖν παρέλειπε. δύο γὰρ ὑποδεσμίδας ἀξιοῖ ποιεῖσθαι δι’ ὅλης τῆς ἐπιδέ‐ σεως. τούς γε μὴν σπλῆνας ὅτι τριπήχεις ἢ τετραπήχεις εἶναι προσήκει καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν. ἀριθμὸν δ’ αὐ‐
15τὸς εἰκὸς εἶναι τοσοῦτον, ὅσον δ’ ἂν αὐτάρκως περιλαμβάνῃ τὸ κῶλον. οἱ δ’ ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπι‐
βαλλόμενοι δύο μὲν εἰς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν383

18b

384

ἄνω τὴν φορὰν ποιούμενος ὁ ἕτερος αὐτῶν, ἄνωθεν δὲ κάτω πάλιν ὁ ἕτερος. ἐγχωρεῖ γε μὴν καὶ τρεῖς καὶ τέτταρας αὐτοὺς ποιεῖν, ἀλλ’ ἡμεῖς ἀεὶ δυοῖν χρώμεθα. πρὸς τούτους οὖν τις ἀποβλέπων τοὺς σκοποὺς εὔδηλον ὅτι στοχάσεται
5κατ’ ἀρχὰς μὲν ταῖς δύο μοίραις τῶν ὀθονίων χρῆσθαι. καθ’ ὃν δ’ ἂν χρόνον ἀφλέγμαντον ᾖ τὸ πεπονθὸς μέρος ταῖς τρισίν. ἐν μὲν οὖν τῷ κατ’ ἰητρεῖον, ὡς ἔφην, ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων ἀξιοῦντος αὐτοῦ τριῶν ἢ τεττάρων εἶναι πήχεων τῶν ἰδίων δηλονότι τοῦ ἐπιδέσμου.
10γελοῖον γὰρ εἰ τύχῃ παιδίον δυοῖν ἢ τριῶν ἐτῶν οὕτω μα‐ κροῖς ὀθονίοις ἐπιδησόμενος ὡς ἀνδρὸς τελείου τεττάρων πήχεων εἶναι τὸ μῆκος ἢ τὸν τέλειον, οὕτως βραχέσιν ὡς τριῶν ἢ τεττάρων εἶναι τῶν τοῦ παιδίου, κατὰ μέντοι τοῦτο βιβλίον οὐχ ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων, ὥσπερ οὐδὲ
15τὸ πλάτος ἡμῖν ἀπολείπων στοχάζεσθαι. δῆλον γὰρ ὅτι πρὸς τὸ μέγεθος τοῦ κατάγματος ἁρμοττομένους ἡμᾶς εὑ‐ ρίσκειν χρὴ τὸ μῆκος τῶν ἐπιδέσμων, ἀεὶ μὲν τῆς ἐπιδέ‐
σεως, ὡς αὐτὸς ἐκέλευσε, προσλαμβανούσης πολὺ τοῦ ὑγιοῦς,384

18b

385

οὐκ ἀεὶ δὲ ταὐτὸ, ἀλλὰ κατὰ τὸ μέγεθος, ὡς ἔφη, τοῦ κα‐ τάγματος. εἰ δὲ δὶς ἢ τρὶς αὐτῷ τῷ κατάγματι περιβάλ‐ λειν χρὴ, μετὰ δὲ ταῦτα πυκναῖς ταῖς περιβολαῖς χρώμενον ἄνευ τελευτῆσαι πολὺ τοῦ ὑγιοῦς ἐπιβάλλοντα. τηλικοῦτον
5δηλονότι προσήκει τὸ πρῶτον ὀθόνιον ὑπάρχειν, ὡς ἐξαρ‐ κέσαι ταῖς πρώταις περιβολαῖς ταῖς εἰρημέναις. ὡσαύτως δὲ καὶ κατὰ τοὺς ἄλλους ἐπιδέσμους τὸ μῆκος αὐτάρκες γι‐ γνέσθω, ὡς ταῖς ὑπ’ αὐτοῦ γεγραμμέναις λέξεσιν ἀρκέσαι. τό γε μὴν πλάτος τῶν ἐπιδέσμων ἐξ ὧν εἴρηκεν αὐτὸς σκο‐
10πῶν εὑρήσεις. ἡρμόσθω μὲν γὰρ, φησὶ, πεπιέχθω δὲ μή· τὸ δ’ ἡρμόσθαι τὸ οἷον ἐστηρίχθαι δηλοῖ. τοῦτο δ’ ἔσται μὴ πάνυ πλατέων παρεσκευάσθαι τῶν ὀθονίων, ῥυσοῦται γὰρ ἐν ταῖς περιβολαῖς τὰ τοιαῦτα, ἐπὶ ἄλλως γε τὸ πλα‐ τύτερον ὀθόνιον, ὡς ἂν πλείονα τόπον περιλαμβάνον ἀσφα‐
15λέστερον κρατεῖ τὰ κατεαγότα μόρια τῶν ὀστῶν καὶ ὅσον ἐπὶ τοῦτο κάλλιστος ἂν ἦν πλατύτατος ὁ ἐπίδεσμος. ἀλλὰ γὰρ ἐπειδὴ ῥυσούμενος ὁ τοιοῦτος, ἐν οἷς ἂν παραθῇ τοῦτο
πάθῃ μέρεσιν ἑαυτοῦ χαλαρώτερος γιγνόμενος, ἀπόλλυσι385

18b

386

τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο χρὴ μὴ πάνυ πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι τὸ τοῦ ὑποδέσμου πλάτος ἄχρις ἂν ἐνδέχηται, ὡς μηδέπω γίγνεσθαι χαλαρὸν αὐτοῦ τὸ μέρος, διὸ καὶ τὰ τοιαῦτα
5πάντα κάλλιον ὁ τετριμμένος πράξει. στοχαστικοὶ γὰρ οἱ σκοποὶ καὶ οὐδεὶς τοιοῦτος, οἷον ἐν τῷ γράφειν τε καὶ ἀνα‐ γινώσκειν. διὰ τί δὲ πλείοσιν ὀθονίοις ὕστερον χρῆ‐ σθαι κελεύει, τηνικαῦτα ἀκούσῃ ὅταν ἐπὶ τὴν ῥῆσιν ἐν ᾗ ταῦτα γράφει παραγενώμεθα.
10
— — —
λζʹ. Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα καὶ ὅρος ἐπιδεο‐ μένου εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα
15φαίη. τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον.
— — — Ἐπεὶ δὲ στοχαστικοῖς, οὐκ ἐπιστημονικοῖς σκοποῖς οὐδὲ
ἡμᾶς χρησομένους ἐν ταῖς τῶν ὀθονίων περιβολαῖς, διὰ386

18b

387

τοῦτο σημείοις ἀσφαλέσι κρίνειν ἀξιοῖ τὸ κατωρθωμένον τε καὶ διημαρτημένον αὐτοῖς. ἐὰν μὲν ἱκανῶς θλίβηται πρὸς τῶν ἐπιδέσμων ὁ κάμνων, ἐν τάχει λύσαντες ἄμεινον ἐπιδή‐ σομεν, ἐὰν δὲ χαλαρώτεραι τοῦ προσήκοντος αἱ περιβολαὶ
5τῶν ὀθονίων ὦσι, μὴ πάνυ πολὺν ἀναμένωμεν χρόνον· ἡ μὲν γὰρ ἰσχυρὰ θλίψις ὀδύνην τε καὶ φλεγμονὴν καί ποτε καὶ νέκρωσιν ἐπιφέρει κατὰ τὸ τοῦ κώλου πέρας. ἡ χαλαρὰ δὲ ἐπιβολὴ τῶν ὀθονίων ἀκίνδυνος μὲν εἰς ταῦτα, διαστρέφεσθαι δὲ ἐπιτρέπει τῷ κώλῳ ἐπὶ τὸ κάταγμα. κα‐
10τεπείγει τοιγαροῦν ἡ σφοδρὰ θλίψις, ὡς ἐν αὐτῇ τῇ ἡμέρᾳ κατεπιδεῖν ἀναγκάζειν, οὐ μήν γε ἡ χαλαρά· μίαν μὲν γὰρ ἀναμένει πάντως. δύναιτο δ’ ἄν ποτε καὶ τὰς δύο· διὰ τοῦτο γοῦν ἐρωτᾷν ἀκριβῶς χρὴ τὸ ἐπιδεδεμένον, ὁποίας τινὸς αἰσθάνεται τῆς τῶν ὀθονίων ἐπιβολῆς, ἵνα ἐξ ὧν ἀπο‐
15κρίνεται διαγινώσκωμέν τι περὶ τῆς κατὰ τὴν ἐπίδεσιν ἐπα‐ νορθώσεως. προσῆκον δὲ, φησὶ, κατὰ τὸ κάταγμα δεῖν ἀπο‐ κρίνεσθαι τὸν ἐπιδεδεμένον αἰσθάνεσθαι μᾶλλον ἤπερ κατὰ
τὰ ἄλλα μέρη τοῦ κώλου τῆς ἐκ τῶν ὀθονίων ἐπιδέσεως.387

18b

388

αἰσθητικώτερόν τε γὰρ τοῦτο τῶν θλιβέντων ἐστὶ, διότι τε πέπονθεν ἡμεῖς τε μᾶλλον ἐπιέσαμεν ἐνταῦθα τὸν ἐπίδεσμον, ὡς ἂν βουλόμενοι τὸ πᾶν αἷμα ἐκθλίβειν, ἐφ’ ἑκατέρου τοῦ κώλου πόῤῥω τοῦ κατάγματος, οὕτω γὰρ ἔμελλεν ἀφλέγμαν‐
5τον ἔσεσθαι τὸ πεπονθός.
— — —
ληʹ. Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑαυτῷ μὴ ἐπὶ ἧσ‐
10σον πεπιέχθαι, ἀλλ’ ἐπὶ μᾶλλον. τῇ δ’ ὑστεραίῃ οἰδη‐ μάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ σημεῖον τῆς πιέσιός σου.
— — — Ἐπειδὴ τὸ κῦρος τῆς ἐπιδέσεως ἐν τῷ ποσῷ τῆς πιέ‐
15σεώς ἐστιν, ὑφίσταται δὲ τὸ ποσὸν τοῦθ’ ὑπαλλάσσεσθαι διὰ τὴν ἐν μαλακότητί τε καὶ σκληρότητι διαφορὰν τῶν μο‐ ρίων, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ τινὰ μὲν σώματα φύσει
δυσαίσθητα, τινὰ δὲ εὐαίσθητα ὑπάρχειν, εἰκότως ἐκ πολ‐388

18b

389

λῶν σημείων πειρᾶται τὴν ἀσφάλειαν τῶν θεραπευομένων πορίζεσθαι. διὰ τοῦτ’ οὖν οὐκ ἤρκεσεν αὐτῷ μόνα τὰ ἐκ τῆς ἐρωτήσεως, ἀλλὰ καὶ τοῖς μορίοις αὐτοῖς ἀξιοῖ προσέ‐ χειν ἡμᾶς καὶ μάλιστά γε τοῖς πέρασιν αὐτῶν. οἰδημάτιον
5γὰρ ἔσεσθαί φησιν, ἐὰν συμμέτρως πιέσωμεν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν μαλθακὸν, ὅπερ ἐστὶ τὸ εἶκον, εἰ πιέζομεν αὐτὸ, τοὺς δακτύλους ἐπιβάλλοντες, ὡς εἴ γε τοῦτο τὸ οἰδημάτιον ἢ μηδ’ ὅλως εὕροιμεν ἢ σκληρὸν εἰδέ‐ ναι χρὴ σαφῶς, ἐνδεέστερον μὲν πεπιέχθαι τὸ κάταγμα,
10μηδ’ ὅλως εὑρεθέντος ἐπὶ μᾶλλόν γε τεθλίφθαι σκληροῦ φανέντος. εὔδηλον γὰρ ὅτι τῶν ἐκθλιβομένων χυμῶν ὑπὸ τῆς ἐπιδέσεως ἐπὶ τὸ πέρας τοῦ κώλου πολλῶν γιγνομένων, πληρωθήσεται τὸ ἄκρον αὐτοῦ καὶ θλιβόμενον τοῖς δακτύ‐ λοις οὐχ ὑπείξει. καὶ τοῦτ’ ἔσται σοι σημεῖον σφοδρᾶς πιέ‐
15σεως, ὥσπερ γε καὶ εἰ μηδ’ ὅλως οἰδήσειεν ἡ ἄκρα χεὶρ, ἔσται σοι καὶ τοῦτο τεκμήριον τοῦ μηδ’ ὅλως ἐκτεθλίφθαι τε πρὸς τῆς ἐπιδέσεως. ἀνάλογον μὲν γὰρ ἀεὶ τῷ πόσῳ
τῆς πιέσεως τὸ ποσὸν τῶν ἐκθλιβομένων γίνεται χυμῶν.389

18b

390

ἀναλόγως δὲ τούτῳ τὸ ποσὸν ὂν τοῦ οἰδήματος, ὥστ’ εἰκό‐ τως ἀντίτυπον μὲν καὶ μέγα τὸ κατ’ ἄκρον τὸ κῶλον οἴδημα γίγνεται, σφοδρῶς θλιψάντων τὸ κατεαγὸς αὐτοῦ μέρος. εἶ‐ κον δὲ καὶ μικρὸν ἀτρέμα πιεσάντων, ὥσπερ εἰ καὶ μηδ’
5ὅλως πιέσαιμεν, οὐδ’ ὅλως ἔσται τὸ οἴδημα. πρόδηλον οὖν ὡς μεγάλου μὲν ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν ἀντικωλυτέον ἐστὶ καὶ κα‐ ταντλητέον ὕδατι πολλῷ θερμῷ παραχέοντας δαψι‐ λὲς ἔλαιον ἐπιδετέον τε μετρίως πιέζοντας. εἰ δὲ μηδ’ ὅλον
10εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐπιλύσας δήσεις εὐτονώτερον, εἰ δὲ μέτριον εἴη γεγονὸς οἰδημάτιον, ὁ μὲν οὖν Ἱπποκράτης καὶ τοῦτο διὰ τρίτης λύει, ἐγὼ δὲ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμε‐ νος ἐνίοτε μὲν καὶ πέμπτην μάλιστα ἐν χειμῶνι χεῖρον οὐ‐
15δὲν εὗρον γιγνόμενον.
— — —
λθʹ. Τελευτώσης δὲ τῆς ἡμέρης ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι,
τῇ δὲ τρίτῃ χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα, κἢν390

18b

391

μέν τι τούτων τῶν εἰρημένων ἐλλίπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἐστὶν ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου καὶ τουτέοισι σημαινόμενος τὸ ὕστερον ἐπι‐
5 δέων ἢ χαλᾷν μᾶλλον ἢ πιέζειν.
— — —
Οὐ μὰ Δία, καθάπερ οἴονταί τινες, ἐκ τῆς τάσεως μα‐ κροτέρων γιγνομένων τῶν ὀθονίων ἡ ἐπίδεσις ἐν τῷ χρόνῳ χαλαρωτέρα φαίνεται, ἀλλ’ ὅτι προστέλλεται τὸ κῶλον ἰσχνού‐
10μενον, ὅταν ὀρθῶς ἐπιδέηται, καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ παντὸς ἐπὶ πάντων τῶν καταγμάτων, ὡς καὶ αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.
— — —
μʹ.
15Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα κατατεινάμενον καὶ διορθωσάμενον, κἢν μετρίως τὸ πρῶτον ἐτετυχήκεις ἐπι‐ δήσας· ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα,
ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν τοῦτο πρότερον ἐπιδέῃς,391

18b

392

ἐξαρείαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα. ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξαρεία‐ ται ἐκ τοῦ πιεχθέντος, ἐς πολλὰ δ’ εὔχρηστον τὸ ξυνιέ‐ ναι· οὕτως οὖν ἄρχεσθαι μὲν ἀεὶ χρὴ τὴν ἐπίδεσιν καὶ
5τὴν πίεσιν ἐκ τουτέου τοῦ χωρίου. τὰ δ’ ἄλλα κατὰ λόγον, ὡς ἂν προσωτέρω ἀπὸ τοῦ κατάγματος ἀγά‐ γῃς ἐπὶ ἧσσον τὴν πίεσιν ποιέεσθαι. χαλαρὰ δὲ παντά‐ πασιν μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. ἔπειτα δὲ πλείοσιν ὀθονίοισιν χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδε‐
10σίων. ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλον οἱ πεπιέχθαι ἢ τὸ πρότερον καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα· καὶ τὰ ἄλλα δὲ κατὰ λόγον καὶ ἀμφὶ τῷ οἰδήματι καὶ ἀμφὶ τῷ πονέειν καὶ ἀμφὶ τῷ ῥηίζειν κατὰ λόγον τῆς προτέ‐ ρης ἐπιδέσιος γινέσθω. ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρωτέρα
15οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα, ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι ὀλίγῳ μᾶλλον πιέζοντα καὶ ἐν πᾶσι τοῖ‐ σιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι καὶ ἔπειτα πάντα αὐτὸν ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώ‐ τῃσι περιόδοισιν τῶν ἐπιδεσίων.
20— — —392

18b

393

Ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἰ ὅσον προσή‐ κει πιέζειν οὐ πιέσομεν ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ πληγῇ, πάντων δὲ καλῶς γεγενημένων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἀνωδυνώτερον ἔχοντες τὸν ἄνθρωπον αὐξήσομεν τὴν
5τάσιν, οὐ μὴν οὐδὲ νῦν, εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ. τοῦτο γὰρ ἐὰν ὀρθῶς πάντα γένηται, κατὰ δὲ τὴν πέμπτην ἡμέ‐ ραν ὑπάρξει, διὸ καὶ τοῖς ὀθονίος πλείστοις χρῆσθαι τηνι‐ καῦτα καὶ τῇ τάσει τελεωτάτῃ μεμνημένων ἡμῶν, ὡς ἁπάν‐ των τῇ προσηκούσῃ τάξει γιγνομένων ὁ λόγος οὗτος αὐτῷ
10περαίνεται, ὡς εἴ γε διὰ τὸ πλημμεληθὲν ἐν τῷ μεταξὺ μη‐ δέπω τελέως ἀφλέγμαντος ἡ χεὶρ εἴη τῇ πέμπτῃ τῶν ἡμε‐ ρῶν, οὐδ’ ἡμεῖς χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν. ἡ μὲν γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως καὶ τοῦ πλή‐ θους τῶν ὀθονίων, ὡς αὐτὸς ἔφη γίγνεται. μάλιστα δ’
15αὐτῇ χρώμεθα κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ προσεσταλμέ‐ νον μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγον εἰς κατόρθωσιν. ἐὰν οὖν ποτε συμβῇ μὴ γενέσθαι τοῦτο κατὰ
τὴν πέμπτην ἡμέραν, ἀναμενοῦμεν ἑτέραν περίοδον λύσεως393

18b

394

εἰς τὴν ἑτέραν ἑβδόμην ἀφικνουμένην δηλονότι. διὰ τρίτης γὰρ ἀξιοῖ λύειν καὶ μετεπιδεῖν, ἄχρις ἂν εἰς νάρθηκας ἐμ‐ βάλλῃ τὸ κάταγμα χάριν τοῦ καταντλεῖν ὕδατι θερμῷ κενώ‐ σεως ἕνεκα τῶν ἐν τῷ κατεαγότι μορίῳ χυμῶν, ὅσοι λεπτοὶ
5καὶ ὀῤῥώδεις εἰσὶ διαπνέεσθαι δεόμενοι. ἅμα δὲ καὶ παρη‐ γορητικὸν ὀδύνης τοῦτο καὶ κνήσεως ἰατικὸν, ὡς ὅταν γε μήτε κνήσεως αἰσθάνηται μήτε ὀδύνης ὁ ἄνθρωπος ἅπαντά τε τὰ λελεγμένα σημεῖα τοῦ περαίνεσθαι καλῶς τὰ περὶ τὸ κάταγμα φαίνηται, κἂν διὰ τετάρτης λύσῃς, οὐδὲν βλά‐
10ψεις καὶ μάλιστα χειμῶνος, ἔτι δὲ μᾶλλον ἀνθρώπους ἀγροίκους ἀλουτεῖν εἰθισμένους τὰ πολλά. τοὺς δὲ καθ’ ἑκάστην ἡμέραν εἰωθότας λούεσθαι καὶ μᾶλλον εἰ δὶς τοῦτο ποιεῖν, οὐ χρὴ διὰ μακροῦ λούειν, ἔτι δὲ μᾶλλον εἰ καὶ μα‐ λακόσαρκοι φύσει τύχοιεν εἶναι.
15
— — —
μαʹ. Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης
ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ394

18b

395

χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα. τὸ δ’ ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται. ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα
5καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντας ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. ἐπὴν δ’ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι τοὺς νάρθηκας περιθεῖναι χρὴ
10καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεσιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν. μετὰ δὲ ταῦτα ὅ τε πόνος αἵ τε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. ἐπὴν δὲ
15τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ’ ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα κατὰ λόγον, εἴπερ καὶ ἡ ἐπίδεσις ἐχά‐ λα μᾶλλον ἢ ἐπίεζε. παχύτατον δὲ χρὴ εἶναι τὸν νάρ‐
θηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὲν πολλῷ. ἐπιτηδεύειν395

18b

396

δὲ χρὴ μάλιστα μὲν κατ’ ἰθυωρίην τοῦ μεγάλου δακτύ‐ λου, ὡς μὴ κείσεται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ δακτύλου ἰθυωρίην, ᾗ τὸ ὀστέον ὑπερ‐ έχειν ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. ἢν δὲ ἄρα πρὸς τὸ
5κάτηγμα ξυμφέρει κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρ‐ θήκων βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπὸν, κίνδυνος γὰρ ἑλκώσιος καὶ νεύρων ψιλώσιος. χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξιν πάνυ ἡσυχῇ οὕτω
10τῇ γνώμῃ ἔχοντας, ὡς οἱ νάρθηκας φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ’ οὐ τῆς πιέσιος εἵνεκεν ἐπι‐ δέωνται. ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπί‐ θυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσιν καὶ μήτε κνησμοί τινες λυπέωσι μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται
15εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ’ ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται· ἐν τριήκοντα δὲ μά‐ λιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν.
— — —396

18b

397

Εἰ τοιοῦτον ἐδυνάμεθα ποιῆσαι τὸ κατεαγὸς ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ὁποῖον εἰς τὰ πολλὰ κατὰ τὴν ἑβδόμην γίνεται, τοὺς νάρθηκας ἀναγκαῖον περιεβάλλομεν. ἐπεὶ δὲ, ὡς εἶπεν αὐτὸς, ἐν τῇ ζʹ πάνυ λεπτὸν φαίνηται, δι’ οὗ ῥή‐
5ματος ἐδήλωσε τὸ καὶ τῆς ὑγιεινῆς αὐτὸ καταστάσεως ὡς εἶχε πρότερον ἰσχνότερον γίγνεσθαι, διὰ τοῦτο κατ’ αὐτὴν τὴν ἡμέραν αὐτῷ περιτίθησι τοὺς νάρθηκας ἐπιμελέστατα δηλονότι διαπλάσας νῦν τὸ κῶλον, ὡς ἂν καὶ τῶν ὀστῶν μὲν χαλαρῶν. εἰ δὲ χρεία τῶν ναρθήκων ἐστὶν, ἥπερ δὴ
10καὶ τῶν σπληνῶν ἔμπροσθεν εἴρηται, κρατεῖσθαι τὸ κατεα‐ γὸς ὀστοῦν. ἐπεὶ δὲ συμφῦναι πρὸς ἑαυτὸ καθάπερ ἡ σὰρξ οὐ δύναται διὰ τὴν φυσικὴν ξηρότητα, οἷον δεσμός τις ὢν ὁ πῶρος αὐτῶν γίγνεται περιφυόμενος τοῖς χείλεσι τοῦ κα‐ τάγματος. ἡ γένεσις δ’ αὐτῷ τὸ ἐξ αὐτοῦ τοῦ συντριβέν‐
15τος ὀστοῦ τῆς τροφῆς περίττωμα· καὶ ὅταν γε μὴ καλῶς ὁ κάμνων ᾖ διαιτώμενος ἢ καὶ πληθωρικὸς ὑπάρχων, πολὺ τοῦτο τὸ περίττωμα, ὃ προχεόμενον ὅλους διαβρέχει τοὺς ἐπιδέσμους αἵματι παχεῖ παραπλήσιον. ὅσον οὖν αὐτοῦ
κατὰ τὴν ἔγχυσιν ἐπὶ τοῖς χείλεσι τῶν τοῦ κατεαγότος ὀστοῦ397

18b

398

μερῶν ἐπιπαγῇ, τοῦτο τῷ χρόνῳ μεταβαλλόμενον ὑπ’ αὐ‐ τοῦ τοῦ ψαύοντος ὀστοῦ παραπλήσιον αὐτῷ γίγνεται καὶ καλεῖται πῶρος. ἐὰν οὖν σείηται καὶ διακινῆται τὰ χείλη τοῦ κατάγματος, ἥ τε πίεσις αὐτοῦ κωλυθήσεται καὶ διὰ
5τοῦτο καὶ ἡ τοῦ κατάγματος πώρωσίς γε καὶ γένεσις. ὁποῖον γάρ τι τοῖς ἑνουμένοις ξύλοις ἐστὶν ἡ κόλλη, τοιοῦτον τοῖς συντριβομένοις ὀστοῖς ὁ πῶρος. εἰκότως οὖν ἡσυχίας ἀκρι‐ βῶς δεῖται τὰ διὰ πώρου κολλώμενα κατάγματα· σεισθεὶς γὰρ ὁ πηγνύμενος πῶρος διαλύεται παραπλησίως τῇ τὰ
10ξύλα συναγούσῃ κόλλῃ καὶ τῷ πηγνυμένῳ γάλακτι. ταύτην οὖν αὐτῷ τὴν ἡσυχίαν ἥ τ’ ἀκριβεστέρα πίεσις ἐκ τῶν ἐπι‐ δέσμων καὶ ἡ τῶν ταῦτα κρατούντων ἔξωθεν γίγνεται. κρα‐ τεῖ δ’ αὐτὰ τό τε πλῆθος τῶν ὀθονίων καὶ οἱ νάρθηκες. τὰ δ’ ἐφεξῆς ἅπαντά εἰσι σαφῆ τοῖς προσέχουσι τὸν νοῦν·
15κελεύει γὰρ εἴ πού τι χαλαρὸν γίγνοιτο τῆς δέσεως ἐπισφίγγειν διὰ τρίτης τοὺς νάρθηκας, οὐ μέντοι λύειν ὅλην τὴν ἐπίδεσιν, εἰ μὴ κνησιῶν ὁ ἄνθρωπος τύχῃ σφοδρῶς ἢ καί τινα ἕλκωσιν ὑποπτεύοιμεν. ἡ δ’ αἰτία τοῦ κατ’ ἀρχὰς
μὲν μᾶλλον, ὕστερον δ’ ἧττον κνησιᾷν ἡ κένωσίς ἐστι τοῦ398

18b

399

πεπονθότος μορίου· κνησιῶσι γὰρ ὑπὸ τῶν ἐξερχομένων περιττωμάτων ἀτμωδῶν, δακνόμενοι μετρίως, ὡς ὅταν γε σφοδρῶς δάκνωνται μετ’ ὀδύνης αὐτοῖς ἤδη τὸ κνησιᾷν ὑπάρχειν. ὅταν οὖν κενὸν μόριον, ἢ οὐδὲν γεννᾷ περίττωμα
5τοιοῦτον ἢ παντάπασιν ἐλάχιστον.
— — —
μβʹ. Ἀτρεκὲς δὲ οὐδέν· μάλα γάρ τε καὶ φύσις φύσιος καὶ ἡλικίη ἡλικίης διαφέρει.
10
— — —
Οὐχ ἁπλῶς εἰπὼν ἡλικίαν ἡλικίας διαφέρειν, ἀλλὰ προσθεὶς τὸν σύνδεσμον ἐπιδείκνυται καὶ ἄλλας αἰτίας εἶναι, δι’ ἃς οὐ πάντα τὰ τοῦ πήχεως κατάγματα τριάκονθ’ ἡμέ‐ ρας κρατύνεται, τινὰ δὲ ἧττον· ἀλλ’ ἔστιν ἥ τε τοῦ ἔτους
15ὥρα καὶ χώρα καὶ φύσις τοῦ θεραπευομένου σώματος, ἥ τε τοῦ ἔτους κατάστασις αὐτοῦ καὶ δίαιτα καὶ ὁ τρόπος τῆς δέσεως. θᾶττον γὰρ κρατύνεται, τουτέστιν ἀσφαλῶς πω‐
ροῦται διά τε τὴν ὕλην ἑξῆς ὁ πῶρος γίγνεται συμμέτρως399

18b

400

ἔχουσαν ἐν ποσότητί τε καὶ ποιότητι καὶ διὰ τὴν ῥώμην τῆς πηγνυούσης αὐτὴν δυνάμεως. εἰς χρόνον δὲ ἐκπίπτει πλείονα διά τε τὴν ἔνδειαν τῆς ὕλης· ὃ γὰρ ἐν ἐλάττονι χρόνῳ δι’ εὐπορίας τῆς ὅλης αἱ δυνάμεις ἐργάζονται, τοῦτ’
5ἐν πλείονι δι’ ἀπορίαν. ἔστι δ’ ὅτε καὶ διὰ πλῆθος ἄμε‐ τρον. ἀποκλύζεται γὰρ ὁ πηγνύμενος πῶρος ὑπὸ τῆς ἐπιῤ‐ ῥεούσης ἔνδοθεν ὑγρότητος, ὅταν ᾖ πολλή τε ἅμα καὶ συνε‐ χής· ἔστι δὲ τὸ μὲν πάχος τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ παγῆναί τε καὶ γενέσθαι πῶρον. ἡ δ’ ὑγρότης ὅταν ὑδα‐
10τώδης ἐστὶ καὶ λεπτὴ καὶ τὴν σύστασιν ἀνεπιτήδειος εἰς πώρου σύστασιν. ὅτι δὲ ἡ δύναμις ἡ μὲν ἰσχυρὰ θᾶττον ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δὲ ἀσθενεστέρα βραδύτερον οὐδὲ λόγου δεῖται. διὰ ταῦτα μὲν ἐν διαφόροις χρόνοις αἱ πωρώσεις γίγνονται τοῖς συντετριμμένοις ὀστοῖς, αὐτὰ δὲ
15ταῦτα τὰ νῦν λεγόμενα διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰ‐ τίας ὑπαλλάττεται· καὶ γὰρ πλείων καὶ ἐλάττων ὕλη καὶ παχυτέρα καὶ λεπτοτέρα γίγνεται διά τε τὴν ἐξ ἀρχῆς ἑκάστου κρᾶσιν καὶ διὰ τὴν ἐπίκτητον, ἐν ᾧ θεραπεύεται
χρόνῳ κατάγμασιν, ἔτι τε δίαιταν ἣν διαιτῶνται καὶ τρόπον400

18b

401

ἐπιδέσεως ἣν ἐπιδοῦνται, τήν θ’ ἡλικίαν καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἐξ ὧν ἁπάντων καὶ ἡ δύναμις ἤτοι γ’ ἀσθε‐ νὴς ἢ ἰσχυροτέρα γίγνεται.
— — —
5
μγʹ. Ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ καὶ μετεπιδῆ‐ σαι ἧσσον μὲν ὀλίγῳ πιέσαντα ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν ἢ τὸ πρότερον, καὶ ἔπειτα διὰ τρί‐ της ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ
10 δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν.
— — —
Ηὔξησεν ἀπ’ ἀρχῆς καὶ πλῆθος τῶν ὀθονίων καὶ τὴν πίεσιν ἄχρι τῆς τῶν ναρθήκων ἐπιδέσεως. ἐκείνους δὲ ἐπιθεὶς κατὰ τὴν ζʹ ἡμέραν ἄλυτον ἐφύλαξε τὸ κῶλον
15ἄχρι τῆς κʹ, οἷον κρηπῖδα βεβαίαν βάλλεσθαι βουλόμενος τῇ πωρώσει. γιγνομένης δ’ αὐτῆς οὐκέτ’ ἐν ἡσυχίᾳ παντελῶς φυλάττει τὸ κάταγμα· προσήκει γὰρ ἀνατρέφειν τὸν πῶρον,
ὅταν ἀσφαλῶς ῥιζωθῇ, τὸ δ’ ἀνατρέφειν γίγνεται τῇ χορη‐401

18b

402

γίᾳ τῆς ὕλης, ἣν ὥσπερ ἀποστρέψαμεν ἐξ ἀρχῆς ἀπὸ τοῦ πεπονθότος εἰς ἕτερα μόρια τοῦ σώματος, οὕτω νῦν χρὴ προσκαλεῖσθαι καταχέοντας ὕδωρ θερμόν· καὶ ἐν αὐτῇ τῇ ἀρχῇ παντάπασιν αὐτὴν ἐκωλύομεν ἐπὶ τὸ πεπονθὸς ἔρχε‐
5σθαι, τῷ πλήθει τῶν ὀθονίων καὶ τῇ πιέσει αὐτὴν νῦν οὐ προσήκει κωλύειν ἐπιῤῥεῖν ἀφαιροῦντας κατὰ βραχὺ τῶν ὀθονίων, ἅμα τῷ καὶ τὴν πίεσιν κωλύειν.
— — —
μδʹ.
10Ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦ‐ σαι ἐν τῷ ἡμίσει τοῦ χρόνου ἢ ὀλίγῳ πρόσθεν καὶ αὖθις μετεπιδῆσαι.
— — —
15
Τὰ μὲν ἔμπροσθεν αὐτῷ λέλεκται πάντων κατὰ λόγον γιγνομένων. ἐπεὶ δὲ καὶ ὀδύνης τινὸς αἴσθησις γιγνομένη καὶ τῆς ἑλκώσεως φόβος, ὑποψία τοῦ μὴ καλῶς διαπεπλά‐
σθαι τὸ κάταγμα καὶ κίνησις σφοδρὰ κατά τινα συντυχίαν402

18b

403

ἐν τῷ κώλῳ γιγνομένη λύειν μὲν ἀναγκάζει πρὸ τῆς κʹ ἡμέρας τὴν ἐπίδεσιν, αὐτὸ τοῦτο προδιωρίσατο μή τις οἰηθεὶς διη‐ νεκὲς εἶναι τὸ παρηγγελμένον ὑπ’ αὐτοῦ πρόσθεν ἅπαντα μέχρι τῆς κʹ ἡμέρας τὰ κατάγματα φυλάττειν τελέως ἀκί‐
5νητα. πρὸς γὰρ τὸ κατεπεῖγον ἀεὶ χρὴ τὸν ἰατρὸν ἵστα‐ σθαι καὶ μὴ καθάπερ νόμον ἀπαράβατον φυλάττειν τὰ κε‐ λευσθέντα πράττεσθαι κατὰ λόγον προβαινόντων ἁπάντων.
— — —
μεʹ.
10Δίαιτα δὲ τουτέοισιν οἷσιν ἂν μὴ ἕλκεα ἐξ ἀρχῆς γένηται ἢ ὀστέα ἔξω ἐξίσχει, ἀρκέει ὑποφαύλη, ἐνδεέστε‐ ρον δὲ χρὴ διαιτᾷν ἄχρι ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας.
— — —
15
Τὸ φαῦλον οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι πολλά‐ κις ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ λέγειν, ᾧ τὸ ἀκριβὲς ἀν‐ τίκειται καλούμενον, ὑπὸ τῶν Ἰώνων σκεθρόν. ὥσπερ οὖν
τὴν ἀκριβῆ δίαιταν ὀνομάζει σκεθρὰν, οὕτω τὴν ἐναντίαν403

18b

404

αὐτῇ φαύλην. καὶ κατὰ τοῦτο καὶ νῦν τὴν μετρίως ὑπο‐ φαύλην ἐκάλεσεν, ἥτις ἐστὶν ἡ μεταξὺ τῆς ἁπλῆς φαύλης καὶ τῆς ἀκριβοῦς. ἀκριβεῖ μὲν οὖν διαίτῃ διαιτᾷ τοὺς ἐξ ἀρχῆς ἔχοντας μεθ’ ἕλκους τὸ κάταγμα, καὶ μάλιστα εἰ προ‐
5κύπτει τοῦ δέρματος ἔξω τοῦ συντριβέντος ὀστοῦ. ἁπλῇ δὲ, τουτέστι τῇ ἐπιτυχούσῃ, τοὺς ἐν ἀκινδύνῳ καθεστῶτας. ὑποφαύλῃ δὲ καὶ μέσῃ τοὺς κάταγμα ἔχοντας ἐν ταῖς πρώ‐ ταις ἡμέραις διαιτᾷ. τὸν δ’ ὅρον τῶν πρώτων ἡμερῶν ἐποιήσατο τὴν ιʹ, οὐχ ὡς οὐδέποτ’ ἂν πρωϊαίτερον
10ἢ ὀψιαίτερον εὐλόγως ἡμῶν παραλλαξάντων τὴν δίαιταν, ἀλλ’ ὡς ἐπὶ πολὺ συμβαῖνον οὕτως. διὰ τοῦτο δὲ μέσῃ χρῆται διαίτῃ, διότι μήτε κίνδυνος μέγας ἐστὶν ὡς ἐπὶ τῶν γυμνωθέντων ὀστῶν μήθ’ οὕτως ἀκίνδυνος ἡ διάθεσις, ὡς ἐπὶ τῶν ἕλκος ἐχόντων ἁπλοῦν ἐν σαρκώδει μορίῳ χωρὶς ὀστοῦ
15πάθους. τοῖς μέσως οὖν ἔχουσι τῶν ἀκινδύνων τε καὶ κιν‐ δυνωδῶν μέσην εἰκότως ὁρίζει καὶ δίαιταν ἄλλως τε καὶ ὅτι μέχρι τῆς ιʹ ἡμέρας οἱ συντετριμμένοι τὴν χεῖρα τε‐
λέως ἀργοῦσιν, ὅπερ ἑλινύειν οἱ Ἴωνες ὀνομάζουσιν. εὔλο‐404

18b

405

γον δ’ ἐστὶ τῶν κινουμένων τοὺς ἡσυχάζοντας ἀκριβέστερον διαιτᾶσθαι. μετὰ τὴν ιʹ οὖν τῶν πλείστων περιεχομένων ἀνειλημμένης τῆς χειρὸς εἰκότως ἄχρι τῆς ἡμέρας ἐκείνης μέσον εἶδος διαίτης συμβουλεύει παραλαμβάνειν, ἤδη δὲ
5καὶ ἐλινύοντας. ὡς τὰ πολλὰ μὲν ἐπὶ χρόνου τάττουσι τὸ ἤδη, λέγουσι δ’ αὐτὸ κἀν τοῖς περί τινων πίστευσιν, ὡς εἴ τις οὕτως εἶπεν, ἀλλὰ καὶ διὰ τόδε πιστευτέον τῷδε καὶ ποιητέον τόδε· καθ’ ὃ καὶ νῦν ὁ Ἱπποκράτης φαίνεται κε‐ χρημένος, ἵν’ ὁ λόγος ᾖ τοιοῦτος, διαίτῃ μετρίῳ χρηστέον
10ἄχρι τῆς δεκάτης ἡμέρας, διά τε τὰ ἄλλα καὶ ἤδη διότι παντάπασιν ἡσυχάζει κατὰ τοῦτον τὸν χρόνον.
— — —
μστʹ. Καὶ ὄψοισιν ἁπαλοῖσιν χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριό‐
15τητα παρέχουσιν.
— — —405

18b

406

Ἢ πτισάνῃ δηλονότι ἢ τεύτλῳ ἢ μαλάχῃ ἢ ἀτραφάξει, εἴτε καὶ βλίτῳ καὶ κολοκύνθῃ καὶ τῶν ἰχθύων τοῖς ἁπαλο‐ σάρκοις.
— — —
5
μζʹ. Οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι.
— — —
Ἐδίδαξεν αὐτὸς τῆς ἀκριβοῦς διαίτης εἶδος καὶ τὸ τῆς ἁπλῶς ὑποφαύλης, ἣν νῦν ἄχρι τῆς δεκάτης ἡμέρας κελεύει
10ποιεῖσθαι. ἡ μὲν γὰρ μετ’ οἴνου τε καὶ κρεοφαγίας φαύλη τέ ἐστι καὶ τυχοῦσα, ἡ δ’ ἐπὶ χυλῷ μόνης πτισάνης ἢ με‐ λικράτου καὶ χρηστὴ καὶ ἀκριβής. ἡ μέση δ’ ἀμφοῖν ἐστιν ἣν ἐν τῇ πρὸ ταύτης λέξει διῆλθεν εἰπὼν, καὶ ὄψοισιν ἁπα‐ λοῖσι χρῆσθαι, ὅσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.
15
— — —
μηʹ. Ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. οὗτος ὁ λό‐ γος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος.
— — —406

18b

407

Ἀνακομίζεσθαι, τουτέστιν ἀνατρέφεσθαι, τὸν ἔχοντα κά‐ ταγμα μετὰ ταύτην συμβουλεύει. τὸ δὲ ἐκ προσα‐ γωγῆς ἀντίκειται τῷ ἀθρόως, σημαῖνον τὸ κατὰ βραχύ. μέμφεται γὰρ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν
5ἢ ὁτιοῦν ἄλλο ποιεῖν.
— — —
μθʹ. Ὥστε χειρίζειν χρὴ, ὥστε ἀποβαίνειν ἀπὸ τῆς δικαίης χει‐ ρίξιος. ὅ τι δ’ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι
10 ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται ἢ πεπλεόνασται.
— — —
Τὴν ἅπαν τὸ οἰκεῖον ἀποδιδοῦσαν τῷ κάμνοντι καὶ μηδὲν παραβαίνουσαν ὠνόμασε δικαίαν· χείριξιν δὲ ἤτοι τὴν χειρουργίαν εἶπεν ἢ πᾶσαν ἁπλῶς τὴν οἷον μεταχείρισιν
15ἁπάντων πραγμάτων. οἱ γὰρ Ἕλληνες οὐκ ἐκεῖνα μόνα μεταχειρίζεσθαι λέγουσιν ἃ ταῖς χερσὶ περιλαμβάνουσιν,
ἀλλὰ καὶ πᾶν ὅ τι περ ἂν πράττωσιν.407

18b

408

νʹ. Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέ‐ την καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ μὴ ὀρ‐
5 θῶς ποιεύμενα.
— — —
Ἁπλοῦν τὸν τρόπον ὀνομάζει κατάγματός τε καὶ ἐξαρ‐ θρήματος, ἐφ’ οὗ μήθ’ ἕλκος ἐγένετο μήτ’ ὀστοῦν ἐγυμνώ‐ θη μήτ’ αὐτὸ τὸ κατεαγὸς ὀστοῦν πολυειδῶς συνετρίβη,
10ὅνπερ δὴ τρόπον κατάγματος οἱ νεώτεροι προσαγορεύουσιν ἀλφιτηδὸν, ὥσθ’ ἕκαστον μὲν, ὡς εἶπον, οὐχ ἁπλοῦν εἶναι, μόνον δ’ ἁπλοῦν ἐκεῖνο ἐφ’ οὗ μηδὲν ἄλλο προσεγένετο τῷ κατάγματι σύμπτωμα, οὕτως δ’ ὅτι χρῆται τῷ ὀνόματι σαφῶς ἐνδείκνυται κατ’ αὐτὸ τοῦτο βιβλίον, οὐ μετὰ ταῦτα
15πάνυ πολλὰ γράφων ἰδίως. εἰ δ’ ἂν τὰ ὀστέα κατέαγεν ἁπλῷ τρόπῳ τοῦ κατάγματος τὸ ἁμάρτημα γίγνεται μικρὸν μὲν τῇ φαντασίᾳ, τῷ γε μὴν πάντ’ ἀκριβῶς ἀθροῦντι μέ‐
γιστον δὴ τῇ δυνάμει. διαφθείρεται γοῦν ἡ ἔμπροσθεν ἐπι‐408

18b

409

μέλεια πᾶσα παροφθέντος αὐτοῦ, καὶ τοῦτό τί ποτ’ ἐστὶν ἐφεξῆς σε διδάξει. γράφεται δὲ καὶ ἑτέρως ἡ αὐτὴ λέξις ὡδί πως, καίτοι πᾶσα μελέτη καὶ πᾶσα ἐπίδεσις οἵα τε διαφθείρεσθαί ἐστι μὴ ὀρθῶς ποιευμένη, ἵνα τὴν ἐπιμέ‐
5λειαν αὐτὴν, ὅταν κατά τι πλημμεληθῇ, φαίνηται μεμφομέ‐ νη ὡς ἱκανὴν διαφθεῖραι τὰ περὶ τὸ πεπονθὸς μέρος ὀρ‐ θῶς κεχρισμένα.
— — —
ναʹ.
10Ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμ‐ μένος, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτο ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς
15 τὸ ἄνω μέρος.
— — —
Ἀξιοῖ σε προσεπιβλέπειν ἀκριβῶς ὁποία τις ἡ ἀνάλυσις ἔσται τῆς ὅλης χειρὸς, ὅταν ἤδη περιέρχηται
καὶ μηκέτι κατακείμενος ὁ ἄνθρωπος ᾖ, τουτέστι μετὰ τὴν409

18b

410

δεκάτην ἡμέραν. ἔμπροσθεν μὲν γὰρ ὡς τὸ πολὺ κατέκειτο τῆς χειρὸς ἀποκειμένης σχηματισμὸν ἔμπροσθεν ἔμαθες, ὑψηλότερον δὲ ἐχούσης ἐμβραχὺ τὸ ἄκρον αὐτῆς. ὁπότε δὲ ἤδη περιέρχηται, καθάπερ εἴθισται γίγνεσθαι, τοῦ τρα‐
5χήλου ταινίαν ἐξαμμένου οὕτω πλατεῖαν, ὡς ὅλον ἐπ’ αὐτῇ ὀχεῖσθαι τὸν πῆχυν τὴν ταινίαν τινὰ περιβάλλειν, ἀλλ’ ὁμαλῶς ἀποτείνειν ἅπαντι τῷ πήχει, μηδὲν ἑαυτοῦ ὄντι μέρος ἀστήρικτον, ἀφ’ οὗ τῷ συμφύτῳ μέρει ῥέπον τὸ τοῦ πήχεος ὀστοῦν κυρτωθήσεται πρὸς τὸ κάτω καὶ διαστραφή‐
10σεται. πρὶν μὲν γὰρ παθεῖν συνεχὲς ὅλον ὑπῆρχε, διαφθα‐ ρείσης δ’ αὐτοῦ τῆς ἑνώσεως, ἡνίκα συνετρίβη, δύναται τότε τὸ μὲν ἕτερον τῶν μερῶν αὐτῶν στηρίζεσθαι κατὰ τῆς ὑποτεταμένης ταινίας, τὸ δ’ ἕτερον ἅτε μηκέτι συνεχὲς ὂν ἐκείνῳ ῥέπον εἰς τὸ κάτω διαστρέφεσθαι. δύναται δὲ
15καὶ αὐτῶν μέρος ἐνίοτε διὰ τὸ μοχθηρῶς ὑποτετάσθαι τὴν ταινίαν, τὸ μὲν ἕτερον πέρας ὑπ’ αὐτῆς ὀχούμενον ὑψηλὸν διαμένειν, τὸ δ’ ἕτερον ὑποῤῥέον κάτω διαστρέφεσθαι
ταύτῃ. κατὰ τέτταρας οὖν τρόπους ἡ ταινία μοχθηρῶς410

18b

411

ὑποβλήσεται τῷ πήχει, πρῶτον μὲν ἐπειδὰν ἐπ’ αὐτῆς μό‐ νης ὀχῆται τὸ κατεαγὸς αὐτὸ, τὸ δὲ ἑκατέρωθεν αἰωρῆται. δεύτερον δὲ ὅταν ἐστηριγμένων ἀκριβῶς τῶν περάτων τοῦ πήχεος τῇ ταινίᾳ, τοῦ τε ἄνω πρὸς τῷ ἀγκῶνι καὶ τοῦ κά‐
5τω πρὸς τῷ καρπῷ τὸ μέσον ἀστήρικτον ᾖ. τρίτον δὲ καὶ τέταρτον ποτὲ μὲν τῶν πρόσω τοῦ πήχεος μόνον ἀνεχομέ‐ νων ὑπὸ τῆς ταινίας, ποτὲ δὲ τῶν ὀπίσω μόνων τούτων τῶν τεττάρων τρόπων τοὺς δύο μὲν ἔγραψεν, οἵπερ καὶ μά‐ λιστα διαστρέφουσι τὸ κῶλον, τοὺς δύο δὲ παρέλιπε καὶ
10τοῖς ῥηθεῖσι συνεπινοεῖσθαι δυναμένους. ὧν δ’ οὖν εἶπεν ὁ ἕτερος ἐν τῇ προκειμένῃ νῦν ἡμῖν διδάσκεται λέξει, καθ’ ἣν ἀξιοῖ πρῶτον μὲν ἐπὶ τῶν ἤτοι ἀμφότερα τὰ ὀστέα τοῦ πήχεος καταγέντων ἢ τὸ κάτωθεν ὅπερ ἰδίως ὀνομάζεται πῆχυς ἀκούειν ἡμᾶς τῶν λεγομένων· ἀλλὰ τοῦτο μὲν κοινὸν
15ἀμφοτέρων τῶν τρόπων, ὑπὲρ ὧν ποιήσεται τὸν λόγον, ἴδιον δ’ ἑκατέρου τοῦ μὲν προτέρου τοῦ νῦν διδασκομένου τὴν ὑποβεβλημένην τῷ πήχει ταινίαν στενωτέραν οὖσαν ὡς ὑπο‐ τείνεσθαι μὴ δύνασθαι παντὶ τῷ κώλῳ, μόνον ὀχεῖν ἐφ’
ἑαυτῷ τὸ κάταγμα, τοῦ δὲ δευτέρου πάλιν ὡς μόνον τὸ411

18b

412

κατεαγὸς ἀστήρικτον αἰωρεῖσθαι τῶν ἑκατέρωθεν ἀνειλημ‐ μένων. διαστρέφεσθαι δέ φησι κατὰ μὲν τὸν πρότερον ἄνω τὴν χεῖρα, κατὰ δὲ τὸν δεύτερον τρόπον κάτω διὰ τῆς ἐφε‐ ξῆς διδάσκει ῥήσεως. ὅτι δὲ κατὰ τὸν πρότερον ἄνω διὰ
5τήνδε, βασταζομένου γὰρ ὑπὸ τῆς ταινίας τοῦ κατεαγότος μέρους τῆς χειρὸς, ἑκατέρωθεν δὲ τῶν ἄλλων ῥεπόντων κάτω διὰ τὸ μηδεμίαν ἔχειν ἕδραν ἀσφαλῆ, συμβήσεται πωρωθῆναι τὸ πρὸς τῆς ταινίας ὀχούμενον ὑψηλότερον. ἐν ᾧ δ’ ἂν σχήματι πωρωθῇ τὸ κῶλον, ἐκεῖνο φυλάττει τοῦ
10λοιποῦ χρόνου παντὸς, ὥστε πολλάκις ἡμᾶς ἀναγκάζεσθαι πάλιν ἐπ’ ἀρχὴν ἄγειν τὰ οὕτω διαστραφέντα κατατείνον‐ τας μὲν τὸ κῶλον, ἐργασαμένους δ’ αὖθις αὐτὸ τὸ ἐξ ἀρ‐ χῆς κάταγμα, περὶ οὗ καὶ πρόσθεν εἶπον, ὡς δ’ οὐδ’ ὅλως μὲν ἑνοῦται, συνδιαιτᾶται δ’ ὑπὸ τοῦ περιφύντος αὐτοῦ
15πώρου. τοῦτον οὖν ἐν τῇ κατατάσει διασπάσαντες αὖθις ἐν τῷ προσήκοντι σχήματι τὴν πώρωσιν ἐργασόμεθα τοῦ κα‐ τάγματος. ὅτι δ’ οὐχ ἑνοῦται πάντως τὰ συντριβόμενα τῶν
ὀστῶν ἔνεστί σοι θεάσασθαι κἀπὶ τῶν ἄλλων ζώων. καὶ412

18b

413

γὰρ ὑῶν ἡμέρων ἀγρίων τε καὶ βοῶν, αἰγῶν τε καὶ προβάτων, ἔτι τε ἀλεκτρυόνων καὶ ἀλεκτρυονίδων, ἐάν ποθ’ εὕρῃς ἐπὶ συντρίμματι πεπωρωμένων ὀστοῦν, εὑρήσεις δὲ πολλὰ, καθάπερ καὶ ἡμεῖς εὕρομεν, ἐάν σοι τούτου μελέτη,
5πῶρον ἀποξύσας ὄψει παρακείμενα μὲν ἀλλήλοις τὰ χείλη τοῦ κατάγματος, οὐ μὴν ἡνωμένα τε καὶ συμπεφυκότα κα‐ θάπερ ἐπὶ τῶν τραυμάτων ἡ κολλωμένη σὰρξ ἑνοῦται. διὰ τί δ’ εἰ μὲν ἄμφω τὰ τοῦ πήχεος ὀστᾶ καταγῇ, ὅ τε ἴδιος ὀνομαζόμενος πῆχυς καὶ τὸ ἕτερον ὃ καλοῦσι κερκίδα συμ‐
10βαίνει μεγίστην γίνεσθαι τὴν διαστροφὴν τοῦ κώλου κατὰ τὸ κάταγμα τῆς ἀναλήψεως πλημμεληθείσης. εἰ δὲ τὸ ἕτε‐ ρον μόνον τὸ τοῦ πήχεος, ἧττον. εἰ δὲ τὸ τῆς κερκίδος μόνον, οὐδ’ ὅλως γίνεσθαι διαστροφὴν ἐπὶ τῆς μοχθηρᾶς ἀναλήψεως, οὐχ ἁπλῶς εὑρήσεις ὧν αὐτὸς εἶπέ σοι μεμνη‐
15μένον, φησὶν, ὅ ἐστιν ὁ πῆχυς ἀντὶ θεμελίου γίγνεται τῷ κατεαγότι καὶ κωλύει τὴν διαστροφὴν αὐτοῦ. ἄνευ μέντοι τῆς κερκίδος, ὅταν ἀπαθὴς μένῃ, συναπευθύνει μέν πως
ἑαυτῷ τὸν πῆχυν, ὅταν ὀρθῶς ἐπιδεθῇ. τελέως δ’ ἀδιά‐413

18b

414

στροφον οὐ δύναται φυλάξαι, πλημμεληθείσης τῆς ἀναλή‐ ψεως, ἐπειδὴ κάτωθεν ὑποτεταγμένος ὁ πῆχυς οὐδὲν ἔχει στηρίζον ἑαυτὸν, ὅτι μὴ τὴν ἐπίδεσιν.
— — —
5
νβʹ. Ἢν δὲ κατεηγότων τῶν ὀστέων οὕτως ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆ‐ χυς μὴ μετέωρος ᾖ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων.
10
— — —
Τὸν δεύτερον τρόπον ἐνταῦθα διδάσκει ὑπ’ ἐμοῦ τετ‐ τάρων ὀλίγῳ ἔμπροσθεν εἰρημένων ὑπεναντίως ἔχοντα τῷ πρώτῳ· ὑπ’ ἐκείνου μὲν γὰρ ἐπὶ τῆς ταινίας μόνον ἐβαστά‐ ζετο τὸ κάταγμα. νυνὶ δὲ τῶν ἄλλων ἁπάντων βασταζομέ‐
15νων μερῶν τοῦ πήχεος οὐ βαστάζεται μόνον ἐκεῖνο, καθ’ ὃ τὸ κάταγμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τῆς ἔμπροσθεν εἰρη‐ μένης ἀναλήψεως, ἐπειδὴ τὸ μὲν ὀχούμενον ὑπὸ τῆς ταινίας
τοῦ κώλου μέρος, ἔνθα τὸ κάταγμα ὑπάρχει, ὑψηλότερον ᾖ,414

18b

415

τὸ δ’ ἄλλο πᾶν ἐφ’ ἑκατέρου ταπεινότερον εὐλόγως ἔφη δια‐ στρέφεσθαι πρὸς τὸ ἄνω τὸν ὅλον πῆχυν. οὕτω τοίνυν, ἐπειδὴ τὸ κάταγμα μόνον οὐκ ὀχεῖται, ταπεινωθήσεται τοῦτο τὸ μέρος τοῦ κώλου μόνον ὑποῤῥέον εἰς τὸ κάτω καὶ ταύτῃ
5κυρτωθῆναι συμβήσεται τὸν πῆχυν καὶ διὰ τοῦτο πόῤῥωθεν τὸ διεστραμμένον εἰς τὸ κάτω φέρεσθαι. ἡ μὲν οὖν ὅλη διάνοια τῆς προκειμένης ῥήσεως εἴρηταί μοι. γραφαὶ δ’ εὑρίσκονται δύο κατὰ ταῦτα ἐναντιώταται μὲν, ὡς ἄν τῳ δόξειεν αὐταῖς ταῖς φωναῖς μόναις, προσέχοντι δὲ τὸν νοῦν
10ὁμολογούσαις μὲν ἀλλήλαις κατὰ τὰ δηλούμενα πράγματα. μετέωρον τοίνυν πῆχυν οἱ μὲν τὸν ἀστήρικτον ἀκούουσιν ἐπὶ μόνου τοῦ ἀέρος ὀχούμενον, οἱ δὲ τοὐναντίον ἅπαν ἐπὶ τῆς ταινίας ἐστηριγμένον, ὡς τοῦ μὴ τοιούτου ῥέποντός γε κάτω καὶ δι’ αὐτὸ τοῦτο ταπεινοτέρου γιγνομένου, ὅπερ ἐστὶν
15ἐναντίον τῷ μετεώρῳ. εἰκότως οὖν αἱ γραφαὶ μαχόμεναι μὲν ἀλλήλαις ἐγένοντο κατὰ τὴν λέξιν, ὁμολογοῦσαι δὲ κατὰ διάνοιαν. τῆς γὰρ μετεώρου φωνῆς ἐπ’ ἐναντία σημαινό‐
μενα πρὸς τῶν ἐξηγητῶν ἀχθείσης εἰκότως οἱ μὲν ἄνευ415

18b

416

τῆς ἀποφάσεως ἔγραψαν, ὁ δ’ ὅλος πῆχυς μὴ μετέωρος ἢ κατὰ τὸ δοκοῦν καθ’ ἑκάτερα τῆς μετεώρου φωνῆς σημαι‐ νόμενα ἀπευθύνοντες τὴν γραφήν.
— — —
5
νγʹ. Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖ‐ στον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰω‐ ρέεσθαι.
— — —
10
Ἐν ταύτῃ τῇ ῥήσει καὶ περὶ τῶν παραλελειμμένων δυοῖν ἀναλήψεων ἐνεδείξετο. λέγω δ’ ἀναλήψεις δύο κοι‐ νὸν μὲν ἐχούσας τὸ κατ’ ἄκρον τὸν πῆχυν ὑποτετά‐ σθαι τὰς ταινίας, ἴδιον δὲ ἑκατέρας τὸ κατὰ τὸν καρπὸν μόνον ἢ κατὰ τὸν ἀγκῶνα. προειρηκὼς γὰρ ἐπὶ τῆς κατὰ
15τὸ σύντριμμα μόνον ὑποβεβλημμένης ταινίας ἔτι τὸ τῆς κατ’ ἄμφω τὰ πέρατα καὶ μετὰ ταῦτα γράψας τὴν νῦν προκειμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὸ πλεῖστον τοῦ πήχεος
καὶ τὸν καρπὸν ὁμαλῶς ἐστηρίχθαι κατὰ τῆς ταινίας, εὔ‐416

18b

417

δηλός ἐστι καὶ τὰς ὑπολοίπους δύο μεμφόμενος ἀναλήψεις οὐκ ἐχούσας ὃ κελεύει μάλιστα ἔχειν. οὐδετέρα γὰρ αὐτῶν τὸν καρπὸν ἅμα καὶ τὸ πλεῖστον τοῦ πήχεος ὁμαλῶς στη‐ ρίζει, οὐ μὴν ἥξει ἐν ταύταις ἰδίας διδασκαλίας, μάλιστα
5μὲν, ὡς ἔφην, ὅτι συνεπινοοῦνται ταῖς εἰρημέναις, ἔπειτα δὲ καὶ διότι μικρὰ παντάπασί τισιν ἡ ἀπ’ αὐτῶν γίγνεται βλάβη, τῆς ἐπιδέσεως ἀμέμπτως ἐχούσης· αἱ γάρ τοι προει‐ ρημέναι δύο ἀναλήψεις διὰ τοῦτ’ ἦσαν ἱκανῶς μοχθηραὶ, διότι τὸ κάταγμα τοῖς ἑκατέρωθεν αὐτοῦ μέρεσιν ἐναντίως
10διέκειτο, ποτὲ μὲν ἄνω μόνον ὑπὸ τῆς ταινίας ἀνασπώμενον οὐδενὸς ἄλλου μορίου κατ’ αὐτῆς ἐστηριγμένου, ποτὲ δὲ κά‐
τω μόνον.417

18b

418

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Β.
1
αʹ. Ἢν δὲ ὁ βραχίων καταγῇ.
— — —
Τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν
5ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μό‐ ριον, ὃ μεταξὺ τῆς κατὰ καρπόν τε καὶ ἀγκῶνα διαρθρώ‐ σεώς ἐστιν, ἐνίοτε δὲ τοῖν κατ’ αὐτὸν δυοῖν ὀστοῖν τὸ μακρό‐
τερον οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν418

18b

419

τῆς κατ’ ὦμόν τε καὶ ἀγκῶνα τὸ περιεχόμενον ὀστοῦν ἐν αὐτῷ, τινὲς δὲ τὰ μόρια μὲν οὕτως αὐτὸν ὀνομάζειν φασὶ τὰ μεταξὺ τῶν διαρθρώσεων, οὐ μὴν αὐτά γε τὰ ὀστέα. σύνηθες γὰρ εἶναι καὶ ἡμῖν οὕτως λέγειν, ἐπλήγη τὴν κε‐
5φαλὴν ὅδε τις ἢ τὴν γένυν ἢ τὴν ῥῖνα κἂν ἐν αὐτῷ μόνῳ τῷ δέρματι συστῇ τὸ γινόμενον ἐκ τῆς πληγῆς πάθημα, κἂν συνδιατεθῇ τι τῶν ἔνδον οἷον ὑμένα μυὸς ἢ νεῦρον ἢ ἀρτηρίαν ἢ φλέβα. καὶ τοίνυν ὅταν φῶμεν ἡλκῶ‐ σθαι τὸν βραχίονα, δηλοῦμεν τῇ λέξει τῇδε· γεγονέναι πά‐
10θος ἐν βραχίονι τὸ καλούμενον ἕλκος. ἐπεὶ δ’ ἐν τῷ λόγῳ τοῦ ἕλκους ἡ σὰρξ περιέχεται, κἂν μὴ διὰ τῆς ἰδίας αὐτὴν προσηγορίας καλέσωμεν, ἀλλά γε διὰ τοῦ ἕλκους ἐπεδειξά‐ μεθα. τὴν γὰρ ἐν τῇ σαρκὶ διαίρεσιν ἕλκος ὀνομάζομεν, ὥστε ἐν τῷ φάναι Δίωνος, εἰ οὕτως ἔτυχεν, ἡλκῶσθαι τὸν
15βραχίονα, δηλοῦσθαι τὴν ἐν τῷ βραχίονι σάρκα. κατὰ τὸν αὐτὸν οὖν τρόπον ἐν τῷ φάναι καταγέντα τὸν βραχίονα καὶ ἑλκοῦσθαί φασι κατ’ ἐκεῖνο τὸ μόριον ὀστοῦν πεπονθέναι
τὸ πάθος ὃ προσαγορεύεται κάταγμα. τοῦτο μὲν οὖν ἐν419

18b

420

ὀνόματι καὶ σημαινομένῳ τὴν ἀμφισβήτησιν ἔχει, μήτ’ ὠφε‐ λοῦν μήτε βλάπτον ἡμᾶς εἰς τὴν τοῦ κατάγματος ἴασιν. ἃ δὲ ἐφεξῆς λέγει διδασκαλία τῆς ἰάσεώς ἐστιν, ἣν ποιεῖσθαι προσήκει συντριβέντος τοῦ βραχίονος, ὡς μὲν ἐμοὶ φαίνε‐
5ται, σαφὴς οὖσα πᾶσα, καθάπερ καὶ ἄλλα τὰ πρόσθεν, ὅσα περὶ τοῦ πήχεος ἔγραψε· καὶ γὰρ κἀκείνων πλὴν ὀλιγίστων λέξεων ἦν σαφῆ προστιθέντα δι’ ἣν εἰς τὴν ἑκάστου τῶν κελευομένων ὑπ’ αὐτοῦ πράττεσθαι τὸ τῆς αἰτίας ἐμηκύνα‐ μεν τὸν λόγον ἔξω μὲν ὄντα τοῦ κατὰ τὸ κύριον σημαινο‐
10μένου τῆς ἐξηγήσεως, εἰθισμένον δ’, ὡς ἔφην, τοῖς ἐξηγηταῖς. ἀλλὰ καὶ τούτους αὐτοὺς τοὺς λογισμοὺς ἑτέρωθι διὰ βρα‐ χέων αὐτοῦ εἰρηκότος οὐδ’ ἐνταῦθα τὴν εὕρεσιν αὐτῶν ἡμεῖς προσεθήκαμεν, ἀλλὰ τὴν τάξιν ὑπηλλάξαμεν. ἐπὶ δὲ τοῦ νῦν προκειμένου παντὸς καὶ ὁ λόγος σαφής ἐστι καθ’
15ἑαυτὸν ἐξεταζόμενος καὶ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἔχει προειρημένην ἐν τοῖς περὶ τοῦ πήχεος λόγοις, ὑπὸ γὰρ τὰ καθόλου συμβουλευόμενα κατ’ ἐκεῖνον ἐπάγεται καὶ ταῦ‐ τα, πρῶτον μὲν τὸ σχῆμα τῆς ὅλης χειρὸς, εἶθ’ ἡ κατά‐
στασις, εἶθ’ ἡ διάπλασις, ἐφ’ ᾗ θέσις ἐσχάτη καὶ ταῦτ’420

18b

421

ἤτοι γε εἴη διαφορά τις ἢ ἀνάληψις. ἐπὶ προεγνωσμένοις οὖν τούτοις εἴ τι παραπίπτοι βραχὺ μὴ σαφὲς ἐξηγησό‐ μεθα διὰ τῶν ἑξῆς.
— — —
5
βʹ. Ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσε‐ ται. ἐπὴν δ’ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει.
10
— — —
Τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν ἐπίδεσιν ὁ μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ πε‐
15ριῤῥέοντας αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβό‐ μενα μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστ’ οὐ χρὴ μεταβάλλειν
τὸ σχῆμα τῆς χειρὸς, ἀλλ’ αὐτὸ ἀεὶ φυλάττειν ἐξ ἀρχῆς421

18b

422

ἄχρι τέλους, ὡς καὶ πρόσθεν ἐῤῥέθη. εἰ δ’ αὖ πάλιν ἐμ‐ φυλάττῃς, ἐν ᾧ κατατείνας ἐπιδέσεις οὐδὲν μὲν οὔτε χαλα‐ ρὸν ἔσται τῆς ἐπιδέσεως οὔτε βιαίως θλῖβον. αὐτὸ δὲ σχῆμα μοχθηρὸν ὑπάρχον, ὡς ἐδείχθη πρόσθεν, ὀδύνην τε παρέξει
5καὶ δι’ ἐκείνην φλεγμονήν.
— — —
γʹ. Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε. ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁποῖοι οἱ στειλαιοί εἰσι
10τῶν σκαφίων, κρεμάσαι χρὴ ἔνθεν καὶ ἔνθεν σειρῇ δή‐ σαντα. καθίσαντα δὲ τὸν ἄνθρωπον ἀπὸ ὑψηλοῦ τινος τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθι‐ κνεῖσθαι τὸν ἄνθρωπον σμικροῦ δέοντα μετέωρον εἶναι.
15ἔπειτα θέντα τι ἄλλο ἔφεδρον καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον ἢ ἓν ἢ πλείω, ὅκως ξυμμέτρως σχοίη ὕψιος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκότος
πλατὺ καὶ μαλθακὸν ἢ ταινίην πλατείην ἀμφιβάλλοντα τῶν422

18b

423

μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κα‐ τατείνειν, εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος ἐν τούτῳ σχήματι τοῦ πήχεος παρὰ τὸν ἀγκῶνα κατα‐ ναγκαζέτω ἐς τὸ κάτω.
5
— — —
Ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκά‐ στῳ οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔν τε τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶ‐
10ναι σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ ταὐτὸ τοῦτο καὶ ἀνωδυνώ‐ τατον εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔν τε τῇ χειρὶ τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζό‐ μενον σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν
15ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι δ’ αὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόν τε καὶ τοιοῦ‐ τον ἡλίκον τε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί.
σκαφίας δὲ δηλονότι κέκληκε δι’ ὧν σκάπτομεν τὴν γῆν423

18b

424

ἐν οἷς εἰσι καὶ αἱ καλούμεναι δίκελλαι, σμινύας δ’ αὐτὰς ὀνομάζουσιν οἱ Ἀττικοί. βούλεται δὲ τὸ παρατεταμένον ξύ‐ λον μὲν εἶναι ἀκίνητον, ὡς μήτε ἀνωτέρω μήτε κατωτέρω μεθίστασθαι κατὰ τὴν χειρουργίαν. ἔξεστι δὲ τοῦτο σει‐
5ραῖς αὐτοῦ δεθέντος ἐξ ἑκατέρου τῶν περάτων, ἃς σειραῖς ἐνῆφθαι χρὴ πρὸς ὑψηλόν τι χάριν τοῦ κρέμασθαι τὸν στειλαιόν. ὑποβάλλειν οὖν πρόσθεν αὐτοῦ τὸν θεραπευόμε‐ νον ἀξιοῖ τὴν χεῖρα, τοῦτο δ’ ἔσται κατὰ τὴν μασχάλην ἐν‐ ταθέντος ἐγκαρσίου τοῦ στειλαιοῦ. τὸν δ’ ἄνθρωπον αὐτὸν
10οὗ καταγεὶς ὁ βραχίων κελεύει καθίζειν οὕτως ὑψηλὸν, ὡς μικροῦ δεῖν μετέωρον εἶναι. καθίζειν μὲν οὖν αὐτὸν προσ‐ τάττει βουλόμενος αὐτὸν ἐξαρκέσαι τῇ χειρουργίᾳ καὶ μὴ κάμνειν ἑστῶτα. μὴ ταπεινὸν δὲ τοῦτο πράττειν, ἀλλ’ ὡς ἄν τις μάλιστα καθήμενος ὑψηλότερος γένηται. καὶ διὰ
15τὸν ἰατρὸν μὲν ὅπως ὀρθῶς ἐνεργοῖτο καὶ μὴ ἐπὶ πλεῖστον ἀναγκάζοιτο νεύειν κάτω. χειριζομένῳ δ’ αὐτῷ βέλτιον οὕτω καθῆσθαι· πεφύκασι γὰρ ἐν ταῖς κατατάσεσι τῆς χειρὸς οἱ
κάμνοντες ὀδυνώμενοι καὶ συνακολουθοῦντες τοῖς κατατεί‐424

18b

425

νουσιν, ἐπανατίθεσθαί τε καὶ μηκέτι φυλάττειν ἀκριβῶς τὴν ἐξ ἀρχῆς ἕδραν. ἐν τούτῳ δὲ συμβαίνει τὴν κατάτασιν ἐκλύεσθαι. ὅπως οὖν μὴ γίγνοιτο τοῦτο καὶ τὸν ἔσχατον ὅρον τῆς ὑψηλῆς καθήσεως τὸν πεπονθότα σχημα‐
5τίζει μετέωρον, εἰ βραχὺ μετεωρισθείη, στήσεται. τοῦτο δὲ ποιήσας οὔτ’ αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους λήσεται, μὴ λαθὼν δὲ ῥᾳδίως αὖθις ἐπὶ τὸ πρῶτον σχῆμα πρὸς τὸ τῶν ἄλλων ἀχθήσεται καὶ αὐτὸς ἐφ’ ἑαυτό. καὶ μὲν δὴ καὶ ὅτι τοῖς μὲν οὕτω καθημένοις ἐπὶ τὸ στῆναι βραχυτάτη μετα‐
10βολὴ, τοῖς ταπεινοῖς δὲ παμπόλλη, ὥστε καὶ τὴν ἐκ τοῦ με‐ ταβάλλειν τε τῆς καθέδρας σχῆμα βλάβην ἐσομένην ἐλαχί‐ στην μὲν γίγνεσθαι τοῖς ὑψηλοῖς καθημένοις, μεγίστην δὲ τοῖς ταπεινοῖς. εὔδηλον οὖν ὅτι διὰ τοῦτο χρῆται καὶ τῷ πλαγίῳ ξύλῳ κατὰ τὴν μασχάλην, ἵνα μὲν κατατεινομένης
15τῆς χειρὸς ἀκολουθῶν ὁ ἄνθρωπος ἐκλύῃ τὴν τάσιν, ὅπερ ἡμεῖς εἰώθαμεν ἄνευ ξύλου πολλάκις ἐργάζεσθαι διὰ βρόχων περιβεβλημένων τῇ μασχάλῃ. χρὴ δὲ δηλονότι τῶν βρόχων τούτων τὰ πέρατα τείνεσθαι πρὸς τοὐπίσω, καθάπερ πάλιν
ἑτέρων βρόχων περιθέσει διατείνομεν ἐφ’ ἑκάτερον τὸ κα‐425

18b

426

τεαγὸς ὀστοῦν, ὅταν ἡ διὰ τῶν χειρῶν κατάτασις ἐνδεεστέ‐ ρα τοῦ προσήκοντος ᾖ. ταύτης δέ ποτε μόγις ἐλπὶς εἰς ἀνύσειν τὸ δέον, ὥσπερ ἐπὶ τῶν παιδίων οὐδεμία χρεία βρό‐ χων, ἔτι δὲ μᾶλλον οὐδ’ ὀργάνων ἐχόντων ἄξονας, οἷς
5περιβάλλοντες τὰ πέρατα τῶν βρόχων ἰσχυροτέραν ἐργαζό‐ μεθα τὴν ἀντίτασιν καὶ μάλιστά γε τούτῳ τῷ τρόπῳ τῆς ἀντιτάσεως ἐπὶ τῶν ἐξαρθρημάτων χρώμεθα. τοῦ δὲ νῦν ἀξιουμένου γίγνεσθαι τρόπου κατατάσεως οἷόν τι καὶ τοῦτ’ ἔστιν, ἐστηρίχθαι βούλεται τὸν πῆχυν ἐπί τινος, ὃ οὗτος
10ὠνόμασεν ἔφεδρον, τουτέστιν ἐπί τινος τοιούτου ἐφ’ οὗ κα‐ θεζόμενος ἑδραίως ἐπικειμένων αὐτῷ σκυτίνων ἐπικεφα‐ λαίων εἴτ’ ἐξάπτεται κατὰ τὸ κάτω πέρας τοῦ βραχίονος, τὸ κατ’ ἀγκῶνα τῶν βάρος ἐχόντων τι σωμάτων. αὐτὸς δ’ εἶπε τῶν σταθμίων τι, ταῦτα δέ ἐστιν οἷς χρώμεθα συνήθως
15ἐξ ὕλης χαλκοῦ καὶ σιδήρου καὶ μολύβδου γεγονός· καὶ μέν‐ τοι καὶ ὡς ἱμάντα χρὴ πλατὺν καὶ μαλθακὸν ἢ ταινίαν εὔ‐ τονον δηλονότι περιβεβλῆσθαι τῷ κάτω πέρατι τοῦ βρα‐ χίονος, ἐξ οὗ τῶν σταθμίων ἡ ἐξάρτησις ἔσται.
— — —426

18b

427

δʹ. Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων. κατορθώσας δὲ τοῖσιν θέναρσι τὸ ὀστέον, ῥηϊδίως δὲ κατορθώσεται. ἀγαθὴ γὰρ ἡ κα‐
5τάτασις, ἥν τις καλῶς παρασκευάσηται. ἔπειτα ἐπιδείτω τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη χειριζέτω καὶ ἐρωτήματα ταῦτα ἐρωτάτω καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, ἢν με‐ τρίως ἔχῃ ἢ οὔ. καὶ διὰ τρίτης ἐπιδείτω καὶ ἐπὶ μᾶλ‐
10 λον πιεζέτω.
— — —
Ὡς ἐδραιότερον αἱρεῖται τοῦτο σχῆμα τῷ χειρουργοῦντι, καθάπερ ἐν τῷ κατ’ ἰητρεῖον ἠξίωσε γράψας· ἑστεῶτα δὲ δεῖ ἐπ’ ἀμφοτέρων βεβεῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις δρῇν
15γε τῷ ἑτέρῳ ἐπιβεβεῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα.
— — —427

18b

428

εʹ. Καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω· καὶ ἢν ὑπο‐ πτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ του‐ τέου τοῦ χρόνου λυσάτω καὶ εὐθετησάμενος μετεπιδη‐
5 σάτω.
— — —
Ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων ἀποβαινόντων ἐν ταύτῃ τοῦ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρ‐
10θηκας ἐπιβάλλειν, ἀλλ’ ἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλου‐ μένῳ παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο. φησὶ μὲν ὡς ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι
15χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς τῶν ναρθήκων ἐπιθέσεως.
— — —428

18b

429

στʹ. Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. ἐπὴν δὲ ταύτας ὑποβάλῃ, λύειν χρὴ καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισιν καὶ ἐπὶ ἐλάσσοσιν ἐπι‐
5δεῖν. δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαι‐ τᾷν καὶ πλείω χρόνον, τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ τὴν ῥώμην ὁρῶν.
— — — Τὸ διὰ πώρου συνδεῖσθαι τὰ κεχωρισμένα μέρη τοῦ
10συντριβέντος ὀστοῦ κρατύνεσθαι κέκληκεν, ὡς καὶ πρόσθεν ἐπὶ τοῦ πήχεος. ὅσῳ δὲ μεῖζόν ἐστι τὸ τοῦ βραχίονος ὀστοῦν τοσούτῳ δηλονότι καὶ ὁ χρόνος αὐτῷ τῆς πωρώσεως μακρότερος γίγνεται. τὰ δ’ ἄλλα πάντα διὰ τῶν ἐπὶ τοῦ πήχεος εἰρημένων ἐστὶ δῆλα, μηδεμιᾶς οὖν ἐξηγήσεως δεό‐
15μενα.
— — —
ζʹ. Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι βραχίων κυρτὸς πέφυ‐
κεν ἐς τὸ ἔξω μέρος καὶ διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ429

18b

430

καλῶς ἰητρεύηται. ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα εἰς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φι‐ λέει διαστρέφεσθαι ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦ‐ τό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν
5βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευ‐ ρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν. οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο. φυλάσσεσθαι μέντοι χρὴ ὅπως μὴ ᾖ
10 ἄγαν ἐς τὸ ἔσω μέρος.
— — —
Τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ τὸν βραχίονα λόγου πάντ’ ἔστι σαφῆ· καὶ γὰρ τὴν αἰτίαν αὐτὸς εἶπε τῆς ἐπὶ τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθω‐
15σιν ἐκ τῆς ἐπὶ τἀναντία περιῤῥοπῆς. ἐδίδαξε καὶ τὸν πο‐ λύπτυχον σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶν τε καὶ τοῦ ἀγκῶ‐ νος ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν τῶν πλευρῶν, ἀλλ’ ἐν τῷ μεταξὺ χώρας οὔσης, κἂν εἰς ἐκεί‐
νην ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ται‐430

18b

431

νίας ἀδιάστροφον γίγνεσθαι, τῆς φυσικῆς αὐτοτέρως εἰς τὴν ἔξωθεν χώραν ἐκτροπῆς ἐπανορθουμένης ὑπὸ τῆς ἔσω ῥοπῆς.
— — —
ηʹ.
5Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ καὶ χεὶρ ἄκρη.
— — —
Ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς τὰ τοῦ σκέλους· ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ,
10τοιοῦτον ἐν τῷ σκέλει μηρός· ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς, ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἡ ἄκρα χεὶρ ἀνά‐ λογόν ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκό‐ τως οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον.
15χεῖρα δὲ οὐκέθ’ ἁπλῶς ὠνόμασεν, ἀλλ’ ἄκραν προσέθηκε. ταῦθ’ ἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴ‐
ρηται. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν·431

18b

432

ἀκόλουθος μὲν ἦν οἷς ἔμπροσθεν διῆλθεν ὁ περὶ τῆς ἄκρας χειρὸς λόγος. ὁ δ’ οὐ περὶ ταύτης μόνης, ἀλλὰ καὶ περὶ τοῦ ποδὸς ἅμα διδάσκει καὶ πλείω λόγον ὑπὲρ ἐκείνου ποιεῖ‐ ται, διότι πλείονος ἐπιμελείας δεῖται. φησὶν οὖν ἐκ πολ‐
5λῶν καὶ μικρῶν ἄμφω συγκεῖσθαι τὰ μόρια, προστιθέντες δ’ ἡμεῖς εἴπωμεν ἂν καὶ σκληρῶν· ἀμύελά τε γάρ ἐστι καὶ ἥκιστα σηραγγώδη, λιθιδίοις ἐοικότα μικροῖς. ἔστι δ’ ὅλης τῆς χειρὸς ἀναλογία πρὸς ὅλῳ τῷ σκέλει, οὕτως καὶ τοῖς ἄκροις αὐτῶν. ὁποῖος μὲν γάρ ἐστιν ἐν χειρὶ καρπὸς, τοιοῦ‐
10τος ἐν ποδὶ ταρσὸς, ὁποῖον δὲ μετακάρπιον ἐν χειρὶ, τοιοῦ‐ τον τὸ πεδίον ἐν ποδί. περὶ δὲ τῆς τῶν δακτύλων ἀναλο‐ γίας, κἂν ἐγὼ μὴ λέγω, δῆλον. ἔξωθεν δὲ τῶν εἰρημένων ἐστὶν ἐν τῷ ποδὶ τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, διὸ καὶ τοῦ ποδὸς ὁ λόγος αὐτῷ γίγνεται μακρότερος ἤπερ τῆς ἄκρας
15χειρός. οἷα μὲν γὰρ πρὸς ἐκείνην αὐτῷ κοινὰ πρῶτον διῆλθεν, ὅσα δὲ ἴδια προσέθηκεν ἐκείνοις ἐφεξῆς· ὁ μὲν οὖν καρπὸς ἐξ ὀκτὼ πάντων ὀστῶν σύγκειται, τὸ δὲ μετακάρ‐
πιον ἐκ τεττάρων, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν, ὡς432

18b

433

εἶναι τὰ πάντα τῆς ἄκρας χειρὸς ἑπτὰ καὶ εἴκοσι. τά γε μὴν τοῦ ποδὸς αὐτῶν μὲν τῶν δακτύλων εἰσὶ τεσσαρακαί‐ δεκα· δύο γὰρ ὀστᾶ μέγας ὁ δάκτυλος αὐτοῦ ἔχει, τὸ δὲ πεδίον ἐκ πέντε σύγκειται, καὶ διὰ τοῦτ’ ἀμφοτέρων τῶν μο‐
5ρίων ἐννεακαίδεκά ἐστιν ὅσαπερ ἐν ἄκρᾳ χειρὶ μετακαρπίου τε καὶ δακτύλων. ἑνὶ μὲν γὰρ ἀπολείπεται τὸ μετακάρπιον ὀστῷ τοῦ πεδίου, ἑνὶ δὲ οἱ δάκτυλοι τῆς χειρὸς ὀστῷ πλεο‐ νεκτοῦσι τῶν ἐν τῷ ποδί. καὶ διὰ τοῦτο συναμφότερα συναμφοτέροις ἴσον ἔχει τὸν ἀριθμόν· λοιπὸν ἐν χειρὶ μὲν
10ὁ καρπὸς ἐξ ὀκτὼ τῶν πάντων ὀστῶν ἐστιν, ἐν ποδὶ δὲ ταρσὸς ἅμα τῇ πτέρνῃ τε καὶ ἀστραγάλῳ τῶν πάντων ὀκτώ. τοῦ γὰρ τῆς πτέρνης ὀστοῦ μεγίστου ὄντος ἁπάντων τῶν ἐν ἄκροις ἀμφοτέροις τοῖς κώλοις ὑπεστηριγμένου τε τῷ ἀστρα‐ γάλῳ καὶ τῇ κνήμῃ καὶ σχεδὸν ὅλον τὸ σῶμα βαστάζοντος,
15ὁπόταν ὀρθοὶ στῶμεν, ἐν δὲ τοῖς πρόσω μέρεσι συνηρθρωμένου πρὸς τὸ κυβοειδὲς, ὥσπερ γε καὶ τοῦ ἀστρα‐ γάλου κεφαλὴ πρὸς τὸ σκαφοειδὲς, οἷς ἀμφοτέροις ἄλλα τε
περιδιήρθρωται τὰ κατὰ τὸν ταρσὸν τοῦ ποδὸς μάλιστα433

18b

434

κείμενα· καὶ εἴπερ τις ἐθέλει καὶ τὸν ἀστράγαλον ἄκρον τῷ σκέλει προσνέμειν, ὁ αὐτὸς ἀριθμὸς ἔσται τῶν ὀστῶν ἐν ἑκατέρῳ πέρατι τῶν κώλων, ὥστε τρόπῳ διδασκαλίας οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει διαφέρεσθαι τοὺς ζʹ καὶ κʹ
5εἶναι λέγοντας ὀστᾶ πρὸς τοὺς στʹ καὶ κʹ εἰπόντας. εἰ μὲν γὰρ προσνέμοις ἄκρῳ τῷ σκέλει τὸν ἀστράγαλον ζʹ καὶ κʹ ἔσται. χωρὶς δὲ ἐκείνου τὰ πάντα τοῦ ποδὸς στʹ καὶ κʹ ὀστᾶ γίνεται. διὰ τοῦτ’ οὖν ὀρθῶς προσεῖπε· ποὺς δὲ ἀν‐ θρώπου ἐκ πολλῶν καὶ μικρῶν σύγκειται ὀστῶν, ὥσπερ καὶ
10χεὶρ ἄκρη, τὸν μὲν λόγον ποιούμενος ὡς πρὸς εἰσαγομένους καὶ ἀνατετμηκότας, ἀναμιμνήσκων δὲ ὧν ἐμάθομεν εἰς τὰ παρόντα χρησίμων· οὐ γὰρ δὴ τοῦτο μόνον εἰδέναι προσῆ‐ κεν, ὡς ἐκ πολλῶν καὶ σκληρῶν καὶ μικρῶν ὀστῶν ἑκάτερον ὧν εἴπομεν σύγκειται. προσαναμεμνῆσθαι δὲ χρὴ καὶ τὸ
15σχῆμα καὶ τὸ μέγεθος ἑκάστου καὶ τὴν πρὸς τὰ πλησιά‐ ζοντα σχέσιν, ὅπερ ὀνομάζεται θέσις, ἵν’ ὅταν ἐκ τῆς ἰδίας χώρας κινηθῇ τι τῶν ἐν τούτοις τοῖς μέρεσιν ὀστῶν ἑτοί‐ μως αὐτῷ καταντῶμεν.
— — —434

18b

435

θʹ. Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν οὖν τιτρωσκόμενα ἐν ἑλκοσίων μέρει εἰρήσεται ὡς χρὴ
5 ἰητρεύειν.
— — —
Χρῶτα καλοῦσιν οἱ Ἴωνες, ὃ ἦν τοῦ σώματος ἡμῶν σαρκῶδες, ἐν ᾧ μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν, ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος
10οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐδὲ τοὺς χόνδρους, οὐδὲ τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προση‐ γορίᾳ χρώμενος ἐν οἷς φησιν·
Ἀεὶ τῶν ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων. καὶ ἔμπαλιν·
15
Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. ὁ τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν
πούς τε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ435

18b

436

ὀστᾶ χωρὶς ἕλκους· τῷ γὰρ σὺν χρωτὶ τιτρωσκομένῳ τὸ αὐτὸ σημαίνει τῷ μεθ’ ἕλκους, οὐδὲ διάφορον οἴεται κατὰ τὸν ἐνεστῶτα λόγον ἕλκους εἰπεῖν ἢ τραύματος. ὀλίγιστον δέ ἐστιν ἐν ἄκροις τοῖς κώλοις. τὸ γὰρ σαρκῶδες, ὥσπερ
5πλεῖστον ἐν βραχίονί τε καὶ μηρῷ, τοῦτ’ οὖν τὸ ὅλον ἑτοί‐ μως πάσχει προσπεσόντος τινὸς ἔξωθεν ἄκρᾳ χειρὶ καὶ ποδὶ τοῦ δυναμένου κατάξαι τι τῶν ἐν αὐτοῖς ὀστῶν. αἰτίαι γάρ εἰσι γοῦν γενικώταται τέσσαρες ὀστῶν κατάγματος ἤτοι θλάσαι τι δυνάμενον ἰσχυρῶς ἐμπεσόν. ἔστι δὲ δῆλον ὅτι
10χρὴ τὸ τοιοῦτον σῶμα σκληρὸν μὲν κατὰ τὴν οὐσίαν, οὐ σμικρὸν δὲ κατὰ τὸν ὄγκον ἢ διατεμνόμενον τὸ δέρμα μό‐ νον ἤ τι τῶν μετ’ αὐτὸ τὸ μέχρι τῶν ὀστῶν, ἀλλὰ καὶ αὐτὰ τὰ ὀστᾶ· καὶ καλεῖ γ’ ἕδραν αὐτὸς τὸ τοιοῦτον πάθημα τῶν ὀστῶν ἐν τῷ περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμά‐
15των καὶ μέντοι καὶ καθαλλόμενοί τινες ἀφ’ ὑψηλοῦ διέκλα‐ σαν ἤτοι τῆς κνήμης ὀστοῦν ἢ τὸ τοῦ μηροῦ ξηροτέρων αὐτοῖς καὶ οὐ πάνυ πυκνῶν ὄντων. ἴδομεν δὲ καὶ κατὰ
παλαίστραν κάταγμα γιγυόμενον κατὰ περίκλασιν. οὕτω436

18b

437

γὰρ ἄν τις ἑρμηνεύσειε σαφῶς, ὥσπερ κἀπὶ τοῦ συντριβέν‐ τος τὴν κνήμην, μετὰ τῆς περόνης ἅμα τραύματι μεγάλῳ γυμνωθέντων τῶν ὀστῶν. συνέβη γὰρ ἐκεῖνο γενέσθαι τὸ κάταγμα τῆς κνήμης ἐγκαρσίας ὑποβεβλημένης τῷ τοῦ πα‐
5λαίοντος κώλῳ καταναγκαζομένων αὐτῆς κάτω τῶν περάτων ἀμφοτέρων παραπλησίου συμβαίνοντος τῷ γιγνομένῳ, ὥσπερ περὶ τὰ κλώμενα ξύλα κατὰ προαίρεσιν ὑφ’ ἡμῶν αὐτῶν. ἐπιτιθέντες γὰρ αὐτὰ καθ’ ἑκατέρου μηροῦ λοξὰ κἀπὶ τῶν χειρῶν ἑκάτερον τὸ ἄκρον ἰσχυρῶς ἀναγκάζοντες κάτω κατὰ
10τὸ μέσον αὐτῶν ὁρῶμεν ῥηγνύμενα.
Ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτ’ εὔτονον, ἀλλὰ καὶ σμικρὸν καὶ ἄῤῥωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως ἐπειδὰν ὀστοῦν ἀσθενὲς ᾖ φύσει κατὰ τὰς εἰρημένας ἐνερ‐ γείας διακλᾶται μέσον τοιούτων. ἀλλ’ ὁ τοιοῦτος τρόπος
15τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθ’ ὅταν ἀφ’ ὑψηλοῦ πηδήσαντες ἢ καταφερόμενοι τηρήσουσιν ἐπὶ
τῆς γῆς ἢ βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς437

18b

438

τοιαύταις πληγαῖς οἱ σύνδεσμοι τῶν ὀστῶν ἤπερ αὐτὰ κα‐ τάγνυται. τοῦτο δ’ αὐτοῖς συμβαίνει καὶ διὰ τὴν σμικρό‐ τητα μὲν, ἀλλὰ καὶ διὰ τὴν σκληρότητα μᾶλλον, οὐ μὴν οὐδὲ τοῖς ἔξωθεν αὐτοῖς ἐμπιπτόντων σφοδρῶς δύναταί τι
5ῥᾳδίως συντρῖψαι μὴ σκληρότερόν τε τῶν ὀστῶν ὑπάρχον, ἀξιόλογον δὲ τῷ μεγέθει. τὸ δὲ τοιοῦτον οὐδὲ τοῦ δέρμα‐ τος φείδεται, καθάπερ οὐδ’ ὅταν ὀξὺ τὸ τιτρῶσκον ᾖ· καὶ γὰρ καὶ τοῦτο φθάνει προδιατέμνον ἃ τοῖς ὀστοῖς ἐπίκει‐ ται, πρὶν ἐντυχεῖν αὐτοῖς ὅπερ εὐλόγως ἔφη μὴ πάνυ τι
10κατάγνυσθαι τὰ ὀστᾶ ταῦτα χωρὶς ἕλκους. ἀλλ’ ἐπεὶ μέλλει περὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἰδίαν ποιεῖσθαι τὴν δι‐ δασκαλίαν, ἐν τοῖς ἐφεξῆς εἰς ἐκεῖνο τοῦ βιβλίου χωρίον ἀνέβαλε καὶ τὸν περὶ τούτων λόγον.
— — —
15
ιʹ. Ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης ἢ τῶν δακτύλων ἄρθρον ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται.
20— — —438

18b

439

Οὐχ ὡς προειρηκώς τι περὶ τῶν ἐν τῇ χειρὶ συνιστα‐ μένων ὀστῶν εἶπε τὸ, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ, ἀλλ’ εἰ καὶ οὕτως ἔτυχεν εἰπών· ἀναγκάζειν μὲν χρὴ εἰς τὴν ἑαυ‐ τοῦ χώραν ἕκαστον τῶν ἐν τῷ ποδὶ, κατὰ δὲ τὸν αὐτὸν
5τρόπον χρὴ καὶ τὰ ἐν τῇ χειρί. γέγραπται δὲ ἐν τισὶ μὲν ἀναγκάζειν, ἐν τισὶ δὲ καταναγκάζειν εἴρηται. σημαίνει δ’ ἡ λέξις τοῖον, εἰ εἶπε μὲν τιθέντα ἐν τῇ οἰκείᾳ χώρᾳ τὸ κινηθὲν ὀστοῦν. κινεῖται δὲ ἀποῤῥηγνυμένων τῶν συνα‐ πτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων, ἀλλὰ οὔτε
10πάντες οἱ περιέχοντες ἐγκύκλως σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀποῤῥήγνυνται. σπάνιον γὰρ ἀκριβῶς τὸ τοιοῦτον καταλι‐ πὸν ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβὲν οὕτως ἀναπηδᾷν πρὸς τὸ δέρμα καὶ μάλιστα οἷς ἐστι χαλαρὸν, ὥστε γε σύν‐ τομον ἀνθίσταται τὴν ἑαυτοῦ φορὰν τοῦ κινηθέντος ὀστοῦ.
15διὰ τοῦτο οὖν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ ταύτης δέρμα τὸ καλούμενον ἴχνος· ἀλλὰ καὶ διότι τὰ
πλήττοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί.439

18b

440

μόνος οὖν οὗτος εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν ὀστοῦν, ὅταν ἀφ’ ὑψηλοῦ τινος ὁ ἄνθρωπος ἐπὶ λίαν τραχεῖς ἐξοχὰς ἢ ὀξείας ἔχοντα πηδήσεται. τὰ μὲν οὖν πάντοθεν ἀπολυθέντα τελέως, ὁκόταν τῆς ἑαυτοῦ χώρας εἴτε κάτω
5τοῦ ποδὸς εἴτ’ ἄνωθεν χωρήσειε χαλεπώτερόν ἐστιν εἰς τὴν οἰκείαν ἐμβαλεῖν χώραν. εἰ δέ γε καὶ σπανίως τυχηθείη τινὰ τὸ ἔργον, ἀλλὰ καὶ τὸ φυλάξαι γε τὴν χώραν ἀεὶ χα‐ λαρόν. ἔνθα γὰρ ὀστοῦν πάλιν σφοδρότερον κινηθῇ, κλή‐ σεται τοὺς κρατοῦντας αὐτὸ συνδέσμους, οὐκ ἔχοντα δὲ ἐκ
10μέρους μὲν ἐχόμενα φυλαττομένων ἡμῶν τῶν συνδέσμων, ἐκ μέρους δ’ ἀπολελυμένα καθάπερ ἂν ἀποῤῥαγῶσιν εἰ προ‐ κύπτειν εἴωθε, διατείνοντας οὖν ὅλον τὸν πόδα καταναγκά‐ ζειν αὐτὸν προσήκει.
— — —
15
ιαʹ. Καὶ ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσιν καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων. τὸν μὲν
αὐτὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα. ὑπο‐440

18b

441

κρινέσθω δὲ ὁ ἐπιδεόμενος παραπλήσια οἷάπερ καὶ ἐν τοῖσι κατήγμασι καὶ περὶ τοῦ πεπιέχθαι καὶ περὶ τοῦ χαλαρὰν εἶναι.
— — —
5
Ὁποίαν ἐπὶ τῶν καταγμάτων ἐκέλευσε θεραπείαν, τοιαύ‐ την ἀξιοῖ σε ποιεῖσθαι καὶ νῦν ἐπὶ τῶν ἐν ἄκροις τοῖς κώ‐ λοις κινηθέντων ὀστῶν· καὶ γὰρ ἀπὸ διατάσεως ἄρξασθαι χρὴ χάριν τοῦ καλῶς διαπλάσαι τὰ κεκινημένα τῶν ὀστῶν καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν ὑποστοχάζε‐
10σθαι σκοπῶν. ἀφλέγμαντόν τε μὲν γὰρ εἶναι βουλόμεθα τὸ μόριον ἐσφίγχθαι τε καὶ διακρατεῖσθαι τὸ πεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. ἐδείχθη δ’ ἔμπροσθεν ταῦτα οὐ δυνάμενα γενέσθαι καλῶς ἄνευ τοῦ τὸ μὲν ἐν τοῖς πεπον‐ θόσι μορίοις αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου καὶ τὸ πέρας
15ἐκθλίβεσθαι, κωλύεσθαι δ’ ἐπιῤῥεῖν ἄλλο. πρὸς ταῦτα δ’ οὖν, εἴ τι μεμνήμεθα, σκοποῦντες εὕρομεν ἅπασαν τὴν κα‐ ταγματικὴν ἐπίδεσιν ἣν κελεύει ποιεῖσθαι πλὴν τῶν ναρθή‐
κων, ἐπειδὴ τοῦ μέρους ἡ φύσις οὐ προσίεται τὴν τούτων441

18b

442

ἐπίθεσιν. ὁμαλὴν γὰρ εἶναι δεῖ τὴν ἐπιφάνειαν τῶν με‐ ρῶν οἷς μέλλομεν νάρθηκας, οὐ μὴν τοιοῦτός ἐστιν ὁ ταρ‐ σὸς τοῦ ποδός.
— — —
5
ιβʹ. Ὑγιῆ δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι καὶ αὐ‐ τέῃ τῇ ἴξει. ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον· ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ
10περιέρχονται πρὶν ὑγιέες γενέσθαι. διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως, ἀλλὰ πολλάκις ἐπιβάλ‐ λειν αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει εἰκότως· ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. ὁκόταν οὖν μή‐ πω ὑγιέες ἐόντες ὁδοιπορέουσι φλαύρως ξυναλ‐
15θάσσεται τὰ ἄρθρα κινηθέντα. διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ, τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισιν μείζω τε τῶν ἑτέρων ἐστὶ καὶ κινηθέντων τούτων πολυχρονιωτέρα ἡ ἄλθαξις. ἴησις μὲν οὖν ἡ αὐτή.
20— — —442

18b

443

Λέγει τῆς ὅλης κνήμης εἴγε καὶ τὸ κατὰ τὴν ἴξιν αὐτὸ σημαίνει τὸ κατ’ εὐθὺ πολλάκις ἐν πολλοῖς εἰρημένον, ἀλλὰ καὶ κατωτέρω τρὶς ἐφεξῆς κέχρηται τῷ ὀνόματι περὶ κνήμης διαλεγόμενος ἐν τῇ ῥήσει· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπερο‐
5χέει τὸ ὕπερθεν τοῦ σώματος αὕτη τε ἔσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν, ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτε‐ ρον τὸ ἔσω τοῦ ἔξωθεν, ὡς καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ
10τὴν τοῦ μικροῦ δακτύλου ἴξιν, λεπτότερον καὶ μακρότερον.
— — —
ιγʹ. Ὀθονίοισι δὲ πλείοσι χρέεσθαι καὶ σπλήνεσιν.
— — —
15
Εἰθίσθη ὡς κατὰ χώραν μένειν τὰ ἐμβληθέντα τῶν ὀστῶν καὶ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι χρῆσθαι καὶ μά‐ λισθ’ ὅταν ναρθήκων ἐπίδεσιν οὐκ ἐφίεται τὸ χωρίον ἀνώ‐ μαλον ὑπάρχον.
— — —443

18b

444

ιδʹ. Καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν, πιέζειν δὲ ὥσπερ καὶ τἄλλα πάντα ταύτῃ μάλιστα ᾗ ἐκινήθη καὶ τὰς πρώ‐ τας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι.
5
— — —
Ἔμπροσθεν ἐκέλευσεν ἡμᾶς ἐν ταῖς ῥοπαῖς τῶν κατεα‐ γότων, ἵν’ εἰ μὲν ἐπὶ τῇ δεξιᾷ ῥέποιεν εἰς τὰ ἀριστερὰ πε‐ ριτρέποιμεν, εἰ δ’ εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν ἐπανάγωμεν, ἐν δὲ τοῖς κατὰ τὸν πόδα τοὐπίπαν ἰσόῤῥοπον ποιεῖσθαι
10χρὴ τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ τῆς ἰδίας χώρας ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπὴν, ἀλλ’ εἰς τὸν ἄνω τόπον ἢ τὸν κάτω.
— — —
ιεʹ.
15Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέε‐ σθαι. ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ’ ἄρθρα σίνεσιν. αἱ δὲ πιήζιες καὶ αἱ καλάσιες ἐν
τοῖσιν αὐτέοισιν χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων444

18b

445

ἅπερ ἐπὶ τοῖσιν πρόσθεν καὶ τὰς μετ’ ἐπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖ‐ σθαι. ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον καὶ
5 ἐπὶ μᾶλλον.
— — —
Ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βού‐ λεται τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατ’ ἄρθρα τοιαῦτα
10παθήματα· νευρωδέστερά τε γὰρ καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δ’ εἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι καλεῖ.
15
— — —
ιστʹ. Ὅσοι δὲ πηδήσαντες ἀφ’ ὑψηλοῦ τινος ἐστηριξάντο τῇ πτέρ‐
νῃ ἰσχυρῶς, τουτέοισι διΐστανται μὲν τὰ ὀστέα, φλεβία445

18b

446

δ’ ἐκχυμοῦνται ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δ’ ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης.
5
— — —
Ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶ‐ νος· ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλ‐
10λυται κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ’ ἃ καὶ περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ, καθάπερ εἰ κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος ὃ
15καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵ‐ ματι, θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ
ταῦτα μὲν οὐχ οἷόν τε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύ‐446

18b

447

μασιν, ἵν’ ὅταν ὑπὸ τῆς φύσεως κρατεῖται μεταβάλλῃ, κα‐ θάπερ καὶ ἄλλο κατὰ τὰς πεττομένας φλέγμονας αἷμα, καὶ γίγνεται πῦον. ἵνα δὲ κρατήσῃ τοῦ αἵματος ἡ ἐν τοῖς μο‐ ρίοις φύσις, ἐστοχάσθαι χρὴ δυοῖν τούτοιν, ἑτέρου μὲν ὡς
5μὴ φλεγμῆναι τὰ σώματα καὶ ὅπως τοῦτο γίγνεται πρότε‐ ρον ἐμάθομεν, ἑτέρου δὲ τοῦ διωρίσθαι τὸ παρεκκεχυμένον αἷμα. τοῦτο οὖν στοχαζόμενος ὁ Ἱπποκράτης κατὰ μέρος ἐφεξῆς πάντα συμβουλεύει. διΐσταται δὲ, ἔφη, τὰ ὀστέα τῶν οὕτω πηδησάντων ἀποῤῥηγνυμένων δηλονότι τῶν συμφυόν‐
10των αὐτὰ συνδέσμων, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν κατὰ τὸν ταρσὸν ἐλέγομεν. ἔζευκται δὲ τῇ πτέρνῃ κατὰ τὸ ἄνω μέρος ὁ ἀστράγαλος. ἔμπροσθεν δὲ τὸ καλούμενον κυβοειδὲς, ὥσπερ γε καὶ τῷ ἀστραγάλῳ κατὰ τὰ πρόσω μέρη συνήρθρωται τὸ σκαφοειδὲς ὀνομαζό‐
15μενον ὀστοῦν καὶ τούτοις ἀμφοτέροις τῷ τε κυβοειδεῖ καὶ τῷ σκαφοειδεῖ τὰ τοῦ ταρσοῦ τέτταρα. δέδεικται δὲ ὑπὲρ τούτων ἁπάντων τῶν ὀστῶν τῶν τε κατὰ πόδα καὶ ἄκραν χεῖρα κατὰ τὸ περὶ τῶν ὀστῶν ὑπόμνημα.
— — —447

18b

448

ιζʹ. Κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, ὁ τένων δὲ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι
5δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι πλείοσιν· ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων.
— — — Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα
10μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ὁ ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρή‐ σεσι καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκρι‐
15βῶς μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν ὁ Ἱπ‐ ποκράτης διδάσκει.
— — —448

18b

449

ιηʹ. Καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν οἷα μετεξέ‐ τεροι ἴσχουσι, κατατέμνειν χρὴ ὁμαλῶς καὶ διαλεπτύνειν
5 μὴ διατρώσκοντα.
— — —
Τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναν τε καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύ‐ νας τε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν.
10ὀστώδη τε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλ’ ἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ τὴν θλίψιν. ὁ δ’ ἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ
15μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτ’ ἔμαθες ἐν τῇ τῶν νεύ‐ ρων ἀνατομῇ. ταῦτα οὖν τἄλλα τῆς θεραπείας ἁπάσης
ἠκριβῶσθαι χρὴ κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ449

18b

450

τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ δέρμα τὸ κάτω ὃ προσαγορεύουσιν ἴχνος ἐπὶ πολλοῦ χρή. σύμμετρον δὲ ἐφ’ ὧν σκληρόν ἐστιν ὅρον τοῦ βάθους τῆς τομῆς ποιούμενος τὴν σκληρότητα. τυλοῦται γὰρ ἐπ’ ἐνίων,
5ὡς μηδ’ ἐπὶ βραχὺ προχεῖν αἵματος, ἢν μὴ μέχρι βάθους ἱκανοῦ καθιῇ τις τὴν σμίλην. αὐτὸ μὲν δὴ τοῦτο αὐτοῦ προσήκει τέμνειν τὸ μέρος ὃ οὔτε προχεῖ τι τοῦ αἵματος, ἐκείνου δὲ φείδεσθαι καθὸ τέμνομεν εὐθέως αἱμάσεται· καὶ γὰρ ὀδυνᾶται τεμνόμενον. ἐκεῖ δὲ οὐχ ἁπλῶς τέμνειν, ἀλλ’
10ὁμαλῶς τὸ σκληρὸν τοῦ δέρματος. ἔχοις δ’ ἂν τρεῖς σκο‐ ποὺς τοῦ τέμνειν ὁμαλῶς, κατὰ μὲν τὸ μῆκος τῆς τομῆς, ἕτερον δὲ τὸ βάθος καὶ τρίτον καὶ τὸ μεταξὺ διά‐ στημα. χρὴ γὰρ ἴσας τε τῷ μήκει καὶ πλάτει τὰς τομὰς ἀλλήλαις τέμνειν, ἴσον τε διεστηκυίας ὥσπερ ἅπαν ὁμοίως
15τὸ ἴχνος ἀλύπως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς και‐ ρόν. ἴσμεν γὰρ ὅτι τε τὰ φλεγμαίνοντα πάντα γίγνεται καὶ ὡς αἱ τάσεις ὀδύνας τε γεννῶσι καὶ φλεγμονὰς αὔξουσι καὶ
σπασμοὺς ἐπικαλοῦνται. ὡς οὖν ἡ πολλὴ κατάντλησις ὕδα‐450

18b

451

τος θερμοῦ παραχεομένου δαψιλοῦς ἐλαίου τὴν τάσιν ἐκλύου‐ σα μεγάλως ὀνίνησιν, οὕτως καὶ τὰς τομὰς ἐπενόησε ποιεῖ‐ σθαι τοσοῦτον κατιούσας εἰς τὸ βάθος, ὡς μηδέπω τιτρώ‐ σκειν τὸ ἔναιμον τοῦ δέρματος, ἐπινενοῆσθαι χρησίμως
5αὐτῷ τὰς ἀμυχὰς, ὅπου κἀπὶ τῶν ἄλλων μορίων, ὅταν γε μεγάλως φλεγμαίνῃ, σχάζειν ἀναγκαζόμεθα τὸ δέρμα, τοῦτο μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, τοῦτο δὲ καὶ δι’ ἀναπνοὰς ἐργαζόμενοι καὶ προσέτι τὴν τάσιν ἐκλύοντες ἣν ἐκ τῆς φλεγμονῆς ἔσχεν. ἐπὶ δὲ
10τοῦ ποδὸς, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τὸ σχάζειν τὸ δέρμα πα‐ ραγενησόμεθα, κἂν μηδέπω φλεγμαίνῃ, διότι σκληρότατον ὂν, ἐφ’ ὅ γε τοιοῦτόν ἐστιν οὐ δύναται προσεπεκτείνεσθαι κατὰ τὰς φλεγμονάς· αὐτό τε οὖν ὀδυνήσεται τεταμένον ἰσχυρῶς, θλάσεται δὲ τῇ περιτάσει τὰ ὑποκείμενα καὶ μά‐
15λιστα τὸν συμπεφυκότα τένοντα πλάτος ἐκ μιᾶς ἀπονευρώ‐ σεως ἑνὸς τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν ἔχει τὴν γέ‐ νεσιν. ἐάν περ οὖν οὗτος εἰς ὀδύνην τε καὶ φλεγμονὴν
ἀφίκηται, κίνδυνος ὅλῳ τῷ μυῒ παραθεῖναι τὰ αὐτά. τοῦτο451

18b

452

δ’ εἰ γένοιτο καὶ σπασμὸν ἀκολουθήσειν εἰκός. διὰ ταῦτ’ οὖν ἅπαντα τέμνειν μὲν, ὡς εἴρηται, προσήκει τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν, ὡς ἔφην, τουτέστι λεπτὸν ἐργάζεσθαι. γένοιτο δ’ ἂν τοῦτο τῆς μὲν σκληρότητος αὐτοῦ μαλαττομένης, τοῦ
5δὲ πλήθους καθαιρομένου. γενήσεται δ’ ἄμφω ταῦτα κα‐ ταντλούντων ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον· εἶτ’ ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπολειφόντων ἔλαιον μηδεμίαν ἔχον στύψιν.
— — —
10
ιθʹ. Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα· ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα ἐπιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξεις αὗται χωρίζουσι μὲν
15τὴν πτέρνην, ᾗ τὸ θλάσμα ἐγένετο.
— — — Τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτός τε καὶ οἱ ἄλ‐
λοι παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν452

18b

453

πτέρναν ἐπιδεῖν τῷ καταγματικῷ τρόπῳ μεμφόμενος τοὺς οὕτως ἐπιδοῦντας, ὡς ἐπιδεῖν εἰθίσμεθα πολλάκις ἕνεκα τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων αὐτοῖς φαρμάκων ἢ κα‐ ταπλασμάτων ἢ καί τινας ἐπιβροχάς. ἔστι δ’ ὁ τρόπος
5τῆς ἐπιδέσεως ᾧ μέμφεται τοιόσδε.
Τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ σφυρὸν ἡ νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος ὃ κα‐ λοῦσιν ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρε‐
10ψάντων ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτω τε καὶ πρόσω μερῶν τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεν τε κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν
15ἐστι κατὰ τὸ πρόσω τοῦ ποδὸς ἑαυτῷ τὸν ἐπίδε‐ σμον γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι. κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι πάλιν ἐπ’ ἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ
δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν453

18b

454

ἀρχὴν αὖθις ἀνελθεῖν, εἶτ’ ἐντεῦθεν εἴς τε τὸ τρίτον ἑλι‐ χθέντα κατὰ τὴν αὐτὴν νομὴν ἐπὶ τὴν ἀρχὴν ἀφικέσθαι πάλιν ἐντεῦθέν τε περὶ τὸ σφυρόν. ἔνιοι δ’ ὅταν ἑλίξωσι τὴν ὑπὸ τὸ ἴχνος ἐγκαρσίαν οὐκ εὐθέως ἀνάγουσι λοξὸν ἐπὶ
5τὸ σφυρὸν ἄνω τὸν ἐπίδεσμον, ἀλλὰ κυκλοτερῶς πρῶτον ἑλίττουσιν ἐπὶ τὸν ταρσὸν, ὥσπερ γε καὶ τὸ σφυρόν. ἔνιοι κυκλοτερῶς ὡς διαλαμβάνεσθαι τὰς λοξὰς ὑπὸ τῶν κυκλοτε‐ ρῶν. αἱ μὲν οὖν συνήθως γιγνόμεναι περιβολαὶ τῶν ἐπι‐ δέσμων ἐνταῦθα μύες εἰσίν. ἐν δὲ τοῖς προκειμένοις πά‐
10θεσι τοιαῦται, διότι μήτε προσυποβάλλεταί τι πρὸ τῶν ἐπιδέσμων ἕτερον οὗ τῆς κρατήσεως ἐν ἐκείνῃ ἐπίδεσις γί‐ γνεται μήτ’ ἀπαθής ἐστιν ἡ πτέρνα, καθάπερ ἐπ’ ἐκείνων, ἀλλ’ αὕτη πρώτη πέπονθεν, ὥστε ὁ προειρημένος τρόπος τῆς ἐπιδέσεως ἐπὶ τὴν πτέρναν ἐκθλίβειν τὸ αἷμα χωρίζει
15αὐτὴν τὴν ἐπίδεσιν. χρὴ δὲ τὸ ἐναντίον τούτου γίγνεσθαι τῆς ἐπιδέσεως ἐκ τῆς πτέρνης παραπλησιάζοντα χωρία τὸ αἷμα διωθουμένης, ὅπερ ὁ καταγματικὸς τρόπος τῆς περι‐ βολῆς τῶν ὀθονίων ἐργάζεται μόνος, ὡς ἔμπροσθεν ἐμάθο‐ μεν· ἐκείνῳ τοιγαροῦν καὶ νῦν κέχρηται.
20— — —454

18b

455

κʹ. Καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης.
— — —
Τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομά‐
5ζουσιν οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου δι’ ὅλης αὐτῆς οὐσίας ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα
10τοῖς ὀστοῖς, ὅταν ἡ παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.
— — —
καʹ. Καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντισχεῖν τὸ
15νόσημα.
— — — Φανερώτερον νῦν εἰρηκέναι τὸν ὅλον βίον τοῦ ἀνθρώ‐
που, καὶ ἔστιν ὁ λόγος αὐτοῦ τοιοῦτος· ἄν ποτε ἡ πτέρνα455

18b

456

σφακελίσῃ, ἀνίατον γίγνεται τὸ πάθημα καὶ παραμένει τῷ βίῳ παντὶ ἡ ἐξ αὐτοῦ κάκωσις.
— — —
κβʹ.
5Καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφα‐ κελίζει, ἀλλ’ ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπ’ ἀμελείης τοῦ σχήματος ἢ ἐν κνήμῃ τρώματος γινομένου, ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ ἢ ἐν μηρῷ ἢ ἐπὶ ἄλλῳ νοσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὅμως
10καὶ τοῖσι τοιούτοισι χρόνια καὶ ὀχλώδεα καὶ πολλάκις ἀναῤῥηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ’ ἡσυχίῃ, ὥστ’ ἐκ τοῦ τοιούτου τρόπου σφακελί‐ ζοντα κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ.
15
— — —
Οὐ μόνον, φησὶν, ἐκ τῶν προειρημένων διαθέσεων εἴωθε κακοῦσθαι τὸ τῆς πτέρνης ὀστοῦν, ἀλλὰ καὶ ταῖς
χρονίαις ἐπικλίσεσιν, ἃς ὑπτιασμοὺς ὠνόμασεν, ἀμελῶς κει‐456

18b

457

μένη μελαίνεται πολλάκις ἡ πτέρνα. τοιαύτη δὲ θέσις ἐστὶν ὅταν ἐπὶ σκληροῦ τε καίηται καὶ μὴ συνεχῶς ἐπαίρηται, μηδ’ ἀεὶ θερμαινομένη τε καὶ πιλουμένη πρὸς τῶν ὑποκει‐ μένων. διότι αἱρεθεὶς μεταποιεῖν τροχίσκον ἐξ ἐρίου μαλα‐
5κοῦ, καλοῦσι δὲ ἔνιοι τρόφιον αὐτὸν ἀνάλογον τῷ μεγέθει τῆς πτέρνης ἔχοντα τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθ’ οὗ κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν, ὡς αἱρεῖσθαι τὸ κάτωθεν αὐτοῦ μέρος, ὅπως ἄθλιπτός τε ἅμα καὶ διαπνεό‐ μενος καὶ ἀθέρμαντος φυλάττοιτο.
10
— — —
κγʹ. Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώ‐ δεες, γνώμης ἁπτόμενοι καὶ ὀλιγήμεροι κτείνοντές τε.
— — —
15
Ἐν τῷ σφακέλῳ τῆς πτέρνης ταῦτα γίγνεσθαί φησιν, οὐ διότι τὸ ὀστοῦν αὐτῆς διαφθείρεται· τούτῳ γὰρ οὐδὲν τῶν ἄνω συνυπάρχει κατὰ τὸν αὐτὸν λόγον ἰδίαν ἔχοντι
περιγραφὴν ἐπί τε τὰ πέριξ αὐτῆς σώματά τε ψαύοντα καὶ457

18b

458

τὰ συμπεφυκότα μεταλαμβάνειν τοῦ κατ’ αὐτὴν πάθους. διὰ τοῦτο καὶ τῶν ἄνω τοῦ σώματος μερῶν αἱ κακώσεις γίγνονται. ὁ γοῦν τένων ὁ συμφυόμενος αὐτῇ φλεγμήνας εὔδηλον ὅτι καὶ τοὺς κατὰ γαστροκνημίας μῦς ὅλους εἰς
5συμπάθειαν ἄξει τὴν γένεσιν ἐξ αὐτῶν ἔχων. εἰ δ’ ἐκεῖνοι πάθοιεν οἱ μύες, ἕτοιμον ἤδη καὶ τοῖς εἰς τούτους δια‐ σπειρομένοις παθεῖν, ὥσπερ γε καὶ ταῖς ἀρτηρίαις· ἀλλὰ διὰ μὲν τὰς ἀρτηρίας ἡ καρδία συμπαθοῦσα, διὰ δὲ τῆς τῶν νεύρων οὐσίας ὁ ἐγκέφαλος. οὔσης οὖν τῆς καρδίας
10αὐτῆς τοῦ ἐμφύτου θερμοῦ πηγῆς, τοῦ δ’ ἐγκεφάλου καθ’ ἑαυτὸν μὲν ἔχοντος τὸ λογίζεσθαι, διὰ δὲ τῶν μυῶν κινεῖν τὰ μόρια τὰς προαιρετικὰς ὠνομασμένας κινήσεις ἀκόλου‐ θόν ἐστι, πυρετὸν μὲν γίγνεσθαι διὰ τὴν καρδίαν, παρα‐ φροσύνας δὲ διὰ τὸν ἐγκέφαλον, τρόμους τε καὶ σπασμοὺς
15διὰ τοὺς μύας, λύγγας δὲ διὰ τὸν στόμαχον, ἐπειδὴ πλέον μετέχει νεύρων.
— — —458

18b

459

κδʹ. Γένοιτο δ’ ἂν καὶ φλεβῶν αἱμοῤῥόων πελιώσιες, ναυσιώσιες καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέσιος, γένοιτο δ’ ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. ταῦτα μὲν οὖν
5εἴρηται οἷα τὰ ἰσχυρότατα θλάσματα γίνεται, ταῦτα μέν‐ τοι πλεῖστα ἡσυχαίως ἀμφιθλᾶται καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ’ ὅμως ὀρθῶς γε δεῖ χειρίζειν. ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρη‐ μένα ποιέειν χρή.
10
— — —
Αἱμόῤῥους μὲν φλέβας ὀνομάζει τὰς μεγάλας, ἐπειδὴ διαιρουμένων αὐτῶν αἱμοῤῥαγίαι γίγνονται μὴ συμβαίνουσαι κατὰ τὰς μικράς. ὀλίγον τε γὰρ ἐπὶ τούτων ἐκχεῖται τὸ αἷμα καὶ ταχέως περιπήγνυται τοῖς χείλεσι τῆς διαιρέσεως
15ὃ βλαβήσεται. ναυσιώσεις ὠνόμασεν ἰδίως ἀπὸ τῶν ναυ‐ τιώντων καὶ διὰ τοῦτ’ ἐμούντων ποιήσας τοὔνομα. ναυ‐ σίαν γὰρ τὴν ναυτίαν ὀνομάζουσιν οἱ Ἴωνες καὶ σχεδὸν ἃς
ἔμπροσθεν ἐκχυμώσεις ἐκάλεσε, ταύτας νῦν ναυσιώ‐459

18b

460

σεις εἶπεν, ὅταν αἱ φλέβες ἀποπτύουσί τε καὶ οἷον ἐμοῦσιν ἐξ αὐτῶν αἷμα βαρυνόμεναι διά τε τὴν σφῶν αὐτῶν ἀσθένειαν, ἣν ἐκ τοῦ φλεγμαίνειν ἴσχουσι καὶ διὰ τὸ πλῆθός τε καὶ κακίαν αὐτοῦ τοῦ αἵματος. πρόδηλον γὰρ ὡς ἐν τῇ τοιαύτῃ
5διαθέσει διαφθείρεται. γαγγραινώσεις δὲ φλεβῶν εἶπε τὰς δι’ ὑπερβολὴν τῆς φλεγμονῆς αὐτῶν ἀκολουθούσας νεκρώ‐ σεις, τὰ δὲ πάντα φησὶ διὰ τὴν μοχθηρὰν ἐπίδεσιν, ἧς καὶ αὐτῆς ἐστι δύο κεφάλαια, τό τε χωρισθῆναι τὴν πτέρναν ὑπ’ αὐτῆς γυμνὴν γιγνομένην καὶ τὸ θλιβῆναι σφοδρῶς τὰ
10δεξάμενα τὰς ἐπιβολὰς τῶν ὀθονίων μόρια. μελέτης δὲ πρόδηλον ὅτι τῆς ἐπιμελείας λέγει κατὰ σύνηθες τοῦτο τοῖς Ἴωσι καὶ πολλάκις ἐπὶ τούτου σημαινομένου καὶ αὐτὸς ἐχρήσατο τῇ προσηγορίᾳ.
— — —
15
κεʹ. Καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρ‐ νην περιβάλλοντα ἄλλοτε πρὸς τὰ ἄκρα ποδὸς ἀντιπερι‐ βάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ
τὴν κνήμην. προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα καὶ460

18b

461

ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται, καὶ ἰσχυ‐ ρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεσιν.
— — — Τὴν ἐναντίαν ἐπίδεσιν ἐπαινεῖ τὴν τοῖς πολλοῖς συνήθη,
5ἣν ἔμπροσθεν ἐμέμψατο, καθ’ ἣν ἐκ τῶν ἄλλων μερῶν τοῦ ποδὸς ἐπὶ τὴν φλέβα ἐκτείνεται τὸ αἷμα. προσήκει γὰρ ἐξ ἐκείνης τὰ ἄλλα τὴν περιουσίαν τῶν χυμῶν πτέρνης ἐπιδου‐ μένης, ὡς ἐπὶ τῶν καταγμάτων ἔμπροσθεν ἐπέδειξε καὶ τὰς πλείστας ἐπιβολὰς τῶν ὀθονίων αὐτῆς λαβούσης καὶ ἰσχυ‐
10ρὴν μὲν μὴ ποιεῖσθαι τὴν πίεσιν.
— — —
κστʹ. Ἐν πολλοῖσι δὲ τοῖς ὀθονίοισιν.
— — —
15
Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ἀσφάλειαν τῆς ἐπι‐ δέσεως ἢ τῇ πιέσει κελεύει ποιεῖν ἢ τῷ πλήθει τῶν ὀθο‐ νίων ἐργάζεσθαι τὴν ἀσφάλειαν οὕτως τῆς τάσεως ἰσχυρῶς.
— — —461

18b

462

κζʹ. Ἄμεινον δὲ καὶ ἐλλέβορον πιπίσκειν αὐθήμερον ἣ τῇ ὑστε‐ ραίῃ, ἀπολῦσαι δὲ τριταῖον καὶ αὖθις μετεπιδῆσαι.
— — —
5
Οὐ μόνον ἕνεκα τοῦ κενῶσαι τὸ περίττωμα δίδωσιν ἐλ‐ λέβορον, ἀλλὰ καὶ τῆς ἀντισπάσεως χάριν. εὔδηλον γὰρ ὅτι τὸν λευκὸν δίδωσιν ὃς ἐμέτους κινεῖ φθάνων εἰς τὴν ἄνω γαστέρα ἐξ ὅλου τοῦ σώματος ἐπισπᾶσθαι, πλὴν εἰς τὰς τῶν ἐντέρων ἕλικας αὐτὸν κατενεχθῆναι. ὅτι δὲ τὸν λευ‐
10κὸν ἐλλέβορον δίδωσι κἀξ ὧν ἐπιφέρει δῆλον. ἐφεξῆς μὲν γάρ φησιν, ἀλλ’ εἰ μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται. τὸ μὲν δὴ κενοῦσθαι τὰ περιττὰ τῶν οὕ‐ τως ἐχόντων, ἀντισπᾶσθαι δὲ πρὸς τἀναντία μόρια τῶν πε‐ πονθότων τοὺς χυμοὺς, ὅτι μεγάλως ὠφελεῖ δῆλον. εἰ δὲ
15δι’ ἐλλεβόρου λευκοῦ τοῦτο ποιητέον, οὐκέτι δῆλον. εἴωθε γὰρ ἐνίοτε πνίγειν, ὅταν χυμοὺς παχεῖς ἢ γλίσχρους ἐν αὑ‐
τῷ πολλοὺς τὸ σῶμα περιέχει, διὸ καὶ προδιαλύομεν αὐτοὺς462

18b

463

τῇ λεπτυνούσῃ διαίτῃ χρώμενοι, περὶ ἧς ὅλον ἔχεις ἡμέτε‐ ρον ὑπόμνημα. τὸ τοίνυν διδόναι τὸν ἐλλέβορον ἄνευ τοῦ προδιαιτῆσαι σφαλερὸν, ἀδήλου γε ὄντος ἐπὶ πολλῶν ὁποίους ἔχει τὸ σῶμα χυμούς. ἴσως οὖν ἐπὶ τῶν τότε σωμάτων
5ἀκινδύνως ἐχρῆτο τῷ λευκῷ ἐλλεβόρῳ διὰ τὴν δίαιταν ὧν ἐθεράπευεν ἀνθρώπων, οὐκ ἀπολαυστικὴν καὶ ἀργὸν οὖσαν, ἀλλ’ ἐν πόνοις μὲν πολλοῖς, ἐδέσμασι δὲ ὀλίγοις, ὡς μὴ πά‐ χος ἀθροίζεσθαι χυμῶν. ἴσμεν γὰρ ὅτι τοὺς τοιούτους ἀρ‐ γίαι τε καὶ πλησμοναὶ γεννῶσιν. εἰ δὲ καὶ τὴν ἰσχὺν ἐν‐
10νοήσεις τῶν τότε σωμάτων ἐκ τῆς εἰρημένης διαίτης γιγνο‐ μένην, ἔτι καὶ μᾶλλον αὐτῷ συγχωρήσεις ἐλλέβορον αὐτοῖς διδόναι, δυναμένων γε τῶν τότε ἀνθρώπων ἀντέχειν πρὸς τὰς τῶν ἐμέτων ταλαιπωρίας.
— — —
15
κηʹ. Σημεῖα δὲ τάδε ἢν παλιγκοταίνει ἢ οὔ. ἐπὴν μὲν τὰ ἐκ‐
χυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς463

18b

464

ἐκείνων ὑπέρυθρα γίνεται καὶ ὑπόσκληρα, κίνδυνος πα‐ λιγκοτῆσαι.
— — — Τὰ κακοήθη παθήματα παλίγκοτα καλεῖ καὶ
5τὸ παλιγκοταίνειν τὸ οἷον πάλιν κακοηθεύεσθαι. σημεῖα δέ σε διδάσκει τῆς κακοηθείας τῶν προκειμένων ὑπὲρ ὧν ὁ λόγος, ἅτινα σημεῖα τὸ κεφάλαιον ἔχει φλεγμονῆς γένεσιν, ἣ ἀντὶ παντὸς ἐφυλάττετο μὴ γενέσθαι. πάσης οὖν φλεγμο‐ νῆς ἐρυθρότερόν τε καὶ σκληρότερον ἐργαζομένης τὸ δέρμα,
10τούτων οὐδ’ ἕτερον χρὴ γενέσθαι κατὰ τὰ πεπονθότα μόρια. μαλακὰ δὲ εἶναι καὶ ὑπόχλωρα τὰ ἐκχυμώματα δεῖ. βούλεται γὰρ ἐκπυΐσκειν αὐτὰ χωρὶς φλεγμονῆς, ὥστε τοῦ μὲν μὴ φλε‐ γμαίνειν ἐστὶ σημεῖον, εἰ μαλακότης μὲν ὑπάρχει τοῖς μέλε‐ σιν, ἐρυθρότης δὲ οὐχ ὑπάρχει. τοῦ δὲ μὴ ἐκπυῆσαι τὸ
15οὐδ’ ἕτερον ἔχειν χρῶμα, μήτε τὸ ἐρυθρὸν μήτε τὸ μέλαν. τὸ μὲν γὰρ ἐρυθρὸν φλεγμαίνειν αὐτὰ, τὸ δ’ ὅλως ἤδη μέ‐ λαν μήτε κρατεῖσθαι μήτε πέττεσθαι ὑπὸ τῆς φύσεως,
ἀλλά γε θρόμβος τὸ αἷμα. τοῦτο γὰρ αὐτῷ συμβαίνει χρο‐464

18b

465

νιζομένῳ, κἂν ἐντὸς τοῦ σώματος ἐκχυθῇ, κἀνταῦθα μὲν οὐδέποτ’ ἐκπυΐσκεται, κατὰ δὲ τὸ σῶμα κρατούσης μὲν τῆς φύσεως εἰς πῦον μεταβάλλει, μὴ κρατούσης δὲ σήπεται τὸν αὐτὸν τρόπον ὥσπερ ἐκτὸς ἢ καὶ μᾶλλον, ὅτι θερμόν ἐστι
5τὸ χωρίον ἐν ᾧ περιέχεται.
— — —
κθʹ. Ἀλλ’ ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴ‐ ρηται, καὶ ὅσα μὴ ξυνεχῆ πυρεταίνηται· ἢν δὲ ξυνεχῆ
10πυρεταίνηται, μὴ φαρμακεύειν. ἀπέχειν δὲ σιτίων καὶ ῥοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι καὶ μὴ οἴνῳ, ἀλλὰ ὀξυγλυκεῖ.
— — — Σύνηθες αὐτῷ τὸ φαρμακεύειν οὐκ ἐπὶ πάσης προσ‐
15φορᾶς φαρμάκου λέγειν, ἀλλ’ ἐπὶ τῆς τῶν καθαιρόντων μό‐ νης. ἐκέλευσε δὲ νῦν ἐλλέβορον αὐθημερὸν ἢ τῇ ὑστέρῃ διδόναι, πρὶν ἄρξασθαι φλεγμαίνειν δηλονότι τὰ μόρια καὶ
πυρέττειν τὸν ἄνθρωπον. εἰ δὲ πυρετῆναι φθάσειεν, εἰ δὲ465

18b

466

ἐπιεικῶς ὅμως ἐπιδιδόναι τὸν ἐλλέβορον, ἡμεῖς δὲ οὐδ’ ἀπυ‐ ρέτῳ τολμῶμεν διδόναι, εἰ σφοδρῶς, οὐδὲ δίδωσιν, ἀλλὰ καὶ σφοδροτάτως διαιτᾷ, μήτε σιτία μήτε ῥοφήματα προσφέ‐ ρων ἐπὶ ποτοῦ τε μόνου διαιτῶν οὐκ οἴνου δηλονότι, τοῦτο
5γὰρ εὔδηλον, εἰ καὶ μηδὲν αὐτῷ ἐγεγράφει, κωλύων διδόναι τὸν οἶνον, ἀλλ’ ἐπὶ τοῦ καλουμένου ὀξυγλυκέος ἢ καὶ μελικράτου. τούτοις γὰρ χρῆται ποτοῖς ἐν τῇ λεπτοτάτῃ διαίτῃ καὶ τρίτῳ πρὸς αὐτοῖς ὀξυμέλιτι, ὃ διὰ μέλιτος καὶ ὄξους σκευάζεται. τὸ δ’ ὀξυγλυκὲς γλυκυτάτων κηρίων ἐστὶν
10ἀπόβρεγμά τε καὶ ἀφέψημα, καθάπερ ἔτι καὶ νῦν γίγνεται κατὰ τὴν Ἑλλάδα τρόπῳ τῷδε, κηρίον ἐκθλίψαντες τὸ μέλι βάλλουσιν εἰς λέβητα καθαρὸν ὕδωρ ἔχοντα, κἄπειτα ἑψή‐ σαντες, ἄχρις ἂν ἱκανῶς αὐτοῖς δόξῃ τὰ κηρία τὴν ἐν αὐ‐ τοῖς ὑγρότητα πᾶσαν ἐναποτεθεῖσθαι τῷ ὕδατι, κατατίθεν‐
15ται καὶ φυλάττουσι καὶ χρῶνται τοῦ θέρους, ὡς ἂν ἀδίψῳ πόματι κεραννύντες ὕδατι ψυχρῷ. τούτῳ τοίνυν τῷ ὀξυ‐ γλυκεῖ χρῆσθαι καὶ ὁ Ἱπποκράτης κελεύει. χρῆσθαι δ’ ἂν
καὶ μελικράτῳ μὴ παρόντος αὐτοῦ, οὐ μὴν ὀξυμέ‐466

18b

467

λιτί γε συμφέρει χρῆσθαι πεπονθότων νευρωδῶν μορίων. ἅπτεται γὰρ αὐτῶν τὸ ὄξος, ὡς ἥ τε πεῖρα διδάσκει καὶ αὐτός σοι ἐδήλωσεν· ἀλλ’ ἐφ’ ὧν ἐστὶν ὀξυμέλιτος χρεία ἐδίδαξέ σε κατὰ τὸ περὶ διαίτης ὀξέων, ὃ τινὲς μὲν ἐπιγρά‐
5φουσι πρὸς τὰς κνιδίας, οὐκ ὀρθῶς, ἔνιοι δὲ περὶ πτισά‐ νης, οὐδ’ οὗτοι καλῶς.
— — —
λʹ. Ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ
10 μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ μὴ σκληρά.
— — —
Ἤδη ταῦτα δεδήλωται δυνάμει δι’ ἐκείνης τῆς λέξεως ἐν ᾗ φησὶν, ἢν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ με‐
15λάσματα καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γίγνεται καὶ ὑπό‐ σκληρα, κίνδυνος παλιγκοτῆσαι· τῷ γὰρ ὑπόσκληρά τε καὶ ὑπέρυθρα ἀντικείμενα νῦν γράφει τὰ ὑπόχλωρα καὶ μὴ σκληρά. γίγνεται μὲν τὰ μὲν ὑπόχλωρα κατὰ μικρὸν ὑπο‐
στρεφομένου καὶ γενομένου τοῦ πύου· τὰ δὲ μὴ σκληρὰ,467

18b

468

διότι μὴ φλεγμαίνει μεγάλως τὰ μόρια. τοῦτο γὰρ ἦν τὸ αἴτιον καὶ τοῦ μεταβάλλειν εἰς πῦον τὸ παρεγκεχυμένον αἷμα.
— — —
λαʹ.
5Ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσιν ἐκχυμώμασιν τοῖσι μὴ μέλλουσιν παλιγκοταίνειν.
— — —
Ἀγαθὸν μὲν εἶπεν ἐν ἴσῳ τὸ ἀσφαλὲς καὶ βέβαιον καὶ ἀληθὲς καὶ διηνεκές. μαρτύριον δ’ ἀντὶ τοῦ σημεῖον, ἐπειδὴ
10μαρτυρεῖ καὶ πιστοῦται τὴν δόξαν ἡμῶν, ἣν ἐν τῷ προ‐ κειμένῳ γράμματι διδάσκει νῦν ὁ Ἱπποκράτης, φησὶ δ’ οὐ μόνον ἐπὶ τῶν κατὰ τὴν πτέρναν ἐκχυμωμάτων ἀσφαλὲς τὸ εἰρημένον σημεῖον, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων εἰκό‐ τως. οὐ γὰρ ἐκ τῆς τῶν τῇδε μορίων ἐνδείξεως, ἀλλ’ ἐξ
15αὐτοῦ τοῦ ἐκχυμώματος ἐγνώσθη. κίνδυνος μὲν οὖν οὐκ ἴσον ἡ κακοήθεια τῶν ἐκχυμωμάτων ἐπάξει· κατὰ γὰρ τὴν τῶν μορίων φύσιν ἐν οἷς γίγνεται διαφορά τις αὕτη προσ‐
έρχεται, τήν γε μὴν γένεσιν οὐκ ἐκ τῶν μορίων, ἀλλ’ ἐκ468

18b

469

τοῦ μὴ διαπυΐσκεσθαι τὸ παρεγκεχυθὲν αἷμα λαμβάνει. οὐ διαπυΐσκεται δὲ φλεγμονῆς μεγάλης ἐπιγινομένης, ἤτοι διὰ τὴν μοχθηρίαν τῆς ἐπιδέσεως ἢ διὰ τὴν τῶν χυμῶν κακοή‐ θειάν τε καὶ πλῆθος, ἣν ὁ μὲν ἐπηνόρθου τῇ διὰ τῆς
5φαρμακείας κενώσει, ἡμεῖς δὲ τῇ φλεβοτομίᾳ. καὶ θαυμάζω πῶς οὐκ ἀρκεῖται ταύτῃ μόνῃ, καίτοι γιγνώσκων τε καὶ χρώμενος ἐπὶ τῶν τοιούτων αὐτῇ. λέγει γοῦν ἐν τῷ περὶ ἄρθρων αὐτός· ὁπόταν τὰ περὶ ταῖς πλευραῖς θλάσματα θεραπεύει σὺν τοῖς ἄλλοις οἷς ἀξιοῖ ποιεῖν καὶ τόδε, φλέβα
10τε τὴν κατ’ ἀγκῶνα τέμνεσθαι.
— — —
λβʹ. Ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται κίνδυνος μὲν μελανθῆναι.
— — —
15
Καὶ τὸ κατὰ τῆς γῆς ἐκχεόμενον αἷμα ποτὲ μὲν ἄχρι πολλοῦ διαμένει, ποτὲ δὲ ξανθότερον γίγνεται, ποτὲ δὲ ἐπὶ τὸ μελάντερον τρέπεται, καί ποτε σαφῶς γί‐
γνεται μέλαν. εἰκὸς μὲν οὖν καὶ διὰ τὸ ὑπερέχον ἤτοι γ’469

18b

470

αἴθριον ἢ ζοφῶδες ὂν ἢ ὑγρὸν ἢ ξηρὸν ἢ θερμὸν ἢ ψυ‐ χρὸν εἰς διαφόρους ἀφικνεῖσθαι χροιὰς αὐτό. τὴν δ’ οὖν μεγίστην αἰτίαν τῆς τῶν χρωμάτων ἀπαλλαγῆς ἐξ αὐτῶν λαμ‐ βάνων διαφερόντως, ὡς ἑκάστῳ τῶν ἀνθρώπων ἢ τοῖς μὲν
5μελαγχολικώτερόν ἐστι, τοῖς δὲ φλεγματωδέστερον ἢ ὑδατω‐ δέστερον ἢ τῆς ξανθῆς ἢ ὠχρᾶς οὐκ ὀλίγον ἔχον χολῆς. οὕτως οὖν καὶ τοῖς τῶν ζώων σώμασιν, ἐπειδὰν ἐκχυθὲν τῶν φλεβῶν εἰς διαφόρους ἀφικνεῖται χροιὰς, ὅταν γε μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῶν περιεχόντων αὐτὸ
10σωμάτων εἰς πῦον. εἰκὸς οὖν ἐνίοτε κατὰ τοῦτον τὸν και‐ ρὸν πελιδνὸν φαίνεσθαι, διότι τὸ μὲν πελιδνὸν σῶμα μεταξὺ τοῦ τ’ ἀκριβῶς μέλανός ἐστι καί τινος τῶν εὐανθῶν, ὁποῖα μάλιστά ἐστιν ἐρυθρόν τε καὶ ξανθὸν, ὅπερ καὶ αὐτὸ χρῶμα. λέγω δὲ τὸ πελιδνὸν ἐκ τῶν εὐανθῶν εἰς τὸ μέλαν ἀφικνου‐
15μένων συμπίπτειν εἴωθεν ἢ ἐκ τοῦ μέλανος ἐπὶ τὸ λευκὸν, ὅταν ἐκπυΐσκηται. πολλάκις γοῦν ἰδεῖν ἐστι τά τε ὡς με‐ μελασμένα κατὰ τὴν εἰς πῦον μεταβολὴν ἀρχομένην πελιδνὰ
φαίνοντα. κατὰ βραχύ τε τοῦ μέλανος μὲν ἀποχωροῦντα,470

18b

471

πρὸς δὲ τὴν τοῦ πυρὸς χρόαν ἐρχόμενα λευκότερα γίγνεται. τεφρώδης γάρ ἐστιν ἡ τοῦ πύου χρόα. νῦν οὖν ὁ Ἱππο‐ κράτης διδάσκει σε διορισμὸν ἐπὶ τοῖς ἐκχυμώμασιν ὀφθεῖσι πελιδνοῖς· ἐὰν μὲν γὰρ κατὰ σκληρότητα, αὐτοῖς τοῦθ’ ὑπάρ‐
5χει, φλεγμαίνει τὰ μόρια, χωρὶς δὲ σκληρότητος ἀφλέγμαντον διαμένει. τὰ μὲν οὖν ἀφλέγμαντα τὴν φύσιν ἐῤῥῶσθαι δη‐ λοῖ καὶ τὸ τῶν φλεβῶν ἐκκεχυμένον αἷμα πεφθήσεσθαι καὶ πῦον ἔσεσθαι, τὰ δὲ φλεγμαίνοντα ἀῤῥωστίαν τῆς φύσεως διὰ τὴν ἀσθένειαν τῶν φλεγμαινόντων μορίων καὶ διὰ τὸ
10πλῆθος τοῦ περιεχομένου κακοχύμου μὴ πέττειν τὸ ἐκχύ‐ μωμα μήτε ἐκπυΐσκειν. λείπεται οὖν αὐτὸ μελανθῆναί τε καὶ διαφθαρῆναι.
— — —
λγʹ.
15Τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ ὅκως ἀνωτέρω τοῦ ἄλλου σώ‐ ματος ἔσται τὰ πλεῖστα ὀλίγον. ὑγιὴς δ’ ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι.
— — —471

18b

472

Εἰς μὲν τὸν ταπεινότερον πόδα τὸ ἐκ τοῦ σκέλους ἐπιῤῥέον αἷμα γεννήσει φλεγμονὴν, εἰς δὲ τὸν ὑψηλότερον οὐδὲν μὲν ἐπιῤῥεῖ καὶ διὰ τοῦτο πάντως αὐτὸν ὑψηλότερον θετέον, οὐ μὴν πολλῷ γε. προσέρχεται γὰρ ὀδύνη τῇ τοιαύτῃ
5θέσει χρονιζομένῃ, τὰ δ’ ὀδυνώμενα φλεγμαίνει. ὅρος γοῦν τῆς ὑψώσεως τοῦ ποδός ἐστι τὸ ἀνώδυνον σχῆμα. τοῦτο δ’ εὑρήσεις εἰ πειραθείη τηνικαῦτα τεινόμενον, ὅταν ὀλίγον ὑψωθῇ τὸν πόδα.
— — —
10
λδʹ. Ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λε‐ πτότερον τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον.
— — —
Ἡ λέξις δ’ αὐτὴ μαρτυρεῖν δόξει τοῖς φάσκουσι καὶ
15πῆχυν καὶ βραχίονα καὶ κνήμην καὶ μηρὸν ὑφ’ Ἱπποκρά‐ τους ὀνομάζεσθαι μὴ τὸ συγκείμενον ἅπαν ἔκ τε τῶν ὀστῶν καὶ τῶν ἀμφ’ αὐτὰ σωμάτων, ἀλλὰ μόνα τὰ ὀστᾶ, οὐ μὴν
ὅτι γε οὐ μόνον οὕτως λέγεται δηλοῦται διὰ τῆς λέξεως,472

18b

473

ἀλλ’ ὅτι καὶ οὕτως ὡς ἐγχωρεῖ διττὸν ἀπ’ αὐτοῦ λέγεσθαι τὰ τοιαῦτα πάντα καθάπερ ὑπέλαβον εἶναι οἱ ποτὲ μὲν ἐπὶ τῶν ὀστῶν μόνον τιθέντες αὐτῶν τὴν προσηγορίαν, ποτὲ δὲ συμπεριλαμβάνοντες καὶ τὰ περικείμενα πάντα, ὥστε κνή‐
5μην ὀνομάζεσθαι τὸ μεταξὺ τῆς κατὰ γόνυ διαρθρώσεως. ὅτι δὲ δυοῖν ὀστῶν ἐνταῦθα τὸ μὲν ἕτερον ἀμφοῖν ὀνομά‐ ζεται κνήμη, τὸ δ’ ἕτερον περόνη, καὶ ὅτι πλατύτερον μέν ἐστιν ἡ κνήμη, λεπτότερον δὲ ἡ περόνη, καὶ ὅτι τὸ μέσον μὲν καὶ ἄσαρκον ἐν ὅλῳ τῷδε τῷ μορίῳ κατὰ μῆκος ἐκτε‐
10ταμένον ἄνωθεν κάτω ἐπὶ τῶν ἰσχνῶν φαινόμενον, ὅπερ ἀντικνήμιον ὀνομάζουσι τῆς κνήμης ἐστὶ μέρος, οὐ τῆς πε‐ ρόνης, ὅσα τ’ ἄλλα τῶν ὀστῶν ἐπίστασθαι προσήκει, λέλε‐ κται πάντα κατὰ τὸ περὶ τῶν ὀστῶν ἡμέτερον ὑπόμνημα τοῖς εἰσαγομένοις γραφέν.
15
— — —
λεʹ. Ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς καὶ ἐπίφυσιν κοινὴν ἔχει.
— — —473

18b

474

Τοῦ κοινὴν ὀνόματος οὐχ οὕτως προσῆκεν ἀκούειν, ὡς συνεχῆ λέγοντος αὐτοῦ τὴν ἐπίφυσιν εἶναι καὶ μίαν ἀκρι‐ βῶς, ἀλλ’ ὡς ἐζευγμένων ἀμφοτέρων τῶν ἐπιφύσεων καὶ συνεχομένων εἰς ἑνὸς τὴν φαντασίαν. οὐδενὸς γὰρ ἀλλήλαις
5κοινωνοῦσιν αἱ ἐπιφύσεις, ὡς μίαν δοκεῖν εἶναι. τὰ γυμνὰ δ’ αὐτῶν μόρια τὰ τελευταῖα περιφερῆ κατὰ τὸ σχῆμα κα‐ λεῖται μὲν οὐκ ὀρθῶς ὑπό τινων ἀστράγαλον. συνεχὴς γὰρ τένων τὸν ἀστράγαλον ἔχων ἔνδον, ὡς καὶ δι’ αὐτοῦ οὕτω· κατακρυπτόμενος ἀφανής ἐστι καὶ πρὸς τὴν ἁφὴν καὶ πρὸς
10τὴν ὄψιν.
— — —
λστʹ. Ἐν ἰθυωρίῃ δὲ τῆς κνήμης οὐ ξυνέχεται.
— — —
15
Οὐ συνέχεται τὰ προειρημένα δύο ὀστᾶ τῆς κνήμης κατὰ τὴν εὐθύτητα τῆς κνήμης, ὅπερ ἐστὶ κατὰ τὸ μῆκος οὐ συνέχεται, τουτέστιν οὐχ ἅπτεται κατὰ τοῦτ’ ἀλ‐ λήλων οὔτε συνδεῖται.
— — —474

18b

475

λζʹ. Τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται καὶ ἐπίφυσιν ἔχει καὶ ἡ ἐπίφυσις διάφυσιν.
— — —
5
Πολλαπλάσιόν ἐστι τῷ πάχει τὸ τῆς κνήμης πέρας ἐν τῇ κατὰ γόνυ διαρθρώσει τοῦ τῆς περόνης, ὥστε καὶ ἡ ἐπίφυσις ὅλη σοι δόξει τῆς κνήμης εἶναι, κατὰ δὲ τὸ ἔξω πέρας αὐτῆς ὑπερήρεισται ἡ περόνη. διάφυσιν δ’ ἔχει, φησὶ, τὴν ἐν τῷ μέσῳ γεννωμένην ὑπεροχὴν νευροχονδρώδη διά‐
10φυσιν εἰπών. διορίζει δ’ αὐτὴ τοὺς ἐπιβαίνοντας τῇ κνήμῃ κονδύλους. καταπαλαιουμένους τῶν ὀστῶν ἐπὶ τῶν νεκρῶν σωμάτων ἀποσήπεται πολλάκις, ὡς ἀπατηθῆναί τινα, καὶ δόξει ψεῦδος εἰρῆσθαι πρὸς Ἱπποκράτους ὑπὲρ αὐτῆς ἀλό‐ γως γε τῶν προσφάτων ἁπάντων φαίνεται.
15
— — —
ληʹ. Μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμι‐ κρὸν δάκτυλον. ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ.
20— — —475

18b

476

Μακρότερον ὅπερ ἐγὼ γράφειν οὕτως ἀξιῶ, μικρότερον δ’ ἐστὶ τὸ ἕτερον ὀστοῦν κατὰ σμικρὸν δάκτυλον, καὶ εἰ οὕτως ἔγραψεν αὐτὸς ὁ Ἱπποκράτης, οὕτως πέπειστο τὴν κατὰ τὸ γόνυ τῆς κνήμης ἐπίφυσιν κοινὴν ἀμφοτέρων εἶναι
5ὀστῶν, οὐ μόνης τῆς κνήμης, ἁπλῶς ἔσται μακρότερον καὶ οὐ κατὰ τὸ κάτω πέρας μόνον.
— — —
λθʹ. Ὀλισθαίνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν
10 τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκι‐ νήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον.
— — —
Ἔνιοι τῶν ἰατρῶν οἴονται τὸ ἐξαρθρεῖν λέγεσθαι κατὰ τῶν ἐξισταμένων τελέως ὀστῶν. τὸ δὲ ὀλισθαίνειν ἐπὶ τῶν
15παραρθρούντων μὲν, οὐ μὴν παντάπασί γε ἐκπιπτόντων τῆς φυσικῆς διαρθρώσεως, οὐδὲ τὸ κατὰ τὴν ἀρχὴν εἰρη‐
μένον ἐν τῷ περὶ ἄρθρων ἔχον οὕτως. ὤμου δ’ ἄρθρον476

18b

477

ἕνα τρόπον οἶδα ὀλισθάνον τὸν ἐς τὴν μασχάλην· ὅλη γὰρ ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρεῖ τῆς κοιλότητος, ᾗ διήρ‐ θρωται μὴ δυναμένης γενέσθαι βραχείας παραρθρήσεως, καθάπερ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ τὴν αἰτίαν προσ‐
5θεὶς, ἣν ὅταν ἐπ’ ἐκεῖνο τὸ βιβλίον ἀφικώμεθα μαθησόμεθα.
— — —
μʹ. Ταῦτα δ’ ὀχλώδεα μὲν ἧσσον ἢ τὰ ἐν τῷ καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. ἴησις
10δὲ παραπλησίη οἵηπερ ἐκείνῳ, τήν τε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κατατάσιος, ὅσῳ ἰσχυρότερον τὸ σῶμα ταύτῃ. ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔν‐ θεν, ὁ δ’ ἔνθεν τείνοντες. ἢν δὲ μὴ ἰσχύουσι, ἰσχυρο‐
15τέρην ῥηίδιόν ἐστι ποιέειν τὴν κατάτασιν.
— — — Οὐ μόνον τῶν ἐν τῷ καρπῷ τῆς χειρὸς ἧσσόν ἐστιν
ὀχλώδη, ἀλλὰ καὶ τῶν ἐν τῷ ποδὶ πολὺ μᾶλλον. ἐπεὶ δὲ477

18b

478

κοινὴν τὴν διδασκαλίαν ἐποιήσατο τὴν κατὰ τὸν πόδα καὶ ἄκραν τὴν χεῖρα, διὰ τοῦτο ἤρκεσεν αὐτῷ μνημονεῦσαι τοῦ ἑτέρου τῶν μορίων, ὃ πρῶτόν ἐστι τῆς κνήμης καὶ τοῦ πο‐ δὸς κατ’ εὐθεῖαν. ὅσον γὰρ ἀπολείπεται τῶν κατὰ τὸν πόδα
5καὶ μάλιστα τῶν κατὰ τὴν πτέρναν ἐστὶν ὀχλωδεστέρα μι‐ κρὸν ἔμπροσθεν αὐτὸς εἶπεν.
— — —
μαʹ. Ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ ἢ ἄλλο τι ὅ τι τούτῳ
10ἔοικε μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν, ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα τὰς ἀρ‐ χὰς τῶν ἱμάντων ἢ πρὸς ὕπερον ἢ πρὸς ἕτερον ξύλον προσδήσαντας τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἀνακλᾷν. τοὺς δ’ ἀντιτείνειν ἄνωθέν τε τῶν
15ὤμων ἐχομένους καὶ τῆς ἰγνύης.
— — — Ξύλον τι κατορύττειν ἀξιοῖ δυνάμενον ὑποδέξασθαι πέ‐
ρας μοχλοῦ, δι’ οὗ τὴν κατάτασιν τοῦ κώλου μέλλει ποιεῖ‐478

18b

479

σθαι. γιγνώσκειν δὲ οἶμαί σε τὴν καλουμένην χοινικίδα τοῦ τρόχου πλήμνην ὑπὸ τῶν Ἰώνων λέγεσθαι, καὶ γὰρ παρὰ τῷ ποιητῇ τοὔνομά ἐστι. τὴν δ’ εὐπορίαν τῶν εἰς τὰς θεραπείας χρησίμων ἀσκεῖν ἀεὶ συμβουλεύων ὁ Ἱπποκράτης
5ἐμνημόνευσε καὶ νῦν τῆς πλήμνης ἐν ἅπασι τόποις ὑπ’ ἀν‐ θρώπων οἰκουμένος εὐπορῆσαι δυναμένων ἡμῶν αὐτῆς, ὥσπερ καὶ τῷ ὑπέρῳ πρὸς τὴν ἐνεστῶσαν κατάστασιν ἀντὶ μοχλοῦ χρῆται. καὶ τίνα δὲ τρόπον αὐτοῖς προσήκει χρῆσθαι σα‐ φῶς αὐτὸς ἐδήλωσε διὰ τῆς ἰδίας λέξεως τοῖς προσέχουσι
10τὸν νοῦν αὐτῷ.
— — —
μβʹ. Ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκη προσλαβεῖν.
— — —
15
Τὰς ἰσχυρὰς ἀντιτάσεις ἀνάγκας εἴρηκε τὸ βίαιον αὐτῶν ἐνδείξασθαι βουλόμενος.
— — —479

18b

480

μγʹ. Τοῦτο μὲν ἢν βούλῃ ξύλον στρογγύλον λεῖον κατορύξας βα‐ θέως, μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκο‐
5 λουθέειν τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν.
— — —
Ὀρθὸν τοῦτο τὸ ξύλον ἵστησιν ἀσφαλῶς ἐστηριγμένον, ὅπως ὁ κατατεινόμενος, ὡς προείρηται, μὴ συνακολουθῶν τῇ κατατάσει μέσον τῶν δύο σκελῶν ἡδρασμένου τοῦ ξύλου
10κατὰ τὸν περίνεον, οὕτω δ’ ὀνομάζεται τοῦ σώματος ἡμῶν ἐκεῖνο τὸ μέρος ὃ μεταξὺ τῆς ἕδρας ἐστὶ καὶ τῆς ἀρχῆς τοῦ αἰδοίου.
— — —
μδʹ.
15Ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῥέπειν. τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα.
— — —
Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἐφεξῆς τῆς προγε‐
20γραμμένης ῥήσεως αὕτη γέγραπται, δυναμένης τῆς ὅλης δια‐480

18b

481

νοίας σώζεσθαι χωρὶς αὐτῆς. βούλεται γὰρ μέσον τῶν δύο σκελῶν ὀρθὸν στηρίξας τὸ ξύλον οὕτως κατατείνειν τὸ πε‐ πονθὸς σκέλος ἀντωθοῦντός τινος ἄνω τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα ταύτῃ καὶ γιγνόμενον ἑτερόῤῥοπον ἕπε‐
5σθαι συγχωρεῖ τὸ σκέλος τῷ κατατείνοντι. τοῦτο γὰρ εἰ γένοιτο, τὴν κατάτασιν ἐκλυθῆναι συμβήσεται.
— — —
μεʹ. Τοῦτο δὲ καὶ ἢν περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ
10ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσ‐ σονται, προσεπιλαμβανέτω δέ τις κατὰ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο.
— — — Ἄλλην ἐπίνοιαν αὐτῶν διδάσκει σε καθ’ ἣν οὐκ ἀκο‐
15λουθήσει τὸ λοιπὸν σῶμα τῷ κατατεινομένῳ μέρει τοῦ κώ‐ λου, τὸ παρ’ ἑκατέρᾳ τῇ μασχάλῃ καταπηγνύμενον ξύλον, ὃ ἀντιστηρίζον τε καὶ ἀντερεῖδον τῷ σώματι κωλύει τὸν ἄν‐
θρωπον ἕπεσθαι τῇ πρὸς τὰ κάτω μέρη γιγνομένῃ τάσει.481

18b

482

χρὴ δ’ ὅμως καὶ νῦν αὐτὸ τὸ κατατεινόμενον σκέλος ἰδίᾳ πάλιν ἀντιτείνειν ἄνω κατὰ γόνυ τὸν ἀνάτασιν ποιούμενον.
— — —
μστʹ.
5Τοῦτο δ’ ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμᾶν‐ τας περιδήσας καὶ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας ἐξαρτήσας τε τοὺς ἱμᾶντας ἔκ τινος ξύλου τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην.
— — —
10
Εἰ ἑλκόντων ἄνω τὸ σκέλος ἐπιτρέψει τὴν ἀντίτασιν, ἔστι σοι διὰ περιθέσεως ἱμάντων αὐτὸ ποιῆσαι, τὰς ἀρχὰς αὐτῶν ἄνω τοῦ σώματος ἀγαγόντα, κἄπειτ’ ἐντεῦθεν περι‐ βάλλοντα μοχλῷ. χρὴ δὲ δηλονότι τοῦ μοχλοῦ τὸ πρὸς τῇ γῇ στηριζόμενον πέρας ὑποβεβλημένον ἔχειν τι κοῖλον. οἷά
15περ ἐστὶν ἡ πλήμνη τοῦ τρόχου, πρὸς ἣν ἀντερείδων ὁ μο‐ χλὸς ἐργάσεται πρὸς τἀναντία τὴν τάσιν.
— — —482

18b

483

μζʹ. Τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν.
— — —
Εἴπερ ἐγέγραπτο πρὸς τἀναντία, τί ἀσαφὲς ἂν ἦν, ὥσπερ
5κατὰ τὴν διάνοιαν τὸ λεγόμενον, οὕτω καὶ κατὰ τὴν λέξιν. ἐπεὶ δὲ τἀναντία γέγραπται, ἢ λείπειν νομιστέον ἐξ ἀρχῆς ὑπὸ τοῦ βιβλιογράφου παραλελειμμένην τὴν εἰς τὸ πρόσθεν ἢ αὐτὸν Ἱπποκράτην κατὰ προαίρεσιν, ὡς ἰσοδυνάμως, ἢ κεχρῆσθαι τῇ φωνῇ τἀναντία ἢ οἷον ἐπίῤῥημα εἰρηκέναι
10τἀναντία, ὡς εἰ καὶ ἐναντίως ἔλεγε.
— — —
μηʹ. Τοῦτο δ’ ἢν βούλῃ ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μερίην, ἔπειτα πρὸς τῆς δοκίδος, ἔνθεν
15καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα κατατείνειν τοὺς ἱμᾶντας.
— — —483

18b

484

Δύο πλῆμναι πρόσθεν αὐτῷ καὶ δύο μοχλοὶ τὴν ἀντί‐ τασιν ἐργάζονται, μίαν ἣν ὑποκάτω τοῦ κατατεινομένου σκέ‐ λους, ἑτέραν δὲ ὑπεράνω τῆς κεφαλῆς. ἐπεὶ δὲ, ὥσπερ ἔφην, ἀσκεῖν ἡμᾶς ἀξιοῖ τὴν εὐπορίαν τῶν ἰαμάτων, ἑτέραν ἐπί‐
5νοιαν ἑαυτοῦ διδάσκων γυμνάζει σε πρὸς τὴν τῶν ὁμοίων εὕ‐ ρεσιν. εἰ γὰρ αἱ πλῆμναι μὴ παρεῖεν, ὑποτείνας ξύλον μα‐ κρὸν κατὰ τὸ μῆκος τῆς κλίνης, ἐφ’ ἧς ὁ θεραπευόμενος κατάκειται τὰ μὲν ἄλλα ταῦτα τοῖς ἔμπροσθεν πράξεις πε‐ ριβάλλων τοὺς ἱμᾶντας ὁμοίως οἷς ἐδίδαξε τὸ ποῖα τοῦ σώ‐
10ματος ἐξαρτήσεις τε καὶ διὰ τῶν ξύλων, δι’ ὧν αὐτοὺς μοχλεύσεις, ἀντὶ δὲ τῶν πλημνῶν ἔτι χρήσῃ τοῖς τοῦ μα‐ κροῦ ξύλου πέρασιν, ἃς κεφαλὰς ὀνομάζουσι τὴν ἀντέρεισιν τῶν μοχλευόντων ξύλων πρὸς ἐκεῖνα ποιούμενος ὑπερέχοντα τῆς κλίνης σύμμετρον ἑκατέρωθεν, ἔκ τε τῶν
15πρὸς τῇ κεφαλῇ καὶ τῶν πρὸς τοῖς ποσὶ μερῶν. δοκίδα δὲ τὸ ὑποτεινόμενον κατὰ τὸ μῆκος τῇ κλίνῃ ξύλον ὠνόμα‐ σεν, εἰ καὶ μικρὰν εἶπε δοκόν.
— — —484

18b

485

μθʹ. Ἢν δὲ θέλῃς ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν ἐπ’ ἐκείνων τὴν κατάτασιν ποιέεσθαι, πολλοὶ δὲ καὶ ἄλ‐ λοι τρόποι κατατασίων.
5
— — —
Τοὺς ἄξονας αὐτοὺς ὄνους εἴωθε καλεῖν, ὥσπερ καὶ τὸ λέγειν ὄνου τε περιαγωγήν. νῦν οὖν τοὺς μικροὺς ἄξονας ὀνίσκους εἴρηκεν ὑποκοριστικῶς, ὥσπερ ἐν τῇ προγεγραμ‐ μένῃ ῥήσει τὴν μικρὰν δοκὸν δοκίδα. χρὴ γάρ σε μὴ μό‐
10νον ἠσκῆσθαι πρὸς τὴν τῶν εὐπορίστων ἐπίνοιάν τε καὶ χρῆσιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν παρ’ ἰατροῖς παρεσκευασμέ‐ νων ὀργάνων πρὸς τὰς τοιαύτας ἀντιτάσεις. ἄξονας οὖν θεὶς οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλ’ ἐγκαρσίαν, ὡς ἐκεῖνο, θέσιν ἔχον ἔνθεν καὶ ἔνθεν τοῦ θεραπευομένου σώ‐
15ματος, ὅπερ αὐτὸ σημαίνει, κάτωθεν μὲν τῶν ποδῶν τὸν ἕτερον, ἄνωθεν δὲ τῆς κεφαλῆς τετάχθαι τὸν ἕτερον, ἔπειτα
δὲ περιβάλλων τῶν ἱμάντων τὰς τελευτὰς τοῖς ἄξοσιν ἐκ τῆς485

18b

486

ἐκείνων περιαγωγῆς τὴν ἀντίτασιν ἐργάσῃ τοῦ θεραπευομέ‐ νου σκέλους.
— — —
νʹ.
5Ἄριστον δὲ ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι ἀνάγκαι ἔσονται, πάν‐ των μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κα‐ τατάσιος καὶ μοχλεύσιος. ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦ‐ τον οἷον οἱ τετράγωνοι στῦλοι, οἷοι δρυΐνοι γίνονται, μῆ‐
10 κος καὶ πλάτος καὶ πάχος.
— — —
Ὀργάνου τινὸς καὶ μηχανήματος, οὗτινος ἂν ἐθέλει ἐμνημόνευσεν. ἐν δὲ τῷ λόγῳ περὶ οὗ τὴν κατασκευὴν αὐ‐ τοῦ διδάξει κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον ἑπόμενον
15τῷδε· καὶ ἡμεῖς οὖν ἐν ἐκείνῳ τὴν ἐξήγησιν ὧν ἀσαφῶς εἶπε ποιησόμεθα· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μετα‐ βῆναι καὶ προσθείς.
— — —486

18b

487

ναʹ. Ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς.
— — —
Τὸ σκέλος δηλονότι· περὶ γὰρ τῶν τῆς κνήμης περὶ
5τὸν ἀστράγαλον ἐξαρθρημάτων ὁ λόγος ἦν αὐτῷ, κἀν τῷ μεταξὺ περὶ τῆς ἀντιτάσεως διδάξας, οὕτω πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανῆλθεν.
— — —
νβʹ.
10Ῥηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν, ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς ἀρχαίης ἕδρης. κατορθώ‐ σαντα οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι δὲ ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν
15τε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή· ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν ἔς τ’ ἂν ἐπιδήσῃς.
— — — Ἐκ τῶν τοιούτων αὐτοῦ λέξεων ὁρμώμενοί τινες ἄρ‐
20θρον καλεῖν αὐτὸν φάσκουσι τὰ πέρατα τῶν διηρθρωμένων487

18b

488

πρὸς τὰς κοιλότητας ὀστῶν, ὥστε τὸ μὲν σύμπαν διάρθρω‐ σιν καλεῖσθαι, καθ’ ὃ συνάπτεται πρὸς ἀλλήλοις τὰ πέ‐ ρατα τῶν κινουμένων ὀστῶν, ἐν ταῖς ἐκτάσεσί τε καὶ κάμ‐ ψεσιν. αὐτῶν δὲ τῶν ὀστῶν ἑκατέρου τοῦ μὲν ἐμβαίνοντος
5τὸ πέρας ἄρθρον, τοῦ δ’ ὑποδεχομένου τὴν κοιλότητα κο‐ τύλην ἢ γλήνην ὀνομάζειν αὐτόν· ἀλλὰ ταῦτα μὲν ὀνόματα τὴν ἔκθλιψιν ἔχειν. μετὰ ταῦτα δέ σε διδάξει κοινὴν ἁπά‐ σης ἐμβολῆς μέθοδον, ὡς κατ’ ἀρχὰς ἡμεῖς εἰρήκαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἔνθεν περὶ τῆς χρείας
10ἐδιδάξαμεν ἐν ἐκείνοις τοῖς λόγοις ὡς οὐχ οἷόν τέ ἐστιν ἐμβάλλειν αὐτὰ προσηκόντως ἄνευ τῆς ὑπεραιωρήσεως. εὐθὺ δὲ καὶ τὸν ὅρον διδάξει μέχρι πόσου χρὴ κατατείνειν. ὅταν γὰρ ἤδη δόξεις ἱκανῶς ἔχειν, ὡς ὑπεραιωρεῖσθαι δύνασθαι, παύσει τῆς ἀντιτάσεως.
15
— — —
νγʹ. Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ὡσαύτως βαλλόμενον
κατὰ τὸ ἐξεστηκὸς καὶ τὰς περιβολὰς τὰς πρώτας πλεί‐488

18b

489

στας κατὰ τοῦτο ποιέεσθαι καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο καὶ τὴν πίεσιν μάλιστα κατὰ τὠϋτό.
— — — Τὰ κεφάλαια συντεμὼν ἀνέμνησε τῆς καταγμάτων ἐπι‐
5δέσεως, ἣν ἔμπροσθεν ἐδείξαμεν· καὶ μέντοι καὶ μεμνῆσθαι χρὴ τά τε κατ’ ἄκραν τὴν χεῖρα καὶ τὰ κατὰ τὸν πόδα καὶ τὰ κατὰ τὴν πτέρναν καὶ προσέτι ταῦτα τὰ κατὰ τὰ σφυρὰ ἐξαρθρήματα τῷ καταγματικῷ τρόπῳ τῆς ἐπιδέσεως πεί‐ θεσθαι, διὸ κἀν τούτῳ τῷ βιβλίῳ περιέχεται πάντα. τὴν
10δ’ αἰτίαν τοῦ χρῆναι τὴν ἐπίδεσιν οὕτως ποιεῖσθαι, κἂν ἐξάρθρημα, κἂν κάταγμα τὸ γεγονὸς ᾖ, πρώην μεμαθήκαμεν.
— — —
νδʹ. Προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν.
15
— — —
Τοῦτ’ ἐν τῷ κατ’ ἰητρεῖον διὰ τῆσδε τῆς λέξεως ἐδή‐ λωσεν· ἢν δ’ ἐπιδέοι, πολλὸν τοῦ ὑγιέος προσλαμβανέτω
καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἄμεινον γὰρ ἐκθλίβε‐489

18b

490

σθαι τοῦ πεπονθότος μορίου τοὺς χυμοὺς οὐκ εἰς τὰ πα‐ ρακείμενα μόνον, ἀλλὰ μέχρι πολλοῦ τε προστεθεῖσθαι καὶ μακροῦ κωλύεσθαι.
— — —
5
νεʹ. Μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει ἢ τὸ ἐν τῇ χειρί.
— — —
Κατὰ τὰ μεγέθη τῶν ἄρθρων ποιεῖται τὸ μέτρον τῆς
10πιέσεως καὶ τὸ πλῆθος τῶν ὀθονίων προσεπισκοπούμενος τὸ νευρῶδες αὐτῶν καὶ εὐαίσθητον, ἧττον γὰρ ἀποθλίβε‐ σθαι βούλεται.
— — —
νστʹ.
15Ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιήσασθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς.
— — —
Ὅτι μὲν ἐπὶ βραχὺ χρὴ μετεωρότερον εἶναι τὸν πόδα
20τοῦ ἄλλου σκέλους ἐλέχθη καὶ πρόσθεν. ἐλέχθη δὲ καὶ490

18b

491

ὅτι τοσοῦτον ὑψοῦσθαι προσῆκεν αὐτὸν, ὡς μηδὲ τῇ ἀντι‐ τάσει κάμνειν τοὺς μύας. νυνὶ δὲ προσέθηκε περὶ τῆς κατὰ τὴν ἀπόθεσιν ἀσφαλείας παράγγελμα, μηδὲ μόλις κε‐ λεύων αἰωρεῖσθαι τὸν πόδα. τοῦτο δέ ἐστι μαλακῶν ἐρίων
5πανταχόθεν αὐτῷ παρατιθεμένων· καὶ δὴ μὲν τὸ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστὶ στηρίζεσθαί τινος μαλακοῦ ἢ ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ καὶ προσδεδεμένος ἔσται μαλακαῖς ταινίαις.
— — —
10
νζʹ. Τὸν δὲ ἰχνασμὸν τοῦ σώματος, οὕτως ποιέεσθαι ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα, τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει.
— — —
15
Πρόδηλον οὖν ὅτι τὰ μὲν σμικρὸν ὀλισθήσαντα με‐ τριωτέρας δεῖται τῆς ἐπιμελείας, τὰ δ’ ἐπὶ πλέον ἐκστάντα καὶ τῆς διαίτης ἀκριβεστέρας καὶ τῶν ἄλλων οἷς ἰσχναίνε‐ ται τὸ σῶμα.
— — —491

18b

492

νηʹ. Τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ σκέλεα τρώμασιν ἢ ἐν τοῖσι κατὰ χεῖρας· καὶ γὰρ μείζω καὶ παχύτερα ταῦτα ἐκείνων· καὶ δὴ καὶ
5ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. μετεπι‐ δῆσαι δὲ τὸ ἄρθρον οὔτε τὶ κωλύει τριταῖον, οὔτε κατε‐ πείγει. καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα. καὶ ἢν μὲν ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς
10τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται, ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῷ σκέλει, ἐπι‐ δεῖσθαι δὲ ἀναγκάζοιτ’ ἂν πολὺν χρόνον.
— — — Αὐτὸς εἶπε τὴν αἰτίαν οὗ κελεύει· καὶ γὰρ μείζω φησὶ
15καὶ παχύτερα ταῦτα ἐκείνων καὶ τρίτον ἐπὶ τούτοις ἐστὶ τὸ κατακείμενον ὑγιάζεσθαι τὸν ἄνθρωπον, οὐχ ὥσπερ ἐπὶ τῶν κατὰ χεῖρα περιερχόμενον. ταῦτ’ οὖν ἐν τῷ καθόλου περὶ πάντων ἡμῖν τῶν ἄρθρων εἰρῆσθαι νομίζομεν.
— — —492

18b

493

νθʹ. Ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη· καὶ ἢν μὲν εἴσω ὀλισθῇ, τὸ ἔξω
5 μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω.
— — —
Εἰ καὶ τῶν ὑγιῶν τι μορίων ἐν ἡσυχίᾳ πολυχρονίῳ φυλάττοις ἢ βραχείαις κινήσεσι, λεπτότερον ἑαυτοῦ γίγνεται. θερμαίνει τε γὰρ ἡ κίνησις τὰ σώματα καὶ ῥώννυσι τὴν
10ἐν αὐτοῖς δύναμιν, ὑφ’ ἧς εἰς εὐτροφίαν ἐπιδίδωσι τὰ μέρη. ὁπόταν δὲ μὴ καλῶς ἐμβληθῇ τῶν ὀλισθησάντων τι, χεί‐ ρους αἱ κινήσεις ἐπιτελοῦνται, καὶ μᾶλλον δὲ κατὰ τὰ ἀν‐ τικείμενα μέρη τῶν ὀλισθημάτων. ἐπειδὴ κενὸς ὁ τόπος καταλείπεται τοῦ μέρους κινηθέντος ὀστοῦ πρὸς τἀναντία.
15ῥᾷον οὖν ἐπ’ ἐκείνου στηρίζεται τοῦ μέρους εἰς ὃ μετέστη τὸ ἄρθρον. ἕδρας μὲν γὰρ δεῖται τὰ ὑπερκείμενα μόρια. ταῦτα δὲ αὐτοῖς οὐ κεναὶ χῶραι παρέχουσιν, ἀλλ’ αἱ πεπλη‐
ρωμέναι· κατὰ γάρ τοι τῆς κενῆς χώρας οὐδὲν στηρίζεσθαι493

18b

494

δύναται. διὰ τοῦτ’ οὖν καὶ τὸ σκέλος εἴωθε προφέρειν, ἔνθα τὴν ἔκπτωσιν ἔχει καὶ τοῖς κατ’ ἐκεῖνο τὸ μέρος ἐνερ‐ γεῖν μόνον· αὐτοὶ γὰρ οὖν καὶ τρέφονται καλῶς, οἱ δ’ ἄρ‐ χοντες ἐνδεῶς, οἵπερ εἰσὶν ἐκ τῶν ἀντικειμένων μερῶν.
5
— — —
ξʹ. Τὰ πλεῖστα δὲ ἐς τὸ εἴσω ὀλισθάνει· ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προει‐
10ρημένων τισὶ, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. ἱκαναὶ δὲ καὶ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες· τὰ πλεῖστα γὰρ ἀρ‐ κέοιεν ἂν δύο ἄνδρες ἐῤῥωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν ἀντιτείνοντες. τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν
15κνήμης ὀστέα κατεηγυίης κατατείνῃς καὶ ἢν μηροῦ.
— — — Τὰ κάτω πρὸς τὴν τοῖς σφυροῖς διάθεσιν ἐξαρθρή‐
ματα μᾶλλον ἔσω ὀλισθάνει. αἰτία δὲ ἡ τῆς περόνης ἀπό‐494

18b

495

φυσις ἔξωθεν ἀκριβέστερον περιλαμβάνουσα τὸν ἀστράγαλον ἢ περὶ τῆς κνήμης ἔσωθεν.
— — —
ξαʹ.
5Καὶ ἐπιδεῖν δὲ οὕτως ἐκτεταμένων ἀμφοτέρων, ὁκό‐ τερον ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταῦτα ξυμφέρει σκέλει τε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος, ἐπὴν ἐπι‐ δεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς τὰ σχήματα τῶν σαρκῶν, ἑτεροιοῦται
10ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος. ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον. οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται, ἀλλ’ ἐν τῷ ξυγκεκάμφθαι. καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσιν, ξυγκε‐ κάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔν τε τῇσιν
15ὁδοιπορίῃσι καὶ ἐν τῷ ἑστάναι εἴθισται, ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ μικροῦ δεῖν ἐκτετάσθαι ἐς τὸ κάτω κατὰ φύσιν. καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα, διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ. καὶ δὴ καὶ ἐν τῇσι
κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστὶν ἐν τῷ ἐπι‐495

18b

496

τετάσθαι. ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ συγκαμφθῆναι καὶ ἀνα‐ στῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι.
5
— — —
Ἐάν τε κνήμην ἐάν τε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατ’ ἰσχίον καὶ τὴν κατὰ γόνυ. τὴν δ’ αἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς, ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ
10τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπο‐
15ρίας καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κἂν
ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν496

18b

497

ὑποτείνοντι τῷ πήχει. σκέλους δὲ καταγέντος ἀδύνατον ἐπι‐ βαίνειν πρὶν ἀκριβῶς πωρωθῆναι.
— — —
ξβʹ.
5Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος οὔτε ἡ κατάτασις οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτῇ. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐθὲν δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχα‐ νοποιέειν μηθὲν δέον. ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ
10ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκαίων προσφέρειν, ἤν τινά γε προχωρέῃ, ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθῶσθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύ‐ νοντα καὶ ἐξευκρινέοντα. ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν
15τοῖσιν ὀθονίοισιν κατατεταμένα, ἤν τ’ ἐπὶ δεξιὰ ἤν τ’ ἐπ’ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισιν τὰ πρῶτα ὀθόνια. βαλλέσθω δὲ τὴν ἀρχὴν κατὰ τὸ κάτηγμα καὶ περιβαλ‐
λέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολὰς, κἄπειτα νεμέ‐497

18b

498

σθω ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖ‐ σιν ἄλλοισι κατήγμασι εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι καὶ μακρότερα καὶ πλέω πολὺ αὐτὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδέῃς, καταθεῖναι ἐφ’
5 ὁμαλοῦ τινὸς καὶ μαλθακοῦ, ὥστε μὴ διαστρέφεσθαι ἢ τῇ ἢ τῇ μήτε λορδὸν μήτε κυφὸν εἶναι.
— — —
Φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφά‐
10σεις εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατω‐ τέρω πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν ῥῆσιν. δι’ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπ’ ἐκείνῃ κατα‐
15γείσῃ τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συν‐ τριβῇ μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως παθόντας.
— — —498

18b

499

ξγʹ. Μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον ἢ κλίνον ἢ ἐρινέον, μὴ σκληρὸν, λαπαρὸν, μέσον κατὰ μῆκος ποιήσαντα ὑπο‐ θεῖναι ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν.
5
— — —
Τὴν κνήμην ἀξιοῖ στηρίζειν ὃν εἶπε τρόπον προσκεφα‐ λαίων μᾶλλον ἢ σωλῆνος, ἐφεξῆς γράφων ἃ μέμφεται τοὺς χρωμένους αὐτῷ πρὸς τὰ τοιαῦτα.
— — —
10
ξδʹ. Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅτι ξυμβουλεύσω ἢ ὑποτιθέναι χρὴ ἢ οὔ. ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέν‐ τες οἴονται· οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν
15ὡς οἴονται. οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα ἢ ἔνθα ἢ ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελεῖται αὐτὸς ὁ ἄνθρωπος, οὔτε αὖ
τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι499

18b

500

ἢ τῇ ἢ τῇ. ἀλλὰ μὴν ἀργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὅμως ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. ἀχρηστό‐ τατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσιν καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ
5σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι. πι‐ θανώτερον δὲ τοῖσι δημότῃσίν ἐστιν καὶ τὸν ἰατρὸν ἀνα‐ μαρτητότερον εἶναι ἢν σωλὴν ὑποκέηται, καίτοι ἀτεχνέ‐ στερόν γέ ἐστιν. δεῖ μὲν γὰρ ἐφ’ ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι, πάντῃ πάντως ἐς ἰθύ. ἐπείτοι γε ἀνάγκη κρα‐
10τηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ διαθέσει, ὅποι ἂν ῥέπῃ καὶ ὁκόσα ἂν ῥέπῃ. ὑποκρινέσθω δὲ ὁ ὑποδεδεμένος ταῦτα ἅπερ καὶ πρότερον εἴρη‐ ται· καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι καὶ τὸ οἴδημα οὕτως ἐξαείρασθαι ἐς τὰ ἄκρεα καὶ τὰς χαλάσιας
15οὕτως καὶ τὰς μετεπιδέσιας διὰ τρίτης καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι καὶ πλέοσι τοῖσιν ὀθονίοισιν. περιλαμ‐
βάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ500

18b

501

τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπι‐ κατορθοῦν ἐφ’ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα. ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον
5ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα δὲ τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος ἢ ἑνδεκα‐ ταῖος γένηται τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοισι κατήγμασιν εἴρηται.
— — —
10
Ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέ‐ λει σωλῆνας καὶ γλωσσόκομον κνήμης τε καὶ μηροῦ πεπον‐ θότος, ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθ’ ὑποβάλλουσιν ὅλῳ τῷ σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν
15τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μετ’ αὐτῆς τὸν μηρὸν, ἀλλ’ ἧττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς ὁ Ἱππο‐ κράτης ἐδήλωσε σαφῶς, ὥστ’ αὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέ‐
γειν, ἀλλ’ εἴπου τι κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νο‐501

18b

502

μίσω, τοῦτο ἐξαπλώσω καὶ πρῶτόν γε πάντων, ὅπῃ διαφέρει γλωσσόκομον σωλῆνι. εἴρηται μὲν οὖν παρὰ τοῖς Ἀττικοῖς γλωσσόκομον τὸ σκεῦος τοῦτο. ἴσως οὖν εἰς πολλὰ μὲν τῶν χρησίμων γραμμάτων ἐμβαίνουσιν οἱ ἄνθρωποι, πολλὰ δὲ
5τῶν ἀποθέτων γραμμάτων. ἔνιοι δὲ εἰς ὁδοιπορίας αὐτῷ χρῶνται, διοίσει δὲ οὔτε εἴτε γλωσσοκόμιον εἴτε γλωσσόκο‐ μόν τις ὀνομάζοι αὐτὸ, καθάπερ οὐδὲ διὰ τῶν δυοῖν ττ ἢ διὰ τῶν δυοῖν σς. τὸ δὲ ὑποτιθέμενον τῷ σκέλει γλωσσό‐ κομον, εὔδηλον ὅτι προμηκέστερόν τε καὶ στενώτερον εἶναι
10δεῖ τῶν συνήθων. δεῖ γὰρ αὐτὸ μὴ πολλῷ πλατύτερον εἶναι οὐ κατὰ τὸ σκέλος εὔρους ἢ πάχους ἢ ὅπερ ἂν ὀνομάζειν ἐθέλεις, ἵνα παραβληθέντων ἑκατέρωθεν ἐρίων ἐσφιγμένον ᾖ τὸ σκέλος, ὡς μηδὲ ἂν ὁ κάμνων βούληται μετακλίνειν αὐτὸ συγχωρεῖν τὴν στενοχωρίαν· ἀλλὰ τὴν μὲν ἐπὶ τὸ δε‐
15ξιὸν ἢ τὸ ἀριστερὸν μέρος περιστροφὴν τοῦ σκέλους δύνα‐ ται ἡ τῶν ἐρίων παράθεσις ἀποκωλῦσαι, τὴν δ’ ἄνω καὶ κάτω καὶ εἰς ὕψος αὐτοῦ κίνησιν οὐ δύναται. διὸ καὶ ὁ
Ἱπποκράτης οὐκ ἀρέσκεται τῇ χρήσει τοῦ τοιούτου ξύλου502

18b

503

πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος. τὸ γὰρ ἀργέστερον οἷον ἀπηνέστερον ἢ ἀηδέστερον δῆλον, διὰ τὸ μηδὲν εἴκειν, ὥσπερ καὶ τὰ ὑπαυχένιά τε καὶ τὰ ὑπαγκώνια διακαλού‐ μενα. ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ εἰσὶν ἀνιαρὰ τῷ
5σκέλει· χρησίμου δ’ ὄντος τοῦ τοιούτου μηχανήματος, ὅταν ἀφοδεῦσαι δεηθῶσιν οἱ κάμνοντες ἢ μετακομισθῆναί ποτε ἀπὸ τῆς ἑτέρας μετακλίσεως, ἐφ’ ἑτέραν ἕνεκα τοῦτο ἐργα‐ σθῆναι, διὰ τοῦτο μάλιστα τὴν χρῆσιν αὐτοῦ προσιέμεθα, καίτοι κἂν οἵ τινες ὑπ’ αὐτῶν τὸ ὑπαυχένιον χρῶνται καὶ
10κατ’ ἀρχὰς εὐθέως ὑποβάλλουσιν αὐτῷ ταινίας ἐγκαρσίας, ὅταν ἐντεθῶσι τὸ σκέλος ἐναντιῶντες ἑκατέρωθεν εἰς σκέλους ὕψος, ἔπειτα ἐκ τῶν ἄνω τοῦ κώλου μερῶν συν‐ δήσαντες ἀλλήλαις ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέλους ποιεῖσθαι. τό τε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ
15κάμνοντος ἀντὶ γλωττοκόμου τείνεται τῷ σκέλει· καὶ μέντοι καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ, προστιθέασιν ἔνιοι ξύλον ὀρθὸν, ὡς προωθοῦσιν ἄκρον τὸν πόδα προβάλλοντες ἔρια δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκεσθαι τοῦ κά‐
μνοντος μήτ’ ἀποτείνεσθαι κάτω. τὴν μὲν γὰρ ἀνάτασιν503

18b

504

ὁ δεσμὸς κωλύει, τὴν δ’ ἐπὶ τὸ κάτω φορὰν τὸ προση‐ ρεισμένον τῷ πέλματι ξύλον· ἀλλὰ καίτοι τούτων ἀσφαλῶς παρασκευαζομένων τοῖς ἰατροῖς, ὅμως ἡ κατὰ τὰς διαρθρώ‐ σεις κίνησις οὐ κωλύεται, δυναμένου τοῦ κάμνοντος καὶ τὸ
5κατὰ σφυρὸν ἄρθρον καὶ τὸ κατὰ γόνυ διακινεῖν κατὰ βραχύ. περὶ μὲν γὰρ τοῦ κατ’ ἴσχιον οὐδὲ λόγου δεῖ, μηδ’ ὅλως αὐτοῦ μήθ’ ὑπὸ τοῦ γλωσσοκόμου μήθ’ ὑπὸ τῆς ἐπιδέσεως περιλαμβανομένου. ὅ γε μὴν σωλὴν τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῷ γλωσσοκόμῳ, ἀλλ’ αὐτῷ δὲ τῷ σχήματι διαφέρει.
10περιφερὴς γὰρ ὢν ἔξωθεν ἔνδοθέν ἐστι κοῖλος, ὁμοίως τοῖς ἐπὶ τῶν κεράμων σωλῆσιν, ὅθεν αὐτῷ τοὔνομα. δοκεῖ δ’ οὗτος ἐπιτηδειότατος εἶναι πρὸς τὴν προκειμένην χρείαν, ἐπειδὴ περιλαμβάνει τὸ σκέλος ὅλον ἐν κύκλῳ μᾶλλον τοῦ γλωσσοκόμου. λείπονται γάρ τινες ἐν ἐκείνῳ χῶραι κεναὶ
15μετὰ τὴν ἔνθεσιν τοῦ σκέλους καί τινες ἰατροὶ παρεσκευα‐ σμένους ἔχουσι πλείονας σωλῆνας ἕνεκα τοῦ χρῆσθαι καθ’ ἕκαστον κῶλον ἁρμόττον τι τοιοῦτον ξύλον εὑρίσκοντες, ἐξ οὗ ποιήσουσιν αὐτοὺς εὐτόνους τε ἅμα καὶ λευκοὺς καὶ μα‐
λακοὺς ἐγγλύψαντες δηλονότι τὸ ξύλον. καὶ παρ’ ἡμῖν γέ504

18b

505

τις ἰατρὸς ἐκ φιλυροῦ γεγονότας εἶχε πλείους τοιούτους σω‐ λῆνας, ὥστε χρῆσθαι καθ’ ἕκαστον σκέλος τῷ προσήκοντι κατὰ τὸ μέγεθος μὴ ἀδέσμοις, οἴους ἔφην παραλαμβάνεσθαι πρός τινων ἐπὶ τῶν ὑπαυχενίων· ἀλλ’ ἐπ’ ἐκείνων μὲν οἱ
5δεσμοὶ χαλαρὸν γενόμενοι οὐ διαφθείρουσιν ἀθλίπτως τε κρατοῦσι τὸ σκέλος ἐν τῷ μετακομίζεσθαι διὰ τὴν μαλακό‐ τητα τοῦ ξύλου. προσεξεύρηταί γε μὴν ὑπὸ τῶν νεωτέρων ἰατρῶν γλωσσόκομον ὀργανικὸν εἰς ἀσφαλῆ κράτησιν, ὁπό‐ τερον ἂν ᾖ πεπονθὸς τῶν ὀστῶν.
10
Εἴτ’ οὖν μηρὸς ἢ κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσό‐ κομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μέρος ἐάν τε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ
15πέρας ἄξων, ἐφ’ ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶ‐ λον βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δ’ αὐτοὺς βρό‐
χους περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου505

18b

506

τῶν ὀστῶν. ἔστωσαν δ’ ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη δʹ τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δὲ ἐκ τῶν ἀριστερῶν. ταῦτ’ οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχους διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέ‐
5ρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή. τὰ δὲ ἐκ τοῦ ἄνω βρόχους πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων. ἐχέτω δὲ τὰ τρήματα τροχηλίας ἐν ἑαυτοῖς. ἑκατέρωθεν δὲ ἐκ τῶν
10ἔξω μερῶν κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρη‐ μένα πέρατα τῶν βρόχων. τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρό‐ χους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ τὴν
15ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθ’ ἑκάστην ἡμέραν ἐπανορ‐ θοῦσθαι τὴν ἀντίτασιν τῶν βρόχων ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἢ ἐκλύοντι. τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων δι’ εὐθυπόρου τάσεως ἀν‐ τισπᾶται, τὸν δὲ ἄνω διὰ τῆς μεταληπτικῆς ὀνομαζομένης.
20— — —506

18b

507

ξεʹ. Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάττεσθαι, κατά τε τῶν σφυρῶν τὴν ἴξιν καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. ὀστέα δὲ κνήμης κρατύνεται ἐν
5τεσσαράκοντα ἡμέρῃσιν ἢν ὀρθῶς ἰητρεύηται, ἢν δὲ ὑπο‐ πτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος ἤ τινα ἕλκωσιν ὀῤῥωδέῃς ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετησάμενον μετεπιδῆσαι. ἢν δὲ τὸ ἕτερον ὀστέον κα‐ τεαγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ
10μὴν ἐπιλείπειν χρὴ οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει. μά‐ λιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι ὅσον ἐφι‐ κνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τά‐ χιστα. ὅ τι γὰρ ἂν μὴ κατὰ τρόπον εὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ ὀδυναίτερον τὸ χωρίον γίνεται.
15ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή. τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶν καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς
τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι. φανερὸν γὰρ καὶ ἄσαρ‐507

18b

508

κον πᾶν ἐστὶν καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βρα‐ δύτερον δύναιτ’ ἂν τουτέον κατεηγέντος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ’ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ. ἐπίσαρκον γάρ
5ἐστιν ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἀχθέντος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ σκέλεος τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον. τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τῇ ὕπερθεν τοῦ σώμα‐
10τος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξω‐ θεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται ταύτῃ μᾶλλον τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ εἴσω τοῦ ἔξωθεν, ὥσπερ καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ
15τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρό‐ τερον.
— — —508

18b

509

Τὰ ἐξέχοντα μέρη τῶν ὀστῶν ὁποῖα τῆς κνήμης ἐστὶ καὶ τῆς περόνης τὰ κάτω πέρατα, τὰς ἐπιθέσεις τῶν ναρ‐ θήκων οὐ φέρει· ταῦτ’ οὖν ἀξιοῖ φυλάττεσθαι. ἐνέδρας δ’ εἶπεν, ὡς εἰ καὶ ἕδρας εἰρήκει μετὰ τῆς ἐν προθέσεως τὸ
5σημαινόμενον ἐκ τῆς λέξεως ἐναργέστερον ἐλπίσας ποιήσειν. ταυτὶ μὲν οὖν τὰ ὀστᾶ διότι προπετῆ καὶ γυμνὰ σαρκῶν ἐστὶν, ὑπὸ τῆς τῶν ναρθήκων ἕδρας θλίβεται, μᾶλλον δὲ οὐκ αὐτὰ θλίβεσθαι χρὴ λέγειν, ἀλλὰ τοὺς ἐπ’ ἐκείνοις τε μῦς καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. ταῦτα γὰρ ἐν
10τῷ μεταξὺ γενόμενα δυοῖν σκληρῶν σωμάτων, ἔξωθεν μὲν τοῦ νάρθηκος, ἔσωθεν δὲ τοῦ ὀστοῦ θλίβεταί τε καὶ θλᾶται καὶ πολλάκις οὕτως ἔπαθεν ὡς ἑλκωθῆναι. κατὰ δὲ τὴν πτέρναν ἐκ τῶν ὄπισθεν μερῶν εἰς ἔμπροσθεν ἐμφύε‐ ται τένων κατὰ τὴν γαστροκνημίαν ἐκφυόμενος μυοῖν, ὅστις
15ἐγκείμενος ἱκανῶς καὶ μάλιστα ἐπὶ τῶν ἀσάρκων οὐ φέρει τὸν ἐπιτιθέμενον νάρθηκα, ἀλλ’ οὗτος μὲν αἰσθητικώτατος ὢν ὑπὸ τῆς ἐκθλίψεως φλεγμαίνει, τὰ δὲ ἐπικείμενα τοῖς
ὀστοῖς τῶν σφυρῶν σώματα διὰ τὴν σκληρότητα τῶν περι‐509

18b

510

λαμβανόντων αὐτὰ, καθότι προείρηται, θλιβόμενα πάσχει μέχρι τοῦ καὶ ἐκθλίμματος κατεργάζεσθαι. καλεῖ γὰρ ὁ Ἱπποκράτης οὕτω τὰς ἐκ τῶν θλιβόντων ἐπιπολῆς ἑλκώσεις τοῦ δέρματος.
5
— — —
ξστʹ. Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκών τε καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας τοῦ
10 μὲν ἔξωθεν ὀστέου κατεαγέντος ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ εἴσωθεν κατεαγέντος βραδεῖαι αἱ ἐπιβάσιες.
— — —
Προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρη‐
15κὼς δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου προσέθηκεν ἐφεξῆς, ᾗ διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σα‐
φῶς ὑφ’ ἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τά τε510

18b

511

ἄλλα καὶ ἡ διάρθρησις, ὅτι τέ τίς ἐστιν ἀμφοτέρων αὐτῶν καὶ ὅτι κατὰ τὴν χεῖρα κατὰ τὸν ἔξω κόνδυλον τοῦ βρα‐ χίονος ἡ κερκὶς διηρθρωμένη κινεῖται περὶ αὐτὸν, ἐπιστρε‐ φομένη πρός τε τὴν ἔξω χώραν τῆς χειρὸς καὶ τὴν ἔσω.
5κατὰ δὲ τὸ σκέλος ἡ κνήμη μόνη διαρθροῦται τῷ μηρῷ τῆς περόνης οὐδεμίαν ἐχούσης κίνησιν. οὐδὲ γὰρ ὅλως ἐφ’ ἑκά‐ τερα στρέφεται τὸ ἄρθρον τοῦτο, καθάπερ τὸ κατ’ ἀγκῶνα. κάμπτεται δὲ μόνον οὐδὲ τοῦτο πάσχει ὁμοίως τῷ κατ’ ἀγκῶνα· ἐκεῖ μὲν γὰρ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς διήρ‐
10θρωται τῇ βαθμίδι τοῦ πήχεος. ἐν γόνατι δὲ οἱ δύο δά‐ κτυλοι τοῦ μηροῦ διτταῖς ἐπιβαίνουσι κοιλότῃσι τῆς κνήμης, ἡ μὲν ὄπισθεν, ὁπότ’ ἐκτείνοιτο τελέως, ἡ δὲ ἔμπροσθεν ὁπότε κάμπτοιτο. κατὰ δὲ τὸν μηρὸν οὐδετέρα τούτων ἐστὶν, οὐδὲ γὰρ ὅλως κορώνας ἔσχεν ἡ κνήμη. ἀνομοίως γὰρ ἀγκών
15τε καὶ ἰγνύη κάμπτεται. αὐτὸς ἀνωτέρω περὶ πήχεος δια‐ λεγόμενος εἶπεν οὕτως· ἔστι δ’ ἐκεῖνο τὸ ὀστέον τοιοῦτον,
ἀγκὼν καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα, σαφῶς ἐνδεικνύμε‐511

18b

512

νος ὅτι τὸ τοῦ πήχεος ὀξύτατον ὀνομάζει ἀγκῶνα. καλοῦσι δ’ αὐτὸν καὶ ὀλέκρανον καὶ κύβιτον· ἀλλὰ νῦν γέ φησιν, ἀνομοίως ἀγκών τε καὶ ἰγνύη κάμπτεται· δυνάμει πάλιν κἀνταῦθα λέγων, ὅτι ἀνομοίως ἥ τε κατ’ ἀγκῶνα διάρθρωσις
5καὶ ἰγνύη κάμπτεται, ἀμέλει καὶ αὐτὸς ἐν τοῖς κατω‐ τέρω φησί. τὰ δὲ κατ’ ἀγκῶνα καὶ ὀχλωδέστερα τοῖς κα‐ κοῖς περὶ ἐξαρθρημάτων ὁ λόγος ἐστί. τούτου τοίνυν χρὴ μεμνῆσθαι πρὸς πολλὰ τὴν ἀκρίβειαν τῶν κυρίων ὀνομάτων οὐδὲ παρ’ ἑνὶ τῶν παλαιῶν Ἑλλήνων εὕροις ἂν φυ‐
10λαττομένην, ἀλλὰ τὰ μὲν χρώμενοι, τὰ δὲ μεταφέροντες λέ‐ γουσι· καὶ μέντοι καὶ τὸ τῆς ἰγνύας ὄνομα καὶ αὐτὸ τοιοῦ‐ τόν ἐστιν, οἷόν περ καὶ τὸ τῆς μασχάλης τὸν ὑποκάτω τοῦ ὤμου τόπον σημαίνει τό τε τῆς ἰγνύος τὸν ἀντικείμενον ἐκ τῆς ὀπίσῳ τῷ γόνατι. καὶ γὰρ οὖν καὶ αὐτὸ τὸ γόνυ τὸ πρόσω μέ‐
15ρος ἅπαν σημαίνει τῆς ἐνταῦθα διαρθρώσεως, ὥστε κἂν τῷ δέρματι τῷ κατὰ τοῦτο τὸ χωρίον ἕλκος γένηταί τινι, τὸν ἄνθρωπον τοιοῦτόν φασιν ἕλκος ἔχειν ἐν τῷ γόνατι, κἂν ὁ ὑπὸ τῷ δέρματι τένων ὁ περιτεταμένος τῷ ὀστῷ
διαιρεθῇ, καὶ τότε τραῦμά φασιν ἐν τῷ γόνατι γεγονέναι,512

18b

513

καθάπερ γε καὶ αὐτὸ τὸ τῆς μύλης πάθοι σῶμα. καλοῦσι δ’ αὐτὴν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ ἐπιγονατίδα· καὶ μέν‐ τοι καὶ τὰ πλάγια μέρη τοῦ σώματος ἑρμηνεύοντες λέγουσι ποτὲ μὲν ἔξω, ποτὲ δ’ ἔσω τοῦ γόνατος γεγονέναι τὸ ἕλκος.
5ὅλον γὰρ τὸ χωρίον ἐν πλατεῖ γόνυ καλοῦσιν ὥσπερ καὶ ἰγνύαν καὶ μασχάλην καὶ ὦμον. οὕτως οὖν καὶ ἀγκῶνα καὶ σφυρὰ καὶ καρπὸν ὅλον τὸ χωρίον ὀνομάζει, πολλάκις δ’ αὐτὸ προτίθεται τὸ κατ’ ὦμον ἄρθρον, τὸ κατ’ ἀγκῶνα, τὸ κατὰ γόνυ, τὸ κατ’ ἰσχίον, τὸ κατὰ σφυρὸν, πρόδηλον ὅτι
10πως ποικίλως χρῆται τοῖς ὀνόμασιν, ὥσπερ ἔφην καὶ τοὺς ἄλλους παλαιοὺς, καταφρονῶν τῆς ὕστερον ἀσκηθείσης περὶ αὐ‐ τῶν μικρολογίας, ἣν οἱ μεταχειρισάμενοι καλοῦσιν ἀκρίβειαν.
— — —
ξζʹ.
15Ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει. πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο, οὐδὲ γὰρ εἰ
διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπι‐513

18b

514

δέοι τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διε‐ στάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα ὅτι τά‐ χιστα ἂν ἀφῶσιν οἱ τείνοντες.
— — —
5
Ἐπειδὴ μέγιστοι μύες εἰσὶν οἱ περὶ τὸν μηρὸν, εἰκό‐ τως εὐλαβεῖται μὴ κατατείνοντες τὸ κῶλον ἐλλίπωμέν τι συμμέτρων· καὶ γὰρ γίνεται πολλάκις οὕτως. ὅπως οὖν ἀδεέστερον ἀντιτείνωμεν, οὐδ’ ἂν πληγαίνηται, βλάψειν φησὶ τὴν τάσιν. ὃ γὰρ ὑπ’ ἄλλων μορίων ὑπώπτευσεν ἄν τις
10ἐνταῦθα συμβαίη. τί δὲ τοῦτ’ ἐστὶν ἐπιτεθῆναι τὸ κατεα‐ γὸς ὀστοῦν διεστώτων αὐτοῦ τῶν κεχρισμένων μερῶν, ἅπερ ἐχρῆν τούτων ἀλλήλων, ὡς ὁπότε κατὰ φύσιν ἔχει τοῦτο τὸ κῶλον, οὐδεμιᾶς μεταξὺ χώρας ἀπολειπομένης κενῆς, ἐν ᾗ τῶν ἰχώρων ἀθροιζομένων κίνδυνος ᾖ σφακελίσαι τὸ ὀστοῦν·
15εἰ γὰρ καὶ διεστῶτά ποτε δεθείη τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ πλεονασθείσης τῆς ἀντιτάσεως, οὐκ ἂν διαμείναι μετὰ τὴν ἐπίδεσιν, ὡς ἐπ’ ἀλλήλων μορίων, ἐν οἷς ἡ ἐπιβολὴ τῶν
ἐπιδέσμων ἀκινήτους φυλάττει τοὺς μύας· ἀλλ’ οὐκ ἔν γε514

18b

515

τῷ μηρῷ φησὶ χρῆναι δεδιέναι τοῦτο διὰ τὸ μέγεθος τῶν μυῶν. οὐ γὰρ κρατήσει αὐτῶν τὴν ἐπίδεσιν, ἀλλὰ κρατυν‐ θήσεται. τοῦτο δὲ εἶπεν, ἐπεὶ τῇ μὲν ἐπιδέσει πρόκειται φυλάττειν οὕτως ἔχοντα τὸν μηρὸν, ὡς ἐπιδούμενος εἶχε,
5τοῖς δὲ μυσὶν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνατρέχειν. ἐναντίων οὖν ἑκατέρων προκειμένων τῶν σκοπῶν, ἐὰν μὲν ἡ ἐπίδεσις κρατήσῃ, νικήσασα τὴν φυσικὴν κίνησιν τῶν μυῶν ἐν τῷ διεστάναι τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, ἐὰν δ’ ἡ τῶν μυῶν κίνησις ἰσχυροτέρα γένηται τῆς ἐπιδέσεως, ἀνα‐
10σπασθήσονται αὐτοὶ πρὸς τὴν ἀρχήν. συνανασπάσουσι δὲ καὶ κάτω μέρη τοῦ κατάγματος ὀστοῦ καὶ προσάξουσι τῷ ἄνω.
— — —
ξηʹ. Παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι κρατήσουσι τῆς
15ἐπιδέσιος, ἀλλ’ οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα· μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν
ἀποδεῖξαι. χεὶρ μὲν γὰρ βραχυτέρη γινομένη καὶ ξυγκρυ‐515

18b

516

φθείη ἂν καὶ οὐ μέγα τὸ σφάλμα, σκέλος δὲ βραχύτερον γενόμενον χωλὸν ἀποδείξει τὸν ἄνθρωπον. τὸ γὰρ ὑγιὲς ἐλέγχει μακρότερον ἐὸν ὥστε λυσιτελέει τὸν μέλλοντα κα‐ κῶς ἰητρεύεσθαι ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον
5ἢ τὸ ἕτερον. ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ· ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει καὶ ὑποκρι‐
10νέσθω ταῦτα ὥσπερ καὶ πρόσθεν καὶ πονεέτω κατ’ αὐτὰ καὶ ῥηϊζέτω καὶ μετεπιδείσθω ὡσαύτως καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντή‐ κοντα ἡμέρῃσιν.
— — —
15
Οὓς ἡμεῖς μῦς εἴπομεν ἐν τῷ προγεγραμμένῳ λόγῳ, τούτους ὠνόμασε σάρκας συνήθει χρώμενος τῇ προσηγορίᾳ,
διότι πᾶσα σὰρξ αἰσθητὴ μυός ἐστι μέρος ἐν τοῖς μέσοις516

18b

517

μάλιστα μέρεσιν αὐτῶν τοιαύτη φαινομένη. κατὰ γὰρ τὰ πέρατα νευρωδέστεροί πως οἱ μύες φαίνονται τὸ σαρκῶδες ἔλαττον ἔχοντες.
— — —
5
ξθʹ. Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος μᾶλλον ἢ ἐς τὸ ἔσω καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον ἢ ἐς τοὔπισθεν. ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ
10κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρύπτειν δύναται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦ‐ τον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷάπερ ἐν τῷ βρα‐ χίονι τῷ διαστρεφομένῳ παρῄνηται.
— — —
15
Ὅτι μὲν τὸν κυρτὸν ἡ γαῦσος φωνὴ δηλοῖ πρόδηλον ἐξ αὐτοῦ τοῦ πράγματος. ὁ γὰρ μηρὸς οὐκ ἀκρι‐ βῶς ἐστιν εὐθὺς, ἀλλὰ εἴς τε τὸ ἔξω κυρτότερος,
ὥσπερ καὶ κατ’ ἐναντία μέρη κοιλότερος. εἴτε δ’ ὀξύνειν517

18b

518

χρὴ τοὔνομα τὸ γαυσὸς εἴτε προπερισπᾷν γαῦσος ἄδηλον. οὐ γάρ ἐστιν ἐν ἔθει τῷ τῶν Ἑλλήνων ἡ φωνή. κατὰ τὴν ἀναλογίαν ἔνιοι μὲν προπερισπᾶσθαι κελεύουσιν αὐτὸ παρα‐ πλησίως τῷ καῦσος καὶ μαῦρος καὶ γαῦρος, ἔνιοι δὲ ὀξυ‐
5τονεῖσθαι. δηλονότι πάντα πάθη δηλοῦντα δισύλλαβα τῇ ὀξείᾳ φαίνεται κεχρημένα τάσει, χωλὸς, λορδὸς, στρεβλὸς, κυρτὸς, βλαυσὸς, ῥαιβός. οὐ μόνον δὲ τὰ δισύλλαβα, ἀλλὰ καὶ σχεδὸν ἅπαντα τὰ κατὰ πάθη λεγόμενα, ἀρθριτικὸς, πλευριτικὸς, ἡπατικός. ὁποτέρως οὖν τις θέλει φθέγγεσθαι
10συγχωρεῖ κἂν ποτέ σοι καὶ τὴν ὀξεῖαν τάσιν εἰπόντι γαυ‐ σός. ἐπὶ τοῦτο γὰρ μόνον ἐπειράθην ῥεπόντων τῶν ἀναγι‐ νωσκόντων τὸ βιβλίον, ἄν τ’ εἴπῃ τις ἀξιῶν προπερισπᾷν, ὡς ἂν ἐκεῖνος ἐθελήσῃ καὶ σὺ φθέγγου, καὶ πάλιν ἂν ἑτέρῳ συντύχῃς ὀξυτονεῖν ἐθέλοντι, καὶ αὐτὸς οὕτως πρᾶττε κατα‐
15φρονῶν καὶ τόνων καὶ ὀνομάτων, ὡς οὔτε πρὸς φιλοσοφίαν συντελούντων, πολύ γε μᾶλλον οὔτε πρὸς γεωμετρίαν ἢ
ἀριθμητικὴν ἢ μουσικὴν ἢ ἀστρονομικὴν, ὥστε εἰ μηδεμία518

18b

519

τέχνη δέεται πρὸς τὸ ἑαυτῆς τέλος τῆς τῶν ἐπιτρίπτων τού‐ των ὀνομάτων μακρολογίας, οὐ μόνον οὐ χρὴ προσίεσθαι τὸ ἐπιτήδευμα τῶν ἀνδρῶν, ἀλλὰ καὶ καταγελᾷν ὡς μάλιστα.
— — —
5
οʹ. Προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πληχάδα καλεομένην προσεπιδέηται καὶ γὰρ ἄλλως ξυμφέρει καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρ‐
10 θήκων σίνηται, πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα.
— — —
Τὸ μὲν ὑποδεχόμενον ὀστοῦν τὴν τοῦ μηροῦ κεφαλὴν ἰσχίον ὀνομάζεται, καθάπερ καὶ ἡ κοιλότης αὐτοῦ κοτύλη. κέχρηται δὲ τοῖς ὀνόμασιν ἀμφοτέροις ὁ ποιητὴς εἰπών·
15
Ἔνθα τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τε μὶν καλέουσιν.
ἰξύας τινὲς μὲν τὰ τῶν λαγόνων ἤκουσαν ὀστᾶ, τινὲς δὲ τὸ519

18b

520

ὑπὲρ ἄνω αὐτῶν ὅπερ ἰδίως ὀνομάζεται λαπάρα καὶ γέγρα‐ πται παρὰ τῷ ποιητῇ τοῦτο τοὔνομα κατ’ ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·
οὖσα κατὰ λαπάρην.
5ἐγὼ δὲ τὸ μὲν τῆς λαπάρας ἔχοιμ’ ἂν ἀποφήνασθαι κἀκ τῆς πείρας αὐτῆς κἀκ τῆς χρήσεως Ἱπποκράτους τε καὶ τοῦ ποιητοῦ καὶ αὐτοῦ τοῦ νοσήματος, ὅτι τῶν μεταξὺ τῶν τε τοῦ θώρακος ὀστῶν καὶ τῶν ἰδίως καλουμένων λαγόνων ὀστῶν ἐστι καὶ ῥηθήσεται περὶ αὐτοῦ κατὰ τὸν
10οἰκεῖον καιρόν. περὶ δὲ τῶν ἰξύων οὐκ ἔχω διατείνεσθαι· καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό
περὶ ζώνην βάλλεται ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν. καὶ καθόσον ἔτι πιθανώτερον ἐν τῷ μεταξὺ τῶν τε κατὰ
15τοὺς λαγόνας ὀστῶν καὶ τῶν τοῦ θώρακος περιβάλλεσθαι
τὴν ζώνην αὐτὸ τοῦτο τοῦ σώματος ἰξύαν ἄν τις ὀνομάζε‐520

18b

521

σθαι νομίζῃ, καθόσον δὲ πάλιν ὁ Ἱπποκράτης τῇ παρακει‐ μένῃ λέξει πληθυντικῶς εἶπεν ἰξύας εἰρῆσθαι, διὰ τοῦτο περὶ τῶν λαγόνων ὀστᾶ τὴν ἐπίδεσιν ἐπαναβαίνειν, εὐλόγως ἄν τις αὐτὰ ταῦτα νομίζειεν ἰξύας εἰρῆσθαι.
5
Τὸ δ’ οὖν εἰς τὰ παρόντα χρήσιμόν ἐστιν, ὅταν ἐν τοῖς ἄνω μέρεσι τοῦ μηροῦ γένηται τὸ κάταγμα μὴ μόνον ἄχρι τοῦ βουβῶνος ἐπιδεῖν, ἀλλὰ καὶ προσαναβαίνειν ἐπιλαμβά‐ νοντά τινα τῶν ὑψηλοτέρων χωρίων. ἔστι δὲ ταῦτα πρῶ‐ τον μὲν ἴσχιον, εἶθ’ ἑξῆς τὸ τοῦ λαγόνος ὀστοῦν, εἶθ’ ἡ
10μετ’ αὐτὸ κενὴ χώρα τῶν ὀστῶν, ἣν λαπάραν ὀνομάζουσιν· ἢν μὲν οὖν τις βούληται καὶ μέχρι ταύτης ἀνιέναι συγχω‐ ρητέον, ἐὰν δὲ προσεπιδήσας τὰ τῶν λαγόνων ὀστᾶ τοῦτο πράττῃ, ταῦτα δὲ ὑπερβάντα περιβάλλειν εὐθέως ταῖς λα‐ πάραις τὸν ἐπίδεσμον οὐκ ἀξιῶ, περὶ παντός γε ποιουμένου
15τοῦ Ἱπποκράτους μηδεμίαν ἐν ταῖς ἐπιδέσεσιν ἀπολείπεσθαι χώραν, κἂν ἀνεπίδετον, ἀλλ’ ἐξ ἴσου ἅπαντα τὰ μέλη κατει‐ λῆφθαι συνεχῶς τοῖς ὀθονίοις ἄχρι περ ἂν ἐπιλαμβάνειν
δόξῃ τοῦ ὑγιοῦς. πληχάδα δὲ τινὲς μὲν διὰ τοῦ γ γράφουσι521

18b

522

πλιγάδα, τινὲς δὲ διὰ τοῦ χ πληχάδα. δηλοῖ δὲ τοὔνομα τὸ μεταξὺ τῶν δύο σκελῶν χωρίον, ἐντεῦθεν καὶ τὸ ἐκπε‐ πλῆσθαι καὶ διαπεπλῆσθαι παρ’ αὐτῷ γέγραπται καὶ παρὰ τῷ ποιητῇ, τοὶ δ’ ἐπλήσσοντο πόδεσσι.
5
— — —
οαʹ. Ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας καὶ ἔνθεν καὶ ἔνθεν ἱκανῶς καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθή‐ κων προμηθέεσθαι χρὴ ὅκως μήτε κατὰ τὸ ὀστέον τῶν
10 ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων μήτε κατὰ τὸ ἄρθρον νεῦρον ἔσται.
— — —
Πολλὰ τῶν κοινῶν καὶ γενικῶν ἐφ’ ἑνὸς τῶν κατ’ εἶ‐ δος ἐσομένων εἴωθε διδάσκειν ὁ Ἱπποκράτης ἐπισημαινόμε‐
15νος, ὅτι μὴ μόνου τοῦ εἴδους ἐστὶν, ἀλλὰ καὶ πάντων ἢ πλειόνων ἤ τινων. προστίθησι δὲ τῷ λόγῳ ποτὲ μὲν τὸ ἀεὶ, καθάπερ καὶ νῦν, ἐνίοτε δὲ εἰς τὰ πολλὰ χρηστὸν
τοῦτο συνιέναι, ἐνίοτε δὲ ὅτι πρὸς πάντα τοῦτο χρήσιμον.522

18b

523

ἔσται γὰρ ὄντως ἀεὶ καὶ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ χρή‐ σιμον οὐκ ἐπὶ μηροῦ μόνον, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς τῶν λαμβανόντων καταγμάτων τοὺς νάρθηκας. οὕτως γὰρ αὐτὸς ἔχειν μήκους προσῆκεν, ὡς μὴ ψαύειν τοῦ γυμνοῦ, καὶ μά‐
5λιστα δὲ αὐτὸ φυλάττεσθαί φησι δεῖν, ὅταν ἐξοχαῖς ὀστῶν πλησιάζῃ τὰ τῶν ναρθήκων πέρατα.
— — —
οβʹ. Τὰ δὲ οἰδήματα κατ’ ἰγνύην ἢ κατὰ πόδα ἢ κατά
10τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέσιος εἰρίοισι πολλοῖσι ῥυπαροῖσιν εὖ κατειργασμένοισιν οἴνῳ καὶ ἐλαίῳ ῥήνας, κηρωτῇ ὑποχρίων καταδεῖν καὶ ἢν πιέζωσιν οἱ νάρθηκες, χαλῶν θᾶσσον. ἰσχναίνειε δ’ ἂν, εἰ ἐπάνω ἐς τὰς νάρ‐ θηκας ὀθονίοισιν ἰσχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα ἀρξά‐
15μενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος.
— — — Τὰ ἐξαειρεύμενά φησιν οἰδήματα πρὸς τῆς πιέσεως,
ὅπερ ἐστὶν ἐξαιρόμενα διὰ τὴν ἐκ τῶν χυμῶν θλίψιν ἐνε‐523

18b

524

χθέντων σφοδρῶς θεραπευτέον ἐπιδέοντα ἔρια πολλὰ, ῥυπα‐ ρὰ, καλῶς κατειργασμένα ῥαίνοντας ἐλαίῳ καὶ οἴνῳ. προ‐ ϋποχρίειν δὲ ἀξιοῖ τὸ δέρμα καθ’ ὃ ταῦθ’ ὑποτεθήσεται κηρωτῇ καὶ τὴν αὐτὴν ἐπίδεσιν ἀπὸ τῶν οἰδημάτων ἐπὶ τὰ
5ἄνω ποιεῖσθαι. περὶ μὲν τοῦ τρόπου τῆς ἐπιδέσεως αὐτὸς ἐδίδαξεν εἰπὼν, πόθεν μὲν ἄρξεταί τις ἐπιδεῖν, ἐκ τοῦ αὐ‐ τοῦ παραπέμπεσθαί τε καὶ ἄγεσθαι. περὶ δὲ τῶν φαρμά‐ κων οἷς χρῆται τῆς δυνάμεως εἴρηται μὲν ἐπὶ πλέον ἐν ταῖς περὶ αὐτῶν πραγματείαις. εἰρήσεται δὲ καὶ νῦν
10τὰ κεφάλαια τῶν ἐν ἐκείνοις δεδειγμένων. τὸ μὲν οὖν ἔλαιον ἀνωδύνου τε καὶ διαφορητικῆς ἐστι δυνάμεως, ὁ δὲ οἶνος ξηραντικῆς τε καὶ ἀποκρουστικῆς, πεπτικῆς, μαλακτικῆς, διαφορητικῆς δυνάμεως. εὔδηλον δὲ ὅτι καὶ τὰ ῥυπαρὰ ἔρια τὰ πρὸς ἐνίων οἰσυπηρὰ καλούμενα καὶ ἡ κηρωτὴ μετὰ τοῦ
15παρηγορικοῦ διαφορητικόν τέ τι καὶ ἀποκρουστικὸν ἔχει. προσηκόντως δὲ ἐκ τοιούτων φαρμάκων συνεστήσατο τὴν θεραπείαν. ἐπεὶ γὰρ τὸ οἴδημα μεῖζον τοῦ προσήκοντος
γίνεται, ὑπὸ τῶν παρὰ τῆς ἐπιδέσεως ἐκθλιβέντων αὐτόθι,524

18b

525

πρῶτος μὲν ἔστω σοι σκοπὸς τῆς θεραπείας ἐκκενωθῆναι τὸ παρὰ φύσιν ἐν τῷ οἰδισκομένῳ μορίῳ. διὰ τίνων δὲ πολὺ ὂν τοῦτο διαπραξόμεθα; τῷ τ’ ἀποκρούεσθαι καὶ τῷ διαφορεῖν καὶ τῷ παρηγορεῖν. τὸ μὲν ἀποκρούεσθαι καὶ
5διαφορεῖν, ὡς ἄντικρυς κενῶνται, τὸ δὲ παρηγορεῖν ὅπως μὴ διὰ τὴν ὀδύνην ῥευματίζοιτο τὸ πεπονθὸς μόριον· διὰ τοῦτο γοῦν τοῖς ἧττον ἀποκρουστικοῖς τε καὶ διαφορητικοῖς ἐπὶ τῶν φλεγμαινόντων χρώμεθα. τὰ γὰρ ἰσχυρῶς ἑκάτερα τούτων δρῶντα παροξύνει τὰς ὀδύνας. τούτοις μὲν οὖν τοῖς
10λογισμοῖς χρώμενος ὁ Ἱπποκράτης τά τε ἔρια ῥυπαρὰ, τουτ‐ έστιν οἴσυπον ἔχοντα, παραλαμβάνει μὲν κατὰ τὴν θερα‐ πείαν ἔλαιόν τε καὶ οἶνον καὶ κηρωτὴν, αὐτὰ δὲ τὰ ἔρια καλῶς κατειργάσασθαι κελεύει, τουτέστιν ἐξάνθαι χάριν τοῦ προσηνοῦς τε καὶ παρηγορικοῦ. τὰ μὲν γὰρ πεπλυμμένα
15ῥᾳδίως μαλάττεται ξηραινόμενα, τὰ δ’ οἰσυπηρὰ διὰ τὸν ῥύπον οὐκ εὐμεταχείριστα τοῖς ξαίνουσιν οὐδὲ εὐκατέργαστα γίνεται. διὸ πολλάκις ἀμελέστερον κατεργασθέντα, ξηρὰ
προσπίπτει τοῖς ὀδυνωμένοις μορίοις. εἰδὼς οὖν τοῦτο525

18b

526

παρεωραμένον ἐνίοτε προσέγραψεν εὖ κατειργασμένοις· καὶ μέντοι καὶ πολλοῖς αὐτοῖς χρῆται χάριν τοῦ φυλάττειν τὴν ἐκ τοῦ οἴνου καὶ ἐλαίου νοτίδα. τὰ γὰρ ὀλίγα ῥᾳδίως ξη‐ ραίνεται, τοῦ πρώτου δ’ ἔχεται σκοποῦ καὶ ὁ τῆς ἐπιδέσεως
5τρόπος, ὡς εἴρηται, τῶν οἰδισκομένων μορίων ἀπάγων τὸ αἷμα πρὸς τὰ ὑπερκείμενα.
— — —
ογʹ. Οὕτω γὰρ ἂν τάχιστα ἰσχνὸν τὸ οἴδημα γένοιτο.
10
— — —
Κυρίως μὲν ἑρμηνευόντων τὸ οἰδηκὸς μόριον ἰσχνὸν ἂν γενέσθαι λέγοιτο καὶ οὐ τὸ οἴδημα. ταῦτα γὰρ ἀφανί‐ σαι παντάπασιν ἡμῖν πρόκειται, πολλὰ δὲ οὕτω λέγουσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ λέγειν δεινότατοι, καταφρονοῦντες
15τῆς ὕστερον ἀσκηθείσης μακρολογίας ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς οἱ μεταχειριζόμενοι προσαγορεύουσιν αὐτὴν ἀκριβολογίαν, οὓς εἰ μὲν σαφέστερον ἑρμηνεύοιεν τὰ τοῦ παλαιοῦ ἐκ τῆς
τοιαύτης ἀκριβολογίας, εἴτε κυριολογίας ἐθέλοιεν ὀνομάζειν,526

18b

527

ἐπαινεῖν προσῆκον. εἰ δ’ ἀσαφῶς καὶ ταπεινῶς, ἄμεινόν ἐστι τὴν τῶν παλαιῶν ἀμέλειαν αἱρεῖσθαι.
— — —
οδʹ.
5Καὶ ὑπερθείη ὑπὲρ τὰ ἀρχαῖα ἐπιδέσματα, ἀλλ’ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ. γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα ἢ κατακεκραμένον ἔχῃ ἢ κνῆται τῇ χειρὶ ἢ ἄλλο τι προσ‐
10 πίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.
— — —
Μία μὲν αὕτη γραφὴ, τινῶν μὲν οἰδημάτων βουλομέ‐ νων ἐπὶ τὴν ἐπίδεσιν ἀνιέναι τῶν ἐκθλιβομένων τῶν οἰδη‐ μάτων χυμῶν, ἐνίων δὲ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία
15παραγίνεσθαι. κρῖναι δὲ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν ὡς εἴρηται τὸ οἰδηκὸς, ἀφί‐
κοιτ’ ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία.527

18b

528

εἰ δὲ ἀφελόντες τοὺς νάρθηκας καὶ λύσαντες ὅλην τὴν ἐπί‐ δεσιν εὐθὺς ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματι‐ κῷ τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μὴ μιγνύν‐ τες αὐτῶν τῶν ἀπὸ τῶν οἰδημάτων ἀρχομένων ὑπερεῖκαν
5οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν, ὁ ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ τῆς ἐπιδέσεως ὑψηλὰ χωρία.
— — —
οεʹ. Σωλῆνα δ’ ἢν μέν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ
10ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι οὔτε τὴν κνήμην ἄνευ τοῦ μηροῦ κινεῖσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσ‐ βαλλόμενον, καὶ ὃ ἥκιστα δεῖ, τοῦτ’ ἂν ἐποτρύνοι ποιέειν. ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν. πᾶσαν γὰρ ἂν
15τυρβὴν παρέχοι τῇσιν ἐπιδέσεσιν καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε καὶ ἄλλοτε ἄλλο σχῆμα ἴσχειν. ἀνάγκη δ’ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα
κίνησιν ἔχειν· περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐν‐528

18b

529

τετάσθαι. δοκεῖ ἂν οὖν ὁμοίως ὁ σωλὴν ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου ὠφελέειν ὑποτιθέμενος.
— — — Ἐφεξῆς τῷ τῶν οἰδημάτων λόγῳ ἔγραψε περὶ τοῦ σω‐
5λῆνος σαφῶς. εἴρηται δ’ ἂν ἡμῖν ἔμπροσθεν ὡς ἤτοι διαμπερῆ, τουτέστι δι’ ὅλου τοῦ σκέλους ὑποτίθεσθαι τὸν σωλῆνα προσήκει ἢ μηδ’ ὅλως ὑποτίθεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ μηχανικοῦ γλωττοκόμου τοῖς νεωτέροις ἰατροῖς ἐπινοηθέντος ὀρθῶς.
10
— — —
οστʹ. Καὶ ἄλλως κατ’ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦνται, εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο ἢ ἐς τὸ πλά‐
15γιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢν οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος.
— — — Τὸ σὺν τῷ σωλῆνι ἤκουσαν ἔνιοι μὲν ἔξω τοῦ σωλῆνος
περιβάλλεσθαι τὴν ταινίαν ἀξιοῦντες ὡς εἶναι τὸ λεγόμενον·529

18b

530

ταινίαν περιβάλλειν χαλαρῶς προσήκει σὺν ἀμφοτέρῳ, τῇ τε ἰγνύῃ τοῦ κάμνοντος καὶ τῷ ἔξω ἐν αὐτῇ σωλῆνι, τουτέστιν ὥστε μὴ τηνικαῦτα αὐτὴν, ἀλλὰ σὺν τῷ σωλῆνι κατειλῆφθαι. τινὲς δ’ ἔξωθεν ἀξιοῦσι περὶ αὐτὴν τὴν
5ἰγνύαν περιβεβλῆσθαι τὴν ταινίαν, ὅπως σηρίζῃ καὶ αὐτὴ τὸ σκέλος ἅμα τῷ σωλῆνι, τουτέστι σὺν τῆς τοῦ σωλῆνος κρίσεως, μήτ’ αὐτῆς μόνης ἱκανῆς οὔσης εἰς ἀσφάλειαν μήτε τοῦ σωλῆνος, ἀλλ’ ἀμφοῖν ἅμα συνιόντων.
— — —
10
οζʹ. Πτέρνης δ’ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι καὶ ἐν τοῖσι κατὰ κνήμην καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν· ἢν μὲν γὰρ ἀπαιώρηται ὁ ποὺς τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ
15ὀστέα κυρτὰ φαίνεσθαι, ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἠρτισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τῷ ὀστέῳ τούτῳ κατὰ τὸ ἀντικνήμιον τοῦτο κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη
τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ530

18b

531

κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύ‐ σιν κείμενα ᾖ καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχή‐ ματι καὶ αἱ πωρώσιες ἀσθενέστεραι.
— — —
5
Οὕτως ἐν τοῖς ἔμπροσθεν ἡνίκα περὶ πήχεως παραλαμβανομένου τῇ ταινίᾳ τὸν λόγον ἐποιεῖτο, ἔφαμεν γεγονέναι γραφήν· ἐνίων μὲν ἄνευ τῆς ἀποφάσεως τῆς μὴ γραψάντων μετέωρος, ἐνίων δὲ σὺν ἐκείνῃ μὴ μετέωρος, οἱ μὲν ἐν ἴσῳ τῷ ἀστηρίκτῳ οὐδενὸς ἐρείσματος ὑποβεβλη‐
10μένου, οἱ δ’ ἔμπαλιν ἐπὶ τῆς ὀχουμένης ἐπί τινος ἕδρας ἀσφαλῶς, ἡρματισμένης δὲ παρὰ τὰ ἕρματα, τουτέστι τὰ ἐρείσματα πεποίηκε τοὔνομα. γινώσκομεν δή που καὶ τὰ ἕρματα καὶ παρὰ τῷ ποιητῇ γεγραμμένα κατ’ ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·
15ὑπὸ δ’ ᾔρεον ἕρματα νηῶν.
εἴη ἂν οὖν τὸ ἡρματισμένης ἀντὶ τοῦ ἠρτημένης.531

18b

532

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Γ.
1
αʹ. Ταῦτα μὲν δὴ ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέ‐ χει δὲ μὴ μηδὲ ἄλλως ἕλκος ἐγένετο.
— — —
5
Περὶ τῶν ἁπλῶν καταγμάτων ἄχρι δεῦρο διηγήσατο, καθ’ ἃ μηδὲ ὑπερεῖχεν ὀστοῦν τοῦ δέρματος εἰς τὸ συμφα‐ νὲς, ὡς βλέπεσθαι γυμνὸν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἕλκος ἐγέ‐
νετο. πρόδηλον μὲν γὰρ ὀστᾶ μὲν ἔχοντα καὶ γυμνούμενα532

18b

533

τῶν ὀστῶν οὐκ ἄνευ τοῦ διαιρεθῆναι τούς γε περικειμένους μύας καὶ τὸ δέρμα δύναται παθεῖν. χωρὶς μέντοι τοῦ γυ‐ μνωθῆναί τι τῶν κατεαγότων ὀστῶν ἕλκος γίνεσθαι δύναται. μεταβαίνει τοιγαροῦν ἤδη καὶ διαλέγεται περὶ τῶν μεθ’
5ἑλκώσεως καταγμάτων ἤτοι μόνον γενομένων ἢ καὶ μετὰ τοῦ γυμνωθῆναί τι τῶν ὀστῶν.
— — —
βʹ. Οἷσι δὲ τὰ ὀστέα κατέηγεν ἁπλῶς τῷ τρόπῳ καὶ
10μὴ πουλυσχιδεῖ, αὐθήμερα ἐμβληθέντα ἢ τῇ ὑστεραίῃ κατὰ χώρην ἱζόμενα καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρα‐ σχίδων ὀστέων ἀπιέναι ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα κατεηγότα οὐκ ἐξίσχει, οὐδ’ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων ἐούσας ἐπι‐
15δόξους εἶναι, ἀναπλῶσαι τοὺς τοιούτους.
— — — Τὰ μὲν ἕλκους κατάγματα διττῷ τρόπῳ θεραπείαν
ὑπάγει, τῷ μὲν ἑτέρῳ καθ’ ὃν ἤτοι γυμνόν τι μέρος ἐστὶ533

18b

534

τοῦ κατεαγότος ἢ πρὸς τοῦ κατεπείγοντος ἀποσχιθὲν τοῦ συντριβέντος ὀστοῦ, τῷ δ’ ἑτέρῳ καθ’ ὃν οὐδέτερον μὲν τούτων ἐστὶν, ἕλκος δὲ μόνον ἅμα κατάγματι διαπεπλασμένῳ προσηκόντως. οὐδὲ γὰρ εἰ κατ’ αὐτὴν τὴν πληγὴν μέρος
5τι τοῦ κατεαγότος ὀστοῦ γυμνωθὲν ἐξέσχε τοῦ δέρματος, εἴτ’ εὐθέως κατετάθη καὶ διεπλάσθη κατὰ τὸν προσήκοντα τρό‐ πον. ἡγεῖται δ’ ὑπαλλάττεσθαι τὴν θεραπείαν· ἀλλ’ ἔστιν αὐτῷ τὸ μὲν ἕτερον τῆς θεραπείας εἶδος, ὅταν ἕλκος ἅμα κατάγματι θεραπευομένου τοῦ ἐξέχοντός τινος οὕτως ἀπο‐
10στήσασθαι προσδοκωμένου μορίου τοῦ καταγέντος ὀστοῦ. τὸ δ’ ἕτερον ὅταν καλύπτηται μὲν ὑπὸ τοῦ δέρματος, τὸ κατεαγὸς ἐπίδοξόν τι μέρος αὐτοῦ τῷ χρόνῳ μερισθὲν ἀπο‐ κριθήσεσθαι πρὸς τῆς φύσεως διὰ τῆς κατὰ τὸ ἕλκος χώ‐ ρας. ὅταν μὲν οὖν ἡ προτέρα διαφορὰ γένηται τοῦ παθή‐
15ματος, ἀξιοῖ χρῆσθαι τῷ τρόπῳ τῆς ἐπιδέσεως ὃν ἐδίδαξεν ἐπὶ τῶν χωρὶς ἕλκους καταγμάτων. ὅταν δὲ ἡ δευτέρα με‐ τατίθησί πως τὸν τρόπον τῆς θεραπείας, ὡς ἐφεξῆς μαθη‐ σόμεθα, βέλτιον γὰρ ἀκολουθεῖν αὐτῷ.
— — —534

18b

535

γʹ. Οἱ μὲν μήτε μέγα ἀγαθὸν μήτε μέγα κακὸν ποιέοντες ἰη‐ τρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι ἢ πισσηρὴν ἐπι‐ θέντες ἢ ἔναιμον ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν. ἐπαι‐
5νέω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ὁκόσοι ἐπιδέουσιν ἢ ἄλλο τι τοιοῦτον. ἐπὴν δὲ τὰ ἕλκεα κα‐ θαρὰ γένηται καὶ ἤδη ξυμφύηται, τότε τοῖς ὀθονίοισι συχνοῖσι πειρῶνται ἐπιδεῖν καὶ νάρθηξι κατορθοῦν. αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιεῖ, κακὸν δ’ οὐ μέγα. τὰ μέν‐
10τοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ σώματα τοῦ καιροῦ ταύτῃ γίνεται.
— — — Τῶν μεθ’ ἑλκώσεως καταγμάτων διττὴν ἔφην αὐτῷ
15γεγονέναι τῆς θεραπείας διδασκαλίαν. ἄρχεται δὲ νῦν ἀπὸ τῆς πρώτης ὧν εἴπομεν ἐλέγχων πρότερον, ὅσοι καλῶς με‐
ταχειρίζονται τὸν τρόπον τῆς ἑλκώσεως ἐκείνης, ἐν ᾗ μετὰ535

18b

536

τοῦ διαπεπλάσθαι προσηκόντως τὸ κάταγμα καὶ ἕλκος ἐστὶ, μηδεμιᾶς ὑποψίας οὔσης ἀποστήσεσθαί τινα παρα‐ σχίδα. τοὺς οὖν οὕτω διακειμένους, φησὶν, ἔνιοι τῶν ἰα‐ τρῶν θεραπεύουσιν, ἐξ ἀρχῆς μὲν ὡς εἰ καὶ μόνον ἕλκος
5ἐσχήκασιν. ἐπειδὰν δὲ μετρίως ἔχῃ τοῦτο, τηνικαῦτα κα‐ ταγματικῶς ἐπιδοῦντες. τὸ μὲν οὖν κεφάλαιον τῆς προκει‐ μένης ῥήσεως τοῦτ’ ἐστί· μακροτέρα δ’ ἐγένετο τῆς θερα‐ πείας ἡ διήγησις ᾗ χρῶνταί τινες ἅπαντα γράψαντες τὰ κατὰ μέρος. ἐγὼ μὲν εἶπον οὕτως αὐτοὺς θερα‐
10πεύειν ὡς εἰ καὶ μόνον ἕλκος ἐγεγόνει χωρὶς κατάγματος, ὁ δὲ καὶ δι’ ὧν θεραπεύουσιν ἔγραψε μνημονεύσας πισσηρᾶς μὲν κηρωτῆς, ἐναίμου τε καὶ καθαρτικοῦ φαρμάκου καὶ σπληνῶν οἰνηρῶν. τὸ μὲν οὖν ἔναιμον φάρμακον εὔλογον ὃ λέγει· καὶ γὰρ νῦν ἔτι συνηθέστατόν ἐστι τοὔνομα τοῖς ἰα‐
15τροῖς ἐπ’ ἐκείνων λεγόμενον τῶν φαρμάκων ὅσα τοῖς τραύ‐ μασιν ἐπιτιθέασιν εὐθὺς ἐξ ἀρχῆς ἅμα τῷ γενέσθαι, μη‐
δέπω ξηρῶν ἀκριβῶς ὄντων αὐτῶν, ἀλλ’ αἱμασσομένων ἔτι,536

18b

537

τουτέστι δροσοειδῶς ἐκπίπτοντος αἵματος ἔκ τε τοῦ τετρω‐ μένου δέρματος ἢ καὶ τῆς σαρκός. τὸ δὲ καθαρτικὸν φάρ‐ μακόν ἐστιν ὃ σὺν τῷ ξηραίνειν μετρίως ὅπερ ἐδείχθη τὸ κεφάλαιον τῆς τῶν ἑλκῶν ἰάσεως, ἔτι καὶ ῥυπτικῆς τινος
5ἔχεται δυνάμεως καθαρὰ ποιεῖν ἕλκη. τοιαῦτα δέ εἰσι φάρ‐ μακα τὰ διὰ λεπίδος καὶ ἰοῦ σκευαζόμενα διττῶς συντιθέ‐ μενα, τινῶν μὲν ἑψόντων τὸν ἰὸν, τινῶν δὲ ὠμὸν μιγνύν‐ των. καὶ καλεῖται τὰ μὲν ὠμὸν ἔχοντα τὸν ἰὸν χλωρὰ, τὰ δὲ ἑφθὸν πυῤῥά· καὶ γὰρ καὶ φαίνεται τοιαῦτα τὴν ἰδέαν
10ἑκάτερα. ταυτὶ μὲν οὖν τὰ φάρμακα καθαρτικὴν ἔχει ἑλ‐ κῶν δύναμιν, ἐπειδὴ μετρίως πέφυκε ῥύπτειν. τοιαῦτα δὲ ἐδιδάξαμεν ὄντα καθαίροντα ῥύπον ἑλκῶν, τὰ δὲ χωρὶς τοῦ ῥύπτειν ἔναιμα. ποικίλλεται δὲ ἐν ταῖς κατὰ μέρος ὕλαις, ὥσπερ καὶ τὰ πρότερα καθάπερ ἐκείνων παραδείγματα ἰὸν
15εἶπον καὶ λεπίδα, δυνατὸν ὂν εἰπεῖν μοι καὶ ἄλλα τοιοῦτα κατὰ τὸν αὐτὸν τρόπον. καὶ νῦν ἀρκέσει φάναι χωρὶς τοῦ
καθαίρειν ἔναιμα καλεῖσθαι φάρμακα τὰ δι’ ἀσφάλτου537

18b

538

σκευαζόμενα· παραδείγματος γὰρ ἕνεκεν τῶν τοιαύτων μνη‐ μονεύσω πάσης αὐτῶν τῆς ὕλης ἐν τοῖς περὶ φαρμάκων εἰρημένης. περὶ δὲ τῆς πισσηρᾶς κηρωτῆς ὡμολόγηται σχε‐ δὸν ἅπασιν ὡς ἀνώδυνόν τέ ἐστι καὶ πυοποιὸν, ἁρμόττον
5ἐπειδὰν φθάσῃ φλεγμαίνειν ἤδη τὸ ἕλκος. ἄλλως γὰρ οὐκ ἄν τις αὐτῷ χρήσαιτο μήτε καθαίρειν ῥύπον δυναμένῳ μήτε κολλᾷν ἢ ἐπουλοῦν ἕλκος. οἱ δὲ οἰνηροὶ σπλῆνες ἀπο‐ κρουστικῆς μέν εἰσι δυνάμεως διὰ τὸν οἶνον, ἀντὶ κρατήμα‐ τος δὲ παραλαμβάνονται πρὸς τῶν οὕτω θεραπευόντων, βου‐
10λομένων ὑποδεσμοῖσι χρῆσθαι διὰ τὸ ἕλκος. ὅσα μὲν οὖν ἐπίστασθαι προσήκει τὸν ὀρθῶς ἕλκος ἰασάμενον εἴρηται μὲν κἀν τῷ γʹ καὶ δʹ γράμματι τῆς θεραπευτικῆς μεθόδου κατὰ τὴν προσήκουσαν ἑκάστου τάξιν, εἴρηται δὲ ὅσον ἥρ‐ μοττε καὶ κατὰ τὴν ἐξήγησιν τοῦ περὶ ἑλκῶν συγγράμμα‐
15τος. εἰς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τὰ νῦν εἰρημένα. δεήσει γὰρ ἡμᾶς καὶ αὖθις εἰπεῖν περὶ θεραπείας τῶν προ‐
κειμένων παθῶν, ὅταν αὐτὸς ὁ Ἱπποκράτης αὐτὰ θεραπεύῃ.538

18b

539

νῦν γὰρ ἑτέρων ἰατρῶν μέμνηται καί φησιν αὐτοὺς οὐδὲν ἀξιόλογον ἁμαρτάνειν, ὥσπερ ἐκείνους ὧν μνημονεύει. τί τοίνυν ἐστὶν ὃ ἁμαρτάνουσιν; ἅμα γὰρ τούτῳ γνω‐ σθέντι μαθησόμεθα τὸ καλῶς εἰρημένον παρ’ αὐτῷ, μήτε
5μέγα τι ποιεῖν ἀγαθὸν αὐτοὺς μήτε κακὸν, ὅτι τῆς μὲν ἑλκώσεως οὐ κακῶς προνοοῦνται, τοῦ κατάγματος δ’ ἀμε‐ λοῦσι τό γε κατ’ ἀρχὰς, ὕστερον μὲν τὴν οἰκείαν ἐπίδεσιν αὐτῷ προσφέροντες, ἣν ἔφην ἀπ’ ἀρχῆς προῆχθαι. διὰ τοῦτ’ οὖν, φησὶν, ὀγκηρότερα γίνεται τὰ ὀστᾶ· βέλτιον οὖν
10αὐτὰ προστέλλεσθαί τε καὶ πιλεῖσθαι διὰ παντὸς τοῦ χρό‐ νου. παραλείπουσι δὲ κατὰ τὰς πρώτας ἡμέρας οὐκ ὀλί‐ γας τὸν ἀριθμὸν οὔσας, εἴγε φησὶν, ὅταν ἤδη τὰ ἕλκη συμ‐ φύεσθαι μέλλῃ, τηνικαῦτα τοὺς οὕτω θεραπεύοντας ἰατροὺς ἄρχεσθαι τῆς καταγματικῆς ἐπιδέσεως, ἐπίδηλον ὅτι δια‐
15πυήσεσθαι χρὴ πρότερον αὐτὰ καὶ καθαρθῆναι πρὶν μέλ‐ λειν συμφύεσθαι, τοῦτο δ’ οὐ κατὰ γʹ ἢ δʹ ἡμέρας ἀριθ‐ μόν ἐστι.
— — —539

18b

540

δʹ. Γένοιτο δ’ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κα‐ τέηγεν ἢ πήχεος ἢ κνήμης.
— — —
5
Ἴδιόν ἐστι τῆς Ἱπποκράτους βραχυλογίας ἅμα σαφη‐ νείας διὰ τῶν ἐπιφερομένων ἐπιδείκνυσθαι τὸ παραλελειμ‐ μένον ἐν τῷ προειρημένῳ λόγῳ, τοῦτ’ οὖν ἐποίησε νῦν. εἰρηκὼς γὰρ ὀγκηρότερα γίνεσθαι τὰ ὀστέα τῶν θεραπευο‐ μένων διὰ τῆς πρώτης παραγωγῆς, οὐ προωρίσατο πότερον
10ἁπάντων ἤ τινων, ἀλλ’ ἔν τε τῇ νῦν ῥήσει σαφῶς ἐδήλω‐ σεν ὅτι μὴ πάντων, ἀλλ’ ἐκείνων μόνων ὅσον τὸ ἀμφότε‐ ρον ὀστοῦν ἔπαθεν ὄγκον. μήτ’ ἆρ’ ἴσχει τὰ μέρη τοῦ κατάγματος, ὡς ἂν μὴ πιληθέντα καὶ σφιγγέντα διὰ παν‐ τὸς τοῦ γένους τοῦ χρόνου τῆς θεραπείας, οὐ μὴν βραχύ‐
15τερόν γε γίγνεται τὸ κῶλον, ὡς ἔνθα θατέρου τῶν ὀστῶν ὅσον ἀπαθὲς ἔμεινε διαφυλάττοντος αὐτῷ τὸ κατὰ φύσιν μέγεθος, ἀλλ’ ἐφ’ ὧν γε τὰ δύο καταγῇ, συνέβη δηλονότι
συνανασπασθῆναι τοῖς μυσὶν, ὡς ἔμπροσθεν ἐδείχθη, τὰ540

18b

541

ὑψηλότερα μέρη τῶν παθόντων ὀστῶν, οὗπερ ἕνεκα καὶ τὴν κατάτασιν ἐποιεῖτο πρὸ τῆς διαπλάσεως· ἀλλ’ ἐπεὶ χωρὶς τῆς προσηκούσης ἐπιδέσεως οὐκ ἂν ἡ σύνθεσις τῶν ὀστῶν φυλαχθείη, διὰ τοῦτ’ ἀκριβοῦς ἐπιδέσεως ποὐνοήσατο μέχρι
5τῆς πωρώσεως. οἱ τοίνυν ἀμελοῦντες μὲν ταύτης, ἑλκώ‐ σεως δὲ πεφρονηκότες, οὐ μόνον εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἄγουσι τὸ κῶλον, ἀλλὰ καὶ μικρότερον ἀπο‐ φαίνουσιν.
— — —
10
εʹ. Ἄλλοι δ’ αὖ τινές εἰσιν οἱ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύου‐ σιν εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖς ὀθο‐ νίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι καὶ ἐῶσιν ἀνεψῦχθαι, ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρ‐
15τικῶν τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ εἰρίοισιν ῥυπαροῖσι θεραπεύουσιν. αὕτη ἡ ἴησις κακή. καὶ εἰκὸς τοὺς ἰη‐ τρεύοντας τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι
κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ541

18b

542

γινώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς
5τις βάλληται μηδὲ πιέζῃ ᾗ μάλιστα χρή, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσ‐ θεν γεγραμμένοισιν ὁποῖα ἐφ’ ἑκατέρων ἀποβαίνει, μαρ‐ τυρεῖ δὲ καὶ αὕτη ἡ ἰατρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ ἕλκος.
10
— — —
Τῶν μεγάλως βλαπτόντων ἐν τούτῳ τῷ λόγῳ μέμνη‐ ται, σαφῶς διδάσκων αὐτὸς ἃ πράττουσιν ἅπαντα· καὶ μέντοι καὶ τὰς ἁμαρτίας αὐτῶν ἐλέγχει σαφῶς, ὥστε μηδ’ ἂν ἐμοῦ δεῖσθαι τὸν ἐθέλοντα φιλοπόνως τοῖς λεγομέ‐
15νοις προσέχειν τὸν νοῦν.
— — —
στʹ. Καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν
μέσῳ δὲ διαλειφθῇ, μάλιστα κατὰ τὴν διάληψιν οἰδή‐542

18b

543

σειεν ἂν καὶ ἀχοιήσειεν. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι;
— — — Ὅτι τὸ σαρκῶδες ὀνομάζει χρῶτα λέλεκταί μοι καὶ
5πρόσθεν· ἀλλὰ νῦν γε πρόσεχέ μοι τὸν νοῦν, ὅπως ἂν ἢν ὁ λογικὸς εὑρίσκῃ τὸ προσῆκον, οὐ περιμένει μακρὰν πεῖ‐ ραν. οἴονται μὲν ἕλκος ἀνεπίδετον ἐῶντες, ἑκατέρωθεν δ’ αὐτοῦ περιβάλλοντες ἐπιδέσμους, οὐκ ἐξ ὧν αὐτοὶ πράττου‐ σιν, ἀλλὰ διὰ τὴν κακοήθειαν τοῦ παθήματος ἐπιμίγνυ‐
10σθαι φλεγμονὰς καὶ μοχθηρῶς διατίθεσθαι τὸ ἕλκος, τοῦ μὲν πρώτου τὴν τοιαύτην θεραπείαν ἐπινοήσαντος, ἑαυτὸν παρακρουσαμένου λόγῳ μοχθηρῷ, τῶν διαδεξαμένων δ’ αὐτὸ τὸ ἔθος φυλαξάντων διὰ τὸ μὴ τολμᾷν ὑπαλλάξαι. τί δὲ εἰ τοῦ μέγα κακὸν ἐργάσασθαι; τοῦτο γὰρ ἐπιεικῶς
15συμβαίνει τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὰς τέχνας, ὥστε μόνος ὁ ἀπολογισμὸς θαῤῥῶν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος ὑπαλλάττειν ἐπιχειρεῖται δι’
ἔθους μακροῦ πραττόμενα κακῶς. τίς οὖν ὁ λόγος ἐστὶν ᾧ543

18b

544

θαῤῥήσας ὁ Ἱπποκράτης ὑπήλλαξε τῆς θεραπείας αὐτῶν οὐ μὰ Δία πιθανῶν, οὐδὲ ξένων δεχομένων λημμάτων, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀναγκαίων. εἰ γὰρ ἐπὶ τῶν ὑγιαι‐ νόντων σωμάτων ὁ τοιοῦτος τρόπος τῆς ἐπιδέσεως εἰς
5τὴν μεταξὺ τῶν ἐπιδουμένων χώραν ἐκθλίβων ἑκατέρωθεν τὸ αἷμα φλεγμονὴν ἐργάζεται, πῶς οὐ πολὺ μᾶλλον ἐπὶ τῶν ἤδη πεπονθότων ἐργάσεται.
— — —
ζʹ.
10Ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεσμένον τὸ ἕλ‐ κος εἶναι, δακρυῶδες δὲ καὶ ἀνεκπύητον εἶναι, ὀστέα δὲ καὶ μὴ μέλλοντα ἀποστῆναι ἀποστατικὰ γενέσθαι.
— — —
Τὰ καταλαμβάνοντα συμπτώματα διὰ τὴν μοχ‐
15θηρὰν ἐπίδεσιν ἔγραψεν ἐν τούτῳ τῷ λόγῳ, γιγνόμενα πάντα διὰ τὸ μέγεθος τῆς φλεγμονῆς. ἐκτρέπονται μὲν γὰρ τοῦ ἕλκους τὰ χείλη διὰ ταύτην, ὥσπερ αὐτὰ τὰ κυρίως ὀνο‐
μαζόμενα χείλη τοῦ στόματος, ὅταν φλεγμαίνῃ. κακόχρουν544

18b

545

δὲ τὸ σύμπαν χωρίον εἰκότως φαίνεται. καὶ γὰρ καὶ τοῦτο σύμπτωμά ἐστι μεγάλης φλεγμονῆς. ἐξ αὐτοῦ δὲ τοῦ ἕλκους ἰχὼρ λεπτὸς καὶ ἄπεπτος ῥυεῖ, καθάπερ ἐπὶ τοῖς ὀφθαλ‐ μοῖς, ὅταν φλεγμαίνωσι, τὸ δάκρυον· ἐντεῦθεν μὲν ὠνόμασται
5κατὰ μεταφορὰν τὸ οὕτω διακείμενον ἕλκος δακρυῶδες. οὐκοῦν ἐνδέχεται πέψιν ἀκολουθῆσαι τοῖς τὴν φλεγμονὴν ἐργαζομένοις χυμοῖς, ἄχρις ἂν οὕτως ἐπιδέηται τὸ μόριον· ἀλλὰ καὶ τῶν ὀστῶν ἀνάγκη τι τῷ χρόνῳ βλαβῆναι, διαδε‐ χομένων ὑπὸ τῆς περιουσίας τῶν ἀπέπτων χυμῶν. οὐδὲν
10οὖν θαυμαστὸν ὑποστῆναί τι μέρος αὐτῶν, εἰ μὴ παύσαιτο ὑπό τε τῆς μοχθηρᾶς ἐπιδέσεως οὕτω θεραπεύων. τὰ δ’ ἄλλα κατὰ μέρος ἐν ὅλῳ τῷ λόγῳ σαφῆ πάντ’ ἐστὶ τοῖς προσέχουσι τὸν νοῦν, ὡς ἔφην, καὶ μεμνημένοις τῶν προ‐ δεδιδαγμένων· εἰς ἐκεῖνα γὰρ ἀναφέρεται πάντα καὶ μα‐
15ρτυρεῖ τοῖς καλῶς διδαχθεῖσιν, ὡς καὶ αὐτὸς Ἱπποκράτης ἐπισημαίνεται.
— — —545

18b

546

ηʹ. Σφυγηῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη, ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ
5ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δ’ ἧσσον καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύ‐ ουσιν. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν
10καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην· οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συ‐ χνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα. μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμ‐
15μένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα εἴτε ἥκιστα. χρὴ δὲ ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρεύειν,
ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ546

18b

547

ἔχοντα. τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλησίαν. ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κη‐ ρωτὴν χρίσαντα σπλῆνα λεπτὸν ἐπιδεθῆναι, τὰ δὲ πέριξ
5κηρωτῇ λεπτῇ χρίειν. τὰ δὲ ὀθόνια καὶ τὰ ἄλλα πλα‐ τύτερά τινι ἐσχισμένα ἔστω ἢ εἰ μὴ ἕλκος εἶχε· καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔσται τοῦ ἕλκεος πλατύ‐ τερον. τὰ γὰρ στενώτερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος. τὸ δ’ οὐ χρὴ, ἀλλ’ ἡ πρώτη περιβολὴ ὅλον κα‐
10 τεχέτω τὸ ἕλκος.
— — —
Μικρὸν ἔμπροσθεν ἔφη τῶν οὕτως ἐπιδεομένων ἐκθλίβεται τὸ οἶδος εἰς αὐτὰ τὰ ἕλκη. οἶδος δὲ δηλονότι τὸ οἴδημα λέγων ὡς εἶναι τὸν λόγον τοιόνδε· διὰ τὴν κα‐
15κὴν ἐπίδεσιν ἑκατέρωθεν τοῦ ἕλκους γιγνομένην ἐκθλιβόμε‐ νον τὸ αἷμα τὸν παρὰ φύσιν ὄγκον ἐργάζεται. τοῦτο γὰρ οἶδός τε καὶ οἴδημα δι’ ἔθους ἐστὶν ὀνομάζειν αὐτῷ. προσ‐
λαβὼν δὲ σφυγμὸν ὁ τοιοῦτος ὄγκος καὶ θερμασίαν πυρώδη547

18b

548

τὴν ὀνομασθεῖσαν πρότερον ἰδίως ἀποτελεῖ φλεγμονήν. πά‐ λαι γὰρ οὐχ οὕτως, ἀλλὰ τὴν φλόγωσιν ἅπασαν ὠνόμαζον φλεγμονὴν, ὡς πολλάκις ἡμῖν δέδεικται. ἀλλὰ ἀπό γε τῶν Ἐρασιστράτου χρόνων εἰθίσθη τὸ τῆς φλεγμονῆς ὄνομα λέ‐
5γεσθαι κατὰ τῶν ὄγκων ἐκείνων, ἐν οἷς οὐ μόνον ἐστὶ θερ‐ μασία φλογώδης, ἀλλὰ καὶ ἀντιτυπία καὶ σφυγμός. ἐξ ἀνάγκης δ’ ἂν ἔχωσιν οὕτω καὶ τὸ καλούμενον ἔρευθος. ἐκ μὲν γὰρ τῆς πλείονος θερμασίας τοῦτο τὴν γένεσιν ἀναγκαῖον λαμβάνειν, ἡ δ’ ἀντιτυπία καὶ ὁ σφυγμὸς ἐκ τοῦ
10πεπληρῶσθαι. δυνάμενος οὖν εἰπεῖν ὁ Ἱπποκράτης πυρε‐ τῶδες γίγνεσθαι τὸ ἕλκος, πυρῶδες εἶπεν ἀπὸ τοῦ πυρὸς ἐργασάμενος τὴν παράκαυσιν εἰς ἀνάμνησιν ἐμοὶ δοκεῖν, ὅτι καὶ αὐτὸς ὁ πυρετὸς ἀπὸ τοῦ πυρὸς ὠνόμασται καὶ τοῦτ’ ἔστιν αὐτῷ τῷ πυρετῷ εἶναι τὸ θερμασίαν ἔχειν καπνώδη.
15
— — —
θʹ. Καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν.
— — —548

18b

549

Σπανίως τοίνυν τὸ ἄνωθεν καὶ κάτωθεν ὀνομάζεται πρὸς τῶν παλαιῶν ἔνθεν καὶ ἔνθεν· ὡς τὰ πολλὰ γὰρ εἰ‐ ώθασιν ἐπὶ τῶν κατὰ τὰ πλάγια μερῶν τοιαύτῃ χρῆσθαι λέξει. νῦν μέντοι τῷ παλαιῷ τρόπῳ τῆς ἑρμηνείας ὁ Ἱπ‐
5ποκράτης ἐχρήσατο.
— — —
ιʹ. Βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ’ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν·
10ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει, ὥσπερ καὶ πρόσθεν εἴρηται. τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἵστω‐ σαν. μᾶλλον δέ τε δεῖ ἐν τοῖσι τοιούτοισιν ἢ εἰ μὴ ἕλκος εἶχε. πλῆθος δὲ τῶν ὀθονίων μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω· ἢν δὲ ἐπι‐
15δεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέσθαι δὲ μή. φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. τοὺς δὲ χρόνους αὐτοὺς μὲν χρὴ, εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμό‐ σθαι. τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσ‐ περ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται. μετεπιδεῖν δὲ διὰ
20τρίτης πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παρα‐549

18b

550

πλησίους, ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμ‐ παν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα· καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος. ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ
5τῆς ἐπιδέσιος κατεχόμενον καὶ αἵ τε ἐκπυέσιες ἔσονται θάσσους ἢ τῶν ἄλλων ἰητρευμένων ἑλκέων. ὅσα τε σάρκια ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώδη θᾶσσον περιῤῥήγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ ἢ ἐν τῇσιν ἄλλῃσιν ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος,
10οὕτως ἢ ἄλλως ἰητρευμένον. πάντων δὲ τούτων αἴτιον ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα.
— — — Ἴξιν ἀεὶ τὴν εὐθυωρίαν ὀνομάζει ποτὲ μὲν τὴν κατὰ
15τὸ μῆκος τοῦ σώματος, ἔστι δ’ ὅτε τὴν κατὰ τὸ πλάτος, ὥσπερ νῦν, ἀξιῶν τοῦ πρώτου τῶν ἐπιδέσμων τὴν ἀρχὴν ἢ ἐκ τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν μερῶν τοῦ ἕλκους θέντας ἐπιλίττειν ὅλον αὐτὸ καταληφθῆναι καὶ μηδὲν ἀπολειφθῆναι μέρος γυμνόν.
20— — —550

18b

551

ιαʹ. Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥστε ἄνευ ἑλκωσίων ὀστέα καταγνύμενα, τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισιν
5 πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτερον προστίθενται.
— — —
Τοὺς νάρθηκας ἐπιβάλλειν φυλάττεται τοῖς ἡλκωμένοις κατάγμασι δεδιὼς δηλονότι τὴν ἐξ αὐτῶν θλίψιν. δι’ αὐτὸ
10δὲ τοῦτο καὶ τοῖς ὀθονίοις ταῦτα μὴ πιέζειν ἐκέλευσε καὶ δι’ ἄμφω δὲ ταῦτα πλέοσιν αὐτοῖς χρῆσθαι. μέμνησο τοι‐ γαροῦν ὡς αὐτὸς εἶπεν ὀθονίοισι πλείοσι χρῆσθαι, διότι τε ἧττον πιέζεται καὶ οἱ νάρθηκες βραδύτερον προστί‐ θενται.
15
— — —
ιβʹ. Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μὴ κατὰ τὴν ἴξιν
τοῦ ἔλκεος προστιθέναι, ἀλλ’ ὥστε καὶ χαλαρῶς προσ‐551

18b

552

τιθέναι, προθυμεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισι· τὴν μέντοι δίαιταν ἀκριβεστέ‐ ρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι, οἷσιν ἐξ ἀρχῆς
5ἕλκεα γίνεται, καὶ οἷσιν ὀστέα ἐξίσχει, καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι ἐπὶ τοῖσιν ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέ‐ ρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.
— — — Τὴν κατὰ τὸ μῆκος ἴξιν ἀκούειν προσήκει νῦν, κατὰ
10ταύτην γὰρ οἱ νάρθηκες ἐπιβάλλονται. ἔμπροσθεν μὲν ὡς κωλύων νάρθηξι χρῆσθαι τὸν λόγον ἐποιεῖτο, νῦν δὲ ὡς συγχωρῶν ἐνίοτέ φησιν· ἢν μέντοι τοὺς νάρθηκας προσ‐ τιθῇς, ὅπερ ἐγὼ ποιεῖν ἐπὶ τῶν τοιούτων εἴωθα· καὶ αὖ σκέλει πράττειν οὐκ ἔχω διατείνεσθαι, μηδένα αὐτοῦ
15διορισμὸν προστιθέντος. ὃ δ’ ἐγὼ ποιῷ καὶ δὴ φρά‐ σω. τῶν μετὰ κατάγματος ἑλκώσεων ἐνίοτε κατὰ τὸ μῆ‐ κος τοῦ κώλου γιγνομένων ἐγχωρεῖ τοὺς νάρθηκας ἑκατέ‐
ρωθεν τοῦ ἕλκους ἐπιβάλλειν. ὅταν δὲ ἐγκάρσιον γένη‐552

18b

553

ται τὸ ἕλκος, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων καὶ μάλιστα εἰ μεῖζον ᾖ.
— — —
ιγʹ.
5Ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων καὶ οἷσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ᾖ. ἢν δὲ ἐν τῇ ἰητρείῃ ἕλκος γένηται ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιε‐ χθέντος ἢ ὑπὸ νάρθηκος ἐνέδρης ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος
10ὑπῇ τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν, καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισιν, σκληρὸν γίνεται τῶν τοιου‐ τέων καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις ἐξαείραται, ἀτὰρ καὶ αὖθις ὑποτρέχει ταχέως. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢ μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας
15ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι.
— — — Ὁ λόγος αὐτῷ νῦν ἐστι περὶ τῶν ἐπιγινομένων ἑλκῶν
τοῖς κατάγμασιν ἐν τῷ χρόνῳ ἐκ τῆς τῶν ναρθήκων ἐπι‐553

18b

554

δέσεως. ἐδήλωσεν οὖν τάς τε τῶν γενέσεων αὐτῶν αἰτίας καὶ τὰ σημεῖα, δι’ ὧν ἄν τις γνωρίσαι γεγονὸς ἕλκος. εἶτα συμβουλεύει μὴ περιμένειν τὸν εἰθισμένον τρόπον τῆς ἐπιδέσεως, ἀλλὰ θᾶττον ἀφελόντα τοὺς ἐπιδέσμους τὴν προσ‐
5ήκουσαν ποιεῖσθαι θεραπείαν ἣν αὐτὸς σαφῶς ἔγραψεν.
— — —
ιδʹ. Ἢν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκεται μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν
10σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν δεῖ ἀναψύχειν παντάπασιν, οὐδέ τι φο‐ βεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ’ ἰητρεύειν. τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο.
15
— — —
Ἀναψύχειν ἔοικεν ἐπὶ τοῦ γυμνῶσθαι φέρειν, ὅπερ σημαίνει τὴν καταγματικὴν ἐπίδεσιν ἀφελόντας, ὡς ἕλκος
μὲν θεραπεύειν. οὐ γὰρ δὴ τό γε μηδὲν ἐπιτιθέναι καὶ554

18b

555

παντάπασιν ἐᾷν γυμνὸν ἀναψύχειν ὠνόμασε προσγεγραμ‐ μένον, οὐδὲ τὸ ἀναψύχειν τὸ παντάπασι δείκνυταί τι διὰ μέσην ὁδὸν ἐπιμελείας. εἴη δ’ ἂν μέση τοιάδε τις, εἰ τὸ ἕλκος, ὡς εἴρηκεν, ἔχον τι τῶν προειρημένων σημείων κι‐
5νηθέντων αὐτίκα τελευτῆσαι βούλεται τὴν καταγματικὴν ἐπίδεσιν, ἐπιμέλειάν τε ποιησάμενος τῶν κατὰ τὸ ἕλκος ἡμέρᾳ μιᾷ καὶ δευτέρᾳ πάλιν ἐπιδήσαιμεν τὸ κῶλον, ὡς αὐτὸς ἐκέλευσε διὰ τῆς ἐχομένης λέξεως.
— — —
10
ιεʹ. Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰ‐ δήματος τοῦ ἐν τοῖς ἀκραίοις πάνυ χαλαροῖσι καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω καὶ πεπιέχθαι μὲν μηδαμῇ. ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος τὰ
15μὲν ἄλλα ἐπὶ ἧσσον, τὰ δὲ ὀθόνια τὰ πρῶτα ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω ὅσονπερ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιτο ἢ ὀλί‐ γῳ ἔλασσον.
— — —555

18b

556

Ἐν τούτῳ τῷ λόγῳ δῆλός ἐστιν ἐπίδεσιν ἀξιῶν ἀρξαμένην ἀπὸ τοῦ οἰδήματος, ὅπερ ἂν ἐν ἄκροις τοῖς κώ‐ λοις γένηται προσεπινέμεσθαι κατὰ τὸ συνεχὲς ἀπ’ ἐκείνου καὶ ἀνέρχεσθαι μέχρι τοῦ κατάγματος, ἔνθα ἡ ἕλκωσίς
5ἐστιν, ὡς συνῆφθαι τὴν θεραπευτικὴν τῶν οἰδημάτων ἐπί‐ δεσιν τῇ καταγματικῇ καὶ μίαν τάσιν γενέσθαι διὰ μικρῶν ἐπιδέσεων συντελουμένων. ἀξιοῖ δ’ αὐτὴν ἡρμόσθαι κατὰ τὸ ἕλκος, ὅπερ ἐστὶ χαλαρὰν, σφίγγειν δ’ οὐδέπω. τά τ’ ἄλλα μέρη τὰ κατὰ τὸ κάταγμα κελεύει, [καθάπερ ἐπὶ τῶν
10χωρὶς τὸ κάταγμα ἑλκῶν, οὕτω καὶ νῦν ἧσσον πεπιέχθαι.] φυλάττει γὰρ ἀεὶ τὸ μᾶλλον ἐκεῖνο πεπιέχθαι τὸ μέρος ἐπὶ πάσης ἐπιδέσεως, ὅθεν ἐκθλίβεσθαι βούλεται τὸ δ’ αἷμα. τὰς δ’ ἐπὶ τῶν ἄκρων αὐτῶν τῶν οἰδισκομένων ἐπιβολὰς τῶν ὀθονίων χαλαρωτέρας εἶναι κελεύει, τοσοῦτον αὐτῶν
15μόνον φροντίζων, ὡς εἰς μίαν ἕνωσιν ἐπιδέσεως ἀγαγεῖν· οὐ μὴν τὸ σύμπαν τῆς ὅλης θεραπείας κεφάλαιον αὐτοῖς ἀνατίθησιν. οὐ γὰρ τοιαῦτά ἐστιν ἃ θεραπεύειν νῦν τοὺς μελασμοὺς καὶ νεκρώσεις ἀγμῶν ἔοικεν. εἰρήκει γὰρ ὑπὲρ
αὐτοῦ κατὰ λέξιν οὕτως· καὶ τὸ οἴδημα τὸ ἐν τοῖς ἄκροις556

18b

557

σκληρότερον γίγνεται τῶν τοιούτων, καὶ εἰ τὸν δάκτυλον ἐπάγοις, τὸ ἔρευθος ἐξαείραται καὶ αὖθις ὑποτρέχει ταχέως κατὰ τὸ μέγεθος. ταῦτ’ οὖν συμπτώματα μέν ἐστιν οἰδη‐ μάτων, ὅθεν εἰκότως τὰ μέλη παντάπασιν αὐτῶν, ὥσπερ
5τῶν μαλθακῶν, οὔτε τὸ κῦρος ὅλης θεραπείας ἐπ’ αὐτὰ μετατίθησιν.
— — —
ιστʹ. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ
10κεκρισμένον, ἤν τε γὰρ σὰρξ ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται. τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰη‐ τρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυτα, μετε‐ πιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι, ἀτρε‐ μέειν δὲ ἐπὶ μᾶλλον ἢ τὸ πρόσθεν καὶ ὀλιγοσιτέειν. εἰ‐
15δέναι δὲ χρὴ εἴτε σὰρξ εἴτε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ
περιέχοντα ἔσται, ἢ εἴ τις ἀπολύσας τὰ ὀθόνια ἐπιθείη557

18b

558

τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπυησόμενον, θᾶσσόν τε σαρκοῦται ἐκεί‐ νως ἢ ἑτέρως ἰητρευόμενον καὶ θᾶσσον ὠτειλοῦται. πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι.
5 προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα ἢν οἷα χρὴ εἶναι καὶ ἡ ἄλλη δίαιτα καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης.
— — —
Διὰ τί μὲν γὰρ οὐ χρὴ δριμέσι θεραπεύειν φαρμάκοις τοῖς τοιούτοις ἕλκεσιν, αὐτὸς εἶπεν εἰκάσας πυρικαύτοις
10αὐτὰ, ἐπειδὴ γέγονεν ἐξ ἐπικράσεως τῶν δριμέων καὶ θερ‐ μῶν χυμῶν. εὐθέως δὲ ὃ συνενδείκνυται καὶ πισσηρὰ κη‐ ρωτὴ, ὡς ἔστι δριμυτέρα τῆς λευκῆς· ἡ γάρ τοι πίσσα ὅσον ἐστὶ θερμοτέρα κηροῦ, κατὰ τοιοῦτον καὶ δριμυτέρα.
— — —
15
ιζʹ. Ἢν δ’ ἄρα ἐξαπατηθῇς ἐν τοῖς νεοτρώτοισι μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ’ ἐπίδοξα ᾖ
ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τὸν τρόπον τῆς ἰητρείης.558

18b

559

οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷος ἔσῃ τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι.
— — — Οὐ χρὴ, φησὶ, δεδιέναι τὸν καταγματικὸν τρό‐
5πον τῆς ἰατρείας, κἂν ἀποστάσεως ὀστῶν φανῇ σημεῖα. τίνα δ’ ἐστὶ ταῦτα διὰ τῶν ἑξῆς ῥήσεων μαθήσῃ.
— — —
ιηʹ. Σημεῖον δὲ τόδε ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ
10 τρόπῳ τούτῳ τῆς ἰητρείης, πῦον γὰρ συχνὸν ῥεῖ ἐκ τοῦ ἕλκεος καὶ ὀργᾷν φαίνεται.
— — —
Ὅταν πλέον ᾖ τὸ ἀποῤῥέον πῦον ἢ κατὰ τοῦ ἕλκους μέγεθος ὑποπτεύειν χρὴ, πεπονθέναι τὸ ὑποκείμενον ὀστοῦν.
15ἐὰν οὖν καὶ ὀργᾷν φαίνεται, τουτέστιν ἐπειγόμενον πρὸς τὴν ἀπόκρισιν τὸ πεπονθὸς μέρος, ἔχῃς ἂν ἤδη βεβαίαν τὴν γνῶσιν. πόθεν οὖν ὅτι πρὸς τὴν ἀπόκρισιν ἐπείγεται;
πρῶτον μὲν ἐξ αὐτῶν τῶν χειλῶν τοῦ ἕλκους οὐκ ἐθελόν‐559

18b

560

των συνιέναι πρὸς ἄλληλα, διισταμένων τε καὶ ἐκτρεπομέ‐ νων, εἶτα καὶ τῆς τοῦ κάμνοντος αἰσθήσεως ἐν τῷ βάθει κινήσεώς τινος ἀμυδρᾶς αὐτῷ φαινομένης, ὅταν ἔστ’ ἂν ἀπαγαγὼν τῶν ἄλλων ἁπάντων τὰς αἰσθήσεις καὶ τὴν διά‐
5νοιαν ἐκείνῳ μόνῳ τῷ μορίῳ προσέχῃ τὸν νοῦν, ἐν ᾧ τὰ προειρημένα συμπτώματα.
— — —
ιθʹ. Πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον, ἐπεὶ ἄλλως
10 τε καὶ πυρετοὶ γίνονται, καὶ ἢν μὲν κάρτα πιέζωνται ὑπὸ τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος καὶ τὰ περιέχοντα ἰσχνά.
— — —
Οὕτως οὖν εἴωθεν ὀνομάζειν τὰς περιττὰς ὑγρότητας, εἴτε λεπτῶν κατὰ τὴν σύστασιν ὑγρῶν εἴτε καὶ παχυτέρων
15εἶεν, ὥσπερ νῦν ἐστι τὸ πῦον ὑπὲρ οὗ προείρηκεν, ὅτι συχνὸν εἴωθε ῥεῖν, ὅταν ἀφίστασθαι μέλλῃ μόριον ὀστοῦ.
— — —560

18b

561

κʹ. Ὅσα μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ’ ἢ χαλαρωτέρως ἐπιδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλ’ εὐαπόῤῥυ‐
5 τον ᾖ καὶ πυκνότερον μετεπιδεῖν, ἔστ’ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.
— — —
Ἔν τισι μὲν τῶν ἀντιγράφων χωρὶς τοῦ μεγάλης ἁπλῶς γέγραπται, οὐδεμιᾶς μεταβολῆς καὶ δοκεῖ τοῦτο εὐλογώτε‐
10ρον εἶναι. τριττῶς γὰρ ἐξαλλαττόντων τε καὶ μεταβαλ‐ λόντων τὸν καταγματικὸν νόμον τῆς ἐπιδέσεως οὐκ ἂν εἶ‐ πεν ἁπλῶς οὕτως οὐδεμιᾶς μεταβολῆς, ὅπου καὶ μετὰ τῆς προσθήκης ἴσως τις ἐγκαλέσει καὶ φήσει ψεύδεσθαι τὸν ἄνδρα χαλαρώτερά τε κελεύοντα νῦν ἐπιδεῖν τὰ ὀθόνια καὶ
15πυκνῶς λύοντα μετεπιδεῖν καὶ νάρθηκας μὴ προστιθέναι· καὶ τέταρτον τὸ καθόλου δηλονότι παρῃνημένον ὑπ’ αὐτοῦ τὸ πλῆθος αὐξάνειν τῶν ὀθονίων, ὅταν ἐκλύσῃς αὐτῶν τὴν
τάσιν ἢ νάρθηκας μὴ προσφέρειν· ἀλλ’ ὅ γε τρόπος τῆς561

18b

562

ἐπιδέσεως ὁ καταγματικὸς ὅστις φυλάττεται, πρὸς ὃν ἀνα‐ φέρων τὸν λόγον εἶπε μὴ δεῖσθαι μεγάλης μεταβολῆς τὴν ἀγωγήν. ὑποδεσμίδι τε γὰρ χρήσῃ καὶ ἄρξῃ μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπειδὴ ἐπιδήσεις τρὶς αὐτῷ περιβάλλων ἄνω
5τελευτήσεις τοιαῦτα μεταξὺ χρησάμενος τῇ νομῇ τῶν ὀθο‐ νίων, ὁποίαν ἐδίδαξέ σε, καὶ τὴν βʹ ἐπιδεσμίδα πάλιν ἐπι‐ βάλλειν μὲν τῷ αὐτῷ τόνῳ. τὴν νομὴν δ’ ἐπὶ τὸ κάτω ποιήσεις καὶ παλινδρομήσεις ἄνω τὰς ἐπιβολὰς τῶν ὀθο‐ νίων χαλαρωτέρας ποιούμενος. ἐπιθήσεις δὲ τοὺς σπλῆνας
10ἔξωθεν, ὡς ἔμαθες, ἐπιδέσμους τε κατ’ αὐτῶν, ὡς ἐδι‐ δάχθης ἅπαντα τῆς καταγματικῆς ἐπιδέσεως. ἐὰν μέντοι μεγάλων ὀστῶν παρασχίδα ἀποστήσεσθαι προσδοκοῖ, τὸν κα‐ ταγματικὸν νόμον τῆς ἐπιδέσεως οὐκέτι προσάγει καθ’ ὅ τι δηλώσει διὰ τῆς ἐχομένης ῥήσεως. εἰκότως οὖν νῦν ἔφη
15μηδεμιᾶς μεταβολῆς μεγάλης δεῖσθαι· εἰ δὲ καὶ χωρὶς τοῦ μεγάλης εἴη γεγραμμένον, ἀκουσόμεθα λέγοντος αὐτοῦ, μὴ μεταβαλεῖν τὸν καταγματικὸν τρόπον τῆς ἐπιδέσεως. κατὰ
μηδὲν γὰρ καί γε ὑποδεσμίσι χρῆται ταῖς ὑπ’ ἐκείνου καὶ562

18b

563

τὴν ἀρχὴν τῆς ἐπιδέσεως τὴν αὐτὴν ποιεῖται καὶ τὰς πρώ‐ τας ἐπιβολὰς καὶ τὴν ἐφεξῆς ἐπινομήν. καὶ μετὰ ταῦτα τοὺς σπλῆνας ὡσαύτως ἐπιβάλλει καὶ τούτους αὐτοὺς ὁμοίως ἐπιδεῖ, τὸν αὐτὸν δηλονότι τρόπον φυλάττει.
5
— — —
καʹ. Ὁκόσοις δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκέτι τῆς αὐ‐ τῆς ἰητρείης δεῖται, ἀλλὰ τὰς μὲν κατατάσιας καὶ τὰς διορ‐
10θώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται. σπλῆνας δὲ χρὴ δι‐ πλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους μὴ ἐλάσσους. ὁκοῖον δὲ ἄν τι καὶ τρῶμα ᾖ, πρὸς τοῦτο τεκμαίρεσθαι· μῆκος δὲ βραχυτέρους μὲν ὀλίγῳ ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ σῶμα τὸν τετρωμένον, μακρατέρους δὲ συχνῷ ἢ ὥστε
15ἅπαξ περιικνέεσθαι. πλῆθος δὲ ὁκόσους ἂν ξυμφέρει ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα
χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς563

18b

564

ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσ‐ σοντα τὰς ἀρχὰς ἀφιέναι.
— — — Περὶ τῆς ἐπιβολῆς ἐπιδέσμου κἀν τῷ κατ’
5ἰητρεῖον εἶπεν ἁπλοῦν, εὔκυκλον, σκέπαρνον. ἔστι δὲ σκέ‐ παρνον αὐτὴ περιβολὴ βραχυνομένη ἀπὸ τῆς εὐθείας καὶ κινουμένη πρὸς τὸ πλάγιον, οὔπω δ’ οὖσα λοξὴ, λέγουσα δὲ κατὰ τῶν τεκτόνων σκέπαρνα, διότι βραχὺ τῆς εὐθείας ἐγγίγνεται πρὸς ὑποκαμπὴν οὕτως ὠνόμασται. τοὺς σπλῆ‐
10νας οὖν κατὰ τοῦτο τὸ σχῆμα ἀξιοῖ τῆς περιβολῆς τὸ κα‐ τεαγὸς κῶλον περιλαμβάνειν, οὕτως περιτεθειμένους ὡς ὑπὸ δυοῖν ἀρχῶν ἐπίδεσμος ἐπιδεῖται, τουτέστι τῆς μεσότητος τῶν σπληνῶν, πρώτως ἐπιβαλλομένης τῷ κώλῳ, εἶτα τῶν οἷον σκελῶν τοῦ σπληνὸς, οὐ κυκλοτερῶς περιλαμβανόντων
15τὸ θεραπευόμενον μέρος, ἀλλὰ ἐγκλινομένων ὀλίγον ὡς ἀλ‐ λήλων συμβαλεῖν κατὰ τὸ ἀντικείμενον μέρος ἢ ὅθεν ἤρ‐ ξατο καὶ γενέσθαι τὴν συμβολὴν αὐτῷ τῷ χ γράμματι παραπλησίαν, ὅπερ εἰ κυκλοτερῶς ἐπιλειχθήσεται, οὐκ ἂν
ἐγένετο. συμβαίνει γὰρ τοσούτῳ περιλαμβανομένου ἀπαν‐564

18b

565

τᾷν ἀλλήλοις ἄντικρυς. τὸ δὲ μῆκος τῶν σπληνῶν ἐδήλω‐ σεν ἐκ τοῦ φάναι, βραχυτέρους οὐκ ὀλίγῳ δεῖ ὑπάρχειν ἢ ὥστε τὸ δὶς ἀλλήλων ἀπαντῆσαι. μακροτέρους δὲ πολλῷ ἢ ὥστε ἅπαξ· βούλεται γὰρ πολλάκις ὑπ’ αὐτῶν κρατεῖσθαι
5τὸ κῶλον, ἅπαξ ἑκάστου περιλαμβάνοντος αὐτό. γίγνοιτο δ’ ἂν οὐκ ἀσφαλὴς ἡ κράτησις, εἰ καθ’ ὃν ἀπήν‐ τησεν ὁ σπλὴν αὐτῷ τόπον ἐπαύσατο μὴ προσεκτάσας ἔτι καὶ προσεπιλαμβάνων τι μέρος τοῦ κώλου. σχεδὸν γὰρ τὸ ἥμισυ βούλεται περιλαμβάνειν αὐτὸ τοὺς σπλῆνας ἐκ τοῦ
10φάναι, μὴ ὀλίγῳ μὲν ἥσσους εἶναι δεῖν αὐτοὺς ἢ ὥστε δύ‐ νασθαι περιληφθῆναι τὸ κῶλον, συχνῷ δὲ μείζους ἢ ὡς τὸ ἅπαξ. γένοιτο δ’ ἂν τοῦτο κατὰ μέσον αὐτῶν παυσαμένου τοῦ κατὰ τὸ κῶλον κύκλον, ὥστ’ εἴπερ ἔμελλον ἔσεσθαι πο‐ διαῖοι τὸ μῆκος ἅπαξ περιληψόμενοι διπλασίους αὐτοὺς γε‐
15νομένους δεῖ συμπεριλαμβάνειν. ἐὰν οὖν ἐν τῷ μέσῳ παύ‐ σονται, τοσοῦτον ἔτι προσθέντες τῶν ἅπαξ, ὅσον ἀπελεί‐
φθησαν τοῦ δι’ ἑνὸς καὶ ἡμίσεος αὐτοὺς ἔσεσθαι ποδός.565

18b

566

ἀκριβῶς οὖν κατασκεψάμενος τὸ πάχος τοῦ κώλου στοχά‐ σασθαι τηνικαῦτα, τηλικούτους ποιῆσαι τῷ μήκει τοὺς σπλῆνας, ὡς μιᾶς καὶ ἡμισείας γενέσθαι περιβολῆς. εἰ δὲ μὴ θαῤῥῶν σου τῷ στοχασμῷ θατέρῳ ὁκόσῳ τῷ ὑγιεῖ προσ‐
5περιβάλλων αὐτοὺς ἀκριβῶς ἂν εὕροις τὸ μῆκος. εὔδηλον δηλονότι συνεχεῖς ἀλλήλοις ἐπιβαλεῖν χρὴ τοὺς σπλῆνας, ὡς μηδεμίαν αὐτῶν μεταξὺ λείπεσθαι κενὴν χώραν· οἴνῳ δὲ αὐτοὺς κελεύει βεβρέχθαι, κατὰ μὲν τὴν χροιὰν μέλανι, κατὰ δὲ τὴν γεῦσιν αὐστηρῷ δηλονότι καὶ κατὰ τὴν σύστα‐
10σιν, ὁποῖός ἐστι παχύς. ὠφελιμώτατος γὰρ ἁπάντων οἴνων εἰς τὰς τοιαύτας διαθέσεις ὁ μέλας καὶ αὐστηρός· τὸ μὲν κοινὸν ἀγαθὸν ἔχων οὗ χάριν εἰς ἐπιβολὰς ἑλκῶν παρα‐ λαμβάνεται, τῶν δ’ ἄλλων οἴνων τῶν στυφόντων ἀδηκτό‐ τερος ὢν, ὅπερ οὐ τὸ τυχὸν ἀγαθόν ἐστιν ἐν ταῖς τοιαύ‐
15ταις θεραπείαις, ἐπειδὴ διὰ τὴν ὀδύνην ἐδιδάχθησαν αἱ φλεγμοναὶ γενόμεναι, δι’ ὃ κἂν μὴ λίαν αὐστηρὸς, ἀλλὰ με‐ τρίως ᾖ, τοιοῦτος ἀμείνων ἐστίν. ὀδύνην γὰρ ὁ λίαν αὐ‐
στηρὸς φέρει συνάγων καὶ πιλῶν τὴν σάρκα περαιτέρω τοῦ566

18b

567

προσήκοντος· ὅθεν οὐδ’ ὁ λεπτομερὴς κατ’ οὐσίαν, οἷόσπερ ἐστὶν ὁ λευκὸς ἢ ξανθὸς ἢ κιῤῥὸς ἐπιτήδειος. ἐν‐ δυόμενος γὰρ εἰς ὅλον τὸ βάθος τῆς ἡλκωμένης σαρκὸς αἴσθησιν ὀδυνηρὰν πλέον φέρει διὰ τὴν γιγνομένην ἐν ἑαυ‐
5τῇ σφίγξιν τε καὶ πίλησιν. ὁ δὲ παχυμερὴς, ὁποῖος ὁ μέ‐ λας, οὐ καταδυόμενος εἰς τὸ βάθος τῆς σαρκὸς, ἀλλὰ μόνῃ τῇ τῆς ποιότητος διαδέσει ψύχων τε καὶ συνάγων αὐτὴν ἀποκρούεται μὲν τοὺς ἤδη περιεχομένους χυμοὺς, ἀνα‐ στέλλει δὲ τοὺς ἐπιῤῥέοντας. ὁ μὲν οὖν λόγος οὕτω μαρ‐
10τυρεῖ τῷ μέλανι καὶ αὐστηρῷ, τῇ πείρᾳ δ’ εἰ βουληθείης βασανίσαι τὴν δύναμιν αὐτοῦ κατὰ τῶν μεγίστων τε καὶ χαλεπωτέρων τραυμάτων χρησάμενος εὑρήσεις ἀληθεύοντά με. λέλεκται δὲ καὶ πρόσθεν ὡς ἀεὶ χρὴ τέγγεσθαι τὸ ἕλκος ὑπ’ αὐτοῦ. ξηρανθέντων γὰρ ἐπ’ ὀλίγον καὶ θερμαν‐
15θέντων ὑποβεβλημένων ὀθονίων τῷ ἕλκει φλεγμονὴν ἀναγ‐ καῖον ἀκολουθῆσαι, καὶ μάλιστα ἐν θέρει, καθ’ ὃν καιρὸν ἀεὶ παρ’ ἡμῖν ἐν Περγάμῳ τῶν ἀρχιερέων τὰς καλουμένας
μονομαχίας ἐπιτελούντων τοὺς κάκιστα τρωθέντας ἐθερά‐567

18b

568

πευσα, πτύγματα μὲν ὀθονίων ἐπιθεὶς τοῖς τραύμασιν οἴνῳ τοιούτῳ βεβρεγμένα, κατ’ αὐτῶν δ’ ἔξωθεν σφόγγους κα‐ θεὶς μαλθακοὺς, εἶτα δι’ ὅλης σχεδὸν ἡμέρας τε καὶ νυκτὸς ἐπιβρέχων. προϋποβάλλων δὲ τῷ τετρωμένῳ κώλῳ δέρμα
5κοιλαῖον ἀτρέμα κατὰ τὴν ποδῶν χώραν, ὡς δι’ αὐτοῦ φέ‐ ρεσθαι τὸν ἐκ τῆς βροχῆς οἶνον. κενοῦσθαι δὲ καθάπερ δι’ ὀχετῶν δεχομένης αὐτοῦ τὴν ἐκροὴν λεκάνης κενῆς, ὥστ’ ἀναλαμβανόμενον αὖθις τὸν ἀθροιζόμενον οἶνον ἐν αὐτῇ καταντλῆσαι δεύτερον. ἐπὶ γὰρ τοῖς ἄλλοις ἀγαθοῖς
10οἷς ὁ τοιοῦτος οἶνος ἔχει καὶ τῆς ὀσμῆς ἀμυδρὸν ὑπάρχει μέγιστον αὐτῷ τῶν ἀγαθῶν· τῶν γὰρ ἄλλων ὅσοι τοιαύτην ἔχουσι σφόδρα πληττόντων τὴν κεφαλὴν ὁ μέλας αὐστηρὸς οἶνος οὐδὲ κατὰ τοῦτο βλάπτοι, εἰ συμβέβηκε δ’ αὐτῷ τὸ τῆς ὀδμῆς ἀσθενὲς ἐπὶ τῇ τῆς κράσεως ψυχρότητι. δέδει‐
15κται γὰρ ἐν τοῖς περὶ φαρμάκων ὁ αὐστηρὸς οἶνος ἐκ γεώ‐ δους οὐσίας ψυχρᾶς συνιστάμενος, ὥστ’ ἐπειδήπερ ὁ τοι‐ οῦτος οἶνος ἐπιμιξίας γεώδους ψυχρᾶς γέγονεν αὐστηρὸς,
ἥκιστα θερμοὺς ἀτμοὺς ἀναπέμπει πρὸς τὸ μετέωρον. εἶπον568

18b

569

δὲ κατὰ τὴν ἀρχὴν εὐθέως τῶνδ’ ὑπομνημάτων ὡς διὰ τὸ πολλοὺς τῶν καταμιγνυμένων ὅσα τοιαύτας ἀπορίας ἀπο‐ ρεῖν, οἵαν ἐπὶ τῶν μονομάχων ἐποιούμην ἐγὼ τὴν ὑγρὰν κηρωτὴν, ἣν περιλαμβάνομεν ἐπὶ τῶν ἁπλῶν καταγμάτων
5ἀσθενεστέραν μὲν οὖσαν πολὺ τοῦ οἴνου, δυναμένην δ’ αὐ‐ τάρκως ὧν χρήζομεν ἀπεργάζεσθαι.
— — —
κβʹ. Ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν
10 τοῦ ἕλκεος, καὶ πεπιέχθω μὲν μὴ, ἀλλ’ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω.
— — —
Πάλιν ἐνταῦθα τὸ ἔνθεν καὶ ἔνθεν οὐ κατὰ τὸ πλά‐ τος εἶπεν, ἀλλὰ κατὰ τὸ μῆκος τοῦ κώλου φυλάττων τὸ
15καθόλου παράγγελμα τὴν ἐπίδεσιν ἐπιλαμβάνων ἀεὶ τοῦ ὑγιοῦς οὐκ ὀλίγον, καὶ μάλιστα ἐπὶ τῶν μεγάλων δια‐ θέσεων.
— — —569

18b

570

κγʹ. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν ἤ τι τῶν ἐναίμων ἤ τι τῶν ἄλλων φαρμάκων ὅ τι ξύν‐ τροφός ἐστιν ἐπιτέγξει.
5
— — —
Τὸ κῦρος τῆς θεραπείας ἡ ἐπίτεγξις ἔχει κατά γε τὰς πρώτας ἡμέρας, ἡνίκα ἐκθλίβεσθαι χρὴ, τῶν ἡλκωμένων μορίων, ὅσον ἤδη φθάνει κατ’ αὐτὰ περὶ τῆς ὑγρότητος ἠθροῖσθαι, κωλῦσαι δὲ τὸ ἄνωθεν ἐπιῤῥέον. ἀπὸ δὲ τῆς
10τρίτης ἡμέρας ἡ πισσηρὰ κηρωτὴ χρησιμωτέρα πέττουσα τὰ κατὰ τὸ ἕλκος. ἀλλ’ ὁ Ἱπποκράτης εὐθέως ἐξ ἀρχῆς ἐπ’ αὐτῇ παραλαμβάνει τὴν ἐκ τοῦ οἰκείου δύναμιν οὐκ ἐθέλων ἀκραιφνῆ προσπίπτειν τοῖς ἡλκωμένοις μορίοις, ἀλλὰ κατὰ διάθεσιν, ὅπως μή τις αὐτοῖς ἀνία γένηται διὰ τὴν στύ‐
15ψιν. οὐκ ἂν ἁπλῶς ἀπὸ ξίφους γεγονὸς θεραπεύει νῦν τραῦμα, συντεθλασμένης δέ πως ἐξ ἀνάγκης ἢ μᾶλλον ἢ ἧττον ὅλης τῆς περὶ τὸ ἕλκος σαρκός. αἱ γὰρ κάταγμα
ποιοῦσαι περιστάσεις καὶ τῆς σαρκός τι συνθλῶσιν· εἰ‐570

18b

571

κότως οὖν προσεπιβάλλειν τι τοῖς ἕλκεσιν ἔναιμον φάρμα‐ κον ἰατικόν τε καὶ παρηγορικὸν τῶν τεθλασμένων, ὃ τοι‐ οῦτον εἶναι βούλεται κατὰ τὴν δύναμιν, ὡς οἰκειοῦσθαι καὶ προσίεσθαι τὴν ἔξωθεν περιβροχήν. ἀκουστέον γὰρ
5ἐνταῦθα σύντροφον τὸ οἰκεῖον.
— — —
κδʹ. Καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆ‐ νας πυκνὰ, ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πολλὰ ῥυ‐
10 παρὰ νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ ἐπικείσθω.
— — —
Ἐπειδὴ ταῖς τοιαύταις διαθέσεσιν ἡ σφοδρὰ ψύξις ἐνίοτε κίνδυνον ἐπιφέρει σπασμοῦ, ψυχρῷ δ’ οἴνῳ κατά τε τὴν ἕξιν καὶ τὴν δύναμιν χρῆσθαι, διὰ τοῦτ’ εὐλαβηθεὶς
15ἀπαντῆσαί τι χαλεπὸν ἐν χειμῶνι τῷ τῆς θεραπείας ἔθει μιχθείσης τῆς κατὰ τὴν ὥρην ψύξεως, ἐρίων τε περιθέσει
πολλῇ καὶ μίξει βραχέος ἐλαίου καθαιρεῖ τὸ σφοδρὸν τῆς571

18b

572

ψύξεως. εἶναι δ’ ἀξιοῖ ῥυπαρὰ τὰ ἔρια διὰ τὸν οἴσυπον ἔχοντά τι καὶ θερμότητος καὶ ψύξεως.
— — —
κεʹ.
5Ἰξάλην δ’ αἰγὸς χρὴ ὑποτετάσθαι καὶ εὐαπόῤῥυτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤῥόους.
— — —
Εἴτ’ αἰγὸς δέρμα προσαγορεύεται κυρίως ἰξάλη εἴτε κατ’ ἄλλου τινὸς ὑποφέρεσθαι δύναται τοὔνομα περιττὸν ἐν
10τῇδε τῇ διδασκαλίᾳ ζητεῖν. οὐ γὰρ ἐξηγήσις λέξεων, ἀλλὰ θεραπεία πρόσκειται παθῶν, εἰς ἣν ἀρκεῖ γιγνώσκειν ὅτι μανὸν, οὐ πυκνὸν ὑποτετάσθαι χρὴ δέρμα, οὐ μό‐ νον ὅσον ἐκ τῆς ἐπιβροχῆς συῤῥεῖ δυνάμενον ἐξοχετεύειν, ἀλλὰ καὶ τοὺς ἀποπλυνομένους ἰχῶρας, ἐσχηματισμένον ἐν
15τοῖς πρὸς ποδῶν μέρεσιν, ὡς ἔμπροσθεν εἴπομεν.
— — —572

18b

573

κστʹ. Μεμνημένον ὅτι οἱ τόποι οὗτοι ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι ἐκτρίμματα δυσάκεστα ποιέουσι.
— — —
5
Θερμαινόμενα τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν, ὃ δὴ καὶ πλατὺ καλοῦσιν, ἐξέδοντά τε καὶ νάρκην καὶ ὑπ’ αὐτῷ τῷ δέρματι δυσιάτους ἑλκώσεις ἐργάζεται, μετὰ γὰρ τὸ δέρμα χονδρώ‐ δη πέρατα τῶν ὀστῶν ἐστι καὶ γυμνωθέντα δυσχερῶς ἐπου‐ λοῦνται.
10
— — —
κζʹ. Ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων ἢ τῶν εἰρησομένων, τούτους περὶ πλείονας χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσωσι τὸ κα‐
15τεηγὸς τοῦ σώματος κατ’ ἰθυωρίην προσέχοντα τὸν νόον καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ κατωτέρω.
— — —573

18b

574

Ἀκριβῶς κατ’ εὐθυωρίαν ἀξιοῖ χρῆσθαι τὸ σκέλος, ἀλλὰ βραχεῖ τινι τὸ πέρας ὑψηλότερον εἶναι. λέλεκται δέ μοι καὶ πρόσθεν ἤδη περὶ τούτου ὅτι τὸ μὲν κατάῤῥοπον σχῆμα συγχωρεῖ πλέον ἐπιῤῥεῖν τῷ σκέλει, τὸ δ’ ἀνάῤῥο‐
5πον ὀδύνην ἐργάζεται· διὰ ταῦτα τοιγαροῦν τὸ μὲν κα‐ τάῤῥοπον ἀεὶ φεύγειν προσήκει, τοῦ δ’ ἀναῤῥόπου μεταχει‐ ρίζεσθαι τοσοῦτον, ὅσον οὐδέπως τὸ σκέλος ὀδυνήσει.
— — —
κηʹ.
10Εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσῃ τὸ κατεηγὸς τοῦ σώματος, μάλιστα δὲ ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν. εἰσὶ μὲν οὖν τινες οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδεομέ‐
15νοισι τὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. οὗ‐ τοι μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν.
οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι574

18b

575

τὸν πόδα, οὐδέν τε ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως οὐκ ἂν ἔτι τείνοιτο, οὔτ’ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει. στρε‐ φομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ οὐδὲν κωλύ‐
5σει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τῷ ποδὶ προσηρτη‐ μένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. εἰ δὲ μὴ προσε‐ δέδετο, ἧσσον ἂν διεστρέφετο. ἧσσον γὰρ ἂν ἐγκα‐ τελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος.
— — —
10
Ὅτι τὴν διὰ τῶν ὀργάνων τάσιν, ἣν προείρηκεν ἐπὶ μακρῶν τούτων, ὁμαλῶς ἅπαν τὸ κῶλον τείνουσαν, καὶ μη‐ δὲν μόριον ἐπιτρέπουσαν ἧττον ἢ μᾶλλον τετάσθαι καὶ νῦν λέγει, δεδήλωταί μοι καὶ πρόσθεν. ἃ δ’ εἰς τὸ περὶ τῶν προσδεόντων ἄκρον τὸ κῶλον γέγραπται τῷ Ἱπποκράτει,
15πρόδηλα. παρελθὼν οὖν ταῦτα τὸν περὶ τῶν σφαιρῶν ἤδη προχειριοῦμαι λόγον.
— — —575

18b

576

κθʹ. Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος Αἰγυπτίου, τοι‐ αύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔν‐
5θεν χιτῶνας τοὺς μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τοὺς δὲ πρὸς τῶν ἄρθρων βραχυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γόνατος. ἐκ δὲ πλαγίης ἑκα‐ τέρωθεν ἔχοι προσηρτημένα ἢ ἁπλοῦ ἱμάντος ἢ διπλόου
10βραχύτερα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκα‐ τέρωθεν, τὰ δέ τι τοῦ γούνατος· καὶ ἡ ἄνωθεν σφαῖρα ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτὴν, κἄπει‐ τα κραναΐνας ῥάβδους λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δυκτυλιαίας, μῆκος δὲ ὡς κε‐
15 καμμέναι ἐναρμόζωσιν ἐς τὰ ἀπαιωρήματα.
— — —
Ὁ περὶ τῶν ἐπινοηθεισῶν ὑπὸ τῶν σφαιρῶν λόγος ἐμοὶ μὲν οὕτω δοκεῖ σαφὴς ὑπάρχειν, ὡς μηδ’ ἐπιχειρεῖν
αὐτὸν ἑτέρως ἑρμηνεύειν. ἐπειδὴ πολλάκις ἔφασάν τινες576

18b

577

ἀγνοεῖν τὰ λεγόμενα κατὰ τὸν τρόπον ὑφ’ Ἱπποκράτους, οὐκ οἶδ’ ὅ τι πράξω. τοῖς μὲν γὰρ λέγουσι μὴ νοεῖν αὐτὰς τὰς σφαίρας ἐπιδείξας ἀναγινωσκομένου τοῦ βιβλίου σαφῆ τὸν λόγον ἐποιήσατο, προσαρμόττων ἑκάστην αὐτοῦ λέξιν
5ἐκείνῳ τῷ μέρει τῆς σφαίρας δεικνυμένῳ, περὶ οὗ τὴν δι‐ δασκαλίαν ἐποιεῖτο. κατὰ δὲ τὸ βιβλίον οὐκ ἔνεστι δεικνύ‐ ναι τὰς σφαίρας, ὥστ’ οὐκ οἶδα τίς ἔσται μηχανὴ τοῦ σαφῆ ποιεῖσθαι τὸν λόγον. εἰ γάρ τις οὐ μανθάνει τῆς Ἱπποκράτους ἑρμηνείας οὔσης σαφοῦς, οὐδὲ τῆς ἐμῆς συν‐
10ήσει. πολλάκις οὖν αὐτὴν ἀναγνώτω προσέχων τὸν νοῦν ἀκριβῶς, καὶ εἰ μὴ πρόσθεν, ἀλλ’ οὕτω γε πράττων οἶδ’ ὅτι νοήσει πάντως. ἐγὼ δ’ οὖν καὶ αὐτῆς ὅσον οἷόν τε ἔτι συντελέσαι πρὸς τὴν νόησιν οὐκ ἐκλείψω. σφαίρας τοίνυν οὐ τοιαύτας ἐχρῆν νοεῖν οἵας οἱ παῖδες παίζουσιν·
15αὗται μὲν γὰρ σφαιροειδεῖς εἰσιν ὄντως. ἃς δ’ Ἱπποκρά‐ της ἀξιοῖ κατασκευασθῆναι, παραπλησίαι ταῖς πέ‐ δαις ὑπάρχουσιν, ὡς αὐτὸς ἐδήλωσεν. ἔνι δὲ συννοεῖν τὸ
παράδειγμα· παραπλησίας αὐτὰς νόει τοῖς ὄφεσιν ἢ τοῖς577

18b

578

ἀλλᾶσιν. ὥσπερ οὖν οἱ μάγειροι τὴν ἔνδον εὐρυ‐ χωρίαν τῶν ἐντέρων πληροῦντες ἢ σεμιδάλεως, κρεῶν συγ‐ κεκομμένων ἤ τινος ἑτέρου τοιούτου ἀλλᾶντας ἐργάζονται, τὸν αὐτὸν τρόπον καὶ σὺ ποιήσας σκύτος ῥάπτων ὅμοιον
5ἐντέρῳ κενῷ πλήρωσον αὐτὸ μαλακῆς οὐσίας. ἀξιοῖ δὲ τὸ σκύτος Αἰγύπτιον εἶναι, τουτέστιν εὔτονόν τε καὶ μαλθα‐ κὸν, ὥστε κἂν ἐν Ἰταλίᾳ καὶ ἐν Θράκῃ κἂν ἑτέρωθί που τῆς οἰκουμένης εὐπορῇς τοιούτου σκύτους, οὐ ζήτει τὸ Αἰγύπτιον. ἔστω δὲ τὸ μῆκος τηλικοῦτον τὸ εἰσραμμένον
10σκύτος, ὡς περιβάλλεσθαι κυκλοτερῶς τοῖς σφυροῖς ὁμοίως ταῖς πέδαις. ἕτερον δὲ ὑποκάτω τοῦ γόνατος οὐχ ὁμοίως περιβεβλήσθω· δυοῖν γάρ ἐστι τούτων χρεία καθ’ ἕκαστον τῶν θεραπευομένων κῶλον, διὸ καὶ παρεσκευάσθαι σοι χρὴ πλείονα ζεύγη διαφέροντα τοῖς μεγέθεσιν, ὡς τὸ μὲν μείζονι
15περιβάλλεσθαι, τὸ δ’ ἐλάττονι. εἰ δέ τι σύμμετρον ἑκάστῳ, προσήκει γὰρ τοὺς χιτῶνας τούτους, ἃς σφαίρας ὠνόμασεν, ἀκριβῶς εἶναι κυκλοτερεῖς, οὐδ’ ἴσας ὁμαλῶς κατά γε πλά‐ τος καὶ ὕψος, ἀλλὰ καθ’ ὃ μὲν ἐπιβάλλονται τῷ χρωτὶ,
πλατύνεσθαί πως ἀτρέμα, τὸ δ’ εἰς ὕψος αὐτῶν ἀνατε‐578

18b

579

τραμμένον εἶναι ἄμεινον περιφερές· οὐδὲ τοῦτο ἀκριβῶς τοιοῦτον, ἀλλ’ ἐκ μὲν τῶν ἔνδον πρὸς ἄλλο ὕψος ἀνατετα‐ μένον, αὖθις δ’ ἀπὸ τούτων κυκλοτερὴς αὐτῶν ἡ κατάβα‐ σις ἄχρι τοῦ χρωτὸς γιγνέσθω διὰ τῶν ἔξω μερῶν, ὅπερ
5ἐν μὲν τῇ κάτω σφαίρᾳ τὸ ταπεινὸν αὐτῶν ἐστι πλησιάζον τῷ ποδὶ, κατὰ δὲ τὴν ἄνω τὸ ὑψηλὸν ὃ τῷ γόνατι γειτνιᾷ. τοιούτων δ’ οὐσῶν τῶν σφαιρῶν, ὡς εἴρηται, καὶ περιτε‐ θειμένων ἐξαρτημάτων τινῶν, καθάπερ ὅταν βούληται καθ’ ἑκατέραν εἶναι διττὰ τὰ μὲν ἐν τῇ κάτω σφαίρᾳ τὸ κοῖλον
10σαυτῷ μέρος ἄνω βλέπον ἔχοντα ὡς πρὸς γόνυ, τὰ δὲ ἐν τῇ ἄνω κατὰ τοὐναντίον εἰς τὸ κάτω μέρος ἐστραμμένην ἔχοντα τὴν κοιλότητα. ἐπεῤῥάφθω δὲ ἑκάτερα τῶν σφαι‐ ρῶν αὐτὰ ταῦτα κατὰ τὸ πλάγιον μέρη, τουτέστι τοῦ ῥη‐ θέντος ὑψηλοτάτου μέρους ἓν ἔνθεν, τὸ δὲ ἔνθεν. ἐνθεῖναι
15γὰρ βούλεται τούτοις τὰ πέρατα ῥάβδων τεττάρων ἐν αὐτῷ τῷ χρόνῳ εὐθέως ἀτρέμα κάμπτων αὐτὰ χάριν τοῦ μετὰ τὴν ἔνθεσιν εἰς τὴν κατὰ φύσιν εὐθύτητα πάλιν ἐπανερχομένων ὠθεῖσθαι τῶν σφαιρῶν, τὴν μὲν ταπεινὴν εἰς τὸ κάτω μέ‐
ρος τοῦ κώλου, τὴν δὲ ὑψηλὴν ἄνω. γενομένου γὰρ τού‐579

18b

580

του συμβήσεται τὰ μέρη τοῦ κατάγματος ἅμα μὲν ἀκριβῆ φυλάττειν τὴν διάπλασιν, εἶτα δὲ ἀντιτείνεσθαι τὸ μὲν ἄνω, τὸ δὲ κάτω. κρανέας δὲ κελεύει τὰς ῥάβδους εἶναι διὰ τὴν εὐτονίαν τοῦ ξύλου· πρόδηλον γὰρ ὡς εἰς τὴν προκειμένην
5χρείαν ἄμεινόν ἐστι τοιοῦτον εἶναι ξύλον. ὅτι δὲ τὸ μη‐ χανικὸν καλούμενον γλωσσόκομον ἄριστον εἰς τὰς τοιαύτας ἀντιτάσεις ἐστὶν ἔμπροσθεν εἴρηταί μοι κατὰ τὸ πρῶτον ὑπόμνημα, καθ’ ὃ καὶ περὶ τῆς κατασκευῆς αὐτοῦ διῆλθον.
— — —
10
λʹ. Ἐπιμελεόμενος ὅκως τὰ ἄκρα τῶν ῥάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ’ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσῃ. εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῥάβδων καὶ πλέω καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων καί τινι καὶ βραχυτέρας καὶ μι‐
15κροτέρας, ὡς καὶ μᾶλλον διατείνειν ἢν βούληται. ἔστωσαν δὲ αἱ ῥάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν.
— — — Τὸ μὲν ἐγκέλσαι τὸ οἷον ἐνερεῖσαι, δῆλον. βούλεται
γὰρ τὰς ῥάβδους, ὅσαι μεταξὺ τῶν σφαιρῶν τιθέμεναι580

18b

581

τὴν μὲν ἑτέραν ἄνω, τὴν δὲ ἑτέραν ὠθοῦσι κάτω, μὴ ψαύειν τοῦ χρωτὸς, ἀλλ’ ὑψηλὰς ἀπ’ αὐτοῦ τοῖς ἐναιωρήμασι τῶν σφαιρῶν ἐνστηρίζεσθαι. κραναΐνας δὲ ἐκέλευσεν αὐτὰς εἶ‐ ναι διὰ τὴν εὐτονίαν, ἵνα δηλονότι κατὰ τὴν ἔνθεσιν βιαίως
5καμφθεῖσαι, μετὰ ταῦτα πάλιν ἑαυτὰς ἐπανάγωσιν εἰς τὴν ἀρχαίαν εὐθύτητα· οὐκ ἄδηλον δὲ οὐδ’ ὅτι τοσοῦτον ἄνω καὶ κάτω τὰς σφαίρας ἀπώσουσιν, ὅσον ἂν εἰς μῆκος ἀπίω‐ σιν ἐκτεινόμεναι.
— — —
10
λαʹ. Ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη τήν τε κατάτασιν δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη. τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο,
15τὰ δὲ ἐς τὸν μηρὸν, αἵ τε ῥάβδοι εὐθετώτεραι αἱ μὲν ἔν‐ θεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης, τό τε τρῶμα εὐκατάσκηπτον καὶ εὐ‐ βάστακτον.
— — —581

18b

582

Δικαίην ἔφην ὑπ’ αὐτοῦ λέγεσθαι τὴν ἴσην. δόξει δ’ ὑποπεπτωκέναι ταὐτῷ σημαινομένῳ καὶ ἡ ὁμαλότης καὶ ἰσότης ἐφεξῆς· ἀλλ’ αὕτη μὲν ἐν τοῖς μέρεσιν ἑνὸς πρά‐ γματος ἔχει τὴν γένεσιν. ἡ δικαία δ’ ἐν δυσὶ τὸ ἐλάχιστον
5συνίσταται, διὸ καὶ νῦν δικαίαν μὲν κατάτασιν ἀκουστέον εἰρῆσθαι παρ’ αὐτοῦ κατά τε τὴν ἀντίτασιν, ἣν αἱ δύο σφαῖραι ποιοῦνται, καὶ κατὰ τὰς ἐμβεβλημένας αὐταῖς κρα‐ ναΐνας ῥάβδους, ὁμαλὴν δὲ τὴν καθ’ ἑκάστην αὐτῶν, οἷον τὴν κατὰ τὰ σφυρὰ μόνην αὐτὴν καθ’ ἑαυτὴν ἐξεταζομένην,
10εἶτα τὴν πλησίον τοῦ γόνατος, εἶτα τὴν ἀπὸ τῆς κατὰ τὸ δεξιὸν μέρος ῥάβδου καὶ μετὰ ταύτην ὑπὸ τῆς περὶ τὸ ἀριστερόν.
— — —
λβʹ.
15Οὐδὲ γὰρ ἐμποδὼν εἴ τις ἐθέλοι τὰς δύο τῶν ῥάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας ζεῦξαι καὶ ἤν τις κούφως βούλοιτο ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶ‐
ναι. εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ582

18b

583

μαλθακαὶ καὶ κεναὶ ῥαφεῖεν καὶ ἡ ἔντασις τῶν ῥάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα. εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι· χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς ἢ
5 καλῶς μηχανᾶσθαι ἢ μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.
— — —
Τέσσαρες ἦσαν αἱ ῥάβδοι, δύο καθ’ ἑκάτερον μέρος τῆς κνήμης, ἄνω μὲν ὑψηλοτέρα, ταπεινοτέρα δὲ ἡ ἑτέρα.
10τὰς μὲν οὖν ὑψηλοτέρας δύο δυνατὸν εἶναί φησιν ἀλλήλαις συνδῆσαι χάριν τοῦ μένειν εὐθείας καὶ μὴ κατὰ τὴν βιαίαν κάμψιν, ἣν ἐκάμφθησαν ἀντιθέμεναι πρὸς τὰ πλησίον μέρη.
— — —
λγʹ.
15Τοῦτο δὲ οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατή‐ γματα καὶ τὰ ξὺν ἕλκεσιν καὶ τὰ ἄνευ ἑλκέων τὰς πρώ‐
τας τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισιν ῥυπαροῖσιν καὶ οὐ‐583

18b

584

δέν τι ἄτεχνον δοκοίη τοῦτο εἶναι. ὅσοι μὲν οὖν ἀναγ‐ κάζονται ὑπὸ τῶν αὐτίκα νεοτρώτων ἐόντων μὴ ἔχοντες ὀθόνια εἰρίοισι παρασκευάσασθαι, τουτέοισι πλείστη συγ‐ γνώμη. οὐ γὰρ ἄν τις ἔχοι ἄνευ ὀθονίων ἄλλο τι πολλῷ
5βέλτιον εἰρίου ἐπιδῆσαι ἐπὶ τὰ τοιαῦτα. εἶναι δὲ χρὴ πάμπολλα καὶ πάνυ καλῶς εἰργασμένα καὶ μὴ τραχέα. τῶν γὰρ ὀλίγων καὶ φλαύρων ὀλίγη καὶ ἡ δύναμις, ὅσοι δὲ ἐπὶ μίαν ἢ δύο ἡμέρας εἴρια ἐπιδέειν δικαιέουσι. τρίτη δὲ καὶ τετάρτη ὀθονίοισιν ἐπιδέοντες πιεζέουσι καὶ κατα‐
10τείνουσι, τότε μάλιστα οὗτοι πουλύ τι ἰητρικῆς καὶ κάρτα ἐπίκαιρον ἀσυνετέουσιν. ἥκιστα γὰρ χρὴ τῇ τρίτῃ καὶ τετάρτῃ στυφελίζειν πάντα τὰ τρώματα, ὡς ἐν κεφα‐ λαίῳ δὲ εἰρῆσθαι καὶ μηλώσιας δὲ πάσας φυλάττεσθαι χρὴ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν καὶ ὁκόσοισιν ἄλλοισι
15τρώμασιν ἐρέθισται. τὸ ἐπίπαν γὰρ ἡ τρίτη καὶ ἡ τε‐ τάρτη ἡμέρη ἐπὶ τοῖσι πλείστοισι τῶν τρωμάτων τίκτει τὰς παλιγκοτήσιας καὶ ὅσα ἐς φλεγμονὴν καὶ ἀκαθαρσίην
ὁρμᾷ καὶ ὅσα ἂν ἐς πυρετοὺς ἴει καὶ μάλα πολλοῦ ἄξιον584

18b

585

τοῦτο μάθημα, εἴπερ τι καὶ ἄλλο. τινὶ γὰρ οὐκ ἐπικοι‐ νωνέει τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ οὐ κατὰ τὰ ἕλκεα μόνον, ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ νουσήματα.
— — —
5
Μοχθηρὸν ἔθος ἰατρῶν ἐπανορθώσασθαι βούλεται, νο‐ μιζόντων ἄμεινον εἶναι μὴ κατατείνειν εὐθέως τὸ κατεαγὸς κῶλον, ἀλλὰ παρηγορήσαντας πρότερον ἡμέραις δύο καὶ τρισὶ, τόθ’ ἥκειν ἐπὶ τὴν κατάτασιν ὕστερον ἡμέρᾳ τρίτῃ καὶ τετάρτῃ μετὰ τὴν ἀρχήν. ὁ δ’ Ἱπποκράτης αὐτῷ τὸ
10ἐναντιώτατον ἐνδείκνυσιν ἁρμόττειν, ἐν ἀρχῇ μὲν κατατεί‐ νειν τὸ κῶλον, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ παρηγορεῖν. ἐὰν οὖν προσέχῃς τὸν νοῦν τοῖς κατὰ μέρος εἰς τοῦτο γε‐ γραμμένοις ὑπ’ αὐτοῦ, σαφῆ ταῦτ’ ἔσται· καὶ γὰρ ἑρμη‐ νεύεται σαφῶς.
15
— — —
λδʹ. Εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι, ἔχει γάρ τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν.
— — —585

18b

586

Ἐπιείκειάν φησιν ἔχειν τὸν λόγον ἐν ἴσῳ πιθανότητα. τοῦτο δὲ εἶπεν, ἐπειδή τινες τῶν λόγων ἄντικρύς εἰσιν ἀπίθανοι. τίς οὖν ἡ πιθανότης τοῦ λόγου καθ’ ὃν εἴποι τις ἂν εἶναι καὶ τὰ ἄλλα νοσήματα ἕλκη; τὰ μὲν ἐπώδυνα
5καὶ πάνυ πιθανὸν ἐν τῷ τῶν ἑλκῶν τίθεσθαι γένει. δέ‐ δεικται γὰρ ἡμῖν ὀδύνη γινομένη διά τε τὴν τῆς συνεχείας λύσιν ἐν τῷ τέμνεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι, προσέτι κατὰ δυσκρασίαν. ὅτι μὲν οὖν ἡ τῆς συνεχείας λύσις ἕλκος ἐστὶ, παντί που δῆλον. ὅτι δὲ καὶ ἡ κατὰ δυσ‐
10κρασίαν ἀθρόα μεταβολὴ λύσιν τινὰ ποιεῖται συνεχείας ἐν τοῖς περὶ φαρμάκων ἐπιδέδεικται. τὸ μὲν γὰρ θερμὸν ὅτι διεξέρχεται καὶ οἷον διαβιβρώσκει τὸ συνεχὲς δῆλον. ὅτι δὲ τὸ σφοδρῶς στῦφον ὅταν ἀθρόως συνάγῃ τὸ διακεχυμέ‐ νον, ἐργάζεταί τινα τῆς συνεχείας αὐτῆς λύσιν ἐν ἐκείνῃ
15μοι δέδεικται τῇ πραγματείᾳ· ὥστε κατὰ τοῦτο μὲν οὐ μόνον ἂν εἴη πιθανὸς ὁ λόγος, ἀλλὰ καὶ ἀληθὴς, ἅπασαν
ὀδύνην ἐν τῷ τῶν ἑλκῶν γένει τιθέμενος. ὅτι δὲ καὶ πάντα586

18b

587

τὰ νοσήματα δύναιτ’ ἄν τις ἕλκη λέγειν, οὐκ ἔτ’ ἂν ὁμοίως πρόσθεν ἀληθὲς, οὐ μὴν ἀπήλλακται πιθανότητος. ἐπειδὴ γὰρ τὰ πλεῖστα νοσήματα μετ’ ὀδύνης συνίσταται, μετάβα‐ σις ἀπ’ αὐτῶν ἐπὶ πάντα γενήσεται τῷ λόγῳ πειρωμένου
5τινὸς ἐν ὅλῳ τῷ σώματι πάντως ἤτοι δυσκρασίαν τινὰ ἢ θλίψιν ἢ τάσιν ἢ σαφὴ γίγνεσθαι συνεχείας διαίρεσιν, εἶτα προσαναγκάζοντος ἅπασαν ἐργάζεταί τινα λύσιν τῆς συνε‐ χείας· καὶ εἰ μὴ πρὸς αἴσθησιν ἐναργῶς, ἀλλὰ πρός γε τὴν ἀλήθειαν αὐτὴν λόγῳ θεωρητῶς. ἐν δὲ τοῖς γιγνομέ‐
10νοις τε καὶ θλωμένοις καὶ θλιβομένοις ἔτι δὴ καὶ μᾶλλον. ἐγγὺς γὰρ ἥκει ταῦτα τοῦ διασπασθῆναι. τοῦτο δ’ ἐστὶ τὸ πάθημα συνεχείας λύσις.
— — —
λεʹ.
15Πολλαχῆ δὲ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν.
— — —
Ὅπερ εἰώθαμεν λέγειν, ὡμοίωται καὶ κοινωνεῖ καὶ
συγγένειαν ἔχει, τοῦτο καλεῖν εἴωθεν ὁ Ἱπποκράτης ἠδέλ‐587

18b

588

φισται τὴν πολλὴν τῶν πραγμάτων οἰκειότητα καὶ συγγέ‐ νειαν ἐνδεικνύμενος τῷ ὀνόματι· πολλῶν γὰρ ὄντων ἀλλή‐ λοις συγγενῶν οὐδενὸς μᾶλλον οἰκειότερον ἂν ὀνομάζοιτο συγγενὲς, ὡς ἰσοδυναμοῦσαν οὖσαν τῆς οἷον ἀδελφότητος τὴν
5σφόδρα οἰκειότητα προσαγορεύειν εἴωθε τῷ ἠδελφίσθαι ῥήματι.
— — —
λστʹ. Ὁκόσοι μέντοι δικαιέουσιν εἰρίοισιν χρῆσθαι, ἔστ’ ἂν ἑπτὰ
10ἡμέρας παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρε‐ λήλυθεν καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ
15μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος. κεῖνος μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀποδείκνυσι καὶ παρασκευάζει νάρθηξιν τελέως ἐπιδεῖν, οὗτος δὲ ὁ τρό‐ πος πολὺ ὑστεροῖ.
— — —588

18b

589

Τοὺς περὶ τρίτην ἢ τετάρτην ἡμέραν ἀρχομέ‐ νους τῆς περικαταγματικῆς ἀγωγῆς ἐν τῷ πρόσθεν λόγῳ μεμψάμενος ἐπὶ τοὺς μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπ’ αὐτὴν ἀφικνουμένους ἥκει σὺν τῷ λόγῳ μικρότερα δεικνὺς, ἁμαρ‐
5τάνειν αὐτοὺς, ὡς ἂν ἀφλεγμαντωτέροις τοῖς μέρεσιν προσά‐ γοντας τὴν ἀντίτασιν. οἱ δέ γε περὶ τρίτην ἢ τετάρτην τοῦτο πράττοντες, ἢν ὃ καὶ μάλιστα φλεγμαίνῃ, δεῖται πα‐ ρηγορίας, οὐ μικρὸν ἁμάρτημα δείκνυσιν ἁμαρτάνειν αὐτούς.
— — —
10
λζʹ. Βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸς ἂν εἴη πάντα γράφειν.
— — —
Τὸ μῆκος τοῦ χρόνου μεμψάμενος ἐπὶ τῶν μετὰ
15τὴν ἑβδόμην ἡμέραν ἀρχομένων τῆς καταγματικῆς ἀγωγῆς, ἔτι πρὸς τούτῳ φησὶ καὶ ἄλλας εἶναι βλάβας ἃς παραλείπει, ὅπως μὴ μακρολογοίη. προσθεῖναι δὲ ἡμᾶς ἄμεινον αὐτὰς
ἐξ αὐτῶν ὧν ἔμπροσθεν ἐδείξαμεν ὡρμωμένους· μετρίου589

18b

590

μὲν ὄντος τοῦ κατάγματος ὀκνηρότερα γίνεται τὰ μόρια διὰ τὴν τοιαύτην ἐπίδεσιν, ὡς καὶ πρόσθεν ἐδιδάξαμεν. εἰ δὲ καὶ σφοδρότερόν τε καὶ κακοηθέστερόν ποτε τὸ κῶλον συν‐ τριβείη, κίνδυνός ἐστι τηνικαῦτα καὶ αὐτῶν τι τῶν ὀστῶν
5σφακελέσαι τῆς καταγματικῆς ἀγωγῆς ἀναβλησθείσης εἰς τὸν μετὰ τὴν ἑβδόμην ἡμέραν καιρόν. ἀπ’ ἀρχῆς γὰρ ταύ‐ την βούλεται παραλαμβάνεσθαι, διότι τῶν πεπονθότων μο‐ ρίων ἑκατέρως τὴν περιουσίαν ἐκθλίβει τοῦ αἵματος, ἐξ ἧς χρονιζούσης αὐτόθι σήπεσθαι καὶ τοῖς ὀστοῖς ἐνίοτε συμ‐
10βαίνει διαβεβρωμένους ἐπὶ πλέον ὑπὸ τῶν μοχθηρῶν ἰχώρων.
— — —
ληʹ. Ὀκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνη‐ ται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι ἥδε ἡ κατάστασις.
15
— — —
Καταστῆσαι συνήθως λέγουσιν οἱ κατὰ τὴν Ἀσίαν Ἕλ‐ ληνες ἀντὶ τοῦ πρὸς τὴν οἰκείαν χώραν ἀγαγεῖν. ἀπὸ τού‐
του δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης πεποιηκέναι καὶ νῦν590

18b

591

τὸ τῆς καταστάσεως ὄνομα μετὰ τοῦ ς δηλονότι γραφομένης τῆς συλλαβῆς ταύτης, ὡς ταὐτὸν σημαίνειν δι’ αὐτοῦ τῇ καθιδρύσει, ἥτις ἐνδείκνυται τὸ κατὰ χώραν ἱδρύσαι τι. κακῶς οὖν ἔνιοι γράφουσι κατάτασις ἄνευ τοῦ ς. οὐ γὰρ
5διὰ τῆς κατατάσεως, ἀλλὰ καὶ διὰ τῆς μοχλείας ἱδρύει εἰς τὴν οἰκείαν χώραν τὰ γυμνωθέντα τῶν ὀστῶν.
— — —
λθʹ. Σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον, ὅνπερ
10οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δέ τι στενότερον. εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖς μάλιστα ἁρμόζουσίν τις χρήσαιτο, ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑπο‐ βάλλοντα. πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου ἐρείδοντα,
15πρὸς δὲ τὸ ἀνώτερον τῷ ἀνωτέρῳ τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς. ἔστω
δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται.591

18b

592

αὕτη μεγάλη τιμωρίη ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ καὶ μοχλεύηταί τις ὡς χρή.
— — — Πρόδηλον ὅτι κατὰ τὸ σχῆμα παραπλήσια κατασκευά‐
5ζει σιδήρια τοῖς τῶν λατύπων, οὐ κατὰ τὸ μέγεθος· οἷς γὰρ ἐπὶ τῶν ὀστῶν χρώμεθα σιδηρίοις εἰς τὸ μοχλεύοντες αὐτὰ κατατάξαι τηλικαῦτά ἐστι τὸ μέγεθος, ἡλίκα καὶ πρὸς τὴν τῶν ὀδόντων μοχλείαν ὑφ’ ὑμῶν παρεσκεύασται. πλείω δὲ εἶναι χρὴ τὰ περὶ τῶν ὀστῶν μοχλείαν παρεσκευασμένα
10διαφέροντα ἀλλήλων μεγέθει τε καὶ λεπτότητι καὶ μικρότητι τῇ κατὰ τὸ πέρας αὐτῶν, ἔνθα μάλιστα τὸ ἔργον αὐτῶν ἐστιν. ὅπως δὲ προσήκει χρῆσθαι τοῖσδε τοῖς σιδηρίοις αὐ‐ τὸς ὁ Ἱπποκράτης διδάξει σαφῶς. εἰ δέ τις οὐ παρακο‐ λουθεῖ τῇ λέξει τἀνδρὸς, οὐκ ἐξηγήσεως οὐδ’ ἑρμηνείας ἑτέ‐
15ρας, ἀλλ’ αὐτοψίας δεῖται. τινὰ γάρ ἐστι πράγματα τοι‐ αῦτα τὴν φύσιν, ὥστε μὴ δύνασθαι πιστεῦσαι ἢ νοῆσαι ἄνευ τοῦ θεάσασθαί τινα αὐτῶν.
— — —592

18b

593

μʹ. Ὁκόσα γὰρ ἀνθρώποις ἅρμενα μεμηχάνηται πάντων ἰσχυ‐ ρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ καὶ μόχλευ‐ σις καὶ σφήνωσις. ἄνευ δὲ τούτων ἢ ἑνὸς δή τινος ἢ
5πάντων οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις, εἰ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα ἢ οὐκ ἄλλως. ἢν δὲ ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδραν τῷ μοχλῷ, ἀλλὰ παροξὺ ὃ παραφέρει παραγλύ‐
10ψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆ‐ σαι. μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα ἢ δευτε‐ ραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ ὡς ἥκιστα καὶ πεμ‐ πταῖα· καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύ‐ τῃσιν τῇσι ἡμέρῃσι φλεγμονὴν ἂν ποιήσειε καὶ ἐκβάλ‐
15λοντι οὐδὲν ἧσσον.
— — — Ὄνους καὶ ὀνίσκους τοὺς ἄξονας ὀνομάζει, τού‐
των οὖν τὴν περιαγωγὴν ἕν τι τῶν βεβαιοτάτων φησὶν εἶ‐593

18b

594

ναι, ὥσπερ καὶ τὴν μοχλείαν καὶ τὴν σφήνωσιν. ὀνομάζει δὲ σφήνωσιν τὴν διὰ τῶν σφηνῶν διάστασίν τε καὶ διαίρε‐ σιν τῶν ξύλων.
— — —
5
μαʹ. Σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν ἢ ἀπορήσαντι ἐμβαλεῖν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης. λυσιτελέει δὲ ὀπίσω ἐμβάλλειν τὸ ὀστέον, εἰ
10 οἷόν τε εἴη ἀόχλως.
— — —
Διὰ τί σπασμοὶ γίνονται κατὰ πάσας τὰς τοιαύτας δια‐ θέσεις ἐμβαλλομένων τῶν ὀστῶν εἶπεν ἐφεξῆς πάντα, ὥσπερ καὶ ἄλλων πολλῶν ἐπικαίρων εἰς τὴν τέχνην ἅπαξ εἰπὼν
15ἀρκεῖται, μεταφέρειν ἡμᾶς ἀξιῶν τὸν λόγον ἐπὶ πάντα τὰ ἄλλα ὅσα τῆς αὐτῆς φύσεως. εἰ δὲ τοίνυν παραγράψω σοι τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς τὸ καθόλου τοῦτο κοινὸν πολλῶν τῶν κατὰ μέρος διδάσκει.
— — —594

18b

595

μβʹ. Οὐ γὰρ ἐπὶ τοῖσιν χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ’ ἐπὶ τοῖς ἐντεταμένοισι μᾶλλον, περὶ οὗ νῦν ὁ λόγος. οὐ χρὴ οὖν ἐνοχλέειν ἐν τῇσι προει‐
5ρημένῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμαίνῃ τὸ ἕλκος καὶ μάλιστα ἐκπυήσῃ, ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τό τε ἧσσον κωλύειν ἢ πειρῆ‐ σθαι ἐμβάλλειν, ἢν ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν
10δεῖ μάτην ὀχλέειν. καὶ ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι τοῦ ὡς χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ἤν τε μή. χρὴ δὲ καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ὡς ἔφην, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι
15τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον, ὡς ἐπὶ τὸ πουλὺ ὡς ἐπὶ δύο ἀρχέων ὑποδεσμὸς ὑποδεῖται.
— — —595

18b

596

Ἐμάθομεν ἐν τοῖς περὶ κινήσεων μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἑκατέρου μυὸς κινουμένου τὴν ἐνέργειαν αὐτῶν γί‐ γνεσθαι. ὅταν οὖν ἀκόντων ἡμῶν λάβωσι διὰ μέγεθος φλε‐ γμονῆς οἱ σπασμοὶ γίνονται. διὰ τί οὖν ἐμβληθέντων τῶν
5παραλλαττόντων ὀστῶν ἄλληλα κατά τε τὰ συντρίμματα καὶ τὰς ἐξαρθρήσεις οἱ μύες γίνονται; μᾶλλον γὰρ ἐν τού‐ τῳ ἐστὶν ἡ λύσις τοῦ προβλήματος, ὅτι μικρότερον ἑαυτοῦ γίνεται τὸ κῶλον, ἔν τε τοῖς ἐξαρθρήμασι καὶ κατάγμασιν, ἐπειδὰν ἑκάστη τι τῶν ὀστῶν διατρήσασα τὸ δέρμα. μετὰ
10δὲ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῶν γυμνωθέντων ἀπο‐ λαμβάνει τοῦ πρόσθεν μῆκος, ὥσπερ καὶ οἱ φλεγμαίνοντες μύες ἀναγκάζονται συνεκτείνεσθαι τῷ παντὶ κώλῳ. διττὴν οὖν λαμβάνεται τάσιν, ἥν τε ἐκ τοῦ φλεγμαίνειν εἶχον, ἥν τε νῦν ἔτι προσεπιλαμβάνουσιν εἰς μῆκος ἐπεκταθέντες.
15
— — —
μγʹ. Τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπληγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν.
— — —596

18b

597

Κατὰ μεταφορὰν ἀμφοτέροις κέχρηται τοῖς ὀνόμασι, τὸ μὲν σεσηρὸς ἀπὸ τῶν χειλῶν τοῦ σώματος ὅλως προσα‐ γορεύσας, τὸ δ’ ἐκπεπληγμένον ἀπὸ τῶν πολὺ διεστώτων σκελῶν. ἡ γὰρ ἐκείνων διάστασις ὀνομάζεται πλῆκτα, ὥσπερ
5καὶ σεσηρέναι λέγομεν τοὺς διιστάντας ἀπ’ ἀλλήλων χωρὶς τοῦ τῆς γένυος ὀστοῦν κινῆσαι. οὕτω μὲν γὰρ ἀνοῖξαι γίγ‐ νεται τὸ στόμα, διαστῆσαι δὲ τὰ χείλη τῶν ὀδόντων συμ‐ βεβλημένων ὀνομάζουσι σεσηρέναι. φυλάττεσθαι δέ γε κε‐ λεύει κατὰ τὴν ἐπίδεσιν ἐκτεταμένα ποιῆσαι τὰ χείλη τοῦ
10ἕλκους. συνάγεσθαι γὰρ βούλεται πρὸς ἄλληλα τὴν οἰκείαν θέσιν ἀπολαμβανόντων τῶν μερῶν τοῦ δέρματος, ἐπειδὴ καὶ θλίβοιτ’ ἂν ἥκιστα ποιούντων οὕτω καὶ σκέποιτ’ ἂν μάλιστα τὸ ὑποκείμενον ἕλκος ἐν τοῖς μυσίν. εἰδέναι γάρ σε χρὴ τῷ δέρματι χαίροντα τὰ ὑπ’ αὐτοῦ πάντα καὶ μη‐
15δὲν ὑποκείμενον ἀβλαβῶς γυμνοῦσθαι· καὶ τί θαυμαστὸν οἰκείαν τε καὶ σύμφυτον ἔχοντα τὴν ἐκ τοῦ δέρματος σκέ‐ πην αὐτὰ χαίρειν μὲν ἀεὶ τῷ συμφύτῳ σκεπάσματι, χαλε‐ πῶς δὲ ὑπὸ τῶν ἄλλων ἁπάντων διατίθεσθαι; διὸ καί με
θεάσασθαι μήτ’ ἀποτέμνοντα μέρη τοῦ δέρματος, ἀλλ’ ἐπά‐597

18b

598

γοντα τὸ ἀποσυρμὸν αὐτοῖς, ἔξωθέν τε καὶ κατ’ αὐτοῦ τι‐ θέντα τὰ μὲν ἃ πολλάκις ἐθεάσασθε τὰ οὕτως ἀποσυῤῥέοντα δέρματα, καὶ τό γε θαυμασιώτερόν ἐστιν ὅτε μελανθέντος κατὰ τὴν πληγὴν εὐθέως. ἔτι δὲ δήπου τοῦτο θαυμασιώ‐
5τερον, ὅτι μὴ νεανίσκοις μόνοις, ἀλλὰ καὶ γέρουσιν οὐκ ὀλίγοις πολλὰ τῶν οὕτως ἀποσυῤῥέντων δερμάτων ἐν τῷ παρ‐ αυτίκα μελανθέντων προσάγοντες ἐκολλήσαμεν. εἰ δὲ γυμ‐ νὴν ἐάσαις τὴν ἀποδεδαρμένην σάρκα καὶ δυσχερὴς οὖν ἡ οὔλωσις αὐτῆς γίνεται μετὰ τοῦ καὶ δάκνεσθαι πάντως καὶ
10ῥυπαίνεσθαι. τὰ γὰρ ἀφλέγμαντα καὶ παρηγορικὰ φάρμακα, καθάπερ ἐστὶ τό τε πάρυγρον ὀνομαζόμενα ἥ τε τετραφάρ‐ μακος δύναμις, ἀφλέγμαντον μὲν φυλάττει τὸ πεπονθὸς μέ‐ ρος, ῥυπαρὸν δὲ ἐργάζεται τὸ ἕλκος. τὰ δ’ αὖ καθαίροντα τὸ ἕλκος, ἅτε ῥυπτικὴν ἔχοντα δύναμιν, αἴσθησιν αὐτοῦ
15φέρει δακνώδη. τό γε μὴν ὑπὸ τοῦ δέρματος ἐσκεπάσθαι τὸ ἀπόσυρμα τούτων οὐδὲν πάσχει. τούτῳ δ’ ὅμοιόν ἐστι καὶ τὸ κατὰ τὰς φλυκταίνας γιγνομένας ὑπὸ πολλῶν προ‐ φάσεων, εἰς ὄγκον δὲ αἰρομένας, ἐνίοτε δὲ μεγάλην ὀδύνην
ἐπιφέρειν, ἴστε δή μοι κἀκείνας ὡσαύτως. θεραπεύοντι598

18b

599

γὰρ αὐτῷ ὀξείᾳ βελόνῃ τὴν φλύκταιναν εἰς ἀπόῤῥυσιν, εἴ γε ἐκθλίψας ἀτρέμα τὸ ὑγρὸν, ἀπολείπω προσκείμενον τὸ δέρμα καὶ συμβαίνει πάλιν αὐτὸ πληροῦσθαι μύσαντος τοῦ τρήμα‐ τος ἐκ δευτέρου καὶ φλύκταινα πληρωθεῖσα τίτλα τὰς κατὰ
5τὸν αὐτὸν τρόπον, εἶτ’ ἐκθλιβέντος τοῦ ὑγροῦ προστέλλεται τῷ χρωτὶ τὸ δέρμα καὶ φυλάττεται μέχρι ἂν ἀπουλωθῆναι τὸ ὑπ’ αὐτοῦ τοῦ χρωτὸς ἡλκωμένον. ταῦτ’ εἴρηταί μοι σαφῆ γνωρίσματα τοῦ δεῖσθαι πᾶν ἕλκος ἐσκεπάσθαι τῷ συμφύτῳ δέρματι. τὸ δὲ νῦν προκείμενον ἕλκος οὐδὲ
10τὸ τυχόν ἐστιν, ἀλλὰ διὰ παντὸς τοῦ βάθους διῃρημένης τοῖς ὀστοῖς τῆς σαρκὸς ἁπάσης. οὐ γὰρ ἂν ἐξέσχεν ἐκεῖνα διὰ τοῦ δέρματος, εἰ μὴ διέτεμε πρῶτον ὅλην τὴν σάρκα. ταύτην οὖν βέλτιόν ἐστιν ἐσκεπάσθαι τῷ πέριξ δέρματι· γυμνὴ γὰρ οὖσα ταῖς οὐσίαις αὐταῖς τῶν ἐπιτεθειμένων φαρ‐
15μάκων ὁμιλοῦσα ῥυπαίνεται μὲν ὑπὸ τῶν ἐλαιωδῶν καὶ πα‐ ρηγορικῶν, δάκνεται δ’ ὑπὸ τῶν καθαιρόντων τὸν ῥύπον ὄντων ῥυπτικῶν, εἰ δὲ διὰ τοῦ δέρματος αἱ τῶν ἐπιτιθε‐ μένων φαρμάκων δυνάμεις εἰς τὴν πεπονθυῖαν σάρκα κατε‐
φύοντο χωρὶς τῶν οὐσιῶν, ὀνήσουσι μὲν αὐτὴν, οὐδὲν δ’599

18b

600

ὧν εἴρηται συμπτωμάτων ἐπάξουσιν. εἰκότως οὖν ὁ Ἱππο‐ κράτης περὶ παντὸς ποιεῖται συνάγεσθαι τὰ χείλη τῶν τοιούτων ἑλκῶν, πραχθείη δ’ ἄν σοι καλῶς τοῦτο τὴν ἰδέαν αὐτῶν ἀκριβῆ κατασκεψαμένῳ· εἰ μὲν γὰρ ἕν τι τῶν χει‐
5λῶν ἐκτετραμμένον εἴη πρὸς τὸ πλάγιον, ἐκεῖθεν ἀρξάμενον ἐχρῆν τῆς ἐπιδέσεως τἀναντία περιτρέπειν αὐτό. εἰ δ’ ἀμ‐ φότερα πεπόνθασι τοῦτο, τὴν ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν ποιήσασθαι, προσάγεις ἀλλήλοις τὰ χείλη.
— — —
10
νδʹ. Τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ’ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων· ὀκόσα δὲ κατη‐ πορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν. ψιλοῦ‐
15ται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλω‐ θεν, ἀμφιθνήσκουσιν αἱ σάρκες.
— — —600

18b

601

Συντρόφως εἴρηκεν ἀντὶ τοῦ οἰκείως, οὐδὲν ὠφελούσῃ μεταφορᾷ χρησάμενος, ὅθεν αὐτὸ καὶ παρεσημηνάμην. ἐπὶ δὲ τὴν μεταφορὰν καὶ οἱ ἄλλοι πάντες ὅσοι δεινοὶ λέγειν εἰς ἐνεργεστέραν δήλωσιν τοῦ κατὰ τὴν διήγησιν πράγματος
5χρῶνται.
— — —
μεʹ. Καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ’ οὒ, καὶ τῶν μὲν μᾶλλον, τῶν δ’ ἧσ‐
10σον, καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ μικρότητα, τὰ δὲ διὰ τὸ ἐπ’ ἄκρου ἔχεσθαι θᾶσσον ἀφίσταται, τὰ δὲ διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι καταξηρανθέντα
15καὶ σαπρὰ γενόμενα. πρὸς δὲ τούτοις διαφέρει τε καὶ ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ
κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ἀποφυόμεναι σάρκες601

18b

602

κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλως μὴν ὁ κύκλος τοῦ ὀστέου ἢν ἐν τεσσαρά‐ κοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται. ἔνια γὰρ εἰς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, τὰ μὲν γὰρ ἀραιό‐
5τερα τῶν ὀστέων θᾶσσον ἀφίσταται, τὰ δὲ στερεώτερα βραδύτερον, τὰ δὲ ἄλλα τὰ μείω πολλὸν ἐνδοτέρω, ἄλλα δ’ ἄλλως.
— — — Τὸ σεσάπρισται ὅτι κατὰ τοῦ σαπροῦ γέγονε καλῶς
10εἴρηται. τὰ δὲ διεφθαρμένα ὅτι καλοῦσι σαπρὰ, τινὶ οὐκ ὀρθῶς εἴρηται· πάντα γὰρ τὰ παλαιὰ καὶ χρόνια προσ‐ αγορεύει αὐτὸς σαπρά.
— — —
μστʹ.
15Ἀποπρίειν δ’ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφάσιων χρὴ, ἢν δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκεῖ δεῖν παρελθεῖν καὶ οἷόν τε ᾖ παραιρεθῆναι, ἤν τε ἀσηρὸν ᾖ
καὶ θραῦόν τι τῶν σαρκίων καὶ δυσαισθησίην παρέχει,602

18b

603

ψιλὸν δὲ τυγχάνει ἐὸν καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δ’ ἄλλα μέγα οὐδὲν μέγα διαφέρει οὔτε ἀποπρῖσαι οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ ὅτι ὀστέα ὅσα τελέως στερέεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, ὅτι
5πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλ‐ λει, ταῦτα οὐ χρὴ ἀποπρίειν. τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα, ἰη‐ τρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται τῶν ἀποστησομένων ὀστέων.
10φυλάσσεσθαι δὲ χρὴ μὴ καταψυχροῖσι τέγγειν τὸν πρῶ‐ τον χρόνον· ῥιγέων γὰρ πυρετωδέων, κίνδυνος δὲ καὶ σπασμῶν, προκαλέεται γὰρ ἀεὶ σπασμὸν τὰ ψυχρὰ, ποτὲ δὲ καὶ ἕλκει. εἰδέναι δὲ χρὴ ὅτι περ ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γενέσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κα‐
15τεηγότα καὶ παρηλλαγμένα ἰητρεύηται καὶ οἷς ὅλως καὶ ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.
— — — Ὅτι καὶ νῦν εἴρηκε προφάσεις οὐ τὰς ψευδεῖς αἰτίας,
ἀλλὰ τὰς ἀληθεῖς, εὔδηλον. αὐτὸς δὲ ὁ περὶ τῶν σεσαπρισ‐603

18b

604

μένων ὀστῶν λόγος ἅπας ἐστὶ σαφὴς κελεύοντος ἀποπρίειν αὐτῶν τά γε κατὰ τὰς ἐμβολὰς ἐμποδίζοντα καὶ ὡς νύτ‐ τοντα τὰς ψεούσας σάρκας καὶ, ὡς αὐτὸς εἶπε, δυσαισθη‐ σίην παρέχει, τουτέστι δυσχερῆ καὶ ἀγρίαν τὴν αὐτῶν θέ‐
5σιν. ἐδείξατο δὲ τῷ λόγῳ καὶ τὰ ὑπογυμνωθέντα τῶν σαρ‐ κῶν ὀστᾶ καὶ μὴ παραχρῆμα κατατεθέντα πάντως ἀποπε‐ σεῖσθαι καὶ τὰ ξηρανθέντα.
— — —
μζʹ.
10Ὅσων δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυ‐ μύελα καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες. καὶ ἢν μὲν ἐμβάλλοις, σπασμοὶ φι‐ λέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ πυρετοὶ ὀξέες
15καὶ ἐπίχολοι καὶ λιγνυώδεες καὶ ἐπιμελαίνονται. περιγί‐ νονται δὲ οὐχ ἧσσον οἷσι μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι. ἔτι δὲ μᾶλλον περιγίνονται οἷσι τὸ κάτω
μέρος τοῦ ὀστέου ἐξέσχεν ἢ οἷσι τὸ ἄνω. περιγίνονται δ’604

18b

605

ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. μελέται γὰρ μελετέων μέγα διαφέρουσι καὶ φύσιες φυσίων τῶν σω‐ μάτων εἰς εὐφορίην. διαφέρει δὲ μέγα καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ. πολλαὶ γὰρ
5καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν, εἰσὶ δὲ καὶ τῷ ἔξω μέρει, ἧσσον δέ. ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν ὁκοῖοί τινές εἰσι καὶ προλέγειν χρὴ, πρὸς τοὺς καιρούς. εἰ δὲ ἀναγκάζοιο μὲν
10ἐμβαλεῖν, ἐλπίζοις δὲ ἐμβάλλειν καὶ μὴ πολλὴ ἡ πα‐ ράλλαξις ᾖ τοῦ ὀστέου καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες, φιλέουσι γὰρ ξυνδεῖν ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.
— — —
15
Οὐχ οὕτω διὰ τὸ τοῦ ὀστέου μέγεθος ὁ κίνδυνος ἐπ’ αὐτοῖς γίγνεται γυμνωθεῖσιν ὡς διὰ τὸ τῶν μυῶν τε καὶ
νεύρων καὶ ἀρτηριῶν τε καὶ φλεβῶν καὶ πρὸς τούτοις ὅτι605

18b

606

πλησιέστερόν εἰσι τῆς ἀρχῆς τῶν μυῶν τε καὶ νεύρων. εἴρη‐ ται δὲ ἐν τῷ περὶ αὐτῶν λόγῳ ὅτι φιλοῦσιν οἱ μύες εἰς ἑαυτοὺς συντρέχειν παραλλαττόντων τῶν ὀστέων, οὕτως ᾧ πολλάκις ἡμεῖς ἤδη κατὰ τὸν λόγον ἐχρησάμεθα. τὰ δ’ ἄλλα
5δῆλα τοῖς προσέχουσι τὸν νοῦν.
— — —
μηʹ. Ἐμβάλλοντα δὲ ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐ‐ θημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ, εἰ δὲ μὴ, οὐδ’ ἐγχει‐
10ρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἵηπερ κεφαλῆς ὀστέα κατεηγυίης καὶ ψυχρὸν μηδὲν προσφέρειν, σιτίων δὲ στερῆσαι τελέως.
— — — Ἄπορον εἰπεῖν ὅ τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν.
15ὅτι μὲν γὰρ ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλ‐ θακὸν οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον
ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ606

18b

607

ῥαφανίδας ἐνίοτε δι’ ὀξυμέλιτος ἐδώκαμεν, ἐμπήξαντες αὐ‐ ταῖς δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου μόνου κλωνία, καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ ἐλλεβόρου κάθαρσις ἡ τοι‐ αύτη. τὸ δ’ ἀληθὲς εὑρεῖν οὐχ οἷόν τε διὰ τὸ μὴ γε‐
5γράφθαι πρὸς αὐτοῦ πῶς δίδωσι τὸν ἐλλέβορον. ἴσμεν γὰρ ὅτι πλείους οἱ τρόποι τῆς δόσεως αὐτοῦ εἰσι γεγραμμένοι πολλοῖς τῶν ἰατρῶν παλαιῶν τε καὶ νέων καὶ μέσων κατὰ ἡλικίαν.
— — —
10
μθʹ. Καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ μὴ πικρόχο‐ λος ᾖ, ὕδατος πόματι χρῆσθαι. καὶ ἢν μὲν πυρεταίνη ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρας τὸ ἐλάχιστον οὕτω διαι‐
15τᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν.
— — — Ταύτην τὴν λέξιν ἐναντίως Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς
Καπίτων ἔργαψε, μὴ βουλόμενος ἐπὶ μὲν τῶν πικροχόλων607

18b

608

ὀξύγλυκυ δίδοσθαί ποτε ποτὸν, ἐπὶ δὲ τῶν μὴ πικροχόλων ὕδωρ. ἐποίησεν οὖν τὴν λέξιν τοιαύτην καὶ ἢν μὴ πικρό‐ χολος φύσει ἢ ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ πικρόχολος ᾖ, ὕδατος πόματι χρῆ‐
5σθαι. καὶ ἄλλοι τινὲς ἅμα τῷ Ἀρτεμιδώρῳ τὴν γραφὴν ταύτην ἀντὶ τῆς προτέρας εἵλοντο, καίτοι κατὰ τὸ περὶ διαί‐ της ὀξέων αὐτὸς ὁ Ἀρτεμίδωρος οὕτως γράφει ἐκεῖνον τὸν λόγον, ἐν ᾧ περὶ ὕδατος πόσεως ὁ Ἱπποκράτης διηγεῖται, ἄλλως τε οὐδὲ δίψαν παύει, ἀλλ’ ἐπιπικραίνει. χολῶδες
10γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακόν. κάκιστον δ’ ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν εἰς κενεότητα εἰσέλθῃ. ταύτην τὴν ῥῆσιν ἐνίων γραψάντων ὡδί· χολῶδες γὰρ φύσει καὶ ὑποχονδρίῳ κακὸν, αὐτὸς ὁ Ἀρτεμίδωρος εἵλετο τὴν προτέραν γραφὴν ἐν ᾗ πρόσκειται
15τὸ χολώδει γράψας οὕτως· χολῶδες γὰρ φύσει χολώδει οὐχ ἁπλῶς τῇ τυχούσῃ, καὶ πᾶσι βουλόμενος αὐτὸ τὸ ὕδωρ χο‐ λῶδες εἶναι, ἀλλὰ μόνῃ τῇ χολώδει φύσει. ὅπως οὖν νῦν
αὐτὸς τοῖς πικροχόλοις δίδωσιν, εἰ μὴ ἄρα τοὺς πικροχό‐608

18b

609

λους ἄλλους τινὰς οἴεται εἶναι παρὰ τοὺς χολώδεις· ἀλλ’ ὅτι τοὺς τὴν πικρὰν χολὴν πλέονα γεννῶντας οὕτως ὀνομάζει πικροχόλους οὐδεὶς ἀγνοεῖ, τὴν μὲν ἑτέραν χολὴν τὴν μέ‐ λαιναν ὀξεῖαν μὲν ἰδεῖν, πικρὰν δὲ, τὴν ὑγρὰν δὲ καὶ ξαν‐
5θὴν φαινομένην. εὔδηλον οὖν ἐν τῇ προκειμένῃ ῥήσει διὰ μὲν αὐτὰ τὰ κατέχοντα παθήματα τὸν κάμνοντα φυλάττε‐ σθαι τὴν τοῦ οἴνου πόσιν· εἰ δέ τις εἴη φύσει πικρόχολος, ἐπειδὴ μεγάλως οὗτος ὑπὸ τῆς ὑδατοποσίας βλάπτεται, καθὸ λέλεκται καὶ διὰ τοῦ περὶ διαίτης ὀξέων ἐκείνῳ μόνῳ συγ‐
10χωρεῖ, ὀλίγον παντελῶς ὀξύγλυκυ διδόναι. τοῦτο δὲ σκευα‐ ζόμενον, ὃ δὴ καὶ ἀπόμελι καλοῦσιν. ὅπως δὲ μὴ ἅψηται τῶν νευρωδῶν μερῶν, αἱρεῖται τὸ γλυκὺ, ὄντος δηλονότι βλα‐ βερωτέρου τοῦ ὀξυτέρου καὶ μάλιστα ὅταν ἐκ μέλιτος καὶ ὄξους κατασκευασθῇ· καὶ μὴ καθάπερ εἶπον ἐπὶ τῶν κη‐
15ρίων. ἐν Ἑλλάδι μὲν γὰρ οὕτως καὶ μάλιστα περὶ τὴν Ἦλιν, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ἐπὶ κηρίων σκευάζομεν ἡμεῖς αὐτὸ μιγνύντες ὄξος μέλιτι καὶ συνεψῶντες, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν, τραυσθῆναι δὲ τὴν ὄξους δύναμιν.
— — —609

18b

610

νʹ. Ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον φαύλην δίαιταν ἄγειν, καὶ οἷσιν ἂν μὴ βληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμα‐ κείην χρὴ τοιαύτην ποιέεσθαι καὶ τῶν ἑλκέων τὴν μελέ‐
5την καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν· ἀλλ’ ἤν τις καλὴν ἔχῃ
10τὴν ἀποφυγὴν, αἵ τε γὰρ ἐλπίδες ὀλίγαι καὶ οἱ κίνδυνοι πολλοὶ, καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι καὶ ἐμ‐ βάλλων ἂν ἐγγυτέρω αὐτὸν τοῦ θανάτου ἀγάγοι ἢ σωτηρίης.
— — — Ὅτι φαύλην δίαιταν ὀνομάζειν τὴν ἐναντίαν τῇ ἀκρι‐
15βεῖ καὶ πρόσθεν εἴρηταί μοι.
— — —610

18b

611

ναʹ. Τὰ δὲ ὀλισθήματα τὰ κατὰ γούνατα καὶ τὰ διακινήματα τῶν ὀστέων, εὐηθέστερα πουλὺ τῶν κατ’ ἀγκῶνα κινη‐ μάτων καὶ ὀλισθημάτων.
5
— — —
Ὀλισθήματα μὲν ὀνομάζει τὰς τέτταρας παραλλαγὰς τῶν ὀστῶν, διακινήματα δὲ τὰς βραχείας. εὐηθέστερον δὲ εἶπεν οὐ κατὰ τὸ κύριον τοῦ εὐήθους σημαινόμενον, ἐν ᾧ δηλοῦται τὸ εὖ ἔχον τὸ ἦθος. εἰ γὰρ ἠλίθιος εὐήθης ὁμοίως
10λέγεται, τῇ τε γλυκείᾳ καὶ τῷ καλλείᾳ, γλυκεῖαν μὲν τὴν σῦν ὀνομαζόντων ἀνθρώπων, ὅταν εὐήθη τοῖς θεοῖς εὐφη‐ μίας ἕνεκα, καλλείαν δὲ τὸν πίθηκον, ἐπειδὴ καὶ τούτου τὴν προσηγορίαν φυλάττοντες λέγουσιν, ὥσπερ καὶ Καλλίμα‐ χος ἔφη πρὸ μιῆς ὥρας θηρίον οὐ λέγεται.
15
— — —
νβʹ. Τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέ‐ θει ἢ τὸ τοῦ βραχίονος.
— — —611

18b

612

Ἡ κατὰ γόνυ διάρθρωσις ἐκ δυοῖν ὀστῶν ἀλλήλοις διηρ‐ θρωμένων γίγνεται, μηροῦ τε καὶ κνήμης· ἀλλ’ ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις διαρθρώσεσιν εἶναι μέν τινα χρὴ κοι‐ λότητα τὴν ὑποδεξομένην τοῦ διηρθρωμένου τὸ πέρας ὀστοῦ,
5εἶναι δὲ τὸ πέρας αὐτὸ τοῦτο περιφερὲς, οὕτως ἑτοίμως τε καὶ ἀλύπως ἐμβαίνειν τῇ διαρθρώσει, κατὰ τὸν αὐτὸν λό‐ γον κἀπὶ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμβαινόμενόν ἐστι τὸ τοῦ μηροῦ πέρας, ὑποδεχόμενον δὲ τὸ τῆς κνήμης. ὑποκει‐ μένη γὰρ αὐτῷ τῷ μηρῷ τὰς δύο κεφαλὰς αὐτοῦ δέχεται
10κοιλότησιν, ἐπιτηδείας μέν τινος αὐτῶν νευροχόνδρου διαφύσεως οὔσης. εἰκότως οὖν ὁ Ἱπποκράτης τῶν διηρθρωμένων ἀλλήλων ὀστῶν ἄρθρον ὀνομάζων, οὐ τὸ δε‐ χόμενον τὴν πλησιάζουσαι ἐξοχὴν, ἀλλὰ τὸ στηριζόμενον ἐν τῇ κοιλότητι καὶ νῦν εἶπε. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ
15εὐσταλέστερόν ἐστιν, ἐπειδὴ τούτου ἐναρθρουμένου ἤδη τῇ κνήμῃ τὸ ἄρθρον, τουτέστι τὸ κάτω πέρας τοῦ μηροῦ εὐ‐ σταλέστατον ὑπάρχει, ἥπερ αὐτὸ δηλοῖ τὸ ἔλαττον κατὰ τὸν ὄγκον. οὐ μὴν ἁπλῶς γε ἔλαττόν ἐστι τοῦτο τοῦ κατ’
ἀγκῶνα πέρατος τοῦ βραχίονος, ἀλλὰ κατ’ ἀναλογίαν ἐξετα‐612

18b

613

ζόντων. εἴπερ γὰρ ἀνάλογον ἦν τῷ μεγέθει τοῦ μηροῦ τὸ κάτω πέρας αὐτοῦ, πολλῷ μᾶλλον μεῖζον ἂν ἦν, νυνὶ δ’ οὐχ οὕτως ἔχει. πολλῷ γὰρ μείζων ὁ μηρὸς τοῦ βραχίονος, ὀλίγῳ δὲ τὸ κατὰ γόνυ πέρας αὐτοῦ τοῦ κατ’ ἀγκῶνα βρα‐
5χίονος πέρατος ὑπάρχει.
— — —
νγʹ. Καὶ δικαίην φύσιν μοῦνον ἔχον καὶ ταύτην περιφερέα, τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείο‐
10 νας ἔχον.
— — —
Τὸ κατὰ γόνυ, φησὶν, ἄρθρον τοῦ μηροῦ δικαίαν φύ‐ σιν μόνον ἔχει. δῆλον δὲ, ὡς πολλάκις εἴρηται, τὸ δίκαιον ὄνομα παρ’ αὐτῷ τὴν ἴσην. σκεψώμεθα οὖν ἀκριβῶς διὰ
15τί μόνον τοῦτο τὸ ἄρθρον, φησὶν, ἴσην ἔχει φύσιν, εὑρεῖν ἡμᾶς ὡς μηδαμόθι πλεονεκτεῖν ἐν αὐτῷ τὰ μόρια διὰ τὸ πᾶν ὅμοια ἀλλήλοις γ’ ἐνεστῶτα τὰ μόρια, διὰ τὸ πᾶν καὶ
διάρθρωσιν μίαν ἔχειν. ἐπεὶ δὲ τοίνυν εἰς δύο περιφερεῖς613

18b

614

κεφαλὰς ὁ μηρὸς ἐνταῦθα τελευτᾷ κατά τε τὸ μέγεθος ἴσως, κατά τε τὸ σχῆμα διαρθροῦνται, ταῖς ἀμφοτέραις κοιλότησι τῆς κνήμης ἴσαις ἐμφυομέναις, ἔτι πρὸς τούτῳ κατ’ εὐθὺ τῶν ὅλων ἐστὶν ἑκάτερον τῶν περάτων, τό τε τοῦ μηροῦ καὶ
5τὸ τῆς κνήμης. διὰ τοῦτο προσηκόντως ἄν τις φαίη δι‐ καίαν φύσιν ἔχειν τὸ ἄρθρον τοῦτο. τὸ γὰρ ἄνω μέρος τοῦ μηροῦ τὸ πρὸς ἰσχίον διαρθρούμενον οὔτε κατ’ εὐθὺ μη‐ ροῦ τὴν κεφαλὴν ἔχει· δόξει γὰρ ἀποχωρεῖν πρὸς τὴν ἔσω χώραν· οὔτε κατ’ ἀναλογίαν τοῦ μεγέθους. παχύτερος γάρ
10ἐστιν ὁ μηρὸς πολλῷ τοῦ πέρατος· ἡ γοῦν τοῦ βραχίονός ἐστι κεφαλὴ τοῦ μηροῦ καὶ τοῦτ’ ἐλάττονος αὐτοῦ κατὰ τὸν ὄγκον ὄντος, ἀλλ’ οὐδ’ αὕτη κατ’ εὐθὺ βραχίονος πέφυκεν. εἰ δὲ καὶ τὰς ἄλλας ἐπισκέποις διαρθρώσεις, εὕροις ἂν οὐδε‐ μίαν ἔχουσαν ἁπάσας τὰς ἐπὶ τῆς κατὰ γόνυ διαρθρώσεως
15εἰρημένας ἰσότητας. αὐτίκα γέ τοι τὸ κάτω πέρας τῆς κνή‐ μης, ἔνθα τὰ τῆς περόνης διαρθροῦται κατὰ τῷ ἀστραγάλῳ, οὔτε τὰς ἐπιφύσεις οὔτε τὰς κοιλότητας ἀνάλογον ἔχει τοῖς
ὀστοῖς. ἐχρῆν γὰρ, εἴπερ οὕτως εἶπεν, ὥσπερ ἡ κνήμη πάμ‐614

18b

615

πολυ παχυτέρα τῆς περόνης ἐστὶν, οὕτω καὶ τὴν ἐπίφυσιν αὐτῆς εἶναι μείζονα, κατά τε τὴν ἔνδον ἐν τῇ διαρθρώσει κοιλότητα καὶ τὴν ἔξωθεν αὐτῆς κυρτότητα. νυνὶ δ’ οὐχ οὕτως ἔχει· καὶ μέντοι καὶ αὐτὸς ὁ ἀστράγαλος οὐχ ἁπλοῦν
5ἔχει τὸ σχῆμα κατὰ τὴν διάρθρωσιν, ἀλλὰ ποικίλον τε καὶ διαλλάττον ἐν τοῖς μέρεσιν αὐτῶν πάμπολυ. παραπλήσια δ’ ἂν τούτοις εὕροις ἐπὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως πήχεώς τε καὶ κερκίδος, ἅπερ εἰ πάντα διέρχομαι, ὡς μα‐ κρὸν μῆκος ἐκπεσεῖν ἀναγκασθήσομαι καὶ πολὺ μᾶλλον εἰ‐
10πὼν ἄλλην ἁπασῶν διαρθρώσεων ἑρμηνεύειν με τὴν φύσιν, οἷον τῆς κατὰ τὴν γένυν ἢ κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν. ἀλλὰ δοκεῖ μοι βέλτιον εἶναι μικρὸν ἐν κεφαλαίῳ λόγον εἰ‐ πόντα μεταβαίνειν ἐφ’ ἕτερον. ἔστι δ’ ὁ λόγος τοιόσδε· τῆς τῶν ὀστῶν ἁπάντων φύσεως ἓν ὑπόμνημά μοι
15γέγραπται, τὸ σχῆμα καὶ τὴν διάρθρωσιν ἑρμηνεύοντι. τοῦτο μεταχειρισάμενος εὑρήσεις ἀληθῶς περὶ πάντων τῶν ἄρθρων ἀποφηνάμενον ἐν τῷ προκειμένῳ λόγῳ, μόνου τοῦ κατὰ γόνυ τὴν ἀκριβῆ καὶ δικαίαν ἔχοντος διάρθρωσιν. τὸ
δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας ἔχον πλείο‐615

18b

616

νας προκείμενον παραβάλλειν ἀλλήλαις τὴν κατὰ γόνυ διάρ‐ θρωσιν τῇ κατ’ ἀγκῶνα καὶ δείξαντα κατὰ γόνυ παθήματα τῶν ὀστῶν ἐπιεικέστερα τῶν κατ’ ἀγκῶνα. τοῦτο ἐπιχειρί‐ σας δεικνύειν ἔφη, τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέ‐
5στερον ὡς ἐπὶ μεγέθει καὶ προσέτι τῷ λόγῳ τὴν δικαίαν φύσιν ἔχον, αὔταρκες ἂν ἐγεγόνει· καίτοι περιβάλλει μό‐ νην τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπὶ τῷ μοῦνον προσέθηκεν εἰπών· καὶ τὴν δικαίαν φύσιν μοῦνον ἔχον ἠναγκάσθη ἀνα‐ μνῆσαι τῆς τῶν ὅλων ἄρθρων φύσεως, οὐδεμιᾶς ἁπλῆς οὔ‐
10σης, ἀλλὰ καὶ τοῖς σχήμασι καὶ τοῖς μεγέθεσιν ἀνίσου τε καὶ ἀνομοίου κατὰ μέρη. νῦν οὖν ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐλθόντος αὐτοῦ καὶ δεικνύντος ἀνόμοιά τε καὶ ἄνισα τὰ κατ’ αὐτὴν μέρη καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτῇ τῇ λέξει σαφηνιοῦμεν ἑκάτερον τῶν λεγομένων. μέγα μὲν
15οὖν ἔφη τὸ κατ’ ἀγκῶνα πέρας εἶναι ἤπερ τὸ τοῦ βραχίο‐ νος εἰκότως. πλατύνεται γὰρ ἐνταῦθα πλείους λαμβάνων κεφαλὰς ἀνίσους, ἃς ὀνομάζουσι κονδύλους, ἥ θ’ ὑποδεχομένη
κοιλότης αὐτῶν κατά τινα δέχεται, καθάπερ ἐπὶ γόνατος·616

18b

617

ἀλλὰ τὴν μέσην ἐν αὐταῖς κυρτότητα τὴν περιφερῆ τροχη‐ λίαν παρὰ φύσιν οὖσαν. ἐπὶ τῶν μεγάλων κονδύλων τοῦ βραχίονος ὁ μὲν ἔνδον οὐδὲν ὀστοῦν ἔχει πρὸς αὐτὸν οὔτε συναρθρούμενον, ὁ δὲ ἔξω κατὰ τὴν κερκίδα διαρθροῦται.
5περιέχουσιν αὐτὴν κατὰ τοῦτο κοιλότητα, ἣν ἐπὶ τῷ πέρατι τὸ τῆς κερκίδος ὀστοῦν ἔχει. μέχρις μὲν οὖν τῶνδε φαίνε‐ ται πῆχυς μὲν καὶ κερκὶς ὑποδεχόμενα τὸν βραχίονα, καθ’ ἕτερον δ’ αὖ τρόπον ὁ βραχίων ὑποδέχεται τὰς κορώνας τοῦ πήχεως ἔχων δύο κοιλότητας ἐπιτηδείας ἑκατέρωθεν, βραχυ‐
10τέραν μὲν τὴν πρόσω, βαθυτέραν δὲ τὴν ὀπίσω· διότι καὶ αἱ τοῦ πήχεως ἀποφύσεις ἃς κορώνας τε θηλυκῶς καὶ κό‐ ρωνα καλοῦσιν οὐδετέρως, ἄνισοι τὸ μέγεθός εἰσι καὶ μείζων ἡ ὄπισθεν. ὥστε ποικίλη τε καὶ ἀνόμοιος τοῖς μέρεσι, καὶ κατὰ τοῦτο καλῶς εἶπεν ὁ Ἱπποκράτης ἐπὶ τοῖς κατὰ γόνυ
15δικαίαν φύσιν ἔχειν τὸ ἄρθρον, οὐ μὴν ἐπὶ τοῖς κατ’ ἀγκῶνα. διὰ τί δὲ βαθμίδας ἔχει πλείονας, εἰ καὶ τούτους παραβα‐ λὼν εἶπε, τῇ κατὰ γόνυ. δύο γὰρ ἐκεῖναι μόναι βαθμίδες
εἰσὶ τῆς κνήμης, ὡς καὶ δύο κόνδυλοι τοῦ μηροῦ· κατ’617

18b

618

ἀγκῶνα δὲ μία μέν ἐστι μεγάλη κοιλότης τοῦ πήχεως ἣν ὁρίζουσιν αἱ δύο κορῶναι, βραχυτέρα μὲν πρόσθεν, ἡ δὲ ἐκ τῶν ὄπισθεν μερῶν προμηκεστέρα. τοῦ δὲ βραχίονος αὐ‐ τοῦ δύο μέν εἰσιν αἱ δύο ἐξεσκαμμέναι κοιλότητες, ὥσπερ
5βόθυνοί τινες, ἐμβαίνειν ἔφη τὰς κορώνας τοῦ πήχεως, μία δὲ ἄλλη καθάπερ ἐκγεγλυμμένη κατὰ τὸ μέσον αὐτοῦ τροχη‐ λίᾳ παραπλησίως.
— — —
νδʹ.
10Πρὸς δὲ τούτοις τὰ μὲν τῆς κνήμης ὀστέα παραπλή‐ σια μῆκός ἐστι καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων, ὁ παρὰ τὴν ἰγνύην.
— — —
15
Μικρῷ τινι μεῖζον εἶναί φησι τὸ ἔξωθεν ὀστοῦν ὃ κα‐ λοῦσι περόνην, ὅπερ ἤδη καὶ πρόσθεν εἶπεν, ἡνίκα τῶν ἁπλῶν τῆς κνήμης καταγμάτων ἔγραψε θεραπείαν.
ἡμεῖς δὲ καὶ τότε καὶ νῦν λέγομεν ὡς μὲν πρὸς τὸ κάτω618

18b

619

μέρος ἡ περόνη τῆς κνήμης ὑπερέχει, κατὰ δὲ τὸ πρὸς τῷ γόνατι φαίης ἂν μᾶλλον ὑπερέχειν τὴν κνήμην· οὐδὲ γὰρ διαρθροῦται πρὸς τὴν περόνην ὁ μηρὸς, ἀλλ’ ὡς εἴπομεν ἀρτίως, ἡ ἔξωθεν αὐτοῦ κεφαλὴ τῇ κατὰ τοῦτο κοιλότητι τῆς
5κνήμης ἐπιβαίνει. διὰ τί δέ φησιν, οὐδενὸς μεγάλου κωλύ‐ ματος τῇ περόνῃ συνεῖναι, τοῖς ἀνεγνωκόσι περὶ χρείας μο‐ ρίων ἐστὶ δῆλον, ἐν οἷς ἐδείχθησαν αἱ διαρθρώσεις ἅπασαι δύο σκοποὺς ἔχουσαι τῆς κατασκευῆς, τῶν μὲν ἐνεργειῶν τὸ ἀκώλυτον, τῶν δὲ ἐκπτώσεων, ὡς Ἱπποκράτης ὠνόμασεν,
10ἄρτι κώλυμα. τὸ μὲν οὖν ἀκώλυτον εἰς τὴν ἐνέργειαν αἵ τε κοιλότητες ἐπιπολῆς οὖσαι καὶ οἱ σύνδεσμοι χαλαροὶ γιγνό‐ μενοι παρέχουσι, τὴν δὲ εἰς τὰς ἐξαρθρώσεις ἀσφάλειαν αἵ τε κοιλότητες βαθεῖαι καὶ μεγάλας ἔχουσαι τὰς ὀφρῦς, οἵ τε σύνδεσμοι σύντονοι μὲν τὴν οὐσίαν, τὸ δὲ μῆκος βρα‐
15χεῖς, οἵ τε ἔξωθεν περικείμενοι τῇ διαρθρώσει τένοντες ἰσχυ‐ ροί τε καὶ σύντονοι. εἰ τοίνυν τῇ περόνῃ τῇ κατὰ γόνυ
διαρθρώσει πρὸς ἀσφάλειαν οὐδὲν συντελεῖ, πλὴν σμικροῦ619

18b

620

τινος, ὅπερ δι’ αὐτῆς ἧς ἔγραψε λέξεως ἐνεδείξατο λέγων· ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην. οὐ τῆς ἀκρι‐ βοῦς γνώσεως ἕνεκεν χρή σε περιμένειν τὴν ἀνατομὴν ἐπὶ πάντων τῶν ἰσχνῶν ἐναργῶς φαινομένων καὶ πρὸ τῆς ἀνα‐
5τομῆς, τένοντας δὲ διὰ τί καλεῖ τὰς ἀπονευρώσεις τῶν μυῶν εἴρηταί μοι πολλάκις. οὗτος ὁ τένων ὁ κατὰ τὰ ἔξω τοῦ γόνατος ἔξωθεν σφίγγων τὴν διάρθρωσιν βοηθεῖ τι τῆς κατὰ τὸ μέρος ἀσφαλείας κώλυμα γιγνόμενον ἐνταῦθα ὀλι‐ σθαίνειν τὸν μηρόν.
10
— — —
νεʹ. Τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστι καὶ τὸ βραχύτερον συ‐ χνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον.
15
— — —
Ἄνισα τὰ τοῦ πήχεως εἶπεν ὀστᾶ, οὐχὶ καὶ τῆς κνή‐ μης εἴη παραβάλλειν νῦν οὐκ ἐχούσης ἄνισα, παρ’ ἐκείνην ἔφη τὸ ἔξωθεν εἶναι μακρότερον· ἀλλ’ ὅτι βραχύτερον μὲν
ὑπερέχον τὸ ἔξωθεν ὀστοῦν τῆς κνήμης καὶ ἐλαχίστῳ, πολὺ620

18b

621

δ’ ὁ πῆχυς. ἐὰν γὰρ ἀκριβῶς προσέχῃς τὸν νοῦν, ἐν τοῖς ἄνω πέρασιν ἡ περόνη φαίνεταί σοι βραχύ τι λει‐ πομένη τῆς κνήμης, ὥστε καὶ σαφῶς ἐστιν ἐν τῷ κάτω μὲν πέρατι μακροτέρα. διὰ γοῦν τὴν ἄνωθεν ἔνδειαν ὀλίγον εἶ‐
5ναι κατὰ τῆς ὑπεροχῆς. ὁ δὲ πῆχυς ὅλῳ τῷ ἀγκῶνι τῆς κερκίδος ὑπερέχει καὶ διὰ τοῦτο ἔφη τὸ ἄρθρον ὑπερέχειν, ἤτοι τὴν διάρθρωσιν, ὅλην οὕτως ὀνομάσας ἢ τὸ πέρας τοῦ βραχίονος ὃ διαρθροῦται πρὸς τὴν σιγματοειδῆ τοῦ πήχεως κοιλότητα.
10
— — —
νστʹ. Ἐξήρτηται μέντοι καὶ τούτων τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων, πλεῖον δὲ μέρος ἔχει τὸ ἄρθρον.
— — —
15
Τοὺς συνδέσμους νῦν ὠνόμασε νεῦρα καὶ ἐπὶ παντὶ καλῶν οὕτως αὐτούς. ὅτι δὲ τῇ περιδιαρθρώσει συνδέσμους τοὺς πλατεῖς καὶ ὑμενώδεις οὕτως ὠνόμασε νῦν, ἔσται μὲν
δῆλον κἀξ ὧν ἐπιφέρων εἴρηκε τὴν ἑξῆς φησίν· ἀλλὰ καὶ621

18b

622

χωρὶς ἐκείνων πρόδηλον οὐδὲν τῶν κυρίως ὀνομαζομένων νεύρων εἰς ὀστοῦν ἀναφέρεσθαι. τῶν γὰρ συνδέσμων ἴδιον τοῦτο καὶ δι’ αὐτοὺς καὶ τῶν τενόντων, ὅτι κεκρασμένην ἔχουσι τὴν οὐσίαν ἐκ συνδέσμων καὶ νεύρων. εἴρηται δὲ
5τελέως περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κι‐ νήσεως, ἀλλὰ νῦν τὸ προκείμενον ἐν τῇ δηλουμένῃ ῥήσει λεκτέον. ἐξηρτῆσθαί φησι τὸ ὑπερέχον τοῦ πήχεως, τουτέστι τὸν ἀγκῶνα τῶν περιλαμβανομένων τὴν διάρθρωσιν συνδέσ‐ μων κατ’ ἐκεῖνα τὰ μέρη τῶν ὀστῶν, ἔνθα τὴν κοινὴν ἔχει
10σύμφυσιν ὁ πῆχυς καὶ ἡ κερκὶς δηλονότι. εἶπε δὲ τοῦτο διότι τὸ ἀπὸ τοῦδε πᾶν ὅσον ὀπίσω προχωρεῖ, τὸ γυμνὸν τῆς σαρκώδους οὐσίας οὐκέτ’ οὐδεμίαν ἔχει σύμφυσιν πρὸς τοὺς τῆς διαρθρώσεως συνδέσμους. ἐμφύεται γὰρ αὐτῷ κατ’ αὐτοὺς πλατυνόμενος ὁ τένων τοῦ τὴν κατὰ τὸν ἀγκῶνα
15διάρθρωσιν ἐκτείνοντος μυός.
— — —
νζʹ. Πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ
βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχύ. ἡ μὲν οὖν622

18b

623

φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος.
— — — Ταύτην ἔφην τὴν ῥῆσιν ἐνδείκνυσθαι νεῦρα καλεῖσθαι
5πρὸς αὐτοῦ τοὺς ὅλης τῆς διαρθρώσεως συνδέσμους, ἐκπεφυ‐ κότας μὲν ἐκ τοῦ κάτω πέρατος τοῦ βραχίονος, ἐμπεφυ‐ κότας δὲ τοῖς ἐνταῦθα πέρασι πήχεώς τε καὶ κερκίδος, ἐν πάσῃ γάρ ἐστι τοῦτο διαρθρώσει· οὕτω δὲ κοινοὺς εἶναι τῶν διηρθρωμένων ὀστῶν συνδέσμους πλατεῖς ἐν κύκλῳ πε‐
10ρικειμένους, ὡς δοκεῖν ὑμένας εἶναι παχεῖς. οὗτοι τοίνυν ἐμφύονται μὲν καὶ τῇ τῆς κερκίδος κεφαλῇ, πολλῷ δὲ μέρει τοῦ πήχεως. διὰ τοῦτ’ ἔφη, πλέον δὲ μέρος ἔχει τῆς ἐξαρ‐ τήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχὺ, τουτέστιν ὁ πῆχυς. εἴπερ ἡ κερκὶς ἐξήρτηται
15μὲν ἄμφω τῶν ἐκφυομένων τοῦ βραχίονος συνδέσμων, ἃ νεῦρα κεκληκέναι νῦν ἔφην αὐτόν· πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως ὁ πῆχυς.
— — —623

18b

624

νηʹ. Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθαίνει, ῥηϊδίως δὲ ἐμπίπτει.
— — —
5
Τῶν γὰρ καθ’ ἑκάτερον τὴν διάρθρωσιν ἐργαζομένων ὀστῶν ἐσφιγμένη μὲν ἡ σύνθεσίς ἐστι κατ’ ἀγκῶνα, χαλα‐ ρωτέρα δὲ κατὰ γόνυ, πρὸς τῷ καὶ πολλὰς ὑπεροχὰς καὶ κοιλότητας ἀλλήλαις διαρθρούμενα, σφίγγει μὲν πανταχόθεν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. ἐν δὲ τῇ κατὰ γόνυ καὶ τῶν
10κονδύλων τοῦ μηροῦ ταῖς κοιλότησι τῆς κνήμης ἐπιβαινόντων ἀβάθεσί τε καὶ ὑπτίαις οὔσαις εἰκότως ἡ διάρθρωσις ὀλι‐ σθανωτέρα ὥστε καὶ αὖθις ἐμπίπτειν τάχιστα.
— — —
νθʹ.
15Φλεγμονὴ δὲ οὐ μεγάλη προσγίνεται οὐδὲ δεσμὸς τοῦ ἄρθρου.
— — —
Διὰ τὸ βίαιον τῆς ἐξαρθρώσεώς τε καὶ τῆς ἐμβολῆς
αἱ φλεγμοναὶ γίγνονται κατὰ λόγον. ἐπὶ τοῦ γόνατος αἱ624

18b

625

διαστῶσαι καὶ ῥᾳδίως ἀμφοτέρων γιγνομένων οὐχ ἕπεται φλεγμονή. διὰ δὲ τὸ μὴ γίγνεσθαι ταύτην ὁ δεσμὸς ἐπι‐ γίγνεται, τουτέστι τοῦ ἄρθρου μετὰ τὸ θεραπευθῆναι δυσ‐ κίνητα, μήτε ἐκτεινομένου αὐτοῦ ῥᾳδίως μήτε καμπτομένου.
5συμβαίνει γὰρ οὕτως ὁ δεσμὸς ὑπὸ καμφθέντος τεινόμενος φλεγμονῆς μεγάλης οὐ σμικρώδης ἐκ τῶν περὶ τὴν διάρθρωσιν νεύρων ἢ συμπτωμάτων, διὸ λείψανόν τι δυσ‐ κίνητον γίγνεται τὸ ἄρθρον, ὡς δοκεῖν δεδεῖσθαι. τῶν γὰρ ἐν αὐτῷ γε καὶ περὶ αὐτὸν τενόντων καὶ συνδέσμων μὴ δυ‐
10ναμένων ἐπεκτείνεσθαι, μήδ’ εἰς πάντα τοῦτον ἑτοίμως ἕπεσθαι τοῖς κινοῦσι τὴν διάρθρωσιν μυσὶν, ἀλλὰ διὰ τὸ σκληρὸν ἀντισπῶντι δεσμῷ παραπλήσιον γίγνεται πάθος. ἐν δὲ τῇ κατὰ τὸν ἀγκῶνα διαρθρώσει καὶ τὰ λεπτὰ τέτταρα τῶν κορώνων τοῦ πήχεως ἐνίοτε περιθραυομένου κατά τε
15τὰς ἐκπτώσεις καὶ τὰς ἐμβολάς. πολλὴ δὲ ἡ σύστασις γι‐ γνομένη χαλεπώτερόν τε καὶ ἀνιαρότερον ἐργάζεται τὸν σύν‐ δεσμον τοῦ ἄρθρου.
— — —625

18b

626

ξʹ. Ὀλισθαίνει δὲ τὰ πλεῖστα ἐς τὸ εἴσω μέρος, ἕστι δ’ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴν ἰγνύην. τούτων ἁπάν‐ των αἱ μεταβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω
5ὀλισθαίνοντα καθῆσθαι μὴ χρὴ τὸν ἄνθρωπον ἐπὶ χα‐ μαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὲν πολλῷ.
— — — Καθ’ ἃ μέρη μᾶλλον ἡ διάρθρωσις ἔσφιγκται,
10κατὰ ταῦθ’ ἧττον ὀλισθαίνει. τελεώτατα μὲν οὖν ἔσφιγκται τὰ πρόσω μέρη, καθ’ ἃ καὶ ἡ μύλη. καλοῦσι δὲ αὐτὴν εἰκότως ἔνιοι τῶν ἰατρῶν ἐπιγονατίδα καθόλου τοῦ γόνατος ἐπικειμένην. αὐτὴν δὲ ταύτην ἐπιπεφυκώς τις ἔξωθεν τέ‐ νων πλατὺς σφίγγει τὴν ἀρχὴν ἐκφύσεως ἔχων ἐκ τῶν προσ‐
15θίων τοῦ μηροῦ δεσμῶν ὑπερβαίνων τε τὴν μύλην ὅλην ἐπι‐ φυόμενος τῆς κνήμης ἀρχή· τὸ μὲν πρόσω μέρος τῆς κατὰ γόνυ διαρθρώσεως διά τε τὴν μύλην τόν τε εἰρημένον τέ‐
νοντα καταφυόμενον, ὡς εἶπον, εἰς τὴν ἀρχὴν τῆς κνήμης626

18b

627

ἀκριβῶς ἔσφιγκται. κατὰ δὲ εἰς τὸ ὀπίσω μέρος τῆς διαρ‐ θρώσεως ἡ κεφαλὴ τοῦ κάμπτοντος τὴν κνήμην μυὸς, τοῦ μηροῦ δ’ ἓν ἀκριβῶς στρογγύλον τὸ ταύτης μέρος σφίγγει τῆς διαρθρώσεως. οὗτος ὁ μῦς αὐτὸς μὲν σμικρός ἐστι καὶ
5διὰ τοῦτ’ ἔλαθε τοὺς ἀνατομικοὺς ἐγκατακρυπτόμενος τῇ διαρθρώσει. παχυτάτην δὲ ἔχει τὴν κεφαλὴν συνδέσμων οὖσαν ἰσχυροτάτων. ὑπόλοιποι δέ εἰσι δύο χῶραι τῆς κατὰ γόνυ διαρθρώσεως, ἥ τ’ ἔξω καὶ ἡ ἔνδεν οὐδὲν ἔχουσαι τοι‐ οῦτον εἰς φυλακὴν, οἷον ἥτε πρόσω καὶ ἡ ὀπίσω. διὰ τοῦτ’
10οὖν ὀλισθαίνειν πέφυκεν ὁ μηρὸς εἰς ταύτας καὶ μᾶλλον εἰς τὸν ἔνδον, ὅτι μᾶλλον ἄσφιγκτος αὕτη.
— — —
ξαʹ. Κατάτασις δὲ ὡς ἐπὶ τὸ πολὺ μετρίη ἀρκέῃ, τῇ μὲν κατα‐
15 τείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν.
— — —
Τὴν κατάτασιν εἰπὼν σαφῶς, τὴν ἐμβολὴν οὐ προσέ‐ γραψεν ὡς σαφῆ, γιγνωσκόντων ἡμῶν ὡς καθόλου τοῦτο
ἐπὶ πάσης ἐμβολῆς ὡς ἐπὶ τἀναντία μέρη τῆς ἐκπτώσεως627

18b

628

ἀπωθεῖσθαι προσήκει τὸ ἐκπεπτωκὸς ἄρθρον. ἔνθα δὲ βαλ‐ λόντων ἐξοχή τις οὐ προμήκης ὀστοῦ εἰς ὑπεραιώρησιν τό τε ἐμβληθησόμενον ὀστοῦν κατατάξαι προσήκει. τὴν διδασκα‐ λίαν οὐ παραλείπει γράφειν αὐτὸς, ὡς ἐπὶ τῆς κατ’ ἀγκῶνα
5διαρθρώσεως ἐποίησεν, ἀλλ’ οὐδέν γε κατὰ τὸ γόνυ καὶ τὴν ἰγνύαν ἐκπτώσεως, οὔθ’ ὅλως ἐμνημόνευσεν ἕνα λόγον τῆς ἔξω τε καὶ ἔσω τὴν ἐμβολὴν ἐχούσης· μετὰ γὰρ τὴν ἀντί‐ τασιν ὡσαύτως γιγνομένην ἀπῶσαι δεῖ τὸ ἐκπεπτωκὸς ἄρθρον
εἰς τὴν πρόσω χώραν.628