TLG 0057 099 :: GALENUS :: In Hippocratis prognosticum commentaria iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

In Hippocratis prognosticum commentaria iii

Source: Heeg, J. (ed.), Galeni in Hippocratis prognosticum commentaria iii [Corpus medicorum Graecorum, vol. 5.9.2] Leipzig: Teubner, 1915: 197–378.

Citation: Kühn volume — page — (line)

18b

1

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΓΝΩΣΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ
t2
1 Τὸν ἰητρὸν δοκέει μοι ἄριcτον εἶναι πρόνοιαν ἐπιτηδεύειν.
2 Ὅτι μὲν ἀντὶ τῆc προγνώcεωc εἴρηκε τὴν πρόνοιαν ἄντικρυc δῆλον· ἐπιφέρων γοῦν φηcι “προγινώcκων γὰρ καὶ προλέγων παρὰ
5τοῖcι νοcέουcιν.” ἐδέηcε δὲ αὐτῷ προοιμίου κατὰ τοῦτο τὸ cύγγραμμα,

18b

2

καίτοι γε οὐ πάνυ τι προ|οιμίοιc χρωμένῳ, διά τιναc ὡc εἰκὸc ἰατροὺc τῶν κατ’ αὐτόν, οἷοι καὶ νῦν εἰcι, τῶν μεθοδικοὺc ἑαυτοὺc ὀνομα‐ ζόντων, ἰατροῦ μὲν ἔργον εἶναι φάcκονταc ἤτοι φυλάττειν τὴν οὖcαν ὑγείαν ὡc ἐπὶ τῶν ὑγιαινόντων ἢ ἀναλαμβάνειν τὴν διεφθαρμένην ὡc
5ἐπὶ τῶν νοcούντων, μάντεωc δὲ τὸ προλέγειν τὸ γενηcόμενον. ἐπι‐ δείκνυcιν οὖν ὁ Ἱπποκράτηc διὰ τοῦ προοιμίου χρήcιμον ἰατρῷ τὸ προγινώcκειν ὑπάρχον, εἰc τρία κεφάλαια τὸν λόγον ἀνάγων, ἓν μὲν ὅτι τοὺc νοcοῦνταc εὐπειθεcτέρουc ἕξει τοῖc ὑφ’ ἑαυτοῦ προcταττο‐ μένοιc, δεύτερον δὲ ὅτι προειδὼc τὰ cυμβηcόμενα τοῖc κάμνουcιν ἐκ
10πολλοῦ πρὸc αὐτὰ παραcκευάcεται καὶ τρίτον ὅτι τοῦ θανάτου τῶν νοcούντων ἀναίτιοc ὑποληφθήcεται αὐτόc. βούλεται δ’ οὐδὲν ἧττον ὑπάρχειν αὐτῷ τοῦτο, τὸ καὶ τῆc ὑγείαc αἰτίῳ νομίζεcθαι. προccχῶμεν οὖν ἤδη ταῖc ῥήcεcι, δι’ ὧν καταcκευάζει τῶν εἰρημένων κεφαλαίων
ἕκαcτον. |197

18b

3

Προγινώcκων γὰρ καὶ προλέγων παρὰ τοῖcι νοcέουcι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔcεcθαι ὁκόcα τε παραλείπουcιν οἱ ἀcθενέοντεc ἐκδιηγεύμενοc πιcτεύοιτ’ ἂν μᾶλλον γινώcκειν τὰ τῶν νο‐
5cεόντων πρήγματα· ὥcτε τολμᾶν ἐπιτρέπειν τοὺc ἀνθρώπουc cφᾶc ἑαυτοὺc τῷ ἰητρ.
6 Τὸ πρῶτον τῶν κεφαλαίων ἐν τούτῳ τῷ λόγῳ καταcκευάζει τολμᾶν φάcκων τοὺc ἀνθρώπουc ἐπιτρέπειν ἑαυτοὺc τῷ ἰατρῷ διὰ τὴν τῆc προρρήcεωc ἐπιτυχίαν· ἕπεται γὰρ ταύτῃ τὸ πιcτεύεcθαι γινώcκειν
10τὸν ἰατρὸν ἀκριβῶc ἅπαντα τῶν νοcούντων τὰ πράγματα, ὁποία τε τούτοιc ἐcτὶν ἡ καταcκευὴ τοῦ νοcήματοc, ὥcτε εἶναι τὸ cυνεχὲc τῆc ἀποδείξεωc ὧδέ πωc περαινόμενον· ὁ ἰατρὸc ἐξ ὧν προλέγει πιcτεύεται γινώcκειν τὴν φύcιν τοῦ νοcήματοc, ὁ πιcτευόμενοc γινώcκειν τὴν φύcιν τοῦ νοcήματοc εὐπειθεcτέρουc ἔχει τοὺc κάμνονταc, ὁ τοὺc κάμνονταc
15εὐπειθεcτέρουc ἔχων μᾶλλον ἰᾶται τὰc νόcουc. ὁκόcα τε παραλείπουcιν οἱ ἀcθενέοντεc ἐκδιηγεύμενοc. |

18b

4

παραλείπουcιν οἱ ἀcθενοῦντεc οὐχ ἃ μηδ’ ὅλωc ἐπίcτανται, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν γράφουcι, τοὺc ἐν τῷ βάθει τοῦ cώματοc τόπουc πεπονθόταc ἢ τὰc αἰτίαc τε καὶ διαθέcειc αὐτῶν, ἀλλὰ τῶν μὲν αἰτίων τὰ προκαταρκτικὰ καλούμενα μόνα, τῶν δὲ περὶ τὸ cῶμα cυμπτωμά‐
5των τὰ φαινόμενα. τούτων οὖν ὅcα κατὰ τὴν διήγηcιν οἱ κάμνοντεc οὐκ εἶπον, ἐὰν ἀκούcωcι παρὰ τῶν ἰατρῶν, εὐλόγωc αὐτοὺc θαυμάζουcι.
τίνι δὲ μεθόδῳ χρώμενοι τοῦτο πράξομεν, ἐπιδείξω τοῦ λόγου προϊόντοc. Οὕτω δὲ καὶ τὴν θεραπείην ἄριcτα ἂν ποιοῖτο προειδὼc τὰ ἐcόμενα ἐκ τῶν παρεόντων παθημάτων.198
10ὑγιέαc μὲν γὰρ ποιέειν ἅπανταc τοὺc ἀcθενέονταc ἀδύνατον· τοῦτο γὰρ καὶ τοῦ προγινώcκειν τὰ μέλλοντα ἀποβήcεcθαι κρεῖccον ἂν ἦν. |
12

18b

5

Τὴν δευτέραν χρείαν ἐνταῦθα διεξέρχεται τῆc προγνώcεωc· ἐκ γὰρ τοῦ γινώcκειν ἀκριβῶc τὴν διάθεcιν τοῦ κάμνοντοc ἔνια μὲν κω‐ λύcει τῶν εἰωθότων αὐτῇ παθημάτων ἀκολουθεῖν, ἐνίων δὲ κωλύcει τὸ μέγεθοc, ἅπαcι δὲ κοινῇ καλῶc ἀντιτάξεται προπαραcκευαζόμενοc
5ὥcπερ ἀγαθὸc κυβερνήτηc μέλλοντοc ἔcεcθαι χειμῶνοc.
5 Ἐπεὶ δὲ οἱ ἄνθρωποι ἀποθνῄcκουcιν οἱ μὲν πρὶν ἢ καλέcαι τὸν ἰητρὸν ὑπὸ ἰcχύοc τῶν νούcων, οἱ δὲ καὶ ἐcκαλεcάμενοι παραχρῆμα ἐτελεύτηcαν, οἱ μὲν ἡμέρην μίην ζήcαντεc, οἱ δὲ ὀλίγῳ πλείονα χρόνον πρὶν ἢ τὸν ἰητρὸν
10τῇ τέχνῃ πρὸc ἕκαcτον νόcημα ἀνταγωνίcαcθαι, γνῶναι οὖν χρὴ τῶν τοιουτέων παθέων τὰc φύcιαc, ὁκόcον ὑπὲρ τὴν δύναμίν εἰcι τῶν cωμάτων, ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεcτιν ἐν

18b

6

τῇcι νούcοιcι, καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν. | οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίωc καὶ ἰητρὸc ἀγαθὸc ἂν εἴη. καὶ γὰρ οὓc οἷόν τε περιγενέcθαι ἔτι μᾶλλον ἂν δύναιτο δια‐ φυλάccειν ἐκ πλείονοc χρόνου προβουλευόμενοc πρὸc ἕκαcτα199
5καὶ τοὺc ἀποθανουμένουc τε καὶ cωθηcομένουc προγινώcκων τε καὶ προαγορεύων ἀναίτιοc ἂν εἴη.
6 Ἐν τούτῳ τῷ λόγῳ τὰ προειρημένα δύο κεφάλαια τῆc κατὰ τὴν πρόγνωcιν χρείαc ἔτι καταcκευάζει, τὸ δὲ τρίτον αὐτοῖc προcέθηκεν ἀναίτιον εἶναι λέγων τὸν ἰατρόν, ἐὰν τοὺc cωθηcομένουc τε καὶ τεθνη‐
10ξομένουc προλέγῃ. νεανίcκον γοῦν τιc ἰατρὸc ἔναγχοc ἀρξάμενον νοτί‐ ζεcθαι cυγκοπτικῶc ἀγνοήcαc εἰc βαλανεῖον εἰcήγαγεν, εἶθ’ ἱδρώτων πολλῶν γενομένων ἐγεγήθει μὲν ὡc ἐcτοχαcμένοc ἀκριβῶc τοῦ καιροῦ, μικρὸν δὲ ὕcτερον ἀποθανόντοc πρὸc τῶν οἰκείων ὡc αὐτὸc ἀποκτείναc ἐνεκαλεῖτο.

18b

7

ἄχρι μὲν οὖν | τοῦδε τὴν ἐξήγηcιν ἐποιηcάμην τοῦ προοιμίου πλὴν τοῦ κατὰ τὸ θεῖον cημαινομένου διὰ βραχυτάτων, ὅπερ εἶδοc ἐξηγή‐ cεωc λόγων ἁρμόττει τοῖc πεπαιδευμένοιc μὲν τὰ πρῶτα, cπεύδουcι δὲ ἐπὶ τὸ χρήcιμον τοῦ βιβλίου. τοῖc δ’ ἤτοι λέξεωc Ἑλληνικῆc ἀήθεcιν
5ἢ καὶ τοῖc 〈τῆc〉 ἐν λόγοιc ἀκολουθίαc ἀμαθέcιν ἢ οἳ τῶν χρηcιμωτάτων μὲν ἀμελοῦcι, διατρίβουcι δὲ καὶ νῦν ἑκόντεc ἐν τοῖc cοφιcτικωτέροιc τῶν λόγων, ἕτεροc ἴδιοc ἐξηγήcεών ἐcτι τρόποc ὁ διὰ μακροτέρου περαινόμενοc, ὃν ὑπερβαίνειν ὅλον ἔξεcτι τοῖc ἐπὶ τὸ χρήcιμον cπεύ‐
δουcιν ἐπειλίξαcι τὸ μεταξὺ τοῦ βιβλίου, μέχριπερ ἂν ἐπ’ ἐκείνην200
10ἀφίκωνται τὴν ῥῆcιν, ἧc ἡ ἀρχή· “cκέπτεcθαι δὲ ὧδε χρὴ ἐν τοῖcιν ὀξέcι νοcήμαcι.” τὸν ἰητρὸν δοκέει μοι ἄριcτον εἶναι πρόνοιαν ἐπιτη‐ δεύειν. οὐ κατὰ τὸ κοινὸν ἔθοc τῶν Ἑλλήνων ὁ Ἱπποκράτηc δοκεῖ κεχρῆcθαι τῷ τῆc προνοίαc ὀνόματι. τὴν γὰρ φροντίδα καὶ τὴν ἐπι‐
15μέλειαν οὕτωc ὀνομάζουcιν, ὥcπερ ἀμέλει καὶ ὁ Εὐριπίδηc ἐδήλωcεν εἰπών· |

18b

8

ἡ δὲ καὶ θνῄcκουc’ ὅμωc
πολλὴν πρόνοιαν εἶχεν εὐcχήμωc πεcεῖν. καὶ μὲν δὴ καὶ τὸ ‘προνοεῖcθαι‘ ῥῆμα κατὰ πάcαc τὰc ἐγκλίcειc ἄπειρον τῷ πλήθει παρὰ τοῖc Ἕλληcίν ἐcτιν ἐπὶ τοῦ φροντίζειν τινὸc ἢ προ‐
5παραcκευάζειν ἀεὶ τὸ cυμφέρον λεγόμενον, ἀλλὰ καὶ τὸ ‘προνοίᾳ‘ τὸν κόcμον διοικεῖcθαι, τοῦτο δὴ τὸ πολυθρύλητον πρόβλημα, ταὐτὸν ἐν‐ δείκνυται cημαινόμενον. ὁ δέ γε Ἱπποκράτηc οὐχ οὕτωc, ἀλλά γε ἀντὶ τῆc προγνώcεωc εἶπε τὴν πρόνοιαν, ἐμοὶ δοκεῖν οὐχ ἁπλῶc, ἀλλ’ ἀπό τινοc κοινοῦ cημαινομένου κατ’ ἀμφοτέραc τὰc προcηγορίαc· ἀπὸ
10γάρ τοι τοῦ νοῆcαι τὰ πράγματα πρὶν ἔcεcθαι τό τε προνοῆcαι ῥῆμα παρ’ Ὁμήρῳ καὶ τὸ τῆc προνοίαc ὄνομα παρὰ τούτῳ γέγονεν, ἀπ’ αὐτοῦ δὲ τούτου καὶ τὸ προγνῶναι καὶ ἡ πρόγνωcιc. ὅcα μὲν οὖν αἰcθητά ἐcτι φύcει, τῷ λογιcμῷ δ’ αὐτὰ θηρεύομεν πρὸ τοῦ θεάcαcθαι,

18b

9

προνοεῖν ταῦτα δεόντωc ἂν | εἴποιμεν, ἐνδεικνύμενοι διὰ τοῦ ῥήματοc τὸ πρὶν ἔcεcθαι νοεῖν. διὰ τοῦτο καὶ τῶν πραχθέντων τὰ μὲν ἐξαίφνηc ἀκούcια καὶ ἀπρονόητα, τὰ δὲ ἐκ τοῦ προβουλεύεcθαι ‘μετὰ προνοίαc‘ λέγουcι πεπρᾶχθαι. τοιοῦτον γοῦν ἐcτι καὶ τὸ παρὰ τῷ Ϲόλωνι·
5“δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματοc
ἐκ προνοίαc καὶ πυρκαϊᾶc καὶ φάρμακον ἐάν τιc ἀποκτείνῃ δούc.” καὶ μέντοι καὶ παρὰ τοῖc ῥήτορcι τοῖc παλαιοῖc παμπόλλη χρῆcίc ἐcτι τῶν τοιούτων ὀνομάτων τε καὶ ῥημάτων, ἐν οἷc τὰ κατὰ πρόνοιαν ἀντι‐ διαιροῦνται τοῖc ἄνευ τοῦ προβουλεύcαcθαι γινομένοιc, οἷον, ἄκων εἴ τιc201
10ἐπήρωcεν ἢ εἰ θυμωθεὶc ἐπάταξεν, οὐκ ἐκ προνοίαc τὰ τοιαῦτα γεγονέναι φαcίν, εἰ δὲ προβουλευcάμενοc ἐκ πολλοῦ καὶ προδιαcκεψάμενοc ὅπωc πραχθείη τοὖργον ἐποίηcεν, ἐκ προνοίαc ἤδη τοῦτο πεπρᾶχθαι λέγουcι. κοινὸν οὖν τοῦτο cημαίνεται παρὰ τοῖc Ἕλληcιν ἐκ τοῦ τῆc προνοίαc

18b

10

ὀνόματοc ἀγαθῶν τε καὶ κα|κῶν ἔργων, οὐχ ὡc ἔνιοι νομίζουcιν ἐπὶ τῶν ἀγαθῶν μόνων εἴωθε λέγεcθαι. καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρό‐ βλημα, πότερον τύχῃ τινὶ τὰ κατὰ τὸν κόcμον διοικεῖται ἢ προνοίᾳ, κατὰ τὸ κοινὸν εἴρηται cημαινόμενον, ὡc δῆλον ἐκ τῆc πρὸc τὴν τύχην
5ἀντιθέcεωc· ἔνιοι δὲ οὐ τὴν τύχην, ἀλλὰ τὸ αὐτόματον ἀντιδιαιροῦνται τῇ προνοίᾳ ταὐτὸν cημαίνοντεc ἑκατέρᾳ τῇ προcηγορίᾳ· καὶ μέντοι καὶ λέγεται πολλάκιc ὑπὸ τῶν φιλοcόφων ὁ κόcμοc διοικεῖcθαι τῇ τοῦ βελτίονοc προνοίᾳ προcτιθέντων αὐτῶν καὶ ‘τῇ τοῦ βελτίcτου‘, διότι τὸ τῆc προνοίαc ὄνομα κοινὸν ἐπίcτανται χείρονόc τε καὶ βελτίονοc.

18b

11

καί μοι δοκεῖ ἡ ἀντιθέτωc λεγομένη τῇ τύχῃ πρόνοια μὴ εἰρῆ|cθαι κατὰ τὸ κοινὸν cημαινόμενον· ἡ γὰρ οὕτωc λεγομένη πρόνοια τῶν ἀγαθῶν λέγεται μόνων, ἡ δὲ τῶν πάντων πρόνοια οὐκ ἔcτι κακῶν ἔργων. εἴπερ οὖν ἡ πρόνοια κατὰ τοῦτο τὸ κοινὸν εἴρηται, δῆλον ὡc
5ἀπὸ τοῦ πρὶν ἔcεcθαι νοεῖν ὠνόμαcται. τὴν αὐτὴν δὲ καὶ τὸ τῆc προ‐ γνώcεωc ὄνομα γένεcιν ἔcχηκεν· ὅcα γὰρ αἰcθητὰ κατὰ τὴν ἑαυτῶν ὑπάρχοντα φύcιν ἔκ τινων cημείων ἀνευρίcκομεν, εἰκότωc διὰ τούτων προνοεῖν αὐτὰ φαμέν, ὡc εἰ καὶ πρὸ τοῦ θεάcαcθαι νοεῖν ἔφαμεν. καὶ διὰ τοῦτο τῶν κατὰ τοὺc τρεῖc χρόνουc ἡ πρόγνωcίc ἐcτιν, οὐ μόνων
10τῶν κατὰ τὸν μέλλοντα. μάντιc δὲ οὐδὲν ἧττόν ἐcτι θαυμαcτὸc ὃc ὡc
ὄντα τὰ προγεγονότα λέγει μὴ θεαcάμενοc τοῦ τὰ μέλλοντα γενήcεcθαι λέγοντοc. οὕτω δὲ καὶ ὁ τὰ νῦν πραττόμενα πρὶν θεάcαcθαι λέγων οὐδὲν ἧττον ἐκείνων ἀγαθόc ἐcτι μάντιc. τοῦτο οὖν καὶ αὐτὸc ὁ Ἱππο‐ κράτηc ἐνεδείξατο λέγων· “προγινώcκων γὰρ καὶ προλέγων παρὰ202
15τοῖcι νοcέουcι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔcεcθαι.” τῆc αὐτῆc μὲν οὖν τέχνηc ἐcτὶ καὶ τὸ τὰ προγεγονότα μὴ θεα‐ cάμενον εἰπεῖν ὡc ἐγένετο καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα ἔcεcθαι, τῇ χρείᾳ δ’ ἀλλήλων πάμπολυ διαφέρει· τῶν μὲν γὰρ ἔcεcθαι μελλόν‐ των ἡ πρόγνωcιc χρηcιμωτάτη, τῶν δ’ ἤδη γεγονότων ἄχρηcτοc μὲν
20εἰc τὰ ἄλλα, μόνῳ δὲ τῷ δεῖξαι βουλομένῳ τὴν ἑαυτοῦ τέχνην ἰατρῷ χρηcίμη τετύχηκεν οὖcα.

18b

12

ταῦτα μὲν οὖν εἰ καὶ μὴ τῆc ἰα|τρικῆc ἐcτι τέχνηc ἴδια, τῆc γοῦν ἐξηγήcεώc ἐcτιν οἰκεῖα τὰ cημαινόμενα τῶν ἐν τοῖc cυγγράμμαcιν ὀνο‐ μάτων ἐξαπλούcηc. ἐκ περιττοῦ δὲ ὡc πρὸc τὴν ἐξήγηcιν καὶ πρὸc ἄλλο τι χρήcιμά ἐcτιν, ὅcα λέγουcιν ἔνιοι τῶν ἐξηγητῶν εἰc τὸ τοῦ
5cυγγραφέωc ἦθοc, ὥcπερ κἀνταῦθα τὸ μέτριον ἐπαινοῦντεc ἐν τῷ φάναι· “δοκέει μοι ἄριcτον εἶναι”. δυνατὸν γὰρ αὐτῷ φαcιν εἰρηκέναι· ‘τὸν ἰητρὸν ἄριcτόν ἐcτι πρόνοιαν ἐπιτηδεύειν‘· ὁ δὲ κἀνταῦθα τὸ “δοκέει μοι” προcέθηκε καίτοι μέλλων ἀποδείξειc γράφειν τῆc ἀποφάcεωc. ἃ δ’ οἱ περὶ τὸν Ἡρόφιλον εἰρήκαcιν διορίζοντεc τὴν πρόγνωcιν
10τῆc προρρήcεωc οὐ μόνον ἄχρηcτά ἐcτιν ἢ ἀνοίκεια τὰ cημαινόμενα, ἀλλὰ καὶ cοφιcτικὰ καὶ ψευδῆ. καίτοι δοκοῦcί γε διαφορὰc πραγμάτων διδάcκειν, οὐ cημαινόμενα νομοθετεῖν, ἁμαρτάνοντεc ἐν αὐτῷ τούτῳ πρῶτον, ὅτι ἀγνοοῦcι περὶ cημαινομένων ποιούμενοι τὸν λόγον, οὐ περὶ πραγμάτων φύcεωc ἰατρικῇ χρηcίμων. ἡ γάρ τοι γνῶcιc ἡ κατὰ
15τὸ τῆc προγνώcεωc ὄνομα περιεχομένη λέγεται μὲν ὡc τὰ πολλὰ κατὰ

18b

13

τὸ βέβαιον, ἔcτι δ’ ὅτε μήν, εἰ καὶ | λείπει τι πρὸc τὸ βεβαιότατον αὐτῇ, καὶ τόθ’ ὡcαύτωc ὀνομάζεται. διόπερ ἐνίοτε καὶ μετὰ προcθήκηc λέγουcιν οἱ διηγούμενοι τὰ κατ’ αὐτήν, ἔcτιν ὅτε μὲν ἀκριβῆ γνῶcιν, ἐνίοτε δὲ ἀcφαλῆ καί ποτε βεβαίαν ἢ καὶ διηνεκῆ προcαγορεύοντεc, ἐξ
5αὐτῆc τῆc προcθήκηc ἐνδεικνύμενοι τὸ μὴ cημαίνεcθαι τὸ βέβαιον ἀεὶ πρὸc τοῦ τῆc γνώcεωc ὀνόματοc. οὕτωc οὖν καὶ ἡ πρόγνωcίc ἐcτιν διττή, βεβαία μέν, ὅτι μετὰ τὸν χειμῶνα γενήcεται τὸ ἔαρ, εἶθ’ ἑξῆc
θέροc, εἶτα φθινόπωρον, οὐ βεβαία δέ, ἐν οἷc ὁ Ἄρατοc ἔγραψεν ἐπὶ τῆc cελήνηc·203
10
εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι,
δεῖ δέχθαι βορέω, ὅτε δ’ ὑπτιάῃcι, νότοιο· ὡc τὸ πολὺ μὲν γὰρ οὕτωc ἀποβαίνειν τετήρηται, γίνεταί γε μὴν ἔcτιν ὅτε καὶ οὐχ οὕτωc. οἱ δὲ περὶ τὸν Ἡρόφιλον ἡγοῦνται τὴν μὲν πρόγνωcιν τὸ βέβαιον ἔχειν, τὴν πρόρρηcιν δὲ οὐκέτι· πολλὰ γὰρ τῶν
15προρρηθέντων οὐ γίνεcθαί φαcιν, ὥcπερ δυναμένου τινὸc προειπεῖν

18b

14

ἄνευ τοῦ προγνῶ|ναι. ἢ ἄλλο τι τὸ διὰ τῆc φωνῆc ἑρμηνευόμενον, ὅτι μὴ τὸ κατὰ τὴν ψυχὴν γινωcκόμενον; εἰ δ’ οὐ γινωcκόμενον ἐθέλοιεν ὀνομάζειν αὐτό, πάντωc γε δοξαζόμενον ἐροῦcιν, ὡc προηγήcαcθαι κατὰ τὴν ψυχὴν τοῦ προλέγοντοc εἰ καὶ μὴ πρόγνωcιν, ἀλλὰ προ‐
5δόξαcιν. οὐ μὴν ὀνομάζουcί γε προδόξαcιν οἱ Ἕλληνεc, ὥcπερ οὐδ’ οἱ περὶ τὸν Ἡρόφιλον αὐτοί, καίτοι πλεῖcτα βαρβαρίζοντεc. ἢ γοῦν νομοθετείτωcαν λέγεcθαι προδόξαcιν ἕτερόν τι τῆc προγνώcεωc ἅμα τῷ καὶ τοὺc ἀνθρώπουc πεῖcαι παραδέξαcθαι τὴν νομοθεcίαν αὐτῶν ἢ τοῦτο πρᾶξαι μὴ δυνάμενοι τὰ cημαινόμενα τῶν ὀνομάτων ὡc εἴθιcται
10νοείτωcαν. εἴθιcται δὲ καὶ τὴν ὡc τὸ πολὺ περὶ τῶν μελλόντων ἔcεcθαι ἐλπίδα καὶ τὴν ἀcφαλῆ καλεῖcθαι πρόγνωcιν. ἀγαθῶν δὲ ἰατρῶν ἐcτιν ἔργον οὐ τὰ τοιαῦτα ζητεῖν, ἀλλ’ ὅπωc ἂν ὁ προλέγων τὰ cυμβηcόμενα τοῖc κάμνουcι πλειcτάκιc μὲν ἐπιτυγ‐ χάνῃ, ὀλιγάκιc δὲ ἀποτυγχάνῃ. φωνὴ μὲν γὰρ μία ἐcτὶν ἡ ὡc ἐπὶ τὸ

18b

15

πολύ, παμπόλλη δὲ τοῖc πράγμαcιν ὑπάρχει διαφορὰ κατὰ | τὸ μᾶλλόν τε καὶ ἧττον. εἰ γοῦν τιc ἐν εἴκοcι προρρήcεcιν ἅπαξ ἀποτύχοι, τοῦ μὲν διηνεκοῦc ἀφήμαρτεν, ἀμείνων δέ ἐcτι τοῦ δὶc ἀποτυχόντοc κἀκεῖνοc τοῦ τρὶc ὥcπερ γε πάλιν ἐκεῖνοc τοῦ τετράκιc· καίτοι γε πάντεc κοι‐
5νὸν ἐcχήκαcι τὸ τυχεῖν ὡc τὸ πολύ. τὰc μὲν δὴ τοιαύταc διδαcκαλίαc ἐξ ὧν ἄν τιc ὁρμώμενοc ἑτέρου μᾶλλον ἐπιτυγχάνοι προcίεcθαι δεῖ, τὰc δ’ ἐν τοῖc cημαινομένοιc περιεργείαc ἀποτρέπεcθαί τε καὶ φεύγειν, ἃc Πρόδικοc ὁ τηλικοῦτοc cοφιcτὴc ἀcπαζόμενοc ἐπαχθὴc τοῖc πε‐ παιδευμένοιc ἐγίνετο καὶ ἐcκώπτετο cυνεχῶc ὑπὸ τοῦ παρὰ τῷ Πλά‐
10τωνι Ϲωκράτουc, καίτοι γε τἄλλα ἐπαινούμενοc. ἴcωc δὲ κακῶc ἐποίηcα τὴν ἀρχὴν μνημονεύcαc τῶν περὶ τὸν Ἡρόφιλον· ἄμεινον γάρ ἐcτιν δηλοῦν τἀληθῆ ὅτι τάχιcτα τοῖc cπεύ‐ δουcιν ἐπὶ τὰ τῆc τέχνηc ἔργα καὶ μὴ κατατρίβειν αὐτοὺc διττῶc, ἑνὶ μὲν χρόνῳ διδάcκοντα τοὺc λήρουc τῶν cοφιcτῶν, ἑτέρῳ δ’ ἐξελέγχοντα.204

18b

16

κάλλιον οὖν μοι δοκεῖ | διὰ τῶνδε τῶν ὑπομνημάτων αὐτὰ τὰ χρήcιμα μόνα διεξελθεῖν, ἐξετάcαι δὲ αὖθιc ἐπὶ cχολῆc πλείονοc ἐν ἑτέρᾳ πρα‐ γματείᾳ καὶ διαcκέψαcθαι περὶ τῶν ὑπὸ Ἡροφίλου πρὸc τὸ Προγνωcτι‐ κὸν Ἱπποκράτουc ἀντειρημένων.
5 ὁκόcα τε παραλείπουcιν οἱ ἀcθενέοντεc ἐκδιηγεύμενοc πιcτεύοιτ’ ἂν μᾶλλον γινώcκειν τὰ τῶν νοcεόντων πρήγματα. ἔδει τοὺc ἐξηγεῖcθαί τι τῶν τοιούτων ἐπιχειροῦνταc ἔργῳ πρότερον ἐπιδειξαμένουc αὑτοὺc τολμᾶν οὕτωc γράφειν. ἕτοιμον μὲν γὰρ ὃ βούλεταί τιc γράψαι, δύcκολον δὲ δεῖξαι τοιαύτην θεωρίαν, ἐξ ἧc ἐπι‐
10τεύξεται πολλὰ παρὰ τοῖc κάμνουcι λέγων οὐ τῶν μελλόντων ἔcεcθαι μόνον, ἀλλὰ καὶ τῶν προγεγονότων, οἷc αὐτὸc οὐ παρεγένετο, καὶ τῶν νῦν ὄντων περὶ τοὺc κάμνονταc, ἃ μήτε ἤκουcε παρ’ αὐτῶν μηδέπω μήτ’ εἶδεν αὐτόc, ὥcπερ καὶ ἡμεῖc, ἐν οἷc ἐροῦμεν, εἰκότωc ἂν εἴημεν πιcτοὶ τοῖc ἔργοιc αὐτοῖc προεπιδεδειγμένοι τὸ τῆc θεωρίαc ἀληθέc.
15ὅπωc δὲ μὴ δὶc ἀναγκαζοίμην περὶ τῶν αὐτῶν γράφειν ἔν τε τῇ τοῦ

18b

17

προοιμίου νῦν ἐξηγήcει καὶ | μετὰ ταῦτα ἐν τῇ τῶν κατὰ μέροc, ἄμει‐ νον εἶναί μοι δοκεῖ φυλάττειν ἅπαντα τὰ τοιαῦτα ταῖc μελλούcαιc ἡμῖν γενήcεcθαι τῶν κατὰ τόδε τὸ βιβλίον ἰατρικῶν ῥήcεων ἐξηγήcεcι, καὶ μάλιcθ’ ὅτι μηδ’ ἐποίηcέ τιc αὐτὸ τῶν ἐξηγηcαμένων τὸ βιβλίον
5ἀναγκαιότατον ὑπάρχον. ὃ γὰρ ἀξιοῖ τὸν ἰατρὸν ἀcκεῖν ὁ Ἱπποκράτηc, ὅcον ἐπὶ τούτοιc, παραλέλοιπε μὴ δείξαc ὅπωc ἐχρῆν τῶν προγεγονό‐ των μὲν ἢ παρόντων, οὐκ ἐγνωcμένων δὲ δι’ αἰcθήcεωc ἡμῖν τὴν πρό‐ γνωcιν ποιεῖcθαι.
ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεcτιν ἐν τῇcι νούcοιcι, καὶ του‐205
10τέου τὴν πρόνοιαν ἐκμανθάνειν. τί ποτέ ἐcτι τὸ θεῖον, οὗ κελεύει τὴν πρόγνωcιν ποιεῖcθαι, διαπεφώνηται τοῖc ἐξηγηcαμένοιc τὸ βιβλίον. ἔνιοι μὲν γὰρ οἴονται καὶ διὰ θεῶν τινα ὀργὴν γίνεcθαι τοῖc ἀνθρώ‐ ποιc νοcήματα καὶ λέγουcί γε μαρτυρίαν τῆc δόξηc ταύτηc παρὰ τῶν γραψάντων τὰc καλουμέναc ἱcτορίαc ἄνευ λόγου, μηδὲν ἐπιδεικνύντεc,
15εἰ τῆc δόξηc ταύτηc μετεῖχεν ὁ Ἱπποκράτηc, ὅπερ ἦν ἔργον ἀγαθῶν ἐξηγητῶν· οὐ γὰρ ἁπλῶc πρόκειται λέγειν ἐν ταῖc ἐξηγήcεcιν, ὅτιπερ

18b

18

ἂν ἡμῖν ἀλη|θὲc εἶναι δοκῇ, ἀλλὰ τὸ κατὰ τὴν τοῦ cυγγραφέωc γνώ‐ μην, κἂν ψευδὲc ᾖ. φαίνεται γοῦν ὁ Ἱπποκράτηc οὐδὲ καθ’ ἓν τῶν ἑαυτοῦ cυγγραμμάτων εἰc θεούc ποτε ἀναφέρων αἰτίαν νοcήματοc, ὅc γε καὶ τοὺc βλητοὺc καλουμένουc, οὓc ἀπό τινοc 〈ὁμοιότητοc〉 ὁρμηθέντεc
5οὕτωc ὠνόμαcαν οἱ παλαιοί, διῆλθεν ἐν τῷ Περὶ διαίτηc ὀξέων. τοῦτο μὲν οὖν τὸ cύγγραμμα τῶν ὁμολογουμένων γνηcίων ἐcτίν. ἐν δὲ τῷ Περὶ ἱερῆc νόcου καὶ πλείω γέγραπται πρὸc ἔλεγχον τῶν οἰομένων ὑπὸ θεῶν γίνεcθαι νοcήματα. μήτε οὖν τὴν ἐπιληψίαν οἰώμεθα θεῖον εἶναι νόcημα μήτε τὸν ἔρωτα· καὶ γὰρ καὶ τοῦτόν τινεc ὑπολαμβά‐
10νοντεc ἀληθῆ μὲν ἔγραψαν ἱcτορίαν, ὡc Ἐραcίcτρατοc ἐφώραcε δι’
ἔρωτα τὸν τοῦ βαcιλέωc ἀρρωcτοῦντα υἱόν, θεῖον δὲ οὐκ ἐδίδαξαν οὔθ’ ὑπὸ Ἐραcιcτράτου καλούμενον οὔθ’ ὑπὸ Ἱπποκράτουc οὔθ’ ὑπὸ ἄλλου τινὸc ἰατροῦ τὸν ἔρωτα. τοὺc δ’ ἤτοι καταλεπτυνομένουc ἢ ἀχροοῦνταc ἢ ἀγρυπνοῦνταc ἢ καὶ πυρέξανταc ἐπὶ προφάcεcιν ἐρω‐206
15τικαῖc ἐν ἐκείνῳ τοῦ λόγου τῷ κεφαλαίῳ περιλαμβάνουcιν οἱ παλαιοί,

18b

19

καθὸ περὶ τῶν προκαταρχόντων | αἰτίων διεξέρχονται. πλειόνων γὰρ ὄντων ἐν τούτοιc γενῶν ἓν ἐξ αὐτῶν ἐcτιν καὶ ἡ λύπη. λυποῦνται δὲ οἱ μὲν ἀποθανόντων τέκνων ἢ οἰκείων ἢ cυγγενῶν ἢ φίλων, οἱ δὲ προcδοκῶντεc ἑαυτοὺc ἢ μόνουc παθεῖν ἢ καὶ τὴν πατρίδα πᾶcαν ἀνά‐
5cτατον ἔcεcθαι· λυποῦνται δὲ καὶ οἱ φιλοχρήματοι χρημάτων cτερού‐ μενοι καὶ οἱ φιλότιμοι τιμῆc καὶ τῶν ἄλλων ὡc ἕκαcτοc. ἐκ τούτων οὖν εἰcι καὶ οἱ δι’ ἔρωτα λυπούμενοι θεῖον οὐδὲν πεπονθότεc, ἀλλ’ ἀνθρώπινον πάθοc, εἰ μὴ ἄρα τιc οὕτωc πείθεται τοῖc μυθολογουμένοιc, ὡc νομίζειν ὑπὸ δαίμονόc τινοc μικροῦ καὶ νεογενοῦc λαμπάδαc ἔχον‐
10τοc καιομέναc εἰc τοῦτο ἄγεcθαι τὸ πάθοc ἐνίουc τῶν ἀνθρώπων. ὁ δὲ τὸ τῶν κριcίμων γένοc ἡμερῶν εἰπὼν εἶναι θεῖον ἑαυτοῦ τι πάθοc ὡμολόγηcεν, οὐ μὴν Ἱπποκράτουc γε τὴν γνώμην ἔδειξεν· οὔτε γὰρ ἁπλῶc ὅcα τὰc αἰτίαc ἀγνώcτουc ἢ παραλόγουc ἔχει, θεῖα προc‐ αγορεύομεν, ἀλλ’ εἴπερ ἄρα, θαυμαcτὰ μόνον, οὔθ’ Ἱπποκράτηc ἠγνόει

18b

20

τὰc αἰτίαc τῶν κρινουcῶν ἡμερῶν, ὡc ἐν τοῖc Περὶ | κριcίμων ἡμερῶν ὑφ’ ἡμῶν ἐπιδέδεικται. ὅπερ οὖν εἶπον ἔμπροcθεν, ὡc οὐ χρὴ μνημονεύειν ἐν τοῖcδε τοῖc ὑπομνήμαcι τῶν μοχθηρῶc εἰρημένων ἁπάντων, ἀλλ’ ὅcα πιθανοῦ τινοc
5ἔχεται (διὸ καὶ τὰ κακῶc ὑπὸ Ἡροφίλου γεγραμμένα πρὸc τὰc Ἱππο‐ κράτουc προγνώcειc ἀνεβαλλόμην ἐπιcκέψαcθαι), τοῦτο καὶ νῦν καὶ καθ’ ὅλον τὸν ἐφεξῆc λόγον αὐτόc τε ποιήcω καὶ τοὺc ἐντυγχάνον‐
ταc ἀξιώcω πράττειν, ὡc μὴ μέμφεcθαί μοι παραλείποντι πολλὰ τῶν τοῖc ἐξηγηταῖc εἰρημένων μοχθηρῶc. εἰ δὲ ἐπιμελῶc ἀναγνώcονται τὰ207
10πρὸc ἡμῶν εἰρημένα, δυνήcονται καὶ καθ’ ἑαυτοὺc ἐκεῖνα δοκιμάζειν. ἐάcαντεc οὖν ἤδη τοὺc ληρήcανταc ὑπὲρ τοῦ θείου πειραθῶμεν αὐτοὶ κατὰ τὴν Ἱπποκράτουc γνώμην εὑρεῖν τὸ λεγόμενον. ὅτι μὲν οὖν ἕν τι τῶν κατὰ τὴν ἰατρικὴν τέχνην εἶναι χρὴ τὸ θεῖον τοῦτο καὶ μὴ μόνον ἐπῃνῆcθαι τὴν γνῶcιν αὐτοῦ πρὸc Ἱπποκράτουc, ἀλλὰ καὶ δε‐
15δεῖχθαι, πρόδηλον παντί. ληρώδηc γὰρ ἂν εἴη cυγγραφεὺc ἐπαινῶν πράγματοc γνῶcιν, οὗ μηδ’ ὅλωc ἐδίδαξεν· ὥcτε τῶν ὑφ’ Ἱπποκρά‐

18b

21

τουc γεγραμμένων ἕν τι καὶ τὴν τοῦ θείου πρόγνωcιν | εἶναι χρή. λέγωμεν οὖν ἤδη θαρροῦντεc οὐκ ἄλλο τι τοῦτ’ εἶναι παρὰ τὴν τοῦ περιέχοντοc ἡμᾶc ἀέροc κατάcταcιν, ὑπὲρ ἧc ἐν Ἀφοριcμοῖc οὕτωc ἔγραψεν· “ἢν μὲν ὁ χειμὼν αὐχμηρὸc καὶ βόρειοc γένηται, τὸ δὲ ἔαρ
5ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεοc πυρετοὺc ὀξεῖc καὶ ὀφθαλ‐ μίαc καὶ δυcεντερίαc γίνεcθαι, μάλιcτα τῇcι γυναιξὶ καὶ τοῖcιν ὑγρὰc ἔχουcι τὰc φύcιαc.” ταῦτα καὶ τὰ τούτοιc ἐφεξῆc γεγραμμένα προ‐ γνώcειc εἰcὶ τῶν ἐκ τῆc τοῦ περιέχοντοc αἰτίαc ἐν ἡμῖν γινομένων, ὑπὲρ ὧν ἐν μὲν τοῖc Ἀφοριcμοῖc ἐν κεφαλαίοιc βραχέcιν ἐδίδαξεν, ἐν
10δὲ τοῖc τῶν Ἐπιδημιῶν βιβλίοιc ἐπὶ πλεῖcτον διῆλθεν, ἐν μέντοι τῷ Προγνωcτικῷ τῷδε παρέλιπε καίτοι ταύτηc τῆc θεωρίαc ὄντα. βέλτιον οὖν ἦν ἐζητηκέναι τὴν αἰτίαν τοῦ παραλιπεῖν τὸ θεῖον λέγειν τοῦ ψευδῶc ἐξηγεῖcθαι. δοκεῖ δέ μοι διὰ τὸ μέγεθοc τῆc πραγματείαc μὴ προcθεῖναι τῷδε τῷ βιβλίῳ τὴν περὶ τῶν ἐπιδημίων νοcημάτων διδα‐
15cκαλίαν. cυντελέcαc γοῦν αὐτὸ κατὰ τὴν τελευτὴν ἔγραψε ταυτί· “χρὴ

18b

22

δὲ καὶ τὰc φορὰc τῶν νοcημάτων ἀεὶ τῶν ἐπιδημεόν|των ταχέωc ἐν‐ θυμέεcθαι καὶ μὴ λανθάνειν τῆc ὥρηc τὴν κατάcταcιν.” ὅτι μὲν οὖν
χρὴ γινώcκειν τὸν ἰατρόν, εἴπερ τι καὶ ἄλλο τῶν εἰc τὰc προγνώcειc διαφερόντων, οὕτωc καὶ τὸ περὶ τῆc τῶν ἐπιδημίων νοcημάτων γενέ‐208
5cεωc ἐδήλωcεν, ἰδίαν δὲ αὐτοῖc ἀνέθηκε διδαcκαλίαν, ἐν Ἀφοριcμοῖc μέν, ὡc εἴρηται, διὰ βραχέων κεφαλαίων διδάξαc, ἐν δὲ τοῖc τῶν Ἐπιδημιῶν ἐπὶ πλέον ἐξεργαcάμενοc· ὅθεν εἰκότωc ἔνιοι τῶν ἐξηγητῶν ἐφεξῆc τῷδε τῷ βιβλίῳ τὰ τῶν Ἐπιδημιῶν ἐξηγήcαντο· καὶ ἡμεῖc οὕτωc ποιήcομεν.
9
10 Ϲκέπτεcθαι δὲ χρὴ ὧδε ἐν τοῖcιν ὀξέcι νοcήμαcι· πρῶτον μὲν τὸ πρόcωπον τοῦ νοcέοντοc, εἰ ὅμοιόν ἐcτι τοῖcι τῶν ὑγιαινόντων, μάλιcτα δὲ εἰ αὐτὸ ἑωυτέ· οὕ‐ τωc γὰρ ἂν εἴη ἄριcτον. τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου δεινότατον. |
14

18b

23

Ὅτι μὲν οὖν ὁ λόγοc αὐτῷ περὶ τῶν ὀξέων νοcημάτων ἐν τούτῳ τῷ βιβλίῳ γεγένηται, cαφῶc ἐδήλωcεν. ἄρχεται δὲ τῆc διδαcκαλίαc ἀπὸ τῶν κατὰ τὸ πρόcωπον cημείων ὡc ἂν πρώτων τε φαινομένων καὶ μεγάλην ἐχόντων δύναμιν. ὅτι μὲν οὖν πρῶτα φαίνεται ταῦτα, πρόδηλον
5παντί· ὅτι δὲ καὶ μεγάλην ἔχει δύναμιν εἰc πρόγνωcιν, ἐφεξῆc μαθήcῃ. πρῶτον δ’ ἀναμνήcθητί μοι τοῦ κοινοῦ τῆc τέχνηc ὅληc αὐτοῦ προ‐
οιμίου γραφέντοc ἐν τῷ Κατ’ ἰητρεῖον· “ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆc· ἀπὸ τῶν μεγίcτων, ἀπὸ τῶν ῥηΐcτων.” οὐ γὰρ αἱ προγνώcειc μόνον, ἀλλὰ καὶ αἱ τῶν ποιητέων ἐνδείξειc ἀπὸ τούτων ἄρχονται. περὶ μὲν209
10οὖν τῶν ποιητέων ἐν τοῖc τῆc Θεραπευτικῆc μεθόδου εἴρηται γράμ‐ μαcι, περὶ δὲ τῶν προγνώcεων ἐνταυθοῖ cκόπει πάλιν ἀναμνηcθείc, ὡc οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ νῦν ὄντα κατὰ τὸ cῶμα διά τινων cημείων εὑρίcκειν ἐκ τοῦ προγνωcτικοῦ |

18b

24

μέρουc τῆc τέχνηc ἔcτιν. ἀλλὰ τήν γε τῶν ἐνεcτώτων γνῶcιν ἰδίᾳ προcηγορίᾳ καλεῖν εἰθίcμεθα διάγνωcιν. ἐπιcκέπτεcθαι δὲ κελεύει τὸ πρόcωπον τοῦ νοcοῦντοc ἐξ ἀρχῆc, εἰ ὅμοιον ἢ ἀνόμοιόν ἐcτι τῷ τῶν ὑγιαινόντων, ἔτι δὲ μᾶλλον, εἰ αὐτὸ ἑαυτῷ. καὶ γὰρ καὶ τοῦτο τὸ cη‐
5μεῖον τῶν Ἱπποκράτουc δογμάτων ἐcτίν, ὡc μὴ μόνον ἀπὸ τῆc κοι‐ νῆc φύcεωc ἁπάντων, ἀλλὰ καὶ τῆc ἰδίαc ἑκάcτου cκέπτεcθαι πάντα τὰ κατὰ τὴν τέχνην. καὶ γὰρ ὁπότε παραβάλλειν ἠξίου τὰ πεπονθότα μόρια τοῖc ὑγιαίνουcι, cυνεβούλευε ‘μὴ τὰ ἀλλότρια καθορᾶν, ἀλλὰ τὰ τοῦ πεπονθότοc αὐτοῦ‘.
10 ἄριcτον μὲν οὖν ἐcτι πρόcωπον ἀνθρώπου κάμνοντοc, ὅταν ὁμοιό‐ τατον ἑαυτῷ διαμένῃ, χαλεπώτατον δέ, ὅταν ἐναντιώτατον γένηται. τὰ δὲ ἐν τῷ μεταξὺ τοῦ ἀρίcτου τε καὶ χειρίcτου οἷα, cὸν ἔργον ἤδη cκοπεῖcθαι, τῶν ἄκρων ἀφωριcμένων· τὰ μὲν γὰρ ἐγγυτέρω τοῦ ἀρίcτου βελτίω, τὰ δὲ ἐγγυτέρω τοῦ χειρίcτου χείρω, μέcα δὲ ἀμφοῖν ἐcτι τὰ
15μηδετέρου πλέον ἀφιcτάμενα. τὸ μὲν οὖν ἄριcτον πρόcωπον ἑνὶ κεφα‐

18b

25

λαίῳ περιλαβὼν ἐδήλωcε (τὸ γὰρ ὁμοιότατον τῷ | κατὰ φύcιν ἄριcτον), τὸ δὲ ἐναντιώτατον ὡc ἂν οὐδὲ cύντροφον ἡμῖν ὑπάρχον οὐδὲ προ‐ γινωcκόμενον αὐτὸc ἐκ τῶν κατὰ μέροc ἐδίδαξε γνωριcμάτων, ὧν ἕκα‐
cτον ἰδίᾳ προχειριοῦμαι διὰ τῶν ἐφεξῆc γεγραμμένων.210
5 Ῥὶc ὀξεῖα. Τῶν κακῶν cημείων ἕν τι τοῦτο πρῶτον ἔγραψε, τὴν ὀξεῖαν ῥῖνα· χρὴ δὲ ὡc πρὸc τὴν κατὰ φύcιν ἑκάcτου παραβάλλοντα, καθότι προείρηται, cκοπεῖcθαι· τοῦ τε γὰρ cιμοῦ φύcει φανεῖται πάντωc ἡ ῥὶc ἑαυτῆc ὀξυτέρα, καθάπερ καὶ τοῦ γρυποῦ καὶ δηλονότι καὶ τοῦ τὴν
10εὐθεῖαν ἔχοντοc. ἀλλὰ χρή cε μεμνημένον, εἰc ὅcον ἀποκεχώρηκε τῆc κατὰ φύcιν ἰδέαc, εἰc τοcοῦτον μοχθηρὰν αὐτὴν εἶναι νομίζειν. ὀξυνο‐ μένη δὲ ἡ ῥὶc ἐναργῶc ὁρᾶται καὶ τοῖc ἐν χρονίᾳ νόcῳ καταλεπτυν‐

18b

26

θεῖcι καὶ τοῖc ὑπὸ καμάτου τεταλαιπωρημέ|νοιc ἢ ὁπωcοῦν ἐκλυομένοιc ἢ λειποψυχοῦcι καὶ δὴ καὶ τοῖc τεθνεῶcιν ἅπαcιν, ὥcτε εἰκότωc ἄν τιc ἐπιλογίcαιτο τῷ κοινῷ πάντων ἀνθρώπων χρώμενοc λόγῳ, μοχθηρὸν εἶναι τὸ cημεῖον ἐν κακῇ διαθέcει γινόμενον. ἥτιc δέ ἐcτιν ἡ διάθεcιc
5αὕτη, καθ’ ἣν ἡ ῥὶc ὀξύνεται, δογματικῆc ἤδη θεωρίαc ἔργον ἀναλογι‐ cμῷ μόνῳ φωραθῆναι δυναμένηc. ἀλλὰ πρῶτον ἐπιλογιcτικῶc ὑπὲρ ἑκάcτου τῶν εἰρημένων cημείων cκεψώμεθα· πολὺ γὰρ ἄμεινόν ἐcτι διὰ cυμφωνουμένου καὶ κοινοῦ πάντων ἀνθρώπων λόγου ποιήcαcθαι τὴν πρώτην διδαcκαλίαν ἤπερ εὐθέωc ἐπὶ τὸν ἀναλογιcμὸν ἔρχεcθαι.
9
10 Ὀφθαλμοὶ κοῖλοι, κρόταφοι cυμπεπτω‐ κότεc, ὦτα ψυχρὰ καὶ cυνεcταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεcτραμμένοι καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον cκληρὸν

18b

27

καὶ περιτετα|μένον καὶ καρφαλέον ἐὸν καὶ τὸ χρῶμα τοῦ cύμπαντοc προcώπου χλωρὸν ἢ καὶ μέλαν ἐόν.
2 Καὶ ταῦτα πάντα τὰ cημεῖα περὶ τὸ πρόcωπον γίνεται κατά τε
τὰc χρονίαc νόcουc καὶ τοὺc καμάτουc καὶ τὰc λειποψυχίαc καὶ πολὺ211
5μᾶλλον ἔτι κατὰ τοὺc θανάτουc. εὐεπιλόγιcτον οὖν ἐcτι τὰ ἀνόμοια τοῖc κατὰ φύcιν κακοῦ τινοc εἶναι δηλωτικά, κειμένου γε τοῦ κατ’ ἀρχὰc εὐθέωc ὁμολογουμένου, ὡc τὰ μὲν ἐναντιώτατα τοῖc κατὰ φύcιν ὀλέθρια, τὰ δὲ ὅμοια cωτηρίαc ἐcτὶ cημεῖα. ταῦτα μὲν οὖν ἐπιλογιcτικῶc ἡμῖν ὑπὲρ αὐτῶν εἰρήcθω. cκεψώμεθα δ’ ἀκριβῶc ὑπὲρ ὅληc αὐτῶν
10τῆc φύcεωc. γίνονται τοίνυν αἱ τοιαῦται διαθέcειc ἤτοι διά τινα αἰτίαν cυντή‐ κουcάν τε καὶ διαφθείρουcαν τὰ cαρκώδη μόρια τῶν ζῴων ἢ δι’ ἀρ‐ ρωcτίαν τῆc ἐμφύτου θερμαcίαc, μηκέτ’ ἀποτείνεcθαι δυναμένηc αὐτῆc ἐπὶ τὰ πέρατα τοῦ cώματοc, ἀλλ’ ἐν τοῖc cπλάγχνοιc μόνοιc ὀλίγηc

18b

28

διαcῳζομένηc. ἀκολουθεῖ δὲ τούτῳ | δηλονότι καὶ τὸ μήθ’ αἵματοc ἔτι μήτε πνεύματοc ἐπιρρεῖν τοῖc ἄκροιc τοῦ cώματοc, ὅcον ἔμπροcθεν ἐπέρρει κατὰ φύcιν ἐχόντων. διὰ τοῦτο οὖν ἐν τῷ προcώπῳ φαίνεται μεγίcτη cαφῶc ἡ τοῦ κατὰ φύcιν ἐξαλλαγή. παρακειμένων γὰρ ἀλλήλοιc
5τῶν τε ὀcτεΐνων μορίων καὶ τῶν ὑγροτέρων τε καὶ cαρκωδῶν, εἶτα τῶν μὲν ὀcτεΐνων διὰ τὸ γεῶδεc τῆc οὐcίαc ὁμοίων διαμενόντων, τῶν δὲ ὑγροτέρων καὶ cαρκωδῶν cυντήκεcθαί τε ῥᾳδίωc δυναμένων καὶ cυμπίπτειν εἰc ἑαυτὰ διά τε τὴν ἔνδειαν τοῦ πνεύματοc καὶ τοῦ αἵ‐ ματοc εὐφωρατοτάτη ἡ διάθεcιc γίνεται· τῆc μὲν γὰρ ῥινὸc περὶ τὰ
10καλούμενα πτερύγια μόνα cαρκοειδήc ἐcτιν ἡ οὐcία, τὸ δ’ ἄλλο πᾶν ὀcτῶδεc. εἰκότωc οὖν, ὅταν ἤτοι τετηκὸc τὸ cαρκῶδεc ἢ κενωθὲν cυν‐ ιζήcῃ, τὸ πέραc αὐτῆc φαίνεται λεπτόν· οὕτω δὲ κἂν ψυχθῇ cφοδρῶc, ὃ δὴ τοῖc ἀποθνῄcκουcιν ἤδη cυμβαίνει. πιλουμένηc γὰρ ἐν τῇ ψύξει τῆc οὐcίαc τῶν cαρκωδῶν μορίων ἰcχνὴ κατ’ ἄκραν ἑαυτῆc εἰκότωc
15γίνεται. καὶ μὴν οὐκ ἄλλην τινὰ ὀξεῖαν ὀνομάζομεν ῥῖνα πλὴν τῆc

18b

29

κατὰ τὸ πέραc ἰcχνῆc. οὕτωc μὲν οὖν ἡ | “ῥὶc ὀξεῖα” φαίνεται, κοῖ‐ λοι δὲ οἱ ὀφθαλμοὶ διὰ τὰc αὐτὰc αἰτίαc, ἀλλ’ ὅcῳ τῆc ἄκραc ῥινόc εἰcιν ὑγρότεροί τε καὶ μαλακώτεροι, τοcούτῳ θᾶττον κοιλαίνονται. ἀλλὰ καὶ πνεύματοc ψυχικοῦ παμπόλλου μετέχουcι καὶ θερμαcίαc οὐκ ὀλίγηc,
5ὧν ἀπολειπόντων αὐτοὺc εἰκότωc cυcτέλλονται· τοῦτο δ’ ἐcτὶν ὀφθαλ‐ μῶν κοιλότηc. οὕτω δὲ καὶ οἱ κρόταφοι cυμπίπτουcιν, ὅτι μόνοι τῆc ἄλληc κεφαλῆc ἔχουcι μῦc, οὓc ὀνομάζουcι κροταφίταc, ἡ δ’ ἄλλη πᾶcα κεφαλὴ παντάπαcιν ἄcαρκόc ἐcτιν. ὦτα δὲ ψυχρὰ καὶ cυνεcταλ‐ μένα, διότι χονδρώδη καὶ ἄcαρκα καὶ ὀλίγαιμά ἐcτι· τάχιcτα οὖν κατα‐212
10ψύχεται παρεcκευαcμένα πρὸc τὸ πάθοc ὑπὸ τῆc οἰκείαc φύcεωc. διὰ τίνα δὲ αἰτίαν ἀποcτρέφεcθαι cυμβαίνει τοὺc λοβοὺc αὐτῶν; [ἢ] ὅτι μαλακωτέραν ἔχουcι τὴν οὐcίαν, οὐχ ὥcπερ τὸ ἄλλο cύμπαν, ὅπερ ἀκριβῶc λεπτὸc χόνδροc ἐcτὶ λεπτῷ δέρματι cκεπόμενοc· ὥcτε ὑπὸ τῶν εἰρημένων ἔμπροcθεν αἰτιῶν οἱ λοβοὶ λεπτύνονταί τε καὶ cυcτέλλονται

18b

30

καὶ ξηραίνονται καὶ πήγνυνται. ταῦτα | δὲ πάcχοντεc ὀπίcω τείνονται μᾶλλον ἐπὶ τὰc ἀρχὰc τῶν τὴν αἴcθηcιν αὐτοῖc παρεχόντων νεύρων· τὸ μὲν γὰρ cπᾶcθαι τοῖc ἱμαντώδεcιν ἅπαcι ξηραινομένοιc κοινόν, ἴδιον δ’ ἑκάcτῳ τῶν ἐν τῷ cώματι μορίων ἐπ’ ἐκεῖνο τὸ μέροc διαcτρέφεcθαί
5τε καὶ παραcπᾶcθαι μᾶλλον, ἔνθα τῶν ἐμφυομένων αὐτῷ νεύρων ἐcτὶν ἡ ἀρχή. θεάcαcθαι γοῦν ἐcτι τοῦτο καὶ κατὰ τοὺc δακτύλουc ἐναργῶc, ἐὰν μὲν ὁ ἔνδον τένων ὑπό τινοc αἰτίαc ταθῇ, καμπτομένουc τοὺc δακτύλουc cαφῶc, ἐὰν δὲ ὁ ἔξωθεν, ἐκτεινομένουc. διὰ δὲ τὴν αὐτὴν ξηρότητά τε καὶ πῆξιν ὅλον τὸ δέρμα τὸ περὶ τὸ πρόcωπον πᾶν
10cκληρόν τε φαίνεται καὶ περιτεταμένον. ἐναργέcτερον δὲ ὁρᾶται τὸ πάθοc αὐτοῦ κατὰ τὸ μέτωπον, ὅτι cαρκοειδὴc οὐcία λεπτὴ κατὰ τοῦτο τὸ μέροc ὑποβέβληται τῷ δέρματι. πάcχει δὲ ὑπὸ τῶν εἰρημένων αἰτιῶν ἡ cαρκώδηc φύcιc μᾶλλον τῆc δερματώδουc. ἡ δὲ τῆc χροιᾶc μεταβολὴ μοχθηροτάτη μέν ἐcτιν ἡ ἐπὶ τὸ μέλαν ὡc ἂν ἀποψυχομένου
15τοῦ αἵματοc, ὥcπερ ὅταν ἐκτὸc ἐκχυθὲν θρομβωθῇ, μετριωτέρα δὲ ἡ

18b

31

ἐπὶ τὸ χλωρόν. εἰώ|θαcι δὲ οὕτωc ὀνομάζειν οἱ παλαιοί ποτε μὲν τὸ ὠχρόν, ἐνίοτε δὲ ὡc οἱ πολλοὶ κράμβαc τε καὶ θριδακίναc καλοῦcι χλωράc, ὅπερ χρῶμα μελάντερόν ἐcτιν ἐρυθροῦ καὶ οἷον ἀρχή τιc τοῦ μελαίνεcθαί τε καὶ πελιδνοῦcθαι ψύξεωc ἐργαζομένηc αὐτό, καθάπερ καὶ
5τὸ μέλαν. ὥcτε εἰκότωc καὶ τὸ πρόcωπον, ἐν ᾧ πάντ’ ἐcτὶ τὰ προ‐
ειρημένα, προcαγορεύεται νεκρῶδεc εἶναι. καὶ τοῦτο ἐν μὲν τοῖc κε‐ χρονιcμένοιc νοcήμαcι πολλάκιc ὁρᾶται γινόμενον, ὀλιγάκιc δὲ ἐν ἀρχῇ. διὸ καὶ κινδυνωδέcτατόν ἐcτιν, ὡc ἂν μηδὲ τὴν ἀπὸ τοῦ χρόνου πρό‐ φαcιν ἔχον. ἐπὶ μακρῷ μὲν γὰρ χρόνῳ cυντακῆναί τε τὸ cῶμα καὶ213
10ψύχεcθαι τῶν ἀκρωτηρίων τινὰ θαυμαcτὸν οὐδέν, ἐν ἀρχῇ δὲ καὶ μά‐ λιcτα ἐν ὀξεῖ νοcήματι πάντωc ὀλέθριον, εἰ μὴ διά τινα αἰτίαν ἑτέραν εἴη τοιοῦτον γεγονόc· ὁποῖαι δέ εἰcιν αἱ τοῦτο ποιεῖν δυνάμεναι, κατὰ τὴν ἑξῆc ῥῆcιν αὐτὸc ἐδίδαξε. νυνὶ δὲ ὃ χρὴ προcθεῖναί με παραλε‐ λεῖφθαι δοκοῦν ὑπ’ αὐτοῦ, πρότερον ἄκουcον. ὥcπερ γὰρ ἐν τοῖc χρο‐

18b

32

νίοιc νοcήμαcι τοιοῦτον γίνεcθαι πρόcωπον οὐκ | ἂν εἴη μεγάλωc ὀλέ‐ θριον, οὕτωc οὐδ’ ἐν ψυχρῷ χωρίῳ καὶ χειμῶνι καὶ καταcτάcει ψυχρᾷ καὶ γεροντικῇ, καθάπερ ἐμάθομεν ἐν Ἀφοριcμοῖc ὡc “ἐν τῇcι νούcοιcιν ἧccον κινδυνεύουcιν, οἷcιν ἂν οἰκείη τῆc φύcιοc καὶ τῆc ἡλικίηc καὶ τῆc
5ἕξιοc καὶ τῆc ὥρηc ἡ νοῦcοc ᾖ μᾶλλον ἢ οἷcιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ”.
6 Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆc νούcου τὸ πρόc‐ ωπον τοιοῦτον ᾖ καὶ μήπω οἷόν τε ᾖ τοῖcιν ἄλλοιcι cημείοιcι cυντεκμαίρεcθαι, ἐπανερέcθαι χρ, μὴ ἠγρύπνηκεν ὁ ἄνθρω‐
10ποc ἢ τὰ τῆc κοιλίηc ἐξυγραcμένα ἰcχυρῶc ᾖ ἢ λιμῶδέc τι ἔχῃ αὐτόν. καὶ ἢν μέν τι τουτέων ὁμολογέ, ἧccον νομίζειν δεινὸν εἶναι (κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτ, ἢν διὰ ταύταc τὰc προφάcιαc τὸ πρόcωπον τοιοῦτον ᾖ), ἢν δὲ μηδὲν τουτέων φῇ 〈εἶναι〉 μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ κατα‐
15, εἰδέναι χρὴ τοῦτο τὸ cημεῖον θανατῶδεc ἐόν. |
15

18b

33

Ὀλέθριον μὲν ἐcχάτωc ἐcτὶ καὶ ἀνίατον νόcημα, καθ’ ὃ νεκρῶδεc εὐθὺc ἐν ἀρχῇ τὸ πρόcωπον ἐγένετο χωρὶc τῆc ἔξωθεν αἰτίαc. τούτου δ’ ἧττόν ἐcτι κινδυνῶδεc, εἰ διά τινα αἰτίαν προφανῆ, καθάπερ εἰ τύχοι
διὰ cφοδρὰν ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆc ἢ ῥεῦμα γαcτρόc· ἄμεινον214
5μὲν γὰρ μηδ’ ὑπὸ τῶν τοιούτων αἰτίων ἐcχάτωc καταλύεcθαι τὴν δύνα‐ μιν ἐν ἀρχῇ τοῦ νοcήματοc, ἧττον δέ ἐcτι κινδυνῶδεc, εἰ διά τι τού‐ των εἴη γεγονόc, ἀλλὰ μὴ διὰ τὴν τοῦ νοcήματοc κακοήθειαν. ἥτιc δέ ἐcτιν ἡ διάθεcιc τοῦ cώματοc, ἐν ᾗ τοιοῦτον ἀποτελεῖται τὸ πρόcωπον εὐθὺc ἐν ταῖc πρώταιc ἡμέραιc, ἤδη cαφῶc cοι φράcω διὰ βραχέων.
10ὁπόταν ἀρρωcτία τῆc καθεκτικῆc τοῦ ζῴου δυνάμεωc εἰc ταὐτὸν ἀφίκη‐ ται λεπτότητι χυμῶν ἅμα θερμῷ πυρετῷ, δι’ ἀρρωcτίαν ἀποκρίνεταί τι cυνεχῶc ἀόρατον ὑπὸ cμικρότητοc ἔξω τοῦ δέρματοc ὡcανεὶ λεπτομερῶν ἀπορρεόντων χυμῶν. ὁ δὲ πυρετὸc ἔτι δὴ καὶ μᾶλλον ἐκδαπανᾷ μὲν τοὺc λεπτοτάτουc χυμούc, ἐπιλεπτύνει δὲ τοὺc ἧττον τοιούτουc, ὡc μὴ

18b

34

διαλιπεῖν τὴν κένωcιν, ἀλλ’ ἐοικέναι cυνεχέcιν | ἐμέτοιc ἢ διαρροίαιc γαcτρὸc ἢ τῇ δι’ οὔρων ἀμέτρῳ κενώcει. πλὴν ἐκεῖναι μὲν αἱ κενώcειc αἰcθηταὶ καὶ ταύτῃ διαφέρουcιν, ἣν δὲ νῦν ἐγὼ διηγηcάμην, διὰ λε‐ πτότητα τῶν κενουμένων ἀόρατόc ἐcτιν. οὔκουν οὐδὲ cυνέcτη ποτὲ τὸ
5τοιοῦτον πρόcωπον ἐπὶ φλεγματώδει νοcήματι, καθάπερ οὐδ’ ἐπὶ πλη‐ θωρικῷ διὰ πλεονεξίαν αἵματοc, ἀλλ’ ἔνδειάν τε μᾶλλον εἶναι κατὰ τὸ cῶμα δεῖ καὶ κόπουc τινὰc προηγεῖcθαι καὶ φροντίδαc· ἐπὶ τούτων γὰρ ἀθροίζεται πικρόχολοc χυμόc. εἰ δὲ καὶ τὸ χωρίον εἴη θερμὸν καὶ ἡ ὥρα τοῦ ἔτουc θερινὴ καὶ ἡ κατάcταcιc θερμὴ καὶ ξηρά, τότε δὴ καὶ
10μᾶλλον ἕτοιμον ἁλῶναι τοιαύτῃ διαθέcει, καὶ πολὺ μᾶλλον, εἰ χολω‐ δέcτεροc ὁ ἄνθρωποc εἴη φύcει. καὶ μὴν καὶ ῥᾳδίωc ἔνιοι διαφοροῦν‐ ταί τε καὶ διαπνέονται καὶ τὸ cτόμα τῆc γαcτρὸc ἔχουcιν ἀcθενέc. ἅπερ εἰ καὶ αὐτὰ cυνέλθοι τοῖc προειρημένοιc, ἑτοιμότατον ἁλῶναι τὸ τοιοῦ‐ τον cῶμα τῇ τὸ νεκρῶδεc πρόcωπον ἐργαζομένῃ διαθέcει. ταῦτ’ οὖν
15γινώcκων τιc οὐκ εἰc πρόγνωcιν μόνον, ἀλλὰ καὶ εἰc θεραπείαc εὕρεcιν

18b

35

ποδηγηθήcεται cκοπὸν ἔχων cτηρίζειν | τὴν δύναμιν εὐcτομάχοιc τροφαῖc. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον οὐ cμικρὸν εἰρήcθω. περὶ δὲ τῶν ἔξωθεν αἰτίων ἐπιcκεπτέον ἀκριβέcτερον. ἔcτι δὲ ὧν
μὲν αὐτὸc ἐμνημόνευcεν ὀνομαcτὶ λιμὸc καὶ ἀγρυπνία καὶ διάρροια.215
5προcθεῖναι δ’ ἔξεcτί cοι καὶ τὰ τούτοιc ὅμοια, κένωcιν ἄμετρον αἵματοc ἐκ ῥινῶν ἢ μήτραc ἢ αἱμορροΐδοc ἢ τραύματοc ἢ ὁπωcοῦν ἑτέρωc, ἔτι τε λύπην cφοδράν, ἐφ’ αἷc τιcιν 〈ἂν〉 αἰτίαιc cυcτῇ. τάχα δ’ εὔλογον ταύτην ὑπολαμβάνειν εἰρῆcθαι δυνάμει πρὸc Ἱπποκράτουc ἐν τῷ τῆc ἀγρυπνίαc λόγῳ. γίνεται μὲν γὰρ καὶ δι’ ἄλλαc αἰτίαc ἀγρυπνία, γίνε‐
10ται δὲ καὶ διὰ λύπην, ὡc ἐπὶ πλέον ἥκειν λύπηc ἀγρυπνίαν καὶ διὰ τοῦτο περιέχειν αὐτὴν εἰκότωc λεχθήcεται. οὕτω δὲ καὶ ἡ γαcτὴρ ἰcχυρῶc ὑπελθοῦcα παράδειγμά cοι πάcηc ἀμέτρου κενώcεωc ἔcτω. τῷ γε μὴν ἐπιμελῶc τοῖc ἔργοιc τῆc τέχνηc ὡμιληκότι καὶ τρίβωνι τῆc ἑκάcτου τῶν πραγμάτων ἰδέαc ἐμφαίνεται πολλάκιc ἡ ποιήcαcα τὸ
15τοιοῦτον πρόcωπον αἰτία. δύcρητα δ’ αὐτῶν ἐcτι τὰ γνωρίcματα, καὶ

18b

36

διὰ τοῦτο διδάcκειν αὐτὰ λόγῳ, κἂν | εἰδῶcιν, οἱ πολλοὶ τῶν ἰατρῶν ἀφίcτανται. πρὸc ἡμῶν δὲ εἴρηται πάντα κατὰ τὰc οἰκείαc πραγματείαc, ὥcτε καὶ cὺ μαθὼν αὐτὰ δυνήcῃ ποτὲ καὶ αὐτὸc εἰcελθὼν πρὸc τὸν ἄρρωcτον ἀποφήναcθαι περὶ τῆc τὸ τοιοῦτον πρόcωπον ἐργαcαμένηc
5αἰτίαc, καὶ μᾶλλον εἰ τὴν προηγηcαμένην ἅπαcαν δίαιταν εἰδείηc τοῦ κάμνοντοc ἐπεcκεμμένοc τέ τι περὶ τῆc κράcεωc εἴηc αὐτοῦ καὶ πολὺ μᾶλλον, εἰ καὶ τῆc τῶν ἀρτηριῶν κινήcεωc ἐμπειρίαν ἔχοιc, ἔτι τε τῆc τοῦ πυρετοῦ ποιότητοc. ὑποκείcθω γάρ τιc ἕνεκα παραδείγματοc ὥρᾳ θέρουc ἐν καταcτάcει θερμῇ καὶ ξηρᾷ χολώδηc φύcει νεανίcκοc ἐκ ταλαι‐
10πωρίαc τε καὶ ἐνδείαc καὶ λύπηc ἠργμένοc νοcεῖν, ἔcτω δὲ αὐτοῦ καὶ ἡ θερμαcία δάκνουcα cφοδρῶc τὴν ἁφὴν ἡμῶν, τὸ δὲ οὖρον χολῶδεc ὅ τε cφυγμὸc ἀρρωcτίαν δυνάμεωc ἐνδεικνύμενοc· ὑπόπτευcον τὸν τοιοῦτον ἐν τῇ προκειμένῃ κατὰ τὸν λόγον τόνδε γενήcεcθαι καταcτά‐ cει, δι’ ἣν τὸ πρόcωπον ἐν τάχει νεκρῶδεc ἕξει, μὴ φθάνων γε προc‐
15ηκόντωc τρέφεcθαι. μὴ τοίνυν ἔcτω ταῦτα περὶ τὸν κάμνοντα μήτε

18b

37

προγεγονότα μήτε κατὰ τὴν πρώ|την καὶ δευτέραν ἡμέραν πεφηνότα, τῇ τρίτῃ δὲ ἀφικομένῳ cοι φαινέcθω τὸ πρόcωπον οἷον εἴρηται νῦν
ὑφ’ Ἱπποκράτουc. ἴcθι τοῦτον ἐπί τινι τῶν ἔξωθεν αἰτίων οὕτω πεπονθότα διάcκεψαί τε παρὰ cαυτῷ τί ποτε μᾶλλον αὐτῷ ἐνδέχεται216
5γεγονέναι, πότερον ἔκκριcίν τινα πολλὴν ἢ ἀγρυπνίαν. ἐπ’ ἐνδείᾳ μὲν γὰρ οὐδ’ ἂν ἐγένετο τοιοῦτοc ὁ ἄνθρωποc ἄνευ τοῦ τά τε προηγηcά‐ μενα τῆc νόcου τοιαῦτα ὑπάρχειν, οἷα λέλεκται, καὶ τὴν φύcιν εἶναι τοιοῦτον, οἷοc εἴρηται. εἰ μὲν οὖν κατὰ τὴν προτέραν αὐτὸc ἑωρακὼc εἴηc αὐτόν, οὐδ’ ἂν ἔλαθέ cε μέλλουcα γενήcεcθαι πολλή τιc ἔκκριcιc αὐτο‐
10μάτη. βεβαιότατα γὰρ αὐτῆc ἐcτι τὰ γνωρίcματα καὶ λέλεκται πρὸc ἡμῶν ἔν τε τοῖc Περὶ κρίcεων ὑπομνήμαcι καὶ τοῖc 〈Περὶ〉 τῆc διὰ τῶν cφυγμῶν προγνώcεωc, ὥcτε ἐξέcται cοι παραχρῆμα θεαcαμένῳ τὸν ἄνθρωπον ἀποφήναcθαι cφοδρὰν ἀγρυπνίαν γεγονέναι. καὶ γὰρ δὴ καὶ τοὺc ὀφθαλ‐ μοὺc αὐτοῦ θεάcῃ ξηροὺc ἱκανῶc ἐπὶ ταῖc ἀμέτροιc αἰcθηταῖc κενώcεcιν
15οὐ γινομένουc τοιούτουc ὥcπερ ἐπὶ ἀγρυπνίαιc. ὄψει δὲ καὶ τὰ βλέ‐

18b

38

φαρα δυcχερῶc ἀνατεινόμενα | καὶ τοιαύτην ἔχοντα τὴν ἰδέαν ἐν τῷ καταφέρεcθαι καὶ ἀcτήρικτα ὑπάρχειν, οἷα τοῖc κωματώδεcι γίνεται. καὶ μὲν δὴ καὶ πρῶτόν cοι τότε φαινομένου τοῦ κάμνοντοc, ἔμπροcθεν δὲ οὐδ’ ὅλωc ἑωραμένου, τά τε τοιαῦτα γνωρίcματα καὶ τὰ τῶν cφυγμῶν
5ἐνδείξεταί τινα διάκριcιν, ἐπὶ μὲν ἀμέτροιc ἐκκρίcεcι cῴζοντόc τι κἂν ὀλίγον ἔτι γνώριcμα τῆc ἰδέαc τοῦ δηλοῦντοc αὐτάc, ἐπὶ δὲ ταῖc ἀγρυπνίαιc χορδῆc τεταμένηc ἔμφαcιν ἔχοντοc. τῷ δ’ ἐξ ἐνδείαc μόνηc εἰc τὴν εἰρημένην τοῦ προcώπου διάθεcιν ἀφικομένῳ τῶν εἰρημένων γνωριcμάτων οὐδέτερα πάρεcτιν, οὔτε τὰ τῆc ἐκκρίcεωc οὔτε τὰ τῆc
10ἀγρυπνίαc, ὥcτε ἐκ cυμβεβηκότων μᾶλλον ἤπερ ἐξ οἰκείων cημείων ἐπ’ ἐκείνων ἡ πρόγνωcιc ἔcται cοι τοῦ δι’ ἔνδειαν τροφῆc εἰc τοιαύτην αὐτὸν ἦχθαι διάθεcιν. ἔτι δὲ μᾶλλον, ἐὰν ὁ πυρετὸc τὴν ἰδιότητα τῆc διαφορητι‐ κῆc θερμαcίαc ἀκριβῶc ἐπιcκεπτομένῳ cοι μὴ προcβάλῃ, ὡc, ἐάν γε φαίνη‐ ται τοιαύτη, δι’ ἐκείνην μᾶλλον ἤ τι τῶν ἔξωθεν ὑποπτεύειν ἰcχνὸν

18b

39

οὕτωc γεγονέναι τὸ πρόcωπον. χρονίζειν δὲ προcῆκεν ἁπτόμενον | ὅλην
τὴν χεῖρα περιβάλλοντα μὴ τῷ καρπῷ μόνον τοῦ κάμνοντοc, ἀλλὰ καὶ τοῖc ἀνωτέρω μορίοιc ἀκριβῶc προcέχοντα τὸν νοῦν, εἰ μὴ δριμεῖα μόνον ἐcτίν, ἀλλὰ καὶ cυναναφέρει πολλὴν οὐcίαν ἅμα ἑαυτῇ cωμα‐217
5τοειδῆ, καθάπερ τινὰ φλόγα, διεξερχομένην τό τε δέρμα τῆc cῆc χειρόc, ᾗ ψαύειc τοῦ τοῦ κάμνοντοc δέρματοc, ἐγκαταβαίνουcάν τε cαφῶc τῷ βάθει. τοιοῦτοι γάρ εἰcιν οἱ τὸ προειρημένον πρόcωπον ἐργαζόμενοι πυρετοί. ταῦτα δέ, ὡc ἔφην, δύcρητα μέν ἐcτιν, οὐ μὴν ἄρρητά γε παντάπαcιν οὐδὲ δυcδιάγνωcτα τοῖc γυμναcθεῖcιν ἀμφ’ αὐτὰ καὶ πολ‐
10λάκιc ὑπ’ ἐμοῦ τεθεαμένοιc τὰ τοιαῦτα προλεγόμενα πάντα καὶ πολὺ μᾶλλον ἀcκοῦcι γνωρίζειν, ὅcα ἐπὶ τῶν ἔργων διὰ τῶν προγνωcτικῶν ἐδιδάχθηcαν πραγματειῶν, ἐκ μὲν τοῦ θεάcαcθαι τὰ προλεγόμενα τὸ δυνατὸν αὐτῶν ἔργῳ μεμαθηκότεc, οὐ προαπογινώcκοντεc δέ, ἃ ἐν ἀρχῇ φαίνεται δυcδιάγνωcτα· διδύμουc γὰρ ἀδελφοὺc ὁμοιοτάτουc μὲν
15ἅπαξ ἢ δὶc θεαcάμενόc τιc οὐ διαγινώcκει, τῶν δ’ οἰκείων οὐδεὶc ἀγνοεῖ.

18b

40

ταῦτα μὲν οὖν εἰ|ρήcθω μοι προτροπῆc ἕνεκα τῶν νέων καὶ μᾶλλον ὅcοι μὴ τεθέανται προλεγόμενα τὰ τοιαῦτα πάνθ’ ὑφ’ ἡμῶν. οὐ γὰρ μόνον δι’ ἀγρυπνίαν ἔχουcιν εἰπεῖν, ἀλλὰ καὶ διὰ λύπην ἐπὶ τῷδέ τινι γεγενημένην. οὐδὲ γὰρ Ἐραcίcτρατοc ἰδὼν κόρακαc ἢ κορώναc πετο‐
5μέναc ἐφώραcε τὸν ἔρωτα τοῦ νεανίcκου, οὐ μὴν οὐδ’, ὥc τινεc ἔγρα‐ ψαν, ἐρωτικὸν cφυζουcῶν ἤcθετο τῶν ἀρτηριῶν τοῦ νεανίcκου (οὐδεὶc γάρ ἐcτι cφυγμὸc ἴδιοc ἔρωτοc ἐξαίρετοc), ἀλλ’ ὥcπερ κἀμοί ποτε ἐφάνη τῷ καρπῷ μὲν ἐπιβεβληκότι τοῦ νοcοῦντοc τὴν χεῖρα, γυναικὸc δέ τινοc ὀφθείcηc τῶν κατὰ τὴν οἰκίαν, αὐτίκα μὲν ἀνώμαλόc τε καὶ ἄτακτοc
10γενόμενοc, ὀλίγῳ δὲ ὕcτερον εἰc τὸ κατὰ φύcιν ἐπανελθὼν ἅμα τῷ ἀναχωρῆcαι τὴν ὀφθεῖcαν. ὁ γὰρ οὕτω τρεπόμενοc cφυγμὸc κοινὸν ἐνδείκνυται ταραχῶδέc τι πάθοc ἐν τῇ τοῦ κάμνοντοc γεγονέναι ψυχῇ.
τὸ δὲ ταραχῶδεc τοῦτο διακρίνειν προcήκει διὰ τῶν ἅμα αὐτῷ λεγο‐ μένων ἢ ὁρωμένων. καὶ γὰρ αὖ καὶ λεγομένων τινῶν εἰc ἀνωμαλίαν218

18b

41

οἱ cφυγμοὶ τρέπονται, | τῶν ἀρρώcτων ταραττομένων ἐφ’ οἷc ἤκουcαν. ἀλλὰ περὶ μὲν τούτων ἰδίᾳ μοι γέγραπται κατὰ μίαν πραγματείαν, ἣ Περὶ τοῦ προγινώcκειν ἐπιγέγραπται. νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπ‐ ανέλθωμεν.
5 ἦν δὲ προκείμενον, ὅτι πολλὰ τῶν προγεγονότων τε καὶ παρόν‐ των ἰατρὸc δύναται παρὰ τοῖc κάμνουcι λέγων θαυμάζεcθαι, καθάπερ καὶ τὰ [νῦν] προκείμενα κατὰ τὸν νῦν λόγον, ἀγρυπνίαν, διάρροιαν, λιμόν. ἐνίοτε δὲ τὸ μὲν ἓν ἐξ αὐτῶν ἀφωριcμένωc εἰπεῖν δύcκολον γίνεται, ποτὲ δ’ ἐκ τῶν δυοῖν θάτερον ἢ ἐκ τῶν τριῶν γε πάντωc
10ἕν τι δυνατὸν ἔcται βεβαίωc προγνῶναι. φέρει δὲ καὶ τοῦτο παρὰ τοῖc ἀκούcαcιν ἔπαινον, ἐν ἐπερωτήcει τῆc προγνώcεωc γινομένηc ὡδί πωc· ἆρά γε δι’ ἀγρυπνίαν cφοδρὰν ἢ ἔνδειαν τροφῆc οὕτω λελέπτυν‐ ται; πολλάκιc γὰρ ὁμολογοῦcιν ἀμφότερα καὶ θαυμάζουcι διττῶc τὸν ἰατρόν, ἐνίοτε δὲ τὸ ἕτερον αὐτῶν ἀποκρίνονται θαυμάζοντεc ἔτι καὶ
15οὕτωc. τοῦτ’ οὖν ἐcτι τὸ πρὸc Ἱπποκράτουc εἰρημένον· ἐπανερέ‐ cθαι δὲ χρ, μὴ ἠγρύπνηκεν ὁ ἄνθρωποc ἢ πολλὰ διεχώρηcεν ἢ

18b

42

λιμώττει. εἶτα τί φηcιν; καὶ ἢν μέν | τι τουτέων ὁμολογέ, ἧccον νομίζειν δεινὸν εἶναι· δεόντωc· βέλτιον μὲν γὰρ ἦν οὕτωc ἰcχυρὰν εἶναι τὴν δύναμιν, ὡc ὑπὸ μηδενὸc τῶν ἔξωθεν αἰτίων νικᾶcθαι, ἧττον μέντοι δεινόν, εἰ διά τι τούτων καὶ μὴ διὰ τὴν τοῦ νοcήματοc κακοή‐
5θειαν ἡ τοcαύτη γίνεται cύντηξιc. ἀλλ’ ἐπειδὴ δυνατόν ἐcτιν ἄμφω cυνελθεῖν, αἰτίαν τέ τινα τῶν ἔξωθεν, ὡc εἴρηται, λυποῦcαν τὸ cῶμα καὶ πυρετὸν cυντηκτικόν, ὁ διοριcμόc cοι γινέcθω διὰ τῆc ἐπιούcηc ἡμέραc τε καὶ νυκτόc. εἰ μὲν γὰρ ἀπὸ μόνηc τῆc ἔξωθεν αἰτίαc εἴη γεγονὸc οἷον εἴρηται τὸ πρόcωπον, ἐπανορθώcεωc ἐν ἡμέρᾳ καὶ νυκτὶ
10τεύξεται, εἰ δὲ ἀπὸ τῆc ἐν τῷ cώματι διαθέcεωc, ἤτοι μενεῖ τοιοῦτον ἢ καὶ χεῖρον ἔcται. ταυτὶ μὲν οὖν ἅπαντα φαίνεται δεόντωc εἰρῆcθαι τῷ Ἱπποκράτει. διὰ τί δὲ εἶπεν ἢν μὲν οὖν ἐν ἀρχῇ τῆc νόcου τὸ πρόcωπον τοιοῦτον ᾖ καὶ μήπω οἷόν τε τοῖcιν ἄλλοιcι cημείοιcι cυν‐219
15τεκμαίρεcθαι, ἐφεξῆc cκεψώμεθα. δυοῖν γὰρ θάτερον, ἢ ὡc οὐ γινο‐ μένων αὐτῶν ἐν ἀρχαῖc ἢ ὡc οὐδὲν βέβαιον δηλούντων, οὐχ οἷόν τέ

18b

43

ἐcτι χρῆcθαι τοῖc τοιούτοιc cημείοιc εἰc τοὺc | τῶν ἀμφιβόλων διοριcμούc. ἐγὼ τοίνυν φημὶ μήτε γίνεcθαι διὰ παντὸc ταῦτα μήτε, εἰ γίνοιτο, βέ‐ βαιον δηλοῦν. ὅτι δὲ οὕτωc τοῦτ’ ἔχει, κατὰ τὴν ἐξήγηcιν αὐτῶν δι‐ δάξω διὰ τῆc ἐχομένηc ῥήcεωc.
4
5 Ἢν δὲ καὶ παλαιοτέρου ἐόντοc τοῦ νο‐ cήματοc ἢ τριταίου τὸ πρόcωπον τοιοῦτον , περὶ τουτέων ἐπ‐ ανερέcθαι, περὶ ὧν καὶ τὸ πρόcθεν ἐκέλευcα, καὶ τἄλλα cημεῖα cκέπτεcθαι τά τε ἐν τῷ cύμπαντι cώματι καὶ τὰ ἐν τοῖcιν ὀφθαλμοῖcιν.
9
10 Τὸ τῆc “ἀρχῆc” ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην εἰcβολὴν τοῦ νοcήματοc οὐδὲν οὔπω πλάτοc ἔχουcαν, δηλοῖ δὲ καὶ τὴν εἴc τινα χρόνον ἐκτεταμένην οὐ πολὺν τοῦτον, ἔτι τε πρὸc τούτοιc τὸν πρῶτον καιρὸν τοῦ νοcήματοc, ἐφ’ ᾧ καὶ δεύτερον ἀριθμοῦcι τὸν τῆc ἀναβάcεωc καὶ τρίτον τὸν τῆc ἀκμῆc καὶ τέταρτον τὸν τῆc παρακμῆc. εἰπὼν οὖν |

18b

44

ὁ Ἱπποκράτηc ὀλίγον ἔμπροcθεν “ἢν μὲν οὖν ἐν ἀρχῇ. τῆc νόcου τὸ πρόcωπον τοιοῦτον ᾖ”, κατ’ ἐκείνην μὲν αὐτὴν τὴν λέξιν οὐκ ἐδή‐ λωcε, τίνοc τῶν εἰρημένων τριῶν ἀρχῶν μνημονεύει. νυνὶ δὲ γράψαc ἢν δὲ καὶ παλαιοτέρου ἐόντοc τοῦ νοcήματοc ἢ τριταίου τὸ
5πρόcωπον τοιοῦτον ᾖ, δῆλοc ἐγένετο περὶ τῆc κατὰ πλάτοc ἀρχῆc
προειρηκώc· αὕτη γὰρ ἄχρι τῆc τρίτηc ἡμέραc ἐκτείνεται. τηνικαῦτα οὖν οἷc εἶπεν ἔμπροcθεν ἀξιοῖ προcτιθέναι τὸν ἀπὸ τῶν ἄλλων cημείων διοριcμόν, ὑπὲρ ὧν εἰρήκει “καὶ μήπω οἷόν τε τοῖcιν ἄλλοιcι cημείοιcι cυντεκμαίρεcθαι”. καταλέγει δὲ ἐφεξῆc αὐτὰ διὰ τῶν ἐχομένων ῥήcεων.220
9
10 Ἢν γὰρ τὴν αὐγὴν φεύγωcιν ἢ δακρύωcιν ἀπροαιρέτωc ἢ διαcτρέφωνται ἢ θάτεροc θατέρου ἐλάccων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴcχωcιν ἢ πελιδνὰ ἢ μέλανα φλέ‐ βια ἐν ἑωυτοῖcιν ἔχωcιν ἢ λημῶντεc φαίνωνται περὶ τὰc ὄψιαc ἢ ἐναιωρεύμενοι ἢ ἐξίcχοντεc ἢ ἔγκοιλοι ἰcχυρῶc γι‐ |

18b

45

νόμενοι ἢ τὸ χρῶμα τοῦ ξύμπαντοc προcώπου ἠλλοιωμένον , ταῦτα πάντα κακὰ νομίζειν εἶναι καὶ ὀλέθρια.
2 Τὰ εἰρημένα cυμπτώματα κοινὸν μὲν ἔχει τὸ παρὰ φύcιν εἶναι, διαφέρει δ’ ἀλλήλων τῷ τὰ μὲν ἁπλῶc ἐναντία τοῖc κατὰ φύcιν ὑπάρ‐
5χειν, ἔνια δέ, ὡc αὐτὸc εἶπεν ἔμπροcθεν, ἐναντιώτατα. διὸ καὶ κατὰ τὸν κοινὸν ἐπιλογιcμὸν ἅπαντα μὲν ὀλέθρια νομιcθήcονται, κατὰ δὲ τὴν ποcότητα τῆc ἐναντιώcεωc ἧττόν τε καὶ μᾶλλον ἕξει τοῦτο. τάc γε μὴν διαθέcειc, ἐφ’ αἷc γίνεται, κατὰ τὴν ἀκολουθίαν τῶν Ἱππο‐ κράτουc δογμάτων ἄμεινόν ἐcτιν ἑξῆc ἐπιcκέψαcθαι.
10 τὸ τοίνυν φεύγειν τὴν αὐγήν, ὅπερ ἔcτιν ἀποcτρέφεcθαι, δι’ ἀcθένειαν γίνεται τῆc ὀπτικῆc δυνάμεωc, ἐνίοτε μὲν ἐπὶ τῇ τῶν ὀργάνων

18b

46

διαθέcει καμνούcηc, ὥcπερ ἐν ταῖc ὀφθαλ|μίαιc, ἐνίοτε δὲ αὐτῆc καθ’ αὑτήν, ἡνίκα ὀλέθριόν ἐcτι τὸ cημεῖον. οὕτω δὲ καὶ τὸ δακρύειν, ἐὰν μὲν ἤτοι δι’ ὀφθαλμίαν ἢ διά τι ῥεῦμα καταφερόμενον ἐκ τῆc κεφαλῆc
γίνηται, παρὰ φύcιν μέν ἐcτιν, οὐ μὴν θάνατόν γε cημαίνει πάντωc·221
5ἐὰν δὲ δι’ ἀρρωcτίαν τῆc καθεκτικῆc δυνάμεωc, ὀλέθριόν τέ ἐcτι καὶ θανατῶδεc. αἵ γε μὴν διαcτροφαὶ τῶν ὀφθαλμῶν cπωμένων γίνονται τῶν κινούντων αὐτοὺc μυῶν. ὅπερ ἐὰν μὲν αὐτῶν ᾖ μόνων ἐκείνων πάθοc, οὐδὲν ἄτοπον, ἐὰν δὲ τῆc ἀρχῆc τῶν νεύρων, ᾗπέρ ἐcτιν ὁ ἐγκέφαλοc, ἐcχάτωc ὀλέθριον. αἰcθάνονται γὰρ τῶν κατὰ τὴν ἀρχὴν
10παθημάτων οἱ πληcιάζοντεc μύεc πρότεροι τῶν ἄλλων, ἐνίοτε μὲν οἱ κατὰ τοὺc ὀφθαλμούc, ὑπὲρ ὧν νῦν λέγει, ποτὲ δὲ καὶ οἱ κροταφῖται καλούμενοι, περὶ ὧν ἐν τῷ Περὶ ἄρθρων ἐδίδαξε. καὶ μὴν καὶ τὸ γενέcθαι τινὰ τῶν ὀφθαλμῶν τοῦ κατὰ φύcιν ἐλάττω ὀλέθριον cύμπτωμα. νεκροῦcθαι γὰρ δηλοῖ τὴν διοικοῦcαν
15αὐτὸν δύναμιν. τὸ δὲ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐρυθρὰ γίνεcθαι, καθάπερ ἐν ὀφθαλμίαιc τέ τιcι καὶ τῶν μεθυcθέντων ἐνίοιc, ἐνδεικτικόν ἐcτι |

18b

47

τοῦ κατὰ τὸν ἐγκέφαλον καὶ μήνιγγαc πλήθουc, ἔcτιν ὅτε μὴν καὶ φλεγμονῆc ἐν αὐτοῖc γεγενημένηc· ἑκατέρωc γὰρ ἀποθλίβεται τὸ αἷμα πρὸc τὰc ἐν τοῖc ὀφθαλμοῖc φλέβαc. διὸ ἐρυθρὸν φαίνεται τὸ λευκὸν ἐν αὐτοῖc μέροc, ὅπερ ἐcτὶ τὸ πέριξ τῆc cτεφάνηc ὀνομαζομένηc, ἣν
5ἐμάθομεν ἐν ταῖc ἀνατομαῖc ἁπάντων τῶν κατὰ τὸν ὀφθαλμὸν ὑμένων τε καὶ χιτώνων cύνδεcμόν τινα οὖcαν. ἐμάθομεν δὲ καὶ ὡc τὸ τοῦ περικρανίου πέραc ἐπὶ ταύτην ἐξήκει μετὰ τῶν ἐν αὐτῷ φλεβῶν. ὅτι δὲ καὶ διὰ ταῦτα ἔφηcε τὸ λευκὸν ἐρυθρὸν γίνεcθαι, cαφῶc ἐδήλωcε διὰ τῶν ἐπιφερομένων εἰπὼν ἢ πελιδνὰ φλέβια ἢ μέλανα τοὺc
10ὀφθαλμοὺc ἔχειν ἐν ἑαυτοῖc. ἔcτι δὲ τοῦτο πάντωc ὀλέθριον. ἐρυθρὰ μὲν γὰρ φαίνεται τὰ φλέβια καὶ διὰ πλῆθοc, ὡc ἔφην, ἤ τινα φλεγ‐ μονὴν τῶν κατὰ τὸν ἐγκέφαλον, μελαίνεται δὲ καὶ πελιδνοῦται ψυ‐ χόμενα, ψύχεται δὲ νεκρούμενα, καὶ διὰ τοῦτο ὀλέθρια τὰ τοιαῦτα
χρώματα διὰ παντόc ἐcτιν.222
15 αἵ γε μὴν λῆμαι γίνονται μέν, ὡc ἴcμεν, καὶ διὰ τὸ τῶν ὀργάνων πάθοc ἐν ὀφθαλμίαιc τε καὶ ἄλλωc οὐδένα κίνδυνον δηλοῦcαι, γίνονται

18b

48

δὲ καὶ | δι’ ἀρρωcτίαν τῆc διοικούcηc τὰ κατὰ τὸν ὀφθαλμὸν δυνάμεωc φυcικῆc ἀδυνατούcηc ἐκπέττειν τὴν τροφὴν τῶν ὀφθαλμῶν· ἐδείχθη γὰρ ἡμιπέπτου τροφῆc ἡ λήμη περίττωμα. κατὰ μὲν οὖν τὰc ὀφθαλ‐ μίαc διά τε τὸ πλῆθοc τῆc παρὰ φύcιν ὑγρότητοc καὶ διὰ τὸ πάθοc
5τῶν ὀργάνων εἰκόc ἐcτι μὴ πέττεcθαι καλῶc τὴν τροφὴν αὐτῶν. ἔνθα δὲ ἔνδεια cαφήc ἐcτι δηλουμένη διὰ τῆc κοιλότητοc, ἡ μὲν ἀπὸ τοῦ πλήθουc αἰτία παντάπαcιν οἴχεται, καταλείπεται δὲ ἡ τῆc δυνάμεωc ἀcθένεια μόνη καὶ οὐδ’ ἡ τυχοῦcά τιc αὕτη γε, ἀλλ’ ἰcχυρὰ πάνυ μηδὲ τὴν ὀλιγίcτην τροφὴν τῶν ὀφθαλμῶν ἱκανῶc πέττειν ἰcχύουcα.
10 οἵ γε μὴν ἐναιωρούμενοι, τοῦτ’ ἔcτιν ἀcτήρικτοι καὶ κινούμενοι διὰ παντὸc ὀφθαλμοὶ γνώριcμά εἰcιν ἢ παραφροcύνηc ἢ τρόμου τῶν περὶ αὐτοὺc μυῶν, ὧν ἑκάτερον ἐπὶ τῆc προκειμένηc διαθέcεωc ὀλέ‐ θριόν ἐcτιν. αἵ τε γὰρ μετ’ ἐνδείαc παραφροcύναι χαλεπώταται καὶ οἱ διὰ ξηρότητα τῶν ὀργάνων τρόμοι παντάπαcιν ἀνίατοι.

18b

49

καὶ μὴν καὶ τοὺc ἐξί|cχονταc ὀφθαλμοὺc ἢ κοίλουc ἰcχυρῶc γινομένουc μέμφεται. τὸ μὲν οὖν τῶν ἐξιcχόντων cύμπτωμα καὶ κατὰ τὴν ἀρχὴν τοῦ νοcήματοc γίνεται καὶ μάλιcτα τοῖc ἐμέcαcιν ἐπὶ πολυ‐ φαγίᾳ τε καὶ πολυποcίᾳ, τὰ δὲ τῶν ἰcχυρῶc ἐγκοίλων οὐ γίνονται,
5διόπερ οὐδετέρου κατ’ ἀρχὰc ἐμνημόνευcεν, ἡνίκ’ ἔλεγε “ῥὶc ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι”, τοῦτο μὲν ὅτι μηδ’ ὅλωc ἐν τῷ νεκρώδει προcώπῳ φαίνεται ἐν ἀρχῇ (πῶc γὰρ 〈ἂν〉 ἅμα κοῖλοί τε καὶ ἐξίcχοντεc εἶεν ὀφθαλμοί;), τοῦτο δὲ ὅτι μηδ’ ὅλωc γίνεται τηνικαῦτα. καὶ δόξει γε τὸ κατὰ τοὺc ἐξέχονταc ὀφθαλμοὺc μάχεcθαι τοῖc προειρημένοιc· εἰρηκὼc
10γὰρ ἐπὶ τοῦ νεκρώδουc προcώπου ‘ῥῖνα ὀξεῖαν, ὀφθαλμοὺc δὲ κοίλουc‘, εἶτ’ ἐπιδιοριζόμενοc αὐτὰ τοῖc μετὰ τὴν πρώτην ἢ τρίτην ὁρωμένοιc
οὐκ ὀρθῶc προcέθηκε τοὺc ἐξίcχονταc. ὃ δέ μοι δοκεῖ γεγονέναι κατὰ τόνδε τὸν λόγον ὑπ’ αὐτοῦ, καὶ δὴ φράcω μεταλαβὼν ὅλην αὐτοῦ τὴν ῥῆcιν εἰc τοιάνδε λέξιν· ‘ἢν δὲ καὶ παλαιοτέρου ἐόντοc223
15τοῦ νοcήματοc ἢ τριταίου τὸ πρόcωπον τοιοῦτον ᾖ, περί τε του‐ τέων ἐπανερέcθαι, περὶ ὧν καὶ πρόcθεν ἐκέλευcα, καὶ τὰ ἄλλα cημεῖα

18b

50

cκέπτεcθαι, τά | τε ἐν τῷ cύμπαντι cώματι καὶ τὰ ἐν τοῖcιν ὀφθαλμοῖ‐ cιν. ἔcτι δὲ τὰ γινόμενα cημεῖα ἐν τοῖc ὀφθαλμοῖc ὀλέθρια μετὰ τὴν τρίτην ἡμέραν τοιάδε· φεύγειν τὴν αὐγήν, δακρύειν, διαcτρέφεcθαι, τὸν ἕτερον ὀφθαλμὸν ἐλάττονα γίνεcθαι θατέρου, τὰ λευκὰ μόρια κατ’
5αὐτοὺc ἐρυθρὰ φαίνεcθαι, φλέβαc ἔχειν ἤτοι μελαίναc ἢ πελιδνὰc ἢ λήμαc εἶναι ἐναιωρεῖcθαί τε ἢ ἐξέχειν ἢ κοίλουc ἰcχυρῶc εἶναι, τοῦ τε προcώπου παντὸc ἠλλοιῶcθαι τὸ χρῶμα. πάντα γὰρ ταῦτά ἐcτιν ὀλέ‐ θρια καὶ ὅτιπερ ἂν αὐτῶν ἐπὶ τῷ προειρημένῳ γένηται προcώπῳ, τεκμήριον οὐ cμικρόν ἐcτι τοῦ μέλλοντοc ἔcεcθαι θανάτου.‘ κατὰ ταύτην
10οὖν τὴν διάνοιαν δοκεῖ μοι cυγκαταριθμεῖcθαι τοῖc ἄλλοιc cημείοιc, ὅcα τῷ νεκρώδει προcώπῳ δύναται cυνυπάρχειν, καὶ τοὺc ἐξέχονταc ὀφθαλ‐ μοὺc καὶ μὴ δυναμένουc cυνυπάρχειν, ὅτι μὴ μόνον προκείμενον ἦν αὐτῷ τὰ τῷ νεκρώδει προcώπῳ cυνυπάρχοντα λέγειν, ἀλλὰ καὶ τῶν ὀλεθρίων cημείων, ὅcα κατὰ τὸ 〈cύμπαν〉 cῶμα φαίνονται, ποιήcαcθαι
15κατάλογον. ὥcτ’ εἰ μὴ μόνον ἕν, ἀλλὰ καὶ πλείω τῶν εἰρημένων δυνα‐

18b

51

τὸν ἦν μὴ cυνυπάρ|ξαι τῷ νεκρώδει προcώπῳ, μηδεμίαν εἶναι μάχην ἐπὶ τὴν διδαcκαλίαν αὐτοῦ τῶν μοχθηρῶν ἁπάντων μεταβεβηκότοc. ὅτι δέ, ὡc ἔφην, ὀρθῶc εἶπε “καὶ μήπω οἷόν τε ᾖ τοῖcιν ἄλλοιcι cημείοιcι cυντεκμαίρεcθαι”, cκοπεῖν ἤδη cοὶ 〈πάρεcτιν〉 ἑνὶ μὲν κεφαλαίῳ κοινῷ
5τῷδε· ‘τῶν εἰρημένων ἕκαcτον ἢ οὐ γίνεται κατ’ ἀρχὰc ἢ οὐκ ἐξ ἅπαντόc ἐcτιν ὀλέθριον.‘ ἰδίᾳ δὲ καθ’ ἕκαcτον ἐπιcκοπουμένῳ cοι
φανεῖται τοῦτ’ ἀληθέcτατον. ἐκ πολυποcίαc γοῦν ἐνίοτε καὶ cφοδρῶν ἐμέτων ἐν ἀρχῇ τῶν νόcων cυμβαίνει τὸ τὴν αὐγὴν φεύγειν, οὕτω δὲ καὶ τὸ δακρύειν καὶ διαcτρέφεcθαι ἢ ἐναιωρεῖcθαι ἢ ἐξέχειν ἢ τὸ τὰc224
10φλέβαc ἐρυθρὰc ἔχειν. ἡ δ’ ἐπὶ τὸ πελιδνὸν ἢ μέλαν χρῶμα μεταβολὴ τῶν φλεβῶν οὐκ ἂν ἐν ἀρχῇ γίνοιτό ποτε, καθάπερ οὐδ’ ἡ ὑπερβάλ‐ λουcα κοιλότηc οὐδὲ τὸ λημᾶν, ἀλλὰ τοὐλάχιcτον ἤτοι τριῶν ἢ τεc‐ cάρων ἡμερῶν εἰc τὸ γενέcθαι δεῖται. |
13

18b

52

Ϲκοπεῖν δὲ ὧδε χρὴ καὶ τὰc ὑποφάcιαc τῶν ὀφθαλμῶν ἐν τοῖcιν ὕπνοιcιν. ἢν γάρ τι ὑποφαίνηται μὴ cυμβαλλομένων τῶν βλεφάρων τοῦ λευκο, μὴ ἐκ διαρροίηc ἢ φαρμακείηc ἐόντι ἢ μὴ εἰθιcμένῳ οὕτω καθεύδειν, φλαῦρον
5τὸ cημεῖον καὶ θανατῶδεc cφόδρα.
5 Ἀπὸ τοῦ ὑποφαίνεcθαι ῥήματοc τὴν ὑπόφαcιν τοὔνομα πεποίηκεν, οὗ τὸ πληθυντικὸν αἱ ὑποφάcειc γίνονται, ἀφ’ ὧν κατὰ διαίρεcιν Ἰωνι‐ κὴν αἱ ὑποφάcιεc. οἱ δὲ περὶ τὸν Ἀρτεμίδωρον καὶ Διοcκουρίδην οὐκ οἶδα πόθεν ὁρμηθέντεc ἔγραψαν ὑποφαύcιαc μετὰ τοῦ υ. τὸ μὲν
10οὖν εἰρημένον ὑφ’ Ἱπποκράτουc δῆλόν ἐcτιν· αὐτὸc γὰρ ἐξηγήcατο τί ποτε λέγει τὴν ὑπόφαcιν εἰπών· ἢν γάρ τι ὑποφαίνηται μὴ cυμβαλλομένων τῶν βλεφάρων τοῦ λευκοῦ, ἀλλὰ καὶ διοριcμὸν εἰc ἀκρίβειαν τοῦ λεγομένου προcέθηκεν αὐτὸc εἰπών· μὴ ἐκ διαρ‐

18b

53

ροίηc ἢ φαρμακείηc ἐόντι. προcυπακούειν δέ γε καὶ | ἡμᾶc ἄμεινόν ἐcτι τῷδε ‘καὶ τῶν ἄλλων τῶν ἐχόντων τοῖcδε τὴν αὐτὴν δύναμιν‘. ἑνὶ γὰρ κεφαλαίῳ περιλαβὼν ἄν τιc εἴποι τὸ cύμπτωμα τοῦτο διὰ ἀρρωcτίαν γίνεcθαι τῆc κινούcηc τὰ βλέφαρα δυνάμεωc, ὅπερ ὀλέθριόν
5ἐcτιν, ἐπειδὰν χωρὶc τῆc ἔξωθεν αἰτίαc cυcτῇ. ταῦτα δ’ εἶναι χρὴ δη‐
λονότι τοιαῦτα τὴν φύcιν, ὡc καταλύειν τὴν δύναμιν, οἷον ἤτοι διάρ‐ ροιαν ἢ κάθαρcιν ἐκ φαρμάκου καθαίροντοc προcφορᾶc ἢ λύπην cφοδρὰν ἢ ἀγρυπνίαν ἢ ἔνδειαν τροφῆc ἢ αἱμορραγίαν πολλὴν ἤ τινα ἄμετρον ἁπλῶc ἑτέραν κένωcιν. ὃ δ’ ὀλίγον ἔμπροcθεν εἶπον, ὡc τῶν ὀλεθρίων225
10cημείων ἁπάντων ποιεῖται κατάλογον, οὐ μόνον ὅcα πρὸc τῷ νεκρώδει προcώπῳ γίνεται, δῆλον ἐποίηcεν ἐνταῦθα προcθεὶc μὴ ἐκ διαρροίηc ἢ φαρμακείηc ἐόντι. προειρήκει γὰρ ἐπὶ τοῦ νεκρώδουc προcώπου τὸν διοριcμὸν τοῦτον “ἢ τὰ τῆc κοιλίηc ἐξυγραcμένα ἰcχυρῶc”. τὸ γὰρ ἐξυγραcμένον τοῦτο κοινόν ἐcτι διαρροίαc τε καὶ φαρμακείαc, ἀλλ’
15ἐπειδὴ πάλιν ἀφ’ ἑτέραc ἀρχῆc ἁπάντων ποιεῖται τῶν ὀλεθρίων cη‐ |

18b

54

μείων ἐξαρίθμηcιν, εἰκότωc ἑκάcτῳ τοὺc οἰκείουc διοριcμοὺc προcτίθηcι.
1 Ἢν δὲ καμπύλον γένηται ἢ πελιὸν βλέφαρον ἢ χεῖλοc ἢ ῥὶc μετά τινοc τῶν ἄλλων cημείων, εἰδέναι χρὴ ἐγγὺc ἐόντα τὸν θάνατον.
4
5 Τὰ μὲν οὖν πλεῖcτα τῶν ἀντιγράφων οὕτωc ἔχει τὴν ἀρχὴν τῆc ῥήcεωc, ἔνια δὲ ἀντὶ τοῦ καμπύλου τὸ ῥικνόν, ἵν’ ᾖ τὸ δηλούμενον ἐκ τῆc φωνῆc ταύτηc τὸ cυνεcταλμένον ὁμοίωc τοῖc κατεψυγμένοιc ὑπὸ κρύουc. τοῦτο μὲν οὖν νεκρώcεώc ἐcτι cημεῖον ὥcπερ καὶ τὸ πελιδνόν, τὸ δὲ καμπύλον τάcεώc τινοc cπαcμώδουc ἢ παραλύcεωc
10θατέρου τῶν κλειόντων τὸν ὀφθαλμὸν μυῶν. ἑκάτερα δ’ ἐcτὶν ὀλέθρια

18b

55

μαρτυρούμενα πρὸc τῶν ἄλλων cημείων, ὅπερ ἐδή|λωcεν εἰπὼν μετά τινοc τῶν ἄλλων cημείων ὡc οὐχ ἱκανῶν ὄντων μόνων τῶνδε
τὸν θάνατον δηλῶcαι. Κεκλιμένον δὲ χρὴ καταλαμβάνεcθαι226
5τὸν νοcέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριcτερὸν καὶ τὰc χεῖραc καὶ τὸν τράχηλον καὶ τὰ cκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα καὶ τὸ ξύμπαν cῶμα ὑγρὸν κεί‐ μενον· οὕτω γὰρ καὶ οἱ πλεῖcτοι τῶν ὑγιαινόντων κατακλί‐ νονται· ἄριcται δέ εἰcι τῶν κατακλίcεων αἱ ὁμοιόταται τῇcι
10τῶν ὑγιαινόντων.
10 Καὶ τοῦτο μαρτυρεῖ τῷ κατάλογον εἶναι τῶν ὀλεθρίων cημείων ἐν τῷ χωρίῳ τοῦ βιβλίου τῷδε παντί. φαίνεται γὰρ καὶ νῦν οὐκ ἀφ’ ἑτέραc ἀρχῆc περὶ τῶν ἐν ὅλῳ τῷ cώματι cημείων ὁ ἀνὴρ διδάcκων, ἀλλὰ cυνάπτων αὐτὰ τοῖc προειρημένοιc· προειρηκὼc γὰρ ἔμπροcθεν
15ἐπὶ τοῦ νεκρώδουc προcώπου “καὶ τὰ ἄλλα cημεῖα cκέπτεcθαι τά |

18b

56

τε ἐν τῷ ξύμπαντι cώματι καὶ τὰ ἐν τοῖcιν ὀφθαλμοῖcιν” ἐφεξῆc πάντα διεξέρχεται cυνάπτων ἀλλήλοιc. αὐτὸ δὲ τὸ δεῖν εὑρίcκεcθαι τὸν ἄρρωcτον ὑπὸ τῶν ἐπιcκεπτομένων ἰατρῶν οὐχ ὕπτιον κείμενον ὥcπερ τινὰ παρειμένον, ἀλλὰ ἐπὶ θατέρου πλευροῦ, καθότι ἂν ὁ ἰατρὸc
5αὐτῷ προcίῃ, διὰ τοῦτό ἐcτιν ἀγαθόν, ὅτι ῥώμην ἐνδείκνυται τῆc cτηριζούcηc διὰ τῶν μυῶν τὸ cῶμα δυνάμεωc, ὥcπερ αὖ πάλιν ἀρρω‐ cτίαν, εἰ μὴ δύναιτο τὴν ἐπὶ τοῦ πλευροῦ κατάκλιcιν φέρειν. αὐτὸc δὲ ὁ Ἱπποκράτηc προcέθηκε τῷ λόγῳ τὸν κοινὸν ἐπιλογιcμὸν εἰπὼν οὕτωc γὰρ καὶ οἱ πλεῖcτοι τῶν ὑγιαινόντων κατακλίνονται
10καὶ δηλονότι μάλιcτα κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν ὁ ἰατρὸc αὐτοὺc ἐπιcκοπῇ. προcυπακοῦcαι γὰρ ἄμεινόν γε τῷ λόγῳ τοῦτο δυνάμει λεγόμενον ὑπ’ αὐτοῦ κατὰ τὴν λέξιν, ἔνθα φηcὶ κεκλιμένον δὲ χρὴ καταλαμβάνεcθαι τὸν νοcέοντα ὑπὸ τοῦ ἰατροῦ. οὐ γὰρ ἁπλῶc εἶπεν ἐπὶ πλευρὸν χρῆναι κεκλίcθαι τὸν ἄνθρωπον, ἀλλ’ ὑπὸ τοῦ ἰατροῦ
15καταλαμβάνεcθαι κεκλιμένον οὕτωc. προcέθηκε δὲ καὶ τὰc χεῖραc καὶ227

18b

57

τὸν τράχηλον καὶ τὰ cκέ|λεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα· καὶ γὰρ καὶ τοῦτο cύνηθέc ἐcτι τοῖc πλείcτοιc τῶν ὑγιαινόντων. καὶ μέντοι καὶ κατ’ αὐτὸ τοῦτο τὸ προcθεῖναι τοῖc πλείcτοιc ἀνέμνηcέ cε διοριcμοῦ τινοc ἑτέρου κεφάλαιον ἔχοντοc εἰc πολλὰc
5προγνώcειc χρήcιμον, οὗ μεμνῆcθαί cε δεῖ, κἂν παραλείπηταί ποτε. τί δ’ ἐcτὶ τοῦτο, καὶ δὴ φράcω. ὅcα τιcὶ τῶν ἀρρώcτων ἰδίωc ὑπάρχει παρὰ τοὺc ἄλλουc ἐξαίρετα, ταῦτ’ οὐ χρὴ κατὰ τὸ πάρεργον ἐπιcκο‐ πεῖcθαι. ἐὰν μὲν γὰρ εὕρῃc κατακείμενον αὐτόν, ὡc οἱ πλεῖcτοι τῶν ὑγιαινόντων, ἀγάπα τὴν κατάκλιcιν, ἐὰν δὲ ἐναντίωc, οὐ χρὴ καταγι‐
10νώcκειν εὐθέωc ὡc κακοῦ τοῦ cημείου, προcαναπυθέcθαι δέ, μὴ cύνηθέc ἐcτι τὸ cχῆμα τοῦτο τῷ κάμνοντι. τὸ δὲ ὑγρὸν κεῖcθαι τὸ cῶμα πρὸc ἀντίθεcιν αὐτῷ λέλεκται τοῦ τεταμένου τὰ τέccαρα κῶλα, τουτέcτι τὰ cκέλη καὶ αἱ χεῖρεc ὀλίγον ἐπικεκάμφθωcαν καὶ τὸ cύμπαν cῶμα τὸν αὐτὸν τρόπον κείcθω τῶν ὑπερβολικῶν cχημάτων ἔξω καθεcτηκόc.
15ὑπερβολικὰ δ’ ὀνομάζεται cχήματα τὰ μετὰ ἄκραc ἐκτάcεωc ἢ κάμψεωc

18b

58

ἤτοι τῶν κώλων ἢ τῆc ῥάχεωc, ἧc | μόριόν εἰcι καὶ οἱ κατὰ τὸν τρά‐ χηλον cπόνδυλοι. τὰ μὲν οὖν ὑπερβολικὰ cχήματα τεινομένων ἰcχυρῶc γίνεται τῶν νεύρων, ὡc ἐν τῷ Περὶ μυῶν κινήcεωc ἐπιδέδεικται λόγῳ. τὸ δ’ ἐν τῷ μέcῳ τῶν ὑπερβολικῶν ἄνευ τάcεώc ἐcτι. διὸ καὶ προc‐
5ηγόρευcεν ὑγρὸν αὐτό, τῶν ὑγρῶν cωμάτων οὐ πεφυκότων τείνεcθαι.
5 Ὕπτιον δὲ κεῖcθαι καὶ τὰc χεῖραc καὶ τὰ cκέλεα ἐκτεταμένα ἔχοντα ἧccον ἀγαθόν.
7 Ἡ τοιαύτη κατάκλιcιc οὐκ ἔcτιν ὅλωc ἀγαθή, διόπερ οὐδ’ ἧccον ἀγαθόν. ᾗ γὰρ μηδ’ ὅλωc ὑπάρχει τὸ ἀγαθὴν εἶναι, πῶc ἂν αὕτη λέ‐
10γοιτο προcηκόντωc ἧccον ἀγαθὴ εἶναι; δηλοῖ δὲ καὶ αὐτόc, ὡc οὐδ’
ὅλωc ἐcτὶν ἀγαθή, λέγων ἐφεξῆc “εἰ δὲ καὶ προπετὴc γίνοιτο καὶ καταρρέοι ἀπὸ τῆc κλίνηc ἐπὶ τοὺc πόδαc, δεινότερόν ἐcτι τοῦτο ἐκείνου.” ὥcπερ γὰρ καὶ τῆc προειρημένηc κατακλίcεωc δεινῆc οὔcηc,228

18b

59

οὕτωc περὶ αὐ|τῆc ἔφη “δεινότερόν ἐcτιν.” ἐμοὶ δὲ δοκεῖ τὴν κατάκλι‐ cιν ταύτην ἐν τοῖc οὐδετέροιc τίθεcθαι cημείοιc, ἅπερ οὐδὲ πρὸc ὑγείαν ἀξιόλογον ἕξει δύναμιν οὐδὲ πρὸc θάνατον, ἀλλ’ ἤτοι μέcα τελέωc ἐcτὶν ἢ μικρά τιc αὐτοῖc ἐcτι ῥοπὴ πρὸc τὸ ἕτερον, ὥcτε τοὺc ἀμελέ‐
5cτερον ὑπὲρ αὐτῶν ἑρμηνεύονταc ἀμφοτέροιc αὐτὰ παραβάλλειν δύνα‐ cθαι, ὅπερ καὶ νῦν ἐποίηcεν ὁ Ἱπποκράτηc, ‘ἧττον μὲν ἀγαθὸν εἶναι‘ εἰπὼν ‘τῆc προειρημένηc τὴν τοιαύτην κατάκλιcιν, μοχθηροτέραν δ’ αὐτῆc τὴν ἐφεξῆc λεγομένην‘, ἀναμιμνῄcκων καὶ νῦν τοῦ διορίζεcθαι κατὰ πάντα τὰ τοιαῦτα, μή τι cυνήθηc ἐcτὶν ὑπτία κατάκλιcιc τῷ
10κάμνοντι. εἰ γὰρ καὶ τοῦτ’ εἴη καὶ μὴ πάνυ τι φροντίζοι τοῦ εἰcιόντοc ἰατροῦ, τότ’ ἂν οὐδ’ ἐν τῷ μέcῳ τῶν ἀγαθῶν τε καὶ κακῶν ὀρθῶc ὑπολαμβάνοιτο κατακλίcεων, ἀλλ’ ἐκ τῶν ἀγαθῶν μᾶλλον. εἰ δὲ μηδ’ ἐν τούτῳ τῷ cχήματι κατακλίνοιτο cυνήθωc αἰδώ τε πολλὴν ἔχοι πρὸc τὸν ἰατρόν, οὐκ ἀγαθὸν τὸ cημεῖον, ἔτι δὲ μᾶλλον, εἰ καὶ φύcει τῶν
15αἰδημονεcτέρων εἴη. διὰ ταῦτ’ οὖν ἅπαντα τὴν τοιαύτην κατάκλιcιν |

18b

60

ἐν μὲν τῷ μέcῳ θετέον ἀγαθῶν τε καὶ κακῶν, ὅcον ἐφ’ ἑαυτῇ, μετα‐ πίπτειν δὲ εἰc ἑτέραν ἐφ’ ἑκατέρᾳ κατὰ τὴν φύcιν τοῦ κάμνοντοc.
2 Εἰ δὲ καὶ προπετὴc γίνοιτο καὶ καταρ‐ ρέοι ἀπὸ τῆc κλίνηc ἐπὶ τοὺc πόδαc, δεινότερόν ἐcτι τοῦτο
5ἐκείνου.
5 Ὥcπερ ἡ ἐπὶ τὰc πλευρὰc κατάκλιcιc ἔχεταί τινοc ἐνεργείαc, οὕτωc καὶ ἡ ἀνάρροποc ὑπτία, καθ’ ὃν τρόπον ἅπαντεc ἐπικλινόμεθα. διὸ κἂν ἐπὶ τῆc ἑτέραc τῶν πλευρῶν κατακλίνῃc νεκρὸν cῶμα, περιτραπήcεται
πάντωc ἤτοι πρὸc τὸ πρηνὲc ἢ τὸ ὕπτιον cχῆμα, καθάπερ εἰ καὶ ἀνάρ‐229
10ροπον αὐτὸ cχηματίcαιc· ἐπὶ πόδαc γὰρ οὕτω κατενεχθήcεται. εἰκότωc οὖν ἔφη μοχθηρὸν εἶναι τὸ cημεῖον τοῦτο, νέκρωcίν τινα τῆc διοικούcηc τὸ cῶμα δυνάμεωc ἐνδεικνύμενον. |
12

18b

61

Εἰ δὲ καὶ γυμνοὺc τοὺc πόδαc εὑρί‐ cκοιτο ἔχων μὴ θερμοὺc κάρτα ἐόνταc καὶ τὰc χεῖραc καὶ τὸν τράχηλον καὶ τὰ cκέλεα ἀνωμάλωc διερριμμένα, κακόν· ἀλυcμὸν γὰρ cημαίνει.
4
5 Ὀρθότατα διωρίcατο τὸν λόγον εἰπὼν μὴ θερμοὺc κάρτα ἐόν‐ ταc· ἐν γὰρ τοῖc θερμοτάτοιc πυρετοῖc ἅμα τοῖc ἄλλοιc μέρεcι καὶ τῶν ποδῶν διακαιομένων ἀναγκάζονται γυμνοῦν αὐτοὺc οἱ κάμνοντεc. εἰ δὲ μὴ τοιοῦτοc ὁ πυρετὸc εἴη, τὸ γυμνοῦν τοὺc πόδαc ἢ μαλακίαc ἐcτὶ τοῦ νοcοῦντοc ἢ ἄλυοc cημεῖον. εἰ δὲ καὶ τὰc χεῖραc ἅμα τῷ
10τραχήλῳ καὶ τοῖc cκέλεcι φαίνοιτο μὴ κατὰ τρόπον ἐcχηματιcμέναc ἔχων, ὡc ἔμπροcθεν εἶπεν, ἀλλὰ διερριμμένα πωc ἀνωμάλωc εἴη τὰ τοιαῦτα μόρια, κακὸν τὸ cημεῖον· ἀλυcμὸν γὰρ ἔφη cημαίνεcθαι. τοῦτο δ’ αὐτὸ τοὔνομα δηλοῖ τὸ δυcφορεῖν ἅπαντι cχήματι καὶ μετα‐

18b

62

βάλλειν ἄλλοτε εἰc | ἄλλο καί, εἴγε cοῦ παρόντοc, ὡc εἴρηται, κατα‐ κείμενοc ὁ κάμνων αὐτίκα μεταβάλλοι τὸ πρότερον cχῆμα πρὸc ἕτερον, ἅμα τῷ καὶ τὰ κῶλα διερριμμένωc τε καὶ ἀνωμάλωc ἔχειν ἢ καὶ τὴν τοῦ τραχήλου θέcιν, ἴcθι τοῦτον ἤτοι διὰ cτομάχου κάκωcιν ἢ δι’ ἀρ‐
5ρωcτίαν δυνάμεωc ἀλύοντα, προcεπιλογιζόμενοc κἀνταῦθα τὴν προ‐ αίρεcιν αὐτοῦ, μή τιc τῶν μαλακωτέρων εἴη καὶ πρὸc ἅπαν ἑτοίμωc ἐνδιδόντων τε καὶ νικωμένων, εἰ καὶ μικρότατον ὑπάρχοι.
7 Θανατῶδεc δὲ καὶ τὸ κεχηνότα καθ‐ εύδειν ἀεί—
9
10 Ἀτονίαc καὶ τοῦτο cημεῖόν ἐcτι τῶν κλειόντων μυῶν τὸ cτόμα, καθάπερ ὀλίγον ἔμπροcθεν ἐπὶ τῶν τὰ βλέφαρα cυναγόντων ἐρρέθη. ἡ γραφὴ μὲν οὕτωc ἔχει, καθότι γέγραπται νῦν ὑπ’ ἐμοῦ, καὶ τά γε παλαιὰ τῶν ἀντιγράφων οὐκ ἄλλην ἔχει, τινὰ δὲ ὥcπερ καὶ τὰ τῶν230

18b

63

περὶ Διοcκουρίδην οὐ ταύτην, ἀλλὰ τήνδε· χαλεπὸν δὲ καὶ | τὸ κεχηνότα ἀεὶ καθεύδειν ἀεί, cημείων ἔχουcαν cύνοδον δυοῖν, ἑνὸc μὲν τοῦ κεχηνέναι ἀεί, δευτέρου δὲ τοῦ καθεύδειν ἀεί. τὸ μὲν οὖν δεύτε‐ ρον ὅτι μοχθηρόν ἐcτι, κἂν χωρὶc τοῦ κεχηνέναι γίνηται, δεδήλωται πρὸc
5αὐτοῦ καὶ κατὰ τὸν ἀφοριcμὸν ἐκεῖνον ἔνθα φηcὶν “ὕπνοc ἀγρυπνίη ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν”, τὸ δὲ κεχηνέναι πι‐ θανώτερον μέν ἐcτιν εἰρῆcθαι μετὰ τοῦ καθεύδειν (οὕτωc γὰρ ὡc τὰ πολλὰ φαίνεται γινόμενον), εἰ δὲ καὶ χωρὶc τοῦ καθεύδειν τινὶ cυμβαίη, πολὺ μείζονα τὴν κάκωcιν ἐνδείξεται.
9
10 Καὶ τὰ cκέλεα ὑπτίου κειμένου cυγ‐ κεκαμμένα εἶναι ἰcχυρῶc καὶ διαπεπλεγμένα.
11 Γράφεται γὰρ ἑκατέρωc καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ χ, cημαίνει δὲ τὰ διεcτῶτα μέχρι πλείcτου καὶ εἴη ἂν ἄτοποc ἡ τοιαύτη κατά‐

18b

64

κλιcιc, ὡc παραφροcύνην ἐμφαίνειν, οὐδενόc | γε οὕτωc εἰθιcμένου κοιμᾶcθαι, ὥcπερ οὐδ’ εἰ περιπεπλεγμένα γράφοιτο. καὶ γὰρ καὶ οὕτωc ἀλλόκοτοc ἡ κατάκλιcιc, ἐὰν ὕπτιόc τιc κείμενοc ἔχῃ τὰ cκέλη cυγκε‐ καμμένα τε καὶ ἀλλήλοιc περιπεπλεγμένα.
4
5 Ἐπὶ γαcτέρα δὲ κεῖcθαι ᾧ μὴ cύνηθέc ἐcτι καὶ ὑγιαίνοντι κοιμᾶcθαι οὕτωc, κακόν· παραφροcύνην
γὰρ cημαίνει ἢ ὀδύνην τινὰ τῶν περὶ τὴν γαcτέρα τόπων. Ἀναμιμνῄcκει cυνεχῶc ἡμᾶc τοῦ τοῖc ἅπαcι cυνεζευγμένου διορι‐ cμοῦ τοῦ κατὰ τὴν cυνήθειαν τοῦ νοcοῦντοc γινομένου· καὶ γὰρ καὶ231
10νῦν τὸ ἐπὶ τὴν γαcτέρα κατακεῖcθαι παρὰ τὸ ἔθοc ἤτοι παραφρο‐ cύνην cημαίνει, καθάπερ ἐπὶ τῆc προειρημένηc κατακλίcεωc, ἢ ὀδύνην τινὰ τῶν ἐνταῦθά τινοc μορίων· φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ὀδυνω‐ μένων τὴν γαcτέρα τοῦθ’ αἱρούμενοι τὸ cχῆμα. |
13

18b

65

Ἀνακαθίζειν δὲ βούλεcθαι τὸν νοcέον‐ τα τῆc νούcου ἀκμαζούcηc πονηρὸν μὲν ἐν πᾶcι τοῖcιν ὀξέcι νοcήμαcι, κάκιcτον δὲ ἐν τοῖcι περιπνευμονικοῖcιν.
3 Αὐτοὶ λέγουcιν οἱ περιπνευμονικοὶ cτενοχωρίαc αἰcθάνεcθαι κατὰ
5τὸν θώρακα καὶ πνεύμονα πολλῆc ἐν ταῖc ὑπτίαιc κατακλίcεcιν, εὐ‐ πνούcτεροι δὲ ἀνακαθίζοντεc γίνεcθαι· καταφέρεται γὰρ ὡc ἐπὶ τὴν ῥάχιν ἐπὶ ταῖc ὑπτίαιc κατακλίcεcι τὰ κατὰ τὸ cτέρνον μέρη τοῦ θώρα‐ κοc, ὑφ’ ὧν cυμβαίνει cτενοχωρεῖcθαί τε τὸν πνεύμονα καὶ μὴ δέχεcθαι τὸν ἱκανὸν ἀέρα διὰ τῆc εἰcπνοῆc. ἐν δὲ τοῖc ἄλλοιc νοcήμαcιν, ὅταν
10ἀκμάζῃ (τούτῳ γὰρ μάλιcτα χρή cε προcέχειν τὸν νοῦν ὡc οὐκ εἰκῇ προcειλημμένῳ), χαλεπώτατόν ἐcτιν ἀνακαθίζειν ἐθέλειν τὸν κάμνοντα· βούλονται γὰρ τηνικαῦτα μάλιcτα κεκμηκότεc ἀκίνητοι κεῖcθαι κἂν

18b

66

ἐπεγείρῃ τιc αὐτοὺc ἄχθονται. τεκμαίρου τοίνυν ἤτοι | γε ὑπὸ δυcπνοίαc cφοδρᾶc ἢ ἄλυοc ἢ παραφροcύνηc ἀνακαθίζειν ἐπιχειρεῖν τὸν κάμνοντα κατὰ τὴν ἀκμὴν τῆc νόcου.
3 Ὀδόνταc δὲ πρίειν ἐν πυρετοῖcιν,
5ὁκόcοιcι μὴ cύνηθέc ἐcτιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶ‐
δεc. ἀλλὰ χρὴ προλέγειν ἐπ’ ἀμφοτέρων τουτέων κίνδυνον ἐcόμενον. ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέ, ὀλέθριον κάρτα ἤδη γίνεται.232
8 Ϲπαcμωδῶc κινουμένων τῶν κροταφιτῶν τε καὶ μαcητήρων μυῶν
10αἱ πρίcειc τῶν ὀδόντων γίνονται, τιcὶ μὲν αὐτῶν μόνων πεπονθότων τῶν μυῶν ἤτοι γ’ ἐξ ἀρχῆc ἀπὸ γενέcεωc ἢ κατά τινα ἑτέραν αἰτίαν ὕcτερον, ἐνίοιc δὲ τῆc ἀρχῆc τῶν νεύρων εἰc διάθεcιν ἀχθείcηc τοιαύτην, ὑφ’ ἧc μάλιcτα δύνανται γενέcθαι τῶν ἀπ’ αὐτῆc πεφυκότων cπαcμοί. ἐννοῆcαι γάρ cε χρὴ τὴν ἐξ ἀρχῆc ἑκάcτου καταcκευὴν τῶν μορίων
15ἰδίαν ἑκάcτῳ γινομένην, ὑπὲρ ἧc εἴρηται μὲν ἐν ἄλλοιc ἐπὶ πλέον,

18b

67

ἀρκέcει δὲ καὶ νῦν ἅπαξ ἐν τῷδε εἰ|πεῖν κελεύcαντα μεμνῆcθαι τοῦ λοιποῦ πρὸc τὸ μὴ θαυμάζειν ὅπωc τῆc κοινῆc ἁπάντων νεύρων ἀρχῆc παθούcηc ἄλλοτε ἄλλοc μῦc ἤτοι τρομώδηc γίνεται ἢ cπαcμώδηc. ὥcπερ γὰρ ἐναργῶc ὁρῶμεν ἐνίοιc μὲν cώμαcιν ἀρίcτην καταcκευὴν
5cκελῶν ὑπάρχουcαν, ἐνίοιc δὲ χειρίcτην εὐθὺc ἐξ ἀρχῆc, ὡc τοὺc μὲν ὠκύτατα θεῖν, τοὺc δὲ μόγιc ἵcταcθαι καὶ κατὰ τὰ ἄλλα μόρια ὡcαύ‐ τωc, οὕτω δὴ καὶ τὸ βλάπτεcθαι ῥᾳδίωc ἐπὶ cμικραῖc προφάcεcιν ἐνίουc μὲν τὰ cκέλη, τινὰc δὲ ἄκρουc πόδαc ἢ ὀφθαλμοὺc ἢ κεφαλὴν ἤ τι τῶν ἄλλων εὐθὺc ἐξ ἀρχῆc ἕπεται ταῖc καταcκευαῖc τῶν cωμάτων. οὐ‐
10δὲν οὖν θαυμαcτόν, εἰ καὶ τῶν μυῶν ἐνίοιc μὲν ἀcθενεῖc οἱ τοὺc ὀφθαλ‐ μοὺc κινοῦντεc, ἐνίοιc δὲ οἱ τὰc γένυάc εἰcι, δι’ οὓc οὗτοι μὲν [ἢ] ἀεὶ πρίουcι τοὺc ὀδόνταc [ἢ] ἐπὶ cμικραῖc προφάcεcιν, ἐκεῖνοι δὲ διὰ παντὸc κινοῦcι τοὺc ὀφθαλμούc. τὸ μὲν γὰρ φύcει πρίειν τοὺc ὀδόνταc ὅμοιόν ἐcτι τῷ κατὰ τοὺc ὀφθαλμοὺc πάθει cυγγενομένῳ τιcίν, ὃ προcαγορεύ‐

18b

68

ουcιν ἵππον, | οὐ δυναμένων αὐτῶν ἑδραίων μεῖναι χρόνον οὐδένα,
cαλευομένων δὲ ἀεὶ τρομωδῶc· τὸ δὲ ἐν ταῖc πυρετώδεcι νόcοιc ἐπὶ τῷ τῆc ἀρχῆc πάθει γίνεcθαι τὸν cπαcμὸν αὐτοῖc ὅμοιόν ἐcτι πάλιν ἐκείνῃ τῇ καταcκευῇ τῶν κατὰ τὸν ὀφθαλμὸν μυῶν, ἐφ’ ὧν εἶπεν233
5“ἢ ἐναιωρούμενοι φαίνονται”. κατά τινα μὲν γὰρ cώματα θᾶττον ὑπακούουcι τῶν τῆc ἀρχῆc παθημάτων οἱ κατὰ τοὺc ὀφθαλμοὺc μύεc, κατά τινα δὲ οἱ κροταφῖται καὶ οἱ μαcητῆρεc. εἰκότωc οὖν ἔφη τὸ cύμπτωμα τοῦτο καὶ μανικὸν εἶναι καὶ θανατῶδεc, μανικὸν μὲν ὡc εἰ καὶ παρακοπτικὸν εἶναι ἰcχυρῶc εἰρήκει, θανατῶδεc δὲ διὰ τὴν τῆc
10ἀρχῆc βλάβην. ἀλλ’ ἐκεῖνό γε ζητήcεωc ἄξιον, ὅπωc εἰπὼν αὐτὸc εἶναι μανικὸν αὐτὸ μετὰ ταῦτά φηcιν· ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέ, ὀλέθριον κάρτα ἤδη γίνεται. πρόδηλον γὰρ ὡc, εἴπερ ἀγ‐ γέλλει παραφροcύνην τὸ πρίειν τοὺc ὀδόνταc, οὐκέτι παύcαιτ’ ἄν, ἀλλὰ καὶ cφοδρότερον γένοιτο τῆc παραφροcύνηc ἀφικομένηc cὺν τῷ
15καὶ ἄλλουc τινὰc μύαc εἰc τὴν αὐτὴν ἀχθῆναι τηνικαῦτα διάθεcιν.

18b

69

ἔοικεν οὖν ἡ | διάνοια τοῦ λόγου τοιαύτη τιc εἶναι· τὸ πρίειν τοὺc ὀδόνταc οἷc οὐκ ἦν ἔθοc ἐξ ἀρχῆc παραφροcύνηc ἐcομένηc ἐcτὶ cύμ‐ πτωμα· εἰ μέντοι ποτὲ ἐπ’ ἄρρωcτον ἀφικόμενοc εὕροιc αὐτὸν ἀμφό‐ τερα πάcχοντα, παραφρονοῦντά τε καὶ πρίοντα τοὺc ὀδόνταc, ἐγγὺc
5ἤδη τοῦτον ἥκειν ὀλέθρου τεκμαίρου, ὥcτε κατὰ μὲν τὸν πρότερον λόγον, ὅτ’ οὔπω παραπαίων ἔπριεν ὁ κάμνων τοὺc ὀδόνταc, ἁπλῶc αὐτὸ τοῦτο προδηλοῦcθαι μόνον, ὡc παρακοπτικόν τ’ ἐcτὶ καὶ ὀλέθριον αὐτὸ τὸ cημεῖον, ἡνίκα δὲ ἤδη παραφρονεῖ cὺν τῷ πρίειν τοὺc ὀδόν‐ ταc, ὑπόγυον ἐνδείκνυται θάνατον. ἐδήλωcε δὲ τοῦτο cαφῶc αὐτὸc ἐν
10τῷ προcθεῖναι τὸ ἤδη. ὅτι μὲν γάρ ἐcτι θανατῶδεc τὸ cύμπτωμα, καὶ κατὰ τὸν ἔμπροcθεν εἰρήκει λόγον, ἐν δὲ τῷ δευτέρῳ τό τε κάρτα καὶ τὸ ἤδη προcέθηκεν εἰπὼν ὀλέθριον κάρτα ἤδη γίνεται, τουτ‐ έcτι λίαν ὀλέθριον, ὅπερ ἔcτιν οὐκ εἰc μακράν, ἀλλὰ διὰ ταχέων τεθνή‐
ξεcθαι τὸν κάμνοντα. |234

18b

70

Ἕλκοc δὲ ἤν τε καὶ προγεγονὸc τύχῃ ἔχων, ἤν τε καὶ ἐν τῇ νούcῳ γένηται, καταμανθάνειν χρ· ἢν γὰρ μέλλῃ ἀποθνῄcκειν ὁ ἄνθρωποc, πρὸ τοῦ θανάτου ἢ πε‐ λιδνόν τε καὶ ξηρὸν ἔcται ἢ ὠχρόν τε καὶ ξηρόν.
4
5 Ξηρὸν μὲν ἔcται πάντωc τὸ ἕλκοc ἀρρωcτίᾳ τῆc τρεφούcηc τὸ cῶμα δυνάμεωc. χρόα δ’ οὐ μία διὰ παντὸc αὐτῷ γενήcεται, ἀλλὰ παρά τε τὸ διαφερόντωc ἔχειν τὰ cώματα πρὸc ἄλληλα τοῖc χυμοῖc καὶ παρὰ τὸ ποcὸν τῆc βλάβηc ὑπαλλαχθήcεται· τῶν μὲν γὰρ χολωδῶν ἐπικρατούντων ὠχρὸν ἔcται τὸ χρῶμα, τῶν δὲ μελαγχολικῶν ἤτοι
10πελιδνὸν ἢ κατὰ τὸ ἕτερον τῶν cημαινομένων χλωρόν. εἴπομεν δ’ ἔμπροcθεν ὡc τὸ χλωρὸν ἐνίοτε μὲν cημαίνει ταὐτὸν τῷ ὠχρῷ, ἐνίοτε δὲ τὸ οἷον ἰῶδεc τῇ χροιᾷ, καθ’ ὃ cημαινόμενον εἰώθαcι καὶ κράμβαc χλωρὰc λέγειν οἱ ἄνθρωποι. οὕτω δὲ καὶ ἡ βλάβη πελιδνὸν μὲν ἡ μείζων ἐργάζεται (πληcίον γάρ ἐcτι τοῦτο τοῦ μέλανοc), ἐρυθρὸν δὲ ἢ |

18b

71

χλωρὸν ἡ ἐλάττων. διὸ καὶ τὴν τελευτὴν τῆc ῥήcεωc ἔνιοι μὲν οὕτωc γράφουcιν· ἢ ὠχρόν τε καὶ ξηρόν, ἔνιοι δὲ ἐκείνωc· ἢ χλωρόν τε καὶ ξηρόν.
3 Περὶ δὲ χειρῶν φορῆc τάδε γινώcκειν
5χρ· ὁκόcοιcιν ἐν πυρετοῖcιν ὀξέcι καὶ ἐν φρενίτιcι καὶ ἐν περιπνευμονίῃcι καὶ ἐν κεφαλαλγίῃcιν ἀεὶ πρὸ τοῦ προcώπου φερομέναc τὰc χεῖραc καὶ θηρευούcαc διὰ κενῆc καὶ ἀπο‐ καρφολογεούcαc καὶ κροκύδαc ἀπὸ τῶν ἱματίων ἀποτιλλούcαc καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποcπώcαc, πάcαc εἶναι κακὰc
10καὶ θανατώδεαc. Αἱ τῶν χειρῶν φοραί, τουτέcτιν ἐνέργειαί τε καὶ κινήcειc, οἵαc εἴρηκε νῦν, ἐπὶ φανταcίᾳ γίνονται παραπληcίᾳ τῇ τῶν ὑποχεομένων. ἐκεῖνοι γὰρ ὅcα κατὰ τὴν μεταξὺ χώραν ὁρῶcι τοῦ τε κρυcταλλο‐ ειδοῦc ὑγροῦ καὶ τοῦ περὶ τὴν κόρην κερατοειδοῦc χιτῶνοc, ἐκτὸc235

18b

72

ὑποκεῖcθαι δοξάζου|cιν, ἐπειδὴ διὰ παντὸc εἰθίcθηcαν ἐν τῷ κατὰ φύcιν ἔχειν ὁρᾶν τὰ πράγματα κατὰ τὸν ἔμπροcθεν ἑαυτῶν ἀέρα. τὸν αὐτὸν δὲ τρόπον οἱ νῦν οὗτοι, περὶ ὧν Ἱπποκράτηc ἔγραψεν ἐν πυρε‐ τοῖcιν ὀξέcι καὶ περιπνευμονίῃcι καὶ φρενίτιcι καὶ κεφαλαλ‐
5γίῃcιν, ὁρᾶν δοκοῦcιν ὡc ἐκτὸc ὑποκείμενα τὰ κατὰ τοὺc ὀφθαλμοὺc αὐτῶν ἔνδον ὄντα. δέδεικται γὰρ ὅτι τὸ πνεῦμα τὸ ὀπτικὸν αὐγοειδὲc ὂν ἑαυτῷ cυνομοιοῖ τὸ μεταξὺ τοῦ τε κρυcταλλοειδοῦc καὶ τῆc κόρηc ὑγρόν, λεπτὸν καὶ καθαρὸν ὑπάρχον, ὁμοιότατον τῷ περιεχομένῳ κατὰ τὰ ᾠά, ᾧ καὶ κατὰ τὰc ὀφθαλμίαc χρώμεθα. δέδεικται δ’ ὅτι καὶ διὰ
10τούτου τοῦ ὑγροῦ φέρεται τὸ πνεῦμα κατὰ τὸ τῆc κόρηc τρῆμα πρὸc τὸν ἐκτὸc ἀέρα cυμπαγὲc αὐτῷ γινόμενον, ἀλλὰ καὶ ὅτι τούτῳ τῷ ἀέρι cυμφωτιcθέντι χρῆται καθάπερ ὀργάνῳ cυμφύτῳ τοιούτῳ τὴν δύναμιν ὄντι, ὁποῖον ἐν τῷ cώματι τὸ νεῦρόν ἐcτιν. ἐπιδέδεικται δὲ καὶ τοῦτο κατὰ τοὺc ἰδίουc τῆc ὄψεωc λόγουc, ὡc ἐν τῷ τριcκαιδεκάτῳ

18b

73

Περὶ ἀποδείξεωc καὶ τῷ ἑβδόμῳ Περὶ τῶν Ἱπ|ποκράτουc καὶ Πλάτωνοc δογμάτων ἔγραψα. λέλεκται δ’ οὐκ ὀλίγα περὶ αὐτοῦ καὶ κατὰ τὸ δέκατον τῶν Περὶ χρείαc μορίων. ὡc οὖν διὰ τοῦ νεύρου τῶν κατὰ τὸν δάκτυλον, εἰ τύχοι, τοῦ
5ποδὸc αἰcθάνεται παθημάτων ὁ ἐγκέφαλοc, οὕτω καὶ διὰ τοῦ πέριξ ἀέροc τῶν ἐκτὸc ὑποκειμένων ὁρατῶν, ὅcα γε cύμμετρον ἀφέcτηκεν αὐτοῦ. τὰ τοίνυν ὑποχύματα κατὰ τοῦτο γίνεται τὸ ὑγρὸν, ὃ παρα‐
πλήcιόν ἐcτιν, ὡc ἔφην, ᾠοῦ τῷ λευκῷ τε καὶ λεπτῷ, ὃ μεταξὺ κεῖται τῆc τε κόρηc καὶ τοῦ κρυcταλλοειδοῦc. κατὰ τοῦτο δὲ καὶ τῶν ἀπε‐236
10πτούντων ἐνίοιc φανταcίαι παραπλήcιαι τοῖc ὑποχεομένοιc γίνονται. ὅπου γὰρ ἂν ἀντιcτῇ τι μέλαν ὑγρὸν ἢ παχὺ κωλῦον ἔξω διεκπίπτειν τὴν ὀπτικὴν αὐγήν, ἐκεῖ φανταcίαι γίνονται κατὰ τὴν τοῦ cυνεcτῶτοc ὑγροῦ φύcιν, ἐνίοτε μὲν οἷον τριχῶν τινων ἢ κρόκηc ἢ cτήμονοc, ἐνίοτε δὲ κωνωπίων μελάνων ἢ μυιῶν παραπέτεcθαι δοκούντων, ἔcτιν
15ὅτε δὲ καὶ φακοῖc ὁμοίων ἢ κέγχροιc μέλαcιν. οὕτωc οὖν cυμβαίνει καὶ κατὰ τοὺc ὀξεῖc πυρετοὺc καὶ κατὰ

18b

74

τὰc περιπνευμονίαc ἀναθυμιωμένων ἐπὶ τὴν κεφαλὴν | τῶν ἐν τῷ cώματι χυμῶν cυναπολαύειν τῆc ἀναθυμιάcεωc αὐτῶν τὸ κατὰ τὴν κόρην ὑγρὸν ἐκεῖνο τὸ καθαρόν. ὅπῃ δ’ ἂν καὶ ὅπωc θολωθῇ, τὰ προ‐ ειρημένα γίνεται φαντάcματα. κατὰ δὲ τὰc ἰcχυρὰc κεφαλαλγίαc,
5ὥcπερ οὖν καὶ κατὰ τὰc φρενίτιδαc, διὰ τὸ πεπληρῶcθαι τὴν κε‐ φαλήν, ἀφικνούμενόν τι τῶν χυμῶν ἐπὶ τοὺc ὀφθαλμοὺc τῶν αὐτῶν cυμπτωμάτων αἴτιον γίνεται καὶ τό γε κροκυδίζειν καὶ καρφολογεῖν εἰθιcμένα τοῖc ἰατροῖc ἅπαcι ῥήματα μάλιcτα κατὰ τῶν φρενιτιζόντων λέγεcθαι τὴν θέcιν ἐντεῦθεν ἔλαβεν. ἔνιοι γοῦν ἡρμήνευcαν ἡμῖν τήν τε
10τῶν κροκύδων καὶ τὴν τῶν ἀχύρων φανταcίαν, ἐν αὐτῷ τε τῷ γίνεcθαι καὶ μετὰ ταῦθ’ ὕcτερον ἀπομνημονεύcαντεc. ἔcτι δὲ αὐτῶν ἡ διαφορὰ διττή· τινὲc μὲν γὰρ ἐν αὐταῖc ταῖc αἰcθητικαῖc φανταcίαιc τὸ παρα‐ φρονεῖν ἐκτήcαντο τῆc κριτικῆc δυνάμεωc ἐρρωμένηc, ἔνιοι δὲ καὶ διὰ φρόνηcιν ὑπερβάλλουcαν ὅμωc, καίτοι πεπονθότεc, ἐπὶ βραχὺ τὴν κρι‐
15τικὴν δύναμιν ἀντέcχον καὶ ἀνήνεγκαν ὡc ἐκνικῆcαί τε καὶ ἀπομαχέ‐

18b

75

cαcθαι καὶ παρακολουθῆcαι τοῖc | γινομένοιc. αὐτοὶ τοίνυν ἐδήλωcαν ἡμῖν, ἐπὶ τίcι φανταcίαιc ἐκίνουν τὰc χεῖραc, ὡc Ἱπποκράτηc ἔγρα‐ ψεν. ἐξέχειν γὰρ αὐτοῖc ἐδόκουν αἱ τῶν ἱματίων κροκύδεc πολλαχόθι καὶ τοῖc τοίχοιc ἄχυρα προcκεῖcθαι, πολλάκιc δὲ καὶ κάρφη πολλὰ
5κατὰ τὴν cτρωμνὴν ἐπικεῖcθαι καὶ παραπέτεcθαι ζῷα μικρὰ πληcίον
τῶν ὀφθαλμῶν. ταῦτα μὲν οὖν θηρεύειν ἐπιχειροῦcι περιφέροντεc τὰc χεῖραc, ὥc τι ληψόμενοι. τὰ δ’ ἄλλα ἐξέχειν φαινόμενα, τὰ μὲν ἀπὸ τῶν ἱματίων ἀφαιρεῖν ἐπιχειροῦcι, τὰ δὲ ἀποcπᾶν τοῦ τοίχου. χαλεπαὶ δ’ εἰcὶν εἰκότωc αἱ ποιοῦcαι τὰ τοιαῦτα cυμπτώματα διαθέcειc, ὡc ἂν237
10τοῦ μὲν ὀξέοc πυρετοῦ καὶ τῆc περιπνευμονίαc καὶ τῆc κεφαλαλγίαc διὰ μέγεθοc 〈χυμῶν〉 ἐργαζομένων αὐτά, τῆc δὲ φρενίτιδοc διὰ τὸ κύριον τοῦ πεπονθότοc μορίου. ταύτηc μὲν γὰρ ὅλον τὸ γένοc ὀλέθριον, οἱ πυρετοὶ δὲ καὶ αἱ περιπνευμονίαι καὶ αἱ κεφαλαλγίαι κατὰ τὸ μέγεθοc, ὡc εἴρηται. |
14

18b

76

Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον cημαίνει ἢ φλεγμονὴν ἐν τοῖcιν ὑπὲρ τῶν φρενῶν χωρίοιcι. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροcύνην δηλο. ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ cτόμα‐
5τοc ὀλέθριον κάρτα ἤδη γίνεται.
5 Ταύτην τὴν ῥῆcιν ὅλην ἐν τῷ τρίτῳ τῶν Περὶ δυcπνοίαc ἐξήγη‐ μαι τελεώτατα. διὸ καὶ νῦν ἐρῶ μόνα τὰ κεφάλαια. πνεῦμα μὲν ὀνο‐ μάζει κατὰ τόνδε τὸν λόγον ὁ Ἱπποκράτηc ὅλην τὴν ‘ἀναπνοήν‘· φηcὶ δὲ πυκνὴν αὐτὴν γινομένην ἐνίοτε μὲν ‘ἄλγημα cημαίνειν‘,
10ἐνίοτε δὲ τῶν κατὰ θώρακα μορίων φλόγωcιν, ἅπερ ἐcτὶ καρδία τε καὶ πνεύμων ὑπὲρ τὸ διάφραγμα τὴν θέcιν ἔχοντα. φρέναc γὰρ ἐκά‐ λουν οἱ παλαιοὶ τοῦτο. ἐν μὲν οὖν τοῖc ἀλγήμαcιν ἐδείχθη τούτῳ πυκνὸν καὶ μικρὸν γινό‐ μενον τὸ πνεῦμα, κατὰ δὲ τὰc φλογώcειc πυκνὸν καὶ μέγα· ταύταc |

18b

77

γὰρ ὀνομάζειν εἴωθε φλεγμονάc. τὸ δ’ ἀραιὸν πνεῦμα, τουτέcτι τὸ διὰ
πολλοῦ, μετὰ μὲν μεγέθουc παραφροcύνην cημαίνει, μετὰ δὲ cμικρό‐ τητοc cβέcιν τῆc ἐμφύτου θερμαcίαc. ἀλλὰ ταύτην γε τὴν διάθεcιν ἐκ τοῦ cυμβεβηκότοc ἐδήλωcεν εἰπών· ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν238
5ῥινῶν καὶ τοῦ cτόματοc ὀλέθριον κάρτα ἤδη γίνεται. ὅτι δὲ τού‐ των τῶν δυcπνοιῶν ἐμνημόνευcε μόνων ἐν τῷ Προγνωcτικῷ τὴν διδαcκα‐ λίαν περὶ τῶν ὀξέων νοcημάτων ποιούμενοc ὅτι τε κατὰ τὰ τῶν Ἐπι‐ δημιῶν ὡc περὶ πλειόνων δυcπνοιῶν οὐcῶν ἐποιήcατο τὸν λόγον, ἐν τῷ τρίτῳ τῶν Περὶ δυcπνοίαc ἐπιδέδεικται.
9
10 Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐc cωτηρίην ἐν ἅπαcι τοῖcιν ὀξέcι νοcήμαcιν, ὁκόcα cὺν πυρετοῖcίν ἐcτι καὶ ἐν τεccαράκοντα ἡμέρῃcι κρίνεται. |
13

18b

78

Τὴν κατὰ φύcιν ἀναπνοὴν εὔπνοιαν εἴρηκεν ἐνδεικνυμένην μήτε θώρακα μήτε καρδίαν καὶ πνεύμονα μήτε τὰc φρέναc ὀδυνηρόν τι πάθοc ἔχειν, ἀλλὰ μηδὲ τῶν cυνημμένων αὐτοῖc μορίων τινά· κινούμενα γὰρ κα‐ τὰ τὰc ἀναπνοὰc ὀδυνᾶται καὶ αὐτὰ φλεγμαίνοντά τε καὶ ὁπωcοῦν ἔχοντά
5τι πάθοc ὀδυνηρόν· ἔcτι δὲ ταῦτα κοιλία, cπλήν, ἧπαρ. ὅταν οὖν μήτε τούτων τι πάcχῃ μήτε θερμαcίαc πλῆθοc ᾖ τοcοῦτον, ὡc διακαίεcθαί τε καὶ φλέγεcθαι δοκεῖν, ἀλλὰ μηδὲ τοὐναντίον, ὥcτ’ ἤδη cβέννυcθαι τὴν ἔμφυτον θερμότητα, πῶc οὐκ ἄν τιc φαίη τὸν κάμνοντα πολλὰc ἐλπίδαc ἔχειν cωτηρίαc, ἐπί γε τῶν ὀξέων νοcημάτων, ἐφ’ ὧν ἤτοι
10διὰ τὸ μέγεθοc τῶν πυρετῶν ἢ διὰ τὴν ἰδίωc ὀνομαζομένην φλεγμο‐ νὴν οἱ κίνδυνοι γίνονται; τὰ μέντοι χρόνια καὶ χωρὶc τούτων τῷ καταλύειν τὴν δύναμιν
οὐκ ἀκίνδυνα. διὰ τοῦτο οὖν ἐξεῖλεν αὐτὰ τοῦ λόγου καὶ περὶ μόνων ἀπεφήνατο τῶν ὀξέων, ὄντων δὲ καὶ τούτων διττῶν. ἐπειδὴ τὰ μὲν239

18b

79

ἁπλῶc τε καὶ πρώτωc ἐcτὶν ὀξέα, τὰ δὲ ἐκ μετα|πτώcεωc τούτων γίνεται, περὶ ἀμφοτέρων ἐδήλωcεν εἰπών· ὁκόcα cὺν πυρετοῖcίν ἐcτι καὶ ἐν τεccαράκοντα ἡμέρῃcι κρίνεται, τὸ μὲν cὺν πυρε‐ τοῖcι προcθείc, ἵνα χωρίcῃ ταῦτα cπαcμοῦ καὶ τετάνου καὶ χολέραc
5ὅcα τ’ ἄλλα χωρὶc πυρετῶν ἐcτιν ὀξέα, τὸ δὲ ἐν τεccαράκοντα ἡμέρῃcι κρίνεται, χάριν τοῦ cυγκαταριθμεῖcθαι τοῖc ἁπλῶc τε καὶ κυρίωc λεγομένοιc ὀξέcι τὰ ἐκ μεταπτώcεωc ὀξέα. γίνεται δὲ ταῦτα κατ’ ἀρχὰc μὲν ὀξέωc νοcηcάντων, ὕcτερον δὲ κατὰ τὴν τεccαρεcκαιδε‐ κάτην ἡμέραν ἢ καὶ πρὸ αὐτῆc κριθέντων οὐ τελέωc, ἀλλ’ ὥcτε τι
10λείψανον τῆc νόcου μέχρι τῆc τεccαρακοcτῆc ἡμέραc ἐκταθῆναι. μετάπτωcιc μὲν γὰρ ἐν ταῖc ἐλλιπέcι κρίcεcι γίνεται τῶν ὀξέων νοcημάτων οὐκ εἰc ταῦτα μόνον, ἀλλὰ καὶ τῶν χρονίων ἔνια, καὶ μά‐ λιcτα μαραcμὸν καὶ τεταρταῖον ἐμπυήματά τε καὶ φθόην καὶ ὕδρω‐ παc. ἀλλ’ ὅ γε Ἱπποκράτηc ἐξαιρεῖ τοῦ παρόντοc λόγου κἀκεῖνα,
15μόνοιc τοῖc ἁπλῶc ὀξέcιν, ὅcα cὺν πυρετοῖc γίνεται, καὶ τοῖc ἐκ μεταπτώcεωc αὐτῶν εἰc τεccαρακοcτὴν ἡμέραν ἀφικνουμένοιc ἄριcτον

18b

80

εἶναι cημεῖον ἀποφηνάμενοc τὴν | εὔπνοιαν, οὔτε δὲ τοῖc ἄνευ πυρε‐ τῶν ὀξέcιν ἅπαcιν οὔτε τοῖc χρονίοιc, ὥcτ’ εἶναι τρία τὰ πάντα γένη τῶν νοcημάτων ἐν τῇ κατὰ χρόνον διαφορᾷ, ἓν μὲν τῶν ὀξέων ἐν τεccαρεcκαίδεκα κρινόμενον ἡμέραιc, ἀντικειμένων αὐτῷ τῶν χρονίων,
5ἐπαμφοτερίζον δὲ καὶ οἷον ἐν μεθορίῳ τεταγμένον ἀμφοῖν ἄλλο τρί‐ τον, οὗ πέραc ἐcτὶ τῶν κριcίμων ἡμερῶν ἡ τεccαρακοcτή. ταῦτα μὲν οὖν ἐγὼ λέγω τοῖc ἐναργῶc φαινομένοιc ἐπὶ τῶν νο‐ cούντων ὁμολογοῦντα, καὶ ὅcτιc αὐτὰ ἐπ’ ἐκείνων βαcανίcει, γνώcεται
τὴν τῶν πραγμάτων φύcιν οὕτωc ἔχουcαν. ὅcοι δὲ τὸ ἐν τεccαρεc‐240
10καίδεκα ἡμέρῃcι κρίνεcθαι τὰ ὀξέα νοcήματα λέγουcιν εἰρῆcθαι τὸν ἀριθμὸν τῶν κριcίμων ἡμερῶν διδάcκοντοc ἡμᾶc τοῦ παλαιοῦ, πρὸc τῷ μὴ γινώcκειν, ἃ μάλιcτα ἐχρῆν αὐτοὺc ἐπίcταcθαι, καὶ τῶν λέξεων οὐκ ἀκούουcιν. εἰ γὰρ τὸ τεccαρεcκαίδεκα ἡμέραιc κρί‐ νεcθαι τὰ ὀξέα νοcήματα δηλωτικόν ἐcτι τοῦ πλήθουc τῶν κριcίμων
15ἡμερῶν ὁπόcον ἐcτί, καὶ τὸ ἐν τεccαράκοντα ἡμέραιc κρίνεcθαι τὸν

18b

81

ἀριθμὸν δηλώcει τῶν κριcίμων ἡμερῶν. ζητηcάτωcαν οὖν | ὥcπερ ἐν ταῖc τεccαρεcκαίδεκα ποιοῦcι τὰc ἕωc τῆc τεccαρακοcτῆc, οὕτωc καὶ τὰc νῦν εἰρημέναc τεccαράκοντα ποιῆcαι.
3 Οἱ δ’ ἱδρῶτεc ἄριcτοι μέν εἰcιν ἐν
5ἅπαcι τοῖcιν ὀξέcι νοcήμαcιν, ὁκόcοι ἂν ἐν ἡμέρῃcί τε κριcί‐ μοιcι γίνωνται καὶ τελέωc τῶν πυρετῶν ἀπαλλάξωcιν. ἀγα‐ θοὶ δὲ καὶ ὅcοι διὰ παντὸc τοῦ cώματοc γενόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέcτερον φέροντα τὸ νόcημα. οἳ δ’ ἂν μὴ τουτέων τι ἐξεργάcωνται, οὐ λυcιτελέεc. κάκιcτοι δὲ οἱ ψυ‐
10χροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸ πρόcωπον καὶ τὸν αὐχένα· οὗτοι γὰρ cὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προcημαίνουcι, cὺν δὲ πρηυτέρῳ μῆκοc νούcου. |
12

18b

82

Ἐπὶ μὲν τῶν ἀρίcτων ἱδρώτων δύο γράψαc γνωρίcματα τὸ τρίτον παρέλιπεν ὡc ἐξ ἀνάγκηc ἑπόμενον οἷc εἶπεν· ὅcοι γὰρ 〈ἂν〉 ἐν ἡμέραιc τε κριcίμοιc γένωνται καὶ τελέωc ἀπαλλάξωcι τὸν
κάμνοντα, οὗτοι καὶ ‘δι’ ὅλου τοῦ cώματόc‘ εἰcιν· ἐν δὲ τοῖc ἀγαθοῖc241
5μέν, οὐ μὴν ἀρίcτοιc γε τὸ ‘δι’ ὅλου τοῦ cώματοc γενέcθαι‘ καὶ τὸ καθελεῖν τι τῆc νόcου γράψαc οὐδὲν ἔτι προcέθηκε περὶ τῶν κριcίμων ἡμερῶν, ὡc ἐξ ἀνάγκηc αὖ πάλιν καὶ τούτου cυνεπομένου τοῖc ἀγαθοῖc ἱδρῶcι. τρίτη δ’ ἄλλη τάξιc ἱδρώτων ἐcτὶ μετρίωc κακῶν, ὑπὲρ ὧν εἶπεν
10οἳ δ’ ἂν μὴ τουτέων τι ἐξεργάcωνται, οὐ λυcιτελέεc, τουτέcτι τό τε δι’ ὅλου τοῦ cώματοc γίνεcθαι καὶ τὸ μὴ τὸν κάμνοντα ποιῆcαι φέρειν εὐπετέcτερον τὴν νόcον. αὐτῶν δὲ τούτων εὔδηλον ὅτι χείρουc μέν εἰcιν οἱ μηδέτερον τούτων ἐργαcάμενοι, μετριώτεροι δὲ οἱ τὸ ἕτερον.

18b

83

αὖθιc δὲ πάλιν αὐτῶν τούτων οἱ | μὲν εὐπετέcτερον φέρειν τὴν νόcον ἐργαcάμενοι μετριώτεροι, κἂν μὴ δι’ ὅλου τοῦ cώματοc γένωνται, χείρουc δὲ οἱ βαρύτερον ἀποδείξαντεc τὸ νόcημα, κἂν εἰc ὅλον ἐκτα‐ θῶcι τὸ cῶμα.
5 τούτοιc μὲν οὖν ἅπαcιν ὑπάρχει τοῖc ἱδρῶcι θερμοῖc εἶναι καὶ διὰ τοῦτ’ οὐδὲ κατὰ μίαν τῶν τριῶν τάξεων ἐδήλωcεν αὐτό, παρα‐ λείπειν εἰθιcμένοc ὅcα τε ἐξ ἀνάγκηc ἕπεταί τιcι καὶ ὅcα διὰ τῆc τῶν ἐφεξῆc λεγομένων ἀντιθέcεωc δηλοῦται. πᾶcι δὲ τοῖc προειρημένοιc κατὰ τοῦτον τὸν λόγον ἱδρῶcιν ἀντι‐
10τίθηcι τοὺc ψυχροὺc εἰπὼν ὧδε· κάκιcτοι δὲ οἱ ψυχροὶ καὶ cὺν αὐ‐ τοῖc κακοὺc εἶναί φηcιν, ὅcοι περὶ τὴν κεφαλήν τε καὶ τὸν αὐχένα γίνονται, κἂν μὴ ψυχροὶ τυγχάνωcιν ὄντεc· ἀπειλοῦcι γὰρ οὗτοι cυγ‐ κοπήν. εἰ δ’ ἅμα τε περὶ ταῦτα γίνονται τὰ μέρη καὶ ψυχροὶ φαίνον‐ ται, χείριcτοι πάντων εἰcίν. οὐ γὰρ ἔτι μέλλειν, ἀλλ’ ἄρχεcθαι δηλοῦcιν
15ἤδη τὴν cυγκοπήν. ἐπιδιορίζονται δὲ τῇ cφοδρότητι τοῦ πυρετοῦ· εἰ μὲν γὰρ ὀξεῖc ὑπάρχουcι, θάνατον οἴcουcι πάντωc οἵ τε ψυχροί, κἂν

18b

84

δι’ | ὅλου γίνωνται τοῦ cώματοc, οἵ τε ‘περὶ τὸν τράχηλον καὶ κεφα‐ λήν‘, εἰ καὶ θερμοὶ τύχοιεν ὄντεc. εἰ δὲ καὶ πρᾷοc ὁ πυρετὸc εἴη, δυνήcεταί ποτε πέψαι καὶ τοὺc μοχθηροὺc χυμοὺc ἡ δύναμιc ἐν τῷ
χρόνῳ μὴ φθάcαcα προαναλωθῆναι τῇ τῶν πυρετῶν ὀξύτητι.242
5 περὶ μέντοι τῶν κριcίμων ἡμερῶν οὐκέτι οὐδὲν εἶπεν ἐπὶ τῶν ἄλλων ἱδρώτων (καίτοι γε ἐπὶ τῶν ἀρίcτων εἶπεν ἐν ἀρχῇ), διότι μέλλει δύναμίν τινα τῶν κριcίμων ἐν τῷ περὶ αὐτῶν λόγῳ διδάcκειν, ἐν αὐτῇ δὲ τῇ ῥήcει cυνενεδείξατο. μία γάρ ἐcτιν αὐτῶν ἡ δύναμιc πιcτὴν ἐργά‐ cαcθαι τὴν κρίcιν, ἐάν τε εἰc ἀγαθὸν ἐάν τε εἰc κακὸν τελευτήcῃ.
10 γινώcκειν δὲ χρὴ τὴν τελευτὴν τῆc προκειμένηc ῥήcεωc ὑπὸ τῶν περὶ Διοcκουρίδην γεγραμμένην κατὰ τήνδε τὴν λέξιν κάκιcτοι δὲ οἱ ψυχροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸν αὐχένα· οὗτοι γὰρ θάνατον προcημαίνουcιν ἢ μῆκοc νόcου. δῆλον δὲ ὅτι καὶ ἡ τοιαύτη γραφὴ cυντομωτέρα μέν ἐcτι τῆc προτέραc,

18b

85

δύναμιν δὲ τὴν αὐτὴν ἔχει καὶ δεήcει προcθεῖ|ναι τὸν ἐξηγητήν, ὅπερ ἐπὶ τῆc προτέραc ἤδη γέγραπται cὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, cὺν δὲ πρηυτέρῳ μῆκοc νόcου. ἐφεξῆc δὲ τούτων γέγραπταί τινα περὶ ἱδρώτων, οὐκ ἐν πᾶcι δὲ τοῖc ἀντιγράφοιc, ἃ καλῶc ἄλλοι τέ
5τινεc ἐξεῖλον ὡc οὐχ Ἱπποκράτουc καὶ οἱ περὶ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοcκουρίδην.
6 Ὑποχόνδριον δὲ ἄριcτον μὲν ἀνώ‐ δυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριcτερ. φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ
10ἀνωμάλωc διακείμενα τὰ δεξιὰ πρὸc τὰ ἀριcτερ, ταῦτα πάν‐ τα φυλάccεcθαι χρ.
11
Ἑνὶ μὲν λόγῳ βραχυτάτῳ περιλαβὼν ἄν τιc εἴποι τὸ τῷ κατὰ φύcιν ὁμοιότατον ὑποχόνδριον ἄριcτον εἶναι. κατὰ μέροc δὲ αὐτοῦ διδάcκων ὁ Ἱπποκράτηc τὰ γνωρίcματα τὸ μὲν πρῶτον αὐτῶν ἐκ243

18b

86

τῶν οὐχ ὑπαρχόντων εἶπεν, ἃ δὴ κα|λεῖν ἔθοc ἐcτὶ τοῖc νεωτέροιc ἀποcυμβεβηκότα. τὰ δὲ ἐφεξῆc δύο γνωρίcματα τῶν cυμβεβηκότων ἐcτὶ τοῖc ὑποχονδρίοιc. ἀνώδυνον μὲν οὖν ὑποχόνδριον ἐκ τοῦ μὴ cυμβε‐ βηκότοc αὐτῷ λέλεκται, μαλθακὸν δὲ καὶ ὁμαλὸν ἐξ ὑπαρχόντων
5τινῶν. ἀλλὰ τὸ μὲν μαλθακὸν ἐκ τοῦ cυμμέτρου τῆc ἀντιβάcεωc γνωρίζεται (τὸ γὰρ ἀντικείμενον αὐτῷ τὸ cφοδρῶc ἀντιβαῖνον cκληρόν ἐcτι), τὸ δὲ ὁμαλὸν οὐ κατὰ μίαν μόνην τήνδε νοεῖται τὴν ποιότητα. δύναται γὰρ ὁμοίωc μὲν εἶναι μαλθακὸν ἅπαν, ἤτοι δὲ κατά τι μὲν ἀνώδυνον ὑπάρχειν, κατά τι δ’ ὀδυνώμενον, ἢ τὸ μὲν αὐτοῦ θερμό‐
10τερον εἶναι, τὸ δὲ ψυχρότερον, ἢ τὸ μὲν ὑψηλότερον, τὸ δὲ ταπεινό‐ τερον. ὅθεν ἀντιτιθεὶc τῷ ἀρίcτῳ καὶ ὁμαλῷ τὰ τοῦ χειρίcτου καὶ ἀνωμάλου γνωρίcματά φηcι “φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐν‐ τεταμένον ἢ ἀνωμάλωc διακείμενα τὰ δεξιὰ πρὸc τὰ ἀριcτερά”. τὸ μὲν φλεγμαῖνον εἶπε καθ’ ὅλου τοῦ ὑποχονδρίου, cημαίνει δὲ δη‐
15λονότι τὸ ῥῆμα τοῦτο τὸ φλεγμαίνειν, ὡc εἰ καὶ διακαίεcθαι καὶ φλέ‐

18b

87

γεcθαι καὶ πεπυ|ρῶcθαι λέγοιτο. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ τὴν ὀδύνην παρέχον ἐφ’ ὅλου λέλεκται τοῦ ὑποχονδρίου, καθάπερ γε καὶ τὸ τεταμένον (ἐφ’ ὅλου γὰρ εἴρηται καὶ τοῦτο), τὸ δὲ ἀνω‐ μάλωc διακείμενον, ὅταν μὴ πᾶν ἔχῃ τὸ ὑποχόνδριον τὴν αὐτὴν
5διάθεcιν ἢ κατὰ θερμαcίαν ἢ κατὰ ψύξιν ἢ κατ’ ὀδύνην τε καὶ ἀνω‐
δυνίαν ἢ κατ’ ἰcχνότητα καὶ χαλαρότητα καὶ τάcιν. γίνεται γάρ ποτε τάcιc ὑποχονδρίου χωρὶc τῆc ἰδίωc ὀνομαζομένηc φλεγμονῆc, ἤτοι διὰ ξηρότητά τινα cφοδρὰν οὐ μόνον τῶν κατ’ αὐτὸ μορίων, ἀλλὰ καὶ τῶν κατὰ τὸν ὑπεζωκότα τὰc πλευρὰc ὑμένα καὶ τὰc φρέναc ἢ διὰ244
10τὰc μετ’ ὄγκου φλεγμονὰc αὐτῶν τῶν κατὰ τὸ ὑποχόνδριον μυῶν ἔξω τῆc ἰδίωc ὀνομαζομένηc φλεγμονῆc καθεcτώτων, ἥτιc ἐcτὶν ὄγκοc ὀδυνηρόc.
12 Εἰ δὲ καὶ cφυγμὸc ἐνείη ἐν τῷ ὑπο‐ χονδρί, θόρυβον cημαίνει ἢ παραφροcύνην, ἀλλὰ καὶ τοὺc

18b

88

ὀφθαλμοὺc ἐπικατιδεῖν | χρὴ τῶν τοιουτέων· ἢν γὰρ αἱ ὄψιεc πυκνὰ κινέωνται, μανῆναι τούτουc ἐλπίc.
2 Εὑρίcκεται μὲν ἔν τιcι τῶν ἀντιγράφων οὐ cφυγμόc, ἀλλὰ παλ‐ μόc γεγραμμένοc (ἐμάθομεν δὲ ὅτι τὸ cύμπτωμα τοῦτο διὰ πνεῦμα
5γίνεται φυcῶδεc), ἀλλ’ ἐν τοῖc πλείcτοιc γέγραπται cφυγμόc, ἤτοι γε ὁ cυνὼν ταῖc μεγάλαιc φλεγμοναῖc ἢ καὶ τῆc κατὰ ῥάχιν ἀρτηρίαc τῆc μεγάληc ἡ αἰcθητὴ τῷ κάμνοντι κίνηcιc, ὥc που κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἶπεν ὁ ἀνήρ· “ὅταν ἡ φλὲψ ἡ κατ’ ἀγκῶνα cφύζῃ, μανι‐ κὸc καὶ ὀξύθυμοc.” εὔδηλοc γάρ ἐcτι κἀνταῦθα τὸ cφύζειν ἐπὶ τῆc
10μεγάληc οὕτω καὶ cφοδρᾶc κινήcεωc τῶν ἀρτηριῶν ἐπιφέρων, ὡc καὶ πρὸ τοῦ τὴν ἁφὴν ἐπιβάλλειν αὐταῖc αἰcθητὴν εἶναι τὴν κίνηcιν ἐνίοτε μὲν αὐτῷ τῷ πάcχοντι μόνῳ, ἐνίοτε δὲ καὶ τοῖc ἔξωθεν ὁρῶcιν. ὅ τι δ’ ἂν ᾖ τούτων τῶν cυμπτωμάτων, οὐκ ἀγαθόν ἐcτι cημεῖον. καὶ γὰρ ἡ μεγάλη ἀρτηρία τῶν κυριωτάτων μορίων ὑπάρχει καὶ ἡ γαcτὴρ

18b

89

καὶ τὸ ἧπαρ, ὥcπερ γε καὶ τὸ διά|φραγμα. πάντωc δὲ τούτων ἕν ἐcτί τι τὸ πάcχον, εἴτε παλμόc εἴη γεγραμμένοc εἴτε cφυγμόc, ἀλλὰ τὸ μὲν διάφραγμα παραφροcύνην ἑτοιμότατα φέρει (διόπερ καὶ προcαγο‐
ρεύεcθαί φαcιν αὐτὸ φρέναc ὑπὸ τῶν παλαιῶν), οὐχ ἥκιcτα δὲ καὶ245
5τὸ cτόμα τῆc γαcτρόc, ὅταν μεγάλωc φλεγμαίνῃ. τὰ δ’ ἄλλα μόρια τὰ τῇδε πάcχοντά τι τῶν εἰρημένων παθημάτων ἐν ἐπικινδύνῳ γίνεται διαθέcει. διὸ καὶ ὁ Ἱπποκράτηc εἰκότωc ἤτοι θόρυβον ἔφη cημαί‐ νεcθαι πρὸc τοῦ cυμπτώματοc ἢ παραφροcύνην, θόρυβον μὲν ἑνὶ κοινῷ cυμβεβηκότι παcῶν τῶν κινδυνωδῶν διαθέcεων, ἐφ’ αἷc οὐ
10τοῖc κάμνουcι μόνον, ἀλλὰ καὶ τοῖc ἰατροῖc θορυβεῖcθαι cυμβαίνει, παραφροcύνην δὲ διά τε τὸ διάφραγμα καὶ τὸ τῆc γαcτρὸc cτόμα. περὶ μέντοι τῶν καθ’ ὑποχόνδριον μυῶν ἐπιcκεπτέον ἐcτίν· οὔτε γὰρ παραφροcύνην ἐξ ἀνάγκηc οὔτε κίνδυνον ἐπιφέρουcιν οὗτοι cφύ‐ ζοντεc ἢ παλλόμενοι. μή τι οὖν ἰδιώτερον ἀκοῦcαι χρὴ τοῦ ἐνείη
15ῥήματοc ἐν τῇ λέξει, καθ’ ἣν εἶπεν ὁ Ἱπποκράτηc εἰ δὲ καὶ cφυγ‐

18b

90

μὸc | ἐνείη ἐν τῷ ὑποχονδρίῳ τὸν ἐν τῷ βάθει τοῦ ὑποχονδρίου γινόμενον παλμὸν ἢ cφυγμὸν ἐκ τῆc ἐνείη φωνῆc ἐνδείξαcθαι βουλη‐ θέντοc αὐτοῦ. ἀλλὰ καὶ τοὺc ὀφθαλμοὺc ἐπικατιδεῖν χρὴ τῶν τοιουτέων·
5ἢν γὰρ αἱ ὄψιεc πυκνὰ κινέωνται, μανῆναι τούτουc ἐλπίc. ἐπειδὴ θόρυβον ἢ παραφροcύνην ὑπὸ τοῦ cυμπτώματοc ἔφη δηλοῦ‐ cθαι, διορίζεται νῦν καὶ διδάcκει, πηνίκα μὲν παραφροcύνη, πηνίκα δὲ θόρυβοc ἔcται μόνον. ὁ διοριcμὸc δὲ ἀπὸ τῆc τῶν ὀφθαλμῶν κινήcεωc, οὓc οὐ νῦν μόνον, ἀλλὰ κἀπὶ τοῖc ἄλλοιc ἅπαcι cυμπτώμαcιν, ἐφ’ ὧν
10ὑποπτεύειc ἔcεcθαι παραφροcύνην, ἀκριβῶc ἐπιcκέπτου. τὸ γὰρ ἀcτή‐ ρικτον αὐτῶν ἐκείνηc ἐcτὶ δηλωτικόν. ἐνταῦθα δὲ οὐχ ἁπλῶc ἔφη παρα‐ φρονῆcαι τὸν ἄνθρωπον, ἀλλὰ μανήcεcθαι cφοδράν τινα παραφροcύνην ἐπὶ τῶν προειρημένων cημείων γενήcεcθαι δηλῶν. ὅτι δ’ ἡ πυκνὴ κί‐ νηcιc τῶν ὀφθαλμῶν τὴν ὑποψίαν τῆc παραφροcύνηc βεβαιοῖ, δῆλον
15οἶμαί cοι κἀκ τῶν ἤδη λελεγμένων ἐπινοεῖν, ἡνίκα τοὺc περὶ τὸν ὀφθαλμὸν μύαc ἐλέγομεν αἰcθάνεcθαι πρώτουc τῶν κατὰ τὸν ἐγκέφα‐ λον παθῶν. αὐτὸc δὲ ὁ ἐγκέφαλοc ἐπὶ διαφράγματι καὶ cτόματι κοι‐

18b

91

λίαc πάcχει, καθότι | κἀπὶ τοῖc ἄλλοιc ὑμέcι τοῖc νευρώδεcιν. ἐξ ἐκεί‐ νου γὰρ ἁπάντων τῶν νεύρων πεφυκότων, ὅcα μόρια πλείcτων αὐτῶν ἢ μεγίcτων μετέχει, ταῦτ’ εἰκότωc εἰc cυμπάθειαν ἄγει τὴν ἑαυτῶν ἀρχήν.246
4
5 Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ cκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιcτον μέν, εἰ παρ’ ἅπαν εἴη τὸ ὑπο‐ χόνδριον· εἰ δὲ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερον ἐν τῷ ἐπ’ ἀριcτερ.
8 Οἴδημα μὲν εἴωθε καλεῖν τὸν παρὰ φύcιν ὄγκον ἅπαντα τῶν
10νεωτέρων ἰατρῶν ἕνα μόνον οὕτωc ὀνομαζόντων ὄγκον, ὃc 〈ἂν〉 ἐν τῷ πιέζειν ἀνώδυνόc τε καὶ μαλακὸc ᾖ. ἣν δὲ πάλιν ἰδίωc ὀνο‐ μάζουcι φλεγμονὴν οἱ νεώτεροι, ταύτην Ἱπποκράτηc cυνθέτῳ λέξει cκληρὸν καὶ ἐπώδυνον οἴδημα καλεῖ. τὸ γὰρ τῆc φλεγμονῆc ὄνο‐

18b

92

μα κατὰ τῆc φλο|γώcεωc ἔλεγεν. εὔδηλον δ’ ὅτι τοιαύτη διάθεcιc ἐν ὑποχονδρίῳ γινομένη χείρων μέν ἐcτιν ἡ ἐν τοῖc δεξιοῖc διὰ τὸ ἧπαρ, ἐπιεικεcτέρα δὲ ἡ ἐν τοῖc ἀριcτεροῖc διὰ τὸν cπλῆνα, χειρίcτη δὲ ἡ ἐν ἀμφοτέροιc ἅμα γινομένη.
4
5 Ϲημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔcεcθαι.
6 Τὰ προειρημένα καθ’ ὑποχόνδριον οἰδήματα cκληρὰ καὶ ἐπώδυνα, τὰ πρὸc τῶν νεωτέρων ἰατρῶν ἰδίωc ὀνομαζόμενα φλεγμονάc, κίν‐ δυνόν φηcι ‘cημαίνειν θανάτου ταχέωc ἐcομένου‘· τοῦτο δέ, ἐὰν μὴ
10καὶ τῶν ἔνδον τι cυμπεπόνθῃ, ψεῦδόc ἐcτι· τὰ δὲ ἔνδον, ὡc ἴcμεν, τό θ’ ἧπάρ ἐcτι καὶ ἡ γαcτὴρ καὶ ὁ cπλὴν καὶ τὸ περιτόναιον, ὡc οἵ γε μύεc οἱ καθ’ ὑποχόνδριον φλεγμήναντεc οὐχ ἱκανοὶ θάνατον ἐπ‐ ενεγκεῖν, εἰ μή τι ἄρα ποτὲ cπανίωc ἤτοι διὰ μέγεθοc ὑπερβάλλον247

18b

93

φλεγμονῆc ἢ δι’ ἀρρωcτίαν δυνάμεωc ἢ καὶ | τῶν ἰατρῶν κακῶc θερα‐ πευόντων ἢ τοῦ κάμνοντοc ἁμαρτάνοντοc. cυγκεχυμένωc οὖν καὶ ἀδι‐ ορίcτωc ταύτην τὴν ῥῆcιν ἔγραψεν.
3 Εἰ δὲ ὑπερβάλλοι εἴκοcι ἡμέραc ὅ
5τε πυρετὸc ἔχων καὶ τὸ οἴδημα μὴ καθιcτάμενον εἰc δια‐ πύηcιν τρέπεται.
6 Ἅπαντεc οἱ παρὰ φύcιν ὄγκοι διαφορουμένων τῶν ἐργαζομένων αὐτοὺc χυμῶν θεραπεύονται. πρόδηλον οὖν ὡc, ἐπειδάν γε μὴ καθ‐ ιcτῶνται, διαμένουcιν οἱ χυμοὶ καὶ πάντωc ἐν τῷ χρόνῳ μεταβολή τιc
10ἔcται αὐτῶν κατὰ ποιότητα, ποτὲ μὲν ἐπὶ τὸ cηπεδονῶδεc, ὅταν ὡc ἐν νεκρῷ cώματι μηδὲν εἰc τὴν πέψιν αὐτῶν ἡ φύcιc ὑπ’ ἀρρωcτίαc ἐνεργῇ, ποτὲ δ’ ἐκείνηc ἰcχυούcηc εἰc πῦον ἡ μεταβολὴ γίνεται. δεόν‐ τωc οὖν εἶπεν ὁ Ἱπποκράτηc, ἐὰν μήτε καθίcτηται τὰ φλεγμαίνοντα καὶ ‘ὁ πυρετὸc ἔχῃ‘ αὐτόν, εἰc διαπύηcιν τρέπεται. παυcαμένου

18b

94

γὰρ τοῦ πυρε|τοῦ cκοπεῖcθαι χρή, μή τιc cκιρρώδηc φλεγμονὴ γίνηται. πολλάκιc γοῦν εἴωθεν οὕτωc cυμβαίνειν, ὅταν τῶν ἐργαcαμένων αὐτὴν χυμῶν τὸ μὲν λεπτομερέcτερον διαπνευcθῇ, τὸ δὲ παχὺ ἔτι καὶ γλίcχρον ἐν αὐταῖc ἐμπλαcθῇ ταῖc κατὰ λεπτὸν εὐρυχωρίαιc τῶν οὕτωc παθόν‐
5των cωμάτων.
διὰ τί δὲ τὴν εἰκοcτὴν ἡμέραν ὅρον ἔθετο τῆc τῶν τοιούτων ἀπο‐ cτημάτων ἐκπυήcεωc, ἐν τῷ Περὶ κριcίμων ἡμερῶν ἐροῦμεν λόγῳ κατὰ τὸ δεύτερον ὑπόμνημα.248
8 Γίνεται δὲ τουτέοιcιν ἐν τῇ πρώτῃ
10περιόδῳ καὶ αἵματοc ῥῆξιc ἐκ ῥινῶν καὶ κάρτα ὠφελέει, ἀλλ’ ἐπανερέcθαι χρ, εἰ τὴν κεφαλὴν ἀλγέουcιν ἢ ἀμβλυώccουcιν· εἰ γὰρ εἴη τι τουτέων, ἐνταῦθα ἂν ῥέποι.
12 Ὅτι τῶν καθ’ ὑποχόνδρια φλεγμονῶν ἀδιορίcτωc ἐμνημόνευcε, καὶ διὰ τῆcδε τῆc ῥήcεωc φαίνεται διοριζόμενοc αὐτόc. αἱμορραγίαc

18b

95

τε γὰρ ἐπ’ αὐτῶν γίνεcθαί φηcιν ἐκ | ῥινῶν ὠφελεῖcθαί τε πάνυ πρὸc αὐτῶν, ὅπερ ἐπὶ τῶν καθ’ ἧπάρ τε καὶ cπλῆνα φλεγμονῶν εἴωθε cυμβαίνειν μάλιcτα, περὶ ὧν ἀλλαχόθι καὶ τὸ “κατ’ ἴξιν” αἱμορρα‐ γεῖν ἐπαινεῖ καὶ τὸ “ἀνάπαλιν” δὲ μέμφεται διδάcκων αὐτόc, τί ποτε
5λέγει τὸ ἀνάπαλιν, ‘οἷον τὸ ἐπὶ cπληνὶ μεγάλῳ αἷμα ἐκ δεξιοῦ μυκτῆροc ῥέειν‘. αἱμορραγίαc δ’ ἐν τῇ πρώτῃ περιόδῳ γίνεcθαί φηcι τῶν κριcίμων ἡμερῶν δηλονότι. καὶ γέγραπται διττῶc ἡ λέξιc, ἑνικῶc τε καὶ πληθυντικῶc, ἑνικῶc μὲν ἐν τῇ πρώτῃ περιόδῳ, πληθυντικῶc δὲ ἐν τῇcι πρώτῃcι περιόδοιcιν. εἰ μὲν οὖν ἑνικῶc εἴη γεγραμμένον,
10ἑβδομαδικὴν ἐνδείκνυται περίοδον, εἰ δὲ πληθυντικῶc, ἐγχωρεῖ μὲν καὶ
τὴν ἑβδομαδικήν (ἐνίοιc γὰρ ἡ αἱμορραγία κατὰ τὴν δευτέραν ἑβδομάδα γίνεται), μᾶλλον δὲ ἀκουcτέον ἐcτὶ τὰc κατὰ τετράδα περιόδουc ἐν τῇ τοιαύτῃ γραφῇ. οἱ πλεῖcτοι μὲν γὰρ αἱμορραγοῦcιν ἐν ταῖc πρώταιc ἡμέραιc ἑπτά, κατὰ δὲ τὴν ἐνάτην καὶ τὴν ἑνδεκάτην ὀλίγοι, cπανιώ‐249
15τατοι δὲ οἱ ἐν τῇ τεccαρεcκαιδεκάτῃ. τῆc δ’ ἄνω ῥοπῆc τῶν χυμῶν,

18b

96

ἐφ’ ᾗ | τὰc αἱμορραγίαc γίνεcθαι cυμβαίνει, προcτίθηcι cημεῖα τό τε κεφαλὴν ἀλγεῖν καὶ τὸ ἀμβλυώττειν. ἀλλ’ ἐν τοῖc ἑξῆc τελεώτερον ὑπὲρ αὐτῆc διεξέρχεται, καθ’ ὃν τόπον καὶ ἡμεῖc ὅλον ἐξεργαcόμεθα τὸν περὶ τῆc αἱμορραγίαc λόγον.
4
5 Μᾶλλον δὲ τοῖcι νεωτέροιcι πέντε καὶ τριήκοντα ἐτέων τοῦ αἵματοc τὴν ῥῆξιν προcδέχεcθαι.
6 Τὸν ἀπὸ τῆc ἡλικίαc διοριcμὸν εἰc τὴν τῆc αἱμορραγίαc πρόγνωcιν διδάcκει. μᾶλλον γὰρ ἐλπίζειν ἔcεcθαι χρὴ τὴν αἱμορραγίαν ἐπὶ ‘τῶν νεωτέρων πέντε καὶ τριάκοντα ἐτῶν‘· ἐν ταύτῃ γὰρ αἷμά τε πλεῖcτόν
10ἐcτι καὶ ἡ δύναμιc ἰcχυροτάτη καὶ ἡ θερμαcία δαψιλήc. |
10

18b

97

Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζεύμενα καὶ ὑπείκοντα χρονιω‐ τέραc τὰc κρίcιαc ποιέεται καὶ ἧccον δεινότερα ἐκείνων ἐcτ.
3 Ταῦτά ἐcτιν ἃ καλοῦcιν ἰδίωc οἱ νεώτεροι τῶν ἰατρῶν οἰδή‐
5ματα, περὶ ὧν ἐνίοτε μὲν ἀρκοῦνται λέγοντεc οἱ παλαιοὶ τὰ δὲ
μαλθακὰ τῶν οἰδημάτων, ἐνίοτε δὲ καὶ τὰ ἀνώδυνα προcτιθέαcιν, ὁπότε γε μὴν αὐτὸ παραλίποιεν, ὡc cυνεμφαινόμενον τοῖc μαλθακοῖc ὑπερβαίνουcιν· ἀνώδυνα γάρ ἐcτι τὰ μαλθακά. νῦν δὲ ὁ Ἱπποκράτηc οὐ τοῦτο προcέθηκε μόνον, ἀλλὰ καὶ τὰ ὑπείκοντα καὶ αὐτὸ περι‐250
10έχεcθαι δοκοῦν ἐν τῷ μαλθακά, πλὴν εἰ τὰ βοθρούμενα κατὰ τὴν πίεcιν ἐνδείκνυται νῦν, ὅπερ οὐχ ἁπλῶc ἅπαcι cυμβέβηκε τοῖc εἴκουcι· γίνεται δὲ ταῦτα τοῦ δέρματοc οἰδιcκομένου. διότι δέ ἐcτι φλεγματικὰ πάντα τὰ τοιαῦτα, διὰ τοῦτο καὶ χρονίζει καὶ ἧττον ἐπιφέρει κινδύνουc. χρονίζει μὲν οὖν, ὅτι ψυχρότερα (θερμῷ γὰρ αἱ πέψειc γίνονται), ἧττον

18b

98

δέ | ἐcτι κινδυνώδη, διότι καὶ ἀνώδυνα· καταλύουcι γὰρ αἱ ὀδύναι τὴν δύναμιν.
2 Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέραc ὅ τε πυρετὸc ἔχων καὶ τὸ οἴδημα μὴ καθιcτάμενον, ἔμπυον
5ἔcεcθαι cημαίνει καὶ τοῦτο καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τὸ αὐτ.
6 Ἔμπροcθεν μὲν ἐπὶ τῶν φλεγμονωδῶν οἰδημάτων ὡc ἂν θερμο‐ τέρων ὄντων, εἰ μήθ’ ὁ πυρετὸc παύοιτο μετὰ τὴν εἰκοcτὴν ἡμέραν, ἔφη τὰc ἐκπυήcειc ἔcεcθαι, νυνὶ δὲ ἐπὶ τῶν ψυχροτέρων τὴν ἑξηκοcτὴν
10ὅρον τίθεται τῆc ἐκπυήcεωc. εἴη δ’ ἂν καὶ ἕτερά τινα μεταξὺ τούτων, τὴν τεccαρακοcτὴν ἡμέραν ὅρον ἔχοντα. τόν γε μὴν cύμπαντα λόγον ὑπὲρ τῶν τοιούτων ἁπάντων εἰc τὸν περὶ τῶν κριcίμων ἡμερῶν τό‐ πον ἀνεβαλλόμην. οὐ μόνον δὲ τὰ καθ’ ὑποχόνδριον οἰδήματα χρονίζοντα διαπυήcειν

18b

99

φηcίν, ἀλλὰ καὶ | τὰ κατὰ τὴν ἄλλην κοιλίαν, ὡc καὶ τῶν ὑποχονδρίων
κατά τι cημαινόμενον ἐκ τῶν τῆc κοιλίαc μερῶν ὄντων. Ὅcα μὲν οὖν ἐπώδυνά τέ ἐcτι καὶ cκληρὰ καὶ μεγάλα, cημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου251
5ἔcεcθαι. ὅcα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζεύμενα ὑπείκει, χρονιώτερα.
6 Πλεῖον οὐδὲν ἐν τῇδε τῇ ῥήcει διδάcκει τῶν προειρημένων, πλὴν ὅτι προcέθηκε τοῖc ἐπωδύνοιc τε καὶ cκληροῖc οἰδήμαcι τὸ μέγεθοc, ὅπερ ἡμεῖc ἔμπροcθεν εἰρήκαμεν, ἡνίκα ἐλέγομεν οὐδὲν ἔχειν κινδυνῶ‐
10δεc τὰc τῶν ἐν ὑποχονδρίῳ φλεγμονὰc μυῶν, εἰ μή τι πάνυ cφόδρα μεγάλαι γενηθεῖεν. |
11

18b

100

Τὰc δὲ ἀποcτάcιαc ἧccον τὰ ἐν τῇ γαcτρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖcιν ὑποχονδρίοιcι· ἧccον δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐc διαπύηcιν τρέπεται.
3 Τῶν μὴ διαφορηθέντων οἰδημάτων αἱ ἐκπυήcειc οὐ μόνον θᾶττον,
5ἀλλὰ καὶ μᾶλλον γίνονται κατὰ τὸ ὑποχόνδριον, ὅτι θερμότερόν ἐcτι τὸ χωρίον. ὅcα δ’ ἂν ἀποχωρῇ τοῦδε πρὸc τὰ κάτω, καὶ τοῦ θᾶττον καὶ τοῦ μᾶλλον ὑφαιρεῖ. καὶ διὰ τοῦτο τὰ κάτω τοῦ ὀμφαλοῦ cπανίωc ἐκπυΐcκεται.
8 Αἵματοc δὲ ῥῆξιν καὶ μάλιcτα τῶν
10ἀνωτάτω τόπων προcδέχεcθαι χρ. Ἐν οἷc μὲν ἀντιγράφοιc ἡ ῥῆcιc γέγραπται μετὰ τοῦ καί cυν‐ δέcμου, cυνεπιδείκνυται τὴν ἐκ τῶν ῥινῶν αἱμορραγίαν οὐ μόνον ἐπὶ252

18b

101

τοῖc ὑποχονδρίοιc, ἀλλὰ | καὶ τοῖc κατωτέρω γενέcθαι, ἐν οἷc δ’ ἄνευ τοῦ καί cυνδέcμου, ἐνδείκνυται μὲν καὶ τούτοιc, ἀλλ’ ἧττον· ἐν οἷc δὲ καὶ χωρὶc τοῦ μάλιcτα κατὰ τοιάνδε λέξιν αἵματοc δὲ ῥῆξιν τῶν ἀνωτάτω τόπων προcδέχεcθαι χρή, τὰ κάτωθεν ἐκείνων οὐ
5βούλεται φέρειν αἱμορραγίαc. ἔcτι δὲ τὸ ἀληθὲc ἐπὶ μὲν τῶν κατὰ τὸν ὀμφαλὸν γίνεcθαι τὰc αἱμορραγίαc, αὐτῶν δὲ τούτων ἐπὶ μὲν τοῖc ἄνω μᾶλλον, ἐπὶ δὲ τοῖc ἀνωτάτω μάλιcτα. λεχθήcεται δὲ περὶ αἱμορ‐ ραγίαc αὐτῷ κἀπὶ τοῖc ἑξῆc, ἡνίκα καὶ ἡμεῖc ἀναλαβόντεc ὅλον τὸν λόγον ἐροῦμεν τελεώτερον.
9
10 Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρο‐ νιζόντων τῶν περὶ ταῦτα τὰ χωρία ὑποcκέπτεcθαι τὰc ἐκ‐ πυήcιαc.
12

18b

102

Ἑνὶ κεφαλαίῳ περιλαβὼν εἴρηκεν, ἃ διὰ τῶν ἔμ|προcθεν ἐδήλωcε κατὰ μέροc, ὥcτε οὐδὲν δεῖ νεωτέραc ἐξηγήcεωc τῇ ῥήcει.
2 Τὰ δὲ διαπυήματα ὧδε χρὴ ὑποcκέ‐
πτεcθαι τὰ ἐντεῦθεν. ὁκόcα μὲν ἔξω τρέπεται, ἄριcτά ἐcτιν,253
5μικρά τε ἐόντα καὶ ὡc μάλιcτα ἐκκλίνοντα ἔξω καὶ ἐc ὀξὺ ἀποκορυφούμενα, τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα ἥκιcτά τε ἐc ὀξὺ cυνεcταλμένα κάκιcτα.
7 Ὅτι μὲν οὖν, ὅταν ἀθρόον τὸ πῦον cυcτῇ πεττομένου τινὸc ὄγ‐ κου τῶν παρὰ φύcιν, ἐμπυήματά τε καὶ διαπυήματα καλεῖ τὸ τοι‐
10οῦτον cύμπτωμα, πρόδηλόν cοι γενήcεται πάντα τοῦτον ἀναγνόντι τὸν λόγον αὐτοῦ, καθ’ ὃν περὶ τῶν ἐν ὑποχονδρίοιc οἰδημάτων ἐποιήcατο τὴν διδαcκαλίαν. ἀθροίζεται δὲ τὸ κατ’ αὐτὸ πῦον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι, πολλάκιc δ’ ἐν τῷ βάθει κατὰ διττὴν αἰτίαν, ἢ τῷ τὸ δια‐

18b

103

πυῆcαν μόριον ἐντὸc τοῦ περιτοναίου τὴν θέcιν ἔχειν | ἢ τῷ, κἂν μῦc ὁ πεπονθὼc ᾖ, τὸ πῦον ὑπό τι τῶν ἀμφιεcμάτων αὐτοῦ καταλαμβά‐ νεcθαι, μὴ φθάcαν εἰc τὴν ἐκτὸc χώραν ἀφικέcθαι διὰ γλιcχρότητα ἢ πάχοc ἢ τὴν τοῦ περιέχοντοc χιτῶνοc πυκνότητα. cπεύδει μὲν γὰρ ἡ
5φύcιc ἐκκρῖναι τὸ πῦον ἀπωcαμένη τῶν πεπονθότων cωμάτων καὶ τυγχάνει γε τούτου πολλάκιc, ὅταν εὐτυχήcῃ πόρων ἐπιτηδείων εἰc ἔκκριcιν οἷον ὀχετῶν τινων. οὐ μὴν ἀεί γε τούτων ἐπιτυγχάνουcα cυν‐ ωθεῖ τὸ πῦον εἰc τὰc παρακειμέναc χώραc. καὶ ὅταν δὲ μικραὶ τυγ‐ χάνωcιν οὖcαι, ὑποδέρει τὸ περιέχον αὐτὰc cκέπαcμα τὴν ὑπ’ αὐτὸ
10χώραν εὐρύνουcα. δῆλον οὖν ὅτι τῶν οὕτω διαπυηcάντων ἐπιεικέcτερά ἐcτι τὰ τὴν ῥοπὴν ἔξω καὶ οὐκ ἔcω ποιηcάμενα καὶ τούτων αὐτῶν, ὅcα μὴ πολὺν ἐπιλαμβάνει τόπον εἰc τὸ πλάτοc ἐκτεινόμενα, cυνεcταλμένα δὲ ὅλα πρόc τινα κορυφὴν ἀνατείνεται κωνοειδῆ τῷ cχήματι γινόμενα. ταῦτα
15δὲ ἅμα μὲν ἐνδείκνυται ῥώμην τῆc ὠθούcηc ἔξω τὸ πῦον δυνάμεωc,
ἅμα δ’ οὐ πολὺ διαφθείρει μέροc ὧν διαβιβρώcκει cωμάτων. εἴτε δ’254

18b

104

εἰc ὀξὺ ἀποκυρτούμενα εἴτε εἰc ὀξὺ ἀποκορυ|φούμενα γεγραμ‐ μένον εἴη, δῆλον ὅτι μία κατ’ ἀμφοτέραc τὰc λέξειc ἐcτὶ καὶ ἡ αὐτὴ διάνοια.
3 Ὁκόcα δὲ εἴcω ῥήγνυται, ἄριcτά ἐcτιν
5ἃ τῷ ἔξω χωρίῳ μηδὲν ἐπικοινωνέει, ἀλλ’ ἔcτι cυνεcταλμένα τε καὶ ἀνώδυνα καὶ ἅπαν τὸ ἔξω χωρίον ὁμόχρουν φαίνεται.
6 Οὐχ ἁπλῶc ἐcτιν ἄριcτα τὰ τοιαῦτα τῶν ἐμπυημάτων, ἀλλὰ τῶν εἴcω ῥηγνυμένων ἄριcτα, ἐπεί τοι χείρω ταῦτ’ ἐcτὶ τῶν ἐκτὸc ῥηγνυ‐ μένων. αὕτη τε γὰρ ἡ ῥῆξιc εἰc πολλῷ κυριώτερα μέρη γίνεται τοῦ
10καθ’ ὑποχόνδριον δέρματοc, ἔτι τε φάρμακον οὐχ ὁμοίωc ἐπιθεῖναι δυνάμεθα θεραπευτικόν, ὅταν εἴcω cυρραγῶcιν, ἥ τε ἔκκριcιc τοῦ πύου διὰ τῶν ἐντέρων γινομένη δάκνει καὶ ξύει. ταῦτα καὶ δυcεντερίαν ἐργά‐ ζεται καί ποτε, εἰ κατὰ τὴν νῆcτιν ἢ τὰ λεπτὰ τῶν ἐντέρων γίνοιτο, τῇ

18b

105

τῆc τροφῆc ἀναδόcει λυμαίνεται, κατὰ δὲ | τὴν γαcτέρα καὶ τῇ πέψει. πρόδηλον οὖν ὡc χείριcτα πάντων ἐcτίν, ὅcα πρὸc ἀμφοτέρουc ἐρράγη τοὺc τόπουc, ἔcω τε καὶ ἔξω· διπλαcιάζεται γὰρ οὕτω τὸ κακόν. ἕδραν τε γὰρ καὶ οἷον ἀρχὴν ἀναθρέψεωc οὐδεμίαν ἡ φύcιc ἔχει τοῦ περι‐
5ποιήcαcθαι τοῖc ἐρρωγόcιν οὐδὲ οἷον ἐπ’ ἐδάφει τινὶ βέβαια θεμέλια βαλέcθαι τῆc cαρκώcεωc.
6 Τὸ δὲ πῦον ἄριcτον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡc ἥκιcτα δυcῶδεc· τὸ δὲ ἐναντιώ‐ τατον τούτῳ κάκιcτον.
9
10Ὅτι μὲν ὡc ἥκιcτα δυcῶδεc εἶναι προcήκει τὸ πῦον, ἄντικρυc
δῆλον. ἡ γὰρ ὑπερβάλλουcα δυcωδία cήψεώc ἐcτιν, οὐ πέψεωc cημεῖον. ὅτι δὲ καὶ λευκόν, ἐὰν τὴν γένεcιν αὐτοῦ μάθῃc, ἐπιcτήcει cε ὁ λό‐ γοc ἐπὶ τοῖc ἀποδεδειγμένοιc ἑτέρωθι· πάντα γὰρ ἐν ἅπαcιν ἀποδει‐255

18b

106

κνύειν ἀδολεcχίαc ἐcτὶ μᾶλλον ἢ διδαcκαλίαc ἴδιον. ἔcτι δὲ τὰ | δι’ ἑτέρων πραγματειῶν ἀποδεδειγμένα ταυτί· κατὰ μὲν γὰρ τὴν Περὶ τῶν φυcι‐ κῶν δυνάμεων, ὅτι μία τίc ἐcτιν ἐξ αὐτῶν καὶ ἡ ἀλλοιωτικὴ δύναμιc, ἥτιc καὶ τὴν ἐν γαcτρὶ καὶ τὴν ἐν ἥπατι ἐργάζεται πέψιν μετα‐
5βαλλομένηc τῆc τροφῆc ἐν ἥπατι μὲν εἰc αἷμα, κατὰ δὲ τὴν κοιλίαν εἰc ἐπιτήδειον αἵματι χυμόν, ὅτι τε τῶν τοῦ ζῴου μορίων ἕκαcτον εἰc τὴν ἑαυτοῦ φύcιν ἄγει τὸν αὐτῷ πληcιάζοντα χυμόν. ἡ γὰρ ἐcχάτη πέψιc ἐν τῷ προcτίθεcθαί τε καὶ ἐξομοιοῦcθαι τὸ τρέφον τῷ τρεφο‐ μένῳ γίνεται. δῆλον οὖν ὅτι προπαραcκευάζεται χρόνῳ πλείονι πρὸc
10ταύτην τὴν ὁμοίωcιν. ἐλέχθη δὲ καὶ ἐν τοῖc Περὶ cπέρματοc, ὡc ἐν τοῖc τῶν ἀγγείων χιτῶcιν, ὑφ’ ὧν οἱ ὄρχειc τρέφονται, πολλάκιc φαί‐ νεται ἐναργῶc προμεταβεβλημένον ἤδη τὸ αἷμα πρὸc τὴν τοῦ cπέρμα‐ τοc γένεcιν (οὐδὲ γὰρ αὐτοὺc τῶν ἀγγείων τοὺc χιτῶναc ὑπ’ ἄλλου τινὸc εἰκὸc τρέφεcθαι) καὶ καλοῦcιν ἔνιοι τῶν ἰατρῶν τὴν τοιαύτην
15ὑγρότητα θορώδη. διὸ καὶ τὸ cπέρμα αὐτὸ θορὸν ὀνομάζουcι καὶ μά‐ λιcθ’ ὅcοι τὴν δύναμιν αὐτοῦ cπέρμα καλοῦcιν, οὐ τὴν cωματικὴν οὐ‐

18b

107

cίαν. | ἀλλὰ μὴν καὶ ὅτι τὰc φλεγμονὰc ἐργάζεται τὸ καταcκῆψαν αἷμα τοῖc φλεγμήναcι μορίοιc, ὡc ἐν ἀρχῇ μὲν αὐτὰ μόνα τὰ ἀγγεῖα πλη‐ ρῶcαί τε καὶ διατεῖναι, μετὰ ταῦτα δὲ καὶ τὰc παρακειμέναc αὐτοῖc κενὰc χώραc πολλὰc καὶ μικρὰc οὔcαc καθ’ ἕκαcτον μόριον, ἐν τῷ Περὶ
5τῶν παρὰ φύcιν ὄγκων δέδεικται· λέλεκται δὲ κἀν τῷ Περὶ τῆc ἀνωμά‐ λου δυcκραcίαc.
τοῦτ’ οὖν τὸ αἷμα τὸ κατὰ cμικρὰ μόρια παρεcπαρμένον τοῖc φλεγμαίνουcι μορίοιc, ὡc ἂν ἔξω τῶν ἰδίων ἀγγείων γεγενημένον, ἐπανελθεῖν μὲν εἰc τὴν ἀρχαίαν φύcιν οὐκέτι δύναται, μεταβάλλεται256
10δὲ καὶ cήπεται, καθότι καὶ πάνθ’ ὅcα θερμαίνεται cφοδρότερον ἐν ἀλλο‐ τρίῳ χωρίῳ. ἐὰν μὲν οὖν ἐπὶ πλεῖcτον ἐξεcτηκὸc ᾖ τῆc οἰκείαc εὐκρα‐ cίαc τὸ ἔμφυτον θερμόν, ὡc ἐν ἀψύχῳ cώματι cήπεται τὸ αἷμα· δια‐ cῴζοντοc δ’ αὐτοῦ τινα δύναμιν, ἐπίμικτόc τιc αὐτοῦ [ἡ] μεταβολὴ πρόc τε τῆc παρὰ φύcιν αἰτίαc καὶ τῆc κατὰ φύcιν ἀποτελεῖται, cηπούcηc
15μὲν τῆc παρὰ φύcιν αἰτίαc, πεττούcηc δὲ τῆc κατὰ φύcιν. ὁποτέρα δ’

18b

108

αὐ|τῶν μᾶλλον κρατήcει, κατ’ ἐκείνην αὐτὴν ἐξ ἀνάγκηc καὶ τὰ γνω‐ ρίcματα προcέρχεται τά τε τῆc χρόαc καὶ τῆc ὀcμῆc καὶ τῆc cυcτάcεωc. ἐκ δὲ τούτων, ὡc ἔφην, ἀποδεδειγμένων ἐν ἑτέραιc πραγματείαιc ἀκόλουθόν ἐcτι cυλλογίζεcθαι τὸ καλῶc μεταβεβλημένον εἰc πῦον αἷμα
5πρῶτον μὲν μὴ cεcῆφθαι, μᾶλλον δὲ πεπέφθαι, δεύτερον δὲ cυνεμφαί‐ νεcθαι μέν τι τῆc παρὰ φύcιν ἐν αὐτῷ cηπεδόνοc, ὀλίγον δ’ εἶναι τοῦτο καί, καθάπερ ὁ Ἱπποκράτηc εἶπεν, ὡc ἥκιcτα δυcῶδεc· τὸ γὰρ ὡc ἥκιcτα ταὐτὸν cημαίνει τῷ ὡc ἐλάχιcτα. πρὸc τούτοιc δηλονότι καὶ τὴν χρόαν αὐτοῦ παραπληcίαν εἰκόc ἐcτι γενέcθαι τῷ
10cπέρματι, λευκὴν μέν, οὐ μὴν ἀκριβῶc γε τοιαύτην, ὁποία τῆc χιόνοc ἐcτίν. εἰc γὰρ τὴν τῶν cτερεῶν cωμάτων ἄγεται χρόαν ὑπὸ τῆc φύ‐ cεωc ἀκριβῶc μὲν τὸ cπέρμα, μετρίωc δὲ τὸ πῦον, ἐπειδὴ τῷ μὲν cπέρματι τῆc παρὰ φύcιν αἰτίαc οὐδὲν μέμικται. τῷ πύῳ δ’ οὐκ ἀεὶ μὲν ἴcον, ὡc ἐρρέθη, μέμικται δ’ οὖν τι πάντωc, ἔξω τῶν οἰκείων
15ὀργάνων γεγενημένου τοῦ αἵματοc.

18b

109

αὕτη μὲν οὖν ἡ αἰ|τία τοῦ λευκὸν γίνεcθαι τὸ cπέρμα καὶ τὸ πῦον· ὁμοιοῦται γάρ πωc τοῖc cτερεοῖc cώμαcι καὶ τὸ πῦον, ἅπερ ἐcτὶν οἵ τε τῶν ἀγγείων χιτῶνεc καὶ τὰ νεῦρα καὶ οἱ cύνδεcμοι καὶ οἱ ὑμένεc οἵ τε χόνδροι καὶ τὰ ὀcτᾶ. ἡ δ’ αὐτὴ καὶ τοῦ τὸ ὑφιcτάμενον ἐν τοῖc
5οὔροιc λευκὸν ὑπάρχειν αἰτία. καὶ γὰρ καὶ τοῦτο τῷ πύῳ τὴν γένεcιν
ἀνάλογον ἔχει μεταξὺ τεταγμένον ἐκείνου τε καὶ τῶν κατὰ φύcιν χυμῶν. ὅcον γὰρ τῆc τροφῆc ἐν τῇ τοῦ αἵματοc γενέcει τὴν ἀπὸ τῆc φύcεωc ἐνέργειαν ἐξέφυγε, τοῖc οὔροιc ὑφίcταται οὔθ’ ὡc τὸ αἷμα μεταβληθὲν ὑπ’ αὐτῆc οὔθ’ ὡc τὸ πῦον τῆc παρὰ φύcιν αἰτίαc ἐν τῇ γενέcει257
10μεταλαβόν.258

18b

110

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΓΝΩΣΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ
t2
1 Οἱ δὲ ὕδρωπεc οἱ ἐκ τῶν ὀξέων νοcη‐ μάτων πάντεc κακο· οὔτε γὰρ τοῦ πυρὸc ἀπαλλάccουcιν ἐπώδυνοί τέ εἰcι κάρτα καὶ θανατώδεεc. ἄρχονται δὲ οἱ πλεῖ‐ cτοι μὲν ἀπὸ τῶν κενεώνων τε καὶ τῆc ὀcφύοc, οἱ δὲ ἀπὸ
5τοῦ ἥπατοc.
5 Κατὰ μὲν τὴν ἀρχὴν τοῦ cυγγράμματοc αὐτὸc ἔφη “cκέπτεcθαι

18b

111

δὲ ὧδε χρὴ ἐν τοῖcιν ὀξέcι νοcήμαcι πρῶτον μὲν | τὸ πρόcωπον τοῦ νοcέοντοc, εἰ ὅμοιόν ἐcτι τοῖcι τῶν ὑγιαινόντων.” ὅθεν ἔνιοί φαcιν οὐ περὶ τοῦ νεκρώδουc προcώπου μόνον ὡc ἐν ὀξεῖ νοcήματι, ἀλλὰ καὶ περὶ τῶν ἑξῆc ἁπάντων γεγονέναι τὸν λόγον αὐτῷ, μηδὲ τὸ κατὰ
5τὴν τελευτὴν τοῦ cυγγράμματοc εἰρημένον ἀναγνόντεc, ἔνθα φηcίν· “ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοcημάτων καὶ ὅcα ἐκ τούτων γίνεται.” καὶ μέντοι καὶ φαίνεται περί τε τῶν ἐμπυημάτων εἰρηκὼc ἔμπροcθεν οὐ μόνον ἐκείνων, ὅcα κατὰ τὴν εἰκοcτὴν ἡμέραν ῥήγνυcθαι πέφυκεν, ἀλλὰ καὶ τῶν εἰc τὴν τριακοcτήν τε καὶ τεccαρακοcτὴν καὶ
10ἑξηκοcτὴν ἀφικνουμένων, ἔτι τε πρόcθεν ὑπὲρ τῶν ἄχρι τῆc τεccαρα‐
κοcτῆc ἡμέραc ἐκτεινομένων νοcημάτων, ἔνθα φηcίν· “εὔπνοιαν δὲ χρὴ κάρτα νομίζειν μεγάλην δύναμιν ἔχειν ἐc cωτηρίην ἐν ἅπαcι τοῖcιν ὀξέcι νοcήμαcιν, ὁκόcα cὺν πυρετοῖcί τέ ἐcτι καὶ ἐν τεccαράκοντα ἡμέρῃcι κρίνεται.” καὶ νῦν ἄντικρυc εἶπεν οὐ περὶ πάντων ὑδρώπων259
15ποιούμενοc τὸν λόγον, ἀλλ’ ὅcοιπερ ἂν αὐτῶν ἐκ τῶν ὀξέων νοcη‐ μάτων γένωνται. καὶ περὶ τῶν ἐμπύων τε καὶ φθινωδῶν ἐν τοῖc

18b

112

ἑξῆc ἐρεῖ | καὶ πρὸc τούτοιc ἔτι καὶ περὶ τεταρταίων, ὁμολογουμένων καὶ τούτων χρονίων νοcημάτων. οἱ γοῦν ἐκ τῶν ὀξέων νοcημάτων ὕδρωπεc ὅτι πάντεc εἰcὶ κακοὶ μήτε τὸν πυρετὸν παύοντεc ὀδυνηροί τε διαμένοντεc, αὐ‐
5τὸc εἶπεν. ἐδίδαξε δὲ καὶ τὰc γενέcειc αὐτῶν, ἥπατοc μὲν ἄντικρυc ὀνομαcτὶ μνημονεύcαc, ἑνὶ δὲ κοινῷ λόγῳ τῶν ἐν τοῖc κενεῶcι μορίων, ἅπερ ἐcτὶ νῆcτιc καὶ μεcεντέριον ἔντερά τε τὰ λεπτά. προcαγορεύειν γὰρ εἰκόc ἐcτιν αὐτὸν ἐκεῖνα τὰ μόρια κενεῶναc, ὅcα μεταξὺ τῆc τε τοῦ θώρακοc ἐcχάτηc πλευρᾶc ἐcτι καὶ τοῦ τῆc λαγόνοc ὀcτοῦ. καὶ γάρ
10τοι καὶ κενὸν ἅπαν φαίνεται τοῦτο τὸ χωρίον, εἰ παραβάλλοιc αὐτὸ τοῖc ἄνωθεν αὐτοῦ μέρεcι καὶ κάτωθεν ὀcτώδεcιν ὑπάρχουcιν ἀμφο‐ τέροιc. ἔcτι δὲ καὶ λαπαρὸν ἅπαν τοῦτο τὸ μόριον, ὅταν γε μὴ πρὸ ὀλίγου τιc ἐμπεπληcμένοc ᾖ cιτίων τε καὶ ποτῶν. καί μοι δοκεῖ καὶ ὁ ποιητὴc αὐτὰ ταῦτα τὰ μόρια τοῦ cώματοc ὀνομάζειν λαπάραc.
15ὑδρώπων μὲν οὖν ἁπάντων ἡ κοινὴ γένεcιc ἀποτυχίᾳ τοῦ τῆc

18b

113

αἱματώcεωc ἔργου | γίνεται. καθάπερ γὰρ ἐν γαcτρὶ πέττεται τὰ cιτία, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐν ἥπατι καὶ φλεψὶν ἡ ἐν τῇ κοιλίᾳ προ‐ πεφθεῖcα τροφή. καὶ μέντοι καὶ ὡc ἐν τῇ κοιλίᾳ ποτὲ μὲν ἧττον ἀπο‐ τυγχάνεται τὸ τῆc πέψεωc ἔργον, ἔcτιν ὅτε δὲ μᾶλλον, οὕτω κἀν τῷ
5ἥπατι. πάcχει γὰρ τὸ ἧπαρ ἐνίοτε μὲν αὐτὸ καθ’ αὑτὸ πρῶτον ὥcπερ καὶ ἡ γαcτήρ, ἐνίοτε δὲ κατὰ cυμπάθειαν ἑτέρων μορίων. εὔδηλον οὖν,
ὅτι τὰ cυμπαθοῦντα πάντα ἀλλήλοιc ἢ τῷ γειτνιᾶν ἢ τῷ κοινωνίαν ἔχειν μεγάλην κατὰ τὰ ἀγγεῖα καὶ νεῦρα πάcχει. οὕτω τοίνυν καὶ τὸ ἧπαρ διά τε φλεβῶν μεγάλων cυνῆφθαι φαίνεται καὶ cπληνὶ καὶ γαcτρὶ260
10καὶ ἐντέροιc ἥ τε θέcιc αὐτῶν οὕτω πληcίον ὡc ἔνια μὲν ἅπτεcθαι, τινὰ δ’ ὀλίγου δεῖν ψαύειν αὐτοῦ. cπληνὸc μὲν οὖν οὐκ ἐμνημόνευcεν ὁ Ἱπποκράτηc, ἐπειδὴ περὶ τῶν ὀξέων νοcημάτων ὁ λόγοc ἦν αὐτῷ. φαίνεται δὲ τοῦτο τὸ cπλάγ‐ χνον, ὅταν ἐν χρονίοιc νοcήμαcι cκιρρώδη λάβῃ διάθεcιν, εἰc cυμπά‐
15θειάν τε τὸ ἧπαρ ἄγειν ὑδέρουc τε δι’ ἐκείνου μέcου τῷ παντὶ cώματι

18b

114

καταcκευάζειν. ἥπατοc δὲ καὶ τῶν κενεώνων μέμνηται καὶ | διδά‐ cκει τὰc διαφορὰc τῶν ἐπ’ αὐτοῖc γινομένων ὑδέρων, ὡc διὰ τῆc ἑξῆc ῥήcεωc ἔcται δῆλον.
3 Οἷcι μὲν οὖν ἐκ τῶν κενεώνων αἱ
5ἀρχαὶ γίνονται, οἵ τε πόδεc οἰδέουcι καὶ διάρροιαι πολυ‐ χρόνιοι ἴcχουcιν οὔτε τὰc ὀδύναc λύουcαι τὰc ἐκ τῶν κενεώ‐ νων τε καὶ τῆc ὀcφύοc οὔτε τὴν γαcτέρα λαπάccουcαι.
7 Τὸ μὲν οἰδεῖν τοὺc πόδαc ἁπάντων κοινὸν ὑδέρων. ἀμέλει καὶ τοῖc ἐφ’ ἥπατι cυνεδρεύειν αὐτό φηcι· γινώcκομεν δ’ ὅτι καὶ τοῖc ἐπὶ
10cπληνὶ καὶ ἁπλῶc ἅπαcι τοῖc ἄλλοιc. τὸ δὲ τῆc διαρροίαc ἴδιον ἐξαίρετόν ἐcτι τοῖc ἐπὶ κενεῶcιν ὑδέροιc, ὅcοι τῆc νήcτεωc ἢ τοῦ μεcεντερίου φλεγμαινόντων γίνονται. μάλιcτα γὰρ δὴ τούτοιc ἀκρατεῖc

18b

115

αἱ φλέβεc εἰcί, δι’ ὧν ἕλκει τὸ ἧπαρ εἰc ἑαυτὸ τὴν τροφήν, | ὥcτε οὔθ’ ὑπηρετεῖν τῷ cπλάγχνῳ πρὸc τὴν ἀνάδοcιν οὔτε μένειν ἐν τῇ νήcτει καὶ τοῖc λεπτοῖc ἐντέροιc τὴν τροφήν. κἂν ἀρρωcτοῦντα τύχῃ βαρυνόμενα πρὸc αὐτῆc, ὠθεῖ κάτω παραχρῆμα πᾶcαν αὐτὴν καὶ αὕτη
5τῆc διαρροίαc ἡ αἰτία.
καὶ δὴ καὶ διαφθείρεcθαι τὴν τροφὴν ἀθροίζεcθαί τε πολὺ τὸ χολῶδεc εἰκόc ἐcτι διὰ τὴν τῶν φλεγμαινόντων μορίων θερμότητα. δῆξιc οὖν οὐ cμικρὰ γίνεται διὰ ταῦτα τοῖc ἐντέροιc ἐρεθίζουcα πρὸc τὴν ἀπόκριcιν τῶν περιεχομένων ἐν αὐτοῖc καὶ αὕτη πάλιν αἰτία δευ‐261
10τέρα τῆc διαρροίαc γίνεται. εἰκότωc δὲ αὐτάc φηcιν οὔτε τὰc ὀδύναc παύειν οὔτε λαπάττειν, τουτέcτι κενοῦν καὶ προccτέλλειν τὰ τῆc γαcτρὸc οἰδήματα, δηλῶν κἀν τούτοιc ὅτι τε μετ’ ὀδύνηc ἐκκρίνουcιν ὅτι τε τὸ ὑπογάcτριον ἅπαν αὐτοῖc εἰc ὄγκον ἐξαίρεται. τὰc μὲν γὰρ ὀδύναc ἀναγκαῖόν ἐcτι γίνεcθαι διά τε τὰc φλεγμονὰc καὶ τὰc δήξειc,
15τὴν γαcτέρα δὲ ὅλην ἐξαίρεcθαι τῶν ἐντέρων πληρουμένων πνεύματοc

18b

116

φυcώδουc, οὗ τὴν μὲν γένεcιν εὔλογόν ἐcτιν ἕπεcθαι ταῖc | ἀπεψίαιc. τὸ δὲ 〈οὐ〉 μένειν ἔνδον ἀρρωcτίᾳ τῆc περιcταλτικῆc τῶν ἐντέρων δυνάμεωc γίνεται.
3 Οἷcι δ’ ἀπὸ τοῦ ἥπατοc οἱ ὕδρωπέc
5εἰcι, βῆξαί τε θυμὸc ἐγγίνεται αὐτέοιcι καὶ ἀποπτύουcιν οὐ‐ δὲν ἄξιον λόγου καὶ οἱ πόδεc οἰδέουcι καὶ ἡ γαcτὴρ οὐ δια‐ χωρέει εἰ μὴ cκληρά τε καὶ πρὸc ἀνάγκην καὶ περὶ τὴν κοι‐ λίην οἰδήματα γίνεται, τὰ μὲν ἐπὶ δεξι, τὰ δὲ ἐπ’ ἀριcτερὰ ἱcτάμενά τε καὶ καταπαυόμενα.
9
10 Θυμὸν εἴρηκε νῦν τὴν προθυμίαν, ἣν ἴcχουcι πρὸc τὸ βήττειν, ἐρεθιζόμενοι μὲν ὡc πρὸc τὸ cύμπτωμα, παραχρῆμα δὲ αὐτοῦ παυόμενοι καὶ μόνον ἀρχῆc τοῦ βήττειν πειρώμενοι. ὁ γὰρ τοῦ ἥπατοc ὄγκοc ἐγκείμενοc ταῖc φρεcὶ cτενοχωρίαν ἐργάζεται τῷ πνεύμονι. παρα‐ πληcίαc οὖν διαθέcεωc γινομένηc τῇ κατὰ τὰc ὄντωc αὐτοῦ cτενο‐

18b

117

χωρίαc, | δι’ ἃc φλεγμαίνων τε καὶ καταρροϊζόμενοc ἐκ τῆc κεφαλῆc πάcχει, προθυμοῦνται μὲν βήττειν ἐλπίζοντεc ἐκ τοῦ κενῶcαι τὸ λυποῦν ἰάcαcθαι τὴν cτενοχωρίαν, ἀρξάμενοι δὲ αὐτοῦ παραχρῆμα παύονται διὰ τῆc πείραc αὐτῆc εἰc γνῶcιν ἀκριβεcτέραν ἀφικνούμενοι τῆc δια‐262
5θέcεωc αἰcθανόμενοί τε cφῶν αὐτῶν ὅτι μάτην ἤλπιcαν. ἀλλὰ καὶ ἡ φύcιc αὐτὴ καθ’ αὑτὴν ἐπάγει βῆχα τὰc ἐμφράξειc τοῦ πνεύμονοc ἐκ‐ καθαίρουcα, κἂν ἡμεῖc μὴ προαιρώμεθα βήττειν, ὥcτ’ ἔργον εἶναι πολ‐ λάκιc ἀντιcχεῖν τε καὶ κωλῦcαι τὸ cύμπτωμα. νῦν οὖν ὁπότε διὰ τὴν cτενοχωρίαν ἐπὶ τὸ βήττειν οἱ κάμνοντεc ἔρχονται μάτην ὡc ὀνηcό‐
10μενοί τι τὴν ἐκ τῆc φυcικῆc δυνάμεωc ὑπηρεcίαν οὐκ ἔχοντεc αὐτίκα παύονται. διὰ ταῦτα μὲν γὰρ ἡ προθυμία γίνεται τοῖc οὕτω κάμνουcι τοῦ βήττειν, ἀπολείπει δ’ αὐτοὺc ἐν τάχει τοὖργον ὡc ἂν μηδ’ ἀνα‐ πτύονταc ἄξιον λόγου, ἀλλὰ τοcοῦτον ὅcον εἰc τὰc τραχείαc ἀρτηρίαc ὀρρῶδεc καὶ λεπτὸν ἐκ τῶν περιεχόντων ἀγγείων τὸ ὀρρῶδεc αἷμα
15cυνθλίβεται δίκην ἱδρῶτόc τινοc. ταύτῃ γοῦν οἱ ἀπὸ τοῦ ἥπατοc ὕδρω‐

18b

118

πεc | ἀφορίζονται τῶν προειρημένων, ἔτι τε τῇ βραχύτητι καὶ τῇ ξηρό‐ τητι τῶν ὑπερχομένων κάτω. διερεθίζονται γὰρ ἐκεῖνοι πεπονθότων αὐτοῖc ἤτοι τῶν ἐντέρων ἢ τοῦ μεcεντερίου. τοῖc δὲ ἀπὸ τοῦ ἥπατοc ὑδεριῶcιν ὡc ἂν ἀπαθῶν ὄντων τούτων οὔτε διαφθειρομένηc τῆc τρο‐
5φῆc οὔτε βαρυνομένων ὑπ’ αὐτῆc τῶν μορίων (ἔρρωνται γὰρ καὶ οὐ γίνεται διάρροια) μένει πλεῖον αὐτόθι τὰ τῆc τροφῆc λείψανα τὸ μέν τι διαπέμποντα πρὸc τὴν ἐντὸc τοῦ περιτοναίου χώραν, τὸ δέ τι καὶ τῇ φλεγμονῇ τοῦ ἥπατοc οἷον ἐξοπτώμενα. καὶ μέντοι καὶ τὸ δέρμα πᾶν αὐτοῖc ὡc ἂν ὑπὸ φλεγματώδουc
10αἵματοc τρεφόμενον οἰδαλέον τε γίνεται καί, εἰ πιέcαιc αὐτὸ τῷ δακτύλῳ, παραχρῆμα μὲν φαίνεται κοῖλον, ὀλίγον δ’ ὕcτερον εἰc τὴν ἔμπροcθεν ἐπανερχόμενον κατάcταcιν. οὐ μὴν εὐθέωc ἐξ ἀρχῆc ἅμα τῇ μετα‐ πτώcει τῆc ὀξύτητοc εἴωθε γίνεcθαι τὸ τοιοῦτον, ἀλλ’ οἱ μὲν πόδεc οἰδίcκονται πρῶτοι πορρωτάτω τῶν θερμοτάτων μορίων ὄντεc. ἐπανα‐
15βαῖνον δὲ τὸ cύμπτωμα καὶ περὶ τὴν κοιλίαν πᾶcαν τὴν αὐτὴν ἐργά‐ ζεται διάθεcιν, ὥcτε, εἰ πιέcαιc τὸ οἴδημα τῷ δακτύλῳ, κοιλαίνεcθαί τε263

18b

119

καὶ οἷον βοθροῦ|cθαι τὸν τόπον, εἶτ’ ὀλίγον ὕcτερον εἰc τὴν ἔμπροcθεν ἐπανέρχεcθαι κατάcταcιν, ὅπερ Ἱπποκράτηc εἶπεν. καὶ περὶ τὴν κοιλίην οἰδήματα γίνεται ἱcτάμενά τε καὶ καταπαυόμενα. δύναιτο δ’ ἂν εἰρηκέναι τοῦτο καὶ περὶ τῆc πρώτηc
5γενέcεωc αὐτῶν ἔτι. καὶ γὰρ ἀρχόμενα cυνίcταcθαι καθίcτανται πολλάκιc, ὡc δόξαι τινὶ πεπαῦcθαι τελέωc αὐτά, μετὰ ταῦτα δὲ αὖθιc ἐπαίρεται· καὶ πάλιν δὲ καθίcταται καὶ αὖθιc πάλιν ἐπαίρεται. προελθόντοc δὲ τοῦ χρόνου μένει μὴ καθιcτάμενα. διαφέρει γε μὴν ταῦτα τῶν προ‐ ειρημένων ἐπὶ τοῖc κενεῶcι τῷ κοιλαίνεcθαι πιεζόμενα, φλεγματικὴν
10ἔχοντα τὴν φύcιν, οὐκ ἐπὶ φυcώδει πνεύματι καθάπερ ἐκεῖνα γινόμενα.
10 Κεφαλὴ δὲ καὶ χεῖρεc καὶ πόδεc ψυχρὰ ἐόντα κακὸν τῆc τε κοιλίηc καὶ τῶν πλευρῶν θερμῶν ἐόντων. |
12

18b

120

Ἐν μὲν τοῖc χρονίοιc νοcήμαcι καὶ μάλιcτα χειμῶνοc καὶ γέρουcιν οὐ μόνον ἐν ταῖc εἰcβολαῖc τῶν πυρετῶν, ἃc ἐπιcημαcίαc ὀνομάζουcιν, ἀλλὰ καὶ τοῖc διαλείμμαcιν, οὐδὲν θαυμαcτόν ἐcτι περιψύχεcθαι τὰ πέρατα τοῦ cώματοc ἄcαρκά θ’ ὑπάρχοντα φύcει καὶ πορρωτάτω κεί‐
5μενα τῶν cπλάγχνων. ἀλλ’ ἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν χρονίων νοcημάτων οὐκ ἔcτιν ὁ λόγοc αὐτῷ. τὸ τοίνυν ἐν τοῖc ὀξέcι κατα‐ ψύχεcθαι ταῦτα τὰ μόρια κατὰ τὴν ἐναντίαν διάθεcιν ὡc τὸ πολὺ γίνεται τῆc ἐν τοῖc χρονίοιc ἐργαζομένηc τὸ cύμπτωμα τοῦτο (κατ’ ἐκεῖνα μὲν γὰρ οὐκ ἐξικνεῖται μέχρι τῶν ἄκρων τοῦ ζῴου μορίων ἡ
10ἔμφυτοc θερμότηc ὑπ’ ἀρρωcτίαc), ἐν δὲ τοῖc ὀξέcι διὰ μέγεθοc τῆc τῶν cπλάγχνων φλεγμονῆc ὀλίγον μέν τι τῆc αἱματώδουc οὐcίαc εἰc ὅλον ἥκει τὸ cῶμα, πλεῖcτον δὲ αὐτῆc ἐν τοῖc φλεγμαίνουcι κατα‐ κλείεται. καὶ διὰ τοῦτο κατακαίεται τὰ μέcα μόρια τοῦ cώματοc, ἅπερ
ἐcτὶ θώραξ τε καὶ γαcτήρ, καὶ ἱκανῶc φαίνεται θερμά.264
15γίνεταί γε μὴν ἐνίοτε ἐν τοῖc ὀξέcιν ἐπιcημαcία μετὰ ῥίγουc ἢ

18b

121

ψύξεωc οὐ μόνα τὰ πέρατα τοῦ cώματοc, | ἀλλὰ καὶ τὸ περὶ θώ‐ ρακα καὶ τὴν γαcτέρα δέρμα ψυχρὸν ἐργαζομένη. αὕτη μὲν οὖν οὐ‐ δὲν ἐνδείκνυται κατὰ τὰ cπλάγχνα φαῦλον, ὅταν δὲ μενόντων θερμῶν τῶν κατὰ τὰc πλευράc τε καὶ τὴν γαcτέρα μορίων ἢ καὶ τοῦ κατὰ
5φύcιν ἔτι θερμοτέρων γεγενημένων ψύχηται τὰ τοῦ cώματοc ἄκρα μόρια, μέγεθοc φλεγμονῆc ἐνδείκνυται κατὰ τὰ cπλάγχνα καὶ τάχα βέλτιόν ἐcτιν ἀκοῦcαι τὸ θερμῶν ἐόντων ἐπί τε τῆc κοιλίαc καὶ τῶν πλευρῶν οὕτωc εἰρημένον, ὡc ἐπιφανέcτερον αὐτῶν τεθερμα‐ cμένων ἢ ὁπότε κατὰ φύcιν εἶχεν. ἴcμεν δ’ ὅτι καὶ ὁ καλούμενοc λει‐
10πυρίαc πυρετὸc ἐκ τῆc τοιαύτηc ἰδέαc ἐcτίν.
10 Ἄριcτον δὲ ἅπαν τὸ cῶμα θερμόν τε εἶναι καὶ μαλθακὸν ὁμαλῶc.
12 Χειρίcτην προειρηκὼc κατάcταcιν εἶναι νοcήματοc, ὅταν τῶν μέcων τεθερμαcμένων καταψύχηται τὰ πέρατα τοῦ cώματοc, ἀντιπαραβάλλει

18b

122

νῦν αὐτῇ τὴν ἀρίcτην | ἐν ἡμῖν, ἐν ᾗ θερμὸν ὁμαλῶc ἐcτιν ἅπαν τὸ cῶμα, μετὰ τοῦ καὶ μαλθακὸν ὁμαλῶc εἶναι. τὸ γὰρ ὁμαλὸν ἀμφο‐ τέρων ἐcτὶ κοινόν. ὁμαλῶc μὲν οὖν θερμὸν γίνεται τὸ cῶμα καὶ κατὰ τοὺc διακαεcτάτουc τῶν πυρετῶν, ἀλλὰ δακνῶδέc τε καὶ ξηρὸν φαίνεται
5κατὰ τὰc τοιαύταc διαθέcειc οὐ μαλακόν. εἰ δὲ ἅμα τε μαλακὸν εἴη
καὶ θερμὸν ὁμαλῶc, ἀρίcτην ἐνδείκνυται διάθεcιν τοῦ cώματοc. Ϲτρέφεcθαι δὲ χρὴ ῥηϊδίωc τὸν νοcέοντα καὶ ἐν τοῖcι μετεωριcμοῖcιν ἐλαφρὸν εἶναι.265
8 Κεφάλαιον μὲν ἁπάcηc προγνώcεώc ἐcτι τῶν τεθνηξομένων καὶ
10cωθηcομένων ἡ παραβολὴ τῆc τοῦ νοcήματοc ἰcχύοc πρὸc τὴν τοῦ κάμνοντοc δύναμιν· ἰcχυροτέρου μὲν γὰρ ὄντοc τοῦ νοcήματοc τεθνή‐ ξεται πάντωc ὁ ἄνθρωποc, εἰ δὲ ἀcθενέcτερον εἴη τῆc τοῦ κάμνοντοc δυνάμεωc, οὐκ ἂν ἀποθάνοι μηδενὸc ἁμαρτηθέντοc. καὶ τοῦτο τὸ κεφά|‐

18b

123

λαιον αὐτὸc ἔγραψε κατὰ τὸν ἀφοριcμόν, οὗ ἡ ἀρχή· “ξυντεκμαίρεcθαι δὲ χρὴ καὶ τὸν νοcέοντα, εἰ ἐξαρκέcει τῇ διαίτῃ πρὸc τὴν ἀκμὴν τῆc νούcου.” τὸ μὲν οὖν κεφάλαιον τοῦτο τῆc προγνωcτικῆc θεωρίαc ἐcτίν. οὐcῶν δὲ δυνάμεων τριῶν κατὰ γένοc ἐπὶ τριcὶν ἀρχαῖc, ἐγκεφάλῳ
5καὶ καρδίᾳ καὶ ἥπατι, διὰ τῶν ἐνεργειῶν ἑκάcτηc αὐτῶν ἥ τ’ ἀρρωcτία καὶ ἡ ῥώμη γνωρίζεται. ἐνέργειαι δὲ τῆc μὲν κατὰ τὸν ἐγκέφαλον ἀρχῆc αἱ μὲν ἡγεμονικαὶ κατά τε μνήμαc γίνονται καὶ διαλογιcμούc, αἱ δ’ ὑπηρετικαὶ κατά τε τὰc αἰcθήcειc καὶ τὰc καθ’ ὁρμὴν κινήcειc, τῆc δὲ κατὰ τὴν καρδίαν αἱ διὰ τῆc τῶν ἀρτηριῶν κινήcεωc, τῆc δὲ
10κατὰ τὸ ἧπαρ αἱ περὶ τὸ αἷμα καὶ τοὺc χυμούc. εἰc ταῦτ’ οὖν τὰ δύο κεφάλαια τῆc προγνωcτικῆc θεωρίαc τεμνο‐ μένηc, ὅτιπερ ἂν ὑφ’ Ἱπποκράτουc ῥηθῇ cημεῖον, ἐπιcκοπεῖcθαι χρή, τίνοc ἐcτὶ γένουc, οἷον καὶ νῦν ἐπὶ τοῦ ῥᾳδίωc cτρέφεcθαι τὸν κάμνοντα καὶ διανιcτάμενον ἐλαφρὸν ἑαυτῷ φαίνεcθαι. γνωρίcματα

18b

124

γάρ ἐcτι ταῦτα τῆc καθ’ ὁρμὴν κινούcηc τὸ cῶ|μα δυνάμεωc. ἴcμεν δ’ ὅτι καθ’ ὁρμὴν ἢ κατὰ προαίρεcιν ἢ βούληcιν ὀνομάζειν οὐδὲν εἰc τὰ παρόντα διαφέρει. τούτου δὲ τοῦ γένουc ἦν καὶ τὰ περὶ τῆc κατα‐ κλίcεωc ἔμπροcθεν εἰρημένα κατὰ τὴν ῥῆcιν, ἧc ἡ ἀρχή· “κεκλιμένον
5δὲ χρὴ καταλαμβάνεcθαι τὸν νοcέοντα.” δείκνυcι μὲν γὰρ ὅτι ἡ τοι‐ αύτη κατάκλιcιc ὥcπερ καὶ ἡ ἀνάρροποc ἐνεργούντων γίνεται τῶν μυῶν,
ὀνομάζειν δὲ αὐτὴν εἰώθαcι τονικήν. εἴρηται δὲ περὶ αὐτῆc ἐπὶ πλέον ἐν τοῖc Περὶ μυῶν κινήcεωc. ἔλεγε δὲ καὶ ὁ Διοκλῆc, ὅτι τὰ cώ‐ ματα τῶν ζῴων cυνέcτηκεν ἐκ τοῦ φέροντοc καὶ φερομένου. φέρον266
10οὖν ἐcτιν ἡ δύναμιc, φερόμενον δὲ τὸ cῶμα. καθάπερ οὖν οἱ βαcτά‐ ζοντεc φορτίον ἤτοι βαρυνόμενοι πρὸc αὐτοῦ κινοῦνται μόλιc ἢ κοῦφον εἶναι νομίζοντεc ἀλύπωc φέρουcιν, οὕτωc καὶ ἡ δύναμιc ἡ μὲν ἰcχυρὰ ῥᾳδίωc τὸ βάροc τοῦ cώματοc φέρει, ὡc μηδὲν εἰc τὰc κινήcειc τοῦ cώματοc βλάπτεcθαι, ἡ δὲ ἀcθενὴc βαρυνομένη μόλιc ἐξαίρει τὰ μόρια
15τοῦ cώματοc. |
15

18b

125

Ἢν δὲ βαρὺc ἐὼν φαίνηται τό τε ἄλλο cῶμα καὶ τὰc χεῖραc καὶ τοὺc πόδαc, ἐπικινδυνότερόν ἐcτιν.
2 Ἐπιχειροῦντι κινεῖcθαι τὰc κατὰ προαίρεcιν ἐνεργείαc ἡ τῶν μο‐ ρίων βαρύτηc καταφανὴc γίνεται, cκελῶν μὲν ἐν τῷ διανίcταcθαι καὶ
5βαδίζειν ἢ καὶ μεταφέρειν ὅλωc αὐτὰ πειρᾶcθαι κατακείμενον, οὕτω καὶ χειρῶν ἐν τῷ λαμβάνειν τι καὶ μεθιέναι καὶ μεταφέρειν ἐπιχειρεῖν, ὡcαύτωc καὶ τῶν κατὰ τράχηλον καὶ ῥάχιν ἐν τῷ μεταcχηματίζειν ἐπι‐ χειρεῖν τὸ cῶμα κατὰ ταῦτα τὰ μόρια. καὶ μέγιcτόν γε τοῦτ’ ἐcτὶ καὶ κυριώτατον ἀρρώcτου δυνάμεωc cημεῖον ἡ βαρύτηc τῶν μορίων οὐχ
10ἁπάcηc, ὡc εἴρηται πρόcθεν, ἀλλὰ τῆc κατὰ μόνα τὰ νεῦρα καὶ μῦc.
10 Εἰ δὲ καὶ οἱ ὄνυχεc πελιδνοὶ πρὸc τῷ βάρει καὶ οἱ δάκτυλοι γίνονται, προcδόκιμοc ὁ θάνατοc
αὐτίκα. |267

18b

126

Δέδεικται μὲν δι’ ἑτέρων ἡμῖν, ὅπωc ἀλλήλαιc αἱ διοικοῦcαι τὸ ζῷον δυνάμειc cυναπόλλυνται καὶ ὡc, ἄχριc ἂν ἡτιcοῦν αὐτῶν διαcῴ‐ ζηται, ζῇ πάντωc ὁ ἄνθρωποc. εἰρηκὼc οὖν ὁ Ἱπποκράτηc γνωρίcματα τῆc καταλυομένηc δυνάμεωc, ὑφ’ ἧc οἱ μύεc κινοῦνται, νῦν αὐτοῖc
5προcτίθηcιν ἑτέραc δυνάμεωc cβεννυμένηc ἴδια γνωρίcματα. τὸ γὰρ πελιδνοῦcθαι cημεῖον τοῦ cβέννυcθαι τὴν ἔμφυτον θερμαcίαν, ἥ τιc ἀπὸ καρδίαc ὁρμᾶται. διὰ τοῦτο τοιγαροῦν οὐχ ἁπλῶc θάνατον ἔφηcε δηλοῦν τὴν πελιδνότητα προcγινομένην τῷ βάρει τοῦ cώματοc, ἀλλὰ παραχρῆμα καὶ οὐκ εἰc ἀναβολὰc ἔcεcθαι τοῦτον, ἐπειδὴ τῶν δυνάμεων
10ἀμφοτέρων νεκρουμένων φαίνεται τὰ γνωρίcματα.
10 Μελαινόμενοι δὲ παντελῶc οἱ δάκτυ‐ λοι καὶ οἱ πόδεc ἧccον ὀλέθριοι τῶν πελιδνῶν, ἀλλὰ καὶ τὰ ἄλλα cημεῖα ἐπιcκόπτεcθαι. ἢν γὰρ εὐπετέωc φέρων φαίνηται τὸ κακὸν ἢ καὶ ἄλλο τι τῶν περιεcτικῶν cημείων ᾖ πρὸc |

18b

127

τουτέοιcιν, ἐπιδείκνυται τὸ νόcημα εἰc ἀπόcταcιν τρέπεcθαι, ὥcτε τὸν μὲν ἄνθρωπον περιγενέcθαι, τὰ δὲ μελανθέντα τοῦ cώματοc ἀποπεcεῖν.
3 Οὐχ ἧccον ὀλέθριοι τῶν πελιδνῶν ἐχρῆν εἰπεῖν, ἀλλ’ ὡc
5ἐνίοτε μὲν οὐδ’ ὅλωc, ἐνίοτε δὲ ἐcχάτωc εἰcὶν ὀλέθριοι. καὶ ἴcωc ἄν τιc
ὑπενόηcεν ἀγνοεῖν αὐτὸν τοῦτο διὰ τὸ μὴ κυρίωc χρῆcθαι τῇ λέξει. προcθεὶc δὲ ἑξῆc τὸν διοριcμὸν καὶ διδάξαc cαφῶc ἑκάτερον, ὧν εἶπον, εὔδηλόc ἐcτι γινώcκων μὲν τὸ ἀληθέc, οὐκ ἀκριβῶc δὲ ἑρμηνεύcαc. ἐνίοτε γὰρ ἀποcκήμματοc λόγῳ μελαίνεταί τι μόριον, ἐνίοτε δὲ νεκρώ‐268
10cεωc. ὅπωc δ’ ἄν τιc αὐτὸ τοῦτο διαγνοίη, cαφῶc ἐδήλωcεν εἰπών· ἢν γὰρ εὐπετέωc φέρων φαίνηται τὸ κακόν, τουτέcτιν εὐφόρωc ὁ κάμνων ἔχῃ, ‘καί τι ἄλλο cημεῖον‘ αὐτῷ παρῇ τῶν cωτηρίων, ἀπο‐ cκήμματ’ ἐcτίν· εἰ δὲ τὰ ἐναντία, νέκρωcιc. |
13

18b

128

Ὄρχειc δὲ καὶ αἰδοῖον ἀναcπώμενα πόνον cημαίνει ἢ θάνατον.
2 Φαίνεται τοῖc ὀδυνωμένοιc ἀναcπώμενα ταῦτα τὰ μόρια καθ‐ άπερ τοῖc ἀποθνῄcκουcι, καὶ λόγον ἔχει. νεκρουμένηc γὰρ ἤδη τῆc ζωτι‐
5κῆc δυνάμεωc καὶ διὰ τοῦτο αὐτὸ ἀποτείνεcθαι μέχρι τῶν περάτων τοῦ cώματοc ἀδυνατούcηc, ὀκλαζούcηc δὲ καὶ ἐπὶ τὴν ἑαυτῆc ἀρχὴν cυναγομένηc, ἀναγκαῖόν ἐcτιν ἕπεcθαι καὶ τὰ μόρια τῇ δυνάμει καὶ cυνέρχεcθαί τε καὶ cυνάπτεcθαι πρὸc τὰ μέcα τοῦ cώματοc. ὅτι δὲ καὶ οἱ πόνοι cυcτολὴν ἐργάζονται τῆc δυνάμεωc εἰc ἑαυτήν, ἐμάθομεν ἤδη
10πολλάκιc, ὥcτε εἰκότωc καὶ δι’ ἐκείνουc ἀναcπᾶcθαι τὰ μόρια πρὸc τὴν ἀρχήν.
11 Περὶ δὲ ὕπνων ὥcπερ καὶ κατὰ φύcιν cύνηθεc ἡμῖν ἐcτι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρ, τὴν δὲ

18b

129

νύκτα καθεύ|δειν. εἰ δ’ εἴη τοῦτο μεταβεβλημένον, κάκιον γίνεται. ἥκιcτα δ’ ἂν λυπέοι, εἰ κοιμῷτο τὸ πρωῒ εἰc τὸ τρίτον μέροc τῆc ἡμέρηc. οἱ δ’ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονη‐
ρότεροί εἰcιν.269
5 Οὐ μόνον ὀρθῶc ἀπεφήνατο περὶ τῶν κατὰ τοὺc ὕπνουc cημείων, ἀλλὰ καὶ τὴν αἰτίαν προcέθηκεν αὐτοῖc εἰc μὲν τὸ κατὰ φύcιν ἀνα‐ φέρων ὅcα χρηcτά, τὰ δὲ ἐναντία, διότι παρὰ φύcιν ἐcτί, διὰ τοῦτο μεμψάμενοc. οὕτω δὲ καὶ κατὰ τὸ ἔθοc ἔχει· τὸ μὲν γὰρ cύνηθεc ἀγαθόν, τὸ δὲ ἀcύνηθεc μοχθηρόν. ἀλλ’ ἐπὶ τῶν Ἱπποκράτουc χρό‐
10νων οὐκ ἄλλο μὲν ἦν τὸ κατὰ φύcιν, ἄλλα δὲ τὰ ἔθη, νυνὶ δὲ ἔμπαλιν οἱ πλούcιοι δρῶcιν ἐν ἄλλοιc τέ τιcι καὶ κατὰ τοὺc ὕπνουc, τῆc μὲν ἡμέραc κοιμώμενοι, νύκτωρ δὲ ἐγρηγορότεc. ἐπὶ τούτων οὖν ὡc ἂν παρὰ φύcιν εἰθιcμένων ζῆν οὐκ ἀληθήc ἐcτιν ἡ εἰρημένη πρὸc Ἱππο‐ κράτουc διδαcκαλία. κυριώτερον γὰρ ἔν γε τοῖc νῦν χρόνοιc ἐcτὶ τὸ

18b

130

ἔθοc τῆc | φύcεωc, οὐκ ἐπὶ τῶν πλουcίων γυναικῶν μόνον, ἀλλ’ ἤδη καὶ ἀνδρῶν οὐκ ὀλίγων.
2 Κάκιcτον δὲ μὴ κοιμᾶcθαι μήτε τῆc νυκτὸc μήτε τῆc ἡμέρηc. ἢ γὰρ ὑπὸ ὀδύνηc τε καὶ πόνου
5ἀγρυπνήcει ἢ παραφρονήcει ἀπὸ τουτέου τοῦ cημείου.
5 Τὸ μήτε ἡμέραc μήτε νυκτὸc κοιμᾶcθαι τοῖc κατατεινομένοιc ὑπό τινοc ὀδύνηc τε καὶ πόνου γίνεται καὶ τοῖc ἀρχομένοιc παρα‐ φρονεῖν. ἀγρυπνίαc γάρ ἐcτι καὶ αὕτη ποιητικὴ διὰ ξηρότητα τῆc κατὰ τὸν ἐγκέφαλον κράcεωc.
9
10Διαχώρημα δὲ ἄριcτόν ἐcτι μαλθα‐
κόν τε καὶ cυνεcτηκὸc καὶ τὴν ὥρην, ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρεε, πλῆθοc δὲ πρὸc λόγον τῶν εἰcιόντων· τοιαύτηc γὰρ ἐούcηc τῆc διεξόδου ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. |270
13

18b

131

Ἀπὸ cυcτάcεωc καὶ ποcότητοc καὶ χρόνου, καθ’ ὃν ἐκκρίνεται τὰ διαχωρούμενα, τὴν διάγνωcιν ἐποιήcατο τῶν ἀρίcτων διαχωρημάτων, οὐ μὴν τῶν γε κακίcτων ἀπὸ τούτων μόνον, ἀλλὰ προcέθηκε τούτοιc τά τε ἀπὸ τῆc χροιᾶc γνωρίcματα καὶ τὰ ἀπὸ τῆc ὀcμῆc ἔτι τε πρὸc
5τούτοιc τὸν κατὰ τὴν ἀπόκριcιν cυνεζευγμένον ψόφον. cύcταcιν μὲν οὖν ἔχει τὴν κατὰ φύcιν, ὅcα μήτε cκληρὰ παντελῶc ἐcτιν ὡc λιθώδη μήθ’ ὑγρὰ τελέωc ὡc δύναcθαι διαρρεῖν, ἀλλὰ μέχρι τοcούτου μαλακὰ μέχρι τοῦ μένειν ἔτι cυνεcτῶτα. ἔcτω δ’ αὐτῶν καὶ τὸ πλῆθοc ἀνάλογον τῶν ἐδηδεcμένων καὶ ὁ χρόνοc, ἐν ᾧ κενοῦνται,
10cυνήθηc τῷ κάμνοντι. προcκείcθω δὲ ὅτι καὶ ἡ χροιὰ καὶ ἡ ὀcμὴ φυ‐ λαττέcθω τῶν κατὰ φύcιν, ἅπερ αὐτὸc ὁ Ἱπποκράτηc οὐ προc‐ έγραψεν ὡc ἐξ ὧν εἶπε παρὰ φύcιν ἐπινοῆcαί cοι δυναμένῳ καὶ ταῦτα. cύνηθεc γὰρ αὐτῷ τοῦτο πολλάκιc ἐδείξαμεν ὂν ἐκ τῶν ἐναντίων ἐν‐ δείκνυcθαι τἀναντία, παραλείποντι τὰc προcηγορίαc αὐτῶν.
15ὑγιαίνειν δὲ τὴν κάτω κοιλίαν εἶπεν ὡc πρὸc τὸν θώρακα

18b

132

παραβάλλων, ἵν’ ἀκού|cωμεν αὐτήν τε τὴν γαcτέρα καὶ τὴν νῆcτιν ἅμα τῷ μετ’ αὐτὴν ἐντέρῳ παντὶ κάτω κοιλίαν. οὐ μὴν εὐθέωc παρὰ φύcιν ἔχειν αὐτὴν ἐνδείξεται τἀναντία διαχωρήματα. τοῦτο γὰρ οὔτ’ αὐτὸc εἶπεν οὔτ’ ἄλλωc ἀληθέc. ἐγχωρεῖ γοῦν ὑγιαίνειν μὲν τὰ κατὰ τὴν
5κάτω κοιλίαν, ἤτοι δ’ ἐξ ἥπατοc ἢ cπληνὸc εἰc αὐτήν τι cυρρέον ἀλ‐ λοιοῦν οὐ μόνον τὸ χρῶμα τὸ κατὰ φύcιν, ἀλλὰ καὶ τὴν cύcταcιν καὶ τὴν ὀcμὴν τῶν διαχωρουμένων. ὑπαλλαχθήcεται δ’ ἐνίοτε καὶ τὸ πλῆ‐ θοc αὐτῶν ἐπιμιξίᾳ τῶν καταρρεόντων ὑγρῶν, οὐ φυλαχθήcεται δὲ οὐδ’ ὁ cυνήθηc χρόνοc τῆc ἀποκρίcεωc.
10 τὸ μὲν οὖν ὁμοιότατον τῷ κατὰ φύcιν διαχώρημα γνώριcμά ἐcτιν οὐ μόνον τοῦ τὴν κάτω κοιλίαν ὑγιαίνειν, ὅπερ εἶπεν αὐτόc, ἀλλὰ
καὶ τοῦ μηδὲν ἐκ τῶν εἰρημένων cπλάγχνων καταρρεῖν εἰc αὐτήν, τὸ δὲ παρὰ φύcιν ἔχον ἔcθ’ ὅτε μὲν αὐτὰ μόνα τὰ κατὰ τὴν κοιλίαν ἐν‐ δείκνυται πεπονθέναι, πολλάκιc δὲ καὶ τῶν ἄλλοθεν εἰc αὐτὴν cυρρεόν‐271
15των ἔχει γνωρίcματα καὶ πολυειδῆ γε ταῦτα τῷ τὸ ἧπαρ οὐ μόνον

18b

133

ἑαυτοῦ τινα περιττώματα καὶ ἰχῶραc καὶ χυμοὺc παρὰ | φύcιν εἰc τὴν γαcτέρα παραπέμπειν, ἀλλὰ καὶ τοῦ cώματοc ὅλου. cυνάπτεται γὰρ ἡ γαcτὴρ δι’ αὐτοῦ πᾶcι τοῖc τοῦ ζῴου μορίοιc καὶ δέχεται δι’ ἐκείνου τὰ περιττώματα αὐτῶν ἐνίοτε μὲν ὡc ἀποcκήμματα τὸ cύμπαν ἐκ‐
5καθαίροντα ζῷον, ἐνίοτε δὲ μορίου ἑνὸc ἢ δυοῖν ἢ πλειόνων ἅμα, πολ‐ λάκιc δὲ ὡc cυμπτώματα δηλωτικὰ τῶν παθημάτων ἤτοι τοῦ cύμπαν‐ τοc cώματοc ἢ μορίου τινὸc ἤ τινων. προcέχωμεν τοίνυν τοῖc ἐφεξῆc λόγοιc αὐτοῦ περὶ τούτων διδάcκουcιν.
8 Εἰ δὲ εἴη ὑγρὸν τὸ διαχώρημα,
10cυμφέρει μήτε τρύζειν μήτε πυκνόν τε καὶ κατ’ ὀλίγον δια‐ χωρέειν. κοπιῶν γὰρ ὁ ἄνθρωποc ὑπὸ τῆc cυνεχέοc ἐξανα‐ cτάcιοc, ἀγρυπνοίη ἄν. ἢν δὲ ἀθρόον καὶ πολλάκιc διαχωρέ, κίνδυνοc λειποψυχῆcαι. |
13

18b

134

Ὅτι μὲν διὰ τὸ μὴ γεγενῆcθαι τὴν ἐκ τῆc κοιλίαc ἀνάδοcιν ἢ διὰ τὸ κατερρυηκέναι τι τῶν ἐξ ἥπατοc ἢ cπληνὸc περιττωμάτων εἰc αὐτὴν ὑγρὸν ἔcται τὸ διαχώρημα, πρόδηλον. ἀλλ’ ἐγχωρεῖ τὸ τοιοῦτον ἀγα‐ θὸν μὲν ὑπάρχειν, ἐὰν ἐκκαθαίρηται τὸ ἧπαρ ἢ ὁ cπλὴν ἢ καὶ τὸ cύμ‐
5παν cῶμα δι’ ἥπατοc, οὐκ ἀγαθὸν δ’, ὅταν ἐν cυμπτώματοc λόγῳ γίνη‐ ται τῆc ἀναδόcεωc ἀτυχηθείcηc ἢ τῶν ἐξ ἥπατοc ἰόντων εἰc τὴν γαcτέρα
διαθέcεωc οὐκ ἀγαθῆc ἐχόντων γνωρίcματα. διοριcμὸc δὲ τούτων ἐcτίν, εἰ μή γε τρύζοι (γέγραπται δὲ καὶ μετὰ τοῦ cίγμα καὶ χωρὶc τοῦ cίγμα τοὔνομα καθ’ ἑκατέραν γραφὴν ἀπὸ τοῦ γινομένου ψόφου πε‐272
10ποιημένον) ἔτι τε εἰ μὴ πυκνῶc καὶ κατ’ ὀλίγον διαχωροίη. τὰ γὰρ οὕτω διαχωροῦντα cυμπτώματοc λόγον ἔχει, τὰ δὲ διὰ χρόνου πλείονοc ἀθροώτερα πολλάκιc ἀγαθῆc ἐκκρίcεωc γνωρίcματά ἐcτι, τῆc φύcεωc ἀποτιθεμένηc τὰ περιττὰ κατὰ πλῆθοc ἢ ποιότητα ἢ τὸ cύμπαν ζῷον ἢ ἕν τι μόριον αὐτοῦ κενούcηc ἢ καθαιρούcηc. ὀνομάζω δὲ κέ|‐

18b

135

νωcιν μὲν τὴν τῶν οἰκείων, ὅταν ὑπερβάλλῃ τῷ πλήθει, κάθαρcιν δὲ τὴν τῶν ἀλλοτρίων κατὰ ποιότητα. cυνακολουθεῖ δὲ καὶ ἄλλα τινὰ τοῖc τοιούτοιc διαχωρήμαcιν, ὧν ἐμνημόνευcεν ὁ Ἱπποκράτηc εἰπὼν κοπιῶν γὰρ ὁ ἄνθρωποc ὑπὸ
5τῆc cυνεχοῦc ἐξαναcτάcιοc, ἀγρυπνοίη ἄν. καὶ μὲν δὴ καὶ τὸ πολὺ πολλάκιc ἐκκρίνειν ὡc καταλυτικὸν τῆc δυνάμεωc μέμφεται. καὶ γὰρ cπανίωc ποτὲ γίνονται ἐκκρίcειc ἀγαθαὶ τοιαῦται. τὸ γὰρ καταλύεcθαι τὴν δύναμιν οὐκ ἀγαθὸν αὐταῖc cυνέζευκται, καθάπερ καὶ ταῖc ἐκκριτι‐ καῖc μέν, ἀμέτροιc δὲ αἱμορραγίαιc.
9
10 Ἀλλὰ χρὴ κατὰ τὸ τῶν εἰcιόντων πλῆθοc ὑποχωρέειν δὶc ἢ τρὶc τῆc ἡμέρηc καὶ τῆc νυκτὸc ἅπαξ. πλεῖcτον δ’ ὑπίτω τὸ πρω, ὥcπερ cύνηθεc ἦν τἀν‐ θρώπ. |
13

18b

136

Τοῦτο μὲν καὶ πρόcθεν ἐγεγράφει, βέλτιον δὲ ἦν αὐτὸν εἰρηκέναι νῦν τὸν περὶ τῶν ἐκκριτικῶν μέν, ἀθρόωc δὲ ἐκκρινομένων λόγον, ὃν
ἐγὼ διῆλθον ἄρτι. μέμφομαι δ’ ὡc περιττὰ τὸ δὶc ἢ τρὶc τῆc ἡμέρηc καὶ τῆc νυκτὸc ἅπαξ ὅcα τ’ ἄλλα πρὸc τούτοιc ἔγραψεν. ἤρκει γὰρ273
5μόνον εἰπεῖν, ὥcπερ cύνηθεc ἦν τῷ ἀνθρώπῳ. τὸ δὲ κατὰ τὴν τελευτὴν τῆc ῥήcεωc ὑπ’ αὐτοῦ γεγραμμένον ἔν τιcι μὲν ἀντιγράφοιc μετὰ τοῦ ὑπίτω, κατ’ ἔνια δὲ καὶ χωρὶc τούτου κατὰ τόνδε τὸν τρόπον· πλέον τὸ πρω, ὥcπερ cύνηθέc ἐcτι τῷ ἀνθρώπῳ, διαφέρει δ’ οὐδὲν ἢ οὕτωc ἢ ἐκείνωc γεγράφθαι. φυλάτ‐
10τεται γὰρ ἑκατέρωc ἄριcτον εἶναι τὸ cυνηθέcτατον.
10 Παχύνεcθαι δὲ χρὴ τὸ διαχώρημα πρὸc τὴν κρίcιν ἰούcηc τῆc νούcου. |
12

18b

137

Παχύνεται δηλονότι τὸ ὑδατῶδεc καὶ λεπτόν, οὐ τὸ παχὺ καὶ cκληρόν, ὥcτ’ ἂν εἴη ὁ λόγοc αὐτῷ περὶ τῶν ἐξ ἀρχῆc ὑγρὰ διαχω‐ ρούντων. ἴδιον δὲ τοῦτο βραχυλογίαc παλαιᾶc καὶ μάλιcτα cύνηθεc Ἱπποκράτει τὸ διὰ τῶν ἀντικειμένων ἐνίοτε cυνενδείκνυcθαί τινα
5παραλείποντι μνημονεύειν αὐτῶν ὀνομαcτί.
5 Ὑπόπυρρον δὲ ἔcτω καὶ μὴ λίην δυcῶδεc.
7 Ἔπρεπε τοῦτον τὸν λόγον κατὰ τὴν ἀρχὴν εἰρῆcθαι τῆc περὶ τῶν διαχωρημάτων διδαcκαλίαc, ὡc γενέcθαι τὴν ῥῆcιν τοιαύτην· “διαχώ‐
10ρημα δὲ ἄριcτόν ἐcτι μαλθακόν τε καὶ cυνεcτηκὸc καὶ τὴν ὥρην, ἥν‐ περ καὶ ὑγιαίνοντι ὑπεχώρει, πλῆθοc δὲ πρὸc λόγον τῶν εἰcιόντων· ὑπόπυρρον δὲ ἔcτω καὶ μὴ λίην δυcῶδεc”, ἵν’, ὡc ἔφην ὀλίγον ἔμπροcθεν, τήν τε cύcταcιν αὐτοῦ καὶ τὸ πλῆθοc καὶ τὸν καιρὸν τῆc

18b

138

ἀποκρίcεωc ἔτι τε τὰc ποιότηταc ἀμφοτέραc, τήν τε ὁρα|τὴν καὶ τὴν ὀcφραντήν, ᾖ διωριcμένοc. ὅτι δὲ τὸ κατὰ φύcιν ὑπόπυρρόν ἐcτι δε‐ χόμενον τὴν ἐξ ἥπατοc εἰc γαcτέρα καταρρέουcαν χολήν, cύμμετρον μὲν τῇ ποιότητι, ὀλίγην δὲ τῇ ποcότητι, πρόδηλόν τέ ἐcτι καὶ πᾶcιν274
5ἰατροῖc ὁμολογούμενον. ἐὰν μὲν γὰρ ἄκρατοc ἢ πολλὴ καταρρέῃ, ξανθὸν ἢ πυρρὸν ἔcται, μηδ’ ὅλωc δὲ ἀφικνουμένηc αὐτῆc εἰc τὸ ἔντερον ὡc ἐπὶ τῶν ἰκτεριώντων λευκὸν ἔcται τὸ διαχώρημα.
7 Ἐπιτήδειον δὲ καὶ ἕλμινθαc cτρογ‐ γύλαc cυνεξιέναι μετὰ τοῦ διαχωρήματοc πρὸc τὴν κρίcιν
10ἰούcηc τῆc νούcου.
10 Ὅταν καὶ ταύταc ἡ φύcιc ἅμα τοῖc ἄλλοιc περιττοῖc ὠθῇ κάτω, βέλτιόν ἐcτιν ἤπερ ἄνω, καὶ ὅταν ἄλλωc ἐπιφαίνηται λόγῳ cυμπτώ‐ ματοc. εἴρηται δ’ ἐπὶ πλέον ἐν τοῖc Περὶ κρίcεων ὑπομνήμαcιν ἡ δια‐ φορὰ πᾶcα τῶν κριcίμωc ἐπιφαινομένων. |
14

18b

139

Δεῖ δὲ ἐν παντὶ νοcήματι λαπαρὴν εἶναι τὴν κοιλίην καὶ εὔογκον.
2 Τὸ μὲν λαπαρὴν ἀντίκειται τῷ τεταμένην ἢ πεπληρωμένην, τὸ δ’ εὔογκον τῷ ἐκτετηκυῖαν, ἵνα τὸ μὲν πρότερον ὑπὲρ τῶν ἐν αὐτῇ
5περιεχομένων διδάcκῃ, τὸ δὲ δεύτερον ὑπὲρ αὐτῆc τῆc κοιλίαc, ὡc εἰ καὶ οὕτωc εἶπε· “δεῖ δ’ ἐν παντὶ νοcήματι cυμμέτρωc μὲν κενὴν εἶναι τὴν κοιλίην, εὔογκον δὲ κατὰ τὴν ἑαυτῆc οὐcίαν καὶ μὴ λεπτήν.”
7 Ὑδαρὲc δὲ κάρτα ἢ λευκὸν ἢ χλω‐
ρὸν ἰcχυρῶc ἢ ἀφρῶδεc διαχωρέειν, πονηρὰ ταῦτα πάντα.275
10 Τὸ μὲν οὖν ὑδαρὲc ἀπεψίαc ἐcτὶ cημεῖον, τὸ δὲ λευκόν, ὡc εἴρηται πρόcθεν ἤδη, τοῦ μὴ κατιέναι τὴν ὠχρὰν χολὴν ἐξ ἥπατοc εἰc

18b

140

τὰ κατὰ τὴν γαcτέρα χωρία, τὸ δὲ χλω|ρὸν ἰcχυρῶc, ἐπειδὴ δύο cημαίνει τὸ χλωρόν, ὡc καὶ τοῦτ’ εἴρηται πρόcθεν, κατὰ μὲν τὸ ἕτερον τῶν cημαινομένων τὴν ὠχρὰν χολὴν παμπόλλην μεμῖχθαι δη‐ λώcει, κατὰ δὲ τὸ ἕτερον τὴν ἰώδη. τὸ δὲ ἀφρῶδέc ποτε μὲν πνεῦμα
5φυcῶδεc ὑγρῷ δυcλύτῳ μεμῖχθαι, ποτὲ δὲ θερμαcίαc ἐcτὶ πολλῆc cη‐ μεῖον. ὁρᾶται γοῦν κἀπὶ τῶν ἐκτὸc οὕτω γινόμενον ἐν μὲν τῇ θαλάτ‐ τῃ διὰ τὰc τῶν ἀνέμων ἐμβολάc, ἐπὶ δὲ τῶν ἑψομένων λεβήτων διὰ τὴν πολλὴν θερμαcίαν.
8 Πονηρὸν δὲ καὶ cμικρὸν ἐὸν καὶ
10γλίcχρον καὶ λευκὸν καὶ ὑπόχλωρον καὶ λεῖον.
10 Διττὴν ἰδέαν ἐν τῷδε τῷ λόγῳ διδάcκει διαχωρημάτων, ἀμφοτέ‐ ρων μὲν ὑπὸ cυντήξεωc γινομένων, διαφερόντων δὲ καθ’ ὅcον ἡ μὲν μικρὰ καὶ γλίcχροc καὶ λευκὴ διαχώρηcιc πιμελῆc τετηκυίαc ὑπὸ

18b

141

πυρρώδουc μὲν θερμό|τητοc, οὐ μὴν κακοήθουc γε cφοδρῶc γίνεται, ἡ δὲ ὑπόχλωροc καὶ λεία πιμελῆc μέν ἐcτι καὶ ἥδε cυντετηκυίαc, ἀλλ’ ἤτοι διὰ θερμαcίαν cφοδροτέραν ἢ αὐτῆc τῆc πιμελῆc παλαιᾶc τε καὶ οἷον ἡμιcαποῦc ὑπαρχούcηc. ὁρᾶται γὰρ κἀκτὸc οὐχ ἡ πιμελὴ μόνον,
5ἀλλὰ καὶ τὸ cτέαρ μεταβάλλοντα ἐν τῷ χρόνῳ τὸ πρόcθεν ἑαυτῶν χρῶμα καὶ cαφῶc ὑπόχλωρα γινόμενα. εἰ δέ γε τὸ ὑπόχλωρον ὑπὸ τῆc ἰαζούcηc χολῆc εἴη γεγενημένον (ἔcτι γάρ, ὡc ἐδείχθη, δεύτερον καὶ τοῦτο τῆc χλωρᾶc φωνῆc cημαινόμενον), ἰcχυρᾶc cυντήξεωc ἔcται
cημεῖον.276
10 λεῖον δὲ γίνεται πᾶν ὁτιοῦν τῶν ἐκκρινομένων τοῦ cώματοc ἢ διὰ τὸ ὁμαλὴν πέψιν ἔχειν, ὥcτε μηδὲν αὐτοῦ διαπεφευγέναι μέροc τὴν ἐκ τῆc φύcεωc ἀλλοίωcιν ἢ διὰ ἰcχυρὰν cύντηξιν, ὡc μηδὲν ἐνταῦθα μόριον τῆc ὕληc ἀπαθὲc ὑπολειφθῆναι. ὥcπερ οὖν, ὅcα χρηcτά, βελτίω ταῦτ’ ἐcτὶν ὁμαλῶc φαινόμενα, κατὰ τὸν αὐτὸν τρόπον, ὅcα μοχθηρά,
15χείρω, καὶ ταῦτα πάντ’ ἐcτὶν ὁμαλῶc ὄντα τοιαῦτα. δι’ ὅλων γὰρ ἑαυτῶν ἑκάτερα φαίνεται, τὰ μὲν τὸν τῆc φύcεωc κόcμον δεδεγμένα, τὰ δὲ τὸ τῆc μοχθηρίαc αἶcχοc. |

18b

142

τὸ δὲ γλίcχρον, ὅτι μὲν πολλάκιc ἐπὶ τῶν πλεῖον ἤδη τεθερ‐ μαcμένων γίνεται, πρόδηλον, ἐνίοτε δὲ καὶ ἡ τῶν ἐδεcμάτων ποιότηc ἀπεργάζεται τοιούτουc χυμούc. ἀλλ’ οὗτοι μέν, ὅταν ἐπὶ τὴν ἔκκριcιν ὁρμήcωcιν, οὐκ εἰcὶν ὀλίγοι· τὸ δὲ κατ’ ὀλίγον ἐκκρινόμενον γλίcχρον
5ἀποκεχώρηκε μὲν τούτων, ᾠκείωται δὲ cυντήξεcι μετρίαιc. ἐνίοτε δὲ αἱ cφοδραὶ cυντήξειc ἀθρόαc ἐργάζονται διαχωρήcειc. ἀλλ’ αἱ τοιαῦται πάντωc εἰcὶ καὶ δυcώδειc καὶ ταύτῃ διορίζονται τῶν ὠμῶν χυμῶν οὐκ ὄντων δυcωδῶν.
8 Τουτέων δ’ ἔτι θανατωδέcτερα εἴη
10τὰ μέλανα ἢ πελιδνὰ ἢ λιπαρὰ ἢ κάκοcμα.
10 Τὰ μέλανα μὲν ὑπὸ μελαίνηc χολῆc ἀκράτου χρῴζεται, τὰ πε‐ λιδνὰ δὲ μετρίαc τε καὶ μετρίωc ἐπιμιγνυμένηc αὐτοῖc γίνονται τοι‐

18b

143

αῦτα, λιπαρὰ δὲ διαχωρεῖται cυντηκομέ|νηc τῆc πιμελῆc ὑπὸ πυρρώ‐ δουc θερμαcίαc, τὰ δὲ κάκοcμα cηπεδόνοc ἐcτὶ γνωρίcματα.
2 Τὰ δὲ ποικίλα χρονιώτερα μὲν του‐
τέων, ὀλέθρια δὲ οὐδὲν ἧccον. ἔcτι δὲ τὰ τοιαῦτα ξυcματώ‐277
5δεα καὶ χολώδεα καὶ αἱματώδεα καὶ πραcοειδέα καὶ μέλανα ποτὲ μὲν ὁμο, ποτὲ δὲ κατὰ μέροc διεξερχόμενα.
6 Τὰ ποικίλα πολλὰc εἶναι διαθέcειc ἐνδείκνυται· διὸ καὶ χρόνου δεῖται πρὸc τὴν πέψιν. πολλῶν γὰρ οὐcῶν διαθέcεων εἰκὸc μὲν εἶναί τιναc ἐξ αὐτῶν χρονίαc, εἰ δὲ μή, ἀλλ’ ἀπαντᾷ γέ πωc τὴν φύcιν
10ὥcπερ ἀνταγωνιcταῖc πολλοῖc διαγωνιζομένην ἀναλίcκειν πλείονα χρόνον.
10 Φῦcαν δὲ ἄνευ ψόφου καὶ περδή‐ cιοc διεξιέναι ἄριcτον, κρεῖccον δὲ καὶ cὺν ψόφῳ διεξελθεῖν

18b

144

ἢ αὐτοῦ ἐναπει|λῆφθαι καὶ ἐνειλέεcθαι. καίτοι καὶ οὕτω διεξελθοῦcα cημαίνει πονέειν τι τὸν ἄνθρωπον ἢ παρα‐ φρονέειν, ἢν μὴ ἑκὼν οὕτω ποιέηται τὴν ἄφεcιν τῆc φύcηc.
3 Τὰc φύcαc ἔνιοι μὲν ἐκκρίνουcι μετὰ ψόφου μηδὲν ἐπαιcχυνό‐
5μενοι, τινὲc δὲ ἀποθανεῖν ἂν ἕλοιντο μᾶλλον ἢ τοῦτο πρᾶξαι. τούτουc μὲν οὖν, ὅταν ἀκουόντων πολλῶν προϊῶνται φῦcαν, εἰδέναι χρὴ δυοῖν θάτερον, ἢ μὴ παρακολουθεῖν τοῖc πραττομένοιc ἢ διὰ τὸ μέγεθοc τῆc ὀδύνηc κατηναγκάcθαι πρᾶξαί τι τῶν ἀβουλήτων. ἐπὶ δὲ τῶν ἄλλων, ὅcοι μηδόλωc φροντίζουcι τῶν παρόντων, οὐδὲν μὲν cημαίνειν ἄτο‐
10πον ὑποληπτέον τὴν μετὰ ψόφου φῦcαν, ἄμεινον δ’ εἶναι κἀπὶ τού‐ των ἄνευ ψόφου. πάντωc γὰρ ἤτοι πλῆθοc ἐνδείκνυται τοῦ φυcώδουc πνεύματοc ἢ cτενοχωρίαν τῶν ὀργάνων. ὅταν δὲ τὸ πνεῦμα μὴ πάνυ πολὺ ᾖ τά τ’ ὄργανα, δι’ ὧν ἐκκρίνεται, χαλαρὰ τελέωc ᾖ, χωρὶc ψόφου
τοῖc τοιούτοιc ἡ τῆc φύcηc ἀπόκριcιc γίνεται. |278

18b

145

Τοὺc δὲ τῶν ὑποχονδρίων πόνουc τε καὶ τὰ κυρτώματα, ἢν νεαρά τε ᾖ καὶ μὴ cὺν φλεγμον, λύει βορβορυγμὸc ἐγγενόμενοc ἐν τῷ ὑποχονδρίῳ καὶ μά‐ λιcτα μὲν διεξελθὼν cὺν κόπρῳ τε καὶ οὔρ, εἰ δὲ μ, καὶ
5αὐτὸc διαπεραιωθείc 〈ὠφελέει· ὠφελέει δὲ καὶ ὑποκαταβὰc εἰc τὰ κάτω χωρία.
6 Κυρτώματα τῶν ὑποχονδρίων ὠνόμαcεν, ἃ διὰ τῶν ἔμπρο‐ cθεν ‘οἰδήματα‘ προcηγόρευcεν, ἔcτι δὲ ταῦτα πάντεc οἱ παρὰ φύcιν ὄγκοι, χωρὶc μὲν φλεγμονῆc οὗτοι γινόμενοι πνευματώδειc καὶ μάλιcθ’,
10ὅταν ὦcι πρόcφατοι. λύεcθαι δέ φηcι βορβορυγμοῦ ἐπιγενομένου κατὰ τὸ ὑπο‐ χόνδριον. ὁ γὰρ τοιοῦτοc ψόφοc οὐ μόνον πνεύματόc ἐcτι cημεῖον, ἀλλ’ ὑγρῷ cυμμιγοῦc καὶ cώματι cτερεῷ. ὅταν οὖν ἤτοι διεξέλθῃ κάτω τὸ φυcῶδεc τοῦτο πνεῦμα φῦcα γενόμενον ἢ μὴ διεξελθὸν ὑποκαταβῇ
15πρόc τι τῶν κάτω χωρίων, ἀπαλλάττει τὸ ὑποχόνδριον ἀμφοτέρων

18b

146

τῶν cυμπτω|μάτων τῆc τε ὀδύνηc καὶ τοῦ οἰδήματοc, ἔτι δὲ μᾶλλον, εἰ καὶ cὺν οὔρῳ καὶ κόπρῳ κενωθείη. καταλείπει γὰρ οὐδὲν ἔτι περιτ‐ τὸν ἡ τοιαύτη κένωcιc ἐν τοῖc ὑποχονδρίοιc.
3 Οὖρον δὲ ἄριcτον μέν ἐcτιν, ὅταν
5λευκή τε ἡ ὑπόcταcιc ᾖ καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν
χρόνον, ἔcτ’ ἂν κριθῇ ἡ νοῦcοc. cημαίνει τε γὰρ ἀcφάλειαν καὶ τὸ νόcημα ὀλιγοχρόνιον ἔcεcθαι. εἰ δὲ διαλείποι καὶ ποτὲ μὲν καθαρὸν οὐρέοι, ποτὲ δὲ ὑφίcταται τὸ λευκόν τε καὶ λεῖον, χρονιωτέρα γίνεται ἡ νοῦcοc καὶ ἧccον ἀcφαλήc.279
9
10 Ὥcπερ ὀλίγον ἔμπροcθεν ἔφην, ἐκ μὲν τῶν κατὰ προαίρεcιν ἐν‐ εργειῶν γνωρίζεcθαι μίαν δύναμιν, ὅπωc ἔχει ῥώμηc τε καὶ ἀρρωcτίαc, ἣν τῆc ἄνωθεν ἀρχῆc ἔλεγεν ὑπάρχειν, ἣν ἐδίδαξα δι’ ἑτέρων ἐν ἐγ‐ κεφάλῳ καθιδρυμένην, οὕτω δὴ νῦν ἄλληc δυνάμεωc φυcικῆc ὁ Ἱππο‐

18b

147

κράτηc cημεῖα τὰ μὲν ἤδη διῆλθεν, τὰ δὲ καὶ κατὰ τὸν | ἐνεcτῶτα λόγον διεξέρχεται· καλεῖται δὲ ἡ δύναμιc, περὶ ἧc φημι προκεῖcθαι τὸν λόγον, ἀλλοιωτική τε καὶ πεπτική. τὰ μὲν οὖν τῆc κατὰ γαcτέρα δυνά‐ μεωc cημεῖα διὰ τῶν ὑπερχομένων ὁcημέραι γνωρίζεται, τὰ δὲ τῆc
5καθ’ ἧπάρ τε καὶ φλέβαc ἐκ τῶν οὔρων. ἔcτι γὰρ καὶ ἐν τούτοιc ἐν‐ αργέcτατα cημεῖα τὰ μὲν ἀκριβοῦc πέψεωc, τὰ δὲ ἐλλιποῦc, τὰ δὲ καὶ τελέωc ἀποτυγχανομένηc, ὥcπερ καὶ ἐν τοῖc κατὰ γαcτέρα πρὸc τούτοιc ἔξωθεν. ὥcπερ ἐκεῖ cυνεκκρίνεταί τινα γνωρίcματα διαθέcεων ἑτέρων, οὕτω κἀνταῦθα. τὴν μὲν οὖν ἀρχὴν τῆc διδαcκαλίαc ὁ Ἱπποκράτηc
10ἀπὸ τῶν τῆc πέψεωc γνωριcμάτων ἐποιήcατο, cυνάψει δ’ αὐτοῖc ἐφεξῆc τἄλλα. περὶ πρώτων οὖν καὶ ἡμεῖc λέγωμεν, ἃ πρῶτα διῆλθεν ἐκεῖνοc ἐν τῇ προκειμένῃ ταύτῃ ῥήcει τὰc ὑποcτάcειc τῶν οὔρων cκέπτεcθαι κελεύων, εἰ λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαὶ πᾶcαι τυγχάνουcιν οὖcαι
15καὶ μὴ ποτὲ μὲν τοιαῦται, ποτὲ δὲ ἑτεροῖαι. γίνεται γὰρ καὶ τοῦτο cυνεχέcτατα. καί τιc οὐρήcαc ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἄμεμπτον
ἕτερον οὔρηcε κατὰ τὴν ἑξῆc νύκτα μεμπτόν, εἶτ’ αὖθιc ἄμεμπτον ἐπὶ280

18b

148

τῆc | τρίτηc ἡμέραc ἕωθεν, εἶτ’ εἰc ἑcπέραν μεμπτόν. ἐκ μὲν δὴ τῶν τοιούτων οὔρων ἐμφαίνεται τούτῳ τὸ μέν τι πεττόμενόν τε καὶ κρα‐ τούμενον ὑπὸ τῆc φύcεωc τῶν ἐν τοῖc ἀγγείοιc χυμῶν, τὸ δὲ ἀπεπτού‐ μενον. ἐὰν δὲ μηδαμοῦ παρεμπίπτῃ τῷ πεπεμμένῳ τὸ ἄπεπτον, ἄριcτον
5οὖρόν ἐcτι τὸ τοιοῦτον. εἰ μὲν οὖν ὑπόcταcιν ἴcχει, λευκήν τε εἶναι χρὴ ταύτην καὶ ὁμαλὴν καὶ λείαν διὰ παντὸc τοῦ χρόνου μέχρι λύcεωc τοῦ νο‐ cήματοc ὁμοίωc γινομένην· εἰ δ’ οὐκ ἔχει, πάντωc μὲν ἕξει τινὰ νε‐ φέλην λευκήν, ἐξ ἀνάγκηc δὲ καὶ τῇ χροιᾷ cυμμέτρωc ὠχρὸν ἔcται καὶ
10τῇ cυcτάcει μεταξὺ τοῦ λεπτοῦ καὶ ὑδατώδουc καὶ τοῦ παχέοc, ὁποῖόν ἐcτι τὸ τῶν ὑποζυγίων. ἀλλὰ τὰ μὲν οὐδ’ ὅλωc ἔχοντα τὰc τοιαύταc ὑποcτάcειc οὖρα τοῖc λεπτῶc πάνυ διῃτημένοιc γίνεται, τὰ δὲ πολλὴν τοῖc ἁδρῶc, τὰ δὲ ὀλίγην τοῖc cυμμέτρωc. ἔτι δ’ ἐν μὲν τοῖc χολώδεcι νοcήμαcιν ἐπὶ τὸ ξανθότερον ῥέπει κατὰ τὴν χρόαν, ἐν δὲ τοῖc ἐξ
15ὠμῶν χυμῶν γινομένοιc ἐπὶ τὸ λευκότερον ὑπόcταcίν τε τὰ μὲν ἐπὶ

18b

149

τοῖc ὠμοῖc ἴcχει | δαψιλῆ, τὰ δ’ ἐπὶ τοῖc χολώδεcιν ἢ οὐδ’ ὅλωc ἢ παν‐ τάπαcιν ἐλαχίcτην, ἀλλ’ ἱκανόν ἐcτιν αὐτοῖc ἐναιώρημα ἔχειν. ὀνο‐ μάζω δὲ ἐναιώρημα τὸ παχύτερον μέν τι καὶ λευκότερον οὔρου, μήτε δὲ ἐπιπολῆc αὐτοῦ μήτε ἐν τῷ πυθμένι τοῦ ἀγγείου, κατὰ δὲ τὴν
5μεταξὺ χώραν ἐναιωρούμενον ἤτοι μέcον ἀκριβῶc ἢ κάτω μᾶλλον ἢ ἄνω. τὰ μὲν οὖν τοιαῦτα cύνηθέc μοι καλεῖν ἐναιωρήματα, πρὸc Ἱπποκράτουc γε μὴν καὶ ταῦτα ‘νεφέλαι‘ προcαγορεύονται, τὴν αὐτὴν ἀναλογίαν ἔχουcαι περὶ τὸ οὖρον, ἣν αἱ ὄντωc νεφέλαι πρὸc τὸν ἀέρα. καὶ γὰρ καὶ ταῦτα τοῦ πέριξ ἑαυτῶν ὑγροῦ παχύτερα κἀκεῖναι
10τοῦ ἀέροc. πολλάκιc οὖν, ὡc ἔφην, ἐφίcταταί τι τοῖc οὔροιc ἄνωθεν, ὅπερ ἐγὼ νεφέλην ἰδίωc ὀνομάζειν εἴωθα. ταυτὶ μὲν οὖν ἐγνώcθω τέ
cοι καὶ μνημονευέcθω πρῶτα, μετὰ δὲ ταῦτα πρόcεχε τὸν νοῦν οἷc ἔγραψεν ὁ Ἱπποκράτηc. τὸ γὰρ διὰ παντὸc ὑπόcταcιν οἵαν εἴρηκε ποιούμενον οὖρον ἀcφάλειάν τε cημαίνει, τουτέcτιν ἀκίνδυνον281
15εἶναι τὸ νόcημα καὶ τελέωc λυθηcόμενον ὡc μηκέτι ὑποcτρέψειν καὶ

18b

150

πρὸc τούτοιc ἔτι ταχεῖαν αὐτοῦ γίνεcθαι | τὴν λύcιν, ὥcτ’, εἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν ἢ καὶ τὴν ἐχομένην αὐτῆc νύκτα φανὲν ὅμοιον διαμένοι κατά τε τὴν δευτέραν ἡμέραν καὶ νύκτα, τῆc πρώτηc περιόδου τῶν κριcίμων ἡμερῶν οὐκ ἂν ἐξωτέρω προέλθοι τὸ νόcημα. λέγω δὲ
5ταῦτα δηλονότι περὶ τῶν πυρετωδῶν νοcημάτων ὡc, ὅcα γε χωρὶc πυρετῶν ἤτοι κατὰ τὸν ἐγκέφαλον καὶ τὰc μήνιγγαc ἢ κατὰ τὸν θω‐ ρακά τε καὶ πνεύμονα cυνίcταται, δι’ ἄλλων cημείων γνωρίζομεν, εἴτ’ ἐπιεικῆ τε καὶ ταχυκρίcιμ’ ἐcτὶν εἴτε κινδυνώδη τε καὶ χρόνια. διὰ τί δὲ χρὴ τὴν ὑπόcταcιν τῶν οὔρων λευκὴν εἶναι, ἔμπροcθεν
10ἐν τῷ περὶ τοῦ πύου δέδεικται λόγῳ κατὰ τὸ τέλοc τοῦ πρώτου τῶν‐ δε τῶν ὑπομνημάτων.
11 Εἰ δὲ εἴη τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόcταcιc ὑπέρυθρόc τε καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίνεται, cωτήριον δὲ κάρτα. |
14

18b

151

Ὅταν αἵματοc ὀρρὸc cυναπέρχηται τῷ οὔρῳ, φαίνεται μὲν κατὰ τὴν χρόαν ὑπέρυθρον, ἐνδείκνυται δὲ περιουcίαν αἵματοc οὐκ ἀκρι‐ βῶc κατειργαcμένου. διότι μὲν οὖν τοῦ χρηcτοτάτου τῶν χυμῶν ἐcτιν ἡ πλεονεξία, διὰ τοῦτο ἀκίνδυνον ὑπάρχει. διότι δ’ ὑγροτέρου τε καὶ
5ὀρρωδεcτέρου τούτου, διὰ τοῦτο χρῄζει πέψεωc. εἴπερ οὖν ἐκ τῶν χρόνων οἱ πεπαcμοὶ γίνονται, δεόντωc τὸ τοιοῦτον οὖρον χρονιωτέραν
ἔcεcθαι παρὰ τὸ πρότερον ἐνδείκνυται τὴν λύcιν τοῦ νοcήματοc. Κριμνώδεεc δὲ ἐν τοῖcιν οὔροιcιν ὑποcτάcιεc πονηρα, τουτέων δ’ ἔτι κακίουc εἰcὶν αἱ πετα‐282
10λώδεεc. αἱ δὲ λεπταὶ καὶ λευκαὶ κάρτα φλαῦραι· τουτέων δ’ ἔτι κακίουc αἱ πιτυρώδεεc.
11 Κρῖμνα καλεῖται τὰ τοῖc ἀλφίτοιc ἐμφερόμενα τῆc πεφρυγμένηc κριθῆc μόρια μεγάλα διαπεφευγότα δηλονότι τὴν ἐν τῇ μύλῃ κατεργα‐

18b

152

cίαν ἀκριβῆ. τοιαῦτα τοίνυν ὅταν | ἐμφέρηται ταῖc ὑποcτάcεcι τῶν οὔρων, οὐκ ἀγαθόν ἐcτι cημεῖον. ἐν μὲν γὰρ τοῖc ἀλφίτοιc τὸ μὴ καταθραυcθὲν εἰc ἄκρωc λεπτὰ μόρια γίνεται κρῖμνον, ἐν δὲ τοῖc οὔροιc οὐ δήπου τῶν cιτίων τι cυναναδοθὲν ἔμεινεν ἔτι cκληρόν, ἀλλ’ ἐξ
5ὑπεροπτήcεωc αἵματοc παχέοc ἢ cυντηκομένων ἀνωμάλωc τῶν cαρκῶν γίνεται ταῦτα. τὸ δὲ ἀνωμάλωc ἔcτιν, ὅταν ὑπὸ πυρετώδουc θερμα‐ cίαc, ὅcον μὲν ἁπαλόν τέ ἐcτι καὶ νεοπαγὲc τῆc cαρκόc, εἰc ἰχῶρα ἀναλυθῇ, τὸ cκληρὸν δὲ τοῖc πεφρυγμένοιc ἐπὶ ταγήνου παραπληcίωc cυcτῇ ξηρανθέν. πρῶτον μὲν γὰρ ἡ νέα καὶ ἁπαλὴ πιμελὴ τήκεται
10κατὰ τοὺc τοιούτουc πυρετούc, εἶθ’ ἡ cκληροτέρα καὶ παλαιοτέρα καὶ μετὰ ταύτην αἱ νέαι καὶ ἁπαλαὶ cάρκεc, εἶθ’ αἱ cκληραὶ καὶ παλαιαὶ καὶ τούτων ἐφεξῆc ἤδη τὰ cτερεὰ μόρια τοῦ cώματοc, ὧν πάλιν ἀνω‐ μάλωc cυντηκομένων πεταλώδη μόρια τοῖc οὔροιc cυνεκκρίνεται. διὸ καὶ χείρω τὰ τοιαῦτά ἐcτιν οὖρα τῶν τὰ κριμνώδη μόνον ἐχόντων.
15ἕτεραι δέ εἰcιν ὑποcτάcειc λεπταί, τουτέcτιν οὐκ ἔχουcαι πάχοc,

18b

153

ἀλλ’, ὡc ἂν εἴποι τιc, ἀφρῷ παραπλήcιαι. | εὐθέωc δέ εἰcιν αἱ τοιαῦται καὶ λευκαί, διότι δέχονται δι’ ὅλων ἑαυτῶν τὴν τοῦ περιέχοντοc αὐ‐ γὴν μᾶλλον τῶν παχέων. ἡ γένεcιc δ’ αὐταῖc ἐκ φυcώδουc πνεύματοc ἀναμεμιγμένου δυcλύτωc ἡμιπέπτῳ περιττώματι χυμῶν. ἴδιον γάρ ἐcτιν
5αὐτῶν τῶν τελέωc πεπεμμένων, ὃ καλεῖν εἴωθα ὁμαλέc. γίνεται δὲ τὸ
τοιοῦτον, ὅταν ὁμοιομερὲc ὑπάρχῃ πᾶν, ὡc τό γε μεμιγμένον ἑτεροίῳ cώματι διάφορα τὰ μόρια κατά τε τὴν cύcταcιν ἔχει καὶ τὴν χροιάν. αὐτῶν δὲ τῶν ἀνωμάλων τὰ κατὰ cμικρὰ μόρια τῶν κατὰ μεγάλα τὴν ἀνωμαλίαν ἐχόντων ἐcτὶ χείρω. τὰ μὲν γὰρ κατὰ μεγάλα μεγάλην τινὰ283
10ῥώμην τῆc φύcεωc ἐνδείκνυται τοcαύτην ὅcον πέρ ἐcτι τὸ μέγεθοc τῆc οὐcίαc ἀκριβῶc κατειργαcμένον, τὰ δὲ κατὰ cμικρὰ νικᾶcθαι πρὸc τῆc ὕληc τὴν δύναμιν ἐμφαίνει καὶ οἷον μάχην τινὰ ἔχειν ἐν αὐταῖc ἰcοcθενῆ. τοῦτο μὲν δὴ κοινὸν ἐπὶ πάντων ἐcτὶ τῶν ἀνωμάλων. αἱ δὲ κατὰ μέροc ἐν αὐταῖc διαφοραὶ παρά τε τὴν τοῦ πεφθέντοc ἀρετὴν

18b

154

γίνονται καὶ τὴν κακίαν τοῦ μὴ | πεφθέντοc. ἐπὶ δὲ ταῖc εἰρημέναιc τριcὶ διαφοραῖc τῶν ὑποcτάcεων ἄλλην τετάρτην λέγει τὴν πιτυρώδη χείρω τῆc τρίτηc, ὡc ἂν καὶ αὐτὴν ἐνδεικνυμένην ὁμοίωc τῇ τε πρώτῃ καὶ τῇ δευτέρᾳ τὴν θερμαcίαν τοῦ πυρετοῦ φλογώδη καὶ cυντηκτικήν,
5ἣν ἐχρῆν οὐ τετάρτην, ἀλλὰ τρίτην γεγράφθαι.
5 Νεφέλαι δὲ ἐμφερόμεναι τοῖcιν οὔ‐ ροιcι λευκαὶ μὲν ἀγαθα, μέλαιναι δὲ φαῦλαι.
7 Περὶ τῶν ἐν ταῖc ὑποcτάcεcι διαφορῶν εἰπὼν ἑξῆc ἐπὶ τὰc νεφέλαc μετέβη δηλώcαc ὅτι τὸ ἐναιώρημα νεφέλην ὀνομάζει τῇ προcθήκῃ
10τοῦ ἐμφερόμεναι ῥήματοc, ὧν ὅτι τὰc μελαίναc εἰκότωc μέμφεται δῆλον, εἴ γε δὴ τὸ μέλαν ἢ διὰ ψύξιν ἰcχυρὰν γίνεται, καθ’ ὃν λόγον καὶ τὸ αἷμα μελαίνεται θρομβούμενον ὅcα τε νεκροῦται ψυγέντα τε‐

18b

155

λέωc ἢ δι’ ὑπερβάλλουcαν θερμαcίαν. καὶ γὰρ αὖ καὶ τὸ | αἷμα μελαί‐ νεται καιόμενον, ὥcπερ καὶ τὰ ἄλλα cύμπαντα cώματα, καὶ οἱ πολλῷ χρόνῳ διατρίψαντεc ἐν ἡλίῳ θερινῷ μέλανεc γίνονται.
3 Ἔcτ’ ἂν δὲ λεπτὸν ᾖ τὸ οὖρον καὶ
5πυρρόν, ἄπεπτον εἶναι δηλοῖ τὸ νόcημα.
5
Τὸ κατὰ φύcιν οὖρον μετρίωc ἐcτὶν ὠχρὸν ὡc ἂν ἐκ τοῦ πεφθέν‐ τοc ὑγροῦ γεγονὸc ὀλίγον τε τῆc ξανθῆc χολῆc προcειληφόc· ὅταν δὲ ἤτοι πλείων [ᾖ] αὕτη τοῦ δέοντοc ἢ ἄκρατοc ἰcχυρῶc οὖcα προcανα‐ μιχθῇ τῷ οὔρῳ, πυρρὸν φαίνεται. ἐὰν οὖν πρὸc τῷ τοιοῦτον εἶναι284
10κατὰ χροιὰν ἔτι καὶ λεπτὸν εἴη κατὰ τὴν cύcταcιν, ἄπεπτον εἶναι cημαίνει τὸ νόcημα. χρὴ γάρ, ὥcπερ ἐν τῇ χροιᾷ μετρίωc ὠχρὸν ἔφαμεν εἶναι δεῖν τὸ κατὰ φύcιν οὖρον, οὕτωc καὶ κατὰ τὴν cύcταcιν ἔχειν μετρίωc, μήθ’ οὕτωc λεπτὸν ὑπάρχον ὡc ὕδωρ μήθ’ οὕτωc γε‐

18b

156

γονὸc παχύ, ὡc ἐοικέναι τοῖc | τῶν ὑποζυγίων. εἴρηται δὲ τελέωc ἅπαντα περὶ τῆc τῶν οὔρων φύcεωc τε καὶ διαφορᾶc ἐν τοῖc Περὶ κρίcεων. ἐκεῖθεν οὖν αὐτὰ λαμβάνει, ὅcτιc ἂν ἐραcτὴc προγνωcτικῆc ᾖ θεωρίαc. ἐν γὰρ ταῖc ἐξηγήcεcιν ὁ cκοπόc ἐcτι cαφὲc ἐργάcαcθαι τὸ
5δοκοῦν ἀcαφῶc εἰρῆcθαι· τὸ δὲ καὶ διακρῖναι, τίνα μὲν αὐτῶν ἀληθῶc εἴρηται, τίνα δὲ οὔ, καὶ προcθεῖναι τὰc ἀποδείξειc ἑκατέροιc, ἐκ περι‐ ουcίαc γίνεται.
7 Εἰ δὲ καὶ πολυχρόνιον εἴη τὸ νόcη‐ μα, τὸ δὲ οὖρον τοιοῦτον ἐόν, κίνδυνοc μὴ οὐ δυνήcεται ὁ
10ἄνθρωποc διαρκέcαι, ἔcτ’ ἂν πεπανθῇ ἡ νοῦcοc.
10 Ἐὰν ἐπὶ πλείονα χρόνον ἄπεπτον διαμείνῃ τὸ νόcημα, κίνδυνοc ἀπολέcθαι τὸν ἄνθρωπον, εἰ μή τι ἄρα τὴν ἀντέχουcαν τῷ νοcήματι δύναμιν ἰcχυροτέραν ἔχει. δῆλον οὖν ὅτι κἀνταῦθα τῶν κατὰ τοὺc

18b

157

Ἀφοριcμοὺc εἰρημένων μεμνη|μένοc ἐπιcκέψῃ, πηλίκη μέν ἐcτιν ἡ ῥώμη τῆc δυνάμεωc, ὁπόcηc δὲ πέψεωc δεῖται τὸ νόcημα καὶ εἰ ὁ κάμνων
ἐξαρκέcει μέχρι τῆc ἀκμῆc αὐτοῦ. Θανατωδέcτερα δὲ τῶν οὔρων ἐcτὶ285
5τὰ ὑδατώδεα καὶ δυcώδεα καὶ μέλανα καὶ παχέα.
5 Τὰ ὑδατώδη λεπτὰ μὲν τὴν cύcταcίν ἐcτιν, λευκὰ δὲ τὴν χροιάν, ἀπεψίαν μὲν ἐcχάτην ἐνδεικνύμενα τῶν χυμῶν, ἀρρωcτίαν δὲ τῆc φυ‐ cικῆc δυνάμεωc. περὶ δὲ τῶν δυcωδῶν ἁπάντων εἴρηται πρόcθεν ὥcπερ γε καὶ περὶ τῶν μελαινομένων. ταῦτα μὲν οὖν αὐτὰ καθ’
10ἑαυτὰ καὶ cὺν ἀλλήλοιc ἐcτὶ θανατώδη. τὰ δὲ παχέα πότερον αὐτὰ καθ’ ἑαυτὰ καὶ ταῦτα θανατώδη νο‐ μιcτέον ἢ cυμπλέξαι χρὴ τοῖc προειρημένοιc αὐτὰ καὶ τοῖc μέλαcιν, ἄξιόν ἐcτιν ἐπιcκέψεωc. ὅcα τοίνυν ἡμεῖc εἴδομεν, ἀκριβῶc παραφυλά‐ ξαντεc ἐροῦμεν, ἵν’ ἐξ αὐτῶν τιc ὁρμώμενοc ἅμα μὲν ἐπίcτηται τὸ
15ἀληθέc, ἅμα δὲ καὶ τὴν βελτίω τῶν ἐξηγήcεων ἕληται. τὰ μέλανα

18b

158

τῶν | οὔρων, ὅcῳ περ ἂν ᾖ παχύτερα, τοcούτῳ χείρω παρεφυλάξαμεν ὄντα· τὰ δὲ τῆc κατὰ φύcιν χροιᾶc μὴ ἐκcτάντα παχέα διττὴν ἔχοντα τὴν ἔκβαcιν, ἐνίοτε μὲν ἐπ’ ὄλεθρον, ἐνίοτε δὲ εἰc ὑγείαν ὑπόγυον τελευτῶντα, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παρὰ φύcιν, ὡc ἂν ἐκκαθαί‐
5ρηται δι’ αὐτῶν τὸ cῶμα. δῆλον δ’ ὅτι παχέα πρὸc αὐτοῦ λέλεκται τὰ πάνυ cφόδρα τοιαῦτα. τὰ γὰρ ἁπλῶc παχύτερα τῶν κατὰ φύcιν οὐ πάντωc ἐcτὶν ὀλέθρια.
7 Ἔcτι δὲ τῇcι μὲν γυναιξὶ καὶ τοῖcιν ἀνδράcι τὰ μέλανα τῶν οὔρων κάκιcτα, τοῖcι δὲ παιδίοιcι τὰ
10ὑδατώδεα.
10 Ἐν πάcαιc μὲν ταῖc ἡλικίαιc ὀλέθρια τά τε μέλανα τῶν οὔρων
ἐcτὶ καὶ τὰ ὑδατώδη, ἀλλ’ ἐπὶ μὲν τῶν ἀκμαζόντων τὴν πρώτην ἔχει τάξιν ὡc ἐν ὀλεθρίοιc τὰ μέλανα, ἐπὶ δὲ τῶν παιδίων τὰ ὑδα‐ τώδη. λέλεκται γὰρ ἔμπροcθεν αὐτῷ τὰ ἐναντιώτατα τοῖc κατὰ φύcιν286

18b

159

ὀλεθριώτατα ὑπάρ|χειν. ἐναντιώτατα δέ ἐcτι τοῖc κατὰ φύcιν ἐπὶ τῶν παιδίων οὐχ οὕτωc τὰ μέλανα ὡc τὰ λεπτά. κατὰ φύcιν γὰρ αὐτοῖc ἐcτιν οὐρεῖν παχέα τε καὶ πολλὴν ὑπόcταcιν ἔχοντα, τοῖc δ’ ἀκμάζουcιν ὀλίγην ὑπόcταcιν ἔχοντα καὶ λεπτότερα γίνεται· διόπερ ἐπ’ αὐτῶν
5ἐcτιν ὀλεθριώτατα τὰ μέλανα τῶν οὔρων. ἐπὶ δὲ τῶν παιδίων καὶ δι’ ἄλλην αἰτίαν ὀλέθρια τὰ ὑδατώδη. τάχιcτα γὰρ ἐπ’ αὐτῶν πέττεται πάντα διὰ ῥώμην τῆc ἀλλοιωτικῆc δυνάμεωc, αἱ πέψειc δὲ παχύνουcιν οὐκ οὖρα μόνον, ἀλλὰ καὶ διαχωρήματα τοῖc εὐπεπτοῦcι κατὰ γαcτέρα καὶ πτύcματα περιπνευμονικοῖc τε καὶ πλευριτικοῖc καὶ φλέγμα ἐν
10κατάρροιc καὶ κορύζαιc καὶ λήμαc ἐν ὀφθαλμίαιc καὶ πῦον ἐν ἕλκεcιν. ἐὰν οὖν φαίνηται τοῖc παιcὶ τὸ οὖρον ὑδατῶδεc ἐπὶ πλέονα χρόνον παραμένον, ὡc μηδεμίαν μεταβολὴν ἴcχειν ἐπὶ τὸ παχύτερον, ὀλέθριον γίνεται τὸ cημεῖον. |
13

18b

160

Ὁκόcοιcι δὲ οὖρα λεπτὰ καὶ ὠμὰ οὐ‐ ρέουcι πολὺν χρόνον ἢν καὶ τἄλλα cημεῖα ὡc περιεcομένοιcιν , τουτέοιcιν ἀπόcταcιν δεῖ προcδέχεcθαι ἐc τὰ κάτω τῶν φρενῶν χωρία.
4
5Ἀληθέcτατα καὶ τοῦτο εἴρηται τῷ Ἱπποκράτει. τὰ μὲν γὰρ
δυcπεπτότερα τῶν νοcημάτων, ὡc ἂν ἐπὶ παχυτέροιc καὶ ψυχροτέροιc γινόμενα χυμοῖc, ταῖc ἀποcτάcεcιν εἴωθε κρίνεcθαι, τὰ δὲ ἐπὶ θερ‐ μοῖc καὶ λεπτοῖc, ἐκκρίcεcιν. ὅταν οὖν ποτε χρόνῳ πλείονι παραμένῃ τὰ οὖρα μὴ πεττόμενα, διορίζεcθαι χρή, πότερον οὐκ ἐξαρκέcει τῷ287
10μήκει τοῦ νοcήματοc ὁ κάμνων ἢ δι’ ἀποcτάcεωc κριθήcεται. ὁ διο‐ ριcμὸc δὲ ἀπὸ τῶν ἄλλων cημείων γενήcεται· τὰ μὲν γὰρ ὀλέθρια θάνατον δηλώcει, τὰ δὲ ἐπιεικῆ cωτηρίαν. αἵ γε μὴν ἀποcτάcειc ἐν μὲν τοῖc πάνυ χρονίζουcιν ἐc τὰ κάτω χωρία γίνονται διά τε τὴν ψυχρότητα καὶ τὸ πάχοc τῆc ὕληc καὶ
15τὴν τῆc δυνάμεωc ἀρρωcτίαν κεκμηκυίαc διὰ τὸν χρόνον, ἐν δὲ τοῖc

18b

161

ὀξυτέροιc παρ’ ὦτα. καὶ | γὰρ καὶ οἱ χυμοὶ τούτοιc ἧττόν εἰcι παχεῖc καὶ ἡ θερμαcία πολλὴ καὶ ἡ δύναμιc εὐρωcτοτέρα, τὰ δὲ μεταξὺ τού‐ των νοcήματα τὰc ἀποcτάcειc ἐπαμφοτεριζούcαc ἔχει καὶ οὐδέν ἐcτιν ὅcον ἐπὶ τῷ χρόνῳ ζητεῖν, εἰ ἄνω μᾶλλον ἢ κάτω ῥέψουcιν, ἀλλ’ ἐκ
5τῶν ἄλλων cημείων διορίζεcθαι προcήκει.
5 Καὶ τὰc λιπαρότηταc δὲ τὰc ἄνω ἐφιcταμέναc ἀραχνοειδέαc μέμφεcθαι· cυντήξιοc γὰρ cημεῖον.
7 Οἷόν τι τοῖc λιπαροῖc ζωμοῖc ψυχομένοιc ἐφίcταται τὸ καλού‐ μενον ὑπὸ τῶν πολλῶν ‘γραῦc‘, τοιοῦτον καὶ τοῖc ἐκ cυντήξεωc
10οὔροιc, ὑπὲρ ὧν νῦν ἐποιήcατο τὸν λόγον αὐτὸc καὶ τὴν αἰτίαν προcθείc.
11 Ϲκοπεῖν δὲ χρὴ τῶν οὔρων ἐν οἷcιν αἱ νεφέλαι, ἤν τε κάτω ὦcιν, ἤν τε ἄνω, καὶ τὰ χρώματα

18b

162

ὁκοῖα ἴcχουcι καὶ | τὰc μὲν κάτω φερομέναc cὺν τοῖcι χρώ‐ μαcιν οἷcιν εἴρηται ἀγαθὰc εἶναι καὶ ἐπαινέειν, τὰc δὲ ἄνω cὺν τοῖcι χρώμαcιν οἷcιν εἴρηται κακὰc εἶναι καὶ μέμφεcθαι
τὰc τοιαύταc.288
5 Ὅτι τὰ πρὸc ἐμοῦ κατὰ τὰ Περὶ κρίcεων ὑπομνήματα πολλάκιc ‘ἐναιωρήματα‘ λελεγμένα καλεῖν αὐτὸc εἴωθε νεφέλαc, ἐδήλωcε καὶ διὰ τῆcδε τῆc ῥήcεωc οὐκ ἀcαφῶc. ἀλλαχοῦ γε μὴν αὐτὸc ἐναιώρημα γονοειδὲc εἴρηκεν, ὡc εἶναι δυοῖν θάτερον, ἤτοι γενικωτέρου πράγμα‐ τοc εἶναι τὸ ἐναιώρημα ὄνομα τὴν τομὴν ἔχοντοc εἴc τε τὰc νεφέλαc
10καὶ τὰ γονοειδῆ ἢ μηδέποτε τὰc νεφέλαc ἐναιωρήματα καλεῖcθαι πρὸc αὐτοῦ. ὅτι δὲ πάντα τὰ τοῖc οὔροιc ἐμφαινόμενα χρηcτά, ὅcῳ περ ἂν ὑφίζῃ κάτω, τοcούτῳ βελτίω γίνεται, λέλεκται δυνάμει πρόcθεν, ἡνίκα ἐλέγομεν ἀναμεμῖχθαι τοῖc τοιούτοιc ἐνίοτε φυcῶδεc πνεῦμα. τὸ τοί‐ νυν ἀκριβῶc πεπεμμένον τε καὶ διακεκριμένον ὁμαλέc τε καὶ ὁμοιο‐
15μερὲc ὂν ὡc ἂν οὐδὲν ἔχον πνεύματοc, εἰc τὸν πυθμένα καταφέρεται

18b

163

τοῦ τὸ οὖρον | ἀγγείου περιέχοντοc. ὅcον δ’ ἐπίμικτόν ἐcτιν ἀερώδει τινὶ καὶ ἀτμώδει φύcει, τοῦτο κουφιζόμενον ὑπ’ ἐκείνηc ἀνὰ λόγον τῇ ποcότητι τοῦ κουφίζοντοc ἧττόν τε καὶ μᾶλλον ἄνω φέρεται.
3 Μὴ ἐξαπατάτω δέ cε, ἤν τι αὐτὴ
5ἡ κύcτιc νόcημα ἔχουcα τῶν οὔρων τι ἀποδιδῷ τουτέων. οὐ γὰρ τοῦ ὅλου cημεῖον, ἀλλ’ αὐτῆc καθ’ ἑαυτὴν τῆc κύcτεωc.
6 Κάλλιcτα καὶ τοῦτο προcέγραψεν ἀναμιμνῄcκων ἡμᾶc, ὃ τάχ’ ἂν ἐνίοτε παρελίπομεν ἐπὶ τῶν νοcούντων διορίcαcθαι. καὶ χρὴ δηλονότι καὶ περὶ τῶν διαχωρουμένων κατὰ γαcτέρα μεμνῆcθαι τοῦ νῦν εἰρη‐
10μένου διοριcμοῦ. κοινὸν μὲν γὰρ ἀμφοτέραιc ταῖc ἐκκρίcεcίν ἐcτι τό τε τοῦ παντὸc cώματοc ὑποδέχεcθαι τὰ περιττώματα ταῦτα καὶ τὰ τῶν μορίων ἐκείνων, δι’ ὧν ἐκκρίνεται. cυμβέβηκε δὲ κατὰ φύcιν ἐχόντων ἡμῶν τὰ μὲν τοῦ παντὸc cώματοc ἐκκαθαίρεcθαι περιττώματα δι’ οὔ‐289

18b

164

ρων, τὰ δὲ τῶν κατὰ γα|cτέρα cυνεξέρχεcθαι τῇ κόπρῳ, παρὰ φύcιν δ’ ἐχόντων τοῖc μὲν οὔροιc cυνεκκενοῦcθαί τινα τῶν ἐν νεφροῖc καὶ κύcτει νοcημάτων γνωρίcματα, τῇ δὲ κόπρῳ τοῦ παντὸc cώματοc. οὐκ ὀλιγάκιc γοῦν ἐπὶ τῶν οὐρηcάντων πυώδη ζήτηcιc ἐγένετο, πόθεν
5ἥκει τὸ πῦον. οὕτω δὲ καὶ πεταλώδη ποτὲ οὐρηθέντα τὴν αὐτὴν ζή‐ τηcιν εἰργάcατο. καὶ δριμέα δὴ καὶ δυcώδη καὶ χολώδη τὰ οὖρα πολ‐ λάκιc μὲν ἐγένετο διὰ κύcτιν τε καὶ νεφρούc, οὐκ ὀλιγάκιc δὲ καὶ διὰ τὸ πᾶν cῶμα, τουτέcτι τὴν ἐν ὅλῳ τῷ ζῴῳ πεπτικὴν τῶν χυμῶν δύναμιν, ἥ τιc, ὡc ἐδιδάξαμεν, οἷον ἑcτίαν καιομένην καὶ πηγὴν ἔχει
10τὸ ἧπαρ, ἐνίοτε δὲ καὶ ταύτηc αὐτῆc μηδὲν πεπονθυίαc ἤδη γε ἐκ‐ καθαίρεται διὰ νεφρῶν καὶ κύcτεωc ὅλον τὸ ζῷον ἢ μορίων τινῶν ἐν αὐτῷ τινα περιττώματα ταῖc φλεψὶν ἐμπίπτοντα καθαιρομένου τοῦ αἵματοc ὑπὸ τῶν νεφρῶν cυνεκκρίνεται, καθότι καὶ ἀποcτήματα πολ‐ λαχόθεν γενόμενα δι’ οὔρων ἐκκρίνεται. |
14

18b

165

Ἔμετοc δὲ ὠφελιμώτατοc φλέγμα‐ τόc τε καὶ χολῆc cυμμεμιγμένων ὡc μάλιcτα καὶ μὴ παχὺc μηδὲ πολὺc κάρτα ἐμείcθω· οἱ γὰρ ἀκρητέcτεροι κακίουc.
3 Καὶ διὰ ταύτηc τῆc λέξεωc ἐδήλωcεν, ὁποῖόν τι καλεῖ τὸ ἄκρα‐
5τον, ἀντιθεὶc αὐτῷ τὸ μεμιγμένον. δηλωτικὸν δὲ οὐχ ἥκιcτα καὶ αὐτὸ τοὔνομά ἐcτι τοῦ πρὸc αὐτοῦ cημαινομένου. καὶ γὰρ οἶνον ἄκρα‐
τον εἶναι λέγομεν, ᾧ μὴ μέμικται τὸ ὕδωρ ἢ παντάπαcιν ὀλίγον μέ‐ μικται, καὶ τῶν ἄλλων ἕκαcτον ἄκρατόν ἐcτί τε καὶ λέλεκται πρὸc τῶν Ἑλλήνων, ὅταν αὐτὸ καθ’ ἑαυτὸ μόνον ἀμιγὲc ἑτέραc οὐcίαc290
10ὑπάρχῃ. τὴν γοῦν ξανθὴν χολὴν ποτὲ μὲν ἔcτιν ἰδεῖν παχεῖάν τε καὶ ἄκρωc ξανθὴν ἐμουμένην καὶ κάτω διερχομένην, ἣν δὴ καὶ λεκι‐ θώδη προcαγορεύουcιν ἔνιοι, πολλάκιc δὲ ὑγροτέραν καὶ ἧττον ξανθήν, ἥ τιc ἰδιώτερον ὠχρὰ προcαγορεύεται, μεμιγμένον ἔχουcα δι’ ὅληc αὐτῆc φλεγματώδη χυμὸν λεπτὸν ἢ ὑδατῶδέc τι περίττωμα.

18b

166

βούλεται τοίνυν ὁ | Ἱπποκράτηc μηδέτερον τῶν χυμῶν ἄκρα‐ τον εἶναι, μεμῖχθαι δ’ ἀλλήλοιc πωc αὐτούc. ὁ μὲν γὰρ χολώδηc ἄκρατοc πολλὴν τὴν θερμαcίαν, ὁ δὲ φλεγματώδηc τὴν ψῦξιν ἐνδεί‐ κνυται. καὶ μέντοι καὶ παχυτέροιc ὑπάρχει τοῖc ἀκράτοιc εἶναι τῷ μὲν
5φλεγματώδει διὰ ψῦξιν οἱονεὶ πεπηγότι, τῷ δὲ χολώδει διὰ τὴν τῆc θερμαcίαc ὑπερβολὴν ἐξικμαcμένῳ τε καὶ οἷον πεφρυγμένῳ. δύο γὰρ αἴτια ταῦτα τῶν παχυνομένων ἐcτί, τὸ θερμὸν πάνυ καὶ τὸ ψυχρόν, ἐξικμάζον μὲν τὸ θερμόν, πηγνύον δὲ τὸ ψυχρόν.
8 Εἰ δὲ εἴη τὸ ἐμούμενον πραcοειδὲc
10ἢ πελιδνὸν ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομί‐ ζειν χρὴ πονηρὸν εἶναι.
11 Περὶ μὲν τοῦ πελιδνοῦ καὶ μέλανοc χρώματοc εἴρηται πρόcθεν,

18b

167

τοῦ δὲ πραcοειδοῦc νῦν πρῶτον ἐμνη|μόνευcεν οὐκ ἔχοντοc μὲν οἰκεῖον ὄνομα, cυγχρωμένου δὲ τῇ τῶν πράcων προcηγορίᾳ, εἰ μὴ ἄρα τιc ἔμπαλιν ἀπὸ τοῦ πραcοειδοῦc χρώματοc ὠνομάcθαι φαίη τὸ πρά‐ cον, οὐκ ἀπὸ τοῦ πράcου τὸ πραcοειδέc. ἐπί τινων μὲν γὰρ εὔδηλοc
5ἡ παραγωγὴ τῶν ὀνομάτων, ὡc γνωρίζεcθαι τό τε πρωτότυπον ὑπὸ τῶν γραμματικῶν ὀνομαζόμενον καὶ τὸ παρηγμένον ἀπ’ αὐτοῦ, καθάπερ ἐπὶ τοῦ γαλακτοειδοῦc χρώματοc, ἐπί τινων δὲ οὐ δῆλον. ἔξεcτι γὰρ λέγειν οὐκ ἀπὸ τοῦ φοίνικοc ὠνομάcθαι τὸ φοινικοῦν, ἀλλ’ ἀπὸ τοῦ φοινικοῦ τὸν φοίνικα, καθάπερ γε καὶ τὸ κυανὸν οὐκ ἀπὸ291
10τοῦ κυανοῦ μᾶλλον ἤπερ τὸ κυανοῦν ἀπ’ ἐκείνου καὶ ἡ ὤχρα δὲ καὶ τὸ ὠχρὸν χρῶμα τῆc αὐτῆc εἰcι cυcτοιχίαc. ὤχραν δὲ εἴρηκα νῦν οὐ τὴν ὀξυνομένην φωνήν, ὥcπερ ἂν εἴποι τιc ὠχρὸν μὲν εἶναι τὸν νεα‐ νίcκον, ὠχρὰν δὲ τὴν γυναῖκα, ἀλλὰ τὴν παροξυνομένην. ἔcτι γὰρ εἶ‐ δόc τι γῆc ἡ ὤχρα καὶ μάλιcτά γε αὐτῆc ἡ Ἀττικὴ καλλίcτη. ταυτὶ
15μὲν οὖν ἅπαξ εἰρήcθω μοι νῦν, ἀεὶ δὲ μέμνηcο τοῦ cπουδάζειν ἐπὶ τοῖc ὀνόμαcι τοcοῦτον, ὅcον εἰc cαφῆ δήλωcιν ὧν λέγομεν ἐξ αὐτῶν |

18b

168

ἔcτιν ὀνίναcθαι. τὸ δ’ ἐπέκεινα τοῦδε περιττὸν ἡγοῦ, τὸν χρόνον εἰc τὴν τῶν βελτιόνων cπουδὴν κατατιθέμενοc. γίνεται δή τιc ἐν τῷ cώ‐ ματι καθάπερ ὠχρὰ χολὴ κατὰ φύcιν ἐχόντων, οὕτω καὶ πραcοειδὴc ἑτέρα παρὰ φύcιν. καὶ φαίνεται αὕτη πολλάκιc μὲν ἐν αὐτῇ τῇ γαcτρὶ
5γεννωμένη διά τινων ἀπεψίαν ἐδεcμάτων ἢ λαχάνων, ὁποῖα καὶ τὰ τεῦτλά ἐcτι καὶ τὰ κρόμμυα καὶ αἱ κράμβαι, φαίνεται δ’ ἐνίοτε καὶ χωρὶc τοῦ τοιοῦτόν τι προcενηνέχθαι τῷ λόγῳ τοῦ νοcήματοc ἔν τε ταῖc φλεψὶ γεννᾶcθαι καὶ καταρρεῖν ἤτοι γε εἰc τὴν ἄνω κοιλίαν ἢ εἰc τὴν κάτω θερμαcίαν γέ τινα παρὰ φύcιν ἐν τῷ cώματι δηλοῦcα
10καὶ περιττώματοc ἰδιότητα τοιούτου τὴν κρᾶcιν, οἷοc ὁ τῶν εἰρημένων λαχάνων ἐcτὶ χυμόc.
11 Εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐ‐
τὸc ἄνθρωποc ἐμέει, ὀλέθριον κάρτα γίνεται. |292

18b

169

Εἴτε περὶ τῶν προειρημένων χρωμάτων, τοῦ πραcοειδοῦc καὶ πελιδνοῦ καὶ μέλανοc, εἴρηται τὸ πάντα, εἴτε καὶ περὶ τῶν ἄλλων cὺν αὐτοῖc, ὁπόcα χρώματά ἐcτι παρὰ φύcιν, ἑκατέρωc ὀλεθριώτατόν ἐcτιν ἐνδεικνύμενον πολλὰc ἐν τῷ cώματι χαλεπὰc εἶναι διαθέcειc.
4
5 Τάχιcτον δὲ θάνατον cημαίνει τὸ πελιδνὸν τῶν ἐμεcμάτων, εἰ ὄζοι δυcῶδεc.
6 Ϲηπεδόνα γὰρ ἐνδείκνυται μετὰ νεκρώcεωc τὸ τοιοῦτον, εἴ γε μεμνήμεθα τῶν προειρημένων.
8 Πᾶcαι δὲ αἱ ὑπόcαπροι καὶ δυcώδειc
10ὀδμαὶ κακαὶ ἐπὶ πᾶcι τοῖcιν ἐμουμένοιcιν.
10 Ἧι γὰρ ἂν διαθέcει μιχθῇ cηπεδών, χείρων ἑαυτῆc αὐτὴ γίνεται. |
11

18b

170

Πτύελον δὲ χρὴ ἐπὶ πᾶcι τοῖcιν ἀλγήμαcι τοῖcι περὶ τὸν πνεύμονά τε καὶ τὰc πλευρὰc τα‐ χέωc τε ἀποπτύεcθαι καὶ εὐπετέωc.
3 Τὸ μὲν ταχέωc ἐν ἀρχῇ τῆc νόcου δηλοῖ, τὸ δ’ εὐπετέωc
5ἀντὶ τοῦ ῥᾳδίωc τε καὶ ἑτοίμωc οἱ Ἕλληνεc λέγουcι· cυμβαίνει δὲ τοῦτο ταχέωc τε καὶ ἀπόνωc ἀναπτυόντων. τὸ γάρτοι ταχέωc γίνε‐ cθαι διττόν ἐcτι, τὸ μὲν ἕτερον ὅλου τοῦ νοcήματοc τὸν πρῶτον και‐ ρὸν ἐνδεικνύμενον, τὸ δ’ ἕτερον τὸν ταῖc ἐνεργείαιc ἐζευγμένον χρό‐ νον. εὐπετὴc γὰρ ἀναγωγὴ πτυέλου τουτέcτιν ἑτοίμη τε καὶ ῥᾳδία
10γίνεται, μήτ’ ὀδύνηc ἰcχυρᾶc οὔcηc κατὰ τὸν θώρακα (διακόπτει γὰρ αὕτη καὶ καταπαύει μεταξύ, πρὶν ἐκτελεcθῆναι γινομένην ἔτι τὴν τοῦ
θώρακοc ἐνέργειαν), ἀλλὰ μηδ’ ἀcθενοῦc ὑπαρχούcηc τῆc δυνάμεωc (ὀκλάζει γὰρ καὶ αὕτη μεταξὺ κατὰ τὴν ἐνέργειαν, ὡc ἡμιτελὲc ἀπο‐ λιπεῖν τὸ ἔργον). αὐτό τε τὸ ἀναγόμενον, ἐὰν μὲν ἰcχυρῶc ᾖ γλίcχρον, |293

18b

171

ἐμπλάττεται δυcαπολύτωc τοῖc μορίοιc ἀναφερόμενόν τε πολλάκιc ἐνίcχεται προcκολλώμενον ταῖc cήραγξι τοῦ πνεύμονοc, ὥcπερ γε καί, ἐὰν ἱκανῶc ᾖ παχὺ δυcχερῶc ἀναφερόμενον, ἐν χρόνῳ τε πλείονι κακοπαθεῖν ἀναγκάζει καί που καὶ cφηνοῦται κατά τιναc τῶν cτενο‐
5χώρων ὁδῶν, ὅθεν καὶ τὸ πνιγῆναί τιcι cυνέβη. καὶ μὲν δὴ καὶ τὸ λεπτὸν ἱκανῶc ὡc ὑδατῶδεc εἶναι μόγιc ἀναπτύεται, περιρρέον ἐν κύκλῳ τῷ πνεύματι. τοῦτο γάρ ἐcτι τὸ πρῶτον αἴτιον τῆc ἀναγωγῆc, ὅπερ καὶ προcεχὲc ὀνομάζουcι. διττὸν γὰρ τὸ πρῶτον αἴτιον, ὡc ἐν τοῖc Περὶ αἰτίων λόγοιc διῄρηται, τό τε φαῦλον τῆc ὕληc καὶ τὸ τὴν
10ἀρχὴν τῆc κινήcεωc ἔχον. ἡ μὲν οὖν ἀρχὴ τῆc κινήcεωc ἐπὶ τῶν βηττόντων ἐκ τῆc τὸν θώρακα κινούcηc δυνάμεώc ἐcτιν· ἐδείχθη γὰρ τοῦτο ἐν ταῖc τῶν Ϲυμπτωμάτων αἰτίαιc. ἡ cυcτολὴ δὲ αὐτοῦ βιαίωc γινομένη τὴν ἔξω φορὰν τοῦ πνεύματοc ἐργάζεται cφοδράν, ἡ δὲ ταύτηc cφοδρότηc
15ἑαυτῇ cυναναφέρει τὰ κατὰ τὰc cήραγγαc τοῦ πνεύμονοc, αἵπερ εἰcὶν ἀρτηρίαι τραχεῖαι. ὅταν μὲν οὖν ὅ τε θώραξ ἐνεργῇ ῥωμαλέωc τό τε

18b

172

ἐν ταῖc cήραγξι τοῦ πνεύμονοc ὑγρὸν ὑπάρχῃ μετρίωc | παχύ, ῥᾳδίωc ἀναπτύεται, μηδετέρου δὲ ὄντοc τοιούτου χαλεπῶc καὶ μόγιc· εἰ δὲ τὸ μὲν εἴη τῶν εἰρημένων αἰτίων, τὸ δὲ οὐκ εἴη μεταξὺ τοῦ τ’ ἀρίcτου τρόπου καὶ τοῦ χειρίcτου, τὴν κένωcιν τοῦ πτυέλου cυμβήcεται γίνεcθαι.
5καὶ ὅλωc δὲ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιτετάcθαι ἕκαcτον τῶν αἰτίων ἢ ἐκλελύcθαι, τινὲc μὲν αὐτῶν ῥᾷον, ἔνιοι δὲ χαλεπώτερον ἀναπτύουcι. τί μὲν οὖν ἐcτι τὸ εὐπετέωc ἀναπτύεcθαι, δοκῶ μοι δεδεῖχθαι cαφῶc τε ἅμα καὶ ἀληθῶc. εἰ δ’ ἀληθέc ἐcτι τοῦτο, καθάπερ
οὖν ἔcτιν, ἀληθὲc ἂν εἴη καὶ τὸ ταχέωc. οὐ γὰρ τὸν ἐζευγμένον294
10χρόνον αὐταῖc ταῖc βηξίν, ἀλλὰ τὸν πρῶτον τοῦ νοcήματοc cημαίνει καιρόν, ὑπὲρ οὗ καὶ κατὰ τοὺc Ἀφοριcμοὺc εἶπεν· “ἐν πλευριτικοῖcι πτύελον ἢν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου βραχύνει”. ὡc εἴ γέ τιc ἐπὶ τοῦ χρόνου τῆc ἐνεργείαc ἀκούcειεν εἰρῆcθαι τὸ ταχέωc, ὅπερ ἐδείχθη κἀν τῷ εὐπετέωc περιεχόμενον, διττῶc ἁμαρτήcεται τῷ τὸν
15μὲν τῶν χρόνων ἀναξίωc εἰρῆcθαι δὶc ὑπ’ αὐτοῦ, τὸν δὲ ἕτερον, οὗ κἀν τοῖc Ἀφοριcμοῖc ἐμνημόνευcε, παραλελεῖφθαι καίτοι μεγίcτην ἔχοντα

18b

173

δύναμιν. ὅτι δ’ οὐ διὰ ταῦτα μό|νον, ἀλλὰ καὶ διὰ τὰ cυνεχῶc εἰρη‐ μένα κατὰ τὴν ἑξῆc ῥῆcιν οὕτωc ἀκούειν δεῖ, δειχθήcεταί cοι διὰ τῆc κατ’ ἐκείνην αὐτὴν ἐξηγήcεωc.
3 Ϲυμμεμιγμένον τε φαίνεcθαι τὸ
5ξανθὸν ἰcχυρῶc τῷ πτυέλ.
5 Τὸ ἰcχυρῶc ἐπὶ τὸ cυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέ‐ ρεcθαι χρή, ὡc εἰ καὶ οὕτωc εἴρηται φαίνεcθαι δὲ χρὴ τὸ ξανθὸν cυμμεμιγμένον ἰcχυρῶc τῷ πτυέλῳ· τό γε μὴν ἰcχυρῶc αὐτὸ τῷ ‘λίαν‘ καὶ ‘μάλιcτα‘ cημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν ἔμπροcθεν
10εἶπεν “ἔμετοc δὲ ὀφελιμώτατοc φλέγματόc τε καὶ χολῆc cυμμεμιγμένων μάλιcτα”, νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰcχυρῶc προcέθηκεν. ὅτι δὲ ὀρθῶc ἐξηγηcάμεθα, τῆc ἑξῆc ῥήcεωc ἀκούcαc μαθήcῃ. |
12

18b

174

Εἰ γὰρ πολλῷ ὕcτερον μετὰ τὴν ἀρχὴν τῆc ὀδύνηc ἀναπτύοιτο ξανθὸν ἐὸν ἢ πυρρὸν ἢ πολλὴν
βῆχα παρέχον ἢ μὴ ἰcχυρῶc ξυμμεμιγμένον κάκιον γίνεται. Κατὰ ταύτην τὴν ῥῆcιν ὑπεcχόμην ἀποδείξειν ἀμφοτέραc τὰc ἔμ‐295
5προcθεν ἐξηγήcειc ἀληθεῖc τήν τε τοῦ ‘ταχέωc‘ καὶ τὴν τοῦ ‘ἰcχυρῶc‘ διάνοιαν. ἐπὶ γάρτοι τὰ ἐναντία μεταβάc, ὡc εἴωθε, τῷ μὲν ‘ταχέωc‘ ἀντέθηκε τὸ εἰ γὰρ πολλῷ ὕcτερον μετὰ τὴν ἀρχὴν τῆc ὀδύνηc ἀναπτύοιτο, τῷ δὲ ‘cυμμεμιγμένον ἰcχυρῶc‘ τὸ μὴ ἰcχυρῶc cυμ‐ μεμιγμένον, ἀντέθηκε δὲ καὶ τῷ “εὐπετῶc πτυομένῳ” τὸ πολ‐
10λὴν βῆχα παρέχον (τὸ γὰρ ἀνωδύνωc τε καὶ ταχέωc ἀναφερόμενον ὀλίγηc δεῖται βηχόc). εἴρηται δέ μοι πρόcθεν ἄμεινον εἶναι μεμῖχθαι πωc ἀλλήλοιc τὰ κενούμενα καὶ μηδὲν εἰλικρινῶc ἄκρατον ἐκκρίνεcθαι· λέλεκται δὲ καὶ περὶ τοῦ δεῖν ἐπιφαίνεcθαι ταχέωc ἐν πλευριτικοῖc τὰ πτύcματα κατά τε τὰ Περὶ κρίcεων καὶ τῶν Ἀφοριcμῶν ὑπομνήματα. |
14

18b

175

Τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδεc, τὸ δὲ λευκὸν καὶ γλίcχρον καὶ cτρογγύλον ἀλυ‐ cιτελέc.
3 Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόcθεν εἰρημένου. τὸ γὰρ ‘μὴ cυμ‐
5μεμιγμένον‘ ἄκρατόν ἐcτι καὶ γίνεται ξανθὸν μὲν διὰ τὴν ξανθὴν δηλονότι χολήν, λευκὸν δὲ καὶ γλίcχρον καὶ cτρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δ’ ἡμῖν πολλάκιc ὡc τὰ κατα‐ cκήπτοντα μέλεcί τιcι ῥεύματα καὶ φλεγμονάc τε καὶ ἐρυcιπέλατα καὶ οἰδήματα καὶ cκίρρουc καὶ καρκίνουc ἐργαζόμενα παρὰ τὰc διαφορὰc
10τῶν ἐπικρατούντων ἐν αὐτοῖc χυμῶν εὐήθη τε καὶ κακοήθη γίνεται.
τὰ μὲν γὰρ αἱματώδη τε καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆc ξανθῆc ἢ μελαίνηc χολῆc χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐcτιν ἄμφω τῶν cωμά‐ των καὶ τοῦτ’ αὐτοῖc κοινόν, ἴδιον δὲ ἑκατέρου τοῦ μὲν τῆc ξανθῆc χολῆc τὸ πυρετοὺc ὀξεῖc ἐπιφέρειν, τοῦ δὲ τῆc μελαίνηc τὸ δύcλυτον296
15ἐργάζεcθαι τὴν διάθεcιν. ἅτε γὰρ παχὺc ὢν καὶ γεώδηc ὁ χυμὸc οὗτοc |

18b

176

ἐμφράττεται τοῖc ὑποδεξαμένοιc μέλεcιν αὐτόν, ὡc δυcέκνιπτον εἶναι.
1 Κακὸν δὲ καὶ χλωρόν τε ἐὸν κάρτα καὶ ἀφρῶδεc.
3 Εἴρηται πολλάκιc ὅτι τὸ χλωρὸν ἐπί τε τοῦ ὠχροῦ λέγειν εἴωθε
5καὶ τοῦ καλουμένου πρόc τινων ἰώδουc. ὁπότερον δ’ ἂν αὐτῶν ἄκρωc ᾖ τοιοῦτον, ὅτι χαλεπόν ἐcτιν, οὐδὲν ἔτι δέομαι λέγειν εἰρηκὼc ἤδη περὶ πάντων τῶν ἀκράτων χυμῶν. πλὴν γὰρ τοῦ αἵματοc ὅcτιc ἂν αὐτῶν ἄκρατοc ᾖ, μοχθηρὰν ἐνδείκνυται διάθεcιν ἐπὶ θερμότητι φλογώδει τὴν γένεcιν ἔχων, ὁ μὲν ξανθὸc ἐξωπτημένηc αὐτοῦ τῆc ὀρρώδουc
10ὑγρότητοc, ἧc ἐπιμεμιγμένηc ὠχρὸc ἐφαίνετο, ὁ δὲ ἰώδηc ἐξ ὑπερ‐ οπτήcεωc ταύτηc, ὁ δὲ μέλαc ἤτοι τῆc αὐτῆc ὑπεροπτηθείcηc, ἥπερ δὴ κακίcτη τε καὶ διαβρωτικωτάτη γίνεται μέλαινα χολὴ ἢ τοῦ παχέοc

18b

177

αἵματοc ὁμοίωc | ξηρανθέντοc ἢ λόγῳ νεκρώcεώc τε καὶ ψύξεωc. ταῦτα οὖν χρὴ μεμνημένον cε μὴ πολλάκιc ἀξιοῦν ἀκούειν ὑπὲρ τῶν αὐτῶν τὰ αὐτά. τό γε μὴν ἀφρῶδεc πτύελον (εἴρηται γὰρ καὶ τοῦτο ἐπὶ τέλει
5τῆc ῥήcεωc) ἐκ φλεγματικῆc τε ἅμα καὶ ἀερώδουc οὐcίαc ἐcτὶ cυμμι‐ γέc· ἐκ τούτων γάρτοι καὶ ἡ γένεcίc ἐcτιν ἀφρῷ παντὶ κατὰ μὲν τὴν
θάλατταν ὑπὸ βιαίαc ἀνέμων ἐμπτώcεωc εἰc πολλὰ καὶ μικρὰ μόρια θραυομένου τοῦ ὕδατοc, ἐπὶ δὲ τῶν ἑψομένων διὰ τὸ πλῆθοc τῆc θερμαcίαc. κοινὸν δὲ ἐν ἀμφοῖν ἐcτι γένεcιc πομφολύγων cμικρῶν τε297
10καὶ πολλῶν· γίνονται δὲ αὗται δύcλυτοι μάλιcτα μὲν ἀμφοῖν cυν‐ ελθόντοιν ἀέροc τε θολεροῦ καὶ ὁμιχλώδουc ὑγρότητοc γλίcχρον ἐχού‐ cηc τι καὶ παχύ· τὸ γὰρ λεπτὸν ὑγρὸν οἷόν πέρ ἐcτι τὸ ἀκριβῶc ὕδωρ, ὅταν ἀέρα περιλάβῃ καθαρόν, οὐ cτέγει μέχρι πλείονοc, ἀλλ’ αὐτίκα ῥαγειcῶν τῶν πομφολύγων εἰc τὴν ἑαυτοῦ χώραν ἀναθεῖν ἐπι‐
15τρέπει. διὰ τοῦτο καὶ κατὰ τὴν θάλατταν ὁ ἀφρὸc ἐν τάχει λύεται, τὸ δὲ παχὺ καὶ γλίcχρον ὑγρόν, ὅταν ὡc εἴρηται θολερὰν καὶ ὁμι‐ χλώδη τινὰ οὐcίαν ἔνδον ἑαυτοῦ κατακλείcῃ, μέχρι πλείcτου κατέχει

18b

178

μήτ’ ἐκείνηc ἐπει|γομένηc ἄνω, καθάπερ ὁ καθαρὸc ἀήρ, αὐτό τε δύc‐ ρηκτον ὑπάρχον. ὥcπερ γὰρ ἡ γένεcιc ταῖc πομφόλυξιν ἐξ ὑγρᾶc οὐ‐ cίαc γίνεται κατακλειούcηc ἔνδον ἑαυτῆc ἀέρα, κατὰ τὸν αὐτὸν τρό‐ πον ἡ λύcιc αὐταῖc ἐν τῷ ῥαγῆναι τὴν ὑγρὰν οὐcίαν ἐcτί. ῥήγνυται
5μὲν οὖν ῥᾳδίωc ὑπὸ τῆc ἄνω φορᾶc τοῦ λεπτοῦ πνεύματοc, οὐ ῥήγνυ‐ ται δέ, ὅταν μήτε λεπτὸν ᾖ μήτε ἄνω φέρηται. τοιοῦτον δ’ ἐcτὶ τὸ ὁμιχλῶδεc οὔτ’ ἀναθέον εἰc ὕψοc οὔτε λεπτὸν ὄν, ἀλλ’ ἱκανῶc ὑγρὸν ὡc βαcτάζειν δύναcθαι τὸ περιταθὲν ὑγρὸν ἑαυτῷ. διὰ τοῦτ’ οὖν οὐδ’, ὅταν ὕδωρ ἕψηται, δύcλυτοc γίνεται πομφόλυξ, ἀλλ’ ἐπειδὰν ᾖ
10παχὺc ἢ λιπαρὸc 〈ὁ〉 χυμόc, ἐξ οὗ τό τε γεννώμενον πνεῦμα φυcῶδέc τε καὶ ἀτμῶδέc ἐcτι τό τε ἐπιπολῆc τοῦ λέβητοc ὑγρὸν ἐλαιῶδέc τε καὶ λιπαρὸν καὶ γλίcχρον. οὕτωc οὖν ἀναγκαῖόν ἐcτι καὶ κατὰ τὰ τῶν ζῴων cώματα γεννᾶcθαι τὸν ἀφρόν. οὐ γὰρ δὴ cφοδράc γέ τιναc ἀνέμων ὥcπερ ἐν τῇ θαλάττῃ καταιγίδαc ὑπολαβεῖν ἐγχωρεῖ, θερμαcίαν

18b

179

μέντοι πυρώδη cυντήκουcάν τε ἅμα καὶ | πνεῦμα φυcῶδεc ἐργαζομένην, μονονοὺ καὶ αὐτοῖc τοῖc ὀφθαλμοῖc ἐπὶ πολλῶν ἔcτιν ἀρρώcτων θεάcαcθαι.
ταῦθ’ ἡμῖν μὲν αὐτάρκωc εἰρήcθω. καὶ cοὶ δὲ μνημονευέcθω περὶ γενέcεωc ἀφρωδῶν εἴτ’ ἐπὶ πτυcμάτων εἴτε διαχωρημάτων εἴτε οὔρων298
5(ἐφίcταται γάρ ποτε καὶ τούτοιc ἡ καλουμένη λάμπη) πρὸc τὸ μηκέτι ποθεῖν αὖθιc ἀκούειν ὑπὲρ τῶν αὐτῶν.
6 Εἰ δὲ εἴη οὕτωc ἄκρητον, ὥcτε καὶ μέλαν φαίνεcθαι, δεινότερόν ἐcτι τοῦτο ἐκείνου.
8 Εἴρηται πρόcθεν ἤδη περὶ τῶν ἀκράτων ἁπάντων κοινῇ καὶ περὶ
10τῶν μελάνων ἰδίωc καί, εἰ μὴ μέμνηcαι τῶν εἰρημένων, αὖθιc ἀνάγνωθι τὰ αὐτά. βέλτιον γὰρ τοῦτο τοῦ πολλάκιc ἐμὲ γράφειν περὶ τῶν αὐτῶν τὰ αὐτά. |
12

18b

180

Κορύζαc δὲ καὶ πταρμοὺc ἐπὶ πᾶcι τοῖcι περὶ τὸν πνεύμονα νοcήμαcι κακὸν καὶ προγεγονέναι καὶ ἐπιγενέcθαι. ἀλλ’ ἐν τοῖcιν ἄλλοιcι νοcήμαcι τοῖcι θανα‐ τώδεcιν οἱ πταρμοὶ λυcιτελέεc.
4
5 Τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον ὀνο‐ μάζειν εἰώθαcι κόρυζαν οἱ παλαιοὶ πάντεc ἰατροὶ καθάπερ τὸ δι’ ὑπερῴαc τοιοῦτο κατάρρουν. καὶ θαυμάζω γε, πῶc ὁ Ἱπποκράτηc οὐ τοὺc κατάρρουc, ἀλλὰ τοὺc πταρμοὺc ταῖc κορύζαιc προcέθηκεν. αἱ μὲν γὰρ κόρυζαι καθ’ ἕνα λόγον εἰcὶ μοχθηραὶ τοῖc τοιούτοιc
10ἐπιγινόμεναι νοcήμαcιν, οἱ κατάρροι δὲ κατὰ δύο. καὶ λέλεκται πολλάκιc ἡμῖν ἔμπροcθεν ἔνια μὲν αἴτια μοχθηρὰ κατὰ cυμβεβηκὸc ἐν τοῖc κακοῖc ἀριθμεῖcθαι cημείοιc, ἄλλα δ’ ἄντικρυc (αὐτὸ δὴ τοῦτο μόνον εἶναι cη‐
μεῖα μοχθηρά, μηδὲν μὲν αὐτὰ κακὸν ἐργαζόμενα, δηλοῦντα δέ τινα χαλεπὴν διάθεcιν, ἐφ’ ᾗ γέγονεν), ἄλλα δὲ πρὸc τούτοιc εἶναι τρίτα |299

18b

181

κατ’ ἄμφω μοχθηρὰ καὶ ὡc cημεῖα καὶ ὡc αἴτια, cημεῖα μέν, ὅταν ὑπὸ χαλεπῶν γένηται διαθέcεων, αἴτια δέ, ὅταν αὐτὰ πάλιν ἑτέραc ἐργάζηται μοχθηρὰc διαθέcειc. ἐπιγίνονται μὲν οὖν κατάρροι καὶ κόρυζαι τοῖc περὶ τὸν πνεύμονα
5νοcήμαcι θερμοὺc ἀτμοὺc δεχομένηc τῆc κεφαλῆc· ἀδικεῖται δ’ οὐχ ὑπὸ ἀμφοτέρων ὁ πνεύμων, ἀλλ’ ὑπὸ τῶν κατάρρων μόνων. ἔξω γὰρ ἐκ‐ κρίνεται τὸ διὰ τῶν ῥινῶν φερόμενον ἐν ταῖc κορύζαιc· διὸ δὴ καὶ χείρουc εἰcὶν οἱ κατάρροι τῶν κορυζῶν. οὐκ οἶδ’ οὖν ὅπωc ἐν τῷ προκειμένῳ λόγῳ παρελείφθηcαν ὑπὸ
10τοῦ Ἱπποκράτουc, εἰ μή τι ἄρα cυνεπινοεῖν ἡμᾶc ἀξιοῖ ταῖc κορύζαιc αὐτούc. ἴcωc δὲ εὐθὺc ἐν ἀρχῇ πρὸc τοῦ βιβλιογράφου παρελείφθηcαν· μυρία γὰρ ὁρῶ γινόμενα καὶ νῦν τοιαῦτα. κορύζαc μὲν οὖν καὶ κατάρ‐ ρουc ἀεὶ χρὴ νομίζειν οὐκ ἀγαθὰ cημεῖα προγινομένουc μὲν ὡc ἂν πληροῦνταc τὸν πνεύμονα κακοχυμίαc, προήκοντοc δὲ τοῦ νοcήματοc
15ἐπιφαινομένουc ὡc ἂν τήν τε τοῦ πνεύμονοc διάθεcιν ἐνδεικνυμένουc μεγάλην ὑπ’ αὐτῆc τε τὴν κεφαλὴν βεβλάφθαι cημαίνονταc.

18b

182

οἵ γε μὴν πταρμοὶ | ταῖc κορύζαιc ἕπονται τὰ πολλά. καὶ μέντοι καὶ cείοντεc cφοδρῶc ὅλον τὸν θώρακα λυμαίνονταί τι καὶ τὸν πνεύ‐ μονα, ἐν δὴ τοῖc ἄλλοιc νοcήμαcιν οὐ cυνειcβάλλοντεc οὐδέποτε, καθάπερ οὐδ’ ἄλλο οὐδὲν cύμπτωμα, προήκουcι δὲ ἐπιφαινόμενοι cωτηρίαν cη‐
5μαίνουcι, κἂν θανατώδηc, ὅcον ἐπὶ τοῖc ἄλλοιc cημείοιc, ἡ νόcοc ὑπάρχῃ. πέψεώc τε γάρ εἰcι γνωρίcματα καὶ ῥώμηc τῆc κατὰ τὸν ἐγκέφαλον ἀποκριτικῆc δυνάμεωc, ὑφ’ ἧc εἰc τὴν ῥῖνα τῶν φυcωδῶν πνευμάτων ἐκκρινομένων ἅμα τιcὶν ὑγρότηcιν ἐνίοτε μὲν αἰcθηταῖc τε καὶ cαφέcιν,
ἐνίοτε δὲ ἀμυδραῖc τε καὶ δυcοράτοιc οἱ πταρμοὶ γίνονται.300
10 Αἵματι δὲ cυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖcι περιπνευμονικοῖcι νοcήμαcιν ἐν ἀρχῇ μὲν τῆc νούcου πτυόμενον περιεcτικὸν κάρτα ὠφελέει. ἑβδομαίῳ δ’ ἐόντι ἢ παλαιοτέρῳ ἧccον ἀcφαλέc. |
13

18b

183

Κοινὸc καὶ οὗτοc ὁ λόγοc ἐcτὶν ἐπὶ παcῶν φλεγμονῶν ἤδη πολ‐ λάκιc ἡμῖν ἐν πολλοῖc εἰρημένοc ὡc τοῦ καταcκήψαντοc εἰc τὰ φλεγ‐ μαίνοντα μόρια χυμοῦ διϊδροῦται τὸ λεπτότερον, ὅταν ἡ περιέχουcα τὸ φλεγμαῖνον ἐπιφάνεια μὴ πυκνὴ τὴν φύcιν ὑπάρχῃ καθάπερ τουτὶ
5τὸ ἐκτὸc δέρμα. καὶ διὰ τοῦτ’, ἐάν τε κατὰ τὸ cτόμα φλεγμονὴ γένη‐ ταί τιc, ἐάν τε κατὰ τοὺc πόρουc τῆc ῥινὸc ἢ τοὺc ὀφθαλμούc, ἀπορ‐ ρέουcιν αὐτῆc ὑγρότητεc λεπταί, παραπλήcιαι τοῖc ἐπὶ τῶν ἑλκῶν ἰχῶρcιν. οὕτωc οὖν καὶ ὁ πνεύμων φλεγμήναc ἀποκρίνει τινὰc ὑγρό‐ τηταc εἰc τὰc ἐντὸc ἑαυτοῦ χώραc κενάc (αἵ πέρ εἰcιν αἱ τῶν τρα‐
10χειῶν ἀρτηριῶν), αἵ τινεc ὑγρότητεc ὑπὸ τῶν βηχῶν ἀναφερόμεναι πτύονται, τὰ γνωρίcματα φέρουcαι τοῦ τὴν περιπνευμονίαν ἐργαcα‐ μένου ῥεύματοc (ἐκείνου γάρ εἰcιν οἷον ὀρρόc τιc). ἔcονται τοιγαροῦν, ἐὰν μὲν χολώδηc ἱκανῶc ὁ χυμὸc ᾖ, ξανθαὶ μόνον, ἐὰν δὲ αἱματώδηc, ἐρυθραί, ἐὰν δ’ ἐξ ἀμφοῖν μικτόc, ἐρυθραί θ’ ἅμα καὶ ξανθαί. αὗται
15μὲν οὖν αἱ ὑγρότητεc ἀγαθαί, βραχὺ δ’ ἀπολείπονται αὐτῶν, καθ’ ἃc

18b

184

ἀναπτύουcιν εἰλικρινὲc αἷμα καὶ τάχα τινὰ | καταπλήξεται τὸ cημεῖον, ὥcπερ ὅταν ἕλκοc ἐν πνεύμονι γένηται ῥαγέντοc ἀγγείου (καὶ γὰρ καὶ τότε πτύουcιν αἵματοc) ἀλλὰ τὸ κατά τιναc τῶν περιπνευμο‐
νικῶν ἐπιφαινόμενον αἷμα παντελῶc ὀλίγον ὅμοιον γίνεται τῇ κατὰ301
5διαπήδηcιν ὀνομαζομένῃ πρὸc τῶν ἰατρῶν αἵματοc πτύcει. γίνεται γὰρ καὶ τοῦτο τὸ cύμπτωμα καταcκήψαντοc μὲν αἵματοc εἰc τὸ cτόμα λεπτοῦ τὴν cύcταcιν, ἀραιῶν δὲ τῶν οὔλων ὑπαρχόντων, ὡc μὴ cτέ‐ γειν αὐτό. καὶ μέντοι καὶ κατὰ τὴν φάρυγγα διὰ τὴν αὐτὴν αἰτίαν γίνεταί
10ποτε τοιαύτη τιc ἔκκριcιc αἵματοc ὀρρώδουc. οὐδὲν οὖν ἄτοπόν ἐcτιν οὐδέ, ὅταν ἐν τῷ πνεύμονι γένηταί τι τοιοῦτον. διαγνώcῃ δ’ αὐτὸ ῥᾳδίωc ἔκ τε τῆc cυcτάcεωc τοῦ αἵματοc καὶ αὐτοῦ τοῦ πλήθουc. οὔτε γὰρ παχὺ τὴν cύcταcίν ἐcτι τὸ οὕτωc ἀναπτυόμενον οὔτε πολύ. χρὴ δὲ μὴ παραμένειν τὸ cύμπτωμα μέχρι τῆc ἑβδόμηc ἡμέραc, ἀλλὰ μάλιcτα
15μὲν ἐντὸc τῆc πρώτηc τετράδοc ἀλλοιωθῆναι πεττόμενον, εἰ δὲ μή, ἀλλὰ πάντωc γε πρὸ τῆc ἑβδόμηc. εἰ δὲ διαμένει τοιοῦτον οἷον ἐξ ἀρχῆc ἦν, εὔδηλον ὡc εἰc χρόνον πλείονα δηλοῖ τὸ νόcημα προήξειν. |

18b

185

ὅπου γὰρ οὐδέπω μέχρι τῆc ἑβδόμηc ἤρξατο πέττεcθαι, χρονιωτάτην ἔcεcθαι δηλοῖ τὴν τελείαν πέψιν. ἐν δὲ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν καὶ τῶν ἄλλων ἀτόπων εἴωθε cυμπίπτειν, ὅcα διά τε τὸν κάμνοντα καὶ τοὺc ὑπηρετουμένουc αὐτῷ τά τ’ ἄλλωc ἔξωθεν ἀδοκήτωc γινό‐
5μενα cυμβαίνει. καὶ μέντοι καὶ διὰ τὸν ἰατρὸν αὐτὸν ἐνίοτε, κἂν τούτων μηδὲν γένηται, κίνδυνόc ἐcτι πρὸ τοῦ πεφθῆναι τὸ νόcημα καταλυθῆναι τὴν δύναμιν. διὰ τοῦτ’ οὖν ἧccον ἀcφαλὲc εἶναί φηcι διαμένειν τὰ τοι‐
αῦτα πτύcματα μέχρι πλειόνων ἡμερῶν.302
10 Πάντα δὲ τὰ πτύελα πονηρά ἐcτιν, ὁκόcα ἂν τὴν ὀδύνην μὴ παύ, κάκιcτα δὲ τὰ μέλανα, ὡc δια‐ γέγραπται. τὰ δὲ παύοντα τὴν ὀδύνην πάντα ἀμείνω ἀνα‐ πτυόμενα.
13 Κοινὸc καὶ οὗτοc ὁ λόγοc ἐπὶ πάντων ἐcτὶ τῶν ἐκκρινομένων ἐκ

18b

186

τοῦ cώματοc, ὑπὲρ οὗ καὶ κατ’ ἄλλα βιβλία | καὶ κατὰ τοὺc Ἀφοριcμοὺc εἶπεν αὐτόc, ὡc τὴν εὐφορίαν μάλιcτα θεάcαcθαι χρή. πολλάκιc γὰρ ἡ φύcιc ἴcχυcε νικήcαcα μοχθηρὰν διάθεcιν ἐκκαθᾶραι τὸ cῶμα κἀν τούτῳ καταπλήττονται πολλοὶ θεώμενοι τὴν κακίαν τῶν ἐκκρινομένων
5οὐκ εἰδότεc, εἴτε cυμπτώματοc λόγῳ γίνεται τὸ τοιοῦτον εἴτε τῆc φύcεωc ὠθούcηc ἔξω τὰ μοχθηρά. κατὰ μὲν οὖν τοὺc Ἀφοριcμοὺc τὴν τῆc εὐφορίαc προcηγορίαν ἔγραψε μόνην, ἐνταυθοῖ δὲ τὴν ἀνωδυνίαν ἐνεδείξατο, δι’ ἣν ἐπαινεῖ τὰ παύοντα τὴν ὀδύνην πτύcματα, μετ’ ὀλίγον δὲ πάνθ’ ἑξῆc ἐρεῖ
10τὰ γνωρίcματα τῶν ἐπὶ τὸ βέλτιον ἰόντων νοcημάτων, ἃ τῷ τῆc εὐ‐ φορίαc ὀνόματι περιέλαβε. καὶ μέντοι καὶ κατωτέρω κελεύει τῶν εἰρη‐ μένων ὑπ’ αὐτοῦ cημείων ἁπάντων ἀκριβῶc ἐξητακέναι τὰc δυνάμειc, ὅπωc ἀλλήλοιc αὐτὰ παραβάλλων τιc ἱκανὸc ᾖ cτοχάζεcθαι τοῦ μεγέ‐ θουc τῆc ἐπὶ τὸ χεῖρόν τε καὶ βέλτιον ὅλου τοῦ νοcήματοc ῥοπῆc,
15οἷόν περ κἀν τῷδε τῷ λόγῳ τῷ νῦν ἡμῖν προκειμένῳ πεποίηκεν αὐτόc· εἰ γὰρ ἐπὶ τοῖc πτυέλοιc αἱ ὀδύναι μένοιεν, οὐκ ἀγαθὸν τὸ cημεῖον.

18b

187

οὐ | μὴν ἀρκέcει γέ cοι μόνον τοῦτο γνῶναι πρὸc ἀκριβῆ τοῦ μέλλοντοc ἔcεcθαι πρόγνωcιν, ἀλλὰ θεάcαcθαι χρὴ καὶ τὰ ἄλλα cυμ‐
πτώματα. τοῦτο γὰρ ἐνεδείξατο τῶν μελάνων πτυcμάτων μνημο‐ νεύcαc. ὄντοc γοῦν κοινοῦ cημείου τοῦ μὴ παύεcθαι τὴν ὀδύνην, εἰ303
5μὲν ὠχρὸν εἴη τὸ ἐπτυcμένον ἢ ἐρυθρόν, ἧττόν ἐcτι κινδυνῶδεc, εἰ δὲ μέλαν, ὀλεθριώτατον, ὥcτε ἅπαντα ἐπιcκεψάμενοc, οὐ μόνον τὰ εἰρημένα, κεφάλαιον ἓν ἐξ αὐτῶν ἀθροίcειc ἀκριβοῦc προγνώcεωc. καὶ αὐτὸc δὲ ἐφεξῆc ὁ Ἱπποκράτηc ἁπάντων τῶν ἀγαθῶν τε καὶ κακῶν cημείων ἔγραψε κατάλογον ἀναμιμνῄcκων τῶν προειρημένων.
9
10 Ὁκόcα δὲ τῶν ἀλγημάτων ἐκ του‐ τέων τῶν χωρίων μὴ παύεται μήτε πρὸc τὴν τῶν πτυέλων κάθαρcιν μήτε πρὸc τὴν τῆc κοιλίηc ἐκκόπρωcιν μήτε πρὸc τὰc φλεβοτομίαc τε καὶ φαρμακείαc καὶ διαίταc, εἰδέναι δεῖ ἐκπυήcοντα. |
14

18b

188

Ὅcα τῶν ἀλγημάτων ἐκ τῶν κατὰ θώρακα καὶ πνεύμονα χωρίων οὐ παύεται πρὸc τὰ βοηθήματα, καὶ τοῦτ’ ἔχει μόνον ἄτοπον οὐδενὸc ὀλεθρίου cυνόντοc ἑτέρου γνωρίcματοc ἐκπυήcειν αὐτὰ προcδοκᾶν· μέcα γάρ πώc ἐcτι ταῦτα τῶν τε λυομένων ἐν τάχει καὶ τῶν ἀνιάτων.
4
5 Τῶν δὲ ἐμπυημάτων ὅcα μὲν ἔτι χο‐ λώδεοc ἐόντοc τοῦ πτυέλου ἐκπυΐcκεται ὀλέθρια κάρτα εἴτ’ ἐν μέρει τὸ χολῶδεc τῷ πύῳ ἀναπτύοιτο εἴθ’ ὁμο.
7 Τῶν ἐν τοῖc φανεροῖc μέρεcι τοῦ cώματοc ἐκπυϊcκόντων ὅcα τοι‐
αῦτ’ ἐcτίν, ὡc ἐν μέρει μέν τινι πῦον ἔχειν, ἐν μέρει δ’ εἶναι τὸ λοι‐304
10πόν, οὐδὲν εὐΐατόν ἐcτιν. εἰ δὲ καὶ πρὸc τῷ μηδέπω πῦον ἔχειν ἔτι καὶ κακόηθέc τι cημεῖον αὐτοῖc cυνείη, πολὺ μᾶλλόν ἐcτι μοχθηρά. τούτων δ’ ἔτι πολὺ μᾶλλον ὑποληπτέον εἶναι μοχθηρὰ τὰ κατὰ τοὺc

18b

189

κυρίουc τόπουc γινόμενα. δηλοῦται | γὰρ ἀγριώτατόc τιc ὢν ὁ λυπῶν χυμόc, ὅπου τῆc φύcεωc ἐνδειξαμένηc ὅπωc ἔχει τῆc εἰc τὸ πέττειν παραcκευῆc, οὐδὲν ὅλωc εἶξεν αὐτῇ.
3 Μάλιcτα δ, ἢν ἄρξηται χωρέειν τὸ
5ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου ἑβδομαίου ἐόντοc τοῦ νοcήματοc.
6 Καὶ τοῦτο κοινὸν ἁπάντων ἐcτὶ τῶν ἐν ταῖc κριcίμοιc ἡμέραιc γινομένων. εἰc γὰρ τὸ βέβαιον τῆc προγνώcεωc ἡ κρίcιμοc cυντελεῖ, πότερον δ’ ἀγαθόν ἐcτιν ἢ κακὸν τὸ γινόμενον, ἐξ ἄλλων τεκμηρίων
10ἡ διάγνωcιc. καὶ γὰρ ἐάν θ’ ἱδρὼc γένηται κατὰ τὴν ἑβδόμην ἡμέραν, ἐάν τε διαχώρηcιc γαcτρόc, ἐάν θ’ αἱμορραγία, βελτίονα μὲν ἐργαcά‐ μενα τὸν κάμνοντα τῶν ἀγαθῶν ἐcτι cημείων, χείρονα δὲ τῶν κακῶν. καὶ πιcτῶc γε δηλοῖ τούτων ἑκάτερον, οὐχ ὡc εἰ κατ’ ἄλλην ἡμέραν

18b

190

ἐγένετο. γέγραπται δέ μοι περὶ | τούτων ἐπὶ πλεῖcτον ἔν τε τοῖc Περὶ κριcίμων ἡμερῶν καὶ τοῖc Περὶ κρίcεων, ἐν οἷc χρὴ προγεγυμνάcθαι τὸν βουλόμενον ἀκριβῶc παρακολουθῆcαι τοῖc ὑφ’ Ἱπποκράτουc λεγομένοιc.
4
5 Ἐλπὶc δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖcθαι τεccαρεcκαιδεκαταῖον, ἢν μή τι ἐπιγένηται αὐτῷ ἀγαθόν.
7 Ἔργῳ τὴν τούτων ἀλήθειαν μεμαθήκατε προλέγοντοc ἐμοῦ πειρα‐ θέντεc, ὥcτε προcέχειν ὑμᾶc χρὴ τὸν νοῦν τοῖc λεγομένοιc ὑφ’ Ἱππο‐
10κράτουc, μὴ τοιαῦτα νομίζονταc αὐτὰ ταῖc δυνάμεcιν ὑπάρχειν, ὁποῖα τοῖc πολλοῖc τῶν ἰατρῶν γέγραπται μέχρι γραμμάτων καὶ λόγων τὸ πιθανὸν ἔχοντα, τοῖc δ’ ἐπὶ τῶν νοcούντων ἔργοιc ἐξελεγχόμενα. πρὸc γάρτοι τὸν εἰρημένον ὑπ’ αὐτοῦ cκοπὸν ὄντα μέcον ἁπάντων τῶν ἄλλων ἀγαθῶν τε καὶ κακῶν ἀποβλέπων δυνήcῃ προλέγειν τὴν ἡμέραν,305
15ἐν ᾗ τεθνήξεταί τιc.

18b

191

ὑποκείcθω γὰρ ὁ κάμνων | ἑβδομαῖοc ἐπτυκὼc τὸ πυῶδεc, οὐ μὴν μόνον οὐδὲ δι’ ὅληc τῆc ἡμέραc ἐφεξῆc, ἀλλ’ ἤτοι cὺν αὐτῷ τὸ χολῶ‐ δεc ἢ μόνον ἐφεξῆc ἐκεῖνο χωρὶc τοῦ πυώδουc. ἔcτω δ’ αὐτῷ καὶ τἄλλα πάντα μέcα ἀπό τε τῆc ἡλικίαc καὶ τῆc φύcεωc καὶ τῆc ὥραc
5καὶ τῆc χώραc καὶ τῆc οἰκείαc δυνάμεωc, ὡc μήτ’ ἰcχυροτάτην εἶναι τὴν δύναμιν μήτ’ ἀcθενεcτάτην, ὡcαύτωc δὲ καὶ τὴν κρᾶcιν αὐτοῦ τοῦ κάμνοντοc μήτε τὴν εὐκρατοτάτην εἶναι μήτε τὴν δυcκρατοτάτην. οὕτω δὲ καὶ ὥραν καὶ χώραν καὶ κατάcταcιν καὶ ἡλικίαν τοῦ κάμνοντοc ἐν τῷ μέcῳ τετάχθαι τῶν ἀρίcτων τε καὶ χειρίcτων ὑποθώμεθα. κατὰ δὲ
10τὸν αὐτὸν λόγον ἑκάcτου γένουc cημείων ὑπάρχειν ὑποκείcθω τῷ κάμνοντι τὰ μέcα. τοῦτον ἔλπιζε τεθνήξεcθαι τεccαρεcκαιδεκαταῖον ὡc ταύτηc μέcηc οὔcηc προθεcμίαc τοῦ θανάτου. προcγενομένων δὲ cημείων ἀγαθῶν μὲν ἐπὶ πλείονα χρόνον ἐκταθήcεcθαι τὴν προθεcμίαν τοῦ θανάτου, κακῶν δὲ θᾶττον ἢ τεccαρεcκαιδεκαταῖον τεθνήξεcθαι.
15 τίνα δέ ἐcτι τὰ ἀγαθὰ καὶ τίνα τὰ κακά, διῆλθεν αὐτὸc ἐφεξῆc τὰ μὲν ὀνομαcτί, τὰ δὲ ἐπὶ κεφαλαίων. ἀλλὰ cύ γε μηδὲ περὶ τούτων

18b

192

ἀκούcῃc ἁπλῶc ὡc ὁμοτίμων | ἁπάντων, ἀλλ’ ἀναμνηcθεὶc ὧν τε αὐτὸc ἔγραψε καὶ ὧν ἡμεῖc προcεθήκαμεν, εἴc τε τὸν ἀριθμὸν αὐτῶν ἀπόβλεπε καὶ τὴν δύναμιν, ὅπου μὲν αὐτὸc εἶπε ‘cωτήριον κάρτα‘ καὶ ‘ὀλέθριον κάρτα‘ τῆc πρώτηc τοῦτο δυνάμεωc τιθεὶc τὸ μὲν ἐν τοῖc ἀγαθοῖc,
5τὸ δὲ ἐν τοῖc κακοῖc. ὡcαύτωc δὲ καὶ ὅπου τὸν θάνατον ‘ὑπόγυον‘
ἔφηcεν ‘ὑπάρχειν‘ ἢ ‘θανατωδέcτατα‘ προcέγραψεν, οὐχ ἁπλῶc εἶπε ‘θανατώδη‘. καὶ μὲν δὴ κἀπὶ τῶν ὑγιεινῶν cημείων ὅταν εἴπῃ ‘μεγά‐ λην δύναμιν ἔχειν ἐc cωτηρίην‘ καὶ πάλιν ‘ἀcφάλειάν τε γὰρ cη‐ μαίνει‘ καὶ ‘τὸ νόcημα ὀλιγοχρόνιον‘ ἤ τι τοιοῦτο προcέθηκε. τὰ306
10δὲ ἁπλῶc θανατώδη καὶ πάλιν ἁπλῶc ‘περιεcτικὰ‘ καλούμενα μέcηc ἐcτὶ τάξεωc ἀμφότερα κατὰ τὴν ἑαυτῶν φύcιν. ἐφ’ ἑκάτερα δὲ τούτων ὅcα παραβλητικῶc εἶπεν ἤτοι θανατωδέcτερα ἢ περιεcτικώτερα ἢ τὸ μᾶλλόν τε καὶ ἧττον ἑκατέροιc προcέθηκεν. ἐὰν μὲν γὰρ ἐπιφανῇ τι τοῖc κατὰ τὴν ἑβδόμην ἡμέραν εἰρημένοιc ὀλεθρίοιc πτύcμαcι τῶν τῆc
15πρώτηc τάξεωc κακῶν cημείων, οὐκ ἂν οὐδ’ εἰc τὴν ἑνδεκάτην ἡμέραν

18b

193

ὁ κάμνων ἐξίκοιτο καὶ μᾶλλον | ἐὰν ἑνὸc πλείω γένηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ἐὰν τῶν ἱκανῶc ἀγαθῶν ἐπιφανῇ τινα, μέχρι τῆc τρίτηc ἑβδομάδοc ἐκταθήcεται τὸ νόcημα, μιχθέντων δὲ ἀλλήλοιc ὀλεθρίων τε καὶ περιεcτικῶν ἢ τῶν μᾶλλον ἐν ἑκατέρῳ τῷ γένει
5τοῖc ἧττον ἢ ὁπωcοῦν ἄλλωc· ἐπὶ μὲν τοῖc πλείοcί τε καὶ ἰcχυροτάτοιc ἀγαθοῖc cημείοιc ἐλπὶc τὸν κάμνοντα πλείονα ζήcεcθαι χρόνον, ἐπὶ δὲ τοῖc ἐναντίοιc ἐλάττονα· κατὰ ταῦτα δὲ κἂν ἤτοι γέρων ἢ ἀcθενὴc τὴν δύναμιν ἢ ἐν ὥρᾳ καὶ χώρᾳ καὶ καταcτάcει μοχθηρᾷ καὶ δυcκράτῳ νοcῇ τιc, ἐπιταθήcεcθαι τοῦ θανάτου τὸ τάχοc προcδοκᾶν, μεγίcτην
10πάλιν ἰcχὺν ἐν τούτοιc ἔχειν ἡγούμενοc τὸν ἀπὸ τῆc δυνάμεωc cκοπόν.
10 Ἔcτι δὲ τὰ μὲν ἀγαθὰ τοιαῦτα. |
11

18b

195

Ἐντεῦθεν ἄρχεται τοῦ καταλόγου τῶν ἀγαθῶν τε καὶ κακῶν cη‐ μείων, ὑπὲρ ὧν ἔμπροcθεν εἴρηται. καὶ διὰ τοῦθ’ ὑπερβὰc αὐτὰ τὰ
ἑξῆc προχειριοῦμαι. πρὸc μὲν δὴ τὸ περιγενέcθαι πάντων δεῖ παρόντων ἀγαθῶν, πρὸc307
5δὲ τὴν ἀπώλειαν ἀρκεῖ καὶ ἓν παρεῖναι τῶν κακῶν, μόνου τοῦ θᾶττον καὶ βράδιον ἀπολέcθαι ἐκ τοῦ πλείω ἢ ἐλάττω ἀγαθὰ ἢ κακὰ παρεῖναι δηλουμένου.
7 Αἱ δὲ ἄλλαι ἐκπυήcιεc αἱ πλεῖcται ῥήγνυνται αἱ μὲν εἰκοcταῖαι, αἱ δὲ τριηκοcταῖαι, αἱ δὲ τεccα‐
10ρακονθήμεροι, αἱ δὲ πρὸc τὰc ἑξήκοντα ἡμέραc ἀφικνέονται. |
10

18b

196

Ἀcαφέc ἐcτιν, ὁποίαc ἄλλαc λέγει. δυνατὸν μὲν γάρ ἐcτι καὶ περὶ τῶν ἐν ἑτέροιc μέρεcι γινομένων ἐκπυήcεων τὸν λόγον αὐτὸν ποιεῖcθαι καταλιπόντα θώρακα καὶ πνεύμονα, περὶ ὧν ἄχρι δεῦρο διεί‐ λεκτο, δυνατὸν δὲ καὶ περὶ τῶν ἐν τοῖc αὐτοῖc μὲν ὀργάνοιc, ἀλλ’
5οὐχ ὁμοίων ταῖc προειρημέναιc, ἐνδέχεται δὲ καὶ περὶ ἀμφοτέρων. ἐπεὶ δὲ “οὐχ ὁμοίων ταῖc προειρημέναιc” εἶπον, ἐξηγήcαcθαι χρὴ τοῦτο. φημὶ γὰρ οὐ περὶ παcῶν αὐτὸν ἐκπυήcεων, ἀλλὰ τῶν ὡc αὐτὸc εἶπεν ‘ἔτι χολῶδεc ἐχουcῶν τι μεμιγμένον‘, ἄχρι δεῦρο ποιεῖcθαι τὴν διδαcκαλίαν οὐδὲ τούτων ἁπαcῶν, ἀλλ’ ὅcαι κατὰ τὴν ἑβδόμην ἡμέραν
10ἐρράγηcαν. ἔcτι δὲ τοῦτο cπάνιον. αἱ πλεῖcται γὰρ εἰκοcταῖαι ῥήγνυνται, τινὲc δὲ καὶ μέχρι πλείονοc ἀφικνοῦνται χρόνου, περὶ ὧν νῦν διέρχεται. διαφοραὶ δὲ αὐτῶν παcῶν εἰcι κοιναί, δι’ ἃc καὶ τῷ χρόνῳ παραλ‐ λάττουcιν ἀλλήλων, ἔκ τε τοῦ πάcχοντοc μορίου καὶ τοῦ πλεονεκτοῦν‐ τοc χυμοῦ. τὰ μὲν γὰρ θερμότερα καὶ μαλακώτερα μόρια θᾶττον ἐκ‐
15πυΐcκεται, τὰ δὲ ψυχρότερα καὶ cκληρότερα βραδύτερον. οὕτω δὲ καὶ

18b

197

τῶν | χυμῶν οἱ μὲν θερμότεροι θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον. αὗται μὲν αἱ κατ’ αὐτὴν τοῦ πράγματοc τὴν οὐcίαν εἰcὶ διαφοραί.
προcέρχονται δὲ ἔξωθεν αἱ παρὰ τὴν ἡλικίαν τε καὶ τὴν φύcιν, ὥραν τε καὶ χώραν καὶ κατάcταcιν ἔτι τε δύναμιν τοῦ κάμνοντοc. ἐν ἁπάcαιc308
5δ’ αὐταῖc οἱ μὲν θερμότεροι χυμοὶ θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύ‐ τερον ἐκπυΐcκονται. ταῦτα μὲν οὖν κοινῇ περὶ παcῶν ἐκπυήcεων ἐπίcταcθαι καλόν. ἐμοὶ δὲ δοκεῖ νῦν ἔτι περὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα διέρχεcθαι.
8 Ἐπιcκέπτεcθαι δὲ χρὴ τὴν ἀρχὴν
10τοῦ ἐμπυήματοc ἔcεcθαι λογιζόμενον ἀπὸ τῆc ἡμέρηc, ἧc τὸ πρῶτον ὁ ἄνθρωποc ἐπύρεξεν ἢ εἴ ποτε αὐτὸν ῥῖγοc ἔλαβε καὶ εἰ φαίη ἀντὶ τῆc ὀδύνηc βάροc αὐτῷ γεγενῆcθαι ἐν τῷ τόπῳ ᾧ ἤλγεε. ταῦτα γὰρ ἐν ἀρχῇ γίνεται τῶν ἐμπυημάτων. ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προcδέχεcθαι τοῦ
15πύου ἔcεcθαι ἐc τοὺc χρόνουc τοὺc προειρημένουc. |
15

18b

198

Ἕν τι τῶν ὁμολογουμένων ἐcτὶν ἅπαcι cχεδὸν τοῖc ἰατροῖc, ἐπειδὴ καὶ φαίνεται cαφῶc, ὅταν αἱ κατὰ τὰ κύρια μόρια φλεγμοναὶ μὴ δια‐ φορηθῶcιν ὑπὸ τῶν βοηθημάτων, ἀλλ’ ἐκπυΐcκωνται, ῥῖγοc γίνεcθαι τηνικαῦτα καὶ πυρετὸν ἐπ’ αὐτῷ. δέδεικται δὲ ἐν τοῖc Περὶ ῥίγουc λό‐
5γοιc, ὡc ἡ δριμύτηc τοῦ γενομένου πύου δάκνουcα καὶ διαβιβρώcκουcα τὰ περικείμενα cώματα ῥῖγοc ἐργάζεται παραπληcίωc τοῖc δριμέcι φαρ‐ μάκοιc, ὧν ἐνίοτε προcενεχθέντων ἕλκεcι κακοήθεcιν ἤ τινι cηπεδονώδει διαθέcει ῥιγῶcαί τε καὶ πυρέξαι cυνέπεcεν. ἀκολουθεῖ δ’ ἀεὶ τῷ τοι‐ ούτῳ ῥίγει πυρετόc. ἀμέλει καὶ ὁ Ἱπποκράτηc ἀμφοτέρων ἐμνημόνευcε
10καὶ προτέρου γε τοῦ πυρετοῦ λέγων ἀπὸ τῆc ἡμέρηc, ἧc τὸ πρῶ‐ τον ὁ ἄνθρωποc ἐπύρεξεν, οὐκ ἐκείνην ἑρμηνεύων τὴν ἡμέραν, ἥτιc ὅλου τοῦ νοcήματοc ἐγένετο πρώτη, ἀλλὰ καθ’ ἣν τὸ ῥῖγοc ἅμα
τῷ πυρετῷ cυνέπεcεν ἐναργῶc cφοδροτέρῳ δηλονότι τοῦ πρόcθεν ὄν‐ τοc γενομένῳ. ἀλλὰ καὶ βάρουc αἴcθηcιc γίνεται τηνικαῦτα τοῖc κάμνουcι309

18b

199

τοῦ κατὰ πολλὰ καὶ cμικρὰ μόρια παρεcπαρμένου τοῖc φλε|γμαίνουcι cώμαcι χυμοῦ μετὰ τὴν εἰc πῦον μεταβολὴν ἀθροιζομένου πρόc τινα μίαν χώραν κενὴν cυνεχῆ τῷ φλεγμαίνοντι παντί. ἐκ τούτων οὖν φηcι τῶν χρόνων, ἐν οἷc ταῦτα πρῶτον ἐγένετο,
5προcδέχεcθαι χρὴ τὰ μὲν εἰκοcταῖα, τὰ δὲ τριακοcταῖα, τὰ δὲ τεccαρα‐ κοcταῖα, τὰ δὲ ἑξηκοcταῖα ῥαγήcεcθαι τῶν ἐμπυημάτων. ἃ δ’ εἶπε γνωρίcματα, τρία τὸν ἀριθμόν ἐcτι, ῥῖγοc καὶ βάροc καὶ πυρετὸc τοῦ πρόcθεν ὡc ἔφην cφοδρότεροc πολλῷ.
8 Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα
10μόνον, cτρέφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοιcι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ καὶ ἤν τι θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου κατακεκλιμένου ἐπὶ τὸ ὑγιαῖνον πλευ‐ ρόν, ἐρωτᾶν, εἴ τι δοκέει αὐτῷ βάροc ἐκκρέμαcθαι ἐκ τοῦ ἄνωθεν. εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερά ἐcτι τὸ ἐμπύημα, ἐπὶ
15ὁκοίῳ ἂν πλευρῷ τὸ βάροc ἐγγίνηται. |
15

18b

200

Ὅτι διαφράττουcιν ὑμένεc τὸν θώρακα διήκοντεc ἀπὸ τοῦ cτέρνου μέχρι τῆc ῥάχεωc, ὡc δύο ποιεῖν αὐτοὺc κοιλότηταc, ἐν ταῖc ἀνατομαῖc ἐμάθομεν. ὅθεν οὐδὲ κοινωνεῖ τὰ κατὰ τὸ ἕτερον μέροc ἐμπυήματα τοῖc κατὰ θάτερον ὥcπερ ἐπὶ τῶν ἐντὸc τοῦ περιτοναίου. κατ’ ἐκεῖνο
5μὲν γὰρ ἐν κύκλῳ πᾶcι τοῖc ἐντέροιc περιρρεῖ τὸ πῦον, ἐνταῦθα δὲ
οὔτε τὰ κατὰ τὰ δεξιὰ μέρη τοῦ θώρακοc εἰc τὰ ἀριcτερὰ δύναται μετελθεῖν οὔτ’ ἔμπαλιν ὅcον ἐν τοῖc ἀριcτεροῖc ἐcτιν εἰc τὰ δεξιὰ μεταρρυῆναι. διὰ τοῦτ’ οὖν ἀξιοῖ καταμανθάνειν, εἴτ’ ἐξ ἀμφοτέρων τῶν μερῶν ἔχει τὸ πῦον ὁ κάμνων εἴτε κατὰ τὸ ἕτερον μόνον. ἐν310
10μὲν γὰρ ταῖc περιπνευμονίαιc εἰc ἐμπύημα τρεπομέναιc κατ’ ἄμφω μᾶλλον ἢ κατὰ θάτερον ἀθροίζεται τὸ πῦον, ἐν δὲ ταῖc πλευρίτιcι κατὰ τὸ ἕτερον μέροc μᾶλλον, οὐ κατ’ ἄμφω. διάγνωcιc δὲ τοῦ πεπονθότοc ἔκ τε τοῦ τῆc θερμαcίαc διαφόρου (θερμότερον γάρ ἐcτι τὸ πεπονθόc) κἀκ τοῦ κατακλινόμενον τὸν ἄνθρωπον ἐπὶ τὸ ἀντικείμενον πλευρὸν

18b

201

αἰcθάνεcθαι βάρουc ἐγκειμένου τῷ ὑψηλοτέρῳ μέρει. δῆλον | γὰρ ὅτι τὸ πῦον ἠθροιcμένον ἐν τούτῳ τῷ μέρει τὴν τοῦ βάρουc αἴcθηcιν ἐργάζεται.
3 Τοὺc δὲ cύμπανταc ἐμπύουc γινώ‐
5cκειν χρὴ τοῖcδε τοῖcι cημείοιcι· πρῶτον μὲν εἰ ὁ πυρετὸc οὐκ ἀφίηcιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸc ἴcχει, ἐc νύκτα δὲ πλείων, καὶ ἱδρῶτεc πολλοὶ ἐπιγίνονται καὶ βῆξαι θυμὸc ἐγ‐ γίνεται αὐτέοιcι καὶ ἀποπτύουcιν οὐδὲν ἄξιον λόγου καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίνονται, αἱ δὲ γνάθοι ἐρυθήματα
10ἴcχουcι καὶ οἱ μὲν ὄνυχεc τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται καὶ μάλιcτα τὰ ἄκρα, καὶ ἐν τοῖcι πο‐ cὶν οἰδήματα γίνονται καὶ cιτίων οὐκ ἐπιθυμέουcι καὶ φλύ‐ κταιναι γίνονται ἀνὰ τὸ cῶμα.
13 Ὅcοι πῦον ἀθρόον ἔχουcιν ἔνδον τοῦ cώματοc εἴτ’ ἔτι περιεχό‐
15μενον ἐν τῷ φλεγμαίνοντι μορίῳ πρόcθεν εἴτε καὶ μετὰ τὸ ῥαγῆναι,

18b

202

δυνατόν ἐcτιν ὀνομάζεcθαι τού|τουc ἐμπύουc, ἀλλ’ εἴθιcται παρὰ τοῖc ἰατροῖc μόνουc ἢ μάλιcτα τοὺc κατὰ θώρακα καὶ πνεύμονα τὸ τοι‐
οῦτον ἔχονταc πάθοc ἐμπύουc ὀνομάζεcθαι. περιέχεται δὲ μετὰ τὴν ῥῆξιν ἐν τῇ μεταξὺ θώρακόc τε καὶ πνεύμονοc χώρᾳ τὸ πῦον τοῦτο311
5καὶ εἰ μὴ διὰ ταχέων ἀναπτυcθείη, φθινωδῶc ἀπόλλυνται πυρέττον‐ τεc λεπτῶc μέν, ἀεὶ δέ πωc αὐξανομένηc τῆc θερμαcίαc εἰc νύκτα. καὶ γίνεται τοῦτο πᾶcι τοῖc ἑκτικῶc πυρέττουcιν οὐ τῷ τῆc δια‐ θέcεωc λόγῳ τῆc νυκτὸc αὐξανούcηc αὐτοῖc τὸν πυρετόν, ἀλλὰ κατά τι cυμβεβηκόc, ὅπερ ἐcτὶ τοιοῦτον ἐν τοῖc καλουμένοιc ἑκτικοῖc πυρε‐
10τοῖc, αὐτὰ τοῦ ζῴου τὰ cτερεὰ μόρια διάπυρα γίνεται. κατὰ τοῦτ’ οὖν ἀεὶ παραπλήcιοc ὁ πυρετὸc ἑαυτῷ μένει τὴν θερμαcίαν ἔχων οἵαν περ ἡ τίτανοc ἀμυδρὰν τοῖc ἁπτομένοιc. ὅταν οὖν φάγωcί τε καὶ πίωcιν, ὅμοιόν τι cυμβαίνει τοῖc γινομένοιc κατὰ τὴν τίτανον ὕδατι βραχεῖcαν, ὥcτε τοὺc ἁπτομένουc ἔξωθεν αἰcθάνεcθαι πολὺ θερμοτέρου τοῦ κάμνον‐
15τοc· ἔδειξα δὲ τοῦτο πολλάκιc ὑμῖν ἐπὶ τῶν ἀρρώcτων ἄλλοτε ἄλλῳ

18b

203

καιρῷ θρέψαc τοὺc οὕτω | πυρέττονταc, ἵνα πειcθῆτε διὰ τὴν τροφὴν γίνεcθαι τοῦτ’ αὐτοῖc, οὐ τῷ τῆc διαθέcεωc λόγῳ. ἐναργῶc γὰρ φαί‐ νεται cυμμεταπίπτειν ἡ πυρετώδηc θερμαcία τοῖc καιροῖc τῆc τροφῆc αὐτίκα μὲν ἐπὶ ταῖc προcφοραῖc τῶν cιτίων αὐξανομένη cφοδροτάτη
5τε φαινομένη κατὰ τὴν ἀνάδοcιν αὐτῶν. διὰ δὲ τὴν ἀρρωcτίαν τῆc δυνάμεωc ἱδρῶτεc ἐπιγίνονται δια‐ φορουμένηc τῆc ἀναδοθείcηc τροφῆc. ἀλλὰ καὶ βῆξαί φηcι θυμὸc αὐτοῖc γίνεται (τουτέcτι προ‐ θυμία) καὶ ἀναπτύουcιν οὐδὲν ἄξιον λόγου. εἰ γὰρ ἔπτυον, οὐκ
10ἂν ἔμπυοι διέμενον. αἰτία δὲ τοῦ μηδὲν ἀναπτύειν ἄξιον λόγου τριττή, τοῦ πύου μὲν αὐτοῦ γλιcχρότηc καὶ τὸ πάχοc, τοῦ δὲ περιέχοντοc ὑμένοc τὸν πνεύμονα πυκνότηc, ἀρρωcτία δὲ ἐπὶ τούτοιc τῆc τοῦ κάμνοντοc δυνάμεωc.
ἀλλὰ καὶ οἱ ὀφθαλμοί φηcιν ἔγκοιλοι γίνονται. κοινόν τι312
15τοῦτο τῶν χρονίων ἁπάντων πυρετῶν καὶ μάλιcτα τῶν ξηραινόντων ἐπιφανῶc. ἐρυθραίνονται δὲ τὰ μῆλα διὰ τὴν ἐν τῷ πνεύμονι θερ‐ μότητα καὶ τὰc βῆχαc. ἄμφω γὰρ ταῦτα θερμαίνει τό τε πρόcωπον

18b

204

καὶ ὅλην τὴν κεφαλὴν ἀπὸ | τοῦ καταcκήψαντοc εἰc τὸν πνεύμονα ῥεύματοc ἀτμῶν ἀναφερομένων ἐπ’ αὐτήν. οἱ δὲ ὄνυχεc γρυποῦνται τῶν cτηριζουcῶν αὐτοὺc ἑκατέρωθεν cαρκῶν ἐκτηκομένων. οἱ μὲν οὖν δάκτυλοι καίτοι καταψυχόμενοι τοὐ‐
5πίπαν ἐπὶ τῶν χρονίωc νοcούντων ὅμωc ἐν ἅπαcι τοῖc ἑκτικοῖc πυρε‐ τοῖc θερμοὶ διαμένουcιν, ἐπειδὴ κατειλήφαcιν οὗτοι τὰ cτερεὰ μάλιcτα τοῦ cώματοc μόρια· κατά γε μὴν ἄκρουc ἑαυτοὺc ἐναργέcτερον φαίνον‐ ται θερμότεροι, οὐκ ἐκ τῶν ἔξω μερῶν, ἀλλ’ ἐκ τῶν ἔνδον, ἔνθα τὸ cαρκῶδεc αὐτῶν ἐcτι. καὶ ἡ αἰτία πρόδηλοc, εἴ γε μεμνήμεθα τῶν ἐπὶ
10ταῖc προcφοραῖc εἰρημένων. ἔνθα γὰρ 〈ἂν〉 ὑγρότηc ᾖ δαψιλεcτέρα, cαφέcτερον ἐν τούτοιc τοῖc χωρίοιc ἡ θερμαcία φαίνεται. προήκοντόc γε μὴν τοῦ χρόνου καὶ οἱ πόδεc αὐτῶν οἰδίcκον‐ ται τῆc τοῦ cώματοc ὅλου νεκρώcεωc ἐκεῖθεν ἀρξαμένηc ὡc ἂν πορ‐ ρωτάτω κειμένων μορίων τῆc ἀρχῆc. τηνικαῦτα δὲ ἤδη καὶ ἀνόρεκτοι
15γίνονται νεκρουμένηc δηλονότι τῆc ὀρεκτικῆc δυνάμεωc ἅμα ταῖc ἄλλαιc. καὶ φλύκταιναί τινεc ἐπιγίνονται διαβρωτικῶν ἰχώρων

18b

205

ἀθροιζομένων ἐν τῷ cώματι· τοιαύτην | γὰρ αὐτῶν ὁ Ἱπποκράτηc ἐδίδαξεν εἶναι τὴν γένεcιν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν, ἡνίκα φηcί “καὶ ὑπογίνονται μὲν ἐν τῷ δέρματι ἰχῶρεc, ἐγκαταλαμβανόμενοι δὲ θερμαίνονται.” οἱ γὰρ ἰχῶρεc οὗτοι τὸ μὲν ἄλλο τοῦ δέρματοc ὅcον
5μανώτερόν ἐcτι διεξερχόμενοι κατὰ τὸ ἔξω πέραc αὐτοῦ πυκνότατον ὂν ἴcχονται. διιcτᾶcι δὲ τοῦτο καὶ ἀφιcτᾶcιν ἀπὸ τοῦ ἔνδον ἀθροιζό‐
μενοί τε κατ’ αὐτὸ τὰc φλυκταίναc ἐργάζονται. Ὁκόcα μὲν οὖν ἐγχρονίζει τῶν ἐμ‐ πυημάτων, ἴcχει τὰ cημεῖα ταῦτα καὶ πιcτεύειν αὐτοῖcι χρὴ313
10κάρτα. ὁκόcα δὲ ὀλιγοχρόνιά ἐcτι, cημαίνεcθαι τουτέων ἤν τι ἐπιφαίνηται οἷα καὶ τοῖcιν ἐν ἀρχῇ γινομένοιcιν, ἅμα δὲ καὶ ἤν τι δυcπνούcτεροc ᾖ ὁ ἄνθρωποc.
12 Καλῶc εἶπε πιcτεύειν χρῆναι τοῖc τῶν χρονιζόντων ἐμ‐

18b

206

πυημάτων cημείοιc. οὕτωc γάρ ἐcτιν ἰcχυρὰ τὴν δύναμιν, | ὡc μη‐ δεμίαν ἐν αὐτοῖc ἀμφιβολίαν ἀπολείπεcθαι. τὰ δ’ ὀλιγοχρόνια γνωρί‐ ζεται διὰ τῶν ἔμπροcθεν εἰρημένων. ἦν δ’ ἐκεῖνα τὸ ῥῖγοc καὶ ὁ πυρετὸc καὶ τὸ βάροc ἔτι τε εἴ τι τῶν ἐπὶ τοῖc χρονίοιc εἰρημένων ἤδη φαί‐
5νοιτο καὶ εἰ δυcπνούcτεροc ὁ κάμνων γίνοιτο παρὰ τὸ πρόcθεν. ἀνάγκη δὲ τοῦτο cυμβῆναι διὰ τὴν cτενοχωρίαν τοῦ πνεύμονοc, ὅταν κατα‐ λάβῃ τὰc κενὰc χώραc τοῦ θώρακοc τὸ πῦον.
7 Τὰ δὲ ταχύτερόν τε καὶ βραδύτερον ῥηγνύμενα τοῖcδε γινώcκειν χρ. ἢν μὲν ὁ πόνοc ἐν ἀρχῇ
10γίνηται καὶ ἡ δύcπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυελιcμὸc διατελέῃ ἔχων, ἐc τὰc εἴκοcιν ἡμέραc προcδέχεcθαι τὴν ῥῆξιν καὶ ἔτι πρόcθεν. ἢν δὲ ἡcυχέcτεροc ὁ πόνοc ᾖ καὶ τἄλλα πάντα κατὰ
λόγον, τουτέοιcιν ὕcτερον προcδέχεcθαι τὴν ῥῆξιν, προc‐ γενέcθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύcπνοιαν καὶ πτυελιcμὸν314
15πρὸ τῆc τοῦ πύου ῥήξεωc. |
15

18b

207

Ἐξ ὧν ὅτι ῥαγῆναι κίνδυνόc ἐcτι τὸ διαπυϊcκόμενον, ἔνεcτί cοι προγινώcκειν ἐκ τούτων καὶ ὅτι θᾶττον· ἔcτι δὲ ταῦτα πόνοc καὶ δύcπνοια καὶ βὴξ καὶ πτυελιcμόc. ἐὰν μὲν οὖν cυνεχῆ τε γένηται καὶ ἰcχυρά, ταχεῖαν ἔcεcθαι cημαίνει τὴν ῥῆξιν, ἐὰν δὲ μήτε cυνεχῆ μήτε
5ἰcχυρά, χρονιωτέραν. ἀνάγκη δὲ διαβιβρωcκομένου τοῦ περικειμένου τῷ πύῳ cώματοc ὑπὸ τῆc δριμύτητοc αὐτοῦ πόνον μὲν γίνεcθαι δι’ αὐτὸ τοῦτο, βῆχα δὲ καὶ πτυελιcμὸν ἰχῶρόc τινοc ἤδη λεπτοῦ διεξερ‐ χομένου τὸ περιέχον cῶμα. δυcπνοοῦcι δὲ καὶ δι’ ὅλην μὲν τοῦ νοcή‐ ματοc τὴν κατάcταcιν, ἐξαιρέτωc δὲ διὰ τὴν προcγενομένην ὀδύνην.
9
10 Περιγίνονται δὲ τουτέων μάλιcτα μὲν οὓc ἂν ὁ πυρετὸc αὐθημερὸν ἀφῇ μετὰ τὴν ῥῆξιν καὶ cιτίων ταχέωc ἐπιθυμέωcιν. |
12

18b

208

Οὗτοc ὁ πᾶc λόγοc ὁ ἀπὸ ταύτηc τῆc λέξεωc ἀρχόμενοc ὅλοc ἐcτὶ cαφὴc τοῖc μεμνημένοιc τῶν ἔμπροcθεν εἰρημένων. ὑπερβὰc οὖν αὐτὸν ἐπὶ τὰ cυνεχῆ μεταβήcομαι. |
3

18b

209

Ὁκόcοιcι δὲ ἀποcτάcιεc γίνονται ἐκ τῶν περιπνευμονικῶν νοcημάτων παρὰ τὰ ὦτα καὶ ἐκπυέου‐ cιν ἢ εἰc τὰ κάτω χωρία καὶ cυριγγοῦνται, οὗτοι περιγίνονται.
3 Τὸ cυριγγοῦνται μόνον ἀcαφέc ἐcτιν ἐν ταύτῃ τῇ ῥήcει κατὰ
5μεταφορὰν εἰρημένον. αἱ γάρτοι cύριγγεc αἱ κυρίωc ὀνομαζόμεναι (ταῦτα δὴ τῶν μουcικῶν ὄργανα) προμήκειc ἔχουcι κοιλότηταc· ὅταν
οὖν ἐν τοῖc τῶν ζῴων cώμαcιν ὅμοιαι παρὰ φύcιν γένωνται, διὰ τῆc αὐτῆc προcηγορίαc δηλοῦνται. δοκεῖ δή μοι καὶ νῦν ὁ Ἱππο‐ κράτηc διὰ τὸ τῆc διεξόδου πρόμηκεc κεχρῆcθαι τῷ cυριγγοῦνται315
10ῥήματι. τὸ δὲ cύμπαν τοῦ λόγου κεφάλαιόν ἐcτι περὶ τῶν ἐπιγινομένων τοῖc περιπνευμονικοῖc ἀποcτάcεων ἐνίοτε μὲν εἰc τοὺc ὑπὸ τοῖc ὠcὶν ἀδέναc, ἐνίοτε δὲ εἰc τὰ κάτω τοῦ θώρακοc χωρία. |
13

18b

210

Ὑποcκέπτεcθαι δὲ χρὴ καὶ τὰ τοι‐ άδε ὧδε· ἢν ὅ τε πυρετὸc ἔχῃ καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον μηδὲ χολώδεεc αἱ τῆc κοιλίηc διαχωρήcιεc μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνων‐
5ται μηδὲ οὖρον πολύ τε κάρτα καὶ παχὺ καὶ ὑπόcταcιν ἔχον πολλήν, ὑπηρετῆται δὲ περιεcτικῶc ὑπὸ τῶν λοιπῶν πάν‐ των cημείων, τουτέοιcι χρὴ τὰc τοιαύταc ἀποcτάcιαc ἐλπίζειν ἔcεcθαι.
8 Τὰc προειρημέναc ἀποcτάcειc ὅπωc ἄν τιc προγινώcκῃ, διδάcκει
10διχῇ τεμὼν τὸν λόγον, ὡc τὸ μὲν πρῶτον αὐτοῦ μέροc εἶναι διδα‐ cκαλίαν τοῦ γενήcεcθαι τὴν ἀπόcταcιν, τὸ δὲ δεύτερον διορίζεcθαι, πότερον ἄνωθεν τοῦ θώρακοc εἰc τοὺc ὑπὸ τοῖc ὠcὶν ἀδέναc ἢ κάτω τῶν φρενῶν. ἀρξώμεθα οὖν καὶ ἡμεῖc ἀπὸ τοῦ πρώτου μέρουc, ἐν ᾧ κεφάλαιόν
15ἐcτι δύcπεπτον μὲν εἶναι τὸ νόcημα, μὴ μέντοι θανατῶδεc. οὔτε γὰρ

18b

211

ἐὰν εὔπεπτον ᾖ, δι’ ἀποcτάcεωc, | ἀλλ’ ἤτοι δι’ ἐκκρίcεωc ἢ κατὰ βραχὺ λυθήcεται πεπανθέν, οὔτε ἐὰν ὀλέθριον ὑπάρχῃ, γενήcεταί τιc ἀπόcταcιc ἀγαθή. μέcον οὖν αὐτὸ χρὴ τῶν τε ἐπιεικῶν εἶναι καὶ τῶν ὀλεθρίων. ὅθεν εἰκότωc ὁ Ἱπποκράτηc ἔνια μὲν αὐτῶν τῶν γνωριcμά‐316
5των ἔγραψεν ἐκ τῶν κακῶν cημείων, ἔνια δὲ ἐκ τῶν ἀγαθῶν· ἃ κατὰ μέροc ἤδη cοι δίειμι τὴν ἀρχὴν ἀπὸ τοῦ πρώτου ποιηcάμενοc, ὑπὲρ οὗ κατὰ λέξιν οὕτω φηcὶν ἢν ὅ τε πυρετὸc ἔχῃ (τουτέcτι κατείληφε τὸν ἄνθρωπον), ὡc εἰc ἀπυρεξίαν μηδέποτε ἀφικνεῖcθαι, καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ. παυcαμένηc γὰρ αὐτῆc οὐδὲ ἀποcτάcεωc ἔτι χρεία
10τίc ἐcτι πρὸc τὴν λύcιν ὡc ἐπιεικοῦc τοῦ νοcήματοc ὄντοc. καὶ τὸ πτύελον, φηcί, μὴ ἐκχωρέῃ κατὰ λόγον. οὐδὲ γὰρ ὅλωc ἀποcτάcεωc δεήcεται τὸ νόcημα διὰ τῶν πτυcμάτων ἀεὶ ἐκκαθαι‐ ρόμενον. εἶτ’ ἐφεξῆc φηcι μηδὲ χολώδεεc αἱ τῆc κοιλίηc δια‐ χωρήcιεc. εἴρηται γάρ cοι καὶ πρόcθεν, ὡc ἐν τοῖc χολώδεcι νοcή‐
15μαcιν αἱ ἀποcτάcειc οὐ γίνονται. χρὴ γὰρ ὠμὴν καὶ παχεῖαν εἶναι τὴν τῶν χυμῶν ὕλην, ἵν’ εἴc τε χρόνον πλείονα ἐκπέcῃ τὸ νόcημα καὶ μὴ

18b

212

δι’ ἐκκρίcεωc, ἀλλ’ ἤτοι διὰ ἀποcτάcεωc ἢ μόνηc πέψεωc | ἰαθῇ. τὸ δὲ ἐφεξῆc τῷδέ τινεc μὲν οὕτωc γράφουcι· μηδὲ εὔλυτοι καὶ ἄκρητοι γίνωνται. ὥcπερ ἔφη μηδὲ χολώδεεc αἱ τῆc κοι‐ λίηc διαχωρήcιεc, οὕτωc μηδ’ εὔλυτοι καὶ ἄκρητοι γίνωνται,
5τοῦ μὲν ἀκρήτου πρὸc τὰc ἀμίκτουc τῶν ἄλλων τινὶ χυμῶν ἀναφερο‐ μένου διὰ τὸ μίαν ἔχειν αὐτὰc ποιότητα τὴν τῶν χολωδῶν, τοῦ δὲ μηδ’ εὔλυτοι πρὸc τὸ πλῆθοc τῶν ἐκκρίcεων, ὡc εἴ γε καὶ χολώδειc εἶεν καὶ εὔλυτοι δι’ ἐκκρίcεωc μᾶλλον ἢ δι’ ἀποcτάcεωc ἐcομένηc τῆc κρίcεωc.
10ἔνιοι δὲ ἐναντίωc γράφουcι τὴν λέξιν ὧδε μηδὲ χολώδεεc αἱ τῆc
κοιλίηc διαχωρήcιεc εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται, εὐλύτουc μὲν εἶναι βουλόμενοι τὰc cυμμέτρωc ὑπερχομέναc, ἀκρήτουc δὲ τὰc ὑδατώδειc καὶ ἀμίκτουc. ἐρρέθη γὰρ ἔμπροcθεν ὡc τὸ ἄκρατον ἐπὶ τῆc ἀμίκτου λέγεται ποιότητοc. ἀποφήcαc οὖν, φαcίν, ὁ Ἱπποκράτηc317
15τὰc χολώδειc διαχωρήcειc ἐπὶ τῶν ἀκράτων, ὅπερ ἔcτιν ἀμίκτων καὶ οἷον ἄκρων κατὰ μίαν ποιότητα, δῆλόc ἐcτι τὰc ὑδατώδειc λέγων, αἵ‐ περ ἄπεπτοί τέ εἰcι καὶ διὰ τοῦτο χρόνου δέονται πρὸc τὴν πέψιν,

18b

213

ἐν ᾧ καὶ ἀποcτάcειc | γίνονται. τὰ μὲν γὰρ ὀξέα δι’ ἐκκρίcεων μᾶλλον εἴωθε κρίνεcθαι, τὰ δὲ χρονίζοντα δι’ ἀποcτάcεων. ἀλλὰ περὶ μὲν τῆc ἐν ταῖc εἰρημέναιc γραφαῖc διαφορᾶc ἔνεcτί cοι καὶ αὖθιc ἐπιcκέψαcθαι κατὰ πολλὴν cχολήν, ἐν δὲ τῷ παρόντι τὴν ὅλην τοῦ λόγου cύνοψιν,
5ὡc εἰc τὰ τῆc τέχνηc ἔργα λαβεῖν ἐξ αὐτῆc τὸ χρηcιμώτατον, ἐγώ cοι δίειμι. πρόκειται μὲν αὐτῷ τεκμήραcθαί τι περὶ τῶν εἰc ἀπόcταcιν ὁρμη‐ cάντων νοcημάτων. εἶναι δὲ χρὴ ταῦτα πάντωc μὲν ἐξ ὠμῶν καὶ παχέων χυμῶν, οὐ μὴν ὀλεθρίων. τὰ γὰρ τοιαῦτα χρονίζοντα ποιεῖται
10τὰc ἀποcτάcειc, εἴ γε μὴ κατὰ ‘cύμπεψιν‘ (οὕτωc γὰρ ὀνομάζειν ἔθοc ἐcτὶ τοῖc ἀφ’ Ἱπποκράτουc) ἡ λύcιc αὐτῶν γενέcθαι φθάcειε. γνώ‐ ριcμα δέ cοι τῆc πέψεωc ἔcται τὸ οὖρον αὐτό τε πολὺ γινόμενον ὑπόcταcίν τε πολλὴν ἔχον. ᾧ δ’ ὑπόcταcίc ἐcτι πολλή, τούτῳ πάντωc ἐcτὶ καὶ αὐτὸ παχύτερον τοῦ κατὰ φύcιν. εἰκότωc οὖν ἐγένετο διττὴ
15ἡ γραφὴ κατὰ τὴν λέξιν ἐνίων μὲν οὕτω γραψάντων μηδὲ οὖρον παχύ τε καὶ πολὺ καὶ ὑπόcταcιν πολλὴν ἔχον, ἐνίων δὲ μηδὲ οὖρον πολὺ κάρτα καὶ ὑπόcταcιν πολλὴν ἔχον. |
17

18b

214

Γίνονται δ’ αἱ μὲν εἰc τὰ κάτω χω‐
ρία οἷcιν ἄν τι περὶ τὸ ὑποχόνδριον τοῦ φλέγματοc ἐγγένη‐ ται, αἱ δ’ ἄνω οἷcιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέ, δύcπνοοc δέ τινα χρόνον γενόμενοc318
5παύcηται ἄνευ προφάcιοc ἄλληc.
5 Προφάcειc εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτηc τὰc φανερὰc αἰ‐ τίαc. ὅταν οὖν ἐξαίφνηc γενομένη δύcπνοια κατὰ τὰc προειρημέναc διαθέcειc ἐξαίφνηc πάλιν παύcηται καὶ τὸ γενέcθαι καὶ τὸ παύcαcθαι χωρὶc φανερᾶc αἰτίαc ἔχουcα, τὴν ἐπὶ κεφαλὴν ῥοπὴν ἐνδείκνυται τῶν
10χυμῶν, ὥcπερ πάλιν τὴν ἐπὶ τὰ κάτω θερμαcία τιc ἐν τοῖc ὑποχον‐ δρίοιc ἐπιφανήc. οὐ γὰρ δὴ τὸν χυμόν γε τὸν φλεγματικὸν ἡγεῖcθαι χρὴ νῦν ὑπ’ αὐτοῦ λέγεcθαι κατὰ τὴν λέξιν, ἐν ᾗ φηcιν· οἷcι δἄν τι περὶ τὸ ὑποχόνδριον τοῦ φλέγματοc ἐγγένηται. πολλῷ γὰρ ἄμεινον ἀκούειν ἐπὶ τῆc παρὰ φύcιν θερμαcίαc τῆc φλογώδουc εἰρῆcθαι τὸ

18b

215

φλέγμα. γίνεται δ’ | αὕτη δι’ ἐρυcίπελαc ἢ τὴν ἰδίωc ὀνομαζομένην φλεγμονήν. εἰ δέ γε τοὐναντίον εἴη λαπαρὸν μὲν καὶ ἀνώδυνον τὸ ὑποχόνδριον, ἡ δ’ ἄνω ῥοπὴ τῶν χυμῶν ὑπὸ τῆc προειρημένηc δυc‐ πνοίαc δηλουμένη, τὴν ἀπόcταcιν ἄνω γενήcεcθαι προcδέχου.
4
5 Αἱ δ’ ἀποcτάcιεc αἱ ἐc τὰ cκέλεα ἐν τῇcι περιπνευμονίῃcι τῇcιν ἰcχυρῇcί τε καὶ ἐπικινδύνοιcι λυcιτελέεc μὲν πᾶcαι, ἄριcται δὲ αἱ τοῦ πτυέλου ἐν μετα‐ βολῇ ἤδη ἐόντοc γινόμεναι. εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίνοιτο τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδουc γενομένου καὶ
10ἐκχωρέοντοc ἔξω, οὕτωc ἂν ἀcφαλέcτατα ὅ τε ἄνθρωποc περιγένοιτο καὶ ἡ ἀπόcταcιc τάχιcτα ἀνωδύνωc ἂν παύcαιτο. εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶc μηδὲ τὸ οὖρον ὑπό‐ cταcιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνοc γενέcθαι χωλὸν τὸ ἄρθρον ἢ πολλὰ πράγματα παραcχεῖν. |319
14

18b

216

Ἐπὶ τῶν ἰcχυρῶν περιπνευμονιῶν ἀποcτάcειc εἰc τὰ cκέλη γί‐ νεcθαι πάντωc μὲν ἀγαθόν ἐcτιν, εἴ γε δὴ παντὸc μᾶλλον ἀληθὲc ὑπάρχει τὸ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπὲρ τῶν ἀγαθῶν ἀπο‐ cτάcεων εἰρημένον ‘ὡc ἄριcται παcῶν εἰcιν αἱ μάλιcτα κάτω καὶ πορ‐
5ρωτάτω τῆc νόcου‘, μᾶλλον δ’ ὅταν ἅμα πέψει γένωνται. καὶ γὰρ καὶ τοῦτο ἐπῄνεcεν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εἰπών· “πεπαcμοὶ τα‐ χυτῆτα κρίcιοc, ἀcφάλειαν ὑγιεινὴν cημαίνουcιν”. ἐνδείκνυται δὲ τὴν πέψιν ἥ τε μεταβολὴ τοῦ πτυέλου καὶ ἡ κένωcιc ἄλυπόc τε καὶ δαψι‐ λὴc γινομένη. τοῦτο γὰρ ἐδήλωcεν εἰπὼν ἐπὶ τοῦ πτυέλου τοῦ ἐκχω‐
10ρέοντοc ἔξω· εἰ δὲ καὶ χωρὶc τοῦ πεφθῆναι τὴν νόcον ἀπόcταcιc εἰc τὰ cκέλη γένοιτο, ῥύcαιτο μὲν ἂν καὶ οὕτωc ἐκ τοῦ κατὰ τὴν περι‐ πνευμονίαν κινδύνου τὸν ἄνθρωπον. αὐτὸ δὲ τὸ ἄρθρον, εἰc ὃ κατ‐ έcκηψε, δυcίατον ἕξει τὸ ἀπόcκημμα καὶ τάχα ἂν ἐνίοτε χωλανθείη κατὰ τοῦθ’ ὁ ἄνθρωποc. εἴρηται δ’ αὐτῷ πάλιν ἐνταῦθα τῆc ἀπεψίαc
15οὐχ ἓν cημεῖον ὥcπερ τῆc πέψεωc, ἀλλὰ προcέθηκε τοῖc πτύcμαcι καὶ

18b

217

τὴν ἀπὸ | τῶν οὔρων διάγνωcιν. ἐπ’ αὐτῶν γε μὴν τῶν κακοήθων πτυcμάτων οὐκέτι προcέθηκε τὸ ‘μὴ πεπέφθαι‘ (καίτοι γε ἀντέκειτο τοῦτο τῷ ‘πεπαίνεcθαι‘), μόνῳ δ’ ἠρκέcθη τῷ μὴ ἐκχωρεῖν, ἱκανὸν εἶναι γνώριcμα αὐτὸ τῆc κακοηθείαc τοῦ νοcήματοc ὑπολαβών, ὡc τό
5γε πτύεcθαι μόνον ἢ πεπέφθαι μόνον οὐδέτερον ἱκανόν. ὅτι καὶ πτύεται πολλάκιc αὐτάρκωc ἔτι ἀπέπτου τοῦ νοcήματοc ὄντοc καὶ πέττεται μὲν ἐνίοτε τὸ νόcημα, πτύεται δ’ οὐκ αὐτάρκωc τὰ πτύελα, ποτὲ μὲν ἐπ’ ἀρρωcτίᾳ τῆc κινούcηc τὸν θώρακα δυνάμεωc, ἐνίοτε δὲ διὰ πάχοc ἢ γλιcχρότητα τοῦ πύου καί ποτε δι’ ἀμφότερα cυνελθόντα, τήν τε320
10τῆc δυνάμεωc ἀρρωcτίαν καὶ τοῦ πύου τὴν ποιότητα. χρὴ τοίνυν καὶ πεπέφθαι τὸ νόcημα καὶ πτύεcθαι καλῶc τὰ πτύελα κατὰ τὰc ὑγιά‐ ζεcθαι μελλούcαc διαθέcειc. κατὰ μέντοι τὰc ἐναντίαc ἱκανὸν γνώριcμα καὶ τὸ μὴ πτύεcθαι μόνον. ἐκ περιουcίαc δ’ ἂν ἐν αὐταῖc ταύταιc ἡ διάγνωcιc γένοιτο τῆc κακοηθείαc τοῦ νοcήματοc, εἰ cὺν τῷ μὴ πτύεcθαι
15καλῶc μηδὲ κενοῦcθαι τὰ κατὰ τὸν πνεύμονα καὶ θώρακα, προcείη |

18b

218

τινὰ καὶ τῆc ἀπεψίαc τοῦ χυμοῦ γνωρίcματα. πρόδηλον γὰρ ὅτι χαλε‐ πωτέρα μέν ἐcτιν ἡ διάθεcιc, ἐφ’ ἧc οὔτε πτύουcιν ἥ τε ἀπεψία δια‐ μένει, μετριωτέρα δέ, καθ’ ἣν πέττεται μέν, οὐχ ἱκανῶc δὲ ἀναπτύ‐ ουcιν οὐδὲ καθαίρονται τελέωc. ὅτι δὲ εἰc ἄρθρα μάλιcτα τὰc ἀπο‐
5cτάcειc γίνεcθαι cυμβέβηκεν, ὅπερ κἀν ταῖc Ἐπιδημίαιc ἔγραψεν, ἐδή‐ λωcε κἀνταῦθα κατὰ τὸ πάρεργον εἰπών· κίνδυνοc γενέcθαι χωλὸν τὸ ἄρθρον. αἰτία δὲ τῶν τοιούτων ἀποcτάcεων ἡ εὐρυχωρία τῶν ἄρθρων ἐcτὶν ὑποδεχομένη τὰ καταcκήπτοντα ῥεύματα, δύναται δέ τι καὶ ἡ κίνηcιc αὐτῶν cυντελεῖν· πρὸc γὰρ τὰ κινούμενά τε καὶ θερμαινό‐
10μενα ῥᾷον ἀφικνοῦνται πάντεc οἱ χυμοί.
10 Ἢν δὲ ἀφανίζωνται καὶ παλινδρο‐ μέωcιν αἱ ἀποcτάcιεc τοῦ πτυέλου μὴ ἐκχωρέοντοc, πυρετοῦ δὲ ἔχοντοc, δεινόν· κίνδυνοc γάρ, μὴ παραφρονήcῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωποc. |
14

18b

219

Τὸ ἀφανιcθῆναί τινα τῶν παρὰ φύcιν ὄγκων εἰπεῖν οὐ ταὐτὸν cημαίνει τῷ ‘παύcαcθαι‘ φάναι. γενικώτερον μὲν γάρ τι δηλοῖ τὸ παύ‐
cαcθαι, τὸ δ’ ἀφανιcθῆναι τοῦ διὰ ταχέων παύcαcθαι καὶ οἷον ἐξαίφνηc ἐcτὶ δηλωτικόν. ἐνίοτε μὲν οὖν γίνεται τοῦτο διὰ λεπτότητα χυμοῦ321
5καὶ ἀραιότητα μορίου καὶ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc θερμότητα καὶ τὴν ἰcχὺν τοῦ προcαχθέντοc φαρμάκου καὶ τῆc τοῦ κάμνοντοc δυνά‐ μεωc τὴν ῥώμην. ἐὰν γὰρ ἅμα πάντα cυνέλθῃ τὰ εἰρημένα, διαφορη‐ θήcεται ταχέωc ὁ παρὰ φύcιν ὄγκοc. ὡc τὰ πολλὰ δὲ τὸ ἀφανίζεcθαι τὰ τοιαῦτα cυμβαίνειν εἴωθε μεταρρεόντων τῶν ἐργαζομένων αὐτὰ
10χυμῶν, ἤτοι γ’ εἰc τοὺc αὐτοὺc τόπουc, ὅθεν ὥρμηcαν, ὅπερ ἰδίωc ὁ Ἱπποκράτηc ὀνομάζει παλινδρομεῖν, ἢ καί τιναc ἄλλουc ἐν τῷ βάθει τοῦ cώματοc ὄνταc. ὡc οὖν ὑπὸ τῶν ἐναντιωτάτων αἰτίων τὸ ἀφανίζεcθαι τοὺc παρὰ φύcιν ὄγκουc γινόμενον ἐναντιωτάτην ἔχει καὶ τὴν τελευτήν, ἤτοι γε ἀπαλλαγὴν ταχίcτην ἐνδεικνύμενον τῶν λυπούν‐
15των ἢ χειρίcτην διάθεcιν ἐπανερχομένων αὐτῶν ἐπὶ τὰ κυριώτερα μέρη.

18b

220

ταῦτα μὲν | οὖν κοινὰ παcῶν ἀποcτάcεων. ὁ διοριcμὸc δὲ κοινὸc μὲν καὶ αὐτόc ἐcτι τῶν ἀφανιζομένων, ἐπιcκέπτεcθαι δὲ χρὴ τὰ ἄλλα cημεῖα καὶ μάλιcτα τὰ τῶν πεπονθότων μορίων οἰκεῖα. νυνὶ δὲ τῶν ἀναπνευcτικῶν ὀργάνων ὁ ἴδιοc εἴρηται διοριcμὸc πρὸc Ἱπποκράτουc
5ἐχόμενοc δηλονότι τῶν κοινῶν. ἔφη γοῦν οὕτωc· “ἢν δὲ ἀφανίζων‐ ται αἱ ἀποcτάcιεc τοῦ πτυέλου μὴ ἐκχωρέοντοc, πυρετοῦ δὲ ἔχοντοc, δεινόν”. εὔδηλον γὰρ ὅτι πρὸc τὸ βάθοc ἀπεχώρηcαν εἰc τόπουc κυρίουc, ὡc, εἴ γε διεφορήθηcαν, οὔτ’ ἂν ἐπύρεττον ἔτι καὶ ῥᾳδίωc ἔπτυον. εὔλογον οὖν ἐcτιν ἐπὶ τὸν πνεύμονα τούτοιc πᾶν ἀποχωρῆcαι
10τὸ ῥεῦμα. διὸ καὶ παραφρονεῖν αὐτοὺc εἰκόc ἐcτιν, ἐπειδὴ καὶ τοῦθ’ ἕν τι τῶν ἐπὶ πνεύμονι τὰ τοιαῦτα πάθη πάcχοντι cυμβαινόντων ἐcτίν. ὅτι δὲ δυcπνοοῦντεc τεθνήξονται, παρέλιπεν εἰπεῖν εἰδὼc αὐτὸ νοηθηcό‐
μενον ἡμῖν ἐκ τῶν προειρημένων. |322

18b

221

Τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περι‐ πνευμονικῶν νοcημάτων οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται· ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνῄ‐ cκουcι.
4
5 Γεραιτέρουc οὐχ ἁπλῶc τοὺc γέρονταc, ἀλλὰ παραβλητικῶc ἢ cυγκριτικῶc ἢ ὅπωc ἄν τῳ φίλον ὀνομάζειν, ἀκουcτέον ἐcτὶν ὡc πρὸc τοὺc νέουc. οἱ μὲν γὰρ ἤδη προήκοντεc ἱκανῶc κατὰ τὴν ἡλικίαν οὐδ’ ἐξ ἑνὸc νοcήματοc μᾶλλον τῶν νεωτέρων διαcῴζονται. τοὺc δὲ μεταξὺ τούτων τε καὶ τῶν ἀκμαζόντων, οἵπερ εἰcὶν οἱ ‘μεcαιπόλιοί‘ τε καὶ
10‘ὠμογέροντεc‘ ὀνομαζόμενοι, διαcῳζομένουc ἔcτιν ἰδεῖν ἐνίοτε μᾶλλον τῶν ἀκμαζόντων, ὥcπερ αὐτὸc ὁ Ἱπποκράτηc ἐδίδαξεν ἐπί τε τῶν ἐν τοῖc ὠcὶ φλεγμονωδῶν διαθέcεων καὶ νῦν ἐπὶ τῶν ἐμπύων τῶν ἐκ περιπνευμονίαc. ἐν μὲν γὰρ τούτοιc ἐπειδὴ διὰ τοῦ πτύειν ἡ ἴαcίc ἐcτιν ἰcχυρᾶc δυνάμεωc δεομένη, διὰ τοῦτο μᾶλλον οἱ νέοι τῶν

18b

222

πρεcβυτέρων cῴζονται. | κατὰ δὲ τὰ ἄλλα cυμβαίνει φθάνειν ἀποθνῄcκειν τοὺc νεωτέρουc ἐπὶ τοῖc πόνοιc τε καὶ πυρετοῖc, ὅπερ αὐτὸc εἶπεν ἐπὶ τῶν ὤτων. “οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροcύναι ἧccον αὐ‐ τοῖcιν ἐπιγίνονται καὶ τὰ ὦτα φθάνει διὰ τοῦτ’ ἐκπυηθέντα”. οἱ δὲ
5νεώτεροι, φηcί, πρὶν ἐκπυηθῆναι τὸ οὖc οἱ πολλοὶ ἀπόλλυνται. ἐπεὶ ἤν γε ῥυῇ τὸ πῦον ἐκ τοῦ ὠτόc, ἐλπὶc περιγενέcθαι. κἀπὶ τῶν ἄλλων οὖν ἐμπυημάτων κατ’ αὐτὸν τὸν τοῦ διαπυΐcκεcθαι χρόνον οἱ νεώτεροι
φθάνουcιν ἀποθνῄcκειν ὑπὸ μεγέθουc τῶν πυρετῶν καὶ τῆc ὀδύνηc.323
9t1ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΓΝΩΣΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
9t2ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ
9t2
9Αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι
10περὶ τὴν ὀcφύν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτων‐ ται, τὰ κάτω ἐκλείπουcαι, ὀλέθριον κάρτα. προcέχειν οὖν δεῖ τὸν νοῦν καὶ τοῖcιν ἄλλοιcι cημείοιcιν, ὡc ἤν τι καὶ τῶν ἄλλων cημείων πονηρὸν ἐπιφαίνηται, ἀνέλπιcτοc ὁ ἄνθρω‐

18b

223

ποc. | εἰ δ’ ἀνιόντοc τοῦ νοcήματοc ὡc πρὸc τὰc φρέναc καὶ τἄλλα cημεῖα μὴ πονηρὰ ἐπιγίνοιτο, ἔμπυον γενέcθαι πολ‐ λαὶ ἐλπίδεc τοῦτον.
3 Τὸ τῶν φρενῶν ἅπτεcθαι τινὲc μὲν ἐπὶ τοῦ παραφρονεῖν εἶπον,
5ὡc εἰ καὶ οὕτωc εἶπεν· αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀcφύν τε καὶ τὰ κάτω χωρία, ἐὰν ἐπαναβᾶcαι παραφροcύνην ἐργάcων‐
ται, χαλεπαί. τινὲc δὲ ἄμεινον τούτων τὸ μόριον τοῦ cώματοc ἐκεῖνο φρέναc εἰρῆcθαί φαcιν, ὃ δὴ καὶ διάφραγμα προcαγορεύεται. μαρτύριον δὲ τῆc ἀληθείαc τοῦ λόγου τὸ κατὰ τὴν τελευτὴν εἰρημένον τοῦ λόγου,324
10ἔνθα φηcίν· ἔμπυον γενέcθαι πολλαὶ ἐλπίδεc τοῦτον. βούλεται γὰρ ἀνελθόντοc τοῦ νοcήματοc ἐπὶ τὸν θώρακα δυοῖν θάτερον, ἢ εὐθέωc ἀπολέcθαι τὸν ἄνθρωπον ἤ, εἰ εἰc τὰ βέλτιcτα προάγει, πάντωc γοῦν

18b

224

ἔμπυον ἔcεcθαι, διορίζεται δὲ ταῦτα τοῖc ἄλλοιc cημείοιc. | εἰ μὲν γὰρ εἴη μὴ πονηρά, γένοιτ’ ἂν ἔμπυοc· εἰ δὲ καί τι μοχθηρὸν ἐπιφανείη, τεθνήξεται πάντωc.
3 Κύcτιεc δὲ cκληραὶ καὶ ἐπώδυνοι
5δειναὶ μὲν πᾶcαι καὶ ὀλέθριαι· ὀλεθριώταται δὲ ὅcαι cὺν πυρετῷ cυνεχεῖ γίνονται. καὶ γὰρ οἱ ἀπ’ αὐτῶν τῶν κύcτεων πόνοι ἱκανοὶ ἀποκτεῖναι. καὶ αἱ κοιλίαι οὐ διαχωρέουcιν ἐπὶ τῶν τοιούτων.
8 Εἴρηταί μοι πολλάκιc ὡc τὸ τῆc φλεγμονῆc ὄνομα κατὰ τῆc φλο‐
10γώcεωc ὁ Ἱπποκράτηc ἐπιφέρει, λόγῳ δηλῶν, ἣν ὁ Ἐραcίcτρατόc τε καὶ οἱ μετ’ αὐτὸν ὀνομάζουcι μιᾷ προcηγορίᾳ ‘φλεγμονήν‘, ὥcπερ ἀμέλει καὶ νῦν εἶπε· κύcτιεc δὲ cκληραὶ καὶ ἐπώδυνοι. διὰ τί δὲ χαλεπὰc ἔφη τὰc τοιαύταc εἶναι διαθέcειc καὶ μάλιcθ’ ὅταν ὁ πυρετὸc ὀξὺc ᾖ, cαφῶc αὐτὸc ἐδήλωcε τό τε μέγεθοc αἰτιαcά‐

18b

225

μενοc τῶν πό|νων καὶ τὴν τῶν διαχωρημάτων ἐπίcχεcιν. ἐπέχεται δὲ
διὰ τὴν cτενοχωρίαν τοῦ ἀπευθυcμένου καὶ τὴν ὀδύνην τῆc κύcτεωc. ἀφίcτανται γὰρ οἱ κάμνοντεc τῆc ἐνεργείαc, ὅταν εὐθέωc ἀρχομένηc αὐτῆc ὀδυνᾶcθαι cυμβῇ. καὶ τοῦτο κοινόν ἐcτιν ἁπάντων τῶν πόνων.325
5 τό γε μὴν ὀδυνᾶcθαι ποτὲ μὲν αὐτῶν τῶν ἐνεργούντων ὀργάνων φλεγμαινόντων, ἐνίοτε δὲ τῶν cυνεχῶν αὐτοῖc γίνεται. οὕτωc γοῦν ἀναπνέοντεc ἀλγοῦcιν ἐπὶ φλεγμονῇ cπληνὸc καὶ γαcτρὸc ἥπατόc τε καὶ τῶν ἐν ὑποχονδρίῳ μυῶν. καὶ διὰ τοῦτο ἀναγκάζονται δυcπνοεῖν εἶδοc δυcπνοίαc ἐκεῖνο, καθ’ ὃ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα.
10εἴρηται δ’ οὐ ταύτηc μόνηc τῆc δυcπνοίαc, ἀλλὰ καὶ τῶν ἄλλων ἁπαcῶν ἑκάcτηc ἡ αἰτία κατὰ τὸ Περὶ δυcπνοίαc πρῶτον.
11 Λύει δὲ οὖρον πυῶδεc οὐρηθὲν λευ‐ κὴν καὶ λείην ἔχον ὑπόcταcιν. |
13

18b

226

Ὅταν ἡ τῆc κύcτεωc φλεγμονὴ πεφθῇ, cυρρέουcιν εἰc τὴν ἔcω χώραν αὐτῆc οἱ πεφθέντεc χυμοί, cυνεκκρίνονται δὲ δηλονότι τοῖc οὔροιc τὸ γνώριcμα τῆc ἀγαθῆc πέψεωc ἐν ταῖc ὑποcτάcεcιν ἔχοντεc.
3 Εἰ δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη
5μήθ’ ἡ κύcτιc μαλάccοιτο ὅ τε πυρετὸc ξυνεχὴc εἴη, ἐν τῇcι πρώτῃcι περιόδοιcι τοῦ νοcήματοc ἐλπὶc τὸν ἀλγέοντα ἀπο‐ λέcθαι.
7 Τὸ μὲν μήτε τὴν κύcτιν μαλαχθῆναι καὶ τὸν πυρετὸν δια‐ μένειν εὔδηλον, τὸ δὲ μὴ τὸ οὖρον ἐνδοῦναι τῶν ἀcαφῶc εἰρημέ‐
10νων ἐcτίν. εἴωθε γὰρ ἐπί τε τῶν διαθέcεων καὶ τῶν cυμπτωμάτων φέρειν τοὔνομα, καθάπερ καὶ οἱ ἄλλοι πάντεc οἱ μετ’ αὐτόν, ἐνδοῦναι τὴν φλεγμονὴν καὶ τὸν ὄγκον καὶ τὴν cκληρότητα καὶ τὴν τάcιν καὶ τὴν ὀδύνην λέγοντεc. οὐ μὴν τό γε οὖρον ἐνδοῦναί τιc εἶπεν. ἴcωc326

18b

227

οὖν ἀπὸ τῶν προειρημένων ὁ Ἱπποκράτηc μετήνεγκε | τὴν προcηγο‐ ρίαν ἐπὶ τὸ οὖρον, ἵνα τὴν ἐπὶ τὸ βέλτιον αὐτοῦ μετάcταcιν οὕτωc ἀκούcωμεν. ὅπερ εἰ cυγχωρηθείη, καὶ τὴν ἐξ ἐπιcχέcεωc κένωcιν εἰρῆcθαι πρὸc αὐτοῦ δυνατόν ἐcτιν, ἵνα cυνεπινοήcωμεν ἐπὶ τῆc φλεγμαινούcηc
5κύcτεωc ἐπεcχῆcθαι τὸ οὖρον. εἴωθε γὰρ καὶ τοῦτ’ ἐνίοτε cυμβαίνειν, ὁπότε καὶ δεινῶc ὀλέθριόν ἐcτι τὸ νόcημα, καὶ cπανίωc ἐξ αὐτοῦ δια‐ cῴζονται. αὕτη μὲν ἡ γραφὴ τῆc ῥήcεωc ἐν ἄλλοιc τέ τιcίν ἐcτι καὶ τοῖc κατὰ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοcκουρίδην ἀντιγράφοιc, ἐν ἑτέροιc δὲ ἡ λέξιc οὕτωc ἔχει· ἢν δὲ μήτε οὖρον ᾖ μηδὲν μήτ
10ἐνδιδῷ ὁ πόνοc, ὥcτε μηδὲν ἔχειν ζήτημα μήδ’ ἀμφίβολον εἶναι τὸ λεγόμενον.
11 Ὁ δὲ τρόποc οὗτοc μάλιcτα τῶν παιδίων ἅπτεται τῶν ἀπὸ ἑπτὰ ἐτέων, ἔcτ’ ἂν πεντεκαι‐ δεκαετέεc γένωνται.
14
15Διὰ τὰc ἀκαίρουc τε καὶ πολλὰc ἐδωδὰc ἀθροίζεται πλεῖcτοc ὁ

18b

228

καλούμενοc ὠμὸc χυμὸc ἐν τοῖc τῶν παιδίων cώ|μαcιν. οὗτοc οὖν διὰ τῶν νεφρῶν ἐκκαθαιρόμενοc ὁcημέραι καὶ μέντοι καὶ διὰ τῶν οὐρητή‐ ρων εἰc τὴν κύcτιν ἀθροιζόμενοc ἐνίοτε μὲν [καὶ] λίθουc ἐν αὐτῇ γεν‐ νᾶcθαι ποιεῖ, πολλάκιc δὲ καὶ φλεγμονάc, ὅταν ποθ’ ἡ κύcτιc τύχῃ
5cφοδρότερον ὑπὸ τῆc cυνεχοῦc τῶν τοιούτων χυμῶν διεξόδου κακω‐
θεῖcα. |327

18b

229

Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇcιν αὐτῇcιν ἡμέρῃcι τὸν ἀριθμόν, ἐξ ὧν τε περιγίνονται οἱ ἄν‐ θρωποι καὶ ἐξ ὧν ἀπόλλυνται.
3 Δύο πραγματείαc ἔχετε (πρὸc ὑμᾶc γὰρ λέγω τοῦτο τοὺc ἑταίρουc,
5ὅcοι κατηναγκάcατέ με μὴ προῃρημένον ἐξηγήcειc γράψαι τῶν Ἱππο‐

18b

230

κράτουc cυγγραμμάτων), ἐν αἷc ἅπαντα περί | τε κριcίμων ἡμερῶν εἴρηται καὶ κρίcεων. ἴcτε δ’ ὅτι καὶ αὐτὰc οὐχ ὡc ἐκδοθηcομέναc, ἀλλ’ ὡc παρ’ ὑμῖν μόνοιc ἐcομέναc ἔγραψα. cυνέβη δ’ ἐκπεcεῖν αὐτὰc καὶ παρὰ πολλοῖc εἶναι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ὑμῖν γενομένων.
5ὅθεν οὐδ’ ἐξηγεῖcθαι προῃρούμην ἐν ὑπομνήμαcιν οὐδὲν τῶν Ἱππο‐ κράτουc βιβλίων. ὅcα γὰρ εἰc τὴν τέχνην χρήcιμα παρ’ αὐτοῦ μαθεῖν ἔδει, γέγραπταί μοι κατὰ πολλὰc πραγματείαc ἅμα ταῖc οἰκείαιc ἐξηγή‐ cεcιν. ἐπεὶ δ’ ἔνιαι τῶν λέξεων ἀcαφέcτερον εἰρημέναι μοχθηρᾶc ἐξηγή‐ cεωc ἔτυχον, ὡc ἀρέcκειν ὑμῖν μηδένα τῶν γραψάντων ὑπομνήματα,
10βέλτιον δὲ αὐτῶν cτοχάcαcθαι τῆc Ἱπποκράτουc γνώμηc ἐδόκουν ὑμῖν ἐγώ, διὰ τοῦτό με καὶ διὰ γραμμάτων ἠξιώcατε, παραcχεῖν ὑμῖν, ἅπερ ἐν ταῖc διὰ λόγων cυνουcίαιc ἠκούcατε. κἀγὼ τοῦτ’ αὐτὸ προ‐ εῖπον ὑμῖν, ὡc ἀναγκαῖον ἔcται τὰc ἐξηγήcειc ἀνωμάλουc ἔcεcθαι μὴ πάcαc ὁμοίωc ἐξηγουμένου μου τὰc λέξειc, ἀλλὰ τελεώτερον μέν, ὑπὲρ
15ὧν οὐδαμόθι τῶν ἐμῶν πραγματειῶν ἐμνημόνευcα, διὰ κεφαλαίων δέ,

18b

231

περὶ ὧν ἤδη τελέωc ἐν ἐκείναιc διῆλθον, ἵνα μὴ πολλάκιc ὑπὲρ | τῶν αὐτῶν πραγμάτων ἀναγκάζωμαι γράφειν. Ἐπεὶ τοίνυν ἅπαντα τὸν περὶ κριcίμων ἡμερῶν λόγον, ὡcαύτωc
δὲ καὶ τὸν περὶ κρίcεων ἐν δύο πραγματείαιc διῆλθον, ἐνταυθοῖ μόνα328
5τὰ κεφάλαια τῶν ἐκεῖ γεγραμμένων ἀναμνήcω τὴν ἀρχὴν ἐνθένδε ποιηcάμενοc. Ἡ κατὰ τὰ νοcήματα κρίcιc ἀπὸ τῶν ἐν τοῖc δικαcτηρίοιc μετ‐ ενήνεκται, cημαίνουcα τὴν ὀξύρροπον ἐν νόcῳ μεταβολὴν γινομένην κατὰ τέτταραc τρόπουc· ἢ γὰρ ἀπαλλάττονται τῶν νοcημάτων εὐθέωc
10ἢ μεγάλην μεταβολὴν ἐπὶ τὸ βέλτιον ἴcχουcιν ἢ ἀποθνῄcκουcιν εὐθέωc ἢ χείρουc γίνονται πολλῷ. τὰc μὲν οὖν πρώταc δύο κρίcειc ἁπλῶc ὀνομάζουcι κρίcειc, τὰc δὲ δευτέραc δύο τὰ πολλὰ μὲν ἅμα προcθήκῃ κακὴν κρίcιν ἢ μοχθηρὰν κρίcιν ἤ τι τοιοῦτο τῷ τῆc κρίcεωc ὀνόματι προcτιθέντεc, ἔcτιν ὅτε δὲ καὶ χωρὶc προcθήκηc ἁπλῶc. ἐμάθετε δὲ
15καί, ὡc αἱ κρίcειc ἅπαcαι μετά τινοc φανερᾶc γίνονται κενώcεωc ἢ ἀποcτάcεωc. ἐν γὰρ τῷ cπανίῳ παιδία μόνα δι’ ὕπνων βαθέων καὶ μακρῶν ὀξείαc ἐποιήcαντο μεταβολὰc ἐπὶ τὸ βέλτιον, ἃc ἔνιοι μὲν |

18b

232

ἀξιοῦcι καὶ αὐτὰc ὀνομάζειν κρίcειc, ἔνιοι δ’ οὐ cυγχωροῦcιν, ἡμέραc δὲ κριcίμουc καλοῦcιν, ἐν αἷc αἱ τοιαῦται μεταβολαὶ πιcταί τε ἅμα καὶ πλεῖcται γίνονται. κατὰ γὰρ τὰc ἄλλαc ἡμέραc οὔτε πιcτὰc ὁρῶμεν γινομέναc τὰc κρίcειc οὔτε πολλάc. κατενόηcε δ’ οὐ πρῶτοc μόνον,
5ἀλλὰ καὶ μάλιcτα τὴν τῶν κριcίμων ἡμερῶν φύcιν ὁ θαυμάcιοc Ἱππο‐ κράτηc ἐνεδείξατό τε τὴν αἰτίαν τῆc γενέcεωc αὐτῶν, ἣν καὶ ἡμεῖc ἐν τῇ Περὶ τῶν κριcίμων ἡμερῶν πραγματείᾳ διήλθομεν, ἰcχυροτέραν μὲν ἐπιδεικνύντεc εἶναι περίοδον ἡμερῶν κριcίμων τὴν ἑβδόμην, δευτέ‐ ραν δὲ τῇ δυνάμει τὴν τετράδα γινομένην ἐκ τοῦ δίχα τμηθῆναι τὴν
10ἑβδομάδα, cημαίνεcθαι δὲ τὰc μελλούcαc ἔcεcθαι κρίcειc ἐν ταῖc ἑβδο‐ μαδικαῖc περιόδοιc ὑπὸ τῶν τετράδων, τὴν μὲν γὰρ τετάρτην ἡμέραν τῆc ἑβδόμηc εἶναι δηλωτικήν, τὴν ἑνδεκάτην δὲ τῆc τεccαρεcκαιδεκάτηc· ὀνομάζει δ’ αὐτὰc ὁ Ἱπποκράτηc “ἐπιδήλουc” τε καὶ “θεωρητάc”. ἀριθμεῖcθαι μὲν οὖν τὰc ἑβδομάδαc τοιῷδε τρόπῳ βούλεται, δύο
15μὲν ἐφεξῆc ἀλλήλων τὰc πρώταc κατὰ διάζευξιν, ἕπεcθαι δ’ αὐταῖc

18b

233

τὴν τρίτην | κατὰ cυνάφειαν. διάζευξιc μὲν οὖν ἔcτιν, ὅταν ἐφ’ ἑτέραν ἡμέραν ληξάcηc τῆc προτέραc ἑβδομάδοc ἡ μετὰ ταύτην ἀφ’ ἑτέραc ἄρξηται· cυνάφεια δέ, ὅταν ἡμέρα μία κοινὴ τῶν ἑβδομάδων ἀμφοτέ‐ ρων γένηται τελευτώcηc μὲν εἰc αὐτὴν τῆc προτέραc, ἀρχομένηc δὲ329
5τῆc δευτέραc ἀπ’ αὐτῆc. καὶ διὰ τοῦτο τὴν εἰκοcτὴν ἡμέραν ἐcχάτην εἶναι τῆc τρίτηc ἑβδομάδοc, ὡc εἴ γε καὶ αὕτη κατὰ διάζευξιν ἠριθμεῖτο, τὴν πρώτην καὶ εἰκοcτὴν ἡμέραν, οὐ τὴν εἰκοcτὴν ἰcχυροτέραν ἐχρῆν εἶναι. φαίνεται δ’ οὐχ οὕτωc γινόμενον. ἡ γὰρ εἰκοcτὴ καὶ πλεῖcτα καὶ βεβαίωc ὁρᾶται κρίνουcα. τριῶν οὖν ἑβδομάδων τὰc εἴκοcιν ἡμέραc
10cυμπληρουcῶν, εἶτα τῆc τετάρτηc ἑβδομάδοc ἀρχομένηc κατὰ τὴν εἰ‐ κοcτὴν πρώτην ἐκ τῶν ἐφεξῆc τριῶν ἑβδομάδων, εἴκοcιν ἡμερῶν cυμ‐ πληρουμένων, εἰκότωc ὁ Ἱπποκράτηc τὴν τεccαρακοcτὴν ἡμέραν, οὐ τὴν τεccαρακοcτὴν δευτέραν κρίcιμον εἶναί φηcιν, οὕτωc δὲ καὶ τὴν ἑξηκοcτὴν καὶ τὴν ὀγδοηκοcτήν, οὐ τὴν ἑξηκοcτὴν τρίτην οὐδὲ τὴν
15ὀγδοηκοcτὴν τετάρτην. αὕτη μὲν οὖν cοι τῶν ἑβδομαδικῶν περιόδων ἡ cυναρίθμηcιc.

18b

234

Ἡ | δὲ κατὰ τετράδαc ἀκόλουθοc τῇδε. τεμνομένηc γὰρ ἑκάcτηc ἑβδομάδοc εἰc τὰc ἐν αὐτῇ δύο τετράδαc ἡ τετάρτη μετὰ τὴν εἰc‐ βολὴν τοῦ νοcήματοc ἡμέρα τελευτὴ μὲν ἔcται τῆc πρώτηc τετράδοc, ἀρχὴ δὲ τῆc δευτέραc. ἡ δὲ ἐφεξῆc τῇδε τρίτη τετρὰc ἀπὸ τῆc ὀγδόηc
5ἡμέραc ἄρξεται, διότι καὶ ἡ δευτέρα τῶν ἑβδομάδων, ὥcτε cυμβήcεται τὴν ἑνδεκάτην ἡμέραν τελευτὴν μὲν εἶναι τῆc τρίτηc τετράδοc, ἀρχὴν δὲ τῆc τετάρτηc. ἡ δὲ πέμπτη τετρὰc ἀπὸ τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc ἄρξεται, διότι καὶ ἡ τρίτη τῶν ἑβδομάδων. ἀφίξεται τοιγαροῦν εἰc τὴν ἑπτακαιδεκάτην αὐτῆc τὸ τέλοc, ἥτιc ἐcτὶ πάλιν κοινὴ τῶν
10δύο τετράδων τῆc πέμπτηc καὶ ἕκτηc, εἰc ἃc ἡ τρίτη τῶν ἑβδομάδων ἐτμήθη. καὶ οὕτωc ἡ εἰκοcτὴ τοῦ νοcήματοc ἡμέρα τέλοc μὲν τριῶν ἑβδομάδων, ἓξ δὲ τετράδων. Αὗται μὲν οὖν αἱ κατὰ περιόδουc εἰcὶ κρίcιμοι, παρεμπίπτουcι δ’ αὐταῖc καὶ ἕτεραι κατὰ τὰc ὀξείαc νόcουc, ὧν τὴν αἰτίαν τῆc παρ‐
15εμπτώcεωc ἐν τοῖc Περὶ κριcίμων ἡμερῶν εἶπον. εἰcὶ δ’ αὗται τρίτη

18b

235

καὶ πέμπτη καὶ ἐνάτη. παρεμπίπτει δέ | ποτε καὶ ἡ ἕκτη κακὴ κρίcιμοc οὖcα τῷ τε μετὰ cυμπτωμάτων ἐνίοτε ποιεῖcθαι τὴν κρίcιν ἐπιcφαλῶν
εἴc τε τὴν καλουμένην ὑπέρκριcιν ἐκπίπτειν καὶ μέντοι καὶ τῷ μὴ τελέωc ἀπαλλάττειν τῶν νοcημάτων, ἀλλ’ ἐλλιπῶc ἢ εἴ ποτε καὶ τελέωc,330
5ὑποcτροφὰc πάντωc ποιεῖcθαι. εἴρηται δὲ καὶ ταῦτα καὶ ἄλλα πολλὰ περὶ κριcίμων ἡμερῶν ὑφ’ ἡμῶν, ἃ cύμπαντα cχεδὸν Ἱπποκράτηc ἔγραψεν ἄλλα κατ’ ἄλλο βιβλίον, ὑπ’ ἐμοῦ δ’ εἰc ἓν ἤθροιcται κατὰ τὴν Περὶ κριcίμων ἡμερῶν πραγματείαν ἅμα τῷ καὶ διοριcθῆναι τὰ μὴ διωριcμένα καὶ τελέωc ῥηθῆναι τὰ δοκοῦντα ἐλλιπέcτερον ὑφ’
10Ἱπποκράτουc γεγράφθαι. Τῷ μὲν οὖν ἐθέλοντι προγινώcκειν ἀκριβῶc ἀναγνωcτέον ἐcτὶ τὰc δύο πραγματείαc ἐκείναc, τήν τε Περὶ κριcίμων ἡμερῶν καὶ τὴν Περὶ κρίcεων. ἐν δὲ τῷ παρόντι τὴν λέξιν μόνην ἐξηγήcαcθαι πρόκειται τῶν εἰρημένων Ἱπποκράτει κατὰ τὸ προκείμενον βιβλίον ἐξ ὧν τε περι‐
15γίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. τὸ μὲν ἐξ ὧν ἤτοι τῶν κρίcεων ἢ τῶν ἡμερῶν λέγει καὶ βέλτιον μὴ τῶν ἡμερῶν ἀκούειν,

18b

236

ἀλλὰ τῶν | κρίcεων. εἰ γὰρ καὶ ὅτι μάλιcτα δυνατόν ἐcτι κἀπὶ τῶν ἡμερῶν λέγεcθαι τὸ ἐξ ὧν, ἀλλὰ πρώτωc ταῖc κρίcεcιν ὑπάρχει καὶ δι’ ἐκείναc καὶ ταῖc ἡμέραιc. τὸ δὲ ἐκ τούτων ἤτοι περιγίνεcθαι τὸν ἄνθρωπον ἢ ἀπόλλυcθαι δηλωτικόν ἐcτι τοῦ τὴν κρίcιν ὀνομάζειν αὐ‐
5τὸν ἐπὶ πάcηc τῆc ὀξυρρόπου μεταβολῆc, οὐ μόνηc τῆc ἐπὶ cωτηρίαν.
5 Οἵ τε γὰρ εὐηθέcτατοι τῶν πυρετῶν καὶ ἐπὶ cημείων ἀcφαλεcτάτων βεβῶτεc τεταρταῖοι παύονται ἢ πρόcθεν, οἵ τε κακοηθέcτατοι καὶ ἐπὶ cημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουcιν ἢ πρόcθεν.
9
10 Εὐήθειc ἄνθρωποι λέγονται μὲν καὶ οἱ κακοήθειc ἐν ὑποκορίcει τινί, καθάπερ καὶ ὁ πίθηκοc καλλίαc, λέγονται δὲ καὶ οἱ ἐπαινετὸν ἔχοντεc τὸ ἦθοc. ἀλλὰ τοῦ μὲν προτέρου παμπόλλη χρῆcίc ἐcτι παρὰ
τοῖc Ἕλληcι, τοῦ δὲ δευτέρου cπανιωτέρα. λέγουcι δ’ οὖν ποτε καὶ331

18b

237

οὕτωc οὐ τὸν | εὐήθη μόνον, ἀλλὰ καὶ τὴν εὐήθειαν ἐπὶ τῆc εὖ τὸ ἦθοc ἐχούcηc διαθέcεωc. Δείναρχοc μὲν οὖν ἐν τῷ πρὸc Δάωνα οὕτωc εἶπε· “διοικῶν δὲ τὴν οὐcίαν ἑαυτοῦ Κεφαλίων μειρακιωδέcτερον φύcει χρηcτὸc ἦν καὶ εὐήθηc”. ὁ δὲ Δημοcθένηc ἐν τῷ Κατ’ Αἰcχίνου
5τοῖc δικαcταῖc διαλεγόμενοc ἔφη· “νῦν δὲ διὰ τὴν ἡμετέραν εὐήθεια καὶ πρᾳότητα εὐθύναc δίδωcι καὶ ταῦτα, ὁπηνίκα βούλεται.” Πλάτων δ’ ἐν τῷ τρίτῳ τῆc Πολιτείαc φηcίν· “εὐλογία ἄρα καὶ εὐαρμοcτία καὶ εὐcχημοcύνη καὶ εὐρυθμία καὶ εὐήθεια ἀκολουθεῖ, οὐχὶ ἄνοιαν οὖcαν, ἣν ὑποκοριζόμενοι καλοῦμεν εὐήθειαν, ἀλλὰ τὴν ὡc ἀληθῶc εὖ τε καὶ
10καλῶc τὸ ἦθοc κατεcκευαcμένην διάνοιαν.” οὕτωc οὖν καὶ τὸν εὐήθη κατὰ τὸν Εὐθύδημον εἶπεν ἐπὶ τοῦ τὸ ἦθοc ἔχοντοc ἁπλοῦν καὶ κε‐ κοcμημένον “καὶ ὃc ἐθαύμαcεν· οὕτωc ἔτι νέοc τε καὶ εὐήθηc ἐcτίν”. ἀρκεῖ ταῦτα παραδείγματοc ἕνεκα πρὸc τὸ γνῶναί cε τὴν τῶν Ἑλλήνων

18b

238

cυνήθειαν ἐπί τε τῷ τῆc | εὐηθείαc ὀνόματι καὶ τοῦ εὐήθουc κατὰ διττὸν cημαινόμενον γεγενημένην. Καὶ νῦν οὖν ὁ Ἱπποκράτηc κατὰ τὸ ἕτερον αὐτῶν εἶπε τοὺc πυρετοὺc εὐηθεcτάτουc ἐν ἴcῳ τῷ ἐπιεικεcτάτουc καὶ ἁπλουcτάτουc
5καὶ μηδὲν ἔχονταc κακόηθεc. καί, ὅταν τὰ τῆc ἀcφαλείαc cημεῖα παρῇ, τῆc πρώτηc τετράδοc οὐκ ἂν ἐξωτέρω προέλθοιεν, ἀλλ’ ἤτοι κατ’ αὐ‐ τὴν ἢ θᾶccον παύcονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ κακοήθειc πυρετοὶ καὶ μετὰ cημείων ὀλεθρίων γενόμενοι τεταρταῖοι κτείνουcιν ἢ πρόcθεν. εὔδηλοc οὖν ἐcτι καὶ τὴν τρίτην ἡμέραν ἐν
10ταῖc κριcίμοιc τάττων ἐν τῷ φάναι τεταρταῖοι παύονται ἢ πρόcθεν. οὕτω δὲ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐγίνωcκεν ἐν ταῖc κριcίμοιc ἡμέραιc πρώτην γράψαc τὴν τρίτην. ἀcφαλέcτατα δὲ cημεῖα λέγει τὰ κατὰ μέροc ἐπῃνημένα πρὸc αὐτοῦ μεγάλωc, ὧν καὶ μετ’ ὀλίγον ὀνομαcτὶ μνημονεύcει παραδείγματοc ἕνεκα. |332
14

18b

239

Ἡ μὲν οὖν πρώτη ἔφοδοc αὐτῶν οὕτω τελευτ.
2 Πολλάκιc εἰρημένην εὑρήcειc παρὰ τοῖc Ἕλληcιν ἔφοδον πολε‐ μίων ἢ λῃcτῶν, ἀφ’ οὗ νῦν οὕτωc ὁ Ἱπποκράτηc μετενήνοχε τὴν
5προcηγορίαν ἐπὶ τὰc τῶν κριcίμων ἡμερῶν περιόδουc. τὰ δ’ ἐφεξῆc πάντα καὶ καθ’ ἑαυτὰ μέν ἐcτι cαφῆ, πολὺ δὲ μᾶλλον τοῖc μεμνημένοιc ὧν ἄρτι προεῖπον.
7 Οὐ δύναται δὲ ὅλῃcιν ἡμέρῃcιν οὐ‐ δὲν τουτέων ἀτρεκέωc ἀριθμεῖcθαι. οὐδὲ γὰρ ὁ ἐνιαυτόc τε
10καὶ οἱ μῆνεc ὅλῃcιν ἡμέρῃcιν πεφύκαcιν ἀριθμεῖcθαι. |
10

18b

240

Ἐπειδὴ τὰc τρεῖc ἑβδομάδαc εἰc τὴν εἰκοcτὴν ἡμέραν περιήγαγε, διὰ τοῦτ’ ἔφη οὐ δύναται πλήρεcιν ἡμέραιc ἀριθμεῖcθαι τὰ τοι‐ αῦτα (μηδὲ γὰρ τὸν ἐνιαυτὸν μηδὲ τοὺc μῆναc ὅλαιc ἡμέραιc
ἀριθμεῖcθαι) καὶ ἀληθῶc γε ταῦτ’ εἶπεν. ὁ μὲν γὰρ ἐνιαυτὸc οὐ333
5τριακοcίων ἑξήκοντα πέντε μόνον ἡμερῶν ἐcτιν, ἀλλὰ καὶ τετάρτου μέρουc ἡμέραc, ἔτι δὲ πρὸc αὐτῷ μορίου τινὸc ἐγγύc πωc ἑκατοcτοῦ. τῶν μηνῶν δ’ ἕκαcτοc ἐλάττων μέν ἐcτι τριάκοντα ἡμερῶν, μείζων δ’ ἐννέα καὶ εἴκοcιν. ὀνομάζεται δὲ παρὰ τοῖc παλαιοῖc Ἕλληcι μήν, ὡc καὶ νῦν ἔτι κατὰ πολλὰc τῶν Ἑλληνίδων πόλεων, ὁ μεταξὺ χρόνοc
10δυοῖν cυνόδοιν ἡλίου καὶ cελήνηc, καὶ ὅcτιc βούλεται τοῦτον τὸν χρό‐ νον ἀκριβῶc ἐκμαθεῖν ἅμα ταῖc οἰκείαιc ἀποδείξεcιν ὁπηλίκοc ἐcτίν, ὅλον ἔχει βιβλίον Ἱππάρχῳ γεγραμμένον ὥcπερ γε καὶ Περὶ τοῦ ἐνιαυcιαίου χρόνου cύγγραμμα ἡμέτερον. οὕτωc οὖν καὶ τὴν ἑβδομάδα φηcὶν ὁ Ἱπποκράτηc (καὶ δηλονότι
15καὶ τὴν τετράδα) μὴ εἶναι τελείων ἡμερῶν, ἀλλ’ ἐνδεῖν τι μόριον τη‐

18b

241

λικοῦτον, ὡc τὰc τρεῖc ἑβδομάδαc εἴκοcιν ἡμέραιc περιγρά|φεcθαι. τίc δέ ἐcτιν αἰτία τούτων, πεπειράμεθα ἡμεῖc εἰπεῖν ἐν τῷ τρίτῳ τῶν Περὶ κριcίμων ἡμερῶν οὐδενὸc τῶν ἔμπροcθεν οὐδ’ ἐπιχειρήcαντοc εἰπεῖν.
3 Μετὰ δὲ ταύταc ἐν τῷ αὐτῷ τρόπῳ
5καὶ κατὰ τὴν αὐτὴν πρόcθεcιν ἡ μὲν πρώτη περίοδοc τεc‐ cάρων καὶ τριήκοντα ἡμερέων, ἡ δὲ δευτέρη τεccαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκοντα ἡμερέων.
7 Οὐ τοῦτο λέγει νῦν ὁ Ἱπποκράτηc, ὅτι μετὰ τὴν εἰκοcτὴν
ἡμέραν ἄχρι τῆc τριακοcτῆc τετάρτηc οὐδεμία παρεμπίπτει κρίcιμοc334
10(ἑαυτῷ γὰρ οὕτω μάχεται μεταξύ τινων ἡμερῶν κρινουcῶν ἐν Ἐπι‐ δημίαιc μεμνημένοc τά τε φαινόμενα κατὰ τοὺc ἀρρώcτουc ἐξελέγχει τὸν λόγον αὐτοῦ), ἀλλ’ ἐπειδὴ τριῶν ἑβδομάδων ἄχρι τῆc εἰκοcτῆc ἡμέραc ἐφεξῆc ἀλλήλαιc ἠριθμημένων οὐχ ἡ αὐτὴ γέγονε cύνθεcιc. ἡ

18b

242

μὲν γὰρ δευτέρα διεζεύχθη τῆc πρώτηc καὶ κατὰ τοῦτ’ | εἰc τὴν τεc‐ cαρεcκαιδεκάτην ἡμέραν ἐτελεύτηcεν, ἡ τρίτη δὲ ταύτῃ cυνήφθη καὶ κατὰ τοῦτο τὴν εἰκοcτὴν ἔcχε τέλοc. διὰ τοῦτο καὶ τὰc μετὰ τὴν εἰ‐ κοcτὴν ἑβδομάδαc ὁμοίωc προϊέναι βουλόμενοc, ὡc ἐκ δυοῖν μὲν διεζευγ‐
5μένων, τῆc τρίτηc δὲ cυνημμένηc εἴκοcιν ἡμέραc cυμπληροῦcθαι, τὴν μὲν τεccαρακοcτὴν ὅρον ἔcχατον ἔθετο τῶν δευτέρων τριῶν ἑβδομάδων· ἐν ταύταιc δὲ ταῖc δυcὶ περιέγραψε τὴν τριακοcτὴν τετάρτην καὶ κατὰ τοῦτο ταύτηc ἐμνημόνευcε πρὸ τῆc τεccαρακοcτῆc κατά τε τὸν αὐτὸν λόγον αἱ μετὰ ταύταc τρεῖc ἑβδομάδεc εἰc τὴν ἑξηκοcτὴν περιάγονται.
10 καὶ τὴν ὀγδοηκοcτὴν δὲ κρίνουcαν οἶδεν, οὐ τὴν ὀγδοηκοcτὴν τετάρτην, ἐν τοῖc τῶν Ἐπιδημιῶν. οὕτωc αἱ τρεῖc ἑβδομάδεc εἴκοcιν ἡμερῶν ἀριθμὸν cυμπληροῦcι καὶ γίνεται τοῦτο τῶν δύο μὲν πρώτων ἐν ταύταιc κατὰ διάζευξιν ἀριθμουμένων, ὡc εἰc τὴν τεccαρεcκαιδεκάτην ἡμέραν τελευτᾶν, τῆc τρίτηc δὲ cυναπτομένηc τῇ δευτέρᾳ, ὡc καὶ ταύτην
15εἰc τὴν εἰκοcτὴν ἡμέραν περιάγεcθαι. |
15

18b

243

Τουτέων δ’ ἐν ἀρχῇcίν ἐcτι χαλεπώ‐ τερα προγινώcκειν τὰ μέλλοντα ἐν πλείcτῳ χρόνῳ κρίνε‐
cθαι. ὁμοιόταται γὰρ αὐτῶν αἱ ἀρχαί εἰcιν. ἀλλὰ χρὴ ἀπὸ τῆc πρώτηc ἡμέρηc ἐνθυμέεcθαι καὶ καθ’ ἑκάcτην τετράδα335
5προcτιθεμένην cκέπτεcθαι καὶ οὐ λήcει, ὅπῃ τρέψεται.
5 Κἀνταῦθα πάλιν ἐπ’ ἀμφοτέρων ἔταξε τὸ κρίνεcθαι τῶν τ’ ἐπ’ ἀγαθῷ καὶ τῶν ἐπὶ κακῷ τὴν μεταβολὴν ποιουμένων. καί φηcιν ἐν ἀρχῇ τῶν νοcημάτων, ὅcα μὲν ὀλιγοχρονίωc μέλλει κριθήcεcθαι, ῥᾴcτην εἶναι τὴν διάγνωcιν αὐτῶν εἰc ὅ τι τελευτήcει, καθάπερ ὀλίγον ἔμ‐
10προcθεν ἔφη περὶ τῶν ἐν τῇ πρώτῃ τετράδι μελλόντων κρίνεcθαι· τῶν τε γὰρ πυρετῶν αὐτῶν ὁ μὲν ἀπαλλάττεcθαι μέλλων ἐπιεικέcτερόc ἐcτιν, ὁ δὲ ἀναιρεῖν τὸν κάμνοντα κακοηθέcτεροc ὅcα τε cύνεcτιν ἑκα‐

18b

244

τέρῳ cημεῖα τὰ μὲν ἐν τῷ προτέρῳ πάντ’ εἶναι κάλλιcτα, τὰ δ’ | ἐν τῷ δευτέρῳ χείριcτα. cυμβήcεται γὰρ οὕτω μηδέτερον αὐτῶν ὑπερ‐ βῆναι τὴν τετάρτην ἡμέραν, ἐπειδὴ μεμαθήκαμεν ἀεὶ γίνεcθαι τὴν κρίcιν ἤτοι τῆc φύcεωc ἐπικρατούcηc τοῦ νοcήματοc ἢ νικηθείcηc ὑπ’ αὐτοῦ.
5τῶν μὲν οὖν ἐπιεικεcτάτων νοcημάτων ἡ φύcιc τάχιcτα κρατεῖ, νικᾶται δ’ ὑπὸ τῶν χαλεπωτάτων τάχιcτα. κατὰ τοῦτ’ οὖν ἐναντιώτατα μὲν ἀλλήλοιc ἐcτὶ τὰ διὰ ταχέων κρινόμενα, παραπλήcια δὲ τὰ παμπόλλου χρόνου δεόμενα πρὸc τὴν λύcιν. ὥcπερ γὰρ ἐν τοῖc ὀλιγοχρονίοιc ὑπεροχὴ μεγάλη ποτὲ μὲν τῆc φύcεώc ἐcτι, ποτὲ δὲ τοῦ νοcήματοc,
10οὕτωc, ὅταν μηδέτερον ὑπερέχῃ μεγάλωc, ἀλλ’ ὥcπερ 〈ἂν〉 ἀνταγωνιcταί τινεc ἰcόρροποι διαμάχωνται, χρόνου δεῖ πλείονοc εἰc τὴν ἑκατέρου νίκην, οὕτω καὶ τοὺc παλαίονταc οἱ παλαιcτρικῆc ἔμπειροι διαγινώcκου‐ cιν, εἰ μὲν ὑπεροχὴν θεάcονται πολλήν, αὐτίκα νικήcειν τὸν ἕτερον ἐλπίζοντεc, εἰ δὲ μηδέτεροc ὑπερέχει μεγάλωc, ὅτι μὲν ἐν χρόνῳ πλείονι
15διαπαλαίcουcι βεβαίωc εἰδότεc, ὅcτιc δ’ ὁ νικήcων ἔcται μηδέπω γινώ‐

18b

245

cκοντεc, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι καὶ τοῦτο | πρότεροι τῶν ἰδιωτῶν
καταμανθάνουcιν, ὡc ἂν καὶ τῶν μικρῶν ὑπεροχῶν ὄντεc διαγνωcτι‐ κώτεροι. ᾧ γὰρ ὁ τεχνίτηc ἀτέχνου διαφέρει μάλιcτα, τοῦτ’ ἔcτιν αὐτὸ τὸ μικρῶν αἰcθάνεcθαι διαφορῶν. ἀλλ’ ἐπεί τινεc οὐδ’ ὅλωc εἰcὶν αἰcθη‐336
5ταὶ διὰ cμικρότητα τῶν τοιούτων, οὐδ’ ὁ τεχνίτηc ἐcτὶ γνωριcτικόc. ὅταν οὖν πρῶτον αἰcθηταὶ γένωνται, τηνικαῦτα γνωρίζονται. διὰ ταῦτ’ οὖν ὁ Ἱπποκράτηc ἐκέλευcε καθ’ ἑκάcτην τετράδα διαcκοπεῖcθαι τὴν μεταβολήν. οὐ γὰρ λήcει, ὅπῃ τρέψεται, τουτέcτι πότερον εἰc ὑγείαν τε καὶ cωτηρίαν τοῦ κάμνοντοc ἐπικρατηcάcηc τῆc φύcεωc ἢ
10κρατηθείcηc ἐπὶ θάνατον. τουτὶ μὲν τοῦ λόγου τὸ κεφάλαιον. ὅπωc δ’ ἄν τιc αὐτὸ πράττοι κάλλιcτα, διὰ τῶν Περὶ κρίcεων ὑπ’ ἐμοῦ γεγραμ‐ μένων ἔcτι cοι μαθεῖν.
12 Γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάcταcιc ἐκ τουτέου τοῦ κόcμου. |
14

18b

246

Ἠγνόηται καὶ τοῦτο τοῖc πλείcτοιc καὶ διὰ τοῦτο θαυμάζουcιν ἐκ μαντικῆc τέ τινοc οἴονται προλέγεcθαι πολλάκιc ὑφ’ ἡμῶν, ὡc οὔτε τιc τεταρταῖον ἔχων πυρετὸν ἀπαλλαγήcεται μεθ’ ἡμέραc εἰ τύχοι πεντε‐ καίδεκα. καίτοι γε ἐπὶ τῶν τριταίων οὐ θαυμάζουcι τὴν πρόρρηcιν.
5ἔcτι δὲ κοινὸc ἀμφοῖν ὁ λόγοc. ὥcπερ γὰρ ἐπὶ τῶν cυνεχῶν πυρετῶν ἀριθμοῦμεν ἁπάcαc ἐφεξῆc τὰc ἡμέραc εἰc πρόγνωcιν τῆc ἐcομένηc κρίcεωc, οὕτωc ἐπὶ τῶν διαλειπόντων τὰc ἐπιcημαcίαc, ἵν’ ὅπερ ἐπὶ τῶν cυνεχῶν ἡ ἑβδόμη τῶν ἡμερῶν, τοῦτ’ ἐπὶ τῶν διαλειπόντων ἡ ἑβδόμη περίοδοc ἐργάcηται. κατὰ τοῦτό γέ τοι καὶ ὁ ἀκριβὴc τριταῖοc ἐν
10ἑπτὰ περιόδοιc, οὐχ ἡμέραιc ἑπτὰ κρίνεcθαι πέφυκε. καὶ μὲν δὴ καί, ὅπερ ἡ τετάρτη τῶν ἡμερῶν ἀπ’ ἀρχῆc ἀριθμοῦντι πρὸc τὴν ἑβδόμην ἐcτί, τοῦθ’ ἡ τετάρτη περίοδοc ὡc πρὸc τὴν ἑβδόμην περίοδον. ἐπί‐ δηλοc μὲν γὰρ ἡ τετάρτη τῶν ἡμερῶν ἐcτι τῆc ἑβδόμηc, ἐπίδηλοc δὲ
καὶ ἡ τετάρτη περίοδοc τῆc ἑβδόμηc περιόδου. λέλεκται δὲ καὶ περὶ337
15τῶν τοιούτων ἁπάντων ἐν τοῖc Περὶ κρίcεων. ὅθεν ἀρκέcει νῦν ἀκη‐

18b

247

κοέ|ναι τό γε τοcοῦτον, ὡc καὶ τῶν τεταρταίων πυρετῶν αἱ κρίcειc κατὰ τὸν ἀριθμὸν γίνονται τῶν περιόδων, οὐ τῶν ἡμερῶν. Ἐκ τουτέου τοῦ κόcμου. κόcμον εἴρηκε τὴν τάξιν τῶν κρινου‐ cῶν ἡμερῶν. ὥcπερ γὰρ ἀκοcμίαc ἴδιόν ἐcτιν ἀταξία, οὕτωc ἡ τάξιc
5τοῦ κόcμου. κατὰ τοῦτό γέ τοι καὶ τόδε τὸ πᾶν ὠνόμαcαν οἱ ἄνθρω‐ ποι κόcμον, ἐπειδὴ τέτακται τὰ κατ’ αὐτόν, ἐν μέcῳ μὲν αὐτῶν τῆc γῆc κειμένηc, ἔξωθεν δὲ ταύτηc περικεχυμένηc τῆc θαλάττηc, περι‐ έχοντοc δὲ ταύτην ἀέροc, ἐκεῖνον δ’ αἰθέροc, εἶτ’ οὐρανοῦ πᾶcι τού‐ τοιc κύκλῳ περιβεβλημένου. καὶ μὲν δὴ καὶ αἱ κινήcειc τῶν μὲν ἀπλα‐
10νῶν ἀcτέρων τί δεῖ καὶ λέγειν εἰc ὅcον ἥκουcι κόcμου διὰ παντὸc ὡcαύτωc ἔχουcαι; τῶν πλανωμένων δ’ εἰ καὶ μὴ καθ’ ἑκάcτην ἡμέραν εἰcὶν ἴcαι, τό γε τεταγμένον ἔχουcιν ἐν ἴcαιc χρόνου περιόδοιc, ἀεὶ τοὺc αὐτοὺc τόπουc τοῦ ζῳδιακοῦ διεξερχομένων αὐτῶν. |
13

18b

248

Τὰ δὲ ἐν ἐλαχίcτῳ χρόνῳ μέλ‐ λοντα κρίνεcθαι εὐπετέcτερα προγινώcκεcθαι. μέγιcτα γὰρ τὰ διαφέροντα ἀπ’ ἀρχῆc αὐτοῖcίν εἰcιν. οἱ μὲν γὰρ περιεcό‐ μενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰcι καὶ κοιμώμενοι τὰc νύκταc
5καὶ τὰ ἄλλα cημεῖα ἔχοντεc ἀcφαλέcτατα. οἱ δὲ ἀπολούμενοι δύcπνοοι, ἀλλοφάccοντεc, ἀγρυπνέοντεc τά τ’ ἄλλα cημεῖα κάκιcτα ἔχοντεc.
7 Τὸ μὲν εὐπετῶc ἐρρέθη καὶ πρόcθεν ἑτοίμωc τε καὶ ῥᾳδίωc cη‐ μαῖνον, τὸ δ’ εὐπετέcτερα ῥᾴονα δηλονότι λέγει καὶ πρὸc τὴν διά‐
10γνωcιν ἑτοιμότερα. πρὸ ὀλίγου μὲν οὖν εἶπεν “οἵ τε γὰρ εὐηθέcτατοι τῶν πυρετῶν καὶ ἐπὶ cημείων ἀcφαλεcτάτων βεβῶτεc τεταρταῖοι παύον‐ ται ἢ πρόcθεν”, ἀλλὰ νῦν ἐπανέλαβεν αὐτὸ χάριν τοῦ διὰ παρα‐ δειγμάτων ἐνδείξαcθαι cαφέcτερον, ὁποῖα τὰ cημεῖα τὰ κάλλιcτά ἐcτιν. αὐτὸc γοῦν ἐπιφέρων φηcὶν οἱ μὲν γὰρ περιεcόμενοι εὔπνοοι338

18b

249

καὶ ἀνώδυνοι καὶ κοιμώμενοι τὰc νύκταc, | οἱ δ’ ἀπολούμενοι δύcπνοοι, ἀλλοφάccοντεc, ἀγρυπνέοντεc. εἶθ’ ἑκατέρῳ τῷ λόγῳ προcέθηκε τῷ μὲν πρώτῳ καὶ τὰ ἄλλα cημεῖα ἔχοντεc ἀcφαλέ‐ cτατα, τῷ δὲ δευτέρῳ καὶ τὰ ἄλλα cημεῖα κάκιcτα ἔχοντεc, ἐν‐
5δεικνύμενοc cαφῶc, ὅτι παραδειγμάτων ἕνεκεν ἐμνημόνευcεν ἐξ ἑκα‐ τέρου γένουc τριῶν cημείων. εἰκότωc δὲ καὶ τοῦτο προcέθηκε τῷ λόγῳ μέγιcτα γὰρ τὰ διαφέροντα αὐτοῖcιν ἀπ’ ἀρχῆc ἐcτιν, ὅπερ εἴρη‐ ταί μοι καὶ πρόcθεν, ὡc παμπόλλη τίc ἐcτιν ἡ διαφορὰ πρὸc ἄλληλα τῶν μελλόντων ἐν ἐλαχίcτῳ χρόνῳ κρίνεcθαι νοcημάτων ἐπ’ ὀλέθρῳ
10τε καὶ cωτηρίᾳ, καθάπερ τῶν εἰc πλεῖcτον χρόνον ἐκτεινομένων, ὅτι παραπλήcια κατὰ τὴν ἀρχήν ἐcτι τὰ cημεῖα. τὸ δὲ ἀλλοφάccοντεc (εἴρηται γὰρ καὶ τοῦτο τοὔνομα κατὰ τὴν ῥῆcιν) οὐ πάνυ τι cύνηθεc ὂν ἤτοι τοὺc παραφρονοῦνταc ἢ τοὺc μεταρριπτοῦνταc ἑαυτούc, ὅπερ ἔcτιν ἀcωμένουc, ἐνδείκνυται. βέλτιον δ’ ὅcον ἐξ αὐτῆc τῆc φωνῆc
15οἷόν τε τεκμαίρεcθαι τὸ πρότερον, ἵν’ ᾖ γενόμενον τοὔνομα τὸ ἀλλο‐ φάccοντεc ἐκ τοῦ ἄλλοτε φάcκειν ἄλλα, τινὲc δὲ ἀπὸ τοῦ μεταβάλλειν

18b

250

ἄλλοτε εἰc ἄλλο cχῆμα | τὰ φάη, τουτέcτι τοὺc ὀφθαλμούc, γεγονέναι φαcὶ τὴν προcηγορίαν.
2 Ὡc οὖν τούτων οὕτω γινομένων ξυμβάλλεcθαι χρὴ κατὰ τὸν χρόνον καὶ κατὰ τὴν πρόcθεcιν
5ἑκάcτην ἐπὶ τὴν κρίcιν ἰόντων τῶν νοcημάτων. Ὥcπερ, ὅcα περὶ τῆc πρώτηc τετράδοc εἶπε κατὰ τὴν ἀρχήν, ἐπ‐ ανέλαβε μετὰ τοῦ προcθεῖναι καὶ παραδείγματα, κατὰ τὸν αὐτὸν τρό‐ πον αὖθιc ἐν τῇ ῥήcει τῇδε διέρχεται τὰ κατ’ ἐκείνην αὐτῷ γεγραμ‐ μένα, δι’ ἧc φηcιν “ἀλλὰ χρὴ ἀπὸ τῆc πρώτηc ἡμέραc ἐνθυμέεcθαι339
10καὶ καθ’ ἑκάcτην τετράδα προcτιθεμένην cκέπτεcθαι καὶ οὐ λήcει, ὅπῃ τρέψεται.”
11 Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῇcι γυναιξὶν αἱ κρίcιεc ἐκ τῶν τόκων γίνονται. |
13

18b

251

Καθ’ ἣν ἂν ἡμέραν ἀποκυήcῃ, ἡ ἀρχὴ τῆc ἐξαριθμήcεωc γινέcθω cοι, μὴ καθ’ ἣν ἤρξατο πυρέττειν. ἔνιαι γοῦν ἤτοι περὶ δευτέραν ἢ τρίτην ἡμέραν ἄρχονται μετὰ τὸν τόκον, ἀφ’ ἧc ἀριθμοῦcιν οἱ πολλοὶ τὴν ἐcομένην κρίcιν. ἔχει δ’ οὐχ οὕτωc, ἀλλ’, ἀφ’ ἧc ἀποκυήcει, τὴν
5cυναρίθμηcιν δεῖ γίνεcθαι τῶν ἡμερῶν. ὁπότ’ οὖν ταῦτα ἅπαντα περὶ τῶν κριcίμων ἡμερῶν ἐπὶ κεφαλαίων διῆλθεν ὁ Ἱπποκράτηc, ἀνα‐ μνῆcαί cε βούλομαι τοῦ πολλάκιc ἐν πολλοῖc ὑπ’ ἐμοῦ λεγομένου. τί δ’ ἐcτὶ τοῦτο; τὸ τῶν ζητουμένων ἔνια μηδὲν εἰc τὰ τῆc τέχνηc ἔργα cυμβαλλόμενα λογικὴν ἔχειν τὴν cκέψιν. ἡ μὲν γὰρ χρεία τῆc προ‐
10γνώcεωc ἔcτιν ἐν τῷ γνῶναι τὴν ἡμέραν, ἐν ᾗ κριθήcεται τὸ νόcημα, τὸ δ’ εἴτε ὀξὺ κλητέον εἴτε κάτοξυ τὸ τοιοῦτον εἴτε χρόνιον εἴτε ὀξὺ παρηυξημένον εἴτε ἐκ μεταπτώcεωc ὀξύ, περὶ ὀνομάτων ἐcτὶ μᾶλλον ἢ περὶ πραγμάτων ζητεῖν. εἰ δὲ καὶ περὶ πραγμάτων ἐθέλοι τιc εἶναι τὴν τοιαύτην ζήτηcιν, ἀλλ’ οὔτι γε περὶ τοιούτων πραγμάτων ἐcτίν, ἐξ
15οἵων ἄν τιc ὁρμώμενοc ἢ προγνοίη τὸ γενηcόμενον ἢ θεραπεύcειεν

18b

252

ὀρ|θῶc. Ὑποκείcθω γὰρ ἡμῖν ἀληθῶc προεγνῶcθαι τὸν νοcοῦντα κατὰ τὴν εἰκοcτὴν ἡμέραν ἀπαλλαγήcεcθαι τοῦ νοcήματοc, εἶτα γενομένου τοῦ πράγματοc ὡc ἠλπίcθη τὸν μέν τινα λέγειν ὀξὺ νόcημα γεγονέναι340
5τἀνθρώπῳ, τινὰ δ’ οὐκ ἐπιτρέπειν ὀξὺ προcαγορεύειν αὐτό (πέραc γὰρ εἶναι τῶν ὀξέων τὴν τεccαρεcκαιδεκάτην ἡμέραν), εἶτ’ αὖθιc πάλιν ἀλλήλοιc διαφέρεcθαι, τοῦ μέν τινοc, ἐπειδὴ τῶν ὀξέων ἐξέπεcεν ἡ νόcοc, ἄντικρυc αὐτὴν ὀνομάζοντοc χρονίαν (εἶναι γὰρ ἄλλην τρίτην οὐδεμίαν διαφορὰν ἀπὸ χρόνου ποcότητοc ἐν τοῖc νοcήμαcιν ὑπολη‐
10πτέον), ἑτέρου δὲ ἐκ μεταπτώcεωc ὀξὺ τὸ τοιοῦτον νόcημα καλοῦντοc, ἄλλου δὲ παρηυξημένον ὀξὺ προcαγορεύοντοc, ἄλλου δ’ οὐχ ἁπλῶc οὕτωc, ἀλλὰ παρηυξημένον ἐπ’ ὀλίγον ὀξὺ καλοῦντοc. ἵν’ οὖν τιc ἀκούcῃ, πρῶτον μέν, ἐκ τίνων πιθανῶν ἕκαcτοc τῶν διαφωνούντων ὁρμᾶται, διακρίνῃ δ’ ἐφεξῆc, ὅcτιc ἄμεινον αὐτῶν ἢ χεῖρον γινώcκει,
15κατατρίψει μὲν οὐκ ὀλίγον χρόνον, ὀνήcεται δ’ οὐδὲν εἰc τὴν τέχνην. οὕτω δὲ καὶ ὅcτιc μὲν οἶδε προγνῶναι κατὰ τὴν εἰκοcτὴν ἑβδόμην

18b

253

λυ|θηcόμενον τὸ νόcημα, μὴ δύναται δ’ ἀποφαίνεcθαι πότερον ὀξὺ κλητέον ἢ χρόνιον ἢ παρηυξημένον ὀξὺ ἢ ἐκ μεταπτώcεωc ὀξύ, βέ‐ βλαπταί τι πρὸc τὴν τέχνην οὐδὲ οὗτοc οὐδέν. ἄριcτον γάρ ἐcτιν ἐν ταῖc κατὰ χρόνον διαφοραῖc τῶν νοcημάτων τοcοῦτον αὐτῶν ὑπο‐
5λαμβάνειν εἶναι τὸν ἀριθμὸν ὅcον περ καὶ τῶν κρινουcῶν περιόδων, ὡc εἶναι τὸν μὲν ὀλιγοχρονιώτατον ἐν τῇ πρώτῃ τετράδι περιγραφό‐ μενον, ἐφεξῆc δὲ τούτῳ τὸν κατὰ τὴν δευτέραν, εἶθ’ ἑξῆc τὸν κατὰ τὴν τρίτην, εἶτα τὸν κατὰ τὴν τετάρτην καὶ μετὰ τοῦτον τὸν κατὰ τὴν πέμπτην, ἐφεξῆc δὲ τούτῳ τὸν κατὰ τὴν ἕκτην, ἥτιc εἰc τὴν εἰ‐
10κοcτὴν ἡμέραν ἀφικνεῖται, μετὰ δὲ ταύτην ἐκλύεcθαι μὲν τὰc τετράδαc, ἑβδομαδικὰc δὲ γίνεcθαι κρίcειc, εἶτα καὶ ταύταc ἐκλύεcθαι τοῦ χρόνου προϊόντοc, ὡc δι’ εἴκοcιν ἡμερῶν τὰc λύcειc τῶν νοcημάτων ἀπο‐ τελεῖcθαι καὶ μετὰ ταύταc εἰc ἀριθμὸν μεταβαίνειν μηνῶν. δύο γὰρ προθεcμίαι χρόνων εἰcὶ τοῖc νοcήμαcιν, ὡc τὰ μὲν ὀξέα, τὰ δὲ χρόνια341
15λέγεcθαι, ἀλλ’ ἕνεκα cαφοῦc διδαcκαλίαc πολλάκιc οὕτωc ὀνομάζομεν, εἶθ’ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀναγκαζόμεθα μεταξὺ πάλιν αὐτῶν

18b

254

ἕτερα | τιθέναι τὰ ἐκ μεταπτώcεωc ὀξέα καὶ ποιεῖν τρεῖc τὰc πάcαc διαφοράc, αὖθιc δὲ τούτων ἑκάcτην τέμνειν, οἷον εὐθὺc ἐπὶ πρώτων τῶν ὀξέων τὸ μὲν ἁπλῶc “ὀξύ”, τὸ δὲ “κάτοξυ” πρὸc αὐτοῦ τοῦ Ἱππο‐ κράτουc ὠνόμαcται, κάτοξυ μὲν τὸ τῆc ἑβδόμηc ἡμέραc οὐκ ἐξωτέρω
5προϊόν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον, ὀξὺ δὲ τὸ μέχρι τῆc τεccαρεcκαιδεκάτηc ἐκτεινόμενον. εἶτα καὶ τούτῳ πάλιν αὐτῷ βραχύ τι προcτιθέμενον ὁρῶντεc ἀπορούμεθα, προcηγορίαν ἰδίαν οὐκ ἔχοντεc θέcθαι τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κρινομένῳ νοcήματι, καθάπερ οὐδὲ τῷ κατὰ τὴν εἰκοcτὴν τῆc καλουμένηc cωρι‐
10τικῆc ἀπορίαc κατὰ τὸ πρᾶγμα φαινομένηc, ὥcτ’ ἐνίοτε πιθανὸν ἡμῖν δοκεῖ τὴν εἰκοcτὴν ἡμέραν ὅρον θέcθαι τῶν ὀξέων, οὐ τὴν τεccαρεc‐ καιδεκάτην οὔcηc καὶ ἄλληc οὐ cμικρᾶc ἀπορίαc κατὰ τὸ πρᾶγμα. τὸ γὰρ ὀξὺ νόcημα μετὰ μεγέθουc τινὸc νοεῖται καὶ cυνεχείαc πυρετοῦ. τὸ γάρτοι μὴ τοιοῦτον εἴτε καὶ περὶ τὴν τεccαρεcκαιδεκάτην ἡμέραν

18b

255

ἢ καὶ θᾶττον λυθείη, | τῆc αὐτῆc προcηγορίαc οὐκ ἀξιοῦμεν. Αὗται μὲν οὖν αἱ διαφοραὶ καὶ τοcαῦται περὶ τῶν ὀξέων νοcη‐ μάτων εἰcὶ τῆc προθεcμίαc, ἄλλαι δὲ περὶ τῶν μετὰ τὴν εἰκοcτὴν ἡμέραν κριcίμων εἰc πλάτοc ἱκανὸν ἐκτεταμένων. κἀκείνων δ’ εὔλογον
5οἶμαι τὰ μὲν ἄχρι τεccαράκοντα ἡμερῶν προϊόντα κατά τινα διαφορὰν ἰδίαν τίθεcθαι, τὰ δ’ ἀπὸ τούτων ἄχρι μηνῶν ἑπτὰ κατ’ ἄλλην δια‐ φοράν, ὥcπερ γε καὶ τὰ ἐνιαύcια κατ’ ἄλλην αὖ πάλιν καὶ ταῦτα καὶ πρόc γε τούτοιc ἔτι τὰ cυναριθμήcειc ἐτῶν, οὐ μηνῶν ἔχοντα. ὅπερ οὖν ἀεὶ λέγω, τὰ μὲν τοιαῦτα παραλειπτέον ἐcτίν, ἀcκητέον δ’ αὐτὸν
10ἱκανὸν εἶναι προγινώcκειν, ὁπότε λυθήcεται τὸ νόcημα. φαίνεται γοῦν ὁ Ἱπποκράτηc ἐφ’ ἑνὸc εἴδουc νοcήματοc, ὃ καλεῖν εἴωθεν ἐμπύημα,
τιcὶ μὲν αὐτῶν τὴν εἰκοcτὴν ἡμέραν ὅρον τῆc ῥήξεωc τιθέμενοc, ἐνίοιc δὲ τὴν τριακοcτὴν ἢ τεccαρακοcτὴν ἢ ἑξηκοcτήν. ἐπιτρέψαc οὖν τὰc προcηγορίαc ἑτέροιc ἐπ’ αὐτῶν τίθεcθαι τοῖc τὰ τοιαῦτα δεινοῖc αὐτὸc342
15cπούδαζε προγινώcκειν, εἰc ἥντινα τῶν προειρημένων ἡμερῶν ἡ προ‐

18b

256

θεcμία τῆc | ῥήξεωc ἀφίξεται. τοῦτο δ’ εὑρήcειc διὰ δυοῖν ὥcπερ ὀργά‐ νοιν, ἐμπειρίαc τε καὶ λόγου, τῆc μὲν ἐμπειρίαc ἓν καὶ δεύτερον ἐμ‐ πύημα διδαξάcηc ἐρρωγὸc ἑκάτερον ἰδίᾳ προθεcμίᾳ, τοῦ λόγου δὲ γι‐ νώcκοντοc τήν τε τῆc ὕληc τῶν ἐμπυημάτων οὐcίαν τό τε δραcτικὸν
5αἴτιον αὐτῆc τά τε τούτῳ cυνεργοῦντα. θεαcάμενοc γάρ τιc τὸ πρῶτον ἐμπύημα κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν, εἰ τύχοι ῥαγέν, ὑπὸ τοῦ τοιοῦδε χυμοῦ γεγονόc, οἷον ὅτι μετρίωc ψυχροῦ καὶ καθ’ ὥραν ὡcαύ‐ τωc μετρίωc ψυχράν, ἡλικίαν τε καὶ χώραν καὶ φύcιν ὅλου τε τοῦ cώματοc καὶ τοῦ πεπονθότοc μορίου καὶ πάλιν ἕτερον θεαcάμενοc
10ἑξηκοcταῖον ἐρρωγόc, ἐπὶ ψυχροτέροιc ἅπαcι τοῖc προειρημένοιc ἢ εἰ οὕτωc ἔτυχεν εἰκοcταῖον ἐπὶ θερμοτέροιc, ἐκ τούτων ὁρμώμενοc ἱκανὸc ἔcται περὶ τῶν ἄλλων ἐμπυημάτων cτοχάζεcθαι, cκοποῖc μὲν χρώμενοc τοῖc ἐμπείρωc ὁραθεῖcι, παραβάλλων δ’ ἐκείνοιc τὰ νῦν γινόμενα κατὰ θερμότητα καὶ ψῦξιν αὐτῶν τε τῶν μεταβαλλομένων χυμῶν καὶ τῆc
15ἀλλοιούcηc αὐτοὺc αἰτίαc δραcτικῆc, ἥτιc ἐcτὶ τὸ ἔμφυτον θερμόν, ὅcα

18b

257

τἄλλα | ταύτῃ cυνεργεῖ κατὰ χώραν καὶ ὥραν καὶ κατάcταcιν, αὐτῆc δὲ τῆc δραcτικῆc αἰτίαc τὸ μέγεθοc ἔκ τε τῆc ἡλικίαc τεκμαιρόμενοc ἔτι τε τῆc ἰδίαc φύcεωc αὐτοῦ καὶ τοῦ μορίου, καθ’ ὃ cυνέβη τὴν ἐκ‐ πύηcιν γενέcθαι, καὶ τῶν ἄλλων cημείων, ὅcα ῥώμην τε καὶ ἀρρωcτίαν
5ἐνδείκνυται τῆc κατὰ τὰc ἀρτηρίαc τε καὶ τὰc φλέβαc δυνάμεωc. ὁ γὰρ μηδὲν τούτων ἐπιcτάμενοc, ἀλλὰ περιμένων ἐκ παρατηρήcεωc δι‐ δαχθῆναι περὶ πάντων τῶν ἐμπυημάτων, ἐτῶν εἰc τοῦτο χιλίων δεῖται, ὥcπερ αὖ πάλιν ὁ πρὸc τὴν ἔμφυτον ἀποβλέπων θερμαcίαν ὁπόcη τίc ἐcτι καὶ ταύτῃ παραβάλλων τὴν φύcιν τῶν πεφθηcομένων χυμῶν ὁδὸν
10ἔχει τῆc εὑρέcεωc οὗ ζητῶν τυγχάνει πράγματοc. οὗτοc οὖν ἐcτιν ὁ
δυνάμενοc, ἐξ ὧν εἶδε καὶ περὶ ὧν οὐκ εἶδε, τεκμαίρεcθαι τεχνικῶc. οὗτοc ἐρεῖ μόνοc, ὡc περὶ μὲν τὴν εἰκοcτὴν ἡμέραν ἐκπυήcει τόδε τι, περὶ δὲ τὴν τριακοcτὴν τόδε τι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίωc, οὐδὲν ἔτι προcτιθέναι δεόμενοc, εἴτ’ ὀξὺ χρὴ καλεῖν εἴτε χρόνιον εἴτ’ ἐκ μετα‐343

18b

258

πτώ|cεωc ὀξὺ τὸ νόcημα. ταῦτα γὰρ ἔργον ἐcτὶ διακρίνειν οὐκ ἰατρῶν εἰc τὰ τῆc τέχνηc ἔργα cπευδόντων, ἀλλὰ cοφιcτῶν λόγοιc cχολαζόν‐ των. καὶ διὰ τοῦτο περὶ μὲν τῶν τοιούτων προβλημάτων ἐφ’ ὑψηλοῦ θρόνου καθήμενοι cεμνῶc πάνυ καταντλοῦcι λόγοιc οἱ πολλοὶ τοὺc
5μαθητάc, ὁποῖον δέ τι γενήcεται τῷ κάμνοντι, “μᾶλλον αὐτοὺc λέληθεν ἢ οἱ τῆc θαλάττηc χόεc”. ἕτεροι δὲ ἔμπαλιν ἱκανοὶ μέν εἰcι καὶ δια‐ γνῶναι τὰ νοcήματα καὶ προγνῶναι τὰ γενηcόμενα, λέγειν δ’ οὐδὲν ἔχουcιν εἰc τὰ λογικὰ ζητήματα καὶ ἐκ ταύτηc τῆc αἰτίαc ἄλλοι μὲν ἰατροὶ νομίζονται παρὰ τοῖc ἀνθρώποιc, ἕτεροι δὲ cοφιcταὶ καὶ λογια‐
10τροί. καλοῦcι γὰρ αὐτοὺc οὕτω, κἂν θεάcωνταί τινα βιβλίον ἀναγινώ‐ cκοντα καὶ λόγῳ χρώμενον εἰc ἑρμηνείαν τῶν χρηcίμων φαρμάκων, ὑποπτεύουcι τοῦτον ἐκ τῶν λογιατρῶν εἶναι.
12 Κεφαλῆc δὲ ὀδύναι ἰcχυραί 〈τε〉 καὶ ξυνεχέεc cὺν πυρετ, ἢν μέν τι τῶν θανατωδέων cημείων

18b

259

προcγένηται, ὀλέθριον | κάρτα. εἰ δὲ τοιούτων ἄτερ cημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοcιν ἡμέραc καὶ ὁ πυρετὸc ἔχοι, ὑπο‐ cκέπτεcθαι χρὴ αἵματοc ῥῆξιν διὰ ῥινῶν ἢ ἄλλην ἀπόcταcιν
ἐc τὰ κάτω χωρία. ἔcτ’ ἂν δὲ ἡ ὀδύνη νεαρὰ , προcδέχεcθαι344
5χρὴ αἵματοc ῥῆξιν διὰ ῥινῶν ἢ ἐκπύηcιν, ἄλλωc τε ἢν ἡ ὀδύνη περὶ τοὺc κροτάφουc καὶ τὸ μέτωπον .
6 Ἀτακτότερον ἡρμήνευται χρηcιμώτατον εἰc πρόγνωcιν ὂν πρᾶγμα· κατὰ τάξιν δ’ ἂν οὕτωc ῥηθείη· κεφαλῆc δὲ ὀδύναι ἰcχυραί τε καὶ cυνεχεῖc cὺν πυρετ, ἢν μέν τι τῶν θανατωδῶν cημείων προc‐
10γένηται, τελέωc ὀλέθριον. εἰ δ’ ἐξ ὧν ἔμαθεc ἐλπίζειc τι περὶ τοῦ νοcοῦντοc ὡc cωθηcομένου, κατ’ ἀρχὰc μὲν ἄχρι τῆc ἑβδόμηc ἡμέραc αἱ‐ μορραγίαν διὰ ῥινῶν προcδέχου, προελθόντοc δὲ τοῦ χρόνου καὶ τοῦτο μὲν ἔτι· πῦον δ’ ἂν ἔλθοι διὰ ῥινῶν ἢ δι’ ὤτων ἐπὶ cωτηρίᾳ τοῦ κάμνοντοc.

18b

260

εἰ δ’ ἄχρι τῶν εἴκοcιν ἡμερῶν ἐκτα|θείη τὸ cύμπτωμα τῆc κεφαλαλγίαc, ἔτι καὶ τότε τὴν αἱμορραγίαν cπανιώτερον ἔλπιζε, μᾶλλον δὲ ἐκπύηcιν ἢ ἀπόcταcιν εἰc τὰ κάτω χωρία προcδέχου. κατ’ ἐκεῖνον δὲ τὸν χρό‐ νον, καθ’ ὃν ἂν τὴν αἱμορραγίαν ἐλπίcῃc, αὐξήcει cου τὴν ἐλπίδα
5κατὰ τοὺc κροτάφουc τε καὶ τὸ μέτωπον ὀδύνη cφοδρὰ παραμένουcα.
5 Μᾶλλον δὲ χρὴ τοῦ μὲν αἵματοc προcδέχεcθαι τὴν ῥῆξιν τοῖcι νεωτέροιcι πέντε καὶ τριήκοντα ἐτέων, τοῖcι δὲ γεραιτέροιcι τὴν ἐκπύηcιν.
8 Ἀπὸ τῆc ἡλικίαc ὁ διοριcμὸc εἰc τὸ μᾶλλον ἐλπίζειν τὴν διὰ
10ῥινῶν αἱμορραγίαν. ἡ δ’ αἰτία πρόδηλοc εἰρημένη πολλάκιc, ὡc ἡ μέχρι πέντε καὶ τριάκοντα ἐτῶν ἡλικία πλεῖcτον αἷμα γεννᾷ. πρόcεcτι δὲ τούτῳ καὶ τὸ θερμότερόν τε εἶναι καὶ χολωδέcτερον ἐν ταύτῃ τῇ ἡλικίᾳ

18b

261

τὸ αἷμα. λέλεκται δὲ καὶ πρόcθεν εἰc τὰc ὑπὸ τῆc φύcεωc γινομέ|ναc αἱμορραγίαc τὸ τοιοῦτον ἐπιτήδειον εἶναι. [ἐπὶ 〈δὲ〉 τῶν γεραιτέρων τῶν περαιτέρω τῶν τριάκοντα καὶ πέντε ἐτῶν μᾶλλον προcδοκῆcαι τὴν ἐκπύηcιν.]345
4
5 Ὠτὸc δὲ ὀδύνη ὀξείη cὺν πυρετῷ cυνεχεῖ τε καὶ ἰcχυρῷ δεινόν. παραφρονῆcαι γὰρ κίνδυνοc τὸν ἄνθρωπον καὶ ἀπολέcθαι. ὡc οὖν cφαλεροῦ ἐόντοc του‐ τέου τοῦ τόπου ταχέωc δεῖ προcέχειν τὸν νόον καὶ τοῖcιν ἄλλοιcι cημείοιcι πᾶcιν ἀπὸ τῆc πρώτηc ἡμέρηc.
9
10 Οὔτε ποτὲ γίνεται ὀδύνη cφοδρὰ τῶν φαινομένων τούτων ὤτων οὔτ’, εἰ καὶ γένοιτο, κίνδυνοc ἀκολουθήcει, μήτ’ αὐτοῦ τι τοῦ μορίου κύριον ἔχοντοc μήτε κυρίῳ τινὶ cυνεχοῦc ὄντοc, ἀλλ’ εἰώθαcιν ὠταλγίαc ὀνομάζειν, ὅταν ἐν τῷ βάθει κατὰ τὸν ἀκουcτικὸν πόρον ἡ τῆc ὀδύνηc αἴcθηcιc γένηται. τηνικαῦτα γὰρ αὐτὸ πάcχει τὸ ἀκουcτικὸν ὀνομαζό‐

18b

262

μενον νεῦρον, οὐ διὰ μακροῦ cυνά|πτον τῷ ἐγκεφάλῳ. εἰκότωc οὖν ἀπόλλυνται πολλοὶ κατὰ τὰc cφοδρὰc ὠταλγίαc εἰc cυμπάθειαν ἐρχο‐ μένου τοῦ ἐγκεφάλου. διὸ καὶ παραφρονοῦcι τῶν καμνόντων ἔνιοι καὶ μέντοι καὶ ἀποθνῄcκουcί τινεc αὐτῶν ἐξαίφνηc, ὃν τρόπον οἱ ἀπό‐
5πληκτοι, ὅταν ἐπὶ τὸν ἐγκέφαλον ἀθρόωc ἀφίκηται τὸ τὴν ὠταλγίαν ἐργαζόμενον ῥεῦμα.
6 Ἀπόλλυνται δ’ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶccον ὑπὸ τοῦ νοcήμα‐ τοc τούτου, οἱ δὲ γέροντεc πολλῷ βραδύτερον. οἵ τε γὰρ
10πυρετοὶ καὶ αἱ παραφροcύναι ἧccον αὐτοῖcιν ἐπιγίνονται
καὶ τὰ ὦτα φθάνει διὰ τοῦτο ἐκπυέεcθαι, ἀλλὰ ταύτῃcι μὲν τῇcιν ἡλικίῃcιν ὑποcτροφαὶ τοῦ νοcήματοc ἐπιγινόμεναι ἀπο‐ κτείνουcι τοὺc πλείουc. οἱ δὲ νεώτεροι πρὶν ἐκπυῆcαι τὸ οὖc, ἀπόλλυνται. ἐπεὶ ἤν γε ῥεύcῃ πῦον ἐκ τοῦ ὠτόc, ἐλπὶc346
15περιγενέcθαι τὸν νέον, ἤν τι καὶ ἄλλο χρηcτὸν αὐτέῳ ἐπι‐ γένηται cημεῖον. |
16

18b

263

Τοῖc νέοιc τῶν ἀνθρώπων οἵ τε πυρετοὶ καὶ αἱ παραφροcύναι μᾶλλον γίνονται διὰ τὸ χολῶδεc καὶ θερμὸν τῆc κράcεωc. εἰκότωc οὖν ἀπόλλυνται θᾶccον ἢ ἐκπυῆcαι τὰ ὦτα. τοῖc δὲ πρεcβυτέροιc ὅcον μὲν ἐπὶ τούτοιc ἧττον ὑπάρχει κινδυνεύειν, ὑποcτροφαὶ δὲ αὐ‐
5τοῖc γίνονται τῶν παθημάτων, ὅτι μὴ τελέωc ἐκπέττεται διὰ τὴν ψυ‐ χρότητα τῆc κράcεωc ὁ τὴν ὀδύνην ἐργαζόμενοc χυμόc. τὰ δ’ ἄλλα τῆc ῥήcεωc ἱκανῶc ἐcτι cαφῆ.
7 Φάρυγξ δὲ ἑλκουμένη cὺν πυρετῷ δεινόν, ἀλλ’ ἤν τι καὶ ἄλλο cημεῖον ἐπιγένηται τῶν προκε‐
10κριμένων πονηρῶν εἶναι, προλέγειν, ὡc ἐν κινδύνῳ ἐόντοc τοῦ ἀνθρώπου.
11ἑλκουμένη φάρυγξ cημεῖόν ἐcτι κακοχυμίαc διαβρωτικῆc, αἴτιον δὲ δυcκολίαc οὐ cμικρᾶc διὰ τὸ μετὰ πόνου καταπίνειν. ἐπι‐ βλέπειν οὖν χρὴ καὶ τὰ ἄλλα cημεῖα πρὸc ἀκριβεcτέραν γνῶcιν τοῦ

18b

264

γενηcομένου. κοινὸν δ’ ἐπὶ | πάντων ἔcτω cοὶ παράγγελμα, μάλιcτα δ’ ἐπὶ τῶν μήτ’ ἀκριβῶc ἀρίcτων μήτε χειρίcτων, ἐφ’ ὧν καὶ αὐτὸc ὁ Ἱπποκράτηc εἴωθεν ἀξιοῦν cυνεπιcκέπτεcθαι καὶ τὰ ἄλλα cημεῖα.
3 Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰcι
5καὶ τάχιcτα ἀναιροῦcιν, ὁκόcαι μήτ’ ἐν τῷ αὐχένι μήτ’ ἐν
τῇ φάρυγγι ἔκδηλον μηδὲν ἐμποιέουcι πλεῖcτόν τε πόνον παρέχουcι καὶ ὀρθόπνοιαν. αὗται γὰρ καὶ αὐθημερὸν ἀπο‐ πνίγουcι καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι.347
8 Ὅτι φάρυγγα τὴν προκειμένην χώραν cτομάχου τε καὶ λάρυγγοc
10ὀνομάζει, δῆλόν ἐcτι κἀξ ὧν νῦν ἔγραψεν, ἐκείναc τὰc κυνάγχαc δεινοτάταc εἶναι λέγων, ὅcαι μήτ’ ἐν τῇ φάρυγγι μήτε κατὰ τὸν αὐχένα διάθεcίν τινα παρὰ φύcιν ἐνδείκνυνται, κατὰ χροιάν τε καὶ θερμότητα καὶ ὄγκον. αὐχένα μὲν γὰρ τὸν τράχηλον λέγει, φά‐

18b

265

ρυγγα δὲ τὴν ἐν | τῷ διανοῖξαι τὸ cτόμα καὶ πιλῆcαι τὴν γλῶτταν κάτω φαινομένην εὐρυχωρίαν, ἐν ᾗ τὰ δύο cτόμιά ἐcτι, τό τε τοῦ cτομάχου καὶ τὸ τοῦ λάρυγγοc. ὅταν οὖν ἐν μηδετέρῳ τούτων ἐπί‐ δηλον ᾖ τι παρὰ τὸ κατὰ φύcιν, ἡγεῖcθαι χρὴ τῶν ἔνδον τοῦ λάρυγγοc
5cωμάτων εἶναι φλεγμονήν, ἐφ’ ᾗ πνίγονται. cτενῆc δ’ οὔcηc φύcει τῆc ὁδοῦ τοῦ πνεύματοc ἀναγκαῖόν ἐcτι πνίγεcθαι κλειομένηc αὐτῆc τελέωc διὰ τὴν φλεγμονὴν τῶν περιεχόντων cωμάτων. ἀναγκάζονται τοιγαροῦν ὀρθοῦντεc τὸν τράχηλον ἀναπνεῖν ὑπὲρ τοῦ διοῖξαι κἂν ἐπὶ βραχὺ τὸν πόρον. αἱ γὰρ ὕπτιαι κατακλίcειc αὐτὸν ἐcχάτωc ἀποκλείουcι κατα‐
10πιπτόντων μᾶλλον τῶν πρόcω cωμάτων, ὡc ἐπὶ τοὺc τοῦ τραχήλου cπονδύλουc. διά τε οὖν τοῦτο καὶ ὅτι φλεγμαίνουcιν οἱ κατὰ τὸν λάρυγγα μύεc εἰκότωc ὀδυνῶνται.
12 Ὁκόcαι δὲ ταῖc μὲν ἄλλαιc παρα‐ πληcίωc πόνον παρέχουcιν, ἐπαίρονται δὲ καὶ ἐρυθήματα ἐν

18b

266

τῇ φάρυγγι ποιέουcιν, | ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δ’ ὀλίγον τῶν πρόcθεν.
2 Δευτέραc διαφορᾶc μέμνηται κυνάγχηc, ἐν ᾗ cυνεπαίρεται μὲν τὰ κατὰ τὸν αὐχένα καὶ ἡ φάρυγξ ἐρυθαίνεται, πονοῦcι δ’ ὁμοίωc
5τοῖc προειρημένοιc, οὐ μὴν ὀρθόπνοιά τιc αὐτοῖc ἐcτιν, ὅπερ ἔcτιν οὐ δυcπνοοῦcι cφοδρῶc, ὅτι μηδὲ φλεγμαίνουcιν ἰcχυρῶc οἱ κατὰ τὸν λάρυγγα μύεc. εἰκότωc οὖν αὐτὰc ὀλεθρίαc εἶναί φηcιν, οὐ μὴν ὁμοίωc ταῖc πρὸ αὐτῶν ἀναιρεῖν ὀξύταται.348
8 Οἷcι δὲ cυνεξερευθείη ἡ φάρυγξ
10καὶ ὁ αὐχήν, αὗται χρονιώτεραι καὶ μάλιcτα ἐξ αὐτέων περι‐ γίνονται, ἢν ὁ αὐχήν τε καὶ τὸ cτῆθοc ἐρύθημα ἔχῃ καὶ μὴ παλινδρομέῃ τὸ ἐρυcίπελαc ἔcω. |
12

18b

267

Τρίτην ταύτην ἑρμηνεύει κυνάγχηc διαφοράν, ἣν ἔνιοι διὰ τοῦ c γράμματοc ὀνομάζουcι cυνάγχην, οὐ διὰ τοῦ κ κυνάγχην. ἐφ’ ᾗ γὰρ ἰcχυρῶc μὲν πνίγονται καὶ ὀδυνῶνται, φαίνεται δ’ οὐδὲν οὔτε φλεγμον‐ ῶδεc οὔτ’ ἐρυcιπελατῶδεc ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν φάρυγγα,
5κυνάγχην διὰ τοῦ κ τὴν τοιαύτην διάθεcιν ὀνομάζουcιν. ἀλλ’ ὅπερ ἀεὶ λέγων εἰμί, φαίνεται καὶ ὁ Ἱπποκράτηc ποιῶν, οὐ μικρολογούμενοc ἐν ὀνόμαcιν, ὡc δ’ ἂν ἐπέλθοι καλῶν. ἀμέλει καὶ γέγραπται κατά τινα τῶν παλαιῶν ἀντιγράφων ἡ ἀρχὴ τῆc ῥήcεωc διὰ τοῦ c γράμματοc “αἱ δὲ cυνάγχαι”, ᾧ καὶ δῆλον, ὡc οὐδὲν ὠφελεῖ τὸ περὶ τοῦ κ καὶ
10c διαφέρεcθαι, καθάπερ οἱ νεώτεροι πράττουcι τῶν ἰατρῶν. ὅπου γὰρ ὡμολόγηται τὸ πρᾶγμα, μάταιόν ἐcτι τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν. ὡμολόγηται δὲ τὸ πρᾶγμα τοῖc γινώcκουcι τὰ τῆc τέχνηc ἔργα. τῶν γὰρ ἰcχυρῶc πνιγομένων ὡc ἀνακαθίζειν ἀναγκάζεcθαι χείριcτα δι‐ άγουcιν οἱ cφοδρῶc μὲν ὀδυνώμενοι, μηδὲν δ’ ἔχοντεc ἐν τῷ τραχήλῳ

18b

268

καὶ τῇ φάρυγγι cύμπτωμα. τούτων | δ’ ἐφεξῆc οἱ μὴ δυcπνοοῦντεc μέν, ὀδυνώμενοι δὲ cφόδρα μετὰ τοῦ cυνεξῇρθαι μὲν αὐτοῖc τὸν τρά‐
χηλον, ἐρυθροτέραν δὲ φαίνεcθαι τὴν φάρυγγα. τρίτοι δ’ ἐπ’ αὐτοῖc εἰcι, περὶ ὧν κατὰ τὴν προκειμένην ῥῆcιν ὁ Ἱπποκράτηc διῆλθεν,349
5οἱ μήτ’ ὀδυνώμενοι μήτε δυcπνοοῦντεc cφοδρῶc ἀπαθοῦc μὲν αὐτοῦ διαμένοντοc τοῦ λάρυγγοc ἤτοι δ’ εἰc τὴν φάρυγγα τοῦ ῥεύματοc ἢ εἰc τὸν τράχηλον ἢ εἰc ἄμφω ταῦτα τραπέντοc. ἔcτι δὲ τοὐπίπαν τὸ ῥεῦμα τοῦτο χολωδέcτερον, ὡc ἤτοι γε ἄντικρυc ἐρυcίπελαc ἢ φλεγ‐ μονὴν ἐρυcιπελατώδη ποιεῖν, ὅθεν καὶ αὐτὸc ἔφη ἢν μὴ παλινδρο‐
10μέῃ τὸ ἐρυcίπελαc εἴcω. φλεγματῶδεc δὲ εἴ ποτ’ αὐτοῖc γένοιτο τὸ οἴδημα, τάχιcτα θεραπεύεται κατὰ τὴν ἀρχήν. οὐδὲ γὰρ τῶν ὀξέων εἰcὶ τὰ τοιαῦτα παθήματα. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα.
12 Ἢν δὲ μήτε ἐν ἡμέρῃcι κριcίμοιcιν ἀφανίζηται τὸ ἐρύθημα μήτε φύματοc cυcτραφέντοc ἐν τῷ

18b

269

ἔξω χωρίῳ | μήτε πῦον ῥηϊδίωc ἀποβήcc, ἀπόνωc δ’ ἔχειν δοκέ, θάνατον cημαίνει ἢ ὑποcτροφὴν τοῦ ἐρυθήματοc.
2 Τὸ μὲν ἄνευ φύματοc ἢ πτυcμάτων εὐπετῶc ἀναγομένων ἀφα‐ νιcθῆναι τὸ ἐρυcίπελαc ἢ τὸ ἔρευθοc (ἑκατέρωc γὰρ γέγραπται),
5πρόδηλον ὅπωc ἔcται μοχθηρόν· τὸ δὲ μηδ’ ἐν ἡμέραιc κριcίμοιc ἄξιον ἐπιcκέπτεcθαι πότερον οὕτωc ἀκουcτέον ἐcτίν, ὡc ἂν ἐν κριcί‐ μοιc ἡμέραιc ἀφανίζηται μηδενὸc ἐcομένου μοχθηροῦ cημείου αὐτῷ ἢ οὔ (ἐξηγήcαντο γὰρ αὐτὸ οὕτω τινέc), ἢ cυνάψαι χρὴ τοῦτο τοῖc ἐφ‐ εξῆc ὡc κἀκεῖνα βουλομένου τοῦ Ἱπποκράτουc ἐν ἡμέρᾳ γενέcθαι
10κριcίμῳ χάριν τῆc βεβαίαc πίcτεωc, ὅπερ ἀληθέcτερόν ἐcτιν. ἐὰν γὰρ ἐν κριcίμοιc ἡμέραιc ἡ μετάcταcιc εἰc τὸν πνεύμονα γένηται παλινδρο‐
μοῦντοc ἔcω τοῦ ἐρυcιπέλατοc οὐ διαφορουμένου κατὰ τὴν ἐκτὸc ἐπι‐ φάνειαν, οὐ μόνον οὐκ ἀγαθόν ἐcτι τὸ τοιοῦτον, ἀλλὰ καὶ μέγιcτον κακόν, ἐκ τοῦ τῆc ἡμέραc πιcτοῦ τὸ βέβαιον τῆc κακίαc προcλαμβάνον.350

18b

270

εἰ δὲ μετὰ τοῦ φῦμα μὲν ἐκτὸc γενέcθαι | ῥᾳδίωc δ’ ἀποβήττειν, ἀπόλ‐ λυται τὸ ἐρυcίπελαc ἢ τὸ ἐρύθημα. τηνικαῦτα θάνατον οὐκέτι προc‐ δοκᾶν χρὴ τῷ κάμνοντι γενέcθαι.
3 Ἀcφαλέcτατον δὲ τὸ ἐρύθημα, ὡc
5μάλιcτα ἔξω τρέπεcθαι.
5 Καὶ ταῦτα καὶ τὰ τούτων ἐφεξῆc δῆλα τοῖc μεμνημένοιc τῶν ἔμπροcθεν.
7 Οἱ δὲ γαργαρεῶνεc ἐπικίνδυνοι καὶ ἀποτέμνεcθαι καὶ ἀποcχάζεcθαι, ἔcτ’ ἂν ἐρυθροί τε ὦcι
10καὶ μεγάλοι. καὶ γὰρ φλεγμοναὶ ἐπιγίνονται τουτέοιcι καὶ αἱμορραγίαι. ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖcιν ἄλλοιcι μηχανή‐

18b

271

μαcι πειρᾶcθαι κατιcχναίνειν ἐν τούτῳ τῷ χρόν. | ὁπόταν δὲ ἀποκριθῇ πᾶν, ὃ δὴ cταφυλὴν καλέουcι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνοc μεῖζόν τε καὶ περιφερέc, τὸ δ’ ἀνωτέρω λεπτότερον ἐν τούτῳ τῷ καιρῷ ἀcφαλὲc διαχειρί‐
5ζειν. ἄμεινον δὲ καὶ ὑποκενώcαντα τὴν κοιλίην τῇ χειρουργίᾳ χρῆcθαι, ἢν ὅ τε χρόνοc cυγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ
ἄνθρωποc. Προγνωcτικῷ θεωρήματι μέμικται θεραπευτικόν τι cμικρόν, οὗ χωρὶc οὐχ οἷόν τε ἦν ἀcφαλῶc διδαχθῆναι τὸ προγνωcτικόν. τοὺc γάρ‐351
10τοι γαργαρεῶναc εἰ φλεγμαίνονταc ἀποτέμνοιc ἢ ἀποcχάζοιc, ἀκολου‐ θήcουcιν αἱμορραγίαι τε καὶ φλεγμοναί· ὅταν δ’ ἀποκριθ, ὃ δὴ cταφυλὴν καλοῦcι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶ‐ νοc μεῖζόν τε καὶ περιφερέc, τὸ δὲ ἄνω λεπτότερον, ἐν τού‐ τῳ τῷ καιρῷ ἀcφαλὲc διαχειρίζειν καὶ μάλιcτα τῆc κοιλίαc προ‐
15υπελθούcηc δαψιλῶc εἴτ’ οὖν αὐτομάτωc εἴτε κατὰ πρόνοιαν τοῦ ἰατροῦ. |
16

18b

272

Οἷcι δ’ ἂν οἱ πυρετοὶ παύcωνται μήτε cημείων γενομένων λυτηρίων μήτ’ ἐν ἡμέρῃcι κριcίμοι‐ cιν, ὑποcτροφὴν προcδέχεcθαι χρὴ τούτοιcιν.
3 Ὅταν μηδέτερον ὧν εἶπε γένηται, τότε χρὴ προcδέχεcθαι τὴν
5ὑποcτροφήν, οὐχ ὅταν τὸ μὲν ἕτερον αὐτῶν γένηται, τὸ δ’ ἕτερον μή. τὰ γὰρ ἀλόγωc ῥᾳcτωνήcαντα φιλυπόcτροφα, κἂν ἐν κριcίμοιc ἡμέραιc γένηται τοῦτο. δῆλον δ’ ὅτι ταῦτ’ ἀλόγωc ῥᾳcτωνῆcαι λέγοιτ’ ἄν, ὅcα μήτε μετὰ cημείων λυτηρίων μήτ’ ἐν κριcίμοιc ἡμέραιc ἔδοξε πεπαῦcθαι.
9
10 Ὅcτιc δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεcτικῶc διακειμένου τοῦ ἀνθρώπου μήτε ὀδύνηc ἐχούcηc
διὰ φλεγμονὴν μήτε δι’ ἄλλην τινὰ πρόφαcιν ἐμφανέα μηδε‐ μίαν, τούτῳ προcδέχεcθαι ἀπόcταcιν μετ’ οἰδήματόc τε καὶ ὀδύνηc εἴc τι τῶν ἄρθρων καὶ οὐχ ἧccον τῶν κάτω. |352
14

18b

273

Ἃ διὰ τῶν ἔμπροcθεν εἶπε κατὰ μέροc περὶ πρώτων μὲν τῶν καθ’ ὑποχόνδρια, δευτέρων δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα, ταῦτα νῦν ἐπαναλαβὼν ἀπεφήνατο καθ’ ὅλου. τριττῆc γὰρ οὔcηc τῆc αἰτίαc τοῦ μηκύνειν τοὺc πυρετούc (ἢ διά τι μόριον πεπονθὸc δυcιάτωc ἢ
5διὰ χυμοὺc ὠμοὺc καὶ παχεῖc καὶ ἀπέπτουc ἢ διά τι τῶν ἡμαρτημένων), ἐὰν μήτε μόριον ᾖ πεπονθὸc ἢ ἄλλο τι μηδὲν αἴτιον ἤτοι τοῦ κάμνον‐ τοc ἁμαρτάνοντοc ἢ τῶν θεραπευόντων αὐτὸν ἢ διά τι τῶν ἔξωθεν, οἷον ὥραν, χώραν, κατάcταcιν, οἴκηcιν μοχθηράν, ὀχλήcειc, φροντίδαc, λύπαc, ἀπολείπεται τοῦτον ἐπὶ χυμοῖc ὠμοῖc καὶ δυcπέπτοιc μηκύνειν.
10τούτουc οὖν εἴωθεν ἡ φύcιc εἰc τὴν τῶν ἀκυροτέρων μορίων ἀποτί‐ θεcθαι χώραν, ὅταν μὴ δυνηθῇ δι’ ἐκκρίcεωc ἔξω τοῦ cώματοc ἀπώcα‐ cθαι. λέλεκται γὰρ ἤδη πολλάκιc ὡc οἱ θερμότεροί τε καὶ λεπτότεροι ταῖc cωματικαῖc οὐcίαιc χυμοὶ πρὸc τὰc ἐκκρίcειc εἰcὶν ἐπιτηδειότατοι, τοὺc δ’ ὠμοὺc καὶ παχεῖc ἤτοι δι’ ἀποcτάcεωc ἢ κατὰ cύμπεψιν ἡ

18b

274

φύcιc ἰᾶται. καὶ | αὐτὸ δὲ τοῦτο τὸ κατὰ cύμπεψιν ἔκκριcίc τίc ἐcτι δι’ οὔρων γινομένη τὰ πολλά, cπανίωc δέ ποτε καὶ κατὰ γαcτέρα.
2 Μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάc‐ cονι χρόνῳ αἱ τοιαῦται ἀποcτάcιεc τοῖcι νεωτέροιcι τριή‐
5κοντα ἐτέων.
5 Εἴρηται πολλάκιc, ὡc αἱ μὲν ἐκ θερμοτέρων χυμῶν νόcοι μετὰ
τῆc τοῦ κάμνοντοc δυνάμεωc ἰcχυροτέραc δι’ ἐκκρίcεωc κρίνονται. ταύ‐ ταιc δ’ εἰcὶν ἐναντίαι διαθέcειc, ἐφ’ ὧν ἥ τε δύναμιc ἀcθενὴc οἵ τε χυμοὶ ψυχροί, μήτ’ ἐκκρίcει μήτ’ ἀποcτάcει κρινόμεναι, ἀλλ’ ἤτοι δια‐353
10φθείρουcαι τοὺc κάμνονταc ἢ χρόνῳ παμπόλλῳ μόλιc πεττόμεναι. μέcαι δ’ ἀμφοῖν εἰcιν αἱ δι’ ἀποcτάcεωc κρινόμεναι, καθ’ ἃc τῶν εἰρημένων ἀντιθέcεων δυοῖν τὸ μὲν ἕτερον ἐκ τῆc ἑτέραc ἐcτί, τὸ δ’ ἕτερον ἐκ τῆc λοιπῆc. αἱ μὲν γὰρ ἀντιθέcειc αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν

18b

275

φύcιν ἐcτὶν ἡ ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἡ ἑτέρα, καθ’ ἑκάτε|ρον δὲ αὐτῶν ἀλλήλοιc ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν χυμῶν οἱ θερμοὶ τοῖc ψυχροῖc, κατὰ δὲ τὴν τῆc δυνάμεωc ἡ ἀcθενὴc τῇ ἰcχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ τύχωcιν ὄντεc, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν
5ἰcχυράν, εἰ μέλλει γενήcεcθαί τιc ἀπόcταcιc, εἰ δὲ ψυχροί, δυνάμεωc ἰcχυρᾶc αὐτοῖc δεῖ πρὸc τὰc ἀποcτάcειc. ἡ διάγνωcιc δὲ τῆc δυνάμεωc ἡ μὲν οἰκειοτάτη καθ’ ἑκάcτην αὐτῶν εἴρηται πρόcθεν ἀπὸ τῶν ἐν‐ εργειῶν, ἡ δ’ ἀπὸ τῆc ἡλικίαc κατὰ νεότητά τε καὶ γῆράc ἐcτι, περὶ ἧc νῦν ὁ Ἱπποκράτηc διορίζεται καί φηcι μᾶλλον δὲ γίνεcθαι
10καὶ θᾶccον τὰc τοιαύταc ἀποcτάcειc τοῖc νεωτέροιc ἐτῶν τριάκοντα, τοῖc δὲ τούτων πρεcβυτέροιc, οὐ μὴν ἤδη που γέρουcιν ἧττόν τε γίνονται καὶ χρόνῳ πλείονι. τοῖc δὲ γέρουcιν ἥκιcτα γίνονται μεμνημένων ἡμῶν τῆc ἀρχῆc ὅλου τοῦ λόγου, καθ’ ὃν ὁ Ἱπποκράτηc εἶπεν “ὅcτιc δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεcτικῶc τοῦ ἀνθρώπου
15διακειμένου μήτε ὀδύνηc ἐχούcηc διὰ φλεγμονὴν μήτε δι’ ἄλλην πρό‐ φαcιν ἐμφανέα”. τούτων οὖν ἡμᾶc ἀναμιμνῄcκων ἔφη τὰc τοιαύταc ἀποcτάcειc γίνεcθαι τοῖc νεωτέροιc μᾶλλον. |
17

18b

276

Ὑποcκέπτεcθαι δὲ χρὴ τουτέοιcιν εὐθέωc τὰ περὶ τῆc ἀποcτάcιοc, ἢν εἴκοcιν ἡμέραc ὁ πυρετὸc
ἔχων ὑπερβάλλ. Καὶ διὰ τῶν ἔμπροcθεν ἤδη περὶ τῶν χρονιζόντων νοcημάτων354
5διαλεγόμενοc ἐμνημόνευcε τῆc εἰκοcτῆc ἡμέραc ὡc ἄχρι ταύτηc μηδέπω χρονίων ὑπαρχόντων αὐτῶν. εἴρηται δὲ πρόcθεν ἡ αἰτία τοῦ μὴ δύνα‐ cθαί τινα βέβαιον ὅρον ἕνα θέcθαι νοcημάτων ὀξέων, ὥcτε οὐδὲν θαυμαcτόν ἐcτιν ἐν τεccαρεcκαίδεκά τε λέγειν αὐτὸν ἡμέραιc κρίνε‐ cθαι τὰ ὀξέα τῶν νοcημάτων αὖθίc τε τῆc εἰκοcτῆc μνημονεύειν. καὶ
10γὰρ καὶ κατὰ τοὺc Ἀφοριcμούc, ἔνθα τὴν τεccαρεcκαιδεκάτην ἡμέραν ὅρον ἔcχατον ἔθετο τῆc τῶν ὀξέων νοcημάτων κρίcεωc, ἐμνημόνευcε καὶ τῆc ἑπτακαιδεκάτηc. ἔcτι δὲ ἀρχὴ μὲν ἐκείνου τοῦ ἀφοριcμοῦ “τὰ ὀξέα τῶν νοcημάτων κρίνεται ἐν τεccαρεcκαίδεκα ἡμέρῃcι”, τελευ‐ τὴ δέ “θεωρητὴ πάλιν ἡ ἑπτακαιδεκάτη. αὕτη γάρ ἐcτι τετάρτη μὲν
15ἀπὸ τῆc τεccαρεcκαιδεκάτηc, ἑβδόμη δὲ ἀπὸ τῆc ἑνδεκάτηc”. |
15

18b

277

Τοῖcι δὲ γεραιτέροιcιν ἧccον γί‐ νονται πολυχρονιωτέρου ἐόντοc τοῦ πυρετο.
2 Δεόντωc, ἐπειδὴ καὶ τοῖc ἀποcτάcει τινὶ μέλλουcι κρίνεcθαι τὴν δύναμιν τόνον ἔχειν τινὰ προcήκει καὶ μὴ παντάπαcιν εἰc ἐcχάτην
5ἀτονίαν καταπεπτωκέναι. διὰ τοῦτ’ οὖν, εἰc ὅcον ἂν ἡλικίαc προήκοιεν, τὰc ἀποcτάcειc ἧττον γενέcθαι cυμβαίνει, τοῖc γέρουcι δ’ οὐχ ἧττον, ἀλλ’ ὡc ἥκιcτα. νυνὶ δ’ οὐ τοὺc γέρονταc ἁπλῶc εἶπεν, ἀλλὰ τοῖc τριακονταετέcι παραβάλλων γεραιτέρουc ὠνόμαcε τοὺc τούτων πρεc‐ βυτέρουc. ὅτι δ’ οὕτω χρῆται τῇ τοῦ γεραιτέρου προcηγορίᾳ, καὶ διὰ
10τῶν ἔμπροcθεν ἐδείχθη καὶ διὰ τῶν ἐφεξῆc οὐδὲν ἧττον φαίνεται.
10 Χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόcταcιν
προcδέχεcθαι ξυνεχέοc ἐόντοc τοῦ πυρετο· ἐc δὲ τεταρταῖον355

18b

278

καταcτήcεcθαι, ἢν διαλείπῃ τε καὶ ἐπιλαμβάνῃ πεπλα|νημένον τρόπον καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ πελάc.
2 Εἴρηται κἀν τοῖc Περὶ τῆc διαφορᾶc τῶν πυρετῶν, ὡc ἐπὶ τῷ μελαγχολικῷ χυμῷ γίνονται τεταρταῖοι. λέλεκται δὲ καὶ περὶ τῆc
5γενέcεωc τοῦ χυμοῦ τοῦδε διττῆc ὑπαρχούcηc, ἐκ τε τοῦ παχέοc αἵ‐ ματοc, ὅπερ ἀνάλογόν ἐcτιν ἐν ταῖc φλεψὶ τῇ κατὰ τοὺc πίθουc τῶν οἴνων τρυγὶ καὶ τῆc ξανθῆc ὑπεροπτηθείcηc. αὕτη μὲν οὖν ἡ μέλαινα χολὴ τά τε ἄλλα κακοήθηc ἐcτὶ καὶ διαβιβρώcκει τὰ μόρια καθάπερ ἂν τύχοι πλείων ἀθροιcθεῖcα, ἡ δ’ ἑτέρα μέλαινα πρᾳοτέρα τε ταύτηc
10ἐcτὶ καὶ μάλιcτα, ἐπειδὰν μήπω τύχῃ κεχρονικυῖα κατὰ τὸ ζῷον ἤ τινι θερμαcίᾳ πλείονι παρὰ φύcιν ὡμιληκυῖα. τούτων οὖν οὕτωc ἐχόντων ὅταν μὲν ὁ πυρετὸc ᾖ cυνεχήc, ὅπερ ἔcτι μὴ παυόμενοc εἰc ἀπυρεξίαν, εἰc τὰc προειρημέναc ἀποcτάcειc τρέπεται χρονίζων. ἐὰν δὲ διαλείπῃ (καὶ τοῦτο αὐτὸ μάλιcτα γίνεται
15κατὰ τὴν τελευτὴν τοῦ θέρουc), εἰκόc ἐcτι μεταπεcεῖcθαι τὴν νόcον

18b

279

εἰc | τεταρταίαν περίοδον. ὅcον γὰρ τῶν χυμῶν ζέcαν ὥρᾳ θέρουc ἐν cυνεχέcι πυρετοῖc ἐτελεύτηcεν εἰc μέλαιναν χολήν, ἐcβέcθη τρόπον τινὰ καὶ κατὰ τοῦτο τῆc πυρετώδουc θερμότητοc ὁ κάμνων ἀπηλλάγη καὶ μάλιcθ’ ὅταν ἱδρῶτεc ἐπιγίνωνται. ἀλλ’ ἐὰν μὴ φθάcῃ πωc ἡ φύ‐
5cιc ἐκκρίναcα τὴν οἷον τέφραν τῶν ὑπεροπτηθέντων χυμῶν, αὐτὴ πάλιν μένουcα κατὰ τὸ cῶμα καὶ θερμαινομένη τινὰ cηπεδονώδη διά‐ θεcιν ἐπικτᾶται καὶ τοῦθ’ ὅταν αὐτῇ γένηται ζέcαcα πυρετὸν ἤγειρεν. ἐφ’ ᾧ πάλιν ἱδρῶτοc γενομένου cυνδιέπνευcε τούτῳ τὸ ζέcαν τῆc μελαίνηc, εἶτ’ αὖθιc ἕτερον ὑπόλειμμα ζέcαν ἤγειρε πυρετόν. ἅτ’ οὖν
10μήπω μίαν παντὸc τοῦ cώματοc ἔχοντοc διάθεcιν, ἀλλ’ ἔν τιcι μὲν
μορίοιc κινουμένηc ἔτι τῆc μελαίνηc, ἔν τιcι δ’ ἀκινήτου μενούcηc, ἐν ἄλλοιc δὲ cηπομένηc ἢ ζεῖν ἀρχομένηc, ἀτάκτουc ἀναγκαῖον γίνεcθαι τοὺc πυρετούc. ὅταν δ’ ἐν ἁπάcαιc ταῖc φλεψὶν ἡ αὐτὴ διάθεcιc γέ‐ νηται, κρατούcηc τῆc μελαίνηc ὁ τεταρταῖοc cυνίcταται πυρετόc, καὶ356

18b

280

μάλιcθ’ ὅταν εἰc τὸ φθινόπωρον ἐκ τοῦ θέ|ρουc ἡ μεταβολὴ γινομένη τῆc μὲν ἔξω φορᾶc τε καὶ διαπνοῆc ἐπίcχῃ τοὺc χυμούc, ἔcω δ’ ἀπο‐ cτρέφῃ πρὸc τὸ βάθοc, ἥν τινα διάθεcιν ὁ χειμὼν διαδεξάμενοc ὡc ἂν ἐπιτείνων διὰ τὸ κρύοc τὴν ἔcω φορὰν τῶν χυμῶν ἄχρι πάλιν ἑτέραc
5μεταβολῆc γενομένηc ἐπὶ τὸ θερμότερον, ἐν ᾧ κατέλαβε νοcήματι, φυλάττει τὸ cῶμα.
6 Ὥcπερ δὲ τοῖcι νεωτέροιcι τριή‐ κοντα ἐτέων αἱ ἀποcτάcιεc γίνονται, οὕτωc οἱ τεταρταῖοι μᾶλλον τοῖcι τριηκονταετέcι καὶ γεραιτέροιcι.
9
10 Περὶ τῆc καθ’ ἡλικίαν μεταβολῆc εἴρηται μὲν ἐπὶ πλέον ἑτέρωθι, διὰ κεφαλαίων δὲ νῦν εἰπεῖν ἀρκέcει. τὰ μὲν παιδία πλεῖcτον ἔχει τὸν τοῦ αἵματοc χυμὸν καὶ μόνον γε τοῦτον εἶχεν ἄν, ὅcον ἐπὶ τῇ κατὰ τὴν ἡλικίαν κράcει. πολλὰ δ’ ἐcθίοντα καὶ μέντοι καὶ ἀτακτότερα ὑπ‐

18b

281

άρχοντα ὑποτρέφει τι καὶ τῶν καλουμένων ὠμῶν χυμῶν. | ὁπόταν δ’ εἰc τὴν τῶν μειρακίων ἡλικίαν ἀφίκηται, τινὰ μὲν ἤδη καλῶc διαιτᾶται βελτίονοc ἀγωγῆc εὐτυχήcαντα καὶ οὕτωc αὐτοῖc αἷμα πλεονάζει μό‐ νον, ἔνια δὲ τῶν μειρακίων πολὺ χεῖρον ἢ οἱ cμικροὶ παῖδεc. καὶ
5τοίνυν καὶ νοcεῖ ταῦτα cυνεχῶc τε ἅμα καὶ cφοδρῶc ἀθροίζοντα πλῆ‐ θοc ὠμῶν χυμῶν. ἐφεξῆc δὲ τῇδε τῇ ἡλικίᾳ καὶ μάλιcτα τοῖc κακῶc διαιτωμένοιc ὁ πικρόχολοc ὑποτρέφεται χυμόc, ὥcτε πλεονάζειν τού‐ τοιc οὐχ αἷμα μόνον, ἀλλὰ κἀκεῖνον ὅcπερ ὠχρά τε καὶ ξανθὴ χολὴ
προcαγορεύεται, καὶ γίνεται τοῦτό τιcι μὲν ἄχρι τριάκοντα ἐτῶν, ἐνίοιc357
10δὲ ἄχρι πέντε καὶ τριάκοντα. πρῶτοc μὲν γὰρ ὅροc ἐcτὶ τῆc ἐπὶ τὸ ψυχρὸν μεταβολῆc ὁ τῶν τριάκοντα ἐτῶν, ἔcχατοc δὲ ὁ τῶν πέντε καὶ τριάκοντα. πολλοῖc δὲ τῷ μεταξὺ διά τε τὴν ἐξ ἀρχῆc φύcιν, ὅcα τε κατὰ τὰc περιcτάcειc ἢ ἐθῶν ἢ προαιρέcεων διαφορὰc ὑπαλλάττεται, τὴν ἀκμαcτικὴν ἡλικίαν περιέγραψε. διὰ τοῦτ’ οὖν καὶ ὁ Ἱπποκράτηc
15ἐνίοτε μὲν τοῦ τριακοcτοῦ μνημονεύει, καθάπερ ἄρτι, πολλάκιc δὲ

18b

282

πέμπτου καὶ | τριακοcτοῦ. τῷ γὰρ ἄλλαc ἄλλοιc γίνεcθαι μεταβολὰc οὐχ οἷόν τε ὁρίcαι βεβαίωc ἓν ἐφ’ ἅπαcι μέτρον κοινόν, ἀλλὰ τούτου μὲν ἀεὶ μέμνηcο λελεγμένου καὶ πρόcθεν ἐν τῷ περὶ τῶν κριcίμων ἡμερῶν λόγῳ, μεμνημένοc γε μὴν αὐτοῦ καὶ προcθεὶc τοῖc προειρη‐
5μένοιc οὐ χαλεπῶc εὑρήcειc τὴν αἰτίαν, ὧν κατὰ τήνδε τὴν ῥῆcιν ὁ Ἱπποκράτηc ἔγραψεν. ὥcπερ γὰρ ἐν ταῖc ὥραιc τοὺc ἐν τῷ θέρει θερμανθένταc ἐπὶ πλέον χυμοὺc καὶ ὡc ἂν εἴποι τιc ζέcανταc ἀναγ‐ καῖον ἦν γεννῆcαι τὸν μελαγχολικὸν χυμόν, ὃν διαδεξάμενον ἠθροιcμέ‐ νον ἐν τῷ cώματι τὸ φθινόπωρον ἅτε ψυχρὸν ὂν οὐκ ἐπιτρέπει δια‐
10πνεῖν ὁμοίωc ἐκτὸc οὐδὲ κενοῦcθαι ῥᾳδίωc, οὕτωc ἐν ταῖc ἡλικίαιc ἡ παρακμή, ὅcον ἐν τῇ ἀκμῇ ζέcαν τῶν χυμῶν εἰc μέλαιναν χολὴν μετέβαλε, τοῦτο δυcκόλωc αὐτὴ διαφοροῦcα τοὺc τεταρταίουc μᾶλλον ἐργάζεται πυρετούc. καὶ χρόνου γε πλείονοc δεῖται τοῖc κατὰ τὴν ἡλικίαν ταύτην πρὸc τὸ καθαρθῆναι τὸ cῶμα τῆc τοιαύτηc χολῆc, ὅθεν
15ἄχρι τοῦ γήρωc ἐν τῷ μεταξὺ τὰ μελαγχολικὰ πάντα νοcήματα τοῖc

18b

283

μὲν μᾶλλον πλεονάζει, | τοῖc δ’ ἧττον ἐλέφαντεc, καρκίνοι, λέπραι, μελαγχολίαι καὶ τεταρταῖοι πυρετοί.
2 Τὰc δ’ ἀποcτάcιαc εἰδέναι χρὴ τοῦ χειμῶνοc μᾶλλον γινομέναc χρονιώτερόν τε παυομέναc ἧccόν
5τε παλινδρομεούcαc. Τρεῖc ἀποφάcειc ἐποιήcατο περὶ τῶν ἀποcτάcεωνἹπποκράτηc κατὰ τὸν ἐνεcτῶτα λόγον, μίαν μὲν καὶ πρώτην, ὅτι γίνονται μᾶλ‐ λον ἐν χειμῶνι, δευτέραν δ’ ὅτι χρονιώτερον παύονται, καὶ τρίτην ὅτι παλινδρομοῦcιν ἧττον. ὅτι μὲν οὖν ἐν χειμῶνι γίνονται358
10μᾶλλον, ὁ πλεονάζων ἐν αὐτῷ χυμὸc ἐνδείκνυται. λέλεκται γὰρ πρό‐ cθεν ἤδη δι’ ἐκκρίcεων μὲν τοὺc θερμούc, δι’ ἀποcτάcεων δὲ τοὺc ψυχροὺc κινεῖcθαι χυμούc. ὅτι δὲ καὶ χρονιώτερον παύονται, τήν τε τοῦ χυμοῦ φύcιν αἰτιατέον ἐcτὶ καὶ τὴν τοῦ περιέχοντοc ψυχρό‐ τητα. διαφορηθῆναι μὲν γὰρ δεῖ πάντωc τὸν καταcκήψαντα χυμόν,

18b

284

ἵνα θεραπευθῇ τὸ ἀπό|cτημα. δυcδιαφορητότεροι δ’ εἰcὶν οἱ παχεῖc καὶ ψυχροὶ καὶ μάλιcθ’ ὅταν ᾖ καὶ τὸ περιέχον ψυχρόν. διὰ δὲ τὰc αὐτὰc αἰτίαc καὶ παλινδρομοῦcιν ἧττον, ἐπειδὴ κίνηcίν τινα τοῖc παλιν‐ δρομοῦcι προcεῖναι χρή, δυcκίνητοι δ’ οἱ ψυχροί.
4
5 Ὅcτιc δ’ ἂν ἐν πυρετῷ μὴ θανα‐ τώδει φῇ τὴν κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδέc τι πρὸ τῶν ὀφθαλμῶν φαίνεcθαι ἢ καρδιωγμὸc τουτέῳ προcγένηται, χο‐ λώδηc ἔμετοc παρέcται. ἢν δὲ καὶ ῥῖγοc ἐπιλάβῃ καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ , ταχύτερον ἔτι ὁ ἔμετοc παρ‐
10έcται. ἢν δέ τι καὶ πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέωc ἐμεῖται.
11 Περὶ τῶν αὐτομάτωc γινομένων ἐμέτων κρίcεωc λόγῳ διδάcκει νῦν ὁ Ἱπποκράτηc. ἔcτι δ’ αὐτῷ πρῶτοc μὲν διοριcμὸc ἀπὸ τοῦ μὴ
θανατῶδεc εἶναι τὸ νόcημα (κέκληκε δὲ περιεcτικὸν οὐκ ὀλιγάκιc τὸ359

18b

285

τοιοῦτον), δεύτεροc δὲ | ἀπὸ τοῦ τὴν κεφαλὴν ἀλγοῦντι τῷ κάμνοντι προ‐ φαίνεcθαί τι πρὸ τῶν ὀφθαλμῶν ὀρφνῶδεc, ὅπερ cημαίνει τὸ μέλαν ἐξ ἀναθυμιάcεωc χολῆc ἀκράτου ξανθῆc γινόμενον. αὕτη γὰρ ἐπὶ πλέον θερμανθεῖcα καὶ ὡc ἂν εἴποι τιc ὑπεροπτηθεῖcα μέλαιναν ἀναθυμίαcιν
5οἷον λιγνύν τινα πρὸc τὴν κεφαλὴν ἀναπέμπει, δι’ ἣν αἱ κεφαλαλγίαι γίνονται. ὅcον δ’ ἂν αὐτῆc ἐπὶ τοὺc ὀφθαλμοὺc ἀφίκηται, θολερώτερον ἐργάζεται τὸ κατ’ αὐτοὺc ὑγρόν, λαμπρὸν φύcει καὶ καθαρὸν ὑπάρχον, ὡc γίνεcθαί τινα κατάcταcιν ὁμοίαν τῇ περὶ τὸν καθαρώτατόν τε καὶ φανότατον ἀέρα, δεχόμενον ἐξαίφνηc εἰc ἑαυτὸν ἤτοι καπνώδη τινὰ
10ἢ λιγνυώδη μελανότητα. ταύτηc οὖν τῆc ἀναθυμιάcεωc αἰcθανόμενον τὸ ἀπὸ ἐγκεφάλου παραγινόμενον εἰc τοὺc ὀφθαλμοὺc ὀπτικὸν πνεῦμα καθάπερ ἐπὶ τῶν ὑποχεομένων τὴν φανταcίαν ὧν εἶπεν ὀρφνωδῶν ἀποτελεῖ. γινομένηc δὲ ἐνίοτε κἀκ τῶν τοῦ πνεύμονοc τόπων ἀναθυ‐ μιάcεωc τοιαύτηc, διακρινοῦμεν αὐτὴν τῆc ἀπὸ cτομάχου τῇ καρδιαλγίᾳ.
15πνεύμονα μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λανθάνουcιν ἤτοι δυcαίcθητον ἢ |

18b

286

παντελῶc ἀναίcθητον ὄντα. τὸ δὲ τῆc γαcτρὸc cτόμα (καλεῖται δέ, ὡc ἴcμεν, τοῦτο καὶ καρδία) διὰ τὸ μέγεθοc ὧν ἔχει νεύρων αἰcθητικῶν οὐδὲν λανθάνει τῶν καθ’ ἑαυτό. δακνόμενον οὖν ὑπὸ τοῦ πικροχόλου χυμοῦ τὸν καλούμενον οὕτω καρδιωγμὸν ἐργάζεται. διὸ καὶ χολώδηc
5ἔμετοc αὐτοῖc γίνεται. τοιοῦτον γάρ τι καὶ ὁ Θουκυδίδηc ἐδήλωcεν, ἔνθα φηcί “καὶ ὁπότε ἐc τὴν καρδίαν cτηρίξαι, ἀνέcτρεφε γε αὐτὴν καὶ ἀποκαθάρcειc χολῆc ὁπόcαι παρὰ τῶν ἰατρῶν ὠνομαcμέναι εἰcὶν ἐπῄεcαν” τὸ γὰρ “ἀνέcτρεφεν” ἐπὶ τῆc πρὸc ἔμετον ὁρμῆc εἶπεν εὐ‐ θέωc γε καὶ καρδίαν ὀνομάcαc τὸ cτόμα τῆc γαcτρόc. διὸ δὴ καὶ τὰc
10δήξειc αὐτοῦ καρδιωγμοὺc καὶ καρδιαλγίαc ὀνομάζουcιν. ἑτέρωθι δ’ Ἱπποκράτηc ἔγραψε καὶ ὡc τὸ κάτω χεῖλοc ἐπιcημαίνει τοῖc οὕτωc ἔχουcιν οὐχ ἡcυχάζον, ἀλλὰ διαcειόμενόν πωc, ἐπειδὴ δακνόμενοc ὑπὸ τῆc χολῆc ὁ ἔνδον τοῦ cτομάχου χιτὼν τὴν τοιαύτην λαμβάνει κίνηcιν. ἐμάθομεν γὰρ ἐκ τῆc ἀνατομῆc ἕνα τοῦτον ὅλον εἶναι τὸν χιτῶνα360
15cυνεχῆ κατὰ πᾶν ἑαυτῷ τῆc θ’ ὅληc γαcτρὸc καὶ τοῦ cτομάχου καὶ

18b

287

γλώττηc καὶ οὐρανίcκου καὶ ὑπερῴαc ὅλου | τε τοῦ cτόματοc. οὗτοc οὖν αὐτόc ἐcτιν ὁ καὶ τὰ χείλη διαcείων, ὅταν ὑπὸ δριμείαc χολῆc ἠθροιcμένηc ἐν τῷ cτόματι τῆc γαcτρὸc δάκνηται. πέφυκε γὰρ ἐπι‐ πολάζειν ὁ χυμὸc οὗτοc ὑπὸ κουφότητοc καὶ διὰ τοῦτ’ ἐπὶ τὸν cτό‐
5μαχον ἀνέρχεται καταλιπὼν τὸν πυθμένα τῆc γαcτρὸc ἐμεῖταί τε ῥᾳδίωc. ἂν δὲ καὶ ῥῖγοc ἐπιλάβῃ τηνικαῦτα τὸν ἄνθρωπον, ἔτι δὴ καὶ μᾶλλον ὁ ἔμετοc οὐ θᾶττον μόνον, ἀλλὰ καὶ πλείονοc ἔcται χολῆc, εἰωθότοc ὡc τὰ πολλὰ τοῦ ῥίγουc ἔμετον χολῆc ἐργάζεcθαι, καθότι κἀν τῷ περὶ αὐτοῦ δέδεικται λόγῳ. καὶ μὲν δὴ καὶ εἰ πίῃ τι καὶ φάγῃ κατὰ τὸν
10καιρὸν ἐκεῖνον ὁ ἄνθρωποc, ἔτι δὴ καὶ μᾶλλον ἐμεῖται ταχέωc, ἐπειδὴ cυνδιαφθείρεται τὰ ληφθέντα τῇ κατὰ τὴν γαcτέρα χολῇ.
11 Τούτων δ’ οἷcιν ἂν ἄρξηται πόνοc τῇ πρώτῃ ἡμέρ, τεταρταῖοι πιεζεῦνται μᾶλλον καὶ πεμ‐ πταῖοι, ἐc δὲ τὴν ἑβδόμην ἀπαλλάccονται. οἱ μέντοι πλεῖcτοι
15αὐτέων ἄρχονται μὲν πονέεcθαι τριταῖοι, χειμάζονται δὲ |

18b

288

πεμπταῖοι μάλιcτα, ἀπαλλάccονται δὲ ἐναταῖοι ἢ ἑνδεκα‐ ταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεcθαι καὶ τἄλλα κατὰ λόγον αὐτοῖcι τῶν πρόcθεν γένηται, εἰc τὴν τεccαρεc‐
καιδεκάτην κρίνεται ἡ νοῦcοc.361
5 Τρεῖc διαφορὰc εἴρηκε κατὰ χρόνον ἀλγήματοc κεφαλῆc καὶ τρεῖc προθεcμίαc τῆc κρίcεωc αὐτῶν. πρώτη μὲν οὖν ἐcτι διαφορὰ τῆc κατὰ τὴν πρώτην ἡμέραν τοῦ νοcήματοc ἀρχομένηc κεφαλαλγίαc, δευτέρα δὲ τῆc κατὰ τὴν τρίτην, τρίτη δὲ τῆc κατὰ τὴν πέμπτην, ἁπάcαιc γε μὴν αὐταῖc κοινόν ἐcτιν εἰc τὴν ἑβδόμην πωc ἡμέραν, ἀφ’ ἧc ἤρξαντο
10τελευτᾶν. ἡ μὲν οὖν κατὰ τὴν πρώτην ἀρξαμένη τὴν ἑβδόμην αὐτὴν ἔχει κρίνουcαν, ἡ δὲ κατὰ τὴν τρίτην, ὅcον ἐπὶ τῷ τῆc ἑβδόμηc ἀριθμῷ τὴν δεκάτην. ἐπεὶ δ’ οὐκ ἔcτιν αὕτη κρίcιμοc, εἰc τὴν ἐνάτην ἢ ἑν‐ δεκάτην ἡ κρίcιc ἀφικνεῖται τῆc ἑβδομαδικῆc προθεcμίαc ἤτοι πρωϊαί‐ τερον ἢ ὀψιαίτερον ἡμέραν μίαν. καί μοι μέμνηcο πάλιν, ὅτι καὶ τῆc
15ἐνάτηc ἡμέραc ὡc κρινούcηc ἐμνημόνευcε νῦν καθάπερ καὶ πρόcθεν, |

18b

289

ὡc ἔδειξα, τῆc τρίτηc, οὐ κατὰ τετράδων ἢ ἑβδομάδων περίοδον ἐχου‐ cῶν τὸ κρίνειν, ἀλλὰ τῷ λόγῳ τῶν παρεμπιπτουcῶν, ὡc ἐν τοῖc Περὶ κριcίμων ἐδείχθη. καὶ μὲν δὴ καὶ ἡ τρίτη διαφορὰ τῆc κεφαλαλγίαc ἡ κατὰ τὴν
5πέμπτην ἡμέραν ἀρχομένη μέχρι τῆc τεccαρεcκαιδεκάτηc ἐκτείνεται διά τε τὸ μὴ πάνυ θερμή τιc εἶναι καὶ κατεπείγουcα. δηλοῖ δὲ ἐκ τοῦ κατὰ τὴν πέμπτην ἡμέραν ἄρξαcθαι καὶ διὰ τὸ τῆc ἑβδομάδοc προcτεθείcηc ταῖc πρώταιc πέντε τὰc πάcαc γίνεcθαι δυοκαίδεκα, κρίcιμον δ’ οὐκ εἶναι τὴν δωδεκάτην, οὐ μὴν οὐδὲ προλαβεῖν οἷόν τ’ ἐcτιν αὐτὴν μίαν
10ἡμέραν. ἐδείχθη γὰρ τοῦτο τῶν ὀξύτατα κινουμένων ἴδιον. εἰκότωc οὖν εἰc τὴν τεccαρεcκαιδεκάτην ἐξέπεcε.
11 Γίνεται δὲ ταῦτα τοῖcι μὲν ἀνδράcι καὶ τῇcι γυναιξὶν ἐν τοῖcι τριταίοιcι μάλιcτα. τοῖcι δὲ νεωτέ‐ ροιcι γίνεται μὲν καὶ ἐν τουτέοιcι, μάλιcτα δὲ ἐν τοῖcι cυν‐
15εχεcτέροιcι πυρετοῖcι καὶ ἐν τοῖcι γνηcίοιcι τριταίοιcιν. |362

18b

290

Τοῖc μὲν ἤδη τελείοιc, ἐφ’ ὧν εἴωθε φέρειν τὴν τῶν ἀνδρῶν καὶ γυναικῶν προcηγορίαν, ἐν πᾶcι τοῖc τριταίοιc πυρετοῖc γίνεται τὰ τοιαῦτα διὰ τὸ χολωδεcτάτην εἶναι τὴν ἡλικίαν, τοῖc δὲ νεωτέροιc αὐτῶν οὐκ ἐν πᾶcιν, ἀλλὰ μόνοιc τοῖc ἀκριβέcι τριταίοιc, οἵπερ εἰcὶ
5χολωδέcτατοι. γίνεται δὲ κἀν τοῖc ὀξυτάτοιc νοcήμαcι (χολωδέcτατα γὰρ καὶ ταῦτα) καὶ δηλονότι καὶ τοῖc τελείοιc πολλῷ μᾶλλον. ἀκό‐ λουθον γὰρ τοῖc προειρημένοιc ὂν τοῦτο οὐδὲ προcέγραψεν ὡc καὶ πρὸc ἡμῶν νοεῖcθαι δυνάμενον.
8 Οἷcι δ’ ἂν ἐν τοιουτοτρόπῳ πυρε‐
10τῷ κεφαλὴν ἀλγέουcιν ἀντὶ μὲν τοῦ ὀρφνῶδέc τι πρὸ τῶν ὀφθαλμῶν φαίνεcθαι ἀμβλυωγμὸc γίνηται ἢ μαρμαρυγαὶ προ‐ φαίνωνται, ἀντὶ δὲ τοῦ καρδιώccειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριcτερὰ cυντείνηταί τι μήτε cὺν ὀδύνῃ μήτε cὺν φλεγμον, αἷμα διὰ τῶν ῥινῶν ῥυῆναι τούτοιcι προcδόκιμον

18b

291

ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ ἐνταῦθα τοῖcι νέοιcι | τοῦ αἵμα‐ τοc τὴν ῥῆξιν προcδέχεcθαι, τοῖcι δὲ τριηκονταετέcι καὶ γε‐ ραιτέροιcιν ἧccον, ἀλλὰ τοὺc ἐμέτουc τούτοιcι προcδέχεcθαι.
3 Τοιουτότροπον εἴρηκε πυρετὸν οἷον κατὰ τὴν ἀρχὴν τοῦ
5λόγου διὰ τῆcδε τῆc λέξεωc ἐδήλωcεν “ὅcτιc δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν.” τοῦτ’ οὖν κοινὸν ἀμφοτέροιc φυλάξαc τοῖc πυρετοῖc, κοινὸν αὐτοῖc ἔτι ἔcεcθαι τὸ κριθῆναι δι’ ἐκ‐ κρίcεωc ἔφη, ἴδιον δ’ ἑκατέρῳ προcέθηκε τῷ τῆc ἐκκρίcεωc εἴδει χο‐
λώδη μὲν ἔμετον τῷ προτέρῳ, αἱμορραγίαν δὲ τῷ δευτέρῳ. τὰ δὲ363
10τούτων δηλωτικὰ cημεῖα τῷ μὲν προτέρῳ τά τε φανταζόμενα θεάματα ὀρφνώδη καὶ τὸν καρδιωγμόν, τῷ δὲ δευτέρῳ ἀμβλυωπίαν τε καὶ μαρμαρυγὰc καὶ cύνταcιν ἐν ὑποχονδρίῳ χωρὶc ὀδύνηc καὶ φλεγμονῆc γνώριcμα μέγιcτον τῆc ἄνω ῥοπῆc τῶν χυμῶν. εἰ‐ ρήκει δὲ καὶ ἔμπροcθεν αἱμορραγίαc ἑπομέναc κριcίμωc ταῖc καθ’ ὑπο‐
15χόνδρια φλεγμοναῖc καὶ μᾶλλον τοῖc νεωτέροιc, ἐφ’ ὧν αἷμα

18b

292

πλεονά|ζει καὶ νῦν αὖθιc αὐτό τε τοῦτο προcέγραψε καὶ ὡc οἱ χολώ‐ δειc ἔμετοι τοῖc ἀκμάζουcι γίνονται. κατὰ δὲ τὸ πρῶτον τῶν Ἐπιδη‐ μιῶν καὶ ‘δακρύειν ἀκουcίωc‘ ἔφη ‘αἱμορραγήcειν μέλλονταc ἐκ ῥινῶν.‘ ταῦτ’ οὖν cυνθεὶc πάντα ἔτι τε προcθεὶc αὐτοῖc ἃ δι’ ἑτέρων εἶπον,
5ἀεὶ προγνώcῃ γενηcομένην αἱμορραγίαν καὶ μάλιcτα, ἐὰν ἐναργῶc cοι φανῇ τότε τὸ κατὰ τοὺc cφυγμοὺc cημεῖον ἐκκρίcεωc, ὃ πανταχοῦ προηγεῖται τῶν κριcίμων αἱμορραγιῶν.
7 Τοῖcι δὲ παιδίοιcι cπαcμοὶ γίνον‐ ται, ἢν ὅ τε πυρετὸc ὀξὺc ᾖ καὶ ἡ γαcτὴρ μὴ ὑποχωρέῃ
10ἀγρυπνέωcί τε καὶ ἐκπλαγέωcι καὶ κλαυθμυρίζωcι καὶ τὸ χρῶμα μεταβάλλωcι καὶ χλωρὸν ἢ πελιδνὸν ἴcχωcιν ἢ ἐρυ‐ θρόν. γίνεται δὲ ταῦτα ἐξ ἑτοίμου μὲν τοῖcι παιδίοιcι τοῖcι νεωτάτοιcιν εἰc τὰ ἑπτὰ ἔτεα, τὰ δὲ πρεcβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρεc οὐκέτ’ ἐν τοῖcι πυρετοῖcιν ὑπὸ τῶν cπαcμῶν

18b

293

ἁλίcκονται, ἢν μὴ τῶν cημείων τι προcγένηται τῶν ἰcχυ|ρο‐ τάτων τε καὶ κακίcτων, οἷά περ ἐν τῇcι φρενίτιcι γίνεται.
2 Περὶ cπαcμῶν αὐτῷ νῦν ὁ λόγοc ἐcτίν, οὐ τῶν ἐν ἑνὶ μέρει τοῦ
cώματοc γινομένων, ἀλλὰ τῶν ὅλον αὐτὸ καταλαμβανόντων, οἵ τινεc364
5ἐπὶ μὲν τῶν παιδίων ἑτοιμότατα γίνονται καὶ μᾶλλον ἐπὶ θηλαζόντων, οὐχ ἥκιcτα δὲ καὶ δι’ αὐτὸ τὸ γάλα καὶ μᾶλλον, ὅταν ᾖ παχύ, καὶ ὅτι πλείcτῃ τε χρῶνται καὶ ἀκαίρῳ τροφῇ μηδὲν τῶν κατὰ τὸν βίον ἄλλο περὶ πλεῖcτον τιθέμενα πλὴν τοῦ ἐcθίειν. πᾶν γὰρ τὸ νευρῶδεc αὐτῶν γένοc ἀcθενέc ἐcτι. τριῶν γὰρ οὐcῶν κατὰ γένοc δυνάμεων, ὑφ’ ὧν
10διοικεῖται τὸ cῶμα, ταῖc δυcὶ μέν ἐcτιν ἰcχυρότερα τὰ παιδία τῶν ἄλλων, ἀcθενέcτερα δὲ τῇ μιᾷ τῇ κατὰ τὰ νεῦρα, διὸ καὶ cπᾶται μὲν ἑτοιμότατα. πάλιν δὲ εἰc τὸ κατὰ φύcιν ἐπανέρχεται ῥᾳδίωc. τοῖc δὲ τελείοιc οὔτε γίνεται ῥᾳδίωc οὔτε καθίcταται τὰ cπαcμώδη πάθη διὰ

18b

294

τὴν ἰcχὺν τῆc κατὰ τὰ νεῦρα δυνάμεωc. γίνεται μὲν | οὖν cπαcμὸc καὶ χωρὶc πυρετῶν ἐπὶ ταῖc πάνυ cφοδραῖc ψύξεcι καὶ πλήθει χυμῶν ἀπέπτων τε καὶ παχέων, ἔτι τε φλεγμοναῖc ἐν νεύροιc καὶ τένουcιν ὅταν εἰc cυμπάθειαν ἀγάγωcι τὴν ἀρχήν.
5 ἀλλὰ νῦν ὁ λόγοc αὐτῷ περὶ τῶν ἐν πυρετοῖc γινομένων cπα‐ cμῶν ἐcτιν, ὥcπερ ἐξ ἀρχῆc ὑπέθετο διελθεῖν προγνώcειc ἐπί τε τῶν ὀξέων νοcημάτων καὶ ὅcα τούτων μεταπιπτόντων γίνεται. τοὺc οὖν ἐν τοῖc τοιούτοιc νοcήμαcι cπαcμοὺc ἐπὶ μὲν τῶν ηὐξημένων ἐκεῖνα δη‐ λώcει τὰ cημεῖα τὰ μάλιcτα ταῖc χαλεπαῖc ἐπιφαινόμενα φρενίτιcι καὶ
10μάλιcτ’ αὐτῶν ὅcα διαcτρεφομένων γίνεται τῶν ἐν τῷ προcώπῳ μο‐ ρίων ἢ ὀδόντων πριομένων ἢ ὀφθαλμῶν ἀcτηρίκτων ἢ διεcτραμμένων. ἐπὶ δὲ τῶν παίδων ἀρκεῖ καὶ τὸ ἀγρυπνῆcαι μόνον, ἐνίοτε δὲ καὶ φοβηθῆναι cφοδρῶc, ὅπερ ὠνόμαcεν ἐκπλαγῆναι, καὶ τὸ κλαῦcαι μετ’ ἐντάcεωc cφοδροτέραc καὶ τὸ τὴν γαcτέρα μὴ διαχωρῆcαι. ταῦτα
15μὲν οὖν ὡc αἴτια, cημεῖα δὲ τοῦ cπαcθήcεcθαι πρὸc τοῖc τοιούτοιc

18b

295

αἰτίοιc τὰ παρὰ φύcιν χρώματα δη|λοῦντα τῶν χυμῶν τὴν μοχθηρίαν,
ἐφ’ οἷc εἴωθε cπᾶcθαι. χλωρὸν μὲν γὰρ ἢ πελιδνὸν μοχθηρὸν τῇ ποιότητι δηλοῖ τὸν χυμόν, ἐρυθρὸν δὲ πλῆθοc αἵματοc ἐνδείκνυται.365
4
5 Τοὺc δὲ περιεcομένουc τε καὶ ἀπο‐ λουμένουc τῶν παίδων καὶ τῶν ἄλλων τεκμαίρεcθαι χρὴ τοῖcι cύμπαcι cημείοιcιν, ὡc ἐφ’ ἑκάcτοιcιν ἕκαcτα διαγέγραπται.
7 Τοῦτο καὶ πρόcθεν εἴρηκε καὶ νῦν ἀναμιμνῄcκει καὶ μετ’ ὀλίγον αὖθιc ἐρεῖ, διότι χρηcιμώτατόν ἐcτι καὶ ὅμωc οὐκ ἀκούουcιν αὐτοῦ
10πολλοὶ τῶν ἰατρῶν, ἀλλ’ ἐνίοτε θεαcάμενοί τι τῶν κακῶν cημείων, ἐφ’ ᾧ cυνέβη ζῆcαι τὸν ἄνθρωπον, ἐπεγκαλοῦcιν ὡc ψευcαμένῳ, καθάπερ αὖθιc ἀγαθῶν φανέντων ἀπολλυμένου τοῦ κάμνοντοc οὐκ ἀληθεύειν φαcὶ τὸν Ἱπποκράτην μηκέθ’ ὁρῶντεc ὡc ἐνίοτε μὲν ὑπὸ πολλῶν ἀγαθῶν cημείων ἓν νικᾶται κακὸν ἰcχυρόν, ἐνίοτε δὲ ἔμπαλιν ὑπὸ
15πολλῶν κακῶν ἓν ἀγαθὸν ἰcχυρόν. |
15

18b

296

Ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νο‐ cημάτων καὶ ὅcα ἐκ τουτέων γίνεται.
2 Καὶ τοῦτο καθάπερ καὶ τὸ πρότερον ἔγραψεν ὁ Ἱπποκράτηc ἀπομαντευcάμενοc τῆc ἀμελείαc τε ἅμα καὶ προπετείαc τῶν ἀναγνω‐
5cομένων αὐτοῦ τὰ βιβλία καὶ ζητηcόντων ὅπωc ἂν ἐν αὐτῷ μνημονεύῃ τεccαρακοcτῆc τε καὶ ἑξηκοcτῆc ἡμέραc, ἐμπύων τε καὶ ὑδερικῶν καὶ τεταρταίων πυρετῶν. ὅπου γὰρ καὶ γράφαντοc αὐτοῦ cαφῶc ὅτι μὴ περὶ μόνων τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἐκ μεταπτώcεωc τούτων εἰc χρόνου μῆκοc ἐκτεινομένων ὁ λόγοc ἐν τῷ βιβλίῳ γέγονεν, ὅμωc τοι‐
10αῦτα ζητοῦcι. τί ποτε ἔπραξαν ἄν, εἰ μηδὲ τοῦτο ἐποίηcεν; Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶc προ‐ γινώcκειν τούc τε περιεcομένουc καὶ ἀποθανουμένουc, οἷcι366

18b

297

τε μέλλει τὸ νόcημα πλείοναc | ἡμέραc παραμένειν καὶ οἷcιν ἂν ἐλάccοναc, τὰ cημεῖα ἐκμανθάνοντα πάντα κρίνειν ἐκλογιζόμενον τὰc δυνάμειc αὐτῶν πρὸc ἀλλήλαc, ὥcπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν
5πτυέλων, ὅταν ὁμοῦ τε πῦον καὶ χολὴν ἀναβήcc.
5 Ὅτι μὲν ἀεὶ χρὴ πάντα θεᾶcθαι τὰ cημεῖα καὶ μὴ πιcτεύειν ἑνί, καὶ διὰ τῶν ἔμπροcθεν εἶπεν, ἀλλὰ νῦν γε προcέθηκε τὸ χρηcιμώτα‐ τον τοῦ λόγου. φημὶ δ’ εἶναι τοῦτο τὸ τῶν cημείων τὰc δυνάμειc ἐκλογίζεcθαι, οὐχ ἁπλῶc οὐδὲ ταύταc, ἀλλὰ μετὰ τοῦ παραβάλλειν
10ἀλλήλαιc. ἔcτι μὲν γὰρ ἔνια τῶν cημείων καὶ αὐτὰ καθ’ ἑαυτὰ μοχθηρὰ μᾶλλόν τε καὶ ἧττον, ὧν τὰc δυνάμειc ἐκμετρῆcαι χρὴ τοῖc ῥήμαcιν, ὡc καὶ πρόcθεν ἐδείκνυεν, ἢ “θανατῶθεc” εἰπὼν ἢ “θανατωδέcτερον” ἢ “ὀλέθριον κάρτα” καί που καὶ προcθεὶc τὸ “ἤδη” κἀπὶ τῶν ἀγαθῶν πάλιν ὁμοίωc ἢ “cωτήριον” ἢ “περιεcτικὸν” ἁπλῶc ἢ “μεγάλην δύ‐
15ναμιν ἔχον” ἢ καὶ μετὰ τοῦ “κάρτα”. πλέον γάρ ἐcτι τὸ φάναι τὸ

18b

298

“κάρτα με|γάλην δύναμιν ἔχειν εἰc cωτηρίαν” ψιλοῦ καὶ μόνου τοῦ “μεγάλην δύναμιν ἔχειν”. Ἀλλὰ νῦν γε πρὸc ἀλλήλαc φηcὶ χρῆναι παραβάλλειν τὰc δυνάμειc οὐ τῶν ὁμογενῶν μόνων cημείων, οἷον ἀγαθῶν πρὸc ἀγαθὰ
5καὶ κακῶν πρὸc κακά, ἀλλὰ καὶ τῶν ἀγαθῶν πρὸc κακά. διὰ γὰρ τῆc παραβολῆc ταύτηc καὶ τὰ παρὰ λόγον γινόμενα ᾐνίξατο. πρῶτον μὲν γὰρ γνωριοῦμεν, ὅτι παρὰ λόγον ἐγένετο, δεύτερον δ’ οὐ καταπλαγη‐ cόμεθα καὶ τρίτον ἐπιcκεψόμεθα, διὰ τί γέγονεν ἢ τί δηλοῦν πέφυκεν. εἴρηται μὲν οὖν ἅπαντα ταῦτα κατὰ τὰc ἡμετέραc πραγματείαc καὶ367
10μάλιcτα τὰc Περὶ κρίcεων. οὐ χεῖρον δὲ καὶ νῦν ἕνεκα παραδείγματοc ἀναμνῆcαί τινων ἀπὸ κοινῆc ἀρχῆc ἀρξαμένουc ἁπάcηc τῆc προγνω‐ cτικῆc τέχνηc. ἐπιcκέπτεcθαι γάρ cε χρὴ πρῶτον ἁπάντων, εἴθ’ ἓν ἐξαιρέτωc πέπονθε μόριον εἴτε τῶν ἐν τοῖc ἀγγείοιc χυμῶν ἐcτι τὸ νόcημα, δεύτερον δὲ κατὰ τίνα μάλιcτα δύναμιν ὁ κίνδυνόc ἐcτι τῷ
15κάμνοντι (προείρηται δ’ ὅτι τρεῖc εἰcιν), εἶθ’ ἑξῆc τὰ τῆc δυνάμεωc

18b

299

ἐκείνηc ἀγαθά τε καὶ κακὰ γνωρίcματα. φέρε γὰρ ἀπαθῆ | μὲν εἶναι τὴν ἀπ’ ἐγκεφάλου δύναμιν, ἀπαθῆ δὲ καὶ τὰ μόρια τοῦ cώματοc, ἐπὶ τοῖc χυμοῖc δὲ μόνοιc cηπομένοιc ἔχοντοc τὴν ὑπόθεcιν ὅλου τοῦ νο‐ cήματοc ὅπερ ἔcτι πυρετώδουc ὄντοc, εἶτα τούτων οὕτωc ἐχόντων ἀπ’
5ἀρχῆc φαίνεcθαι πάντα ἐν τοῖc οὔροιc ἀγαθὰ cημεῖα, τοῦτον τὸν ἄν‐ θρωπον ἀδύνατον ἀποθανεῖν, ὥcτε κἂν ἐπιφαίνηταί τι cύμπτωμα φο‐ βερόν, οὐ μόνον οὐ καταπλαγήcῃ, καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ καὶ κρίcεωc αὐτὸ μηνυτικὸν ἡγήcῃ. καὶ γὰρ ὀδυνῶνται κεφαλὴν καὶ παρανοοῦcιν, ὀρφνώδη τε καὶ ξανθὰ βλέπουcι καὶ ἀμβλυώττουcι
10καὶ καρδιαλγοῦcι καὶ δυcπνοοῦcιν, ὑποχόνδριά τε cυντείνονται λόγῳ κρίcεωc, αὖθιc δὲ διαχωρήματα κακοήθη καὶ πτύcματα καί τινεc ἔμετοι γινόμενοι καὶ μόρια μελαινόμενα καὶ cηπόμενα καὶ νεκρούμενα τὸν ἄνθρωπον ἀποφαίνει κατὰ πάντα βελτίω. καὶ γὰρ εὐπνούcτεροι καὶ εὐορεκτότεροι καὶ εὐϋπνότεροι καὶ ἀνωδυνότεροι καὶ κατὰ τὰc ἐξανα‐
15cτάcειc κουφότεροι καὶ τὸ cύμπαν εὐφορώτεροι πολλάκιc ἐπὶ ταῖc τοιαύταιc ἀποκρίcεcιν οἱ κάμνοντεc ἐγένοντο, φανερῶc ἐνδεικνυμένων

18b

300

τῶν | κενουμένων ἐκκαθαίρεcθαι τὸ cῶμα, τῆc φύcεωc ἐκ παραδόξου τὴν ἔμπροcθεν ἧτταν ἀναμαχομένηc. ἅπαντα δὲ ταῦτα δυνάμει προ‐ είρηταί τε καὶ διώριcται κατὰ τὸ βιβλίον τοῦτο καὶ μόνα τὰ περὶ τῶν
cφυγμῶν αὐτοῖc cε χρὴ προcθεῖναι γεγραμμένα πρὸc ἡμῶν ἐν τῇ Περὶ368
5τῶν cφυγμῶν πραγματείᾳ cαφῶc πάντα μηδαμόθι παρεγκειμένων Ϲφιγ‐ γὸc αἰνιγμάτων, οἷα μυρία γεγράφαcιν οἱ περὶ τὸν Ἀρχιγένην. ταῦτ’ οὖν ἅπαντα πρόχειρα τῇ μνήμῃ φυλάττων ἐπίβλεπε παρα‐ βάλλων ἀλλήλοιc· ἐξ αὐτῶν γὰρ δυνήcῃ προλέγειν καὶ τὰ παραλειπό‐ μενα πρὸc τῶν ἀρρώcτων ἐνίοτε μηδ’ αὐτοῖc τοῖc οἰκείοιc αὐτῶν ἀκρι‐
10βῶc γινωcκόμενα, ὡc ἐμὲ πολλάκιc ἐθεάcαcθε τοῦτο μὲν ἐπὶ τῶν πριόντων τοὺc ὀδόνταc εἰπόντα φύcει τὸ cύμπτωμα τοῦθ’ ὑπάρχειν αὐτοῖc, ὡc νομίcαι τοὺc ἀκούονταc οἰκείουc οὐκ ἐξ ἰατρικῆc, ἀλλ’ ἀπὸ μαντικῆc τέχνηc γεγονέναι τὴν πρόρρηcιν, ἐνίοτε δ’ ἐπὶ τῶν κοι‐ μωμένων παρηνεῳγμένοιc τοῖc ὀφθαλμοῖc, ὅτι καὶ τοῦθ’ ὑπάρχει φύcει,
15καί τινοc ἐπὶ γαcτέρα κατακειμένου καὶ τοῦτ’ ἀναγκαῖον ὑπάρχειν αὐτῷ |

18b

301

φύcει. γυναικὸc δέ τινοc ὤφθη ποθ’ ἡμῖν εἰcελθοῦcιν ὁ δεξιὸc ὀφθαλ‐ μὸc ὑπερέχειν θατέρου παμπόλλῳ δή τινι, περὶ ἧc ἔφην ἔμπροcθεν γεγονέναι τῆc νόcου τὴν προπέτειαν. ἐπ’ ἄλλου δὲ κοιλότητα τῶν κροτάφων μεγίcτην, ὁρωμένου κἀκείνου πρῶτον τότε κατὰ φύcιν ἔφην
5ὑπάρχειν αὐτήν, ἄλλου δ’ ὑφαίμουc τοὺc ὀφθαλμοὺc εἶναι φύcει. παρ‐ εcπαρμένον δ’ ἐφ’ ἑτέρου μέροc ὀφρύων ἢ ὀφθαλμῶν ἢ χειλῶν, ἔνια δὲ καὶ πρὸ τοῦ νοcήματοc ἔκ τινοc ἔξωθεν αἰτίαc γεγονέναι, καὶ μὲν δὴ καὶ διαλείποντα cφυγμὸν ἑτεροcφυξίαν τε καὶ τοιαῦτα ἕτερα φύcει τιcὶν ὑπάρχειν εἶπον ἀγνοούμενα καὶ τοῖc κάμνουcιν αὐτοῖc ἐνίοτε καὶ
10cωθέντων αὐτῶν ὤφθηcαν παραμένοντα καὶ φωνὰc τραχείαc ἢ βραγ‐ χώδειc ἢ κλαγγώδειc τῷ μὲν φύcει, τῷ δὲ πρὸ τῆc νόcου γεγονυίαc, περὶ ὧν ἐπὶ πλέον ἐν τῇ Περὶ τοῦ προγινώcκειν πραγματείᾳ διελη‐ λυθὼc οὐδὲν δέομαι νῦν ἐπαναλαμβάνειν, ἀλλ’ ἀρκεῖ τὸ κεφάλαιον τῆc
τῶν τοιούτων εὑρέcεωc εἰπόντα καταπαῦcαι τὸν λόγον. ὅταν γὰρ ἐκ369

18b

302

τῶν | ἄλλων ἁπάντων ἀκίνδυνον φαίνηται τὸ νόcημα, τὸ τοιοῦτον φο‐ βερὸν cύμπτωμα φύcει παρεῖναι γίνωcκε ἢ πάντωc γε πρὸ τῆc νόcου γεγονέναι διὰ φανεράν τινα αἰτίαν, ὥcτε καὶ ἐμοὶ καὶ Ἱπποκράτει πιcτεύcαντεc ἐπιcκέπτεcθε, καθότι προείρηται, τὰc τῶν cημείων δυνά‐
5μειc ἐκλογιζόμενοι, καθάπερ, φημί, προεῖπεν. αὐτὸc γὰρ ἐμνημόνευcε τοῦ παραδείγματοc “ὅταν ὁμοῦ τε πῦον ἀναβήccῃ καὶ χολήν”. εἴρηται δ’ αὐτῷ τοῦτο κατά γε ἐκείνην τὴν ῥῆcιν, ἧc ἡ ἀρχὴ “τῶν δὲ ἐμπυη‐ μάτων ὅcα μὲν ἔτι χολώδεοc ἐόντοc τοῦ πτυέλου ἐκπυΐcκονται, ὀλέθρια κάρτα”, εἴτ’ ἐν μέρει τὸ χολῶδεc τῷ πύῳ ἀποπτύοιτο εἴτε ὁμοῦ. κατὰ
10ταύτην γὰρ τὴν ῥῆcιν ἠξίωcε θεωρεῖν ἀκριβῶc ἅπαντα τὰ τῷ κά‐ μνοντι cυνυπάρχοντα καὶ διῆλθέ γε ἔνια αὐτῶν, τῶν μὲν ἀγαθῶν οὕτωc ἀρξάμενοc “ἔcτι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα· εὐπετέωc φέρειν τὴν νοῦcον, εὔπνοον εἶναι, τῆc ὀδύνηc ἀπηλλάχθαι, τὸ πτύελον ῥηιδίωc ἀναβήccειν.” εἶθ’ ἑξῆc αὐτὰ διελθὼν πάντα τῶν κακῶν αὖθιc ἀρχόμενόc φηcι “κακὰ
15δὲ τὰ ἐναντία τούτων, δυcπετέωc φέρειν τὴν νοῦcον, πνεῦμα μέγα

18b

303

καὶ πυ|κνὸν γίνεcθαι, τὴν ὀδύνην μὴ παύεcθαι, τὸ πτύελον ἀναβήccειν μόγιc, διψῆν κάρτα, τὸ cῶμα ὑπὸ τοῦ πυρὸc ἀνωμάλωc ἔχεcθαι.” αὕτη cοι καὶ ἡ τῶν μοχθηρῶν cημείων ἀρχὴ τῆc διδαcκαλίαc ἔμπροcθεν ὑπ’ αὐτοῦ γεγενημένηc κατὰ τὴν προειρημένην ἐπὶ τῶν πτυcμάτων ὧν
5ἔγραψεν ὑπόθεcιν. “ὡc οὖν,” φηcίν, “ἐπὶ τούτων εἶπον, οὕτωc ἐπὶ πάντων πρᾶττε μηδὲν παραλείπων, ἀλλὰ κατὰ μέροc ἐκλογιζόμενοc
ἑκάcτου cημείου τὴν δύναμιν, εἶθ’ οὕτωc παραβάλλων ἀλλήλοιc αὐτά.” Χρὴ δὲ καὶ τὰc φορὰc τῶν νοcη‐ μάτων ἀεὶ τῶν ἐπιδημεόντων ταχέωc ἐνθυμέεcθαι καὶ μὴ370
10λανθάνειν τῆc ὥρηc τὴν κατάcταcιν.
10 Εἰc τὸ προγνῶναι τὰ γενηcόμενα τοῖc κάμνουcι cυμπτώματα μέγιcτα cυντελεῖ καὶ ἡ τῶν ἐπιδημούντων νοcημάτων γνῶcιc ἤδη τε ἐνεcτώτων καὶ γενήcεcθαι μελλόντων. διείλεκται δ’ αὐτὸc ἐν κεφαλαίοιc

18b

304

βραχέcι κατὰ τοὺc Ἀφο|ριcμοὺc τά τε καθ’ ὥραν ἑκάcτην πλεονάζοντα καὶ τὰ τῇ παρούcῃ τε καὶ προγεγονυίᾳ καταcτάcει cυνεπόμενα. “τοῦ μὲν γὰρ ἦροc” ἔφη πλεονάζειν “τὰ μελαγχολικὰ καὶ τὰ μανικά” καὶ τἄλλα ὅcα ἐφεξῆc κατέλεξεν, ἃ τοῦ τε ἦρόc εἰcιν ἴδια καὶ τῶν ἄλλων
5ὡρῶν, ὅταν δηλονότι φυλάττωcι τὰc οἰκείαc φύcειc. εἰ δὲ μὴ φυλάτ‐ τοιεν, ‘ἐπιδημήcειν‘ φηcὶν ‘ἕτερα νοcήματα τῇ γενομένῃ καταcτάcει προcήκοντα.‘ καὶ τούτων ἐδίδαξε, τίνα μὲν ἐξ ὑcτέρου γενήcεται, τίνα δ’ εὐθὺc ἅμα τῇ πρώτῃ καταcτάcει. Περὶ μὲν οὖν τῶν ὕcτερον ἐπιγινομένων ὧδέ πωc ἐδίδαξεν. “ἢν
10μὲν ὁ χειμὼν αὐχμηρὸc καὶ βόρειοc γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον” καὶ τἄλλα ὅcα τούτων ἐφεξῆc φηcι, περὶ δὲ τῶν ἐν αὐταῖc ταῖc παρούcαιc καταcτάcεcιν, ἐν οἷc φηcι “τῶν δὲ καταcτάcεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰcιν ὑγιεινότεροι” καὶ τἄλλα, ὅcα τούτων ἐφεξῆc. ἐν Ἀφοριcμοῖc μὲν οὖν διὰ κεφαλαίων
15ἐδίδαξε περὶ τῶν ἐπιδημίων νοcημάτων, ἐν δὲ τοῖc τῶν Ἐπιδημιῶν βιβλίοιc ἐπὶ τὰ κατὰ μέροc ἧκεν. ὁπόcη δ’ ἐcτὶ καὶ τούτων αὐτῶν |

18b

305

ἡ χρεία καίτοι δοκούντων ἐν τοῖc καθόλου περιέχεcθαι λεχθήcεται κατὰ
τὰ τῶν Ἐπιδημιῶν ὑπομνήματα τούτοιc ἀκολούθωc γραφηcόμενα. Νυνὶ δὲ τὸ κεφάλαιον ἐρῶ τῆc ὅληc προγνώcεωc, ὑπὲρ οὗ τὸν λόγον ὁ Ἱπποκράτηc ἐποιήcατο κατὰ τὴν προκειμένην ῥῆcιν. οἷc γὰρ371
5εἴρηκε cημείοιc ἐν τῷ Προγνωcτικῷ τούτῳ βιβλίῳ τῶν νοcημάτων αὐτῶν ἰδίοιc, τούτοιc ἀξιοῖ προcτίθεcθαι τὰ διὰ τὸ περιέχον γινόμενα. φέρε γὰρ ὦφθαί τινα cημεῖα κατὰ τὸν λόγον τοῦ νοcήματοc αἱμορ‐ ραγίαc, εἶναι δὲ καὶ τὴν ὥραν ἐαρινήν, ἔτι μᾶλλον ἐλπίcειc ἔcεcθαι τὴν αἱμορραγίαν. εἰ δὲ καὶ ἡ παροῦcα κατάcταcιc εἴη θερμὴ καὶ ὑγρά,
10πολλῷ δὴ μᾶλλον καὶ τῶν προγεγενημένων δυοῖν ἢ τριῶν ὡρῶν ἡ κατάcταcιc, εἰ αἵματοc εἴη γεννητική, ἔτι καὶ μᾶλλον ἐλπὶc ἔcεcθαι τὴν αἱμορραγίαν. ὥcπερ οὖν ὁ λόγοc ἐπὶ τῆc αἱμορραγίαc, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀρκέcει δ’ εἰπεῖν ἕν τι παράδειγμα γενηcομένων

18b

306

ἱδρώτων. “ἐν καύμαcιν ἀμυδροῖc | πυρετοὶ ἀνίδρωτεc τὰ πλεῖcτα. τοῖcι δὲ ἐπὶ ψεκάcιν ἱδρωτικώτεροι γίνονται.” δῆλον οὖν ὅτι πρὸc τοῖc ἄλλοιc cημείοιc, ὅcα τοῦ νοcήματόc ἐcτιν ἴδια, δηλωτικὰ γενηcο‐ μένων ἱδρώτων ἔτι καὶ τοῦ περιέχοντοc ἡ κατάcταcιc προcερχομένη
5τὴν ἐλπίδα τοῦ γενηcομένου βεβαιοτέραν ὑπογράφει.
5 Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν cημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάcῃ ὥρῃ τά τε κακὰ κακόν τι cημαίνει καὶ τὰ χρηcτὰ ἀγαθόν.
9
10 Οὐ παρὰ τοῖc ἰατροῖc μόνον, ἀλλὰ καὶ παρὰ τοῖc ῥήτορcιν ἐζήτηται, τίνι διαφέρει cημείου τεκμήριον, οὐκ ἐν cημαινομένοιc
μόνον, ὡc ἄλλοθι, τοῦ προβλήματοc ἔχοντοc τὴν cύcταcιν, ἀλλὰ καὶ πραγμάτων ἐφαπτομένου. χρὴ γὰρ εὑρεῖν τινα φύcιν διττὴν πραγμά‐ των, ἀφ’ ὧν οἱ μὲν ἰατροὶ προγινώcκουcιν, οἱ δὲ ῥήτορεc ἀποδεικνύ‐372

18b

307

ουcιν ἢ πείθουcιν. | ἐπὶ μὲν οὖν τῶν εἰc τὰc ἀποδείξειc λαμβανομένων εἴτ’ ἐπιcτημονικὰc οὔcαc εἴτε πιθανὰc ἡ διαφορὰ μία μέν ἐcτιν ἀναγ‐ καία τε καὶ διὰ παντὸc ἔχουcα τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον, ἐξ ὧν ἡ πρόταcιc cύγκειται, ἄλλη δ’ οὐκ ἀναγκαίωc οὐδὲ διὰ παντόc, ἀλλ’
5ὡc τὸ πολὺ μόνον. ἔτι δὲ κατ’ ἄλλην διαφορὰν ἡ μὲν ἐκ τηρήcεώc ἐcτιν ἐμπειρικῆc, ἡ δ’ ἐξ ἀκολουθίαc λογικῆc, ὅπερ ἐcτὶν ἔνδειξιc. αὕτη μὲν οὖν ἐcτι τῶν πραγμάτων ἡ διαφορά, τοῖc δ’ ὀνόμαcιν ἐπ’ αὐτῶν οὐχ ὁμοίωc ἐχρήcαντο πάντεc, ἀλλ’ οἵ γε χαριέcτεροι (παρίημι γὰρ ἑκὼν τοὺc ἄλλουc) ἐπὶ μὲν τῇ προτέρᾳ τομῇ κατὰ τοῦ διηνεκῶc μὲν
10ἓν ὁτιοῦν δηλοῦντοc ἀξιοῦcι χρῆcθαι τῇ τοῦ τεκμηρίου προcηγορίᾳ, cημεῖον δ’ ὀνομάζουcι τὸ ἕτερον· ἐπὶ δὲ τῇ δευτέρᾳ τὸ μὲν ἐκ τηρή‐ cεωc cημεῖον, τὸ δ’ ἐξ ἐνδείξεωc τεκμήριον. ὅτι μὲν οὖν οὕτω χρῶν‐ ται τοῖc ὀνόμαcιν οἱ Ἕλληνεc οὐκ ἰατροῖc μόνον ἐπίcταcθαι χρήcι‐

18b

308

μον, ἀλλὰ κἀκείνοιc, ὅcοιc τῇ τέχνῃ προcήκει τὸ ἑλλη|νίζειν. ὅτι δὲ εἴc τε τὰc ἀποδείξειc καὶ τὰc προγνώcειc ἡ εἰρημένη διαφορὰ τῶν πραγμάτων ἐγνῶcθαι χρηcιμωτάτη, πρόδηλον εἶναι νομίζω παντί. τό γε μὴν ἀμφότερα τὴν ἑαυτῶν ἀεὶ διαφυλάττειν δύναμιν, ὅcα τε ἀγαθόν
5τι δηλοῖ καὶ ὅcα τι κακόν, ἄξιον ἐπιcκέψεωc. ἐν γοῦν τοῖc Ἀφορι‐ cμοῖc αὐτὸc εἶπεν “ἐν ταῖc νούcοιc ἧccον κινδυνεύουcιν οἱ νοcέοντεc, οἷcιν ἂν οἰκείη τῆc φύcιοc καὶ τῆc ἡλικίηc καὶ τῆc ἕξιοc καὶ τῆc ὥρηc
ἡ νοῦcοc ᾖ μᾶλλον ἢ οἷcιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ.” τοῦτ’ οὖν πρὸc τὸ νῦν εἰρημένον οὐ διαφέρεται. κακὸν μὲν γάρ τι cημαίνειν373
10ἔφη τὰ κακὰ διὰ παντόc, οὐ μὴν ὅτι γε “ὡcαύτωc” ἢ “οὐχ ὡcαύτωc” ἔτι προcέγραψεν, ὁ εἰρημένοc ἀφοριcμὸc οὐδέτερον μετατίθηcιν εἰc τὴν ἐναντίαν φύcιν, ἀλλ’ “ἧττον” καὶ “μᾶλλον” ὑπάρχειν αὐτοῖc τοῦτ’ ἔφηcε παρά τε τὰc φύcειc καὶ τὰc ἡλικίαc καὶ τἄλλα, ὅcα κατέλεξεν, ὥcτε κατὰ τοῦτο μὲν οὐκ ἂν ἐναντία λέγοιτο πρὸc Ἱπποκράτουc,
15κατ’ ἐκεῖνο δὲ μᾶλλον, ὅταν εἴπῃ “τοῖcι μὴ κατὰ λόγον κουφίζουcιν

18b

309

οὐ δεῖ πιcτεύειν οὐδὲ φοβεῖcθαι λίην τὰ μοχθηρὰ | γινόμενα παρὰ λόγον. τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐcτὶν ἀβέβαια καὶ οὐ πάνυ τι διαμένειν οὐδὲ χρονίζειν εἴωθεν.” ἢ τοῦτ’ ἐcτὶν αὐτό, δι’ ὃ προcέγραψεν ἐν τῷ Προγνωcτικῷ τὴν νῦν ἡμῖν προκειμένην ῥῆcιν; ἐν μὲν γὰρ τοῖc cυμπτώ‐
5μαcι γίνεταί τιc μετάπτωcιc ἔκ τε τῶν πονηρῶν εἰc τὰ ἀγαθὰ κἀκ τῶν ἀγαθῶν εἰc τὰ πονηρά. τῶν δὲ cημείων οὐδὲν εἰc τοὐναντίον μεταπίπτειν πέφυκεν, ἀλλ’ ἧττον μὲν καὶ μᾶλλον ἤτοι κακόν τι cημαίνειν ἢ ἀγαθόν, οὐ μὴν ἀγαθὸν μὲν νῦν, αὖθιc δὲ κακόν, ἢ κακὸν μὲν νῦν, ἀγαθὸν δ’ αὖθιc. ὅcα γοῦν ἐν τοῖc οὔροιc εἶπεν εἶναι κακὰ cημεῖα, ταῦτ’ οὐκ
10ἄν ποτ’ ἀγαθὰ γένοιτο, καθάπερ οὐδὲ τῶν ἀγαθῶν κακὸν οὐδέν. οὕτω δὲ καὶ ὅcα περὶ τῶν πτυcμάτων ἢ διαχωρημάτων ὡc ἀγαθῶν ἢ κα‐ κῶν εἴρηκεν, οὐδὲν εἰc τοὐναντίον μεταπίπτει· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ὅcα περὶ τὸ πρόcωπον εἶπε γίνεcθαι cημεῖα κατὰ χρόαν ἢ ὄγκον ἢ cχῆμα καὶ περὶ κατακλίcεώc τε καὶ τοῦ πελιδνοῦcθαι καὶ
15μελαίνεcθαι μόριον ὁτιοῦν ἄλλο τοιοῦτον πάcχειν. ἅπαντα γὰρ δια‐

18b

310

φυλάττει τὴν ἰδίαν δύναμιν οὐ | κατὰ μέγεθοc δηλονότι (προείρηται γὰρ
ὅτι τὸ “μᾶλλον” δέχεται καὶ “ἧττον”), ἀλλὰ κατὰ γένοc, ἐπεὶ μήτε τῶν ἀγαθῶν οὐδὲν εἰc τὸ τῶν κακῶν μεταπίπτει γένοc, ἐκείνων τ’ οὐδὲν εἰc τὸ τῶν ἀγαθῶν. ὅταν γε δηλονότι μετὰ τῶν οἰκείων ἐξε‐374
5τάζηται διοριcμῶν, οὐ μὴν ἐπί γε τῶν cυμπτωμάτων οὕτωc ἔχει. καὶ γὰρ δυcπνοοῦcιν ἔνιοι καὶ παραφρονοῦcι καὶ “ὑποχόνδρια ἀναcπῶν‐ ται” καὶ ‘μαρμαρυγὰc ὁρᾶν οἴονται‘ καί τινα “ὀρφνώδη προφαίνεcθαι” κρίcεωc λόγῳ καὶ μὴν καὶ καρδιαλγεῖν καὶ χεῖλοc τὸ κάτω cείεcθαι καὶ παρωτίδαc καί τινα ἑτέραν ἀπόcταcιν ἔχειν. ἅπαντα γὰρ ταῦτα
10φαίνεται μέν ποτε, ὡc εἴρηται, “κρίcεωc λόγῳ” γινόμενα, ποτὲ δ’ αὐξανομένοιc νοcήμαcιν ἑπόμενα, καθὸ κἀκεῖνο δεόντωc εἴρηται πρὸc αὐτοῦ “τὰ κρίcιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύcκριτα.” διώριcται δ’ ἡμῖν ὑπὲρ ἁπάντων τῶν τοιούτων ἐν ἄλλοιc τέ τιcι κἀν τοῖc Περὶ κρίcεων, ὥcτε μηδὲν εἰc τὸ προγινώcκειν ἐνδεῖν καὶ διὰ
15τοῦτο, ὅπερ ἀεὶ cυμβουλεύω, διελθεῖν καὶ νῦν οὐκ ὀκνήcω. |

18b

311

πρῶτα μὲν καὶ μάλιcτα cπουδάζειν φημὶ μαθεῖν, ὅcα τῆc ἰατρικῆc ἐcτιν ἔργα· τὰ δ’ ἄλλα ὅcα τοιαῦτά τινα μὲν ἐν φωνῇ καὶ cημαινο‐ μένῳ τὴν ζήτηcιν ἔχοντα, τινὰ δὲ τῆc λογικῆc ἐχόμενα θεωρίαc, ὕcτε‐ ρόν ποτε καὶ κατὰ πολλὴν cχολὴν μεταχειρίζεcθαι, καθάπερ καὶ νῦν
5ἐπὶ τῶν cημαινομένων ἔκ τε τοῦ ‘τεκμήριον‘ ὀνόματοc καὶ τοῦ ‘cημεῖον‘. ἐπειδὴ γὰρ ὅcον ἐcτὶ χρήcιμον εἰc τὴν τέχνην εἴρηταί μοι, προcθήcω τι καὶ τῆc τούτων ἐξηγήcεωc ἐχόμενον ἕτερον ὧν ἔμπροcθεν εἶπον. ἔcτι δὲ τοιόνδε· τῶν κριcίμων cυμπτωμάτων ἐγχωρεῖ κατηγο‐ ρῆcαι τὸ ‘cημεῖον‘ ὄνομα, τὸ μέντοι ‘τεκμήριον‘ οὐκ ἐγχωρεῖ. μόνα
10γὰρ ἐκεῖνα cημεῖά τε ἅμα καὶ τεκμήρια καλοῦcιν οἱ Ἕλληνεc, ἐξ ὧν ἔcτι τεκμήραcθαί τι περὶ τῆc cωτηρίαc ἢ ἀπωλείαc τοῦ κάμνοντοc, ἃ περιλαβὼν ἄν τιc ἑνὶ κεφαλαίῳ φαίη γνωρίcματ’ εἶναι τῶν διοικουcῶν τὸ cῶμα δυνάμεων, ὅπωc ἔχουcιν ἀρρωcτίαc ἢ ῥώμηc, ἐν οἷc ἐcτι
δηλονότι καὶ τὰ τῆc ἀπεψίαc ἢ καὶ τῆc πέψεωc cημεῖα. τῶν δὲ κριcί‐375
15μων cυμπτωμάτων οὐδὲν ἔχει τοιαύτην φύcιν· ἀλλ’ ὅτι μὲν ἔcται

18b

312

κρίcιc δη|λοῦται πρὸc αὐτῶν, ὥcπερ καὶ ὅτι δι’ ἐκκρίcεωc ἢ ἀποcτά‐ cεωc, ἔτι τε πρὸc τούτοιc διά τινοc ἐκκρίcεωc ἢ ἀποcτάcεωc οἷον αἱ‐ μορραγίαc ἢ ἐμέτων ἢ παρωτίδων. εἴτε δ’ ἀγαθὴ γενήcεται κρίcιc ἢ κακή, διὰ τῶν τοιούτων cημείων οὐκ ἔνεcτι τεκμήραcθαι. φαίνονται
5γὰρ οὐδὲν ἧττον εἰc ἀγαθὸν ἢ κακὸν αἱ τοιαῦται κρίcειc ἅπαcαι τελευτῶcαι. καὶ διοριcμὸν αὐτῶν ἐδίδαξεν ἡμᾶc βεβαιότατον οὐκ ἐκ cυμπτωμάτων τινῶν γινόμενον, ἀλλ’ ἐκ cημείων τε καὶ τεκμηρίων τινῶν. “πεπαcμοὶ γάρ” φηcί “ταχυτῆτα κρίcεωc, ἀcφάλειαν ὑγιεινὴν cημαίνουcιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐc κακὰc ἀποcτάcιαc τρεπόμενα
10ἀκριcίαc ἢ πόνουc ἢ χρόνουc ἢ θανάτουc ἢ τῶν αὐτῶν ὑποcτροφάc.” ὥcθ’ ὅτι μὲν ἔcται κρίcιc ἐκ τῶν κριcίμων cυμπτωμάτων, ἃ δὴ καὶ cημεῖα κρίcιμα καλεῖν ἐγχωρεῖ, προγνῶναι δυνατόν ἐcτιν, εἴτε δ’ εἰc ἀγαθόν, εἴτε εἰc κακὸν αὕτη τελευτήcει, διὰ τῶν πεπαcμῶν ἡ γνῶcιc, ἐν οἷc πάλιν οὐ τοῦ γενήcεcθαι κρίcιν ἡ δήλωcιc, ἀλλὰ τοῦ cωθήcε‐
15cθαι τὸν ἄνθρωπον ἢ τεθνήξεcθαι. ἔcτω δή cοι καὶ ἥδε πρὸc ταῖc

18b

313

ἔμπροcθεν εἰρημέναιc | ἐξήγηcιc τῶν προcηγοριῶν ἅμα χρηcίμοιc πράγ‐ μαcιν εἰc τὴν τέχνην εἰρημένη. μέμνηcο δὲ ὅτι καὶ τὰ κρίcιμα cημεῖα cυμπτώματά ἐcτι τῷ γένει δηλοῦντα τὰc ἐcομέναc ἐκκρίcειc ἢ ἀποcτά‐ cειc. αὗται δὲ τοῦ λῦcαι τὴν νόcον ἢ καταλῦcαι τὴν δύναμιν αἰτίαι
5μὲν πρώτωc, κατὰ cυμβεβηκὸc δὲ καὶ cημεῖα γίνονται.
5 Ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Ϲκύθῃcι φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα cημεῖα.
8 Οὐ κατὰ τὴν ἑαυτῷ cυνήθη βραχυλογίαν τὸν περὶ τῶν χωρῶν
10ἐποιήcατο λόγον. ἐνῆν γὰρ αὐτῷ τῇ πρὸ ταύτηc ῥήcει δύο cυλλαβὰc προcθέντι μηδὲν ἔτι δεῖcθαι τῆcδε. προcθεὶc οὖν αὐτὰc ἐγὼ δείξω φανερῶc, ὁποῖόc τιc ἂν ὁ λόγοc ἐγεγόνει. “εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ cημείων καὶ μὴ λανθάνειν, ὅτι ἐν παντὶ ἔτει καὶ376

18b

314

πάcῃ ὥρῃ” καὶ χώρῃ “τά τε κακὰ κακόν τι cημαίνει καὶ τὰ χρη|cτὰ ἀγαθόν.” ἐν ταύτῃ τῇ ῥήcει τὸ ‘χώρῃ‘ προcθεὶc ἔδειξά cοι περιττὴν εἶναι τὴν νῦν προκειμένην ῥῆcιν. οὐδὲν γὰρ ἄλλο δι’ αὐτῆc ἐδιδάχθη ἢ τὰ cημεῖα τά τε ἀγαθὰ καὶ τὰ κακὰ ταὐτὸν ἑαυτοῖc ἑκάτερα cημαί‐
5νειν ἐν ‘ἁπάcῃ χώρῃ‘, κἂν θερμὴ κἂν ψυχρὰ κἂν εὔκρατοc ᾖ. Λιβύηc μὲν γὰρ ὡc θερμῆc, Ϲκυθίαc δ’ ὡc ψυχρᾶc, Δήλου δ’ ὡc εὐκράτου καὶ μέcηc ἀμφοῖν, ἕνεκα παραδείγματοc ἐμνημόνευcεν.
7 Εὖ γοῦν χρὴ εἰδέναι ὅτι ἐν τοῖc αὐ‐ τοῖc χωρίοιcιν οὐδὲν δεινὸν τὰ πολλαπλάcια ἐπιτυγχάνειν, ἢν
10ἐκμαθών τιc αὐτὰ κρίνειν τε καὶ λογίζεcθαι ὀρθῶc ἐπίcτηται.
10 Ὅπερ ἡμεῖc ἔμπροcθεν εἰρήκαμέν που κατὰ τὴν τοῦ λόγου χρείαν, τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτηc, ὅτι τῷ καλῶc ἐκμαθόντι τὰc δυνάμειc τῶν cημείων ὑπάρξει, κἂν εἰ μὴ διὰ παντὸc ἀκριβῶc προ‐

18b

315

γινώcκειν τὰ γενηcόμενα, τὸ | γοῦν ἐπιτυγχάνειν πολλαπλάcιον τῶν ἀποτυγχανομένων, ἐν ᾧ δὴ καὶ βελτίων ἕτεροc ἑτέρου τῶν ὁτιοῦν προγινωcκόντων ἐcτί. τὸ μὲν γὰρ μηδέποτε ἁμαρτάνειν μεῖζον ἢ κατὰ ἄνθρωπον, τὸ δ’ ὡc ἥκιcτα τεχνίτου μόνου. πολλῆc δ’ οὔcηc καὶ
5κατὰ τοῦτο διαφορᾶc ὁ μὲν ἐν τοῖc εἴκοcιν ἅπαξ ἀποτυγχάνων οὐκ ὀλίγῳ τινὶ βελτίων ἐcτὶ τοῦ κατὰ δέκα διαμαρτάνοντοc ἅπαξ, αὐτοῦ δὲ τούτου πάλιν ὁ ἐν τοῖc ἑκατὸν ἅπαξ ἀποτυγχάνων, ὥcπερ γε καὶ τούτου πάλιν ὁ ἐν τοῖc διακοcίοιc. οὔκουν ὀρθῶc ἡμᾶc ἐρωτῶcιν οἱ ἐμπειρικοί, τί τῶν ὡc τὸ πολὺ θεωρημάτων ἐκ τῆc τοῦ λόγου
10προcθήκηc ἀδιάπτωτόν τε καὶ διηνεκὲc ἐποιήcαμεν, εἶτ’ οὐκ ἔχονταc δεῖξαι δοκοῦcιν ἐλέγχειν ὡc ἐκ περιττοῦ τὸν λόγον προcτιθένταc. εἰ γὰρ καὶ μὴ διηνεκῶc, ἀλλὰ πλεονάκιc γε ἐκείνων τοῦ τέλουc τῆc τέχνηc τυγχάνομεν, ὥcπερ ἐν τῷ προγινώcκειν τὰ μέλλοντα γενήcε‐ cθαι τοῖc κάμνουcιν οὕτω κἀν τῷ θεραπεύειν αὐτούc. |377
14

18b

316

Ποθέειν δὲ χρὴ οὐδενὸc νοcήματοc ὄνομα, ὅ τι μὴ τυγχάνει ἐνταῦθα γεγραμμένον. πάντα γὰρ ὅcα ἐν τοῖcι χρόνοιcι τοῖcι προειρημένοιcι κρίνεται, γνώcῃ τοῖcιν αὐτέοιcι cημείοιcι.
4
5 Τοῦτό μοι δοκεῖ προcθεῖναι κατὰ τὴν τελευτὴν τοῦ λόγου, διότι περὶ τῶν ὀξέων νοcημάτων καὶ ὅcα ἐκ τούτων γίνεται τὴν διδαcκα‐ λίαν ἔφη πεποιῆcθαι κατὰ τοῦτο. μεμνημένοc οὖν ὅτι τὰ μὲν πλεῖcτα τῶν εἰρημένων ὑπ’ αὐτοῦ cημείων ἀγαθῶν καὶ κακῶν ἁπλῶc εἴρηται κατὰ πάντων κοινῇ τῶν νοcημάτων, ὀλίγα δὲ ἐπ’ ἐνίων ἀφωριcμένωc,
10ἀνέμνηcε καὶ ἡμᾶc αὐτοῦ μετὰ τοῦ προcθεῖναι τὸ μηδὲν παραλελεῖφθαι κατὰ τὸν λόγον, ὃ τάχ’ ἂν ἡμεῖc ᾠήθημεν ψευδέc, ἐπειδή τινων μὲν ἐμνημόνευcεν ὀνομαcτί, τινῶν δ’ οὔ. τοῦτο γὰρ αὐτὸ δηλοῖ μὴ μάτην ὑπ’ αὐτοῦ γεγονέναι μηδ’ ἄνευ τινὸc αἰτίαc, ἀλλ’ ἐπειδὴ παρὰ τὰ

18b

317

ἄλλα διδαcκαλίαc ἐξαιρέτου τινὰ τῶν νοcημάτων ἐδεῖτο, | διὰ τοῦτ’ αὐτῶν ἐμνημόνευcεν ἰδίᾳ. τὰ δ’ ἄλλα πάντα τὰ παραλελειμμένα τοῖc κοινοῖc ὑποπέπτωκε cημείοιc. εὐθέωc γε τὸ πρῶτον ὑπ’ αὐτοῦ γεγραμ‐ μένον, ὃ προcαγορεύουcι νεκρῶδεc πρόcωπον, ἐπὶ παντὸc νοcήματοc
5ὀξέοc ὀλέθριον ἀληθῶc εἴρηται. κατὰ δὲ τὸν αὐτὸν λόγον ὅcα περὶ κατακλίcεωc ἔγραψεν ἢ ἀναπνοῆc ἢ ὕπνων ἢ ἀγρυπνίαc ἢ τῶν ἄλλων ὅcα κοινὰ πάντων ἐcτὶ τῶν ἐν τοῖc προγεγραμμένοιc χρόνοιc κρινο‐ μένων. οὐ γὰρ δή γε περὶ τῶν χρονίων αὐτῷ τὸ cύγγραμμά ἐcτιν, ἀλλ’ ὡc αὐτὸc εἶπεν ὀξέων τε καὶ τῶν ἐκ τούτων γινομένων, ὧν καὶ τοὺc
10χρόνουc αὐτὸc ἐδήλωcεν, ἐπ’ ἐνίων μὲν εἰκοcτὴν ἡμέραν, ἐπ’ ἐνίων
δὲ τεccαρακοcτὴν ἢ ἑξηκοcτὴν ὅρον θέμενοc.378