TLG 0057 097 :: GALENUS :: In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [230 Revilla])

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [230 Revilla])

Source: Larrain, C.J. (ed.), “Ein unbekanntes Exzerpt aus Galens Timaioskommentar” [Zeitschrift für Papyrologie und Epigraphik 85] 1991: 17–30.

Cf. et 0057 005

Citation: Fragment — (line)

t

〈ΑΝΑΛΕΚΤΑ ΕΚ ΤΩΝ ΤΟΥ ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑΤΩΝ ΠΡΩΤΟΥ ΚΑΙ ΔΕΥΤΕΡΟΥ Α ΑΥΤΟΣ ΕΓΡΑΨΕ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ ΠΛΑΤΩΝΟΣ ΤΙΜΑΙΩΙ ΙΑΤΡΙΚΩΣ ΕΙΡΗΜΕΝΩΝ〉

1

ὅτι, ὥς φησιν ὁ Γαληνός, σύγγραμμά τι γέγραφεν ὁ Ἀριστοτέλης κατὰ γεωμετρικὰς ἀποδείξεις ὀπτικόν, ἐν ᾧ πάντα τὰ κατὰ τὰς ἀπὸ τῆς ὄψεως ἐπὶ τὰ ὑποκειμένα φερομένας ἀκτῖνας ἀνακλώμενα{ς} αἰτιολογεῖ γίγνεσθαι. τὸν δὲ αὐτὸν τρόπον τῆς
5αἰτιολογίας φυλάττει κἀν τοῖς προβλήμασιν.

2

ὅτι διὰ τί τὸ μὲν ὕδωρ ὑγρόν τέ ἐστι καὶ ῥυτόν, ἡ δὲ γῆ βαρεῖα καὶ σκληρά, τὸ δὲ πῦρ ἄνω τε φέρεται καὶ καίει, μαλακώτατος δὲ καὶ εὐαλλοιότατός ἐστιν ὁ ἀήρ, ἐπισκεπτόμενος ὁ Πλάτων εἰς τὰς τῶν στερεωτέρων σχημάτων φύσεις ἀνήνεγκεν,
5ἐξ ὧν βούλεται συγκεῖσθαι ταυτὶ τὰ στοιχεῖα τὰ αἰσθητά, καὶ ἀναλύων γε ταῦτα καὶ δεικνὺς ἕτερα στοιχεῖα τούτων ὑπάρχειν, οὐδ’ αὐτὸς ἠδυνήθη ἀνελθεῖν μέχρι παντός. τὰς γὰρ ἔτι τούτων ἀρχὰς ἄνωθεν ἔφη θεὸν εἰδέναι καὶ ἀνδρῶν, ὃς ἂν ἐκείνῳ φίλος εἴη.

3

ὅτι ὁμοιομερῆ καλεῖ ὁ Ἀριστοτέλης τὰ κατὰ 〈τὴν〉 πρώτην σύστασιν ἐκ τῶν στοιχείων γεγονότα, τὴν σάρκα, τὴν πιμελήν, τὸ νεῦρον καὶ ὅσα ἄλλα τοιαῦτα. δευτέρα δὲ ἐκ τούτων σύνθεσις
ἡ τῶν ὀργανικῶν ἐστιν, ὀφθαλμοῦ καὶ γλώττης καὶ ἐγκεφάλου καὶ17
5ὅσα ἄλλα τοιαῦτά ἐστι, καὶ τρίτη τις ἐκ τῶν ὀργανικῶν σύνθεσις ἡ ἅπαντος τοῦ σώματος.

4

ὅτι τὴν τοῦ κόσμου ψυχὴν δύο ἔχειν ἐν αὐτῷ περιόδους ὁ Πλάτων φησί· τήν τε τοῦ ταὐτοῦ καὶ τὴν τοῦ ἑτέρου. καὶ ταύτας ἔχειν φησὶ καὶ τὴν λογικὴν τοῦ ἀνθρώπου ψυχήν, μόριόν πως οὖσαν τῆς τοῦ παντὸς οὐσίας, ἑτέρας δὲ δύο ψυχὰς ὑπὸ τῶν διαπλασσόντων
5ἡμᾶς ἅμα τῇ διαπλάσει συγγενηθῆναι θνητάς, ὧν τὴν μὲν ἑτέραν ὀνομάζει θυμοειδῆ, τὴν δὲ ἑτέραν ἐπιθυμητικήν, οἰκίζειν δὲ τὴν μὲν ἐν καρδίᾳ, τὴν δὲ ἐν ἥπατι.

5

ὅτι ταὐτοῦ περίοδον ὀνομάζει τὴν τῶν ἀπλανῶν, οὕτω 〈δὲ〉 λέγων, σώματα δὲ αὐτῶν ἑκάστῳ ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς, τὴν {δὲ} τοῦ Ζωδιακοῦ θατέρου.

6

ὅτι ὅπως μὲν ἡ ἀσώματος ψυχὴ τὴν πρὸς τὸ σῶμα ποινωνίαν (ἐδέξατο,) ἐκτήσατο, καὶ καθ’ ὅν τινα τρόπον ἐνεδέθη, καὶ πηνίκα δὲ μάλιστα τοῦτο ἔπαθε, πότερον ἅμα τῷ κυηθῆναι τὸ κυηθὲν ἢ κατὰ τὴν πρώτην σύλληψιν ἢ κατά τινα μεταξὺ χρόνον,
5οὐδ’ αὐτοῖς τοῖς Πλατωνικοῖς ὡμολόγηται. οὕτω δὲ μόνον ὁ Πλάτων φησί· τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέδουν εἰς
ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον, αἱ δ’ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτε ἐκράτουν οὔτε ἐκρατοῦντο, βίᾳ δ’ ἐφέροντο καὶ ἔφερον. τοῦτο δὲ οὕτως εἶπε διὰ τὴν ὑγρότητα τῆς οὐσίας, ἐξ18
10ἧς ἐγένετο τὸ σῶμα, τὴν μὲν πρώτην σύστασιν ἐκ καταμηνίου καὶ σπέρματος ἔχον, ἀποκυηθὲν δὲ τοῖς νεωστὶ πηγνυμένοις τυροῖς παραπλήσιον. ἐπεὶ δὲ θερμότητα σύμφυτον ἀναγκαῖον ἦν ὑπάρχειν αὐτῷ, ταύτῃ δὲ εἶπε τὸ διαφορεῖσθαι τὴν μεμειγμένην οὐσίαν ὑγρὰν αὐτοῦ, διὰ τοῦτο ἀναγκαῖον ἦν, ὅπως μὴ φθαρείῃ τὸ σῶμα,
15προνοήσασθαι τοὺς ἐπιμειγνύντας αὐτὸ θεοὺς ἐπιρροὴν ἑτέρας οὐσίας ἀντὶ τῆς ἀπολομένης.

7

ὅτι ἐν τῇ κυήσει μόνη ἡ ἐπιθυμητικὴ ἐναργῶς φαίνεται, ὡς ζητεῖσθαι πότερον ὡς φυτὸν ἢ ζῷον ἤδη διοικεῖται τὸ ἔμβρυον. μετὰ δὲ τὴν ἀποκύησιν θυμοῦ τι μέτεστιν αὐτῷ, λογικὸν δέ τι ἔργον οὐχ ὁρᾶται. τούτου δὲ αἰτίαν εἶναί φησιν ὁ Πλάτων τὴν
5ὑγρότητα τοῦ σώματος, καὶ δηλοῦσι τοῦτο τῶν μὲν ὑγιαινόντων οἱ μεθύοντες, τῶν δὲ ἀρρωστούντων οἱ τοῖς ὑγροῖς πάθεσι καταληφθέντες, ἐξ ὧν ἐστι καὶ ὁ καλούμενος λήθαργος. οὐ μόνον δὲ ἐπὶ τούτων ἐναργῶς φαίνεται ναρκώδης τε καὶ ἀργὸς ἡ λογικὴ ψυχὴ πρὸς τὰς ἰδίας ἐνεργείας, ἀλλὰ κἂν μετρίως ὑγρανθῇ,
10βραδύτερα μὲν νοῆσαι, καταφερομένη δὲ εἰς ὕπνον ὁρᾶται.

8

ὅτι τὸ αἷμα καὶ τὸ φλέγμα ἂν πλεονάσωσί ποτε κατὰ τὸ σῶμα, βραδεῖς καὶ νωθροὺς καὶ ὑπνώδους ἀποτελοῦσιν, ὥσπερ πάλιν αὐξηθείσης τῆς χολῆς ἄγρυπνοί τε καὶ φροντισταὶ γίνονται καὶ
εἰ ἀμέτρως αὐξηθείη, φρενετικοί.19

9

ὅτι ταῦτα μὲν ἰατρικά τις ἂν εἴποι τεκμήρια τοῦ τὴν λογικὴν ψυχὴν ὑγρῷ σώματι κεραννυμένην εἰς τὰς οἰκείας ἐνεργείας βλάπτεσθαι, θεωρητικὸς δὲ φιλόσοφος τὴν αἰτίαν πειραθεὶς εἰπεῖν, ὁ μὲν αὐγοειδῆ τὴν τῆς ψυχῆς οὐσίαν εἶναι φάσκων,
5πρόχειρον τὸν τῆς αἰτίας δώσει λογισμόν, ἐναντιωτάτη γὰρ αὐγῇ ἐστιν ἡ τῆς ὑγρότητος φύσις· εἰς ὅσον γὰρ ἀποχωρεῖ τῆς οἰκείας, εἰς τοσοῦτον καὶ τῶν ἐνεργειῶν ταύτης ἀφίσταται. διὸ καὶ καλῶς ὑφ’ Ἡρακλείτου δοκεῖ λελέχθαι· ξηρὰ ψυχὴ σοφωτάτη. καὶ διὰ τοῦτο δὴ καὶ τὴν δίαιταν οἱ φιλόσοφοι κελεύουσιν ἡμᾶς
10ποιεῖσθαι διὰ ποσότητός τε καὶ ποιότητος ἐδεσμάτων τοιαύτης τε καὶ τοσαύτης. ἂν δ’ ἀσώματόν τις τὴν ψυχὴν εἶναι λέγῃ καθάπερ ὁ Πλάτων, ἀλλ’ ὄχημά τι δίδωσιν αὐτῇ αὐγοειδές. διὰ τούτου τοίνυν τῆς κοινωνίας αὐτῇ πρὸς τὰ τῶν νεογενῶν σώματα γινομένης, διὰ τούτου καὶ τὰ τῆς βλάβης ἕπεται, κινήσεις γὰρ
15ἐχούσης τῆς λογικῆς τεταγμένας. ὅταν 〈δὲ〉 ὑγρότης ἀτάκτως κινουμένη παραποδίζηταί πως αὐτάς, ἀναγκαῖόν ἐστι εἰς ταραχὴν καὶ στάσιν ἀφικέσθαι τὸ διοικούμενον ὑπ’ ἀμφοῖν σῶμα, ποτὲ μὲν τῆς ψυχῆς κρατούσης, ποτὲ δὲ τῆς ὑγρότητος. εἰ μὲν οὖν ἡ ψυχὴ τελέως ἐνικήσει, τεταγμένας ἴσχει τὰς κινήσεις, ἐὰν δὲ ἡ
20ὑγρότης, ἀτάκτους ἁπάσας, ὁποῖαι κατὰ σπασμοὺς καὶ παλμοὺς γίνονται. κἂν ἐπὶ πλέον δὲ κρατήσῃ, λήθαργοί τε καὶ ἀποπληξίαι καταλαμβάνουσι τὸ ζῷον.

10

ὅτι ἀκριβῶς τεταγμένη κίνησις ἡ κυκλοφορικὴ πάντως ἐστίν, ἣν τὸ φρονιμώτατον ἐκτήσατο σῶμα, τῶν δὲ ἄλλων οὐδεμία μὲν
ἀκριβῶς ἀρίστη, παμπόλλη δὲ ἐν αὐταῖς διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. οὐ γὰρ δὴ τούτῳ μόνον ἄτακτος ἡ κίνησις τῆς20
5ζωῆς, εἰ παραβάλοι τις αὐτὴν τῇ κατὰ τὸν οὐρανὸν κινήσει, ὅτι πρὸς τοὺς ἐναντίους γίνεται τόπους, εἴ γε δὴ τὸ μὲν ὄπισθεν τῷ πρόσθεν, τὸ δὲ ἄνῳ τῷ κάτω, τὸ δὲ εἰς δεξιὰν τῷ εἰς ἀριστεράν, κατὰ τοὺς ἐναντίους ἀποτελεῖται τόπους, ἀλλὰ καὶ διότι κατ’ αὐτοὺς τούτους τοὺς τόπους, οὐ κατ’ εὐθεῖαν μίαν
10γραμμὴν, αἱ κινήσεις γίνονται, καθ’ ἣν τὸ πρόσθεν ἐνηνεγμένον αὖθις ὀπίσω πάλιν δραμοῦν ἐνεχθήσεται. ἀλλὰ καὶ καθ’ ὅσον οὐ τὴν αὐτὴν ὁδὸν ἐπανέρχεται πρὸς τὸ πλάγιον ἐκτρεπόμενον, ἐν ᾗ κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον, εἰς ἀριθμὸν ἐκτείνεται παράπολυν.

11

ὅτι μὲν ὑπὸ τῆς ὑγρότητος αἱ τῆς λογικῆς ψυχῆς ἐνέργειαι βλάπτονται, δεδήλωται πρόσθεν· πῶς δὲ ἐν τῷ σώματι νοήσει τις δύο περιόδους εἶναι, τὴν μὲν ἑτέραν ἀνάλογον τῇ τῶν ἀπλανῶν σφαίρᾳ, τὴν δὲ ἑτέραν τῇ τοῦ Ζωδιακοῦ, χαλεπὸν εὑρεῖν, πλὴν
5εἰ περιόδους ἀξιώσει τις λέγειν αὐτὸν οὐ τὰς κινήσεις ἀλλὰ τὰς οὐσίας, αἷς αἱ περίοδοι συμβεβήκασιν. 〈ὅτι γὰρ αἱ περίοδοι ἀμερίσταις τε καὶ σκεδασταῖς οὐσίαις συμβεβήκασιν,〉 ἐν αἷς ὅπως ἐπιστῆμαί τε καὶ δόξαι ἥνωνται, διῆλθεν ὁ Πλάτων πρὸ τῆς ῥήσεως τῆς νῦν. οὕτω γὰρ μόνως ἐπινοῆσαι δυνατὸν
10εἶναί τινας κατὰ τὴν ἡμετέραν ψυχὴν οὐσίας, ὁμοίας ταῖς κατὰ τὸν οὐρανόν, ἐν αἷς συνίστανται δόξαι τε καὶ ἐπιστῆμαι καὶ αἰσθήσεις καὶ νοῦς ὁ κατ’ ἐνέργειαν. ὁ μὴν γὰρ καθ’ ἕξιν τε καὶ δύναμιν ἔστι διὰ παντὸς ἐν αὐταῖς, εἴπερ γε καὶ κατὰ τὴν ψυχήν.

12

ὅτι ἐπιρρεῖ αἷμα παντὶ τῷ σώματι χάριν μὲν τοῦ τρέφεσθαι
μόνον τῷ μηκέτι αὐξανομένῳ, πρὸς τούτῳ δὲ καὶ διὰ τὴν αὔξησιν τοῖς παισί. δι’ ἣν ὑγρότητα διὰ παντὸς μὲν ἐμποδίζεσθαι συμβαίνει τὴν ψυχήν, μάλιστα δὲ τοῖς νεογενέσιν. ὅτι δὲ21
5ἐμποδίζεται μέχρι ἂν ἐν τῷ σώματι περιέχηται, πολλαχόθεν καὶ αὐτὸς ὁ Πλάτων καὶ ἄλλοι τῶν φιλοσόφων εἰρήκασιν, ἀδύνατον εἶναι λέγοντες ἀκριβοῦς ἀληθείας τε καὶ σοφίας, οἷα παρὰ θεοῖς ἐστι, τυχεῖν ἡμᾶς ζῶντας. καί μοι δοκοῦσιν τὴν ὑγρότητα ταύτην οἱ παλαιότατοι τῶν θεολόγων αἰνίττεσθαι τὸ τῆς λήθης
10πόμα φάσκοντες πίνειν τὰς ψυχὰς ἐνδυομένας τῷ σώματι· μετὰ δὲ τὴν πρώτην γένεσιν ἄχρι γήρως ἐσχάτου ξηρότερον ἑαυτοῦ γίνεται τὸ σῶμα, τουτέστιν αὐτὰ τὰ στερεὰ μόρια. τὰ γὰρ ἐν ταῖς εὐρυχωρίαις τῶν ἀγγείων ὑγρὰ περιεχόμενα μόνα πλεονάζει τοῖς γέρουσιν, ὅσοι μὴ καλῶς διαιτῶνται.

13A

ὅτι οἱ μὴ τρεῖς εἶναι γενικὰς δυνάμεις ἢ οὐσίας τὰς διοικούσας ἡμῖν συγχωροῦντες, ἀλλ’ ὑποτιθέμενοι μίαν εἶναι τὴν λογικὴν μόνην, οὐδὲ ταύτην ἐν τῇ κεφαλῇ περιεχομένην λέγουσι· δύο πρὸς τοῦτο χρώμενοι λήμμασιν, ὧν τὸ μὲν ἕτερον ἀληθές, τὸ
5κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ὑπάρχον· καὶ συγχωρεῖται τὸ ἔνθα τῶν νεύρων ἡ ἀρχή, ἐνταῦθα καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν. τὸ δὲ ἕτερον προσλαμβάνουσι ψευδῶς, τὸ ἐν καρδίᾳ δὲ τῶν νεύρων ἡ ἀρχή. τοῦτο γὰρ ἐξ ἀνατομῆς χρὴ διαγνῶναι τοῖς ὀφθαλμοῖς θεώμενον, οὐ τῷ λογισμῷ.

13B

ὅτι δὲ καλῶς εἴρηται τὸ πρότερον, ἐντεῦθεν δῆλον· ἅμα γὰρ τῷ διατμηθῆναί τι νεῦρον εὐθὺς ἀκίνητον γίνεται τὸ μέρος, εἰς ὃ τὸ νεῦρον διασπείρεται, καὶ πρός γε τούτῳ καὶ ἀναίσθητον. ἀφικνουμένων δὲ εἰς ἕκαστον μόριον ἄλλων δυοῖν ὀγάνων
5φυσικῶν, ἀρτηρίας καὶ φλεβός, οὐδέτερον αὐτῶν οὔτε διατμηθὲν τῶν ἄλλων, οὔτε βρόχῳ διαληφθέν, ἀναίσθητον ἢ ἀκίνητον
ἐργάζεται τὸ μόριον. ἐξ ὧν δῆλον ὑπὸ μόνων τῶν νεύρων αἰσθητικὰ γίνεσθαι καὶ κινητικὰ τὰ κατὰ προαίρεσιν τοῦ ζῴου κινούμενα μόρια.22

14

ὅτι ἀπὸ 〈τοῦ〉 ἐγκεφάλου πάντα φαίνεται τὰ κατὰ τὸ ζῷον νεῦρα τὴν ἀρχὴν ἔχοντα, ἀφ’ ὧν καὶ εἰς τὴν καρδίαν ἀποφύσεις μικραὶ παραγίνονται. καὶ γὰρ καὶ ταύτην ἔδει μετασχεῖν τῆς ἄνωθεν ἀρχῆς ὑπηρετήσειν ταύτῃ μέλλουσαν, ὡς ἑξῆς δειχθήσεται.
5συνδέσμους δέ τινας ἔχουσα φαίνεται λεπτοὺς καὶ ἀνόμους κατὰ
5τὰς ἐνφύσεις τῶν ὑμένων, οὓς Ἀριστοτέλης ἰδὼν ᾠήθη νεῦρα κατὰ τὴν καρδίαν ὑπάρχειν οὐκ εἰδώς, ὅτι τὸ μὲν νεῦρον αἰσθητικώτατόν ἐστιν, ὁ σύνδεσμος δὲ ἀναισθητότατος. οἱ τένοντες δὲ νευρώδεις τελευταὶ μυῶν ὄντες ἐν τῷ μεταξὺ νεύρων τε καὶ συνδέσμων τὴν φύσιν ἔχουσιν. εἰ δὲ καὶ νεῦρά τις αὐτῷ
10συγχωρήσει τοὺς κατὰ τὴν καρδίαν συνδέσμους ὑπάρχειν, ἀλλ’ οὐδέν γε φαίνεται πρὸς οὐδὲν μέρος τοῦ σώματος ἀπ’ αὐτῶν φερόμενον, ὡς ἀπ’ ἐγκεφάλου τε καὶ νωτιαίου πρὸς ἅπαντα. τοσούτου δὲ δεῖται νεύρων ἀρχὴν κατὰ τὴν καρδίαν ὑπάρχειν, ὥστε καὶ τῶν παραγινομένων εἰς αὐτὴν νευρίων σμικροτάτων
15οὐδὲν ὁρᾶται σχιζόμενον εἰς ἅπασαν αὐτήν, ὡς ἐπ’ ἄλλων παμπόλλων φαίνεται μορίων. ἀλλ’ εὐθὺς ἅμα τῷ πρῶτον ἐκφῦναι τελέως ἐκφεύγει τὴν αἴσθησιν, ὡς καὶ ἐπὶ τῶν μεγίστων ὁρᾶται
ζῴων.23

15

ὅτι τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι καὶ ζῆν ἄχρι περ ἂν ἡ τοῦ σώματος ἀντέχῃ σύστασις, οὐδὲν ἧττον ἡμῖν ὑπάρχει κἀκείνοις. ὁ δὲ νοῦς μόνος ἐστὶ τῶν ἐν ἡμῖν θειότητος. ὅτι δὲ καὶ δεσπόζει τοῦ ζῴου παντός, εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν καθ’ ὁρμὴν
5κίνησιν ὑπ’ αὐτοῦ γίνεσθαι. πρῶτον μὲν γάρ, ὅτε χρὴ κινηθῆναι, κρῖναι χρῆ τὸν λογισμόν, εἶτα διὰ τῶν νεύρων ὡς δι’ ἰνῶν κινῆσαι τὰ μόρια τοῦ σώματος. αὐτὸς οὖν ἐστιν ὁ πασῶν τῶν κατὰ τὸ ζῷον [καθ’ ὁρμὴν κινήσεων καὶ αἰσθήσεων] ἡγεμών τε καὶ ἄρχων, ᾧ καὶ πᾶν τὸ σῶμα παρέδοσαν ὑπηρεσίαν αὐτῷ
10ξυναθροίσαντες οἱ θεοί.

16

ὅτι ὅσον μὲν ἐπὶ τὸ τὴν λογιστικὴν ψυχὴν ἐνδεδέσθαι θνητῷ σώματι, τὴν κεφαλὴν ἤρκει διαπλασθῆναι μόνον· καὶ μάλιστα ὅτι τὰ τῶν αἰσθήσεων ὄργανα κατ’ αὐτὴν ἐγένοντο προσήκοντα. τὴν δὲ κατὰ τόπον κίνησιν, πῶς ἂν τὸ ζῷον ἤνυεν, εἰ μὴ πρῶτον μὲν
5ἔσχε μῆκος τὸ σῶμα, δεύτερον δὲ ὄργανα τὰ βαστάζοντά τε τὸ μῆχος τοῦτο καὶ κινοῦντα;

17

ὅτι ὁ Πλάτων πᾶσαν ἰδέαν 〈τῶν〉 λόγων ἐπεδείξατο, κάλλιστα ποιεῖν δυνάμενος. καὶ δὴ καὶ ποιητικωτέραις ἔστιν οὗ χρῆται λέξεσι, δεῖξαι θέλων, ὅτι καὶ τὸ τοιοῦτον τῆς ἑρμηνείας εἶδος, ὃ καλοῦσιν οἱ μὲν περιττόν, οἱ δὲ ὑψηλόν, ἱκανὸς ἦν
5μεταχειρίζεσθαι. οὐ μὴν Σωκράτη χρώμενον αὐτῷ πεποίηκεν. ἐξ οὗ δῆλός ἐστι τὸ μὲν ἀκριβῶς κατὰ φύσιν τῆς ἐρμηνείας εἶδος ἐκείνῳ φυλάξας. τὸ περιττὸν δὲ ἑτέρως προσνείμας πάντων
μέντοι τῶν ἄλλων ὧν μέμνηται σοφιστῶν τὴν ἰδέαν τῆς ἑρμηνείας ἐμιμήσατο, δηλώσας ἐν τῷδε χρῆσθαι μὲν αὐτῇ δυνάμενον ἑαυτόν,24
10οὐκ ἀξίαν δὲ δήπου Σωκράτους νομίζοντα.

18

ὅτι πυρὸς γένη πολλὰ γέγονε κατὰ Πλάτωνα, οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ καίει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασι παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ τοῦ πυρὸς αὐτοῦ φυλάττων
5τις τὴν κατὰ τὸ καίειν ἔννοιαν δυνήσεται λέγειν καὶ τὴν αὐγὴν ἔχειν μέν τινα θερμότητα, διὰ δὲ τὸ λελεπτύνθαι μὴ καίειν ἡμῶν τὰ σώματα. διέρχεται γὰρ ἡ λεπτομερὴς οὐσία διὰ τῶν ἀραιῶν σωμάτων, ὡς ἂν εἴποι τις, ἀψαυστὶ χωρὶς τοῦ διακρίνειν αὐτὰ καὶ λυπεῖν.

19

ὅτι εἴπερ ὁμοιοπαθές ἐστι κατὰ Πλάτωνα τὸ περιεχόμενον ἐν τοῖς ὀφθαλμοῖς τῷ τῆς ἡμέρας φωτὶ καὶ πρὸς τούτῳ γε τὴν αὐτὴν οὐσίαν ἔχον αὐτῷ, δι’ ἣν καὶ ὁμοιοπαθές ἐστιν, ἀλλοιωθήσεταί γε κατὰ τὸν αὐτὸν τρόπον ἀμφότερα πρὸς τῶν
5οἰκείων αἰσθητῶν, ἅπερ ἐστὶν αἱ χρόαι, τῆς τε ἀλλοιώσεως αἴσθησιν ἕξει. κοινὸν γὰρ τοῦτο πασῶν ἐστι τῶν αἰσθήσεων, ὅσαι κατὰ δύναμιν λέγονται· τὸ τῶν ὀργάνων ἀλλοιουμένων ὑπὸ τῶν οἰκείων αἰσθητῶν αἰσθάνεσθαι τὸ ζῷον, αἰσθητικὴν ἔχον ἐν τοῖς ὀργάνοις δύναμιν. ὡς εἴ γε τὸ μὲν ἀλλοιοῦσθαι τοῖς
10ὀργάνοις τῶν αἰσθήσεων ὑπάρχοι, τὸ δὲ διαγνωστικὸν τῆς ἀλλοιώσεως μὴ παρείη, πλέον οὐδὲν ἕξει τὸ ζῷον εἰς τὴν τῶν
ἐκτὸς ὑποκειμένων γνῶσιν.25

20

ὅτι γελοιότατοί εἰσιν οἱ τὸ κατὰ τοὺς ὀφθαλμοὺς πνεῦμα αὐγοειδές τε καὶ φωτοειδὲς εἶναι συγχωροῦντες, ἀφαιρούμενοι δὲ τὸν ἥλιον αἰσθήσεως ὀπτικῆς.

21

ὅτι δι’ ὅλου τοῦ κόσμου τὴν ψυχὴν αὐτοῦ διεληλυθέναι φησὶ ὁ Πλάτων λέγων οὕτω· ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντὸς ἔτεινεν. εἴπερ οὖν διὰ παντός φησι τοῦ κόσμου τετάσθαι τὴν ψυχὴν αὐτοῦ, πολὺ δήπου μᾶλλον διὰ τοῦ ἡλίου.

22

ὅτι τὸ ἐκπίπτον τῶν ὀφθαλμῶν αὐγοειδὲς πνεῦμα πλῆττον τὸν πέριξ ἀέρα μεταβάλλει 〈αὐτὸν〉 πρὸς τὴν ἑαυτοῦ ποιότητα, καθάπερ ὁ ἥλιος τὸν ἀέρα τῆς ἀλλοιώσεως κατ’ εὐθείας γραμμὰς γινομένης. ὅταν μὲν οὖν λαμπρὸν ᾖ τὸ αἰσθητόν, ὡς ἀλλοιοῦν
5καὶ αὐτὸ τὸν ἑαυτοῦ πέριξ ἀέρα, συνάπτει τὴν ἀλλοίωσιν τῇ γιγνομένῃ διὰ τοῦ παρ’ ἡμῶν ἐκρέοντος αὐγοειδοῦς πνεύματος, ὅταν γε μὴ πολὺ τὸ μέσον ἡμῶν τε κἀκείνου διάστημα τυγχάνῃ καὶ ταύτην ἴσχῃ τὴν ὁδὸν ἡ αἴσθησις. ὅταν δὲ μὴ τὸ κατὰ τὸν πέριξ ἀέρα ᾖ φωτοειδές, ἀλλοιοῦταί τε καὶ κατασβέννυται τὸ
10παρ’ ἡμῶν ἐκρέον.

23

ὅτι μεταβολὴ ταχεῖα τοῦ πέριξ ἀέρος, ὅταν γε ᾖ πεφωτισμένος ὑπὸ τῶν χρωμάτων, γίνεται. καὶ τούτων γέ ἐστιν πρώτως ἡ ὄψις
αἰσθητική, δευτέρως δὲ τοῦ συνεμφαίνεσθαι τὸ μέγεθος τοῦ κεχρωσμένου σώματος, ὥσπερ γε καὶ τὸ σχῆμα καὶ τὸ μεταξὺ26
5διάστημα καὶ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν.

24

ὅτι ἐν ταῖς κοιλίαις τοῦ ἐνκεφάλου περιέχεται πνευματώδης οὐσία, πρὸς τὰς κατὰ προαίρεσιν ἐνεργείας ἐπιτήδειος τῇ ψυχῇ, δι’ ὅλης ἐκτεταμένη τῆς οὐσίας τοῦ ἐνκεφάλου. καὶ δέδεικται τῷ Γαληνῷ τοῦτο τὸ πνεῦμα γεννώμενον ἐν ταῖς κοιλίαις αὐτοῦ,
5ὅπερ ἐν μὲν ταῖς ἐγρηγόρσεσιν ἔξω τεταμένον ἐπὶ πάντα τὰ τῶν αἰσθήσεων ὄργανα, κατὰ δὲ τοὺς ὕπνους, ὅταν ξηρότερον ἑαυτοῦ γεγονὸς ᾖ, κεκμηκὸς εἰς τὸ βάθος συνδύει δεόμενον ἀναπαύσεώς τε ἅμα καὶ θρέψεως.

25

ὅτι τὰ μὲν ἄλλα τῆς αἰσθήσεως ὄργανα ἐξ αἵματος τρέφεται. τῷ δὲ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεύματι (ἀπὸ γὰρ τούτων ἐδείχθη τὸ πρῶτον ὄργανον γιγνόμενον εἰς τὰς ἐνεργείας τῆς ψυχῆς) τὸ διὰ τῶν ἀρτηριῶν ἐπ’ αὐτὰς ἀφικούμενον πνεῦμα,
5προσωφελούμενόν τι, κἀκ τῆς ἀναπνοῆς παρέχει τὴν τροφήν. ἅτε οὖν ἐν τῷ βάθει τοῦ σώματος ἀμφοτέρων τῶν τροφῶν οὐσῶν καταφέρεται τὸ πνεῦμα πρὸς τὸ βάθος.

26

ὅτι τοῦ ὁμαλύνεσθαι τὰ καθ’ ὅλον τὸ σῶμα βέλτιόν ἐστιν αἰτιᾶσθαι τὸ ἔμφυτον θερμόν, ὡς καὶ τοῦτ’ ἐδίδαξεν ἡμᾶς ὁ Ἱπποκράτης. συνδύον γὰρ ἐν τοῖς ὕπνοις εἰς τὸ βάθος ἐκπέπτει μὲν καὶ τὰ κατὰ τὴν γαστέρα περιεχόμενα σιτία, καὶ τοὺς κατὰ
5τὰς φλέβας χυμοὺς ἡμιπέπτους τε καὶ ἀπέπτους εἰς τέλος ἄγει πέψεως. καὶ διὰ τοῦτο κρᾶσιν ὁμαλὴν πᾶν τὸ σῶμα ἴσχει,
μηδαμόθι μηδὲν ἡμιπέπτου τε καὶ ἀπέπτου καταλειπόμενον. γενομένης δὲ πολλῆς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ἐμπίπτει, καταλειφθεισῶν δὲ κινήσεων μειζόνων, οἷα καὶ ἐν οἷς ἂν τόποις27
10λείπωνται, τοιαῦτα καὶ τοσαῦτα παρέσχοντο ἀφομοιωθέντα ἐντός, ἔξω τε ἐγερθεῖσιν ἀπομνημονευόμενα φαντάσματα.

27

ὅτι δοκεῖ καὶ Πλάτωνι καὶ τοῖς γεωμετρικοῖς ἀνδράσιν ἀπὸ τῶν λείων καὶ λαμπρῶν ἀνακλασθεῖσαν τὴν ὄψιν ἡμῶν ἐν ἴσαις γωνίαις ὁρᾶν. ὡς μὴ τῶν Ἐπικουρείων εἰδώλων ἀνακλᾶσθαι δυναμένων, ἐθλάσθῃ τε γὰρ ἂν οὕτω καὶ συνεχύθῃ.

28-34t

〈ΕΚ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΥΠΟΜΝΗΜΑΤΟΣ〉

28

(ὅτι δύο τὰ πρῶτα) † ὅτι ἐὰν μὴ δέξηταί τις, ὅτι καὶ τὸ πάνυ θερμὸν καὶ τὸ πάνυ ψυχρὸν ὀδυνηρὰ τοῖς αἰσθητικοῖς γίνεται σώμασι διαιροῦντα καὶ σχίζοντα τὴν συνέχειαν αὐτῶν (ἔστι γὰρ καὶ οὗτος ὁ λόγος οὐκ ἀπόβλητος, ὡς ἐν τοῖς περὶ τῆς τῶν
5ἁπλῶν φαρμάκων δυνάμεως ἐπιδέδεκται, ὡς μὴ συγχωρῶν ὑπ’ αὐτῶν διασπᾶσθαι τὴν οὐσίαν), δύο λοιπὸν τὰ πρῶτα καὶ γενικώτατα πάθη ποιητικὰ τῶν ἀλγημάτων ἐρεῖ· συνεχείας τε λύσιν καὶ τὴν κατὰ ποιότητα μεταβολήν, ἀθρόαν ἐκ τοῦ θερμαίνεσθαι καὶ ψύχεσθαι γινομένην, ὡς εἶναι τὸ ἀλγεινὸν πάθος ἀλλοίωσιν
10ἀθρόαν κατὰ ποιότητα καὶ συνεχείας λύσιν.

29

ὅτι εἰ ἐκ διεστώτων στοιχείων, οἵαιπερ αἱ ἄτομοι λέγονται
πρὸς τῶν τιθεμένων αὐτὰς, συνέκειτο τὰ σώματα ἡμῶν, οὐκ ἂν ἤλγησεν ὡς Ἱπποκράτης φησίν. συνέρχονται γὰρ αὗται κατ’ αὐτοὺς καὶ πάλιν ἀποχωρίζονται, διαίρεσιν δὲ οὐδεμίαν28
5οὐδὲ ἀλλοίωσιν ἴσχουσιν.

30

ὅτι πρόδηλον, ὡς τῶν περὶ πόνου λελεγμένων τἀναντία περὶ τῆς ἡδονῆς ἐννοητέον ἐστίν. ἐὰν γὰρ τῶν διαφθειρόντων τὴν κατὰ φύσιν κρᾶσιν ἢ συνέχειαν ἐπανόρθωσίς τις γίνηται πρὸς τὸ κατὰ φύσιν ἄγουσα, τὴν μὲν ἀγωγὴν αὐτῆς ἡδὺ πάθος ἐροῦμεν, τὴν δὲ
5αἴσθησιν αὐτῆς ἡδονήν.

31

ὅτι οὐ δεῖ ἐννοεῖν περὶ τῶν θλιβομένων σωμάτων, ὡς ἐκφεύγει τὰ εἰρημένα δύο γένη. καὶ γὰρ καὶ τὸ τεινόμενον βιαίως καὶ τὸ θλιβόμενον καὶ τὸ θλώμενον εἰς κίνδυνον ἥκει τοῦ διασπασθῆναί τε καὶ φθαρῆναι.

32

ὅτι εἰ τὸ παρὰ φύσιν καὶ βίαιον γινόμενον ἀθρόον παρ’ ἡμῖν πάθος ἀλγεινόν, τὸ ἄνευ βίας, ὃ μετ’ εὐπετείας ὁ Πλάτων ὠνόμασεν, ἀναίσθητον εἰκότως γίνεται, λεληθυῖαν ἴσχον διὰ βραχύτητα τὴν μεταβολήν.

33

ὅτι τὸ βίαιον οὐκ ἔχοντα τὰ περὶ τὴν ὄψιν παθήματα· διὰ τοῦτο καὶ τῶν ἀλγημάτων ἐστὶν ἐλευθέρα κατὰ τὰς ἰδίων αἰσθητῶν διαγνώσεις. ὄψιν δὲ ἀκουστέον τὴν ὀπτικὴν δύναμιν, οὐ τὴν
ἐνέργειαν αὐτῆς, ὥσπερ οὐδὲ τὸ ὄργανον, ὅπερ ἐστὶν ὀφθαλμός.29
5οὐ γὰρ ὄψεως μόνης οὗτός γε ἀλλὰ καὶ ἁφῆς ἐστιν ὄργανον, ἥτις ὑπὸ τῶν ἰδίων αἰσθητῶν εἰς ὀδυνηρὰς ἄγεται διαθέσεις. ὥστε καθ’ ὅσον ἐστὶν ὄργανον ὄψεως, οὐδὲν ὀδυνηρὸν ὑπὸ τῶν ἰδίων αἰσθητῶν πάσχει.

34

ὅτι ὅσα ἱκανῶς παχυμερῆ, τούτων αἱ ὀδυναὶ σφοδρόταται γίνονται. διὰ τοῦτο γοῦν καὶ τὴν ἁφῆν ὀδυνηροτάτην ἐν πολλοῖς πάθεσιν ἀποτελεῖσθαι συμβαίνει, διότι τὸ μόριον αὐτῆς, ἐν ᾧ γίνεται, γεωδέστατον τῶν ἄλλων ἐστίν, ὥσπερ γε τὸ τῆς ὄψεως
5φωτοειδέστατον, ὅπερ ἐστίν, ὡς ἐπιδέδεικται, τὸ κρυσταλλοειδὲς ὑγρόν, τὸ ἐν τοῖς ὀφθαλμοῖς διαυγές. εἰκότως οὖν ἡ ὄψις ἥκιστα λυπεῖται πρὸς τῶν ἰδίων αἰσθητῶν τῆς ὑπερβολῆς. ἐφεξῆς δὲ τῆς ἀκοῆς ἐστιν ἴδιον ὄργανον, εἶτα τρίτον αὐτῆς τὸ τῆς ὀσφρήσεως, καὶ τέταρτον τὸ τῆς γεύσεως,
10ὕστατον δὲ πάντων [τὸ τῆς ἁφῆς]...
11t(λείπει τετράδιον)30