TLG 0057 096 :: GALENUS :: De humero iis modis prolapso quos Hippocrates non vidit

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De humero iis modis prolapso quos Hippocrates non vidit

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 18.1. Leipzig: Knobloch, 1829 (repr. Hildesheim: Olms, 1965): 346–422.

Citation: Volume — page — (line)

18a

346

(t1)

ΠΕΡΙ ΤΩΝ ΟΥΧ ΕΩΡΑΜΕΝΩΝ
t2ΙΠΠΟΚΡΑΤΕΙ ΕΚΠΤΩΣΕΩΝ.
1Ὁ μὲν Ἱπποκράτης εἰς μασχάλην μόνον ἑωρακέ‐ ναι φησὶν ὀλισθαίνοντα βραχίονα· τῶν δὲ μετ’ αὐτὸν ἰα‐ τρῶν ἔνιοι καὶ ἄλλας ἐκπτώσεις ἔγραψαν, ὡς οἷόν τε καὶ αὐτοὶ καὶ ἡμεῖς δὲ αὐτοὶ πεντάκις εἴδομεν ἄχρι δεῦρο, κατὰ
5μὲν τὴν Ἀσίαν ἅπαξ, ἐν Ῥώμῃ δὲ τετράκις. ὁσάκις δὲ, οἶμαι, καὶ συνέβη τινὶ γενέσθαι πάθημα τοιοῦτον ἐν τῇ πό‐
λει διὰ τὸ πάντας ἰατροὺς ἐοικέναι ἐμοὶ τὰ παράδοξα δει‐346

18a

347

κνύναι συμβολῆς ἕνεκα, ἐγένοντο μὲν τέτταρες ἐκπτώσεις ἅπασαι μὲν ἐν τῇ πρόσω χώρᾳ, διαφέρουσαι δὲ ἀλλήλων πλησιέστερον ἢ ποῤῥώτερον εἶναι τῆς διαρθρώσεως κατὰ τὸ μῆκος τοῦ κώλου καὶ πλάτος. ἐθαύμαζον δή πως τοῦ μὲν
5οὐδ’ ὅλως, τῶν δὲ μετ’ αὐτὸν ἑωρακέναι λεγόντων ὁ μέν τις ἅπαξ, ὁ δὲ δὶς, οὐδεὶς δ’ οὕτω πολλάκις, ὡς ἡμεῖς ἄχρι δεῦρο. τάχ’ ἂν καὶ αὖθις ὀφθῇ μοί τι τοιοῦτον. νομίζω γὰρ οὐ κατὰ τύχην, ἀλλὰ δι’ αἰτίας εὐλόγους οὕτως ἀπην‐ τηκέναι τὸ πρᾶγμα, περὶ οὗ ἑξῆς ἐρῶ. κατὰ μέν γε τὴν
10ἡμετέραν Ἀσίαν τὸ πρῶτον ἐθεασάμην ἔκπτωσιν τοιαύτην, ἔθ’ ὑπὸ τοῖς ἐκεῖ διδασκάλοις παιδευόμενος ἐν Σμύρνῃ. ἔστι δὲ ἡ πόλις αὕτη πολλαπλασία τὸ μέγεθος, ἧς Ἱπποκράτης μέμνηται συνεχῶς ὡς ἐπὶ τὸ πλεῖστον ἐν αὐτῇ διατρίψας, μετὰ τὸ τριακοστὸν ἔτος ἐν Ῥώμῃ διέτριψα, πόλει τοσοῦτον
15ἀνθρώπων πλῆθος ἐχούσῃ, ὡς ἐπαινεῖσθαι Πολέμωνα τὸν ῥήτορα τῆς οἰκουμένης ἐπιτομὴν αὐτὴν εἰπόντα. καὶ τοίνυν ὅτι τέτταρες ἐν αὐτῇ γεγόνασι μέχρι νῦν ἐξαρθρήσεις τοιαῦ‐
ται σαφές. διὰ δὲ τὸ πάντας, ὡς ἔφην, ἐμοὶ τοὺς ἰατροὺς347

18a

348

κοινοῦσθαι περὶ τῶν παραδόξων ὀφθέντων, οὐ μόνον ἐν Ῥώμῃ λαθεῖν οὐκ ἐδύνατο συμβαῖνόν τι τοιοῦτον, ἀλλὰ οὐδὲ κατὰ τὸν λιμένα καὶ τὴν πλησίον αὐτοῦ πόλιν ἣν Ὀστίαν ὀνομάζουσι διὰ τὸ καὶ τοὺς ἐν ἐκείνοις τοῖς χωρίοις ἰα‐
5τρεύοντας ἅπαντας εἶναι φίλους, οὖσι καὶ αὐτοῖς πολυαν‐ θρώποις. αἱ δὲ πόλεις, ὧν Ἱπποκράτης ἐμνημόνευσεν, ὡς ἐν αὐταῖς ἐπὶ πλέον διατρίψας ἑνὸς ἀμφόδου τῶν ἐν Ῥώμῃ πλείονας οὐκ εἶχον οἰκήτορας. οὐδὲν οὖν θαυμαστὸν ἐν πό‐ λει πλῆθος ἀνθρώπων ἐχούσῃ πλείους ὁμοίως παθόντας. ἔτι
10δὲ κἀκεῖνο διδαχθεὶς ἀπὸ τῆς πείρας εἰς τὴν τῆς αἰτίας εὕρεσιν ἐποδηγήθην. ἔνιοι μὲν γὰρ ἐν παλαίστραις τοιούτῳ τρόπῳ πεσόντες, ἐνίοις δὲ ἔοικεν ὑπὸ τῶν ἰατρῶν γενέσθαι. δύο γάρ τινες τῶν ὀφθέντων μοι τὴν μὲν ἔκ‐ πτωσιν ἔλεγον εἰς μασχάλην γεγονέναι, μοχλευόντων δὲ ἀμα‐
15θῶς τῶν ἰατρῶν σφηνωθῆναι τὸ ἄρθρον, οὐχ ὡς ἑωρᾶτο κατὰ συμβολὰς τῶν μυῶν· ὥστε τῷ κατὰ τὴν τῶν Ῥωμαίων πόλιν πλήθει, εἰ προθείης τὰς εἰρημένας αἰτίας δύο, ζητή‐
σεις οὐ διὰ τί τοσούτους γε εἶδον, ἀλλὰ διὰ τί γε οὐχὶ348

18a

349

πλείους εἶδον, οἷς οὕτως ἐξήρθρησεν. ἐπὶ γάρ τοι τῶν Ἱπ‐ ποκράτους χρόνων οἱ ἰατρεύοντες ἐμεμαθήκεισαν νομίμως καὶ μάλιστα περὶ τὰς τοιαύτας χειρουργίας τέχνην. οἱ δὲ νῦν μὴ μαθόντες ὅλως ἢ παντάπασιν ὀλίγῳ χρόνῳ μαθόν‐
5τες· εἶτα τῶν παλαισμάτων τῇ ἐμπειρίᾳ θαυμαστὸν ὅσον ἐπιδέδωκε τῶν διδασκόντων αὐτὰ πολυειδῶς ἐκστρεφόντων καὶ λυγιζόντων τὰ κῶλα. ζητήσεις οὖν, ἔφην, οὐ διὰ τί τοσούτους εἶπον, ἀλλὰ διὰ τί πλείους οὐκ εἶδον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων ὑπὸ πολλῶν μὲν παιδοτρι‐
10βῶν, παμπόλλων δὲ ἰατρῶν ἀμαθῶν εἰς τοιαύτας ἐξαρθρή‐ σεις ἀγομένων. ἡ δ’ οὖν ἐμβολὴ καίτοι τῶν ἐξαρθρημάτων τοῖς αὐτοῖς τάσσεται σκοποῖς, ἀντιτάσει τε καὶ μοχλείᾳ καὶ ἀποθέσει. προσήκει δὲ οὐκ ἐπὶ μασχάλης ἐκπτώσεως, οὕτω καὶ νῦν μὲν μοχλεύειν. ἐπ’ ἐκείνης μὲν γὰρ ἔδει πρόσω
15πρῶτον, εἶτ’ ἄνω τὸ ἄρθρον ἄγειν, ἄχρις ἂν ἐπ’ εὐθείας γένηται τῇ κοιλότητι. νῦν δὲ ἐπειδὴ πάντως μὲν ἐν τοῖς πρόσω μέρεσι τῆς διαρθρώσεώς ἐστιν, ἤτοι δ’ ἐγκέκλεισται
πρὸς τὴν ἔνδον ἢ τὴν ἔξω χώραν ἐσφηνωμένον ἐν τοῖς μυ‐349

18a

350

σὶν ὠθεῖν αὐτὸ χρὴ πρὸς τὴν ἐναντίαν χώραν ἐμβαλόντα τῶν μυῶν ἀνασπασθὲν εἰς τὴν μασχάλην ἐνεχθῆναι. μά‐ λιστα μὲν οὖν οὔτε ἡ ἀντίτασις ἐᾷ γενέσθαι τοῦτο, καὶ κατὰ ταύτην δὲ τὴν ἀντίτασιν οὐδὲ χεῖρόν ἐστιν ἠσφαλίσθαι τὸ
5κατὰ τὴν μασχάλην χωρίον, ὡς ἐπράξαμεν ἐν Σμύρνῃ περὶ τὸ γενόμενον οὕτως ἐξάρθρημα. κατὰ παλαίστραν μὲν γάρ τινι συνέβη διαπλωθείσης τῆς χειρὸς ὑπὸ τοῦ παλαίοντος, ὅστις μάλιστα τρόπος εἰς τὸ πρόσω δύναται μεταστῆσαι τὸ ἄρθρον. ὕπτιον δὲ κατακλίναντες τὸν πεπονθότα τὴν ἀν‐
10τίτασιν ἐποιησάμεθα τῇ διὰ τῆς πτέρνης παραπλησίαν ὄπι‐ σθεν μὲν καθίσαντές τινα, περιβάλλοντες δὲ τὴν μασχάλην πλατὺν ἱμάντα προϋποβεβλημένου τινὸς εἰς τὸ κοῖλον ἐκπλη‐ ρώματος. αὐτοὶ δὲ, ὡς ἔφην, ἔξω τῶν προσφιγγόντων τὸ ἄρθρον μυῶν ἀπώσαντες, εἶτ’ ἀνέντες τὴν κατάτασιν ἐπετρέ‐
15ψαμεν ἀνασπασθῆναι πρὸς τῶν μυῶν εἰς ἑαυτοὺς συντρε‐ χόντων ἐμβληθῆναι τῇ κοιλότητι. τοῦτο μὲν οὖν εὐκόλως ἐνέπεσε· καὶ γὰρ παραχρῆμα κατ’ αὐτὴν τὴν παλαίστραν
ἐπεχειρήσαμεν τῇ θεραπείᾳ. καὶ ἤρκεσέ γε ἡ τῆς πεπον‐350

18a

351

θυίας χειρὸς ἡ κατάτασις ὑφ’ ἡμῶν αὐτῶν γινομένη, κα‐ θάπερ ἐπὶ τοῦ διὰ τῆς πτέρνης τρόπου, ἄλλοτε δὴ καὶ διὰ βρόχου τὴν κατάτασιν ἐποιησάμεθα. χρὴ δὲ ἰσότονον εἶ‐ ναι τὸν βρόχον, οἷός ἐστιν ὅ τε διπλοῦς καρχήσιος ὅ τ’ ἐκ
5δυοῖν διαντέων· ἄλλοτε δὲ κεχρονισμένου τοῦ ἐξαρθρήματος ἐδεήθημεν τοῦ Ἱπποκρατείου βάθρου, περὶ οὗ ποιήσει τὴν διδασκαλίαν αὐτὸς ἐπὶ προήκοντι τῷ συγγράμματι, νυνὶ δὲ ἀρκέσει τῶν κατολισθημάτων. ἑξῆς οὖν αὐτῷ περὶ τῆς διαφορᾶς αὐτῶν τῶν σωμάτων, ἐν οἷς ἧττον καὶ μᾶλλον ἐκ‐
10πίπτει τὰ ἄρθρα διδάσκοντι συνακολουθήσομεν.
— — —
κγʹ. Εἰδέναι μὲν οὖν χρὴ ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα. διενέγκοι μὲν
15γὰρ ἄν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον. πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντετα‐ μένος ἐών.
— — —351

18a

352

Συντελέσας τὸν περὶ τῶν ἐμβολῶν λόγον ἤρξατο νῦν διδάσκειν αἰτίας. τισὶν ἐκπίπτει μὲν οὖν ῥᾳδίως ἐμβάλλε‐ ταί τε χωρὶς τῆς μεγάλης πραγματείας ὁτιοῦν ἄρθρον. ἐν οἷς δὲ ἐκπίπτει ὀλιγάκις, ἐμβάλλεταί γε χαλεπῶς. εἴρηται
5δ’ ὑφ’ ἡμῶν ἔμπροσθεν ἤδη τήν τε τῶν ὀστῶν διάρθρωσιν ἀντιωμένων, τήν τε τῶν προκειμένων αὐτοῖς μυῶν, ἤτοι συν‐ τονίαν ἢ χαλαρότητα.
— — —
κδʹ.
10Καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων διὰ τῶν νεύρων τὴν ἀπάρτισιν ἢ χαλαρά τε εἴη φύσει καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ. συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίστανται ἀνωδύνως καὶ καθί‐
15στανται ἀνωδύνως.
— — — Ἐνηλλαγμένως μοὶ δοκεῖ τὴν ἑρμηνείαν ποιεῖσθαι· διὰ
γὰρ τὴν ὑγρότητα τῆς φύσεως τοῦ ἀνθρώπου γιγνομένων352

18a

353

τῶν νευρωδῶν σωμάτων χαλαρῶν, οὐ διότι ταῦτά ἐστι χα‐ λαρὰ, διὰ τοῦτο ὑγραινομένων τῶν περὶ τὰ ἄρθρα. ἡ λέξις αὐτοῦ τὸ ἐναντίον εἴρηκε, δοκεῖ μοι βουληθεὶς τὴν ἑτοιμο‐ τάτην ἐπὶ πλέον ἔκτασιν τῶν νευρωδῶν ποιεῖσθαι σωμάτων,
5ἐκ τῆς τῶν ἀνθρώπων ὑγρότητος οὐ κρατῆσαι τούτων κατὰ τὴν ἑρμηνείαν, ἀλλὰ χρησάμενος οὐ κυρίως λίαν συνδέσμῳ πρὸς τὴν τῆς αἰτίας νόησιν ἄγει τοὺς ἀναγινώσκοντας.
— — —
κεʹ.
10Διαφέρει μέντοι καὶ σχέσις τις σώματος· τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον. ὅταν δὲ αὐτοὶ σφῶν αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλ‐ λον, ἐμπίπτει τε ῥᾷον. σημεῖον δὲ ὅτι ταῦτα οὕτως ἔχει
15τόδε· τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφῶν αὐτῶν λεπτό‐ τατοι ἔωσι. γίνονται δὲ καὶ βόες λεπτότατοι τοῦ χει‐ μῶνος τελευτῶντος, τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα. εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι, δεῖ δέ.
20— — —353

18a

354

Αἱ μὲν φύσεις καὶ διαφοραὶ τῶν ἄρθρων, ἐφ’ αἷς ἢ τὸ ῥᾳδίως ἢ μόγις αἵ τε ἐξαρθρήσεις καὶ ἐμβολαὶ γίνονται, δύο εἰσὶν, ἃς ἐγὼ πολλάκις εἶπον ἔν τε τῇ πρὸ ταύτης ἔγραψα ῥήσει. προσέρχεται δὲ αὐταῖς ἐνίοτε καὶ τρίτη,
5περὶ ἧς νῦν διδάσκει, κατὰ πάχος τε καὶ λεπτότητα τοῦ σώματος γιγνομένη, ἣν ὀνομάζουσι σχέσιν. ὅσοι γὰρ ἂν εὑρεθῶσιν εὐσαρκότεροι γενηθεῖσιν ἑαυτῶν οἱ ἄνθρωποι, το‐ σούτῳ δυσκολώτεροι αἵ τε ἐμπτώσεις τῶν ἄρθρων αὐτοῖς, αἵ τε ἐμβολαὶ συντελοῦνται διὰ τὸ σφίγγεσθαι πανταχόθεν
10αὐτὰ τῷ πλήθει τῶν σαρκῶν. ἔμπαλιν δὲ τοῖς λεπτυν‐ θεῖσι χαλαρὸν μὲν τὸ δέρμα γίνεται τῶν περικειμένων ταῖς ἀρθρώσεσι σαρκῶν ὀλίγοισί τε εἰκῆ ταῖς διαρθρώσεσιν. ἐὰν μέντοι τις ἰσχνὸς ᾖ φύσει, κάκιον οὐδὲν ἔχει τοῦ παχυτέ‐ ρου. δέδεικται γὰρ ἐν τοῖς περὶ κράσεων ὁ μὲν ἰσχνότερος
15φύσει ξηρότερος ὢν τὴν κρᾶσιν, ὁ δὲ παχύτερος ὑγρότερος, ὥστε τῶν μὲν ἰσχνῶν σύντονος οὖσα τῶν μυῶν ἡ οὐσία σφίγγει τὴν διάρθρωσιν, τῶν δὲ παχυτέρων, καθόσον μὲν
πλείους αἱ σάρκες εἰσὶν, ἀποκλείουσί γε τὴν πέριξ τῶν ἄρ‐354

18a

355

θρων χώραν, καθόσον δὲ μαλακαὶ ῥᾳδίως ἀνατρέπονται, παραδέχουσαι τὰς κεφαλὰς ἑξῆς τῶν ἐξισταμένων φαλακρῶν ὀστῶν, ὥστε ἀνίστασθαι τὰ κατὰ τὰς ἐκπτώσεις ἑκατέροις. εἰ μέντοι τις εὔσαρκος φύσει κατά τινα καιρὸν ἰσχνότερος
5ἑαυτοῦ γίνηται, ῥᾷον ἂν ἐκπίπτει τε τούτῳ καὶ αὖθις ἐμ‐ πίπτει κατὰ τὸν καιρὸν ἐκεῖνον ἢ πρόσθεν, ὥσπερ καὶ εἰ σαρκωθείη τις ὢν φύσει λεπτὸς, ἐκπίπτει τ’ ἂν αὐτῷ μό‐ γις, ἐμβάλλοιτό τε χαλεπῶς, τούτου τε λόγου τὰ κατὰ τοὺς βοῦς φαινόμενα γράφει μαρτύρια σαφῶς ἑρμη‐
10νεύων, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι, πλὴν εἰ λέξις τις εἴη μία που καὶ δύο τοιαῦται, περὶ ὧν ἐπισημανοῦμαι κἀγώ.
— — —
κστʹ. Καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει ὅτι πάντων τῶν προ‐
15βάτων βόες ὅτι μάλιστα πονέουσι ταύτην τὴν ὥρην καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τού‐ τοισι τοίνυν ἐκπίπτει μάλιστα, οὗτοι γὰρ μάλιστα λε‐
πτύνονται· τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βρα‐355

18a

356

χεῖαν τὴν πόην βόσκεσθαι, βοῦς δὲ οὐ μάλα, πρὶν βα‐ θεῖα γένηται. τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προ‐ βολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος, παχεῖα δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος, διὰ ταῦτα ὑποβάλλειν εἰς τὰς
5 βραχεῖας πόας οὐ δύνανται.
— — —
Πρόβατα νῦν εἶπεν ἅπαντα τὰ βοσκήματα, καθάπερ ἐν τῷ περὶ ἱερῆς νόσου γέγραπται κατὰ λέξιν οὕτως· οὐκ ἔστιν ἄλλο πρόβατον οὐδὲν ἢ βόες καὶ αἶγες. καὶ τὸ παρὰ
10τῷ ποιητῇ τοιοῦτόν ἐστιν, ἔνθα φησί·
10
Πολλά τέ οἱ πρόβατ’ ἐστί.
11 βούλεται γὰρ ἀγέλας βοσκημάτων δηλοῦν. ἐχρήσαντο καὶ ἄλλοι οὕτως τῶν παλαιῶν τῇ φωνῇ.
— — —
15
κζʹ. Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφώδοντα ἐόντα. δύνα‐
ται μὲν γὰρ σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχεῖαν356

18a

357

πόην ὑποβάλλειν τοὺς ὀδόντας καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ πόῃ μᾶλλον ἢ τῇ βαθείῃ. καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείας, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθεῖαν. διὰ τοῦτο οὖν ἐποίησεν ὧδε
5τάδε τὰ ἔπη·
5
ὡς δ’ ὁπότ’ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν.
6 ὅτι ἀσμενωτάτη τοῖσι αὐτοῖσιν ἡ βαθεῖα πόη φαίνεται. ἀτὰρ καὶ ἄλλως ὁ βοῦς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων, διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλ‐
10λον τῶν ἄλλων ζώων καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηρα‐ λέον ἔῃ, διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοῒ μάλιστα. πλείω δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι πάντων τῶν προει‐ ρημένων ταῦτα μαρτύριά ἐστι. περὶ οὗ νῦν ὁ λόγος, τοῖ‐ σιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, ὡς θᾶσσον ἐμπίπτειν ἢ
15τοῖσιν εὖ σεσαρκωμένοισι καὶ ἧσσον ἐπιφλεγμαίνουσι τοῖ‐ σιν ὑγροῖσι καὶ τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισι.
— — —357

18a

358

Τὸ σαρκάζειν ἔνιοι μὲν δηλοῦν φασι συνάγειν ἀλλήλοις τὰ χείλη σφοδρῶς οὕτως, ὡς δύνασθαι καὶ ἀποσπᾶσθαί τι βοτάνης μέρος ὑπ’ αὐτῶν, ἔνιοι δὲ τὸ τοῖς ὀδοῦσι τὸ κάτω μετὰ τοῦ ἄνω ἐργάζεσθαι ταὐτὸ, ἐπειδὴ καὶ οἱ σαρκάζον‐
5τές τινες δάκνουσι τοῖς ὀδοῦσι τὸ χεῖλος. ἀλλ’ ἐκεῖνοι μὲν τοῖς ἄνωθεν ὀδοῦσι τὸ κάτω χεῖλος δάκνουσι, τὰ δὲ μηρυ‐ κίζοντα τὸν κάτω στοῖχον μόνον ἔχοντα τῶν ὀδόντων, χρῆ‐ σθαι πρὸς τοὺς δάκνοντας. διότι μὲν ὠνόμασται, φασὶ, σαρκάζειν, ἐπειδὴ καὶ σαρκοφαγοῦντα τοῖς ζώοις ἑκα‐
10τέροις χρῆται· καὶ τούτοις ἔοικε τὰ συμφραζόμενα τῇ λέξει μαρτυρεῖν, οὐ τὰ μηρυκίζοντα τῶν ζώων εἰρηκότος αὐτοῦ σαρκάζειν, ἀλλὰ τὰ τοὺς δύο τῶν ὀδόντων ἔχοντα στοίχους ἃ καλοῦσιν ἀμφόδοντα. ταῦτα μὲν δύναται καὶ τὰς βραχείας νέμεσθαι πόας, τουτέστι βοτάνας, οἷον ἵπποι καὶ ὄνοι καὶ
15ἡμίονοι. τῶν δὲ τὸν ἕνα στοῖχον ἐχόντων ἐκεῖνα μόνα δύ‐
νανται, οἷς λεπτὴ τοῦ χείλους ἐστὶ προβολὴ καὶ διὰ τοῦτο358

18a

359

μόνοι τῶν βοτάνας ἐσθιόντων ζώων οἱ βόες ἀποροῦσι τρο‐ φῆς ἐν χειμῶνι, διότι μήτε σαρκάζειν δύνανται τὴν βρα‐ χεῖαν πόαν, τουτέστι τοῖς ὀδοῦσιν ἀποτέμνειν αὐτὴν, μηδὲ τοῖς χείλεσι παραλαμβάνειν δύνασθαι τὴν βραχεῖαν πόαν
5ὁμοίως αἰξὶ καὶ προβάτοις. ταῦτα μὲν οὖν τὰ τρία γένη τῶν ζώων ἔχει χηλάς. μώνυχα δέ ἐστι τὰ ἀμφόδοντα, συνῃ‐ ρημένου τοῦ ὀνόματος, ὥς φασιν οἱ τὰς ἐτυμολογίας τιμῶν‐ τες, ἐκ τοῦ μονώνυχας, ἐπειδήπερ ἔχουσιν ὄνων ὄνυχας. τοιοῦτον γὰρ ἐν τοῖς ὅπλοις ἔχουσι ζώοις, οἷς ἐστὶ τὸ κατ’
10ἄκρους τοὺς πόδας, οἷον ἀνθρώποις οἱ ὄνυχες, καὶ ἧσσον ἐπιφλεγμαίνει τούτοις, ὅτι καὶ ῥᾷον ἐκπίπτει. τούτῳ γὰρ ἕπεται καὶ τὸ τὸ ἐμβάλλεσθαι, τούτοις δ’ αὖ πάλιν τὸ μι‐ κρὰν ἢ μηδ’ ὅλως ἕπεσθαι φλεγμονήν. ἐν γὰρ ταῖς βιαίοις ἐκπτώσεσιν, ὥσπερ καὶ ταῖς ἐμβολαῖς, ὀδύναι γίνονται τοῖς
15μυσὶν, αἷς ἕπονται φλεγμοναί.
— — —359

18a

360

κηʹ. Καὶ ἧσσόν γε δέδειται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου, μὴ ξὺν φλεγμονῇ δὲ, οὕ‐ τως ἂν ὀλισθηρὸν εἴη. μυξωδέστερα γὰρ τοὐπίπαν τὰ
5 ἄρθρα τοῖσιν ἀσάρκοισιν ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν.
— — —
Ἅπαντα δύναται λέγειν διττὸν ὄντα χρόνον τόν τε μετὰ τὴν ἐμβολὴν εὐθέως, ἐν ᾧ θεραπεύονται τὰ φλεγμαί‐ νοντα μόρια καὶ τὸν τῆς διαδεχομένης αὐτὸν ἑξῆς ἀοχλήτου
10καταστάσεως. ὁ μὲν γὰρ μετὰ τὴν ἐμβολὴν εὐθέως, ὅταν μετὰ φλεγμονῆς ᾖ, δι’ αὐτὴν ἐκείνην ἔχει ἐσφιγμένον τὸ ἄρθρον, ὡς καὶ αὐτὸς εἴρηκεν, ὁ δὲ μετὰ τὴν θεραπείαν ὅτι σύντονός ἐστιν ἐπὶ τῶν τοιούτων ἀνθρώπων ἡ τῶν μυῶν οὐσία καὶ ὅτι διὰ τὰς ἐπιγινομένας φλεγμονὰς μεγάλας οὔ‐
15σας ὑπολείπεταί τις ἐν τοῖς μυσὶ σκληρότης, ὡς ὑπὸ δεσμοῦ σφίγγεται τὸ ἄρθρον.
— — —360

18a

361

κθʹ. Καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελι‐ μαγχημένων αἱ τῶν λεπτῶν μυξωδέστεραί εἰσιν ἢ αἱ τῶν παχέων. ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ
5φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον. διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν εἰ μή τι ἢ πλέον ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο· οἷσι μὲν οὖν ὅταν ἐκπέσῃ τὸ ἄρθρον καὶ μὴ ἐπιφλεγμήνῃ τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται. οὗτοι
10μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελεῖσθαι. ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων. τοῖσι τοιού‐ τοισιν ἐκπίπτει καὶ αὖθις μᾶλλον καὶ οἷσιν ἂν ἐπιφλε‐ γμήνῃ τὰ νεῦρα, τοῦτο κατὰ πάντα τῷ ἀνθρώπῳ οὕτως ἔχει καὶ μάλιστα κατ’ ὦμον καὶ κατὰ γόνυ. μάλιστα γὰρ
15οὖν καὶ ὀλισθαίνῃ ταῦτα. οἷσι δ’ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ· κωλύει γὰρ ἡ ὀδύνη
καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. τοὺς οὖν τοιούτους ἰᾶ‐361

18a

362

σθαι χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ὑποδέοντα. ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλ‐ θακὸν, καθαρὸν ξυνειλίσαντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακω‐
5χέῃ δὲ τὸ ἄρθρον. τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῥέποντα ἴσχειν χρὴ τὰ πλεῖστα, οὕτω γὰρ ἂν οἵη ἑκάστῳ εἴη χω‐ ρίου, ἐς ὃ ὄλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. χρὴ δὲ ὅταν ἐπιδήσῃς τὸν ὦμον ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ κύκλῳ περὶ τὸ σῶμα πε‐
10 ριβάλλοντα.
— — —
Ὅσοι διὰ λιμὸν ἢ διὰ πολιορκίαν ἢ πένθος ἢ λύπην ἢ ἀνορεξίαν ἐνδεῶς προσφερόμενοι τροφὴν ἐλεπτύνθησαν, οὐκ εὐθέως αἱ σάρκες αὐτοῖς γίνονται ξηραὶ, καθάπερ τοῖς
15ὑπὸ τέχνης ὀρθῶς λελιμαγχημένοις. ἀλλ’ ὑγροτέρας τοὐπί‐ παν ἐν ἁπάσαις εἴρηκε περιστάσεσιν ἀποτελούσας συντήξεων τινῶν ἐν αὐταῖς γιγνομένων διὰ τὴν ἔνδειαν. οἷς δὲ καὶ
λυπεῖσθαι πρόσεστι καὶ μᾶλλον οὗτοι συντήκονται δὴ καὶ362

18a

363

μελεδόνας οἱ ποιηταὶ τὰς λύπας καλοῦσιν ἐν ἴσῳ τὰ μέλη ἐδούσας καὶ κατεσθιούσας. συντήκεται δὲ ἐν αὐταῖς ἥ τε πιμελὴ πᾶσα καὶ ὅση μαλθακὴ καὶ ὅση νεοπαγής ἐστι σάρξ. ὅταν δὲ ἰατρὸς ἑκὼν ἰσχνότερον ἐργάζηταί τι, σῶμα μὲν εὑ‐
5ρημένοις τε τοῦτο πράττῃ καὶ μετὰ τοῦτο τρίβει ὅτε χρή. εἴ τις γένοιτο σύντηξις, ἐκκενοῦν αὐτὴν εἴτε διὰ τῶν ἱδρώ‐ των αἰσθητῶς ἢ λόγῳ θεωρητῶς κατὰ τὴν ἄδηλον αἰσθή‐ σει διαπνοήν. εἰκὸς δὲ δήπου καὶ τῶν ἐδεσμάτων τε καὶ πομάτων οὐκ ἀμελῶς ἔχειν αὐτὸν, ἀλλὰ καὶ διὰ τούτων ἐπι‐
10χειρεῖν εὐλύτους ἐργάζεσθαι τὰς ἐκκρίσεις ἁπάσας, οὐ μό‐ νον ὅσαι διὰ τῆς γαστρὸς, ἀλλὰ καὶ διὰ τῶν οὔρων γιγνο‐ μένας. οὕτω γὰρ ἂν μάλιστα πανταχόθεν, εἴ τις εἴη κατὰ τὸ σῶμα διὰ τὴν σύντηξιν ὑγρότης περὶ τὴν κένωσιν ἔξω τοῦ σώματος ποιοῖτο. μένουσα γὰρ ἔνδον ὑπομυξώδεις τῷ
15χρόνῳ τὰς σάρκας ἐργάζεται, κατὰ τὴν ἄδηλον διαπνοὴν ἄνευ τῶν ἄλλων μᾶλλον γιγνομένην. ὅσον μὲν γὰρ ἀκριβῶς λεπτόν ἐστι καὶ ὀῤῥῶδες ἐν τοῖς συντήγμασιν ἀπέρχεταί τε
καὶ διαφορεῖται. τὸ δὲ ὑποπαχύτερον ὑπομένει μόνον, ὅπερ363

18a

364

ἑνὶ τῷ χρόνῳ γλισχρότητά τινα προσλαμβάνον ὅμοιον μύξῃ γίγνεται.
— — —
λʹ.
5Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχέως καὶ λιπαρῶς. πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰατρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτοῦ ὀνόματος οὐ τὸ αὐτὸ ἀποβαίνει. καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις χαλαρώ‐ τερον τοῦ καιροῦ ἐὸν καὶ λύσειεν ἄρθρον σκληρότερον
10τοῦ καιροῦ ἐόν. ἄλλα διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. τὸν γοῦν τοιοῦτον ὦμον μαλθα‐ κοῖσι χρὴ χερσὶν ἀνατρίβειν, συμφέρει γὰρ καὶ ἄλλως πρῃέως.
— — —
15
Εἰς τὸ μηδὲν ὑπολειφθῆναι λείψανον τῆς φλεγμονῆς σκιῤῥῶδες ἐπιτήδειός ἐστιν ἡσύχως τε καὶ λιπαρῶς ἡ τρί‐ ψις γιγνομένη. χρὴ δ’ αὐτὴν ποιεῖσθαι πολυειδῶς, περι‐
φέρεσθαι τὰς χεῖρας ἄνωθέν τε κάτω καὶ κάτωθεν ἄνω·364

18a

365

κἄπειτα λοξὰς οὐ κάτωθεν ἄνω μόνον, ἀλλὰ καὶ ἄνωθεν κάτω. καὶ μὲν δὴ καὶ τὰς ἐν κύκλῳ τε καὶ οἷον ἐγκαρσίας ἀπό τε τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ καὶ αὖθις ἐπ’ ἐκείνων ἐπὶ τὰ δεξιὰ, χάριν τοῦ τὰς ἶνας ἁπάσας μαλάττεσθαι τῶν
5μυῶν. τὸ γὰρ τῆς ἀνατρίψεως ὄνομα τοῖς παλαιοῖς ἀντὶ τοῦ τῆς τρίψεως ἐλέγετο. μὴ τοίνυν ὑπονοήσῃς πῶς ἔδοξάν τινες ἀξιοῦν αὐτὸν ἐκ τῶν κάτω μερῶν ἄνω ποιεῖ‐ σθαι τὴν φορὰν τῶν χειρῶν, ὁπότε τὸν ὦμον ἀνατρίβομεν, ἀλλὰ τὸ ἀνατρίβειν αὐτὸ συμβαίνει ὅλου τοῦ γένους τῶν
10τρίψεων ὂν δηλωτικὸν οὐ μιᾶς διαφορᾶς τῆς κάτωθεν ἄνω. δῆλον δὲ τοῦτο ποιεῖ λέγων αὐτὸς, ἀλλὰ διώρισται περὶ ἀνατρίψεως ἐν ἄλλῳ λόγῳ· οὐ γὰρ δήπου τὸν περὶ μιᾶς διαφορᾶς λόγον ἐρεῖν ἐπαγγέλλεται, τὰς ἄλλας λιπών. καὶ μέντοι κἀν τῷ κατ’ ἰητρεῖον ἁπάσας ἐδήλωσεν αὐτὰς ὀνο‐
15μάζων κἀκεῖ τὸ γένος ὅλον, ἀνάτριψις δύναται λύσαι, δῆσαι,
σαρκῶσαι, μινυθῆσαι καὶ τὰ τούτοις ἐφεξῆς, ὑπὲρ ὧν ἐν365

18a

366

τε τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασι λέλεκται καὶ μέντοι κατὰ τὴν ὑγιεινὴν πραγματείαν εἴρηται τελεώτατα.
— — —
λαʹ.
5Τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνω‐ δύνως κινήσεται. καθίσταται δὲ πάντα τὰ μὲν ἐν πλείονι χρόνω, τὰ δ’ ἐν ἐλάσσονι.
— — —
Οὐδέν ἐστι χρησιμώτερον τῆς τοιαύτης κινήσεως ἐν
10παρακμαζούσαις φλεγμοναῖς. λύει γὰρ αὐτῶν τὸ λείψανον ἅπαν, ἐξ οὗ πέφυκεν ἀμεληθέντος ἀγκυλοῦσθαί τε καὶ δεσ‐ μεῖσθαι τὰ ἄρθρα, καλοῦσι γὰρ ἑκατέρως τὸ πάθημα.
— — —
λβʹ.
15Γινώσκειν δὲ εἰ ἐκπέπτωκεν ὁ βραχίων τούτοισι χρὴ τοῖσι σημείοισι.
— — —366

18a

367

Κἀν τῷ περὶ τῶν ἀγμῶν ἐπὶ τοὺς ἁμαρτάνοντας ἧκε τῷ λόγῳ προτέρους καὶ νῦν οὕτω πράξας, ἐπειδὴ συνάψας τῷ πρὸς ἐκείνους ἐλέγχῳ καὶ περὶ τῆς ἐμβολῆς εἶπεν, οὐ μόνον ἑπομένοις τοῖς εἰρημένοις, ἀλλὰ καὶ μαρτυροῦσιν, ἐπ’
5ἐκείνην ἀφίκετο προτέραν, εἶθ’ ἑξῆς νῦν διδάσκει τὰ γνωρί‐ σματα τοῦ κατ’ ὦμον ὀλισθήματος. ἐπὶ μὲν τῶν ἔργων τῆς τέχνης ἐξ ἀνάγκης προηγούμενα, κατὰ δὲ τὴν διδασκαλίαν οὐκ ἐξ ἀνάγκης. ἔστω δέ σοι τὸ γνώρισμα τῶν ἑπομένων ἢ προηγουμένων ἐξ ἀνάγκης τὸ μὴ δύνασθαι κα‐
10λῶς ἤτοι πραχθῆναι τὸ ἑπόμενον ἔργον ἢ νοηθῆναι τὸ μά‐ θημα, πρὶν γνωρισθῆναι τὸ ἡγούμενον. ἡ τοίνυν ἐμβολὴ τῶν ἐξηρθρηκότων πρὸ μὲν τοῦ νοηθῆναι τὴν μετάστασιν τοῦ ἐκπεσόντος εἰς τὶ χωρίον ἐγένετο, διδαχθῆναι σαφῶς οὐ δύναται, πρὶν μέντοι τὰ σημεῖα μαθεῖν αὐτῆς, ἐγχωρεῖ
15διδαχθῆναι. μόνον γοῦν τοῦτο μεμαθηκότος ἐν ἀρχῇ τοῦ λόγου τὸ γίγνεσθαι τὴν ἔκπτωσιν εἰς μασχάλην, αὐτοί γ’ ἐπινοῆσαι τὴν ἐμβολὴν ἐδυνάμεθα καὶ διδάσκοντος ἑτέρου
μαθεῖν, οὐ μὴν ἄνευ τοῦ γνῶναι σαφῶς ὅτι εἰς μασχάλην367

18a

368

ἔκπτωσις γίγνεται πρὸ τοῦ γνῶναι τὴν φύσιν ἅπασαν τῆς διαρθρώσεως. εἰ μὲν οὖν τις εἰπὼν ἐμβολὴν ἐφεξῆς διδά‐ σκει ποίας διαφορὰς ὀλισθήματος εἴρηκεν ἐμβολὴν, ἐναλ‐ λάττει τάξιν ἀναγκαίαν, ὥσπερ εἰ καὶ ὅσον τις ἐπὶ τὴν
5διαφορὰν τῆς ἐκπτώσεως ἀφικόμενος ἐν τῇ διδασκαλίᾳ πρό‐ τερον αὐτῆς ἐπὶ τὴν φύσιν ἔρχεται τῆς διαρθρώσεως. εἰ γὰρ ὅλως ἐνόησέ τις ὅπως εἰς μασχάλην ἔκπτωσις γίγνεται περιττὸν αὐτῷ διδάσκεσθαι τὴν φύσιν τῆς διαρθρώσεως. εἰ δὲ πρώτην μὲν ἀκουστέον, ὡς μάθοι ταύτην ὁποία τίς
10ἐστιν, ἐφεξῆς δὲ τὴν ἔκπτωσιν, οὐδὲν ἐνδεῖ τοῦτο πρὸς τὴν τῆς ἐμβολῆς διδασκαλίαν. ἀμέλει καὶ νῦν ἡμῖν οὐδὲν ἐνενόη‐ σεν εἰς τὴν τῶν ἐμβολῶν νόησιν ἡ τῶν σημείων ἄγνοια καὶ τοῦτο ἐν πάσῃ διδασκαλίᾳ θεραπείας ἐστί. δύναται γάρ τις ἥπατος φλεγμονῆς διδάσκεσθαι θεραπείαν ἢ κοιλίας ἢ νε‐
15φρῶν ἢ κώλου πρὸ τῆς διαγνώσεως τῶν ἐν αὐτοῖς παθῶν, οὐ μὴν θεραπεῦσαι δύναται πρὸ τῆς διαγνώσεως, ὥσπερ οὐ
κατὰ μέθοδον ἢ εὑρεῖν τὴν θεραπείαν ἢ διδαχθῆναι πρὸς368

18a

369

ἑτέρου, πρὶν ἀκριβῶς γνῶναι τοῦ θεραπευομένου μορίου τὴν φύσιν.
— — —
λγʹ.
5Τοῦτο μὲν ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλεα παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς μήτ’ ἀλλότρια ἄρθρα καθορῶντα.
— — —
10
Τὸ ἀκριβῶς ἴσον ἑκατέρωθεν ἐκ δεξιῶν γε καὶ ἀριστε‐ ρῶν δίκαιον ὠνόμασεν, ἐπεὶ δὲ τῶν κώλων ἰδέαι διαφέρου‐ σαι τοῖς ἀνθρώποις εἰσὶν, ἀξιοῖ παραβάλλεσθαι τὸ τοῦ πε‐ πονθότος αὐτοῦ κῶλον ὁμόζυγον ἐξ ἐκείνου τε τεκμαίρεσθαι πόσον ἐξήλλακται τοῦ κατὰ φύσιν.
15— — —369

18a

370

λδʹ. Ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν, ἄλλα τὰ αὐτὰ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κά‐ μνοντι.
5
— — —
Τοὺς ἐκκείμενα καὶ προὔχοντα κεκτημένους τὰ ἄρθρα κέκληκεν ἐξάρθρους ἐν αὐτῷ τῷ κατὰ φύσιν ἔχειν.
— — —
λεʹ.
10Καὶ τοῦτο εἰρήσεται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν. διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰ‐ δέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν.
— — —
Οὐχ ἁπλῶς ἅπασαν ἄγνοιαν ὀνομάζει παρασύνεσιν,
15ἀλλὰ τὴν παρακειμένην τε καὶ τὴν πλησιάζουσαν τῇ γνώσει. διδάξει δ’ αὐτὸς διὰ τῶν ἐφεξῆς, ὅπως ἐξαπατᾶσθαι συμ‐ βαίνει τοῖς ἐνίοτε παραβάλλουσι τὸ ἐφεξῆς τὸ ὑγιὲς τῷ πε‐ πονθότι.
— — —370

18a

371

λστʹ. Πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ ὑπ’ ἀλλοίης προφάσιος οὐκ ἐξε‐ στεώτων αὐτέοισι τῶν ἄρθρων ὅμως οὐ δύνανται ἐς τὰ ὅμοια σχήματα καθιστάναι, ἐς οἷά περ τὸ ὑγιαῖνον σῶμα
5σχηματίζεται. προξυνιέναι δὲ δεῖ οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρὴ, ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη, πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος. τοῦτο δὲ ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωμίου
10 ὀστέου ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου.
— — —
Μίαν μὲν τήνδε παρασύνεσιν, ὡς αὐτὸς ὠνόμασεν, ἐδί‐ δαξεν ἐν τῷ νῦν λόγῳ περὶ τὰ σχήματα γιγνομένην,
15ἐνίοτε γὰρ οὐ δύνανταί τινα σχήματα περιτιθέναι τοῖς πε‐ πονθόσι κώλοις. οἱ κάμνοντες δὲ οὐ δι’ ἔκπτωσιν ἄρθρου τοῦτο πάσχουσι, ἀλλὰ δι’ ὀδύνην ἢ σύστασιν μυός. ἐφεξῆς δὲ ἑτέραν ἄγνοιαν διδάσκει.
— — —371

18a

372

λζʹ. Παραξύνεσιν μὲν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστι.
— — —
5
Τὸ κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεσθαι τὸ χωρίον, ἔχειν τινὰ διαμαρτίαν φησὶν, ἣν ὕστερον ἐρεῖν ἐπαγγέλλεται. γίγνεται γὰρ ἐνίοτε τοῦτο διασπασθείσης τῆς κλειδὸς ἀπὸ τῆς ὠμοπλάτης.
— — —
10
ληʹ. Τοῦτο δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων ἢ τοῦ ἑτέρου. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.
— — —
15
Τοῦτο σημεῖον ἔχει παρακείμενον σφάλμα καὶ εἰ ἔτι ὁ κατὰ τὴν μασχάλην ἀγκὼν ὑποπιπτούσης ἐνταῦθα τοῖς ἁπτομένοις τῆς κεφαλῆς τοῦ βραχίονος, δι’ ἣν οὐδὲ προσάγειν δύναται ταῖς πλευραῖς τὴν χεῖρα χωρὶς ὀδύνης μεγάλης.
20— — —372

18a

373

λθʹ. Τοῦτο δὲ ἆραι ἄνω τὴν χεῖρα παρὰ τὸ οὖς ἐκτεταμένου τοῦ ἀγκῶνος οὐ μάλα δύναται, ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημήϊα ταῦτά
5 ἐστιν ὤμου ἐκπεπτωκότος αἵ τε ἐμβολαὶ γεγραμμέναι αἵ τε ἰητρεῖαι αὗται.
— — —
Τοῦτο τὸ σημεῖον ὃ μικρὸν ἔμπροσθεν ἔφη παρασύνε‐ σιν ἔχειν. δῆλον δὲ ἐξ ὧν ἐπήνεγκεν εἰπών· πολλοὶ γὰρ
10ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται εἰς τὰ ὅμοια σχή‐ ματα καθιστάναι, εἰς οἷάπερ τὸ ὑγιαῖνον σῶμα σχηματίζε‐ ται. εἰσενεγκεῖν τὰς χεῖρας πρὸς τὰς πλευρὰς, ὡς εἴρηκεν, ἑτοίμως τις δύναται, βέβαιον γνώρισμά ἐστι τοῦ κατὰ φύ‐
15σιν ἔχειν τὸ ἄρθρον. ἐὰν δὲ ἐμποδίζηται κατά τι, δυνατόν ἐστι δι’ ὀδύνην ἢ σύντασιν μυῶν τοῦτο γίγνεσθαι.
— — —373

18a

374

μʹ. Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπί‐ πτοντας ὤμους. πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησαν διὰ ταύτην τὴν ξυμφορὰν τἄλλα πάντα ἀξιόχρεοι ὄντες,
5πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο καὶ διεφθά‐ ρησαν διὰ ταύτην τὴν ξυμφορὰν ἅμα τε ἐπάξιον καὶ διὰ τοῦτο ὅτι μηδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲν ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. συχνοὶ γὰρ ἤδη ἰητροὶ
10ἔκαυσαν ὤμους ἐκπίπτοντας κατά τε τὴν ἐπωμίδα κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τὸ ὄπισθεν ὀλίγον τῆς ἐπωμίδος. αὗται οὖν αἱ καύ‐ σιες, εἰ μὲν εἰς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων ἢ ἐς τοὔμ‐ προσθεν ἢ ἐς τοὔπισθεν ὀρθῶς ἂν ἔκαιον. νῦν δὲ δὴ
15ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐμβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον ἢ κωλύουσιν. ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης
τὴν κεφαλὴν τοῦ βραχίονος. χρὴ δὲ ὧδε καίειν ταῦτα374

18a

375

ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ’ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ’ ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει.
— — —
5
Καὶ ἐν τούτῳ τῷ λόγῳ τὰ πλεῖστά ἐστι σαφῆ, ὧν οὐ μνημονεύσομεν, πλὴν ἐν οἷς ἀσάφειά τις περιέχεται.
— — —
μαʹ. Ἔπειτα δὲ οὕτως ἀφειλκυσμένον τὸ δέρμα διακαῦ‐
10 σαι ἐς τὸ πέρην.
— — —
Ἀξιοῖ μηδὲν ἄκαυστον καταλιπεῖν τοῦ ἀνατεινομένου δέρματος, ἀλλὰ διεκβάλλειν τὸ διάπυρον σιδήριον ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μασχάλης καὶ ἐξ ἐκείνων
15ἐπὶ τὰ δεξιά.
— — —375

18a

376

μβʹ. Σιδηρίοισι χρὴ τὰ τοιαῦτα καίειν μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι. ταχυπορώτερα γὰρ καὶ τῇ χειρὶ ἐπερείδειν.
5
— — —
Φαλακρὰ κέκληκε τὰ περιφέρειαν ἔχοντα κατὰ τὸ πέ‐ ρας, οἷον οἱ κατὰ τὰς μασχάλας ἔχουσι πυρίνες ἤτοι τὰ διαπύρινα καλούμενα καὶ αἱ σπαθομίλαι. προμήκη δὲ τὰ τούτοις ἐναντίως διακείμενα προσηγόρευσεν, ὧν οὐκ ἔστι πε‐
10ριφερὲς τὸ πέρας, ἀλλ’ ὀξύτερόν περ ἐμπλήρωμα παραπλή‐ σιόν πως τοῖς εἰς τὰς παρακεντήσεις ἐπιτηδείοις ὀργάνοις.
— — —
μγʹ. Χρὴ δὲ διαφανέσι καίειν ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ
15δύναμιν, τὰ γὰρ παχέα βραδέως περαιούμενα πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται καὶ κίνδυνος ἂν εἴη ξυῤῥαγῆναι τὰς ὠτειλὰς, καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴ‐
σχιον δὲ καὶ ἀντεχνότερον. ὅταν δὲ διακαύσῃς ἐς τὸ376

18a

377

πέρην τῶν μὲν πλείστων, ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρει τὰς ἐσχάρας ταύτας μόνας θεῖναι.
— — — Ἐκπεπυρῶσθαι βούλεται τὰ κατὰ τὴν μασχάλην σιδή‐
5ρια, τὰ γὰρ ἱκανῶς διάπυρα διαφανῆ κέκληκεν.
— — —
μδʹ. Ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤῥαγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου εἴη, ὑπάλειπτρον χρὴ λεπτὸν
10διέρσαι διὰ τῶν κατηγμάτων, ἔτι ἀναλελαμμένου τοῦ δέρ‐ ματος· οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι. ἐπὴν δὲ διέρ‐ σῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἰσχα‐ ρῶν ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ καὶ διακαῦ‐ σαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. ὁκόσον δέ τι
15χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοῖσι δὲ χρὴ τεκμαίρεσθαι, ἀδένες ὕπεισιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος.
— — —377

18a

378

Ὠτειλὰς κέκληκε τὰ ἕλκη παραπλησίως τῷ ποιητῇ περὶ τοῦ προσφάτου τραύματος εἰπόντι·
2
ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
3 Ἐὰν οὖν, ὡς εἶπεν, ἀνατείνας τὸ δέρμα διακαύσῃς ἐγκάρσιον
5ἐκ δεξιῶν εἰς ἀριστερὰ διερείσας τὸ σίδηρον, ἑτέραν ἐπὶ ταύτῃ δευτέραν καῦσιν ἀξιοῖ σε ποιήσασθαι, καθέντα τὸ διάπυρον σίδηρον, οὐκέτι ἐγκάρσιον ἐκ τοῦ θατέρου μέρους ἐπὶ θάτερον, ἀλλ’ οἷον εἰς τὸ βάθος ἄντικρυς ἕως. χρὴ δὲ δῆλον ὅτι τὸ μεταξὺ τῶν προτέρων τραυμάτων ἀξιόλογον
10γίνεσθαι· μικροῦ γὰρ ὄντος αὐτοῦ κίνδυνος ξυῤῥαγῆναι τὰς ἑλκώσεις καὶ γενέσθαι μεγάλην μίαν, ὑφ’ ἧς οὐδὲν μὲν ἀπο‐ βήσεται χεῖρον, οἵ γε καίομεν ἕνεκα τοῦ ξηρᾶναί τε καὶ σφίγ‐ ξαι μέρος· οὐ μὴν ἀναγκαῖόν ἐστιν οὐλὴν μεγάλην ἐργα‐ σάμενον αἴσχιον ἀποδεῖξαι τὸ χωρίον, ἐν ᾧ ἐπὶ σμικραῖς
15τρήσεσι τὴν ἴσην ὠφέλειάν ἐστι ποιήσασθαι.
— — —378

18a

379

μεʹ. Ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, ὅτι τέ εἰσι καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύναν‐ ται. τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσεπιλαμβάνειν, οὐδ’
5 ὅσα ἐσωτέρω τῶν ἀδένων, μέγας γὰρ ὁ κίνδυνος.
— — —
Τὴν ὁλόκληρον φύσιν τῆς τῶν ἀδένων φύσεως οὐλομε‐ λίην εἴρηκεν, ἣν ἑτέρωθι διδάσκειν ἐπηγγείλατο, οὐ μὴν διασώζεταί γε τοιοῦτον βιβλίον Ἱπποκράτους περὶ ἀδένων
10οὐλομελίης. ἀλλά τις τῶν νεωτέρων Ἱπποκρατείων ἔγραψε μικρὸν βιβλίδιον ἐπιγράψας Ἱπποκράτους περὶ ἀδένων οὐ‐ λομελίης, ὃ καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ λείπεται πάμπολυ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων, οὐ μὴν οὐδὲ ἐμ‐ νημόνευσέ τις περὶ αὐτοῦ τῶν ἔμπροσθεν ἰατρῶν, ἀλλ’ οὐδ’
15οἱ τοὺς πίνακας ποιήσαντες ἴσασι τὸ βιβλίον.
— — —379

18a

380

μστʹ. Τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται. ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων ἐπὶ πλεῖστον ἀπολαμβάνειν, ἀσινέα γάρ. γινώσκειν δὲ χρὴ ὅτι εἰ μὲν ἰσχυρῶς τὸν βρα‐
5 χίονα ἀνατείνοις, οὐ δυνήση τοῦ δέρματος ἀπολαβεῖν οὐ‐ δὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου κατατεῖναι.
— — —
Ὑποκεῖσθαι τῷ ὑπὸ τῇ μασχάλῃ φησὶ τόνους ἐπικαί‐ ρους οὕτως ὀνομάζων τὰ νεῦρα. γελοίως οὖν ἔνιοι τῶν
10νεωτέρων ἰατρῶν οἴονται τόνους τούτους ἐκεῖνα τὰ νεῦρα μόνον προσαγορεύειν νῦν ὅσα κατὰ τὴν συζυγίαν ἐξ ἐγκε‐ φάλου πέφυκεν, ἐπειδὴ κατὰ τὸ βιβλίον τῶν ἐπιδημιῶν ἔφη· δύο δὲ τόνοι ἀπ’ ἐγκεφάλου παρὰ τὸ ὀστέον τοῦ μεγάλου σπονδύλου καὶ τὰ τούτων ἐφεξῆς. τὰ γὰρ ἐπὶ χεῖρας φερό‐
15μενα πρὸς ἁπάντων ὁμολογεῖται τῶν ἀνατομικῶν ἀπὸ τοῦ κατὰ τὸν τράχηλον ἐκφύεσθαι νωτιαίου, καθ’ ἃ
μέρη πλησιάζει τῷ θώρακι καὶ ὡς φαίνεται ταῦτα προσα‐380

18a

381

γορεύων τόνους ἔν τε τῇ νῦν εἰρημένῃ ῥήσει καὶ μετ’ αὐτὴν πάλιν ἐφεξῆς δίς. καὶ κατώτερον δὲ πάλιν ἐν τοῖς περὶ τῆς ῥάχεως λόγοις τόνους ὀνομάζει νεῦρα.
— — —
5
μζʹ. Σιμοῦται γὰρ ἐν τῇ ἀνατάσει, οὐδ’ αὖ τόνους οὐδεμιῇ μη‐ χανῇ δεῖ τιτρώσκειν. οὗτοι γὰρ πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι. εἰ δὲ μικρὸν ἐπά‐ ρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ
10δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χει‐ ρίσματος γίνονται.
— — — Καταδαπανᾶσθαί φασι τὸ κατὰ τὴν μασχάλην δέρμα
διὰ τῆς ἀνατάσεως ὅλης τῆς χειρὸς, ἐπειδὴ χαλαρὸν ἔμπρο‐381

18a

382

σθεν ὂν, ὡς περιττὸν εἶναι δοκεῖν, ἐν τούτῳ τῷ σχήματι περιγίνεται τοῖς ὑποκειμένοις, ὥστε τὸ περιττεύειν πρότε‐ ρον φανταζόμενον ἀπόλλυσθαί τε καὶ οἷον ἐκδαπανᾶσθαι κατὰ τὴν ἀνάτασιν τῆς χειρός.
5
— — —
μηʹ. Ἆρ’ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ’ ἑκάστοισι;
— — —
10
Τὰ κατὰ δύναμιν ἴσα, τουτέστιν ἐν οἷς φυλάττεται τὸ κατὰ τὴν ἀξίαν τε καὶ οἰκεῖον ἑκάστῳ πράγματι. νυνὶ γοῦν ἐστι τὸ μὲν προκείμενον πρᾶγμα καῦσις τοῦ κατὰ τὴν μα‐ σχάλην δέρματος, ἣν χρὴ ποιήσασθαι, βραχίονα σχηματί‐ ζοντα προσηκόντως. εἰ μὲν οὖν εἰς τοσοῦτον εἴη καθήμε‐
15νος, ὡς ψαύειν τῶν πλευρῶν, εἴη παντάπασιν ὀλίγον ἐξῃρ‐ μένος, οὐδὲ θεάσασθαι τὸ βάθος τῆς μασχάλης οἷόν τε, μή τί γε τοῖς δακτύλοις ἀνατεῖναι τὸ δέρμα καὶ διακαῦσαι,
μέχρι πλεῖστόν τε ἐπαρθέντος τοῦ βραχίονος, οὐδὲν ὅ τι καὶ382

18a

383

ἄξιον λόγου δέρματος ἀνατεῖναι τοῖς δακτύλοις ἐγχωρεῖ. πε‐ ριτείνεται γὰρ ἐν τῷδε τῷ σχήματι τοῖς ὑποκειμένοις σώ‐ μασιν, ἅμα δὲ καὶ τὰ νεῦρα πρόχειρα γίγνεται, τοιοῦτον ἐξαίρειν χρὴ τὸν βραχίονα καὶ ἀπάγειν τῆς μασχάλης, οἷον
5ὁρᾶται τὸ χωρίον ἡμῖν παρέξειν καὶ τοὺς δακτύλους εὐμα‐ ρῶς ὑποβάλλειν, ἀντιτείνειν τε τὸ δέρμα καὶ διακαίειν δύνα‐ σθαι οἷόν τε γένηται ταῦτα πράττειν, κατὰ τοῦτο τὸ σχῆμα τὴν χειρουργίαν προσίεσθαι προσήκει, προσώτερον δὲ μη‐ κέτι ἀνατείνειν. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐξῄρομεν τὸν
10βραχίονα, πλὴν τὸ δύνασθαι τὸ περὶ τὴν μασχάλην δέρμα τοῖς δακτύλοις ἀνατείνειν τοσοῦτον, ὡς διακαῦσαι, καθότι προεῖπεν αὐτὸς, ὡς εἴ γε δυνατὸν ἦν ἐνεργεῖν ἡμᾶς ταῦτα καθημένους τοῦ βραχίονος σχήματός ἐστι χρεία, χαλαρώτε‐ ρον ἐργαζομένου τὸ δέρμα· καὶ γὰρ πλεῖστον οὕτως ἀνα‐
15ταθήσεται καὶ τὰ τῆς χειρουργίας ἀκίνδυνα παντοίως ἔσται.
— — —
μθʹ. Ταῦτα μὲν κατὰ τὴν μασχάλην καὶ ἱκαναὶ αὗται αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι.
20— — —383

18a

384

Εἴρηνται αἱ καταλήψεις κατὰ τὸ δέρμα.
— — —
νʹ. Κάτωθεν δὲ τῆς μασχάλης δισσὰ μόνα ἐστὶ χωρία, ἵνα
5 ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι.
— — —
Τὸ ἔκτοσθεν εἴρηκε νῦν οὐ τὴν τόπου διαφορὰν σημαῖ‐ νον, ἀλλ’ ὥσπερ καὶ παρὰ Δημοσθένει καὶ τοῖς ἄλλοις ῥήτορ‐ σιν ἔξωθέν τι τοῦ πράγματος εἰρῆσθαι λέγεται δηλούντων τὸ
10πρᾶγμα. τὸ τοίνυν ὑπὸ τοῦ Ἱπποκράτους λεγόμενόν ἐστι τοιοῦτον· καὶ χωρὶς δὲ τῆς εἰρημένης εἰς τὴν μασχάλην καύσεως ἄλλαι δύο καύσεις εἰσὶ βοηθοῦσαι τῷ πάθει. τὸ γὰρ τιμωρεούσας τῷ παθήματι πρόδηλον ὅτι βοηθούσας δηλοῖ, καθάπερ καὶ Εὐριπίδης ἐποίησε τὸν Ὀρέστην λέ‐
15γοντα·
15
Ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν τῷ πατρί.
16
διαφέρει γὰρ τὸ τιμωρῶν τοῦ τιμωρούμενος, ὃ μετὰ τῆς384

18a

385

καλουμένης αἰτιατικῆς πτώσεως σημαίνει τὸ κολάζον· οὕτως γοῦν καὶ ἑαυτὸν τιμωρούμενος ἐπιγέγραπται τὸ Μενάνδρου δρᾶμα.
— — —
5
ναʹ. Μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς κεφαλῆς τοῦ βρα‐ χίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην.
— — —
Ἐν τούτῳ τῷ χωρίῳ καὶ ἡμῖν ἑώραται τὸ ἄρθρον
10ἐστηριγμένον, ὅπερ ἐστὶ μόριον ἁπάσης τῆς ἔμπροσθεν χώ‐ ρας· οὔσης γὰρ ὅλης αὐτῆς πλατείας ἓν μέν τι μέρος ἐστὶν ἀκριβῶς μέσον, ἄλλα δὲ ἑκατέρωθεν δύο, τὸ μὲν ἐκ τῶν ἔν‐ δοθεν μερῶν, οὗ νῦν ἐμνημόνευσε, τὸ δὲ ἐκ τῶν ἐκτὸς, οὗ μετὰ ταῦτα μνημονεύει. καὶ θαυμάσαι γε ἔστιν αὐτὸν ὅτι
15μηδ’ ὅλως ἑωρακὼς εἰς ἄλλο χωρίον ἐκπῖπτον τὸ ἄρθρον ἢ κατὰ τὴν μασχάλην οὐκ ἤρκεσε τῇ κατ’ αὐτὸν καύσει μόνῃ. προστιθεὶς δὲ δύο ἑτέρας ἐκείνων ἀκριβῶς ἐστοχάσατο τῶν
χωρίων, ἐν οἷς καὶ ἡμεῖς εἴδομεν ἐστηριγμένην τὴν κεφαλὴν385

18a

386

τοῦ βραχίονος. ἐν οἷς τῆς ὠμιαίας φλεβὸς χώρα, καθ’ ἣν οἱ δύο μύες συμβάλλουσιν, ὅ τε ἀπὸ τοῦ στέρνου μέγας καὶ ὁ δελτοειδὴς ὀνομαζόμενος ἑώραται τετράκις ἡμῖν ὑποδεξαμένη τὴν ἔκπτωσιν. ἡ δ’ ἔξωθεν τῆς μέσης χώρας ἅπαξ, ὑπὲρ
5ἧς ἐφεξῆς ἐρεῖ.
— — —
νβʹ. Καὶ ταύτη τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή. φλέψ τε γὰρ παχείη πλησίη καὶ
10 νεῦρα, ὧν οὐδέτερα θερμαντέα.
— — —
Τὴν προσαγορευομένην ὠμιαίαν φλέβα λέγει νῦν πα‐ χεῖαν ἐν ἴσῳ τῷ εὐρεῖαν ἢ μεγάλην. ἐπίκειται δὲ αὐτῇ συμβολὴ τῶν προειρημένων δύο μυῶν ἔχουσα παρακείμενον
15νεῦρον, ἀφ’ οὗ πᾶν τὸ πέριξ τῆς φλεβὸς δέρμα ἀπονεμή‐ σεις λαμβάνει. τὸ μὲν οὖν φυλάττεσθαι ψαύειν τε τοῦ
νεύρου καὶ τῆς φλεβὸς ἐν τῇ τοῦ δέρματος καύσει σαφῶς386

18a

387

ἐδίδαξεν, οὐ μὴν ἐδήλωσέ γε πότερον ἐν τοῖς πρώτοις μέ‐ ρεσι τῆς φλεβὸς ἢ ἐν τοῖς ἔνδον ἢ κατ’ αὐτὴν ἀκριβῶς κε‐ λεύει καίειν. ἐγχωρεῖ γὰρ τοῦτο ποιῆσαι πρῶτον μὲν ἀνα‐ τείναντα τὸ δέρμα καθ’ ὃν εἴρηται τρόπον ἐπὶ τῆς μασχά‐
5λης, εἶτ’ ἐγκάρσιον διακαύσουσα, κἄπειτα τὸ ὑπάλειπτρον διεκβαλόντα καὶ κατὰ κύκλου τὴν δευτέραν ἐπέρεισιν τοῦ καυτηρίου ποιησάμενον· ὥσπερ γὰρ ἐν τῇ μασχάλῃ, καίτοι γε ὑποκειμένων νεύρων μεγίστων καὶ σὺν αὐτοῖς ἀρτηρίας καὶ φλεβὸς εὐρυτάτης, ὅμως ἐκέλευσε καίειν τὸ δέρμα, τὴν
10ἀσφάλειαν τοῖς ὑποκειμένοις παρασκευάζων ἐκ τῆς τοῦ ὑπο‐ λείπτρου διαρθρώσεως, οὕτω κἀπὶ τῆς νῦν προειρημένης καύσεως οὐδὲν θαυμαστὸν ἐπ’ αὐτοῦ τοῦ κατὰ τῆς φλεβὸς ἐπικειμένου δέρματος ἀξιοῦν αὐτὸν τίθεσθαι τὰς ἐσχάρας. ἐκεῖνα μὲν οὖν τὰ νεῦρα τόνους ἐπικαιροτάτους εἶπεν εἰθι‐
15σμένος χρῆσθαι τούτῳ τῷ ὀνόματι κατὰ τῶν μεγάλην δύνα‐ μιν ἐχόντων, ὥσπερ ἔχουσιν ἐκεῖνοι, κατά γε τὸ πλησίον εἶ‐ ναι τοῦ νωτιαίου καὶ αὐτοὺς παχυτάτους τὴν οὐσίαν ὑπάρ‐
χειν, παρὰ δὲ τοῦ τῆς ὠμιαίας φλεβὸς νεῦρον ἁπλῶς εἶπεν,387

18a

388

οὐκέτι προσθεὶς τὸ ἐπίκαιρον. καὶ γὰρ ποῤῥωτάτω καὶ τοῦ νωτιαίου καὶ μικρὸν τῷ μεγέθει.
— — —
νγʹ.
5Ὄπισθεν δ’ αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι, ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατω‐ τέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος, καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθεῖαν δὲ μηδὲ κάρτα ταύ‐ την ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν.
10
— — —
Ἐπὶ τὴν ὑπόλοιπον χώραν τῶν ὑποδεχομένων τὸ κατ’ ὦμον ἄρθρον ἐκπῖπτον ἀφίκετο τῷ λόγῳ, αὕτη δέ ἐστιν ἐν τοῖς ἔξω μέρεσι τῆς πρόσω χώρας, εἰς ἣν καὶ αὐτὴν ἑώρα‐ ταί μοι ἅπαξ ἐκπεσὼν ὁ βραχίων. οὐκ ὀρθῶς δὲ ἐν τοῖς
15πλείστοις τῶν ἀντιγράφων ἡ λέξις οὕτως γέγραπται, ὀπι‐ σθίην τε αὖ ἄλλην ἐσχάρην· οὐ γὰρ ὄπισθεν ὁ τόπος οὗ‐ τός ἐστι τῆς διαρθρώσεως, ἀλλ’ ἔξωθεν. εἰ γοῦν τις ἀκρι‐
βῶς ἐθέλοι διορίσαι τοὺς περικειμένους τόπους τῇ κατ’ ὦμον388

18a

389

διαρθρώσει πλάτος ἔχοντας, δῆλον ὅτι νοῶν μὲν ἅπαντας ἐν μὲν τοῖς πρόσω μέσην μὲν εἶναί τινα γραμμὴν ἀπλατῆ, νοουμένην ἀκριβῶς μέσην, ἄνωθεν κατὰ μῆκος τοῦ βραχίο‐ νος τεταμένην, ἐπὶ πλάτει δ’ ἑκατέρωθεν ὁριζομένην
5τὸ πρόσω· κατὰ μὲν τὴν ἔνδον χώραν ὑπὸ τῆς ὠμιαίας φλεβὸς, ἔξωθεν δὲ μέχρι τοσούτου πάλιν ἄλλου δή τινος διαστήματος, ὧν ἡ φλὲψ αὕτη τῆς ἀπλατοῦς ἀφέστηκεν. οὗτοι μὲν οὖν ὅροι τῆς πρόσω χώρας, ἐφ’ ἑκάτερα δὲ τῶν δύο ἕτεροι, ἀφ’ ἧς οἱ κατὰ τὴν μασχάλην τένοντες, ὁ μὲν
10τὴν ἔνδον ὁρίζων χώραν, ὁ δὲ τὴν ἔξω. τὴν μὲν ἔνδον χώραν τῆς διαρθρώσεως νοεῖσθαί σοι τοῦ μετὰ τῆς φλεβὸς καὶ οὐ μεταξὺ τῆς μασχάλης περιγράφοντος ἔξωθεν τένον‐ τος· ἔτι τε τῆς γραμμῆς ἐκείνης, ὧν ἠξίουν ἀπέχειν δια‐ στημάτων μεταξὺ διάστημά τι τῆς ὠμιαίας φλεβὸς καὶ τῆς
15τ’ ἀκριβῶς προσθίας μέσης γραμμῆς, ὥστε κατ’ αὐτὴν
διαίρεσιν, ὅσον ὑψηλότερόν ἐστι τοῦ κατὰ τὴν μασχάλην389

18a

390

ἔξωθεν τένοντος οὐκ ἂν ὀπίσω τῆς διαρθρώσεώς ἐστι τὸ σιμὸν τῆς ὠμοπλάτης, ὥσπερ γε καὶ τὸ κατ’ ὦμον ἡ μασχάλη, τὸ δ’ ἄνω μεταξὺ τοῦ τ’ ἀκρωμίου καὶ τῆς κε‐ φαλῆς τοῦ βραχίονος.
5
— — —
νδʹ. Ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ με‐ τρίως ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα, ἧσσον μὲν γὰρ
10ἂν διαψύχοιτο. ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέ‐ πειν, ὡς καὶ ἐπιεικῶς ἰητρεύεσθαι. ἧσσον δ’ ἂν ἐκπλήσ‐ σοιτο, ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη, ἧσσον δ’ ἂν σπασμὸς ἐπιγένοιτο.
— — —
15
Τὰς αἰτίας αὐτὸς εἶπε, δι’ ἃς κελεύει τὸν βραχίονα μηδέποτε ἀνατεῖναι ἰσχυρῶς· πρώτην μὲν ὅτι πάντα τὰ καύματα συμφέρει σκέπειν, ὡς ἰατρεύεσθαι καὶ μὴ κατα‐
ψύχεσθαι· καὶ ἄλλως μὲν γὰρ, ὡς αὐτὸς ἔλεγεν, ἕλκεσι τὸ390

18a

391

ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει. πολὺ δὲ μᾶλλον ὅσα θερμὸν αἴτιον εἰργάσατο, κα‐ θάπερ νῦν τὸ πῦρ, ἧσσον δ’ ἂν, φησὶν, ἐκπλήσσοιτο, τουτ‐ έστιν ἐπὶ πλέον διΐστασθαι τὸ τοῖς χείλεσιν ἕλκος. ἐν
5τούτῳ γὰρ ψύχεται μᾶλλον καὶ χρονιώτερον συνουλοῦται καὶ αὐτὰς τὰς οὔλας ἔχει μείζονας. τὸ δ’ ἐφεξῆς εἰρημένον, ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη, προσέθηκεν εἰς τὸν καθόλου λό‐ γον ὑπενεχθεὶς ἁπάντων ἑλκῶν, οὐ τῶν νῦν προκειμένων ἴδιον. εἰ γὰρ ὡς ἐκέλευσεν οὕτω τις τὸ δέρμα διακαύσειεν,
10οὐδεὶς ἀκολουθήσειε φόβος αἱμοῤῥαγίας. ἴσως δ’ ἂν ἐκ τοῦ ψυχθῆναι τὰ νεῦρα γυμνωθέντος τοῦ δέρματος, οὐ τοῦ σπασμοῦ κίνδυνος ἀκολουθήσειε μόνος, καὶ αὐτοῦ κατὰ τὴν τελευτὴν ἐμνημόνευσε τῆς ὅλης ῥήσεως.
— — —
15
νεʹ. Ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προδεδέσθαι καὶ νύκτα καὶ ἡμέρην.
— — —391

18a

392

Τὰς ὠτειλὰς ἐνταῦθα κυρίως εἶπεν ἐπὶ τῶν οὐλῶν, οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἑλκῶν· ἀξιοῖ δέ ποτε μάλιστα φροντίζειν τοῦ μηδέποτε ἀφίστασθαι τῶν πλευρῶν τὸν βραχίονα, πλὴν ἐπὶ βραχὺ μόνον ἐν ἐκείνῳ τῷ καιρῷ,
5καθ’ ὃν ἂν θεραπεύηται τὰ ἕλκη. μάλιστα γὰρ ἁλίσκεσθαι φαίνεται τὰ καθαρὰ τῶν ἑλκῶν οἷς κατὰ τὴν πρὸ ταύτης ῥῆσιν εἶπεν ἅπασι συμπτώμασι καὶ μάλιστα τοῖς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν. ἐπειδὴ πρόσθεν ἡμῖν ἥκειν ἔτι ῥυπαρὰ καὶ φλεγμαίνοντα καὶ τὸν ῥύπον αὐτῶν εἶχεν οἷον πρόβλημά τι
10καὶ σκέπασμά τι καὶ τὴν περιουσίαν τῶν παρὰ φύσιν ὑγρῶν, ἀλλὰ καὶ ἡ θερμασία τῆς φλεγμονῆς ἀντεῖχε τοῖς ἔξωθεν μὴ γινομένοις ψυχροῖς. ἡνίκα δ’ ἂν φλεγμαίνει, τότε κα‐ θαρὰ καὶ οἷον ἀπέριττα γέγονεν, αἰσθάνεται μᾶλλον ἢ πρό‐ σθεν ὧν πάσχει. διὰ ταῦτα πάντα ῥᾳδίως μὲν ὑπὸ τῶν
15ἔξωθεν αἰτιῶν καὶ μάλιστα τῶν ψυχρῶν ὀδυνᾶταί τε καὶ ψύ‐ χεται. τῷ δ’ ἀκριβεῖ τῆς αἰσθήσεως τήν τε ὀδύνην ἴσχει σφοδροτέραν καὶ τὰς ἐπικειμένας αὐτῇ δυσχερείας ἐπικτᾶται.
— — —392

18a

393

νστʹ. Ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐ‐
5 ρυχωρίη, καθ’ ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων.
— — —
Κἀνταῦθα τὸν σκοπὸν ὃν συνεβούλευσεν αὐτὸς ἐδήλω‐ σεν εἰπών· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολει‐ φθείη εὐρυχωρίη, καθ’ ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει
10τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, το‐ σούτῳ μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχά‐ λην δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ ῥᾳδίως ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.
— — —
15
νζʹ. Ὅσοισι δ’ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι, ἢν μὲν ἔτι
ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ393

18a

394

βραχίονος, ὁμοίως τῷ ὑγιεῖ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου γίνεται.
— — — Τὰ συμπτώματα διέρχεται νῦν, ὅσα τοῖς ἔξαρθρον
5ἔχουσι τὸν ὦμον ἐξ ἀνάγκης ἐπιγίγνεται· πρῶτον μὲν οὖν ἐστι καὶ κοινότατον, ᾧ καὶ τἄλλα ἕπεται πάντα τὸ ἀτροφώ‐ τερον ταὐτὸν γίγνεσθαι, τούτῳ δ’ αὐτῷ πάλιν ἕπεται. τε‐ λειωθέντος μὲν οὖν ἤδη τοῦ κώλου λεπτότης, ἔτι τε αὐξα‐ νομένου καὶ ἡ σμικρότης. αὕτη δ’ ἀτροφία διά τε τὴν
10διαστροφὴν γίγνεται τῶν κατὰ κῶλον ἀγγείων τε καὶ μυῶν, αἰτία δὲ ἡ ἀκινησία ὅλου τοῦ ἄρθρου· καὶ γάρ τι τῶν ὑγιῶν κώλων ἐπὶ χρόνῳ πολλῷ παντάπασιν ἀκίνητον μεῖναν σαφῶς ἀτροφώτερον φαίνεται.
— — —
15
νηʹ. Καὶ οἱ καλεόμενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες διὰ
δισσὰς ξυμφορὰς ταύτας γίνονται· ἤν γέ τι τοιοῦτον αὐ‐394

18a

395

τοὺς ἐξάρθρημα καταλάβῃ ἐν γαστρὶ ἐόντας, διά τε ἄλ‐ λην συμφορὴν, περὶ ἧς ὕστερόν ποτε γεγράψεται.
— — — Εἴτε ἀπὸ τῆς πρὸς τὰς γαλᾶς ὁμοιότητος ἐκλήθησαν
5οἱ γαλιάγκωνες εἴτ’ ἀπ’ ἄλλου τινὸς ἐπιτρέπειν χρὴ τοῖς περὶ αὐτὰ σπουδάζουσιν ἐπιμελῶς ζητεῖν. ἰατρῷ δὲ χρήσι‐ μον ἐπίστασθαι τὸ γεννᾶσθαί τινας ἐξάρθρους ἀμφότερα τὰ κατ’ ὦμον ἄρθρα, τό τε ἀριστερὸν καὶ τὸ δεξιὸν, ὅτι τε μικροὺς ἐξ ἀνάγκης ἔχουσιν οὗτοι τοὺς βραχίονας. εἰ‐
10δέναι δεῖ τινα καὶ ἄλλην συμφορὰν ἐργαζομένην ταὐτὸ πά‐ θημα, περὶ ἧς αὖθις ἐρεῖν ἐπαγγέλλεται. χαλεπὸν δὲ εὑ‐ ρεῖν ἑτέραν, ἣν αὐτὸς ἐφεξῆς λέγει συμβαίνειν τοῖς νηπίοις. ἔχει δὲ ἡ λέξις οὕτως.
— — —
15
νθʹ. Ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται;
καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται. καὶ ἤν τε τμη‐395

18a

396

θῶσιν ἤν τε καυθῶσιν ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ ὅτι ταῦτα οὕτως ἔχει. χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς
5 τὸν βραχίονα ἐκτανύσαντες τὸν ἀγκῶνα δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως ἢ τὴν ὑγιέα χεῖρα.
— — —
Δύναται δὲ τοῦτο καὶ κυουμένοις ἐπισυμβαίνειν· συμ‐ φορὰν δ’ ἄλλην ἔτι κυουμένοις ἐξαρθρήματος αἰτίαν γίνε‐
10σθαι χαλεπὸν εὑρεῖν, ἀμφοτέρας δὲ ταύτας οὐκ ἀδύνατον συμβῆναι· καὶ γὰρ ἐκπυῆσαι δυνατόν ἐστι τὸ ἐκραγῆναι καὶ ἀπουλωθῆναι τῷ κυουμένῳ τῷ βρέφει πρὸς τῆς φύσεως καὶ τοῦτο μᾶλλον ἔτι κατὰ ἔμπτωσιν ἐνδέχεται τοῦ κατ’ ὦμον ἄρθρου διά τε τὴν ὑγρότητα τῆς φύσεως τοῦ παιδίου καὶ
15τῆς κατὰ διάρθρωσιν κοτύλης τὸ εὐυπέρβατον.
— — —396

18a

397

ξʹ. Οἷσι δ’ ἂν ἤδη ἂν ἀνδράσιν ἐοῦσι ἐκπέσῃ ὁ ὦμος καὶ μὴ ἐμβληθῇ, ἐπωμὶς ἀσαρκωτέρη γίνεται καὶ ἡ ἕξις λεπτὴ ἡ κατὰ τοῦτο, ὅταν μέντοι ὀδυνώμενοι παύσωνται. ὁκόσα
5μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευ‐ ρέων εἰς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύναται ἅπαντα ὁμοίως ἐργάζεσθαι. ὁκόσα δὲ δεῖ ἐργάζεσθαι παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς ἢ ἐς τοὐπίσω ἢ ἐς τοὔμπρο‐ σθεν. ταῦτα δὲ δύνανται ἐργάζεσθαι· καὶ γὰρ ἂν ἀρίδα
10ἑλκύσαιεν καὶ πρίονα καὶ πελεκίσαιεν ἂν καὶ σκάψαιεν, ἂν μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα καὶ τἄλλα ὅσα τῶν τοιούτων σχημάτων ἐργάζονται.
— — — Ἡ ἐπωμὶς τοῖς οὕτω πεπονθόσι κἀν τῷ πα‐
15ραχρῆμα φαίνηται λεπτοτέρα καὶ ἀσαρκωτέρα τῆς κεφαλῆς τοῦ βραχίονος ἀπολειπούσης τὸν ὦμον, ἀλλὰ καὶ εἰς ὕστε‐
ρον ἔτι μᾶλλον φαίνεται τοιαύτη, διότι γίνεται τοῦ χρόνου397

18a

398

περιόντος ἀτροφώτερα τὰ μόρια τοῦ δελτοειδοῦς μυὸς ἀσθενοῦς τεινομένου, διότι κάτω γίνεται βίαιος ἀκολουθῶν εἰς μασχάλην τῆς κεφαλῆς τοῦ βραχίονος. ὅτι δὲ διὰ τὸ μὴ κινεῖσθαι μηδὲ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἣν εἶχεν ἀνατείνων τὸν βραχίο‐
5να, ψυχρότερος καὶ ἀσθενέστερος ἀποτενούμενος καὶ ἀτροφώτε‐ ρος διὰ τοῦτο γίνεται· κίνησις μὲν γὰρ κρατύνει, ἀργίη δὲ τήκει.
— — —
ξαʹ. Ὅσοισι δ’ ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται
10ἐξέχον τὸ ὀστέον τῶν ἀπεσπασμένων. ἔστι δὲ τοῦτο ὁ σύνδεσμος τῆς κληῖδος καὶ τῆς ὠμοπλάτης· ἑτεροίη γὰρ φύσις ἀνθρώπου ταύτη ἢ τῶν ἄλλων ζώων. οἱ οὖν ἰη‐ τροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι, ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος ἡ ἐπωμὶς
15φαίνεται χαμαιζήλη καὶ κοίλη, ὥστε καὶ προμηθεῖσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων. πολλοὺς οὖν οἶδα ἰητροὺς τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο ἐμ‐
βάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι398

18a

399

ἐκπεπτωκέναι καὶ οὐ πρόσθεν παύονται πρὶν ἢ ἀπογνῶ‐ ναι ἢ ἀπορῆσαι δοκέοντας αὐτοὶ σφᾶς αὐτοὺς ἐμβαλέειν τὸν ὦμον. τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισι τοιούτοισι κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια καὶ ἐπίδεσις
5τοιαύτη. καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ καὶ τοὺς σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους καὶ πιέζειν ταῦτα, μάλιστα τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσηρτημένον ἐς τὸ ἄνω μέρος ἔχειν, οὕτω γὰρ ἂν μάλιστα πλησιάζοιτο ἀπεσπασμένον. τάδε μὴν εὖ εἰδέναι χρὴ καὶ προλέγειν
10ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις· ὅτι βλάβη μὲν οὐδεμίη οὔτε μικρὴ οὔτε μεγάλη τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ τρώματος, αἴσχιον δὲ τὸ χωρίον. οὐδὲ γὰρ τοῦτο τὸ ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν ἱδρυνθείη, ὥσπερ πέφυκεν, ἀλλ’ ἀνάγκη πλέον ἢ ἔλασσον ὀγκηρότερον εἶναι
15ἐς τὸ ἄνω. οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τὸ αὐτὸ καθί‐ σταται, ὅτι ἂν κοινωνέον ἐστὶν ἑτέρῳ ὀστέῳ καὶ προσ‐
πεφυκὸς ἀποπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος. ἀνώδυνον399

18a

400

δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσιν γίνεται, ἢν χρηστῶς ἐπιδέηται.
— — — Σύνζευξιν ἐνδείκνυται τὸ ἀκρώμιον εἶναι, λέγει δὲ καὶ
5ὀστοῦν ὑπάρχειν αὐτὸ καὶ συνδεῖν ἄμφω τὰ εἰρημένα. δῆ‐ λον οὖν ὅτι χονδρῶδες ὀστοῦν ἐστι τὸ ἀκρώμιον ἐπικείμενον τῇ συνζεύξει τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης, ὑμένας ἐκπεφυκότας ἔχον, οἷς συνδεῖται τὰ πέρατα τῶν ὀστῶν. ἀπο‐ σπασθέντι δὲ αὐτῷ καὶ κλεὶς εἴωθε συνέπεσθαι καὶ διὰ
10τοῦτο ἐπανόρθωσις γίγνεται καταναγκαζομένης εἰς τὸ κάτω τῆς κλειδὸς, ὡς ἀποτελεῖσθαί τινας κυκλοτερεῖς καμπὰς αὐ‐ τῆς. ἐνταῦθα δὴ καὶ τοῖς νεωτέροις ἡ κατανάγκασις αὕτη μᾶλλον ἐπιτυγχάνει· ὅσῳ γὰρ ἡ ἡλικία προέρχεται, ξηρό‐ τερα τὰ σώματα ἡμῶν ἀποτελεῖται. καθάπερ οὖν τὰ ξηρὰ
15ξύλα πρὸς καμπάς ἐστιν οὐκ ἐπιτήδεια, τὰ δὲ ὑγρὰ καὶ χλωρὰ ῥᾳδίως πάσχει τοῦτο, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν ἔτι αὐξανομένων ὀστᾶ δύναται κάμπτεσθαι καταναγκα‐
ζόμενα, καὶ πολὺ μᾶλλον, ὅταν ᾖ χαῦνα καὶ σηραγγώδη, κα‐400

18a

401

θάπερ κλείς ἐστι. καὶ ἔγωγ’ ἐπειράθην αὐτὸς ἐπ’ ἐμαυτοῦ καμπτομένης αἰσθανόμενος τῆς κλειδὸς, ἔσφυζε γὰρ διὰ βά‐ θους ὁπότε σφοδρῶς κατασπασθῇ τῷ βιαίῳ τῆς ἐπιδέσεως, ὑπέμεινα δὲ τοῦτο μέχρι μʹ ἡμέρας, ἐν αἷς οὕτω προσήχθη
5τῇ κεφαλῇ τοῦ βραχίονος ἡ κλεὶς, ὥστε τοὺς μὲν νῦν ὁρῶν‐ τας ἀπιστεῖν εἰ ἀπεσπάσθη ποτὲ, τοὺς δὲ ἰδόντας ὁπόταν ἀπεσπάσθη, τριῶν δακτύλων διάστημα τὸ μεταξὺ γενόμενον ὑπερθαυμάζειν τὸ πρᾶγμα. συνέβη μέντοι τὸν βραχίονα τελείως ἀτροφῆσαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὡς ἰσχνὸν παν‐
10τελῶς γενέσθαι, συνατροφῆσαι δ’ αὐτῷ καὶ τὸν πῆχυν. ἀλλὰ ταῦτα μὲν ἐπανορθωσάμενος ἑνὶ βοηθήματι τῷ τῆς ἐπιδέσεως ἀνετράφη σύμπαν τὸ κῶλον, οὐκ ἐν πολλῷ χρόνῳ μετὰ τὸ λυθῆναι τοὺς ἐπιδέσμους. ἐπὶ δὲ μειρακίου καὶ μᾶλλον ἐπὶ παιδίων ἑτοιμότερον ἡ ἐπίδεσις καταναγκά‐
15ζοι τὸ ὀστοῦν· ἐμοὶ μὲν γὰρ ἔτος ἄγοντι εʹ καὶ λʹ οὕτω παθεῖν ἐν παλαίστρᾳ συνέβη, οὐ μὴν ἄλλον γέ τινα τῶν ἤδη τελείων ἐδυνήθην ὁμοίως ἰάσασθαι διὰ τὸ μὴ φέρειν αὐτοὺς τὸ βίαιον τῆς ἐπιδέσεως. ἐγὼ δ’ οὖν καὶ αὐτὸς
ἠσθανόμην ψυχροῦ τοῦ χωρίου πάντως, ὡς ἀναγκάζεσθαι401

18a

402

δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἔλαιον καταντλεῖν θερμὸν, ὑπο‐ βεβλημένου δέρματος ὅλῳ τῷ σώματι, γυμνὸς γὰρ ἐπ’ αὐ‐ τοῦ κατεκείμην, ὡς ἂν καὶ τῶν ὑπὸ κύνα καυμάτων ὄντων. ὑποκειμένης οὖν κατὰ τὸ πρὸς τῶν ποδῶν μέρος λεκάνης
5κενῆς ἐσχημάτισται κατὰ τοῦτο πρὸς ἔκρουν ἐπιτηδείως τὸ δέρμα, πάλιν τε τὸ ἀθροισθὲν ἐν τῇ λεκάνῃ μεταβαλόντες εἰς λέβητα κατὰ πυρὸς ἐπικείμενον ἐθέρμαινον, ἐντεῦθεν λαβόντες ἀπήντλουν τῷ πεπονθότι χωρίῳ παντί. καὶ εἰ βραχύ ποτε διέλιπον, εὐθέως ἠσθανόμην τάσεως τῶν κατὰ
10τὸν τράχηλον μυῶν, ὡς εἶναι δῆλον ὅτι σπασμὸς ἀκολου‐ θήσει ῥαθυμησάντων περὶ τὴν κατάντλησιν. ἐμοὶ μὲν καὶ ἄλλο τι συνέβη κατὰ τὰς κακοπαθείας τῶν μυῶν αἴτιον οὐ σμικρὸν, ὃ καὶ αὐτὸ καλῶς ἔχει δηλῶσαι, χάριν τοῦ νομί‐ σαι τινὰ διὰ μόνην τὴν κατανάγκασιν τῆς κλειδὸς εὐπα‐
15θεῖς γενέσθαι τοὺς μύας. ἀποσπασθέντος γὰρ τοῦ ἀκρω‐ μίου κατὰ παλαίστραν ὁ παιδοτρίβης ἰδὼν ταπεινὴν τὴν ἐπωμίδα καὶ εἰς μασχάλην ὠλισθηκέναι τὸν βραχίονα κα‐
τέτεινέ τε καὶ μοχλεύειν ἐπεχείρει καὶ τεχνικῶς ἐνήργει402

18a

403

ταῦτα. μὴ προχωροῦντος δὲ τοῦ ἔργου καὶ μάτην τοῦ χρό‐ νου τριβομένου νομίσας αὐτὸν ἐν τῇ μοχλείᾳ τι σφάλλεσθαι, τοὺς μὲν ἄλλους μετ’ ἐκείνου τείνειν τε τὸν βραχίονα καὶ ἀντιτείνειν ἄνω τὸν ὦμον ἐκέλευον, αὐτὸς ὑποβαλὼν τῆς
5ἀπαθοῦς χειρὸς τοὺς δακτύλους ὡς ἐσωτάτω τοῦ δοκοῦντος ὠλισθηκέναι τὸν βραχίονα, ἵνα μεταξὺ τῶν πλευρῶν καὶ τῆς κεφαλῆς αὐτοὺς παρενθεὶς ἀναμοχλεύσειεν αὐτὸ μικρὸν τοῦτο μηδὲν εὑρὼν ἐν τῇ μασχάλῃ παρὰ φύσιν ἐκέλευον ἐπισχεῖν τὴν τάσιν τοὺς ἅμα τῷ παιδοτρίβῃ τείνοντάς τε καὶ ἀντι‐
10τείνοντας, οὐ γὰρ ἐκπεπτωκέναι τὸ ἄρθρον. οἱ δ’ ὡς μετὰ τὴν ὀδύνην μαλθακιζομένου μου περιέτρεπόν τε παρέχειν αὐτὸν ἑαυτοῖς οὐκ ἐμαυτοῦ οὐκ ἐπαύοντό τε τείνοντες, ὥς τις ἂν διέσπασε τὸν μῦν, ὡς ἤδη καὶ ἄλλοις τισὶ συνέπεσεν, εἰ μὴ κατὰ τύχην ἐπιφανὴς ἕτερος εὖ ἰδὼν,
15μηδέποτ’ ἂν διὰ μαλακίαν εἶρξα αὐτοὺς τῆς τάσεως, ἀπέ‐ λυσε μὲν ἐκείνους, ἐμοὶ δ’ ἐπύθετο τί ποτ’ ἂν εἴη τὸ γεγο‐ νὸς, ὅ τι τε κελεύοι με πράττειν. εἶπον οὖν αὐτῷ τὸ μὲν
γεγονὸς ἀποσπασθῆναι τοῦ ἀκρωμίου, χρῄζειν δὲ ἐλαίου καὶ403

18a

404

ὀθονίου καὶ ἐρίων εἰς τὸ βαλανεῖον αὐτὸς ἐπορεύθην καὶ πολὺ περιχεόμενος ἔλαιον ἐνδιέτριψα τῇ δεξαμένῃ, μέχρι δυνατὸν ἦν, νομίζων ὅπως κομισθείη τὰ πρὸς τὴν θερα‐ πείαν· ὥστε μοι καὶ διὰ ταύτην τὴν κακοπάθειαν οἱ μύες
5ἐδέοντο συνεχοῦς καταντλήσεως. οἱ πολλοὶ δὲ καὶ μὴ γε‐ νομένης αὐτῆς τῆς ἐπιδέσεως οὐ φέρουσιν, ἀλλ’ αἱροῦνται τὴν εἰς τὸν ἔπειτα χρόνον ἐκ τοῦ πάθους ἔχειν δυσχέρειαν ὑπὲρ τοῦ μὴ πονεῖσθαι μέχρι τεσσαρακονθημέρου· οὐ γὰρ ἡγοῦμαι θᾶττον δύνασθαι τῶν τοσούτων ἀκριβῶς καμφθῆ‐
10ναι τὸ τῆς κλειδὸς ὀστοῦν. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.
— — —
ξβʹ. Κληῒς δὲ κατεηγεῖσα ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐϊητο‐ τέρη ἐστὶν, ἢν δὲ παραμηκέως, δυσιητοτέρη. τἀναντία
15δὲ τούτοις ἐστὶν ἢ ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρε‐ κέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν καὶ εἰ πάνυ προμηθηθείη τὸ ἀνωτέρω,
κατωτέρω ἂν ποιήσειε σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπι‐404

18a

405

δέσει ἁρμοζούσῃ. εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ’ οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. ὡς δ’ ἂν παράμηκες τὸ ὀστέον κατεάγῃ, ἰκέλη ἡ ξυμφορὴ γίνε‐ ται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρό‐
5σθεν γέγραπται· οὔτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, ἥ τε ὑπερέχουσα ἀκρὶς τοῦ ὀστέου ὀξεῖα γίνεται κάρτα. τὸ μὲν οὖν σύμπαν εἰδέναι χρὴ ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῖδος, ἢν μὴ ἐπισφακελίσῃ. ὀλι‐
10 γάκις δὲ τοῦτο γίνεται.
— — —
Λέγει τὴν δι’ ὅλως ἀποκαυλισθεῖσαν, ὡς κατὰ μηδὲν προσέχεσθαι, τὸ δὲ ἀντικείμενον τούτῳ τὸ οὐκ ἀτρεκέως ἐστὶν, ὃ καθ’ ἕνα τρόπον γινόμενον ἐδήλωσεν εἰπών· ἢν δὲ
15παραμηκέως, δυσιητοτέρη μετ’ αὐτοῦ καὶ συνενδείξασθαι τὴν μὲν ἀκριβῶς ἀποκαυλιζομένην ἐγκαρσίαν πάσχειν τοῦτο, τὴν δ’ οὐκ ἀκριβῶς κατὰ μῆκος. ὅταν μὲν οὖν ὁλοκλήρως
ἀποκαυλισθῇ, παραλλάττειν εἴωθε τοὐπίπαν ἀλλήλων τὰ405

18a

406

μόρια, καὶ τὸ μὲν ἄνω χωρεῖν, τὸ δὲ κάτω, τὸ μὲν ἔσω, τὸ δὲ ἔξω. καὶ κατὰ τοῦτο φαίνεται μέγα τε τὸ κάταγμα καὶ δυσίατον εἶναι, κατὰ δὲ τὸν ἕτερον τρόπον, ἡνίκα παραμή‐ κης ἐστὶν ἡ διάθεσις τοῦ κατάγματος, ἡ μὲν φαντασία μι‐
5κροτέρα, χαλεπωτέρα δὲ ἡ ἴασις. οὐ γὰρ ἐνδέχεται τὴν ἐν κύκλῳ περιβολὴν ὥσπερ τὰ κῶλα μόνην δυναμένην προστεῖλαι καὶ παραγαγεῖν τὸ παρὰ μῆκος ἐσχισμένον τῆς κλειδός. ἐὰν οὖν, ὧν εἴρηκα νῦν εἴης μεμνημένος, οὐδὲν ἐνεγκεῖν φαίνεται τῶν ἐφεξῆς ὑπ’ αὐτοῦ λεγομένων
10ἀσαφές.
— — —
ξγʹ. Αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῖδος καὶ τούτοισι τοῖσι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν ἐπὶ
15ἧσσον γίνεται.
— — — Βέλτιον ἦν εἰπεῖν ἐπὶ ἧσσον γίνεται· κατ’ ἀρχὰς μὲν
γὰρ τῷ ξένῳ τοῦ πράγματος αἰσχρὸν αὐτοῖς εἶναι δοκεῖ τὸ406

18a

407

γεγονός. ἐν δὲ τῷ χρόνῳ συνειθιζομένοις ὥσπερ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, οὕτω κἀπὶ τῷδε καταφρονεῖται τὸ αἶσχος.
— — —
ξδʹ.
5Συμφύεται δὲ ταχέως κληῒς καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα. ταχεῖαν γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα. ὅταν μὲν οὖν νεωστὶ καταγῇ, οἱ τετρωμένοι σπουδάζουσιν οἰόμενοι μεῖζον τὸ κακὸν εἶναι ἢ ὅσον ἐστὶν οἵ τε ἰη‐ τροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι. προϊόντος δὲ
10τοῦ χρόνου οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι οὔτε κω‐ λυόμενοι οὔτε ὁδοιπορίης οὔτε ἐδωδῆς καταμελέουσιν· οἵ τε αὖ ἰητροὶ ἅτε οὐ δυνάμενοι κατὰ τὰ χωρία ἀπο‐ δεικνύναι ἀποδιδράσκουσι καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων, ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις συν‐
15ταχύνεται. ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παρα‐ πλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθο‐ νίοισι μαλθακοῖσιν ἰητρεύειν, καὶ τάδε δεῖ προσιητρεύειν
καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χει‐407

18a

408

ρίσματι, ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι καὶ τοῖσι ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο χρὴ πιέζειν. εἰσὶ δὲ δή τινες οἳ ἐπεσοφί‐ σαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγ‐
5κάζειν τὸ ὑπερέχον. ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες· ἀτὰρ δὴ οὐδὲ οὗτος ὁ τρόπος κληῖδος κατή‐ ξιός ἐστιν, οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν ὅ τι καὶ ἄξιον λόγου. ἄλλοι δ’ αὖ τινές εἰσιν οἵ‐ τινες καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παρά‐
10φοροί εἰσι καὶ οὐ κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερ‐ έχοντα. ἐπιδέουσι μὲν οὖν αὐτοὺς σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι, ζώσαντες δὲ τὸν ἄνθρω‐ πον ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγμα‐
15τος ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα τὴν ἀρχὴν τοῦ ὀθο‐ νίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν καὶ οὕτως ἐπιδέουσιν ἐπὶ τὴν ἴξιν τῆς κληῖδος ἐπιτανύοντες
ἐς τοὔπισθεν ἄγοντες, κἄπειτα περιβαλόντες περὶ τὸ408

18a

409

ζῶσμα ἐς τοὔμπροσθεν ἄγουσι καὶ αὖθις ἐς τοὔπισθεν. οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ’ αὐτὴν τὴν ἕδρην καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι
5τὸ κάταγμα. ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεωμένῳ δὲ ἄχρηστα· οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ’ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως, ἀλλ’ ὅμως εἰ κατακείμενος ἢ τὸ σκέ‐ λος συγκάμψειεν ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπι‐
10 δέσματα κινέοιτο ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις.
— — —
Τὴν αἰτίαν εἶπεν αὐτὸς τοῦ ταχέως τὰ τοι‐ αῦτα συμφύεσθαι, τοῦ μέντοι τὴν πώρωσιν γίγνεσθαι τα‐ χεῖαν, οὐκ ἔτ’ εἶπε τὴν αἰτίαν, ὡς ἂν ἐξ αὐτῶν τῶν ὀστῶν
15τῆς φύσεως ὑπὲρ ὧν ὁ λόγος ἐστὶ νοηθῆναι δυναμένην. τὰ γὰρ χαῦνα πλείονος ἐν αὐτοῖς ὑγρότητος μετέχει. λέλεκται δὲ ἡμῖν ἐν τοῖς ἔμπροσθεν ὡς ἐκχεομένης αὐτῆς, εἶτα πη‐
γνυμένης ὑπὸ τῆς κατὰ τὸ πεπονθὸς ὀστοῦν δυνάμεως ὁ409

18a

410

πῶρος ἐπιτρέφεται τοῖς χείλεσι τοῦ κατεαγότος ὀστοῦ. κἀ‐ πειδὰν ἱκανῶς τοῦτο γένηται, συνδεῖταί τε καὶ σφίγγεται τὰ χείλη τοῦ κατάγματος, οὐ διὰ τοῦ βάθους ἐῤῥιμμένου τοῦ πεπονθότος ὀστοῦ, κάθαπερ ἐῤῥιμμέναι σάρκες, ἀλλ’
5ὡς εἴρηται κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οἷον δεσμόν τινα ἀχθομένου. τὰ δ’ ἑξῆς ἅπαντα δῆλα τοῖς προσέχουσι τὸν νοῦν.
— — —
ξεʹ.
10Ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται. τά τε αὖ περὶ τὴν ζώνην παρα‐ βαλλόμενα οὐχ οὕτως ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκά‐ σαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα, ἄγχιστα δ’ ἄν τις δο‐
15κέῃ ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλεί‐ στοισι τῶν ὀθονίων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι· οὕτω γὰρ ἂν μάλιστα τὰ ἐπιδέσματα μόνιμά τε εἴη καὶ ἀλλή‐
λοισι τιμωρέοι. τὰ μὲν οὖν πλεῖστα εἴρηται ὅσα κατα‐410

18a

411

λαμβάνει τοὺς τὴν κληῖδα καταγνυμένους, προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληῒς ὡς ἐπὶ τὸ πουλὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον εἰς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς
5ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πουλὺ οὔτε ἀνω‐ τέρω χωρήσειεν.
— — — Οὐκ ἔστι σύνθετον ὄνομα τὸ στενυγροχωρίῳ ἐκ τε τοῦ
10ὑγροῦ καὶ τοῦ στενοῦ καὶ τῆς χώρας γεγονὸς, ὥς τινες νο‐ μίζουσιν, ἀλλ’ ἀπὸ τοῦ στενυγρὸν, ὅπερ οὐδ’ αὐτὸ πλέον σημαίνει τοῦ στενοῦ κατὰ παραγωγήν τινα γεγενημένης στενυγροχωρίας μηδὲν πλέον δηλούσης τῆς στενότητος. εὔ‐ δηλον δὲ τοῦτο κἀξ ὧν Σιμωνίδης εἶπεν, ὧδέ πως ἐχόντων·
15οὔπω τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέγονται δὶς ἐν οὐδὲ πάρδαλιν μοῦνος στενυγρῷ συντυχὼν ἐν ἀτραπῷ. ψιλοῦται δὲ δηλονότι κατὰ τὴν δευτέραν συλλαβήν.
— — —411

18a

412

ξστʹ. Μικρὸς γὰρ ὁ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθει.
— — —
Τὴν βραχεῖαν κίνησιν ὠνόμασε κιγκλισμόν. εἰ δ’ ἀπὸ
5τοῦ ζώου τοῦ κίγκλου γέγονε τοὔνομα, διότι κινεῖ συνεχῶς ἐκεῖνο τὰ πηγάνεια πτέρνα ἢ ἀπό τινος ἄλλου τῆς προκει‐ μένης πραγματείας, οὐκ ἔστιν οἰκεῖον, ἀλλὰ μᾶλλον δεῖται αἰτίαν εἰπεῖν, δι’ ἣν ἡ πρὸς τὸ στέρνον τῆς κλειδὸς διάρθρωσις οὐ τῶν μικροτάτων οὖσα, καθάπερ ἕτε‐
10ραί τινες, ὅμως οὐκ ἔχει κίνησιν ἀξιόλογον. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἥντινα λέγει τούτου τὴν αἰτίαν εἶναι διὰ τῆς λέξεως ἀκούσωμεν. στῆθος δὲ ἔοικεν οὐ τὸ σύμπαν λέ‐ γειν χωρίον, ὅσον ἐν τοῖς πρόσω τοῦ θώρακός ἐστιν, ἀλλὰ τὸ μέσον ὀστοῦν, ἐν ᾧ διαρθροῦνται πλευραὶ, ὃ καλοῦσιν
15ἰδίως οἱ μετ’ αὐτὸν ἰατροὶ στέρνον, ὅπερ ἀληθῶς εἶπεν.
— — —412

18a

413

ξζʹ. Αὐτὸ γὰρ ἑωυτῷ συνεχές ἐστι τὸ στῆθος καὶ τῇ ῥάχει.
— — —
Τὸ μὲν οὖν ἑαυτῷ συνεχὲς εἶναι τὸ στέρνον ἐναργῶς
5φαίνεται· τὸ δὲ τῇ ῥάχει νοηθήσεται σαφῶς, ἐὰν σκελετῷ ζώῳ τὰς πλευράς ποτε ἴδῃς ἐναργῶς ἐρηρεισμένας ὀπίσω μὲν ἐπὶ τῆς ῥάχεως, ἔμπροσθεν δὲ πρὸς τὸ στέρνον.
— — —
ξηʹ.
10Ἄγχιστα μὲν ἡ κληῒς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν· ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. ἄλλως τε ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει. καὶ γὰρ πέφυκε
15κοῦφον καὶ ἡ εὐρυχωρίη αὐτῷ ἄνω πλείων ἢ κάτω. ὁ δὲ ὦμος καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά εἰσιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος καὶ διὰ τοῦτο δύνα‐
ται καὶ ἀνωτέρω πουλὺ ἀνάγεσθαι καὶ κατωτέρω. ὅταν413

18a

414

γοῦν καταγῇ κληῒς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κα‐ τωτέρω ἐπιῤῥέπει· ἐς τοῦτο γὰρ ἐπιτροχώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω ῥεῦσαι μᾶλλον ἢ ἐς τὸ ἄνω. ὁπότε οὖν ταῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερ‐
5έχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται εἶναι, ἀλλὰ δῆλον ὅτι τὸ κάτω πρὸς τῷ ἄνω προσακτέον ἐστί. τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος. δῆλον οὖν ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο· αἵ τε γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον
10προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν. εἰ δέ τις τὸν βρα‐ χίονα πρὸς τῇσι πλευρῇσιν ὡς μάλιστα ἐόντα ἀναγκάζοι ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνεται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς ὅθεν ἀπεσπάσθη.
15
— — —
Τροπικοῖς ὀνόμασι καὶ γλωσσηματικοῖς εἴωθεν ὁ Ἱπ‐ ποκράτης ἐννοιῶν χρῆσθαι, καίτοι πολιτικὴν ἑρμηνεύων
ἑρμηνείαν, ὅμοιόν τι τούτῳ πεπονθὼς ὁ Ξενοφῶν· καὶ414

18a

415

γὰρ ἐκεῖνος εἴπερ τις καὶ ἄλλος ἑρμηνεύων πολιτικῶς, ὅμως παρεμβάλλει πολλάκις ὀνόματα γλωσσηματικὰ καὶ τροπικά. σπανιώτερον μὲν οὖν παρ’ ἐκείνῳ τὸ τοιοῦτον, συνεχέστερον δὲ παρὰ τῷ Ἱπποκράτει, καθάπερ ἐπὶ τῇ
5προγεγραμμένῃ ῥήσει τὸν κιγκλισμὸν εἶπεν, ἐνταῦθά τε τὸ πλοώδης ἐστίν. ἐνδείκνυται γὰρ διὰ τῆς φωνῆς τὸ οἷον ἀστήρικτος, ᾧ καὶ τὸ ζῶον φαινόμενον μαρτυρεῖ, καθ’ ὅ φησιν ἠνάγκαστο, καθ’ ὃ πυκινοκίνητος αὐτὸς ἐδήλωσεν εἰπὼν, διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. αὕτη δὲ πάλιν ἡ ἀκρωμίη
10διὰ τὸ κατ’ ὦμον ἄρθρον ἐστὶ πυκινοκίνητος, ἀτε‐ νὴς, ἅτε ὑπάρχων αὐτὸς καὶ μεγίστας ἔχων κινήσεις. τὸ δὲ κατ’ ἀρχὴν εἰρημένον τῆς ῥήσεως, τὸ ἄγχιστα μὲν τὴν ἀμ‐ φιβολίαν ἣν ἔχει πρότερον ἐπὶ τοῦ χωρίου προσῆκεν ἀκούειν ἢ τοῦ πράγματος αὐτοῦ. δῆλον μὲν γὰρ ἐγγυτάτω, ἀλλ’
15ἤτοι πλησίον τοῦ ἄρθρου πυκινοκίνητον ἐνδείξεται τὴν κλεῖν εἰρημένον, ὅπερ ἐμοὶ δοκεῖ μᾶλλον ἄν τις ἀκούῃ ὀρθῶς, ἐνίοις
ἔδοξε συνάπτειν τὸ ἄγχιστα, δεήσει τὸ πυκινοκίνητον εἶναι415

18a

416

τὸ λεγόμενον, τὸ οὕτω ἐγγυτάτω τὸ πυκινοκινήτου ἡ κλείς ἐστι πλησίον τοῦ κατ’ ὦμον ἄρθρου.
— — —
ξθʹ.
5Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως συναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίῃ, ἰητρεύοι τ’ ἂν τάχιστα καὶ κάλλιστα· κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστι καὶ ἡμέραι ἱκαναὶ
10 τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.
— — —
Νομίμην ἐπίδεσιν λέγει τὴν ὑπὸ πάντων εἰθισμένην καὶ ὥσπερ ἄγραφον ἤδη νόμον οὖσαν· οὕτως γὰρ κἀν τῷ βίῳ τινὰ τῶν ἐθῶν, ὅσα πρὸς ἁπάντων ἐπιτηδεύηται, τοῖς
15νόμοις ἐστὶ παραπλήσια. τὴν μὲν οὖν καταγματικὴν ἐπί‐ δεσιν οὐ πάντῃ ἐποίουν τοῦ προσήκοντος, καὶ διὰ τοῦτο πλείονα περὶ αὐτῆς ἔγραψεν ἐν πρώτῳ βιβλίῳ περὶ τῶν
ἀγμῶν. ἐνταυθοῖ δὲ οὐδεμία παθήματος ἐπίδεσις οὐδενὸς416

18a

417

τοιαύτη. δέδεικται γάρ μοι καὶ διὰ τῶν εἰς ἐκεῖνο τὸ βι‐ βλίον ὑπομνημάτων, ἀλλὰ καὶ νῦν ἀνεμνήσθη, πάντα μὲν ὅσα τῷ τρόπῳ τῆς καταγματικῆς ἐπιδέσεως ὑποπίπτει πα‐ θήματα, κατ’ ἐκεῖνο τὸ βιβλίον ὑπ’ αὐτοῦ γεγράφθαι, πάντα
5δ’ αὖ πάλιν ὅσα τῇ λοιπῇ κατὰ τοῦτο. γίνεται γὰρ ἡ καταγματικὴ περιβαλλόντων ἡμῶν ἐν κύκλῳ τὰ ὀθόνια τῷ κατεαγότι μορίῳ. τὸ δεύτερον εἶδος τῆς ἐπιδέσεως ἐπ’ ἄλλα μόρια τὴν νομὴν ποιουμένων, καὶ κατά γε τὸ πλεῖστον ἐπὶ τὰ ἀντικείμενα τῷ πεπονθότι, καθάπερ κἀν ἰητρείῳ εἶπεν·
10ὁμολογέει δὲ ὁμοῦ μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περι‐ βολή.
— — —
οʹ. Εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληῒς καταγείη, ὃ οὐ μάλι‐
15στα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑπο‐ δεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης
ταῦτά γ’ ἂν δέοιτο. αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ417

18a

418

ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιτ’ ἄν.
— — —
5
Ἔμπροσθεν μὲν ἔλεγεν, ὡς τὸ πολὺ τὸ ἀπὸ τοῦ στέρ‐ νου μέρος τῆς κλειδὸς, ὁπόταν ὅλη δι’ ὅλης ἑαυτῆς ἀπο‐ καυλισθῇ, πρὸς τὴν ἄνω χώραν μεθίσταται, τα‐ πεινότερον δὲ γίγνεσθαι τὸ ἀπὸ τῆς ἀκρωμίης. νυνὶ δὲ περὶ τοῦ σπανιωτέρου τρόπου γράφει, καθ’ ὃν ὑψηλότερον
10μὲν γίνεται ἀπὸ τῆς ἀκρωμίης, ταπεινότερον τὸ πρὸς τῷ στέρνῳ, ὃ καί φησιν εὐιατότερον ὑπάρχειν. αὐτοῦ καθιεμένου συγκαθίσταται καὶ τὸ τῆς κλειδὸς μέρος, ὅσον συνεχές ἐστι τοῦ ἀκρωμίου. καὶ οὕτως ἐξ ἴσου τε γενόμε‐ νον θατέρῳ τῆς ἐπιδέσεως καὶ τῆς θεραπείας τυγχάνειν.
15
— — —
οαʹ. Εἰ δὲ μὴ καταγείη μὲν οὕτως, παρολισθαίνοι δὲ ἐς τὸ
πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι,418

18a

419

ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρό‐ σθεν εἴρηται. ὅταν δὲ ἵζηται εἰς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. τὰ μὲν οὖν πλεῖστα τῶν παρηλλαγμένων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος
5 πρὸς τὰ ἄνω.
— — —
Ἀκούειν σε χρὴ νῦν εἰρῆσθαι πρὸς αὐτοῦ κατὰ τὴν ἔνδον ἢ ἔξω μετάστασιν τῶν ὀστῶν. ἄκουε δέ μου λέγον‐ τος ἔνδον μὲν εἰς τὸ βάθος τοῦ σώματος, ἔξω δὲ ἐπὶ τοῦ
10πρὸς τὸ δέρμα.
— — —
οβʹ. Ὅσα δὲ τῶν ἄνωθεν παρολισθαίνοντα ἐς τὸ πλάγιον ἦλθεν ἢ ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ
15ὁ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγον ὑποκέοιτο, ὡς περιῤῥη‐
δὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα καὶ τὸν βραχίονα, εἰ ἀνά‐419

18a

420

γοι τις παρὰ τὰς πλευρὰς παρατεταμένον. ὁ δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν κεφαλὴν τοῦ βραχίονος ἐμβα‐ λὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δ’ ἑτέρῃ τὰ ὀστέα τὰ κατεαγότα εὐθετίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν
5ἄγοι. ἀτὰρ ὅπερ ἤδη εἴρηται, εὖ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν. τοῖσι μὲν οὖν πλείστοισιν ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ’ αὐτὰς τὰς πλευ‐ ρὰς τὸν ἀγκῶνα ἔχοντα οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγ‐ κάζεσθαι. ἔστι δ’ οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς
10 τὸ ἄνω, ὡς εἴρηται.
— — —
Ὅταν οὖν τὸ συνεχὲς τῶν στέρνων μέρος τῆς κλειδὸς ἢ εἰς τὸ πλάγιον ἢ εἰς τὸ κάτω παρολισθῇ, τηνικαῦτά φησι συμπαρασκευάζεσθαι εἰς τὴν κατόρθωσιν, εἴ τις τὸν ἄνθρω‐
15πον ὕπτιον κατακλίνας ὑποθείη μεταξὺ τῶν ὠμοπλατῶν κατ’ αὐτὴν τὴν ῥάχιν, δηλονότι προσκεφάλαιον ἢ ὑπαυχένιον ἤ τι τοιοῦτον, ὡς περικεκλασμένον κατὰ τοῦτο γίνεσθαι τὸν θώρακα σύμπαντα. τὸ γὰρ περιῤῥηδὲς ἔῃ οὕτως εἴρηται καὶ παρὰ τῷ ποιητῇ·
20Περιῤῥηδής τε τραπέζης κατέπεσε.420

18a

421

κατὰ τοῦτον οὖν τὸν τρόπον σχηματισθέντος τοῦ ἀνθρώ‐ που τὸν ἰατρὸν ἀξιοῖ τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν κεφαλὴν τοῦ βραχίονος διανάγειν παρὰ τὰς πλευρὰς παρατεταμένον ἀπω‐ θεῖν ἐκτός. οὕτως γὰρ ἂν διασταίη μάλιστα τὰ κατεαγότα
5μόρια τῆς κλειδὸς εἰς τοῦτο καὶ τοῦ περιῤῥηδοῦς σχήματος συντελοῦντος οὐ μικρόν. διαπλάττειν δὲ τῇ ἑτέρᾳ χειρὶ καὶ συναπάγειν πρὸς ἄλληλα τὰ διεστῶτα τῆς χειρὸς μόρια τὸν βραχίονα πρὸς τὰς πλευρὰς παρατεταμένον ἀνάγοντα κατὰ τὴν ἑξῆς ῥῆσιν ἐνίοτέ φησιν ἄμεινον εἶναι.
10
— — —
ογʹ. Τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν· ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστι‐
15θέναι χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ, ἢν δὲ περιίῃ, σφενδόνην χρὴ ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιή‐ σαντα ἀναλαμβάνειν περὶ τὸν αὐχένα.
— — —421

18a

422

Τὸ δὲ τοιοῦτον σχῆμα πρὸς τὴν ἐκτὸς χώραν ἀπάγει δηλονότι τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς συναπάγεται καὶ τὸ τῆς κλειδὸς μέρος τὸ συνημμένον τῷ ἀκρωμίῳ, ἀλλ’ οὐκ εἶναι χρείαν φησὶ τοιούτου σχήματος ὡς τὸ πολύ. γίγνε‐
5σθαι γὰρ αὐτάρκως τὴν ἐπανόρθωσιν καὶ διὰ τοῦ προτέ‐ ρου, καθ’ ὃ περὶ τὰς πλευρὰς ὁ βραχίων παρατεταμένος ἐπήγετο, τοῦ ἀγκῶνος αὐτόθι μένοντος, οὐχ ὥσπερ νῦν ἐπὶ τὸ στῆθος παραγενομένου. τοῦτ’ οὖν παρέχειν ἐπὶ τὸ στῆθος οὐχ ὡς ἀχρήστου τοῦ προτέρου φευκτέον ἡμῖν ἐστιν,
10ἀλλ’ ὡς καὶ διακινουμένου τὰ πολλὰ τῆς προκειμένης ἐνερ‐ γείας κατορθοῦσθαι δυναμένης. εἰ δ’ ἐν τῷ πράττειν αὐ‐ τὴν μὴ ὑπακούοι τὸ ἔργον, οὕτως ἐπὶ τὸ δεύτερον σχῆμα
μεταβησόμεθα.422