TLG 0057 094 :: GALENUS :: Adversus ea quae a Juliano in Hippocratis aphorismos enuntiata sunt libellus GALENUS Med., vel Claudius Galenus Adversus ea quae a Juliano in Hippocratis aphorismos enuntiata sunt libellus Citation: Kühn volume — page — (line) | ||
18a246(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΠΡΟΣ ΤΑ ΑΝΤΕΙΡΗΜΕΝΑ | |
---|---|---|
t3 | ΤΟΙΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙΣ | |
t4 | ΥΠΟ ΙΟΥΛΙΑΝΟΥ | |
1 | Ἄμεινον μὲν ἦν, ὥσπερ οἱ νομοθέται τοὺς ψευδῶς ἐγκαλέσαντας ὁμοίως τιμωροῦνται τοῖς ἐγκληθεῖσιν, εἴπερ ἥλωσαν, οὕτως καὶ τοὺς ἀντιλέγοντας ψευδῶς οἷς οὐκ ἔμαθον ὑπέχειν ἀξίαν ὧν πλημμελοῦσι τι‐ μωρίαν. ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως ὕβρεως μὲν ἐφεῖται δικάζεσθαι, νόμος δ’ | |
18a247 | οὐδεὶς κεῖται περὶ τῶν ψευδῶς ἐγκαλούντων, εἰκότως οἶμαι | κατὰ τῶν ἀρίστων ἀνδρῶν οἱ σκαιότατοι λέγειν τολμῶσιν. ἐχρῆν γὰρ ὥσπερ ἐν Αἰγύπτῳ πάλαι τῶν κατὰ τὰς τέχνας εὑρισκομένων ἕκαστον ὑπὸ κοι‐ νοῦ συνεδρίου τῶν πεπαιδευμένων κριθὲν ἐνεγράφετο στήλαις τισὶν ἀπο‐ | |
5 | κειμέναις ἐν ἱεροῖς χωρίοις, οὕτω καὶ παρ’ ἡμῖν εἶναί τι συνέδριον ἀνδρῶν δικαίων τε ἅμα καὶ πεπαιδευμένων, οἳ δοκιμάζοντες τὰ νέα συγγράμματα θήσουσι μὲν ἐν δημοσίοις χωρίοις τὰ χρηστά, διαφθεροῦσι δ’ ὅσα μο‐ χθηρά· βέλτιον δ’ ἦν, εἰ μηδὲ τοὔνομα τοῦ γράψαντος ἐφύλαττον, ὥσπερ οὐδ’ ἐν Αἰγύπτῳ τὸ ἀρχαῖον· ἐκωλύθη γὰρ ἂν οὐχ ἥκιστα κἀκ τοῦδε | |
10 | τῶν φιλοτίμων ἡ περὶ δόξαν ἄμετρος σπουδή. νῦν δ’ ἐπειδὴ καὶ γράφειν ἔξεστιν ἅπασι καὶ κρίνειν τοῖς ἐπιτυχοῦ‐ | |
σιν, εὐδοκιμοῦσι παρὰ τοῖς πολλοῖς οἱ τολμηρότατοι, καθάπερ ὁ Θεσ‐ σαλὸς 〈δι’〉 ὧν ἔγραψε λοιδορηθεὶς Ἱπποκράτει, καίτοι βιβλίον ἓν συνθεὶς ἐν ᾧ, καθάπερ οἴεται, τοὺς ἀφορισμοὺς ἐξελέγχει, δεικνὺς ἐναργῶς | 33 | |
18a248 | ἡμῖν ἑαυτὸν οὐδὲ | τοὐλάχιστον ἐπιστάμενον τῆς Ἱπποκράτους τέ‐ χνης. καίτοι δίκαιόν γε ἦν ἐκμαθόντα πρότερον αὐτὴν οὕτως ἐπιχειρεῖν ἀντιλέγειν. ἢ τοῦτο μὲν ἴσως οὐκ ὀρθῶς εἶπον; οὐ γὰρ 〈ἂν〉 ἐτόλμησεν ἀντειπεῖν τοῖς ἀληθέσιν, εἴπερ ἔμαθεν αὐτήν, πλὴν εἰ παντάπασιν ἀναί‐ | |
5 | σχυντός τις ἦν, οἷος καὶ ὁ νῦν ἐπὶ τῆς Ἀλεξανδρείας γεγονὼς Ἰου‐ λιανός, οὗ βίβλους εἶναί φασιν ὀκτὼ καὶ τεσσαράκοντα πρὸς τοὺς Ἱπποκράτους ἀφορισμούς, ἐξ ὧν ἔναγχος ἔλαβον τὴν δευτέραν ἐν ᾗ τὸν ἀφορισμόν, ὡς οἴεται, ψευδῆ φησιν εἶναι τοῦτον· “ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γιγνομένοισιν, ἢν μὲν οἷα δεῖ | |
10 | καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μή, τοὐναντίον. οὕτω δὴ καὶ κενεαγγείη, ἢν μὲν οἷα δεῖ γίνεσθαι 〈γίνηται〉, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μή, τοὐναντίον.” καὶ χάρις γε τύχῃ τοῦθ’ ἡμῖν πρῶτον ἐγχειρισαμένῃ τὸ βιβλίον, ὅπως μὴ μάτην ὁ χρόνος τρίβοιτο μακρὸν ἀναγινωσκόντων 〈ἔλεγχον〉 ὃν ἔγραψε πρὸς τὸν | |
15 | πρῶτον ἀφορισμὸν 〈ὃσ〉 τῶν ἑξῆς ἁπάντων ἐστὶ προοίμιον. ἴσως γὰρ ἂν | |
18a249 | ἠναγκάσθην τι καὶ πρὸς ἐκεῖνα γράψας | οὐδὲν μέγα δοκεῖν πεποιηκέναι διὰ τὸ μηδέπω θεωρίας ἰατρικῆς ἅπτεσθαι τὸν λόγον. ἀλλ’ ὅ γε προειρη‐ μένος ἀφορισμὸς οὐ περὶ μικρῶν τῆς τέχνης διαλέγεται συμβουλεύων τῷ ἰατρῷ τῶν αὐτομάτως γιγνομένων κενώσεων διά τε τῆς ἄνω καὶ κάτω | 34 |
5 | γαστρὸς μιμεῖσθαι τὰς ὠφελούσας, καὶ διδάσκει γε τίνες εἰσὶν αὗται καὶ πῶς αὐτὰς γνωριοῦμεν, ὥσπερ γε καὶ τίνες αἱ βλάπτουσαι σὺν τοῖς οἰκείοις γνωρίσμασιν. εἰ μὲν οὖν ἐμεμαθήκει τὴν τέχνην Ἰουλιανὸς ὑπὸ διδα‐ σκάλων Ἱπποκρατείων, οὐκ ἂν ἐτόλμησε τοῖς ἀληθέσιν ἀντιλέγειν. ἐπεὶ δὲ οὔτ’ αὐτὸς οὔθ’ ὁ τῆς τοιαύτης ἐμπληξίας ἡγεμὼν αὐτοῦ | |
10 | Θεσσαλὸς ἐγνώκασι τῶν Ἀσκληπιαδῶν τὴν τέχνην, θαυμαστὸν οὐδὲν ἀγνοεῖν αὐτοὺς ἃ μηδ’ οἱ χωρὶς λόγου φάσκοντες ἰατρεύειν ἠγνόησαν. ἀκοῦσαι γοῦν ἔστιν ἐκείνων λεγόντων αὐξηθῆναι μάλιστα τὴν τέχνην ἐκ τῆς μιμητικῆς πείρας. ὅσα γὰρ ἐκ περιπτώσεως γενόμενα τοὺς κάμνον‐ τας ὠφέλησε, ταῦθ’ ἡμεῖς, φασί, μιμούμενοι πολλάκις συνεστησάμεθα | |
15 | καὶ διαιρούμενοι ταῦτα φυσικὰ μὲν ὀνομάζουσιν ὧν ἐκ τοῦ σώματος ἡ | |
18a250 | αἰτία, κατὰ | τύχην δὲ γίγνεσθαί φασιν ὧν ἔξωθεν, ὥστε μὴ μόνης φύ‐ σεως, ἀλλὰ καὶ τύχης εἶναι μιμητικὸν τὸν ἰατρόν. εἴρηται γοῦν ὑπ’ ἐκεί‐ νων τῶν ἀνδρῶν ἄλλα τε πολλὰ τῶν κατὰ τύχην ὠφελησάντων παραδείγ‐ ματα καὶ ὁ τὴν ἐν μετώπῳ φλέβα διακοπεὶς ἐκ τοῦ καταπεσεῖν. ἐπὶ | |
5 | γὰρ ὁμοίως διακειμένου τὴν αὐτὴν φλέβα τεμεῖν ἐτολμήσαμεν, φασίν, ἐλπίδι τῆς αὐτῆς ὠφελείας. ἀλλὰ καὶ γαστὴρ ἀξιολόγως ὑπελθοῦσα φλεγμαινόντων ὀφθαλμῶν, εἶτ’ ὀνήσασα μεγάλως ἐπὶ τὴν τοῦ | |
γενομένου μίμησιν ἡμᾶς προὐτρέψατο. ὡσαύτως δὲ καὶ τοὺς ἰκτεριῶντας ἀθρόα χολώδη διαχωρήματα ὤφθη πολλάκις ὠφελήσαντα καὶ τοὺς τὸν | 35 | |
10 | καλούμενον ἐλέφαντα νοσοῦντας ἡ τῶν μελαγχολικῶν χυμῶν κένωσις καὶ τοὺς ὑδεριῶντας 〈ἡ τῶν〉 ὑδατωδῶν· καὶ ἐκ τούτων πρόδηλόν ἐστιν ὅτι καὶ τοῖς ἰατροῖς προσήκει μιμεῖσθαι. καὶ τί δεῖ λέγειν αὐτομάτους κενώ‐ σεις, ὅπου καὶ τὰ τῶν διδασκάλων ἔργα μιμούμενοι μανθάνομεν τὴν τέχνην; ἢ Θεσσαλὸν μέν, ἐὰν διὰ κλύσματος οὗτινος ὑπαγωγοῦ τὴν | |
15 | γαστέρα θεραπεύσῃ τὸν κάμνοντα, μιμητέον ἐστὶ τοὺς τούτου μαθητάς, | |
18a251 | ἐὰν δ’ | αὐτομάτως ὑπελθοῦσα τύχῃ, φευκτέον; ἢ τῆς ἐμμήνου καθάρ‐ σεως ἰσχομένης, ἐὰν ἔμετος αἵματος γένηται τῇ γυναικὶ κἄπειτα Θεσ‐ σαλὸς ἤτοι κινήσας τὴν κάθαρσιν ἢ φλέβα τεμὼν ἰάσηται τὸ πάθος, οὐκ ἂν ἁμάρτοιεν οἱ μαθηταὶ μιμησάμενοι τὸν διδάσκαλον, ἐὰν δ’ αὐτο‐ | |
5 | μάτως ῥαγέντων τῶν καταμηνίων ἡ κάμνουσα ῥᾳστωνήσῃ, τοῦτο οὐκέτ’ αὐτοὺς μιμητέον; καὶ μὴν οὐδὲν διαφέρει πρὸς τὴν ἑκατέρων μίμησιν ἄν θ’ ὑπὸ τῆς μαίας ἄν θ’ ὑπὸ Θεσσαλοῦ κινηθέντων τῶν καταμηνίων ἄν τε καὶ χωρὶς τούτων αὐτομάτως ἐκκριθέντων ἡ κάμνουσα ῥᾳστωνήσῃ· | |
διὰ γάρ τοι τὴν κένωσιν, οὐ διὰ τὸ ποιῆσαν αὐτὴν ἡ ὠφέλεια γίνεται, | 36 | |
10 | καὶ τοῦτο διδάσκων ὁ Ἱπποκράτης ἔγραψε τὸν ἀφορισμὸν ἐκεῖνον· “γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις.” ὅπως ἂν ῥαγῇ, φησί, τὰ καταμήνια, λύσις ἔσται τοῦ παθήματος, εἴτε φυσικῶς εἴτε καὶ ἡμῶν τοῦτ’ ἐργασαμένων. οὐ γὰρ τὸ ποιῆσαν αἴτιον, ἀλλὰ τὸ γινόμενον ὠφελεῖ τὴν νοσοῦσαν. ἓν μόνον ὑπαρχέτω τοῖς | |
18a252 | καταμηνίοις τὸ ἀθρόως ἐκκριθῆναι, ὅπως ὁ Ἱπποκράτης ὠνό|μασε, ῥαγέντων, ἔθος ὂν αὐτῷ τὰς ἀθρόας κενώσεις οὕτω προσαγορεύειν, ὡς εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἰρήκει· “γυναικὶ αἷμα ἐμεούσῃ τῶν κατα‐ μηνίων ἀθρόως ἐκκριθέντων λύσις”. ἐπιλείποι δ’ ἄν με ἡ ἡμέρα διερχό‐ | |
5 | μενον ὅσα μιμοῦνται τῶν αὐτομάτως γιγνομένων οἱ ἄνθρωποι· οὐ μὴν οὐδ’ ἀμφισβητεῖ τις ἕτερος, ἀλλ’ ὡς κοινὴν ἔννοιαν δέχονται πλὴν τῶν μιαρῶν σοφιστῶν, ὅσοι περὶ μὲν τὰ τῆς τέχνης ἔργα καὶ τῶν ἰδιωτῶν εἰσι χείρους, ἱκανοὶ δ’ ἀπαναισχυντῆσαι καὶ μακρὰς φλυαρίας συνθεῖναι κατὰ τῶν ἀρίστων ἰατρῶν, οἷος καὶ νῦν γέγονεν Ἰουλιανὸς οὗτος, ὃν | |
10 | ἅπαντες μὲν ἴσασι μηδὲν πώποτε τῶν τῆς τέχνης ἔργων μεταχειρισά‐ μενον, ἀναισχύντως δ’ ὑβρίζοντα τοὺς παλαιοὺς ἰατρούς. Ἃ γοῦν ἐτόλμησε γράψαι πρὸς τὸν ἀρτίως εἰρημένον ἀφορισμὸν οὐδ’ εἰπεῖν οἷόν τε πηλίκην ἤτοι γε ἀμαθίαν ἢ ἀναισχυντίαν ἢ τόλμαν ἐνδείκνυ‐ | |
18a253 | ται, μᾶλλον δ’ εἰ χρὴ | τἀληθὲς εἰπεῖν καὶ ταῦτα πάντα καὶ τούτων ἔτι πλείω. τάχα μὲν οὖν ἄμεινον ἦν μηδ’ ἀντιλογίας ἀξιοῦν αὐτὰ τῆς διὰ γραμμά‐ των μηδ’ ἀπολλύναι τινὰ καὶ πρὸς τοῦτο χρόνον. δεηθέντων δέ μου λιπα‐ ρῶς πάνυ πολλῶν φίλων, ὅσα προσκομισθέντος μοι τοῦ βιβλίου καθ’ ὃ | 37 |
5 | τὸν προειρημένον ἀφορισμὸν ἐξελέγχειν Ἰουλιανὸς ἐπεχείρει διῆλθον, ἐν ὑπομνήμασιν αὐτοῖς παρασχεῖν, ὑπέμεινα καὶ τοῦτον οὐ σμικρὸν ἆθλον, ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν πολὺ μείζω τοῦ κατὰ τοὺς αὐτοσχεδίους οὓς ἡμερῶν ἓξ ἢ πλειόνων ἐποιησάμην ἐπιδεικνὺς τὸ πλῆθος τῶν ληρωδῶν Ἰουλιανοῦ λόγων ὧν ἐνέγραψε τῷ βιβλίῳ. κυριώτατον γὰρ ἄν τις | |
10 | εἴποι τοῦτο δὴ τὸ συνήθως λεγόμενον, ὡς οὐδέν ἐστιν ἀπεραντολογώτε‐ ρον τἀνθρώπου· “Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα”, 〈καὶ〉 τούτῳ μᾶλλον ἂν ἢ Θερσίτῃ πρέποι πάντας ὑπερβαλόντι τοὺς πώποτε γεγονότας 〈ἐν〉 ἀμετροεπίαις. καὶ τοίνυν οἱ παραγενόμενοι τοῖς λόγοις | |
18a254 | ἀναγινωσκομένοις αὐ|τοῦ δύο ταύτας ἔθεντο προσηγορίας τἀνθρώπῳ, τὴν ἀμετροεπίαν καὶ τὴν ἀπεραντολογίαν, ὥστ’ οὐκ ἐμοῦ σωφρονίζοντος, | |
ἀλλ’ Ὀδυσσέως τινὸς ἐδεῖτο τοῦ τῷ σκήπτρῳ καθίζοντος· σωφρονίσαι γὰρ τὸν οὕτως ἔμπληκτον οὐδ’ αὐτὸς ὁ τῶν Μουσῶν δύναται χορός. | 38 | |
5 | ἐπεὶ τοίνυν ἄκων ἠναγκάσθην γράφειν ταῦτα, 〈ὅδε〉 ὁ λόγος ἐστὶν ὑμῖν ὡς 〈ἐν〉 μοί〈ρᾳ〉 προοιμίου τινός, ὅπως μὴ καταγνωσθῶ πρὸς τῶν ἀναγνωσομένων αὐτά· μέλλω γὰρ ἐλέγξειν ἄνθρωπον ἔμπληκτον ἀμαθῆ δοξόσοφον ἀπαιδεύτοις μειρακίοις ἐν ἅπαντι τῷ βίῳ φλυαρήσαντα, παρ’ οἷς ἐξ ὧν ἐβλασφήμει τοὺς παλαιοὺς ἐπιστεύθη τις εἶναι. δέομαι | |
10 | 〈δ’〉 οὖν συγχωρῆσαί μοι κολάσαι τὴν ἀπαιδευσίαν αὐτοῦ λόγοις τραχυ‐ τέροις ὧν εἴθισμαι χρῆσθαι. δεινὸν γὰρ εἰ τούτῳ 〈μὲν〉 ἐξέσται λοιδο‐ ρεῖσθαι τῶν παλαιῶν τοῖς ἀρίστοις, ἡμῖν δ’ οὐκ ἐξέσται δι’ ἀποδείξεων ἐναργῶν ἐξελέγχειν αὐτοῦ τὴν ἀπαιδευσίαν. εἰς τοσοῦτον γὰρ ἥκει με‐ γέθους ὥστ’ οὐδ’ ὅθεν ἄρξηταί τις εὑρεῖν εὐπετές. | | |
18a255 | Κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου τὰ πλείω πρὸς Σαβῖνον ἀποτεί‐ νεται καταλιπὼν τὸν Ἱπποκράτην, καὶ τοῦτο μέν, ὡς ἔοικεν, ἐν ἁπά‐ | |
σῃ ποιεῖ τῇ πραγματείᾳ, καίτοι πρὸς τοὺς Ἱπποκράτους ἀφορισμοὺς ἐπιγράψας αὐτήν, οὐ πρὸς τὰς Σαβίνου ἐξηγήσεις, εἶτα φλυαρεῖ πολλά, | 39 | |
5 | καθάπερ ἔθος αὐτῷ, λῆρόν τινα ῥημάτων ἀσαφῶν συντιθείς, ὃν εἰ μὲν ἐλέγχειν τις ἐπιχειροίη, φθάσει πληρώσας βιβλίον μέγιστον, πρὶν ἄρξα‐ σθαι δόξειν, συγχωρήσας οὐ λελέχθαι πάντα. γράφοντι μὲν οὖν δυσδιά‐ θετον καὶ τοῦτο, μᾶλλον δ’ ἄπορον ἐσχάτως. ἐν μέντοι τοῖς αὐτοσχεδίοις λόγοις οὓς πολλάκις ἐποιησάμεθα παρόντων ἀνδρῶν πεπαιδευμένων ἐπι‐ | |
10 | δέδεικταί τις ἡμῖν εὐπορία καθ’ ὁμοιότητα τῶν εἰς τοὺς παλαιοὺς ἐξ‐ ηγήσεων εὑρεθεῖσα· καθάπερ γὰρ ἐκείνων τὸ προβληθὲν βιβλίον ἐν ταῖς δημοσίαις ἐπιδείξεσιν ἐξηγούμεθα ****** εἰ δὲ ὁ μεθοδικὸς φαίη λεληθότως φυσικευόμενος, [ὅτι] μὴ ἀλαζὼν μηδὲ μεγαληγό‐ ρος μηδ’ εἰς μέσον φέρων τὴν ἄνωθεν ῥίζαν τοῦ κεκρυμμένου | |
18a256 | δόγματος, δύο εἶναι τὰ | σώματος πάθη 〈καὶ〉 τῷ γε κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύειν τροπὰς καὶ μεταβολὰς ἀλλήλαις ἐναντίας ἢ συναγομένου πλείω ἢ χεομένου βίᾳ, | |
διανοητὰ ἂν δοκοίη λέγειν οὐ μὰ Δία φυσικευομένοις τοῖς | 40 | |
5 | φιλοσόφοις καὶ περὶ τῆς τῶν ὅλων ὕλης διαλεγομένοις, ἀλλ’ ἰατροῖς φυσικοῖς. αὕτη μέν σοι μία ῥῆσίς ἐστι τῶν θαυμαστῶν 〈τοῦ〉 Ἰουλιανοῦ λόγων, 〈ἐν〉 οἷς ἀποχωρῶν 〈ὧν〉 ὁ Ἀσκληπιάδης καὶ Θε‐ μίσων καὶ Θεσσαλὸς ἔθεντο στοιχείων ἐπὶ τοὺς προειρημένους ἥκει φιλοσόφους ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσμου παντάπασι τὸ κενόν. ἑτέρα | |
10 | δ’ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ’ ἐπιχωρήσειν † καὶ μήτ’ ἐκείνης κατά‐ σχοιμ’ ἂν τὸ λοιπὸν τῆς γλώττης, ὡς μὴ εἴποιμι. τί γὰρ † ἂν ἐμοὶ καὶ τόδε ἢ ὅτι ταῖσδε ταῖς τροπαῖς ὥσπερ ἠκολούθησεν ἡ τῶν στοιχείων γένεσις, οὕτω καὶ θερμοῦ φύσις καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ; ἐκείνων γὰρ πρώτων γόνων ἔγγονα | |
15 | ποιήματα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτῳ θρόνῳ καὶ μετεωρο‐ τάτῳ καθημένη ἡ μέθοδος ἐλάνθανεν, ἣν ὑπὸ ἐπιεικείας | |
18a257 | καὶ μετριότητος βουλομένην λαν|θάνειν ἐν οὐρανῷ ἔδειξα καὶ ἐξεκάλυψα μόνος καὶ πρῶτος 〈τὸ〉 ἐπισκοτοῦν νέφος παραγα‐ γὼν καὶ ἐλευθερώσας. ταῦτ’ οὖν ὁ Ἰουλιανὸς λέγει καὶ τούτων ἑξῆς ἄλλο τι· μεῖον ἂν ξυμφεροίμην Ἐπικούρῳ οὐχ ἑλόμενος αὐτοῦ | |
5 | τὰ στοιχεῖα, οὐχ ἑνώσαντι τὴν οὐσίαν. ἐν μὲν δὴ τῷ περὶ τῆς | |
μεθόδου ταῦτά τε καὶ ἄλλα πολλὰ γέγραπται Ἰουλιανῷ τὸ βιβλίον ὅλον ἐπιγράφοντι Φίλωνα. δι’ ἄλλου δ’ αὖθις, ἐν ᾧ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν παθῶν ὁ λόγος ἐστὶν αὐτῷ, γράφει ταυτί· σύμμετρον δὴ κατάστασιν καὶ μεμετρημένην συναγωγῆς τε καὶ χύσεως | 41 | |
10 | ὑποστησάμενοι ἐπὶ τῶν ἀνθρωπείων συγκριμάτων ὄνομα αὐτῇ ἐθέμεθα ὑγείαν. εἰ δ’ ἥδε ἡ μεσότης ὑπὸ νόσων ἐπιβου‐ λευθείη, ἐξ ἀνάγκης πάσχει τὰ σώματα συναγόμενα καὶ σκληρυνόμενα καὶ ξηρότερα γινόμενα ἢ χεόμενα καὶ μαλα‐ κυνόμενα καὶ ὑγραινόμενα. | |
15 | Αὗται μὲν οὖν αἱ ῥήσεις τοῦ λαμπροτάτου σοφιστοῦ Ζήνωνι καὶ | |
18a258 | Ἀριστοτέλει καὶ Πλάτωνι τοὺς Μεθοδικοὺς ἰα|τροὺς ἕπεσθαι φάσκοντος. ἡμεῖς δ’ αὖθις ἀναμνήσομεν αὐτὸν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅμα πολλοῖς τοῖς μετ’ αὐτὸν εὐκρασίαν μὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, νοσήματα δὲ γί‐ | |
5 | νεσθαι τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρημένων ἢ ἐλλείποντος, εἶναι δὲ καὶ χυμοὺς ἐν τῷ σώματι, τοὺς μὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναμιν, ἐνίους δὲ θερμοὺς ἢ ψυχροὺς ἀναλογίζοντας νοσήμασιν. οὕτως Πλάτων ἅμα τοῖς ἀπ’ αὐτοῦ πᾶσιν, οὕτως Ἀριστο‐ τέλης ἅμα τοῖς ἐκ τοῦ Περιπάτου, οὕτως Ζήνων καὶ Χρύσιπ‐ | |
10 | πος ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐγίγνωσκον. Ἰουλιανὸς δ’ οὔδ’ ἀν‐ έγνω τι βιβλίον ὧν εἶπον ἀνδρῶν οὐδ’ ὅλως ἀκολούθου καὶ μαχομένου | |
σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ μὲν ἀναιρούσῃ τὸ κενὸν αἱρέσει ταῦθ’ ἑπόμενα, τῇ δ’ ὑπάρχειν εἰπούσῃ συμμετρίαν μέν τινα πόρων εἶναι τὴν ὑγείαν, ἐν στεγνώσει δὲ καὶ ῥύσει τῶν δι’ αὐτῶν φερομένων | 42 | |
15 | συνίστασθαι τὰ κατὰ δίαιταν νοσήματα. Πότερον οὖν Ἀριστοτέλους | |
18a259 | καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων Περιπατητι|κῶν τε καὶ Στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγμα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσημάτων τέτταρα ὑπάρχειν φασίν, ὥσ‐ περ καὶ τὰ στοιχεῖα τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, | |
5 | ἢ τοῦτο μὲν ὡς ἂν οὐχ ἓν ἢ δύο βιβλία πληρῶσαι δυνάμενον, ἀλλὰ καὶ τρία καὶ τέτταρα καὶ πλείω παραλιπεῖν ἄμεινον, ἀρκεσθῆναι δὲ μό‐ νοις τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις; ἴσως ἄμεινον οὕτω πρᾶξαι καὶ μὴ συναδολεσχεῖν τὰ πάντα ληρώδει σοφιστῇ. τοσοῦτον μόνον εἰπόντες ὑπὲρ τῶν ἐκ τοῦ Περιπάτου τε καὶ τῆς Στοᾶς τῶν φιλοσόφων ἀπαλ‐ | |
10 | λάξομεν. οὐδὲν 〈γὰρ〉 ἂν εὕροις οὔτ’ Ἀριστοτέλους οὔτε Θεοφρά‐ στου βιβλίον, ἐν ᾧ περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι 〈χωρὶς τοῦ〉 θερμοῦ καὶ ξηροῦ καὶ ψυχροῦ καὶ ὑγροῦ μνημονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, μελαίνης καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγματος, οἵ γε | |
15 | καὶ τὰς διαφορὰς αὐτοῦ διέρχονται, τὸ μὲν ὀξύ, τὸ δ’ ἁλμυρὸν ἢ ἁλυκόν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ μὴν οὐδὲ Χρύσιππος ἑτέρως, | | |
18a260 | ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ χυμῶν διαλέγεται. 〈κἂν〉 εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δ’ οὕτως τις, ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας ἐσχόλαζεν, ἐὰν ἐθέ〈λῃ〉 καὶ τῶν ἄλλων ἁπάντων | 43 |
5 | Στωϊκῶν ἢ Περιπατητικῶν ἑκάστου τὰς ῥήσεις ἐκλέγειν, ὅλην βιβλιοθήκην πληρώσει. ἀλλ’ ὅπερ ἔφην ἐάσας τούτους ἀρκεσθήσομαι μόνου 〈τοῦ〉 Πλάτω‐ νος ῥήσεσιν ἑπομένου κατὰ πάντα τοῖς Ἱπποκράτους δόγμασιν. οὐ μὴν οὐδὲ παρὰ τούτου τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ | |
10 | ἐξ ἑνὸς ἀρκεσθήσομαι μόνου τοῦ Τιμαίου παραγράψαι ταῦτα· “τὸ δὲ τῶν νόσων πόθεν συνίσταται, δῆλόν που καὶ παντί. τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς ὕδατος πυρός τε καὶ ἀέρος, τού‐ των ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γενομένη πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ | |
15 | πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσ‐ | |
18a261 | λαμβάνον καὶ πάνθ’ ὅσα τοιαῦτα τάσεις | καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου θερμαίνεται μὲν | |
ὅσα ἂν πρότερον ψύχηται. ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίνεται 〈νοτερὰ〉 καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντη μεταβολὰς δέχεται.” ἐν | 44 | |
5 | ταύτῃ μὲν οὖν τῇ ῥήσει σαφῶς ὁ Πλάτων ἀκολουθεῖ τῷ Ἱπποκράτει κατὰ τὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν. ἐν δὲ τοῖς μετὰ ταῦτα καὶ τοὺς χυμούς πως αἰτιώμενος τῶν νοσημάτων ὡδίπως φησί· “τὸ δὲ λευκὸν φλέγμα διὰ 〈τὸ〉 τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀπολη‐ φθὲν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μέν, καταποικίλλει | |
10 | δὲ τὸ σῶμα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήματα ἀπο‐ τίκτον. μετὰ δὲ χολῆς μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύμενον καὶ ξυνταράττον αὐτὰς καθ’ ὕπνον μὲν ἰὸν πρᾳύτερον, ἐγρηγορόσι δὲ ἐπιτιθέμενον δυσ‐ απαλλακτότερον· νόσημα δ’ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται.” | |
15 | καὶ ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρων ἑτέραν φησί· “φλέγμα δ’ ὀξὺ καὶ | |
18a262 | ἁλμυρὸν πηγὴ πάντων νοσημάτων ὅσα γίνεται κα|ταρροικά, διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας παντοῖα ὀνόματα εἴληφεν.” οὕτω μὲν ὁ Πλάτων περὶ φλέγματος ἀπεφήνατο καὶ σὺν αὐτῷ με‐ λαίνης χολῆς. ἐφεξῆς δ’ ἄκουσον ἃ λέγει περὶ τῆς ξανθῆς· “ὅσα δὲ φλεγ‐ | |
5 | μαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. λαμβάνουσα μὲν 〈οὖν〉 ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει φύματα ζέουσα, καθειργνυμένη δὲ ἐντὸς πυρίκαυτα νοσή‐ ματα πολλὰ ἐμποιεῖ, μέγιστον δ’, ὅταν αἵματι καθαρῷ συγκερασθεῖσα | |
τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν μὲν | 45 | |
10 | εἰς αἷμα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ μήτε διὰ θερ‐ μότητα ὡς ὑγρὸν ἐκ μανοῦ τοῦ σώματος ἐκρέοι μήτ’ αὖ πυκνότερον δυσ‐ κίνητον ὂν μόγις ἀναστρέφοιτο ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεῶτος αἵματος ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγῃ, διαχεῖται πᾶν τὸ λοιπὸν | |
15 | αἷμα. ἐαθεῖσαι δὲ ταχὺ μετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους ξυμπη‐ | |
18a263 | γνύασι. ταύτην δὴ τὴν | δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ καὶ ὑγρὰ κατ’ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν, πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα | |
5 | καὶ τρόμον ἐντὸς παρέχει· πλείων δ’ ἐπιρρέουσα, τῇ παρ’ αὐτῆς θερ‐ μότητι κρατήσασα, τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσεισε· καὶ ἐὰν μὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα γένος καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσματα μεθ‐ ῆκέ τε ἐλευθέραν, ὅταν δὲ ἐλάττων ᾖ τό τε σῶμα ἀντίσχῃ τηκόμενον, | |
10 | αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶμα ἐξέπεσεν ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώματος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοι‐ αῦτα 〈νοσήματα〉 πάντα παρέσχετο.” ταυτὶ μὲν οὖν ἐν μόνῳ τῷ Τιμαίῳ Πλάτων εἶπεν ἑπόμενος Ἱπποκράτει· τὰ δ’ ἐκ τῶν ἄλλων αὐτοῦ | |
15 | βιβλίων εἴ τις ἐκλέγοι πάντα, δόξει μιμεῖσθαι μακρολογίας ἕνεκα τὸν | 46 |
18a264 | Ἰουλιανόν, ἔτι δὲ δὴ μᾶλλον, | εἰ τὰ [παρὰ] Θεοφράστῳ καὶ Ἀρι‐ στοτέλει καὶ Χρυσίππῳ καὶ πᾶσι τοῖς Περιπατητικοῖς τε καὶ Στωϊκοῖς εἰρημένα περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ χολῆς καὶ φλέγματος ὑγείας τε καὶ νόσου παραγράφοι σύμπαντα. | |
5 | καὶ γὰρ νῦν ἡγοῦμαί τινας ἤδη μέμφεσθαι τοῦ μήκους ἡμῖν τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειμένων. ὃς γὰρ οὐκ ὤκνησεν, ὦ Ζεῦ καὶ θεοί, Πλάτωνα μὲν καὶ Ἀριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ’ αὐτῶν φιλοσόφους ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώματος στοιχείων ὑφ’ Ἱπποκράτους εἰρημένα, τί ἂν ἐπὶ τῶν πάντων ὁ τοι‐ | |
10 | οῦτος εἰπεῖν αἰδεσθείη; 〈Ἀλλὰ〉 ταῦτα μὲν ἀφείσθω, σκέψαι δ’ ἑξῆς ἃ γράφει μὴ συγχω‐ ρῶν, ὡς ἔοικε, μηδὲ τῷ ὀνόματι χρήσασθαι τῆς φύσεως. ἔστι δ’ 〈ἡ〉 ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡμᾶς γε 〈οὕτως ὡσ〉 ἑαυ‐ τοὺς ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστίν, ἣν ἄνω τε | | |
18a265 | καὶ κάτω θρυλοῦσι τραγῳδοῦντες πανταχοῦ ἤτοι θερμὸν ἁπλοῦν ἢ κρᾶμα † κἀκ μίξεως ἢ ψυχροῦ οὐσίαν καὶ πνεύ‐ ματος. κἄπειτα ἑξῆς τούτων ἐπιφέρει πολλὰ μὴ συγχωρῶν ἐγνῶ‐ σθαι φύσεως οὐσίαν, ὥσπερ Ἱπποκράτους γεγραφότος ὄνομα φύ‐ | |
5 | σεως ἐν τῷ προκειμένῳ νῦν ἡμῖν ἀφορισμῷ, ἀλλ’ οὐκ ἐν τοῖς αὐτομάτως γιγνομένοις εἰρηκότος. πόθεν ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνομα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ τῆς συνήθους Ἰουλιανοῦ φλυαρίας ἀφορμὴν παρε‐ ξούσης λόγων μακρῶν, οὓς ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς μὲν ὑπὸ | 47 |
10 | φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύμενοι τὴν αἰτίαν αὐτῶν ἐνίοτε μὲν ἐξ αὐτοῦ τοῦ τῶν καμνόντων ὁρμᾶσθαι σώματος, ἔστιν ὅτε δ’ ἔξωθεν, ἀφορμὴν ταύτην εἶχε τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόματος. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι τοιόνδε· ‘φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν, ἀγνοοῦντας ὅ | |
18a266 | τι ποτ’ ἐστὶν ἡ φύσις.‘ ἀλλ’, ὦ γενναιότατε | σοφιστῶν, οὐδ’ ὅτι ψυ‐ χὴν ἔχομεν ἢ αἴσθησιν ἢ νοῦν ἢ μνήμην ἢ λογισμὸν ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν, ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐ‐ σία. καὶ τί θαυμαστόν; ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν ὃν ἐνεργέστατα | |
5 | βλέπομεν οὐκ ἴσμεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἦ πού γε περὶ φύσεως ἢ ψυχῆς ἢ μνήμης ἤ τινος ἑτέρου τῶν τοιούτων ἑτοίμως ἀπο‐ φανούμεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα ὀρθῶς εἰρήκαμεν, οὕτως καί, ὅτε τὴν ἔννοιαν αὐτῶν ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχομεν ἐναργῆ, προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, | |
10 | πᾶν δὲ ζῷον ὑπὸ φύσεώς τε ἅμα καὶ ψυχῆς, εἴ γε δὴ τὴν μὲν τοῦ τρέφε‐ σθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς 〈ἐφ〉εξῆς | |
αὐτῇ κινήσεως ψυχήν. ὥστ’ οὐδεὶς ἡμῶν οὔτε καταψεύδεται τῶν ἔργων τῆς φύσεως οὔτ’, ἐπειδὴ ταῦτα γιγνώσκει, καὶ τὴν οὐσίαν αὐτῆς εὐθὺς | 48 | |
18a267 | οἶδε, καθάπερ οὐδὲ τὴν τοῦ | ἡλίου, ἀλλ’ ἀνατέλλοντα μὲν αὐτὸν ὁρῶ‐ μεν ἐναργῶς, ὥσπερ γε καὶ δυόμενον ἅπαντά τε μεταξὺ τόπον ἀμεί‐ βοντα τάξει 〈κατὰ〉 χρόνον ἀφωρισμένον, τὴν δ’ οὐσίαν ὁποῖός τίς ἐστιν ἐπὶ σχολῇ ζητοῦμεν. εἰ μὲν οὖν ἀδύνατον ἦν γνῶναι τὰς φυσικὰς | |
5 | ἐκκρίσεις ὁπότε γίγνονται χωρὶς τοῦ προγνῶναι τὴν οὐσίαν τῆς ἐργαζο‐ μένης αὐτὰς φύσεως, εἰκότως ἂν ὁ δείξας ἐκείνην ἄγνωστον εὐθὺς αὐτῇ συνανῃρήκει τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ, κἂν ἐκείνην τις ἀγνοῇ, ταύτας γοῦν γινώσκειν, ἐκ περιττοῦ φλυαρεῖ πάντα ταῦθ’ ὁ θαυμασιώ‐ τατος Ἰουλιανός. ἡμεῖς γάρ, ὅταν τῷ χωρὶς φαρμάκου καθαίροντος | |
10 | ἔμετος ἢ συχνὴ κάτω γένηται κένωσις, εἴτε δι’ ἐντέρων εἴτε καὶ διὰ μήτρας, ἅπαντα τὰ τοιαῦτα φύσει τε γεγονέναι φαμὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς (οὐδὲν γὰρ διαφέρει) μιμούμεθά τε 〈τὰ〉 φανερῶς ὠφελήσαντα τοὺς κάμνοντας. Ἰουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί τε καθ’ ἑκάστην ἡμέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’ ἐπίστασθαι, κατὰ | |
18a268 | φύσιν μὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ | φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδενὶ τῶν τοιούτων ὀνομάτων χρῆσθαι μὴ πρότερον ἐπισταμένους τῆς φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν ἔχουσιν ἐροῦμεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν. | |
5 | ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶμεν ἐκ περιουσίας καὶ συγ‐ χωρήσωμεν, εἰ μὴ πρότερον εἰδείημεν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώμαθ’ ἡμῶν συνέστηκεν, ἀμήχανον εἶναι μιμήσα‐ σθαι τὰ καλῶς ὑπὸ φύσεως ἢ τύχης γιγνόμενα. τί οὖν κωλύει γιγνώσκειν ἡμᾶς ἀκριβῶς τοῦτο, μέχρις ἂν ἡμεῖς τε λέγειν ἔχωμεν ἀπόδειξιν δόγ‐ | |
10 | ματος οἵ τ’ ἄριστοι τῶν φιλοσόφων οὓς καὶ σὺ θαυμάζεις αὐτὸς ὁμολογῶ‐ | |
σιν Ἱπποκράτει τε καὶ ἀλλήλοις, εἰ μή τις τὴν διαφωνίαν ἱκανὸν ἡγεῖ‐ ται μαρτύριον εἶναι τῆς ἀγνοίας τοῦ δόγματος ἐξαίφνης Ἀπορητικός τις ἀντὶ Στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ τῷ φάσκοντι μηδὲν τῶν διαπεφωνημένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην | 49 | |
18a269 | ἀφικέσθαι δύνασθαι, τί δήποτε οὐ πολὺ πρῶτος | ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν ἃς ἡ κατὰ τὸν οὐρανὸν οἰκοῦσα μέθοδος ἐγέννησεν; ἀλλ’ ὅμως οὐδεὶς τῶν ἄλλων ἰατρῶν εἶδεν αὐτὰς ἀμυδρῶς, ἐναργῶς δέ, ὡς νομίζει, ὁ Θεσσαλός, καὶ τό γε τούτου μεῖζον, ὅ〈τι | |
5 | καίτοι〉 θεασαμένου καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαμπρο‐ τάτῳ χορῷ τῶν ἀμφ’ αὐτὸν ἰατρῶν ὅμως οὐδεὶς οὐδενὶ συνεφώνησεν, ἀλλ’ ἄχρι δεῦρο πολεμοῦσιν ἀλλήλοις μείζονα πόλεμον οὗ Θεσσαλὸς ἐπολέμησε τοῖς συμφοιτηταῖς. εἴπερ οὖν ἡ διαφωνία σημεῖόν ἐστι τῆς τῶν πραγμάτων ἀγνοίας, ἁπασῶν πρώταις ἀπιστητέον ἐστὶν ταῖς Θεσ‐ | |
10 | σαλοῦ κοινότησιν, ὅσον καὶ πλείστη περὶ αὐτῶν ἐστι διαφωνία. τὸ μέντοι γε τοῦ σώματος ἡμῶν τὴν φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς ὕδατός τε καὶ γῆς ἢ ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ συμ‐ μέτρως ἀλλήλοις κεκραμένων γεγονέναι διαπεφώνηται μέν, ἀλλ’ οὐκ εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων καὶ Ζή‐ | |
15 | νων Ἀριστοτέλης τε καὶ Θεόφραστος Εὔδημός τε καὶ Κλεάν‐ | |
18a270 | θης καὶ Χρύσιππος ἅμα πολλοῖς φιλοσό|φοις, ὧν οἱ μὲν Στωϊ‐ κοὺς οἱ δὲ Περιπατητικοὺς οἱ δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόμα‐ σαν, ὁμολογοῦσιν ἀμφ’ αὐτά· αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρημέ‐ | |
ναι τοσούτου δέουσιν ἀρέσκειν τοὺς ἄλλους ἰατρούς, ὥστ’ οὐδ’ αὐτοῖς | 50 | |
5 | τούτοις ὁμολογοῦνται τοῖς ἀμεθόδοις μὲν ὄντως, ὀνόματι δὲ σεμνῷ τῷ τῆς μεθόδου καθάπερ τινὶ προβλήματι κεχρημένοις. οὔτε γὰρ Ἱππο‐ κράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος οὔτε Πραξαγόρας οὔτε Φυλότιμος οὔτε Μνησίθεος οὔτε Ἐρασίστρατος οὔτε Ἡρόφιλος οὔτε ἄλλος τις ἰατρὸς οὔτε Λογικὸς οὔτε Ἐμπειρικὸς | |
10 | ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι. καὶ μὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας, οὐ μικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τὰς τοῦ Θεσσαλοῦ κοινότητας. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ γένος αἱρέ‐ σεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐμπειρίας ὄντες οἵ τε δογματίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ κοινότητας, οὐ μικράν τινα | |
15 | χρὴ νομίζειν εἶναι τὴν τοιαύτην διαφωνίαν, 〈ἀλλ’〉 ἀνυπέρβλητον τὸ | |
18a271 | μέγεθος αὐτῆς γίγνεται, μήτ’ αὐτοῦ | τοῦ γεννήσαντος τὰς κοινότητας Θεμίσωνος μήτε τῶν ἀπ’ αὐτοῦ μηδενός, ἀλλὰ μηδὲ τῶν ἀμεθόδων Θεσσαλείων μηδενὸς φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ | |
ἤτοι προσέθηκεν αὐταῖς ἄλλας ἢ ἀφεῖλεν ἢ μετεκόσμησέ πως. καίτοι γε | 51 | |
5 | οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’ οὕτω μικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συμφέρονται, μόνος ἀπολείπεται ὁ Θεσσαλὸς ὁμόψηφον ἔχων οὐδένα πλὴν ἄχρι λόγου τοῦτον τὸν Ἰουλιανόν. ἔργῳ μὲν γὰρ ἐδείχθη καὶ οὗτος ἐναντιώτατα λέγων αὐτῷ, καὶ ὅστις περὶ τούτου πεισθῆναι | |
10 | βούλεται, τοῖς Περὶ τῆς μεθοδικῆς αἱρέσεως ὑπομνήμασιν ἡμῶν ἐντυ‐ χέτω. ἀλλὰ καίτοι μόνος ὁ Θεσσαλὸς εἰ φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγω‐ νιζομένοις ἀπόδειξιν εἶναι τὸ κριτήριον 〈καὶ〉 συμφωνίαν τῶν τοῖς ἄλ‐ λοις δοκούντων, οὐδεὶς αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ μὲν οὐ προκαταγινώσκομεν, ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος Ἱπποκράτους, | |
15 | 〈ᾧπερ〉 πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων μαρτυ‐ | |
18a272 | ροῦσιν, ἀπιστήσομεν δ’ ἐκ μόνης διαφωνίας; | τίς ἂν τούτων ἀνα‐ σχέσθαι δύναιτο; τίς περιμεῖναι λῆρον τοιοῦτον; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν ἀνθρώπου μήθ’ ὧν αὐτὸς εἶπε με‐ μνημένου μήθ’ ὧν γράφει συνιέντος, ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν | |
5 | παροιμίαν ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθῃ φλυαροῦντος; Ἀλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρημένων ἀκούσω‐ μεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησὶ τὸν προκείμενον ἀφο‐ ρισμὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν ‘τῶν νοσημάτων ἐστὶ συνεκτικὸν αἴτιον‘. ἄμεινον ἴσως κἀνταῦθα παραγράψαι | |
10 | τὴν ῥῆσιν ὅλην αὐτοῖς ὀνόμασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ· αὐτίκα | |
τὸ ὧδέ πως εἰρημένον (καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελ‐ θεῖν ἀντίρρησιν)· ”ἐν τῇσι ταραχῇσι τῆς κοιλίης”, ὡς τὸ παρα‐ | 52 | |
18a273 | λειπόμενον τοῦ ἀφορισμοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν | ἔχει τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώματα κατὰ ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγμένῳ τῷ οὐκ ἐν ὑγροῖς εἶναι αἴτια τῶν παθῶν (ψευδὴς γὰρ ἡ δόξα) συναποδέδεικται | |
5 | καὶ ἡ τοῦ ἀφορισμοῦ μοχθηρία, ὅτι ἀδήλῳ εὑρήματι ἕπονται ψεύδη. αὕτη μὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον δ’ ἦν, εἴπερ ἐνεχώρει γενέ‐ σθαι θέατρόν τι πληρώσαντας μὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέ‐ μενος ἐστεφάνωσεν ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὂν μεστὸν ἀνδρῶν πεπαιδευμένων, ἐρέσθαι τὸν Ἰουλιανὸν 〈ἐξ〉 ὁποίας ὁρμώμε‐ | |
10 | νος ἀποδεικτικῆς μεθόδου τὸν εἰρημένον ὑπ’ αὐτοῦ λόγον ἀληθῆ νομίζει. γενήσεται γάρ, εἴ τις αὐτὸν ἑρμηνεύσειεν, ὡς προσήκει, τοιόσδε· ‘τοῖς ἡγουμένοις ἐπὶ ταῖς κενώσεσιν ὠφελεῖσθαι τοὺς κάμνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος.‘ εἰ δ’ ἀληθής ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ἐπει〈ρώ〉μην τοῦ θεάτρου πεπαιδευμένων | |
15 | ἀνδρῶν, ἵνα κἀκ τοῦ πλήθους αὐτῶν αἴσθηταί ποτε τῆς ἐμπληξίας ὁ λη‐ ρώδης Ἰουλιανός. ἐκ μὲν γὰρ αὐτῶν τῶν λεγομένων ἀδύνατον αἰσθέ‐ | |
18a274 | σθαι τοιούτῳ γε | ὄντι οἷον ἑαυτὸν ἐπιδείκνυται διὰ τῶν γραμμάτων. ἀλλ’ 〈οἷς τισ〉 ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει, ταῦτα καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτομοῦσι παμπόλλους τῶν πυρεττόντων. εἰ μὲν βλάπτεσθαι νομίζουσιν ἐκ τῆς κενώσεως αὐτούς, οὐκ ὀρθῶς φλε‐ | 53 |
5 | βοτομοῦσιν· εἰ δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτίθενται πλῆθος, ὅπερ οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· ‘καὶ τίς ἀνάγκη συνεκτι‐ κὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς κενώσεως;‘ πρὸς ὃν ἀποκρί‐ νασθαί μοι ῥᾷστον, ὡς ἀνάγκη μὲν οὐδεμία, λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑμῶν οὑτοσί, καὶ δείξω τὸν Ἰουλιανὸν ἐκεῖνόν τε | |
10 | φήσω δίκαιον εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω μὲν 〈ἂν〉 ἐν τῷ θεάτρῳ προσηνέχθη τις αὐτῶν. νυνὶ δὲ (οὐ γὰρ ἔχομεν θέατρον) εἰς τὰς αὐτὰς ἥκουσι λαβὰς ὀλίγου 〈δεῖν〉 πάντες, ἄν τ’ ἀληθεῖς ὑπάρ‐ χωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς. Ἰουλιανὸς τοιγαρ〈οῦν〉 ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ μηδεπώποτε | |
18a275 | φροντίσας ἀληθείας, ἐγὼ δὲ παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον οὐδὲν | οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον μὲν ἀποδεικτικὴν ἐπιστήμην, ἀσκηθῆναι δ’ αὖθις αὐτῇ μετὰ πάσης σπουδῆς, ἔοικα κάμνειν μάτην. ὅσοι μὲν γὰρ ἀποδείξει παρακολουθοῦσι, τάχα μὲν καὶ γιγνώσκουσιν ὅλως μηδέπω | |
5 | τὸν Ἰουλιανὸν ἀφιστάμενον λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ, τὴν ἀρχὴν οὐδὲν μανθάνουσι τῶν λεγομένων. διὰ ταῦτα τοί‐ νυν, ὅπερ καὶ πρόσθεν ἔλεγον, οὐ σμικρόν μοι τοῦτον 〈τὸν〉 ἆθλον οἱ φίλοι προσέταξαν, ὧν ἕνεκεν ἐπιστημονικωτέρων ἅψομαι λόγων. ἐχρῆν μὲν δήπου μὴ φθέγγεσθαι μόνον ὀνόματα τῇ διαφορᾷ τῶν αἰτίων προσ‐ | |
10 | ήκοντα τὸν Ἰουλιανόν, ἀλλὰ καὶ φυλάττειν αὐτῶν τὰ σημαινόμενα. | |
νυνὶ δὲ (καὶ γὰρ τοῦθ’ ἕν ἐστι τῆς ἐμπληξίας ἁπάντων τῶν Μεθοδικῶν κοινόν) ἄχρι μὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν αἰτίων, οὐ παρ‐ ακολουθεῖ δ’ ὅπῃ διαφέρει τῶν προηγουμένων ἢ πάντως ἂν ἐγίνωσκεν 〈ὡσ〉 ἡ τῶν νοσημάτων αὔξησις τῶν προηγουμένων αἰτίων ἔργον ἐστίν. | 54 | |
15 | ὃ γὰρ ὅλως ἤρξατο τῆς γενέσεως τοῦ νοσήματος, ἀνάγκη τοῦτο αὐξά‐ | |
18a276 | νειν αὐτὸ μέ|χρι περ ἂν ἐνεργῇ τι παρόμοιον· εἴ γ’ οὕτως τύχοι, δριμὺ φάρμακον ὡς ἑλκοῦν δύνασθαι μιᾷ μὲν ὥρᾳ κατὰ τοῦ δέρματος ἐπιτεθὲν αὐτὴν μόνην ἑλκώσει τὴν καλουμένην ἐπιδερμίδα. πλείονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται πρώτου μὲν τοῦ δέρματος, εἶτα | |
5 | καὶ τῶν ὑποκειμένων σαρκῶν. καὶ τὰ δὲ καλούμενα σηπτὰ μέχρι μὲν τῶν ὑποκειμένων ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειμένην αὐτοῖς 〈ἅπασαν〉 σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν προηγουμέ‐ νων αἰτίων οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος ἰάσασθαι μενόντων. ὅπου γὰρ ἐδείχθη μεῖζον γιγνόμενον, οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ | |
10 | ποιοῦν ἀρθῆναι. τὰ τοίνυν προηγούμενα τῶν αἰτίων, οἷόν περ καὶ τὸ πλῆθός ἐστιν (ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούμενον), εἰ μή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς πάθος ἰάσασθαι, καὶ διὰ τοῦτο 〈Ἀσκληπιάδης〉 πλῆθος ἡγεῖται προκατάρ‐ χειν νόσων ὑπό τε τῆς κενώσεως αὐτοῦ φησιν ὠφελεῖσθαι τοὺς κάμνον‐ | |
18a277 | τας οὐκ εἰς τὸ λύειν ὧν ἐποίη〈σεν〉 ἤδη | παθῶν, ἀλλ’ εἰς τὸ μηκέτι | |
αὐξάνειν αὐτὰ 〈καὶ〉 ἀπαιτεῖ τοῖς ἰατροῖς ἐπιτελεῖσθαι τὴν ἴασιν. ἀλλὰ γὰρ ὑποκείσθω τὸ πλῆθος γίγνεσθαί ποτε νόσων αἴτιον συνεκτι‐ κόν, ἀναγκαῖον αὐτοῦ τῇ κενώσει παύσασθαι τὸ νόσημα. καὶ μὴν οὐδέ‐ | 55 | |
5 | ποτέ ἐστιν, ὥς φησιν Ἀσκληπιάδης, συνεκτικόν. ἀποχωρήσαντας γὰρ ἐνταῦθα τοῦ ληρώδους Ἰουλιανοῦ βέλτιον Ἀσκληπιάδῃ διαλεχθῆναι κἂν εἰ μηδὲν ἄλλο νομίμῳ γοῦν ὑπάρχοντι σοφιστῇ. λόγους γὰρ εἴωθεν ἐρωτᾶν πιθανωτάτους ὁ ἀνὴρ οὗτος οὐκ ἀκόμψως πεπανουργευμένους, ὅπερ ἦν ἔργον οἶμαι σοφιστοῦ. τοιοῦτος δὲ δή τίς ἐστι καὶ ὃν ἐφεξῆς | |
10 | ἔγραψεν Ἰουλιανὸς οὐ μὰ τὸν Δία τῆς δυνάμεως αἰσθανόμενος αὐτοῦ (πάντας γὰρ ἂν ἐγεγράφει τοὺς τοιούτους), ἀλλ’ ἀπομνημονεύσας εἰρη‐ μένων ὑπ’ Ἀσκληπιάδου, ὡς, εἴ γε τῶν ἰδίων Ἰουλιανοῦ λόγων ἦν, ὁμοίως ἂν ἐφαίνετο τοῖς ἔμπροσθεν ληρώδης. ὁ τοίνυν Ἀσκληπιάδης φησίν, ὡς, εἴπερ ἦν συνεκτικὸν αἴτιον τὸ πλῆθος τῶν παθῶν, ἐπὶ δα‐ | |
18a278 | ψιλέσι κενώσεσιν ἐνίοτε κατὰ τὴν ἀρχὴν τῆς νόσου γενομέναις εὐ|θὺς 〈ἄν〉 ἁπάντων ὀχληρῶν ὁ κάμνων ἀπηλλάττετο· νυνὶ δὲ φαίνεσθαι πολ‐ λάκις αὐξανομένας τὰς νόσους ἤδη τοῦ πλήθους καθῃρημένου. οὗτος ὁ λόγος ἱκανῶς πιθανός ἐστι καὶ διὰ τοῦτο δεῖται λύσεως ἰδίας, οὐ μὴν | |
5 | ἅπτεται τῶν κατὰ τὸν ἀφορισμὸν Ἱπποκράτους εἰρημένων. οὐ γὰρ ἐκ δόγματος ἐκεῖνα τὴν πίστιν ἔσχηκεν, ἀλλ’ ἐκ λογισμοῦ κοινοῦ πάντων ἀν‐ θρώπων, ᾧ καὶ τοὺς Ἐμπειρικοὺς ἔφην χρῆσθαι. διὸ καὶ λύωμεν αὐτὸν τὸν Ἀσκληπιάδου λόγον οὐχ ὡς προσήκοντα τοῖς κατὰ τὸν ἀφορισ‐ μὸν εἰρημένοις, ἀλλ’ ἐπειδὴ βέλτιον εἶναι δοκεῖ τῶν Ἰουλιανοῦ λήρων | |
10 | ἀνεσχημένους ἄχρι δεῦρο γυμνάσασθαί ποτε διαλεκτικώτερον ἀνθρώπῳ | |
προσπαλαίσαντας ὄντι σοφιστῇ. ὅταν οὖν ὀνομάζῃ πλῆθος ὁ Ἀσκληπιά‐ δης, ἐρωτητέον αὐτὸν ὁπότερόν φησιν, ἆρά γε τὸ πρὸς τὴν δύναμιν εἴτε τὸ πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ δὴ καὶ κατὰ τὸ ἔγχυμα καλεῖν εἰσιν εἰθισμένοι, καὶ πότερον τὸ καθ’ ὅλον τὸ σῶμα γιγνόμενον ἢ | 56 | |
18a279 | κἂν ἐν μέρει τινὶ συνίσταται. τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν οὐδ’ εἰ|πεῖν αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάμεις σχεδὸν ἁπάσας αἷς διοικεῖται τὸ ζῷον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων ἔστι μὲν δήπου καὶ τοῦτο διττὸν ἤτοι τῷ κατὰ φύσιν μέτρῳ παραβαλλόμενον ἢ ψιλῷ καὶ | |
5 | μόνῳ τῷ μὴ στέγεσθαι. δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπ‐ άρχειν τὸ ζῷον ἢ καθ’ ἕν τι μόριον ἢ πλείω. καὶ δέδεικται πρὸς ἡμῶν ἔν τε τοῖς ὑπομνήμασιν ἐν οἷς τὰς Αἰτίας τῶν συμπτωμάτων διερχόμεθα κἀν τῷ 〈Περὶ〉 τῶν παρὰ φύσιν ὄγκων ὅ τε σπασμὸς ἐνίοτε καὶ ὁ τρόμος ἥ τε φλεγμονὴ διὰ παντὸς ἐρυσίπελάς τε καὶ τὸ καλούμενον ὑπὸ τῶν | |
10 | νεωτέρων ἰατρῶν οἴδημα καὶ πρὸς τούτοις ἕτερά τινα πάθη πληθω‐ ρικὴν ὑπόθεσιν ἔχοντα καί, εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ μόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόμενον. εἴρηται δὲ καὶ Περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τε τοὔνομα καὶ τὸ πρᾶγμα αὐτὸ καθ’ οὗ τοὔνομα τῆς Στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς οὔθ’ | |
15 | ὑπειλήφασιν οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο | 57 |
18a280 | τὸ γένος, | καίτοι γε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ ὀνόματος, ἔνια τῶν αἰτίων οὕτω καλεῖσθαι συγ‐ χωροῦμεν, οὐ μὰ Δί’, ὅσα τῶν ἁπλῶς ὄντων ἐστίν, ἀλλὰ τῶν ἐν τῷ γί‐ γνεσθαι τὸ εἶναι κεκτημένων. ἐν τούτῳ μὲν ἡ λύσις τοῦ σοφίσματος, | |
5 | ἅπαντα δὲ μεταφέρειν ἐνταῦθα τῆς Ἰουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡμέτερον. ἀλλ’ ἐφ’ ἕτερόν τι τῶν προβεβλημένων ἴωμεν ὃ κοινῇ πρὸς ἅπαντ’ ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων 〈ὧν〉 τὸ γένος ὑπάρχει διττόν, ἐν πλήθει μὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον. ἀλλ’ ἀμφοῖν γε ῥᾳδίαν ἔσεσθαί φασι | |
10 | τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ δυναμένων ἡμῶν καὶ τοῦ πλεονάζοντος ἀπο‐ χέαι τὸ περιττὸν καὶ τὸ διεφθαρμένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε χρονίσειν νόσημα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ τε ἅμα καὶ σύντομον ἀσαφῶς καὶ μακρῶς ὁ Ἰουλιανὸς ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα 〈ἔοικεν〉 ἐν τῷ ἀφορισμῷ λῆμμα συνηρπά‐ | |
15 | σθαι οὐκ ἀποδεδειγμένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ ἢ | |
18a281 | μεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότη|τος, 〈ᾗ τὸ〉 ὄνομα ἰατρῶν παῖδες ἔθεντο κατὰ τοῦ ὅλου εἴδους δια‐ φθοράν, ὥστε τοῦ νοσοποιοῦ ἀποκρινομένου ὠφέλειαν ἔσε‐ σθαι φαντάζεται σφόδρα ἰταμῶς πρός γε τὴν ἀπὸ τοῦ ἀμάχου | |
5 | φαινομένην κρίσιν. 〈ἀλλὰ τὸ〉 ὑγροῦ τινος ἐν τῷ σώματι πλῆθος τῆς νόσου τὸ αἴτιον εἶναι νομίζειν ἢ οὐ πλῆθος μέν, τροπὴν δὲ ἀδιανόητόν τε καὶ πρὸς τὴν ἀλήθειαν ἀσύμ‐ | |
φωνον τόδε τυγχάνει ὄν. καὶ γὰρ 〈ἦν〉 τὰ πάθη εὔλυτα πάν‐ τα καὶ οὐκ ἂν ἦν τι χρόνιον ἥ τε θεραπεία πᾶσα μονοειδὴς | 58 | |
10 | οὐδ’ ἡντινοῦν δυσχέρειαν ἐργώδη ἔχουσα. ἁπλοῦν γὰρ ἦν ἐκ παρακειμένου κενῶσαι τὸ νοσοποιοῦν καὶ αὐτίκα ἐν ἀρχῇ καὶ κατὰ τὴν πρώτην ὑπόστασιν λύειν τὸ πάθος, ὥσθ’ ἑνὸς μόνου δεῖσθαι κενωτικοῦ βοηθήματος καὶ τοῦτο παρὰ πάντα καιρὸν ἐνεστῶτα πεσόντα ὁρίζειν καὶ αἵματος μέ‐ | |
15 | νοντος μόνῃ ἀρκεῖσθαι φλεβοτομίᾳ, φλέγματος δὲ φλεγ‐ | |
18a282 | μαγωγῷ, χολῆς δὲ χολαγωγῷ. | Αὕτη μὲν ἡ τοῦ Ἰουλιανοῦ ῥῆσις. ἔστι δ’, ὡς ἔφην, ὁ κατ’ αὐτὴν λόγος τοιόσδε· “εἴπερ ἐν ὑγροῖς εἴη τὰ τῶν νόσων αἴτια, δυνατόν ἐστιν ἡμῖν ἐν τάχει κενοῦσιν αὐτὰ μηδενὶ νοσήματι χρονίζειν ἐπιτρέπειν. ἀλλὰ μὴν χρονίζει γε πολλά, κἂν | |
5 | κατὰ τὴν ἀρχὴν αὐτῶν ἱκανῶς ἐκκενώσωμεν τὸ σῶμα. οὐκ ἄρα ἐστὶν ἐν ὑγροῖς τὰ αἴτια.” ἀλλ’ ὅ γε λόγος οὗτος, εἰ μὲν περὶ τοῦ πρὸς τὴν χώραν τῶν ἀγγείων ἐν ὅλῳ τῷ σώματι συνισταμένου πλήθους ἐστίν, ἀληθὴς ὑπάρχει (βουληθέντες γὰρ εὐθέως ἐν ἀρχῇ τῆς νόσου κενῶσαι τὸ περιττὸν ἐκκρίνομεν ἅπασαν πληθωρικὴν διάθεσιν). εἰ δὲ περὶ τοῦ κατά | |
10 | τι μόριον, ἐν ᾧ καὶ πλείω γιγνόμενα, ψευδής. ἐπιδέδεικται γὰρ ἡμῖν ἐκεῖνο τὸ πλῆθος οὐκ ἀεὶ κενοῦσθαι ταχέως δυνάμενον. οὕτω δὴ καὶ περὶ τῆς διαφθορᾶς ὁ λόγος ἐρωτώμενος [εἰ] πρόχειρον ἔχει τὴν λύσιν. οὐ γὰρ οἷόν τε ταχέως αὐτὴν ἐκκενῶσαι, καθάπερ ἐξ ἀσκοῦ τινος ἢ πίθου. κἂν 〈εἰ〉 ἐκ τούτων ὅλων ἐκκενώσαιμεν πῇ ποτε τὸ μοχθηρὸν ὑγρόν, | |
18a283 | οὐκ εὐθέως ἀντεγχέο|μεν ἕτερον χρηστόν, ἀλλὰ διανίψαντές τε καὶ | |
πλύναντες ἀκριβῶς τὸ ἀγγεῖον. ἆρ’ οὖν οὕτω δυνατὸν ἐν ἀνθρώπου σώ‐ ματι κενῶσαι μὲν τὸ διεφθαρμένον αἷμα, χρηστὸν δὲ ἀντεγχεῖν παρα‐ χρῆμα τοῖς ἐκείνου μορίοις [ἄξιον τοῦτο]; πῶς οὖν ἐν τάχει φασὶ δύνα‐ | 59 | |
5 | σθαι κενωθῆναι τὴν διαφθοράν; οὕτως ὡς καὶ τἄλλα πάντα λέγουσιν εὐχε‐ ρῶς οὐδενὶ προσέχοντες τὸν νοῦν οὐδὲ μετὰ περισκέψεως ἀκριβεστέρας ὅλον ἀθροῦντες τὸ πρᾶγμα. καὶ μὴν καὶ χολῆς περιεχομένης ἐν τῷ σώ‐ ματι πολλῆς ἄνευ μὲν πυρετοῦ ῥᾴδιον ἐκκενῶσαι πολλάκις. εἰ δ’ ἁλῶναι φθάσειεν ὁ ἄνθρωπος ὀξεῖ πυρετῷ, χαλεπώτατον. οὐ γὰρ οὐδ’ ἐγχωρεῖ | |
10 | χρῆσθαι καθαίρουσι φαρμάκοις ἀκινδύνως. ὁμοίως δὲ καὶ περὶ φλέγ‐ ματος ἔχει καὶ τῶν ὀρρωδῶν περιττωμάτων. εἴρηται δὲ καὶ περὶ τούτων ἁπάντων ἐν ἄλλαις πραγματείαις καὶ χρὴ τὸν βουλόμενον ἀκριβῶς τι γνῶναι περὶ αὐτῶν ἐκεῖθεν ἐκμανθάνειν. ὅτι μὲν οὖν ἡ φλεγμονὴ πλη‐ θωρικόν τι νόσημά ἐστιν, οὐκ ἐν αὐτοῖς μόνοις τοῖς ἀγγείοις στεγομένου | |
18a284 | τοῦ πλήθους, | ἀλλὰ καὶ τὰς ἐν τοῖς μυσὶ χώρας κενὰς ἁπάσας καταλαμ‐ βάνοντος, ἐξ ἐκείνου μάλιστα μαθήσῃ τοῦ γράμματος ἐν ᾧ Περὶ τῶν παρὰ φύσιν ὄγκων ὁ λόγος ἐστί μοι, ὅτι δ’ οὐχ οἷόν τε φλεγμονὴν ἅπασαν ἰάσασθαι ταχέως ἐν τοῖς Θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται κατ’ | |
5 | ἐκεῖνα μάλιστα τὰ βιβλία δι’ ὧν ἡ μέθοδος δείκνυται τῆς περὶ τῶν παρὰ φύσιν ὄγκων ἰάσεως. ἐνίοτε γὰρ οὕτως ἰσχυρῶς καὶ δυσλύτως ἐμπλάτ‐ τονται ταῖς σαρξὶ γλίσχροι καὶ παχεῖς χυμοί, ὥστε κίνδυνον εἶναι χρονι‐ ζόντων αὐτῶν ἀκολουθήσειν σκίρρον. ἀλλ’ οἱ μηδὲν τούτων εἰδότες ἐξ ὧν ἀγνοοῦσι τὰ τῆς τέχνης ἐπίκαιρα 〈τολμῶσι〉 κατηγορεῖν Ἱπποκρά‐ | |
10 | τους. καίτοι γε ἀντιστρέψας ἄν τις, εἰ μὲν ἤτοι ψυχθείη 〈τι〉 τῶν στε‐ ρεῶν σωμάτων ἢ θερμανθείη, ῥᾳδίαν ἔσεσθαί φησι τὴν εἰς τὸ κατὰ φύσιν | |
ἐπάνοδον αὐτῷ, καθάπερ γε καὶ εἰ πυκνωθείη ποτὲ ἢ μανώτερον γεννη‐ θείη. τό τε γὰρ ψυχθὲν θερμῆναι καὶ τὸ θερμανθὲν ψύξαι καὶ τό τε πυκνω‐ θὲν ἀραιῶσαι καὶ τὸ μανωθὲν πυκνῶσαι χαλεπὸν οὐδέν, ἐμπεπλασμέ‐ | 60 | |
18a285 | νον δὲ χυμὸν ἤτοι γλίσχρον ἢ παχὺν ἐν σαρκώδεσι μορίοις | ἐκκενῶσαι χαλεπώτατον. ὅπου γὰρ δὴ καὶ τὸν ἐκ τούτων τῶν ἀγγείων τῶν ἀραιῶν ἐκκαθῆραι ῥύπον οὐκ εὐπετές, ἦ πού γ’ ἐκ τῶν σαρκοειδῶν ἕτοιμον. ὥστε πάνυ μοχθηρὸς ὁ λόγος ὁ τὰς ἐν ὑγροῖς αἰτίας εὐιατοτέρας | |
5 | εἶναι φάσκων ἀεὶ τῶν ἐν τοῖς στερεοῖς. εἰ μὲν γὰρ ἁπλῶς πλῆθος εἴη, καθ’ ὅλην τοῦ ζῴου τὴν ἕξιν ἐν τοῖς ἀγγείοις περιεχόμενον, ὅπερ ἰδίως ὀνομάζουσι πλῆθος, ἕτοιμόν τε παραχρῆμα κενῶσαι τοῦτο καὶ τῶν συμ‐ πτωμάτων ὁ κάμνων ἀπαλλαγήσεται τῶν δι’ αὐτοῦ. κακοχυμίας δέ τινος ἢ διαφθορᾶς ὑπαρχούσης ἀδύνατόν ἐστι διὰ κενώσεως ἀθρόας ἰάσασθαι | |
10 | τὸν ἄνθρωπον. καὶ μέντοι καὶ φαίνεται ταῦθ’ οὕτως γιγνόμενα, πολλοὶ μὲν γὰρ βαρυνόμενοί τε τὸ σῶμα καὶ τάσεως αἰσθανόμενοι παραχρῆμα τῶν συμπτωμάτων ἀπηλλάγησαν ἐπὶ ταῖς φλεβοτομίαις, ἔνιοι δὲ μῆνα ὅλον ὑπὸ διαφθορᾶς ὀχλούμενοι διετέλεσαν, μήτ’ ἀθρόως ἐκκενῶσαι τὸ μοχθηρὸν αἷμα δυναμένων ἡμῶν μήθ’ ἕτερον ἀντεγχέαι χρηστόν. ἐκ μὲν | |
18a286 | γὰρ τῶν σίτων δήπου καλῶς κατεργασθέν|των ἐν τῷ τοῦ ζῴου σώματι τὸ χρηστὸν αἷμα γεννᾶσθαι πέφυκεν. ἐν αὐτῷ δὲ τῷ προσφέρεσθαι τρο‐ φὰς ἐπιτηδείους κίνδυνός ἐστι τῷ προϋπάρχοντι μοχθηρῷ συνδιαφθαρῆναι τὸ χρηστόν, ὅθεν οὐδὲ πᾶσαν οἷόν τε διαφθορὰν ἰάσασθαι, ἀλλ’ ἐκείνην | |
5 | μόνην ἐφ’ ἧς ἰσχυρὸν μὲν ἔτι τὸ σῶμά ἐστιν, ἡ δύναμις δ’ εὔρωστος. οὐ μὴν ἰῶδες ἐγένετο τὸ αἷμα παντάπασιν οὐδ’ οἷον συνδιαφθεῖραι τὴν ἐπιρρέουσαν τροφήν, ἀλλ’ αὐτὸ μᾶλλον ὑπ’ ἐκείνης ἐπικρα〈τη〉θῆναι. οὐ μὴν οὐδὲ ὅταν τὸ πρὸς τὴν δύναμιν πλῆθος συστῇ, δυνατὸν ἰάσασθαι ταχέως αὐτὸ συγκαταλυομένης ἐνίοτε τῇ κενώσει τῆς δυνάμεως. εἴρηται | |
10 | δὲ ἡμῖν καὶ περὶ τῆς τοιαύτης διαθέσεως ἐν τῇ τῆς Θεραπευτικῆς με‐ θόδου πραγματείᾳ. ὀλιγάκις οὖν ἐπὶ τῇ κενώσει τὸν ἄνθρωπον δείξεις ὑγιαίνοντα παραχρῆμα. γενήσεται μέντοι ποτὲ τοῦτο, καθάπερ καὶ φαίνεται καὶ δείκνυσιν ἐναργῶς ἡ πεῖρα τοῦ λόγου τὴν ἀλήθειαν. ἔνιοι γὰρ ἐπὶ ταῖς κενώσεσιν αὐτίκα πάντων ἀπαλλάττονται τῶν ὀχληρῶν, | 61 |
15 | ἀλλ’ οὔτ’ ἴσασι τὰς διαθέσεις αὐτῶν οἱ ἰατροὶ πάντες, οὔτ’ εἰ γινώσκου‐ | |
18a287 | σιν, εὐθέως δια|γινώσκειν δύνανται. οὗτοι τοίνυν οἱ μάλιστα ληροῦν‐ τες, ὧν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ κορυφαῖός ἐστιν Ἰουλιανός, ἀνομίλη‐ τος μὲν ἀεὶ διατελέσας τοῖς ἔργοις τῆς τέχνης, ἐξ ὧν δ’ αὐτὸς ἔγραψε 〈γνωρίζεται θρασυνό〉μενος, ἀλλ’ ἡμεῖς γε δι’ αὐτῶν τῶν ἔργων τῆς | |
5 | τέχνης πολλάκις ἐδείξαμεν ἐπὶ τῇ κενώσει τοῦ πλήθους ἑκατέρου παραχρῆμα τοὺς ἀνθρώπους ὑγιασθέντας. ἑκάτερον δὲ λέγω τό θ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων ὃ δὴ καὶ πληθώραν ὀνομάζουσι τό τε πρὸς τὴν δύναμιν, ὅταν μὴ συγκαταλύηται τῇ κενώσει. ταῦτα μὲν οὖν, ὅταν ἄρξηταί τ〈ις ἀκρι〉βῶς ἐπισκέπτεσθαι τοὺς ἀρρώστους, ἅμα τοῖς | |
10 | ἐπισταμένοις ἰάσασθαι μαθήσεται. Τὰ δ’ ἑξῆς ἴδωμεν ἐν οἷς τὸν Ἀσκληπιάδου λόγον ὁ Ἰουλιανὸς μεταχειρίζεται, τοῦτον δὴ τὸν πολυθρύλητον, ὡς οὐχ ἕλκει τὸν οἰκεῖον χυμὸν ἕκαστον τῶν καθαιρόντων φαρμάκων, ἀλλ’ αὐτὸν γεννᾷ. λέλεκται | |
18a288 | δέ μοι | περὶ τούτου βραχέα μέν τινα κἀπὶ τῆς τελευτῆς τοῦ Περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ὥσπερ κἀν τῷ πρώτῳ τῶν Φυσικῶν δυνά‐ | |
μεων, ὕστερον δὲ τῶν ἑταίρων ἀξιωσάντων καὶ δι’ ἑνὸς ὅλου γράμματος 〈ὃ〉 Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγέγραπται. τὸν | 62 | |
5 | μὲν ὅλον λόγον ὁ βουλόμενος ἐξ ἐκείνων μανθανέτω, τοῖς δ’ ὑπὸ Θεσ‐ σαλοῦ γεγραμμένοις ἐνταῦθα ἀπαντήσω προσγράψας αὐτὰ κατὰ λέξιν· ἀθλητὴν γὰρ λαμβάνοντες εὐέκτην ὃν βούλονται κατὰ φύ‐ σιν ἔχοντα χρηστῆς τούτῳ τῆς ὕλης ἐν τῷ σώματι ὑποκει‐ μένης καὶ ἀτρέπτου καθαρτικὸν διδῶμεν καὶ δεικνύωμεν | |
10 | τὰ ἀποκρινόμενα σφόδρα διεφθορότα. εἶτ’ ἐπιλογιζόμεθα μηδενὸς ἐνίστασθαι δυναμένου πρὸς τὸ λεγόμενον ἐναντιω‐ τικῶς, ὡς δὴ ἃ νῦν ἐκκρίνεται δριμύτατά τε καὶ διεφθαρ‐ μένα πρὸ μὲν τοῦ καθαρτικοῦ οὐχ ὑπόκειται τοιάδε τῷ ἀθλητῇ, εὐέκτης γὰρ ἐτύγχανεν ὤν. λείπεται οὖν μηδὲν | |
15 | ἄλλο ἡμᾶς δύνασθαι λέγειν ἢ τόδε, ὅτι ὑπὸ τοῦ φαρμά‐ κου ἀμφότερα γίνεται, πρῶτον μὲν τὸ τὴν ὕλην μεταβάλ‐ | |
18a289 | λειν | εἰς διαφθοράν, δεύτερον δὲ καὶ 〈τὸ〉 ἀποκρίνεσθαι, εἴτε δι’ ἐμέτων εἴη εἴτε διὰ γαστρός. αὕτη μὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις· ἀκούσατε δὲ ἐν μέρει πρὸς ἡμῶν ὡς τὸ καθαίρεσθαι πάντας χυμοὺς τὸν εὐέκτην οὐ μᾶλλόν τι τοῦ γεννᾶσθαι νῦν ἐστι δηλωτικὸν ἢ τοῦ περι‐ | |
5 | έχεσθαι πρόσθεν. μάτην οὖν εἴρηκε μηδ’ ἑτέραν γε τῶν αἱρέσεων 〈λείπε‐ σθαι〉, μήτ’ ἀνατρέπων ἐξ ἀνάγκης μήτε κατασκευάζων. *** εἰ δὲ καὶ τῶν ὑπαγόντων τι τὴν γαστέρα διδοῖεν, ἀλλ’ οὐ φαρμακῶδές γε τοῦτ’ ἐστιν αὐτοῖς οὐδ’, ὥσπερ ὁ ἀναίσχυντος Θερσίτης λέγει, δίδομεν καὶ δείκνυμεν, μήτε δοὺς αὐτὸς ἢ δείξας πώποτε, μήτ’ ἄλλου δόντος ἢ δεί‐ | |
10 | ξαντος θεασάμενος. οὐ μὴν ἡμεῖς γε τοιοῦτοι τολμῶντες λέγειν ἢ γρά‐ φειν ἃ μὴ πράττομεν, ἀλλὰ τοῖς ἔργοις αὐτοῖς πρότερον ἀποδεικνύντες τἀληθὲς τηνικαῦτα τὴν ἀμφ’ αὐτὰ τέχνην ἐξηγούμεθα, ἅπερ ἔστιν ἀκοῦ‐ σαι τῶν ἐκ τῆς ἀγέλης τοῦ Θεσσαλοῦ, πόσους μὲν ὑδερικοὺς ὑδραγωγῷ φαρμάκῳ καθήρας αὐτίκα τὴν γαστέρα προσεσταλμένην ἀπέφηνα, πό‐ | |
18a290 | σους 〈δ’〉 ἰκτεριῶντας χολαγωγῷ | παραχρῆμα τὸν ἴκτερον ἰασάμην. ἀλλ’ οὐδὲ τούτων οὐδὲν οὐδ’ ἄλλο τι τοιοῦτον Ἰουλιανὸς ἐθεάσατο. 〈ῥωμα〉λέῳ τῶν ἀθλητῶν, φησί, δίδωμι καθαρτικὸν καὶ δείκνυμι. ἀκό‐ λουθον μὲν γὰρ δηλαδὴ τῷ τοσαύτης ἐμπληξίας μεστῷ καθαίρειν μὲν | 63 |
5 | τοὺς εὐχύμους ἀθλητάς, μὴ καθαίρειν δὲ μήθ’ ὑδεριῶντας μήτε ἰκτεριῶν‐ τας μήτε μελαγχολῶντας μήτε τὸν καλούμενον ἐλέφαντα νοσοῦντα μήτε καρκίνῳ κάμνοντα μήθ’ ὑπὸ φαγεδαίνης ἢ ἐρυσιπέλατος ἐνοχλού‐ μενον ἤ τινος ἄλλου κακοχύμου νοσήματος. ἅλις ἤδη μοι καὶ τούτων αὐτοῦ τῶν λήρων. εἰ γὰρ ἅπαντα λέγειν ὧν ἀκούειν ἐστὶν ἄξιον Ἰουλια‐ | |
10 | νὸν ἐπιχειρήσειέ τις, οὐ μιᾶς ἢ δυοῖν, ἀλλὰ παμπόλλων αὐτῷ χρεία βι‐ βλίων ἐστίν. ἀκούσωμεν οὖν αὐτοῦ τι τῶν ἐφεξῆς ὡδίπως γράφοντος· ἄλλο δή φημι ἰσχυρότατον ὃ μᾶλλον ὁρῶντας σωφρονίζεσθαι ἐχρῆν καὶ μὴ πάντα τῆς μελαίνης χολῆς ἄγειν· ὅταν δὴ | |
15 | χολῆς ὑπεῖναι δοξαζομένης φλεγμαγωγὸν διδῶμεν, καὶ χολὴ μὲν ἀποκρίνεται, φλέγμα δὲ 〈οὐκ〉, ἢ φλέγματος ὑπονοου‐ | |
18a291 | μένου φλεγμαγωγόν, καὶ φλέγμα μὲν οὐκ | ἀποκρίνεται, χολὴ δὲ ἐπ’ ἀμφοῖν· ὑδραγωγὸν διδῶμεν, καὶ τότε οὐδὲ ὕδωρ φανήσεται τὸ φερόμενον, πάντων μάλιστα παραδοξότατον, ὑδρωπικοῖς σαφῶς ὕδατος παρακειμένου, 〈εἰκότως δ’〉 ἀπό‐ | |
5 | κρισις γένοιτ’ ἂν χολῇ μὲν διὰ χολαγωγοῦ, φλέγματι δὲ διὰ φλεγμαγωγοῦ. αὕτη μὲν ἡ ῥῆσις. ἄξιον δ’ αὐτῆς ἄγα‐ σθαι πρῶτον μὲν τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ὡς ἐχρῆν μὴ πάντα τῆς μελαίνης χολῆς ἄγειν. μελαγχολῶντας γὰρ ἡμᾶς δηλονότι λέγει τοὺς ἐπαινοῦντας Ἱπποκράτην. ἀλλ’ οὗτός γε ὁ χαριεντισμὸς ἑτέ‐ | |
10 | ροις μᾶλλον ἔπρεπεν, ὅσοι δογματίζουσιν ὑπὸ μελαίνης χολῆς ἐνο‐ χλεῖσθαι τοὺς μελαγχολῶντας. Ἰουλιανὸς δὲ ὁμοιότατός ἐστι τῷ κατὰ τὸν Αἰσώπου λόγον ὄνῳ, ὃς θεασάμενος ἓν τῶν Μελιταίων κυνίδιον ἀριστῶντι τῷ δεσπότῃ συγκατακείμενον ἁλλόμενόν τε περὶ αὐτὸν καὶ σκιρτῶν καὶ σεῖον τὴν οὐρὰν καί τι καὶ φώνημα τερπνὸν ὑποφθεγγόμενον, | 64 |
15 | ἐφ’ οἷς ἥδοντό τε καὶ κατεφίλουν αὐτὸ πάντες οἱ σύνδειπνοι, μηδὲν μελλή‐ σας, ἀλλ’ εὐθὺς ἀναπηδήσας ἐπὶ τὴν κλίνην ὠγκᾶτό τε καὶ κατ’ αὐτὴν | |
18a292 | ἥλλετο σείων τὴν οὐράν. ἀλλὰ τούτῳ γε παραπλήσιος ὢν | Ἰουλιανὸς ἐπισκώπτει χαριεντιζόμενος εἰς μελαγχολίαν ἡμᾶς, ἣν αὐτός [ὥς] φησιν ὑπὸ μελαίνης γίγνεσθαι χολῆς. κατάλιπε τοίνυν ἡμᾶς ἐπί σοι λέγειν τὴν μέλαιναν, ὡς οὐδὲ τῶν παιδαρίων τῶν ἰατρικῶν ἀμείνων ὑπάρχων τὴν | |
5 | τέχνην ἐπιτιμᾷς Ἱπποκράτει. τίς ταύτης μείζων μελαγχολία; τίς ἀπαιδευσία φανερωτέρα; τίς τόλμα προπετεστέρα; καθ’ ἡμῶν, Ἰου‐ λιανέ, χαριεντίζῃ τοιαῦτα καὶ συνάπτεις 〈αὐτὰ〉 λόγοις ἀμαθέσιν, ὡς ἂν μηδὲ παῖδα λαθεῖν αὐτῶν τὴν ἀτοπίαν. Ἱπποκράτους γὰρ εἰρηκότος οὔθ’ ἡλικίαν οὔθ’ ὥραν ἔτους οὔθ’ ὅλως οὐδένα καιρὸν εὑρεθῆναι δύνασθαι, | |
10 | καθ’ ὃν ἀπόλλυταί τις ἐκ τοῦ σώματος ἡμῶν χυμὸς ὃν αὐτὸς ἀεί φησιν ὑπάρχειν, αἵματος δηλονότι καὶ φλέγματος καὶ χολῶν διττῶν (ἅπαντας μὲν γὰρ εἶναι διὰ παντός, αὐξάνεσθαι δ’ ἄλλον ἐν ἄλλῃ κράσει καὶ φύσει σώ‐ ματος ἡλικίᾳ τε καὶ ὥρᾳ καὶ χώρᾳ καὶ νοσήματι), νομίζεις καταβάλλεσθαι τὸν λόγον, εἰ τῷ χολῶντι φλέγματος ἀγωγοῦ δοθέντος φαρμάκου τουτὶ μὲν | |
18a293 | 〈μὴ〉 κενούμενον φαίνοιτο, χολὴ δὲ [οὐ] κε|νοῦται. *** φέρε τοίνυν ἡμῖν τοῦτο φαίνεται γιγνόμενον, μηδ’ ἐκκενοῦν τὸ φάρμακον ἀεὶ τὸν οἰκεῖον ἑαυτῷ χυμόν. ἆρ’ οὐκ ἐναργῶς δοκεῖ ψευδὲς εἶναι τὸ Ἱπποκράτους δόγμα; εἰ γὰρ ὁμοτίμους μὲν ἅπαντας ἕλκει τοὺς χυμοὺς ἕκαστον τῶν κα‐ | 65 |
5 | θαιρόντων, ἀλλοιοῦν δ’ εἰς μίαν ἰδέαν αὐτοὺς [ἣν] πέφυκεν, οὐδὲν διοίσει τοῦ φλεβοτομεῖν τὸ καθαίρειν. ἀλλ’ εἴπερ οὕτως τοῦτ’ ἔχει, ῥᾷστον ἤδη τῇ πείρᾳ κρῖναι τὸ δόγμα καὶ δυοῖν ἀνθρώπων ἀσκίτην ὕδερον ἐχόντων ἴσον τὸ μέγεθος, ἐπὶ τῇ τοῦ σώματος ἕξει τε καὶ ἡλικίᾳ παραπλησίως διακειμένων τῷ μὲν ἑτέρῳ δοῦναι τῶν ὑδραγωγῶν τι φάρμακον, τοῦ δ’ | |
10 | ἑτέρου τεμεῖν τὴν φλέβα κἄπειτα θεάσασθαι τίς μὲν ἐξ αὐτῶν ὠφελεῖται, τίς δὲ βλάπτεται. δίκαιον μὲν οὖν ἦν ἴσον ἑκατέρῳ ποιήσασθαι τὸ πλῆθος τῆς κενώσεως, τοσαύτας κοτύλας ἐκχέοντας τοῦ αἵματος ὅσας τοῦ κενω‐ θέντος, ὡς οὗτοι νομίζουσιν, ὕδατος ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου. ἀλλὰ κἂν τοῦτο συγχωρήσωμεν αὐτοῖς καὶ τοῦ μὲν ἑτέρου διὰ τῆς καθάρσεως | |
18a294 | κενώσωμεν κοτύλας ὕδατος εἰ τύχοι ιεʹ, τοῦ δ’ ἑτέρου διὰ τῆς φλε|βοτο‐ μίας δύο μόνας, ἐπίδωμεν ὅστις μὲν αὐτῶν ἐσφάγη (τί γὰρ ἂν ἄλλο τις εἴποι περὶ τοῦ φλεβοτομηθέντος ὑδεριῶντος;), ὅστις δ’ ὤνητο τὰ μέ‐ γιστα. τί λέγομεν, ὦ οὗτος; ἆρα ἴσος ἢ παραπλήσιος ὁ νῦν εἰρημένος | |
5 | ἔλεγχος ᾧ σὺ σμικρὸν ἔμπροσθεν ἐνεχείρησας; καθαρτικὸν χολῆς, φησί, διδόσθω τινὶ τῶν ὑδεριώντων, κενώσει μέν, ὦ οὗτος, καὶ τουτὶ χολήν, ἀλλ’ ὀλίγην τε καὶ σὺν οὐδενὶ χρηστῷ· καθαρτικὸν ὑδατώδους ἰχῶρος διδόσθω τῷ χολῶντι, κενώσει μὲν ὑδατῶδες, ἀλλ’ ὀλίγον τε καὶ μετὰ | |
βλάβης. πάλιν οὖν διδόσθω τὸ μὲν ὑδραγωγὸν τῷ τὸν ἀσκίτην νοσοῦντι, | 66 | |
10 | τὸ δὲ χολαγωγὸν τῷ τὸν ἴκτερον, καὶ πολὺ κενωθήσεται τῶν ἀνθρώπων ἑκάτερος καὶ σὺν ὠφελείᾳ μεγάλῃ. ταῦτα εἰ μὲν οὐδεπώ〈ποτ’〉 ἀνέγνω γεγραμμένα παρά τινι τῶν ἰατρῶν ὁ Ἰουλιανός, θαυμάζω τὴν φιλο‐ πονίαν τἀνδρός. ἀναγνοὺς δ’ εἰ ἐτόλμησε γράφειν ἅπερ ἔγραψεν, ἄξιον ἄγασθαι τὴν σύνεσιν αὐτοῦ. νομίζω γὰρ ἐγὼ νῦν 〈τοῖσ〉 ἀκούσασι τῶν | |
15 | εἰρημένων ἀλγήσειν 〈ἐξ〉 αὐτῶν τὰ ὦτα. Ἰουλιανὸς δ’ ἐν οἷς ἔγραψε | |
18a295 | περὶ | αὐτῶν ἡγεῖται μελαγχολᾶν ἡμᾶς. ἀποκρινάσθω τοιγαροῦν ἀνα‐ μνησθεὶς τῶν φιλοσόφων οὓς ἐπῄνεσε, παρὰ τίνος αὐτῶν ἔμαθε νόμον ἀποδείξεως τοιοῦτον οἵῳ φαίνεται κεχρημένος. εἰ γὰρ ἐπεφύκει, φησί, τὸ χολαγωγὸν φάρμακον ἐκκαθαίρειν τοῦ ζῴου τὴν χολήν, οὐκ αὐτὴν γεν‐ | |
5 | νᾶν, οὐκ ἂν ἐκένου χολὴν τοῖς φλεγματώδεσι. θαυμαστή γε ἡ τῆς ἀκο‐ λουθίας γνῶσις· ὦ τῆς μεγάλης διαλεκτικῆς τοῦ σοφιστοῦ. τί συνετὸν οὕτω Χρύσιππος ἢ Ἀριστοτέλης ἢ Πλάτων εἶπεν; οἵ γε, εἰ περὶ τούτων αὐτοῖς ἐπισκέψασθαι προὐτέθη, τῷ μὲν μηδὲ ὅλως περι‐ έχεσθαι κατὰ τὸ σῶμα χολὴν πάντες ἂν ἔφασαν ἕπεσθαι τὸ μηδ’ ὅλως | |
10 | ὑπὸ τῶν χολαγωγῶν ἐκκενοῦσθαι, τῷ δ’ ὀλίγον περιέχεσθαι τὸ τὴν ἑλκο‐ μένην ὑπ’ αὐτῶν ὀλίγην ὑπάρχειν, ὥσπερ γε εἰ πολὺ περιέχοιτο, πολλὴν εἶναι καὶ τὴν ἑλκομένην. ἀλλ’ Ἰουλιανὸς ὁ τῆς καινῆς διαλεκτικῆς σοφιστὴς ἀξιοῖ μηδ’ ὅλως ἕπεσθαι χολὴν τοῖς χολαγωγοῖς, ὅταν ὀλίγη ποθ’ ὑπάρχῃ κατὰ τὸ ζῷον. εἶθ’ ἡμᾶς μὲν λέγει μελαγχολῶντας τοὺς δὴ | |
18a296 | ὑδραγωγὸν διδόντας | φάρμακον τοῖς ὑδεριῶσιν, ἑαυτὸν δὲ σωφρονεῖν οὗ | |
τοῖς δόγμασιν ἕπεται φλεβοτομεῖν αὐτούς. ὁμοιότατον δὲ τούτοις αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχο‐ μένων εἰρημένον ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τῶν πλεί‐ | 67 | |
5 | στων ἐναλλὰξ ἐπιτάσεις τε καὶ ἀνέσεις ὑγεία ἀδιόριστος· ὁμοιούμενός τις, ὡς πρὸς ἡμῶν, κατὰ πᾶν συνεχείας ἐν τῷ σπανίως ὀλιγάκις τε φαινομένῳ. ἐν τούτοις Ἰουλιανὸς κατα‐ βάλλει τὴν δόξαν τῶν οἰομένων ἀεὶ σωματικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν, ταῦτα ὡς μαρτυροῦντα γράφων τὰς ἐπιτάσεις καὶ τὰς ἀν‐ | |
10 | έσεις τῶν νοσημάτων, οἰόμενος συμφωνεῖν μὲν τῇ δόξῃ τῶν Μεθοδι‐ κῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι γ’ αὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ μὲν γὰρ ἐν τοῖς στερεοῖς τοῦ ζῴου μέρεσι διαθέσεις ἐστηριγμέναι τέ εἰσι καὶ μόνιμοι, τὰ δὲ ὑγρὰ καὶ μεταρρεῖν εἰκὸς 〈εἰσ〉 ἄλλο μόριον τοῦ ζῴου καὶ διαφορεῖσθαι λεπτυνόμενα καὶ κατά τινας αἰ‐ | |
15 | σθητοὺς πόρους ἐκκρίνεσθαι καὶ ποτὲ μὲν ὑπὸ τῆς διοικούσης τὰ ζῷα | |
18a297 | φύσεως πεττόμενα χρηστότερα γίνεσθαι, | ποτὲ δ’ ὑπὸ πυρετώδους θερμασίας ἀλλοιούμενα μοχθηρότερα, καὶ τὰ μὲν ὑπὸ τοῦ διαπνεῖσθαι † συναπαϽ τι τῆς πυρετώδους θερμότητος καὶ διὰ τοῦτο βελτίω γίγνεσθαι κεραννύμενα χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιρρεού‐ | |
5 | σαις ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις μοχθηραῖς ἢ μὴ καλῶς ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις *** | |
*** τοὺς δ’ ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένους οὐδὲν δήπου θαυμαστόν ἐστιν, ὡς ἂν ἐκεῖνα τύχῃ κατά γε χώρας ἀθροιζόμενά 〈τε〉 καὶ σηπό‐ μενα καὶ κενούμενα, τάς τε γενέσεις ἴσχειν καὶ τὰς παρακμάς. ἀλλ’ ἐν | 68 | |
10 | μὲν τούτοις ἀνάσχοιτ’ ἄν τις ἴσως αὐτῶν. ὃ δ’ ἐφεξῆς ἔγραψεν Ἰουλιανὸς οὐκέτι κοινὸν ἁπάντων ὑπάρχον, ἀλλ’ ἴδιον ἐξαίρετον ἑαυτῷ, τοῦτ’ ἤδη σοι δίειμι. ὅλην δ’ ἄμεινόν μοι δοκεῖ παραγράψαι τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ὧδε· ὅλως μὲν ἀδιανόητον ἐπὶ πλῆθος ἢ διαφθορὰν ὃ ἄν † τι πρὸς | |
15 | τῆς νῦν τιθέναι ἀναφέρειν τὸ ποιητικὸν τῆς νόσου, τί δ’ ἄν τις συμμελέστατα διαγνοίη τοῦ πάθους δι’ ὅλου τοῦ σώματος | |
18a298 | ἀπιόντος; ἀναγκαῖον ὁμολογεῖν πάντα περιττεύειν | ἐν παν‐ τὶ μέρει τε καὶ μορίῳ. τῷ ἀποτελέσματι γὰρ συμπαρατείνε‐ σθαι χρὴ τὸ συνέχον αἴτιον. χωρεῖ δὲ δι’ ὅλου πάθη ὡς πυρετοὶ ἄλλα τε μυρία ἐφ’ ὧν ἐν τῷ ὅλῳ καὶ τὸ πλῆθος εἶναι δεῖ. † καὶ | |
5 | τὸ τοῖς πλεῖον ὅταν πλεῖον καὶ τὸ νόσημα ᾖ καὶ τὸ τοῖς πλεῖον καὶ συγκεχωρημένον ὧδέ πως φάναι. εἰ δέ γε προτ *** διὰ † ἀντιφῶν τὸ πλῆθος τοῦ ὑγροῦ *** καὶ μὴν Ἰουλιανὸς οὐ βού‐ λεται τῶν καθ’ ὅλον τὸ σῶμα νοσημάτων ἐν ἑνὶ τόπῳ τὴν συνεκτικὴν ὑπάρχειν αἰτίαν. ἀλλὰ κἂν τὴν ῥύσιν ὑπόθηταί τις ἐπὶ τῷ βουβῶνι γί‐ | |
10 | γνεσθαι συνέχον αἴτιον οὖσαν τοῦ πυρετοῦ, εἰς τοσαύτην ἀπορίαν ὁ λόγος ἀχθήσεται. λυομένου γὰρ τοῦ βουβῶνος οὔτε διαμένειν αὐτὴν οὔτε 〈αὐ〉‐ ξάνεσθαι δυνατόν, ἐπειδὴ μενούσης μὲν ἀναγκαῖόν ἐστι καὶ τὸν πυρετὸν | |
μὴ λύεσθαι, λυομένου δὲ ἑαυτοῦ συνεκτικὸν αἴτιον ἔχειν τὸν βουβῶνα, κἀν τούτῳ τὸν λόγον ἀνατρέπεσθαι τοῦ θαυμαστοῦ προστάτου φάσκον‐ | 69 | |
15 | τος ἀδύνατον εἶναι τοῦ καθ’ ὅλον τὸ σῶμα πάθους 〈τὸ〉 αἴτιον ἐν ἑνὶ | |
18a299 | τόπῳ συστῆναι. καὶ μὴν | οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συν‐ έχοντος αἰτίου παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι Στωϊκόν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου μόνον, ἀλλὰ καὶ τῆς | |
5 | ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τι καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκα‐ σθήσεταί τι λέγειν εἶναι νόσημα καὶ ξηρὸν καὶ ὑγρόν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν ληρείτω μάταια μηδ’ ἐμπλήκτου τρόπον ἄλλοτ’ ἄλλα φαντα‐ | |
ζέσθω ποτὲ μὲν ἐπαινῶν Στωϊκούς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγματα. | 70 |