TLG 0057 092 :: GALENUS :: In Hippocratis aphorismos commentarii vii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

In Hippocratis aphorismos commentarii vii

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vols. 17.2 and 18.1. Leipzig: Knobloch, 1829 (repr. Hildesheim: Olms, 1965): 17.2:345–887; 18.1:1–195.

Citation: Volume — page — (line)

17b

345

(t1)

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
t2ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑΤΑ.
t4— — —
1
αʹ. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ και‐ ρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ
5καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν.
— — —345 in vol. 17.2

17b

346

Ὅτι μὲν οὖν οὗτος ὁ λόγος, εἴθ’ εἷς ἀφορισμός ἐστιν εἴτε δύο, προοίμιον ὑπάρχει τοῦ παντὸς συγγράμματος ὡμο‐ λόγηται σχεδὸν ἅπασι τοῖς ἐξηγησαμένοις αὐτόν. τί δὲ βου‐ λόμενος ὁ Ἱπποκράτης ἐχρήσατο τοιούτῳ προοιμίῳ τῶν
5ἀπορωτάτων ἐστί. τάχα δ’ ἂν εὕροιμεν αὐτὸ, τὰ κατὰ μέρος ἅπαντα τοῦ λόγου προδιασκεψάμενοι. τὸν μὲν βίον ὅτι τῇ τέχνῃ παραβάλλων ἔφη βραχὺν ἅπασι σχεδὸν τοῖς ἐξηγησαμένοις τὸ βιβλίον πρόδηλον· τὴν τέχνην δ’ αὐτὴν διὰ τοῦτο ὑπολαμβάνω ἡγεῖσθαι μακρὰν, ὅτι τόν τε
10καιρὸν ὀλίγου δεῖν ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν ὀλι‐ γοχρόνιον ἔχει καὶ κατὰ τοῦτο δύσληπτον, ὡς μακρᾶς δεῖ‐ σθαι τριβῆς, τὸν διαγνωσόμενον αὐτήν. ὀργάνοιν τε δυοῖν ὄντοιν ὑφ’ οἷν εὑρίσκεται τὰ κατὰ τὰς τέχνας τὸ μὲν ἕτε‐ ρον, ἡ πεῖρα, σφαλερόν ἐστι, τὸ δ’ ἕτερον, ἡ ἐκ λόγου κρί‐
15σις, οὐκ εὐπετὲς, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν δυκολωτάτων. ὁ μὲν οὖν καιρός ἐστιν ὀξὺς διὰ τὸ τῆς ὕλης ῥευστὸν, ἣν ἡ τέχνη μεταχειρίζεται· εὐμετάβλητον γὰρ ἡμῶν τὸ σῶμα
καὶ ῥᾳδίως ἀλλοιούμενον οὐχ ὑπὸ τῶν ἔξωθεν αἰτίων μόνον,346 in vol. 17.2

17b

347

ἀλλὰ καὶ ἐξ ἑαυτοῦ. σφαλερὰ δὲ ἡ πεῖρα, διὰ τὸ τῆς ὕλης ἀξίωμα, οὐ γὰρ δὴ διὰ τὸ μεταβάλλειν ἑτοίμως, ἐν γὰρ τῷ τοῦ καιροῦ βραχυχρονίῳ περιέχεται τοῦτο. τὴν κρίσιν δὲ, εἰ μὲν, ὡς ἐγώ φημι, τὸν λόγον ἀκούει τις, εὔδηλον δή που
5τὸ χαλεπώτατον αὐτοῦ μέχρι τήμερον ἔτ’ ἀμφισβητούμενον· εἰ δ’, ὡς ἔνιοι τῶν ἐμπειρικῶν ὑπονοοῦσι, τὴν τῶν ἀποβαι‐ νόντων ἐκ πείρας ἐπίκρισιν καὶ οὕτως εὔδηλον τὸ δυσκα‐ τόρθωτον αὐτῆς. ἀλλ’ ὅτι γε δογματικός ἐστιν ὁ γράψας τὸ βιβλίον ἐν ὅλῳ τῷ συγγράμματι δειχθήσεται. τὸ μὲν
10οὖν πρότερον αὐτοῦ μέρος τοῦ προοιμίου, κατὰ τουτὶ τε‐ λευτᾷ· τὸ δὲ δεύτερον οὐχ ὡς ἀποφαινόμενος, ἀλλ’ ὡς συμβουλεύων γράφει. δεῖ δ’ οὐ μόνον ἑαυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν· δυνάμει τοῦτο λέγων, ὡς εἰ μέλ‐
15λεις ἐξετάζειν τε καὶ βασανίζειν τῶν ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένων τὴν ἀλήθειαν, οὐ μόνον αὐτόν σε χρὴ τὸν ἰα‐
τρὸν ἅπαντα πράττειν προσηκόντως, ἀλλ’ καὶ τὸν νοσέοντα347 in vol. 17.2

17b

348

καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ καὶ πρὸς τούτοις ἔτι, τὰ ἔξω‐ θεν, ἀμέμπτως ἔχειν ἅπαντα. γενήσεται τοίνυν ὁ μὲν πρότε‐ ρος λόγος, ἓν τόδε τὸ κεφάλαιον ἔχων, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρά. τὰ γὰρ ἑξῆς ἅπαντα τοῦ μακρὰν εἶναι τὴν
5τέχνην ἀποδείξειν ἔχει. μετὰ δὲ τοῦτον καὶ ὁ δεύτερος οἷον συμβουλὴν ἢ συνθήκην τινὰ πρὸς τοὺς ἀναγνωσομένους τε καὶ κρινοῦντας αὐτοῦ τὸ σύγγραμμα φέρων. τί δή ποτ’ οὖν αὐτῷ βούλεται τὸ προγράψαι ἐν ἀρχῇ τοῦ βιβλίου τὸ, βραχὺν εἶναι τὸν βίον, ὡς πρὸς τὸ τῆς τέχνης μέγεθος; ἐξ
10ἀρχῆς γὰρ ἡμῖν τοῦτο προὔκειτο. ἔνιοι μὲν οὖν βούλον‐ ται προτροπῆς ἕνεκεν τῶν ἀσκησόντων ἀξιολόγως τὴν τέχνην, ἔνιοι δ’ ἀποτροπῆς, ἔνιοι δ’ οἷον ἀποπείρας τινὸς καὶ δια‐ κρίσεως, τῶν τε ἀσκησόντων ἀξιολόγως τὴν τέχνην καὶ τῶν μή. ἔτι δὲ τὴν αἰτίαν ἀποδιδόναι φασὶν αὐτὸν ἐν τῷδε,
15τοῦ δεῖν γράφειν συγγράμματα, τινὲς δὲ τοῦ ἀφοριστικά. τινὲς δὲ οἴονται τοῦ στοχαστικοῦ τῆς τέχνης ἐν τούτῳ τῷ
λόγῳ τὰς αἰτίας αὐτὸν εἰρηκέναι, ἄλλοι δὲ παρ’ ὅσας αἰ‐348 in vol. 17.2

17b

349

τίας, ἀποτυγχάνουσιν οἱ ἰατροί. οὗτοι μὲν οὖν, ἵν’ ἀπὸ τῶν ὑστάτων πρῶτον ἄρξωμαι, παντάπασί μοι δοκοῦσιν οὐ‐ δὲν πρὸς ἔπος ἀποφαίνεσθαι. τί γὰρ ἂν εἴη σοφὸν ἢ τῆς Ἱπποκράτους ἄξιον γνώμης, ἀρχόμενον εὐθὺς τοῦ
5συγγράμματος, ἢ ὅτι στοχαστικὴ τίς ἐστιν ἡ τέχνη διδά‐ σκειν ἢ ὅτι γε τοῦ τέλους ἁμαρτάνομεν, ἤτοι δι’ ἡμᾶς αὐ‐ τοὺς ἢ διὰ τὸ τῆς τέχνης αὐτῆς μέγεθος; ἀλλὰ καὶ τό· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρέοντας καὶ τὰ ἔξωθεν, τοὐναντίον
10ἅπαν ἐνδείκνυται. πρέπει γὰρ ταῦτα πάντα γράφειν τῷ πάντα ἐπαγγελλομένῳ, τὰ κατὰ τὸ βιβλίον ὑπάρχειν ἀληθῆ μᾶλλον ἢ ὅστις ὁμολογεῖ διὰ πολλὰς αἰτίας ἁμαρτάνειν τοῦ τέλους. οὐ γὰρ ἂν εἶπε δεῖ δέ· ἀλλὰ μετὰ τὸ γράψαι, ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ
15πεῖρα σφαλερὰ, ἡ δὲ κρίσις χαλεπὴ, προσέθηκεν ἂν καὶ ὁ ἰατρὸς δὲ καὶ αὐτὸς ἁμαρτάνει καὶ οἱ ὑπηρετοῦντες αὐτοῖς.
οὐ μὴν οὐδ’ ὅσοι φασὶν ἀποτρέπειν αὐτὸν, ἐξ ὧν τὸν μὲν349 in vol. 17.2

17b

350

βίον εἶπε βραχὺν, τὴν δὲ τέχνην μακρὰν, οὐδ’ οὗτοί μοι δοκοῦσι προσηκόντως λέγειν. ἐσχάτης γὰρ ἠλιθιότητος, ἅμα τε γράφειν συγγράμματα καταλείποντα τοῖς μετ’ αὐτὸν ἀν‐ θρώποις ὡς δή τι χρήσιμον, ἅμα τε κατὰ τὴν ἀρχὴν εὐ‐
5θὺς ἀποτρέπειν, οὐκ ἀπὸ τῆς τοῦδε τοῦ συγγράμματος ἀναγνώσεως ἢ μαθήσεως τῶν γεγραμμένων, ἀλλὰ καὶ τῆς ὅλης τέχνης ἣν ἐπαγγέλλεται διδάσκειν. ὅσοι δὲ προτρέπειν φασὶν αὐτὸν ἐπὶ τὸ φιλοπόνως ἀναλαμβάνειν τὴν τέχνην, μὴ γὰρ ἂν ἄλλως αὐτὴν δυνηθῆναι γνωσθῆναι πᾶσαν, ἐν
10βραχεῖ χρόνῳ, μακρὰν οὖσαν, εἰ καὶ ἀληθές τι λέγουσιν, ἀλλ’ οὐκ ἄξιόν γέ μοι δοκοῦσι τὸ προοίμιον ἀποφαίνειν, οὔτε τῆς γνώμης τἀνδρὸς οὔτε τῶν κατὰ βιβλίον εἰρημέ‐ νων, ὥσπερ οὐδ’ οἱ πειραστικὸν εἶναι τῶν προσερχομένων τῇ τέχνῃ τὸν λόγον ὑπειληφότες. ἔστι μὲν γὰρ ἀληθὲς,
15ὥσπερ εἴρηται καὶ Πλάτωνι, τὸ πεῖραν οὕτω μάλιστα γί‐ νεσθαι τῆς προαιρέσεως τῶν ἀναληψομένων ἡντιναοῦν τέχνην, εἰ μεγάλην τε καὶ χαλεπὴν αὐτοῖς εἶναι τὴν διδα‐
σκαλίαν ἐπιδεικνύοιμεν, ἀλλ’ οὔτε διὰ βιβλίου τὸ τοιοῦτον,350 in vol. 17.2

17b

351

ἀλλ’ ἐν ταῖς συνουσίας γίνεται, οὔτε πρέπον μοι δοκεῖ εἶναι ἐν τῷ παρόντι συγγράμματι. χρὴ γὰρ τὸ προοίμιον οἰκεῖον εἶναι τῶν κατὰ τὸ βιβλίον εἰρησομένων, εἰ μὴ ἄρα πρώ‐ τους ἁπάντων ἀναγινώσκεσθαι βούλεται τοὺς ἀφορισμοὺς
5καὶ διὰ τούτου κοινὸν ὅλης τῆς τέχνης ἐν τῷ προοιμίῳ τοῦ συγγράμματος ἐποιήσατο τὸν λόγον ἐνδεικνύμενος διὰ τού‐ του, μὴ πάντων τῶν βουληθέντων εἶναι μάθημα τὴν ἰατρι‐ κὴν μακρὰν οὖσαν τέχνην, ἀλλὰ τῶν καὶ χρόνον ἱκανὸν ἐχόντων ἐν ᾧ μαθήσονται καὶ φύσιν ἐπιτηδείαν. εἰ δ’
10ὅλως πιθανὸν εἶναι δόξειε τὸ κοινὸν ἁπάσης τῆς τέχνης αὐτὸν πεποιῆσθαι τὸ προοίμιον, οὐδ’ ἐκείνους ἄν τις μέμ‐ ψοιτο τοὺς φάσκοντας αἰτίαν ἀποδίδοσθαι τοῦ συγγράφειν. ἐποιήσατο δὲ ἐν τῷ κατ’ ἰητρεῖον ἁπασῶν τῶν ἀναγνώσεων προοίμιον κοινὸν, ὡς ἐν τῇ κατ’ ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει
15δείκνυται. ὅσοι τοίνυν ἢ τοῦ τρόπου τῆς διδασκαλίας ἢ ὅλως τῆς χρείας τῶν συγγραμμάτων αἰτίαν ἀποδίδοσθαι κατὰ τὸ προοίμιόν φασιν, οὗτοί μοι δοκοῦσιν ἄμεινόν τι
τῶν ἄλλων γινώσκειν. τό τε γὰρ ἀφοριστικὸν εἶδος τῆς δι‐351 in vol. 17.2

17b

352

δασκαλίας, ὅπερ ἐστὶ τὸ διὰ βραχυτάτων ἅπαντα τὰ τοῦ πράγματος ἰδία περιορίζειν, χρησιμώτατον τῷ βουλομένῳ μακρὰν τέχνην διδάξαι ἐν χρόνῳ βραχεῖ· τό τε ὅλως διὰ τοῦτο συγγράφειν, ὅτι ὁ βίος βραχύς ἐστιν, ὡς πρὸς τὸ
5τῆς τέχνης μέγεθος εὐλογώτατον. οὐδεὶς γὰρ ἡμῶν ἱκανός ἐστι συστήσασθαί τε ἅμα καὶ τελειῶσαι τὴν τέχνην, ἀλλ’ ἀγαπητὸν εἰ πολλοῖς ἔτεσι τὰ τῶν ἔμπροσθεν οἱ μετέπειτα παραλαμβάνοντες καί τι προστιθέντες αὐτοὶ συντελέσαιμέν ποτε αὐτήν. ἤτοι γὰρ διὰ θάτερον τούτων ἢ δι’ ἄμφω
10δοκεῖ μοι τοιούτῳ τινὶ κεχρῆσθαι τῷ προοιμίῳ, ὡς εἰ καὶ οὕτως ἔγραψεν· ἐπειδὴ τὸ τῆς τέχνης μέγεθος ὑπὲρ τὸν βίον ἐστὶ τὸν ἀνθρώπειον ὡς ἀδύνατον εἶναι, κἂν πάνυ τις εἴη φιλόπονος, ἄρξασθαί τε ἅμα καὶ τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφικέσθαι. διὰ τοῦτ’ ἄριστόν ἐστιν, ὅσα τις ἔγνω
15τοῖς μετέπειτα καταλιπεῖν ἐν συγγράμμασιν, ἀκριβῶς τε ἅμα καὶ ταχέως καὶ σαφῶς ἅπασαν τὴν τῶν διδασκομένων πρα‐ γμάτων φύσιν ἑρμηνεύοντα. τοῦ μέντοι τὴν τέχνην εἶναι μακρὰν
ἀπόδειξίς ἐστι τὰ ἐπιφερόμενα ταῦτα, ὁ δὲ καιρὸς ὀξὺς, ἡ352 in vol. 17.2

17b

353

δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. ὡς εἰ καὶ οὕτως ἔλεγεν, ὁ βίος βραχὺς, ἡ δὲ τεχνὴ μακρὰ, ὅτι ὁ καιρὸς καὶ ἡ πεῖρα σφαλερὴ καὶ ἡ κρίσις χαλεπή. διὰ τοῦτο γὰρ καὶ ἡ τέχνη μακρὰ, διότι καὶ ὁ τῶν πραττομένων καιρὸς
5ἐν αὐτῇ ὀξύτατός ἐστι, τουτέστι στενότατός τε καὶ ὀλιγο‐ χρονιώτατος καὶ πρὸς τούτοις τῶν ὀργάνων τῶν εὑρισκόν‐ των τὰ βοηθήματα δυοῖν ὄντοιν, λόγου καὶ πείρας, ἐπισφα‐ λὴς μὲν ἡ πεῖρα, χαλεπὸς δ’ ὁ λόγος, τουτέστιν οὐ ῥᾴδιον δυνάμενος γνωσθῆναι θατέρῳ. ὅτι δ’ ἀληθές ἐστιν ἕκαστον
10τῶν εἰρημένων, οὐ χαλεπὸν ἐπιδεῖξαι διὰ βραχέων. ὁ μὲν γὰρ καιρὸς ὀξὺς διὰ τὴν τῆς τέχνης ὕλην, λέγω δὲ τὸ σῶ‐ μα ῥέον ἀεὶ καὶ μεταβαλλόμενον ἐν ἀκαριαίῳ χρόνῳ. ἐπι‐ σφαλὴς δὲ ἡ πεῖρα καὶ αὐτὴ διὰ τὴν ὕλην. οὐ γὰρ πλίν‐ θοι καὶ πηλὸς καὶ ξύλα καὶ λίθοι καὶ κέραμος καὶ σκύτη,
15καθάπερ ἄλλων τεχνῶν ἡ ὕλη τῆς ἰατρικῆς ἐστὶν, ἐν οἷς ἄλυπον τὸ πειρᾶσθαι πολυειδῶς καὶ γυμνάζεσθαι παρὰ τὴν ὕλην ἀσκοῦντα καὶ μελετῶντα τὰ θεωρήματα, καθάπερ ἐν
ξύλοις μὲν οἱ τέκτονες, ἐν δέρμασι δ’ οἱ σκυτοτόμοι. ξύλα353 in vol. 17.2

17b

354

μὲν γὰρ καὶ σκῦτος διαφθεῖραι κακῶς μεταχειριζόμενον οὐ‐ δεὶς κίνδυνος· ἐπ’ ἀνθρωπείου δὲ σώματος πειρᾶσθαι τῶν ἀπειράστων οὐκ ἀσφαλὲς, εἰς ὄλεθρον ὅλου τοῦ ζώου τῆς κακῆς πείρας τελευτώσης. καὶ μὴν καὶ ἡ κρίσις, ὁ λόγος δ’
5ἂν ἡ κρίσις εἴη, τῷ κρίνεσθαι παρ’ αὐτοῦ τὰ ποιη‐ τέα, χαλεπὸς καὶ δυσθήρατός ἐστιν ὅ γε ἀληθὴς, ὡς δηλοῖ καὶ τὸ πλῆθος τῶν κατὰ τὴν ἰατρικὴν τέχνην αἱρέσεων. οὐ γὰρ ἂν εἴπερ οἷόν τ’ ἦν ῥᾳδίως εὑρεθῆναι τὸ ἀληθὲς, εἰς τοσοῦτον ἧκον ἀντιλογίας ἀλλήλοις οἱ ζητήσαντες αὐτὸ,
10τοιοῦτοί τε καὶ τοσοῦτοι γενόμενοι. τοῖς δ’ ἐμπειρικοῖς οὐχ ὁ λόγος εἰρῆσθαι δοκεῖ κρίσις, ἀλλ’ ἡ τῶν διὰ τῆς πείρας εὑρισκομένων βοηθημάτων ἐπίκρισις. ὄντως γὰρ καὶ τοῦτο χαλεπὸν καὶ δυσθήρατον, ὅταν πολλῶν ἰαμάτων τῷ κάμνοντι γεγενημένων ἕν τι ἐξ αὐτῶν αἰτιᾶται τῆς ὠφε‐
15λείας ἢ βλάβης. εἰ γὰρ οὕτως ἔτυχε κοιμηθέντος καλῶς αὐτοῦ καὶ καταιωνηθέντος ἐφεξῆς καὶ καταπλασθέντος ἐπὶ τούτῳ, κἄπειτα κλυσθέντος ἢ αὐτομάτως τῆς γαστρὸς ἐν‐
δούσης, εἶτα καὶ τραφέντος τοιάσδε τινὰς τροφὰς, κἀπὶ354 in vol. 17.2

17b

355

τούτοις ἅπασιν ὠφεληθέντος ἢ βλαβέντος οὐ ῥᾴδιον εἰπεῖν διὰ τί τῶν γεγενημένων συνέβη τὸν ἄῤῥωστον ὠφε‐ ληθῆναι ἢ βλαβῆναι. διὰ ταῦτ’ οὖν ἅπαντα ἡ κρίσις χα‐ λεπή. συγκεφαλαιωσόμεθα γοῦν ἤδη τὸν λόγον. ἡ μὲν
5τέχνη μακρὰ γίνεται, ἑνὸς ἀνθρώπου παραμετρουμένη βίῳ. χρήσιμον δὲ τὸ καταλιπεῖν συγγράμματα καὶ μάλιστα τὰ σύντομά τε καὶ ἀφοριστικά· εἴς τε γὰρ αὐτὴν τὴν πρώτην μάθησιν καὶ εἰς τὴν ὧν ἔμαθέ τις ὠφεληθῆναι μνήμην καὶ εἰς τὴν ὧν ἐπελάθετό τις μετὰ ταῦτα ἀνάμνησιν ὁ τοιοῦ‐
10τος τρόπος τῆς διδασκαλίας ἐπιτήδειος. ὁμολογεῖ δὲ τού‐ τοις καὶ τὸ ἐπιφερόμενον. ὡς γὰρ ὑπὲρ τοῦ συγγράμματος αὐτοῦ καὶ τῶν κατ’ αὐτὸ λεχθησομένων προοιμίου γεγονότος εἰκότως ἐπιφέρων ἐρεῖ· δεῖ δ’ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρ‐
15έοντας καὶ τὰ ἔξωθεν. εἰ μέλλοι τις κρῖναι, φησὶ, ποτὲ τὰ κατὰ τὸ βιβλίον εἰς ὅσον ἀληθείας ἥκει, οὐ μόνον
ἑαυτὸν παρεκτέον ἐστὶ, τὰ δέοντα ποιέοντα καὶ μηδὲν τῶν355 in vol. 17.2

17b

356

χρησίμων τῷ νοσοῦντι παραλείποντα, ἀλλὰ καὶ αὐτὸν ἐκεῖ‐ νον εὐπειθῆ τε ἅμα καὶ μηδὲν ἰδίᾳ χαριζόμενον ἡδονῇ πε‐ φυκέναι, καὶ μέντοι καὶ τοὺς ὑπηρετοῦντας ἐπιτηδείους καὶ δὴ καὶ τὰ ἔξωθεν ἅπαντα συμπαρεσκευασμένα. καὶ γὰρ δι’
5ἐκεῖνα πολλάκις ἤτοι τὴν πρόγνωσιν ἢ τὴν θεραπείαν ἢ ἄμφω συνέβη διακοπῆναι, τὰ δ’ ἔξωθέν ἐστι, τά τε κατὰ τὰς οἰκήσεις ἐπιτηδείους οὔσας ἢ καὶ ἐνοχλουμένας ἢ οὐκ ἐνοχλουμένας, καὶ ἔτι τὰ προσαγγελλόμενα καὶ πραττόμενα θυμὸν ἢ λύπην, ἤ τι τοιοῦτον ἕτερον ἐργαζόμενα τῷ νο‐
10σοῦντι καὶ προσέτι τὰ νύκτωρ αὐτῷ τὸν ὕπνον διακόπτον‐ τα μυρία ἐπὶ μυρίοις ὄντα. εἰ οὖν, φησὶν, ἅπαντα ταῦτα καλῶς καὶ ἀμέμπτως ἔχει τῶν κατὰ τοῦτο τὸ βιβλίον αὐτῷ γεγραμμένων, οὐδὲν εὑρεθήσεται ψεῦδος.
— — —
15
βʹ. Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν
αὐτομάτως γινομένοισιν ἢν μὲν οἷα δεῖ καθαίρεσθαι κα‐356 in vol. 17.2

17b

357

θαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὲ καὶ ἡ κενεαγγείη ἢν μὲν οἵην δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν, ἢν δὲ μὴ τοὐναντίον. ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην καὶ
5 ὥρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ.
— — —
Οὐ περὶ ποσότητος αὐτῷ τῶν κενουμένων ἐστὶν ὁ λό‐ γος, ὥς τινες ᾠήθησαν, ἀλλὰ περὶ τῆς ποιότητος μό‐ νης, ὡς δηλοῖ σαφῶς ἑκάτερον τῶν ὀνομάτων, τό τε οἷα καὶ
10τὸ οἵη. ἐπὶ μὲν γὰρ τῶν αὐτομάτως γινομένων κενώσεων προσεῖπεν ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμ‐ φέρει τε καὶ εὐφόρως φέρουσιν· ἐπὶ δὲ τῶν ὑπὸ τοῦ ἰα‐ τροῦ, ἢν μὲν οἷα δεῖ γίγνεσθαι, γίγνηται. καίτοι δυνάμενος εἰπεῖν, ἢν μὲν ὅσα δεῖ καθαίρεσθαι καθαίρηται, καὶ πάλιν
15εἰ ἢν μὲν ὅσα δεῖ γίγνεσθαι γίγνηται. δηλοῦται δὲ τοῦτο καὶ διὰ τοῦ καθαίρεσθαι ῥήματος. οὐ γὰρ ἁπλῶς εἶπεν
ἢν μὲν οἷα δεῖ κενοῦσθαι, ἀλλὰ ἢν μὲν οἷα δεῖ καθαίρε‐357 in vol. 17.2

17b

358

σθαι ἔφη. καθάρσις δέ ἐστιν ἡ τῶν λυπούντων κατὰ ποιό‐ τητα κένωσις. ἔν γε δὴ τούτοις ἁμαρτάνουσιν οἱ πλεῖστοι τῶν ἐξηγητῶν, οὐ συνιέντες οὔτε τῶν φωνῶν οὔτε τῆς γνώ‐ μης τἀνδρός. ἔτι δὲ μᾶλλον ἐπειδὰν τὸ τῆς κενεαγγείας
5ὄνομα τινὲς μὲν ἐπὶ τῆς ἀσιτίας, τινὲς δὲ ἐπὶ τῆς φλεβοτο‐ μίας ἀκούωσιν. ὁ γὰρ Ἱπποκράτης ἅπασαν κένωσιν ὀνομά‐ ζει κενεαγγείαν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κενὰ τὰ ἀγ‐ γεῖα συμβαίνει γίνεσθαι κατὰ πάσας τὰς κενώσεις. ὁ μὲν δὴ λόγος αὐτῷ νῦν ἐστι περὶ ποιότητος τῶν κενουμένων.
10ὥσπερ δὲ παρακελεύεται διὰ παντὸς ὅσα καλῶς ὑπὸ τῆς φύσεως γίγνεται ταῦτα μιμεῖσθαι τὸν ἰατρὸν, οὕτω καὶ νῦν ἐποίησε τῶν περὶ τῶν αὐτομάτων κενώσεων προτάξας λόγον, ἐν αἷς ὅταν μὲν οἷα δεῖ κενῶνται, τουτέστι τὰ λυ‐ ποῦντα ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν. εἰ δὲ ἄλλων
15τινῶν ἡ κένωσις γένηται καὶ μὴ τῶν λυπούντων, τὸ ἐναν‐ τίον οὔτε συμφέρει καὶ δυσφοροῦσιν οἱ κάμνοντες. οὕτως οὖν εἰ καὶ ὑπὸ τοῦ ἰατροῦ κένωσίς τις ἐπιτηδεύοιτο, τῶν
λυπούντων αὕτη γιγνέσθω, καθάπερ καὶ ἐν ἄλλοις παρακε‐358 in vol. 17.2

17b

359

λεύεται τὸν λυποῦντα συμβουλεύων κενοῦν χυμὸν καὶ μὴ ἄλ‐ λον τινὰ πρὸ αὐτοῦ. φλέγματος μὲν οὖν πλεονάζοντος τοῦτο κενωτέον ἂν εἴη παντὶ τρόπῳ. χολῆς δὲ ξανθῆς εἴτε με‐ λαίνης ἐνοχλούσης ἀφεκτέον μὲν τοῦ φλέγματος, τὴν λυποῦ‐
5σαν δὲ χολὴν κενωτέον. οὕτω δὲ κᾂν αἱματικὸν ᾖ τὸ πλεονάζον, αἵματος τὸ ποιητέον τὴν κένωσιν καὶ δὴ καὶ εἰ ὀῤῥὸς αἵματος ἐκείνου. τεκμαίρεσθαι δὲ δεῖ τὸν πλεονά‐ ζοντα χυμὸν τῇ χρόᾳ, πλὴν εἴ τινες ὑποχωρήσαιεν εἰς τὸ βάθος τοῦ σώματος. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐοικὸς
10ἀνθέων ὁκόσων μὴ ἄμπωτίς ἐστιν. ἐπὶ τούτων οὖν μάλι‐ στα τῶν ὑπονοστησάντων καὶ μὴ κεχυμένων ὁμαλῶς εἰς ὅλον τὸ σῶμα, προσεπιβλέπειν δεῖ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νούσους ἐν ᾗσι δεῖ ἢ οὔ· τουτέστιν ἐν αἷς προσῆκεν ἢ μὴ τοιοῦδέ τινος ἢ τοιοῦδε χυμοῦ ποιεῖσθαι τὴν κένωσιν. ἔχει
15μὲν γὰρ καὶ αὐτὸς ἕκαστος τῶν πλεοναζόντων ἐν τῷ σώματι χυμῶν ἴδια γνωρίσματα, περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐροῦμεν, οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν τελείαν διάγνωσιν ἐπι‐
βλέπειν χρὴ καὶ τὴν ἐνεστῶσαν ὥραν τοῦ ἔτους καὶ τὸ χω‐359 in vol. 17.2

17b

360

ρίον ἐν ᾧ νοσοῦσιν οἱ κάμνοντες καὶ τὴν ἡλικίαν αὐτῶν καὶ τὴν ἰδέαν τῆς νόσου. ἔστω γὰρ, εἰ οὕτως ἔτυχε, χολῆς ξανθῆς ἐν τῷ σώματι πλεονεκτούσης γνωρίσματα, συνεπι‐ βλέπειν αὐτῇ δεήσει καὶ εἰ ὥρα θερινὴ καὶ εἰ τὸ χωρίον
5θερμὸν καὶ εἰ ὁ κάμνων ἀκμάζων. οὕτω δὲ καὶ ἐπὶ τοῦ φλέγματος, εἰ χειμὼν εἴη, εἰ τὸ χωρίον ψυχρὸν, εἰ πρεσβύ‐ της ὁ ἄνθρωπος· ἀλλὰ καὶ πρὸς τούτοις ἅπασιν, αὐτὸ τὸ εἶδος τῆς νόσου ἐπιβλεπτέον, οἷον ὅτι τριταῖος μὲν, εἰ οὕ‐ τως ἔτυχεν, ὑπὸ τῆς ξανθῆς χολῆς ἐπικρατούσης γίνεται,
10τεταρταῖος δ’ ὑπὸ τῆς μελαίνης, ἀμφημερινὸς δὲ ὑπὸ τοῦ φλέγματος, καὶ καρκίνος μὲν ὑπὸ τῆς μελαίνης χολῆς, ἐρυσίπελας δὲ ὑπὸ τῆς ξανθῆς, τῶν τ’ ἄλλων νοση‐ μάτων ὡσαύτως ἕκαστον. ἐὰν γὰρ ταῦτα πάντα διορισώ‐ μεθα, βεβαιότερον ἐπὶ τὴν τοῦ λυποῦντος χυμοῦ κένωσιν
15ἀφιξόμεθα. πάντων οὖν ἀτοπώτατοι τῶν ἐξηγητῶν εἰσιν οἱ νομίζοντες τὸν λόγον αὐτῷ ὑπὲρ ἀσιτίας γίνεσθαι μόνης τῆς ἐν τοῖς πυρετοῖς. οὔτε γὰρ αὐτὸς ὠνόμασε πυρετοὺς ὅ
τε λόγος ἐπὶ πάντων ἐστὶ καθόλου τῶν παρὰ φύσιν, ἐκδιδά‐360 in vol. 17.2

17b

361

σκων ἡμῶν σκοποὺς, οἷς προσέχοντας εὑρίσκειν προσήκει τὸ ποιὸν τῆς κενώσεως, οὐ τὸ ποσόν. ὁ γὰρ ἐφεξῆς ἀφορι‐ σμὸς ὑπὲρ τοῦ ποσοῦ διαλέγεται. κατὰ τίνα δὲ καιρὸν τοῦ νοσήματος ἐπιχειρεῖν δεῖ τῇ κενώσει καὶ τίνι τρόπῳ
5ποιητέον αὐτὴν ἐν ἄλλοις ἀφορισμοῖς ἑξῆς ἐρεῖ. ὅθεν οὐδ’ ἐμοὶ νῦν ἀναγκαῖόν ἐστι λέγειν περὶ αὐτῶν. οὕτω γὰρ ἂν οὐδὲν μὲν εἴην σοφώτερος διδάσκων, εἰς μῆκος δὲ λόγων οὐκ ἀναγκαῖον ἐκτείνων τὰ ὑπομνήματα.
— — —
10
γʹ. Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν. οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδὲ ἀτρεμέειν. ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδέ τι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται οὖν ἐπὶ
15τὸ χεῖρον. τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέ‐ ρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λάβῃ τὸ
σῶμα. μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφα‐361 in vol. 17.2

17b

362

λερὸν γὰρ, ἀλλ’ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομέ‐ νειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσεις αἱ ἐς τὸ ἔσχατον ἄγουσαι σφαλεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί.
5
— — —
Τὸν μὲν πρὸ τούτου λόγον αὐτῷ περὶ ποιότητος εἶναι ἐδείξαμεν τῶν κενουμένων. ἐν τούτῳ δὲ καὶ τοῖς ἐφεξῆς περὶ ποσότητος βούλεται διδάσκειν καὶ ἄρχεταί γε παρὰ τῆς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως ἐν τῷδε τῷ νῦν ἡμῖν
10προκειμένῳ ἀφορισμῷ, ὁμοίως τῷ πρόσθεν ὑποθέμενός τι παράδειγμα καὶ πρὸς τοῦτο κατευθύνων τὸν λόγον, ὥσπερ ἔθος αὐτῷ. τὸ παράδειγμα δὲ αὐτῷ ἐστιν ἡ γυμναστικὴ εὐεξία. γυμναστικὴν δὲ εὐεξίαν ὀνομάζει τὴν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, κατὰ τὸν βίον ἅπαντα διατριβὴν
15ἐν γυμνασίοις, τοῦ καταβάλλειν ἑτέρους ἕνεκα, κα‐ θάπερ οἱ ἀθληταί. ἡ μὲν γὰρ ἁπλῶς εὐεξία λεγομένη ἣν
καὶ τῶν ἀγροίκων ἔχουσι πολλοὶ, σκάπτοντες καὶ θερίζοντες362 in vol. 17.2

17b

363

καὶ ἄλλα ὅσα κατὰ τὸν βίον διαπονούμενοι οὐχ ἥκει μέχρι πληρώσεως ἀμέτρου. τῆς δὲ τῶν ἀθλητῶν εὐεξίας οὐ μι‐ κρὸν τοῦτό ἐστιν ἔγκλημα τὸ περιβάλλεσθαι πειρᾶσθαι μέ‐ γεθος ὄγκου κατὰ τὸ σῶμα καὶ δηλονότι καὶ πλῆθος χυμῶν.
5παρασκευαὶ γὰρ αὗται τῆς τοῦ παντός εἰσι σώματος θρέ‐ ψεως καὶ οὐχ οἷά τε χωρὶς αὐτῶν ἑτοίμως παρεσκευασμέ‐ νων εἰς ὄγκον ἀρθῆναι τοῦ δέοντος μείζονα τὰ σώματα, διὸ καὶ σφαλερὰν ἀναγκαῖον εἶναι τὴν τοιαύτην διάθεσιν. ὅταν γὰρ ὑπερπληρωθῇ τὰ ἀγγεῖα ποτῶν ἢ σιτίων, τοῦ
10διαῤῥαγῆναι κίνδυνος αὐτοῖς ἢ καταπνιγῆναι ἢ καὶ σβεσθῆ‐ ναι τὸ ἔμφυτον αὐτὸ θερμὸν, καθάπερ καὶ ἀπώλοντό τινες ἐξαιφνίδιον ἤδη τῶν εἰς ἄκραν πλήρωσιν ἀφικομένων ἀθλη‐ τῶν. ἡ δ’ εἰς τὰ κατὰ φύσιν ἔργα χρήσιμος εὐεξία τοιοῦ‐ τον οὐδένα κίνδυνον ἐφεδρεύοντα κέκτηται, τὸ μηδ’ εἰς
15ἄκρον ἥκειν ποτὲ τῆς πληρώσεως, ὅθεν οὐδὲ λύειν αὐτὴν προσήκει, καθάπερ τὴν τῶν ἀθλητῶν, ὅταν εἰς ἄκρον ἥκῃ.
ταύτην γὰρ χρὴ λύειν μὴ βραδέως, ἀλλὰ φθάνειν δηλονότι363 in vol. 17.2

17b

364

τὸν κίνδυνον. τὴν αἰτίαν δὲ αὐτὸς τοῦ χρῆναι λύειν αὐτὴν τοιαύτην ἔγραψεν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ οὐδ’ ἀτρεμέειν εἰπών· ἀεὶ γὰρ τῆς φύσεως τὴν πέψιν καὶ τὴν ἀνάδοσιν καὶ τὴν ἐξαιμάτωσιν καὶ τὴν πρόσθεσιν καὶ
5τὴν πρόσφυσιν καὶ τὴν ἐξομοίωσιν ἐργαζομένης, ὅταν μήτε προσθεῖναί τι τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐγχωρεῖ μήθ’ αἱ φλέβες ἔτι χώραν ἔχωσιν ὑποδέχεσθαι τὴν ἀναδι‐ δομένην τροφὴν, ἀνάγκη κίνδυνον καταλαβεῖν ἢ ῥήξεως ἀγ‐ γείου τινὸς ἢ ἐξαιφνιδίου θανάτου. ἵνα οὖν ἔχῃ χώραν αὖ‐
10θις ἀνατρέφεσθαι τὸ σῶμα, λύειν χρὴ μὴ βραδέως τὴν εὐεξίαν. ἡ λύσις δ’ αὐτῆς κένωσίς ἐστι δηλονότι καὶ χρὴ ταύτην οὐδ’ αὐτὴν ἀμέτρως ποιεῖσθαι. καὶ γὰρ καὶ τοῦτο σφαλερὸν, οὐχ ἧττον ἀμέτρου πληρώσεως. σκοπὸς δὲ τοῦ ποσοῦ τῆς κενώσεως οὐ τὸ πλεονάζον μόνον, ἀλλὰ καὶ ἡ
15φύσις ἂν εἴη, τουτέστιν ἡ δύναμις τοῦ κενουμένου ἀνθρώπου. ἄλλοι γὰρ ἄλλως εἰώθασι φέρειν μᾶλλον τὰς κενώσεις. ταῦτα μὲν οὖν αὐτῷ περὶ τῆς ἀθλητικῆς εὐεξίας εἴρηται καὶ αὐ‐
τὰ μὲν καθ’ ἑαυτὰ χρήσιμα τοῖς βουλομένοις τὴν ἐπιτή‐364 in vol. 17.2

17b

365

δευσιν ἐκείνην μετέρχεσθαι καὶ τοῖς ἰατροῖς δὲ ὡς παράδειγμα τοῦ λόγου τοῦ μέλλοντος λεχθήσεσθαι. φησὶ γὰρ, ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ καὶ πάλιν αἱ ἀναλήψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, τοιοῦτόν
5τι βουλόμενος ἐνδείξασθαι καθ’ ὅλον τὸν λόγον, ὡς ὅτι οὔτε κενοῦν οὔτε πληροῦν ὑπερβαλλόντως προσήκει. μάθοιμεν δ’ ἂν τοῦτο μάλιστα παρὰ τῆς ἀθλητικῆς εὐεξίας, ἧς καί‐ τοι τἄλλα κεκτημένης οὐ μεμπτά. καὶ γὰρ καὶ εὔχυμοι καὶ ἰσχυροὶ ταῖς δυνάμεσίν εἰσιν οἱ γυμναστικοὶ, ὅμως τοῦτό
10γε αὐτὸ μέγιστόν ἐστιν αὐτοῖς κακὸν, τὸ εἰς ἄκρον ἥκειν πληρώσεως. διὸ καὶ λύεσθαι δεῖται συντόμως, ὥσπερ αὖ πάλιν οὐδ’ εἰς ἔσχατον ἄγειν χρὴ κενώσεως τοὺς τοιούτους· οὕτως οὐδὲ τοὺς ἄλλης δεομένους ἡστινοσοῦν κενώσεως ὑπερκενοῦν προσήκει. καθόλου γὰρ εἰπεῖν ἐν πάσῃ κενώ‐
15σει στοχάζεσθαι προσήκει τῆς δυνάμεως καὶ μέχρις ἂν ἀντέχῃ καὶ μὴ κάμνῃ, πειρᾶσθαι τὸ περιττὸν ἀπάγειν,
καταλυομένης δὲ, κἂν ἔτι λείπηταί τι τῶν περιττῶν, φυλάτ‐365 in vol. 17.2

17b

366

τεσθαι χρὴ τὴν κένωσιν. τὸ δὲ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραὶ, εἰ μὲν ἀνταποδώσειν μέλλοι τις τῷ παραδείγματι τὸν λόγον, ὡς μὴ γενέσθαι κο‐ λοβὸν, ἐπὶ τῆς ἐσχάτης πληρώσεως εἰρῆσθαι δόξει, παραι‐
5νοῦντος αὐτὴν φυλάττεσθαι καὶ μὴ μέχρι τοσοῦτον τὰς ἀνα‐ θρέψεις ποιεῖσθαι τῶν σωμάτων, μέχρις ἂν εἰς τὸ ἔσχατον ἀφίξωνται τῆς πληρώσεως. εἰ δὲ τῷ τῆς λέξεως σχήματι προσέχοις τὸν νοῦν, ὥσπερ ἔνιοι τῶν ἐξηγησαμένων τὸ βι‐ βλίον περὶ τοῦ αὐτοῦ πράγματος, δὶς αὐτὸν ἐπινοήσειε λέγειν
10ἑτέρως καὶ ἑτέρως. ὅταν μὲν οὖν εἴπῃ, ὡσαύτως καὶ αἱ κενώσιες αἱ εἰς τὸ ἔσχατον ἄγουσαι σφαλεραὶ, κατ’ αὐτὸ τοῦτο μόνον φεύγειν κελεύοντα τὰς ἀμέτρους κενώσεις, ὅτι καὶ αἱ ἀναθρέψεις αἱ ἀπ’ αὐτῶν οὐκ ἀσφαλεῖς εἰ‐ σιν, ὡς ἂν ἀσθενοῦς γεγενημένης τῆς φύσεως καὶ μήτε πέ‐
15πτειν ἱκανῶς μήτ’ ἀναδιδόναι μήτ’ ἐξομοιοῦν δυναμένης, παραλελείψεται δὴ φανερῶς, ἐὰν οὕτω τις δέξηται, θάτε‐
ρον αὐτῷ μέρος τῆς διδασκαλίας, τὸ περὶ τῆς ἄκρας πλη‐366 in vol. 17.2

17b

367

ρώσεως, καὶ μάτην ἔσται τῆς γυμναστικῆς εὐεξίας μεμνημέ‐ νος. καὶ μὲν δὴ καὶ αὐτὸ τοῦτο τὸ προκείμενον ὄνομα κατὰ τὴν λέξιν, τὸ πάλιν, ἐνδείκνυσθαί μοι δοκεῖ τὴν εἰρη‐ μένην γνώμην, εἰπόντος αὐτοῦ καὶ πάλιν αἱ ἀναθρέψιες αἱ
5ἐν τῷ ἐσχάτῳ ἐοῦσαι σφαλεραί. ὥσπερ γὰρ ὑπὲρ ἄλλου πράγματος τὸν λόγον ποιούμενος οὕτως ἐμνημόνευσε τὸ καὶ πάλιν.
— — —
δʹ.
10Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλε‐ ραί. καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται χαλεπαί. καὶ γὰρ αἱ πληρώσιες αἱ ἐς τὸ ἔσχατον ἀφιγμέναι χαλεπαί.
15
— — —
Ἐν τῷ πρόσθεν ἀφορισμῷ περὶ πάσης καθόλου δια‐ λεχθεὶς ἀμέτρου πληρώσεώς τε καὶ κενώσεως, ἐν τούτῳ
περὶ τῆς τῶν νοσούντων διαίτης διεξέρχεται, κελεύων ἡμᾶς367 in vol. 17.2

17b

368

ἐν μὲν τοῖς μακροῖς ἀεὶ πάθεσι φυλάττεσθαι τὰς λεπτὰς διαίτας, ἐν δὲ τοῖς ὀξέσιν οὐκ ἀεί. φαίνεται γὰρ τὰ πλεῖ‐ στα τούτων λεπτῆς διαίτης δεόμενα, ἔνια δὲ αὐτῶν καὶ τῆς ἐσχάτης λεπτῆς. εἴη δ’ ἂν ἐσχάτως μὲν λεπτὴ δίαιτα
5ἡ δι’ ἀσιτίας μόνης ἢ μελικράτου μέχρι κρίσεως προϊοῦσα. λεπτὴ δὲ δι’ ὀλίγων ἐδεσμάτων ἢ δι’ ὀλιγοτρόφων, οἷόν περ καὶ ὁ τῆς πτισάνης ἐστὶ χυλός. ὅρος δ’ αὐτῆς ἡ τῆς δυ‐ νάμεώς ἐστι καθαίρεσις, ἧσπερ ἕνεκα καὶ τρέφομεν. ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ἀεὶ χρὴ τὴν ῥώμην τῆς δυνάμεως
10φυλάττειν ἢ παραύξειν ταῖς τροφαῖς, οὐ καθαιρεῖν. καὶ εἴη ἂν ἡ μὲν παραύξουσα τροφὴ ἁδρὰ, ἡ δὲ φυλάττουσα σύμμετρος, ἡ δὲ καθαιροῦσα λεπτή. ταύτην μὲν οὖν φεύ‐ γειν χρὴ ἀεί. τῶν δ’ ἄλλων ὁποτέρας ἂν δέηται τὰ πα‐ ρόντα, χρῆσθαι ταύτῃ. ἐπὶ δὲ τῶν νοσούντων σπάνιον μὲν
15ἐνίοτε τὴν δύναμιν ἰσχυροτέραν ἧς παρελάβομεν ἐργάζεσθαι, σπεύδομεν δὲ ὡς τὰ πολλὰ, φυλάττειν μὲν ἐν τοῖς χρονίοις μετρίως δὲ καθαιρουμένην διασώζειν ἐν τοῖς ὀξέσιν. εἰ γὰρ
ἤτοι φυλάττειν αὐτὴν οἵαν παρελάβομεν ἐν τούτοις ἢ προσ‐368 in vol. 17.2

17b

369

αύξειν ἀεὶ σπεύδομεν, αὐξήσομεν τὴν νόσον. τίνα δ’ ἐστὶν ὀξέα νοσήματα, τὰ δεόμενα τῆς ἐσχάτως λεπτοτάτης διαί‐ της καὶ τίνα λεπτοτάτης μὲν, οὐ μὴν ἐσχάτως, καὶ τίνα τὰ λεπτῆς, ἐπὶ πλέον μὲν ἐν τῷ περὶ διαίτης ὀξέων, ὃ καὶ περὶ
5πτισάνης ἐπιγράφουσί τινες, ὁ Ἱπποκράτης ἐδίδαξε· καὶ ἡμεῖς δὲ ἐν ταῖς εἰς ἐκεῖνο τὸ βιβλίον ἐξηγήσεσι τὸν ἅπαντα λόγον ἐξειργασάμεθα. νυνὶ δὲ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐφ’ ὧν μὲν ἂν νοσημάτων ἡ ἀκμὴ καὶ ἡ κρίσις ἐν τῇ πρώτῃ μέλλῃ γενέσθαι τετράδι, τῆς δυνάμεως ἰσχυρᾶς
10ὑπαρχούσης ἐπὶ ἀσιτίας παντελοῦς τούτους φυλάξομεν, ὅπερ ἐστὶν ἐσχάτως λεπτοτάτης διαίτης. ἐφ’ ὧν δὲ μὴ ἐξώτερον τῆς πρώτης ἑβδομάδος, ἰσχυρᾶς οὔσης τῆς δυνάμεως, ἀρ‐ κέσει μελικράτῳ μόνῳ χρήσασθαι. λεπτοτάτη δ’ ἂν εἴη καὶ αὕτη μόνη δίαιτα, οὐ μὴν ἐσχάτως γε· μὴ θαῤῥοῦντες
15δὲ τῇ δυνάμει, πτισάνης χυλῷ χρησόμεθα, λεπτὴ δ’ ἂν εἰκότως ἡ τοιαύτη δίαιτα καλοῖτο, καθάπερ ἡ διὰ τῆς κρι‐
θώδους πτισάνης. οὐκέτι μὲν ἀκριβῶς λεπτὴ πλὴν εἰ μὴ369 in vol. 17.2

17b

370

παντελῶς ὀλίγη λαμβάνοιτο, οὐ μὴν ἤδη γε καὶ ἁδρὰ, ὥσπερ ἡ διὰ ὠῶν καὶ χόνδρου καὶ ἰχθύων καὶ ὅσα τοιαῦτα. τὸ τοίνυν οὗ μὴ ἐπιδέχεται, προσκείμενον ἐν τῷ περὶ τῶν ὀξέων λόγῳ, διὰ τὰ κατοξέα λέγεται, περὶ τούτων γὰρ αὐ‐
5τὸς ἐρεῖ. ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.
— — —
εʹ.
10Ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέον‐ τες, διὸ μᾶλλον βλάπτονται. πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται μέγα γίνεται μᾶλλον ἢ ἐν τῇσιν, ἐν ᾗσι λεπτῇσι ὀλίγον ἁδροτέρῃσι διαίτῃσι, διὰ τοῦτο καὶ τοῖσιν ὑγιαί‐ νουσιν σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ
15ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέ‐ ρουσι. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται σφαλεραὶ ἐς τὰ πλεῖστα, τῶν σμικρῶν ἁδροτέρων.
— — —370 in vol. 17.2

17b

371

Διχῶς γράφεται δὲ καὶ ἑτέρως ἡ ἀρχὴ τοῦδε τοῦ ἀφο‐ ρισμοῦ κατὰ τόνδε τὸν τρόπον· ἐν τῇσι λεπτῇσι διαίτῃσι τὰ πολλὰ ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτον‐ ται. καί τισιν ἀρέσκει μᾶλλον ἥδε τῆς ἑτέρας ἡγουμένοις
5τοῦτο βούλεσθαι λέγειν τὸν Ἱπποκράτην, ὡς ἄρα ἐν ταῖς λεπταῖς διαίταις ἁμαρτάνοντες οἱ νοσέοντες, διὸ μᾶλλον βλά‐ πτονται. τρέφεσθαι γὰρ ἀναγκάζονται λάθρα τῶν ἰατρῶν δι’ αὐτὸ τοῦτο, διότι λεπτῶς ὑπ’ αὐτῶν διαιτῶνται, κᾀν‐ τεῦθεν μειζόνως βλάπτονται ἢ εἰ μὴ διῃτῶντο λεπτῶς. ἔτι
10δὲ ἁμαρτάνουσι δῆλον ὅτι καὶ ἐπ’ ἀσθενεῖ τῇ δυνάμει, ὡς ἂν ἐν ταῖς ἐνδείαις προκεκμηκυίᾳ. ἀμείνων δὲ ἡ προτέρα γραφή. περιλαμβάνει γὰρ καὶ ταύτην καὶ γενικώτερον ποιεῖται τὸν λόγον, ὑπὲρ ἁπάσης ἁμαρτίας ἐκδιδάσκουσα τῆς ἀκουσίως τε καὶ ἑκουσίως συμπιπτούσης τοῖς νοσοῦσιν, ὡς
15εἶναι τὸν λόγον τοιοῦτον· ὅ τι ἂν ἁμάρτημα συμπέση τοῖς λεπτῶς οὕτω διαιτωμένοις, σφαλερώτερον τοῦτο καθίσταται παρόσον ἥ τε δύναμις ἄῤῥωστος ὑπὸ τῆς τοιαύτης διαίτης
γέγονεν ἥ τ’ ἐπ’ αὐτὴν μετάβασις ἀήθης. μαρτυρεῖ δὲ τῇ371 in vol. 17.2

17b

372

προειρημένῃ γραφῇ καὶ τὰ περὶ τῶν ὑγιαινόντων εἰρημένα. σφαλερὰς γὰρ ἐπ’ αὐτῶν ἔφη τὰς λεπτὰς διαίτας ὑπάρχειν, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν, οὐχ ὅτι διὰ τὸ λεπτὸν τῆς διαίτης ἁμαρτάνειν ἀναγκάζονται. τὰ δ’
5ἐφεξῆς τοῦ ἀφορισμοῦ σαφῆ.
— — —
στʹ. Ἐς δὲ τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκρι‐ βείην κράτισται.
10
— — —
Ἔσχατα νοσήματα κέκληκεν ὁ Ἱπποκράτης τὰ μέγιστα, μεθ’ ἃ οὐκ ἔστιν ἄλλα. καὶ τοίνυν κελεύει τὴν θεραπείαν ὅλην ἐπ’ αὐτῶν ἀκριβεστάτην εἶναι καὶ δηλονότι καὶ τὴν δίαιταν λεπτοτάτην. εἴη δ’ ἂν πάντως ταῦτα κατ‐
15όξεα καὶ διὰ τοῦτο ἐπιφέρων τὸν ἑξῆς ἀφορισμὸν ἐρεῖ·
— — —
ζʹ. Ὅκου μὲν οὖν κατοξὺ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχά‐
τους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ372 in vol. 17.2

17b

373

διαίτῃ χρέεσθαι ἀναγκαῖον, ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρων διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ᾖ.
— — —
5
Ὥσπερ ἔσχατα νοσήματα τὰ μέγιστα προσηγόρευσεν, οὕτω καὶ νῦν ἐσχάτους πόνους τοὺς μεγίστους καλεῖ, πό‐ νους δὲ ἤτοι τοὺς παροξυσμοὺς, ἢ ἁπλῶς ἅπαντα τὰ συμ‐ πτώματα. καὶ γὰρ τοὺς παροξυσμοὺς καὶ πάνθ’ ἁπλῶς τὰ συμπτώματα μέγιστα κέκτηται τὸ κάτοξυ νόσημα καὶ τὰς
10πρώτας ἡμέρας εὐθὺς τῆς νόσου. συνεμπίπτει γὰρ αὐταῖς ἡ ἀκμὴ οὐδὲν ἄλλο οὖσα ἢ τὸ μέγιστον τοῦ νοσήματος, ὡς ἐν συμπτώμασι. καὶ δὴ καὶ κάτοξυ νόσημα τοῦτο ἂν εἴη, τὸ αὐτίκα ἀκμάζον. αὐτίκα δ’ ἀκουστέον περὶ τὴν πρώ‐ την τετράδα ἢ μικρὸν ταύτης ἐξώτερον. προσήκει δὴ διὰ
15τοῦτο διαιτᾷν ἐσχάτως λεπτῶς, εἴπερ γε χρὴ ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων λεπτότατα διαιτᾷν, ὡς ἔν τε τῷ περὶ διαί‐ της ὀξέων ἐδίδαξεν καὶ κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν.
ἡ δ’ ἀκμὴ τοῦ κατόξεος νοσήματος εὐθὺς ἐν ταῖς πρώταις373 in vol. 17.2

17b

374

ἡμέραις ἐστίν. ὅτι δ’ εὔλογον ἐν ταῖς ἀκμαῖς λεπτοτάτως διαιτᾷν, ἐπὶ πλέον μὲν ἐν ἑτέροις ἡμῖν δέδεικται. ἀρκέσει δὲ τό γε νῦν τοσοῦτον εἰπεῖν, ὡς εἴ γε διὰ τὰς φλεγμονὰς ἢ τοὺς πυρετοὺς τοὺς ἀχωρίστους τῶν ὀξέων νοσημάτων,
5δέδιέ τις διδόναι τροφὰς ἀξιολόγους, ἐν ταῖς ἀκμαῖς τοῦτο μᾶλλον ποιεῖν εὐλαβηθήσεται. μέγισται γὰρ δὴ αἱ φλεγμα‐ σίαι τηνικαῦτά εἰσιν, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἔλεγε φλεγμασίας. εἴτ’ οὖν τὰς ἰδίως ὀνομαζομένας φλεγμονὰς ἐθέλοι τις ἀκούειν εἴτε συμπεριλαμβάνειν αὐταῖς
10καὶ τοὺς πυρετοὺς κατὰ τὸ παλαιὸν ἔθος τῆς λέξεως, ἔτι τε πρὸς τούτοις ἄμεινον ἐπιτρέψαι τῇ φύσει, σχολάζειν τῇ πέψει τῆς νόσου κατὰ τὰς ἀκμὰς καὶ μὴ περιέλκειν αὐ‐ τὴν εἰς τὴν τῶν ἄρτι ληφθέντων σιτίων κατεργασίαν. διὰ ταῦτα μὲν δὴ κατὰ τὰς ἀκμὰς διαιτᾷν χρὴ λεπτότατα.
15ἐπεὶ δὲ τοῦτο ὑπόκειται, τοὐντεῦθεν ἤδη τοῖς μὲν ἄλλοις νοσήμασιν, ὅσα τὴν ἀκμὴν ἐς ὕστερον ἀπολήψεσθαι μέλλει τὴν ἐσχάτως λεπτοτάτην δίαιταν, οὐχ οἷόν τε προσάγειν εὐ‐
θὺς ἀπ’ ἀρχῆς. φθάσει γὰρ οὕτως ἀποθανεῖν ὁ ἄνθρωπος,374 in vol. 17.2

17b

375

πρὶν εἰς τὴν ἀκμὴν ἀφικέσθαι. ἐν οἷς δ’ ἂν αὐτίκα ἡ ἀκμὴ, τουτέστι κατὰ τὴν πρώτην τετράδα μέλλει γίνεσθαι, δυνατὸν ἐν τούτοις τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ χρῆσθαι, φερούσης τῆς δυνάμεως καὶ ἀσιτίαν παντελῆ καὶ μελικράτου
5μόνου προσφορὰν καὶ χυλὸν πτισάνης ὀλίγον παντελῶς. τοιαύτη μὲν οὖν τις ἡ λεπτοτάτη δίαιτα. ἡ δὲ ταύτης ἧσ‐ σον λεπτὴ, ἣν καὶ ἁδροτέραν ὠνόμασε, τῶν ἐξ ὑστέρου μελ‐ λόντων ἀπολήψεσθαι τὴν ἀκμὴν νοσημάτων ἐστὶν, ἐφ’ ὧν τοσοῦτον ὑποκαταβαίνειν τοῦ λεπτοῦ τῆς διαίτης κελεύει,
10ὅσον καὶ ἡ νοῦσος ἀπολείπεται τῶν ἐσχάτων, τουτέστι τῆς ἀκμῆς. ἐγγὺς μὲν γὰρ οὔσης τῆς ἀκμῆς ὀλίγον ἁδρότερον διαιτήσομεν, ἐξωτέρω δὲ αὐτῆς πλέον ἁδρότερον. καὶ ὅσῳ ἂν ποῤῥώτερον μᾶλλον τὴν ἀκμὴν ἔσεσθαι προσδοκήσωμεν, τοσούτῳ καὶ τὸ τῆς διαίτης ὑπαλλάξομεν σχῆμα.
15— — —375 in vol. 17.2

17b

376

ηʹ. Ὁκόταν δὲ ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαί‐ τῃ ἀναγκαῖον χρέεσθαι.
— — —
5
Μόριόν ἐστιν αὐτῷ καὶ οὗτος ὁ λόγος τῆς διαιτητικῆς τέχνης, ὑπ’ ἐνίων μὲν ἰδίᾳ γραφόμενος ἐν τῇ νῦν εἰρημένῃ λέξει, προστιθέμενος δ’ ὑφ’ ἑτέρων τῷ πρόσθεν ἀφορι‐ σμῷ, καθότι προγέγραπται. διδάσκει δὲ ἡμᾶς, ὅπως ἂν ᾖ γεγραμμένος ἕν τε καὶ ταὐτὸν θεώρημα κελεύοντος τοῦ πα‐
10λαιοῦ τῷ λεπτοτάτῳ τῆς διαίτης ἐν τῷ τῆς ἀκμῆς χρῆσθαι καιρῷ, διά τε τὸ μέγεθος δηλονότι τῶν συμπτωμάτων καὶ τὴν πέψιν τοῦ νοσήματος. οὐ γὰρ χρὴ περιέλκειν τὴν φύ‐ σιν εἰς ἑτέραν πέψιν πρόσφατον ἐγκειμένην ἰσχυρῶς τῇ πέ‐ ψει τῶν νοσοποιῶν χυμῶν ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ μέλλου‐
15σάν γε ὅσον οὔπω κρατήσειν αὐτῶν. οὕτω γὰρ ἡμῖν ἐπι‐ δέδεικται κἀν τῇ περὶ κρίσεων πραγματείᾳ κατ’ ἐκεῖνα δηλονότι τὰ νοσήματα τοῦ λόγου παντὸς ἀνυομένου,
ἐφ’ ὧν ὅλως ἐγχειροῦμεν διαίτῃ τε καὶ θεραπείᾳ. ταῦτα δ’376 in vol. 17.2

17b

377

ἐστὶν ἐν οἷς τὴν ἀκμὴν ἐκδέχεται παρακμὴ, ὡς ἐφ’ ὧν γε θάνατος ἀκμαζόντων ἀκολουθεῖ, τῷ προγνωστικῷ μέρει τῆς τέχνης προσχρώμεθα μόνῳ, προλέγοντες τὸ γενησόμενον, ὅπως ἀναίτιοι τῶν ἀποβησομένων εἴημεν. αὕτη μὲν οὖν σοι μία
5περὶ τῶν καιρῶν τοῦ νοσήματος ἔνδειξις εἰς τὸ τῆς διαίτης εἶδος· ἑτέρα δ’ ἀπὸ τῆς δυνάμεως ἣν κατὰ τὸν ἑξῆς ἀφο‐ ρισμὸν διδάσκει.
— — —
θʹ.
10Συντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀμβλυνεῖται.
— — —
15
Ἐπειδὴ κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν τοσοῦτον ὑπο‐ καταβαίνειν ἐκέλευσε τῆς ἐσχάτως λεγομένης λεπτῆς διαίτης,
ὁπόσον ἂν χρόνον ἡ νόσος μαλακωτέρα τῆς ἀκμῆς ᾖ, νῦν377 in vol. 17.2

17b

378

ἐνταῦθα προστίθησιν ἕτερον σκοπὸν εἰς ἀκριβείαν τοῦ τὸ ποσὸν λαβεῖν τῆς ὑποκαταβάσεως. ἔστι δὲ ὁ σκοπὸς οὗτος ἡ δύναμις, ἧς ἕνεκα καὶ τρέφειν ἐστίν. οὐ γὰρ δὴ τοῦ νοσήματος αὐτοῦ χάριν. ὅταν μὲν γὰρ οὕτως ἔχει ῥώμης
5ὡς ἐλπίζειν ἡμᾶς ἐξαρκέσαι τῷ μεταξὺ χρόνῳ παντὶ μέχρι τῆς ἀκμῆς, ἐπὶ τῷ τοιῷδε σχήματι τῆς διαίτης ἔχοιμεν ἂν ἤδη τὸ ποσὸν ἀκριβῶς. ἂν δ’ ἀσθενεστέρα φαίνηται, προσ‐ θετέον τι τῇ διαίτῃ καὶ ἁδρότερον διαιτητέον εἰς τοσοῦ‐ τον εἰς ὅσον ἂν ἡ τῆς δυνάμεως ἀσθένεια κελεύῃ. διὰ
10τοῦτο γοῦν ποτε καὶ κατ’ αὐτὴν τὴν ἀκμὴν ἐπιγενόμενον συμπτώματος ἐκλυτικοῦ τῆς δυνάμεως ἀναγκαζόμεθα τρέ‐ φειν. μέρος δ’ ἂν εἴη καὶ οὗτος ὁ λόγος τοῦ περὶ διαίτης παντὸς καὶ εἴ τις ἕνα τὸν σύμπαντα τοῦτόν τε καὶ τὸν προειρημένον καὶ τὸν ἐφεξῆς μέλλοντα ῥηθήσεσθαι ποιή‐
15σειεν, οὐχ ἁμαρτήσεται. ἐγὼ δ’ εἰς μόρια τέμνων ἐξηγοῦ‐ μαι εἰς ὅσον δύναμαι σαφηνείας ἕνεκα.
— — —378 in vol. 17.2

17b

379

ιʹ. Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτᾷν. ὁκόσοισι δὲ ὕστερον ἡ ἀκμὴ ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου σμικρὸν ἀφαιρετέον. ἔμπροσθεν δὲ πιωτέρως
5 διαιτᾷν ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων.
— — —
Καὶ οὗτος ὁ λόγος τῆς αὐτῆς ἔχεται γνώμης. εἴρηται δὲ καθολικώτερον τοῦ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ ἐπὶ κατοξέων τῶν νοσημάτων ἔλεγεν, ὡς αὐτίκα τῇ λε‐
10πτοτάτῃ διαίτῃ χρηστέον ἐπ’ αὐτῶν. ἐν ταύτῃ δὲ ἁπλῶς ἀποφαίνεται περὶ πάντων τῶν νοσημάτων, ὧν αὐτίκα ἡ ἀκμὴ, τουτέστιν οὐ μετὰ πολὺ τῆς πρώτης εἰσβολῆς, ταύτῃ κελεύων λεπτῶς διαιτᾷν. τὰ δ’ ἐφεξῆς δῆλα τῆς αὐτῆς ἐχό‐ μενα γνώμης.
15— — — ιαʹ.
Ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή. τὸ προσ‐379 in vol. 17.2

17b

380

τιθέναι γὰρ βλάπτει. καὶ ὁκόσα κατὰ περιόδους παρο‐ ξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.
— — — Τὸ μὲν τῆς ὅλης διαίτης εἶδος ἐν ἑκάστῳ τῶν νοση‐
5μάτων ἀπὸ δυοῖν σκοποῖν ἐκέλευσεν ἡμᾶς λαμβάνειν, ἔκ τε τῆς μελλούσης τοῦ ὅλου νοσήματος ἀκμῆς καὶ τῆς τοῦ κά‐ μνοντος δυνάμεως. ὡς δ’ ἄν τις καὶ τὰς κατὰ μέρος προσ‐ φορὰς ποιοῖτο προσηκόντως ἐν τῷδε λόγῳ διδάσκει, τοὺς παροξυσμοὺς ἀξιῶν φυλάττεσθαι. σαφέστερον δὲ αὐτὸς ἐν
10τῷ περὶ διαίτης ὀξέων εἶπεν, ὡς ἂν μήτ’ ὄντων ἤδη μήτε ὅσον οὔπω μελλόντων ἔσεσθαι τῶν παροξυσμῶν διδῶμεν τροφὰς, ἀλλὰ δηλονότι δεῖ διδόναι παρακμαζόντων τε καὶ παυομένων.
— — —
15
ιβʹ. Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσου‐
σιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιό‐380 in vol. 17.2

17b

381

δων πρὸς ἀλλήλας ἀνταποδόσιες ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνων‐ ται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτι‐ κοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται ἀρχομένου, βραχὺν,
5ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει· καὶ οὖρα καὶ ὑπο‐ χωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βρα‐ χέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ.
— — — Εἰ τῶν ἔμπροσθεν εἰρημένων αὐτῷ περὶ διαίτης ἀνα‐
10μνησθείημεν, ἐναργεστέρα ἡμῖν ἡ χρεία φανεῖται νῦν τῶν λεγομένων. τὰ δὲ προειρημένα ταῦτά ἐστιν. τὸ μὲν τῆς ὅλης διαίτης σχῆμα πρὸς δύο σκοποὺς ἀποβλέπων ἐποιεῖτο, τήν τε δύναμιν τοῦ κάμνοντος καὶ τὴν κατάστασιν τοῦ νοσήμα‐ τος. τὸ γὰρ εἴτε κάτοξυ εἴτε ὀξὺ εἴτε χρόνιον ἔσοιτο τὸ
15νόσημα καὶ ὁπηνίκα μάλιστα τὴν ἀκμὴν ἀπολήψοιτο, τὴν κατάστασίν ἐστι τοῦ νοσήματος σκοπεῖν. τὰς δὲ κατὰ μέ‐
ρος προσφαρὰς τῶν σιτίων τοῖς κατὰ μέρος παροξυσμοῖς381 in vol. 17.2

17b

382

ἐτεκμαίρετο. τριῶν οὖν ὄντων σκοπῶν εἰς τὸ τελέως καὶ ἀνελλιπῶς διαιτᾷν, πρώτου μὲν τῆς δυνάμεως τοῦ κάμνον‐ τος, δευτέρου δὲ τῆς καταστάσεως τοῦ νοσήματος, ἐπ’ αὐτοῖς δὲ τρίτου τῶν κατὰ μέρος παροξυσμῶν, τὴν μὲν δύναμιν
5οἷόν τέ ἐστιν εὐθὺς εἰσελθόντα διαγινώσκειν, ἀπὸ τῶν σφυ‐ γμῶν δηλονότι καὶ τῶν ἄλλων, ἅπερ αὐτὸς ἐν τῷ προγνω‐ στικῷ διῆλθεν. ὅθεν οὐδὲ ἀδύνατον ἔφησέ τις εἶναι δια‐ γνῶναι μέγεθος δυνάμεως. ἀλλ’ εἰ καὶ μὴ δυνατὸν ἀκριβῶς αὐτῆς ἐξευρεῖν τὸ ποσὸν, τῷ τεχνικῷ γοῦν στο‐
10χασμῷ πλησίον ἀφικνεῖσθαι συγχωροῦσιν ἅπαντες. τὴν δὲ τοῦ νοσήματος κατάστασιν ὁποία τις ἔσται καὶ τοὺς κατὰ μέρος παροξυσμοὺς πολλοῖς τῶν ἰατρῶν ἀδύνατον ἔδοξε διαγνῶναι, οὐ μὴν Ἱπποκράτει γε. ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν ἄλλων, πολλάκις μὲν ἀκριβῶς καὶ ὡς ἂν
15εἴπῃ τις ἐπιστημονικῶς, πολλάκις δὲ στοχαστικῶς μὲν, ἀλλ’ οὐκ ἀτέχνως, οὐδὲ πόῤῥῳ τῆς ἀληθείας, ἀλλ’ ἐγγὺς καὶ πλησίον ἀφιξόμεθα, τήν τε μέλλουσαν ἀκμὴν προγινώσκον‐
τες καὶ τὰς ἀνταποδόσεις τῶν παροξυσμῶν. ἐπὶ πλέον μὲν382 in vol. 17.2

17b

383

οὖν αὐτὰ διά τε τοῦ προγνωστικοῦ καὶ διὰ τῶν ἐπιδημιῶν ἐκδιδάσκει καὶ ἡμεῖς κατὰ τὴν γνώμην τοῦ παλαιοῦ μετὰ τῆς προσηκούσης ἐξηγήσεως τὰς ῥήσεις αὐτοῦ παρεθέμεθα κατὰ τὸ πρῶτον περὶ κρίσεων, δεικνύντες ὅπως ἄν τις μά‐
5λιστα δύναιτο προγινώσκειν τὴν μέλλουσαν ἀκμήν. νυνὶ δὲ διὰ κεφαλαίων αὐτοῦ τῷ Ἱπποκράτει λέλεκται τὸ πᾶν, ἡμεῖς τε καθόσον οἷόν τε διὰ συντόμων αὐτὰ σαφηνιοῦμεν. οἷς δὲ φροντὶς ἐπιμελῶς ἐκμαθεῖν ἅπασαν τὴν περὶ ταῦτα μά‐ θησιν, ἐπὶ τὸ περὶ κρίσεων ὑφ’ ἡμῶν γεγραμμένον πορευέ‐
10σθωσαν. αὗταί τε αἱ νόσοι καὶ τὰς τῶν παροξυσμῶν ἀνα‐ λογίας δηλώσουσι καὶ τὰς ἑαυτῶν δὲ καταστάσεις οὐδὲν ἧττον. οἷον ἐν μὲν τοῖς διαλείπουσιν, ὅτι ὁ μὲν τριταῖος ταχυκρίσιμος, ὁ δ’ ἀμφημερινὸς ὅτι χρόνιος, ὁ δὲ τεταρ‐ ταῖος ἔτι καὶ τοῦδε χρονιώτερος. ἐν δὲ τοῖς συνεχέσιν οἱ
15μὲν καυσώδεις ὀξεῖς, οἱ δὲ τυφώδεις χρονιώτεροι, μέσοι δ’ ἀμφοῖν οἱ ἡμιτριταῖοι. ὡς δ’ ἄν τις καὶ τούτους ἅπαντας τοὺς πυρετοὺς εὐθὺς εἰσβάλλοντας γνωρίζοι, διὰ τοῦ δευτέ‐
ρου τῶν περὶ κρίσεων ἐπὶ πλεῖστον εἴρηται. οὐκοῦν χρὴ383 in vol. 17.2

17b

384

μεταφέρειν εἰς τόνδε τὸν λόγον, ὅσα καλῶς ἐν ἄλλοις φθά‐ νει ἤδη λελέχθαι, οὐδὲ πολλάκις ἐν πολλαῖς περὶ τῶν αὐ‐ τῶν πειρᾶσθαι λέγειν, ἀλλ’ ἀναμνῆσαι χρὴ μόνον, ὡς εἴπερ οἷόν τ’ ἐστὶν ἐν ἀρχῇ γνωρίσαι τριταῖον εἰσβάλλοντα εὐθὺς
5πυρετὸν, ἔστι λαβεῖν ἀπ’ αὐτοῦ ὅτι τε ταχυκρίσιμος ὅτι τε διὰ τρίτης οἱ παροξυσμοὶ, καὶ τοῦτ’ ἔστι τὸ λεγόμενον ὑφ’ Ἱπποκράτους· τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστά‐ σιας δηλώσουσιν αἱ νοῦσοι. τεταρταίων γοῦν πυρετῶν ἀρ‐ χὰς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἡμεῖς γνωρίσαντες
10πολλάκις οὐδὲν ἔτι τῆς ἀνταποδόσεως δεηθέντες ἐξ ἀρχῆς κατεστησάμεθα τὸ τῆς διαίτης εἶδος, ὡς πρὸς νόσημα μετὰ πάμπολυν χρόνον ἤρχετο μέλλον λαβεῖν τὴν ἀκμήν. οὕτω δὲ καὶ ἀμφημερινῶν καὶ τριταίων ἑκατέρων κατὰ τὴν οἰ‐ κείαν προθεσμίαν τῆς ἐσομένης ἀκμῆς. ὥσπερ δὲ ἐπὶ τῶν
15πυρετῶν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων. πλευρῖτις μὲν γὰρ καὶ περιπνευμονία καὶ φρενῖτις ὀξέα νοσήματα.
συνάγχη δὲ καὶ κυνάγχη καὶ χολέρα καὶ τέτανος κατόξεα.384 in vol. 17.2

17b

385

ὕδερος δὲ καὶ μελαγχολία καὶ ἐμπύημα καὶ φθόη χρόνια. καὶ οἱ παροξυσμοὶ δὲ πλευρίτιδι μὲν καὶ φρενίτιδι διὰ τρί‐ της ὡς τὰ πολλὰ, τοῖς δὲ κατὰ γαστέρα καὶ καθ’ ἧπαρ ἐμπυήμασί τε καὶ φθίσεσι καθ’ ἑκάστην ἡμέραν καὶ μᾶλ‐
5λον εἰς νύκτα. τοῖς δ’ ἀπὸ σπληνὸς καὶ ὅλως μελαγχολικοῖς διὰ τετάρτης. τὸ δὲ καὶ ὧραι τοῦ ἔτεος ἐφεξῆς εἰρημένων αὐτῷ πρὸς τὰ εἰρημένα τὴν ἀναφορὰν ἔχει. καὶ γὰρ τὴν κατάστασιν τοῦ νοσήματος καὶ τοὺς παροξυσμοὺς αἱ ὧραι τοῦ ἔτεος ἅμα τῷ νοσήματι δύνανται δηλοῦν. οὐ γὰρ ἱκα‐
10νὸν ὅτι τεταρταῖος εἰσέβαλλε κατὰ τήνδε τὴν ἡμέ‐ ραν ἐπίστασθαι μόνον, ὡς ἐξ ἀρχῆς προγνῶναι τὸ σχῆμα τῆς διαίτης, ὡς πρὸς χρόνιον νόσημα καταστήσασθαι, ἀλλὰ καὶ εἴτε χειμῶνος, εἴτε ἔαρος, εἴτε θέρους, εἴτε φθινοπώ‐ ρου συνέβη τὴν ἀρχὴν ταύτην γενέσθαι, προσεπισκοπεῖ‐
15σθαι χρὴ γινώσκοντας ὅτι οἱ μὲν θερινοὶ τεταρταῖοι, ὡς τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μᾶλλον οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. ταῦτα γὰρ
ἐν τοῖς ἑξῆς αὐτὸς ἡμᾶς διδάξει, καὶ μὲν δὴ καὶ ὁ τρι‐385 in vol. 17.2

17b

386

ταῖος πυρετὸς, ἔστι μὲν καὶ ἄλλως ταχυκρίσιμος, ἀλλ’ ἐν θέρει πολὺ μᾶλλον ἤπερ ἐν τῷ χειμῶνι. καὶ τῶν ἄλλων δὴ ἑκάστων νοσημάτων τάχος μὲν τὸ θέρος, βραδυτῆτα δὲ ὁ χειμὼν προστίθησιν. ἀλλὰ καὶ οἱ παροξυσμοὶ διὰ τρί‐
5της μὲν τοὐπίπαν ἐν θέρει, διὰ τετάρτης δ’ ἐν φθινοπώρῳ, καθ’ ἑκάστην δ’ ἡμέραν ἢ νύκτα χειμῶνος. ὡς δ’ ἐπὶ τῶν ὡρῶν, οὕτω καὶ ἐπὶ τῶν κράσεων ἀνάλογον ἔχει, περὶ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης διεξῆλθε πολλάκις, οὐ μὴν ἐνταῦ‐ θά γε εἶπεν ἐπιτρέψας ἡμῖν, ἐξ ἑνὸς ἀναμνησθῆναι περὶ
10τῶν ἄλλων. ἃ γὰρ ἡ θερινὴ ὥρα, ταῦτα καὶ ἡ κρᾶσις τοῦ νοσοῦντος, εἰ φύσει θερμοτέρα καὶ ξηροτέρα ᾖ καὶ ἡλικία εἰ ἀκμάζουσα καὶ τὸ χωρίον, εἰ θερμὸν καὶ ξηρὸν συνεν‐ δείξεται καὶ τὰ ἐπιτηδεύματα δηλονότι καὶ τὰ ἔθη τὰ ὁμοίων ἔχοντα καὶ ἡ παροῦσα κατάστασις τοῦ περιέχοντος ἡμᾶς
15ἀέρος, ὑπὲρ ὧν ἑξῆς διδάξει. οὕτως δὲ καὶ ὅσα περὶ φθι‐ νοπωρινῆς ὥρας εἴς τε κατάστασιν νοσήματος καὶ εἰς ἀν‐
ταπόδοσιν παροξυσμῶν ἐλαμβάνετο, ταῦτα καὶ περὶ τῆς τοῦ386 in vol. 17.2

17b

387

κάμνοντος ἡλικίας καὶ φύσεως ἐπιτηδευμάτων τε καὶ ἐθῶν καὶ τῆς χώρας, ἐν ᾗ νοσεῖ, καὶ τῆς τοῦ περιέχοντος ἐπι‐ δημούσης κράσεως οἷόν τέ ἐστι λαβεῖν. ἐκ μὲν δὴ τούτων εὔδηλον ὅτι τήν τε κατάστασιν τοῦ νοσήματος καὶ τοὺς
5παροξυσμοὺς γνωσόμεθα, τὴν μὲν κατάστασιν, εἰ κάτοξυ εἴη τὸ νόσημα ἢ χρόνιον, ὅπερ καὶ εἰς τὴν τῆς ἀκμῆς πρόγνωσιν ἀναγκαῖόν ἐστι, τοὺς δὲ παροξυσμοὺς, εἰ διὰ τρίτης ἢ διὰ τετάρτης ἢ καθ’ ἑκάστην ἡμέραν ἤ τινι τῆς ἡμέρας ἢ τῆς νυκτὸς εἰσβάλλουσιν ὥρᾳ. τὸ δ’ ἐπὶ τῇ τε‐
10λευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον ἐφεξῆς ἴδωμεν, εἰ τῶν αὐτῶν τούτων ὧν εἰρήκαμεν ἐπίδειξιν ποιεῖται. λέγει μὲν γὰρ ὁ Ἱπποκράτης οὕτω. καὶ αἱ τῶν περιόδων πρὸς ἀλλή‐ λας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται. εὔδηλον δ’ ὅτι ἐπι‐
15δόσεις τῶν περιόδων τὰς αὐξήσεις λέγει τῶν κατ’ αὐτὰς παροξυσμῶν, αἵτινες ὅτι τόν τε χρόνον τῆς αὐξήσεως τοῦ νοσήματος ἐπιδείκνυνται καὶ τὴν προθεσμίαν τῆς μελλούσης
ἀκμῆς. ἐνθάδε ἂν μάλιστα μάθοις, ἐπίδοσις δευτέρου387 in vol. 17.2

17b

388

παροξυσμοῦ πρὸς τὸν πρότερον ἐν τρισὶ τούτοις ὁρᾶται, τῇ ὥρᾳ τῇ παροξυντικῇ, τῷ μήκει τοῦ παροξυσμοῦ καὶ τῷ με‐ γέθει. διοίσει δ’ οὐδὲν, οὐδ’ εἰ σφοδρότητα λέγοις. ἄμφω γὰρ συνήθη τοῖς ἰατροῖς ἐστι τὰ ὀνόματα καὶ κατὰ τοῦ
5αὐτοῦ πράγματος ἐπιφέρουσιν αὐτὰ πολλάκις, ἐνίοτε μὲν μείζονα φάσκοντες τὸν πυρετὸν γεγονέναι τοῦ πρόσθεν, ἐνίοτε δὲ σφοδρότερον. ἐνδέχεται δὲ τὸν σφοδρότερον τοῦτον πυρε‐ τὸν ἤτοι τὰς ἴσας τῷ πρόσθεν ὥρας κατασχεῖν ἢ ἐλάσσους ἢ πλείους, ὅπερ οὐ μέγεθος ἢ σφοδρότης, ἀλλὰ
10μῆκος ἔσται παροξυσμοῦ. παροξυσμὸν δὲ ἀκούειν σε χρὴ νῦν τὸ χεῖρον μόριον τῆς ὅλης περιόδου τὸ ἀπὸ τῆς πρώ‐ της εἰσβολῆς ἄχρι τῆς ἀκμῆς, ὥσπερ γε τὸ ὑπόλοιπον τὸ τῆς παρακμῆς ἄμεινον. ἐπειδὰν οὖν ὁ παροξυσμὸς εἴτε διὰ τρίτης ἢ διὰ τετάρτης, εἴτε καθ’ ἑκάστην ἡμέραν γινόμε‐
15νος προλαμβάνῃ τὴν ἀναλογίαν καὶ προλαβὼν ἐπὶ πλείονα χρόνον ἐκταθῇ, μετὰ τοῦ καὶ σφοδρότερον γενέσθαι, σαφὴς
μὲν ἡ αὔξησις τοῦ νοσήματος, εἰς ὁπόσον δὲ αὔξεται τὸ388 in vol. 17.2

17b

389

καθ’ ἕκαστον τῶν εἰρημένων ἐνδείξεται. ὁ μὲν γὰρ πλείονά τε χρόνον προλαμβάνων καὶ πλείονα παροξύνων καὶ πολλῷ σφοδρότερον ἀξιόλογον μὲν ἐνδείξεται τὴν αὔξησιν, ταχεῖάν τε τοῦ νοσήματος τὴν κίνησιν, ἐγγὺς δὲ τὴν ἀκμήν. οὐ
5γὰρ ἐνδέχεται μεγάλας προσθήκας λαμβανόντων τῶν παρο‐ ξυσμῶν μὴ οὐχ ὑπόγυον ἔσεσθαι τὴν ἀκμὴν, ὁ δ’ ἐναντίος παροξυσμὸς ὁ μικρὰς δηλονότι τὰς προσθήκας ποιούμενος ἑκάστου τῶν εἰρημένων, ὅσον ἐπὶ τούτῳ τὴν ἀκμὴν ἐπιδεί‐ ξεται ποῤῥωτέραν γενήσεσθαι. τοῦτο οὖν αὐτὸ διὰ τῆς
10τῶν περιόδων ἐπιδόσεως μαθησόμεθα τοῦ στοχάσασθαι μετὰ πόσον ἔσται χρόνον ἡ ἀκμὴ τοῦ νοσήματος, ἔτι τε τὴν ἀκριβῆ προθεσμίαν τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ. χρή‐ σιμον δὲ τὸ μὲν πρότερον εἰς τὸ καταστήσασθαι τὴν ἰδέαν τῆς καθόλου διαίτης, τὸ δὲ δεύτερον εἰς τοὺς κατὰ μέρος
15καιροὺς τῶν τροφῶν, ὧν ἐξ ἀρχῆς αὐτῷ προὔκειτο διδάξαι τοὺς σκοπούς. ὅτι δὲ περίοδον καλεῖ τὴν ἐπὶ τὸ αὐτὸ ὁ‐
μοίαν ἐπάνοδον εὔδηλον δή που παντί. ἀλλὰ καὶ τοῖσιν389 in vol. 17.2

17b

390

ἐπιφαινομένοισίν φησι τεκμαίρεσθαι χρῆναι, περί τε τοῦ παροξυσμοῦ καὶ τῆς καταστάσεως ὅλου τοῦ νοσήματος. εἴτε δὲ συμπτώματα καλεῖν εἴτε σημεῖα βούλοιτο ταῦτα τὰ ἐπι‐ φαινόμενα διήνεγκεν οὐδέν. ἀλλ’ ἐκεῖνο γινώσκειν ὑπὲρ
5ἁπάντων τῶν συμπτωμάτων τε καὶ σημείων ἄμεινον ὡς τὰ μὲν αὐτῶν ἐστι παθογνωμονικὰ, τὰ δὲ συνεδρεύοντα, τὰ δὲ κρίσιμα, τὰ δὲ πέψεως, ἔνια δὲ ἀπεψίας, καὶ τὰ μὲν σω‐ τηρίας, ἄλλα δὲ ὀλέθρου δηλωτικά. τὰ μὲν οὖν παθογνω‐ μονικὰ συνεισβάλλει τῷ νοσήματι, τὰ δὲ συνεδρεύοντα πο‐
10τὲ μὲν συνεισβάλλει, ποτὲ δ’ ἐπιγίνεται, ποτὲ οὐδ’ ὅλως γίνεται· οὐ γὰρ ἀχώριστά ἐστι τοῦ νοσήματος, οὐδὲ τὴν οὐσίαν αὐτοῦ συνίστησιν, ἀλλὰ τὰς οἰκείας ἐργάζεται δια‐ φοράς. τὰ δὲ ὑφ’ Ἱπποκράτους ὀνομαζόμενα κρίσιμα συμ‐ πτώματα τῇ μὲν ἀκριβῶς πρώτῃ τῶν νοσημάτων ἀρχῇ
15συνεισβάλλειν οὐ πέφυκε, ταῖς δ’ ἄλλαις δύο πέφυκε, περὶ ὧν ὀλίγον ὕστερον ἐρῶ. πολλάκις δὲ οὐδ’ ἐν ταύταις, ἀλλ’
ἐν ταῖς ἀναβάσεσιν ἢ ἀκμαῖς τῶν νοσημάτων ἐπιφαίνεται.390 in vol. 17.2

17b

391

τὰ δὲ τῆς πέψεως σημεῖα συνεισβάλλει μὲν οὐδὲ ταῦτα οὐ‐ δέποτε τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ, περιορίζει δὲ τὴν ὡς μέρος ἀρχὴν ὅλης τῆς νόσου. τὰ δὲ τῆς ἀπεψίας συν‐ εισβάλλει μὲν τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ καὶ μετὰ ταῦθ’
5ὕστερόν ἐστιν ὅτε γίνεται, καθάπερ γε καὶ τὰ τοῦ θανάτου. καὶ γὰρ καὶ τούτων ἡ γένεσις ἐξ ὑστέρου τῆς τοῦ νοσήματος ἀρχῆς. νοσήματος δὲ ἀρχὴν, ὡς ἐδιδάξαμεν ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι, τήν τε πρώτην εἰσβολὴν ἀπλάτη προσαγορεύομεν καὶ τὴν ὡς μέρος ὅλου τοῦ νοσή‐
10ματος ὅταν εἰς ἀρχὴν, ἀνάβασίν τε καὶ ἀκμὴν καὶ παρακμὴν τέμνηται καὶ τὴν ἄχρι τῆς τρίτης ἡμέρας ἐκτεινομένην. ἐδι‐ δάξαμεν δὲ καὶ τὰς τῶν εἰρημένων ἁπάντων συμπτωμάτων δυνάμεις ἐν ἐκείνῃ τῇ πραγματείᾳ, μετὰ τοῦ καὶ τὰς ἀναγκαίας εἰς τοῦτο τῶν Ἱπποκράτους ἐξηγήσασθαι ῥήσεων,
15ἀλλὰ καὶ νῦν ὡς ἐν ἐπιτομῇ λεχθήσεται καὶ περὶ αὐτῶν. ὅστις δ’ ἂν ἐθέλῃ περὶ ταῦτα τὴν ὅλην τέχνην Ἱπποκρά‐ τους ἐκμαθεῖν, ἐπ’ ἐκείνην ἀφικνείσθω τὴν πραγματείαν.
τοῖς οὖν ἐπιφαινομένοις τεκμαίρεσθαι συμβουλεύει περὶ τῆς391 in vol. 17.2

17b

392

ὅλης καταστάσεως τοῦ νοσήματος, εἴτ’ ἐξ αὐτῶν ἓν νόση‐ μά τι προχειρισάμενος, φησὶν, οἷον ἐν πλευριτικοῖσιν πτύε‐ λον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει. μάθοις δ’ ἂν ὃ διδάσκει
5σαφῶς, εἴ σοι παραγράψαιμι τὰ ἐκ τοῦ τρίτου τῶν ἐπιδη‐ μίων ἐπὶ Ἀναξίωνος εἰρημένα τοῦ πλευριτικοῦ, καὶ τοῦτον δὲ αὐτὸν ἐξηγησάμην τὸν ἄῤῥωστον ἐν τῷ πρώτῳ περὶ κρίσεων. ἔχει δὲ Ἱπποκράτους ἡ ῥῆσις ὧδε· ἐν Ἀβδήροισιν Ἀναξίωνα ὃς κατέκειτο περὶ τὰς θρηικίας πύ‐
10λας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη συνεχὴς, βὴξ ξηρὰ οὐδ’ ἔπτυε τὰς πρώτας ἡμέρας, διψώδης, ἄγρυ‐ πνος, οὖρα δὲ εὔχροα πολλὰ λεπτά. ἕκτῃ παράληρος· εἰς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπιπόνως, ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε
15βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον, ἔῤῥυε πολὺ οἷον ἔδει, ξυνέδωκαν οἱ πόνοι, αἱ μέντοι βῆχες
ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ392 in vol. 17.2

17b

393

περὶ κεφαλὴν ἵδρωσεν. αἱ βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρά. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν. εἰκο‐ στῇ ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη. διψώδης τε ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ κα‐
5θάρσιες. εἰκοστῇ καὶ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεψεν, ἔβησ‐ σεν, ἀνῆγε πέπονα πολλά. οὔροις δ’ ὑπόστασις πολλὴ λευ‐ κὴ, ἄδιψος ἐγένετο, εὔπνους ὑπνοῖ. τριακοστῇ τε τετάρτῃ ἵδρωσε δι’ ὅλου, ἀπύρετος ἐκρίθη πάντῃ. οὗτος οὖν ὁ Ἀνα‐ ξίων ἐξ ἀρχῆς μὲν ἦν πλευριτικὸς, οὐ μὴν ἐξ ἀρχῆς ἀπέ‐
10πτυεν, ἀλλὰ καὶ κατὰ τὴν ὀγδόην ἡμέραν ἔτι αἱ βῆχες αὐ‐ τῷ ξηραὶ παρείποντο, ὥς φησιν Ἱπποκράτης. ὅθεν εἰκό‐ τως καὶ ἡ τοῦ νοσήματος ὅλου λύσις εἰς τὴν λδʹ ἐξετάθη, καίτοι τῶν γε πλευριτικῶν ὡς τὰ πολλὰ τὴν ιδʹ ὅρον ἐχόντων τῆς κρίσεως, εἰ δὲ καὶ μὴ ταύτην, ἀλλὰ πάντως γε τὴν
15εἰκοστήν. εἰ δὲ πρὸ τῆς γʹ ἡμέρας ἔπτυσεν, ἤτοι περὶ τὴν ζʹ ἢ τὸν θʹ ἢ πάντως γε τὴν ιαʹ ἐκρίθη, κἂν εἰ κατ’ αὐτήν γε τὴν τρί‐
την ἤρξατο πτύειν, οὐκ ἂν ἐξωτέρω τῆς ιδʹ προὔβη. συμβαίνει393 in vol. 17.2

17b

394

γὰρ ἐπὶ τῶν φλεγμονῶν ἁπασῶν, ὅσαι μὴ καλύπτονται σκε‐ πάσματι πυκνῷ, καθάπερ αἱ κατὰ τὸ ἐκτὸς δέρμα, διϊ‐ δροῦσθαί τινας ἰχῶρας, ἐν ἀρχῇ μὲν λεπτοὺς, ἐς ὕστερον δὲ, εἰ πέττοιντο καὶ πρὸς τὸ βέλτιον ἔρχοιντο, πα‐
5χυτέρους καὶ τούτων αὐτῶν τῶν παχυτέρων τοὺς μὲν ἧτ‐ τον, τοὺς δὲ μᾶλλον πεπέφθαι. ταῦτα κᾀπὶ τῶν κατὰ τὸ στόμα φλεγμονῶν ἁπασῶν ἔστι θεάσασθαι κᾀπὶ τῶν ὀφθαλ‐ μῶν. οὐχ ἥκιστα δὲ καὶ καθ’ ἓν ὁτιοῦν ἄλλο μόριον, ὅταν ἅμα τοῦ δέρματος ὅλου διαιρέσει, φλεγμαίνει τι τῶν ἔνδον.
10καὶ γὰρ ἐκ τῶν τοιούτων ἑλκῶν ἰχῶρες ἀποῤῥέουσιν οἵους εἶπον. ὅταν οὖν ποτε φλεγμονή τις ᾖ μετὰ τοσαύτης στε‐ γνώσεως, ὡς μηδὲν ἔξω ἀποχεῖν, ἀνάγκη δύσπεπτόν τε καὶ χρονίαν γενέσθαι ἐκείνην. κατὰ τοῦτον οὖν τὸν λόγον κἀν ταῖς πλευρίτισιν, ἐπειδὴ καὶ τοῦτο τὸ νόσημα φλεγμονή τις
15ὑπάρχει τῷ γένει, προσέχειν δεῖ τοῖς τῆς πέψεως σημείοις. ἀπεπτοτάτη μὲν γὰρ ἐφ’ ἧς ὅλως οὐδὲν πτύεται· δευτέραν
δ’ ἔχει τάξιν ἐφ’ ἧς ἰχῶρες λεπτοὶ, τρίτην δ’ ἐφ’ ἧς πα‐394 in vol. 17.2

17b

395

χύτεροι καὶ τετάρτην ἐφ’ ἧς εἰς τέλος ἐπέφθησαν. ἀλλ’ οὗτοι μὲν εἰ περὶ τρίτην ἢ δʹ ἡμέραν ἐπιφανεῖεν, οὐκ ἐγχω‐ ρεῖ τῆς ἑβδόμης ἐξωτέρω προβῆναι τὸ νόσημα. τῶν δ’ ἄλλων ἕκαστον κατὰ τὸ τῆς πέψεως μέτρον ἀναγκαῖον ἀκο‐
5λουθῆσαι τὸν χρόνον. ὥσπερ οὖν τελείας ἐστὶ γνώρισμα τὸ πτύελον πέψεως, ὅταν ᾖ λευκόν τε καὶ λεῖον καὶ ὁμαλὸν, τῇ τε συστάσει μήθ’ ὑπέρυγρον μήθ’ ὑπέρπαχυ, κατὰ τὸν αὐ‐ τὸν τρόπον ἀπεψίαν ἐνδείκνυται παντελῆ τὸ μηδ’ ὅλως πτυόμενον. εἰ δὲ πτύοιτο μέν, ἀλλὰ καὶ λεπτὸν εἴη ἔτι,
10πέψεως ἀμυδρᾶς ἐστι σημεῖον. εἰ δὲ ἄκρατον εἴη ἢ ξαν‐ θὸν ἢ πυῤῥὸν, οὐκ ἀγαθόν. εἰ δὲ καὶ πελιδνὸν ἢ ἰῶδες ἢ μέλαν, ὀλεθριώτατον. διῃρημένων οὖν ἡμῖν τῶν τε τῆς πέ‐ ψεως καὶ τῆς ἀπεψίας σημείων, ἔτι τε τρίτον ἐπ’ αὐτοῖς τῶν ὀλεθρίων, ἰστέον ὅτι τὰ μὲν τῆς πέψεως σημεῖα διὰ
15παντός ἐστιν ἀγαθὰ, λύσιν τοῦ νοσήματος ἐνδεικνύμενα τα‐ χεῖαν, ὥσπερ γε καὶ τὸ τῶν ὀλεθρίων σημείων γένος, ὡς
ἐν τάχει τὴν ἀπώλειαν ἔσεσθαι τοῦ κάμνοντος προδηλοῖ.395 in vol. 17.2

17b

396

τὰ δὲ τῆς ἀπεψίας σημεῖα χρόνιον μὲν ἐξ ἀνάγκης προση‐ μαίνει τὸ νόσημα, τεθνήξεσθαι δὲ ἢ σωθήσεσθαι τὸν ἄν‐ θρωπον, ὅσον μὲν ἐφ’ ἑαυτοῖς, οὐ δηλοῖ. προλογιζομένῳ δέ σοι τὴν ῥώμην τῆς δυνάμεως καὶ ταῦθ’ ὑπάρχει προγι‐
5νώσκειν. ἄλλο δὲ γένος ἔστι σημείων, τῶν κρισίμων ὑπ’ αὐτοῦ προσαγορευομένων. ἱδρῶτες δ’ ἐστὶ ταῦτα, αἱμοῤῥα‐ γίαι τε καὶ ῥῖγος καὶ γαστὴρ καταῤῥήξασα πολλὰ καί τις ἔμετος τοιοῦτος καὶ ἄλγημα κεφαλῆς ἐξαιφνίδιον ἢ δύσπνοια παράλογός τε καὶ σφοδρὰ ἢ καρδιωγμὸς ἤ τις ὑποχονδρίου
10σύντασις ἀνώδυνος, ἀγρυπνία τε σφοδρὰ καὶ παραφροσύνη καὶ νὺξ ἀλόγως δύσφορος καὶ παροξυσμὸς προληπτικὸς, ἀλλὰ καὶ δάκρυον ἀκούσιον ἐν ἀπαθέσιν ὀφθαλμοῖς ἄνευ λύπης, ἔρευθός τε καὶ τὸ κάτω χεῖλος σειόμενον, ἐνηλιωμένα καὶ σκοτεινὰ, ὀρφνώδη τε προφαινόμενα τῶν ὀφθαλμῶν ἢ μαρ‐
15μαρυγαί τινες ἢ μῆλον ἢ ῥὶς ἐξαίφνης ἐρυθρὰ γενόμενα καὶ παρωτίδες ἢ ὅλως ἀποστήματος εἰς ἄρθρον τινὸς γένεσις.
ταῦτά τε οὖν σύμπαντα καὶ πρὸς τούτοις ἄλλα πολλὰ τοι‐396 in vol. 17.2

17b

397

αῦτα, κατὰ μὲν τὴν αὐτῶν ἰδίαν οὐσίαν ὀνομαζόμενα συμ‐ πτώματα, καθότι δὲ μεταβολὴν ὀξύῤῥοπον δηλοῖ, κρίσι‐ μα σημεῖα προσαγορευόμενα, διττὴν παρέξει σοι τὴν πρόγνωσιν. εἰ μὲν ἐπὶ πεπεμμένῳ τῷ νοσήματι γίγνοιτο,
5σωτηρίαν ὑπόγυον, εἰ δὲ ἐπὶ ἀπέπτῳ, κρίσιν οὐκ ἀγαθὴν, ἤτοι γε εἰς ὄλεθρον ἄξουσαν ἢ εἰς χρόνου μῆκος. ὅτι δὲ ἄλλη μέν ἐστιν ἡ φύσις ἡ τῶν κρισίμων τούτων σημείων, ἄλλη δὲ ἡ τῶν τῆς πέψεως, ἐνθένδε μάλιστα μάθοις, ὡς ἐν τῷ πρώτῳ τῶν ἐπιδημίων φησὶν Ἱπποκράτης· πεπασμοὶ
10ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσεις τρεπόμενα, ἀκρι‐ σίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑπο‐ στροφάς. οὕτω μὲν ἐπῄνεσε καθόλου τὴν τοῦ νοσήματος πέψιν. ἐν δὲ τῷ προγνωστικῷ κατὰ μέρος ὧδέ πως ἅμα
15τῷ διδάσκειν αὐτῆς τὰ γνωρίσματα. οὖρον δὲ ἄριστον, ὅταν ᾖ λευκὴ ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν
χρόνον, ἔς τ’ ἂν κριθῇ ἡ νοῦσος, σημαίνει τε γὰρ ἀσφάλειαν397 in vol. 17.2

17b

398

ὑγιεινὴν καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. οὕτως πάλιν ἐπῄνεσεν οὖρον ἐνδεικνύμενον πέψιν ἐν τῷ φλεβώδει γένει. αὖθις δ’ ἐν τῷ λέγειν· διαχώρημα δὲ ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς καὶ κατὰ τὴν ὥρην ἥνπερ καὶ
5ὑγιαίνοντι ὑπεχώρει, τὰ γνωρίσματα τῶν κατὰ γαστέρα πέ‐ ψεων ἐπαινεῖ τε ἅμα καὶ διδάσκει. οὕτω δὲ καὶ τὴν ἐν τοῖς ἀναπνευστικοῖς πέψιν ἐπαινῶν τε ἅμα καὶ διδάσκων εἶπε. πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖς περὶ τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς, ταχέως τε ἀποπτύεσθαι
10καὶ εὐπετῶς, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυ‐ ρῶς, τῷ πτυέλῳ. τὰ μὲν τῆς πέψεως σημεῖα διὰ παντὸς ἀγαθὰ, τὰ δὲ τῆς κρίσεως οὐκ ἔτι. φησὶν οὖν οὕτως τὰ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. καὶ μέντοι κἀν τῷ λέγειν τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ
15αὐτίκα ἐπιφαίνεσθαι, τὴν αὐτὴν ἐνδείκνυται γνώμην. τὰ γὰρ τῆς πέψεως σημεῖα, καθ’ ὃν ἂν ἐπιφαίνεσθαι χρόνον
ἀγαθά. διὰ παντὸς γάρ ἐστι τὸ γένος αὐτῶν ὅλον χρηστόν.398 in vol. 17.2

17b

399

οὔκουν μάχεται τῷ νῦν εἰρημένῳ τῷ ἐν πλευριτικοῖσι πτύε‐ λον αὐτίκα ἢν ἐπιφαίνηται. τὰ μὲν γὰρ κρίσιμά ποτε γίνε‐ ται κακὰ, πέψεως δὲ σημεῖον οὐδὲν οὐδέποτε μοχθηρὸν, ἀλλ’ ἀεὶ πάντα χρηστὰ καὶ τοσούτῳ θᾶττον ὑγιασθήσεσθαι
5δηλοῖ τὸν ἄνθρωπον, ὅσῳπερ ἂν ἐπιφαίνηται θᾶτ‐ τον. ἀρκεῖ τοσαῦτα πρός γε παρὸν, ὡς ἐν ἐπιτομῇ λελέχθαι. τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν γνώμην τοῦ παλαιοῦ διὰ τῆς περὶ κρίσεων ἐδήλωσα πραγματείας. ἵνα δέ μοι τέλειος ὁ κατὰ τὴν διαίρεσιν, ὃν ἀρτίως εἶπον, ὑπάρχῃ λόγος ὅπως τῶν εἰ‐
10ρημένων διαφέρει τά τε παθογνωμονικὰ καὶ τὰ συνεδρεύον‐ τα καλούμενα δίειμι, προχειρισάμενος ὡς ἐν παραδείγματι, πάθος ἓν αὐτὸ δὴ τοῦτο πρὸς Ἱπποκράτους ὠνομασμένον. ἐπὶ τοίνυν τῆς πλευρίτιδος ὁ μὲν ὀξὺς πυρετὸς ἅμα τῇ δυσπνοίᾳ καὶ τῇ βηχὶ καὶ τῷ κατὰ τὴν πλευρὰν ἀλγήματι
15νυγματώδει, παθογνωμονικὰ σημεῖά εἰσι. τὸ δ’ ἤτοι πρὸς ὑποχόνδριον ἢ πρὸς τὴν κλεῖν ἐξήκειν τὴν ὀδύνην, συνε‐
δρεύοντα, καθάπερ γε καὶ τοῦτο ῥᾷον ἐπὶ τοῦ πεπονθότος399 in vol. 17.2

17b

400

ἢ θατέρου κατακλίνεσθαι πλευροῦ. γέγραπται δὲ καὶ Πραξα‐ γόρᾳ τῷ Νικάνδρου, δύο μὲν τῶν συνεδρευόντων βι‐ βλία, τῶν δ’ ἐπιγενομένων ἓν ἕτερον, ὡς εἰ καὶ ἐπιφαινο‐ μένων ἐπεγέγραπτο. ταῦτα οὖν τὰ ἐπιφαινόμενα, φησὶν ὁ
5Ἱπποκράτης, εὔκριτά τε καὶ δύσκριτα καὶ βραχέα καὶ μα‐ κρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῦν. ἐμνημόνευσε δὲ οὐ μόνον πτυέλων, ἀλλὰ καὶ οὔρων καὶ διαχωρημάτων καὶ ἱδρώ‐ των, ἐν παραδείγματι δηλονότι τῶν ἐν τῷ προγνωστικῷ γε‐ γραμμένων ἀναμιμνήσκων ἡμᾶς, ἃ νῦν ἐνταῦθα μεταφέρειν
10περιττόν. ἔν τε γὰρ τοῖς περὶ κρίσεων εἴρηται κἀν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, ἐν οἷς ἔτι καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἐξηγησάμεθα τὴν γνώμην τοῦ παλαιοῦ.
— — —
ιγʹ.
15Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθε‐ στηκότες, ἥκιστα μειράκια πάντων δὲ μάλιστα παιδία. τούτων δὲ αὐτέων, ἅπερ ἂν τύχῃ αὐτὰ ἑωυτῶν προθυμό‐ τερα ἐόντα.
— — —400 in vol. 17.2

17b

401

Καὶ ἡ τῶν ἡλικιῶν διαφορὰ συμβάλλεταί τι πρὸς τὰ διαιτήματα. γέροντες μὲν γὰρ εὐφόρως ἀσιτοῦσι, παῖδες δὲ δυσφόρως. ἔστι δὲ τὸ μὲν εὐφόρως κατά τε τὸ μὴ ὀρέγεσθαι καὶ μὴ βλάπτεσθαι, τὸ δὲ δυσφόρως κατὰ τὰ
5ἐναντία. καὶ γὰρ ὀρέγονται καὶ βλάπτονται μᾶλλον οἱ παῖ‐ δες ἐν ταῖς μακραῖς ἀσιτίαις. αἱ δὲ μεταξὺ ἡλικίαι τῆς τε τῶν παίδων καὶ τῆς τῶν γερόντων ἐφ’ ὅσον ἂν ἐγγυτέ‐ ρω τῆς ἑτέρας αὐτῶν ἥκωσιν, ἐπὶ τοσοῦτον ἢ μᾶλλον ἢ ἧτ‐ τον ἀνιῶνται καὶ βλάπτονται κατὰ τὰς μακρὰς ἀσιτίας.
10τούτου δὲ τοῦ ἀφορισμοῦ τὴν αἰτίαν αὐτὸς ἐν τῷ ἐφεξῆς διδάσκει, οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα σώματα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, ὥστε κἂν εἰ συνάπτειν τις αὐτὸν βού‐ λοιτο καὶ μετὰ τοῦ γὰρ ἐκφέρειν συνδέσμου, γένοιτ’ ἂν ὁ λόγος εἷς τε ἅμα καὶ σαφὴς, οὕτως ἔχων, γέροντες εὐφορώ‐
15τατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα μειράκια καὶ μάλιστα πάντων παιδία. τὰ γὰρ αὐξανόμενα
πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. καθεστηκότας δὲ λέγει401 in vol. 17.2

17b

402

δηλονότι τοὺς τὴν μέσην ἔχοντας ἡλικίαν, ἀκμῆς τε καὶ γήρως, ὡς παύεσθαι μὲν ἤδη τὰ τῆς ἀκμῆς, μηδέπω δὲ μηδεμίαν αἴσθησιν σαφῆ γήρως ἔχειν. οὕτω δὲ καὶ Θου‐ κυδίδης εἶπε τοὺς ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ. μεταξὺ δὲ
5ταύτης τε καὶ τῆς τῶν μειρακίων ἡλικίας ἑτέρα τίς ἐστιν ὥσπερ καὶ τῇ τάξει μέση τούτων, οὕτω καὶ κατὰ τὴν εὐ‐ φορίαν τε καὶ δυσφορίαν, ὡς μήτ’ εὐφόρως ἡμᾶς δύνασθαι φέρειν τὴν ἀσιτίαν, καθάπερ οἱ καθεστηκότες καὶ γέροντες, μήτε δυσφόρως, ὡς τὰ μειράκιά τε καὶ οἱ παῖδες. ἀλλ’ οὐκ
10ἐμνημόνευσεν αὐτῆς ὁ Ἱπποκράτης, ὡς νοεῖσθαι δυ‐ ναμένης ἐξ ὧν εἶπεν. ἐν γὰρ τῷ φάναι, τούτων δὲ αὐτέων ἃ ἂν τύχῃ, αὐτὰ ἑωυτῶν προθυμότερα ἐόντα, τὰς φυσικὰς ἐνεφάνισε διαφοράς. ὅσα γὰρ τῶν παιδίων τὸ θερμὸν τὸ ἔμφυτον ἔχει πολὺ, ταῦτα καὶ προθυμότερα τῶν ἄλλων
15ἐστὶ περὶ τὰς τῶν σιτίων προσφορὰς καὶ κρατεῖν μᾶλλον αὐτῶν δύνανται καὶ μὴ λαμβάνοντα μᾶλλον βλάπτεται. τοιοῦτος μὲν ὁ Ἱπποκράτους λόγος· δεῖται μέντοι καὶ βρα‐ χείας τινὸς ἔτι προσθήκης εἰς τὸ τέλειον. ἐπὶ μὲν γὰρ
τῶν ἐν ἀρχῇ τῆς γεροντικῆς ἡλικίας ὀρθῶς εἴρηται τὸ γέ‐402 in vol. 17.2

17b

403

ροντες εὐφορώτατα νηστείην φέρουσιν· ἐπὶ δὲ τῶν ἔσχα‐ τον ἡκόντων γῆρας οὐκ ἔτι ὀρθῶς, ὅτι μηδὲ φέρουσιν ἐκεῖνοι τὰς μακρὰς ἀσιτίας. ἢ τοίνυν προσθετέον ἐστὶ τῷ ἀφορισμῷ βραχύ τε καὶ κατὰ τόνδε τὸν τρόπον αὐτὸν λε‐
5κτέον, γέροντες εὐφορώτατα νηστείην φέρουσι, πλὴν τῶν ἐσχατογήρων, δεύτερον οἱ καθεστηκότες. ἢ τὴν νηστείην ὄνομα μεταθετέον εἰς ὀλιγοσιτίην, καὶ οὕτως ῥητέον. γέρον‐ τες εὐφορώτερον ὀλιγοσιτίην φέρουσιν, δεύτερον οἱ καθε‐ στηκότες. εὑρεθήσονται γὰρ καὶ οἱ ἐν ἐσχάτῳ γήρᾳ, εἰ
10καὶ μὴ φέροντες τὴν μακρὰν ἀσιτίαν, ὀλιγοσιτίας γοῦν δεό‐ μενοι. παραπλήσιον γάρ τοι πάσχουσι τοῖς ἀποσβεννυμέ‐ νοις λύχνοις, οἳ καὶ συνεχεστέρας μὲν δέονται χορηγίας, ἀθρόας δὲ ἅμα καὶ πολλῆς οὐ δέονται. καὶ δὴ καὶ προσή‐ κει τοῖς τοιούτοις διδόναι τὸ σύμπαν πλῆθος ὀλίγον, μερί‐
15ζοντας δὲ καὶ αὐτὸ τοῦτο τὸ ὀλίγον εἰς πλείω μέρη καὶ μὴ μίαν ἀσιτίαν ἐπιφέρειν μακρὰν αὐτοῖς.
— — —403 in vol. 17.2

17b

404

ιδʹ. Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέ‐ ρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκ‐
5καυμάτων δέονται, ὑπὸ πολλῶν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσι οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα.
— — — Εἴρηται ἡμῖν κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐπὶ
10πλέον ὅπως οἱ ἀκμάζοντες ἐνίοις μὲν τῶν ἰατρῶν, ἐνίοις δὲ οἱ παῖδες ἔδοξαν εἶναι θερμότεροι. ἔχουσι γὰρ οἱ μὲν δριμύτερον τὸ θερμὸν, οἱ δὲ πλέον. ἀνάγκη δὲ καὶ νῦν εἰπεῖν, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ἐν ὀλίγοις ὡς οἷόν τε μακροὺς περιλαμβάνοντας λόγους. τὸ τοίνυν ὄνομα τουτὶ
15τὸ θερμὸν ἐνίοτε μὲν ἐπὶ τὴν ποιότητα φέρομεν, ἧς ἴδιον ὄνομα θερμότης ἐστίν. ἐνίοτε δὲ παρωνύμως ἀπὸ τῆς ποιό‐
τητος, ὅλον τὸ σῶμα θερμὸν προσαγορεύομεν καί ἐστιν ἡ404 in vol. 17.2

17b

405

χρῆσις ἥδε πολλὴ κατὰ τὸν βίον ἅπαντα καὶ παρὰ τοῖς πα‐ λαιοῖς, ὡς καὶ Θεόφραστος ἐδήλωσεν ἐν τῷ περὶ θερμοῦ καὶ ψυχροῦ γράμματι. τῆς γὰρ τῶν σωμάτων οὐσίας δε‐ χομένης ἐν μέρει τὰς ἐναντίας ταύτας ποιότητας, θερμό‐
5τητά τε καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, κατὰ μὲν τὴν δεδεγμένην οὐσίαν, ὅταν ὀνομάζωμεν θερμὸν, τὸ σῶ‐ μα λέγομεν, ὀλίγον τε ἢ πολὺ φαμὲν ὑπάρχειν τὸ θερμὸν, τῷ ποσῷ τῆς οὐσίας προσέχοντες τὸν νοῦν, καὶ τοῦτο ποιοῦ‐ μεν διττῶς. ἕνα μὲν γὰρ τρόπον ἐπὶ τῶν ἀμίκτων
10οὐσιῶν, ἕτερον δ’ ἐπὶ τῶν μεμιγμένων. ἐπὶ μὲν τῶν ἀμί‐ κτων, ὡς ἂν εἰ καὶ δυοῖν ἐχόντοιν ὕδωρ ὁμοίως θερμὸν ἐν δεξαμεναῖς ἀνίσοις περιεχόμενον, τὸν μὲν ἕτερον πλέον ἔχειν λέγομεν τὸ θερμὸν, ᾧ μείζων ἡ δεξαμενὴ, τὸν ἕτερον ἔλατ‐ τον. ἐπὶ δὲ τῶν μεμιγμένων ὡς ἂν ἴσων μὲν ἀλλήλαις οὐ‐
15σῶν, ἀνίσῳ δὲ μέτρῳ κεκραμένων, ἐξ ὕδατός τε καὶ οἴνου τὴν μὲν ἑτέραν αὐτῶν τὸν οἶνον ἔχειν πλείονα, τὴν δ’ ἑτέ‐ ραν τὸ ὕδωρ φαμέν. ὅσπερ τρόπος ἐστὶ, κἂν ἀνίσους ὑπο‐
θώμεθα τὰς δεξαμενὰς εἶναι κατὰ τὴν αὐτὴν ἀναλογίαν405 in vol. 17.2

17b

406

κεκραμένας. ἐνίοτε δὲ οὐ πρὸς τὸ πλῆθος ἀναφέροντες τῆς οὐσίας τὸν λόγον, ἀλλὰ πρὸς τὴν ποιότητα μόνην, τῷ μέν τινι πλέον εἶναι φαμὲν, τῷ δ’ ἧττον τὸ θερμὸν, ὡς καὶ δυοῖν δεξαμεναῖν ἴσαιν ἀκριβῶς τὸ μέγεθος, τῆς μὲν θερ‐
5μοτέρας πλέον εἶναι τὸ θερμὸν λέγομεν, τῆς δὲ ψυχροτέ‐ ρας ἧττον, οὐκέτι κυρίως ἐνταῦθα τὸ πλέον ἐπιφέροντες. ἄμεινον γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον καὶ σφοδρότερον καὶ ἀμυδρότερον καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ποιότησιν ἀναφέ‐ ρειν ὀνόματα, τὸ δ’ ὀλίγον καὶ πολὺ κατὰ τοῦ ποσοῦ μό‐
10νον τῆς οὐσίας φυλάττειν. ἀλλὰ γὰρ οὐκ ἐνταῦθα μόνον αἱ τοιαῦται καταχρήσεις εἰσὶ τῶν ὀνομάτων, ἀλλὰ καὶ κατ’ ἄλλα πάμπολλα τῶν κατὰ τὸν βίον, οὐχ ἥκιστα δὲ καὶ κατὰ τὴν ἰατρικὴν αὐτήν. ἁπάσας γοῦν τὰς νόσους ὀνομάζουσι μεγάλας τε καὶ μικρὰς, καίτοι γε οὐκ οὔσας οὐσίας, πυρε‐
15τὸν μέγαν, πυρετὸν μικρὸν, ἀποπληξίαν μεγάλην, ἀποπλη‐ ξίαν μικρὰν, ὡσαύτως δὲ πλευρῖτιν καὶ φρενῖτιν καὶ περι‐ πνευμονίαν, ἁπάσας τε τὰς ἄλλας. προσέχειν οὖν χρὴ ταῖς
ὁμωνυμίαις καὶ σκοπεῖσθαι τί ποθ’ ἡ σύμπασα λέξις ἑκά‐406 in vol. 17.2

17b

407

στοτε βούλεται τοῦ λέγοντος. εἰ γὰρ ἐκείνου καθ’ ἑτέρου σημαινομένου τοὔνομα φέροντος ἡμεῖς καθ’ ἕτερόν τι δεξά‐ μενοι τὸν λόγον εὐθύνομεν, οὐ τὸν εἰρηκότα δή που κατά γε τὴν ἀλήθειαν αὐτὴν ἐξελέγξομεν, ἀλλὰ τὴν ἡμετέραν
5ὑπόληψιν, ὥσπερ ἀμέλει κἀνταῦθα ποιοῦσιν ἔνιοι τῶν πρὸς Ἱπποκράτους σπευδόντων ἀντιλέγειν. ἐπὶ γὰρ τὴν ποιότητα μεταφέροντες τοὔνομα τοῦ θερμοῦ, πειρῶνται δεικνύναι σφοδροτέραν ὑπάρχουσαν αὐτὴν τοῖς ἀκμάζουσιν. ἀλλ’ Ἱπ‐ ποκράτης οὐκ ἐπὶ ταύτην, ἀλλ’ ἐπὶ τὴν οὐσίαν ἀναφέρει
10τοὔνομα κατὰ τὸν ἐνεστῶτα λόγον. ἡ γὰρ οὐσία τοῦ ἐμ‐ φύτου θερμοῦ ἀερώδης καὶ ὑδατώδης ὑπάρχει, ὡς ἐκ τοῦ σπέρματος ἔνεστι τεκμήρασθαι, παντάπασι μὲν ὀλίγης γεώδους οὐσίας μετέχοντος, τὸ πλεῖστον δ’ ἐν αὐτῷ περιέχοντος ἀέρος θερμοῦ τε καὶ ὑγροῦ, ὡς κἀν τοῖς περὶ
15σπέρματος ὑπομνήμασι δεδήλωται. καὶ μὴν καὶ ἡ ἑτέρα τῆς γενέσεως ἡμῶν ἀρχὴ, τὸ καταμήνιον, ὑγρὸν δήπου τὴν φύσιν ἐστίν. ὅταν οὖν ἐπὶ τὸ γεωδέστερον μεταβάλλῃ τὸ
σῶμα τοῦ ζώου, μεταβάλλει δὲ καθ’ ἑκάστην ἡμέραν αὐξα‐407 in vol. 17.2

17b

408

νόμενον, τηνικαῦτα κἂν πάνυ σφόδρα θερμὸν ᾖ καὶ πυρῶ‐ δες, ἀλλὰ τήν γε οὐσίαν τοῦ ἐμφύτου θερμοῦ ὀλιγίστην ἔχει, ἐπεὶ οὕτως ἂν καὶ τοὺς πυρέττοντας εἴπομεν πλεῖ‐ στον ἔχειν τὸ ἔμφυτον θερμὸν, οἵτινες οὐχ ὅπως πλέον,
5ἀλλ’ οὐδὲ τῷ πρόσθεν ἴσον ἔχουσιν. εὔκρατος μὲν οὖν ἐστιν ἡ οὐσία τοῦ ἐμφύτου θερμοῦ, πυρώδης δὲ ἡ τοῦ ἐπικτήτου. καὶ δὴ καὶ αἱ δι’ ὅλου τοῦ σώματος ἡμῶν ἀπόῤῥοιαι ἕπον‐ ται καπνώδεις μὲν καὶ λιγνυώδεις καὶ ξηραὶ καὶ δριμεῖαι τῷ ἐπικτήτῳ θερμῷ, ἀτμώδεις δὲ καὶ ἡδεῖαι καὶ εὔκρατοι
10τῷ κατὰ φύσιν, καίτοι διὰ τῆς ἁφῆς ἔνεστι διαγινώσκειν ταῦτα. τὸ μὲν γὰρ τῶν ὑγιαινόντων θερμὸν ἀτμῶδές ἐστι καὶ ἡδὺ καὶ οἰκεῖον τῇ ἁφῇ, μηδὲν ἀνιαρὸν, μηδὲ ταχὺ, μηδὲ δακνῶδες ἔχον. τὸ δὲ τῶν πυρεττόντων καὶ μάλιστα τοὺς ἑκτικοὺς πυρετοὺς ἢ τοὺς ἐπὶ σήψει χυμῶν δριμὺ καὶ
15ἀηδὲς καὶ δάκνον καὶ διαβιβρῶσκον ἡμῶν τὴν ἁφήν. ἀκρι‐ βοῦται δὲ ἡ ὑγιεινὴ ποιότης αὐτοῦ ἐν τοῖς παισὶν, ὡς τῶν γε ἀκμαζόντων τοὺς πλείστους ἔστιν εὑρεῖν δακνῶδες ἤδη
τὸ θερμὸν ἔχοντας καὶ οὐκ ἔθ’ ὑγρὸν οὐδὲ ἀτμῶδες οὐδὲ408 in vol. 17.2

17b

409

ἀερῶδες. καὶ οὐδὲν θαυμαστόν· ὁμοίαν γὰρ εἶναι τὴν ἀπόῤ‐ ῥοιαν δεῖ τῇ ὑποκειμένῃ οὐσίᾳ· ἡνίκα μὲν ὑγρὰ καὶ ἀερώ‐ δης ἐστὶν ἡ οὐσία, καὶ τὸ ἀποῤῥέον αὐτῆς ἀτμῶδές ἐστι καὶ ἡδύ· ἡνίκα δὲ γεώδης καὶ ξηρὰ, τηνικαῦτα καὶ τὸ ἀποῤ‐
5ῥέον καπνῶδες γίνεται καὶ λιγνυῶδες καὶ δριμὺ, ὥσπερ γε κἀπὶ τῶν ἐκτὸς αἱ μὲν ἐξ ὕδατος ἀναθυμιάσεις γλυκέος τε καὶ θερμοῦ χρησταὶ καὶ ἀτμώδεις εἰσὶν, αἱ δὲ ἔκ τινος τῶν στερεῶν σωμάτων καιομένου καπνώδεις τε καὶ δριμεῖαι. διττῶν οὖν οὐσιῶν οὐσῶν, καὶ τῆς μὲν ἡδεῖαν ἐχούσης θερ‐
10μότητα, τῆς δὲ ἀνιαρὰν, τὴν μὲν ἑτέραν πλείστην ἔχει τὰ παιδία, τὴν δ’ ἑτέραν οἱ ἀκμάζοντες ὡς πρὸς τὴν ὅλην τοῦ σώματος ἀναλογίαν δηλονότι. ἵνα δὲ καὶ φυσικώτερον ἔτι τὸν λόγον ἀναγαγὼν ἐπὶ τὰ στοιχεῖα τὸ πᾶν διέξειμι, τεττάρων ὄντων στοιχείων ἐξ ὧν τὰ πάντα σώματα κέκρα‐
15ται, τὸ μὲν τῶν παιδίων ἥκιστα μετέχει τοῦ γεώδους, πλεῖ‐ στον ἐν ἑαυτῷ κεκτημένον τό τ’ ἀερῶδες καὶ ὑδατῶδες.
τὸ δὲ τῶν ἀκμαζόντων ἔμπαλιν ὑπὸ ξηρότητος ἐπικρατεῖται409 in vol. 17.2

17b

410

γεώδους. ἐνδεῖ δ’ ἡ ὑδατώδης αὐτοῦ καὶ ἀερώδης οὐσία, ὥστ’ εἰ καὶ τὸ τέταρτον τὸ στοιχεῖον ἴσον πῦρ ἐν ἀμφοῖν θείημεν, ὡς ὁμοίως αὐτὰ λέγειν εἶναι θερμὰ, ἀλλ’ οὐ πα‐ ραπλησίαν γε τὴν θερμὴν οὐσίαν ἐν ἀμφοτέροις αὐτοῖς
5ὑπάρχειν ἐροῦμεν, τῆς μὲν τῶν παίδων ὑγρᾶς οὔσης, τῆς δὲ τῶν ἀκμαζόντων ξηρᾶς. ἡ μὲν γὰρ ὑγρὰ κατὰ τὸ ἔμ‐ φυτον θερμὸν μάλιστα, ἐξ ὑγροῦ γὰρ ἡ γένεσις ἡμῖν, ἡ δὲ ξηρὰ κατὰ τὸ ἐπίκτητον. οὕτως οὖν οἱ μὲν ἄρτι γεγενη‐ μένοι παῖδες, οὐσίας θερμῆς ὑδατώδους τε καὶ ἀερώδους
10πλείστης μετέχοντες, πλεῖστον ἂν ἔχειν λέγονται τὸ ἔμφυ‐ τον θερμὸν, οἱ δ’ ἀκμάζοντές τε καὶ παρακμάζοντες, εἰς ὅσον αὗται μὲν ἐνδέουσι, περιττεύει δὲ ἡ γεώδης εἰς τοσοῦτον καὶ τὴν οὐσίαν ἔχουσιν ἐλάττονα τοῦ ἐμφύτου θερμοῦ. ὅτι δ’ ἀποῤῥεῖν ἀναγκαῖόν ἐστι τῆς ὑγρᾶς καὶ
15ἀερώδους οὐσίας πλέον ἤπερ τῆς γεώδους, κἂν ὁμοίως ἀμ‐ φότεραι θερμαὶ τυγχάνωσιν οὖσαι κατὰ τὴν ποιότητα, πρό‐ δηλον παντί. θεάσασθαι γοῦν σοι τοῦτο κἀπὶ τῶν ἐκτὸς
ἐναργῶς ὑπάρχει. τῶν γὰρ εἰς τὴν ὁμοίαν ἡκόντων θερ‐410 in vol. 17.2

17b

411

μότητα σωμάτων οὐκ ἴσον ἀποῤῥεῖν φαίνεται, ἀλλὰ τῶν μὲν ξηρῶν ἐλάχιστον, τῶν δ’ ὑγρῶν πλεῖστον. αὐτίκα γοῦν ὕδα‐ τος μὲν καὶ ἐλαίου θερμῶν μετρίως γενομένων πλεῖστον ἀποῤῥεῖ καὶ διαφορεῖται, σιδήρου δὲ καὶ χαλκοῦ καὶ λίθων
5ἐλάχιστον, ὥστε καὶ εἰ καταθεῖναι βουληθείης εἰς ἥλιον θερμότατον ὕδωρ, εἰ οὕτως ἔτυχε, καὶ σίδηρον ἴσα τῷ σταθ‐ μῷ ποιήσας, εἶτα διελθούσης ὅλης τῆς ἡμέρας ἄμφω στῆ‐ σαι, τὸ μὲν ὕδωρ εὑρήσεις ἔλαττον ἑαυτοῦ παραπολὺ γεγε‐ νημένον, τὸν δὲ σίδηρον ἴσον. οὕτως δὲ καὶ ἔλαιον εἰ θέ‐
10λεις παραβάλλειν χαλκῷ καὶ σιδήρῳ καὶ λίθῳ, τὸ μὲν ἐκδα‐ πανώμενον εὑρήσεις, τὰ δ’ ὑπομένοντα κατὰ τὸν ὄγκον τῆς οὐσίας. ἐντεῦθεν δὲ μεταβαίνων ἐπὶ κηρόν τε καὶ πίτταν, ἄσφαλτόν τε καὶ ῥητίνην, ὅσα τ’ ἄλλα πλείστης ὑγρᾶς οὐσίας μετέχει, θεάσῃ καὶ ταῦτα ἐν ἡλίῳ θερμῷ πολὺ πλέον δα‐
15πανώμενα καὶ ἀποῤῥέοντα ἤπερ τοῦ λίθου τε καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων τῶν οὕτω ξηρῶν. ὥστ’ εἴπερ ἡ χρεία τῆς τροφῆς ἀναπλήρωσίς ἐστι τῶν ἀποῤ‐
ῥεόντων ἐκ τοῦ σώματος, ἀποῤῥεῖ δὲ τῶν ὑγροτέρων τε411 in vol. 17.2

17b

412

καὶ ἀερωδεστέρων πλέον, ἀναγκαῖον καὶ τροφῆς πλείονος δεῖ‐ σθαι τὰ τοιαῦτα. τὸ δὲ τῶν παίδων σῶμα τοιοῦτόν ἐστιν, ὑγρᾶς καὶ ἀερώδους οὐσίας πλέον μετέχον, οὐχ ὡς τοῦ τῶν ἀκμαζόντων καὶ παρακμαζόντων καὶ γερόντων, ξηρᾶς καὶ
5γεώδους. ὁ τοίνυν Ἱπποκράτης ἐπειδὴ προὔκειτο κατὰ τόδε τὸ βιβλίον αὐτῷ σύντομόν τε καὶ ἀφοριστικὴν ποιεῖσθαι τὴν διδασκαλίαν, οὐχ οὕτως διῆλθεν τὸν λόγον ὡς ἐγὼ νῦν, ἀλλ’ ἀντὶ τοῦ φάναι τὰ αὐξανόμενα, κἂν ἴσον ἐν αὐτοῖς ἔχῃ θερμῆς οὐσίας καὶ πυρώδους τοῖς ἀκμάζουσιν, ἀλλὰ τῆς γε
10ὑδατώδους καὶ ἀερώδους οὐσίας πλέον ἔχει τὰ αὐξανόμενα, πλεῖστον εἶπεν ἔχειν τὸ ἔμφυτον θερμὸν, ἅμα μὲν ἀναμι‐ μνήσκων ἡμᾶς τῆς οὐσίας αὐτῶν, ἅμα δὲ τὸ προκείμενον ἀποδεικνύς. ἐπειδὴ γὰρ ὑγρὰν καὶ θερμὴν ἔχει τὴν οὐσίαν τὰ αὐξανόμενα, διὰ τοῦτο πλεῖστον ἀποῤῥεῖν αὐτῶν ἀναγ‐
15καῖόν ἐστι, πλείστης τε δεῖται τροφῆς. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεσθαί φησιν εὐλόγως. ἔνθα γὰρ τὸ μὲν ἀποῤῥέον
πλεῖστον, τὸ δ’ ἐπιῤῥέον ὀλίγον, ἐνταῦθα ἀναγκαῖον δια‐412 in vol. 17.2

17b

413

φθείρεσθαι τὴν ὑποκειμένην οὐσίαν. γέρουσι δ’ ὀλίγον τὸ θερμὸν, τούτοις μέν γε κατ’ ἄμφω τὰ σημαινόμενα τῆς προσηγορίας ὀλίγον ὑπάρχει τὸ θερμὸν, εἴτ’ ἐπὶ τὴν ποιό‐ τητά τις ἀναφέρει τὸν λόγον εἴτ’ ἐπὶ τὴν οὐσίαν. καὶ γὰρ
5καὶ ἡ ποιότης ἀμυδρὰ καὶ ἡ οὐσία ἐλαχίστη, εἴπερ τι με‐ μνήμεθα τῶν προειρημένων. διὰ τοῦτ’ ἄρα, φησὶν, ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπεκκαύματα τὰς τροφὰς ὠνόμασεν, ἑπόμενος τῷ ἑαυτοῦ δόγματι καὶ σχεδὸν ἁπάντων τῶν ἐνδο‐ ξοτάτων φιλοσόφων, οἵτινες τῶν συντιθέντων στοιχείων
10τὰ ζῶα τὸ θερμὸν αἰτιώτατον ἐνόμιζον εἶναι τῆς ζωῆς. ὥσπερ γὰρ αἱ λυχνιαῖοι φλόγες, καίτοι τροφὴν ἔχουσαι τοὔ‐ λαιον, ὅμως ἐὰν ἀθρόως τις ἐπιχέῃ, σβέννυνται μᾶλλον ἢ τρέφονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ἐν τοῖς γέ‐ ρουσι θερμὸν ὑπέκκαυμα μὲν ἔχει τὰς τροφὰς, εἰ
15δὲ πολλαῖς καὶ ἀθρόαις ἐπισωρεύσεσι καταπνίγοιτο, σβεσθῆ‐ ναι κίνδυνος αὐτὸ, καθάπερ εἰ καὶ σμικρῷ σπινθῆρι πυρὸς, πλῆθος ἐπισωρεύσαις ξύλων. καὶ διὰ τοῦτο καὶ οἱ πυρετοὶ
τοῖς γέρουσιν οὐχ ὁμοίως ὀξέες, τὸ δ’ ἐπιφερόμενον τεκμή‐413 in vol. 17.2

17b

414

ριον οὕτως ἐστὶν καὶ αὐτὸ τοῦ ψυχρὸν εἶναι τὸ τῶν γε‐ ρόντων σῶμα καὶ ὅτι μάλιστα τροπῇ τῆς ἐμφύτου θερμό‐ τητος ἐπὶ τὸ πυρῶδες ὁ πυρετὸς γίνεται. ἀλλά τοι τηλι‐ καύτην τροπὴν συμβῆναι τοῖς γέρουσιν, ὡς εἰς ἴσον ἀφικέ‐
5σθαι τῇ τῶν νεωτέρων, οὐ πάνυ τι δυνατόν, τὸ μὲν γὰρ πολὺ θερμὸν ἑτοίμως ἐπὶ μήκιστον αἴρεται, τὸ δ’ ὀλίγον οὐ ῥᾳδίως, ἀλλὰ μεγίστης δεῖται τῆς βιαζομένης αἰτίας αὐτό. διὰ τοῦτο οὖν οὔτε πυρέττουσιν οἱ γέροντες, ὁμοίως τοῖς νέοις ὀξεῖς πυρετοὺς ὡς τὰ πολλὰ καὶ εἴ που σπανίως
10γένοιτό τις ὀποῖος ἐν νέῳ, πάντως οὗτος εἰς ὄλεθρον τοῦ κάμνοντος τελευτᾷ. ἐνδείκνυται γὰρ ἐξαίσιόν τι μέγεθος τῆς ἐργαζομένης αὐτὸν αἰτίας. ταῦτα ἀρκεῖ τοῖς κατὰ φύσιν ἔχουσιν εἰς νόησίν τε καὶ πίστιν ὧν Ἱπποκράτης ἔγραψεν· ὅσοι δὲ οὐκ ὀρθῶς ἐνεκάλεσαν αὐτῷ, καθάπερ καὶ Λύκος,
15ἓν ὅλον πρὸς ἐκείνους ὑπ’ ἐμοῦ γέγραπται βιβλίον ἀπολο‐ γούμενον ὑπὲρ ὧν ἐπηρεάζουσιν τὸν ἀφορισμόν. ἐπιγέγρα‐
πται δὲ τὸ βιβλίον πρὸς Λύκον, ὅτι μηδὲν ἡμάρτηται κατὰ414 in vol. 17.2

17b

415

τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἐδόθη δέ μοι τὸ τοῦ Λύκου βιβλίον ἤδη γεγραμμένων τῶν ὑπ’ ἐμοῦ ὑπομνημάτων. ὅθεν αὐτὸς μὲν τούτοις ἐνέθηκα τήνδε τὴν ῥῆσιν οὐκ οὖσαν ἐν τοῖς προεκ‐
5δοθεῖσιν· ἰδίᾳ δὲ καθ’ ἕτερον βιβλίον ἀπελογησάμην ὑπὲρ ὧν ἐνεκάλεσεν Ἱπποκράτει.
— — —
ιεʹ. Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι
10μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσ‐ άρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖον ἔχουσι, τροφῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλι‐ κίαι καὶ ἀθληταί.
— — —
15Αἱ ὧραι τοῦ ἔτεος συντελοῦσιν εἰς τὴν δίαιταν οὐκ
ὀλίγον. ἐν μὲν γὰρ τῷ χειμῶνι καὶ ὀρέγονται πλειόνων οἱ415 in vol. 17.2

17b

416

ἄνθρωποι καὶ πέπτουσι ῥᾷον αὐτὰ, κατὰ δὲ τὸ θέρος ἔμ‐ παλιν. τὴν δὲ αἰτίαν αὐτὸς ὁ Ἱπποκράτης εἶπεν ἀποφη‐ νάμενος, τὰς κοιλίας χειμῶνος καὶ ἦρος θερμοτάτας εἶναι. τί δέ ἐστιν αὐτὸ τὸ φύσει καὶ ὅτι οὐ μάτην αὐτῷ
5προσέθηκεν ἐν τῷδε τῷ ἀφορισμῷ ὀλίγον ὕστερον ἐξηγή‐ σατο, φάμενος, καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ πλείστης οὖν τροφῆς δεῖται. αἱ γοῦν κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται οὐχ ἁπλῶς, ἀλλὰ τῷ φυσικῷ θερμῷ θερμότα‐ ται, οὗ τὴν οὐσίαν ἔμπροσθεν ἐδήλωσα. διὰ τί δὲ τοῦ χει‐
10μῶνος αὐξάνεται τοῦτο καὶ Ἀριστοτέλης εἶπεν, ὑποφεύγει γὰρ διὰ τὸ περιϊστάμενον ἔξωθεν κρύος, ὥσπερ αὖ πάλιν ἐν τῷ θέρει πρὸς τὸ συγγενὲς ἀποτείνεται. καὶ οὕτω συμβαίνει διαφορεῖσθαι μὲν αὐτοῦ καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἐν τῷ θέρει, συνέχεσθαι δὲ καὶ σφίγγεσθαι καὶ εἰς
15βάθος ὑποχωρεῖν ἐν τῷ χειμῶνι. διὰ τοῦτο οὖν καὶ αἱ πέψεις καὶ αἱ ἐξαιματώσεις καὶ αἱ θρέψεις ἀμείνους εἰσὶν ἐν ταῖσδε ταῖς ὥραις. προσέθηκε δὲ καὶ ἄλλο τι συμβεβη‐
κὸς αὐτοῖς τὸ καὶ τοὺς ὕπνους μακροτάτους γίνεσθαι, διὰ416 in vol. 17.2

17b

417

τὸ μῆκος δηλονότι τῶν νυκτῶν, οὐ σμικρὸν οὐδ’ αὐτὸ συν‐ τελοῦν εἰς τὰς φυσικὰς ἐνεργείας. τὸ δ’ ἐπὶ τέλει προσκεί‐ μενον σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταὶ τοῦ δεῖσθαι τρο‐ φῆς, ἔνθα πλεονάζει τὸ θερμὸν ἀξιόλογον τεκμήριόν ἐστιν.
5οἵ τε γὰρ παῖδες διότι τὸ θερμὸν ἔχουσι πλεῖστον, διὰ τοῦτο καὶ δέονται πλειόνων καὶ περιγίνονται· οἵ τε ἀθλη‐ ταὶ διότι τοῖς γυμνασίοις αὐξάνουσι τὴν ἔμφυτον θερμασίαν, διὰ τοῦτο καὶ τροφῶν ἀπολαύειν δύνανται πλειόνων. τὰ μὲν οὖν εἰρημένα κατὰ τὸν ἀφορισμὸν αὐτάρκως ἐξηγησά‐
10μεθα· περὶ δὲ τῆς ἐν αὐτοῖς ἀληθείας εἴ τις σκοποῖτο, μὴ κατὰ πάντων ἐκτεινέτω τῶν ζώων τὸν λόγον, ἀλλ’ ἀποχω‐ ριζέτω τὰ φωλεύοντα. ταυτὶ γὰρ οὐ δεῖται πλείονος τρο‐ φῆς ἐν τῷ φωλεύειν· εἴ γε καὶ μηδ’ ὅλως ἐσθίοντα διαρκεῖ καὶ καθ’ ὑπόθεσιν προσηνέγκατο τοσαύτην ὅσην πρὶν φω‐
15λεύειν ἐχρῆτο, κακῶς ἂν αὐτὴν ἔπεψεν. ὁποῖον γάρ τι κατὰ τὰς ψυχρολουσίας συμβαίνει τοῖς ἀνθρώποις, τοιοῦ‐ τον τοῖς ζώοις ἐν τῷ χειμῶνι. συμβαίνει δὲ τοῖς ἐν ψυχρῷ
λουομένοις, οἷς μὲν ἀσθενές ἐστι τὸ σῶμα, ψύχεσθαί τε417 in vol. 17.2

17b

418

καὶ βλάπτεσθαι, οἷς δὲ ἰσχυρὸν ἐν μὲν τῷ παραχρῆμα τὴν θερμασίαν εἰς τὸ βάθος ὑποφεύγουσαν ἀθροίζεσθαι, μετὰ δὲ ταῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπανέχεσθαι καὶ πολὺ πλείονα τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῆς. οὕτω δὲ καὶ
5τῶν ζώων ὅσα μέν ἐστι ψυχρότερα φύσει, νικᾶται τούτων ὑπὸ τοῦ κατὰ τὸν χειμῶνα κρύους, τὸ ἔμφυτον θερμὸν ὡς ὀλίγου δεῖν αὐτὸ ἀποσβέννυσθαι καὶ διὰ τοῦτ’ αὐτῶν τὰ πλεῖστα παραπλήσια νεκροῖς ἔστιν ἰδεῖν, ἀναίσθητά τε ἅμα καὶ ἀκίνητα κατὰ τοὺς φωλεοὺς κείμενα. τινὰ δὲ καὶ
10παντάπασιν ἐν τῷ τοιούτῳ πάθει διαφθείρεται. τὰ δὲ πο‐ λυαιμότερα καὶ θερμότερα τῶν ζώων ὅμοιόν τι πάσχει κατὰ τὸν χειμῶνα τῷ συμβαίνοντι τοῖς ἰσχυροῖς σώμασιν ἐπὶ τοῖς ψυχροτέροις λουτροῖς. ἀθροίζεται γὰρ αὐτῶν ἐν τῷ βάθει τὸ θερμὸν, οὐ μὰ Δία τῶν σαρκῶν ἀποφευγουσῶν
15εἰς τοῦτο καὶ καταλιπούσης ἑκάστης ἣν ἐξ ἀρχῆς εἴληφε χώραν, ἀλλὰ τοῦ πνεύματος ἅμα τῷ αἵματι. τρία δ’ ἦν ταῦτα σώματα τὰ τὴν ἀρχέγονον ἡμῶν οὐσίαν συμπλη‐
ροῦντα, πνεῦμα καὶ αἷμα καὶ ἡ ὀῤῥώδης ὑγρότης, ἐξ ἧς418 in vol. 17.2

17b

419

κατ’ ἀρχὰς μὲν, ὡς ἐν τοῖς περὶ σπέρματος ἐδιδάξαμεν, ἡ γένεσις τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ὕστερον δὲ ἡ αὔ‐ ξησίς τε καὶ θρέψις ἐν τούτοις προσέρχεται. ὅτι μὲν οὖν ἄμεινον ἐν τῷ χειμῶνι πέπτομεν, τοῦ αἵματος εἴσω καὶ τοῦ
5πνεύματος εἰς τὸ βάθος ὑποκεχωρηκότων, εὔδηλον παντί. λέγει γοῦν οὐ τοῦτο μόνον ὁ Ἱπποκράτης, ἀλλ’ ὅτι καὶ συμφέρει πλείω λαμβάνειν. ἐν ταύτῃσι γὰρ, φησὶ, τῇ‐ σιν ὥρῃσι, τοῦτ’ ἔστι χειμῶνος καὶ ἦρος, καὶ τὰ προσάρ‐ ματα πλείω δοτέον. καὶ μὴν εἴπερ γε ὀλίγον ἀποῤῥεῖ καὶ
10διαπνεῖται χειμῶνος εἰς τοὐκτὸς, οὐ δεῖται τὰ σώματα πολ‐ λοῦ τοῦ θρέψοντος, ἀναπλήρωσις γάρ ἐστι τοῦ κενωθέντος ἡ θρέψις. ἀνάλογον οὖν εἶναι χρὴ τὸ ποσὸν τῆς τροφῆς τῷ ποσῷ τῆς διαπνοῆς. ὅτι μὲν οὖν ἐστιν ἀληθὲς τὸ μὴ μόνον ἐν χειμῶνι πέττειν ἡμᾶς ἄμεινον, ἀλλὰ καὶ λαμβάνον‐
15τας ὀλίγα, καταψύχεσθαί τε καὶ διὰ τοῦτο βλάπτεσθαι, προσφερομένους δὲ πλείονα μηδενὶ τῶν πληθωρικῶν ἁλί‐ σκεσθαι νοσημάτων αὐτὸ τὸ γενόμενον ἐναργῶς μαρτυρεῖ.
τῆς δὲ αἰτίας ἡ ζήτησις ἐν κοινῷ προκείσθω· οὐ γὰρ δὴ419 in vol. 17.2

17b

420

Ἱπποκράτει γε μόνῳ μάχεται τὸ προβεβλημένον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. οὐδεὶς οὖν ἐστιν ὃς οὔ φησι διαπνεῖ‐ σθαι τὰ τῶν ζώων σώματα τῇ διὰ τῶν ἀδήλων αἰσθήσει διαπνοῇ πόρων. φανερὸν γὰρ τῷ εἰς χρείαν ἥκειν τροφῆς
5ὅτι κενοῦται, ὡς εἴ γε μηδὲν ἡμῶν ἀπέῤῥει, διὰ παντὸς δ’ ἐφυλάττετο τῆς οὐσίας ὁ ἀρχαῖος ὄγκος, οὐκ ἂν οὐδὲ τρο‐ φῆς ἐδεόμεθα. σκόπει τοίνυν εἰ κᾀνταῦθα τοῖς μὲν ἄλλοις ἅπασιν ἄπορος ὁ λόγος Ἱπποκράτει δὲ καὶ τοῖς ἀπ’ αὐτοῦ μόνοις εὔπορος. οὐ γὰρ ἄλλο τι τὸ διαπλάσαν ἐξ ἀρχῆς τὸ
10ζῶον, ὥσπερ οὐδ’ αὖθις αὐξῆσαν, ἢ μέχρι τελευτῆς τρέφον, ὅτι μὴ τὸ θερμὸν τοῦτο τὸ ἔμφυτον, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐστὶν αὐτῷ. τοιγαροῦν τοῦτο πάντων τῶν φυσικῶν ἔργων αἴτιον ὑπάρχον, ἐπειδὴ πλεῖόν ἐστιν ἐν τῷ χειμῶνι καὶ τὰς ὀρέξεις ἐπιτείνει καὶ τὰς πέψεις αὐξάνει καὶ πλέον ἀθροίζει
15τὸ αἷμα καὶ παχύνει τὸ σῶμα καὶ τοῦ κενοῦν τὰ περιττώ‐ ματα προνοεῖται. τὸ μὲν γὰρ πέριξ θάλπος οὐ τὰ πε‐
ριττὰ μόνον, ἀλλὰ καὶ πάνθ’ ὁμοτίμως ἐκκενοῖ διαφοροῦν420 in vol. 17.2

17b

421

ἅμα τοῖς περιττοῖς τῶν ἐν τῷ ζώῳ καὶ τὰ κατὰ φύσιν ἐν αὐτῷ περιεχόμενα κατὰ τὴν ὑπὸ τῶν ἰατρῶν ὀνομαζομένην ἄδηλον διαπνοὴν, ἔμφυτον ἐργάζεται θερμόν. οὐ γὰρ δὴ ἄλλο τι τοῖς ζώοις ἡ φύσις ἐστὶν ἢ τοῦτο κατὰ τὸν Ἱππο‐
5κράτους λόγον. δέδεικται δ’ ὑφ’ ἡμῶν ἐν τοῖς περὶ φυσι‐ κῶν δυνάμεων οὐ μόνον ὀρεγομένη καὶ κατεργαζομένη καὶ προσφύουσα τοῖς μορίοις ἡ φύσις ἑκάστῳ τὴν οἰκείαν τρο‐ φὴν, ἀλλὰ καὶ διαφοροῦσα τὰ περιττώματα ταύτης καὶ ὅσῳ περ ἂν ᾖ ῥωμαλεώτερον τὸ ἔμφυτον θερμὸν, τοσοῦτο μᾶλλον
10ἐκφεύγει τὴν αἴσθησιν ἡ διαπνοή. καὶ διὰ τοῦτο παρὰ φύσιν εἶναι τοὺς ἱδρῶτας ὁ Διοκλῆς εἶπεν, ὅτι καλῶς ἁπάν‐ των διοικουμένων τῶν κατὰ τὸ σῶμα, κρατουμένης τῆς τρο‐ φῆς ὑπὸ φύσεως, οὐκ ἄν ποτε αἰσθητὴ διὰ τοῦ δέρματος ὑγρότης ἐκκριθείη. ὅσα γὰρ ἐν βαλανείοις ἢ γυμναζομένοις
15σφοδρῶς ἢ διὰ θερινὸν θάλπος ἱδροῦσιν ἄνθρωποι, βιαίων αἰτίων εἰσὶν ἔγγονα. καλῶς οὖν ἐν τῷ χειμῶνι διοικεῖται
πάντα τὰ κατὰ τὸ ζῶον, ὅταν γε μέτριος ὑπάρχῃ δηλονότι.421 in vol. 17.2

17b

422

τὰς γὰρ ἀμέτρους δυσκρασίας καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς μέμφεται. γνωρίσματα δὲ οὐ σμικρὰ τοῦ κα‐ λῶς διοικεῖσθαι πάντα τὰ κατὰ τὸ ζῶον ἐν τῷ χειμῶνι τῶν κατὰ φύσιν ἔργων ἡ ῥώμη. πέττεται μὲν γὰρ ἐν τῇ γα‐
5στρὶ τὰ σιτία, διότι πλεῖστόν ἐστι τὸ κατὰ φύσιν θερμὸν, ὕπνοις τε ἅμα μακροτέροις ἐκκαθαίρεται τὰ περιτ‐ τώματα τοῦ σώματος, ὅσα μὲν ἀκριβῶς λελέπτυνται διὰ τοῦ δέρματος, ὅσα δὲ ἀτμώδη, διὰ τῆς ἐκπνοῆς, ὅσα δ’ ἱκανῶς παχέα, διὰ τῶν οὔρων. ὑφίσταται γὰρ αὐτοῖς πολὺ πλέον
10ἢ κατὰ τὸ θέρος πρὸς τῷ καὶ τὸ πλῆθος τῶν οὔρων ὅλων ἱκανῶς αὐξάνεσθαι κατὰ τὸν χειμῶνα. καὶ μὴν καὶ τρέ‐ φεται μὲν καὶ σαρκοῦται τὰ σώματα μᾶλλον ἐν τῷ χειμῶνι καὶ πλῆθος αἵματος ἀθροίζει χρηστοῦ, τοῖς γε μὴ παντά‐ πασι μοχθηρῶς διαιτωμένοις. εἰ γὰρ ἐννοήσεις ὡς ὀλίγαι‐
15μόν τε καὶ ἰσχνὸν τὸ σῶμα ἡμῶν παρὰ τοῦ φθινοπώρου διαδεχόμενος ὁ χειμὼν εὔχυμόν τε καὶ παχύτερον ἀπεργά‐ ζεται, γνωρίσεις, οἶμαι, τὴν ῥώμην τῆς διοικούσης ἡμᾶς
δυνάμεως, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμόν. ἀλλ’ εἰ μὴ τροφῆς422 in vol. 17.2

17b

423

ἀπολαύσει δαψιλοῦς τοῦτο, νικηθήσεται μὲν αὐτὸ πρῶτον ὑπὸ τοῦ περιέχοντος κρύους, ἔξωθέν τε προσπίπτοντος καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένου, συναῤῥωστήσει δ’ αὐτῷ καὶ πέψις σιτίων καὶ γένεσις αἵματος χρηστοῦ καὶ θρέψις τῶν
5τοῦ ζώου μορίων καὶ περιττωμάτων κένωσις. εἰ δ’ ὅσον κρατεῖν δύναται σιτίων, ἀπολαύει τούτων δαψιλῶς, αὐτό τ’ ἂν αὐξηθείη καὶ πάνθ’ ὅσα προείρηται, διαπράξεται περὶ τὸ ζῶον. ὅτι δ’ ἐκ τοῦ προσφέρεσθαι πλείω σιτία καὶ κα‐ τεργάζεσθαι καλῶς, οὐκ ἐν τῇ γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς
10φλεψὶ καὶ παντὶ τῷ τοῦ ζώου μορίῳ, πολὺ μὲν εὐσαρκότε‐ ρον ἕκαστον ἑαυτοῦ γίνεται καὶ πολὺ εὐαιμότερον, ἱκανῶς ἐνδείκνυται καὶ τὸ διὰ τῆς πείρας ἐγνωσμένον τοῖς ἀνθρώ‐ ποις, οὐκ ἐφ’ ἑαυτῶν μόνων, ἀλλὰ καὶ τῶν ὑποζυγίων. πρὶν γὰρ ἄρξασθαι τὸ θέρος ἐν τοῖς τελευταίοις τοῦ ἦρος, αἵ‐
15ματος ἀφαιροῦσιν ἑαυτῶν τε κἀκείνων, ἀναμιμνησκόμενοι τῶν καταλαμβανόντων αὐτοὺς νοσημάτων, ὅταν ἐξαίφνης ἐπιγίνηται θέρος θερμόν. ἐκτείνει γὰρ ἐπὶ πλεῖον τοῦτο
καὶ χεῖ τὸ αἷμα καὶ ὥσπερ τινὰ ζέσιν αὐτοῦ κατασκευάζει,423 in vol. 17.2

17b

424

ὡς μηκέτ’ ἐν ταῖς φλεψὶ στέγεσθαι τὸ τέως σύμμετρον, ἀλλ’ ἤτοι ῥηγνύειν αὐτὰς ἢ ἀναβιβρώσκειν· καὶ ὅταν ἀμε‐ τρότερον ἐφ’ ἕν τε μόριον, ὅπερ ἂν ἁπάντων ἀσθενέστερον, ᾗ, ῥυῇ, φλεγμονὴν ἢ ἐρυσίπελας, ἤ τι τοιοῦτον ἕτερον ἐν τού‐
5τῳ νόσημα ἐργάζεται. πολὺ γὰρ πλείω τε καὶ μείζω τῶν πληθωρικῶν νοσημάτων ἐκ τῆς τῶν χυμῶν γίνεται χύσεως. ἅπαντα οὖν ταῦτα μαρτυρεῖ τοῖς ἄλλοις, ὅσα κατὰ τὸν προ‐ κείμενον ἀφορισμὸν ὁ Ἱπποκράτης ἐδίδαξε, καὶ τὸ μὴ μόνον δύνασθαι πέττειν πλείω σιτία κατὰ τὴν ὥραν ἐκείνην, ἀλλὰ
10καὶ δεῖσθαι πλειόνων. ἀνάλογον γὰρ ἀεὶ χρὴ εἶναι τὰ σι‐ τία τῷ πλήθει τῆς ἐμφύτου θερμασίας, πλὴν εἴ ποτε, ὡς ἔφην, ἐκ τῆς τοῦ περιέχοντος θερμασίας ἀσθενὴς γενομένη ἡ φύσις ἀφαιρεῖν ἀναγκάζει. διὸ καὶ περὶ τοῦ ἦρος, ἀδιοριστότερον εἰπόντος Ἱπποκράτους ἐγὼ διοριοῦμαι, πρῶ‐
15τον μὲν ὅτι κατὰ τὴν ἀρχὴν ὅμοιόν ἐστι μᾶλλον κράσει χει‐ μῶνος ἢ θέρους, ἐπὶ δὲ τῆς τελευτῆς ἔμπαλιν. εἶθ’ ὅτι
πολλάκις μὲν οἷον χειμῶνος γίνεται ψυχρὸν, ἐνίοτε424 in vol. 17.2

17b

425

δὲ οἷόν περ θέρος θερμόν. ἐν μὲν οὖν τοῖς πρώτοις αὐτοῦ μέρεσι κἀπειδὰν γένηταί ποτε ψυχρὸν, ὁμοίαν τῇ χειμερινῇ ποιησόμεθα τὴν δίαιταν· ἐν δὲ τοῖς ὑστέροις μέρεσιν ἐπει‐ δὰν γένηταί ποτε θερμότερον, ὁμοίαν τῇ θερινῇ, μέ‐
5σου δ’ ὄντος τῇ κράσει καὶ τὴν δίαιταν ἀνάλογον τῇ κρά‐ σει ποιησόμεθα. ταῦτα μὲν οὖν πάντα περὶ τῆς τῶν ὑγιαι‐ νόντων εἴρηται διαίτης· ἑξῆς δὲ περὶ τῆς τῶν νοσούντων λέγει.
— — —
10
ιστʹ. Ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μά‐ λιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰ‐ θισμένοισι διαιτᾶσθαι.
— — —
15
Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς περὶ τοῦ κατὰ τὴν δίαιταν ποσοῦ τὴν διδασκαλίαν ἐποιήσατο, νυνὶ δὲ περὶ
τοῦ ποιοῦ διεξέρχεται, πολλὰ καὶ χρήσιμα τῶν κατὰ τὴν425 in vol. 17.2

17b

426

τέχνην ἐν βραχυτάτῳ διδάσκων λόγῳ. πρῶτον μὲν ὅπως χρὴ διαιτᾶν τοὺς πυρέττοντας, εἶθ’ ὅτι τὰς ἐνδείξεις τῶν ὑγιεινῶν διαιτημάτων ἐπὶ μὲν τῶν παρὰ φύσιν ἐναντίας, ἐπὶ δὲ τῶν κατὰ φύσιν ὁμοίας χρὴ ποιεῖσθαι. τῷ μὲν
5γὰρ πυρετῷ, διότι θερμὸν καὶ ξηρὸν ὑπάρχει πάθος (ἔστι γὰρ τροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδες) ὑγρὰν δίαιταν συμβουλεύει. ταῖς δ’ ὑγροτέραις φύσεσιν, εἴτε δι’ ἡλικίαν εἴτε δι’ ἔθος, οὐ τὴν ἐναντίαν, ἀλλὰ τὴν οἰκείαν. φυλάττεσθαι γὰρ αὐτῶν δεῖ διὰ τῶν ὑγρῶν τὴν φύσιν οὐκ
10ἀνασκευάζεσθαι, καθάπερ τὰ νοσήματα. ὅσοι δὲ τοὺς ἅμα πυρετοῖς ὑδέρους προχειριζόμενοι τῷ λόγῳ διαβάλλειν οἴονται τὸν ἀφορισμὸν, ὡς οὐ χρὴ ἐκείνων ζώντων ὑγρᾶς, ἀλλὰ ξηρᾶς διαίτης, ἀγνοοῦσιν ἀναγκαιότατόν τε τῆς θερα‐ πευτικῆς μεθόδου κεφάλαιον, ὅπερ ἡμεῖς ἐπὶ πλέον ἐν ἐκείνῃ
15τῇ πραγματείᾳ διεληλύθαμεν, ὡς ἕκαστον μὲν τῶν ἁπλῶν παθῶν ἰδίας δεῖται θεραπείας, ἐπιπλεκομένων δ’ ἀλλήλοις εἰς ὅσον ἂν ἐπιπλέκηται, εἰς τοσοῦτον ἕξει κοινὴν καὶ τὴν
τῆς θεραπείας ἔνδειξιν, ἤτοι πρὸς τὸ κατεπεῖγον ἡμῶν426 in vol. 17.2

17b

427

ἱσταμένων, μετὰ τοῦ μηδὲ ἑτέρων παντάπασιν ἀμελεῖν ἢ ὁμοτίμως ἅπασι βοηθούντων. τὸ δὲ τῶν πυρεσσόντων ὑδρω‐ πικῶν μεμνῆσθαι τοιοῦτόν ἐστιν οἷον καὶ τὸ τῶν αἷμα πτυόντωον πλευριτικῶν. καὶ γὰρ ἐπὶ τούτων ἐναντίας μὲν
5δεῖται θεραπείας τὰ πάθη, αἵματος ἀναγωγὴ καὶ πλευρῖ‐ τις· ἀλλ’ εἴπερ ἅμα συμβαίη τινὶ πρὸς τὸ κατεπεῖγον, ἵστασθαι μᾶλλον ἐν αὐτοῖς χρὴ, μὴ ἀμελοῦντας μηδὲ τοῦ ἑτέρου. οὕτως οὖν εἰ πυρέττει τις ἅμα καὶ ὑδρωπικὴν ἔχει διάθεσιν, εἰς ἄμφω τὰ πάθη βλέποντες ἐναντίας θεραπείας
10δεόμενα, πρὸς ἑκάτερον αὐτῶν τῶν παθῶν εὐμηχάνως ἱστά‐ μεθα, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι τοῖς οὕτως ἐπιπλεκο‐ μένοις. οὔκουν τοιοῦτον οὐδὲν οὔθ’ ἡμεῖς ἐροῦμεν οὔθ’ ἑτέ‐ ρου λέγοντος προσοισόμεθα. καὶ εἴ τι μὴ ῥητῶς ὠνόμασται κατὰ τὸν ἀφορισμὸν, ἐκ τῆς αὐτῆς ὑπάρχον τῆς εἰρημένης
15κρίσεως καὶ τοῦθ’ ἡγητέον εἰρῆσθαι δυνάμει, ἡλικίας μὲν γὰρ ἐμνημόνευσε καὶ ἔθους· σὺ δ’ ἂν καὶ τῆς φυσικῆς κράσεως καὶ ὥρας καὶ χώρας εὐλόγως μνημονεύσεις, ἅπερ ἐνίοτε καὶ αὐτὸς μὲν Ἱπποκράτης προστίθησιν, ἐνίοτε δ’ ἑνὸς ἢ δυοῖν μνημονεύσας τὰ λοιπὰ τῶν ἐκ τῆς αὐτῆς
20συστοιχίας παραλείπει. γίνονται δὲ καὶ ἀπὸ τούτων ἐνδεί‐427 in vol. 17.2

17b

428

ξεις, ὥσπερ ἔμπροσθεν ἀπό τε τῆς ἡλικίας ἐῤῥέθη καὶ τοῦ νοσήματος· ὅσα μὲν ἄμεμπτα φυλαττόντων ἡμῶν αὐτὰ τοῖς ὁμοίοις τῇ κράσει διαιτήμασιν, ὅσα δὲ μεμπτὰ τοῖς ἐναντίοις ἐπανορθουμένων. εἴρηται δὲ τελεώτερον περὶ πασῶν ἐν‐
5δείξεων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι.
— — —
ιζʹ. Καὶ οἷσιν ἅπαξ ἢ δὶς καὶ πλείω ἢ ἑλάσσω καὶ κατὰ μέρος. δοτέον δέ τι καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ, τῇ ἡλικίῃ καὶ
10 τῷ ἔθει.
— — —
Ἐπειδὴ τὸν περὶ τῆς ποσότητος καὶ ποιότητος ἐποιή‐ σατο λόγον, ἑξῆς ἡμᾶς διδάσκει περὶ τοῦ τρόπου τῶν προσ‐ φερομένων. οὐ γὰρ ἱκανὸν αὐτὸ τοῦτο μόνον, ὅτι τῷδε
15πλέον ἢ ἔλαττον δοτέον γινώσκειν ἢ ὅτι ξηραινούσῃ χρη‐428 in vol. 17.2

17b

429

στέον ἢ ὑγραινούσῃ τροφῇ, ἀλλ’ εἰ καὶ ἅπαξ ἢ καὶ πλεονά‐ κις ἑκάστης ἡμέρας ἢ νυκτὸς εὔλογόν ἐστι προσφέρειν τὰς τροφὰς, ἀναγκαιότατα σκέπτεσθαι καὶ πρὸς ταῦτ’ οὖν ἀπό τε τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τοῦ ἔθους ἔνδειξιν λαμ‐
5βάνειν, καθάπερ ἐπὶ τοῦ ποσοῦ καὶ τοῦ ποίου. πρῶτοι μὲν γὰρ σκοποὶ καὶ πρὸς ταῦτα, τά τε νοσήματα αὐτὰ καὶ ἡ τοῦ κάμνοντος δύναμις, ἔτι τε ἡλικία καὶ ἡ ὥρα καὶ ἔθος, ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα. καὶ διὰ τοῦτο καὶ αὐ‐ τὸς ὁ Ἱπποκράτης προσέθηκεν τὸ δοτέον δέ τι καὶ τῇ ὥρῃ
10καὶ τῇ χώρῃ καὶ τῇ ἡλικίῃ καὶ τῷ ἔθει. σαφῶς δηλῶν διὰ τῆς, δοτέον δέ τι φωνῆς, ὡς οὔτε τὸ πᾶν οὔτε τὸ μέγιστον ἀπὸ τῶν τοιούτων λαμβάνει. τὸ γὰρ εἴτε πολλάκις εἴτ’ ὀλιγάκις εἴθ’ ὅλως χρὴ τρέφειν, ἀπό τε τοῦ νοσήματος καὶ τῆς δυνάμεως πρῶτον μάλιστα λαμβάνεται. μετὰ ταῦτα δὲ
15καὶ ἀπὸ τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τῶν τοιούτων. εἰ μὲν γὰρ ἥτε δύναμις εἴη τοῦ κάμνοντος ἀσθενὴς καὶ ἡ κατὰ
τὸ σῶμα διάθεσις, ἤτοι κατὰ διαφθορὰν ἢ κατ’ ἔνδειαν,429 in vol. 17.2

17b

430

ὀλίγην τροφὴν πολλάκις τοῖς τοιούτοις δώσομεν, ὀλίγην μὲν ὅτι μὴ δύναται φέρειν εἰσάπαξ ἀθρόον πλῆθος ἄῤῥωστος δύναμις, πολλάκις δὲ ὅτι πολλῶν ἡ διάθεσις δεῖται. καὶ γὰρ ἡ ἔνδεια τῆς προσθέσεως δεῖται καὶ ἡ διαφθορὰ τῆς
5ἐπικράσεως. εἰ δ’ ἀσθενούσης τῆς δυνάμεως μήτ’ ἔνδειά τις συνυπάρχει μήτε διαφθορὰ, συμμετρία δὲ τῶν κατὰ φύσιν εἴη χυμῶν ἢ καὶ πλῆθος, ὀλιγάκις τε καὶ ὀλί‐ γα τούτοις δώσομεν, ἔτι δὲ μᾶλλον εἰ τῆς δυνάμεως ἰσχυ‐ ρᾶς ὑπαρχούσης πλῆθος χυμῶν εἴη. εἰ δὲ μετ’ ἐνδείας ἢ
10διαφθορᾶς ἡ δύναμις ἐῤῥωμένη τύχοι, καὶ πολλὰ καὶ πολλά‐ κις σιτία τοῖς οὕτω κάμνουσι δώσομεν, ὡς ἂν καὶ τῆς δια‐ θέσεως δεομένης πολλῶν καὶ τῆς δυνάμεως κρατεῖν αὐτῶν δυναμένης. μὴ συγχωρούντων δὲ τῶν παροξυσμῶν, μηδὲ πολλοὺς τῆς τροφῆς ἡμῖν καιροὺς παρεχόντων, ὀλιγάκις δώ‐
15σομεν τὰ πολλά· τῆς μέντοι δυνάμεως ἰσχυρᾶς οὔσης μετὰ πληθωρικῆς διαθέσεως, ὀλιγάκις ὀλίγα δώσομεν. εἰ γὰρ καὶ
τὸ κατεργαζόμενον ἔχοιμεν εὔρωστον, ἀλλὰ τῆς γε διαθέσεως430 in vol. 17.2

17b

431

μὴ δεομένης πολλῶν, εὔλογον ὀλίγα προσφέρειν. οὕτω μὲν ἀπό τε τοῦ νοσήματος καὶ τῆς δυνάμεως εἰς τὰ προκείμενα τὰς ἐνδείξεις ληπτέον, ἀπὸ δὲ τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τοῦ ἔθους καὶ ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα ὧδε. κατὰ
5μὲν τὴν θερινὴν ὥραν, ὅσον ἐπ’ αὐτῇ τῇ ὥρᾳ, πολλάκις ὀλίγα δοτέον, ὅτι καὶ δέονται προσθήκης πλείονος, ὡς ἂν καὶ διαφορούμενοι καὶ ὅτι ἡ δύναμις αὐτῶν ἐστιν ἀσθενής. κατὰ δὲ τὴν χειμερινὴν πολλὰ μὲν διὰ τὴν ῥώμην τῆς δυ‐ νάμεως, οὐ πολλάκις δέ. οὐ γὰρ δέονται πάνυ πολλῆς προσ‐
10θήκης οἱ κάμνοντες, ἅτε μηδὲ πολλὰ κενούμενοι. τοὺς γὰρ ὑγιαίνοντας ἔμπροσθεν ἐδείξαμεν ἱκανῶς κενουμέ‐ νους ἐν χειμῶνι, διότι πλέον ἔχουσι τὸ ἔμφυτον θερμόν. κατὰ δὲ τὸ μέσον ἔτι τὸ ἔαρ, ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἐγγὺς ᾖ τοῦ θέρους, ὀλίγοις τε καὶ διὰ πολλοῦ θρέψομεν. κιν‐
15δυνεύει γὰρ ἥδε ὥρα πληθωρικῆς εἶναι διαθέσεως ἐγγὺς,
διὰ τὴν τῶν ἐν χειμῶνι πεπηγότων χύσιν. ὥσπερ οὖν ἐν431 in vol. 17.2

17b

432

ταῖς πληθωρικαῖς διαθέσεσιν, ὅταν ἡ δύναμις ἰσχύῃ, τὴν τροφὴν ὀλίγην τε καὶ διὰ πολλοῦ χρόνου δίδομεν, οὕτω καὶ κατὰ τὴν ἐαρινὴν ὥραν ποιητέον ἐπὶ τῶν πυρεσσόντων μά‐ λιστα, ὑπὲρ ὧν ὁ λόγος οὗτός ἐστι τῷ Ἱπποκράτει. τὴν
5γὰρ τῶν ὑγιαινόντων δίαιταν ἔμπροσθεν ἐδίδαξε. τὸ δὲ φθινόπωρον τοῖς κατὰ διαφθορὰν ἐνοχλοῦσι νοσήμασιν ἔοι‐ κε, διὸ καὶ τῆς χρηστοῦ προσθέσεως συνεχοῦς οἱ τότε πυρέσσοντες δέονται, κἂν ἡ δύναμις ἰσχυρὰ εἴη, πολλάκις καὶ πολλὰ δώσομεν αὐτοῖς· εἰ δ’ ἀσθενὴς, ὀλίγα πολλάκις.
10παραπλησίως δ’ ἄν τις καὶ ἀπὸ τῶν ἡλικιῶν καὶ τῶν ἀπὸ ἐτῶν καὶ ἀπὸ τῶν χωρῶν λαμβάνῃ τὰς ἐνδείξεις, εἰς τοὺς πρώτους δύο σκοποὺς ἀνάγων αὐτάς. ἕκαστον γὰρ τῶν εἰ‐ ρημένων ἤτοι ἰσχυρὰν ἢ ἀσθενῆ τὴν δύναμιν ἐργάζεται καὶ ἤτοι πληθωρικὸν ἢ ἐνδεὲς ἢ κακόχυμον τὸ σῶμα.
15
— — —
ιηʹ. Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.
— — —432 in vol. 17.2

17b

433

Οὐ δὶς ὑπὲρ τῶν αὐτῶν, ὡς ἄν τις οἰηθείη, διῆλθεν, ἔμπροσθεν μὲν γράψας τὸν ἀφορισμὸν ἐκεῖνον, οὗ ἡ ἀρχὴ αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει. νυνὶ δὲ πάλιν, ὡς θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέ‐
5ρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. ἀλλ’ ἐπειδὴ πρός τε τὸ ποσὸν τῆς διαίτης καὶ πρὸς τὸν τρόπον χρήσεως τῶν σιτίων, ἐπί τε τῶν ὑγιαινόντων καὶ τῶν νοσούντων ἀπὸ τῶν ὡρῶν ἔνδειξίν τινα λαμβάνει, δεόντως ἐν ἀμφοτέροις ἐμνημόνευσεν, ἐκεῖ μὲν δείξας ὡς τὰ προσάρματα τοῖς
10ὑγιαίνουσι πλείω διδόναι χειμῶνος· διότι τὸ ἔμφυτον θερ‐ μὸν πλεῖον καὶ τρέφεσθαι δεῖται. νυνὶ δὲ ὅτι κἂν ἅπαξ αὐτοῖς πολλὰ δοίης οὐ βλάψεις. εὐφόρως μὲν γὰρ φέρουσιν ἅπαντες πλῆθος σιτίων ἐν χειμῶνι, δυσφόρως δ’ ἐν θέρει. κατὰ τοῦτο ἐν χειμῶνι μὲν ὀλιγάκις τε καὶ πολλὰ προσφέ‐
15ρεσθαι σιτία συγχωρητέον, ἐν θέρει δ’ ἐπειδὴ δυσκόλως φέρουσι τὰ σιτία, διότι τὸ πέττον αὐτὰ καὶ κατεργαζόμενον τὸ ἔμφυτον θερμὸν ὀλίγον ὑπάρχει, τὸ μὲν ἀθρόον διδόναι
ἅπαντι τρόπῳ φευκτέον, ἐπιχειρητέον δὲ συνεχέστερον ὀλίγα433 in vol. 17.2

17b

434

προσφέρειν. ἡ γὰρ τοῦ σώματος διάθεσις ὁμοία τοῖς κατ’ ἔνδειαν οὖσι νοσήμασιν προσθήκης δεῖται. χειμῶνος μὲν οὖν καὶ θέρους οὕτως ἔχουσι, τῶν δ’ ἄλλων δυοῖν ὡρῶν τὸ μὲν φθινόπωρον ἐφεξῆς θέρει, τὸ δ’ ἔαρ χειμῶνι καὶ ἡ
5αἰτία πρόδηλος. ἐμψύχεσθαι μὲν γὰρ ἄρχεται καὶ συνάγε‐ σθαι καὶ πυκνοῦσθαι τὰ σώματα τῷ φθινοπώρῳ, χαλᾷ‐ σθαι δὲ καὶ ἀραιοῦσθαι τῷ ἦρι. διά γε οὖν ταῦτα δὶς οὐκ εἴρηται ταυτὸν ὑπὲρ τῶν ὡρῶν παράγγελμα ἢ καὶ ὅτι κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν ὑπὲρ τῶν ὑγιαινόντων ὁ λόγος
10ἦν αὐτῷ.
— — —
ιθʹ. τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθέσιων
15πρὸ τῶν κρίσιων.
— — —434 in vol. 17.2

17b

435

Τριῶν οὖν ὄντων κεφαλαίων διαιτητικῶν, τοῦ ποσοῦ τῶν σιτίων καὶ τοῦ ποιοῦ καὶ τοῦ τρόπου τῆς χρήσεως αὐ‐ τῶν, εἰς μὲν τὰ πρότερα δύο κεφάλαια παρὰ τῶν παροξυ‐ σμῶν οὐδὲν ἡμῖν ἐγένετο λυσιτελὲς, εἰς δὲ τὸ τρίτον ἔστι
5τί γε κἀκ τῶν παροξυσμῶν λαβεῖν. δεόντως οὖν καὶ ὁ Ἱπ‐ ποκράτης ἐμνημόνευσεν αὐτῶν ἐν τῷ τρίτῳ κεφαλαίῳ. τοὺς καιροὺς γὰρ τῶν κατὰ μέρος τροφῶν οἱ παροξυσμοὶ μάλι‐ στα διδάσκουσιν, ἐν οἷς γε νοσήμασι τεταγμένως ἀπαντῶσι, τουτέστι κατὰ περίοδον, καὶ διὰ τοῦτο καὶ αὐτὸς Ἱπποκρά‐
10της εἶπε τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι, εἰδὼς ὅτι καὶ ἄλλοι τινές εἰσιν, οἳ παροξύνονται μὲν ἐν νόσοις, οὐ μὴν κατὰ περιόδους, τουτέστιν οὐ τετα‐ γμένως. ἐπ’ ἐκείνων μὲν οὖν οὐδὲ δυνατόν ἐστιν ἀκριβῶς ἐξευρεῖν τὸν καιρὸν τῆς προσφορᾶς. ἐφ’ ὧν δὲ τὰ τῶν πα‐
15ροξυσμῶν τέτακται, φυλακτέον ἐστὶ τὰς ἀρχὰς αὐτῶν, τουτέ‐ στιν ὅπως μήτ’ ἤδη γεγονότος μήθ’ ὅσον οὔπω γενησομένου τρέφωμεν. τὸ δὲ πρὸ τῶν κρίσεων, ἤτοι πρὸ τῶν παροξυ‐
σμῶν ἁπάντων ἁπλῶς ἢ πρὸ τῶν κυρίως λεγομένων κρίσεων,435 in vol. 17.2

17b

436

ἀκουστέον ἐστὶν ἢ πρὸ τῶν ἀκμῶν. ἀληθῆ γὰρ τὰ τρία. μᾶλλον δ’ ἂν δόξειεν ἁρμόττειν ἐν τοῖς προκειμένοις τὸ πρὸ τῶν παροξυσμῶν ἁπλῶς. περὶ γὰρ τῆς ἀκμῆς ἔμπρο‐ σθεν εἴρηται καὶ περὶ ἐκείνης δηλονότι καὶ περὶ τῆς κρί‐
5σεως. ἐν ταῖς ἀκμαῖς γὰρ τοὐπίπαν αἱ κρίσεις.
— — —
κʹ. Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινεῖν μηδὲ νεωτεροποέειν μήτε φαρμακίῃσι μήτ’ ἄλλοισιν ἐρεθισμοῖσι
10 χρῆσθαι, ἀλλ’ ἐᾷν.
— — —
Τὸν περὶ διαίτης συμπληρώσας λόγον ἐφ’ ἕτε‐ ρον μεταβαίνει κεφάλαιον, ἐν ᾧ διδάσκει πότε μὲν ἐπιτρε‐ πτέον ἐστὶ τῇ φύσει τὸ πᾶν αὐτῇ περὶ τὸν νοσοῦντα δια‐
15πράττεσθαι, μηδὲν ἡμῶν ἄλλο διαπραγματευομένων, ὅ τι μὴ
τὸ κατὰ τὴν δίαιταν, πότε δὲ οὐ μόνον τῇ φύσει τὸ πᾶν436 in vol. 17.2

17b

437

ἐπιτρεπτέον, ἀλλά τι καὶ αὐτοὺς πραγματεύεσθαι. ἔνθα μὲν οὖν, φησὶν, ἤτοι γέγονεν ἤδη τελεία ἡ κρίσις ἢ γίνεται, τῇ φύσει τὸ πᾶν ἐπιτρέπειν χρὴ καὶ μηδὲν αὐτοὺς νεωτερο‐ ποιεῖν, ἔνθα δ’ ἐλλιπῶς κρίνεται, τὸ λεῖπον αὐτοὺς προσ‐
5τιθέναι. τοῦτο δ’ ἔλεγε κἀν τῷ περὶ χυμῶν κατὰ τήνδε τὴν λέξιν. τὰ κρινόμενα ἀπαρτὶ μὴ κινεῖν μήτε φαρμα‐ κίῃσι μήτε ἄλλοισιν ἐρεθισμοῖσι νεωτεροποιεῖν. ὅπερ γὰρ ἀρτίως ἐν τοῖς ἀφορισμοῖς ἔφη, τοῦτο ἐν ἐκείνῳ τῷ βιβλίῳ μεταβαλὼν ἀπαρτὶ ὠνόμασεν. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλ‐
10λοις παλαιοῖς τοὔνομα τὸ ἀπαρτὶ κατὰ τούτου τοῦ σημαι‐ νομένου τοῦ ἀπηρτισμένως καὶ ὁλοκλήρως καὶ ἀνελλιπῶς, ὅπερ αὐτὸ καὶ τὸ ἀπαρτίως νῦν σημαίνει. οὐ γὰρ δὴ τό γε ἐν ἀρτίαις ἡμέραις, ψεῦδος γὰρ δὴ τοῦτο ἐναργῶς, εἴ τις ἐν ἀρτίαις ἡμέραις ἢ ἐκρίθη ἢ κρίνεται, μηδὲν ἐπὶ τού‐
15των νεωτεροποιεῖν. οὐ μὴν οὐδὲ τὸ πρὸ ὀλίγου δηλοῖ τὸ ἀρτίως ἐν ταύτῃ τῇ ῥήσει. δῆλον δὲ μάλιστα μὲν ἐκ τοῦ
ῥητοῦ τοῦ ἐπιφερομένου, οὐ γὰρ εἶπεν ἁπλῶς τὰ κεκριμένα437 in vol. 17.2

17b

438

ἀρτίως, ἀλλὰ τὰ κρινόμενα καὶ τὰ κεκριμένα. τούτων δὲ τὰ κεκριμένα τάχα ἂν ὁμολογήσειε τῷ ἀρτίως. τὰ δὲ κρινό‐ μενα κατ’ οὐδένα τρόπον, ἀλλὰ κἀξ αὐτῆς τῶν πραγμάτων τῆς ἀληθείας δῆλον. οὐ δήπου γὰρ εἴτε τι πρὸ ὀλίγου
5κέκριται, τοῦτο οὐ χρὴ νεωτεροποιεῖν, ἀλλ’ εἰ μὲν τελέως τε καὶ ἀνελλιπῶς καὶ ὁλοκλήρως, ἀληθὲς ἂν εἴη τὸ λεγόμε‐ νον, εἰ δ’ ἐλλιπῶς κατά τι, τὸ λεῖπον αὐτῶν χρὴ προσθεῖ‐ ναι. τὰ γὰρ μετὰ κρίσιν ὑπολειπόμενα ὑποστροφὰς ποιεῖ. τίς οὖν ἐστιν ἡ τελεία καὶ ἀνελλιπὴς κρίσις, ἢ δῆ‐
10λον ὅτι καθ’ ἣν πάντα καλῶς γίγνεται καὶ μηδὲ εἷς ἀριθμὸς ἐλλείπεται τῶν κριτικῶν; πρῶτον μὲν γὰρ ἀμείνων ἡ κατὰ κένωσιν τῆς κατ’ ἀπόστημα, εἶτα ἡ κατὰ τὸν λυποῦντα καὶ πλεονάζοντα χυμὸν τῆς ἄλλον τινὰ κενούσης, καὶ τρίτον ἡ κατ’ ἴξιν τῆς μή. κατ’ ἴξιν δὲ αὐτὸς ὀνομάζει τὸ κατ’
15εὐθυωρίαν. ἐπὶ ταύταις ἡ μετ’ εὐφορίας, εἶθ’ ἡ μετὰ πέ‐
ψεως ἐν ἡμέρᾳ κρισίμῳ. ταῦτα γὰρ πάντα χρὴ παρεῖναι438 in vol. 17.2

17b

439

τῇ τελείᾳ κρίσει. ἀπόντος δ’ αὐτῶν τινος ἢ καὶ πλειόνων, οὐκ ἀκριβὴς οὐδ’ ἀπηρτισμένη κρίσις ἂν εἴη.
— — —
καʹ.
5Ἃ δεῖ ἄγειν, ταύτῃ ἄγειν ὅκου ἂν μάλιστα ῥέπῃ ἡ φύσις, διὰ τῶν ξυμφερόντων χωρίων.
— — —
Τίνα δή ποτε ἃ δεῖ ἄγειν; δηλονότι τὰ μήτε κρινόμενα μήτε κεκριμένα ἀρτίως. ταῦτα οὖν διὰ τίνος ἐκκενοῦν χρὴ
10μορίου διδάσκει, σκοπὸν ἡμῖν διδοὺς διττὸν, αὐτήν τε τοῦ μορίου τὴν φύσιν καὶ τὴν ῥοπὴν τοῦ χυμοῦ. ὅπως γὰρ ἂν, φησὶ, ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν. ξυμφέροντα δ’ ἐστὶ χωρία κενώσεσιν, ἔντερά τε καὶ γαστὴρ καὶ κύστις καὶ μήτρα καὶ σύμπαν τὸ δέρμα, τῆς πρὸς τού‐
15τοις αἵ θ’ ὑπερῶαί τε καὶ ῥῖνες, ὅταν ἤτοι τὸν ἐγκέφαλον ἐκκαθαίρωμεν ἢ καθ’ αἱμοῤῥαγίαν ἡ κρίσις γίνεται καὶ μά‐
λιστα εἰ κατ’ ἴξιν, ὅπερ ἐστὶ κατ’ εὐθὺ τοῦ πεπονθότος439 in vol. 17.2

17b

440

μορίου. τὰ γὰρ ἀνάπαλιν αἱμοῤῥαγέοντα κακὸν, ὡς ἀσύμ‐ φορα δὲ χωρία αἱ ῥοπαὶ τῶν λυπούντων χυμῶν γίνονται, ὅταν ἤτοι κύρια ταῦτα τὴν φύσιν ὑπάρχει καὶ μείζων ἡ ἐξ αὐτῶν ἔσεσθαι βλάβη μέλλει, τῆς τοῦ κρινομένου νοσήμα‐
5τος ἀξίας ἢ ὅταν μηδεμίαν ἔκκρισιν ἔχῃ. παραδείγματος δ’ ἕνεκα τῶν καθ’ ἧπαρ λυπούντων χυμῶν ἐκκενοῦσθαι χρῃζόντων ἐπιτήδειοι ῥοπαὶ διτταὶ, ἡ μὲν ἑτέρα κατὰ τὴν γαστέρα καὶ ταύτης αὐτῆς βελτίων ἡ κάτω τῆς δι’ ἐμέτων, ἡ δ’ ἑτέρα τῶν κατὰ νεφρούς τε καὶ κύστιν, οὐ μὴν ἥ γε
10εἰς πνεύμονα καὶ θώρακα καὶ καρδίαν ἀγαθή. προσέχειν οὖν χρὴ τὸν ἰατρὸν τῇ ῥοπῇ τῆς φύσεως, εἴτ’ ἐπιτηδείως μὲν γενομένης ὑπηρετεῖν τε ἅμα καὶ συνεργεῖν εἴτ’ ἐναν‐ τίως τε ἅμα καὶ βλαβερῶς γίγνοιτο, κωλύειν τε ἅμα καὶ μετάγειν καὶ ἀντισπᾷν.
15— — —440 in vol. 17.2

17b

441

κβʹ. Πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ.
— — —
5
Τὸ μὲν φαρμακεύειν ἔθος ἐστὶν αὐτῷ λέγειν ἀντὶ τοῦ χρῆσθαι φαρμάκῳ καθαίροντι, τὸ δ’ ὀργᾷν ἀπὸ τῶν ὀργώντων ζώων μετενήνοχεν ἐπὶ τοὺς χυμούς. καθ’ ὃν γὰρ τρόπον ἐκεῖνα ἡσυχάζειν οὐ δύνανται γαργαλιζό‐ μενά πως καὶ κινούμενα καὶ διανιστάμενα πρὸς τοῦ πάθους,
10οὕτω καὶ οἱ χυμοὶ πολλάκις ἐν κινήσει σφοδροτέρᾳ καὶ με‐ ταῤῥύσει μορίων εἰς μόρια, κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐνοχλοῦσι τὸν ἄνθρωπον, κινοῦντες καὶ γαργαλιζόντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες, ἀλλ’ αὐτοί τε κινούμενοι καὶ μεταῤῥέοντες, ἐνοχλοῦντές τε τῇ τοσαύτῃ φορᾷ τὸν κάμνοντα.
15τοὺς μὲν δὴ τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει, τοὺς δ’ ἤδη καθ’ ἕν τι μό‐
ριον ἐστηριγμένους οὔτ’ ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν441 in vol. 17.2

17b

442

οὔτε φαρμακεύειν πρὶν πεφθῆναι. τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύσιν ἔχομεν βοηθοῦσαν τῇ κενώσει. φαίνεται γάρ τοι καὶ αὕτη μετὰ τὰς πέψεις διακρίνουσά τε τοὺς χυμοὺς, ἀπω‐ θουμένη τε καὶ περιττὸν, ἐν ᾧ δὴ καιρῷ καὶ αἱ κρίσεις γί‐
5νονται. ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης οὐδενὸς δεῖ φαρμάκου. μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας, ἵν’ ἐξ ἀμ‐ φοῖν ἡ τοῦ λυποῦντος χυμοῦ γίνηται κένωσις, ἀπωθουμέ‐ νης μὲν τῆς φύσεως, ἕλκοντος δὲ τοῦ φαρμάκου. δέδεικται
10γὰρ ἡμῖν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν ἡ μὲν φύσις ἑκάστου τῶν μορίων τέτταρσι δυνάμεσι χρωμένη, ἑλκτικῇ τε τοῦ οἰκείου καὶ καθεκτικῇ τοῦ αὐτοῦ καὶ πρὸς ταύτῃ πεπτικῇ καὶ τετάρτῃ τῶν ἀλλοτρίων ἀποκριτικῇ, ἕκαστον δὲ τῶν φαρμάκων τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἐπι‐
15σπώμενόν ἐστι. καλῶς δὲ προσέθηκε τῷ λόγῳ, τὰ δὲ πολ‐ λὰ οὐκ ὀργᾷ. καὶ χρὴ τοῦτο διδαχθῆναι παρὰ τῆς ἐμπει‐ ρίας, ὡς αἱ μεταῤῥύσεις ἄλλοτ’ εἰς ἄλλο μόριον τῶν χυμῶν
ὀλιγάκις γίνονται. τὰ πλείω δ’ ἡσυχάζει καὶ μένει καθ’ ἕν442 in vol. 17.2

17b

443

τι μόριον, ἐν ᾧ καὶ πέττονται παρ’ ὅλον τοῦ νοσήματος χρόνον ἄχρι λύσεως. χρὴ δὲ γινώσκειν ὅτι ἔν τισι τῶν ἀν‐ τιγράφων ὁ ἀφορισμὸς οὗτος οὐ γέγραπται, κατὰ μέντοι τὸ περὶ χυμῶν ἐν ἅπασι γέγραπται.
5
— — —
κγʹ. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ’ ὡς ἂν χω‐ ρέῃ οἷα δεῖ καὶ φέρει εὐφόρως καὶ ὅκου δεῖ μέχρι λει‐ ποθυμίης ἄγειν καὶ τοῦτο ποιεῖν, ἢν ἐξαρκέσῃ ὁ νοσέων.
10
— — —
Εἴθ’ ὑπὸ φύσεως εἴθ’ ὑφ’ ἡμῶν ἡ κένωσις γίνοιτο, χρὴ πάντως ὡρίσθαι τι μέτρον αὐτῆς· ὡς γὰρ τὴν ποιότητα κατὰ τὸν λυποῦντα χρὴ κενοῦσθαι χυμὸν, οὕτω δηλονότι καὶ τὴν ποσότητα τῷ πλήθει τοῦ λυποῦντος ἁρ‐
15μόττειν. ἀλλὰ τῆς μὲν ποιότητος τὰς διαγνώσεις ἔμπροσθεν εἴπομεν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, οὗ ἡ ἀρχὴ, ἐν
τῇσι ταραχῇσι τῆς κοιλίας καὶ τοῖσιν ἐμέτοισι. ποσότητος443 in vol. 17.2

17b

444

δ’ οὐδὲν τοιοῦτον ἔχομεν εἰπεῖν γνώρισμα. διὰ τοῦτ’ οὖν ἐπ’ αὐτῆς ἔδωκεν ὁ Ἱπποκράτης ἡμῖν κριτήριον τὴν εὐφο‐ ρίαν. εἰ μὲν γὰρ τὸ πλεονάζειν ἐκκενοῖτο, κουφότερον ἑαυ‐ τοῦ τὸν κάμνοντα καὶ εὐφορώτερον ἀνάγκη γίνεσθαι. εἰ δέ
5τι καὶ τῶν κατὰ φύσιν ἐκκρίνοιτο, καταλύεσθαί τε καὶ ἀῤ‐ ῥωστεῖν αὐτοῦ τὴν δύναμιν αἰσθάνεσθαί τε δυσφορίας, ὥσ‐ τε μὴ τῇ προχείρῳ φαντασίᾳ τῆς ποσότητος τῶν κενουμέ‐ νων προσέχειν τὸν νοῦν, ἀλλὰ τοῖς εἰρημένοις δύο γνωρί‐ σμασιν, εἰ οἷα δεῖ κενοῦνται καὶ εἰ μετ’ εὐφορίας. τὸ δ’
10ἐφεξῆς εἰρημένον ὑπ’ αὐτοῦ, τὸ καὶ ὅκου δεῖ ἄγειν μέχρι λειποθυμίας, ὀρθῶς μὲν λέλεκται. προσγεγράφθαι δὲ χρὴ τὰ γνωρίσματα τῆς χρήσεως. ἐπεὶ τοίνυν ἐκεῖνος οὐκ εἶπεν ἡμεῖς ἐξ ὧν αὐτῇ τε τῇ πείρᾳ καὶ τῷ λόγῳ δοκοῦμεν εὑρη‐ κέναι τὰς διαθέσεις, ἐφ’ ὧν ἁρμόττει τὸ μέχρι τῆς λειπο‐
15θυμίας κενοῦν ἐροῦμεν. καὶ πρῶτόν γε τὸ μέχρι ποίας
λειποθυμίας εἴρηται ὑπ’ αὐτοῦ διορίσασθαι δίκαιον. οὐ444 in vol. 17.2

17b

445

γὰρ δὴ τάς γε τοιαύτας λέγει λειποθυμίας, ὅσαι φοβηθέν‐ των ἐνίοτε τῶν καμνόντων ἢ τὴν τῆς φλεβὸς διαίρεσιν, ἤ τι τοιοῦτον ἄλλο βοήθημα γίνονται. οὐ μὴν οὐδ’ ὅταν ἐν τῷ στόματι τῆς γαστρὸς ὑπάρχωσι δακνώδεις χυμοί τινες,
5ἤτοι πρότερον ἠθροισμένοι κατ’ αὐτὴν ἢ κατὰ τὴν τοῦ βοηθήματος χρῆσιν συῤῥυέντες λειποθυμίαι παρέσχον. λειπο‐ θυμοῦσι μὲν γὰρ καὶ τότε, οὐ μὴν ἱκανόν γε μέτρον κενώ‐ σεως ἡ τοιαύτη λειποθυμία, πρὸ τοῦ δέοντος ἐνίο‐ τε γινομένη, καθάπερ καὶ ἐπὶ αὐτοῦ τοῦ διαναστῆναί τε
10καὶ καθίσαι πολλάκις ἐλειποθύμησάν τινες τῶν πυρεττόν‐ των, διὸ δὴ καὶ κατακειμένους αὐτοὺς φλεβοτομοῦμεν. ἡ τοίνυν κατὰ τὸν λόγον τῆς κενώσεως ἐπιγιγνομένη λειποθυ‐ μία νῦν εἴρηται πρὸς Ἱπποκράτους μέτρον γινομένη τῆς κενώσεως, ἐπί τε μεγίστων φλεγμονῶν καὶ πυρετῶν διακαε‐
15στάτων καὶ ἀλγημάτων σφοδροτάτων. χρὴ δὲ, ὡς καὶ αὐτὸς εἶπεν, ἐῤῥωμένης τῆς δυνάμεως ἐπιχειρεῖν ἐπὶ τοσοῦτον κε‐ νοῦν καὶ ἡμεῖς πάνυ πολλάκις πεπειράμεθα τῶν τοιούτων
κενώσεων ἰσχυρῶς ὠφελουσῶν. ἔν τε γὰρ τοῖς θερμοτάτοις445 in vol. 17.2

17b

446

πυρετοῖς ἡ μέχρι λειποθυμίας φλεβοτομία κατάψυξίν τε παραχρῆμα τῆς ὅλης ἕξεως ἐργάζεται καὶ σβέννυσι τὸν πυρετόν. καὶ δὴ καὶ ἡ γαστὴρ διαχωρεῖ τοῖς πλείστοις καὶ ἱδρῶτες προχέονται, καί τινες αὐτῶν ἐπὶ τούτων ἐπαύσαντο
5τελέως. ἄλλοι δὲ μεγάλως ὠφεληθέντες ἐνέκοψαν τὸ σφο‐ δρὸν τοῦ νοσήματος. ἔν τε ταῖς μεγίσταις φλεγμοναῖς καὶ ταῖς ἰσχυροτάταις ὀδύναις οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ μέχρι λειποθυμίας ἐκκενῶσαι, διορισάμενος εἴτε φλεβο‐ τομεῖν εἴτε καθαίρειν ἄχρι λειποθυμίας προσήκει, καθότι
10δεδήλωται ἐν τοῖς περὶ φλεβοτομίας ὑπομνήμασιν.
— — —
κδʹ. Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρ‐ μακείῃσι χρέεσθαι καὶ τοῦτο προεξευκρινήσαντας ποιέειν.
15
— — — Ὀλίγον ἔμπροσθεν εἴρηκε, πέπονα φαρμακεύειν καὶ
κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πολλὰ446 in vol. 17.2

17b

447

οὐκ ὀργᾷ. νῦν οὖν καὶ ὅτι κατὰ τὰς ἀρχὰς μόνων τῶν ὀξέων νοσημάτων ἐγχωρεῖ ποτε κάθαρσιν ποιήσασθαι συμ‐ φέρουσαν ἐδίδαξεν ἡμᾶς. ἐν μὲν γὰρ τοῖς χρονίοις ἀεὶ χρὴ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ
5καὶ κατ’ ἀρχὴν οἷόν τε φαρμακεύειν καὶ τοῦτο αὐτὸ πρᾶξαι μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως. ὅθεν μοι δοκεῖ ὁ Ἱπποκράτης καλῶς προσθεῖναι καὶ τοῦτο προεξευκρινήσαν‐ τας ποιέειν. εἴτε γὰρ προδιασκεψάμενος ἐπιμελῶς, εἴτε προπαρασκευάσας τὸν ἄῤῥωστον, εἴτε τὴν ἐνδεχομένην εὐ‐
10κρίνειαν ἀναμείνας, εἴτε καί τινα τούτων, εἴτε καὶ πάντα σημαίνει τοὔνομα, τὴν εὐλάβειαν αὐτοῦ τὴν περὶ τὰς τοιαύ‐ τας καθάρσεις ἐνδείκνυται σαφῶς. κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι, τῷ πάντα μὲν τὰ καθαίροντα φάρμακα θερμὰ ταῖς δυνάμεσιν εἶναι, δεῖσθαι
15δὲ τὸν πυρετὸν, ᾗ πυρετός ἐστι κατὰ τὸν ἑαυτοῦ λόγον, οὐχ ὅπως τῶν θερμαινόντων καὶ ξηραινόντων, ἀλλὰ τῶν
ἐναντιωτάτων αὐτοῖς, τουτέστι τῶν ὑγραινόντων τε καὶ ψυ‐447 in vol. 17.2

17b

448

χόντων. οὐκοῦν οὐδ’ αὐτῆς ἕνεκα τῆς πυρώδους θερμασίας ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται. ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ ἑαυτῇ βλαπτομένην, ἀλλὰ τῶν ἐργαζομένων αὐτὴν ἕνεκα χυμῶν. χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυ‐
5πούντων χυμῶν κενώσεως γίγνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγ‐ κης λαμβάνεται τὸ σῶμα πρὸς τῶν καθαιρόντων φαρμά‐ κων. ἔστι δὲ ἡ ὠφέλεια μείζων, ἐὰν ἀλύπως τε καὶ πᾶς ὁ βλάπτων καὶ λυπῶν ἐκκενωθῇ χυμός. ἵνα δὲ τοῦτο γένη‐ ται, πρῶτον μὲν δεῖ προσκέψασθαι εἰ ἐπιτηδείως ὁ κάμνων
10ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν. οἱ γὰρ ἐξ ἀπεψιῶν πολ‐ λῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων, ὡσαύτως δὲ οἷς καὶ ὑποχόνδρια διατεταμένα πεφύσηται ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυῤῥώδη τὰ οὖρα, καί τις αὐτόθι τῶν σπλάγχνων φλεγμονὴ, πάντες οὗτοι πρὸς τὰς καθάρσεις
15ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα καὶ τοὺς χυ‐ μοὺς ὡς ἔνι μάλιστα τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτοὺς καὶ ἥκιστα μετέχοντας γλισχρότητός τινος,
ἀναπεπταμένους τε τοὺς πόρους, δι’ ὧν ἡ κάθαρσις μέλλει448 in vol. 17.2

17b

449

γενέσθαι καὶ μηδεμίαν ἔμφραξιν ἔχοντας. ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμεν καθαίρειν τινὰ καὶ τοῦτό ἐστιν αὐτὸ τὸ ὑφ’ Ἱπποκράτους εἰρημέ‐ νον ἐν ἐκείνῳ τῷ ἀφορισμῷ. τὰ σώματα χρὴ ὅκου τις
5βούλεται καθαίρειν, εὔροα ποιέειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς εὐθὺς, ἤτοι περὶ τὴν πρώτην ἡμέ‐ ραν ἢ οὐκ ἔξω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ μὴ ἄρα τις σχοίη καιρὸν, μελί‐
10κρατον δοῦναι πιεῖν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου, ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχωνος, ἤ τινος τῶν οὕ‐ τως λεπτυνόντων χυμοὺς, ὥστ’ εὐλόγως εἶπεν ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς ἔσεσθαι χρείαν ἡμῖν φαρ‐ μακείας, τῷ μήτε πολλάκις ὀργᾷν ἐν ἀρχῇ τοὺς λυποῦντας
15χυμοὺς μήτ’, εἰ καί τι τούτων ὑπάρχει, τοῦ νοσοῦντος ἐπι‐ τηδείου πρὸς τὴν κάθαρσιν ἔχοντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντος τοῦ νοσήματος, ἐπιτήδειον αὐτὸν παρασκευάσαι.
— — —449 in vol. 17.2

17b

450

κεʹ. Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐ‐ φόρως φέρουσι, τὰ δ’ ἐναντία δυσχερῶς.
— — —
5
Φανερῶς οὗτος ὁ ἀφορισμὸς ἐν ἐκείνῳ περιέχεται καθ’ ὃν ἔλεγεν· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ, τἀναντία. ἀλλ’ ἐπειδὴ κατὰ τοῦτο τὸ χωρίον τοῦ βιβλίου
10περὶ τῶν ὑπὸ τοῦ ἰατροῦ γινομένων διελέγετο καθάρσεων καὶ σχεδὸν ἅπαντας εἴρηκε τοὺς ἀναγκαίους διορισμοὺς, οὐκ ὤκνησεν οὐδὲ τοῦτον προσθεῖναι τὸν ἀφορισμὸν, οὐδὲν μὲν διδάσκοντα νεώτερον, ἀναμιμνήσκοντα δὲ ὧν ἔμπροσθεν ἐν ἑτέρῳ χωρίῳ τοῦ βιβλίου, περὶ τῶν αὐτομάτων κενώσεων
15προειρήκει, πρὸς τῶν κᾀνταῦθα συμπεπληρῶσθαι τὸν περὶ
τῶν καθάρσεων ἅπαντα λόγον.450 in vol. 17.2

17b

451

(t1)

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
t2ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑΤΑ.
t4— — —
1
αʹ. Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θα‐ νάσιμον, ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον.
— — —
5
Ὅτι μὲν ὁ πόνος αὐτῷ βλάβην σημαίνει νῦν εὔδηλον ἐκ τῆς ἀντιθέσεως. φησὶ γὰρ, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ
θανάσιμον. οὔσης δὲ διττῆς τῆς ἐξ ὕπνου βλάβης τῆς451 in vol. 17.2

17b

452

μὲν κοινῆς, ὅταν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, ἃς ἐπι‐ σημασίας ὀνομάζουσιν, οἱ κάμνοντες κοιμηθῶσι, τῆς δ’ ἰδίας, ὡς ἐπί τινων νοσημάτων, ὅταν ἐν ἄλλῳ τινὶ καιρῷ, περὶ ταύτης αὐτὸν ἡγετέον λέγειν. ἐκείνη γὰρ οὔτε
5θάνατον οὔτ’ ἄλλο τι σημαίνει δεινὸν, ἑπομένῃ τῇ φύσει τοῦ καιροῦ. συννεύουσι γὰρ εἰς τὸ βάθος τοῦ σώματος ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς, ἤτοι θερμασία πᾶσα καὶ οἱ χυμοὶ, καθάπερ αὐτὸς ἐδίδαξε, καὶ μᾶλλον ἐφ’ ὧν ἤτοι φρί‐ κη τις ἢ ῥῖγος ἢ ψύξις τῶν ἔξω μερῶν ἰσχυρὰ γίνεται.
10καὶ διὰ τοῦτο αὐτοῖς χρονίζει τὰ συμπτώματα κοιμηθεῖσιν ἐν ταῖς ἀρχαῖς καὶ μόγις ἐπὶ τὴν ἀκμὴν οἱ πυρετοὶ παρα‐ γίνονται. καὶ εἰ δή τις εἴη φλεγμονὴ περὶ σπλάγχνων, εἰ‐ κότως αὔξεται· καὶ εἰ χυμοί τινες εἰς τὴν γαστέρα συῤ‐ ῥέουσιν, οὐχ ὁμοίως πέττονται, καθάπερ ἐν τοῖς ἄλλοις
15ὕπνοις, ἀλλὰ πολλῷ πλείους γίνονται, διαμένοντες ἄπεπτοι. διὰ ταῦτά τοι καὶ παρακελευόμεθα τοῖς κάμνουσιν ἐγρηγο‐ ρέναι τηνικαῦτα τὴν ὑπὸ τῆς ἐγρηγόρσεως ἐπὶ τὰ ἐκτὸς
φορὰν τοῦ πνεύματος καὶ τοῦ αἵματος καὶ τῆς ἐν αὐτοῖς452 in vol. 17.2

17b

453

θερμασίας, ἀντιτάττοντες ὡς μέγιστον ἴαμα τῇ κατὰ τὰς ἐπισημασίας ἐπιγινομένῃ πρὸς τὸ βάθος αὐτῶν φορᾷ. διὸ καὶ φαίη ἄν τις οὐκ ἀλόγως μὲν αὐτὰς τὰς βλάβας ἐν τού‐ τῳ τῷ καιρῷ γίγνεσθαι τῇ φύσει τοῦ παροξυσμοῦ, κω‐
5λυομένας δὲ ὑπὸ τῆς ἐγρηγόρσεως, ἐπειδὰν δὲ καὶ ταύτης στερηθῶσιν οἱ κάμνοντες, ἐναργεστέραν ἴσχειν τὴν βλάβην, οὐχὶ τῷ προσέρχεσθαί τινα διὰ τὸν ὕπνον ἑτέραν βλάβην, ἀλλὰ τῷ τὴν ἐκ τῆς ἐγρηγόρσεως ὠφέλειαν ἀπογίνεσθαι. οὗτος μὲν οὖν ὁ λόγος ἐπιδείκνυσι μηδεμίαν ἐν ταῖς ἀρχαῖς
10τῶν παροξυσμῶν βλάβην ἐξ ὕπνου γινομένην, ἀλλ’ αὐτὸ δὴ τοῦτο μόνον, ἀπουσίαν ὠφελείας· ὁ δ’ ἕτερος λόγος ὁ καὶ τοίοις ὕπνοις συγχωρῶν ἐν τούτῳ τῷ καιρῷ βλάβην ἐργά‐ ζεσθαι τὴν διδασκαλίαν φησὶ γίνεσθαι νῦν Ἱπποκράτει περὶ τῶν ἐν ἄλλοις καιροῖς ὑπνούντων, οἷς ἀκολουθεῖ τοὐ‐
15πίπαν ἐναργής τις ὠφέλεια καὶ μάλιστα ὅταν ἐν ταῖς πα‐ ρακμαῖς γεννηθῶσιν. ὠφελοῦσι μὲν γὰρ ἐναργῶς ἐνίοτε καὶ κατ’ αὐτὰς τὰς ἀκμὰς γινόμενοι, καί ποτε κἀν τοῖς τῶν
ἀναβάσεων τῶν γινομένων ἐν τοῖς ἐσχάτοις, ὅσαι συνά‐453 in vol. 17.2

17b

454

πτονται ταῖς ἀκμαῖς, ἀλλ’ ἡ πασῶν ἐναργεστάτη τῶν ὠφε‐ λειῶν ἐν ταῖς παρακμαῖς γίνεται. καὶ τοίνυν καὶ βλάπτον‐ τες ἧττον μὲν ὀλέθριοι, κατά γε τὴν ἀκμήν εἰσι καὶ τὴν αὔξησιν τοῦ παροξυσμοῦ, μάλιστα δ’ ἐν ταῖς παρακμαῖς
5ὀλέθριοι γίνονται. ἐν ᾧ γὰρ ἕκαστον τὸ ὠφελιμώτατόν ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτῃ, θάνα‐ τον εἰκότως δηλώσει. βλάβαι δ’ ἐξ ὕπνων εἰσὶν αἱ ταῖς ὠφελείαις ἐναντίαι, παραδείγματος χάριν τό τε τὸν πυρε‐ τὸν ἢ μὴ λύεσθαι πρὸς αὐτῶν ἢ καὶ παροξύνεσθαι καὶ τὸ
10τὰς ὀδύνας ἐπιτείνεσθαι καὶ τὰ ῥεύματα πλείω γίνεσθαι καὶ τὰς φλεγμονὰς αὐξάνεσθαι. τινὲς δὲ καὶ κατ’ αὐτοὺς τοὺς ὕπνους φθέγγονται παρακοπτικῶς καὶ ἢν ἐξεγείρωνται, μέχρι πολλοῦ παρανοοῦσιν. ἐνίοις δὲ ἀρχὴ κώματος ἐν τῷ ὕπνῳ γίνεται καὶ μόγις ἀνίστανται νυττόμενοι. συμβαίνει δὲ
15ταῦτα πάντα διὰ τὴν τῶν χυμῶν κακοήθειαν, οὓς, ὅταν μὲν ἰσχυρότερον ᾖ τὸ ἔμφυτον θερμὸν ἡμῶν, ἐκπέττει κατὰ τοὺς ὕπνους· ὅταν δὲ ἀσθενέστερον, ἐνικήθη μὲν ὑπ’ ἐκεί‐ νων, βαρύνεται δ’ ὑπ’ αὐτῶν τὰ σπλάγχνα καὶ τοῖς εἰρη‐
μένοις ἁλίσκεται παθήμασιν ὁ ἄνθρωπος. αὐτὸς γάρ τοι454 in vol. 17.2

17b

455

ὁ Ἱπποκράτης βούλεται τὸν μὲν ἐγρηγορότα ἔξωθεν θερ‐ μότερον εἶναι, τὸν δὲ καθεύδοντα ἐναντίον, διδάσκων ἡμᾶς ὅπερ καὶ ἄλλοις τισὶ τῶν φυσικῶν ἔδοξε, κατὰ τὰς ῥοπὰς τῆς ἐμφύτου θερμασίας ἐγρήγορσίν τε καὶ ὕπνον γίνεσθαι.
5καὶ τοίνυν εἰκότως, ἐπειδὰν ἐν τοῖς σπλάγχνοις ἀθροισθὲν τοῦτο μὴ περιγίνηται τῶν νοσοποιῶν αἰτιῶν, ὄλεθρον ση‐ μαίνει. περιγινόμενον μέντοι οὐδέπω βεβαίας ἐστὶν ἀσφα‐ λείας σημεῖον, πλὴν εἴ τις ὅσον ἐπὶ τούτῳ τῷ πάθει φά‐ σκοι σωθήσεσθαι τὸν κάμνοντα, καθ’ ἑτέραν διάθεσιν ἀπο‐
10λέσθαι δυνάμενον. εἰ γὰρ δὴ φθάνοι φλεγμονή τις εἶναι καθ’ ὁτιοῦν τῶν κυρίων δύσλυτος, ἐγχωρεῖ τὸν οὕτως ἔχοντα τεθνήξεσθαι· ὥστ’ ἀσφαλέστερον μὲν εἰπεῖν, ὅταν ἐξ ὕπνου γίνηταί τις βλάβη, θανάσιμον εἶναι τὸ σημεῖον, ὅταν δ’ ὠφέλεια, οὐ θανάσιμον. ὅτι δ’ ἐξ ὕπνων γίνονταί τινες
15βλάβαι κἀν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἐδήλωσεν εἰπών· ἐν τούτοις πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνου τοιοῦτοι ἐγίνοντο.
— — —455 in vol. 17.2

17b

456

βʹ. Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
— — —
Ἐὰν ἐφεξῆς ἀλλήλων εἴπωμεν ἀμφοτέρους τοὺς ἀφορισμοὺς,
5τοῦτόν τε καὶ τὸν προειρημένον, ὅλος ὁ λόγος γενήσεται τοιοῦτος· ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιεῖ, θανάσιμον, ἢν δ’ ὕπνος ὠφε‐ λέῃ, οὐ θανάσιμον. ὅκου γοῦν παραφροσύνην ὕπνος παύει, ἀγα‐ θόν. ἵνα δ’ οἷον παράδειγμά τι τῶν κατὰ μέρος ἓν ἐπιφέρηται τῷ προειρημένῳ λόγῳ τῷ καθόλου, ὡς εἰ καὶ οὕτως εἶπεν·
10ὅκου ὀδύνην ὕπνος παύει ἀγαθόν. ὅκου πυρετὸν ὕπνος, ἀγαθόν. ἀλλ’ ἠρκέσθη τὸ κινδυνωδέστερον εἰπεῖν, νόσημα μόνον. ἐναργέστερον γὰρ ἡ τῶν καθόλου λόγων ἀλήθεια διὰ τῶν τοιούτων ἐπιδείκνυται παραδειγμάτων.
— — —
15
γʹ. Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν.
— — —456 in vol. 17.2

17b

457

Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἡ μὲν ἀγρυπνία μᾶλλον τοῦ μετρίου γιγνομένη κακὸν εἶναι καὶ σημεῖον καὶ αἴτιον, οὐ μήν γε ὕπνος. ἀεὶ γὰρ τοῦτον ἀγαθὸν εἶναι καὶ μηδὲ γίνεσθαί ποτε μᾶλλον τοῦ μετρίου, τοὺς πολλοὺς δ’
5ἐξηπατῆσθαι, τὰς κωματώδεις διαθέσεις ἀρχομένας, νομί‐ ζοντας εἶναι ὕπνον μακρόν. ἀλλὰ μαθόντες οὗτοι παρ’ ἡμῶν ὡς πρὸ τοῦ τὸ δυσδιέγερτον ἔχειν, οὔπω κῶμα προσαγορεύ‐ εσθαι συγχωρείτωσαν ὕπνον ὀρθῶς ὀνομάζεσθαι μακρὸν, ὅταν τῷ χρόνῳ μόνῳ ὑπερβάλλῃ τὴν κατὰ φύσιν συμμε‐
10τρίαν, οὐδέπω τὸ δυσδιέγερτον ἔχων. γίγνεται δὲ ὁ τοιοῦ‐ τος ὕπνος ἐπὶ ψύξει τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τοῦ ἐγκεφάλου, ἥτις ψύξις, ὅταν ἰσχυρὰ γενηθῇ, μετὰ μὲν ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ πάθη ποιεῖ, μετὰ δὲ ξηρότητος τὰς καλουμένας καταλήψεις. οὕτω δὲ καὶ ἀγρυ‐
15πνίαι γίνονται μὲν διὰ θερμασίαν τοῦ πρώτου μο‐ ρίου τῶν αἰσθητικῶν, ἀλλ’ ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ καὶ χυμοῦ χολώδους πλεονάσαντος. αἱ δ’ ἀποδείξεις ἁπάν‐
των τῶν τοιούτων ἐν ταῖς ἡμετέραις εἴρηνται πραγματείαις.457 in vol. 17.2

17b

458

νυνὶ δὲ ἀρκεῖ μόνα αὐτῶν λελέχθαι τὰ κεφάλαια. καθάπερ δὲ μόνον τὸν ὕπνον διὰ παντὸς οἴονται ἔνιοι σύμμετρον γίγνεσθαι καὶ μηδέποθ’ ὑπάρχειν ὕπνον ἄμετρον, οὕτως ἔνιοι πάλιν φασὶν ἀγρυπνίαν μηδέποτε γίγνεσθαι μετρίαν,
5ἀλλ’ εἶναι τοὔνομα μόνης ἀμετρίας δηλωτικὸν, ἐπιλελησμένοι τῆς τοῦ βίου συνηθείας, ὅτι καὶ κατὰ μέτρια λέγομεν, ἐνίοτε τοῖς μεγάλοις ἀντιθέντες. οὕτω γοῦν καὶ ἀγρυπνίαν ἀκούειν χρὴ μετρίαν ἐν ἴσῳ τῷ μικράν.
— — —
10
δʹ. Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσιως ᾖ.
— — —
Πάλιν οὗτος ὁ λόγος, ὥσπερ ὁ προγεγραμμένος ἀφο‐
15ρισμὸς, ἐπὶ μιᾶς ὕλης ὁ αὐτὸς καὶ ἐπὶ πασῶν ἀποφαίνε‐ ται. τῆς γὰρ ὑγείας συμμετρίας οὔσης ἀνάγκη πάσας τὰς
ἀμετρίας, ὅσαι μὲν ἐπὶ πλεῖστον ἀποκεχωρήκασι τῆς συμμε‐458 in vol. 17.2

17b

459

τρίας, ἤδη νοσήματα ὑπάρχειν, ὅσαι δ’ οὐδέπω τὸ μέχρι πλείστου κέκτηνται νοσημάτων ἐνδείκνυσθαι γένεσιν.
— — —
εʹ.
5Κόποι αὐτόματοι φράζουσι νούσους.
— — —
Οὐ τῆς ἐκ τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν ὁ κό‐ πος, ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν ζώων σώμασιν· οὐ γινομένων γὰρ μνημονεύει κόπων, ἀλλὰ
10τῶν αὐτομάτων· ὅταν οὖν ἄνευ κινήσεως τοιαύτη γένηται διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζε‐ ται. τριῶν οὖν ὄντων κόπων, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐδείξα‐ μεν, ἑλκώδους, τονώδους καὶ φλεγμονώδους τοῦ ἐκ τούτων συντιθεμένου, ὁ μὲν πρῶτος αὐτῶν ἀπὸ κακοχυμίας, ὁ δὲ
15δεύτερος ὑπὸ πλησμονῆς, ὁ δὲ τρίτος ὑπ’ ἀμφοτέρων ἅμα συνελθόντων πέφυκε γίνεσθαι. ἐδείχθη γὰρ οὕτω καὶ περὶ τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. εἰκότως οὖν οἱ αὐτόματοι κόποι νόσους ἀπαγγέλλουσιν.
— — —459 in vol. 17.2

17b

460

στʹ. Ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισι ἡ γνώμη νοσέει.
— — —
5
Πόνους εἴωθεν ὀνομάζειν ἐνίοτε τὰς διαθέσεις αὐτὰς, ἐν αἷς ὀδυνώμεθα. κατὰ τοῦτο γοῦν ἔλεγεν ἐν ταῖς ἐπιδη‐ μίαις, ἐν Κρανῶνι αἱ μὲν παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δὲ νεαραὶ θερμαί· οὐκ αὐτὰς δήπου τὰς ὀδύνας θερμὰς καὶ ψυχρὰς ὀνομάζων, ἀλλὰ τὰς διαθέσεις ἐφ’ αἷς γίνονται. καὶ
10νῦν οὖν ὡσαύτως εἴρηκε πόνους αὐτὰς τὰς διαθέσεις, ὅσαι μετ’ ὀδύνης γίνεσθαι πεφύκασιν, ἐρυσίπελας δηλονότι καὶ φλεγμονὴν καὶ τραῦμα καὶ θλάσμα καὶ ῥῆγμα καὶ σπάσμα καὶ πᾶν εἴ τι τοιοῦτον. ὧν ἐάν τινος ὑπάρχοντος ὁ κά‐ μνων ἀναίσθητος ᾖ, τὴν γνώμην νοσέει, γνωμὴν δὲ λέγειν
15ἢ διάνοιαν οὐδὲ εἰς τὰ παρόντα διοίσει.
— — —460 in vol. 17.2

17b

461

ζʹ. Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανα‐ τρέφειν δεῖ, τὰ δ’ ἐν ὀλίγῳ ὀλίγως.
— — —
5
Τὰ μὲν γὰρ ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα σώματα κε‐ νώσει τῶν ὑγρῶν καὶ τῶν πνευμάτων, οὐ συντήξει τῶν στε‐ ρεῶν πέπονθε τοῦτο. τοῖς δ’ ἐν πλείονι χρόνῳ λεπτυνθεῖ‐ σιν ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ ἄλλα, δι’ ὧν ἥ τε πέψις τῶν ζώων ἐπιτελεῖται καὶ
10ἡ ἀνάδοσις καὶ ἡ ἐξαιμάτωσις καὶ ἡ θρέψις, ὥστε οὐ δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσης δεῖται τὸ σῶμα. διὰ τοῦτ’ οὖν ἐν χρόνῳ πλείονι χρὴ τὰ τοιαῦτα ἀνατρέφειν καὶ λεπτῶς, ὅπερ ὠνόμασε νωθρῶς. ἐφ’ ὧν δὲ μόνα ἐκενώθη τὰ ὑγρὰ καὶ τὰ πνεύματα, ἐπὶ τούτων διὰ
15ταχέων ἀνατρέφειν ἐγχωρεῖ καὶ ἄκρως, εὐθαῤῥοῦντας τῇ τῶν στερεῶν εὐρωστίᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ
διχῶς γέγραπται καὶ σημαίνει ταυτὸν, ἄν τε ὀλίγῳ κατὰ δο‐461 in vol. 17.2

17b

462

τικὴν πτῶσιν γεγραμμένον ᾖ, ἄν τ’ ἐπιῤῥηματικῶς, ὀλίγως μετὰ τοῦ ςʹ.
— — —
ηʹ.
5Ἢν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, χρὴ εἰδέναι ὅτι κενώσεως δεῖται.
— — —
10
Διὰ βραχυλογίαν καὶ συνήθειάν τινα λέξεως, ὁποῖα καὶ νῦν ἔτι παρ’ ἡμῖν ἐστιν ἐν πολλαῖς τῶν κατὰ τὴν Ἀσίαν πόλεων, ἀσαφὴς ὁ ἀφορισμὸς ἐγένετο. λέγειν γὰρ ἡμῖν ἔθος ἐστὶ μὴ λαμβάνειν μὲν τροφὴν τοὺς ἀνορέκτους, λαμ‐ βάνειν δὲ τοὺς ὀρεγομένους τε καὶ τρεφομένους ἄχρι κόρου.
15ὅσοι μὲν οὖν ὀρεγόμενοι καὶ τροφὴν δαψιλῆ προσφερόμε‐
νοι τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, βαρύ‐462 in vol. 17.2

17b

463

νονται μᾶλλον, οὐ τρέφονται πρὸς αὐτῆς. ὅσοι δ’ οὐδὲ λαμβάνειν αὐτάρκως δύνανται, μοχθηροὺς ἔχουσι χυμοὺς, οὓς εἰ μὴ κενωθεῖεν, ἀδύνατον αὐτοῖς ἐστι νῦν ὑγιεινὴν ἰσχὺν ἀναλαβεῖν. ὁ δ’ Ἱπποκράτης οὐ νῦν μόνον, ἀλλὰ
5κἀν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν, ὅταν μὲν ἀναλόγως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ πάντες, αἵματος ἀφαιρέσει ποιεῖται τὴν βοήθειαν· ὅταν δ’ εἷς τις ἐξ αὐτῶν πλεονάσῃ, καθαρτικὸν ἐκείνῳ δίδωσι φάρμακον. ἅτε οὖν ταῦτα γι‐ νώσκων τε καὶ πολλάκις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν εἰρη‐
10κὼς, ὀρθῶς ἐπάγει τοὺς ἑξῆς ἀφορισμοὺς δύο, περὶ τῆς αὐτῆς ἔτι διαθέσεως διδάσκων, περὶ ἧς καὶ κατὰ τὸν προ‐ κείμενον ἀφορισμὸν ἐδίδαξεν εἰπών· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται· καὶ τήν γε τάξιν τῶν ἐφεξῆς δυοῖν ἀφορισμῶν πεπλημμελῆσθαι νομίζω
15κατὰ τὰ πλεῖστα τῶν ἄλλων ἀντιγράφων. καὶ κάλλιον ἐν ἐκείνοις γέγραπται, καθ’ ἃ ὁ πρότερος ἀφορισμὸς ἐξ αὐ‐ τῶν γέγραπται οὕτω. τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν
θρέψῃς, μᾶλλον βλάψεις, ἵν’ οὖν ὁ πᾶς λόγος ᾖ τοιοῦτος,463 in vol. 17.2

17b

464

ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται. τὰ γὰρ μὴ καθαρὰ σώματα, ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις. ἀλλ’ ἡμεῖς τῇ κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἑπόμενοι τάξει τὴν ἐξήγησιν αὐτῶν οὕτω ποιη‐
5σόμεθα.
— — —
θʹ. Τὰ σώματα χρὴ ὅκου ἄν τις βούληται καθαίρειν, εὔροα ποιέειν.
10
— — —
Οἱ μὲν οὖν πολλοὶ βούλονται εὔροα γίγνεσθαι τὰ σώ‐ ματα τῶν μὲν ἐμετηρίων φαρμάκων μελλόντων κενοῦσθαι διὰ τοῦ τῶν ἐμετηρίων ἐρεθισμοῦ, τῶν δ’ ὑπηλάτων διὰ τοῦ συνεχῶς ὑπάγεσθαι τὴν γαστέρα. καὶ διὰ τοῦτο τὴν
15διάθεσιν πᾶσαν ἑκατέροις τοῖς μὲν εἰς ὑπαγωγὴν γαστρὸς ἐπιτήδειον παρασκευάζουσι, τοῖς δὲ εἰς ἐμέτους.
ἐγὼ δ’ ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ἡμᾶς νῦν οὐ464 in vol. 17.2

17b

465

τουτὶ τὸ σμικρὸν, ἀλλά τι μεῖζον ἕτερον, ὃ διὰ μακρᾶς πεί‐ ρας ἡμεῖς ἐδιδάξαμεν οὕτως ἔχον. εἰ γάρ τις λεπτύνοι καὶ τέμνοι τοῦτο, παχεῖς καὶ γλίσχρους χυμοὺς ἐν τῷ σώ‐ ματι καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μεταλαμβάνονταί τε
5καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομώ‐ σειεν, ἡ κάθαρσις ἀρίστη γίνεται κατὰ πάντα. τοῖς δὲ τούτων μὲν ἀμελήσασιν, ἐμέτων δὲ καὶ γαστρὸς ὑπαγωγῆς προνοήσασιν αἱ καθάρσεις δυσχερῶς ἀπαντῶσι μετὰ στρό‐ φων ἐνίοτε καί τινων ἰλίγγων, ἄσης τέ τινος πολλῆς καὶ
10κακοσφυξίας, ἐκλύσεώς τε καὶ δυσκολίας. ἀλλ’ ἡμεῖς γε τῇ λεπτυνούσῃ χρώμεθα ἀγωγῇ, περὶ ἧς ὅλον ἕν ἐστιν ὑπό‐ μνημα γεγραμμένον ἡμῖν καὶ οὐδὲν οὔτε τούτων εἴωθε συμ‐ βαίνειν αἵ τε κενώσεις ἁπάντων τῶν παρὰ φύσιν ἀλυπό‐ ταται καὶ τάχισται γίνονται. διὰ τοῦτο τὸν Ἱπποκράτην
15φαμὲν τῷ λόγῳ προστεθεικέναι τὸ, ὅκου τις ἂν βούληται καθαίρειν, τὰ σώματα εὔροα ποιέειν, ὡσεὶ καὶ οὕτως εἶπεν, εἴτε καὶ δι’ ἐμέτων εἴτε καὶ δι’ ὑπαγωγῆς γαστρὸς ἐθέλοις
καθαίρειν, εὔρουν ὅλον ἐργασάμενος τὸ σῶμα, κάλλιστα ἂν465 in vol. 17.2

17b

466

οὕτω καθάρῃς· εὔρουν δ’, ὡς εἴπομεν, ἔσται, τῶν μὲν πό‐ ρων ἁπάντων ἀναστομωθέντων, τῶν δ’ ὑγρῶν τμηθέντων καὶ λεπτυνθέντων, εἴ πού τι παχὺ καὶ γλίσχρον ὑγρὸν ᾖ κατὰ τὸ σῶμα.
5
— — —
ιʹ. Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις.
— — —
10
Συνδιαφθείρεται γὰρ ἡ ἐπεισιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥστ’ αὐξάνεσθαι μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν ἡ γαστὴρ ἀναπεπλησμένη μοχθηρῶν χυμῶν ᾖ τινων, ὑφ’ ὧν καὶ τὸ μικρὸν ἔμπροσθεν
15εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημά‐ των συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.
— — —466 in vol. 17.2

17b

467

ιαʹ. Ῥᾷον πληροῦσθαι ποτοῦ ἢ σιτίου.
— — —
Ἐπειδὴ περὶ τῶν ἀνατρέψεως δεομένων ὁ λόγος αὐτῷ
5προείρητο, διὰ τοῦτο τὸ νῦν ἔγραψε τὰς διαφορὰς τῶν ὑλῶν, ὑφ’ ὧν ἀνατρέφονται. γέγραπται δὲ καὶ ἐν τῷ περὶ τρο‐ φῆς ὡδί· ὁκόσοι ταχίστης προσθέσεως δέονται, ὑγρὸν ἴημα εἰς ἀνάληψιν δυνάμεως ἄριστον· ὅκου δὲ ἔτι ταχυτέρης δεῖ ὀσφρήσεως. ἀκούειν δ’ οὐχ ἁπλῶς χρὴ καθ’ ἑκάτερον βι‐
10βλίον οὔτ’ ἐκεῖ τὸ ὑγρὸν οὔτ’ ἐνταῦθα τὸ ποτὸν, ἀλλ’ ἐπὶ τῶν πεφυκότων τρέφειν ὑγρῶν καὶ ποτῶν. εἰ γὰρ μὴ ὁμοίως ταῦτα τοῖς στερεωτέροις τρέφει, πλεονεκτήσει τῷ πάχει, καθάπερ οἱ παχύτεροι τῶν οἴνων. οἱ μὲν γὰρ ὑδατώδεις, ὀνομάζουσι δ’ οὕτως τοὺς λευκοὺς καὶ λεπτοὺς, ἐγγὺς ὕδα‐
15τος ὥσπερ τὴν ἰδέαν εἰσὶν, οὕτω καὶ τὴν δύναμιν, ὅθεν οὔ‐ ρησιν μὲν κενοῦσιν, ἥκιστα δὲ τρέφουσιν. ὅσοι δὲ παχεῖς
τε ἅμα καὶ τὴν χρόαν ἐρυθροὶ, τροφιμώτατοι πάντων οἴ‐467 in vol. 17.2

17b

468

νων εἰσὶν, ὑπάρχει δὲ τούτοις καὶ τὸ τάχιστα πληροῦν τὰ κεκενωμένα σώματα καὶ διὰ τοῦτο προσθέσεως δεόμενα. ὅτι δ’ ὑγρὰ τροφὴ, καὶ μάλισθ’ ὅταν φύσει θερμὴ ᾖ, ῥᾷον ἀνατρέφει πρόδηλον τοῖς ἐγνωκόσιν ὅπως ἀνάδοσίς τε καὶ
5πέψις γίνεται.
— — —
ιβʹ. Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν ὑπο‐ στροφὰς ποιέειν εἴωθεν.
10
— — —
Καὶ οὗτος ὁ ἀφορισμὸς συνέζευκται τοῖς προει‐ ρημένοις· εἰρηκὼς γὰρ ὁ Ἱπποκράτης, ἢν ἐκ νόσου τις τρο‐ φὴν λαμβάνων μὴ ἰσχύῃ, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γί‐
15γνεται, σημεῖον ὅτι κενώσεως δεῖται. καὶ διὰ τοῦτο περὶ τῶν κενώσεων ἐφεξῆς διελθὼν ἀπέδωκε νῦν τὴν αἰτίαν τοῦ
δεῖσθαι κενώσεως τοὺς ἀνορέκτους μετὰ νόσον, ὡσεὶ καὶ468 in vol. 17.2

17b

469

οὕτως ὁ πᾶς εἴρηται λόγος αὐτῷ· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνεται, σημαίνει ὅτι δεῖται κενώσεως. τὰ γὰρ ἐγκα‐ ταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα δηλονότι τὰ λεί‐ ψανα τῶν μοχθηρῶν χυμῶν ἐγκαταλιμπανόμενα κέκληκεν,
5ἅπερ ἀνάγκη σηπόμενα τῷ χρόνῳ πυρετοὺς ἀνάπτειν. ἐπει‐ δὴ πᾶν ὑγρὸν ἀλλότριον τῆς τοῦ περιέχοντος αὐτὸ σώμα‐ τος φύσεως, οὔτε τρέφειν ἐκεῖνο πέφυκε καὶ λοιπὸν ἐξ ἀνάγ‐ κης ἔχει τὴν εἰς σηπεδόνα μεταβολήν. ὅταν δὲ καὶ θερ‐ μὸν ᾖ τὸ χωρίον, ἐν ᾧπερ ἂν ἠθροισμένον ὑπάρχῃ, τότε
10δὴ μάλιστά τε καὶ τάχιστα σήπεται.
— — —
ιγʹ. Ὁκόσοισι ἡ κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ
15τὸ πολύ.
— — —469 in vol. 17.2

17b

470

Ἡ μὲν κρίσις ὀξύῤῥοπός ἐστιν ἐν νόσῳ μεταβολὴ πρὸς ὑγείαν ἢ θάνατον· γίγνεται δὲ τῆς φύσεως διακρινού‐ σης ἀπὸ τῶν χρηστῶν τὰ μοχθηρὰ καὶ παρασκευαζούσης πρὸς τὴν ἔκκρισιν. εἰκότως οὖν ἐπὶ τῇ τοιαύτῃ ταραχῇ
5δυσφοροῦσι καὶ μᾶλλον κατάφωρος ἡ δυσφορία γίνεται κατὰ τὰς νύκτας, ἐν ταύταις γὰρ ἡμῖν ἔθος ἐστὶ κοιμᾶσθαι. διακοπτομένων οὖν τῶν ὕπνων ὑπὸ τῆς ταραχῆς ἐναργῶς ἡ δυσφορία διαγινώσκεται, καίτοι τῆς ἡμέρας ὁμοίαν ἐχού‐ σης ταραχὴν, ἐπειδὰν ἡ μετ’ αὐτὴν νὺξ ἔχῃ τὴν κρίσιν.
10τὸ δὲ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ γεγραμμένον, ἡ δ’ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολὺ κατὰ τὰ πολλὰ τῶν ἀντιγρά‐ φων οὐ φέρεται. βούλεται δ’ ἡμᾶς διδάσκειν ὡς ἡ μετὰ τὴν κρίσιν νὺξ εὐφορωτέρα τῆς προηγησαμένης ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, διὰ τὸ τῶν κρίσεων τὰς πλείους εἰς ἀγαθὸν
15τελευτᾶν. ἴσμεν γὰρ ὡς τῶν νοσούντων οἱ σωζόμενοι πλείους εἰσὶ ἀποθνησκόντων, πλὴν εἰ μή ποτε λοιμώδης ἡ κατά‐ στασις γενηθείη.
— — —470 in vol. 17.2

17b

471

ιδʹ. Ἐν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.
— — —
5
Αἱ μεταβολαὶ τῶν διαχωρημάτων πολλὰς ἰδέας ἐκκε‐ νοῦσαι χυμῶν ἀκριβέστερον ἐκκαθαίρουσι τὸ σῶμα, πλὴν εἰ μὴ συντήξεως καὶ σηπεδόνος ἔχοιεν σημεῖα. περὶ ὧν ἐν τῷ προγνωστικῷ διῆλθεν αὐτὸς, ἔνθα καὶ λιπαρῶν καὶ δυσω‐ δῶν ἐμνημόνευσε καὶ κακόσμων.
10
— — —
ιεʹ. Ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι ἐκ‐ φύεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώ‐ δεες ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαί‐
15νουσι γίνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν.
— — — Δύο λόγους ἀλλήλοις ἀντιτιθεὶς, ἐν ἑκατέρῳ παραλέλει‐
πται τὸ συνεμφαινόμενον τῷ λόγῳ· ὥστε τοῦ λείποντος471 in vol. 17.2

17b

472

ἑκατέρῳ προστεθέντος ἡ σύμπασα λέξις ἐστὶ τοιαύτη, ὅκου φάρυγξ νοσέει ἢ φύματα ἐν τῷ σώματι γίνεται, σκέπτεσθαι χρὴ τὰς ἐκκρίσιας. ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα συννοσέει καὶ οὐκ ἀσφαλὲς τρέφειν αὐτό. ἐξ ὧν δέ μοι δοκεῖ πείσας ἑαυ‐
5τὸν ὁ Ἱπποκράτης οὕτως ἀποφήνασθαι καὶ δὴ φράσω. τῶν ζώων ἡ φύσις ἐστὶν, ὅτε τοὺς ἐν τοῖς κυρίοις μέρεσι μοχθη‐ ροὺς χυμοὺς ἐκκενοῦσα τινὰς μὲν δι’ οὔρων ἢ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκρίνειν, τινὰς δ’ ἐξωθεῖν μὲν ὡς ἐπὶ τὸ δέρμα, κενῶσαι δ’ οὐ δυναμένη διὰ τὸ πάχος ἀποτίθε‐
10ται ταύτῃ φύματά τε ἐν τῷ σώματι οὕτω γίνεται. πολλά‐ κις δὲ ἥ τε φάρυγξ ὑποδεχομένη τοὺς ἐκ τῆς κεφαλῆς κα‐ ταῤῥέοντας χυμοὺς ἐνοχλεῖται. σκεπτέον οὖν ἐστι τηνι‐ καῦτα καὶ διοριστέον εἴτε σύμπαν ἤδη τὸ περιττὸν ἡ φύ‐ σις ἐναποτίθεται τοῖς πεπονθόσι μορίοις εἴτ’ ἐστὶν ἔτι
15καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα μοχθηρῶν χυμῶν πε‐
ριουσία, δῆλον δ’ ἔσται τοῦτο ταῖς ἐκκρίσεσιν. εἰ γὰρ ὅλως472 in vol. 17.2

17b

473

ἡ φύσις ὥρμησεν ἐκκαθαίρειν τὸ σῶμα, χολώδεις αὗται φανοῦνται. διότι καὶ τὰ φύματα θερμανθέντος αἵματος ὑπὸ τοῦ πικροχόλου χυμοῦ γίγνεσθαι πέφυκε καὶ δηλονότι πρότερον καθᾶραι, οὐ τρέφειν χρὴ τὰ τοιαῦτα σώματα.
5τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς μᾶλ‐ λον βλάψεις. εἰ δ’ ὅμοιαι τοῖς τῶν ὑγιαινόντων αἱ ἐκκρί‐ σεις εἶεν, ὑγιαῖνον ἐνδείκνυνται τὸ ὅλον σῶμα καὶ κίνδυνος οὐδείς ἐστι τρέφειν αὐτό.
— — —
10
ιστʹ. Ὅκου λιμὸς, οὐ δεῖ πονέειν.
— — —
Λιμώττειν ἐκείνους φαμὲν, ὅσοι δι’ ἀπορίαν σιτίων εἰς ἄκρον ἥκουσι πείνης. οὕτως οὖν καὶ Ἱπποκράτης αὐτὸς ἐν
15τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν, ἐν Αἴνῳ ὀσπριοφαγέοντες ἐν λιμῷ, σκελέων ἀκρατέες ἐγένοντο. καὶ μέντοι καὶ πᾶσαν τὴν σφοδρὰν ἔνδειαν τῶν σιτίων, εἰ καὶ χωρὶς ἀπορίας
κατὰ προαίρεσιν ἢ πρόσταγμα γένοιτο, λιμὸν ὀνομάζειν473 in vol. 17.2

17b

474

εἴωθεν. ὅταν οὖν εἴπῃ, τοῖσιν ὑγρὰς ἔχουσι τὰς σάρκας, λιμὸν ἐμποιέειν, λιμὸς γὰρ τὸ σῶμα ξηραίνει. καὶ ἐπειδὰν ἐν τῷ προγνωστικῷ φησι ἐπανερέσθαι χρὴ μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίας ἐξυγρασμένα εἴη ἰσχυρῶς ἢ
5λιμῶδές τι ἔχει αὐτὸν, ἐπὶ τῆς τῶν σιτίων ἐνδείας φέρει τοὔνομα. καὶ νῦν δὴ οὕτως εἴρηκεν, ὅκου λιμὸς οὐ δεῖ πονέειν, ὡσεὶ καὶ οὕτως εἴρηκε, τοῖς μὴ μέλλουσιν ἐσθίειν μηδὲ πόνον τινὰ προσφέρειν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. πόνον δὲ νῦν ἀκούειν χρὴ τὴν σφοδρὰν κίνησιν, ἥνπερ καὶ γυμνάσιον
10ὀνομάζουσιν. οὕτω γοῦν ἔλεγεν αὐτὸς, πόνοι σιτίων ἡγεί‐ σθωσαν. ἔστιν οὖν ὁ λόγος αὐτῷ κοινὸς ὑγιαινόντων τε καὶ νοσούντων. ὑγιαίνουσί τε γὰρ οὐ χρὴ προστάττειν γυ‐ μνάσια ἅμα ταῖς ἀσιτίαις, ἐπί τε τῶν νοσούντων μηδε‐ μίαν σφοδρὰν κίνησιν ἐπάγειν τῷ σώματι σὺν ἀσιτίᾳ, μήτε
15φλεβοτομοῦντα μήτε καθαίροντα μήτε ἐμέτοις κενοῦντα, μήτε τρίψει χρώμενον πολλῇ μήθ’ ὅλως ἰσχυρᾷ κινήσει ἢ
ἀλλοιώσει τοῦ σώματος. ἐπὶ γὰρ ταῖς τοιαύταις κινήσεσιν474 in vol. 17.2

17b

475

ἁπάσαις, ὅταν ἄνευ τροφῆς γίνωνται, καταλύεσθαι πέφυκεν ἡ δύναμις, ἄν τε ὑγιαίνωσιν ἄν τε νοσῶσιν οἱ ἄνθρωποι. πεφρόντικε δ’ ἀεὶ μεγάλως ὁ Ἱπποκράτης τοῦ φυλάττειν ἐῤῥωμένην τὴν τὰ ζῶα διοικοῦσαν δύναμιν. ἐάν τε οὖν
5κατὰ τὸν ἑνικὸν ἀριθμὸν εἴπωμεν δύναμιν ἄν τε κατὰ τὸν πληθυντικὸν δυνάμεις οὐ διοίσει. καὶ τοῦτο κατὰ τὸ περὶ τῆς τροφῆς αὐτὸς εἶπε, δύναμις μία καὶ οὐ μία, κατὰ μὲν τὸ γένος δηλονότι ἐμφαίνων μίαν εἶναι τὴν δύναμιν, ἰδέας δὲ πλείους ἔχειν.
10
— — —
ιζʹ. Ὅκου ἂν τροφὴ παρὰ φύσιν πλείων εἰσέλθῃ, τοῦτο νόσον ποιέει, δηλοῖ δὲ καὶ ἡ ἴησις.
— — —
15
Ὃ καθ’ ἕτερον ἀφορισμὸν ἔφη καθόλου, τοῦτο νῦν ἐφ’ ἑνὸς εἴδους διδάσκει. καθόλου μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος, οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν
ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ. ὁ δὲ νῦν ἡμῖν προκείμενος475 in vol. 17.2

17b

476

ἀφορισμὸς ὑπὲρ ἑνὸς ἀποφαίνεται πράγματος, τῆς πλησμο‐ νῆς. ἡ γὰρ πλείων τροφὴ τῆς τοῦ σώματος φύσεως ὀνομά‐ ζεται πλησμονή. πρὸς τὶ μὲν οὖν ἀεὶ τὸ πλέον, ἀλλ’ ἔν γε τοῖς ἡμετέροις σώμασι διττόν· ἓν μὲν ὡς πρὸς τὴν τῶν
5ἀγγείων εὐρυχωρίαν, ἕτερον δὲ ὡς πρὸς τὴν διοικοῦσαν ἡμᾶς φύσιν. ὑπὲρ οὗ νῦν διδάσκων ἡμᾶς ὁ Ἱπποκράτης ἔφη τὴν πλείονα τροφὴν εἶναι παρὰ φύσιν, ἵνα μήτε τοὺς ἐμπεπλησμένους εἰς τοσοῦτον σιτίων ὡς διατετάσθαι τὴν γαστέρα, πάντως ὑπολαμβάνομεν ἐκ τούτου βλαβήσεσθαι,
10μήτε τοὺς ἐνδεὲς ἔχοντας αὐτῆς τὸ κύτος, ὀλίγα δὲ προσε‐ νηνέχθαι καὶ πάντως πέψαι καλῶς αὐτά. καὶ γὰρ τοὺς προτέρους ἐγχωρεῖ πέψαι τὰ πεπληρωκότα τὴν κοιλίαν, εἰ ῥώμην αὐτὴν ἡ φύσις ἔχει καὶ τοὺς δευτέρους ἀπεπτῆσαι, δι’ ἀῤῥωστίαν καὶ μάλισθ’ ὅταν εὔπεπτα μὲν οἱ πρότεροι,
15δύσπεπτα δ’ οἱ δεύτεροι τὰ σιτία προσενηνεγμένοι τύχωσιν. οὕτω δὲ κἀπὶ τῆς ἀναδοθείσης τροφῆς ἡ αἱματοῦσα δύνα‐
μις ἀνάλογον τῇ πεπτούσῃ κατὰ τὴν γαστέρα ποτὲ μὲν476 in vol. 17.2

17b

477

ὑπ’ ἀῤῥωστίᾳ, οὐκ ἀλλοιώσει τὸν εἰς τὰς φλέβας ἀναδο‐ θέντα χυμὸν, κἂν εἰ σύμμετρος εἶναι δοκεῖ, ποτὲ δὲ τὸν τούτου πολλαπλάσιον ἑτοίμως αἱματώσει, διά τε τὴν ἑαυτῆς ῥώμην καὶ τὴν ἐπιτηδειότητα τοῦ χυμοῦ. κατὰ δὲ τὸν αὐ‐
5τὸν τρόπον καὶ ἡ τρίτη τροφὴ, ἥνπερ δὴ καὶ κυριώτατα λέγομεν τροφὴν, ἡ προστιθεμένη τοῖς τοῦ ζώου μορίοις, ὡς πρὸς τὴν δύναμιν, ἤτοι πλείων ἢ οὐ πλείων εἶναι λεχθήσε‐ ται, καὶ ἤτοι πεφθήσεται καλῶς καὶ θρέψει ἢ οὔ. καὶ κατὰ τοῦτο ἤτοι κρατηθήσεται πρὸς αὐτῶν ἢ μὴ κρατουμένη
10διαφθαρήσεται καὶ νόσον γεννήσει. μία μὲν οὖν ἐξήγησις αὕτη τὸ πλέον ὡς πρὸς τὴν διοικοῦσαν δύναμιν τὰ ζῶα ἀκουόντων ἡμῶν. ἑτέρα δὲ τὸ κατὰ ποιότητα παρὰ φύσιν ἀληθὴς καὶ αὕτη. τρέφεται γὰρ ἕκαστον μόριον ἐξ οἰκείας αὐτῷ τροφῆς, ἣν ὀρθῶς ἂν εἴποιμεν εἶναι κατὰ φύσιν ἑαυτῷ.
15ἐὰν οὖν ποτε εἰς αὐτὸ παραγίνηται χυμός τις, ἑτέρῳ μὲν μορίῳ κατὰ φύσιν, ἀλλότριος δὲ καὶ παρὰ φύσιν ἐκεί‐
νῳ, μοχθηρὸν μὲν τὸ τοιοῦτον, οὐ μὴν πάντως γε καὶ νό‐477 in vol. 17.2

17b

478

σος ἀκολουθήσει, βραχείας αὐτῷ ὑπαρχούσης ποσότητος. ὅπου γὰρ οὐδὲ τὰ διαφθείρειν ἡμῶν τὸ σῶμα δυνάμενα φάρμακα, μανδραγόρας καὶ μήκων, κώνειον, ἄνευ ποσότητος οἷά τε βλάπτειν ἐστὶν, ἦ πού γε τοιοῦτος χυμὸς, ὃς πρὸς
5τῷ μὴ διαφθείρειν ἔτι καὶ τρέφειν ἕτερα μόρια δύνανται. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ὠνόμασε τροφὴν αὐτὸν, εἰ μὴ τοιοῦτος ἦν. ὥσπερ οὖν εἰ πνεύματος μέν τι βραχὺ διὰ τοῦ στομάχου κατενεχθὲν εἰς τὴν γαστέρα τύχοι, τῆς δὲ πινομένης ὑγρότητος ὀλίγιστον μὲν εἰς τὸν πνεύμονα διὰ
10τῆς τραχείας ἀρτηρίας, οὔτ’ ἂν ἡ γαστὴρ, ὅσον ἐπὶ τούτῳ νοσήσῃ, οὔτε ὁ πνεύμων οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὰ λοιπὰ μόρια τροφῆς. καὶ μὲν δὴ καὶ τρίτη τις ἐξήγησις εἴρηται πρός τινων ἀκούειν ἡμᾶς ἀξιούντων τὸ παρὰ φύσιν ἀντὶ τοῦ μεγάλως καὶ ὑπερβαλλόντως, ὡς εἰ καὶ οὕτως εἶ‐
15πεν· ὅκου ἂν τροφὴ πλείων ὑπερβαλλόντως εἰσέλθῃ, τοῦτο νόσον ποιεῖ. τὴν γὰρ ὀλίγον ὑπερβάλλουσαν τοῦ συμμέτρου
μηδέπω δύνασθαι νόσον ποιεῖν, ἀλλ’ ἔτι φυλάττειν τὸ σῶμα478 in vol. 17.2

17b

479

κατά γε τῆς ὑγιείας πλάτος, ἀληθὲς μὲν οὖν καὶ τοῦτο· χρὴ γὰρ τὴν μέλλουσαν ἐργάσασθαι νόσον τροφὴν, οὐ μι‐ κρῷ τινι τῆς ἀκριβοῦς συμμετρίας ὑπερέχειν. ἀλλ’ οὐκ ἔστιν ἔθος τούτου ἕνεκα διορίζεσθαι τὸν λόγον. εἰώθασι
5γὰρ αὐτὸ μόνον ἀποφαίνεσθαι τὸ γένος, ἔγκαυσιν ἢ ψύξιν ἢ κόπον, ἀπεψίαν τε καὶ φθορὰν χυμῶν, ὅσα τ’ ἄλλα τοιαῦ‐ τα νοσοποιεῖν φάσκοντες, ὡς ἡμῶν ἑκάστῳ τῶν εἰρημένων συνεπινοούντων ἀξιόλογον ποσότητα. κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὴν πλείονα τροφὴν νοσοποιεῖν λέγουσιν, ἄνευ
10τοῦ προσθεῖναι τὸ πολλῷ, γινωσκόντων ἡμῶν ὡς ἐὰν δρα‐ χμῆς μοῖρα ιεʹ τὸ πλεῖον ἢ τοῦ συμμέτρου νόσον οὐδέπω δύναται κατασκευάζειν, ἀλλὰ πολλαπλασιαζομένη τε καὶ αὕτη ποτε ποιήσει νόσον. ἐκ γὰρ τοῦ γένους ἐστὶ μία τῶν κατεργαζομένων αἰτίων τὰς νόσους. κατὰ ταῦτα μὲν οὖν ἡ
15τρίτη τῶν ἐξηγήσεων, εἰ καὶ ὅτι μάλιστα ἀληθής ἐστι, πε‐ ριεργοτέρα μοι δοκεῖ τοῦ τῶν παλαιῶν ἔθους ὑπάρχειν,
μετὰ καὶ τοῦ βιαίως ἐξηγήσασθαι τῆς παρὰ φύσιν φωνῆς479 in vol. 17.2

17b

480

τὸ σημαινόμενον. ἡ δ’ ἐπὶ τέλει τοῦ ἀφορισμοῦ προσγε‐ γραμμένη λέξις, ἔνθα φησὶ, δηλοῖ δὲ ἡ ἴησις, ἄμεινον ἂν εἶχε μετὰ τοῦ καί συνδέσμου γεγραμμένη κατὰ τόνδε τὸν τρόπον, δηλοῖ δὲ καὶ ἡ ἴησις. οὐ γὰρ δὴ μόνον γε ἡ ἴησις
5δηλοῖ τὸ τὴν τροφὴν, ἔνθα ἂν εἰσέλθῃ, πλείω νοσοποιεῖν, ἀλλὰ καὶ ἡ τοῦ πράγματος φύσις συνενδείκνυνται συνεπι‐ μαρτυρούσης αὐτῇ καὶ τῆς ἰάσεως. ἐν ἁπάσαις γὰρ ταῖς τέχναις τοῖς καλῶς ἐπινοουμένοις καὶ ἡ ἀπὸ τῆς ἐκβάσεως μαρτυρία προσέρχεται. τίς οὖν ἐστιν αὕτη κατὰ τὸν προ‐
10κείμενον λόγον; ἡ ἐπὶ ταῖς κενώσεσιν ἴασις τῶν λυπούντων χυμῶν, ἥν τινα καὶ Ἡρόφιλος ἐν τῇ τριχρόνῳ καλουμένη σημειώσει παρέλαβεν. εἰ γάρ τις ἐσθίων μὲν πλείω τῶν συνήθων, ἤτοι δ’ ἴσα τοῖς ἔμπροσθεν ἢ ἐλάσσω γυμναζό‐ μενος, βαρυνθείη τε τὸ σῶμα καὶ σὺν ἐρεύθει καὶ
15ὄγκῳ τῶν φλεβῶν ἄρξηται πυρέττειν, οὐκ ἂν ἀλόγως τις αὐτὸν ὑπὸ πλήθους νοσῆσαι νομίζῃ. εἰ τοίνυν καὶ κενω‐ θεὶς ὠφεληθείη, βεβαίωσις καὶ παραχρῆμα τῆς περὶ τοῦ
πλήθους γενήσεται δόξης, θάρσος τε πρὸς τὸ πάλιν ἐπὶ480 in vol. 17.2

17b

481

τῶν αὐτῶν παραγενήσεται ὡσαύτως κενῶσαι, μὴ περιμεί‐ νοντας τὴν τῶν ἐμπειρικῶν τήρησιν, ἣν αὐτοὶ τῶν πλειστά‐ κις ἐπὶ τοῖς αὐτοῖς ὡσαύτως ἀποβαινόντων εἶναί φασιν. ἴσως μὲν οὖν καὶ προσέκειτο κατὰ τὸν ἀφορισμὸν ὁ καί
5σύνδεσμος, εἶτά τις ὡς περιττὸν ἀφεῖλεν αὐτόν. ἴσως δὲ καὶ ἐξ ἀρχῆς αὐτὸς ὁ Ἱπποκράτης ἁπλῶς ἔγραψε χωρὶς τοῦ καί συνδέσμου, δηλοῖ δὲ ἡ ἴησις, ὡς εἰ καὶ οὕτως εἰρήκει, τοῖς γὰρ προειρημένοις οὕτως ἔχουσιν ὡς εἴρηται, τουτέστι τροφῆς πλείονος παρὰ φύσιν ἐν τῷ σώματι περιεχομένης,
10ἐπειδὰν κενώσεως προσαχθείσης, ὁ κάμνων ὠφεληθείη, δῆ‐ λόν ἐστιν ὡς εἰς νόσον ἥκει διὰ τὸ πλῆθος τῆς τροφῆς. ὅτι δὲ κένωσιν μὲν ἁπλῶς εἴωθε λέγειν ὁ Ἱπποκράτης, ὅταν ὁμοτίμως ἅπαντες οἱ χυμοὶ κενῶνται, κάθαρσιν δὲ ὅταν οἱ μοχθηροὶ κατὰ ποιότητα, μεμνῆσθαι χρὴ, καὶ ὅτι ἡ νῦν
15ἴασις ὑπὸ κενώσεως, οὐ καθάρσεώς ἐστι γινομένη μαρτυ‐ ρεῖ τῇ περὶ τοῦ πλήθους δόξῃ. κένωσις δ’ ὁμοτίμως ἁπάν‐
των τῶν χυμῶν ἡ μὲν ἀκριβεστάτη διὰ φλεβοτομίας ἐστὶν481 in vol. 17.2

17b

482

ἐγγὺς δ’ αὐτῆς ἥ τε ἀποσχαζομένων τῶν σφυρῶν, ὥσπερ ἡμῖν εἴθισται, καὶ ἡ διὰ γυμνασίων ἢ τρίψεων ἢ λουτρῶν καὶ προσέτι κατὰ συμβεβηκὸς ἡ διὰ ἀσιτίας. κατὰ συμ‐ βεβηκὸς δ’ εἶπον, ὅτι μὴ δι’ ἑαυτῆς ἡ ἀσιτία κενοῖ, καθά‐
5περ ἕκαστον τῶν προειρημένων. ἀλλ’ ἡ μὲν κένωσις γίνε‐ ται τῷ φυσικῷ τρόπῳ τῆς διαπνοῆς, μηδεμιᾶς δὲ ἀντὶ τῶν κενωθέντων εἰσενεχθείσης τροφῆς, ἐναργῶς τηνικαῦτα φαί‐ νεται ἡ πρότερον λανθάνουσα. ταυτὶ μὲν οὖν αὐτάρκη πρός γε τὴν ἐξήγησιν τοῦ ἀφορισμοῦ. ὅστις δὲ βούλεται τὸν
10περὶ πλήθους λόγον ἀκριβῶς ἀναλέξασθαι, βιβλίον ἔχει γε‐ γραμμένον ὑφ’ ἡμῶν ἓν ὅλον, ὃ δὴ καὶ περὶ πλήθους ἐπι‐ γέγραπται. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον ἔτι προσθεῖναι τοῖς εἰρημένοις, ὡς ἄρξασθαι μὲν δύναται τὸ πρὸς τὴν δύ‐ ναμιν πλῆθος, ἄνευ τοῦ διεφθάρθαι, μεῖναι δ’ οὐ δύναται
15χρηστόν. ἀνάγκη γὰρ πᾶσα μεταβάλλειν αὐτὸ κατὰ ποιό‐ τητα, διαφθείρεσθαι τοῦ χρόνου προϊόντος· ἀλλὰ κἂν τοῦτο
γένηται, μέχρι τοσούτου πλῆθος αὐτὸ καλέσομεν, μέχρι περ482 in vol. 17.2

17b

483

ἂν ἐπὶ τῇ κενώσει τοῦ περιττοῦ τὸ λοιπὸν δύνηται γίνεσθαι χρηστόν. ὁποῖον γὰρ κατὰ τοὺς ὀξυνομένους οἴνους συμβέ‐ βηκε, τοιοῦτόν τι καὶ κατὰ τὴν ἀλλοίωσιν τοῦ αἵματος. ἔστι δὲ τὸ συμβαῖνον ἐπὶ τῶν οἴνων τοιόνδε. τελέως μὲν
5ὀξεῖς γενηθέντες οὐκέτ’ εἰς τὴν τοῦ οἴνου φύσιν ἐπανέρ‐ χονται, βραχεῖαν δέ τινα ποιησάμενοι ῥοπὴν ὡς ὀξύνεσθαι μὲν, ὄξος δ’ οὐδέπω γεγονέναι, πολλοὶ πολλάκις ἀνεκτήσαντο τὴν πρότερον φύσιν. οὕτως ἔχει κἀπὶ τοῦ αἵματος· καὶ γὰρ καὶ τοῦτο μεγάλης μὲν τῆς διαφθορᾶς γενομένης
10οὐκέτ’ ἐπανέρχεται πρὸς τὸ κατὰ φύσιν, ἐπὶ βραχὺ δὲ συμβάσης, ἐπειδὰν τὸ περιττὸν ἀποκενωθῇ τὸ κατάλοιπον ἀνακτᾶται τὴν ἑαυτοῦ φύσιν, καὶ δὴ καὶ καλεῖν ἔθος ἐστὶ τὴν τοιαύτην διάθεσιν οὐ διαφθορὰν, ἀλλὰ πλῆθος, ἐκείνης, ὡς ἔφην, μόνης ὀνομαζομένης διαφθορᾶς, ἥτις ἂν
15οὕτως ἀξιόλογον ἔχῃ τὴν τὸ παρὰ φύσιν ἐκτροπὴν, ὡς μηκέθ’ ὑπὸ φύσεως δύνασθαι πεττομένης χρηστὸς γίνεσθαι χυμός.
— — —483 in vol. 17.2

17b

484

ιηʹ. Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως ταχεῖαι καὶ αἱ δια‐ χωρήσιες γίνονται.
— — —
5
Ταχέως μὲν τρέφειν ἀκουστέον εἰρῆσθαι πρὸς αὐτοῦ τὰ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς εὐθέως τρέφοντα κατά γε τὴν ἑαυτῶν φύσιν. ἐξετάζεται δ’ αὕτη κατά γε τοὺς ἀμέμπτως ὑγιαίνοντας. ἀθρόως δὲ τὰ μετὰ τὸ ἄρξα‐ σθαι τρέφειν ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τὴν ἐξ αὐτῶν τροφὴν
10δίδονται τῷ σώματι. τὰ τοιαῦτα οὖν, ὅσον ἐπὶ τοῦτο μό‐ νον τῷ τρέφειν ἀθρόως καὶ διαχωρηθήσεται ταχέως. εἰ δ’ ἤτοι δριμύτης τις αὐτοῖς ἐρεθίζουσα πρὸς ἀπόκρισιν ἢ γλισχρότης ὑπάρχει, δι’ ἣν ἐπὶ πλέον κατέχεται, τὰ μὲν θᾶττον κατὰ τὴν διαχώρησιν ὁρμήσει, τὰ δὲ βραδύτερον.
15τάχιστα μὲν οὖν καὶ ἀθροώτατα οἶνος τρέφει, βραδύτατα δὲ καὶ κατὰ βραχὺ βόειον κρέας καὶ κοχλίαι καὶ σπόνδυλοι
θαλάττιοι καὶ ἀκρίδες καὶ κάραβοι καὶ ἀστακοὶ, καὶ συνελόντι484 in vol. 17.2

17b

485

φάναι πάντα τὰ σκληρόσαρκα τῆς αὐτῆς ἐστι τούτοις φύσεως. καὶ σκληροὶ τυροὶ καὶ τὰ τεταριχευμένα τῶν κρέων καὶ φακοὶ καὶ βολβοὶ καὶ τὰ μέχρι τοῦ σκληρωθῆναι τῶν ὠῶν ἀφεψημένα. ταυτὶ γὰρ πάντα μετὰ πολὺν χρόνον τοῦ
5προσαχθῆναι τρέφει κατὰ βραχύ. σημεῖον δ’ ἔστω σοι τοῦ τρέφειν ἤδη τὸ προσενηγμένον ἐν μὲν τοῖς σφυγμοῖς ἥ τε σφοδρότης καὶ τὸ μέγεθος, ἐν δὲ ταῖς καθ’ ὁρμὴν κινήσε‐ σιν ἡ προστιθεμένη τοῖς τεθραμμένοις ῥώμη. μάλιστα δ’ ἐξετάζειν αὐτὴν προσῆκον ἐπὶ τῶν ἐκλελυμένων διὰ κέ‐
10νωσίν τινα αἰσθητὴν ἢ διὰ κάματον ἢ δι’ ἀσιτίαν. ἐπὶ μὲν οὖν τῶν προειρημένων ἁπάντων αἱ κατὰ τὴν γαστέρα διαχωρήσεις βραδεῖαι γίνονται, τοῦτ’ ἔστι μετὰ πολὺν τῆς προσφορᾶς χρόνον, ἐπὶ δὲ τῶν ἐναντίων ταχεῖαι, μάλιστα δ’ ἐναντίος ἁπάντων αὐτοῖς ἐστιν ὁ οἶνος ὡς εἴρηται, τάχιστα
15τρέφων, ἐφεξῆς δ’ αὐτῷ κατὰ στοῖχον ἄλλα περὶ ὧν ἐρῶ, πρῶτόν γε περὶ τῶν οἴνων αὐτῶν διερχόμενος. οἱ μὲν γὰρ ὑδατώδεις αὐτῶν ἐλαχίστην τροφὴν τῷ σώματι διδόασιν.
εἰσὶ δὲ οὗτοι λευκοὶ μὲν τὴν χρόαν, λεπτοὶ δὲ τὴν σύστα‐485 in vol. 17.2

17b

486

σιν, οἱ δὲ παχεῖς καὶ κιῤῥοὶ πολὺ μὲν πλείονα τὴν τροφὴν τούτων διδόασι τῷ σώματι, ἀπολείπονται δὲ τῶν μελάνων ἐς τοσοῦτον τροφῆς, ὅσον πλεονεκτοῦσιν εἰς τὸ ταχέως καὶ ἀθρόως τρέφειν. ὅσοι δὲ λευκοὶ μὲν, ἀλλὰ
5παχεῖς εἰσιν ἀτροφώτεροι μὲν τοσοῦτον ὑπάρχουσιν, τροφι‐ μώτεροι δὲ τῶν λεπτῶν τε καὶ λευκῶν, ἀλλ’ οὔτε τάχεως οὔτε ἀθρόως τρέφουσιν. εἰς ὅσον δὲ ἐν τούτοις διαφέρου‐ σιν, εἰς τοσοῦτον καὶ κατὰ τὴν διαχώρησιν. οἱ μὲν γὰρ ὑδατώδεις κατ’ οὖρα διαχωροῦσι τάχιστα, διὰ τὸ φθάνειν
10τάχιστα σχεδὸν ἀναλαμβάνεσθαι ὅλοι, τῶν δ’ ἄλλων πάν‐ των ὅσον ὑπέρχεταί τι κατὰ τὴν γαστέρα σαφὲς, ἀνάλο‐ γον τῷ χρόνῳ τῆς θρέψεως ἔχει τὴν διαχώρησιν. οὕτω δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων συμβέβηκεν. ὁ μὲν γὰρ τῆς πτι‐ σάνης χυλὸς οὐ μετὰ πολὺν χρόνον τῆς προσφορᾶς φαίνε‐
15ται τρέφων, οὐ μὴν πολλὴν τροφὴν διδοὺς τῷ σώματι καὶ ταύτην ἐν ὀλίγῳ χρόνῳ παρέχων ἀθρόαν. ὁ χόνδρος δὲ οὔτ’ ὀλίγην οὔτ’ ἀθρόαν, ἀλλ’ ἐν πολλῷ τε χρόνῳ καὶ πολ‐
λὴν παρέχει τροφήν. ὡσαύτως δὲ δηλονότι προσήκει τῇ486 in vol. 17.2

17b

487

συστάσει ἔχειν τὰ παραβαλλόμενα καὶ μὴ τὸ μὲν ἀκριβῶς εἶναι ὑγρὸν, τὸ δὲ ἄκρως ξηρόν. ἐπὶ μὲν οὖν τῆς πτισά‐ νης καὶ χόνδρου καὶ πάντων τῶν τοιούτων, ὅσα σκευάζουσιν ἐκ κέγχρων ἢ κυάμων, ἤ τινων ἄλλων καρπῶν, ὁμοίως ἐχέτω
5τὰ παραβαλλόμενα, κατὰ τὸ ποιὸν τῆς συστάσεως. ἐπὶ δὲ τῶν κρεῶν ἰδία μὲν ἡ σύστασις ἑκάστου. παραβάλλεσθαι δὲ αὐτὰ χρὴ κατὰ τὸ ποιὸν τῆς σκευασίας ἢ ὠπτωμένων ἀμφοῖν ἢ ἑψημένων ὡσαύτως. ἀφαιρείσθωσαν δὲ κατὰ τὴν σκευασίαν καὶ οἱ δακνώδεις χυμοὶ, καθάπερ ἐπὶ κράμβης
10τε καὶ ὀσπρίων, εἰ μέλλεις ἀκριβῆ βάσανον αὐτῆς τῆς τρε‐ φούσης οὐσίας λαβεῖν. ἡ δ’ ἀφαίρεσις τῶν χυμῶν ἐκ τοῦ μετατίθεσθαι κατὰ τὴν ἕψησιν εἰς ἕτερον ὕδωρ ἐξ ἑτέρου γίγνεται. ἐὰν οὖν ἅπαντα ταῦτα διορισάμενος ἐξετάσῃς ἀκριβῶς, εὑρήσεις ὅσα μὲν ὀλίγῳ χρόνῳ τρέφει, τοῦτο δέ
15ἐστι τὸ ἀθρόως καὶ μετ’ ὀλίγον χρόνον τῆς προσφορᾶς, τοῦτο γάρ ἐστι τὸ ταχέως, τούτων καὶ τὴν διαχώρησιν ἐν
τάχει γινομένην, ὅταν γε ὡσαύτως ἔχουσιν ἀνθρώποις δίδο‐487 in vol. 17.2

17b

488

ται. καὶ γὰρ καὶ τοῦτο ἐπὶ πάντων τοιούτων χρὴ προσδιο‐ ρίσασθαι. τὰ δ’ ἐναντίως ἔχοντα βραδέως ὑποχωρεῖν. τὴν δ’ αἰτίαν τῶν γινομένων μάθοις ἂν ἐκ τῶν ἀποδεδειγμένων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἡ γάρ τοι γα‐
5στὴρ ἀπολαύειν ἐνεδείκνυτο τῶν σιτίων αὐτὴ πρώτως τὸν οἰκεῖον ἐξ αὐτῶν ἕλκουσα χυμὸν, ἐναποτιθεμένη τε τοῖς ἑαυτῆς χιτῶσιν, εἶτ’ ἐπειδὰν τούτου κορεσθῇ, τηνικαῦτα ἐκπέμπειν αὐτὰ πρὸς τὴν διαχώρησιν. ἐν τούτῳ δὲ τῷ χρόνῳ καὶ τὸ ἧπαρ ἐκ τῶν σιτίων ἕλκειν ἐδείκνυτο, ἐπειδὰν
10ἐνδεῶς ἔχῃ τροφῆς. εἰ δὲ μὴ, χρήσεται τῇ προϋπαρχούσῃ. κατὰ δὲ τὸν αὐτὸν λόγον ἕλκειν αὖθις ἐκ τοῦ ἥπατος ὅλον τὸ σῶμα, καθ’ ὃν ἂν χρόνον καὶ τοῦτο ἀπορεῖ τροφῆς. ὅθεν ἐφ’ ὧν ὅλον τὸ σῶμα κενόν ἐστι, μάλιστα ἄν τις λάβῃ τὴν πεῖραν τῶν ἀθρόως τε καὶ ταχέως τρεφόντων, οἷσπερ,
15ὡς ἔφαμεν, ὑπάρχει καὶ τὸ πρὸς τὴν διαχώρησιν ἰέναι θᾶτ‐ τον, ὅσον ἐπὶ τῷδε. τινὲς μέντοι τὴν ἐξ ὅλου τοῦ σώματος ἔφασαν κένωσιν εἰρῆσθαι διαχώρησιν, ἵνα ταυτὸν ᾖ
τὸ νῦν διδασκόμενον τῷ λελεγμένῳ κατὰ τὸ περὶ τροφῆς488 in vol. 17.2

17b

489

βιβλίον, ἔνθα φησίν· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐ‐ πρόσθετος εὐεξανάλωτος, ὅπερ ἀληθέστατον μέν ἐστιν, οὐ μὴν οἰκείως ἀκούσεσθαί τε δοκεῖ τῇ τῆς διαχωρήσεως προσ‐ ηγορίᾳ. λέγεται γὰρ αὐτὴ μᾶλλον ἐπὶ τῆς κατὰ γαστέρα
5μόνον, δυνατόν γε μὴν κἀπὶ τῶν καθ’ ὅλον ἀκούειν αὐτὴν τὸ σῶμα. διαφέρει γὰρ ἢ ὑποχώρησιν ἢ διαχώρησιν εἰ‐ πεῖν. ἡ μὲν οὖν ὑποχώρησις ἐπὶ τῶν κατὰ τὴν γαστέρα μόνον λέγεται, κοινὸν δ’ ἀμφοῖν τὸ τῆς διαχωρήσεως ὑπάρ‐ χειν ἐγχωρεῖ ὄνομα. τὰ μὲν οὖν χοίρεια κρέα καὶ ὅσα γλί‐
10σχρους καὶ παχεῖς ἔχει τοὺς χυμοὺς, ἐν χρόνῳ ποιεῖται τὴν ἐξ ὅλου τοῦ σώματος διαπνοήν· λάχανα δὲ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπλῶς ὅσα λεπτὸν ἔχει τὸν ἀνα‐ διδόμενον χυμὸν, ἐν μὲν τῷ τάχει τῆς ἀναδόσεως καὶ τῆς προσθέσεως πλεονεκτεῖ, μόνιμον δ’ οὐκ ἔχει τὴν φύσιν,
15ἀλλὰ διαπνεῖται ῥᾳδίως.
— — —489 in vol. 17.2

17b

490

ιθʹ. Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγο‐ ρεύσιες οὔτε τοῦ θανάτου οὔτε τῆς ὑγείας.
— — —
5
Τὰ ὀξέα νοσήματα πρὸς τὸ κρίνεσθαι ταχέως εὐθέως καὶ μέγεθος ἔχει· τοὺς γὰρ ἐφημέρους πυρετοὺς καίτοι ταχέως παυομένους οὐ καλοῦσιν ὀξέα νοσήματα. διττὴ δέ ἐστιν ἡ τῶν ὀξέων νοσημάτων φύσις· ἢ γὰρ ἐπὶ χυμοῖς μό‐ νοις θερμοῖς οὐδένα τόπον ἐγκατειληφόσιν, ἀλλ’ ὁμοτίμως
10ἐν ἅπασι τοῦ ζώου τοῖς μέρεσι γίγνεσθαι πεφυκόσιν ἢ τό‐ που τινὸς πεπονθότος, ὡς ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ κυνάγχῃ. καὶ οἵ γε πυρετοὶ τοὐπίπαν οἷον συνεχεῖς εἰσιν ἐν τοῖς ὀξέσι νοσήμασι. σπάνια γὰρ τὰ χωρὶς πυρε‐ τῶν, ὁποία ἐστὶ καὶ ἡ ἀποπληξία. τὰ δὲ χρόνια νοσήματα
15διὰ χυμοὺς γίνεται παχεῖς καὶ γλίσχρους καὶ ψυχροὺς, οὔτε πεφθῆναι ῥᾳδίως δυναμένους, ἐμπλαττομένους τε καὶ σφη‐
νουμένους ἐν τοῖς πεπονθόσι μορίοις, ὥστε καὶ σκιῤῥώδεις490 in vol. 17.2

17b

491

αὐτῶν μᾶλλον ἢ φλεγμονώδεις εἶναι τὰς διαθέσεις. ὀλίγα δ’ ἐξ αὐτῶν γίγνεται τὰ κατὰ συμπάθειαν καὶ χωρὶς τόπου πεπονθότος, ἐν οἷς ὁμοτίμως ἁπασῶν τῶν φλεβῶν, ἤτοι με‐ λαγχολικοὺς ἢ φλεγματώδεις χυμοὺς ἐχουσῶν σηπομένους.
5ἐπὶ μὲν τούτων ἁπάντων ἔοικεν ὁ Ἱπποκράτης θαῤῥεῖν ταῖς προγνώσεσιν, ἐπὶ δὲ τῶν ὀξέων οὐχ ἁπάντων, ἀλλ’ ἔστιν ὅτε καὶ διαμαρτάνεσθαι τὴν πρόγνωσιν ὁμολογεῖ. τοιοῦ‐ τον γάρ ἐστι τὸ οὐ πάμπαν, ἀπόφασις ὄν. τὸ γὰρ οὐ πάμπαν τῷ οὐ παντελῶς ταὐτὸν σημαίνει. καὶ ἔστι τὸ
10οὐ πάμπαν ἴσον τῷ οὐκ ἐπὶ πάντων, ὅπερ ὅταν ὀλίγα τῶν πάντων ἐξαιρῶσιν ὀνομάζειν εἰώθασιν. οἷον οὐ πάντες ἄν‐ θρωποι κακοί. δηλοῖ γὰρ ὁ τοῦτ’ εἰπὼν ὀλιγοστοὺς εἶναι τοὺς ἀγαθούς. οὕτω γοῦν καὶ νῦν ὁ Ἱπποκράτης ἐμφαίνει λέγων, οὐ πάμπαν ἀσφαλεῖς εἶναι τὰς προσα‐
15γορεύσεις ἐπὶ τῶν ὀξέων ὡς ὀλιγάκις ποτὲ καὶ σφαλλομένου τοῦ ἀρίστου ἰατροῦ. συμβαίνει δ’ αὐτὸ τοῦτο διά τε τὴν
ὀξύῤῥοπον ἐν κρίσει μεταβολὴν, ἥτις ἕπεται τῶν ἐργαζομέ‐491 in vol. 17.2

17b

492

νων αὐτὰ χυμῶν τῇ φύσει καὶ διὰ τὸ μεταῤῥεῖν ἐνίοτε τὸν λυποῦντα χυμὸν ἐξ ἑτέρων εἰς ἕτερα.
— — —
κʹ.
5Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοιλίαι ξηραί εἰσι, τουτέοισιν ἀπογηράσκουσιν ὑγραί‐ νονται.
— — —
10
Ὅτι μὲν ὡς τὸ πολὺ τοῦτο γίνεται καὶ οὐ διὰ παντὸς ἐδήλωσεν αὐτὸς ἐν τοῖς κατωτέρω γράψας τόνδε τὸν ἀφο‐ ρισμὸν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι νέοι μὲν ἐόντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, εἰς δὲ τὸ γῆρος χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ πολὺ τοῖσιν
15ἀπογηράσκουσιν. ἀκουστέον δέ ἐστι ξηρᾶς καὶ ὑγρᾶς κοι‐
λίας οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ τοῖς αὐτοῖς διαιτήμασιν. εἰ γάρ492 in vol. 17.2

17b

493

τις ἐν μὲν τῇ νεότητι τῇ τῶν Ἀλεξανδρέων χρῆται διαίτῃ, ταρίχη τε καὶ πράσα ἐσθίων, ἐπιπίνων τε ζυθὸν, ἐν δὲ τῷ γήρᾳ μηδὲν τούτων προσφέρηται, φακὴν δὲ ἐσθίει καὶ οἶ‐ νον αὐστηρὸν ἔτι πίνει, πῶς ἂν φαίημεν ὑπηλλάχθαι τού‐
5τῳ τὰ διαχωρήματα τῷ λόγῳ τῆς ἡλικίας; οὕτω δὲ καὶ ὁ μὲν κατὰ τὴν νεότητα φακὴν ἐσθίων καὶ μέσπιλα καὶ οἶ‐ νον αὐστηρὸν πίνων, ἐπὶ δὲ τοῦ γήρως τῇ τῶν Ἀλεξανδρέων χρώμενος διαίτῃ, συμμεταβάλλει ταῖς διαίταις τὴν κατὰ τὴν διαχώρησιν, οὐκ ὀρθῶς ποιησόμεθα κρίσιν. ἀλλ’ ὅταν
10ἁπάντων τῶν ἄλλων, οὐ μόνον τῶν κατὰ τὴν τροφὴν, ὁμοίως πραττομένων ὑπηλλάχθαι τὰ κατὰ τὰς διαχωρήσεις, ἡ κρί‐ σις ὀρθὴ γενήσεται τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων· ὑπαλ‐ λαχθήσεται δὲ τὰ κατὰ τὰς διαχωρήσεις, ὅσον ἐπὶ τῇ φύ‐ σει τῶν ἡλικιῶν κατὰ τὰς ἐν τῷ σώματι διαθέσεις ἀλλατ‐
15τομένας, ὑφ’ ὧν ἡ γαστὴρ ὑγροτέρα τε καὶ ξηροτέρα γίνε‐ ται. τίνες δέ εἰσιν αὗται τῶν ἐζητημένων ἐστὶ καὶ οὕτω γε μακρὸν ἔσεσθαί μοι νομίζω τὸν λόγον, εἰ σὺν ταῖς οἰ‐
κείαις ἀποδείξεσι γράφειν αὐτὸν ἐπιχειρήσαιμι, ὥσθ’ ἑνὸς493 in vol. 17.2

17b

494

ὅλου δεήσεσθαι βιβλίου. τοῦτο μὲν οὖν αὖθις ἔσται ποτὲ, νῦν δὲ διὰ βραχέων ἐρῶ τὰ κεφάλαια, συγχρησάμενος οἷς ἔν γε τοῖς τῶν φυσικῶν δυνάμεων ἀπέδειξα ὑπομνήμασι καὶ τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὑγροτέρα τοῦ συμμέτρου
5γίνεται ἡ γαστὴρ, ὅταν ἡ χυλωθεῖσα τροφὴ κατ’ αὐτὴν ἐνδεέτερον ἀναδίδοται, ξηροτέρα δὲ πάλιν τῆς κατ’ αὐτὴν ὑγρότητος ἁπάσης εἰς τὸ ἧπαρ ἀναφερομένης. ἀλλὰ τὸ μὲν ἐνδεέστερον ἀναδίδοσθαι γίνεται μέν ποτε πλείονα τροφὴν λαμβανόντων ἢ ὅσης δεῖται τὸ ἧπαρ, ἔστι δ’ ὅτε
10θᾶττον ἐπὶ τὴν διαχώρησιν ἰούσης αὐτῆς. τῆς μὲν γὰρ πλείονος ἀπολείπεται τὸ περιττὸν, ἐπειδὰν ἑλκύσει τὸ ἧπαρ, ὅσης δεῖται. τῆς δὲ ταχέως διεξιούσης οὐ φθάνει τοσοῦ‐ τον ἕλκειν τὸ ἧπαρ ὅσου δεῖται. θᾶττον δὲ ὑπέρχεται τὰ διαχωρούμενα, ποτὲ μὲν διὰ τὸ πλῆθος τῆς καταῤῥεούσης
15εἰς τὴν γαστέρα χολῆς ἐρεθιζούσης αὐτὴν εἰς ἀπόκρισιν, ἐνίοτε δὲ τῆς μὲν ἐν αὐτῇ τῇ γαστρὶ καθεκτικῆς δυνάμεως, ἀῤῥωστοτέρας γινομένης, τῆς δὲ ἀποκριτικῆς ἐν ταύτῃ γε
καὶ τοῖς ἐντέροις ἰσχυρᾶς ὑπαρχούσης. πλειόνων μὲν οὖν494 in vol. 17.2

17b

495

ὀρεγόμεθα τοῦ στόματος τῆς γαστρὸς, ἐνταῦθα γὰρ μάλι‐ στα ἡ ὄρεξίς ἐστι, ψυχροτέρου τὴν κρᾶσιν ὑπάρχοντος. οὕτω δὲ καὶ τὸ ἧπαρ ἧττον ἕλκει διὰ ψυχρότητα· τὴν δὲ καθεκτικὴν ἡ γαστὴρ δύναμιν ἀσθενεστέραν ἔχει δι’ ὑγρό‐
5τητα, καθάπερ δὴ καὶ τὴν προωστικὴν ἰσχυροτέραν διὰ ξηρότητα. γερόντων οὖν ἐπειδὰν ψυχρότερον γένηται τὸ σῶμα, τὴν ἐν τῷ στόματι τῆς κοιλίας ὑγρότητα συμβαίνει γίνεσθαι ψυχρὰν ἐς τοσοῦτον, ὡς μεταπίπτειν εἰς ἀνορεξίαν, καὶ οὕτω ξηραίνεσθαι τὴν διαχώρησιν, ἐνδείᾳ τῶν προσφε‐
10ρομένων, ὡς πρὸς τὴν ἀνάδοσιν. οὕτω δὲ καὶ ὅσοι διὰ τὸ πλῆθος ἢ τὴν φύσιν τοῦ πικροχόλου χυμοῦ τὴν κοιλίαν ὑγραίνονται, πρὸς τοὐναντίον μεταπίπτουσι, μηκέτι ἐν τῷ γήρᾳ τοῦ τοιούτου χυμοῦ πολλοῦ γενομένου. τοῖς μέντοι δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ὑγραινομένοις τὴν κοι‐
15λίαν οὐχ ἅπασιν ἡ μετάπτωσις ἔσται, ἀλλὰ παρὰ τὸ ποσὸν τῆς συνεζευγμένης αὐτῇ θερμασίας. εἰ μὲν γὰρ εὐθὺς ἐξ
ἀρχῆς εἴη ψυχροτέρα τὴν κρᾶσιν ἡ γαστὴρ, εἰς ἀμετρίαν495 in vol. 17.2

17b

496

τῆς κατὰ ψυχρότητα δυσκρασίας ἐν τῷ γήρᾳ παραγινομένη τὴν καθεκτικὴν δύναμιν ὁμοίως ἄῤῥωστον ἕξει, διὰ τὸ πᾶ‐ σαν ἄμετρον δυσκρασίαν ἐκλύειν τὰς ἐνεργείας. εἰ δ’ ἀκρι‐ βῶς εἴη θερμὴ μέχρι πλείστου τῆς ἡλικίας ἰσχυρὰν ἕξει τὴν
5καθεκτικὴν ἐνέργειαν, ὡς ἂν μηδ’ ἑτέραν ἔχουσα τῶν δυσκρα‐ σιῶν ἀκριβῶς, μηδὲ τὴν κατὰ ξηρότητα, φύσει γὰρ ἦν ὑγροτέρα πάντως· ἢ οὐκ ἂν ἄῤῥωστον εἶχε τὴν καθεκτικὴν δύναμιν μήτε κατὰ θερμότητα. τοῦτο γὰρ ὑπέκειτο. δῆλον οὖν ὡς ὀλίγου δεῖν ἅπασιν, οἷς ὑγρότεραι φύσεις γαστρός
10εἰσιν, εἰς τοὐναντίον ἡ μετάπτωσις γίνεται γηράσκουσιν. οἷς δὲ ξηρότεραι, τούτοις ὑγρότεραι γενήσονται γηρῶσι, διὰ τὰς ἐναντίας κράσεις· ἤτοι γὰρ ὅταν ἐλάττονα τροφὴν προσφέρωνται τῆς κατὰ τὸ ἧπαρ δυνάμεως ἢ δι’ ἐξίκμασιν ἢ τὸ συῤῥέειν τῆς χολῆς εἰς τὴν κοιλίαν ὀλίγον ἢ δι’ εὐ‐
15ρωστίαν τῆς καθεκτικῆς δυνάμεως ἡ διαχώρησις ἔσται ξη‐ ροτέρα. τούτων δὲ τὸ μὲν ἧττον ὀρέγεσθαι καὶ θᾶττον
ἐμπίπλασθαι διὰ τὴν θερμότητα γίνεται τῶν ὀρεκτικῶν μο‐496 in vol. 17.2

17b

497

ρίων. τὸ δ’ ἐξικμάζεσθαι τὴν τροφὴν ἤτοι συμμέτρως ἔχοντος ἐν τῇ κράσει τοῦ ἥπατος ἢ καὶ βραχεῖ τινι θερ‐ μοτέρου τὴν κράσιν ὑπάρχοντος. τὸ δ’ ὀλίγην συῤ‐ ῥεῖν εἰς τὴν γαστέρα χολὴν, ὡς ἂν δηλονότι καὶ γενομένης
5ὀλίγης, ἐπὶ τῇ ψυχρότητι τοῦ σπλάγχνου συμβαίνει. ῥωμα‐ λέα δ’ ἡ καθεκτικὴ δύναμις γίνεται τοῖς νέοις ἐπὶ τὸ ξηρό‐ τερον τῇ κράσει ῥέπουσιν. εἰκότως οὖν γερόντων ἁπάντων τῶν προειρημένων εἰς τἀναντία μετάπτωσις ἔσται. οἵ τε γὰρ ἀνόρεκτοι διὰ θερμότητα προηκούσης τῆς ἡλικίας
10ὀρεχθήσονται πλειόνων ἢ ὅσων δύναται κρατήσειν τὸ ἧπαρ. ὅσοις τε διὰ ξηρότητα σύμφυτον ἡ καθεκτικὴ δύναμις ἦν ἰσχυροτέρα, τούτοις γηρῶσιν ἀῤῥωστοτέρα γενήσεται τῇ τῆς ξηρότητος ἀμετρίᾳ. καὶ διὰ τοῦθ’ ἡ διαχώρησις ὑγραν‐ θήσεται, τῷ ταχύνειν τὴν διέξοδον τῶν σιτίων. ὅσοις δὲ
15διὰ τὴν ἔνδειαν τῆς χολῆς ἡ διαχώρησις βραδύνουσα, τῷ πολυχρονίῳ τῆς διεξόδου τὸ πολὺ τῆς ὑγρότητος ἐξικμάζε‐ ται, δυνατὸν μὲν ἔτι μεῖναι αὐτὴν διάθεσιν. ἐγχωρεῖ δὲ
καὶ διὰ ψύξιν ἄμετρον τοῦ ἥπατος εἰς ἀῤῥωστίαν ἱκανὴν497 in vol. 17.2

17b

498

τῆς ἀναδόσεως ἀφικομένης ὑγρὰ γίνεσθαι τὰ διαχωρήματα. ταῦτ’ ἐν τῷ παρόντι περὶ τῆς αἰτίας εἰρήσθω μοι τῶν ἐν ταῖς ἡλικίαις μεταβολῶν, ὅσα ἴσχουσι διὰ ξηρότητα καὶ ὑγρότητα γαστρὸς, ἀσαφῆ διὰ βραχυλογίαν ἐσόμενα τοῖς μὴ
5προγεγυμνασμένοις ἐν οἷς ὑπομνήμασιν· ἀλλ’ ὕστερόν ποτε δι’ ἑνὸς ὅλου βιβλίου σαφέστερον ὑπὲρ τῶν αὐτῶν εἰρήσε‐ ται. πρὸς μέντοι τὴν ἐν τῇ τέχνῃ χρείαν ἱκανὸν καὶ τοῦτο μόνον ἐπίστασθαι, τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἄνευ τοῦ προσκεῖσθαι τὴν αἰτίαν.
10
— — —
καʹ. Λιμὸν θώρηξις λύει.
— — —
Θώρηξιν οἴνου πόσιν αὐτὸς εἴωθεν ὀνομάζειν. ἐν γοῦν
15τῷ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης ὧδέ πως ἔγραψε· φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴ‐
τιά ἐστιν. ὅτι δ’ ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν498 in vol. 17.2

17b

499

νεωτέρων καὶ πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων. ἐκ τοῦ τοίνυν ἀντιθεῖναι τοῖς ὑδροποτέουσι τοὺς θωρησσομένους ἐδήλωσεν, ὅτι τοὺς οἰνοποτοῦντας ὀνομάζει θωρησσομένους,
5ὥστε καὶ θώρηξις ἡ τοῦ οἴνου πόσις ὑπ’ αὐτοῦ λέγεται, ταύτην οὖν φησι λύειν λιμὸν, οὐ μὰ Δία ἅπασαν ἔνδειαν ὀνομάζων λιμὸν, ὥς τινες ὑπολαμβάνουσιν. οὐ μὴν οὐδὲ τὴν μετ’ ὀρέξεως, ἀλλὰ τὴν ἐπ’ αὐτῶν δὴ τοῦτο πάθημα ἐχόντων ὄρεξιν σφοδρὰν καὶ ἄπαυστον σιτίων, ἣν ἔνιοι τῶν
10ἰατρῶν ὀνομάζουσι κυνώδη. τούτου γάρ τοι τοῦ λιμοῦ ἡ τοῦ οἴνου θώρηξις ἴαμά ἐστιν, οὐχ ὅστις ἂν ἤτοι διὰ μα‐ κρὰν ἀσιτίαν ἢ ῥύσιν γαστρὸς ἢ αἱμοῤῥαγίαν ἤ τινα ἑτέ‐ ραν κένωσιν ᾖ γεγενημένος. οἱ μέντοι διά τι τῶν τοιούτων ἐνδεεῖς οὐχ ὅπως ἀγαθόν τι τῆς οἰνοποσίας ἀπολαύ‐
15ουσι, ἀλλὰ καὶ μέγιστα βλάπτονται, σπασμοῖς καὶ παρα‐ φροσύναις ἁλισκόμενοι διὰ ταχέων, εἰ πρὸ τοῦ σιτία προσε‐ νέγκασθαι θωρηχθεῖεν. οἷς δέ ἐστι πάθος ὁ λιμὸς, ἴαμα
τούτοις ἐστὶν ἡ τοῦ οἴνου πόσις, οὐ τροφῆς πλῆθος. ἐγὼ499 in vol. 17.2

17b

500

γοῦν οὕτως ἰασάμην ἐνίους τῶν ἀπαύστως λιμωττόντων, οἶνον πίνειν διδοὺς δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων. οὐ γὰρ δὴ οἱ στρυφνοὶ τῶν οἴνων ἰῶνται τὸν τοιοῦτον λιμὸν, ὅτι μηδὲ θερμαίνουσιν. ἀλλ’ ὅσοι γε κιῤῥοὶ τὴν χρόαν ἢ
5ἐρυθροὶ χωρὶς τοῦ στύφειν, οὗτοι μέγιστον ἴαμα τῶν τὴν κυνώδη καλουμένην ὄρεξιν ἐχόντων εἰσί. χρὴ γὰρ αὐτοῖς ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι λιπαρὰ καὶ ὡς ἂν εἴπῃ τις ἐλαιώδη τῶν ἐδεσμάτων καὶ τἄλλα δὲ πάντα, ἃ δι’ ἐλαίου πολλοῦ σκευάζονται. μάλιστα δὲ μηδὲν
10αὐστηρὸν ἢ στρυφνὸν ἔστω. μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων τινὰ, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι. πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. ἐν πλείονι δὲ χρόνῳ πραττόντων οὕτω παύεται. καί μοι δοκεῖ τοῦτο μᾶλλον ὁ Ἱπποκράτης ἐνδείκνυσθαι
15κατὰ τὸν προκείμενον ἀφορισμόν. ἐπειδὴ γὰρ αἱ κυνώδεις ὀρέξεις ἤτοι διὰ δυσκρασίαν μόνην τὴν ἐπὶ τὸ ψυχρότερον ἢ διά τινας χυμοὺς ὀξεῖς γίνεσθαι πεφύκασιν ἐναποθέντας
εἰς αὐτὸ τὸ στόμα τῆς γαστρὸς, ἄμφω δ’ ἰᾶσθαι ταῦτα500 in vol. 17.2

17b

501

πέφυκεν ὁ εἰρημένος οἶνος, εἰκότως παύει τὰς κυνώδεις ὀρέ‐ ξεις. ὅσοι δ’ ἡγοῦνται τὸν καλούμενον βούλιμον εἰρῆσθαι λιμὸν νῦν ὑφ’ Ἱπποκράτους, ἀλογώτερόν μοι δοκοῦσιν ἀκούειν τοῦ λόγου, πρῶτον μὲν ἀντὶ γενικοῦ τε καὶ καθό‐
5λου ποιοῦντες εἰδικόν τε καὶ κατὰ μέρος, εἶτα καὶ ψευδό‐ μενοι. κατάπτωσις γάρ ἐστι δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως ὁ βούλιμος, ἀρξάμενος μὲν ἀπὸ πείνης, οὐκ ἔτι δ’ ἔχων αὐτὴν συνοῦσαν.
— — —
10
κβʹ. Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆ‐ ται καὶ ὁκόσα ἀπὸ κενώσιος πλησμονὴ καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις.
— — —
15
Οὐκ εἴ τι γινόμενον ὑπὸ πλησμονῆς οὐδὲ οὐκέτι οὔσης αὐτῆς, εἴ τι μένοι, τοῦτο ἰάσεται κένωσις. ἀλλ’ ὅσα κατὰ
τὸν αὐτὸν γίνεται χρόνον ἐπιχειροῦμεν ἰᾶσθαι, κενώσεως501 in vol. 17.2

17b

502

χρῄζει. ὅτι μὲν οὖν πλῆθος ἐργάζεται νόσον ἔμπροσθεν εἴρηται, ὅτι δὲ ἡ ἴασις αὐτοῦ κένωσίς ἐστιν οὐδὲ λόγου δεῖται, καθάπερ οὐδ’ ὅτι πάντων τῶν ποιούντων τὰς νόσους ἡ ἐναντίωσις. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἄλλο τι παρὰ
5τοὐναντίον τῶν ποιούντων τὰς νόσους αἰτίων, ὡς ἐπί γε τῶν νόσων αὐτῶν ἤδη γεγενημένων αὖθις ἐπισκεψό‐ μεθα, καθάπερ γε κἀπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς συμπτωμάτων. ἀλλὰ νῦν γε περὶ τῶν ἔτι γινομένων ὁ λό‐ γος ἐστὶ νοσημάτων. εὔδηλον οὖν ὡς ἅμα τοῖς ποιοῦσιν
10αἰτίοις ἀναιρουμένοις ἀναγκαῖόν ἐστι καὶ αὐτὰ συναναιρεῖ‐ σθαι. τῶν ποιούντων δ’ αἰτίων ἡ ἀναίρεσις ἀπὸ τῶν ἐναν‐ τίων γίνεται. εἰ μὲν γὰρ τῷ ψύχειν τι νόσον ἐργάζοιτο, διὰ τοῦ θερμαίνοντος ἡ ἴασις, εἰ δὲ τῷ θερμαίνειν, διὰ τοῦ ψύχοντος. οὕτω δὲ καὶ εἰ διὰ πλησμονὴν νόσος συνί‐
15σταται, τὸ τηνικαῦτα κενῶσαι χρὴ τὴν πλησμονὴν, ὥσπερ γε καὶ εἰ ὑπὸ κενώσεως ἀνατρέφειν ὅτι τάχιστα προσήκει.
καίτοι δοκεῖ τισιν ὡς οὐδέποτε ἐργάζεται κένωσις νόσον.502 in vol. 17.2

17b

503

ἡγοῦνται δ’, ὡς ἔοικεν, οἱ τοιοῦτοι μόνον τὸν πυρετὸν εἶναι νόσον. ὡς εἴ γε ἔγνωσαν ὡς ἅπασα διάθεσις ἐνέργειαν βλάπτουσα νόσος ἐστὶ καὶ ὡς αἱ σφοδραὶ δυσκρασίαι τὰς ἐνεργείας βλάπτουσιν, οὐκ ἠμφισβήτουν περὶ τοῦ τὰς ἰσχυ‐
5ρὰς κενώσεις αἰτίας γίνεσθαι νόσων. αἷμα μὲν γὰρ ἄν τε διὰ μήτρας ἄν τε δι’ αἱμοῤῥοΐδος ἄν τ’ ἐξ ἕλκους ῥυῇ δαψιλὲς ἢ πάσας ἢ τάς γε πλείστας ἐνεργείας, οἱ οὕτω πα‐ θόντες βλάπτονται· τινὲς δ’ ἐξ αὐτῶν οὐ μόνον ταῦτα πά‐ σχουσιν, ἀλλὰ καὶ ὑδέροις ἁλίσκονται. μακραὶ δ’ ἀσιτίαι
10τοῖς φύσει πυρετωδέστερον ἔχουσι τὸ θερμὸν οὐ μόνον τὰς ἄλλας βλάβας, ἀλλὰ καὶ πυρετὸν ἐπιφέρουσιν. ὅσον μὲν οὖν ἀληθὲς ἅμα ἐστὶ καὶ χρήσιμον εἴρηται. προσθῶμεν δὲ αὐ‐ τῷ τι καὶ διὰ τοὺς ληροῦντας, οἵοιπερ νεώτεροί εἰσι τῶν ἰατρῶν, ὑπὲρ ὀνομάτων μὲν ἐρίζοντες, οἰόμενοι δὲ περὶ τῶν
15πραγμάτων αὐτῶν ποιεῖσθαι τοὺς λόγους. οὗτοι τοίνυν εἰ‐ σὶν οἱ λέγοντες οὐκ εἶναι θεραπείαν τὴν ἀναίρεσιν τῶν ποιούντων τὰς νόσους αἰτίων, ἀλλὰ καὶ προφυλακὴν, οἷς
πρῶτον μὲν ἐπιδεικτέον ἐστὶν ὡς περὶ ὀνόματος ἐρίζουσιν,503 in vol. 17.2

17b

504

εἶθ’ ὅτι μηδὲ περὶ τούτου καλῶς· ἔνθα μὲν γὰρ οὐκ ἔστι τὸ ποιῆσαν αἴτιον τὴν νόσον, ἐνταῦθα ἴασις μόνη τῶν γε‐ γονότων ὑπολείπεται, ἔνθα δὲ οὐδέπω ποιεῖ τὸ ἐνυπάρχον αἴτιον τῷ σώματι, καθάπερ ἡ πληθώρα, τοῦτο προφυλακτι‐
5κοῦ μέρους τῆς τέχνης ἐστὶν ἡ τῶν τοιούτων αἰτίων ἀναί‐ ρεσις. ὁπότε δ’ ἤδη ποιεῖ, μικτόν πώς ἐστι τὸ τοιοῦτον ἔκ τε προφυλακῆς καὶ θεραπείας. ὅσον γὰρ ἔμελλε ποιή‐ σειν ἐκωλύθη γενέσθαι καὶ τοῦτό ἐστι τοῦ προφυλακτικοῦ τῆς τέχνης. ὅσον δ’ ἤδη γέγονεν τῆς νόσου, δεῖται θερα‐
10πείας ἰδίας. ὅθεν ἐπειδὴ μικτὰ τὰ τοιαῦτά ἐστιν ἔκ τε προφυλακῆς καὶ θεραπείας, ἴδιον οὐκ ἔχομεν ὄνομα καὶ διὰ τοῦτο ἄλλοτε ἄλλως αὐτὸ προσαγορεύουσιν οἱ ἰατροὶ, ποτὲ μὲν προφυλάττεσθαι λέγοντες, ὡς μὴ τελειωθῆναι τὴν ὑπηρ‐ γμένην ἤδη γεννᾶσθαι νόσον, ἔστι δ’ ὅτε ἰᾶσθαι λέγοντες,
15ὡς ἐπὶ τῶν ὑπὸ λυττῶντος κυνὸς δεδηγμένων. ὅσα γὰρ ἐπ’ αὐτῶν προσφέρεται φάρμακα, διττῶς ὀνομάζουσι, ποτὲ μὲν
ἰάματα λύττης, ὡς εἰ καὶ τῆς γεννώσης αὐτὴν διαθέσεως504 in vol. 17.2

17b

505

ἐλέγοντο. ἐνίοτε δὲ οὐκ ἰάματα προσαγορεύουσιν, ἀλλὰ προ‐ φυλακτικὰ τῆς μελλούσης ἔσεσθαι λύττης.
— — —
κγʹ.
5Τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαί‐ δεκα ἡμέρῃσι.
— — —
Τὰ ὀξέα νοσήματα μεγάλα τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενα διὰ ταχέων. εἰκότως οὖν ἐν ὀλίγῳ χρόνῳ καὶ
10τὰς μεταβολὰς ποιεῖται μεγάλας, ὅπερ ταὐτόν ἐστι τῷ κρίνεσθαι. τὰς γοῦν τοιαύτας μεταβολὰς, ὅταν ἀθρόως ἐν νόσῳ γενηθῶσιν, αὐτὸς ὁ Ἱπποκράτης ὀνομάζει κρίσεις, ἐνίοτε μὲν ἀθρόως ὑγιαζομένων τῶν νοσούντων ἢ ἀποθνη‐ σκόντων, ἐνίοτε δὲ μεταβολήν τινα μεγάλην ποιησαμένων
15ἐπὶ σωτηρίαν ἢ ὄλεθρον, οὐ μὴν παραχρῆμά γε σωθέντων
ἢ ἀποθανόντων, ὥστ’ εἶναι δʹ τὰς ὀξυῤῥόπους ἐν αὐτοῖς505 in vol. 17.2

17b

506

μεταβολὰς, ἃς αὐτὸς ἐδίδαξεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. ὅτι δ’ ἀνάγκη διὰ τὸ μέγεθος τῶν νοσημάτων καὶ τὴν σφοδρότητα τῶν συμπτωμάτων ἢ νικηθῆναι διὰ τα‐
5χέων τὴν δύναμιν, ὥστ’ ἀπολέσθαι τὸν ἄνθρωπον, ἢ πρὸς τὴν τῶν λυπούντων ἔκκρισιν ὁρμήσασαν, εἰ μὲν κρατήσειεν ὧν προὔθετο, κρίσιν ἀγαθὴν, εἰ δὲ κρατηθείη, κακὴν ἐργά‐ σασθαι, πρόδηλον παντί. διὰ τοῦτ’ οὖν ἀδύνατον εἰς μα‐ κρὸν χρόνον ἐκπεσεῖν τὴν κρίσιν ἐν τοῖς ὀξέσι νοσήμασιν.
10ὅρον οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ὁ Ἱπποκράτης ἔθετο, τὸν τοῖν δυοῖν ἑβδομάδοιν χρόνον, ὡς ἐξώτερον μὲν οὐδενὸς προϊόντος· ἔμπροσθεν δὲ τῆς ιδʹ πολλῶν κρίνεσθαι δυναμέ‐ νων. καὶ γὰρ ἡ ιαʹ καὶ ζʹ καὶ ἡ εʹ πολλοὺς φαίνονται κε‐ κρικυῖαι κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία. κρίνει δὲ καὶ
15ἡ στʹ τινὰς, ἀλλ’ οὐκ ἀγαθῶς, ὡς κἀν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἐπὶ πλέον ἐδείξαμεν, ἐν οἷς ἀξιοῦμεν τὸν μέλλοντα γεγυμνάσθαι παρακολουθήσειν οἷς Ἱπποκρά‐
της διὰ βραχέων ἔγραψεν. ὅσαι δὲ τῶν κρίσεων οἷον ἡμόῤ‐506 in vol. 17.2

17b

507

ῥοποι γίνονται, ταύταις τὸ τέλος ἄλλη τις τῶν ἑξῆς ἡμερῶν ἐπιτίθησιν, ἃς αὐτὸς ἐδίδαξεν, ὁποῖαί τινές εἰσιν ἐν τῷ προγνωστικῷ· διδάξει δέ τι κἀνταῦθα κατὰ τὸν ἑξῆς ἀφο‐ ρισμὸν ὑπὲρ αὐτῶν. ἔστι δέ τις καὶ τούτων τῶν ἡμιῤῥό‐
5πων κρίσεων ὅρος ἄλλος ἐξώτερον, μεθ’ ὃν οὐκέτι προέρχε‐ σθαι πέφυκεν ἡ μʹ τῶν ἡμερῶν. ὅσα μὲν οὖν ἐν τῇ τεσ‐ σαρεσκαιδεκάτῃ ἐκρίθη τελέως, ταῦθ’ ἁπλῶς ὁ Ἱπποκράτης εἴωθε προσαγορεύειν ὀξέα, ὅσα δὲ ἡμιῤῥόπως κριθέντα τῶν ἐφεξῆς τινα κρισίμων ἡμερῶν ἄχρι τῆς μʹ ἐφυλάχθη,
10ταῦτα οὐκέτι ἁπλῶς προσαγορεύειν ὀξέα εἴωθεν, ἀλλ’ ἐν συνθέτῳ προσηγορίᾳ, δι’ ὅλης τῆς λέξεως, ὀξέα τὰ ἐν μʹ ἡμέραις κρινόμενα. σαφεστέρᾳ δ’ αὐτὰ λέξει δηλοῦ‐ σιν οἱ προσαγορεύοντες ἐκ μεταπτώσεως ὀξέα. περὶ τού‐ των μὲν οὖν ἐν τῷ προγνωστικῷ τάδε γράφει· εὔπνοιαν
15δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην
ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα ξὺν πυρετοῖς μέν507 in vol. 17.2

17b

508

εἰσιν καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. νυνὶ δὲ ἐν τοῖς ἀφορισμοῖς περὶ τῶν ἁπλῶς ὀξέων ἀποφαινόμενος ιδʹ φησὶ κρίνεσθαι αὐτὰ ἡμέραις, οὐ μὰ Δία τοῦτο λέγων, ὥς τινες ὑπέλαβον, ὅτι ιδʹ τὸν ἀριθμόν εἰσιν αἱ τὴν κρίσιν ἐπὶ
5τούτων τῶν νοσημάτων ἐργαζόμεναι. κατὰ τοῦτον γὰρ τὸν λόγον καὶ τὰ μεταπτώσεως ὀξέα τὰς κρινούσας ἡμέρας μʹ τὸν ἀριθμὸν εἶναι φήσομεν, ὡς ἡ αὐτή γε λέξις ἐπ’ ἀμφοῖν ἐστιν, ἐνταυθοῖ μὲν εἰπόντος αὐτοῦ, ἐν ταῖς ιδʹ ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, ἐν δὲ τῷ προγνωστικῷ,
10ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν ταῖς μʹ κρίνεται ἡμέραις. ἀλλ’ οὗτοι μὲν οὐχ εὑρίσκοντες ὅπως ἀλλήλοις ἐπιδείξωσιν ὁμολογοῦντας τοὺς λόγους, τήν τε ἐν τοῖς ἀφορισμοῖς καὶ τὸν ἐν τῷ προγνωστικῷ γεγραμμένον ἀλλόκοτον ταύτην ἐπενόησαν ἐξήγησιν. οὐδὲ γὰρ εἰς τὴν ιδʹ μέχρι τῆς μʹ
15αἱ κρίσιμοι, ἀλλὰ μετὰ μὲν τῶν ἐκ μεταπτώσεως πλείους,
ἄνευ δὲ ἐκείνων ἐλάττους, ὡς ἡ περὶ κρίσεως ἡμερῶν ἐδί‐508 in vol. 17.2

17b

509

δαξε πραγματεία σαφῶς. αὐτὴ δὲ ἡ τῶν πραγμάτων φύσις μαρτυρεῖ τῷ λογισμῷ τῷ φάσκοντι τὰ ὀξέα τῶν νοσημάτων ὅρον ἔχειν τῆς κρίσεως τὴν ιδʹ ἡμέραν. οὐδὲν γὰρ οὐδέ‐ ποτ’ ὤφθη κινούμενον ἀπ’ ἀρχῆς ὀξέως ὑπερβὰν τοῦτον τὸν
5ὅρον, ἄνευ τοῦ δέξασθαί τινα τῶν εἰρημένων τεσσάρων κρί‐ σεων μίαν, ὡς ἔνιά γε καὶ βληχρὰ καὶ μικρὰ κατὰ τὰς πρώτας ἡμέρας ὄντα περὶ τὴν δʹ ἢ τὴν εʹ ἡμέραν ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν ιʹ ἐτελεύτησεν. ἄλλα δὲ ἐπὶ τῆς στʹ ἢ ζʹ ἡμέρας ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν κʹ ἐτε‐
10λεύτησεν. ὥστε μηδέποτε ὀξύτητα νοσήματος συνεχοῦς πλείους ἡμέρας δύνασθαι κατασχεῖν τῶν ιδʹ. τῶν δ’ ἀνω‐ μάλους ἐχόντων τὰς κινήσεις ἐκτείνεται πολλὰ πρός τινα τῶν ἐξωτέρων προθεσμιῶν. λέγω δ’ ἀνωμάλους ἐχόντων τὰς κινήσεις, ὅσαι τισὶν ἡμέραις σφοδρωθέντα μετὰ ταῦτα
15ἀσήμως ἐῤῥᾳστώνησαν, εἶτ’ αὖθις ἐξαυξηθέντα τὴν συνέ‐ χειαν ἔλαβεν. ἐὰν οὖν τις, ὡς εἴρηκα, τὴν τήρησιν ἐπὶ
τῶν ἀῤῥώστων ποιεῖται, πάντα εὑρήσει τὰ δι’ ὅλων τοῖν509 in vol. 17.2

17b

510

δυοῖν ἑβδομάδοιν ὀξέως κινηθέντα, μηδέπω ἐξωτέρω προερ‐ χόμενα.
— — —
κδʹ.
5Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος, ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρης ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.
10
— — —
Ἐπιδήλους καὶ θεωρητὰς εἴωθεν ὁ Ἱπποκράτης ὀνο‐ μάζειν ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς ἐσομένης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν κρινουσῶν ἡμερῶν, ἅσ‐ τινας αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τετράδα ἐποιήσατο
15τέμνων ἑκάστην τῶν ἑβδομάδων δίχα. τὴν μὲν οὖν πρώτην τετράδα τῆς ζʹ ἡμέρας ἐπίδηλον εἶναί φησι τὴν ἀπὸ τῆς
ἀρχῆς. ἑνδεκάτην δὲ τῆς ιδʹ, ὅτι καὶ αὐτὴ δίχα τμηθεῖσα510 in vol. 17.2

17b

511

τῆς δευτέρας ἑβδομάδος ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον ἡ ιζʹ τῆς κʹ ἐστὶν ἐπίδηλος ἐκ τοῦ τμηθῆναι τὴν γʹ, ἑβδο‐ μάδα δίχα γενομένην, πλὴν ὅτι ταύτην ἑβδομάδα συνάπτει τῇ βʹ, καίτοι τὴν δευτέραν ἀποχωρίσας τῆς αʹ, ἀρχὴν γὰρ
5αὐτῆς ἔφησεν εἶναι τὴν ηʹ ἡμέραν, οὐ μήν γε τῆς γʹ τὴν ιεʹ, ὥς τινες τῶν μετ’ αὐτὸν ὑπέλαβον· ὅτι μηδὲ τὴν καʹ τὸ πέρας, ἀλλ’ ἀρχὴν μὲν τῆς γʹ ἑβδομάδος τὴν ιδʹ ἡμέραν, τελευτὴν δὲ καὶ πέρας τὴν κʹ. διὰ τί δὲ τὰς πρώτας μὲν ἑβδομάδας κατὰ διάζευξιν ἀλλήλων ἔταξε, τὴν τρίτην δὲ τῇ
10δευτέρᾳ κατὰ συνέχειαν, ἐν τῇ περὶ κρισίμων ἡμερῶν πρα‐ γματείᾳ λέλεκται. κατὰ δὲ τὸ παρὸν ἀρκεῖ καὶ χωρὶς τῆς αἰτίας ἐπίστασθαι τὸ διὰ τῆς πείρας μαρτυρούμενον. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης παμπόλλους ἀῤῥώστους κατὰ τὴν τοιαύτην τάξιν τῶν κρισίμων ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν
15βιβλίοις ἔγραψεν κεκριμένους. λέγω δὲ τοιαύτην τάξιν,
ὥστε τὰς πρώτας ἑβδομάδας τρεῖς εἰς τὴν κʹ ἡμέραν περιά‐511 in vol. 17.2

17b

512

γεσθαι, τὰς δ’ ἐφεξῆς αὐταῖς τρεῖς εἰς τὴν μʹ. οὕτω δὲ καὶ τὴν ξʹ καὶ τὴν πʹ ἕξομεν κρισίμους μεμαρτυρημένας καὶ αὐτὰς τῇ πείρᾳ, καθότι κἀν τοῖς περὶ κρισίμων ἀπε‐ δείξαμεν, παραγράψαντες τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν κε‐
5κριμένους κατὰ τὴν εἰρημένην τάξιν τῶν ἡμερῶν. ἐκείνους μὲν οὖν τοὺς ἀῤῥώστους ἐνταῦθα περιγράφειν μακρὸν, ἀρ‐ κέσει δὲ μόνον τὴν ἐκ τοῦ προγνωστικοῦ παραγρά‐ ψαι ῥῆσιν, τόνδε τὸν τρόπον ἔχουσαν. οἱ πυρετοὶ κρίνον‐ ται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε πε‐
10ριγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλε‐ στάτων βεβῶτες, τεταρταῖοι παύονται ἢ πρόσθεν. οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτοι γινόμενοι τε‐ ταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ἡ μὲν οὖν πρώτη ἔφοδος
15αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη εἰς τὴν ἑβδόμην πε‐ ριάγεται, ἡ δὲ τρίτη εἰς τὴν ἑνδεκάτην, ἡ δὲ τε‐ τάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται
μὲν οὖν διὰ τεσσάρων ἐκ τῶν ὀξέων εἰς τὰς εἴκοσιν ἐκ512 in vol. 17.2

17b

513

προσθέσεως τελευτῶσιν. αὕτη σαφῶς ἡ ῥῆσις ἐδίδαξεν ὅτι τὴν τρίτην ἑβδομάδα κατὰ συνάφειαν ἀριθμεῖ τῇ δευτέρᾳ καὶ ὅτι τὴν ιζʹ ἐπίδηλον ποιεῖται τῆς κʹ.
— — —
5
κεʹ. Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες. οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες.
— — —
10
Οὐ μόνον τεταρταῖοι βραχεῖς γίνονται τοῦ θέρους, ἀλ‐ λὰ καὶ τἄλλα νοσήματα διὰ τὸ χεῖσθαι περιττοὺς χυμοὺς καὶ πάντη τοῦ σώματος φέρεσθαι καὶ διαπνεῖσθαι. ἐφ’ ὧν μὲν οὖν ἡ δύναμις εἴη ῥωμαλέα κενωθέντων τῶν λυπούντων αἱ νοῦσοι παύονται, ἐφ’ ὧν δ’ ἀσθενὴς ἅμα τοῖς λυποῦσι
15χυμοῖς κενουμένοις καὶ αὕτη διαλύεται, ὥστ’ εἰκότως οὐδὲν
τῶν θερινῶν χρονίζει νοσημάτων. ὁ δ’ Ἱπποκράτης ἐπὶ513 in vol. 17.2

17b

514

τοῦ χρονιωτάτου μόνου τὸν λόγον ἐποιήσατο, καθάπερ ἐπὶ παραδείγματος, ἐνδεικνύμενος ἐκ τούτου περὶ τῶν ἄλλων. ὥσπερ δ’ ἐν τῷ θέρει καὶ τοὺς χυμοὺς διαφορεῖσθαι καὶ τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕτως ἐν τῷ χειμῶνι
5τἀναντία καὶ τοὺς χυμοὺς ἔνδον μένειν, ὥσπερ φωλεύοντας καὶ τὴν δύναμιν ἐῤῥωμένην διαμένειν. οὔτ’ οὖν λύεται τὰ νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτ’ ἀπο‐ θνήσκουσιν οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως.
— — —
10
κστʹ. Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γίνεσθαι ἢ σπασμὸν ἐπὶ πυ‐ ρετῷ.
— — —
Αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἑξῆς ἀφορισμοῖς ἐρεῖ τὸν
15σπασμὸν ἐπὶ πληρώσει γίνεσθαι καὶ κενώσει. ὅταν οὖν τινα τῶν ὑγιαινόντων ἐξαιφνῆς συμβῇ σπασθῆναι, τὸν
τοιοῦτον σπασμὸν ἀναγκαῖον ἐπὶ πληρώσεως γεγονέναι. καὶ514 in vol. 17.2

17b

515

τοίνυν πληροῦνται τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν, οἷσπερ καὶ τρέφεται, ὥστε σπασμὸν ὑπομένειν. τούτοις οὖν ὁ πυρετὸς ἐπιγενόμενος εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν θ’ ἅμα λεπτύνειν καὶ διαφορεῖν. εἰ δ’ ἐκ πυρετῶν διακαῶν
5ξηρανθῇ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξη‐ ρότητα σπασθείη, μέγιστόν τε τοῦτο κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ἐπειδὴ χρόνου μὲν δεῖται μακροῦ τὰ νεῦρα πρὸς τὴν ξηρότητος ἴασιν οὐκ ἀναμένει δὲ χρόνον ἡ συντονία τοῦ νοσήματος, ἀλλ’ ἐν τάχει καταλύει μὲν τὴν δύναμιν,
10ὀξὺν δὲ θάνατον ἐπιφέρει.
— — —
κζʹ. Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. τὰ
15γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τοι διαμένειν οὐδὲ χρονίζειν εἴωθεν.
— — —515 in vol. 17.2

17b

516

Ὅλος μὲν ὁ λόγος ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων εἴρηται. νυνὶ δὲ ὅσον εἰς ἐξήγησιν προκειμέ‐ νων ἱκανόν ἐστι λέγειν, λεχθήσεται. ὅταν εἰσβάλλῃ νόσημα σφοδρὸν, εἶτ’ ἐξαίφνης ῥᾳστωνήσει, μήτε δι’ ἱδρῶτος ἢ
5ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥαγίας κενωθέντος τοῦ σώ‐ ματος, ἀλλὰ μηδὲ πέψεως φανέντων σημείων, ἄπιστον ἡγεῖ‐ ται εἶναι τὴν τοιαύτην ῥᾳστώνην, ὥστ’ εἰ καὶ δυσπνοήσειεν ἀλόγως ἢ παραφρονήσειεν ἢ πυρέξειεν σφοδρώτερον ἢ καὶ μεγάλῳ ῥίγει καταληφθείη. καὶ γὰρ καὶ ταῦτά ἐστιν ἀβέ‐
10βαια καὶ τοσοῦτον δεῖ χαλεπόν τι σημαίνειν, ὥστ’ ἐνίοτε κρίσιν ἀγαθὴν, ὅσον οὔπω γενησομένην καταγγέλλεται· ὅπως δὲ ταῦτα χρὴ διαγινώσκειν τε καὶ προγινώσκειν ἐν τοῖς περὶ κρίσεων εἴρηται.
— — —
15
κηʹ. Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ
διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ καὶ συντήκε‐516 in vol. 17.2

17b

517

σθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν· τὸ μὲν γὰρ μῆ‐ κος νούσου σημαίνει, τὸ δὲ ἀσθένειαν.
— — — Τὸ μὴ παντάπασιν ἐπιπολαίως διορισμοῦ χάριν ὁ Ἱπ‐
5ποκράτης προσέθηκε. εἰ γὰρ ἁπλῶς εἴρητο, τῶν πυρεσ‐ σόντων τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, μοχθη‐ ρὸν ὑπάρχειν, οὐκ ἂν ἦν ἀληθὴς ὁ λόγος. ἐγχωρεῖ γοῦν ἐν καταστάσει ψυχρᾷ διὰ πλῆθός τινα νοσοῦντα μὴ συμπί‐ πτειν τὸ σῶμα, μηδ’ ἰσχνοῦσθαι, μικρῶν γινομένων αὐτῶν
10τῶν πυρετῶν, ἀλλ’ ὅταν γε μείζους ὦσι, πάμπολύ τι πλῆ‐ θος ἐνδείκνυται. τὸ δὲ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν ἐστι καὶ χωρὶς τοῦ προστεθεικέναι, τὸ μὴ παν‐ τάπασιν ἐπιπολαίως. ἄν τε γὰρ ἐπιπολαίως πυρέττωσιν ἄν τε καὶ μὴ, σημεῖον ἀσθενείας ἐστὶν ἡ παράλογος ἰσχνότης.
15οὐ γὰρ δὴ τὸ λεγόμενον κυρίως συντήκεσθαι νῦν εἰρῆσθαι πρὸς αὐτοῦ νομιστέον ἐστὶν, ἀλλὰ καταχρῆσθαι μᾶλλον αὐ‐
τὸν τῷ ῥήματι ἀντὶ τοῦ ἰσχνοῦσθαι. κάλλιστα δ’ εἶπεν517 in vol. 17.2

17b

518

ἐν τῷ δευτέρῳ μέρει τοῦ ἀφορισμοῦ τὸ μᾶλλον τοῦ κατὰ λόγον, καὶ βέλτιον εἰρῆσθαι νομίζειν αὐτὸν κατὰ τοῦ προ‐ τέρου μέρους, ὥσθ’ ὅλον τὸν λόγον γενέσθαι τοιοῦτον· τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν τὸ
5σῶμα καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. ἵν’ ἀμφοῖν ᾖ κοινῇ κατηγορούμενον τὸ μᾶλλον τοῦ κατὰ λόγον. ἄν τε γὰρ διαμένωσι μᾶλλον τοῦ κατὰ λόγον, ἄν τε ἰσχνοὶ γίνονται μοχθηρόν. αὐτὸ δὲ τὸ μᾶλλον τοῦ κατὰ λόγον ἄμεινον μὲν ἦν εἰρῆσθαι πρὸς αὐτοῦ, τίσι κρίνεται
10σκοποῖς. ἐπεὶ δ’ ἀφοριστικόν ἐστι τὸ τῆς διδασκαλίας εἶ‐ δος ἐνταῦθα καὶ κατὰ βραχυλογίαν ἄκραν γινόμενον, ἡμεῖς ἐξηγούμενοι τὸ κατὰ λόγον, ἀνοίσομεν εἰς τὸ μέγεθος τοῦ πυρετοῦ καὶ τὸν χρόνον τῆς νόσου καὶ τὴν ἡλικίαν καὶ τὴν χώραν καὶ τὴν ὥραν καὶ τήν ποτε ὑπάρχουσαν κατάστασιν,
15ἔτι τε τὰς αἰσθητὰς κενώσεις, ἀγρυπνίας τε καὶ φροντίδας καὶ ἀσιτίας καὶ κινήσεις πλείονας. οἱ μὲν γὰρ μεί‐
ζους τῶν πυρετῶν θᾶττόν τε καὶ μᾶλλον ἰσχνοὺς ἀποφαί‐518 in vol. 17.2

17b

519

νουσι τοὺς κάμνοντας, ὥσπερ γε καὶ τὸ τῆς νόσου μῆκος καὶ ἡλικιῶν, ἥ τε τῶν παίδων καὶ ἡ τῶν ἐν ἐσχάτῳ γήρᾳ, καθ’ ἕτερον ἑκάτερα λόγον. ἐπὶ μὲν γὰρ τῶν παίδων διά τε τὴν ὑγρότητα καὶ τὴν θερμασίαν πλεῖστον ἀποῤῥεῖ καὶ
5κενοῦνται σώματα, ἐπὶ δὲ τῶν ἐν ἐσχάτῳ γήρᾳ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν. ὡρῶν δὲ καὶ χωρῶν καὶ καταστά‐ σεων αἱ μὲν θερμαὶ καὶ ξηραὶ μᾶλλον κενοῦσιν, αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ μᾶλλον σφίγγουσι τὸ σῶμα καὶ κω‐ λύουσι διαπνεῖσθαι τε καὶ κενοῦσθαι. περὶ δὲ τῶν αἰ‐
10σθητῶν κενώσεων τί δεῖ λέγειν; οὐδένα γὰρ ἀγνοεῖν οἶμαι περὶ τοῦ δι’ αἱμοῤῥαγίαν ἢ δι’ ἱδρῶτας πολλοὺς ἢ οὔρου πλῆθος ἢ ἐμέτων ἢ διαχωρημάτων, ὥστ’ εἰκότως ἐν τάχει λεπτύνεσθαι. παράκειται δὲ τοῖς εἰρημένοις αἰτίοις καὶ ἡ ἀσιτία, καὶ μὲν δὴ καὶ ἀγρυπνία καὶ φροντὶς ἱκανῶς λε‐
15πτύνουσιν, ὥσπερ γε καὶ κινήσεις πλείονες· ἀλλ’ αὗται μὲν ὀλιγάκις ἐπὶ τῶν πυρετῶν γίνονται, κατάκεινται γὰρ ὡς τὰ
πολλὰ ἡσυχάζοντες. συμβαίνει γε μὴν ἔστιν ὅτε καὶ καθ’519 in vol. 17.2

17b

520

ὁδοιπορίαν ἀρξαμένου τἀνθρώπου πυρέττειν, ἤτοι δι’ ἀνάγ‐ κην ἢ διὰ τὸ σπεύδειν οἴκαδε καταλύσαντες αὐτὴν κα‐ ταλύσασθαι, ἀλλὰ καὶ διὰ παραφροσύνην ἀνιστάμενοι συνε‐ χῶς ἔνιοι τῶν νοσούντων ἢ κατακείμενοι μὲν, ἀεὶ δὲ κι‐
5νοῦντές τι μόριον ἢ καὶ φθεγγόμενοί τι κατὰ λόγον, ἐν ὀλίγαις ἡμέραις ἰσχνοὶ γίνονται. ταυτὶ μὲν οὖν ἅπαντα τοὺς κάμνοντας ἰσχνοὺς ἐργάζεται, καθάπερ γε τἀναντία τούτων ἐν ὄγκῳ μείζονι τὸ σῶμα φυλάττει. σημεῖον δὲ οὐδέν ἐστιν αὐτῶν ἀσθενοῦς δυνάμεως, ἀλλὰ μόνον αἴτιον ἕκαστον. ἐπ’
10αὐτῶν γὰρ ὥσπερ τὸ σῶμα λεπτύνεται κατὰ λόγον, οὕτω καὶ ἡ δύναμις καθαιρεῖται. τὸ δ’ ἄνευ τῶν εἰρημένων λε‐ πτύνεσθαι τὸ σῶμα παρὰ λόγον ἀσθενοῦς δυνάμεως εἶναί φησι σημεῖον ὁ Ἱπποκράτης, ἥντινα κἀπὶ τῶν πάνυ γε‐ ρόντων αἰτιώμενοι ταχέως αὐτῶν ἐφάσκομεν ἰσχνοῦσθαι
15τὸ σῶμα καὶ οὐδὲν θαυμαστὸν, ἐπὶ τῶν οὕτως ἐχόντων τὴν μὲν ἀσθένειαν αἰτίαν γίνεσθαι τῆς ἰσχνότητος, τὴν δ’ ἰσχ‐
νότητα τῆς ἀσθενείας σημεῖον. οὕτως ἐπὶ πάντων ἔχει τῶν520 in vol. 17.2

17b

521

ποιούντων καὶ ποιουμένων. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους γνώμη διὰ παντὸς ἡγουμένου τὴν παρὰ λόγον ἰσχνότητα σημεῖον ἀσθενείας ὑπάρχειν. ἡμεῖς δὲ προσθῶμεν αὐτοῦ τῷ λόγῳ καὶ ἄλλην διάθεσιν, ὡς αἰτίαν ἰσχνότητος ἐν πυ‐
5ρετοῖς γινομένην. ἔστι δ’ αὕτη λεπτότης μὲν τῶν χυμῶν, ἀραιότης δὲ τοῦ σώματος. ὅταν γὰρ ἄμφω ταῦτα συνέλθῃ, τάχιστα κενοῦται τὰ σώματα κατὰ τὴν ἄδηλον καλουμένην διαπνοὴν, ὥσπερ γε κἀπὶ τῆς ἐναντίας τῷ πάχει τῶν χυ‐ μῶν καὶ τῇ πυκνώσει τοῦ σώματος, οὔθ’ ἡ κένωσις γίνε‐
10ται τῶν χυμῶν καὶ τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸν ὄγκον αὐτοῦ τηνικαῦτα συμβαίνει. ταύτην μὲν οὖν τὴν διάθεσιν ἐδήλωσεν ὁ Ἱπποκράτης ἐν τῷ πρώτῳ μέρει τοῦ ἀφορισμοῦ διὰ τοῦ φάναι μῆκος νόσου σημαίνεσθαι. τὴν δ’ ἀντικειμένην αὐτῷ παρέλειπεν· ἀλλ’ ἡμεῖς μέν γε κἀκεί‐
15νην προσθέντες ὁλόκληρον ἤδη τὸν λόγον εἴπωμεν, εἰς ὅσον οἷόν τε διὰ βραχέων τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ
καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. τὸ μὲν521 in vol. 17.2

17b

522

γὰρ ἐπιμένειν ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος γίνεται καὶ τῷ πάχει χυμῶν καὶ διὰ τοῦτο μῆκος νόσου σημαίνει, τὸ δὲ συντήκεσθαι ποτὲ μὲν διὰ λεπτότητα χυμῶν καὶ μανό‐ τητα τοῦ δέρματος, ἔστι δ’ ὅτε καὶ διὰ μόνην ἀσθένειαν
5δυνάμεως.
— — —
κθʹ. Ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινεῖν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίην ἄγειν βέλτιόν ἐστι.
10
— — —
Διὰ τί τοῦτο συνεβούλευσεν ὁ Ἱπποκράτης ἐδήλωσε κατὰ τὸν ἑξῆς ἀφορισμὸν, ὃν ἐὰν συνάψῃ τις τῷ προειρη‐ μένῳ, τὸν ὅλον λόγον ποιήσει τοιοῦτον. ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινέειν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίαν
15ἔχειν βέλτιόν ἐστι. περὶ γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάν‐ τα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. προσθεῖ‐
ναι δ’ αὐτῷ χρὴ πάντα τὰ συμπτώματα· περὶ γὰρ τούτων522 in vol. 17.2

17b

523

εἴρηκε τὸ πάντα· ὡς ἥ γε διάθεσις ἡ ταῦτα γεννῶσα, ἣν δὴ καὶ νόσον ὀνομάζομεν, οὐκ ἐξ ἅπαντος ἐν ταῖς ἀκμαῖς ἐστιν ἰσχυροτέρα, ἀλλ’ ἐπί γε τῶν σωθήσεσθαι μελλόντων πολλῷ βελτίων ἢ ἐν ἀρχῇ τοῦ νοσήματος, ἐφ’ ὧν καὶ συμ‐
5βουλεύει νῦν Ἱπποκράτης, ἡσυχίαν ἔχειν ἀρχομένων τῶν νούσων, ἤν τε δοκέῃ κινοῦντας. τῶν γὰρ ὀλεθρίων νοση‐ μάτων οὐ μόνον ἐγγὺς τῆς ἀκμῆς οὐδὲν δεῖ κινεῖν, ἀλλὰ κἀν τοῖς ἔμπροσθεν ταύτης καιροῖς μεμνημένον, ὡς οὐ χρὴ κεκρατημένοις ἐγχειρεῖν, ἀλλ’ ἀφίστασθαι δηλονότι προσα‐
10γορεύσαντα μόνον ἐς ὅ τι τελευτήσει τὸ νόσημα. κατὰ δὲ τὰς ἀρχὰς ἐκείνων τῶν νοσημάτων, ἐν οἷς ἐλπίζει σωθήσε‐ σθαι τὸν κάμνοντα, πειρᾶσθαι χρὴ τὰ μείζω βοηθήματα προσφέρειν, ὑπὲρ ὧν εἶπεν ὁ Ἱπποκράτης, ἤν τι δοκέῃ κι‐ νέειν, κίνει. ἔστι δὲ ταῦτα μὲν μάλιστα φλεβοτομία, ἐνίοτε
15δὲ καὶ ἡ κάθαρσις, ὧν οὐδέτερον ἐν τῇ ἀκμῇ χρὴ παρα‐ λαμβάνειν. ὡς γὰρ ἐν τῷ περὶ κρίσεων ἐδείξαμεν, αἱ πέ‐
ψεις τῶν νοσημάτων τηνικαῦτα γίνονται μάλιστα. πρὸς523 in vol. 17.2

17b

524

μὲν οὖν τὸ γίνεσθαι θᾶττον αὐτὰς ἄμεινον ἐν ἀρχῇ κενοῦν ὅπως ἐλάττονα τὴν ὕλην γινομένην ῥᾷον ἡ φύσις δυνηθῇ πέψαι, κατὰ δὲ τὰς ἀκμὰς, ὁπότ’ ἤδη πέττει, περιττὸν τὸ κενοῦν, διὰ τά τ’ ἄλλα καὶ τῆς ψυχικῆς δυνάμεως κεκμη‐
5κυίας τοὐπίπαν ἐν ταῖς ἀκμαῖς, εἰ καὶ ὅτι μάλιστα κατ’ ἐκεῖνον τὸν χρόνον ἡ ζωτική τε καὶ φυσικὴ δύναμις ἰσχυ‐ ραὶ διαμένοιεν.
— — —
λʹ.
10Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.
— — —
Τὰ συμπτώματα πάντα περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη φησὶν ὑπάρχειν ἀσθενέστερα, τοὺς παροξυσμοὺς δηλονότι
15τῶν πυρετῶν καὶ τὰς ἀγρυπνίας καὶ τὰ ἀλγήματα καὶ τὴν ἄσην καὶ τὸ δίψος, ὡς τάς γε διαθέσεις αὐτὰς, ἐφ’ αἷς ταῦτα γίνεται κατὰ τὰς ἀκμὰς ἀναγκαῖον εἶναι βελτίους ἐπὶ τῶν σωθήσεσθαι μελλόντων.
— — —524 in vol. 17.2

17b

525

λαʹ. Τῷ ἐξ ἀῤῥωστίης εὐσιτέοντι μηδὲν ἐπιδιδόναι τὸ σῶμα μοχθηρόν.
— — —
5
Ἔδει καὶ τοῦτον τὸν ἀφορισμὸν καὶ τὸν ἑξῆς αὐτοῦ γεγραμμένον ἐζεῦχθαι τοῖς ἀνωτέρω γεγραμμένοις, ἡνίκα ἔλεγεν ἢν ἐκ νόσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ. κατ’ ἐκεῖνον μὲν οὖν τὸν ἀφορισμὸν ἀντὶ τῆς νῦν εἰρημένης λέ‐ ξεως τῆς εὐσιτέοντι τροφὴν λαμβάνειν εἰπὼν, ἐδίδαξέ τι
10περὶ συμπτώματος τοῦ μὴ ἰσχύειν. ἐνταυθοῖ δὲ τὸ μὲν λαμβάνειν τὰ σιτία τὸ κοινὸν ἀμφοῖν ἐφύλαξε, τὸ σύμπτω‐ μα δ’ ὑπήλλαξεν, ἀνάλογον ἐκείνῳ τι γράψας. τὸ γὰρ μη‐ δὲν ἰσχύειν τῷ μηδὲν ἐπιδιδόναι τὸ σῶμα παραπλήσιόν πώς ἐστιν· ἐκεῖνο μὲν γὰρ τῆς δυνάμεως τῆς διοικούσης τὸ σῶ‐
15μα· τοῦτο δ’ αὐτοῦ τοῦ σώματός ἐστι πάθημα καὶ γίνε‐
ται δηλονότι τὸ μηδὲν εἰς εὐτροφίαν ἐπιδιδόναι τὸ σῶμα,525 in vol. 17.2

17b

526

ποτὲ μὲν διὰ τὴν τῆς τρεφούσης αὐτὸ δυνάμεως ἀῤῥωστίαν, ἔστι δ’ ὅτε καὶ διὰ μοχθηρῶν χυμῶν περιουσίαν.
— — —
λβʹ.
5Ὡς τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες κατ’ ἀρχὰς μὲν εὐσιτέοντες καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσιτέουσιν. οἱ δὲ κατ’ ἀρχὰς μὲν ἀσι‐ τέοντες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτέοντες, βέλτιον ἀπαλ‐ λάσσουσιν.
10
— — —
Ἔοικεν ἔτι καὶ οὗτος ὁ ἀφορισμὸς εἰρῆσθαι παρὰ τῶν ἀνακομιζομένων ἐκ νόσου. τὸ γὰρ μηδὲν ἐπιδιδόναι κατὰ τούτων εἰώθασι λέγειν οἵ τ’ ἄλλοι καὶ αὐτὸς ὁ Ἱπποκρά‐ της. ἐὰν οὖν τις εὐσιτῶν ἐν ἀρχῇ μὴ ἀνατρέφηται, δι’ ἣν
15αἰτίαν τοῦτο πάσχει, διὰ ταύτην αὖθις ἔσται κακόσιτος. αἰτία δ’ ἐστὶ τοῦ κατ’ ἀρχὰς εὐσιτοῦντος μηδὲν ἐπιδιδό‐
ναι μοχθηρία μὲν ὅλου τοῦ σώματος, εὐρωστία δὲ τῶν526 in vol. 17.2

17b

527

ὀρεκτῶν μορίων. ἀλλ’ ἐν τῷ χρόνῳ διὰ τὸ πλῆθος τῆς τροφῆς αὐξηθείσης τῆς ἐν ὅλῳ τῷ σώματι μοχθηρίας βλα‐ βήσεταί τι καὶ τὸ τῆς ὀρέξεως ὄργανον, ὥστ’ ἀνορέκτους γενέσθαι τοὺς πρότερον ὀρεγομένους. καλῶς οὖν εὐσι‐
5τέοντας ὠνόμασεν. εἰρήκει δὲ κἀν τοῖς ἔμπροσθεν ἀφορι‐ σμοῖς αὐτὸ τοῦτο κατὰ τοῦτον τὸν τρόπον. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται. τοὺς μέντοι κατ’ ἀρχὰς μὲν ἀποσίτους ἰσχυρῶς γενηθέντας, ὡς παντάπασιν ὀλίγον λαμβάνειν, ὕστερον δ’ εἰς τοὐναντίον
10μεταβάντας ἄμεινον ἀπαλλάττειν φησί. συμβαίνει δὲ τοῦτο εἰς τοὐναντίον πεψάσης τῆς φύσεως ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἂν ἐνδεῶς διῃτῶντο τὴν αἰτίαν τῆς ἀποσιτίας διάθεσιν.
— — —
15
λγʹ. Ἐν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν, τὸ δ’ ἐναντίον κακόν.
— — —527 in vol. 17.2

17b

528

Οὔθ’ ὅταν ἀγαθόν τι εἴπῃ τῶν κατὰ τὸ σῶμα, πάν‐ τως ἡγητέον ἐπ’ αὐτῷ σωθήσεσθαι τὸν ἄνθρωπον, οὔθ’ ὅταν κακὸν, τεθνήξεσθαι πάντως. καὶ γὰρ ἀγαθὸν σημεῖον ὑπὸ μείζονος κακοῦ νικηθῆναι δυνατὸν καὶ κακὸν
5ὑπὸ μείζονος ἀγαθοῦ. κατὰ τὰς τοιαύτας οὖν ἀποφάσεις ἀκουστέον ἐστὶν ἐκείνου μόνου τοῦ λεγομένου. λέγεται δ’ ὅτι σημεῖον ἀγαθόν ἐστιν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, κᾆτα σημεῖον κακὸν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, περὶ δὲ σωθήσε‐ σθαι τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι, πάντων τῶν σημείων
10τὰς δυνάμεις ἐκλογισαμένων οὕτω χρὴ ποιεῖσθαι τὴν ἀπό‐ φασιν, ὡς κἀν τῷ προγνωστικῷ συνεβούλευσεν αὐτός. οὕ‐ τως οὖν καὶ νῦν τό τ’ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ τὸ τὴν ὄρεξιν διαμένειν ἀγαθὰ σημεῖα κατὰ πάσας τὰς νόσους. ἔνια γὰρ οὐκ ἐν ἁπάσαις ἐστὶν ἀγαθὰ, καθάπερ καὶ αὐτὸς
15εἴωθεν ἐπισημαίνεσθαι λέγων, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην, ἐν πᾶσι τοῖς ὀξέσι νοσήμασιν. ὅτι δὲ τὸ τὴν διάνοιαν ἐῤῥῶσθαι σημεῖον
ἀγαθόν ἐστιν ἐντεῦθεν γνώσῃ. τὰ περὶ τὸν ἐγκέφαλόν τε528 in vol. 17.2

17b

529

καὶ τοὺς μήνιγγας, ἔτι δὲ νωτιαῖον μυελὸν καὶ διάφραγμα καὶ ὅλως τὰ νευρώδη μόρια καὶ μάλισθ’ ὅσα πλησίον ἐγκε‐ φάλου ἐστὶ, πάντως ὑγιεινὰ σημαίνεται τῆς διανοίας ἐῤῥω‐ μένης. ὥσπερ γε καὶ τὰ κατὰ γαστέρα τε καὶ ἧπαρ αὐτήν
5τε τὴν καρδίαν, ὅταν ἕτοιμοι πρὸς τὰς τῶν σιτίων ὦσι προσφοράς. πάντων δὲ τούτων ἐῤῥωμένων οὐ μικρὰ τῷ κάμνοντι τῆς σωτηρίας ἐλπίς.
— — —
λδʹ.
10Ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἷσιν ἂν μὴ οἰκειότατά τι τουτέων.
— — —
Τῆς φύσεως πολλαχῶς λεγομένης ἀκουστέον νῦν ἐστιν
15αὐτῆς κατ’ ἐκεῖνο τὸ σημαινόμενον, ᾧ κέχρηται αὐτὸς, ἐν ἑτέροις πολλοῖς καὶ καθ’ ὅλον γε τὸ περὶ φύσεως ἀνθρώπου
βιβλίον, ἐν ᾧ τὴν ἐκ τῶν πρώτων στοιχείων κρᾶσιν ὀνο‐529 in vol. 17.2

17b

530

μάζει φύσιν, ὡς εἰ καὶ οὕτως ἔφη, ἐν τῇσι νούσοισιν ἧσ‐ σον κινδυνεύουσιν οἷς ἂν οἰκεία τῆς πρώτης τοῦ σώματος κράσεως καὶ τῆς νῦν διὰ τὴν ἡλικίαν ἢ τὴν ἕξιν ἢ τὴν ὥραν προσγεγενημένης ἡ νόσος ᾖ μᾶλλον, ἢ οἷς ἂν μὴ οἰκεία κατά
5τι τούτων ᾖ. τῇ μὲν γὰρ θερμῇ φύσει καὶ ἡλικίᾳ καὶ ἕξει καὶ ὥρᾳ δηλονότι καὶ καταστάσει καὶ χώρᾳ τὰ θερμότερα τῶν νοσημάτων ἐστὶν οἰκεῖα, ταῖς δὲ ψυχροτέραις τὰ ψυ‐ χρότερα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ταῖς μὲν ξηρότεραις τὰ ξηρότερα, ταῖς δ’ ὑγροτέραις τὰ ὑγρότερα. τὸ δ’
10ἐναντίον ὑπὸ Διοκλέους εἴρηται κἀν τῷ περὶ ἑβδομάδων, ὑπολαβόντων, ὡς εἴρηται, τῶν γραψάντων ἀνδρῶν αὐτὰ, παροξύνεσθαι μὲν ὑπὸ τῶν ὁμοίων τὰ νοσήματα, λύεσθαι δὲ ὑπὸ τῶν ἐναντίων, ἐπειδὴ καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα.
15νομίζουσιν οὖν ἐν χειμῶνι συστάντα καῦσον εὐϊατότερον εἶναι τοῦ κατὰ τὸ θέρος, οὐκέτ’ ἐννοοῦντες ὡς ἐπὶ μεγίστῃ διαθέσει γίνεται καῦσος ἐν χειμῶνι, μηδὲ γὰρ ἂν συστῆ‐
σαι τὴν ἀρχὴν αὐτὸν ἑτέρως, εἰ μὴ διὰ τὴν τῆς αἰτίας530 in vol. 17.2

17b

531

ἰσχὺν ἐνίκησε τὴν ἐκ τῆς ὥρας ἐναντίωσιν. ὁπότ’ οὖν οὐ κατέσχεν ἡ ὥρα τὸ μέγεθος τῆς αἰτίας, καίτοι βοηθὸν ἔχου‐ σα τὴν ὑγίειαν, ἦ πού γ’ ἂν ἐν τῇ νόσῳ κινήσειεν αὐτὴν, μηδὲ τῆς ὑγιεινῆς ἰσχύος ἔτι παρούσης. ἀλλὰ καὶ δι’ αὐ‐
5τῆς τῆς πείρας ἐναργῶς φαίνεται τοῦτο. τῶν γὰρ ἴσων τὸ μέγεθος καύσων ὀλεθριώτερός ἐστιν ὁ ἐν χειμῶνι συνιστά‐ μενος, ὅταν γε συστῇ μὲν ἐν θερμοτέρᾳ καταστάσει, μετα‐ βολὴ δ’ ἐξαιφνίδιος εἰς ψυχρότερα γένηται, μεγάλως ὁ τοι‐ οῦτος καῦσος ὑπὸ τῆς τοῦ περιέχοντος ὀνίναται ψύξεως,
10ἀμφοτέρων αὐτῷ γινομένων ἀγαθῶν. τῆς μὲν προτέρας καταστάσεως, ἐν ᾗ τὴν γένεσιν ἔσχεν ὡς σημείου, τῆς δ’ ἑτέρας ἐν ᾗ τὴν λύσιν, ὡς αἰτίου. ταῦτ’ οὖν ἅπαντα μαρ‐ τυρεῖ μᾶλλον καὶ οὐ μάχεται τῇ κατὰ τὸν ἀφορισμὸν γνώμῃ. καθάπερ οὐδὲ τὸ βράγχους καὶ κορύζας τοῖς σφόδρα πρεσ‐
15βυτέροις μὴ πεπαίνεσθαι, καίτοι γε οἰκεῖα παθήματα τῆς τῶν γερόντων ἡλικίας ὄντα. πρῶτον μὲν γὰρ οὐ ταυτόν
ἐστι τῷ μὴ πεπαίνεσθαι τὸ κινδυνῶδες ὑπάρχειν. εἶτα531 in vol. 17.2

17b

532

καὶ τὸ μηδ’ ἁπλῶς εἰρῆσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ μετὰ τοῦ σφόδρα, πάντα γὰρ ἐκείνοις ἐστὶ κινδυνώδη διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ τὸ κατὰ τὸ πρῶ‐ τον τῶν ἐπιδημιῶν γεγραμμένον, καὶ μάλιστα ἔθνησκον οἷς
5ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἐναντιοῦται τοῖς εἰρη‐ μένοις. οὐ γὰρ τὴν ἐκ τῶν στοιχείων κρᾶσιν εἴρηκε νῦν, ἀλλὰ τὴν τοῦ σώματος ἰδέαν. ἔστιν ὅτε γὰρ ὀνομάζουσι φύσιν καὶ ταύτην. καὶ ὥσπερ ἀληθές ἐστι τὴν θερμὴν κρᾶσιν ἧττον ἐν τοῖς θερμοῖς κινδυνεύειν νοσήμασιν, οὕτως
10καὶ τοὺς στενοθώρακας οὐ μόνον μᾶλλον ἁλίσκεσθαι ὑπὸ φθίσεως, ἀλλὰ καὶ κινδυνεύειν ἁλόντας. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὑπὸ τῶν τοιούτων πιθανῶν ἀπατηθέντες, οἰκεῖον νόσημά τι τῇ τοῦ κάμνοντος φύσει τὸ κατὰ τὴν κρᾶσιν ἐναντίον ἔφασαν, ὡς εἰ καὶ ἐπιτήδειον εἴ‐
15ρηται, πάμπολυ καὶ τῆς τῶν πραγμάτων ἀληθείας καὶ τῆς Ἱπποκράτους γνώμης ἁμαρτάνοντες, ὡς δέδεικται.
— — —532 in vol. 17.2

17b

533

λεʹ. Ἐν πάσῃσι νούσοισι τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι. τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς μοχθηρόν. ἐπισφαλὲς δὲ τὸ τοιοῦ‐
5 τον καὶ πρὸς τὰς κάτω καθάρσιας.
— — —
Ὅτι μὲν ἔξω εἶναι χρὴ πάσης διαθέσεως τῆς παρὰ φύσιν ἅπαντα τὰ κατ’ ἐπιγάστριον χωρία πρόδηλόν ἐστι. καὶ λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησὶν ὑποχόνδριον
10ἄριστον μὲν ἀνώδυνόν τε εἶναι καὶ μαλθακὸν καὶ ὁμαλόν. ἀλλὰ καὶ τούτων αὐτῶν ἐστι τὰ μὲν ἰσχνότερα, τὰ δὲ πα‐ χύτερα, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται, ὅσα μὲν παχύτε‐ ρα, βελτίω ταῦτ’ εἶναι λέγων, ὅσα δὲ ἰσχνὰ, μοχθηρὰ καὶ ὡς σημεῖα δηλονότι καὶ ὡς αἴτια. ὡς σημεῖα μὲν γάρ εἰσι
15τῆς ἐν τοῖς ἐκτετηκόσι μορίοις ἀσθενείας, ὡς αἴτια δὲ τοῦ μηδὲ πέττεσθαι καλῶς ἐν τῇ γαστρὶ τὰ σιτία, μηδ’ αἱμα‐
τοῦσθαι κατὰ τὸ ἧπαρ. ἄμφω γὰρ ταῦτα πάντα τὰ μόρια533 in vol. 17.2

17b

534

πρὸς τοῦ πάχους τῶν εἰρημένων σωμάτων ὠφελεῖται θαλ‐ πόμενα. τοσούτων οὖν εἰκός ἐστιν ἐκτακέντων αὐτῶν βλά‐ πτεσθαι τὰς ἐνεργείας, ὅσον ὑγιαινόντων ὠφελοῦνται. ὅτι δὲ ἡ λεπτότης τῶν εἰρημένων μερῶν καὶ πρὸς τὰς κάτω
5καθάρσεις ἐπισφαλής ἐστι πρόδηλον. ἰσχυρὰ γὰρ δεῖ εἶναι πάντα τὰ κάτω τοῦ θώρακος μόρια πρὸς τῷ καλῶς ὑπηρε‐ τεῖν ταῖς καθάρσεσιν· εἰ δὲ μὴ, μεγάλαις περιπίπτειν βλά‐ βαις. διὰ τί δὲ μόνας εἶπε τὰς κάτω καθάρσεις ἄξιον ζη‐ τῆσαι. καὶ γὰρ αἱ ἄνω, τουτέστιν αἱ δι’ ἐμέτων, ἐπισφα‐
10λεῖς εἰσι τοῖς οὕτω διακειμένοις. ἢ ταύτας μὲν ὡς σαφεῖς παρέλιπεν, ἐκείνων δ’ ὡς ἀσαφεστέρων ἐμνημόνευσεν; ἦτρον δὲ ἰδίως ὀνομάζει τὸ κάτω χωρίον τῆς γαστρὸς, ὅσον ἐστὶ μεταξὺ τοῦ αἰδοίου καὶ τοῦ ὀμφαλοῦ. ὡς εἰς τρία ταῦτα διαιρεῖσθαι τὸ σύμπαν ἐπιγάστριον, ὑποχόνδριον, τὰ περὶ
15τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον.
— — —534 in vol. 17.2

17b

535

λστʹ. Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα ἐν τῇσιν φαρμα‐ κείῃσι καθαιρόμενοι ἐκλύονται ταχέως οἱ πονηρᾷ τροφῇ χρεέμενοι.
5
— — —
Οἱ μὲν ὑγιεινῶς ἔχοντες τὰ σώματα δεόντως ἐν ταῖς φαρμακείαις ἐκλύονται ταχέως· συντήκονται γὰρ, οὐ καθαί‐ ρονται. οἱ πονηρᾷ δὲ τροφῇ χρώμενοι διὰ τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐκλύονται ῥᾳδίως ἐπὶ ταῖς καθάρ‐
10σεσιν. εἴτε δὲ τὴν ἔξωθεν εἰσφερομένην τροφὴν τῷ σώματι, εἴτε τὴν ἐν αὐτῷ περισχομένην εἴρηκε μοχθηρίαν, ἑκάτερος ἀληθὴς ὁ λόγος, ἐπειδὴ καὶ τὰ μοχθηρὰ σιτία μοχθηρὸν εἴωθεν αἷμα γεννᾷν. οὕτως οὖν καὶ λέγεται μοχθηρὰ τῆς ἀναφορᾶς γενομένης, ἐπὶ τὸ γενηθησόμενον ἐξ αὐτοῦ αἷμα.
15— — —535 in vol. 17.2

17b

536

λζʹ. Οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες.
— — — Οὐ τοὺς ὁτιοῦν φάρμακον προσφερομένους φαρμα‐
5κεύεσθαι λέγειν εἴωθεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐπὶ μόνων τῶν καθαιρόντων τούτῳ χρῆται τῷ ῥήματι. ὁ μὲν οὖν προγε‐ γραμμένος ἀφορισμὸς ἓν τῶν προσγινομένων αὐτοῖς ἐδήλωσε σύμπτωμα. ἐκλύεσθαι γὰρ ἔφη ταχέως ἐν ταῖς καθάρσεσι τοὺς ὑγιεινῶς ἔχοντας. ἐν τῇ δὲ γενικωτέρᾳ λέξει περὶ τῶν
10αὐτῶν ἀπεφῄνατο, λέγων αὐτοὺς ἐργῶδες εἶναι φαρμακεύε‐ σθαι· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐ‐ τοῖς ἡ κάθαρσις προχωρεῖ καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν χυμὸν ἐφιεμένου, ἤτοι τὴν ξανθὴν
15ἢ τὴν μέλαιναν χολὴν ἢ τὸ φλέγμα ἢ τὸ ὑδατῶδες περίτ‐536 in vol. 17.2

17b

537

τωμα. τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συν‐ τήκει, ἵν’ ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.
— — —
ληʹ.
5Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ μᾶλλον αἱρετέον.
— — —
Οὐ διὰ τὸ κεχαρισμένον μόνον τῷ κάμνοντι τοῦτο ποιητέον, ἀλλὰ καὶ ὡς ὠφελιμώτερον αὐτῷ γενησόμενον. ὅσα
10γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τούτοις ἡ γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον αὐτὰ ῥᾳδίως. ἀποχωρεῖν δὲ ἀπὸ τῶν ἀηδῶν ὡς ἤτοι ναυτίας ἐπιφέρειν ἢ πνευματώ‐ σεις ἢ κλύδωνας. ὅπερ οὖν ἐπὶ τῶν πλείστων καὶ εὐχύμων ὄντων γίνεται, ὅταν ᾖ μικρῷ χεῖρον, ἐπὶ τῶν ἡδέως λαμβα‐
15νόντων οὐ μόνον οὐκέτι χεῖρον, ἀλλ’ ἐνίοτε καὶ βέλτιον γί‐ νεται.
— — —537 in vol. 17.2

17b

538

λθʹ. Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον, ὁκόσα δ’ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολ‐ λὰ ξυναποθνήσκουσιν.
5
— — —
Οἱ πρεσβῦται τῶν νέων οὐ πάντες ἧσσον νοσοῦσιν, οὐ‐ δὲ γὰρ ἅπαντες ἐγκρατέστερον διαιτῶνται. ὅσοις δ’ οὐχ ὑπάρχει τοῦτο, μᾶλλον νοσοῦσιν ἀσθενέστεροι τῶν νέων ὄν‐ τες. ὅτι δ’ αὐτοῖς πάμπολλα τῶν χρονίων νοσημάτων συνα‐
10ποθνήσκει πρόδηλον, εἴ γε καὶ ἡ δύναμις ἀσθενὴς, ὡς μήτε πέττειν ἔτι δύνασθαι ῥᾳδίως τὰς νόσους καὶ ψυχρὰ πάντα ἐστὶ τὰ χρόνια νοσήματα, διὸ καὶ μᾶλλον γέρουσιν ἢ νεω‐ τέροις γίνεται. τοῖς γὰρ οἰκείοις νοσήμασιν ἑαλωτότεροι πάντες.
15
— — —
μʹ. Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται.
— — —538 in vol. 17.2

17b

539

Ἐὰν συνάψωμεν ἀλλήλοις τοὺς ἀφορισμοὺς, ἑκατέρου ὁ λόγος ἔσται τοιοῦτος. οἱ πρεσβύτεροι τῶν νέων τὰ μὲν πλεῖστα νοσοῦσιν ἧττον, ὅσα δ’ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνήσκει. βράγχοι γοῦν καὶ κόρυζαι
5τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται, ὥστε οἷόν τι παράδειγμα τὸν ἀφορισμὸν εἶναι τοῦτον τοῦ προγεγραμμέ‐ νου. συναποθνήσκει γὰρ οὐ ταῦτα μόνον τοῖς πρεσβυτέ‐ ροις, ἀλλὰ καὶ νεφρῖτις καὶ ποδάγρα καὶ ἀρθρῖτις καὶ ἰσχιὰς, αἵ τε περὶ κῶλον ἢ σπλῆνα διαθέσεις ψυχραὶ καὶ
10πρὸς ταύταις ἄσθματα, βῆχες, κυρτώσεις, λορδώσεις, σκο‐ λιώσεις, ὅσα τ’ ἄλλα διὰ τοὺς ψυχροὺς γεννᾶται χυμοὺς, οὓς καὶ τῶν ἀκμαζόντων τισὶ, μὴ ὅτι πρεσβύταις χαλεπὸν ἐκπεφθῆναι.
— — —
15
μαʹ. Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφά‐ σιος ἐξαπίνης τελευτῶσιν.
— — —539 in vol. 17.2

17b

540

Οὐ πάντες οἱ ἐκλυόμενοι ἐξαίφνης τελευτῶσιν, ἀλλ’ εἰ προσθείης αὐτοῖς διορισμοὺς τρεῖς, ἕνα μὲν καὶ πρῶτον, ἵνα πολλάκις τοῦτο πάσχωσι, δεύτερον δὲ ἵνα ἰσχυρῶς καὶ τρί‐ τον ἄνευ φανερᾶς αἰτίας. ἐπεὶ γυνή τις ἐπὶ πλεῖστον ἐν
5τῷ βαλανείῳ διατρίβουσα χρόνον συνεχῶς ἐξελύετο, διὰ τὸ μῆκος τοῦ χρόνου καὶ ὅτι τὸ βαλανεῖον ὡς τὰ πολλὰ μοχθηροῖς ὑπεκαίετο ξύλοις. ἀλλ’ οὐ νοσήματός που τοῦτο σημεῖον, ἐπὶ φανερᾷ προφάσει γινόμενον. ἑτέρα δὲ καὶ ὑστερικοῖς ἐνοχλουμένη παθήμασιν ἔπασχε τοῦτο· καί τις
10ἄλλος εἰ ἐπὶ πλέον ἀσιτήσας ἔτυχεν, ἐξελύετο λυομένη. ἄλλος δὲ εἰ μὴ προὔλαβεν ἄρτου τι, τοῦτ’ ἔπασχεν, εἰ καὶ καθ’ ὥραν ἐλούετο. τοῖς τοιούτοις μὲν οὖν ἢ ἀσθενὲς ἢ αἰσθη‐ τικὸν ἱκανῶς ἐστι τὸ τῆς γαστρὸς στόμα. ὅσαι δὲ διὰ μη‐ δὲν τούτων ἐκλύονται πολλάκις καὶ ἰσχυρῶς, οὗτοι
15δι’ ἀῤῥωστίαν τῆς ψυχικῆς δυνάμεως τοῦτο πάσχουσιν,
ὥσπερ κἀκεῖνος, ᾧ μετὰ τῆς ἐκλύσεως παλμὸς ἐγένετο τῆς540 in vol. 17.2

17b

541

καρδίας ἰσχυρὸς, ἀπέθανεν ἐξαίφνης ὥσπερ οἱ ταῖς ὀξυτά‐ ταις ἁλισκόμενοι καρδιακαῖς συγκοπαῖς.
— — —
μβʹ.
5Ἀποπληξίην ἰσχυρὴν λύειν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον.
— — —
Ἐν ταῖς ἀποπληξίαις ἐξαίφνης ἀναίσθητοί τε καὶ ἀκί‐ νητοι γίνονται πᾶν τὸ σῶμα, πλὴν μόνης τῆς ἀναπνοῆς, ὡς
10εἴ γε καὶ αὕτη κωλυθῇ, ἡ μεγίστη τέ ἐστιν ἥδε καὶ ὀξυτά‐ τη τῶν ἀποπληξιῶν. ὅσοι δ’ ἀναπνέουσι μὲν, ἀλλὰ μετὰ βίας σφοδροτάτης, ἰσχυρὰ τούτοις ἐστὶν ἡ ἀποπληξία. ἰσχυρὰ δὲ καὶ τοῖς τοιούτοις, ἀλλ’ ἧττον ὅσοι χωρὶς μὲν συντονίας καὶ βίας ἀνώμαλόν τε καὶ ἄτακτον, ἔτι δὲ διαλεί‐
15πουσαν ἔχουσιν τὴν ἀναπνοήν. ὡς ἐφ’ ὧν γε διασώζει τινὰ τάξιν, ἀσθενὴς ἡ τοιαύτη, καὶ πράττων ἃ χρὴ πάντα, τάχα
ἂν αὐτὴν ἰάσαιο. πᾶσαι μὲν οὖν αἱ ἀποπληξίαι γίνονται541 in vol. 17.2

17b

542

τῆς ψυχικῆς δυνάμεως ἐπιῤῥεῖν ἀδυνατούσης τοῖς κάτω τῆς κεφαλῆς, ἤτοι διὰ φλεγμονώδη τινὰ διάθεσιν ἐν αὐτῷ τῷ ἐγκεφάλῳ συστᾶσαν ἢ τῶν κοιλιῶν αὐτοῦ ἐμπιπλαμένων ὑγρότητος φλεγματώδους. ἀλλὰ τῷ μεγέθει τῆς αἰτίας καὶ
5τὸ τοῦ πάθους ἕπεται μέγεθος. ἀνίατον δ’ ἐστὶν ὡς τὰ πολλὰ διὰ τὴν βλάβην τῆς ἀναπνοῆς. καὶ θαυμάσαι γέ ἐστιν ὅπως τῶν ἄλλων μυῶν ἁπάντων ἀκινήτων ἐν ταῖς ἀποπληξίαις γινομένων οἱ τὸν θώρακα διαστέλλοντες, εἰ καὶ μόγις, ἀλλὰ κινοῦνταί γε πολλάκις. ἔοικε δὲ γίνεσθαι
10τοῦτο διὰ τὴν χρείαν τῆς ἀναπνοῆς, ἐπεγειρούσης αὐτὴν τὴν ἐν τοῖς νεύροις δύναμιν ἐπὶ τὴν ἐνέργειαν. καὶ δι’ αὐτό γε τοὐπίπαν ἅπαντες οἱ μύες ἐπὶ τῶν ἀποπλήκτων ἐνερ‐ γοῦσιν, οἱ κινοῦντες τὸν θώρακα, καίτοι πρόσθεν ὀλιγάκις ἐνεργοῦντες ἅπαντες, ὥσπερ ἐν ταῖς σφοδροτάταις γυμνα‐
15σίαις, ἐπειδὴ πλείστης τῆς ἀναπνοῆς ἐστι χρεία κατὰ ταῦτα. ἀλλὰ τοῖς ἀποπλήκτοις οὐ τῷ τὴν χρείαν ηὐξῆσθαι τῆς ἀναπνοῆς, ἀλλὰ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως συνερ‐
γεῖν ἀναγκάζονται πάντες οἱ τοῦ θώρακος μύες. ὥσπερ542 in vol. 17.2

17b

543

καὶ τῶν ἄλλως ἐν πυρετῷ ἀσθενῆ τὴν δύναμιν ἐχόντων δι’ αὐτό γε τοῦτο καὶ κινεῖν ἀναγκάζονται πάντες ἑαυτοὺς εἰς ἓν ἀξιόλογον κεφάλαιον, τὴν ἐξ ἁπάντων ἐνέργειαν ἀθροί‐ ζοντες.
5
— — —
μγʹ. Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μήπω δὲ τεθνηκότων οὐκ ἀναφέρουσιν οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.
— — —
10
Πᾶσα μὲν ἀφροῦ γένεσις ἐκ μίξεως ἀποτελεῖται δυοῖν οὐσιῶν, τῆς μὲν ἑτέρας πνευματικῆς, ὑγρᾶς δὲ τῆς ἑτέρας. γίνεται δ’ ἡ μίξις αὐτῶν εἰς πολλὰ θραυσθείσης ἑκατέρας καὶ πολλὰς ἐν τῇ συμπλοκῇ σμικρὰς πομφόλυγας ἐργαζομέ‐ νων. ὅταν δὲ ᾖ γλίσχρον τῇ συστάσει τὸ καταθραυσθὲν
15ὑγρὸν, οὗ περιπλεκομένου τῷ πνεύματι τὰς πομφόλυγας γενηθῆναι συμβῇ, δύσλυτός τε καὶ μόνιμος ὁ ἀφρὸς γίνε‐
ται, οἷον μάλιστα τοῖς δραμοῦσιν ἵπποις ἢ τοῖς θυμωθεῖσι543 in vol. 17.2

17b

544

κάπροις ἀθροίζεται περὶ τὸ στόμα. τὴν δ’ ἑκατέρων τῶν οὐσιῶν θραῦσίν τε καὶ μίξιν ἐνίοτε μὲν ἐργάζεται βιαία κίνησις ἤτοι γ’ ἀμφοῖν ἢ μόνης τῆς ἑτέρας, ἐνίοτε δὲ ἰσχυ‐ ρὰ θερμότης, εἰ μὴ ἄρα καὶ ταύτην τῇ κινήσει τις λέγοι
5τὸν ἀφρὸν ἐργάζεσθαι. ἀλλὰ τῷ γε τοῖς ἐναργῶς φαινομέ‐ νοις ἑπομένῳ διττὴν ἀσφαλέστερόν ἐστι φάναι τὴν γένεσιν εἶναι, κατὰ μὲν τοὺς σφοδροὺς ἀνέμους ἐμπίπτοντας τῇ θαλάττῃ διὰ πληγὴν ἰσχυρὰν, ἐπὶ δὲ τῶν λεβήτων διὰ τὴν θερμασίαν. οὕτω δὲ κἀν τοῖς τῶν ζώων σώμασιν ἐν
10μὲν τοῖς ἐπιληπτικοῖς σπασμοῖς ἡ συντονία τῶν κινήσεων τὸν ἀφρὸν εἴωθε γεννᾷν, ἐπὶ δὲ τῶν κάπρων ἡ θερμασία, κατὰ δὲ τοὺς δρόμους τῶν ἵππων ἄμφω φαίνεται σύντονα. συνεχῶς γὰρ εἴσω καὶ ἔξω τοῦ κατὰ τὰς ἀναπνοὰς ἀέρος φερομένου τό τε σίελον αὐτοῖς λεπτύνεται καί τι κἀκ τοῦ
15πνεύμονος ἀτμοειδῶς ἀναφερόμενον, ἐπιμίγνυταί τε καὶ συμ‐ πλέκεται τῷ σιέλῳ τοῦ γενομένου τὴν οὐσίαν ἀφροῦ συναῦ‐ ξον. ὅσοι δ’ ἡγοῦνται τὸν ἀφρὸν τοῦτον ἐκ τῆς κοιλίας
ἀναφέρεσθαι διαμαρτάνουσιν. οὔτε γὰρ ἀθρόως αὐτὸν ἐκεῖ‐544 in vol. 17.2

17b

545

θεν ἥκειν ἐγχωρεῖ, μήτε ἐμοῦντος τοῦ ζώου τηνικαῦτα μήθ’ ὅλως ναυτιῶντος, ὧν συμπτωμάτων χωρὶς οὐχ οἷόν τέ ἐστιν ἐκ τῆς γαστρὸς ἀνενεχθῆναί τι, καὶ πολὺ δὴ μᾶλλον ἀδύνατον ἀναφέρεσθαί τινα ἀτμὸν ὁμοίως τῷ κατὰ τὰς
5ἀναπνοὰς, μηδεμιᾶς τοιαύτης ἐκ τῆς γαστρὸς ἀναφερομένης οὐσίας, οἵαν ὁ πνεύμων ἀναπνεῖ. καὶ γάρ τοι καὶ τὸ αἷμα τὸ μὲν ἐκ τοῦ πνεύμονος ἀναγόμενον ἀφρῶδες ὁμοίως ἐστὶ τῷ σπλάγχνῳ. τὸ δ’ ἐκ τῆς γαστρὸς οὐδ’ ἐγγὺς τῷ τοιού‐ τῳ, ἀλλ’ ὁ μὲν ἅμα τῷ αἵματι ἐκ τοῦ πνεύμονος συνανα‐
10φερόμενος ἀφρὸς ἀθρόως τε καὶ μετὰ βηχὸς ἀνάγεται, ὁ δ’ ἐκ τοῦ τοιούτου χυμοῦ κατ’ ὀλίγον ἐκπνεόμενος ἀτμὸς οὐ κινεῖ βῆχας. περιβληθείσης γε μὴν ἀγχόνης τῷ τραχήλῳ δεῖται μὲν ἡ καρδία καὶ ὁ πνεύμων ἐκπνεῦσαι τὸ λιγνυῶδες περίττωμα· δέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ
15περὶ χρείας ἀναπνοῆς γράμματι· κωλυόμενον δὲ διὰ τὴν ἀγχόνην βιαίως ὠθεῖ πᾶν αὐτὸ, κἀν τούτῳ καὶ τῆς οἰκείας
ὑγρότητός τι συνεκβάλλει, καθάπερ κἀν ταῖς τοῦ αἵματος545 in vol. 17.2

17b

546

ἀναγωγαῖς. ὀλέθριον οὖν τοῦτο τὸ σημεῖόν ἐστιν, ἐπειδὴ τῆς βίας τοῦ πνεύμονός ἐστι δηλωτικὸν, ἣν πάσχει πνιγο‐ μένου τοῦ ζώου. μάλιστα δ’ εἰκὸς αὐτῷ γίνεσθαι τοῦτο διὰ τὴν ἐκ τῆς καρδίας εἰς αὐτὸν ὠθουμένην θερμασίαν, ὥστε
5καὶ τῇ ζέσει τοῦ θερμοῦ καὶ τῇ τοῦ πνεύματος βιαίᾳ κι‐ νήσει καὶ τῇ σφοδρᾷ τοῦ πνεύμονος συντονίᾳ, τῆς ἀναγωγῆς γενομένης τοῦ ἀφροῦ, θανατῶδες τὸ σημεῖον. ἔνιοί γε μὴν ἐν τῷ σπανίῳ τῶν ἀπαγχομένων ἀπήνεγκαν, ἀφροῦ φανέν‐ τος περὶ τὸ στόμα· καὶ ἴσως ὁ Ἱπποκράτης οὐχ ὡς διὰ
10παντὸς ἀπολλυμένων, ἀλλ’ ὅτι τοὐναντίον σπανιώτατα, οὕ‐ τως ἀπεφήνατο, καθάπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, ἔνθα φησὶ κατὰ τὸν ἀφορισμόν· ὁκόσοισι νέοισιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. τὸ γὰρ ὡς τὸ πολὺ παρέλιπεν ἐνταῦθα εἰπεῖν, ἐν τοῖς κατωτέρω προσ‐
15θεὶς αὐτὸ, ἔνθα φησὶν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.
— — —546 in vol. 17.2

17b

547

μδʹ. Οἱ παχέες σφόδρα κατὰ φύσιν ταχυθάνατοι μᾶλ‐ λον γίνονται τῶν ἰσχνῶν.
— — —
5
Τοὺς ἐκ τῆς πρώτης ἡλικίας παχεῖς καὶ ἰσχνοὺς ἀλ‐ λήλοις παραβάλλων ἀποφαίνεται περὶ τῶν παχέων, ὡς εἰσὶ ταχυθάνατοι μᾶλλον τῶν ἰσχνῶν. ἄριστον μὲν γὰρ εὔσαρ‐ κον φῦναι, τουτέστι σύμμετρον, ὥστε μήτε παχὺν εἶναι μήτ’ ἰσχνὸν, οὕτω γὰρ ἂν δυνατὸν καὶ εἰς μακρὸν ἀφικέ‐
10σθαι γῆρας. εἰ δ’ ὑπερβάλλοι τὸ σύμμετρον, ἀμείνων μὲν ἰσχνότης, μοχθηρὰ δὲ ἡ εἰς πάχος ὑπερβολή. στεναὶ γάρ εἰσι τούτων αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ διὰ τοῦτο καὶ αἷμα καὶ πνεῦμα παντελῶς ὀλίγον ἔχουσιν, ὥστ’ ἐπειδὰν προέρχωνται κατὰ τὴν ἡλικίαν, ταχέως αὐτοῖς ἐπὶ μικρᾷ
15προφάσει ἡ ἔμφυτος θερμασία διαφθείρεται. οἱ δ’ ἰσχνοὶ ταύτῃ μὲν οὐ κινδυνεύουσι, τῷ δὲ διαχεῖσθαι τὰ κύρια μόρια μηδὲν ἔχοντα πρόβλημα, πρὸς τῶν ἔξωθεν αἰτίων
ἑτοίμως βλάπτονται. ὅσοι μέντοι ἦσαν σύμμετροι, διαίτῃ547 in vol. 17.2

17b

548

δ’ ἀγροτέρᾳ χρησάμενοι παχεῖς ἐγένοντο, τούτοις, εἰ καὶ σαρκὸς καὶ πιμελῆς ἐπετράφη πλῆθος, ἀλλ’ εὐρεῖαι αἵ τε φλέβες εἰσὶ καὶ αἱ ἀρτηρίαι καὶ διὰ τοῦτο μείζονα ἔχουσι τὴν ἔμφυτον θερμασίαν, ἧττον εὔσβεστον.
5
— — —
μεʹ. Τῶν ἐπιληπτικῶν τοῖσι νέοισι ἀπαλλαγὴν αἱ μεταβολαὶ τῆς ἡλικίης καὶ τῶν χωρίων καὶ τῶν βίων ποιέουσιν.
— — —
10
Ἐγγὺς πῶς ἐστιν ἀποπληξίας τὸ τῆς ἐπιληψίας πά‐ θος, ὡς ἂν τὸν πάσχοντα τόπον ἐχόντων ἀμφοῖν τὸν αὐτὸν καὶ τὸν ποιοῦντα χυμόν. ἀλλ’ ἡ μὲν ἀποπληξία διὰ παν‐ τελῆ στέρησιν τῆς ἐπιῤῥεούσης δυνάμεως τοῖς νεύροις, ἡ δ’ ἐπιληψία διὰ πλημμελῆ κίνησιν γίνεται. ψυχρὸς δ’ ἐστὶν
15ἀμφοῖν καὶ παχὺς χυμός. καὶ διὰ τοῦθ’ ἡ τῶν νεανίσκων ἡλικία ξηρὰ καὶ θερμὴ τὴν κρᾶσιν ὑπάρχουσα μέγιστον
βοήθημα γίνεται τῶν ἐπιληπτικῶν διαθέσεων, οὕτω δὲ καὶ548 in vol. 17.2

17b

549

τῶν χωρίων αἱ ἀνάλογοι μεταβολαί. λέγω δ’ ἀνάλογον, ὅταν εἰς ξηρότητά τε καὶ θερμότητα μεθιστῶνται. κατὰ ταὐτὰ δὲ καὶ τῶν βίων. οὐδὲ γὰρ αἱ τούτων μεταβολαὶ πᾶσαι λύουσι τὴν ἐπιληψίαν, ἀλλ’ ὅσαι θερμοτέραν καὶ ξηροτέραν
5ἐργάζονται τὴν τοῦ σώματος ἕξιν. ἐγχωρεῖ δὲ καὶ ἁπλῶς ἀκοῦσαι τὴν μεταβολὴν τοῦ βίου τὰς ἐπιληψίας ὠφελεῖν. ἐπειδὴ τοὐπίπαν ἡ μοχθηρὰ δίαιτα γεννᾷ τὸ πάθος, ὥσθ’ ἡ μεταβολὴ πάνυ ἐπὶ τὸ βέλτιον ἄγει.
— — —
10
μστʹ. Δύο πόνων ἅμα γιγνομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.
— — —
Εἰ μὲν ἀκριβῶς ἀκούει τις τὸν αὐτὸν τόπον, οὐδέποτε
15δύο δύνανται πόνοι γίνεσθαι κατὰ τὸν αὐτόν. εἰ δ’ ἐν πλάτει, δυνατόν. λέγω δ’ ἐν πλάτει περὶ μόριον μεῖζον, οἷον ἢ περὶ βραχίονα ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην.
ἀλλ’ οὗτοί γε οἱ πόνοι συναύξουσιν ἀλλήλοις τὴν ἀνίαν τοῦ549 in vol. 17.2

17b

550

μορίου, μηδ’ ἑτέρου τὸν κάμνοντα διαλανθάνοντος. εἰ δ’ ἐν διαφόροις τόποις εἶεν, ὁ μὲν εἰ τύχῃ κατὰ τὸν πῆχυν, ὁ ἐν τῇ κνήμῃ. συμβαίνει τηνικαῦτα πρὸς τοῦ σφοδροτέ‐ ρου τὸν ἕτερον ἀμαυροῦσθαι, τῆς αἰσθητικῆς δυνάμεως
5ὅλης ἐπὶ τὸ σφοδρότερον ἀπαγομένης τε καὶ περιελκομένης. τοῦτο γὰρ ἡμῖν καὶ κατὰ τὰς λύπας εἴωθε συμβαίνειν, οὔ‐ σας καὶ αὐτὰς οἷον ἀλγήματά τινα τῆς ψυχῆς ἄνευ τοῦ σώματος. κατακρύπτουσι γὰρ οὖν ἐν αὐταῖς αἱ σφοδρότε‐ ραι τὰς ἐλάσσους, ὅταν γε μὴ περὶ ἑνὸς γίνονται πράγμα‐
10τος· εἰ δὲ μή γε, ἀλλήλας κἀκεῖναι συναύξουσιν.
— — —
μζʹ. Περὶ τὰς γενέσιας τοῦ πύου, οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμ‐ βαίνουσι μᾶλλον ἢ γενομένου.
15
— — — Τὸ πῦον ἐξ αἵματος γίνεται, μεταβάλλοντος εἰς ἡμι‐
μόχθηρον, ὡς ἂν εἴπῃ τις μεταβολήν. ἡ μὲν γὰρ ἁπλῶς550 in vol. 17.2

17b

551

μοχθηρὰ μετὰ σηπεδόνος ἀποτελεῖται δυσώδους, ὥσπερ καὶ ἡ ἁπλῶς χρηστὴ θρέψις ἐστὶ τῶν τοῦ ζώου μορίων· ἡ δὲ τὸ πῦον ἐργαζομένη μεταξὺ τούτων ἐστὶν, οὔθ’ ὑπὸ τῆς παρὰ φύσιν μόνης οὔθ’ ὑπὸ τῆς ἐμφύτου θερμασίας
5γινομένη. μικτὴ γάρ πως ἐξ ἀμφοῖν ἐστιν ἡ τῆς φλεγμονῆς. πόνος μὲν γίνεται τεινομένου τε ἅμα καὶ θερμαινομένου παρὰ φύσιν τοῦ φλεγμαίνοντος μορίου. πυρετοὶ δ’ ἕπονται καὶ ἀρχῆς συνεκθερμανθείσης καὶ ταῦτ’ ἄμφω συμβαίνει, κατὰ τὴν οἷον ζέσιν τε καὶ καῦσιν τοῦ αἵματος. ἐπειδὰν
10δὲ τελέως καυθῇ τὸ λείψανον αὐτοῦ, πῦον γίνεται, καθάπερ ἐπὶ τῶν καυθέντων ξύλων ἡ τέφρα. καὶ διὰ τοῦτο κατ’ ἐκεῖνον τὸν χρόνον οἵ τε πόνοι καὶ οἱ πυρετοὶ λωφῶσι καὶ μάλισθ’ ὅταν ἐκκριθῇ τὸ πῦον, ὡς ἂν ἤδη δεδαπανημένης μὲν τῆς ὕλης, ἐσβεσμένης δὲ τῆς φλογώδους θερμασίας.
15— — —551 in vol. 17.2

17b

552

μηʹ. Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὅταν ἄρχηται πο‐ νέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον.
— — —
5
Τὸ πονεῖν σημαίνει μὲν καὶ τὸ ἀλγεῖν, σημαίνει δὲ καὶ τὸ κάμνειν καὶ καθ’ ἑκάτερόν γε ὁ λόγος αὐτῶν ἀληθής ἐστιν. ἐάν τε γὰρ ἀλγῶσιν ἤδη τὰ μόρια διὰ τὰς πλείο‐ νας κινήσεις, ἐάν τε καὶ κάμνωσιν, ὡς ἐνεργεῖν ἔτι μόγις δύνασθαι, τὸ διαναπαύειν εὐθύς ἐστιν ἄκοπον.
10
— — —
μθʹ. Οἱ εἰθισμένοι τοὺς συνήθεας πόνους φέρειν, κἂν ὦσιν ἀσθε‐ νέες ἢ γέροντες, τῶν ἀσυνήθων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσι.
15
— — —
Ἄλλος ἄλλῳ συνήθης πόνος ἐστὶ, τῷ μὲν δρόμος, ἤ τις ἑτέρα κίνησις διὰ τῶν σκελῶν, τῷ δὲ τὸ χειρονομεῖν, ἤ τις
ἄλλη διὰ τῶν χειρῶν ἐνέργειαν, τοῖς δὲ τὸ σκάπτειν ἢ ἐρέσ‐552 in vol. 17.2

17b

553

σειν ἢ ἀροῦν ἡ ἁπλῶς ὁτιοῦν ἄλλο. διαφορὰ δ’ ἐν ἅπασι τοῖς τοιούτοις ἐστὶ πόνοις, παρά τε τὸ πλείοσιν ἢ ἐλάσσοσιν ἐνερεῖν μορίοις καὶ παρὰ τὸ αὐτοῖς ἢ μᾶλλον ἢ ἧττον. ἀλλὰ τό γε κοινὸν ἐπὶ πᾶσιν, εὐτονώτερα τῶν ἄλλων γίνεσθαι
5τὰ γυμναζόμενα μόρια, καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους.
— — —
νʹ. Τὰ ἐκ πολλοῦ χρόνου συνήθεα, κἂν ᾖ χείρω τῶν
10 ἀσυνήθων, ἧσσον ἐνοχλεῖν εἴωθε. δεῖ οὖν καὶ εἰς τὰ ἀσυνήθεα μεταβάλλειν.
— — —
Οὐ περὶ τῶν γυμνασιῶν ἐστι μόνον ὡς ὁ πρόσθεν, ἀλλὰ περὶ πάντων ἁπλῶς ἀποφαίνεται τῶν συνήθων ὁ ἀφο‐
15ρισμὸς οὗτος, ἐδεσμάτων, πομάτων, λουτρῶν, ἀλου‐ σίας, ἀγρυπνίας, ὕπνου, θάλψεως, ψύξεως, φροντίδων.
ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει σύνηθες γινόμενον τοῦ553 in vol. 17.2

17b

554

φύσει μὲν ἀβλαβεστέρου, μηδέποτε δὲ εἰς ἔθος ἀφιγμένον. τὸ μὲν οὖν ἐπὶ τῶν γυμνασιῶν οὕτως ἔχειν εἰς τὴν εὐρω‐ στίαν τῶν ἐνεργούντων μορίων ἀναφέρεται, καθ’ ὅ τι προεί‐ ρηται, τὸ δ’ ἐπὶ τῶν ἄλλων ὅπως γίνεται νῦν ἐροῦμεν.
5ἐδέσματα μὲν καὶ πόματα φύσιν ἐπίκτητον ἐργάζεται, μάλι‐ στα μὲν ἐν τῇ γαστρὶ, σὺν ἐκείνῃ δέ πως ἤδη καὶ κατὰ τἄλλα μόρια. καὶ γὰρ εἰ καὶ ὅτι μάλιστα κρατοῖτο καὶ μεταβάλλοιτο πρὸς τοῦ σώματος, ἀλλά τοι καὶ αὐτὰ διατί‐ θησί πως αὐτὸ, κατὰ τὴν ἑαυτῶν φύσιν, ὥστ’ ἐν τῷ χρό‐
10νῳ πολλὴν γενέσθαι τὴν ἐναλλαγὴν καὶ τὴν ὁμοίωσιν τοῖς τρεφομένοις συστῆναι πρὸς τὰ τρέφοντα. ἐπιδέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ ἐθῶν βιβλίῳ. δέδεικται δὲ καὶ ὅτι πρὸς τῶν ὁμοίων ἕκαστον θᾶττον ἀλλοιοῦται. διὰ τοῦτ’ οὖν, ὅταν ὁμοιότερον γένηται τῷ μεταβαλλομένῳ τὸ μετα‐
15βάλλον, ἀλλοιοῖ θᾶττον αὐτό. καὶ μὲν δὴ καὶ πρὸς τῶν ἄλλων ἁπάντων, οἷς ὁμιλεῖ τὸ σῶμα, διατίθεταί πως οἷον ἐν ἀέρι ψυχρῷ καὶ θερμῷ, πυκνούμενον μὲν ὑπὸ τοῦ ψυ‐
χροῦ, ἀραιούμενον δ’ ὑπὸ τοῦ θερμοῦ, καὶ διὰ τοῦτο ἀνέ‐554 in vol. 17.2

17b

555

χονται μὲν τῶν συνήθων μᾶλλον, ἐνοχλεῖται δ’ ὑπὸ τῶν ἀήθων. εἰ γὰρ ἀραιῷ σώματι διὰ τὴν πρὸς τὸ θερμὸν ὁμιλίαν ἐξαίφνης προσπέσοι τὸ ψυχρὸν, εἴς τε τὸ βάθος αὐτοῦ διαδύεται παραχρῆμα καὶ βλάπτει μεγάλως. ἡ μὲν
5οὖν αἰτία καθ’ ἕκαστον τῶν συνήθων ἐν τῷ περὶ ἔθους λέγεται γράμματι. τὸ δ’ ἐκ τῆς πείρας ἐγνωσμένον ἤδη γινώσκομεν, ὃ μόνον ἔγραψεν ὁ Ἱπποκράτης, οὐκ ἀξιώσας προσγράψαι τὴν αἰτίαν. ἀλλ’ ἡμεῖς καὶ πρὸς τὴν αὐτῆς εὕρεσιν ἀφορμάς τινας δεδώκαμεν. ταῦτα μὲν οὖν ἱκανὰ
10πρός γε τὸ πρότερον μέρος τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου. τὸ δ’ ἐπὶ τῇ τελευτῇ γεγραμμένον, ἐν ᾧ συμβουλεύει μετα‐ βάλλειν πως εἰς τὰ μὴ συνήθη, χάριν ἀσφαλείας ὑγιεινῆς εἴρηται. σφαλερὸν γάρ ἐστι πᾶν ἔθος μονοειδὲς, ἀδοκήτοις τύχαις πραγμάτων ὑποπεπτωκοτῶν ἁπάντων ἀν‐
15θρώπων. ἵν’ οὖν μή ποτ’ ἐξαίφνης περιπέσοντες ἀήθεσι πράγμασι μεγάλως βλαβῶμεν, ἄμεινον εἶναί φησιν ἁπάν‐
των πεπειράσθαι. γένοιτο δ’ ἂν τοῦτο, μὴ μενόντων ἡμῶν555 in vol. 17.2

17b

556

ἐπὶ τοῖς συνήθεσι διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν καὶ τῶν ἐναν‐ τίων ἀποπωρωμένων.
— — —
ναʹ.
5Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλὲς καὶ ἄλλως ἢν καί τις ἐξ ἑτέρου μετα‐ βαίνῃ ἐφ’ ἕτερον.
10
— — —
Διὰ τί τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν κινεῖν τὸ σῶμα σφαλερόν ἐστιν αὐτὸς ἐδήλωσεν εἰπὼν ἅπαν εἶναι τὸ πολὺ τῇ φύσει πολέμιον. ἔστι γὰρ ἡ φύσις ἐν συμμετρίᾳ τῶν
15στοιχείων ἔχουσα τὴν οὐσίαν. εἰκότως οὖν τὸ πολὺ πᾶν, ὡς ἂν φθεῖρον, τὴν συμμετρίαν διαλυτικόν ἐστι τῆς τοῦ
ζώου συστάσεως. τὸ δὲ κατὰ μικρὸν, φησὶ, πληροῦν ἢ κε‐556 in vol. 17.2

17b

557

νοῦν δηλονότι καὶ τἄλλα ὅσα τούτοις ἑξῆς εἶπεν ἀσφαλὲς ἄλλοτε γινόμενον καὶ μάλισθ’ ὅταν ἐξ ἑτέρου τινὸς τῶν ἐν ἔθει τὴν μεταβολὴν εἰς ἕτερον ποιώμεθα. συνεβούλευσε γὰρ ἐν τῷ πρὸ τούτου ἀφορισμῷ καὶ ἐς τὰ ἀσυνήθη μετα‐
5βαίνειν. ἐν ταῖς τοιαύταις οὖν μεταβάσεσι τὸ μὲν κατὰ πολὺ καὶ ἐξαπίνης σφαλερὸν ἱκανῶς ἐστι, τὸ δὲ κατὰ μι‐ κρὸν ἀσφαλές.
— — —
νβʹ.
10Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς.
— — —
Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν
15ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς ἡ ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ
γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ557 in vol. 17.2

17b

558

παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων, ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφί‐ σταται τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδ’ ἂν μηδὲν φαίνηται
5σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.
— — —
νγʹ. Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων, ἐς δὲ καὶ τὸ γῆ‐
10 ρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.
— — —
Καὶ σαφής ἐστιν ὁ ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν
15οὗ ἡ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.
— — —558 in vol. 17.2

17b

559

νδʹ. Μεγέθει δὲ σώματος ἐννεάσαι μὲν ἐλευθέριον καὶ οὐκ ἀη‐ δές ἐστιν. ἐγγηράσαι δὲ εἶ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.
5
— — —
Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆ‐ κος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶ‐ μα προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα
10τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξη‐ μένον σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν ὁ Ἱπ‐ ποκράτης τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέ‐
15ρου χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν ἢ παχὺ δηλοῖ, χείρω καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε
πάχει οὐδ’ ἐννεάσαι καλὸν οὐδ’ ἐλευθέριον. ἐπὶ τοίνυν559 in vol. 17.2

17b

560

μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρών‐ των καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν ὁ Ἱπποκρά‐
της δύσφορον.560 in vol. 17.2

17b

561

(t1)

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
t2ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑΤΑ.
t4— — —
1
Προοίμιον Γαληνοῦ. Ἐν τῷ τρίτῳ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων τῷδε περὶ τῶν κατὰ τὰς ὥρας τε καὶ ἡλικίας Ἱπποκράτει γεγραμμένων ἐξηγη‐ σόμεθα. μάλιστα μὲν οὖν ὅσον ἐν αὐτοῖς ἀσαφές
5ἐστι σαφηνίζοντες, ἔργον γὰρ τοῦτο ἴδιον ἐξηγήσεως, οὐ μὴν ἀλλὰ καὶ τὴν ἀπόδειξιν ἑκάστου τῶν ὀρθῶς εἰρημένων
προστιθέντες, ἐπειδὴ καὶ τοῦτ’ ἔστιν ἔθος ἐν τοῖς ὑπομνή‐561 in vol. 17.2

17b

562

μασιν γίνεσθαι. θαυμάζω δὲ κἀνταῦθα τὴν ἀνωμαλίαν τοῦ Λύκου γράφοντος μὲν, ὥς φησιν, ἐξηγήσεις Κοΐντου τοῦ δι‐ δασκάλου, μηδενὶ δὲ τῶν κατὰ τὰς ὥρας καὶ ἡλικίας εἰρη‐ μένων προσθέντος πίστιν ἀποδεικτικὴν, ἀλλ’ εἰς ἐμπειρίαν
5καὶ τήρησιν ἀναπέμψαντος ἅπαντα, καίτοι γ’ ἄλλους πολ‐ λοὺς ἀφορισμοὺς ἐξηγούμενος αὐτὸς ἐπισκέπτεται λογικῶς ὑπὲρ τῆς ἐν αὐτοῖς ἀληθείας, οὐκ ἀρκούμενος μόνῃ τῇ πείρᾳ. ὅτι δ’ οὐ δυνατόν ἐστι μόνῃ τῇ πείρᾳ τοιαύτην ἀθροῖσαι θεωρίαν Ἱπποκράτης τε αὐτὸς ἐνδείκνυται τοῦτο καὶ προ‐
10δόντος ἐπιδειχθήσεται τοῦ λόγου.
— — —
αʹ. Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νοσήματα καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλ‐
15ψιος καὶ τἄλλα κατὰ λόγον οὕτως.
— — —562 in vol. 17.2

17b

563

Μεταβολὰς ὡρῶν ἔνιοι νομίζουσι λέγεσθαι καθ’ ἃς εἰς ἀλλήλας μεταβάλλουσιν, ὡς εἰ καὶ διαδοχὰς τὰς μεταβολὰς εἰρήκει. χειμῶνος μὲν γὰρ εἰς ἔαρ μεταβάλλοντος ἡ γένε‐ σίς ἐστι τῶν εἰρημένων νοσημάτων, ὑπὲρ ὧν αὐτὸς ἐφεξῆς
5ἐρεῖ. τοῦ μὲν γὰρ ἦρος τὰ πανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικά. τοῦ δ’ ἦρος πάλιν εἰς θέρος μεταβάλλον‐ τος, ὅπερ ἐστὶν ἀρχομένου θέρους, πυρετοὶ συνεχεῖς, φησὶ, καὶ τριταῖοι καὶ καῦσοι καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς κατέλεξε. καὶ περὶ φθινοπώρου δὲ καὶ χειμῶνος ὁμοίως
10ἔγραψεν, ὥς φασιν οἱ τὰς μεταβολὰς ἐν ἴσῳ τῷ διαδοχὰς ἡγούμενοι λέγεσθαι. ἀλλὰ τὸ μάλιστα προκείμενον ἐν τῇ λέξει τοῦ ἀφορισμοῦ τὴν ἐξήγησιν ταύτην οὐ προσίεται. μεταβαλλουσῶν γὰρ ἐνίοτε εἰς ἀλλήλας τῶν ὡρῶν, ὥσπερ ἔνια συνίσταται νοσήματα, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύε‐
15ται. καὶ τοῦτο αὐτὸς εἴρηκεν ὁ Ἱπποκράτης· ὥστε οὐδὲν μᾶλλον αἱ διαδοχαὶ τῶν ὡρῶν τίκτουσι νοσήματα, ἀλλὰ καὶ
τὸ μάλιστα προσέθηκεν. ἄμεινον τοίνυν ἐστὶ διὰ τὴν προσ‐563 in vol. 17.2

17b

564

θήκην τήν τε μεταβολὰς ἀκούειν τὰς κατὰ τὴν κρᾶσιν αὐτῶν ἀλλοιώσεις. αὗται γάρ εἰσιν αἱ μάλιστα τίκτουσαι νόσους, ὅταν ἐφεξῆς ἀλλοιώσεις ὦσι πλείους, ὡς ἐν ταῖς ἐπι‐ δημίαις ἔγραψε καὶ νῦν δ’ ὀλίγον ὕστερον ἐρεῖ. ἡ δὲ μιᾶς
5ὥρας ἀλλοίωσις μόνης ἐργάζεται μὲν νόσους τινὰς, ἀλλ’ οὐ μάλιστα. πότ’ οὖν μάλιστα νόσοι γίνονται κατὰ μίαν ὥραν ἀλλοιωθεῖσαν; ὅταν συμβῇ μεγάλην ἔσεσθαι τὴν μεταβολὴν καὶ διὰ τοῦτ’ αὐτὸς εἶπεν ὁ Ἱπποκράτης· καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβολαὶ ἢ ψύξιος ἢ θάλψιος
10ἤ τινος τῶν ἄλλων, οἷον ὑγρότητος ἢ ξηρότητος ἢ πνευμά‐ των ἢ ἀπνοιῶν. αὕτη μὲν οὖν ἡ ἐξήγησις ὀρθῶς εἴρηται τῆς προκειμένης γραφῆς. ἔστι δέ τις καὶ ἄλλη γραφὴ τοιάδε· αἱ μεταβολαὶ τῶν ὡρέων τίκτουσι νοσήματα μέγι‐ στα. μάλιστα δὲ καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταβο‐
15λαί. καθ’ ἣν οὐδέν ἐστιν ἀσαφὲς καὶ μάλιστα τοῖς ἀκη‐
κοόσιν ὧν ἄρτι πέπαυμαι λέγων. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς564 in vol. 17.2

17b

565

γραφαὶ τῆς αὐτῆς ῥήσεως, ἃς καὶ νοήσεις καὶ δοκιμάσεις, ἐξ ὧν εἶπον ὁρμώμενος.
— — —
βʹ.
5Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.
— — —
Φύσεις εἴρηκε νῦν ὁ Ἱπποκράτης κατὰ τὸ κυριώτατόν τε καὶ πρῶτον σημαινόμενον, ὃ καθ’ αὑτὴν μάλιστα τὴν
10οὐσίαν ἐστὶ τῆς φύσεως. ἐλέγομεν δ’ ἐν τοῖς ἔμπροσθεν αὐτὴν κρᾶσιν εἶναι τῶν τεσσάρων στοιχείων, ὑγροῦ καὶ ξη‐ ροῦ καὶ θερμοῦ καὶ ψυχροῦ. καὶ μέντοι καὶ δέδεικται πρὸς ἡμῶν ἐν τοῖς περὶ κράσεων μία μὲν κρᾶσις ἡ εὔκρατός τε καὶ ἀρίστη, δύσκρατοι δὲ καὶ μοχθηραὶ τὸν ἀριθμὸν
15ὀκτὼ, τέσσαρες μὲν κατὰ μίαν ἐπικρατοῦσαν ποιότητα, τέσσαρες δ’ ἄλλαι κατὰ δύο· κατὰ μίαν μὲν ἡ θερμὴ καὶ
ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, κατὰ δύο δὲ ἡ θερμὴ καὶ ξηρὰ565 in vol. 17.2

17b

566

καὶ ὑγρὰ καὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ψυχρὰ καὶ ξηρά. πρὸς μὲν δὴ τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ φύσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δὲ αἱ θερμαὶ καὶ ξηραί. καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέ‐
5ρος, αἱ δὲ ψυχραὶ καὶ ὑγραὶ πρὸς χειμῶνα. τελειότατα μὲν οὖν αἱ φύσεις αὗται πρὸς τὰς εἰρημένας ὥρας ἄριστά τε καὶ χείριστα διάκεινται, μετρίως δὲ αἱ καθ’ ὁτιοῦν ἢ ὠφελούμεναι πρὸς τὰς ὥρας ἢ βλαπτόμεναι, καθάπερ ἡ ὑγρὰ καὶ θερμὴ θέρους καὶ χειμῶνος, ἐπειδὴ κατὰ τὸ θέ‐
10ρος μὲν ὡς ὑγρὰ βέλτιον διατίθεται, κατὰ δὲ τὸν χειμῶ‐ να πάλιν ὡς θερμή.
— — —
γʹ. Τῶν νούσων ἄλλα πρὸς τὰς ἄλλας εὖ ἢ κακῶς πε‐
15φύκασι. καὶ ἡλικίαι τινὲς πρὸς ὥρας καὶ χώρας καὶ διαίτας.
— — — Ἀτακτότερον ἡρμηνευκέναι μοι δοκεῖ τὸν ἀφορισμὸν
τοῦτον ὁ Ἱπποκράτης. ἄμεινον γὰρ ἂν οὕτως εἴρητο, τῶν566 in vol. 17.2

17b

567

νούσων καὶ τῶν ἡλικιῶν, ἄλλαι πρὸς ἄλλας ὥρας καὶ χώρας καὶ διαίτας εὖ καὶ κακῶς πεφύκασι. νόσοι μὲν οὖν εὖ πεφύκασι πρὸς ὥρας, ὡς μὲν πρὸς γένεσιν αἱ ὅμοιαι, ὡς δὲ πρὸς λύσιν αἱ ἐναντίαι. διώρισται γὰρ ἡμῖν ὑπὲρ τοῦδε
5πρόσθεν ἡνίκα ἐξηγούμεθα τὸν ἀφορισμὸν, οὗ ἡ ἀρχὴ, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἷς ἂν οἰκείη τῆς φύ‐ σεως. ἡλικίαι δὲ ὥσπερ καὶ φύσεις αἱ ψυχραὶ μὲν πρὸς θερμὰς, αἱ δὲ θερμαὶ πρὸς ψυχράς. ἡ μὲν τῶν γερόντων πρὸς θέρος, ἡ δὲ τῶν ἀκμαζόντων πρὸς χειμῶνα. κατὰ
10δὲ τὸν αὐτὸν λόγον καὶ πρὸς τὰς χώρας οὐχ αἱ νοῦσοι μόνον, ἀλλὰ καὶ αἱ ἡλικίαι διάκεινται. γεννῶνται γὰρ μᾶλ‐ λον ἐν ταῖς θερμοτέραις χώραις αἱ θερμαὶ νοῦσοι καὶ ἧσ‐ σόν εἰσι κινδυνώδεις. ὑγιαίνουσί τε μᾶλλον ἐν ταῖς ψυχρο‐ τέραις χώραις αἱ θερμότεραι τῶν ἡλικιῶν, ἐπί τε τῶν ἄλ‐
15λων ἀνάλογον. οὕτω δὲ καὶ πρὸς διαίτας ἄλλαι πρὸς ἄλ‐ λας εὖ καὶ κακῶς διάκεινται νοῦσοί τε καὶ ἡλικίαι. αἱ μὲν γὰρ θερμότεραι πρὸς τὰς ψυχροτέρας, αἱ δὲ ψυχρότεραι
πρὸς τὰς θερμοτέρας. καὶ αἱ μὲν ξηρότεραι πρὸς τὰς ὑγρο‐567 in vol. 17.2

17b

568

τέρας, αἱ δὲ ὑγρότεραι πρὸς τὰς ξηροτέρας εὖ διάκεινται, καὶ ἁπλῶς εἰπεῖν αἱ μὲν ἐναντίαι πρὸς τὰς ἐναντίας κα‐ λῶς, κακῶς δὲ αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας. πλὴν εἰ ἡ σύμμετρος ἡλικία συμμέτρῳ παραβάλλοιτο διαίτῃ τε καὶ
5ὥρᾳ καὶ χώρᾳ. μόνον γὰρ οὕτως ὑπὸ τῶν ὁμοίων αἱ ὅ‐ μοιαι καλῶς διακείσονται. ταῖς δ’ ἀμετρότερον ἐχούσαις ἡλικίαις κατὰ τὴν κρᾶσιν αἱ ἐναντίαι χῶραι καὶ ὧραι καὶ δίαιται συμφορώτεραι. τῶν νόσων δ’ ἀμετριῶν οὐσῶν ἁπάντων ἡ γένεσις μὲν ἐν ταῖς ὁμοίαις ὥραις καὶ
10χώραις, ἡ λύσις δ’ ὑπὸ τῶν ἐναντίων γίνεται.
— — —
δʹ. Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέει, φθινοπωρινὰ τὰ νοσήματα
15προσδέχεσθαι χρή.
— — — Δεόντως, οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν αἰτίαι τῶν
νοσημάτων, ἀλλ’ αἱ κράσεις εἰσίν. ὅταν οὖν αὗται μετα‐568 in vol. 17.2

17b

569

πέσωσιν, ἀναγκαῖόν ἐστι συμμεταπίπτειν καὶ τὰ νοσή‐ ματα.
— — —
εʹ.
5Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυ‐ τικοί. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥω‐ στίῃσι πάσχουσι. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοι‐ λίαι σκληραὶ, δυσουρίαι, φρικώδεες, ὀδύναι πλευρέων, στηθέων. ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσι ἀῤ‐
10 ῥωστίῃσι προσδέχεσθαι χρή.
— — —
Τὸ μὲν οὖν γινόμενον ἐδήλωσεν εἰπὼν ὅτι νότοι βα‐ ρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. τὴν δ’ αἰτίαν προσγράψας, ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν
15τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἀεὶ γὰρ χρὴ τὸν ἰατρὸν ἀπο‐
χωρίζειν τε καὶ διακρίνειν τὸ διά τι τῶν ἔξωθεν, οὐ διὰ569 in vol. 17.2

17b

570

τὰς νόσους γεγονὸς, ἵνα καὶ τὰς προγνώσεις ἀκριβέστερον ποιῆται. τὴν δ’ αἰτίαν δι’ ἣν οἱ νότοι βαρυηκοΐαν ποιοῦ‐ σι καὶ ἀχλυώδη τὴν ὄψιν, οὐ χαλεπὸν ἐκ τῆς κράσεως αὐ‐ τοῦ κατανοῆσαι, θερμοῦ καὶ ὑγροῦ τὴν φύσιν ὑπάρχοντος.
5πάντα γὰρ τὰ τοιαῦτα πληρωτικὰ τῆς κεφαλῆς εἰσι, διὰ τοῦτ’ οὖν τά τε τῶν αἰσθήσεων ὄργανα μετὰ πολλῆς ὑγρό‐ τητος ἀποφαίνουσι καὶ καρηβαρίας ἐργάζονται. τῆς δ’ ἀρ‐ χῆς τῶν νεύρων ὑγρασμένης, ἀναγκαῖόν ἐστι καὶ περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας γίνεσθαι νωθρότητα καὶ ὥσπερ δια‐
10λελυμένον ἐν ἑαυτῷ φαίνεσθαι τὸν ἄνθρωπον. ἐξ ὑπεναν‐ τίου δὲ πάλιν ἐν τοῖς βορείοις, ὡς αὐτὸς ἐρεῖ κατω‐ τέρω, συνίσταται τὰ σώματα καὶ εὔτονα, εὐκίνητα καὶ εὐηκοώτερα γίνεται. νυνὶ δὲ οὐκ ἀντέθηκε ταῦτα τοῖς ὑπὸ τοῦ νότου περὶ τὸ σῶμα συμβαίνουσιν, ἐπειδὴ κατὰ τὸν
15ἀφορισμὸν τοῦτον αὐτῷ περὶ τῆς ἐξ ἑκατέρων τῶν ἀνέμων βλάβης διελθεῖν, προὔκειτο μόνον, ἵν’ εἰδότες ταῦτα ἀποχω‐ ρίζωμεν ὅσα διὰ τὰς νόσους συμβαίνει· ἐν τοῖς βορείοις
οὖν, φησὶ, γίνονται βῆχες διὰ δυσκρασίαν δηλονότι τῶν570 in vol. 17.2

17b

571

ἀναπνευστικῶν ὀργάνων καὶ διὰ τὴν τραχύτητα τῆς φάρυγ‐ γος, ὑπὲρ ἧς ἐνεδείξατο προσθεὶς τὸ φάρυγγες, ἵνα προσυ‐ πακούσωμεν τὸ πάσχουσι. καὶ γὰρ καὶ οὕτως εἴωθεν ἑρ‐ μηνεύειν ἐνίοτε· μετ’ ὀλίγα οὖν ἐρεῖ τοῦ μὲν φθινοπώρου
5καὶ θερινῶν τὰ πολλὰ, πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες. ἔνεστι δὲ καὶ συνάπτοντας ἀναγινώσκειν ἅμα τὰ δύο. φάρυγγες, κοιλίαι σκληραὶ, καθάπερ ἔνιοι τῶν ἐξη‐ γητῶν ἠξίωσαν. αἵ τε γὰρ φάρυγγες ἐν ταῖς βορείαις κα‐ ταστάσεσι γίνονται σκληραὶ διὰ τὸ ξηραίνεσθαί τε καὶ ψύ‐
10χεσθαι καὶ ἡ γαστὴρ ἡ κάτω σκληρὰ διαχωρεῖ διά τε τὴν κρᾶσιν τῆς καταστάσεως ἐπὶ ξηρότερον ῥέπουσαν, ὅλου τοῦ σώματος ξηραινομένου καὶ μᾶλλον ἕλκοντος εἰς ἑαυτὸ τὰς ἐκ τῶν σιτίων ὑγρότητας. οὐ μὴν ἀλλὰ καὶ διό τε χρόνῳ πλείονι μένοντα καὶ μὴ διαχωρούμενα πάντα ἐξικμά‐
15ζεται. καὶ αἱ δυσουρίαι δὲ γίνονται τῆς κύστεως βλαπτο‐ μένης ἐν τῷ βοῤῥᾷ διὰ τὴν ψύξιν· ἄναιμός τε γάρ ἐστι ψυχρὰ καὶ διὰ ταῦτα πλέον ἢ τἄλλα μόρια τοῖς ψυχροῖς
αἰτίοις εὐάλωτα. ἡ αὐτὴ δὲ τοῦ βοῤῥᾶ ψυχρότης καὶ τὰς571 in vol. 17.2

17b

572

τοῦ θώρακος ὀδύνας ἐργάζεται τῇ κοινῇ πρὸς τἄλλα μόρια βλάβῃ καὶ τὴν ἐκ τῆς ἀναπνοῆς αὐτοῦ προσειληφότος, ἥ‐ τις οὐχ ὁμοίως ἅπτεται πνεύμονός τε καὶ καρδίας, διὰ τὸ πλῆθος τῆς ἐν αὐτοῖς θερμασίας. τὸ δὲ φρικώδεις γίνε‐
5σθαι τοὺς ἀνθρώπους ἐν ταῖς βορείαις καταστάσεσι, πρό‐ δηλον ὡς διὰ τὴν τοῦ περιέχοντος ἀκόλουθον κρᾶσιν.
— — —
στʹ. Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἐν τοῖσι πυρετοῖσιν ἱδρῶ‐
10 τας πολλοὺς προσδέχεσθαι χρή.
— — —
Ὥσπερ ὀλίγοι ἔμπροσθεν ἔλεγεν, ὅταν τῆς αὐτῆς ἡμέ‐ ρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα δεῖ προσδέχεσθαι, οὕτω νῦν πάλιν, ὅταν θέ‐
15ρος ὅμοιον γένηται ἦρι, τουτέστι σύμμετρον τῇ κράσει, προδέχεσθαί φησι χρῆναι πολλοὺς ἱδρῶτας ἐν τοῖς πυρε‐ τοῖς· εἰκότως. οὔτε γὰρ ἄνευ τοῦ θερμὸν εἶναι τὸ περιέχον
ἱδρῶτες δύνανται γίνεσθαι πολλοὶ οὔτ’ ἄνευ τοῦ περιέχε‐572 in vol. 17.2

17b

573

σθαί τινα ὑγρότητα περιττὴν ἐν τῷ σώματι. τούτων δὲ τὸ μὲν ἕτερόν ἐστιν ἐν τῷ θέρει, τὸ δ’ ἕτερον ἐν τῷ χει‐ μῶνι. κατὰ δὲ τὸ φθινόπωρον οὐδέτερον, ἄμφω δ’ ἐν τῷ ἦρι. δεόντως οὖν τὸ μὲν αὐχμηρὸν ἱκανῶς θέρος
5δαπανᾷ τε καὶ διαφορεῖ τὴν ὑγρότητα, τὸ δ’ ὅμοιον ἦρι διὰ μὲν τὴν θερμασίαν ἕλκει πρὸς τὸ δέρμα, διὰ δὲ τὴν ὑγρότητα διαφορεῖν ἀτμοειδῶς οὐ δύναται. ἀθρόως οὖν ἐν ταῖς τῶν νούσων κρίσεσι τὸ ὑγρὸν ἅπαν ἐκκρινόμενον, ἱδρῶ‐ τας πολλοὺς ἐργάζεται.
10
— — —
ζʹ. Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται, καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιοῦτον ἐὸν, ὁκοίην καὶ τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ νοσήματα τοιαῦτα δεῖ
15προσδέχεσθαι.
— — — Οὐ πολλοὺς πυρετοὺς ἐν τοῖς αὐχμοῖς γίνεσθαί φησιν,
ἀλλ’ ὀξεῖς, ἐπεί τοί γε μετ’ ὀλίγον ἐρεῖ· τῶν δὲ καταστά‐573 in vol. 17.2

17b

574

σεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων μᾶλλόν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες καὶ τοῦτο ἐφεξῆς συνάπτων πάλιν ἐρεῖ· νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ δεόν‐
5τως. ἡ μὲν γὰρ ὑγρότης τοῦ περιέχοντος τούς τε φλεγμα‐ τώδεις ἀθροίζει χυμοὺς καὶ τῶν ὑδατωδῶν περιττωμάτων οὐκ ὀλίγα, ἡ δὲ ξηρότης ἐνδεεστέρους μὲν τῷ πλήθει τοὺς χυμοὺς ἐργάζεται, χολωδεστέρους δὲ τῇ ποιότητι καὶ διὰ τοῦτο οἱ πυρετοὶ τὸν ἀριθμὸν μέν εἰσιν ἐλάττους τῶν ἐν
10ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ γίνονται. τὰ δ’ ἑξῆς τού‐ των εἰρημένα κατὰ τὸν ἀφορισμὸν εὔδηλα.
— — —
ηʹ. Ἐν τοῖσι καθεστεῶσι καιροῖσι, ἢν ὡραίως τὰ
15ὡραῖα ἀποδίδωσιν, εὐσταθέες καὶ εὐκρινέστατοι γίνονται αἱ νοῦσοι. ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.
— — —574 in vol. 17.2

17b

575

Καθεστῶτας καλεῖται καιροὺς τὰς ὥρας τὰς ἐν τάξει τὴν οἰκείαν κράσιν ἀπειληφυίας. τίνα δὲ καθεστῶτα καλεῖ τῶν ἐτῶν ἔνεστί σοι μαθεῖν παρ’ αὐτοῦ λέγοντος ἐν τοῖς περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ὧδε· ἢν μὲν κατὰ λόγον
5γένηται τὰ σημεῖα ταῦτ’ ἐπὶ τοῖσι ἄστροις δύνουσί τε καὶ ἐπιτέλλουσι, ἔν τε τῷ μετοπώρῳ, ἢν ὕδατα γένηται καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίαν εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι γένηται ὕδατα ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς ὑπάρχειν. ὁπότ’
10οὖν ἤδη μεμάθηκας ὁποῖόν τι τὸ καθεστὸς ἔτος εἶναι βού‐ λεται, ῥᾷστόν σοι νοῆσαι τὸ ἀκατάστατον. ἅπαντα γὰρ ὅσα μὴ φυλάττῃ κατά τι τὴν τοῦ καθεστῶτος ἔτους ἀγω‐ γὴν, αὐτά τε καλεῖ νῦν καὶ Ἱπποκράτης ἀκατάστατα καὶ τὰς ἐν αὐτοῖς νόσους ὁμοίως προσαγορεύει. φησὶ δ’ αὐτὰς καὶ
15δυσκρίτους εἶναι, τουτέστι κακοκρίτους. ἢ γὰρ μετὰ κινδυ‐ νωδῶν συμπτωμάτων αἱ κρίσεις γίνονται τοῖς τοιούτοις νο‐ σήμασιν ἢ αὐτίκα ὀλέθριοι ἢ πάντως ὑποτροπιάζουσιν.
— — —575 in vol. 17.2

17b

576

θʹ. Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι καὶ θανατωδέστατοι ὡς ἐπίπαν. ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.
— — —
5
Ὁπόταν αἱ ὧραι τὴν προσήκουσαν ἅπασαν φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὡς ἂν εὔ‐ κρατον ὄν. ὀξυτάτας δὲ νόσους καὶ θανατώδεις, ὡς ἐν ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὔκρατόν ἐστι, τὸ δὲ φθινοπώρῳ πρῶτον μὲν ὑπάρχει, τὸ τῆς αὐ‐
10τῆς ἡμέρας, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχει. εἶτα διαδέχεται τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθησαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρῶτον μὲν οἱ χυμοὶ τὴν ὑπὸ τὸ δέρμα κίνησιν ἐκινοῦντο
15καὶ διεπνέοντο. κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος, ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως, ὠθοῦνταί τε καὶ συνελαύνον‐ ται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινὰ, τοῖς δ’ οὐκ
ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ576 in vol. 17.2

17b

577

τὰς ὁπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας πλη‐ ροῦνται.
— — —
ιʹ.
5Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.
— — —
Ἐμέμφετο μὲν καὶ ἄλλως τὸ φθινόπωρον ἐν τῷ πρό‐ σθεν ἀφορισμῷ, νυνὶ δ’ ὡς ἐξαιρέτως αὐτοὺς βλάπτον τοὺς φθίνοντας αὖθις μέμφεται. πότερον δὲ τοὺς φθόην νο‐
10σοῦντας μόνους ὀνομάζει φθίνοντας, οἷς ἥλκωται δηλονότι ὁ πνεύμων, ἢ πάντας τοὺς ὁπωσοῦν συντηκομένους, οὐχ οἷόν τε ἀμφιβάλλειν. ὅτι δ’ ἀμφοτέροις κακὸν τὸ φθινό‐ πωρον εὔδηλον, ἐπειδὴ ξηρόν τέ ἐστι ἅμα καὶ ψυχρὸν καὶ ἀνώμαλον.
15
— — —
ιαʹ. Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βό‐
ρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ577 in vol. 17.2

17b

578

θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι, μάλιστα δὲ τῇσι γυναιξὶ καὶ ἀνδράσι τοῖσιν ὑγρὰς ἔχουσι τὰς φύσιας.
— — —
5
Περὶ τῆς ἐν ταῖς ὥραις ἀλλοιώσεως ἐν τούτοις διδά‐ σκει, τὴν ἀρχὴν ἀπὸ χειμῶνος αὐχμηροῦ καὶ βορείου ποιη‐ σάμενος, ἦρος δ’ ἐπόμβρου καὶ νοτίου. μικραὶ μὲν οὖν αἱ τοιαῦται μεταβολαὶ, παρὰ φύσιν δ’ ὅμως εἰσί· διὸ καὶ εἰς τὸ θέρος ἔσεσθαί φησι νοσήματα, πυρετοὺς ὀξεῖς καὶ ὀφθαλ‐
10μίας καὶ δυσεντερίας. τὴν δ’ αἰτίαν τοῦ πλεονάζειν ἐπὶ τῇ προειρημένῃ καταστάσει τοιαῦτα νοσήματα διῆλθεν αὐτὸς ἐν τῷ περὶ ὑδάτων τόπων καὶ ἀέρων. ἔχει δ’ ἡ ῥῆσις ὧδε· ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶ‐
15δες εἶναι καὶ ὀφθαλμίας ἐγγίνεσθαι. ὅταν γὰρ τοῦ θέρους ἐπιγίνεται, πνῖγος ἐξαίφνης τῆς τε γῆς ὑγρᾶς οὔσης ὑπὸ τῶν ὀμβρίων τῶν ἠρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη δι‐
πλοῦν τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου οὔσης578 in vol. 17.2

17b

579

καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις, μήτε τοῦ ἐγκε‐ φάλου ἀνεξηραμμένου. οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ συντήκεσθαι τὸ σῶμα καὶ τὴν σάρκα, ὥστε τοὺς
5πυρετοὺς συνεμπίπτειν ὀξυτάτους τοῖσιν ἅπασι, μάλιστα δὲ τοῖσι φλεγματίαισι. τὰς δὲ δυσεντερίας εἰκὸς γενέσθαι τῇ‐ σι γυναιξὶ καὶ τοῖσιν ἀνδράσι τοῖσιν ὑγροτέροισιν. ταῦτα μὲν οὖν ὁ Ἱπποκράτης εἴρηκεν ἐν τῷ περὶ ὑδάτων καὶ τό‐ πων καὶ ἀέρων. ἡμεῖς δὲ ἐπὶ πλέον ἐξειργασάμεθα τὸν λό‐
10γον αὐτοῦ καὶ πρῶτόν γε διὰ τί μήτ’ ἐν αὐτῷ τῷ χειμῶνι μήτ’ ἐν τῷ ἦρι κατὰ τὴν τοιαύτην κατάστασιν ἐπιδημεῖν φησι νοσήματα. καίτοι γε ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν κατ’ αὐτὴν τὴν βεβλαμμένην ὥραν, ἐν Κρανῶνι λέγων γενέ‐ σθαι τοὺς ἄνθρακας. ἔχει δ’ ἡ ῥῆσις οὕτως· ἄνθρακες ἐν
15Κρανῶνι θερινοὶ, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ. δῆλον τοίνυν ἐξ ὧν εἶπε καὶ ἡ αἰτία τοῦ κατὰ τὸ θέρος ἐν Κρανῶνι γενέσθαι τοὺς ἄν‐
θρακας· οὐ γὰρ ἐπὶ βραχὺ μετέστη τῆς κατὰ φύσιν κρά‐579 in vol. 17.2

17b

580

σεως, ἀλλ’ εἰς τοιαύτην κατάστασιν ἧκον, ἐν ᾗ σήπεται ῥᾳ‐ δίως, ὅσα σήπεσθαι φύσιν ἔχει· ἱκαναὶ μὲν γὰρ ὑγρότητες ἄμετροι γενηθεῖσαι σήπειν, ὥσπερ αὐτὸς ἐρεῖ. νοσήματα δὲ ἐν μὲν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνεται πυρετοί γε
5μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἔτι δὲ μᾶλλον αὐτῶν αἱ θερμότητες. ἐς ταυτὸν δ’ ἀμφοῖν ἀφικομένων οὕτως ἰσχυρῶν τε καὶ ἀμέτρων ὡς ἐν Κρανῶνι. δευτέραν ὥραν οὐκ ἀναμένει τὸ σῶμα, φθάνον ἐν αὐτῇ τῇ πρώτῃ μέγιστα βλάπτεσθαι. κατὰ δὲ τὸν αὐχμηρὸν καὶ βόρειον
10χειμῶνα λυπηθείη μὲν ἄν τι τὰ σώματα τοιοῦτον, οἷον αὐτὸς εἶπε· ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκλη‐ ραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρῶν, στηθέων· οὐ μὴν ἀξιόλογόν γε τὸ νόσημα συστήσεται. πρὸς γὰρ τοῖς ἄλλοις καὶ αἱ ξηρότεραι τῶν καταστάσεων ὑγιεινότεραι. τὸ γὰρ
15ὅλον, φησὶν, οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧττον θανατώδεες. ὁ δὲ χειμὼν ὁ βόρειος καὶ αὐχμη‐
ρὸς λυπήσει μὲν ὀρθοστάδην τοὺς ἀνθρώπους εἰς βῆχάς580 in vol. 17.2

17b

581

τε καὶ γαστρὸς ἐποχὴν καὶ δυσουρίαν καὶ τὰς ὀδύνας τῶν κατὰ τὸν θώρακα χωρίων· οὐ μὴν πυρετοὺς ἢ δυσεντερίας ἢ τοιοῦτόν τι ἐργάσεται. τί δή ποτ’ οὖν οὐδὲ κατὰ τὸ ἔαρ ἔπομβρόν τε καὶ νότιον γενόμενον ἐπιδημήσει
5νοσήματα; ὅτι προϋπῆρχεν ὁ χειμὼν ἱκανῶς ψυχρός τε καὶ ξηρός. εἰρήκει δ’ αὐτὸς, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι τὰς ἐνεστώσας καταστάσεις, ἀλλὰ καὶ τὸ ἐξ οἵων εἰς οἷά εἰσιν αἱ μεταβολαὶ προσεπισκοπεῖσθαι. προεξηρασμένον οὖν τὸ σῶμα κατὰ τὸν χειμῶνα γινόμενον αὐχμηρὸν καὶ
10βόρειον, οὐ μόνον οὐδὲν πείσεται τοῖς ὄμβροις τοῖς ἠρινοῖς, ἀλλά τι καὶ προσωφεληθήσεται μέχρι τινὸς εἰς κατὰ φύσιν ἐπανερχόμενον συμμετρίαν· εἰ δ’ ὅλον τὸ ἔαρ ὑγρὸν γενηθῇ, πρὸς τὴν ἐναντίαν ἀχθήσεται τὸ σῶμα κατάστασιν τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ τῆς ξηρᾶς, ὑπερβαῖνον τὴν ἐν
15τῷ μέσῳ συμμετρίαν, ὥσθ’ ἕτοιμον αὐτὸ πρὸς βλάβην δια‐ δέξεται τὸ θέρος, ἔτι τῆς γῆς ὑγρᾶς οὔσης, καὶ διὰ τοῦ‐ το πνῖγος ἐργαζομένης, ἅτε μήτε τῶν ἐτησίων ἤδη πνεῖν
δυναμένων. ὕστερον γὰρ ἐκεῖνοι καὶ μετὰ κύνα πεφύκα‐581 in vol. 17.2

17b

582

σιν ἄρχεσθαι, ὥστε ὁ μεταξὺ χρόνος ἅπας ἕξει τούς τε πυρετοὺς ὀξεῖς διά τε τὴν ὑγρότητα καὶ θερ‐ μότητα σηπομένων τῶν ἐν τῷ σώματι χυμῶν καὶ τὰς ὀφθαλ‐ μίας καὶ τὰς δυσεντερίας, κατά γε τὴν ἐπιτηδειότητα τῶν
5δυναμένων βλάπτεσθαι μορίων. ἄλλα γὰρ ἄλλων μᾶλλον εὐπαθῆ τέ ἐστι καὶ δυσπαθῆ κατὰ τὰς κράσεις τῶν σωμά‐ των. αἱ μὲν γὰρ ὀφθαλμίαι σχεδὸν ἅπαντας ἐνοχλοῦσι πληρουμένης τῆς κεφαλῆς, πλὴν εἴ τινες ἰσχυροὶ πάνυ τοῖς ὀφθαλμοῖς εἶεν. δυσεντερίαι δ’, ὡς αὐτὸς εἴρηκε, τοῖς
10ὑγρὰς ἔχουσι τὰς φύσεις καὶ ταῖς γυναιξὶν, ὑγρότεραι γάρ εἰσιν αὗται τῶν ἀνδρῶν. εἴπερ οὖν ὅλην τὴν κατάστασιν ὡς σήπουσαν ἡμῶν τὰ σώματα μεμφόμεθα, πρόδηλον ὅτι μᾶλλον ἡ σηπεδὼν ἐν τοῖς ὑγροῖς ἔσται σώμασιν. αὐτὸ γὰρ δὴ τοῦτ’ ἔστι τὸ σηπόμενον ἐν τοῖς σώμασιν ὑγρὸν, ὡς ὕλη
15τις ὑπὸ δυνάμεως τῆς θερμότητος. ἡ δ’ ὑγρότης ἡ τοῦ περιέχοντος ὅτι κωλύει ξηραίνεσθαι τὴν ἐν τῷ σώματι περιουσίαν τῶν ὑγρῶν, κατὰ τοῦτο συντελεῖ τῇ σηπούσῃ
δυνάμει. θαυμαστὸν οὖν οὐδὲν ἐν ταῖς τοιαύταις καταστά‐582 in vol. 17.2

17b

583

σεσι μᾶλλον βλάπτεσθαι τὰς ὑγροτέρας φύσεις. διὰ τοῦτο καὶ τοὺς πυρετοὺς ἔφη τοῖς φλεγματώδεσι μᾶλλον γίνεσθαι· καὶ γὰρ καὶ τούτους ὑγροτέρους ἀναγκαῖον εἶναι. μενούσης μὲν οὖν ἐν τῷ σώματι τῆς σηπεδόνος οἱ πυρετοὶ γίνονται,
5κενουμένης δὲ διὰ τῆς γαστρὸς αἱ δυσεντερίαι, καὶ ταῦτ’ ἔσται σοι δι’ ὅλου τοῦ θέρους, ἐὰν μὴ μεταβολή τις περὶ κυνὸς ἐπιτολὴν γένηται, περὶ ἧς αὐτὸς ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων ἐφεξῆς τῇ γεγραμμένῃ μικρὸν ἔμπρο‐ σθεν ῥήσει διῆλθεν, ἧς ἐστι τελευτή. τὰς δὲ δυσεντερίας
10εἰκὸς γίνεσθαι ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσι τοῖς ὑγροτέ‐ ροις. τούτοις γὰρ συνάπτων ἐφεξῆς γράφει, καὶ ἢν μὲν ἐπι‐ γένηται περὶ κυνὸς ἐπιτολὴν ὕδωρ καὶ χειμὼν, ἐτησίαι πνεύ‐ ουσιν, ἐλπὶς παύσεσθαι καὶ τὸ μετόπωρον ὑγιεινὸν γενέσθαι· εἰ δὲ μὴ, κίνδυνος θανάτου γενέσθαι τοῖς παιδίοις καὶ ταῖς
15γυναιξὶν, ἥκιστα δὲ τοῖσι πρεσβυτέροισι, τοὺς δὲ παραγε‐ νομένους εἰς τεταρταῖον ἀποτελευτᾷν καὶ αὐτὸν τεταρταῖον εἰς ὕδρωπα. ἀλλὰ περὶ μὲν τούτων ὧν προσέθηκεν ἐν τῷ
περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων, ὅταν τὰ εἰς ἐκεῖνο τὸ583 in vol. 17.2

17b

584

βιβλίον ἐξηγησώμεθα, διασκεψόμεθα, περὶ δὲ τῶν κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν αὐτάρκως εἴρηται, πλὴν μιᾶς λέξεως τῆς ἐξ ἀνάγκης, ἣν οὐ μόνον ἐν τοῖς ἀφορι‐ σμοῖς προσέθηκεν, ἀλλὰ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων
5καὶ ἀέρων ἐνδεικνύμενος ὅτι τῇ φύσει τοῦ πράγματος πε‐ πιστευκὼς, οὐ τηρήσει τινὶ γράφει ταῦτα. ποσάκις οὖν εἰ‐ κός ἐστιν ἑωρακέναι τοιαύτην αὐτὸν κατάστασιν ἢ ἐν πό‐ σοις χωρίοις, ἆρά γε δὶς ἢ τρὶς ἔσται ἢ τετράκις, ἀλλ’ οὐδ’ εἰ πλεονάκις εἴπῃς, δυνατόν ἐστιν ἤδη εἰπεῖν ὅτι διὰ παν‐
10τὸς οὕτως ἔσται, καθάπερ οὐδ’ εἰ κεκαθαρμένους ὑπὸ φαρμάκου τινὸς ἴδῃς ἀνθρώπους στʹ ἢ ζʹ δυνήσῃ διατετα‐ γμένως εἰπεῖν, ὅτι πάντες οἱ μετὰ ταῦτα ἐξ ἀνάγκης κα‐ θαρθήσονται. δῆλον οὖν ἐστιν ὅτι τῇ φύσει τοῦ πράγμα‐ τος ὁ Ἱπποκράτης ἑπόμενος οὐ τηρήσει τινὶ προσέγραψεν
15εἰπὼν, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.
— — —584 in vol. 17.2

17b

585

ιβʹ. Ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὔδιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖ‐ κες ᾗσιν οἱ τόκοι πρὸς τὸ ἦρ ἐκ πάσης προφάσιος ἐκ‐
5τιτρώσκουσιν. αἳ δ’ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι ἢ λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα. τοῖσι δὲ ἄλλοισι δυσεντε‐ ρίαι καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες.
10
— — —
Ἔμπαλιν ἡ κρᾶσις ἔχει ταῖς κατὰ τὸν πρότερον ἀφο‐ ρισμὸν εἰρημέναις ὥραις δύο πρὸς τὰς νῦν λεγομένας. οἷος μὲν γὰρ πρότερος ὁ χειμὼν ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστι τὸ ἔαρ, ὁποῖον δὲ τὸ ἔαρ ἐν ἐκείνῳ, τοιοῦτον νῦν ἐστιν ὁ
15χειμών. ὅτι μὲν οὖν ἐπ’ ἐκείνων οὐκ ἦν ἀναγκαῖον ἐν τῷ ἦρι νόσους ἐπιδημῆσαι σφοδρὰς αὐτάρκως ἐδείχθη. νυνὶ δὲ ὅτι τοῦ χειμῶνος μὲν ὑγροῦ καὶ θερμοῦ γινομένου, τοῦ δ’
ἦρος ξηροῦ καὶ ψυχροῦ, νοσεῖν ἀναγκαῖόν ἐστι τοὺς ἀν‐585 in vol. 17.2

17b

586

θρώπους ἐν αὐτῷ τῷ ἦρι δεικτέον ἐστί. αἱ μὲν οὖν γυ‐ ναῖκες αἷς ἂν ὁ τόκος ᾖ πρὸς τὸ ἔαρ, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν ἐκτιτρώκουσιν. ὑγρὰ γὰρ τὰ σώματα καὶ μα‐ λακὰ, ἀραιὰ γεγονότα κατὰ τὸν εὔδιον χειμῶνα, ῥᾳδίως
5εἰς τὸ βάθος αὐτῶν διαδίδωσι τὴν ἐκ τοῦ περιέχοντος ψύ‐ ξιν, ὥσθ’ ὅσα τῶν παίδων ἤδη πολυχρόνιον ἔθος ἔσχεν ἀέ‐ ρος ἀλέας, ταῦτα πληττόμενα σφοδρῶς ὑπὸ τοῦ κρύους εἰ‐ κότως ἁλίσκεται τὰ μὲν ἤδη νεκρὰ, τὰ δ’ ἀποθνήσκοντα κατ’ αὐτὸν τὸν τόκον. ἃ δ’ ἂν αὐτῶν ζῶντα τεχθῇ, τὴν
10εἰς τοὐναντίον ἐξαιφνίδιον οὐ φέροντα μεταβολὴν, ἤτοι διὰ τάχους ἀποθνήσκει ἢ λεπτὰ καὶ νοσώδεα γινόμενα μόλις διαζῇ. τῶν δ’ ἄλλων τοῖς μὲν φλεγματώδεσι καὶ ταῖς γυ‐ ναιξὶ δυσεντερίας φησὶ γίνεσθαι, φλέγματος ἀπὸ τῆς κε‐ φαλῆς εἰς τὴν γαστέρα καταῤῥέοντος. εἰκὸς γὰρ δήπου τοῦτο
15πολὺ γεννᾶσθαι κατὰ τὴν εἰρημένην κατάστασιν· ἐν μὲν τῷ χειμῶνι πληρωθείσης τῆς κεφαλῆς, ψυχθείσης δὲ ἀθρόως ἐν ἀρχῇ τοῦ ἦρος, ἐπειδὴ φλεγματικὰ περιττώματα πέφυκε
γεννᾷν ὁ ἐγκέφαλος, ὅταν ψυχθεὶς ἀδυνατεῖ κρατεῖν τῆς586 in vol. 17.2

17b

587

τροφῆς. ὑπάρχει δὲ καὶ τοῦτο τῇ τοῦ φλέγματος γενέσει, τὸ μὲν γὰρ ὑπὸ ψύξεως ἰσχυρᾶς γιγνόμενον ὀξὺ γίγνεται. τὸ δ’ ὑπὸ θερμασίας πληρούσης τὴν κεφαλὴν ἁλυ‐ κὸν, ὥσπερ γε καὶ τὸ διὰ βραχεῖαν ψύξιν ἤ τι βραχὺ
5γλυκύτητος ἔχει ἢ μηδεμίαν ἐναργῆ ποιότητα. τὸ τοίνυν ἐπὶ τῇ προκειμένῃ καταστάσει γενόμενον φλέγμα διὰ τὴν ἐν τῷ χειμῶνι θερμασίαν ἁλυκὸν ἔσται καὶ κατὰ τοῦτο μά‐ λιστα γεννήσει δυσεντερίας, ὅταν ἐν χρόνῳ πλείονι δάκνον καὶ ξύον κακώσῃ τὸ ἔντερον. ἅτε γὰρ διὰ τὴν γλι‐
10σχρότητα κατὰ τὴν διέξοδον ἐν τοῖς ἐντέροις ἰσχόμενόν τε καὶ βραδῦνον, ἀεί τε ῥῖπτον αὐτὸ διὰ τὴν ποιότητα τὴν δυσεντερίαν ἐργάζεται. τοῖς μέντοι φύσει θερμοῖς καὶ χο‐ λώδεσιν αὐτός φησιν ὀφθαλμίας γίνεσθαι ξηράς. οὕτω δ’ ὀνομάζει τὰς ἄνευ ῥεύματος. εἰκὸς δὲ δήπου ταῖς θερμαῖς
15καὶ ξηραῖς φύσεσιν ἐν ξηρᾷ καὶ ψυχρᾷ καταστάσει διαδεξα‐ μένῃ θερμὴν καὶ ὑγρὰν τοιαύτας γίνεσθαι τὰς ὀφθαλμίας. ἡ μὲν γὰρ κεφαλὴ πεπλήρωται πρόσθεν τῇ θερμῇ καὶ ὑγρᾷ
καταστάσει, τὸ δὲ κρύος ἐπιγινόμενον, ὥσπερ χείρ τις ἔξω‐587 in vol. 17.2

17b

588

θεν λαβοῦσα καὶ θλίψασα, καθάπερ τινὰ σπόγγον τὸν ἐγκέ‐ φαλον ἐκθλίβει τὴν κατ’ αὐτὸν ὑγρότητα. φερομένη δ’ αὕ‐ τη ἄλλοτε πρὸς ἄλλον τόπον τῶν εὐπαθῶν πλείονα γεννᾷ τὰ νοσήματα. καὶ κατὰ τοῦτο καὶ ὀφθαλμίαι συμβήσον‐
5ται τοῖς ἀσθενέσι φύσει τοὺς ὀφθαλμούς. ἀποῤῥήσεται δὲ οὐδὲν αὐτῶν ἐκτὸς διὰ τὴν ὑγρότητα τοῦ περιέχοντος πυ‐ κνοῦντος τὴν ἐπιφάνειαν. ὅτι δ’ αὐτὸς ὁ Ἱπποκράτης εἰς τάσδε τὰς αἰτίας ἕκαστον τῶν εἰρημένων ἀναφέρει, δῆλον ἐξ ὧν ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων
10κατὰ τήνδε τὴν ῥῆσιν. τοῖσι μὲν οὖν φλεγματικοῖσι τὰς δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ, φλέγματος ἐπι‐ καταῤῥέοντος ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύ‐ σεως, τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμό‐ τητα καὶ ξηρότητα τῆς σαρκός. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ
15ἀφορισμοῦ γεγραμμένον· τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοι συντόμως ἀπολλύντες, κατὰ τήνδε τὴν λέξιν αὐτὸς ἔγραψεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων· τοῖσι δ’ ἄγαν
πρεσβυτέροισι κατάῤῥους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτη‐588 in vol. 17.2

17b

589

ξιν τῶν φλεβῶν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι, τοὺς δὲ παρα‐ πλῆγας γίνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. διὰ τούτων ἔοι‐ κεν ὁ Ἱπποκράτης οὐ τοὺς πάνυ συνήθεις λεγομένους κα‐ τάῤῥους δηλοῦν, τοὺς ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα διὰ
5τῆς τραχείας ἀρτηρίας γιγνομένους, ἀλλὰ πάντα καταφερό‐ μενα ῥεύματα διὰ τῶν φλεβῶν ἀπὸ τῆς κεφαλῆς εἰς τὰ κά‐ τω μόρια. διὸ καὶ τὸ συντόμως ἀπολλύντες καλῶς δοκεῖ προσκεῖσθαι, διότι ταχεῖαν τὴν κρίσιν οὗτοι ποιοῦνται τῶν ἄλλων χρονιζόντων. ἔνιοι δὲ τῶν ἐξηγητῶν κατάῤῥους ἀκού‐
10σαντες τοὺς ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα γιγνομέ‐ νους διὰ φάρυγγος καὶ ἀρτηρίας, μετὰ τῆς ἀποφάσεως τῆς οὐ γράφουσι τὴν λέξιν. κατάῤῥους γίγνεσθαι τοῖς πρεσβυ‐ τέροισι, οὐ συντόμως ἀπολλύντας, εἰκότως φάσκοντες. οὐ γὰρ πέττεται τὰ ψυχρὰ τῶν ῥευμάτων αὐτοῖς διὰ τὴν ἡλι‐
15κίαν. ἔν τισι δὲ τῶν ἀντιγράφων γέγραπται συντόμως ἀπολ‐ λύντες, ἐπειδὴ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων αὐτὸς εἶπεν, ὥστε ἐξαπίνης ἀπόλλυσθαι.
— — —589 in vol. 17.2

17b

590

ιγʹ. Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται τὸ δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἰσχυ‐ ραὶ ἐς τὸν χειμῶνα γίνονται καὶ βῆχες καὶ βράγχοι καὶ
5 κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.
— — —
Τὴν αὐτὴν κρᾶσιν ἀνατέθεικε νῦν θέρει καὶ φθινοπώ‐ ρῳ, τὴν μικρὸν ἔμπροσθεν εἰρημένην περί τε χειμῶνος καὶ ἦρος ἡνίκα ἔλεγεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος
10γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ ταύτῃ τῇ καταστάσει τοῦ θέρους ἔφησε τοὺς πυρετοὺς ὀξεῖς, ὀφθαλμίας καὶ δυσεντερίας γίγνεσθαι. νυνὶ δὲ ἐν τῷ χειμῶνι κεφαλαλγίας καὶ βῆχας καὶ βράγχους καὶ κορύ‐ ζας· προσέγραψε δὲ οὔτε ἐκεῖ τὴν τοῦ θέρους κατάστασιν,
15οὔτε ἐνταῦθα τὴν τοῦ χειμῶνος ὡς ἐν τῇ κατὰ φύσιν ἀξιῶν φυλάττεσθαι κράσει τὰς ὥρας ἀμφοτέρας. ἐὰν γὰρ ἔτι καὶ
κατὰ ταύτας ἑτέρα τις γένηται δυσκρασία τοῦ περιέχοντος,590 in vol. 17.2

17b

591

ἔσται τι καὶ δι’ ἐκείνην ἕτερον ἐπὶ τοῖς εἰρημένοις νοσήμασι τῆς δυσκρασίας οἰκεῖον. ἀλλ’ ἐπὶ μὲν ἐκείνης τῆς καταστά‐ σεως, ἐν ᾗ τὸν χειμῶνά φησιν αὐχμηρὸν καὶ βόρειον γενέ‐ σθαι, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον αὐτὸς ἔγραψε τὰς
5αἰτίας τῶν εἰρημένων νοσημάτων ἐν τῷ θέρει γενέσθαι, ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων βιβλίῳ. ἐπὶ δὲ τῆς νῦν προκειμένης οὐδὲν εἶπεν ἐν ἐκείνῳ. μετὰ γὰρ τὰς δύο τὰς προγεγραμμένας καταστάσεις μίαν μὲν ἐν ᾗ τὸν χει‐ μῶνα βόρειόν τε ἅμα καὶ αὐχμηρὸν ἄξιοι γενέσθαι, τὸ δ’
10ἔαρ ἔπομβρον καὶ νότιον, ἑτέραν δὲ ἐν ᾗ τοὐναντίον ἔπομ‐ βρον μὲν καὶ νότιον τὸν χειμῶνα, τὸ δ’ ἔαρ αὐχμηρὸν καὶ βόρειον. τὴν δ’ ἐφεξῆς αὐταῖς τήνδε τρίτην οὖσαν τροπὴν, ὑπὲρ ἧς ὁ ἐνεστηκὼς λόγος, οὐκέτι προσέγραψεν, ἀλλὰ ἀντὶ ταύτης ἑτέραν τοιαύτην. ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ
15βόρειον γένηται καὶ φθινόπωρον ὡσαύτως, ἀνάγκη τὸν χει‐ μῶνα νοσερὸν εἶναι· εἶτ’ ἐφεξῆς ἄλλας τινὰς οὐδὲ ἐκείνας ὡσαύτως τῇ νῦν προκειμένῃ. περὶ μὲν οὖν ἐκείνων, ὅταν
εἰς αὐτὰ ἐξηγησώμεθα, τὸν λόγον ποιησώμεθα. νυνὶ δὲ περὶ591 in vol. 17.2

17b

592

τῆς ἐν τοῖς ἀφορισμοῖς εἰρημένης ὑπ’ αὐτοῦ λέγωμεν, ἀρχὴν τῷ λόγῳ τὴν αὐτὴν θέμενοι τὴν μικρῷ πρόσθεν εἰρημέ‐ νην. φυλάττειν γὰρ εἰκός ἐστιν αὐτὸν ὅμοιον τῷ κατὰ φύσιν τὸν χειμῶνα, τουτέστιν ὑγρόν τε καὶ ψυχρὸν
5εἰς ὅσον αὐτῶν ἑκάτερον πρέπει τοῖς εὐκράτοις τῆς οἰκου‐ μένης χωρίοις, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὧν ὀλίγον ὕστερον ὀνομαστὶ μνημονεύσω, φυλάξαντός τε τὴν ἑαυτοῦ κρᾶσιν τοῦ χειμῶνος οὐδὲν ἐν αὐτῷ συστήσεται ἰσχυρὸν νόσημα, κεφαλαλγίαι δὲ μόνον καὶ βῆχες καὶ βράγχοι καὶ
10κόρυζαι, πεπληρωμένης τῆς κεφαλῆς συμπτώματα. εἰ μὲν οὖν, ὡς καὶ πρόσθεν ἔφην, ἀμφοτέραις ταῖς ὥραις, τῇ θερι‐ νῇ καὶ τῇ φθινοπωρινῇ, τοὺς νοτίους ὄμβρους γενέσθαι συνέβη, τάχα μὲν ἂν καὶ κατ’ αὐτὸ τὸ θέρος. εἰ δὲ μὴ, ἀλλὰ πάντως γε κατὰ τὸ φθινόπωρον ἐπεδήμησεν ἂν οἰκεῖα
15νοσήματα καταστάσεως ὑγρᾶς καὶ νοτίου. νῦν ἐπειδὴ τὸ θέρος αὐχμηρόν τε καὶ βόρειον ὑπέθετο προγεγονέναι, τὸ δὲ φθινόπωρον ὑγρόν τε καὶ νότιον, εὔλογον οὐ μόνον αὐτίκα
νοσεῖν οὐκ ἄρξασθαί τινας, ἀλλὰ καὶ τῆς ἀμετροτέρας ἐν592 in vol. 17.2

17b

593

τῷ θέρει ξηρότητος ἴαμα ἔχειν οὐ σμικρὸν τὴν ἐν τῷ φθι‐ νοπώρῳ κατάστασιν ὑγρὰν γενομένην. ἐπεὶ δ’ ὅλον τὸ φθι‐ νόπωρον ἠκολούθησε τοιοῦτον, ἀναγκαῖον ἔσται τοῖς ὑγρο‐ τέραν ἔχουσι τὴν φύσιν ἱκανώτερον τοῦ μετρίου πληρωθεί‐
5σης τῆς κεφαλῆς ἀπαντῆσαι κατὰ τὸν χειμῶνα τὰ προει‐ ρημένα νοσήματα, τισὶ δ’ αὐτῶν δηλονότι καὶ φθίσιν, ὅσοι πρὸς τὸ πάθος ἐπιτηδείως εἶχον, οἵ τε κατὰ τὸν θώ‐ ρακα στενοὶ καὶ οἷς ἀπὸ τῆς κεφαλῆς εἰς πνεύμονα κατα‐ φέρεται ῥεῦμα. τούτοις οὖν ἔσονται φθίσεις, τοῖς δ’ ἄλ‐
10λοις οὐδὲν μὲν ἰσχυρὸν νόσημα, τὰ δὲ περὶ τὰς βῆχας καὶ τοὺς βράγχους, ὅσα τ’ ἄλλα γενήσεται συμπτώματα τοιαῦ‐ τα τῆς χειμερινῆς ὥρας, πεπληρωμένας ὑπὸ τῶν νοτίων ὄμβρων κεφαλὰς διαδεξαμένης, εἶτ’ ἐπ’ ἐνίων μὲν αὐτὸ δὴ τοῦτο μόνον ἐργασαμένης, ὡς ἐν τῇ κεφαλῇ δια‐
15μένον τὸ περιττὸν, ἀλγήματος αἴτιον αὐτῇ γίνεσθαι. δια‐ φορεῖ γὰρ οὐδὲν πλῆθος οὐδὲ καθ’ ἓν μόριον ὁ χειμών. ἐπ’ ἐνίων δὲ συναχθείσης ἐπὶ πλέον καὶ οἱονεὶ πιληθείσης
τῆς κεφαλῆς, ἐκθλιβόμενον τὸ περιττὸν εἰς τὰ κάτω τῆς593 in vol. 17.2

17b

594

κεφαλῆς ἰέναι χωρία. τοῦτο μὲν οὖν οἷον κάθαρσίς ἐστι καὶ κένωσις τῆς κεφαλῆς. ἐφ’ ὧν δὲ διὰ τὸ βαρυνθῆναι τῷ πλήθει προκαμοῦσα τὸ τοῦ χειμῶνος οὐκ ἤνεγκε κρύος, ἐπὶ τούτων ψυχθεῖσα κατὰ δυσκρασίαν ἤδη μειζόνων ῥευ‐
5μάτων αἰτία τοῖς κάτω μέρεσιν ἑαυτῆς γίνεται.
— — —
ιδʹ. Ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσιν ἐοῦσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον, τοῖσι δὲ
10 λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ καὶ πυρετοὶ ὀξέες καὶ κόρυζαι χρόνιαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι.
— — —
Οὗτος ὁ λόγος ὁ νῦν εἰρημένος εὔδηλον ὡς οὐκ ἔστι τέ‐ λειος ἀφορισμὸς, ἀλλ’ ἑνὸς ἀφορισμοῦ μέρος δεύτερον, οὗ
15τὸ πρότερον μέρος ἄρτι πεπαύμεθα διεξερχόμενοι. μενού‐
σης γὰρ κοινῆς τῆς κατὰ τὸ θέρος ὑποθέσεως ἀμφοτέροις594 in vol. 17.2

17b

595

τοῖς λόγοις, ὁ μὲν πρότερος ἔπομβρον καὶ νότιον ἐπ’ αὐτῇ προϋποτίθεται τὸ φθινόπωρον, ὁ δὲ δεύτερος ὁ νῦν ἐνε‐ στὼς ἄνυδρον καὶ βόρειον. ὅτι δ’ οὐδὲν διαφέρει ξηρὸν ἢ αὐχμηρὸν ἢ ἄνυδρον εἰπεῖν πρόδηλον παντί. γενομένων οὖν
5ἀμφοτέρων τῶν ὡρῶν αὐχμηρῶν τε καὶ ξηρῶν, αἱ μὲν ὑγραὶ φύ‐ σεις οὐ μόνον οὐδὲν βλαβήσονται πρὸς τῆς τοιαύτης κατα‐ στάσεως, ἀλλὰ καὶ ὠφέλειά τις ἐν αὐταῖς γενήσεται. τὴν δ’ αἰτίαν αὐτὸς εἶπεν ἐν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων οὕτω γράψας· τοῖσι δὲ φλεγματίῃσι ταῦτα πάντα
10ἀρωγά ἐστιν. ἀναξηραίνονται γὰρ καὶ εἰς τὸν χειμῶνα ἀφικνέονται οὐ πλαδῶντες, ἀλλ’ ἀνεξηραμμένοι. τοῖσι δὲ λοιποῖσιν, ὅσοι μὴ τοιοῦτοι, ξηραὶ μὲν ὀφθαλμίαι, πυρετοὶ δὲ ὀξέες ἕπονται καὶ κόρυζαι, τισὶ δ’ αὐτῶν καὶ μελαγχο‐ λίαι. τὴν δ’ αἰτίαν τῆς τούτων γενέσεως αὐτὸς εἶπεν ἐν
15τῷ προγεγραμμένῳ βιβλίῳ διὰ τῆσδε τῆς λέξεως· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίνεται, λίαν γὰρ ἀναξηραί‐ νονται καὶ ὀφθαλμίαι τούτοισι ἐπιγίνονται ξηραὶ καὶ πυρε‐
τοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι· εἶτα595 in vol. 17.2

17b

596

ἐπιφέρων φησὶ, τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδα‐ ρέστατον ἀποξηραίνεται καὶ ἀναλίσκεται, τὸ δὲ παχύτα‐ τον καὶ δριμύτατον λείπεται, καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον, ἀφ’ ὧν ταῦτα τὰ νοσήματα αὐτοῖς γίνεται.
5ταῦτα μὲν οὖν ἡμῖν εἰς τὰς προκειμένας καταστάσεις αὐ‐ τάρκως εἰρήθη. διὰ τί δὲ μόνον τούτων τῶν καταστάσεων ἐμνημόνευσεν ὁ Ἱπποκράτης, οὐσῶν γε ἄλλων πολλῶν, οὐκ ἔχω φάναι. δηλῶσαι δὲ μᾶλλον βούλομαι τὴν μέθοδον, ᾗ τις ἂν χρώμενος, συμπλέκοι πάσας τὰς καταστάσεις, οὖσαν
10τοιαύτην. ἄρξασθαι μὲν οὖν ἀναγκαῖόν ἐστιν ὡς ἀπὸ στοι‐ χείων, τῶν ἁπλῶν δυσκρασιῶν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. διελόμενον δὲ αὐτὰς εἴς τε τὰς πάνυ μικρὰς καὶ εἰς τὰς πάνυ σφοδρὰς καὶ εἰς τὰς καὶ μετὰ ταῦτα εἰπεῖν περὶ ἑκάστης τῶν εἰρημένων δυσκρασιῶν, ἐν ἑκάστῃ τῶν
15ὡρῶν γενομένης, τίνα γεννήσει νοσήματα καθ’ ἑκάστην φύ‐ σιν, εἶθ’ ἑξῆς συμπλέκειν ἀλλήλαις δυοῖν ὡρῶν δυσκρασίαν, ὡς νῦν Ἱπποκράτης ἐπεχείρησε. διελθόντας δὲ καὶ ταύτας
ἁπάσας ἐφεξῆς τὰς τῶν τριῶν ὡρῶν δυσκρασίας συμ‐596 in vol. 17.2

17b

597

πλέξαι πάσας πάσαις, εἶθ’ ἑξῆς τὰς τῶν τεσσάρων, οὕτως γὰρ ἂν ἡ γυμνασία γένοιτο τελεία. ταυτὶ μὲν οὖν ἴσως ποτὲ καὶ ἡμεῖς, σχολῆς ἐὰν ἐπιλαβώμεθα πλείονος, ἰδίᾳ γράψομεν. ἐν τῷ παρόντι δ’ ἀρκείτω μόνον τοῦτο εἰρημέ‐
5νον ὡς ὀλίγας πάνυ συμπλοκὰς δυσκρασιῶν ἔγραψεν ὁ Ἱπ‐ ποκράτης, ὡς παράδειγμα δοκεῖν εἶναι μᾶλλον αὐτὰς, ἤ τι μέρος ἀξιόλογον ὅλης τῆς περὶ ταῦτα διδασκαλίας. ἐροῦμεν δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν, ἐπειδὰν ἐξηγησώμεθα τό τε περὶ τῶν ὑδάτων καὶ ἀέρων καὶ τόπων σύγγραμμα καὶ τὸ πρῶ‐
10τον τῶν ἐπιδημιῶν. ὃ δὲ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν ἐρεῖν ἤδη προγράψας ἐπ’ αὐτῷ καταπαύσω τὸν λόγον. ἀκούειν γὰρ ἡμᾶς χρὴ τῶν καταστάσεων ἁπασῶν ὧν ἔγραψεν ὁ Ἱπποκράτης ἐν τοῖς εὐκράτοις χωρίοις τῆς οἰκουμένης γι‐ νομένων, ἐξῃρημένων τοῦ λόγου τῆς μὲν Θρᾴκης ὅσα τῆς
15θαλάττης ἀποκεχώρηκεν, ὑγρὰ γὰρ ταῦτα καὶ ψυχρὰ πε‐ ραιτέρω τοῦ μετρίου, καθάπερ τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην θερμὰ καὶ ξηρὰ, πλὴν κἀνταῦθα τῶν ἐπὶ τῇ θα‐
λάττῃ κειμένων. ἐν γὰρ τοῖς ψυχροῖς χωρίοις ὁποῖα τὰ597 in vol. 17.2

17b

598

κατὰ τὴν Θρᾴκην ἐστὶ καὶ Πόντον, ἐπειδὴ ταπεινὰ τὰ πρὸς τῇ θαλάττῃ, διὰ τοῦτ’ ἔστι θερμότερα ταῖς κράσεσιν. ἐν δὲ τοῖς θερμοῖς ὁποῖα τὰ κατ’ Αἴγυπτόν τε καὶ Λιβύην, ἐπειδὴ τοῦ θέρους ἀναψύχεται τοῖς ἀρκτικοῖς ἀνέμοις, διὰ
5τοῦτ’ ἔστιν ἧττον θερμὰ τῶν ἀποκεχωρηκότων εἰς μεσόγειον. ἡ δ’ ἀκριβῶς εὔκρατός τε καὶ μέση ζώνη τῆς οἰκουμένης ἐστὶν ἡ διὰ Κνίδου καὶ Κῶ καὶ ὅσα χωρία μὴ πολὺ τού‐ των ἀποκεχώρηκεν, ἤτοι πρὸς ἄρκτον ἢ πρὸς νότον. ἐπι‐ νοῆσαι δέ σε χρὴ δι’ ὧν εἴρηκα χωρίων, ἐπ’ ἀνατολήν τε
10καὶ δύσιν εὐθεῖάν τινα τεταμένην γραμμὴν εἶναι, τὴν εὔ‐ κρατον καλουμένην ζώνην καὶ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δει‐ νῶν ἀκριβῶς νοήσεις. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἀστρολόγων οὐ ζώνας, ἀλλὰ παραλλήλους τὰς τοιαύτας ἐπὶ τῆς γῆς ὁμοιότητας τῶν οἰκήσεων ἐπ’ ἀνατολῆς ἕως δύσεως ἐκτετα‐
15μένας. ὁ μὲν οὖν λόγος τῷ Ἱπποκράτει περὶ τούτων ἐστὶ μάλιστα τῶν χωρίων, ἡ δὲ τῶν ὡρῶν τάξις, ὡς αὐτός τε πολλάκις ἐνδείκνυται διὰ τῶν ἐπιδημιῶν οἵ τ’ ἄριστοι τῶν
περὶ τὰ τοιαῦτα δεινῶν ἔγραψαν, ἥδ’ ἐστίν. ἐπιτολὴ πλειά‐598 in vol. 17.2

17b

599

δος ἀρχὴ θέρους ἐστὶ, μεθ’ ἣν κυνὸς ἐπιτολὴ τῆς καλου‐ μένης ὁπώρας, ἣν δὴ καὶ αὐτὴν τὸ δεύτερον μέρος τοῦ θέρους τίθενται, μεθ’ ἣν ἀρκτοῦρος ἐπιτέλλων ἀρχὴν ποι‐ εῖται φθινοπώρου, κᾄπειτα δύσις πλειάδων χειμῶνος ἀρχὴ
5γίνεται, εἶτα μετὰ τὸν χειμῶνα ἰσημερία τὴν ἀρχὴν ἔχει τοῦ ἦρος.
— — —
ιεʹ. Τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ
10 αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θα‐ νατώδεες.
— — —
Ὅτι βέλτιον ἦν τῶν προειρημένων ἀφορισμῶν, ἐν οἷς διδάσκει περὶ τῆς ἐν ταῖς ὥραις καταστάσεως γεγράφθαι
15τοῦτον πρῶτον τὸν ἀφορισμὸν, ὃν νῦν προκεχειρίσμεθα, δι’ αὐτῶν τῶν πραγμάτων ἐμάθομεν. ἐπειδὴ πρότερόν ἐστι
καὶ τῇ φύσει καὶ τῇ διδασκαλίᾳ τὸ ἁπλοῦν τοῦ συνθέτου·599 in vol. 17.2

17b

600

μετ’ ἐκεῖνον οὖν τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοί. πρότερον μὲν τάξομεν οὗ ἡ ἀρχὴ, αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι. δεύτερον δὲ τόν γε νῦν ἡμῖν προ‐
5κείμενον, ἐν ᾧ τῶν ὅλων τοῦ ἐνιαυτοῦ καταστάσεων προ‐ κρίνει τοὺς αὐχμοὺς τῶν ἐπομβρίων, εἰκότως. ἐν μὲν γὰρ τοῖς αὐχμοῖς διαφορεῖται τὰ περιττὰ ὑγρὰ, κατὰ δὲ τὰς ἐπομβρίας ἔνδον τοῦ σώματος ἀθροιζόμενα σήπεται πλὴν εἴ τις αὐτὰ καθ’ ἑκάστην ἡμέραν ἀθροιζόμενα ἐκκαθαίρει
10τοῖς γυμνασίοις. οὐ μεγάλη γὰρ ἡ διὰ τῶν βαλανείων κέ‐ νωσις καὶ μόνος σχεδόν τι τῶν κατὰ τὸ δέρμα. τὰ δ’ ἐν τῷ βάθει κατεσπαρμένα τῇ τε σαρκὶ καὶ τοῖς στερεωτέ‐ ροις ὀργάνοις οὐκ αὐτάρκως ἐκκενοῦται διὰ τῶν βαλανείων, οὐ μὴν οὐδὲ διὰ τῶν καθαρτικῶν φαρμάκων ἡ κένωσίς γε
15τῶν περιττῶν ἐπιτήδειος. μεγάλως τε γὰρ δεομένοις χρή‐ σιμος καὶ διὰ χρόνων μακρῶν, αἱ δὲ τῶν ὁσημέραι γενομέ‐
νων ἐν τῷ σώματι περιττωμάτων κενώσεις ἐλάττους εἰσὶν600 in vol. 17.2

17b

601

ἢ κατὰ φαρμάκου καθαίροντος ἐνέργειαν. εἰ δὲ καὶ βουλη‐ θείη τις αὐταῖς χρῆσθαι δὶς τοῦ μηνὸς ἢ πάντως γε ἅπαξ εὐλαβούμενος ἀθροισθῆναι πολλὰ τῶν περιττωμάτων, κακώ‐ σει τὸ σῶμα, μετὰ καὶ τοῦ μοχθηρῷ περιβάλλειν ἔθει. τῆς
5γάρ τοι τροφῆς τὸ μὲν οἷον ὀῤῥῶδές ἐστι καὶ ὑγρὸν, ὃ χά‐ ριν τῆς ἀναδόσεως αὐτῇ μέμικται, τὸ δὲ οἷον λιγνυῶδες περίττωμα κατὰ πλεῖστά γε τῶν σιτίων ὅσα μοχθηρότερα καὶ διαφεύγει τὴν ἐργασίαν τῆς φύσεως, ὡς μήθ’ ὁμοιωθῆ‐ ναι τῷ τρεφομένῳ σώματι μήτε προσφῦναι. ταῦτα οὖν
10πάντα κενοῦσθαι μὲν ἐφ’ ἡμέρᾳ δεῖται, κενοῦται δὲ μᾶλ‐ λον ἐν ταῖς ξηραῖς καταστάσεσιν ἤπερ ἐν ταῖς ὑγραῖς καὶ διὰ τοῦτο ταύτας ὑγιεινοτέρας εἶπεν.
— — —
ιστʹ.
15Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνε‐
ται πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες601 in vol. 17.2

17b

602

καὶ ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι. ἐν δὲ τοῖ‐ σιν αὐχμοῖσι φθινώδεες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγ‐ γουρίαι καὶ δυσεντερίαι.
— — —
5
Τὸ μὲν τοὺς μακροὺς πυρετοὺς ὑγρότητος ἕπεσθαι πλή‐ θει θαυμαστὸν οὐδὲν, εἴ γε δέονται μὲν τῆς πέψεως οἱ κάμνοντες εἰς λύσιν τῶν νοσημάτων, τὰς πλείονας δὲ ὑγρό‐ τητας εἰκὸς ἐν πλείονι χρόνῳ πέττεσθαι. προσέτι δὲ καὶ τὸ ψυχροτέρους καὶ φλεγματικωτέρους ἐν ταῖς ἐπομβρίαις
10γίνεσθαι τοὺς χυμοὺς, ὥσπερ αὖ πάλιν ἐν τοῖς αὐχμοῖς χολωδεστέρους, ὥστε καὶ κατὰ τοῦτο χρονιοῦσι μὲν ἐν ταῖς ἐπομβρίαις, ὀξύτεροι δὲ ἐν τοῖς αὐχμοῖς πυρετοὶ γενήσον‐ ται, τὸ δὲ καὶ τὰς ῥύσεις τῆς κοιλίας εἰκότως ἐν ταῖς ἐπομβρίαις γίνεσθαι, τῆς ἐν τοῖς χυμοῖς περιουσίας ἐκκα‐
15θαιρομένης διὰ τῆς γαστρὸς οὐκ ἄδηλον, ὥσπερ γε οὐδὲ τὰς σηπεδόνας· ἀσηπτότερα γὰρ ἐναργῶς ὁρᾶται τὰ ξηρὰ τῶν ὑγρῶν. εἰσὶ δὲ δήπου καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἐπιληψίαι
φλεγματικὰ νοσήματα. κυνάγχη δὲ γίνεται μὲν ἔστιν ὅτε602 in vol. 17.2

17b

603

καὶ αὐτοῦ τοῦ πλήθους τῶν περιττωμάτων ἐνεχθέντος εἰς φάρυγγα. γίνεται δὲ ὡς τὰ πολλὰ καὶ τῶν ἐκ τῆς κεφαλῆς ῥευμάτων ἐν φάρυγγι στηριχθέντων. ὅτι δὲ ἐν ταῖς ἐπομ‐ βρίαις τά τε ἄλλα ῥεύματα καὶ μάλιστα τὰ ἐκ τῆς κεφαλῆς
5ὁρμώμενα πλεονάζει, πρόδηλόν ἐστι καὶ λέλεκται πολλάκις. ἐν δὲ τοῖς αὐχμοῖς τάς τε φθινώδεις νόσους φησὶ πλεονά‐ ζειν καὶ τὰς ὀφθαλμίας, ἀρθρίτιδάς τε καὶ στραγγουρίας καὶ δυσεντερίας, ἀδιοριστότερον ὡς ἐμοὶ δοκεῖ, τὴν περὶ τούτων ἀπόφασιν ποιησάμενος. αἱ γὰρ φθινώδεις νόσοι
10δύο ταύταις ἕπονται καταστάσεσι, τῇ τε ἄκρως ψυχρᾷ, καθ’ ἣν καὶ ῥήγνυνταί τι τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀγγείων τινὰ, καὶ τῇ μεθ’ ὑγρότητος θερμῇ, καθ’ ἣν ἡ κε‐ φαλὴ πληρουμένη καταπέμπει τῷ πνεύμονι ῥεύματα. τῇ δὲ ξηρᾷ μὲν, ὅσον ἐπὶ τῇ θερμότητι καὶ ψυχρότητι κατὰ φύ‐
15σιν ἐχούσῃ, πάντα μᾶλλον ἢ φθινώδεες ἀκολουθήσουσι νόσοι. διό μοι δοκοῦσί τινες ἀναγκασθῆναι τὸ περὶ τῶν ὀφθαλμῶν ἀκοῦσαι τὸ φθινῶδες, ἵνα ὁ λόγος ᾖ τοιοῦτος.
ἐν δὲ τοῖς ἀμέτροις αὐχμοῖς αἵ τ’ ὀφθαλμίαι φθινώδεις603 in vol. 17.2

17b

604

γίνονται, τουτέστιν εἰς φθίσιν ὀφθαλμῶν τελευτῶσι, καθ’ ἣν ἀτροφώτεροί τε καὶ ξηρότεροι τῶν κατὰ φύσιν ἀποτελοῦνται μετὰ τοῦ καὶ τὴν κόρην αὐτῶν στενὴν γίνεσθαι, ξηραινο‐ μένων δηλονότι τῶν ὑγρῶν, ὑφ’ ὧν διατεινομένη μετρίως
5μὲν ἐν τῇ κατὰ φύσιν ἐφυλάττετο συμμετρίᾳ, μειζόνως δὲ ἢ προσῆκεν εἰς πλάτος ἐξετείνετο μοχθηρόν. εἰ δ’ αὐ‐ τὰς καθ’ ἑαυτὰς ἀκούομεν εἰρῆσθαι τὰς ὀφθαλμίας, προσθήσομεν αὐταῖς τὰς ξηράς. εἴρηται δ’ ὀλίγον ἔμπρο‐ σθεν ἡ αἰτία τοῦ ξηρὰς ὀφθαλμίας ἐν τοῖς ἀμέτροις αὐ‐
10χμοῖς γίνεσθαι. καὶ μὲν δὴ καὶ τὰ ἀρθριτικὰ νοσήματα τὰ μὲν ἐπὶ ῥεύμασιν, οὐδὲ ὅλως ἔσται κατὰ τὰς ἀμέτρους ξηρότητας, τὰ δ’ ὑπὸ δριμύτητός τινος, ἐὰν καὶ θερμότης ἄμετρος προσγένηται, τηνικαῦτα μόνον ἔσται. τίνας οὖν εἴ‐ ρηκεν ἀρθρίτιδας ἐν τοῖς αὐχμοῖς γίνεσθαι ζητητέον. εἰ
15γὰρ ἄμετροι γεννηθέντες δαπανήσειαν ἐκ τῶν ἄρθρων τὴν ὑγρότητα, δυσκινησίαν μέν τινα κατὰ ξηρότητα ποιήσουσιν, ἴσως δ’ ἄν ποτε καὶ ἄλγημα. τὴν μέντοι καλουμένην ἀρ‐
θρῖτιν οὐκ ἂν ἐργάσαιντο, πλὴν εἰ πᾶν ἄρθρων ἄλγημα κα‐604 in vol. 17.2

17b

605

λεῖν τὸ τοιοῦτόν τις ἐθέλῃ. καίτοι αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν φησιν, ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες, σκελέων ἀκρατέες ἐγένοντο· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλ‐ γέες, οὐκ ἀρθριτικοὺς, ἀλλὰ γονυαλγεῖς ὠνόμασεν αὐτούς.
5ἴσως δ’ ἄν τις λέγοι μὴ τὸν ἑνὸς ἄρθρου πόνον, ἀλλὰ τῶν πολλῶν ἀρθρῖτιν ὀνομάζεσθαι, καὶ κατὰ τοῦτο μηδέπω τοὺς γονυαλγεῖς ἀρθριτικοὺς προσαγορεύεσθαι. περὶ μὲν οὖν τῆς ἀρθρίτιδος ἀρκείτω διηπορῆσθαι μέχρι τοσούτου· περὶ δὲ τῶν στραγγουριῶν ἐφεξῆς εἴπωμεν. οὐδὲ γὰρ οὐδ’
10αὑταὶ τοῖς αὐχμοῖς ἁπλῶς ἕπονται, χωρὶς τοῦ διορίσασθαι τοὺς τρεῖς διορισμοὺς, ἕνα μὲν τὴν ἀμετρίαν τῆς ξηρότη‐ τος, ἕτερον δὲ τὴν μετὰ θερμότητος, καὶ τρίτον τὴν μετὰ ψυχρότητος, ὧν οὐκ ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀλλ’ ἐάν τις, ὡς ἔφην, ἐθελήσῃ πασῶν τῶν ἐν ταῖς ὥραις καταστά‐
15σεων ἐρευνήσασθαι τὴν φύσιν, οὕτως αὐτῷ ποιητέον. ἔσται δ’ ὁ λόγος σαφὴς ἐπὶ παραδείγματος αὐτοῦ τοῦ νῦν προ‐ κειμένου σκέμματος. αὐχμὸς μὲν γὰρ ἄμετρος ἐν μὲν
ταῖς εὐκράτοις φύσεσιν ἑτέραν ἐργάζεται κατὰ τὸ σῶμα605 in vol. 17.2

17b

606

διάθεσιν, ἑτέραν δ’ ἐν ταῖς ξηραῖς, ὥσπερ γε κἀν ταῖς ὑγραῖς ἑτέραν. οὕτω δὲ καὶ κατὰ τὴν θερμήν τε καὶ ψυ‐ χρὰν ἄλλην ἐν ἑκατέρᾳ διάθεσιν ἐργάζεται. καὶ κατὰ τὰς συζυγίας δὲ τῶν ἁπλῶν δυσκρασιῶν ἄλλην μὲν ἐν τῇ θερ‐
5μῇ τε καὶ ξηρᾷ, διαφέρουσαν δ’ αὐτῆς ἐν τῇ ψυχρᾷ τε καὶ ξηρᾷ, κἀπὶ τῶν ὑπολοίπων δυοῖν ὡσαύτως. ὥσπερ δ’ ἁπλῆν φυλάξαντες ἄρτι τὴν τοῦ περιέχοντος δυσκρασίαν καθ’ ἑκάστην φύσιν ἔφαμέν τινα ἰδίαν ἐργάζεσθαι διάθε‐ σιν, οὕτω σύνθετον ὑποθέμενοι καθ’ ἑκάστην αὖ πάλιν
10φύσιν ἐπισκεψόμεθα τὰς ἐσομένας διαθέσεις. ἔσται δὲ σύνθετος ἡ ξηρὰ τοῦ περιέχοντος κατάστασις, ὅταν ἤτοι μετὰ ψυχρότητος ἢ θερμότητος μιχθῇ. καίτοι γε ἁπλῆ δόξειεν ἂν εἶναί πως σύνθετος, ἐμίγνυτο γὰρ εὐκράτῳ κα‐ ταστάσει μέσῃ τῶν ἀμετριῶν ἑκατέρων, τῆς τε κατὰ
15θερμότητα καὶ τῆς κατὰ ψυχρότητα. συγκεχωρημένου δ’ ἐν ταῖς διδασκαλίαις ἁπλᾶς μὲν δυσκρασίας γίγνεσθαι τὰς κατὰ μίαν ποιότητα τοῦ κατὰ φύσιν ἐξισταμένας, οὐχ ἁπλᾶς
δὲ τὰς κατὰ πλείους· εἰκότως. ὅταν ἐν μὲν τῇ κατὰ τὸ ξη‐606 in vol. 17.2

17b

607

ρόν τε καὶ ὑγρὸν ἀντιθέσει δύσκρατον ᾖ τὸ περιέχον, ἐν δὲ τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν εὔκρατον, ἁπλῆν ἐροῦμεν εἶναι τὴν δυσκρασίαν. ἐφ’ ἁπάντων οὕτω σκοποῦ‐ σιν ἡμῖν εὔδηλον εἰς ὅσον ἐκταθήσεται μῆκος ὅ τ’ ἄλλος
5τῶν καταστάσεων λόγος, ὅ τε νῦν εἰρημένος ἐπὶ τῆς κύ‐ στεως. αἱ γάρ τοι στραγγουρίαι γίγνονται διά τε τὴν δριμύτητα τῶν οὔρων καὶ ἀῤῥωστίαν τῆς ἐν τῇ κύστει κα‐ θεκτικῆς δυνάμεως, ἥτις πάλιν ἀῤῥωστία γίνεται δι’ ἄμε‐ τρόν τινα δυσκρασίαν. οὐσῶν δ’ ὀκτὼ τῶν ἀμετριῶν, καθ’
10ἑκάστην αὐτῶν ἄῤῥωστός τε ἡ κύστις ἔσται καὶ διὰ τοῦτο ἀκολουθήσουσιν αὐτῇ στραγγουρίαι. καὶ μὲν δὴ καὶ αἱ δριμύτητες τῶν οὔρων ὑπὸ δυσκρασιῶν γίγνονταί τινων καὶ μᾶλλον ἐπὶ τῆς κατὰ τὸ θερμὸν, ἐφεξῆς δ’ ἐπὶ τῆς κατὰ τὰ θερμότητά τε καὶ ὑγρότητα καὶ τρίτον τῆς κατὰ
15ξηρότητα. γενήσεται γοῦν καὶ διὰ ταῦτα στραγγουρία τῶν αὐτῆς τῆς κύστεως παθῶν ἰδίων ἐξῃρημένων, οἷς ἀκολου‐ θοῦσιν αἱ στραγγουρίαι λόγῳ συμπτώματος, οἷον ὅταν ἤτοι
δι’ ἕλκος, ἢ ἐρυσίπελας, ἢ ἀπόστημα κατ’ αὐτὴν γενόμενον,607 in vol. 17.2

17b

608

ἢ φλεγμονὴν, ἤ τι τῶν τοιούτων ἕτερον, τῇ στραγγουρίᾳ συμ‐ πέσῃ. νυνὶ γὰρ οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ μόνον τῶν ἐκ τῆς τοῦ περιέχοντος κράσεως γινομένων ἐστὶν, ὥσπερ γε οὐδὲ περὶ τῶν ἐκ διαίτης τινὸς πλημμελοῦς. ἃ δὲ ἐπὶ
5τῆς στραγγουρίας εἴρηται, ταὐτά μοι νόει κἀπὶ τῆς δυσεν‐ τερίας εἰρῆσθαι, περὶ ἧς οὐδ’ αὐτὸς συμφέρομαι τῷ Ἱπ‐ ποκράτει. δυσεντερίαι γὰρ οὐχ ἁπλῶς ἀκολουθήσει ταῖς ξη‐ ρότησιν ἄνευ τοῦ διορίσασθαι, πρῶτον μὲν τὸ κατ’ αὐτὴν ἐσχάτως ἄμετρον εἶτα τὴν θερμότητα καὶ ψυχρότητα τοῦ
10περιέχοντος ἐξαλλαγὴν, εἶτα καὶ τὰς πασχούσας φύσεις τῶν σωμάτων. ἔστι δ’ οὐχ οὕτως ὑπὲρ Ἱπποκράτους ἀπορῆ‐ σαι δίκαιον, ὅτι τηλικαύτην θεωρίαν πρῶτος συστησάμενος οὐκ ἐξειργάσατο πᾶσαν, ὥσπερ Διοκλέους μὲν πρῶτον καὶ Μνησιθέου μετ’ αὐτὸν, εἶτα καὶ ἄλλων πολλῶν ἰατρῶν, ὅσοι
15ταῖς ἀληθέσιν ὁδοῖς Ἱπποκράτους χρώμενοι πολλὰ τῶν κατὰ μέρος ἐξεργάσασθαι προὔθεντο. δέον γὰρ αὐτοὺς εἴ‐
περ τι καὶ ἄλλο, τὴν περὶ τῶν καταστάσεων θεωρίαν ὡς608 in vol. 17.2

17b

609

ὑπεθέμην ἄρτι διαρθρώσασθαι καὶ πᾶσαν ἐξεργάσασθαι παντελῶς ὠλιγώρησαν. ἀλλ’ ἡμεῖς αὐτὸ πειρασόμεθα ποιῆ‐ σαι, γράψαντες ἑτέραν ἰδίαν πραγματείαν ὅλην περὶ τού‐ των. ταῦθ’ ἡμῖν πρότερον ὅσα μετὰ χεῖρας ἔχομεν συντε‐
5λεσθῇ.
— — —
ιζʹ. Αἱ δὲ καθ’ ἡμέρην καταστάσιες αἱ μὲν βόρειοι τά τε σώ‐ ματα ξυνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ
10εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, πονέουσι μᾶλλον. αἱ δὲ νότειοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ καρηβαρίας καὶ βαρυη‐ κοΐας καὶ ἰλίγγους ποιέουσιν, ἔν τε τοῖσιν ὀφθαλμοῖσι καὶ
15ἐν τοῖσι σώμασι δυσκινησίην καὶ τὰς κοιλίας ὑγραίνουσιν.
— — — Ξηρὸς καὶ ψυχρὸς ἄνεμος ὑπάρχων ὁ βοῤῥᾶς,
ἀναλίσκει μὲν ἅπαντα τὰ ἐκ τοῦ σώματος περιττὰ, τόνον609 in vol. 17.2

17b

610

δὲ ἐντίθησι τοῖς ὀργάνοις αὐτοῖς ἐκ τοῦ σφίγγειν τε καὶ συνάγειν αὐτὰ, πιλήσει τῆς οὐσίας. διὰ τοῦτο γοῦν βελτίω πάντα γίγνεται, φησὶ, κατά τε τὰς φυσικὰς καὶ τὰς ψυχι‐ κὰς ἐνεργείας. τὰς μὲν γὰρ ψυχικὰς ἐνεδείξατο διὰ τοῦ
5φάναι εὐκίνητά τε καὶ εὐηκοώτερα, τὰς δὲ φυσικὰς ἐνερ‐ γείας, ὅταν εὔχροα λέγῃ. κοινὸν δ’ ἀμφοῖν ἡ εὐτονία, καὶ δῆλον ὡς ἐκ μιᾶς αἰσθήσεως τῆς ἀκοῆς οἷον παραδείγματος ἐδήλωσε καὶ περὶ τῶν ἄλλων. ταυτὶ μὲν οὖν ἀγαθὰ ταῖς βορείαις ὑπάρχει καταστάσεσι καὶ μάλιστα τούτων ἀπο‐
10λαύουσιν οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα καὶ τούτων αὐτῶν οἱ ὑγρότεροι μᾶλλον. ὑπάρχει δέ τινα καὶ κακὰ ταῖς κατα‐ στάσεσι ταύταις, ἀλλὰ μικρὰ καὶ οὐχ ὅμοια τοῖς νοτίοις. πῶς γὰρ οὐ σμικρὰ τό τε ἐπισχεθῆναι τὴν γαστέρα καὶ δηχθῆναι τοὺς ὀφθαλμοὺς καὶ παροξυνθῆναι τὰς προϋπαρ‐
15χούσας ὀδύνας κατὰ τὸν θώρακα; γνώσῃ δ’ ἐναργέστερον αὐτῶν τὴν σμικρότητα παραβάλλων ταῖς νοτίαις καταστά‐
σεσιν, ἃς διαλύειν ἔφη τὰ σώματα. μέγιστον γὰρ τοῦτο κα‐610 in vol. 17.2

17b

611

κὸν εἰς ἅπαν ἐστὶν ἔργον, ζωτικόν τε καὶ ψυχικόν. οὐ μι‐ κρὸν δ’ οὐδ’ ἡ καρηβαρία τε καὶ δυσηκοΐα. περὶ δὲ τῶν ἰλίγγων τί δεῖ καὶ λέγειν; ἐγγὺς γὰρ οὗτοί εἰσιν ἐπιληψίας τε καὶ ἀποπληξίας. ἴλιγγος γάρ ἐστιν ἡ σκοτοδινία, ἥτις
5γίνεται ὑγροῦ μετὰ παχέος πνεύματος κινουμένου κατὰ τὴν κεφαλὴν, διὸ καὶ προηγεῖται ἐπιληψίας καὶ ἀποπληξίας. ἀλλὰ καὶ δυσκινησίας, φησὶ, κατά τε τοὺς ὀφθαλμοὺς ἀπο‐ τελοῦσι καὶ σύμπαν τὸ σῶμα, μοχθηρὰ δὲ καὶ ταῦτα τὰ συμπτώματα. μόνον δ’ ἐν αὐτοῖς ὑπάρχει τὸ μέτριον, ὅτι
10τὰς γαστέρας ὑγροτέρας ἐργάζονται. δρῶσι δὲ καὶ τοῦτο καὶ τὰ ἄλλα πάντα μάλιστα μὲν διὰ τὴν ὑγρότητα, πρὸς ταῦτα δὲ καὶ διὰ τὴν θερμότητα. καὶ τό γε κατὰ τὴν ἀρ‐ χὴν τοῦ λόγου γεγραμμένον ἄμεινον ἦν ἐνηλλάχθαι τῇ τάξει, πρῶτον μὲν ἔχον ἐν ἑαυτῷ τὸ ὑγιαίνουσι, δεύτερον δὲ τὸ
15διαλύουσιν, εἶθ’ οὕτω τὰ ἐφεξῆς. εἰ γὰρ ὑγραίνουσι καὶ τῶν ἄλλων ἕκαστον ποιοῦσι, συντελούσης εἰς ταῦτα καὶ τῆς θερμασίας. αἱ μὲν γὰρ ἐνέργειαι γίνονται διὰ τῶν στε‐
ρεῶν τοῦ ζώου μορίων, ἅπερ δὴ καὶ ὄντως ἐστὶν αὐτοῦ611 in vol. 17.2

17b

612

μόρια. βαρύνεται δὲ ταῦτα καὶ διὰ τοῦτ’ ἐνεργεῖ χεῖρον ὑπὸ πλήθους τῶν ὑγρῶν.
— — —
ιηʹ.
5Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ θέ‐ ρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ μέ‐
10 σοι τῇσιν ἡλικίῃσι.
— — —
Οὐ μόνον ἐπὶ τῶν ἡλικιῶν, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάν‐ των, ὅσα κατὰ κρᾶσιν ἤτοι συμμέτρως ἢ ἀμέτρως ἔχει τὸν εἰρημένον νῦν ὑπὸ Ἱπποκράτους λόγον ἐξετάζων εὑρήσεις
15ἀληθῆ. ταῖς μὲν γὰρ εὐκράτοις φύσεσι καὶ ἡλικίαις καὶ χώραις ἀρίστη τῶν ὡρῶν ἐστιν ἡ εὐκρατοτάτη, δεομέναις
γε οὐ μεταβολῆς ἧς ἔχωσιν ἕξεως, ἀλλὰ φυλακῆς, ἐπειδὴ612 in vol. 17.2

17b

613

τῶν ὄντων ἕκαστον ὑπὸ μὲν τῶν ὁμοίων φυλάττεται, μεταβάλλεται δὲ ὑπὸ τῶν ἐναντίων. ὥσθ’ ἡ τῶν παίδων ἡλικία καὶ τούτων μᾶλλον ἔτι ἡ τῶν μειρακίων, αὕτη γὰρ ἀρίστη τῶν ἡλικιῶν ἐστιν, ἐν ἦρι κάλλιστα διάγουσι, καὶ
5κατὰ τὸν αὐτὸν λόγον ὅσαι τῶν φύσεων ἢ τῶν χωρῶν εἰσιν εὔκρατοι. προσέθηκε δὲ τὸ ἦρι τὴν ἀρχὴν τοῦ θέρους ὁ Ἱπποκράτης, εἰς πλάτος ἐκτείνων τὴν χρείαν ἑκάστου τῶν θεωρημάτων. ἀκριβέστερον δ’ ἦν εἰπεῖν τὰ μὲν μειράκια τοῦ ἦρος, τοὺς δὲ παῖδας ἐν ἀρχῇ τοῦ θέρους ἄριστα
10διάγειν. ἐπὶ δὲ τῶν γερόντων διὰ τὴν ψυχρότητα τῆς κρά‐ σεως ὠφέλιμόν ἐστι τὸ θέρος, ὥσπερ γε καὶ τοῖς ἀκμά‐ ζουσιν ὁ χειμὼν ὠφελιμώτατός ἐστιν. ἐναντίος γάρ ἐστι καὶ οὗτος τῇ κατὰ τούτους δυσκρασίᾳ χολώδει οὔσῃ· οὕτω καὶ τῶν φύσεων αἱ μὲν χολωδέστεραι χειμῶνος ἄριστα
15διάγουσιν, αἱ δὲ φλεγματικώτεραι θέρους, αἱ δ’ εὔκρατοι τοῦ ἦρος. ὁμοίως δὲ καὶ τῶν χωρῶν αἱ μὲν εὔκρατοι κάλλιστον ἔχουσι τὸ ἔαρ, αἱ δ’ ἄλλαι θέρους μὲν αἱ ψυχραὶ, χειμῶνος δ’ αἱ θερμαί. καὶ μὲν δὴ καὶ τὰς χειρίστας
ὥρας ἑκάστη τῶν ἡλικιῶν καὶ τῶν φύσεων καὶ τῶν χωρῶν613 in vol. 17.2

17b

614

ἐκ τῶν εἰρημένων ἔνεστιν εὑρεῖν. ἐναντιώταται γάρ εἰσι ταῖς ἀρίσταις αἱ κάκισται. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰς μέσας τῶν ἀρίστων τε καὶ χειρίστων εὑρήσεις. ἔτι δὲ κἀκείνῳ χρὴ προσέχειν ἀκριβῶς τὸν νοῦν ὡς τὸ μὲν ἔαρ
5ἄριστον εἴρηται εἶναι τοῖς μειρακίοις, ἅπασι δὲ τοῖς ἄλλοις ἐστὶ μέσον. οὔτε γὰρ ἄριστον ὑπάρχει οὔτε χείριστον. οὕ‐ τω δὴ καὶ πρὸς τὰς φύσεις ἔχει καὶ τὰς χώρας. τό γε μὴν φθινόπωρον ἁπάσαις καὶ ἡλικίαις κακὸν καὶ φύσεσι καὶ χώραις. ἧττον δ’ ἐν αὐταῖς τῶν ἄλλων αἱ ὑγραὶ καὶ
10θερμαὶ βλάπτονται κατὰ τὸ φθινόπωρον.
— — —
ιθʹ. Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνονται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτέων καὶ γίνεται
15καὶ παροξύνεται.
— — —614 in vol. 17.2

17b

615

Εἰ μὲν ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις ἦν αἰ‐ τία μόνη τῶν νοσημάτων, ἅπαντες ἂν ἐνοσοῦμεν ἐν ἑκάστῃ τῶν ὡρῶν, ἐκείνας τὰς νόσους ὅσαι τῶν ὡρῶν εἰσιν οἰκεῖαι. νυνὶ δὲ ἐπειδὴ καὶ διὰ τὰς ἐν τῷ βίῳ πλημμελείας αἱ νό‐
5σοι γίνονται, πᾶσαι μὲν ἐν ἁπάσαις ἔσονται ταῖς ὥραις, πλείους δὲ καθ’ ἑκάστην αὐτῶν αἱ οἰκεῖαι. συμβάλλεται μὲν οὐ μικρὸν εἰς τοῦτο καὶ ἡ τῶν φύσεων διαφορά. οὐ γὰρ ὁμοίως ὑπὸ τῆς αὐτῆς αἰτίας ὁ θερμὸς τῷ ψυχρῷ βλά‐ πτεσθαι πέφυκεν ἢ ὁ ὑγρὸς τῷ ξηρῷ. καθάπερ οὐδὲ ὁ
10εὔκρατος ἑκάστῳ τούτων, οὔτε τοῖς κατὰ συζυγίαν τινὰ δυσ‐ κράτοις, ὡς ἔμπροσθεν εἴρηται.
— — —
κʹ. Τοῦ μὲν ἦρος τὰ μανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπι‐
15ληπτικὰ καὶ αἵματος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ καὶ ἐξανθήσιες, ἑλκώδεες πλεῖσται καὶ φύματα καὶ ἀρ‐ θριτικά.
— — —615 in vol. 17.2

17b

616

Καὶ πῶς ἂν ἔτι δόξειεν ὀρθῶς εἰρῆσθαι πρόσθεν, ἔαρ δ’ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, παμπόλλων παθῶν ἐν αὐτῷ γιγνομένων; ἔοικε γὰρ μᾶλλον ἁπάσῃ ὥρᾳ ἐξι‐ σοῦσθαι κατὰ τὴν ποικιλίαν ὧν γεννᾷ νοσημάτων. αἱ μὲν
5γὰρ μανίαι καὶ αἱ μελαγχολίαι, ἐπιληψίαι τε καὶ κυνάγχαι φθινοπωρινὰ νοσήματα. κόρυζαι δὲ καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι χειμερινά. περὶ δὲ τοῦ θέρους αὐτὸς ἐφεξῆς ἐρεῖ, τὴν κοινωνίαν ἐνδεικνύμενος αὐτοῦ τὴν πρὸς τὸ ἔαρ· τοῦ δὲ θέρεος ἔνια τουτέων, τουτέστι τῶν προειρημένων
10κατὰ τὸ ἔαρ. ἐξ ἐπιμέτρου δὲ παρὰ τὰς ἄλλας τὸ ἔαρ, αἵματός τε ῥύσεις καὶ λέπρας καὶ λειχῆνας καὶ ἀλωοὺς καὶ ἐξανθήσεις ἑλκώδεις πλείστας ἐργάζεται καὶ φύματα ἀρ‐ θριτικά. ταῦτα μὲν οὖν ὅσα τῆς ἐαρινῆς ὥρας ἴδια, διὰ πάντ’ ἐστὶν ἀκίνδυνα καὶ τοσαῦτον δεῖ τὸν ἀφορισμὸν ἐκεῖ‐
15νον ἀναφαίνειν ψευδῆ, καθ’ ὃν εἶπεν αὐτὸς, ἔαρ δὲ ὑγιει‐ νότατον καὶ ἥκιστα θανατῶδες, ὥστε μαρτυρεῖν αὐτῷ μᾶλ‐ λον ἔοικεν. ἐκκαθαίρεσθαι γὰρ ἐν αὐτῇ τῇ ὥρᾳ τὸ βάθος
τοῦ σώματος ἀπὸ τῶν κυρίων μερῶν, ἐπὶ τὸ δέρμα τῶν616 in vol. 17.2

17b

617

μοχθηρῶν χυμῶν ἀφικνουμένων. οὕτω γοῦν αἵ τε λέπραι καὶ οἱ ἀλφοὶ, ἑλκώδεις τέ τινες ἐξανθήσεις πολλαὶ γίγνον‐ ται. καθ’ ἕτερον δὲ τρόπον ἐν τοῖς φύμασι καὶ ταῖς ἀρ‐ θρίτισι καθαίρεται τὸ βάθος τοῦ σώματος, εἰς τὰ ἄκρα,
5μόρια τῆς μεταστάσεως γινομένης τῶν μοχθηρῶν χυμῶν. ὅτι δὲ καὶ αἱ τοῦ αἵματος ῥύσεις κενοῦσαι τὸ πλῆθος καὶ τὴν κακοχυμίαν κωλύουσι τὰς ἐν αὐτοῖς νόσους ἄντικρυς δῆλον. εἰ δέ τι σῶμα εὔχυμον παρέλαβεν ἡ τοῦ ἦρος ὥρα φυλάττει τοῦτο ὑγιεινότατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως
10νεωτερίζουσα. οὐ μὴν τό γε θέρος ἢ τὸ φθινόπωρον ἢ ὁ χειμών. ταῦτα γὰρ εἰ καθαρὸν τὸ σῶμα καὶ παντοίως ἄμεμπτον παραλάβοι, τὸ μὲν τὴν ὠχρὰν εἴωθε χολὴν πλείονα τοῦ δέοντος γεννᾷν, τὸ δὲ τὴν μέλαιναν, ὁ χειμὼν δὲ τὸ φλέγμα. παραπλήσιον δέ τι συμβαίνει κατὰ τὸ ἔαρ, ὁποῖον
15ἐπὶ τῶν γυμνασιῶν ὁρῶμεν γιγνόμενον. καὶ γὰρ καὶ τοῦθ’ ὑγιεινότατον μέν ἐστιν, ἀλλ’ ἐὰν φλέγματος ἄνθρωπον μεστὸν
ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης ἢ καὶ αὐτοῦ τοῦ αἵματος ἐθε‐617 in vol. 17.2

17b

618

λήσεις γυμνάζειν, ἤτοι γε ἐπίπληκτον αὐτὸν ἢ ἀπόπληκτον ἐργάσῃ τοῖς γυμνασίοις. ἢ εἰ μὴ ταῦτα κινδυνεύει, ῥαγέν‐ τος ἀγγείου κατὰ τὸν πνεύμονα περιπεσεῖν ἀνηκέστῳ κακῷ. πολλοὶ δὲ πυρέττειν ἀρξάμενοι διὰ τὰ γυμνάσια νόσοις ὀξυ‐
5τάταις ἑάλωσαν. ὅσοις δ’ ἀντὶ καθάρσεως τῶν ἐν τῷ βά‐ θει χυμῶν γένηται τὸ γυμνάσιον εἰς τὸ δέρμα τὴν κακοχυ‐ μίαν ἐκτεῖνον, ἕλκη καὶ ψώρας ἐργάζεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔλεγεν, ἕλκεα ἐκφύουσιν, ἢν ἀκά‐ θαρτος ἐὼν πονήσῃ. καὶ δὴ καὶ κατὰ τὸ ἔαρ ἡ ἐκ τοῦ
10περιέχοντος θερμασία, χέουσα τοὺς χυμοὺς, ἐξάγει πρὸς τὸ δέρμα καὶ τοῦτο τὸ ἔργον αὐτοῦ τοῖς γυμνασίοις ἐστὶ παρα‐ πλήσιον. οὐ μόνον δὲ τοῖς τούτων ἔργοις ἔοικε τὰ τοῦ ἦρος, ἀλλὰ καὶ τοῖς τῆς φύσεως αὐτῆς. ταύτης γοῦν ἐστὶν ἔργα τήν τε ἄδηλον διαπνοὴν ἐργάζεσθαι καθ’ ὅλον τὸ σῶμα, δι’
15ἧς ἐκκρίνεται τὰ περιττὰ, καθαίρειν τε τὸ σῶμα πολυει‐ δῶς ἐν ταῖς νόσοις.
— — —618 in vol. 17.2

17b

619

καʹ. Τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ ξυνε‐ χέες καὶ καῦσοι καὶ τριταῖοι πλεῖστοι καὶ τεταρταῖοι, ἔμετοι καὶ διάῤῥοιαι καὶ ὀφθαλμίαι καὶ ὤτων πόνοι καὶ
5 στομάτων ἑλκώσιες καὶ σηπεδόνες αἰδοίων καὶ ἵδρωα.
— — —
Τοῦ θέρους φησὶν ἔνια μὲν καὶ τῶν ἠρινῶν γενέσθαι νοσημάτων, κατὰ τὴν ἀρχὴν δηλονότι αὐτοῦ. τὰ γὰρ συνά‐ πτοντα τῷ τέλει τοῦ ἦρος, ὥσπερ ὁμοιότητα τῆς
10κράσεως ἔπει πρὸς τὸ θέρος, οὕτω καὶ τῆς τῶν παθῶν γε‐ νέσεως. γενέσθαι μὲν γάρ φησι καὶ ἄλλα τινὰ τοῦ θέρους ἴδια πυρετοὺς συνεχεῖς καὶ καύσους καὶ τριταίους καὶ ἁπλῶς εἰπεῖν ὅσα διὰ τὴν ξανθὴν χολὴν συμβαίνει πάσχειν τὰ σώματα. καὶ γὰρ οὖν καὶ οἱ ἔμετοι ταύτης ἐπιπολαζούσης
15καὶ διάῤῥοιαι κάτω χωρούσης γίγνονται, καὶ ὀφθαλμίαι δὲ τοῦ θέρους πολλαὶ, ὡς ἂν τῆς κεφαλῆς πληρουμένης. οὕτω
δὲ καὶ ὤτων πόνοι καὶ τὰ ἄλλα τὰ ὅμοια πάσχει τῷ θέρει619 in vol. 17.2

17b

620

τὸ σῶμα, διὰ τὴν πλήρωσιν τῆς κεφαλῆς, ἄλλοτε εἰς ἄλλο μέρος ἀποτιθεμένης τὸ περιττόν. αἱ δὲ ἑλκώσεις αἱ τῶν στομάτων ὅτι διὰ τὸν χολώδη γίγνονται χυμὸν εὔδηλόν ἐστιν. αἱ μέντοι σηπεδόνες τῶν αἰδοίων οὐχ ἁπλῶς, ἀλλ’
5ὅταν ὑγρότερον μᾶλλον ἢ ἀπνούστερον ἢ νοτιώτερον γένηται. τὸ μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἀποκεχωρηκὸς εἰς ὑγρότητα καὶ ἄπνοιαν, οὐκ αἰδοίων μόνων ἐργάζεται σηπε‐ δόνας, ἀλλὰ καὶ παντὸς ἄλλου μορίου, καθάπερ ἥ τε ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν κατάστασις ἥ τ’ ἐν τῷ δευτέρῳ κα‐
10τὰ τὴν ἀρχήν. αἱ δ’ ἐπ’ ὀλίγον ἐκτροπαὶ τῶν αἰδοίων ἅπτονται, δι’ ὑγρότητα καὶ θερμότητα σήπεσθαι πεφυκό‐ των, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. ὥστ’ ἐπειδὰν τὴν ἑαυτοῦ κρᾶσιν φυλάττῃ τὸ θέρος, οἳ περιττώμασιν ἐνοχλοῦν‐ ται πολλοῖς, ἐπειδὰν ῥυῇ ταῦτα κατά τινα πρόφασιν, ἐπὶ
15τὰ αἰδοῖα τὰς σηπεδόνας αὐτῶν πάσχουσι. τὰ δ’ ἵδρωα τῶν κατὰ τὴν ἐπιφάνειαν ἐξανθημάτων ἐστὶν, ἑλκωδῶς τραχύνοντα τὸ δέρμα. καὶ γίγνεται, καθάπερ καὶ αὐτὸ τοὔ‐
νομα ἐνδείκνυται, διὰ τοὺς πολλοὺς ἱδρῶτας, ὅταν χολωδέ‐620 in vol. 17.2

17b

621

στεροί πως ἢ ὅλως δακνωδέστεροι τυγχάνουσιν ὄντες. ὀδα‐ ξοῦσι γὰρ οὗτοι τὸ δέρμα καὶ κνησμῶδες ἐργάζονται καὶ τραχύνουσιν ἑλκωδῶς.
— — —
5
κβʹ. Τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες καὶ ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι, λειεντερίαι καὶ δυσεν‐ τερίαι καὶ ἰσχιάδες καὶ κυνάγχοι καὶ ἄσθματα καὶ εἰλεοὶ
10 καὶ ἐπιληψίαι καὶ τὰ μανικὰ καὶ τὰ μελαγχολικά.
— — —
Ἐν τῷ φθινοπώρῳ, φησὶ, καὶ τῶν θερινῶν νοσημάτων γίνονται πολλὰ, μένοντος ἔτι κατ’ αὐτὸ τοῦ θερινοῦ χυμοῦ δηλονότι τῆς ξανθῆς χολῆς. οὐ γὰρ ὥσπερ ἐπὶ τῷ ἦρι τὸ
15θέρος γιγνόμενον ἐκκενοῖ τοὺς χυμοὺς, οὕτω καὶ τὸ φθινό‐ πωρον ἐκκενοῖ τοὺς θερινοὺς, ἀλλὰ τοὐναντίον ἅπαν ἀπὸ
τῶν ἐκτὸς μερῶν εἰς τὸ βάθος ἄγει. δεόντως οὖν τὸ μὲν621 in vol. 17.2

17b

622

θέρος ἔνια τῶν ἠρινῶν νοσημάτων, φησὶ γεννᾷν, τὸ δὲ φθινόπωρον οὐκ ἔνια τῶν θερινῶν, ἀλλὰ πολλά. καὶ μέντοι καὶ τεταρταίους πυρετοὺς ἐν ταύτῃ τῇ ὥρᾳ γίγνεσθαί φησιν, ἐπὶ τῇ μελαίνῃ δηλονότι συνισταμένους χολῇ, διττὴν ἐχούσῃ
5τὴν γένεσιν, ἐκ μὲν τῆς ξανθῆς ὑπεροπτηθείσης τὴν ἑτέ‐ ραν, ἐκ δὲ τοῦ παχέος αἵματος τὴν ἑτέραν. γίνονται δὲ καὶ πλάνητες ἐν φθινοπώρῳ πυρετοὶ, διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως καὶ σπλῆνες μεγάλοι, διὰ τὸ μελαγχολικὸν περίτ‐ τωμα, καὶ δὴ καὶ ὕδεροι διὰ τὸν σπλῆνα. καὶ εἴ τι φθι‐
10νῶδες ἀμφίβολον, ἐν φθινοπώρῳ μάλιστα ἐξλέγχεται, διὰ τὴν ξηρότητα καὶ τὴν ψύξιν καὶ τὴν ἀνωμαλίαν τῆς ὥρας, οὐδὲν δ’ ἧττον καὶ διὰ τὴν κακοχυμίαν. διὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ αἱ στραγγουρίαι γίνονται μάλιστα κατὰ τὴν ὥραν ἐκείνην. ψύχεται γὰρ ἡ κύστις ἐν ταῖς ἀτάκτοις καὶ ἐξα‐
15πίνης ἐπὶ τὸ θερμὸν καὶ ψυχρὸν μεταβολαῖς, αἵ τ’ ἐκ τῆς κακοχυμίας ἐνοχλοῦσιν αὐτὴν δριμύτητες καὶ μάλισθ’ ὅταν ἐξαίφνης ἐπὶ τὸ ψυχρὸν γιγνομένης μεταβολῆς τοὺς τέως
διαπνεομένους καὶ δι’ ἱδρώτων κενουμένους χυμοὺς ἀπο‐622 in vol. 17.2

17b

623

στρέψῃ πρὸς τὴν κύστιν. αἱ λειεντερίαι δὲ ταχεῖαί τέ εἰσι καὶ κατὰ πάντα ἀμετάβλητοι τῶν σιτίων διαχωρήσεις, ἤτοι δι’ ἕλκωσιν ἐπιπολῆς κατά γε τὴν γαστέρα ἢ κατὰ τὰ ἔντερα συνισταμένην τοιαύτην, οἷαί περ καὶ ἐπὶ τῶν παιδίων αἱ
5ἄφθαι καλούμεναι ἢ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνά‐ μεως. ὧν τὸ μὲν πρότερον ἐπὶ δακνώδεσι χυμοῖς ἢ λεπτοῖς τῇ συστάσει, τὸ δὲ δεύτερον ἐπὶ δυσκρασίᾳ μεγάλῃ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων γίγνεται. ἄμφω δὲ ταῦτα τῷ φθινοπώρῳ μάλιστα γίνεσθαι συμβαίνει. τὰς δ’ ἰσχιάδας
10εὔλογον ἐπί τε τῇ κακοηθείᾳ τῶν χυμῶν καὶ τῇ ψύξει μά‐ λιστα γίνεσθαι συμβαίνει. κυνάγχαι δὲ ἐπὶ χολώδεσι χυ‐ μοῖς συνίστανται, κατασκήπτουσιν εἰς τὴν φάρυγγα. καὶ διαφέρουσι τῶν κατὰ τὸ ἔαρ, ὅτι φλεγματωδέστεραί πως ἐκεῖναι. καὶ μὲν δὴ καὶ τὰ ἄσθματα, διά τε τὴν ἔσω κί‐
15νησιν τῶν χυμῶν καὶ τὴν ψύξιν εἴωθε γίγνεσθαι. δι’ αὐ‐ τὰ δὲ ταῦτα καὶ οἱ εἰλεοὶ τῆς κάτω διεξόδου τῶν τῆς τρο‐
φῆς περιττωμάτων ἐπίσχεσις ὄντες, ἐπὶ φλεγμοναῖς τὰ πολ‐623 in vol. 17.2

17b

624

λὰ μέρους τινὸς ἐντέρων γίγνονται. μάλιστα δὲ εἰκὸς ἐν ψυχρῷ καὶ ξηρῷ καὶ ἀνωμάλῳ καὶ κακοχύμῳ καιρῷ βλά‐ πτεσθαι τὰ κατὰ γαστέρα τε καὶ τὰ ἔντερα. λεπτοὺς γὰρ καὶ εὐκινήτους ἐν τῷ θέρει τοὺς χυμοὺς γιγνομένους δια‐
5δεχόμενον τὸ φθινόπωρον ψυχρόν τε ἅμα καὶ ἀνώμαλον ὑπάρχον εἰς τὸ βάθος ἄγει τοῦ σώματος. ἐν τῷ βάθει δ’ ἐστὶ καὶ ἡ τῶν ἐντέρων θέσις. αἱ δ’ ἐπιληψίαι γίγνονται τοῖς ἐπιτηδείως ἔχουσι πάσχειν τὸ πάθος τοῦτο, διὰ τὴν ἐξαιφνίδιον ἐπὶ τἀναντία μεταβολήν. θάλπος μὲν γὰρ ἐν
10τοῖς μέσοις τῆς ἡμέρας, ψῦχος δ’ ἐν τοῖς πρώτοις καὶ τελευταίοις γίγνεσθαι, οὐδὲν δ’ οὕτω τοὺς ἐπιληπτικοὺς, ὡς ἡ τοιαύτη μεταβολὴ γεννᾷν πέφυκε. τὰ δὲ μανικὰ πάθη διὰ τὴν ἐν τοῖς λεπτοῖς χολώδεσι χυμοῖς κακοήθειαν γίγνεται, καθάπερ γε καὶ τὰ μελαγχολικὰ διὰ τὴν μέλαι‐
15ναν, ὑπὲρ ἧς ὀλίγον ἔμπροσθεν εἴρηται.
— — —624 in vol. 17.2

17b

625

κγʹ. Τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, κόρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων καὶ πλευρέων καὶ ὀσφύος καὶ κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.
5
— — —
Τὰ χειμερινὰ νοσήματα ἐξηγούμενος ἐφεξῆς τῶν φθι‐ νοπωρινῶν, οὐκέθ’ ὁμοίως ὡς ἔμπροσθεν εἶπεν, οὔθ’ ὅτι τοῦ χειμῶνος τὰ πολλὰ τῶν φθινοπωρινῶν, καίτοι γ’ ἔμ‐ προσθεν ἐπὶ μὲν τῶν θερινῶν εἰρήκει, παραβάλλων αὐτὰ
10τοῖς ἠρινοῖς, τοῦ δὲ θέρεος ἔνιά τε τουτέων. ἐπὶ δὲ τῶν φθινοπωρινῶν τοῦ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλά. νυνὶ δὲ τοῦ χειμῶνος ἁπλῶς τὸν κατάλογον ἐποιήσατο τῶν νοσημάτων, ἤτοι γὰρ ἀπὸ κοινοῦ βουλόμενος ἡμᾶς κἀνταῦθα προσυπακοῦσαί τι τῶν εἰρημένων ἢ ἁπλῶς ἀποφαινόμενος
15μὴ κατὰ μηδὲν κοινωνούσης τῆς φθινοπωρινῆς ὥρας τῇ χειμερινῇ. καίτοι τά γε πρῶτα τοῦ χειμῶνος εὔλογόν τε
ἅμα καὶ διὰ τῆς πείρας φαίνεται κοινωνοῦντα τῷ φθινο‐625 in vol. 17.2

17b

626

πώρῳ. καὶ γὰρ αὐτὸς εἶπεν· οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. εἰ μὴ λέγῃ τὸν αὐτὸν τῶν ἐν τῷ φθινοπώρου ἐσχάτῳ γινομένων μνημονεύειν. ἀλλὰ
5τά γε τοῦ χειμῶνος ἴδια ταῦτ’ εἶναι βούλεται, πλευρίτιδας καὶ περιπνευμονίας, διὰ τὸ κρύος βλαπτομένων τῶν ἀναπνευστικῶν ὀργάνων, ἐπεὶ τὰ μὲν ἄλλα καὶ σκε‐ πάσαι δυνατὸν οὕτως ἀκριβῶς, ὡς ἤτοι μηδὲν ἢ ὡς ἥκιστα αἰσθάνεσθαι τῆς τοῦ περιέχοντος ψυχρότητος· τῆς δ’ ἀνα‐
10πνοῆς οὔτ’ εἶρξαί τινα δυνατὸν οὔτ’ ἀναπνεῖν ἑτέρωθεν ἐγχωρεῖ. διά τε οὖν ταύτην αὐτὴν τὴν ψύξιν αἵ τε βῆχες ἐν χειμῶνι γίνονται μάλιστα καὶ οἱ τῶν πλευρῶν πόνοι. διὰ δὲ τὴν αὐτὴν ταύτην ψύξιν καὶ ἡ κεφαλὴ βλαπτομένη κορύζας τε καὶ βῆχας καὶ βράγχους ἐργάζεται. γίγνονται
15δ’ ὥσπερ τῶν πλευρῶν οἱ πόνοι διὰ τὴν ψύξιν, οὕτω καὶ τῆς κεφαλῆς καὶ τῆς ὀσφύος καὶ ἁπλῶς τῶν νευρωδῶν. καὶ οἱ ἴλιγγοι δὲ ταῖς τῆς κεφαλῆς ἕπονται βλάβαις, ὥσπερ γε καὶ ἀποπληξίαι. καὶ γὰρ καὶ τοῦτο τὸ πάθος, ὅταν ὁ ἐγκέ‐ φαλος ἐμπλησθῇ φλέγματος, γίνεται.
20— — —626 in vol. 17.2

17b

627

κδʹ. Ἐν δὲ τῇσι ἡλικίῃσι τοιάδε συμβαίνει, τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυ‐ πνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.
5
— — —
Ἐπιμελέστερον ἐξείργασται τὰ κατὰ τὰς ἡλικίας τῶν κατὰ τὰς ὥρας, εἰς μικρὰ μόρια τέμνων αὐτάς. ἐπὶ οὖν τῶν παιδίων τῶν νεογνῶν ἄφθας φησὶ γίγνεσθαι. καλοῦσι δὲ οὕτως τὰς ἐπιπολῆς ἑλκώσεις κατὰ τὸ στόμα, διὰ μαλα‐
10κότητα μάλιστα τῶν ὀργάνων γιγνομένας, μὴ φερόντων μήτε τὴν ποιότητα τοῦ γάλακτος ἔχοντος οὐκ ὀλίγον ὀῤ‐ ῥῶδες ἐν αὐτῷ. ῥυπτικὸν δ’ ἐστὶ τοῦτο τὴν φύσιν, ὥστ’ οὐδὲν θαυμαστὸν ἐν μαλακοῖς σώμασιν ἐργάζεσθαί τινας ἐπιπολῆς ἑλκώσεις. τοὺς δ’ ἐμέτους τηνικαῦτα εἰκὸς γίνε‐
15σθαι τούτοις διὰ τὸ πλῆθος οὗ προσφέρονται γάλακτος. ἀγρυπνίαι δ’ αὐτοῖς οὐδαμῶς συνήθεις εἰσὶ, κοιμᾶται γὰρ
τὸ πλέον τοῦ χρόνου, πλὴν εἰ δι’ αὐτὸ τὸ πάθος νομίζει627 in vol. 17.2

17b

628

γινομένας ποτ’ ἀγρυπνίας τοῖς παιδίοις, ἐπειδὴ τὸ πλῆθος τῶν ὕπνων κατὰ φύσιν ἦν αὐτοῖς μάλιστα. οἱ φόβοι δὲ τοῖς παιδίοις γίνονται κατὰ τοὺς ὕπνους καὶ μάλιστα ἐξ αὐτῶν τοῖς ἀδηφάγοις, ὅταν εὐαίσθητα μὲν ᾖ, ἀσθενῆ δ’
5ὑπάρχῃ φύσει τὰ κατὰ τὴν γαστέρα χωρία, διαφθείρεται δὲ ἡ τροφή. παρεφυλάξαμεν γὰρ οὐκ ἐπὶ τῶν τηλικούτων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἤδη τελείων ἐν τοῖς ὕπνοις γιγνο‐ μένας φαντασίας φοβερὰς, ὅταν πολλοί τε ἅμα καὶ μοχθη‐ ροὶ χυμοὶ βαρύνουσι καὶ δάκνουσι τὰ κατὰ τὴν γαστέρα,
10καὶ μάλιστα αὐτῆς τὸ στόμα, τοῦτο γὰρ αὐτῆς ἐστι τὸ αἰ‐ σθητικώτατον. αἱ δὲ τῶν ὀμφαλῶν φλεγμοναὶ τῶν ἀποτε‐ τμημένων οὐ πρὸ πολλοῦ δεόντως τοῖς νεογενέσι παιδίοις γί‐ νονται, καθάπερ εἰ καί τι μέρος ἔτυχεν ἑλκωθέν. ἀλλὰ τάς γε μὴν τῶν ὤτων ὑγρότητας ἐν παθήμασι τίθεται,
15καίτοι τάς γε τῆς ὑπερώας καὶ τῆς ῥινὸς οὐ τιθέμενος, ὅτι κατὰ φύσιν μέν ἐστι διὰ ῥινῶν καὶ ὑπερώας μετοχε‐ τεύεσθαι τὸ περίττωμα τοῦ ἐγκεφάλου καὶ γίγνεται τοῦτο
καὶ τοῖς τελείοις ἤδη, παρὰ φύσιν δὲ διὰ τῶν ὤτων.628 in vol. 17.2

17b

629

ἀλλὰ τοῖς γε βρέφεσι καὶ διὰ τούτων ὁ ἐγκέφαλος καὶ ἐκ‐ καθαίρεται καὶ καλῶς ὁ Ἱπποκράτης ἐν τοῖς ἰδίοις τῆς ἡλι‐ κίας ἔγραψε καὶ τὰς τῶν ὤτων ὑγρότητας. ἔστι μὲν οὖν καὶ ὅλον τὸ σῶμα τοῖς νεογενέσι παιδίοις ἐσχάτως ὑγρὸν,
5ὡς καὶ τὴν τῶν ὀστῶν φύσιν ἐν αὐτοῖς οἷον κηρώδη μᾶλ‐ λον ὑπάρχειν ἢ λιθώδη. πολὺ δὲ μᾶλλον τῶν ἄλλων μορίων ὁ ἐγκέφαλος ὑγρός ἐστιν, ὡς ἂν καὶ τοῖς τελείοις ὑπάρχων τοιοῦτος, ὥστε εὐλόγως αὐτοῖς ἐπειδὴ πλῆθός ἐστι τῶν πε‐ ριττῶν διὰ πάντων ἐκκρίνεσθαι τῶν πόρων.
10
— — —
κεʹ. Πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησμοὶ, πυ‐ ρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ
15τοῖσι τὰς κοιλίας σκληρὰς ἔχουσι.
— — — Τὸ μὲν ὀδαξησμούς τινας γίνεσθαι τῶν οὔλων, ὅταν οἱ
ὀδόντες φύειν μέλλωσι τοῖς παιδίοις, οὐδὲν θαυμαστόν. ὁ629 in vol. 17.2

17b

630

γὰρ ὀδαξησμὸς κνησμός τίς ἐστι μετὰ βραχείας τινὸς ἀνίας. οἱ πυρετοὶ δὲ καὶ οἱ σπασμοὶ καὶ αἱ διάῤῥοιαι συμβαίνουσι τοῖς παιδίοις ὀδοντοφυοῦσιν ἤδη καὶ μηκέτι μέλλουσιν, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν, καὶ μάλισθ’ ὅταν ἀνάγωσι τοὺς
5κυνόδοντας. εὔλογον δὲ δή που ὅτι διατετραμμένων τῶν οὔλων ὑπὸ τῶν ἀνιόντων ὀδόντων ταῦτα γίνεσθαι τὰ συμ‐ πτώματα, καθάπερ ὅταν ἐμπεπαρμένος ᾖ σκόλοψ σαρκὶ, καὶ πλέον γ’ ἐστὶ τὸ κατὰ τοὺς ὀδόντας ἢ τοὺς σκόλοπας τὸ τῆς ἀνίας. οἱ μὲν γὰρ σκόλοπες ἡσυχάζουσιν ἐστηριγμένοι
10κατὰ τὸ μόριον ᾧ κατ’ ἀρχὰς ἐμπεπήγασιν, οἱ δ’ ὀδόντες ἀεὶ προχωροῦσι τοσοῦτον ὅσον αὐξάνονται. πυρέττει μὲν οὖν ἐν τούτῳ τῆς ἡλικίας τὰ παιδία διά τε τὰς ὀδύνας καὶ τὰς ἀγρυπνίας καὶ τὰς φλεγμονάς. οἱ σπασμοὶ δ’ αὐτοῖς ἕπονται διά τε ταῦτα καὶ διὰ τὴν τροφὴν ἀπεπτουμένην,
15καὶ διότι μηδέπω τὰ κατὰ τῶν νεύρων φύσιν ἐστὶν ἰσχυρά. τούτοις ἅπασιν ἀκολουθοῦσιν ἐξ ἀνάγκης καὶ διάῤῥοιαι, διὰ τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφὴν μήτε ἀναδίδοσθαι. τὸ
δὲ καὶ τοῖς παχυτάτοις τῶν παιδίων καὶ τοῖς τὰς κοιλίας630 in vol. 17.2

17b

631

σκληρὰς ἔχουσιν ἐπὶ τοὺς σπασμοὺς ἀναφέρεται. τούτοις μάλιστα λέγοντος αὐτοῦ τῶν παιδίων γίγνεσθαι σπασμοὺς, ἅπερ ἂν ᾖ παχύτατα καὶ κοιλίας ἔχοντα σκληράς. πληθω‐ ρικὰ γάρ ἐστι τὰ τοιαῦτα καὶ περιττωματικὰ καὶ διὰ τοῦτο
5σπασμοῖς εὐάλωτα, μάλιστα δὲ σπασμοὶ τὰς τοιαύτας κα‐ ταλαμβάνουσι φύσεις.
— — —
κστʹ. Πρεσβυτέροισι δὲ γενομένοισι παρίσθμια, σπον‐
10δύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιά‐ σιες, ἕλμινθος στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σα‐ τυριασμοὶ, χοιράδες καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα.
— — —
15
Πρῶτον μὲν ἔγραψε τῶν νεογνῶν παιδίων, εἶθ’ ἑξῆς τῶν ὀδοντοφυούντων, εἶτα νῦν περὶ τῶν μεταξὺ κατὰ τὴν
ἡλικίαν ἤδη, τῶν πεπαυμένων τοὺς ὀδόντας φύειν καὶ τῶν631 in vol. 17.2

17b

632

πλησίων τοῦ ἡβάσκειν. ἐφεξῆς γὰρ ἐκείνων, ἐπὶ τοῖς δὲ τετάρτων τῇ τάξει, μνημονεύει κατὰ τὸν ἑξῆς ἀφορισμόν. ἀλλὰ τήν γε τρίτην ἡλικίαν, ἥτις νῦν πρόκειται ἡμῖν, τὴν ἄχρι δωδεκάτου καὶ τρισκαιδεκάτου προϊοῦσαν ἔτους, ἁλί‐
5σκεσθαι πάθεσί φησιν, ὧν πρῶτα γράφει παρίσθμια, φλε‐ γμονὰς ὄντα τῶν κατὰ τὸν ἰσθμὸν χωρίων. ἀκούειν δὲ νῦν ἰσθμὸν χρὴ, τὸ μεταξὺ τοῦ στόματός τε καὶ τοῦ στομάχου μόριον, ἐκ μεταφορᾶς οὕτως ὠνομασμένον, ἀπὸ τῶν κυρίως λεγομένων ἰσθμῶν. αἳ δή τινές εἰσι στεναὶ γῆς
10διέξοδοι, μεταξὺ δυοῖν θαλαττῶν. τὰ δὲ παρίσθμια ταῦτα, ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κοινοῦ, τῇ τε γαστρὶ καὶ τῷ στο‐ μάχῳ καὶ τῇ φάρυγγι καὶ ὅλῳ τῷ στόματι χιτῶνός εἰσι φλεγμοναὶ, ποτὲ δὲ καὶ τῶν ὑποκειμένων αὐτῶν μυῶν, ἡνίκα καὶ τοῦ κατὰ τὸ ἰνίον σπονδύλου συμβαίνουσιν αἱ εἴσω
15ῥοπαὶ, περὶ ὧν ἐφεξῆς ἐν τοῖς παρισθμίοις ἐρεῖ· σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες. ἑλκόμενος γὰρ ὑπὸ τῶν
φλεγμαινόντων μυῶν ὁ σπόνδυλος οὗτος εἰς τὸ πρόσω τοῦ632 in vol. 17.2

17b

633

τραχήλου μέρος ἐπινεύει. κέκληκε δὲ οὐ πρόσω τοῦτο μέρος, ἀλλ’ εἴσω Ἱπποκράτης, ὡς πρὸς τὸν σπόνδυλον ἀναφέρων τὸν λόγον ὀπίσω κείμενον. ἡ γὰρ εἰς τὸ βάθος μετάστασις τοῦ σώματος, ἐάν τε ἐκ τῶν ὀπίσω ἐάν τε ἐκ τῶν πρόσω
5γένηται, διὰ μιᾶς φωνῆς δηλοῦται τῆς ἔσω. τί δή ποτ’ οὖν Ἱπποκράτης ἐπὶ τῶν ἀρτιγενῶν παιδίων οὔτε περὶ τῶν παρισθμίων οὔτε περὶ τῆς ἔσω ῥοπῆς τοῦ κατὰ τὸ ἰνίον σπονδύλου διῆλθεν, οὐδὲν ἧττον κἀκείνων ὑγρὸν καὶ περιτ‐ τωματικὸν ἐχόντων τὸν ἐγκέφαλον, ὡς ἐπιπέμπειν ῥεῦμα
10τοῖς ὑποκειμένοις μορίοις· ἢ ὅτι φθάνει τὰ τηλικαῦτα δια‐ φθειρόμενα, πρὶν ὑπομεῖναι φλεγμονὴν ἰσχυρὰν, τοὺς ὑπο‐ κειμένους τῇ φάρυγγι μύας ἅμα τοῖς νεύροις. καὶ ἄλλως ὅτι μαλακὰ ταῦτά ἐστιν αὐτοῖς τὰ μόρια καὶ διὰ τοῦτο ἀδύνατα τάσιν ὑπομεῖναι σφοδρὰν, ὡς ἐπισπᾶσθαι δύνασθαι
15τὸν σπόνδυλον εἴσω πρὸς αὐτά. καὶ μὲν δὴ καὶ τὸ ἆσθμα, καλοῦσι δ’ οὕτως οἱ Ἕλληνες τὴν πυκνὴν ἀναπνοὴν, οἷα συμβαίνει τοῖς δραμοῦσιν, ἢ ὁπωσοῦν ἑτέρως εἰς σφοδρὰν
κίνησιν ἀχθεῖσιν. ἐπὶ μὲν τούτων γίνεται δι’ αὐτὸ τὸ633 in vol. 17.2

17b

634

γυμνάσιον, ἀναπνοῆς πολλῆς τοῦ ζώου χρῄζοντος. ἐπὶ δὲ τῶν ἄνευ γυμνασίου, διὰ τὴν στενοχωρίαν τῶν ἐν τῷ πνεύμονι κοιλιῶν. ἡ στενοχωρία δ’ αὕτη πληρουμένου τοῦ σπλάγχνου τῶν ἄνωθεν ῥευμάτων γίνεται. τὰ δὲ ῥεύ‐
5ματα ταῦτα πλείω μέν ἐστι τοῖς νεογόνοις παιδίοις, ἀναιρεῖ δ’ ὀξέως αὐτὰ, διότι καὶ ἄλλως ἔχει κακῶς. ἥτε γὰρ ἐκ τῆς μήτρας εἰς τὸν πέριξ ἀέρα κατάστασις ἥ τε τῆς τροφῆς ἑτερότης, ἥ τε φλεγμονὴ κατ’ ἀρχὰς μὲν τῶν κατὰ τὸν ὀμ‐ φαλὸν χωρίων, αὖθις δὲ διὰ τὴν τῶν ὀδόντων γένεσιν
10ἀσθενῆ πάντα ποιεῖ τὰ τοιαῦτα καὶ μόγις ἐφ’ οἷς εἴρηκα διαρκοῦνται, μή τί γε δὴ πρὸς ἐκείνοις ἔτι καὶ τὸ ῥεῦμα δυνάμενα φέρειν, εἰς πνεύμονα κατασκῆπτον. αἱ δὲ λιθιά‐ σεις ἴδιόν ἐστι τῶν παίδων πάθημα, διὰ τὴν ἀδηφαγίαν ὠμοὺς χυμοὺς ἀθροιζόντων οὐκ ὀλίγους, ἐξ ὧν τὸ παχύτε‐
15ρον ἅμα τοῖς οὔροις εἰς τὴν κύστιν ἀφικνούμενον ὕλη τῆς τῶν λίθων ἐστὶ γενέσεως καὶ διὰ τὴν θερμασίαν τὴν πολ‐ λήν. ἀθροίζουσι μὲν γὰρ καὶ οἱ γέροντες οὐκ ὀλίγον ὠμὸν
χυμὸν, οὐ διὰ τὴν ἀδηφαγίαν ὡς οἱ παῖδες, ἀλλὰ διὰ τὴν634 in vol. 17.2

17b

635

ἀῤῥωστίαν τῆς πεπτικῆς δυνάμεως. οὐ μὴν τό γε θερμὸν ἔχουσιν ἰσχυρὸν, ὃ τὴν παχεῖαν ὕλην ἐξατμίζον ἐργάζεται τοὺς λίθους. ἕλμινθες δὲ καὶ ἀσκαρίδες ἀνάλογον ἐοίκασι γίνεσθαι τοῖς ἄλλοις ζώοις, ὅσα τὴν γένεσιν οὐκ ἐκ σπερ‐
5μάτων, ἀλλ’ ἐκ σηπεδόνος ἔχει μόνον. μόνη γὰρ οὐχ ἱκανὴ ταῦτα γεννῆσαι σηπεδὼν, ἀλλὰ καὶ θερμασίας πολλῆς προσ‐ δεῖται. διαφθείρεται μὲν οὖν ἡ τροφὴ πολλάκις ἐν τῇ γα‐ στρὶ καὶ μάλιστα ἐν τῇ κάτω τοῖς παιδίοις. ἀλλ’ ἡ θερ‐ μασία τοῖς μὲν πάνυ νέοις οὐδέπω τῆς ὕλης ἐγκρατής ἐστι.
10τῶν δὲ τηλικούτων καὶ τὴν ὕλην ἐπέχει τὴν ἐπιτήδειον εἰς ζώων τοιούτων γένεσιν, ἐπ’ αὐτῇ τε τὴν θερμασίαν προσεί‐ ληφεν. ἀσκαρίδες μὲν οὖν εἰσι λεπταί τινες ἕλμινθες, ἐν τῷ κάτω μάλιστα τοῦ παχέος ἐντέρου μέρει γεννώμεναι, καὶ φαίνονταί γε πλεῖσται σαφῶς ἐπὶ τῶν ἀπεπτούντων ὑποζυ‐
15γίων γεννώμεναι. τὴν δ’ ἀπεψίαν αὐτῶν ἡ δυσωδία τῶν διαχωρημάτων ἐνδείκνυται. τὸ δ’ ἄλλο γένος τῶν ἑλμίνθων αἱ στρογγύλαι γεννῶνται μὲν ἐν τοῖς ἄνω μᾶλλον ἐντέροις,
ὥστε καὶ εἰς αὐτὴν ἐπιβαίνουσιν ἔστιν ὅτε τὴν γαστέρα.635 in vol. 17.2

17b

636

πολὺ δὲ πλείους αὗται τῶν ἀσκαρίδων ἐν τοῖς παισὶ γίγνον‐ ται. σπανιωτέρα δ’ ἡ τῆς πλατείας ἕλμινθος γένεσίς ἐστιν, ἥτις καὶ μακροτάτη γίγνεται, παρεκτεινομένη πολλάκις ἅπασι τοῖς ἐντέροις. ἀλλὰ ταύτης μὲν οὐδ’ ὅλως ἐμνημό‐
5νευσεν ὁ Ἱπποκράτης, ὅτι μηδὲ προὔκειτο περὶ πάντων αὐτῷ διεξέρχεσθαι τῶν παθημάτων ὅσα συμβαίνει τοῖς ἀνθρώποις, ἀλλ’ ἐκείνων μόνων, ὅσα γίγνεται καθ’ ἑκάστην τῶν ἡλικιῶν. διὰ τοῦτο γοῦν αὐτὸς μετὰ τῶν εἰρημένων κατάλογον ἐφεξῆς ἀκροχορδόνας τε καὶ χοιράδας ἔγραψε κα‐
10κοχύμου πλήθους ἔγγονα νοσήματα ῥέποντος ἔξω τε καὶ πρὸς τὸ δέρμα. πᾶν δὲ αὐτῶν τὸ γένος ὀνομάζει φύματα γράψας ἐφεξῆς οὕτως, ἀκροχορδόνες χοιράδες καὶ τἄλλα φύματα. λέγονται δ’ ἐξαιρέτως ἔνια φύματα, φλεγμοναί τινες αὐτόματοι τάχιστα μὲν γεννώμεναι, τάχιστα δ’ εἰς ὀξὺ
15ὑψηλὸν αἰρόμεναι, τάχιστα δὲ καὶ ἐκπυϊσκόμεναι, καὶ πλεί‐ στη γε καὶ ἡ τούτων γένεσίς ἐστιν ἐν βουβῶνι καὶ
μασχάλη, ὅτι καὶ ἀδένες ἐνταῦθα πολλοὶ φύσιν ἔχοντες εἰς636 in vol. 17.2

17b

637

ἑαυτοὺς ἑτοίμως δέχεσθαι τὰ περιττά. τούτων τῶν ἀδένων ἐστὶ πάθημα καὶ ἡ χοιρὰς οὐχ ὑπὸ θερμῆς ὕλης, οὐδ’ εἰς ἐκπύησιν ἐπειγομένης, μάλιστα δὲ ψυχροτέρας τε καὶ φλε‐ γματικωτέρας.
5
— — —
κζʹ. Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προάγουσι, τουτέων τε τὰ πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες.
10
— — —
Ἄρχονται μὲν ἡβάσκειν μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος οἱ παῖδες. ὅσοι δὲ πλησίον ἥκουσι τῆς ἡλικίας ἐκείνης, εἶεν ἄν ποτε ἐτῶν δυοκαίδεκα ἢ τρισκαίδεκα, καὶ μέντοι καὶ τεσσαρεσκαίδεκά τινες αὐτῶν. οὐ γὰρ ἁπάντων ἀκριβὴς
15μία προθεσμία τῆς ἥβης ἐστὶ, διὰ τὴν θερμότητα καὶ ψυ‐ χρότητα τῆς κράσεως. οἱ μὲν γὰρ θερμοὶ πρωϊαίτερον, οἱ
ψυχροὶ δὲ ὀψιαίτερον ἡβάσκουσι. νοσοῦσι δ’ οἱ παῖδες637 in vol. 17.2

17b

638

οὗτοι πολλὰ μὲν καὶ τῶν ἤδη προειρημένων τῇ τῆς κρά‐ σεως ὁμοιότητι καὶ μέντοι καὶ πυρετοὺς χρονιωτέρους τῶν ἔμπροσθεν. οὐ μὴν εἴρηκέ τι περὶ τῶν ἐν ἐκείνῃ τῇ ἡλι‐ κίᾳ πλεοναζόντων πυρετῶν, ἀλλ’ ἐκ τοῦ νῦν εἰρημένου δῆ‐
5λός ἐστιν ἐνδεικνύμενος ὀξεῖς αὐτοὺς γίγνεσθαι. ἀλλοιοῦν‐ ται γὰρ αἱ διαθέσεις τῶν παίδων τάχιστα, διὰ τὴν ὑγρό‐ τητα τοῦ σώματος καὶ τὴν τῆς φυσικῆς δυνάμεως ἀῤῥω‐ στίαν. αἵματος δὲ ῥύσεις ἐκ τῶν ῥινῶν γίνονται τοῖς τη‐ λικούτοις, ἐπειδὴ πλεονάζειν ἄρχεται κατὰ τὴν ἡλικίαν ἐκεί‐
10νην ὁ χυμὸς οὗτος, οὐχ ὅτι πλείων γεννᾶται ἢ πρόσθεν, ἀλλ’ ὅτι νῦν ἧττον ἀναλίσκεται, διὰ τὸ καὶ τὴν αὔξησιν, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ σώματος, ἧττον κατὰ τὴν ἡλι‐ κίαν ταύτην γίνεσθαι τῆς ἔμπροσθεν.
— — —
15
κηʹ. Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ’ ἐν ἑπτὰ μησὶ, τὰ δ’ ἐν
ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προάγουσιν. ὅσα δ’638 in vol. 17.2

17b

639

ἂν διαμένῃ τοῖσι παιδίοισι πάθεα καὶ μὴ ἀπολυθῇ παρὰ τὸ ἡβάσκειν ἢ ταῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν.
— — —
5
Εἰ προσέκειτο τῷ λόγῳ τὰ χρόνια, κάλλιον ἂν ἦν. ὅθεν ἔνιοι τὸ τοῦ πάθους ὄνομα κατὰ τῶν χρονίων μόνων οἴον‐ ται λέγειν αὐτόν. ἀλλ’ ἐναντιοῦταί γε αὐτοῖς τὰ τοιαῦτα κατὰ τοὺς ἀφορισμοὺς εἰρημένα, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι, τῇσι φαρμακείῃσι χρέεσθαι καὶ αἱ
10λεπταὶ δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσι. δῆλον οὖν ἐκ τούτων ἐστὶν ὡς οὐ μόνον ἐπὶ τῶν χρονίων, ἀλλὰ καὶ ἐπὶ ὀξέων λέγειν εἴωθεν ὁ Ἱπποκρά‐ της τὸ τοῦ πάθους ὄνομα. φαίνεταί γε μὴν νῦν ἤτοι κατὰ τῶν χρονίων αὐτὸ φέρων ἢ τὸν λόγον ἐλλιπῆ πεποιημένος.
15ἀλλ’ ἡμεῖς γε ἀναπληρώσαντες αὐτὸν φήσομεν οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθη χρόνια κρίνεται, τὰ μὲν
ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν639 in vol. 17.2

17b

640

ἑπτὰ ἔτεσι. τῶν μὲν οὖν ἡμερῶν ἡ τεσσαρακοστὴ πρώτη μὲν τῶν χρονιζόντων ἐστὶ κρίσιμος, ἐσχάτη δὲ τῶν ἐκ με‐ ταπτώσεως ὀξέων, ὡς καὶ πρόσθεν εἶπον. ὅσα δὲ τὸν ἀριθ‐ μὸν τούτων ὑπερβαίνει, κατὰ τὸν τῆς ἑβδομάδος λόγον
5ἴσχει τὴν κρίσιν, οὐκέθ’ ἡμερῶν ἑπτὰ συναριθμουμένων, ἀλλὰ πρότερον μὲν μηνῶν, εἶθ’ ἑξῆς ἐτῶν. καὶ μὲν δὴ καὶ ὅτι κατὰ τοῦτον ὑπερβάντα τὸν χρόνον εἰς τὴν τετάρτην ἡλικίαν ἀφικνεῖται πρόδηλον. δευτέρα τε γὰρ ἑβδομὰς ἐν τούτῳ τῷ χρόνῳ συμπληροῦται. καὶ ἄλλως αἱ μεταβολαὶ
10τοῦ σώματος μεγάλαι γίνονται κατὰ τὴν ἥβην καὶ μάλιστα ἐπὶ τῶν θηλειῶν, διὰ τὴν τῶν καταμηνίων φορὰν, ὥσθ’ ὅσα γε νοσήματα μηδὲ κατὰ ταύτην τὴν ἡλικίαν ἐλύθη μέ‐ χρι πολλοῦ χρόνου παραμένειν εἴωθεν.
— — —
15
κθʹ. Τοῖσι δὲ νεανίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα.
— — —640 in vol. 17.2

17b

641

Λεπτομερῶς πάνυ διελθὼν τὰς πρώτας ἡλικίας ἄχρι τῆς τῶν ἡβώντων οὐκ οἶδ’ ὅπως ὑπερέβη τὴν τῶν μειρα‐ κίων, ἐν τῷ μεταξὺ τῆς τῶν ἡβώντων καὶ τῶν ἀκμαζόντων οὖσαν. ἀλλ’ ἐκ τῶν εἰρημένων ἔνεστί σοί τι καὶ περὶ ταύ‐
5της τεκμήρασθαι, κοινωνούσης μὲν κατὰ πολλὰ ταῖς περιε‐ χούσαις αὐτὴν ἑκατέρωθεν ἡλικίαις, ἴδιον δ’ ἐξαίρετον ἐχούσης ἐπὶ τῶν ἀῤῥένων τὴν ἐκ ῥινῶν αἱμοῤῥαγίαν, ἧς ἐμνημόνευσεν ἐπὶ τῶν ἐγγὺς τῆς ἥβης. ἄρχεται μὲν γὰρ ἐπιφαίνεσθαι κατ’ ἐκείνην τὴν ἡλικίαν τοῦτο τὸ σύμπτωμα,
10μάλιστα δ’ ἀκμάζει τοῖς μειρακίοις, εἶθ’ ὑφίησιν ἀνδρου‐ μένους. ἀλλὰ ταύτην τὴν ἡλικίαν ὑπερβὰς ὁ Ἱπποκράτης ἐπὶ τὴν τῶν νεανίσκων ἀφικνεῖται, καὶ πρῶτον μὲν αἵματος πτύσιν καὶ φθίσιν ἔγραψεν, εἶθ’ ἑξῆς πυρετοὺς ὀξεῖς καὶ μετ’ αὐτοὺς ἐπιληψίαν. εἶτ’ ἐπὶ τούτοις ἔφη καὶ τὰ ἄλλα
15νοσήματα, μάλιστα δὲ τὰ προειρημένα, καλῶς μὲν τοῦτο προσγράψας, ὁρᾶται γὰρ οὕτως ἔχον, ἐλλιπῶς δὲ περὶ τῶν ὀξέων πυρετῶν διελθών. οὐ γὰρ ἁπλῶς ἐχρῆν εἰπεῖν ὀξεῖς
καὶ οἵ γε τοῖς παισὶν οὐδὲν ἧττον ὁρῶνται γιγνόμενοι, ἀλλὰ641 in vol. 17.2

17b

642

τῶν ὀξέων τριταίους μάλιστα καὶ καύσους. οὗτοι γὰρ χο‐ λωδέστατοί τε πυρετῶν ἁπάντων εἰσὶ καὶ πλεῖστοι τοῖς νεα‐ νίσκοις γίνονται. διότι καὶ ἡ ξανθὴ χολὴ πλεονάζει κατ’ αὐτὴν τὴν ἡλικίαν, ἐφ’ ἧς αἱ τοιαῦται νόσοι τοῖς ἀκμάζουσι
5γίνονται. φθίσεις δὲ καὶ πτύσεις αἵματος οὐ κατὰ τὴν φύ‐ σιν τῆς ἡλικίας πάσχουσιν, ἀλλὰ κατά τι τῶν συμβεβηκό‐ των αὐτῇ. διὸ καὶ πρόσθεν ἔλεγεν· οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν ἧττον, ἔνθα καὶ ἡμεῖς εἴπομεν ὡς διὰ τὴν ἀκρασίαν τοῖς νέοις, οὐ διὰ τὴν ἀσθένειαν τῆς
10δυνάμεως τὰ νοσήματα γίγνεται πολλά. κατὰ τοῦτο οὖν καὶ τοῖς νεανίσκοις αἱ τοῦ αἵματος πτύσεις συμβαίνουσιν, ἤτοι διὰ τὸ πληγῆναι καὶ θλασθῆναι καὶ πηδῆσαι καὶ κράξαι σφοδρῶς ἢ διὰ ψύξιν καὶ χαμευνίαν ἢ πλησμονὴν ἤ τι τοιοῦτον. ταῖς δὲ τοῦ αἵματος πτύσεσιν ἕπονται φθίσεις,
15ὥστε καὶ διὰ ταῦτα νοσήσουσιν οἱ νεανίσκοι κατὰ συμβεβη‐ κὸς, οὐ πρώτως οὐδὲ τῷ λόγῳ τῆς ἡλικίας. ἐπιληψίαι δὲ καίτοι κακῶς διαιτωμένοις αὐτοῖς, ὅμως οὐ γίγνονται πολ‐
λαὶ, καὶ θαυμάζω πῶς καὶ ταύτας ἔγραψεν ὁ Ἱπποκράτης642 in vol. 17.2

17b

643

αὐτὸς ἐν ἑτέροις, οὐ μόνον ὅτι πλεονάζουσι τοῖς παισὶν εἰ‐ πὼν, ἀλλὰ καὶ ὅτι διὰ τοῦτο παιδικὸν ὀνομάζεται τὸ πά‐ θημα καὶ ὅτι κατὰ τὴν μεταβολὴν τῆς ἡλικίας παύονται γίνονται μὲν οὖν τισι καὶ τῶν νεανίσκων ἐπιληψίαι πρότε‐
5ρον οὐκ οὖσαι, διὰ τὴν ἐν τῇ διαίτῃ πλημμέλειαν ἣν ἔν τε τοῖς προσφερομένοις ποιοῦνται καὶ ἣν ἐν τοῖς δια‐ πραττομένοις ὑπ’ αὐτῶν ἔργοις, ἔν τε χαμευνίαις καὶ ἡλιώ‐ σεσι καὶ χειμῶσι καὶ τοιούτοις. ἀλλ’ αὗταί γε οὐ πολλαί τινές εἰσι καὶ γίγνεται δὲ καὶ ἄλλα τινὰ νοσήματα κατὰ
10τὸν αὐτὸν λόγον, ὥστε κάλλιον ἦν ὧδέ πως εἰρῆσθαι τὸν ἀφορισμόν. τοῖς δὲ νεανίσκοις γίνεται μὲν καὶ τἄλλα σχε‐ δὸν ἅπαντα τὰ ῥητὰ κατὰ τὰς ἄλλας ἡλικίας, ἐξαιρέτως δὲ οἵ τε καῦσοι καὶ οἱ τριταῖοι πυρετοί. ἰστέον δὲ ὅτι ἡ ἀκμαστικὴ ἡλικία λεʹ ἔτεσι περιγράφεται, ἡ δὲ παρακμα‐
15στικὴ μθʹ.
— — —
λʹ.
Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην ἄσθματα, πλευρίτιδες,643 in vol. 17.2

17b

644

περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, χο‐ λεραὶ, διάῤῥοιαι χρόνιαι, δυσεντερίαι, αἱμοῤῥοΐδες.
— — — Τῶν νεανίσκων ἡλικία κατὰ τὴν πέμπτην ἑβδομάδα
5περιγράφεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ἔλεγεν ἐν τῷ προγνωστικῷ. μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵ‐ ματος τὴν ῥύσιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων. ἡ γὰρ ἐχομένη τῶν νεανίσκων ἡλικία ταῖς ἐφεξῆς ἑβδομάσι δύο παρεκτείνεται, πάντα μὲν ἔτι πράττειν ἐπιχειρούντων
10αὐτῶν τὰ κατὰ τὸν βίον, παραπλησίως τοῖς ἀκμάζουσιν, οὐ μὴν ὁμοίως γε ἐξαρκούντων τοῖς πόνοις. ὑπό τε γὰρ ἐγκαύ‐ σεως καὶ ψύξεως καὶ χαμευνίας, ἀγρυπνίας τε καὶ πλησμο‐ νῆς μᾶλλον ἐκείνων βλάπτονται. καὶ μὲν δὴ καὶ ἡ κρᾶσις αὕτη τῶν τοιούτων μελαγχολικωτέρα πως ἔστι. καὶ διὰ
15τοῦτο ἐν αὐτῇ μελαγχολῶσι πολλοὶ, καθάπερ τῶν ὡρῶν ἐν φθινοπώρῳ. ὡς γὰρ ἐκεῖνο τὴν ἐν τῷ θέρει κατοπτηθεῖ‐
σαν ὠχρὰν χολὴν διαδέχεται ψυχρὸν ὂν, οὕτω καὶ ἡ παρ‐644 in vol. 17.2

17b

645

ακμαζόντων ἡλικία τὴν τῶν νεανίσκων, ἐπεὶ αὐτῇ ἐοικυῖα μάλιστα θέρει καὶ θαυμάσαι γέ ἐστι πῶς οὐκ ἔγραψεν ἐπ’ αὐτῆς μελαγχολίας. εὗρόν γε μὴν ἔν τισι τῶν ἀντιγράφων καὶ ταύτην γεγραμμένην, ἤτοι προσθεῖναι τὸ λεῖπον
5τολμήσαντός τινος ὡς παρεωραμένον ὑφ’ Ἱπποκράτους, ἢ τῶν ἄλλων ἡμαρτημένοις ἀντιγράφοις πιστευσάντων. ἀπόλ‐ λυνται δὲ καὶ τῶν φθινόντων πολλοὶ κατὰ ταύτην τὴν ἡλι‐ κίαν καὶ τῶν νεανίσκων καὶ ὅσοι ἐξ αἵματος πτύσεως ἁλί‐ σκονται φθόῃ κατὰ ταύτην ἀπόλλυνται. οὐ μὴν πτύουσί
10γε αἷμα πολλοὶ κατὰ ταύτην, ὅτι μηδὲ πλῆθος αἵματός ἐστιν ἐπὶ τοῖς τηλικούτοις. ἄσθμασι δὲ καὶ περιπνευμο‐ νίαις καὶ πλευρίτισιν ἁλίσκονται μᾶλλον τῶν νεα‐ νίσκων, ὡς ἂν τῇ μὲν διαίτῃ καὶ τοῖς πόνοις ὁμοίως χρώ‐ μενοι, πολὺ δ’ ἀσθενέστερον ἐκείνων ἔχοντες τὸ σῶμα. καὶ
15ὅλως ἃ παρέλιπεν ἐπὶ τῶν ἀκμαζόντων κατὰ λέξιν νοσήματα, ταῦτα νῦν ἅπαντα διέρχεται. καὶ γὰρ αἱ φρενίτιδες καὶ οἱ
καῦσοι καὶ αἱ χολεραὶ καὶ αἱ δυσεντερίαι τοῖς νεανίσκοις645 in vol. 17.2

17b

646

οὐδὲν ἧττον, ἢ τοῖς παρακμάζουσι γίνονται, τὴν ὑπόθεσιν τῆς γενέσεως ἐκ τῆς ὠχρᾶς χολῆς λαμβάνουσαι. χρονιώ‐ τεραι δὲ ἐπὶ τῶν παρακμαζόντων αἱ διάῤῥοιαι γίνονται, διὰ τὸ τῆς ἀναδόσεως ἐλλιπές. σχεδὸν γὰρ ἁπασῶν τῶν
5ἡλικιῶν ἡ παρακμαστικὴ βραχυτάτων δεῖται τῶν ἀναλαμ‐ βανομένων εἰς τὴν ἕξιν, ὅτι καὶ τὸ διαφορούμενον ὑπ’ αὐ‐ τῶν ὀλίγιστον. οὔτε γὰρ ἔτι θερμὸν ὁμοίως ἐστὶ τὸ σῶμα ὡς ἔμπροσθεν οὔτε εἰς αὔξησιν ἔτι δαπανᾶται κατ’ αὐτὴν, ἀλλ’ οὐδὲ τῆς καθεκτικῆς δυνάμεως ἱκανῶς ἀῤῥωστούσης,
10ὡς ἐπὶ τῶν γερόντων, ἀποῤῥεῖ τι πλέον ἐκ τοῦ σώματος. ἐπεὶ τοίνυν αἱ διάῤῥοιαι γίγνονται μὲν, ἤτοι τῆς πέψεως ἢ τῆς ἀναδόσεως ἀποτυγχανομένων, γίγνονται δὲ καὶ διὰ χο‐ λῆς δριμύτητα ξυούσης τὸ ἔντερον, ἅπαντα δὲ ταῦτα ἐπὶ τῶν παρακμαζόντων ἐστὶν, εἰκότως ἐπ’ αὐτῶν αἱ διάῤῥοιαι
15χρονίζουσιν. οἵ γε μὴν ληθαργικοὶ πυρετοὶ γίγνονται μὲν ἐπὶ φλεγματώδει χυμῷ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένῳ. ταῖς δὲ ἔμπροσθεν ἡλικίαις ἐνδεῖ μᾶλλον ὁ χυμὸς οὗτος ἢ
περιττεύει. κατά γε μὴν τὴν τῶν γερόντων πάμπολυς μέν646 in vol. 17.2

17b

647

ἐστιν, ἀλλὰ διὰ τὸ ψυχρὸν τῆς ἡλικίας οὐκ ἐξάπτει πυρε‐ τούς. ἐπὶ δὲ τῆς τῶν ἀκμαζόντων καὶ περιττεύει ὁ τοιοῦ‐ τος χυμὸς καὶ ψυχρὸν οὐδέπω τὸ σῶμά ἐστιν. αἱ λειεντε‐ ρίαι δὲ ἐδείχθησαν αἱ μὲν ὑπὸ τοῦ ψυχροῦ φλέγματος, αἱ
5δὲ ὑπὸ δυσκρασίας μόνης ἄῤῥωστον ἐργαζομένης τὴν καθε‐ κτικὴν τῆς γαστρὸς δύναμιν, αἱ δ’ ὑπό τινος ἑλκώδους διαθέσεως γιγνόμεναι, καὶ ταῦτα πάντα πλεονάζει τοῖς παρ‐ ακμάζουσιν. αἱ δ’ αἱμοῤῥοΐδες οἰκεῖον ὄντως εἰσὶ τῆς ἡλι‐ κίας ταύτης πάθος, ὥσπερ αἱ μελαγχολίαι. γίνονται γὰρ
10ὑπὸ μελαίνης χολῆς, ἐπειδὰν εἰς τὰς κατὰ τὴν ἕδραν φλέ‐ βας ἀθροώτερον κατασκήψῃ. ἐμοὶ μὲν οὖν εἴρηται τῶν κα‐ τειλεγμένων ἁπάντων παθῶν ἡ αἰτία. τὸ δ’ ἐπιστημονικὸν τῆς πίστεως αὐτῶν, ὑπάρχει τοῖς ἀναλεξαμένοις τὰς περὶ τούτων ἀποδείξεις, ἃς ἐν ταῖς ἡμετέραις πραγματείαις πε‐
15ποιήμεθα. καταμαθήσεται δ’ αὐτὰς ὁ βουλόμενος ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ ἥντινα θεωρίαν διδάσκουσα ἑκάστη τὸ περὶ τῆς τάξεως τῶν ἡμετέρων ὑπομνημάτων ἀναγνοὺς βιβλίον. ἐκ τούτων γὰρ ὁρμηθεὶς εἴσεται πῶς ἑκάστην αὐτῶν ἀναγνωστέον ἐστί.
20— — —647 in vol. 17.2

17b

648

λαʹ. Τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι καὶ κατάῤῥοι βη‐ χώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρί‐ τιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμὸς τοῦ σώ‐
5 ματος ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.
— — —
Τοὺς πρεσβύτας τῶν γερόντων ἔνιοι τῶν ὑπὸ Ἱππο‐ κράτους διορίζουσιν, ἐπὶ μὲν τῆς τελευταίας ἡλικίας τὸ τῶν
10γερόντων ὄνομα διορίζοντές τε καὶ διὰ παντὸς ἡγούμενοι λέ‐ γεσθαι, τὸ δὲ τῶν πρεσβύτων ἐπὶ τῆς πρὸ αὐτῆς, ἥτις ἐστὶ μέση τῆς τε τῶν νεανίσκων καὶ τῆς τῶν γερόντων. ἀλλὰ νῦν γε σαφῶς ἐνεδείξατο πρεσβύτας ὀνομάζων τοὺς τὴν ἐσχάτην ἄγοντας ἡλικίαν· ἐν αὐτοῖς γοῦν καταπαύει τὸν
15λόγον ὡς ἁπάσας ἤδη διεληλυθώς. ἁλίσκονται δ’ οὗτοι συνεχέστατα κατάῤῥοις βηχώδεσι, διά τε τὸ ῥᾳδίως ψύχε‐
σθαι τὰ περὶ τὴν κεφαλὴν καὶ διὰ τὸ πολλὰ γεννᾶσθαι648 in vol. 17.2

17b

649

περιττώματα τούτοις φλεγματικὰ ψυχρῶν τὴν κρᾶσιν ἱκα‐ νῶς ἤδη γενομένων τῶν κατὰ τὸν ἐγκέφαλον. ἄσθματα δὲ διά τε τοὺς κατάῤῥους τούτους καὶ ἄλλως τῶν ἀναπνευστι‐ κῶν ἰδίαν ἀρχὴν ψύξεως πολλάκις λαμβανόντων, ἅτε δὴ
5πολλῶν τε καὶ παχέων ἐν αὐτοῖς περιττωμάτων γιγνομένων καὶ προσέτι τῆς δυνάμεως ἀσθενοῦς οὔσης, ἐμφράττονται πολλάκις οἱ νεφροὶ καὶ τοὺς λίθους γεννῶσιν, ὅταν γλίσχρον ἢ παχὺ περίττωμα μένον αὐτόθι πωρώδη λάβῃ σύστασιν. ἄρθρων δὲ πόνοι γίγνονται, ὁτὲ μὲν ἐπιῤῥεόντων ἐνίοις πε‐
10ριττῶν ἐνταῦθα, ἔστι δ’ ὅτε καὶ τῇ ψύξει ἐτῶν κινούντων ὀργάνων αὐτά. καὶ τοὺς ἰλίγγους δὲ πολλάκις μὲν αὐτοῖς τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις ἀτμώδους πνεύματος ἄτα‐ κτος κίνησις ἐργάζεται, πολλάκις δ’ ἀθροισθέντων ἐν τῇ γαστρὶ περιττωμάτων μοχθηρῶν ἀτμώδης ἀναθυμίασις ἐπὶ
15τὸν ἐγκέφαλον φέρεται. περὶ δὲ τῆς ἀποπληξίας τί δεῖ καὶ λέγειν; οὐδὲν γὰρ οὕτως οἰκεῖόν ἐστι νόσημα τῇ τῶν γε‐
ρόντων ἡλικίᾳ, διὰ τὸ πληροῦσθαι τὸν ἐγκέφαλον αὐτοῖς649 in vol. 17.2

17b

650

φλεγματωδῶν περιττωμάτων. εἴ γε μὴν ἕλκος που γένηται γέροντι, δυσχερῶς ὑγιάζεται διὰ τὴν ἔνδειαν τοῦ αἵματος καὶ κνῶνται πυκνῶς ὅπερ, ὠνόμασε ξυσμοὺς, ὡς ἂν τῶν τὴν κίνησιν ἐργαζομένων περιττωμάτων δυσχερῆ τὴν διὰ τοῦ
5δέρματος ἐχόντων κένωσιν. εἰκὸς γάρ που τῇ ψύξει καὶ τὸ δέρμα πυκνούμενον αὐτοῖς εἶναι καὶ τὰ περιττώματα πλείω τε ἅμα καὶ παχύτερα. οὐ γὰρ δὴ πάντες συνεχῶς ἀγρυπνοῦσι καὶ ἄλλως μὲν ὅτι φροντιστικόν πως ὑπάρχει τὸ γῆρας, ἀλλὰ καὶ διὰ τὴν τοῦ σώματος ξηρότητα,
10διὸ καὶ μᾶλλον ἀγρυπνοῦσιν ὅταν ἀκριβῶς ὑγιαίνουσι. λέ‐ λεκται τοιγαροῦν ἡμῖν ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν αὐτὰ μὲν τὰ μόρια τοῦ σώματος ἐν τῷ γήρᾳ γίνεσθαι ξη‐ ρότητα, περιττωμάτων δὲ πλῆθος ἀθροίζεσθαι φλεγματω‐ δῶν. διὸ πρὸς τῶν πολλῶν εἰκότως ὑπολαμβάνεται ψυχρὸν
15καὶ ὑγρὸν τὸ γῆρας. ἐν ᾧ μὲν χρόνῳ ταῦτ’ ἀθροισθῇ, πλείω κατὰ τὸ ἐγκέφαλον, ὑπνώδεις γίγνονται μᾶλλον, ἐν ᾧ δ’ ἂν ἐκκρίνηται καλῶς, ἀγρυπνητικοί. συμβαίνει δὲ καὶ
γεννᾶσθαι μείω καὶ θᾶττον ἐκκρίνεσθαι μᾶλλον καθ’ ὃν ἂν650 in vol. 17.2

17b

651

ὑγιεινῶς διάγωσι χρόνον, ὅθεν καὶ μάλιστα πάθος ἴδιον δοκεῖ γεροντικῆς ἡλικίας ἀγρυπνία. αἱ δ’ ὑγρότητες αὐτοῖς αἵ τε τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν εὔδηλον ὅτι διὰ τὰ τοῦ ἐγκεφάλου περιττώματα γίγνεται. τῶν δ’ αὐτῶν τούτων
5καταῤῥεόντων εἰς τὴν γαστέρα καὶ αὐτὴ πολλάκις ὑγραίνεται. αἱ δ’ ἀμβλυωπίαι καὶ αἱ βαρυηκοΐαι διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀμαύρωσιν αὐτοῖς γίγνονται. γλαυκώσεις δὲ διὰ τὴν τῶν ὀργάνων ἄμετρον ξηρότητα καὶ διὰ τὸ τὴν ἰδέαν
τοῦ ὑποχύματος ἔχειν.651 in vol. 17.2

17b

652

(t1)

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
t2ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑΤΑ.
t4— — —
1
αʹ. Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετρά‐ μηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νή‐ πια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.
5
— — — Αἱ πρὸς τὰς μήτρας συμφύσεις τῶν ἐμβρύων
ἀνάλογον ἔχουσι ταῖς τῶν καρπῶν πρὸς τὰ φυτά. ταυτὶ652 in vol. 17.2

17b

653

γάρ τοι κατὰ μὲν τὴν πρώτην γένεσιν ἀσθενέσι λαβαῖς συνέχεται καὶ διὰ τοῦτο ἀποπίπτει ῥᾳδίως, ἐπειδὰν σφο‐ δρότερος ἄνεμος αὐτὰ διασείσῃ. μετὰ ταῦτα δὲ αὐξανόμενα δύσλυτον ἔχει τὴν πρὸς τὰ φυτὰ κοινωνίαν, ὥσπερ αὖ πά‐
5λιν, ἐπειδὰν τελειωθῇ, καὶ χωρὶς τῆς ἔξωθεν βίας ἀποπί‐ πτει. κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ κυούμενα ἐν μὲν τῷ πρώτῳ χρόνῳ τῆς καταβολῆς τοῦ σπέρματος, κἂν ἅλ‐ λεσθαί ποτε συμβῇ τὴν γυναῖκα ἢ καταπεσεῖν ὀλισθήσασαν ἢ ὁπωσοῦν ἄλλως σφοδρότερον ἢ κατὰ ψυχὴν ἢ κατὰ σῶμα κι‐
10νηθῆναι, ῥᾳδίως ἀποῤῥήγνυνται. παραπλησίως δὲ καὶ ἐπειδὰν ἤδη τέλεια τυγχάνειν ὄντα. ὁ δὲ μεταξὺ χρόνος ἀσφαλεστέραν ἔχει τὴν σύμφυσιν, ὥστε καὶ κινήσεων σφοδροτέρων ἀνέχε‐ σθαι τὴν κύουσαν ἄνευ τοῦ βλαβῆναι τὸ ἔμβρυον. ἅπερ ἐπιστάμενος ὁ Ἱπποκράτης εἰκότως ἔφη, τὰς κυούσας φαρ‐
15μακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ὅσπερ ἐστὶν ἐν τῷ μέσῳ τῆς κινήσεως, ἡνίκα ἀκριβῶς ἐνέχεται τῇ μήτρᾳ τὸ κυούμενον. οὐ μὴν οὐδ’ ἐν τούτῳ πάσας ὅσαι
δέονται καθάρσεως ἐπιτρέπει καθαίρειν, ἀλλ’ ἢν ὀργᾷ, φησὶ,653 in vol. 17.2

17b

654

τουτέστιν ἐπείγεται· μετενήνεκται γὰρ ἀπὸ τῶν ὀργώντων ἐπὶ συνουσίαν ζώων ἡ προσηγορία. ὅταν οὖν κινῶνταί τε καὶ φέρωνται πάντῃ τοῦ σώματος οἱ πλεονάζοντες χυμοὶ, μηδέπω καθ’ ἕν τι μόριον ἐστηριγμένοι, τηνικαῦτα πρὸς
5τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις ὁρμᾷ καὶ δεῖταί τινος ὀρέ‐ ξοντος χεῖρα καὶ ποδηγήσοντος αὐτὴν τὴν ὁρμὴν ἐπὶ τὴν γαστέρα. τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγμένους χυμοὺς οὐ χρὴ κινεῖν· οὕτως γοῦν εἴρηται κἀκεῖνο. ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇσι τῶν νοσημάτων φαρμακεύῃ, λύειν
10εὐθέως ἐπιχειροῦσι, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνον‐ τος οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πά‐ θος, τὰ δ’ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκου‐ σιν. ὅτι δὲ τὸ φαρμακεύειν ὁ Ἱπποκράτης ἐπὶ τοῦ διὰ φαρμάκου καθαίρειν εἴωθε λέγειν ὡμολόγηται πᾶσιν ὅσοι
15κἂν ἐπὶ βραχὺ τῆς λέξεως αὐτοῦ συνιᾶσιν. ἵνα γὰρ ἐάσας τις τὰ ἄλλα βιβλία τῶνδε γεγραμμένων ἀφορισμῶν μνημο‐
νεύσῃ, κατ’ οὐδένα τρόπον οἷόν τ’ ἐστὶν ἀκούειν ἐν αὐτοῖς654 in vol. 17.2

17b

655

ἄλλο τι σημαίνεσθαι πρὸς τῆς φαρμακεύειν φωνῆς, ὡς ὀλί‐ γον ὕστερον ἔσται δῆλον.
— — —
βʹ.
5Ἐν τῇσι φαρμακεύῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώ‐ ματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναν‐ τίως ἰόντα παύειν.
— — —
Αὐτόματα κενοῦσθαι λέγομεν ἐκ τοῦ σώματος ὅσα χω‐
10ρὶς τοῦ πρᾶξαί τι τὸν ἰατρὸν ἐκκρίνεται, ποτὲ μὲν τῆς διοικούσης τὸ σῶμα φύσεως ἐκκαθαιρούσης αὐτὰ, ποτὲ δὲ δι’ ἐρεθισμὸν ἢ τὸ μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων. ὅτε μὲν οὖν ἡ φύσις ἐκκενοῖ τὸ περιττὸν, ὠφελεῖται τὸ ζῶον, ὅταν δ’ ἄλλως ἀποκρίνηται, λόγῳ συμπτώματος οὔτ’ ὠφέ‐
15λειά τις ἕπεται καὶ σημεῖόν ἐστιν ἡ τοιαύτη κένωσις μοχθη‐ ρᾶς διαθέσεως. εἰκότως οὖν ὁ Ἱπποκράτης συμβουλεύει
μιμεῖσθαι τὴν φύσιν. ἡ μίμησις δ’ ἐστὶν ἐν τῷ πειρᾶ‐655 in vol. 17.2

17b

656

σθαι κενοῦν τοὺς τοιούτους χυμοὺς ἐφ’ ἑκάστῳ τῶν νοση‐ μάτων, οἵους εἴδομεν ὠφελοῦντας ἐν ταῖς αὐτομάτοις κενώ‐ σεσιν. ἔμπροσθεν μὲν οὖν εἴρηται περὶ πάσης κενώσεως αὐτῶν γενικώτερον. οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν οἵην
5δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, νυνὶ δὲ περὶ μόνης καθάρσεως τὸν αὐτὸν ἐποιήσατο λόγον, ἐπειδὴ περὶ ταύτης αὐτῷ προὔκειτο διδάσκειν ἐν τῷ χωρίῳ τῷδε τοῦ βιβλίου. βέλτιον δ’ οὖν ἴσως ἐστὶ κἀμὲ ἀνα‐ λαμβάνειν τὸν λόγον ὑπὲρ ἁπασῶν κενώσεων, ἃς οἱ ἰατροὶ
10μηχανῶνται περὶ τὰ τῶν καμνόντων σώματα. γίγνονται δὲ αὗται ποτὲ μὲν διὰ τῶν καθαιρόντων ὅλον τὸ σῶμα φαρ‐ μάκων ἐμετηρίων τε καὶ ὑπηλάτων, ἐνίοτε δὲ μορίου τινὸς κενωτικόν ἐστι τὸ φάρμακον, οἷον ὅσα δι’ ὑπερώας καὶ ῥι‐ νῶν ἀπάγει τῆς κεφαλῆς τὰ περιττά. τοῦ γένους δ’ ἐστὶ
15τῶν καθαιρόντων τὰ περιττὰ καὶ ὅσα διὰ βηχὸς ἐκκαθαί‐ ρει τὰ κατὰ θώρακα καὶ πνεύμονα καὶ ὅσα δι’ οὔρων ἀπά‐ γει τὸ τοῦ παντὸς αἵματος ὀῤῥῶδες περίττωμα· καὶ κλυστὴρ
δ’ ἂν ἐκ τοῦ τοιούτου γένους εἴη καὶ πᾶν ὁτιοῦν ἄλλο τῶν656 in vol. 17.2

17b

657

μὴ κενούντων ὁμοτίμως ὅλον τὸ σῶμα, καθάπερ ἥ τε φλε‐ βοτομία κενοῦν πεπίστευται καὶ ὅλως ἀφαίρεσις αἵματος πᾶσα καθ’ ὁντιναοῦν γιγνομένη τρόπον. ἐκ τῶν τοιούτων δ’ ἐστὶ κενώσεων ἥ τε διὰ μήτρας καὶ ἡ δι’ αἱμοῤῥοΐδων,
5ἥ τ’ ἐπὶ τοῖς γυμνασίοις καὶ τρίψεσι καὶ πάσῃ κινήσει τε καὶ ἀλέᾳ καὶ λουτροῖς θερμοῖς καὶ μάλιστα εἰ νι‐ τρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη τύχῃ καὶ κατὰ συμβεβη‐ κὸς ἡ ἀσιτία. τὰ γὰρ τοιαῦτα πάντα δοκεῖ μὲν ὁμοτίμως ὅλον τὸ σῶμα κενοῦν. καίτοι γε εἰ ἀκριβῶς τις ἐξετάζοι,
10εὑρήσει μὴ κενοῦν ὁμοτίμως, ἀλλ’ ἐν τούτοις μὲν ἐπειδὴ μι‐ κρὰ τοῦ ἑτέρου πρὸς τὸ παρὰ τὸ ἕτερόν ἐστιν ὑπεροχὴ κατὰ τὴν ποιότητα τῶν κενουμένων ὁμότιμος εἶναί μοι δο‐ κεῖ. τὰ δὲ καθαρτικὰ καλούμενα φάρμακα φανερῶς διά‐ φορον εἶδος ἐργάζεται κενώσεως, ὑπὲρ ὧν, ὡς ἔφην, νῦν αὐ‐
15τῷ πρόκειται λέγειν. οὐ μὴν περιττότερόν γε διδάσκει τι τοῦ περὶ πασῶν κενώσεων αὐτῷ εἰρημένου. σκοπὸς γάρ ἐστιν ἁπάσαις εἷς ὁ πλεονάζων χυμὸς, οὗ πειρᾶσθαι δια‐
γνωστικὸν ὑπάρχειν ἔκ τε τῆς καθ’ ὅλον τὸ σῶμα παρὰ657 in vol. 17.2

17b

658

φύσιν ἑκάστῳ γιγνομένης χρόας, ἔτι τε τῶν συμπτωμάτων καὶ τῶν νοσημάτων, ὥρας τε καὶ χώρας καὶ ἡλικίας καὶ καταστάσεως καὶ φύσεως τοῦ κάμνοντος, ἐπιτηδευμάτων τε καὶ διαίτης, οἷον εἰ τύχῃ καθ’ ὅλον μὲν τὸ σῶμα τῆς
5χρόας ὠχροτέρας γεγενημένης, ὡς ἐν ἰκτέροις, οὐχ ὑποχω‐ ρούσης δὲ δι’ ἕδρας τῆς χολῆς, ἤ τινων ἐξανθημάτων ἐν ὅλῳ τῷ σώματι γεγενημένων χολωδῶν, κατὰ μέρος δὲ δή‐ ξεως ἐν τῇ γαστρὶ καὶ ἄσης καὶ ἀσιτίας καὶ δίψης ἐκπι‐ κρουμένου τε τοῦ στόματος ἢ κατά τι μέρος ἐρυσιπέλατος
10ἢ τριταίου πυρετοῦ κατέχοντος τὸν ἄνθρωπον ἢ τῶν καυ‐ σωδῶν τοῦ πικροχόλου. πλεονάζει γὰρ ἐν τοῖς τοιούτοις ἅπασιν ἡ ξανθὴ χολὴ καὶ διὰ τοῦτο ἐξάγειν αὐτὴν ἐπιχει‐ ρήσομεν ἐκείνοις τοῖς φαρμάκοις, ὅσα δ’ αὐτὴν τὴν ἐνέρ‐ γειαν ὀνομάζουσι χολαγωγά· καὶ τοῦτ’ ἔστι τὸ ὑφ’ Ἱππο‐
15κράτους εἰρημένον· ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαί‐ ρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. τὸ γὰρ οἷα δεῖ τὸ πλεονάζον ἐστὶ τῶν λυπούντων δηλονότι κατὰ ποιότητα
τὸν κάμνοντα, διὰ τοῦτ’ οὖν συμφέρειν φησὶ τὰς658 in vol. 17.2

17b

659

τοιαύτας κενώσεις. ἀλλ’ ἐπεὶ πάντες οἱ τεχνικοὶ στοχασμοὶ κατὰ τὰς πράξεις ἔστιν ὅτε καὶ διαμαρτάνουσιν, αἱ γὰρ ὁμοιότητες, ὡς αὐτὸς εἶπεν, οὐ μόνον τοῖς ἐπιτυχοῦσιν, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἰατροῖς φέρουσιν ἀπάτην, ἕτερον ἡμᾶς
5γνώρισμα ταῖς ἀγαθαῖς κενώσεσιν ἐζευγμένον ἐδίδαξε, τὴν εὐφορίαν, ἵνα κἀν τούτῳ θαῤῥῶμεν, ὀρθῶς ποιούμενοι τὴν κένωσιν. ὅπερ οὖν ἐπὶ τῆς ξανθῆς χολῆς ὡς ἐπὶ παραδεί‐ γματος εἴρηκα, τοῦτό μοι καὶ ἐπὶ τῆς μελαίνης νόει. καὶ γὰρ κἀπὶ ταύτης ἡ μὲν καθ’ ὅλον τὸ σῶμα χρόα πρὸς
10τὸ μελάντερον τρέπεται, τά τε ἐξανθήματα μέλανα διὰ τὴν τῆς μελαίνης γίνεται χρόαν. ὅσα δὲ πάθη διὰ τὴν πλεονεξίαν αὐτῆς γίγνεται, φανερῶς ἐνδείκνυται τὸ πλῆθος τοῦ χυμοῦ, καθάπερ ἐλέφας τε καὶ καρκίνος. καὶ μὴν καὶ ἡ τεταρταία περίοδος ἐπὶ τῷ μελαγχολικῷ γίγνεται χυμῷ καὶ
15σπλὴν μέγας καὶ κιρσοὶ μελαινόμενοι τῆς αὐτῆς ταύτης ἔγγονα πάθη, καθάπερ γε καὶ ἡ μελαγχολία καλουμένη καὶ
πᾶσα παραφορὰ διανοίας, ὀργίλη, θρασεῖα, θηριώδης· Ἱπ‐659 in vol. 17.2

17b

660

ποκράτης δὲ κἀκ τῶν καταμηνίων ἐτεκμαίρετο τὸν πλεονά‐ ζοντα χυμὸν ταῖς γυναιξὶ καὶ γέγραπται αὐτῷ τὰ γνωρί‐ σματα κατὰ τὸ πρότερον τῶν γυναικείων. ἐκ τούτων μὲν οὖν ὅτι πλεονάζει μέλαινα διαγινώσκειν χρὴ καὶ τούτους
5ἔχοντά σε τοὺς σκοποὺς ἐπὶ τὴν κένωσιν αὐτῆς ἰέναι, δεύτερον δὲ κατ’ αὐτὴν τὴν κένωσιν σκοπὸν ἔχειν τὴν εὐ‐ φορίαν. ὅσα δὲ ἐπὶ τῆς μελαίνης χολῆς καὶ ὠχρᾶς εἴρη‐ ται, ταῦτα καὶ ἐπὶ τοῦ φλέγματός μοι νόει, ὄγκους οἰδη‐ ματώδεις, ἐξανθήματά τε καὶ σύμπαν τοῦ σώματος τὸ
10χρῶμα κατὰ τὴν ἰδέαν τοῦ χυμοῦ καὶ τῶν πυρετῶν τοὺς ἀμφημερινοὺς καὶ τῆς διανοίας ἀργίας καὶ νωθρότητας, ἔτι τε καταφορὰς ὑπνώδεις καὶ βάρη τῆς κεφαλῆς ὀξυρεγμίας τέ τινας, ὅταν ἐν τῇ γαστρὶ πλεονάζῃ τὰ τοιαῦτα, προτρέ‐ ψηται διδόναι φάρμακον ἐκκαθαῖρον τὸ φλέγμα. γενομένης
15δ’ ἤδη τῆς καθάρσεως ἡ εὐφορία ἐπιμαρτυρήσει τῇ τε διαγνώσει καὶ τῇ δι’ ἐκείνην τολμηθείσῃ κενώσει πρός τε τὴν διάγνωσιν καὶ ἐλπίδα τῆς κενώσεως, ἔχεις ἄν τι συντε‐
λοῦσαν οὐχ ἡλικίαν μόνην ἢ φύσιν τοῦ κάμνοντος, ἀλλὰ καὶ660 in vol. 17.2

17b

661

τὴν ὥραν τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν, ἔτι δὲ καὶ τὴν χώραν καὶ τὴν προγεγενημένην δίαιταν, ἅμα τοῖς ἄλλοις ἅπασιν ἐπιτηδεύμασιν. ἔμαθες γὰρ ὡς καὶ τούτων ἁπάντων τὰ μὲν τὸ φλέγμα, τὰ δὲ τὴν ξανθὴν, τὰ δὲ τὴν
5μέλαιναν αὐξάνει χολήν. ταῦτα μὲν, ὡς εἴρηται, πάντα σκοποὶ τοῦ προσάγειν τὸ καθαρτικὸν τοῦ λυποῦντος χυμοῦ φάρμακον. ἐν αὐτῇ δὲ τῇ κενώσει σκοπὸς ἔσται ἕτερος, ἤτοι μαρτυρῶν ἡμῖν ὅτι καλῶς διέγνωμεν ἢ διελέγχων τὸ σφάλμα μαρτυρῶν τῇ μὲν εὐφορίᾳ, διελέγχων δὲ τῇ δυ‐
10σφορίᾳ· τῶν μὲν γὰρ λυπούντων κενουμένων εὐφορήσουσιν οἱ κάμνοντες. εἰ δὲ ἕτερόν τι κενοῖτο καὶ μὴ τὸ λυποῦν εἴη κενούμενον, ἀνάγκη πᾶσα δυσφορεῖν αὐτούς. ὅπερ οὖν, ὡς ἔφην ἐν ἀρχῇ τοῦ βιβλίου, δι’ ἑνὸς ἐδίδαξεν ἀφορισμοῦ λέγων· οὕτω καὶ κενεαγγείη ἢν μὲν οἵη δεῖ γίγνεσθαι γίγνη‐
15ται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· τοῦτο νῦν ἐνταῦθα δίχα τεμὼν ἐν ταῖς φαρμακείαις, διὰ μὲν τοῦ προτέρου λόγου τίνες εἰσὶν αἱ ξυμφέρουσαι κενώσεις διδάσκει, διὰ
δὲ τοῦ μετ’ αὐτὸν ὅτι ταῖς τοιαύταις ἕπεται γνώρισμα βέ‐661 in vol. 17.2

17b

662

βαιον ἡ εὐφορία. παραδείγματα δ’ αὐτὸς εἴρηκε τῶν αὐ‐ τομάτως γιγνομένων κενώσεων ἐπ’ ἀγαθῷ, πάμπολλα μὲν ἐν τοῖς τῶν ἐπιδημίων, ὀλίγα δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον τὸ τῶν ἀφορισμῶν, ὁποῖα καὶ ταῦτά ἐστιν, ὑπὸ
5ὕδρωπος ἐχομένῳ κατὰ τὰς φλέβας εἰς τὴν κοιλίαν ὕδατος ῥυέντος λύσις. ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίας ληφθῆναι ἀγα‐ θόν. οἷσι χολώδεα διαχωρήματα κωφώσιος γενομένης παύε‐ ται. καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.
— — —
10
γʹ. Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσι. τὰ δ’ ἐναντία δυσχερῶς.
— — —
Προεξήγημαι τοῦτον ἐν τῇ κατὰ τὸν προγεγραμμένον
15ἀφορισμὸν ἐξηγήσει, γεγραμμένον κἀν τοῖς ἀνωτέρω τοῦ βι‐ βλίου κατὰ τὴν αὐτὴν λέξιν, ὅθεν ἔνιοι καὶ περιαίρουσιν αὐτὸν ἐντεῦθεν.
— — —662 in vol. 17.2

17b

663

δʹ. Φαρμακεύειν θέρεος μὲν τὰς ἄνω μᾶλλον, χειμῶνος δὲ τὰς κάτω.
— — —
5
Προϋπακοῦσαι χρὴ δηλονότι κοιλίας. εἰκότως δὲ θέ‐ ρους μὲν ἄνω καθαίρει. καὶ γὰρ ὁ πλεονάζων τηνικαῦτα χυμὸς ἡ ξανθὴ χολὴ καὶ ὅλως ἡ φύσις ἅπασα τοῦ ζώου, διὰ τὴν περιέχουσαν θερμασίαν ἄνω κινεῖται μᾶλλον. ἀκτέον δέ ἐστιν ἕκαστον τῶν περιττῶν ᾗ ῥέπει διὰ τῶν συμφε‐
10ρόντων, ὡς αὐτὸς ἐν τῷ περὶ χυμῶν ἔγραψε. προσέθηκε δὲ τῷ κατὰ τὸν ἀφορισμὸν λόγῳ μᾶλλον. καὶ οὐχ ἁπλῶς εἶπε φαρμακεύειν θέρεος τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω. καὶ γὰρ εἰ μὴ πολλάκις, ἀλλὰ σπανίως γοῦν ποτε θέρους ὥρᾳ φλεγματικὸς ὤφθη τινὶ πλεονάζων χυμὸς, ὥσπερ ἐνίοτε
15τῆς ὠχρᾶς χολῆς χειμῶνος.
— — —663 in vol. 17.2

17b

664

εʹ. Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.
— — —
Ἐκπεπυρωμένη τε γὰρ ἡμῶν ἡ φύσις οὖσα
5τηνικαῦτα τὴν ἀπὸ τῶν καθαρκτικῶν οὐκ οἴσει δριμύτητα, διὸ καὶ πυρέττουσι πολλοὶ τῶν ἐν τούτῳ τῷ καιρῷ καθαρ‐ θέντων, ἀσθενής τε οὖσα ἡ δύναμις διὰ τὸ καῦμα προσ‐ καταλυθήσεται τῇ καθάρσει. καὶ μέντοι καὶ ἡ κάθαρσις αὕτη γενήσεται μοχθηρὰ, ἀντισπώσης τῷ καθαρτικῷ φαρ‐
10μάκῳ τῆς τοῦ περιέχοντος ἀλέας πρὸς τοὐκτὸς τοὺς χυ‐ μούς. ὥσπερ γὰρ τὰ θερμὰ λουτρὰ ταῖς καθάρσεσιν ἀντι‐ πράττειν πέφυκεν, οὕτω καὶ ἡ κατὰ τὸ θέρος θερμασία, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρότερον ἑαυτοῦ.
— — —
15
στʹ. Τοὺς ἰσχνοὺς καὶ εὐεμέας ἄνω φαρμακεύειν, ὑποστελλομέ‐ νους χειμῶνα.
— — —664 in vol. 17.2

17b

665

Προσθεῖναι κἀνταῦθα χρὴ τὸ μικρὸν ἔμπροσθεν εἰρη‐ μένον τὸ μᾶλλον, ὡς τὸ πολὺ γὰρ οἱ ἰσχνοὶ χολώδεις εἰσίν. ἐὰν οὖν αὐτοῖς ὑπάρχῃ καὶ εὐεμέσιν εἶναι, φαρμακευτέον ἄνω, πλὴν εἰ μὴ χειμὼν ἐναντιῷτο. προειρήκει γὰρ ὡς
5θέρους μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω φαρ‐ μακευτέον ἐστί.
— — —
ζʹ. Τοὺς δὲ δυσεμέας καὶ μέσας εὐσάρκους κάτω, ὑποστελλομέ‐
10 νους θέρος.
— — —
Εἰ μὲν εὐεμής τε εἴη καὶ ἰσχνὸς, ἄνω φαρμακεύειν αὐτὸν, πλὴν εἰ μὴ χειμὼν εἴη, τουτέστι καὶ θέρους καὶ φθινοπώρου καὶ ἦρος. ἢν δὲ δυσεμὴς εἴη καὶ μέσος εὔσαρκος, κάτω
15φαρμακευτέον, ἐὰν ἐπείγῃ μόνον τοῦ θέρους φυλαττόμενον. ἐν ἄλλῃ δ’ ὥρᾳ οὐ φυλακτέον.
— — —665 in vol. 17.2

17b

666

ηʹ. Τοὺς δὲ φθινώδεας ἀποστελλομένους τὰς ἄνω φαρμακείας.
— — —
5
Ἐπὶ τὰς ἄνω, φησὶ, φαρμακείας οὐδέποτ’ ἄξεις, εὐλα‐ βούμενος δηλονότι τὴν ἐν τοῖς ἀναπνευστικοῖς αὐτῶν ὀργά‐ νοις ἀσθένειαν. ἀκουστέον δὲ φθινώδεις ἤτοι τοὺς φθίσει τῇ νόσῳ ἑαλωκότας ἢ τοὺς ἐπιτηδείως ἔχοντας πρὸς τὴν φθίσιν, ὑπὲρ ὧν εἴρηκεν αὐτὸς ἐν τῷ πρώτῳ τῶν ἐπιδη‐
10μιῶν· καὶ μάλιστα ἔθνησκον οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, στενὸς δὲ τούτοις ἐστὶν ὁ θώραξ καὶ ὁ περιεχό‐ μενος ἐν αὐτῷ πνεύμων.
— — —
θʹ.
15Τοὺς δὲ μελαγχολικοὺς ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λο‐ γισμῷ τὰ ἐναντία προστιθείς.
— — —666 in vol. 17.2

17b

667

Φαρμακεύειν τὰς κοιλίας δηλονότι τὰς κάτω τῶν με‐ λαγχολικῶν ἁδροτέρως χρή. ἁδροτέρως δὲ εἴρηκεν ἀντὶ τοῦ σφοδρῶς. ὅτι δὲ κάτω ῥέπει ὁ χυμὸς οὗτος, εἰκότως αὐτὸν ἐκκενοῦν διὰ τῆς κάτω κελεύει γαστρὸς, ὥσπερ τὴν ξανθὴν
5χολὴν διὰ τῆς ἄνω, κοῦφον ὄντα χυμὸν ἐπιπολάζοντά τε συνεχῶς αὐτόματον. ἐν ἀμφοτέροις μὲν οὖν κοινὸν τὸ ἄγειν ἢ ῥέπειν διὰ τῶν ξυμφερόντων χωρίων. ἴδιον δὲ τοῦ μὲν ἑτέρου τῶν χυμῶν ἄνω ποιεῖσθαι τὴν κένωσιν, ὅτι ταύτῃ ῥέπει, τοῦ δ’ ἑτέρου κάτω, διότι καὶ οὗτος ῥέπει ταύτῃ.
10ἐναντίον οὖν τὸ ἄνω κενοῦν τῷ κάτω, ὃ καθ’ ἕνα γίγνεται λογισμὸν κοινὸν, διὸ καὶ προσηκόντως εἶπεν ὁ Ἱπποκράτης, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.
— — —
ιʹ.
15Φαρμακεύειν ἐν τῇσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθη‐ μερόν· χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.
— — —667 in vol. 17.2

17b

668

Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ὀργᾷ φωνὴν ὁ Ἱπ‐ ποκράτης ἀπὸ τῶν ζώων μετενήνοχε τῶν ἐπειγομένων χρῆ‐ σθαι συνουσίᾳ, φυσικήν τινα ταύτην ἐπιθυμίαν ἰσχόντων αὐτῶν εἰς τὴν τοῦ σπέρματος ἀπόκρισιν. ἐδείχθη γὰρ ἐν
5τοῖς περὶ σπέρματος λόγοις καὶ τὸ θῆλυ κατὰ τὰς συνου‐ σίας σπερμαῖνον. ὅταν οὖν ἤτοι γε ἐν ὅλῳ τῷ σώματι παραπλησία τῇδε γένηται τῆς φύσεως ὁρμὴ πρὸς ἀπόκρι‐ σιν τῶν περιττῶν ἢ εἰ καὶ μὴ καθ’ ὅλον, ἀλλά γε κατὰ τὰ κυριώτατα μέρη, τὸ τοιοῦτον ὁ Ἱπποκράτης ὀργᾷν ὀνομά‐
10ζειν εἴωθεν. ἀξιοῖ τε διὰ φαρμάκου κενοῦν αὐτίκα, πρὶν ἤτοι κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὴν τοῦ πυρετοῦ θερμασίαν ἢ εἰς κύριόν τι κατασκῆψαι μόριον τοὺς ἁλω‐ μένους κατὰ τὸ σῶμα χυμούς. ὅτι δὲ λίαν ὀξέα κέκληκε νῦν ἃ πρόσθεν ὠνόμασε κατόξεα δῆλον παντί. καὶ μέντοι
15καὶ ὅτι τῆς τούτων κρίσεως ὅρος ἐστὶν ἡ ἑβδομὰς ἡ πρώτη λέλεκταί μοι καὶ τοῦτο πρόσθεν.
— — —668 in vol. 17.2

17b

669

ιαʹ. Ὁκόσοισι στρόφοι καὶ περὶ τὸν ὀμφαλὸν πόνοι καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακίης μήτ’ ἄλλως εἰς ὕδρωπα ξηρὸν ἰδρύεται.
5
— — —
Οἱ μὲν στρόφοι γίγνονται διά τε δῆξιν ἰσχυρὰν καὶ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ἀλλ’ ἐν ταῖς ἐντέρων ἕλιξιν ἐναπειλημμένον, οἱ πόνοι δὲ ὅτι ταῖς τοιαύταις δια‐ θέσεσιν ἕπονται πρόδηλον. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ὀμφα‐
10λὸν ἐρείδωσι καὶ τὴν ὀσφὺν, εἶτα μήθ’ ὑπὸ φαρμακείας μήθ’ ὑπὸ τῶν ἄλλων βοηθημάτων λύονται, δυσκρασία τίς ἐστιν ἑκτικὴ τῶν αὐτῶν μορίων, ἥτις ὡς τὰ πολλὰ χρονί‐ ζοντα τὸν ὑφ’ Ἱπποκράτους ὀνομαζόμενον ξηρὸν ὕδρωπα ἐργάζεται. ὀνομάζεται δ’ ὑπὸ τῶν μετ’ αὐτὸν ἰατρῶν ὁ
15τοιοῦτος ὕδερος τυμπανίας, ὅτι κρουόμενον τὸ ὑπο‐ γάστριον ἀποτελεῖ ψόφον οἷόν περ τὰ τύμπανα. καὶ γὰρ
οὖν καὶ κατ’ ἐκεῖνα διὰ τοῦ περιτεταμένου δέρματος ὁ ἀὴρ669 in vol. 17.2

17b

670

πλήττεται, καθάπερ ὁ ἐν τῷ βάθει τῶν τοιούτων ὑδρῶν. ὅτι δὲ ἀπὸ τῆς κατὰ τὸν ὄγκον ὁμοιότητος ὕδρωπα καὶ τοῦτον ὁ Ἱπποκράτης ὠνόμασεν εὔδηλον. οὐ μὴν ὑγρόν γε καθάπερ τὴν ἀσκίτην, ἐφ’ ᾧ τὸ συνειλεγμένον οὐκ ἀήρ
5ἐστι φυσώδης, ἀλλ’ ὑγρὸν ὑδατῶδες. ἔοικε δὲ μείζονος μὲν τῆς ψύξεως ἔκγονος ὑπάρχειν ὁ ὑδατώδης ὕδερος, ὃν ἀσκί‐ την ὀνομάζουσιν, ὅτι καθάπερ ἐν ἀσκῷ τινι τῷ περιτο‐ νίῳ κατακέκλεισται τὸ ὑγρὸν, ἐλάττονος δ’ ὁ τυμπανίας. οὐδὲ γὰρ οὐδὲ μεταβάλλειν ἡ ὑγρότης εἰς ἀέρα φυσώδη
10δύναται χωρὶς θερμασίας τινός.
— — —
ιβʹ. Ὁκόσοισι κοιλίαι λειεντεριώδεις, χειμῶνος φαρμακεύειν ἄνω κακόν.
15
— — — Ὅταν ἐν τάχει τῶν ἐσθιομένων ἡ διαχώρησις γίγνη‐
ται τοιούτων, οἷα κατεπόθη, λειεντερίαν ὀνομάζουσι τὸ νό‐670 in vol. 17.2

17b

671

σημα. γίγνεται μὲν οὖν ἐπὶ τῇ τῆς καθεκτικῆς δυνάμεως ἀῤῥωστίᾳ, ταῖς δυσκρασίαις δ’ ἕπεται πάντων τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, τουτέστιν αὐτῆς τε τῆς γαστρὸς εἰς ἣν καταπίνομεν τὰ σιτία καὶ τῶν ἐκ ταύτης αὐτὰ διαδεχο‐
5μένων τε καὶ παραπεμπόντων ἐντέρων. γίγνεται δ’ ἔστιν ὅτε λειεντερία καὶ κατά τινα ἐπιπολῆς ἕλκωσιν, ὁμοίαν ταῖς ἄφθαις. αἱ μὲν οὖν δυσκρασίαι ποτὲ μὲν ὡς ἂν εἴποι τις ἑκτικαὶ γίνονται, καλοῦσι δ’ οὕτως τὰς αὐτῆς τῆς ἕξεως τῶν σωμάτων βεβλαμμένης ἀποτελουμένας, ἔστιν ὅτε διὰ
10φλέγμα ψυχρὸν, οἷόν ἐστι μάλιστα τὸ ὀξύ· τῶν δ’ ἐπιπο‐ λῆς ἑλκώσεων αἴτιόν ἐστι χυμὸς ὁ δριμὺς καὶ λεπτός. οὗτος μὲν οὖν, εἰ καὶ τῆς ἄνω φαρμακείας δεῖται, διὰ τὸ μᾶλλον ἐπιπολάζειν ἢ ὑποχωρεῖν κάτω τοὺς τοιούτους χυμοὺς, ἀλλ’ οὐκ ἐν χειμῶνί γε δίδοται, καθότι καὶ πρόσθεν εἴρηται.
15ὁ δ’ ἕτερος ὁ φλεγματικὸς, ὅταν ᾖ τοῖς ἐντέροις ἐμπεπλα‐ σμένος, οὐδέποτε δεῖται τῆς ἄνω φαρμακείας, ὅπερ ἐστὶν
ἐμετηρίου φαρμάκου. μόνα γὰρ ἐμεῖσθαι πέφυκε τὰ κατὰ671 in vol. 17.2

17b

672

τὴν γαστέρα. τῶν δ’ ἐν τοῖς ἐντέροις περιεχομένων οὐδὲν οἷόν τε δι’ ἐμέτου κενῶσαι.
— — —
ιγʹ.
5Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥᾳδίως καθαιρο‐ μένοισι πρὸ τῆς πόσιος ὑγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.
— — —
Προπειρᾶσθαι χρὴ τῆς τοῦ μέλλοντος τὸν ἐλλέβορον
10λήψεσθαι φύσεως ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γιγνέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια. ἐὰν οὖν φαίνηται μὴ ῥᾳ‐ δίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσασθαι. γίγνοιτο
15δ’ ἂν τοῦτο καὶ διὰ τῶν συνεχῶν μὲν ἐμέτων ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον. ἀλλ’ ὡς μικρὸν
τοῦτο γνώριμον ἅπασιν ὁ Ἱπποκράτης παρέλιπε. γένοιτο672 in vol. 17.2

17b

673

δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προυγραίνειν τὰ σώματα, πρου‐ γραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξη‐ ραίνειν πέφυκε, οὕτως καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυ‐
5χία τε καὶ ἀγυμνασία φυλάττει τὰς ὑγρότητας. ἡ τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ εἴ τις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνῆς μήτε δριμείας μήθ’ ἁλυκῆς μήτε πικρᾶς. τάχα δ’ οὐδὲ τροφὴν ἁπλῶς φατέον εἶναι τὴν τοιαύτην, ἀλλ’ οἷον φαρμακώδη τροφὴν,
10ὡς τῇ γε ἁπλῶς τροφῇ μόνῃ τῶν ἁπάντων ὑπάρχειν κατὰ τὴν ἑαυτῆς φύσιν, οὐ κατά τι συμβεβηκὸς ὑγραίνειν τὰ στερεὰ τοῦ ζώου μόρια τῆς ἀναπαύσεως οὐ καθ’ αὑτὴν, ἀλλὰ κατά τι συμβεβηκὸς τοῦτο ποιούσης. ὅτι γὰρ οὐ ξη‐ ραίνει τὴν ἐκ τῆς τροφῆς ὑγρότητα, διὰ τοῦτο ὑγραίνειν
15λέγεται. τὸ δ’ ὕδωρ οὔτε πινόμενον οὔτ’ ἔξω προσπῖπτον ὑγραίνειν πέφυκεν αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια. μαθεῖν δ’ ἐστί σοι τελεώτερον ὑπὲρ τῶν τοιούτων τῇ τῶν φυσι‐ κῶν δυνάμεων ἐντυχόντι πραγματείᾳ τῇ ἡμετέρᾳ καὶ τῷ περὶ μαρασμοῦ βιβλίῳ.
20— — —673 in vol. 17.2

17b

674

ιδʹ. Ἐπὴν πίῃ τις ἐλλέβορον πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας ἧσσον. δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ
5 σώματα ταράσσει.
— — —
Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν κινεῖσθαι κελεύει τὰ σώματα τῶν τὸν ἐλλέβορον εἰληφότων. ἡσυχία μὲν γὰρ ἐπὶ τῆς καταστάσεως φυλάττει, μεταβάλλει δὲ καὶ ἀλλοιοῖ τὸ
10σῶμα κίνησις, ὡς δηλοῖ καὶ ναυτιλία, κίνησις μὲν οὖσα, τα‐ ράσσουσα δὲ τὰ σώματα μέχρι τοῦ καὶ πρὸς ἔμετον ὁρμᾷν. ὁπότ’ οὖν ἡ τοιαύτη κίνησις ἱκανὴ καὶ μόνη παρασκευά‐ σαι τὸ σῶμα πρὸς ἔμετον, εἰκὸς δήπου συνελθοῦσαν αὐτὴν ἐμετηρίῳ φαρμάκῳ μικρῷ τινι γενέσθαι δραστικωτέραν.
15ἔνιοι δὲ ἀντὶ τοῦ ναυτιλίη ναυτίη γράφουσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· δηλοῖ δὲ καὶ ἡ ναυτίη ταῖς σφοδραῖς τοῦ
σώματος κινήσεσιν ἐπιγιγνομένη ὅτι κίνησις αὐτὰ ταράσ‐674 in vol. 17.2

17b

675

σει. πρόδηλον δὲ ὡς καὶ οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ προειρημένῳ.
— — —
ιεʹ.
5Ἐπὴν βούλει μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα. ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει καὶ μὴ κίνει.
— — —
Ὁ μὲν πρότερος ἀφορισμὸς ὅπως χρὴ παρασκευάσαι τὸν ἐλλέβορον εἰληφότα πρὸς τὴν κάθαρσιν ἐδίδαξεν, ὁ δὲ
10νῦν ὅπως χρὴ παύειν τοὺς καθαιρομένους. εὔλογον δὲ τἀν‐ αντία τοῖς ποιοῦσι τὸν ἔμετον παύειν τὴν κάθαρσιν. ὅπερ οὖν αἱ κινήσεις ποιοῦσιν, αἱ ἡσυχίαι παύουσι. καὶ πολὺ δὴ μᾶλλον ὁ ὕπνος ἠρεμίαν ἐργαζόμενος τῶν ψυχικῶν ἐνερ‐ γειῶν, ὅσαι διὰ τῶν αἰσθήσεων γίνονται καὶ προσέτι διὰ
15τῶν μυῶν ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν.
— — —675 in vol. 17.2

17b

676

ιστʹ. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι· σπασμὸν γὰρ ἐμποιέει.
— — —
5
Ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐπὶ πασῶν τῶν καθάρσεων εἶπε, τοῦτο νῦν ἐπὶ μόνης τῆς δι’ ἐλλεβόρου, ὥστε καὶ συν‐ αφθῆναι δύνασθαι τοὺς ἀφορισμοὺς τρόπῳ τοιῷδε· οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες. οὕτω γοῦν καὶ ὁ ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι·
10σπασμοὺς γὰρ ἐμποιέει· ἐξαίρετον γάρ τοι πρόσεστι τῷ ἐλ‐ λεβόρῳ τὸ τοῦ σπασμοῦ, διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας.
— — —
ιζʹ. Ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ
15στόμα ἐκπικρούμενον, ἄνω φαρμακείης δεῖσθαι σημαίνει.
— — —676 in vol. 17.2

17b

677

Ἡ μὲν ἀσιτία τὸ αὐτὸ δηλοῖ τῇ ἀνορεξίᾳ, ὁ δὲ καρ‐ διωγμὸς δῆξίς ἐστι καρδίας, τουτέστι τοῦ στόματος τῆς γαστρός. ὠνόμαζον γὰρ οἱ παλαιοὶ καὶ τοῦτο καρδίαν. σκοτόδινος δ’ ἐστὶν, ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκῇ τὰ
5βλεπόμενα, ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖ‐ ται, δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δα‐ κνομένου. διὰ γὰρ τὸ μέγεθος τῶν νεύρων τῶν ἐξ ἐγκε‐ φάλου καθηκόντων εἰς αὐτὸ βλάπτεται τὰ τῆς ψυχῆς ἔργα
10κακοπραγοῦντος τοῦ μορίου. τὰ μὲν τοιαῦτα συμπτώματα κοινὰ πάντων ἐστὶ τῶν δάκνειν δυναμένων χυμῶν. τὸ δ’ ἐκπικροῦσθαι τὸ στόμα μόνης τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης χολῆς. διὸ καὶ καλῶς τοῖς εἰρημένοις συμ‐ πτώμασιν ὁ Ἱπποκράτης εἶπεν ἄνω φαρμακεύειν σημαίνειν,
15ὅπερ ἐξαπλωθὲν οὕτως ἑρμηνευθήσεται. τὰ εἰρημένα συμ‐ πτώματα σημαίνει τῷ ἰατρῷ τὸν ἄνθρωπον τῆς ἄνω δεῖ‐ σθαι φαρμακείης, τουτέστι τῆς δι’ ἐμέτων.
— — —677 in vol. 17.2

17b

678

ιηʹ. Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα, ὁκόσα καθάρ‐ σεως δέονται, ἄνω φαρμακείας σημαίνει δεῖσθαι, ὁκόσα δὲ κάτω, κάτω.
5
— — —
Οὗτος ὁ ἀφορισμὸς ὅπερ ὁ πρόσθεν ἐφ’ ἑνὸς ἀλγήματος ἐδίδαξε, τοῦ κατὰ τὸ στόμα τῆς κοιλίας, τοῦτ’ ἐπὶ πάσας ἐκτείνει τὰς ὀδύνας. ὅσαι μὲν ἄνω τῶν φρενῶν συνίσταν‐ ται καθάρσεως δεόμεναι, δηλονότι συμβουλεύει ἄνω φαρ‐
10μακεύειν. ὅσαι δὲ κάτω τῶν φρενῶν εὔδηλον ὅτι καὶ ταύ‐ τας κάτω. προσέθηκε δὲ τῷ λόγῳ τὸ καθάρσεως δεόμεναι, χάριν τοῦ μὴ δόξαι τινὶ πάσας ἁπλῶς τὰς ὀδύνας τὸν Ἱπ‐ ποκράτην διὰ καθάρσεως ἰᾶσθαι. νυνὶ γὰρ οὐ τοῦτ’ εἶπεν, ἀλλ’ ὅτι κατὰ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ τὰς
15κενώσεις ποιεῖσθαι καὶ μήτε τὰς ἄνω τῶν φρενῶν ὀδύνας διὰ τῶν ὑπηλάτων ἐκκενοῦν μήτε τὰς κάτω διὰ τῶν ἐμε‐ τικῶν.
— — —678 in vol. 17.2

17b

679

ιθʹ. Ὁκόσοι ἐν τῇσι φαρμακοπωσίῃσι μὴ διψῶσι καθαιρόμενοι, οὐ παύονται πρὶν ἢ διψήσωσιν.
— — —
5
Τῶν καθαιρομένων τινὲς μὲν εὐθέως διψῶσι, τινὲς δ’ ὕστερον. καὶ γίνεται τοῦτο διά τε τὴν αὐτῆς τῆς κοιλίας διάθεσιν καὶ τὸ δοθὲν φάρμακον καὶ τὴν ἰδέαν τοῦ κενου‐ μένου χυμοῦ. διὰ μὲν τὴν κοιλίαν ὑπὸ θερμότητος ἢ ξη‐ ρότητος ἢ ἀμφοῖν ἑτοίμως εἰς τὸ διψῇν ἀγομένην, ἐάν τε
10φύσει τοῦθ’ ὑπάρχῃ τῷ πεπωκότι τὸ φάρμακον ἐάν τε κατ’ ἐκεῖνον μόνον τὸν καιρόν. διὰ δὲ αὐτὸ τὸ φάρμακον δριμὺ καὶ θερμὸν καὶ δηκτικὸν ὑπάρχει. διὰ δὲ τὸν κε‐ νούμενον χυμὸν, ὅταν πικρόχολος ᾖ. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις αἰτίοις διψῶσιν, ἐπὶ δὲ τοῖς ἐναντίοις ἄδιψοι μέ‐
15χρι πλείστου διατελοῦσιν, ὅταν ἤτοι ψυχροτέραν καὶ ὑγρο‐ τέραν ἔχῃ ὁ καθαιρόμενος τὴν κοιλίαν, ἤτοι γε ἐξ ἀρχῆς ἢ κατὰ τὸν τῆς φαρμακοπωσίας χρόνον ἢ ὅταν αὐτὸ
τὸ φάρμακον ἄδηκτον ᾖ καὶ τρίτον, ὅταν ἤτοι φλεγματικὸς679 in vol. 17.2

17b

680

ὁ κενούμενος ὑπάρχῃ χυμὸς ἢ ὑδατώδης. ἀλλά τι κἀπὶ τού‐ των, ὅταν δαψιλῶς κενωθῶσιν, ἕπεται δίψος. ἱκανὴ μὲν γὰρ ἡ ἐπὶ τῇ κενώσει ξηρότης ἐργάζεσθαι τοῦτο. προσέτι δὲ καὶ ἡ ἀπὸ τοῦ καθαίροντος φαρμάκου δύναμις ἔχοντός
5τινα κᾂν εἰ μὴ φανερὰν μηδ’ αἰσθητὴν, ἀλλὰ λεληθυῖαν δριμύτητα καὶ θερμασίαν.
— — —
κʹ. Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γένηται στρόφος καὶ γονάτων βάρος
10 καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακίης δεῖσθαι σημαίνει.
— — —
Ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδίδαξε τὰ σημεῖα τῶν δεο‐ μένων τῆς ἄνω φαρμακείας, οὕτω νῦν διδάσκει δι’ ὧν ἄν τις γνοίη τοὺς δεομένους τῆς κάτω. κοινὸς δ’ ἀμφοῖν ἐστιν
15ὁ λογισμὸς ἐπὶ διαφέρουσι συμπτώμασι. κατὰ γὰρ τὰς ῥοπὰς τῶν λυπούντων καὶ τὰς κενώσεις χρὴ ποιεῖσθαι.
— — —680 in vol. 17.2

17b

681

καʹ. Ὑποχωρήματα μέλανα, ὁκοῖον αἷμα μέλαν ἀπὸ ταυτομάτου ἰόντα καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ κάκιστα καὶ ὁκόσῳ ἂν χρώματα πλείω πονηρότερα ᾖ μᾶλλον κακόν.
5 ξὺν φαρμάκῳ δὲ ἄμεινον καὶ ὁκόσῳ ἂν χρώματα πλείω ᾖ, οὐ πονηρόν.
— — —
Περὶ τῶν διαχωρημάτων αὐτῷ νῦν ὁ λόγος ἐστὶν, ἅπερ ὀνομάζεται μὲν ὑπὸ τῶν παλαιῶν ἰατρῶν μέλανα. μέλαινα
10δ’ ἀκριβῶς οὐκ ἔστι χολὴ, τὸ γὰρ δριμὺ καὶ διαβρωτικὸν καὶ ὀξῶδες οὐκ ἔχει. πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ζυμοῖ τὴν γῆν ἐκχεόμενα κατ’ αὐτῆς, ἀλλ’ ἔστιν ὥσπερ ἂν εἴ τις εἰ‐ κάζων εἴποι σαφῶς, οἷον ἰλύς τις αἵματος, οἷα καὶ τοῖς παχέσιν οἴνοις καθισταμένοις ὑφίστασθαι πέφυκεν, ἢν ὀνο‐
15μάζουσι τρύγα. χρονιζούσης δ’ αὐτῆς ἐν τῷ σώ‐ ματι καὶ μήτε ἐκκρινομένης κατά τινα τῶν αἰσθητῶν ἐκροῶν, μήτε κατὰ τὸ ἄδηλον, ἀλλὰ μεταβαλλομένης τε καὶ σηπο‐
μένης ἀκριβῶς, μέλαινα γεννᾶται χολή. πρὶν δὲ γεννηθῆ‐681 in vol. 17.2

17b

682

ναι ταύτην ὁ σπλὴν ἕλκει τὴν οἷον τρύγα τοῦ αἵματος, ἐκ‐ καθαίρων τὸ ἧπαρ, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπο‐ μνήμασι δέδεικται. καὶ τοίνυν καὶ καταχρῆται τούτῳ με‐ λαγχολικῷ χυμῷ πρὸς τὴν ἑαυτοῦ τροφὴν ὁ σπλὴν, ὅσον
5δ’ αὖ πάλιν αὐτὸς ἐργάζεται περίττωμα, τοῦτο ὠθεῖ πάλιν εἰς τὴν γαστέρα, μετὰ τῶν ἄλλων περιττωμάτων ἐκκριθη‐ σόμενον. ἐὰν οὖν ποτε μήθ’ ὁ σπλὴν ἐκκαθαίρῃ καλῶς, αὐτό τε τὸ αἷμα τὸ κατὰ τὸ ἧπαρ ἔχει πολλὴν ἰλὺν τοιαύ‐ την ἀῤῥωστήσει τε τὸ σπλάγχνον, ὡς μὴ κατέχειν ἐν ἑαυτῷ
10τὰ περιττὰ δυνάμενον, τηνικαῦτα ὑποχωρεῖ τὰ καλούμενα μέλανα, περὶ ὧν ὁ λόγος ἐστὶν αὐτῷ νῦν. προσέθηκε δ’ ἐν τῷ λόγῳ τὸ οἷον αἷμα, τοιοῦτον δηλῶν ὁποῖόν τι γίγνε‐ ται τὸ αἷμα τὸ μελανθὲν ἐν τῇ διὰ τῶν ἐντέρων φορᾷ, τοιαῦτ’ ἔστι τὰ μέλανα. τελέως γὰρ ἠλίθιόν ἐστιν ὑπολαμ‐
15βάνειν αἵματι τῷ κατὰ φύσιν ἔχοντι ταῦτα ἐοικέναι τὰ μέ‐ λανα. γενήσεται γὰρ ἐρυθρά τε καὶ μέλανα ταῦτα. καί‐
τοι γε ἀδύνατον ἅμα ταὐτὸν ἐρυθρόν τε καὶ μέλανα ὑπάρ‐682 in vol. 17.2

17b

683

χειν, πάμπολλα τοιαῦτα διαχωρήματα κατὰ τὴν λοιμώδη νόσον εἴδομεν ταύτην τὴν μακρὰν, οὐ μᾶλλόν τι τοῖς ὀλε‐ θρίως ἔχουσιν ἢ τοῖς σωθησομένοις ἐπιφανέντα, οὐ μὴν ἀρχομένων τε καὶ αὐξανομένων τῶν νοσημάτων ἑωρᾶτο. συν‐
5τήξεις γὰρ ἦσαν αἱ τότε κενούμεναι ξανθαί τε καὶ πυῤ‐ ῥαὶ τὸ χρῶμα. τὰ δ’ ὕστερον ἐπιφαινόμενα μέλανα, κα‐ θάπερ αἵματος τρὺξ, ἤτοι γε ὑπεροπτηθέντος αὐτοῦ τὴν γένεσιν ἔσχεν ἢ σηπεδόνα τινὰ ἀλλόκοτον, ἀνάλογον ταῖς ἐν τῇ γαστρὶ γενομέναις ἀπεψίαις, ὅταν εἰς μοχθηροὺς χυμοὺς
10ἡ διαφθορὰ τελευτήσει. διὸ καὶ κατ’ ἀρχὰς μὲν οὐδέποτε ἐπ’ ἀγαθῷ φαίνεται τοιαῦτα, μεγάλην κάκωσιν ἐνδεικνύμενα τοῦ σπλάγχνου, ταῖς δ’ ἀκμαῖς ἕπεται πολλάκις ἐκκαθαι‐ ρούσης τὰ περιττὰ τῆς φύσεως, οὐ μὴν προσέθηκέ γε αὐ‐ τὸ κατὰ τὸν ἀφορισμὸν ὁ Ἱπποκράτης, καίτοι γε ἄλλοθι
15μὲν εἰπὼν καθόλου τὰ κρίσιμα μὴ αὐτίκα ἐπιφαίνεσθαι. κατὰ δὲ τὸν ἐφεξῆς ἀφορισμὸν ἐπὶ μέρους ἐν τῷ φάναι·
νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ683 in vol. 17.2

17b

684

κάτω ὑπέλθῃ, θανάσιμον. μή τι τοίνυν ἔδοξεν αὐτάρκως δε‐ δηλωκέναι τὴν ἑαυτοῦ γνώμην ἰόντα φάμενος. ἐνδείκνυται γὰρ τοῦτο τοὔνομα χρόνου μῆκος, ὡς ἤτοι δι’ ὅλου τοῦ νο‐ σήματος ἢ κατὰ πολὺν χρόνον αὐτοῦ, ἰόντων τοιούτων ὑπο‐
5χωρημάτων. εἰ γὰρ ἕνα τινὰ καιρὸν ἐβούλετο δηλῶσαι, πάντως ἂν ἢ ἐπιφανέντα ἢ ἐλθόντα εἶπεν, οὐκ ἀπὸ ταυτο‐ μάτου ἰόντα· τουτὶ γὰρ τὸ ἰόντα τῷ ἐρχόμενα ταὐτὸν, οὐ τῷ ἐλθόντα δηλοῖ. φαρμάκου μέντοι ληφθέντος, ὑφ’ οὗ κενοῦται μέλανα, διαχωρῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδέν.
10οὕτω δὴ καὶ τὰ πλείω τῶν διαχωρημάτων χρώματα παρὰ φύ‐ σιν αὐτόματα μὲν ἐκκενούμενα, σημεῖα πολλῶν ἐστι διαθέ‐ σεων ἐν τῷ σώματι ἐνδεικτικά. τὰ ὑπὸ φαρμάκου δ’ ἀγό‐ μενα πεφυκότος ἐκκενοῦν ἤδη πλείονα χυμὸν οὐδὲν ἄτοπον σημαίνει.
15
— — —
κβʹ. Νοσημάτων ὁκόσων ἀρχομένων ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ἐπέλθῃ, θανάσιμον.
— — —684 in vol. 17.2

17b

685

Διώρισταί μοι καὶ κατὰ τὸν προγεγραμμένον ἀφορι‐ σμὸν ὁ μελαγχολικὸς χυμὸς, αὐτῆς τῆς μελαίνης χολῆς, ὑπὲρ ἧς νῦν ὁ λόγος αὐτῷ, καὶ τήν γ’ αἰτίαν τοῦ κατ’ ἀρ‐ χὰς μὲν ὀλεθρίους εἶναι τοὺς τοιούτους χυμοὺς, ἐξ ὑστέρου
5δὲ κρισίμους ἐπιφαίνεσθαι, καὶ κατ’ ἐκεῖνον μὲν αὐτάρκως διῆλθον. ἀναλήψομαι δὲ καὶ νῦν, ἐπειδὴ καὶ περὶ τῶν ἀναγκαιοτάτων τῇ τέχνῃ διέρχεσθαι πολλάκις ἄμεινόν ἐστιν. ὅταν ἄρχηταί τι νόσημα, τῶν ἐκκρινομένων οὐδὲν ἐκκρίνεται τηνικαῦτα τῷ λόγῳ τῆς φύσεως, ἀλλ’ ἔστιν ἅπαντα συμπτώ‐
10ματα τῶν ἐν τῷ σώματι παρὰ φύσιν διαθέσεων. ἐν ᾧ γὰρ χρόνῳ βαρύνεται μὲν ὑπὸ νοσωδῶν αἰτίων ἡ φύσις, ἀπε‐ ψία δ’ ἐστὶ τῶν χυμῶν, ἐν τούτῳ κενοῦσθαί τι χρηστῶς ἀδύνατον, εἴ γε προηγεῖσθαι μὲν χρὴ πέψιν, ἀκολουθῆσαι δὲ διάκρισιν, εἶθ’ ἑξῆς κένωσιν, ἵν’ ἀγαθὴ γένηται κρίσις.
15ἐδίδαξε γοῦν ἡμᾶς ταῦτα αὐτὸς κατὰ τὸ πρῶτον τῶν ἐπι‐ δημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς
ἀποστάσιας τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θα‐685 in vol. 17.2

17b

686

νάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅταν οὖν ἐπὶ πέψει νο‐ σήματος ἐκκρίσις γένηται μοχθηροῦ χυμοῦ, καθαίρεται τηνικαῦτα τὸ σῶμα πρὸς τῆς φύσεως καὶ διὰ τοῦτο καὶ μέλαινα χολή. καὶ πᾶς ἄλλος τοιοῦτος χυμὸς ἐπειδὴ
5πέψεως φανῇ σημεῖα προήκοντος τοῦ νοσήματος, ἀγαθὴν σημαίνει τὴν κένωσιν. εἰ δ’ ἄλλως ἐκκρίνοιτο χωρὶς τῶν τῆς πέψεως σημείων, ὀλέθριόν ἐστι τὸ σύμπτωμα. ὥστ’ ἐπειδὴ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀπεψίας ἐστὶν ἀεὶ σημεῖα μοχθηρὰ, διὰ παντὸς ἔσται τῶν τοιούτων χυμῶν
10ἡ κένωσις.
— — —
κγʹ. Ὁκόσοισιν ἐκ νοσημάτων ὀξέων ἢ ἐκ πολυχρονίων ἢ τρωμάτων ἢ ἄλλως πως λελεπτυσμένοισι, χολὴ μέλαινα
15ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ τῇ ὑστεραίῃ ἀποθνήσκουσι.
— — —686 in vol. 17.2

17b

687

Ὁ κατὰ τόνδε τὸν ἀφορισμὸν λόγος ἐστὶ δυνάμει τοιοῦ‐ τος, ἐάν τε χολὴ μέλαινα, περὶ ἧς ὁ προγεγραμμένος ἀφο‐ ρισμὸς ἐδίδαξεν, ἐάν τε τὰ μέλανα τὰ τῷ αἵματι ἐοικότα, περὶ ὧν ὁ προκείμενος, λελεπτυσμένοις ἐσχάτως ἐπιφανῇ,
5κατὰ τὴν ὑστέραν ἀποθνήσκουσιν. ἀσθενὴς γὰρ ἐπὶ τῶν τοιούτων ἡ φύσις, ὡς μήτε πέψαι δύνασθαι μήτε διακρῖ‐ ναι μήτε ἐκκρῖναι τὰ οὕτω μοχθηρά. διὰ μέγεθος οὖν τοῦ νοσήματος ἀποχεῖται μὴ στεγόμενα καὶ ταύτῃ χαλεπὸν τὸν θάνατον οὐκ ἐν ὑστέρῳ φέρει, καθάπερ ἐν ἄλλοις νοσήμασι
10διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐδήλωσε μέντοι κατὰ τοῦτον τὸν ἀφορισμὸν ἐναργῶς ὅτι κατὰ τὸν ἔμπροσθεν ἀφορισμὸν ἡνίκα ἔλεγεν, ὑποχωρήματα μέλανα ἢ οἷον αἷμα, προσυπακοῦσαι χρὴ τὸ μέλαν, ἵνα ᾖ τὸ πλῆρες τοιοῦτον, ὑποχωρήματα οἷον αἷμα μέλαν. ἐδήλωσε δὲ καὶ ὅτι καλῶς
15ἡμεῖς διωρίσαμεν ἀπὸ τῶν μελάνων τὴν μέλαιναν χολήν. τὰ μὲν γὰρ αἵματι μεμελασμένῳ παραπλήσια φέρεται δια‐ φέροντα τῷ κεχύσθαι τε καὶ μὴ πεπηγέναι καθάπερ ἐκεῖνο.
μέλαινα δὲ χολὴ καὶ τῷ κεχύσθαι, χωρὶς πεπῆχθαι, καὶ τῷ687 in vol. 17.2

17b

688

στίλβον ἔχειν τὸ μέλαν. ἔτι δὲ δακνῶδες εἶναι καθάπερ ὄξος, ἀναδέρειν τε καὶ ζυμοῦν τὴν γῆν, ὧν οὐδὲν ὑπάρχει τοῖς μέλασιν.
— — —
5
κδʹ. Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.
— — —
Ὑπὸ τῆς ὠχρᾶς μὲν ὑπ’ ἐνίων, ὑπ’ ἄλλων δὲ ξανθῆς ὀνομαζομένης χολῆς ἄρχεται τοὐπίπαν ἡ δυσεντερία. ξυομέ‐
10νων τὰ πρῶτα τῇ τῶν χυμῶν δριμύτητι τῶν ἐν‐ τέρων, ἀναβιβρωσκομένων δ’ ὕστερον, ὡς ἑλκοῦσθαι καὶ γί‐ νεσθαι δυσεντερίαν. ταύτην μὲν οὖν τὴν δυσεντερίαν ἰώ‐ μεθα πολλάκις. ἥτις δ’ ἂν ὑπὸ τῆς μελαίνης γένηται χολῆς, ἀνίατός ἐστι πάντῃ, οὐδὲν διαφέρουσα καρκίνου
15τοῦ μεθ’ ἑλκώσεως. ὅπου τοίνυν ἐπιπολῆς συνιστάμενος ὁ τοιοῦτος καρκίνος ἤτοι δυσίατος ἢ παντάπασιν ἀνίατός
ἐστι, καίτοι διὰ παντὸς ἐπικείμενον ἑαυτῷ φάρμακον ἔχειν688 in vol. 17.2

17b

689

δυνάμενον, εἰκὸς δήπου τὸν ἐν τοῖς ἐντέροις γιγνόμενον οὐ μόνον τῷ μηδὲν ἔχειν δύνασθαι παντὸς ὁμιλοῦν φάρμακον ἑαυτῷ, ἀλλὰ καὶ τῶν τῆς τροφῆς περιττῶν ἀεὶ ψαυόντων αὐτοῦ παντάπασιν ἀνίατον μένειν.
5
— — —
κεʹ. Αἷμα ἄνωθεν μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ ἀγαθὸν, τὰ μέλανα ὑποχωρέοντα κακόν.
— — —
10
Ἐν τοῖς ἔμπροσθεν ἀφορισμοῖς ὁ λόγος αὐτῷ γέγονε περὶ τῶν διὰ τοῦ στόματος ἢ τῆς ἕδρας ἐκκρινομένων, ὥσ‐ τε καὶ κατὰ τόνδε τὸν προκείμενον ἀκούσωμεν αὐτοῦ λέ‐ γοντος, ἄνω τὴν διὰ τοῦ στόματος ἔκκρισιν μόνην ἄνευ τοῦ περιλαμβάνεσθαι τὴν διὰ τῶν ῥινῶν. ταύτην οὖν φησι διὰ
15παντὸς εἶναι κακὴν, ὁποῖον ἂν ᾖ τὸ αἷμα ἐκκρινόμενον, τουτέστιν ἄν τε ἀφρῶδες ἄν τε ἐρυθρὸν ἄν τε ξανθὸν ἄν τε μέλαν ἄν τε ὑδατῶδες ἄν τε παχύ. κάτω γὰρ ὑπέρχε‐
σθαι βέλτιον εἶναί φησιν αὐτό. οὔκουν οὐδ’ ἐνταῦθα τρό‐689 in vol. 17.2

17b

690

πον αἱμοῤῥαγικὸν, ἀλλὰ κατὰ βραχὺ συῤῥέον, ὥστε ἐν τῷ βραδεῖ τῆς διεξόδου μελανθῆναι. αὐτὸ μὲν οὖν τὸ συῤῥεῖν ὅλως εἴς τι τῶν ἐντέρων αἷμα φαῦλον εἶναι χρὴ νομίζειν. ἄμεινον δ’ ὀλίγον ἤπερ ὅταν αἱμοῤῥαγικῶς ἐκκρίνηται πάμ‐
5πολλα. διὸ καὶ τὸ ἀγαθὸν ὡς οὐ κυρίως εἰρημένον ἀκούειν προσῆκον, ἀλλ’ ἐν ἴσῳ τῷ ἄμεινον ὡς εἰ καὶ οὕτως εἴρητο. κάτω δὲ ἄμεινον τὰ μέλανα χωρέοντα, τῷ γὰρ ὄντι τοῦτ’ ἂν ἕλοιτό τις πρὸ τοῦ διὰ στόματος ὁπωσοῦν ἀναφέρεσθαι τὸ αἷμα. τουτὶ μὲν οὖν ἄν τις εἴποι, διαλυόμενος τὴν μά‐
10χην τῶν λόγων τοῦ παλαιοῦ, νυνὶ μὲν εἰπόντος, ἀγαθὸν εἶναι κάτω ὑποχωρεῖν τὰ μέλανα, μικρὸν δ’ ἔμπροσθεν κά‐ κιστον ὑπάρχειν. ἐγχωρεῖ δὲ καὶ οὕτως ἀκοῦσαι τὰ μέλανα, καθάπερ αὐτὸς ἐπὶ τῶν αἱμοῤῥοΐδων ἐν ἐπιδημίαις ἔλεγεν ὡς ἰωμένων τὰ μελαγχολικὰ πάθη. τῷ γὰρ ὄντι μελαγχο‐
15λίας ἤδη γεγενημένης ἴαμα μέγιστόν ἐστιν αἱμοῤῥοῒς, μελ‐ λούσης ἔσεσθαί γε κώλυμα. τοιγαροῦν οὕτως ἀκουόντων
ἡμῶν ὁ λόγος ἔσται τοιοῦτος, ἄνω μὲν ὁποῖον ἂν690 in vol. 17.2

17b

691

ᾖ, κακὸν, κάτω δὲ δι’ αἱμοῤῥοΐδων ἀγαθὸν, ὅταν ἐκκενοῖ τὰ μέλανα, τουτέστιν ὅταν ἡ φύσις τοῦ ἀνθρώπου πολὺν τὸν τοιοῦτον ἀθροίζῃ χυμόν. ἄλλως δὲ οὐκ ἐπιτρεπτέον ἐθί‐ ζεσθαι τῇ τὴν δι’ αἱμοῤῥοΐδος κενώσει σφαλερὰν ἐχούσῃ
5τὴν ἀμετρίαν ἑκατέρᾳ, ἔν τε τῷ περαιτέρω τοῦ προσήκον‐ τος ἐκκρίνεσθαι κἀν τῷ παντάπασιν ἴσχεσθαι.
— — —
κστʹ. Ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ σάρκες ὑποχωρήσωσι, θανά‐
10 σιμον.
— — —
Ἐν ταῖς δυσεντερίαις ἔτι μὲν συνισταμέναις ἐκκρίνεταί τινα πιμελώδη σώματα. τούτοις δ’ ἐφεξῆς ὅταν μὴ φθάσῃ παυσαμένη, ξύσματά τινα τῶν ἐντέρων αὐτῶν, ἀποῤῥιπτομένης
15τῆς ἔνδοθεν ἐπιφανείας αὐτῶν ὑμενώδους οὔσης καὶ πυκνῆς ἀνάλογον τῇ κατὰ τὸ δέρμα τοὐκτὸς ἐπιδερμίδι. μετὰ δὲ
ταῦτα αὐτῆς τι οὐσίας τῶν ἐντέρων ἀποξύεται, καθ’ ὃν691 in vol. 17.2

17b

692

ἤδη χρόνον οὐκέτι γίνεσθαι τὴν δυσεντερίαν, ἀλλ’ ἤδη γεγο‐ νέναι καὶ κατεσκευάσθαι φαμέν. ὅταν οὖν οὕτω μεγάλα μέρη τῶν ἐντέρων ἐκκρίνηται κατὰ τὴν δυσεντερίαν ὡς δύ‐ νασθαι σάρκας ὀνομάζεσθαι αὐτὰ, θανάσιμον εἶναί φησι
5τὸ νόσημα, μήτε σαρκωθῆναι τῆς τηλικαύτης ἑλκώσεως μήτε ἐπουλωθῆναι δυναμένης.
— — —
κζʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν αἱμοῤῥαγέει πλῆθος ὁκοθεν‐
10 οῦν ἐν τῇσιν ἀναλήψεσι, τουτέοισιν κοιλίαι καθυγραί‐ νονται.
— — —
Τῆς ἐμφύτου θερμασίας ἀῤῥώστου γιγνομένης διὰ τὴν αἱμοῤῥαγίαν οὔτε πέττεσθαι καλῶς τὰ σιτία οὔθ’ αἱματοῦ‐
15σθαι, πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ἀναδίδοσθαι δύναται, καὶ διὰ ταῦτα πάντα τὰς κοιλίας ὑγροτέρας γίνεσθαι τοῖς τοι‐ ούτοις εἰκός ἐστι, μέχρι περ ἂν ἐν χρόνῳ πλείονι τὴν ἑαυ‐ τῆς ἰσχὺν ἡ φύσις ἀνακτήσηται.
— — —692 in vol. 17.2

17b

693

κηʹ. Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώ‐ σιος γινομένης παύεται καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.
5
— — —
Οὐ περὶ τῆς ἐν ἕξει δυσλύτου κωφώσεως ὁ λόγος αὐ‐ τῷ νῦν ἐστιν, ἀλλὰ περὶ τῆς ἐξαίφνης πυρετοῖς ἢ ἄλλως γι‐ νομένης, ἀναδραμούσης ἐπὶ τὴν κεφαλὴν τῆς χολῆς. αὕτη γὰρ, ὅταν μὲν καταλάβῃ τοὺς ἀκουστικοὺς πόρους τὴν κώ‐
10φωσιν ἐργάζεται. ὅταν δ’ ἐντεῦθεν ἀπωσαμένης αὐτὴν τῆς φύσεως ἐπὶ τὴν διαχώρησιν ἀφίκηται, λύει τὴν κώφωσιν.
— — —
κθʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνε‐
15ται δύσκριτα.
— — — Ὅσα τοῖς πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι ἐπιγί‐
νεται ῥίγη, κρίνειν εἴωθεν ἀγαθὴν μὲν καὶ τελέαν κρίσιν,693 in vol. 17.2

17b

694

ὅταν ἐν ἡμέρᾳ κρισίμῳ γίνηται καὶ μετὰ τῶν τῆς πέψεως σημείων, οὐκ ἀγαθὴν δὲ οὐδὲ τελέαν, ὅταν ἤτοι τὰ τῆς ἡμέρας ἢ τὰ τῆς πέψεως σημεῖα ἐλλιπῶς ἔχῃ. ὅτι μὲν οὖν πεπέφθαι χρὴ τὰ μέλλοντα κρίνεσθαι καλῶς ἐν τῷ πρώτῳ
5τῶν ἐπιδημιῶν ἐδίδαξε, διὰ τῆς ὀλίγον ἔμπροσθεν εἰρημένης ῥήσεως, ἧς ἡ ἀρχὴ πεπασμοὶ, ταχύτητα κρίσεως, ἀσφά‐ λειαν ὑγιεινὴν σημαίνουσιν. ὅτι δ’ οὐδ’ ἐν ἁπάσαις ταῖς ἡμέραις, ἔν τε τῷ προγνωστικῷ διῆλθον καὶ κατὰ τουτὶ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔτι δὲ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν.
10ἠθροίσθη δ’ ὑφ’ ἡμῶν ἅπαντα ταῦτα μετὰ τῆς προσηκούσης ἐξηγήσεως. ὅσα μὲν εἴρηται περὶ τῶν κρισίμων ἡμερῶν, κατὰ τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν, ὅσα δὲ περὶ τῶν τῆς πέψεως σημείων, ἐν τῇ περὶ τῶν κρίσεων. εἴρηται δ’ ἐν αὐταῖς καὶ περὶ τῆς κατὰ τὴν ἕκτην ἡμέραν κρίσεως, ἧς καὶ νῦν
15μνημονεύων ἔφη, τὰ κατ’ αὐτὴν ῥίγη δύσκριτα γί‐ νεσθαι, τουτέστιν ἤτοι κακὴν ἐπιφέροντα κρίσιν, ὡσεὶ καὶ κακόκριτα ἐλέλεκτο, ἢ οὐ βεβαίαν. ἀλλ’ ὥστε ῥᾳδίως ὑπο‐
τροπιάζειν ἢ εἰς μακρὸν ἐμπίπτοντα χρόνον, ὡσεὶ καὶ δύσ‐694 in vol. 17.2

17b

695

λυτα ἐλέλεκτο, καὶ μετὰ συμπτωμάτων δ’ ἔστιν ὅτε χαλε‐ πῶν, εἰ ἑκταία γίνεται ἡ κρίσις, ὑπὲρ ὧν ἁπάντων γέγρα‐ πταί μοι τελέως ἐν ταῖς προειρημέναις πραγματείαις. ταῦτα μὲν οὖν οὕτως γίγνεσθαι καὶ πρὸς τῆς ἐμπειρίας μεμαρτύ‐
5ρηται. τὰς δ’ αἰτίας αὐτῶν μακρὸν ἂν εἴη νῦν διεξέρχε‐ σθαι. περὶ μὲν γὰρ τῶν κρινουσῶν ἡμερῶν ἐν τῷ τρίτῳ τῶν περὶ κρίσεων εἴρηται, περὶ δὲ τοῦ ῥίγους ἰδίᾳ κατ’ αὐτό.
— — —
λʹ.
10Ὁκόσοισι παροξυσμοὶ γίνονται ἣν ἂν ὥρην ἀφῇ ὁ πυρετὸς, εἰς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.
— — —
Ὑποθώμεθά τινα κατὰ τὴν πρώτην ἡμέραν ἀρξάμενον ὥραν τὴν τρίτην, πεπαῦσθαι δὲ καθ’ ἡντιναοῦν ὥραν ἑτέ‐
15ραν, εἶθ’ ὑπῆρχθαι πάλιν ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν κατὰ τὴν ὥραν τὴν τρίτην, εἶτα παυσάμενον αὖθις, ὅτε δή ποτε τῇ τρίτῃ τῶν ἡμερῶν πάλιν ἄρξασθαι κατὰ τὴν τρίτην
ὥραν, εἶτ’ αὖθις ὡς ἔτυχε παυσάμενον ἄρξασθαι τῇ τε‐695 in vol. 17.2

17b

696

τάρτῃ τῶν ἡμερῶν κατὰ τὴν τρίτην ὥραν καὶ οὕτως ἀεὶ κατὰ τὸ ἑξῆς φυλάττεσθαι μὲν αὐτῷ τὴν τρίτην ὥραν, ἐν ᾗ τὴν ἀρχὴν ὁ παροξυσμὸς λαμβάνει, μὴ φυλάττεσθαι δὲ τὰς ἄλλας, ἐν αἷς παύεται. τὸν οὖν οὕτω νοσοῦντα μακρό‐
5τερον ἀνάγκη νοσῆσαι χρόνῳ τῶν ἄτακτον ἐχόντων τὴν ὥραν τῆς ἀρχῆς τοῦ παροξυσμοῦ. τοῦτο μὲν οὖν ἡμεῖς ὑπὸ τῆς πείρας μαρτυρούμενον εἰρῆσθαί φαμεν. εἰσὶ δ’ οἳ τοιοῦτό τί φασιν εἶναι τὸ λεγόμενον. εἰ τῇ πρώτῃ τῶν ἡμερῶν παροξυνθεὶς ὁ κάμνων ὥρᾳ, φέρε εἰπεῖν, τρίτῃ παυ‐
10σάμενός τε δωδεκάτην ὥραν, εἰ τύχοι, πάλιν ἄρξαιτο τῇ δευτέρᾳ τῶν ἡμερῶν, κατὰ τὴν δωδεκάτην ὥραν δύσκριτον ἔσεσθαί φασιν αὐτῷ τὸ νόσημα, μήτε λογισμόν τινα προσ‐ τιθέντες, ἀλλὰ μηδ’ ἀπὸ τῆς πείρας μαρτυρούμενον ὑπο‐ δεῖξαι δυνάμενοι τὸν ἑαυτῶν λόγον. οὐ μὴν οὐδὲ τὸ δύσ‐
15κριτον, οἷόν τ’ ἐστὶν ἐπινοῆσαι κατ’ ἄλλο τι σημαινόμενον εἰρῆσθαι παρὰ τὸ δύσλυτον, ὡς εἶναι τὸ λεγόμενον τοιοῦ‐ τον, ἐάν τε καθ’ ἑκάστην ἡμέραν ἐάν τε διὰ τετάρτης ὁ
κάμνων παροξύνηται κατὰ τὴν αὐτὴν ὥραν, δύσλυτον ἔσται696 in vol. 17.2

17b

697

τοῦτο νόσημα, κἂν πολλαῖς κἂν ὀλίγαις ὁ παροξυσμὸς ὥραις γένηται. τοῦτο μὲν οὖν, ὡς ἔφην, ὑπὸ τῆς ἐμπειρίας μαρ‐ τυρεῖται. τὴν δ’ αἰτίαν αὐτοῦ νομιστέον εἶναι τοιαύ‐ την, ὅταν μὲν ἀστήρικτον ᾖ τὸ τῶν παροξυσμῶν αἴτιον, οὐ
5φυλάττει τὴν αὐτὴν περίοδόν τε καὶ προθεσμίαν, ὅταν δ’ ἐστηριγμένον, φυλάττει καὶ διὰ τοῦτο δύσλυτον μέν ἐστι τὸ ἐστηριγμένον, εὔλυτον δὲ τὸ μὴ τοιοῦτον. μοχλείας γὰρ, ὡς ἂν εἴποι τις, ἰσχυρᾶς δεῖ τοῖς ἐστηριγμένοις, ἥτις ἐν χρό‐ νῳ πλείονι καὶ διὰ βοηθημάτων ἰσχυροτέρων τε καὶ πλειό‐
10νων γίγνεται.
— — —
λαʹ. Τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα αἱ ἀποστάσιες γίνονται.
15
— — — Ἐῤῥέθη ἤδη καὶ πρόσθεν ὡς τῶν κόπων ἔνιοι μὲν ἐπὶ
κινήσεσι γίγνονται πολλαῖς, οἵπερ ἁπλῶς τε καὶ κυρίως ὀνο‐697 in vol. 17.2

17b

698

μάζονται κόποι. τινὲς δὲ οὔτε σφοδρὰς κινήσεις κινηθέν‐ τες εἰώθασι γίγνεσθαι κοπώδεις. τοὺς τοιούτους οὖν κό‐ πους οὐχ ἁπλῶς κόπους, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι κόπους αὐτομάτους. ἀμφοτέρων δ’ αὐτῶν κοινὸς ὁ πεπον‐
5θὼς ὑπάρχει τόπος, ἔστι δ’ οὗτος ἅπαν τὸ μυῶδες ἐν τῷ σώματι γένος. ὅσοι δ’ ἐπὶ κινήσεσι πλείοσι γίγνονται κό‐ ποι, πρόσεστιν αὐτοῖς ἴδιον ἐξαίρετον ἡ ἐν τοῖς ἄρθροις θερμότης, ὥστ’ ἐπὶ τούτων μὲν οὐδὲν θαυμαστὸν εἰς τὰ ἄρθρα γίγνεσθαι τὰς ἀποστάσεις, ὡς καὶ πεπονηκότα τοῖς
10μυσὶν, ὁμοίως καὶ τεθερμασμένα περαιτέρω τοῦ προσήκον‐ τος. τοῖς δ’ αὐτομάτοις κόποις ἑνὶ μόνῳ λόγῳ τὰ ῥεύματα κατασκήπτειν εἰς ἄρθρα συμβέβηκεν, ὡς καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασι νοσήμασιν, ὅσα δι’ ἀποστάσεως κρίνεται τῆς εὐρυχωρίας αὐτῶν ἐπιτηδείως ἐχούσης ὑποδέξασθαι τὰ πε‐
15ριττά. σπανιώτερα μὲν οὖν ἐπ’ ἐκείνων εἰσὶν αἱ ἀποστά‐ σεις, ἐπὶ δὲ τῶν κοπωδῶν πλείους, καὶ μάλισθ’ ὅταν αὐτό‐ ματος ὁ κόπος ᾖ καὶ τούτων αὐτῶν μάλισθ’ ὅσοι διὰ πλῆ‐
θος. ἔσται τοιγαροῦν καὶ κατὰ τὸν ἀφορισμὸν τοῦ λόγου698 in vol. 17.2

17b

699

τὸ κεφάλαιον τοιοῦτον. τοῖς κοπώδεσιν ὁπωσοῦν ἐν πυρε‐ τοῖς γενομένοις, ἐς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους αἱ ἀποστάσιες γίνονται. συμβαίνει δὲ τοῦτο διὰ τὴν ἐν τοῖς πυρετοῖς θερμασίαν, ἐπὶ κεφαλὴν ἀναφερομένου τοῦ πλήθους,
5εἶτ’ ἐντεῦθεν τῶν περὶ τὰς γνάθους ἀδένων ὑποδεχομένων αὐτὸ, καθάπερ ὅταν εἰς βουβῶνας ἢ μασχάλας ἀφίκηταί τι τῶν ἐν ἐκείνοις τοῖς μέρεσιν.
— — —
λβʹ.
10Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, ἤν τι πονήσῃ, ἐνταῦθα αἱ ἀποστάσιες γίνονται.
— — —
Εἴπερ ὁ πόνος τήν τε σφοδρὰν κίνησιν σημαίνει καὶ τὴν ὀδύνην καὶ τὴν βλάβην, ὡς ἔμπροσθεν ἐδείχθη, πρό‐
15δηλον δήπου ὅτι καὶ πονεῖν τὸ ἐν πλείονι κινήσει γενέσθαι
δηλώσει καὶ τὸ σχεῖν τινὰ ὀδύνην ἢ βλάβην. ἀτὰρ οὖν καὶ699 in vol. 17.2

17b

700

φαίνεταί τισι τῶν ἀνακομιζομένων ἐκ νόσου, μὴ πάνυ κα‐ λῶς κεκαθαρμένων τῶν ἐργασαμένων τὴν νόσον χυμῶν, ἀλλά τινα περιττὰ καταλελοιπότων, ὅταν ἤτοι κάμνωσιν ἢ ὀδυνηθῶσί τι μόριον, ἐκεῖσε κατασκήπτειν ἀποστήματα, τοῦ
5μὲν καμάτου λόγον αἰτίας ἔχοντος, τῆς δ’ ὀδύνης σημείου. κατὰ μὲν γὰρ τὰς σφοδροτέρας κινήσεις ἥ τε δύναμις ἀῤ‐ ῥωστοτέρα γίνεται καὶ θερμασία πλείων ἀνάπτεται. τὸ δ’ ὀδυνᾶσθαι τοῦ ῥεύματος ἤδη κατασκήπτοντος ἀποτελεῖται. τοῦτο μὲν οὖν, ὡς ἔφην, γιγνομένης ἀποστάσεώς ἐστι σημεῖον.
10ἡ ἀῤῥωστία δὲ καὶ ἡ θερμασία ποδηγεῖ τοὺς περιττοὺς ἐπὶ τὸ πεπονθός. ἑκατέρως μὲν οὖν ὡς ἐπιδέδεικται δυνατὸν ἀκούειν τοῦ πονῆσαι. τῷ μέντοι λόγῳ παντὶ τῷ νῦν ὑφ’ Ἱπποκράτους περαινομένῳ τὸ ἕτερον τῶν σημαινομένων οἰκειότερόν ἐστιν, εἴ γε δὴ προειρήκει μὲν ὑπὲρ τῶν κο‐
15πωδῶν πυρετῶν. ἐφεξῆς δὲ πάλιν, φησὶν, ἀτὰρ καὶ ἢν προπεπονηκός τι ᾖ. φαίνεται γὰρ ὁ μὲν πρῶτος ἀφορι‐
σμὸς οὗ ἡ ἀρχὴ, ἐν τοῖσι κοπώδεσι, περὶ τῶν ἐν ταῖς νό‐700 in vol. 17.2

17b

701

σοις κόπων διαλεγόμενος, ὁ δὲ νῦν προκείμενος ὑπὲρ τῶν ἐν ταῖς ἀναλήψεσιν, ὁ δ’ ἑξῆς ὑπὲρ τῶν προηγησαμένων τῆς νόσου.
— — —
5
λγʹ. Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσεῖν, ἐνταῦθα στηρίζει ἡ νοῦσος.
— — —
Εἴτε συνάπτειν τις ἐθέλει τοῖς προειρημένοις δύο λό‐
10γοις καὶ τοῦτον νῦν εἰρημένον εἰς ἑνὸς ἀφορισμοῦ συμπλή‐ ρωσιν εἴθ’ ἕκαστον ἰδίᾳ περιγράφειν οὐ διοίσει. δέδεικται γὰρ ἥ τε κοινότης αὐτῶν καὶ ἡ καθ’ ἕκαστον ἰδιότης ἐν τῷ προειρημένῳ λόγῳ. ῥηθήσεται δὲ καὶ νῦν ἔτι διὰ βρα‐ χέων. ὅταν ἐν νοσήματι κοπώδης αἴσθησις ᾖ τῷ κάμνοντι,
15προσδέχεσθαι χρὴ γενήσεσθαί τινα ἀπόστασιν εἰς ἄρθρα καὶ μάλιστα περὶ τὰς γνάθους. ὁμοίως δὲ καὶ ἐὰν ἀνακο‐
μιζόμενος ἐκ νόσου κάμῃ τινὶ μορίῳ τοῦ σώματος ἢ πρὶν701 in vol. 17.2

17b

702

τοῦ νοσεῖν. εἴωθε γὰρ κατὰ πολὺ κατασκήπτειν εἰς τὰ τοιαῦτα, κατ’ ἐκείνας δηλονότι τῶν νόσων, ἐφ’ ὧν ἐλπίς ἐστιν ἀπόστασιν γενέσθαι καὶ μὴ προκριθῆναι τὸ νόσημα δι’ ἐκκρίσεως. εἴρηται μὲν οὖν τινα κἀν τοῖς πρόσθεν
5ὑπὲρ τῆς τῶν τοιούτων νοσημάτων διαγνώσεως. ὁ δὲ σύμ‐ πας λόγος ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι διήρηται.
— — —
λδʹ. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φά‐
10 ρυγγι πνὶξ ἐξαίφνης ἐπιγίγνηται, θανάσιμον.
— — —
Ἔνεστι μὲν καὶ ἁπλῶς ἀκοῦσαι τῆς ἀρχῆς τοῦ ἀφορι‐ σμοῦ, καθ’ ἥν φησιν, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, ὡς εἰ καὶ οὕτως ἔτυχεν εἰπὼν, ἢν πυρέσσοντι ἀνθρώπῳ οἰδήματος μὴ
15ἐόντος. ἔνεστι δὲ καὶ σὺν ἐνδείξει τινὶ πλείονι, κα‐ θάπερ εἴωθε καὶ ἐν τοῖς τῶν ἐπιδημιῶν γράφειν, οὐ τὸν ἁπλῶς ὁπωσοῦν πυρέττοντα δηλῶν, ὅταν εἴπῃ πυρετὸς εἶχεν
αὐτὸν, ἀλλ’ ὅτῳ μέγας ἐστὶν ὁ πυρετὸς, οὕτως ἑρμηνεύων.702 in vol. 17.2

17b

703

ἐγχωρεῖ μὲν οὖν καὶ χωρὶς μεγάλου πυρετοῦ πνίξεως ἐξαί‐ φνης ἐπιγενομένης ἀπολέσθαι τὸν ἄνθρωπον. ἀφυκτότερος δὲ καὶ θάττων ὁ θάνατος, ὡς μηδ’ ἐκ παραδόξου ποτὲ σωθῆναι, σφοδροῦ κατέχοντος τὸν κάμνοντα πυρετοῦ. δεῖ‐
5ται γὰρ ὁ τοιοῦτος πυρετὸς, ὡς ἐν τοῖς περὶ δυσπνοίας δέδεικται λόγοις, εἰσπνοῆς δαψιλοῦς. γίνεται δ’ οὐχ ὅπως δαψιλὴς, ἀλλὰ καὶ παντάπασιν ὀλίγη τοῖς πνιγομένοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλο τί ἐστιν ἡ πνὶξ παρὰ τὴν γινομένην ἀπώ‐ λειαν ἐξαιφνίδιον ἐξ ἐνδείας ἀναπνοῆς, διὰ στενοχωρίαν
10τῶν ἀναπνευστικῶν τινος ὀργάνων ἀποτελουμένης· ἡ γὰρ τοιαύτη στενοχωρία οὐκ αὐτῶν χωρὶς τῶν τῆς ἀναπνοῆς ἐστι, γιγνομένης καὶ ταύτης ἤτοι διὰ τὴν ἀῤῥωστίαν τῆς κινούσης τὸν θώρακα δυνάμεως ἢ διὰ ψύξιν ἰσχυρὰν τῆς ζωτικῆς ἀρχῆς. ἀλλ’ ἥ γε πνὶξ ἐπὶ στενοχωρίᾳ μὲν γίγνε‐
15ται πάντως, ἡ στενοχωρία δὲ ἤτοι πεπληρωμένης τῆς με‐ ταξὺ τοῦ θώρακός τε τῆς πνεύμονος χώρας ἢ τῶν σηράγ‐ γων τοῦ πνεύμονος ἤ τινος φλεγμονῆς περὶ τὸ σπλάγχνον
ὅλον οὔσης ἢ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἢ τὴν οἷον κεφα‐703 in vol. 17.2

17b

704

λὴν αὐτὴν, ἣν ὀνομάζουσι λάρυγγα. καί ποτε κατὰ τὴν προκειμένην εὐρυχωρίαν ταύτης, ᾗ τοὔνομα φάρυγξ ἐστὶ, πνίγεσθαι πέφυκεν. οὕτως οὖν καὶ Ὅμηρος ἔφη·
3 —φάρυγος δ’ ἐξέσσυτο οἶνος,
5ψωμοί τ’ ἀνδρόμεοι
5 τὴν προκειμένην εὐρυχωρίαν στομάχου καὶ λάρυγγος ὀνο‐ μάζων φάρυγγα. φαίνεται δὲ καὶ νῦν ὁ Ἱπποκράτης ταὐτὸ τοῦτο τὸ μόριον ὡσαύτως Ὁμήρῳ καλέσας· φησὶ γοῦν οἰ‐ δήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, ὡς δυνατὸν ἐπὶ πλέον
10ἀνοιχθέντος τοῦ στόματος, ἀκριβῶς θεάσασθαι τὸ μόριον, ὅπερ οὐχ ὑπάρχει τῷ λάρυγγι. γενήσεται γοῦν ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ὑπὸ πυρετοῦ ἐχομένῳ πνὶξ ἐξαίφνης ἐπιγενήσεται χωρὶς ὄγκου τοῦ κατὰ τὴν φάρυγγα, θανατῶ‐ δές ἐστιν. ὡσαύτως ὠνόμαζον οἱ παλαιοὶ τὸ οἴδημα καὶ
15τὸν ὄγκον. ἴσμεν δ’ ὅτι τρίτη τίς ἐστιν ἡ διαφορὰ τῶν ὄγκων. ἤτοι γὰρ μετ’ ὀδύνης εἰσὶ καὶ καλοῦσιν αὐτοὺς οἱ
νεώτεροι φλεγμονὰς ἢ χωρὶς ὀδύνης καὶ σκληροὶ, καλοῦσι704 in vol. 17.2

17b

705

δὲ καὶ τούτους σκίῤῥους ἢ χωρὶς ὀδύνης καὶ μαλακοί. προσα‐ γορεύουσι δὲ καὶ τούτους ἰδίως οἰδήματα καὶ δι’ αὐτό γε τοῦτο τῆς παλαιᾶς χρήσεως ἀπέστησαν ὡς μηκέτι τὰς παρὰ φύσιν αὐξήσεις ἁπάσας οἰδήματα προσαγορεύειν. ὅταν οὖν
5ἡ φάρυγξ φαίνηται χωρὶς ὄγκου, πνὶξ δὲ ἐξαίφνης ἐπιγένη‐ ται, τοῦ λάρυγγός ἐστι μόνου τὸ τοιοῦτον πάθημα. πνί‐ γονται μὲν γὰρ, ὡς ἔφην, καὶ δι’ ἄλλα νοσήματα τὰ μικρῷ πρόσθεν εἰρημένα. τὸ δ’ ἐξαίφνης ὑπάρχει μόνῳ τῷ λά‐ ρυγγι· περιπνευμονία γὰρ οὐκ ἐξαίφνης πνίγει τοὺς κά‐
10μνοντας ἀνθρώπους, ἀλλὰ κατὰ βραχὺ τὴν αὔξησιν ἀπὸ τῆς ἀρχῆς λαβοῦσα μέχρι τῆς ἰδίας ἀκμῆς, ἐν ᾗ τοῦτ’ ἐπά‐ γει τὸ σύμπτωμα. καὶ εἴ τι φῦμα καὶ ἀπόστημα κατὰ πνεύμονα γίγνεται, χρόνιον καὶ τοῦτ’ ἔστι, καθάπερ γε καὶ ἡ μεταξὺ πνεύμονός τε καὶ θώρακος χώρα πληρουμένη πύου,
15πολλάκις ἀποπνίγει τὸν ἄνθρωπον ἀποστήματος εἰς αὐτὴν ῥαγέντος, ἐν χρόνῳ πολλῷ δηλονότι καὶ τούτου συ‐ στάντος. τῆς γε μὴν τραχείας ἀρτηρίας φλεγμονῆς δύσπνοιαν
μέν τινα δύναται ποιῆσαι, πνίγα δ’ οὐ δύναται, διά τε τὸ705 in vol. 17.2

17b

706

μέγεθος τῆς κατ’ αὐτὴν εὐρυχωρίας καὶ τὴν λεπτότητα τοῦ χιτῶνος, ἀδύνατον γάρ ἐστιν οὕτω λεπτοῦ σώματος φλεγμο‐ νὴν εὐρυχωρίαν ἀξιόλογον πληρῶσαι. λοιπὸν οὖν ὁ λάρυγξ ἐστὶν ὁ τὴν αἰφνίδιον πνίγα δυνάμενος ποιῆσαι, ἐπειδὴ
5στενοῦταί τε κατὰ τοῦτον ὁ τοῦ πνεύμονος πόρος οἵ τ’ ἔνδον αὐτοῦ μύες ἅμα τῷ περιέχοντι χιτῶνι φλε‐ γμήναντες ἀποκλεῖσαι δύνανται τὴν ὁδὸν τοῦ πνεύματος. ὀνομάζουσι δ’ ἔνιοι τῶν ἰατρῶν τὴν τοιαύτην διάθεσιν οὐ διὰ τοῦ ς συνάγχην, ἀλλὰ διὰ τοῦ κ κυνάγχην, οἷς ἀρέσκει
10τὴν τῆς φάρυγγος φλεγμονὴν διὰ τοῦ ς συνάγχην. ἔνιοι δὲ καὶ παρασυνάγχην καὶ παρακυνάγχην ὀνομάζουσι. πα‐ ρασυνάγχην μὲν, ὅταν τῶν ἐπικειμένων τῇ φάρυγγι μυῶν γένηται φλεγμονὴ, παρακυνάγχην δὲ, ὅταν ἔξωθεν τοῦ λά‐ ρυγγος. ἐκ γοῦν τῶν εἰρημένων εὔλογόν ἐστι τὴν τοιαύ‐
15την διάθεσιν ὀδύνην τινὰ φέρειν κατὰ τὸν λάρυγγα. καὶ φαίνεταί γε σαφῶς μεμνημένος ὁ Ἱπποκράτης αὐτῆς ἐν τῷ
προῤῥητικῷ κατὰ τήνδε τὴν ῥῆσιν· φάρυγξ ἐπώδυνος ἰσχνὴ706 in vol. 17.2

17b

707

μετὰ δυσφορίης, πνιγώδης, ὀλέθριοι ὀξέως. ἀλλὰ νῦν γε τὸ ἐπώδυνον οὐκ εἶπεν, ὡς τοῖς προειρημένοις συνεπινοεῖ‐ σθαι δυνάμενον ἢ ὡς καὶ χωρὶς ὀδύνης, ὑπολαμβάνων ποτὲ τὴν ἐν τῷ προειρημένῳ λόγῳ συνίστασθαι πνίγα. εἴπερ
5ὅλως δύναται χωρὶς ὀδύνης γενέσθαι πνὶξ, ἐπ’ αἰτίαις ἔσται τοιαῖσδε. δυνατὸν μὲν καὶ πλήθους ὑγρότητος καὶ μάλι‐ στα φλεγματώδους διαβρέξαι τὸν ἔνδοθεν τοῦ λάρυγγος χιτῶνα, γενέσθαι τὸν ὄγκον ἀνώδυνον αὐτῷ, δυνατὸν δὲ καὶ τῶν διοιγόντων αὐτῶν μυῶν παχυνθέντων στενώτερον
10ἀποτελεσθῆναι τὸν πόρον, ἐγχωρεῖ δὲ καὶ ἄμφω συνελθεῖν. οὐκ ἀδύνατον δὲ οὐδὲ δι’ ὑπερβάλλουσαν ξηρότητα τῶν ἔν‐ δον τοῦ λάρυγγος μυῶν ἐπὶ πλεῖον ταθέντων, στενωθῆναι τὸν πόρον. οἵτινες δ’ εἰσὶν οὗτοι καὶ ὅπως κλείουσι τὸν λάρυγγα τεινόμενοι δέδεικται κατὰ τὴν περὶ φωνῆς πρα‐
15γματείαν.707 in vol. 17.2

17b

708

λεʹ. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστρέ‐ φηται καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόν‐ τος, θανάσιμον.
5
— — —
Οὐκέτι προσέθηκεν ἐνταῦθα τὸν τόπον, ἐν ᾧ φησιν, οἰδήματος μὴ ἐόντος, ὥσπερ ἐν τῷ πρόσθεν ἀφο‐ ρισμῷ τῆς φάρυγγος ἐμνημόνευσεν εἰπὼν, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι. ἀλλ’ ἡμεῖς γε δυοῖν θάτερον ἐροῦμεν.
10ἤτοι ἀπὸ κοινοῦ δεῖν ἀκούειν ἐπὶ τῆς φάρυγγος ἢ ὅλως ἐπὶ πάντων τῶν κατὰ τὸν τράχηλον χωρίων. ὁπόταν γὰρ ἐν μηδενὶ τούτων φαίνηται, μήτε διοιγομένου τοῦ στόματος ἐν τῇ φάρυγγι μήτ’ ἔξωθεν οἴδημα, συμβῇ δὲ τὸν ἄνθρω‐ πον ἀδυνατεῖν καταπίνειν, ὀλέθριον σύμπτωμά ἐστι γινόμε‐
15νον ἐπὶ φλεγμονῇ ποτὲ μὲν τῶν προβεβλημένων μυῶν τῷ στομάχῳ, ποτὲ δὲ αὐτοῦ τοῦ στομάχου. κοινωνία γάρ τίς ἐστι τούτοις τοῖς μορίοις διὰ νεύρων καὶ συνδέσμων πρός
τε τὸν νωτιαῖον μυελὸν καὶ τὰς ἀμφ’ αὐτὸν μήνιγγας, ἔτι708 in vol. 17.2

17b

709

τε τὰ παρακείμενα τούτοις ἔξωθεν ὀστᾶ τῶν σπονδύλων. τεινομένων οὖν ἐπὶ τὰ φλεγμαίνοντα μόρια τῶν τε συνδέ‐ σμων καὶ τῶν νεύρων ἕλκεσθαι τοῖς σπονδύλοις, ἤτοι γε εἰς τὸ ἐντὸς ἢ εἰς τὰ πλάγια, ἀναγκαῖόν ἐστιν· εἰ μὲν
5κατὰ τὴν ἑτέραν ἀπόφυσιν τῶν νεύρων τὴν τάσιν συμβαίνῃ γενέσθαι, πρὸς τὰ πλάγια, εἰ δὲ κατ’ ἀμφοτέρας, εἰς τὸ ἐκτός. ἐπὶ πλέον δὲ περὶ τούτων ἐροῦμεν ἐξηγούμενοι τὸ περὶ τῶν ἄρθρων βιβλίον, ἔνθα τὰς διαστροφὰς τῆς ῥά‐ χεως γίνεσθαί φησι, φυμάτων ἀπέπτων ἔνδον αὐτῆς συ‐
10στάντων. ἐν ἐκείνῳ μὲν οὖν τῷ βιβλίῳ καὶ τὰς κυφώσεις ἔφη γίνεσθαι, τεινομένων ἔσω τῶν τοῦ σπονδύλου μορίων, οὐ μόνον τὰς λορδώσεις τε καὶ σκολιώσεις. ἐν μέντοι τῷ δευτέρῳ τῶν ἐπιδημιῶν καὶ νῦν προκειμένης κατὰ τὸν ἀφο‐ ρισμὸν συνάγχης μνημονεύων ἔφη, ἦν δὲ τῶν συναγχικῶν
15τὰ παθήματα τοιάδε. οἱ σπόνδυλοι τοῦ τραχήλου εἴσω ἔῤ‐ ῥεπον καὶ ἔξωθεν ἦν δῆλος κοῖλον ἔχων ὁ τράχηλος καὶ ἤλγεε ταύτῃ ψαυόμενος. ἐν τούτῳ μὲν οὖν τῷ λόγῳ μίαν
ἐδήλωσε διαστροφὴν τῶν σπονδύλων τὴν ἐπὶ τὰ ἔσω. κατὰ709 in vol. 17.2

17b

710

δὲ τὸν προκείμενον ἀφορισμὸν ὀνόματι γενικωτέρῳ κέχρη‐ ται λέγων, ἢν ὁ τράχηλος ἐπιστραφῇ. τὸ γὰρ ἐπιστραφῇ ῥῆμα τὴν ἐκτροπὴν τὴν εἰς τὸ παρὰ φύσιν ἅπασαν δηλοῖ τῆς τῶν σπονδύλων εὐθυωρίας. ἐν μὲν οὖν τῷ δευτέρῳ
5τῶν ἐπιδημιῶν προσέθηκε τῷ λόγῳ, καὶ ἤλγεε ταύτῃ ψαυό‐ μενος, ἐνταυθὶ δ’ οὐδὲν εἶπεν ὑπὲρ ἀλγήματος, καίτοι γε ἀναγκαῖον ἄλγημα συνεῖναι τῇ κατὰ τὸν τράχηλον φλεγμονῇ. πλὴν εἰ κἀνταῦθα τὴν δι’ ὑπερβάλλουσαν ξηρότητα γιγνο‐ μένην ὁλκὴν καὶ τάσιν καὶ διαστροφὴν τῶν μορίων ἐνδεί‐
10κνυται μόνην καὶ διὰ τοῦτο αὐτὸ θανάσιμον εἶναί φησι τὸ σύμπτωμα, τοῦ ἑτέρου τοῦ κατὰ τὴν φλεγμονὴν συνι‐ σταμένου μὴ πάντως ὄντος θανασίμου, καθάπερ τὸ πρότε‐ ρον ἦν, τὸ μετὰ τοῦ πνίγεσθαι καὶ τοῦ καταπίνειν μόγις. ἀλλ’ ἐὰν δι’ ὑπερβάλλουσαν ξηρότητα γεγονὸς ᾖ τὸ παρα‐
15στράφθαι τὸν τράχηλον καὶ τὸ καταπίνειν μόγις, ὀλέθριον ἔσται τὸ σύμπτωμα καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ᾖ σφοδρὸς, ἵνα τὸ ἢν ὑπὸ τοῦ πυρετοῦ ἐχομένῳ καὶ κατὰ τοῦτο
ἀκούοι τις, διὰ δὲ τὸν αὐτὸν τοῦτον πυρετὸν καὶ τὴν ἄμε‐710 in vol. 17.2

17b

711

τρον ἐν τοῖς μέλεσιν εἰκὸς γίγνεσθαι ξηρότητα. καὶ διττὸν ἕξει λόγον ὁ σφοδρὸς πυρετὸς ὡς πρὸς τὸν θάνατον, ὅτι τε σημεῖον ἔσται τοῦ διὰ ξηρότητα τήν τε διαστροφὴν γε‐ γονέναι καὶ τὸ καταπίνειν μόγις, ὅτι τε συντελέσει τι καὶ
5αὐτὸς ὡς ἕν τι τῶν ἐπὶ θάνατον ἀγόντων αἰτίων.
— — —
λστʹ. Ἱδρῶτες πυρεταίνοντι ἢν ἄρξωνται, ἀγαθοὶ τρι‐ ταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑν‐
10δεκαταῖοι καὶ τεσσαρεσκαιδεκαταῖοι καὶ ἑπτακαιδεκαταῖοι καὶ μιῇ καὶ εἰκοστῇ καὶ ἑβδόμῃ καὶ εἰκοστῇ καὶ τριηκο‐ στῇ πρώτῃ καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶ‐ τες νόσους κρίνουσιν. οἱ δὲ μὴ οὕτως γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου, ὑποτροπιασμόν.
15
— — —
Οὐχ ἱδρῶτες μόνον, ἀλλὰ καὶ διαχωρήσεις γαστρὸς ἀξιόλογοι καὶ οὖρα πολλὰ καὶ ἀποστήματα παρ’ οὖς ἢ κατ’
ἄλλο τι τῶν ἄρθρων ἐν ταῖς ἡμέραις ταῖς εἰρημέναις ἐπι‐711 in vol. 17.2

17b

712

φαίνεται χρηστῶς. ὁ γάρ τοι καθόλου λόγος ἐστὶ τοιόσδε. τὰ δὲ κρίσιμα σημεῖά τε καὶ συμπτώματα ταῖς κρισίμοις ἡμέραις ἀρχέσθω. καὶ ἤρκει οὗτος ὁ λόγος ὁ εἰρημένος. ἀλλ’ ὁ Ἱπποκράτης νῦν οὐ περὶ πάντων αὐτὸν ἐποιήσατο
5τῶν κρισίμων, ἀλλ’ ἱδρώτων μόνων. ἀνέμνησέ τε τῶν κρι‐ σίμων ἡμᾶς ἡμερῶν, ὅσαι τῆς τεσσαρακοστῆς ἐντός εἰσι. τὰ γὰρ τούτων χρονιώτερα νοσήματα δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεσθαι πέφυκεν, ὥσπερ οὐδὲ δι’ ἐκκρίσεως ὅλως, ἀλλ’ ἤτοι κατὰ τὴν σύμπεψιν ἢ δι’ ἀποστημάτων. ὅτι δ’ οὐ
10πάσης τῆς ἡμέρας ἀριθμὸς ἐπιτήδειος εἰς κρίσιν ἐναργῶς ἡ πεῖρα μαρτυρεῖ καὶ θαυμάσειεν ἄν τις τῶν φασκόντων μη‐ δεμίαν ἐν αὐταῖς εἶναι διαφοράν. ἄμεινον μὲν γὰρ ἐκ τῶν ἐναργῶς φαινομένων διδάσκεσθαι τὴν διαφορὰν, τὴν δ’ αἰτίαν τοῦ γιγνομένου κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν,
15ὅπερ ἡμεῖς ἐποιήσαμεν ἐν τῇ τῶν κρισίμων ἡμερῶν πραγμα‐ τείᾳ. τὸ μὲν εἰς τὴν χρείαν τῆς τέχνης διάφορον ἐν τοῖς πρώτοις ὑπομνήμασι δύο διελθόντες, τὰς δ’ αἰτίας
αὐτῶν ἐν τῷ τρίτῳ πειραθέντες ζητῆσαι. διαπεφώνηνται712 in vol. 17.2

17b

713

δ’ ἱκανῶς αἱ νῦν εἰρημέναι κατὰ τὸν ἀφορισμὸν ἡμέραι, γραφόντων αὐτὰς ἄλλων ἄλλως ὡς ἂν ἐθέλωσιν. ἀλλ’ ἡμεῖς γε κατὰ τὰ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένα διά τε τοῦ προγνωστικοῦ καὶ τῶν ἐπιδημιῶν καὶ αὐτοῦ τοῦ βιβλίου
5τοῦ τῶν ἀφορισμῶν τὴν ἐξαρίθμησιν αὐτῶν ἐποιησάμεθα. τὰς δὲ ῥήσεις ἐν αἷς ἔγραψε περὶ τούτων τῶν ἡμερῶν ὁ Ἱπποκράτης ἔν τε τῇ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ καὶ τῇ τῶν κρίσεων ἁπάσας ἔχεις ἠθροισμένας. νυνὶ δ’ ἀπὸ τῆς τρίτης ἤρξατο προλαμβανούσης τὴν τετράδα κατὰ
10βραχὺ τὰ χρονιώτερα τῶν νοσημάτων καὶ μετὰ ταύτην ἔγρα‐ ψε τὴν πέμπτην, ὑστερίζουσαν ἡμέραν μίαν τῆς τετάρτης. οὕτω γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται, οὐκέτι γεγραμμένης τῆς τετάρτης ἡμέρας κατὰ τὸν ἀφορι‐ σμόν. καίτοι δοκεῖ πρώτη κρίσιμος ὑπάρχειν αὕτη, ἀλλ’
15ὅμως αὐτὴν ὑπερέβη νῦν ἢ αὐτὸς ὁ Ἱπποκράτης ἢ ὁ πρῶτος τὸ βιβλίον γράψας. εἴπερ δ’ ὅλως ὁ Ἱπποκράτης αὐτὴν ὑπερέβη, δοκεῖ μοι διὰ τήνδε τὴν αἰτίαν αὐτὸ ποιεῖ‐
σθαι, τὰ πλεῖστα κατοξέων νοσημάτων, ὅσα σὺν ἱδρῶτι713 in vol. 17.2

17b

714

κρίνεται, τῇ τρίτῃ καὶ τῇ πέμπτῃ μᾶλλον ἢ τετάρτῃ τὴν κρίσιν λαμβάνει. σπανιώτεροι γὰρ οἱ διὰ τῆς τετάρτης κρινόμενοι, καί μοι τοῦτο ἐξεύρηται πάνυ σφόδρα διὰ πεί‐ ρας αὐτὸ τοῦτο ζητήσαντι, διότι παραλέλοιπε κατὰ τὸν
5προκείμενον ἀφορισμόν. ἔοικε δὲ συμβαίνειν οὕτως, ἐπειδὴ τὰ κατόξεα νοσήματα τόν τε πρῶτον εὐθὺς παροξυσμὸν ἔχει σφοδρότερον καὶ τὸν ἀνάλογον αὐτῷ διὰ τρίτης, ἐμάθο‐ μεν δ’ ὡς ἐν τοῖς σφοδροτέροις παροξυσμοῖς αἱ κρίσεις γί‐ νονται. καὶ μέντοι καὶ ὅτι τὰ μὲν ἐν περισσαῖς ἡμέραις
10παροξυνόμενα θᾶττον κρίνεται. τὰ δ’ ἐν ἀρτίαις χρονίζει. καὶ διὰ τοῦτο κἂν ἐν ἀρχῇ τε παροξύνηται νόσημα, κατὰ τὰς περιττὰς μᾶλλον. ἐὰν δὲ μέλλῃ χρονίζειν, εἰς τὰς ἀρ‐ τίους μεταπίπτουσιν οἱ σφοδρότεροι παροξυσμοί. ταυτὶ μὲν ἔχω περὶ τῆς τετάρτης λέγειν. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ ἀφο‐
15ρισμοῦ τινὲς μὲν τὴν τριακοστὴν πρώτην ἡμέραν, τινὲς δὲ
τὴν τριακοστὴν τετάρτην γράφουσιν. ἴσμεν δ’ αὐτὰς ἐν714 in vol. 17.2

17b

715

τῷ καταλόγῳ περιεχομένας τῶν κρισίμων ἡμερῶν καὶ ἴσως ἰσχυροτέραν γε τὴν τριακοστὴν τετάρτην. οὐ μὴν τῆς τεσ‐ σαρακοστῆς ἐμνημόνευσεν ἴσως, ἐπειδὴ ταύτην τινὰ ἀρχὴν τῶν χρονίων ἐνόμιζεν, ἃ δι’ ἱδρώτων οὐ πάνυ τι κρίνεται.
5καὶ γὰρ καὶ αὐτὴν τὴν τριακοστὴν πρώτην καὶ τριακοστὴν τετάρτην καὶ πρὸ αὐτῶν τὴν εἰκοστὴν ἑβδόμην σπανίως ἔστιν ἱδρῶσι κρινούσας εὑρεῖν.
— — —
λζʹ.
10Οἱ ψυχροὶ ἱδρῶτες σὺν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον ση‐ μαίνουσι, ξὺν δὲ πρηοτέρῳ μῆκος νούσου.
— — —
Ὅτι μὲν οὖν οὕτω γίνεται πολλάκις ἡ πεῖρα διδάσκει. τίς δ’ ἡ αἰτία τοῦ γινομένου σκεπτέον. ἀπορώτατον γὰρ
15εἶναι δοκεῖ πυρετοῦ θερμοτάτου κατέχοντος τὸν ἄνθρωπον ἱδρῶτα ψυχρὸν γίγνεσθαι. ὅτι μὲν οὖν ἐν ἄλλοις χρὴ μέ‐
ρεσι τοῦ σώματος εἶναι τὴν σφοδρὰν θερμασίαν, ἐξ ἄλλων715 in vol. 17.2

17b

716

δὲ κενοῦσθαι τοὺς ψυχροὺς ἱδρώτας εὔδηλον. ἐθερμάνθη‐ σαν γὰρ ἂν εἴπερ ἐκ τῶν θερμοτάτων ἐφέροντο. κενοῦνται δὲ ἐκ τοῦ αὐτοῦ δέρματος οἱ ἱδρῶτες, ὅπερ ἐγχωρεῖ ψυ‐ χρὸν εἶναι, διακαιομένων τῶν ὑπ’ αὐτό. σηπομένων γάρ
5τινων χυμῶν ἐδείχθησαν ὀξέες γινόμενοι πυρετοί. σήπονται δ’ οὗτοι πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι, πολλά‐ κις δ’ ἐν τοῖς ἀγγείοις μόνοις. ὅταν οὖν ποτε συμβῇ δύο ταῦτα, τοὺς μὲν ἐν τοῖς ἀγγείοις χυμοὺς σήπεσθαι, τὴν δὲ τὰ στερεὰ μόρια διοικοῦσαν φύσιν, ἥτις ἐστι καθ’ Ἱππο‐
10κράτην τὸ ἔμφυτον θερμὸν, ἤτοι γε ἐσβέσθαι παντάπασιν ἢ πλησίον ἥκειν σβέσεως, τὰ μὲν ἐκ τούτων κενούμενα ψυχρὰ φαίνεται. τὴν δ’ ἐπὶ τῇ σήψει θερμασίαν οὐδὲν κωλύει σφοδροτάτην εἶναι. καὶ διὰ τοῦτο ὀλέθριον τὸ ση‐ μεῖον, ἐνδεικνύμενον ἐν τῷ τοῦ ζώου σώματι πλεονεκτεῖν
15ὑγρῶν πλῆθος, ψυχρῶν τοσοῦτον ὡς μήθ’ ὑπὸ τῆς ἐμφύ‐ του μήθ’ ὑπὸ τῆς πυρεκτικῆς ἐκθερμαίνεσθαι. χλιαρῶν
μέντοι πυρετῶν ὑπαρχόντων ἐγχωρεῖ σωθῆναι τὸν ἄνθρω‐716 in vol. 17.2

17b

717

πον ἐν χρόνῳ πλείονι τοῦ ψυχροῦ πλήθους πεφθέντος καὶ κρατηθέντος ὑπὸ τῆς φύσεως. ὁ μὲν γὰρ ὀξὺς πυρετὸς αἴτιόν ἐστι καὶ σημεῖον δὲ ὀλεθριώτατον· αἴτιον μὲν, ἐπει‐ δὴ πέφυκε διαλύειν τὰ σώματα, σημεῖον δὲ, ὅτι τὸ πλῆθος
5τῶν ὑγρῶν ἐνδείκνυται ὅτι ψυχρότατον ὑπάρχει, ὅπου γε μηδ’ ὑπὸ τῆς τοῦ πυρετοῦ μεταβάλλεται θερμότητος. ὁ δ’ οὐκ ὀξὺς, ἀλλὰ μέτριος πυρετὸς ἐπιτρέπει χρόνῳ πλείονι πρὸ τῆς φύσεως πεφθῆναι τὸ πλῆθος, ὡς ἂν μὴ φθάνων διαλύειν τὸ ζῶον. σημεῖον δ’ οὐκ ἔστιν οὕτως ὀλέθριον ὡς
10ὁ σφοδρός. ἐγχωρεῖ γὰρ ἐν χλιαρῷ πυρετῷ, κἂν μετρίως ψυχρὸν ᾖ τὸ πλῆθος, ἀνεκθέρμαντον μένειν.
— — —
ληʹ. Καὶ ὅκου ἔνι τοῦ σώματος, ἱδρὼς ἐκεῖ φράζει τὴν νοῦσον.
15
— — — Εἴπερ γὰρ εἰς ὅλον ἡ νόσος ἐξέτατο τοῦ ζώου τὸ σῶ‐
μα καὶ τὴν κένωσιν ἂν ἐξ ἅπαντος ὁμοίως ὁμότιμον ἐποιεῖτο.717 in vol. 17.2

17b

718

γίγνονται μὲν γὰρ οἱ ἱδρῶτες ἤτοι τῆς φύσεως ἐκκενούσης τὰ περιττὰ, ἡνίκα καὶ κρίνουσι χρηστῶς, ἢ καὶ τῷ μὴ στέ‐ γεσθαι κατὰ τὸ σῶμα, τῷ λόγῳ τοῦ νοσήματος. ὁποτέρως δ’ ἂν γένωνται, τὴν τῶν πεπονθότων μερῶν ἐκκρίνουσιν
5ὑγρότητα.
— — —
λθʹ. Καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ θερμὸν, ἐν‐ ταῦθα ἡ νοῦσος.
10
— — —
Ἐν ᾧπερ ἂν ἢ μορίῳ τοῦ σώματος ἐπίσημος ἤτοι θερμότης ἢ ψύξις, ἐν τούτῳ καὶ τὴν νόσον ἀναγκαῖον ὑπάρχειν. ἐξέστηκε γὰρ τοῦτο δηλονότι τῆς κατὰ φύσιν εὐκρασίας, ἥτις ἐστὶν ἡ ὑγίεια.
15— — — μʹ.
Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα718 in vol. 17.2

17b

719

καταψύχηται ἢ αὖθις θερμαίνηται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.
— — — Αἱ ποικίλαι διαθέσεις ἀεὶ χρονιώτεραι γίγνονται τῶν
5μονοειδῶν ἀδυνατούσης δηλονότι τῆς φύσεως ἐν ὀλίγῳ χρό‐ νῳ κατεργάζεσθαι τὰς πολλὰς διαθέσεις.
— — —
μαʹ. Ἱδρὼς πολὺς ἐξ ὕπνου γινόμενος ἄνευ φανερῆς αἰτίας τὸ
10σῶμα σημαίνει, τροφῇ ὅτι πλείονι χρέεται. ἢν δὲ τρο‐ φὴν μὴ λαμβάνοντι τοῦτο γίνηται, σημαίνει ὅτι κενώ‐ σεως δεῖται.
— — — Ἔνιοι γράφουσιν οὕτω τὸν ἀφορισμὸν, ἱδρὼς πολὺς ἐξ
15ὕπνου γιγνόμενος ἄνευ φανερᾶς αἰτίας, ἔνιοι δὲ ἄνευ τινὸς αἰτίης ἑτέρης. ἀλλά γε τὰ τοιαῦτα κἂν μὴ προσγρα‐ φῇ νοῆται, μυριάκις ἐν μυρίαις ῥήσεσιν ὑπ’ αὐτοῦ πα‐
ραλελειμμένα, διὰ τὸ προσυπακούειν ἡμᾶς αὐτὰ, κἂν719 in vol. 17.2

17b

720

μὴ ῥηθῇ, μεμαθηκότας γε ἅπαξ παρ’ αὐτοῦ ὅτι διὰ τὴν ἔξωθεν αἰτίαν οὐκ ἐκ τῆς τοῦ σώματος διαθέσεως γιγνό‐ μενα συμπτώματα πρόγνωσιν οὐδεμίαν ποιεῖται ἀσφαλῆ. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι, τὸ δὲ κατὰ τὸν προ‐
5κείμενον ἀφορισμὸν διδασκόμενον ἐν τῇ τοῦ πολὺς προσθή‐ κῃ μάλιστά ἐστιν. εἰ γὰρ μὴ πολὺς ἱδρὼς ᾖ, δύναιτ’ ἂν καὶ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν καὶ διὰ τὴν τοῦ σώ‐ ματος ἀραιότητα γίγνεσθαι. τὸ γὰρ πλῆθος ὑπ’ αὐτοῦ δυοῖν θάτερον, ἤτοι διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων
10ἀμετρίαν ἢ διὰ τὴν τῶν ἔμπροσθεν ὑπάρχει. εἰ μὲν διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν, κωλυτέον πολλὰ λαμβάνειν, εἰ δὲ διὰ τὴν τῶν ἔμπροσθεν, κενωτέον.
— — —
μβʹ.
15Ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων, ὁ ψυχρὸς μείζω, ὁ δὲ θερμὸς ἐλάσσω νοῦσον σημαίνει.
— — —720 in vol. 17.2

17b

721

Περὶ μὲν οὖν τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γιγνομέ‐ νων ἱδρώτων ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν ἐν ὅλῳ χρό‐ νῳ τοῦ νοσήματος ἐπιφαινομένων ἀκρίτως ἐν τῷδε δηλοῖ, χαλεπωτέρους μὲν εἶναι λέγων τοὺς ψυχροτέρους, ἧττον δὲ
5τούτων μοχθηροὺς τοὺς θερμούς. ἀμφότεροι μὲν γὰρ ἐν‐ δείκνυται πλῆθος, ἀλλ’ οἱ μὲν ἕτεροι ψυχρὸν, οἵ γε καὶ χείρους εἰσὶν, οἱ δὲ ἕτεροι θερμὸν, ἧττον ἐκείνων ὄντες ὀλέθριοι πυρετοί.
— — —
10
μγʹ. Οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται μᾶλλον ἐπικίνδυνοι, ὅτῳ δ’ ἂν τρόπῳ διαλεί‐ πωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
— — —
15
Ὅτι τὸ διαλείπειν ὁ Ἱπποκράτης ἐπὶ τῶν εἰς ἀπυρεξίαν παυομένων παροξυσμῶν λέγει δῆλον ἐποίησεν ἐν τῷδε τῷ ἀφορισμῷ, τοὺς ὁπωσοῦν διαλείποντας τῶν διὰ
τρίτης παροξυνομένων ἀκινδύνους ἀποφαινόμενος. μόνοι721 in vol. 17.2

17b

722

γὰρ οἱ εἰς ἀπυρεξίαν λήγοντες ἐξ αὐτῶν εἰσιν ἀκίνδυνοι, κἂν σφοδρότατον ποιῶνται τὸν παροξυσμὸν κἂν ἱκανῶς μα‐ κρόν. ἐὰν μὲν γὰρ οὗτος ᾖ βραχὺς, ὡς ἐν τοῖς ἀκριβέσι τριταίοις ἐστὶν ἐλάττονι ἢ τῶν δώδεκα ὡρῶν χρόνῳ περι‐
5γραφόμενος, οὐ μόνον ἀκίνδυνος ὁ τοιοῦτός ἐστι πυρετὸς, ἀλλὰ καὶ ταχυκρίσιμος· ἐὰν δὲ μακρότερος ὡς ὡρῶν, εἰ τύ‐ χοι, ιηʹ, ὑπάρχει ἀκίνδυνος μὲν ἔτι καὶ οὗτος, εἰς τοσοῦ‐ τον δὲ χρονιώτερος, εἰς ὅσον ὁ παροξυσμὸς αὐτοῦ μείζων ἐστὶν ἢ κατὰ τὸν ἀκριβῆ τριταῖον. εἰκότως δὲ τοὺς εἰς ἀπυρε‐
10ξίαν τελευτῶντας ἀκινδύνους εἶναί φησιν, ὡς ἂν μήτε διὰ φλεγμονήν τινα γιγνομένους μήτε ἐπὶ κακοήθει σήψει χυ‐ μῶν. οὐδέτεροι γὰρ τούτων εἰς ἀπυρεξίαν ἀφικνοῦνται. ὅτῳ δ’ ἂν οὖν τρόπῳ διαλείπῃ σημαίνει ὅτι ἀκίνδυνοι, τουτέστιν, ἐάν τε σφοδροῦ τοῦ παροξυσμοῦ γεγονότος ἐάν
15τε μακροῦ.
— — —722 in vol. 17.2

17b

723

μδʹ. Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα ἐς τὰ ἄρ‐ θρα ἢ πόνοι γίνονται.
— — —
5
Οὐ διὰ παντὸς οὐδὲ τοῦτο καθάπερ οὐδ’ ἄλλο οὐδὲν τῶν ὁμοίων, ἀλλ’ ὡς τὸ πολὺ δηλονότι φαίνεται συμβαῖνον, ἡ δ’ αἰτία φανερά. διὰ γάρ τοι τὸ πλῆθος ἢ τὸ πάχος ἢ τὴν ψυχρότητα τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἐπὶ πλεῖστον ἐκτείνεται τὰ νοσήματα, χρόνου μακροῦ δεο‐
10μένων αὐτῶν εἰς τὴν πέψιν. εἰκὸς οὖν ἐστιν ἐπ’ αὐτοῖς καὶ φύματα γίγνεσθαι καὶ κατασκήπτειν εἰς ἄρθρα τὸ πε‐ ριττόν. εἴτε δ’ ἀντὶ τῶν ἀλγημάτων ἀκούσομεν εἰρῆσθαι τοὺς πόνους εἴτ’ ἀντὶ τῆς βλάβης ἑκάτερον ἔχει τινὰ λό‐ γον. ἄμφω γὰρ ἕπεται τοῖς ἀποσκήμμασιν.
15
— — —
μεʹ. Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι ἐκ πυρε‐ τῶν μακρῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται.
— — —723 in vol. 17.2

17b

724

Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τού‐ τοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.
— — —
5
μστʹ. Ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.
— — —
Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ.
10τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκο‐ λουθήσει. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ
15σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γι‐
γνόμενον ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ724 in vol. 17.2

17b

725

ῥίγει διάλειμμα μηδὲν ἐργαζομένη, κατ’ ἄμφω διαλυθῆναι τὸν ἄνθρωπον εἰκὸς, οὔτε τῆς δυνάμεως φερούσης τὸν κλό‐ νον τοῦ ῥίγους ὑπό τε τῆς κενώσεως καταλουμένης. εἰ δὲ τὸ ῥῖγος γίγνοιτο μόνον, οὐδεμιᾶς γιγνομένης κενώσεως ἑκα‐
5τέρως οὐκ ἀγαθὸν τὸ σύμπτωμα. καὶ γὰρ ὡς αἴτιον κα‐ κὸν ἅψεται τῆς δυνάμεως καὶ σημεῖον ἔσται μο‐ χθηρὸν ἐνδεικνύμενον ἀῤῥωστίαν ἐσχάτην αὐτῆς, εὐωθυίας μὲν ἐπὶ τοῖς ῥίγεσιν ἐκκρίνειν τοὺς λυποῦντας χυμοὺς, ἀδυ‐ νατούσης δ’ αὐτὸ νῦν ποιεῖν.
10
— — —
μζʹ. Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπου‐ σι, αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώ‐ δεες πᾶσαι κακαί. ἀποχωροῦσαι δὲ καλῶς ἀγαθαὶ καὶ
15κατὰ τὰς διαχωρήσιας καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
— — —725 in vol. 17.2

17b

726

Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντο‐ μώτερον εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν
5ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμέ‐ νων καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀπο‐ χωρούσας καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐ‐ τῶν ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ
10δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω, ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕ‐
15τως, ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνε‐ σθαι μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς
δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα726 in vol. 17.2

17b

727

καὶ ἡλικία καὶ ἡ τοῦ κάμνοντος φύσις. τὸ δ’ ἐπὶ τῇ τε‐ λευτῇ τοῦ ἀφορισμοῦ διχῶς εὑρίσκεται γεγραμμένον, ἐν τισὶ μὲν ὡς προγέγραπται, ἢν δὲ μή τι τῶν συμφερόντων ἐκ‐ κρίνηται, ἐν τισὶ δὲ χωρὶς τοῦ μὴ, κατὰ τόνδε τὸν τρόπον,
5ἢν δέ τι τῶν συμφερόντων ἐκκρίνηται· κατὰ μὲν τὴν προ‐ τέραν γραφὴν ὁ λόγος ἔσται τοιοῦτος, ἢν δέ τι τῶν μὴ συμφερόντων ἐκκρίνεσθαι φαίνηται κενούμενον, οὐκ ἀγαθόν ἐστι· κατὰ δὲ τὴν δευτέραν, ἢν δέ τι τῶν συμφερόντων τῷ ζώῳ καὶ οἰκείων ἐκκρίνηται, οὐκ ἀγαθόν ἐστι. βελτίων
10οὖν ἡ προτέρα γραφή.
— — —
μηʹ. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανά‐
15σιμον.
— — —727 in vol. 17.2

17b

728

Σκεπτέον εἰ δυνατὸν ἔσται τὰ εἰρημένα συμπτώματα καὶ κατὰ τὸν διαλείποντα γενέσθαι πυρετόν. ἐγὼ μὲν γὰρ οὔτ’ εἶδον οὔτ’ ἐπινοῶ. φαίνεται δὲ μόνον τοῖς ὀλεθρίοις ὑπάρχοντα καύσοις ἢ εἰ βούλοιο καλεῖν ἑτέρως, τοῖς κακοη‐
5θεστάτοις, οἷον λιπυρίαις· ἄλλος δ’ οὐδεὶς πυρετὸς διακαίει τὸ βάθος ἐψυγμένου τοῦ δέρματος. οὔτε γὰρ ὁ ἐπιεικὴς καῦσος οὔθ’ ὁ τριταῖος, οἵπερ ἁπάντων εἰσὶ πυρετῶν θερ‐ μότατοι. ἔοικεν οὖν οὐχ ἕνεκα διορισμοῦ προσκεῖσθαι τῷ κατὰ τὸν ἀφορισμὸν τὸ ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν,
10ἀλλ’ ὁμοίως εἰρῆσθαι τῷ σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οὐχ ὡς καὶ ἄλλοθί που τοῦ σώματος ὄντων σπονδύλων, ἀλλ’ ὥσπερ εἰ καὶ οὕτως εἶπε, σπόνδυλοι δὲ οἷς ὑπάρχει κατὰ ῥάχιν εἶναι, καὶ νῦν οὕτως ἀκουσόμεθα τοῦ λόγου. τὸ δια‐ καίεσθαι τὸ βάθος ἐψυγμένου τοῦ δέρματος ὀλέθριόν ἐστι.
15γίγνεται δὲ τοῦτο κατά τινας τῶν μὴ διαλειπόντων πυρε‐ τῶν. αἰτία δ’ αὐτοῦ τοιάδε τίς ἐστιν· ὅταν ἤτοι φλεγμο‐ νή τίς ἐστιν ἰσχυρὰ κατά τι τῶν ἐν βάθει μορίων ἢ ἐρυ‐
σίπελας συστῇ, πᾶν ἐπὶ τὸ πεπονθὸς μέρος ἐξ ὅλου τοῦ728 in vol. 17.2

17b

729

σώματος ἕλκεται τὸ αἷμα καὶ διὰ ταῦτα μὲν διακαίεται τὸ βάθος, ἀποψύχεται δὲ τὸ δέρμα, καθάπερ ἐν ταῖς ἐπιση‐ μασίαις.
— — —
5
μθʹ. Ἐν μὴ διαλείποντι πυρετῷ ἢν χεῖλος ἢ τὸ βλέφαρον ἢ ὀφρὺς ἢ ὀφθαλμὸς ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενέος ἐόντος τοῦ κάμνοντος ὅ τι ἂν τουτέων γέ‐ νηται, ἐγγὺς ὁ θάνατος.
10
— — —
Αἱ διαστροφαὶ τῶν μορίων γίγνονται τεινομέ‐ νων τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς αὐτὰ καθηκόντων νεύρων, αὐτό τε τὸ τείνεσθαι φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις ἕπεται.
15χαλεπὰ δὲ ταῦτά ἐστιν ὁπόταν τῆς τῶν νεύρων ἀρχῆς πλη‐ σίον συνίστηται. διὸ κἀπειδὰν ὅ τε πυρετὸς ᾖ συνεχὴς καὶ
ὁ κάμνων ἀσθενὴς, ἐγγὺς εἶναι τὸν θάνατον εἰκός ἐστι,729 in vol. 17.2

17b

730

ἔτι δὲ μᾶλλον, ὅταν ἢ μὴ ἀκούῃ τις ἢ μὴ βλέπῃ, διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀῤῥωστίαν.
— — —
νʹ.
5Ὁκόσοισι δ’ ἐν τῷ πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνη‐ ται καὶ παραφροσύνη, θανάσιμον.
— — —
Γίγνεται μὲν ἐνίοτε καὶ διὰ μίαν αἰτίαν ἀμφότερα, δύσπνοια καὶ παραφροσύνη, πεπονθότος τοῦ ἐγκεφάλου καὶ
10φαίνεται τηνικαῦτα τὸ πνεῦμα, καθάπερ αὐτὸς εἶπεν ἐν τῷ προγνωστικῷ, μέγα τε καὶ διὰ πολλοῦ, τουτέστι μέγα τε καὶ ἀραιόν. ἐγχωρεῖ δὲ καὶ διά τι τῶν ἀναπνευστικῶν ὀρ‐ γάνων πεπονθὸς γενέσθαι τὴν δύσπνοιαν. αἵ τε γὰρ πλευ‐ ρίτιδες καὶ περιπνευμονίαι τά τ’ ἄλλα τὰ κατὰ θώρακα
15καὶ πνεύμονα πάθη δύσπνοιαν ἐργάζεται. κινδυνώδη δὲ ταῦτα πάντα ἐστὶ καὶ μάλιστα μετὰ συνεχοῦς πυρετοῦ. καὶ
γὰρ καὶ γίγνεσθαι πέφυκεν ἀεὶ μετὰ τοιούτου, ὥστε κἀν‐730 in vol. 17.2

17b

731

ταῦθα τὸ ἐν πυρετῷ μὴ διαλείποντι κατὰ τὸν αὐτὸν ἔοικε λόγον εἰρῆσθαι τῷ κατὰ τὸν ἔμπροσθεν ἀφορισμόν.
— — —
ναʹ.
5Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας μῆκος νούσου σημαίνει.
— — —
Πρόδηλος ὁ λόγος καὶ ἴσως οὐδὲ Ἱπποκράτους δεό‐ μενος. ἐν αὐτῷ γὰρ τῷ μὴ λύεσθαι κατὰ τὰς πρώτας
10κρισίμους εὔδηλον ὡς χρονίζει τὰ τοιαῦτα παθήματα.
— — —
νβʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥω‐ στίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον. ὁκό‐
15σοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.
— — — Εἴρηται κἀν τῷ προγνωστικῷ τὸ δακρύειν οὐκ ἀγαθὸν
εἶναι σημεῖον, ὅταν γε δηλονότι μηδὲν ᾖ πεπονθὸς αὐτὸς731 in vol. 17.2

17b

732

ὁ ὀφθαλμὸς ἴδιον ἐξαίρετον πάθος, οἷον ὀφθαλμίαν ἢ τρα‐ χύτητα περὶ τὰ βλέφαρα ἤ τι τοιοῦτον. ἀῤῥωστία γάρ τις ἐμφαίνεται τῆς καθεκτικῆς δυνάμεως, ἐπειδὰν μηδενὸς ὄν‐ τος τοιούτου δακρύουσιν. οὐκ ὀρθῶς δὲ ἀτοπώτερον γέγρα‐
5πται παραβλητικῶς· ἄμεινον γὰρ ἦν ἀπολελυμένως ἄτοπον εἰρῆσθαι, καί μοι δοκεῖ τὸ σφάλμα τοῦ πρώτου βιβλιογρά‐ φου γεγονέναι μᾶλλον ἢ Ἱπποκράτους αὐτοῦ.
— — —
νγʹ.
10Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυροὶ γίνονται οἱ πυρετοί.
— — —
Οὐδὲ γὰρ οὐδὲ γενέσθαι δύνανται ταῦτα τὰ περίγλισχρα χωρὶς πολλῆς θερμασίας ὑγρότητα φλεγματικωτέραν ξηραι‐
15νούσης.
— — —732 in vol. 17.2

17b

733

νδʹ. Ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ βραχέα ἐρεθίζουσι ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι.
— — —
5
Ξηρὰς ὀνομάζουσι βῆχας ἐφ’ ὧν οὐδὲν ἀναπτύεται, γίγνονται δὲ ποτὲ μὲν ἐπὶ δυσκρασίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων, ἔστι δ’ ὅτε ἐπὶ τραχύτητι τῆς φάρυγγος ἤ τινος ὑγροῦ λεπτοῦ τε καὶ ὀλίγου καταῤῥέοντος. ὅ τι δ’ ἂν ᾖ τούτων, ἐπιτέγγεταί πως τὰ περὶ τὴν ἀρτηρίαν χω‐
10ρία καὶ διὰ ταῦθ’ ἧττον γίγνονται διψώδεις. καὶ γὰρ ἐὰν τραχύτης ᾖ μόνη, διὰ τὴν ἐν τῇ βηχὶ κίνησιν ἐκ τῶν πλη‐ σίον ἕλκεταί τις ὑγρότης. οὕτω δὲ κἂν ᾖ δυσκρασία μόνη.
— — —
νεʹ.
15Οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.
— — —733 in vol. 17.2

17b

734

Ἐφήμεροι πυρετοὶ πάντες πρὸς αὐτοῦ καλοῦνται ὅσοι κατὰ τὸν ἴδιον λόγον ἡμέρᾳ γίγνονται μιᾷ. τοιοῦτοι δέ εἰσι καὶ οἱ ἐπὶ τοῖς βουβῶσιν, ὅταν ἐπὶ φανεροῖς αἰτίοις συ‐ στῶσι. τοὺς δ’ ἄλλους βουβῶνας, ὅσοι χωρὶς αἰτίας φα‐
5νερᾶς ἐγένοντο, ταῖς τῶν σπλάγχνων εἰκός ἐστι συνεισβάλ‐ λειν φλεγμοναῖς καὶ διὰ τοῦτο καὶ τοὺς ἅμα αὐτοῖς γιγνο‐ μένους πυρετοὺς κακοὺς εἶναι.
— — —
νστʹ.
10Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρε‐ τοῦ κακόν. μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην πλείω σημαίνει.
— — —
Ἐχρῆν τοῦτον τὸν ἀφορισμὸν ἐζεῦχθαι τῷ μικρῷ πρό‐
15σθεν εἰρημένῳ, καθ’ ὃν ἔφη, ἱδρὼς πολὺς ψυχρὸς ἢ θερ‐ μὸς ἀεὶ ῥέων. αὐτός τ’ ἐδήλωσε καὶ ὅπως κακὸν ἔφησε τὸν
τοιοῦτον εἶναι καὶ διὰ τίνα αἰτίαν. κακὸς μὲν οὖν ἐστιν,734 in vol. 17.2

17b

735

ὅτι πρὸς τῷ μὴ λύειν τὴν νόσον ἔτι καὶ μηκύνειν αὐτὴν δηλοῖ. τὴν δ’ αἰτίαν τοῦ κατὰ τὸν χρόνον μήκους ὑγρό‐ τητα πολλὴν εἶναί φησιν, ἣν ἐν χρόνῳ πλείονι διαφερού‐ σης τε καὶ πεττούσης τῆς φύσεως ἀναγκαῖόν ἐστι μηκῦναι
5τὸ νόσημα.
— — —
νζʹ. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐνοχλουμένῳ πυρετὸς ἐπι‐ γενόμενος λύει τὸ νόσημα.
10
— — —
Ἔστι μὲν δήπου καὶ ὁ τέτανος σπασμὸς, ἀλλ’ οὐ φαί‐ νεται σπώμενα τὰ μόρια κατ’ αὐτὸν, ὅτι κατ’ ἴσον ὀπίσω τε καὶ πρόσω τείνεται καὶ διὰ τοῦτο ἐξαίρετόν ἐστιν ὄνομα τέτανος ὡς εἶναι πάντας τοὺς τρεῖς σπασμοὺς ὀπισθότονον,
15ἐμπροσθότονον, τέτανον. ἅπαντες δ’ οἱ σπασμοὶ γίγνονται κατ’ αὐτὸν, ὑπὸ κενώσεως ἢ πληρώσεως τῶν νευρωδῶν δη‐ λονότι μορίων. ὅσοι μὲν οὖν ἐπιγίγνονται πυρετοῖς καυσώ‐
δεσι σπασμοὶ, τούτους μὲν εἰκός ἐστι διὰ ξηρότητα συνί‐735 in vol. 17.2

17b

736

στασθαι. ὅσοι δ’ ἀπ’ ἀρχῆς ἰδίας εἰσβάλλουσιν, ἐπὶ πληρώσει τὴν γένεσιν ἴσχουσι. τούτοις οὖν τοῖς σπασμοῖς ἐπιγινόμε‐ νοι πυρετοὶ τὸ μέν τι διαφοροῦσι τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι καὶ συμπέττουσι τῆς ὑγρότητος, οἵπερ εἰσὶ καὶ
5τοῖς ἰατροῖς σκοποὶ τῶν ἰαμάτων. εἰκότως οὖν ὀλέθριοι μὲν οἱ ἐπὶ πυρετοῖς σπασμοὶ, οὐκ ὀλέθριοι δὲ οἱ πρὸ τῶν πυρετῶν.
— — —
νηʹ.
10Ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις.
— — —
Ἐδείχθη γὰρ ἐν τῷ περὶ ῥίγους λόγῳ καὶ διὰ τὴν ξανθὴν χολὴν φερομένην ὀξέως διὰ τῶν αἰσθητικῶν σωμά‐ των ῥῖγος γιγνόμενον. ἐφ’ ὧν δηλονότι καὶ κοιλίαι καταῤ‐
15ῥήγνυνται καὶ ἱδρῶτες καὶ ἔμετοι χολώδεις ἐπιφαίνονται. καθαιρομένης οὖν τῆς τὸν καῦσον ἐργαζομένης χολῆς ἡ λύ‐
σις τῷ πυρετῷ. καῦσον γὰρ ἴσμεν γιγνόμενον, ὅταν ἐν θε‐736 in vol. 17.2

17b

737

ρινῇ ὥρᾳ ἀναξηρανθέντα τὰ φλεβία ἐπισπάσηται δριμέας καὶ χολώδεις ἰχῶρας εἰς ἑαυτά.
— — —
νθʹ.
5Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.
— — —
Ὁ τριταῖος πυρετὸς τοῦ καύσου κατὰ μὲν τὸν ποιοῦντα χυμὸν οὐ διαφέρει. γίγνονται γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς
10ἀμφότεροι. διαφέρουσι δὲ πολὺ τῷ τὸν μὲν καῦσον ἐν ταῖς φλεψὶν ἅμα τῷ αἵματι τὴν ξανθὴν χολὴν πλεονάζουσάν τε καὶ ζέουσαν ἔχειν, τὸν δὲ τριταῖον ἐν ὅλῳ τῷ σώματι φε‐ ρομένην τε καὶ κινουμένην. ἀκριβὴς οὖν ἔσται ὁ τριταῖος ὁ τὴν ἑαυτοῦ φύσιν εἰλικρινῆ διασώζων. διασώζει δὲ ὁ
15ξανθὴν χολὴν ἔχων, ὡς εἴρηται, πλεονεκτοῦσάν τε καὶ κι‐ νουμένην, τήν τε ὥραν θερινὴν καὶ τὸ χωρίον ὁμοίως τῇ ὥρᾳ θερμὸν καὶ ξηρὸν καὶ τὴν ἡλικίαν τοῦ ἀνθρώπου καὶ
τὴν κρᾶσιν ὁμοίαν. εὐθὺς δ’ ἂν τῷ τοιούτῳ τριταίῳ καὶ737 in vol. 17.2

17b

738

ὁ παροξυσμὸς γίγνοιτο μετὰ ῥίγους καὶ ἡ λύσις αὐτοῦ μεθ’ ἱδρῶτος ἢ ἐμουμένης ἢ ὑπιούσης τῆς ξανθῆς χολῆς ἢ καὶ πάντων ἅμα τούτων γιγνομένων. ἔσται δὲ τῷ τοιούτῳ τρι‐ ταίῳ καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος ἐλάττων πολλῷ τοῦ τῆς
5ἀνέσεως. ἐν δυοῖν γὰρ ἡμέραις καὶ νυξὶ ταῖς ἴσαις συντε‐ λουμένης ὅλης αὐτοῦ τῆς περιόδου τὸν ἀκριβῆ τριταῖον οὐκ ἄν ποθ’ εὕροις ἐξωτέρω τῶν δώδεκα ὡρῶν ἐκτείνοντα τὸν παροξυσμόν. τὸν τοιοῦτον οὖν ὁ Ἱπποκράτης φησὶν ἐν ἑπτὰ περιόδοισι κρίνεσθαι τὸ μακρότατον. ὃ γὰρ ἐπὶ τῶν
10συνεχῶν ἡμέρα μία δύναται, τοῦτο ἐπὶ τῶν διαλειπόντων ὁ παροξυσμός. κατὰ γοῦν τὴν τούτων συναρίθμησιν αἱ κρί‐ σεις αὐτῶν γίγνονται. τοῦτο δ’ ᾐνίξατο μὲν καὶ αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τὸν περὶ τεταρταίων λόγον εἰπών· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τοῦ τοιού‐
15του κόσμου. τετήρηται δὲ καὶ ἡμῖν ἐπὶ τῶν τεταρταίων αὐτῶν καὶ τῶν τριταίων ἡ κρίσις γιγνομένη κατὰ τὸν τῶν περιόδων ἀριθμὸν οὐ τὸν τῶν ἡμερῶν. εὐθὺς γοῦν ἐπὶ
τοῦ τριταίου πυρετοῦ ὁ ἕβδομος ἀπὸ τῆς ἀρχῆς παροξυ‐738 in vol. 17.2

17b

739

σμὸς εἰς τὴν τρισκαιδεκάτην ἡμέραν ἐμπίπτει καὶ κρίνεται πολλάκις ἐν αὐτῷ τὸ νόσημα, μὴ περιμεῖναν τὴν τεσσαρεσ‐ καιδεκάτην ἡμέραν. καθάπερ οὖν ἐν τοῖς συνεχέσι νοσή‐ μασι τῶν μὲν ὀξέων νοσημάτων ὅρος ἦν ἡ τεσσαρεσκαιδε‐
5κάτη, τῶν δὲ κατοξέων ἡ ἐβδόμη, οὕτως ἐν τοῖς διαλείπου‐ σιν ὁ μακροχρονιώτατος πυρετὸς τριταῖος ὅρον ἔχει τὴν ἑβδόμην περίοδον. ὥσπερ δὲ πάλιν ἐπὶ τῶν κατο‐ ξέων ἐνεδέχετο κριθῆναι τὸ νόσημα καὶ κατὰ τὴν πέμπτην ἡμέραν καὶ κατὰ τὴν τετάρτην καὶ κατὰ τὴν τρίτην, οὕτως
10καὶ τοῦ τριταίου καὶ κατὰ τὰς αὐτὰς περιόδους ἐνδέχεται γενέσθαι τὴν λύσιν, οὐκ ἀναμενούσης τῆς φύσεως τὴν ἑβδό‐ μην περίοδον. ἐνίοτε μὲν οὖν μετὰ προσθήκης ὁ Ἱππο‐ κράτης ἀκριβῆ τριταῖον ὀνομάζει τὸν τοιοῦτον. ἐνίοτε δὲ ἁπλῶς ἀρκεῖται τριταῖον εἰπὼν, ὥσπερ καὶ νῦν ἔθους ὄν‐
15τος καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησι τὰ τοιαῦτα πάντα πράγματα ἀδιορίστως ὀνομάζειν.
— — —739 in vol. 17.2

17b

740

ξʹ. Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νόσημα.
— — —
5
Εἴρηται καὶ πρόσθεν αὐτῷ κώφωσιν γίγνεσθαι, χολω‐ δῶν διαχωρημάτων ἐπισχεθέντων καὶ ἀναδραμόντων ἐπὶ τὴν κεφαλὴν, λύεσθαί τε τὴν τοιαύτην κώφωσιν ἐκταραχθείσης τῆς γαστρός. εἴρηται δὲ καὶ νῦν αὐτῷ τοῦτο καὶ πρὸς αὐτὸ τὸ περὶ τῆς διὰ τῆς ῥινὸς αἱμοῤῥαγίας. καὶ
10γὰρ καὶ αὕτη λύει κώφωσιν τὴν ἐν πυρετοῖς γιγνομένην, δηλονότι χωρὶς τοῦ πεπονθέναι τι τὸ τῆς ἀκοῆς ὄργανον ἴδιον ἐξαίρετον πάθημα· καὶ οὐδὲν θαυμαστὸν, ἐκκρινομέ‐ νων τε καὶ μεταβαλλομένων τῶν λυπούντων χυμῶν παύε‐ σθαι τὰ νοσήματα.
15
— — —
ξαʹ. Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ὁ πυρετὸς ἀφῇ, ὑποτροπιάζειν εἴωθεν.
— — —740 in vol. 17.2

17b

741

Οὐκ οἶδ’ εἰ τοῦτον τὸν ἀφορισμὸν Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ μὴ τῶν παρεγγεγραμμένων ἐστίν. ἔν τε γὰρ τῷ προγνωστικῷ τὰς κατὰ τετράδα τῶν κρισίμων ἡμερῶν αὐξήσεις τε καὶ συνθέσεις ἐδίδαξε καὶ κατὰ τοῦτ’
5αὐτὸ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔν τε ταῖς ἐπιδημίαις οὐ μόνον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πολλοὺς οἶδε κρινομένους, ἀλλὰ καὶ κατὰ τὴν εἰκοστὴν καὶ τὴν τεσσαρακοστὴν καὶ ἑξη‐ κοστὴν καὶ ὀγδοηκοστήν. κρίνει δ’ αὐτῷ καὶ εἰκοστὴ τε‐ τάρτη καὶ τριακοστὴ τετάρτη, ὀγδοηκοστή τε καὶ κατ’ ἀρχὰς
10εὐθέως ἡ τετάρτη. πῶς οὖν νῦν φησιν, εἰ μὴ ἐν περισσῇ ἡμέρᾳ ὁ πυρετὸς παύσεται, μὴ γίνεσθαι πιστὴν τὴν κρίσιν. ἄμει‐ νον οὖν ἀντὶ τοῦ ἐν περισσῇ ἡμέρᾳ, ἐν κριτικῇ γράφειν, ὡς ἐνίοις ἔδοξε. πολλὰ μέντοι τῶν ἀντιγράφων πληθυντι‐ κῶς τό τ’ ἐν περισσῇσι καὶ τὸ ἡμέρῃσιν ἔχει γεγραμμένα.
15
— — —
ξβʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίαν γίνωνται.
20— — —741 in vol. 17.2

17b

742

Ἴκτερος μὲν ἐνίοτε γίγνεται καὶ κριτικὸς, ἀποτιθεμένης τῆς φύσεως εἰς ὅλον τὸ σῶμα καὶ μάλιστα πρὸς τὸ δέρμα τὴν ξανθὴν χολήν. γίγνεται δὲ καὶ σύμπτωμα κακοπρα‐ γοῦντος τοῦ ἥπατος. αἱ κακοπραγίαι δ’ αὐτοῦ τρεῖς εἰσιν,
5ἐφ’ αἷς ἴκτερος εἴωθεν ἐπιγίγνεσθαι, σκίῤῥος καὶ φλεγμονὴ καὶ ἔμφραξις. ἀλλὰ σκίῤῥος μὲν χρόνιον νόσημα, φλεγμονὴ δὲ καὶ ἔμφραξις καὶ ἐξαίφνης δύναται γενέσθαι. καὶ δὴ καὶ οἱ πρὸ τῆς ἑβδόμης ἡμέρας ἴκτεροι κατά τι τούτων γί‐ γνονται. θᾶττον γὰρ οὐχ οἷόν τε κριτικῶς ἀναχυθῆναι τὴν
10χολὴν εἰς τὸ σῶμα. τὸ μὲν οὖν πρὸ τῆς ἑβδόμης ἡμέρας κακὸν εἶναι τὸν ἴκτερον ἀληθὲς, οὐ μὴν τό γε μετὰ τὴν ἑβδόμην ἀκίνδυνον ὁμοίως ἀληθὲς, οὐδ’ εἴρηται νῦν τοῦτο. δύναται γὰρ καὶ φλεγμονὴ καὶ ἔμφραξις ἄχρι πλείονος πα‐ ραμεῖναι. θᾶττον μέντοι τῆς ἑβδόμης ἀναχυθῆναι τὴν χο‐
15λὴν κριτικῶς ἀδύνατόν ἐστιν. ἔν τισι δὲ τῶν ἀντιγράφων πρόσκειται τῷ ἀφορισμῷ κατὰ τὸ τέλος, ἢν μὴ ξυνδό‐
σιες ὑγρῶν κατὰ τὴν κοιλίην γίνονται, τῶν προσθέντων742 in vol. 17.2

17b

743

αὐτὸ βουλομένων καὶ κατὰ τὴν κοιλίαν ἐκκαθαίρεσθαι τὴν χολήν.
— — —
ξγʹ.
5Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην ῥίγεα γίνεται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται.
— — —
Ἐπειδὴ κινουμένης τῆς χολῆς κατὰ τὴν ὅλην τοῦ σώ‐ ματος ἕξιν ἐπιγίγνεται ῥίγη καὶ διὰ τοῦτο ἐκκαθαίρεταί τε
10καὶ κενοῦται καθ’ ἕκαστον παροξυσμὸν, εἰκότως εἰς ἀπυρε‐ ξίαν ἀφικνεῖται τὸ διάλειμμα τῶν τοιούτων πυρετῶν. τοῦτο οὖν ἐστιν αὐτὸ τὸ νῦν εἰρημένον, τὸ καθ’ ἑκάστην ἡμέραν οἱ πυρετοὶ λύονται, ὡς εἰ καὶ καθ’ ἡμέραν ἀπυρέτους γί‐ γνεσθαι τοὺς κάμνοντας εἰρήκει. ὥσπερ δὲ εἰ καθ’ ἡμέ‐
15ραν γίγνοιτο τὰ ῥίγη, καθ’ ἡμέραν οἱ πυρετοὶ παύοιντο, οὕτω δηλονότι καὶ εἰ διὰ τρίτης καὶ εἰ διὰ τετάρτης, ὅπερ ἀμέλει καὶ φαίνεται γιγνόμενον ἐπί τε τῶν τριταίων καὶ
τεταρταίων περιόδων, ἐφ’ ὧν οἱ μὲν πυρετοὶ λύονταί τε καὶ743 in vol. 17.2

17b

744

πάλιν γίγνονται. μένει δέ τις ἐν τῷ σώματι παρὰ φύσιν διάθεσις, ἐφ’ ἧς κατὰ περίοδον οἵ τ’ ἄλλοι πυρετοὶ καὶ τὰ νοσήματα γεννῶνται.
— — —
5
ξδʹ. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ ἐνάτῃ ἢ τῇ τεσ‐ σαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ ὑποχόνδριον τὸ δεξιὸν σκληρὸν γένηται, εἰ δὲ μὴ, οὐκ ἀγαθόν.
10
— — —
Ὁ πρὸ τούτου γεγραμμένος ἀφορισμὸς ἀτάκτως μοι δοκεῖ παρεγκεῖσθαι. βέλτιον γὰρ ἦν συνῆφθαι τὸν νῦν εἰ‐ ρημένον ἀφορισμὸν ἐκείνῳ, καθ’ ὅν φησιν· οἷσιν ἂν ἐν πυρετῷ ἴκτερος ἐπιγένηται πρὸ ἑπτὰ ἡμερῶν, κακόν·
15ἵν’ ὁ σύμπας λόγος γένηται τοιοῦτος, πρὸ μὲν τῶν ἑπτὰ ἡμερῶν ἴκτερον γενέσθαι κακὸν πάντως, μετὰ δὲ τὰς ἑπτὰ χρηστόν· εἰ μή τι τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν εἴη,
τουτέστιν εἰ μή τις ἐν τῷ σπλάγχνῳ ἤτοι τῷ ἥπατι κακο‐744 in vol. 17.2

17b

745

πραγία τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ὑπάρχει. καθαι‐ ρομένου γὰρ ἐν αὐτῷ τοῦ αἵματος καὶ τῆς χολῆς μεταλαμ‐ βανομένης ἐκ τῶν φλεβῶν εἰς τοὺς χοληδόχους πόρους, ἐάν τε ἔμφραξίς τις γένηται, κατά τι τῶν μεταλαμβανόντων
5χωρίων, ἐάν τε φλεγμονή τις ἢ σκίῤῥος, ἀνάγκη πᾶσα μήτε καθαίρεσθαι τὸ αἷμα καὶ συναναφέρεσθαι τὴν χολὴν αὐτῷ πάντῃ σώματος, ἐντεῦθέν τε τὸν ἴκτερον γίγνεσθαι.
— — —
ξεʹ.
10Ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς κακόν.
— — —
Ὅτι μὲν οὖν οὐ μόνον τὸ σφύζον ἐξ ἑαυτοῦ κατὰ φύσιν σπλάγχνον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρὸς οἱ παλαιοὶ καρ‐
15δίαν ὠνόμαζον ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, ὥσπερ γε καὶ ὅτι καρδιαλγίαν τὰ τούτου τοῦ μέρους ἀλγήματα προσ‐ αγορεύουσι. τό γε μὴν καρδιώσσειν οἱ πλεῖστοι μὲν τῶν
ἐξηγησαμένων τοὺς ἀφορισμοὺς ταυτὸν ἡγοῦνται σημαίνειν745 in vol. 17.2

17b

746

τῷ καρδιαλγεῖν. ἔνιοι δὲ τῆς καρδίας αὐτῆς, λέγω δὴ τοῦ σπλάγχνου, καρδιωγμὸν δηλοῦσθαί φασιν, ἐξηγούμενοί τε κίνησίν τινα φασὶ παλμώδη τὸν καρδιωγμὸν εἶναι. τὸ μὲν οὖν ἰσχυρὸν καῦμα τῆς κοιλίας ὑπὸ τῆς ξανθῆς χολῆς ζεού‐
5σης ἐν τοῖς χιτῶσιν αὐτοῖς γίγνεται. κατὰ λόγον δὲ τοῖς οὕτω διακειμένοις καὶ τὸ στόμα τῆς γαστρὸς δάκνεται καὶ διὰ τοῦτο κακόν ἐστι τὸ σύμπτωμα. εἰ δὲ καὶ τὴν πυκνὴν καὶ ταχεῖαν κίνησιν τῆς καρδίας καὶ μάλισθ’ ὅταν ᾖ καὶ παλ‐ μώδης, ἀκούοι τις εἰρῆσθαι καρδιωγμὸν, ἔσχατον ἤδη τοῦτο
10κακόν ἐστι, σημαῖνον ἐκπεπυρῶσθαι τὴν ζωτικὴν ἀρχήν.
— — —
ξστʹ. Ἐν τοῖσι πυρετοῖσι ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ κακόν.
15
— — —
Οἱ σφοδροὶ πυρετοὶ παραπλησίως πυρὶ ξηραίνοντες τὰ νεῦρα τείνουσί τε καὶ σπῶσι καὶ κατὰ τοῦτο ἐπιφέρουσιν
ὀλεθρίους σπασμούς. ἐνίοτε δὲ καὶ αὐτὰ τὰ σπλάγχνα κατὰ746 in vol. 17.2

17b

747

τὴν τοιαύτην διάθεσιν ὀδυνᾶται τῷ σφοδρῷ τῆς φλογώσεώς τε καὶ ξηρότητος, καὶ διὰ τοῦτο κακὴν εἶναί φησιν αὐτὴν, ἔτι δὲ μᾶλλον κακὴ ἔσται τῶν πόνων ἰσχυρῶν γιγνομένων. ἴσμεν δὲ δήπου καὶ διὰ φλεγμονὴν ἢ ἐρυσίπε‐
5λας ἢ ἔμφραξιν ἰσχυρὰν ἢ ἀποστήματα ἐν τοῖς σπλάγχνοις ὀδύνας γιγνομένας. ἀλλὰ νῦν οὐκ εἰκὸς αὐτῷ τὸν λόγον ὑπὲρ ἐκείνων εἶναι. προφανής τε γὰρ ὁ ἐπ’ αὐτῆς κίνδυνός ἐστι καὶ οὐκ ἐξ ἀνάγκης συνημμένος σπασμῷ, καὶ τὸ ἐν πυρετοῖς εἴωθε λέγειν ὁ Ἱπποκράτης ἀντὶ τοῦ πυρετικοῖς
10νοσήμασιν, ὅταν αὐτοῖς πάθος ὑπάρχωσιν οἱ πυρετοὶ καὶ μὴ σύμπτωμα μορίου πεπονθότος τι τῶν προειρημένων παθῶν.
— — —
ξζʹ.
15Ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι ἢ σπασμοὶ κακόν.
— — —747 in vol. 17.2

17b

748

Εἴρηται μὲν ὑπ’ αὐτοῦ καὶ πρόσθεν ὅτι ὁ μὲν βλά‐ πτων τὸν ἄῤῥωστον ὕπνος θανάσιμος ὑπάρχει, ὁ δὲ μὴ βλάπτων οὐ θανάσιμος. ἔνθα καὶ παράδειγμα τοῦ λόγου προσθεὶς εἶπεν· ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν·
5ὡς ὄντος τινὸς ὕπνου τοῦ μήτε παύοντος παραφροσύνην, παροξύνοντος δ’ ἐνίοτε καὶ γεννῶντος. ἀλλὰ καὶ νῦν ἕτερα παραδείγματα τῆς ἐξ ὕπνου βλάβης εἶπε τοὺς φό‐ βους καὶ τοὺς σπασμούς. γράφουσι δ’ οὐ φόβους, ἀλλὰ πόνους ἔνιοι, καὶ μέντοι καὶ τεθεάμεθα πολλάκις ἐν ὀλε‐
10θρίοις νοσήμασι καὶ φόβους καὶ πόνους καὶ σπασμοὺς ἐξ ὕπνου γενομένους. ἔοικε δὲ τοῦτο συμβαίνειν, ὅταν ἐν τοῖς ὕπνοις ἐπὶ τὸν ἐγκέφαλον ὁ λυπῶν ἀφίκηται χυμὸς, ἔσω κινουμένης τηνικαῦτα τῆς φύσεως μᾶλλον ἤπερ ἔξω. καὶ μέντοι καὶ ὥσπερ ἐπὶ τῇ τροφῇ κατενεχθέντες εἰς ὕπνον
15πληροῦνται τὴν κεφαλὴν, οὕτω κἀν ταῖς πληθωρικαῖς δια‐ θέσεσιν οἱ ὕπνοι πληροῦντες αὐτὴν βαρύνουσι τὸν ἐγκέφα‐ λον. ἐὰν μὲν οὖν μελαγχολικώτερον ᾖ τὸ πλῆθος, οἱ φόβοι
γίγνονται, μὴ τοιούτου δὲ ὄντος οἱ πόνοι τε καὶ οἱ σπα‐748 in vol. 17.2

17b

749

σμοὶ, καὶ οἱ ὕπνοι δὲ δηλονότι διὰ παντὸς ἂν ἔβλαπτον, ὅσον ἐπὶ τὸ συῤῥεῖν εἰς τὸ βάθος τε καὶ τὰ σπλάγχνα τὴν ὕλην, εἰ μὴ τῷ τῆς πέψεως λόγῳ πλέων εἶχε τὸ τῆς ὠφε‐ λείας ἤπερ τὸ τῆς βλάβης ἐστὶν ἐκ τῆς ἔσω ῥοπῆς. οὐ
5μόνον δὲ κατὰ τὸν ἐγκέφαλον αὐτὸν ἀθροιζόμενοι μοχθηροὶ χυμοὶ τοιαῦτα συμπτώματα φέρουσιν, ἀλλὰ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς, ὅθεν καὶ μᾶλλον ἐν τοῖς ὕπνοις αἱ ἀναθυμιάσεις γίγνονται, μενόντων ἀπέπτων αὐτῶν, ὡς αἵ γε πέψεις τοὺς ὠφελίμους ἐπιφέρουσιν ὕπνους.
10
— — —
ξηʹ. Ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει.
— — —
15
Πνεῦμα νῦν ἀκουστέον αὐτὸν λέγειν, ὥσπερ κἀν τῷ προγνωστικῷ τὸ κατὰ τὴν ἀναπνοὴν, ὅπερ ἐπειδὰν προσκό‐ πτῃ, τουτέστιν ἴσχηται μεταξὺ καὶ διακόπτηται, σπασμὸν
σημαίνει. καὶ γὰρ καὶ γίγνεται τῶν τὸν θώρακα κινούντων749 in vol. 17.2

17b

750

μυῶν καὶ νεύρων ἤδη σπασμωδῶς διακειμένων. αὐξηθείσης οὖν τῆς διαθέσεως, ἐπιλαβούσης τε πλείονα μόρια σαφὴς σπασμὸς καταλήψεται τὸν ἄνθρωπον. οὔσης δὲ διπλῆς τῆς κατὰ τὴν ἀναπνοὴν κινήσεως ἡ μὲν ἔσω φορὰ τοῦ πνεύ‐
5ματος εἰσπνοὴ προσαγορεύεται, ἡ δ’ ἔξω τὴν ἐναντίαν εἴ‐ ληφε προσηγορίαν ἐκπνοὴ κληθεῖσα. προσκόπτει δὲ τὸ πνεῦ‐ μα ποτὲ μὲν ἡμῶν εἰσπνεόντων, ὥσπερ ὅταν εἴπῃ διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπίπνευσις, ποτὲ δὲ ἐκπνεόντων, ὡς ὅταν εἴπῃ καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορᾷ. ἐν τούτοις
10μὲν οὖν ἑκατέρου τοῦ μέρους τῆς ἀναπνοῆς ἐμνημόνευσε μόνον, κατὰ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν ὑπὲρ ὅλης αὐτῆς ἀποφαινόμενος ἔφη τὸ πνεῦμα προσκόπτον, εἴτε κατὰ τὴν ἔσω φορὰν εἴτε κατὰ τὴν ἔξω, εἴτε κατ’ ἀμφοτέ‐ ρας πάσχει τὸ τοιοῦτον.
15
— — —
ξθʹ. Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ
ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει,750 in vol. 17.2

17b

751

μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς διὰ τα‐ χέων ὑπόστασιν ἔχει.
— — — Οὐχ ἁπλῶς εἴρηκεν οὖρα παχέα, ἀλλὰ προσέθηκε καὶ
5θρομβώδεα, δυοῖν θάτερον ἐνδεικνύμενος, ἤτοι τοῦ πάχους τὸ ποσὸν ἢ τὸ τῆς ὑποστάσεως ἀνώμαλόν τε καὶ διεσπασμέ‐ νον, ὡς καὶ κατὰ περιγραφήν τινα φαίνεσθαι πολλὰς συστά‐ σεις αὐτῶν ὥσπερ θρόμβους. ἔνιοι μὲν οὖν οὐ θρομβώδεα γράφουσιν, ἀλλὰ βορβορώδεα, καθάπερ καὶ ὁ Νουμισιανὸς
10καὶ ὁ Διονύσιος, εἰ μὲν καὶ δυσωδίαν τινὰ συνενδεικνύμενοι διὰ τῆς λέξεως, πλέον τι τῶν ἄλλων δηλοῦντες. εἰ δ’ ὡς τοῦ πάχους τὸ ποσὸν, οὐδὲν περιττότερον ἐν τῷδε διδά‐ σκοντες. ὅ γε μὴν σύμπας λόγος τοῦ Ἱπποκράτους οὐ φαίνεται περὶ δυσωδῶν οὔρων γιγνόμενος, ἀλλὰ μόνων ὀλί‐
15γων τε καὶ παχέων, ὡς ἐκ τῆς ἀντιθέσεως ἔσται δῆλον. πλῆθος γὰρ, φησὶν, ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, ὥστε εἰ καὶ μόνον ἐγέγραπτο τοῦτο, ὅσοις οὖρα παχέα ὀλίγα,
μηδὲν ἂν λείπειν τῷ λόγῳ. γίγνεται μὲν οὖν καὶ χωρὶς751 in vol. 17.2

17b

752

πυρετοῦ τισιν οὖρα τοιαῦτα, τῆς φύσεως ἐκκαθαιρούσης διὰ νεφρῶν τὰ τοῦ παντὸς σώματος περιττώματα. γίγνε‐ ται δὲ καὶ μετὰ πυρετῶν, ἐφ’ ὧν ἴσως ἄν τις ὑπονοήσειε τὴν εἰς τοὐναντίον αὐτῶν μετάπτωσιν οὐκ εἶναι χρηστὴν,
5ἐπειδὴ τοὐπίπαν ἐν τοῖς πυρετοῖς ἐκ λεπτῶν κατ’ ἀρχὰς τῶν οὔρων ἡ μετάπτωσις εἰς τὸ παχύτερον γίγνεται πρὸς τὴν λύσιν ἰούσης τῆς νόσου, καὶ διὰ τοῦτό μοι δοκεῖ μάλι‐ στα καὶ ὁ ἀφορισμὸς οὗτος αὐτῷ γεγράφθαι, διδάσκοντι τὸ σπάνιον τοῦ πράγματος. ἔστιν ὅτε γὰρ ἤτοι κατὰ τὴν
10ἀρχὴν τοῦ νοσήματος ἢ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς, οὖρα γιγνόμενα παχέα διὰ τὸ βάθος ὑπόστασιν ἔχει. τούτοις οὖν τοῖς οὔροις οὐκ ἔστιν ἀγαθὸν σημεῖον ἡ ὑπόστασις, ὥσπερ τοῖς ἄλλοις, ὁπόσα λεπτὰ κατ’ ἀρχὰς ὄντα τῷ λόγῳ τῆς πέψεως ὅλου τοῦ νοσήματος ὑπόστασιν λαμβάνει. τῷ
15πλήθει δ’ εἰκότως ἐστὶν ὀλίγα τὰ παχέα τῶν οὔρων, ὡς ἂν μόγις διεξερχόμενα τῶν νεφρῶν. ὁπόταν οὖν ἅμα μὲν
ἐκκενωθῇ τὸ πλέον τῆς τοιαύτης κακοχυμίας, ἅμα δὲ καὶ752 in vol. 17.2

17b

753

πεφθῇ τὸ κατάλοιπον, ἐκκρίνεται τηνικαῦτα λεπτότερα πολὺ τῶν πρόσθεν, ἄμεινον γὰρ οὕτως εἰπεῖν, οὐκ ἀπο‐ λύτως ὡς Ἱπποκράτης εἶπε λεπτά. τὰ γὰρ κατὰ φύσιν οὐχ ἁπλῶς ἐστι λεπτὰ, καθάπερ οὐδὲ παχέα, μέσα δ’ ἑκα‐
5τέρας τῆς ὑπερβολῆς καὶ σύμμετρα ὄντα, παχύτερα μέν ἐστι καὶ λέγεται τῶν ὑδατωδῶν, λεπτότερα δὲ τῶν θρομβω‐ δῶν. πολλὰ δ’ εἰκότως ἐκκρίνεται διὰ τὸ πρόσθεν ἐπέχε‐ σθαι, καθ’ ὃν χρόνον μόγις διεξῄει τὰ παχέα.
— — —
10
οʹ. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέ‐ σονται.
— — —
15
Τοῦτον ἔνιοι τὸν ἀφορισμὸν τῷ πρὸ αὐτοῦ συνάπτου‐ σιν ὡς μέρος ἐκείνου γράφοντες οὕτως· οἷσιν δ’ ἀνατετα‐ ραγμένα τὰ οὖρα, τούτοισι κεφαλαλγίαι. καὶ βούλονται τι‐
νὲς μὲν τὸ ἀνατεταραγμένα τὰ ἐναντία δηλοῦν τοῖς προει‐753 in vol. 17.2

17b

754

ρημένοις τοῖς λεπτοῖς, τινὲς δὲ παχέσι καὶ θρομβώδεσι, τι‐ νὲς δ’ αὐτὰ τὰ ἀνατεταραγμένα ἐξηγοῦνται. ψεῦδός γε μήν ἐστι τὸ τὰ λεπτὰ τῶν οὔρων εἶναι κεφαλαλγικά. φαίνονται γὰρ αἱ κεφαλαλγίαι ποτὲ μὲν προηγούμεναι, ποτὲ δὲ συν‐
5οῦσαι τοῖς ἀνατεταραγμένοις οὔροις. ὁποῖα δ’ ἐστὶ ταῦτα σαφῶς ἐδήλωσεν εἰπὼν, οἷον ὑποζυγίου καὶ γίγνεται τοιαῦτα παχείας τε καὶ πυκνῆς ὕλης ὑπὸ θερμοῦ κατεργαζομένης. αὗται γὰρ μάλιστα καὶ πρὸς τῆς ἔξω θερμασίας φαίνονται πνευματούμεναι, καθάπερ ἄσφαλτος καὶ πίσσα καὶ ῥητίνη.
10τινὰ μὲν οὖν τῶν τοιούτων οὔρων ἐπὶ πλεῖστον ἀνατετα‐ ραγμένα μένει, τινὰ δ’ ὑπόστασιν ἴσχει παχεῖαν διὰ ταχέων καὶ δηλοῖ βραδέως λυθήσεσθαι τὸ νόσημα. τὰ δ’ ἕτερα τὰ μὴ καθιστάμενα σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει μηκύνεσθαι τὸ νόσημα δηλοῖ, σὺν ἀσθενεῖ δὲ τεθνήξεσθαι τὸν κάμνοντα.
15ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρηταί μοι, διότι χρή‐ σιμά ἐστιν· ἃ δ’ εἰς αὐτὸν τὸν ἀφορισμὸν ἔτι χρὴ εἰπεῖν
ἐστὶ τοιαῦτα. τοῖς ἀνατεταραγμένοις οὔροις ἐξ ἀνάγκης754 in vol. 17.2

17b

755

αἱ κεφαλαλγίαι, καθὼς προεῖπεν ὁ Ἱπποκράτης, ἢ σύνεισιν ἢ ἔσονται, ἐπειδὴ τὸ φυσῶδες πνεῦμα μετὰ τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἑτοίμως ἀναφέρεται, οὐ μὴν εἴ τις ἐκεφα‐ λάλγησεν ἢ κεφαλαλγεῖ, τούτῳ πάντως τοιαῦτα τὰ οὖρά ἐστι.
5γίγνονται γὰρ αἱ κεφαλαλγίαι καὶ διὰ θερμότητα μόνην, ἐνίοτε δὲ καὶ διὰ τὴν ξανθὴν χολὴν, ἤτοι γε ἐν τῇ κεφαλῇ περιεχομένην ἢ ἐν τῇ γαστρὶ καὶ διὰ πλῆθος ὑγρῶν κατει‐ ληφὸς τὴν κεφαλὴν καὶ δι’ ἔμφραξίν τινα τοπικὴν ἢ πνεύματος φυσώδους ἐν αὐτῷ τῷ μορίῳ τὴν γένεσιν ἔχον‐
10τος, ὧν οὐδεμία τοιοῦτον οὖρον ἐπιφέρει ἐξ ἀνάγκης.
— — —
οαʹ. Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον τὸ οὖ‐ ρον, τῇ τετάρτῃ ἐρυθρὸν καὶ τὰ ἄλλα κατὰ λόγον.
15
— — —
Ὥσπερ ἐν ἄλλοις πολλοῖς ἐπεδείξαντο τῆς Ἱπποκρά‐ τους τέχνης ἑαυτοὺς ἀμαθεῖς ὄντας οἱ πλεῖστοι τῶν ἐξηγη‐
σαμένων τὸ βιβλίον, οὕτω κἀν τῷδε. νομίζουσι γὰρ προσ‐755 in vol. 17.2

17b

756

κεῖσθαι τῷ ἀφορισμῷ τὸ καὶ τἄλλα κατὰ λόγον, ὅσα περὶ ὕπνους ἢ ἐγρήγορσιν ἢ ἀναπνοὴν ἢ ἀνάκλησιν ἢ διανάστα‐ σιν, ἤ τι τοιοῦτον ἄλλο τῶν ἐν τῷ προγνωστικῷ γεγραμ‐ μένων, ἵνα εἰ ταῦτα πάντα φαίη καλῶς γιγνόμενα, τὴν κρί‐
5σιν ἔσεσθαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐλπίζοιμεν. ἀγνοεῖν δ’ ἐοίκασι τὰ μέγιστα τῶν προγνωστικῶν κεφαλαίων. ἀγρυ‐ πνοῦσί τε καὶ ὡς τὰ πολλὰ καὶ δυσφοροῦσι καὶ πυρέττουσι σφοδρότερον οἱ κάμνοντες, ὅσῳ περ ἂν ἐγγυτέρω τῆς κρί‐ σεως ἀφίκωνται. πολλοὶ δ’ αὐτῶν καὶ δυσπνοοῦσιν ἐγγυτέ‐
10ρω τῆς κρίσεως. οὔκουν δεῖται τοῦτο διὰ τῶν οὔρων φανὲν σημεῖον ἄνευ τῶν εἰρημένων συμπτωμάτων εἰς πιστοτέραν ἐλπίδα τῆς μελλούσης ἔσεσθαι κρίσεως, σημεῖον ἐν οὔροις, ἀλλ’ ἕτερα πολλὰ συνεχέστερον αὐτοῦ φαινόμενα, περὶ ὧν ἐοίκασιν οὐδὲν γιγνώσκειν οἱ τολμῶντες ἐξηγεῖσθαι τὰ Ἱπ‐
15ποκράτους συγγράμματα, πρὶν ἐκμαθεῖν ἅπασαν αὐτοῦ τὴν τέχνην. οὔσης γὰρ τῆς τετάρτης ἡμέρας ἐπιδήλου, καθά‐
περ αὐτὸς ἐδήλωσε, καὶ μηνυούσης ὁποία τις ἡ ἑβδόμη γε‐756 in vol. 17.2

17b

757

νήσεται, πᾶν ὅ τί περ ἂν ἐν αὐτῇ πρώτῃ φανῇ σημεῖον ἀξιόλογον πέψεως, τὴν ἐσομένην κρίσιν ἐπὶ τῆς ἑβδόμης δηλοῖ, ὥστ’ οὐ μόνον ἐρυθρά τις ἐπιφανεῖσα νεφέλη πρότε‐ ρον οὐ γεγενημένη σημαίνει τὴν κρίσιν, ἀλλὰ καὶ ἡ λευκὴ
5πολὺ μᾶλλον αὐτῆς. ἔτι δὲ μᾶλλον ἐναιώρημα λευκὸν ὁμα‐ λόν τε καὶ συνεστηκός. εἰ δ’ ὀξέως πάνυ κινοῖτο τὸ νόση‐ μα καὶ ἡ τῆς χρόας μεταβολὴ καὶ ἡ τῆς συστάσεως, ἱκανὰ σημεῖα τῆς μελλούσης ἔσεσθαι κρίσεως. τὸ γοῦν λεπτὸν οὖρον εἰ συμμέτρως γένηται παχὺ καὶ τὸ λευκὸν ἢ ὠχρὸν,
10ἐν τοιούτῳ νοσήματι προδηλοῖ τὴν κρίσιν. ἑνὸς μὲν οὖν ὀνο‐ μαστὶ σημείου τοῦ κατὰ τὴν ἐρυθρὰν νεφέλην ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀξιοῖ δ’ ὡς τοῦτο καὶ τἄλλα κατὰ λόγον ἡμᾶς ἐννοεῖν, ὅσα σημαίνει μελλούσας ἔσεσθαι κρίσεις. ἔστι δὲ ταῦτα τὰ κατὰ τὰς ὑπ’ αὐτοῦ καλουμένας ἐπιδήλους τε
15καὶ θεωρητὰς ἡμέρας ἐπιγινόμενα ἢ δι’ οὔρων ἢ διαχωρη‐ μάτων ἢ πτυσμάτων. ἀεὶ μὲν γὰρ ἅπαντα τὰ τοιαῦτα δη‐ λοῖ κρίσεις, οὐκ ἀεὶ δὲ τὰς ἀγαθάς. μόνοις γὰρ
τοῖς τῆς πέψεως σημείοις ἐν ταῖς θεωρηταῖς ἡμέραις ἐπι‐757 in vol. 17.2

17b

758

φανεῖσιν ἀγαθαὶ προδηλοῦνται κρίσεις. ἡ μὲν οὖν διάνοια τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου τοιαύτη τίς ἐστιν, ἐμνημό‐ νευσε δὲ τῆς ἐρυθρᾶς νεφέλης, ὡς σπανίου σημείου. λευκαὶ μὲν γὰρ συνεχέστατα φαίνονται καί εἰσιν ἐναργέστερον πέ‐
5ψεως σημεῖον, αἱ δὲ ἐρυθραὶ σπανίως γίγνονται καὶ εἰ μὴ νῦν ὑφ’ Ἱπποκράτους εἴρηντο καὶ αὗται κατὰ τὰς ἐπιδήλους ὁρώμεναι μέλλουσαν ἐπαγγέλλεσθαι κρίσιν, ἴσως ἄν τις οὐ‐ δὲ προσεδόκησε τοιαύτην ὑπάρχειν αὐταῖς δύναμιν, εἴ γε γοῦν τὸ ἐρυθρὸν χρῶμα σωτήριον μὲν εἶναί φησι, χρονιώ‐
10τερον δέ. λέγει γὰρ ἐν προγνωστικῷ κατὰ λέξιν οὕτως· εἴ γε εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολὺ χρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γί‐ νεται, σωτήριον δὲ κάρτα. ἆρ’ οὖν ἐν τετάρτῃ τῶν ἡμε‐ ρῶν ἡ τοιαύτη νεφέλη φανεῖσα δηλώσει τὴν ἐπὶ τῆς ἑβδό‐
15μης ἐσομένην κρίσιν, ἐν ἄλλῃ δέ τινι τῶν ἐπιδήλων οὐ δη‐ λώσει σκεπτέον ἀκριβῶς· ὅπερ ἐστὶ παραφυλακτέον ἐπ’ αὐ‐ τῶν τῶν ἔργων. ὅσον μὲν γὰρ ἐπὶ αὐτῷ τῷ λόγῳ δυνατὸν εἰς ἑκάτερον ἐπιχειρῆσαι καὶ μᾶλλόν τε ὡς οὔπω δηλώσει,
πλὴν εἰ πάνυ σφόδρα τὸ νόσημα ταχέως κινοῖτο. κατὰ758 in vol. 17.2

17b

759

μὲν γὰρ τὴν τετάρτην ἡμέραν γενόμενον ἴσον τῷ πρόσθεν χρόνῳ τὸν ἑξῆς ἐπιλαβὸν οὐκ ἀδύνατόν ἐστι δηλῶσαι κρί‐ σιν. ἐπὶ δὲ τῆς ἑνδεκάτης φανὲν οὐ πάνυ τί μοι δοκεῖ τριῶν ἡμερῶν δεήσεσθαι μόνων, ἀλλὰ καὶ πλειόνων, ἀληθέ‐
5στατον μὲν γάρ ἐστι τὸ τὴν τοιαύτην χρείαν ἐπιμετρεῖν τι ταῖς λύσεσιν. ἐθεασάμην γοῦν ἐγὼ σπανιάκις τὸ τοιοῦτον σημεῖον ἐν ἄλλαις ἡμέραις παρὰ τὴν τετάρτην. ᾧ μὲν οὖν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἐκρίθη, ᾧ δὲ ἐπὶ τῆς τεσσα‐ ρεσκαιδεκάτης, εἰκοσταῖος. ἐφάνη δὲ καὶ ἄλλῳ κατὰ τὴν ἑν‐
10δεκάτην, ὅστις ἑπτακαιδεκαταῖος ἐκρίθη, καὶ ἄλλῳ πάλιν ἐπὶ τῆς αὐτῆς ἑνδεκάτης, ὅστις εἰκοσταῖος.
— — —
οβʹ. Ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρά· μάλι‐
15στα δ’ ἐν τοῖς φρενιτικοῖσιν ἐπιφαίνεται.
— — — Τὰ τοιαῦτα τῶν οὔρων ἀπεψίας ἐσχάτης ἐστὶ σημεῖα,
διὸ καὶ χρονίζει τὰ νοσήματα, τινὰ δ’ αὐτῶν ὅταν γε φθάσῃ759 in vol. 17.2

17b

760

προκαταλύσαντα τὴν δύναμιν, ὀλέθρια γίγνεται, καθάπερ ἐν ταῖς φρενίτισιν. οὐδένα γοῦν οἶδα σωθέντα φρενιτικὸν, ᾧ τοιοῦτον οὖρον ὤφθη. βέλτιον γὰρ ὥσπερ ὅλον τὸ νόσημα χολῶδες, οὕτω καὶ τὰ οὖρα φαίνεσθαι χολώδη. τὰ
5δ’ ὑδατώδεα τῶν οὔρων, τοιαῦτα γάρ ἐστι τὰ διαφανέα, λευκὰ, παμπόλλην τε τὴν ἀπεψίαν δηλοῖ καὶ προσέτι τῆς ξανθῆς χολῆς ἅπασαν τὴν ὁρμὴν ἄνω γεγονέναι πρὸς τὴν κεφαλήν. διαφανῆ μὲν γὰρ γίγνεταί τισιν οὖρα, χωρὶς τοῦ λευκὰ, λεπτὰ μὲν ὄντα τῇ συστάσει, χολώδη δὲ τῇ χρόᾳ.
10τὰ δὲ διαφανῆ τε ἅμα καὶ λευκὰ τελέως ἐστὶν ὑδατώδη. εἰ μὲν οὖν ἁπλῶς εἴη γεγραμμένον, μάλιστα δὲ τοῖς φρενιτι‐ κοῖσιν, εἴρηται σαφῶς ὁ νοῦς τοῦ λόγου. προσκειμένου δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἐπιφαίνεται, καθάπερ ἐν ἄλλοις πρόσ‐ κειται τῶν ἀντιγράφων, τὸ δηλούμενον ἔσται τοιοῦτον. τὰ
15ὑδατώδη τῶν οὔρων ἐστὶ πονηρὰ, μάλιστα ἐπιφαίνεται τοιαῦτα τοῖς ὀλεθρίως ἔχουσι φρενιτικοῖς. οὐ γὰρ δὴ πᾶσί γε ὥς τινες ἤκουσαν τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὐδὲν
ἐπιστάμενοι τῶν κατὰ τοὺς ἀῤῥώστους ἐπιφαινομένων. ἔν760 in vol. 17.2

17b

761

τισι δὲ τῶν ἀντιγράφων οὕτω γέγραπται τὸ τέλος τοῦ ἀφο‐ ρισμοῦ, μάλιστα δ’ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται τὰ τοιαῦτα, καὶ ἔστιν ἡ αὐτὴ διάνοια τῇ κατὰ τὴν προειρημέ‐ νην δευτέραν γραφῇ.
5
— — —
ογʹ. Ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, τουτέοισιν αἱ κοιλίαι καθυγραί‐ νονται, ἢν μὴ φῦσαι καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος
10 ἐπέλθῃ. ἐν πυρετοῖσι τὰ ταῦτα.
— — —
Ὑποχονδρίων μετεώρων ὅπερ ἐστὶν ἐν ὄγκῳ μείζονι κατὰ πολλὰς αἰτίας γιγνομένων, ἔστι μία καὶ ἡ διὰ πνεῦμα φυσῶδες, ὑπὲρ ἧς νῦν διαλέγεται, διττῶς αὐτῆς γιγνομένης,
15ἐνίοτε μὲν ἐπὶ διαθέσει τινὶ δυσλύτῳ τῶν κατὰ τὴν γα‐ στέρα χωρίων, ἐνίοτε δὲ ἐπί τινι προσφάτῳ προφάσει. δια‐
κρίνει δὲ ταῦτα νῦν ὁ Ἱπποκράτης· ἡ μὲν γὰρ προτέρα761 in vol. 17.2

17b

762

διάθεσις οὐ μετὰ βορβορυγμοῦ γίγνεται, τεταμένα γὰρ καὶ πεφυσημένα καθάπερ ἀσκὸν ἀποφαίνει τὰ ὑποχόνδρια, ἡ δ’ ἑτέρα μετὰ βορβορυγμοῦ συνίσταται. καλεῖται δ’ οὗ‐ τος ὁ ψόφος τοῦ πνεύματος, ὅταν μὴ μέγας ᾖ, μηδὲ πολὺς,
5σὺν ὑγρότητι δέ τινι μετρίᾳ κινούμενος ἐπὶ τὰ κάτω. καὶ τοίνυν καὶ συμβαίνει τῷ τοιούτῳ βορβορυγμῷ κατιόντι τὸν ἐκ τῶν ὑποχονδρίων ὄγκον εἰς τὰ κατὰ τὴν ὀσφὺν ἅμα ἑαυ‐ τῷ καταφέρειν, ἐφ’ ᾧ πεινομένων τῶν ἐνταῦθα μορίων ἄλγημά τι γίγνεσθαι κατ’ αὐτήν. εἶθ’ οὕτως ἐνίοτε
10μὲν εἰς ἀνάδοσιν ὁρμήσαντες τοῦ ὑγροῦ τὸ φυσῶδες πνεῦ‐ μα διαχωρηθῆναι μόνον, ἐνίοτε δὲ σὺν τῷ ὑγρῷ. καὶ μέν‐ τοι καὶ τὸ ἀναδοθὲν ὑγρὸν ὡς τὰ πολλὰ δι’ οὔρων ἐκκρί‐ νεται. προσηκόντως οὖν εἶπεν ἐν τοῖς εἰρημένοις σημείοις, κοιλίαν καταῤῥήγνυσθαι, εἰ μή γε συμβῇ ἰδίᾳ μὲν ἀναδο‐
15θῆναι τὸ ὑγρὸν, ἰδίᾳ δὲ τὸ καταληφθὲν ἐν τοῖς ἐντέροις πνεῦμα δι’ ἕδρας ἐκκριθῆναι. ἔστι δ’ ὅτε ἄμφω πρὸς ἀνά‐ δοσιν ὁρμώμενα τὸ ὑγρὸν καὶ τὸ πνεῦμα διεξέρχεται ῥᾳδίως
ἐπὶ τὴν κύστιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γε‐762 in vol. 17.2

17b

763

γραμμένον, ἐν πυρετοῖσι δὲ ταῦτα τοιοῦτόν μοι δοκεῖ δηλοῦν. πυρετοῖς ἐνοχλεῖσθαι τοὺς νοσοῦντας ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄνευ τινὸς φλεγμονῆς ἢ ἀποστήματος ἢ ἀλγήματος ἢ ἐρυσιπέλατος ἢ ἁπλῶς εἰπεῖν ἄνευ μορίου τινὸς ἐξαιρέτως
5πεπονθότος ἔχοντας κακῶς. εἰ δ’ ἤτοι διὰ πλευροῦ φλε‐ γμονὴν ἢ πνεύμονος ἤ τινος ἑτέρου τοιούτου πυρέττοιεν, οὐ πυρεταίνοντας αὐτοὺς ὠνόμαζον, οὐδ’ ὑπὸ πυρετῶν ἐνο‐ χλουμένους, ἀλλὰ πλευριτικούς τε καὶ περιπνευμονικοὺς, ἡπα‐ τικούς τε καὶ σπληνικοὺς ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν οὖν μοι
10δοκεῖ βούλεσθαι δηλοῦν ὁ Ἱπποκράτης δυοῖν θάτερον ὡς ἢ τοῖς πυρετοῖς τούτων ὧν εἴρηκε συμβαινόντων, ἐν οἷς οὐ‐ δέν ἐστι τὸ πεπονθὸς μόριον ἢ ὡς γιγνομένων μὲν καὶ κατ’ ἐκεῖνα τὰ νοσήματα, μὴ μέντοι καταῤῥηγνυμένης αὐτῶν γα‐ στρὸς ἢ φυσῶν ἢ οὔρων διερχομένων. οὐδὲ γὰρ οὐδὲ φυ‐
15σικῇ τινι κινήσει τῶν μορίων ἀπωθουμένων τὸ φυσῶδες πνεῦμα γίγνεσθαι συμβαίνει τὸν βορβορυγμὸν ἐν ἐκείνοις, ἀλλ’ ὡς σύμπτωμα μόνον.
— — —763 in vol. 17.2

17b

764

οδʹ. Ὁκόσοισιν ἐλπὶς ἐς τὰ ἄρθρα ἀφίσταται, ῥύεται τῆς ἀπο‐ στάσιος οὖρον πολὺ καὶ παχὺ καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοι‐
5 σι γίνεσθαι. ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχέως λύεται.
— — —
Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀποστάσεις εἰς τὰ ἄρ‐ θρα γίγνονται τοῖς τε προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσ‐
10οῦν κοπώδεσιν ἐν τῇ νόσῳ γιγνομένοις, ἔτι τε πρὸς τού‐ τοις ὅσοι χρονίζουσι παχέων χυμῶν ἐπὶ πλήθει. ἐὰν οὖν ἡ φύσις ἀῤῥωστήσῃ, δι’ οὔρων ἐκκαθᾶραι τὸ σῶμα, τῆς ἀποστάσεως ἐρύσαιτο τὸν κάμνοντα τὸ μέλλον εἰς ἄρ‐ θρα κατασκήπτειν, ἐκκενώσασα διὰ κύστεως. ἠρκέσθη δὲ
15τῶν κοπωδῶν πυρετῶν ὡς παραδείγματος μνημονεῦσαι, τὴν ἀρχὴν τὴν εἰς οὖρα ῥοπὴν ἐν ἡμέρᾳ λαβόντων ἐπιδήλῳ.
τούτοις γὰρ τοῖς κοπώδεσι ἀποστήματα ποιεῖν ὑπάρχει διὰ764 in vol. 17.2

17b

765

ταχέων, οὐκ ἀναμένουσι πλείονα χρόνον ὥσπερ οἱ ἄλλοι. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰ παρ’ οὖς ἀποστήματα πέφυκε γίγνεσθαι, ὡς τοῖς γε ἄλλοις χρονίοις εἰς τὰ κάτω μᾶλλον ἀποσκήπτει τὸ πλῆθος. οἷς οὖν ἡ θερμασία πλείων γινο‐
5μένη μετέωρον εἰργάσατο τὴν ὕλην, ἤτοι διὰ ῥινῶν αἱμοῤ‐ ῥαγοῦσιν ἢ παρωτίδας ἴσχουσιν, ὅτι δ’ ἡ τοιαύτη λύσις θᾶττόν ἐστι τῆς δι’ οὔρων οὐδὲ λόγου δεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἱπποκράτης ἐπ’ αὐτῆς καὶ πάνυ ταχὺ λύεται τῆς ἑτέρας τῆς δι’ οὔρων κενώσεως, ἡμερῶν πλειόνων δεο‐
10μένης. τὸ δ’ ἐπὶ τῆς τετάρτης ἐν παραδείγματι γέγραπται πρὸς αὐτοῦ, μετάγειν δὲ σὲ χρὴ καὶ πρὸς τὰς ἄλλας ἁπά‐ σας, ὅσαι θεωρηταί εἰσι καὶ κρίσιμοι.
— — —
οεʹ.
15Ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκω‐ σιν σημαίνει.
— — —765 in vol. 17.2

17b

766

Ἐάν τε κατὰ τὴν κύστιν ἐάν τε ἐν νεφροῖς ἕλκος γέ‐ νηται, κατὰ μὲν ἀγγείου τινὸς ἀξιολόγου ῥῆξιν, συστάντος αὐτοῦ καὶ μάλιστα μετὰ ἀναβρώσεως, αἵματος ἔκκρισις ἐπα‐ κολουθεῖ, χωρὶς δὲ τοῦ πύου μόνου. ἐγχωρεῖ δὲ καὶ κατά
5τινα τῶν οὐρητήρων ἕλκους γινομένου καὶ πῦον οὐρηθῆναι καὶ αἷμα. μέσοι δ’ οὗτοι κεῖνται νεφρῶν τε καὶ κύστεως καὶ χρὴ συνυπακούειν αὐτοὺς ἐκείνους. ἑλκοῦνται δ’ ὡς τὰ πολλὰ τοῖς λιθιῶσι κατὰ νεφροὺς οὐρητῆρες, ὅταν ὑπὸ λίθου τινὸς ὀξέος ἢ σφόδρα τραχέος ἐμφραχθέντος
10αὐτοῖς ἀναδαρῶσι, τῶν μέντοι κατὰ τὸ αἰδοῖον αὐτὸ γιγνο‐ μένων ἑλκῶν καὶ χωρὶς τῶν οὔρων ἐκκρίνεται τό τε πῦον καὶ τὸ αἷμα. συνεξέρχεται δὲ τοῖς οὔροις πῦον ἐνίοτε συῤ‐ ῥαγέντος ἀποστήματος ἔν τινι τῶν ἄνω χωρίων· ὅθεν ἔνιοι τῶν ἐξηγητῶν καὶ οἱ πλείους εἵλοντο τὴν ἑτέραν γραφὴν,
15τὴν διὰ τοῦ καί συνδέσμου, τήνδε τὴν λέξιν ἔχουσαν· ἢν αἷμα καὶ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστεως ἕλκωσιν σημαίνει, ὡς τοῦ ἑτέρου μόνου αὐτῶν οὐρουμένου τοῦ πύου,
δυνατὸν οὐ νεφρῶν ἢ κύστεως μόνον ἡλκωμένων, ἀλλὰ καί766 in vol. 17.2

17b

767

τινος τῶν ἀνωτέρω τὸ σημεῖον εἶναι. τάχα μὲν οὖν τι καὶ οὗτοι λέγουσι, τάχα δὲ καὶ τὸ οὐρέῃ ῥῆμα διάφο‐ ρόν τι δηλοῖ τοῦ οὐρῆσαι, τὸν διορισμὸν ἐν αὐτῷ περιέχον. οὐ γάρ ἐστι ταὐτὸν ἢ οὕτως εἰπεῖν, ἢν αἷμα ἢ πῦον οὐρέῃ,
5ἢ ἐκείνως, ἢν αἷμα καὶ πῦον οὐρήσῃ. ἐν μιᾷ μὲν γὰρ ἢ δυοῖν ἢ τρισὶν ἡμέραις ἐγχωρεῖ πῦον οὐρῆσαι, συῤῥαγέντος ἀποστήματος εἰς τὰ τῆς οὐρήσεως ὄργανα. πολλαῖς δ’ ἡμέραις ἢ καὶ μησὶν ἐπειδὰν τοῦτο γένηται, νεφρῶν ἢ κύ‐ στεως ἕλκωσις δηλοῦται. ὁποτέρου δ’ αὐτῶν μᾶλλον ἥ τ’
10ὀδύνη διακρίνει κατὰ διαφέροντα χωρία γιγνομένη καὶ τὰ συνεκκρινόμενα τοῖς οὔροις, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ. καὶ μὲν δὴ καὶ περὶ τῶν οὐρητήρων ὁ αὐτός ἐστι λόγος.
— — —
οστʹ.
15Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρί‐ νεται.
— — —767 in vol. 17.2

17b

768

Τὰ μικρὰ μὲν σαρκία τῆς τῶν νεφρῶν οὐσίας εἰσὶ γνωρίσματα, τὰ δ’ ὥσπερ τρίχες οὐδαμῶς μὲν τῆς τῶν νεφρῶν. οὐ γὰρ οἷόν τε διαλυθῆναι νεφρὸν εἰς τοιοῦτον εἶδος οὐσίας, ἀλλ’ ὅσοι τοῦτο λέγουσιν ἀγνοοῦσι φύσιν νε‐
5φρῶν. οὐ μὴν οὐδὲ κύστεως ἀναλυομένης τε καὶ ἀναβι‐ βρωσκομένης, ὡς ἐνίοις ἔδοξεν, οὐρεῖται τὰ τοιαῦτα. πετα‐ λώδη γάρ ἐστι μᾶλλον τὰ ταύτης μόρια, καθάπερ καὶ αὐ‐ τὸς ὁ Ἱπποκράτης ὀλίγον ὕστερον αὐτὰ προσαγορεύει λεπί‐ δας. ἀλλὰ τό γε ἀληθὲς οὕτως ἔχει πολλάκις ἡμῖν ἑωρα‐
10μένα ἔκ τινος τύχης. ἄλλοι γοῦν τινες ἰατροὶ πάνυ τρίβω‐ νες ἑωρακέναι πολλάκις φασὶν οὖρα τοιαῦτα. καλοῦσι δ’ οἱ νεώτεροι τριχίασιν τὸ πάθος, ἐπειδὴ θριξὶν ὅμοια καὶ μᾶλλόν γε ταῖς λευκαῖς ἐοικότα φαίνεται τὰ τοῖς οὔροις ἐμ‐ φαινόμενα. ἔναγχος δέ τις οὔρει τοιαῦτα σώματα μακρὰ
15ὥστ’ ἄπιστον τὸ μῆκος ἐδόκει εἶναι· τινὰ γὰρ αὐτῶν εἰς ἥμισυ πήχεως ἐξετείνετο. προσενήνεκτο δ’ οὗτος ὅλῳ σχε‐ δὸν ἐνιαυτῷ τῷ πρόσθεν ἐρεγμῶν τε καὶ κυάμων πάνυ πολ‐
λάκις καὶ τυρῶν ἁπαλῶν τε καὶ ξηρῶν. καὶ οἱ ἄλλοι δὲ768 in vol. 17.2

17b

769

πάντες οἷς οὐρῆσαι συνέβη τὰ τοιαῦτα, παχυχύμοις ἐδέσμα‐ σιν ἐκέχρηντο. τούτου τοίνυν τοῦ χυμοῦ κατωπτημένου πως ἐν νεφροῖς αἱ τριχοειδεῖς γίνονται συστάσεις. καὶ μέντοι καὶ ἡ θεραπεία μαρτυρεῖ τῷ λογισμῷ τῆς αἰτίας· ὑπὸ γὰρ
5λεπτυνόντων καὶ τεμνόντων φαρμάκων ἅμα καὶ τῷ τὴν ἄλ‐ λην δίαιταν ὑγραίνουσαν ὑπάρχειν ἐθεραπεύθη‐ σαν οἱ κάμνοντες οὕτως. εἴπερ δὲ ἦν ἕλκωσις τηλικαύτη νεφρῶν ἢ κύστεως, ὡς διαλύεσθαι τὴν οὐσίαν αὐτῶν, οὐ μόνον οὐδὲν ἂν ὠνίναντο ὑπὸ τῶν τοιούτων φαρμάκων, ἀλλὰ
10καὶ παρωξύνοντο ἐσχάτως· ἄξιος οὖν ἐστιν ὥσπερ ἐν τοῖς ἄλλοις, οὕτω κἀν τούτῳ θαυμάσαι τὸν Ἱπποκράτην τὰ μη‐ δέπω μηδὲ τήμερον ἐγνωσμένα πολλοῖς τῶν ἰατρῶν αὐτὸν ἐξευρεῖν. καὶ μέντοι καὶ ἡ λέξεως ἀκρίβεια θαυμαστῶς ὅπως ἔχει λέγοντος ἀπὸ τῶν νεφρῶν ἐκκρίνεσθαι τὰ τοιαῦτα.
15οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πρόσθεν ἀφορισμοῦ ἕλκωσιν τοῦ νε‐ φροῦ αἰτιᾶται οὕτω καὶ νῦν εἶπεν, ἀλλ’ ἁπλῶς ἀπὸ νεφρῶν ἐκκρίνεσθαί φησιν, ὡς καὶ λίθον τινὸς οὐρήσαντος ἀπὸ νε‐
φρῶν ἐνηνέχθαι φαίημεν ἂν αὐτὸν, οὐχ ὅτι τῆς οὐσίας αὐ‐769 in vol. 17.2

17b

770

τῶν ἐστι μόριον, ἀλλ’ ὅτι τὴν σύστασιν ἐν ἐκείνοις λαμβά‐ νει. τὰ μὲν οὖν σμικρὰ σαρκία τῆς οὐσίας ἐστὶ μόρια ἑλ‐ κωθέντων ὅλως τῶν νεφρῶν, τὰ δ’ οἷον τρίχες ἐν νεφροῖς μὲν λαμβάνει τὴν σύστασιν, ὥσπερ καὶ οἱ λίθοι, μόρια δ’
5οὐκ ἔστι τῆς οὐσίας αὐτῶν. κακῶς ἐν ἅπασι τοῖς ἀντιγρά‐ φοις ὁ ἀφορισμὸς οὗτος ἄνευ τοῦ ἤ γέγραπται, σαρκία σμικρὰ ὥσπερ τρίχες. οὐδαμῶς γὰρ ἔοικε τὰ σμικρὰ σαρ‐ κία ταῖς θριξίν· ἀλλὰ χρὴ μεταξὺ τοῦ τε σμικρὰ καὶ τοῦ ὥσπερ τὸ ἢ φωνῆεν τάξαι, ὡς δυοῖν πραγμάτων, οὐχ ἑνὸς
10ἐν τῷ λόγῳ μνημονεύοντος τοῦ Ἱπποκράτους. τὸ μὲν οὖν ἕτερον αὐτῶν ἐστι σαρκία σμικρὰ, τὸ δ’ ἕτερον ὥσπερ τρί‐ χες. ἐπὶ μὲν οὖν τῶν ταῖς θριξὶν ὁμοίων ἀεὶ φαίνεται παχὺ τὸ οὖρον ὡς ἂν φλεγματικῆς οὐσίας. ἣν ἤθροισαν αἱ φλέβες ἐκκαθαιρομένης διὰ τῶν νεφρῶν, ἐπὶ δὲ τῶν
15σαρκίων οὐκ ἀναγκαῖον. οὐ μὴν οὐδὲ ἐθεασάμην ποτὲ τοιαύτην νεφρῶν διάθεσιν· ἀλλὰ τὸ μὲν οἷον σαρκία πολ‐
λάκις ἐν ἐκείνοις τοῖς πυρετοῖς, ἐν οἷς καὶ τὰς καλουμένας770 in vol. 17.2

17b

771

ὀροβοειδεῖς ὑποστάσεις ὁρῶμεν γιγνομένας κατωπτημένου παχέως αἵματος ἐν νεφροῖς ἢ καθ’ ἧπαρ. οὐ μὴν ἀκριβῆ γε σαρκία τεθέαμαί ποτε συνεξερχόμενα τοῖς οὔροις. ἐγχω‐ ρεῖ οὖν, ἡγοῦμαι, παχὺ οὖρον εἰρῆσθαι πρὸς αὐτοῦ τὸ σύμ‐
5μετρόν τε καὶ κατὰ φύσιν. ἀντίκειται γὰρ τοῦτό πως τῷ λεπτῷ καὶ γινώσκομεν, ὅτι κυρίως μὲν αἱ κατὰ τὰς ὑπερ‐ βολὰς ἀντιθέσεις οὕτω λέγονται. καταχρηστικῶς δὲ καὶ τὸ μέσον ἐνίοτε καὶ σύμμετρον ἀμφοτέροις χρῆται τοῖς ὀνό‐ μασι τῶν ἄκρων. πρὸς μὲν τὸ τελέως παχὺ λεπτὸν ὀνο‐
10μαζόμενον, πρὸς δὲ τὸ λεπτὸν ἐσχάτως παχὺ, καὶ εἴπερ οὕ‐ τως ἀκούσαιμεν, ὁ λόγος ἔσται τοιοῦτος· οἷς ἐν τῷ οὔρῳ μὴ ὄντι λεπτῷ συνεξέρχεται τὰ εἰρημένα, τῶν νεφρῶν ἐστι τὸ πάθημα, λεπτῶν μέντοι τῶν οὔρων ὄντων ὅλον τὸ φλε‐ βῶδες γένος πέπονθε. τὴν δ’ αὐτὴν ταύτην γνώμην δεί‐
15κνυσθαί μοι δοκεῖ καὶ κατὰ τὸν ἑξῆς ἀφορισμόν.
— — —771 in vol. 17.2

17b

772

οζʹ. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.
— — —
5
Ἐὰν μὲν οὖν λεπτὸν ᾖ τὸ οὖρον, οὐ κατὰ φύσιν αἱ φλέβες, ἐὰν δὲ μὴ ᾖ λεπτὸν, ἀλλὰ μετρίως συνεστηκὸς, ὅπερ ἀκοῦσαι νῦν χρὴ τὸ παχὺ, τὰ συνεκκρινόμενα τῷ τοιούτῳ περὶ τοὺς νεφροὺς ἢ τὴν κύστιν ἐνδείξεταί τι πάθος. ἐπειδὴ γὰρ ἐκ μὲν τῶν φλεβῶν ἥκει τὸ οὖρον, διηθεῖται δὲ διὰ
10τῶν νεφρῶν, ἀθροίζεται δὲ ἐν τῇ κύστει, πᾶν ὅ τί περ ἂν ἐν αὐτῷ φαίνηται παρὰ φύσιν ἢ τὰς φλέβας ἐνδείξεται φαύλως ἔχειν ἢ τὰ κατὰ τοὺς νεφροὺς ἢ κύστιν, ὥσπερ καὶ νῦν τὰ πιτυρώδεα τὴν κύστιν ψωριᾶν, ὅταν γ’ αἱ φλέβες ἀπαθεῖς ὑπάρχωσι. φέρεται γὰρ ἐνίοτε καὶ ἐξ ἐκείνων τὰ
15πιτυρώδη, ποτὲ μὲν αὐτοῦ τοῦ χιτῶνος αὐτῶν παθόντος, ὥσπερ καὶ τοῦ τῆς κύστεως, ἔστι δ’ ὅτε τοῦ κατ’ αὐτὰς αἵματος ὑπὸ καυσώδους θερμοῦ φρυγέντος. ἐπιτη‐
δειότερος δὲ δηλονότι πρὸς τοῦτο πᾶς ὁ παχὺς ἐν αὐταῖς772 in vol. 17.2

17b

773

χυμός ἐστι καὶ μᾶλλον ἔτι ἡ οἷον τρὺξ τοῦ αἵματος, ὃν ὀνο‐ μάζειν εἰθίσμεθα μελαγχολικὸν χυμόν. ὥσπερ γὰρ ἡ τοῦ δέρματος ἐπιφάνεια, καλοῦσι δ’ αὐτὴν ἐπιδερμίδα κατὰ τὰς ψώρας καὶ τὰς λέπρας καὶ τοὺς λειχῆνας, ἀποβάλλει τι λε‐
5πτὸν, οἷόν περ τὸ γῆράς ἐστι τῶν ὄφεων, οὕτω κἀπειδάν τι τῶν ἔνδον μορίων ὅμοιόν τι πάθημα πάθῃ οἷς τὸ δέρ‐ μα καὶ τὸ σύμπτωμα τοῦ παθήματος ὅμοιον γενήσεται. κατὰ τοῦτο οὖν αἱ φλέβες αὗται καὶ ἡ κύστις ψωριῶσα πιτυ‐ ρώδεα δέρματα σὺν τοῖς οὔροις ἕξει κενούμενα. διορισθή‐
10σεται δὲ τῇ λεπτότητι καὶ τῷ πάχει τῶν οὔρων, ὡς προεί‐ ρηται. τὰ μὲν γὰρ λεπτὰ πεπονθέναι τὰς φλέβας ἐνδείξε‐ ται, τὰ δ’ οὐ λεπτὰ τὴν κύστιν.
— — —
οηʹ.
15Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.
— — —773 in vol. 17.2

17b

774

Τὸ ἀπὸ ταὐτομάτου δύναται μὲν καὶ χωρὶς αἰτίας τῆς ἔξω δηλοῦν, δύναται δὲ καὶ τὸ οἷον ἐξαίφνης οὐδενὸς προη‐ γησαμένου συμπτώματος, οἷά περ ἐπὶ κύστεως ἡλκωμένης φαίνεται. κατὰ ταύτην γὰρ οἷόν τε ῥαγῆναι φλέβα διὰ πλῆ‐
5θος αἵματος ἐπιῤῥυέντος, ὡς ἐπὶ τῶν νεφρῶν εἴωθε συμ‐ βαίνειν, οὐδὲ γὰρ διηθεῖται διὰ τῶν ἐν αὐτῇ φλεβῶν αἷμα, μόνον δ’ ὅσον εἰς τροφὴν αὔταρκες αὐτῇ χορηγεῖται. πρὸς τούτῳ δὲ οὐδὲ αἱ φλέβες αἱ κατὰ τὴν κύστιν γυμναί που καὶ ἀστήρικτοι πεφύκασιν, ὥσπερ αἱ εἰς τὰς κοιλίας τῶν
10νεφρῶν ἐμβάλλουσαι, καθ’ ἃς ἀναστόμωσίς τε καὶ ῥῆξις ὑπὸ πάχους καὶ πλήθους γίνεται τῶν κατ’ αὐτὰς χυμῶν. ἡ μὲν οὖν ῥῆξις ἀκριβοῦς αἵματος ἐργάζεται κένωσιν, ἡ δ’ ἀναστόμωσις οὐκ ἀθρόον αἷμα προχέουσα, καὶ μάλισθ’ ὅταν ᾖ βραχύ· κατ’ ὀλίγον δὲ τὸ λεπτότερον διηθοῦσα τὸ ὅλον
15οὖρον ὕφαιμον ἐργάζεται. γίγνεται δ’, ὡς ἔφην, καὶ τῶν ἐν κύστει φλεβῶν ἐξ ἀναβρώσεως πεπονθυιῶν αἵματος κένωσις,
ἐφ’ ᾗ προηγεῖται τοῦ κατὰ τὴν κύστιν ἕλκους τὰ σημεῖα,774 in vol. 17.2

17b

775

τουτέστιν ὀδύνη τε τοῦ μορίου καὶ πῦον καί τινα πολλάκις αὐτοῦ τοῦ σώματος τῆς κύστεως οἷόν περ θρύμματα. κατὰ τοῦτο οὖν ἄμεινον ἀκούειν τὸ ἀπὸ ταὐτομάτου σημαίνειν τὸ ἐξαίφνης τοῦ τὸ χωρὶς αἰτίας φανερᾶς ἐκκρίνεσθαι. ἐκ
5γὰρ τῶν νεφρῶν αἷμα πολλάκις μὲν καὶ χωρὶς τῆς ἔξωθεν αἰτίας ῥαγέντος τοῦ ἀγγείου διὰ πλῆθος, ἔστι δ’ ὅτε καὶ πηδησάντων σφοδρότερον ἢ κατενεχθέντων ἢ πληγέντων.
— — —
οθʹ.
10Οἷσιν ἐν τοῖς οὔροισι ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.
— — —
Οὐ πάντως ἡ κύστις, ἀλλ’ ἐνδέχεται καὶ νε‐ φροὺς, ὥσθ’ ἡμάρτηται φανερῶς ὁ ἀφορισμὸς ἤτοι γε αὐ‐
15τοῦ τοῦ Ἱπποκράτους περιδόντος ὅλου τοῦ λόγου τὸ ἥμισυ
μέρος ἢ τοῦ πρώτου βιβλιογράφου παραλιπόντος. ἐάν τε775 in vol. 17.2

17b

776

γὰρ ἐν νεφροῖς ἐάν τ’ ἐν κύστει λίθοι γίνωνται, συνεξέρ‐ χονται τοῖς οὔροις τὰ ψαμμώδη.
— — —
πʹ.
5Ἢν αἷμα οὐρέῃ καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ τὸ περιναῖον, τὰ περὶ κύστιν πονέει.
— — —
Γέγραπται μὲν διχῶς ἡ τελευτὴ τοῦ ἀφορισμοῦ, κατὰ
10τινὰ μὲν τῶν ἀντιγράφων πονέει, καθ’ ἕτερα δὲ νοσέει, καὶ σχεδὸν ἀλλήλων ταύτῃ γε οὐδὲν διαφέρουσιν αἱ γραφαί. κοινῇ δ’ ἀμφότεραι σφάλλονται, εἴ τις ἀκούσειε τὰ περὶ τὴν κύστιν εἰρῆσθαι πρὸς Ἱπποκράτους, ὡσεὶ καὶ αὐτὴν τὴν κύστιν ἐγεγράφει. τὰ γὰρ εἰρημένα συμπτώματα κοινὰ
15τῶν οὐρητικῶν ὀνομαζομένων ὀργάνων ἁπάντων ἐστὶ κύστεως, νεφρῶν, οὐρητήρων. οὕτως οὖν ἄμεινον ἀκούειν τὰ περὶ
τὴν κύστιν, οὐχ ὡς αὐτῆς μόνης δηλουμένης, ἀλλ’ ὡς καὶ776 in vol. 17.2

17b

777

τῶν συνεζευγμένων αὐτῇ μορίων. ἔτι δὲ μᾶλλον οὕτως ἀκούειν ἡμᾶς καὶ ὁ ἑξῆς ἀφορισμὸς ἐπιτρέψει, καθ’ ὃν οὐ τὰ περὶ τὴν κύστιν νοσεῖν φησιν, ἀλλὰ τῆς κύστεως ἕλκωσιν ὑπάρχειν, ὡς οὐ ταὐτὸν ὂν αὐτὴν τὴν κύστιν ἁπλῶς μόνην
5ἀποφαίνεσθαί τι πάσχειν ἢ τὰ περὶ αὐτήν,
— — —
παʹ. Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας καὶ ὀσμὴ βαρεῖα ᾖ, τὴν κύστιος ἕλκωσιν σημαίνει.
10
— — —
Τὸ μὲν αἷμα καὶ τὸ πῦον οὐρεῖν πάντως ἐστὶ τῶν οὐρητικῶν ὀργάνων ἡλκωμένων κοινὰ σημεῖα, τὸ δὲ βαρὺ τῆς ὀσμῆς, ὅπερ δηλοῖ τὸ ἀηδὲς, ἔτι τε μᾶλλον αἱ λεπίδες, ἴδια τῆς κύστεως. ἐν μὲν οὖν τοῖς πλείστοις ἀν‐
15τιγράφων, ἢν αἷμα καὶ πῦον οὐρέῃ, γέγραπται· κατὰ δέ τινα αὐτῶν ἢν αἷμα ἢ πῦον οὐρέῃ. δηλώσει δ’ αὐτὴ μὲν
ἡ δευτέρα γραφὴ παραδιαζευκτικὸν εἶναι τὸν ἢ σύνδεσμον,777 in vol. 17.2

17b

778

ὡς ὁπότερον ἂν ὑπάρχῃ τῶν εὑρημένων ἑλκώσεως εἶναι ση‐ μεῖον, ἡ δ’ ἑτέρα τὰ δύο βουλήσεται συνεδρεύειν ἢ ἅμα ἀλλήλοις ἢ ἐναλλάξ.
— — —
5
πβʹ. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φῦμα γίνεται, τουτέοισι διαπυή‐ σαντος καὶ ἐκραγέντος λύσις.
— — —
Διὰ βραχυλογίαν οὐδὲν ἀξιόλογον οὗτος ὁ ἀφορισμὸς
10ἔχειν ὑποληφθήσεται. πρόχειρον γὰρ παντὶ γνῶναι τῶν ἐν τῷ πόρῳ τῷ οὐρητικῷ τῷ κατὰ τὸ αἰδοῖον, τοῦτο γὰρ οὐ‐ ρήθραν καλοῦσι, συνισταμένων φυμάτων τὴν λύσιν γίγνε‐ σθαι ῥαγέντων. ἀλλ’ εἰ προσχῶμεν τὸν νοῦν, ἔνδειξίς ἐστί τινος μείζονος πράγματος. ἐνδέχεται γὰρ ἰσχουρίαν δή τινα
15γενέσθαι καὶ διὰ τὸ τοιοῦτον φῦμα καὶ μέντοι καὶ ὡς τὸ φῦμα τοῦτο ῥαγὲν ἰάσεται τὴν ἰσχουρίαν εὔδηλον. ἀλλὰ
ἐκεῖνό γε παραφύεται τοῖς εἰρημένοις ἑπόμενον ζήτημα, πό‐778 in vol. 17.2

17b

779

τερον ῥήγνυσθαι μόνον βούλεται τὸ κατὰ τοῦτο χωρίον συνιστάμενον φῦμα ἢ πλειστάκις μὲν αὐτὸ τοῦτο συμβαί‐ νειν, δύνασθαι δὲ διαφορεῖσθαι ἢ παράδειγμα τῶν λύσεων ἓν τοῦτο ἔγραψε, τὴν ῥῆξιν, ὅπερ καὶ ἀληθέστερόν ἐστιν.
5
— — —
πγʹ. Οὔρησις νύκτωρ πολλὴ γινομένη σμικρὴν τὴν ὑποχώρησιν σημαίνει.
— — —
10
Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀναδοθέντος τοῦ κατὰ τὴν κοιλίαν ὑγροῦ βραχυτέραν γενέσθαι τὴν ὑπο‐ χώρησιν πρόδηλον παντί. συνεμφαίνει δὲ τούτῳ καὶ ὅτι διεξελθόντος ἅμα τοῖς σιτίοις ὑγροτέρα μὲν ἡ γαστὴρ γενή‐ σεται καὶ διὰ τοῦτο πλείω ὑποχωρήσει, τὸ δ’ αὖ οὖρον
15ἔλαττον ἐκκριθήσεται. διδάξει δ’ ἡμᾶς ὁ λόγος οὗτος ἰά‐ ματα ῥευμάτων γαστρὸς καὶ ξηρότητος· ἐφ’ ὧν μὲν ὑγρο‐
τέρα γίνεται τοῦ προσήκοντος, τό τε πόμα ἔλαττον δώσο‐779 in vol. 17.2

17b

780

μεν ἐπί τε κύστιν ἐπιτρέψομεν ἀφικέσθαι. ἐφ’ ὧν δὲ ξη‐ ροτέρα, καὶ πλεῖον δώσομεν τὸ πόμα καὶ τὴν ἀνάδοσιν ὡς
οἷόν τε κωλύσομεν.780 in vol. 17.2

17b

781

(t1)

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
t2ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑΤΑ.
t4— — —
1
αʹ. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον.
— — —
Τοῖς ἐλλέβορον εἰληφόσι λευκὸν, δηλονότι, τοῦτο γὰρ
5ἁπλῶς εἰώθασιν ὀνομάζειν ἐλλέβορον, οὐχ ὥσπερ τὸν μέλανα μετὰ προσθήκης, τούτοις οὖν ἐὰν καθαιρομένοις ἐπιγένη‐ ται σπασμὸς, ὀλέθριον εἶναί φησι τὸ σύμπτωμα.
γίνεται μὲν γὰρ οὐ κατὰ τὴν ἀρχὴν τῆς καθάρσεως ἡνίκα781 in vol. 17.2

17b

782

τοῦ πνιγῆναι κίνδυνος, ἀλλ’ ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες, δι’ αὐτὴν μάλιστα τὴν ἐν τοῖς ἐμέτοις συντονίαν πονησάντων τῶν νευρῶν κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς, ἐφ’ ᾧ καὶ ἄλλως ἑωράκαμεν, ὅταν ἰσχυ‐
5ρῶς δηχθῇ, γεγενημένους σπασμοὺς ὥσπερ καὶ τῷ νεανί‐ σκῳ τὸν ἰὸν ἐμέσαντι. βέλτιον γὰρ ἰὸν, οὐκ ἰώδη τὸν ἔμε‐ τον ὀνομάζειν ἐκεῖνον, ἐπειδήπερ ἦν οἷος ἀκριβὴς ἰὸς ὀνομα‐ ζόμενος εὐανθέστατος. ἀλλὰ κατά γε τὸν ἔμετον ἐσπάσθη πᾶν τὸ σῶμα καὶ ὅ τε πυρετὸς αὐτοῦ καὶ ὁ σπασμὸς ἐπαύ‐
10σατο παραχρῆμα κενωθέντος τοῦ ἰοῦ. τοιοῦτον δ’ ἦν τὸ ἐμεθὲν, οἷον εἴ τις ὕδατι δεύσειεν ἰὸν τὸν ἄριστον, ὡς γενέ‐ σθαι σύστασιν ἐξ ἀμφοῖν σιραίου πάχει προσεοικυῖαν. οὐκ ἀδύνατον μὲν οὖν, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς γενέσθαι σπασμὸν ἐπ’ ἐλλεβόρῳ
15λευκῷ, καὶ εἴη ἂν ὁ μετριώτατος σπασμὸς οὗτος. ἐγχωρεῖ δὲ καὶ δι’ αὐτὴν τὴν κένωσιν ὑπερκαθαιρομένοις αὐτοῖς
γενέσθαι σπασμὸν, ὡς καὶ τοῖς χολερικοῖς ἐπιγίνονται συνολ‐782 in vol. 17.2

17b

783

καὶ πολλάκις καὶ μάλιστα τῶν κατὰ τὰς γαστροκνημίας μυῶν. οὐκ ἀδύνατον δὲ οὐδὲ διὰ τὴν ἐνέργειαν τοῦ φαρ‐ μάκου τὰ ἐκ τῶν νεύρων ὑγρὰ πρὸς ἑαυτὸ βίᾳ σπῶντος ἐκ τῆς κακοπαθείας ταύτης ἐπιγενέσθαι σπασμόν· ἀλλὰ
5καὶ τῆς δυνάμεως ἐνίοτε τοῦ ἐλλεβόρου πρὸς ἀνάδοσιν ὁρ‐ μησάσης σφοδρότερον, ἐγχωρεῖ τὴν τῶν νεύρων οὐσίαν ξη‐ ρανθῆναι βιαιότερον. ἐδίδαξε δ’ ἡμᾶς αὐτὸς ὁ Ἱπποκρά‐ της ὡς ὁ σπασμὸς ἐπὶ κενώσει καὶ πληρώσει γίγνεται τῶν νευρωδῶν δηλονότι σωμάτων, ὑφ’ ὧν αἱ κατὰ προαίρεσιν
10ἐνεργοῦνται κινήσεις. ἔστι δὲ ταῦτα τόνοι, σύνδεσμοι καὶ μῦες καὶ τένοντες· ὥσπερ ὁρῶμεν ἐπὶ τῶν ἐκτὸς ἱμάντας τε καὶ χορδὰς τεινομένας, ἐάν τε ξηρανθῶσιν ἐπὶ πλέον ἐάν θ’ ὑγρότητι πολλῇ διαβραχῶσιν, οὕτω καὶ κατὰ τῶν ζώων σώματα τὰ πολλὰ τὸν σπασμὸν εἰκὸς γίνεσθαι· πρό‐
15δηλον δ’ ὡς ὁ μὲν ἐπὶ πληρώσει δυνατός ἐστι ἰαθῆναι κε‐ νώσει, τὸν δ’ ἐπὶ κενώσει τε καὶ ξηρότητι τῶν νεύρων οὐ πάνυ τι δυνατόν ἐστιν ἰάσασθαι. γίνεται δ’, ὡς ἔφην, καὶ
κατὰ συμπάθειαν σπασμὸς, ὃν οὐχ ἡγητέον ὑπὸ τοῦ Ἱππο‐783 in vol. 17.2

17b

784

κράτους παραλελεῖφθαι. τὸν γὰρ πρώτως γιγνόμενον σπα‐ σμὸν ἐδήλωσεν ἐν τῷ φάναι, σπασμὸν ἐπὶ πληρώσει καὶ κενώσει συνίστασθαι, καὶ μὴν καὶ τῷ λόγῳ τῆς δήξεως ἴσμεν ἐπὶ τῷ στομάχῳ λυγμὸν γινόμενον, ὡς ἄν τινα καὶ
5τὰ νεῦρα πάσχειν ὁμοίως προσδοκῆσαι καὶ δόξει καὶ ὁ σπασμὸς οὗτος ἐνίοτε γίνεσθαι τοῖς ἐπ’ ἐλλεβόρου καθαιρο‐ μένοις ὑφ’ Ἱπποκράτους οὐκ εἰρημένος· εἰ μὴ, νὴ Δία, φαίη τις αὐτὸν ἐπὶ κενώσει συμβαίνειν τῶν δακνόντων χυ‐ μῶν ξηραντικῶν ὑπερεχόντων. οὗτοι μὲν οἱ τρόποι τῶν
10ἐπ’ ἐλλεβόρῳ σπωμένων· θεραπεύονται δ’ αὐτῶν ὅ τε διὰ δῆξιν καὶ ὁ διὰ τὴν συντονίαν τὴν ἐπὶ τοῖς ἐμέτοις, ὁ δὲ διὰ ξηρότητα τῶν ἀνιάτων ἐστίν· εἰκότως. τοιγαροῦν ὅλον τὸ γένος τοῦ τοιούτου σπασμοῦ φησι θανάσιμον ὑπάρχειν ὁ Ἱπποκράτης, ἐπειδή τινες μὲν αὐτοῦ διαφοραὶ δυσίατοι,
15μία δ’ ἀνίατός ἐστιν.
— — —784 in vol. 17.2

17b

785

βʹ. Ἐπὶ τραύματι σπασμὸς ἐπιγενόμενος θανάσιμον.
— — —
Ὥσπερ ἐν τῷ πρὸ τούτου λόγῳ θανάσιμον ἔφη τὸν
5σπασμὸν, ἐν ἴσῳ τῷ κινδυνώδη τε καὶ τελευτῶντα πολλάκις εἰς θάνατον οὕτω καὶ νῦν τὸν ἐπὶ τῷ τραύματι σπασμὸν ὠνόμασε θανάσιμον, οὐκ ἐξ ἀνάγκης τε καὶ διὰ παντὸς ἐπι‐ φέροντα θάνατον, ἀλλ’ ὡς πάνυ πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ πολλοὺς τῶν ἔμπροσθεν ἀφορισμῶν ἐφαίνετο τῷ θα‐
10νασίμου ὀνόματι χρώμενος. ἐπὶ γοῦν τοῖς τραύμασιν οἱ σπασμοὶ γίγνονται τῷ λόγῳ τῆς ἑπομένης αὐτοῖς φλεγμονῆς, ὅταν ἅψηται τῶν νευρωδῶν μορίων. καὶ πρῶτά γε φαίνε‐ ται σπώμενα τά τε κατ’ εὐθὺ τῶν φλεγμαινόντων, εἶθ’ οὕτως ὅταν καὶ τῆς ἀρχῆς αὐτῆς ἅψηται τὸ πάθος, ἐπὶ
15πᾶν ἐκτείνεσθαι τὸ σῶμα.
— — —785 in vol. 17.2

17b

786

γʹ. Αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν.
— — —
5
Οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ ἐκ τοῦ νῦν τοῦ κακόν. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομά‐ ζειν οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν,
10μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ ἂν ἢ θανάσιμον φωνὴ τῆς κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος σπασμὸς ἐκ θατέρου χένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰ‐ τίων, ὡς προείρηται.
— — —
15
δʹ. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγινόμε‐ νος κακόν.
— — —786 in vol. 17.2

17b

787

Ὅπερ ἐνίοτε τοῖς ἐλλέβορον εἰληφόσιν ἐλέγομεν γίγνε‐ σθαι, τοῦτο νῦν ὑπὲρ ἁπάντων ἀπεφήνατο τῶν ὁπωσοῦν καθαιρομένων. σπῶνται γὰρ οἱ ὑπερκαθαιρόμενοι κατὰ τὰς εἰρημένας αἰτίας ἐπὶ τὸν ἐλλέβορον εἰληφότων, κίνδυνός τε
5καταλαμβάνει τοὺς οὕτω κάμνοντας οὐ μικρὸς, ἐπειδὴ πολὺ χείρων ἐστὶν ὁ ἐπὶ κενώσει σπασμὸς τοῦ διὰ πλήρωσιν. ὅτι δὲ καὶ ὁ λυγμὸς σπασμός ἐστι στομάχου κατὰ τὸν Ἱπ‐ ποκράτην γινώσκομεν δήπου.
— — —
10
εʹ. Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀπο‐ θνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ ἐς τὴν ὥρην ἐλθὼν καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.
— — —
15
Πληρουμένων τῶν νεύρων ὁ τοιοῦτος ἐπιγίνεται σπα‐ σμός. εἴωθε δὲ ῥᾳδίως αὐτὰ πληροῦν ὁ οἶνος, ὡς ἂν θερ‐
μὸς ὑπάρχων τὴν κρᾶσιν τοιαύτη φύσις, ἑτοίμως ἅπασιν787 in vol. 17.2

17b

788

ἐγκαταδύεται καὶ μάλισθ’ ὅταν μὴ πάνυ τι παχυμερὴς ᾖ. τῷ μὲν οὖν πλήθει τῆς οὐσίας τὸν σπασμὸν ἐπιφέρει τοῖς νεύροις, τῇ ποιότητι δὲ θεραπεύει πάλιν αὐτὸς ἣν εἰργά‐ σατο διάθεσιν, ἐκθερμαίνων τε καὶ ξηραίνων τὰ νεῦρα.
5ἐὰν οὖν ποτε τοῦτο μὴ δυνηθῇ ποιῆσαι, θάνατον ἀκολουθεῖν ἀναγκαῖόν ἐστιν. ᾗ δὲ δυνάμει τὸν οἶνον ἔφαμεν ἰᾶσθαι τοὺς σπασμοὺς, ταύτῃ δηλονότι καὶ ὁ πυρετὸς ἰᾶται. προσ‐ εκτέον δ’ ἐνταῦθα μάλιστα τῷ ἔθει τοῦ Ἱπποκράτους, ἀφώ‐ νους ὀνομάζοντος τοὺς ὁπωσοῦν καρουμένους. ἀλλὰ κυρίως
10λέγεται κάρος ἡ παντὸς τοῦ σώματος αἰφνίδιος ἀναισθη‐ σία τε καὶ ἀκινησία· ταύτην οὖν τὴν διάθεσιν ἀφ’ ἑνὸς τῶν συμπτωμάτων ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης καὶ γίνεται δηλονότι τῆς ἀρχῆς τῶν νεύρων παθούσης. οὐδὲ γὰρ οὐδὲ ἄλλως ὅλως οἷόν τε σπασθῆναι τὸ σῶμα
15πρὸ τοῦ ταύτην παθεῖν, ἤτοι πρώτως ἢ κατὰ συμπάθειαν ἑτέρου προπεπονθότος μορίου. κραιπάλας δ’ ὅτι πάντες οἱ Ἕλληνες ὀνομάζουσι τὰς ἐξ οἴνου βλάβας τῆς κεφαλῆς εὔ‐
δηλον. οὕτως γοῦν ἔνιοι καὶ τὴν ἐτυμολογίαν ἐποιήσαντο788 in vol. 17.2

17b

789

τῆς προσηγορίας ἀπὸ τοῦ κάρηνον πάλλεσθαι γεγονέναι φάσκοντες. τὴν δ’ ὥραν καθ’ ἣν αἱ κραιπάλαι λύονται, κέκληκεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ τὸν καιρόν. ἔστι δ’ οὗ‐ τος οὐκ ἀποτετμημένος, οὐδὲ περιγεγραμμένος ἅπασιν ἑνὶ
5μέτρῳ. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν ἡμέραν ἐπαύ‐ σαντο τῆς κραιπάλης, τινὲς δὲ καὶ κατὰ τὴν ἐπιγιγνομένην αὐτὴν νύκτα, τινὲς δ’ ἐν τῇ τρίτῃ πάντως ἡμέρᾳ, καὶ γίνεται τοῦτο διά τε τὴν δύναμιν καὶ τὸ πλῆθος τοῦ ποθέντος οἴ‐ νου καὶ αὐτὴν τοῦ πιόντος φύσιν. ὥσπερ γὰρ οὖν ἡ τροφὴ τοῦ
10πεφθῆναι μίαν ἅπασιν ἀνθρώποις οὐκ ἔχει προθεσμίαν, οὕ‐ τως οὐδ’ ὁ οἶνος. ἢ τοίνυν ἡμᾶς ἐμπείρως ἔχειν χρὴ τῆς φύσεως τοῦ κάμνοντος ἢ τὴν ἐξωτάτω προθεσμίαν ἐπιτηρεῖν, καθ’ ἣν, ἐὰν μήτε πυρέξαι φθάσῃ μήτε φθέγξηται, τεθνή‐ ξεται πάντως σπασθείς.
15
— — —
στʹ. Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται ἐν τέτρασιν ἡμέρῃσιν ἀπόλ‐ λυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
— — —789 in vol. 17.2

17b

790

Κάτοξυ πάθος ὁ τέτανός ἐστιν ὡς ἂν ἐξ ὀπισθοτόνου τε καὶ ἐμπροσθοτόνου συγκείμενος, ὥστ’ εἰκότως αὐτὸν συν‐ τομωτέραν ποιεῖσθαι τὴν κρίσιν, οὐ φερούσης τὸν ἐπὶ τῇ τάσει κάματον τῆς φύσεως ἐν πλείονι χρόνῳ. κατὰ τὴν
5πρώτην οὖν περίοδον τῶν κρισίμων ἡμερῶν ἡ κρίσις τῷ πάθει.
— — —
ζʹ. Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἥβης γίνεται, μετάστασιν
10 ἔχει. ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ συναποθνήσκει.
— — —
Κυρίως μὲν ὀνομάζονται μεταστάσεις πάθους, ὅταν ἐξ ἑτέρου μέρους εἰς ἕτερον μετέρχωνται, καταχρωμέ‐
15νων δὲ καὶ αἱ λύσεις οὕτω προσαγορεύονται. καί μοι δοκεῖ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ δεύτερον σημαινόμενον κεχρῆ‐ σθαι τῇ προσηγορίᾳ. οὐ μόνον γὰρ εἰς ἕτερα μόρια μεθ‐
ισταμένων τῶν τὴν ἐπιληψίαν ἐργαζομένων χυμῶν λύεται τὸ790 in vol. 17.2

17b

791

πάθος, ἀλλὰ καὶ τελέως ἐκθεραπευομένων· εἰσὶ μὲν γὰρ οὗτοι παχεῖς καὶ ψυχροὶ καὶ φλεγματικοί. παύονται δ’ ὑπό τε τῆς ἡλικίας ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης καὶ διὰ γυμνασίαν καὶ διὰ δίαιταν ξηραντικὴν, ἅμα τοῖς ἐπιτηδείοις
5φαρμάκοις. ἀλλὰ νῦν γε ὁ Ἱπποκράτης μόνης τῆς καθ’ ἡλικίαν μέμνηται μεταβολῆς ὑφ’ ἧς διδασκόμενοι καὶ τὸ τῆς διαίτης εἶδος ἅμα τοῖς φαρμάκοις εὑρήσομεν. ὅπερ οὖν ἐν ἑτέρῳ μέρει τῶν ἀφορισμῶν εἶπε, τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεγάλαι μεταβολαὶ, μάλιστα
10τῆς ἡλικίας καὶ τῶν χωρίων καὶ τῶν βίων καὶ τόπων ποι‐ έουσι, ταῦτα νῦν ἐπ’ αὐτῶν τῶν παθῶν ἐδήλωσε. τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα τῶν ἐπιληπτικῶν παθῶν παύε‐ σθαι λέγων ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, τὰ δ’ ἐξωτέρω τῶν εἴκοσι πέντε ἐτῶν συναποθνήσκειν, ᾧ καὶ δῆλον ὡς καὶ
15τὸν τῆς ἥβης χρόνον ἕως τῶν πέντε καὶ εἴκοσιν ἐτῶν ἐκτε‐ τάσθαι νομίζει, τὴν ἀρχὴν λαμβάνοντα μετὰ τὴν δευτέραν ἑβδομάδα. πρόδηλον δὲ ὡς οὔτε πᾶσιν ἰαθήσεται τὸ πά‐
θος ὑπὸ τῆς ἡβηστικῆς ἡλικίας, εἰ μὴ καὶ τἄλλα πράττειν791 in vol. 17.2

17b

792

ὀρθῶς, οὔθ’ οἷς ἐν ταύτῃ συνέστη διὰ παντὸς παραμένει καλῶς διαιτωμένοις. ἀλλ’ ὅτι γε τὴν ἀπὸ τῆς ἡλικίας ἴα‐ σιν οὐκ ἔχει, συγκαταγηράσει δ’ ὅσον ἐπ’ αὐτῇ τὸ πάθος αὐτοῖς ἐδήλωσε σαφῶς, οὐ μὴν σαφῶς γέ τι λέλεκται· καί‐
5τοι δοκοῦν εἶναι σαφὲς τοῖς ἀμελέστερον ἀκούουσι τοῖς πέντε καὶ εἴκοσιν ἐτῶν συναποθνήσκειν τὸ πάθος οἷς ἐγέ‐ νετο πέμπτον καὶ εἰκοστὸν ἔτος ἄγουσιν, ἀλλ’ ἔτι καὶ μᾶλ‐ λον οἷς ἐξωτέρω. προσθέντες οὖν τὸ λεῖπον τῇ λέξει τοῦ Ἱπποκράτους ἀληθῆ τελέως αὐτὴν ἀπεργασόμεθα, τὰ ἐπι‐
10ληπτικὰ παθήματα. τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα κατὰ τὸν ἐκείνης λύεται καιρὸν, τὰ δ’ ἐξωτέρω τῆς ἥβης συναποθνήσκει. καιρὸς δ’ ἥβης ἐστὶν ὁ μετὰ τεσσαρεσκαί‐ δεκα μέχρι πέντε καὶ εἴκοσιν ἐτῶν. ἔστι δὲ καὶ ἄλλη τις γραφὴ τοιαύτη· οἷσι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται,
15τὰ πολλὰ συναποθνήσκει, σημαίνοντος τοῦ τὰ πολλά ταὐ‐ τὸν τῷ ὡς ἐπὶ τὸ πολύ.
— — —792 in vol. 17.2

17b

793

ηʹ. Ὁκόσοι πλευριτικοὶ γινόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, τουτέοισιν ἐς ἐμπύημα μεθ‐ ίσταται.
5
— — —
Τὴν διὰ τῶν πτυσμάτων κένωσιν τῶν τὴν πλευρῖτιν ἐργασαμένων χυμῶν ἀνακάθαρσιν καὶ κάθαρσιν εἴωθεν ὀνο‐ μάζειν ὁ Ἱπποκράτης, ὥσπερ γε καὶ τὸ πτύειν τούτους καθ‐ αίρεσθαι κατά τε τὸ περὶ διαίτης ὀξέων καὶ τὸ προγνω‐
10στικὸν ὠνόμασεν. ἀλλὰ νῦν γε χρόνον ὁρίζει τῆς καθάρσεως, ἐν ᾧ μὴ γενομένης αὐτῆς εἰς ἐμπύημά φησι μεθίστασθαι τὴν πλευρῖτιν, ἤτοι τὴν εἰς πῦον μεταβολὴν οὕτως ὀνομά‐ ζων ἅπασαν, ὥσπερ κἀν τῷ προγνωστικῷ πολλάκις, ἢ τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος ἔκχυσιν τοῦ πύου. γίνε‐
15ται γὰρ ἑκάτερον τούτων, ὅταν οἱ πλευριτικοὶ μὴ καθαρ‐ θῶσι διὰ τῶν πτυσμάτων. ἀλλὰ τό γε δεύτερον τῶν εἰρη‐ μένων ἐν τοῖς ἐφεξῆς αὐτὸς ὠνόμασε ῥῆξιν ἐμπυήματος.
— — —793 in vol. 17.2

17b

794

θʹ. Ἡ φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδε‐ κα ἐτέων μέχρι πέντε καὶ τριήκοντα.
— — —
5
Διὰ τῶν ἔμπροσθιν ἀφορισμῶν ἡνίκα τὰ νοσήματα κα‐ τὰ τὰς ἡλικίας διηγεῖτο, τοῖς δὲ νεανίσκοισιν αἵματος πτύ‐ σιες ἔφη· νυνὶ δὲ καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν προσέθηκεν, οὐ διὰ τοῦτο γράψας πάλιν ἄνωθεν ὑπὲρ αὐτῶν, ἀλλὰ τῇ κοινωνίᾳ τῶν κατὰ θώρακά τε καὶ πνεύμονα παθῶν. διὰ
10τί μὲν οὖν οἱ νεανίσκοι καὶ μάλιστα τοῖς τοιούτοις ἁλί‐ σκονται παθήμασιν ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν κατὰ τὰς ἡλικίας ἐτῶν ἐν τῷδε διοριστέον, ἐπεὶ καὶ ὁ Ἱπποκρά‐ της ἔφη φθίσιν γενέσθαι ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι τριάκοντα πέντε. τὸ γὰρ ἡλικίῃσι πληθυντι‐
15κῶς εἰρημένον ἔνδειξίν τινα ἔχει τοῦ μὴ μίαν ἡλικίαν ὑ‐ πολαμβάνειν εἶναι τὸν Ἱπποκράτην τὴν μεταξὺ τῶν εἰρημένων ἐτῶν. οὐδὲ γάρ ἐστι μία σκοπουμένοις ἀκρι‐
βέστερον, ἀλλ’ ἡ μὲν ἀπὸ τῶν ὀκτωκαίδεκα μέχρι τῶν794 in vol. 17.2

17b

795

πέντε καὶ εἴκοσι ἐτῶν μειρακίων ἐστίν. ἡ δ’ ἀπὸ τοῦδε τῶν νεανίσκων μέχρι πέντε καὶ τριάκοντα.
— — —
ιʹ.
5Ὁκόσοι κυνάγχην διαφεύγουσιν, ἐς τὸν πνεύμονα αὐτέοισι τρέπεται καὶ ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν. ἢν δὲ ταύτας διαφύγωσιν, ἔμπυοι γίνονται.
— — —
Περὶ μεταστάσεως ὁ λόγος αὐτῷ νῦν ἐστι τῆς ἐκ κυν‐
10άγχης εἰς τὸν πνεύμονα γινομένης, ἥντινά φησιν ἀναι‐ ρεῖν μὲν ὡς τὰ πολλὰ ὑπὸ τῶν ἑπτὰ ἡμερῶν πνιγομένου δηλονότι τοῦ κάμνοντος. εἰ δ’ ὑπερβαλεῖν αὐτὰς δυνηθεῖεν, μεταβάλλοντος εἰς πῦον τοῦ ῥεύματος ἐμπύους γίνεσθαι. γνωρίζεται δὲ ἐς τὸν πνεύμονα τρέπεσθαι τὴν κυνάγχην ἐκ
15τοῦ σφυγμοῦ. σκληρὸς γὰρ καὶ ἄτακτος καὶ ἀνώμαλος ἐς τὸ ἡγεμονικὸν μόριον τῆς ὕλης μετάστασιν γινομένην εἶναι σημαίνει. μαλθακὸς δὲ καὶ ὁμαλὸς καὶ τακτὸς μετὰ τῆς εὐπνοίας ὁμαλῆς δήλην ἀπόλυσιν σημαίνει.
— — —795 in vol. 17.2

17b

796

ιαʹ. Τοῖσιν ὑπὸ τῶν φθίσεων ἐνοχλουμένοισιν ἢν τὸ πτύσμα ὅ τι ἂν ἀποβήσσωσι βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεό‐ μενον καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέωσιν, θανάσιμον.
5
— — —
Τὰς ἐπὶ πνεύμονι ἑλκώδεις διαθέσεις ὀνομάζει νῦν φθίσεις, ἐφ’ ὧν ἀξιοῖ δοκιμάζειν ἀκριβέστερον τὴν ὀσμὴν ἐπιχέοντας ἄνθραξι τὸ ἀναπτυόμενον. ὥσπερ δ’ ἐν τοῖς ἔμ‐ προσθεν ἐπὶ τῶν κατὰ τὴν κύστιν ἑλκῶν ὀσμὴν γίνεσθαι
10βαρεῖαν ἔφησεν, οὕτω καὶ νῦν ὄζειν βαρὺ τὸ πτύσμα τῶν φθισικῶν. εἰ δὲ καὶ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέοιεν τοῖς οὕτω διακειμένοις, ὀλεθρίως ἔχειν αὐτοὺς, ἐνδείκνυσθαι γὰρ ἔνδειαν τροφῆς ἐσχάτης, ἔστιν ὅτε καὶ διαφθορὰν χυμῶν.
— — —
15
ιβʹ. Ὁκόσοισι φθισιῶσιν ἀποῤῥέωσιν αἱ τρίχες ἀπὸ τῆς κεφα‐ λῆς, οὗτοι διαῤῥοίας ἐπιγινομένης ἀποθνήσκουσιν.
— — —796 in vol. 17.2

17b

797

Περὶ τῶν ἐγγὺς ἤδη τοῦ θανάτου φθισικῶν ὁ λόγος αὐτῷ νῦν ἐστιν οὓς ἐδήλου μὲν ἔχειν κακῶς καὶ ἡ τῶν τρι‐ χῶν ῥύσις. ἐπιγενομένης δὲ διαῤῥοίας ἐπίδοξος ἂν ἦν ὁ θάνατος ὅσον οὔπω γενήσεσθαι, ὡς ἂν αἰτίου τε ἅμα καὶ
5σημείου κακοῦ τοῦ τοιούτου συμπτώματος ὄντος. γίγνεται μὲν γὰρ ἐπ’ ἀῤῥωστίᾳ τῆς δυνάμεως, αὐτὸ δὲ πάλιν ἀῤ‐ ῥωστοτέραν αὐτὴν ἀπεργάζεται.
— — —
ιγʹ.
10Ὁκόσοι αἷμα ἀφρῶδες πτύουσι, τουτέοισιν ἐκ τοῦ πνεύμο‐ νος ἡ ἀναγωγὴ γίνεται.
— — —
Καὶ τῶν ἀντιγράφων τὰ πολλὰ καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐκ ὀλίγοι ἴσασι κατὰ τήνδε τὴν λέξιν τὸν ἀφο‐
15ρισμὸν γεγραμμένον, ὁκόσοι ἀφρῶδες αἷμα ἐμέουσι. καί τινές γε τὴν ἐξήγησιν αὐτοῦ ποιούμενοι πλῆθος ἐνδείκνυ‐ σθαί φασι τοὔνομα καὶ διὰ τοῦτο ἀπὸ τοῦ κυρίου μετενη‐
νέχθαι. προδήλως δ’ οὗτοι καταψεύδονται τοῦ φαινομένου.797 in vol. 17.2

17b

798

πολλάκις γὰρ ὦπται πτύσις αἵματος ἀφρώδους ἄνευ πλήθους γεγενημένη. εἰ μὲν οὖν ὄντως ὑφ’ Ἱπποκράτους οὕτως ἐγράφη, κατακεχρῆσθαι τῇ προσηγορίᾳ φήσομεν αὐτόν. οὐ γὰρ δὴ τὸ μὲν πολὺ τὴν ἐκ πνεύμονος ἀναγωγὴν δηλοῖ, τὸ
5δ’ ὀλίγον ἐξ ἄλλου τινός. εἰ δ’ ἀναπτύουσι ἢ ἀναβήττου‐ σιν εἴη γεγραμμένον, ὠνομάσθαι τε κυρίως ἐνδείκνυσθαί τε τὸ τοιοῦτον αἷμα τῆς σαρκοειδοῦς τοῦ πνεύμονος οὐσίας, ἥπερ ἐστὶ τὸ ἴδιον αὐτοῦ σῶμα, δεδέχθαι τὴν ἕλκωσιν ὡς ἀληθὲς μὲν φάναι τὸ ἀφρῶδες αἷμα μόνου τοῦ
10πνεύμονος ἐνδείκνυσθαι τὴν ἕλκωσιν. οὐκ ἀληθὲς δὲ τοῦ πνεύμονος ἑλκωθέντος ἐξ ἀνάγκης ἀφρῶδες ἀναπτύεσθαι. πολλάκις γὰρ ἐθεασάμεθα κατενεχθέντων τινῶν ἀφ’ ὑψηλοῦ καὶ λακτισθέντων καὶ πληγέντων ἐν ταῖς παλαίστραις κατ’ ἐκεῖνο μάλιστα τὸ τῆς πληγῆς μέρος, ἐν ᾧ καταφερομένῳ
15τινὶ πρὸς τοὔδαφος ἕτερος ἐπιπίπτει κατὰ τοῦ θώρακος, αἷμα μετὰ βηχὸς ἀναπτυσθὲν πλεῖστον εὐχρούστατον ἄνευ πάσης ὀδύνης, ὅπερ εὔλογόν ἐστιν ἔκ τινος τοῦ κατὰ πνεύ‐ μονα ῥαγέντος ἀγγείου φερέσθαι.
— — —798 in vol. 17.2

17b

799

ιδʹ. Ὑπὸ φθίσιος ἐχομένῳ διαῤῥοίας ἐπιγιγνομένης, θανατῶδες.
— — —
Ὀλίγον ἔμπροσθεν εἴρηκε τοῖς φθίνουσιν ἐπειδὰν τό τε
5πῦον ᾖ δυσῶδες καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ἐκρέωσι, διαῤῥοίας ἐπιγενομένης ἕπεσθαι θάνατον. ἐνταυθὶ δ’ ἁπλῶς εἶπε θανατῶδες διάῤῥοιαν εἶναι ἐπὶ φθίσει, μήτε τῶν τριχῶν μνημονεύσας, ὡς ἱκανῆς οὔσης καὶ μόνης τὸν θάνατον δηλῶσαι, οὐ μὴν οὕτω γε ὑπόγυον, οὐδὲ ταχὺ γε‐
10νησόμενον, ὡς ὅταν ἅμα τῇ ῥύσει τῶν τριχῶν.
— — —
ιεʹ. Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ ῥῆξις γένηται,
15παύονται· ἢν δὲ μὴ, εἰς φθίσιν μεθίστανται.
— — —799 in vol. 17.2

17b

800

Προσθεὶς τῷ λόγῳ τὸ τῆς ῥήξεως ὄνομα σαφῶς ἐδή‐ λωσεν αὐτὸν ὑπὲρ ἐκείνων διαλεγόμενον, οἷς εἰς ἐμπύημα τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς τρεπομένης, εἶτα ἐκρα‐ γείσης, ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος
5χωρίῳ περιέχεται τὸ πῦον. ἅπασι γὰρ τούτοις ἐὰν μὴ τὸ πλεῖστον ἐν τεσσαράκονθ’ ἡμέραις ἡ κένωσις γένηται, τοῦ πύου διὰ τῶν πτυσμάτων ἐκκαθαρθέντος, ἀναγκαῖόν ἐστι διαβρωθῆναι τὸν πνεύμονα, σηπομένου τῷ χρόνῳ τοῦ πύου. τῇ μὲν οὖν πλευρίτιδι τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον
10ἔθετο τῆς καθάρσεως, τοῖς δ’ ἐμπύοις τὴν τεσσαρακοστήν. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῆς διαφορᾶς τῶν ἄλλων κρι‐ σίμων ἡμερῶν καὶ τῶνδε κατὰ τὴν περὶ τῶν κρισίμων πρα‐ γματείαν, ὅθεν ἀναλεξαμένῳ τινὶ τὴν θεωρίαν ἅπασαν ἕτοι‐ μον ἕπεσθαι πᾶσι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις περὶ
15κρισίμων ἡμερῶν.
— — —
ιστʹ.
Τὸ θερμὸν βλάπτει ταῦτα τοῖσι πλεονάκις χρεομένοισι σαρ‐800 in vol. 17.2

17b

801

κῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱ‐ μοῤῥαγίας, λειποθυμίας· ταῦτα οἷσι θάνατος.
— — — Περὶ θερμοῦ καὶ ψυχροῦ χρήσεως ἀμέτρου τε καὶ
5συμμέτρου λέλεκται μὲν οὐκ ὀλίγα κἀν τῷ περὶ χρήσεως ὑγρῶν, εἴρηται δὲ καὶ κατὰ τοῦτο τὸ χωρίον τῶν ἀφορι‐ σμῶν τὸ ἅπαντα σχεδόν γε τὰ κεφάλαια· καὶ πρῶτόν γε αὐτῶν ὅτι τῷ θερμῷ ἀμέτρως χρωμένων ταῦτ’ ἐργάζεται τὰ πάθη σαρκῶν ἐκθήλυνσιν, ὅπερ ἐστὶν ἀτονία. εἴρηται
10γὰρ ἐκ μεταφορᾶς, ἐπειδὴ τὸ θῆλυ πᾶν ἀσθενέστερόν ἐστιν τοῦ ἄῤῥενος. ὡμολόγηται δὲ τούτῳ καὶ τὸ ἐπιφερόμενον, ἡ τῶν νεύρων ἀκράτεια· καὶ γὰρ ταῦτα ἄῤῥωστα γίνεται, λυο‐ μένης αὐτῶν ὑπὸ τοῦ θερμοῦ τῆς οὐσίας. καὶ ἡ τῆς γνώ‐ μης δὲ νάρκωσις ἀτονία γνώμης ἐστὶ διαλυομένης δηλονότι
15καθάπερ τῆς τῶν νεύρων οὐσίας, οὕτω καὶ τῆς τοῦ ἐγκε‐ φάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας ἐπι‐
φέρει ἡ τοῦ θερμοῦ χρῆσις ἄμετρος, ἐκείναις δηλονότι ταῖς801 in vol. 17.2

17b

802

διαθέσεσι τοῦ σώματος, αἳ πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἔχουσιν. ἕπονται δὲ ταῖς αἱμοῤῥαγίαις λειποθυμίαι καὶ ταύταις ὁ θάνατος, ὥσπερ γε καὶ τοῖς ἄλλοις τοῖς προειρη‐ μένοις. ἀλλ’ ἐκείνοις μὲν ἐν χρόνῳ πλέονι, τοῖς μὲν μᾶλλον,
5τοῖς δ’ ἧττον. αἱμοῤῥαγίαις δὲ λειποθυμίαις αὐτίκα. γέ‐ γραπται μὲν οὖν ἡ τελευτὴ τοῦ ἀφορισμοῦ διαφερόντως ἐν τοῖς ἀντιγράφοις, ἅπασαι δὲ αἱ γραφαὶ τὴν εἰρημένην ἐν‐ δείκνυνται διάνοιαν. ἔστι δ’ αὐτῶν μία μὲν ἥδε, τούτοισι θάνατος· ἑτέρα δὲ, ταῦτα ἐφ’ οἷς ὁ θάνατος· ἡ τρίτη δὲ,
10ταῦτα οἷσι θάνατος· ἄλλη δὲ, ταῦτα εἰς θάνατον.
— — —
ιζʹ. Τὸ δὲ ψυχρὸν σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα.
15
— — —
Τὸ ἄμετρον δηλονότι ψυχρὸν ἐργάζεται σπασμοὺς καὶ τετάνους καὶ κατάψυξιν τῶν νεύρων. ὥσπερ γὰρ οὐ χρὴ
λύεσθαι τὴν οὐσίαν αὐτῶν ὑπὸ τῆς ἀμέτρου θερμασίας, οὕ‐802 in vol. 17.2

17b

803

τως οὐδὲ περαιτέρω τοῦ προσήκοντος ἀποψύχεσθαί τε καὶ συνάγεσθαι καὶ σφίγγεσθαι. καὶ μὲν δὴ καὶ μελασμοὺς ἐρ‐ γάζεται τῇ ψύξει καὶ ῥίγη πυρετοὺς ἐπικαλούμενα διὰ τὴν δέρματος πυκνότητα καὶ τῶν πόρων στενοχώρησιν. κάλλιον
5δ’ ἦν εἰρῆσθαι, ῥίγη τά τε σπασμοὺς ἐργαζόμενα καὶ με‐ λασμοὺς καὶ πυρετούς. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ τῆς τῶν συμπτωμάτων αἰτίας ἰδίᾳ.
— — —
ιηʹ.
10Τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροις, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν φίλιον.
— — —
Ὅσα φύσει ψυχρότερα μόρια, τοιαῦτα δ’ ἐστὶν ἐν τοῖς ζώοις ἅπανθ’ ὅσα τελέως ἐστὶν ἄναιμα, θᾶττόν τε καὶ
15μᾶλλον ὑπὸ τῆς ἀμέτρου χρήσεως τοῦ ψυχροῦ βλάπτεται. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως οἰκειότερόν ἐστι τὸ θερμόν.
— — —803 in vol. 17.2

17b

804

ιθʹ. Ὁκόσα κατέψυκται ἐκθερμαίνειν δεῖ, πλὴν ὁκόσα αἱμοῤῥα‐ γέειν μέλλει.
— — —
5
Οὐκ ἀνατρέπεται πρὸς τοῦ νῦν εἰρημένου τὸ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, περὶ οὗ θεωρή‐ ματος ἐπὶ πλέον εἴπομεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, δεικνύντες ὡς ἕτερόν τι θεώρημά ἐστιν ἀναγ‐ καιότερον, ἰᾶσθαι πρότερον κελεῦον ὅσα κατεπείγει μᾶλλον,
10τουτέστιν ὅσα φέρει τὸν κίνδυνον, ὥσπερ καὶ νῦν ἡ αἱμοῤ‐ ῥαγία. πρὸς ἐκείνην οὖν πρότερον ἵστασθαι χρὴ, κἄπειθ’ οὕτως εἰς τὴν οἰκείαν εὐκρασίαν ἀνακομίζειν τὸ πεπονθός.
— — —
κʹ.
15Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύ‐ νην ἀνεκπύητον ποιέει, μελασμοὺς, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους.
— — —804 in vol. 17.2

17b

805

Κυρίως μὲν ὀνομάζοντι τὸ θερμόν ἐστι δακνῶδες· τῇ δ’ ὁμοιότητι τῆς αἰσθήσεως καὶ τὸ ψυχρὸν ὕδωρ ὀνομάζε‐ ται δακνῶδες, οὐχ ἁπλῶς τῷ δέρματι προσπῖπτον, ἀλλ’ ὁπόταν ἑλκωθῇ. διεξέρχεσθαι γὰρ χρὴ τὴν τοῦ δάκνεσθαι
5μέλλοντος οὐσίαν τὸ δακνῶδες αὐτῇ γενησόμενον, ὅπερ ἐπὶ μὲν τοῦ κατὰ φύσιν ἔχοντος δέρματος οὐχ οἷόν τε ποιεῖν ἐστι τὸ ψυχρὸν ὕδωρ, ἐπειδὴ πυκνότερον ἢ κατὰ τὴν οὐσίαν αὐτοῦ τὸ δέρμα ἐστίν. ἐπὶ δὲ τῶν ἡλκωμένων ὡς ἀραιοτέ‐ ρων ὑπαρχόντων διεξέρχεσθαι δύναται. διὰ τῆς οὐσίας αὐ‐
10τῶν ἐγκαταβαῖνον ἐν τῷ βάθει. λέλεκται δ’ ἐπὶ πλέον ὑπὲρ καὶ τῶν δακνωδῶν φύσεως ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τοῖς μὲν οὖν ἡλκωμένοις δα‐ κνῶδες τὸ ψυχρὸν, τοῖς δ’ ἀνελκώτοις οὔτε δακνῶδες καὶ σκληρὸν ἐργάζεται τὸ δέρμα τῇ πιλήσει τῆς οὐσίας αὐτοῦ.
15καὶ μὲν δὴ καὶ τὴν ἀνεκπύητον ὀδύνην ἐργάζεται τῷ κα‐ ταψύχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ ἐκπυΐσκει τὰ ἕλκη, κω‐ λύει τε διαπνεῖσθαι τὰ τὴν ὀδύνην ἐργαζόμενα. τὰ δ’ ἐφε‐ ξῆς εἴρηται καὶ πρόσθεν αὐτῷ μελασμοὶ καὶ ῥίγη πυρετώδη καὶ σπασμοὶ καὶ τέτανοι.
20— — —805 in vol. 17.2

17b

806

καʹ. Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐ‐ σάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανά‐ κλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται.
5
— — —
Ὅσα σπανίως ὠφελεῖ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐφε‐ ξῆς τοῖς προειρημένοις ὁ Ἱπποκράτης διεξέρχεται, καὶ πρῶ‐ τόν γε περὶ τοῦ ψυχροῦ φησιν ὡς ἐπὶ τετάνου, δῆλον δ’ ὅτι καὶ παντὸς ἄλλου σπασμοῦ κατὰ τὴν μέσην ὥραν θε‐
10ρινὴν, ὅταν εὔσαρκος ὁ κάμνων ᾖ καὶ νέος, ἡ τοῦ ψυχροῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιησαμένη θεραπεύσῃ τὸ πάθος. ᾧ καὶ δῆλον ὡς οὐ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἰα‐ τικὸν τοῦ νοσήματός ἐστι τὸ ψυχρὸν, ἀλλὰ κατὰ συμβεβη‐ κὸς, ἐπειδὴ τοῖς εὐσάρκοις νέοις ἐπανάκλησιν θέρμης ποιεῖ‐
15ται. ἐπ’ ἄλλης γὰρ οὐκ ὠφελήσει γε ἡλικίας, διότε μηδὲ τὴν ἐπανάκλησιν ἐργάζεται. ὅπου δ’ οὐδὲ ἐπὶ ταύτης ἐν ἄλλῃ τινὶ τῶν ὡρῶν, ὅτι μὴ κατὰ μέσον τοῦ θέρους. ἡ γάρ
τοι τοῦ ψυχροῦ πρόπτωσις ἤτοι νικᾷ τὴν ἔμφυτον θερμα‐806 in vol. 17.2

17b

807

σίαν ἢ ἀθροίζει. νικᾷ μὲν, ὅταν ἀσθενὴς ὑπάρχῃ, ἀθροί‐ ζει δ’, ὅταν ἰσχυρὰ τὴν διαπνοὴν αὐτῆς συνέχουσα καὶ διακωλύουσα. παραιτεῖται δὲ τοὺς ἐφ’ ἕλκεσι σπασμοὺς ὡς οὐκ ἄν ποτε τούτων ὑπὸ τοῦ ψυχροῦ θεραπευθησομένων,
5οὐδ’ εἰ νέος εἴη ὁ κάμνων καὶ φύσει θερμὸς καὶ κατὰ τὴν θερινὴν ὥραν καὶ χώραν, ἐπειδὴ, καθὰ προείρηκεν αὐτὸς, ἕλ‐ κεσι τὸ μὲν ψυχρὸν δακνῶδες ὀδύνην ἀνεκπύητον ποιέει. γενομένων οὖν ἐφ’ ἕλκεσι διὰ τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν ἐναντιώτατον ἔσται τὸ ψυχρὸν, οὔτε τὸ ἕλκος
10αὐτὸ παρηγοροῦν οὔτε τὴν τῶν νευρωδῶν σωμάτων φλε‐ γμονὴν διαλῦον.
— — —
κβʹ. Τὸ θερμὸν ἐκπυητικὸν οὐκ ἐπὶ παντὶ ἕλκει, μέγι‐
15στον σημεῖον ἐς ἀσφαλείην δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν. τὴν
δ’ ἐν τῇ κεφαλῇ καρηβαρίην λύει. πλεῖστον δὲ διαφέρει807 in vol. 17.2

17b

808

ὀστέων κατάγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλωμένοισι, του‐ τέων δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι. καὶ ὁκόσα ὑπὸ ψύξεως θνήσκει ἢ ἑλκοῦται καὶ ἕρπησιν ἐσθιο‐ μένοισι, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ θερ‐
5 μὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.
— — —
Ὥσπερ τὸ ψυχρὸν σπασμῶν καὶ τετάνων ὑπάρ‐ χει ποιητικὸν, ὅμως θεραπεύει σπανίως ποτὲ τέτανον, οὕτω καὶ τὸ θερμὸν ἐκπυητικὸν ὂν ὅσον ἐφ’ ἑαυτῷ γίγνεται ποτ’
10ἀνεκπύητον. ἐπὶ γοῦν τῶν σηπεδονωδῶν ἑλκῶν καὶ ἁπλῶς ἁπάντων τῶν ῥευματικῶν οὐκ ἐκπυΐσκει τὸ θερμὸν, ἀλλὰ καὶ βλάπτει μεγάλως αὐτά. καὶ συμβαίνει ἐς ταὐτὸν ἄμφω τό τε βλάπτον ἕλκη καὶ τὸ μὴ ἐκπυΐσκον, ὥσπερ οὖν καὶ κατὰ τοὐναντίον τό τ’ ὠφελοῦν καὶ τὸ ἐκπυΐσκον. μέγιστον
15γάρ ἐστι σημεῖον πρὸς ἀσφαλείαν ἕλκει τό τε πῦον καὶ τὸ τούτου ποιητικὸν φάρμακον. οὐδὲν γὰρ δύναται γενέσθαι κακὸν ἐφ’ ἕλκει πῦον γεννῶντι. τὰ γοῦν σπασμὸν ἐπιφέ‐
ροντα πάντως ἀνεκπύητά ἐστι. ὁμοίως δὲ καὶ τὰ σηπεδο‐808 in vol. 17.2

17b

809

νώδη τῶν ἑλκῶν, ὅσα τε τῶν πέριξ χωρίων ἀνάβρωσιν ἔχει καὶ τὰ δυσεπούλωτα δὲ πάντ’ ἐστὶν ἀνεκπύητα καὶ ὅσα τῶν κακοήθων ἑλκῶν ἰδίοις ὀνόμασι κατ’ ἐξοχήν τινα κέκληται καρκινώδη, χειρώνεια, τηλέφια καὶ φαγεδαινικὰ, πάντ’
5ἐστὶ καὶ ταῦτ’ ἀνεκπύητα. μέγιστον οὖν σημεῖον εἰς ἀσφά‐ λειαν ἕλκει τὸ πῦόν ἐστι καὶ τοῦτό γε τεκμαίρου ἐπὶ τῆς τοῦ θερμοῦ χρήσεως. ἐφ’ ὧν γὰρ οὐχ ἁρμόττει, θεάσῃ ταῦτ’ ἀνεκπύητα μένοντα πρὸς τοῦ θερμοῦ. τὰ δ’ ἐφεξῆς ἔργα τοῦ θερμοῦ φαινόμενα συνεχῶς καταλέγει. καὶ γὰρ
10μαλάττει τὸ ἐσκληρυμμένον δέρμα καὶ ἰσχναίνει τὸ πεπαχυ‐ σμένον, ἀνώδυνόν τ’ ἐστὶ καὶ σπασμῶν καὶ τετάνων παρη‐ γορικὸν, οὐχ ὥσπερ τὸ ψυχρὸν ὀδύνην ἀνεκπύητον ἐργάζε‐ ται, τῷ τῆς φύσεως ἡμῶν ἀλλότριον ὑπάρχειν, ἥ‐ τις ἐστὶ τὸ ἔμφυτον θερμὸν, ἥντινα συναύξει ὅταν γε με‐
15τρίως ὁμιλῇ, τὸ δ’ ἔξωθεν θερμὸν ἐργάζεται πάνθ’ ὅσα λέ‐ λεκται, τὰ μὲν οὖν πέττον τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ βέλτιον, ἔνια δὲ τῷ διαφορεῖν καὶ κενοῦν τὰ λυποῦντα ἐκθεραπεῦον.
εἰ δὲ καὶ μὴ τελέως ἐκθεραπεύσειεν, ἀλλὰ τάς γ’ ὀδύνας809 in vol. 17.2

17b

810

πρᾳύνει. ἐπὶ δὲ τῶν ἐν τῇ κεφαλῇ διαθέσεων αὐτά τε ταῦτα δρᾷ καὶ τὰς καλουμένας καρηβαρίας, αἵτινές εἰσι βαρύτητες τῆς κεφαλῆς ἰᾶται, συμπέπτον καὶ διαφοροῦν τὰ λυποῦντα. καὶ μὲν δὴ καὶ τοῖς τῶν ὀστῶν κατάγμασιν
5ὠφελιμώτατόν ἐστι καὶ μᾶλλον τοῖς ἐψιλωμένοις, ὅπερ ἐστὶ γεγυμνωμένοις τῆς σαρκός. ἔτι δὲ μᾶλλον ὅσα κατὰ τὴν ὕλην γίγνεται· βλαβερώτατον γάρ ἐστι καὶ τούτοις τὸ ψυ‐ χρὸν ὡς ἂν μὴ μόνον τοῖς ὀστοῖς, ἀλλὰ καὶ αὐτῷ τῷ ἐγκε‐ φάλῳ πολέμιον ὑπάρχειν· καὶ μὲν δὴ καὶ ὅσα μόρια διὰ τὸ
10κατεψῦχθαι νεκροῦται καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ ὅσα διὰ τὴν ψῦξιν ἑλκοῦται, καθάπερ ἐν χει‐ μῶνι πτέρναι καὶ δάκτυλοι καὶ ὅλως τὰ ἄκρα, καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ τῶν ἑρπήτων τοῖς ἀνα‐ βιβρωσκομένοις καίτοι ὑπὸ χολώδους καὶ θερμοῦ χυμοῦ
15γιγνομένοις· ἀλλὰ διὰ τὴν ἕλκωσιν ἐναντίον αὐτοῖς τὸ ψυ‐ χρὸν, ὡς δακνῶδες ἑλκῶν ὑπάρχον. οὕτω δὴ καὶ ταῖς κατὰ τὴν ἕδραν ἁπάσαις διαθέσεσιν οἰκεῖον μὲν τὸ θερμὸν, ἐναν‐
τιώτατον δὲ τὸ ψυχρὸν, ὅτι τε νευρώδης ἡ ἕδρα, πολέμιον810 in vol. 17.2

17b

811

δὲ τοῖς νεύροις τὸ ψυχρὸν, καὶ ὅτι κατὰ τὴν κοινωνίαν ἥ τε ψῦξις ἐπαναβαίνει ῥᾳδίως ἐκ τῆς ἕδρας εἰς τὰ κατὰ τὴν κοιλίαν, ἥ τε θερμασία κατὰ τὸν αὐτὸν τρόπον. οὕτω δὲ καὶ ὑστέρᾳ καὶ κύστει τὸ μὲν θερμὸν φίλον καὶ κρῖνον, τὸ
5δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον. αὐτά τε γάρ ἐστι νευ‐ ρώδη καὶ μεταδίδωσι τοῖς ὑπερκειμένοις ῥᾳδίως τῆς ψύξεως. ὅτι δὲ ἅπασι τοῖς εἰρημένοις κατὰ τὸν ἀφορισμὸν ἐπιπεφώ‐ νηκε κοινῇ τούτοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυ‐ χρὸν πολέμιον καὶ κτεῖνον, εὔδηλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω.
10
— — —
κγʹ. Ἐν τουτέοισι δὲ δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥα‐ γέει ἢ αἱμοῤῥαγέειν μέλλει, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ ὁκόθεν ἐπιῤῥεῖ καὶ ὁκόσα φλεγμοναὶ ἢ ἐπιφλογίσματα ἐς
15τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι ἐπὶ ταῦτα· ἐπεὶ τά γε παλαιὰ μελαίνει καὶ ἐρυσίπελας τὸ μὴ ἑλκού‐ μενον ὠφελέει, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.
— — —811 in vol. 17.2

17b

812

Τὰς ἐκ τοῦ ψυχροῦ γιγνομένας ὠφελείας τε καὶ βλάβας ἐν τῷδε διεξέρχεται, πρῶτον μὲν λέγων ἐπὶ τῶν αἱμοῤῥαγούντων ἢ μελλόντων χρήσιμον ὑπάρχειν αὐτὸ, μὴ τοῖς αἱμοῤῥαγοῦσι μέρεσιν αὐτὸ προσαγόμενον. ἕλκεσι γὰρ
5τὸ ψυχρὸν δακνῶδες, ἀλλὰ τοῖς πέριξ αὐτῶν καὶ μάλιστα ἐκείνοις, ὅθεν ἐπιῤῥεῖ τι τοῖς ἕλκεσι, καὶ μὲν δὴ καὶ τὰς φλεγμονὰς ἁπάσας, ὅσα τε ὡς αὐτὸς ὠνόμασεν ἐπιφλογί‐ σματα, τουτέστιν ὥσπερ ὑπὸ φλογὸς ἐπικεκαυμένα διὰ τὴν θερμασίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν· καὶ γὰρ καὶ ταῦτα
10χαίρει τῷ ψυχρῷ. φαίνεται δέ σοι θεωμένῳ ταῦτα πάντα κατὰ τὴν χρόαν ἐρυθρὰ καὶ ὕφαιμα, νεαρῷ δηλονότι καὶ οὐ παλαιῷ τῷ αἵματι, τὸ γὰρ εὐανθὲς οὐκ ἔχει τὸ παλαιὸν αἷμα. διὸ καὶ προσαγομένου τοῦ ψυχροῦ τῷ τοιούτῳ πε‐ λιδνοῦσθαί τε καὶ μελαίνεσθαι συμβαίνει τὰ πεπονθότα μό‐
15ρια. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυσίπελας ὠφελεῖται πρὸς τοῦ ψυχροῦ τὸ χωρὶς ἕλκους, ὡς τῷ γε ἡλκωμένῳ δακνῶδές τε καὶ ὀδυνῶδές ἐστι τὸ ψυχρὸν καὶ ταύτῃ βλάπτει τῶν ὀδυνωμένων μερῶν ἀεὶ ῥεῦμα κινούντων ἐφ’ ἑαυτά.
— — —812 in vol. 17.2

17b

813

κδʹ. Τὰ ψυχρὰ οἷον χιὼν καὶ κρύσταλλος τῷ στήθει πολέμια, βηχέων κινητικὰ καὶ αἱμοῤῥαγικὰ καὶ καταῤῥοικά.
— — —
5
Μέχρι μὲν τοῦδε τὸν λόγον ὑπὲρ ὕδατος ἐποιήσατο θερμοῦ καὶ ψυχροῦ, νυνὶ δὲ καὶ περὶ χιόνος καὶ κρυστάλλου διῆλθεν, ἐνδεικνύμενος ὡς τὰς βλάβας μείζονας εἰς τοσοῦ‐ τον τῶν κατὰ τὸ ψυχρὸν ὕδωρ ἐργάζεσθαι πέφυκεν εἰς ὅσον ἐκείνου ψυχρότερά ἐστι καὶ τοῖς κατὰ θώρακα χωρίοις πο‐
10λεμιώτατα ὑπάρχει βῆχάς τε κινοῦντα καὶ ῥήξεις ἀγγείων ἐρ‐ γαζόμενα, πολλάκις αἱμοῤῥαγικὰ γίγνεται· καὶ μέντοι καὶ τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοις ἀδικοῦντα θώρακά τε καὶ πνεύμονα. καὶ γὰρ καὶ τούτους ἐργάζεται χιὼν καὶ κρύ‐ σταλλος, καταψύχοντα τὸν ἐγκέφαλον.
15
— — —
κεʹ. Τὰ δὲ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα ἄτερ
ἕλκεος καὶ ποδαγρικὰ καὶ σπάσματα, τούτων τὰ πλεῖστα813 in vol. 17.2

17b

814

τὸ ψυχρὸν πολλὸν καταχεόμενον ῥηίζει τε καὶ ἰσχναίνει καὶ ὀδύνην λύει. νάρκη δὲ μετρίη ὀδύνης λυτική.
— — — Ὅτι μὲν τὰ πλεῖστα τῶν τοιούτων ὀνίνησι τὸ ψυχρὸν
5ἐδήλωσε. τίνα δέ ποτ’ ἔστι ταῦτα παρέλιπεν εἰπεῖν, ὡς ἐξ ὧν προείρηκεν οὐ χαλεπὸν ἐξευρεῖν. ὁκόσαι γὰρ, φησὶ, φλε‐ γμοναὶ ἢ ἐπιφλογίσματα εἰς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέ‐ ποντα νεαρῷ αἵματι, ταῦθ’ ὑπὸ τοῦ ψυχροῦ θερα‐ πεύεσθαι τὴν ἐπιῤῥοὴν ἀναστέλλοντος δηλονότι καὶ ταύτῃ
10κενοῦντος τὰ σώματα. διὸ καὶ τὴν ὀδύνην ἐν τοῖς τοιού‐ τοις λύει καὶ τὴν αἰτίαν αὐτῆς ἐκκόπτει. καὶ ἡ ψῦξις δὲ τῶν μορίων ἐπὶ πλέον νάρκην φέρει μετρίαν, ἥτις καὶ αὐτὴ λύει τὴν ὀδύνην, ἀμβλύνουσα τὴν αἴσθησιν.
— — —
15
κστʹ. Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον κουφότατον.
— — —814 in vol. 17.2

17b

815

Οὐ τῷ σταθμῷ κουφότατον εἶναι τὸ τοιοῦτον λεκτέον. οὐδὲ γὰρ ἂν οὕτω μέγα διδάσκοι πρὸς τῷ καὶ διὰ περιόδου τινὸς ἐξευρίσκειν ὃ ῥᾳδίως ἦν ἐξ ἀρχῆς ἐξευρεῖν. εἴπερ δὲ βούλεται τὸ τῷ σταθμῷ κουφότατον ὕδωρ διαγνῶναι, πρό‐
5χειρον ἐπὶ τὸ τῶν ἱσταμένων ἴδιον ἄγειν κριτήριον διὰ ζυ‐ γοῦ καὶ σταθμοῦ ποιουμένῳ αὐτῶν τὴν ἐξέτασιν. ἀλλὰ κουφότερον εἶπε νῦν τὸ μὴ βαρῦνον τὴν γαστέρα καὶ διεξ‐ ερχόμενον ταχέως, ὥσπερ καὶ βαρὺ λέγομεν τὸ ἐναντίον αὐτῷ τὸ μὴ διεξερχόμενον ταχέως. εὔδηλον δὲ ὡς οὐ μό‐
10νον τοῦτο κριτήριον ὕδατός ἐστιν ἀρετῆς, ἀλλ’ ὡς τῶν μὲν ἄλλων εὐπορωτάτων ὑπαρχόντων καὶ πᾶσι γινωσκομένων, τούτου δ’ ἔχοντός τι τεχνικὸν, οὕτως ἐπὶ τὴν γραφὴν αὐτοῦ ἥκειν τὸν Ἱπποκράτην. τίνα δὲ τἄλλα ἐστί; πρῶτον μὲν εἰ μὴ θολερὸν, μήτ’ ἰλυῶδες· εἶθ’ ἑξῆς εἰ μή
15τι κατὰ τὴν ὀσμὴν, μήτε κατὰ τὴν γεῦσιν ἐμφαίνει τινὸς ἀλλοκότου ποιότητος. εἶθ’ οὕτως ὃ νῦν εἶπεν Ἱπποκράτης, εἰ θερμαίνεται καὶ ψύχεται ταχέως· δῆλον γὰρ ὡς εὐαλλοίω‐
τόν ἐστι τὸ τοιοῦτον, ἀρετὴ δ’ ὥσπερ σίτου τὸ εὐαλλοίωτον,815 in vol. 17.2

17b

816

οὕτω καὶ τοῦ ὕδατος. εἴ γε δὴ ῥᾷστα μεταβάλλεσθαι βου‐ λόμεθα πᾶν τὸ μέλλον πεφθήσεσθαι καλῶς ὑπὸ τῶν πε‐ πτικῶν ὀργάνων. ὅσοι δὲ τῇ τῶν πινόντων διαθέσει μὴ κρίνουσι τὸ ἄριστον ὕδωρ, ἀσφαλεστάτῳ μὲν χρῶνται τεκμη‐
5ρίῳ· μόνον δ’ εἴπερ αὐτὸ παραλαμβάνουσιν οὐκ ὀρθῶς ποιοῦσι. χρὴ γὰρ αὐτὸ πρότερον προκεκρίσθαι τοῖς εἰρη‐ μένοις σημείοις, πρὶν ὅλως τις ἐπὶ τὴν τοιαύτην ἀφίκηται πεῖραν.
— — —
10
κζʹ. Ὁκόσοισι δὲ πίνειν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδεσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν.
— — —
Οὔτ’ εἰ δοτέον ἐστὶ τὸ ποτὸν ἐπὶ τῶν ἐν νυκτὶ πάνυ
15διψησάντων ἐδήλωσεν, ἀλλὰ μόνον ὅ τι συμφέρει τούτοις ἐπι‐ κοιμηθῆναι. πεφθήσεται γὰρ δηλονότι καὶ ὑποκαταβήσεται κατὰ τὸν ὕπνον, ὅ τί περ ἂν ᾖ τὸ τῆς δίψης αἴτιον. οὐ
μὴν οὐδ’ ἄδηλόν ἐστιν, ὡς τοῖς πάνυ διψῶσι δοτέον ἐστὶ816 in vol. 17.2

17b

817

τὸ ποτὸν, εἴτ’ ἐξ οἴνου πόσεως ἀκρατεστέρου τοῦτ’ αὐτοῖς εἴη γεγενημένον εἴτ’ ἐξ ἐνδείας ποτοῦ. τό τε γὰρ τὴν ἔν‐ δειαν ἰᾶσθαι προσφορᾷ τό τε τὴν ἐξ οἴνου θερμασίαν ὕδατι σβεννύναι τῶν ὑγιεινῶν ἐστι θεωρημάτων. εἰ μέντοι
5μετρίως εἶεν διψώδεις, οὐ πάντως ἐστὶ δοτέον αὐτοῖς τὸ ποτὸν, ἀλλ’ ἐπισκεπτέον εἴτ’ ἐνδείᾳ πάσχουσιν ὑγρότητος τὸ τοιοῦτον εἶτε δι’ οἴνου πλείονα πόσιν, ἐγχωρεῖ γὰρ τού‐ τους κοιμηθέντας ὠφεληθῆναι.
— — —
10
κηʹ. Γυναικείων ἀγωγὸν ἡ ἐν ἀρώμασι πυρίη. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίει.
— — —
Γυναικείων εἴρηκε τῶν ἐκκενουμένων δηλονότι
15διὰ μήτρας ταῖς γυναιξὶ κατά τε τὰς ἐμμήνους καθάρσεις καὶ μετὰ τοὺς τόκους. εὔδηλον δ’ ὡς κἀνταῦθα τὰς μὲν ἤτοι διὰ φλεγμονὴν τῆς μήτρας ἢ διαστροφὴν ἤ τι τοιοῦ‐
τον μὴ καθαιρομένας καλῶς ἰασόμεθα τὸ πάθος ἐκθερα‐817 in vol. 17.2

17b

818

πεύοντες, οὗ σύμπτωμά ἐστιν ἡ τῶν γυναικείων ἐπίσχεσις, τὰς δ’ ἄνευ τοῦ τοιούτου παθήματος ἐνδεῶς καθαιρομένας ταῖς νῦν ὑπ’ αὐτοῦ διδασκομέναις πυρίαις ἰᾶται. ἐπὶ τού‐ των γὰρ ἤτοι πάχος αἵματος αἴτιόν ἐστι τῆς ἐπισχέσεως ἢ
5ἔμφραξις τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ἢ μύσις τῶν αὐτῶν τούτων ἢ πύκνωσις ὅλης τῆς οὐσίας αὐτῆς ὅ τι δ’ ἂν ᾖ τῶν εἰρημένων ἡ διὰ τῶν ἀρωμάτων πυρία θερα‐ πεύει τὴν διάθεσιν, ἀναστομοῦν μὲν δυναμένη τὰ μεμυκότα πέρατα τῶν ἀγγείων, λεπτύνειν δὲ τὸ πάχος τῶν χυμῶν,
10τὰς δ’ ἐμφράξεις τῷ τέμνειν ἐκφράττουσα. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα, φησὶν, ἦν ἂν χρήσιμος, εἰ μὴ καρηβαρίας ἐνεποίει. τὸ γὰρ ὅλον σῶμα πυριᾶσθαι διὰ τῆς μήτρας ἠδύνατο συνεχῶς ἐν ἁπάσαις ταῖς ψυχραῖς καὶ ὑγραῖς δια‐ θέσεσιν, εἰ μὴ τὴν ἀπὸ πυρίας ἐφοβούμεθα κεφαλαλγίαν καὶ
15μάλιστα ἐν τοῖς πυρετοῖς. ὅτι γὰρ κεφαλαλγῆ σχεδὸν ἅπαν‐ τά ἐστι τὰ ἀρώματα δηλοῖ μὲν ἡ πεῖρα, διδάσκει δὲ καὶ
ὁ λόγος. ὅσα γὰρ ἱκανῶς θερμαίνει κεφαλαλγῆ πάντ’ ἐστὶν,818 in vol. 17.2

17b

819

ὡς ἂν ἄνω φύσει φερομένου τοῦ θερμοῦ. θερμὴ δὲ ἱκα‐ νῶς ἐστιν ἁπάντων τῶν ἀρωμάτων ἡ φύσις καὶ μάλιστα κασσίας καὶ κόστου καὶ κινναμώμου καὶ ἀμώμου.
— — —
5
κθʹ. Τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέε‐ σθαι χρή.
— — —
10
Οὗτος ὁ ἀφορισμὸς εἴρηται καὶ πρόσθεν ἐν τοῖς περὶ φαρμάκων λόγοις· ἀλλὰ καὶ νῦν ἐν τοῖς περὶ τῶν γυναι‐ κείων κατά γε τὰ πλεῖστα τῶν ἀντιγράφων εὑρίσκεται. τι‐ νὲς δ’ ἐξαίρουσιν αὐτὸν ὅπως μηδεὶς ᾖ γεγραμμένος, ἐξηγή‐ σεως δὲ οὐ δεῖται νεωτέρας ἡμῖν τοῖς ἔμπροσθεν εἰρημέ‐
15νοις.
— — —819 in vol. 17.2

17b

820

λʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νοσημάτων ληφθῆναι θανάσιμον.
— — —
5
Εἰκότως· ἐάν τε γὰρ πυρετῶδες ᾖ τὸ νόσημα, συνεχεῖς ἀνάγκη τοὺς πυρετοὺς ἔχειν αὐτό. τοιοῦτο γάρ ἐστι τὸ ὀξὺ καὶ κίνδυνος ἐν τῷδε διττὸς, εἷς μὲν αὐτοῦ τοῦ πυρετοῦ ἀναιροῦντος τὸ ἔμβρυον, ἕτερος δ’ ὅτι διὰ μακροῦ μὲν τρέ‐ φοντες ἐνδείᾳ τροφῆς ἀναιροῦμεν τὸ ἔμβρυον. εἰ δ’ ἵνα
10τοῦτο διασώσωμεν, ἀφειδήσομεν τοῦ συνεχῶς τρέφειν, αὐ‐ ξήσαντες τῇ τῶν τροφῶν ἀκαιρίᾳ τοὺς συνεχεῖς πυρετοὺς, ἀποκτενοῦμεν τὴν κύουσαν, οὕτω δὲ κἂν χωρὶς πυρετοῦ τῶν ἄλλων τι γένηται νοσημάτων ὀξέων, οἷον ἐπιληψία ἢ ἀποπληξία ἢ σπασμὸς ἢ τέτανος ἅμα τῷ μεγέθει καὶ τῇ
15συντονίᾳ τοῦ νοσήματος, ἀδύνατον ἐξαρκέσαι τὴν κάμνουσαν.
— — —820 in vol. 17.2

17b

821

λαʹ. Γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ μᾶλλον, εἰ μεῖζον εἴη τὸ ἔμβρυον.
— — —
5
Ἐνδείᾳ τροφῆς φθείρεται τὸ ἔμβρυον οὐ μό‐ νον ἐκ τῆς φλεβοτομίας, ἀλλὰ κἀν ταῖς μικροτέραις ἀσι‐ τίαις, ἐπιδείξομεν δὲ τοῦτο μικρὸν ὕστερον καὶ δι’ ἄλλων ἀφορισμῶν. εἰκότως οὖν τὸ ἔμβρυον τὸ μεῖζον μᾶλλον φθείρεται, φλεβοτομηθείσης τῆς γυναικὸς, διὰ τὸ πλείονος
10δεῖσθαι τροφῆς.
— — —
λβʹ. Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις γί‐ νεται.
15
— — —
Εἰκότως· ἀντίσπασίς τε γὰρ ἅμα καὶ κένωσις ἔσται τοῦ τὴν ὁρμὴν εἰληφότος αἵματος ἄνω· τουτὶ μὲν
οὖν καὶ ἡ πεῖρα διδάσκει συμφερόντως γιγνόμενον, ἐξ αὐ‐821 in vol. 17.2

17b

822

τῆς δ’ ὁρμηθέντες καὶ ἡμεῖς μιμησόμεθα τὰ καλῶς ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ διὰ φλεβοτομίας κενώσομεν τὰς οὕτω πάσχουσας.
— — —
5
λγʹ. Γυναικὶ τῶν καταμηνίων ἐκλειπόντων αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι ἀγαθόν.
— — —
Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι τὸ καλῶς ἐφ’ ἑκάστῳ μηνὶ
10κενούμενον αἷμα, ἐπειδὰν κατά τινα διάθεσιν ἐπισχεθῇ, βλάπτειν τὴν γυναῖκα καὶ ὅ τι δι’ ἑτέρου χωρίου κενουμένου ἰάσεται τῆς βλάβης τὸ πᾶν σῶμα πρόδηλον παντί, πολλῶν δ’ ὄντων χωρίων δι’ ὧν ἐκκενοῦσθαι δύναται, τοῖς μὲν ἄλ‐ λοις ἅπασι πρόσεστί τις μείζων ἢ ἐλάττων βλάβη. μόνη δ’
15ἡ διὰ τῶν ῥινῶν κένωσις ἄλυπός ἐστιν, ἣν ἐπαινεῖ νῦν ὁ Ἱπποκράτης. οὐ μὴν οὐδ’ εἴ τις ἄλλη κένωσις ἄλυπος εὑ‐ ρίσκοιτο, τούτου χάριν ὁ ἀφορισμὸς ψευδής ἐστιν. οὐ γὰρ
ὅτι μόνη κένωσις ἡ διὰ τῶν ῥινῶν ἀγαθὴ τῶν καταμηνίων822 in vol. 17.2

17b

823

ἐκλειπόντων εἴρηκεν, ἀλλ’ ἁπλῶς ἐπῄνεσεν αὐτὴν, μὴ προσ‐ θεὶς ὅτι μόνη. κἂν τὴν δι’ ἕδρας οὖν τὴν ἀγαθὴν εἶναι λέγῃ ταῖς οὕτως ἐχούσαις γυναιξὶν, οὐ μάχεται τῷ ἀφορι‐ σμῷ. φαίνεται γὰρ ἐνίοτε δι’ ἑνὸς ὡς παραδείγματος ὁ
5Ἱπποκράτης ἀποφαινόμενος ὑπὲρ τῶν ὁμοίων ἁπάντων.
— — —
λδʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ἡ κοιλίη ῥυῇ πολλάκις, κίν‐ δυνος ἐκτρῶσαι.
10
— — —
Τῷ λόγῳ τῆς κενώσεως καὶ νῦν ὁ Ἱπποκράτης κίνδυ‐ νος, φησὶν, ἐκτρῶσαι, καθότι καὶ πρόσθεν ἐπὶ τῆς φλεβοτο‐ μίας ἐδείκνυμεν.
— — —
15
λεʹ. Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ ἢ δυστοκούσῃ πταρμὸς ἐπιγενόμενος ἀγαθόν.
— — —823 in vol. 17.2

17b

824

Ἀσαφές ἐστι τὸ τὸν κατὰ ἀφορισμὸν ὄνομα τὸ ὑστε‐ ρικῶν. ἔνιοι μὲν γὰρ ἀκούουσιν ἐπὶ πασῶν κατὰ τὰς ὑστέ‐ ρας διαθέσεων, ἔνιοι δὲ ἐπὶ μόνων ἐκείνων αἷς ἕπεται πά‐ θος ὃ προσαγορεύουσιν ὑστερικὴν πνίγα, καίτοι γε οὐ πνίγα
5κατ’ ἀλήθειαν οὖσαν, ἀλλ’ ἄπνοιαν. ἔνιοι δ’ ἐπὶ τῶν χω‐ ρίων ἀκούουσιν, ἐπειδὴ καὶ ταῦτα τὰ ὕστερα καλοῦσιν. ἀλλ’ οὗτοι μὲν ἄντικρυς ἁμαρτάνουσιν, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἀληθεύειν, ἐν τῷ καταῤῥήγνυσθαι τὰ ἐν τῇ μήτρᾳ κατεχόμενα χωρία πρὸς τῶν πταρμῶν. ἄλλος τε γὰρ ὑπὲρ
10τούτων ἀφορισμὸς αὐτῷ γέγραπται καὶ διαφέρει πάμπολυ καὶ κατὰ τοὔνομα τὰ ὕστερα τῶν ὑστερικῶν. ψεῦδός γε μήν ἐστι καὶ τὸ περὶ πάντων τῶν κατὰ τὰς ὑστέρας πα‐ θῶν εἰρῆσθαι τὸν λόγον. οὔτε γὰρ ἑλκώσεις οὔτε φλεγμο‐ νὰς οὔτ’ ἐρυσιπέλατα, καθάπερ οὐδ’ ἀποστήματα πταρμὸς
15ὀνίνησιν. ἀληθὲς δὲ τὸ καὶ κατὰ ὑστερικὰς ἀπνοίας ἐπιγι‐ νομένου πταρμοῦ ῥᾳστωνεῖν τὰς καμνούσας, οὐ μόνον ὅτι σημεῖον ἀγαθόν ἐστιν αὐτομάτως ἐπιγενόμενος ὁ πταρμὸς
ταῖς οὕτως ἐχούσαις, ἀλλὰ καὶ αἴτιον ὥσπερ τι βοήθημα824 in vol. 17.2

17b

825

τοῦ πάθους γινόμενος. σημεῖον μὲν οὖν ἀγαθόν ἐστι, διότι δηλοῖ τὴν φύσιν ἔμπροσθεν νεναρκωμένην, ἐπεγείρεσθαί τε καὶ ἀναζωπυρεῖσθαι καὶ τῶν οἰκείων κινήσεων ἀναμιμνήσκε‐ σθαι, ὁπότε γε καὶ ἀποτίθεταί τινα τῶν περιττωμάτων.
5ἐδείχθη γὰρ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ὁ πταρμὸς οὕτω γινόμενος, αἴτιον δὲ τῆς ὠφελείας, ὅτι τῷ σφοδροτέ‐ ρῳ κλόνῳ καὶ βρασμῷ τοῦτο μὲν ἐπεγείρει τὴν φύσιν, τοῦτο δ’ ἐκκρίνει τὰ δυσεκκρίτως ἐμπεπαρμένα τοῖς μο‐ ρίοις τοῦ σώματος. οὕτω γὰρ καὶ τὴν λύγγα πέφυκεν ἰᾶ‐
10σθαι.
— — —
λστʹ. Γυναικὶ καταμήνια ἄχροα καὶ μὴ κατὰ τὰ αὐτὰ ἀεὶ γινόμενα καθάρσιος δεῖσθαι σημαίνει.
15
— — —
Πολλὰ τῶν ἀντιγράφων βιβλία ἔστιν εὑρεῖν οὕτως ἔχον‐ τα τὴν λέξιν· γυναικὶ καταμήνια χρόνια καὶ μὴ κατὰ τὰ
αὐτὰ ἰόντα. δύναται μὲν οὖν καὶ τὰ χρόνια καταμήνια,825 in vol. 17.2

17b

826

τουτέστιν ὅσα τῆς εἰθισμένης ὑστερίζει περιόδου, καθάρσεως δεῖσθαι χυμοῦ φλεγματικοῦ, διὸ καὶ δύσχροα γίγνεται οὐ μὴν ἐξ ἀνάγκης γε ταύτης μόνης· καὶ γὰρ δὴ καὶ διὰ τῆς λεπτυνούσης διαίτης ἐνίοτε τὰς τοιαύτας διαθέσεις πολλά‐
5κις ἰασόμεθα, γέγραπται δὲ περὶ τῆς διαίτης ταύτης ἓν ἰδίᾳ βιβλίον, ἅμα δ’ αὐτῇ καὶ ἡ τῶν ἀρωμάτων πυρία καὶ οἱ τὴν αὐτὴν ἐκείνῃ δύναμιν ἔχοντες πεσσοὶ πρόθετοι καὶ τὰ πινόμενα φάρμακα τμητικά τε καὶ λεπτυντικὰ πάχους τῶν χυμῶν, ὁποῖόν ἐστι καὶ τὸ διὰ τῆς καλαμίνθης, ᾧ συν‐
10ήθως ἑκάστοτε χρώμεθα, ὃ καὶ τὰς ἐμμήνους καθάρσεις βραδυνούσης ἐκίνησε πολλάκις. ὁ γάρ τοι σκοπὸς τῆς ἰά‐ σεως αὐτῶν ἐστιν ἀναστομῶσαι μὲν τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων, λεπτῦναι δὲ τὸ αἷμα. καὶ μὲν δὴ καὶ ἡ τοῦ παντὸς σώματος κάθαρσις, ὡς εἶπον, ὅτε
15δὴ τῶν παχέων γένηται χυμῶν, ἰᾶται τὰς τοιαύτας διαθέ‐ σεις. εἰ δ’ ἄχροα γεγραμμένον εἴη, πολὺ δὴ μᾶλλον ἡ κά‐ θαρσις ἰάσεται τὰς οὕτως ἐχούσας. οὐδὲ γὰρ διὰ τὸν φλε‐
γματικὸν μόνον χυμὸν, ἀλλὰ καὶ τὸν μελαγχολικὸν καὶ τὸ826 in vol. 17.2

17b

827

πικρόχολον, ἄχροα γίνεται τὰ καταμήνια. πῶς μὲν οὖν χρὴ διαγινώσκειν τὸν πλεονάζοντα χυμὸν ἐν τῷ προτέρῳ τῶν γυναικείων αὐτὸς ἐδίδαξεν, νῦν δ’ ὅτι διὰ καθάρσεώς ἐστι κενωτέον αὐτὸ ἐδήλωσεν. τὸ δὲ μὴ κατὰ τὰ αὐτὰ ἰόντα
5τῇδε τῇ γραφῇ συμφωνεῖ μᾶλλον, ἵν’ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· ἐὰν ἄχροα γένηται τὰ καταμήνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τοῖς δι’ ἔθους ἔμπροσθεν γινομένοις τῇ γυ‐ ναικὶ, καθάρσεως δεῖται. συμβαίνει γὰρ ἐπὶ τῶν κακοχύ‐ μων γυναικῶν οὐ μόνον ἀχρουστέρας φαίνεσθαι τὰς ἐμμή‐
10νους καθάρσεις, ἀλλὰ καὶ τὸν χρόνον τῆς περιόδου διαφθεί‐ ρειν. εἰ μὲν παχύτεροί τε καὶ δυσρούστεροι τῶν κατὰ φύ‐ σιν εἶεν οἱ χυμοὶ γεγονότες ἐπιβραδύνοντες καὶ χρονίζοντες, φθάνονται δὲ τὴν συνήθη προθεσμίαν ἐπὶ τοῖς ἐναντίοις, ὑγροτέροις τε καὶ λεπτοτέροις δηλονότι.
15
— — —
λζʹ. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει.
— — —827 in vol. 17.2

17b

828

Καὶ οὗτος ὁ ἀφορισμὸς ἐξ ἐκείνων ἐστὶν, οὓς ἔφαμεν ἔνδειαν τῆς τροφῆς σημαίνειν τῷ ἐμβρύῳ. κοιναὶ γάρ τι‐ νές εἰσι φλέβες ὑστερῶν τε καὶ τιτθῶν, αἵτινες ὅταν ἐν‐ δεῶς ἔχωσιν αἵματος, ἰσχνοὺς μὲν τοὺς τιτθοὺς ἀποφαί‐
5νουσι, τῇ δὲ ἀτροφίᾳ ποτὲ μὲν ἀναιροῦσι τὸ ἔμ‐ βρυον, ἔστι δ’ ὁτὲ πρὸς ἔκκρισιν παρορμῶσι διὰ τὴν αἰ‐ τίαν, ἣν αὐτὸς ἐν τῷ περὶ φύσεως παιδίου γράφει κατὰ τήνδε τὴν ῥῆσιν· ἡ τροφὴ καὶ ἡ αὔξησις τὰ ἀπὸ τῆς μή‐ τρας κατιόντα, οὐκέτι αὐτάρκη τῷ παιδίῳ ἐστὶν, ὅταν οἱ
10δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ. ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος εἰς ἑωυτὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον. ὅταν δ’ αὐτῷ ταῦτα σπανιώτερα γένηται καὶ ἁδρὸν ᾖ τὸ παιδίον, ζητοῦν τε πλέον τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει, καὶ τοὺς ὑμένας
15ῥηγνύον ἀρχὴν ἀποκυήσεως παρέχει τῇ μητρί.
— — —
ληʹ.
Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένη‐828 in vol. 17.2

17b

829

ται, δίδυμα ἐχούσῃ θάτερον ἐκτιτρώσκει, καὶ ἢν μὲν δε‐ ξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν, ἢν δ’ ὁ ἀριστερὸς, τὸ θῆλυ.
— — — Ὅπερ ὁ προγεγραμμένος ἀφορισμὸς ἐπ’ ἀμφοτέρων ἔλε‐
5γε τῶν τιτθῶν, τοῦθ’ οὗτος ἐπὶ θατέρου. διὰ δὲ τὴν προει‐ ρημένην αἰτίαν τῇ κοινωνίᾳ τῶν φλεβῶν τὸ κατ’ εὐθὺ τοῦ μειωθέντος τιτθοῦ μὲν ὂν ἔμβρυον ἐκτιτρώσκεται, τὸ δ’ ὅτι διδύμων ὄντων, ἄῤῥενός τε καὶ θήλεος, ἐὰν μὲν ὁ δεξιὸς τιτθὸς ἰσχνὸς γένηται, τὸ ἄῤῥεν μόνον, ἐὰν δ’ ὁ ἀριστερὸς,
10τὸ θῆλυ διαφθείρεται, ἐξ ἐκείνης ἤρτηται τῆς δόξης αὐτοῦ, ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς μᾶλλον.
— — —
λθʹ.
15Γυνὴ κύουσα μηδὲ τετοκυῖα εἰ γάλα ἔχει, τὰ κα‐ ταμήνια αὐτῆς ἐκλέλοιπε.
— — —829 in vol. 17.2

17b

830

Μακρότερος ὁ λόγος καὶ δεῖται τοῦ μέλλοντος αὐτῷ παρακολουθήσειν ἀκριβῶς γεγυμνασμένου κατὰ τὰ περὶ φυ‐ σικῶν δυνάμεων ὑπομνήματα. λεχθήσεται δὲ τοσοῦτον ὅμως αὐτοῦ νῦν, ὅσον ἐνδέχεται διὰ βραχυτάτων ῥηθὲν εἰς
5τὰ προκείμενα γενέσθαι χρήσιμον. κοινὸν δὴ τοῦθ’ ὑπάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις, ὅσα χυμῶν τινῶν ἐστι γεννη‐ τικὰ χρησίμων, ἤτοι γε ἑτέροις μορίοις ἢ εἰς τὴν τοῦ γέ‐ νους διαδοχὴν ἢ εἰς τὴν τοῦ κυουμένου τροφὴν περιττὸν ὑπάρχειν τὸν χυμὸν ἐκεῖνον τῆς τροφῆς τοῦ γεννῶντος αὐ‐
10τὸν μορίου. οὐ γὰρ τῷ γινώσκειν ἐς ὅ τι χρήσιμος ὁ χυ‐ μὸς ἔσται τῷ ζώῳ τὴν γένεσιν αὐτοῦ ποιεῖται τὸ μόριον, εἴ γε μὴ μέλλει νοῦν ἔχειν τὸν τοιοῦτον, ὁποῖον ἀξιοῦμεν ἔχειν τοὺς πολιτικοὺς ἄνδρας, ἀλλ’ ὁ μὲν δημιουργήσας τὸ ζῶον ἔχει τὸν νοῦν, αὐτὸ δὲ τὸ μόριον, ὡς ἐδείχθη, διοι‐
15κεῖται δυνάμεσι φυσικαῖς ἄλλαις τέ τισι καὶ τῇ ἀλλοιω‐ τικῇ, καθ’ ἣν ὁμοιοῖ τὴν τροφὴν αὐτῷ. ὅσον μὲν οὖν τῆς
ἀλλοιωθείσης ὑπ’ αὐτοῦ τροφῆς ἀκριβῶς ὡμοιώθη τῷ τρε‐830 in vol. 17.2

17b

831

φομένῳ, προστίθεταί γε καὶ τρέφει τὸ μόριον ἐκεῖνο καὶ τοῦτό ἐστιν, ὥσπερ αὐτὸς ἔφη, τροφὴ δὲ τὸ τρέφον καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον. τὸ δὲ περιττὸν ὑπολειπόμενον, ὅμοιός γέ τίς ἐστι τῇ τοῦ μορίου φύσει χυμὸς, ἐν μὲν τοῖς
5ὀστοῖς τὸ κατὰ τὰς σήραγγας αὐτὰς, κατὰ δὲ τὸ ἧπαρ τὸ αἷμα. τούτου τοῦ γένους ἐστὶ καὶ τὸ κατὰ σάρκα τοῦ πνεύ‐ μονος ἀφρῶδες ὑγρὸν καὶ ὁ κατὰ τὰς διαρθρώσεις γλίσχρος χυμὸς καὶ τὸ κατὰ τοὺς ὄρχεις τε καὶ παραστάτας ὀνομα‐ ζόμενον σπέρμα καὶ τὸ κατὰ τὴν γλῶτταν, ᾧ τοὔνομα σία‐
10λον. εἰσὶ δέ τινες κἀν τοῖς μασθοῖς ἀδένες ὁμοιοῦν ἑαυτοῖς δυνάμενοι τὸ ἐπιῤῥέον. ὄντες οὖν ἄναιμοί τε καὶ λευκοὶ τὸ οἰκεῖον χυμὸν ἐργάζονται τοιοῦτον, οἷόνπερ ἔστι τὸ γάλα καὶ πλεῖόν γε ποιοῦσι τοιοῦτον, ὅταν ἐπιῤῥέῃ τροφὴ πλείων ἐν αὐτοῖς. πλείων δὲ ἐπιῤῥεῖ κατὰ τὸν ὄγδοον μῆνα καὶ τὸν
15ἔνατον τῆς κυήσεως, ἡνίκα καὶ πεπλήρωνται δαψιλῶς αἱ κοιναὶ φλέβες ὑστερῶν τε καὶ τιτθῶν, ὡς καὶ διὰ τῆς τῶν κυουμένων ζώων ἀνατομῆς ἐναργῶς φαίνεται. γίνεται δέ
ποτε καὶ χωρὶς τοῦ κυῆσαι σπανίως τὸ τοιοῦτον, ὅταν831 in vol. 17.2

17b

832

ἀφίκωνται εἰς ὁμοίαν πλήρωσιν αἱ φλέβες ἐξ ἐπισχέσεως καταμηνίων γινομένην, ἧς νῦν μέμνηται διαθέσεως ὁ Ἱπ‐ ποκράτης.
— — —
5
μʹ. Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέ‐ φεται, μανίην σημαίνει.
— — —
Ὅτι μὲν εἰς τοὺς τιτθοὺς τὸ αἷμα φερόμενον, εἶθ’ ὑπὸ
10τῶν αὐτόθι ἀδένων μεταβαλλόμενον γάλα γίγνεται, κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν εἴρηται. νυνὶ δ’ ὅταν ἀμετά‐ βλητον διαμένῃ τὸ παραγενόμενον εἰς αὐτοὺς αἷμα, φησὶν ὁ Ἱπποκράτης μανίην σημαίνεσθαι. ἐγὼ μὲν οὖν οὔπω τοῦτο γινόμενον ἐθεασάμην, ὥστ’ εἰ καὶ γίνεται ποτὲ μὲν
15τῶν σπανίων ἐστίν. ὁ Ἱπποκράτης δ’ ὡς ἑωρακὼς αὐτὸ γράφει· καὶ εἴπερ γε ἀληθές ἐστι, τοιάνδε τινα χρὴ νο‐ μίζειν αὐτῆς τὴν αἰτίαν ὑπάρχειν. τῶν ἀδένων ἡ φύσις
καὶ μάλιστα κατὰ τοὺς τιτθοὺς ἄναιμός τέ ἐστι καὶ δηλον‐832 in vol. 17.2

17b

833

ότι ψυχρά. τὸ γὰρ ἄναιμον ἅπαν ψυχρὸν, καὶ δὴ καὶ τὴν τοῦ φερομένου πρὸς αὐτοὺς αἵματος ἀλλοίωσιν ἐπὶ τὸ ψυ‐ χρότερον ἐργάζεται. ὅσῳ γάρ εἰσιν οἱ ἀδένες οὗτοι τῆς τοῦ ἥπατος σαρκὸς ψυχρότεροι, τοσοῦτον τὸ γάλα τοῦ αἵ‐
5ματος. ὅταν οὖν ποτε πολύ τε ἅμα καὶ ζέον αἷμα πάντῃ τοῦ σώματος ἀναφέρηται καὶ μάλιστα ἐπὶ τὴν κεφαλὴν, μα‐ νήσονται μὲν, ὅτι τὴν κεφαλὴν καταλαμβάνει τὸ τοιοῦτον αἷμα· τὸ δ’ ἐπὶ τοὺς τιτθοὺς ὁρμῆσαν αὐτοῦ τὴν εἰς τοὐν‐ αντίον οὐ δυνήσεται λαβεῖν ἀλλοίωσιν ὡς γενέσθαι γάλα,
10διά τε τὴν ζέσιν καὶ τὸ πλῆθος.
— — —
μαʹ. Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, μελίκρητον δίδου πίειν, κἢν μὲν στρόφον ἔχῃ περὶ τὴν
15γαστέρα, κύει, εἰ δὲ μὴ, οὐ κύει.
— — —833 in vol. 17.2

17b

834

Ὁ στρόφος γίνεται μὲν καὶ διὰ δῆξιν, γίνεται δὲ καὶ διὰ πνεῦμα φυσῶδες οὐκ ἔχον εὐπετῆ διέξοδον, ὅντινα καὶ νῦν στρόφον ἡγητέον, ἐπὶ τῶν κυουσῶν γίγνε‐ σθαι, διὰ τὴν ἀπὸ τῆς μήτρας στενοχωρίαν. καθεύδειν δὲ
5μελλούσῃ διδόναι τὸ μελίκρατον ὠμὸν δηλονότι. τοῦ γὰρ φυσώδους αὐτοῦ πρὸς τὴν διάγνωσιν χρῄζει, βουλόμενος ἡσυχάζειν τε ἅμα καὶ πεπληρῶσθαι σιτίων τὴν γυναῖκα. συντελέσει γὰρ ἄμφω ταῦτα πρὸς τὴν τοῦ στρόφου γένεσιν.
— — —
10
μβʹ. Γυνὴ ἢν μὲν ἄῤῥεν κύῃ, εὔχρους ἐστὶ, ἢν δὲ θῆλυ, δύσχρους.
— — —
Ὡς πρὸς ἑαυτὴν κρινουμένης τῆς γυναικὸς οὐ πρὸς ἑτέραν ἡ διάγνωσις ἀπό τε τῆς εὐχροίας δηλονότι καὶ τῆς
15δυσχροίας εἴρηται τῷ Ἱπποκράτει. ἑαυτῆς γὰρ ἀχρουστέρα
φαίνεται κύουσα τὸ θῆλυ, διότι ψυχρότερόν ἐστι τὸ θῆλυ834 in vol. 17.2

17b

835

τοῦ ἄῤῥενος· οὐκ ἂν δὲ συνελήφθη τοιοῦτον, εἰ μὴ τό τε σπέρμα τἀνδρὸς ἥ θ’ ὑστέρα τῆς γυναικὸς ψυχρότερα κατ’ ἐκεῖνον τὸν χρόνον ἦν ἐν ᾧ συνελάμβανε, διὸ καὶ τοῦ πλει‐ στάκις ἔχεται τὸ λεγόμενον. ἐνδέχεται γὰρ οὕτω καλῶς
5ἅπαντα πρᾶξαι τὴν γυναῖκα μετὰ τὸν τῆς λήψεως καιρὸν, ὡς εὔχρουν γενέσθαι. δῆλον δὲ ὅτι καὶ ἄλλα ἐστὶ γνωρί‐ σματα κύειν ἄῤῥεν, ὥσπερ αὐτοῦ τοῦ κυουμένου τό τε πλῆθος καὶ ἡ ἰσχὺς τῶν κινήσεων, οὐδ’ αὐτὰ τῶν διη‐ νεκῶν ὄντα σημείων. ἐνδέχεται γάρ ποτε κατὰ τὸ σπάνιον
10καὶ θῆλυ κυόμενον ῥωμαλεώτερον ἄῤῥενος ἰσχυράς τε ἅμα καὶ πολλὰς κινεῖσθαι κινήσεις, καί ποτε τὸ ἄῤῥεν ἀσθενέ‐ στερον τοῦ θήλεος ὑπάρχειν, ἐλάττους τε καὶ ἀμυδροτέρας κινήσεις κινεῖσθαι.
— — —
15
μγʹ. Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θα‐ νατῶδες.
— — —835 in vol. 17.2

17b

836

Ἆρά γε τὸ ἐρυσίπελας ἡγεῖται μόνον ἐν τῇ μήτρᾳ συνιστάμενον ἐπὶ τῆς κυούσης θανατῶδες ὑπάρχειν, ἢ καὶ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν; ὅτι μὲν γὰρ ἐρυ‐ σιπέλατος γινομένου τεθνήξεται τὸ ἔμβρυον ἐξ ἀνάγκης εὔ‐
5δηλον, εἴ γε καὶ ὀξεῖς πυρετοὶ πολλάκις ἀναιροῦσιν αὐτὸ χωρὶς ἐρυσιπέλατος· εἰ δὲ καὶ φλεγμηνάσης τῆς μήτρας δυνήσεταί ποτε διαζῆσαι τὸ ἔμβρυον ἄξιον σκέψεως.
— — —
μδʹ.
10Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν ἐκτι‐ τρώσκουσι δίμηνα πρὶν ἢ παχυνθῆναι.
— — —
Κατὰ τρεῖς τρόπους ἀκηκόασιν οἱ ἐξηγησάμενοι τὸ βι‐ βλίον τῆς διανοίας τοῦ προκειμένου νῦν ἀφορισμοῦ. τινὲς
15μὲν γὰρ ἡγοῦνται πάντως ἐκτιτρώσκειν αὐτὰς, τινὲς δὲ, εἰ μὴ παχυνθεῖέν τε καὶ ἀνατραφεῖεν, ἀλλὰ διαμένοιεν ἄτροφοί τε καὶ ἰσχναί· τινὲς δὲ, ὅταν ἀνατρέφωνται, τότε
μάλιστα ἐκτιτρώσκουσιν, ὃ καὶ δοκεῖ τῶν προειρημένων ἀπι‐836 in vol. 17.2

17b

837

θανώτερον ὑπάρχειν· ἀλλ’ ὅμως οὕτως ἐξηγήσατο τὸν ἀφο‐ ρισμὸν Νουμησιανὸς, εἰρῆσθαι μὲν φάσκων ἐπὶ τῶν παρὰ φύσιν ἰσχνῶν γεγενημένων, δεομένων δὲ ἀνατραφῆναι πρό‐ τερον, εἶτα φθανουσῶν λαβεῖν, ἃς οὐχ οἷόν τε εἶναί φησιν
5ἀνατραφῆναι χωρὶς τοῦ τὸ χορηγούμενον αἷμα εἰς τροφὴν τῷ κυουμένῳ πρὸς τὴν τῆς κυούσης ἀναλαμβάνεσθαι θρέ‐ ψιν, ὥστε εἰκότως ἀποροῦν αὐτάρκους τροφῆς τὸ ἔμβρυον ἀποφθείρεσθαι. ἀλλὰ καὶ τοῦ παρὰ φύσιν λεπταὶ τινὲς μὲν οὕτως ἤκουσαν ὡς ὁ Νουμησιανὸς, ἵνα παρὰ τὴν ἑαυτῆς
10φύσιν ἡ κύουσα εἴη γεγενημένη λεπτὴ, τινὲς δὲ τὸ ὑπερ‐ βαλλόντως φασὶ σημαίνεσθαι, δηλοῦν βουλομένου τοῦ Ἱππο‐ κράτους ὡς οὐχ αἱ μετρίως λεπτυνθεῖσαι τοῦτο πάσχουσιν ἐξ ἀνάγκης, ἀλλ’ ὅσαι κατελεπτύνθησαν ἱκανῶς. ἑκατέρα δὲ ἡ ἐξήγησις ἔχει τινὰ λόγον.
15
— — —
μεʹ. Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι
δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν837 in vol. 17.2

17b

838

αἱ κοτυληδόνες μύξης μεσταί εἰσι καὶ οὐ δύνανται γοῦν κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται.
— — — Ἄτερ φανερᾶς προφάσεως λέγει πυρετοῦ σφοδροῦ καὶ
5γαστρὸς ῥεύματος ἢ αἱμοῤῥαγίας ἢ ἐρυσιπέλατος ἐν αὐτῇ τῇ μήτρᾳ συστάντος ἢ πηδησάσης σφοδρότερον τῆς κυούσης ἢ κραξάσης ἢ λυπηθείσης ἢ θυμωθείσης ἢ φοβηθείσης ἢ ἐνδεῶς διαιτηθείσης ἤ τι τοιοῦτον ἕτερον διαπραξάσης ἢ παθούσης. εἰκὸς γὰρ ταῖς τοιαύταις μυξώδη τὰ στόματα
10τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ὑπάρχειν, ἐξ ὧν ἤρτηται τὸ χωρίον, ἃ δὴ καὶ κοτυληδόνας ὠνόμασεν, οὐχ ὡς ἔνιοι νομίζουσι τὰς ἐπιτρεφομένας ἀδενώδεις σάρκας αὐταῖς. ἔν τε γὰρ τῷ πρώτῳ τῶν γυναικείων αὐτός φησιν, ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεες ἔωσι, τὰ κατα‐
15μήνια γίνεται ἐλάσσονα, καὶ ὁ Πραξαγόρας ἐν τῷ πρώτῳ τῶν φυσικῶν, κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλε‐ βῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερουσῶν.
— — —838 in vol. 17.2

17b

839

μστʹ. Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῦσαι μὴ ξυλλαμβάνουσιν ἐν τῇ γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει καὶ πρὶν ἢ λεπτυνθῆναι οὐ κύουσιν.
5
— — —
Τοῦ παρὰ φύσιν διχῶς ἀκούουσι κἀνταῦθα· τινὲς μὲν τὸ ὑπερβαλλόντως δηλοῦσθαι νομίζοντες, τινὲς τὸ παρ’ αὐ‐ τὴν αὐτῆς τῆς κυούσης τὴν φύσιν. ἀληθέστερον δὲ τὸ πρότερον. ὑπὸ γάρ τοι τῆς κατὰ τὸ ἐπίπλοον πιμελῆς ἀπο‐
10πιέζεται καὶ στενοχωρεῖται τὸ τῆς ὑστέρας στόμα ταῖς ὑπερβαλλόντως παχείαις γινομέναις. λέγει δὲ νῦν στόμα δηλονότι τὸ ἔνδον, ἔνθα τελευτᾷ μὲν ἡ μήτρα, ὁ δ’ αὐχὴν ἄρχεται, ὃ καὶ κυριώτερον ἂν ὑστέρας ὀνομάζοιτο στόμα. τὸ γὰρ ἕτερον πέρας τοῦ αὐχένος, τὸ συνάπτον
15τῷ γυναικείῳ αἰδοίῳ, οὐ τῆς μήτρας, ἀλλὰ τοῦ αὐχένος αὐτῆς εἰκότως ἄν τις ὀνομάσειε στόμα.
— — —839 in vol. 17.2

17b

840

μζʹ. Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμ‐ μοτον γενέσθαι.
— — —
5
Τὴν δεησομένην τῆς διὰ τῶν μοτῶν θεραπείας ἔμμο‐ τον ὠνόμασεν. ὅτι δὲ διαπυήσασα ἡ μήτρα καὶ μάλιστα πρὸς τοὐκτὸς, ἔοικε γὰρ τοῦτο ἐνδείκνυσθαι νῦν, ἐξ ἀνάγκης δεηθήσεσθαι θεραπείας τοιαύτης οὐκ ἄδηλον.
— — —
10
μηʹ. Ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.
— — —
Ὅτι διὰ τὴν κρᾶσιν εὐθὺς ἐξ ἀρχῆς οὖσαν θερμοτέ‐
15ραν ἄῤῥεν γίγνεται τὸ ἔμβρυον ἐν τοῖσι περὶ σπέρματος ὑπομνήμασιν ἐπιδέδεικται. θερμοτέρα δὲ ἡ κρᾶσις γίγνεται
τοῖς ἐμβρύοις οὐχ ἥκιστα καὶ διὰ τὸ χωρίον, ὅπερ ἐστὶ τὸ840 in vol. 17.2

17b

841

δεξιὸν τῆς ὑστέρας μόριον, αὐτίκα δὲ τοῦτο θερμότερόν ἐστι τῇ γειτνιάσει τοῦ ἥπατος. εἴη δ’ ἄν τι πρὸς τὴν θερ‐ μότητα τοῦ κυουμένου συντελοῦν καὶ τὸ τῆς θηλείας σπέρ‐ μα προερχόμενον μὲν ἐκ τῶν οἰκείων ὄρχεων δι’ ἑκατέρας
5τῆς κεραίας, τὸ μὲν εἰς τὸν δεξιὸν κόλπον τῆς μήτρας, τὸ δὲ εἰς τὸν ἀριστερὸν, ἀνόμοιον ὑπάρχον, ὡς καὶ τοῦτ’ ἐπε‐ δείξαμεν. εἴπερ οὖν ὀῤῥωδέστερόν ἐστι καὶ ψυχρότερον τὸ κατὰ τὸν ἀριστερὸν ὄρχιν σπέρμα, καὶ κατὰ τοῦτ’ ἂν εἰκό‐ τως ἐν τοῖς ἀριστεροῖς μέρεσι τῆς μήτρας τὸ συνιστάμενον
10εὐθὺς ἐξ ἀρχῆς κύημα γίγνοιτο ψυχρότερον. εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως κἀν τῷ πέμπτῳ τῶν Ἱπποκράτους ἀνατομικῶν.
— — —
μθʹ.
15Ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπι‐ λαμβάνειν τοὺς μυκτῆρας καὶ τὸ στόμα.
— — —
Οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώ‐
σκειν ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐ‐841 in vol. 17.2

17b

842

τὰς τὰς ὑστέρας ἐκπεσεῖν βούλεται διὰ τῆς γινομένης ἐντά‐ σεως διὰ τῶν πταρμικῶν φαρμάκων, ἀλλὰ τὰ καλούμενα χόριά τε καὶ ὕστερα.
— — —
5
νʹ. Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλε.
— — —
Ὥσπερ τῶν ἐλλιπῶς ἢ μηδὲ ὅλως κενουμένων καταμη‐
10νίων ἐδίδαξεν ἰάσεις ὁ Ἱπποκράτης, οὕτω καὶ νῦν τῶν ἀμέ‐ τρως κενουμένων διδάσκει, κελεύων ἡμῖν μεγίστην σικύην προσβάλλειν τοῖς τιτθοῖς. ἄμεινον δ’ οὐκ αὐτοῖς τοῖς τιτθοῖς, ἀλλ’ ὑπ’ αὐτοὺς ἐκ τῶν κάτω μερῶν ἐρείδειν αὐ‐ τὴν, καθ’ ὃ μάλιστά εἰσιν αἱ κάτωθεν ὑπ’ αὐτοὺς ἀναφερό‐
15μεναι φλέβες. καὶ μέντοι καὶ γράφουσιν ἔνιοι σικύην ὡς μεγίστην ὑπὸ τοὺς τιτθοὺς πρόσβαλλε· μεγίστην δ’ ἀξιοῖ
τὴν σικύην εἶναι, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργά‐842 in vol. 17.2

17b

843

σηται τὴν ἀντίσπασιν ἄνω, διὰ τῶν κοινῶν τοῦτο ἐπιτεχνώ‐ μενος φλεβῶν.
— — —
ναʹ.
5Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι, τουτέων συμμύει τὸ στόμα τῶν ὑστερέων.
— — —
Μέγιστον τοῦτο γνώρισμα κυούσης γυναικὸς, ἢν ἡ μαιεύτρια δυνηθῇ καθέσει δακτύλου ψαῦσαι τοῦ στό‐
10ματος τῶν ὑστερῶν· ἀφ’ οὗ γὰρ ἂν τὸ πρῶτον ἐντὸς ἑαυ‐ τῶν λάβωσι τὸ σπέρμα, περιστέλλουσι μὲν ἑαυτῶν τὸ κύτος ἅπαν, κλείουσι δὲ τὸ στόμα. φαίνεταί γε μὴν καὶ διὰ φλε‐ γμονὴν καὶ σκίῤῥον μεμυκὸς τῶν ὑστερῶν τὸ στόμα καὶ διορίζεται.
15
— — —
νβʹ. Γυναικὶ ἢν ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαζῶν πολὺ ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει, ἢν δὲ στερεοὶ οἱ μασθοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.
20— — —843 in vol. 17.2

17b

844

Κατ’ ἐκεῖνον δηλονότι τὸν χρόνον ῥεῖ τὸ γάλα, αἷς ἂν φαίνηται ῥέον, ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι. οὐ γὰρ δὴ κατά γε τοὺς πρώτους μῆνας γεννᾶται, τὸ δ’ ὅλως ῥεῖν αὐτὸ καὶ μὴ μένειν ἔνδον ἐκ τοῦ πλέον ἀθροίζε‐
5σθαι γίνεται. πλέον δ’ ἀθροίζεται πληρουμένων ἐπὶ πλέον τῶν κοινῶν ἐν τιτθοῖς πρὸς τὰς ὑστέρας φλεβῶν. πλη‐ ροῦνται δ’ ἔτι μᾶλλον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου. τοῦτο δ’ αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. δῆλον οὖν ὅτι τοὺς τιτθοὺς οὐκ ἰσχνοὺς φαίνεσθαι χρὴ, καθάπερ ὅτ’
10ἦν ἀκύμων ἡ γυνή. τοῦτο γὰρ σημεῖον ἔνδειαν αἵματος ἐνδείκνυται, διὰ τοῦτο ἐπ’ αὐτῶν διαφθείρεται τὸ ἔμβρυον, οὔθ’ οὕτως μεστοὺς ὡς ἀποῤῥεῖν τὸ γάλα. διαιρομένους δὲ εἰς τοσοῦτον, ὡς στερεοὺς ἁπτομένους φαίνεσθαι. μέση γὰρ ἡ τοιαύτη κατάστασίς ἐστι τῶν τε ἀντιτύπων, διὰ τὸ πε‐
15πληρῶσθαι σφοδρῶς, καὶ τῶν μαλακῶν τε καὶ χαλαρῶν, διὰ τὴν ἔνδειαν τοῦ αἵματος. ὅθεν εἰκότως ἐπαινεῖ τὸ τοιοῦτο σημεῖον ὁ Ἱπποκράτης, ὡς ἂν ἐνδεικνύμενον οὔτ’ ἀσθενεῖν τὸ κυούμενον οὔτ’ ἐνδεῖν αὐτοῦ τὴν τροφήν.
— — —844 in vol. 17.2

17b

845

νγʹ. Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ
5 ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ δια‐ φθειρέουσιν.
— — —
Ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαί‐ φνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ
10καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι· νυνὶ δὲ τὴν τάξιν τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπ’ αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖ‐ σθαι λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’ οὐ πάντῃ
15ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς
προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν845 in vol. 17.2

17b

846

ἰσχνότητι τὴν διαφθορὰν, οὗτος ἀποφαίνεται τοῦτο μόνον σημεῖον εἶναι τῆς μελλούσης φθορᾶς· ὁ δὲ ταῖς μελλούσαις διαφθείρειν λέγων τοὺς τιτθοὺς ἰσχνοὺς γίνεσθαι οὐ μόνον ἔοικεν ἐνδείκνυσθαι τοῦτο προηγεῖσθαι διαφθορὰν τῶν ἐμ‐
5βρύων. ἐπισκεπτέον οὖν ἀκριβέστερόν ἐστι καὶ παραφυλα‐ κτέον ἐπ’ αὐτῶν φαινομένων κατὰ τὰς κυούσας, εἰ μή ποτ’ ἄλλως διαφθείρουσιν, ἀλλ’ ἀεὶ μετὰ τοῦ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν ἢ ταῖς πηδησάσαις ἢ ταῖς μέγα βοη‐ σάσαις ἢ θυμωθείσαις ἢ φοβηθείσαις ἐξαίφνης ἰσχυρῶς ἐγχω‐
10ρεῖ ποτὲ μὲν μὴ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν, ἐγχωρεῖ δὲ καὶ ταῖς διὰ πυρετοῦ μέγεθος ἢ ἐρυσιπέλατος ἐν ταῖς ὑστέραις γενομένου ἢ καὶ διὰ τὸ μυξῶδες τῶν κο‐ τυληδόνων ἤ τι τοιοῦτον ἕτερον ἀκολουθῆσαι φθορὰν ἄνευ τῆς τῶν τιτθῶν ἰσχνότητος. Ἱπποκράτης μὲν γὰρ ἔοικεν
15ὑπολαμβάνειν ἀεὶ προηγεῖσθαι, καί μοι παραφυλάττοντι πολ‐ λάκις ἐφάνησαν ἐπὶ τῶν προειρημένων αἰτίων τῆς φθορᾶς οἱ τιτθοὶ προισχνούμενοι. μήποτε οὖν ὅταν ἄνευ τῶν τοιού‐
των τινὸς αἰτίων ἡ τῶν τιτθῶν ἰσχνότης γένηται, τὴν ἔν‐846 in vol. 17.2

17b

847

δειαν τοῦ αἵματος αἰτιατέον ἐστὶ ἐν ταῖς κοιναῖς φλεψὶ τιτθῶν τε καὶ ὑστερῶν, ἃς ἔφη διὰ τὴν ἀτροφίαν φθείρε‐ σθαι τὸ ἔμβρυον. ἐπὶ δὲ ταῖς ἄλλαις αἰτίαις ἐφ’ αἷς ἤτοι γε ἀποθνήσκει τι παθὼν ἢ ἀποῤῥήγνυται τὸ ἔμβρυον, ὅταν
5οἱ περιέχοντες αὐτὸ ὑμένες διασπῶνται τῆς φύσεως ἀνα‐ στομούσης τὰς μήτρας ὠδῖνάς τε ἐγειρούσης, ῥοπὴν γίνε‐ σθαι διὰ ταῦτα τοῦ αἵματος ἐπὶ τὰ γεννητικὰ μόρια. κοι‐ νὸς γάρ τίς ἐστιν οὗτος ὁ λόγος, ἐφ’ ὧν ἡ φύσις ἐκκρίνει τι μετὰ βίας, ὡς τὴν ῥοπὴν ἐκεῖσε γίνεσθαι τοῦ
10τε αἵματος καὶ τοῦ πνεύματος, οἷς ὥσπερ τισὶν ὀργάνοις χρωμένη διωθεῖται τὰ λυποῦντα βίᾳ. κατὰ τοῦτο γοῦν καὶ τοῖς ὀδυνωμένοις μορίοις ἐπιγίνονται φλεγμοναὶ τῆς φύσεως μὲν ἐκκρῖναί τε καὶ διώσασθαι σπευδούσης τὸ τὴν ὀδύνην ἐργαζόμενον, ἵνα δὲ τοῦτο πράξῃ πληρούσης αἵματός τε
15καὶ πνεύματος αὐτό. ταῦτα μὲν οὖν ἐς τὸ πρότερον μέρος τοῦ ἀφορισμοῦ λελέχθω μοι· τὰ δ’ ἑξῆς αὐτῷ τὸ δεύτερον, ἐν ᾧ διαθέσεως ἐναντίας μέμνηται τῶν τιτθῶν, ἐστὶ τοιοῦ‐
τον. ἢν δὲ πάλιν, φησὶν, οἱ μασθοὶ γίνωνται σκληροί. ση‐847 in vol. 17.2

17b

848

μαίνοντος δὲ τοῦ πάλιν ἐν ταῖς τοιαύταις ῥήσεσι δύο, τὸ μὲν ἕτερον ὃ συνῆπται τῇ προειρημένῃ διαθέσει, τὸ δ’ ἕτερον ὅπερ καὶ δι’ ἄλλης λέξεως εἰώθασιν ἔμπαλιν λέγειν, ἀληθέστερόν γέ μοι φαίνεται καὶ κατὰ τὴν Ἱπποκράτους
5εἶναι γνώμην τὸ δεύτερον σημαινόμενον, ἵν’ ᾖ τὸ καθ’ ὅλον τὸν ἀφορισμὸν λεγόμενον τοιοῦτον· οἱ μὲν ἰσχνοὶ τιτθοὶ πάντως προηγοῦνται τῆς διαφθορᾶς τῶν ἐμβρύων καὶ οὐχ οἷόν τε διαφθαρῆναι ταῦτα μὴ προϊσχνωθέντων αὐτῶν. οἱ μέντοι σκληροὶ φθορὰν μὲν οὐ σημαίνουσιν, ὀδύνη δέ τις
10ἀκόλουθον αὐτοῖς τῶν εἰρημένων μορίων, ἵν’ ὥσπερ ἐνδείας αἵματος ἰσχνότεροι τιτθοὶ τὴν ἔνδειξιν ἔχωσιν, οὕτω πλή‐ θους οἱ σκληροὶ διαφέροντες δηλονότι τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων τῶν στερεῶν. ἐφ’ ὧν πάλιν ἀποτιθε‐ μένης τῆς φύσεως εἴς τινα μόρια τὸ περιττὸν, ὀδυνᾶται μὲν
15ἐκεῖνα, τὸ δ’ ἔμβρυον ἀβλαβὲς διαμένει. ζητηθήσεται δὲ ἐνθάδε διὰ τίνα αἰτίαν οὐδέποτε τῷ τῆς μήτρας σώματι τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται καὶ ποιήσει φλεγμονὴν ἢ
διὰ τί φλεγμηνάσης τῆς μήτρας φθαρήσεται τὸ ἔμβρυον·848 in vol. 17.2

17b

849

ἢ τὸ λεγόμενον ὑπὸ Ἱπποκράτους ἕτερόν ἐστιν; οὐ γὰρ ὅτι μηδέποτε τοῖς σκληροῖς τιτθοῖς ἕπεται φθορὰ τῶν ἐμβρύων εἰρηκέναι νομιστέον αὐτὸν, ἀλλ’ ὅτι μὴ διὰ παντὸς ὥσπερ ἐπὶ τῶν ἰσχνῶν, ἀλλ’ ἐὰν εἰς ἕτερον μόριον ἀπωθῆται τὸ
5περιττὸν ἡ φύσις, ὃ διὰ τῆς ὀδύνης γνωριοῦμεν, οὐκ ἔστι φθορὰ, γενήσεται πάλιν ὁ σύμπας λόγος, ἐὰν οὕτως ἀκού‐ σωμεν, τοιοῦτος· τῶν φθείρειν μελλουσῶν ἰσχνοὶ μὲν ἀεὶ προηγοῦνται οἱ τιτθοὶ, σκληροὶ δὲ καὶ πλήρεις οὐκ ἀεί. τοὐπίπαν γὰρ ἐπὶ τῶν τοιούτων εἰς ἕτερόν τι μόριον ἡ φύ‐
10σις ἐναποτίθεται τὸ περιττόν. εἴ γε μὴν ἐπὶ τὰς μήτρας αὐτὸ διώσαιτο γενήσονται καὶ τότε πάντως ἰσχνοί. κατὰ γὰρ τὴν Ἱπποκράτους γνώμην, ὡς ἔοικεν, εἰ καὶ δι’ ἕτερόν τι καὶ μὴ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ὁ ἐκτρωσμὸς γένοιτο, προηγήσεται πάντως ἡ ἰσχνότης τῶν τιτθῶν δι’ ἣν εἶπον
15αἰτίαν, ὥστε κἂν δι’ ὑγρότητα τῶν κοτυληδόνων ἀποῤῥυή‐ σεται τὸ κύημα καὶ τότε διωθουμένης αὐτὸ τῆς φύσεως
εἰς ἔκκρισιν ἡ ῥοπὴ τοῦ αἵματος ἐπὶ τὰς μήτρας ἔσται καὶ849 in vol. 17.2

17b

850

κατὰ τοῦτο καὶ οἱ τιτθοὶ τῆς ἔμπροσθεν καταστάσεως ἰσχνό‐ τεροι γενήσονται.
— — —
νδʹ.
5Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν.
— — —
Εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκου τέ τινος ἐν αὐ‐
10τῷ παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρί‐ νειν αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ ὄγκος παρὰ φύσιν ἢ φλεγμο‐ νώδης ἢ σκιῤῥώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ ὃν ἔλεγεν,
15ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.
— — —850 in vol. 17.2

17b

851

νεʹ. Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν.
5
— — —
Συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’ αἷς πρότερον ἠθροί‐ σθησαν κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφο‐ δροῖς πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ με‐ τρίοις μὲν, ἀλλ’ οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι
10δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ ᾗ συνέ‐ στησαν ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ ἀκριβῶς διαιτᾶσθαι. διὰ τοῦτ’ οὖν αὐταῖς ὅ τε πυρετὸς ὑποτρο‐ πιάζει συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύν‐
15εστι. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλ’ ἀποφθείρεται διά τε τοὺς πυρετοὺς καὶ τὴν κακοχυ‐
μίαν. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀποκυήσεως.851 in vol. 17.2

17b

852

ἀλλ’ αὐτό τε νοσῶδες ὂν ὡς ἂν ἐν πολλῷ χρόνῳ τεταλαιπω‐ ρημένον, ἀσθενῆ τε καὶ τὴν κυήσασαν ἔχον οὐκ ἀκινδύνως τίκτεται. πρὸς γάρ τοι τὴν εὐτοκίαν ἰσχυρῶν ἀμφοτέρων δεῖται τῶν σωμάτων, τοῦ τε τῆς κυούσης αὐτῆς καὶ τοῦ
5παιδίου.
— — —
νστʹ. Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένη‐ ται, κακόν.
10
— — —
Οὐκ εὐθέως δηλονότι γεγονότος τοῦ ῥοῦ γίνεται ταῦτα, καθάπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ὅσα κατὰ τὸν ἑξῆς λόγον ἐπιγίνεταί τισιν ἑτέροις, ἀλλ’ ἤτοι σφοδροῖς γινομένοις ἢ χρονίζουσιν. ἡ μὲν οὖν λειποθυμία κοινὸν ἁπάσης ἀμέτρου
15κενώσεώς ἐστι σύμπτωμα. ὁ δὲ σπασμὸς εἰ καὶ μὴ κοι‐ νὸν, ἀλλά γε ταῖς πλείσταις ἑπόμενον καὶ μᾶλλον ὅταν ᾖ τὸ πεπονθὸς μόριον νευρῶδες.
— — —852 in vol. 17.2

17b

853

νζʹ. Καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι καὶ μὴ γιγνομένων ἀπὸ τῆς ὑστέρης ξυμβαίνουσι νοῦσοι.
— — —
5
Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἐπὶ πλήθει μὲν γίνεσθαι πολλὰ νοσήματα, δι’ ἔνδειαν δὲ μηδὲν, ἀλλ’ ὁ Ἱπποκράτης ἡγεῖται ἐνίοτε καὶ δι’ ἔνδειαν νοσεῖν οὐ γυναῖκας μόνον, ἀλλὰ καὶ τοὺς ἄνδρας. εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ ξηρότης, ποτὲ δὲ ἄμφω. δέδεικται δ’
10ὅτι ὅσαι τῶν δυσκρασιῶν τηλικαῦται τὸ μέγεθός εἰσιν ὡς ἐνέργειαν ἤδη βλάπτειν ἐκ τούτου τῶν νοσημάτων ὑπάρ‐ χουσι γένους. ἀλλὰ κατὰ τοῦτο μὲν οὔτε ψεῦδος πρὸς Ἱπ‐ ποκράτους οὔτ’ ἀσαφὲς εἴρηται. καθὸ δ’ ἐπὶ μὲν τῶν πλειόνων καταμηνίων εἶπεν ἁπλῶς γίνεσθαι νόσους, μὴ
15προσθεὶς τὸ ἀπὸ τῆς ὑστέρας. ἐπὶ δὲ τῶν μὴ γινομένων καὶ τοῦτο προσέθηκεν, ἄξιον ἐπισκέψασθαι πότε‐ ρον ἀμφοτέροις τοῖς προειρημένοις ἐπενήνεκται κοινὴ τὸ
ἀπὸ τῆς ὑστέρας ἢ μόνον ἴδιόν ἐστι τῶν μὴ γινομένων.853 in vol. 17.2

17b

854

ἀδύνατον δὲ τοῦτο ἀκριβῶς ἐπιδιασκέψασθαι χωρὶς τοῦ γνῶναι τὰς αἰτίας ἁπάσας, ἐφ’ αἷς πλείω τοῦ προσήκοντος ἢ ἐλάττω γίνεται καταμήνια. δυνατὸν οὖν ἐστι καὶ ἀνα‐ στομωθέντων ἐπὶ πλέον τὸν εἰς τὴν μήτραν καθηκόντων
5ἀγγείων καὶ λεπτοτέρου τοῦ αἵματος ἢ θερμοτέρου γενομέ‐ νου καὶ τοῦ σώματος ὅλου διὰ καχεξίαν τινὰ βαρυνομένου τῷ αἵματι, κἂν μηδέπω τὴν κατὰ φύσιν ὑπερβαίνῃ συμμε‐ τρίαν, ὠθοῦντος αὐτὸ πρὸς τὰς ἐν τῇ μήτρᾳ φλέβας, ὥσπερ ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ἄλλοτ’ εἰς ἄλλο μόριον ἄμε‐
10τρον κένωσιν γενέσθαι καταμηνίων. ἐλάττω δ’ αὖ κατα‐ μήνια δυνατόν ἐστι γενέσθαι διά τε μύσιν ἢ ἔμφραξιν τῶν τὴν ἔμμηνον κάθαρσιν ἐπὶ τὴν μήτραν φερουσῶν φλε‐ βῶν, διὰ πάχος αἵματος ἢ διὰ ψυχρότητα καὶ ῥώμην αὐ‐ τῶν τῶν κατὰ τὴν μήτραν ἀγγείων, ὡς μὴ παραδέχεσθαι
15τὸ ἐπιῤῥέον. ὅ τι δ’ ἂν ᾖ τούτων ἀναγκαῖόν ἐστιν ἐν τῷ χρόνῳ καὶ τὴν μήτραν αὐτὴν πάσχειν τι πάθος ἤτοι φλε‐ γμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιῤῥῶδες ἢ καρκινῶδες, ᾧ
πάλιν συμπάσχειν ὅλον τὸ σῶμα. κατὰ μέντοι τὰς ἀμέτρους854 in vol. 17.2

17b

855

κενώσεις οὐδὲν τοιοῦτον πάθημα γίνεται ταῖς ὑστέραις, ᾧ συννοσήσει τὸ σύμπαν σῶμα λόγῳ συμπαθείας, ὥστε πι‐ θανώτερον ἐπὶ τῶν ἰσχομένων καταμηνίων εἰρῆσθαι μόνον ἀπὸ τῆς ὑστέρας τὰς νόσους συμβαίνειν.
5
— — —
νηʹ. Ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ στραγγουρίη ἐπιγίγνεται. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίγνεται.
10
— — —
Ὅταν τις ὀλίγον ἀποκρίνῃ οὖρον συνεχῶς, στραγγουρία τὸ πάθος καλεῖται καὶ γίνεται ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως ἐν τῇ κύστει, ποτὲ δ’ ἐπὶ δριμύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀῤῥωστία διά τε δυσ‐
15κρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγκων, ἡ δρι‐
μύτης δὲ ἤτοι διὰ πάθος νεφρῶν ἢ τὸ τοιοῦτον ἥκειν εἰς855 in vol. 17.2

17b

856

αὐτοὺς ἐκ τῶν φλεβῶν τὸ διηθούμενον ὀῤῥῶδες περίττωμα· δεόντως οὖν ὁ Ἱπποκράτης ἐπιγίνεσθαί φησιν στραγγουρίαν ἀρχῷ καὶ ὑστέρᾳ φλεγμαινούσῃ καὶ νεφροῖς ἐμπύοις, ἐπὶ μὲν ἀρχῷ καὶ μήτρᾳ κατὰ συμπάθειαν πασχούσης τῆς κύ‐
5στεως, ἐπὶ δὲ νεφροῖς ἐμπύοις ἐκκρινομένου τοῦ πύου διὰ τῆς κύστεως. τοῦτο μὲν οὖν τῇ δριμύτητι δάκνον τὴν κύ‐ στιν ἐρεθίζει πρὸς τὴν ἀπόκρισιν, ἐπὶ δὲ τῇ κατ’ ἀρχὸν ἢ μήτραν φλεγμονῇ τῷ τῆς γειτνιάσεως λόγῳ πάσχειν ἀναγ‐ καῖόν ἐστι τὴν κύστιν καὶ τῆς δυσκρασίας τε καὶ
10τῆς φλεγμονῆς μεταλαμβάνουσαν, ἔτι τε θλιβομένην ἂν καὶ στενωχορουμένην ὑπὸ τῶν παρὰ φύσιν ὄγκων ἐν αὐτοῖς. εἴ‐ ρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ἁπλῶς ἕτερον ἑτέρῳ πά‐ θος ἐπιγίνεσθαι πέφυκεν, ἀλλὰ τοῖς ἀξιολόγοις κατὰ μέγε‐ θος. οὕτως οὖν καὶ τῷ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνε‐
15ται, διὰ τὴν τῶν νεύρων κοινωνίαν, οὐ διὰ παντὸς, ἀλλ’ ὅταν εἰς μεγίστην ἀποκατασταθῇ φλεγμονήν.
— — —856 in vol. 17.2

17b

857

νθʹ. Γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψε‐ ται, περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κἢν μὲν πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς
5 ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑαυτὴν ἄγονός ἐστιν.
— — —
Τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶ‐ σθαι πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύ‐
10ρακος ὅσα τ’ ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ ἱκανῶς. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’ αὐτῶν δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκεί‐ ναις οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων
15ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ· ὁκόσαι ψυχρὰς καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ ἐπὶ
τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε857 in vol. 17.2

17b

858

ὅτι οὐ δι’ ἑαυτὴν ἄγονός ἐστι, ἐνδεικτικόν ἐστι τῆς χρείας αὐτοῦ. πολλάκις γὰρ ἕνεκα διαμονῆς γένους ἤτοι γε ἱερα‐ τικοῦ τινὸς ἢ βασιλικοῦ σπουδάζουσιν αἱ πόλεις ἔκγονα ἔχειν ἀνδρῶν ἢ γυναικῶν, εἰς οὓς ἂν ἔτι μόνους καθεστή‐
5κει τὸ γένος. εἶθ’ ὅταν αἱ γυναῖκες μὴ κυΐσκωσι, ζήτησις γίγνεται δι’ ὁπότερον αὐτὸ συμβαίνει τοῦτο. καὶ ταύτην αἰνίττεται τὴν τέχνην εἶναι ταῖς ἀγαθαῖς προμνηστρίαις ὁ Πλάτων ἐν Θεαιτήτῳ. λεχθήσεται δ’ ὁ σύμπας λόγος ὀλίγον ὕστερον, ὅταν ἅπαντας ἐξηγησώμεθα τοὺς διαφέρον‐
10τας εἰς αὐτὸν ἀφορισμούς.
— — —
ξʹ. Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύων‐ ται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.
15
— — — Καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πο‐
ρεύωνται μετ’ αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶ‐858 in vol. 17.2

17b

859

ναι τὸ ἐκκρινόμενον αἷμα μήθ’ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ πολύ. τὸ γὰρ ἅπαξ ἢ δὶς ὀλίγον ἐκκριθὲν ἐπιφαίνεται πολλάκις ἄνευ τοῦ πεπονθέναι τι τὸ ἔμβρυον. ὅταν δὲ μη‐ δὲν ἀπολείπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως,
5ἐφεξῆς δὲ καὶ σώζηται τὴν προθεσμίαν τῶν περιόδων κατὰ τοὺς μῆνας, ἀδύνατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ ἐῤῥωμένον εἰς τροφὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ εἰς τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος. ἥ γε μὴν ἔκκρισις ἡ γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν
10ἔοικεν ἐπιφαίνεσθαι. τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς μήτρας ἐξῄρηται τὸ χωρίον, ὥστ’ οὐδὲν δι’ ἐκείνων εἰς τὸν γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται.
— — —
ξαʹ.
15Ἢν γυναικὶ καθάρσιες μὴ πορεύωνται μήτε φρίκης μήτε πυρετοῦ ἐπιγινομένου, ἄσαι δ’ αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν.
— — —859 in vol. 17.2

17b

860

Ἐπὶ τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ ἐξαί‐ φνης ἐπισχεθεισῶν τῶν καθάρσεων, ἄνευ φανερᾶς αἰτίας τὸν λόγον τοῦτον ὁ Ἱπποκράτης ἐποιήσατο, διδάσκων ἡμᾶς ἅπερ αἱ πλεῖσται τῶν γυναικῶν διὰ πείρας ἴσασιν. ὅταν
5γὰρ ἀσώδεις ὦσιν ἐπεσχημένων τῶν καταμηνίων, συνειλη‐ φέναι τεκμαίρονται. γίνεται δὲ ἡ ἄση καθ’ ὃν λόγον καὶ ἡ κίσσα, τοῦ στομάχου κεκακωμένου ταῖς συνειληφυίας. ἐγχω‐ ρεῖ δέ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακοχυμίαν συμβῆναι τὸ τοιοῦτον. ἀλλὰ φρικώδεις τε καὶ πυρετώδεις
10ἐκεῖναι γίγνονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν.
— — —
ξβʹ. Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσι οὐ κυΐσκουσι καὶ ὁκόσαι καθ’ ὑγρὰς ἔχουσι τὰς μήτρας,
15οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ αὐταῖς ὁ γόνος καὶ
ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαεῖς· ἐνδείῃ γὰρ τῆς τρο‐860 in vol. 17.2

17b

861

φῆς φθείρεται τὸ σπέρμα. ὁκόσαι δ’ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι συμμέτρως ἐπίτεκνοι γίγνονται αἱ τοιαῦται.
— — — Εἰ τὴν προσήκουσαν ἅπασι τοῖς ἀφορισμοῖς ἐξῆν ἐπι‐
5θεῖναί μοι τάξιν, οὐκ ἂν ὤκνησα μεταθεῖναι τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν εἰς τὴν τοῦδε χώραν, ὥστε συμπληρωθέντος τοῦ περὶ τῶν καθάρσεων λόγου τὸν περὶ τῶν μητρῶν αὐτοῦ ἐφεξῆς γεγράφθαι, διδάσκοντος αὐτοῦ κατὰ πόσους τρόπους αἱ γυναῖκες γίνονται στεῖραι. πρῶτος
10οὖν τῶν ἐν αὐτοῖς ἐκεῖνος ὁ ἀφορισμὸς ἔσται, καθ’ ὃν ἔφη, ἢν γυνὴ μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λή‐ ψεται, περικαλύψας ἱματίοις θυμία κάτω· δεύτερος δὲ οὗ‐ τος ὁ νῦν ἡμῖν προκείμενος οὗ τὸ κεφάλαιόν ἐστι. τὰς μὲν εὐκράτους μήτρας ἐπιτηδείας εἶναι πρὸς σύλληψιν, τὰς δὲ
15δυσκράτους, ἐὰν μὲν τοῦτο μετρίως πεπόνθασι, δυσχερῶς συλλαμβάνειν, ἐὰν δὲ ἀμέτρως, στείρας ἐργάζεσθαι τὰς γυ‐ ναῖκας· ὥστε συνεπινοεῖται μὲν ἡ τῆς τῶν ἀνδρῶν ἀγονίας
αἰτία, λανθάνει δὲ τοὺς πολλούς. ἀλλ’ ὁ προσέχων ἀκρι‐861 in vol. 17.2

17b

862

βῶς τὸν νοῦν τοῖς λεγομένοις πρῶτον μὲν εἴσεται διὰ τί καὶ τῶν ἀνδρῶν ἔνιοι παντάπασιν ἄγονοι γίνονται, δεύτε‐ ρον δὲ ἐπὶ τῷδε περὶ μὲν τῶν εὐκράτως ἐχόντων ἀνδρῶν τε καὶ γυναικῶν ὡς ἀεὶ γεννῶσι, κἂν καὶ δυσκράτοις μί‐
5γνυνται, περὶ δὲ τῶν δυσκράτων ὡς μετὰ τῶν ἐναντίων μόνων. εἰρήσεται γοῦν πρότερον περὶ τῶν στεριφῶν γυναι‐ κῶν, ὧν ἡ κατασκευὴ καὶ μήτρας εὐθὺς ἐξ ἀρχῆς ἀμέτρως ἐστὶ δύσκρατος, ἐπικρατούσης ἤτοι μιᾶς τῶν πρώ‐ των ἢ δυοῖν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι διώρι‐
10σται, δεικνύντων ἡμῶν ὀκτὼ τὰς πάσας εἶναι δυσκρασίας, ἁπλᾶς μὲν τέτταρας, ὧν καὶ νῦν Ἱπποκράτης ἐμνημόνευσε, συνθέτους δὲ ἄλλας τέτταρας ἀλλήλαις ἐπιπλεκομένας τού‐ των. ἔνθα μὲν οὖν ἐπικρατεῖ ψυχρότης ἄμετρος, ὡς πυ‐ κνὴν ἐργάσασθαι τὴν μήτραν, στενὰ μὲν ἐσχάτως ἐπὶ τού‐
15των ἐστὶ τὰ στόματα τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων, στέριφαι δ’ αἱ γυναῖκες, ὡς ἂν μήτε συμφῦναι τοῦ χορίου
δυναμένου τοῖς στόμασι τῶν ἀγγείων μήτ’, εἰ τοῦτό ποτε862 in vol. 17.2

17b

863

γένοιτο, τραφῆναι καλῶς τὸ κύημα. ἢ γὰρ οὐδ’ ὅλως αἱ καθάρσεις γίνονται ταῖς τοιαύταις ἢ παντάπασιν ὀλίγαι καὶ αὗται μοχθηραὶ, μόνου τοῦ λεπτοτέρου καὶ ὑδα‐ τωδεστέρου διεκπίπτοντος τοῦ αἵματος. καὶ γὰρ οὖν καὶ
5ῥᾳδίως ἐμφράττεται ταῦτα διά τε τὴν οἰκείαν στενότητα καὶ διότι φλεγματικώτερον ἀθροίζουσι χυμὸν αἱ τοιαῦται γυναῖκες ὡς τὸ πολύ. καὶ γὰρ καὶ τὸ σύμπαν σῶμα τοὐ‐ πίπαν ὅμοιόν ἐστι ταῖς μήτραις. ἐγχωρεῖ δὲ καὶ ψυχθῆ‐ ναι τὸ τοῦ ἄῤῥενος σπέρμα κατὰ τὰς τοιαύτας μήτρας, εἰ
10μὴ θερμότερον εἴη φύσει. πρώτης μὲν οὖν τῆς ψυχρᾶς κράσεως Ἱπποκράτης ἐμνημόνευσεν εἰπὼν, ὁπόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν. οὐ μὰ Δία συμπλέξαι βουλόμενος ἐπ’ αὐτῶν τῇ ψυχρότητι τὴν πυκνότητα, καθά‐ περ εἰ καὶ ξηρότητα προσέθηκεν ἢ ὑγρότητα. τούτων μὲν
15γὰρ οὐδετέρα διὰ παντὸς ἕπεται τῇ ψυχρότητι καὶ διὰ ταῦτα ἀνὰ μέρος ἑκατέρα μίγνυται. πυκνότης δ’ ἐξ ἀνάγ‐ κης σύνεστι ταῖς ἄγαν ψυχραῖς ὑστέραις, δι’ ἣν οὐδὲ κυῆ‐
σαι δύνανται, καθότι προείρηται. καὶ τοίνυν ἀκούσωμεν863 in vol. 17.2

17b

864

οὕτω τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου παντὸς, ὅσαι ψυχρὰς τὰς μήτρας ἔχουσιν οὐ κυΐσκονται διὰ πυκνότητα τῆς οὐσίας αὐτῶν. διὰ τί δ’ ἡ πυκνότης ἐναντιοῦται τῇ κυήσει παρ‐ έλιπεν εἰπεῖν, ὡς ἡμῶν συνιέναι δυναμένων. καὶ ὅσαι δ’
5ὑγρὰς ἀμέτρως ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται, σβέννυται γὰρ ὁ γόνος ὥσπερ ἐν τελματώδει γῇ τὰ δημήτρια σπέρ‐ ματα. καὶ μὴν ὅσαι ξηρὰς, παραπλήσιόν τι συμβαίνει τοῖς εἰς ψάμμον ἢ εἰς ἀργιλώδη γῆν ἢ πετρώδη καταβαλλομέ‐ νοις σπέρμασι, κατὰ δὲ τὰς ἀμέτρως θερμὰς τοῖς εἰς
10πάνυ θερμὴν, οἵαπερ ἐστὶν ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οὕτω μὲν δὴ τεττάρων ποιοτήτων ὁ Ἱπποκράτης ἐμνημόνευ‐ σεν, ἑκάστης ἰδίᾳ τὴν δύναμιν ἐξηγησάμενος, ἵν’ εἰ καί ποτε μιχθεῖεν ἀλλήλαις, εὔδηλος ἡ μίξις ὑπάρχῃ. μετὰ δὲ ταῦτα, φησὶν, ὅσαι δ’ ἐξ ἀμφοτέρων τῇ κράσει συμμέτρως ἔχωσιν,
15ἐπίτεκνοι γίνονται. τίνων ἀμφοτέρων; οὐ τῶν ποιοτήτων δη‐
λονότι, τέτταρες γάρ εἰσιν, ἀλλὰ τῶν κατ’ αὐτὰς ἀντιθέ‐864 in vol. 17.2

17b

865

σεων. ὡς γὰρ ἐν τοῖς περὶ κράσεων ἐδείχθη, μία μὲν εὐ‐ κρασία γίνεται. συμμέτρως ἀλλήλοις μιχθέντων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, μία δὲ ἄλλη τοῦ θ’ ὑγροῦ καὶ τοῦ ξηροῦ, καὶ δύναταί τις ὑστέρα κατὰ μὲν τὴν ἑτέραν ἀντίθεσιν εὔ‐
5κρατος εἶναι, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος. ἀλλ’ εἰς μὲν τὸ μὴ κυΐσκεσθαι καὶ ἡ ἑτέρα τῶν δυσκρασιῶν ἱκανή. γί‐ νεσθαι δὲ ἐπίτεκνον γυναῖκα χωρὶς τῶν ἀμφοτέρων εὐκρα‐ σιῶν ἀδύνατον. ὁ μὲν οὖν Ἱπποκράτης ὥσπερ τὸν ἔμπρο‐ σθεν λόγον ἅπαντα περὶ τῶν γυναικείων ἔγραψεν, οὕτω καὶ
10τόνδε τὸν νῦν εἰρημένον ὑπὲρ τῶν κατὰ τὰς ὑστέρας κρά‐ σεων, οὐ μὴν γέ τι προσέγραψε περὶ τῶν ἀνδρῶν, ἤτοι γ’ ὡς ἐκ τῶν εἰρημένων ἕτοιμον ἡμῖν ὂν ἐπὶ τὸ σπέρμα τὰς αὐτὰς δυσκρασίας μετενεγκεῖν ἢ ὡς ὕστερον μὲν εἰπεῖν ἀνα‐ βαλλόμενος, ἐπιλαθόμενος δέ. τινὲς μέντοι προσέγραψαν
15ὑπὲρ τῶν ἀῤῥένων ἐφεξῆς ἀφορισμὸν ἕτερον, οὗ ἡ ἀρχὴ παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων, ὃν οἱ δοκιμώτατοι τῷ ἐξηγησαμένῳ τοὺς ἀφορισμοὺς λείπεσθαί φασι φανερῶς
καὶ τῆς διανοίας τοῦ Ἱπποκράτους καὶ τῆς ἑρμηνείας· καὶ865 in vol. 17.2

17b

866

μέντοι καὶ κατὰ τὴν ἀναλογίαν ὧν ἔγραψεν ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἐστὶν ἡμῖν ἐπὶ τοὺς ἄνδρας μεταβαίνουσι λέγειν ἤτοι διὰ τὴν ψυχρότητα τῆς κράσεως οὐκ ἀκριβῶς πέττεσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο μετρίας
5μὲν τῆς ἐν αὐτῷ γινομένης δυσκρασίας δεῖσθαι μήτρας ἱκα‐ νῶς θερμῆς, ἀμέτρου δ’ ὑπαρχούσης ἄγονον εἶναι παντά‐ πασιν ἢ δι’ ὑγρότητα πάλιν οὐκ ἐκπέττεσθαι καὶ δεῖσθαι καὶ τοῦτο μετρίας μὲν τῆς δυσκρασίας οὔσης, θερμοτέρας τε καὶ ξηροτέρας τῆς μήτρας, ἀμέτρου δὲ γενομένης ἄγονον
10ὑπάρχειν, ὡσαύτως δὲ διὰ μὲν ὑπερβάλλουσαν θερμότητα πεφρυγμένῳ παραπλήσιόν τι γενέσθαι τὸ σπέρμα, διὰ δὲ ξηρότητα μηδ’ ἐκταθῆναι δύνασθαι κατὰ τὴν πρώτην ἔκ‐ πτωσιν οὗ μάλιστα δεῖ πρὸς τὸ κυῆσαι τὴν γυναῖκα. δέ‐ δεικται γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις, εἰ μὴ τῷ πλεί‐
15στῳ τοῦ κύτους τῆς μήτρας ἐπεκταθείη τὸ σπέρμα, μὴ συλλαμβάνειν αὐτήν. τούτων οὖν ἡμῖν ὥσπερ στοιχείων παρεσκευασμένων ἐφεξῆς εἴπομεν ὅπερ ἔμπροσθεν εἰπεῖν ἀνε‐
βαλλόμεθα, προβεβλημένων ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαι‐866 in vol. 17.2

17b

867

τήτῳ. φησὶ γὰρ τοῦτο ἔργον εἶναι μέγιστον τῶν μαιῶν ὡς ἐπίστασθαι συνάγειν ἀλλήλοις ἐπιτήδεια σώματα πρὸς κύη‐ σιν, ὅπερ ἐδείχθη νῦν ἐν τῷ λόγῳ μετὰ τοῦ διαγιγνώσκειν δύνασθαι τίνες μὲν ἄγονοι τῶν ἀνδρῶν εἰσι, τίνες δὲ στέ‐
5ριφαι τῶν γυναικῶν. αἱ μὲν γὰρ ἄμετροι δυσκρασίαι τού‐ των αἰτίαι· μέτριαι δ’ εἴπερ εἰσὶν, εἰ μὲν ταῖς ἐναντίαις συνάγονται, κυήσουσιν αἱ γυναῖκες, εἰ δὲ ταῖς ὁμοίαις, οὐ κυήσουσιν. οὐ γὰρ οἷόν τέ ἐστι τὸ ψυχρότερον σπέρμα κα‐ τὰ τὴν ψυχροτέραν ὑστέραν τελεσφορεῖσθαι, καθάπερ οὐδὲ
10τὸ ξηρότερον ἐν τῇ ξηροτέρᾳ καὶ τῶν ἄλλων ἑκάτερον ὡσαύ‐ τως. ἀλλὰ δεῖται τὸ μὲν ψυχρότερον σπέρμα τοσούτῳ θερμοτέρας ὑστέρας, ὅσῳ περ ἂν αὐτὸ τῆς ἀρίστης ἀπο‐ λείπεται κράσεως, τὸ δ’ ὑγρότερον τῆς ξηροτέρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διάγνωσις δὲ πασῶν τῶν ἀμέτρων κα‐
15τὰ τὴν ὑστέραν δυσκρασιῶν ἐστιν ἣν ὀλίγον ἔμπροσθεν εἴ‐ ρηκεν ὁ Ἱπποκράτης διὰ τῆς τῶν ἀρωμάτων πυρίας. ἡ μὲν γὰρ ψυχρότης διὰ τὴν πυκνότητα τῆς ὑστέρας οὐκ ἐᾷ μέχρι τοῦ στόματος καὶ τῶν ῥινῶν ἀναφέρεσθαι τὴν ὀσμὴν
τῶν θυμιωμένων, ὡσαύτως δὲ καὶ ἡ ξηρότης. ἡ δὲ ὑγρό‐867 in vol. 17.2

17b

868

της ὥσπερ τὸν γόνον ὑπ’ αὐτοῦ λέλεκται σβεννύειν, οὕτω καὶ τὴν τῶν ἀρωμάτων ποιότητα. λοιπὴ δὲ ἡ σφοδρὰ θερ‐ μότης εἰ τὴν τῶν ἀρωμάτων δύναμιν ἀλλοιώσει τε καὶ δια‐ φθερεῖ καὶ διὰ τοῦτο οὐκ ἐάσει διασώζουσαν αὐτὴν τὸ εἰ‐
5λικρινὲς ἀναφέρεσθαι πρός τε τὸ στόμα καὶ τὰς ῥῖνας αὐ‐ τάρκης, κἀπὶ τούτων τῶν φύσεων εἰς διάγνωσιν καὶ τῶν ἀρωμάτων γενήσεται πυρία. εἰ δὲ οὐχ ἱκανὴ ταῦτα δρᾷν ἐστιν, ἐξ ἄλλων γνωρισμάτων ἐπισκεπτέον ἡμῖν ἔσται τὴν τοιαύτην φύσιν αὐτὸ τοῦτο πρῶτον ἐγνωκότας ὡς ἐστὶ
10σπάνιος ἡ τοιαύτη κρᾶσις ἐπὶ τῶν γυναικῶν, ἐπειδὴ φύσει ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄῤῥενος. ὥστε καὶ διὰ τοῦτο τὴν Ἱπποκράτους διάγνωσιν, ἣν ἐκ τῆς τῶν ἀρωμάτων ποιεῖται πυρίας, ἐπὶ τῶν στεριφῶν γυναικῶν εἶναι χρησιμω‐ τάτην ἤτοι πάσης ἀμέτρου δυσκρασίας ὑποπιπτούσης ἢ κατὰ
15τὸ σπάνιον ἐκφευγούσης αὐτὴν μιᾶς ἐπ’ ἐκείνων τῶν γυναι‐ κῶν αἱ λεπταί τε φαίνονται καὶ μέλαιναι καὶ δα‐ σεῖαι, ὥστε ἐξ αὐτῶν τούτων γινώσκεσθαι τὴν ἀμετρίαν τῆς κράσεως ἄνευ τῆς διὰ τῶν ἀρωμάτων πυρίας.
— — —868 in vol. 17.2

17b

869

ξγʹ. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ δι’ ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται, πρὸς τὸ μὴ παρα‐ πέμπειν τὸ σπέρμα, ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ
5διαχωρέει ἔξω, ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυριῆται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ἢ διὰ τὴν θερ‐ μασίαν τὸ αὐτὸ τοῦτο γίνεται.
— — — Ὁ τοῦτον παραθεὶς τὸν ἀφορισμὸν οὐδὲ τῶν ἰδίων
10ἀκούει φωνῶν. ἐπαγγειλάμενος γὰρ ἐπὶ τῶν ἀῤῥένων παρα‐ πλήσιον ποιήσασθαι τὸν λόγον, ὥσπερ ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἔγραψεν, οὐκ ἔπραξε τοῦτο. τεττάρων γὰρ ἐκείνου δυσκρασιῶν μνημονεύσαντος ἐχρῆν καὶ τοῦτον ἐπὶ τῶν ἀῤῥένων εἰρηκέναι τὰς τέσσαρας, ὥσπερ ἡμεῖς ἐποιή‐
15σαμεν. ὁ δ’ οὐχ οὕτως, ἀλλὰ πρῶτον μὲν τὴν ἀραιότητα εὐθέως τοῦ σώματος μέμφεται μὴ λελεγμένην ἐπὶ τῶν γυ‐
ναικῶν, εἶτ’ οὐδ’ αὐτὸς ὁ λόγος αὐτῷ καθ’ ἑαυτὸν ἐξεταζό‐869 in vol. 17.2

17b

870

μενος ἀληθής ἐστι. φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ἀνδρῶν ἀραιὸν μὲν ἔχοντες τὸ σῶμα, γονιμώτατον δὲ σπερμαίνον‐ τες. καὶ οὐδὲν θαυμαστόν· ἡ γὰρ ἀραιότης τοῦ σώματος ἐπὶ θερμοτέραις ἅμα καὶ ὑγροτέραις γίνεται κράσεσιν, αἵ‐
5περ δὴ μάλιστά εἰσι πολυσπερμόταται ἅμα καὶ γονιμώταται. καὶ γὰρ καὶ τὴν ὕλην ἔχουσιν, ἐξ ἧς τὸ σπέρμα γίνεται δαψιλῆ καὶ τὴν δύναμιν ἐξ ἧς πέττεται. ἐξακοντίζεται δὲ τὸ σπέρμα τῇ συντονίᾳ τῶν σπερματικῶν ἀγγείων ἐκθλι‐ βόμενον οὐχ ὑπὸ πνεύματος ὠθούμενον. ἀναμέμικται μὲν
10γὰρ οὐσία πνευματικὴ τῇ τοῦ σπέρματος ὑγρότητι, δεῖται δὲ καὶ αὕτη τῶν ἐκθλιβόντων αὐτὴν, ὥσπερ καὶ ἡ ὑγρότης τοσοῦτον πλεονεκτοῦσα τῆς ξηρότητος ὅσον καὶ θᾶττον ἐξα‐ κοντίζεται καὶ μέχρι πλείονος φέρεται. ταῦτα μὲν οὖν ὁ παραγράψας τὸν ἀφορισμὸν ἀγνοεῖ καὶ πρὸς τούτοις ὅταν
15φῇ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρεῖν ἔξω. εἰ μὲν γὰρ ὑγρὸν ἄλλο τι λέγει καὶ μὴ τὸ σπέρμα, ληρώδης ὁ λό‐
γος· εἰ δὲ τὸ σπέρμα φησὶ διὰ τὴν πυκνότητα τοῦ σώματος870 in vol. 17.2

17b

871

ὅλου, μὴ διαχωρεῖν ἔξω παντάπασιν ἀγνοεῖ τὴν τῶν σπερ‐ ματικῶν ὀργάνων κατασκευὴν, ἄμεινον γὰρ ἦν αἰτιᾶσθαι τὴν ἐκείνων στενότητα. καὶ μὲν δὴ καὶ τὸ ἐφεξῆς εἰρημέ‐ νον, ἄχρι τινὸς, ἀληθῶς ἀδιανόητον ἔχει τὸ ἐπιφερόμενον.
5τὸ μὲν γὰρ διὰ τὴν ψυχρότητα τῆς κράσεως μὴ ἐκπυριᾶ‐ σθαι τὸ σπέρμα καὶ διὰ τοῦτο ἄγονον ὑπάρχειν ἀληθές ἐστι, τὸ δὲ ἀθροίζεσθαι μὴ δύνασθαι πρὸς τὸν τόπον τοῦτον ἐκ περιττοῦ πρόσκειται. μετὰ δὲ τοῦ μὴ προσει‐ ρῆσθαι τὸν τόπον ὑπ’ αὐτοῦ, καταλελεῖφθαι δ’ ὑφ’ ἡμῶν
10νοηθῆναι. καίτοι γ’ ἡ τούτων φωνὴ τὴν ἀναφορὰν ἔχει ὡς ἐπὶ τὸ προειρημένον. ἀλλὰ ταῦτα μὲν σμικρὰ, τὸ δ’ ἐπὶ τῇ τελευτῇ μέγα σφάλμα, λέγοντος αὐτοῦ διὰ τὴν θερ‐ μασίαν. τὸ αὐτὸ τοῦτο γίνεσθαι· φανερῶς γὰρ ἐπὶ τὸ προειρημένον ὁ λόγος οὗτος ἀναφέρεται. προείρηται δὲ διὰ
15τὴν ψυχρότητα, οὐκ ἐκπυριᾶται, ὡς ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ὥστε καὶ διὰ τὴν θερμασίαν χρὴ νοεῖν οὐκ ἐκπυριώμενον οὐδὲ ἀθροιζόμενον ἐν τοῖς σπερματικοῖς ὀρ‐
γάνοις τὸ σπέρμα. προφανῶς δέ ἐστιν ἄτοπον τοῦτο· φρύ‐871 in vol. 17.2

17b

872

γεσθαι μὲν γὰρ ἢ ὀπτᾶσθαι ἤ τι τοιοῦτον λέγειν, πάσχειν τὸ σπέρμα διὰ τὴν θερμότητα λόγον ἔχει· τὸ δὲ μὴ ἐκπυ‐ ριᾶσθαι παντάπασιν ἄτοπον.
— — —
5
ξδʹ. Γάλα διδόναι κεφαλαλγέουσι καὶ πυρεταίνουσι κακὸν καὶ οἷσιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα καὶ τοῖσι δι‐ ψώδεσι. κακὸν δὲ καὶ οἷσι χολώδεες αἱ ὑποχωρήσιες καὶ ἐν τοῖσι ὀξέσι πυρετοῖσιν ἐοῦσι καὶ οἷσιν ἂν αἵματος
10πολλοῦ διαχώρησις γέγονεν. ἁρμόζει δὲ τοῖσι φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσι διδόναι γάλα καὶ ἐν πυρε‐ τοῖσι μακροῖσι καὶ βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκόσι.
— — —
15
Ὅτι τὸ γάλα ταχέως ἀλλοιοῦται διττὴν ἔχει τὴν ἀλ‐ λοίωσιν, ὅταν μὲν ὁμιλῇ πλείονι θερμασίᾳ, κνισούμενον
εὐθέως, ὅταν δ’ ὀλίγῃ, ταχέως ὀξυνόμενον, ἔνεστι μέν σοι872 in vol. 17.2

17b

873

κατανοῆσαι τοῦτο ἐπὶ πυρὸς ἕψοντι παραχρῆμα μετὰ τὸ τῶν τιτθῶν ἐκπεσεῖν αὐτὸ, τοῦτο δὲ ἐν τῷ κεῖσθαι καθ’ ἑαυτό. τῷ μὲν γὰρ ἑψομένῳ ἡ πρὸς τὸ κνισῶδες ἀποτυ‐ χία, τῷ δ’ ἀποκειμένῳ ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ
5βραδύτερον. οὕτω δὲ κἀπὶ τῶν ὑγιαινόντων, εἰ μὴ πεφθείη καλῶς, τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται. κατὰ μὲν γὰρ τὴν ψυχροτέραν κοιλίην ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ βραδύτερον, κατὰ δὲ τὴν θερμοτέραν κνισοῦται. τὸ μέν‐ τοι καλῶς πεφθὲν γάλα τρόφιμόν τ’ ἐστὶ καὶ εὔχυμον. ἐν
10αὐτῷ δὲ τῷ πέττεσθαι καὶ τούτοις ἐξαίρει τε τὰ ὑποχόν‐ δρια καὶ κεφαλῆς ἅπτεται. ταῦτα μὲν οὖν αὐτοῦ τὰ ἔργα καὶ τὰ πάθη κἀπὶ τῶν ὑγιαινόντων θεάσῃ· τὰ δ’ ἐπὶ τῶν νοσούντων ὁ Ἱπποκράτης διεξέρχεται, φαι‐ νόμενα μὲν ἑκάστοτε καὶ διὰ τῆς αὐτῶν ἐκείνων πείρας
15καὶ τὰ πρὸ τῆς ἐμπειρίας γιγνώσκεσθαι δυνάμενα. ὅπου γὰρ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων ἴσμεν αὐτὸ κεφαλαλγές τε ἅμα καὶ φυσῶδες ὑποχονδρίων ὑπάρχον, οὐδὲν δὴ θαυ‐
μαστὸν ἐπινοεῖν ὡς τοῖς ἤδη κεφαλαλγοῦσιν ἢ μετέωρα τὰ873 in vol. 17.2

17b

874

ὑποχόνδρια ἔχουσιν ἐναντιώτατόν ἐστι. καλῶς δὲ εἶπεν ὑπο‐ χόνδρια μετέωρα, καίτοι δυνάμενος εἰπεῖν ἐμπεφυσημένα καὶ φυσώδη. οὐ γὰρ ταῦτα μόνον τὸ γάλα βλάπτειν πέφυκεν, ἀλλὰ καὶ τἄλλα πάντα τὰ ὁπωσοῦν ἄλλως μετέωρα κατά τι
5φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιρρῶδες ἢ οἰδηματῶδες πάθος. ἔτι δὲ δὴ μᾶλλον ἂν ἀπόστημα μηδέπω συνεῤῥη‐ γμένον ᾖ καθ’ ὑποχόνδριον, οὐκ ἀγαθὸν οὐδὲ τούτοις τὸ γάλα. τὰ μὲν οὖν τοιαῦτα πάντα δι’ ἑνὸς ὀνόματος ἐδή‐ λωσεν εἰπὼν ὑποχόνδρια μετέωρα. βλάπτεσθαι δέ φησι καὶ
10διαβορβορύζοντα πρὸ τοῦ γάλακτος, ἕτερα μὲν ὄντα τῶν ἐμπεφυσημένων καὶ τεταμένων, φυσώδη γε μὴν καὶ ταῦτα καὶ πνευματώδη. μείζων μὲν οὖν ἡ βλάβη τοῖς διατεταμέ‐ νοις ὑποχονδρίοις, ἐλάττων δὲ τοῖς διαβορβορύζουσιν, ἀλλ’ ὅμως οὐδὲ τούτοις ἐστὶ τὸ γάλα χρήσιμον, ὀξύνεται γὰρ ἐπ’
15αὐτῶν. ὀῤῥὸν μέντοι γάλακτος ἡδύνοντες ἁλσὶ καὶ μέλιτι πολλοῖς τῶν τοιούτων ἐδώκαμεν, ὀνίνανται γὰρ ὑπιούσης αὐτοῖς τῆς γαστρός· καὶ τοῖς διψώδεσι κακὸν εἶναί φησι
τὸ γάλα, κνισοῦται γὰρ ἐπ’ αὐτῶν, ἐάν τε φύσει874 in vol. 17.2

17b

875

διψῶσιν, ἐάν τε καὶ κατὰ τὸν καιρόν τινα γεννηθῶσι. καὶ μὲν δὴ ὅσαι διαχωροῦσι χολώδη καὶ τούτοις ἐγὼ φαίην ἂν τὸ γάλα κνισῶδες, οὐχ ἧττον δὲ καὶ τοῖς ἐμοῦσι τοιαῦτα. καθόλου γὰρ ἐμάθομεν ὡς ἀλλοιοῦται τάχιστα πρὸς ἁπάν‐
5των τῶν θερμῶν αἰτίων ἐπὶ τὸ κνισῶδες. εἰκότως οὖν βλαβερὸν καὶ τοῖς ὀξέως πυρέττουσι. καί μοι δοκεῖ βέλτιον ἂν ἡ λέξις οὕτως ἔχειν, κακὸν δὲ καὶ οἷσι χολώδεις ὑπο‐ χωρήσιες καὶ τοῖς ὀξέσι πυρετοῖσιν ἐοῦσιν. οὐ γὰρ ἐπὶ τούτων ἀμφοτέρων μόνον βλαβερόν ἐστιν, ἀλλὰ καὶ καθ’
10ἑκάτερον ἰδίᾳ. ταῦτα μὲν οὖν τὰ πάθη βλάπτει τὸ γάλα μεγάλως, τὰ δ’ ἐφεξῆς ὠφελεῖ, περὶ ὧν ὁ Ἱπποκράτης οὕ‐ τως ἔγραψεν, ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέτ‐ τουσι διδόναι, περὶ τῶν φθινωδῶν γὰρ ποιεῖται τὸν λόγον πρῶτον. ἀκουστέον δ’ οὕτως ὀνομάζειν αὐτὸν ἐκείνους ὅσοι
15νοσοῦσι φθόην, τοὺς δ’ ἄλλους ἐκτετηκότας ἐφεξῆς ἐρεῖ κατὰ τὴν λέξιν, ἧς ἡ ἀρχὴ, καὶ ἐν πυρετοῖσι βληχροῖσι καὶ μα‐
κροῖσι· κοινὸν δ’ ἐπὶ πάντων ὅσοι γάλακτος χρῄζουσι τὸ875 in vol. 17.2

17b

876

δεῖσθαι τροφῆς εὐχύμου τε ἅμα καὶ ταχέως ἀναδιδομένης. καὶ οὐ δεῖ ταράττεσθαι εἰ τὸ γάλα φαμὲν εὔχυμον, φυσῶ‐ δές τι ἔχον. καθόλου γὰρ εὔχυμα λέγομεν εἶναι ὅσα μετὰ τὴν πέψιν εἰς χρηστὸν χυμὸν μεταβάλλει, ἤτοι εἰς αἱματι‐
5κὸν, οὗτος γὰρ φίλιος ἡμῶν χυμός. διὰ τί δὲ εἰπὼν, ἁρμό‐ ζει δὲ φθινώδεσι, προσέθηκε, μὴ λίην πολλῷ πυρέσσουσιν, ἄξιον εἶναί μοι δοκεῖ σκέψεως οὐ μικρᾶς. ἤρκει γὰρ καὶ χωρὶς τοῦ λίην. ἆρ’ οὖν καὶ τοῖς πολλῷ πυρέττουσι μόνοις μὴ διδόναι τὸ γάλα; ἢ τοῖς μὲν λίην πολλῷ πυρέττουσι
10μόνοις δίδωσιν ἢ παρεγγέγραπται πρός τινος τὸ λίην, ὥσπερ καὶ ἄλλα πολλά; ταυτὶ μὲν οὖν ἐπὶ σχολῆς τις ζη‐ τείτω. τὸ δὲ τοῖς πολλῷ πυρέττουσι μὴ διδόναι τὸ γάλα παρ’ ἡμῶν ἤδη μαθὼν ἴστω. θαυμάζω δὲ πῶς ἐφ’ ὧν κε‐ λεύει διδόναι τὸ γάλα προσέγραψε, μηδ’ ἑνὸς ὧν προείρη‐
15ται παρόντος, οὐ κατὰ βραχυλογίαν τοῦτο ὂν τῆς ἀφορι‐ στικῆς διδασκαλίας. ἐγινώσκετο γὰρ ἐξ ὧν προειρήκει καὶ
μὴ ῥηθὲν ὅτι δοτέον φθινώδεσι καὶ παράλογον ἐκτετηκόσιν,876 in vol. 17.2

17b

877

ἄνευ τοῦ κεφαλαλγεῖν ἢ ὀγκοῦσθαι τὸ ὑποχόνδριον ἢ χολώ‐ δεις γίνεσθαι διαχωρήσεις ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὑπάρχειν αὐτοῖς ἢ οὐχ ἁπλῶς, οὐδὲ ἀεὶ βραχυλογίαν ἀσκεῖν ἔοικεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐν οἷς μέγα τι τὸ κινδυνευόμε‐
5νον τῷ ἀμελῶς ἀκουσθέντι διδάσκει, λέγειν ἐπὶ τούτων οὐκ ὀκνεῖ ταῦτα ἐνίοτε δὶς ἢ καὶ τρίς.
— — —
ξεʹ. Ὁκόσοισιν οἰδήματα ἐφ’ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶν‐
10ται, οὐδὲ μαίνονται τουτέων δ’ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι· τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι ἢ ἐμπύησις ἢ δυσεντερίη, ἢν ἐρυθρὰ ᾖ τὰ οἰδήματα.
— — —
15Τοὺς παρὰ φύσιν ὄγκους ἅπαντας ὁ Ἱπποκράτης οἰ‐
δήματα προσαγορεύει, περιεχομένων ἐν αὐτοῖς δηλονότι καὶ877 in vol. 17.2

17b

878

τῶν φλεγμονῶν καὶ μέντοι καὶ αὐτὸ τοῦτο τοὔνομα τὸ τῆς φλεγμονῆς ἐπὶ τῆς φλογώσεως μᾶλλον οἱ παλαιοὶ πάντες ἔλεγον, εἰ καὶ χωρὶς ὄγκου συσταίη. ἔστι μὲν οὖν τὸ νῦν λεγόμενον τοιοῦτον, οἷς ὄγκοι τοῖς ἕλκεσιν ἐπιγίνονται, οὐ
5πάνυ τι σπῶνται οὐδὲ μαίνονται. τοῦτο δὲ ἔνδειξιν ἔχει τοῦ καὶ σπᾶσθαι μέν τινας ἐπ’ αὐτοῖς καὶ μαίνεσθαι, ἀλλὰ σπανίως τοῦτο πάσχειν, ὅταν δηλονότι μέγεθος ἀξιόλογον ἢ κακοήθειάν τινα προσλάβωσιν, ἂν μέντοι τύχωσιν ἀφανι‐ σθέντες ἐξαίφνης οἱ ὄγκοι, σπασμούς τε καὶ τετάνους ὅταν
10ἐν τοῖς ὀπίσω μέρεσιν ᾖ τὰ ἕλκη, τουτέστι κατὰ τὸν νῶτον. τὰ δ’ ἄλλα τὰ ἐφεξῆς εἰρημένα τοῖς ἐν τοῖς πρόσω μέρεσι γεγενημένοις ἕπεσθαί φησι. νευρώδη μὲν γὰρ τὰ ὄπισθεν, ἀρτηριώδη δὲ καὶ φλεβώδη τὰ ἔμπροσθέν ἐστιν. ὅταν οὖν ἀπὸ τῶν ἡλκωμένων μερῶν ὁ χυμὸς ὁ ποιήσας τὸ οἴδημα
15ἐπαναβῇ πρός τι τῶν κυρίων μορίων, ἐν μὲν τοῖς νευρώ‐ δεσι μέρεσι τοῖς ὀπίσω σπασμοὶ καὶ τέτανοι γενή‐
σονται, νεύρων δὲ ταῦτα πάθη, ἐν δὲ τοῖς πρόσω μανία878 in vol. 17.2

17b

879

μὲν, ἐὰν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῇ, πλευροῦ δ’ ἄλγημα τρα‐ πέντος ἐπὶ θώρακα τοῦ χυμοῦ. πολλάκις δ’ οὗτοι καὶ ἔμ‐ πυοι γίνονται, μὴ διαφορηθέντος αὐτοῦ. δυσεντερίαν δ’ ἔσεσθαί φησιν, ἐὰν ἐρυθρῶν ὄντων τῶν οἰδημάτων ἐξαί‐
5φνης γένηται μετάστασις. ἐκείνην μέντοι τὴν δυσεντερίαν ὀνομάζομεν αἱματηρὰν, ἥτις ἐστὶν αἵματος κένωσις δι’ ἐντέ‐ ρων χωρὶς ἑλκώσεως. ὅτι μὲν οὖν ἂν κατὰ νῶτον ἢ τὰ πρόσω μόρια τὰ τούτοις ἀνακείμενά ποτε συμβῇ ἀφανισθῆ‐ ναι τὰ οἰδήματα, τοῖς εἰρημένοις πάθεσι περιπίπτουσιν οἱ
10κάμνοντες ἑωράκαμεν. οὐ μὴν ὁ Ἱπποκράτης αὐτὸς ἐδήλω‐ σεν εἴτε περὶ τούτων λέγει μόνων τῶν μορίων εἴτε περὶ πάντων ἁπλῶς ὥστε καὶ τὰ κῶλα περιλαμβάνεσθαι κατὰ τὸν λόγον. ἐπὶ μὲν οὖν κνημῶν οὐκ εἰσὶν ἐν τοῖς πρόσω μέρεσι μύες εἰς τένοντας εὐρώστους τελευτῶντες, ἐπὶ δὲ
15τοῦ μηροῦ τὸν ἐν τοῖς πρόσω μέρεσι τοῦ γόνατος τένοντα μέγιστον ὁρῶμεν, ἐφ’ ᾧ κατὰ συμπάθειαν εὔλογόν ἐστιν ἀκολουθῆσαι σπασμὸν μᾶλλον ἤ τινι τῶν ὀπίσω τοῦ μηροῦ
κειμένων μυῶν, σαρκώδεις γάρ εἰσιν ἅπαντες. ὥστ’ οὐκ879 in vol. 17.2

17b

880

ἀληθὲς εἶναι δόξει τὸ καθόλου λεγόμενον, ὡς τοῖς ὀπίσω μέρεσι μόνοις ἕπονται σπασμοί. φαίνεταί γε μὴν ὡς τὸ πολὺ τοῦτο γινόμενον, οὐκ ἐπὶ σκελῶν μόνων, ἀλλὰ καὶ χει‐ ρῶν, ἴσως διὰ τὸ κατ’ εὐθυωρίαν εἶναι ταῦτα πάντα τὰ
5μέρη τῷ νωτιαίῳ, πεφυκέναι δὲ ἀπὸ τούτου τά τε τῶν κώ‐ λων νεῦρα καὶ τὰ τῶν ῥαχιτῶν μυῶν.
— — —
ξστʹ. Ἢν τραυμάτων ἰσχυρῶν καὶ πονηρῶν ἐόντων οἴδημα μὴ
10 φαίνηται, μέγα κακόν.
— — —
Δύναται μὲν καὶ τῷ κατὰ τὴν τελευτὴν εἰρημένῳ τὸ κα‐ κὸν συναφθῆναι τὸ μέγα, δύναται καὶ τῷ προτέρῳ τοῦ ἀφο‐ ρισμοῦ μέρει. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος· τραυμάτων
15πονηρῶν ἐόντων οἴδημα μὴ φαίνεσθαι κακόν ἐστι μέγα, εἴτε οὕτως τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ
φαίνεσθαι κακόν. ἐγχωρεῖ δὲ καὶ κοινὸν ἀμφοῖν εἰρῆσθαι880 in vol. 17.2

17b

881

τὸ μέγα, ὡς καὶ οὕτως εἶπεν· ἢν τραυμάτων πονηρῶν ἐόν‐ των οἴδημα μέγα μὴ φαίνηται, κακόν ἐστι μέγα. βελτίων δὲ τῶν τριῶν λόγων ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν ὁ τοι‐ οῦτος. ἢν τραυμάτων πονηρῶν ἐόντων μὴ φαίνηται οἴδημα,
5κακόν ἐστι. προείρηται δέ μοι κατὰ τῶν παρὰ φύσιν ὄγκων ἁπάντων ὑπ’ αὐτοῦ λέγεσθαι τὸ οἴδημα. πονηρὰ δ’ ἡγη‐ τέον εἰρῆσθαι τραύματα τὰ κατὰ τὰς κεφαλὰς ἢ τελευτὰς τῶν μυῶν καὶ μάλιστα τῶν νευρωδῶν. κατὰ μὲν τὰς κεφαλὰς τῶν μυῶν ἐμφύεται τοῖς μυσὶ τὰ νεῦρα, κατὰ
10δὲ τὰς τελευτὰς οἱ τένοντες ἐμφύονται. ὥσπερ οὖν ὀλίγον ἔμπροσθεν ἐμέμψατο τὰ ἐξαίφνης ἐφανιζόμενα τῶν οἰδημά‐ των, οὕτω νῦν τὰ μηδ’ ὅλως ἐπιγινόμενα τοῖς πονηροῖς τραύμασιν. ὑποψία γάρ τίς ἐστιν ἐπὶ τούτων ἐπὶ τὰ κυ‐ ριώτερα μεθίστασθαι τοὺς ἐπιῤῥέοντας τοῖς τραύμασι χυ‐
15μοὺς καὶ μάλιστα τοῦτ’ ἔοικε γίνεσθαι κατ’ ἐκεῖνα τῶν τραυ‐ μάτων, ἐν οἷς ὀδύνη μέν ἐστι καὶ δι’ αὐτὴν ἐπιῤῥεῖ τι πάν‐ τως. ἀναστέλλεται δὲ ὑπὸ τῶν ἰατρῶν τοῖς ἰσχυ‐
ρῶς ψύχουσιν ἢ στύφουσι φαρμάκοις, ὡς τά γε χωρὶς ὀδύ‐881 in vol. 17.2

17b

882

νης οὐδὲ ῥεῦμα κινεῖ. μάλιστα δ’ ὀδυνᾶται τὰ νευρώδη μόρια, δεόμενα διὰ τῶν θερμαινόντων καὶ ξηραινόντων θεραπεύεσθαι φαρμάκων.
— — —
5
ξζʹ. Τὰ χαῦνα χρηστὰ, τὰ ἔνωμα κακά.
— — —
Οὗτος ὁ λόγος μόριόν ἐστι τοῦ προγεγραμμένου, διδά‐ σκοντος τοῦ Ἱπποκράτους ὅσα μὲν οἰδήματα χαῦνα χρη‐
10στὰ πάντ’ εἶναι, τὰ δ’ ἐναντία μοχθηρά. κυρίως μὲν οὖν ἀντίκειται τῷ χαύνῳ τὸ σκληρὸν καὶ ἀντίτυπον. ὁ δ’ Ἱπ‐ ποκράτης ἔνωμον αὐτὸ προσηγόρευσεν. οὐδὲ γὰρ οἷόν τε γενέσθαι ποτὲ ἀντίτυπον οἴδημα πεπτούσης καλῶς τῆς ἐν τῷ μορίῳ φύσεως τοὺς ἐπιῤῥέοντας χυμούς.
15
— — —
ξηʹ. Τῷ ὄπιθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφελέει.
— — —882 in vol. 17.2

17b

883

Οὐ μόνον ἐπιτηδεύει κενοῦν ὁ Ἱπποκράτης ἔνθα χρεία κενοῦν, ἀλλὰ καὶ μετὰ ἀντισπάσεως. ἡ δὲ ἀντίσπασις ἐπὶ τἀναντία γίνεται, κατὰ μῆκος μὲν ἄνω καὶ κάτω, κατὰ πλάτος δὲ ἔνθα καὶ ἔνθα. τοῦτ’ ἐστὶν ἐπ’ ἀριστερά τε καὶ
5δεξιὰ, κατὰ βάθος δὲ ὀπίσω τε καὶ πρόσω. νῦν οὖν ἐν τοῖς ὄπισθεν τῆς κεφαλῆς ἀλγήμασι μετὰ ἀντισπά‐ σεως κένωσις ἐκ μετώπου γενήσεται, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡ κατ’ ἰνίου. οὕτω γοῦν ὀφθαλμῶν χρόνια ῥεύ‐ ματα πολλάκις ἐθεραπεύθη διὰ τῶν κατ’ ἰνίον μερῶν, αἵ‐
10ματος ἀφαιρεθέντος ἅμα χρήσει σικύας.
— — —
ξθʹ. Ῥίγεα ἄρχεται γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νότου εἰς κεφαλὴν, ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν τοῦ σώματος
15μᾶλλον ἢ ἔμπροσθεν, οἷον ἀπό τε πήχεων, μηρῶν, ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, καὶ δηλοῖ δὲ τοῦτο ἡ θρίξ.
— — —883 in vol. 17.2

17b

884

Ῥίγος πᾶν ἄρχεται μὲν μετά τινος αἰσθητῆς ψύξεως. ἑτοιμότερα δ’ οὐ ψυγῆναι μόνον, ἀλλὰ καὶ τῆς ψύξεως αἰ‐ σθάνεσθαι τὰ κατὰ νῶτον, ὥστ’ εἰκότως ἐντεῦθεν ἄρχεται τὰ ῥίγη καὶ θᾶττόν γε ταῖς γυναιξὶ γίνεται ταυτὶ, διότι
5καὶ ψυχρότερόν ἐστι τὸ θῆλυ φύσει καὶ ἀσθενέστερον. ἀνα‐ θεῖ δ’ ἐντεῦθεν ἀρξάμενον τὸ ῥῖγος ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων, τὴν κεφαλὴν, τάχιστα γιγνομένης διὰ τοῦ νωτιαίου τῆς συμπαθείας. ἐπειδὴ καὶ οὗτος ὁμοίως ἐγκεφάλου ψυ‐ χρός ἐστι φύσει καὶ διὰ τὴν μαλακότητα τῆς οὐσίας ὁμοίως
10εὐάλωτος. ἐκ δὲ τῶν πρόσω μερῶν οὐκ ἄρχεται τὰ ῥίγη, διότι θερμότερα τῶν ὀπίσω τὴν κρᾶσιν ἐστὶ καὶ τούτων γνώρισμα τίθεται τὴν ἀραιότητα τοῦ δέρματος, αὐτῆς δὲ πάλιν ταύτης τὸ πλῆθος τῶν τριχῶν. εἴρηται δέ μοι περὶ τριχῶν γενέσεως αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνή‐
15μασιν.
— — —884 in vol. 17.2

17b

885

οʹ. Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι οὐ πάνυ τοι ὑπὸ σπασμῶν ἁλίσκονται. ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα καὶ ἐπιγέ‐ νηται τεταρταῖος, παύονται.
5
— — —
Ὁ μὲν ἐπὶ κενώσει γενόμενος σπασμὸς ὀξύτα‐ τός ἐστι καὶ ὀλεθριώτατος. ὁ δ’ ἐπὶ πληρώσει τῶν νευ‐ ρωδῶν μορίων οἷος καὶ ἐπιληπτικὸς οὔτ’ ὀξύτατος οὔθ’ ὁμοίως ἐκείνων κινδυνώδης. μέμνηται δὲ νῦν ὁ Ἱπποκρά‐
10της τοιούτου σπασμοῦ. τὸ γὰρ ἁλισκόμενοι ἁλίσκονται παράτασιν δηλοῖ τοῦ χρόνου. τοῦτον οὖν τὸν σπασμὸν ὁ τεταρταῖος οὐκ ἐᾷ γενέσθαι, ἀλλὰ καὶ εἰ φθάσειε προσ‐ γενέσθαι, λύει. γίνεται δ’ ὑπὸ γλίσχρων χυμῶν τε καὶ φλε‐ γματικῶν ἐμπλαττομένων γε τοῖς νευρώδεσι μορίοις. οὔσης
15δὲ τοῖς τοιούτοις χυμοῖς διττῆς τῆς ἰάσεως, ἐκκρίσεώς τε καὶ πέψεως, ἀμφοτέρας ὁ τεταρταῖος ἔχει, τὴν μὲν ἔκκρι‐
σιν τῷ ῥίγει· μόνος γὰρ ὁ τοιοῦτος σπασμὸς ἱκανῶς ἐκ‐885 in vol. 17.2

17b

886

κρῖναι παχὺν χυμόν· τὴν δὲ πέψιν τῷ λόγῳ τῆς ἐπιγενο‐ μένης τῷ ῥίγει θερμασίας.
— — —
οαʹ.
5Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρώτων τελευτῶσιν, ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν.
— — —
Τῶν μελλόντων ἀποθνήσκειν οἷς μὲν αὐχμώδη καὶ
10σκληρὰ καὶ ξηρὰ καὶ τεταμένα τὰ δέρματα, χωρὶς ἱδρῶτος ἀποθνήσκουσιν, οἷς δὲ τἀναντία ἀραιὰ καὶ μαλακὰ καὶ χαλαρὰ, σὺν ἱδρῶτι τελευτῶσι. τοῖς μὲν γὰρ προτέροις ἢ οὐχ ὅλως ἐστὶν ὑγρότης ἢ οὐκ ἐν τῷ δέρματι, τοῖς δ’ ἄλ‐ λοις καὶ κατὰ τὸ δέρμα ἐστίν.
15
— — —
οβʹ. Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεες εἰσίν.
— — —886 in vol. 17.2

17b

887

Πνευματώδεις νῦν εἰρῆσθαι νομιστέον ἐκείνους ὅσοι κατὰ γαστέρα πλῆθος ἀθροίζουσι φυσώδους πνεύμα‐ τος, ἤτοι δι’ ἐρυγῶν κενούμενον ἢ διὰ φυσῶν ἢ παραμένον τε καὶ διατεῖνον τὰ τῇδε. γίνεται δὲ τοῦτο ποτὲ μὲν δι’
5ἀτονίαν τέ τινα καὶ ἀσθένειαν αὐτῶν τῶν κατὰ γαστέρα μορίων, ἐνίοτε δ’ ἐπὶ φλεγματώδει χυμῷ καὶ ψυχρῷ. οὗτοι μὲν οὖν οἱ διὰ φλεγματικὸν χυμὸν πνευματώδεις ἐναντίοι τοῖς ἰκτεριώδεσίν εἰσι χολώδεσιν οὖσιν, ὥστε οὐκ ἄν ποτε κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν οἱ ἰκτεριώδεις
10γίγνονται πνευματώδεις. ἐγχωρεῖ δ’ αὐτοὺς ἐπ’ ἀῤῥωστίᾳ τῶν μερῶν φυσώδεις γίνεσθαι. διὰ τοῦτ’ οὖν προσέθηκε τῷ λόγῳ τὸ οὐ πάνυ τι, τὸ μὲν διηνεκὲς τῆς ἀποφάσεως κω‐ λύων, ἐνδεικνύμενος δὲ ὡς τὸ πολὺ γίνεσθαι τὸ προειρημέ‐ νον. οὐ πάνυ γάρ τοι τοῖς κατὰ γαστέρα μορίοις ἅπαντα
15ἄτονα ἔστιν εὑρεῖν τοὺς ἰκτεριώδεις.887 in vol. 17.2

18a

1

(t1)

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
t2ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑΤΑ.
t4— — —
1
αʹ. Ἐν τῇσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγι‐ νομένη μὴ πρότερον γινομένη σημεῖον ἀγαθόν.
— — —
5
Ἡ λειεντερία ταχεῖα διὰ τῆς κοιλίας καὶ τῶν ἐντέρων διέξοδός ἐστι τῶν ἐσθιομένων τε καὶ πινομένων, τοιούτων
ὑποχωρούντων ὁποῖα κατεπόθη. συντομώτερον δ’ ἄν τις1 in vol. 18.1

18a

2

αὐτὴν ἀφοριζόμενος εἴποι στέρησιν πέψεως, οὔτε κατὰ χροιὰν οὔτε κατὰ σύστασιν ἢ ὀσμὴν ἢ ὅλως ἡντιναοῦν ποιότητα γενομένης ἐν τῇ γαστρὶ μεταβολῆς σιτίων. ὠνομάσθη δὲ τὸ πάθος οὕτως ὑπονοησάντων τῶν πρώτως
5θεμένων τὴν προσηγορίαν αὐτῷ διὰ λειότητα γεγονέναι τῆς ἔνδον ἐπιφανείας τῶν ἐντέρων, δι’ ἣν οὐκέτι ἀντιλαμ‐ βάνεται τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς, ὡς ἂν ὅτε κατὰ φύ‐ σιν εἶχε τῇ τραχύτητι κατεχόντων αὐτά. πολλὰ μὲν οὖν καὶ ἄλλα τῶν πρώτως ὀνομασάντων τὰ πράγματα δίκαιον
10ἐπαινεῖν, οὐ μὴν ἐπί γε ταῖς λειεντερίαις ἀποδέχομαι τοὺς ἄνδρας, ἀγνοήσαντας ὅτι τῆς γαστρὸς αὐτῆς ἔργον ἐστὶ περι‐ πτύσσεσθαί τε τὰ σιτία ἔν τινι χρόνῳ, ὡς σφιγγούσης τε καὶ κατεχούσης αὐτὰ καὶ αὖθις ὠθεῖν κάτω καὶ ὡς ἡ κατὰ τὴν κύ‐ στιν γίνεται στραγγουρία, μὴ περιμενούσης ἀθροισθῆναι τὸ
15οὖρον, ἀλλ’ εὐθὺς ἀποτριβομένης αὐτῆς ἢ ὡς δακνῶδες ἢ ὡς
βαρῦνον, οὕτω δὴ καὶ κατὰ τὴν γαστέρα αἱ ταχεῖαι διέξοδοι.2 in vol. 18.1

18a

3

αὗται γὰρ αἱ αἰτίαι κοιναὶ ἁπάσης εἰσὶν ἐκκρίσεως. ἃς εἴπερ οἱ πρῶτοι θέμενοι τοὔνομα τῷ πάθει λειεντερίαν ἠπί‐ σταντο, τὴν μὲν περὶ τῆς λειότητος τῶν ἐντέρων ὑπόνοιαν οὐκ ἂν ἐπῄνεσαν, ἀντ’ αὐτῆς δὲ τὴν ἀῤῥωστίαν τῆς γαστρὸς
5ὅλης καὶ τῶν ἐντέρων ᾐτιάσαντο δι’ ἣν αἰτίαν βαρυνόμενα ταῦτα τὰ μόρια πρὸς τῶν καταποθέντων ἀποτρίβεται διὰ ταχέων αὐτά. δυνατὸν δέ ποτε καὶ διά τινας χυμοὺς δα‐ κνώδεις ἐπιπολῆς ἑλκωθέντων αὐτῶν γενέσθαι τὸ πάθος, εἰ καὶ μὴ μεγάλως πεπόνθοι τὰ τῆς δυνάμεως. ἀναγκαῖον γάρ
10ἐστι καὶ τότε διεξερχομένων τῶν σιτίων ἀνιώμενα τὰ ἡλκω‐ μένα προωθεῖν αὐτὰ κάτω καὶ πέμπειν ἀφ’ ἑαυτῶν ὅτι τάχιστα. τούτου δὲ διὰ πάντων τῶν μορίων γενομένου τό τε τάχος ἀκολουθήσει τῆς διεξόδου καὶ τὸ μηδ’ ἀρχήν τινα πέψεως εἰληφέναι. ἀλλὰ τῇ μὲν τοιαύτῃ λειεντερίᾳ
15δήξεώς τινος αἴσθησις ἔσται. τῇ δὲ δι’ ἀῤῥωστίαν τῆς κατὰ γαστρὸς καὶ τὰ ἔντερα, χωρὶς ἁπάσης ἀνιαρᾶς αἰσθή‐
σεως γίνεσθαι τὴν ὑποχώρησιν. ὑπάρχει δέ τι τοῦτο διά‐3 in vol. 18.1

18a

4

φορον οὐ μικρὸν τῇ ἑτέρᾳ τῶν λειεντεριῶν. ἡ μὲν γὰρ ὑπὸ δριμέων χυμῶν ἐξεσμένης ἐπιπολῆς τῆς τε γαστρὸς ὅλης καὶ τῶν ἐντέρων γιγνομένη, εἰ μὲν ἡ κακοχυμία παύσαιτο, τάχιστα θεραπεύεται διὰ τῶν στυφόντων ἐδεσμάτων τε καὶ
5πομάτων. εἰ δ’ ἐπὶ πλείονα παραμείνῃ χρόνον, εἰς δυσεν‐ τερίαν μεταπίπτει. ἡ δὲ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυ‐ νάμεως ἐπὶ δυσκρασίᾳ μὲν πάντως ἐγγίνεται, ἤτοι δ’ αὐ‐ τῶν ἐστι τῶν σωμάτων διάθεσις ἕξιν ἤδη τινὰ ἔχουσα δύσ‐ λυτον ἢ διὰ χυμόν τινα περιεχόμενον ἐν τῇ κοιλίᾳ καὶ τοῖς
10ἐντέροις, εἷς δὲ ἐκ τούτων τῶν χυμῶν ἐστι καὶ τὸ φλέγμα. διὸ καὶ ὀξεῖαι τοῖς κάμνουσιν ἐρυγαὶ συμβαίνουσιν, ἃς ὀξυ‐ ρεγμίας ὀνομάζουσι, γινομένας καὶ χωρὶς φλέγματός τινος ἐπὶ ψυχροτέρᾳ γαστρί. καί τισί γε τῶν λειεντεριῶν, ὅσαι διὰ ψυχρότητα γίνονται, συνεισβάλλουσι μὲν ὀξυρεγμίαι, πε‐
15ριουσῶν δὲ παύονται. κατ’ ἀρχὰς μὲν γὰρ ὀλίγον τινὰ χρόνον ἐν τῇ γαστρὶ μένει τὰ σιτία, προϊόντος δὲ καὶ ἐπαυ‐ ξανομένου τοῦ πάθους οὐδὲ τοῦτον. ἐφ’ οἷς μὲν οὖν ὀλι‐
γοχρόνιός ἐστιν ἡ μονὴ γίνεταί τις οἷον ἀρχὴ πέψεως καὶ4 in vol. 18.1

18a

5

διὰ τοῦτο ἀποτυχία. μεμαθήκαμεν δὲ τὰς διὰ ψυχρὰν αἰ‐ τίαν ἀποτυχίας τῆς πέψεως ὀξυρεγμίαν ἐργαζομέ‐ νας. ἐφ’ οἷς δὲ οὐκ ἄρχεται πέττεσθαι τὰ σιτία τὴν ἀρ‐ χὴν, οὐδὲ μεταβολή τις αὐτῶν γίνεται κατὰ ποιότητα, ὥστε
5οὐδ’ ὀξυρεγμίαι, πλὴν εἰ μὴ φλέγμα καὶ μάλιστα ὀξὺ πλεο‐ νάζοιτο κατὰ τὴν γαστέρα. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἶπε τὴν ὀξυρεγμίαν σημεῖον ἀγαθὸν εἶναι ταῖς λειεντερίαις, ἀλλὰ πρῶτον μὲν ἐν ταῖς χρονίαις προσέθηκεν, ὡς ταῖς γε ἀρχομέναις, ὡς εἴρηται, συνεισβάλλει πολλάκις,
10εἶτα πρόσθεν οὐ γινομένη, φησίν. ὅσαι γὰρ ὑπὸ φλέγμα‐ τος καταψύξαντος τὴν γαστέρα γίγνονται λειεντερίαι, σύνε‐ στιν αὐταῖς ἡ ὀξυρεγμία διὰ παντὸς ὥς τι σύμπτωμα. ταῖς μὲν οὖν μήτε ἀρχομέναις ἔτι μήτε διὰ φλέγμα γινομέναις οὐ σύνεστιν ὀξυρεγμία, γιγνομένη δέ ποτε σημαίνει δια‐
15μένειν μὲν τοσοῦτον ἤδη χρόνον ἐν τῇ γαστρὶ τὴν τροφὴν
ὡς ἀρχὴν μεταβολῆς λαμβάνειν, ἀναμιμνήσκεσθαι δὲ τῶν5 in vol. 18.1

18a

6

οἰκείων ἔργων τὴν φύσιν. ἐμοὶ μὲν ἱκανῶς, ὡς νομίζω, πε‐ πλήρωται τὰ τῆς ἐξηγήσεως. εἰ δέ τις ἐπιστημονικῶς ἐκμα‐ θεῖν βούλεται τὰ κεφάλαια τῶν εἰρημένων, ἐν μὲν τῇ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ περὶ τῶν τῆς γαστρὸς ἔχει
5δυνάμεων ἀποδείξεις οὐκ ὀλίγας, ἐν δὲ ταῖς τῶν συμπτωμά‐ των αἰτίαις περὶ τῶν ταχέως ἀποκρινομένων ἁπάντων. ἐπεὶ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ κοιλίας κατεψεύ‐ σατό τε τῶν ἑαυτοῦ πρεσβυτέρων, ἐτάραξέ τε καὶ συνέχει τὴν ἔννοιαν τῆς λειεντερίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ
10ταῦτα προσθεῖναι, καὶ πρῶτά γε αὐτὴν τὴν Ἐρασιστράτου παραγράψαι ῥῆσιν ἔχουσαν οὕτως· περὶ δὲ τῆς καλουμένης λειεντερίας ῥητέον. οἱ μὲν οὖν πρότερον ἰατροὶ εἰς τρία μέρη διῄρουν τὸ πάθος, λειεντερίαν, δυσεντερίαν, τεινεσμόν. καί τινες μὲν ἐν τοῖς ἐκκρινομένοις τὰς διαφορὰς τοῦ πά‐
15θους θεωροῦντες καὶ λέγοντες. ὅτε μὲν γὰρ αἱματώδη τε καὶ μυξώδη προχωροίη τὰ ἀπὸ τῆς κοιλίας, τότε μὲν δυσεν‐ τερίαν τὸ πάθος ἐκάλουν. εἰ δ’ ἄπεπτα εἶεν τὰ διαχωρού‐
μενα, μεμιγμένα δὲ τοῖς αἱματώδεσί τε καὶ μυξώδεσι, λειεν‐6 in vol. 18.1

18a

7

τερίαν, ὅτε δὲ ὑπίῃ χολώδεα τοῖς αἱματώδεσι καὶ μυξώδεσι μεμιγμένα, τεινεσμὸν προσηγόρευον τὸ πάθος. ταυτὶ μὲν οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσ‐ θεὶς τοῖς ἀπέπτοις διαχωρήμασιν αἱματώδη τε καὶ μυξώδη.
5τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν αὐτῷ γεγονότων χρόνων ἐπιφανεστάτων, οἷον Φιλότιμος, Ἡρόφιλος, Εὔδημος, οὔτε τῶν μετ’ αὐτὸν γενομένων τις ἄχρι τῶν νεωτέρων τούτων τῶν περὶ τὸν Ἀρχιγένην, οὐ μὴν οὐδ’, ὡς αὐτὸς εἶπεν, οἱ πρότεροι ἰατροὶ, τουτέστιν ὅσοι
10πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων. Διοκλῆς μὲν γὰρ ἐν τῷ περὶ πάθους αἰτίας θεραπείας βιβλίῳ ταῦτα γράφει· τὸ δὲ τρίτον γίνεται μὲν ὡς τὰ πολλὰ ἐκ δυσεντερίας, κα‐ λεῖται δὲ λειεντερία. ἕπεται δ’ αὐτῇ καὶ διαχώρησις ὑγρὰ καὶ ἀφρίζουσα καὶ ὠμὴ καὶ πολλὴ καὶ ταχεῖα μετὰ τὸ
15πιεῖν καὶ φαγεῖν. Πραξαγόρας δ’ ἐν τῷ δευτέρῳ τῶν συνεδρευόντων· τοῖς δὲ λειεντερικοῖς, φησὶν, ἐπειδὴ ὄλισθον ἔχει τὸ ἔντερον καὶ οὐχ ἥκιστα τὸ περὶ τὴν νῆστιν, ἀνάγκη ταχέως φέρεσθαι τὰ ἀπὸ τῶν σιτίων διαχωρήματα. εἶθ’
ἑξῆς ὅτι τοῖς ταχέως διεξερχομένοις ἀναγκαῖόν ἐστιν ἀπέ‐7 in vol. 18.1

18a

8

πτοις εἶναι παντάπασιν, ὁ Πραξαγόρας γράφει· τὸ μὲν ἰδιαίτατον τοῦ πάθους ἐν τῇ ταχείᾳ διεξόδῳ τιθέμενος, τὸ δὲ μὴ πέπτεσθαι τῶν ἐξ ἀνάγκης ἀκολου‐ θούντων τι ποιούμενος. οὐ γὰρ ὅτι παντάπασιν ἄπεπτα
5μένει τὰ σιτία, διὰ τοῦτ’ ἐκκρίνεται ταχέως, ἀλλ’ ὅτι τα‐ χέως ἐκκρίνεται, διὰ τοῦτο οὐδ’ ὅλως πέπτεσθαι, καὶ διὰ τοῦτο καὶ ἡμεῖς καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν τα‐ χεῖαν διέξοδον ἀπέπτων παντάπασι τῶν σιτίων φαμὲν εἶ‐ ναι τὴν λειεντερίαν. οὕτως δὲ περὶ αὐτῆς ἐοίκασι γινώσκειν
10καὶ ἄλλοι παλαιοί. ἐν μὲν γὰρ τῷ περὶ παθῶν Ἱπποκρά‐ τους, εἴτ’ οὖν αὐτοῦ τοῦ Ἱπποκράτους ἐστὶ τὸ βιβλίον εἴτε Πολύβου τοῦ μαθητοῦ αὐτοῦ, ταυτὶ γέγραπται περὶ τῆς λειεντερίας· τὰ σιτία διαχωρέει ἄσηπτα, ὑγρὰ, ὀδύνη οὐ κινέει, λεπτύνεται δὲ τὸ σῶμα. δηλονότι παλαιά τις
15ἦν συνήθεια τούτοις τοῖς ἀνδράσιν ἄσηπτα καλεῖν ἅπερ ἡμεῖς ἄπεπτα λέγομεν. ἐν δὲ τῷ διαιτητικῷ τῷ ὑγιεινῷ,
τῷ Ἱπποκράτει μὲν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, τοῖς δ’ ἀπο‐8 in vol. 18.1

18a

9

ξενοῦσιν αὐτὸ, τισὶ μὲν εἰς Φιλιστίωνα, τισὶ δ’ εἰς Ἀρί‐ στωνα, τισὶ δ’ εἰς Φερεκύδην ἀναφέρουσι, γέγραπται ταυτί. πάσχουσι δέ τινες καὶ τοιαῦτα διαχωρέει αὐτοῖς τὸ σιτίον ὑγρὸν ἄπεπτον, οὐ διὰ νόσημα, οἷον λειεντερίαν, οὐδὲ πόνον
5οὐδένα παρέχει. οὗτοι μὲν οὖν οἱ ἄνδρες ἅπαντες Ἐρασι‐ στράτου πρεσβύτεροι, μυρίοι δ’, ὡς ἔφην, ἄλλοι πάντες κατ’ αὐτὸν τὸν Ἐρασίστρατον ὕστεροι γεγονότες ὡσαύτως τοῖσ‐ δε περὶ τῆς λειεντερίας ἔγραψαν, ὥστ’ οὐκ οἶδ’ ὅ τι πα‐ θὼν Ἐρασίστρατος καταψεύδεται τῶν πρεσβυτέρων αἱμα‐
10τώδη καὶ μυξώδη τοῖς ἀπέπτοις μεμίχθαι λέγων ὑπολαμβά‐ νειν αὐτοὺς ἐν ταῖς λειεντερίαις.
— — —
βʹ. Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαί‐
15νουσι νοσηρότερον, οἷσι δὲ τἀναντία, ὑγιεινότερον.
— — —9 in vol. 18.1

18a

10

Ἐν μὲν ταῖς ξηροτέραις φύσει κράσεσιν οὐδὲν ὅλως ἐρεῖ διὰ τῶν ῥινῶν ἐξ ἐγκεφάλου περίττωμα σαφὲς οὐδ’ αἰσθητὸν, ὥσπερ οὐδὲ διὰ τοῦ δέρματος ἱδρὼς, ἀλλ’ ἡ κα‐ λουμένη πρὸς τῶν ἰατρῶν ἄδηλος διαπνοὴ τὰ λελεπτυσμένα
5τῶν περιττωμάτων ἀτμοειδῶς ἐκκενοῖ. ταῖς δ’ ὑγροτέραις φύσεσιν αἰσθητὰ γίνεται περιττώματα καὶ μάλιστα κατὰ τὸν ἐγκέφαλον, ὅτι φύσει ψυχρότερός ἐστι. ταῖς δ’ αὐταῖς ταύταις καὶ τὴν γονὴν, τουτέστι τὸ σπέρμα, γίνεσθαί φησιν ὑγροτέραν ὥσπερ καὶ ἐν ταῖς ξηροτέραις ἀναλισκομένης τῆς
10ὑδατώδους ὑγρότητος, παχύτερόν τε καὶ ξηρότερόν ἐστι τὸ σπέρμα. τοὺς οὖν ὑγροτέρους, εἴτ’ οὖν μόνον τὸν ἐγκέφαλον εἴτε καὶ τὸ σύμπαν σῶμα τὴν ὑγιεινὴν διαγωγὴν οὐκ ἄμεμπτον ἔχειν συμβέβηκεν, ἀλλὰ κατάῤῥοις τε συνεχῶς ἐπὶ σμικραῖς αἰτίαις ἁλίσκεσθαι, κἂν δι’ ὑπερώας αὐτοῖς
15κάτω ῥέπῃ τὸ περίττωμα, κακοῦσθαι τὰ ὑποκείμενα φά‐ ρυγγα καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ πνεύμονα καὶ στόμαχον καὶ γαστέρα καὶ βῆχάς τε αὐτοῖς γίνεσθαι
καὶ δυσπνοίας καὶ συνάγχας, ἀπεψίας τε καὶ διαῤῥοίας.10 in vol. 18.1

18a

11

ἔστι δ’ ὅτε καὶ δυσεντερίας, ὅταν ἁλμυρώτερόν πως γένηται τὸ καταῤῥέον, ἀναγκαῖόν ἐστιν. εἴρηται δ’ αὐτῷ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων βιβλίῳ περὶ τούτων, ὥσπερ γε κἀν τοῖς περὶ νούσων τε καὶ παθῶν.
5
— — —
γʹ. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι κακὸν, καὶ ξὺν πυρετῷ κάκιον.
— — —
10
Αἱ δυσεντερίαι γίνονται μὲν ὑπὸ δριμέων χυμῶν, ἑλ‐ κώσεις δ’ εἰσὶν ἐντέρων, ἐν ἀρχῇ μὲν ἐπιπολῆς ξυομένων, τῷ χρόνῳ δὲ βαθύτερα καὶ σηπεδονώδη τοὐπίπαν ἰσχόντων τὰ ἕλκη, καθ’ ὃν μάλιστα χρόνον ἡ γαστὴρ αὐτοῖς συμπά‐ σχουσα βλάπτεται περὶ τὰς πέψεις. ἐπανιούσης δ’ ἀεὶ καὶ
15μᾶλλον ἀνωτέρω τῆς κακώσεως, ἐπειδὰν καὶ τὸ στόμα συμ‐ πάθῃ τῆς κοιλίας, ἀπόσιτοι γίνονται, τουτέστιν ἀνόρεκτοι. γίγνονται μὲν γὰρ ἐνίοτε καὶ κατ’ ἀρχὰς ἀπόσιτοι διὰ τοὺς
συῤῥεόντας ἰχῶρας ἐξ ἥπατος, ἐφ’ ὧν ἔφαμεν ἐξύσθαι τὰ11 in vol. 18.1

18a

12

ἔντερα καὶ μάλισθ’ ὅταν ὦσιν οὗτοι πικρόχολοι, μέρος γὰρ αὐτῶν ἐπιπολάζον ἀναφέρεται πρὸς τὸ στόμα τῆς γαστρός. κατὰ δὲ τὰς χρονίας δυσεντερίας, ὅταν ἐπιγένηται τοῦτο τὸ σύμπτωμα, νέκρωσιν ἤδη τινὰ σημαίνει γεγονέναι τῇ γαστρὶ
5κατὰ συμπάθειαν, ἐφ’ ᾗ τελέως ἀπολωλεκέναι ἀναγκαῖον τὸ εἰς τὴν ζωὴν ἔργον. εἰ δ’ ἅμα τῇ ἀνορεξίᾳ καὶ πυρετὸς ἐπιγένοιτο τῇ δυσεντερίᾳ, δυοῖν θάτερον, ἢ σηπεδών τίς ἐστι περὶ τὰ ἕλκη, ἢ ἀξιόλογος φλεγμονή· καὶ οὕτως, ὡς εἴ‐ ρηται, συμπασχούσης ὅλης αὐτῆς ἤδη τῆς γαστρὸς ὀλεθρίως
10ἔχουσιν οἱ κάμνοντες.
— — —
δʹ. Τὰ περιμάδηρα ἕλκεα κακοήθεα.
— — —
15
Ὅταν ἤτοι τὰς τρίχας ἐκπιπτούσας ἴδῃς τῶν περικειμένων τῷ ἕλκει χωρίων ἢ καὶ τὸ δέρμα λεπίδας ἐπιπολῆς ἀφιὲν, ἴσθι τοῖς οὕτως ἔχουσι μοχθηροὺς χυμοὺς
ἐπιῤῥεῖν τῷ μέρει ἀκριβῶς ἀναβιβρώσκοντας τὸ ἕλκος. οὐ12 in vol. 18.1

18a

13

γὰρ δήπου τὰς μὲν ῥίζας τῶν τριχῶν διαφθείρειν δύναται, τὸ δ’ ἡλκωμένον ἐᾶν συνεπουλοῦσθαι.
— — —
εʹ.
5Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ ἐν στήθεσι καὶ ἐν τοῖσιν ἄλλοισιν, εἰ μέγα διαφέρουσι καταμαθητέον.
— — —
Καταμανθάνειν οὐ μόνον χρὴ τὸν ὀδυνώμενον τόπον ὁποῖός ἐστιν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς κατ’ αὐτὸν ὀδύνης
10τηλίκον ἐστί. χρήσιμον οὖν τοῦτο πρός τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ πρόγνωσιν τῶν γενησομένων περὶ τὸν κάμνοντα καὶ προσέτι τὴν τῆς θεραπείας εὕρεσιν ἐν τῇ γοῦν πλευρᾷ ὅταν ἄλγημα ᾖ μέγα, πρῶτον μὲν οὐκ ἀκίν‐ δυνον, εἶτα καὶ θεραπείας δεήσεται πλείονος. εἰ μὲν εἰς
15κλεῖν ἡ ὀδύνη διατείνοι, φλεβοτομίας, εἰ δ’ εἰς ὑποχόνδριον,
καθάρσεως, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδίδαξεν.13 in vol. 18.1

18a

14

εἰ μέντοι μέτριον εἴη τὸ ἄλγημα καὶ προσέτι μηδὲ νυγμα‐ τῶδες, οἷόν περ ἦν κατὰ τὸν ὑπεζωκότα, μήτε διατεῖνον πρὸς ὑποχόνδριον ἢ κλεῖν, ἐγχωρεῖ καὶ τῶν σαρκωδῶν μορίων ἐπὶ ταῖς πλευραῖς πεπονθότων αὐτὸ γίνεσθαι καὶ διὰ τοῦτο
5μήτε κινδυνῶδες εἶναι μήτε μεγάλου δεῖσθαι βοηθήματος. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων μορίων ἐπισκεπτέον ἐστὶ τὸ μέγεθος τῆς ὀδύνης, οἷον ἐπὶ νεφρῶν, εἰ τύχοι τοῦ σαρκώδους μὲν αὐτὸν φλεγμαίνοντος, ἔσται βαρεῖα ἡ ὀδύνη, καθάπερ αὐτὸς ἐν ἐπιδημίαις εἶπε, τὴν οἷον βάρους τινὸς
10ἐγκειμένου κατὰ τὸ χωρίον αἴσθησιν ἐπάγουσαν οὕτως ὀνο‐ μάσας. τῶν δ’ ἄλλων μερῶν τῶν κατὰ τοὺς νεφροὺς πα‐ σχόντων ὀξεῖα ἡ ὀδύνη. λέγω δ’ ἄλλα μέρη τόν τε περιέ‐ χοντα χιτῶνα τούτων καὶ τὴν ἔνδον κοιλίαν καὶ τὰς εἰς αὐτὴν περαινούσῃς ἀρτηρίας τε καὶ φλέβας καὶ
15προσέτι τὰς ἐκφύσεις τῶν οὐρητήρων. οὕτως δ’ ἔχει κἀπὶ τοῦ ἥπατος, αὐτοῦ μὲν τοῦ σαρκώδους φλεγμαίνοντος ὀδύνη γίνεται βαρεῖα, τοῦ δὲ περικειμένου χιτῶνος ἢ τῶν
ἀγγείων ὀξεῖα, καὶ αὐτῆς δὲ τῆς ὀξείας ἔνδειξιν φέρει τὸ μᾶλ‐14 in vol. 18.1

18a

15

λον καὶ ἧττον τοῦ ποιοῦντος αἰτίου. χολώδης μὲν γὰρ καὶ δριμὺς χυμὸς ἐπιτείνει τὴν ὀδύνην, οὕτω δὲ καὶ φυσῶδες πνεῦμα διέξοδον οὐκ ἔχον, ἐκλύει δὲ ὁ φλεγματώδης· οὐ μόνον δὲ ποιότητός τινος μέγεθος ὀδύνης ἔνδειξίν τινα ἡμῖν
5δίδωσιν, ἀλλὰ καὶ ποσότητος. ἐπιτείνεται γὰρ ἑκάστου τῶν ὁτιοῦν ἐργαζομένων αἰτίων ἡ ἐνέργεια τῆς οὐσίας αὐξανομέ‐ νης. εἰ μὲν οὖν τὸ μέγεθος ἑκάστης ὀδύνης ἀξιῶν ἐπισκέ‐ ψασθαι τοῦτον ἔγραψε τὸν ἀφορισμὸν Ἱπποκράτης, αὐτάρ‐ κως ἐξήγημαι τὴν χρείαν αὐτοῦ· εἰ δ’ οὐ μόνον τὴν κατὰ
10μέγεθος διὰ τῶν ὀδυνῶν ἐπισκέπτεσθαί φησι δεῖν, ἀλλ’ ἔτι γενικώτερον καὶ οἷον καθολικώτερον ἐνδείκνυται, συμβου‐ λεύων ἁπάσας τὰς ἀξιολόγους ἐν ταῖς ὀδύναις ἐπισκέπτεσθαι διαφορὰς, ἔτι μείζονα χρείαν ἐξ αὐτοῦ καρπωσόμεθα. γε‐ νήσεται γὰρ ὁ λόγος τοιοῦτος, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι
15τὴν ὀδύνην τῶν μορίων, οὐδ’ ἡγεῖσθαι τὴν αὐτὴν ἐπὶ παν‐ τὸς εἶναι διάθεσιν· οἷον εἰ ἔμπροσθεν μὲν Δίων, νυνὶ δὲ
Θέων ἀλγεῖ πλευρὰν, ὑπολαμβάνειν ὡσαύτως ἔχειν αὐτοὺς,15 in vol. 18.1

18a

16

ἀλλὰ καταμαθητέον εἴτε μεγάλα διαφέρουσιν ἀλλήλων εἴτε παραπλήσιοί πώς εἰσι. γίνεται δὲ τοῦτο ἐκ δυοῖν καταφα‐ νὲς, ἰδέας τε τῆς ὀδύνης καὶ σφοδρότητος· ἰδέας μὲν εἰ νυγματώδης ἢ τονώδης ἢ ναρκώδης ἢ μετὰ βάρους ἐμφά‐
5σεως ἢ οἱονεὶ κεντοῦντός τινος ἢ διαβιβρώσκοντος ἢ διηνε‐ κοῦς ἢ διάλειμμα ἔχοντος ἢ ὁμαλοῦ ἢ ἀνωμάλου τινός. κατὰ δὲ τὰς σφοδρότητας τοὺς μᾶλλόν τε καὶ ἧττον σκοπεῖν, ὅπερ ὀλίγον ἔμπροσθεν ἡ κατὰ μέγεθος ἐν ταῖς ὀδύναις ὠνομά‐ ζετο διαφορά. σύνηθες γάρ ἐστι τοῖς ἰατροῖς καταχρωμέ‐
10νοις τὸ σφοδρότερον ἅπαν ὀνομάζειν μεῖζον, εἰ καὶ μὴ πο‐ σὸν, ἀλλὰ καὶ ποιὸν ὑπάρχει. τὸν μὲν γὰρ πυρετὸν οὐδὲ παύονται μέγαν ἢ μικρὸν ἢ μέτριον ἅπαντες ὀνομάζοντες, ἐν θερμασίᾳ τὴν ὕπαρξιν ἔχοντα. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ τὸν σφοδρότερον πόνον μείζονα προσαγορεύουσιν.
15ἔτι δὲ μᾶλλον οὐδὲν θαυμαστόν ἐστιν ὅσα κεχώρισται ταῖς
ἰδέαις ἀλλήλων μέγα διαφέρειν αὐτὰ λέγειν, οἷον τὸν μετὰ16 in vol. 18.1

18a

17

βάρους ἐμφάσεως πόνον, τοῦ μετὰ τοῦ τιτρώσκεσθαι δοκεῖν ἤ τι τῶν ἄλλων πάσχειν τῶν προειρημένων.
— — —
στʹ.
5Τὰ νεφριτικὰ καὶ ὁκόσα κατὰ τὴν κύστιν ἀλγήματα ἐργω‐ δῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.
— — —
Τοῖς γέρουσι μόγις ὑγιάζεσθαί φησι, τουτέστι μετὰ πολλῆς πραγματείας καὶ χρόνου μακροῦ τὰ κατὰ νε‐
10φροὺς καὶ κύστιν, ὅτι δὴ τοὔργον αὐτῶν ἄπαυστόν ἐστιν, ἡσυχίας δὲ δεῖ τοῖς ὁτιοῦν μέλλουσι θεραπευθήσεσθαι, καὶ ὅτι περίττωμα δι’ αὐτῶν κενοῦται δριμὺ παροξύνειν ἐπιτή‐ δειον, εἴθ’ ἕλκος εἴτε φλεγμονή τις ἐν αὐτοῖς εἴθ’ ὁτιοῦν ἄλλο συσταίη πάθημα. πολὺ δὲ δὴ μᾶλλον τῶν πρεσβυτι‐
15κῶν σωμάτων ἐργαδῶς ὑγιάζεται τὰ κατὰ τὴν κύστιν, ὅτι καὶ τἄλλα σύμπαντα νοσήματα καὶ μάλισθ’ ὅσα ᾖ χρόνια, τὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἔφη πρόσθεν συναποθνήσκειν.
— — —17 in vol. 18.1

18a

18

ζʹ. Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα τὰ μὲν με‐ τέωρα κουφότατα, τὰ δὲ μὴ μετέωρα ἰσχυρότερα.
— — —
5
Μετέωρα νῦν ἀκουστέον οὐ κατὰ τὸ μῆκος τοῦ σώμα‐ τος, ἀλλὰ κατὰ τὸ βάθος. ὁρίζει δὲ ταῦτα ἐπὶ τῶν κατὰ τὴν γαστέρα χωρίων τὸ περιτόναιον· ὥσθ’ ὅσα μὲν ἐν τοῖς ἐπικειμένοις τῷδε γίνεται κεκλῆσθαι μετέωρα. τὰ δ’ ἐν τοῖς ὑποκειμένοις, τουτέστιν ἐν αὐτοῖς τοῖς ἐντέροις καὶ
10τῇ γαστρὶ καὶ τὰ ἐν τῷ βάθει, ταῦτα λέγει μὴ μετέωρα. πρόδηλον δ’ ὅτι τὰ τοιαῦτα καλῶς κέκληκεν ἰσχυρότερα.
— — —
ηʹ. Τοῖσι ὑδρωπικοῖσι τὰ γενόμενα ἕλκεα ἐν τῷ σώματι οὐ ῥηϊ‐
15δίως ὑγιάζεται.
— — — Ἐδίδαξεν αὐτὸς ἐν τῷ περὶ ἑλκῶν οὐ πρότερον ἐπου‐
λώμενα τὰ ἕλκη, πρὶν ἀκριβῶς ξηρανθῆναι. τοῦτο δ’ οὐ ῥᾴ‐18 in vol. 18.1

18a

19

διον ἐπὶ τῶν ὑδρωπικῶν ἐργάζεσθαι διὰ τὴν ἀμετρίαν τῆς ὑγρότητος.
— — —
θʹ.
5Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα.
— — —
Καθάπερ τῶν φυμάτων ἁπάντων διττή τίς ἐστιν ἡ διαφορὰ, τῶν μὲν ἀνατεινομένων εἰς ὀξὺ καὶ ὑψηλῶν γινο‐ μένων, τῶν δ’ ἐκτεινομένων μὲν ἐπὶ πλέονα τόπον, οὐ μὴν
10εἰς ὕψος αἰρομένων. οὕτως καὶ τῶν ἐξανθημάτων ἔνια μὲν ὑψηλὰ γίνεται, τινὰ δὲ πλατέα. τὰ μὲν οὖν ὑψηλότερα φύ‐ ματα καὶ ἐξανθήματα θερμότερος ἐργάζεται χυμὸς, τὰ δὲ ταπεινότερα ψυχρότερος, ὥστε διὰ διττὴν τὴν αἰτίαν οὐ πάνυ τι κνησμώδεα γίνεται τὰ πλατῆ. διαπνεῖται γὰρ εἰς
15πλάτος ἐκτεταμένα καὶ τὸν ἐργαζόμενον αὐτὰ χυμὸν ἧττον ἔχει δριμύν.
— — —19 in vol. 18.1

18a

20

ιʹ. Κεφαλὴν πονέοντι περιωδυνέοντι πῦον ἢ ὕδωρ ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὸ στόμα λύει τὸ νόσημα.
5
— — —
Πολλὰ καὶ ἄλλα οὕτω δέδεικται λέγων ὁ Ἱπποκράτης, ἐφ’ ὧν ἐὰν μὴ προσέχῃ τις τὸν νοῦν, δοκεῖ μόνον εἶναι τὸ λεγόμενον ὑπ’ αὐτοῦ θεραπευτικὸν τοῦ πάθους, ἄλλο δὲ οὐ‐ δέν. ὁ δὲ οὐ τοῦτο μόνον φησὶν, ἀλλ’ ἁπλῶς ὅτι πῦον ἢ
10ὕδωρ ῥυὲν, ἤτοι διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν λύει τὸ νόση‐ μα. καὶ εἴ γε οὕτως ἀντιστρέφων εἰρήκει, καθάπερ ἐγὼ νῦν, ἀνέγκλητος ἂν ἦν ὁ λόγος. ἐπειδὰν ἤτοι διὰ φλεγμονὴν ἢ ὑγρῶν ἀπέπτων πλῆθος ἠθροισμένον ἐν τῇ κεφαλῇ τὴν ὀδύνην συμβαίνει γίνεσθαι, τηνικαῦτα τῆς φλεγμονῆς δια‐
15πυησάσης ἢ τῆς ὑγρότητος ἐκκριθείσης λύσιν γίνεσθαι τῆς
ὀδύνης. ἐὰν δὲ διὰ πνεῦμα φυσῶδες ἢ αἵματος πλῆθος ἢ20 in vol. 18.1

18a

21

δάκνουσαν χολὴν ἢ ὅλως κατὰ δυσκρασίαν ἡ ὀδύνη γίνεται, δι’ ἄλλων ἰαθήσεται.
— — —
ιαʹ.
5Τοῖσι μελαγχολικοῖσι καὶ τοῖσι νεφριτικοῖσιν αἱ‐ μοῤῥοΐδες ἐπιγινόμεναι ἀγαθόν.
— — —
Οὐ τῷ τῆς κενώσεως μόνον λόγῳ αἱμοῤῥοΐδες ἰῶνται τὰ τοιαῦτα τῶν παθῶν, ἀλλὰ καὶ αὐτὴ ἡ ποιότης τοῦ κε‐
10νουμένου. παχὺ γὰρ εἰώθασιν αἱ τοιαῦται κενοῦν αἷμα μεστὸν τοῦ μελαγχολικοῦ χυμοῦ, παραπλησίαν ἔχοντος ἐν αἵματι δύναμιν, οἵαν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ὥστ’ οὐδὲν θαυμαστὸν καὶ μελαγχολίαν καὶ νεφρῖτιν ἰᾶσθαι διὰ τῶν αἱμοῤῥοΐδων, ἐκκενοῦν πεφυκυιῶν τὴν οἷον ἰλὺν τοῦ αἵματος.
15
— — —
ιβʹ. Αἱμοῤῥοΐδας ἰηθέντι χρονίας, ἢν μὴ μία διαφυ‐ λαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.
— — —21 in vol. 18.1

18a

22

Τὰς αἱμοῤῥοΐδας ἀδύνατον γενέσθαι χωρὶς τοῦ διὰ πλῆθός τε καὶ πάχος αἵματος ἀναστομωθῆναί τινας φλέ‐ βας, ἀποτιθεμένου τοῦ ἥπατος εἰς αὐτὰς ἰλυῶδές τε καὶ μελαγχολικὸν αἷμα. ἐὰν οὖν ἀποκλείσῃ τις αὐτὸ τῆς ἐν‐
5τεῦθεν φορᾶς, ἅμα μὲν σκιῤῥῶδες ἐργάζεται τὸ ἧπαρ, ἅμα δὲ καὶ τῷ πλήθει καὶ τῷ πάχει βαρυνόμενον ἀποσβέννυσι τὴν ἐν αὐτῷ θερμασίαν, ὁμοίου τοῦ συμβαίνοντος ὄντος τῷ κατὰ τὰς ἐκτὸς φλόγας, ὑφ’ ὧν κακῶς ξύλα πολλὰ σω‐ ρευθέντα πνίγει τε καὶ σβέννυσι τὸ πῦρ. εἴπερ οὖν ὑπὸ
10τῆς ἐμφύτου θερμασίας γεννᾶται τὸ αἷμα, πρόδηλον ὡς οὐκέτι γεννηθήσεται σβεννυμένης αὐτῆς, ὁ δὲ ὕδερος ἀπο‐ τυχίᾳ τῆς αἱματώσεως γίνεται. ἐὰν δέ ποτε δυνηθῇ τὸ ἧπαρ ἀπώσασθαι τὸ πλῆθος ἐπὶ τὰς ἐν τῷ πνεύμονι φλέ‐ βας, ἀγγείου ῥαγέντος ἐνταῦθα φθινώδεις γίνονται. εἰκό‐
15τως οὖν συμβουλεύει κἂν μίαν φυλάττειν αἱμοῤῥοΐδα, ὡς διὰ ταύτης ἐκκενοῦσθαι τὴν ἰλυώδη κακοχυμίαν τοῦ ἥπατος καὶ μάλιστα ἐφ’ ὧν ἐμελέτησε χρόνῳ πλείονι διὰ τούτων ἐκκρίνειν αὐτὰς φλεβῶν.
— — —22 in vol. 18.1

18a

23

ιγʹ. Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγινόμενοι λύουσι τὸν λυγμόν.
— — —
5
Καθάπερ αὐτὸς εἶπεν ὑπὸ πληρώσεώς τε καὶ κενώσεως γίνεσθαι τὸν σπασμὸν, οὕτω καὶ τὸν λυγμόν. ὅταν οὖν ὑπὸ πληρώσεως γένηται, τοὐπίπαν δὲ οὕτω συνίσταται, βιαίας δεῖται κενώσεως, ἵν’ ὥσπερ μοχλευθέντα τὰ κατὰ τούτων ὑγρὰ διαπνεύσῃ τε καὶ κενωθῇ. τοῦτο δὲ ὁ πταρ‐
10μὸς ἐργάζεται· τοὺς δὲ ἐπὶ κενώσει λυγμοὺς σπανίως ἐπιγι‐ νομένους οὐκ ἰᾶται πταρμός. ὅτι δ’ ἐπὶ πληρώσει συνεχῶς γίνεται λυγμὸς, ὁρᾶται κἀπὶ τῶν παιδίων λυζόντων πολλά‐ κις, ὅταν ὑπερπλησθῇ. καὶ τὸ κρύος δὲ καὶ ψύξις τῷ δυσ‐ διάπνευστα ἐργάζεσθαι πάντα τὰ νευρώδη σώματα τὴν πλή‐
15ρωσιν αὐτῶν ἀποτελεῖ καὶ διὰ τοῦτο λύζουσιν ἐπ’ αὐτῶν.
— — —23 in vol. 18.1

18a

24

ιδʹ. Ὑπὸ ὕδρωπος ἐχομένῳ τοῦ κατὰ τὰς φλέβας ἐν τὴν κοιλίην ὕδατος ῥυέντος λύσις.
— — —
5
Ἓν καὶ τοῦτό ἐστι παράδειγμα τῶν αὐτομάτων γινο‐ μένων ἐπ’ ὠφελείᾳ κενώσεων· αὐτομάτων δηλονότι λεγομέ‐ νων οὐ τῶν χωρὶς αἰτίας, ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. ὅταν γὰρ δόντων ὑδραγωγὸν φάρμακον ἡ τοιαύτη κένωσις γένηται, οὐκέτ’ αὐτὴν ὀνομάζομεν αὐτόματον.
10
— — —
ιεʹ. Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπ’ αὐτομάτου ἔμετος ἐπι‐ γινόμενος λύει τὴν διάῤῥοιαν.
— — —
15
Ἓν καὶ τοῦτό ἐστιν ὡσαύτως παράδειγμα τῶν καλῶν ὑπὸ τῆς φύσεως γινομένων, ὃ χρὴ μιμεῖσθαι τὸν ἰα‐ τρόν. ἡ δὲ ὠφέλεια τῷ τῆς ἀντισπάσεως λόγῳ.
— — —24 in vol. 18.1

18a

25

ιστʹ. Ὑπὸ πλευρίτιδος ἢ ὑπὸ περιπνευμονίης ἐχομένῳ διαῤῥοίη ἐπιγινομένη κακόν.
— — —
5
Τοῖς πάσχουσι μορίοις οὐχ ἁπλῶς ἕτερα συμπάσχειν πέφυκεν, ἀλλ’ ὅταν ἐν ἰσχυρῷ γένωνται πάθει. κατὰ τοῦτ’ οὖν καὶ τῷ ἥπατι παθόντι λυγμὸς μὲν ἐπιγίνεται, στομά‐ χου συμπαθόντος, βὴξ δὲ καὶ δύσπνοια τῶν ἀναπνευστι‐ κῶν ὀργάνων. οὕτω γοῦν καὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις
10μεγάλως κακοπραγοῦσι τὸ ἧπαρ συμπάσχει, καὶ τοῦτό γε σαφῶς ἐνεδείξατο καὶ αὐτὸς ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἰ‐ πὼν ὑπὸ πλευρίτιδος ἢ περιπνευμονίας ἐκταραχθεῖσαν τὴν κοιλίαν κακὸν εἶναι σημεῖον, ἀλλὰ προσθεὶς τῷ ἐχομένῳ, ὡσεὶ κατεχομένῳ καὶ βιαζομένῳ τῷ κάμνοντι πρὸς τῶν
15τοιούτων παθῶν, εἰρήκει τὴν διάῤῥοιαν ἐπιγινομένην κακὸν εἶναι σημεῖον, ἐπειδὴ τοῖς οὕτως ἔχουσι διάῤῥοια γίνεται,
μήθ’ ἕλκειν ἔτι καλῶς εἰς ἑαυτὸ τὴν τροφὴν δυναμένου τοῦ25 in vol. 18.1

18a

26

ἥπατος μήθ’ αἱματοῦν, ἔστι δ’ ὅτε καὶ τῆς κοιλίας διαφθει‐ ρούσης αὐτήν. ἐπὶ μέντοι μετρίᾳ πλευρίτιδί τε καὶ περι‐ πνευμονίᾳ διάῤῥοια ἐπιγινομένη δύναταί ποτε τῷ λόγῳ τῆς κενώσεως ὠφελῆσαι καὶ μᾶλλον ὅταν φαίνηται τὰ τῆς πέ‐
5ψεως σημεῖα τοῖς πάθεσι παρόντα καὶ οὔτε φόβος ἐστὶν, ἀλλὰ καὶ ἀκινδύνως. κοινῇ δ’ ἐπὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὸν αὐτὸν λέγεται τρόπον, ἐκείνου με‐ μνῆσθαι προσήκει, τοῦ διὰ μηδὲν ἄλλο πρόσκαιρόν τε καὶ πρόδηλον ἐπιγεγονέναι τὸ σύμπτωμα. καθάπερ γε καὶ νῦν
10τὴν διάῤῥοιαν ἐξ ἐδέσματός τινος ἢ πόματος, ἀλλὰ τῷ λόγῳ τοῦ νοσήματος. ὅσα γὰρ δι’ ἄλλο τι καὶ μὴ διὰ τὸ νόσημα γέγονεν, οὐ δύναται σημαίνειν αὐτοῦ τὸ ἦθος εἴ γε συνῆ‐ φθαι χρὴ κατά τι τὸ σημεῖον τῷ δηλουμένῳ πρὸ αὐτοῦ.
— — —
15
ιζʹ. Ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίης ληφθῆναι ἀγαθόν.
— — —26 in vol. 18.1

18a

27

Οὐχ ὡς σημεῖον τοῦτο τῶν ὀφθαλμιώντων ἀγαθὸν, ἀλλ’ ὡς αἴτιον παρ’ αὐτοῦ εἴρηται, διὰ τὸ τὴν πλεονεξίαν τῶν χυμῶν ἐκκενοῦν τε ἅμα καὶ ἀντισπᾷν κάτω. ἔστι δ’ αὐτῷ καὶ τοῦτο παράδειγμα ἓν τῶν αὐτομάτως ἐπ’ ὠφελείᾳ
5κενουμένων, ἃ χρὴ τὸν ἰατρὸν μιμεῖσθαι, ἀμέλει καὶ ποιοῦ‐ σιν οὕτω πάντες ἐν ὀφθαλμίαις, τὴν γαστέρα διά τε κλυ‐ στήρων καὶ καθάρσεων ὑπάγοντες.
— — —
ιηʹ.
10Κύστιν διακοπέντι ἢ ἐγκέφαλον ἢ καρδίην ἢ φρένας ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν ἢ κοιλίην ἢ ἧπαρ θανατῶδες.
— — —
Τὸ θανατῶδες ὄνομα πολλάκις εἴρηται ἐν ἄλλοις τε καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἐπὶ τῶν ἐξ ἀνάγκης τεθνη‐
15ξομένων, πολλάκις δὲ τῶν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ νῦν ἄδηλόν ἐστιν εἴτε πάντως ἀποφαίνεται θάνατον ἕπεσθαι
ταῖς τῶν εἰρημένων μορίων διακοπαῖς, εἴτ’ ἐπί τινων ἐγχω‐27 in vol. 18.1

18a

28

ρεῖ σωθῆναι σπανίως τὸν ἄνθρωπον. ὅτι μὲν οὖν ἡ τῆς καρδίας τρῶσις ἐπιφέρει θάνατον ἐξ ἀνάγκης ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, οὐ μὴν ἐπί γε τῶν ἄλλων ὡμολόγηται πᾶσα τρῶσις ἄφυκτον ἔχειν τὸν θάνατον, ἀλλ’ ἡ μεγάλη
5τε καὶ μέχρι πάθους, ὅπερ εἰκός ἐστι σημαίνεσθαι πρὸς τῆς διακοπέντι φωνῆς, ἵνα ὅ τε τῆς κύστεως χιτὼν ὅλως διακοπῇ μέχρι τῆς ἐντὸς εὐρυχωρίας, ἕκαστόν τε τῶν ἄλ‐ λων. ἐπὶ μὲν οὖν τῆς κύστεως ὡμολόγηται τὸ μὴ συμφύε‐ σθαι τὴν τοιαύτην τρῶσιν, ὥσπερ γε καὶ τοῦ νευρώδους
10τῶν φρενῶν καὶ τῶν λεπτῶν ἐντέρων. ἐπὶ δὲ τῆς κοιλίας ἀμφισβητεῖται. τινὲς γὰρ σεσῶσθαί φα‐ σιν ἐπ’ αὐτῇ σπανίως τοὺς τρωθέντας. ἥπατος δὲ οὐ μό‐ νον τρῶσιν βαθεῖαν ἐπὶ τῶν λοβῶν γινομένην θεραπεύεσθαί φασιν, ἀλλὰ καὶ λοβὸν ἀποτμηθέντα. ἴσμεν δ’ ὅτι κἀν τῷ
15περὶ τῶν ὀλεθρίων τραυμάτων ἔνια τῶν εἰρημένων ἐπιχειρεῖ θεραπεύειν ὁ γράψας τὸ βιβλίον. τό γε μὴν ἀκόλλητον μένειν τὴν διακοπὴν αὐτῶν, ἐπὶ μὲν τῆς καρδίας τε καὶ
τοῦ διαφράγματος ἐκ τῆς διηνεκοῦς τῶν μορίων γίνεται28 in vol. 18.1

18a

29

κινήσεως, ἐπὶ δὲ τῆς κύστεως ὅτι νευρώδης καὶ λεπτὴ καὶ ἄναιμος ἀμέλει καὶ τὸν τράχηλον αὐτῆς ὁρῶμεν ὁσημέραι θεραπευόμενον ἐν ταῖς λιθοτομίαις, ἐπειδὴ σαρκώδης ἐστί. τὸ δ’ ἧπαρ αἱμοῤῥαγικὰς ἔχει τὰς τρώσεις, καὶ διὰ τοῦτο
5ἀποθνήσκειν φθάνουσιν οἱ τρωθέντες οὕτως, πρὶν αὐτὸ κολ‐ ληθῆναι. τὸ δ’ οὕτως εἶπον, ἵνα καὶ φλέψ τις διακοπῇ, διὰ τοῦτ’ οὖν οὔτε οἱ τὰς ἐπιπολῆς αὐτοῦ τρώσεις ἰᾶσθαι λέγοντες οὔτε οἱ τοὺς λοβοὺς ἀφῃρηκέναι δοκοῦσιν ἀληθεύειν. ἐγκέφαλον δὲ τρωθέντα πολλάκις εἴδομεν ἰαθέντα καὶ ἅπαξ
10ἐν τῇ κατὰ τὴν Ἰωνίαν Σμύρνῃ, ἔτι γε τοῦ διδασκάλου Πέλοπος ζῶντος, ἐπ’ ἀξιολόγῳ τῇ τρώσει. τουτὶ μὲν οὖν τῶν πάνυ σπανίων ἐστὶν, ἀληθὲς δὲ τὸ τὰς μεγάλας τρώσεις οἵας περ ἔοικεν ὁ Ἱπποκράτης ὀνομάζειν διακοπὰς ἐπιφέ‐ ρειν θάνατον. αἵ γε μὴν ἄχρι τινὸς τῶν ἐν αὐτῷ κοιλιῶν
15τρώσεις ὁμολογοῦνται πᾶσι θάνατον ἐπιφέρειν. ἡ δὲ τῶν λεπτῶν ἐντέρων φύσις καὶ μᾶλλόν γε ἡ τῆς κοιλίας οὐκ ὀλί‐
γον μετέχει τῆς σαρκώδους οὐσίας, καὶ διὰ τοῦτο ἐπιπολῆς29 in vol. 18.1

18a

30

μὲν τρωθέντα κολλᾶται πολλάκις, ὅλα δὲ διακοπέντα μέχρι τῆς ἔσω κοιλίας ἐν τῷ σπανιωτάτῳ. οὐ τοῦτο δέ μοι δοκεῖ διὰ τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ὅτι φάρμακον ἐπιθεῖναι, καθά‐ περ τοῖς ἔξω τραύμασιν οὐ δυνάμεθα. διὸ καὶ διὰ τῶν
5καταπινομένων ἐπιχειρεῖ θεραπεύειν τὴν κοιλίαν ὁ περὶ τῶν ὀλεθρίων τραυμάτων γράψας, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης εἴτ’ ἄλλος τις ἕτερος.
— — —
ιθʹ.
10Ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λε‐ πτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται.
— — —
Αὔξεσθαι μὲν γὰρ λέγει τὸ γεννᾶσθαί τινα ἑτέραν οὐσίαν τοιαύτην, οἷα τοῦ διακοπέντος ἐστὶν, ὥσπερ ἐπὶ τῶν
15κοίλων ἐλκῶν ὁρᾶται σὰρξ βλαστάνουσα, συμφύεσθαι δὲ ὅταν τοῦ διακοπέντος σώματος τὰ χείλη κολληθῇ. τὸ μὲν
οὖν μὴ γεννᾶσθαι χόνδρον ἢ ὀστοῦν ὡμολόγηται,30 in vol. 18.1

18a

31

περὶ δὲ τοῦ μὴ κολλᾶσθαί τινες ἀμφισβητοῦσιν, ἐναργῶς γὰρ ὁρᾶσθαί φασι τὰ καταγνύμενα τῶν ὀστῶν κολλώμενα. πεπλάνηνται δ’ οἱ τοιοῦτοι καὶ διδάξειεν ἄν τις αὐτοὺς ἐπὶ τῶν ἀλόγων ζώων, ὅσα κατάξαντά τι μόριον ἐπωρώθη.
5ταῦτα γὰρ εἴτε τις ζῶντα εἴτε τεθνεῶτα βούλοιτο σκοπεῖν ἀνατεμὼν εὑρήσει σαφῶς ὑπὸ τοῦ πώρου καθάπερ ὑπὸ δεσμοῦ τινος ἐν κύκλῳ περιγραφέντος ἐσφιγμένα τὰ κεχω‐ ρισμένα μόρια τῶν ὀστέων, ἅπερ εἰ ἀποξέσειεν, ἀκόλλητον ὄψεται τὸ βάθος τοῦ κατάγματος. οὕτω δὲ καὶ περὶ τῶν
10εἰρημένων ἀμφισβητοῦσί τινες, οἱ μὲν αὐξάνεσθαι λέγοντες, οὐ μὴν συμφύεσθαι, τινὲς δὲ ἐν τῷ σπανίῳ καὶ συμφύεσθαι. τοῦ μὲν οὖν αὐξηθῆναι τὰ κατὰ διάβρωσιν ἡλκωμένα δεῖ‐ ται, καὶ οὐδένα τεθέαμαι τῶν οὕτω παθόντων μὴ σαρ‐ κωθέντα, τοῦ κολληθῆναι δὲ τὰ διῃρημένα καὶ οὐ τὰ δια‐
15κεκομμένα. διαφέρει γὰρ ἀλλήλων ταῦτα τῶν διακεκομ‐ μένων ἐς τὸ πέρας ἐχόντων διήκουσαν τὴν διαίρεσιν, ἅπερ ἔφη νῦν ὁ Ἱπποκράτης μὴ συμφύεσθαι, οὐ μόνον ὅτι
νευρώδη τέ ἐστι καὶ λεπτὰ, ἀλλ’ ὅτι καὶ τοιούτων αὐτῶν31 in vol. 18.1

18a

32

ὄντων, ἀφίστανται τὰ χείλη τῆς τρώσεως ἀλλήλων οὐκ ὀλίγον.
— — —
κʹ.
5Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυη‐ θῆναι.
— — —
Τινὲς μὲν χωρὶς ἄρθρου γράφουσιν ἢν ἐς κοιλίην αἷμα ἐκχυθῇ, βουλόμενοι πᾶσαν δηλοῦσθαι κοιλότητα. μαρτυρεῖ
10γ’ αὐτοῖς ἡ τοῦ παρὰ φύσιν προσθήκη, τοιοῦτόν τι δι’ αὐ‐ τῆς ἐνδεικνυμένου τοῦ Ἱπποκράτους· ἐὰν ἐκχυθῇ ποτε τῆς οἰκείας κοιλότητος τὸ αἷμα καὶ εἰς ἑτέραν κοιλότητα ἡντι‐ ναοῦν ἀφίκηται, μένειν αἵματι τούτῳ παντάπασιν ἀμήχα‐ νον. οὕτω γοῦν καὶ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἐκχυμώ‐
15σεις ὀνομαζομένας φαίνεται γιγνόμενον ἐπὶ μὲν τῶν φλε‐ γμονῶν κατὰ μικρὰ διασπειρομένου τοῦ αἵματος εἰς τὰς λόγῳ θεωρητὰς ἐν ταῖς μυσὶ κοιλότητας, ἐπὶ δὲ τῶν ἐκχυμώ‐
σεων εἰς τὰς περικειμένας χώρας τοῖς ἀγγείοις ἐκχεομένου.32 in vol. 18.1

18a

33

τὸ δ’ ἐκπυηθῆναι κακῶς εἴρηται μιᾶς μεταβολῆς ὄνομα ὑπάρχον. διὸ καί τινες εἰς τὸ γενικώτερον αὐτὸ μεταλαμ‐ βάνουσιν εἰς τὸ φθαρῆναι, τοῦτο σημαίνεσθαι λέγοντες ὑπ’ αὐτοῦ. καὶ γὰρ οὕτω φαίνεται γιγνόμενον ὡς μὴ διαμένειν
5αἷμα τὸ τῆς κατὰ φύσιν χώρας ἐκπεσὸν, ἀλλὰ ποτὲ μὲν ἐκπυΐσκεσθαι, ποτὲ δὲ μελαίνασθαι, ποτὲ δὲ θρομβοῦσθαι, καὶ μάλισθ’ ὅταν εἰς μεγάλην κοιλότητα ἐκπέσῃ παρὰ φύσιν.
— — —
καʹ.
10Τοῖσι μαινομένοισι κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινο‐ μένων τῆς μανίης λύσις.
— — —
Ἐνταῦθα μανίαν τὴν κυρίως μελαγχολίαν καλεῖ, οὐχὶ τὴν ἀπὸ χολῆς. κιρσὸς γάρ ἐστιν ἀνεύρεσις τῶν φλεβῶν
15τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσιν ἀπὸ παχέος καὶ μελαγχο‐ λικοῦ γενόμενος αἵματος, ὥστε ὠθούσης τῆς φύσεως εἰς
ἀκυρώτερα μόρια τοὺς τὴν μανίαν ἐργαζομένους χυμοὺς33 in vol. 18.1

18a

34

καὶ μάλισθ’ ὅταν ὦσι μελαγχολικοὶ καὶ παχεῖς, ἥ τε τῶν εἰρημένων παθῶν ἕπεται γένεσις, ἥ τε τῆς μανίας λύσις.
— — —
κβʹ.
5Ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομία λύει.
— — —
Κάλλιον ἔνιοι γράφουσιν ὁκόσα ἀλγήματα. τὸ γάρ τοι ῥῆγμα μεταβαίνειν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, εἴ γε δὴ
10διασπωμένου τε καὶ ῥηγνυμένου κατὰ τὸ σαρκῶδες αὐτοῦ μορίου τοῦ μυὸς γίνεται τὸ ῥῆγμα. φαίνεται γοῦν ἐνίοτε πάνυ σαφῶς ἀθροιζόμενον ἐν τῇ τῆς ῥήξεως χώρᾳ τὸ αἷμα καὶ ἡ ἴασις ἐν τῷ διαφορῆσαι τοῦτο κεῖται. τὰ δ’ ἄλλα τὰ κατὰ τὸν νῶτον ἀλγήματα μεθιστάμενα καταῤῥέων ἐρ‐
15γάζεται χυμὸς, ἐνίοτε μὲν καὶ μόνος, ὡς τὰ πολλὰ δὲ καὶ μετὰ φυσώδους καὶ παχέος πνεύματος, ὃν ἐκλαμβάνειν τε χρὴ καὶ κενοῦν διὰ τῆς κατ’ ἀγκῶνα φλεβοτομίας, ὅταν
ἐνταῦθα φανεῖται ῥέων· αὐτὸς γὰρ ἐκέλευσε κατὰ τὰς ῥο‐34 in vol. 18.1

18a

35

πὰς τῶν χυμῶν τὰς κενώσεις ποιεῖσθαι. ταὐτὸ δὲ σημαίνει καὶ ἥδε ἡ λέξις, ἀκτέα γὰρ ᾗ ῥέπει, διὰ τῶν συμφερόντων χωρίων. εἰ δὲ περὶ τῶν ῥηγμάτων ὁ λόγος αὐτῷ γέγραπται τὰ κατὰ συμπάθειαν ἀλγήματα γινόμενα ἀκουστέον εἰρῆσθαι
5καταβαίνειν εἰς τοὺς ἀγκῶνας, οὐκ αὐτὴν τὴν διαίρεσιν τοῦ σαρκώδους μορίου. καὶ μέντοι καὶ ὠφελεῖσθαι δυνατόν ἐστιν ὑπὸ τῆς φλεβοτομίας τὰ τοιαῦτα τῷ κοινῷ λόγῳ τῆς κενώσεως.
— — —
10
κγʹ. Ἢν φοβὸς καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέει, μελαγχολικὸν τὸ τοιοῦτον.
— — —
Ἐὰν μὴ διά τινας φανερὰς αἰτίας φοβεῖταί τις ἢ δυσ‐
15θυμῇ φανερῶς ἐστι μελαγχολικὰ καὶ τὰ τοιαῦτα συμπτώ‐ ματα καὶ μᾶλλον εἰ τύχῃ κεχρονικότα. διὰ μέντοι φανε‐ ρὰν αἰτίαν ἀρξάμενα, κἄπειτα χρονίζοντα μὴ λανθανέτω σε
μελαγχολίαν ἐνδεικνύμενα. καὶ γὰρ καὶ μανία πολλοῖς ἤδη35 in vol. 18.1

18a

36

φαίνεται γεγενημένη, διὰ θυμὸν ἢ ὀργὴν ἢ λύπην ἀρξαμέ‐ νη, αὐτοῦ τοῦ σώματος δηλονότι πρὸς τὸ παθεῖν τὰ πα‐ θήματα ταῦτα κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπιτηδείως ἔχοντος.
— — —
5
κδʹ. Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.
— — —
Τοῦτο καὶ κατὰ τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφο‐ ρισμὸν ἐδήλωσεν, οὗ ἡ ἀρχὴ, κύστις ἢν διακοπῇ, ἢ ἐγκέφα‐
10λος. οὐκ οἶδα δ’ ὅπως νῦν μάτην γέγραπται. κατεμάθο‐ μεν δὲ αὐτὸ τοῦτο καὶ κατ’ ἄλλους τινὰς ἀφορισμοὺς, οὓς καὶ ἐξαιρεῖν ἄμεινον.
— — —
κεʹ.
15Ἐρυσίπελας ἔξωθεν μὲν εἴσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσω‐ θεν δὲ ἔξω ἀγαθόν.
— — —36 in vol. 18.1

18a

37

Οὐκ ἐρυσίπελας μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο ὁτιοῦν μεθιστάμενον ἐκ τῶν βαθέων τε καὶ κυρίων μερῶν ἐπὶ τὸ δέρμα, τῶν ἀγαθῶν εἶναι σημείων τε ἅμα καὶ αἰ‐ τίων ὑποληπτέον ἐστίν· ἔμπαλιν δὲ μεθιστάμενόν γε ἐπὶ τὸ
5βάθος τῶν κακῶν. ἀλλὰ καὶ ἄλλα πολλὰ φαίνεται κατὰ τὸ βιβλίον ὁμοίως εἰρηκὼς ὁ Ἱπποκράτης, ὥσπερ τινὰ παραδείγματα τῶν καθόλου λόγων, ἐφ’ ὧν καὶ τὴν τοῦ συμ‐ βαίνοντος ἐμπειρίαν ἐναργεστέραν ἔχειν δυνάμεθα· τοιαῦτα γὰρ εἶναι χρὴ τὰ παραδείγματα.
10
— — —
κστʹ. Οἷσιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται παρακοπὴ λύει.
— — —
Εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης τοὺς τοιούτους ἀφορισμοὺς
15ἔγραψεν, οἷον παραδείγματα λόγων γενικωτέρων τε καὶ κα‐ θολικωτέρων, εἴτ’ ἄλλοι παρέθεσαν, ἐάσαντες ζητεῖν ἑτέ‐
ροις, ἐκεῖνο μόνον ἐπ’ αὐτῶν φυλάττοιμεν, ὅπερ καὶ πρόσθεν37 in vol. 18.1

18a

38

μὲν εἴρηται καὶ νῦν δὲ ἐπὶ τοῦ καύσου λεχθήσεται. τὰ γὰρ ποιοῦντα τὸν πυρετὸν τοῦτον αἴτια κατὰ τὸ φλεβῶδες ὑπάρχοντα γένος, ὅταν εἰς τὰ νεῦρα μεταστῇ, τρόμον μὲν πρώτως ἐργάζεται, συμπασχούσης δὲ τῆς ἀρχῆς καὶ παρα‐
5φροσύνας. ὡς οὖν ἐπὶ καύσου ἡ μετάστασις, οὕτω κἀπὶ παντὸς ἄλλου πυρετοῦ δύναται γενέσθαι καὶ ὅλως ἐξ ἀρτη‐ ριῶν καὶ φλεβῶν εἰς νεῦρα μετάστασις τῶν λυπούντων χυ‐ μῶν, ὥσπερ αὖ πάλιν ἐκ νεύρων εἰς αὐτά. οὐκ ἀκριβῶς οὖν εἴρηκε τὸν καῦσον ὑπὸ τῆς παραφροσύνης λύεσθαι.
10ταῦτα γὰρ ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης ἐπιγινόμενά τισι λύειν αὐτῶν τὴν κατασκευὴν, ὅσα τελέως ἐκθεραπεύει τὸν ἄνθρωπον, οὐχ ὅσα γεννᾷ πάθος ἕτερον οὐδὲν ἧττον τοῦ πρόσθεν ἐπικίνδυνον.
— — —
15
κζʹ. Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου πάντως ἀπόλλυνται.
— — —38 in vol. 18.1

18a

39

Ἐμπύους ὀνομάζειν μάλιστα εἴωθε τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ τὸ πῦον ἔχοντας, οὓς ὅπως χρὴ καίειν εἴρηκεν ἐν τῷ μεγάλῳ περὶ παθῶν, οὗ ἡ ἀρχή· ἢν τοῦ πνεύμονος αἱ ἀρτηρίαι. τινὲς δ’ ἐπιγράφουσι
5τὸ βιβλίον τοῦτο περὶ ἐμπύων. δέονται μὲν οὖν καύσεως οἱ πλεῖστον ἔχοντες πῦον, ὡς ἀπογνῶναι διὰ τῶν πτυσμά‐ των ἐκκαθαρθῆναι, τοῖς δ’ αὐτοῖς τούτοις καὶ ἡ δύσπνοια γίνεται σφοδρὰ διὰ τὴν στενοχωρίαν, ὥστε καὶ διὰ ταύτην ἡμᾶς ἀναγκάζεσθαι καίειν αὐτούς. ἐπὶ δὲ τῶν ὑδρωπικῶν
10αἱ παρακεντήσεις ὀνομαζόμεναι μᾶλλον τῶν καύσεων ἐν ἔθει τοῖς ἰατροῖς εἰσιν. ἀλλὰ νῦν γε τὸ κοινὸν παρακεντή‐ σεώς τε καὶ καύσεως, ὅπερ ἐστὶν ἀθρόα κένωσις, ὁ Ἱππο‐ κράτης συμβουλεύει φυλάττεσθαι. φαίνεται γὰρ οὕτως ἀπο‐ βαῖνον ὡς λέγει. γέγραπται δὲ καὶ πρὸς Ἐρασιστράτου
15λεπτομερέστερον περὶ τῶν ὑδερικῶν ἐπὶ πλέον ὡς φάσκον‐ τος αὐτοῦ πεπειρᾶσθαι τῆς ἀθρόας κενώσεως, πυρετούς τε φερούσης καὶ θάνατον. ὁρῶμεν δὲ ἐπὶ τῶν ἄλλων μο‐
ρίων, ὥσπερ ἐπὶ θώρακος, ὅταν ὄγκος τις ἐμπυήσῃ μέγας,39 in vol. 18.1

18a

40

ἐπισφαλῆ γινομένην τὴν ἀθρόαν κένωσιν, ἔν γε τῷ παρα‐ χρῆμα λειποψυχούντων τε καὶ καταπιπτόντων τὴν δύναμιν καὶ μετὰ ταῦτα δυσανάκλητον ἐχόντων τὴν ἀσθένειαν. ἔοι‐ κεν οὖν ἐπὶ μὲν τοιούτων ἐκ τῆς ἐπὶ πολὺ τῶν σωμάτων
5διαστάσεως καὶ τῆς τοῦ πύου δριμύτητος, ἀνεστομῶσθαί τινα τῶν ἀρτηριωδῶν ἀγγείων, ἃ πρότερον μὲν οἷον ἐπίπωμά τι τὸ πῦον εἶχε, κενωθέντι δ’ ἀθρόως τῷ πύῳ συνέπεται καὶ συνεκκρίνεται πνεῦμα καὶ κατὰ τοῦτο ἡ βλάβη γίνεται τοῖς κάμνουσιν. κατὰ μέντοι τοὺς ὑδέρους οὐ διὰ τοῦτο
10μόνον βλάβη γίνεται τοῖς κάμνουσιν, ἀλλὰ καὶ ὁ τοῦ σπλάγχ‐ νου σκίῤῥος, ὡς ἂν μηκέτ’ ὀχούμενος ὑπὸ τῆς ὑδατώδους οὐσίας, κατασπᾷ τό τε διάφραγμα καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα.
— — —
15
κηʹ. Εὐνοῦχοι οὐ ποδαγριῶσιν οὐδὲ φαλακροὶ γίνονται.
— — —40 in vol. 18.1

18a

41

Τοὺς εὐνούχους τὸ τῆς τομῆς τῶν ὄρχεων πάθος ὁμοίους ταῖς γυναιξὶ ποιεῖ. ἐκείναις οὖν ὥσπερ οὐ γίνε‐ ται φαλάκρωσις, οὕτως οὐδὲ τοῖς εὐνούχοις διὰ τὸ ψυχρὸν τῆς κράσεως. τὸ μέντοι μὴ ποδαγριᾷν αὐτοὺς ἐν μὲν τοῖς
5καθ’ Ἱπποκράτην χρόνοις ἦν ἀληθὲς, ἐν δὲ τῷ νῦν οὐκέτι, διὰ τὴν ὑπερβάλλουσαν ἀργίαν τε ἅμα καὶ ἀκολασίαν τῆς διαίτης. ἔχει δὲ ὧδε τὸ σύμπαν· ἀναγκαῖον μὲν ἀσθενε‐ στέρους ἔχειν τοὺς πόδας, μέλλει τις ἁλῶναι ποδάγρα, κα‐ θάπερ τὸν ἐγκέφαλον, εἰ μέλλει τις ἐπιληπτικὸς ἔσεσθαι.
10οὐ μὴν ἀναγκαῖόν γε πάντως ἑκάτερον ἁλῶναι τῷ πάθει μηδὲν ἐν τῷ βίῳ πλημμελοῦντα. μαθήσῃ δὲ ἐναργῶς ὅτι τοῦ μέρους ἡ ἀσθένεια τὸ πάθος οὐχ ἱκανὴ ποιεῖν ἐστιν ἐν τῷ μεταξὺ χρόνῳ τῶν παροξυσμῶν, ἐν ᾧ μηδὲν ὅλως ἐνοχλοῦνται, καίτοι τῆς φυσικῆς ἀσθενείας διὰ παντὸς
15ὑπαρχούσης αὐτῇ. εὔδηλον δὲ καὶ τοῦτ’ ἔστιν ἐπὶ τῶν πο‐ δαγρικῶν ἐναργῶς φαινόμενον, ὡς ἐπιῤῥέοντος αὐτοῖς τινος ἐπὶ τοὺς πόδας χυμοῦ περιττοῦ συνίσταται τὸ πάθος. ἐὰν
οὖν μηδέποθ’ οὗτος ἐπιῤῥέει, πρόδηλον ὡς οὐδὲ τὸ πάθος41 in vol. 18.1

18a

42

ἔσται ποτὲ, οὐκ ἐπιῤῥυήσεται δὲ διὰ παντὸς, εἰ τὸ σῶμα γενήσεται δ’ ἀπέριττον, ἐὰν γυμνάζηται τὰ μέτρια καὶ πέτ‐ τῃ καλῶς ὁ ἄνθρωπος τὴν τροφὴν, ὅθεν ἀργίαι τε καὶ ἀ‐ δηφαγίαι βλάπτουσιν αὐτούς. βλάπτουσι δὲ καὶ τῶν ἰσχυ‐
5ρῶν καὶ πολλῶν οἴνων αἱ πόσεις καὶ μάλισθ’ ὅταν ἄνευ τοῦ προεδηδοκέναι τις αὐτῶν προσφέρηται. πληροῦσι γὰρ ἑτοίμως οὗτοι τὸ νευρῶδες γένος, ὥσπερ καὶ αἱ συνου‐ σίαι. κατὰ μὲν τοὺς Ἱπποκράτους χρόνους ὀλίγοι παντά‐ πασιν ἐποδαγρίων, διὰ τὸ τοῦ βίου κόσμιον, ἠυξημένης δὲ
10τῆς τροφῆς εἰς τοσοῦτον ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, ὡς ἂν μηδ’ ἐπινοεῖν ἔστι προσθήκην αὐτῇ, ἄπειρόν τι τὸ πλῆθος τῶν ποδαγριώντων ἐστίν. ἐνίων μὲν οὖν οὔτε γυ‐ μναζομένων καὶ πρὸ τῆς τροφῆς πινόντων οἴνους ἰσχυροὺς, ἀφροδισίοις τε χρωμένων ἀμέτρως. ἐνίων δὲ, εἰ καὶ μὴ
15περὶ πάντα, καθ’ ἓν γοῦν ἢ δεύτερον ὧν εἶπον πάντως ἁμαρτανόντων. ἀλλ’ ὅταν ἡ πλημμέλεια γίνηται μεγάλη, πολλάκις ἐξαρκεῖ καὶ μόνον ἕν τι τῶν εἰρημένων ἁμαρτη‐
θέν. διὰ τοῦτο γοῦν καὶ οἱ εὐνοῦχοι ποδαγριῶσιν, εἰ καὶ42 in vol. 18.1

18a

43

ὅτι μάλιστα τῶν ἀφροδισίων ἀπέχονται. τηλικαύτη γοῦν ἔστιν ἥ τε ἀργία καὶ ἡ ἀπληστία ἐπ’ αὐτῶν καὶ οἰνοφλυγία, ὥστε καὶ τῶν ἀφροδισίων χωρὶς ἁλῶναι δύνασθαι ποδάγρᾳ. τὰ δ’ αὐτὰ δηλονότι κἀπὶ τῶν ἀρθριτικῶν εἰ‐
5ρῆσθαι νόμιζε. τοὐπίπαν γὰρ ἅπαντες οἱ ἀρθριτικοὶ πρό‐ τεροι γίνονται ποδαγρικοί. προσελήλυθε δὲ ταῖς εἰρημέναις αἰτίαις, δι’ ἃς νῦν ποδαγριῶσι πολλοὶ, καὶ τὸ πατέρων τοὺς πλείστους γεγονέναι καὶ πάππων ἤδη ποδαγρικῶν, ἐφ’ ὧν δηλονότι τὸ σπέρμα μοχθηρότερον ἦν καὶ διὰ τοῦτο καὶ τοῖς
10ἐγγόνοις ἰσχυροτέραν τοῖς μορίοις εἰργάσατο τὴν ἀσθένειαν.
— — —
κθʹ. Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλείπῃ.
— — —
15
Τῷ λόγῳ τῶν κενώσεων οὐ ποδαγριῶσιν αἱ γυναῖκες. ἐδείχθη γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ χωρὶς τῆς κατὰ τοὺς χυμοὺς περιουσίας ἐκ μόνης τῆς τῶν μορίων εὐπαθείας
μὴ δυναμένη συστῆσαι ποδάγρα. ἀλλὰ κἀνταῦθα πάλιν43 in vol. 18.1

18a

44

ἔμπροσθεν μὲν ἀληθὲς ἦν τὸ χωρὶς τοῦ τελέως ἐκλιπεῖν τὰ καταμήνια, διὰ τὴν σμικρότητα τῶν ἁμαρτημάτων ὧν ἔμ‐ προσθεν ἡμάρτανον αἱ γυναῖκες. νυνὶ δὲ διὰ τὸ μέγεθος αὐτῶν ἔνιαι ποδαγριῶσι, πρὶν ἐκλιπεῖν τὰ καταμήνια, παμ‐
5πόλλαις μὲν ἐλλιπῶς γινομένων, ὀλίγαις δὲ καὶ συμμέτρως.
— — —
λʹ. Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιάζειν.
— — —
10
Ὅτι μεγίστην δύναμιν εἰς ποδάγρας γένεσιν ἡ τῶν ἀφροδισίων ἔχει χρῆσις εὔδηλον κἀπὶ τῶν παιδίων, ὥσπερ ὀλίγον ἔμπροσθεν κἀπὶ τῶν εὐνούχων ἔλεγεν. εὐνούχους μὲν οὖν ἑωράκαμέν τινας ποδαγριῶντας, παῖδας δ’ οὐκ εἴ‐ δομεν. ἀλλ’ εἰ καί τις ἑάλω τοιούτῳ πάθει, μετὰ τοῦ καὶ
15τὰ γόνατα καὶ τὰ κατὰ τὰς χεῖρας ἄρθρα συνεξοιδῆσαι πέ‐ πονθεν ἀρθριτικὸν τρόπον τινὰ αἰφνίδιον, ὑπὸ πληθώρας ἐκ πολλῶν ἀπεψιῶν ἀθροισθείσης.
— — —44 in vol. 18.1

18a

45

λαʹ. Ὀφθαλμῶν ὀδύνας ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυ‐ ρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει.
— — —
5
Ἐκ πείρας μοι δοκεῖ μᾶλλον, οὐκ ἐκ λόγου τινὸς ἐγνω‐ κέναι τῶν εἰρημένων ἕκαστον ὁ Ἱπποκράτης· οὐδὲν γὰρ θαυμαστὸν ὀδυνώμενον ἄνθρωπον ἐπὶ λουτρὸν ὁρμήσαντα παύσασθαι τῆς ὀδύνης ἢ κωλυόμενον οἶνον πιεῖν, εἴτ’ οὐδὲν ὠνηνάμενον, ὁρμῆσαι πρὸς αὐτὸν ὄντα καὶ ἄλλως οἰνόφλυγα,
10κἄπειτα ὠφεληθῆναι. καθάπερ οὖν καὶ ἄλλα πολλὰ τῶν οὕτως ὁραθέντων ἐγράφη τοῖς ἰατροῖς ἀδιορίστως, οὕτω κἀνταῦθα δοκεῖ μοι γεγράφθαι, μήτε λογικῶς εἰπόντος αὐ‐ τοῦ τὰς διαθέσεις μήτ’ ἐμπειρικῶς τὰς συνδρομάς. τό γε μὴν ἐκ τῶν οὕτω γραφομένων λόγων χρήσιμον ἡμῖν ἐστιν
15εἰς τὸ ζητῆσαι τὰς διαθέσεις ἐφ’ αἷς ἀκρητοποσίη τε καὶ λουτρὸν ἕκαστόν τε τῶν εἰρημένων ἐφεξῆς ὀνίνησιν, ὅπερ
κἀμοὶ συνέβη. τὸ μὲν γὰρ ὅτι πάντως εἰσί τινες τῶν ὀδυ‐45 in vol. 18.1

18a

46

νωμένων ὀφθαλμοὺς, οἱ μὲν ἀκρητοποσίαις, οἱ δὲ λουτροῖς ὠνηνάμενοι, πιστεύων Ἱπποκράτει ἐπεπείσμην. οὐ γὰρ ἂν ἔγραψεν αὐτὸ μὴ θεασάμενος, οὐ μὴν ὑπό γε τῶν διδασκά‐ λων τινὸς ἐθεασάμην ποτὲ τοιοῦτον βοήθημα προσενεχθὲν
5κάμνοντι. ζητήσας οὖν πάσας τὰς διαθέσεις, ἐφ’ αἷς ἀναγ‐ καῖόν ἐστιν, οὐ κατὰ τὸν ὀφθαλμὸν μόνον, ἀλλὰ καὶ κατ’ ἄλλα μόρια γίνεσθαι τὰς ὀδύνας, εἶτ’ ἐμαυτὸν πείσας εὑρη‐ κέναι. τοὐντεῦθεν ἐσκεψάμην αὐτῶν τὰ γνωρίσματα, κἀπειδὴ καὶ περὶ τούτων ἐπείσθην, ἐτόλμησα προσαγαγεῖν τὰ βοη‐
10θήματα τοῖς ὀδυνωμένοις· καὶ πρῶτον μὲν ἔλουσα νεανίσκον ὃν εὐλόγως ὁ θεραπεύων πεφλεβοτόμηκε κατὰ τὴν δευτέραν ἡμέραν ἀπ’ ἀρχῆς, εἶθ’ ἑξῆς ἐθεράπευσε τοῖς διὰ πείρας φαρμάκοις, φλεγμονῆς μόνης οὔσης κατὰ τοὺς ὀφθαλμούς. ὠδυνᾶτο δὲ κατά τινας εἰσβολὰς σφοδρότατα καθ’ ἃς αὐτὸς
15ἔφασκεν αἰσθάνεσθαι δριμέων ὑγρῶν ἀθρόως ἐπιῤῥυέντων τοῖς ὀφθαλμοῖς, εἶτ’ ἐκκριθέντων αὐτῶν ἐπαύετο τὸ σφο‐
δρότατον τῆς ὀδύνης, οὐ μὴν παντάπασιν ἀνώδυνος ἐγίγνετο,46 in vol. 18.1

18a

47

καὶ τοῦτο αὐτὸ συνέβη δι’ ὅλης τῆς πέμπτης ἡμέρας, ἀεὶ καὶ μᾶλλον αὐξανόμενον, οὐκέτ’ οὖν φέρων τὴν ὀδύνην ἐκά‐ λεσεν ἐμέ τε καὶ τῶν ὀφθαλμικῶν ἰατρῶν τινα τῶν τότε ὄντων ἐν Ῥώμῃ τὸν δοκιμώτατον· ἐκείνῳ μὲν οὖν ἐδόκει
5τότε χρῆσθαί τινι κολλυρίῳ τῶν ἐμπλαστικῶν τε ἅμα καὶ ἀνωδύνων, οἷα τά τε διὰ ψιμυθίου πεπλυμμένου καὶ ἀμύλου καὶ μήκωνος συντιθέμενα. μάλιστα γὰρ ἂν οὕ‐ τως ἀνασταλήσασθαι τὸ ἐπιῤῥέον ἤλπιζε διὰ τῶν ἐμπλαστι‐ κῶν, ναρκωθήσεσθαί τε ἅμα διὰ τῶν ναρκωτικῶν τὴν αἴσ‐
10θησιν. ἐγὼ δ’ ἐξ ἀρχῆς ἀπόπτως ἔσχηκα πρὸς τὰ τοιαῦτα τῶν φαρμάκων· οὔτε γὰρ ἀναστέλλει τὰ σφοδρὰ τῶν ῥευ‐ μάτων, ἀλλ’ ἐκκρίνεσθαι κωλύει καὶ διὰ τοῦτο δριμέων μὲν ὄντων αὐτῶν ἑλκοῦσθαι συμβαίνει τὸν κερατοειδῆ· πολλῶν δὲ διατείνεσθαί τε καὶ παροξύνεσθαι σφοδρῶς, ὥσπερ ῥη‐
15γνύμενον, ἐφ’ οἷς εἰ μὴ καὶ μεγάλως εἴη ναρκωτικὸν τὸ φάρμακον, ἀφορήτους συμβαίνει εἶναι τὰς ὀδύνας. εἰ δ’
οὕτως εἴη ναρκωτικὸν ὡς καὶ τῆς μεγίστης φλεγμονῆς ἀναι‐47 in vol. 18.1

18a

48

σθήτους ἐργάζεσθαι τοὺς ὀφθαλμοὺς, ἀναγκαῖόν ἐστιν ἅμα κακοῦσθαι τὴν ὀπτικὴν δύναμιν, ὡς μετὰ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν ἢ παντελῶς ἀμυδρὸν ἢ μηδ’ ὅλως αὐτοὺς ὁρᾷν, ἅμα δ’ ὑπολείπεσθαί τινα σκιῤῥώδη διάθεσιν ἐν τοῖς
5χιτῶσι δυσίατον. ἅτε οὖν ταῦτα γινώσκων, ὁρῶν τε τὸ ἐπιῤῥέον οὐκ ὀλίγον ἰσχυρῶς τε δριμὺ καὶ θερμὸν, ἐνόησα χρήσασθαι πυρίᾳ πρότερον, ἕνεκα πείρας, ὡς ἐξ αὐτῆς ἀκρι‐ βέστερον εἰσόμενος, ὁποία τίς ἐστιν ἡ διάθεσις. εἴωθε γὰρ ἐπὶ τῶν τοιούτων ἡ πυρία παρηγορεῖν μὲν ἄχρι τινὸς, ἐπι‐
10καλεῖσθαι δ’ ἕτερον ῥεῦμα. καθ’ ὃν γὰρ λόγον διαφορεῖν πέφυκε τὸ περιεχόμενον ἐν τοῖς ὀφθαλμοῖς, κατὰ τὸν αὐτὸν λόγον ἕλκειν ἕτερον ἐκ τῶν πλησίων· ἀλλ’ ἅμα γε τῷ κε‐ λεῦσαί με τό θ’ ὕδωρ κομισθῆναι τὸ θερμὸν καὶ τὸν σπόγ‐ γον, αὐτὸς ὁ κάμνων ἔφη πεπειρᾶσθαι ἤδη πολλάκις δι’
15ὅλης ἡμέρας τοῦ βοηθήματος, παρηγοροῦντος μὲν αὐτὸν, ὀλίγῳ δ’ ὕστερον ὀδύνην μείζονα ἐπιφέροντος. ἀκούσας οὖν ἐγὼ τοῦτον τὸν μὲν ὀφθαλμικὸν ἰατρὸν ἀπέλυσα, παραμένειν
αὐτὸς ὑποσχόμενος καὶ ποιήσειν ἀνώδυνον τὸν κάμνοντα χω‐48 in vol. 18.1

18a

49

ρὶς φαρμάκου ψυκτικοῦ, τῷ λουτρῷ δὲ αὐτίκα χρη‐ σάμενος καὶ μόνῳ, οὕτως ἀνώδυνον εἰργασάμην αὐτὸν, ὡς δι’ ὅλης νυκτὸς κοιμηθῆναι, μηδ’ ἅπαξ καλέσαντα τῶν πα‐ ρακοιμωμένων μηδένα. τοὐντεῦθεν δὲ λοιπὸν ἐφ’ ὧν ἐση‐
5μειωσάμην ἐπιῤῥεῖν μὲν τοὺς δριμεῖς χυμοὺς τοῖς ὀφθαλμοῖς, οὐ μὴν ἔτι γε πληθωρικὸν εἶναι τὸ σῶμα, βαλανείου χρή‐ σει τὴν ὀδύνην αὐτῶν ἰασάμην. ἄλλον δέ τινα νεανίσκον ἡμερῶν μὲν ἤδη πλειόνων ὀφθαλμιῶντα, κατ’ ἀγρὸν οὐκ ἐγγὺς ὄντα τῆς πόλεως, ὕστερον δ’ ὡς ἐν αὐτοῖς διέμενεν,
10ἀφικόμενον εἰς τὴν πόλιν ἰδὼν αὐχμηροὺς μὲν ἔχοντα τοὺς ὀφθαλμοὺς, ἰσχυρῶς δ’ ὠγκωμένας καὶ πλήρεις αἵματος τὰς κατ’ αὐτοὺς φλέβας, ἐκέλευσα λουσάμενον ἀκρατεστέρῳ χρῆσθαι τῷ πώματι, οὕτω πειραθῆναι καθυπνῶσαι· καὶ τοίνυν ὕπνος τε βαθὺς αὐτῷ γίνεται καὶ ἀνώδυνος ἕωθεν
15ἀνέστη καί μοι θάρσος ἐνεποίησεν, ἐφ’ ὧν ἐστιν ἔνστασις αἵματος παχέος ἐν τοῖς τῶν ὀφθαλμῶν φλεβίοις ἄνευ πλη‐ θωρικῆς διαθέσεως ἐν ὅλῳ τῷ σώματι, οἴνου χρῆσθαι πό‐
σει δυναμένου καὶ κενοῦν τὸ αἷμα καὶ τῷ σφοδρῷ τῆς κινή‐49 in vol. 18.1

18a

50

σεως ἐκφράττειν τὰς ἐνστάσεις. ταυτὶ μὲν οὖν ἀγωνιστικὰ βοηθήματα τῆς κατ’ ὀφθαλμοὺς ὀδύνης. ἀσφαλέστατον δ’ ἡ πυρία καὶ πάντως τινὰ χρείαν παρέχον ἢ ὡς σημεῖον εἰς διάγνωσιν ἢ ὡς αἴτιον ὑγιείας τοῖς ὀφθαλμοῖς. ὅταν
5μὲν γὰρ μηκέθ’ ὅλως ἐπιῤῥέῃ, κατὰ μὲν τὴν πρώτην προσ‐ φορὰν, αὐτῷ τῷ θερμαίνειν μόνῳ παρηγορίαν τινὰ μετρίαν ἤνεγκεν, ὀλίγῳ δ’ ὕστερον αὐξάνει τὴν ὀδύνην καὶ γίνεται τηνικαῦτα διαγνωστικὸν σημεῖον ὡς καταμαθόντας ἡμᾶς τὴν διάθεσιν ἐπί τινα κένωσιν ὅλου τοῦ σώματος ἀφικέσθαι,
10πληθωρικοῦ μὲν ὄντος αὐτοῦ διὰ φλεβοτομίας, κακοχύμου δὲ διὰ καθάρσεως. οὐ γὰρ δὴ χαλεπόν γέ σοι διακρῖναι κακοχυμίαν ἀπὸ πλήθους αἵματος.
— — —
λβʹ.
15Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.
— — —50 in vol. 18.1

18a

51

Ὥσπερ τὸ ψελλίζεσθαι τῆς διαλέκτου πάθος ἐστὶν, οὐ τῆς φωνῆς, οὕτω καὶ τὸ τραυλίζειν μὴ δυναμένης τῆς γλώτ‐ της ἀκριβῶς ἐκείνας διαρθροῦν τὰς φωνὰς, ὅσαι διὰ τοῦ τ καὶ ρ λέγονται, καθάπερ αὐτήν τε ταύτην τὴν τραύλω‐
5σιν καὶ ὁμοίως τάσδε, τρέχει, τρέμει, τραχὺς, τροχὸς, τρυφερὸς ὅσαι τε ἄλλαι παραπλήσιαι. δέονται γὰρ αἱ τοιαῦται πᾶσαι τῆς γλώττης μετὰ τοῦ πλατύνεσθαι στηρι‐ ζομένης ἐπὶ τοῖς προσθίοις ὀδοῦσιν. ὅταν οὖν ἀτονωτέρα τισὶ ὑπάρχῃ, στηρίζεται χεῖρον καὶ οὐ διαρθροῖ τὸν τοῦ τ
10καὶ ρ φθόγγον, ἀλλ’ ἐπὶ τὸν τ καὶ λ μεταπίπτει. δύναται δ’ αὐτῇ γενέσθαι τοῦτο καὶ διότι βραχυτέρα πώς ἐστι τοῦ προσήκοντος, ὅπερ ἐστὶ σπανιώτατον· ἀλλὰ καὶ διότι μα‐ λακωτέρα τε καὶ ὑγροτέρα τὴν κρᾶσιν ἡ τραύλωσις γίνεται. οὕτω γοῦν καὶ τὰ παιδία τραυλίζει παραπλησίου τοῦ συμ‐
15βαίνοντος αὐτοῖς ὑπάρχοντος οἷόν τι καὶ περὶ τὴν βάδισιν γίνεται. καὶ γὰρ καὶ ταύτην τὰ μὲν οὐδ’ ὅλως, τὰ δ’ οὐχ ἱκανῶς ἔχει τῶν σκελῶν αὐτοῖς διὰ μαλακότητα στηρίζεσθαι
βεβαίως ἀδυνατούντων. ἐνίοις δὲ καὶ τῶν τελείων, ὅταν51 in vol. 18.1

18a

52

διαλεγόμενοι κάμνωσι, συμβαίνει τραυλίζειν, ὥσπερ καὶ τοῖς ἐπὶ τὸ πλεῖστον αὐλήσασιν, οὕτω δὲ καὶ τοῖς ἐν νόσῳ κεκ‐ μηκόσιν ἰσχυρῶς τὴν δύναμιν, ὥσπερ γε καὶ διὰ τὸ σφο‐ δρότερον ξηρανθῆναι τὴν γλῶτταν ἐνίοις. ἀλλ’ ἡ τοσαύτη
5ξηρότης οὐδενὶ τῶν κατὰ φύσιν ἐχόντων ὑπάρξαι δύναται. καὶ διὰ τοῦτο μόνης ὑγρότητος ἀμέτρου σύμπτωμά ἐστιν ἐν τοῖς φύσει τραυλοῖς ἡ τῆς διαλέκτου βλάβη μὴ δυναμέ‐ νων τῶν μυῶν τῆς γλώττης ἐγκρατῶς στηρίζεσθαι. τοῦτο δὲ αὐτοῖς συμβαίνειν ἐγχωρεῖ μὲν καὶ διὰ τὴν οἰκείαν ἀῤ‐
10ῥωστίαν, ἐγχωρεῖ δὲ καὶ διὰ τὴν τῶν νεύρων, ὧν παρ’ ἐγκε‐ φάλου λαμβάνει δηλονότι. καὶ οἱ μεθύοντες οὖν ἐνίοτε τραυλίζουσι, τοῦτο μὲν ὑγρότητι πολλῇ διαβρεχο‐ μένου τοῦ ἐγκεφάλου, τοῦτο δ’ ὑπὸ πλήθους αὐτῆς βαρυνο‐ μένου. συμβήσεται γοῦν οὕτω καὶ τοῖς φύσει τραυλοῖς ἤτοι
15τὸν ἐγκέφαλον ὑγρὸν ὑπάρχειν ἢ τὴν γλῶτταν ἢ ἀμφότερα. τοῦ μὲν οὖν ἐγκεφάλου τοιαύτην ἔχοντος κρᾶσιν ἀποῤῥεῖν μὲν εἰκός ἐστι περιττωμάτων ὑγρῶν πλῆθος, ὑποδέχεσθαι
δὲ αὐτὰ καταῤῥέοντα τὴν γαστέρα, κἀντεῦθεν ἁλίσκεσθαι52 in vol. 18.1

18a

53

διαῤῥοίαις μακραῖς τὸν ἄνθρωπον. τῆς γλώττης δ’ αὐτῆς ὑγροτέρας οὔσης σφόδρα φύσει καὶ τὴν κοιλίαν εἰκὸς εἶναι τοιαύτην, ὡς ἂν θατέρου τῶν χιτώνων αὐτῆς κοινοῦ πρὸς τὴν γλῶτταν ὑπάρχοντος, ἀσθενοῦς δὲ δι’ ὑγρότητα, κοι‐
5λίας δ’ οἰκεῖον πάθημα, χρονία διάῤῥοια.
— — —
λγʹ. Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.
— — —
10
Τοὺς ὀξυρεγμιώδεις ὀξεῖαν ἔχοντας ἐρυγὴν σπανίως φη‐ σὶν ἁλίσκεσθαι πλευρίτισι· τὸ γὰρ οὐ πάνυ τῶν σπανίως γιγνομένων δηλωτικόν ἐστιν, οὐ τῶν οὐδ’ ὅλως, ὡς ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἔγραψαν. εἴρηται δ’ ἡμῖν ἐν τοῖς περὶ πλευρίτιδος λόγοις ὡς ἡ μὲν ἅμα τοῖς ὠχροῖς τε
15καὶ ξανθοῖς πτύσμασιν ἐπὶ χολώδεσι γίνεται χυμοῖς, ἡ δ’ ἅμα τοῖς ἀφρώδεσι ἐπὶ φλεγματικοῖς. ὥσπερ καὶ ἡ μὲν
ἅμα τοῖς μελαντέροις ἐπὶ τοῖς μελαγχολικοῖς, ἡ δ’ ἅμα53 in vol. 18.1

18a

54

τοῖς ἐρυθροῖς ἐπ’ αὐτῷ τῷ αἵματι. φλεγμονὴ μὲν γάρ ἐστι περὶ τὸν ὑπεζωκότα καλούμενον ὑμένα ἡ τῶν πλευρι‐ τικῶν διάθεσις. ἁπάσης δὲ φλεγμονῆς γινομένης ὑπὸ πλεο‐ νεξίας τινὸς χυμοῦ κατὰ τὴν ἐκείνου φύσιν, τό τε τῶν
5πτυσμάτων εἶδος ἐπιγίνεται τοῖς πλευριτικοῖς ἥ τε τῆς σω‐ τηρίας, ἥ τε τοῦ θανάτου προσδοκία. καταδέχεσθαι δ’ οὐχ ὁμοίως πεφύκασι τοὺς χυμοὺς οἵ θ’ ὑμένες καὶ ὁ πνεύμων. πυκνὴ μὲν γὰρ καὶ ἡ τῶν ὑμένων φύσις, ἀραιὸς δὲ πάντῃ καὶ μανὸς ὁ πνεύμων ἐστὶν, ὥστε τούτῳ μὲν ἅπαν‐
10τας ἕτοιμον δέχεσθαι τοὺς χυμοὺς, τῷ δ’ ὑπεζωκότι τοὺς χολώδεις μᾶλλον. διὰ τοῦτο οὖν οἷς φύσει πλεονάζει τὸ φλέγμα, σπανίως ἁλίσκονται πλευρίτισι καὶ μάλιστ’ ἐὰν ἁλυ‐ κότητά τινα καὶ δριμύτητα προσλάβῃ. τὸ γὰρ τοιοῦτον δάκνον τὰ ἔντερα πρὸς τὴν διαχώρησιν ἐρεθίζει καὶ συμ‐
15βαίνει τηνικαῦτα μὴ μόνον τῷ φλέγματι κενοῦσθαι, συναπ‐ έρχεσθαι δ’ αὐτῷ πολλὰ καὶ τῶν ἄλλων περιττωμάτων.
ἔλεγε δ’ αὐτὸς ἐν τῷ περὶ ὑδάτων τε καὶ τόπων καὶ ἀέρων54 in vol. 18.1

18a

55

ἥκιστα πλευρίτισί τε καὶ τοῖς ἄλλοις νοσήμασι ἁλίσκεσθαι τοὺς ὑγρὰν ἔχοντας φύσει τὴν γαστέρα.
— — —
λδʹ.
5Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γί‐ νονται, ὁκόσοις δ’ ἂν φαλακροῖς ἐοῦσι κιρσοὶ ἐπιγίνων‐ ται, πάλιν οὗτοι γίνονται δασέες.
— — —
Ὁπόταν ἐν ἀνδρὸς φρονίμου συγγράμματι λόγος εὑρε‐
10θῇ προφανῶς ψευδὴς, εἰκότως ἀπορεῖσθαι συμβαίνει τοὺς ἀναγινώσκοντας αὐτὸν καὶ πρῶτον μὲν ἑαυτοῖς ἀπιστεῖν, ὡς μηδὲ τὰ φανερὰ γινώσκουσι, εἶθ’ ἑξῆς ὑποπτεύειν, μή τι τῶν ὑποκειμένων ψευδὲς εἴη. τίς γὰρ οὐκ οἶδε ἀνίατόν τι πάθημα τὴν φαλάκρωσιν ὑπάρχουσαν; ἀλλὰ καὶ τὸ μηδέ‐
15ποτε ἐπιγίνεσθαι μεγάλους κιρσοὺς τοῖς φαλακροῖς οὐκ ἀληθὲς, ὥσπερ οὐδὲ τὸ γενομένων κιρσῶν παύεσθαι τὴν φαλάκρωσιν, εἰ μή τι ἄρα, καθάπερ ἔνιοί φασι, τὴν κα‐
λουμένην ὑπὸ τῶν ἰατρῶν μαδάρωσιν ὀνομάζει φαλάκρωσιν.55 in vol. 18.1

18a

56

ἐκείνη γὰρ ὑπὸ μοχθηρῶν χυμῶν γιγνομένη, καθάπερ αἵ τε ὀφιάσεις καὶ ἀλωπεκίαι ὀνομαζόμεναι, μεταστάντων εἰς τὰ σκέλη τῶν φαύλων χυμῶν ἐργάζεσθαι δύνανται κιρσοὺς, ἀνακτήσασθαί τε τὰς τρίχας. εἰ γὰρ ἔμπροσθεν ὑπὸ μοχ‐
5θηρῶν χυμῶν φθειρομένων αὐταῖς τῶν ῥιζῶν ἡ διαφθορὰ συνέβαινεν, εἰκότως νῦν ἐπὶ τῇ μεταστάσει τῶν χυμῶν, εἰς τὴν κατὰ φύσιν ἐπανήξουσι κατάστασιν.
— — —
λεʹ.
10Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγινομένη κακόν.
— — —
Ἐπιγίνεσθαι τοῖς πάθεσιν ἕτερα πάθη τε καὶ συμ‐ πτώματα τοῖς παλαιοῖς ἰατροῖς ἔθος ἐστὶ λέγειν ὅσα κατὰ τὸν αὐτοῦ πάθους λόγον αὐξανομένου συμβαίνειν εἴωθε.
15τοιοῦτον γάρ τι καὶ τὸ τῶν ἐπιγινομένων ἐστὶ Πραξαγόρου βιβλίον. οὕτω δὲ καὶ νῦν εἴρηται ἐπὶ τῆς βηχός· οὐ γὰρ ἐπειδὰν δι’ ἄλλην τινὰ γένηται πρόφασιν, ὑδερικῷ
βὴξ ὀλέθριόν ἐστι σημεῖον, ἀλλ’ ὅταν αὐτῷ τῷ λόγῳ τοῦ56 in vol. 18.1

18a

57

νοσήματος. ἡνίκα γὰρ ἂν ἐς τοσοῦτον αὐξηθῇ πλῆθος ἐπὶ τῶν ὑδερικῶν παθῶν ἡ ὑδατώδης ὑγρότης, ὡς ἤδη καὶ τὰς τραχείας ἀρτηρίας καταλαμβάνειν, εἶτα βὴξ ἐπιγένηται, τότε κίνδυνος ἕπεται πνιγῆναι τὸν ἄνθρωπον οὐκ εἰς μακράν.
5
— — —
λστʹ. Δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.
— — —
Οὐδ’ οὗτος ὁ λόγος ὑγιής ἐστιν, εἰ μὴ προσλάβῃ τὸν
10καὶ συνδεσμὸν, ὥστε γενέσθαι τὸν ἀφορισμὸν τοιόνδε, δυσου‐ ρίην καὶ φλεβοτομία λύει. ὄντως γὰρ καὶ φλεβοτομία λύει δυσουρίαν, ἐκείνην δηλονότι τὴν διὰ φλεγμονὴν καὶ πλῆθος γεγενημένην. τὸ δὲ τέμνειν τὰς εἴσω περὶ τῶν ἐν ταῖς χερσὶ φλεβῶν λεγόμενον, οὔτ’ ἀληθές ἐστιν, οὔτε ὁμολογούμενον
15Ἱπποκράτει. φαίνεται γὰρ ἐν ἅπασι τοῖς συγγράμμασιν ἐπὶ μὲν τῶν ἀνωτέρω τοῦ ἥπατος ἐκ τῶν χειρῶν ἀποχέων
τοῦ αἵματος, ἐπὶ δὲ τῶν κατωτέρω τὰς κατὰ ἰγνὺν ἢ σφυ‐57 in vol. 18.1

18a

58

ρὸν κελεύων τέμνειν. εἰ δὲ περὶ τούτων αὐτῶν εἰρῆσθαί τις ὑπολάβοι τὸ τέμνειν τὰς εἴσω, μικρὰν τοῦτο δύναμιν ἔχει. ἀπὸ μιᾶς γὰρ ἀμφότερα πεφύκασι φλεβὸς τῆς ἐν ἰγνύϊ τριχῇ σχισθείσης, ὅτι καὶ μία φλὲψ εἰς τοῦθ’ ἥκει τὸ κῶ‐
5λον, οὐχ ὥσπερ ἐπὶ τῆς χειρὸς δύο. βέλτιον οὖν ἐστι καὶ τοῦτον τὸν ἀφορισμὸν ἕνα τῶν παρακειμένων ὑπολαβεῖν.
— — —
λζʹ. Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ τραχήλῳ
10 ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα.
— — —
Ἀληθὴς ὁ λόγος καὶ ἡ αἰτία πρόδηλος, εἴ γε ἐκ τῶν διὰ βάθους τε καὶ κυριωτέρων μορίων εἰς τὸ δέρμα μεθί‐ στασθαι τὰ πάθη λυσιτελεῖ.
15— — —58 in vol. 18.1

18a

59

ληʹ. Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλτιον. θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θε‐ ραπευόμενοι δὲ πολὺν χρόνον διατελοῦσιν.
5
— — —
Κρυπτοὺς καρκίνους εἴρηκεν ἤτοι τοὺς χωρὶς ἑλκώσεως ἢ τοὺς κεκρυμμένους, ὅπερ ἐστὶ μὴ φαινομένους ὃ πάλιν ἴσον δύναται τῷ διὰ βάθους εἶναι τοῦ σώματος. ἀλλὰ καὶ τὸ θεραπεύειν διττόν ἐστιν· ἓν μὲν τὸ πάντα πράττειν
10ὡς ὑγιὲς ἀποφῆναι τὸ πεπονθὸς μέρος, ἕτερον δὲ τὸ προ‐ νοεῖσθαι τὴν ἁρμόττουσαν τῷ πάθει πρόνοιαν, ὅπερ ἐστὶ παρηγορεῖν τε καὶ πραΰνειν αὐτὸ, καὶ μάλισθ’ ὅταν ᾖ μεθ’ ἑλκώσεως. ἀναγκαῖον γὰρ εἰ καὶ μηδὲν ἄλλο τηνικαῦτα τοὺς ἰχῶρας ἀποπλύνειν ὑγρῷ τινι χρώμενον, ὅπερ οὐ τὸ τυχὸν
15εἶναι προσήκει, ἀλλ’ ὅ τί περ ἂν ἤτοι διὰ πείρας ἢ δι’ ἐν‐ δείξεως εὑρεθῇ μήτε σήπειν πεφυκὸς μήτ’ ἐρεθίζειν τὸ πεπονθὸς μέρος. ταύτης μὲν οὖν τῆς θεραπείας οὔτ’ ἀφί‐
στασθαι προσήκει οὔθ’ οἱ χωρὶς ἑλκώσεως δέονται καρκίνοι.59 in vol. 18.1

18a

60

τῆς δ’ ἐκ τοῦ τεμεῖν καὶ καῦσαι ἃ μόνῳ καρκίνῳ γινο‐ μένῳ ἐστὶν ἰάματα, συμβουλεύει μὴ προσάγεσθαι κατὰ τοὺς κρυπτοὺς καρκίνους. ὅτι μὲν οὖν οἱ ἐν τῷ βάθει διὰ τῆς τοιαύτης ἀγωγῆς οὐ θεραπεύονται καὶ ἡ πεῖρα διδάσκει.
5πάντας γὰρ οἶδα τοὺς ἐπιχωρήσαντας ἰᾶσθαι καρκίνους τοιούτους παροξύναντας μᾶλλον αὐτοὺς, ἐν τάχει τε τοὺς ἀνθρώπους ἀποκτείναντας. οἵ τε γὰρ τὸν ἐν τῷ οὐρανί‐ σκῳ συστάντα καὶ τὸν ἐν τῇ ἕδρᾳ καὶ τὸν ἐν τῷ κρυπτῷ τῷ γυναικείῳ τεμόντες καὶ καύσαντες οὐκ ἠδυνήθησαν ἀπου‐
10λῶσαι τὰ ἕλκη καὶ τῇ τῆς ἰάσεως ταλαιπωρίᾳ συνέτηξαν τοὺς ἀνθρώπους ἄχρι θανάτου, οἷς ἐνῆν μὴ θεραπευομένοις ἀλυπότερον ἄχρι πλείονος ἐξαρκέσαι χρόνου. τοὺς μὲν οὖν τοιούτους καρκίνους οὐδ’ ὅλως ἐπιχειρητέον ἰᾶσθαι, τοὺς δ’ ἐπιπολῆς ἐκείνους μόνους οὓς ἐκτεμεῖν οἷόν τε σὺν ταῖς
15ῥίζαις αὐταῖς, ὡς ἂν εἴποι τις. οὐδὲν γὰρ χεῖρον οἱονεὶ ῥίζας τινὰς ὀνομάσαι τοῦ καρκίνου τὰς διατεταμένας ἄχρι τῶν πέριξ σωμάτων πεπληρωμένας φλέβας αἵματος μελαγ‐
χολικοῦ. πολλοὶ μὲν γὰρ τῶν ἀξιολόγων ἰατρῶν οὐδὲ τού‐60 in vol. 18.1

18a

61

τους ἐπιτρέπουσι χειρουργεῖν, ἀλλὰ μόνους ὅσοι περ ἂν ἑλ‐ κωθέντες ἅμα μὲν ἀνιαροὶ τοῖς κάμνουσιν ὦσιν, ὡς αὐτοὺς ὀρεχθῆναι τῆς χειρουργίας, ἅμα δ’ ἐν τοῖς τοιούτοις συ‐ στῶσι μορίοις ἃ μετὰ τῶν ῥιζῶν ἐκτεμεῖν καὶ καῦσαι δυ‐
5νατόν ἐστιν. ἔνιοι δὲ οὐδὲ τούτοις ἀνασκευάζεσθαι ἐῶσιν, ἀλλὰ τελέως ἀφίστασθαι συμβουλεύουσι βοηθημάτων ἀγω‐ νιστικῶν ἐπὶ καρκίνου παντός. Ἱπποκράτης γοῦν ὅτι μὲν τοὺς ἐν τῷ βάθει τοῦ σώματος οὐκ ἀεὶ συνεβού‐ λευσε θεραπεύειν ἀγωνιστικῶς ἐξ αὐτῆς τοῦ πάθους τῆς
10φύσεως ἔξεστι τεκμήρασθαι. εἰ δὲ καὶ τὸν ἐπιπολῆς τε καὶ χωρὶς ἑλκώσεως ἄδηλον ἐστιν, ὅσον ἐπὶ τῇ κατὰ τὸν ἀφορισμὸν λέξει. γεγράφασι δ’ αὐτὸν οἱ περὶ τὸν Ἀρτε‐ μίδωρόν τε καὶ τὸν Διοσκορίδην, ἄχρι τοῦ μὴ θεραπεύειν βέλτιον.
15
— — —
λθʹ. Σπασμὸς γίνεται ἢ ὑπὸ πληρώσιος ἢ κενώσιος, οὕτω δὲ καὶ λυγμός.
— — —61 in vol. 18.1

18a

62

Ὁ σπασμὸς, ὡς καὶ τοὔνομα αὐτὸ δηλοῖ, σπωμένων ἐπὶ τὰς οἰκείας κεφαλὰς γίνεται τῶν μυῶν. ἐναργέστερον δ’ ἂν εἴποι τις ἀνασπωμένων, ὅσπερ κἀν τῷ κατὰ φύσιν αὐτοῖς ἐστι κινήσις. ἀλλ’ ἐκείνη μὲν οὐκ ἄνευ τῆς ὁρμῆς
5γίνεται τοῦ ζώου, πάθος δ’ ἀκούσιόν ἐστιν ὁ σπασμὸς εἰς παραπλησίαν διάθεσιν ἐρχομένων τῶν νευρωδῶν μορίων ἐν αὐτοῖς, ἥνπερ κἀν τοῖς καθ’ ὁρμὴν κινήσεσιν ἐλάμβανον. ὑπὸ γάρ τοι πληρώσεως γίνεται, καθάπερ ἐν ταῖς ὑπερβαλ‐ λόντως ὑγραῖς καταστάσεσι τοῦ περιέχοντος ἀέρος αἱ χορ‐
10δαὶ, διὰ τοῦτο γοῦν καὶ ῥήγνυνται πολλάκις. οὕτω δὲ κἀν ταῖς ξηροτέραις καταστάσεσι συμβαίνει, συνάγεται γὰρ εἰς ἑαυτὰ καὶ σπᾶται πάντα τὰ νευρώδη σώματα ξη‐ ραινόμενα βιαιότερον, ὥσπερ οἱ πρὸς τῷ πυρὶ θερμανθέν‐ τες ἄχρι πλείονος ἱμάντες. ὅμοιον δ’ αὐτοῖς πάσχουσι καὶ
15ὅσους ἥλιος θερμὸς ἐξήρανεν. ὁ μὲν οὖν σπασμὸς ὑπὸ τῶν ἐναντίων εἰκότως γίνεται, λυγμὸς δὲ συγχωρείσθω μὲν ὀνο‐ μάζεσθαι στομάχου πάθος, ὅταν ἕτερόν τι προσκείμενον ᾖ
κατὰ λόγον. ὅταν δ’ αὐτὸ μόνον τοῦτο ὑπάρχῃ σπού‐62 in vol. 18.1

18a

63

δασμα τὸ γνῶναι τὴν οὐσίαν τοῦ παθήματος, ἄμεινον ἴσως ἐστὶν οὐ σπασμὸν ὀνομάζειν αὐτὸ, ἀλλὰ κίνησίν τινα· ἐν μὲν γὰρ τῷ αὐτῷ γένει τῷ κατὰ τοὺς ἐμέτους, ἐπιτεταμέ‐ νην δὲ καὶ σφοδροτέραν ἐκείνης. ἀπώσασθαι γάρ τι τῶν
5καθ’ ἑαυτὸν ὁ στόμαχος ὀρεγόμενος ἐπ’ ἄμφω τὰ συμπτώ‐ ματα ὁρμᾷ, σφοδρότερον μὲν ἐν τοῖς λυγμοῖς, μετριώτερον δὲ ἐν τοῖς ἐμέτοις, ἐπειδὴ κατὰ μὲν τοὺς ἐμέτους τὸ περιε‐ χόμενον ἐν τῇ τῆς γαστρὸς εὐρυχωρίᾳ μόνον ἐφίεται διώ‐ σασθαι. κατὰ δὲ τοὺς λυγμοὺς καὶ τὰ διὰ βάθους ἐν αὐ‐
10τῷ τῆς γαστρὸς τῷ στόματι περιεχόμενα. στόμαχον δέ μοι νῦν ἄκουε μὴ μόνον αὐτὸν ὃν ὀνομάζουσι κυρίως, ἀλλὰ τὸ τῆς γαστρὸς στόμα. τὰ γὰρ ἐν τούτῳ περιεχόμενα τῆς γα‐ στρὸς ὀρεχθείσης ἐκκρῖναι λύζουσιν. ὅ τι δὲ τῶν δυσεκκρίτων τε καὶ οἷον ἀναποθέντων εἰς τὸ στόμα τῆς γα‐
15στρὸς ἢ διὰ τὸν λυγμὸν ἔκκρισις γίνεται μαθεῖν ἔστι κἀκ τῶν ὁσημέραι συμβαινόντων πᾶσι σχεδὸν ἢ μᾶλλον ἢ ἧττον. ἐάν τε γὰρ αὐτὸ μόνον δριμὺ ὂν τὸ πέπερι καταπίωσιν,
ἐάν τε καὶ μετὰ μέλιτος ἤ τινος ἄλλου, κἄπειτα ἐπιπίωσιν63 in vol. 18.1

18a

64

οἶνον ὕδατι κεράσαντες θερμῷ εὐθέως λύζουσι, τῆς μὲν τοῦ πόματος θερμότητος ποδηγούσης εἰς τὸ βάθος τὸ πέπερι, τῇ δριμύτητι δὲ αὐτοῦ τῆς γαστρὸς ἀνιωμένης, ἐπιχειρού‐ σης δὲ τῇ βίᾳ τῆς κινήσεως ἀποῤῥῖψαι τὸ λυποῦν. ἐδείχθη
5δ’ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις, ὅτι καὶ ἡ βὴξ καὶ ὁ πταρμὸς καὶ τὸ ῥῖγος ἐκ τῶν τοιούτων εἰσὶ κινήσεων.
— — —
μʹ. Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμο‐
10 νῆς, τουτέοισι πυρετὸς ἐπιγινόμενος λύει τὸν πόνον.
— — —
Ἕπεται μὲν καὶ ταῖς δήξεσι πόνος, ἀλλ’ εἰθισμένοι τῷ τῆς δήξεως ὀνόματι προσαγορεύειν εἰσὶν, οὐ τῷ τοῦ πόνου τὰ τοιαῦτα συμπτώματα. γίνεται δὲ καὶ διὰ φλε‐
15γμονώδη τινὰ διάθεσιν ὁ πόνος. οὕτως δ’ ὠνόμασται, διότι
καὶ τοῖς ἐρυσιπέλασιν ἔζευκται ὁ πόνος. ὅταν οὖν μήτε διὰ64 in vol. 18.1

18a

65

τοιαύτην τινὰ διάθεσιν ὀδύνη τὶς ᾖ κατὰ τὸ ὑποχόνδριον, ἥ τε τῆς δήξεως αἴσθησις αὐτὴ ἀπῇ, καταλείπεται γίνεσθαι τὸν πόνον ἢ δι’ ἔμφραξιν ἢ διὰ πνεῦμα φυσῶδες, ἤ τινα δυσκρασίαν ἀνώμαλον, ἅπερ ἡ τοῦ πυρετοῦ θερμότης ἰᾶ‐
5σθαι πέφυκε, τὰ μὲν τέμνουσα καὶ λεπτύνουσα καὶ διαφο‐ ροῦσα, τὰς δὲ εἰς ὁμαλότητα κράσεως ἄγουσα.
— — —
μαʹ. Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ ἀποσημαίνει,
10 τουτέοισι διὰ παχύτητα τοῦ πύου ἢ τοῦ τόπου οὐκ ἀπο‐ σημαίνει.
— — —
Καὶ διττῶς γέγραπται ἡ κατὰ τὸν ἀφορισμὸν ἑρμηνεία καὶ διττῶς αὐτὴν ἐξηγοῦνται καὶ λόγον ἡ ἑκατέρα
15τῶν τε γραφῶν ἔχει καὶ τῶν ἐξηγήσεων. καὶ γὰρ καὶ διὰ τὴν τοῦ πύου παχύτητα καὶ διὰ τὴν τοῦ τόπου κατακρύ‐ πτεται πολλάκις ἡ διάγνωσις τοῦ περιεχομένου κατά τι χω‐
ρίον πύου. δεόντως οὖν τινὲς μὲν ἔγραψαν τούτοισι διὰ65 in vol. 18.1

18a

66

παχύτητα τοῦ τόπου οὐκ ἀποσημαίνει, τινὲς δὲ τούτοισι διὰ παχύτητα τοῦ πύου.
— — —
μβʹ.
5Ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι πονηρόν.
— — —
Ἐνδείκνυται γὰρ ἡ σκληρότης τηνικαῦτα φλεγμονὴν ἢ σκίῤῥον εἶναι κατὰ τὸ σπλάγχνον, ὡς ἄνευ γε ταύτης ἐγχω‐ ρεῖ μὲν καὶ δι’ ἔμφραξιν αὐτοῦ γεγονέναι τὸν ἴκτερον, ἐγχω‐
10ρεῖ δὲ καὶ τῆς φύσεως κριτικῶς ἀπωσαμένης εἰς τὸ δέρμα τὸν ἐν ταῖς φλεψὶ πλεονάζοντα χυμόν.
— — —
μγʹ. Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν
15ἐπιγιγνομένης μακρῆς δυσεντερίης ἢ ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη καὶ ἀπόλλυνται.
— — —66 in vol. 18.1

18a

67

Ἐχρῆν τούτου προτετάχθαι τὸν ἀφορισμὸν ἐκεῖνον, καθ’ ὅν φησι· τοῖς σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγα‐ θόν. ἀλλ’ οὗτος μὲν ἐν τοῖς ἑξῆς ἐστὶ μετὰ τέσσαρας ἄλ‐ λους μέσους, ἡμῖν δ’ ἀναγκαῖον αὐτοῦ ἤδη μνημονεῦσαι.
5ὅσοι γὰρ σπληνώδεις εἰσὶ, τουτέστι ὅσοι σπλῆνα χρονίως ἐσκληρυσμένον ἔχουσι, τούτοις ἐπιγινομένη δυσεντερία λύει τὴν διάθεσιν. ὅσον γε κατὰ τὸν λόγον τῆς με‐ ταστάσεώς τε καὶ κενώσεως τῶν ἐμπεπλασμένων τῷ σπληνὶ παχέων τε καὶ μελαγχολικῶν χυμῶν ἀποτελεσθῇ. ἀλλ’ ἐπεὶ
10πολλάκις ὑπὲρ τὸ σύμμετρον αἱ τοιαῦται κενώσεις ἐκτεινό‐ μεναι βλαβεραὶ τοῖς κάμνουσι γίνονται, δεόντως ὁ Ἱππο‐ κράτης ἐδήλωσεν ἐς ὅ τι τελευτᾷν πέφυκεν ἄμετρος δυσεν‐ τερία, τοιαύταις ἐπιγινομένη διαθέσεσι· κακωθέντων γάρ τοι τῶν ἐντέρων ὑπὸ τῆς διόδου τῶν μοχθηρῶν χυμῶν,
15ἥ τε δύναμις αὐτῶν κάμνει καὶ ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀπόλλυται. διὰ τοῦτο οὖν ἡ λειεντερία καὶ ὁ ὕδερος ἐπιγίνονται. λειεντερία μὲν ἐπὶ τῇ τῶν ἐντέρων κακώσει μόνῃ· ὁ δ’ ὕδερος κατὰ συμπάθειάν τε ἥπατος καὶ σπληνὸς καὶ πάντως τοῦ γένους τῶν φλεβῶν.
20— — —67 in vol. 18.1

18a

68

μδʹ. Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεὸς ἐπιγίγνεται, ἐν ἑπτὰ ἡμέ‐ ρῃσιν ἀπόλλυνται οἱ τοιοῦτοι, ἢν μὴ πυρετοῦ ἐπιγινο‐ μένου ἅλις τὸ οὖρον ῥυῇ.
5
— — —
Κατὰ τὸν εἰλεὸν οὐδὲν μὲν διεξέρχεται κάτω, οὐδ’ ἂν δριμυτέρῳ κλύσματι χρήσηταί τις, ἔμετος δὲ κόπρου ἐπι‐ γίνεται τοῖς ὀλεθρίοις αὐτῶν εἰλεοῖς. ὅτι μὲν οὖν ἀποκε‐ κλεισμένης τῆς κάτω διεξόδου γίνεται τὸ πάθος, ὅτι τε περὶ
10τὰ λεπτὰ τῶν ἐντέρων, οὐ τὰ παχέα, σχεδὸν ἅπασιν ὡμολό‐ γηται. καὶ μὲν δὴ καὶ ὅτι διὰ φλεγμονὴν ἔμφραξις ἤτοι κόπρου σκληρᾶς ἢ γλίσχρων ὑγρῶν καὶ παχέων γίνεται λέ‐ λεκται πολλοῖς. ἐμοὶ δὲ δοκεῖ καὶ φλεγμονὴν ἢ σκίῤῥον ἢ ἀπόστημα δύνασθαι τὴν στενοχωρίαν ἐργάζεσθαι τοιαύτην,
15ὥστε μηδὲν κάτω διεξέρχεσθαι δύνασθαι. τὸ δ’ ὑφ’ ὑγρῶν παχέων ἢ γλίσχρων οὐ πάνυ τι δοκεῖ πιθανὸν εἶναι. τίθει δ’, εἰ βούλει, καὶ τοῦτο καὶ εἴ τι πρὸς τούτῳ λέγοιεν ἕτε‐
ρον, ἀλλ’ ἐκεῖνό γε τὸ σχεδὸν ἅπασι δόξαν, ὅσοι τοὺς ἀφο‐68 in vol. 18.1

18a

69

ρισμοὺς ἐξηγήσαντο, πάνυ μοι δοκεῖ τῶν ἀπιθά‐ νων εἶναι. λέγουσι γὰρ ὅτι τῆς κύστεως φλεγμαινούσης στενοχωρίαν ἔν τισι τῶν ἐντέρων ἐκ τῆς παραθλίψεως γι‐ νομένην ἐπιφέρειν τὸ πάθος τὸν εἰλεόν. ἐγὼ δὲ πλείστους
5μοι δοκῶ καθ’ ὅλον ἐμαυτοῦ τὸν βίον ἑωρακέναι, τοὺς μὲν κινδυνεύσαντας μόνον, οὐκ ὀλίγους δὲ καὶ ἀποθανόντας ἐξ ἐπισχέσεως οὔρων, ἐναργῶς ἅπασι φαινομένης τηνικαῦτα κατὰ περιγραφὴν ἰδίαν μεγίστης τῆς κύστεως, ὡς διατετά‐ σθαι μὲν ἐσχάτως, ὀδυνᾶσθαι δὲ ὡς εἰκὸς ἐπὶ τῇ διατάσει,
10καὶ τούτων οὐδεὶς εἰλεώδης ἐγένετο. πῶς ἂν οὖν τίς ποτε πεισθῇ διὰ φλεγμονὴν κύστεως ἐντέρου στενοχωρουμένου γί‐ νεσθαί ποτε τὸν εἰλεὸν οὐ μᾶλλον ἢ κατὰ τὸν ὄγκον τῆς μήτρας τὸν ἐν τῇ κυήσει· καίτοι μέχρι τῶν ὑπο‐ χονδρίων ὁ κατ’ ἐκείνην ὄγκος ἀνατείνεται καὶ μᾶλλον θλί‐
15βειν τε καὶ στενοχωρεῖν δύναται τὰ λεπτὰ τῶν ἐντέρων. ἡ δὲ κύστις εἰς ὄγκον ἀρθεῖσα θλίβειν μόνον οἵα τ’ ἐστὶ τὸ ἀπευθυσμένον. ἀτοπώτερον δ’ ἔνιοι λέγουσι τὸ διὰ τὸν
ἐπιγινόμενον πυρετὸν ὠφελεῖσθαι τὸν εἰλεόν. ὁ μὲν γὰρ69 in vol. 18.1

18a

70

πυρετὸς ἐπί τινι φλεγμονῇ τῆς κύστεως εἰκότως ἂν γένοιτο καὶ ὅσῳ ἂν μείζων ᾖ καὶ χαλεπώτερον, τοσοῦτον εἰκὸς κἀ‐ κεῖ ἂν αὐξάνεσθαι σύμπτωμα ὑπάρχοντα τῆς φλεγμονῆς. ὁ δ’ εἰλεὸς, ὡς αὐτοὶ λέγουσιν, ἐπὶ τῇ φλεγμονῇ συνέστηκε
5καὶ μόνην ἐλπίδα λύσεως ἔχει τὴν παῦλαν τῆς φλεγμονῆς, ᾗ καὶ τὸν πυρετὸν ἀναγκαῖόν ἐστι συμπραΰνεσθαι. σημεῖον οὖν ἀγαθὸν ἔστω τῆς λύσεως ἐπὶ τῶν κατὰ τὸν εἰλεὸν πα‐ θημάτων πραϋνόμενος ὁ πυρετὸς ἢ λυόμενος, οὔτε δέ ἐστι σημεῖον ἢ αἴτιον ἀγαθὸν ἐπιγιγνόμενος ἢ αὐξανόμενος. ἴσμεν
10γὰρ ἐκεῖνα μόνα τῶν νοσημάτων ὀνινάμενα πρὸς τῶν πυρε‐ τῶν, ὅσα κατὰ ψύξιν σύνεστι ποτὲ μὲν αὐτὴν μόνην, ἐνίοτε δὲ ἅμα χυμοῖς ὠμοῖς καὶ φλεγματώδεσιν ἢ φυσώδει πνεύ‐ ματι βέλτιον οὖν ἀγνοεῖν ὁμολογεῖν, ὅπως εἴρηται τὰ κατὰ τὸν ἀφορισμὸν τοῦτον ὑφ’ Ἱπποκράτους. οὔτε γὰρ ὁ λόγος
15ἐνδείκνυται τὴν ἀλήθειαν αὐτῶν οὔθ’ ἡ πεῖρα διδάσκει, τρίτον δ’ οὐδὲν ἔχομεν ἄλλο πρὸς πίστιν, εἴ γε μὴ ὦπταί
ποτε τοιοῦτος ἄῤῥωστος οὔθ’ ὑφ’ Ἱπποκράτους οὔθ’ ὑπ’70 in vol. 18.1

18a

71

ἄλλου τινός· οὔτε γὰρ εἰ γνήσιός ἐστιν ὁ ἀφορισμὸς εἰπεῖν ἔχω. πλῆθος οὖν ὠμῶν καὶ παχέων χυμῶν ἅμα ψύξει σφο‐ δρᾷ βέλτιόν ἐστιν ὑποτίθεσθαι τῶν εἰρημένων συμπτωμάτων αἴτιον· οὕτως γὰρ ἂν μόνος ὅ τε πυρετὸς ἴαμα γένοιτο τῆς
5διαθέσεως ἥ τε τῶν εἰργομένων οὔρων κένωσις. οὕτως γὰρ εἴωθε παχέα καὶ πολλὰ καὶ ἀθρόα κενοῦσθαι πεττο‐ μένων αὐτῶν.
— — —
μεʹ.
10Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται ἢ μακρότερον χρόνον ἴσχου‐ σιν ἀνάγκη ὀστέον ἀφίστασθαι καὶ τὰς οὐλὰς κοίλας γί‐ γνεσθαι.
— — —
Ὁκόσα χρονίζει τῶν ἑλκῶν, ἤτοι μηδ’ ὅλως οὐλῆς αὐ‐
15τοῖς ἐπιγιγνομένης ἢ κἂν ἐπιγένηται, πάλιν ἀναλυομένης, οὐδὲν ἁμαρτανόντων δηλονότι κατὰ τὴν θεραπείαν τῶν ἰα‐ τρῶν, ἀναγκαῖόν ἐστιν ἤτοι δι’ ἐπιῤῥοήν τινα μοχθηρῶν
ὑγρῶν ἢ τὴν ἐν αὐτῷ τῷ μορίῳ διάθεσιν ἐν χρόνῳ κατα‐71 in vol. 18.1

18a

72

σκευασθεῖσαν ἐκ τῶν ἐπιῤῥεόντων ὑγρῶν ἢ διά τι πάθος ὀστοῦ φθειρομένου κατὰ τὸ χωρίον ἐκεῖνο γίνεσθαι δυσίατα. τὰ μὲν ἄλλα τῶν ἑλκῶν ἀεὶ μείζω καὶ χείρω γί‐ νεται, καὶ σύμπαντα ταῦτα φαγεδαίνας ἐκάλουν οἱ παλαιοί.
5διορίζεσθαι δ’ ὕστερον ἐπεχείρησαν ἔνιοι προσηγορίαις ἕκαστον ἰδίαις, ἔνια μὲν αὐτῶν χειρώνεια καλοῦντες, ἔνια δὲ τηλέφεια, φαγεδαίνας δ’ ἄλλα, καί τινες ἔτι ἄλλας πε‐ ριεργοτέρας ἐπιφέροντες προσηγορίας. ἀλλ’ ἡμῖν ἀρκέσει τῶν μὲν ἐπιλαμβανομένων τι τοῦ πέριξ χωρίου τὰ μὲν ἕρ‐
10πητας ὀνομάζειν, ὅταν ἐπιπολῆς ᾖ καὶ κατ’ αὐτὸ τὸ δέρμα, τὰ δὲ φαγεδαίνας, ὅσα καὶ τὴν ὑποκειμένην διαφθείρει σάρκα. τὸ γὰρ σηπεδονῶδες ὑπό τινων ὀνομαζόμενον ἕλκος οὐχ ἕλκους ἐστὶ διαφορά τις ἴδιος, ἀλλ’ ἐπιπλεγμένον πά‐ θος ἐξ ἕλκους τε καὶ σηπεδόνος. ἴσμεν δ’ ὅτι καὶ χωρὶς
15ἕλκους αὐτὴ καθ’ ἑαυτὴν ἡ σηπεδὼν ἐν πολλοῖς τῶν μο‐ ρίων συνίσταται. καλεῖται δέ τι καὶ ἄνθραξ ἕλκος ἐσχα‐ ρῶδες, ἅμα πολλῇ τῇ τῶν πέριξ σωμάτων φλογώσει. ταυτὶ
μὲν οὖν ἰδίαν ἔσχηκε προσηγορίαν, ὅ τε ἄνθραξ καὶ ἡ φα‐72 in vol. 18.1

18a

73

γέδαινα καὶ ὁ ἕρπης. ὅσα δ’ ἕλκη γίνεται χωρὶς τῶν εἰ‐ ρημένων συμπτωμάτων, αὐτὰ καθ’ ἑαυτὰ προσαγορεύειν ἔθος ἐστὶ τοῖς παλαιοῖς, αὐτὸ τοῦτο μόνον ἕλκη περὶ ὧν καὶ νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει διδάσκοντι ὡς ὅσα
5τοιαῦτα τῶν ἑλκῶν ἐστὶν, εἰς χρόνον ἐκπίπτει πλείονα. φαί‐ νεται δὲ καὶ ἡ πεῖρα τῷ λόγῳ μαρτυροῦσα καὶ πολλάκις γε πολλὰ τῶν τοιούτων ἑλκῶν συνουλωθέντα. μετὰ χρόνον οὐ πολὺν ἀναφλεγμαίνειν τε καὶ αὖθις ἀναῤῥήγνυσθαι λυο‐ μένης αὐτῶν τῆς οὐλῆς. γίνεται δὲ τοῦτο διὰ τοιάνδε
10τινὰ αἰτίαν, ὅταν ἐκ τῶν προσφερομένων φαρμάκων ἡ κατὰ τοῦ πεπονθότος ὀστοῦ σὰρξ ἐπικειμένη ξηρανθεῖσα συνου‐ λωθῇ, παραχρῆμα μὲν ταχέως ὑγιάζεσθαι δοκεῖ, κατὰ βραχὺ δὲ πάλιν, ἰχῶρός τινος ἐπιῤῥέοντος ἐκ τοῦ φθειρομένου κατὰ τὸ βάθος ὀστοῦ, φλεγμονή τέ τις αὖθις ἐπιγίνεται καὶ πύου
15γένεσις ἕπεται, διαβιβρώσκοντος μὲν τὴν ὅλην ἐπιφάνειαν, δάκνοντος δὲ τὴν σάρκα. τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν
ἴασίς ἐστιν; οὐκ ἄλλη τις, ἀλλ’ ἣν αὐτὸς μὲν εἶπεν ἐν τῷ73 in vol. 18.1

18a

74

περὶ ἑλκῶν βιβλίῳ, ἡμεῖς δ’ ἀπεδείξαμεν ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου. ξηραίνεσθαι μὲν γὰρ ἕλκη πάντα δεῖται, μάλιστα δ’ ἐφ’ ὧν ὀστοῦν πέπονθεν. ὅρος δέ ἐστι τῆς ξηρότητος ἀποστῆναι τὸ πεπονθὸς αὐτοῦ μέρος. εἰ‐
5κότως δὲ καὶ τὰς οὐλὰς εἰς τοσοῦτον συμβαίνει γίνεσθαι κοίλας, εἰς ὅσον ἂν ἥκῃ πάχους τὸ ἀποστάν.
— — —
μστʹ. Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης
10 ἀπόλλυνται.
— — —
Ὑβοὺς καὶ κυφοὺς εἴωθεν ὀνομάζειν Ἱππο‐ κράτης οὓς ἅπαντες οἱ νῦν ἄνθρωποι προσαγορεύουσι κυρ‐ τούς. καὶ γὰρ καὶ ὄντως ἡ ῥάχις αὐτοῖς εἰς τοὐπίσω γίνε‐
15ται κυρτή. τῷ μὲν οὖν κυρτῷ τὸ κοῖλον ἀντικειμένως λέ‐ γεται, τῷ ὑβῷ τε καὶ κυφῷ τὸ λορδόν. ἀλλὰ ταῦτα μὲν ἐπὶ μόνης τῆς ῥάχεως, ἐκεῖνα δ’ ἐπὶ πάντων λέγουσιν οἱ
Ἕλληνες. ὅπως δ’ ἡ κύφωσις γίνεται διῆλθεν αὐτὸς ἐν τῷ74 in vol. 18.1

18a

75

περὶ ἄρθρων βιβλίῳ, καθάπερ καὶ περὶ λορδώσεώς τε καὶ σκολιώσεως καὶ σείσεως. ἴδια γὰρ ἐξαίρετα ῥάχεως πάθη ταῦτα καὶ χρὴ τὸν βουλόμενον ἐπιστήμονα γενέσθαι τῶν παθῶν τῶνδε τοῖς ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένοις ἐπὶ
5πλέον ὁμιλῆσαι. νῦν δ’ ἡμεῖς ἐροῦμεν ὅσα χρήσιμά εἰσιν εἰς τὸν προκείμενον ἀφορισμόν. ὑβοῦται ῥάχις ἔστιν ὅτε μὲν καὶ διά τινα πληγὴν ἢ κατάπτωσιν, ὑβοῦται δὲ καὶ διά τινα φύματα σκληρὰ συστάντα κατὰ τὴν πρόσω χώραν, ὑφ’ ὧν φυμάτων, ὅταν μὲν εἷς σπόνδυλος ἐλχθῇ πρόσω,
10λορδοῦται κατ’ αὐτὸν ἡ ῥάχις, οὕτω δὲ κᾂν πλείους ὦσιν ἐφεξῆς ἀλλήλων. ὅταν δὲ μὴ συνεχεῖς ὦσιν ἀλλήλων οἱ τει‐ νόμενοι σπόνδυλοι, κύφωσις γίνεται τοσοῦτον χωρούντων ὀπίσω τῶν μελῶν, ὅσον εἴσω κατεκάμφθησαν οἱ ταθέντες. ὁρᾶται γοῦν ἐπὶ πάντων τοῦτο τῶν σκληρῶν με‐
15τρίως γινόμενον, οἷον καλάμων καὶ λύγων καὶ ῥάβδων, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ λέγεται περὶ αὐτῶν ἐπὶ πλέον ἐν
ταῖς ἐξηγήσεσι ταῖς εἰς τὸ περὶ τῶν ἄρθρων βιβλίον. ἀλλὰ75 in vol. 18.1

18a

76

νῦν γε τοὺς πρὸ τῆς ἥβης ὑβωθέντας ἐπ’ ἄσθματι καὶ βηχὶ διαφθείρεσθαί φησι ταχέως. οὐ γὰρ ἐθέλει τούτοις ὁ θώ‐ ραξ, ὡς αὐτὸς ἔφη, ἐφεξῆς συναύξεσθαι καὶ διὰ τοῦτο στε‐ νοχωρία πολλὴ γίνεται τοῖς ἀναπνευστικοῖς ὀργάνοις. ἅπασι
5μὲν κοινὸν τοῖς αὐτομάτως ὑβωθεῖσι, τουτέστιν οἷς ἄνευ πληγῆς ἢ καταπτώσεως ἔπαθεν ἡ ῥάχις, ἐπὶ φύμασι σκλη‐ ροῖς ἢ δυσσέπτοις γίνεσθαι τοιούτοις. διαφορᾶς δ’ οὔσης πολλῆς ἐν τοῖς φύμασι κατά τε τὸν ὄγκον καὶ τὴν σκληρό‐ τητα καὶ τὸ χωρίον ἐν ᾧ συνέστη, τὰ μὲν ἐπὶ σκληροῖς τε
10ἅμα καὶ μεγάλοις συστάντα δυσπνουστέρους αὐτίκα τοὺς ἀνθρώπους ἐργάζεται, τὰ δὲ μεθιέντα τι τῆς ἐν αὐτοῖς ὑγρότητος εἰς τὰς τραχείας ἀρτηρίας βηχώδεις ἀποτελοῦσι τοὺς ἀνθρώπους. ἀλλὰ ταῦτα μὲν ὅσα μεθίησιν ὑγρότητος ἀκριβῶς ἐστὶ σκληρὰ καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστιν ἐκπυῆ‐
15σαί ποτε καὶ διαφθεῖραι τὸν ἄνθρωπον· ὅσα δ’ οὐ μεθίη‐ σιν, ὑπὸ παχέων γίνεται χυμῶν καὶ διὰ τοῦτό ἐστιν ἄπε‐ πτά τε καὶ σκληρὰ καὶ πολλῷ χρόνῳ μένοντα χωρὶς τοῦ
διαπυΐσκειν ἐπιτρέπει ζῆν τὸν ἄνθρωπον. ὅσα δ’, ὡς ἔφην76 in vol. 18.1

18a

77

ἅμα βηχὶ τὴν γένεσιν ἔσχεν, ἐπείγεται πρὸς τὴν διαπύησιν καὶ διὰ τοῦτό ἐστιν ὀλέθρια. οὕτω δὲ καὶ ὅσα μετὰ δυσ‐ πνοίας ἐγένετο θανατώδη τοῖς ἔτ’ αὐξανομένοις· ἤτοι γὰρ μεγάλα ταῦτ’ ἔστιν ἢ ἐν ἐπικαίρῳ χωρίῳ τοῦ θώρακος.
5ὅταν οὖν ὁ μὲν πνεύμων ἅμα τῇ καρδίᾳ τοῖς τοιούτοις αὐ‐ ξάνηται, σμικρύνηται δ’ ἡ περιέχουσα χώρα, μήτ’ αὐξανο‐ μένων τῶν πλευρῶν, ἔν τε τῷ κάμπτεσθαι διὰ τὴν ὕβωσιν ὅλον τὸν θώρακα στενότερον ἐργαζομένων, ἀναγκαῖόν ἐστιν ἐν τάχει τοιαύτην αὐτοῖς γίνεσθαι τὴν δυσπνοίαν ὡς
10διαφθεῖραι τὸν ἄνθρωπον. ὅπου γὰρ οὐδέπω τῆς κυφώ‐ σεως ἐπιγιγνομένης ἐπὶ μόνοις τοῖς παρὰ φύσιν ὄγκοις ἐδύσπνουν, τί χρὴ προσδοκῆσαι τῶν μὲν φυμάτων αὐξη‐ θέντων τῷ χρόνῳ, στενωθέντος δὲ τοῦ θώρακος; ὅτι μέντοι πολλῶν οὐσῶν δυσπνοιῶν ἆσθμα προσαγορεύειν Ἱπποκρά‐
15της εἴωθεν ἐκείνην μόνην ἐν ᾗ συμβαίνει πυκνοῦσθαι τὴν ἀναπνοὴν ἱκανῶς εὔδηλον παντί. καλοῦσι γοῦν οὕτω καὶ
νῦν οἱ ἄνθρωποι τὸ ἀσθμαίνειν ἐν δρόμοις τε καὶ γυμνα‐77 in vol. 18.1

18a

78

σίοις συντόνοις γιγνόμενον. οἱ δὲ μεθ’ Ἱπποκράτους καὶ πάθος τι χρόνιον ἔνιοι μὲν ἁπλῶς ἆσθμα προσαγορεύουσιν, ἔνιοι δὲ καὶ ὀρθόπνοιαν, ὅταν ἄνευ πυρετοῦ διὰ παντὸς οὕτω δυσπνέωσιν οἱ κάμνοντες.
5
— — —
μζʹ. Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη συμφέρει τουτέους τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν χρή.
— — —
10
Πρόδηλον ὅτι περὶ τῶν ὑγιαινόντων μὲν ἔτι, νοσησόν‐ των δὲ εἰ μὴ κενωθεῖεν, ὁ λόγος αὐτῷ νῦν ἔστι. τούτους γὰρ φθάνειν χρὴ κενοῦν ἦρος εἰσβάλλοντος ἤτοι διὰ φλεβο‐ τομίας, εἰ πληθωρικοῖς ἁλίσκονται νοσήμασιν, ἢ διὰ κα‐ θάρσεως, εἰ τοῖς κατὰ διαφθοράν. ἡμεῖς γοῦν οὕτως ἀνό‐
15σους πολλοὺς φυλάττομεν ἐτῶν ἤδη πολλῶν ἔμπροσθεν καθ’ ἕκαστον ἐνιαυτὸν ἀεὶ νοσοῦντας, ἀλλὰ καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην ἔτι καὶ μήπω περὶ τοῖς ἀρθροῖς
εἰργασμένην πώρους ἐκ τῆς τοιαύτης κενώσεως ἐτῶν ἤδη78 in vol. 18.1

18a

79

πολλῶν ἐκωλύσαμεν γενέσθαι. κατά τε τὸν αὐτὸν τρόπον αἵματος πτύσιν ἐπιληψίαν, μελαγχολίαν, ἀποπληξίαν καὶ ἄλλα τὰ τοιαῦτα χρόνια πάθη διὰ τῆς εἰρημένης κενώ‐ σεως ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύσαμεν. ἡ μὲν οὖν φλε‐
5βοτομία κοινὸν βοήθημά ἐστι τῶν πληθωρικῶν νοσημάτων, ἡ κάθαρσις δὲ, οὑτωσὶ μὲν ἀκοῦσαι, κατὰ γένος ἕν τι βοήθημά ἐστιν, οὐ μὴν κατ’ εἶδός γε ἀκοῦσαι. ἐνίοις μὲν γὰρ συμφέρει τοὺς φλεγματώδεις κενοῦσθαι χυμοὺς, ἐνίοις δὲ τοὺς πικροχόλους, ἐνίοις δὲ τοὺς μελαγχολικοὺς, ἐνίοις δὲ
10ὀῤῥῶδες περίττωμα κατά γε τὴν τῶν εἰθισμένων αὐτοῖς γί‐ νεται παθῶν οὐσίαν. οἷον αὐτίκα τις μελαγχολίᾳ ἁλίσκεται καθ’ ἕκαστον ἔτος, εἰ μὴ καθαρθείη, καὶ θαῦμά ἐστιν ἰδεῖν ὅπως ἤδη καὶ αὐτὸς ἀρχομένου τοῦ πάθους δια‐ γινώσκει τε τὴν πρώτην γένεσιν εὐθὺς καὶ καλέσας με
15κενοῦταί τε τὰ μέλαινα καὶ παραχρῆμα παύεται τῆς μελαγ‐ χολίας. καὶ συμβαίνει γε τούτῳ διὰ τῆς καθάρσεως ἄμφω ταῦτα χρηστὰ, τό τε καθαίρεσθαι τὰ περιττὰ καὶ τὸ τῇ
δριμύτητι τῶν ἐκκρινομένων ἀναστομωθεῖσαν ἐπὶ βραχὺ79 in vol. 18.1

18a

80

τὴν αἱμοῤῥοΐδα συνεκκρίνειν τε καὶ αὐτὴν αἵματος μοχθη‐ ροῦ. συνήθους γὰρ οὔσης αὐτῷ τῆς τοιαύτης ἐκκρίσεως, εἶτ’ ἐπισχεθείσης ἡ μελαγχολία συνέστηκε. καθαίρω τοιγαρ‐ οῦν αὐτὸν, οὐκ ἦρος μόνον, ἀλλὰ φθινοπώρου καὶ, ὡς εἰ
5καταφρονήσας ἐνίοτε ἐνταῦθα μὴ φθάσειε καθαρθῆναι, τῶν τοῦ πάθους αἰσθάνεται συμπτωμάτων. οὕτω δὲ καὶ γυναῖκά τινα καθ’ ἕκαστον ἔτος εἰσβάλλοντος ἦρος ὁμοίως κενῶν, καρκινώδη ποτὲ ὄγκον ἐν μαστῷ ἔχουσαν ἰασάμην, ἰσχυρῶς κενώσας, πολλάκις διὰ φαρμάκου καθαίροντος μέ‐
10λανα καὶ εἰ παραλειφθείῃ ποτὲ ἡ κάθαρσις, ὀδύνη διὰ βάθους αὐτῇ γίνεται καὶ οὕτως αὕτη μετακαλουμένη με πα‐ ραχρῆμα κελεύει καθαίρειν. ἐλέφαντα δὲ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διὰ φλεβοτομίας καὶ καθάρσεως ἰασάμην. ἑκάστου δὲ ἔτους ἀρκεῖ καὶ τούτῳ μία κάθαρσις, ἐλλει‐
15φθείσης δ’ αὐτῆς αὐτίκα τὸ πάθος ἐπισημαίνει. τὰ μὲν οὖν τοιαῦτα νοσήματα καθάρσεως χρῄζει μελαγχολικῶν χυ‐
μῶν, ἐπιληπτικὰ δὲ καὶ ἀσθματικὰ καὶ ἀποπληκτικὰ τῶν80 in vol. 18.1

18a

81

φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμασίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ σὺν ὄγκοις ψυχροῖς τῶν φλεγματι‐ κῶν. ἄλλος δέ τις ὥρᾳ θέρους ἀεὶ τριταίοις ἁλισκόμενος πυρετοῖς ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξεν, ὠχρὰν χολὴν ὑφ’
5ἡμῶν φθάνων καθαίρεσθαι κατὰ τὴν τοῦ ἦρος τελευτήν. οὕτω γὰρ καὶ ἄμεινόν ἐστι τοὺς τοιούτους κενοῦσθαι, ὡς τοὺς ἐπιληπτικούς τε καὶ ἀποπληκτικοὺς καὶ ἀρθριτικούς τε καὶ μελαγχολικοὺς, ὅσοι τε ἄλλοι διὰ πάχος χυμῶν νοσοῦ‐ σιν, εἰσβάλλοντος ἦρος ἄμεινον κενοῦσθαι, περὶ ὧν ἁπάν‐
10των ἰδίᾳ μοι γέγραπται κατὰ τὴν πραγματείαν ἐκείνην, ἐν ᾗ γέγραπται περὶ τῶν δεομένων ἦρος ὥρᾳ κενοῦσθαι. μό‐ ριον δέ ἐστιν αὕτη τῆς ὅλης ὑγιεινῆς πραγματείας.
— — —
μηʹ.
15Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγινομένη ἀγαθόν.
— — —
Ὀλίγον ἔμπροσθεν ἐξηγησάμην τὸν ἀφορισμὸν τοῦτον, ἡνί‐
κα τὸν λόγον ἐποιούμην ὑπὲρ τοῦ γεγραμμένου τόνδε τὸν τρό‐81 in vol. 18.1

18a

82

πον· ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοι‐ σιν ἐπιγιγνομένης μακρῆς τῆς δυσεντερίης ὕδροψ ἐπιγίνε‐ ται ἢ λειεντερίη καὶ ἀπόλλυνται. οὔκουν ἔτι δεήσει τῷδε τῷ νῦν προχειρισθέντι νεωτέρας ἐξηγήσεως.
5
— — —
μθʹ. Ὁκόσα ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἀπο‐ φλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίστανται.
— — —
10
Αἱ κατὰ τοὺς ποδαγρικοὺς φλεγμοναὶ ῥεύματος εἰς τὰ τῶν ποδῶν ἄρθρα κατασκήπτοντος γίνονται. δέχονται δὲ τὸ ῥεῦμα τοῦτο πρῶτον μὲν αἱ χῶραι τῶν διατρώσεων, ἔπειτα δὲ τὰ πέριξ πάντα μέχρι καὶ τοῦ δέρματος. οὕτω δὲ πληροῦσθαί φαμεν τὰς διαρθρώσεις, εὔδηλον ὅτι τοὺς
15περικειμένους αὐταῖς ἔξωθεν κύκλῳ συνδέσμους ἀναγκαῖόν ἐστι τείνεσθαι. τὰ μέντοι νεῦρα καὶ τοὺς τένοντας οὐκ εἰκὸς φλεγμαίνειν αὐτοῖς, ἀλλὰ μόνον τῷ συνεκτείνεσθαι
ταῖς συναρθρώσεσιν ὀδυνᾶσθαι. δῆλον δὲ ἐκ τοῦ μηδέποτε82 in vol. 18.1

18a

83

ὁρᾶσθαι σπασθέντα ποδαγρὸν, ὅπερ εἴωθεν ἕπεσθαι συνε‐ χέστατα νεύρων τε καὶ τενόντων φλεγμοναῖς. ἄλλως τε τῆς ἰάσεως αὐτοῖς σκοπὸς κοινός ἐστι πρὸς τὰ φλεγμήναντα πάντα. διαφορηθῆναι γὰρ χρὴ τὸ ῥυὲν εἰς τοὺς πόδας, εἰ
5μὲν λεπτὸν εἴη κατὰ τὴν σύστασιν ἐλάττονι χρόνῳ, παχὺ δ’ ὑπάρχον ἢ γλίσχρον πλείονι, καὶ πολὺ ἔτι μᾶλλον, εἰ γλί‐ σχρον ἅμα τε εἴη καὶ παχὺ, δεήσεται χρόνου μακροτέρου. ποῤῥωτέρω μέντοι τῶν μʹ ἡμερῶν οὐκ ἂν ἐκταθείη τῆς φλεγμονῆς ἡ θεραπεία, τοῦ τ’ ἰατροῦ δηλονότι πράττοντος
10ὀρθῶς ἅπαντα καὶ κάμνοντος εὐπαθοῦς ὑπάρχοντος. ἡ δ’ ἐν τοῖς σαρκώδεσι μορίοις φλεγμονὴ τῷ τῶν ὀξέων ὑποπέ‐ πτωκεν ὅρῳ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, ἐπειδὴ μανω‐ τέρα τέ ἐστι καὶ μαλακωτέρα τῆς τῶν συνδεσμῶν καὶ νεύ‐ ρων φύσεως ἡ τῆς σαρκὸς οὐσία. διὰ τοῦτο δὲ καὶ φλεγ‐
15μαίνειν ἄρχεται βραδύτερον ἥ τε τῶν τενόντων καὶ συνδέσ‐ μων καὶ νεύρων φύσις, ὅταν τρωθῇ, καὶ πρὸς τὴν ἀκμὴν τῆς φλεγμονῆς ἀφικνεῖται χρόνῳ πλείονι καὶ θεραπεύεται
βραδύτερον. ᾧ γὰρ λόγῳ μόγις εἰς ἑαυτὰ παραδέχεταί τι83 in vol. 18.1

18a

84

τῆς ἔξωθεν ὑγρότητος, ὄντα πυκνὰ καὶ σκληρὰ τὰ τοιαῦτα μόρια, τῷ τοιούτῳ λόγῳ καὶ μεθίησι μόγις. διὰ τοῦτο οὖν καὶ ταῖς ποδαγρικαῖς φλεγμοναῖς ὁ Ἱπποκράτης ὅρον ἔθετο λύσεως παντελοῦς οὐ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν,
5ἀλλὰ τὴν τεσσαρακοστήν. ἐπειδὴ τά τε ἐν ταῖς διαρθρώ‐ σεσιν ὑγρὰ διὰ τῶν περιεχόντων αὐτὰ συνδέσμων ἀτμοειδῶς ἐκκενωθῆναι χρὴ καὶ τοὺς συνδέσμους κατὰ τὰ ἐμπεσόντα αὐτοῖς. μέμνηται δὲ κἀν τῷ προγνωστικῷ τῆς τεσσαρακο‐ στῆς ἡμέρας, ὡς ἂν αὐτῇ κρινομένων ὅσα μήτ’ ἀκριβῶς
10ἐστιν ἤδη χρόνια καὶ τὸν τῶν ὀξέων ὑπερεκπέπτωκεν ὅρον. εἴρηται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ.
— — —
νʹ.
15Ὁκόσοισιν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.
— — —84 in vol. 18.1

18a

85

Εἰκότως πυρέττουσιν ἐγκεφάλου διακοπέντος, τῷ κοι‐ νῷ λόγῳ, καθ’ ὃν ἅπαντος μορίου κυρίου φλεγμήναντος ἕπεται πυρετός. ὁ δὲ τῆς χολῆς ἔμετος γίνεται διὰ τὴν πρὸς τὸν ἐγκέφαλον κοινωνίαν συμπασχούσης τῆς γαστρὸς
5καὶ μάλιστα τοῦ στόματος αὐτῆς, εἰς ὃ καταπέφυκεν ἐξ ἐγκεφάλου συζυγία τις ἀξιολόγων νεύρων. εἴωθε μὲν οὖν καὶ ἄλλως ἐπί γε μεγάλοις ἀλγήμασι καὶ λύπαις ἰσχυραῖς συῤῥεῖν εἰς τὴν γαστέρα χολῶδες περίττωμα, πολὺ δ’ ἔτι μᾶλλον ὅταν ἀῤῥωστήσῃ. φέρεται γὰρ εἰς τὰ τοιαῦτα τῶν
10γειτνιώντων αὐτοῖς μορίων τὰ περιττώματα καὶ μάλισθ’ ὅσα λεπτὰ ταῖς συστάσεσίν ἐστιν, οἷόνπερ αὐτὸ τὸ χολῶδες ὑπάρχον ὑγρὸν καὶ σὺν αὐτῷ πᾶν ὅσον ὀῤῥῶδες ὑγρὸν, ὃ δὴ καὶ μίγνυται πολλάκις ἐμούντων τῇ χολῇ καὶ πάνυ σπά‐ νιόν ἐστιν, ἀκριβῆ χολὴν ἄνευ περιττώματος ὀῤῥώδους ἐμου‐
15μένην θεάσασθαι. φαίνεται δὲ καὶ ἐν τοῖς ὑγιαίνουσιν, ὅταν ἐπὶ πλέον ἀσιτήσωσι καὶ μάλισθ’ ὅσοι χολωδέστεροι τοὺς τοιούτους χυμοὺς ἡ γαστὴρ δεχομένη. δηλοῦσι δὲ
τοῦτο αἵ τε δήξεις αὐτοῖς καὶ οἱ ἔμετοι. οὐ μόνον δὲ ἐγκε‐85 in vol. 18.1

18a

86

φάλου τρωθέντος ἐμοῦσι χολὴν, ἀλλὰ καὶ τῆς περικειμένης αὐτῷ σκληρᾶς μήνιγγος, ἥτις κατὰ πολλὰ μέρη συμφυὴς ὑπάρχουσα τῷ ἐγκεφάλῳ τάχιστα μεταδίδωσιν αὐτῷ τῶν ἑαυτῆς παθημάτων. οἱ δ’ Ἐρασιστράτιοι τὰς μήνιγγας
5τῶν νεύρων ἀρχὰς τιθέμενοι, διὰ μὲν τὴν ἑαυτῆς φύσιν ἐροῦσι τὴν παχεῖαν μήνιγγα ταῦτα ἐπιφέρειν τὰ συμπτώ‐ ματα μόνην τρωθεῖσαν. εἰ δὲ καὶ πρὸς τὸν ἐγκέφαλόν ποτε ἡ τρῶσις ἐξίκοιτο, τῷ φθάνειν ἀμφοτέρας προτιτρώσκεσθαι τὰς μήνιγγας, οὕτω φήσουσι τὴν τῶν εἰρημένων γένεσιν
10ἀκολουθεῖν παθημάτων. Ἐρασιστρατείους δ’ ἔφην ἐρεῖν ταῦτα καὶ οὐκ αὐτὸν Ἐρασίστρατον. ὅτι πρεσβύτης ὢν ἤδη καθ’ ὃν χρόνον αὐτοί φασι τὰ τῶν διαιρέσεων αὐτῷ γεγράφθαι βιβλία, τὸν ἐγκέφαλον ἀπεφήνατο τῶν νεύρων ἀρχὴν ὑπάρχειν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς
15περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν.
— — —86 in vol. 18.1

18a

87

ναʹ. Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαίφνης ὀδύναι γίνονται ἐν τῇ κεφαλῇ καὶ παραχρῆμα ἄφωνοι γίνονται καὶ ῥέγ‐ χουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς
5 ἐπιλάβῃ.
— — —
Ἀφώνους εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν οὐχ οἷς ἡ φωνὴ μόνη βέβλαπται, κατ’ ἐξοχὴν δέ τινα τῇ ταύτης βλάβῃ συνεπινοεῖν ἡμᾶς ἐνδείκνυται πάσας τὰς κατὰ προαίρεσιν
10ἐνεργείας· ἐνίοτε μὲν οὖν ἐκείνων βεβλαμμένων οὐκ ἀπόλω‐ λεν ἡ αἴσθησις. αὐτὸς γοῦν ἔφη τοὺς ἀφώνους αἰσθανο‐ μένους συμβαίνειν γίνεσθαι, πολλάκις δὲ ἄμφω πέπονθεν, ὅπερ ἀποπληξίαν ὀνομάζουσιν. ἔστι δὲ καὶ ταύτης αὐτῆς ἡ μὲν ἀσθενὴς, ἡ δὲ ἰσχυρά. καὶ διὰ τοῦτο εἶπε, λύειν
15ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηίδιον. ἔοικε δὲ νῦν τῆς ἰσχυρᾶς ἀποπληξίας γνώρισμα προστεθει‐
κέναι τὸ ῥέγχειν, ὃ καὶ τοῖς βαθέως ὑπνοῦσι γίνεται κατὰ87 in vol. 18.1

18a

88

τὴν τῆς διαθέσεως ὁμοιότητα, καθ’ ἕτερον μὲν τρόπον ἑκατέροις, ὅμως οὖν ἔχωσί τι κακὸν, ᾗ ἕπεται τὸ ῥέγχειν. ἔστι δὲ τὸ κοινὸν ἀμφοῖν ἡ ἀῤῥωστία τῆς τῶν νεύρων ἐνερ‐ γείας. καὶ λέλεκται περὶ τούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ
5περὶ τῶν πεπονθότων τόπων πραγματείᾳ. νυνὶ δ’ ὅσον εἰς τὸν ἀφορισμὸν ἀναγκαῖον εἰρήσεται· οἷς ἂν ὑγιαίνουσιν ἐξαί‐ φνης ὀδύνη τις ἐν τῇ κεφαλῇ γένηται, μάλιστα εἰς πνεῦμα φυσῶδες ἀναφέρειν χρὴ τὴν αἰτίαν. ἤδη δὲ καὶ εἰς πλῆθος ὕλης ἀθρόως ἐπιῤῥεούσης, ἥντινα καὶ νῦν εἰς τὸν ἐγκέφα‐
10λον ἐνηνέχθαι δηλοῖ τὰ μετὰ τὴν ὀδύνην γινόμενα συμπτώ‐ ματα, δι’ ὧν ὅτι φλεγματική τίς ἐστιν ἡ ὕλη συνεμφαίνε‐ ται. καὶ διὰ τοῦτο ὁ πυρετὸς ἐπιγινόμενος λύει τὴν διά‐ θεσιν ὡς ἂν ἐκθερμαίνων τε καὶ λεπτύνων καὶ διαφορῶν τό τε φυσῶδες πνεῦμα καὶ τοὺς φλεγματικοὺς χυμούς. γί‐
15νεται δὲ τοῦτο ποτὲ μὲν τρισὶν ἢ τετράσιν ἡμέραις, ποτὲ
δὲ καὶ πλείοσι, οὐ μὴν ἐξωτέρω γε τῶν ἑπτὰ, διότι κύριον88 in vol. 18.1

18a

89

τὸ μέρος· οὐκ ἀνέχεται δὲ τὰ τοιαῦτα μόρια χρονίων τε ἅμα καὶ ἰσχυρῶν διαθέσεων, ὡς ἐπιδέδεικται πολλάκις.
— — —
νβʹ.
5Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται ξυμβαλλομέ‐ νων τῶν βλεφάρων τοῦ λευκοῦ, μὴ ἐκ διαῤῥοίης ἐόν τε ἢ ἐκ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.
10
— — —
Ἤτοι διὰ ξηρότητα τῶν βλεφάρων ἢ διὰ τῆς κενού‐ σης αὐτὰ δυνάμεως ἀσθένειαν ὑποφαίνεταί τι τοῦ λευκοῦ, μὴ δυναμένων ἀκριβῶς κλείεσθαι τῶν ὀφθαλμῶν. διὰ τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὰς διαῤῥοίας τῆς φαρμακοποσίας,
15ὅπερ ἐστὶ κατὰ τὰς καθαιρόντων φαρμάκων πόσεις, ὑπο‐ φαίνεταί τι τοῦ λευκοῦ τῶν ὀφθαλμῶν, ὅταν ὑπνοῦντες τύ‐ χωσι. ξηραίνεται γὰρ ἅπαν τὸ σῶμα καὶ ἡ δύναμις ἀσθε‐
νὴς γίνεται κατὰ τὰς τοιαύτας κενώσεις. ἐπισυμβαίνει δὲ89 in vol. 18.1

18a

90

πλεῖον ἐν τοῖς βλεφάροις ἡ ξηρότης, ὅτι φύσει ξηρά. κα‐ θάπερ οὖν αἱ βύρσαι ξηρανθεῖσαι δυσεπέκταντοι γίνονται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ τοιαῦτα μόρια. καὶ μὲν δὴ καὶ ὅτι καμνούσης τῆς δυνάμεως, οὐ μόνον ἀδυνατοῦσιν
5ἀκριβῶς κλείειν τοὺς ὀφθαλμοὺς, ἀλλὰ καὶ τὸ στόμα καὶ διὰ τοῦτο κοιμῶνται χάσκοντες εὔδηλον ἅπαντι τῷ γε προσέχειν βουληθέντι τῇ φύσει τοῦ πράγματος τὸν νοῦν.
— — —
νγʹ.
10Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι ἀσφαλέ‐ στεραι, αἱ δὲ μετὰ σπουδῆς ἐπισφαλέστεραι.
— — —
Οὐδεμία μὲν ἀσφαλής ἐστι παραφροσύνη, σφαλεραὶ δ’ ἧττον αἱ μετὰ γέλωτος, ὡς αἵ γε θρασεῖαι, καθάπερ
15αὐτὸς ὀνομάζει σφαλερώτεραι πασῶν. ἐν τῷ μέσῳ δ’ ἀμ‐ φοῖν εἰσιν αἱ μετὰ σπουδῆς· γίνονται δὲ πᾶσαι μὲν ἐγκε‐ φάλου πάσχοντος, εἴτε οὖν πρῶτόν τε καὶ καθ’ ἑαυτὸν
εἴτε κατὰ συμπάθειαν. ἀλλήλων δὲ διαφέρουσι ταῖς ἐργα‐90 in vol. 18.1

18a

91

ζομέναις αὐτὰς αἰτίαις. ὅσαι μὲν γὰρ ὑπὸ θερμα‐ σίας γίνονται μόνης ἄνευ μοχθηροῦ χυμοῦ, παραπλήσιαί πώς εἰσι ταῖς ἐπὶ οἴνου πόσεσι· ὅσαι δ’ ἐπὶ τῇ ξανθῇ χολῇ μετὰ σπουδῆς ἐπιτελοῦνται. συγκαυθείσης δ’ αὐτῆς
5ἐπὶ πλέον ὡς μελαγχολικωτέραν ὑπάρχειν ἤδη, μανιώδεις ἱκανῶς αἱ παραφροσύναι γίνονται. μεμνῆσθαι γὰρ χρὴ τῶν περὶ τῆς μελαίνης χολῆς ἐν ἄλλοις διωρισμένων, ὡς ἡ μὲν ὑπεροπτηθείσης γίνεται τῆς ξανθῆς χολῆς, ἥπερ δὴ καὶ χαλεπωτάτη παντοίως ἐστὶν, ἡ δ’ ἐκ τῆς τοῦ αἵματος, ὡς
10ἂν εἴποι τὶς, ἰλύος καὶ τρυγός. παχυτέρᾳ μὲν ἐκείνη τῇ συστάσει, πολὺ δὲ ἀπολειπομένη τῷ μοχθηρῷ τῆς ποιότητος. εἴρηται δὲ καὶ ὅτι τὴν οἷον τρύγα τοῦ αἵματος ἀκριβολο‐ γούμενοι μὲν οὐδέπω μέλαιναν χολὴν ὀνομάζομεν, ἀλλὰ με‐ λαγχολικὸν χυμὸν, καταχρώμενοι δὲ τοῖς ὀνόμασι καὶ μέ‐
15λαιναν ἔστιν ὅτε καλοῦμεν, ἐπειδὴ μικρὸν ὕστερον ἔσεσθαι μέλλει μέλαινα μὴ φθασάντων κενῶσαι.
— — —91 in vol. 18.1

18a

92

νδʹ. Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώ‐ δεες ἀναπνοαὶ κακόν.
— — —
5
Τὰ παιδία πολλάκις ὁρᾶται κατὰ τὸν τοῦ κλαίειν και‐ ρὸν εἰσπνέοντα διακεκομμένην πνοὴν, ἱσταμένου μεταξὺ τοῦ θώρακος, εἶτ’ αὖθις τὸ λεῖπον προστιθέντος, ὅπερ αὐτὸς ἐν ἐπιδημίαις ὡδί πως εἶπε· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπὶ εἰσπνέουσι, καὶ γίνεται τοῦτο ποτὲ μὲν διὰ κάματον τῆς
10δυνάμεως, ποτὲ δὲ διὰ τὴν τῶν ὀργάνων σκληρότητα, ποτὲ δὲ ἀμφοῖν συνελθόντων, ἔστι δ’ ὅτε καὶ διὰ σπασμώδη τινὰ τῶν μυῶν τοῦ θώρακος διάθεσιν. ἥ τε γὰρ ἀσθενὴς δύναμις ὅταν εἰς ἅπαξ ἀδυνατήσῃ διαστεῖλαι τὸν θώρακα τοσοῦτον ὅσῳ δεῖται τὸ ζῶον, ἵσταται μεταξὺ κατὰ τὴν ἐνέρ‐
15γειαν ἀναπαυομένη πρότερον, εἶθ’ οὕτως αὖθις ἐξορμᾷ. τότε σκληρὸν ὄργανον οὐχ ἑπόμενον ἑτοίμως ὁμοίως τῇ δια‐ στελλούσῃ δυνάμει, κραδαινόμενον ὑπ’ αὐτῆς βιαίως δια‐
στέλλεται. περὶ δὲ τῆς σπασμώδους διαθέσεως τί δεῖ καὶ92 in vol. 18.1

18a

93

λέγειν ὡς τοιαύτην ἀναπνοὴν ἐργάζεται; ψύξεως μὲν οὖν καταλαβούσης ἤτοι τοὺς μῦς τοῦ θώρακος ἢ καὶ τὰ νεῦρα, σκληρότης ἄν τις ἐν τοῖς ὀργάνοις γεννηθείη καὶ σπασμώδης κίνησις, ἣν ὅ τε πυρετὸς ἰᾶσθαι πέφυκε καὶ τὰ θερμὰ
5βοηθήματα. πυρετοῦ δὲ σὺν τούτοις ὄντος οὐκ ἐγχωρεῖ ψύξιν αἰτιᾶσθαι τῶν κατὰ τὸν θώρακα μυῶν ἢ νεύρων· ἀλλ’ ἤτοι σκληρότητα γεγενημένην ἢ δυνάμεως ἀῤῥωστίαν ἢ σπασμώδη διάθεσιν. ὅ τι δ’ ἂν ᾖ τούτων, οὐκ ἀγαθόν ἐστιν ἐν ὀξεῖ νοσήματι συμβαίνειν. εἰ μὲν οὖν κατὰ
10μόνης τῆς εἰρημένης κινήσεως τῶν ἀναπνευστικῶν ὀργάνων ἡ κλαυθμώδης ἀναπνοὴ λέλεκται πρὸς αὐτοῦ, τέλος ἔχει τὰ τῆς ἐξηγήσεως· εἰ δὲ καὶ μετὰ τοιούτου τινὸς ψόφου βού‐ λεται τὴν εἰρημένην αὐτῷ ἀναπνοὴν συμβαίνειν, ὁποία τοῖς κλαίουσι γίνεται καὶ πρὸς τοῖς εἰρημένοις αἰτίοις ἐνδείξεταί
15τινα διάθεσιν ὀδυνώδη, καθ’ ἣν οἷον οἰμώζοντες ἢ στένον‐ τες ἢ μικτόν τινα ἐξ ἀμφοῖν ἀποτελοῦντες ψόφον ἀνα‐ πνέουσι οὕτως.
— — —93 in vol. 18.1

18a

94

νεʹ. Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πολύ.
— — —
5
Τὰ ποδαγρικὰ καθάπερ καὶ τἄλλα πάντα ἀρθριτικὰ τοῦ ἦρος αὐξάνεται καὶ διὰ τοῦτ’ αὐτὸς ἔμπροσθεν ἐν τῷ τῶν ἠρινῶν νοσημάτων καταλόγῳ τῶν ἀρθριτικῶν ἐμνημό‐ νευσεν, ἐν οἷς δηλονότι περιέχεται καὶ τὰ ποδαγρικά. πα‐ ροξύνεταί γε μὴν ἐνίοτέ τε καὶ κατὰ τὸ φθινόπωρον οἷς
10ἂν ἐν τῷ θέρει κατὰ τὴν ὀπώραν συναρθροισθῇ τις κακο‐ χυμία. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἑκάστου τῶν μορίων, ὥσπερ ἄλλαι τινὲς ὑπάρ‐ χουσαι δυνάμεις οὕτω καὶ ἡ τῶν λυπούντων ἀποκριτικὴ δύναμις. λυπεῖ δὲ τὰ μὲν τῷ πλήθει βαρύνοντα, τὰ δ’
15ἀνιῶντα τῷ τῆς ποιότητος ἀλλοτρίῳ. κατ’ ἄμφω μὲν οὖν ταῦτα τοῖς ἐν τῷ χειμῶνι μοχθηρῶς διαιτηθεῖσι παροξύ‐
νεται τὰ χρόνια τῶν παθῶν, ἦρος ὥρᾳ χεομένων τῶν χυ‐94 in vol. 18.1

18a

95

μῶν, εἶτα ἐπὶ τοὺς ἀσθενεῖς τόπους ἀπὸ τῶν ἰσχυροτέρων ἀπωθουμένων, καθ’ ἕτερον δὲ μόνον ἐν φθινοπώρῳ.
— — —
νστʹ.
5Τοῖσι μελαγχολικοῖσι νοσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀπο‐ σκήψεες ἢ ἀποπληξίην τοῦ σώματος ἢ σπασμὸν ἢ μανίην ἢ τύφλωσιν σημαίνουσι.
— — —
Γίνονται μὲν καὶ διὰ φλεγματικὸν χυμὸν ἀπο‐
10πληξίαι τε καὶ σπασμοὶ καὶ πηρώσεις ὀφθαλμῶν. γίνονται δὲ διὰ μελαγχολικὸν, ἐπειδὴ κοινόν ἐστιν ἐν ἀμφοτέροις τὸ πάθος. οὐ μὴν τό γε τῆς μανίας ἐστὶ κοινόν· οὐδέποτε γὰρ ἐπὶ φλεγματικῷ χυμῷ τὸ πάθος τοῦτο συνίσταται, δεο‐ μένου γε πρὸς τὴν γένεσιν ἐρεθίζοντός τε καὶ δάκνοντος
15χυμοῦ. τοιοῦτοι δέ εἰσιν ὁ μὲν τῆς ξανθῆς χολῆς διὰ τὸ πᾶν, ὁ μελαγχολικὸς δὲ οὐ διὰ παντός, ἀλλὰ ὅταν πλέον ἤτοι συγκαυθεὶς ἢ διασαπεὶς ἐπικτήσηται κακοήθη δριμύ‐ τητα.
— — —95 in vol. 18.1

18a

96

νζʹ. Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ τεσ‐ σαράκοντα ἐτέων ἄχρις ἑξήκοντα.
— — —
5
Οὐ πᾶσαν ἀποπληξίαν, ἀλλὰ τὴν προειρημένην μόνην, ἥτις ἐπὶ μελαίνῃ μόνῃ συνίσταται χολῇ, συμβαίνει γίνε‐ σθαι τοῖς τὴν εἰρημένην ἄγουσιν ἡλικίαν, ὅτι πλεονάζει μά‐ λιστα κατ’ αὐτὴν ὁ τῆς μελαίνης χυμὸς, ὥσπερ κἀν τῷ φθινοπώρῳ. ἁπλῶς δ’ ἀποφηναμένῳ πλείους γέροντες γί‐
10νονται ἀπόπληκτοι. εἴπερ οὖν ἀληθὴς ὁ λόγος ἔσεσθαι μέλλοι, συναπτέον αὐτὸν τῷ κατὰ τὸν προειρημένον ἀφορι‐ σμὸν, ὡς εἰ καὶ οὕτως εἴρητο τοῖσι μελαγχολικοῖσι νοσήμα‐ σιν, ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες, ἀποπληξίην τοῦ σώματος, ἥτις καταλαμβάνει τοὺς ἀπὸ τεσσαράκοντα ἐτέων
15μέχρις ἑξήκοντα.
— — —
νηʹ. Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.
— — —96 in vol. 18.1

18a

97

Διὰ τὴν βραχυλογίαν δόξει ψευδὴς ὁ ἀφορισμὸς εἶναι τοῖς μὴ καλῶς ἀκούσασιν αὐτοῦ. τὸ γὰρ λεγόμενόν ἐστι τοιοῦτον· ὅταν ἐκπέσῃ, τουτέστιν ὅταν γυμνωθῇ καὶ προ‐ κύψῃ τοῦ περιτοναίου τὸ ἐπίπλοον, οὐκ ἐνδέχεται τοῦτο
5καταχθὲν ὑγιὲς καὶ σῶον μεῖναι. καθάπερ εἰ καὶ ἄλλο τι προκύψειεν, οἷον ἔντερον ἢ σπλάγχνου λοβός. ἐκεῖναι μὲν γὰρ εἰ μὴ πολλῷ χρόνῳ καταψυχθείη, τὴν ἀρχαίαν ἀπο‐ λαμβάνει κρᾶσιν, ἐπουλωθείσης τῆς γεγενημένης κατὰ τὸ ἐπιγάστριον διαιρέσεως. ἐπίπλοον δὲ κἂν ἐλαχίστῳ χρόνῳ
10γυμνωθείη, σήπεται καταχθὲν, δι’ ἣν αἰτίαν καὶ τέμνουσιν αὐτοῦ τὸ γυμνωθὲν οἱ ἰατροί. ταύτην οὖν ἔχει ὁ ἀφορι‐ σμὸς τὴν γνώμην, ἀδιοριστότερον εἰρημένος κατὰ λελεγμέ‐ νην λέξιν, εἰ δέ τίς φησιν ὡς ἑώρακέ ποτε πρὸς βραχὺν χρόνον τὸ ἐπίπλοον ἐκπεσὸν, ἔπειτα καταχθὲν μὴ σαπῆναι,
15τὸ μὲν διηνεκὲς τῆς Ἱπποκράτους ἀποφάσεως ἀναιρήσει, φυλάξαι δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ, καὶ κοινόν ἐστι τοῦτο τῷ
ἀφορισμῷ πρὸς ἄλλους ὑφ’ Ἱπποκράτους εἰρημένον, ἐν σχή‐97 in vol. 18.1

18a

98

ματι λέξεως τὸ διηνεκὲς ἐνδεικνύμενον, καίτοι γε οὐκ ἀπο‐ βαινόντων ἀεὶ τῶν πραγμάτων ὡσαύτως, ἀλλ’ ἐν σπανίῳ ποτὲ καὶ ἐναντίως.
— — —
5
νθʹ. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.
— — —
Ἀθροίζεται πολλάκις ἐν τοῖς ἄρθροις χυμὸς φλεγμα‐
10τώδης, ὃν ὀνομάζει μύξαν, ὑφ’ οὗ διαβρεχόμενοι τῆς διαρ‐ θρώσεως οἱ σύνδεσμοι χαλαρώτεροι γίνονται καὶ διὰ τοῦτο ἐξίσταται ῥᾳδίως τὴν κοιλότητα τὸ ἄρθρον, ἐμπίπτει τε πάλιν οὐ χαλεπῶς, ἃ δὴ καὶ νῦν φησι τοῖς οὕτω διακειμένοις ἰσχιαδικοῖς συμβαίνειν. ὅταν δ’ εἴπῃ, τὸ ἰσχίον
15ἐξίστασθαι, τὸ κατ’ ἰσχίον ἄρθρον ἀκουστέον, ὡς κἀν τῷ περὶ ἄρθρων ἔλεγεν, ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλι‐ σθαῖνον ἐν ἴσῳ τῷ κατ’ ὦμον ἄρθρον.
— — —98 in vol. 18.1

18a

99

ξʹ. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένουσι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι φθίνει τὸ σκέλος καὶ χωλοῦνται, ἢν μὴ καυθῶσιν.
5
— — —
Οὐ χρὴ χωρίζειν τὸν ἀφορισμὸν τοῦτον τοῦ προγε‐ γραμμένου, συνάπτοντας δ’ αὐτοὺς εἰς ἕνα λόγον οὕτως ἀκούειν. βούλεται γὰρ λέγειν ὅτι τοῖς ἰσχιαδικοῖς, οἷς διὰ τὸ πλῆθος τῆς μύξης ἐξίσταται τὸ ἄρθρον, ἐμπίπτει τε πά‐
10λιν, ἀναγκαῖόν ἐστιν ἐν χρόνῳ φθίνειν τὸ σκέλος, ἂν μὴ φθάσαντες τῇ καύσει ξηράνωμεν τὴν μύξαν, ὅπερ κἀν τῷ περὶ ἄρθρων συνεβούλευε πράττειν ἐπὶ τοῦ συνεχῶς ἐκπί‐ πτοντος βραχίονος. καὶ γὰρ καὶ νῦν ἡ αὐτὴ τοῦ λόγου δύναμίς ἐστι καίειν συμβουλεύοντος αὐτοῦ κατ’ ἰσχίον, ὡς
15ἐν τῷ περὶ ἄρθρων ἐδίδασκεν, ὅπως ἐκδαπανηθῇ τε τὸ μυ‐ ξῶδες ἥ τε χαλαρότης τοῦ δέρματος, εἰς ἣν ὠλίσθανε τὸ ἄρθρον ὑπὸ τῆς καύσεως εἰς συντονίαν ἀχθεῖσα, σφίγγει
τε καὶ κωλύει μεθίστασθαι, ὡς εἴ γε διὰ τὸ πλῆθος τῆς99 in vol. 18.1

18a

100

μύξεως ἐπὶ πλεῖον ἐξεστηκὸς μένει τὸ ἰσχίον, ἔστι μὲν δή‐ που τοῦτο χωλεία τοῦ σκέλους. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης αὐτῇ καὶ ἀτροφία, καθ’ ὃ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα τῶν
κατὰ φύσιν ἐστερήθη κινήσεων.100 in vol. 18.1

18a

101

(t1)

ΙΠΠΟΚΡΑΤΟΥΣ ΑΦΟΡΙΣΜΟΙ ΚΑΙ
t2ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑΤΑ.
t4— — —
1Πάντες σχεδὸν οἱ προγράψαντες ἐξηγήσεις τῶν ἀφορισμῶν ἐν ἀρχῇ μὲν ἐπὶ πλέον ἐπεκτείνουσι τοῦ χρησίμου τὸν λόγον, ἐκλύονται δὲ προϊόντες, ὥστε πρῶτον μὲν ἐπὶ τὸ χρήσιμον προϊέναι μόνον, εἶθ’ ἑξῆς ἐλλιπέστερον
5τούτου καὶ τελευτῶντες ἐσχάτως συντέμνουσι τὰς ἐξηγήσεις, ὡς μηδ’ ὅτι νόθοι τῶν ἀφορισμῶν εἰσιν ἔνιοι
καὶ προφανῶς ψευδεῖς, ἔτι παρακολουθεῖν. ἀλλ’ ὥσπερ οἱ101 in vol. 18.1

18a

102

κάμνοντες ἐν τοῖς διαλόγοις ἐπινεύουσι πρὸς ἅπαν ἑτοίμως, οὕτω καὶ αὐτοὶ προσίενταί τε πάντας, οὓς ἂν εὕρωσι γε‐ γραμμένους ἀφορισμοὺς εἰς ἔσχατόν τε βραχυλογίας ἀφι‐ κνοῦνται κατὰ τὰς ἐξηγήσεις αὐτῶν ἐπιλανθανόμενοι τῆς
5ἐν ἀρχῇ μακρολογίας. ἀλλ’ ἡμεῖς γε τὰς ἄλλας αὐτῶν ἀτο‐ πίας ἐπειράθημεν φυλάξασθαι καὶ πάσας ὁμαλῶς ποιήσα‐ σθαι τὰς ἐξηγήσεις ἐσπουδάσαμεν, ἐστοχασμένας μὲν τῶν ἀληθῶν τε ἅμα καὶ χρησίμων τῇ τέχνῃ, τῇ δὲ ἑρμηνείᾳ μήτε εἰς βραχυλογίαν ἐσχάτην συνηγμένας, οὐ γὰρ ὑπομνή‐
10ματι τὸ τοιοῦτον, ἀλλὰ συγγράμματι πρέπει, μήτ’ εἰς μῆκος τοσοῦτον, ὅσον ἐν ἀρχῇ τῶν ἐξηγήσεων ἐκεῖνοι πεποίηνται. τὸ δ’ ἄριστον ἐν ἅπασι τοῖς λόγοις, ὅπερ καὶ σύμμετρόν ἐστιν ἑκάστῃ πραγματείᾳ, τοῦτο ἐσπουδάσαμεν ἀπ’ ἀρχῆς μέχρι τέλους διαφυλάξαι.
15
— — —
αʹ. Ἐν τοῖσιν ὀξέσι νοσήμασι ψύξις ἀκρωτηρίων κακόν.
— — —102 in vol. 18.1

18a

103

Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλισθ’ ὅσα χωρὶς πυρετῶν εἰσι καὶ κατὰ τὸν χειμῶνα καὶ γέρουσι ψυχρὰ γί‐ νεσθαι τὰ τοῦ σώματος ἔσχατα μόρια, ῥῖνας καὶ πόδας καὶ ὦτα καὶ χεῖρας ἄκρας, οὐδὲν ἄτοπον. οὐ μὴν ἔν γε τοῖς
5ὀξέσι μέτριον τὸ κακὸν, ἀλλ’ ἱκανῶς ὀλέθριον τὸ σύμπτωμα, φλεγμοναῖς σφοδροτάταις τῶν σπλάγχνων ἐπιγινόμενον. ὀξέα δὲ προσαγορεύεσθαι νοσήματά φησιν αὐτὸς, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς. ἐν οἷς ὅταν ἄνευ μεγάλης φλεγμονῆς ὦσι, μὴ ὅτι καταψύχεσθαι τοῖς ἀκροῖς, ἀλλὰ καὶ
10διακαίεσθαι συμβέβηκεν. ἀλλ’ ὅταν τὸ τῆς φλεγμονῆς θερ‐ μὸν ᾖ οὕτω σφοδρὸν, ὡς ἕλκειν ἐφ’ ἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὸ αἷμα, διακαίονται μὲν οἱ οὕτως ἔχον‐ τες τὰ σπλάγχνα, ψύχονται δὲ τὰ ἀκρωτήρια διὰ τὴν ἔν‐ δειαν τοῦ αἵματος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα, καὶ οἱ
15πλεῖστοί γε αὐτῶν οὐδὲ τῶν περιβολαίων ἀνέχονται, διὰ τὸ περὶ τοῖς σπλάγχνοις καῦμα.
— — —103 in vol. 18.1

18a

104

βʹ. Ἐπὶ ὀστέῳ νοσήσαντι σὰρξ πελιδνὴ κακόν.
— — —
Οὐ γὰρ ἐπὶ μετρίαις βλάβαις ὀστῶν, ἀλλὰ ταῖς ἰσχυ‐
5ραῖς σηπέδοσι τὸ τοιοῦτον εἶδος τῆς χρόας ἐγγίνεται πε‐ ρικειμέναις σαρξὶ, σβεννυμένης δηλονότι τῆς κατὰ φύσιν θερμασίας ἐν αὐτοῖς.
— — —
γʹ.
10Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ κακόν.
— — —
Οἷόν τι πάθος τοῖς μυσὶν ὁ σπασμός ἐστι, τοιοῦτον ἐν τῷ στομάχῳ γίνεται ἡ λὺγξ, ὑγροῖς ἀνιῶσιν ἐπιγινομένη, ποτὲ μὲν ὅλην τὴν κοιλίαν, ὡς τὰ πολλὰ δὲ τό τε στόμα
15καὶ τὸν στόμαχον αὐτῆς, ἃ καὶ ἐν τοῖς ἐμέτοις ἀποῤῥίψασα, παραχρῆμα παύεται τῆς λυγγός. ὡς ὅταν γε μηδ’ ὑπὸ τούτων παύηται, δυοῖν θάτερον ἐνδείκνυται, ἤτοι τὴν ἀρ‐
χὴν τῶν νεύρων τὸν ἐγκέφαλον ἢ τὴν γαστέρα φλεγμαίνειν104 in vol. 18.1

18a

105

οὐ μετρίαν φλεγμονήν. τὸ δὲ τῶν ὀφθαλμῶν ἔρευθος ἕπε‐ ται ἀμφοτέροις, καὶ μᾶλλόν γε ταῖς κατὰ τὸν ἐγκέφαλον φλεγμονώδεσι διαθέσεσιν.
— — —
5
δʹ. Ἐπὶ ἱδρῶτι φρίκη οὐ χρηστόν.
— — —
Ὅτι τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα λέλεκται πρὸς αὐτοῦ, διὰ τὸ τὴν φύ‐
10σιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπὸ τοῦ νοσήματος νι‐ κᾶσθαι.
— — —
εʹ. Ἐπὶ μανίῃ ἢ δυσεντερίῃ ἢ ὕδρωψ ἢ ἔκστασις ἀγαθόν.
15
— — —
Δυσεντερίαν μὲν ἢ ὕδρωπα τῷ λόγῳ τῆς μεταστάσεως ἴαμα γίνεσθαι μανίας οὐδὲν ἄλογον, ἐκ τῆς κεφαλῆς τῶν
λυπούντων κάτω μεθισταμένων, ἔκστασιν δ’ οὐδαμῶς διάλυ‐105 in vol. 18.1

18a

106

σιν εἶναι μανίας, ὥστε μᾶλλον αὔξησιν ἄν τις εἴποι καὶ μέντοι καὶ εἴπερ ὄντως ὁ Ἱπποκράτης πολλαχῆ μανίαν καὶ σφοδρὰν ὠνόμασεν ἔκστασιν, οἴδαμεν οὕτω τινὰ παυσάμενον ἧς ἔμπροσθεν εἶχε μετρίας μανίας, ἐλογισάμεθά τε τῇ σφο‐
5δρότητι τῆς κινήσεως τῶν ποιούντων τὴν μανίαν αἰτίων ἀκολουθῆσαι τὴν λύσιν, ὥσπερ εἴωθε κἀν τοῖς ὀξέσι νοσή‐ μασι τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις ἀγαθὰς ἐργάζεσθαι.
— — —
10
στʹ. Ἐν νούσῳ πολυχρονίῃ ἀποσιτίη καὶ ἄκρητοι ὑποχωρή‐ σιες κακόν.
— — —
Καὶ αὐτὴ μὲν καθ’ ἑαυτὴν ἡ ἀποσιτία σημεῖόν ἐστι
15μοχθηρὸν ἐν χρονίοις νοσήμασιν. ἐπὶ γὰρ τῶν σωθήσεσθαι μελλόντων ἐκ τῶν τοιούτων νοσημάτων αὐτῷ τοὐναντίον ὄρεξις σφοδροτέρα γίνεται σιτίων. ὥστ’ οὐκ ἀγαθὸν ση‐
μεῖον ἡ ἀποσιτία. ὅταν δὲ καὶ τὰ κατὰ τὰς διαχωρήσεις106 in vol. 18.1

18a

107

ὑπάρχει πονηρὰ, πολὺ δὴ καὶ μᾶλλον. ἀκράτους δ’ ὑπο‐ χωρήσεις εἴρηκε τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος αὐτοῦ τοῦ κενουμένου χυμοῦ μόνου διαχωροῦντος, εἴτε πικρόχολος εἴτε μελαγχολικὸς εἴτε πρασοειδὴς εἴτε ὁ τῆς ἰώδους λε‐
5γομένης ὑπάρχει χολῆς, ἐνδείκνυνται γὰρ αἱ τοιαῦται δια‐ χωρήσεις ἐκπεφρύχθαι τὴν κατὰ φύσιν ὑγρότητα πᾶσαν ὑπὸ τῆς πυρετώδους θερμασίας.
— — —
ζʹ.
10Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη κακόν.
— — —
Ὅτι μὲν ἡ πολυποσία πολλὴν πόσιν οὐχ ὕδατος, ἀλλ’ οἴνου δηλοῖ πρόδηλον παντί. παραφρονοῦσι δ’ ἐπὶ ταῖς τοιαύταις πόσεσιν ἔνιοι πληρουμένης τῆς κεφαλῆς αἵματός
15τε καὶ πνεύματος θερμοῦ. δι’ αὐτὸ δὲ τοῦτο καὶ θερμό‐ τεροι γίνονται, μάλιστα μὲν τὴν κεφαλὴν, ἤδη δὲ καὶ σύμ‐ παν τὸ σῶμα. σπάνιοί γε μὴν ἐξ αὐτῶν εἰσὶν οἱ σὺν τῇ
παραφροσύνῃ ῥιγώσαντες, ἐφ’ ὧν οὐκ ἐξάπτεται τὸ σύμφυ‐107 in vol. 18.1

18a

108

τον θερμὸν, ἀλλὰ σβέννυται διὰ τὸ πλῆθος, ὥσπερ ἐπὶ τῶν πολλῶν ξύλων ἐπιβληθέντων τῷ πυρὶ ἥ τε τοῦ λύχνου φλὸξ ἐξ ἐλαίου καταχυθέντος ἀθρόως.
— — —
5
ηʹ. Ἐπὶ φύματος εἴσω ῥήξιος ἔκλυσις, ἔμετος καὶ λειποψυχίη γίνεται.
— — —
Φῦμα μὲν ὠνόμασεν, ὅπερ ἐν ἑτέροις αὐτὸς εἴωθε
10προσαγορεύειν ἐμπύημα, τὴν δ’ ἔσω ῥῆξιν αὐτοῦ τὴν εἰς τὴν γαστέρα λέγει. ταύτῃ γὰρ ἔμετος ἕπεται, ὡς αἵ γε τὸν κατὰ θώρακά τε καὶ πνεύμονα φυμάτων ῥήξεις οὐκ ἐμέτους, ἀλλ’ ἐκ ἀνάγκης μὲν βῆχα, πολλάκις δὲ καὶ πνίγα φέρου‐ σιν, ὥσπερ γε καὶ αἱ εἰς τὰ ἔντερα συῤῥήξεις τῶν ἐμπυη‐
15μάτων διαχώρησιν ἐργάζονται πύου. κοινὸν δὲ πασῶν ῥή‐ ξεων ἔκλυσίς τε καὶ λεποψυχία, διὰ τὴν τοῦ ζωτικοῦ πνεύ‐ ματος ἔκκρισιν, ὡς ἑτέρωθι δέδεικται.
— — —108 in vol. 18.1

18a

109

θʹ. Ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ καὶ σπασμὸς κακόν.
— — —
Οὗτος ὁ ἀφορισμὸς ἡμᾶς ὠφελεῖ μεγάλα πρὸς
5τὸ πεισθῆναι γίνεσθαί ποτε παραφροσύνας ἐπ’ ἐνδείᾳ πα‐ ραπλησίῳ τρόπῳ τοῖς κατὰ κῶλα τρόμοις. ἐκεῖνά τε γὰρ ἀῤῥωστίᾳ τῆς κινούσης αὐτὰ δυνάμεως ἀστηρίκτους ἴσχει τὰς κινήσεις, ὅ τ’ ἐγκέφαλος παραφόρους. διόπερ οὐδὲ σφοδρὸν γίνεταί ποτε τὸ τοιοῦτον εἶδος τῆς παραφροσύνης,
10ἀλλὰ μέτριόν τε καὶ ὡς ἂν εἴποι τις ληρῶδες, αὐτὸς γὰρ εἴωθεν ὀνομάζειν λῆρον τὴν μετρίαν παρακοπήν. ἐὰν οὖν καὶ σπασμός ποτε συνέλθῃ τῇ τοιαύτῃ παραφροσύνῃ, παν‐ τάπασιν ἀνιάτως ἔχουσιν. ἔνια μὲν οὖν τῶν ἀντιγράφων διὰ τοῦ καί συνδέσμου γέγραπται, τινὰ δὲ τὸν παραδιαζευ‐
15κτικὸν ὀνομαζόμενον ἔχει τὸ ἤ, καθ’ ὃν καὶ ἡ παραφρο‐ σύνη μὲν οὐκ ἀγαθόν ἐστι σύμπτωμα μεθ’ αἵματος ῥύσιν, εἰ καὶ μόνη συμβαίη. πολὺ δὴ μᾶλλον ὁ σπασμὸς, εἰ καὶ
χωρὶς παραφροσύνης γένοιτο, μέγιστον δὲ κακὸν, εἰ ἀμφοῖν109 in vol. 18.1

18a

110

ἐστι σύνοδος. ὅπου γε καὶ μόνος ὁ διὰ τὴν ἄμετρον κένω‐ σιν γενόμενος σπασμὸς ὀλεθριώτατόν ἐστι σύμπτωμα. τὸ μὲν γὰρ τῆς παραφροσύνης ἧττόν ἐστι κακόν.
— — —
5
ιʹ. Ἐπὶ εἰλεῷ ἔμετος ἢ λὺγξ ἢ σπασμὸς ἢ παραφροσύνη κακόν.
— — —
Ἐν τοῖς εἰλεοῖς οὐδὲν ὑπέρχεται κάτω καὶ τοῦτό ἐστιν ἴδιον ἀχώριστον τοῦ πάθους. ἔμετος δὲ οὐκ ἀεὶ σύνε‐
10στιν, ἀλλ’ ὅταν ὀλεθρίως ἔχωσι. καὶ εἰ πλέον δὲ σπαράττονται καὶ κόπρος αὐτοῖς ἐπανέρχεται καὶ λύζουσιν. ἔνιοι δὲ καὶ παραφρονοῦσι καὶ σπῶνται, συμπασχούσης τῆς ἀρχῆς τῶν νεύρων τῇ τοῦ στομάχου κακώσει. δοκεῖ δέ μοι γίνεσθαι τὰ τοιαῦτα τῶν ἐντέρων, ἐν οἷς ἡ διάθεσίς ἐστιν, ἀπώσα‐
15σθαι ἑαυτῶν τὴν κόπρον ἐφιεμένων, ὅταν ἀνιαρὰ διὰ χρό‐ νου μῆκος ᾖ, μὴ δυναμένων δὲ διὰ τὴν ἐν τοῖς κάτω μέ‐
ρεσι στέγνωσιν ἐκεῖθεν διαπέμπειν, ἀλλ’ ἀναγκαζομένων110 in vol. 18.1

18a

111

ἔμπαλιν τῇ φύσει κινεῖσθαι βιαίως καὶ πρὸς τὴν ἄνω χώ‐ ραν ἐκθλίβειν τὰ λυποῦντα.
— — —
ιαʹ.
5Ἐπὶ πλευρίτιδι περιπνευμονίη κακόν.
— — —
Ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ πρόσκειται τὸ κακόν, ἔν τισι δ’ ἁπλῶς οὕτως γέγραπται· ἐπὶ πλευρίτιδι περιπνευμονία, βουλομέ‐
10νων τῶν οὕτως γραφόντων οὐχ ὅτι κακόν ἐστιν ἢ ἀγαθὸν ἐπιγινομένη πλευρίτιδι περιπνευμονία διδάσκειν νῦν αὐτὸν, ἀλλ’ ἁπλῶς αὐτὸ τοῦτο μόνον, ὅτι μεταπίπτειν εἴωθε πλευ‐ ρῖτις εἰς περιπνευμονίην ἢ ἐπιγίνεσθαι πλευρίτιδι περι‐ πνευμονίαν. μεταπίπτει μὲν οὖν ὅταν τοῦ προτέρου παυ‐
15σαμένου ἕτερον γένηται, ἐπιγίνεται δὲ ὅταν διαμείναντος ἐκείνου προσγένηται ἕτερον. ἀλλὰ νῦν φαίνεται περὶ τῶν ἐπιγινομένων ὁ Ἱπποκράτης γράφων, οἷς εὐθὺς ἐξ ἀρχῆς
καὶ τὸ κακοῖς εἶναι ὑπάρχει. ὥστε κἂν μὴ πρόσκειται τὸ111 in vol. 18.1

18a

112

κακὸν, ἤτοι γε ἐπακουστέον αὐτὸ κατὰ τὸν ἀπὸ κοινοῦ λε‐ γόμενον τρόπον ἢ δυνάμει δηλοῦσθαι νομιστέον. ἅπασα γὰρ ἡ τῶν οὕτως ἐπιγινομένων σύστασις οὐ σμικροῖς οὐδ’ ἐπιεικέσιν ἕπεται νοσήμασιν, ἀλλὰ μεγάλοις τε καὶ κακοή‐
5θεσιν· οἷον εὐθέως ἐπὶ τῶν εἰρημένων κατὰ τὸν ἀφορισμὸν παθῶν, ὅταν μὴ στέγηται κατὰ τὰς πλευρὰς ὁ τὴν πλευ‐ ρῖτιν ἐργαζόμενος χυμὸς, ἀφικνεῖταί τι μέρος αὐτοῦ καὶ πρὸς τὸν πνεύμονα. τῇ μέντοι περιπνευμονίᾳ πλευρῖτις οὐ πάνυ τι πέφυκεν ἕπεσθαι, διότι καὶ μὲν τὴν ἐπιεικῆ
10περιπνευμονίαν ἐκκαθαίρεται πᾶς ὁ λυπῶν χυμὸς ἀναβηττό‐ μενος. ἐν δὲ ταῖς ὀλεθρίαις φθάνει πνίγειν πρὸ τοῦ τὰς πλευρὰς συμπαθεῖν.
— — —
ιβʹ.
15Ἐπὶ περιπνευμονίης φρενῖτις κακόν.
— — —
Ὅταν ὑπὸ θερμοῦ χυμοῦ περιπνευμονία, πολλοὺς ἀτμοὺς
ἐπὶ τὴν κεφαλὴν ἀναπέμπουσα πληροῖ τὸν ἐγκέφαλον ἀτμῶν112 in vol. 18.1

18a

113

καὶ φρενῖτιν ἐργάζεται. τὰ δ’ ἄλλα κοινὰ πρὸς τὸν ἔμ‐ προσθεν εἰρημένον ἀφορισμὸν, οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ κἀν τοῖς ἐφεξῆς.
— — —
5
ιγʹ. Ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος κακόν.
— — —
Οἱ πλεῖστοι τῶν ἐξηγητῶν οὕτως ἴσασι γεγραμμένον ἀφορισμὸν τοῦτον, ὁ δὲ Μαρῖνος ἐπὶ τραύμασι γράφει.
10καὶ γὰρ τὸν ἑξῆς ἀφορισμὸν αὐτῷ φησι μαρτυρεῖν. ἀληθὲς μὲν οὖν καὶ τὸ τοῖς ἰσχυροῖς τραύμασι φλεγμονάς τε καὶ σπασμοὺς γίνεσθαι. τῶν δ’ ἐξηγησαμένων σχεδὸν ἁπάντων καὶ μάλιστα τῶν παλαιοτάτων, τὴν ἐπὶ καύμασιν ἰσχυροῖς γραφὴν ἐπισταμένων, ἄμεινον καὶ ἡμᾶς ἐκείνην ἐξηγεῖσθαι.
15τινὲς μὲν οὖν τὸ καύμασιν ἐν ἴσῳ τῷ πυρετοὺς ἤκουσαν, ἔνιοι δὲ τὴν ἐκ τοῦ περιέχοντος πύρωσιν οὕτως εἰρῆσθαί φασιν. ἔνιοι δὲ ἀντὶ τοῦ καυτηρίοις τε καὶ ἐσχάραις καὶ
πάντες ἀληθεύουσιν. ἐπιγίνονται γὰρ ἅπασι τούτοις οὐκ113 in vol. 18.1

18a

114

ἐπ’ ἀγαθῷ τέτανοί τε καὶ σπασμοὶ κατὰ ξηρότητα τῶν νεύ‐ ρων, οὕσπερ χαλεπωτάτους ἐδείκνυμεν ὄντας.
— — —
ιδʹ.
5Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη κακόν.
— — —
Ἡ μὲν γὰρ παραφροσύνη γνωρίζεται, φθεγγομένων τε καὶ πραττόντων οὐδενὸς ἐχόμενα λόγου. ἡ δ’ ἔκπληξίς ἐστιν, ὅταν μὴ φθέγγωνταί τι, μήτε πράττωσιν, ἀλλ’ ἀνα‐
10πεπταμένοις τοῖς ὀφθαλμοῖς, ἐφ’ ἡσυχίας μένωσιν ὁμοίως τοῖς ὑπὸ δέους ἐκπλαγεῖσιν. ὅτι δὲ τὰ τοιαῦτα πάντα πά‐ σχοντος ἐγκεφάλου γίνεται πρόδηλον· ἐδείχθη γὰρ ἐν ἐκείνῳ τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἐὰν γοῦν ἐπὶ τῇ τελευτῇ προγε‐ γραμμένον ᾖ τὸ κακὸν, εὔδηλον ὡς ὀρθῶς εἴρηται. διήκει
15γὰρ εἰς αὐτὸν εἴσω τὸν ἐγκέφαλον ἐνδείκνυται τὴν πληγήν. ἐὰν δὲ μὴ προσγράφηται, δυνατὸν ἡμῖν ἐστι καὶ προσυπα‐
κοῦσαι, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν ἀπὸ κοινοῦ.114 in vol. 18.1

18a

115

δυνατὸν δὲ καὶ τῷ συνενδείκνυσθαι τὰ συμπτώματα τὴν βλάβην τοῦ ἐγκεφάλου τὸ μέγεθος τῆς κακώσεως ἐπινοεῖν.
— — —
ιεʹ.
5Ἐπὶ αἵματος πτύσει πύου πτύσις κακόν.
— — —
Ὅτι πᾶς οὗτος ὁ κατάλογος αὐτῷ τῶν καλουμένων ἰδίως ἐπιγινομένων ἐστὶν, ὑπὲρ ὧν καὶ Πραξαγόρας ἓν ὅλον οὐ σμικρὸν ἔγραψε βιβλίον, εὔδηλον εἶναι νομίζω κἀξ αὐτοῦ
10τοῦ ἀφορισμοῦ. οὐ γὰρ ἅπασα πτύσις αἵματος ἑπομένην ἔχει πύου πτύσιν, ἀλλ’ ἡ κακοήθης μόνη, διὸ καὶ ἐκ τοῦ πνεύμονος τοὐπίπαν ἡ τοιαύτη.
— — —
ιστʹ.
15Ἐπὶ πύου πτύσει φθίσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσιν.
— — —115 in vol. 18.1

18a

116

Ἣν ἰδίως ὀνομάζουσιν οἱ Ἕλληνες καὶ μάλιστ’ αὐτῶν οἱ Ἀθηναῖοι φθόην, ταύτην νῦν ὁ Ἱπποκράτης ὠνόμασε φθίσιν, ἐπὶ πνεύμονος ἑλκώσεσιν ἀνιάτοις, γιγνομένης ἅπαν‐ τος τοῦ σώματος ἰσχνότητος μετὰ πυρετοῦ λεπτοῦ. τὸ δὲ
5ῥύσις ἤτοι κατὰ τῆς τῶν τριχῶν ἐκπτώσεως ἢ κατὰ τῆς ὑγρᾶς διαχωρήσεως εἴρηκεν, ἀμφότερα γὰρ εἴωθε γίνεσθαι, ἐσχάτως ἐχόντων τῶν φθινόντων, τὸ μὲν ἐπὶ ξηρότητι, τὸ δ’ ἐπ’ ἀῤῥωστίᾳ δυνάμεως. τό γε μὴν ἐπὶ τέλει γεγραμμέ‐ νον· ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσι τὸν τρό‐
10πον δηλοῖ τοῦ θανάτου τῶν ὑπὸ φθόης ἀπολλυμένων. ἄχρι γὰρ τοσούτου ζῶσιν ἰσχνοὶ γιγνόμενοι, μέχρι περ ἀναβήτ‐ τειν δύνανται καὶ καθαίρειν διὰ τῶν ἀναπτυομένων τὸν πνεύμονα. μενόντων δ’ ἔνδον αὐτῶν ἐμφράττονται μὲν αἱ τῆς ἀναπνοῆς ὁδοὶ, πνίγονται δ’ οἱ πάσχοντες.
15
— — —
ιζʹ. Ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ κακόν.
— — —116 in vol. 18.1

18a

117

Εἶπον ἤδη καὶ πρόσθεν ὡς ἅπαντες οὗτοι οἱ ἐφεξῆς ἀλλήλων ἀφορισμοὶ γεγραμμένοι διδάσκουσι περὶ τῶν ἐπι‐ γενομένων συμπτωμάτων τοῖς πάθεσιν αὐξανομένοις καὶ χεί‐ ροσιν αὐτῶν γιγνομένας· οὕτως οὖν καὶ νῦν ἡ λὺγξ ἐφ’
5ἥπατι φλεγμαίνοντι γίνεσθαι λέλεκται, οὐ διὰ παντὸς οὔθ’ ὡς ἔτυχε πάσχοντος, ἀλλ’ ὅταν εἰς μέγεθος αἴρηται ζεούσης τῆς φλεγμονῆς, ὑφ’ ἧς εἰς συμπάθειαν ὁ στόμαχος ἔρχεται, ποτὲ μὲν τῷ λόγῳ τῶν κοινῶν νεύρων, ἅπερ ἐστὶν (ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐδίδαξε) βραχύ‐
10τατα. διὸ καὶ τότε μόνον ἡ συμπάθεια γίνεται τῷ στο‐ μάχῳ πρὸς τὸ ἧπαρ, ὅταν καὶ ἡ φλεγμονὴ μεγίστη τε καὶ χειρίστη γένηται. καὶ μέντοι καὶ διὰ τὸ χολὴν ἱκανῶς θερμήν τε καὶ πολλὴν ἐν ταῖς φλεγμοναῖς τοῦδε τοῦ σπλάγ‐ χνου γεννᾶσθαί τε καὶ συῤῥεῖν εἰς τὴν ἀρχὴν τῶν ἐντέ‐
15ρων, ἧς ἐπιπολαζούσης καὶ ἀναθεούσης εἰς τὴν γαστέρα δάκνεσθαί τε καὶ διὰ τοῦτο λύζειν τῷ στομάχῳ συμβέβη‐
κεν. ἔνιοι δὲ οἴονται τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ ἥπα‐117 in vol. 18.1

18a

118

τος θλῖβον τὴν κοιλίαν ἐργάζεσθαι τὴν λύγγα, διέξοδον οὐκ ἔχοντος ὡς ἐκεῖνοί φασι τοῦ πνεύματος.
— — —
ιηʹ.
5Ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη κακόν.
— — —
Ἔνιοι προστιθέασι κἀνταῦθα τὸ κακόν. ἡμῖν δ’ εἴ‐ ρηται πρόσθεν ὡς εἰ μὴ καὶ προστεθείη περιέχονται δυ‐ νάμεις. διὰ τί δὲ ταῖς ἀμέτροις ἀγρυπνίαις ἕπεται σπα‐
10σμὸς ἢ παραφροσύνη, δῆλόν ἐστι τῷ μεμνημένῳ τῶν ἔμ‐ προσθεν. ὁ μὲν γὰρ σπασμὸς ἐῤῥέθη καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὥσπερ ὑπὸ πληρώσεως, οὕτω καὶ κενώσεως γίνεσθαι. κενωτικώτατόν τι δὲ καὶ ξηραντικώτατόν ἐστιν ἡ ἀγρυπνία, καὶ διὰ τοῦτο τόν τε κατὰ ξηρότητα
15φέρει σπασμὸν καὶ παραφροσύνην, αὐτῷ τῷ λόγῳ τῆς ἀμέ‐ τρου ξηρότητος καὶ πρὸς τούτῳ, διότι χολωδέστερον ἐν ταῖς μακραῖς ἀγρυπνίαις γίνεται τὸ αἷμα. κατά τινα μέν‐
τοι τῶν ἀντιγράφων καὶ τά γε ἀκριβέστατα χωρὶς τῆς118 in vol. 18.1

18a

119

παραφροσύνη γέγραπται ὁ ἀφορισμὸς τρόπῳ τοιῷδε· ἐπὶ ἀγρυπνίῃ σπασμὸς, ὡς ἂν οἶμαι, τὰ κάκιστα τῶν ἐπιγινο‐ μένων ἐνταῦθα γράφοντος τοῦ Ἱπποκράτους.
— — —
5
ιθʹ. Ἐπὶ ὀστέου ψιλώσει ἐρυσίπελας.
— — —
Ἐν τούτῳ τῷ λόγῳ μάλιστα χρὴ προσυπακούειν τὸ κακόν· οὐ γὰρ δὴ τοῦτό γέ φησιν ὡς διὰ παντὸς ἢ ὡς τὸ
10πολὺ τοῖς ἐψιλωμένοις ὀστοῖς ἐρυσίπελας ἐπιγίνεται. τοὐναν‐ τίον γὰρ πᾶν ἀληθές ἐστι, τῷ σπανίῳ ἕπεσθαι τοῖς οὕτω παθοῦσιν ὀστοῖς ἐρυσίπελας· ἀλλ’ ὅτι μοχθηρόν ἐστι σύμ‐ πτωμα, συγγυμνωθέντος ὀστοῦ τὴν πέριξ σάρκα φανῆναι κατειλημμένην ἐρυσιπέλατι.
15
— — —
κʹ. Ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.
— — —119 in vol. 18.1

18a

120

Πρόδηλον δή που καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν, ὡς τοῖς κακοήθεσιν ἐρυσιπέλασιν ἐπιγίνεται ταῦτα.
— — —
καʹ.
5Ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖς ἕλκεσιν αἱμοῤῥαγίη.
— — —
Ἐν τοῖς φλεγμαίνουσιν ἕλκεσιν ὁ σφυγμὸς γίνεται μὴ φερούσης τῆς ἐπικειμένης ταῖς ἀρτηρίαις σαρκὸς τὴν κένωσιν αὐτῶν, ἀλλ’ ὀδυνωμένης, ὅταν ἐμπίπτωσιν αὗ‐
10ται διαστελλομέναι. ἔστι γὰρ ὁ τοιοῦτος σφυγμὸς ὀδυνηρά τις αἴσθησις, ἐκ τῆς τῶν ἀρτηριῶν κινήσεως γινομένη, ὧν οὐδὲ αἰσθανόμεθα τὴν ἀρχὴν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὰ μόρια, διά τε τὸ τῆς ὁμιλίας αὐτῶν ἄλυπον καὶ διὰ τὴν εὐρυχωρίαν, ἐν ᾗ κινοῦνται. φλεγμονὴν δὲ ἥ τε στενοχω‐
15ρία καὶ τὸ τῆς διαθέσεως ὀδυνηρὸν αἴσθησιν ἀνιαρὸν ἐργά‐ ζεται τοῖς κάμνουσιν, ἐκ τῆς κινήσεως τῶν ἀρτηριῶν, ἣν καλοῦσιν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι
σφυγμόν. ἔοικε δὲ καὶ ἡ κίνησις αὕτη τῶν ἀρτηριῶν κατὰ120 in vol. 18.1

18a

121

τὰς τοιαύτας διαθέσεις αὐξάνεσθαι. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς ἔστι καὶ ἡ τῶν ἀλλοτρίων ἀποκριτικὴ μία τις ἐν αὐτοῖς δύναμις, ἥτις καὶ τοὺς κρισίμους ἱδρῶτας ἐργάζεται καὶ τὰς αἱμοῤῥαγίας καὶ
5τὰς τῆς γαστρὸς ὑποχωρήσεις, ὅσα τε ἄλλα τοιαῦτα. κατὰ ταύτην οὖν τὴν δύναμιν ἐνίοτε σφοδρότερον ἡ φύσις ἐνερ‐ γοῦσα μεγάλην τε ἅμα καὶ βίαιον ἐργάζεται τὴν κίνησιν τῶν ἀρτηριῶν, ἐφιεμένη διώσασθαι τὰ λυποῦντα καὶ οὕτως ἐπι‐ φέρει τὰς αἱμοῤῥαγίας.
10
— — —
κβʹ. Ἐπὶ ὀδύνῃ πολυχρονίῃ τῶν περὶ τὴν κοιλίην ἐκπύησις.
— — —
Εἴτε γὰρ ψύξις εἴθ’ ὅλως ἀνώμαλός τις εἴη δυσκρα‐
15σία περὶ τὴν κοιλίαν εἴτε πνεῦμα φυσῶδες εἴτε δριμύτης τις δακνώδης ἀδύνατον αὐτοῖς εἰς πολὺν ἐκταθῆναι χρόνον ἁπάντων δεόντως περὶ τὸν κάμνοντα γιγνομένων. ἀναγκαῖον
γὰρ τοῦτο προσυπακούειν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις.121 in vol. 18.1

18a

122

ὑπολείπεται γοῦν ἔτι διὰ φλεγμονὴν χρονίζειν τὴν ὀδύνην, ἥτις ἐκπυήσει τῷ χρόνῳ δηλονότι μὴ φθάσαντός γε ἀπο‐ θανεῖν τοῦ ἀνθρώπου. καὶ γὰρ τοῦτο χρὴ προσυπακούειν ἐν τοῖς τοιούτοις λόγοις ἅπασιν.
5
— — —
κγʹ. Ἐπὶ ἀκράτῳ χωρήσει δυσεντερία.
— — —
Ἀκρήτους ὑποχωρήσεις εἴωθεν ὀνομάζειν ὁ
10Ἱπποκράτης τὰς ἀμίκτους ὑγρότητος ὑδατώδους, αὐτὸν μόνον ἐχούσας εἰλικρινῆ ὑπερχόμενον κάτω χυμὸν, εἴτε τὸν τῆς ξανθῆς χολῆς εἴτε τὸν τῆς μελαίνης. θαυμαστὸν οὖν οὐδὲν ἐπὶ ταῖς τοιαύταις ὑποχωρήσεσιν ἀναβρωθῆναί τι τῶν ἐντέρων.
15
— — —
κδʹ. Ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη, ἢν κενεὸν λάβῃ.
— — —122 in vol. 18.1

18a

123

Ἐπὶ τοῦ κατὰ τὴν κεφαλὴν ὀστέου δηλονότι διακο‐ πέντος οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ μέχρι τῆς ἐντὸς ἐπιφανείας, ἣν περιέχουσα τὸν ἐγκέφαλον ἐνδέχεται κενὴ χώρα, παραφροσύνη γίνεται· πλησιάζει γὰρ ἤδη τὸ πάθημα
5ταῖς μήνιγξι καὶ τῷ ἐγκεφάλῳ. Μαρῖνος δὲ οὐκ οἶδ’ ὅπως ἰδίᾳ μὲν ἀναγινώσκειν ἀξιοῖ τὸ ἐπὶ ὀστέου διακοπῇ παρα‐ φροσύνη. ἰδίᾳ δὲ αὖθις ἀρχὴν ἀφορισμοῦ δευτέρου ποιεῖ‐ ται, τὸ ἢν κενεὸν λάβῃ, προστιθεὶς αὐτῷ τὸ ἐκ φαρμακο‐ ποσίης σπασμὸς, οὕτως ὡς ὅλος ἀφορισμὸς τοιοῦτος γίνη‐
10ται· ἢν κενεὸν λάβῃ ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶ‐ δες. εἰκότως τε γάρ φησιν εἰρῆσθαι τοῦτο. τὸν γὰρ ἐπὶ κενώσει γινόμενον σπασμὸν ἀεὶ μέμφεσθαι τὸν Ἱπποκράτην. ἀλλὰ τοῦτο μὲν αὐτὸ καλῶς εἶπεν ὁ Μαρῖνος, ὡς ὁ διὰ κένωσιν ἄμετρον γινόμενος σπασμὸς, ὀλέθριόν ἐστιν. οὕτω
15γοῦν καὶ ὁ ἐκ φαρμακοποσίης ὀλέθριος γίνεται· τὸ πρό‐ τερον δ’ οὐκ αἰσθάνεται λόγον ἐργαζόμενος ψευδῆ· τὸ γὰρ ἐπὶ ὀστέου διακοπῇ τὴν παραφροσύνην γίνεσθαι προφανῶς
ψεῦδός ἐστιν. οὔτε γὰρ κατ’ ἄλλο τι τῶν ὀστῶν οὔτε κατὰ123 in vol. 18.1

18a

124

τῆς κεφαλῆς ἕπεται τῇ διακοπῇ παραφροσύνη, πρὶν ἐπὶ τὰς μήνιγγας ἐξικέσθαι τὸ πάθος.
— — —
κεʹ.
5Ἐκ φαρμακοποσίης σπασμὸς θανατῶδες.
— — —
Φαρμακοποσίας καὶ φαρμακείας ἰδίως εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν τὰς τῶν καθαιρόντων φαρμακείας μόνον. ὅτι δ’ ἐπὶ τούτοις ἀμέτρως κενώσασι σπασμὸς ἐπι‐
10γινόμενος ὀλέθριόν ἐστιν, εἴ τις μέμνηται τῶν ἤδη πολλά‐ κις εἰρημένων οὐκ ἀγνοεῖ.
— — —
κστʹ. Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην ἀκρωτηρίων ψύ‐
15ξις κακόν.
— — — Γίνεται μὲν ὡς καὶ πρόσθεν ἐῤῥέθη καὶ διὰ μέγεθος
φλεγμονῆς σπλάγχνων ἡ τῶν ἀκρωτηρίων ψύξις. γίνεται δὲ124 in vol. 18.1

18a

125

καὶ διὰ λειποψυχίαν ἢ τὸ σβέννυσθαι τὴν ἔμφυτον θερμα‐ σίαν ἢ τὸ πνίγεσθαι διὰ πλῆθος καὶ μάλισθ’ ὅταν ψυ‐ χρὸν εἴη. γίνεται δὲ καὶ διὰ ὀδύνην ἰσχυρὰν ἐν τοῖς μέ‐ σοις τοῦ σώματος ὑπάρχουσαν, δι’ ἣν συστέλλεται μὲν ἡ
5φύσις εἰς ἑαυτὴν, ἕπεται δ’ αὐτῇ καὶ τὸ αἷμα καταλεῖπον οὐ μόνον τὰ ἀκρωτήρια τοῦ σώματος, οἷον πόδας καὶ χεῖρας καὶ κεφαλὴν, ἀλλὰ καὶ σύμπαν τὸ δέρμα. μερικὴν οὖν τινα αἰτίαν εἴρηκεν ὁ Ἱπποκράτης ἐν τῷδε τῷ λόγῳ, ψύξεως ἀκρωτηρίων, ὥσπερ καὶ κατ’ ἄλλους πολλοὺς ἐδείχθη λόγους
10τοῦτο πράττων, καὶ θαυμαστὸν οὐδέν ἐστι τὸν ἐξευρίσκοντα πρῶτον πολλὰ μὴ πάντων ὁμοῦ τὴν εὕρεσιν, ἀλλ’ ἑκάστου κατὰ μέρος ποιεῖσθαι.
— — —
κζʹ.
15Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγινόμενος ἐκτρῶσαι ποιέει.
— — —125 in vol. 18.1

18a

126

Περὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον ὁ τεινεσμὸς γίνεται τὴν αὐτὴν ἔχων αἰτίαν τε καὶ διάθεσιν, ἣν ἐν ταῖς δυσεντερίαις λαμβάνει τῶν ἄλλων τι τῶν ὑπερκειμένων ἐντέ‐ ρων. ὠνομάσθαι δὲ τὸ πάθος ἀπὸ τῆς τάσεώς φασι
5τῆς γινομένης κατ’ αὐτὴν, δι’ ἣν καὶ προθυμούμενοι σφο‐ δρῶς ἀποπατεῖν ἐξανίστανται συνεχῶς. διὰ τὴν τοιαύτην οὖν ἔντασίν τε καὶ κακοπάθειαν τό τ’ ἄλλο πᾶν σῶμα κά‐ μνει καὶ μάλιστα πάντων ἡ μήτρα, συμφυὴς οὖσα τῷ ἀπευ‐ θυσμένῳ. θαυμαστὸν δ’ οὐδὲν ἐπὶ σφοδραῖς τε καὶ συνε‐
10χέσιν ἐξαναστάσεσι καὶ τάσεσι ἐκτιτρώσκεσθαι τὸ κυούμενον, ὅτε καὶ ἐπὶ ταῖς ἄλλαις σφοδραῖς ἤτοι κινήσεσιν ἢ ὀδύναις τῆς κυούσης ἐκτιτρώσκεσθαι πέφυκεν.
— — —
κηʹ.
15Ὅ τι ἂν ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώ‐ ματι οὔτε αὔξεται οὔτε συμφύεται.
— — —126 in vol. 18.1

18a

127

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν ἤδη γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμ‐ φύεται, καὶ ἐφθάσαμεν αὐτὸν ἐξηγήσασθαι μετὰ τὸ ἕκτον
5ὑπόμνημα.
— — —
κθʹ. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἰσχυρὴ ἐπιγέ‐ νηται, λύει τὴν νοῦσον.
10
— — —
Σύνηθές ἐστι τοῖς ἄλλοις ἰατροῖς ὀνομάζειν τινὰ λευ‐ κοφλεγματίαν ὕδερον ἤγουν ὡς καὶ πελιδνοῦ τινος φλέγμα‐ τος ἢ ὡς κατὰ μὲν τὸν ἑαυτοῦ λόγον ὑπάρχοντος ἀεὶ λευ‐ κοῦ, δι’ ἐπιμιξίαν δέ τινα τῶν ἄλλων χυμῶν μεταβάλλοντος
15τὸ ἀκριβὲς τῆς χρόας. δύναται δὲ καὶ ὡς ἐν τῷ περὶ ἄρ‐ θρων ἔγραψε· σπόνδυλοι δ’ οἱ κατὰ ῥάχιν οὐχ ὡς οὐκ
ὄντων τῶν σπονδύλων ἑτέρωθι διοριζόμενος, ἀλλ’ ἁπλῇ προσ‐127 in vol. 18.1

18a

128

θήκῃ χρώμενος, οὕτως κἀνταῦθα χωρὶς διορισμοῦ τὴν προσθήκην τοῦ λευκοῦ πεποιῆσθαι. τὸ δ’ ὑπὸ διαῤῥοίας ἰσχυρᾶς ἢ χρονίας, ἑκατέρως γὰρ γράφεται, λύεσθαι τὴν τοῦ λευκοῦ φλέγματος πλεονεξίαν κοινὸν καὶ πρὸς ἄλλα πολλὰ
5τῶν οὕτως εἰρημένων αὐτῷ.
— — —
λʹ. Ὁκόσοισιν ἀφρώδεα τὰ ὑποχωρήματα ἐν τῇσι διαῤ‐ ῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς φλέγμα καταῤῥεῖ.
10
— — —
Ἀδιορίστως εἴρηται τοῦτο, γένοιτο μὲν γὰρ ἄν ποτε τὸ διαχωρούμενον ἀφρῶδες, ἐκ τῆς κεφαλῆς ἐπιῤῥέοντος ὑγροῦ πνευματώδους εἰς τὴν γαστέρα· γένοιτο δ’ ἄν ποτε καὶ τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων ἐκχεόντων αὐτό.
15συσταίη δ’ ἂν ἐνίοτε καὶ κατὰ τὴν γαστέρα, μίαν μὲν ὡς ἂν εἴποι τις, ἔχον αἰτίαν συνεκτικὴν, ὅπως ἂν ἐκκρίνηταί τε καὶ γένηται, προηγουμένας δὲ πλείους. ἔστι δὲ ἡ συνεκτικὴ
τοῦ τοιούτου φλέγματος αἰτία πνεῦμα φυσῶδες ἐν τῇ πρὸς128 in vol. 18.1

18a

129

ὑγρότητα μίξει σφοδρᾷ καὶ ἀνωμάλῳ κινήσει κεχρημένον, ὡς αὐτό τε θραυσθῆναι καὶ τὸ φλέγμα θραῦσαι κατὰ πολλὰ καὶ σμικρὰ μόρια. τῆς δὲ τοιαύτης αὐτῷ κινήσεως ἥ τε οἰκεία φύσις αἰτία καί ποτε καὶ πλῆθος θερμασίας. οὕτως
5γοῦν ἐπί τε τῶν ἑψημένων ἀφρὸς ὁρᾶται καὶ μάλισθ’ ὅταν ᾖ γλίσχρα τὴν φύσιν, ἔν τε τῇ θαλάττῃ κατὰ τὰς βιαίας τῶν ἀνέμων ἐμβολάς. ὅσοι δὲ ἡγοῦνται διὰ τοῦ πνεύμονος εἰς τὴν γαστέρα τὴν ὁδοιπορίαν γίνεσθαι τῷ φλέγματι καὶ διὰ τοῦτο ἀφρῶδες αὐτὸ φαίνεσθαι, οὐκ οἶδα τί φήσουσιν
10ἐπὶ τῶν ἀπὸ κεφαλῆς σαφῶς εἰς πνεύμονα ῥευματιζομένων. ἐχρῆν μὲν γὰρ αὐτοὺς ἀφρώδη διαχωρεῖν. οἱ δ’ οὔτε δια‐ χωροῦσιν οὔτ’ ἀναβήττουσιν ἀφρώδη, καίτοι πολλάκις ἐναρ‐ γῶς αἱ τραχεῖαι κατὰ σπλάγχνον ἀρτηρίαι πλήρεις εἰσὶ τοῦ καταῤῥέοντος ἐκ τῆς κεφαλῆς, ὃ πεφθὲν μὲν ἀναπτύε‐
15ται πύῳ παραπλήσιον, ἀφρῶδες δ’ οὐ γίνεται. ἀλλ’ οὐδ’ αἷμα διὰ παντὸς ἀφρῶδες ἀναπτύουσιν ἐκ πνεύμονος. ἔοι‐
κεν οὖν ὅταν ἐξ αὐτῆς τοῦ σπλάγχνου τῆς ἰδίας οὐσίας129 in vol. 18.1

18a

130

συναναφέρηταί τι ἀφρῶδες γίνεσθαι τὸ αἷμα. πτύουσί γε μὴν καὶ οἱ πλευριτικοί ποτε τὸ ἀφρῶδες, ἔτι τε σπανιώτε‐ ρον αὐτῶν μᾶλλον οἱ περιπνευμονικοί. θερμασίας δέ μοι δοκεῖ ἀκράτου τε καὶ πυρώδους ἠθροισμένης ἐν τοῖς πά‐
5σχουσι μορίοις. εἰ δὲ τὸ καταῤῥέον ἐκ τῆς κεφαλῆς εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, ὡς ἔνιοί φασι, διεξέρ‐ χεται κάτω, πρῶτον μὲν εἰς τὰς τῆς καρδίας κοιλίας αὐτὸ παραγίνεσθαι δεήσει, μετὰ δὲ τοῦτο δυοῖν θάτερον, ἤτοι διὰ τῆς κοίλης φλεβὸς εἰς μὲν τὰ κυρτὰ τοῦ ἥπατος πρῶ‐
10τον, εἶτα ἐκεῖθεν εἰς τὰ σιμὰ καὶ οὕτως διὰ τῶν πυλῶν εἰς τὰς τῶν ἐντέρων ἕλικας, ἢ πρῶτον μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν, εἶθ’ οὕτως εἰς τὴν τοῦ μεσεντερίου. καὶ πῶς ἂν ἔτι μένειν ἀφρῶδες ἀναμιχθέν τε τῷ αἵματι καὶ τοσαύτας διεξελθὸν ἅμα αὐτῷ φλέβας.
15
— — —
λαʹ. Ὁκόσοσι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑπο‐ στάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσι.
— — —130 in vol. 18.1

18a

131

Καὶ οὗτος ὁ λόγος διορισθεὶς ἀληθὴς γίνεται μαρτυρούμενος ὑπὸ τῆς πείρας. ὀλέθρια μὲν γάρ ἐστι τὰ κριμνώδη τῶν οὔρων, κἀν τῷ προγνωστικῷ λέλεκται καὶ φθάνουσιν ἀποθνήσκειν οἱ πλεῖστοι πρὶν χρονίσαι τὴν νό‐
5σον. ὅσοι δ’ ἐξ αὐτῶν ἐσώθησαν, ἐχρόνισαν οὗτοι πάντες, ὡς ἂν πολλῆς τῆς πέψεως δεομένης τῆς διαθέσεως, ἐφ’ ᾗ τὸ τοιοῦτον οὖρον οὐροῦσιν. εἴρηται δ’ ἡμῖν ἐν τοῖς περὶ κρίσεων ὑπὲρ ἁπάντων οὔρων ἐπὶ πλέον ἔν γε μὴν ταῖς ἐπιδημίαις. ἀρκέσει γάρ μοι δυοῖν ἀῤῥώστοιν μνημονεῦσαι,
10κατὰ μὲν τὸ πρῶτον τοῦ μετὰ τρεῖς καταστάσεις δευτέρου γεγραμμένου Σιληνοῦ, περὶ οὗ κατὰ τὴν διήγησιν οὕτως εἶ‐ πεν· οὔρησεν ἀθρόως ὑπὸ τοῦ χυμοῦ κενούμενον ὑπόστα‐ σις κριμνώδης, λευκὴ, ἄκρεα πάλιν ψυχρὰ, ἑνδεκάτῃ ἀπέ‐ θανε. κατὰ δὲ τὸ τρίτον τοῦ τρίτου τῶν ἀῤῥώστων, περὶ
15οὗ κατὰ μὲν τὴν ἀρχὴν τῆς διηγήσεως οὕτως ἔγραψεν· ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ. προελθὼν δὲ μετ’
ὀλίγον, οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ οἷον131 in vol. 18.1

18a

132

κρίμνα. τοῦτον δέ φησι τεσσαρακοσταῖον κριθῆναι. δῆλον οὖν κἀκ τούτων τῶν παραδειγμάτων, ὅσοι μὲν σωθήσεσθαι μέλλουσι τῶν οὐρησάντων κριμνώδη, χρονίζουσιν, ὅσοι δὲ ὀλεθρίως ἔχουσι, τούτους ἐνδέχεται καὶ διὰ ταχέων ἀπο‐
5θανεῖν.
— — —
λβʹ. Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην ἀῤῥωστίην σημαίνει.
10
— — —
Τὸ μὲν χολῶδες ἀεὶ ὀξείας ἐργάζεται νόσους. εἴρηται γὰρ ἡμῖν ὅτι τὸν πικρόχολον χυμὸν οὕτως ὀνομά‐ ζειν ἔθος ἐστὶ τοῖς παλαιοῖς ἰατροῖς, ὡς τόν γε μελαγχο‐ λικὸν ἀεὶ μετὰ προσθήκης λέγουσιν, οὐχ ἁπλῶς χολὴν ὡς
15τὴν ξανθὴν, ἀλλὰ μέλαιναν χολήν. τὸ δ’ ἄνωθεν λεπταὶ, τουτέστιν ὑδατώδεες. οὕτω γὰρ εἴωθε χρῆσθαι τῇ τοῦ λεπτοῦ προσηγορίᾳ ὁ Ἱπποκράτης, δόξειεν ἂν οὐ καλῶς
εἰρῆσθαι. τὸ γὰρ ὑδατῶδες οὖρον ἄπεπτόν ἐστι καὶ χρό‐132 in vol. 18.1

18a

133

νιον. ἐγὼ γοῦν οὐκ ἐθεασάμην ποτὲ οὖρον ὡς τὸ ὑφιστά‐ μενον ἐν αὐτῷ χολῶδες εἶναι, τὸ δ’ ἐπιπολάζον ὑδατῶδες. οὐκ ἀλόγως οὖν ἔνιοι τῶν ἐξηγητῶν ἔφασαν οὐ τόπου δη‐ λωτικὸν, ἀλλὰ χρόνου τὸ ἄνωθεν ἐπίῤῥημα νῦν εἶναι, κα‐
5θάπερ εἰ καὶ οὕτως εἴρηται. τῶν οὔρων αἱ ὑποστάσεις, ὅταν ἐξ ἀρχῆς μὲν ὦσι λεπταὶ, μετὰ δὲ ταῦτα χολώδεις γεννηθῶσιν, ὀξεῖαν ἀῤῥωστίαν δηλοῦσιν.
— — —
λγʹ.
10Ὁκόσοισι δὲ διεστηκότα οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστι.
— — —
Τὰ διεστηκότα κυρίως μὲν ἀκούοντι ἀδύνατόν τι δη‐ λώσει. συνεχὲς γὰρ ἑαυτῷ τὸ οὖρόν ἐστιν ἀεὶ μηδεμίαν ἐν
15τῷ μέσῳ χώραν ἔχον κενήν. εἰ δὲ τὸ κατὰ τὴν σύστασιν ἀνώμαλον εἰρῆσθαι δεχοίμεθα, δεόντως εἶπε ταραχὴν ἰσχυ‐
ρὰν αὐτὸ σημαίνειν. ἐπικρατούσης μὲν γὰρ τῆς φύσεως133 in vol. 18.1

18a

134

ὁμαλῶς ἥνωται πάντα, στασιαζόντων δὲ τῶν νοσωδῶν αἰ‐ τίων αὐτῇ, τὸ μὲν κρατούμενόν τε καὶ πεττόμενον ἑτέραν ἴσχει τὴν ἰδέαν, τὸ δὲ ἀνθιστάμενόν τε καὶ στασιάζον ἑτέ‐ ραν. καὶ ὅταν γε πλείω τὰ τοιαῦθ’ ὑπάρχει, ποικιλωτέραν
5ἀποφαίνει τὴν ἀνωμαλίαν τῶν οὔρων καὶ τὴν αἰτίαν αὐτῶν τὴν ταραχήν.
— — —
λδʹ. Ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες νε‐
10 φριτικὰ σημαίνουσι καὶ μακρὴν ἀῤῥωστίαν ἔσεσθαι.
— — —
Πομφόλυγες γίνονται περιτεινομένης ὑγρότη‐ τος φυσώδει πνεύματι. μᾶλλον δὲ εἴωθε τὸ τοιοῦτον συμ‐ βαίνειν, ὁπόταν ἔχῃ τι γλίσχρον ἡ ὑγρότης. τηνικαῦτα δὲ
15καὶ αἱ πομφόλυγες αὗται δύσλυτοί τε καὶ μόνιμοι γίνονται. σημεῖον οὖν ἐστι τὸ συνεκκρίνεσθαι τοῖς οὔροις πνεῦμα φυσῶδες ἀῤῥωστίας νεφρῶν ψυχρᾶς. ἡ τοιαύτη γὰρ ἀθροί‐
ζει τὸ φυσῶδες πνεῦμα καὶ διὰ τοῦτό φησιν ἔσεσθαι τὴν134 in vol. 18.1

18a

135

ἀῤῥωστίαν μακράν. τὸ γὰρ ψυχρὸν ἅπαν δύσλυτόν τε καὶ δύσπεπτόν ἐστι καὶ διὰ τοῦτο χρόνιον. ἔνιοι δέ φασιν ὑπὸ τῆς δριμύτητος τῶν οὔρων ἀνεστομωμένας τὰς κατὰ νεφροὺς ἀρτηρίας ἐκκρίνειν τι τοῦ πνεύματος, ὃ συνεξερχό‐
5μενον τοῖς οὔροις τὰς πομφόλυγας ἐργάζεται.
— — —
λεʹ. Ὁκόσοισι δὲ λιπρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νε‐ φριτικὰ καὶ ὀξέα σημαίνει.
10
— — —
Εἴτε διαχώρησις εἴτ’ οὖρον ᾖ λιπαρὸν, ἐπὶ συντήξει γίνεται πιμελῆς οὐ μᾶλλόν τι τῆς κατὰ τοὺς νεφροὺς ἢ τῆς καθ’ ὅλον τὸ ζῶον. ὅθεν οὐδὲ νεφριτικὸν ἰδίως ἐστὶ τὸ σημεῖον, ἀλλὰ κοινὸν ἁπάσης πιμελῆς τηκομένης ὑπὸ
15θερμασίας πυρώδους· ἢ τοίνυν οὕτως ἀκουστέον ἐστὶν ὡς ἐπὶ τῶν νεφριτικῶν εἶναι ὁμολογουμένων, οὐ τὸ γένος τοῦ πάθους, ἀλλὰ τὴν ὀξύτητα διαγινώσκοντός τε καὶ προλέ‐
γοντος ἐν τῷδε τοῦ Ἱπποκράτους ἢ τὰ νεφριτικὰ μεταγρα‐135 in vol. 18.1

18a

136

πτέον, ὡς ἔνιοι τῶν ἐξηγησαμένων ἐποίησαν εἰς τὰ φρενι‐ τικά. καίτοι γε τοῦτο οὐδὲ φρενίτιδος μόνης σημεῖον οὔτε τῆς ἁπλῶς οὔτε τῆς διακαοῦς, ἀλλὰ παντὸς συντήκοντος πυρετοῦ. τό γε μὴν ἀθρόον προσκείμενον τῷ λόγῳ δύνα‐
5ται μὲν καὶ τὴν τοῦ χρόνου βραχύτητα δηλοῦν, δύναται δ’ οὐδὲν ἧττον καὶ τὴν τοῦ τόπου. τὸ γὰρ ἐσφιγμένον ἑαυτῷ τε συνεχόμενον ἀθρόον ὀνομάζομεν, ἐναντίον ὑπάρχον τῷ διε‐ σπασμένῳ. ταυτὶ μὲν οὖν ἄχρι τοσούτου καὶ τοῖς διδά‐ σκαλοις ἡμῶν ἡρμήνευται. τὸ δέ μοι δοκοῦν ἤδη φράσω·
10τὸ ἀθρόον προσκείμενον τῷ λόγῳ δοκεῖ μοι κατὰ τοῦ χρό‐ νου λελέχθαι καὶ διὰ τοῦτο τῆς περὶ τοὺς νεφροὺς πιμελῆς ἐνδείκνυσθαι τῆξιν. αἱ γοῦν ἐν ἄλλοις μέρεσι τοῦ ζώου τηκόμεναι πιμελαὶ κατὰ βραχὺ καὶ οὐκ ἀθρόως ἐπὶ τὴν οὔ‐ ρησιν ἀφικνοῦνται, μεταλαμβανομένης τῆς συντήξεως εἰς
15τὰς πρώτας μὲν τὰς πλησίον αὐτῆς φλέβας, ἐφεξῆς δὲ τὰς συνεχεῖς. εἶτ’ αὖθις εἰς ἄλλας τε καὶ ἄλλας μέχρι περ ἂν ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. τῆς δὲ περὶ τοὺς νε‐
φροὺς πιμελῆς τακείσης μετάληψις εἰς οὖρα ταχίστη τε136 in vol. 18.1

18a

137

ἅμα καὶ οὐ κατὰ βραχύ. πᾶσα δὲ ἀθρόως γίνεται καὶ διὰ τοῦτο περὶ τοῖς νεφροῖς αὐτοῖς ἐνδείκνυται τὴν διάθε‐ σιν ὑπάρχειν. τούτῳ καὶ τὴν πεῖραν εὑρήσεις μαρτυροῦ‐ σαν, ἐὰν ἀκριβῶς παραφυλάττῃς. καὶ μέντοι καὶ διττῆς
5οὔσης γραφῆς, ἔν τισι μὲν γὰρ ἀντιγράφοις ἐπίστασις, ἔν τισι δὲ ὑπόστασις γέγραπται, τὴν προτέραν ἀληθεστέραν εἶναί φαμεν· ἐφίσταται γὰρ ἀεὶ τὸ λιπαρὸν, οὐχ ὑφιζάνει. καὶ μέντοι καὶ τῇ τοῦ πρόσθεν ἀφορισμοῦ λέξει συμφωνεῖ μᾶλλον ἡ τοιαύτη γραφή. κατ’ αὐτὴν γὰρ εἶπεν ὁ Ἱππο‐
10κράτης, ὁκόσοισι δὲ ἐπὶ τοῖς οὔροις πομφόλυγες ἐφίστανται, νεφριτικὰ σημαίνει καὶ μακρὴν τὴν ἀῤῥωστίαν ἔσεσθαι. ἀκόλουθον οὖν τὸ ἐφίστανται τοῖς ἐφεξῆς εἰρημένοις ἐστίν. ὁκόσοισι δὲ λιπαρὰ ἡ ὑπόστασις καὶ ἀθρόως, τουτέοισιν νεφριτικὰ σημαίνει καὶ ὀξείην τὴν νόσον ἔσεσθαι.
15
— — —
λστʹ. Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα
ξυμβαίνει σημεῖα, πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους137 in vol. 18.1

18a

138

γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, καὶ τὰ ἀποστήματα προσδέχου ἐσόμενα ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ τοὺς εἴσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου μᾶλλον ἐσόμενον εἴσω.
5
— — —
Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς διαγνωστικὰ ση‐ μεῖα πασχόντων νεφρῶν ἔγραψεν, ἐν τούτῳ δὲ περὶ τῶν ὁμολογουμένων ἐκ πλείονος χρόνου νεφριτικῶν εἶναι διδά‐ σκει, λέγων ἐπ’ αὐτῶν ἀπόστασιν ἔσεσθαι τοῖς προγεγραμ‐
10μένοις σημείοις προελθόντος πόνου, τουτέστιν ἀλγήματος κατὰ τοὺς ῥαχιαίους μῦς, οὓς καὶ ῥαχίτας ὀνομάζουσιν οἱ ἰατροί. διττὸν δέ ἐστι γένος τῶν μυῶν τούτων, ἓν μὲν ὄπι‐ σθεν ὑπὸ τῷ δέρματι περιλαμβάνον ἑκατέρωθεν ὅλην τὴν ἄκανθαν, ἕτερον δ’ ἐν τοῖς πρόσω μέρεσιν ἐπιτεταμένον
15οὐ καθ’ ὅλης τῆς ῥάχεως, ἀλλὰ μόνων τῶν κατ’ ὀσφὺν με‐ ρῶν. καθ’ ὁποτέρους οὖν αὐτῶν ἐρείδῃ τὸ ἄλγημα καὶ τὴν ἀπόστασιν ἐκεῖ γενήσεσθαι προσδέχου. πότερον δὲ τῶν νε‐
φρῶν αὐτῶν ἐκπυησάντων ἢ μόνων τῶν μυῶν ἤ ποτε καὶ138 in vol. 18.1

18a

139

συναμφοτέρων οὐκέτι διώρισεν. ἡ μέντοι πεῖρα δείκνυσιν ἅπαντα τὰ γινόμενα. καὶ γὰρ οἷς μύες ἐνίοτε μόνοι τοῦτο πάσχουσιν, ἤτοι γε οἱ ἔνδον τε πρόσω ἢ οἱ πίσω τε καὶ ἔξω καὶ χωρὶς τῶν μυῶν, οἱ νεφροὶ ποτὲ μὲν εἴσω, ποτὲ δὲ
5ἔξω ῥεπούσης αὐτοῖς τῆς ἀποστάσεως.
— — —
λζʹ. Ὁκόσοι αἷμα ἐμέουσιν ἢν μὲν ἄνευ πυρετοῦ, σωτή‐ ριον, ἢν δὲ ξὺν πυρετῷ, κακόν. θεραπεύειν δὲ τοῖς ψυ‐
10 κτικοῖσιν ἢ στυπτικοῖσιν.
— — —
Ἐμεῖται μὲν ἐκ στομάχου καὶ γαστρὸς, ἀναβήττεται δὲ τὰ ἐκ τῆς τραχείας ἀρτηρίας ἀναφερόμενα καὶ πνεύμονος. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον εἰρῆσθαί φασι
15τὸ ἐμέουσι καὶ κατὰ τῶν ἐξ ἀρτηρίας τε καὶ πνεύμονος ἀναγόντων αἷμα. καίτοι γε σωτήριον εἶναι τοῦτο τὸ πά‐
θημα, τουτέστι θεραπευθῆναι δυνάμενον, ὅταν μὴ πυρέτ‐139 in vol. 18.1

18a

140

τωσιν οἱ κάμνοντες, οὐκ ἀληθές. εἰ γὰρ καὶ ὅτι μάλιστα χωρὶς πυρετοῦ τις ἐκ πνεύμονος ἀναβήττοι τὸ αἷμα, κίν‐ δυνός ἐστι καὶ τούτῳ μὴ θεραπευθῆναι καὶ πάντως, χρο‐ νίζοντος αὐτοῦ γενήσονται ὕστερον καὶ οἱ πυρετοί. διὰ
5τοῦτο μὲν οὖν ἄμεινον ἀκούειν τοῦ ἐμέουσιν ὀνόματος ὡς κυρίως εἰρημένου, προσεπισκοπεῖσθαί τε καὶ διορίζεσθαι τό τ’ ἀκίνδυνον ἐν αὐτῷ καὶ τὸ κινδυνῶδες ἐκ τοῦ πυρέττειν ἢ μή. τοῖς μὲν γὰρ ἀπυρέτοις εὔδηλον ὡς οὐδεμία φλε‐ γμονὴ κατὰ τὸν τόπον ἐστὶν, ὅθεν ἀναφέρεται τὸ αἷμα,
10ὥστε ἤτοι κατ’ ἀναστόμωσιν ἀγγείου γίνεσθαι τὸν ἔμετον τοῦ αἵματος ἢ μεθ’ ἑλκώσεως, ἀλλὰ χωρὶς φλεγμονῆς. θε‐ ραπεύεται δὲ τὰ χωρὶς φλεγμονῆς ἕλκη ῥᾳδίως τοῖς στυ‐ πτικοῖς. ὅσον δὲ σὺν φλεγμονῇ τε ἅμα καὶ πυρετοῖς ἐστι, μὴ ὅτι θεραπείας τυχεῖν, ἀλλ’ οὐδ’ ἐπὶ ταὐτοῦ δύναται
15διαμεῖναι μεγέθους, ἀεὶ γὰρ μείζω καὶ κακοηθέστερα γί‐ νονται.
— — —140 in vol. 18.1

18a

141

ληʹ. Κατάῤῥοι ἐς τὴν ἄνω κοιλίην ἐκπυοῦνται ἐν ἡμέρῃσιν εἴ‐ κοσιν.
— — —
5
Ἄνω κοιλίαν νῦν ὀνομάζει τὴν ὑπὸ τοῦ θώ‐ ρακος περιγραφομένην, ἣν ὁ πνεύμων κατείληφε καὶ διὰ τοῦτο εἰς τοῦτον ἐκ τῆς κεφαλῆς ὁ κατάῤῥους φέρεται διὰ τῆς τραχείας ἀρτηρίας. ἐκπυΐσκεται δὲ τὸ πλεῖστον ἐν ἡμέραις εἴκοσι καὶ οὐχ ὡς οἱ πλεῖστοι γράφουσιν, ἡμέραις
10εἴκοσι μιᾷ. διὰ παντὸς γὰρ ὁ Ἱπποκράτης τὴν κʹ ἡμέραν κρίσιμον, οὐ τὴν καʹ οἶδεν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμε‐ ρῶν ὑπομνήμασιν ἔδειξα.
— — —
λθʹ.
15Ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίναιον καὶ τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.
— — —141 in vol. 18.1

18a

142

Σχεδὸν μὲν ἐν ἅπασι τοῖς ἀντιγράφοις ὁ ἀφορισμὸς οὗτος γέγραπται· περιελεῖν δὲ αὐτὸν χρὴ διὰ τὸν ἔμπροσθεν εἰρημένον. ἐξηγησάμεθα γὰρ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων τοιοῦτον ὑπάρχοντα τῇ λέξει, ἢν οὐρέῃ
5αἷμα καὶ θρόμβους καὶ στραγγουρίη ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νο‐ σεῖ. κατὰ γοῦν αὐτὸν τὸν προκείμενον ἀφορισμὸν ἡ τελευτὴ διττὴν ἔχει τὴν γραφὴν, μίαν μὲν, ὡς προγέγραπται, ἑτέ‐ ραν δὲ τὴν κύστιν νοσέειν σημαίνει.
10
— — —
μʹ. Ἢν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.
— — —
15
Ἀκρατῆ μὲν ὀνομάζει γλῶσσαν ἤτοι τὴν ἀστήρικτον ὡς μὴ διαθροῦσαν ἀκριβῶς τὴν φωνὴν ἢ τὴν ἀκίνητόν τε καὶ παραλελυμένην παντάπασιν. ἀπόπληκτον δέ
τι τοῦ σώματος τὸ παραλελυμένον. διὰ τί δὲ ἐξαίφνης γι‐142 in vol. 18.1

18a

143

νόμενα ταῦτα μελαγχολικὰ ὑπάρχειν φησὶν οὐκ οἶδα. με‐ λαγχολίας μὲν γὰρ, ἣν δὴ καὶ συνήθως ἅπαντες Ἕλληνες ὁμολογοῦσιν, ὀρθῶς εἴρηται πρὸς αὐτοῦ τὰ τοιαῦτα γνωρί‐ σματα, ἢν φόβος ἢ δυσθυμία πολὺν χρόνον ἔχουσα διατελέῃ,
5μελαγχολικὸν τὸ τοιοῦτον. ἄλλως δὲ μελαγχολικὰ λέγομεν εἶναι πάθη τούς τε καρκίνους καὶ τοὺς ἰλέφαντας, ἔτι τε λέπρας καὶ ψώρας καὶ μέλανας ἀλφούς. ἀλλ’ οὐδὲ τῶν τοιούτων παθῶν τινος οὔτε τῆς ὑπὸ πάντων ὀνομαζομένης μελαγχολίας ὁρᾶται προηγουμένη γλώσσης ἀκράτεια, καθά‐
10περ οὐδὲ μορίου τινὸς ἀποπληξία. λοιπὸν οὖν ἐστι λέγειν, ὥσπερ ἐπὶ τεταρταίου πυρετοῦ, μελαγχολικὸν εἶναί φαμεν αἴτιον τὸν τῆς περιόδου χυμὸν, οὕτω καὶ τῶν εἰρημένων παθημάτων, τῆς τε κατὰ τὴν γλῶτταν ἀκρατείας καὶ τῆς τοῦ μορίου παραλύσεως. καὶ δυνατόν γε τῷ πάχει τοῦ χυ‐
15μοῦ τὰ τοιαῦτα ἀκολουθῆσαι παθήματα, καθάπερ τῷ πα‐ χεῖ τε καὶ γλίσχρῳ φλέγματι, οὔκουν ἁπλῶς μελαγχολικὸν
ἐροῦμεν εἶναι τῶν εἰρημένων ἑκάτερον, ὥσπερ οὐδὲ φλεγμα‐143 in vol. 18.1

18a

144

τικὸν ἁπλῶς, ἀλλὰ φλεγματικὸν καὶ μελαγχολικόν. τὸ δὲ ἐξαίφνης πρόσκειται τῷ λόγῳ διὰ τὰς κατὰ βραχὺ γιγνο‐ μένας βλάβας, ἐπί τε φλεγμονῇ σκιῤῥουμένῃ καὶ δυσκρασίᾳ δυσλύτῳ.
5
— — —
μαʹ. Ἢν ὑπερκαθαιρομένων πρεσβυτέρων λὺγξ ἐπιγένη‐ ται, οὐκ ἀγαθόν.
— — —
10
Κοινὸς οὗτος ὁ λόγος κατ’ ἄμφω, καὶ καθ’ ὅσον ἅπασι τοῖς ὑπερκαθαιρομένοις οὐκ ἀγαθὸν ἡ λὺγξ καὶ καθ’ ὅσον τοῖς πρεσβυτέροις τὰ μοχθηρὰ πάντα χείρω διὰ τὴν ἡλι‐ κίας ἀσθένειαν.
— — —
15
μβʹ. Ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερ‐ μοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.
— — —144 in vol. 18.1

18a

145

Δηλοῖ σαφῶς ἐν τούτῳ τῷ λόγω μὴ πάντας ἀπὸ χολῆς γίνεσθαι τοὺς πυρετούς. δηλοῖ δὲ καὶ ὅτι πλὴν τῶν ἐπὶ χολῆς γινομένων οἱ λοιποὶ πάντες ὕδατος πολλοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς λύονται. κατὰ τοῦτον γοῦν
5τὸν λόγον κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Μελίτωνος ἔγραψε, λουτροῖς ἐχρήσατο κατὰ τῆς κεφαλῆς. οἵ τε γὰρ ἐπ’ ἐγκαύσει καὶ ψύξει γινόμενοι πυρετοὶ πρὸς τῶν τοιού‐ των ὀνίνανται λουτρῶν, οἵ τ’ ἐπὶ κόποις οὐδὲν ἧττον, οἵ τε διὰ στέγνωσιν πόρων, εἴτε δι’ ἔμφραξιν εἴτε διὰ μύσιν
10στεγνωθέντων. ἀναπνεῦσαι γὰρ ἐπ’ αὐτῶν χρὴ καὶ διαφο‐ ρηθῆναι τὴν πυρετώδη θερμασίαν. οὐ μὴν ὅταν γε φλε‐ γμονή τις καὶ χωρὶς φλεγμονῆς χυμῶν σηπεδὼν ἀνάπτῃ τὴν πυρετώδη θερμασίαν, ὀνίνησι τὰ λουτρὰ πρὶν ἤτοι κενωθῆ‐ ναι τοὺς λυποῦντας χυμοὺς ἢ πεφθῆναι. ἀλλὰ τά γε
15τοιαῦτα νοσήματα πλευρίτιδάς τε καὶ περιπνευμονίας ἡπα‐ τίτιδάς τε καὶ σπληνίτιδας ἐκάλουν οἱ παλαιοὶ, σύμπτωμα
τιθέμενοι τὸν πυρετὸν αὐτὸν, οὐκ αὐτὸ πάθος. ἐφ’ ὧν δὲ145 in vol. 18.1

18a

146

χωρὶς μορίου φλεγμονῆς οἱ κατὰ τὰς φλέβας χυμοὶ σηπό‐ μενοι πυρετοὶ ἀνάπτουσιν, ἐπ’ ἐκείνων μόνων ἔλεγον ὑπὸ πυρετοῦ τὸν ἄνθρωπον ὀχλεῖσθαι καὶ πυρετὸν ἔχειν αὐτὸν, ἐπ’ ἐκείνων δὲ καὶ τὰς διαφορὰς τῶν πυρετῶν ἔγραψαν,
5ἠπίαλον καὶ λειπυρίαν, ἑλκώδη τε καὶ τυφώδη καὶ λοιμώδη καὶ καῦσον. ἡπατίτην δὲ τὸν πυρετὸν καὶ σπληνῖτιν ἢ περιπνευμονίην ἢ πλευρίτην οὐδεὶς εἶπεν, ὥστε νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν αὐτῶν πυρετῶν μορίων ἄνευ φλεγμονῆς. κατὰ μέντοι τὰ πλεῖστα τῶν ἀντιγράφων οὐχ
10ὕδατος, ἀλλ’ ἱδρῶτος γέγραπται, τοιαύτην τινὰ ἔννοιαν ἐν‐ δεικνυμένης τῆς γραφῆς· ἐὰν πυρετὸς μὴ ὑπὸ χολῆς ἔχῃ, πολὺς ἱδρὼς ἀπὸ τῆς κεφαλῆς καταῤῥέων λύει τὸν πυρετὸν, οὐ δήπου τῆς κεφαλῆς μόνης ἐκχεῖσθαι τὸν ἱδρῶτα λέγοντος τοῦ Ἱπποκράτους, ἀλλ’ ἀπὸ πρώτου φαινομένου μορίου
15περὶ παντὸς τοῦ σώματος δηλοῦντος. ἐπὶ ταύτῃ τῇ γραφῇ συμβήσεται τοὺς διὰ χολὴν πυρέττοντας ὑπὸ τῶν τοιούτων ἱδρώτων μηδὲν ὀνίνασθαι. καὶ μὴν ἐναργῶς γε λύονται πολ‐
λάκις οἵ τ’ ἄλλοι πυρετοὶ καὶ καθ’ οὓς ἡ ξανθὴ χολὴ146 in vol. 18.1

18a

147

πλείστη τριταῖοί τε καὶ καῦσοι. βελτίων οὖν ἡ προτέρα γραφὴ θεραπείαν ἀληθῆ διδάσκουσα τοῦ γένους τῶν εἰρη‐ μένων πυρετῶν, ὅσοι διὰ κόπους ἢ ἐγκαύσεις ἢ ψύξεις ἢ ὅλως στεγνώσεις τοῦ δέρματος γίγνονται. τὸ μὲν οὖν μὴ
5ἀπὸ χολῆς ῥῆμα καὶ τὴν ὠχρὰν δύναται καὶ τὴν μέλαιναν ἐνδείκνυσθαι χολήν. οὐ μὴν ἐπί γε ταύταις μόναις ἐδεί‐ κνυμεν, ἀλλὰ καὶ διὰ φλέγμα σηπόμενον γίνεσθαι πυρετὸν καὶ κατὰ τοῦτο μόνον ὁ ἀφορισμὸς οὐκ ἀληθεύειν δόξει, πλὴν εἰ τὴν σηπεδόνα τοῦ φλέγματος εἰς χολώδη χυμὸν
10ἀξιώσειέ τις μεταπίπτειν.
— — —
μγʹ. Γυνὴ ἀμφιδέξιος οὐ γίγνεται.
— — —
15
Ἀμφιδέξιον Εὐριπίδης εἴρηκε σίδηρον τὸν ἑκατέρωθεν μὲν τέμνοντα, περιδέξιον δὲ τὸν Ἀστεροπαῖον Ὅμηρος τὸν ἀμφοτέραις ταῖς χερσὶν ὁμοίως χρώμενον, ὡσεὶ καὶ ἀμφο‐
τεροδέξιον εἰρήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀμφαριστε‐147 in vol. 18.1

18a

148

ρὸν Ἀριστοφάνης εἶπεν ἐν Ταγηνίταις ἄνθρωπον ἀμφοτέ‐ ρωθεν ἀριστερόν. Ἱππῶναξ ἀμφιδέξιον ἔφη κατὰ τόνδε τὸν ἴαμβον.
3
Ἀμφιδέξιος γὰρ εἰ μὴ καὶ οὐχ ἁμαρτάνω.
4
5ἄνδρες μὲν οὖν ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιαῖς χρώ‐ μενοι πολλάκις ὤφθησαν, γυνὴ δὲ οὐδεμία μέχρι δεῦρο, διὰ τὴν ἀσθένειαν τῆς φύσεως. εἴπερ γὰρ ἀμφοτέραις ταῖς χερσὶ διὰ ῥώμην τῆς κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς δυνά‐ μεως ἄνδρες τινὲς χρῶνται, δεόντως οὐδεμία γυνὴ χρήσε‐
10ται, ᾗ γε ἀγαπητόν ἐστι τῇ δεξιᾷ μόνῃ χρῆσθαι μετρίως. τὰς γοῦν Ἀμαζονίδας αὐτός φησιν ἐπικαίειν τὸν δεξιὸν τιτθὸν, ἵνα εἰς τὴν πλησίον χεῖρα πλείονος τροφῆς ἀφικνου‐ μένης εὐρωστία τις αὐτῇ προσγένηται, ὡς τῇ φύσει γε καὶ ταύτης ὑπαρχούσης ἀσθενοῦς. ἔνιοι μέντοι φασὶν ἀμ‐
15φιδέξιον εἰρῆσθαι τὴν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας γινο‐ μένην. καὶ τούτων ἔτ’ ἀλογώτερον ἕτεροι περὶ τῶν ἑρμα‐
φροδίτων ὀνομαζομένων τὸν λόγον εἶναί φασι τῷ Ἱπποκράτει148 in vol. 18.1

18a

149

τῷ μὲν ἄῤῥενι προσγίνεσθαι φάσκοντι γυναικεῖον αἰδοῖον, τῇ θηλείᾳ δὲ μὴ προσγίνεσθαι τὸ ἀνδρεῖον.
— — —
μδʹ.
5Ὁκόσοισιν ἔμπυοι καίονται ἢ τέμνονται ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται, ἢν δὲ ὕφαιμόν τε καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται.
— — —
Ἐμπυήματα μὲν εἴωθεν ὀνομάζειν οὐ τὰ κατὰ
10θώρακα μόνον, ἀλλὰ καὶ τὰ καθ’ ὁτιοῦν μόριον ἄλλο τοῦ σώματος εἰς πῦον ἀλλοιωθέντα φύματα. μόνους δὲ ἐμ‐ πύους προσαγορεύει τοὐπίπαν ἐξαιρέτους, οἷς μεταξὺ θώρα‐ κός τε καὶ πνεύμονος ἤθροισται τὸ πῦον, οὓς ὅτι συνήθως ἔκαιον οἱ παλαιοὶ μαθεῖν ἔστι καὶ ἐξ ὧν εἴρηκε Πλάτων
15ὁ κωμικὸς ἐπὶ Κινησίου κατὰ τήνδε τὴν ῥῆσιν· μετὰ ταῦτα δὲ Εὐαγόρου ὁ παῖς ἐκ πλευρίτιδος Κινησίας σκελε‐ τὸς, ἄπυος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης,
ἐσχάρας κεκαυμένος πλείστας ὑπ’ Εὐρυφῶντος ἐν τῷ σώ‐149 in vol. 18.1

18a

150

ματι. ὅτι δὲ τὸ μὲν πῦον τὸ λευκὸν ἀγαθόν ἐστι, τὸ δὲ βορβορῶδες καὶ δυσῶδες μοχθηρὸν οὐδεὶς ἀγνοεῖ.
— — —
μεʹ.
5Ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.
— — —
Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν οἱ μὲν ἀπόλλυνται
10τῶν οὕτως ἐχόντων, οἱ δὲ περιγίνονται· καὶ γὰρ οἷς ἐν χι‐ τῶνι τὸ πῦόν ἐστι μηδὲν πεπονθυίας τῆς οὐσίας τοῦ σπλάγ‐ χνου σώζονται πάντες, οἷς δ’ ἄχρι τῆς τοῦ ἥπατος σαρ‐ κὸς ἡ φθορὰ διήκει, δεόντως ἀποθνήσκουσιν. ὅτι δὲ ἀμόρ‐ γην ὀνομάζουσιν οἱ Ἕλληνες τὴν ὑπόστασιν τοῦ ἐλαίου καὶ
15ὅτι τοιαύτης εἰκὸς γίνεσθαι τὴν ἄπεπτον σηπεδόνα τοῦ ἥπα‐ τος εὔδηλον παντί.
— — —150 in vol. 18.1

18a

151

μστʹ. Ὀφθαλμῶν ὀδύνας ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ φλεβοτόμει.
— — —
5
Τῶν παραγεγραμμένων εἶναί μοι δοκεῖ καὶ οὗτος ὁ ἀφορισμὸς, οὐχ ὁμολογῶν ἑνὶ τῶν ἔμπροσθεν εἰρη‐ μένων τὸ ὀδύνην ὀφθαλμῶν ἀκρατοποσίαν ἢ λουτρὸν ἢ πυ‐ ρίην ἢ φλεβοτομίην ἢ φαρμακείην λύειν. τοῦτον μὲν τὸν ἀφορισμὸν ἐξήγημαι κατὰ τὸ ἕκτον ὑπόμνημα, δεικνὺς τὰς
10διαθέσεις, ἐφ’ ὧν ἕκαστον χρὴ τῶν βοηθημάτων ἄγειν εἰς χρῆσιν. ὁ δὲ νῦν προκείμενος ἀφορισμὸς ἐπὶ μιᾶς διαθέ‐ σεως ἀξιοῖ χρῆσθαι τοῖς τρισὶ βοηθήμασιν. εἰ μὲν οὖν ἔχει τις ἡμᾶς διδάξαι τὴν διάθεσιν, ἐφ’ ἧς χρεία τῶν τριῶν ἐστι βοηθημάτων, εἰσόμεθα χάριν αὐτῷ· μέχρι δ’ ἂν ἐξη‐
15γῶνται μὲν τὸν ἀφορισμὸν ὡς γνήσιον, μὴ διδάσκωσι δ’ ἡμᾶς τὴν διάθεσιν, οὐ πεισόμεθα ταῖς ἐξηγήσεσιν αὐτῶν. ἃ γοῦν λέγουσιν οἱ ὅλως ἐγχειρήσαντες εἰπεῖν τι, κἂν μετρίως
πιθανὰ, ἔστι τοιαῦτα. ἐφ’ ὧν αἷμα παχὺ τὸ πλεονάζον ἐστὶ151 in vol. 18.1

18a

152

καὶ διὰ τοῦτο κενώσεως χρῇζον, ἄμεινον νομίζουσι χέοντες πρότερον αὐτὸ μετὰ ταῦτα χρῆσθαι τῇ φλεβοτομίᾳ, χεθή‐ σεσθαι δὲ πιόντων τὸν ἄκρατον τῶν καμνόντων καὶ λουσα‐ μένων. ἀλλ’ οἱ ταῦτα λέγοντες ὅτι μηδέποτε διὰ πείρας
5ἦλθον ὧν λέγουσιν, ἀκριβῶς ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης τρίβωνες. οὔτε γὰρ οἶνον οὔτε λουτρὸν ἀνέχεται ἡ πλη‐ θωρικὴ διάθεσις ἄνευ μεγίστης βλάβης, ἀλλ’ ἔστι ταῦτα τὰ βοηθήματα ταχέως αἵματος ἐσφηνωμένου κατά τι μό‐ ριον ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. οὕτω γοῦν
10καὶ ὁ Ἀσκληπιάδης οἴνῳ χρῆται μετὰ τὴν τοῦ παντὸς σώ‐ ματος κένωσιν, ὑπὲρ τοῦ τὰς ἐνστάσεις ἰᾶσθαι. πλήθους δ’ ὄντος ἐν ὅλῳ τῷ σώματι διαῤῥαγῆναι φθάνουσιν οἱ χι‐ τῶνες ὀφθαλμῶν ἐν αὐτῷ τῷ πίνειν τε καὶ λούεσθαι. ὥστε εἰ μὲν ἄνευ πλήθους ἡ ὀδύνη γίγνοιτο, δι’ ἔμφραξίν τε καὶ
15σφήνωσιν αἵματος παχέος, ὀρθῶς μὲν λούσουσί τε καὶ οἶνον δώσουσιν, οὐκ ὀρθῶς δὲ φλεβοτομήσουσιν· εἰ δὲ πλῆθος εἴη, καλῶς μὲν φλεβοτομήσουσιν, οὐκ ὀρθῶς δὲ λούσουσι καὶ οἶνον δώσουσιν.
— — —152 in vol. 18.1

18a

153

μζʹ. Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστι.
— — —
Τοῦτο πρόσθεν εἴρηται· τοῖς ὑδρωπικοῖς βὴξ ἐπιγενο‐
5μένη κακόν.
— — —
μηʹ. Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτο‐ μίη λύει, τέμνειν δὲ τὰς εἴσω.
10
— — —
Ὅτι μὲν ἡ στραγγουρία τὴν κατὰ στράγγα τῶν οὔρων ἀπόκρισιν δηλοῖ τοὔνομα αὐτὸ διδάσκει. δυσουρία δὲ δύ‐ ναται μὲν καὶ ἡ μετ’ ὀδύνης οὔρησις εἰρῆσθαι, δύναται δὲ καὶ ἡ μετὰ δυσχερείας τινὸς, ὡς μόγις ἐνεργεῖν τὴν κύστιν.
15τὴν μὲν οὖν στραγγουρίαν αὐτῶν τε τῶν οὔρων ἐργάζεται ἡ δριμύτης, ἀῤῥωστία τε τῆς καθεκτικῆς ἐν τῇ κύστει δυ‐ νάμεως, ἥτις γίνεται διὰ δυσκρασίαν καὶ μάλιστα τὴν ψυ‐
χράν. τὴν δὲ δυσουρίαν, εἰ μὲν μετὰ ὀδύνης εἴη, φλεγμονὴ153 in vol. 18.1

18a

154

καὶ ἀπόστημα καὶ ἕλκωσις ἀνώμαλός τε δυσκρασία καὶ πνεῦμα φυσῶδες· εἰ δὲ δυσχερής τις κίνησις εἴη, ἢ ἀῤῥω‐ στία δυνάμεως ἢ παρὰ φύσιν ὄγκος. ἐκ τούτων ἁπασῶν τῶν διαθέσεων τὴν μὲν ψύξιν ἡ θώρηξις λύει, τουτέστιν
5ἤτοι ἁπλῶς οἴνου πόσις ἢ ἀκρατεστέρου· καὶ μέντοι τὴν τοιαύτην φλεγμονὴν, ἥτις δι’ ἔμφραξιν παχέος αἵματος ἄνευ πλήθους ἐγένετο, τὴν δὲ σὺν πλήθει φλεγμονὴν, ἤδη δὲ καὶ τὴν ἄλλην, ὅση χωρὶς μὲν ἐνδείας ἐστὶ, μετ’ εὐρω‐ στίας δὲ δυνάμεως, ἰᾶται φλεβοτομία. περὶ δὲ τοῦ τέμνειν
10τὰς εἴσω φλέβας εἴρηταί μοι κατὰ τὸ πρὸ τούτου βιβλίον, ἐν ᾧ τόνδε τὸν ἀφορισμὸν ἐξηγούμην, δυσουρίην φλεβοτο‐ μίη λύει, τέμνειν δὲ τὰς εἴσω.
— — —
μθʹ.
15Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγιγνόμενον ἀγαθόν. ἔξω γὰρ τρέπεται τὸ νούσημα.
— — —154 in vol. 18.1

18a

155

Οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν· ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ βρόγ‐ χῳ ἀγαθόν. ἐξήγημαι δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. ἐνταῦθ’ οὖν ἔοικε παραγεγράφθαι,
5προσθεῖναί τινος βουληθέντος τὸ ἔξω γὰρ τρέπεται τὸ πάθος.
— — —
νʹ. Ὁκόσοισι σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν
10 ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
— — —
Τὸ σφακελίζειν μὲν, ὡς πολλάκις εἴρηκεν ἐν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων, ἐπὶ τοῦ διαφθείρεσθαι τοὔνομα φέρων, ἐνταυθοῖ οὐκ ἐγχωρεῖ φθορὰν ἀκοῦσαι τοῦ ἐγκεφάλου προ‐
15κειμένου τοῦ, ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. εἰ γὰρ δὴ φθορὰ τῆς οὐσίας ἐστὶν ὅλης ἑκάστου τῶν σφα‐ κελιζόντων μορίων ὁ σφάκελος, οὐκ ἐνδέχεται θεραπευθῆναι
τὸν οὕτω κάμνοντα. μή ποτε οὖν ἐνίοτε οὕτω καταχρώμε‐155 in vol. 18.1

18a

156

νοι φέρωσι τοὔνομα καὶ κατὰ τῶν ἀρχομένων μὲν ἐμπί‐ πτειν τῇ διαθέσει, μηδέπω δ’ ἀκριβῶς ἐχόντων αὐτὴν συμ‐ πεπληρωμένην. τοιαῦτα γάρ τινα κἀπὶ τῶν σαρκωδῶν μο‐ ρίων ἐν ταῖς γαγγραίναις συμβαίνει, τοῦ μὲν πάθους αὐτοῦ
5διὰ μέγεθος τῆς φλεγμονῆς ἀναισθησίαν τε καὶ μελασμὸν ἢ πάντως γε νεκρώδη τινὰ χροιὰν ἐπιφέροντος τῷ πάσχοντι μορίῳ. γαγγραινοῦσθαι δὲ λέγομεν καὶ τὸν ἀρχόμενον ἐμ‐ πίπτειν τῇ διαθέσει. ὥσπερ οὖν γάγγραιναν ἤδη μὲν συμ‐ πεπληρωμένην, ὡς νενεκρῶσθαι τὸ μόριον ἀδύνατον ἰᾶσθαι,
10γεννωμένην δ’ ἔτι δυνατὸν, οὕτω καὶ σφάκελον. καίτοι γε καὶ τὴν ἐν τοῖς σαρκώδεσι μορίοις νέκρωσιν ἐπὶ μεγέθει φλεγμονῆς, ἣν ἰδίως ὀνομάζουσι γάγγραιναν οἱ ἰατροὶ καὶ ταύτην οἱ Ἕλληνες ἐκάλουν σφάκελον. οὕτω γοῦν μοι δοκεῖ καὶ ὁ Ἡρόδοτος τὸν μηρὸν εἰρηκέναι τοῦ Καμβύσου σφα‐
15κελίζεσθαι καὶ τὸν ἐγκέφαλον δὲ σφακελίζειν οὕτως ἄν τις εἴποι μόνως· καὶ μέντοι καὶ διὰ τί παχὺς ὁ θάνατος ἐπ’ αὐτοῦ, πρόδηλον ὡς τοῦ τε πάθους ὄντος χαλεπωτάτου καὶ
μορίου κυριωτάτου. μὴ φθάσαντος δὲ ἀποθανεῖν ἐν τρισὶ156 in vol. 18.1

18a

157

ταῖς πρώταις ἡμέραις τοῦ κάμνοντος, ἀλλ’ εἰς τὴν τετάρ‐ την ἀφικομένου, παρακμάζειν τε χρὴ τὸ πάθος ἐλπίζειν, ἐῤῥῶσθαί τε τὴν δύναμιν, ὡς κρατῆσαι τελέως αὐτοῦ.
— — —
5
ναʹ. Πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ· ὑπερχεῖται γὰρ ὁ ἀὴρ ὁ ἐνεὼν ἔξω. ψόφει δὲ ὅτι διὰ στενοῦ αὐτῷ ὁ διέξοδός ἐστιν.
10
— — —
Αἱ τοιαῦται λέξεις δύο σημαίνουσιν, ἓν μὲν καθόλου λεγόμενον ἐπὶ παντὸς τοῦ προκειμένου πράγματος, ὥσπερ ἐνταῦθα τῶν πταρμῶν, ἕτερον δ’ ἐπὶ μέρους, ὡς ἐνταῦθα περὶ τῶν ἐξ ἐγκεφάλου γινομένων πταρμῶν. ὁ
15μὲν οὖν πρῶτος λόγος ἔσται τοιοῦτος· πᾶς πταρμὸς ἐξ ἐγκεφάλου γίνεται, διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυ‐
γραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, ὥσπερ ἐστὶν ἀληθέ‐157 in vol. 18.1

18a

158

στερος· οὐ γὰρ πᾶς πταρμὸς γίνεται διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ. πτε‐ ροῖς γοῦν τινες ἐρεθίζοντες τὰς ῥῖνας πτάρνυνται καὶ μετὰ βηχὸς δέ τι πνεῦμα κάτωθεν ἀφικνούμενον εἰς τοὺς τῆς
5ῥινὸς πόρους αἴτιον γίνεται πταρμοῦ. καὶ τὸ νομίζειν δὲ τὸν ἐκ τῆς κεφαλῆς ἐκκρινόμενον ἀέρα μόνον εἶναι τὸν ψο‐ φοῦντα, προφανῶς ψεῦδός ἐστιν. ἐναργῶς γὰρ φαίνεται κάτωθεν ἐκ τοῦ πνεύμονος ὁ ἀὴρ ἀναφερόμενος, ἀθρόως συστελλομένου τοῦ θώρακος. ἀλλὰ καὶ τὸ προηγεῖσθαι τοῦ
10πταρμοῦ τὴν εἰσπνοὴν ἀθροιζούσης τῆς φύσεως ἀέρα δα‐ ψιλῆ, πρὸς τὴν τοῦ πταρμοῦ γένεσιν ὁμολογεῖ τοῖς εἰρη‐ μένοις. μόνος οὖν ὁ τὴν ἀρχὴν τῆς γενέσεως ἔχων, ὄρεξιν τῆς φύσεως ἀποκρῖναι φυσῶδες ἐκ τῆς κεφαλῆς πνεῦμα, τοῦτον γίνεται τὸν τρόπον, ὃν ἐπιχειρεῖ διδάσκειν ὁ ἀφο‐
15ρισμὸς, οὐδὲ τοῦτον ἴσως πάντα, τὸ γὰρ διυγραινομένου περιττὸν εἰς πταρμοῦ γένεσιν. εἰ γὰρ καὶ πλεονάζει τι κατὰ τὴν κεφαλὴν ὑγρὸν, οὐκ ἐργάζεται πταρμὸν ἄνευ τοῦ
πνευματωθῆναι· καὶ τοῦτο φαίνεται προφανῶς ἐπὶ πολλῶν158 in vol. 18.1

18a

159

ἐκκρινόντων μὲν ὑγρότητα διὰ μυκτήρων παμπόλλην, οὐ πταρνυμένων ἐξ ἀνάγκης ἐπὶ πολύ. ἐκεῖνοι μὲν γὰρ μόνοι πτάρνυνται τῶν οὕτω διακειμένων, οἷς δακνῶδές ἐστι τὸ καταῤῥέον ὑγρὸν, ὡς εἰ καὶ τοῖς μυκτῆρσιν αὐτοῖς ἐνθείης
5τι δακνῶδες. ὥσπερ γὰρ ἡ βὴξ φυσικόν τι σύμπτωμά ἐστιν, ἕνεκα τοῦ καθαίρεσθαι τὰς ἐν τῷ πνεύμονι τραχείας ἀρτηρίας, οὕτω καὶ ὁ πταρμὸς ἐναργῶς φαίνεται καθαί‐ ρων τοὺς κατὰ τὴν ῥῖνα πόρους. διττῆς δ’ οὔσης αὐτοῖς τῆς συντρήσεως, εὐρείας μὲν εἰς τὸ στόμα, διὰ λεπτοτέρων
10δὲ πόρων εἰς τὸν ἐγκέφαλον. ἡ μὲν εἰς τὸ στόμα σύντρησις ὑπὸ τοῦ κάτωθεν ἀναφερομένου πνεύματος, οἱ δ’ εἰς τὸν ἐγκέφαλον ἀνήκοντες πόροι πρὸς τοῦ κατιόντος ἐξ ἐκείνου καθαίρονται. καί σοι παραφυλάττοντι φανοῦνται κουφίζοντες τὰ βάρη τῆς κεφαλῆς οἱ ἐξ ἐγκεφάλου τὴν ἀρ‐
15χὴν τῆς κινήσεως ἔχοντες πταρμοί. γίνονται γὰρ ἀραιου‐ μένων καθαιρομένων τε τῶν κατὰ τὴν κεφαλὴν ὑγρῶν ἐκ‐ κρινομένων τε τῇ τῆς φύσεως ὁρμῇ. τὸ δ’ ἀραιοῦσθαι
γίνεται αὐτοῖς θερμαινομένοις. θερμαίνονται δὲ ὑπὸ τῆς159 in vol. 18.1

18a

160

ἐμφύτου θερμασίας ἀναζωπυρουμένης, ἧς διὰ τὴν ἀῤῥω‐ στίαν πρότερον ἤθροιστο τὰ περιττὰ τῶν ὑγρῶν. ὅταν οὖν εἴπῃ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, μάλιστα μὲν ἀκουστέον τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, ἤδη δὲ καὶ
5τοῦ περιέχοντος αὐτὸν ἔξωθεν. εὔπορον γάρ ἐστι κἀκεῖνο διὰ τοῦ ἐγκεφάλου, πρότερον μὲν εἰς τὰς κοιλίας αὐτὰς, ἐν‐ τεῦθεν δ’ ὑπελθεῖν εἰς τὴν ῥῖνα. τὸ δὲ τῷ ἀθρόῳ τῆς ἐκπτώσεως αὐτοῦ γίνεσθαι τὸν ψόφον, αὐτὸς ὁ Ἱπποκρά‐ της εἶπεν. ἔστι δὲ τοῦτο κοινὸν ὁποτέρωθεν ἂν ἔχηται,
10εἴτ’ οὖν ἐκ τοῦ πνεύμονος ἀναφερόμενος εἴτ’ ἐκ τῆς κεφα‐ λῆς καταφερόμενος.
— — —
νβʹ. Ὁκόσοισι ἧπαρ περιοδυνᾶται, τουτέοισι πυρετὸς ἐπιγινόμε‐
15νος λύει τὴν ὀδύνην.
— — — Τὸ ἐπιγινόμενον ὄνομα δηλωτικόν ἐστι τοῦ πρόσθεν,
ὅτι περιωδυνῶντο, μὴ πυρέττειν αὐτούς. εἴπερ οὖν τὸ ἧπαρ160 in vol. 18.1

18a

161

ὀδυνᾶται σφοδρῶς ἢ διὰ φλεγμονὴν ἰσχυρὰν ἢ διὰ πνεῦμα φυσῶδες, οὐκ ἦν αὐτοῖς φλεγμονὴ, πάντως γὰρ ἂν ἐπύρετ‐ τον. εὔλογον οὖν ὑπὸ φυσώδους πνεύματος ὀδυνᾶσθαι τὸ σπλάγχνον αὐτοῖς. ὀδυνᾶται μὲν καὶ δι’ ἔμφραξιν, ἀλλὰ
5μετρίως καὶ μετὰ βάρους μᾶλλον ἢ σφοδρᾶς ὀδύνης. ἡ δὲ σφοδρὰ ὀδύνη διὰ πνεῦμα φυσῶδες ἢ φλεγμονὴν ἤτοι μεγί‐ στην ἢ διαπυΐσκουσαν γίνεται.
— — —
νγʹ.
10Ὁκόσοισι συμφέρει αἷμα ἀφαιρεῖσθαι ἀπὸ τῶν φλεβῶν, τούτους χρὴ ἔαρι φλεβοτομεῖσθαι.
— — —
Οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστι τοῦ διὰ τοῦ ἔμπροσθεν εἰρημένου κατὰ τόνδε τὸν τρόπον· ὁκόσοις φαρ‐
15μακείη ἢ φλεβοτομίη συμφέρει, τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρ‐ μακεύειν. ἔν τισι δὲ τῶν ἀντιγράφων ὅλως οὐ γέγραπται.
καὶ τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον ἴσασι δίς τε161 in vol. 18.1

18a

162

γράφουσιν αὐτὸν, ἔνιοι δ’ οὐδ’ ὅλως μέμνηνται. θαυμάσαι δ’ ἐστὶ τῶν μὴ μόνον γραφόντων δὶς τοὺς αὐτοὺς ἀφορι‐ σμοὺς, ἀλλὰ καὶ τὰς ἐξηγήσεις προστιθέντων ἐν τοῖς αὐ‐ τοῖς ὑπομνήμασιν, ἄνευ τοῦ ἐπισημαίνεσθαι, ἤδη τῶν ἔμ‐
5προσθεν γεγραμμένων ὑπάρχειν αὐτοὺς, ἐνίους μὲν ὅλους, ἐνίους δ’ ἐκ μέρους, ὥσπερ καὶ τόνδε. τί ποτ’ οὖν ἔδοξεν ἢ τοῖς προστιθεῖσι τοὺς τοιούτους ἀφορισμοὺς ἐπὶ τῆς τοῦ βιβλίου τελευτῆς ἢ αὐτῷ τῷ Ἱπποκράτει, δὶς ὑπὲρ τῶν αὐ‐ τῶν μνημονεύειν καί τισι τῶν ἐξηγησαμένων δὶς ἐξηγεῖσθαι,
10μὰ τοὺς θεοὺς, οὐκ ἔχω συμβαλεῖν. οὔτε γὰρ αὐτὸν τὸν συγγραφέα πιθανόν ἐστιν ἐπιλήσμονα τῶν τηλικούτων ὑπάρχειν, καὶ μάλισθ’ ὅταν ᾖ τοιοῦτος, οἷον ἴσμεν ἐν ἅπα‐ σιν ὄντα τὸν Ἱπποκράτην, οὔτε τῶν προστιθέντων ἢ λήθην τοσαύτην ἤ τινα ἄλλην πανουργίαν ἐστὶν ἐπινοῆσαι, δι’ ἣν
15δὶς ἔγραψαν ὑπὲρ τῶν αὐτῶν. ἔτι τε μᾶλλόν ἐστι τῶν ἐξη‐ γητῶν ἐκείνων θαυμάζειν ὅσοι δὶς ἐξηγούμενοι τοὺς αὐτοὺς
ἀφορισμοὺς οὐδ’ αὐτὸ τοῦτο προσέθεσαν, ὅτι δεύτερον162 in vol. 18.1

18a

163

αὐτὸ ποιοῦσι. καὶ τούτων ἔτι μᾶλλον ὅσοι καὶ διαφόρους ἐξηγήσεις ἔγραψαν, ἔν τε τούτοις ἐπὶ τῇ τελευτῇ καὶ τοῖς ἔμπροσθεν ἐπὶ τῶν αὐτῶν εἰρημένοις.
— — —
5
νδʹ. Ὁκόσοισι μεταξὺ τῆς γαστρὸς καὶ τῶν φρενῶν φλέγμα ἀπό‐ κειται καὶ ὀδύνην παρέχει οὐκ ἔχον ἔξοδον, οὐδὲ εἰς ἑτέ‐ ρην τῶν κοιλιῶν, τουτέοισι κατὰ τὰς φλέβας ἐς τὴν κύ‐ στιν τρεπομένου τοῦ φλέγματος λύσις γίνεται τῆς νούσου.
10
— — —
Εἰκότως ἀπορεῖν μοι δοκεῖ Μαρῖνος, ἀδύνατον ἡγού‐ μενος συστῆναι μεταξὺ γαστρὸς καὶ φρενῶν φλέγμα. καταῤ‐ ῥυήσεται γὰρ αὐτὸ κάτω μέχρι τῶν τῆς ἥβης ὀστῶν. οὐ μὴν οὐδὲ μεταληφθῆναι δύνασθαί φησιν εἰς τὰς
15φλέβας τοῦτο, καθάπερ ἐπὶ τῶν ὑδερικῶν ἡ λεπτὴ καὶ ὑδα‐ τώδης ὑγρότης μεταλαμβανομένη δι’ οὔρων ἐκκρίνεται.
ἀκούειν οὖν φησι χρῆναι τοῦ μεταξὺ τῶν φρενῶν τε καὶ163 in vol. 18.1

18a

164

τῆς γαστρὸς, ἀντὶ τοῦ μεταξὺ φρενῶν ἰδίου σώματος, ὃ σαρκῶδές ἐστι καὶ τῆς τοῦ περιτοναίνου κορυφῆς. ἀλλ’ εἰ καὶ οὕτως ἀκούσαιμεν, ὦ Μαρῖνε, τὴν εἰς τὰς φλέβας με‐ τάληψιν ὁμοίως ἄπορον εἴη. οὐ δυνατὸν γὰρ ἐν‐
5τεῦθεν ἐπὶ τοὺς νεφροὺς ἀφικέσθαι διὰ φλεβῶν, οὐδ’ ἐκ τῆς ὑπὸ τὸ περιτόναιον εὐρυχωρίας ἀδύνατον πρὸς τῷ καὶ παντελῶς ἄκυρον εἶναι τὴν κατάχρησιν τῆς κατὰ γαστέρα προσηγορίας. οὐδὲν γὰρ ὅμοιόν ἐστι περιτοναίῳ καὶ γαστρὶ, διότι τῆς προσηγορίας κοινωνήσουσι. κάλλιον ἦν ἀκούειν
10μὲν ὥσπερ ἅπαντες ἤκουσαν, ἐκείνην ὑπ’ αὐτοῦ λέγεσθαι τὴν εὐρυχωρίαν, ὅση κάτω μέν ἐστι τῶν φρενῶν, ἔνδον τε τοῦ κατ’ ἐπιγάστριον περιτοναίου, σκοπεῖν τε εἰ δυνατόν ἐστιν ὃ λέγει γινωσκόντων ἡμῶν ὡς ἀεὶ ταῖς ὕλαις ὁδὸν εὑρίσκειν οἴεται τὴν φύσιν ὁ Ἱπποκράτης, ὅταν ἐῤῥωμένη
15τυγχάνει κἂν ὅτι μάλιστα παχεῖαί πώς εἰσι καὶ διὰ λεπτῶν ὁδοιποροῦσι πόρων, ὅπου γε καὶ δι’ ὀστῶν ἀποστάσεις γίνε‐
σθαί φησιν. ὁρῶμεν δὲ καὶ τὸ μεταξὺ θώρακός τε καὶ164 in vol. 18.1

18a

165

πνεύμονος ὑγρὸν ἐπὶ τῶν ἐμπύων ἀναβηττόμενον. ἐνίοτε δὲ καὶ διὰ τοῦ δέρματος ὑγιοῦς ὑπάρχοντος αἷμα διεκπῖπτον ἐπὶ τῶν πωρουμένων ὀστῶν. οὔκουν οὐδ’ ἐφ’ οὗ νῦν εἶπεν ὁ Ἱπποκράτης φλέγματος ἀδύνατον παντάπασιν ὑποληπτέον
5εἰς οὖρα γενέσθαι μετάληψιν, ἀλλ’ ἐγχωρεῖν ποτε καὶ τοῦτο ὑπὸ τῆς φύσεως πραχθῆναι, προλεπτυνάσης κατὰ βραχὺ τὸ φλέγμα, καθάπερ ἐπὶ τῶν ἐμπύων τὸ πῦον.
— — —
νεʹ.
10Ὁκόσοισι τὸ ἧπαρ ὕδατος πλησθὲν εἰς τὸν ἐπίπλουν ῥαγῇ, τουτέοισιν ἡ κοιλίη ὕδατος ἐκπιμπλᾶται καὶ ἀποθνή‐ σκουσιν.
— — —
Ἐπιτηδειότατόν ἐστι τὸ ἧπαρ ὑδατίδας γεννῆσαι κατὰ
15τὸν ἔξωθεν αὐτῷ περικείμενον ὑμένα. φαίνεται γοῦν ἐπὶ τῶν σφαττομένων ζώων ἐνίοτε μεστόν. ἐὰν οὖν ποτε συμβῇ
ῥαγῆναι τὰς ὑδατίδας, ἐκχεῖται δηλονότι τὸ ὕδωρ εἰς τὴν165 in vol. 18.1

18a

166

κατ’ ἐπιγάστριον περιτοναίου χώραν, ἐν ᾗ καὶ τὸ κατὰ τοὺς ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπίπλοον οὐχ οἷον τε ῥαγῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆναί πως αὐτό. στε‐ γανὸν γάρ ἐστι πανταχόθεν, ὡς μηδὲν εἰς αὐτὸ παρεμπεσεῖν
5ἐκ μηδενὸς ἄλλου μορίου, πλὴν ἐκ γαστρὸς καὶ κώλου καὶ σπληνὸς, ἐκείνων τε τῶν μερῶν, ὅθεν ἐκπέφυκεν· ἢ τοίνυν βούλεται διαβιβρώσκεσθαι τὸν περιτόναιον ἐν τοῖς δεξιοῖς δηλονότι μέρεσιν αὐτοῦ καθ’ ἃ πλησιάζει τῷ ἥπατι. ἢ εἰς τὸ ἐπίπλουν ἀκουστέον ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ
10δ’ ἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος οὐκ ἐπ’ αὐτῆς εἴρηται τῆς τὰ σιτία δεχομένης γαστρὸς, ἀλλὰ τοῦ παντὸς κύτους, ὃ κάτω τοῦ θώρακός ἐστι, καθ’ ὁ σημαινόμενον οἵ τε προ‐ γάστορες λέγονται καὶ αἱ γυναῖκες ἔχειν ἐν γαστρί. τὸ δ’ ἀποθνήσκειν οἷς ἐνταῦθα τὸ ὕδωρ ἀθροίζεται σκεπτέον. ἢ
15γὰρ διηνεκῶς ἀκουστέον ἢ ὡς τὸ πολύ. σώζονται γοῦν ἔνιοι καὶ τῶν ὑδερικῶν, καίτοι τῆς τοιαύτης χώρας αὐτοῖς ὕδατος ἐμπλησθείσης. οὐ μὴν οὐδ’ ἀδύνατόν ἐστιν ὥσπερ ἐπ’ ἐκεί‐
νων, διά τε τῶν ὑδατώδη καθαιρόντων φαρμάκων καὶ προσέτι166 in vol. 18.1

18a

167

τῶν οὐρητικῶν, ἐπιθημάτων τε τῶν ἐξατμίζειν δυναμένων ὑγρότητα τοιαύτην, οὕτω κἀπὶ τούτων γενήσεσθαι τὴν θε‐ ραπείαν.
— — —
5
νστʹ. Ἁλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει τὴν νόσον.
— — —
Σολοικοφανὲς εἰκότως ἐνίοις ἔδοξεν εἶναι τὸ σχῆμα τοῦ
10λόγου καὶ διὰ τοῦτ’ ἔνιοι κατ’ αἰτιατικὰς πτώσεις ἔγραψαν ἁλύκην, χάσμην, φρίκην, οἶνος ἴσος ἴσῳ πινόμενος λύει. δια‐ φέρει γοῦν εἰς τὸ παρὸν, καθ’ ὁποτέραν ἄν τις γραφὴν ἐξη‐ γήσηται τὸν ἀφορισμόν. ἐπίστασθαι γὰρ χρὴ πρῶτον ὅτι προσηγόρευκεν ἁλύκην, ἣν οἱ πολλοὶ τῶν Ἑλλήνων ὀνομά‐
15ζουσιν ἅλην, ἔπειτα δ’ ἥτις ἐστὶν ἡ τοῦτ’ ἐργαζομένη τὸ σύμ‐ πτωμα διάθεσις. ἁλύειν μὲν οὖν λέγουσιν ἐκείνους τῶν
ὑγιαινόντων, ὅσοιπερ ἂν ἀεὶ τοῖς παροῦσι δυσχεραίνοντες167 in vol. 18.1

18a

168

ἄλλοτε εἰς ἄλλα μεταβαίνουσι πράγματά τε καὶ πράξεις. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσούντων ἐκείνης ἁλύειν φασὶν ὅσοι μὴ φέροντες τὴν κατάκλισιν ἐξαλλάττουσι τὰ σχήματα διὰ τὸ δύσφορον ἀεὶ τὸ παρὸν εἶναι. τοῦτο δὲ
5ἔγνωμεν ἐκείνοις μάλιστα συμβαῖνον, οἷσπερ ἂν ἐν τῷ στό‐ ματι τῆς γαστρὸς, ὅπερ ἐνίοτε καταχρώμενοι στόμαχον ὀνο‐ μάζουσι, περιέχεταί τις ἰδιότης ὑγρότητος ἀνιαρᾶς, οὔτε πολλῆς οὔτ’ ἐμπλεούσης τῷ κύτει τῆς γαστρὸς, ἀνατρεπομέ‐ νης δὲ εἰς τοὺς χιτῶνας αὐτῆς. ἀλλὰ καὶ τὸ χασμᾶσθαι,
10καθάπερ καὶ σκοτοδινᾶσθαι περιεχομένης τινὸς ἐν τοῖς μυσὶ, δι’ ὧν καὶ κατὰ προαίρεσιν γίνονται κινήσεις, ἤτοι ὑγρότητος πνευματώδους ἢ πνεύματος ἀτμώδους γίνε‐ σθαι δέδεικται. καὶ ἡ φρίκη δὲ μοχθηρῶν χυμῶν δια‐ θεόντων κατὰ τὸ δέρμα συμβαίνει. δῆλον δὲ ὅτι περὶ τῆς
15ἐκ τοῦ νοσώδους σώματος ὁρμωμένης φρίκης ὁ λόγος νῦν ἡμῖν ἐστιν, οὐ τῆς ὑπό τινος αἰτίας ἔξωθεν. ἕκαστον οὖν τούτων τῶν εἰρημένων οἴνου πόσις θεραπεύει ἀκρατεστέρου,
τὴν συμμετρίαν δὲ τῆς κράσεως αὐτὸς ἐδήλωσεν εἰπών.168 in vol. 18.1

18a

169

οἶνος ἴσος ἴσῳ πινόμενος· ὕδατι γὰρ δηλονότι κεράννυσθαι βούλεται τὸν οἶνον ἴσῳ, χάριν τοῦ τὸ μὲν διώσασθαι, κε‐ νῶσθαι τῶν λυπηρῶν, ὅσον ἂν ὑπείκῃ τῇ ῥύμῃ τῆς τοῦ οἴνου φορᾶς, τὸ δ’ ὑπόλοιπον ἐπικράσαι. θερμαίνει γὰρ, ὡς
5ἴσμεν, ὁ οἶνος ἅπαν τὸ σῶμα καὶ ταχέως ἐπὶ πάντα φέρε‐ ται τὰ μόρια, μετὰ τοῦ χυμοὺς χρηστοὺς ἐργάζεσθαι.
— — —
νζʹ. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνονται, τουτέοισι δια‐
10 πυήσαντος καὶ ἐκραγέντος λύεται ὁ πόνος.
— — —
Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τοῖς ἔμπροσθεν ὁ Ἱπ‐ ποκράτης ἔγραψεν, ἡμεῖς δὲ ἐξηγησάμεθα κατὰ τήνδε τὴν λέξιν εἰρημένην· ὁκόσοισιν ἐν τῇ οὐρήθρᾳ φύματα φύεται,
15τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις.
— — —169 in vol. 18.1

18a

170

νηʹ. Ὁκόσοισι δ’ ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, Ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα.
— — —
5
Καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν ἐν τισὶ μὲν τῶν ἀντι‐ γράφων ἀφώνους ἐστὶν εὑρεῖν κατὰ τὴν πληθυν‐ τικὴν αἰτιατικὴν πτῶσιν γεγραμμένον, ἐν τισὶ δὲ κατὰ τὴν ἑνικὴν ἄφωνον ἐν σολοικοφανεῖ σχήματι. διαφέρει δὲ οὐδὲν οὐδ’ ἐνταῦθα πρός γε τὰ παρόντα γινωσκόντων ἡμῶν ὡς
10ἕθος ἐστὶ τῷ Ἱπποκράτει πολλάκις ἀφ’ ἑνὸς συμπτώματος τοῦ προδηλοτάτου, τῆς ἀφωνίας, ὀνομάζειν οὕτω καὶ δηλοῦν, ὅσοι μηδ’ ἄλλην τινὰ τῶν νατὰ προαίρεσιν ἀποσώζουσι κι‐ νήσεων ἢ μηδ’ ὅλως αἰσθάνονται. κεῖνται δὲ ὡσαύτως τοῖς ἀποπληκτικοῖς ἀναισθητοί τε ἅμα καὶ ἀκίνητοι· γίνε‐
15ται μὲν οὖν καὶ δι’ ἄλλας αἰτίας τοῦτο. νυνὶ μέν‐ τοι τῆς σείσεως τοῦ ἐγκεφάλου μνημονεύει ὁ Ἱπποκράτης καὶ ταύτῃ τὴν τοιαύτην ὅλου τοῦ σώματος ἔσεσθαί φησι
διάθεσιν. σεισθῆναι δὲ οὕτω συμβαίνει τὸν ἐγκέφαλον διά170 in vol. 18.1

18a

171

τινα βιαίαν πτῶσιν ὅλου τοῦ σώματος ἐξ ὑψηλῶν γεγενημέ‐ νην χωρίων. αἱ γὰρ τοιαῦται καταπτώσεις εἰώθασι καὶ τὴν ἐν τοῖς τῆς ῥαχέως σπονδύλοις σεῖσιν ἐργάζεσθαι, ὅταν αἱ μὲν ἁρμονίαι κινηθῶσιν αὐτῶν, ὁ δ’ ἐν κοιλότητι πε‐
5ριεχόμενος νωτιαῖος πονήσῃ, διασεισθεὶς δὲ σφοδρῶς εἰς κίνδυνον ἄγει ῥήξεων ἔνια τῶν ἀποπεφυκότων αὐτῷ νεύ‐ ρων, ὅπερ οὐχ ἥκιστα καὶ κατὰ τὸν ἐγκέφαλον γίνεται καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ καὶ πλείων ἐστὶν ἡ πέριξ αὐτοῦ χώρα κενὴ καὶ μᾶλλον ἐπὶ τῶν πρεσβυτέρων, ὡς ἐν ταῖς
10ἀνατομικαῖς πραγματείαις λέλεκται. συστέλλεται γοῦν ἡ ψυχικὴ δύναμις εἰς ἑαυτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, ἀνιαθεῖσα τῇ σφαλερᾷ κινήσει καὶ διὰ τοῦτο ἡσυχάζει. τῶν δ’ ἀποφύσεων ἔνιαι μὲν ἱκανῶς τείνονται, τινὲς δ’ ἐκ μέ‐ ρους γε διασπῶνται. κατὰ τοῦτο μέχρι περ ἂν ἀνακτήση‐
15ται πάλιν ἑαυτὴν ἡ ψυχικὴ δύναμις, ἄφωνόν τε καὶ ἀκί‐ νητον ὅλον κεῖται τὸ παθὸν οὕτω ζῶον. εἰ δ’ ἀποσπασθῆ‐ ναι φθάσειεν ἢ κατά τι μέρος αὐτοῦ κατασπασθῆναι ὁ ἐγκέφαλος, οὐκέτι ἀναφέρουσι.
— — —171 in vol. 18.1

18a

172

νθʹ. Τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.
— — —
5
Ὅτι μὲν οὖν ὅσα ξηραίνει βοηθήματα τῶν ὑγρῶν πα‐ θημάτων ἐστὶν ἰατικὰ πρόδηλον, εἴ γε δὴ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ὅτι δὲ καὶ ὁ λιμὸς ξηραίνει κατὰ συμβεβηκὸς οὐκ ἄδηλον. ἐὰν γὰρ ἀποῤῥέῃ μέν τι τοῦ σώ‐ ματος, ὡς καὶ πρόσθεν, ἀναπληρῶται δὲ μηκέτι ὑπὸ τρο‐
10φῆς τὸ κενούμενον, ἀναγκαῖον αὐτῷ ξηρότερον γενέ‐ σθαι. δῆλον γὰρ ὅτι τῶν κατὰ τὸ ζῶον ἑκάστου μερῶν ἀπέρχεται πρότερον ὅσον ἂν ὑγρότερον ᾖ, ὡς ἂν καὶ αὐτῆς τῆς ἀποῤῥόης γιγνομένης, διὰ τὸ λεπτύνεσθαί τε καὶ εἰς ἀτμὸν λύεσθαι τὸ σῶμα διὰ διττὴν αἰτίαν, ἔξωθεν μὲν ὑπὸ
15τοῦ περιέχοντος, ἔνδοθεν δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας· ἀμέλει τῶν φωλευόντων τῶν ζώων, ὡς ἂν μήτ’ ἔξωθεν ἔτι θερμαινομένων μήτ’ ἔνδοθεν. ὅλως οὐδὲν ἢ παντάπασιν
ὀλίγιστον ἀποῤῥεῖ, καὶ διὰ τοῦτο τινὰ μὲν αὐτῶν οὐδ’ ὅλως172 in vol. 18.1

18a

173

δεῖται τροφῆς, ἔνια δ’ ὀλιγίστης παντάπασιν. ἐφεξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἕτεροι· δύο σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκονται, μετὰ τοῦ καὶ τοὺς ἐξηγησα‐ μένους τὸ βιβλίον ὀλίγου δεῖν ἅπαντας μνημονεύειν αὐτῶν,
5καί τινες ἐξηγοῦνται αὐτοὺς, ἀλλὰ διαφόρως ἢ ἐν τοῖς ἔμ‐ προσθεν, οὐδὲ τοῦτο αὐτὸ προστιθέντες ὅτι γεγραμμένοι ἔμπροσθέν εἰσιν. ἡμεῖς δὲ κατὰ τὸ τέταρτον ὑπόμνημα τὴν ἐξήγησιν αὐτῶν ἐποιησάμεθα, βραχύ τι τῇ λέξει διαφερόν‐ των. ὁ μὲν γὰρ ἕτερος τῶν νυνὶ γεγραμμένων ἐκ περιττοῦ
10προσκείμενον ἔχει καὶ καταπίνειν μὴ δύνασθαι ἀλλ’ ἢ μό‐ γις. ὁ δ’ ἕτερος ἔμπαλιν ὑπηλλαγμένον ἔχει τὸ μόγις, ὥστ’ εἶναι τὸ μὲν πρότερον τοιοῦτον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένη‐ ται καὶ καταπίνειν μὴ δύνηται ἀλλ’ ἢ μόγις, θανάσιμον.
15τὸ δὲ δεύτερον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαί‐ φνης ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. οἱ δὲ πρόσθεν, οὓς κατὰ
τὸ τέταρτον ἔφην ἐξηγήσασθαι τῶνδε τῶν ὑπομνημάτων,173 in vol. 18.1

18a

174

οὕτως εἶχον. ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόν‐ τος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, θανάσιμον. εἶθ’ ἑξῆς ὁ μετ’ αὐτὸν ἢ ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ μόγις καταπίνειν δύνηται, οἰδήμα‐
5τος μὴ ἐόντος ἐν τῷ τραχήλῳ θανάσιμον. ὅπερ οὖν ἐν τῷ προτέρῳ τῶν ἀφορισμῶν εἴρηται περιττὸν, νῦν ἐπισκεψώ‐ μεθα. καὶ γὰρ καὶ τεθέαμαι γινόμενον αὐτὸ, παντάπασιν ὀλεθρίως ἐχόντων τῶν καμνόντων, ὥστ’ ἤτοι μηδ’ ὅλως δύ‐ νασθαι καταπίνειν ἢ μόγις, οὐκ ὄντος οἰδήματος ἐν τῇ
10φάρυγγι. πάρεστι γὰρ τοῦτο διαγνῶναι σαφῶς ἀνοιχθέντος μὲν ἐπὶ πλεῖστον τοῦ στόματος, προβληθείσης δὲ τῇ κάτω γένυι τῆς γλώττης. ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ δυσχε‐ ρῶς καταπίνειν αἰτίαν ὑποληπτέον τὴν κοινωνίαν τοῦ χι‐ τῶνος, ὃς ὑποπέφυκεν ἐκ τῶν ἔνδον μερῶν, τοῦ τε στομά‐
15χου καὶ τοῦ λάρυγγος. ἐδείχθη γὰρ οὗτος ἐν τῇ διὰ τοῦ στόματος πορείᾳ τῶν σιτίων αὐτὸς μὲν ὑπὸ γαστρὸς κατα‐ σπώμενος, ἀνασπῶν δ’ ὅλον τὸν λάρυγγα. οἰδησάσης οὖν
τῆς ἐν τῷ λάρυγγι φλεγμονῆς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἔστι174 in vol. 18.1

18a

175

δ’ ὅτε μόγις ἕπεται κατασπώσῃ τῇ γαστρὶ, καὶ διὰ ταύτην τὴν αἰτίαν ἤτοι γ’ οὐδ’ ὅλως ἢ μόγις καταπίνουσιν.
— — —
ξʹ.
5Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται, ἀλλὰ μόλις θανάσιμον.
— — —
ξαʹ.
10Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ καὶ κα‐ ταπίνειν μὴ δύνηται οἰδήματος μὴ ἐόντος ἐν τῷ τρα‐ χήλῳ, θανάσιμον.
— — —
ξβʹ.
15Ὅκου ἐν ὅλῳ τῷ σώματι καὶ τὸ σῶμα καταψύχεται καὶ πάλιν θερμαίνεται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλει, μῆκος νόσου σημαίνει.
— — —175 in vol. 18.1

18a

176

Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶν ὑπο‐ μνημάτων ἐξηγησάμεθα τὴν αὐτὴν παρὰ βραχὺ λέξιν ἔχοντα τῇ νῦν εἰρημένῃ. γέγραπται γὰρ οὕτως· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα ψύχηται ἢ αὖθις
5θερμαίνηται καὶ εἰ χρῶμα ἕτερον ἐξ ἑτέρου γένηται, νόσου μῆκος σημαίνει.
— — —
ξγʹ. Ἱδρὼς πολὺς, θερμὸς ἢ ψυχρὸς, ἀεὶ ῥέων, σημαίνει ὑγρὸν
10 ἀπάγειν, ἰσχυρῷ μὲν ἄνωθεν, τῷ δ’ ἀσθενεῖ κάτωθεν.
— — —
Ἔμπροσθεν ἄλλον ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐξηγησάμεθα, ὃς κατὰ τόνδε τὸν τρόπον ἐγέγραπτο· ἱδρὼς πολὺς ἢ θερμὸς ἢ ψυχρὸς ἀεὶ
15ἐὼν, ὁ ψυχρὸς μείζω, ὁ θερμὸς ἐλάσσω νοῦσον σημαίνει. καὶ τήν γε διάθεσιν ἔφαμεν εἶναι τῶν γε τοιούτων ἱδρώτων
ὑγρότητος πλῆθος ἐν τῷ τοῦ κάμνοντος περιεχόμενον σώματι.176 in vol. 18.1

18a

177

διὰ τοῦτ’ οὖν ὁ νῦν ἡμῖν προκείμενος ἀφορισμὸς ἀπάγειν κελεύει τὴν περιττὴν ὑγρότητα, τοῖς μὲν ἰσχυροῖς μὲν ἄνω‐ θεν, ὅπερ ἐστὶ διὰ τῶν ἐμέτων, τοῖς δ’ ἀσθενεστέροις κά‐ τωθεν, ὅπερ καὶ αὐτὸ σημαίνει δι’ ὑπαγωγῆς γαστρός. ὅτι
5μὲν οὖν ἐκκενοῦν ἀεὶ χρὴ τοῦ σώματος τὰς περιττὰς ὑγρό‐ τητας ἄντικρυς δῆλον. εἰ δὲ τοῖς ἰσχυροῖς μὲν ἄνωθεν μόνον ἀεὶ, τοῖς δ’ ἀσθενέσι κάτωθεν, ἄξιον εἶναι δοκεῖ μοι σκέψεως. βέλτιον γὰρ ἴσως οὐ ταύτῃ διαιρεῖν τῶν βοηθη‐ μάτων τὴν χρείαν, ἀλλ’ ὡς ἡμῖν ἐν τῇ θεραπευτικῇ πραγ‐
10ματείᾳ περὶ τῶν τοιούτων ἁπάντων διώρισται. καὶ τοῦτον οὖν τὸν ἀφορισμὸν ἐκ τῶν παραγεγραμμένων εἶναι νομίζω. ἑξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἄλλοι τρεῖς εὑρίσκον‐ ται κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων καὶ τοῖς ἐξηγηταῖς ὁμοίως γεγραμμένοι βραχύ τι διαλλάττοντες τῇ λέξει τῶν
15ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. γράφουσι δ’ αὐ‐ τοὺς ὡδί.
— — —177 in vol. 18.1

18a

178

ξδʹ. Πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυ‐ ρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλεί‐ πωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
5
— — —
ξεʹ. Ὁκόσοι πυρετοὶ μακροὶ, τουτέοισι φύματα εἰς τὰ ἄρθρα ἢ πόνοι ἐπιγίνονται.
— — —
10
ξστʹ. Ὁκόσοις φύματα μακρὰ ἢ εἰς τὰ ἄρθρα πόνοι ἐκ πυρετοῦ γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.
— — —
Εὔδηλον δὲ ὅτι καὶ οὗτοι παρέγκεινται τῶν
15ἔμπροσθεν ἢ οὐδὲν ἢ βραχύ τι τῇ λέξει διαφέροντες, ἐξή‐ γημαι δ’ αὐτοὺς ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.
— — —178 in vol. 18.1

18a

179

ξζʹ. Ἤν τις τῷ πυρέσσοντι τροφὴν διδῷ ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαί‐ νοντι ἰσχὺς, τῷ κάμνοντι νοῦσος.
— — —
5
Γράφεται δὲ καὶ οὕτως ὁ ἀφορισμὸς ἤν τι τῷ πυρέσ‐ σοντι τροφὴν διδῷ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κά‐ μνοντι νοῦσος. ἑκατέρα δ’ ἡ λέξις ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἑρμηνείας, ἐπὶ τοῦτο δὴ τὸ καλούμενον κακόζηλον, οὐκ οἶδ’ ὅ τι βουληθέντων, ὅσοι διεσκεύασαν οὕτω πολυει‐
10δῶς τὸ τέλος τοῦ βιβλίου. τὰ μὲν αὐτῇ τῇ λέξει γράφοντες τῶν ἔμπροσθεν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένων, τὰ δ’ ὑπαλλάττοντες βραχύ τι, τὰ δ’ ὅλα παρεντιθέντες, ὥσπερ καὶ τουτὶ τὸ νῦν προκείμενον, οὐδ’ ἐγγὺς τῆς Ἱπ‐ ποκράτους ἑρμηνείας ἧκον. ἐκεῖνος μὲν γὰρ ἔμπροσθεν ἔφη·
15τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν τρέψῃς, μᾶλλον βλάψεις· καὶ ἢν ἐκ νόσου τροφὴν λαμβάνων τις μὴ ἰσχύει, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῇ χρῆται, ἢν δὲ χρὴ μὴ λαμβά‐
νοντος τοῦτο γίνηται τροφὴν εἰδέναι ὅτι κενώσεως δεῖται,179 in vol. 18.1

18a

180

καί τινα τοιαῦτα ἕτερα κατὰ φύσιν ἡρμηνευμένα. ὁ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν συνθεὶς κακοζήλως εἶπεν ἐπὶ τῆς τροφῆς, εἰ τῷ ὑγιαίνοντι ἰσχὺς αὕτη τῷ κάμνοντι νοῦ‐ σος βούλεται γὰρ λέγειν τὴν τροφὴν ἰσχύος μὲν εἶναι τοῖς
5ὑγιαίνουσι ποιητικὴν, βλάβης δὲ τοῖς νοσοῦσιν. ἢν νὴ Δία τοῖς μὲν ὑγιαίνουσιν αὔξειν τὴν ἰσχὺν, τοῖς δὲ κάμνουσι νόσον. ἡρμήνευκε δὲ ἀλλοκότως αὐτὸ τὴν τροφὴν αὐτὴν εἰπὼν ἰσχὺν μὲν τοῖς ὑγιαίνουσιν εἶναι νόσον δὲ τοῖς κά‐ μνουσιν, οὔτ’ ἰσχὺν οὖσαν, ἀλλ’ ἰσχύος ποιητικὴν, οὔτε νοῦ‐
10σον, ἀλλὰ νόσου ποιητικὴν, ἄμεινον δὲ εἰπεῖν αὐξητικήν.
— — —
ξηʹ. Τὰ διὰ τῆς κύστεως διαχωρέοντα ὁρῆν δεῖ, ἢν οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται. τὰ ἥκιστα οὖν ὅμοια τού‐
15τοισι, ταῦτα νοσερώτερα· τὰ δὲ ὁμοιότερα τοῖς ὑγιαί‐ νουσιν ἥκιστα νοσερά.
— — —180 in vol. 18.1

18a

181

Ὅμοια κατὰ τὸ σῶμα σύμπαν εἴρηται πρὸς Ἱπποκρά‐ τους ἔν τε τῷ προγνωστικῷ καὶ κατ’ ἄλλα βιβλία πάντα τοῖς ὑγιαίνουσι δηλοῦν ἀγαθόν τι, τὰ δ’ ἀνόμοια τοὐναντίον. τοῦτο οὖν καὶ νῦν πειρᾶται λέγειν ὁ συνθεὶς τὸν ἀφορι‐
5σμὸν τοῦτον. ὑποπτεύω γὰρ καὶ τοῦτον οὐχ Ἱπποκράτους εἶναι τῇ λέξει τεκμαιρόμενος οὐκ ἐχούσῃ τὴν αὐτὴν ἰδέαν ταῖς ἐκείνου καὶ τοῖς λεγομένοις αὐτοῖς οὐκ ἀπηκριβωμένῃ ὁμοίως ἐκείνου. ὅταν γοῦν εἴπῃ τὸ τὰ ἥκιστα ὅμοια τού‐ τοις, ταῦτα νοσερώτερά τις οὐκ ἂν μέμψαιτο νοσερώτερα
10λέγοντι αὐτῷ ἀντὶ τοῦ νοσερώτατα, τοῦ τε ὕστατον νοσώδη. τὸ γὰρ ἥκιστα μετ’ ἐπιτάσεώς τινος λέγεται καὶ πολλῆς τῆς εἰς τὸ παρὰ φύσιν παρατροπῆς. ἕκαστον δὲ τῶν παρὰ φύσιν εἰς ὅσον ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον καὶ μοχθηρόν ἐστι. τὰ γοῦν ἥκιστα τοῖς κατὰ φύσιν ὅμοια
15μάλιστά ἐστι τοῖς κατὰ φύσιν ἐναντία καὶ διὰ τοῦτο νοσε‐ ρώτατα.
— — —181 in vol. 18.1

18a

182

ξθʹ. Καὶ οἷσι τὰ ὑποχωρήματα ἢν ἐάσῃς στῆναι καὶ μὴ κι‐ νέῃς, ὑφίστανται οἷον ξύσματα, καὶ ἢν ὀλίγα ᾖ, ὀλίγη ἡ νοῦσος γίγνεται, ἢν δὲ πολλὰ, πολλὴ, τουτέοισι ξυμφέρει
5ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, βλάψεις καὶ ὁκόσῳ ἂν πλείω διδῷς μᾶλλον βλάψεις.
— — — Τὰ διὰ τῆς γαστρὸς ὑπιόντα λέγειν εἴωθεν
10αὐτὸς ὑποχωρήματά τε καὶ διαχωρήματα· καὶ διὰ τοῦτο καὶ νῦν ἐδεξαντό τινες ἐπὶ τῶν κατὰ τὴν γαστέρα κενου‐ μένων εἰρῆσθαι τὸν λόγον αὐτῷ. μάχεται δ’ αὐτὸ τὸ προσ‐ κείμενον ἐν τῇ λέξει, τὸ ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, οἰκεῖον γὰρ τοῦτο τοῖς ὑγροῖς, καὶ διὰ τοῦθ’ ἕτεροι πάλιν
15ἐπὶ τῶν οὔρων ἐδέξαντο λέγειν αὐτόν. ἑκάτεροι δὲ πάλιν σχιθέντες οἱ μὲν ἐφίστανται γράφουσι διὰ τοῦ ε τὴν πρώ‐ την συλλαβὴν, οἱ δὲ ὑφίστανται διὰ τοῦ υ. τοῖς μὲν οὖν
οὔροις οὐδέτερον ἐναντιοῦται τῶν ῥημάτων. καὶ γὰρ καὶ182 in vol. 18.1

18a

183

διὰ τῶν ὑφισταμένων αὐτοῖς καὶ διὰ τῶν ἐφισταμένων εἰώ‐ θαμεν καὶ τῶν παρόντων τι διαγινώσκειν καὶ τῶν μελλόν‐ των ἔσεσθαι, κατὰ δὲ τὰ διαχωρήματα τὸ ἐφίστασθαι μᾶλ‐ λόν πως πρέπει. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν οὔρων ἑτοίμη τῶν
5ὑφισταμένων ἡ διάγνωσις, οὕτω κἀπὶ τῶν διαχωρημάτων. ἐπὶ μὲν γὰρ τῶν οὔρων καὶ αὐτὸ τὸ ἄγγος ἐξ ὑέλου πεποιη‐ μένων ἐνδείκνυται τῶν ὑφισταμένων τὴν φύσιν, καὶ εἰ ἐν ἄλλῳ δέ τινι περιέχοιτο σκεύει, δυνατὸν ἀποχέοντας τὸ ἐπι‐ πολῆς αὐτὸ μόνον καταλιπεῖν τὸ ὑφιστάμενον. ἐπὶ δὲ τῶν
10διαχωρημάτων οὐδέτερον πιθανόν. πάλιν δὲ αὐτὸ τὸ ἐφε‐ ξῆς εἰρημένον τὸ οἷον ξύσματα τοῖς μὲν κατὰ τὴν γαστέρα διαχωροῦσι πρέπει, τοῖς δ’ ἐκφερομένοις τῶν οὔρων καθ’ ὁντιναοῦν τρόπον εἴτ’ ἄνωθεν εἴτε κάτωθεν ἁρμόττει. ξυσ‐ ματώδη μὲν γὰρ κατὰ τὴν γαστέρα διαχωρεῖται πολλάκις,
15ὀνομάζεταί τε συνήθως οὐχ ὑπὸ Ἱπποκράτους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἰατρῶν, οὐ μὴν ἐπί γε τῶν οὔρων. αὕτη
τοίνυν ἡ περὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα χρῆσις ἄκυρος183 in vol. 18.1

18a

184

ἐνδείκνυται παρεγκεῖσθαι καὶ τοῦτον τὸν ἀφορισμόν. ἔτι τε δὴ μᾶλλον ἐπειδὰν εἴπῃ, τούτοις συμφέρει ὑποκαθῆραι τὴν κοιλίην. οὐ γὰρ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ὅτῳ ξυσματώδη κατὰ τὴν κοιλίαν ὑπάγονται, τούτῳ συμφέρει καθαίρειν
5αὐτὴν, ὥσπερ οὐδὲ βλάβη τις ἐξ ἀνάγκης ἕπεται τροφὴν λαμβάνουσι τοῖς οὕτως ἔχουσιν. ὁρῶμεν γὰρ χολωδῶν δια‐ χωρημάτων γενομένων ἐκκρινόμενα κατὰ τὴν γαστέρα ξύσ‐ ματα, ἐφ’ οἷς οὔτε βλάπτονται ῥοφήματα λαμβάνοντες ἅπαν‐ τες οὔτε προκαθαίρειν αὐτοὺς ἀναγκαῖόν ἐστιν, ἐάν γε πᾶν
10ἤδη κεκενωμένον ᾖ τὸ χολῶδες. ἔτι δὲ μᾶλλον οὐδ’ εἰ τοῖς οὔροις ἐμφέροιτο οἷον ξύσματα, καθαίρειν προσήκει πρὸς τῷ καὶ χαλεπὸν εἶναι διαγνῶναι, τὴν ἰδέαν ὁποίαν τινὰ εἶναι βούλεται τῶν ἐμφερομένων τοῖς οὔροις ξυσματω‐ δῶν. ἀλλ’ οἱ τούτους τοὺς ἀφορισμοὺς παρενθέντες δο‐
15κοῦσί μοι χάριν αὐτοῦ τούτοις συνθεῖναι, τοῦ συγκεχύσθαι τε τὸν λόγον, ὥσπερ αἴνιγμα καὶ δεῖσθαι ζητήσεως πολλῆς, ἐν ᾗ καθιστάντες ἑαυτοὺς ἐξηγητὰς τῶν λεγομένων εὐδοκι‐
μοῦσι παρὰ τοῖς μειρακίοις. ὅτι δὲ οἱ λόγοι πάντες οἱ184 in vol. 18.1

18a

185

ἀσαφεῖς ἀφορμὰς πολυλογίας παρέχουσι τοῖς σοφισταῖς δῆ‐ λον ἔσται σοι κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἔνιοι γάρ τοι τῶν ἐξηγησαμένων αὐτὸν οὔ φασιν ἀπαγορεύειν τὸν Ἱπποκράτην, διδόναι ῥοφήματα τοῦ οὕτω διακειμένοις,
5ἀλλὰ πλέονι κωλύειν εἰρηκέναι, ὁκόσῳ ἂν πλέονα δι‐ δῷς μᾶλλον βλάψεις, ὥσπερ οὐ καὶ τῶν ἄλλων, ὅσοι χρῄ‐ ζουσι ῥοφημάτων ὑπὸ πλειόνων βλαπτομένων ἢ ὡς οὐκ ἀκό‐ λουθον τῷ φάντι, ὁκόσῳ ἂν πλεῖστα διδῷς μᾶλλον βλάψεις καὶ τοῖς ἐλάττοσιν ἐλάττονα τὴν βλάβην ἔσεσθαι νομίζειν.
10ἀλλ’ ὅμως διὰ τὸ τῆς ἑρμηνείας μοχθηρὸν ὑπάρχει τοῖς σοφισταῖς πορίζεσθαι τοῖς λόγοις διαλύσεις καὶ μᾶλλόν γε ὅταν ἐξῇ καὶ προσθεῖναί τι καὶ ἀφελεῖν καὶ μεταγράψαι, ὅπερ ἐν τοῖς ἀσαφέσι λόγοις εἰώθασι πράττειν. αὐτίκα γέ τοι καὶ κατὰ τοῦτον τὸν ἀφορισμὸν ἔνιοι τὸν καί σύνδεσμον
15προσθέντες, ἢν ἄλλοι τοῦ μετ’ αὐτὸν ἀρχὴν τίθενται, ταύ‐ την ποιοῦσι τούτου τελευτὴν, ἵνα ὁ λόγος οὕτω ἔχῃ, ἢν δὲ
μὴ καθαρὴν ποιήσας διδῷς, μᾶλλον βλάψεις καὶ ὁκόσαις ἂν185 in vol. 18.1

18a

186

κάτω ὠμὰ ὑποχωρέῃ, ὡς δηλονότι καὶ τούτοις ὅσῳ ἂν πλείω διδῷς, μᾶλλον βλάψεις. εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς πάλιν γρά‐ φουσιν. ὅτι χολῆς μελαίνης ἔνεστιν ἢν πλείω, πλείων, ἢν ἐλάσσω, ἐλάσσων ἡ νοῦσος. οἵ γε μὴν πολλοὶ τῶν ἐξηγητῶν
5ἑτέρως ἐξηγοῦνται καὶ γράφουσιν ὡς ὑπογέγραπται ῥῆσις.
— — —
οʹ. Ὁκόσα ἂν κάτω ὠμὰ ὑποχωρέῃ ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω πλείων, ἢν ἐλάσσω, ἐλάσσων ὁ νοῦσος.
10
— — —
Εἴρηται δὲ καὶ πρόσθεν ὅτι καὶ ἄλλοι τινές εἰσιν, ἔξεστι γὰρ ἐν τοῖς ἀσαφέσιν ὡς ἂν ἐθέλῃ τις γράφειν, οὐ‐ δενὸς ἐπὶ τοῖς μεταγράφουσι νόμου κειμένου, πολλάκις δὲ οὐ διὰ τὴν ἀσάφειαν, ἀλλ’ ὅτι ψευδής ἐστιν ὁ λόγος· διὰ
15τοῦτο ἀναγκάζονται προσγράφειν τοῖς ἐξ ἀρχῆς εὑρεθεῖσιν ἢ ἀφαιρεῖν ἢ μεταγράφειν, ὥσπερ ἀμέλει καὶ κατὰ τόνδε
τὸν ἀφορισμὸν, οὗ τὴν λέξιν οἱ πρῶτοι τῶν ἐξηγησαμένων186 in vol. 18.1

18a

187

τοὺς ἀφορισμοὺς, ὧν ἐστιν Ἡρόφιλος, ὁ Βακχεῖος, Ἡρα‐ κλείδης τε καὶ Ζεῦξις οἱ ἐμπειρικοὶ, τοιαύτην τινὰ γρά‐ φουσιν. ὁκόσοις ἂν κάτω ὠμὰ ὑποχωρέῃ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω, πλείονος, ἢν ἐλάσσω, ἐλάσσονος. ἀλλ’ ὅτι
5τῶν ἐπὶ μέρους τινὸς ὁ λόγος οὗτος ἑρμηνευτής ἐστιν, εἴ‐ ρηται δ’ ὡς ἐκ καθόλου, διὰ τοῦτο τὴν ἀπορίαν παρέσχεν. ἐπεί τοι λεγόμενον αὐτοῦ κατὰ τὴν λέξιν οὐδεμίαν ἔχει ζήτησιν, ἀποφαινομένου τοῦ γράψαντος αὐτήν. οἷς ἂν ὠμὰ χωρέῃ, διὰ χολῆς μελαίνης ἐνεῖναι τοῖς πέττουσιν ὀργάνοις
10δηλονότι, δι’ ἣν ψυχόμενα χείρω πέττει καὶ τρόπον ἀπε‐ ψίας ἐργάζεται τὸν κατ’ ὠμότητα, τῆς ξανθῆς χολῆς τὸ ἐναντίον ἐργαζομένης, οἷον κνισώδη γάρ τινα γίνεται δι’ αὐτὴν ἀπεπτούμενα. τινὲς δὲ καὶ τοῦτον τὸν λόγον ἔτι περὶ τῶν οὔρων ἡγοῦνται λέγεσθαι.
15— — —187 in vol. 18.1

18a

188

οαʹ. Αἱ ἀποχρέμψεις ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ δια‐ λείπουσι αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ χολώδεες καὶ δυσώδεες πᾶσαι κακαὶ, ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ
5 καὶ κατὰ κοιλίην καὶ κύστιν καὶ ὅκου ἄν τι ἀποχωροῦν στῇ κεκαθαρμένον κακόν.
— — —
Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν γέγραπται κατὰ τόνδε τὸν τρόπον. αἱ ἀποχρέμψιες ἐν τοῖσι πυρετοῖσιν ἐν
10τοῖσι μὴ διαλείπουσιν αἱ πελιδναὶ καὶ αἱματώδεες, πᾶσαι κακαί. ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ τὴν δια‐ χώρησιν καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μήτε τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. ἐξηγησάμεθα δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.
15
— — —
οβʹ. Τὰ σώματα χρὴ, ὅπου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν καὶ ἢν ἄνω εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην, ἢν δὲ κάτω, ῥυῆσαι τὴν κοιλίην.
20— — —188 in vol. 18.1

18a

189

Καὶ τούτου τοῦ λόγου τὸ πρῶτον μέρος ἔμπροσθεν γέ‐ γραπται, μὴ προσκειμένου τοῦ καὶ ἄνω ἢν βούλῃ εὔροα καὶ τὰ ἐφεξῆς, ἅτινα προσγράψαι βουλόμενος ἐνταυθοῖ τις ἐνέγραψεν αὖθις τὸν αὐτὸν ἀφορισμὸν μετ’ ἐξηγήσεως,
5ὥσθ’ ὑπάρχειν ἀληθῆ. ὅτι ἀληθεστέρα ταύτης ἑτέρα τίς ἐστιν ἐξήγησις, ἣν καὶ διὰ μακρᾶς πείρας ἡμεῖς ἐβασανίσα‐ μεν, ἔμπροσθεν δέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα.
— — —
ογʹ.
10Ὕπνος, ἀγρυπνίη, ἀμφότερα γιγνόμενα μᾶλλον τοῦ δέοντος, νοῦσος.
— — —
Καὶ οὗτος ὁ ἀφορισμὸς ἔν τισι τῶν ἀντιγράφων παρ‐ έγκειται πρόσθεν εἰρημένος ὅλος ὡσαύτως, πλὴν τοῦ κατὰ
15τὸ τέλος, ἐνταυθοῖ μὲν γὰρ νόσος. ἐκεῖ δὲ πολὺ βέλτιον γέγραπται κακόν.
— — —189 in vol. 18.1

18a

190

οδʹ. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται καὶ πυρετὸς ἔχῃ, θανάσιμον.
— — —
5
Καὶ οὗτος ὁ ἀφορισμὸς εἰκῆ γέγραπται πρόσθεν ἄμει‐ νον εἰρημένος, χωρὶς τοῦ καὶ πυρετὸς ἔχῃ. νῦν δὲ ἐκ πε‐ ριττοῦ πάλιν ἔχει προσκείμενον τὸ καὶ πυρετὸς ἔχῃ· προει‐ ρηκότος γὰρ αὐτοῦ κατὰ τὴν ἀρχὴν, ἐν τοῖσι μὴ διαλεί‐ πουσι πυρετοῖς, ματαία πάλιν ἡ ἐπὶ τῇ τοῦ λόγου τελευτῇ
10προσθήκη καὶ πυρετὸς ἔχῃ.
— — —
οεʹ. Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθε‐
15νέος ἐόντος, ὅτι ἂν τούτων γένηται, ἐγγὺς ὁ θάνατος.
— — —190 in vol. 18.1

18a

191

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν. ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖ‐ λος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενοῦς ἐόντος, ὅ τι ἂν τουτέων γένηται,
5ἐγγὺς ὁ θάνατος.
— — —
οστʹ. Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.
— — —
10 Τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις ὁ λευκοφλεγματίας ὕδερος ἔσται.
— — —
οζʹ.
15Ἐπὶ διαῤῥοίῃ δυσεντερίη.
— — —
Ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνε‐
ται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βά‐191 in vol. 18.1

18a

192

θους τούτου γινομένου καὶ οὕτως ἑλκουμένων. ἔμπροσθεν δὲ βέλτιον ἐν ἀφορισμῷ γνησίῳ γέγραπται κατὰ τόνδε τὸν τρόπον· ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία καὶ ἡμεῖς ἐξηγησάμεθα τὸν ἀφορισμὸν τοῦτον ἐν ἕκτῳ τῶν ὑπομνη‐
5μάτων.
— — —
οηʹ. Ἐπὶ δυσεντερίῃ λειεντερίη ἐπιγίνεται.
— — —
10
Καὶ οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστιν ἀφορισμοῦ εἰρη‐ μένου ἔμπροσθεν τοῦτον τὸν τρόπον· ὅσοι σπληνώ‐ δεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τούτοισιν ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη, καὶ ἀπόλλυνται. ἐξηγησάμεθα δὲ καὶ ἡμεῖς αὐτὸν κατὰ τὸ ἕκτον
15τῶν ὑπομνημάτων.
— — —
οθʹ. Ἐπὶ σφακελισμῷ ἀπόστασις ὀστέου.
— — —192 in vol. 18.1

18a

193

Ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν ἀπόστασιν αὐτοῦ ἕπεσθαι ἢ τῷ τῆς προκειμένης σαρκὸς, οὐκ ἐδήλωσε, δύναται δ’ ἑκάτερον ἀληθῶς λέγεσθαι.
5
— — —
πʹ. Ἐπὶ αἵματος ἐμέτῳ φθόη καὶ τοῦ πύου κάθαρσις ἄνω.
— — —
Ἐπὶ τῇ φθόῃ ῥεῦμα ἐκ τῆς κεφαλῆς ἐπὶ τῷ ῥεύματι
10διάῤῥοια, ἐπὶ τῇ διαῤῥοίᾳ σχέσις τῆς ἄνω καθάρσεως, ἐπὶ τῇ σχέσει θάνατος. ἐν τοῖς πλείοσι τῶν ἀντιγράφων καὶ παρὰ τοῖς πλείστοις τῶν ἐξηγητῶν γέγραπται· ἐπὶ αἵματος ἐμέτῳ φθορά. κατά τινα μέντοι τῶν ἀντιγράφων ἐπὶ αἵματος ἐμέτῳ φθόη γέγραπται. φαίνεται γοῦν ὅτι καὶ ταῦτα συνη‐
15ράνισται μοχθηρῶς ἐκ πολλῶν Ἱπποκρατείων ἀποφάσεων συγκείμενα παρεφθαρμένως, μάλιστα δὲ παρ’ ἐκείνων τῶν ἀφορισμῶν ἐπὶ αἵματος πτύσει, πύου πτύσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ σίαλον ἴσχηται, ἀποθνήσκουσιν.
— — —193 in vol. 18.1

18a

194

παʹ. Ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν καὶ ἐν τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας καὶ ἤν πη ἄλλη τῆς φύσεως ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον,
5 ὀλίγη νοῦσος γίνεται, ἢν πολὺ δὲ, πολλὴ, ἢν πάνυ πολλὴ, θανάσιμον τὸ τοιοῦτον.
— — —
Οὗτος ὕστατος ὁ ἀφορισμὸς ἐν πλείστοις τῶν ἀντιγρά‐ φων γέγραπται, κατά τινα μέντοι καὶ ἄλλοι πρόσκεινται,
10διεσκευασμένοι καθάπερ καὶ οἵδε οὓς διεληλύθαμεν ἐκ τῶν γνησίων ὄντας οὕτως, ὥστε τοὺς μὲν αὐτῇ τῇ λέξει, τοὺς δὲ παρὰ βραχὺ, τοὺς δὲ μετὰ βραχείας προθέσεως ἐοικέ‐ ναι τοῖς ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους γεγραμμέ‐ νοις, ὅθεν αὐτοὺς οὐδ’ ἡμεῖς ἔτι προσεθήκαμεν. οὐδὲ γὰρ
15αὐτὸς οὗτος ὁ νῦν προκείμενος ἔχει τι περιττότερον ὧν πολλάκις ὁ Ἱπποκράτης ἔδειξεν, ἀλλὰ καὶ ὁ τρόπος τὰς ἑρ‐ μηνείας εὔδηλος ὁ κατ’ ἐκεῖνον. τὸ δὲ οἷα καὶ ἐν τοῖς κατὰ
τὴν κύστιν καὶ ἐν τοῖς κατὰ τὴν κοιλίαν ἀποδόσεως χρῄζει,194 in vol. 18.1

18a

195

τό γε μὴν κεφάλαιον, ὡς ἔφην, ἀληθές. εἰ μὲν γὰρ ὀλίγον ἐκβαίνοι τοῦ κατὰ φύσιν ἐν οἵῳ δή ποτε μορίῳ μακροτέραν τὴν νόσον· εἰ δ’ ἐπὶ πλέον, πολλὴν ὑποληπτέον· εἰ πάνυ πολλὴ τοῦ κατὰ φύσιν ἡ μετάβασις γένηται, θανάσιμον
5εἶναι τὸ τοιοῦτον νόσημα.195 in vol. 18.1