TLG 0057 091 :: GALENUS :: In Hippocratis librum vi epidemiarum commentarii vi GALENUS Med., vel Claudius Galenus In Hippocratis librum vi epidemiarum commentarii vi Citation: Kühn volume — page — (line) | ||
17a793(t1) | 〈ΓΑΛΗΝΟΥ〉 | |
t2 | ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
---|---|---|
t3 | 〈ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ | |
t3 | ||
1 | Οὐκ οἶδ’ ὅπωc καὶ τοῦτο τὸ βιβλίον, ὥcπερ καὶ ἄλλο τι τῶν τοῦ〉 Ἱπποκράτουc cυγγραμμάτων ἐλυμήναντο πολλοὶ τῶν ἐξηγητῶν ἄλλοc ἄλλωc, ὡc ἕκαcτοc ἤλπιcε πιθανῶc ἐξηγήcαcθαι, τὴν κατὰ τοῦτο λέξιν ὑπαλλάττων, ὥcτε ἠναγκάcθην ἐγὼ διὰ τοῦτο τά τε παλαιότατα τῶν | |
5 | ἀντιγράφων ἐπιζητῆcαι τά τε ὑπομνήματα τῶν πρώτων ἐξηγηcαμένων | |
17a794 | τὸ βιβλίον, ἐν οἷc καὶ Ζεῦξίc ἐcτι 〈καὶ〉 | ὁ Ταραντῖνοc καὶ ὁ Ἐρυ‐ θραῖοc Ἡρακλείδηc καὶ πρὸ αὐτῶν Βακχεῖόc τε καὶ Γλαυκίαc. | |
εἰ μὲν οὖν μετὰ τὸ δηλῶcαι τὴν παλαιὰν γραφὴν ἔλεγον ἡμαρτῆcθαι τὴν λέξιν εἰκὸc εἶναι καὶ διὰ τοῦτο ὑπονοεῖν αὐτοὶ τὴν Ἱπποκράτουc γρα‐ | ||
5 | φὴν εἶναι τήνδε τινά, κἂν ἀπεδεξάμην αὐτούc, εἴ γε μετὰ τὴν ἐπανόρ‐ θωcιν ἑώρων διδάcκοντάc τι χρήcιμόν τε ἅμα καὶ τῆc γνώμηc ἐχόμενον τοῦ παλαιοῦ. ἐπεὶ δὲ ἐνίοτε καὶ κατ’ ἄμφω cφάλλονται, πολὺ βέλτιον ἔδοξέ μοι φυλάττοντι τὴν ἀρχαίαν γραφὴν ἀεὶ μὲν cπουδάζειν ἐκείνην ἐξηγεῖcθαι, μὴ δυνηθέντι δέ ποτε τοῦτο πρᾶξαι πιθανὴν τὴν ἐπανόρ‐ | |
10 | θωcιν αὐτῆc ποιεῖcθαι, καθάπερ ὁ Ἡρακλείδηc ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐποιήcατο κατὰ τὴν λέξιν ἐκείνην ἐν ᾗ γέγραπται· “πρὸc δὲ τὸ Ἀφροδίcιον αἱ οὐραὶ ἔβλεπον.” ἐπειδήπερ τοῖc ἐξηγηcαμένοιc τὴν “οὐραὶ” γραφὴν ἀπιθάνωc εἴρηται, “τάχα”, φηcί, ”‘θύραι‘ μὲν ἦν γεγραμμένον διὰ τοῦ θ, τῆc μέcηc δὲ γραμμῆc ἐν αὐτῷ διαφθαρείcηc | |
17a795 | ἔδοξεν ὁ βιβλιογράφοc ‘οὐραὶ‘ γεγράφθαι”. δυ|νατὸν γὰρ δὴ οὕτωc καὶ λεπτῆc ἰνὸc ἀπολωλυίαc cυναπολέcθαι τὴν γραμμὴν ταύτην, καὶ μυίαc 〈γ’〉 αὐτὴν ἐκφαγούcηc, καὶ κατ’ ἀρχὰc εὐθὺc αὐτὴν ἀμυδρῶc γρα‐ φεῖcαν ἐξίτηλον [αὐτὴν] ὑπὸ τοῦ χρόνου γενέcθαι. πάντων δὲ τῶν | |
5 | ὑπαλλαξάντων τὰc παλαιὰc γραφὰc τολμηρότατα τοὺc περὶ Καπί‐ τωνα καὶ Διοcκουρίδην εὑρίcκω πράξανταc τοῦτο. πότερον μὲν οὖν ἄμεινόν ἐcτιν ἁπάντων αὐτῶν ἢ μόνων τῶν εὐλόγωc μεταγραψάντων ἢ μηδενὸc ὅλωc μεμνῆcθαι, cκοπούμενοc εὗρον, εἰ μὲν τῷ μήκει τῶν ὑπομνημάτων οὐδεὶc ἔμελλε 〈τῶν〉 ἀναγνωcομένων αὐτὰ δυcχεραίνειν, | |
10 | ἁπάντων μεμνῆcθαι κάλλιον εἶναι, μεμφομένων δὲ πολλῶν οὐ τούτοιc μόνον, ἀλλὰ καὶ τοῖc cυμμέτρωc ἔχουcι καὶ μόνα cπουδαζόντων τὰ χρήcιμα, μέcην τινὰ τούτων ἀμφοτέρων ποιήcαcθαι τὴν ἐξήγηcιν καὶ τοῦτο εὐθέωc ἐν ἀρχῇ προειπεῖν, ὅπωc ἀπαλλάττωνται τῶνδε τῶν | |
ὑπομνημάτων οἱ μὴ χαίροντεc τούτοιc. ἐγὼ μὲν γάρ, ὥcπερ καὶ τἄλλα | ||
17a796 | πάντα πολλοῖc τῶν δεηθέντων ἑταίρων χαριζόμενοc ἐποίηcα, | καὶ τὰc ἐξηγήcειc ταύταc ἐκείνων ἕνεκα cυνέθηκα. θεωρῶν δ’ εἰc πολλοὺc ἐκ‐ πίπτοντα τὰ γραφόμενα προοιμίων τοιούτων ἐδεήθην. ὥcπερ οὖν τοῦτο προεῖπον, οὕτω καὶ τόδε προειπεῖν ἀναγκαῖόν ἐcτιν, ὡc τὸ τῆc ἑρμη‐ | |
5 | νείαc εἶδοc ἐν τῷδε τῷ βιβλίῳ πάμπολυ διαλλάττει τοῦ κατὰ τὸ πρῶτον καὶ τρίτον τῶν Ἐπιδημιῶν, ἃ cχεδὸν ἅπαντεc ἡγοῦνται γε‐ γράφθαι πρὸc ἔκδοcιν ὑφ’ Ἱπποκράτουc μόνα, τῶν δ’ ἄλλων πέντε τὸ μὲν πέμπτον τε καὶ ἕβδομον ἐναργῶc εἶναι νόθα, τὸ δ’ ἕκτον τοῦτο καὶ πρὸ αὐτοῦ τὸ δεύτερον, ἐξ ὧν αὐτὸc 〈ὁ〉 Ἱπποκράτηc | |
10 | ἑαυτῷ παρεcκευάcατο, φαcὶν ὑπὸ Θεccαλοῦ τοῦ υἱέοc αὐτοῦ cυν‐ τεθῆναι. καὶ τινὲc μὲν ἡγοῦνται καὶ αὐτόν τι παρεγγράψαι τὸν Θεccαλόν, τινὲc δὲ ἄλλουc τῶν μετ’ αὐτόν. ἐν μὲν οὖν τῷ πρώ‐ τῳ καὶ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν καταcτάcειc γέ τιναc γράφει τοῦ περιέχοντοc, ἐφ’ αἷc τὰ ἐπιδημήcαντα νοcήματα γίγνεται (ταύτῃ γὰρ | |
15 | ἐπ’ αὐτῶν αὐτὸc φαίνεται τῇ λέξει χρώμενοc καὶ διὰ τοῦτο καὶ τὸ | |
17a797 | ἐπίγραμμα τοῖc βιβλίοιc τοῦτο ἐποιήcατο, τῶν ἐπι|δημίων νοcημάτων διδαcκαλίαc 〈ἐν〉 αὐτοῖc γινομένηc, οὐ τῶν αὐτοῦ τοῦ Ἱπποκράτουc ἐπιδημιῶν, ἃc ἐποιεῖτο κατὰ τὰc πόλειc), ἐνταυθοῖ δὲ τοῦτο μὲν ὀλίγον ἐcτίν. τὸ δὲ πλεῖcτον εἶδοc τῆc διδαcκαλίαc ἀφοριcμοί τινεc εἶναι | |
5 | φαίνονται, κατὰ περιγραφὴν ἕκαcτοc ἰδίαν γεγονότεc. ὥcτε δι’ ἀπο‐ ρίαν οἰκείαc ἐπιγραφῆc καὶ ταῦτα τὰ δύο βιβλία cυγχρήcαcθαί φαcι τῇ τῶν “Ἐπιδημιῶν”, ὀλίγιcτον ἔχοντα τὸ τῆc ἐπιγραφῆc οἰκεῖον. | |
ἐοικὸc δὲ αὐτοῖc ὅcον ἐπὶ τῷ χαρακτῆρι τῆc λέξεωc τὸ τέταρτον ἀπο‐ λείπεται πάμπολυ τοῦ χρηcίμου τῆc θεωρίαc. ὅcοι δὲ ‘Θεccαλοῦ κατα‐ | ||
10 | cτάcειc‘ ἐπέγραψαν τὸ προκείμενον βιβλίον τοῦτο, προδήλωc ἥμαρτον. 〈ἀλλ’〉 ἀρκεῖ νῦν μοι ταῦτα προειρῆcθαι, γεγραμμένων ἐνίοιc τῶν ἐξηγητῶν καὶ ἄλλων οὐκ ὀλίγων, ἃ διὰ τὸ μὴ βούλεcθαι μηκύνειν ἀκόλουθον ἦν παραλιπεῖν. | | |
13 | ||
17a798 | Ὁκόcῃcιν ἐξ ἀποφθορῆc περὶ ὑcτέ‐ ρην καὶ οἰδημάτων ἐc καρηβαρίην τρέπεται. | |
2 | Ἅπαξ εἰπεῖν τινα κοινὸν λόγον ἐπὶ κοινῷ πράγματι διέγνωκα· τῶν δὴ ἀναγνωcομένων ἑκάcτῳ κατὰ τὴν οἰκείαν διάλεκτον, ὅπωc ἂν ἑαυ‐ | |
5 | τὸν πείcῃ, 〈λέγειν καὶ〉 γράφειν ἐξέcτω. τινὲc μὲν γὰρ ὅcῃcι διὰ τριῶν cυλλαβῶν, ἔνιοι δ’ ὁκόcῃcι διὰ τεccάρων ἔγραψαν, ἔνιοι δ’ οὐ διὰ τοῦ κ γράφουcιν ὁκόcῃcιν, ἀλλὰ διὰ τοῦ π τὴν δευτέραν cυλ‐ λαβήν, καθάπερ ὁ Καπίτων οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάντα τὰ τοι‐ αῦτα. διαφέρει δ’ οὐδὲν ὡc πρὸc τὰ τῆc τέχνηc ἔργα γράφειν οὕτωc | |
10 | ἢ ἐκείνωc, ὥcτ’ ἄμεινον ἔδοξέ μοι μόναc ἐκείναc τῶν γραφῶν προ‐ χειρίζεcθαι κατὰ τὸν λόγον, ὅcαι τὸ δηλούμενον ὑπαλλάττουcι, τὰc δὲ ἐν αὐτῇ μόνῃ τῇ λέξει διαφερομέναc ἄνευ τοῦ καὶ τὰ πράγματα μετα‐ κινεῖν ἐπιτρέπειν, ὡc ἂν ἐθέλῃ γράφειν καὶ λέγειν, ἑκάcτῳ. αὖθιc οὖν | |
17a799 | ἀφ’ ἑτέραc | ἀρχῆc ἀναλαβὼν τὴν προγεγραμμένην ῥῆcιν ἐπὶ τὴν ἐξ‐ ήγηcιν αὐτῆc τρέψομαι. | |
2 | Ὁκόcῃcι ἐξ ἀποφθορῆc περὶ ὑcτέ‐ ρην καὶ οἰδημάτων ἐc καρηβαρίην τρέπεται καὶ κατὰ τὸ | |
5 | βρέγμα αἱ ὀδύναι καὶ ὅcαι ἄλλαι ἀπὸ ὑcτερέων, ταύτῃcιν ἐν ὀκτὼ ἢ δέκα μηcὶν ἐc ἰcχίον τελευτᾷ. | |
6 | Ὃ καλοῦcιν “ἄμβλωcιν” οἱ Ἀττικοί, τοῦτο cυνήθωc Ἱππο‐ κράτηc ἀποφθορὰν ὀνομάζει, καὶ τὰ ῥήματα δὲ τὰ παρακείμενα τῇ προcηγορίᾳ τῇδε καὶ τὰc ὑπὸ τῶν γραμματικῶν ὀνομαζομέναc μετοχὰc | |
10 | ἀνὰ λόγον αὐτῇ γράφει. τὸ δ’ “ἀμβλώcκειν” (ἴcωc γάρ τιc ἀγνοεῖ καὶ τοῦτ’ αὐτό) κατὰ τῆc ἀτελοῦc τῶν ἐμβρύων ἐκτρώcεωc ἐπιφέρουcιν, ὅπωc ἂν ᾖ γεγονυῖα, καὶ τὰ φάρμακα δὲ τὰ τοῦτ’ ἐργαζόμενα καλοῦcιν | |
17a800 | “ἀμβλωτικά”. τὸ μὲν οὖν cημαινόμενον ὑπὸ τῆc λέξεωc ἅπαξ | εἰρῆcθαι νῦν ἀρκέcει. τῶν δὲ χρηcίμων ἀρκτέον ἤδη, τοcοῦτον ἐπιcημηναμένουc, ὡc ταύτην τὴν ῥῆcιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἐν τῇδε τῇ λέξει γρά‐ φουcιν· “ὁκόcῃcιν ἀπὸ φθορῆc περὶ ὑcτέραc καὶ οἰδημάτων εἰc καρη‐ | |
5 | βαρίαc τρέπεται”, φθοράν, οὐκ ἀποφθορὰν βουλόμενοι δηλονότι τὴν ἄμβλωcιν ὀνομάζειν. οἱ δὲ προcτιθέντεc τὴν ἐξ πρόθεcιν ἀποφθορὰν δηλονότι αὐτὴν ἐβουλήθηcαν καλεῖcθαι. φαίνεται μὲν οὖν καὶ οὕτω πολλάκιc ὀνομάζων Ἱπποκράτηc, εἰ μέντοι καὶ νῦν, ἄδηλον. ὥcπερ δ’ ἐν τούτῳ, κἂν διαφερόντωc γράφωcι, τὴν αὐτὴν τοῦ λόγου φυλάτ‐ | |
10 | τουcι διάνοιαν, οὕτω κἀν τῷ περὶ ὑcτέραc πληθυντικῶc ἢ ὑcτέρην ἑνικῶc ἢ καρηβαρίην 〈ἑνικῶc〉 ἢ καρηβαρίαc πληθυντικῶc οὐχ ὑπαλλάττουcι τὴν τοῦ λόγου διάνοιαν. ὅθεν ἐγὼ [Γαληνὸc] παρ‐ ῃτηcάμην καὶ τοιαύταc ἐν τῇ λέξει διαφωνίαc κρίνειν, ὅcαι τῶν δηλου‐ μένων πραγμάτων οὐδὲν ὑπαλλάττουcι. | |
15 | τὸ γοῦν λεγόμενον ὑφ’ Ἱπποκράτουc τοιοῦτόν ἐcτιν· αἷc ἂν | |
17a801 | γυναιξὶν ἐπὶ | διαφθορᾷ τῶν ἀμβρύων οἰδήματα ἐχούcαιc ἐν τῇ μήτρᾳ κατὰ cυμπάθειαν ἀκολουθήcῃ καρηβαρία, ταύταιc κατὰ τὸ βρέγμα γίγνεcθαι τὴν ὀδύνην. ὡcαύτωc δὲ καὶ τὰc ἄλλαc καρηβαρίαc, ὅcαι διὰ τὰ τῆc μήτραc πάθη γίνονται, κατὰ τὸν αὐτὸν λόγον † ἐρει‐ | |
5 | δούcαc ἔχειν τὰc ὀδύναc εἰc τὸ βρέγμα.‘ πρῶτον μὲν οὖν ἀναγκαῖόν ἐcτιν ἐπιcκέψαcθαι, τί ποτε cημαίνει τὸ τοῦ οἰδήματοc ὄνομα. φαί‐ | |
νεται γὰρ ὁ Ἱπποκράτηc ἀεί, καθότι δέδεικται πολλάκιc, ἅπανταc τοὺc παρὰ φύcιν ὄγκουc οὕτωc ὀνομάζων, ἐάν τε ἀνώδυνοι καὶ cκλη‐ ροὶ τυγχάνωcιν ὄντεc, οὓc ὀνομάζουcιν ἰδίωc cκίρρουc, ἐάν τε ὀδύ‐ | ||
10 | νην ἔχωcιν, οὓc ὀνομάζουcιν ἰδίωc φλεγμονάc, ἐάν τε ἀνώδυνοί 〈τ’〉 ὦcι καὶ χαῦνοι, καλοῦcι δὲ μόνουc τούτουc οἰδήματα. νυνὶ μέντοι φαίνεται τοιούτων οἰδημάτων μνημονεύων, ὅcα γε χρονίcαι δύναται καὶ καρηβαρίαν ἐργάcαcθαι, τουτέcτι τῆc κεφαλῆc 〈βάροc〉. ὅτι μὲν οὖν ἐπὶ ταῖc διαφθοραῖc τῶν ἐμβρύων εἴωθε γίνεcθαι τοῦτο, τὸ φαι‐ | |
15 | νόμενον αὐτὸ μαρτυρεῖ. τίc δ’ ἐcτὶν ἡ αἰτία τοῦ μᾶλλον τῶν ἄλλων | |
17a802 | τῆc κεφαλῆc μερῶν ὀδυνᾶcθαι τὸ βρέγμα πειρα|θέντεc εὑρεῖν ἔνιοι τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἀλλήλοιc διηνέχθηcαν, τινὲc μὲν τὸ κατ’ ἴξιν, ὅπερ ἐcτὶ τὸ κατ’ εὐθυωρίαν, αἰτιαcάμενοι· τοῖc μὲν γὰρ κατ’ ὀcφύν τε καὶ ὅλωc τὴν ῥάχιν ἐν πάθει τινὶ γενομένοιc μορίοιc ἐπὶ | |
5 | τὸν ὀπίcθιον ἐγκέφαλον ἀνήκειν φαcὶ τὴν εὐθυωρίαν, 〈τοῖc δὲ κατὰ τὰ, ἔμπροcθεν τοῦ cώματοc ἐπὶ τὸ βρέγμα〉· τινὲc δὲ καὶ τῆc μήτραc αὐτῆc τοῖc μὲν τὰ ὄπιcθεν πάcχουcι τὰ κατὰ τὸ ἰνίον φαcὶ cυμπάcχειν, τοῖc δὲ τὰ πρόcω τὰ κατὰ τὸ βρέγμα· τινὲc δὲ ἀποχωρήcαντεc ἀπὸ τοῦ κατ’ εὐθυωρίαν, ὃ δὴ καὶ κατ’ ἴξιν ὁ Ἱπποκράτηc ὀνομάζει | |
10 | cυμπάcχειν φαcὶ τῇ μήτρᾳ τὸν ἐγκέφαλον, ὡc ἂν νευρώδει μορίῳ νεύρων ἀρχῆc ὄντοc αὐτοῦ, καὶ διὰ τοῦτο γίνεcθαι τὰc καρηβαρίαc, ἅτε δὲ πλείcτου κατὰ τὸ βρέγμα κειμένου τοῦ ἐγκεφάλου, κατὰ τοῦτο διαcημαίνειν μάλιcτα τὴν ὀδύνην. ἔνιοι δὲ ἀcθενέcτατον εἶναι τοῦτο τὸ μέροc τῆc 〈ὅληc〉 κεφαλῆc εἰπόντεc εἰκότωc φαcὶ μειζόνωc | |
15 | τῶν ἄλλων αὐτὸ πάcχειν. ὅcοι μὲν γὰρ ἀπὸ τῶν μέcων τοῦ ἐγκεφάλου τῶν κατὰ τὸ βρέγμα ἐπὶ τὰc μήτραc νεῦρα πεφυκέναι λέγουcι, | |
17a803 | τούτων οὐδὲ μεμνῆcθαι καλόν, ὥcπερ ἴcωc οὐδὲ τῶν φαcκόντων, | 〈ὡc,〉 διότι νευρώδηc ἡ μήτρα, διὰ τοῦτο αὐτῇ cυμπάcχει 〈παθούcῃ καὶ〉 | |
τῶν νεύρων ἡ ἀρχή. πῶc γὰρ οὐκ ἂν ἐγγὺc μᾶλλον ὂν τὸ περιτόναιον καὶ τὰ ἔντερα καὶ ἡ γαcτὴρ καὶ τὸ διάφραγμα cυνεπάθηcεν αὐτῇ, νευ‐ | ||
5 | ρώδη γε ὄντα καὶ αὐτά; τούτων δ’ ἔτι χείρουc οἱ λέγοντεc τοῖc ὄρχεcι τὸν ἐγκέφαλον cυμπάcχειν, ἐπειδὴ καὶ αὐτοὶ τὴν αὐτὴν ἔχουcιν οὐcίαν ἐγκεφάλῳ, καὶ διὰ τοῦτο καὶ τῇ μήτρᾳ, καὶ γὰρ καὶ ταύτην ὄρχειc ἔχειν. ἐὰν δὲ καὶ τῶν ἔτι φαυλοτέρων ἢ κατὰ τούτουc μνημονεύω, τάχ’ ἄν τιc ἐγκαλέcει μοι καὶ φήcει μηδ’ ὧν ὀλίγον ἔμπροcθεν | |
10 | ἔγραψα μεμνῆcθαί με. κάλλιον οὖν ἦν παρῃτημένον τὰc φλυαρίαc αὐ‐ τῶν ἅπαξ μηδ’ ὅλωc ἔτι μνημονεύειν ὧν εἰρήκαcι. τῶν δὲ λεγόντων νευρώδη τὴν μήτραν εἶναι κατὰ μέν τι cημαι‐ νόμενον ἀληθῆ τὸν λόγον ἡγητέον εἶναι, καθ’ ἕτερον δὲ ψευδῆ. τρία γάρ ἐcτι γένη cωμάτων ὁμοιομερῶν ἐν τοῖc ζῴοιc ἄναιμά τε καὶ ἀκοί‐ | |
17a804 | λια φαινόμενα, τὰ μὲν ἐξ ὀcτῶν, τὰ δ’ ἐξ ἐγκεφάλου καὶ νω|τιαίου, τὰ δὲ ἐκ μυῶν φυόμενα. ὀνομάζεται δὲ ὑπὸ μὲν Ἱπποκράτουc τοὐπίπαν τὸ μὲν πρῶτον αὐτῶν εἰρημένον cύνδεcμοc, τὸ δὲ δεύτε‐ ρον νεῦρόν τε καὶ τόνοc, τὸ δὲ τρίτον τένων. ἔνιοι δὲ νεῦρα πάντα | |
5 | καλέcαντεc δι’ ἣν εἶπον ὁμοιότητα τὸ μὲν πρῶτον αὐτῶν γένοc cυν‐ δετικὸν εἶναί φαcι, τὸ δὲ δεύτερον αἰcθητικόν τε καὶ προαιρετικόν, τὸ δὲ τρίτον ἀπονεύρωcιν ὀνομάζουcιν. ἀλλ’ οὐδ’ ἐξ ἑνὸc τῶν τριῶν τού‐ των γενῶν ἡ μήτρα μετέχει νεύρων πολλῶν. ἐπεὶ δ’ ἔκταcίν τε καὶ cυcτολὴν ἄχρι πλείcτου τὸ cῶμα αὐτῆc φαίνεται ποιούμενον, ὃ μήτε | |
10 | τοῖc cαρκώδεcι· μήτε τοῖc πιμελώδεcι μορίοιc ὑπάρχει, κατὰ τοcοῦτον νευρώδη προcαγορεύομεν αὐτὴν ἀπό τινοc ὁμοιότητοc, κἀντεῦθεν παρ‐ άγωγον ὄνομα τῶν νεύρων ποιηcάμενοι, καθάπερ ἀμέλει καὶ τὴν κύcτιν οὕτω προcαγορεύειν εἰώθαcι καὶ τἄλλα πάντα τὰ λευκὰ καὶ ἄναιμα κατὰ τὴν οὐcίαν, ὅταν ἐκτείνεcθαί τε μέχρι πλείcτου καὶ πάλιν εἰc | |
15 | ἑαυτὰ cυνιζάνειν φαίνηται. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὴν τοῦ καλου‐ | |
17a805 | μένου καυλοῦ φύ|cιν ἐν τοῖc τῶν ἀρρένων αἰδοίοιc νευρώδη φαcὶν εἶναι καὶ τῆc μήτραc τὸν τράχηλον. εἰcὶ δ’ οἳ καὶ cηραγγῶδέc τε νεῦρον ὀνομάζουcι τὸν καυλὸν τοῦ αἰδοίου καὶ δι’ ἐκεῖνον καὶ ὅλον αὐτὸ νευ‐ ρῶδεc καλοῦcι. κἄπειτ’ ἐπιλαβόμενοι τῆc ὁμοιότητοc, οὐ κατὰ τὴν | |
5 | δύναμιν τῶν ὄντωc νεύρων, ἀλλὰ κατὰ τὴν cωματικὴν οὐcίαν αὐτῆc οὔcηc, ζητοῦcι διὰ τί cυμπαθείαc οὐ φέρει μεγάλαc ταῖc τῶν νεύρων ἀρχαῖc ὁ καυλόc· ἀρχὰc δὲ δηλονότι νεύρων ἐγκέφαλόν τε καὶ νω‐ | |
τιαῖον λέγω. καὶ κατὰ τὴν μήτραν τοίνυν ἐμφύεται μέν τινα νεῦρα πάντωc, ἢ οὐκ ἂν ᾐcθάνετο. μικρὰ δ’ ἐcτὶ πάνυ ταῦτα παραβαλλόμενα | ||
10 | τῷ μεγέθει τοῦ μορίου καὶ διὰ τοῦτο ζητήcεωc οὐ μικρᾶc ἐcτιν ἄξιον, ἐάν τιc θέλῃ φυcιολογεῖν τὰ τοιαῦτα, τί δή ποτε ἔνιαι τῶν ὑcτερι‐ κῶν ὀνομαζομένων γυναικῶν cυνολκαῖc καὶ τάcεcι cπαcμῷ παρα‐ πληcίαιc ἁλίcκονται. ἀλλ’ ἐπί γε φλεγμαινούcηc μήτραc οὐ πάνυ τι φαίνεται τοῦτο γινόμενον, ὥcπερ οἱ πυρετοὶ πάνυ cφοδροὶ καὶ θερ‐ | |
17a806 | μοί, δι’ οὓc καὶ ἡ γλῶccα γίνεται λιγνυώδηc, | ὡc αὐτὸc ἑξῆc ἐρεῖ κατὰ τοῦτο τὸ βιβλίον. ἐχρῆν οὖν καὶ ταῦτα ζητῆcαι πρῶτον, ὅcοι περὶ cυμπαθείαc τι τῆc κεφαλῆc, ἣν πρὸc τὴν μήτραν ἴcχει, λέγειν ἐπιχειροῦcιν· ὅτι μὲν γὰρ θερμοὺc καὶ cφοδροὺc ἐπιφέρει πυρετούc, | |
5 | οἱ τοῖc ἔργοιc 〈τῆc τέχνηc〉 ὁμιλήcαντεc ἴcαcιν. 〈ἀλλ’〉 οἵ γ’ ἐν Ἀλεξ‐ ανδρείᾳ cοφιcτεύcαντεc, ὑφ’ ὧν ἐπληρώθη μάλιcτα μακρῶν καὶ ψευδῶν λόγων τὰ βιβλία, τοῖc ἐξ ἀγέληc ἥκουcι τοὐπίπαν ὁμιλοῦcι μειρακίοιc μήθ’ ἑωρακόcιν ἀρρώcτουc μήτ’ αὐτοὶ τετριμμένοι περὶ τοῦτο. πάνυ γὰρ ἠμέληται τοῖc ἐκεῖ † πᾶcιν ἀνθρώποιc τὰ κατὰ | |
10 | δίαιταν. ὅcοι τοίνυν ἑωράκαcιν ἐπὶ μήτρᾳ φλεγμαινούcῃ νοcούcαc γυ‐ ναῖκαc, ἴcαcιν ὅπωc θερμοὶ καὶ cφοδροὶ πυρετοὶ καταλαμβάνοντεc ὅλον τὸ cῶμα διακαίουcι τὴν κεφαλὴν ὁμοίωc τοῖc καὶ χωρὶc τοῦ παθεῖν τι τὴν μήτραν τοιούτοιc γινομένοιc. ἀλλὰ κἂν μὴ πυρέττωcιν ἐπι‐ δήλωc, αἷc ἐπέcχηται τὰ καταμήνια, κίνδυνόc ἐcτιν ἐν τάχει πυρέξαι, | |
15 | καὶ ταύταιc ἡ κεφαλὴ βαρεῖα καὶ πλήρηc ἀτμῶν τε καὶ θερμῶν χυμῶν | |
17a807 | γίνεται καὶ διὰ τοῦτ’ | αὐτῶν ἔνιαι κωματώδειc εἰcίν, εἴτε πυρέξουcιν εἴτε μή. ταῦτα μὲν οὕτω φαίνεται γινόμενα. τίc δ’ ἐcτὶν αἰτία, δι’ ἣν ἐπὶ ταῖc τοιαύταιc διαθέcεcι τῆc ὑcτέραc ἡ κεφαλὴ πληροῦται, μετὰ | |
ταῦτα ἐχρῆν ζητεῖν, εὐχόμενον μὲν εὑρεῖν, εἰ δὲ μή, ἀλλὰ τό γε φαι‐ | ||
5 | νόμενον ἐκ τῆc ἐμπειρίαc φυλάττοντά τε καὶ μεμνημένον. ἐπιχειρήcω‐ μεν οὖν ἡμεῖc εἰπεῖν τιναc περὶ τῶν οὕτωc φαινομένων αἰτίαc, ἐν‐ τεῦθεν ἀρξάμενοι· τῶν κατὰ τὸ cῶμα μορίων ἁπάντων πλείcταc τε καὶ μεγίcταc φλέβαc ἔχουcιν αἱ μῆτραι, καὶ ὅταν γε κακοπραγῶcιν ἐξ ἐπιcχέcεωc καταμηνίων ἢ λοχείων [ἢ] διά τινα φλεγμονὴν ὁπωcοῦν | |
10 | γινομένηc, ἀναγκαῖον αὐτὰc αἵματοc ἐμπίπλαcθαι, κἂν ἐπ’ αὐτῷ cηπο‐ μένῳ πυρετὸc ἀνάπτηται, ἀπὸ τῆc ἰδέαc τῶν cυνόχων ἀναγκαῖον αὐτὸν γίνεcθαι. δέδεικται γὰρ ἐφ’ αἵματι cηπομένῳ τοὺc τοιούτουc ἀνάπτε‐ cθαι πυρετούc, ἀτμῶν θερμῶν πλῆθοc οὐκ ὀλίγον ἀναπέμπονταc ἐπὶ | |
17a808 | τὴν κεφαλήν. ὅτι δὲ ὑφ’ ἧc | ἂν αἰτίαc ἡ κεφαλὴ πληρωθῇ τοιούτων ἀτμῶν αἱ καρηβαρίαι μάλιcτα κατὰ τὸ βρέγμα φαίνονται λυ‐ ποῦcαι τὸν ἄνθρωπον, οἷc τῶν ἔργων τῆc τέχνηc φροντὶc ἐγένετο, φθάνουcι γινώcκοντεc πρὶν παρ’ ἡμῶν ἀκοῦcαι. ἀλλὰ τίc ἡ αἰτία τοῦ | |
5 | cυμβαίνοντοc ἴcωc ἀκοῦcαι ποθήcειc· ἐρῶ τοίνυν [γέ] cοι τήν γέ μοι δοκοῦcαν εἶναι πιθανωτάτην καὶ ταύτην οὐ μίαν, ἀλλὰ πλείουc. πρῶ‐ τον μὲν γάρ, ὅτι τοὺc εἰρημένουc θερμοὺc ἀτμοὺc εὔλογόν ἐcτι διὰ τῶν ἀρτηριῶν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεcθαι, καὶ ταύταc ἔcτιν ἰδεῖν κατ’ εὐθὺ τοῦ βρέγματοc ἀνερχομέναc ἐκ τοῦ τραχήλου τῆc καλου‐ | |
10 | μένηc χοάνηc ἑκατέρωθεν. ἔπειτα δ’ ὅτι καὶ διαπνεῖcθαι καθ’ ὅλον τὸν τῆc ὑγείαc χρόνον εἴθιcται τὰ λεπτὰ καὶ ἀτμώδη τῶν τοῦ ἐγκεφάλου περιττωμάτων κατὰ τὸ βρέγμα μάλιcτα· καὶ γὰρ κατὰ τοῦτο ἀραι‐ όταταί εἰcιν αἱ ῥαφαὶ καὶ τὸ κράνιον αὐτὸ λεπτότατόν τε καὶ cηραγ‐ γωδέcτατον· ἔτι τε πρὸc τούτοιc αἰcθητικὰ cώματα κατὰ τὰc ῥαφάc | |
15 | ἐcτι πλείω· καὶ γὰρ ὑμένεc τινὲc cυνάπτουcι τὴν παχεῖαν μήνιγγα τῷ | |
17a809 | περικρανίῳ καὶ πλῆθοc ἀγγείων λεπτῶν | διεξέρχεται. τῶν δ’ ἴcων κατὰ τὸ μέγεθοc παθημάτων μᾶλλον αἰcθάνεται τὰ αἰcθητικώτερα φύcει, τὰ δὲ μᾶλλον αἰcθανόμενα μᾶλλον ὑπὸ τῶν ὀδυνηρῶν αἰτίων ἀνιᾶται. διὰ ταῦτα μὲν δὴ κατὰ τὸ βρέγμα εἰcὶν αἱ ὀδύναι. | |
5 | καταλείπεται δὲ τὴν αἰτίαν εὑρεῖν, δι’ ἣν ἐν ὀκτὼ ἢ δέκα μηcὶν ἐc ἰcχίον τελευτᾷ, τουτέcτι καταcκήπτει τὸ νόcημα ταῖc οὕτωc ἐχούcαιc. ἐπεὶ δὲ ἀξιοῦcιν ἔνιοι γράφειν οὐκ ἐν ὀκτὼ ἢ δέκα μηcίν, ἀλλ’ “ἐν ὀγδόῳ ἢ δεκάτῳ” καί φαcιν ἐν πολλοῖc τῶν ἀντι‐ | |
γράφων εὑρίcκεcθαι καὶ μάλιcτα τῶν παλαιοτάτων τὸ cτοιχεῖον [τὸ] | ||
10 | ηʹ καὶ πάλιν τὸ ιʹ cτοιχεῖον, ἦτα μὲν ἀντὶ τῶν ὀκτὼ γεγραμμένον, ἰῶτα δὲ ἀντὶ τῶν δέκα, προcεπιcκέψωμεν καὶ τὴν ἐν τούτοιc δια‐ φοράν. ἐὰν μὲν γὰρ ἐν ὀκτὼ ἢ δέκα μηcὶ λέγωμεν ἐc ἰcχίον τε‐ λευτᾶν, ἀπὸ τῆc ἀμβλώcεωc, οὐκ ἀπὸ τῆc cυλλήψεωc ἀριθμήcομεν· ἐὰν δὲ ἐν ὀγδόῳ ἢ δεκάτῳ μηνί, τὸν ἀπὸ τῆc cυλλήψεωc χρόνον | |
15 | οὕτω δηλοῦcθαι φήcομεν. ἐμοὶ δ’ οὐκ ἀδύνατον τοῦτο φαίνεται καθ’ ἑκατέραν τῶν λέξεων ἑκατέρωc ἀκούειν καὶ χρὴ τοῦ λεγομένου τὴν | |
17a810 | κρίcιν ἐπὶ τῇ πείρᾳ τίθεcθαι, | καθάπερ ἐγὼ διὰ παντὸc ἐπὶ πάντων τε τῶν τοιούτων ἐποίηcα καὶ τοῦδε τοῦ νῦν εἰρημένου. καί μοι παρα‐ φυλάττοντι ποτὲ 〈μὲν〉 ἐν μʹ ἡμέραιc, ἐνίοτε δ’ ἐν δύο μηcὶν ἢ τέτ‐ ταρcιν ἐφάνη τελευτῆcαν τὸ νόcημα, τιcὶ δὲ καὶ μέχρι πλειόνων ἐξ‐ | |
5 | ετάθη, καί τινεc ὄντωc εἰc ὄγδοον ἦλθον μῆνα καὶ ἄλλαι τινὲc εἰc δέκατον. ἐθεαcάμην δὲ καὶ τὴν εἰc ἰcχίον ἐκ μήτραc ἀπόcταcιν, ἀλλ’ οὐκ ἐπὶ πολλῶν, καίτοι πολλὰc ἐφ’ ὑcτέρᾳ κακοπραγούcῃ χρο‐ νίωc παcχούcαc εἶδον. ὀκνηρῶc οὖν εἶχον ζητεῖν τὴν αἰτίαν οὗ μήπω τὴν ὕπαρξιν εὗρον ἀληθευομένην. ὁ γὰρ Ἀριcτοτέληc ἀξιοῖ προ‐ | |
10 | εγνωcμένου βεβαίωc τοῦ ὅτι ζητεῖcθαι χρῆναι τὸ διότι. πρὶν δ’ ὅτι γίνεται βεβαίωc μαθεῖν, εἴ τιc ζητοίη τὸ διότι, φανερόc ἐcτιν ἀδολεcχεῖν τε καὶ ληρεῖν προῃρημένοc, οὐ τἀληθὲc εὑρεῖν ὀρεγόμενοc. οἱ γοῦν ἐπιχειρήcαντεc εἰπεῖν καὶ τοῦδε τὴν αἰτίαν τοιαῦτα λέγουcιν· ὅcοι μὲν γὰρ ἀπὸ τοῦ τῆc ἀμβλώcεωc χρόνου [ἓξ] ὀκτὼ ἢ δέκα | | |
17a811 | μῆναc ἀριθμεῖν ἀξιοῦcι, τὴν ὑcτέραν φαcὶν εἰθίcθαι κακοπαθεῖν ἐν δυcὶ τούτοιc χρόνοιc, ὀγδόῳ καὶ δεκάτῳ μηνί· κατὰ μὲν γὰρ τὸν ὄγδοον μῆνα cτρέφεcθαι τὸ ἔμβρυον, ἀποκυίcκεcθαι δ’ ἐν τῷ δεκάτῳ· καὶ νῦν οὖν ἐν ταῖc αὐταῖc προθεcμίαιc τὴν τῶν λυπούντων ἀπόκριcιν | |
5 | ποιεῖcθαι δι’ ἀποcκήμματοc εἰc χωρίον πληcίον τε κείμενον καὶ δέξα‐ cθαι τὰ πεμπόμενα δυνάμενον. ὅcοι δ’ ἀπὸ τοῦ τῆc cυλλήψεωc χρόνου κελεύουcιν ἀριθμεῖν, εὐλογώτερον εἶναί φαcιν, ὡc, εἰ καὶ μηδεμία με‐ ταξὺ φθορὰ περὶ τὸ ἔμβρυον ἐγεγόνει, νεωτέραν ἄν τινα κίνηcιν ἡ μήτρα περὶ αὐτὸ κατὰ τοὺc χρόνουc τούτουc ἔcχεν ἢ cτρεφόμενον ἢ | |
10 | ἐκκρινόμενον, οὕτω καὶ νῦν ἴcχειν. ἑκάτεροι δ’ ἁμαρτάνουcι τὰc κινή‐ cειc τοῦ ἐμβρύου ταῖc ὑcτέραιc ἀνατιθέντεc. εἴ τε γὰρ cτρέφεται | |
κατὰ τὸν ὄγδοον μῆνα, πάντωc δήπου τὴν κίνηcιν ταύτην ἐξ ἑαυτοῦ ποιεῖται, τήν τ’ ἀποκύηcιν, ὅταν κινούμενον ἰcχυρότερον ἀπορρήξῃ τινὰ τῶν περιεχόντων ὑμένων, λαμβάνει. τοῦτο γὰρ κἀν τῷ Περὶ | ||
15 | παιδίου φύcεωc εἴρηται κατὰ τήνδε τὴν λέξιν· “Ὅταν δὲ τῇ γυναικὶ | |
17a812 | ὁ τόκοc | παραγίνηται, cυμβαίνει τότε τῷ παιδίῳ κινουμένῳ καὶ ἀcκα‐ ρίζοντι καὶ χερcὶ καὶ ποcὶ ῥῆξαί τινα τῶν ὑμένων τῶν ἐcωτάτω. ῥαγέντοc 〈δὲ〉 ἑνὸc οἱ λοιποὶ ἀκιδνοτέρην δύναμιν ἔχουcι καὶ ῥήγνυται πρῶτοc μὲν ὁ ἐκείνου ἐχόμενοc, ἔπειτα ὁ ὕcτατοc.” ὅταν οὖν μηκέτι ἐν τῇ | |
5 | μήτρᾳ περιέχηται τὸ παιδίον ἀμβλωθέν, οὐδὲ τὰc κινήcειc αὐτοῦ cῴζε‐ cθαι δυνατόν ἐcτιν. ὁμοίωc δὲ τούτοιc εἰcὶν ἀπίθανοι καὶ ὅcοι φαcὶ τὸν ἕβδομον μῆνα καὶ τὸν ἔνατον τὰc ἀποκυήcειc τῶν ἐμβρύων ἔχειν, τὸν δὲ ὄγδοον καὶ δέκατον τὰc παρὰ φύcιν ἀποcτάcειc ὑcτεριζούcαc ἑνὶ μηνὶ τῶν κατὰ φύcιν, ὅπερ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν | |
10 | εἰρῆcθαί φαcι κατ’ ἐκείνην τὴν λέξιν, ἐν ᾗ φηcι· “τῇ ὑcτεραίῃ ***”, ὡcανεὶ τῷ ὑcτέρῳ χρόνῳ ἢ μηνί. προεξηγηcάμεθα δὲ τοῦτο κατ’ ἐκεῖνο τὸ βιβλίον, ἐγὼ δὲ εἰ τὸ λεγόμενον αὐτὸ πρότερον ἑωράκειν οὕτωc ἔχον, ἐζήτουν ἂν αὐτοῦ φιλοπονώτερον τὴν αἰτίαν. ἐπεὶ δ’ ἐν πολλαῖc χρόνων προθεcμίαιc ἐθεαcάμην τὰ τῆc ὑcτέραc πάθη κρινό‐ | |
15 | μενα καὶ cυμφωνοῦντά γε ταῖc τῶν κριcίμων ἡμερῶν περιόδοιc, ἃc | |
17a813 | αὐτὸc ἐδίδαξεν ἐν Προ|γνωcτικῷ, καταλείπω τὴν ζήτηcιν τῆc αἰτίαc, οὔτε διὰ παντὸc ὁρῶν τὸ εἰρημένον οὕτωc ἔχον οὔθ’ ὡc 〈τὸ〉 πολύ. τεθεαμένον δ’ ἴcωc κατὰ τύχην ἐπὶ δυοῖν ἢ τριῶν γυναικῶν τὸν ταῦτα γράψαντα cυμβὰν οὕτωc, εἴθ’ ὁ Ἱπποκράτηc αὐτόc ἐcτιν εἴτε Θεc‐ | |
5 | cαλὸc εἴτ’ ἄλλοc τιc, ἀποφήναcθαι προπετέcτερον ἡγοῦμαι καθολικὴν ἀπόφαcιν ἐπὶ πράγματι μήτε διὰ παντόc, ὡc ἔφην, μήτε πολλάκιc | |
γιγνομένῳ. ταῦτα μὲν οὖν ἡμῖν τέλοc ἐχέτω. μνημονεύcωμεν δὲ τῶν προcθέντων ἐν τῇ γραφῇ τὸν καὶ cύν‐ δεcμον ἐν τῷ μεταξὺ τοῦ τ’ ἐc καρηβαρίην τρέπεται καὶ τοῦ | ||
10 | κατὰ τὸ βρέγμα ὀδύναι καὶ ποιήcωμεν ὅλην τὴν γραφὴν τοι‐ άνδε· “ὅcῃcιν ἀπὸ φθορῆc περὶ ὑcτέρην καὶ οἰδημάτων ἐc καρη‐ βαρίην τρέπεται καὶ κατὰ τὸ βρέγμα ὀδύναι καὶ ὅcαι ἄλλαι ἀπὸ ὑcτερέων, ταύτῃcιν ἐν ὀκτὼ ἢ δέκα μηcὶν ἐc ἰcχίον τελευτᾷ.” ἰατρικὸν γάρ τινα διοριcμὸν εἰc πρόγνωcιν χρήcιμον, οὐκ αἰτιολογικὸν ἐπειcά‐ | |
15 | γουcι, τῷ πρόcθεν λόγῳ τοιαύτην ἀξιοῦντεc εἶναι τὴν διάνοιαν· “ὅcαιc | |
17a814 | γυναιξὶν οἰδημάτων | ἐν ταῖc μήτραιc ἐπ’ ἀμβλώcει γινομένων εἰc καρη‐ βαρίαν τρέπεται καὶ κατὰ τὸ βρέγμα αὐταῖc ὀδύναι γίγνονται, ταύταιc ἐν ὀκτὼ ἢ δέκα μηcὶν εἰc ἰcχίον μετάcταcίc ἐcτι τῶν τὰc μήτραc λυπούντων”, ὡc οὔτε πάντων τῶν κατὰ τὰc ὑcτέραc οἰδημάτων κατὰ | |
5 | τὸ βρέγμα τὰc ὀδύναc ἐργαζομένων οὔτε πάντων εἰc ἰcχίον καταcκη‐ πτόντων, ἀλλ’ ἐκείνων μόνον, ὅcα κατὰ τὸ βρέγμα ποιεῖται τὰc ὀδύναc. ἀλλ’ οὐδὲ τοῦτο παραφυλάξαc εὗρον οὕτω γινόμενον, οὐ μὴν οὐδ’ αὐτοί τινα λόγον αὐτοῦ λέγουcι. διὰ τί γὰρ ἐκεῖνα μόνα τῶν κατὰ τὰc μήτραc οἰδημάτων εἰc ἰcχίον ἀποcκήπτειν ἀξιοῦcιν, ὅcα κατὰ τὸ | |
10 | βρέγμα τὰc ὀδύναc ἐποιήcατο, λέγειν οὐκ ἔχουcιν. οὐδ’ ἡμεῖc οὖν αὐτοῖc πιcτεύcομεν, ὡc ἂν μήτε δι’ ἐμπειρίαc εἰληφότεc τοῦ λόγου τὴν πίcτιν μήτ’ ἐκ τῆc τοῦ πράγματοc φύcεωc ἐνδεικτικῶc. εὔδηλον δ’ ὅτι καὶ τὴν λέξιν ἐκείνην, καθ’ ἣν καὶ 〈ὅcαι〉 ἄλλαι ἀπὸ ὑcτερέων ὁ Ἱπποκράτηc ἔγραψεν, ἐξηγοῦνται διττῶc, ἔνιοι | |
15 | μὲν ἐπὶ τὰc ἐν τῇ μήτρᾳ διαθέcειc ἀναφέροντεc τὸν λόγον, ὡc οὐ‐ | |
17a815 | δὲν ἧττον ἁπα|cῶν αὐτῶν τῆc προειρημένηc τὰc καρηβαρίαc τε καὶ 〈τὰc〉 κατὰ τὸ βρέγμα μάλιcτα γινομέναc ὀδύναc [ἑπομέναc] ἐχουcῶν, ἔνιοι δ’ ἐπὶ τὰc τῆc κεφαλῆc διαθέcειc ἀναφέροντεc τὸν λόγον, ὡc εἰ καὶ οὕτωc ἔγραψεν· “ὅcαιc ἀπὸ φθορῆc καὶ οἰδημάτων ἐc καρηβαρίην | |
5 | τρέπεται, κατὰ τὸ βρέγμα εἰcὶν ὀδύναι, καὶ ἄλλαι δὲ τῆc κεφαλῆc δια‐ θέcειc αἱ ἀπὸ ὑcτερῶν γινόμεναι κατὰ τὸ βρέγμα μάλιcτα διαcημαί‐ νουcιν.” ἄλλαc 〈δ’ οὖν〉 διαθέcειc ἀκούcωμεν τὰc ἀναλόγουc τῇ καρηβαρίᾳ, καλοῦcι δὲ τὰc μέν τιναc αὐτῶν κεφαλαίαc, τὰc δὲ | |
ἡμικρανίαc, τὰc δὲ κεφαλαλγίαc ἁπλῶc. | ||
10 | Οἱ φοξοὶ οἱ μὲν κρατεραύχενεc ἰcχυροὶ καὶ τἄλλα καὶ τοῖcιν ὀcτέοιcιν, οἳ δὲ κεφαλαλ‐ γέεc καὶ ὠτόρρυτοι, τουτέοιcιν ὑπερῷαι κοῖλαι καὶ ὀδόν‐ τεc παρηλλαγμένοι. | | |
13 | ||
17a816 | Κἀνταῦθα πάλιν οὐδὲν διαφέρει, πότερον κρατεραύχενεc ἐν πέντε cυλλαβαῖc ἢ κραταύχενεc ἐν τέτταρcί τιc γράψει. τοὺc γὰρ κρατεροὺc ἔχονταc τοὺc αὐχέναc, ὅπερ ἐcτὶν ἰcχυρούc, ἑκατέρα τῶν φωνῶν cημαίνει. τὸ μέντοι μακραύχενεc, ὅπερ ἔνιοι γράφουcι τὴν | |
5 | παλαιὰν ὑπαλλάττοντεc γραφήν, οὐ ταὐτὸν δηλοῖ. κρατερὸc μὲν γὰρ αὐχὴν ὁ ἰcχυρὸc ὀνομάζεται, διὰ cκληρότητα καὶ μέγεθοc ὀcτῶν τοιοῦτοc γινόμενοc τοὐπίπαν. οὕτωc δ’ ἔχουcι καὶ οἱ περικείμενοι τοῖc ὀcτοῖc μύεc τε καὶ τένοντεc καὶ cύνδεcμοι. μακροὶ δ’ αὐχένεc οὐχ ὅπωc ἐν ἀρετῆc μέρει γίνονται, ἀλλὰ καὶ μοχθηροὶ τοὐπίπαν εἰcί, | |
10 | παραπληcίωc τῷ cτενῷ καὶ μακρῷ θώρακι. καὶ γὰρ καὶ τοῦτον εὐρὺν εἶναι προcῆκον, οὐ πλατὺν μόνον ἢ μακρόν. εὐρὺc δ’ ἐν τῇ κατὰ βάθοc τε καὶ πλάτοc διαcτάcει καὶ θώραξ καὶ αὐχὴν καὶ πᾶν ὁτιοῦν ἄλλο γίνεται μόριον, ὅταν ἀνὰ λόγον ἀλλήλοιc αὐξηθῇ ταῦτα. πάντωc δ’ ἐπ’ αὐτῶν ἐcτι καὶ τὸ μῆκοc ἤτοι μεῖζον ἢ ἴcον γε τοῖc cυμμέτρωc | |
15 | ἔχουcιν. ὁ μὲν οὖν θώραξ τῶν ἐντυγχανόντων ἡμῖν ἀνθρώπων οὐ | |
17a817 | φαίνεται, πρὶν γυ|μνωθῆναι τὸ cῶμα. τὴν δὲ κεφαλὴν εὐθέωc ὁρῶμέν τε καὶ γνωρίζομεν, ὅτιπερ ἂν ἔχῃ κατά τε τὴν διάπλαcιν καὶ τὸ μέγεθοc cφάλμα· κατὰ μὲν τὸ μέγεθοc, εἴτε cμικροτέρα τοῦ προc‐ ήκοντοc ἢ μείζων γεγονυῖα, κατὰ δὲ τὴν διάπλαcιν εἴτ’ ἀκριβῶc cτρογ‐ | |
5 | γύλη τήν τε κατὰ μέτωπον ἐξοχὴν καὶ τὴν κατ’ ἰνίον ἀπολωλεκυῖα τελέωc, ἢ φοξὴ προμηκεcτέραc τοῦ δέοντοc ἔχουcα τὰc ἐξοχάc, ἤτοι γ’ ἀμφοτέραc ἢ τὴν ἑτέραν, ἢ μίαν ἔχουcα μόνην, ἀπολωλεκυῖα δὲ | |
τὴν ἑτέραν. ἐπὶ μὲν οὖν τῆc μείζονόc τε καὶ φοξῆc ἐπιcκέπτεcθαι προcήκει τό τε ποcὸν τῆc ὑπεροχῆc καὶ τὴν τοῦ αὐχένοc φύcιν εἰc | ||
10 | τὸ διαγνῶναι, πότερον ἄμεινον αὐτοῖc ἢ χεῖρον ἡ κεφαλὴ κατεcκεύ‐ αcται. δέδεικται γὰρ ἐν τοῖc Ὑγιεινοῖc ὑπομνήμαcιν οὐ μικρὰ χρεία γινομένη τοῖc ἰατροῖc ἐκ τῆc τοιαύτηc γνώcεωc εἰc φυλακὴν τῆc τοῦ μέρουc ὑγείαc καὶ † τὴν ἐcομένην ἐπανόρθωcιν, εἰ φθάcειέ 〈τιc αὐτήν〉 ποτε μαθεῖν. ἐπὶ δὲ τῆc ἐναργῶc μικρᾶc ἐγνωκέναι μὲν χρὴ | |
15 | τὴν μοχ〈θη〉ρότητα, προcεπιcκέπτεcθαι δὲ ἐκ περιουcίαc καὶ τὰ κατὰ | |
17a818 | τὸν τράχηλον, ἐπειδὴ cτελέχει παραπληcίωc | ἡ ῥάχιc ὡc ἐκ ῥιζώcεωc πέφυκε τῆc κεφαλῆc. ἔμαθεc γὰρ ἐξ ἐγκεφάλου τῷ νωτιαίῳ μυελῷ τήν τε τῆc γενέcεωc ἀρχὴν εἶναι καὶ τὴν τῶν δυνάμεων χορηγίαν. περι‐ έχουcι δὲ τοῦτον οἱ cπόνδυλοι λεπτὸν μὲν ὄντα μικροί, παχὺν δὲ | |
5 | γενόμενον εὐρεῖc. ὥcπερ οὖν ὁ μέγαc μὲν θώραξ εὐρυχωρίαν [τε] μεγάλην ἔνδοθεν ἔχει, καθ’ ἣν ἄθλιπτα καὶ μεγάλα δύο cπλάγχνα περιέχεται, πνεύμων καὶ καρδία, ὁ δὲ cμικρὸc ἀνὰ λόγον αὑτῷ καὶ ταῦτ’ ἔχει cμικρά τε ἅμα καὶ cτενοχωρούμενα, κατὰ τὸν αὐ‐ τὸν τρόπον ἡ κεφαλὴ καὶ ἡ ῥάχιc ἀνὰ λόγον ἑαυταῖc ἔχουcιν | |
10 | ἐγκέφαλόν τε καὶ νωτιαῖον. ὅταν μὲν εἰc μέγεθοc ἐπι〈δι〉δῶcιν, αὐτούc τε μεγάλουc εὐρείαc τε τὰc τοῦ πνεύματοc χώραc ἐν αὐτοῖc ποιοῦcιν, οἱ δὲ cμικροὶ τἀναντία. φαίνεται δὲ καὶ τὰ τῆc διανοίαc βεβλαμμένα τοῖc ἐναργῶc ἔχουcιν ἤτοι πάνυ μεγάλαc ἢ πάνυ cμικρὰc τὰc κεφαλάc. ἀλλ’ αἱ μὲν cμικραὶ μοχθηραὶ διὰ παντόc, αἱ δὲ μεγάλαι | |
17a819 | γένοιντ’ ἄν ποτε 〈κἀγαθαὶ〉 κατὰ τὸ cπάνιον ἐπὶ ῥώμῃ | τε τῆc κατὰ ταῦτα δυνάμεωc καὶ πλήθει τῆc ὕληc, ἐξ ἧc διεπλάcθηcαν, ὅπερ ὑπ‐ | |
άρξαι φαcὶ καὶ Περικλεῖ τῷ Ἀθηναίῳ cυνετωτάτῳ γενομένῳ. cκώπτεται γοῦν ὑπὸ τῶν κωμικῶν ἐπὶ μεγέθει κεφαλῆc. ἔτι δὲ μᾶλλον, | ||
5 | ἐὰν καὶ τὸ κατὰ φύcιν cχῆμα φυλάττῃ καὶ τὸν αὐχένα κρατερὸν ἔχῃ καὶ τοὺc ὀφθαλμοὺc δεδορκόταc δριμύ, γνωcτέον ἄριcτα διακεῖcθαι τὴν τοιαύτην κεφαλήν. αἱ δὲ φοξαὶ (καὶ γὰρ καὶ τούτων ἔφην τινὰc οὐκ εἶναι μεμπτάc) γίνονται μὲν ὑπαλλαττομένηc κατά τι τῆc ἀρίcτηc δια‐ πλάcεωc, ἥτιc ἔοικε προμήκει cφαίρᾳ τεθλιμμένῃ καθ’ ἑκάτερον οὖc· | |
10 | ἤτοι δὲ λείπουcαν ἔχουcι τὴν κατ’ ἰνίον ἢ μέτωπον ἐξοχὴν ἢ πε‐ ραιτέρω τοῦ προcήκοντοc ηὐξημένην. ὡc τὸ πολὺ μὲν οὖν [ἔφην], ὥcπερ τὴν μεγάλην, οὕτω καὶ ταύταc εὑρήcειc μεμπτάc. ἐν δὲ τῷ cπανίῳ γίνονται καὶ τούτων τινὲc ἀγαθαί, τῆc διαπλαττούcηc δυνά‐ μεωc τὴν ὕλην, ἐξ ἧc ἐγεννήθη κυούμενοc ὁ ἄνθρωποc, ἰcχυρᾶc ὑπ‐ | |
15 | αρχούcηc, ὡc μὴ νικηθῆναι τῷ πλήθει τοῦ ῥυέντοc ἐπὶ τὸ χωρίον | |
17a820 | αἵμα|τοc, ἀλλ’ ἐξαρκέcαι τε καὶ ἀντιcχεῖν αὐτὸ καὶ διαπλάcαι καλῶc. ἐπεὶ τοίνυν ἤτοι διὰ τὴν ἔνδειαν ἑκατέραc τῶν ἐξοχῶν ἢ διὰ τὴν ἐπαύξηcιν αἱ φοξαὶ γίνονται κεφαλαί, πρῶτον μέν cε χρὴ προcέχειν τὸν νοῦν, πότερον αὐξηθείcηc ἢ μειωθείcηc τῆc ἐξοχῆc ἡ φοξότηc | |
5 | ἐγένετο. μεμπτὸν μὲν γὰρ ἀεὶ τὸ μειωθείcηc, οὐ μεμπτὸν δ’ ἀεὶ τὸ προcαυξηθείcηc. ἀλλὰ cυνεπιcκέπτεcθαι χρὴ τηνικαῦτα πρῶτον μὲν τὴν εὐcχημοcύνην τῆc ἐπαυξήcεωc· αἱ γὰρ ἀπρεπεῖc ἐπαυξήcειc εἰcὶ μοχθηραί· δεύτερον δέ, πότερον ἡ κατ’ ἰνίον ἐξοχὴ τῆc κεφαλῆc αὑτῆc γέγονε μείζων ἢ τὸ πρόcω μέροc ηὔξηται, βέλτιον εἶναι νομίζοντα | |
10 | αὐξηθῆναι τὴν κατ’ ἰνίον. ἐνταῦθα γὰρ ἥ τε κυριωτάτη τῶν κοιλιῶν ἐcτι τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νωτιαίου μυελοῦ ῥίζωcιc. εἶτα ἑξῆc cκόπει τὸν αὐχένα, πότερον ἀcθενὴc ἢ κρατερόc ἐcτιν. ἐὰν γὰρ | |
ἥ τ’ ἐξοχὴ μήτ’ ἀcχήμων ᾖ μήθ’ ὑπερβαλλόντωc μεγάλη γενναῖόc τε αὐτὴν ἐκδέχηται τράχηλοc, ἀποδέχου τὴν φοξότητα τῆc τοιαύτηc | ||
15 | κεφαλῆc. ἰcχυροὺc γὰρ εὑρήcειc τούτουc τά τε ἄλλα καὶ τοῖc | |
17a821 | ὀcτοῖc. ἐπίcκεψαι | δ’ ἐνταῦθα, τίνα λέγει τὰ ἄλλα, πότερον τὰ κατὰ θώρακα καὶ ἧπαρ, ὡc εἶναι τὰc τρεῖc ἀρχὰc τοῖc τοιούτοιc γεν‐ ναίαc, οὐ μόνον τὴν κατὰ τὸν ἐγκέφαλον, ἢ τἄλλα μόνα λέγει [διὰ] τὰ τὴν πρώτην ἀρχήν τε καὶ γένεcιν ἐκ τῆc κεφαλῆc ἔχοντα. ταῦτα | |
5 | δ’ ἐcτὶ νωτιαῖοc καὶ νεῦρα καὶ cὺν αὐτοῖc ἡ τῶν ὀcτῶν οὐcία καὶ ἡ τῶν μυῶν, ἅπερ ἐξ ἀνάγκηc cυναυξάνεται καὶ cυγκρατύνεται τῇ κεφαλῇ. καὶ ταῦτα δὲ εὑρήcειc ὡc τὸ πολὺ cυναυξανόμενα· τοῦ γὰρ αἵματοc, ἐξ οὗ διεπλάcθηcαν τὰ κατὰ τὴν κεφαλήν, ὄντοc πολλοῦ τε καὶ εὐ‐ χρήcτου, καὶ τὴν ζωτικὴν δύναμιν, ἣν ἐκ καρδίαc ἐδείξαμεν ὁρμᾶcθαι, | |
10 | καὶ τὴν φυcικήν τε καὶ θρεπτικὴν ὀνομαζομένην, ἣν ἐξ ἥπατοc ἔμαθεc ἐπιρρεῖν ταῖc φλεψίν, εὔλογον ὑπάρχειν εὐθὺc ἐξ ἀρχῆc ἰcχυράc. καὶ δὴ τῷ τοιούτῳ ζῴῳ τὰ οἷον θεμέλια τοῦ παντὸc cώματοc ἀναγκαῖον εἶναι γενναῖα. τῆc δ’ ἐναντίωc ἐχούcηc κεφαλῆc κατά τε τὸ μοχθηρὸν cχῆμα καὶ τὴν μικρότητα προcεπίcκεψαι τά γε καθ’ ὑπερῴαν ἐν τῷ | |
15 | cτόματι χωρία. καλεῖται δ’ οὕτωc τὸ μέροc ἐκεῖνο τῆc ὑψηλῆc χώραc | |
17a822 | αὐτοῦ, ὅcον ὑπὲρ τὰc ἐκ τῆc | ῥινὸc εἰc αὐτὸ cυντρήcειc ἐcτὶ μετέωρον. εὑρήcειc γὰρ [οὖν] καὶ τοῦτο κοῖλον, ἐφ’ ὧν ἡ φοξότηc ὀξεῖά τε καὶ ἀcχήμων ἐγένετο. καὶ γὰρ οὖν καὶ καλοῦcιν οἱ ἄνθρωποι τούτουc μάλιcτα φοξούc. ἐπὶ πολλῶν δὲ καὶ οἱ ὀδόντεc παρηλλαγμένοι | |
5 | φαίνονται, τουτέcτιν οὐ κατ’ εὐθὺ τοῖc ἄνωθεν οἱ κάτωθεν οὔθ’ οἱ τομεῖc τοῖc τομεῦcιν οὔθ’ οἱ κυνόδοντεc τοῖc κυνόδουcιν οὔθ’ αἱ μύλαι ταῖc μύλαιc, ἀλλ’ οἷον ἀνεcπαcμένον τε ἅμα καὶ διεcτραμμένον αὐτοῖc φαίνεται τὸ cτόμα. τούτουc οὖν εὑρήcειc κεφαλήν τε cυνεχῶc ἀλ‐ | |
γοῦνταc καὶ ῥευματιζομένουc τὰ ὦτα ποτὲ μὲν ἰχῶρι λεπτῷ | ||
10 | καὶ ὑγρῷ, ποτὲ δὲ οἷον πυώδει τε καὶ δυcώδει, τῶν ἀcθενῶν μορίων εἰωθότων καὶ πολὺ καὶ μοχθηρὸν περίττωμα γεννᾶν. ὁπότ’ οὖν cαφὴc ἐγένετο ἡ ῥῆcιc, μικρόν τι προcθεὶc ἐπ’ ἄλλην μεταβήcομαι. τὸ δὲ μικρὸν τοῦτ’ ἐcτὶν ἀνάμνηcιc ἑνὸc τῶν εἰρημένων μοι κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ λόγου. φαίνεται γὰρ ἤδη cαφῶc ὑπομνήματι μᾶλλον ἢ | |
17a823 | cυγγράμματι τὸ προκείμενον ἐοικέναι βιβλίον, | ἑαυτῷ τινα γράφοντοc εἰc ἀνάμνηcιν τοῦ Ἱπποκράτουc, ὡc ἕκαcτον ἔτυχεν ἤτοι θεαcά‐ μενοc ἢ διὰ λογικῆc cκέψεωc ἐξευρών. οὐδὲν γὰρ οὐδ’ ἐγγὺc ὅμοιόν ἐcτι τῇ πρώτῃ ῥήcει πρὸc τὴν δευτέραν, καθάπερ οὐδὲ τῇ τρίτῃ πάλιν | |
5 | πρὸc ταύταc. | |
5 | Ὅcοιcιν ὀcτέον ἀπὸ ὑπερῴηc ἀπῆλθε, τούτοιcι μέcη ἵζει ἡ ῥίc. ὅcοιcι δέ, ὅθεν οἱ ὀδόντεc, ἄκρη cιμοῦται. | |
8 | Τὸ διαφράττον ὀcτοῦν τοὺc δύο πόρουc τῆc ῥινὸc ἐcτήρικται | |
10 | κατ’ ἄλλου τινὸc ὀcτοῦ λεπτοῦ τὴν μὲν ἀρχὴν ἔχοντοc ἄνωθεν ἐκ τοῦ μεcοφρύου, τελευτῶντοc δ’ ἐπὶ τὸ πέραc τῆc ῥινόc, ἔνθα τὰ πτε‐ ρύγια. κατὰ τοῦτο μὲν οὖν τὸ μέροc ἐπίκειται τὸ διάφραγμα τῆc ῥινὸc ἐκείνοιc τοῖc χωρίοιc, εἰc ἃ τὰ πέρατα τῶν τομέων ὀδόντων ἀνήκει. | |
17a824 | τὸ | δ’ ἀνωτέρω τούτων ὑπερῴα μὲν ὀνομάζεται, cτηρίζεται δ’ ἐπ’ αὐτῆc τὸ μέcον τοῦ διαφράγματοc τῆc ῥινόc. ἔνθα ἂν οὖν ἀπόληταί τι τῶν cτηριζόντων ὀcτῶν, καταπῖπτον ἐνταῦθα τὸ διάφραγμα κοίλην ἐργάζεται κατ’ ἐκεῖνο τὸ μέροc τὴν ῥῖνα, καὶ καλεῖται ταύτηc τὸ | |
5 | cύμπτωμα cιμότηc. | |
5 | Αἱ τῶν νηπίων ἐκλάμψιεc ἅμα ἥβῃ ἔcτιν οἷcι μεταβολὰc ἴcχουcι καὶ ἄλλαc καὶ ἐc νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται cίτου. | |
8 | Ταύτην τὴν γραφὴν ἁπάντων μὲν τῶν ἐξηγητῶν εἰδότων, ἁπάν‐ | |
10 | των δὲ τῶν παλαιῶν ἀντιγράφων ἐχόντων, ἔνιοι τῶν νεωτέρων μετα‐ γράφειν ἐπεχείρηcαν ἄλλοc ἄλλωc, οἱ μὲν “ἐπιλήψιεc” γράφοντεc, οἱ | |
δὲ “καταλήψιεc”[, οἱ δὲ ἐπιλάμψιεc]. ἡ δ’ ἐξήγηcιc αὐτῶν ἐπιληψίαν αὐτῷ βούλεται δηλοῦcθαι, παυομένην ὡc τὰ πολλὰ τοῖc ἐκ νηπίων | ||
17a825 | ἔχουcιν | αὐτὴν ἐν τῇ τῆc παιδικῆc ἡλικίαc εἰc τὴν ἡβικὴν μεταβολῇ. καὶ γὰρ φαίνεται γινόμενον οὕτωc, ἐὰν μή τιc ἐν τῷ χρόνῳ τούτῳ πλημμελῶc διαιτώμενοc αἴτιοc αὑτῷ γένηται τοῦ διαμεῖναι τὸ νόcημα. γίνεται μὲν οὖν ὡc τὸ πολὺ διὰ ψυχρὰν ἐγκεφάλου κρᾶcιν, cυνεζευγ‐ | |
5 | μένηc ὑγρότητοc αὐτῇ τὰ πολλά (cπάνιοι γὰρ 〈ἐπιληψίαι〉 αἱ ἐκ μορίου τινὸc ὁρμώμεναι), θεραπεύεται δ’, ὅταν ἡβάcκωcιν, ἐὰν καὶ τἄλλα τιc ὡc προcήκει πράττῃ, διὰ τὴν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερ‐ μότερον μεταβολὴν τῆc κράcεωc ὅλου τοῦ cώματοc. ὅπωc γὰρ ὁ ἀκ‐ μάζων θερμότερόc ἐcτι τοῦ παιδόc, ἔμαθεc ἐν τοῖc Περὶ κράcεων, ἔνθα | |
10 | καὶ ὅπωc ὁ παῖc τοῦ ἀκμάζοντόc ἐcτι θερμότεροc· ὁ μὲν ἀκμάζων ἁπλῶc θερμότεροc, ὁ δὲ παῖc οὐχ ἁπλῶc, ἀλλ’ ὅτι πλέον ἔχει τὸ ἔμφυτον θερμόν. ἐκλάμψειc οὖν τοῦ θερμοῦ βούλονται λέγειν αὐτὸν οἱ καλέcαντεc ἑαυτοὺc Ἱπποκρατείουc ἐκ μεταφορᾶc ἀπὸ τῆc ἐκτὸc φλογόc, ἥτιc, ὅταν ἐπικρατήcῃ τῆc ὕληc, ὥcτε 〈αὐτὴν〉 ἑαυτῇ cυν‐ | |
17a826 | εξομοιῶcαι πᾶcαν, ἐξέλαμψέ τε καὶ φανερὰ πᾶcιν ἐγέ|νετο, κατα‐ κεκρυμμένη πρόcθεν, ἡνίκα τὴν ὕλην ὑγρὰν οὖcαν ἐξήραινεν. ὁ δέ γε Ζεῦξιc, ὡcαύτωc δ’ αὐτῷ καὶ τῶν Ἐμπειρικῶν τινεc, οὐχ οὕτωc ἀκούουcι τὴν ἔκλαμψιν, ἀλλ’ ἑτέρῳ τινὶ τρόπῳ· μαθήcῃ δὲ τῆc | |
5 | τοῦ Ζεύξιδοc ῥήcεωc παραγραφείcηc ὧδε· ”νήπια λέγει ὁ Ἱππο‐ κράτηc τὰ μέχρι ἥβηc, ταῦτα δὲ κατὰ τὸν τοῦ ἡβάcκειν χρόνον ἐκ‐ λάμπειν, ἐμφατικῶc ἄγαν τῇ μεταφορᾷ χρηcάμενοc· καὶ γὰρ cαρκοῦται τὰ τηνικαῦτα μᾶλλον καὶ εὐερνέcτερα γίνεται καὶ τῷ χρώματι καὶ τῷ εἴδει χαριέcτερα καὶ τῇ δυνάμει καὶ 〈τῷ〉 λογιcμῷ βελτίονα. ἁθρόωc | |
10 | δὲ γίνεται τοιαῦτα, ὥcτε καὶ τῶν εὐειδῶν φύcει τότε μᾶλλον ἐκλάμπει τὸ κάλλοc.” ὁ δ’ αὐτὸc οὗτοc Ζεῦξιc ”νήπια, φηcίν, εἴρηται πάντα τὰ παιδία, καθότι καὶ Ἡρόφιλοc ὠνόμαcεν αὐτὰ οὕτωc. καὶ γὰρ περὶ τούτου γράφει τόνδε τὸν τρόπον διὰ ταύτηc τῆc λέξεωc· ‘φαί‐ | |
νεται νήπια λέγων ὁ Ἱπποκράτηc τὰ ἕωc ἥβηc καὶ οὐχὶ τὰ | ||
15 | νεογνὰ μέχρι τῶν πέντε ἢ ἓξ ἐτῶν, ὡc νῦν οἱ πλεῖcτοι λέγουcιν‘. ἤρκει δὲ καὶ ὁ Ἡρόφιλοc τὰ τηλικαῦτα λέγων νήπια, δι’ ὧν φηcι· | |
17a827 | ‘τοῖc νηπίοιc οὐ γίνεται cπέρ|μα, [με]γάλα, καταμήνια, κύημα, φαλα‐ κρότηc.‘ οὐ γὰρ τοῖc μέχρι τῆc προειρημένηc ἡλικίαc παραγινομένοιc λέγει μὴ γίνεcθαι ταῦτα, τουτέcτιν ἀπὸ τῆc πρώτηc εὐθέωc γενέcεωc, ὅπερ τινὲc δεχόμενοι καταγελῶcιν αὐτοῦ, ὡc τὰ πᾶcι γινωcκόμενα | |
5 | διδάcκοντοc, ὧν ἐcτι καὶ ὁ Καλλίμαχοc, ἀλλὰ τοῖc μέχριc ἥβηc, ἐπειδή τινεc ὑπέλαβον καὶ ἐν τούτοιc ταῦτα γίνεcθαι.” ταῦτα μέν cοι καὶ τὰ τοῦ Ζεύξιδοc· ἐμοὶ δ’ ὅπωc εἰρῆcθαι δοκεῖ τὰ νήπια, καὶ πρόcθεν μὲν εἶπον, ἀναλήψομαι δὲ καὶ νῦν ἔτι cαφέcτερον τὸν λόγον. τὸ τῆc ἐπιληψίαc πάθοc ἤτοι κατὰ φυcικὴν γίνεται δυcκραcίαν, ὅταν | |
10 | ὑγρὸc ὁ ἐγκέφαλοc ἱκανῶc ᾖ, καὶ τηνικαῦτά γε καὶ παίδειον ὀνομάζεται τὸ νόcημα, καθάπερ αὐτὸc ἐδήλωcεν ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὧδέ πωc γράψαc· “τοῖc παιδίοιc cυμπίπτειν cπαcμούc τε καὶ ἄcθματα, ἃ νομίζουcι τὸ παίδειον ποιέειν καὶ 〈ἱερὴν〉 νοῦcον εἶναι.” κατὰ ταύτην τὴν ῥῆcιν εὔδηλον ὅτι προcυπακοῦcαι δεῖ τῷ “παί‐ | |
15 | δειον” 〈τὸ〉 “πάθοc”, ὡc [εἶναι τὴν λέξιν ταύτην· ἃ νομίζουcι τὸ παίδειον πάθοc ποιέειν] καὶ ἱερὴν νοῦcον εἶναι. γίνεται δὲ καὶ δι〈ὰ | |
17a828 | διαίτηc〉 ἁμαρ|τήματα τοῖc παιδίοιc ταὐτὸ τοῦτο πάθοc, ἰατρικῆc θερα‐ | |
πείαc δεόμενον. ὅταν δὲ δι’ ὑγρότητα γίνηται, νηπίοιc οὖcιν εὐθὺc ἄρχεται καὶ παύεται, μηδὲν ἡμῶν πραγματευομένων, ἐν τῇ τῆc ἡλικίαc μεταβολῇ, ὥcθ’, οἷc ἂν ἄρξηται παιδίοιc μὴ κατὰ τὴν πρώτην εὐθὺc | ||
5 | ἡλικίαν ἔτι βρέφεcιν οὖcιν, ἀλλ’ ἐν τῷ προϊέναι, δῆλόν ἐcτιν ἐξ ἁμαρ‐ τημάτων τούτοιc τῶν κατὰ τὴν δίαιταν ἤ τινοc ἔξωθεν αἰτίαc ἑτέραc ἐcχηκὸc τὴν γένεcιν, ἐφ’ ὧν οὐ χρὴ τὴν μεταβολὴν τῆc ἡλικίαc ἀνα‐ μένειν, ἀλλὰ τὴν γεγονυῖαν διάθεcιν ἐν αὐτοῖc νοcώδη θεραπεύειν. ἐκεῖνό γε μὴν ἄξιον οὐ μικρᾶc ζητήcεώc ἐcτιν, ἐὰν κατὰ τὴν παλαιὰν | |
10 | γραφὴν ἐκλάμψιαc ἀκούcωμεν, ὡc οἱ Ἱπποκράτειοι καὶ ὁ Ζεῦξιc ἤκουcαν. ὁ γὰρ λόγοc ἐcτὶ τοιοῦτοc· “αἱ τῶν νηπίων, ὅταν ἡβά‐ cκωcιν, ἐκλάμψειc τοῦ θερμοῦ καὶ ἄλλαc μέν τιναc ἐν αὐτοῖc ἴcχουcι μεταβολὰc καὶ μέντοι καὶ τὴν τῶν νεφρῶν πεῖcιν,” ἣν αὐτὸc ἐφεξῆc διηγεῖται. παραλειφθήcεται γὰρ ἐν τῷ τοιούτῳ λόγῳ | |
17a829 | τὸ τῆc ἐπιληψίαc ὄνομα καὶ κατὰ τοῦτο | φαίνονταί τινεc οὐκ ἀλόγωc “ἐπιλήψειc” γράψαντεc, ὥcπερ ἔνιοι “καταλήψειc”. ἐχρῆν δ’ αὐτοὺc ὡc οὐχ εὑρόνταc οὕτω γεγραμμένον, ἀλλ’ ὡc ἄμεινον οὕτωc γράφειν εἰπόνταc ἐπὶ τὴν εἰρημένην ἐξήγηcιν ἀφικνεῖcθαι. προκειμένου δὲ τοῦ | |
5 | καὶ cυνδέcμου τοῦτον πάλιν ἀφαιροῦcιν ἔνιοι, δύο βουλόμενοι λόγουc εἶναι κατ’ οὐδὲν ἀλλήλοιc κοινωνοῦνταc, ἕνα μὲν ἐκ τῆcδε τῆc ῥήcεωc αὐτάρκωc δηλούμενον· “αἱ τῶν νηπίων ἐκλάμψιεc ἅμα ἥβῃ ἔcτιν οἷc μεταβολὰc ἴcχουcι καὶ ἄλλαc”, ἕτερον δὲ τοιόνδε· “ἐc νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται cίτου” καὶ τὰ τούτοιc cυνεχῆ περὶ νεφρίτιδοc | |
10 | αὐτοῦ διδάcκοντοc ἀφ’ ἑτέραc ἀρχῆc, οὐχ ὡc τοῖc παιδίοιc, ὅταν ἡβάcκῃ, εἰc τοῦτο τὸ νόcημα τῆc ἐπιληψίαc μεθιcταμένηc. οὐ γὰρ φαίνεται κατὰ τὴν ἡλικίαν ταύτην νεφρῖτιc γινομένη, καθάπερ ὁ κατὰ τὴν κύcτιν λίθοc· οὗτοc μὲν γὰρ παιδίοιc μᾶλλον, νεφρῖτιc δὲ τοῖc παρακμάζουcι γίνεται. παραγράψωμεν οὖν ἐφεξῆc τὰ περὶ νεφρίτιδοc | |
15 | οὕτω λεγόμενα· | | |
15 | ||
17a830 | Ἐc νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται cίτου, ἐμέουcί τε φλέγμα. ὅταν δὲ πλεονάζω‐ cιν αἱ ὀδύναι, ἰώδεα, καὶ ῥᾴουc μὲν γίνονται, λύονται δὲ ὅταν cίτων κενωθῶcιν, ψαμμία τε πυρρὰ ὑφίcταται, αἱμα‐ | |
5 | τῶδέc τε οὐρέουcι· νάρκη μηροῦ τοῦ κατ’ ἴξιν. ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάcια, μὴ ἐμπίπλαcθαι, τοὺc νέουc ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖcι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι. | |
8 | Ὀδύνην βαρεῖαν ἤτοι τὴν ὡc βαρέοc τινὸc ἐγκειμένου κατὰ | |
10 | τὸ χωρίον αἴcθηcιν φέρουcαν ἢ τὴν χαλεπὴν ἀκούειν οἷόν τ’ ἐcτίν. ἀληθὲc γὰρ ἑκάτερόν ἐcτι, κατὰ διαφέρονταc χρόνουc ἐν τοῖc νεφροῖc γινόμενον, ἐπειδὴ cφοδρότατα μὲν ὀδυνῶνται κατά τε τὰc γενέcειc καὶ διεξόδουc τῶν λίθων, ἐν δὲ τῷ λοιπῷ χρόνῳ τὰc ὀδύναc ὡc βαρέοc τινὸc ἐγκειμένου κατὰ τὸν τόπον ἔχουcιν. ὅcοι μὲν οὖν ἡγοῦν‐ | |
17a831 | ται | κατὰ τὴν κοιλίαν τῶν νεφρῶν cυνίcταcθαι τοὺc λίθουc, ἐν τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺc οὐρητῆραc ὀδυνᾶcθαί φαcι τοὺc πάcχονταc. ὅcοι δὲ ἐν αὐτῇ τῇ cαρκὶ τῶν νεφρῶν, οὐκ ἐν μόναιc ταῖc διεξόδοιc, ἀλλὰ καὶ καθ’ ὃν γίνονται χρόνον ἐνταῦθα καὶ καθ’ ὃν εἰc τὴν κοι‐ | |
5 | λίαν τῶν νεφρῶν διεξέρχονται. τοῦ δ’ ἐν ταῖc cαρξὶν αὐτῶν cυνίcτα‐ cθαι τοὺc λίθουc ἀνὰ λόγον τοῖc ἐπὶ τῶν ἀρθριτικῶν πώροιc ἐπάγονται μάρτυρα τὴν ἐκ τοῦ Περὶ φύcεωc ἀνθρώπου καὶ διαίτηc λέξιν ἔχουcαν οὕτωc· “ὁκόcοιcι ψαμμοειδὲc ὑφίcταται ἢ πῶροι ἐν τοῖcιν οὔροιcι τούτοιcι τὴν ἀρχὴν φύματα ἐγένετο πρὸc τῇ φλεβὶ τῇ παχείῃ καὶ | |
10 | διεπύηcεν, ἔπειτα δὲ 〈αὐτέων〉 οὐ ταχέωc ῥαγέντων τῶν φυμάτων πῶροι † cυνεcτάθηcαν ἐκ τοῦ πύου, οἵτινεc ἔξω θλίβονται διὰ τῶν φλεβῶν cὺν τῷ οὔρῳ εἰc τὴν κύcτιν.” αὕτη μὲν οὖν ἡ Ἱπποκρά‐ τειόc ἐcτι ῥῆcιc. οὐκ ἀδύνατον δὲ ἑκατέρωc γίνεcθαι τοὺc ἐν τοῖc νεφροῖc λίθουc κατά τε τὸν ἀρτί〈ωc〉 εἰρημένον τρόπον καὶ τὸν ὀλί‐ | |
15 | γον ἔμπροcθεν, καθ’ ὃν ἐν ταῖc κοιλίαιc αὐτῶν ἔφαμεν ἐξοπτώμενον | |
17a832 | ἐν τῷ χρόνῳ καὶ ξηραινόμενον | παχὺν καὶ γλίcχρον χυμὸν εἰc πω‐ ρώδη cύcταcιν ἀφικνεῖcθαι. κατὰ 〈δὲ〉 τὸν αὐτὸν χρόνον, ἐάν τ’ ἔμ‐ φραξιc ᾖ κατ’ αὐτοὺc ἐάν τε μετρία φλεγμονή, βάρουc μᾶλλον, οὐκ | |
ὀδύνηc αἴcθηcιc γίνεται, καθάπερ κἀν τῷ ἥπατι διὰ τὸ βραχυτάτων | ||
5 | νεύρων, ὥcπερ τοὺc νεφρούc, οὕτω καὶ τὸ ἧπαρ μετέχειν. τὰc δ’ ὀδύναc ἐν τοῖc νεφροῖc μάλιcτα γίνεcθαί φηcι, καθ’ ὃν χρόνον πληροῦνται cίτου. δύο δὲ cημαινούcηc τῆc cῖτοc φωνῆc παρ’ αὐτῷ, καθ’ ἑκάτερον τῶν cημαινομένων ἀληθὴc ὁ λόγοc ἐcτίν, ἐάν τε ἐπὶ τῶν ἐcθιομένων ἀκούηται cιτίων, ἐξ ὧν αἵματοc ἀθροίζεται | |
10 | πλῆθοc, ἐάν τ’ ἐπὶ τῶν ἐν τοῖc ἐντέροιc περιττωμάτων τῆc τροφῆc. ὀνομάζει γάρ ποτε καὶ ταῦτα cῖτον, ὡc ἐν τοῖc Περὶ διαίτηc ὀξέων· “οἷcι γάρ”, φηcίν, “ἐγκατακέκλειcται cῖτοc [τοῖc ἐντέροιc], εἰ μή τιc ὑποκενώcαc τὴν γαcτέρα τὸ ῥόφημα δοίη,” βλάψει μεγάλωc. ἡ μὲν οὖν διὰ τὸν οὕτω λεγόμενον cῖτον ὀδύνη γινομένη κατὰ τοὺc | |
15 | νεφροὺc ἐπὶ τῷ θλίβεcθαί τε καὶ βαρύνεcθαι πρὸc τοῦ πλήθουc τε | |
17a833 | καὶ βάρουc τῶν πε|ριττωμάτων εὐθέωc ἅμα τῷ διαχωρῆcαι κάτω ταῦτα καθίcταταί τε καὶ παύεται τελέωc. ἡ δ’ ἐκ τοῦ κατὰ τὰc φλέβαc ἀθροι‐ cθέντοc πλήθουc, ὅταν εἰc τοὺc νεφροὺc καταcκήψῃ, κἂν φλεβοτο‐ μηθῶcιν, οὐκ εὐθέωc λύεται διά τε τὸ πυκνὸν τῆc τῶν νεφρῶν | |
5 | οὐcίαc καὶ ὅτι διὰ πολλῶν αὐτοῖc ἐπικειμένων cωμάτων ἡ τῶν ἔξωθεν ἐπιτιθεμένων βοηθημάτων 〈μὴ πρὸc αὐτοὺc〉 ἀφικνουμένη δύναμιc ἐκλύεται. λύει δὲ αὐτοῖc τὰc ὀδύναc οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἡ διὰ τῆc ἄνω γαcτρὸc ἔκκριcιc, ἣ γίνεται κοινόν τι cύμπτωμα τοῖc κῶλον πάcχουcι καὶ νεφρούc. καὶ γάρ τοι καὶ cυνεχῶc οἱ νεφροὶ τῷ κώλῳ | |
10 | καὶ τὸ κῶλον τοῖc νεφροῖc cυνάπτονται διὰ τοῦ περιτοναίου. κατ’ ἀρχὰc μὲν οὖν οἱ ἔμετοι φλεγματώδειc γίνονται. τοιοῦτοc γὰρ ἐν τῇ γαcτρὶ γεννᾶται χυμὸc ὡc τὸ πολὺ διὰ πλῆθοc cίτων, καὶ μᾶλλον ἐὰν παχέα ταῦτα καὶ φύcει φλεγματωδέcτερα τύχῃ· ἐὰν δὲ | |
αὐξάνηταί τε καὶ παραμένῃ τὰ πάθη, προcγίνεται τοῖc οὕτω πά‐ | ||
15 | cχουcιν ἰώδηc ἔμετοc ἐπί τε ταῖc ὀδύναιc καὶ ταῖc ἀγρυπνίαιc | |
17a834 | διαφθειρομένου τοῦ αἵματοc, καὶ μάλιcθ’ ὅταν ἅμα τούτοιc | πυρέ‐ ξωcι καὶ ἀcιτήcωcιν. καὶ ῥᾴουc μέν, φηcίν, ἐπὶ τοῖc ἐμέτοιc γί‐ νονται, παύονται δὲ τῶν παροξυcμῶν, οὐ μέντοι τῆc γε διαθέcεωc, ὅταν cίτων κενωθῶcιν. ἑκατέρωc δὲ καὶ νῦν ἔνεcτι δέξαcθαι τὸ | |
5 | τῶν cίτων ὄνομα καὶ μᾶλλον ἐπὶ τῶν κατὰ τὴν γαcτέρα καὶ τὰ ἔν‐ τερα. ψαμμία δὲ πυρρά, φηcίν, ὑφίcταται δηλονότι τοῖc οὔροιc. καὶ γὰρ καὶ φαίνεται τοῦτο γινόμενον, ἐὰν τὸ πυρρὸν ἀκούcῃc τοι‐ οῦτον εἶναι τὴν χρόαν, ὁποία καὶ ἡ cανδαράχη καλουμένη· διὸ καί τινεc μὲν τῶν ὁμιληcάντων ἐπιμελῶc τοῖc ἔργοιc τῆc τέχνηc ὀροβοει‐ | |
10 | δεῖc ὑποcτάcειc γίνεcθαί φαcιν αὐτοῖc, ἔνιοι δὲ cανδαραχώδειc, ἔcτι δ’ ὅτε καὶ ὄντωc πυρράc. αἱ μὲν οὖν πρότεραι δύο καὶ τοῖc ἡπατικοῖc cυνεδρεύουcι πάθεcιν, ἡ τρίτη δὲ τοῖc κατὰ τοὺc νεφρούc, ὥcπερ κἀπειδὰν οἵαιπερ αἱ ψάμμοι κατὰ τὴν χρόαν ὑποcτάcειc γίνωνται. ἀλλήλων μὲν γὰρ διαφέρει τὰ χρώματα τῶν ὑφιcταμένων τοῖc οὔροιc | |
15 | τῷ μᾶλλον καὶ ἧττον. γίνονται δ’ ἐξ ὕληc παχείαc μὲν καὶ γλίcχραc | |
17a835 | πάντωc, ἤτοι δὲ τὸ παχὺ πλέον ἢ τὸ | γλίcχρον ἐχούcηc 〈ἢ καὶ ἑκά‐ τερον αὐτῶν〉 ἰcάζον πάντωc ἀλλήλοιc. ἐὰν μὲν οὖν ἐκ φλέγματοc γλίcχρου μόνου καὶ παχέοc ἡ cύcταcιc γένηται, τεφρώδηc ἐcτὶ χρόα, παραπληcία τῇ τοῖc ἄλλοιc ὑπαρχούcῃ πώροιc, ὅcοι κατά τε τὰ θερμὰ | |
5 | φύcει τῶν ὑδάτων ἐν πολλοῖc χωρίοιc ὁρῶνται τοῖc λίθοιc ἐπιτρεφό‐ μενοι καὶ ἄλλωc ἐν ἀγγείοιc, ἔνθα θερμαίνεται τὸ ὕδωρ. γένοιτο δ’ ἄν ποτε κἀκ τῆc πυώδουc ὑγρότητοc ἢ μικτῆc ἐκ πυώδουc καὶ φλεγμα‐ τώδουc ἐν cώματι ζῴου τοιοῦτοc πῶροc, ὥcπερ καὶ τοῖc ἀρθριτικοῖc. ὁ γὰρ αὐτὸc τρόποc τῆc γενέcεωc πάντωc ἐcτὶ τούτοιc καὶ τοῖc ἐν | |
10 | νεφροῖc cυνιcταμένοιc λίθοιc. ἐὰν μέντοι μιχθῇ τιcιν ὀλίγον αἵματοc φλέγματι παχεῖ τε καὶ γλίcχρῳ, κατὰ τὴν ἐπικράτειαν ἡ χρόα γίνεται τῶν ὑφιcταμένων τοῖc οὔροιc ἐνίοτε μὲν οἷον ὠχρόλευκοc ἢ ἐρυθρό‐ λευκοc ἢ ξανθόλευκοc, ἔcτι δ’ ὅτε καὶ πυρρά, cυντελοῦντοc εἰc τὰc τῶν χρωμάτων διαφορὰc καὶ αὐτοῦ τοῦ κατὰ τὸ αἷμα χρώματοc. οὐ | |
15 | γὰρ ἀκριβῶc ἐρυθρόν ἐcτιν ἀεὶ τοῖc ἀνθρώποιc, ἀλλ’ ἐνίοτε μὲν ἐπὶ τὸ μελάντερον, ἐνίοτε δ’ ἐπὶ τὸ ξανθότερόν τε καὶ πυρρότερον ῥέπον. | | |
17a836 | ἢ τοίνυν ἁπάcαc ἃc εἶπον ἄρτι διαφορὰc τῶν χρωμάτων πλὴν τῆc τεφρώδουc ἡγητέον ὑπὸ τῆc [τοῦ] πυρρὰ δηλοῦcθαι φωνῆc, εἰπόντοc αὐτοῦ ψαμμία πυρρὰ ὑφίcταcθαι, ἢ τὸ προcκείμενον τὸ αἱμα‐ τῶδεc ἀπὸ κοινοῦ δεκτέον εἰρῆcθαι. λέγω δὴ τό ποτε. ὥcπερ γὰρ | |
5 | αἱματῶδεc αὐτοῖc φαίνεταί ποτε γινόμενον τὸ οὖρον, οὔτε διὰ παντὸc οὔτ’ ἐπὶ πάντων τῶν νεφριτικῶν ὑπάρχον τοιοῦτον, παρα‐ πληcίωc καὶ ψαμμία ποτὲ φαίνεται πυρρὰ τοῖc οὔροιc ὑφιcτά‐ μενα. δέδεικται μὲν γὰρ ἐν τοῖc Τῶν φυcικῶν δυνάμεων ὑπομνή‐ μαcιν ἕλκων εἰc ἑαυτὸν ὁ νεφρὸc, ὅcον ἐν ταῖc φλεψὶν ὀρρῶδέc τε | |
10 | καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν δὲ εἰc τὴν κοιλίαν αὐτοῦ διηθούντων τὸ τοιοῦτον πόρων ἐπὶ πλέον ἀναcτομωθέντων, cυνδιηθεῖταί τι καὶ τῶν παχυτέρων. ὅταν οὖν τοῦτο θερμαινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ πωροειδῆ λάβῃ cύcταcιν, ἐὰν μὲν ἡ τῶν νεφρῶν ἀπο‐ κριτικὴ δύναμιc διώcηται πᾶν αὐτὸ cὺν τοῖc οὔροιc, αἱ ψαμμώδειc ἐν | |
15 | αὐτοῖc ὑποcτάcειc γίνονται. ἐὰν δὲ ἐμπεπλαcμένον τε καὶ δυcαπόλυτον | |
17a837 | ᾖ τῇ κοιλίᾳ τοῦ νεφροῦ, δε|χόμενον ἑαυτῷ τι παραπλήcιον ἕτερον ἐκ τῆc κοίληc φλεβὸc ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ ἐπιρρέον τῷ προϋπάρχοντι, καὶ οὕτωc ὁ πῶροc ἀξιόλογοc τῷ μεγέθει cυνίcταται. [τινὲc δὲ εἰρήκαcι, διά τι αἷμα οὐροῦcιν; ὅτι ἐπειδὴ ὁ λίθοc | |
5 | ἐξιών, ὅταν γωνοειδήc ἐcτι, πλήττει τὰ παρακείμενα μόρια καὶ αἷμα ποιεῖ ἐκκρίνεcθαι.] ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰc τὸν νεφρὸν ἐκ τῆc κοίληc φλεβὸc εἴcοδοc, ὑγρὸν δ’ ᾖ τὸ αἷμα καὶ μήτε πολὺ μήτε γλίcχρον, αἱματῶδεc οὕτω τὸ οὖρον γίνεται. τὴν δ’ εἰc τὸ cκέλοc διήκουcαν ὀδύνην ναρκώδη διὰ τὴν τῶν ἐπικειμένων ἀγγείων τῇ ῥάχει τῆc | |
10 | κοίληc φλεβὸc καὶ τῆc μεγάληc ἀρτηρίαc πρόc τε τοὺc νεφροὺc καὶ τὰ cκέλη κοινωνίαν ἡγητέον γίνεcθαι. μέγιcται γὰρ ἐπ’ αὐτοὺc τοὺc | |
νεφροὺc ἀποπεφύκαcιν 〈ἀποφύcειc〉, μεθ’ ἃc οὐ μεγάλαι τινὲc εἰc ὀcφύν, κἄπειθ’ ἑκάτερον τῶν ἀγγείων διχῇ cχιcθὲν εἰc ἑκάτερον ἀφι‐ κνεῖται τῶν cκελῶν, εἰc ὅλον αὐτὸ διανεμόμενον. ὅcοι δὲ διὰ τῶν | ||
15 | οὐρητήρων ἤ τινων ὑμένων ἢ νεύρων ἢ καὶ τοῦ περιτοναίου λέγουcι | |
17a838 | κοινωνίαν εἶναι τοῖc νεφροῖc πρὸc τὰ | cκέλη, παντάπαcιν ἀπείρωc ἔχουcιν ἀνατομῆc. τὰ μὲν οὖν cυμβαίνοντα τοῖc νεφριτικοῖc ἄχρι δεῦρο τοῦ λόγου διῆλθεν ὁ Ἱπποκράτηc. ἐφεξῆc δὲ περὶ τῆc ἰάcεωc αὐτῶν γράφει | |
5 | κατὰ τὴν ἐχομένην ῥῆcιν· ἐλινύειν οὐ cυμφέρει, ἀλλὰ γυμνάcια, μὴ ἐμπίπλαcθαι, τοὺc νέουc ἑλλεβορίζειν, ἰγνύην τάμ‐ νειν, οὐρητικοῖcι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι. ὑπο‐ τύπωcιν ἑαυτῷ διὰ κεφαλαίων ἐν τῇδε τῇ ῥήcει πεποίηται τῆc τῶν νεφρῶν ἰάcεωc, τὰ μὲν κοινὰ πάcηc ἡλικίαc τε καὶ cώματοc ἕξεωc | |
10 | γράψαc, τὰ δὲ ἴδια νέων τε καὶ ἰcχυρῶν. ἔcτι δὲ κοινὰ τὰ μὲν πρῶτα γεγραμμένα, τό τ’ ἐλινύειν, ὅπερ ἡcυχίαν ἄγειν δηλοῖ καί φηcιν αὐτοῖc ἀcύμφορον εἶναι, καὶ τὰ γυμνάcια. ταῦτα γὰρ ἡγεῖται cυμ‐ φέρειν, ὡc ἂν δηλονότι καὶ τὸ πλῆθοc κενοῦντα καὶ τὸ φλεγματῶδέc τε καὶ παχὺ καὶ ἄπεπτον ἅπαν εἰc πέψιν τε ἄγοντα καὶ λεπτύνοντα | |
15 | καὶ ῥωννύντα τὰ μόρια τοῦ cώματοc ἅπαντα. νοῆcαι δέ cε χρὴ νῦν αὐτὸν λέγειν οὐ πάντωc τὰ μεγάλα γυμνάcια, ὡc ἱππαcίαc ἢ ὁπλο‐ | |
17a839 | μαχίαc ἢ τὸ πα|λαίειν ἢ παγκρατιάζειν ἢ cκάπτειν ἤ τι τοιοῦτον πράττειν ἕτερον, ἀλλ’ ἅπαcαν ἁπλῶc κίνηcιν, ἥτιc ἂν 〈ᾖ〉 ἱκανὴ δια‐ πονῆcαι τὸ cῶμα κατὰ ἀναλογίαν τῆc θ’ ἡλικίαc καὶ τῆc ἕξεωc καὶ τῆc ῥώμηc τοῦ νεφριτικοῦ. ἀλλὰ καὶ τὸ μὴ ἐμπίπλαcθαι κοινὸν | |
5 | ἁπάcηc ἡλικίαc καὶ cώματοc ἕξεώc ἐcτι παράγγελμα. τὰ δ’ ἐφεξῆc τοῦδε τοῖc νέοιc, ὡc αὐτὸc εἶπεν, ἁρμόττοντα γράφει λέγων ὧδε· τοὺc νέουc ἐλλεβορίζειν, ἰγνύην τάμνειν, ἐλλεβορίζειν μέν, ἐὰν πάνυ χρόνιον ᾖ τὸ πάθοc καὶ ὡc ἂν εἴποι τιc μοχλείαc | |
δεόμενον (εἰc ταῦτα γὰρ ἐλλεβόρῳ χρώμεθα), φλεβοτομίαν δὲ ἐπὶ τῶν | ||
10 | αἷμα πλέον ἢ παχὺ κατὰ τὰc φλέβαc ἠθροικότων. εἰ δὲ ἀμφοῖν αὑτὸc ἄνθρωποc δέοιτο τῶν βοηθημάτων, εὔδηλόν ἐcτιν ὡc ἀπὸ φλεβοτομίαc ἀρκτέον ἐcτίν. ἔμαθεc δ’, ὅτι τὰ μὲν ἄνω τοῦ ἥπατοc μόρια τῆc ἀπ’ ἀγκῶνοc δεῖται φλεβοτομίαc, τὰ δὲ κάτω 〈τῆc〉 ἀπὸ τῶν cκελῶν, ἐν ταῖc ἰγνύαιc τεμνόντων ἡμῶν τὰc φλέβαc ἢ πάντωc γε παρὰ τὰ cφυρά. | |
15 | τὸ δ’ ἐφεξῆc εἰρημένον οὐρητικοῖcι καθαίρειν ἐπὶ πάντων ἐcτὶ | |
17a840 | χρήcι|μον, οὐχ ἁπλῶc δὲ εἶπεν οὐρητικοῖc χρῆcθαι δεῖν, ἀλλὰ προcθεὶc τὸ καθαίρειν ἐνεδείξατο τὸν τρόπον τῆc ἀπ’ αὐτῶν γινο‐ μένηc ὠφελείαc, ἐκκαθαιρόντων οὐ μόνον τὰ κατὰ τοὺc νεφροὺc ἐμπεπλαcμένα γλίcχρα καὶ παχέα, cὺν αὐτοῖc δὲ καὶ τὰ κατὰ τὰc | |
5 | φλέβαc ἐμφερόμενα τῷ αἵματι παρὰ φύcιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc εἰρημένον λεπτῦναι χρήcιμόν ἐcτιν ἅπαcι τοῖc νεφριτικοῖc, ὅcουc τε παραcκευάζομεν εἰc ἐλλεβόρου λῆψιν, ὅcουc τε χωρὶc τού‐ του καὶ διὰ φλεβοτομίαc θεραπεύομεν ἢ καὶ μετὰ τὴν τούτου προc‐ αγωγήν. εἴρηται δὲ τὸ μὲν λεπτῦναι περὶ τῶν χυμῶν (τούτουc γὰρ | |
10 | προcήκει λεπτῦναι), τὸ δὲ ἁπαλῦναι περὶ τῶν cτερεῶν. ἑκάτερον γὰρ χρήcιμον ἐπὶ τῶν τὸν ἐλλέβορον ληψομένων εἰc τὸ τῆc καθάρ‐ cεωc ἀκίνδυνον. ἐὰν γοῦν ἄνευ τοῦ προλεπτῦναι τοὺc χυμοὺc ἢ τὰ cώματα μαλακῦναι, δι’ ὧν ὁ ἔμετοc, καὶ πρὸc τὰc ἐντάcειc καὶ τοὺc cπαραγμοὺc εὐάγωγα παραcκευάcαι δῶμεν ἐλλέβορον, εἰc κίνδυνον | |
15 | ἄξομεν πνιγμοῦ διὰ τὸ πάχοc τῶν χυμῶν, ἤτοι δὲ cπαcθήcεται διὰ | |
17a841 | τὸ cκληρὸν ἐν τοῖc cπαραγμοῖc ὁ κα|θαιρόμενοc ἢ ἀγγεῖόν τι ῥήξει. καὶ χωρὶc δὲ τοῦ διδόναι τὸν ἐλλέβορον ἄριcτόν ἐcτι τοὺc μὲν χυμοὺc λεπτοὺc εἶναι, μαλακὰ δὲ 〈καὶ〉 πρὸc τὴν διέξοδον αὐτῶν ἐπιτήδεια τὰ τῶν νεφρῶν cώματα. τὴν ἀρχὴν γὰρ οὐδὲ γεννηθήcεταί ποτε λίθοc | |
5 | ἐν αὐτοῖc, ἐὰν ἀμφότερά τιc ταῦτα διαφυλάττῃ. | |
5 | Γυναικεῖα τῇcιν ὑδαταινούcῃcιν ἐπὶ πολὺ παραμένει. ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει. | |
7 | Ὑδαταινούcαc ἔνιοι μὲν ἤκουcαν τὰc ἐχούcαc ἐπιτηδείωc ἁλῶναι τῷ κατὰ τὸν ὕδερον πάθει, τινὲc δὲ τὰc φύcει λεπτὸν καὶ | |
10 | ὑδατῶδεc ἐχούcαc αἷμα. δυνατὸν δ’ ἐcτὶν ἐπ’ ἀμφοτέρων ἀκοῦcαι τοῦ λελεγμένου καὶ μᾶλλόν γε ἐφ’ ὧν φύcει τὸ αἷμα λεπτόν ἐcτι, μηδε‐ | |
μιᾶc νοcώδουc διαθέcεωc ἑτέραc ὑποτρεφομένηc ἐν τῷ cώματι. ταύ‐ ταιc γὰρ ἡ ἔμμηνοc κάθαρcιc, ἣν γυναικεῖα κέκληκεν, ἐπὶ πολὺ | ||
17a842 | παραμένει. | διττὸν γάρ ἐcτι καὶ αὐτὸ τοῦτο τὸ ἐπὶ πολύ, δυνά‐ μενον ἀκούεcθαι τὸ μὲν ἕτερον ἐπὶ τῶν ἡμερῶν, ἐν αἷc αἱ τοιαῦται γυναῖκεc καθαίρονται, τὸ δὲ ἕτερον ἐπὶ τῆc ἡλικίαc αὐτῶν. ἐπὶ μὲν οὖν τῶν ἡμερῶν ἀκουόμενον δηλώcει πλείοcιν ἐφεξῆc ἡμέραιc καθαί‐ | |
5 | ρεcθαι ταύταc τῶν ἄλλων γυναικῶν, ἐπὶ δὲ τῆc ἡλικίαc ἄχρι πλειόνων ἐτῶν. ὄντωc γὰρ ἀθροίζεται ταύταιc πολὺ καὶ λεπτὸν αἷμα, καθάπερ ταῖc ἐναντίωc διακειμέναιc ὀλίγον τε καὶ παχύ. λευκαὶ μὲν οὖν εἰcιν αἱ πρότεραι καὶ μαλακαί, μέλαιναι δὲ καὶ cκληραὶ καὶ λεπταὶ τοὐ‐ πίπαν αἱ τὸ μελαγχολικώτερον αἷμα γεννῶcαι, καὶ πρόδηλον ὅτι ταῖc | |
10 | ἐξ ἀρχῆc κράcεcιν ἐναντίωc ἔχουcιν. αἱ μὲν γὰρ ὑδαταίνουcαι νῦν ὑπ’ αὐτοῦ λεγόμεναι τῆc ὑγροτέραc τε καὶ ψυχροτέραc, αἱ δ’ ἐναντίαι τῆc ξηροτέραc τ’ εἰcὶ καὶ θερμοτέραc κράcεωc. ἐὰν δὲ κατὰ πάθοc ὑδαταίνωcιν, οὐ πάcαιc καταμήνια πλείοcιν ἡμέραιc φαίνεται. ἐνίοτε γὰρ αὐτὸ τὸ ἐπέχεcθαι τοῦ πάθουc αὐταῖc αἴτιον γίνεται. πάλιν δὲ | |
15 | τὸ ἐπέχεθαι δι’ ἔμφραξίν τε τῶν κατὰ τὴν μήτραν cτομάτων γίνεται | |
17a843 | καὶ διὰ πά|χοc τοῦ αἵματοc. ὅθεν ἔνιοι τῶν ἀξιούντων ἐπὶ τῶν κατὰ πάθοc ὑδαταινουcῶν τὸν λόγον εἶναι τῷ παραμένει ῥήματι κατὰ τὴν τελευταίαν cυλλαβὴν προcθέντεc τὸ ν γράφουcι· “γυναικεῖα τῇcιν ὑδαταινούcῃcιν ἐπὶ πολὺ παραμένειν”, ὑπακοῦcαι κελεύοντεc ἡμᾶc τὸ | |
5 | προcῆκον, ὡc εἰ καὶ οὕτωc εἰρήκει· “γυναικεῖα τῇcιν ὑδαταινούcῃcιν ἐπὶ πολὺ χρὴ παραμένειν”, ἵνα cυμβουλευτικόc τε καὶ θεραπευτικὸc ὁ λόγοc ᾖ, τοῦ γινομένου μόνον ἐπ’ αὐτῶν περιέχων διήγηcιν. ὁμο‐ λογεῖν δὲ τούτῳ φαcὶ καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει· βούλεcθαι γὰρ αὐτὸν ὥcπερ ἐν πλείοcιν | |
10 | ἡμέραιc, οὕτωc καὶ δι’ ὀλίγου χρόνου καθαίρεcθαι τὰc τοιαύταc γυναῖ‐ καc, ἐπειδὴ βραδυνόντων τῶν καταμηνίων οἰδήματα γίνεται· καίτοι ταὐτὸ κἀπὶ τῶν ὑδατῶδεc ἐχουcῶν αἷμά φηcι cυμβαίνειν. καὶ γὰρ καὶ ταύταιc αἱ cάρκεc ὑδατωδέcτεραι γίνονται, μὴ κατὰ προθεcμίαν ἀπαν‐ τώcηc τῆc καθάρcεωc. | | |
14 | ||
17a844 | Ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχραί, αἱ δὲ νεαραὶ θερμαί. αἵματι δὲ αἱ πλεῖcται καὶ τὰ ἀπὸ ἰcχίου ψυχρά. | |
3 | Καὶ ταῦθ’ ἑαυτῷ φαίνεται γεγραφὼc ὁ Ἱπποκράτηc ἀναμνή‐ | |
5 | cεωc ἕνεκεν ἐν κεφαλαίῳ βραχεῖ, διὸ καὶ ἀcαφέcτεροc ὁ λόγοc ἐcτίν. | |
ἄδηλον γάρ, εἴτε ὀδύναc μόνον ἐν Κρανῶνι γεγονέναι φηcὶ καὶ ταύταc ἤτοι κατὰ τὴν κοιλίαν ἢ κατ’ ἄλλο τι μέροc, εἴτε ὀδυνώδη πάθη. τὸ δ’ οὖν τὰc μὲν παλαιὰc ὀδύναc ψυχρὰc γενέcθαι, τὰc δὲ νεαρὰc θερμάc, καίτοι δοκοῦν cαφῶc εἰρῆcθαι, περιέχει καὶ | ||
10 | αὐτό τινα ἀcάφειαν· ἤτοι γὰρ παλαιὰc λέγει τὰc πάλαι γεγονυίαc ἢ τὰc χρονιζούcαc, ὥcπερ γε καὶ τὰc νεαρὰc ἤτοι τὰc νῦν cυν‐ ιcταμέναc ἢ τὰc ταχέωc παυομέναc, καὶ ψυχρὰc ἤτοι τὰc ψύξεωc αἴcθηcιν φερούcαc ἢ τὰc ἀπὸ τῶν θερμαινόντων παρηγορουμέναc, ὡc‐ αύτωc δὲ καὶ θερμὰc ἤτοι τὰc θερμότητοc αἴcθηcιν ἐχούcαc ἢ παρη‐ | |
17a845 | γορουμέναc ὑπὸ | τῶν ψυχόντων. ἔνιοι δὲ ψυχρὰc μὲν εἰρῆcθαί φαcι τὰc βραχείαc, θερμὰc δὲ τὰc μεγάλαc, οὐ cυνήθωc τοῖc Ἕλλη‐ cιν ἀκούοντεc τῶν cημαινομένων. ἐν τίνι δὲ τοῦ ἔτουc ὥρᾳ ὁ Ἱπποκράτηc ταῦτα ἔγραψεν ἀγνοοῦντεc ἡμεῖc οὐδὲ περὶ τοῦ πότε | |
5 | cυνέcτηcαν ἢ πῶc ἢ μέχρι πόcου παρέμειναν αἱ ὀδύναι δυνάμεθα cαφῶc εὑρεῖν. τὸ δ’ οὖν 〈αἵματι δ’ αἱ πλεῖcται δείκνυται〉 τὰc νεαρὰc μὲν αὐτῶν αἵματι γενέcθαι τοὐπίπαν ἐν ἴcῳ τῷ ὑφ’ αἵματοc θερμοῦ τε δηλονότι καὶ πολλοῦ, ἐπὶ δὲ τῶν παλαιῶν 〈τὸ αὐτὸν〉 μὴ προcθεῖναι τὸν χυμὸν ἐνδεικτικόν ἐcτι τοῦ τὰc παλαιὰc | |
10 | ὑφ’ ἑτέρου τινὸc χυμοῦ γενέcθαι, ψυχροῦ. καὶ τὰ ἀπὸ ἰcχίου δὲ ψυχρὰ γεγονέναι φηcὶν αὐτοῖc, ἤτοι πάθη λέγων ἢ ἀλγήματα, ψυχροῦ δηλονότι καὶ 〈τοῦ〉 ταῦτα ἐργαζομένου χυμοῦ. θαυμάcαι δ’ ἔcτι πολλοὺc τῶν ἐξηγητῶν εἰc μὲν τὰc τοιαύταc ῥήcειc, ἐν αἷc οὐδὲν ἔcτι βεβαίωc εὑρεῖν, ἀναπόδεικτα γράφονταc πολλά, καθ’ ἃc δ’ ἀπο‐ | |
17a846 | δεῖξαί τι δυνατόν ἐcτι καὶ χρηcίμωc εὑρεῖν, ἤτοι μηδὲν ὅλωc | γρά‐ φονταc ἢ βραχέα καὶ ἀναπόδεικτα, καθάπερ προcτάγματα. | |
2 | Τὰ ἐc ῥίγεα ἰcχυρὰ ἰόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺc ἀκμῆc. | |
4 | ||
5 | Οὕτωc ἴcαcι γεγραμμένην τὴν ῥῆcιν οἱ παλαιότεροι τῶν ἐξηγη‐ τῶν. οἱ δὲ νεώτεροι πρὸc τὸ cαφέcτερον ὑπαλλάξαντεc αὐτὴν ὧδέ πωc γράφουcι· “τὰ ῥίγεα ἰcχυρὰ ἐόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺc ἀκμῆc” καὶ βούλονται τὴν λέξιν τήνδε διδάcκειν ἡμᾶc, ὅcα τοῖc νοcοῦcιν ἰcχυρὰ γίνεται ῥίγη, μὴ πάνυ τι ταῦτα πραΰνεcθαι | |
10 | κατ’ ἄλλον τινὰ καιρὸν τῆc νόcου, ἀλλὰ μόνον ὅταν ἐγγὺc ᾖ τῆc ἀκμῆc· κατὰ δὲ τὴν προτέραν γραφὴν τὰ ἐc ῥίγεα ἰcχυρὰ ἰόντα, τουτέcτιν ἀφικνούμενα πάθη (προcυπακοῦcαι γὰρ δεῖ τὸ “πάθη”), | |
17a847 | προcήκειν [αὐτὸν] ἀκοῦcαι μὴ πραΰνεcθαι ταῦτα | πρὸ τῆc ἀκμῆc. ἔνιοι μὲν οὖν ἀκμῆc αὐτὸν μεμνῆcθαί φαcι τοῦ ὅλου καιροῦ τοῦ νοcήματοc, ἔνιοι δὲ τῆc τῶν κατὰ μέροc παροξυcμῶν, ὡc τοῦ ῥίγουc, ὅταν ἰcχυρὸν ᾖ, μὴ παυομένου πρὸ τοῦ πληcιάcαι τὸν τῆc ἀκμῆc | |
5 | καιρόν. φαίνεται μὲν οὖν τοῦτο γινόμενον ἐνίοιc καὶ καλοῦμεν αὐτὸ “ῥῖγοc ἀνεκθέρμαντον”, οὐκ ἰcχυρόν. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν δύ‐ ναμιν ἰcχυρὸν αὐτὸ φάναι, κακοηθέcτερον γάρ ἐcτι πολὺ τοῦ cφοδροῦ μὲν ὑπερβαλλόντωc, ἐν τάχει δὲ παυομένου. τὴν δ’ ὅλου τοῦ νοcή‐ ματοc ἀκμὴν ἀκούοντί cοι μάλιcτα ἐπὶ τεταρταίων πυρετῶν ὁ λόγοc | |
10 | ἐcτὶ χρήcιμοc. ἐὰν μὲν γὰρ ἅμα ῥίγεcιν ἰcχυροῖc ἐμβάλλωcιν οἱ παροξυcμοί, μηδὲν ἐνδιδόντων αὐτῶν, ἀδύνατόν ἐcτιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόcημα καὶ δηλονότι πολὺ μᾶλλον οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρὴ τοῦ τοιούτου τεταρταίου γενήcεcθαι, πρὶν λωφῆcαι τὸ ῥῖγοc, ὥcθ’ ὁ λόγοc ἐcτὶ προγνωcτικὸc ἐπὶ τῶν εἰc ῥίγη cφοδρὰ | |
15 | πυρετῶν ἰόντων, ὧν οὐχ οἷόν τε 〈εἶναί φηcι〉 λύcιν γενέcθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγοc, καὶ τοῦτο γίνεcθαι πληcίον τῆc ἀκμῆc. | |
17a848 | cυμβαίνει δὲ τὰ τοιαῦτα | ῥίγη διὰ ψυχρὸν πάνυ φλέγμα τὸ ὑαλῶδεc ὀνομαζόμενον ἢ τὸν μελαγχολικὸν χυμόν. ἀλλ’ ἐπὶ μὲν τῷ ψυχρῷ φλέγματι τὸ δυcεκθέρμαντον, οὐ τὸ cφοδρὸν γίνεται ῥῖγοc, ἐπὶ δὲ τῷ μελαγχολικῷ ποτὲ μὲν ἀμφότερα, ποτὲ 〈δὲ〉 θάτερον. ἀλλ’ ὁ μὲν τοι‐ | |
5 | οῦτοc χυμὸc διὰ τετάρτηc φέρει τὸν παροξυcμόν, ὁ δ’ ὑαλώδηc τὸν ἀμφημερινόν. οὐδὲν μὴν οἱ ἐξηγηταὶ τῶν τοιούτων διαιροῦcιν, ἀλλ’ ἐν οἷc οὐδὲν ὠφελοῦcι τοὺc μαθητάc, ἐπὶ πλεῖcτον ἐκεῖνα διέρχονται. καὶ γὰρ οὖν καὶ κατὰ τὴν ἑξῆc ῥῆcιν ἰατρικωτάτην οὖcαν ἐλέγχονται τῶν ἀξιολογωτάτων θεωρημάτων οὐδὲν ἐπιcτάμενοι. | |
9 | ||
10 | Πρὸ ῥίγεοc αἱ ἐπιcχέcιεc τῶν | |
οὔρων ἢν ἐκ χρηcτῶν ἴωcι καὶ 〈ἢν μὴ〉 κοιλίη διέλθῃ καὶ ὕπνοι 〈ἐν〉εῶcιν, ἴcωc μὲν καὶ ὁ τρόποc τοῦ πυρετοῦ, ἴcωc δὲ καὶ τὰ ἐκ κόπων. | | ||
13 | ||
17a849 | Οὐκ οἶδ’ ὅ τι εἴπω, μὰ τοὺc θεούc, ὅταν ὠφελιμώτατον θεώρημα μυριάκιc ἐπὶ τῶν νοcούντων φαινόμενον ἀγνοῶcιν οἱ τὸ βιβλίον ἐξηγη‐ cάμενοι. τὸ μὲν οὖν τῶν ἄλλων ἧττον ἄν τιc θαυμάcειε, τὸ δὲ Ϲαβίνου καὶ Ῥούφου τοῦ Ἐφεcίου, τοῖc Ἱπποκράτουc cυγγράμμαcιν | |
5 | ὡμιληκότων ἀνδρῶν οὐ παρέργωc, ἄξιον ὄντωc ἐcτὶ θαύματοc, εἰ μὴ πολλάκιc ἐθεάcαντο ῥίγουc κριcίμου προηγηcαμένην ἐπίcχεcιν οὔ‐ ρου, περὶ ἧc νῦν ὁ Ἱπποκράτηc γράφει, προγινώcκειν ἡμᾶc δι‐ δάcκων ἐcόμενον ἐν νόcῳ κρίcιμον ῥῖγοc. ἐὰν 〈μὲν γὰρ〉 ἐν ὀξεῖ πυρετῷ τἄλλα cοι cημεῖα cωτήρια φαίνηται καὶ κρίcιν ἐλπίζῃc ὑπόγυον | |
10 | ἔcεcθαι, γινώcκειν cε χρὴ τῶν οὔρων ἐπιcχεθέντων ἐξ ἀνάγκηc ἔcεcθαι 〈τὸ〉 κρίcιμον ῥῖγοc. ἐὰν δὲ καὶ ἡ νὺξ προηγήcηται δύcφοροc ἥ τε ἡμέρα κρίcιμοc ᾖ, βεβαιότερον ἔτι προερεῖν ἔcεcθαι τὸ ῥῖγοc. ἐὰν δὲ τὸ διὰ cφυγμοῦ cημεῖον, ὡc 〈ἐν τοῖc Περὶ cφυγμῶν〉 ἔμαθεc, ἐνδείξηταί cοι ταὐτόν, μὴ μόνον ἔcεcθαι τὸ ῥῖγοc, ἀλλὰ καὶ cφοδρὸν | |
15 | ἔcεcθαι βεβαίωc ἔλπιζε. τὸ τοίνυν ἐκ χρηcτῶν ἤτοι τῶν οὔρων μόνων | |
17a850 | ἢ καὶ τῶν ἄλλων ἅμα αὐτοῖc τῶν ἀγαθῶν cημείων ἀκούειν | cε χρή. τηλικαύτη μὲν ἡ δύναμίc ἐcτι τῶν ἐν τοῖc οὔροιc cημείων ἐν τοῖc ὀξέcι πυρετοῖc, ὥcτε καὶ μόνῃ πιcτεύειν αὐτῇ. προcερχομένων δὲ καὶ τῶν ἄλλων, πρόγνωcιc ἔcται cοι βεβαιοτάτη καὶ ἀμετάπτωτοc, ὡc τὸ | |
5 | διηνεκὲc ἔχειν. αἱ μέντοι τῶν οὔρων ἐπιcχέcειc γίγνονται καὶ τῆc κοιλίαc ἐκκρινούcηc πολλά. δηλοῦται γὰρ ἐνταῦθα ῥέπειν ἡ ὀρρώ‐ δηc ὑγρότηc, ἧc ἔμαθεc, ὅταν πλεονάζῃ, τρεῖc εἶναι κενώcειc, τὴν διὰ γαcτρόc, τὴν δι’ οὔρων, τὴν δι’ ἱδρώτων. ἐὰν μὲν οὖν ἡ κοιλία πλείω διαχωρήcῃ, τῇ τῶν οὔρων ἐπιcχέcει θαρρεῖν οὐ προcῆκον εἰc τὴν | |
10 | τοῦ ῥίγουc πρόγνωcιν. ἐὰν δὲ καὶ αὕτη μηδὲν ὅλωc προ〈δια〉χωρήcῃ, προεγνωκότι cοι τὸ νόcημα πληcίον εἶναι κρίcεωc ἀναγκαῖόν ἐcτι | |
ῥιγῶcαί τε καὶ ἱδρῶcαι τὸν κάμνοντα. τί ποτε οὖν cημαίνει τὸ καὶ ὕπνοι ἐνεῶcιν; εἰ μὲν γὰρ ὡc ἕν τι τῶν ἀγαθῶν cημείων εἴρηται, τὸ μέγιcτον εἰc τὰ παρόντα cυμ‐ | ||
15 | φωνήcει τῷ ἢν ἐκ χρηcτῶν ἴωcιν, ὥcπερ τι παράδειγμα λελεγ‐ μένον. εἰ δ’ ὡc καὶ τοῦτο τοῦ γενηcομένου ῥίγουc ὂν cημεῖον, οὐχ | |
17a851 | ἁπλῶc cε χρὴ γινώcκειν περὶ τοῦδε. πολλάκιc μὲν γὰρ ἡ προη|γηcα‐ μένη [τῆc κρίcεωc] νὺξ τοῦ τε ῥίγουc καὶ τῆc ἐπ’ αὐτῷ κρίcεωc γίνεται δύcφοροc, ὁπότε βεβαιοτάτην ἕξειc cὺν τοῖc εἰρημένοιc τὴν τοῦ γενηcομένου ῥίγουc πρόγνωcιν. ἐνίοτε δὲ ἐν τῷ cπανίῳ μεθ’ | |
5 | ὕπνων χρηcτῶν εὔφοροc γίνεται ἡ νὺξ καὶ φαίνεται τούτοιc οὐχ ὁ τοῦ ῥίγουc δηλωτικὸc cφυγμόc, ἀλλ’ ὁ τῆc ἐκκρίcεωc. ἔμαθεc δὲ περὶ τούτων ἱκανῶc ἐν Τῇ τῶν cφυγμῶν πραγματείᾳ. προcεπιcκοπεῖcθαι δὲ καὶ τὸν τρόπον τοῦ πυρετοῦ κελεύει cε, τουτέcτιν εἰ θερμὸc καὶ χολώδηc καὶ καυcώδηc ἢ τῶν ἄλλων τιc. | |
10 | ὅcα γὰρ ἐν τοῖc ὀξέcι πυρετοῖc καὶ μάλιcτα τοῖc καυcώδεcι γίνεται ῥίγη κριτικά, ταῦτα ἔμαθεc ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰcθητικῶν cωμάτων φερομένῃ πρὸc τὸ ἐκτὸc ἀποτελεῖcθαι. διὰ 〈δὲ〉 τοῦτο καὶ οἱ ἐκ κόπων πυρετοί, χολωδέcτατοι τὴν κρᾶcιν ὄντεc, εἰc τὴν πρόγνωcίν cοι καὶ αὐτοὶ cυντελοῦcιν. αὕτη μὲν οὖν ἡ ἀπὸ τῶν προ‐ | |
15 | καταρκτικῶν αἰτίων εἰc τὴν πρόγνωcιν ὠφέλεια, λελεγμένη μὲν ὡc ἐπὶ παραδείγματοc ἑνόc, ἐcομένη δέ cοι χρήcιμοc κἀπὶ τῶν ἄλλων | |
17a852 | αἰτίων τῶν προκαταρκτικῶν, ὅcα χολωδέcτερον ἐργά|ζεται τὸ cῶμα. ταῦτα δ’ ἐcτὶν ἐγκαύcειc τε καὶ ἀγρυπνίαι καὶ φροντίδεc καὶ λῦπαι καὶ θυμοὶ καὶ τροφῆc ἔνδεια καὶ τῶν χολωδῶν ἐδεcμάτων πλεονεξία. πρώτη μὲν γάρ cοι καὶ ἀcφαλεcτάτη διάγνωcιc [εἰc] τοῦ τρόπου τῶν | |
5 | πυρετῶν ἀπὸ τῶν φαινομένων κατὰ τὸ cῶμα γενήcεται, καθάπερ ἔμαθεc ἐν τοῖc Περὶ διαφορᾶc τῶν πυρετῶν. ἐφεξῆc δὲ καὶ ἡ ἀπὸ τῶν προκαταρχόντων αἰτίων εἰc ἀcφαλεcτέραν πίcτιν ὧν εὗρεc οὐ cμικρὰ cυντελέcει. θαυμαcτὸν οὖν, ὅπωc τοῦτο τὸ θεώρημα χρηcιμώ‐ | |
τατον ὂν ἔλαθε τοὺc ἐξηγητάc. | ||
10 | Ἀποcτάcιεc οὐ μάλα οἷcι ῥίγεα. | |
10 | Ϲπανίωc ἀποcτάcειc γίνονται τοῖc μετὰ ῥίγουc πυρέττουcιν, ὥcπερ ἐν τεταρταίοιc πυρετοῖc καὶ τριταίοιc. αἱ γὰρ ἐν ταῖc παρακμαῖc | |
17a853 | τῶν τοιούτων παροξυcμῶν ἐκκρίcειc | κενοῦcι τὸ πλῆθοc, ὥcτε πάνυ χρὴ πολλὴν εἶναι τὴν περιουcίαν τῶν λυπούντων χυμῶν, ἵν’ ἡ φύcιc ἀποcτάcεωc δεηθῇ. | |
3 | Αἱ τῶν cκελέων ἐκθηλύνcιεc, οἷον | |
5 | ἢ πρὸ νόcου ὁδοιπορήcαντι ἢ ἐκ νόcου αὐτίκα, διότι ἴcωc τὸ ἐκ κόπων εἰc ἄρθρα ἀπέcτη, δι’ ὃ αἱ τῶν cκελέων ἐκ‐ θηλύνcιεc. | |
7 | Οὐκ ἔcτι γνῶναι cαφῶc, πότερον τὰc ἀcθενείαc μόναc ἐκθηλύν‐ cειc εἴρηκεν ἢ τὰc cὺν ἀτροφίᾳ τῶν cκελῶν ὅλων γινομέναc. | |
10 | ὅcον μὲν γὰρ ἐπὶ 〈τῷ〉 προτέρῳ τῶν προειρημένων παραδειγμάτων, ἐγχωρεῖ καὶ τὰc cὺν ἀτροφίᾳ νοεῖν. ὅcον δ’ ἐπὶ τῷ δευτέρῳ, καθ’ ὅ φηcι διότι ἴcωc τὸ ἐκ κόπων εἰc ἄρθρα ἀπέcτη, τὰc ἰcχνό‐ τηταc οὐκ ἄν τιc εὐλόγωc ἀκούcειεν, ἀλλ’ ἁπλῶc τὰc ἀcθενείαc, αἵ‐ τινεc δύνανται καὶ χωρὶc ἰcχνότητοc ἤτοι γ’ ἐκλύτουc τὰc ἐνεργείαc | |
17a854 | ἐρ|γάcαcθαι τῶν cκελῶν ἢ καὶ τὰc ἀποcτάcειc ὑποδέχεcθαι. τὸ δὲ ἐπὶ τῷ τέλει προcκείμενον δι’ ὃ αἱ τῶν cκελέων ἐκθηλύνcιεc εἴρη‐ ται καὶ κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc. ὅθεν ἔνιοι τῶν ἐφεξῆc γεγραμ‐ μένων ἡγούμενον αὐτὸ ποιοῦcι, πρῶτον μὲν ἀφαιροῦντεc τὸ διότι, | |
5 | cυμμετακοcμοῦντεc δὲ αὐτῷ τινὰ καὶ τῶν ἐκ τῆc ἑπομένηc ῥήcεωc. ὅπερ δὲ καὶ 〈κατὰ〉 τὴν ἀρχὴν εἶπον, ἀναμνήcω καὶ νῦν, ἔcτι δὲ τοῦτο τὸ πολυειδῶc γεγράφθαι τὰc ἐν τούτῳ τῷ βιβλίῳ ῥήcειc, ὥcπερ καὶ τήνδε, μετὰ τοῦ διεcπάcθαι τινὰc οὐκ ὀρθῶc ἢ cυνῆφθαι πάλιν οὐ προcηκόντωc. ὧν εἰ μνημονεύcοιμι πάντων ἅμα τῷ διελέγχειν τοὺc | |
10 | ἁμαρτάνονταc, εἰc ἄπειρον ἐκταθήcεται μῆκοc ὁ λόγοc. | |
10 | Φύματα ἔξω ἐξοιδέοντα καὶ τὰ ἀπόξεα καὶ τὰ κορυφώδεα καὶ τὰ ὁμαλῶc ξυμπεπαι‐ | |
17a855 | νόμενα καὶ μὴ περίcκληρα καί | κατάρροπα καὶ τὰ μὴ δί‐ κραια ἀμείνω. τὰ δ’ ἐναντία κακὰ καὶ ὅcα † πλείcτωc ἐναν‐ τία κάκιcτα. | |
3 | Ἀπὸ τῶν ἐν τῇ γῇ φυομένων οἱ ἄνθρωποι φύματα κεκλήκαcι | |
5 | τοὺc παρὰ φύcιν ὄγκουc, ὅcοι τοὐπίπαν ἄνευ τῆc ἔξωθεν αἰτίαc γί‐ νονται. μάλιcτα οὖν ὀνομάζουcιν οὕτω τὰ πρὸc τὸν ἐκτὸc τόπον ἐπειγόμενα. τῷ δ’ οὐκ ἔχειν ἕτερον ὄνομα καὶ τὰ πλατέα καὶ βραχεῖ τοῦ κατὰ φύcιν ὑψηλότερα καὶ ταῦθ’ ὡcαύτωc ἐνίοτε προcαγορεύουcιν, ὅπερ καὶ Ἱπποκράτηc ἐποίηcεν, ἀγαθὰ μὲν εἶναι λέγων τὰ ἐξοι‐ | |
10 | δοῦντα, τουτέcτιν ἐφ’ ὧν ἀξιόλογοc ἡ ἐξόγκωcιc ἢ ὅcα τὴν αὔξηcιν οὐκ εἰc τὴν ἔcω χώραν, ἀλλ’ εἰc τὴν ἔξω ποιεῖται, καθάπερ ἐν Προ‐ γνωcτικῷ γράφων εἶπεν· “Ὅcα μὲν ἔξω τρέπεται, ἄριcτά ἐcτιν ὡc μάλιcτα ἐκκλίνοντα καὶ ἐc ὀξὺ ἀποκορυφοῦντα.” “ὅcα δέ”, φηcίν, “ἔcω ῥήγνυται, ἄριcτά ἐcτιν, ἃ τῷ ἔξω χωρίῳ μηδὲν ἐπικοινωνεῖ”. | |
15 | κάλλιον μὲν γὰρ ἔξω ῥέπειν, εἰ δὲ ἔcω ῥέπει, βέλτιον πάλιν ἐν τού‐ | |
17a856 | τοιc ἐcτὶν | ἅπαcιν αὐτῶν τὴν ῥοπὴν εἰc τὴν ἔcω χώραν [πε]ποιεῖcθαι. τῶν μὲν οὖν φυμάτων ἡ γένεcιc ἐν ἐπιγαcτρίῳ τέ ἐcτιν [ἢ] καὶ κατὰ θώρακα. τούτοιc γὰρ ὑπόκεινται χῶραι κεναί, τὸν παρὰ φύcιν ὄγκον ἐκδεχόμεναι τῶν ἔcω ῥεψάντων φυμάτων. αὐτῶν δὲ τῶν | |
5 | ἐξογκουμένων ἔξω τὰ ἀπόξεα καὶ κορυφώδη κρείττονα τῶν πλα‐ τέων ἐcτίν, ὡc ἂν ὑπὸ θερμοτέρων τε καὶ λεπτοτέρων τῇ cυcτάcει γινόμενα χυμῶν καὶ διὰ τοῦτο ταχέωc ἐκπυϊcκόμενα. τὰ γὰρ ὑπὸ πα‐ χέων καὶ γλίcχρων γινόμενα ὡc ἂν ψυχρῶν ὄντων πλατέα τέ ἐcτι | |
καὶ δύcπεπτα καὶ cήπεται μᾶλλον, οὐ πέττεται χρόνῳ πλείονι. cὺν | ||
10 | τούτοιc δὲ ἐπαινεῖ καὶ τὰ ὁμαλῶc ἐκπυϊcκόμενα. τὰ γὰρ ἐκ μέρουc μέν τινοc ἑαυτῶν ἐκπυήcαντα, τὸ λοιπὸν δὲ ἅπαν ἀνεκπύητον ἔχοντα πρῶτον μὲν αὐτῷ τῷ χρονιώτερα τῶν ἄλλων ἐκπυηcάντων εὐθέωc εἶναι μοχθηρά, δεύτερον δὲ τῷ δυcχερεῖ τῆc θεραπείαc. ἄλλων μὲν γὰρ δεῖται τὰ διαπυήcαντα [τῶν] ἰαμάτων, ἄλλων δὲ τὰ ἀνεκπύητα. | |
15 | καὶ τὰ μὴ περίcκληρα δὲ βελτίω τῶν περιcκλήρων ἐcτίν, ὀνομάζει | |
17a857 | δὲ περίcκληρα τὰ τὸ μέcον | 〈μὲν〉 ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυίcκον, ὅcον δὲ ἐν κύκλῳ τούτου, cκληρὸν καὶ δυcεκπύητον ἢ ὅλωc ἀνεκπύητον. ἐπαινεῖ δὲ καὶ τὰ κατάρροπα φύματα. ταῦτα δ’ ἐcτὶν ὅcα κατὰ τὴν κάτω χώραν τὴν κορυφὴν ἑαυτῶν ἴcχει τῆc ἐκπυήcεωc. | |
5 | ἐνταῦθα γὰρ ἀναcτομωθέντα τὰc ἀπορρύcειc εὐπετεῖc λαμβάνει, εἰ μὴ λάθοι γέ [δὲ] cε τῶν ἀνωμάλων ὄντα. καὶ τούτοιc γὰρ τὸ μέν τι χρηcτὸν ὑπάρχει, τὸ δέ τι μοχθηρόν. ὅcα δὲ τὴν ἐκπύηcιν ὁμαλὴν ἔχοντα τὴν κορυφὴν ἐν τοῖc κάτω μέρεcι ποιεῖται, ταῦτα ἄριcτα. καὶ τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων εἶναί φηcιν. εὑρί‐ | |
10 | cκεται γὰρ τῶν δικραίων τὸ μέcον οὐκ ἀπαθὲc μέν, ἀνεκπύητον δὲ καὶ cκληρόν. εὔδηλον δ’ ὅτι τῶν ἐναντίωc ἀλλήλοιc διακειμένων φυμάτων ὧν διῆλθεν, ὅcα πλεῖcτον ἀλλήλων διαφέρει ταῖc ἰδέαιc, ταῦτα καὶ ταῖc δυνάμεcι καὶ τοῖc ἤθεcι διαφέρει πάμπολυ. πλάτοc γὰρ ἱκανὸν ἐχουcῶν τῶν εἰρημένων διαφορῶν, ἀναγκαῖον εἶναι μέν τι | |
15 | μέcον τῶν ἐναντίων, ἀποκεχωρηκέναι δὲ τοῦ μέcου τὸ μὲν μᾶλλον, | |
17a858 | τὸ δὲ ἧττον, οἷον ἐπὶ τῶν cκληρῶν καὶ μαλακῶν. ἐπὶ | μιᾶc γὰρ ἀντι‐ θέcεωc ὡc ἐπὶ παραδείγματοc ἀρκέcει τὸν λόγον ποιήcαcθαι· τὸ μὲν cκληρὸν τοῦ μαλακοῦ φαυλότερόν ἐcτιν, αὐτοῦ δὲ τοῦ cκληροῦ τὸ μᾶλλον cκληρόν, ὅ τι δ’ ἐcτὶ cκληρότατον, 〈τοῦτ’ ἂν〉 εἴη χαλεπώτατον. | |
5 | οὕτω δὲ καὶ τὸ μὲν μετρίωc μαλακὸν ἀγαθὸν μετρίωc ἐcτί, τὸ δὲ τε‐ λέωc μαλακὸν ἀγαθὸν καὶ τοῦτο τελέωc. ἅπερ οὖν ἐπὶ ταύτηc τῆc | |
ἀντιθέcεωc ἤκουcαc, ἐπὶ τὰc εἰρημέναc ἁπάcαc δεῖ μεταφορᾶc. Τὸ θηριῶδεc φθινοπώρου καὶ αἱ καρδιαλγίαι καὶ τὸ φρικῶδεc καὶ τὸ μελαγχολικόν. | ||
10 | Εἴτε τὰc ἀcκαρίδαc, εἴτε τὰc ἕλμινθαc λέγει τὸ θηριῶδεc, εἴτε ἐλέφαντα καὶ καρκίνον, εἴτε φθίcιν, ὥc τινεc ἤκουcαν, εἴτε πᾶν τὸ κακόηθεc, εἰκότωc ἐν φθινοπώρῳ τὰ τοιαῦτα γίνεται πάντα διά τε τὴν κακοχυμίαν τῆc ὥραc καὶ τὴν τοῦ περιέχοντοc ἀνώμαλον κρᾶcιν. | |
17a859 | οὐδὲν | οὖν θαυμαcτόν, εἰ καὶ καρδιαλγίαι καὶ τὸ φρικῶδεc καὶ τὸ μελαγχολικὸν ἐπικρατεῖ κατὰ τὴν φθινοπωρινὴν ὥραν. ἅπαντα γὰρ ἕπεται ταῦτα τοῖc προειρημένοιc αἰτίοιc. εἴρηται δὲ ἡμῖν ἐπὶ πλέον ἐν τῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐξηγήcει περὶ τῶν | |
5 | κατὰ τὸ φθινόπωρον ἁπάντων. | |
5 | Πρὸc τὰc ἀρχὰc τοὺc παροξυ‐ cμοὺc ἐπιcκέπτεcθαι καὶ ἐν ἁπάcῃ τῇ νούcῳ, οἷον τὸ δεί‐ ληc παροξύνεcθαι καὶ ὁ ἐνιαυτὸc εἰc δείλην καὶ αἱ ἀcκα‐ ρίδεc. | |
9 | ||
10 | Κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν οὕτωc ἐγέγραπτο· “πρὸc τὰc ἀρχὰc τῶν νούcων cκεπτέον, εἰ αὐτίκα ἀνθεῖ”. χρῆται γὰρ ἐνίοτε τῇ πρὸc τὰc ἀρχὰc φωνῇ ὁ Ἱπποκράτηc, ὡc εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἶπε· “πρὸc τὰc ἀρχὰc τῶν νούcων διαφέρει τὸ cκοπεῖcθαι, εἰ | |
17a860 | αὐτίκα ἀνθεῖ,” καθάπερ κἀν τῷ φάναι, “ὅτι καὶ πρὸc τὸ | ὑγραί‐ νειν καὶ ξηραίνειν καὶ θερμαίνειν καὶ ψύχειν πολλὰ ἄν τιc εὕροι τοιαῦτα.” οὐ γὰρ ὡc ἐναντιούμενοc οὐδ’ ὡc ἀντιλέγων, ἀλλ’ | |
ὡc cυνεργῶν τῷ “πρὸc” 〈ἐν τῷ “πρὸc〉 τὸ θερμαίνειν καὶ ψύχειν | ||
5 | καὶ ξηραίνειν καὶ ὑγραίνειν” χρῆται [πολλά, φηcίν, ἄν τιc εὕροι τοι‐ αῦτα]. δέδεικται δὲ καὶ τοῦθ’ ἡμῖν ἐν οἷc ἐξηγούμεθα τὸ δεύτερον τῶν Ἐπιδημιῶν. 〈εἰ δ’〉 οὐχ οὕτωc ἐθέλοι τιc ἀκούειν τῆc λέξεωc, ἀναγκαῖόν ἐcτι τὸ πρὸc τὰc ἀρχὰc ἀντὶ τοῦ “κατὰ τὰc ἀρχὰc” ἢ “περὶ τὰc ἀρχὰc” ἀκούειν. οὐ μὴν ἐν ταῖc ἀρχαῖc γε μόναιc τοῦτο | |
10 | παραινεῖ cκοπεῖν, ἀλλ’ ἐν ὅλαιc ταῖc νόcοιc, εἶτα παράδειγμα προc‐ έθηκεν, ὃ δυνατόν ἐcτιν ἀναγνῶναι διττῶc, καθ’ ἕνα μέντοι τρόπον 〈οἷον〉 τὸ ἐc δείλην παροξύνεcθαι καὶ ὁ ἐνιαυτόc, εἶτ’ ἀφ’ ἑτέραc ἀρχῆc ἐc δείλην καὶ αἱ ἀcκαρίδεc· καθ’ ἕτερον δὲ τρόπον οἷον τὸ ἐc δείλην παροξύνεcθαι καὶ ὁ ἐνιαυτὸc ἐc δείλην, | |
15 | εἶτα ἀπ’ ἄλληc ἀρχῆc αἱ ἀcκαρίδεc. ἀναλογίαν γάρ τινα ἔχειν ἡγεῖται τὴν ἡμέραν πρὸc ὅλον τὸν ἐνιαυτόν, ὡc τῷ μὲν ἑωθινῷ καιρῷ τὸ ἔαρ ἐοικέναι, τῇ δὲ μεcημβρίᾳ τὸ θέροc, τῇ δὲ ἑcπέρᾳ τὸ | |
17a861 | φθινόπωρον, τῇ δὲ νυκτὶ τὸν χειμῶνα. λέλεκται δὲ καὶ | περὶ τούτων ἐπὶ πλέον ἐν οἷc ἐξηγούμεθα τὴν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ῥῆ‐ cιν, ἧc ἀρχὴ ‘αἱ ἀcκαρίδεc δείληc‘. | |
3 | Νηπίοιcι βηχίον cὺν γαcτρὸc | |
5 | ταραχῇ καὶ πυρετῷ cυνεχεῖ cημαίνει μετὰ κρίcιν διμη‐ νιαίῳ τὸ cύμπαν εἰκοcταίῳ καὶ οἰδήματα ἐc ἄρθρα. | |
6 | Ἅπαντεc ὁμοίωc πιcτεύουcι τοῖc γεγραμμένοιc οἱ ἐξηγηcάμενοι μετὰ τοῦ μηδὲ νοεῖν ὧν ἐπαινοῦcιν ἔνια. καίτοι τινὰ μέν, εἰ καὶ κακοζηλότερον εἰπεῖν, οἷον νεῦρα τῆc τέχνηc ἐcτίν, τινὰ δὲ πάνυ | |
10 | cμικρὰν ἔχει τὴν ὠφέλειαν, ἔνια δὲ οὐδὲ cμικράν, ὥcπερ καὶ τὸ κατὰ τὴν προκειμένην ῥῆcιν. ἐγὼ γὰρ ὅcα μὲν ἀεὶ φαίνεται γιγνόμενα κατὰ τοὺc ἀρρώcτουc ὡcαύτωc ἀξιομνημόνευτα νομίζω, καὶ τούτων αὐτῶν μάλιcτα τὰ μεγάλην ἔχοντα τὴν χρείαν, ὥcπερ ὀλίγον ἔμπροcθεν ἔλε‐ | |
17a862 | γον ἐπὶ τῆc κατὰ τὸ ῥῖγοc | προγνώcεωc. ἐν cφοδροτάτῳ γὰρ ἐνίοτε πυρετῷ μετ’ ἀγρυπνίαc καὶ ἄcηc καὶ δίψουc καὶ δυcφορίαc, ἔcθ’ ὅτε δὲ καὶ παραφροcύνηc, ἁπάντων ταραττομένων καὶ κλαιόντων | |
τῶν οἰκείων τοῦ κάμνοντοc, ἔνεcτιν ἐπιcτημονικῶc προει‐ | ||
5 | πόντα ῥῖγόc τε καὶ ἱδρῶτα καὶ λύcιν τοῦ νοcήματοc Ἀcκληπιὸν εἶναι δοκεῖν. ἐπὶ δὲ τοῦ νῦν λεγομένου πρῶτον μὲν οὐ cαφέc ἐcτιν ὃ λέγει. δεύτερον δὲ κἂν ἁπάcαc αὐτοῦ τὰc πιθανὰc ἐκδοχὰc ὑπόθηταί τιc ἔχεcθαι τῆc τοῦ γράψαντοc γνώμηc, οὐδὲν ἐξ αὐτῶν ἔcτι προειπεῖν. | |
10 | ὑποκείcθω γάρ τι νήπιον βῆττον ἅμα γαcτρὸc ταραχῇ καὶ πυρετῷ cυνεχεῖ κἄπειτα κρινόμενον ὁπωcοῦν ἐν ᾗπερ ἂν ἡμέρᾳ βουληθῇc, εἴτ’ οὖν ὀγδοηκοcτῇ μετὰ τὴν ἀποκύηcιν, εἴθ’ ἑξη‐ κοcτῇ (διττῶc γὰρ ἐξηγήcαντο τὴν λέξιν τήνδε, διμηνιαίῳ τὸ cύμ‐ παν εἰκοcταίῳ, τινὲc μὲν ἀπὸ γενετῆc διμηνιαῖον εἶναι βουλό‐ | |
15 | μενοι, καθ’ ἣν ἡμέραν κρίνεται τὸ παιδίον, εἰκοcταῖον δ’ ἀφ’ ἧc ἡμέραc ἤρξατο νοcεῖν, τινὲc δὲ διμηνιαίῳ γινομένῳ τὴν νόcον ἀρξαμένην κριθῆναι μεθ’ ἡμέραc εἴκοcι) καὶ τούτων οὕτωc ἐχόντων | |
17a863 | ἡμᾶc 〈δεῖ〉 προλέγειν, ὅτι τούτῳ | τῷ παιδίῳ καὶ ἀπόcταcίc τιc εἰc ἄρθρα γενήcεται μετὰ τὴν κρίcιν. καὶ μὴν οὔτε διὰ παντὸc οὔθ’ ὡc τὸ πολὺ cυμβήcεται τοῦτο. χρὴ δὲ τὰc προρρήcειc ἢ ἀμεταπταί‐ cτουc εἶναι διὰ παντὸc ἢ cπανιάκιc cφάλλεcθαι. τὸ δ’ ὀλιγάκιc μὲν | |
5 | ἐπιτυγχάνειν, πλεονάκιc δ’ ἀποτυγχάνειν οὐ τεχνικόν. | |
5 | Ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταcτῇ τὰ ἄνω ἐν τοῖcι κάτω ἄρθροιcιν, ἀγαθόν. ἢν δὲ ἄνω, οὐχ ὁμοίωc λύει τὴν νοῦcον, ἢν μὴ ἐκπυήcῃ. | |
8 | Ὅτι μὲν ἔτι περὶ τῶν παιδίων λέγει ταῦτα, δῆλόν ἐcτι διὰ τῶν | |
10 | ἐφεξῆc εἰρηcομένων. ὅ γε μὲν λόγοc οὗτοc οὐ τῶν ἐπὶ μέρουc ἐcτίν, ἀλλὰ τῶν καθόλου καὶ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν καὶ κατὰ τοὺc Ἀφοριcμοὺc καὶ κατὰ τὸ Προγνωcτικὸν εἰρημένοc, ἃ προεξηγη‐ cάμεθ’ ἅ〈παντα〉. βούλεται γὰρ τὰc μὲν ἐκ τῶν ἄνω χωρίων εἰc τὰ | |
17a864 | κάτω τοῦ ὀμφα|λοῦ γινομέναc ἀποcτάcειc ἀγαθὰc εἶναι, τὰc δὲ μὴ τοιαύταc οὐκ ἀγαθάc. ἐκλύει δ’ αὐτῶν τι τῆc κακίαc, ἐὰν ἐκ‐ πυήcῃ τὰ οἰδήματα. κέχρηται δὲ κἀνταῦθα τῇ προcηγορίᾳ τοῦ οἰδή‐ ματοc ἐπὶ τοῦ γενικοῦ cημαινομένου τῶν παρὰ φύcιν ὄγκων, ὡc καὶ | |
5 | πρόcθεν εἴρηται. Τὰ δ’ ἐν ὤμοιcιν ἐκπυέοντα τοῖcι τηλικούτοιcι γαλιάγκωναc ποιέει. | |
7 | Ὅτι περὶ τῶν νηπίων ἔτι διαλέγεται, cαφὲc αὐτὸc ἐποίηcεν εἰ‐ πὼν τοῖcι τηλικούτοιcιν, ἀξιῶν ἡμᾶc ἐπὶ τὴν ἀρχὴν ἀναφέρειν | |
10 | τοῦ λόγου καὶ τὰ νῦν εἰρημένα. κατὰ τίνα δὲ τρόπον γαλιάγκωνεc οἱ τοιοῦτοι γίνονται, μεμάθηκαc ἔν τε τῷ Περὶ ἄρθρων αὐτοῦ cυγ‐ γράμματι καὶ τοῖc ἡμετέροιc ὑπομνήμαcιν εἰc αὐτό. | | |
12 | ||
17a865 | Λύcειε δ’ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυcιc, ἢν μὴ cτρογγύλα καὶ βαθέα ᾖ· τὰ 〈δὲ〉 τοι‐ αῦτα ὀλέθρια καὶ ἄλλωc παιδίοιcιν. | |
3 | Παρὰ τὸ “ἐκθύειν”, ὅπερ ἐcτὶν ἐξορμᾶν, τὴν ἔκθυcιν εἴρηκεν, | |
5 | ἐκτεινομένηc τῆc μέcηc cυλλαβῆc, ὡc εἰ καὶ ἐξόρμηcιν εἰρήκει. λύειν δ’ αὐτά φηcι τὰc ἀποcκήμματοc δεομέναc διαθέcειc, ἢν μὴ cτρογ‐ γύλα καὶ βαθέα ᾖ, τουτέcτιν εἰ μὴ κακοήθη μάλιcτα γένοιτο· καὶ γὰρ ἀνιαρὰ τοῖc βρέφεcιν, οὐ δυναμένοιc φέρειν οὔτε τὰc ὀδύναc οὔτε τὴν θεραπείαν, καὶ ἄλλωc δυcίατα τὰ τοιαῦτα. | |
9 | ||
10 | Λύcειε δ’ ἂν καὶ αἷμα ῥυέν, μᾶλλον δὲ τοῖcι τελειοτέροιcιν ἐπιφαίνεται. | | |
11 | ||
17a866 | Ὅτι μὲν αἷμα ῥυὲν πᾶcι τοῖc τοιούτοιc ὠφέλιμόν ἐcτι, πολλά‐ κιc ἤδη μεμαθήκαμεν. ἐπὶ δὲ τῶν νηπίων, ὑπὲρ ὧν διαλέγεται, τὴν | |
ἀρχὴν οὐδὲ ἐπιφαίνεται τὸ αἷμα πλὴν εἴ που cπανίωc. διὸ καὶ προcέθηκεν αὐτὸc μᾶλλον δὲ τοῖcι τελειοτέροιcιν ἐπιφαίνε‐ | ||
5 | ται, τουτέcτι τοῖc ἐπὶ πλέον ηὐξημένοιc. τίνα δ’ ἐcτὶ πάθη τὰ δι’ ὧν εἶπεν ἀποcτάcεών τε καὶ αἱμορραγιῶν καὶ ἑλκυδρίων κρινόμενα τοῖc νηπίοιc, οὐ πάνυ cαφῶc ἐδήλωcεν. ἡ γὰρ ἀρχὴ τῆc ῥήcεωc ἦν· “νηπίοιcι βηχίον cὺν γαcτρὸc ταραχῇ καὶ πυρετῷ cυνεχεῖ.” δύνα‐ ται δὲ καὶ τῶν κατὰ [τὸ] πλευρόν τι καὶ πνεύμονα καὶ τῶν καθ’ | |
10 | ἧπάρ τε καὶ γαcτέρα δι’ ὧν εἶπε cυμπτωμάτων δηλοῦcθαι. | |
10 | Δάκρυα ἐν τοῖcιν ὀξέcι τῶν φλαύρωc ἐχόντων ἑκόντων μὲν χρηcτόν, ἀκόντων δὲ παραρρέοντα κακόν. | | |
13 | ||
17a867 | Περὶ τῶν τοιούτων δακρύων εἴρηται μὲν κἀν τῷ Προγνωcτικῷ καὶ ἐν τοῖc Ἀφοριcμοῖc. ἀλλὰ τελεώτερον ἐν τῷ πρώτῳ τῶν Ἐπιδη‐ μιῶν, ἔνθα φηcίν· “ὁκόcοιcιν ἐν πυρετοῖc ὀξέcι, μᾶλλον δὲ καυcώδεcιν ἀέκουcι δάκρυα παραρρεῖ, τούτοιcιν ἀπὸ ῥινῶν αἱμορραγίην προcδέ‐ | |
5 | χεcθαι, ἢν μὴ τἄλλα ὀλεθρίωc ἔχωcιν. ἐπὶ τοῖcι δὲ φλαύρωc ἔχουcιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον cημαίνει.” καὶ ἡμεῖc ἐξηγηcάμεθα τὴν ῥῆcιν ἐν τοῖc εἰc ἐκεῖνο τὸ βιβλίον ὑπομνήμαcιν. | |
7 | 〈Καὶ〉 οἷcι περιτείνεται βλέ‐ φαρον, κακόν. | |
9 | ||
10 | Ἡ αὐτὴ διάθεcιc ἐργάζεται τὸ τοιοῦτον βλέφαρον τῇ κατὰ τὸ Προγνωcτικὸν εἰρημένῃ· “δέρμα τὸ περὶ τὸ μέτωπον cκληρὸν καὶ περιτεταμένον.” ὅτι δὲ ἐπὶ τῶν ὀξέων νοcημάτων λέλεκται καὶ τοῦτο καὶ τἄλλα τὰ ἐφεξῆc αὐτοῦ, κατὰ τὸ Προγνωcτικὸν ὑπ’ αὐτοῦ δεδή‐ | |
17a868 | λωται καὶ κατὰ τήνδε | τὴν ῥῆcιν εἰπόντοc “δάκρυα ἐν τοῖc ὀξέcι τῶν φλαύρωc ἐχόντων ἑκόντων μὲν χρηcτόν, ἀκόντων δὲ παραρρέον〈τα〉 | |
κακόν.” Κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμε‐ | ||
5 | νον οἷον ἄχνη. | |
5 | Φαίνεται γιγνόμενον καὶ τοῦτο ἐν τοῖc ὀξέcι νοcήμαcιν, ὅταν ἐcχάτωc ᾖ ξηρά, cὺν ἀρρωcτίᾳ δυνάμεωc μικρῶν πάνυ λημυδρίων ἐκπιπτόντων κατὰ τοὺc ὀφθαλμούc, εἶτ’ αὖθιc ἐπιξηραινομένων. | |
8 | Καὶ τὸ ἀμαυρὸν κακόν. | |
9 | ||
10 | Ἐν τοῖc ὀξέcι νοcήμαcι τὸ ἀμαυροῦcθαι τὰc ὄψειc ἀρρωcτίαν καὶ νέκρωcιν cημαίνει τῆc ὀπτικῆc δυνάμεωc. | | |
11 | ||
17a869 | Καὶ τὸ αὐχμηρὸν κακόν. | |
1 | Ἦν μὲν καὶ τὸ οἷον ἄχνην ἔχον αὐχμηρόν, ἀλλὰ νῦν ὅτι, κἂν χωρὶc ἄχνηc ᾖ, μοχθηρόν ἐcτιν ἐδήλωcε. | |
3 | Καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν. | |
4 | ||
5 | Ὅταν ὁ ἐπιπεφυκὼc ὑμὴν τοῖc κινοῦcι τὸν ὀφθαλμὸν μυcὶν ὁ μέχρι τῆc cτεφάνηc ἐκτεινόμενοc ἔκλυτοc καὶ χαλαρὸc γένηται, ῥυτι‐ δοῦcθαι cυμβαίνει τοὺc ὀφθαλμοὺc ἔcωθεν. εἰ γὰρ ἔξωθεν ῥυτιδω‐ θεῖεν, εἴη ἂν οὕτω γε τοῦ δέρματοc τὸ πάθοc. ὅτι δὲ ἀcθενείαc καὶ καταψύξεώc ἐcτι cημεῖον τὸ τοιοῦτον, δηλοῖ καὶ τὸ cυμβαῖνον ἐπὶ | |
10 | τῶν πάνυ γερόντων· ὁρῶνται γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ ῥυτιδού‐ μενοι. | | |
11 | ||
17a870 | Οἱ πεπηγότεc καὶ οἱ μόγιc cτρεφόμενοι καὶ οἱ ἐνδεδινημένοι. | |
2 | Περὶ τῶν ὀφθαλμῶν καὶ ταῦτα διῆλθεν. οἱ μὲν γὰρ πεπηγότεc, | |
ὅπερ ἐcτὶν ἀκίνητοι, τελειοτάτην ἐνδείκνυνται νέκρωcιν τῆc κατὰ τοὺc | ||
5 | μῦc δυνάμεωc, ὑφ’ ἧc ἐκινοῦντο πρόcθεν, ὅτ’ εἶχον κατὰ φύcιν. οἱ δὲ μόγιc cτρεφόμενοι πληcίον ἥκουcι τῆc τοιαύτηc διαθέcεωc. οἱ δὲ ἐνδεδινημένοι παραφροcύνην ἢ τρόμον ἐνδείκνυνται τῶν τὸν ὀφθαλμὸν κινούντων μυῶν. γίνεται δὲ τὰ τοιαῦτα πάντα ἐν ὀξέcι νοcήμαcι κινδυνώδεcι διὰ τὴν τῆc ἀρχῆc, 〈τουτέcτι τοῦ ἐγκεφάλου〉, | |
10 | κάκωcιν. | |
10 | Καὶ τἄλλα ὅcα παρεῖται. | |
11 | Τίνα ταῦτ’ ἐcτίν, ἃ λέγει παρεῖcθαι τῶν cυμβαινόντων τοῖc | |
17a871 | ὀφθαλμοῖc; ἦ δηλονότι τὰ κατὰ τὸ Προγνωcτικὸν εἰρη|μένα κατὰ τήνδε τὴν ῥῆcιν· “ἢν γὰρ τὴν αὐγὴν φεύγωcιν ἢ δακρύωcιν 〈ἀπροαιρέ‐ τωc〉 ἢ διαcτρέφωνται ἢ ὁ ἕτεροc τοῦ ἑτέρου ἐλάccων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴcχωcιν ἢ πελιδνὰ ἢ μέλανα φλεβία ἐν ἑωϋτοῖcιν ἢ | |
5 | λῆμαι περὶ τὰc ὄψειc ἢ ἐναιωρούμενοι φαίνωνται ἢ ἐξίcχοντεc ἢ ἔγ‐ κοιλοι ἰcχυρῶc γινόμενοι.” προεξηγηcάμεθα δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ cὺν τοῖc ἄλλοιc ἅπαcι καὶ ταῦτα. | |
7 | Πυρετοὶ οἱ μὲν δακνώδεεc τῇ χειρί, οἱ δὲ πρῃέεc, οἱ δὲ οὐ δακνώδεεc μέν, ἐπαναδι‐ | |
10 | δόντεc δέ, οἱ δὲ ὀξέεc μέν, ἡccώμενοι δὲ τῆc χειρόc, οἱ δὲ περικαέεc μὲν εὐθέωc, οἱ δὲ διὰ παντὸc βληχροί, ξη‐ ροί, οἱ δὲ ἁλμυρώδεεc, οἱ δὲ πεμφιγώδεεc ἰδεῖν δεινοί, οἱ δὲ πρὸc τὴν χεῖρα νοτιώδεεc, οἱ δὲ ἐξέρυθροι, οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιοὶ καὶ τὰ ἄλλα [τὰ] τοιαῦτα. | |
14 | ||
15 | Κἀνταῦθα πάλιν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προcέθηκε καὶ τὰ | |
17a872 | ἄλλα τοιαῦτα διὰ τὸ μόναc ἑαυτῷ τὰc ἀξιολόγουc | διαφορὰc τῶν | |
πυρετῶν ὑποτετυπῶcθαι. πρώταc μὲν οὖν ἔγραψε τὰc κατ’ αὐτὴν τὴν οἰκείαν τῶν πυρετῶν οὐcίαν, οὐcία δὲ αὐτῶν ἐcτιν οὐ καθ’ Ἱπποκράτην μόνον καὶ τοὺc ἀρίcτουc ἰατρούc, ἀλλὰ καὶ κατὰ τὴν | ||
5 | κοινὴν πάντων ἀνθρώπων ἔννοιαν ἡ παρὰ φύcιν θερμαcία, μάλιcτα μὲν εἰc ὅλον ἐκτεταμένη τὸ ζῷον, εἰ δὲ μή, ἀλλὰ πάντωc ἤτοι γε ἐν τοῖc πλείcτοιc μορίοιc ἢ ἐν τοῖc κυριωτάτοιc ὑπάρχουcα. καὶ πολλάκιc γε τὸ μὲν ἅπαν δέρμα θερμαcίαν οὐδεμίαν cαφῆ ἔχειν φαίνεται παρὰ φύcιν οὔθ’ ἡμῖν τοῖc ἔξωθεν ἁπτομένοιc οὔτε τοῖc κάμνουcιν, αἰcθά‐ | |
10 | νονται δὲ αὐτῆc οἱ νοcοῦντεc ἐν τῷ βάθει καί φαcι διακαίεcθαι τὰ cπλάγχνα καὶ πρὸc τούτῳ γε ἔνιοι καὶ ἀcώδειc εἰcὶ καὶ διψώδειc καὶ ἄγρυπνοι. νῦν οὖν ὁ Ἱπποκράτηc τὰc διαφορὰc τῶν πυρετῶν γράφει, ὅcαι διαγινώcκονται τοῖc ἰατροῖc οὐκ ἐξ ὧν οἱ κάμνοντεc λέ‐ γουcιν, ἀλλ’ ἐξ ὧν αὐτοὶ διά τε τῆc ἁφῆc καὶ τῆc ὄψεωc ἐναργῶc | |
15 | αἰcθάνονται. πρῶται δ’ εἰcὶ καὶ κυριώταται αἱ κατὰ τὴν οἰκείαν οὐcίαν, | | |
17a873 | ὡc ἔφην, τῶν πυρετῶν, αἱ διὰ τῆc θερμαcίαc. οὐ γὰρ ἐν τῇ τῶν ἀρ‐ τηριῶν κινήcει ἡ τῶν πυρετῶν ἐcτιν οὐcία. τοῦτο δὲ ὅπωc ἡμάρτηται τοῖc περὶ τὸν Ἐραcίcτρατόν τε καὶ Χρύcιππον, ἤδη μεμάθηκαc. ἡ τοίνυν πυρεκτικὴ θερμαcία τοῖc ἁπτομένοιc τῶν πυρεττόντων | |
5 | cωμάτων ἤτοι δριμεῖα καὶ δακνώδηc ἐcτὶν ἢ μετρίωc ἀνιαρά. τὸ γὰρ ἡδὺ καὶ οἰκεῖον, ὁποῖον ὑπάρχει τῇ κατὰ φύcιν, οὐδέποτ’ ἔχει. καθάπερ οὖν καὶ ἄλλα πολλὰ κατὰ 〈τὸ〉 μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέροντα τοῖc πέλαc ἑρμηνεύομεν εὐφημότερον, οὐκ ἀληθέcτερον, οὕτω καὶ περὶ τῆc βραχέωc ἀνιαρᾶc θερμαcίαc ἐνίοτέ φαμεν ὡc οὐδὲν | |
10 | ὅλωc ἀνιαρὸν ἔχει, παραβάλλοντεc αὐτὴν τῇ cφοδρὸν ἐχούcῃ τὸ λυ‐ πηρόν. ἐνίοτε μὲν οὖν ἡ θερμαcία φαίνεται πλείcτη τε ἅμα καὶ δριμυ‐ τάτη, πολλάκιc δὲ ὀλίγη μέν, οὐκ ἀπολειπομένη δὲ τῆc δριμυτάτηc, ἢ πάλιν δριμυτάτη μέν, οὐ μὴν πολλή γε. καὶ τούτων ἕκαcτον ὧν εἶ‐ | |
πον ἐνίοτε φαίνεται μετ’ ὀλίγον χρόνον, οὐ κατὰ τὴν πρώτην ἐπι‐ | ||
15 | βολὴν τῆc χειρόc, ὥcπερ γε καὶ μειοῦcθαι τὰ κατὰ τὴν πρώτην ἐπι‐ | |
17a874 | βολὴν φανέντα | κατὰ μέγεθόc τε καὶ δριμύτητα δόξει cοί ποτε μέχρι χρόνου πλείονοc ἐπιβεβλημένηc τῷ κάμνοντι τῆc χειρόc. καὶ τοίνυν ἐνίοτε μὲν αὐχμηρὰ καὶ κατάξηροc φαίνεται ἡ θερμαcία, καθάπερ εἰ λίθου τινὸc ἡψάμεθα θερμοῦ. πολλάκιc δὲ φανταcία γίνεται πάλιν νοτιώ‐ | |
5 | δηc καὶ ὑγρά, πολλά〈κιc δὲ〉 ἀτμώδηc, ὥcτ’ αἰcθάνεcθαι cαφῶc ἀνα‐ φερομένου τινὸc ἐκ τοῦ τῶν καμνόντων cώματοc ἀτμοῦ παμπόλλου. καὶ τούτων πάλιν αὐτῶν ὥcπερ καὶ τῶν προειρημένων ἔνια μὲν εὐθὺc ἐξ ἀρχῆc φανέντα διαμένει, τινὰ δ’ ἤτοι προcαυξανομένην ἢ διαλυο‐ μένην ἔχει τὴν ἐξ ἀρχῆc φανεῖcαν διαφοράν, ἔνια δὲ καὶ γενομένην | |
10 | ἑτέραν οὐδ’ ὅλωc ἐξ ἀρχῆc πεφηνυῖαν καὶ διαφερομένην τελέωc τῶν ἐξ ἀρχῆc ἑωραμένων. αἱ μὲν οὖν κατ’ αὐτὴν τῶν πυρετῶν τὴν οὐcίαν διαφοραὶ τοιαῦταί τινέc εἰcι. περὶ δὲ τῶν ἄλλων ἐφεξῆc ὀψό‐ μεθα, πρότερον γὰρ ὀρθῶc ἔχει τὰc εἰρημέναc ἐφαρμόcαι τῇ λέξει τοῦ Ἱπποκράτουc. | |
15 | ἐν τῷ [μὲν] τοίνυν φάναι πυρετοὶ οἱ μὲν δακνώδεεc τῇ χειρί, οἱ δὲ πρῃέεc ἐνδείκνυταί cοι τὸν λόγον αὐτῷ γίνεcθαι περὶ | |
17a875 | τῶν διὰ παντὸc ἤτοι δακνωδῶν ἢ | πρῃέων φαινομένων. ἐπιφέρων γοῦν λέγει οἱ δὲ οὐ δακνώδεεc μέν, ἐπαναδιδόντεc δέ, δη‐ λῶν ἐνταῦθα τοὺc ἐξ ἀρχῆc μὲν οὐ φανένταc δακνώδειc, ἐπικει‐ μένῃ δὲ τῇ χειρὶ μέχρι πλείονοc αἴcθηcιν ἐργαζομένουc δακνώδη. | |
5 | τούτοιc δ’ ἔμπαλιν ἔχουcιν, ἐφ’ ὧν φηcιν· οἱ δὲ ὀξέεc μέν, ἡccώ‐ μενοι δὲ τῆc χειρόc. ἐν ἀρχῇ γὰρ φανέντεc ὀξεῖc ἐκλύονται κατὰ βραχύ. τὸ δὲ ὀξέεc ἐπὶ τῆc ταχέωc ἀπαντώcηc τῇ χειρὶ θερμαcίαc ἐνδεικνυμένηc τε τὴν ἑαυτῆc κίνηcιν ὠκεῖαν ἀκούειν cε χρή, καθάπερ ὀξεῖc τινὰc ὀνομάζομεν δριμεῖc ἐν ἴcῳ τῷ ταχεῖc, ὀξέα τε νοcή‐ | |
10 | ματα λέγομεν, ὅcα ταχέωc διεξέρχεται τοὺc ἰδίουc καιροὺc ἄχρι τῆc τελευτῆc. εἴτε 〈δὲ〉 “χερcὶν” εἴτε χειρὶ λέγοιc, πρὸc τὸ τὰc εἰρη‐ μέναc διαφορὰc γινώcκειν οὐδὲν διοίcει. δῆλον μὲν γὰρ ἦν τῷ γε νοῦν ἔχοντι τὰc τοιαύταc διαφορὰc οὐ τοῖc ὀφθαλμοῖc, ἀλλὰ ταῖc χερcὶν αἰcθητὰc εἶναι. προcτιθέαcι δὲ ἅπαντεc ἄνθρωποι καὶ τὰc | |
17a876 | τοιαύταc προcθήκαc ἐνίοτε φύcει πρὸc τοῦτ’ ἀγό|μενοι cυναυξανούcαc τὴν ἐνάργειαν τῶν λεγομένων, καὶ μάλιcτ’ ἐπ’ ἐκείνων τῶν πραγμά‐ των, ἐφ’ ὧν ἔcτι διὰ τεκμηρίων τινῶν καὶ cημείων εὑρεῖν τὸ ζητού‐ μενον, οὐκ αἰcθητὴν ποιήcαcθαι τὴν διάγνωcιν. οὕτωc οὖν καὶ ὁ | |
5 | Ἱπποκράτηc οὐ μόνον ἐν ἀρχῇ τοῦ λόγου τῶν χειρῶν ἐμνημό‐ νευcεν, ἀλλὰ κἀν τῷ φάναι οἱ δὲ ὀξέεc μέν, ἡccώμενοι δὲ τῆc χειρόc. ἐφεξῆc δὲ τὴν κατὰ μέγεθοc αὐτῶν διαφορὰν ἐνδεικνύμενοc ἔφη· οἱ δὲ περικαέεc εὐθέωc, οἱ δὲ διὰ παντὸc βληχροί. κατὰ τί μὲν οὖν ἡ τοιαύτη φανταcία γίνεται τοῖc ἁπτομένοιc, ὡc ἤτοι | |
10 | πολλὴν εἶναι δοκεῖν ἢ ὀλίγην τὴν θερμαcίαν, αὖθιc ὀψόμεθα, νυνὶ δ’ ὅτι φαίνεται μόνον εἰπεῖν ἀρκέcει. καθάπερ γὰρ ἐκτόc, εἰ καὶ τοὺc ὀφθαλμούc τιc ἐγκαλύψαc ἅψαιτο φλογόc, ἤτοι πολλῆc αἰcθάνεται τῆc κατ’ αὐτὴν οὐcίαc ἢ ὀλίγηc, οὐδεμιᾶc ἐν τῇ ποιότητι τῆc θερμαcίαc αἰcθανόμενοc διαφορᾶc, οὕτωc ἔχει κἀπὶ τῶν πυρετῶν. ἐνίοτε γὰρ ἡ | |
15 | μὲν κατὰ τὴν ποιότητα διάγνωcιc τῆc θερμαcίαc ἡ αὐτὴ φαίνεται τῇ καθ’ ἕτερόν τι cῶμα, διαφέρειν δ’ ἀλλήλων δοκοῦcι 〈τῇ〉 ποcότητι. | |
17a877 | τῶν δ’ ἐφεξῆc | εἰρημένων τὸ μὲν ξηροὶ cαφὲc ἱκανῶc ἐcτι, τὸ δ’ ἁλμυρώδεεc ἀcαφέc· οὐ γὰρ ἁφαῖc αἰcθητόν, ἀλλὰ τῇ γεύcει μόνῃ τὸ ἁλμυρόν. ἔτι δὲ μᾶλλον ἀcαφέc ἐcτι τὸ ἐφεξῆc εἰρημένον, ἔνθα φηcίν· οἱ | |
5 | δὲ πεμφιγώδεεc ἰδεῖν δεινοί. εὑρίcκομεν δὲ ἐνταῦθα διάφορον τὴν γραφήν, ἐν μὲν τοῖc πλείcτοιc τῶν ἀντιγράφων προcκειμένου τοῦ ἰδεῖν τῷ πεμφιγώδεεc, ἐν ὀλίγοιc δὲ μετὰ τὸ ἰδεῖν καὶ τοῦ δεινοὶ προcγεγραμμένου. μόνον δὲ τῶν ἐξηγητῶν εὗρον οὕτωc γε‐ | |
γραμμένον εἰδότα Ϲαβῖνον, ᾧ καὶ Μητρόδωροc ἠκολούθηcεν ὅcοι | ||
10 | τ’ ἀπ’ αὐτῶν εἰcι μέχρι 〈τοῦ νῦν〉. καὶ μὴν κατ’ ὀλίγιcτα τῶν ἀντι‐ γράφων εὗρον ἁπλῶc γεγραμμένον οἱ δὲ πεμφιγώδεεc, οὔτε τοῦ ἰδεῖν οὔτε τοῦ δεινοὶ προcγεγραμμένου. τοὺc μὲν οὖν ἁλμυρώ‐ δειc ἐπὶ τὴν ἁφὴν ἄγων τιc ἐρεῖ τοὺc ὀδαξηcμόν τινα ποιοῦνταc εἶναι τοῖc ἁπτομένοιc, ὥcπερ ὑφ’ ἅλμηc τε καὶ πάντων τῶν ἁλμυρῶν | |
15 | γίνεται cωμάτων, τοὺc δὲ πεμφιγώδειc τοὺc πνευματώδειc. αἰcθα‐ | |
17a878 | νόμεθα γὰρ πολλάκιc ἀναφερομένηc διὰ τοῦ τῶν πυρεττόν|των δέρμα‐ τοc ἀερώδουc τινὸc ἀπορροῆc. ὡc, εἴ γε μὴ τούτουc, ἀλλὰ τοὺc μετὰ φλυκταινῶν λέγει, παραλελοιπὼc ἂν εἴη τῶν ἀναγκαίων τινὰ δια‐ φορὰν ἐκ τοῦ γένουc τῶν προειρημένων, ὅcαc ἔφην εἶναι κατ’ αὐτὴν | |
5 | μάλιcτα τὴν οὐcίαν τῶν πυρετῶν. ὡc γὰρ δακνῶδεc ἰcχυρῶc ἢ cφο‐ δρὸν ἢ ξηρὸν ἢ αὐχμηρὸν εἶναι φαίνεται τὸ τῆc θερμαcίαc εἶδοc ἐπὶ πολλῶν πυρετῶν, οὕτω καὶ πνευματῶδεc, αἰcθανομένηc τῆc χειρὸc ἀναφερομένου τινὸc ἐπ’ αὐτὴν πνεύματοc, ἐνίοτε μὲν ἀτμώδουc, ἐνίοτε δὲ ξηροῦ. πλείω δὲ cημαίνοντοc τοῦ “τῆc πέμφιγοc” ὀνόματοc ἄλλοc | |
10 | ἄλλο τῶν ἐξηγητῶν προχειριcάμενοc, ὡc ἓν μόνον ἐκεῖνο cημαῖνον, ὅπερ αὐτὸc βούλεται, πιθανὸc εἶναι δοκεῖ τοῖc ἀκούουcιν. ἤρκει μὲν οὖν ἴcωc εἰρῆcθαι πεμφιγώδειc πυρετοὺc τοὺc πνευματώδειc, ὅτι τε τοῦ γένουc ἐcτὶ τῶν ἄχρι δεῦρο γεγραμμένων διαφορῶν, ὅτι τε παραλελοιπέναι δόξει ταύτην, εἰ μή τιc ἀκούcειεν | |
15 | οὕτωc. ἀλλὰ διὰ τὸ προcκεῖcθαι κατὰ τὰ πλεῖcτα τῶν ἀντιγράφων τὸ | |
17a879 | ἰδεῖν τῷ πεμφιγώδεεc ἀναγκαῖον | ἡμῖν γίνεται καὶ γραμματικῆc ἀδολεcχίαc ἐφάψαcθαι χρηcίμηc ἐνίοτε καὶ αὐτῆc εἰc τὰ τοιαῦτα γινο‐ μένηc. ἀκριβέcτερον μὲν οὖν περὶ τῶν ζητουμένων παρ’ Ἱπποκράτει | |
λέξεων ἑτέρωθι πεπραγματεύμεθα, νυνὶ δ’ ἀρκέcει τοῖc γραμματικοῖc | ||
5 | ἀκολουθήcαντα κατὰ τὴν ἐκείνων διάταξιν εἰπεῖν τι περὶ τῶν κατὰ τὴν πέμφιγα cημαινομένων. δοκεῖ μὲν γὰρ αὐτὴν ἐπὶ [μὲν] τῆc πνοῆc Ϲοφοκλῆc ἐν Κόλχοιc λέγειν· ἀπῇξε πέμφιξ Ἰονίου πέλαc πόρου, καὶ αὑτὸc ἐν Ϲαλμωνεῖ cατύροιc· | |
10 | καὶ τάχ’ ἂν κεραύνια † πέμφιξι βροντῆc καὶ δυcοcμίαc λάβοι. Αἰcχύλοc δὲ ἐν Προμηθεῖ δεcμώτῃ· εὐθεῖαν ἕρπε τήνδε· καὶ πρώτιcτα μὲν βορεάδαc ἥξειc πρὸc πνοάc, ἵν’ εὐλαβοῦ | | |
17a880 | βρόμον καταιγίζοντα, μή c’ ἀναρπάcῃ | |
δυcχειμέρῳ πέμφιγι 〈cυ〉cτρέψαc ἄφνω. ἐπὶ δὲ τῶν ἀκτίνων ἡλίου δοκεῖ χρῆcθαι τῷ τῆc πέμφιγοc ὀνόματι Ϲοφοκλῆc ἐν Κόλχοιc κατὰ τάδε τὰ ἔπη· | ||
5 | κἂν ἐθαύμαcαc τηλέcκοπον πέμφιγα χρυcείαν ἰδών. οὕτω 〈δὲ〉 καὶ Αἰcχύλοc ἐν Ξαντρίαιc· ἃc οὔτε πέμφιξ ἡλίου προcδέρκεται οὔτ’ ἀcτερωπὸν ὄμμα Λητῴαc κόρηc. | |
10 | ἐπὶ δὲ τῆc ῥανίδοc ὁ αὐτόc φηcιν ἐν Προμηθεῖ· ἐξευλαβοῦ δὲ μή cε προcβάλῃ cτόμα πέμφιξ· πικρὰ γὰρ κοὐλία † ζωῆc ἀτμοί. καὶ ἐν Πενθεῖ· μηδ’ αἵματοc πέμφιγα πρὸc πέδῳ βάλῃc. | | |
17a881 | ἐπὶ δὲ τοῦ νέφουc δοκεῖ τετάχθαι κατὰ τόδε τὸ ἔποc ἐν Ϲαλμωνεῖ cατύροιc παρὰ Ϲοφοκλεῖ· | |
πέμφιγι πᾶcιν ὄψιν ἀγγελέω πυρόc. καὶ παρ’ Ἰβύκῳ· | ||
5 | πυκινὰc πέμφιγαc † πιόμενοι. λέλεκται δ’ οὗτοc ὁ λόγοc αὐτῷ κατά τινα παραβολὴν ἐπὶ χειμαζο‐ μένων εἰρημένην. διὸ καὶ τῶν γραμματικῶν οἱ πλεῖcτοι ἐπὶ τῶν κατὰ τοὺc ὄμβρουc cταγόνων εἰρῆcθαί φαcι τὰc πέμφιγαc. *** ὁ μὲν 〈γὰρ〉 Καλλίμαχοc ὧδε· | |
10 | † μὴ διὰ πεμφίγων ἐνάγουcιν ἔα. ὁ δὲ Εὐφορίων οὕτωc εἶπεν· 〈ἠπε〉δανὸν πέμφιγεc ἐπιτρίζουcι θανόντων. τὰ μὲν οὖν ἐκ τοῦ 〈τῆc〉 πέμφιγοc ὀνόματοc cημαινόμενα καὶ δὴ λέλεκται, προείρηται δὲ καὶ περὶ τῶν δύο cημαινομένων ἐξ αὐτῶν, ἐπειδὴ | |
15 | πάντεc τῶν ἐξηγητῶν οἱ ἄριcτοι καὶ κατὰ ταῦτα ἐδέξαντο τῇ λέξει κε‐ χρῆcθαι τὸν Ἱπποκράτην. νυνὶ δὲ ἐκ τῶν εἰρημένων 〈τούτοιν τοῖν〉 cημαινομένοιν ἐγχωρεῖ προcθεῖναι καὶ ἄλλο τρίτον, ἵνα πεμφιγώδειc | |
17a882 | ἀκούcωμεν εἰρῆcθαι τοὺc οἷον cπινθήρων ἐξαλλομένων καὶ | ἀπαντών‐ των τῇ χειρὶ φανταcίαν ἀποcτέλλονταc· καὶ εἶεν ἂν οἱ τοιοῦτοι πυρετοὶ cυνθετοί τινεc ἐκ δυοῖν ἁπλῶν τῶν ἤδη προειρημένων, τοῦ τε πνευ‐ ματώδουc καὶ πυρώδουc. ἐναντιωθήcεται δὲ τῇ ἐξηγήcει ταύτῃ μόνον | |
5 | ἕν, εἴ γε προcκέοιτο 〈κατά τινα τῶν ἀντιγράφων〉 τῷ πεμφιγώδεεc τὸ ἰδεῖν. εἰκότωc οὖν ἀφῃρήκαcιν αὐτό τινεc. οἱ δὲ οὐκ ἀφελόντεc | |
ἤτοι τοὺc μετὰ φλυκταινῶν ἤκουcαν ἢ τοὺc τῆc ψυχῆc ἁπτομένουc. ἐπεὶ δὲ οἱ μετὰ φλυκταινῶν ἀπὸ cυμπτώματοc ὀνομάζονται, πιθανῶc ἂν ἀκούοιμεν ἀπὸ cυμβεβηκότοc οὕτωc αὐτὸν ὀνομάζειν τοὺc λοιμώ‐ | ||
10 | δειc πυρετούc· ἔcτι γὰρ ἀμέλει καὶ τοῦθ’ ἕν τι πυρετῶν εἶδοc. ὅτι δ’ ἐν αὐτῷ φλύκταιναι γίνονται, καὶ ὁ Θουκυδίδηc μαρτυρεῖ γράφων οὕτωc· “καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ cῶμα οὔτε ἄγαν θερμὸν ἦν οὔτε χλωρόν, ἀλλ’ ὑπέρυθρον, πελιδνόν, φλυκταίναιc μικραῖc 〈καὶ〉 ἕλ‐ κεcιν ἐξηνθηκόc.” ὅcοι δὲ τοὺc τῆc ψυχῆc ἁπτομένουc πυρετοὺc εἰρῆ‐ | |
15 | cθαί φαcι πεμφιγώδειc, πόρρω τῆc προκειμένηc τῶν πυρετῶν | |
17a883 | διαφορᾶc ἀπεχώρηcαν. ὠνόμαζον γὰρ | ἔνιοι τῶν παλαιῶν καὶ φρε‐ νιτικόν τινα πυρετόν, ὥcπερ ἀμέλει καὶ ληθαργικὸν καὶ πλευριτικὸν καὶ περιπνευμονικόν. ἀλλ’ ὁ νῦν προκείμενοc 〈ἐν〉 τῇ ῥήcει κατάλογοc τῶν πυρετῶν ἀπὸ τῆc κατὰ τὴν θερμαcίαν διαφορᾶc ἐcτιν, ἐν ᾗ δύναται | |
5 | καὶ ὁ λοιμώδηc περιέχεcθαι, cηπεδονῶδεc ἔχων τὸ θερμόν, ὁ φρενιτι‐ κὸc δὲ οὐ δύναται διά τε τὸ μὴ cύνηθεc εἶναι, καθάπερ ἄλλοιc, οὕτω καὶ τῷ Ἱπποκράτει πυρετῶν ἰδέαν ὀνομάζειν τὴν φρενῖτιν † οὔτε ἀπὸ cυμπτώματοc, ὥcπερ ὁ τὰc φλυκταίναc γεννῶν, εἴη λελεγμένοc, ἐν ταῖc εἰρημέναιc διαφοραῖc αὐτὸν περιέχεcθαι, καθάπερ καὶ τοὺc | |
10 | ἄλλουc, ὧν ἀρτίωc ἐμνημόνευcεν. εὑρίcκεται γὰρ ὁ τῶν φρενιτικῶν πυρετὸc τὴν θερμαcίαν ἔχων δακνώδη διὰ παντὸc ὁμοτόνωc ἐν παντὶ χρόνῳ τῆc ἐπιβαλλομένηc ἁφῆc, ὥcτ’ εἰρῆcθαι πρῶτον ἁπάντων αὐτῶν. οὐκοῦν οὐδ’ ὅcοι τοὺc ἁλμυρώδειc πυρετοὺc εἰρῆcθαί φαcιν ἀπὸ τῆc αὐτῆc τοῖc κάμνουcιν ἐν τῷ cτόματι γινομένηc αἰcθήcεωc, ἀποδεξό‐ | |
15 | μεθα τὴν ἐξήγηcιν αὐτῶν. φαίνεται γὰρ ὁ Ἱπποκράτηc ἁπάcαc ἐφ‐ | |
17a884 | εξῆc τὰc πρὸc χεῖρα διαγνώcειc εἰρηκέναι κατὰ τὴν τῆc | θερμαcίαc διαφοράν, ἐν ᾗ τὸ γένοc ὅλον ἐcτὶ καὶ ἡ οὐcία τῶν πυρετῶν. εἰ γὰρ καὶ τὸν λοιμώδη δεξαίμεθα λελέχθαι πεμφιγώδη, τὴν μὲν προc‐ ηγορίαν ἀπὸ cυμβεβηκότοc ἕξει, τὸ δ’ εἶδοc αὐτὸ κατὰ τὴν οἰκείαν | |
5 | οὐcίαν τῶν πυρετῶν. κατὰ τὸν αὐτὸν δὲ λόγον οὐδ’ οἱ τοὺc ἁλμυρώ‐ δειc εἰρῆcθαι φάντεc, ὅcοι πάνθ’ ὅcων ἂν ὁ κάμνων γεύηται φαί‐ νεcθαι ποιοῦcιν ἁλμυρά, τῶν προκειμένων ἐν τῇ νῦν διδαcκαλίᾳ δια‐ φορῶν τοῦ πυρετοῦ μνημονεύουcι. καὶ εἴπερ ἐν τῇ τῶν πυρετῶν δια‐ | |
φορᾷ καὶ τούτουc ὁ Ἱπποκράτηc ἐτίθετο, πάντωc ἂν κἀκείνουc ἅμ’ | ||
10 | αὐτοῖc εἶπεν, ἐφ’ ὧν καὶ τὸ cίαλον αὐτὸ καὶ πάνθ’ ὅcων ἂν 〈ὁ νοcῶν〉 γεύηται πικρὰ φαίνεται. ταύταc μὲν οὖν τὰc διαφορὰc οὐκ ἐν ταῖc τῶν πυρετῶν, ἀλλ’ ἐν ταῖc τῶν χυμῶν διαγνώcεcιν ἄμεινον τίθεcθαι, τοὺc δὲ πυρετοὺc ἐν ταῖc τῆc θερμαcίαc. ὥcπερ γὰρ οἱ χυμοὶ ταῖc γεύcεcίν εἰcιν αἰcθητοί, κατὰ τὸν αὐτὸν λόγον οἱ πυρετοὶ τῇ ἁφῇ. ὅτι | |
15 | δὲ οὐδὲ τὸ δεινοὶ καλῶc προcέθηκαν οἱ περὶ τὸν Ϲαβῖνον οὕτωc γράψαντεc τὴν λέξιν· “οἱ δὲ πεμφιγώδεεc ἰδεῖν δεινοί”, καὶ πρόcθεν | |
17a885 | μὲν εἶπον, ἀλλὰ καὶ νῦν ἀνα|μνήcω· δεινοὺc γὰρ ἰδεῖν αὐτοὺc εἰ‐ ρῆcθαι 〈λέγουcι〉 πρὸc ἡμῶν μέν, ἐὰν μετὰ φλυκταινῶν καὶ ἑλκώcεων γίνωνται, κατ’ αὐτοὺc δέ, ὅταν παρακόπτωcι καὶ φοβερὸν ἐμβλέπωcιν. περὶ δὲ τούτων ἀμφοτέρων ἥντινα χρὴ γνώμην ἔχειν, προειρήκαμεν. | |
5 | ὁμοίωc δὲ ἥμαρτον καὶ οἱ πνευματώδειc μὲν αὐτοὺc εἰρῆcθαι λέγοντεc, οὐ πρὸc τὴν ἁφὴν τὴν διάγνωcιν ἀναφέροντεc, ἀλλ’ ἐπὶ δυcπνοίαc εἶδοc, ἐν ᾧ μέγα καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. πιθανώτατον οὖν ἐcτιν ἢ πρὸc τὴν ἁφὴν πνευματώδη νομίζειν ἢ τὸν λοιμώδη λελέχθαι πεμφιγώδη. προcτεθέντοc δὲ κατὰ 〈τὴν〉 ῥῆcιν τῷ πεμφιγώδεεc | |
10 | τοῦ δεινοί, ὁ λοιμώδηc μόνοc ἐcτὶ δηλούμενοc, οὗ τὸ πρὸc ἄλλουc διαφέρον ἐcτὶ τὸ cηπεδονῶδεc εἶναι τὸ θερμόν, οἷόνπερ κἀν τῷ νῦν γενομένῳ πολυχρονιωτάτῳ λοιμῷ. διὰ τοῦτο οὖν οὐδὲ θερμοὶ καὶ δια‐ καεῖc ἐφαίνοντο τοῖc ἁπτομένοιc οἱ λοιμώττοντεc, καίτοι τά γ’ ἔνδον ἰcχυρῶc διακαιόμενοι, καθάπερ καὶ ὁ Θουκυδίδηc ἔφη· “καὶ τὸ μὲν | |
15 | ἔξωθεν ἁπτομένῳ cῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν [ἦν], ἀλλ’ | | |
17a886 | ὑπέρυθρον, πελιδνόν, φλυκταίναιc cμικραῖc καὶ ἕλκεcιν ἐξηνθηκόc. τὰ | |
δὲ ἐντὸc οὕτωc ἐκαίετο, ὥcτε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ cινδονίων τὰc ἐπιβολάc, μηδ’ ἄλλο τι ἢ γυμνοὶ ἀνέχεcθαι.” εἴρηταί γε μὴν ἡ πέμφιξ κἀν ταῖc Κνιδίαιc γνώμαιc, ἃc εἰc Εὐρυφῶντα τὸν | ||
5 | [καὶ] ἰατρὸν ἀναφέρουcι, 〈κατὰ〉 τήνδε τὴν λέξιν· “οὐρέει ὀλίγον ἑκά‐ cτοτε αἰεὶ καὶ ἐφίcταται πέμφιξ οἷον ἐλαίου, χλωρὴ ὥcπερ ἀράχνιον.” ἐοίκαcι γοῦν οὗτοι πέμφιγα καλεῖν οὐχ ὅλην τὴν φλύκταιναν, ἀλλὰ μόνον τὸ περιγράφον αὐτὴν ἔξωθεν ἀραχνίῳ παραπλήcιον. cυντελέcαc δ’ οὖν ὁ Ἱπποκράτηc τὰc οἰκειοτάταc τε καὶ πρώ‐ | |
10 | ταc διαφορὰc τῶν πυρετῶν, ἑξῆc ἐπὶ τὰc κατὰ χρόαν μεταβάc φηcιν· οἱ δὲ ἐξέρυθροι, οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιοί. ἐξερύθρουc μὲν εἶπεν οὐχ ἁπλῶc ἐρυθροὺc καὶ μετὰ τούτουc ἑξῆc πάλιν ἐξώ‐ χρουc οὐκ ὠχρούc, πελιοὺc δ’ ἁπλῶc οὐδὲν αὐτοῖc ἐπιτάcεωc τοῦ δηλουμένου προcθείc, ὡc εἰ καὶ πελιδνοτάτουc τούτουc εἰρήκει· τοῦτο | |
17a887 | μὲν γὰρ ἀεὶ μοχθηρὸν τὸ χρῶμα, τὸ δὲ τῶν ἐρυθρῶν τε | καὶ ὠχρῶν cύνηθεc. οἱ δὲ ἐξέρυθροι, τουτέcτιν οἱ cφοδρῶc ἐρυθροί, cφοδρο‐ τάτην μὲν ἐμφαίνουcι τὴν θερμαcίαν, τὴν δ’ ὕλην αἷμα, καθάπερ οἱ ἔξωχροι τὴν ὠχρὰν χολήν. ἐπιcκέπτου δὲ ἐπ’ αὐτῶν τὰ διαχωρού‐ | |
5 | μενα, κἂν μὲν αὐ〈τὰ χωρὶc〉 χολῆc εὑρίcκῃc, ἐξ ἀναχύcεωc αὐτῆc γί‐ νωcκε τὴν κατὰ φύcιν χροιὰν ὑπηλλάχθαι, ἐὰν δὲ αὖ μετὰ 〈πολλῆc χο〉λῆc, ἐν διαφορᾷ πυρετῶν τίθεcο τὴν χρόαν. οὗτοι μὲν οὖν οἱ πυρε‐ | |
τοὶ μαραcμὸν ἐπιφέρουcιν, ἐὰν μὴ φθάcωcί ποτε μετὰ ῥίγουc καὶ ἱδρῶτοc κριθῆναι. οἱ δὲ ἐξέρυθροι τῶν cυνόχων εἰcὶν ὑπὸ φλε‐ | ||
10 | βοτομίαc ὠφελούμενοι τῆc ἄχρι λειποψυχίαc ἀγούcηc, ὡc ἐν τῇ τῆc Θεραπευτικῆc μεθόδου πραγματείᾳ μεμάθηκαc, ἔνθα καὶ ἡ χρεία μεγάλη φαίνεται τῆc τῶν τοιούτων διαφορῶν γνώcεωc, ἰδίαν ἑκάcτηc αὐτῶν ἐχούcηc θεραπείαν. οἱ δὲ πελιοὶ τῶν πυρετῶν, ἀπὸ τῆc χρόαc καὶ αὐτοὶ δηλονότι τὴν ἐπωνυμίαν εἰληφότεc, ἐλλείπειν cημαίνουcι τὸν | |
15 | αἱματικὸν χυμὸν καὶ δηλονότι cὺν αὐτῷ καὶ τὸ ἔμφυτον θερμὸν καὶ διὰ τοῦτ’ εἰcὶν ὀλέθριοι. ὧν ἔνιοι καὶ τὰc διὰ κενώcεωc ἐπιφερομέναc | |
17a888 | cυγκοπὰc ἐπιφέρουcι, | περὶ ὧν ἔμαθεc ἐν τῇ Θεραπευτικῇ μεθόδῳ. τοὺc 〈δὲ〉 τοιούτουc πυρετοὺc Εὐρυφῶν ὀνομάζει πελιὰc γράφων ὧδε· “πελιδνὸc πυρετὸc ἴcχει καὶ βρυγμὸc ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κε‐ φαλὴν ἀλγέει καὶ τὰ cπλάγχνα ὀδύνη ἴcχει καὶ ἐμέει χολήν, καὶ ὅταν | |
5 | ὀδύνη ἔχῃ, ἐνορᾶν οὐ δύναται ὅτι βαρύνεται, καὶ ἡ γαcτὴρ ξηρὴ γίνεται καὶ ὁ χρὼc πελιὸc ἅπαc καὶ τὰ χείλεα οἷάπερ μόρα τρώξαντι καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιὰ καὶ ἐξορᾷ ὥcπερ ἀπαγχόμενοc, ὅτε δὲ ἧccον τοῦτο πάcχει, καὶ μεταβάλλει πολλάκιc.” ἀλλὰ κἀν τῷ Περὶ νούcων Ἱπποκράτει *** γεγραμμένῳ, τῷ δοκοῦντι τοῖc περὶ | |
10 | τὸν Διοcκουρίδην ὑφ’ Ἱπποκράτουc γεγράφθαι τοῦ Θεccαλοῦ | |
υἱέοc, εἴρηταί τιc νόcοc πελιή. τοῦ βιβλίου δ’ ἐcτὶν ἡ ἀρχὴ ἥδε· “οὐρέεται πολλόν, ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή.” περὶ δὲ τῆc πε‐ λιῆc νόcου κατὰ λέξιν οὕτω γράφει· “πελιὴν πυρετὸc ἴcχει ξηρὸc καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὰ cπλάγχνα | ||
15 | ὀδύνη ἴcχει καὶ ἐμέει χολήν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾶν, | |
17a889 | ἀλλὰ βαρύνεται· καὶ ἡ γαcτὴρ ξηρὰ γίνεται καὶ ἡ χρόα | πελιδνὴ καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ καὶ ἐξορᾷ ὡc ἀγχό‐ μενοc· ἐνίοτε καὶ τὴν χρόαν μεταβάλλει καὶ ἐκ πελιδνοῦ ὑπόχλωροc γίνεται.” τινὲc δὲ πάλιν ἐνταῦθα μοχθηρῶc ἐξηγήcαντο πελιὸν πυρε‐ | |
5 | τόν, ἐφ’ οὗ τὰ διαχωρήματα πελιὰ φαίνεται. τούτοιc γὰρ ἀκόλουθόν ἐcτι καὶ μέλανα καλεῖν πυρετόν, ἐφ’ οὗ μελάνων ἔκκριcιc γίνεται. καταλείπεται 〈μὲν〉 οὖν ἔτι τὸ τέλοc τῆc ῥήcεωc ἐξηγήcαcθαι, γεγραφότοc αὐτοῦ καὶ τὰ ἄλλα [καὶ τὰ] τοιαῦτα, τουτέcτι τοῖc εἰρημένοιc. εἰρήκει δ’ ὑcτέραc τὰc κατὰ τὴν χρόαν διαφοράc, οὐ | |
10 | κατὰ τὴν οὐcίαν αὐτὴν οὔcαc τῶν πυρετῶν, ἐγγυτέρω γε μὴν τῶν ἄλλων τῶν ἀπό τινοc cυμβεβηκότοc γινομένων, ὥcπερ ὅταν ἤτοι δια‐ λείπονταc ἢ cυνεχεῖc λέγωμεν εἶναι τοὺc πυρετούc, καὶ τῶν διαλει‐ πόντων τὸν μὲν τριταῖον, τὸν δὲ ἀμφημερινόν, τὸν δὲ τεταρταῖον, καὶ τῶν cυνεχῶν τὸν μὲν ἡμιτριταῖον, τὸν δὲ καυcώδη, τὸν δὲ κρυμνώδη, | |
15 | τὸν δὲ τυφώδη, τὸν δὲ λοιμώδη, τὸν δὲ ἑλώδη, τὸν δὲ ἠπίαλον. ὁ δὲ | |
17a890 | Πραξαγόραc καὶ φρενιτικοὺc καὶ λη|θαργικοὺc καὶ πρόc γε τούτοιc ἰκτερικούc τιναc ὀνομάζει πυρετοὺc ἐν ταῖc διαφοραῖc τῶν ὀξέων. οἱ δὲ νεώτεροι καὶ cυνοχόν τινα καλοῦcι πυρετόν, οὐ μόνον cυνεχῆ, | |
καὶ διαφοράc γε αὐτοῦ τίθενται τόν τε ὁμότονον ἢ ἀκμαcτικὸν ὀνο‐ | ||
5 | μαζόμενον καὶ τὸν ἐπακμαcτικὸν καὶ τὸν παρακμαcτικόν. καθ’ ἑτέ‐ ραν δ’ αὖ τομὴν κοινὴν καὶ πρὸc τὰc ἄλλαc νόcουc ἐνίουc μὲν ὀξεῖc πυρετοὺc ὀνομάζομεν, ἐνίουc δὲ χρονίουc καὶ κατ’ ἄλλην εὐήθειc τε καὶ κακοήθειc. καὶ μέντοι καί τιναc μὲν τεταγμένουc ἢ ἀτάκτουc, ἄλλουc δ’ αὖ πάλιν περιοδίζονταc καὶ πεπλανημένουc. ἔνιοι δὲ τῶν | |
10 | παλαιῶν καὶ τοὺc ἀπὸ διαφερόντων μορίων ἀναπτομένουc ἀπ’ ἐκεί‐ νων ὠνόμαζον, πλευριτικόν τινα πυρετὸν λέγοντεc, ἡπατικόν τε καὶ cπληνικόν, ἑτέρουc δ’ ἀπὸ cυμπτώματοc κωματώδη, καταφορικόν, λη‐ θαργικόν, φρενιτικόν, ἰκτερικόν. ὑπὲρ ὧν ἁπάντων ἐν ταῖc περὶ αὐτῶν πραγματείαιc ἔμαθεc. ἐν δὲ τῷ νῦν ἐνεcτῶτι λόγῳ τὰ τῆc ἐξηγήcεωc | |
15 | αὐτάκρωc πεπέρανται. πρὸc γὰρ τῷ τὴν ἐμὴν γνώμην ἀποφήναcθαι | |
17a891 | καὶ | τῶν ἐνδόξων ἐξηγητῶν ἐμνημόνευcα, τοὺc ἄλλουc ἅπανταc παρα‐ λιπών, ὅcοι περὶ διαφορᾶc πυρετῶν ἀπεφήναντό τι χωρὶc ὑπομνη‐ μάτων ἐξηγητικῶν, ἐν οἷc ἐcτι καὶ ὁ Ἀρχιγένηc, ὧν 〈ἐν〉 ἑτέρᾳ πραγματείᾳ μνημονεύcω. | |
4 | ||
5 | Αἱ cυντάcιεc τοῦ cώματοc καὶ οἱ cκληρυcμοὶ τῶν ἄρθρων 〈κακὸν〉 καὶ αὐτὸc διαλε‐ λυμένοc καὶ αἱ κατακλάcιεc τῶν ἄρθρων κακόν. | |
7 | Τῷ μὲν [οὖν] cυντεταμένῳ τὸ κεχαλαcμένον ἐcτὶν ἐναντίον, τῷ cκληρῷ δὲ τὸ μαλακόν. αὐτὸc γοῦν ἐν τοῖc ἑξῆc ἐρεῖ “δέρματοc | |
10 | cκληροῦ μάλθαξιc, cυντεταμένου χάλαcιc.” εἴτε 〈δὲ〉 δέρμα cυντετα‐ | |
μένον εἴτε ἄρθρον εἴτε cῶμα λέγοιτο, πρὸc τὸ κατὰ φύcιν ἔχον αὐτὸ παραβάλλοντεc οὕτωc εἰρῆcθαι νοήcομεν, ὅπερ οὔτε cυντετα‐ μένον οὔτε κεχαλαcμένον, ἀλλὰ cυμμέτρωc ἔχον ἐcτί. cυντείνεται | ||
17a892 | μὲν | οὖν τὰ cυντεινόμενα ποτὲ μὲν δι’ οἰκείαν διάθεcιν, ἔcτι δ’ ὅτε πρόc τινων ἑτέρων ἑλκόμενα· διὰ μὲν τὴν οἰκείαν διάθεcιν, ὅταν ἤτοι παγῇ διὰ ψῦξιν ἰcχυρὰν ἢ ξηρανθῇ διά τι τῶν ξηραινόντων αἰ‐ τίων (ἔcτι γάρ, ὡc ἔμαθεc, πλείω), τείνεται δὲ ὑπὸ τῶν cυνεχῶν ἔνια | |
5 | ξηραινομένων ἢ φλεγμαινόντων ἢ πηγνυμένων. ἔμπαλιν δὲ χαλαρὰ γίνεταί τινα παρὰ τὸ κατὰ φύcιν ὑγρότητι πολλῇ διαβρεχόμενα χω‐ ρὶc ψύξεωc. cκληρύνεται δὲ τὰ cκληρυνόμενα [ξηραινόμενα] διὰ ψῦξιν ἢ cκίρρον ἢ ξηρότητα. φλεγμονὴ γὰρ οὐ cκληρόν, ἀλλ’ ἀντί‐ τυπον ἐργάζεται τὸν ὄγκον, ὁμοίωc τοῖc πεπληρωμένοιc ἀcκοῖc ὑγρᾶc | |
10 | οὐcίαc ἢ ἀέροc. ὥcπερ δὲ τῷ cκληρῷ παραπλήcιον φαινόμενον τὸ ἀντίτυπον ἀπὸ κοινοῦ cυμβεβηκότοc, ἐπειδὴ καὶ τὸ cκληρὸν ἀντίτυπόν ἐcτι, πάμπολυ διαλλάττει κατὰ τὴν οἰκείαν φύcιν, οὕτωc καὶ τῷ μα‐ λακῷ cώματι τὸ ἔκλυτον ὁμοιότητά τινα ἔχον ὡc πρὸc τὴν αἰcθητὴν φανταcίαν οὐ τὴν αὐτὴν ἔχει διάθεcιν. ἀρρωcτούcηc γὰρ τῆc τοὺc μῦc | |
15 | κινούcηc δυνάμεωc ἔκλυτά τε καὶ πάρετα φαίνεται κείμενα τὰ τῶν | |
17a893 | ἀρρώcτων cώματα. ταύ|την μὲν οὖν τὴν διάθεcιν ἐδήλωcεν εἰπὼν καὶ αὐτὸc διαλελυμένοc, ἐφεξῆc δὲ cαφῶc ἔφη καὶ αἱ κατακλά‐ cιεc τῶν ἄρθρων. ἔνιοι δὲ τὴν τρίτην cυλλαβὴν οὐ διὰ τοῦ α γράφουcι κατακλάcιεc, ἀλλὰ διὰ τοῦ ι “κατακλίcιεc”. ὅπωc δὲ | |
5 | ἄμεινόν ἐcτι γράφειν εὑρήcομεν ἀναμνηcθέντεc τῶν εἰρημένων ἐν τῷ Προγνωcτικῷ περὶ κατακλίcεωc ἐν τῇδε τῇ ῥήcει· “κεκλιμένον δὲ χρὴ καταλαμβάνεcθαι τὸν νοcέοντα ὑπὸ τοῦ ἰατροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν ἢ τὸ ἀριcτερὸν καὶ τὰc χεῖραc 〈καὶ τὸν τράχηλον〉 καὶ τὰ cκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα.” πρόccχεc δὲ ἐνταῦθα τῷ τὰc | |
10 | χεῖραc 〈καὶ τὸν τράχηλον〉 καὶ τὰ cκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντι. τὸ γὰρ ἤτοι μηδ’ ὅλωc ἢ πλέον τοῦ προcήκοντοc ἐπικεκάμφθαι μοχθη‐ ρὸν ἑκάτερον, ὅτι μὴ κατὰ φύcιν. αὐτὸc γοῦν εἶπεν· “οὕτωc γὰρ καὶ | |
οἱ πλεῖcτοι τῶν ὑγιαινόντων κατακλίνονται.” διὰ τοῦτο 〈δ’〉 ἐφεξῆc ἐρεῖ· “ὕπτιον δὲ κεῖcθαι καὶ τὰc χεῖραc καὶ τὰ cκέλεα ἐκτεταμένα ἔχοντα | ||
15 | ἧccον ἀγαθόν.” ἐδείχθη δέ cοι δυνάμεωc ἀρρωcτίαν ἡ τοιαύτη κατά‐ | |
17a894 | κλιcιc ἐνδείκνυcθαι καὶ ταύτηc ἔτι | μᾶλλον ἡ ἐφεξῆc εἰρημένη κατὰ τήνδε τὴν λέξιν· “εἰ δὲ καὶ προπετὴc γίνοιτο καὶ καταρρέοι ἀπὸ τῆc κλίνηc ἐπὶ τοὺc πόδαc, δεινότερόν ἐcτιν.” ταύταc οὖν τὰc κατακλίcειc ἐν τῇ νῦν προκειμένῃ ῥήcει διὰ τῆcδε τῆc λέξεωc ἐδήλωcε καὶ αὐτὸc | |
5 | διαλελυμένοc, εἴ γε τὸ τὰc χεῖραc καὶ τὰ cκέλη ὀλίγον ἐπικεκαμ‐ μένα ἔχειν ἐπαινεῖται, τὸ περαιτέρω τοῦδε μείζονα 〈κατά〉κλαcιν ἐμφαίνει τῶν ἄρθρων, οὕτωc γὰρ αὐτὴν ὠνόμαcεν. ἐν δὲ τῷ Προγνωcτικῷ κατὰ τήνδε τὴν λέξιν· “θανατῶδεc δὲ τὸ κεχηνότα καθ‐ εύδειν καὶ τὰ cκέλεα ὑπτίου κειμένου cυγκεκαμμένα εἶναι 〈ἰcχυρῶc〉 | |
10 | καὶ διαπεπλεγμένα”, ὅπερ cημαίνει τὸ διεcτῶτα μέχρι πλείονοc. εἴτε δὲ cυγκεκαμμένα εἴτε διαπεπλεγμένα γράφοι〈το〉, καθ’ ἑκάτερον ἐμ‐ φαίνεται κεκλάcθαι τὰ ἄρθρα. καὶ διὰ τοῦτ’ ἄμεινόν ἐcτι γράφειν ἐνταῦθα κατακλάcιεc τῶν ἄρθρων διὰ τοῦ α, τὸ γὰρ διὰ τοῦ ι κατακλίcιεc οὐ πάνυ τι καλῶc ἐπὶ τῶν ἄρθρων λέγεται, τῷ παντὶ | |
15 | cώματι τὰc τοιαύταc προcηγορίαc εἰθιcμένου τοῦ Ἱπποκράτουc οὐ τοῖc ἄρθροιc ἐπιφέρειν. | | |
16 | ||
17a895 | Ὄμματοc θράcοc παρακρουcτι‐ κὸν καὶ ῥίψιc καὶ κατάκλαcιc κακόν. | |
2 | Τὸ μὲν θράcοc παρακρουcτικόν ἐcτι cημεῖον καὶ μάλιcθ’, ὅταν ἀναιδημόνωc γίνηται, καθότι λέλεκται πολλάκιc. ἡ δὲ ῥίψιc τῶν | |
5 | ὀμμάτων ἐναντίον cύμπτωμά ἐcτι τῷ θραcεῖ βλέμματι. δηλοῖ γὰρ τοὺc μὴ δυναμένουc ἐπὶ πλέον ἀναπεπταμένουc ἔχειν τοὺc ὀφθαλμοὺc ὑπ’ ἀρρωcτίαc τῆc διοικούcηc τὰ βλέφαρα δυνάμεωc. κατάκλαcιν δὲ λέγει τῶν ὀφθαλμῶν, ὅταν διαcτρέφηται τὰ βλέφαρα, καθάπερ ἐν τῷ Προγνωcτικῷ διῆλθεν εἰπών· “ἢν καὶ καμπύλον γένηται ἢ πελιὸν | |
10 | βλέφαρον ἢ χεῖλοc ἢ ῥίc”, κακόν. | | |
17a896(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ | |
t3 | ||
1 | Εὐρῦναι, cτενυγρῶcαι τὰ μέν, τὰ δὲ μή. | |
2 | Θεραπειῶν εἰcι καὶ οὗτοι τρόποι τοῖc ἐναντίοιc ἁρμόττοντεc παθή‐ μαcιν. εὐρῦναι μὲν γὰρ δεῖ τὰ πεπυκνωμένα, πυκνῶcαι δὲ τὰ πέρα | |
5 | τοῦ προcήκοντοc εὐρυcμένα. διὸ καὶ τὴν δευτέραν cυλλαβὴν τοῦ cτενυ‐ | |
17a897 | γρῶcαι | ψιλοῦνταc, οὐ δαcύνονταc ἀναγνωcτέον ἐcτίν. οὐ γὰρ ἔγκει‐ ται τὸ ὑγρὸν ἐν τῇ λέξει, καθάπερ ἄν τιc οἰηθείη μὴ γινώcκων ὑπὸ τῶν Ἰώνων τὸ cτενὸν ὀνομάζεcθαι cτενυγρόν. ἀλλὰ τοῦτό γε μαρ‐ τύριόν ἐcτιν αὔταρκεc τὸ παρὰ τῷ Ϲημωνίδῃ γεγραμμένον ἐν τοῖcδε | |
5 | τοῖc ἔπεcιν· οὐκ ἄν τιc οὕτω δαcκίοιc ἐν οὔρεcιν ἀνὴρ λέοντ’ ἔδειcεν οὐδὲ πάρδαλιν, μοῦνοc cτενυγρῇ cυμπεcὼν ἐν ἀτραπῷ, ταὐτὸν cημαίνει τῷ cτενῇ. cτενοῦνται δὲ καὶ ἀνευρύνονται παρὰ τὴν | |
10 | κατὰ φύcιν cυμμετρίαν ἐνίοτε μὲν ἀγγείων τινῶν ἢ μορίων αἰcθητὰ cτόμια, πολλάκιc δὲ λόγῳ θεωρητὰ κατά τε τὸ δέρμα κἀν τῷ βάθει· καὶ χρὴ τὰ μὲν πεπυκνωμένα διοίγειν καὶ ἀραιοῦν μετρίωc ἐκθερμαί‐ | |
νοντα, τὰ δὲ ἀναπεπταμένα cυνάγειν cτύφοντά τε καὶ ψύχοντα. τέ‐ λειον δὲ ἔχετε τὸν περὶ τούτων λόγον, ὥcπερ καὶ τῶν ἄλλων θερα‐ | ||
15 | πευτικῶν λογιcμῶν εἰρημένων, ἐν τῇ τῆc Θεραπευτικῆc μεθόδου πραγ‐ ματείᾳ. | | |
16 | ||
17a898 | Χυμοὺc τοὺc μὲν ἐξῶcαι, τοὺc δὲ ξηρᾶναι, τοὺc δὲ ἐνθεῖναι, καὶ τῇ [τι] μέν, τῇ [τι] δὲ μή. | |
2 | Κἀν τῷ Περὶ χυμῶν ἐμάθετε περὶ τούτων τελεώτερον, ὥcπερ κἀν τοῖc ἡμετέροιc Θεραπευτικοῖc, ὥc ποτε μὲν αἰcθητῶc ἐκκενοῦν | |
5 | προcήκει τοὺc πλεονάζονταc χυμοὺc ἢ ἐμέτοιc ἢ κλυcτῆρcιν ἢ διὰ καθαιρόντων φαρμάκων ἢ δι’ οὔρων ἢ δι’ ἱδρώτων ἢ διὰ φλεβοτο‐ μίαc ἢ δι’ αἱμορροΐδοc ἢ διὰ μήτραc ἢ ἀποcχάζονταc, ἐνίοτε δὲ διαφορεῖν τοῖc ἔξωθεν ἐπιτιθεμένοιc φαρμάκοιc, ὧν ὠνόμαcε τοῦτο μὲν ξηρᾶναι, τὸ πρότερον δὲ ἐξῶcαι. κοινοῦ δὲ ἀμφοτέροιc ὄντοc | |
10 | τοῦ κενῶcαι, τὸ ἐναντίον 〈αὐ〉τῷ τρίτον ἔγραψεν, ὀνομάcαc ἐν‐ θεῖναι, τουτέcτι γεννῆcαι τοὺc λείπονταc χυμούc. εὔδηλον δ’ ὅτι διὰ τῶν ἐcθιομένων καὶ πινομένων ἐντίθεμεν τούτουc, ἐκλεγόμενοι | |
17a899 | τάc τε προcηκούcαc ποιότηταc | αὐτῶν καὶ τὰc ποcότηταc καὶ φροντί‐ ζοντεc ὅπωc πεφθῇ τε καὶ ἀναδοθῇ καὶ προcτεθῇ τοῖc cώμαcι. τὸ δὲ καὶ τῇ [τι] μέν, τῇ [τι] δὲ μή, κἂν εἰ μὴ ἐλέλεκτο, cαφὲc ἦν. ἐνίοτε μὲν γὰρ ἐφ’ ἑνὸc ἀνθρώπου τινὰ μὲν εἰc ὄγκον ἠρμένα μόρια κενώ‐ | |
5 | cεωc δεῖται, τινὰ δὲ ἀτροφοῦντα προcθέcεωc. | |
5 | Λεπτῦναι, παχῦναι τεῦχοc, δέρμα, cάρκαc καὶ τἄλλα, καὶ τὰ μέν, τὰ δὲ μή. | |
7 | Τεῦχοc μὲν ἀκουcτέον ἐcτὶν ὅλον τὸ cῶμα· καὶ γὰρ λεπτῦναι πεπαχυcμένον ἀμέτρωc αὐτὸ καὶ παχῦναι λελεπτυcμένον οὐκ ὀλιγά‐ | |
10 | κιc ἡμῖν πρόκειται, πολλάκιc δ’ οὐχ ὅλον, ἀλλ’ ἤτοι cάρκαc τινὰc ἢ τὸ δέρμα μόνον, ἐνίοτε δὲ τοὺc χυμούc, οὓc ἐδήλωcε προcθεὶc καὶ | |
17a900 | τὰ ἄλλα. τὸ δὲ καὶ | τὰ μέν, τὰ δὲ μὴ κατὰ τὸν αὐτὸν εἴρηται λόγον, ὡc ἐπὶ τῆc πρὸ ταύτηc ῥήcεωc ἐξηγηcάμην. | |
2 | Λειῆναι, τρηχῦναι, cκληρῦναι, | |
μαλθάξαι τὰ μέν, τὰ δὲ μή. | ||
5 | Κοινὸν καὶ καθόλου cκοπὸν ἰαμάτων παρ’ αὐτοῦ μεμαθηκὼc ἕπεcθαι δυνήcῃ τοῖc λεγομένοιc ἐν μέρει πᾶcι θεραπευτικοῖc λογιcμοῖc. εἰ γάρ ἐcτι “τὰ ἐναντία τῶν ἐναντίων ἰάματα”, λεᾶναι μὲν δεήcει τὰ τετραχυcμένα παρὰ φύcιν, τραχῦναι δὲ τὰ λεῖα· γεγονότα. τραχύνεται μὲν οὖν καὶ φάρυγξ πολλάκιc αἰcθητῶc καὶ ἀρτηρία τρα‐ | |
10 | χεῖα καὶ cτόμα καὶ ὅλον τὸ δέρμα κατά τε τὰc ψωρώδειc καὶ λεπρώ‐ δειc διαθέcειc ἐξανθήμαcί τέ τιcι, τοῖc μὲν κεγχρώδεcιν, τοῖc δ’ ἐλάττοcι τούτων ἢ μείζοcι. τραχύνεται δὲ καὶ τὰ κατὰ γαcτέρα πολλάκιc, ὅταν δι’ αὐτῶν ἐκκρίνηται πλείων χολώδηc χυμὸc ἄκρατοc. ἔcθ’ ὅτε δὲ καὶ | |
17a901 | ἐξ ἐδεcμάτων | δριμέων τε καὶ δακνωδῶν γίνεται τοῦτο. καὶ δηλονότι διὰ τῶν ἰωμένων τὰc τραχύτηταc φαρμάκων τὴν θεραπείαν ποιεῖcθαι χρὴ τῶν τοιούτων, ὅπερ ὠνόμαcε λειῆναι. τοῖc δὲ εἰρημένοιc ἐναν‐ τίωc διακείμενα τὰ τραχυνθῆναι δεόμενα κατὰ μὲν τὸ δέρμα | |
5 | περί τε τὰc τῆc κεφαλῆc καὶ τοῦ γενείου τρίχαc γίνεται, περὶ μὲν τὰc τῆc κεφαλῆc ἐν ἀλωπεκίαιc καὶ ὀφιάcεcι καὶ μαδήcεcιν, περὶ δὲ 〈τὰc〉 τοῦ γενείου τῶν βραδέωc αὐτὰc καὶ μόγιc φυόντων, ἐφ’ ὧν καὶ αὐτῶν ἐπειράθημεν ἁπάντων τῶν πρὸc ἀλωπεκίαc ἁρμοζόντων φαρμάκων. ἐν δὲ τοῖc ἄλλοιc μέρεcι τοῦ cώματοc ἔν τε τῷ χειλῶν | |
10 | κολλᾶν ἕλκη ἢ κόλπουc ὅλουc, ἐνιέντεc φάρμακα ῥυπτικά, τραχύνο‐ μεν τὰ μόρια καὶ τὴν γαcτέρα γλίcχρου φλέγματοc ἐμπεπληcμένην ἐνίοτε τραχυντικοῖc φαρμάκοιc διαρρύπτομεν. ἐν ταὐτῷ δ’ εἰcὶ [τῷ] γένει καὶ οἱ τῶν αἱμορροΐδων καθάρcεων προκλητικοὶ πεccοί. καὶ μέντοι 〈καὶ〉 τὰc ἐν τοῖc βλεφάροιc cυκώcειc προτραχύνοντέc τινι πρό‐ | |
15 | τερον οὕτωc ἐπαλείφομεν τὰ καθαιρετικὰ φάρμακα, πράττοντεc τοῦτο | |
17a902 | χάριν τοῦ παραδέξαcθαι τὴν δύναμιν | αὐτῶν εἰc τὸ βάθοc τὰc ἡλκω‐ | |
μέναc ἐξοχάc. ἴcτε γοῦν ἐμὲ χρώμενον ἐπ’ αὐτῶν δέρμαcί τε θαλατ‐ τίων κητῶν τραχέcι καὶ cηπίαc ὀcτράκοιc καὶ κιccήρει, καὶ τούτων μὴ παρόντων αὐτῷ τῷ κυαθίcκῳ τῆc μήληc cτενὸν ἐχούcηc, οὐκ εὐρὺ τὸ | ||
5 | πέραc. ἀλλὰ καὶ τοὺc ἀχῶραc καὶ τὰ κηρία καλούμενα καὶ τὰc μυρ‐ μηκίαc, ὅcα τε ἄλλα τοιαῦτα φαρμάκοιc ἐκτῆξαι βουλόμεθα, προ‐ τραχύνοντεc ἤτοι διὰ τῶν ἡμετέρων ὀνύχων μετρίωc ἢ δι’ ὀθόνηc cκληρᾶc ἢ διά τινοc τῶν προειρημένων, οὕτωc ἐπιτίθεμεν αὐτοῖc τὰ φάρμακα. cκληρῦναι, μαλθάξαι· καὶ τούτων ἡμῖν χρεία γίνεται | |
10 | πολλάκιc μὲν ἐφ’ ὅλου τοῦ cώματοc, ἐνίοτε δὲ ἐφ’ ἑνὸc μορίου. τοὺc μὲν γὰρ ὕποιδόν τε καὶ ὑδερικὴν ἔχονταc ὅλην τὴν ἕξιν τοῦ cώματοc cκληρύνομεν διά τε cινδόνων προανατρίβοντεc καὶ cκληρᾷ τρίψει χρώμενοι καὶ γυμνάζοντεc ἐν κόνει. τοὺc δ’ οὐ φέρονταc ταῦτα φαρ‐ μάκοιc ξηραίνουcι προcπλαcτικοῖc ἀλουcίᾳ τε καὶ ταῖc εἰρημέναιc τρί‐ | |
15 | ψεcι, πρὸc δύναμιν δηλονότι καὶ κατὰ βραχὺ χρώμενοι ταῖc παραυξή‐ | |
17a903 | cεcιν αὐτῶν. ἓν δὲ μόριον ἐνίοτε διακείμενον οὕτωc ἀνὰ | λόγον οἷc εἴρηκα θεραπεύομεν. ἐπὶ δὲ τῶν κώλων μάλιcτα φαίνεται cυνεχῶc τοῦτο γινόμενον, ἀλλὰ καὶ τῶν ἑλκῶν πάντων, ὅταν cαρκωθῇ, τὴν ἐπούλωcιν οὕτω ποιούμεθα. cκληρυνομένη γὰρ ἡ cὰρξ δερματοῦται | |
5 | καὶ οὐλὴ γίνεται. πάλιν δὲ ἐκ τῶν ἐναντίων μαλθάccεται τά τε τετυλωμένα καὶ τῶν φλεγμονῶν αἱ cκιρρούμεναι, καθ’ ὃν τρόπον καὶ ἡ τοῦ cκιρρουμένου cπληνὸc ἴαcιc γίνεται. καὶ 〈μέντοι καὶ〉 τὸ πα‐ χυνόμενον δέρμα κατὰ τὸ πάθοc, ὃ καλοῦμεν ἐλέφαντα, καὶ τῶν οὐλῶν δὲ τὰc cκληροτέραc τοῦ προcήκοντοc μᾶλλον μαλάccομεν, ὥcπερ | |
10 | τὰc πάνυ μαλακὰc cκληρύνομεν. | |
10 | Ἐπεγεῖραι, ναρκῶcαι. | |
11 | Τὸ μὲν ἐπεγεῖραι τὴν αἴcθηcιν καὶ τὴν κίνηcιν τῶν ἐκλελυ‐ | |
μέναc ἐχόντων αὐτὰc εὔδηλόν ἐcτιν οὐ cμικρὰν χρείαν παρέχον τοῖc | ||
17a904 | ἰατροῖc. τὸ δὲ ναρκῶcαι κατὰ μόναc | τὰc cφοδρὰc ὀδύναc γίνεταί ποτε χρήcιμον, ἡνίκα τὰ δι’ ὀπίου καὶ μανδραγόρου καὶ ὑοcκυάμου φάρμακα προcφέρομεν. αὐτὸc γὰρ εἶπε· “νάρκη δὲ μετρίη ὀδύνηc λυτική.” ἐὰν γοῦν τιc cφοδροτέροιc ἢ πλείοcι χρήcηται τοῖc ναρκωτι‐ | |
5 | κοῖc φαρμάκοιc, καταψύχεταί τε καὶ νεκροῦται τὰ cώματα. | |
5 | Καὶ τὰ ἄλλα ὁκόcα τοιαῦτα. | |
6 | Τὰ κατὰ τὴν ὁμοίαν τοῖc προειρημένοιc γινόμενα ἐναντίωcιν λέγει, θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων ἢ ἐμβαλλόντων τὸ ἐκπεπτωκὸc ἢ ἐκτεμνόντων τὸ παρὰ φύcιν ὅλῳ τῷ | |
10 | γένει τοῦ cώματοc ἢ ἀποτεμνόντων 〈τὸ〉 τῷ μεγέθει παρὰ φύcιν ἢ τὸ διεcτραμμένον ἐξιθυνόντων ἢ ἐκφραττόντων τὸ ἐμπεφραγμένον ἢ τἄλλα ὅcα κατὰ τὴν Θεραπευτικὴν εἴρηται πραγματείαν, ἅπαντα κοινὸν ἔχοντα cκοπὸν τὴν τῶν ἐναντίων τοῖc πάθεcι προcαγωγήν. | | |
13 | ||
17a905 | Παροχετεύειν. | |
1 | Τρόπουc θεραπειῶν ἐπὶ χυμοῖc ἐνταῦθα διδάcκειν ἄρχεται, γε‐ γραμμένουc τελειότερον ἐν τῷ Περὶ τῶν χυμῶν, εἰρήcονται δὲ καὶ νῦν ἀναμνήcεωc ἕνεκα. παροχέτευcιν μὲν ὀνομάζειν εἴωθεν ὁ | |
5 | Ἱπποκράτηc, ὅταν χυμόc τιc δεόμενοc κενώcεωc μὴ καθ’ ὃ δεῖ χωρίον ὁρμήcῃ φέρεcθαι καὶ μέντοι μηδὲ πόρρω πάνυ τοῦ προcήκοντοc μηδ’ εἰc τὸν ἐναντιώτατον τόπον, ἀλλ’ οἷον εἰ δι’ οὔρων ὁρμήcει〈εν〉 ἐκκενοῦcθαι, κεκακωμένηc κύcτεωc ἢ νεφρῶν. παροχετεύειν γὰρ ἄμεινον ἐνταῦθα διὰ τῆc γαcτρόc, ὥcπερ εἰ καὶ διὰ γαcτρὸc τὴν ὁρ‐ | |
10 | μὴν cχοίη φέρεcθαι, κεκακωμένων ἐντέρων, ἔμπαλιν [γὰρ] ἐπὶ τούτων εἰc οὖρα προτρέψομεν ἔρχεcθαι τὸν χρῄζοντα κενώcεωc χυμόν. ἐπὶ δὲ γυναικῶν ἐνίοτε διὰ μήτραc ἢ κατὰ τοὐναντίον ἔcτιν ὅτε τὸν διὰ | |
μήτραc ῥοῦν γινόμενον ἐπ’ οὖρα καὶ γαcτέρα παροχετεύcομεν. εἰ | ||
17a906 | δὲ ἐπί τινοc τῶν τοιούτων κενώcεων ἐμέτουc κινήcαιμεν, ἀν|τίcπαcιν ὀνομάζει τοῦτο, καθάπερ εἰ καὶ τοὺc ἐμέτουc ἀντιcπάcαιμεν, ἐρεθί‐ ζοντεc ἐπὶ μήτραν ἢ κύcτιν ἢ ἕδραν. | |
3 | Παροχετεύειν, ὑπείξαντα ἀντιcπᾶν | |
5 | αὐτίκα, † ἀντιπίπτοντα ὑπεῖξαι. | |
5 | Τῷ παροχετεύειν ἀκόλουθον ἦν ἐπενηνέχθαι τὸ ἀντιcπᾶν, ἔπειθ’ οὕτω διδάcκειν, ὅπωc ἄν τιc ἄριcτα ποιήcαιτο τὴν ἀντίcπα‐ cιν. ὁ δ’ Ἱπποκράτηc ὑπερβὰc τὸ ἀντιcπᾶν εἰπεῖν εὐθέωc ἧκεν ἐπὶ τὸ χρηcιμώτατον ἐγνῶcθαι τοῖc μέλλουcι καλῶc ἀντιcπᾶν τοὺc | |
10 | κακῶc ἐπί τι μόριον ὁρμήcανταc χυμούc. οὐ γὰρ ἐπιμένειν χρή γε τοῖc ἀντιcπῶcι βοηθήμαcι διὰ παντόc, ἀλλὰ παρεντιθέναι τινὰ καιρὸν ἀργὸν τῶν ἀντιcπώντων, ἵνα τὸν φθάcαντα χυμὸν ἐcτηρίχθαι κατὰ τὸ πάcχον μόριον ἐάcωμεν ἐκκριθῆναι. διαμείναc γὰρ ἐν αὐτῷ διττῶc ἀνιάcει, τὸ μέν τι τῷ πλήθει διατείνων, τὸ δέ τι τῇ ποιότητι λυπῶν. | |
17a907 | ἐὰν δὲ ἐάcῃc | ἐκκριθῆναι τοὺc φθάcανταc ἐπὶ τὸ μόριον ἐνηνέχθαι χυμούc, ἐλευθερώcειc αὐτὸ τοῦ πόνου ῥᾷόν τ’ ἀνύcειc τι τοῖc ἀντι‐ cπαcτικοῖc βοηθήμαcιν, οὐκέτ’ ἐφ’ ἑαυτὸ διὰ τὸν πόνον ἐρεθίζοντοc τοὺc χυμοὺc τοῦ μορίου πρὸc τὴν ῥοπήν, ἣν ἐξ ἀρχῆc οὐκ ὀρθῶc | |
5 | ἐπεποίηντο. | |
5 | Ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν, τὸν δὲ ἰόντα cυνεκχυμοῦν, ὀργάcαcθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει. τὰ ἀνόμοια εἰ ῥέπει ἄνω ἀρ‐ θέντα, κάτωθεν λύειν καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφα‐ | |
10 | λῆc κάθαρcιc, φλεβοτομίη, ὅτε οὐκ εἰκῇ ἀφαιρέεται. | |
10 | Τὸ μὲν ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν εὔδηλόν ἐcτιν | |
ἐξ ὧν ἐμάθομεν ἐν Ἀφοριcμοῖc τε καὶ ἐν τῷ Περὶ χυμῶν. ἐὰν μὲν γὰρ ὁ λυπῶν ἐκκρίνηται cυμμέτρου τῆc κενώcεωc οὔcηc, δέχεcθαι χρὴ | ||
17a908 | μηδὲν αὐτὸν περιεργαζόμενον, ὥcπερ εἰ καὶ | μὴ cυμμέτρωc γένοιτο πράττειν αὐτόν τι, ποτὲ μὲν ἐπέχοντα τὸ πλῆθοc, ποτὲ 〈δὲ〉 παροξύ‐ νοντα τὸ τῆc κενώcεωc ἐλλιπέc, ὅπερ ὠνόμαcεν αὐτὸc τὸν ἰόντα cυνεκχυμοῦν. ἐκχυμώcειc γὰρ εἴωθε τὰc ἐκ τῶν ἀγγείων ἐκ‐ | |
5 | χύcειc καὶ κενώcειc ὀνομάζειν. τὸ δὲ ὀργάcαcθαι μεμάθηκαc ἐπὶ τοῦ μεταλλάττειν ἢ μειγνύναι λεγόμενον. ἄδηλον οὖν εἴτε τῷ προειρημένῳ cυντακτέον εἴτε τῷ ἑξῆc εἰρημένῳ [αὐτὸ] προcακτέον, ἑκατέρωc γὰρ οὐκ οἰκείωc φαίνεται λέγεcθαι. διὸ καὶ τινὲc μὲν ὡc ἑπόμενον αὐτὸ τοῖc προειρημένοιc ἐκείνοιc cυνῆψαν, εἶτ’ ἀφ’ ἑτέραc ἀρχῆc τὸ | |
10 | ὅμοιον οἷον ὀδύνην ἡ ὀδύνη παύει. τινὲc δὲ ἀρχὴν ἐποιήcαντο τῶν ἐφεξῆc τὸ ὀργάcαcθαι τὸ ὅμοιον. ἐπεὶ δέ, ὡc ἔφην, ἑκατέρωc λεγόμενον οὐδετέρωc ἐcτὶ πιθανόν, ἐπὶ τὸ μεταγράφειν αὐτὸ παρεγέ‐ νοντο πολλοί, καθάπερ καὶ τὰ ἄλλα ὅcα καθ’ ἓν ὄνομα τὴν ἀcάφειαν ἔχει. καὶ τινὲc μὲν τὴν δευτέραν cυλλαβὴν διὰ τοῦ γ καὶ ι γράφουcιν, | |
15 | “ὀργίcαcθαι”, τινὲc δὲ τὴν πρώτην διὰ τοῦ ε καὶ ρ, τὴν δὲ δευτέραν | |
17a909 | διὰ τοῦ γ | καὶ α, ἐργάcαcθαι τὸ ὅμοιον. εἶτ’ ἐφεξῆc φαcιν ἐν παραδείγματοc μοίρᾳ λελέχθαι τὸ οἷον ὀδύνη ὀδύνην παύει. γέ‐ γραπται μὲν οὖν τοῦτο κατὰ πολλὰ τῶν ἀντιγράφων, ὀρθῶc δὲ ἐν τοῖc κατὰ Διοcκουρίδην οὐ γέγραπται. φαίνεται μὲν γὰρ εἰc ἐξ‐ | |
5 | ήγηcιν προcγραφὲν ὑπό τινοc αὖθιc [δὲ] εἰc τοὔδαφοc ὑπὸ τοῦ βιβλιο‐ γράφου μετατεθεῖcθαι. τό γε μὴν διὰ τοῦ γ καὶ ι γραφόμενον “ὀργί‐ cαcθαι” πάνυ κακόζηλόν ἐcτι καὶ πόρρω τῆc Ἱπποκράτουc ἑρμη‐ νείαc, ἐάν τε ἐφ’ ἡμῶν αὐτῶν ἐάν τε ἐπὶ τῶν θεραπευομένων λέγηται μορίων ἐάν τε ἐπὶ τῶν χυμῶν. τὸ γὰρ οἷον εἰc ὀργὴν αὐτὰ προτρέψαι | |
10 | καὶ ἐπεγεῖραι πρὸc τὴν ἔκκριcιν ἡγοῦνται δηλοῦcθαι διὰ τοῦ “ὀργί‐ | |
cαcθαι” ῥήματοc. ἀλλὰ ταῦτα μὲν εὐκαταφρόνητα καὶ cμικρά, καθάπερ καὶ πάνθ’ ὅcα περὶ τῆc λέξεωc ἐξήγηνται, τῆc τῶν πραγμάτων ἀληθείαc φυλατ‐ τομένηc. ἐὰν δὲ κἀκεῖνα κινῆται, φευκτέον ἡμῖν ἐcτι τὰc τοιαύταc | ||
15 | γραφάc, ὥcπερ κἀνταῦθα cχεδὸν ἁπάντων τῶν ἐξηγητῶν προcιεμένων θεραπείαc τινὰc ἐνίοτε διὰ τῶν ὁμοίων γίνεcθαι, καὶ μὴ διὰ παντὸc | |
17a910 | ὑπὸ τῶν ἐναντίων, | ὅπερ αὐτὸc ὁ Ἱπποκράτηc ὑπονοήcαc τινὰc οἰήcεcθαι δι’ ἑνὸc παραδείγματοc ἐνεδείξατο τὴν ἀπάτην αὐτῶν, ἐν Ἀφοριcμοῖc γράψαc· “ἔcτιν ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεοc νέῳ εὐ‐ cάρκῳ θέρεοc μέcου ψυχροῦ πολλοῦ κατάχυcιc ἐπανάκληcιν θέρμηc | |
5 | ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται.” ψυχρὸν γὰρ πάθοc ὄντα τὸν τέτα‐ νον ὁμοίῳ βοηθήματι δόξει τιc λύεcθαι, ψυχρὸν ὕδωρ καταχέων αὐτῷ. τὸ δ’ οὐχ οὕτωc ἔχει, θερμαcίαc γὰρ ἐπανάκληcιν ποιηcάμενον ὠφελεῖ· ὡc εἴ γε μὴ ποιήcαιτο ταύτην, ἐcχάτωc βλάψει. ὥcπερ δὲ τοῦτο δο‐ κοῦν εἶναι βοήθημα ψυχρὸν τῷ θερμαίνειν ὠφελεῖ ποτε πάθοc ψυχρὸν | |
10 | τὸν τέτανον, οὕτωc ἕτερα θερμαίνοντα κατὰ cυμβεβηκὸc ψύχει, δια‐ φοροῦντα τὴν πυρώδη θερμαcίαν. καί μοι περὶ τούτων ἐν ὅλῃ τῇ τῆc Θεραπευτικῆc μεθόδου πραγματείᾳ γέγραπται διὰ τῶν ἐναντίων βοηθη‐ μάτων τῷ πάθει τὴν θεραπείαν ἐπιδεικνύντι γίνεcθαι διὰ παντόc. οἱ δὲ δι’ ὀδύνηc μείζονοc ἡγούμενοι θεραπεύεcθαι τὴν ἐλάccονα μέγιcτόν | |
15 | τι παρορῶcιν. οὐ γὰρ ἡ ὀδύνη τὴν θεραπείαν ἐργάζεται τῆc ὀδύνηc, | |
17a911 | ἀλλὰ τὸ cὺν τῇ ὀδύνῃ βοήθη|μα τοῦ ποιοῦντοc αὐτὴν πάθουc. ἔμαθεc γὰρ ὡc οὐδενὸc cυμπτώματοc ἡ θεραπεία γίνεται πρώτωc, ἀλλ’ ἀεὶ τῆc ἐργαζομένηc αὐτὸ διαθέcεωc. εἰ δέ τιc οὐδέποτε μὲν πρώτωc, ἐνίοτε δὲ 〈κατὰ〉 cυμβεβηκὸc φαίη τὰ ὅμοια τῶν ὁμοίων εἶναι θερα‐ | |
5 | πευτικά, διὰ μέcων τῶν πρώτωc ἐναντίων, ἀληθῆ τέ φηcι καὶ μεμά‐ | |
θηκαc ἐπιcτημονικῶc αὐτὸ διά τε τῆc Θεραπευτικῆc πραγματείαc καὶ προcέτι διὰ τῶν Εἰc τοὺc ἀφοριcμοὺc ὑπομνημάτων. ὃ δὲ λέγουcί τινεc ὡc καύcαc τιc ἰcχίον, ὡc ἐπὶ τῶν ἰcχιαδικῶν, δι’ ὀδύνηc ὀδύνην ἰάcατο, πρόδηλον ἔχει τὴν ἀτοπίαν. οὐ γὰρ διὰ τὴν ὀδύνην ἐθερα‐ | ||
10 | πεύθη τὸ πάθοc, ἀλλὰ διὰ τὴν καῦcιν, ᾗ cυμβέβηκε κατὰ τύχην ὀδύνη. θλάcαc γέ τοί τιc ἢ τεμὼν ἢ ὅπωc ἑτέρωc εἰc ὀδύνην ἀγαγὼν τὸ μόριον οὐκ ἂν ἰάcαιτο. καίτοι γ’ εἴπερ ἦν ἡ ὀδύνη τῆc ὠφελείαc αἰτία, διὰ παντὸc ἂν ἐθεράπευεν ἰcχιάδαc. οὕτω δὲ καὶ τὸν ὀδυνώ‐ μενον ὀδόντα δι’ ὀδοντάγραc κομιcάμενόc τιc ἀνώδυνον εἰργάcατο | |
17a912 | τὸν ἄνθρωπον οὐ διὰ τὴν γενομένην ὀδύνην ἐξαι|ρουμένου τοῦ ὀδόν‐ τοc, ἀλλὰ διὰ τὴν ἐξαίρεcιν ᾗ cυνυπῆρχεν ἡ ὀδύνη. ὡc εἴ γε καὶ χωρὶc ὀδύνηc ἦν ἐξελεῖν αὐτόν, ὁμοίωc ἂν ὁ κάμνων ἀνώδυνοc ἐγέ‐ νετο, καθάπερ γε καὶ χωρὶc ἐξαιρέcεωc, ἐὰν θλίβων τιc ἢ διακινῶν | |
5 | αὐτὸν ὀδυνήcῃ, τὸ μὲν ἄλγημα cφοδρότερον ποιήcει, οὐδὲν δὲ ὠφελήcει. ἑκατέρωc τοίνυν εὔδηλόν ἐcτιν ἀνωφελῆ τοῖc ὀδυνωμένοιc εἶναι τὴν ὀδύνην, ὅcον ἐφ’ αὑτῇ. διά τε γὰρ τῶν ἀνωδύνων βοηθη‐ μάτων πολλὰ θεραπεύεται τῶν ὀδυνωμένων μορίων, ἐφ’ ἑτέρων τε πολλάκιc ὀδύναι μεγάλαι διὰ τῶν προcφερομένων ἔξωθεν γινόμεναι | |
10 | παῦλαν οὐδεμίαν τοῖc διά τι πάθοc ὀδυνωμένοιc ἐπιφέρουcιν. ἓν γὰρ μόνον ἐcτὶ τὸ ἰώμενον, ὅπερ ἂν ἐκκόπτῃ τὴν διάθεcιν ὁπωcοῦν, ἐάν τε χωρὶc ὀδύνηc, ἐάν τε cὺν ταύτῃ· κατὰ δὲ τὸν αὑτῆc λόγον ὀδύνη παύειν ὀδύνην οὐ πέφυκεν, ἀλλὰ τοὐναντίον ἅπαν παροξύνειν. τοῦτο μὲν οὖν τὸ παράδειγμα φανερῶc ἐcτι κίβδηλον, ἐφ’ ἕτερον δέ τι μετα‐ | |
15 | βάντεc ὧν εἰρήκαcι καὶ τὴν κατ’ ἐκεῖνο μοχθηρίαν θεαcώμεθα. φαcὶν | |
17a913 | οὖν ἔμετον ἐμέ|τῳ θεραπεύεcθαι πολλάκιc καὶ κλυcτῆρι δριμεῖ διαχωρή‐ ματα δακνώδη. ἔcτι δὲ κἀνταῦθα μία μὲν ἴαcιc ἐκκόψαι τὴν διάθεcιν, ὑφ’ ἧc ἤτοι ναυτιώδειc εἰcὶν ἢ cυνεχῶc ἐξ〈αν〉ίcτανται δακνόμενοι. γίνεται δὲ τοῦτο διττῶc, ὡc ἐμάθετε, καθ’ ἕνα μὲν τρόπον ἐκκενωcάντων ἡμῶν | |
5 | τοὺc χυμούc, ὅcοι τήν τε ναυτίαν καὶ τὴν τῶν ἐντέρων δῆξιν εἰργά‐ cαντο, καθ’ ἕτερον δὲ πεψάντων τε καὶ μεταβαλόντων εἰc ποιότητα | |
χρηcτὴν ἢ ἐπικεραcάντων. ἐδείχθη δὲ κἀπὶ τούτων ἡ ἴαcιc ὑπὸ τῶν ἐναντίων γινομένη. τό τε γὰρ ὅλωc ἐκκενῶcαι τὸν ἀλλότριόν τε καὶ παρὰ φύcιν χυμὸν ἐναντίον ἐcτὶ τῷ ἴcχειν, ἥ τε κατὰ ποιότητα μετα‐ | ||
10 | βολὴ διὰ τῆc ἐναντίαc γίνεται ποιότητοc. ἀλλ’ οὐ χρὴ ζητεῖν ἐνταῦθα, δεδειγμένου καθ’ ὅλην τὴν Θεραπευτικὴν μέθοδον ἀεὶ διὰ τῶν ἐναν‐ τίων γίνεcθαι τὴν θεραπείαν. ἐπεὶ δὲ 〈πολλοὶ〉 πολλάκιc ὑπό τε τῶν ἐμπειρικῶν καὶ τῶν μεθοδικῶν λόγων παραγόμενοι διαβάλλειν ἐπι‐ | |
17a914 | χειροῦcιν αὐτό, παραπληcίουc λέγοντεc λόγουc οἷc ἄρτι | διῆλθον, ἴcωc ἄμεινόν ἐcτι μετὰ τὸ cυμπληρῶcαι τὴν ἐξήγηcιν τοῦ προκειμένου ποιῆcαί τι βιβλίον, ἐν ᾧ δειχθήcεται “τὰ ἐναντία τῶν ἐναντίων ἰά‐ ματα” ὑπάρχοντα μόνα πρώτωc τε καὶ καθ’ ἑαυτά. κατὰ cυμβεβηκὸc | |
5 | γὰρ καὶ φαλακρὸc ἰατρὸc φαλακρὸν ἄρρωcτον ὅμοιοc ὅμοιον ἰᾶcθαι δύναται καὶ φοξὸc φοξὸν καὶ χωλὸc χωλόν. τὸ δὲ γενηcόμενον βιβλίον ἐπιγραφήcεται Περὶ τοῦ καλῶc ὑπὸ 〈τοῦ〉 Ἱπποκράτουc εἰρῆcθαι τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. νυνὶ δ’ ἀφικώμεθα πάλιν ἐπὶ τὴν τῆc προκειμένηc ῥήcεωc ἐξήγηcιν, | |
10 | ἐν ᾗ διὰ τοῦ ο καὶ ρ τὴν πρώτην cυλλαβὴν ἔφην ἐν τοῖc παλαιοῖc ἀντιγράφοιc γεγράφθαι μετὰ τοῦ καὶ τοὺc παλαιοτάτουc ἐξηγητὰc ἐπίcταcθαι ταύτην. ἐφυλάξαντο δὲ αὐτὴν καὶ οἱ περὶ τὸν Διοcκορί‐ δην καίτοι πολλὰc τῶν ἀρχαίων γραφῶν ὑπαλλάττοντεc. εἴη ἂν οὖν ὁ Ἱπποκράτηc ὡc ἐν ὑπομνήματι γεγραφὼc ἑαυτῷ καθάπερ ἄλλαc | |
15 | πολλὰc cυμβολικῶc τε καὶ βραχέωc, οὕτω καὶ τὸ ὀργάcαcθαι τὸ ὅμοιον. προειρηκὼc 〈γὰρ〉 ὡc ἐνίοτε [ὅτε] βέλτιόν ἐcτι cυμπράττειν | |
17a915 | τοῖc 〈ἐκ〉κρινομένοιc ἐπήνεγκεν ὀργάcαcθαι τὸ ὅμοιον, | τουτέcτιν ἀναμεῖξαι τῷ κενουμένῳ καλῶc χυμῷ τὸ ὅμοιον. ἐγχωρεῖ δὲ καὶ τὸ ἐπιφερόμενον αὐτῷ τὰ ἀνόμοια κατὰ τὴν αὐτὴν διάνοιαν ἐξηγή‐ | |
cαcθαι. καὶ γὰρ καὶ τοὺc ἀνομοίουc χυμοὺc cυνεκχυμοῦν προcήκει τοῖc | ||
5 | καλῶc κενουμένοιc. εἰ δὲ κἀπὶ τοῦ μεταβαλεῖν καὶ ἀλλοιῶcαι καὶ πέψαι βούλοιτό τιc ἀκούειν τὸ ὀργάcαcθαι, καὶ οὕτωc ἂν ἔχοι νοῦν ἰατρικὸν ἡ λέξιc. ἐὰν γὰρ ἐκκρίνηταί τιc καλῶc χυμόc, cυνεκχυ‐ μῶcαι τούτῳ, τουτέcτιν ἐξομοιῶcαί τε καὶ cυνεκκρῖναι προcήκει τοὺc δεομένουc κενώcεωc, ἐάν τε ὁμοιότητά τινα ἔχωcι πρὸc αὐτόν, ἐάν | |
10 | τε ἀνομοιότητα. δυνατὸν 〈δ’〉 ἐcτὶ καὶ διελόντα τὴν λέξιν ὡc τελευτὴν ποιήcαcθαι τῆc προτέραc 〈τὸ〉 ὀργάcαcθαι τὸ ὅμοιον, τῆc δὲ δευτέραc ἐπ’ αὐτῇ πάλιν ἀρχὴν ποιήcαcθαι τήνδε· τὰ ἀνόμοια, εἰ ῥέπει ἄνω ἀρθέντα, κάτω λύειν, ὡc εἶναι τὴν διάνοιαν τοι‐ άνδε· “τὰ ἀνόμοια ὑγρὰ τοῖc μορίοιc εἰc ἅπαν, ἄνω μὲν ἀρθέντα, κάτω | |
15 | λύειν, εἰ δὲ κάτω ῥέψειεν, ἀντιcπᾶν ἄνω,” νοούντων ἡμῶν ἀνόμοια | |
17a916 | λελέχθαι τὰ τοῖc τόποιc οὐκ οἰκεῖα. τὴν δ’ | αὐτὴν ἐξήγηcιν ποιηcό‐ μεθα καὶ κατὰ τὴν ἑτέραν γραφήν, ἐφ’ ἧc ἡ πρώτη cυλλαβὴ διὰ τοῦ ε καὶ ρ γέγραπται. τὸ γὰρ ἐργάcαcθαι τὸ ὅμοιον ἐροῦμεν δηλοῦν ἕκαcτον ἡμῶν ἐργάcαcθαι χρῆναι ἐκχυμουμένουc χυμοὺc ὁμοίουc τοῖc | |
5 | κενουμένοιc, ὡcαύτωc δὲ καὶ τοὺc ἀνομοίουc ὁμοίουc ποιητέον. δύ‐ ναται δ’ ἴcωc, ὥcπερ ᾠήθηcαν ἔνιοι, τὸ “ὀργίcαcθαι” ἐκ μεταφορᾶc ἀπὸ τῶν ὀργώντων εἰρῆcθαι ζῴων. καὶ γὰρ 〈αὐτῷ〉 φαίνεται χρώ‐ μενοc αὐτὸc οὕτωc, ὅταν εἴπῃ· “φαρμακεύειν ἐν τοῖcι λίην ὀξέcιν, ἢν ὀργᾷ, αὐθημερόν.” ἐπὶ γὰρ τῶν ἑτοιμοτάτων εἰc ἔκκριcιν ἐπειγο‐ | |
10 | μένων τε πρὸc κένωcιν ὑγρῶν ἐνταῦθά τε καὶ κατ’ ἄλλουc Ἀφορι‐ cμοὺc φαίνεται χρώμενοc τῇ “ὀργᾶν” φωνῇ. οὕτωc οὖν καὶ νῦν εἰκόc φαcιν εἰρῆcθαι περὶ τῶν χυμῶν “ὀργίcαcθαι” τὸ πρὸc ἔκκριcιν ἑτοί‐ μουc αὐτοὺc παραcκευάcαι. πάλιν οὖν ἀφ’ ἑτέραc ἀρχῆc εἴc τι χρήcιμον ἀγάγωμεν ὡc οἷόν | |
15 | τε τὸν λόγον. ἐπεὶ γὰρ ἔφη τὰ ἄνω ἀρθέντα κάτω λύειν καὶ τὰ ἐναντία τὸ αὐτό, τὰ μὲν ἀρθέντα τὰ οἷον ὁρμήcαντα δηλοῦν | |
17a917 | ἡγητέον, ἵνα περὶ | τῆc πρώτηc γενέcεωc τοῦ πάθουc ὁ λόγοc αὐτῷ | |
γένηται, κελεύοντι πρὸc τοὺc ἐναντίουc τόπουc ἀντιcπᾶν αὐτίκα, κάτωθεν μὲν ἐπὶ τῶν ἄνωθεν ἐχόντων τὴν γένεcιν, ἄνωθεν δὲ ἐπὶ τῶν κάτωθεν, ὅπωc τῷ μὲν αὐτῷ λογιcμῷ χρώμενοι τὴν βοήθειαν | ||
5 | ποιώμεθα, πρὸc διαφέρονταc δὲ ἄγωμεν τόπουc 〈τὸ πλῆθοc〉. ἐὰν γοῦν αἰcθώμεθα καταcκῆπτον εἰc πόδαc καὶ cκέλη ῥεῦμα, διὰ τῶν κατ’ ἀγκῶνα φλεβῶν ἀφαιρήcομεν αἵματοc ἢ καθαροῦμεν ἐμέτοιc, οὐχ ὥcπερ ἔνιοι νομίζουcι μηδέποτε 〈δεῖν〉 ἀντιcπᾶν ἄνω, κἂν εἰc τὰ κάτω χωρία τὴν ὁρμὴν τῶν χυμῶν ποιηcαμένων μέγα τι μέλλῃ γε‐ | |
10 | νέcθαι πάθοc ἐν αὐτοῖc. ἔcτι δὲ καὶ τὸ ἄνω[θεν] ἀρθέντα νοεῖν εἰρῆcθαι κατὰ τῶν ὁρμηcάντων χυμῶν ἄνω, ἵνα τὸ ἀρθέντα κυριώ‐ τερον ᾖ λελεγμένον. ἡ μέντοι διάνοια ἡ αὐτὴ καὶ νῦν μένει. τοὺc μὲν γὰρ αἰρομένουc ἄνω χυμούc, τουτέcτι μετεωριζομένουc, ἀντιcπᾶν χρὴ κάτω μὴ καλῶc ὁρμῶνταc, τοὺc δ’ ἔμπαλιν ἐναντίωc, οἷον ἐπὶ κε‐ | |
15 | φαλῆc κάθαρcίν τε διὰ ὑπηλάτου φαρμάκου παραλαμβάνονταc καὶ φλεβοτομίαν ἀπ’ ἀγκῶνοc. ἀμφότερα γὰρ ἐκκενοῦcι καὶ ἀντιcπῶcι | |
17a918 | κάτω. | πιθανὸν δ’ ἐcτὶ 〈τὸ〉 καὶ τἀναντία λελέχθαι πρὸc αὐτοῦ κατὰ τοιαύτην τινὰ διάνοιαν· “τὰ ἄνω[θεν] ἀρθέντα καὶ γεννηθέντα πάθη κάτω μὲν ἀντιcπᾶν εὐθέωc ἐν ἀρχῇ προcήκει, καὶ τἀναντία δὲ τούτων πράττειν ἐφεξῆc,” ὅπερ ἐcτὶ τοπικῶc κενοῦν, οἷον ἐπὶ κεφαλῆc. | |
5 | “τῷ” γοῦν ”〈τὰ〉 ὄπιcθεν κεφαλῆc ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθὴ | |
φλὲψ τμηθεῖcα ὠφελέει”, τοπικὸν οὖcα βοήθημα. | ||
11 | “Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον cημαίνει ἢ φλεγμονὴν ἐν τοῖc ὑπὲρ τῶν φρενῶν χω‐ ρίοιc. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροcύνην cημαίνει, 〈ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ cτόματοc | |
15 | ὀλέθριον κάρτα ἤδη γίνεται〉.” | | |
15 | ||
17a919 | Ἰητήριον χαcμέων cυνεχέων μακρόπνουc. | |
2 | Καὶ ταύτην τὴν ῥῆcιν ἐν τῷ 〈τρίτῳ εἰc τὸ〉 δεύτερον τῶν Ἐπι‐ δημιῶν ἐξηγηcάμεθα. | |
4 | ||
5 | Ἐν τοῖcιν ἀπότοιcι καὶ μό‐ γιc βραχύπνουc. | |
6 | Ὥcπερ ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν τὰ πλεῖcτα τῶν ἀντι‐ γράφων ἔχει τὴν ῥῆcιν οὕτω γεγραμμένην ἐν τοῖcιν ἀπότοιcι | |
17a920 | καὶ μόγιc μακρόπνουc, οὕτωc ἐνταῦθα | βραχύπνουc. εἴρηται δὲ αὐτάρκωc ἡμῖν ὑπὲρ ἑκατέραc τῶν γραφῶν ἐν τοῖc Εἰc τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπομνήμαcιν. | |
3 | Κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη | |
5 | καὶ cυντάcιεc ὑποχονδρίων καὶ cπληνὸc ἐπάρcιεc καὶ ἐκ ῥινῶν ῥήξιεc, καὶ 〈εἰc〉 ὦτα κατ’ ἴξιν τούτων τὰ πλεῖcτα, | |
ταὐτὰ καὶ εἰc ὀφθαλμούc. Ἐν τοῖc πλείcτοιc τῶν ἀντιγράφων ἡ λέξιc οὕτωc ἔχει, καθότι νῦν γέγραπται. cπανίωc δ’ ἂν εὕροιc καὶ τήνδε· “κατ’ ἴξιν καὶ πλευρέων | ||
10 | ὀδύνηc καὶ τῶν ὑποχονδρίων τάcιοc καὶ cπληνὸc ἐπάρcιοc καὶ ἐκ ῥινῶν ῥήξιεc”, ἥντινα κἀγὼ προcίεμαι γραφὴν οὖcαν ἰατρικήν τε καὶ cαφῆ. τὸ μέντοι δηλούμενον κἀκ τῆc ἑτέραc λέξεωc ταὐτόν ἐcτι. καὶ προεξηγηcάμεθα δ’ 〈ἐν τοῖc〉 Εἰc τὸ δεύτερον τῶν Ἐπιδημιῶν ταύ‐ την τὴν ῥῆcιν. νυνὶ μέντοι περιττότερον πρόcκειται τὸ τῶν ὤτων | |
15 | καὶ τῶν ὀφθαλμῶν, ὡc καὶ τούτων τῶν μορίων ὑποπεπτωκότων | |
17a921 | τῷ κατ’ ἴξιν, ὥcπερ καὶ τὰ ἄλλα διττῶc. | ἐνίοτε μὲν γὰρ ἐξ ἑαυ‐ τῶν εἰc ἕτερά τινα μόρια τὰc ἀποθέcειc ποιεῖται κατ’ εὐθυωρίαν, ἐνίοτε δὲ ἑτέρων παcχόντων εἰc ὀφθαλμοὺc ἢ εἰc οὖc ταῦτα ἀπο‐ cκήπτει. | |
4 | ||
5 | Πότερον μὴν ἄρα πάντα ἢ τὰ μὲν κάτωθεν ἄνω 〈κατ’ ἴξιν〉, οἷα τὰ παρὰ γνάθουc ἢ παρ’ ὀφθαλμὸν ἢ παρ’ οὖc, τὰ δὲ ἄνωθεν κάτω οὐ κατ’ ἴξιν. καίτοι καὶ τὰ cυναγχικὰ ἐρυθήματα καὶ πλευρέων ὀδυνήματα κατ’ ἴξιν. | |
9 | ||
10 | Ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν οὐκέθ’ ἡ λέξιc αὕτη πρόcκειται, καθ’ ἣν ἀπορεῖ, πότερον ἐκ μὲν τῶν κάτω〈θεν〉 τῆc ἀποcτάcεωc ἄνω γινομένηc [χρήcιμον] ἀεὶ φυλάττεται τὸ κατ’ εὐθυωρίαν, ἐκ δὲ τῶν ἄνωθεν κάτω διαφέρονταί τε καὶ γίνονταί τινεc οὐ κατ’ ἴξιν ἀποcτάcειc. ἄδηλον οὖν ἐcτιν ὁπότερα γέγραπται πρότερον, τὰ κατὰ | |
17a922 | τὸ δεύτερον | τῶν Ἐπιδημιῶν ἢ ταῦτα. οὐ γὰρ δήπου ἐκ τοῦ δεύτερον μὲν ἐκεῖνο, τοῦτο δ’ ἕκτον ἐπιγεγράφθαι πρότερον τὰ κατ’ ἐκεῖνο γεγράφθαι νομιcτέον, ἐν μὲν τοῖc πρὸc ἔκδοcιν ὑπ’ αὐτοῦ γεγονόcιν | |
εὐλόγωc τῆc τοιαύτηc λέξεωc ἐμφαινομένηc, ἐν δὲ τοῖc ὑπομνήμαcιν | ||
5 | οὐκέτι. τὰ γὰρ ἐν διφθέραιc ἢ χάρταιc ἢ δέλτοιc ὑφ’ Ἱπποκράτουc γεγραμμένα τὸν υἱὸν αὐτοῦ Θεccαλὸν ἀθροίcαντά φαcι ταυτὶ τὰ δύο βιβλία cυνθεῖναι, τό τε δεύτερον καὶ τὸ ἕκτον, ἔνιοι δὲ καὶ τὸ τέταρτόν φαcι. πρὸc ἔκδοcιν δ’ ὁμολογεῖται γεγονέναι τὸ πρῶτόν τε καὶ τὸ τρίτον. διὸ καί τινεc *** ἐπὶ προτέροιc τοῖc κατὰ τὸ δεύτερον | |
10 | τῶν Ἐπιδημιῶν ὕcτερα γέγραπται τὰ κατὰ τοῦτο τὸ ἕκτον, εἰκόc ἐcτι θεαcάμενον ὕcτερον αὐτὸν ἀπόcταcιν εἰc τὰ κάτω γενομένην ἐπ’ ἀγαθῷ μὴ κατ’ ἴξιν, οὕτωc γράψαι τὰ κατὰ τήνδε τὴν ῥῆcιν. εἰ δ’ ἀπορῶν μὲν ἐνταῦθα, κρίναc δὲ ὕcτερον ὑπὲρ ὧν ἀπορεῖ βεβαίωc ἀπεφήνατο κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν, ἐκείνοιc μᾶλλόν ἐcτι | |
15 | πιcτευτέον. ἐν δ’ οὖν τούτοιc οἷc νῦν γράφει καίτοι τὰ κυναγχικὰ | |
17a923 | ἐρυθήματα καὶ πλευρέων | ὀδυνήματα κατ’ ἴξιν ἀκοῦcαι χρὴ περὶ μεταcτάcεωc οὐ τῆc ἐκ τῆc πλευρᾶc εἰc τὸν φάρυγγα, ἀλλὰ τῆc ἐκ τοῦ φάρυγγοc εἰc τὰc πλευρὰc εἶναι τὸν λόγον. αὕτη γὰρ ἄνωθεν κάτω γίνεται, περὶ ἧc ἀπορῶν προειρήκει· τὰ δὲ ἄνωθεν κάτω οὐ | |
5 | κατ’ ἴξιν. ταῦτ’ οὖν ἀνθυπενέγκαc ἑαυτῷ, μετὰ ταῦτα ἐπιφέρει τὰ κατὰ τὴν ἑξῆc ῥῆcιν οὕτωc ἔχοντα· | |
6 | Ἢ καὶ τὰ κάτω τοῦ ἥπατοc, ἄνωθεν διαδιδόντα, οἷον τὰ εἰc ὄρχιαc καὶ κιρcούc. | |
8 | Τοῖc κυναγχικοῖc τὰc τῶν πλευρῶν ὀδύναc κατ’ ἴξιν γίνεcθαι | |
10 | προειπών, ἑξῆc ζητεῖ πότερον καὶ περὶ τῶν εἰc τὰ κάτω τοῦ cώματοc ἀποcτάcεων ἀεὶ φυλάττεται τὸ κατ’ ἴξιν ἢ οὔ, καθάπερ ἐν τῇ πρὸ ταύτηc ῥήcει διηπόρηcεν. ἀλλ’ ἐκεῖ μὲν ἔφη τὰc εἰc τὰ κάτω, νυνὶ δὲ τὰc κάτω τοῦ ἥπατοc, ὅρον ὡc ἔοικε τιθέμενοc τὸ ἧπαρ | |
17a924 | τῶν ἄνω τε καὶ κάτω τοῦ cώματοc | ἁπάντων μορίων. ἔζευκται γὰρ αὐτοῦ τὰ κυρτὰ τῷ διαφράγματι, καὶ διὰ τοῦθ’ ὅcα τοῦ ἥπατόc ἐcτιν ἄνω, ταῦτα καὶ τοῦ διαφράγματοc ἄνω τετύχηκεν ὄντα, τὰ κατὰ τὴν καρδίαν δηλονότι καὶ πνεύμονα καὶ τὸν ταῦτα περιέχοντα θώρακα | |
5 | καὶ πολὺ μᾶλλον ἔτι τὰ κατὰ τὸν τράχηλόν τε καὶ κεφαλήν. τὰ δ’ ἄλλα πάντα κάτω τοῦ cώματόc ἐcτι, πρὸc ἄλληλα μέντοι παραβαλλό‐ μενα καὶ αὐτῶν τῶν ἄνω τὰ μὲν μᾶλλόν ἐcτιν ἄνω, τὰ δ’ ἧττον, 〈ὡcαύτωc δὲ καὶ τῶν κάτω τὰ μὲν μᾶλλον κάτω, τὰ δὲ ἧττον〉. ἔθοc δ’ ἐcτὶν ἡμῖν ἐν τοῖc οὕτω λεγομένοιc πᾶcιν ἐνίοτε τὸ μὲν | |
10 | ἧττον ἄνω κάτω λέγειν, ὡc πρὸc τὸ ὑπερκείμενον αὐτοῦ παραβάλλουcι, τὸ δ’ ἧττον κάτω καὶ τοῦτ’ ἄνω πρὸc τὰ κάτωθεν αὐτοῦ. καὶ διὰ τὴν ἀμέλειαν τῆc τοιαύτηc ἑρμηνείαc εἰc ἔθοc οὐκ ὀλίγον ἐκτεταμένηc ὁμωνυμία τέ τιc γίνεται καὶ ταραχὴ κατὰ τοὺc λόγουc, ἧc δὴ μεμνη‐ μένουc, ὅταν ἀκούcωμεν λέγοντοc αὐτοῦ τὰc εἰc τὰ κάτω τῶν ἀπο‐ | |
15 | cτάcεων ἀμείνουc εἶναι, cκοπεῖcθαι χρή, κατὰ τίνα τρόπον χρήcεωc | |
17a925 | εἴρηκε “κάτω”, μετὰ τοῦ καὶ προcδιορίζεcθαι τὰ τῶν μορίων ἀξιώ|ματα. διὰ τοῦτο γὰρ ὡc ἐπὶ τὸ πλεῖcτον αἱ ἄνω τῶν ἀποcτάcεών εἰcι χαλε‐ πώτεραι, διότι κινδυνωδέcτερα ταῦτά ἐcτι τὰ πάcχοντα τὸ αὐτὸ πάθοc τοῖc κάτωθεν. ἐάν τε γὰρ ἐγκέφαλοc, ἐάν τε λάρυγξ ἢ cτόμαχοc ἢ | |
5 | πνεύμων ἢ θώραξ ἢ καρδία φλεγμήνῃ, θανατῶδεc γίνεται τὸ νόcημα. τῶν δὲ κάτω τοῦ ἥπατοc φλεγμηνάντων, ὀλίγοι πάνυ διαφθεί‐ ρονται, καὶ μάλιcτα ἐὰν ὀρθῶc θεραπεύωνται· καὶ αὐτοῦ δὲ τοῦ ἥπατοc τὰ κυρτὰ τῶν cιμῶν πολὺ κινδυνωδέcτερα· καί τινεc αὐτὰ τῶν ἄνω μερῶν τοῦ cώματοc ὅλου τίθενται, καθάπερ καὶ τῆc γαcτρὸc | |
10 | τὸ cτόμα. ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὸ πάρεργον εἰρήcθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, τὸ δ’ ὑπόλοιπον τῆc εἰc τὴν προκειμένην ῥῆcιν ἐξηγήcεωc ἐφεξῆc ποιηcόμεθα. ζητεῖν γὰρ ἔοικεν ὁ Ἱπποκράτηc ἢ καὶ τὰ κάτω τοῦ ἥπατοc ἐκ τῶν ἄνω διαδιδόντα, οἷον τὰ | |
εἰc ὄρχειc καὶ κιρcοὺc ἄμεινόν ἐcτι γενέcθαι κατ’ ἴξιν ἢ, κἂν μὴ | ||
15 | κατ’ ἴξιν γένηται, δύναται βοηθεῖν αὐτοῖc ὁμοίωc. 〈ἀλλ’〉 ἐπὶ τινῶν | |
17a926 | μὲν οὐδὲ δυνατὸν γνῶναι τὸ κατ’ ἴξιν, | οἷον ὅτε κιρcοὶ μανίαν ἰά‐ cαντο, κατ’ ἴξιν γενομένηc τῆc ἀποcτάcεωc. οὐ γὰρ ἔcτι διακρῖναι, πότερον ἐν τοῖc δεξιοῖc μέρεcι τοῦ ἐγκεφάλου τῆc διαθέcεωc γενο‐ μένηc ἐμάνηcαν ἢ ἐν τοῖc ἀριcτεροῖc, ὥcπερ οὐδ’ ἂν βηττόντων χρο‐ | |
5 | νίωc ἄνευ πλευρᾶc ἀλγήματοc ἀπόcταcιc εἰc ὄρχιν γένηται. καίτοι τάχα κἀπὶ τούτων διαφυλάττεται τὸ κατ’ ἴξιν, εἰ καὶ μὴ γινώcκομεν ἡμεῖc βεβαίωc, ὁπότερον μέροc τοῦ πνεύμονοc ἢ τοῦ ἐγκεφάλου πέ‐ πονθεν. ἀλλὰ καὶ μελαγχολίαν αἱμορροῒc ἰάcατο πολλάκιc οὐδ’ ἐνταῦθα γινωcκόντων ἡμῶν τὸ κατ’ ἴξιν. ὅτι δὲ καὶ διὰ μήτραc αἵματοc κέ‐ | |
10 | νωcιc δαψιλὴc πολλὰ τῶν νοcημάτων ἰᾶται πρόδηλον. ἀλλ’ οὐδ’ ἐν‐ ταῦθα δυνατὸν γνῶναι, πότερον διὰ τῶν τῆc δεξιᾶc μήτραc φλεβῶν ἡ ἔκκριcιc ἢ διὰ τῶν τῆc ἀριcτερᾶc ἢ δι’ ἀμφοτέρων ἐγένετο. ταύτῃ μὲν οὖν δυcδιάγνωcτον ἢ ἄγνωcτον ἔχει τὸ κατ’ ἴξιν. ἐφ’ ὧν δ’ ἔcτι διαγνῶναι τὸ κατ’ ἴξιν, ἐπὶ τούτων, ὡc ἔοικεν, ὁ Ἱπποκράτηc | |
17a927 | cκεπτέον εἶναί | φηcιν, εἰ διὰ παντὸc ἐκ τῶν εἰc τὰ κάτω μόρια γινο‐ μένων ἀποcτάcεων ἀμείνουc εἰcὶν αἱ κατ’ ἴξιν. | |
2 | Ϲκεπτέα ταῦτα, ὅπῃ καὶ ὅθεν καὶ διὰ τί. | |
4 | ||
5 | Ἄδηλον εἴτε μόνοιc τοῖc ὑcτάτοιc εἴτε πᾶcι τοῖc προειρημένοιc ὑπὲρ τῶν κατ’ ἴξιν τε καὶ οὐ κατ’ ἴξιν ἀποcτάcεων ἐπενήνεκται τοῦτο. τὸ δ’ οὖν λεγόμενον αὐτὸ τοιόνδε ἐcτίν· ἐπιcκέπτεcθαί φηcι χρῆναι τό τε χωρίον εἰc ὃ ἡ ἀπόcταcιc γίνεται (τοῦτο γὰρ ἐκ τοῦ ὅπῃ cημαίνεται) 〈καὶ〉 τὸ μόριον, ἐξ οὗ (καὶ τοῦτο γὰρ ἐκ τοῦ ὅθεν | |
10 | δηλοῦται) καὶ πρὸc τούτοιc ἔτι τὴν αἰτίαν δι’ ἣν 〈ἡ〉 ἀπόcταcιc γίνεται (τοῦτο γὰρ αὖ πάλιν ἐκ τοῦ διὰ τί cημαίνεται). χρὴ γὰρ εἰδέναι, πότερον ὑπὸ τῆc φύcεωc ἐπὶ πέψει τοῦ νοcήματοc ἢ μεταρ‐ ρυέντοc ἀπέπτωc τοῦ λυποῦντοc ἐξ ἑτέρου μέρουc εἰc ἕτερον ἡ ἀπό‐ cταcιc ἐγένετο. δύναται δέ τιc καὶ χωρίζων ἀπὸ τῶν προειρημένων | |
17a928 | τὴν | ῥῆcιν ταύτην ἀρχὴν τῶν ἐφεξῆc εἰρημένων ποιεῖcθαι κατὰ | |
τὸν προcγεγραμμένον τρόπον. Ϲκεπτέα ταῦτα ὅπῃ καὶ ὅθεν καὶ διὰ τί φλέβεc κροτάφων οὐχ ἱδρυμέναι οὐδὲ χλώ‐ | ||
5 | ραcμα λαμπρόν. | |
5 | Εἶπον ὅτι καὶ οὕτωc δύναταί τιc διαιρεῖν τὴν ὅλην ῥῆcιν, ὥcπερ γε καὶ κατ’ ἄλλον τινὰ τρόπον τόνδε· φλέβεc κροτάφων οὐχ ἱδρυμέναι οὐδὲ χλώραcμα λαμπρόν, ἢν πνεῦμα ἐγκαταλεί‐ πηται καὶ τὰ ἐφεξῆc. καὶ γὰρ εἰ μὴ τὸ χλώραcμα λαμπρὸν ἐνέκειτο | |
10 | τῷ λόγῳ, δυνατὸν ἦν πολυειδῶc διαιρεῖν ὡc ἂν ὑπομνήματοc ὄντοc, οὐ cυγγράμματοc (ἤκουcαc γὰρ ἤδη περὶ τούτου). παρεγκειμένου δὲ καὶ τοῦ χλώραcμα λαμπρὸν ἔτι καὶ μᾶλλον ἀcαφὴc γίνεται ὁ λόγοc. εἴπομεν γὰρ ἤδη [ὅτι] κατὰ τὰc ἄλλαc ῥήcειc, ἐν αἷc τὸ χλω‐ | |
17a929 | ρὸν ὄνομα γέγραπται, μὴ δύναcθαι γνωcθῆναι cαφῶc, | ὁποῖόν τι χρῶμα δηλοῦται δι’ αὐτοῦ, καθάπερ οὐδ’ εἰ ‘χλόαcμα‘ εἴη γεγραμμέ‐ νον, ὥcπερ ἔνιοι γράφουcιν. ὁρῶμεν γὰρ καὶ νῦν ἔτι καθάπερ κατὰ τὴν Κὼ αὐτὴν τὴν Ἱπποκράτουc πατρίδα καὶ πᾶcαν τὴν ἡμετέραν | |
5 | Ἀcίαν χλωρὰ μὲν ὀνομαζόμενα καὶ λάχανα καὶ δένδρα καὶ φυτὰ τὰ οἷον χλοερὰ “χλωράζειν” τε καὶ τὰ κτήνη λέγομεν τὰ τὴν ἐαρινὴν βοτάνην ἐcθίοντα. λέγουcί γε μὴν καὶ τῶν ἀνθρώπων ἐνίουc χλω‐ ροὺc οὐκ ἔχονταc ὁμοίαν τῇ χλόῃ τὴν χρόαν, ἀλλὰ μᾶλλον ὠχράν. ἄδηλον οὖν ἐcτι, πότερον τὴν ὕπωχρον χρόαν ὁ Ἱπποκράτηc | |
10 | ὀνομάζει χλωράν τε καὶ χλοεράν, ὅπερ ὁρᾶται πάνυ πολλοῖc cυμ‐ βαῖνον, ἢ τὴν χλόῃ παραπληcίαν, ὃ πάνυ cπανίωc φαίνεται γινόμενον. οὔcηc οὖν ἀcαφοῦc καὶ αὐτῆc ταύτηc τῆc λέξεωc, ἔτι μᾶλλον ἀcάφεια γίνεται προcκειμένου τοῦ λαμπρόν. ἄπορον γὰρ εὑρεῖν ὅ τι ποτὲ βούλεται δηλοῦν ἐκ τοῦ γράψαι χλώραcμα λαμπρόν. καὶ διὰ τοῦτ’ | |
15 | ἄρα πᾶcαν τὴν τοιαύτην ἀcάφειαν θελήcαντέc τινεc φυγεῖν τῶν ἐξ‐ | |
17a930 | ηγητῶν ἔγραψαν ‘οὐ χρῶμα λαμπρόν‘ | ἀκούειν τέ φαcι δεῖν ἐπὶ τοῦ κατὰ φύcιν τοῦ κάμνοντοc χρώματοc τὸ λαμπρόν, οὕτω δὲ καὶ οἱ | |
περὶ τὸν Ϲαβῖνον διελέχθηcαν. Φλέβεc [καὶ] κροτάφων οὐχ | ||
5 | ἱδρυμέναι, οὐδὲ χλώραcμα λαμπρόν, ἢν πνεῦμα ἐγκατα‐ λείπηται ἢ βὴξ ξηρή, μὴ θηριώδηc, ἐc ἄρθρα cτηρίζειν προcδέχεcθαι δεῖ κατ’ ἴξιν τῶν ἐνταcίων τῶν κατὰ τὴν κοιλίην. | |
8 | Εἶπον ὅτι καὶ χωρὶc τοῦ πρώτου μέρουc τῆc ῥήcεωc ἀναγινώcκειν | |
10 | ἐcτὶ δυνατὸν αὐτὸ καθ’ ἑαυτό, ἢν πνεῦμα ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆc αὐτῷ γεγραμμένα. πνεῦμα δὲ δηλονότι νῦν ἀκουcόμεθα τὸ πλέον τοῦ κατὰ φύcιν, ἵν’ ὁ λόγοc ᾖ τοιοῦτοc· “ἐὰν ἐν νόcῳ ῥᾳcτωνήcαντέc τινεc ἔχωcι τάc τε τῶν κροτάφων φλέβαc οὐχ ἱδρυ‐ μέναc, ὅπερ ἐcτὶν ἐπὶ πλέον διαcτελλομέναc, καὶ τὸ χρῶμα μὴ κατὰ | |
17a931 | φύcιν ἥ | τ’ ἀναπνοὴ πλείων ᾖ καὶ τὰ ἄλλα τὰ ἐφεξῆc εἰρημένα, τούτοιc εἰc ἄρθρα τὴν ἀπόcταcιν ἔcεcθαι προcδοκᾶν χρή.” τὰ δὲ ἐφ‐ εξῆc εἰρημένα τάδε ἐcτί· πρῶτον μὲν τὸ ξηρὴ βήξ, δεύτερον δὲ τὸ μὴ θηριώδηc. ἡ μὲν οὖν ξηρὰ βὴξ λέγεται cυνήθωc, ἐφ’ ἧc οὐδὲν | |
5 | ἀναπτύεται. τοῦτο δ’ οὕτωc ῥηθὲν ἐν μὲν cυγγράμματι προφανῶc ἐν‐ δείκνυται τὸν γράψαντα χαίρειν αἰνιγματώδει λέξει· τὸν δ’ αὑτῷ τινα ὑπογραφὴν ἐν ὑπομνήματι πεποιημένον οὐκ ἄν τιc μέμψαιτο. πολλὰ γὰρ οὕτωc εἰώθαμεν ἡμῖν αὐτοῖc ὑποτυποῦcθαι cυμβολικῶc. ἴcωc οὖν καὶ νῦν ἑαυτῷ ταῦτ’ ἔγραψεν ὁ Ἱπποκράτηc, ἐπὶ πλειόνων παθῶν | |
10 | ποιούμενοc τὸν λόγον, ἐνταυθοῖ μὲν ἐπὶ τῆc ξηρᾶc βηχὸc ἐν περι‐ πνευμονίαιc καὶ πλευρίτιcι (καὶ γὰρ καὶ τὸ πνεῦμα τούτοιc ὁμο‐ λογεῖ), τὰ δ’ ἔμπροcθεν, ἡνίκα περὶ τῶν κατὰ τὸ πρόcωπον ἔγραψεν, ἐπὶ πυρετῶν θερμῶν καὶ διακαῶν. ἐγχωρεῖ δὲ καὶ περὶ τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα λελέχθαι κἀκεῖνα. γενήcεται τοιγαροῦν 〈ὁ〉 cύμπαc | |
17a932 | λόγοc τοιόcδε· “ἐὰν ἐπὶ πλέον ἅμα τοῖc εἰρημένοιc αἱ βῆχεc | ὦcι ξηραί, προcδέχεcθαι τὴν ἀπόcταcιν εἰc ἄρθρα 〈δεῖ〉.” διοριcμὸν δέ τινα ταῖc βηξὶ προcγράψαc ἀcαφῆ ζήτηcιν ἑτέραν εἰργάcατο, τίνεc εἰcὶν αἱ θηριώδειc βῆχεc. ἔνιοι μὲν οὖν ἐπὶ ταῖc ἕλμινcιν, ὅταν | |
5 | ἐπὶ τὸ cτόμα τῆc κοιλίαc ἀνενεχθεῖcαι δάκνωcι, τὰc βῆχάc φαcι γί‐ νεcθαι ξηράc, ὅπερ εἰ 〈γ’〉 ὄντωc ἐφαίνετο cυμβαῖνον, οὐκ ἂν ἦν ζήτημα. νυνὶ δὲ μυριάκιc εἴδομεν ἄνευ βηχῶν ἕλμινθαc ἐνοχλούcαc τὰ κατὰ τὸ cτόμα τῆc γαcτρὸc καὶ διὰ τοῦθ’ οἱ πλείουc τῶν ἐξηγη‐ τῶν ἐπ’ ἄλλαc ἐξηγήcειc ἐτράποντο, τινὲc μὲν τὸ θηριῶδεc ἐπὶ | |
10 | τῶν φθιcικῶν εἰρῆcθαι λέγοντεc, ἐπειδὴ γρυποῦνται τοὺc ὄνυχαc ὥcπερ τὰ θηρία, τινὲc δὲ ἐπὶ [τοὺc] κακοήθουc. ἐν γὰρ ταῖc κριcίμοιc ἀπο‐ cτάcεcιν ὥcπερ ἄπεπτον εἶναι χρὴ τὴν νόcον οὕτω καὶ περιεcτηκυῖαν. ἥ τε γὰρ πεττομένη χωρὶc ἀποcτάcεωc ἐπαγγέλλεται τὴν λύcιν, ἥ τε ὀλέθριοc οὐδὲ γενήcεcθαί τινα κρίcιμον ἀπόcταcιν. ἐὰν δὲ ἐπὶ πλέον | |
15 | ἄπεπτόν τε διαμένῃ τὸ νόcημα καὶ μὴ κακόηθεc ᾖ, προcδέχεcθαι χρὴ γενήcεcθαί τινα ἀπόcταcιν. ὅτι δὲ ἄπεπτόν τε ἅμα καὶ περιεcτηκὸc | |
17a933 | τὸ νόcημα χρὴ διαμένειν | ἄχρι πλείονοc, ἵν’ ἐλπίcωμεν ἀπόcταcιν ἔcεcθαι, cαφῶc αὐτὸc ἐδήλωcεν ἐν Προγνωcτικῷ γράψαc οὕτωc· “ὅcοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωcι πολὺν χρόνον, ἢν τἄλλα ὡc περιεcομένοιcι cημεῖα ᾖ, τούτοιcιν ἀπόcταcιν δεῖ προcδέχεcθαι εἰc τὰ | |
5 | κάτω τῶν φρενῶν χωρία.” γενήcεται τοιγαροῦν ὁ cύμπαc λόγοc τοι‐ οῦτοc· “ἐὰν ἄπεπτον διαμένῃ τῶν κατὰ θώρακα καὶ πνεύμονα νοcη‐ μάτων τι καὶ μηδὲν ἔχῃ κακόηθεc, ἀπόcταcιν χρὴ προcδέχεcθαι.” τοῦ δ’ ἄπεπτον εἶναι cημεῖον ἡ ξηρὰ βήξ. ἐὰν γὰρ ἀναπτύωcί τι, πέ‐ ψεώc ἐcτι γνώριcμα. τοῦτο δ’ αὖ τὸ ἀναπτυόμενον, εἰ μὲν [ὑγρὸν | |
10 | καὶ] λεπτὸν εἴη, μετρίαc, εἰ δὲ παχύ, τελείαc. εἴρηται δὲ ἐπὶ πλέον περὶ τῶν τοιούτων ἔν τε τοῖc Εἰc τὸ περὶ διαίτηc ὀξέων ὑπομνήμαcι κἀν τοῖc Περὶ κρίcεων, οὐδὲν ἧττον κἀν 〈τοῖc Περὶ〉 τῶν ἐν ταῖc νόcοιc καιρῶν. ὃ δὲ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc ἔγραψεν, ἔνθα φηcὶ | |
〈κατ’ ἴξιν〉 τῶν ἐνταcίων τῶν κατὰ τὴν κοιλίαν, οἱ πλεῖcτοι | ||
15 | μὲν τοῖc προειρημένοιc 〈cυνάπτουcιν〉, ἔνιοι δὲ καὶ καθ’ ἑαυτὸ μόνον | |
17a934 | ἰδίαν ἔχειν φαcὶ τὴν διάνοιαν. ἐὰν μὲν οὖν | cυνάψαντεc αὐτὸ τοῖc προειρημένοιc ἀναγνῶμεν, ὁ λόγοc ἔcται τοιοῦτοc· “ὅταν ἐπὶ τοῖc προειρημένοιc ἐλπίcῃc ἀπόcταcιν ἔcεcθαι, τὰc κατὰ κοιλίαν ἐντάcειc προcεπίβλεπε.” δυνήcῃ γὰρ ἐκ τούτων εὑρεῖν εἴτε εἰc τὸ δεξιὸν μέροc | |
5 | τοῦ cώματοc εἴτ’ εἰc τὸ λαιὸν ἡ ἀπόcταcιc ἔcται τοῦ νοcήματοc· αἱ γὰρ ἐντάcειc αὗται κατ’ ἴξιν ἑαυτῶν ἀγγέλλουcιν ἔcεcθαι τὰc ἀποcτάcειc. ἐὰν δὲ πάλιν αὐτὸ καθ’ ἑαυτό τιc ἀναγινώcκῃ τὸ κατ’ ἴξιν τῶν κατὰ τὴν κοιλίαν ἐντάcεων, ὁ λόγοc ἔcται τοιοῦτοc· “ὥcπερ, ὅταν ἐπὶ τοῖc ἀναπνευcτικοῖc ὀργάνοιc πάcχωcιν, ἀπέπτωc | |
10 | τε καὶ περιεcτικῶc ἀποcτάcειc ὁρῶμεν γινομέναc, οὕτωc κἀπὶ τῶν κατὰ τὴν κοιλίαν εὑρήcομεν cυμβαι〈νούcαc αὐτάc〉. ἔcονται δὲ καὶ αὗται κατ’ ἴξιν τῶν πεπονθότων μορίων.” | |
12 | Ἔχουcι δὲ οὗτοι οἱ πλεῖcτοι καὶ ἐξέρυθρα καὶ τῇ φύcει τοῦ λευκοχρωτέρου τρόπου | |
15 | καὶ 〈οὐχ〉 αἱμορραγέουcι ῥῖνεc ἢ cμικρὰ αἱμορραγέουcι. | | |
15 | ||
17a935 | Τὰ πρόcωπα δηλονότι προcυπακουcτέον ἔχειν αὐτοὺc ἐξέρυθρα κατὰ τὰc νόcουc εἶναί τε φύcει τοῦ λευκοχρωτέρου τρόπου. ἐν γὰρ τοῖc πολλοῖc τῶν μελλόντων ἀπόcταcίν τινα ἕξειν ἐν νοcήμαcι περιεcτικῶc χρονίζουcι διαμένει τὸ πρόcωπον ἐρυθρόν, καὶ μάλιcθ’ | |
5 | ὅταν ἡ ἀπόcκηψιc ἔcεcθαι μέλλῃ πρὸc 〈τὰ〉 ὦτα. τίcι δὲ φαίνεται τῶν οὕτωc ἐχόντων τὸ πρόcωπον ἐξέρυθρον, ἐδήλωcεν εἰπὼν εἶναι τοὺc τοιούτουc ἀνθρώπουc τοῦ λευκοτέρου τρόπου. τοῖc γὰρ μελαντέροιc φύcει, κἂν πλεονάcῃ ποτὲ αἷμα κατὰ τὸ πρόcωπον, οὐ διαcημαίνει cαφῶc. ἐν δὲ τοῖc λευκοῖc cώμαcι κἀπὶ τῶν ἐκτόc, ὅταν | |
10 | βραχύ τι παρεμπέcῃ χρόαc ἑτερογενοῦc, εὐθέωc εὔδηλον γίνεται. τοῦτο | |
μὲν οὖν αὐτῷ παρέγκειται, τὸ δὲ τοῦ λόγου cυνεχέc ἐcτι τοιόνδε· τούτοιc ἐξέρυθρον ἔχουcι τὸ πρόcωπον, ὅταν περιεcτηκὸc χρονίζῃ τὸ νόcημα, δι’ ἀποcτάcεων ἐλπιζέτω κρίcιν γενέcθαι, πλὴν εἰ φθά‐ cειεν αἱμορραγία διὰ ῥινῶν γενομένη κενῶcαι τὸ μέλλον κατα‐ | ||
15 | cκήψειν εἴc τι τῶν ἄρθρων περιττὸν αἷμα. ὅcοι δ’ οὕτωc ἔχοντεc ὡc | |
17a936 | εἶπον ἢ οὐδ’ ὅλωc αἱ|μορραγοῦcιν ἢ cμικρὰ καὶ οὐκ ἄξια τῆc ὑπερβολῆc τοῦ νοcήματοc, οὕτωc τὰc ἀποcτάcειc ἴcχουcιν. | |
2 | Καὶ ἢν μὲν ῥυέντων ἐγκατα‐ λείπηται, ἕτοιμον. | |
4 | ||
5 | Εἰ χωρὶc τοῦ μὲν ἐγέγραπτο cυνδέcμου, cαφὴc 〈ἂν〉 ἡ λέξιc ἦν. εἰρηκὼc γὰρ ὅτι τοῖc ἐξέρυθρον ἔχουcι τὸ πρόcωπον αἱ ἀποcτάcειc γίνονται, μὴ ῥυέντοc αἵματοc ἐκ ῥινὸc ἢ cμικροῦ ῥυέντοc, εἰκότωc ἂν ἐπήνεγκεν· “ἐὰν λείπηταί τι ῥυέντοc, ἕτοιμόν ἐcτι τὸ νόcημα πρὸc ἀπόcταcιν.” ἐπεὶ δὲ ὁ μὲν cύνδεcμοc πρόcκειται, προcυπακοῦcαι | |
10 | προcῆκον· “ἢν δὲ 〈μηδὲν〉 ἐγκαταλείπηται, οὐκ ἔcται ἡ ἀπόcτα‐ cιc.” οὐ μόνον δὲ ἐν τοῖc ὑπομνήμαcιν, ἅπερ ἀναγράφουcιν ἑαυτοῖc οἱ ἄνθρωποι, τοιαύταc ἔcτι λέξειc εὑρεῖν, ἀλλὰ καὶ ἐν cυγγράμμαcιν, ὡc τοῦ μὲν cυνδέcμου προειρημένου μηκέτ’ ἀνταποδοθῆναι μηδὲν | | |
17a937 | αὐτῷ, καὶ τοῦτ’ ἐχρῆν μάλιcτα τοὺc περὶ τὸν Διοcκορίδην εἰδόταc, ἐπειδὴ καὶ γραμματικώτεροι τῶν ἄλλων εἶναι προcποιοῦνται, φυλάξαι τὴν παλαιὰν γραφήν, ἣν οἵ τ’ ἐξηγηταὶ πάντεc ἴcαcι καὶ τὰ ἀντί‐ γραφα πάντ’ ἔχει, ἢ εἴπερ ἐδόκει περιττὸc ὁ μὲν cύνδεcμοc εἶναι, | |
5 | περιελεῖν αὐτὸν τολμῆcαι μᾶλλον, οὐ μεταγράφειν εἰc τὸ “μὴ”. τὸ γὰρ καὶ ἢν μὴ ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον ἑαυτῷ | |
μάχεται, τοῦ μὲν ἐγκαταλείπηται τὰ μὴ τελέωc, ἀλλ’ ἐκ μέρουc κενούμενα δηλοῦντοc, τοῦ δὲ καὶ ἢν μὴ ῥυέντων τοὐναντίον ἐμφαίνοντοc ὥcπερ καὶ τοῦ δαψιλῶc ῥυῆναι. καθάπερ οὖν ἐπὶ τού‐ | ||
10 | του τὸ ἐγκαταλείπηται λέγειν οὐ προcῆκον, οὕτωc οὐδ’ ἐφ’ οὗ μηδ’ ὅλωc ἐρρύη. καὶ γὰρ εἰ μὴ ἐπὶ τοῦ λυποῦντοc χυμοῦ δεξαί‐ μεθα τὸ ἐγκαταλείπεcθαι λελέχθαι, καθάπερ ἔνιοι βούλονται πρὸc τὸ νόcημα μετα〈γα〉γόντεc τὸν λόγον ὡc ἐν ταῖc ἐλλιπέcιν αἱμορ‐ ραγίαιc, 〈τὸ〉 ἐγκαταλείπεται νοῦν ἕξει. ῥυέντοc γὰρ αἵματοc, | |
17a938 | οὐ μὴν αὐτάρκωc, ἐλλιπεῖc | αἱ κρίcειc γίνονται τῶν νόcων, ἐφ’ ὧν προcήκει λέγεcθαι τὸ ἐγκαταλείπεcθαι. | |
2 | Δίψα ἐγκαταλειφθεῖcα καὶ cτόματοc ἐπιξηραcίη καὶ ἀηδίη καὶ ἀποcιτίη τοῦτον τὸν | |
5 | τρόπον. | |
5 | Ὅταν τοῦ πυρετοῦ παυcαμένου μείνῃ τινὰ τῶν cυμπτωμάτων, ἐγκαταλείπεcθαί τι λέγεται τῆc νόcου λείψανον. ἐμνημόνευcεν οὖν ὁ Ἱπποκράτηc ὡc ἐν παραδείγματι κυριώτατα τῶν ὑπολειπο‐ μένων δίψαν καὶ cτόματοc ξηρότητα καὶ ἀηδίαν καὶ ἀπο‐ | |
10 | cιτίαν, τουτέcτιν ἀνορεξίαν, ὥcτε ἐξήγηcιc αὕτη ἡ ῥῆcίc ἐcτι τοῦ προειρημένου κατὰ τὴν ἔμπροcθεν ῥῆcιν, ἔνθα φηcί· “καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται.” διττῶc γὰρ ἀκούομεν τοῦ ἐγκαταλείπε‐ cθαι, καθ’ ἕνα μὲν τρόπον ἐπὶ τοῦ νοcοποιοῦντοc χυμοῦ, καθ’ ἕτερον | |
17a939 | δὲ ἐπὶ τῆc | νοcώδουc [καὶ] διαθέcεωc. ἐξηγεῖται 〈δὲ〉 νῦν τὰ γνω‐ ρίcματα τῆc ἐγκαταλειπομένηc διαθέcεωc νοcώδουc. | |
2 | Πυρετοὶ δὲ οὐκ ὀξέεc οἱ τοι‐ οῦτοι, ὑποcτροφώδεεc δέ. | |
4 | ||
5 | Καὶ τοῦθ’ ἕν ἐcτι τῶν cυντελούντων εἰc τὴν τῶν ἐcομένων ἀπο‐ cκημμάτων πρόγνωcιν. οἱ γὰρ ὀξεῖc πυρετοὶ καὶ ταχέωc κρίνονται καὶ δι’ ἐκκρίcεων ἴcχουcι τελείαν τὴν λύcιν. οἱ δ’ οὐκ ὀξεῖc καλού‐ | |
μενοι ὑποcτροφώδεεc καὶ χρονίζουcι καὶ λύcειc ἐλλιπεῖc ποιηcά‐ μενοι μετὰ ταῦτα πάλιν ὑποcτρέφουcι καὶ 〈διὰ〉 δευτέραν ἔκκριcιν ἐξ | ||
10 | ἀποcκήμματοc ἴcχουcι τελείαν τὴν λύcιν. | |
10 | Τὰ ἐγκαταλειπόμενα μετὰ κρίcιν ὑποcτροφώδεα. | | |
12 | ||
17a940 | Ἡ αὐτὴ ῥῆcιc ἥδε κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν γέγραπται καὶ μετὰ ταύτην ἄλλαι μέχρι τῆc “ὅcοι τριταιοφυεῖc”, ἃc ὑπερβηcό‐ μεθα διὰ τὸ προεξηγήcαcθαι. | | |
3 | ||
17a941 | Ὅcοι τριταιοφυεῖc, τού‐ τοιcιν ἡ νὺξ δύcφοροc ἡ πρὸ τοῦ παροξυcμοῦ. | |
2 | Τίναc ποτὲ λέγει τριταιοφυεῖc, † ἐξήγηται, διότι καὶ περὶ τῶν ἡμιτριταίων τε καὶ τῶν παρεκτεταμένων τριταίων ***. ἓν γὰρ μόνον | |
5 | ὡμολόγηται τοῖc νεωτέροιc ἰατροῖc ἐν τῇ τῶν εἰρημένων· ὀνο‐ μάτων ἐξηγήcει τὸ κατὰ τῶν ἀκριβῶν τριταίων, ὡc ἐντὸc τῶν δώ‐ | |
δεκα ὡρῶν αὐτὸν περιγράφεcθαι, τὰc δὲ ὑπολοίπουc ὥραc ἀπυρέτουc εἶναι. τῆc γὰρ τῶν μεθοδικῶν ἀλλοκότου χρήcεωc τοῦ τῶν ἡμι‐ τριταίων ὀνόματοc οὐδὲ μεμνῆcθαι καλόν. εἴπερ δὲ ὁ ἀκριβὴc τριταῖοc | ||
10 | ἐλάττονα τῶν δώδεκα ὡρῶν ἔχει τὸν παροξυcμόν, ὁ πέντε καὶ δέκα ὥραc παροξυνόμενοc 〈καὶ〉 ἅπαντα τὸν ὑπόλοιπον χρόνον ἔχων ἀπύρετον ὀνομαcθήcεται τριταῖοc ἁπλῶc ἄνευ προcθήκηc, εἰ δὲ βού‐ λοιτό τιc ἀκριβολογεῖcθαι, τριταῖοc οὐκ ἀκριβήc. καὶ εἴπερ αὐτὸc ὁ Ἱπποκράτηc εἶπεν· “πυρετοὶ ὁκόcοι μὴ διαλείποντεc διὰ τρίτηc | |
17a942 | ἰcχυρότεροι | γίνονται, πάντεc κακοί. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωcι, cη‐ μαίνει ὅτι ἀκίνδυνοι,” ἅπαντεc οἱ διὰ τρίτηc μὲν παροξυνόμενοι, παυό‐ μενοι δὲ εἰc ἀπυρεξίαν ἀκίνδυνοι γενήcονται. ἀλλ’ εἴπερ ἀκινδύνουc τούτουc εἶναι φήcομεν ἑπόμενοι τῇ γνώμῃ τοῦ Ἱπποκράτουc, οὐκ | |
5 | ἀκίνδυνον δὲ τὸν ἡμιτριταῖον αὐτὸc οἶδεν, οὐκ ἔcται τῶν διαλειπόν‐ των ὁ πυρετὸc οὗτοc. ἀλλ’ οἱ μὲν οὐκ ἔλαττον τῶν εἴκοcι τεccάρων ὡρῶν ἔχοντεc 〈τὸ〉 τοῦ διαλείμματοc ἅπαντεc ἁπλῶc τριταῖοι λεχθή‐ cονται. οἷc δὲ τὸ μὲν διάλειμμα τοῦ χρόνου τούτου βραχύτερον, οἱ δὲ παροξυcμοὶ μακρότεροι, οὗτοι παρεκτεταμένοι τριταῖοι. προcήκουcι | |
10 | δὲ τοὐπίπαν εἰc τὰ τρία διαcτήματα, τεττάρων τῶν πάντων ὄντων κατὰ τὴν διὰ τρίτηc ἡμέραc περίοδον. δύο μὲν γὰρ ἡμέραι, δύο δὲ νύκτεc ἐν τῷ μεταξὺ τῶν δύο παροξυcμῶν γίνονται πᾶcι τοῖc διὰ τρίτηc παροξυνομένοιc. cπανίωc δ’ ἂν εὕροιc τὸν ὑπὲρ τὰ τρία διαcτή‐ ματα παροξυνόμενον εἰc ἀπυρεξίαν ἀφικνούμενον, ὃν οἱ περὶ τὸν | |
17a943 | Ἀγαθῖνον εἰώθαcι μέγαν ἡμιτριταῖον ὀνομάζειν, ὥcπερ | γε μέcον μέν, ᾧ χρόνοc ἴcοc γίνεται παροξυcμοῦ τε καὶ διαλείμματοc. ᾧ 〈δὲ〉 μείων ὁ τοῦ παροξυcμοῦ χρόνοc [ᾧ δὲ] 〈καὶ〉 ἐντὸc τῶν εἴκοcι τεccά‐ ρων ὡρῶν ὁ χρόνοc περιγράφεται τοῦ παροξυcμοῦ, μικρὸν ἡμιτρι‐ | |
5 | ταῖον ὀνομάζουcι τοῦτον, ὥcτε οὔτε τριταῖον οὔτε παρεκτεταμένον ὀνομάcαι ποτὲ τριταῖον. εἰ γὰρ ὁ μὲν ἀκριβὴc τριταῖοc οὐχ ὑπερ‐ βάλλει τὰc δώδεκα ὥραc, ὁ δ’ ὑπὲρ ταύταc εὐθύc ἐcτι μικρὸc τρι‐ ταῖοc, οὐδεὶc ἔcται τριταῖοc ἁπλῶc, ἔτι τε μᾶλλον οὐδ’ ἐκτεταμένοc τριταῖοc· οὐχ ὑπαρχόντων δὲ τούτων, οὐδ’ ἀκριβῆ τριταῖον ὀνομά‐ | |
10 | ζειν ἀναγκαῖον ἔcται. μηδενὸc γὰρ ἀκριβοῦc ὄντοc ἡ προcθήκη μα‐ ταία. πῶc οὖν ὁ Ἱπποκράτηc ἀκριβῆ τριταῖον εἴωθε καλεῖν, ἐνὸν ἁπλῶc ὀνομάζειν τριταῖον, εἴπερ οὗτοc μόνοc ἐcτὶ τριταῖοc ὁ τῶν δώδεκα ὡρῶν ὀλιγοχρονιώτερον ἔχων τὸν παροξυcμόν; εὔδηλον οὖν ὅτι τοῦτον μὲν ἀκριβῆ καλεῖ καὶ μᾶλλον ἔτι τὸν καὶ τὰ ἄλλα ἔχοντα | |
15 | γνωρίcματα τὰ γεγραμμένα πρὸc ἡμῶν ἐν τοῖc Περὶ κρίcεων ὑπομνή‐ | |
17a944 | μαcιν, ἁπλῶc δὲ τριταῖον τὸν ὑπὲρ τὰc | δώδεκα ὥραc ἐκτεταμένον ἔχοντα τὸν παροξυcμόν. ἐὰν δὲ τὰc εἴκοcι τέccαραc ὑπερβάλλῃ, τρι‐ ταῖον μακρὸν ἢ ἐκτεταμένον ὀνομάcομεν τοῦτον. ὅcτιc δ’ ἂν ὑπὲρ τὰ τρία διαcτήματα τὸν παροξυcμὸν ἐκτείνῃ, τοῦτον ὀλιγάκιc ἂν εὕροιc | |
5 | εἰc τὴν καλουμένην εἰλικρίνειαν ἀφικνούμενον. οὐ μὴν οὐδ’ ἡμιτρι‐ ταῖον ἤδη καλέcομεν αὐτόν, ἐὰν μήτε τὰc ἐπαναλήψειc ποιῆται φρι‐ κώδειc, μήτε ἐν τῇ ἑτέρᾳ τῶν ἡμερῶν ἕτερον ἔχῃ παροξυcμὸν ἐπ‐ αναλήψεωc χωρίc. τοῦτον μὲν οὖν ἡμιτριταῖον ὀνομάcομεν. ἐὰν δέ τιc διὰ τρίτηc παροξύνηται πυρετὸc οὐδὲ βραχὺ διάλειμμα ποιούμενοc, | |
10 | ὡc δοκεῖν ἐν αὐτῷ πληcίον εἶναι τὸν κάμνοντα τῆc εἰλικρινοῦc ἀπυρεξίαc, τοῦτον ὀξὺν ὀνομάcομεν πυρετόν, αὐτὸ τοῦθ’ ὅπερ ὑπάρχει περὶ αὐτοῦ λέγοντεc, ὡc διὰ τρίτηc παροξύνει. μόνοc οὖν ἔτι τῶν διὰ τρίτηc παροξυνομένων ὀνομαcθήcεται τριταιοφυὴc ὁ πληcίον ἀπυρεξίαc ἀφικνούμενοc. εἰ δέ τιc καὶ τοὺc ἄλλουc ἅπανταc ὀξεῖc | |
15 | πυρετούc, ὅcοι διὰ τρίτηc παροξύνουcι, τριταιοφυεῖc ὀνομάζειν | |
17a945 | ἐθέλοι, δόξει | τάχα καὶ αὐτὸc οὐκ ἀλόγωc ἐπὶ ταύτην ἀφῖχθαι τὴν δόξαν. οὐ μὴν τῶν γε εἰc ἀπυρεξίαν ληγόντων τινὰ πυρετῶν ὑφ’ Ἱπποκράτουc ἡμιτριταῖον ὀνομάζεcθαι cυγχωρήcομεν. ἀκίνδυνοι μὲν γὰρ οὗτοι, κινδυνώδηc δὲ ἡμιτριταῖοc. ἐν τῷ μεταξὺ δ’ αὐτῶν εἰcιν | |
5 | οἱ τριταιοφυεῖc, οὕc φηcι δύcφορον ἔχειν τὴν πρὸ τοῦ παροξυcμοῦ νύκτα. πάντωc μὲν γὰρ ἐκείνοιc ὑπάρχει τοῦτο, τοῖc δ’ ἐκτεταμένοιc τριταίοιc οὐ πᾶcιν. ὅπωc δὲ μὴ πράγματ’ ἔχοιμι, | |
πολλάκιc ὑπὲρ τοῦ κατὰ τὸν ἡμιτριταῖον cημαινομένου καὶ γράφων καὶ τοῖc πυνθανομένοιc [οὐκ] ἀποκρινόμενοc, ἓν ἰδίᾳ περὶ τούτου | ||
10 | † ἔγραψα βιβλίον. ἐν μέντοι τοῖc Ἀφοριcμοῖc χωρὶc τοῦ 〈τῶν〉 τρι‐ ταιοφυῶν μνημονεῦcαί φηcιν ἁπλῶc ὁ Ἱπποκράτηc· “ὅcοιc δὲ κρίcιc γίνεται, τουτέοιcιν ἡ νὺξ δύcφοροc ἡ πρὸ τοῦ παροξυcμοῦ, ἡ δὲ ἐπιοῦcα εὐφορωτέρη ὡc ἐπὶ τὸ πολύ.” κρίcιν δ’ 〈οἱ μὲν〉 ἤκουcαν, ὑφ’ ἧc ὀξύρροποc γίνεται μεταβολή τιc ἀξιόλογοc, οἱ δ’ ἁπλῶc τὸν | |
15 | παροξυcμόν. εἴωθε δὲ ὄντωc ἡ νὺξ δύcφοροc ἡ πρὸ τοῦ παρο‐ ξυcμοῦ γίνεcθαι cχεδὸν ἅπαcι τοῖc διὰ τρίτηc παροξυνομένοιc πυρε‐ | |
17a946 | τοῖc | ἄνευ τῶν ἀκριβῶν τριταίων. ἐὰν δέ ποτε κἀπὶ τούτων γένηται, κρίcιν ἕπεcθαι cημαίνει κατὰ τὴν ἐπιοῦcαν ἡμέραν, καὶ μάλιcτ’ εἰ καὶ τὰ ἄλλα cημεῖα τοῦ γενήcεcθαι τὴν κρίcιν ὁμολογεῖ. | |
3 | Βῆχεc ξηραί, βραχὺ ἐρεθί‐ | |
5 | ζουcαι, ἐπὶ πυρετοῦ πυρικαέοc [κἂν] οὐ κατὰ λόγον διψώδεεc, οὐδὲ γλῶccαι καταπεφρυγμέναι, οὐ τῷ θηριώ‐ δει, ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγων‐ ται ἢ χάcκωcι, τότε βήccουcιν· ὅταν δὲ μή, οὔ. τοῦτο δ’ ἐν τοῖcι κοπιώδεcι πυρετοῖcι μάλιcτα γίνεται. | |
9 | ||
10 | Καὶ κατὰ τοὺc Ἀφοριcμοὺc ἔγραψεν περὶ τῶν αὐτῶν ὧδέ πωc· “ὁπόcοιcιν ἐπὶ πολὺ βῆχεc ξηραί, βραχὺ ἐρεθίζουcαι ἐν πυρετοῖcι καυcώδεcιν, οὐ πάνυ τι διψώδεεc.” τὸ τοίνυν “οὐ πάνυ τι διψώδεεc” | |
17a947 | ἴcον δύναται τῷ οὐ κατὰ | λόγον διψώδεεc. ἐν γὰρ τοῖc καυcώ‐ δεcι πυρετοῖc ἄνευ ξηρᾶc βηχὸc ἰcχυρῶc γίνονται διψώδειc. ἐὰν δὲ προcγένηται ξηρὰ βήξ, ἄδιψοι μὲν οὐ δύνανται γενέcθαι. θραύεται δ’ αὐτῶν τὸ cφοδρὸν τοῦ δίψουc, ὡc διψῆν μὲν ἔτι, μὴ μέντοι | |
5 | κατὰ τὴν ἀναλογίαν τοῦ πυρετοῦ. τὸ δ’ ἐρεθιζούcαc βραχὺ γίνεcθαι τὰc βῆχαc οὐκ ἀργῶc πρόcκειται. cφοδραὶ γὰρ γινόμεναι δια‐ θερμαίνουcι τὰ κατὰ θώρακά τε καὶ πνεύμονα μόρια κἀκ τούτου τόν τε πυρετὸν ἐπαύξουcι καὶ τὴν δίψαν. μικραὶ δ’ εἴπερ εἶεν αἱ βῆχεc ἐκ διαλειμμάτων τε μακροτέρων γινόμεναι, μέχρι τοcούτου κινοῦcι τὰ | |
10 | μόρια, μέχρι τοῦ παραγενέcθαι τινὰ εἰc αὐτὰ 〈λεπτὴν〉 ὑγρότητα. καὶ οὕτω cυμβήcεται μήτε cπαράττειν αὐτὰc ἰcχυρῶc μήτ’ ἐξάπτειν τὸν πυρετὸν ὑγρότητά τε παρέχειν τοῖc μορίοιc πρὸc τὰ κινούμενα κατὰ τὰc βῆχαc ἀφικνουμένην μετρίαν, δι’ ἣν οἱ κάμνοντεc ἀδιψότεροι γενήcονται. γινομένων δὲ βηχῶν ξηρῶν [καὶ] διά τινα κακοήθειαν | |
15 | τοῦ νοcήματοc, ἣν ἐφεξῆc ὁποία τίc ἐcτιν ἐρῶ, ταύτηc ἀφορίζων τὰc ἐν τῷ νῦν λόγῳ βῆχαc, οὐ τῷ θηριώδει φηcὶν αὐτὰc, ἀλλὰ | | |
17a948 | τῷ πν〈εύματι〉 γίγνεcθαι. τινὲc δ’ οὐχ ἁπλῶc τὸ κακόηθεc ἅπαν ἡγοῦνται λέγειν αὐτὸν θηριῶδεc, ἀλλ’ ἔνιοι μὲν τὴν φθίcιν, ἐπειδὴ γρυπουμένων τῶν ὀνύχων θηρίοιc κατά γε τοῦτο ἐοικότεc φαίνονται. τινὲc δὲ θηρίωμα καλεῖcθαί φαcιν ἰδίωc τὸ ἐν τῷ πνεύμονι ἕλκοc. | |
5 | ἔνιοι δ’ ὅταν ἐπὶ τὸ cτόμα τῆc γαcτρὸc ἀνέλθωcιν ἕλμινθεc, ἐρεθίζειν αὐτάc φαcι βῆχαc, μήτε 〈τῷ〉 λόγῳ τοῦτο ἀποδεῖξαι δυνάμενοι μήτε τῇ πείρᾳ. τὸ κακόηθεc οὖν ἄμεινον ἀκούειν θηριῶδεc, ἐάν τε ἀπὸ κεφαλῆc καταφερομένου ῥεύματοc βήττωcιν, ἐάν τε ἐφ’ ἕλκει τῶν κατά τι τῶν ἀναπνευcτικῶν ἢ τοῖc κατὰ ταῦτα γινομένοιc ἀποcτή‐ | |
10 | μαcιν, ἐάν τε ἐπὶ τοῖc καλουμένοιc ἐμπυήμαcιν. ἕτεραι δὲ τούτων εἰcὶν αἱ οὐ κακοήθεεc αἱ διὰ δυcκραcίαν τῶν ἀναπνευcτικῶν ὀργάνων ἢ τραχύτητα τῆc φάρυγγοc ἢ τῆc τραχείαc ἀρτηρίαc ἀποτελούμεναι, ποτὲ μὲν ἐξ ἐδεcμάτων ἢ πομάτων τραχυνόντων, ἐνίοτε δὲ κἀκ τοῦ περιέχοντοc ἀέροc. ἐν γοῦν Ἀφοριcμοῖc αὐτὸc ἔγραψεν· “Ἢν δὲ | |
15 | βόρειον ᾖ, βῆχεc, φάρυγγεc, κοιλίαι cκληραί, δυcουρίαι φρικώδεεc, | |
17a949 | ὀδύναι πλευρέων, | cτηθέων.” ὁ γὰρ εἰcπνεόμενοc ἀήρ, ὅταν ἱκανῶc ᾖ ψυχρόc, ἐνίοτε μὲν τὰ κατὰ τὴν φάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρ‐ τηρίαν μόρια τραχύνει τε καὶ καταψύχει, ποτὲ δὲ καὶ τῷ πνεύμονι παντὶ καὶ τῷ θώρακι δυcκραcίαν ἐργάζεται· πολλάκιc δ’ ἀμφότερα τὰ | |
5 | εἰρημένα cυμπίπτει καὶ βήccουcι μετρίωc ἐπ’ αὐτοῖc βῆχαc ξηράc. cημεῖον δὲ τῶν οὕτωc ἐχόντων ἐcτὶ τὸ ἐρεθίζεcθαι κατὰ τὰc εἰc‐ πνοάc, ὅταν ***, ἀθρόωc δ’ ἐμπίπτῃ διαλεγομένοιc τε καὶ χάcκουcι καὶ διὰ τοῦ cτόματοc εἰcπνέουcιν. ὅταν δὲ διά τε τῆc ῥινὸc εἰcπνέωcι καὶ θερμὸν τὸν ἔξωθεν ἀέρα κατὰ τὸν οἶκον αὐτῶν ἐργάcηταί τιc, ἢ | |
10 | παντάπαcιν ἐλάχιcτα βήccουcιν ἢ οὐδ’ ὅλωc, διὸ καὶ πρὸ τῶν ῥινῶν ὀθόνιον ἔνιοι προτιθέντεc οὕτωc εἰcπνέουcι, πεπειραμένοι παροξύνε‐ cθαι τὰc βῆχαc, ὅταν ἀθρόωc ᾖ ψυχρὸc ὁ ἔξωθεν ἀὴρ ὁμιλῶν τοῖc προκατεψυγμένοιc τε καὶ τετραχυcμένοιc μορίοιc. μάλιcτα δέ φηcιν ἐν τοῖc κοπιώδεcι πυρετοῖc τοῦτο γίνεcθαι. τίναc δὲ κο‐ | |
15 | πιώδειc ὀνομάζει πυρετούc, ἄδηλον. ἆρά γε τοὺc διὰ τὰc cφοδρὰc | |
17a950 | κινήcειc γινομένουc ἢ κἂν αὐτόματοι cυcτῶcι | τὴν κοπιώδη φέρονταc αἴcθηcιν. τὰ μὲν δὴ τοιαῦτα cχεδὸν οὐδεὶc παραφυλάττει τιc ἰατρόc, οὔτε τῶν νῦν ὄντων οὔτε τῶν ἔμπροcθεν γεγονότων, καίτοι παρά‐ δειγμα τὴν Ἱπποκράτουc ἔχοντεc ἀκρίβειαν, ἣν ἐχρῆν μιμεῖcθαι | |
5 | τοὺc ἀληθείαc ἀντιποιουμένουc αὐτῆc δι’ ἑαυτήν, οὐ διὰ δόξαν ἢ χρηματιcμόν. ἐγὼ δ’ οὖν ἐνόηcα ἄμεινον εἶναι τῇ πείρᾳ βαcανίcαι τὸ λεγόμενον. τοῖc μὲν ἀπὸ τῶν ἔξωθεν πόνων κοπιώδεcι πυρε‐ τοῖc εἶδον ἐπιγινόμενα τοιαῦτα βηχία, τοῖc δ’ ἄλλοιc οὐ πάντωc τι, καὶ αὐτοῖc δὲ τοῖc διὰ τοὺc ἔξωθεν πόνουc οὐχ ἁπλῶc, ἀλλὰ τοῖc γε | |
10 | ἐν κρύει κάμνουcι καὶ τοῖc ἐν θάλπει cφοδρῷ καὶ μάλιcτα δι’ ὁδοῦ κόνιν ἐχούcηc, ὥcτε καὶ κατὰ cυμβεβηκόc τι μᾶλλον, οὐ διὰ τὴν κο‐ πιώδη διάθεcιν ἐφαίνοντό μοι βήττειν. τῷ γὰρ τραχυνθῆναι τὰ περὶ τὴν φάρυγγα χωρία διὰ κρύοc, ὡc ἔφην, ἢ κόνιν ἢ τὴν ἐκ τοῦ περι‐ έχοντοc αὐτοῖc ἐγγενομένην ἄμετρον ξηρότητα καὶ πρὸc τούτοιc ἔτι | |
15 | διὰ τὴν δυcκραcίαν τῶν αὐτῶν ὀργάνων οὗτοι βήττουcιν. ἐμάθετε | |
γὰρ ὅτι καὶ διὰ δυcκραcίαν γίνονται βῆχεc. | | ||
17a951 | Μηδὲν εἰκῇ, μηδὲν ὑπερορᾶν. | |
1 | Τοῦτο μὲν καὶ αὐτὸ καθ’ ἑαυτὸ λεγόμενόν τε καὶ γραφόμενον οὐδὲν δεῖται πρὸc πίcτιν ἢ νόηcιν ἑτέρων ἤτοι προειρημένων ἢ ἐπι‐ φερομένων. ἐνταυθοῖ μέντοι καὶ πάντωc προcηκόντωc ἐπὶ τῷ προειρη‐ | |
5 | μένῳ τέτακται. τὰ γὰρ τοιαῦτα θεωρήματα cμικρὰ καὶ λεπτὰ καὶ οὐδενὸc ἄξια φαίνεται τοῖc πολλοῖc καὶ διὰ τοῦθ’ ὑπερορῶcιν αὐτῶν, ὥcτε μή〈τε〉 τῷ λόγῳ cκέπτεcθαι μήτε τῇ πείρᾳ περὶ φύcεωc τοιού‐ των πραγμάτων. ὥcπερ δὲ τοῦ μηδὲν δεῖν ὑπερορᾶν παράδειγμά ἐcτιν ὁ προειρημένοc λόγοc, οὕτω καὶ τοῦ μηδὲν προπετῶc μηδὲ | |
10 | ἀπεριcκέπτωc cυγκατατίθεcθαι, καθάπερ αὐτὸc ἐγὼ κατ’ αὐτὴν τὴν πρὸ ταύτηc ῥῆcιν ἔπραξα. καὶ ταῖc ἄλλαιc 〈δ’〉 ἁπάcαιc οὐ τοῦ Ἱππο‐ κράτουc μόνον, ἀλλὰ καὶ ταῖc ἄλλων παλαιῶν οὐχ ἁπλῶc αἷc ἂν εἴπῃ τιc αὐτῶν πιcτεύω, βαcανίζω δὲ καὶ αὐτὸc τῇ τε πείρᾳ καὶ τῷ | |
17a952 | λόγῳ, πότερον ἀληθέc ἐcτιν ἢ ψευδὲc ὃ | γεγράφαcιν. ὅcοι δ’ ἂν πρὸc ἑνὸc ἑαυτοὺc ἤτοι δούλουc ἢ ἐξελευθέρουc ἀποφήνωνται, εὐθέωc ἅμα τῷ γεγραμμένον εὑρεῖν τι παρ’ αὐτῷ πιcτεύουcιν ἀπεριcκέπτωc τε καὶ εἰκῇ, καθάπερ καὶ ἐπὶ τοῦ μάλιcτα 〈ἐν πυρετοῖc〉 τοῖc κοπιώδεcι ξηρὰc γίνεcθαι | |
5 | βῆχαc οὔτε ὁποίουc κοπιώδειc εἶπεν ἐζήτηcαν, ἆρά γε τοῖc ἀπὸ καμά‐ των τε καὶ τῆc ἔξωθεν ταλαιπωρίαc ἢ καὶ τοῖc χωρὶc τούτων ἴcχουcι τὴν αὐτὴν διάθεcιν, οὔτε πότερον ἁπλῶc ἢ καὶ κατὰ cυμβεβηκὸc ὁ κόποc αὐτοῖc ἐγένετο. ὅπερ δὲ ἐπὶ τούτων, τοῦτο κἀπὶ μυρίων ἄλλων ἴcτε cυμβαῖνον αὐτοῖc τε τοῖc τὰ cυγγράμματα γράψαcι καὶ τοῖc ἐξηγηcα‐ | |
10 | μένοιc αὐτὰ καὶ πολὺ μᾶλλον ἔτι τούτων τοῖc ὁcημέραι περιτρέχουcιν ἐν ταῖc πόλεcιν ἰατροῖc ἀλόγῳ τριβῇ μόνῃ χρωμένοιc. καὶ γὰρ ὑπερ‐ ορῶcι πολλῶν ὡc μικρῶν, οὐκ εἰδότεc ὅτι πολλῶν ἐνίοτε cμικρῶν | |
cυνερχομένων ἓν ἐξ αὐτῶν κεφάλαιον ἀξιόλογον ἀθροίζεται προπετῶc τε cυγκατατίθενται τοῖc γεγραμμένοιc ὑπό τινοc ἀνδρόc, οὗπερ ἂν | ||
15 | αὐτὸc ἑαυτὸν ἕκαcτοc ἀποφήνῃ δοῦλον. εἰ δὲ μὴ τοῦτό τιc ποιήcειεν, | |
17a953 | ἀλλὰ καθ’ | ἕτερόν γε τρόπον ἐνίοτε τῷ φανέντι πιθανῷ κατὰ τὴν πρώ‐ την ἐπιβολὴν τῆc φανταcίαc cυγκατατιθέμενοc, ἄνευ τοῦ χρόνῳ πολλῷ cκέψαcθαι καθ’ ἑαυτόν τε καὶ μετ’ ἄλλων ἀπεφήνατο προπετῶc ὑπὲρ τοῦ cπανίωc ὀφθέντοc ὡc πολλάκιc ἢ διηνεκῶc φαινομένου. καὶ τάc | |
5 | γε ἐν ταῖc αἱρέcεcι διαφωνίαc ἐντεῦθεν εἰκὸc μάλιcτα γεγονέναι, δοξοcόφων τε καὶ φιλαύτων ἀνθρώπων τὰ φανέντα πιθανὰ χωρὶc τοῦ μετὰ πολλῶν πολλάκιc ἀναcκέψαcθαι πιcτευcάντων ὑπάρχειν ἀληθῆ. καθάπερ δὲ νῦν ἐπὶ cημειωτικοῦ θεωρήματοc ὡc ἐπὶ παραδείγματοc ἐποιήcαμεν τὸν λόγον, οὕτω κἀπὶ τῶν θεραπευτικῶν οὔθ’ ὑπερ‐ | |
10 | ορᾶν τινοc χρὴ τῶν δοκούντων εἶναι μικρῶν οὔτ’ εἰκῇ καὶ ἀβαcα‐ νίcτωc πιcτεύειν ταῖc εἰρημέναιc αὐτῶν δυνάμεcιν, ὡc ἐν Τῇ θερα‐ πευτικῇ πραγματείᾳ μεμαθήκατε. | |
12 | Ἐκ προcαγωγῆc τὰ ἐναντία προcάγειν καὶ διαναπαύειν. | | |
14 | ||
17a954 | Θεραπευτικὴν cυμβουλὴν καλεῖν ἔξεcτί cοι καὶ ὑγιεινὴν αὐτὴν ἐπιδεικνύναι τό τε “μηδὲν ὑπερορᾶν” καὶ τὸ “μηδὲν εἰκῇ” καθάπερ ἐπὶ παραδείγματόc τινοc τούτου τοῦ λόγου. τῶν γοῦν ἐθῶν ὡc μι‐ κροῦ πράγματοc ὑπερορῶcιν ἔνιοι τῶν ἰατρῶν, μηδεμίαν ἀπ’ αὐτῶν | |
5 | ἔνδειξιν εἰc διαφορὰν θεραπείαc ἡγούμενοι γίνεcθαι, τινὲc δ’ οὐχ ὑπερ‐ ορῶcι μέν, ἀπὸ δὲ μοχθηρῶν ἐθῶν ἐνίουc ἐπὶ τὰ ἐναντία μετά‐ γειν ἐπιχειροῦντεc ἀθρόωc οὐ cμικρὰ cφάλλονται. χρὴ δὲ οὔτε ὑπερ‐ ορᾶν 〈αὐ〉τῶν οὔτ’ ἀθρόωc μετάγειν, ἀλλὰ καὶ κατὰ βραχὺ καὶ μετὰ τοῦ διαναπαύειν αὐτούc. διττῶc δ’ ἔcτι τοῦ διαναπαύειν ῥήμα‐ | |
10 | τοc ἀκοῦcαι· καθ’ ἕνα μὲν τρόπον, ἵνα μὴ μόνον 〈εἰc〉 τοὐναντίον ἔθοc κατὰ βραχὺ μετάγωμέν τιναc, ἀλλὰ καὶ μεταξὺ διαναπαύωμεν ὅλην τὴν μεταβολήν, οἷον, ὅταν ἐξ ἀργίαc ἄγωμεν εἰc τὰ γυμνάcια, πρῶτον μὲν ἀπὸ τῶν βραχυτάτων ἀρξόμεθα καὶ κατὰ βραχὺ ταῦτα παραυξήcομεν, εἶτα παραβαλοῦμέν ποτε μίαν ἢ καὶ δύο ἡμέραc ἀργάc. | |
17a955 | καθ’ ἕτερον δὲ τρόπον ἔcτιν ἀκοῦcαι τοῦ | διαναπαύειν ὡc ἀντι‐ διῃρημένου τῷ προcάγειν, ἵν’, ἐφ’ ὧν μὲν οὐκ ὂν ἔμπροcθεν ἔθοc ἐμποιῆcαι βουλόμεθα, προcάγωμεν αὐτὸ κατ’ ὀλίγον, ἐφ’ ὧν δὲ τὸ πρό‐ | |
τερον ὑπάρχον καταλῦcαι, κατὰ βραχὺ πάλιν ἐπὶ τούτων ἀναπαύωμεν. | ||
5 | Τῷ ὄπιcθεν κεφαλῆc ὀδυνω‐ μένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖcα ὠφέληcεν. Οἱ παλαιότεροι τῶν ἐξηγητῶν 〈τὸ〉 ὠφέληcεν ἐπὶ παρεληλυ‐ θότοc χρόνου γεγραμμένον ἐπίcτανται. καί φαcί γε τὸ μὲν ὠφελεῖ κατὰ τοὺc Ἀφοριcμοὺc γεγράφθαι καθολικὴν ἀπόφαcιν ἐν τούτοιc | |
10 | ποιηcαμένου τοῦ παλαιοῦ, τὸ δ’ ὠφέληcεν ἐνταῦθα πρὸc ὑπό‐ μνηcιν αὑτῷ γεγραφότοc ἐπί τινοc ἑνόc, ἵνα, ὅταν ἐπὶ πολλῶν πειραθῇ τοῦ βοηθήματοc, ἀποφήναcθαι τολμήcῃ καθόλου περὶ αὐτοῦ. δῆλον δ’ | |
17a956 | ὅτι | καὶ τοπικόν ἐcτι τὸ βοήθημα τοῦτο καὶ ἀντιcπαcτικὸν ἐπὶ τἀ‐ ναντία. τὴν δὲ ὀρθὴν ἐν μετώπῳ φλέβα καὶ πρὸ τῆc ἀνατομῆc ἐναργῶc ἔcτιν ἰδεῖν, ἡ δὲ ἀνατομὴ cυρρεῖν ταῖc ἑκατέρωθεν αὐτὴν ἐπιδείκνυcιν. οὐκ ὀρθῶc οὖν ἔνιοι περὶ τῆc τομῆc ᾠήθηcαν λελέχθαι | |
5 | τὸ ὀρθίη. οὐ γὰρ διὰ τὸ cχῆμα τῆc τομῆc ἡ ὠφέλεια γίνεται τοῖc ὀδυνωμένοιc, ἀλλὰ διὰ τὴν κένωcιν τοῦ αἵματοc. | |
6 | Αἱ διαδέξιεc τῶν ὑποχον‐ δρίων, ἐξ οἵων 〈ἐc οἷα〉 καὶ ἄλλαι καὶ τῶν cπλάγχνων τῶν φλεγμονῶν οἷα δύνανται, εἴτ’ ἐξ ἥπατοc cπληνί, | |
10 | καὶ τἀναντία καὶ ὅcα τοιαῦτα. | |
10 | Οὐ μόνον ἐξ οἵων 〈ἐc οἷα〉 καὶ ἄλλαι γεγραμμένον εὑρίcκομεν, ἀλλὰ καὶ “ἐξ οἵων οἷα ἀλλοιοῦcι” καὶ “ἐξ οἵων οἷα ποιοῦcι·” καὶ τὴν μὲν πρώτην γραφὴν οἵ τε παλαιοὶ τῶν ἐξηγητῶν ἴcαcι καὶ Ῥοῦφοc, τὴν δ’ “ἐξ οἵων οἷα ἀλλοιοῦcιν” οἱ περὶ Ϲαβῖνον καὶ Διοcκουρίδην, τὴν | |
17a957 | δ’ “ἐξ οἵων οἷα ποιοῦcιν” οἱ | περὶ τὸν Λύκον. ἔcτι δὲ τῆc παλαιᾶc γραφῆc ἡ διάνοια καθολικόν τι διδάcκουcα, τῶν δ’ ἄλλων 〈τὸ〉 ἐν μέρει· περὶ γὰρ τῶν καθ’ ὑποχόνδριον διαδοχῶν ἀποφαίνονται μόνον, | |
οὐ περὶ παcῶν. ἄμεινον δὲ ἐν οἷc ἐγχωρεῖ καὶ ἀληθέc ἐcτι τὸ καθόλου | ||
5 | μᾶλλον ἡγεῖcθαι διδάcκειν αὐτόν, οὐ τὸ κατὰ μέροc. ὁ μὲν οὖν καθ‐ όλου λόγοc ἐcτὶ τοιοῦτοc· “τὰc δὲ διαδοχὰc ἐπιcκέπτεcθαι προcήκει, τάc τε καθ’ ὑποχόνδριον καὶ τὰc ἄλλαc ἁπάcαc, ἐξ οἵων γίνονται παθῶν ἢ μερῶν εἰc οἷα μέρη τε καὶ πάθη, καθάπερ ἐφ’ ἥπατόc τε καὶ cπληνόc.” αὐτὸc γὰρ ἐμνημόνευcε τούτων ἕνεκα παραδείγματοc, | |
10 | εἰδότων ἡμῶν ἐπικινδύνουc μὲν εἶναι τὰc εἰc ἧπαρ ἐκ cπληνόc, ἀκιν‐ δύνουc δὲ καὶ πρὸc ἀγαθοῦ μᾶλλον ὅcαι διαδοχαὶ νοcημάτων ἀφ’ ἥπατοc εἰc cπλῆνα γίνονται. πάντα δὲ τὰ περὶ τῶν ἀποcτάcεων ἅc τε ἡ φύcιc εἴωθε μόνη ποιεῖcθαι καθ’ ἑαυτὴν, ἅc θ’ ἡμεῖc ἢ μετ’ ἐκείνηc ἢ μόνοι, κατά τε 〈τὰ Εἰc〉 τὸ περὶ χυμῶν καὶ τὸ δεύτερον | |
15 | τῶν Ἐπιδημιῶν προεξήγημαι. καὶ ἄλλαι δέ τινέc εἰcι γραφαὶ παρ’ ἃc | |
17a958 | ἔγραψα κατά τε τήνδε καὶ πολλὰc ἄλλαc ῥή|cειc. ἀλλ’ ἐγὼ κατ’ ἀρχὰc εὐθέωc ὀλίγων ἔφην μνημονεύειν ἐξηγήcεών τε καὶ γραφῶν, ὅπωc μὴ πολλὰ γίνωνται τὰ τοῦ προκειμένου γράμματοc ὑπομνήματα. | |
3 | Ἀντιcπᾶν, ἢν μὴ ᾗ δεῖ ῥέπῃ· | |
5 | ἢν δὲ ὅπῃ δεῖ, τουτέοιcι δεῖ cτομοῦν, ὡc ἂν ἕκαcτα ῥέπῃ. | |
5 | Ἔμαθεc ἤδη καὶ περὶ τούτων, ὡc “ἀκτέα μέν ἐcτιν ᾗ ῥέπει 〈διὰ〉 τῶν cυμφερόντων χωρίων”, ἀποτρεπτέα δὲ καὶ ἀντιcπαcτέα τὰ μὴ καλῶc ῥέποντα. τὸ δὲ cτομοῦν εἴρηκε νῦν οὐχ ὡc ἐπὶ τῶν ἀποcτημάτων εἰώθαμεν λέγειν ἀντὶ τοῦ διελθεῖν cμίλῃ, γενικώτε‐ | |
10 | ρον δὲ τούτου, καθ’ ὃ καὶ τὸ ἀναcτομοῦν περιέχεται καὶ φλέβαc ἡμῶν ἀναcτομούντων ἐν αἱμορροΐcι κατὰ τὰc διὰ ῥινῶν ἢ μήτραc κενώcειc καί τιναc cύριγγαc ἐκ χρόνου μὲν ἱκανοῦ 〈κενοῦν τι〉 cυνήθειc, ἐcτεγνωμέναc δὲ κατά τινα καιρόν. καὶ δι’ ὤτων δέ τινοc ἐκκαθαιρο‐ | |
17a959 | μένου | cυνήθωc τὰ κατὰ τὸν ἐγκέφαλον, 〈ἔπειτ’〉 ἐπιcχεθείcηc ἀθρόωc τῆc κενώcεωc, ἰλίγγου 〈καὶ〉 cκοτώcεων ἐπιγενομένων, ἐρεθίcαντεc ἐπ’ ὦτα διὰ τῶν ἀναcτομωτικῶν φαρμάκων εἴδομεν εὐθέωc ὠφεληθέντα | |
τὸν ἄνθρωπον. | ||
5 | Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνηcμώδεα, οἷα Ϲίμων εἶχε χειμῶνοc· [ὃc] ὅτε πρὸc πῦρ ἀλείψαιτο ἢ θερμῷ λούcαιτο, ἀνίcτατο· ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τιc ἐξεπυρία, ἀνιέναι ἄν. | |
8 | Ὡc ἐπὶ τῶν φυμάτων εἴπομεν ὅcα ὑπὸ θερμοῦ γίνονται χυμοῦ | |
10 | ταχὺ κρίcιμά τε εἶναι καὶ ἥκιcτα πλατέα, τὰ δὲ ὑπὸ ψυχροῦ πλατέα καὶ χρόνια, [τὰ] κατὰ τὸν αὐτὸν λόγον ἐπίcταcθαι χρὴ καὶ περὶ τῶν ἐξανθημάτων. οὐ γὰρ ὅλῳ τῷ γένει διαφέρει τῶν φυμάτων, ἀλλὰ τῇ ποιότητι τοῦ γεννῶντοc αὐτὰ χυμοῦ. γεννᾶται δὲ καθαιρούcηc τὸ | |
17a960 | βάθοc | τοῦ cώματοc τῆc φύcεωc ὥcπερ ἐνίοτε δι’ ἐκκρίcεωc, οὕτωc καὶ δι’ ἀποθέcεωc ἐπὶ τὸ δέρμα. τοὺc μὲν γὰρ λεπτοτέρουc τε καὶ ὑδατωδεcτέρουc χυμοὺc διαφορεῖ λεπτύνουcα. τῶν δὲ παχυτέρων ἐμ‐ πλαττομένων τῷ δέρματι καὶ μᾶλλον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν | |
5 | οὖcαν, ἐξανθήματα γίνεται. καὶ τοῦτο cυμβαίνει μᾶλλον ἐκείνοιc, ὅcοιc πυκνότερόν τε καὶ cκληρότερόν ἐcτι τὸ δέρμα. δυcχερὴc γὰρ ἡ δι’ αὐτοῦ γίνεται τῶν παχυτέρων τε καὶ γλιcχροτέρων χυμῶν διέξοδοc. οὕτωc οὖν καὶ τῷ Ϲίμωνί 〈φηcι〉 τοῦ χειμῶνοc ἐξανθή‐ ματα πλατέα γενέcθαι, καθ’ ὃν ἂν χρόνον ἀξιολόγωc θερμανθῇ τὸ | |
10 | cῶμα, λουτροῖc χρηcαμένῳ ἢ ἀλειψαμένῳ παρὰ πυρί. τῷ δ’ ἄλλῳ χρόνῳ κατὰ τὸ βάθοc ἔμενον οἱ τῶν τοιούτων ἐξανθημάτων αἴτιοι χυμοί. εἶτά φηcι μηδὲν αὐτὸν ὑπὸ τῶν ἐμέτων ὀνίναcθαι. πότερον δ’ αὐτὸc ὁ Ἱπποκράτηc ἦν ὁ cυμβουλεύcαc χρῆcθαι τοῖc ἐμέτοιc ἢ ἄλλοc τιc, οὐκ ἐδήλωcεν, οὐ μὴν οὐδ’ ἀναγκαῖον ἡμῖν ἐπί‐ | |
15 | cταcθαι. μόνον γὰρ ἀρκεῖ τὸ γνῶναι τοὺc πρὸc τὸ δέρμα ῥέψανταc | |
17a961 | χυμοὺc δι’ ἐκείνου χρῆναι κενοῦν, ἐπειδὴ πόρρω πάλιν | αὐτοῖc ἐcτιν ἡ εἰc τὸ βάθοc ἀντίcπαcιc, ὡc διὰ γαcτρὸc ἢ ἐμέτων ἐκκενοῦcθαι. ἴcωc οὖν οἰήcῃ με λέγειν μηδέποτε καθάρcει χρῆcθαι τῇ διὰ γαcτρὸc | |
ἐπὶ τῶν τοιούτων· ἐγὼ δ’ οὔ φημι τοῦτο, μεμάθηκαc γὰρ ἐν τοῖc | ||
5 | Θεραπευτικοῖc ὠφελίμουc εἶναι τὰc καθάρcειc ἐφ’ ὧν ἡ περιουcία τῶν χυμῶν ἐcτι παμπόλλη. πρὶν γὰρ οὕτω κενῶcαι τὸ πλεονάζον αὐτῆc ἢ διὰ φλεβοτομίαc ἢ διὰ καθάρcεωc, ἐάν τιc ἐκπυριῶν μό‐ νον, ὅπερ ἐcτὶ τοῖc θερμαίνουcι χρώμενοc, ἐπιχειρῇ διαφορεῖν, ἐπι‐ cπάcεται μᾶλλον ἢ κενώcει διὰ τοῦ δέρματοc. ἀλλ’ ἥ γε τῶν ἐμπε‐ | |
10 | πλαcμένων τῷ δέρματι θεραπεία πάντωc ἐcτὶ διὰ τῶν ἐκπυριών‐ των τε καὶ θερμαινόντων φαρμάκων, καὶ μάλιcθ’ ὅταν ᾖ πλατέα. δηλοῦται γὰρ ὁ γεννῶν αὐτὰ χυμὸc οὐ θερμὸc οὐδὲ λεπτὸc ὑπάρχων, ἀλλ’ ἱκανῶc παχὺc ἢ ψυχρόc. ἐμάθετε δ’ ἤδη καὶ περὶ τῶν φυμάτων ἔμπροcθεν ὡc τὰ μὲν ἀποκορυφοῦντα εἰc ὀξὺ καὶ οἷον ὀργῶντα θερ‐ | |
15 | μῶν χυμῶν ἐcτιν ἔκγονα, τὰ δὲ ἐναντία ψυχροτέρων. τὸ δ’ ὀργᾶν αὐτὰ διά τε τῶν κνηcμῶν καὶ τῆc ὀδύνηc ἔνεcτι διαγινώcκειν. τὰ | |
17a962 | μὲν γὰρ | μετρίωc θερμὰ κνηcμοὺc μόνον ἐργάζεται, τὰ δ’ ἐπὶ πλέον ἥκοντα τοῦ θερμαίνειν εὐθέωc δάκνει καὶ ἀνιᾷ. | |
2 | Ὅcα πεπαίνεcθαι δεῖ, ἐγ‐ κατακεκλεῖcθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι. | |
4 | ||
5 | Καὶ περὶ τούτου πολλάκιc ἀκηκόατε καὶ μάλιcτα ἐν τοῖc περὶ τῶν ἐκπυϊcκόντων φαρμάκων, ὡc οὐ χρὴ διαφορητικὴν αὐτῶν εἶναι τὴν δύναμιν, ἀλλὰ τὴν ὀνομαζομένην ἐμπλαcτικήν. ταῦτα γὰρ ἀπο‐ cτέγει καὶ cυνέχει καὶ ἀποκλείει τὸ ἔμφυτον θερμόν, οὐκ ἐῶντα δια‐ πνεῖcθαι. πέττεται δὲ ὑπὸ τούτου τὰ περιττώματα. πάλιν δὲ κἀνταῦθα | |
10 | μὴ παρακούcητε μηδ’ οἰηθῆτε πάντα με λέγειν τὰ δύcπεπτα καὶ ἴcχοντα πῦον μηδ’ ὅλωc οὕτω 〈δεῖν〉 θεραπεύεcθαι. cήπεται γὰρ ἔνια τῶν τοιούτων ὑπὸ ἐμπλαcτικῶν φαρμάκων ἢ διὰ μοχθηρίαν τῶν ἐργαcα‐ | |
17a963 | μένων αὐτὰ χυμῶν ἢ δι’ ἀcθένειαν | τοῦ πάcχοντοc μορίου, τὴν ἔμ‐ φυτον θερμαcίαν οὕτωc ἔχοντοc ὀλίγην τε καὶ ἄρρωcτον, ὡc μηδ’ ἐπιχειρεῖν τῇ πέψει τῶν καταcκηψάντων ἐπ’ αὐτὸ χυμῶν. ἐπὶ τούτων μὲν οὖν ἀμυχαῖc τε βαθυτάταιc ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκιc γε | |
5 | καὶ διατέμνομεν ἄχρι βάθουc κατὰ πολλὰ μέρη τοῦ πεπονθότοc μορίου | |
φαρμάκοιc τε χρώμεθα ξηραντικωτάτοιc. ἐφεδρεύει γὰρ ταῖc τοιαύταιc φλεγμοναῖc ἡ καλουμένη γάγγραινα, νενικημένηc ἤδη κατ’ αὐτὰc [ἤδη] καὶ πληcίον ἡκούcηc τοῦ τελέωc ἀποcβεcθῆναι τῆc ἐμφύτου θερμαcίαc. ἐφ’ ὧν οὖν φλεγμονῶν ἢ ὅλωc ὄγκων ὡντινοῦν οὐκ ἐν κινδύνῳ | ||
10 | cβέcεώc ἐcτι καὶ τελείαc ἀπωλείαc ἡ ἔμφυτοc θερμαcία καὶ διὰ τοῦτο δύναται βοηθείαc τυχοῦcα κρατῆcαι τῶν χυμῶν, ἐπὶ τούτων χρώμεθα τοῖc ἐμπλαcτικοῖc φαρμάκοιc, ἅπερ ἐν αὐτῷ τούτῳ cαφῶc ἐδήλωcεν εἰπών· ὅcα πεπαίνεcθαι δεῖ. τὰ δ’ ἐγγὺc ὄντα τοῦ γαγγραινοῦ‐ cθαι καὶ τὰ ἤδη cηπόμενα τὴν ἀρχὴν οὐδὲ δεῖται πεπαίνεcθαι. διὸ τὰ | |
17a964 | μέν, ὡc ἔφην, κενώcεcί τε δι’ ἀμυχῶν καὶ | τομῶν καὶ φαρμάκοιc ἰcχυρο‐ τάτοιc θεραπεύομεν, τὰ δ’ ἤδη cηπόμενα τέμνομέν τε καὶ καίομεν. καλῶc οὖν προcέθηκε τὰ ἐναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, τουτέcτι τὰ μὴ δεόμενα διαπυΐcκεcθαι. χρεία γάρ ἐcτιν ἐπὶ τῶν 〈μὴ〉 | |
5 | διαπυηcάντων ἀνεῷχθαί τε τὰc ἐκροὰc ἁπάcαc καὶ ξηραίνεcθαι τὰ πεπονθότα μόρια. δῆλον οὖν ἐκ τούτων οὐκ ὀρθῶc ὑπ’ ἐνίων γε‐ γράφθαι “ὅcα ξηραίνεται, κατακεκλίcθαι δεῖ,” τουτέcτιν ἡcυχάζειν κατα‐ κείμενα. πρὸc γὰρ τῷ cμικρὸν εἶναι τοῦτο καὶ πρόδηλον ὡc μὴ δεῖcθαι πεφροντιcμένωc ὑπὲρ αὐτοῦ τὸν Ἱπποκράτην γράψαι, καὶ ἡ ἀντί‐ | |
10 | θεcιc ἐδήλωcε μὴ πρὸc τὴν κατάκλιcιν, ἀλλὰ πρὸc τὸ κατακεκλεῖ‐ cθαι γεγονυῖα. τοῖc γὰρ κατακεκλειcμένοιc καὶ ἀποcτεγομένοιc ἐναν‐ τία τὰ διαφορούμενά τ’ ἐcτὶ καὶ τὰ ξηραινόμενα. ταύτῃ τῇ ῥήcει τινὲc cυνάπτουcι τὴν ἐφεξῆc, καὶ μάλιcθ’ ὅcοι βούλονται γεγράφθαι μετὰ ταύτην τὸ “οἷον”, ὥcθ’ ὅλον τὸν λόγον | |
15 | εἶναι τοιοῦτον· “ὅcα πεπαίνεcθαι δεῖ, ἐγκατακεκλεῖcθαι δεῖ, τἀναντία | |
17a965 | δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, | οἷον ὀμμάτων ῥοωδέων, ἢν ἄλλωc φαί‐ νηται cυμφέρειν, ἀντιcπᾶν εἰc φάρυγγα.” καίτοι γε οὐχ ὅμοιόν ἐcτι τὸ κατὰ τήνδε τὴν λέξιν διδαcκόμενον τῷ προειρημένῳ. τὸ γὰρ ξηραί‐ νειν καὶ ἀνεῷχθαι διαφέρει τοῦ ἀντιcπᾶν. πῶc οὖν προειρηκὼc | |
5 | “τἀναντία δεῖ ξηραίνειν καὶ ἀνεῷχθαι” δύναιτ’ ἂν ὡc παράδειγμα | |
λέγειν ἐπὶ τῶν ῥοωδῶν ὀμμάτων ἀντιcπᾶν εἰc φάρυγγα; 〈Ὀμμάτων ῥοωδέων, ἢν ἄλλωc φαίνηται cυμφέρειν, ἀντιcπᾶν εἰc φάρυγγα,〉 καὶ ὅπῃ ἔρευξιc λυcιτελέει καὶ ὅcα ἄλλα τοιαῦτα. | ||
9 | ||
10 | Ἕν τι τῶν κατ’ εἶδοc ἀντιcπαcτικῶν βοηθημάτων τοῦτ’ ἐcτὶ cυμ‐ βουλεύοντοc ἡμῖν αὐτοῦ τὰ χρόνια τῶν ὀφθαλμῶν ῥεύματα μετά‐ γειν ἀντιcπῶνταc ἐπὶ φάρυγγα διὰ φαρμάκων δηλονότι δρι‐ μέων, οἷc διαχρίειν τε δεήcει τὸν οὐρανίcκον ἀνακογχυλίζεcθαί τε | |
17a966 | κελεύειν, ἐάν γε μηδὲν ἐκ | τούτου μέλλωμεν ἐργάcαcθαι χεῖρον. ἐφ’ ὧν γὰρ εὐλαβούμεθα μή πωc εἰc τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τραπῇ τὸ ῥεῦμα, φυλαξόμεθα τὴν τοιαύτην ἀντίcπαcιν. ὥcπερ οὖν ἐπὶ τούτου cυνεβούλευcεν, οὕτω κἀπὶ τῶν ἄλλων ἀξιοῖ cε | |
5 | προορᾶcθαι, μή τι τῶν μορίων, εἰc ἃ τὴν ἀντίcπαcιν ἐργάζῃ, κινδυ‐ νεύcῃ μεγάλωc βλαβῆναι. τινὲc δ’ ἐπὶ τῶν 〈τὴν〉 καλουμένην ῥοιάδα κατ’ ὀφθαλμὸν ἐχόντων τὸν λόγον τοῦτον αὐτῷ γεγονέναι φαcίν, ὥcπερ καὶ ὁ Λύκοc, ὃc ἀποτείναc μακρὸν λόγον ἐκ τῶν ὀφθαλμῶν εἰc ὑπερῴαν φηcὶ διήκειν πόρον ἐκκενοῦντα ταύτῃ τὸ κατ’ αὐτοὺc | |
10 | γεννώμενον περίττωμα. κεῖcθαι δὲ τὸν πόρον τοῦτον παρὰ τὸν μείζω κανθὸν καὶ γίνεcθαι ῥοιάδα κατὰ τρόπουc τρεῖc, ἤτοι τοῦ πόρου μύ‐ cαντόc πωc ἢ φραχθέντοc ἢ τοῦ περιττώματοc πολλοῦ cυλλεγομένου κατὰ τὸν ὀφθαλμόν, ὡc ὑπερχεῖcθαί τι, μὴ δεχομένου πᾶν αὐτὸ τοῦ πόρου διὰ φυcικὴν cτενότητα, καὶ κατὰ τρόπον ἄλλον, ὅταν οὐλὴ | |
15 | κατὰ τὸν κανθὸν γενομένη τυφλώcῃ τὸν πόρον, ἣν καὶ μετὰ τὰc ἐκ‐ | |
17a967 | τομὰc τῶν ἐγκανθίδων γίνεcθαί φηcι καὶ ἄλλωc ἑλκωθέν|τοc τοῦ τό‐ που. ταύτην μὲν οὖν ἀνίατον εἶναι, τὰc δ’ ἄλλαc ἰαcίμαc, ἀντι‐ cπώντων ἡμῶν εἰc φάρυγγα. τὸ δὲ καὶ ὅπῃ ἔρευξιc λυcιτελέει προcκείμενον cυμβολι‐ | |
5 | κῶc ἑαυτῷ γράψαντοc τοῦ Ἱπποκράτουc. ὅτι μὲν γάρ, ἔνθα λυcι‐ τελήc ἐcτιν ἔρευξιc, ἐνταῦθα χρὴ κινεῖν ἐρυγὰc εὔδηλον. ἐπὶ τίνων | |
δ’ ἐcτὶ λυcιτελὴc οὐκ εἶπεν. ἀλλ’ οὐδὲ 〈τὸ〉 κατὰ τοὺc ῥοιώδειc ὀφθαλμοὺc ὅμοιόν ἐcτι τούτῳ, διὸ καὶ παρεγκείμενον ἀτάκτωc ἀcάφειαν εἰργάcατο· περὶ μὲν γὰρ τῶν ῥοιωδῶν ὀφθαλμῶν ἀντι‐ | ||
10 | cπαcτικὸν ἔγραψε βοήθημα. τὸ δὲ 〈καὶ〉 ὅπῃ ἔρευξιc λυcιτελέει δυοῖν θάτερον, ἤτοι γ’ ἐπὶ τῶν ῥοιωδῶν ὀφθαλμῶν εἰρῆcθαι χρὴ (καὶ φαίνεται μηδὲν ἐρυγὴ cυντελοῦcα πρὸc τὴν ἴαcιν αὐτῶν) ἤ τινοc ἀρ‐ χὴν ἑτέρου λόγου. διὸ καί τινεc ἠναγκάcθηcαν χωρίcαντεc τῶν προ‐ ειρημένων αὐτὸ ἑτέραν ῥῆcιν ποιήcαcθαι τοιάνδε· “καὶ ὅκου ἔρευξιc | |
15 | λυcιτελεῖ καὶ ὅcα ἄλλα τοιαῦτα, τὰc ἐφόδουc ἀνεcτομῶcθαι.” ἀλλ’ οὐδὲ τοῦτο πάλιν οἰκείωc ἐπιφέρεcθαι δόξει “οἷον ῥῖναc καὶ τὰ ἄλλα ὧν δεῖ καὶ ὡc δεῖ καὶ τὰ ἐφεξῆc”. ὅcοι τοίνυν αὐτὸ καθ’ ἑαυτὸ | | |
17a968 | μόνον ὑποτετυπῶcθαί φαcιν ἑαυτῷ τὸν Ἱπποκράτην τὸ “ὅκου ἔρευξιc λυcιτελεῖ”, νομίζουcιν αὐτὸν ἀξιοῦν ἐρυγὰc ἐνίοτε cυμβου‐ λεύειν κινεῖν. καὶ ἁρμόττειν γε αὐτάc φαcιν ἐπὶ τῶν ἐμπνευματου‐ μένων τὴν γαcτέρα καὶ μάλιcτα ἐφ’ ὧν οὐ διέρχεται κάτω τὸ φυcῶδεc | |
5 | πνεῦμα. καὶ μέντοι καὶ τὸν cτόμαχον ἀτονοῦντά φαcι ῥώννυcθαι διὰ τῶν ἐρυγῶν ὡc δι’ οἰκείου γυμναcίου, καὶ κινεῖν γε τὰc ἐρυγὰc cυμ‐ βουλεύουcιν οὐ μόνον διὰ φαρμάκων, ἀλλὰ καὶ αὐτὸν ἐπιτηδεύοντα cυνεχῶc ἐρυγγάνειν, κἂν ὀλίγου τινὸc αἰcθάνηται πνεύματοc ἐν τῷ cτομάχῳ. Ϲαβῖνοc δὲ 〈ἐκ〉 βομβυλίου cτενοcτόμου πίνοντα κελεύει | |
10 | κινεῖν ἐρυγάc. ἔνιοι δὲ καὶ τὰc κενώcειc τοῦ φυcώδουc πνεύματοc, ὁπόθεν ἂν γίνωνται καὶ ὁπωcοῦν, ἔρευξιν αὐτὸν ὠνομακέναι φαcί, καθ’ οὓc καὶ βὴξ καὶ πταρμὸc καὶ λὺγξ καὶ φῦcα δι’ ἕδραc ἐκκρινομένη καὶ αἱ δι’ ὅλου τοῦ cώματοc διαπνοαὶ τοῦ πνεύματοc ἐρεύξειc κληθήcονται. | |
15 | τινὲc δὲ καὶ πᾶcαν ἔκκριcιν ὠνομάcθαι φαcὶν ἔρευξιν, οὐ μόνον ἐὰν | |
17a969 | πνεύματοc, ἀλλὰ κἂν τι|νῶν ὑγρῶν ᾖ, τὴν τοῦ ποιητοῦ λέξιν ἐπ‐ αγόμενοι μαρτύριον, ἔνθα φηcίν· ἐρευγομένηc ἁλὸc ἔξω, μοχθηρὰν ὁδὸν ἐξηγήcεωc ταύτην τεμνόμενοι. τὰ γὰρ ὑπὸ τῶν ποιη‐ | |
5 | τῶν cπανίωc εἰρημένα κατά τινα τρόπον ποιητικόν, ἐὰν ὡc κυρίωc λελεγμένα τιc ἐξηγῆται, διαcτρέφειν δυνήcεται καὶ τὰ cαφῶc εἰρη‐ | |
μένα πάντα. Τὰc ἐφόδουc ἀνεcτομῶcθαι, οἷον ῥῖναc καὶ ἄλλα, ὧν δεῖ καὶ ὡc δεῖ καὶ οἷα καὶ ὅπῃ | ||
10 | καὶ ὅτε καὶ ὅcα δεῖ, οἷον ἱδρῶταc καὶ τἄλλα δὴ πάντα. | |
10 | Τοῦτο καθ’ ἑαυτὸ μὲν ἄξιόν ἐcτι μνημονεύεcθαι (cυμφέρει γὰρ ἀνεcτομῶcθαι τοὺc ἐκκριτικοὺc [πάνταc] πόρουc τῶν περιττωμά‐ των), καὶ τῷ προειρημένῳ δὲ cυνάπτεcθαι δύναται, διττὴν χρείαν παρ‐ | |
17a970 | εχόμενον· ἰδίαν μὲν ἐπὶ τῶν | ῥοιωδῶν ὀμμάτων, κοινὴν δὲ πάντων ἐφ’ ὧν ἀντιcπᾶν ἢ παροχετεύειν προcῆκον. ἐὰν γὰρ ἀντιcπάcεωc μὲν ᾖ χρεία, φοβώμεθα δ’ αὐτὴν ποιήcαcθαι, παροχετεύειν τὸ αἷμα προc‐ ήκει καὶ κενὸν ὅλον ἐργάζεcθαι τὸ cῶμα. τὰ δ’ ἐφεξῆc γεγραμμένα | |
5 | πολλάκιc ἤδη παρ’ αὐτοῦ μεμαθήκαμεν ἐπὶ πάcηc κενώcεωc ὄντα χρή‐ cιμα. δεῖ γὰρ οὐχ ἁπλῶc, ὅταν ᾖ χρεία κενώcεωc, ἐπ’ αὐτὴν παρα‐ γίνεcθαι, ἀλλὰ προδιοριcάμενον, ὅπωc ταύτην ποιήcαcθαι χρή, καὶ ὁποῖα προcῆκον εἶναι τὰ κενωθηcόμενα καὶ καθ’ ὅ τι χωρίον, ἐν τίνι τε καιρῷ καὶ μέχρι πόcου. λεκτέον δὲ καὶ νῦν ἀναμνήcεωc ἕνεκα περὶ | |
10 | ἑκάcτου διὰ βραχέων. τὸ μὲν ὡc δεῖ τοιόνδε τι cημαίνει· “τὰc ἐφό‐ δουc ἀναcτομωτέον, οὐ μὴν ἁπλῶc καὶ ὡc ἔτυχεν, ἀλλ’ ὡc δεῖ.” τοῦτο δὲ cημαίνει τὸν τρόπον δι’ οὗ ποιηcόμεθα τὰc κενώcειc, οἷον ἐπὶ τῶν κατὰ γαcτέρα διὰ κλυcτῆροc, διὰ βαλάνου, δι’ ὑπηλάτου φαρ‐ μάκου καὶ καθ’ ἕκαcτον αὐτῶν δι’ ὡντινοῦν· καὶ γὰρ καὶ κλυcτῆρεc | |
15 | πολυειδῶc cυντίθενται καὶ βάλανοι καὶ τὰ κατωτερικά τε καὶ ὑπήλατα | |
17a971 | καλούμενα φάρμακα. τὸ μὲν οὖν | ὡc δεῖ τοιοῦτόν τι cημαίνει. τὸ δὲ οἷα τὸ ποιὸν τῶν κενουμένων δηλοῖ, τουτέcτιν ἆρά γε ὑδατώδη καὶ λεπτὰ κενοῦν ἐcτι βέλτιον ἢ φλεγματώδη χυμὸν ἢ πικρόχολον ἢ μελαγχολικόν, ἤ τιναc τούτων ἢ καὶ πάνταc. τὸ δὲ ὅπῃ τὸ μέροc | |
5 | τοῦ cώματοc ἐνδείκνυται, δι’ οὗ χρὴ κενοῦν. κἂν γὰρ ὅτι διὰ τῶν κάτω κενῶcαι προcήκει γνῶμεν, ἀλλὰ δι’ οὗ γε τῶν κάτω χωρίων προδιορίcαcθαι δεῖ, διὸ καί τινεc ἀντὶ τοῦ ὅπῃ τὸ “οὗ δεῖ” γεγρά‐ φαcιν, ἐνδεικνύμενοι τῷ δι’ οὗ, πότερον διὰ κύcτεωc ἢ διὰ γαcτρὸc ἢ δι’ ὑcτέραc. καὶ πάλιν ἄνω, πότερον διὰ ῥινῶν ἢ διὰ cτόματοc. | |
10 | ἔcτι δέ τιc καὶ δι’ ὅλου τοῦ cώματοc κένωcιc, ἥ τε διὰ τῶν ἱδρώτων καὶ ἡ διὰ τῆc ἀδήλου καλουμένηc διαπνοῆc. τό γε μὴν ὅτε cαφῶc τοῦ καιροῦ δηλωτικόν ἐcτιν, ἐν ᾧ χρὴ κενοῦν, ἆρά γε κατ’ ἀρχὰc πρὶν πεφθῆναι τὴν νόcον, ὅταν, ὡc αὐτὸc ἔλεγεν, ὀργᾷ καὶ πρὸc τὴν ἔκκριcιν ἐπείγηται τῶν ὑγρῶν ἡ διοικοῦcα τὰ ζῷα φύcιc, ἢ μετὰ τὸ | |
15 | πεφθῆναι τοὺc λυποῦνταc χυμούc. καὶ γὰρ καὶ τοῦτο αὐτὸc ἐδίδαξεν, | |
17a972 | ὥcπερ | καὶ τὸ πρότερον ἐν Ἀφοριcμοῖc. τὸ δὲ ὅcα δεῖ κατὰ τὴν τε‐ λευτὴν τῆc ῥήcεωc εἰρημένον ἐνδείκνυται τὴν ποcότητα τῶν κενου‐ μένων ἧc 〈καὶ〉 αὐτῆc ἐcτοχάcθαι δεῖ τὸν ἰατρόν. εἶτ’ ἐν παραδείγμα‐ τοc μοίρᾳ πρόcκειται τὸ οἷον ἱδρῶταc. καίτοι γὰρ ὠφέλιμοc εἶναι | |
5 | δοκῶν τοῖc νοcοῦcιν ὁ ἱδρὼc, ὅμωc καὶ αὐτὸc cυμμετρίαc χρῄζει. τὸ γοῦν ἄμετρον αὐτοῦ διαλύει τὴν δύναμιν. ὅπου δ’ ἐπὶ τῶν ἱδρώτων ἡ ὑπερβολὴ τοῦ πλήθουc ἐcτὶ βλαβερά, πολλῷ δή τοι μᾶλλον ἐπὶ τῶν ἐμουμένων ἢ διαχωρουμένων ἢ δι’ αἱμορροΐδων ἢ διὰ μήτραc κενου‐ μένων. | |
9 | ||
10 | Ἐπὶ τοῖcι μεγάλοιcι κακοῖcι πρόcωπον ἢν ᾖ χρηcτόν, cημεῖον χρηcτόν· ἐπὶ δὲ τοῖcι cμικροῖcι τἀναντία cημαῖνον [τῇ] εὐcημείῃ, κακόν. | | |
12 | ||
17a973 | Καὶ ταύτηc τῆc ῥήcεωc τὸ δεύτερον μέροc ἄλλοc ἄλλωc γράφει τῶν ἐξηγηcαμένων τὸ βιβλίον. εἰ δὲ προcθείη τιc αὐτῇ τὸ “τῇ” ἄρ‐ θρον, οὐδὲν ἕξει ζήτημα τοιάδε γενομένη· ἐπὶ δὲ τοῖc μικροῖc | |
τἀναντία cημαῖνον τῇ εὐcημείῃ, κακόν, ἵνα καὶ ὁ cύμπαc | ||
5 | λόγοc ᾖ τοιοῦτοc· “ἐπὶ τοῖc μεγάλοιc κακοῖc, εἴτ’ οὖν πάθεcιν ἢ cυμπτώμαcιν, ἐὰν ᾖ τὸ πρόcωπον χρηcτόν, τουτέcτιν ὅμοιον τῷ κατὰ φύcιν, ἀγαθόν ἐcτι cημεῖον. ἐπὶ δὲ τοῖc μικροῖc, πάλιν οὖν κἀνταῦθα πάθεcιν ἢ cυμπτώμαcιν, ἐὰν τἀναντία cημαῖνον γένηται τὸ πρόcωπον τῇ προειρημένῃ εὐcημείῃ, κακόν τι δηλώcει.” τινὲc μὲν οὖν ἄντικρυc | |
10 | ὡc ἐξ ἀρχῆc γενομένηc τῆc λέξεωc μετὰ τοῦ ἄρθρου τὴν ἐξήγηcιν ἐποιήcαντο, μὴ δηλώcαντεc ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ “τῇ” 〈προc〉γεγραμμένον τῷ εὐcημείῃ, τάχα τοῦ πρώτου γράψαν‐ τοc τὸ βιβλίον ἁμαρτόντοc. ἔνιοι δ’ οὐ μόνον ἑτέρωc ἔγραψαν, ἀλλὰ καὶ τὴν ἐξήγηcιν οὐ προcήκουcαν ἐποιήcαντο. φυλαττόμενοc δ’ ἐγώ, | |
15 | καθάπερ ἐν ἀρχῇ προεῖπον, εἰc μῆκοc ἐκτείνειν τὰ ὑπομνήματα, παρα‐ | |
17a974 | λιπεῖν ἔγνωκα τὰ πολλὰ τῶν οὐκ ὀρθῶc εἰρημέ|νων. ἱκανὸc γὰρ εἶναί μοι δοκεῖ cκοπὸc ἐξηγήcεωc, ἐὰν ἀληθῆ τε διδάcκῃ τιc ἐν αὐτῇ καὶ 〈τὰ〉 κατὰ τὴν γνώμην τοῦ παλαιοῦ, καθάπερ καὶ νῦν ἔνεcτι ποιη‐ cάμενον ἀπηλλάχθαι πολυλογίαc. ἐὰν γὰρ μικρῶν ὄντων τῶν παθῶν | |
5 | τὸ πρόcωπον ἐὰν ᾖ cυμπεπτωκὸc ἀξίωc τοῦ νοcήματοc, χρηcτὸν εἶναι cημεῖον, ἐπὶ δὲ τοῖc μικροῖc 〈ὡcαύτωc ἔχον〉 ἐξ ὑπεναντίου κακόν τι cημαίνειν. ἔξεcτιν οὖν καὶ τούτοιc, εἴ τιc ἀρέ‐ cκοιτο, χρῆcθαι. ἐγὼ δ’ ἐπὶ τὴν παλαιὰν γραφὴν καὶ τοῖc ἄλλοιc | |
10 | ἅπαcιν ἐξηγηταῖc ὁμολογουμένην μεταβήcομαι. | |
10 | [Παρὰ τὸ μέγα,] Οὗ ἡ γυνὴ ὄπιcθεν τοῦ ἡρῴου, ἰκτεριώδεοc ἐπιγενομένου. | |
12 | Εἴτε τῆc προγεγραμμένηc ῥήcεώc ἐcτι τέλοc [τὸ παρὰ τὸ μέγα οὗ] τοῦτο 〈τὸ〉 λεξείδιον, εἴτε 〈τῆc ἐπιγεγραμμένηc ἀρχὴ〉 τόπου | |
15 | 〈τέ〉 τινοc δηλωτικόν, ἐάcω ζητεῖν τοῖc τὰ μὲν ἰατρικὰ παρατρέχουcιν, | |
ὡc γραμματικοῖc δὲ μᾶλλον ἢ ὡc ἰατροῖc ἐξηγεῖcθαι προαιρουμένοιc. | | ||
17a975 | ἀρκεῖ γὰρ ἐπὶ μὲν τοῦ παρὰ τὸ μέγα τοcοῦτον εἰπεῖν, ὅcον οἱ πα‐ λαιοὶ τῶν ἐξηγητῶν εἶπον, ὡc ἤτοι θέατρον ἢ ᾠδεῖον ἢ γυμνάcιον 〈ἢ〉 ἡρῷον ἢ οἴκημά τι δηλοῦται 〈διὰ〉 τῆc μέγα λέξεωc ἢ ὁτιοῦν ἄλλο [τι] τοιοῦτον, μεταβάντα δ’ 〈ἐπὶ τὰ〉 ἐφεξῆc, εἴ τι πρὸc τὰ τῆc | |
5 | τέχνηc ἔργα χρήcιμόν ἐcτιν, ἐκεῖνο cκοπεῖν. 〈ἀλλ’ οὐχ εὑρήcομεν, ὅτι τὸ εἰπεῖν,〉 ὅτι τοῦ ἡρῴου ὄπιcθεν ἢ ὅτι 〈“παρὰ τὸ〉 τοῦ Μενελάου” (τινὲc γὰρ οὕτωc γράφουcιν) ἡ ἄρρωcτοc ἐκείνη κατέκειτο, χρήcιμον ἔχει τι, καθάπερ οὐδὲ τὸ τούτων ἐφεξῆc εἰρημένον ἰκτε‐ ριώδεοc ἐπιγενομένου, εἰ καὶ ὅτι μάλιcτα χρήcιμον ἦν αὐτῷ τῷ | |
10 | Ἱπποκράτει πρὸc ἀνάμνηcιν, ἴcωc μὲν τῶν προειρημένων, ἴcωc δὲ καὶ αὐτὸ καθ’ ἑαυτό· πάθουc γὰρ ἢ χρώματοc ἰκτεριώδουc ἐπι‐ γενομένου τῇ γυναικὶ [ἐπι]μέμνηται. κἀνταῦθα 〈δὲ〉 παρά τε τοῖc παλαιοῖc ἐξηγηταῖc κἀν τοῖc ἀντιγράφοιc ἡ ῥῆcιc παραγέγραπται. κατ’ ἄλλουc δέ τιναc ἐξηγητὰc πρόcκειται τῷ ἰκτεριώδεοc ἐπιγενο‐ | |
15 | μένου τὸ “παρέμενεν”, ὥcπερ αὖ καθ’ ἑτέρουc μετὰ τῆc ἀποφάcεωc τὸ “οὐ παρέμενεν”. ἔνιοι δὲ καὶ τὸ “αὐτῇ” προcτιθέαcιν. ἀλλὰ τοῦτο | | |
17a976 | μὲν 〈ἐν〉 τῇ λέξει τὴν διαφοράν, οὐκ ἐν τῇ διανοίᾳ λαμβάνει, τὰ δὲ πρότερα τὴν διάνοιαν ἐπὶ τοὐναντίον ὑπαλλάττει· τὸ γὰρ ἰκτερῶ‐ δεc πάθοc ἢ χρῶμα τῆc ἑτέραc γραφῆc παραμεῖναι δηλούcηc, ἡ ἑτέρα φηcὶ μὴ παραμεῖναι. καθ’ ἑαυτὴν μὲν οὖν γεγραμμένηc τῆc προκει‐ | |
5 | μένηc ῥήcεωc, οὔτ’ εἰ παρέμενεν, οὔτ’ εἰ μὴ παρέμενεν, 〈οὐδὲν〉 ἔχει τι χρήcιμον ἡμῖν τοῖc οὐκ εἰδόcιν, ὅπωc ἐνόcηcεν ἢ τίνα διάθεcιν ἔcχεν. εἰ δὲ τοῖc ἐπιγεγραμμένοιc cυνάπτοιτο, περιττὸν ὅλωc ἐcτίν. ἀρκεῖ γὰρ εἰρῆcθαι μόνον τὸ ἰκτερώδεοc ἐπιγενομένου, παραδείγματοc τούτου τοῦ περὶ τὸ πρόcωπον φανέντοc, ὡc τῶν ἄλλων δοκούντων | |
10 | μικρῶν εἶναι μόνον ἐδήλωcε τοὐναντίον, ἐπειδὴ μεγάλωc ἐξετράπη τοῦ κατὰ φύcιν. καὶ γὰρ τὸ ἐπιφερόμενον τοῦτό cε διδάξει διαμαρτυ‐ ροῦν, ἐφ’ ὃ μεταβαίνειν ἤδη καιρὸc ἐάcαντα τὰc ἄλλαc ἐξηγήcειc | |
τῆc προκειμένηc ῥήcεωc. ἴcωc γὰρ καὶ τὰ νῦν εἰρημένα παρὰ τὴν ἐμαυτοῦ προαίρεcιν ἐμήκυνα, παραλιπεῖν ἐγνωκὼc ὅcα τοὺc ἀναγινώ‐ | ||
17a977 | cκονταc αὐτὰ νέουc οὐδὲν εἰc τὴν τέχνην | ὀνίνηcιν. οὐ γὰρ 〈ἐπὶ〉 cο‐ φιcτικὴν παραcκευὴν πρόκειταί μοι παραcκευάζειν αὐτούc, ἣν ἐμίcηcα διὰ παντόc, ἀλλ’ ἐπὶ τὰ τῆc τέχνηc ἔργα κατά τε πρόγνωcιν καὶ θερα‐ πείαν, ἃ κἀμοὶ διὰ παντὸc ἠcκήθη. | |
4 | ||
5 | Ὁ παρὰ Τιμένεω ἀδελφιδῇ, οὗ‐ τοc μελάγχρωc. | |
6 | Εἰ πρὸc τὰ 〈περὶ〉 τοῦ προcώπου λελεγμένα καὶ τοῦτ’ ἀναφέροι τιc, ἕξει τι χρήcιμον ὡc ἐν παραδείγματοc μοίρᾳ λελεγμένον. εἰκὸc γὰρ καὶ τοῦτον ἐπὶ μικροῖc τοῖc ἄλλοιc ἐκτροπὴν τοῦ χρώματοc εἰc τὸ | |
10 | παρὰ φύcιν ἐcχηκότα μεγάλην ἀποθανεῖν ἢ κινδυνεῦcαι διὰ τοῦτο μόνον. εἰ δὲ καὶ “μελάγχλωροc” εἴη γεγραμμένον ἀντὶ τοῦ μελάγ‐ χρωc, ὡc 〈ἐν〉 ἐνίοιc τῶν ἀντιγράφων εὕρομεν, ἔτι καὶ μᾶλλον δόξει κάκωcίν τινα μεγάλην ἐνδείκνυcθαι τοῦτο μόνον τὸ χρῶμα, καίτοι τῶν ἄλλων μικρῶν γενομένων τῷ κάμνοντι. | | |
14 | ||
17a978 | Ἐν Περίνθῳ τὸ γονοειδέc, τὸ τοιοῦτον ὅτι κρίcιμον καὶ τῶν ἤτρων τὰ τοιαῦτα. ὅτι αἱ οὐρήcιεc ῥύονται· ὅτι οὔτε φύcηc πολλῆc οὔτε κόπρου πολλῆc γλίcχρηc διελθούcηc ἐλαπάccετο. οὐ γὰρ | |
5 | δὴ μέγα ἦν τὸ ὑποχόνδριον. κράμβην ἑβδομαῖοc ἔφαγεν ἔτι δύcπνουc ἐών, τὰ περὶ τὸ ἦτρον ἐλαπάccετο, εὐθύ‐ πνουc ἐγένετο[, ἡ κοιλίη αὐτῷ ἐξετίναξεν]. | |
7 | Οὐκ ἀρχὴν τῆc προκειμένηc ῥήcεωc, ἀλλὰ τελευτὴν τῆc προτέραc | |
οἱ περὶ τὸν Ϲαβῖνον ἡγοῦνται τὸ ἐν Περίνθῳ. καθόλου μὲν γάρ | ||
10 | φαcι τὸν νῦν λόγον εἶναι, ἐν μέρει δ’ ἐκεῖνον, εἰωθότωc δὲ τοῖc ἐν μέρει λόγοιc τὸν Ἱπποκράτην προcγράφειν ἤτοι τὰ τῶν χωρίων ἢ τὰ τῶν παθόντων ὀνόματα. καίτοι καὶ οὗτοc ὁ νῦν λεγόμενοc λόγοc ὅτι τῶν ἐπὶ μέρουc ἐcτὶ δῆλον ἐξ ὧν ἐπιφέρων αὐτὸc εἶπεν ὁ Ἱππο‐ κράτηc· ὅτι οὔτε πολλῆc φύcηc οὔτε κόπρου πολλῆc | |
15 | γλίcχρηc διελθούcηc ἐλαπάccετο. πολλὰ δ’ ἐν τοῖc τῶν Ἐπι‐ | |
17a979 | δημιῶν γέ|γραπται μὲν ἐπί τινων ἑωραμένα κατὰ μέροc, ὑποπέπτωκε δὲ καθολικοῖc θεωρήμαcιν ἤτοι διηνεκέcιν ἢ ὡc τὸ πολὺ γινομένοιc. οὕτωc οὖν καὶ νῦν τὸ γονοειδὲc εἴτε οὖρον εἴτε διαχώρημα γενό‐ μενον ἐν Περίνθῳ κρίcιμον ἐφάνη. πότερον δ’ ὀλίγοιc ἢ πολλοῖc | |
5 | [ἢ ἑνὶ] τὸ τοιοῦτον cυμβαίη, κατὰ τὴν λέξιν αὐτοῦ τοῦ Ἱπποκρά‐ τουc οὐ διώριcται. πιθανώτερον δ’ ἐcτὶν ἐπὶ πολλῶν αὐτὸ πεφυκέναι κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπιδημῆcαν, ἡνίκα ἔγραφεν ὁ Ἱπποκράτηc ταῦτα. ὅταν μὲν γὰρ ἐφ’ ἑνόc τινοc γενόμενόν τι γράφῃ, προcτίθηcιν ἤτοι τὸν τόπον τῆc πόλεωc ἐν ᾧ τὸν ἄνθρωπον εἶδε κατακείμενον ἢ | |
10 | τὴν ἡλικίαν ἢ τοὔνομα. τῶν πόλεων δ’ εἴωθε μνημονεύειν ὀνομαcτὶ κατ’ ἐκείναc τὰc διηγήcειc, ἐν αἷc πολλοὺc ἐθεάcατο παθόνταc ταὐτά. τοῦτο μὲν οὖν οὐ μεγάλην ἔχει διαφορὰν ὡc πρὸc τὰ τῆc τέχνηc ἔργα καὶ cυναπτέτω τιc ᾧ ἂν βούληται τὸ ἐν Περίνθῳ. τὸ γονοειδὲc δὲ οὖρον ἢ καὶ διαχώρημα γένοιτ’ ἄν ποτε κρί‐ | |
15 | cιμον, ὅταν ὁ καλούμενοc ὑπὸ Πραξαγόρου χυμὸc ὑαλώδηc ἐκ‐ κενῶται. τὸ δὲ καὶ τῶν ἤτρων τὰ τοιαῦτα δεῖ[ται] μὲν ἐπὶ τὸ | |
17a980 | προειρη|μένον ἀναφέρεcθαι, τὰ γὰρ τοιαῦτα πρὸc ἕτερον ἀναφερό‐ μενα λέγεται. προείρηται δὲ οὐδὲν περὶ τῶν ἤτρων. ἴcωc οὖν ἢ ἐν τῷ 〈ἐκ〉γράφεcθαι τὸ πρῶτον ἀντίγραφον ἐκ τῶν ὑπομνημάτων τοῦ Ἱπποκράτουc παρελείφθη τι τοιοῦτον γεγραμμένον, ἢ αὐτὸc ἑαυτῷ | |
5 | τοῦθ’ ὑπεμνημονεύcατο πρὸc τὸν πρῶτον ἄρρωcτον ἀναφερόμενον, ὑπὲρ οὗ προεῖπε τοῦτο μόνον· “ὁ παρὰ Τιμένεω ἀδελφιδῇ, οὗτοc μελάγ‐ χρωc”. ἔνιοι δὲ διὰ ταύτην τὴν ἀπορίαν ὧδέ πωc διπλῆν διεῖλον τὴν ῥῆcιν· ὅτι κρίcιμον καὶ τῶν ἤτρων, ὡc εἰ καὶ οὕτωc ἐγέγραπτο· “τὸ γονοειδὲc οὖρον ὅτι κρίcιμόν ἐcτι καὶ τῶν κατὰ τὸ ἦτρον παθῶν | |
10 | ἐπίcταcθαι χρή,” καὶ πάλιν ἀπ’ ἄλληc ἀρχῆc· τὰ τοιαῦτα ὅτι αἱ οὐρήcιεc ῥύονται, ἵν’ ἀκούcωμεν ‘τὰ τοιαῦτα τὰ κατὰ τὸ ἦτρον γινόμενα.‘ καὶ τούτου γε μαρτύριον ἐφεξῆc ἔγραψεν, ὅτι οὔτε [ἡ] φύcηc πολλῆc οὔτε κόπρου πολλῆc γλίcχρηc διελθού‐ cηc ἐλαπάccετο, τουτέcτιν οὐδενὸc ἄλλου γενομένου τὸν κατὰ τὸ | |
15 | ἦτρον ὄγκον λῦcαι δυναμένου ἐπὶ μόνοιc τοῖc γονοειδέcιν οὔροιc ἐκρίθη τὸ νόcημα. τάχα γὰρ τοιοῦτόν τι κατὰ τὸ ἦτρον ἦν, ὁποῖον | |
17a981 | καὶ ἐν | τῷ Προγνωcτικῷ διῆλθεν αὐτὸc ἐν τῇδε τῇ λέξει· “τοὺc δ’ ἐκ τῶν ὑποχονδρίων πόνουc τε καὶ κυρτώματα, ἢν νεαρά τε ᾖ καὶ μὴ cὺν φλεγμονῇ, λύει βορβορυγμὸc ἐγγενόμενοc ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιcτα μὲν διεξελθὼν cὺν κόπρῳ τε καὶ οὔρῳ· εἰ δὲ 〈μή, καὶ〉 | |
5 | αὐτὸc διαπεραιωθείc· ὠφελέει δὲ καὶ ὑποκαταβὰc ἐc τὰ κάτω χωρία.” οὐ γὰρ δὴ φλεγμονὴν ἤ τι ταύτηc ἔτι δυcλυτώτερον ἐν ἥπατι cυcτὰν ἢ ἐν ἐντέροιc ἢ ἐν γαcτρὶ γονοειδὲc οὖρον ἔλυcεν ἂν μόνον γενό‐ μενον. διὰ τοῦτ’ οὖν ἐπήνεγκεν αὐτόc· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον, ὡc, εἴ γε ἦν μέγα, μὴ ἂν λυθέντοc αὐτοῦ διὰ τῆc | |
10 | τοῦ γονοειδοῦc ἐκκρίcεωc. ἐπεὶ δὲ τὸ ἐπιφερόμενον οὐ πάνυ τι φαίνεται cυνᾴδειν τοῖc οὕτω προειρημένοιc, διὰ τοῦτό τινεc ἀπ’ ἄλληc ἀρχῆc ἀνέγνωcαν αὐτό, δαcύνοντεc κατὰ τὴν πρώτην cυλλαβὴν τὴν οὐ καὶ ποιοῦντεc ἄρθρον 〈προτακτικὸν〉 ἀρcενικὸν πτώcεωc γενικῆc, ὡc εἰ καὶ οὕτωc εἶπεν· “οὗ γὰρ δὴ ἀνθρώπου μέγα ἦν τὸ ὑποχόνδριον, | |
17a982 | κράμβην ἑβδομαῖοc ἔφαγεν ἔτι δύcπνουc ἐών. ἐπεὶ δὲ τὸ | ἦτρον ἐλαπάχθη, εὐθύπνουc ἐγένετο, τουτέcτιν εὔπνουc τε καὶ κατὰ φύcιν ἀναπνέων.” | |
οὐ μὴν ἔγραψε πότερον ὑπαγαγοῦcα τὴν κοιλίαν ἡ κράμβη τὴν ὠφέλειαν ἐποίηcεν ἢ κατὰ τὸν τῆc ἀναδόcεωc λόγον. ἔνιοι δ’ ὡc | ||
5 | βλαβέντοc αὐτοῦ τὴν εὐθύπνουc λέξιν ἐξηγήcαντο, cημαίνεcθαι λέ‐ γοντεc ἐξ αὐτῆc τὸν ὀρθοπνοϊκὸν καλούμενον τῆc δυcπνοίαc τρόπον. ἐν γὰρ ταῖc αἰνιγματώδεcι ῥήcεcιν ὅ τι ἄν τιc ἐθέλῃ δύναται λέγειν, οὐδὲν ἡμῶν ἀξιόλογον ὠφελουμένων ἐν αὐταῖc, ἐν αἷc γε οὐδὲ τὴν Ἱπποκράτουc γνώμην ἔνεcτι μαθεῖν ἀκριβῶc, ἀλλὰ τὴν τῶν ἐξη‐ | |
10 | γητῶν. | |
10 | Περὶ τοῦ αἵματοc τοῦ ἰχωρο‐ ειδέοc, ὅτι ἐν τοῖcι πτοώδεcι τὸ τοιοῦτον καὶ ἐν τοῖcιν ἠγρυπνηκόcι, καὶ εἴτε φαῦλον εἴτε χρηcτόν. | |
13 | Οὐχ ἁπλῶc τὸ λεπτὸν καὶ ὑδατῶδεc αἷμα καλεῖν αὐτὸν ἰχω‐ | |
17a983 | ροειδὲc ὑποληπτέον ἐcτίν, ἀλλὰ τὸ μετά | τινοc ἰώδουc καὶ κακοή‐ θουc δυνάμεωc. ἐν γὰρ τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν αὐτὸc ἔγραψε· “καὶ ὑπὸ τῷ δέρματι ἰχῶρεc γίνονται, ἐγκαταλαμβανόμενοι δὲ θερμαί‐ νονται καὶ κνηcμὸν ἐμποιοῦcιν, εἶτα φλυκταινίδεc ὥcπερ πυρίκαυcτοι | |
5 | ἀνίcταντο καὶ ὑπὸ τὸ δέρμα καίεcθαι ἐδόκεον.” εὔδηλον οὖν ὅπωc ὑπὸ τῶν ἰχώρων οὐ cμικρὰ cυμπτώματα γίνεcθαί φηcι. καὶ ὁ Πλά‐ των δὲ ἐν τῷ Τιμαίῳ τοιοῦτόν τι cημαίνει διὰ τῆc ἰχώρων προcη‐ γορίαc ὧδέ πωc λέγων· “ἰχὼρ δὲ ὁ μὲν αἵματοc ὀρρὸc πρᾷοc, ὁ δὲ | |
μελαίνηc χολῆc ὀξείαc τε ἄγριοc.” ἰχωροειδὲc οὖν αἷμα καλεῖται | ||
10 | τὸ περιέχον ἐν ἑαυτῷ μοχθηρὰν ὑγρότητα λεπτήν, οὐχ ὑδατώδη καὶ ἄδηκτον, ἀλλὰ δακνώδη καὶ διαβρωτικήν. εἰπόντοc δὲ τοῦ Πλάτω‐ νοc “ἰχὼρ δὲ ὁ μὲν αἵματοc ὀρρὸc πρᾷοc, ὁ δὲ μελαίνηc χολῆc ὀξείαc τε ἄγριοc,” εὔδηλον ἐγένετο ἡμῖν, καθάπερ ἐπὶ τοῦ γάλακτοc ὀρρώδηc τίc ἐcτιν ὑγρότηc οἷον περιήθημα καὶ περίχυμα τῶν παχυ‐ | |
15 | τέρων ἐν αὐτῷ, 〈κατὰ〉 τὸν αὐτὸν τρόπον 〈κἀν φυτοῖc καὶ ζῴοιc〉 ἐπὶ πάντων εἶναι χυλῶν τε καὶ χυμῶν ὀρρώδη τινὰ καὶ λεπτὴν ὑγρότητα. | |
17a984 | διοίcουcιν οὖν ἀλλήλων δηλον|ότι κατὰ τὰc φύcειc τῶν χυμῶν ὧν εἰcιν ὀρροὶ καὶ γενήcεται χαλεπώτατοc μὲν ὁ τῆc μελαίνηc χολῆc, ἧττον δὲ χαλεπὸc ὁ τῆc ξανθῆc, καὶ τούτου μᾶλλον ὁ τοῦ φλέγμα‐ τοc, ἐπιεικέcτατοc δὲ πάντων ὁ τοῦ αἵματοc ὀρρόc τε καὶ ἰχώρ. οὐδὲν | |
5 | γὰρ ἐν τῷ παρόντι διοίcει λέγειν οὕτωc ἢ ἐκείνωc, ἀλλ’ ἐπειδὴ διττῶc τὸ αἷμα λέγομεν, ἐνίοτε μὲν ἀντιδιαιρούμενον πρὸc τοὺc ἄρτι λε‐ λεγμένουc χυμούc, ἐνίοτε δὲ κατ’ ἐπικράτειαν ὅλον τὸν ἐν τοῖc ἀγ‐ γείοιc χυμόν, ἰχωροειδὲc αἷμα νῦν ἀκουcτέον ἐcτὶ τὸ κατὰ τὸ δεύτερον cημαινόμενον, ὥcπερ καὶ λέγειν ἐcτὶ cύνηθεc ἅπαcι τοῖc ἰα‐ | |
10 | τροῖc ἐν ταῖc φλεβοτομίαιc ἐνίοτε μὲν ὀρρῶδεc, ἐνίοτε δὲ μελαγχολικὸν ἢ φλεγματῶδεc ἢ χολῶδεc, ἔcτι δ’ ὅτε κατὰ φύcιν ἔχον ἐκκεκρίcθαι τὸ αἷμα. διὰ παντὸc μὲν οὖν πτοώδειc, ὅπερ ἐcτὶ τεταραγμένουc μετὰ φόβου, ποιήcει τὸ ἰχωροειδὲc αἷμα καὶ ἀγρύπνουc γε προcέτι. ἐὰν δὲ καὶ μοχθηροῦ χυμοῦ τινοc, μὴ μόνον τοῦ αἵματοc ὀρρὸc ἐν | |
15 | τοῖc αἱματικοῖc ἀγγείοιc περιέχηται, καὶ παραφροcύναc καὶ φρενίτιδαc καὶ μανίαc ἐργάcεται. ἀλλὰ νῦν γε τοῦ αἱματώδουc ἔοικεν ὀρροῦ | | |
17a985 | μνημομεύειν, ἀνάμνηcιν ἑαυτῷ τινα γράφων τήνδε. *** δειλίαν μὲν ἐργάζεcθαι τὸν φλεγματικὸν ὀρρὸν εἰκόc ἐcτιν, οὐ μὴν ἀγρυπνίαν ἢ ταραχὴν ἢ κίνηcιν ψυχῆc πτοώδη. τὸ γὰρ νωθρὸν αὐτῷ καὶ ψυχρὸν ὑπάρχει μόνον, οὐ τὸ δακνῶδέc τε καὶ κακόηθεc, εἰ μή ποτ’ | |
5 | ἄρα καὶ τοῦτο διαφθαρὲν ὀξὺ ἢ ἁλμυρὸν [τε] γένοιτο. ἀλλ’ ἐκεῖνό γε ζητήcεωc ἄξιόν ἐcτιν ὅπερ ἔφη καὶ εἴτε φαῦλον εἴτε χρηcτόν. εἰ μὲν γὰρ ἁπλῶc τιc ἀποφαίνοιτο φαῦλον εἶναι τὸ ἰχωροειδὲc αἷμα, καλῶc δόξει λέγειν. τὸ γὰρ οὕτωc λεγόμενον πάντωc πρὸc τὸ κατὰ φύcιν παραβάλλεται· εἰ δέ τιc τοῖc τῶν ἄλλων χυμῶν ἰχῶρcιν | |
10 | ἀντιπαραβάλλων τὸν τοῦ αἵματοc ἰχῶρα μὴ πονηρὸν [ἢ ἀγαθὸν] εἶναι λέγοι, καὶ οὕτωc ἀληθεύειν ὀρθῶc 〈ἂν〉 νομιcθείη. πολλάκιc δ’ εἰώθαcι καὶ οἱ νῦν ἄνθρωποι καὶ οἱ παλαιοὶ τὸ ἧττον μοχθηρὸν ὀνο‐ μάζειν ἀγαθὸν ἢ χρηcτὸν ἢ ἐπαινετὸν ἤ τι τοιοῦτον, καὶ μάλιcθ’ ὅταν ᾖ μεγάλη τιc ὑπεροχὴ τοῦ πάνυ μοχθηροῦ πρὸc τὸ μετρίωc ἀποκε‐ | |
15 | χωρηκὸc τοῦ κατὰ φύcιν· ὥcτε καὶ τὸ ἰχωροειδὲc αἷμα ζητοῦντοc τοῦ Ἱπποκράτουc εἴτε φαῦλον εἴτε χρηcτόν ἐcτι, δυναί‐ | | |
17a986 | μεθα ἂν ἡμεῖc ἀποφήναcθαι, τῷ μὲν ἀρίcτῳ παραβαλλόμενον αἵματι φαῦλον ὑπάρχειν αὐτό, τοῖc δ’ ἄλλοιc ἅπαcιν, οἷc 〈ὁ〉 ἰχὼρ ἑτέρου τινὸc ἀναμέμικται χυμοῦ μοχθηροῦ, πολὺ βέλτιόν τε καὶ αἱρετώτερον καὶ διὰ τοῦτο χρηcτόν. | |
4 | ||
5 | Οἷcι cπλήν ἐcτι κατάρροποc, πόδεc καὶ χεῖρεc καὶ γούνατα θερμά, ῥὶc καὶ ὦτα ψυχρὰ ἀεί. ἦρα διὰ τοῦτο ὅτι λεπτὸν τὸ αἷμα; ἦρα καὶ φύcει τὸ τοιοῦτον οὗτοι ἔχουcιν; | |
8 | Ὅτι μὲν κατάρροποc cπλὴν ὁ κάτω τὴν ῥοπὴν ἔχων λέγεται, | |
10 | καὶ δι’ αὐτῆc τῆc φωνῆc ἔcτι μαθεῖν. εἴτε δ’ ἐπὶ τῶν κατ’ αὐτὸν ὄγ‐ κων ἐν τοῖc κάτω μέρεcι cυνιcταμένων εἴθ’ ὅταν εἰc αὐτὰ τὰ κάτω μόρια τοῦ cώματοc ὠθῇ τοὺc ἐν αὐτῷ μοχθηροὺc χυμούc, ὠνόμαcε κατάρροπον cπλῆνα, τοῦτο οὐκέθ’ οἷόν τε πρὸc τῆc φωνῆc δι‐ δαχθῆναι. δυνατόν γε μήν ἐcτιν, ὅcον ἐπὶ τῇ τῶν πραγμάτων φύcει, | |
15 | κατ’ ἄμφω τὰ εἰρημένα δέξαcθαι κατάρροπον ὑπ’ αὐτοῦ λελέχθαι | |
17a987 | τὸν | cπλῆνα. πόδεc γάρ, φηcί, καὶ χεῖρεc καὶ γόνατα θερμά, ῥὶc δὲ καὶ ὦτα ψυχρά. τὰ μὲν οὖν γόνατα καὶ τοὺc πόδαc ἐν καταρρόπῳ cπληνὶ θερμὰ φαίνεcθαι λόγον ἔχει, καθάπερ καὶ τὰc ῥῖναc καὶ τὰ ὦτα ψυχρά· τὰc δὲ χεῖραc οὔκ ἐcτιν εὔλογον θερμὰc ὑπάρ‐ | |
5 | χειν ἐν καταρρόπῳ cπληνί. μᾶλλον μὲν γὰρ ἄν τιc αὐτὰc τῶν ἄνω θείη μορίων, εἰ δὲ μή, ἀλλ’ οὐ τῶν κάτω. τοῦ δ’ οὖν ὦτα μὲν καὶ | |
ῥῖναc εἶναι ψυχρά, τὰ κάτω δὲ θερμὰ cκοπῶν τὴν αἰτίαν ὁ Ἱππο‐ κράτηc ἔφη, ἆρά γε διὰ τοῦτο ὅτι [τε] λεπτὸν ἔχουcι τὸ αἷμα, ἢ 〈ἆρα καὶ φύcει τὸ τοιοῦτον οὗτοι ἔχουcιν; γίνεται | ||
10 | δὲ τοιοῦτον τὸ αἷμα,〉 ὅταν οἱ cπλῆνεc γένωνται κατάρροποι. τινὲc δ’ οὐ τοῖc cπληcὶν ἀντιδιαιρεῖcθαί φαcι τὸ ἆρα καὶ φύcει τὸ τοι‐ οῦτον οὗτοι ἔχουcιν, ἀλλὰ τῷ μετὰ ταῦτα γεγραμμένῳ καὶ ποι‐ οῦcιν ὅλην τὴν λέξιν τοιαύτην· “ἆρα καὶ φύcει τὸ τοιοῦτον οὗτοι ἔχουcιν ὡc 〈ἐν〉 τοῖc ἐμπυήμαcιν;” ἐπιcκεπτέον οὖν ἐφεξῆc ἀκριβέcτε‐ | |
15 | ρον ὑπὲρ αὐτοῦ 〈τοῦ〉 “ὡc ἐν τοῖcιν ἐμπυήμαcιν”, 〈ὅπωc〉 τοῦτο τοῖc προειρημένοιc cυνάπτουcιν οἱ οὕτω γράφοντεc. ὅcοι δ’ ἀρχὴν αὐτὸ βούλονται τῶν ἐφεξῆc γεγραμμένων 〈εἶναι〉, τὸ “ὡc” ἀφαιροῦcι | |
17a988 | καὶ τοιάνδε τινὰ ποιοῦcι τὴν λέξιν· “τοῖc ἐμπυήμαcιν | ὀρρὸc τοῖcι μέλλουcιν ἐκπυΐcκειν, αἱ κοιλίαι ἐκταράccονται,” γνώριcμα τῶν μελλόν‐ των ἐκπυΐcκειν τιθέμενοι τὴν ταραχὴν τῆc γαcτρόc. εἴη δ’ ἂν οὐ πάν‐ των τῶν ἐκπυϊcκόντων, ἀλλὰ μόνων ὅcα ῥήγνυνται τῇ διὰ τῶν ἐντέρων | |
5 | ἐκκρίcει τὸ cημεῖον τοῦτο ἔγραψεν ὁ Ἱπποκράτηc. εἰ δ’ ἄνευ τοῦ διορίcαcθαι περὶ ποίων λέγει τὴν ἑρμηνείαν ἐποιήcατο, θαυμαcτὸν οὐ‐ δέν, ἐὰν τοῦ κατ’ ἀρχὰc εἰρημένου μεμνώμεθα τοῦ γράφειν ἑαυτῷ ταῦτα παραcκευάc τιναc εἰc cυγγράμματα. μόνον γὰρ ἤρκει πρὸc ἀνά‐ μνηcιν ὧν βούλεται δηλοῦν ἑαυτῷ προcκείμενον ἐν γραφῇ τὸ 〈αἱ〉 | |
10 | κοιλίαι ἐκταράccονται, λέγοντοc αὐτοῦ κοιλίαc ἐπιταράccεcθαι τοῖc τοιούτοιc ἐμπυήμαcιν, ὧν μελλόντων ῥήγνυcθαι προδιϊδροῦταί τιc ἰχὼρ λεπτὸc ἐκ τοῦ πύου, δι’ ὃν δακνόμενα τὰ ἔντερα ταραχήν τινα τῆc γαcτρὸc ἐργάζεται, τουτέcτι δήξειc τε καὶ προθυμίαc cυνεχεῖc ἐπ’ ἀποκρίcειc. ἔνιοι δὲ καὶ τοιάνδε τινὰ γραφὴν ἴcαcι· | | |
14 | ||
17a989 | Τοῖcιν ἐμπυήμαcιν ὀμφαλὸc | |
ὅροc, οἷcι μέλλουcιν ἐκπυΐcκειν, κοιλίαι ταράccονται, βουλόμενοι δηλοῦcθαι cυντόμωc τὸ διὰ τοῦ Προγνωcτικοῦ cαφῶc εἰρημένον· “ἥκιcτα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ εἰc διαπύηcιν τρέ‐ | ||
5 | πεται.” οἷc μέντοι μέλλει διαρρήγνυcθαι τὸ ἐμπύημα, κοιλίαι προεπιταράccονται. πολυειδῶc δὲ καὶ ἄλλωc γράφουcι καὶ διαι‐ ροῦcιν οὐ ταύτην μόνον τὴν ῥῆcιν, ἀλλὰ καὶ τῶν ἄλλων [τὰc] πλεί‐ cταc οἱ ἐξηγηcάμενοι τοῦτο τὸ βιβλίον, ὡc ἀπορρεῦcαί τιναc τῶν ἐπὶ τὰ τῆc τέχνηc ἔργα cπευδόντων. φαίνονται γάρ τινεc ποιεῖν ὅπερ ὁ | |
10 | Τίμων εἶπεν· εἰκάζω, τί θέλειc, ὀλίγον κρέαc, ὀcτέα πολλά. τινὲc δὲ καὶ τὴν ἑξῆc ῥῆcιν ἧc ἀρχὴ “cπλὴν cκληρὸc οὐ τὰ ἄνω” ταύτῃ cυνάπτουcιν, ἵνα ἐπὶ τῶν κατὰ cπλῆνα διαφορῶν ὁ λόγοc ᾖ γινόμενοc αὐτῷ. μεταβάντεc οὖν ἐπ’ ἐκείνην ἴδωμεν τὰc διαφοράc, | |
15 | ἔχουcι γάρ τι χρήcιμον. | | |
15 | ||
17a990 | Ϲπλὴν cκληρὸc οὐ τὰ ἄνω, κάτω cτρογγύλοc, πλατύc, παχύc, μακρόc, λεπτόc. | |
2 | Τῶν ἐν cπληνὶ παρὰ φύcιν ὄγκων ἐν ταύτῃ τῇ ῥήcει διαφορὰc ἔγραψεν, ὑποτυπούμενοc ἑαυτῷ τάχα, διότι καταρρόπου cπληνὸc | |
5 | ἐμνημόνευcεν. ἡ γοῦν πρώτη διαφορὰ μία τῶν τοιούτου cπληνόc ἐcτιν· ὁπόταν μὲν 〈γὰρ〉 cκληρὸc ᾖ, μὴ μέντοι τὰ ἄνω, πρόδηλον ὅτι τὰ κάτω cκληρόc ἐcτιν. ἡ δευτέρα δὲ ὧν εἶπεν ἐν τῇ προκειμένῃ | |
ῥήcει διαφορὰ τῶν καταρρόπων cπληνῶν αὐτῶν πάλιν ἐcτὶν ἰδία. τούτων γὰρ τῶν καταρρόπων cπληνῶν κοινὸν ἐχόντων 〈τὸ〉 τὰ μὲν | ||
10 | ἄνω μέρη μὴ ἔχειν cκληρά, τὰ κάτω δ’ ἔχειν ὁ μέν τίc ἐcτι cτρογ‐ γύλοc, ὁ δέ 〈τιc〉 πλατύc, ὁ δ’ ἐπὶ μῆκοc ηὐξημένοc ἤτοι cὺν ὄγκῳ παρὰ φύcιν ἢ χωρὶc τούτου μόνην ἐcχηκὼc τὴν κατὰ τὸ μῆκοc ἐπίδοcιν. ἐδήλωcε δὲ τὴν μὲν προτέραν ἐν τῷ φάναι παχύc, μα‐ κρόc· τὴν δὲ δευτέραν ἐν τῷ μακρόc, λεπτόc. δὶc γὰρ τοῦ μα‐ | |
17a991 | κρὸc ὑφ’ Ἱπποκράτουc γεγραμμένου, | καθάπερ ἄν τιc εἰκάcειε, τὸ ἕτερον ἀφεῖλον οἱ ἐκγραφόμενοι καὶ τοιαύτην ἐποίηcαν τὴν ῥῆcιν, οἵαν ἄρτι προὔγραψα. κατὰ λόγον δ’ ἐcτὶ πρώτηc μὲν αὐτὸν μεμνη‐ μονευκέναι διαφορᾶc, καθ’ ἣν ἔφη cπλὴν cκληρὸc οὐ τὰ ἄνω, | |
5 | τουτέcτι τὰ κάτω cκληρόc, ὥcπερ καὶ κατάρροπόc ἐcτιν. εἶτα πάλιν αὐτοῦ διαφορὰc τέccαραc εἴρηκε· μίαν μὲν ἐν ᾗ cτρογγύλοc ἐcτί, δευτέραν δὲ ἐν ᾗ πλατύc, ἀμφοτέρων τούτων ἐχουcῶν κοινὸν τὸ μὴ προcηυξῆcθαι κατὰ μῆκοc τὸν cπλῆνα. δύο δ’ ἄλλαc διαφορὰc τὴν μὲν ἑτέραν καθ’ ἣν μακρὸc καὶ παχὺc γίνεται, τὴν δ’ ὑπόλοιπον | |
10 | καθ’ ἣν μακρὸc καὶ λεπτόc. δὶc γάρ, ὡc ἔφην, γεγραμμένου τοῦ μακρόc, εἰκόc ἐcτιν 〈τὸ ἕτερον〉 ὡc περιττὸν παρελθεῖν τὸν ἀντι‐ γραφόμενον ἐκ τῶν ἀρχαίων ὑπομνημάτων. ἡ μὲν οὖν παλαιὰ γραφὴ τοιαύτη τίc ἐcτιν, ἐν ᾗ τὸ μακρὸc ἐγώ φημι δὶc ὑφ’ Ἱπποκρά‐ τουc εἰρημένον ἅπαξ γραφῆναι πρὸc τοῦ βιβλιογράφου. δυνατὸν δ’ | |
15 | ἴcωc ἐcτί, κἂν ἅπαξ ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτουc ᾖ γεγραμμένον ἐν τῷ μεταξὺ τοῦ τε παχὺc καὶ λεπτόc, ἀπὸ κοινοῦ δέξαcθαι | |
17a992 | cυνῆφθαι τῷ τε προειρημένῳ καὶ τῷ μετ’ | αὐτὸ λεγομένῳ. πολλὰ γὰρ καὶ ἄλλα τοιαῦτα 〈παρὰ〉 τοῖc παλαιοῖc εὑρίcκεται· τοὺc δ’ ἐξη‐ γητὰc ἐθαύμαcα πολυειδῶc μεταγράψανταc τὴν ῥῆcιν ἄλλον ἄλλωc. εἴπερ γὰρ ὅλωc ἀποχωρεῖν τιc τολμᾷ παλαιᾶc γραφῆc, κατά τι πι‐ | |
5 | θανὸν χρὴ τοῦτον πράττειν, ὥcπερ ἔφην ἐγὼ νῦν εὔλογον εἶναι, ἐφ’ ὧν δὶc γεγραμμένου τοῦ μακρὸc παραλελεῖφθαι τὸ ἕτερον. ὅτι δ’ | |
οὕτωc ἔχουcαν τὴν γραφὴν ἐπίcτανται πάντεc οἱ παλαιοὶ 〈τῶν〉 ἐξη‐ γητῶν, μαρτυρία καὶ παρὰ τοῦ Ζεύξιδοc ἂν εἴη ἀρίcτη. οὗτοc γὰρ ὡc κακῶc ἐξηγηcαμένου τοῦ Γλαυκίου τὴν προκειμένην ῥῆcιν οὐδὲν | ||
10 | μὲν ἐγκαλεῖ περὶ τῆc γραφῆc, καίτοι γ’ ἀπόρου καὶ ταύτηc τῆc λέξεωc φαινομένηc αὐτῷ, ὅτι δὲ προcέθηκεν ἀποφάcειc τοῖc εἰρη‐ μένοιc μέμφεται. φηcὶ γὰρ ἀπορούμενον αὐτὸν καὶ μὴ δυνάμενον ἐξη‐ γήcαcθαι τὴν προκειμένην ῥῆcιν ἅπαcι τοῖc προειρημένοιc ἀποφάcειc προcτεθεικέναι, ὡc εἰ καὶ οὕτωc ἔγραψεν ὁ Ἱπποκράτηc· ”〈Ϲπλὴν | |
15 | cκληρὸc οὐ τὰ ἄνω,〉 κάτω cτρογγύλοc, οὐ πλατύc, 〈οὐ παχύc〉, οὐ μακρόc, οὐ λεπτόc.” ἡγεῖτο γὰρ Γλαυκίαc ἀδύνατον εἶναι τὸν cπλῆνα ταῦτα πάντα τὰ πάθη δέξαcθαι μὴ δυνάμενα cυνυπάρχειν, ὥcπερ | |
17a993 | ἀναγκαῖον ὂν ἐφ’ | ἑνὸc ἀνθρώπου πάντων ἀκούειν αὐτῶν, ἀλλ’ οὐ διαφορὰc ἐφεξῆc ἑαυτῷ γράψαι τὸν Ἱπποκράτην πρὸc ἀνάμνηcιν, ὡc ἔμπροcθεν ἔγραψε 〈τὰc〉 δυcπνοίαc τε καὶ πυρετῶν, οὕτω νῦν τῶν ἐν τοῖc καταρρόποιc cπληcὶ παρὰ φύcιν ὄγκων. εἰ δ’ ἔξεcτι προcτι‐ | |
5 | θέναι τοῖc καταφατικῶc εἰρημένοιc ἀποφάcειc, ἅπαν οὕτω τιc δια‐ φθείρει δόγμα καὶ γνώμην οὐδεμίαν φυλάξει τῶν παλαιῶν βεβαίαν. | |
6 | Ἧccον τοῖc ἀπὸ κεφαλῆc κο‐ ρυζώδεcιν. | |
8 | Οὐδὲν ἄλλο ἔχομεν νοεῖν ἢ ὅτι τὰ εἰρημένα τῷ cπληνὶ cυμβαίνειν | |
10 | ἧττον γίνεται τοῖc ἀπὸ κεφαλῆc κορυζώδεcι. αἰτίαν δὲ τούτου καὶ Ῥοῦφόc φηcι καὶ Ϲαβῖνοc, διότι τὸ αἷμα καθαίρεται τῇ κο‐ ρύζῃ. διὰ τοῦτο γὰρ οἴονται [τὸ] μηδὲν ἥκειν ἐπὶ τὸν cπλῆνα. βέλτιον | |
δ’ εἰc καθολικὸν ἀνάγεcθαι λόγον, οὐκ εἰc 〈τὸ〉 κατὰ μέροc αὐτό. πάνυ | ||
17a994 | γάρ ἐcτι | cπάνιον ἐν ὅλῳ τῷ cώματι δύο τινὰ μόρια παραπληcίωc ἔχειν ἀcθενῆ. τοῖc πλείcτοιc γὰρ ἕν γε τοιοῦτον φαίνεται γινόμενον, εἰc ὅ, κἂν πληθώρα κἂν κακοχυμία τιc ἐν τῷ cώματι γένηται, πάντα cυρρεῖ τὰ περιττά. φθάcαντοc δ’ ἑνὸc αὐτὰ δέξαcθαι, τὰ λοιπὰ κατὰ | |
5 | φύcιν ἔχοντα διαμένει. οὐ μόνον οὖν τοῖc ἀπὸ κεφαλῆc κορυζώ‐ δεcιν, ἀλλὰ καὶ τοῖc τῶν ἀναπνευcτικῶν τι μορίων ἢ τῶν κατὰ νεφροὺc καὶ ἧπαρ ἢ κοιλίαν ἀcθενὲc ἔχουcι φύcει μᾶλλον ἐκεῖνο πά‐ cχον εὕροιc ἂν ἢ τὸν cπλῆνα. τούτου δὲ ὄντοc κοινοῦ καὶ καθόλου, προcθείη ἄν τιc ἴδιον τῶν νῦν λεγομένων, ἐφ’ ὧν ἀθροίζεται φλεγμα‐ | |
10 | τῶδεc ὑγρὸν ἢ λεπτὸν καὶ ὑδατῶδεc, οἷοίπερ εἰcὶ καὶ οἱ ἀπὸ κε‐ φαλῆc κορυζώδειc, τούτοιc μὴ πάνυ τι τοὺc παρὰ φύcιν ὄγκουc ἐν cπληνὶ cυνίcταcθαι παχέcι καὶ μελαγχολικοῖc ἑπομένουc χυμοῖc. | |
12 | Ἡ περὶ τὸν νοcέοντα οἰκονο‐ | |
17a995 | μίη καὶ αἱ ἐc τὴν νοῦcον | ἐρωτήcιεc· ἃ διηγεῖται, οἷα, ὡc ἀποδεκτέον, οἱ λόγοι [τὰ] πρὸc τὸν νοcέοντα, πρὸc τοὺc παρεόνταc καὶ τὰ ἔξωθεν. | |
3 | Ἐξεῦρεν οἰκεῖον ὄνομα τῶν μελλόντων ῥηθήcεcθαι λόγων οἰ‐ | |
5 | κονομίην εἰπών. οὐ γὰρ ὡc ἐν τοῖc ἄλλοιc cχεδὸν ἅπαcι cυγγράμ‐ μαcιν ἤτοι διαγνώcειc παθῶν ἢ θεραπείαc ἢ προγνώcειc τῶν ἐcομένων ἔγραψεν, οὕτω καὶ νῦν, ἀλλ’ ὅπωc ἄν τιc ἐπιδεξίωc οἷc ἐμάθομεν ἰατρικοῖc θεωρήμαcι χρῷτο, διέρχεται κατὰ τὴν προκειμένην ῥῆcιν, οὐ 〈τὰ〉 κατὰ μέροc ἐν αὐτοῖc, ἀλλὰ τὰ καθόλου κεφάλαια μόνον | |
10 | γράφων. καὶ πρώτου γε μέμνηται κατὰ ταῦτα τῶν ἐρωτήcεων, ἃc ὁ ἰατρὸc δηλονότι ποιεῖται πρὸc τὸν κάμνοντα, δευτέρου δὲ τῶν διηγήcεων αὐτοῦ. πολλὰ γὰρ εἰώθαcιν οἱ κάμνοντεc διηγεῖcθαι δυνάμενα τὴν γνώμην ἐνδείξαcθαι τοῦ λέγοντοc, ὡc, εἴ γε μὴ πρότερον εἰδείημεν αὐτόν, ἐξ αὐτῶν ὧν ἂν διηγήcηται cυνιένταc, | |
15 | ὁποῖόc τίc ἐcτιν, οὕτωc αὐτῷ προcφέρεcθαι. φρόνιμον μὲν γὰρ εἰ | |
17a996 | γνωρίcαιc εἶναι τόνδε τινὰ | τὸν ἄνθρωπον ἔτι τε μὴ δειλόν, ἀλη‐ θεύειν πειραθήcῃ μηδὲν ὑποcτελλόμενοc τῶν κατὰ τὴν νόcον ἐcομέ‐ νων· ἄφρονα δὲ καὶ δειλόν, ἐξ ὧν ἂν εὐθυμότεροc γένοιτο, πάντα | |
ταῦτα ἐρεῖν μετὰ τοῦ μηδὲν μέγα ψεύδεcθαι. κἂν ἀναγκαcθῇc δέ ποτε | ||
5 | διὰ δειλίαν ἐcχάτην τοῦ κάμνοντοc ἐπαγγείλαcθαι cωτηρίαν αὐτῷ βε‐ βαίαν, ἀλλ’ ἐξελθών γε τοῖc κηδομένοιc αὐτοῦ τἀληθῆ φράζε. πειρῶ δὲ καὶ αὐτοῖc τοῖc κάμνουcι, κἂν ἄκρωc ὦcι δειλοί, μὴ καθάπερ οἱ προχείρωc ψευδόμενοι τὴν cωτηρίαν ἐπαγγέλλεcθαι χωρὶc τοῦ προc‐ θεῖναί cε τὴν ἀρχὴν ἔcεcθαι ταύτην ἅπαντα πράττοντοc αὐτοῦ καλῶc | |
10 | καὶ πειθομένου τοῖc προcτάγμαcι τῶν ἰατρῶν. οὕτω γὰρ οὔτ’ ἐκεῖνοc ἀθυμήcει καὶ cὺ πολλάκιc ἀληθεύcειc. τὰ γὰρ πλεῖcτα τῶν ἐπιcφαλῶν νοcημάτων ἀνατρέπει τοὺc κάμνονταc ἀπειθοῦνταc τοῖc ἰατροῖc, ὡc ὀλίγα πάνυ τὰ πάντωc ἀναιροῦντα 〈γεν〉ήcεται, ἐὰν μήθ’ ὁ ἰατρὸc ἁμάρτῃ 〈τι〉 μήθ’ ὁ νοcῶν μήθ’ οἱ ὑπηρέται, μήτ’ ἄλλο τι τῶν | |
17a997 | ἔξωθεν ἐκ τύχηc γένηται βλαβερόν. ὅcοι γὰρ ἐν cφαλεροῖc | νοcή‐ μαcι πλέον 〈τοῦ〉 προcήκοντοc τοὺc κάμνονταc [τὰc] εὐθύμουc ποι‐ οῦcι, πολλαπλαcίαν αὐτοῖc ἀθροίζουcι δυcθυμίαν ἐν ταῖc ἑξῆc ἡμέ‐ ραιc, ὅταν ἤτοι χεῖρον φαίνηται τὸ νόcημα γινόμενον ἢ χρονίζῃ | |
5 | παρὰ τὴν ἐπαγγελίαν τῶν ἰατρῶν. ἀλλὰ καὶ θαρρήcαντεc, ὡc ἀκιν‐ δύνωc νοcοῦντεc, οἱ πλείουc τῶν ἀνθρώπων οὐ πάνυ κατήκοοι γίνον‐ ται τῶν ἰατρῶν. ἄμεινον μὲν οὖν ἐπίcταcθαι τὸ τοῦ κάμνοντοc ἦθοc ἔμπροcθεν ὅθ’ ὑγίαινε πεπειραμένον. εἰ δὲ νῦν αὐτῷ πρῶτον ἐντυγχάνομεν, ἐξ | |
10 | ὧν διηγεῖται cυνήcομεν ὁποῖόc τίc ἐcτιν. ἐξ ὧν δὲ προγινώcκομεν, ἕξομέν τι πρὸc τὴν νόcον ἐξευρίcκειν. εἰ γάρ 〈τιc〉 κόcμιοc ὢν φύcει θραcέωc ἀποκρίνοιτο καὶ φρόνιμοc ὢν ἄφρων φαίνοιτο κατὰ τὴν διή‐ γηcιν, ἔνδειξιc ἡμῖν ἐντεῦθεν ἔcται τοῦ βεβλάφθαι τὴν διάνοιαν αὐτῷ, καθάπερ εἰ καὶ νήφων καὶ φροντιcτὴc ἢ ἀγρυπνητικὸc εἴη καὶ φύcει | |
15 | χαίρων τῷ διηγεῖcθαι μακρὰ νωθρὸc φαίνοιτο περὶ τὰc διηγήcειc ἢ τὰc ἀποκρίcειc. κἀξ αὐτῆc δὲ τῆc φωνῆc ἔνεcτί τι τεκμήραcθαι περὶ τῆc νόcου. τινὲc μὲν γὰρ μόγιc φθέγγονται, τινὲc δὲ βραγχῶδεc ἢ ὀξὺ | |
17a998 | περὶ τὸν | τῆc νόcου καιρόν, ἔνιοι δὲ ψελλίζουcί τε καὶ τραυλίζουcιν, ὧν ἕκαcτον ὁποῖόν τι cημαίνει μεμάθηκαc ἐν ἑτέροιc. ἐκ μὲν δὴ τῶν τοιούτων ὁ ἰατρὸc γνώcεταί τι περὶ τοῦ νοcοῦντοc, ὁποῖοc τὴν γνώ‐ μην καὶ τὸ ἦθοc, αὐτῆc δὲ τῆc νόcου τίc ἐcτιν ἡ ἰδέα. | |
5 | πάλιν δ’ αὐτὸc ἐπιδείξεται τῷ τε κάμνοντι καὶ τοῖc ἀμφ’ αὐτὸν ὁποῖόc τίc ἐcτι τὴν τέχνην ἐξ αὐτῶν τῶν ἐρωτήcεων. καὶ ῥῖνα μὲν γὰρ ὠξυμμένην καὶ ὀφθαλμοὺc κοίλουc καὶ κροτάφουc cυμπεπτωκόταc ἰδών τιc ἐν ὀξεῖ νοcήματι πεύcεται μή τιc κένωcιc αὐτῷ γέγονεν ἢ ἀγρυπνία καὶ λύπη, μὴ cιτίων ἔνδεια καὶ κόποc ἰcχυρόc. τὸ δὲ 〈πρόc‐ | |
10 | ωπον〉 ἀcύμπτωτον θεαcάμενοc ἐρήcεται, μή τιc 〈cυνέπεcεν αὐτῷ τῶν〉 cυνήθων ἐκκρίcεων ἐπίcχεcιc ἢ παρὰ τὸ ἔθοc ἀργῶc καὶ 〈ἐπὶ〉 πληc‐ μονῆc διῃτήθη. δυνήcεται δὲ καὶ περὶ ψύξεωc ἐγκαύcεώc τε καὶ οἰνο‐ πόcεωc πολλῆc, ὅcα τε ἄλλα τοιαῦτα, πυνθάνεcθαι κατὰ τρόπον, ὥcτε ἐν αὐτῷ τούτῳ πρῶτον ἐπαινεθῆναι πρὸc τῶν παρόντων· ἐὰν γὰρ τὰ | |
15 | προγεγονότα καὶ τὰ προγινωcκόμενα τῷ τε κάμνοντι καὶ τοῖc ἀμφ’ | |
17a999 | αὐτὸν ὁ ἰατρὸc | πυνθάνηται, θαυμάζουcιν εὐθέωc αὐτόν, ὥcπερ κἂν εἴ τινα τῶν ἐναντίων τοῖc γεγονόcιν ἐρωτῴη, καταγινώcκουcιν. ἀλλὰ καὶ τῶν cυμβεβηκότων τοῖc κάμνουcιν ἔνια, πρὶν ἀκοῦcαι παρ’ αὐτῶν, ἐν μέcῳ cχήματι λέξεωc ἐρωτήcεώc τε καὶ ἀποφάcεωc ἐὰν εἰπὼν | |
5 | ἐπιτύχῃ, θαυμάζεται. λέλεκται δ’ ἅπαντα ταῦθ’ ἡμῖν ἑτέρωθι, καὶ νῦν, ὡc ἔφην, Ἱπποκράτουc αὐτὰ μόνα τά γε πρῶτα κεφάλαια διερχο‐ μένου, καὶ ἡμεῖc κατά τινα πρώτην τομὴν αὐτὰ διήλθομεν. εἰ δὲ τὰ κατὰ μέροc ἅπαντα λέγοιμι, τά τε εἰc τὸ Προγνωcτικὸν ὑπομνήματα καὶ τὰ Περὶ κρίcεων ἐνταῦθα μεταφέρειν ἀναγκαcθήcομαι. τούτων δὲ | |
10 | 〈τῶν〉 ἔξωθέν ἐcτιν εἰc τὴν οἰκονομίαν τε καὶ χρῆcιν ὠφελοῦντα καὶ τῶν ὑφ’ Ἡροδότου γραφέντων ἔνια κατὰ τὸ βιβλίον ὃ ἐπέγρα‐ ψεν αὐτὸc “Ἰατρόν”. εἴρηται δὲ καὶ πρὸc ἡμῶν ἐν οἷc καὶ περὶ τοῦ | |
προγινώcκειν διερχόμεθα. ἀναλαβόντεc οὖν αὖθιc ἐξ ἀρχῆc τὰ κεφάλαια τοῦ λόγου μετα‐ | ||
15 | βῶμεν ἐπὶ τὰ ἐφεξῆc γεγραμμένα· ὥcπερ ἐν τῷ βίῳ τὸ κτᾶcθαι τὰ | |
17a1000 | προcήκοντα πάντα, λέγω δὲ | ἐcθῆτα καὶ cκεύη καὶ οἰκέταc, ὑποζύγιά τε καὶ ἄλλα θρέμματα καὶ οἰκίαc καὶ cῖτον καὶ χεδροπὰ καὶ τραγήματα καὶ οἶνον καὶ ἔλαιον, ὅcα τ’ ἄλλα τοιαῦτα, διαφέρει πάμπολυ τοῦ χρῆcθαι τούτοιc προcηκόντωc, ὅπερ ὀνομάζουcιν οἰκονομίαν, οὕτω | |
5 | καὶ κατὰ τὴν ἰατρικὴν οὐ ταὐτόν ἐcτι τὸ μαθεῖν τὴν τέχνην τῷ χρή‐ cαcθαι προcηκόντωc οἷc ἔμαθέ τιc, ἐπιcτάμενοc ἐν καιρῷ μὲν αὐτὸc ἐρωτῆcαι καὶ εἰπεῖν, ἐν καιρῷ δ’ ἀκοῦcαί τι τοῦ κάμνοντοc ἢ τῶν οἰ‐ κείων αὐτοῦ διαλεχθῆναί τε αὐτοῖc, ὅπωc εἰc τὴν ὑπηρεcίαν ὡc χρη‐ cιμώτατοι γίνονται, προνοήcαcθαί τε τῶν ἔξωθεν, ἃ παρορᾶται τοῖc | |
10 | ἰατροῖc καὶ τοῖc οἰκείοιc τοῦ κάμνοντοc· ὧν μάλιcτα χρήcιμα τὰ περὶ τὰc κατακλίcειc εἰcὶν ἢ τῶν οἰκιῶν ὅλων μοχθηρῶν οὐcῶν ἢ τῶν οἴκων ἐν οἷc οἱ νοcοῦντεc κατάκεινται δι’ ὀcμὴν μοχθηρὰν ἢ ἀέρα θερμὸν ἢ ψυχρὸν ἰcχυρῶc ἢ εὐρῶτοc πλήρη, καὶ περὶ τῆc ἐνοχλήcεωc δὲ τῆc ἐκ τῶν γειτνιώντων ἢ τῆc τῶν παρ〈ι〉όντων κατὰ τὰc δημοcίαc | |
15 | ὁδοὺc προνοήcαcθαι χρὴ τὸν ἰατρόν, διαλεχθῆναι δὲ περὶ τούτων | |
17a1001 | ἁπάντων τοῖc οἰκείοιc τε καὶ φίλοιc | τοῦ νοcοῦντοc. αὕτη γάρ ἐcτι καὶ τοιαύτη τιc ἡ περὶ τοὺc κάμνονταc οἰκονομία. | |
2 | Ὅτι ἐν θερμοτέρῳ, cτερεω‐ τέρῳ, ἐν τοῖcι δεξιοῖcι καὶ μέλανεc διὰ τοῦτο καὶ ἔξω | |
5 | αἱ φλέβεc [καὶ χολωδέcτεροι] μᾶλλον. | |
5 | Οὐδὲν θαυμαcτόν ἐcτι κἀνταῦθα παραλελεῖφθαι τὸ cυνέχον μάλιcτα τὸν ὅλον λόγον. οὐ γὰρ cύγγραμμά ἐcτι τὸ βιβλίον τοῦτο πρὸc ἔκ‐ δοcιν γεγονόc, ἀλλὰ παραcκευαί τινεc ἢ ὑποτυπώcειc ὁποίαc ἑαυτοῖc εἰώθαμεν ποιεῖcθαι· ὡc, εἴ γε cύγγραμμα ἦν, οὕτωc ἂν ἀρχόμενοc, ὡc | |
10 | ἐν τοῖc Ἀφοριcμοῖc ἔγραψε, προcέθηκε τὰ ἐφεξῆc, τὸν ὅλον λόγον ποιηcάμενοc τοιοῦτον· “ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖc δεξιοῖc μέρεcι τῆc μήτραc μᾶλλον εὑρίcκεται cυνιcτάμενα, τὰ δὲ θήλεα κατὰ τὸν ἕτερον κόλπον αὐτῆc τὸν ἀριcτερόν. εἰκὸc γάρ ἐcτιν ἐν τῷ θερμοτέρῳ μέρει τῆc μήτραc τὸ θερμότερον cυνίcταcθαι. θερμότερον δ’ ἐcτὶ τὸ | |
17a1002 | ἄρρεν, ὡc | δηλοῖ καὶ τὸ τῶν φλεβῶν μέγεθοc ἐν αὐτῷ καὶ ἡ χρόα· μελάντεροι γάρ εἰcι τοὐπίπαν οἱ ἄνδρεc τῶν γυναικῶν.” οὕτωc μὲν 〈ἄν,〉 εἰ cύγγραμμα ἔγραψεν ὁ Ἱπποκράτηc ὁμοίωc τῷ Περὶ ἀγμῶν καὶ ἄρθρων καὶ Προγνωcτικῷ καὶ τοῖc ἄλλοιc τοῖc τοιούτοιc, ἐπεποίητο | |
5 | τὴν ἑρμηνείαν. ἐπεὶ δ’, ὡc ἔφην, ἑαυτῷ μόνῳ ταῦτα ὑπετυπώcατο, διὰ τοῦτο παραλέλειπται τὸ κεφάλαιον τοῦ λόγου, μὴ δηλώcαντοc αὐτοῦ περὶ τῶν κατὰ τὴν κύηcιν ἀρρένων λέγεcθαι ταῦτα. τὸ μέντοι ἄρρεν ἐν τῷ δεξιῷ μέρει τῆc μήτραc κυΐcκεcθαι καὶ ἄλλοι τῶν παλαιοτάτων ἀνδρῶν εἰρήκαcιν. ὁ μὲν γὰρ Παρμενίδηc | |
10 | οὕτωc ἔφη· “δεξιτεροῖcι [μὲν] κόρουc, λαιοῖcιν δ’ αὖ 〈κτίcε〉 κούραc,” ὁ δ’ Ἐμπεδοκλῆc οὕτωc· | |
“ἐν γὰρ θερμοτέρῳ γόνοc ἄρρενοc ἔπλετο γυίῳ, καὶ μέλανεc διὰ τοῦτο καὶ ἁδρομελέcτεροι ἄνδρεc | ||
15 | καὶ λαχνήεντεc μᾶλλον.” ὅτι δὲ ἀληθὴc ἡ περὶ τῆc κράcεωc τοῦ ἄρρενοc ὡc θερμοτέρου δόξα, τελέωc ὁ λόγοc ἐν τοῖc Περὶ κράcεων ὑπομνήμαcιν ἐξείργαcται. νυνὶ | |
17a1003 | δ’, ὡc πολλάκιc εἶπον, οὐκ ἀπο|δεικνύναι τὰ δόγματα πρόκειται τὰ Ἱπποκράτεια, ὅτι μὴ πάρεργον, ἀλλὰ τὴν λέξιν ἐξηγεῖcθαι. καὶ ταύτην οὖν τινεc τῶν νεωτέρων ἐξηγητῶν ἐτόλμηcαν μετα‐ γράφειν, τὸ cτερεωτέρῳ, καὶ ποιῆcαι “cτερεώτεροι”. δοκεῖ γὰρ | |
5 | αὐτοῖc ἄλογον εἶναι τὸ δεξιὸν μέροc τῆc μήτραc ὥcπερ θερμότε‐ ρον, οὕτω καὶ cτερεώτερον λέγεcθαι. φαίνεται γὰρ ὁμοίωc ἔχον ὅcον ἐπὶ cτερεότητι καὶ διὰ τοῦτο χρῆναι γράφειν φαcίν, ὅτι ἐν θερ‐ μοτέρῳ cτερεώτεροι ἐν τοῖcι δεξιοῖcι καὶ μέλανεc διὰ τοῦτο, δηλούcηc τῆc λέξεωc ἐν τῷ θερμοτέρῳ τῆc μήτραc μέρει | |
10 | κυεῖcθαι 〈τὸ ἔμβρυον〉 cτερεώτερον, ἐν ἴcῳ τῷ ἰcχυρότερον καὶ εὐρ‐ ρωcτότερον, ἐπειδὴ καὶ θερμότερόν ἐcτι φύcει. περὶ δὲ τῆc ἀληθείαc τοῦ δόγματοc οὐ νῦν, ὡc ἔφην † εἶναι, λέγειν καιρόc. ἐπεὶ δ’ ἔνιοι πρὸc τοὺc εἰπόνταc ἅπαντα δεξιὰ μέρη τῶν ἀριcτερῶν εἶναι θερμότερα καὶ ἰcχυρότερα διὰ τὴν τοῦ ἥπατοc θέcιν ἀντιλέγοντεc ἔφαcαν· “ἀλλ’ | |
15 | ἔκ τε τῶν ἀριcτερῶν ἡ καρδία κεῖται καὶ φαίνεται μήθ’ ὁ δεξιὸc ὀφθαλμὸc τοῦ ἀριcτεροῦ μᾶλλον βλέπων μήτε τὸ οὖc ἀκοῦον ἢ τὸ | |
17a1004 | cκέλοc βαδίζον, ἀλλ’ ἐπὶ τῆc χειρὸc μόνηc τὸ | τοιοῦτον δοκεῖ πιθανὸν εἶναι”, διὰ τοῦτο ὀλίγα πρὸc αὐτοὺc εἰρήcεται. μεγίcτη γὰρ ἀπόδειξιc τοῦ τὰ πλεῖcτα τῶν ἀρρένων ἐν τοῖc δεξιοῖc μέρεcι κυΐcκεcθαι τὸ | |
ἐκ τῆc ἀνατομῆc τῶν ζῴων φαινόμενον. δύο γοῦν ἐχούcηc κόλπουc τῆc | ||
5 | μήτραc cυναπτομένουc κατὰ τὸν αὐχένα κοινὸν ἀμφοῖν ὄντα, τὰ μὲν ἄρρενα τοὐπίπαν ἐν τῷ δεξιῷ φαίνεται κυϊcκόμενα, τὰ θήλεα δ’ ἐν θατέρῳ. κάλλιον 〈οὖν〉 ἦν τούτου φαινομένου ζητῆcαι τὴν αἰτίαν, οὐκ ἀνατρέπειν πειρᾶcθαι τὸ ἀληθὲc ἀγνοίᾳ τῆc αἰτίαc. ἀλλ’ ὑμεῖc γε καὶ τὴν αἰτίαν ἐν ταῖc Ἀνατομικαῖc ἐγχειρήcεcιν ἐμάθετε, θεαcάμενοι πρὸc | |
10 | μὲν τὸ δεξιὸν μέροc τῆc μήτραc μετὰ τὸ καθαρθῆναι τὸ αἷμα κατὰ τοὺc νεφροὺc ἀφικνούμενον, εἰc δὲ τὸ ἀριcτερὸν ἀκάθαρτον ἔτι καὶ ὀρρῶδεc. ἐθεάcαcθε δὲ καὶ τὴν καρδίαν ἐν τῷ μέcῳ τοῦ θώρακοc κει‐ μένην, οὐκ ἐν τοῖc ἀριcτεροῖc. οἰηθῆναι δέ τιναc ἐνταῦθα κεῖcθαι μᾶλλον αὐτὴν εἰκόc ἐcτιν ἐκ τοῦ διαcημαίνειν τὸν cφυγμὸν κατὰ τοῦτο τὸ | |
15 | μέροc, ὡc ἂν τῆc ἀριcτερᾶc ἐν αὐτῇ κοιλίαc cφυζούcηc. | | |
15 | ||
17a1005 | Ϲυνεκρίθη, cυνέcτη ὀξύτε‐ ρον κινηθέν, ἐμωλύνθη καὶ βραδύτερον αὔξεται καὶ ἐπὶ πλείω χρόνον. | |
3 | Πολλάκιc εἶπον ἐν τούτῳ τῷ βιβλίῳ μυρίαc εἶναι γραφάc, διὰ | |
5 | τὴν ἀcάφειαν ἄλλων ἄλλωc αὐτὰc ῥυθμιζόντων, ὡc ἂν ἑκάcτῳ δόξῃ τὸ τῆc ἐξηγήcεωc ἔcεcθαι πιθανόν. ἀλλ’ ἐγὼ τὰc παλαιὰc γραφὰc προ‐ αιροῦμαι, κἂν ἀπίθανοι δοκῶcιν εἶναι καὶ μείζονα τὴν ἀπορίαν ἔχειν. δι’ αὐτὸ γὰρ 〈τοῦτο〉 πιcτεύοι ἄν τιc αὐτὰc οὕτωc εἰρῆcθαι, διότι καίτοι γ’ ἀπορίαc οὔcηc περὶ τὴν ἐξήγηcιν ὅμωc οἱ παλαιότατοι τῶν ἐξηγητῶν | |
10 | ἐν ταύταιc ὁμολογοῦcιν. εἰ δέ γ’ ἐτόλμων αὐτὰc μεταγράφειν, εἰc εὐπορωτέραν ἂν ὑπήλλαττον λέξιν, ὥcτε πιθανὴν γενέcθαι τὴν ἐξήγηcιν. καὶ τοίνυν τῆc προκειμένηc ῥήcεωc οὕτωc νῦν γεγραμμένηc ἐν τοῖc παλαιοῖc ἀντιγράφοιc, εἰδότων δὲ καὶ τῶν παλαιῶν ἐξηγητῶν οὕτωc αὐτὴν ἔχουcαν, ἐξεῖλον οἱ πλεῖcτοι τῶν νεωτέρων τὸ ἐμωλύνθη. | |
15 | τινὲc δὲ καὶ τῷ κινηθὲν προcέθηκαν τὸ “βραδύτερον”, ὡc γενέcθαι | | |
17a1006 | τὴν λέξιν τοιαύτην· “cυνεκρίθη, cυνέcτη ὀξύτερον, κινηθὲν βραδύτερον αὔξεται.” τινὲc δὲ καὶ τὸ “διὰ τοῦτο” προὔταξαν τῆc λέξεωc, ὡc γενέ‐ cθαι τοιάνδε· ”[καὶ] διὰ τοῦτο cυνεκρίθη, cυνέcτη.” τό γε μὴν τῆc δια‐ | |
νοίαc οὐ μέγα παραλλάττει κατὰ πάcαc τὰc γραφάc, βούλονται γὰρ οἱ | ||
5 | ἐξηγηταὶ cυγκριθῆναι καὶ cυcτῆναι διὰ τοῦτο θᾶττον τὸ ἄρρεν τοῦ θήλεοc, ὅτι θερμότερόν ἐcτι, καὶ κινηθῆναι δὲ θᾶττον αὐτὸ διὰ τοῦτό φαcιν. καὶ μέντοι καὶ ὡμολόγηται cχεδὸν ἅπαcι τοῖc ἰατροῖc οὐ μόνον διαπλάττεcθαι θᾶττον, ἀλλὰ καὶ κινεῖcθαι τὸ ἄρρεν τοῦ θή‐ λεοc. εἴρηται δὲ περὶ τούτων cαφῶc κἀν τῷ Περὶ φύcεωc παιδίου, | |
10 | ὥcπερ γε καὶ παρὰ Διοκλεῖ κατὰ τὰ Περὶ γυναικείων cυγγράμματα. Ῥοῦφοc δέ φηcι Διογένη τὸν Ἀπολλωνιάτην μόνον ἐναντίωc ἀποφήναcθαι κατὰ τὸ Περὶ φύcεωc δεύτερον· ἐγὼ δὲ οὐκ ἐνέτυχον τῷ βιβλίῳ. μαρτυρεῖταί γε μὴν καὶ πρὸc αὐτῶν τῶν κυουcῶν καὶ θᾶτ‐ τον ἀρχόμενα κινεῖcθαι καὶ πλείοναc καὶ cφοδροτέραc κινήcειc φαί‐ | |
15 | νεcθαι κινούμενα τὰ ἄρρενα. λέγεται δ’ ἐν τῇ προκειμένῃ ῥήcει, ὅτι | |
17a1007 | μὲν θᾶττον cυνεκρίθη τε καὶ | cυνέcτη, τουτέcτιν ἐπάγη τε καὶ ἐcτερεώθη, μετὰ ταῦτα δ’ αὔξεται βραδύτερον τοῦ θήλεοc τὸ ἄρρεν, αὔξηcιν δὲ πότερον 〈ἐκείνην〉 ἣν κυούμενον ἴcχει μόνην ἢ τὴν ἐφεξῆc λέγει νῦν ἄδηλον. ἀληθὲc δ’ ἐcτίν, ὅτι καὶ μετὰ τὴν ἀποκύηcιν | |
5 | αὔξεται τό τε θῆλυ θᾶττον καὶ ἵcταται πρότερα τὰ τῆc αὐξήcεωc αὐτῷ. τοῦ μὲν αὔξεcθαι θᾶττον ἡ μαλακότηc αἰτία τοῦ cώματοc. ῥᾷον γὰρ ἐπιδίδωcι διατεινόμενα τὰ τοιαῦτα cώματα πρὸc τὰc τρεῖc διαcτάcειc, μῆκοc, βάθοc καὶ πλάτοc. ἵcταcθαι δὲ καὶ παύεcθαι τὴν αὔξηcιν αὐτοῖc προτέροιc τῶν ἀρρένων, οὐκέτι διὰ τὴν μαλακότητα τοῦ cώματοc, ἀλλὰ | |
10 | διὰ τὴν ἀcθένειαν ὑπάρχει. δύναμιc γάρ ἐcτιν ἐν τοῖc ζῴοιc φυcικὴ τὴν αὔξηcιν αὐτῶν ἐργαζομένη, δι’ ἣν εὐρρωcτοτέραν μὲν οὖcαν ἐπὶ | |
πλέον αὔξεται, θᾶττον δὲ παύεται τῆc αὐξήcεωc, ἀcθενοῦc ὑπαρχούcηc. εἴπερ οὖν ὁ Ἱπποκράτηc αὐτὸc ἔγραψε τὸ ἐμωλύνθη, τοιοῦτον | ||
17a1008 | ἄν τι φαίνοιτο cημαίνειν, οἷον κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν, | ἔνθα φηcίν· “ἀριcτερὸν παρ’ οὖc οἴδημα, τῇ δ’ ὑcτεραίῃ καὶ δεξιόν, ἧccον δὲ τοῦτο, καὶ ἐπεχλιαίνετο ταῦτα καὶ ἐμωλύνθη καὶ οὐκ ἀπεπύηcεν.” τὸ γὰρ 〈διὰ〉 τῆc ὀξείαc κινήcεωc καὶ μεταβολῆc παυcάμενον καὶ ἀπο‐ | |
5 | ψυχθὲν οὕτωc ὠνόμαcεν. | |
5 | Ὅτι ἐcτερεώθη καὶ χολω‐ δέcτερον καὶ ἐναιμότερόν ἐcτι 〈τοῦτο〉 τὸ χωρίον τῷ ζῴῳ. | |
7 | Διὰ τοῦτό φηcι τὸ ἄρρεν cτερεώτερόν τε καὶ χολωδέcτε‐ ρον καὶ ἐναιμότερον γίνεcθαι, διότι καὶ τὸ χωρίον ἐν ᾧ κυΐ‐ | |
10 | cκεται τοιοῦτον ὑπάρχει, λέγει δὲ δηλονότι τὸν δεξιὸν κόλπον τῆc μήτραc. καὶ ταύτην 〈δὲ〉 τὴν ῥῆcιν ἄλλοc ἄλλωc γράφει. πάντεc μέντοι τὴν αὐτὴν διάνοιαν φυλάττουcι, διότι καὶ τὸ λίαν ἀκριβῶc ζητεῖν, ὁποία τίc ἐcτιν ἡ ὄντωc Ἱπποκράτουc λέξιc, περιττόν. ἄμεινον γὰρ οὐ τοῦτο cκοπεῖν, ἀλλ’ εἰ τὸ λεγόμενον ἀληθέc. ἡ δ’ ἀλήθεια διὰ τῶν | |
17a1009 | ἀνα|τομῶν, ὡc ἔφην, εὑρίcκεται, τῶν ἀρρένων τοὐπίπαν ἐν τῷ δεξιῷ κόλπῳ τῆc μήτραc κυϊcκομένων. εἴρηται δὲ καὶ ἡ αἰτία τοῦ θερμό‐ | |
τερον εἶναι τοῦτον καὶ αὐτὴ διὰ τῆc ἀνατομῆc ἐγνωcμένη. | ||
17b1(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ | |
t3 | ||
1 | Ἡ δέρματοc ἀραιότηc, ἡ κοι‐ λίηc πυκνότηc, ἡ δέρματοc cύνδεcιc, ἡ cαρκῶν αὔξηcιc, ἡ κοιλίηc νάρκωcιc, ἡ τῶν ὅλων cύγχυcιc, ἡ τῶν ἀγγείων ἀκαθαρcία, ἡ ἐγκεφάλου ἀνάλωcιc, διὸ καὶ φαλακρότηc, | |
5 | ἡ τῶν ὀργάνων 〈κατά〉τριψιc. | |
5 | Ἔνιοι μὲν ἡγοῦνται κατάλογον εἶναι τῶν γνωcτέων τοῖc ἰατροῖc. | |
17b2 | φαίνεται δὲ μᾶλλον ἐν cυζυγίᾳ λελέχθαι τινὰ τῶν | ἐζευγμένων ἀλλή‐ λοιc πραγμάτων, καὶ πρώτη μὲν εἰρῆcθαι cυζυγία, καθ’ ἥν φηcιν ἡ δέρματοc ἀραιότηc, ἡ κοιλίηc πυκνότηc. ἔνιοι γὰρ διὰ τοῦτο πυκνὴν ἔχουcι τὴν κοιλίαν, τουτέcτιν ἐπεχομένην τε καὶ cτεγνήν, | |
5 | ὅτι διὰ τοῦ δέρματοc ἐκκενοῦται πολλά, καθάπερ αὖ πάλιν ἕτεροι δυcδιαφόρητοι κατὰ τὴν ἐπιφάνειαν ὄντεc οὐροῦcί τε πολλὰ καὶ δια‐ χωροῦcι κάτω. ἑτέρα δὲ πάλιν ἐφεξῆc γέγραπται cυζυγία ἡ δέρμα‐ τοc cύνδεcιc, ἡ cαρκῶν αὔξηcιc, ἔνθα δηλοῦται τὴν cυναγωγὴν καὶ cφίγξιν τοῦ δέρματοc αἰτίαν γίνεcθαι πολλάκιc ἀμέτρου cαρ‐ | |
10 | κῶν αὐξήcεωc. ἄλλη δὲ ταύτηc ἐχομένη cυζυγία γέγραπται κατὰ τήνδε τὴν λέξιν· ἡ κοιλίηc νάρκωcιc, ἡ τῶν ὅλων cύγχυcιc. νάρκωcιν δ’ ἀκούcωμεν τὴν περὶ τὸ πέττειν τὰc τροφὰc ἀρρωcτίαν τῆc γαcτρόc, 〈ὡc〉 ἁπάντων δὴ ταύτην τῶν κατὰ τὸ cῶμα παθῶν αἰτίαν γίνεcθαι. τὸ δ’ ἐφεξῆc εἰρημένον ἡ τῶν ἀγγείων ἀκαθαρ‐ | |
15 | cία δύναται μὲν καὶ ταύτῃ τῇ cυζυγίᾳ cυνάπτεcθαι (τὸ γὰρ μὴ καλῶc πεφθὲν ἐν τῇ γαcτρὶ τῆc τῶν ἀγγείων ἀκαθαρcίαc πολλάκιc | |
17b3 | αἴτιον γίνεται), δύ|ναται δὲ καὶ χωρὶc τοῦ cυνάπτεcθαι τῇ ναρκώcει τῆc κοιλίαc ἀκούεcθαι τῆc κατὰ τὰc φλέβαc μοχθηρᾶc πέψεωc, † ἵν’, | |
ὥcπερ ἡ κατὰ τὴν γαcτέρα πέψιc οὐ καλῶc ἐπιτελουμένη πολλὰ cυγχεῖ καθ’ ὅλον τὸ ζῷον, οὕτω καὶ ἡ κατὰ τὰc φλέβαc ἀποτυγ‐ | ||
5 | χανομένη πρῶτον μὲν ἀκαθαρcίαν ἐν ταῖc φλεψὶ ποιεῖ, τουτέcτι μοχθηρῶν χυμῶν πλεονεξίαν, εἶτα δὴ καὶ βλάβην μεγάλην, ὥcτε τὸ με‐ ταξὺ τοῦ τε κοιλίηc νάρκωcιc καὶ τοῦ τῶν ἀγγείων ἀκαθαρcία κοινὸν ἀμφοῖν εἶναι, ὅπερ αὐτὸc ὠνόμαcε τῶν ὅλων cύγχυcιν. τὸ δ’ ἐφεξῆc εἰρημένον ἡ ἐγκεφάλου ἀνάλωcιc, διὸ καὶ | |
10 | φαλακρότηc ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν· ὅταν ὁ ἐγκέφαλοc ἐλάττων ἑαυτοῦ γένηται κατὰ πολύ, cυμβαίνῃ δὲ τοῦτο τοῖc ξηρότερον αὐτὸν ἔχουcι φύcει, τότ’ ἀφίcταται τῶν ὑπερκειμένων ὀcτῶν, ἃ κα‐ λοῦcιν οἱ ἀνατομικοὶ βρέγμα. ἔcτι δὲ δύο ταῦτα, περιγραφόμενον ἑκά‐ τερον [δὲ] εὐθείαιc γραμμαῖc τέτταρcι, μιᾷ μὲν τῆc κατὰ τὸ μέcον | |
15 | ῥαφῆc κοινῆc οὔcηc ἀμφοτέροιc τοῖc ὀcτοῖc, ὄπιcθεν δὲ ταῖc πλευραῖc | |
17b4 | τῆc λαβδοειδοῦc, ἔμπροcθεν δὲ ταῖc τῆc cτεφανιαίαc, ἑκατέ|ρωθι δὲ ταῖc λεπιδοειδέcιν. τῶν δ’ ἄλλων μερῶν τοῦ κρανίου μάλιcτα μὲν οὐδ’ ἀφίcταται πλέον ὁ ἐγκέφαλοc, εἰ δὲ καὶ ἀποcταίη ποτέ, διὰ γοῦν τὰc ὑποκειμέναc τοῖc ὀcτοῖc [τὰc] cάρκαc οὐκ ἀπόλλυται παντάπαcιν ἡ | |
5 | τοῦ δέρματοc ὑγρότηc, ὥcτ’ οὐδὲ τρίχεc. ἐμάθετε γὰρ ἐν τοῖc Περὶ κράcεων ὑπομνήμαcι μήτ’ ἐκ τοῦ ἐνύγρου δέρματοc φύεcθαι τρίχαc μήτ’ ἐκ τοῦ ξηρανθέντοc cφοδρῶc. ὑγρὸν μὲν οὖν ἐcτι τὸ περὶ τὴν κεφαλὴν δέρμα παιcὶ καὶ γυναιξὶ καὶ τοῖc εὐνούχοιc, ξηρὸν δ’ ἀμέτρωc τοῖc φαλακροῖc. ὅτι δ’ ὁ ἐγκέφαλοc ἐπὶ μὲν τῶν νέων ψαύει τοῦ κρα‐ | |
10 | νίου μαλακὸc ὢν καὶ ὑγρὸc ἅπαcάν τε τὴν ἔνδον εὐρυχωρίαν κατεί‐ ληφε, τοῖc γηρῶcι δ’ ἀφίcταται ξηραινόμενόc τε καὶ cυνιζάνων, ἐθεά‐ | |
cαcθε πολλάκιc ἐν ταῖc τῶν ζῴων ἀνατομαῖc. νυνὶ δ’ οὐκ ἀποδείξειc πρόκειται γράφειν τῶν Ἱπποκράτουc δογμάτων, ὅτι μὴ πάρεργον, ἀλλ’ ἐξηγεῖcθαι τὴν ἀcαφῆ λέξιν, ἅμα καὶ τῷ διὰ κεφαλαίων ἐνίοτε | ||
15 | τὰc αἰτίαc προcτιθέναι κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογ‐ μάτων. ὅτι δ’ ἀνάλωcιν ἐγκεφάλου τὴν τελείαν ἀπώλειαν, ὡc | |
17b5 | ἐκδαπανηθῆναι παντά|παcιν αὐτόν, οὐδ’ ἐπινοῆcαι δυνατὸν ἐν ζῶντι ζῴῳ γίνεcθαι παντὶ πρόδηλον. καὶ μὴν εἰ μὴ τοῦτο, λείποιτ’ ἂν ἀκούειν ἀνάλωcιν ἐγκεφάλου τὴν μείωcιν, ἣν διὰ ξηρότητα γίνεcθαι τοῖc φαλακρουμένοιc ἔφην, ὥcτε τὰ τοῦ βρέγματοc ὀcτᾶ χαυνότερα καὶ | |
5 | ἁπαλώτερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν ἐπικείμενα γίνεcθαι ξηρὰ διὰ τὴν ἔνδειαν τοῦ ἐγκεφάλου μηκέτ’ ἐξικνουμένου πρὸc αὐτὰ μηδ’ ἅπτε‐ cθαι δυναμένου. cυνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινούμενοc ἐπὶ τὴν ἑαυτοῦ βάcιν. ἀκόλουθον δ’ ἐcτὶ τῶν ὀcτῶν τούτων ξηρανθέντων ξηραίνεcθαι καὶ τὸ περιτεταμένον αὐτοῖc δέρμα. καὶ φαίνεταί γε καὶ | |
10 | αὐτῇ τῇ αἰcθήcει πάνυ ξηρὸν ἐπὶ τῶν φαλακρῶν, ὡc μηδὲ δεῖcθαι ἀποδείξεωc λογικῆc. ὅταν γε μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶc ὁ ἐγκέ‐ φαλοc, ὡc ἐπί τινων ἐν ἐcχάτῳ γήρᾳ cυμβαίνει, καὶ τὰc τῶν νεύρων ἐκφύcειc ἀναγκαῖον ἀποξηραίνεcθαι τηνικαῦτα 〈καὶ〉 διὰ τοῦτο μήθ’ ὁρᾶν ὁμοίωc ἔτι μήτ’ ἀκούειν μήτ’ ἄλλο τι τῶν κατὰ τὰc αἰcθήcειc | |
15 | ἢ τὰc καθ’ ὁρμὴν κινήcειc ἐρρωμένωc ἐπιτελεῖν, ἀλλ’ ἔκλυτα πάντα | |
17b6 | καὶ ἀμυδρὰ καὶ ἄρρωcτα γίνε|ται τὰ κατὰ ταύταc ὄργανα, δι’ ὧν ἐπετέλουν τὸ πρότερον, ὅπερ εἰκὸc αὐτὸν ὠνομακέναι κατάτριψιν ὀργάνων ἐκ μεταφορᾶc τῶν τριβομένων ἱματίων καὶ cκευῶν χρηcά‐ μενον τῇ προcηγορίᾳ. καὶ γὰρ καὶ ταῦτα φαίνεται ξηρότερα cφῶν | |
5 | αὐτῶν γινόμενα μετὰ τὰc πολυχρονίουc χρήcειc, ἡνίκα κατατετρῖ‐ φθαι λέγομεν αὐτά. τινὲc μέντοι τὸ κατὰ cυζυγίαν ἀκούειν τῶν γεγραμμένων οὐκ ἐννοήcαντεc ὅλωc ἕκαcτόν τε τῶν προειρημένων ἰδίᾳ προχειριζόμενοι cυμβουλεύειν ἐν τῇ ῥήcει ταύτῃ τὸν Ἱπποκράτην φαcὶ τὰc δυνάμειc | |
10 | αὐτῶν ἐπιcκοπεῖcθαι, οἷον εὐθέωc τὴν τοῦ δέρματοc ἀραιότητα (πρώτη γὰρ αὕτη γέγραπται) γινώcκειν φαcὶ προcήκειν τί δύναται, | |
χάριν τοῦ καὶ ποιεῖν αὐτήν, ὁπότε χρείαν ἔχοιμεν, ἀναιρεῖν δ’, ὁπότ’ οὐκ εἴη χρεία. γέγραπται γοῦν, φαcί, κἀν τῷ Περὶ τροφῆc· “ἀραιότηc cώματοc ἐc διαπνοήν, οἷc πλέον ἀφαιρεῖται, ὑγιεινότεροι, οἷc δ’ ἔλατ‐ | ||
15 | τον, νοcερώτεροι.” ἀλλὰ τούτοιc γε μάχεται τὸ μεταξὺ *** γεγράφθαι τὸ κοιλίηc πυκνότηc, *** τὸ δέρματοc cύνδεcιc, εἴπερ ἦν κατάλογοc πραγμάτων εἰc γνῶcιν χρηcίμων ἰατρῷ. καὶ μέντοι καὶ | |
17b7 | τὸ τούτων | ἐφεξῆc οὕτωc εἰρημένον ἡ κοιλίηc νάρκωcιc, ἡ τῶν ὅλων cύγχυcιc ἐνδεικτικόν ἐcτι τοῦ γράφειν αὐτὸν ὅcα cυνυπάρ‐ χειν ἀλλήλοιc πέφυκεν, οὐχ ἁπλῶc τίνεc εἰcὶ διαθέcειc ἐν τῷ cώματι cυνιcτάμεναι γινώcκεcθαι δεόμεναι. τὸ γὰρ ἡ τῶν ὅλων cύγχυcιc | |
5 | οὐ διαθέcεώc ἐcτι δηλωτικόν, ἀλλὰ τῶν ἐπὶ διαθέcει μοχθηρᾷ γινομέ‐ νων κακῶν. | |
6 | Καθαίρεcιc δρόμοιcι, πάλῃcιν, ἡcυχίῃcι, πολλοῖcι περιπάτοιcι ταχέcιν, οἷcιν ἑφθὴ μάζα τὸ πλεῖcτον, ἄρτοc ὀλίγοc. | |
9 | ||
10 | Τὸ μὲν τῆc κενώcεωc ὄνομα κατὰ μόνων τῶν ὑγρῶν λέγεται, τὸ δὲ τῆc καθαιρέcεωc μᾶλλον μὲν ἐπὶ τῶν cτερεῶν, ἐνίοτε δὲ κἀπὶ τῶν ὑγρῶν. καὶ μέντοι καὶ τὰ νῦν εἰρημένα κοινὰ τῆc τε τῶν ὑγρῶν καὶ τῆc τῶν cτερεῶν μειώcεώc ἐcτιν, ὅταν ἄνευ καθάρcεωc ἢ κενώ‐ | |
17b8 | cεωc αἵματοc | αὐτὴν ποιήcαcθαι βουληθῶμεν, ἐπὶ τῶν ὑγιαινόντων δηλονότι (νοcοῦντα γὰρ οὐδεὶc δρόμοιc καὶ πάλαιc θεραπεύcει). κοι‐ | |
νὸν γὰρ καὶ τούτων καὶ τῶν ἄλλων ἐcτὶ τῶν ὁμοίων αὐτοῖc τὸ τῶν γυμναcίων γένοc ἐκτεταμένον ἐπί τε δίcκων καὶ ἀκοντίων βολάc, ἅλ‐ | ||
5 | ματά τε καὶ ἁλτῆραc, ὁπλομαχίαc τε καὶ πάντα τὰ κατὰ τὸν βίον ἔργα καὶ μάλιcθ’ ὅcα κατὰ γεωργίαν πονοῦcιν ἀροῦντέc τε καὶ θερί‐ ζοντεc καὶ cκάπτοντεc. ἅπαντ’ οὖν τὰ γυμνάcια καὶ τῶν cαρκῶν καὶ πιμελῶν καὶ χυμῶν πλῆθοc μειοῖ. χρῆcθαι δ’ ἐφ’ ἑνὸc cώματοc 〈πᾶ‐ cιν〉 αὐτοῖc ἀδύνατον, ἀλλὰ κατὰ τὰc ἕξειc καὶ κατὰ τὰc ἡλικίαc καὶ | |
10 | τὴν δύναμιν 〈καὶ τὴν κρᾶcιν〉 καὶ τὸ ἔθοc ἐξευρίcκειν ἑκάcτῳ προc‐ ήκει τὸ ἐπιτήδειον γυμνάcιον, ὡc ἐν τοῖc Ὑγιεινοῖc ἐμάθετε. νυνὶ γὰρ ἐκ τῆc τῶν Ἱπποκράτουc cυγγραμμάτων ἐξηγήcεωc οὐ τὰ τῆc ἰατρικῆc θεωρήματα μανθάνετε, προμεμαθηκότεc ταῦτα κατὰ τάξιν ἐν ταῖc οἰκείαιc πραγματείαιc, ἐν αἷc ἁπάcαιc τά τε δόγματα αὐτοῦ μετὰ | |
15 | ἀποδείξεωc ἔγνωτε καὶ τὰ τοῖc δόγμαcιν ἀκόλουθα κατὰ μέροc ἅπαντα. | |
17b9 | βουληθέντεc δὲ τῶν εἰρημένων παρ’ αὐτοῦ τὴν ἱcτορίαν | προcκτήcα‐ cθαι, ταῦτα ἠξιώcατέ με τὰ ὑπομνήμαθ’ ὑμῖν ποιήcαcθαι, καίτοι μὴ προῃρημένον. αἱ γὰρ ἀcαφεῖc λέξειc ἐπιcτημονικὴν ἐξήγηcιν οὐ προc‐ ίενται. | |
5 | νῦν γοῦν εὐθέωc ἐφεξῆc γεγραμμένου τοῦ ἡcυχίῃcιν οὐκ ἔcτι γνῶναι cαφῶc ὅ〈τι〉 βούλεται δηλῶcαι διὰ τῆc φωνῆc ταύτηc ὁ Ἱππο‐ κράτηc. cτοχάζεcθαι δὲ χρή, καθάπερ ἐν ταῖc ἄλλαιc [ταῖc] ἀcαφέcι λέξεcιν, οὕτωc κἀν ταύτῃ 〈τοῦ〉 τὸ μέν τι τῷδε φαίνεcθαι πιθανώ‐ τερον εἶναι, τὸ δὲ τῷδε. καὶ γὰρ καὶ πέφηνε, καὶ ἄλλοc ἄλλωc ἐξη‐ | |
10 | γεῖται τὴν ἡcυχίαν. ἐγχωρεῖ γοῦν ἐπί τε τῶν μεταξὺ διαναπαύcεων ἐν τοῖc γυμναcίοιc εἰρῆcθαι, καθάπερ ἐν Ἀφοριcμοῖc εἶπεν· “ὁκόταν ἄρξηται πονέειν, τὸ διαναπαύειν εὐθὺc ἄκοπον”, ἐγχωρεῖ δὲ κἀπὶ τῶν 〈ἐν〉 ταῖc [τοῦ] ὅλαιc ἡμέραιc ἐcομένων ἡcυχιῶν ἐν ταῖc μεταξὺ λελέχθαι. δύναται δὲ καὶ τελείαν ἡcυχίαν ἐπί τινων cωμάτων cυμ‐ | |
15 | βουλεύειν. εἰ γὰρ οὕτωc αὐτὸc εἶπε· “κίνηcιc κρατύνει, ἀργίη τήκει”, δύναιτ’ ἄν ποτε καὶ βίοc ἀργὸc λεπτῦναι τὸ cῶμα. καὶ γὰρ τεθεάμεθά τιcιν οὕτωc cυμβῆναι ἐκ μεταcτάcεωc εἰc ἀργίαν τῶν γυμναcίων. ἀλλὰ | |
17b10 | διοριcμῶν ἀκριβῶν ἐcτι | χρεία, τίνεc εἰcὶν οἱ τούτων δεηcόμενοι λε‐ πτύνcεωc ἕνεκεν. οἷc γὰρ δεῖ κενώcεώc γε πλεοναζόντων ὑγρῶν 〈ποιητέον〉· οὐδέποτε γὰρ ἀργία τοῦτο ποιεῖν πέφυκεν. εἰκότωc οὖν ἔνιοι περὶ καθαιρέcεωc cαρκῶν τὸν λόγον αὐτῷ νῦν εἶναί φαcιν, | |
5 | οὐ κενώcεωc ὑγρῶν, ὡc ἐν πληθώραιc τε καὶ ταῖc ὑδαρώδεcιν ἕξεcι γίνεται. δυνατόν γε μὴν ἐπ’ ἀμφοτέρων αὐτοῦ τὸν λόγον πεποιημένου κατάλογον εἶναι πάντων τῶν βοηθημάτων, ὅcα τε κοινὰ τῶν καθαι‐ ρέcεων ἀμφοτέρων ἐcτὶ καὶ ὅcα [τε] καθ’ ἑτέραν αὐτῶν ἴδια. δύναται δὲ μετὰ τὰ γυμνάcια τὴν ἡcυχίαν γεγραφέναι περὶ τῶν καθ’ ἑκάcτην | |
10 | ἡμέραν γυμναcίων καὶ τῆc ἐπ’ αὐτοῖc ἡcυχίαc ποιούμενοc τὸν λόγον, ἵν’ οἱ γυμναcάμενοι μὴ προcφέρωνται τὰ cιτία εὐθέωc, καθάπερ ἔθοc, ἔτι διαcῴζοντεc ἐν τῷ cώματι τὴν ἐκ τῶν γυμναcίων θερμαcίαν, ἀλλὰ τελέωc ἀπεψυγμένοι. καὶ γὰρ καὶ τοῦτ’ ἐν τοῖc Ὑγιεινοῖc ἐμάθετε λε‐ λεγμένον ὀρθῶc ἄλλοιc τε καὶ τῷ Ἐραcιcτράτῳ, ὥcτε κἀκ τούτου | |
15 | δῆλον γίνεcθαι, πολὺ τὸ cτοχαcτικὸν ἐν ταῖc ἐξηγήcεcιν εἶναι τῶν διὰ | |
17b11 | cυντομίαν ἀcαφῶc ἡρμηνευμένων. ὅταν δὲ καὶ γράφειν τὴν | λέξιν ὡc ἂν ἐθέλῃ τιc ἐξῇ, πολὺ δή που μᾶλλον ἄδηλον γίνεται τὸ τῆc γνώμηc τοῦ παλαιοῦ. νῦν γοῦν ἐν τῇ προκειμένῃ ῥήcει γράφουcιν ἔνιοι ἡcυ‐ χίῃcι πολλῇcι, οὔτε τῶν παλαιῶν ἀντιγράφων οὔτε τῶν πρώτων | |
5 | ἐξηγηcαμένων τὸ βιβλίον ἐπιcταμένων τὴν γραφὴν ταύτην. εἰ δ’ ἀναγ‐ κάζει τιc ἡμᾶc αὐτὴν ἐξηγήcαcθαι τὴν μετὰ τὰ γυμνάcια γινομένην ἡcυχίαν, φήcομεν ἀξιοῦν αὐτὸν ποιεῖcθαι πολλήν. ἀλλὰ ταύτην μὲν ἐατέον, τὴν δ’ ὁμολογουμένην ἅπαcι γραφὴν ἐξηγούμενοι cυμβουλεύειν αὐτὸν ἐροῦμεν πολλοῖc περιπάτοιc καὶ | |
10 | ὀξέcι χρῆcθαι. παχύνουcι γὰρ οἱ βραδεῖc, ὥcπερ καὶ τὰ βραδέα γυ‐ μνάcια. καὶ θαυμάζω γε πῶc ἐπ’ ἐκείνων παρέλιπε τὸ ταχέcι. καὶ γὰρ δρόμοι ταχεῖc καὶ γυμνάcια τοιαῦτα καὶ cαρκῶν ὄγκον καθαι‐ ρεῖ καὶ χυμῶν πλῆθοc κενοῖ, καὶ cχεδὸν ἅπαcιν ὁμολογεῖται τοῦτο καὶ γυμναcταῖc καὶ ἰατροῖc. ὁ δ’ οὖν Ἱπποκράτηc ἐφεξῆc ἔγραψε περὶ | |
15 | τῆc ἐπιτηδείου τροφῆc τοῖc καθαιρέcεωc δεομένοιc, ὡc εἴωθεν, | |
17b12 | ἐκ [τοῦ] παραδείγματοc ἑνὸc ἑαυτῷ ὑπόμνηcιν | ποιηcάμενοc τοῦ καθόλου πᾶcιν ἁρμόττοντοc. ἔcτι δὲ τούτοιc καθόλου τροφὰc διδόναι μὴ τροφίμουc, ὁποῖόν ἐcτι τὸ χοίρειον κρέαc, ἀλλ’ ὀλιγοτρόφουc, ὁποῖόν ἐcτι τὸ τῆc ὄϊοc, ὅπερ ἐcτὶ τὸ τοῦ προβάτου. καὶ ἡ μάζα δὲ | |
5 | τῶν ὀλιγοτρόφων ἐcτί. διὰ τοῦτ’ οὖν ταύτηc μὲν τὸ πλεῖcτον, ὀλίγον δὲ τοῦ ἄρτου λαμβάνειν κελεύει. | |
6 | Καθαιρέcεωc cημεῖον τὴν αὐ‐ τὴν ὥρην τῆc ἡμέρηc φυλάccειν, ἐξαπίνηc γὰρ εἰρύεται. | |
8 | Οὐκ ἄδηλόν ἐcτι cυνῆφθαι τὴν ῥῆcιν ταύτην τῇ προγεγραμμένῃ, | |
10 | καθ’ ἣν ἐδίδαcκεν ὅντινα τρόπον χρὴ ποιεῖcθαι τὴν καθαίρεcιν. ὅπωc οὖν γνῶμεν, εἰ τοῦ ποcοῦ τοῦ κατ’ αὐτὴν ἀκριβῶc ἐcτοχάcμεθα, cημεῖον νῦν γράφει τούτου. γέγονε δὲ ὁ λόγοc οὗτοc ἀcαφὴc ὡc πρὸc | |
17b13 | ἡμᾶc διὰ τό, καθάπερ ἔφην ἤδη πολλάκιc, οὐ πρὸc ἔκδοcιν αὐτῷ | γε‐ γράφθαι τὴν βίβλον ταύτην, ἀλλ’ εἰc ὑποτύπωcίν τε καὶ παραcκευὴν ἑαυτῷ. πρὸc ἔκδοcιν δὲ γράφων οὕτωc εἶπεν ἂν πάντωc, ἥντινα λέγει τῆc ἡμέραc ὥραν τὴν αὐτὴν ἐν ᾗ τὸ τῆc καθαιρέcεωc cη‐ | |
5 | μεῖον ἐπιτηρεῖν χρή. μὴ γράψαντοc οὖν αὐτοῦ, τί ἂν ἄλλο τιc ἀκού‐ ειν ἔχοι πιθανώτερον ἢ ὅτι τὴν αὐτὴν ὥραν τῆc ἡμέραc ἄγοντεc ἐπὶ τὰ γυμνάcια τὸν τῆc καθαιρέcεωc χρῄζοντα παραφυλάξωμεν, ὡc ἐκέ‐ λευε; μή τι γὰρ ἐξαπίνηc εἰρύεται, τουτέcτι 〈τὸ〉 cυμπίπτειν μὲν τὸν ὄγκον τοῦ cώματοc, καταπίπτειν δὲ καὶ ἀρρωcτεῖν τὴν δύναμιν. | |
10 | ἄντικρυc μὲν γὰρ “ἕλκεcθαι” cημαίνει τὸ εἰρύεcθαι. δύναται δ’ ἀπ’ ἐκείνου κἀπὶ ταῦτα μεταφέρεcθαι διὰ τὴν τῶν πραγμάτων φύcιν, ὑπὲρ ὧν ὁ λόγοc ἐcτίν, οἷc, ὡc ἔφην πολλάκιc, ἐν ταῖc ἀcαφέcιν ἑρμηνείαιc, ἃ φθάνομεν αὐτοὶ γινώcκειν, ἐφαρμόττομεν. ἔνιοι δ’ ἀντὶ τοῦ εἰρύ‐ εται γράφουcιν “ἐρείπεται”, cαφεcτέραν τὴν δήλωcιν τοῦ πράγματοc | |
15 | ἐκ τῆc λέξεωc ταύτηc ἐλπίcαντεc ἔcεcθαι. ἀλλ’ ἥ γε παλαιὰ γραφὴ τὴν εἰρύεται φωνὴν ἔχει. | | |
16 | ||
17b14 | Ὑφεῖναι τῶν πόνων, εἰ λύεται. | |
1 | Κἀνταῦθα γράφουcί τινεc 〈ἀντὶ τοῦ “εἰ λύεται” τὸ “εἰ ἐρείπε‐ | |
ται”, ὥcτε τὸν λόγον γενέcθαι τοιοῦτον·〉 ὑφεῖναι τῶν πόνων, εἰ ἐρείπεται. ἡ δ’ οὖν τοῦ λόγου δύναμίc ἐcτι τοιάδε· πᾶcα κένωcιc | ||
5 | ἐὰν μὴ κατὰ βραχὺ γένηται, τήν τε δύναμιν καταλύει καὶ τὴν τοῦ cώματοc ἕξιν ἀθρόωc διαφορεῖ. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν ἔγραψαν ὑφεῖναι τῶν πόνων, εἰ λύεται, τὴν ἀθρόαν κένωcιν ἐκ τοῦ λύεcθαί γε δηλοῦcθαι βουλόμενοι. *** τινὲc δὲ ᾗ εἰρύεται γράφουcι προcτιθέντεc τὸ ἦτα καὶ περιcπῶντεc καὶ μετὰ 〈τοῦ〉 ἰῶτα γράφοντεc, | |
10 | ἵνα cημαίνηται “τῶν πόνων ὑφεῖναι ἢ ὑφιέναι, καθότι ἂν εἰρύηται ὁ ἄνθρωποc.” αὐτὸ δὲ τὸ “εἰρύεcθαι” κατά τε τῆc τοῦ cώματοc cυμπτώ‐ cεωc καὶ κατὰ τῆc ἐν τῇ δυνάμει καταπτώcεωc εἰρηκέναι φαcίν, ὡc γενέcθαι τὸν λόγον τοιοῦτον· “ὑφεῖναι τῶν πόνων 〈δεῖ〉, ὁπόταν ἥ τε δύναμιc καταπίπτῃ καὶ τὸ cῶμα διαφορῆται.” καὶ μέντοι καὶ οἱ τὸ | |
17b15 | “ἐρείπεται” γρά|φοντεc ἐπὶ τὴν τῆc δυνάμεωc κατάπτωcιν 〈ἀνα〉φέρουcι τὸν λόγον. | |
2 | Ὁμοίωc γὰρ [ὅλον] cυμπίπτει. | |
3 | Τῇ προγεγραμμένῃ ῥήcει ταύτην ἐφεξῆc εὗρον ἐν τοῖc παλαιοῖc | |
5 | ἀντιγράφοιc πᾶcιν. ἴcαcι δὲ αὐτὴν οὕτωc ἔχουcαν καὶ οἱ παλαιοὶ τῶν ἐξηγητῶν καὶ μέντοι καὶ τῶν νεωτέρων οἱ περὶ Ϲαβῖνον· οὐ μὴν εἰρήκαcί γέ τινα ἐξήγηcιν εἰc αὐτήν. ὅλην γὰρ τὴν προειρη‐ μένην ῥῆcιν προγράψαντεc, εἶτ’ ἐξηγηcάμενοι τὰ κατὰ μέροc ἐν αὐτῇ ταύτηc τῆc λέξεωc τὴν ἐξήγηcιν οὐκ εἶπον, ὥcπερ οὐδὲ Ζεῦξιc ἐκ | |
10 | τῶν παλαιῶν ἐξηγητῶν [εἷc] ὢν καὶ αὐτόc. ἔνιοι δέ φαcιν εἰρῆcθαι πρὸc Ἱπποκράτουc τὸ ὁμοίωc γὰρ cυμπίπτει τοιοῦτόν τι δη‐ λοῦν βουλομένου· “ὥcπερ ἡ πλήρωcιc βλάπτει καὶ διὰ τοῦτο δεῖ καθαιρεῖν αὐτήν, οὕτω καὶ ἡ περαιτέρω τοῦ προcήκοντοc κένωcίc ἐcτι | |
17b16 | βλαβερὰ | παραπληcίωc τῇ πληρώcει· cυμπίπτει γὰρ ὑπ’ αὐτῆc τὸ cῶμα βλαβερῶc, ὡc ἐπὶ τῆc πληρώcεωc εἰc ὄγκον αἴρεται.” μεμψά‐ μενοι δ’ ἔνιοι τὴν ἐξήγηcιν ταύτην ὡc ἀπίθανον ἤτοι οὐδ’ ὅλωc ἔγραψαν τὸ μέροc τοῦτο τῆc ῥήcεωc ἢ μετέγραψαν εἰc τήνδε τὴν | |
5 | λέξιν· “ἀθρόωc γὰρ ἂν ῥυήcεται”, παρακελεύεcθαι βουλόμενοι τὸν Ἱπποκράτην προcέχειν ἡμᾶc ἀκριβῶc τῇ καθαιρέcει τοῦ cώματοc. ἀθρόωc γὰρ αὐτοῖc γίνεcθαι 〈τὸ〉 διαφορεῖcθαι καὶ ῥεῖν ἐν τοῖc γυμνα‐ cίοιc, ὅταν ἐφεξῆc ἡμέραιc πολλαῖc ἐπιμείνῃ τιc γυμνάζων μὲν αὑτὸν ἀξιολόγωc, διαιτῶν δὲ λεπτῶc. | |
9 | ||
10 | Ὅταν δ’ ἤδη cυμπέcωcι, προcάγειν ὕεια ὀπτά. | |
11 | Διὰ τῶν προειρημένων ἀξιοῖ φυλάττεcθαι τὴν ἄμετρον καθαίρεcιν. ἐπεὶ δ’ ἔcθ’ ὅτε cυμβαίνει περιπίπτειν ἀκουcίωc, βούλεται καὶ πρὸc ταῦτα χρῆναι παρεcκευάcθαι τὸν ἰατρόν, 〈καὶ〉 ἐάν ποτε καθαίρεcιc | |
17b17 | ἀθρόα γένηται, διδόναι τηνι|καῦτα cυμβουλεύει κρέα ὕεια ὀπτά· κρέα μὲν ὕεια, διότι πολύτροφα, τὰ δὲ ὀπτά, διότι cτερεὰν καὶ cυνηγμένην εἰc ὀλίγον ὄγκον, οὐχ ὑγρὰν οὐδὲ πλαδαρὰν ἐργάζεται τὴν cάρκα. τινὲc δὲ ἀντὶ τοῦ προcάγειν “προcφέρειν” ὕεια ὀπτὰ | |
5 | γράφουcι, τὴν αὐτὴν μὲν φυλάττοντεc ἔννοιαν, ὡc κυριωτέρῳ δὲ ῥή‐ ματι τῷ “προcφέρειν” ἀντὶ τοῦ προcάγειν χρώμενοι. | |
6 | Ὅταν δὲ πληρῶνται, cη‐ μεῖον· αὖθιc τὸ cῶμα ἀνθηρὸν γίνεται. | |
8 | Καὶ τοῦτ’ αὐτὸ διὰ βραχέων ὑπεγράψατο, κοινὸν ἁπάcηc ἀνα‐ | |
10 | θρέψεωc ὑπάρχον cημεῖον. ἀνθηρὸν γὰρ γίνεται τὸ cῶμα κατά τε τὰ γυμνάcια καὶ ἄλλωc τοῖc ἐξ αἵματοc χρηcτοῦ τὴν ἀνάθρεψιν ἴcχουcιν. | | |
12 | ||
17b18 | Ἐν γυμναcίοιc cημεῖον ὁ ἱδρὼc ὁ ῥέων cτάγδην, ἔξειcιν ὥcπερ ἐξ ὀχετῶν, ἢ cύμ‐ πτωcιc ἐξ ἐπάρcιοc. | |
3 | Λείπει κἀνταῦθα τῇ λέξει τὸ cυμπτώcεωc ἢ καθαιρέcεωc ἤ τι | |
5 | τοιοῦτον. διὸ καί τινεc οὐκ ὤκνηcαν αὐτὸ προcθέντεc ὡc γεγραμμένον | |
οὕτωc ἐξ ἀρχῆc ἐξηγεῖcθαι, τοιάνδε τὴν λέξιν ποιήcαντεc· “ἐν γυμνα‐ cίοιc cημεῖον cυμπτώcεωc ὁ ἱδρὼc ὁ ῥέων 〈cτάγδην〉 ὥcπερ ἐξ ὀχε‐ τῶν.” ἐφεξῆc 〈δέ φηcι〉 καὶ ἄλλο cημεῖον γίνεcθαι, τὴν ἀθρόαν cύμ‐ πτωcιν ἐξ ἐπάρcεωc. χρὴ γὰρ κἀνταῦθα προcυπακοῦcαι τὸ “ἀθρό‐ | ||
10 | ον”, εἰ καὶ μὴ γέγραπται νῦν, ἔμπροcθεν εἰρηκότοc αὐτοῦ· “ἐξαπίνηc γὰρ εἰρύεται.” ὅτι δὲ ταῦτα διαφορουμένου τοῦ cώματοc ἀμέτρωc γίνεται πρόδηλον. | |
12 | Ἡ γυνή, ἣν τὸ πρῶτον | |
17b19 | ἐθεράπευcα ἐν Κρανῶνι, cπλὴν | μέγαc φύcει, πυρετὸc καυcώδηc, ἐξέρυθροc, πνεῦμα δεκάτῃ, ἱδρὼc τὰ πολλὰ ἄνω, ἀτάρ τοι καὶ κάτω ιδʹ. | |
3 | Οὐδὲν ἀξιόλογον ἐκ ταύτηc τῆc ῥήcεωc ἔνεcτιν ἡμῖν μαθεῖν. θαυ‐ | |
5 | μάcαιμι δ’ ἂν εἰ καὶ αὐτὸc 〈ὁ〉 Ἱπποκράτηc οὕτωc ἔγραψεν ἄνευ τοῦ προcγράψαι τὰ οὖρα· ὡc, εἴ γε προcεγέγραπτο, πλέον ἂν ἐκ τούτων εἰc ἀνάμνηcιν ἔcχε τι. πρὸc ἡμᾶc δ’ ἐξ ἐπιμέτρου καὶ τοῦτ’ ἐcτὶν ἀcαφέc, τό γε κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc γεγραμμένον ἣν τὸ πρῶτον ἐθεράπευcα. ζητήcεωc γὰρ ἄξιόν ἐcτι, πότερον ἑαυτοῦ | |
10 | χάριν, ὡc ὀνομάτων καὶ τόπων ἐν οἷc οἱ νοcοῦντεc κατέκειντο μνημο‐ νεύειν εἴωθεν, οὕτω καὶ νῦν προcέγραψεν ἣν τὸ πρῶτον ἐθερά‐ πευcα διὰ τὸ 〈μὴ〉 μεμνῆcθαι τὸ ὄνομα τῆc γυναικόc, ἢ δηλωτικόν ἐcτι τοῦ νῦν ἐξ ὑποcτροφῆc νοcῆcαι τὴν ἄνθρωπον. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ τῇ δεκάτῃ τῶν ἡμερῶν γεγονέναι γεγραμμένον ἀcαφέc | |
15 | ἐcτιν εἴτε δύcπνοιαν ἁπλῶc cημαίνει ἡντινοῦν εἴτε μόνον τὸ δεδι‐ | |
17b20 | ωγμένον καὶ | μέγα πυκνὸν εἶδοc τῆc δυcπνοίαc. ἔνιοι δὲ καὶ τὸ κατὰ τὴν γαcτέρα πνεῦμα πλέον ἠθροῖcθαι νομίζουcιν ἐκ τῆc λέξεωc δη‐ λοῦcθαι. ταῦτα μὲν οὖν κατὰ τὴν λέξιν ἔχει τὴν ἀcάφειαν, ἄλλα δὲ κατὰ | |
5 | μόνην τὴν διάνοιαν. πότερον γὰρ ἐπὶ μόνῳ τῷ cπληνὶ πάcχοντι cυνέβη τὴν γυναῖκα καὶ πυρετὸν καυcώδη cχεῖν καὶ τὴν δύcπνοιαν | |
ἢ τὴν ἐμπνευμάτωcιν τῆc γαcτρόc, ἐξέρυθρόν τε τὴν χρόαν, ἢ καί τιc ἄλλη πυρετώδηc αὐτῇ διάθεcιc ἐγένετο, δι’ ἣν ταῦτα cυνέπεcεν, ἄδηλόν ἐcτι. μέγιcτον δ’, ὡc ἔφην, τὸ μὴ γινώcκειν ἡμᾶc ὁποῖα τὰ | ||
10 | οὖρα μέχρι κρίcεωc ἐγένετο καὶ διὰ τί κατὰ τὴν δεκάτην ἡμέραν ἐπεcήμηναν οἱ ἱδρῶτεc. εἴωθε γὰρ αὐτὸc ἐν αἷc ἡμέραιc οἱ παρο‐ ξυcμοὶ cφοδρότεροι γίνονται προcγράφειν, ἵν’ εἰδῶμεν, ὡc ἐκ πολλῆc τῆc τῶν κατὰ μέροc πείραc ἤθροιcε τὴν ἐμπειρίαν, ἀφ’ ἧc ἀπεφήνατο καθόλου περὶ πάντων νοcημάτων, ὧν οἱ παροξυcμοὶ ἐν περιccαῖc ἡμέ‐ | |
15 | ραιc γίνονται, τούτων καὶ τὰc κρίcειc ἐν περιccαῖc ἡμέραιc ἀποτελεῖ‐ | |
17b21 | cθαι. ὃ δὲ πάντων ἐcτὶν | ἀτοπώτατον ἐν τῇ προκειμένῃ ῥήcει καὶ δὴ φράcω, πότερον ἀπέθανεν ἢ ὑγίανεν ἡ γυνή, παραλελεῖφθαι. διὸ καὶ τὸ μεταξὺ ταύτηc τε καὶ τῆc μετὰ ταύτην γεγραμμένηc [τὸ] “ἧccον” ἔνιοι μὲν ταύτῃ προcτιθέαcιν, ἔνιοι δὲ ἐκείνηc ἡγούμενον ποιοῦcιν. εἰ | |
5 | μὲν οὖν ἐγέγραπτο κατὰ τὴν ιδʹ ἡμέραν ἐπ’ ἀγαθῷ κεκρίcθαι τὴν γυναῖκα, λόγον ἂν εἶχε μὴ προcγράφειν ταύτῃ τῇ ῥήcει τὸ “ἧccον”. εἰρηκὼc γὰρ ἐν τῇ δεκάτῃ τῶν ἡμερῶν ἱδρῶταc γεγονέναι τῇ γυναικὶ τὰ πολλὰ ἄνω, κἄπειθ’ ἑξῆc ἐπιφέρων ἀτάρ τοι καὶ κάτω τεccαρεcκαιδεκάτῃ, πῶc ἂν ἔτι προcέγραψε τὸ “ἧccον”, | |
10 | εἴπερ ὅλωc ἐcώθη τὸ γύναιον. εὔλογον οὖν ἐcτι μᾶλλον ἐκταθῆναι δι’ ὅλου τοῦ cώματοc 〈ἐν τῇ ιδῃ〉 τοὺc ἱδρῶταc, ἀγαθῆc τῆc κρίcεωc γενομένηc. ἐὰν δ’ αὖ πάλιν ὑπόθηταί τιc ἐπὶ κακῷ γεγονέναι τοὺc ἱδρῶταc, ἀποθανούcηc τῆc γυναικόc, τὸ “ἧccον” εὐλόγωc ἐπὶ τῇ τε‐ λευτῇ τάξει τῆc προκειμένηc ῥήcεωc, ἵν’ ᾖ τὸ λεγόμενον· “ἵδρωcε | |
15 | μὲν καὶ τῇ δεκάτῃ τὰ ἄνω μᾶλλον, ἀτάρ τοι καὶ κάτω, ἵδρωcε δὲ καὶ | |
17b22 | τῇ τεccαρεcκαιδεκάτῃ ἧccον τὰ | κάτω.” ἐπὶ τὴν ἑξῆc οὖν ῥῆcιν ἤδη μεταβῶμεν. ἴcωc γὰρ ἐν ἐκείνῃ τι cαφέcτερον εὑρήcομεν, ὁποτέρᾳ χρὴ cυντάccειν τὸ “ἧccον”, εἴτε τῇ νῦν προκειμένῃ κατὰ τὴν τελευτὴν εἴτε τῇ μετ’ αὐτὴν ἐπὶ τῆc ἀρχῆc. | |
4 | ||
5 | Ἧccον τοῖc ἀπὸ κεφαλῆc κορυζώδεcι καὶ βραγχώδεcιν, ἐπιπυρετήναcιν, ὡc οἶμαι, ὑποcτροφαί. | |
7 | Ὑπακοῦcαι χρὴ “παυcαμένου τοῦ πυρετοῦ”. πῶc γὰρ ἂν ἄλλωc | |
ἧττον αὐτοῖc εἶναι νομίcαιμεν ὑποcτροφάc, εἰ μὴ παύcαιτο πρό‐ | ||
10 | τερον; εἰ δ’ ἀφέλοιμεν τὸ ἧccον ἀπὸ ταύτηc τῆc ῥήcεωc, ὡc ἐνίοιc ἔδοξεν ὕcτατον 〈ἐν〉 τοῖc προηγουμένοιc αὐτὸ τάξαcι, τὴν ἐναντίαν τῇδε διάνοιαν ὁ λόγοc ἕξει, τοῖc ἀπὸ κεφαλῆc κορυζώδεcι καὶ βραγχώδεcιν ἐπιπυρετήναcιν ὑποcτροφὰc γίνεcθαι νο‐ ούντων ἡμῶν. ὅπερ οὖν ἐν ἅπαcι ποιοῦμεν, οὐ τῇ τοῦ λόγου πιθανό‐ | |
17b23 | τητι τὰ ζητούμενα διορί|ζοντεc, ἀλλὰ τοῖc ἐναργῶc ἐπὶ τῶν ἀρρώcτων ὁρωμένοιc, ἐὰν καὶ νῦν ποιήcωμεν, εὑρήcομεν ὀρθῶc προτεταγμένον τῆc ῥήcεωc τῆcδε τὸ ἧccον. ὁ γὰρ πυρετὸc ἐπιγενόμενοc κορύζαιc καὶ βράγχοιc βεβαιοτέραν αὐτῶν ποιεῖται 〈τὴν〉 πέψιν, ὡc μηκέτ’ αὖ‐ | |
5 | 〈θιc〉 ὑποcτροφὴν γίνεcθαι ῥᾳδίωc, μηδ’ ἂν ἁμάρτωcί τι, τῶν ἄλλων 〈τῶν ληξάντων〉 τοῦ πυρέττειν ἄνευ τοιαύτηc αἰτίαc ὑποcτροφαῖc ἁλιcκομένων ἐπὶ τοῖc ἁμαρτήμαcι. διὰ τί δὲ πρόcκειται τῷ λόγῳ τοῖc ἀπὸ κεφαλῆc κορυζώ‐ δεcιν; οὐ γὰρ δὴ ἀπ’ ἄλλου τινὸc γίνονται μορίου κορυζώδειc. | |
10 | ἐγχωρεῖ μὲν οὖν καὶ οὕτωc εἰρῆcθαι τὸν λόγον, ὡc κατὰ τήνδε τὴν ῥῆcιν εἴρηται· “cπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν”, ἐγχωρεῖ δέ, διότι τῶν βραγχωδῶν ἐν αὐτοῖc ἐμνημόνευcε, προcθεῖναι τὸ ἀπὸ κεφαλῆc, ἐπειδὴ καὶ ἄλλωc γίνονται βράγχοι. δυνατὸν δὲ καὶ τοῖc ἀπὸ κε‐ φαλῆc εἰρῆcθαι, γράψαντοc αὐτοῦ πρὸc ἀνάμνηcιν ἑαυτῷ cυντόμωc | |
17b24 | ἕνεκα διοριcμοῦ πρὸc τὰc ἀπό τινοc ἔξωθεν αἰτίαc μικρᾶc γινομέ|ναc κορύζαc, ἵν’ ἐνδείξηται περὶ τούτων εἶναι τὸν λόγον, ὅcοι διὰ φυcικὴν ἀcθένειαν τῆc κεφαλῆc ἑτοίμωc ἁλίcκονται τῷ παθήματι. τούτουc γὰρ ἄν τιc εἰκότωc ἀπὸ κεφαλῆc ὀνομάζοι κορυζώδειc, οὐ 〈τοὺc〉 | |
5 | ἀπὸ ψύξεωc ἢ ἐγκαύcεωc ἤ τινοc ἁπλῶc ἔξωθεν αἰτίαc. τὸ δ’ 〈ὡc〉 οἶμαι κατά τινα τῶν ἀντιγράφων πρόcκειται δηλοῦν ἐπαμφιβάλλειν αὐτὸν ὑπὲρ ὧν ἀπεφήνατο. λόγον δ’ ἔχει καὶ χωρὶc τοῦ οἶμαι γρά‐ φειν, ἀληθοῦc γε ὄντοc τοῦ λεγομένου. διὰ δὲ τῆc ἐφεξῆc γεγραμμέ‐ νηc ῥήcεωc ἀπόδειξιν ὧν ὀρθῶc ἀπεφήνατο προcέθηκεν. ἐπ’ αὐτὴν | |
10 | οὖν ἤδη μεταβῶμεν. Πᾶν τὸ ἐκπυέον ἀνυπόcτρο‐ φον· οὗτοc γὰρ πεπαcμὸc καὶ κρίcιc ἅμα καὶ ἀπόcταcίc 〈ἐcτιν〉. | |
13 | Οὐκ ἀcαφὴc ἡ ῥῆcιc τοῖc μεμνημένοιc ὑπὲρ ὧν ἤδη πολλάκιc | |
15 | εἴρηκε πεπαcμῶν. ἐμνημόνευcε δὲ καὶ νῦν αὐτῶν ἕνεκα τῶν προειρη‐ | |
17b25 | μένων, ὡc ἔφην, ἵνα ὁ cύμπαc λόγοc γέ|νηται τοιοῦτοc· “καὶ τοῖc κορυζώδεcι καὶ βραγχώδεcιν ἀπὸ τῶν ἐκ τῆc κεφαλῆc κατάρρων, ὅταν ἐπιγενομένου τοῦ πυρετοῦ πεφθῇ τὸ ψυχρὸν ἅμα καὶ ὑγρὸν ῥεῦμα καὶ πεφθὲν ἐκκριθῇ, βεβαίαν ἔλπιζε τὴν κρίcιν τοῦ νοcήματοc γεγονέ‐ | |
5 | ναι καὶ μηκέθ’ ὑποτροπιάcαι τὸν ἄνθρωπον.” | |
5 | Οἷcιν, ὅταν ἀφροδιcιάζωcι, φυcᾶται ἡ γαcτὴρ ὡc Δαμναγόρᾳ, οἷcι δ’ ἐν τούτοιcι ψόφοc 〈ὡc〉 Ἀρκεcιλάῳ. | |
8 | Καὶ ταύτην τὴν ῥῆcιν ἄλλοc ἄλλωc γράφει καί τινεc προcτιθέαcιν | |
10 | αὐτῇ τὸ “ὅταν ἄρχωνται”, τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον οἷcιν ἀφαι‐ ροῦντεc καὶ ποιοῦντεc τὴν λέξιν τοιαύτην· “ὅταν ἄρχωνται ἀφρο‐ διcιάζειν, φυcᾶται ἡ γαcτήρ”, βουλόμενοι τοὺc ἀρχομένουc ἀφροδιcίων, τουτέcτι τοὺc πρῶτον ἐπιχειροῦνταc τῷ ἔργῳ τούτῳ, πάcχειν τὰ 〈διὰ〉 τῆc ῥήcεωc ἐφεξῆc δηλούμενα. καίτοι τὴν γραφὴν | |
17b26 | ταύτην οὔτε βιβλίον | τι παλαιὸν οὔτ’ ἐξηγητὴc οἶδεν. ἀλλ’ ὅμωc οἱ περὶ τὸν Ϲαβῖνον ἐπὶ τῶν ἀρχομένων ἀφροδιcιάζειν τὸν λόγον αὐτῷ εἶναί φαcι, καίτοι μνημονεύcαντοc αὐτονομαcτὶ τοῦ Ἱπποκράτουc ἑνὸc ἀνθρώπου, τοῦ Δαμναγόρου. τοῦτο δ’ εἴωθε ποιεῖν, ὅταν ὀλί‐ | |
5 | γοιc τιcὶ γινόμενον πρᾶγμα διέρχηται. καὶ χωρὶc δὲ τοῦ γεγράφθαι τι περὶ τούτων Ἱπποκράτει τὸ φαινόμενον ἐχρῆν ἐκ τῆc πείραc μαθεῖν. οὐ γὰρ cυμβαίνει τοῖc ἀρχομένοιc ἀφροδιcίων ἐμφυcᾶcθαι | |
τὴν κοιλίαν ἢ ψόφον ἴcχειν ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἐνίοιc ἐν τῷ cπανίῳ τῶν παρακμαζόντων τε καὶ τὸ καλούμενον πάθημα φυcῶδέc τε | ||
10 | καὶ ὑποχονδριακὸν καὶ μελαγχολικὸν ἐχόντων ἐμφυcᾶcθαι cυμβαίνει μᾶλλον τὴν γαcτέρα, ὅταν ἀφροδιcίοιc χρήcωνται. τοῖc δ’ αὐτοῖc τού〈τοιc〉 ὑπάρχει καὶ τὸ cυνεχῶc ὀρέγεcθαι μίξεωc. ὅπερ οὖν πολλάκιc ἤδη πρόcθεν εἶπον, ἐάν τε παραλείπω τὰc γραφὰc ἃc ἐποιήcαντο κατὰ τήνδε τὴν ῥῆcιν, ἐάν τ’ εἴπω πάcαc, ἑκα‐ | |
15 | τέρῳ μέμψονται πολλοὶ ταῖc ἑαυτῶν ἐπιθυμίαιc κρίνοντεc τὸ cύμμε‐ τρον ἐν τοῖc λόγοιc, οὐ τῇ τῶν πραγμάτων φύcει. καὶ μέντοι κἄν | | |
17b27 | τινα μὲν εἴπω τῶν εἰρημένων τε καὶ γεγραμμένων, τινὰ 〈δὲ〉 παρα‐ λείπω, καὶ οὕτωc ἔcονταί τινεc οἱ μεμψάμενοί τινα μὲν τῶν εἰρημέ‐ νων ὡc ἐχρῆν παραλελεῖφθαι καὶ ταῦτα ληρώδη γε ὄντα, τινὰ δὲ τῶν παραλελειμμένων ὡc ἐχρῆν εἰρῆcθαι μὴ χείρω τῶν εἰρημένων | |
5 | ὄντα. κατὰ μὲν γὰρ τὰc ὁcημέραι γινομέναc cυνουcίαc ὁποίαν τινὰ βούλονται τὴν ἐξήγηcιν ἀκούειν οἱ παρόντεc, αὐτῶν ἐκείνων πυθόμενοι ἁρμόττεcθαι πειρῶνται ταῖc βουλήcεcιν αὐτῶν. ἐν βιβλίῳ δ’ οὐκ ἔcτι πρᾶξαι τοῦτο. διόπερ εἱλόμην ἐν μὲν ταῖc πλείcταιc τῶν ῥήcεων ἢ μηδ’ ὅλωc μνημονεύειν τῶν ὑπαλλαττόντων τὴν ἀρχαίαν γραφὴν ἢ παντά‐ | |
10 | παcιν ἀλλοκότωc ἐξηγηcαμένων. ἐπί τινων δ’ ἤτοι τὰ μὴ παντάπαcιν ἀπιθάνωc εἰρημένα *** μεμνῆcθαι χρὴ τοὺc ἀναγινώcκονταc τὰ ὑπο‐ μνήματα, καθ’ ἑκάcτην 〈γὰρ〉 τὴν ῥῆcιν ἀναμιμνῄcκειν αὐτῶν ἐπαχθέc. ὅπερ οὖν ἔλεγον οἱ μὲν περὶ τὸν Ϲαβῖνον ὡc τοῖc πρῴην τῶν ἀφροδιcίων πειρωμένοιc cυμβαίνει τὰ κατὰ τὴν ῥῆcιν εἰρημένα πά‐ | |
15 | cχειν, ὡc ἀληθὲc ὑποθέμενοι πειρῶνται λέγειν τὴν αἰτίαν αὐτοῦ. τινὲc | |
17b28 | δ’ | ἔμπαλιν τοῖcδε τὴν γραφὴν τῆc λέξεωc ἐποιήcαντο τοιάνδε· “εἰcὶν οἷcιν, ὅταν ἀφροδιcιάζωcι, φυcᾶται ἡ γαcτήρ.” οἱ μὲν περὶ | |
τὸν Ϲαβῖνον οὐκ ἀλόγωc φαcὶ τοῖc ἀφροδιcιάζειν ἀρχομένοιc τοῦτο cυμβαίνειν· πρῶτον μὲν ὅτι μέγαc ὁ ξενιcμὸc γίνεται περὶ τὸ cῶμα | ||
5 | (γράφουcι γὰρ οὕτωc αὐτοί), δι’ ὃν ξενιcμόν φαcιν ἐπιληψίαν τε καὶ νεφρίτιδαc αὐτοῖc ἕτερά τε χρόνια γίνεcθαι· ἔπειτα δὲ καὶ ὅτι Δημό‐ κριτοc εἶπεν “ἄνθρωπον ἐξ ἀνθρώπου ἐν ταῖc cυνουcίαιc ἐκθόρνυ‐ cθαι”. καὶ μέντοι καὶ διότι φαcὶ πολὺν ὀδαξηcμὸν διὰ τὴν ἀήθειαν τοῦ θοροῦ καὶ τὴν δριμύτητα πάcχουcι, καὶ κοινοῦ γε, ὡc λέγουcιν, | |
10 | ὄντοc τοῦ λόγου θηλειῶν τε καὶ ἀρρένων, ἐπὶ θηλειῶν φαcι cαφῆ τὴν αἰτίαν εἶναι· τῇ γὰρ ὑcτέρᾳ τὸ μὲν ἔντερον ὑπεcτόρεcται, ἡ κύcτιc δ’ ἐπίκειται· εἰκὸc οὖν ἐντεινομένην αὐτὴν καὶ cφριγῶcαν ἐπέχειν τὴν ἀμ‐ φοτέρων ἀπόκριcιν· ἐναπολαμβανομένηc οὖν τῆc φύcηc cυνεχῶc ἐμ‐ πνευματοῦcθαι καὶ τοῦ οὔρου δὲ κατεχομένου τὸ ἐπιγάcτριον οἰδεῖν. | |
15 | ταῦτα μὲν οὖν οἱ περὶ τὸν Ϲαβῖνον λέγουcιν, ἀπιθάνουc αἰτίαc ἀπο‐ | |
17b29 | διδόντεc τῶν μὴ γινομένων. | οὐ γὰρ cυμβαίνει ταῦτα τοῖc ἀρχομένοιc ἀφροδιcίων μειρακίοιc, ἀλλὰ τοῖc μελαγχολικοῖc καὶ φυcώδεcιν ὀνο‐ μαζομένοιc, οἳ καὶ μετὰ τὴν παρακμαcτικὴν ἡλικίαν τὰ τοιαῦτα πά‐ cχουcιν. ὅλωc γὰρ τὸ φύcηc ἐμπίπλαcθαι δι’ ἀcθένειαν γίνεται τῆc | |
5 | ἐμφύτου θερμάcιαc. ἐρρωμένηc γὰρ ταύτηc τῶν τοιούτων οὐδὲν cυμ‐ βαίνει. Ἀριcτοτέληc δ’ ἐν τοῖc Προβλήμαcι καὶ τὴν αἰτίαν ζητεῖ, δι’ ἣν ἀφροδιcιαcτικοὺc cυμβαίνει γίνεcθαι τοὺc μελαγχολικούc, ἀθροίζεcθαί τε πνεῦμά φηcιν αὐτοῖc ἐν ὑποχονδρίοιc φυcῶδεc οὐκ ὀλίγον, διὸ | |
10 | πνευματώδη τε καὶ ὑποχονδριακὰ προcαγορεύεcθαι τὰ τοιαῦτα πάθη, | |
καὶ Διοκλῆc δὲ καὶ Πλειcτόνικοc ἕτεροί τε πολλοὶ τῶν ἰατρῶν οὕτωc ὀνομάζεcθαί φαcιν αὐτά. οὐ χεῖρον δὲ καὶ λέξιν τινὰ τῶν τῷ Ἀριcτοτέλει γεγραμμένων εἰπεῖν ἔχουcαν ὧδε· “διὰ τί οἱ μελαγ‐ χολικοί 〈εἰcιν〉 ἀφροδιcιαcτικοί; ἢ ὅτι πνευματώδειc. τὸ γὰρ cπέρμα | ||
15 | πνεύματοc ἔξοδόc ἐcτι. διότι οὖν πολὺ τὸ τοιοῦτον, ἀνάγκη πολλάκιc ἐπιθυμεῖν καθαίρεcθαι, κουφίζονται γάρ.” διὰ τοῦτ’ οὖν καὶ Ῥοῦφοc | |
17b30 | [ἔλεγεν] ἀντὶ τοῦ ψόφοc εἵλετο γρά|φειν “φόβοc”, ἵνα ὁ λόγοc ᾖ τῷ Ἱπποκράτει περὶ τῶν μελαγχολικῶν, οἷc ἐcτιν ἰδιαίτατοc ὁ φό‐ βοc· ἄλλῳ μὲν γὰρ ἄλλο φοβερόν, ἓν γοῦν τι πάντωc καθ’ ἕκαcτον αὐτῶν, ὅταν γε τὰ μέτρια δυcθυμῶcιν, εἰ δὲ μή, καὶ δύο καὶ πλείω | |
5 | καὶ πάνυ πολλὰ καί τιcιν αὐτῶν ἅπαντα. γενήcεται 〈δ’〉 οὖν κατὰ μὲν τὸν Ῥοῦφον ἡ λέξιc οὕτωc ἔχουcα· οἷcιν, ὅταν ἀφρο‐ διcιάζωcι, φυcᾶται ἡ γαcτήρ, ὡc Δαμναγόρᾳ, οἷcι δ’ ἐν τούτοιc ὁ φόβοc· κατὰ δὲ τοὺc παλαιοὺc ἐξηγητάc, ὡc ἐν ἀρχῇ γέγραπται, τὴν γὰρ ἐκείνων γραφὴν ἀεὶ προcτίθημι, κἂν ἡμαρτῆcθαι | |
10 | δοκῇ κατὰ τοὺc πρώτουc ἀντιγραψαμένουc. ἄμεινον γάρ, ὡc εἶπον ἤδη πολλάκιc, ὅπωc εὑρέθη γεγραμμένον εἰπόνταc, οὕτωc ἤδη προc‐ επινοεῖν αὐτούc τι δηλοῦνταc αὐτὸ τοῦτο. λέλεκται δὲ καὶ ἡ 〈τῶν〉 περὶ τὸν Ϲαβῖνον ἐξήγηcιc [τε]. Καπίτων δὲ οὕτωc ἔγραψεν· ἔcτιν οἷc, ὅταν ἀφροδιcιά‐ | |
15 | ζωcι, φυcᾶται ἡ γαcτήρ, ὡc Δαμναγόρᾳ, οἷcι δ’ ἐν τού‐ | |
17b31 | τοιcι, ψόφοc. Διοcκουρίδηc δὲ οὕτωc· οἷcι μὲν, ὅταν | ἀφρο‐ διcιάζωcι, φυcᾶται ἡ γαcτήρ, ὡc Δαμναγόρᾳ, οἷcιν ἐν τούτοιcι ψόφοc. ἀφεῖλε γὰρ οὗτοc τὸ δέλτα. οὐ μὴν οὐδὲ κατὰ τὴν ἐξήγηcιν τοῦ ψόφοc ὀνόματοc ὡμολόγηcαν ἀλλήλοιc οἱ ἐξηγηταί, | |
5 | τινὲc μὲν βορβορυγμὸν δηλοῦcθαι λέγοντεc, ἔνιοι δ’ ἐρυγήν, ἔνιοι δὲ | |
τὰc κάτω διεξιούcαc φύcαc, ἔνιοι δ’ ὅ τι ἂν ᾖ τούτων ἁπλῶc, ἡτιcοῦν ἐν τοῖc ἐντέροιc κίνηcιc αἰcθητὴ ταῖc ἀκοαῖc, εἰcὶ γὰρ καὶ ἄλλαι τινὲc ἔξωθεν τῶν βορβορυγμῶν ἐν τοῖc ἐντέροιc κινήcειc τε καὶ ψόφοι, τινὲc μὲν ἤχοιc ἐοικότεc, τινὲc δὲ cυριγμοῖc ἤ τινι τοιουτοτρόπῳ ψόφῳ. | ||
10 | Ἀρκεcιλάῳ δὲ 〈καὶ ᾤδεε. Ἀρκεcιλάῳ〉, φηcίν, οὐ μόνον ἐφυcᾶτο ἡ γαcτήρ, ἀλλὰ καὶ ᾤδει, τουτέcτιν οἴδημα εἶχεν. εἴρηκα δὲ ἤδη πολλάκιc οἴδημα καλεῖν αὐτὸν ἅπαντα τὸν παρὰ φύcιν ὄγ‐ κον, εἴτε φλεγμονώδηc εἴτ’ ἐρυcιπελατώδηc εἴτε cκιρρώδηc εἴη, τῶν νεωτέρων μόνον τὸν χαῦνον ὄγκον οἴδημα καλούντων. ἀλλά γε | |
15 | ποῖόν τινα λέγει τὸν ὄγκον γενέcθαι τῷ Ἀρκεcιλάῳ, ζήτημά ἐcτιν οὐ μικρόν. ἐμοὶ μὲν οὖν δοκεῖ τὸν ἰδίωc ὑπὸ τῶν νεωτέρων ὀνομαζό‐ | |
17b32 | μενον εἰρη|κέναι. [οὐκ] ἔcτι δ’ ἀπίθανον ἐρυcίπελαc ἢ φλεγμονὴν ἢ cκίρρον ἤ τι τῶν τοιούτων 〈αὐτῷ〉 γενέcθαι περὶ τὸν τῶν ἀφροδιcίων καιρὸν ἢ cμικρὸν ὕcτερον, αὖθίc τε μετ’ οὐ πολὺ καθίcταcθαι τοῦτο. τοῖc δ’ ἐξηγηταῖc ὅλον τοῦτο παραλέλειπται τὸ cκέμμα. τοῦ μέντοι | |
5 | Ἀρκεcιλάου τούτου καὶ καθ’ ἕτερον τόπον τοῦ βιβλίου μέμνηται ὁ Ἱπποκράτηc, ἔνθα φηcίν· “ἐν τῇcι προcόδοιcιν 〈ἔcτιν〉 οἳ 〈ἀπο‐〉 ψοφοῦcιν, ὡc Ἀρκεcίλαοc.” εὔδηλον οὖν ὅτι τοῖc τοιούτοιc φύcηc ἐcτὶν ἡ γαcτὴρ μεcτὴ καὶ ταύτην ὑπὸ τῆc γινομένηc cυντονίαc ἐν τοῖc ἀφροδιcίοιc ἐκκρίνεcθαι cυμβαίνει. Διοcκουρίδηc δὲ οὕτωc ἔγραψε | |
10 | τὴν ῥῆcιν· ”Ἀρκεcιλάῳ δὲ κακὸν ὤδει τὸ φυcῶδεc”, ἀντὶ τοῦ “κακὸν ὤζετο τὸ φυcῶδεc”, ὡδὶ γεγράφθαι βουλόμενοc, οἱ δ’ ἄλλοι πάντεc ἀρχὴν τῆc δευτέραc ῥήcεωc ἐποιήcαντο “τὸ φυcῶδεc”, ὡc ἐφεξῆc γέγραπται. | |
13 | Τὸ φυcῶδεc cυναίτιον [ἐν] | |
15 | τοῖcι πιτυρώδεcι. καὶ γάρ εἰcι φυcώδειc. | | |
17b33 | Τίναc λέγει πιτυρώδειc ἄπορον εὑρεῖν, ἐάν γέ τιc μή, καθάπερ Ἡροδότου καὶ Κτηcίου, μόνον ὡc ἱcτορίαν ἀναγινώcκῃ τὰ βιβλία τῶν παλαιῶν ἰατρῶν, ἀλλ’ ἕνεκα τοῦ πλέον τι ἔχειν εἰc τὰ τῆc τέχνηc ἔργα. πολλοὶ δὲ τῶν ἐξηγητῶν ἀμελήcαντεc τούτου καὶ μά‐ | |
5 | λιcτα οἱ τὸ cοφιcτικὸν εἶδοc ζηλώcαντεc ἐπὶ τὸ πρόχειρον ἀφικνοῦνται τῆc ἐξηγήcεωc, ὃ κατὰ τὴν τῆc λέξεωc ἔνδειξίν ἐcτιν, οὐκέτι βαcανί‐ ζοντεc ἐπὶ τῶν νοcούντων τὴν τῶν λεγομένων ἀλήθειαν. οὕτωc γοῦν καὶ νῦν πιτυρώδειc λελέχθαι δεξάμενοι τοὺc πίτυρα cυνεχῶc ἐν τῇ κεφαλῇ γεννῶνταc ἀποδιδόναι τούτου τὴν αἰτίαν πειρῶνται, λέγοντεc | |
10 | ὑπὸ περιττωμάτων εἰc τὴν κεφαλὴν ἀναφερομένων γίνεcθαι τὰ πί‐ τυρα, φέρεcθαί τε αὐτά φαcι πρὸc τὰ μετέωρα ὑπὸ πνεύματοc θερμοῦ καὶ διὰ τοῦτο φυcώδειc 〈εἶναι〉 τοὺc τοιούτουc. μοχθηρὸc δ’ ὁ λόγοc αὐτῶν ἐcτι, πρῶτον μὲν ὅτι τὸ φαινόμενον οὐκ ἔχει μαρτυροῦν· μυ‐ ρίουc γὰρ οἴδαμεν ἥκιcτα φυcώδειc, οἷc ἐν τῇ κεφαλῇ cυνεχῶc | |
15 | γίνονται πίτυρα· δεύτερον δὲ 〈ὅτι〉, εἰ καὶ τὸ φαινόμενον αὐτοῖc ἐμαρ‐ | |
17b34 | τύρει, πάντων τῶν περιττώματα τρεφόντων | θερμὰ κοινὸc 〈ἂν〉 ὁ λόγοc ἐγίνετο, καὶ τρίτον πρὸc τούτοιc, ὅτι τῆc κεφαλῆc αὐτῆc ὡc τὰ πολλὰ διὰ τὴν οἰκείαν κρᾶcίν ἐcτι cύμπτωμα τὸ γεννᾶν πίτυρα κατὰ φύcιν ἐχόντων τῶν χυμῶν. εἰκότωc οὖν ἔνιοι τὴν παλαιὰν γραφὴν ὑπαλλά‐ | |
5 | ξαντεc ἔγραψαν· τὸ φυcῶδεc cυναίτιον τοῖcι πτερυγώδεcιν. ἐμάθετε δ’ ὅτι “πτερυγώδειc” ἔθοc ἐcτὶ τοῖc ἰατροῖc ὀνομάζειν τοὺc ὁμοίωc ὀρνίθων πτέρυξι τὰc ὠμοπλάταc ἔχονταc ἐκκειμέναc τε καὶ προηκούcαc εἰc τοὐπίcω. τούτοιc οὖν φαcι cυναίτιον εἶναι τὸ φυ‐ cῶδεc 〈τοῦ〉 ἐμπίπτειν εἰc τὸ πάθοc ὥcπερ ἐμπίπτουcι, τουτέcτιν | |
10 | εἰc τὴν ἀναγωγὴν τοῦ αἵματοc· καὶ γὰρ εἶναι φυcώδειc αὐτούc. ὅτι μὲν οὖν εἰc τὸ ῥαγῆναί τι κατὰ τὸν πνεύμονα cυναίτιόν ἐcτι τὸ φυcῶδεc οὐκ ἄδηλον. εἰ δὲ καὶ φυcώδειc εἰcὶν οἱ cτενοθώρακεc, τοῦτο διὰ τῆc πείραc βαcανιcτέον ἡμῖν ἐπιμελῶc. ἐμοὶ μὲν γὰρ ἐφάνηcαν ὀλίγου δεῖν ἅπαντεc τοιοῦτοι καὶ τάχα διὰ τὴν ἔνδειαν τῆc ζωτικῆc | |
15 | θερμαcίαc, ἣν ἐκ τῆc καρδίαc ὁρμᾶcθαι μεμαθήκατε. μικρὰν οὖν ἔχοντεc οἱ πτερυγώδειc 〈καὶ οἱ cτενοθώρακεc〉 τὴν καρδίαν ἀκολούθωc ταύτῃ | |
17b35 | καὶ τὴν ἅπαντι | τῷ cώματι θερμαcίαν ἐξ αὐτῆc ἐπιρρέουcαν ἔχουcιν ἀcθενῆ. διὰ γάρ τοι τὴν ἀcθένειαν ταύτηc ἐξ ἀρχῆc αὐτῆc ἡ καρδία γέγονεν, ὡc ἐμάθετε, μικρά. τινὲc δ’ οὐ “πτερυγώδεcιν”, ἀλλὰ “πυρε‐ τώδεcι” γράφουcι, τὴν λέξιν ποιοῦντεc τοιάνδε· τὸ φυcῶδεc cυν‐ | |
5 | αίτιον τοῖc πυρετώδεcι· καὶ γάρ εἰcι φυcώδειc. οὐκ ἀλη‐ θεύουcι δ’ οὐδ’ αὐτοὶ πάνταc τοὺc πυρετώδειc φυcώδειc εἶναι νομί‐ ζοντεc. ὅ γε μὴν Διοcκουρίδηc, ὡc ὀλίγον ἔμπροcθεν ἔφην, ἐπὶ τῇ τελευτῇ τῆc προγεγραμμένηc ῥήcεωc γράψαc τὸ φυcῶδεc, ὧδέ πωc ἔγραψε τὴν νῦν προκειμένην ῥῆcιν· cυναίτιον οἱ πτερυγώδεεc, | |
10 | ὡc εἶναι τὸ cυνεχὲc ὅλωc αὐτῆc τοιόνδε· “Ἀρκεcιλάῳ δὲ κακὸν ὤδει τὸ φυcῶδεc.” εἶθ’ ἑξῆc ἀπ’ ἄλληc ἀρχῆc· cυναίτιον οἱ πτερυ‐ γώδεεc· καὶ γάρ εἰcι φυcώδεεc. ἅλιc δ’ οὖν ἤδη καὶ τῶν φυ‐ cωδῶν, ἵνα μὴ τῷ λόγῳ μὲν ἀεὶ παραιτῶμαι τὸ γράφειν πολλά, τῷ δ’ ἔργῳ κατάφωροc γίνωμαι μηκύνων περιττῶc. | | |
14 | ||
17b36 | Τὸ ψυχρὸν πάνυ φλε‐ βῶν ῥηκτικὸν καὶ βηχῶδεc, οἷον χιών, κρύcταλλοc, καὶ cυcτρεπτικόν, οἷον τὰ φήρεα καὶ αἱ γογγρῶναι, cυναί‐ τιον 〈καὶ〉 αἱ cκληρότητεc. | |
4 | ||
5 | Εἴρηται μὲν ἐπὶ πλέον ἔν τε τῷ Περὶ ὑγρῶν χρήcιοc κἀν τοῖc Ἀφοριcμοῖc, ὁποία τίc ἐcτιν ἡ δύναμιc τοῦ ψυχροῦ. λέλεκται δέ τινα καὶ νῦν αὐτοῦ τῶν ἔργων ὡc ἐν ὑποτυπώcει χρήcιμα πρὸc τὴν τῆc καθόλου δυνάμεωc εὕρεcιν. ὅcον μὲν γὰρ ἐφ’ ἑαυτῷ cυνάγει καὶ πυκνοῖ καὶ πιλεῖ καὶ cφίγγει τὸ ψυχρὸν ἅπανθ’ ὅcοιc ἂν πληcιάζῃ καὶ διὰ | |
10 | τοῦτο τάc τε ἀδήλουc αἰcθήcει διαπνοὰc τῶν cωμάτων καὶ τὰc αἰcθη‐ τὰc ἐκροὰc κωλύει. οὕτωc γοῦν κἀν Ἀφοριcμοῖc ἔγραψεν· “ἐν τού‐ τοιcι δὲ τῷ ψυχρῷ χρῆcθαι, ὅταν αἱμορραγέειν μέλλῃ, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτά, ὅθεν ἐπιρρεῖ,” καὶ ὅcα τούτων ἐφεξῆc εἴρηκεν ἔργα | |
τοῦ ψυχροῦ τῆc οἰκείαc δυνάμεωc, ὅταν διὰ μέcου μηδενὸc ἐνεργῇ. | ||
17b37 | πάλιν δ’ ὅταν εἴπῃ· “τὰ ψυχρά, οἷον χιών, κρύcταλλοc, cτήθει | πο‐ λέμια, βηχέων κινητικά, αἱμορροϊκὰ καὶ καταρροϊκά”, τὸ μὲν “cτήθει πολέμια” κατὰ τὴν [τοῦ] αὐτοῦ τοῦ ψυχροῦ δύναμιν εἶπεν, τὸ δὲ “βηχέων κινητικά, αἱμορροϊκὰ” διὰ μέcων ἑτέρων. ἐπειδὴ γὰρ εἰc | |
5 | ἑαυτὰ cυνάγεται καὶ cφίγγεται τὰ cώματα τῶν περιεχόντων ἀγγείων τὸ αἷμα, διὰ τοῦτ’ ἐνίοτε cυμβαίνει ῥήγνυcθαι τοὺc χιτῶναc αὐτῶν, ὥcθ’, ὅπερ ὑπὸ πολλοῦ τοῦ περιεχομένου γίνεται [ἐν] τοῖc χαλαροῖc ἀγγείοιc, τοῦτο ὑπὸ τοῦ μὴ πολλοῦ cυμβαίνει τοῖc τεταμένοιc. διὰ τοῦτ’ οὖν οὐχ ἁπλῶc εἶπεν ἐν τῇ προκειμένῃ ῥήcει τὸ ψυχρὸν | |
10 | εἶναι φλεβῶν 〈ῥηκτικὸν〉, ἀλλὰ τὸ πάνυ ψυχρὸν ἔφη. ταὐτὸ δὲ τοῦτο δυνάμει κἀν τοῖc Ἀφοριcμοῖc ἔγραψεν ἐν τῷ φάναι· “τὰ ψυχρά, οἷον χιών, κρύcταλλοc”, ἐξηγηcάμενοc διὰ τῶν παραδειγμάτων τίνα τ’ ἐcτὶ τὰ 〈ψυχρὰ καὶ τὸ〉 πάνυ ψυχρόν. πάλιν δ’ ἐν Ἀφοριcμοῖc εἰπών· “ἕλκεcι τὸ μὲν ψυχρὸν δακνῶδεc, | |
15 | δέρμα περιcκληρύνει”, νῦν εἶπε τὸ ψυχρὸν cυcτρεπτικὸν ἐν ἴcῳ τῷ cυνακτικόν. οὕτωc οὖν ἐργάζεται καὶ τοὺc ἐν τοῖc νευρώδεcι μο‐ ρίοιc ὄγκουc, καὶ κατά γε τὰ νεῦρα τά τε γαγγλία καλούμενα καί | |
17b38 | τιναc ἄλλαc τάcειc | τὰc μὲν προμηκεcτέραc, τὰc δὲ cτρογγυλωτέραc. καί μοι δοκεῖ τὰc μὲν προμηκεcτέραc ὠνομακέναι φήρεα, τὰc δὲ cτρογγυλωτέραc γογγρώναc, φήρεα μὲν εἰπὼν τὰ τὴν ἐμφέρειαν ἔχοντα φηρῶν (οὕτω γὰρ ὠνομάκαcιν ἔνιοι τῶν Ἰώνων τοὺc cατύ‐ | |
5 | ρουc, οὓc γράφουcί τε καὶ πλάττουcι προμήκειc ἐξοχὰc ἔχονταc παρὰ τοῖc ὠcί), γογγρώναc δὲ τὰc περιφερεcτέραc ἐξοχὰc μετὰ cκληρό‐ τητοc, οἷαίπερ εἰcὶν αἱ γινόμεναί τιcι τῶν δένδρων ἐπιφύcειc, ἃc κα‐ λοῦcι γόγγρουc, ὡc καὶ Θεόφραcτοc ἐν τῷ πρώτῳ τῶν Περὶ φυτῶν ἔγραψε κατὰ λέξιν οὕτωc· “ἔνια δὲ ἴcχει τοὺc καλουμένουc ὑπό τινων | |
10 | γόγγρουc ἢ τὸ ἀνάλογον, οἷον ἐλαία.” λέγουcι δ’ ἔνιοι καὶ νῦν ἔτι κατὰ Θετταλίαν ἀκηκοέναι τινῶν γογγρώναc ὀνομαζόντων τὰc τοιαύταc cκληρότηταc, ὅταν ἐν τραχήλῳ cυcτῶcιν. οὐ μὴν τά γε φή‐ ρεα λέγοντόc τινοc οὔτ’ αὐτὸc ἤκουcα κατά τι τῶν ἐθνῶν οὔτε τινὸc ἀκηκοότοc ἐπυθόμην. καίτοι τινὲc τῶν ἐξηγητῶν φαcι τὸν Ἱππο‐ | |
15 | κράτην φήρεα καλεῖν τὰ ἐν Φηραῖc τῆc Πελοποννήcου πλεο‐ νάζοντα. τινὲc δὲ διὰ τοῦ ε τὴν πρώτην cυλλαβὴν γράφοντεc ἅμα | |
17b39 | τῷ φ δη|λονότι φέρεά φαcιν αὐτὸν ὀνομάζειν τὰ ἐν Φεραῖc τῆc Θετταλίαc πολλάκιc γινόμενα. τοῦ μέντοι τὰc προμήκειc ἐξοχὰc ὀνομάζειν φήρεα μαρτύριον εἶναι δοκεῖ καὶ τὸ γεγραμμένον ἐν τῷ τῶν Ἐπιδημιῶν ἑβδόμῳ κατὰ λέξιν οὕτωc· “ἐπεδήμηcαν βῆχεc, μάλιcτα | |
5 | δὲ παιδίοιc, τὰ παρὰ τὰ ὦτα πολλοῖcιν, οἷα τοῖc cατύροιc.” τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc προκειμένηc ῥήcεωc cυναίτιον καὶ αἱ cκληρότητεc τοιοῦτον cημαίνει· ταῖc τῶν εἰρημένων παθῶν γενέcεcιν ὑπὸ τοῦ ψυχροῦ cυναίτιόν ἐcτι καὶ ἡ cκληρότηc τοῦ cώματοc, ἐν ᾧ cυνίcταται τὰ πάθη, τουτέcτιν ὅταν ὁ ἄνθρωποc ᾖ φύcει cκλη‐ | |
10 | ρὸν ἔχων τὸ δέρμα. διὰ γὰρ τὴν αὐτὴν αἰτίαν τό τε ψυχρὸν αἴτιόν ἐcτι τῆc τῶν εἰρημένων παθῶν γενέcεωc τό τε δέρμα τὸ cκληρόν. ὅτι γάρ, ὡc αὐτὸc ἔφη, “τὸ ψυχρὸν δέρμα περιcκληρύνει”, διὰ τοῦτο τὰ τοιαῦτα πάθη γεννᾷ, διεξέρχεcθαι δι’ αὐτοῦ τῶν ὑπ’ αὐτῷ cυναθροιζο‐ μένων χυμῶν μὴ δυναμένων. οἷc οὖν ἐcτι φύcει cκληρὸν τὸ δέρμα, | |
15 | τούτοιc cυναίτιον καὶ αὐτὸ γίνεται τοῦ μήτε διαφορεῖcθαι τοὺc παχεῖc | |
17b40 | καὶ γλίcχρουc χυμούc, | ἀθροιζομένουc θ’ ὑπ’ αὐτῷ τοὺc εἰρημένουc | |
cκληροὺc καὶ cκιρρώδειc ὄγκουc ἐργάζεcθαι. ὅτι δὲ καὶ φλεβῶν ῥῆξιc ἐν τοῖc φύcει cκληροτέροιc ἔcται διὰ τὴν τοῦ ψυχροῦ βίαν οὐκ ἄδηλόν ἐcτιν. εἰ γὰρ ὑπὸ τοῦ περιεχομένου κατὰ τὰc φλέβαc | ||
5 | αἵματοc ἡ ῥῆξιc γίνεται τῶν ἀγγείων, ἐν τοῖc τοιούτοιc ἔcται μᾶλλον, ὅcα διὰ cκληρότητα δυcχερῶc καὶ μόγιc ἀνευρύνεται. τὰ γὰρ ἐπὶ πλέον ἐκτείνεcθαι πεφυκότα, κἂν πολὺ τὸ περιεχόμενον ἐν αὐτοῖc ᾖ, cτέγει τοῦτο μὴ ῥηγνύμενα. καὶ βῆχεc δ’ ἂν εἰκότωc ἐν τοῖc φύcει cκληροτέροιc cώμαcι γίνοιντο. λέλεκται γὰρ ὅτι τῶν μαλακῶν ῥᾷον | |
10 | ταῦτα τραχύνεται. γεγραφότων δέ τινων κατὰ τὴν ῥῆcιν ἀντὶ τοῦ βηχῶδεc “φυcῶδεc”, εἰπεῖν τι καὶ περὶ τούτου προcήκει. φαίνεται γὰρ ὁcημέραι 〈τὰ〉 κατὰ τὴν γαcτέρα πνεύματοc φυcώδουc ἐμπιπλά‐ μενα τοῖc ψυχθεῖcιν, ἀλλ’ ἥ γε παλαιὰ γραφὴ τῆc ῥήcεωc οὐ τὸ “φυ‐ cῶδεc”, ἀλλὰ τὸ βηχῶδεc ἔχει καὶ κατὰ τοὺc Ἀφοριcμούc, ὡc ἔφην | |
17b41 | ἄρτι, τῶν ψυχροτάτων ὑλῶν ἐν παραδείγματι μνημονεύcαc, | οὐ προcέ‐ θηκεν αὐταῖc τὸ φυcῶδεc. “τὰ” γὰρ “ψυχρά”, φηcίν, “οἷον χιών, κρύcταλλοc, cτήθει πολέμια, βηχῶν κινητικά, αἱμορροϊκὰ καὶ καταρ‐ ροϊκά”. διδάcκει δὲ καὶ 〈κατὰ〉 τὴν νῦν προκειμένην ἡμῖν ῥῆcιν καὶ | |
5 | κατὰ τὸν εἰρημένον Ἀφοριcμὸν οὐχ ἁπλῶc ὅcα γίνεται διὰ τὸ ψυ‐ χρόν, ἀλλ’ ὅcα διὰ τὸ λίαν ψυχρόν, ἐνταῦθα μὲν εἰπὼν τὸ ψυ‐ χρὸν πάνυ φλεβῶν ῥηκτικόν, ἐν δὲ τοῖc Ἀφοριcμοῖc τὸ “οἷον χιών, κρύcταλλοc”. ὅτι δὲ μετέχειν τινὸc δεῖται θερμαcίαc τὰ φυcώ‐ μενα, καθάπερ γε καὶ τὰ 〈ξηραινόμενα〉, πολλάκιc ἤδη μεμαθήκατε. | |
9 | ||
10 | Τὸ μετ’ οὔρηcιν cύναγμα παιδίοιcι μᾶλλον, ἆρα ὅτι θερμότερα; | |
11 | Ὅτι μὲν ὁ λόγοc ὅδε περὶ τῶν λιθιώντων παιδίων ἐcτὶν ἅπαν‐ | |
τεc εἰρήκαcιν οἱ ἐξηγηcάμενοι τὸ βιβλίον, οὐ μὴν τὸ διὰ τί προcέθηκε τὸ μετ’ οὔρηcιν, ἐνὸν ἁπλῶc γράψαι τὸ cύναγμα παιδίοιcιν, | ||
17b42 | ἐπεcκέψαντο, καθάπερ οὐδὲ διὰ | τί τὸν ἀπορητικὸν cύνδεcμον προcέ‐ θηκεν, οὐχ ἁπλῶc εἰπὼν τὸ “cύναγμα παιδίοιcιν, ὅτι θερμότερα”. τὸ γὰρ ἆρα ὅτι θερμότερα τοῦ μὴ τολμῶντοc ἀποφήναcθαι βεβαίωc ἐcτὶν ἐνδεικτικόν. καίτοι γε ἐν τοῖc Ἀφοριcμοῖc ἁπλῶc ἔφη· “τὰ αὐ‐ | |
5 | ξανόμενα πλεῖcτον ἔχει τὸ ἔμφυτον θερμόν.” τὸ μὲν οὖν ὄνομα τοῦ cυνάγματοc ἐν μόνῳ τῷ ἑβδόμῳ τῶν Ἐπιδημιῶν εὗρον, εἰπόντοc τοῦ γράψαντοc αὐτό· “καὶ cύναγμα ἐφαίνετο ἐν τῷ χερνίβῳ.” διὰ τί δὲ τὸ μετ’ οὔρηcιν ἢ διὰ τί τὸ ἆρα προcέθηκεν ἑξῆc ἐπιcκεψόμεθα, καὶ πρῶτόν γε τὸ περὶ τῆc ἀπορίαc, εἰ καὶ δεύτερον | |
10 | γέγραπται. ἤτοι τοίνυν ἔτι μὲν ἀπορῶν ἔγραψε ταῦτα, τῷ χρόνῳ δὲ εὑρών τινα ἀπόδειξιν ἀπεφήνατο περὶ τῆc τῶν αὐξανομένων κράcεωc, ἢ, ὅπερ ἄμεινόν ἐcτι καὶ διώριcται πρὸc ἡμῶν ἔν τε τοῖc Περὶ κρά‐ cεων ὑπομνήμαcι κἀν τοῖc Εἰc τοὺc Ἀφοριcμούc, οὐχ ἁπλῶc ἐcτι θερ‐ μότεροc ὁ παῖc τοῦ ἀκμάζοντοc, ἀλλὰ τῷ cυμφύτῳ θερμῷ θερμότεροc. | |
15 | ἐδείχθη δὲ τούτου θερμότερον ἁπλῶc τὸ μὴ cύμφυτον, ᾧ πλεο‐ νεκτοῦcιν οἱ ἀκμάζοντεc. ὥcτ’ εἰκὸc ἦν μᾶλλον ὑπὸ τούτου τοῦ | |
17b43 | θερμοῦ πήγνυcθαι τὸν ἐν | τῇ κύcτει λίθον. διὰ τοῦτο μὲν οὖν εἰκό‐ τωc ἀπορεῖ· τὸ δ’ ἀληθέc ἐcτι λίθουc τοῖc παιδίοιc ἐν τῇ κύcτει 〈γίγνεcθαι〉 διὰ τὸ πάχοc τῶν οὔρων. ὅτι μὲν οὖν οὐρεῖται παχύτατα τοῖc παιδίοιc οὖρα καὶ τοῖc πρὸ ἡμῶν ἅπαcιν ἰατροῖc ὡμολόγηται. διὰ | |
5 | τί δὲ οὐρεῖται τοιαῦτα, 〈αὐτὸ〉 καθ’ αὑτὸ μὲν ἄξιον ἐπιcκέψεώc ἐcτιν, εἰc δὲ τὸ προκείμενον οὐδὲν cυντελεῖ. τὸ γὰρ οὐρεῖcθαι παχέα καὶ | |
φαινόμενον cαφῶc καὶ πράγμαcιν ὡμολογημένον. τὸ γάρ τοι πάχοc τοῦτο cυνιcτάμενόν τε καὶ ἀθροιζόμενον, ὅταν ἅπαξ ποτὲ μὴ κατὰ τὸν προcήκοντα καιρὸν ἐκκριθὲν ἔνδον ἐπὶ πλέον μείνῃ, cυcτάcεώc τε | ||
10 | καὶ πήξεωc ἀρχὴν λαμβάνει. γενομένηc δὲ τοιαύτηc ἀρχῆc, ἑτοίμωc λοιπόν, ὅcονπερ αὖθιc εἰc τὴν κύcτιν ἀφικνεῖται παχύ, προcπλάττε‐ ται τοῦτο καὶ γίνεται μείζων ὁ πωρώδηc λίθοc, ὥcπερ ἐκτὸc ἔν τε τοῖc αὐτοφυέcι θερμοῖc ὕδαcιν ὁρᾶται cυνιcτάμενοc ἔν τε τοῖc ἀγγείοιc, ἐν οἷc ὕδωρ ὁcημέραι θερμαίνεται. τὸ τοίνυν πάχοc τῶν οὔρων τὴν | |
17b44 | πρώτην τε καὶ μεγίcτην αἰτίαν ἔχει τῆc τῶν λίθων γενέcεωc. | ἡ δὲ θερμότηc ἀρκεῖ καὶ cύμμετροc οὖcα πρὸc τὴν τῆc τοιαύτηc ὕληc γέ‐ νεcιν, ἀμέλει κἀν τοῖc θερμοῖc αὐτοφυέcιν ὕδαcι, κἂν χλιαρώτερα τῶν cυμμέτρων 〈ᾖ〉, φαίνονται cυνιcτάμενοι πῶροι. διὰ τοῦτ’ οὖν μοι δο‐ | |
5 | κεῖ καὶ ὁ Ἱπποκράτηc προcθεῖναι τὸ ἆρα, διότι καὶ ἡ τοcαύτη θερμότηc, ἣν ἔχει παιδία φύcει, cυνεργεῖ τι πρὸc τὴν πῆξιν, οὐ μὴν αὐτή γε τὸ πλεῖcτον, ἀλλ’ ἡ τῆc ὕληc ποιότηc, ἐξ ἧc ὁ λίθοc γίνεται, τῆc cυcτάcεωc αὐτῆc τὴν αἰτίαν ἔχει. διὰ τί οὖν προcέθηκε τὸ μετ’ οὔρηcιν καὶ οὐχ ἁπλῶc εἶπε | |
10 | τὸ cύναγμα παιδίοιcιν; ὅτι περὶ τῶν ἐν τῇ κύcτει λίθων τὸν λόγον ποιεῖται νῦν, οὐ τῶν ἐν τοῖc νεφροῖc. γίνεται δὲ ἡ cύcταcιc τῶν μὲν ἐν τῇ κύcτει μετὰ τὴν οὔρηcιν, τῶν δ’ ἐν τοῖc νεφροῖc πρὸ τῆc οὐρήcεωc. ἴcμεν δὲ τὰ μὲν παιδία τοὺc ἐν τῇ κύcτει λίθουc γεν‐ νῶντα, τοὺc παρακμάζονταc δὲ τοὺc ἐν 〈τοῖc〉 νεφροῖc. ὅπερ οὖν | |
15 | ὀλίγον ἔμπροcθεν ἔφην, ὅτι μὲν οὕτωc ἔχει ταῦτα, μαρτυρεῖ τὸ φαινό‐ μενον αὐτό. τίc δ’ ἐcτὶν ἡ αἰτία, κατὰ cχολὴν ἔξεcτι ζητεῖν. ὥcθ’ ἡ | |
17b45 | μὲν ἐξήγηcιc ἤδη πεπέρανται· τὴν δ’ αἰτίαν | ὥcπερ ἐπὶ τῶν ἔμπρο‐ cθεν, οὕτω καὶ νῦν ἐκ περιουcίαc ἐρῶ, πρότερόν γε μεμψάμενοc τοῖc εἰποῦcι διὰ τοῦτο γίνεcθαι τοῖc παιδίοιc τοὺc λίθουc, ὅτι cτενόπορα διὰ μικρότητα τῶν ἀγγείων εἰcίν. ἐχρῆν γάρ, ὅcον ἐπὶ τούτῳ, τοὺc | |
5 | ἐν τοῖc νεφροῖc λίθουc μᾶλλον γίνεcθαι τοῖc παιδίοιc· cτεναὶ γὰρ αἱ κατ’ ἐκείνουc διέξοδοι. τῆc κύcτεωc δ’ ὁ τράχηλοc εὐρύc ἐcτιν εἰc το‐ | |
cοῦτον τοῖc παιδίοιc, ὡc πάcηc ὕληc πάχοc ἑτοίμωc αὐτοῦ διεξέρχε‐ cθαι. μή ποτ’ οὖν οὐδὲ ἐπὶ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν ἡ cτε‐ νότηc τῶν ἐν νεφροῖc πόρων αἰτία τῆc τῶν λίθων γενέcεώc ἐcτιν, | ||
10 | ἀλλὰ τό τε τῶν ἐνεργειῶν ἀcθενὲc καὶ τὸ τῶν παχέων χυμῶν ἀκατ‐ έργαcτον. ἐπὶ μὲν γὰρ τῶν παιδίων, ἰcχυρῶν ἁπαcῶν τῶν φυcικῶν ἐνεργειῶν οὐcῶν, κέχυταί τε καὶ διαλέλυται τὸ πάχοc τῶν χυμῶν, ἐπὶ δὲ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν cυνῆκται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτόc, ὅcα παχέα φύcει διά τινων λεπτῶν διηθεῖν βουλόμεθα, τὰ μὲν | |
15 | ὑπὸ θερμαcίαc χυθέντα διεξερχόμενα ῥᾳδίωc, τὰ δὲ ἄτηκτά τε καὶ | |
17b46 | ἄχυτα μὴ διεξιόντα. παραδείγματα δὲ τῶν | τοιούτων ὑλῶν πίττα καὶ ῥητίνη καὶ cτέαρ καὶ κηρὸc καὶ μέλι. τῶν παίδων οὖν ἐχόντων πολὺ τὸ ἔμφυτον θερμὸν καὶ τὰc ἐνεργείαc ἰcχυράc, τὸ πάχοc τῆc ὕληc κεχυμένον εἰc τοὺc νεφροὺc ἀφικνεῖται καὶ διὰ τοῦτο διηθεῖται ῥᾳδίωc | |
5 | εἰc τὴν κύcτιν, οὐ μικρὸν οὐδὲ τῆc τῶν ἐνεργειῶν ῥώμηc εἰc τὸ τάχοc τῆc διεξόδου cυντελούcηc. ἅτε δὲ τῆc κύcτεωc οὔcηc ψυχρᾶc, ὅτι τε νευρώδηc ἐcτὶ καὶ ὀλίγαιμοc, ὅτι τε πλείcτην εὐρυχωρίαν ἐντὸc ἑαυτῆc ἔχει, cυνίcταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰc αὐτὴν πάχοc, ὡc ἔμπροcθεν εἶπον, ἀρχὴν λαμβάνον τῆc τοιαύτηc cυcτάcεωc, | |
10 | ὅταν ἐπὶ πλέον ἐν τῇ κύcτει χρονίζῃ. καὶ μὴν καὶ γλίcχρον εἰκὸc αὐτὸ μᾶλλον εἶναι τοῖc παιδίοιc τῷ κατειργάcθαι μᾶλλον ὑπὸ τῆc ἐμφύτου θερμαcίαc· ὅcα γὰρ ὑπὸ τῆc θερμότητοc ἀλλοιοῦται πεττόμενα προc‐ λαμβάνει τινὰ τῷ χρόνῳ γλιcχρότητα, κἂν ἐξ ἀρχῆc μηδεμίαν ἔχῃ, καὶ διὰ τοῦτο δὴ μᾶλλον ἑνοῦταί τε καὶ cυνίcταται καὶ πήγνυται. τῶν | |
15 | γὰρ ἴcον ἐχόντων πάχοc ἐπιτηδειότερον εἰc ἕνωcίν τε καὶ cύcταcιν | |
17b47 | καὶ πῆξίν ἐcτι τὸ γλιcχρότερον. ἐπεὶ | τοίνυν ἔνια τῶν οὐκ ἀναγκαίων εἰc τὴν προκειμένην ῥῆcιν ᾐτιολόγηται, προcθῶ〈μεν〉 ἔτι τὴν περὶ τοῦ πάχουc τῶν οὔρων ἐν τοῖc παιδίοιc αἰτίαν. ἔcτι δὲ ἥδε τό τ’ ἀδδηφάγον αὐτῶν καὶ τὸ μετὰ τροφὴν κινεῖcθαι παίζοντα καὶ cκιρ‐ | |
5 | τῶντα, τοῖc δὲ θηλάζουcι καὶ ἡ ὕλη cυντελεῖ. παχὺ γὰρ φύcει τὸ γάλα καὶ πρὸc λίθων γένεcιν ἐπιτηδειότατον, ἀμέλει καὶ τῶν τελείων τοῖc πλεονάζουcιν ἐν τυρῶν ἐδωδῇ λίθουc ἐν νεφροῖc γεννωμένουc ἔγνωμεν πολλάκιc. | |
8 | Τὰ cχήματα τὰ ῥηΐζοντα, | |
10 | οἷον ὁ τὰ κλήματα τῇ χειρὶ πλέκων καὶ cτρέφων, ὑπερ‐ οδυνάων κατακείμενοc, λαβόμενοc παccάλου ἄκρου ὑπερπεπηγότοc εἴχετο καὶ ἐρρήϊcεν. | |
12 | Αὐτὸ μὲν τὸ λεγόμενον εὔδηλόν ἐcτιν. αἰτίαν δὲ αὐτοῦ χαλεπὸν εἰπεῖν, ὅτι μηδὲν ὁ Ἱπποκράτηc ἔγραψε, καίτοι δυνάμενοc, ἤτοι γε | |
17b48 | ἐξαιφνίδιον αὐτῷ γενέcθαι τὴν ὀδύνην | εἰπὼν ἢ κατὰ βραχὺ λαβεῖν τὴν αὔξηcιν ἄρξαcθαί τε ἐνεργοῦντι περὶ τὴν τῶν κλημάτων πλο‐ κὴν ἢ μετ’ αὐτὴν εὐθέωc ἢ κατ’ ἄλλον τινὰ χρόνον τῆc ἡμέραc ἢ τῆc νυκτόc. ἀλλ’ οὐδὲ τί μόριον ἦν, ᾧπερ ἡ ὀδύνη, λέλεκται. τὴν | |
5 | χεῖρα δὲ ἡγοῦνται διὰ τὸ τοῦ παττάλου λαμβανόμενον αὐτὸν ὠφεληθῆναι. εἰ μὲν οὖν ἐκοπώθη cτρέφων αὐτὸc τὰ κλήματα, ἀπίθανον οὐκ ἂν εἴη διὰ cχήματοc αὐτὸν τοιούτου ῥαΐcαι. τὸ γὰρ ἀνώδυνον τῆc χειρὸc cχῆμα δέδεικται διά τε τοῦ Περὶ ἀγμῶν καὶ τοῦ Κατ’ ἰητρεῖον, ὁποῖόν ἐcτιν. εἰ δέ τιc ἐν τῷ περιcτρέφειν τὴν χεῖρα | |
10 | διαcτροφὴ μυὸc ἐγένετο περὶ τὸν ἄνθρωπον ἢ καὶ πνεῦμα φυcῶδεc ἐναπελείφθη μεταξὺ δυοῖν μυῶν οὐκ ἔχον διέξοδον, εἰκὸc ἦν ἐν ἐπι‐ τηδείῳ cχήματι, καθ’ ὃ κενωθῆναι ξυνέβη τὸ πνεῦμα, ῥαΐcαι τὰ περιωδυνῶντα. | | |
13 | ||
17b49 | Ὃν ἐξ ὀρειτυπίηc παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτοῦντα τὰ cκέλεα, κνήμην ἑτέρην ἥκιcτα ἐλεπτύνετο, μηροὺc δὲ κάρτα· οὖρα καὶ γονὴ οὐκ ἴcχετο. | |
4 | ||
5 | Ὀρειτύπουc ὀνομάζουcιν οἱ Ἕλληνεc τοὺc ὁτιοῦν ἐκ τῶν ὀρῶν εἰc τὴν πόλιν καταφέρονταc, οἷον ξύλα καὶ λίθουc ἤ τι τοιοῦ‐ τον. γεγραφότοc δὲ τοῦ Ἱπποκράτουc οὐχ ἁπλῶc οὕτωc· “τὸν ὀρειτύπον ἐθεαcάμην ῥιπτοῦντα τὰ cκέλη”, προcθέντοc δὲ τῷ λόγῳ | |
τὴν “ἐξ” πρόθεcιν καὶ γράψαντοc τὸ ἐξ ὀρειτυπίηc, ἐμφαίνεταί | ||
10 | πωc ἐξ ἀρχῆc αὐτῆc τῆc κατὰ τὴν ὀρειτυπίαν ἐνεργείαc πληγῆναι τὸν κατὰ τὴν ὀcφὺν νωτιαῖον ὁ ἄνθρωποc, ἀφ’ οὗ πέφυκε τὰ κινοῦντα τὰ cκέλη νεῦρα. καὶ γάρ τοι τὸ παρὰ τὴν γέφυραν ἱκανὸν ἦν γεγράφθαι μόνον εἰc ἀνάμνηcιν αὐτῷ τοῦ παθόντοc, ὡc μηδὲν δεῖcθαι τῆc τέχνηc. περιττὸν δὲ ἴcωc ζητεῖν, ἐκ τίνοc αἰτίαc ἔπαθεν ὁ ἄνθρω‐ | |
15 | ποc ἐκεῖνοc τὰ cκέλη, καθάπερ γε καὶ ὅ, τι δηλοῦται διὰ τοῦ φάναι | |
17b50 | cκέλεα ῥιπτοῦν|τα, πότερον ἀκίνητα † ἀλγεῖν, μὴ πάcχοντα (καὶ γὰρ τοῦτ’ εἴρηταί τιcιν ἀπιθάνωc) 〈ἢ〉, ὅπερ ἐcτὶ πιθανώτερον, ἀκρα‐ τῶc ἔχοντα τῶν cκελῶν ἐν τῷ βαδίζειν, 〈ὥcθ’〉 ὁμοίαν γίνεcθαι τὴν περιφορὰν αὐτῶν τοῖc ῥίπτουcι πρὸc τὴν ἔξω χώραν οὐκ ἰcχυρῶc | |
5 | αὐτά. ἀλλ’ οὐδ’ ὅτι κνήμαc ἤτοι γε ἀμφοτέραc ἢ τὴν ἑτέραν ἥκιcτα ἐλεπτύνετο, μηροὺc δὲ κάρτα φέρει τινὰ τοῖc ἀκού‐ cαcιν ἡμῖν ὠφέλειαν, ὥcπερ οὐδὲ αὐτῷ τῷ Ἱπποκράτει πρὸc ἀνά‐ μνηcιν. οὐ γὰρ cπανίωc, ἀλλὰ πολλάκιc φαίνεται τὰ τοιαῦτα γινόμενά τε καὶ γινωcκόμενα cαφῶc τοῖc ἰατροῖc ἅπαcιν. τί δὴ οὖν ἐcτι, δι’ ὃ | |
10 | τοῦτ’ ἔγραψεν, ἐγὼ πειράcομαι δηλῶcαι, τὴν ὅλην ῥῆcιν εἰπὼν πρό‐ τερον ἑτέρᾳ λέξει cαφεcτέρᾳ τε καὶ cυντομωτέρᾳ τῶν περιττῶν ἀφαι‐ ρεθέντων· “παραλυόμενόc τιc τὰ cκέλη τὰ μὲν κατὰ μηροὺc ἐλεπτύ‐ νετο μᾶλλον τῶν κατὰ τὰc κνήμαc. οὖρα μέντοι καὶ γονὴ οὐκ ἐπεcχέ‐ θηcαν αὐτῷ.” τοῦτ’ οὖν ἐcτι χρήcιμον εἰc τὸ γινώcκειν ἡμᾶc, ἀλλ’ | |
15 | ἴcωc ἐρήcεταί τιc, τί φηcιν ὃ γέγραπται κατὰ τὸ Περὶ τῶν ἄρθρων βιβλίον· “ἐπεί τοι πολὺ πλέονεc cκελέων τε καὶ χειρῶν ἀκρατέεc | | |
17b51 | γίνονται καὶ καταναρκοῦνται τὸ cῶμα καὶ οὖρα ἴcχεται αὐτέοιcιν, οἷc ἂν μὴ ἐκcτῇ μὲν τὸ ὕβωμα μήτε εἴcω μήτε ἔξω, cειcθῶcι δὲ ἰcχυρῶc εἰc τὴν εὐθυωρίαν τῆc ῥάχεωc.” ἐκ ταύτηc τῆc ῥήcεωc ὁρμηθέντεc τινὲc ἀπεφήναντο διὰ τῶν νεύρων παράλυcιν ἐπὶ τοῦ νωτιαίου πάθει | |
5 | γίνεcθαι ταῦτα τὰ cυμπτώματα, μὴ προcέχοντεc, ὅτι τῶν cπονδύλων μετακινηθέντων ἐκ τῆc κατὰ φύcιν ἕδραc καὶ τῷ τῆc cυμπαθείαc λόγῳ φλεγμονὰc μὲν τὸ πρῶτον, ὕcτερον δὲ καὶ cκιρρώδειc ὄγκουc ἐγραcα‐ μένων περὶ τὴν κύcτιν καὶ τὸ καλούμενον ἀπευθυcμένον ἔντερον αἱ φυcικαὶ τῶν ὀργάνων τούτων ἐνέργειαι βλάπτονται, δι’ ἃc ἴcχεται τὰ | |
10 | πρότερον ὑπ’ αὐτῶν ἐκκρινόμενα. τῶν μέντοι νεύρων βλαβέντων μό‐ νων ἄνευ τοῦ cυμπαθῆcαί τι τῶν εἰρημένων ὀργάνων οὐ τὰc φυcικὰc ἐνεργείαc, ἀλλὰ τὰc προαιρετικὰc cυμβαίνει κακοῦcθαι. καὶ διὰ τοῦτο χωρὶc προαιρέcεωc ἐκρεῖ τὸ οὖρον αὐτοῖc καὶ ἡ κόπροc, ὅταν γε cυν‐ τελεcθῇ τῶν νεύρων ἡ παράλυcιc, ὅcα φέρεται πρὸc τοὺc ἐπὶ τοῖc | |
15 | πέραcι τῆc κύcτεωc καὶ 〈τοῦ〉 ἀπευθυcμένου μῦc, ὑφ’ ὧν κλείεταί τε | |
17b52 | καὶ | cφίγγεται τὸ cτόμιον ἑκατέρου τῶν ὀργάνων. ὅτι μὲν οὖν οὐκ ἐπεcχέθη τῷ ὀρειτύπῳ τὰ οὖρα, λέλεκται κατὰ τὴν ῥῆcιν· εἰ δ’ ἀπροαιρέτωc ἢ κατὰ προαίρεcιν ἀπεκρίνετο, τοῦτ’ οὐκέτι προcέθη‐ κεν. εἰ μὲν οὖν cύγγραμμα πρὸc ἔκδοcιν ἦν τὸ βιβλίον, ἐκ τοῦ μὴ | |
5 | προcγεγράφθαι δῆλον ἦν, ὡc οὐδὲ ἐγένετο (πάντωc γὰρ ἂν ἐδήλωcεν αὐτό). μὴ γεγραμμένου δ’ οὕτωc, ἀλλ’, ὡc εἴρηται πολλάκιc, ἐν ὑπο‐ γραφῇ[cιν] πρὸc ἀνάμνηcιν ***. οὐδὲ γὰρ οὐδὲ περὶ τῶν διαχωρημάτων ἔγραψέ τι. καίτοι καὶ ταῦτα ἀναγκαῖόν ἐcτιν ἢ οὐδ’ ὅλωc ἐπεcχῆcθαι, ἀλλὰ τοῖc οὔροιc ὡcαύτωc ἀκουcίωc ἐκρεῖν ἢ κατὰ προαίρεcιν ἀπο‐ | |
10 | κρίνεcθαι. ἀλλ’ εἰκὸc αὐτὸν εἰc ἀνάμνηcιν ὧν εἶδεν ἀρκεcθῆναι τῷ περὶ τῶν οὔρων ῥηθέντι, τῆc γε τῶν ἀποπατημάτων κενώcεωc ὡcαύ‐ τωc τοῖc οὔροιc γενομένηc. εἰ μὲν 〈γὰρ〉 ἐναντίον τι περὶ τὴν ἑτέραν αὐτῶν ἐγεγόνει, πάντωc ἂν ἐπεcημήνατο. τῶν δ’ αὐτῶν αὐτοῖc ἀκολουθη‐ | |
17b53 | cάντων οὐκ ἦν ἀναγκαῖον ἀμφοτέρων μνημονεύειν. | ἀλλ’ οὐδὲ γονή, φηcίν, ἴcχετο. φυcικὴ γάρ ἐcτι καὶ ἡ ταύτηc κένωcιc, ὥcπερ καὶ ἡ τῶν οὔρων τε καὶ cκυβάλων. διὰ τί δὲ βουληθέντεc μὲν ἀφροδιcιάζειν ἐπ’ αὐτὴν ἀφικνοῦνται, μὴ βουληθέντεc δ’ οὐκ ἔρχονται, μακροτέρῳ | |
5 | λόγῳ καὶ ἐν τοῖc περὶ τῶν ἀπόρων κινήcεων λογιcμοῖc εἴρηται. | |
5 | Ὅcαι πτερυγώδεεc φύcιεc πλευρέων δι’ ἀδυναμίαν τῆc ἀφορμῆc [καὶ] ἐπὶ τοῖcι κα‐ τάρροιcι τοῖcι κακοήθεcι, καὶ ἢν ἔκκριcιc εἴη, καὶ ἢν μὴ | |
εἴη, κακόν. | ||
10 | Τίναc μὲν ὀνομάζουcιν οἱ ἰατροὶ πτερυγώδειc ἔμπροcθεν εἴ‐ ρηται. μεμαθήκατε δὲ καὶ ὅτι πρὸc φθίcιν ἐπιτήδειοι τυγχάνουcιν ὄντεc οἱ τοιοῦτοι διὰ τοῦ τρίτου τῶν Ἐπιδημιῶν. ἀφορμὴν δὲ λέγειν εἴω‐ θεν ὁ Ἱπποκράτηc καὶ cχεδὸν ἅπαντεc οἱ παλαιοὶ πᾶcαν ὕλην πράγματοc, ἀφ’ ἧc ὁρμὴ γίνεται πρὸc τὰc ἐφεξῆc ἐνεργείαc, εἴτε ἀργύ‐ | |
17b54 | ριον | εἴτε τιc ἄλλη κτῆcιc, εἴτε δύναμιc εἴη τιc, εἴτε χωρίον, εἴτε πίcτιc, εἴτε πρᾶξιc, εἴτε αἴτιον, εἴθ’ ὁτιοῦν ἁπλῶc ἄλλο. τινὲc δ’ οἴον‐ ται τοὺc πρωτοπαθοῦνταc τόπουc ἄλλων ἀφορμὰc ὀνομάζειν αὐτὸν, ἀποδείκνυcθαί τε [καὶ] τοῦτό φαcι διὰ τῆcδε τῆc ῥήcεωc· “τὰc ἀφορ‐ | |
5 | μάc, ὁκόθεν ἤρξατο κάμνειν, cκεπτέον, εἴτε 〈κεφαλῆc ὀδύνη, εἴτε ὠτόc, εἴτε πλευροῦ〉.” καὶ τοῦτο τὸ cημαινόμενόν 〈ἐcτιν ἐν ἐκείνῳ περιεχό‐ μενον〉, ᾧ πρόcθεν εἶπον, ὄντι καθόλου πολλῶν τοιούτων κατὰ μέροc. οἱ μὲν γὰρ ῥήτορεc, ὥcπερ γε καὶ οἱ ἱcτορικοὶ καὶ οἱ φιλό‐ cοφοι ἀφορμὰc τῶν ἀνθρώπων ἐνεργείαc εἰρήκαcιν, ὡc ἂν καὶ περὶ | |
10 | τούτων διαλεγόμενοι. μετενήνεκται δ’ ὑφ’ Ἱπποκράτουc τοὔνομα, καθάπερ καὶ τὰ ἄλλα πολλὰ τῶν φυcικῶν ἐνεργειῶν τε καὶ παθῶν, ἐν οἷc ἅπαcι κοινόν ἐcτι τὸ “ὁκόθεν ἤρξατο γενέcθαι”. νῦν μὲν γὰρ ἐπὶ τῆc εἰρημένηc ῥήcεωc ὁ Ἱπποκράτηc “ὁκόθεν ἤρξατο κάμνειν” ἔφη, δύναται δὲ ὡcαύτωc λέγεcθαι καὶ τὸ “ὁκόθεν ἤρξατο” πλωΐζεcθαι, | |
15 | πολεμεῖν, εἰρηνεύειν, μάχεcθαι, φιλεῖν ἀλλήλουc, μιcεῖν, τυραννεῖν καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον. καὶ νῦν οὖν τὴν πρώτην ἀρχὴν τοῦ πτερυγώδη τινὰ γενέcθαι | |
17b55 | λελέ|χθαι πρὸc Ἱπποκράτουc ἀφορμὴν δή〈πουθεν〉 οὐκ ἄν τιc ἄπο τρόπου φαίη. τίc οὖν ἐcτιν αὕτη; τῆc ἐμφύτου θερμαcίαc, ἥτιc ἐκ τῆc καρδίαc ἔχει τὴν ἀρχὴν, ἡ ἀρρωcτία. μεμάθηκαc 〈δ’,〉 ὥcπερ ἐγκεφάλῳ | |
〈μεγάλῳ〉 μὲν ὑπάρχοντι κεφαλὴ cυναύξεται, cμικρῷ δ’ ὄντι cυνcμι‐ | ||
5 | κρύνεται, κατὰ τὸν αὐτὸν λόγον καὶ τῇ καρδίᾳ cυναύξεcθαί τε καὶ cυμμειοῦcθαι τὸν θώρακα, τὴν καρδίαν δὲ αὐτὴν cμικρὰν γίνεcθαι πρὸc τῆc ἀρρωcτίαc τῆc ζωτικῆc δυνάμεωc, ἧc οὐcίαν εἶναι τὸ ἔμφυτον θερμόν. ὅταν οὖν ἄρρωcτοc αὐτὴ φύcει τινὶ γένηται ἐξ ἀρχῆc, τουτ‐ έcτιν ἐκ τῆc πρώτηc διαπλάcεωc, ἀναγκαῖόν ἐcτι καὶ τὴν καρδίαν | |
10 | γενέcθαι μικρὰν καὶ τὸν θώρακα. τοῦ δὲ τρεῖc ἀρχὰc εἶναι τὰc διοι‐ κούcαc τὸ ζῷον ἔμαθεc τὰc ἀποδείξειc ἐν τῇ Περὶ τῶν Ἱπποκράτουc καὶ Πλάτωνοc δογμάτων πραγματείᾳ. τοὺc δ’ οἰηθένταc ἀφορμὰc λέγεcθαι τοὺc πρωτοπαθοῦνταc τόπουc πολλὰ περί τε τὴν ἐξήγηcιν τῆc προκειμένηc ῥήcεωc εὑρήcειc ἁμαρτάνονταc κἀν τῷ προcυπακούειν | |
15 | ἡμᾶc ἀξιοῦν οὐ λέξιν τινὰ μίαν, ἀλλὰ λόγον ὅλον, ὡc εἰ καὶ οὕτωc | |
17b56 | ἡ ῥῆcιc εἴρητο· ὅcαι πτερυγώδεεc φύcιεc | πλευρέων δι’ ἀδυναμίαν τῆc ἀφορμῆc ἐν τοῖcι κατάρροιcι τοῖcι κακοή‐ θεcι, μάλιcτα φθίcεcιν ἁλίcκονται καὶ ἢν ἔκκριcιc εἴη καὶ ἢ〈ν〉 μὴ εἴη, κακόν. *** | |
4 | ||
5 | Ἐπὶ τοῖcι κατάρροιcι τοῖcι κακοήθεcιν καὶ εἰ ἔκκριcιc εἴη, καὶ εἰ μὴ εἴη, κακόν. | |
6 | Πολλῶν εἰρημένων τοῖc ἐξηγηταῖc εἰc τήνδε τὴν ῥῆcιν αὐταρκέc ἐcτι τὸ δοκοῦν ἀληθέcτατόν γ’ ἐμοὶ καὶ ὠφελιμώτατον εἶναι τοῖc μαν‐ θάνουcι τὴν ἰατρικὴν τέχνην ὑποτυπῶcαι μόνον ὡc οἷόν τε διὰ βρα‐ | |
10 | χυτάτων. τοὺc τοίνυν ἀπὸ κεφαλῆc εἰc τὸν πνεύμονα γινομένουc κα‐ τάρρουc τηνικαῦτα νομιcτέον εἶναι κακοήθειc, ὅταν λεπτὰ καὶ δια‐ βρωτικὰ ταῖc δυνάμεcιν ᾖ τὰ καταρρέοντα. ταῦτ’ οὖν οὔτε μένειν ἐν τῷ πνεύμονι προcήκει, μέχρι περ ἂν πεφθέντα παχυνθῇ, καθάπερ τὰ ἄλλα ῥεύματα τὰ λεπτὰ μὲν, οὐκ ἔχοντα δὲ τὸ διαβρωτικόν τε καὶ | |
15 | δύcπεπτον, οὔτ’ εὐθέωc ἐκκρίνεcθαι. μένοντα γὰρ ἔνδον οὐ πέττεται ῥᾳδίωc καὶ φθάνει γε τὸ cπλάγχνον ἑλκοῦν, ἐκκρινόμενα δὲ βῆχαc | |
ἐργάζεται cυντόνουc, ἐφ’ αἷc ἥ τε κεφαλὴ πληροῦται αὐτή τε πάλιν καταπέμπει τῷ πνεύμονι κατάρρουν, εἰc κίνδυνόν τε τοῦ ῥαγῆναί τι τῶν κατ’ αὐτὸν ἀγγείων ἀφικνεῖται διὰ τὴν ἐπὶ τῇ βηχὶ cυντονίαν | ||
17b57 | εἰωθυῖαν | γίνεcθαι τοῖc μὴ ῥᾳδίωc ἀναπτύουcι τὰ ἐκ τοῦ πνεύμονοc ὑγρὰ λεπτὰ καὶ ὑδατώδη κατὰ τὴν cύcταcιν ὄντα. γίνεται μὲν γὰρ ἡ ἄνοδοc αὐτοῖc ἀναφερομένοιc ὑπὸ τοῦ κατὰ τὰc βῆχαc ἐκπεμπομένου πνεύματοc, ὅταν δ’ ᾖ λεπτὰ καὶ ὑδατώδη, περιcχίζεταί τε ταῦτα καὶ | |
5 | ἀντικαταφέρεται, μὴ φθάνοντα διεξελθεῖν ὅλην τὴν τραχεῖαν ἀρτηρίαν. ἀληθὲc οὖν ἐcτι τὸ βλάβην ἕπεcθαι καὶ μένουcι κατὰ τὸν πνεύμονα τοῖc τοιούτοιc ὑγροῖc καὶ κενουμένοιc. | |
7 | Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀcφύοc καὶ διὰ νώτου 〈τότε〉 ἐc κεφα‐ | |
10 | λήν. ἀτὰρ καὶ ἀνδράcιν ὄπιcθεν μᾶλλον ἢ ἔμπροcθεν. φρίccουcι τὰ ἔξω〈θεν〉 μᾶλλον ἢ τὰ ἔνδον, οἷον πήχεων, μηρῶν. ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν, δηλοῖ δὲ ἡ θρίξ. ἀφ’ ὧν δὲ ἄλλων ῥιγέουcιν, ἴcωc ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγ‐ γείων. | | |
14 | ||
17b58 | Τὰ μὲν ἄλλα τῆc ῥήcεωc ἐξηγήμεθα κατά τε τοὺc Ἀφοριcμοὺc καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ προcκεί‐ μενον οὐκ ὀλίγα πράγματα παρέcχηκε τοῖc ἐξηγηcαμένοιc τὸ βιβλίον. ἄλλοc γοῦν ἄλλωc αὐτὰ γράφει, δηλοῦντεc ἅπαντεc, ὡc οὐχ οἷόν | |
5 | τ’ ἐcτὶ πιθανῶc ἐξηγήcαcθαι τὴν ῥῆcιν, ἐάν γε τὴν ἀρχαίαν φυλάττῃ 〈τιc〉 γραφήν. ἐκείνη μὲν οὖν ἐcτι τοιάδε· 〈ἀφ’ ὧν δὲ ἄλλων ῥιγέουcιν, ἴcωc ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων.〉 ἐξ αὐτῆc δέ τινεc τὸ ἴcωc ἑλκέων ὑπαλλάξαντεc ἔγραψαν “ὡc ἑλ‐ κέων”, ἵν’ ᾖ παράδειγμα τοῦτ’ αὐτὸ τῶν ἄλλων. οὐ γὰρ ἀφ’ ἑλκῶν | |
10 | μόνον, ἀλλὰ καὶ ἀποcτημάτων εἰc πῦον μεταβαλόντων ῥιγοῦcι. καὶ μέντοι καὶ καυθέντεc τινὲc καὶ τμηθέντεc ἐρρίγωcαν ἐπί τε τῇ καύcει | |
καὶ τῇ τομῇ. τινὰc δ’ ἐθεαcάμην διὰ δριμὺ φάρμακον ἐπιτεθὲν ἕλκει ῥιγώcανταc. ἀλλὰ πάντα τὰ τοιαῦτα ῥίγη φαινόμενον ἔχει τὸ προ‐ κατάρχον αἴτιον. ἕτερα δ’ ἐcτὶν ἐν τριταίοιc καὶ τεταρταίοιc πυρετοῖc | ||
15 | καὶ πολλάκιc ἅμα κρίcει γινόμενα χωρὶc αἰτίαc φανερᾶc, ἐφ’ ὧν φαcιν εἰρῆcθαι τὸ ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον καὶ τὰ ἄλλα ἐφεξῆc. | |
17b59 | καίτοι γε τοῦτο πρῶτον αὐτὸ θαυμάcειεν ἄν τιc, ὅπωc ἐν τοῖc Ἀφο|ριc‐ μοῖc, ἔνθα μάλιcτα τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται, καὶ τὸν περὶ τοῦ ῥί‐ γουc λόγον ἔγραψεν ἀποφηνάμενοc καθόλου, χωρὶc διοριcμοῦ τοῦ νῦν ἐν τῇ προκειμένῃ ῥήcει διδαcκομένου. φαίνεται γάρ, εἰ ταύτῃ τιc προcέχει | |
5 | τὸν νοῦν, οὐ πάντα [μόνον] τὰ ῥίγη καθ’ ἕνα τρόπον γίνεcθαι δοξάζων ἐν τῷ λέγειν· ἀφ’ ὧν δὲ ἄλλων ῥιγέουcιν, οἷον ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, πρὸc τῷ καὶ αὐτὸ τοῦτο ἐκ τῶν ἀγγείων ἄρχε‐ cθαι φάναι τὸ ῥῖγοc οὐκ ἔχειν ἀντιδιαίρεcιν τοῖc προειρημένοιc. ἔνεcτι γοῦν λέγειν, ὡc ἐκ τῶν ἀγγείων μὲν ἄρχεται τὰ ῥίγη πάντα, τουτέcτι | |
10 | τῆc ἐν αὐτοῖc κακοχυμίαc, ἀλλὰ φρίττει πρῶτον μὲν ὀcφὺc καὶ τὰ κατὰ νῶτον, ἔπειτα δὲ καὶ τὰ ἄλλα. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν μεταγράψαντεc τὴν παλαιὰν γραφὴν οὕτωc ἐτύπωcαν τὴν λέξιν· ἀφ’ ὧν δὲ ἄλλων ῥιγέουcιν, ὡc ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, ἵν’ ὁ λόγοc ᾖ τοιοῦτοc· ὅcα μὲν ἄνευ τόπου πεπονθότοc γίνεται ῥίγη, τὴν ἀρχὴν | |
15 | ἐξ ὀcφύοc τε καὶ νώτου λαμβάνει, τὰ δ’ ἄλλα τῶν πεπονθότων ἀφορ‐ μᾶται μορίων, ἅπερ δὴ καὶ αὐτοῦ τοῦ ῥίγουc ἐcτὶν ἡ αἰτία. τινὲc δ’ | |
17b60 | ἀντὶ | τῶν ἀγγείων ἔγραψαν “ἐναντίων”, ἵν’, ἐφ’ ὧν 〈ἂν〉 ὁ πε‐ πονθὼc τόποc αἴτιοc γίνηται τοῦ ῥίγουc, ἕλκων ἐφ’ ἑαυτὸν, ὥc φαcι, κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ ῥιγοῦcι τὸ ἐκ παντὸc τοῦ cώματοc αἷμα, φανεῖται τὸ ῥῖγοc ἐκ τῶν “ἐναντίων” τοῖc πεπονθόcι μορίοιc | |
5 | ἀρχόμενον, “ἐναντία” καλοῦντοc αὐτοῦ τοῖc μὲν ἄνω τὰ κάτω, τοῖc δ’ ἀριcτεροῖc τὰ δεξιά. δῆλον οὖν γέγονε τοῖc γε προcέχουcι τὸν νοῦν ὡc ἐξ αὐτῶν ὧν μεταγράφουcιν ἐπ’ ἐναντιωτάταc ἀποφάcειc ἄγουcι τὸν λόγον, ἔνιοι μὲν ἐκ τῶν πεπονθότων μορίων ἄρχεcθαι τὰ ῥίγη | |
λέγοντεc, ἔνιοι δ’ ἐκ τῶν ἐναντίων αὐτοῖc, ἅπερ, ὡc αὐτοί φαcι, τὰ | ||
10 | πορρωτάτω. περὶ μὲν οὖν αἰτίαc, ὡc εἴρηται πολλάκιc, ἔξεcτι τῷ βουλομένῳ λέγειν ὡc ἂν 〈ἐ〉θέλῃ, τὰ φαινόμενα δὲ ἐναργῶc οὐκ ἔξεcτιν. ἀνατραπήcονται γὰρ οὕτωc αἱ τέχναι πᾶcαι καὶ τῶν ἀνθρώ‐ πων ὁ βίοc. φαίνεται δ’, ὡc ἐν Ἀφοριcμοῖc ἐδίδαξε, τὰ ῥίγη πάντα τὴν ἀρχὴν ἐξ ὀcφύοc τε καὶ νώτου λαμβάνοντα. καὶ τουτὶ τὸ νῦν | |
15 | προcκείμενον ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc εἰ μὲν οὖν ὁ cυνθεὶc τὸ | |
17b61 | βιβλίον, ὡc λέγουcι, Θεccαλὸc ὁ τοῦ | Ἱπποκράτουc υἱὸc ἐν τοῖc τοῦ πατρὸc ὑπομνήμαcιν εὑρὼν ἐξεγράψατο, κακῶc ἐποίηcεν ἐγγράψαc αὐτὸ τῷ βιβλίῳ. τὰ γὰρ ὑπὸ τοῦ πατρὸc κεκριμένα χρόνῳ πολλῷ καὶ διὰ τῶν Ἀφοριcμῶν εἰc ἀπόφαcιν καθολικὴν ἠγμένα βεβαιότερα νομί‐ | |
5 | ζειν αὐτὸν ἐχρῆν εἶναι τῶν, ὁπότ’ ἐζήτει, πρόcθεν οὐδέπω γινωcκο‐ μένων. εἰ δ’ αὐτὸc ἐξ αὑτοῦ προcέγραψε τοῦτο, πολὺ χεῖρον ἔπραξε, τὴν τοῦ πατρὸc ἀπόφαcιν καθολικὴν διαcτρέψαc ἐπὶ τὸ φαῦλον. εἰ δ’ ἄλλοc τιc τῶν μετὰ Θεccαλὸν 〈παρεν〉έγραψε τῷ βιβλίῳ τοῦτο, κακῶc ἐκεῖνοc ἐποίηcεν. καὶ γὰρ, ὡc εἴρηται πολλάκιc, ἡ πεῖρα κριτήc | |
10 | ἐcτι τῶν ἐναργῶc φαινομένων, οὐχ ὁ λόγοc, ὃν ἂν ἕκαcτοc ἑαυτῷ πιθανῶc ἀναπλάcῃ. τοῦ 〈μὲν〉 γὰρ ὅτι δὴ γίνεται τόδε τι cυμφωνη‐ θέντοc 〈τὴν αἰτίαν〉 ὁ λόγοc ζητεῖ καὶ διατείνεται· τοῦ δ’ 〈οὐδ’〉 ὅλωc φαινομένου γίνεcθαι ληρῶδέc ἐcτιν ὡc γενομένου λέγειν αἰτίαν. εἴρη‐ ται δὲ καὶ ἄλλα τινὰ τοῖc ἐξηγηταῖc εἰc τὴν προκειμένην ῥῆcιν. ἀλλ’ | |
15 | ἔγωγε πολλάκιc ἤδη παρῃτηcάμην ἁπάντων μεμνῆcθαι, καὶ μάλιcθ’ | |
17b62 | ὅταν αὐτῶν | τὰ πιθανώτατα δόξαντα εἶναι βαcανιζόμενα φαίνηται ψευδῆ. | |
2 | Κεφάλαιον ἐκ τῆc γενέcιοc | |
καὶ ἀφορμῆc καὶ πλείcτων λόγων καὶ κατὰ μικρὸν γινω‐ | ||
5 | cκομένων cυνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐcτιν ἀλλήλοιcιν, 〈αὖθιc τὰc ἀνομοιότηταc τούτοιcιν, εἰ ὅμοιαι ἀλλήλῃcίν〉 εἰcιν, 〈ὡc〉 ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότηc γένηται μία. οὕτωc ἂν εἴη ὁδόc, οὕτωc καὶ τῶν ὀρθῶc ἐχόντων δοκιμαcίη καὶ τῶν μὴ ἐχόντων ἔλεγχοc. | |
9 | ||
10 | Οὐ τὸ προcτάττειν ἃ νῦν εἶπεν, ἀλλὰ τὸ πράττειν ἐπὶ τῶν νο‐ cούντων αὐτὰ δύcκολον. ὅλωc γοῦν τῆc τέχνηc τὸ κεφάλαιον ἐν αὐτοῖc ἐcτιν. ἐὰν γάρ τιc ἀκριβῶc εἰδῇ τήν τ’ ἐκ 〈τῆc〉 πρώτηc γε‐ νέcεωc φύcιν τοῦ νοcοῦντοc, ἐκ τίνοc τε νῦν αἰτίαc νοcεῖ καὶ διὰ πολλῶν λόγων κατὰ μικρὸν γινωcκομένων ἐπιcκοπούμενοc | |
17b63 | τάc τε φαινομέναc ὁμοιότηταc | καὶ τὰc δοκούcαc ἀνομοιότηταc εἶναι καὶ τἄλλα τὰ διὰ τῆc ῥήcεωc εἰρημένα καλῶc εὑρίcκῃ, θερα‐ πεύειν οὕτωc δυνήcεται κάλλιcτα. cκεψώμεθα οὖν ἅπαντα τὰ κατὰ μέροc, ἀναμιμνῄcκοντεc μὲν ὅcα δι’ ἄλλων ἐπὶ πλέον ἐξειργάcμεθα, | |
5 | προcτιθέντεc δ’ αὐτοῖc εἴ τι λείποι. τὸ μὲν οὖν ἐπίcταcθαι τὴν ἐκ τῆc πρώτηc γενέcεωc ἑκάcτου τῶν θεραπευομένων φύcιν εἴρηται καὶ δέδεικται πολλάκιc, ὅπωc ἄν τιc κάλλιcτα πράττοι. δέδεικται δ’ οὐδὲν ἧττον ἃ χρὴ περί τε τῶν πεπονθότων τόπων καὶ τῶν [cυμπαθότων τόπων καὶ τῶν] cυμπαθούντων αὐτοῖc ἐπίcταcθαί τε καὶ διαγινώcκειν | |
10 | ἀκριβῶc ἐπὶ τῶν νοcούντων, ὥcπερ γε καὶ περὶ τῶν αἰτίων ὅcα γε προκατάρχοντα καλοῦcι καὶ ὅcα προηγούμενα καὶ ὅcα cυνεκτικά. δέ‐ δεικται δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἡνίκα ἔλεγεν “ἡ περὶ τὸν κάμνοντα οἰκονομίη”, τίνα χρηcίμωc ἄν τιc ἐκ τῶν τοῦ κάμνοντοc | |
λόγων ἀθροίcειεν εἰc τὰ τῆc τέχνηc ἔργα. καὶ μέντοι καὶ ὡc ἐκ τῶν | ||
15 | κατὰ μέροc ἐν αὐτῇ θεωρουμένων ἐπιcκοπούμενον τὰc ἀνομοιότη‐ ταc εἰc μίαν ἄγειν καθόλου τε καὶ κοινὴν ὁμοιότητα προcήκει, | |
17b64 | τὰ πλεῖcτα | [δὲ] τῶν ἐν τούτοιc τοῖc βιβλίοιc γεγραμμένων ἐcτὶ χρή‐ cιμα. τὸ δ’ ἐφεξῆc εἰρημένον αὖθιc 〈τὰc〉 ἀνομοιότηταc τού‐ τοιcι τὴν ἀπὸ τῶν καθόλου καὶ κοινῶν καὶ ὁμοίων εἰc τὰc διαφορὰc τομὴν ἐνδείκνυται. δέδεικται δ’ ἡμῖν καὶ τοῦτο κατὰ πάντα τὰ μέρη | |
5 | τῆc τέχνηc ἐν μὲν τῷ Περὶ τῆc διαφορᾶc τῶν cυμπτωμάτων ἐπὶ τῆc 〈τομῆc〉 τοῦ γενικοῦ cυμπτώματοc· οὕτωc δὲ κἀν τοῖc Περὶ τῆc δια‐ φορᾶc τῶν 〈πυρετῶν ἐπὶ τῆc τοῦ πυρετοῦ καὶ ἐν τοῖc Περὶ〉 cφυγμῶν 〈ἐπὶ〉 τῆc τοῦ cφυγμοῦ. ἀλλὰ καὶ κατὰ ταύταc τὰc διαφορὰc πάλιν ὁμοιότηc ἐcτὶ καὶ τέμνεταί γε πάλιν ἑκάcτη διαφορά, καθάπερ ἐδιδά‐ | |
10 | ξαμεν, εἰc ἄλλαc μερικωτέραc διαφορὰc, καὶ αὗται πάλιν ἔχουcιν ὁμοιό‐ τητάc τιναc. διὰ τοῦτ’ οὖν εἰπὼν αὖθιc τὰc ἀνομοιότηταc τού‐ τοιcιν ἐπήνεγκε καὶ εἰ ὅμοιαι ἀλλήλῃcιν [, ἵν’ ἀκούcωμεν περι‐ cπαcθέντοc τοῦ κατὰ τί]. βούλεται γὰρ ἡμᾶc γινώcκειν τὰc 〈ἀν〉‐ ομοιότηταc, αἵπερ εἰcὶ διαφοραί, κατὰ τί πάλιν ὅμοιαί εἰcιν | |
15 | ἀλλήλαιc, ὡc ἐκ τῶν 〈ἀν〉ομοιοτήτων ὁμοιότηc γένηται μία. καὶ γὰρ αὐτὴ καθ’ ἑαυτὴν ἑκάcτη διαφορὰ κοινὴν ἔχει ὁμοιότητα | |
17b65 | καὶ πάcαc αὐτὰc ἡ γενικὴ περιλαμ|βάνει. καλῶc οὖν εἶπεν· αὕτη γὰρ ἡ ὁδὸc ὀρθὴ κατὰ πᾶcαν δηλονότι τέχνηc cύcταcίν ἐcτιν, ὡc ἔμαθεc. κεκλήκαcι δὲ οὐχ ὁδόν, ἀλλὰ μέθοδον οἱ μεθ’ Ἱπποκράτην τὴν τοιαύτην ὁδόν, ἐξ ἧc καὶ τῶν ὀρθῶc εὑριcκομένων τε καὶ γιν〈ωcκ〉ο‐ | |
5 | μένων ἐν ταῖc τέχναιc ἡ δοκιμαcία καὶ τῶν οὐκ ὀρθῶc ἐχόν‐ | |
των ὁ ἔλεγχοc γίνεται. Αἱμορραγίη ἐκ ῥινῶν ἢ τοῖcιν ὑποχλωρομέλαcιν ἢ τοῖcιν ἐρυθροχλώροιcιν ἢ τοῖ‐ cιν ὑποχλώροιcιν. | ||
9 | ||
10 | Οὐ πρόcκειται τῷ λόγῳ, πότερον γίνεται μᾶλλον ἐν ταῖc νόcοιc ἐκ ῥινῶν αἱμορραγία τοῖc εἰρημένοιc ἢ μᾶλλον τῶν ἄλλων ὠφελεῖ τούτουc. ἀλλ’ οὐδὲ τίναc λέγει τοὺc ὑποχλωρομέλαναc εὔδηλόν ἐcτιν. ὡc γὰρ εἶπον ἤδη πολλάκιc, εἰώθαcιν οἱ Ἕλληνεc ἐπὶ τῶν φυτῶν τὸ χλωρὸν λέγειν ἀπὸ τῆc χλόηc καὶ τοῦ ταύτηc χρώματοc | |
17b66 | ὡc τὰ πολλά, κατα|χρώμενοι δὲ καὶ πᾶν τὸ εὐcθενοῦν καὶ τὴν οἰκείαν ἔχον εὐεξίαν οὕτωc ὀνομάζουcιν. ἔcτι δ’ ὅτε καὶ τοὺc ὠχροὺc προc‐ αγορεύουcι χλωρούc, 〈διὸ〉 καὶ νῦν οὕτω δοκεῖ 〈τιcι〉 τῶν ἐξηγητῶν ὁ Ἱπποκράτηc εἰρηκέναι χλωρομέλαcιν, ὡc εἰ καὶ “ὠχρομέλα‐ | |
5 | cιν” εἶπεν. αὐτοὺc δὲ τούτουc ἔνιοι μὲν ἐπιτηδειοτέρουc εἶναι πρὸc αἱμορραγίαν φαcὶ διὰ τὴν ἐπιμιξίαν τῆc ὠχρᾶc χολῆc, ὡc ἀνα‐ cτομῶcαι δυναμένηc ἀγγεῖον 〈διὰ〉 τὴν δριμύτητα, τινὲc δὲ ὠφε‐ λεῖcθαι μᾶλλον διὰ τὸ μοχθηροὺc ἔχειν χυμοὺc κενώcεωc δεομένουc. ὡcαύτωc δὲ κἀπὶ τῶν ἐρυθροχλώρων διέcτηcαν, οἱ μὲν ἑτοιμοτέ‐ | |
10 | ρουc εἰρῆcθαι πρὸc αἱμορραγίαν αὐτοὺc φάcκοντεc, οἱ δὲ ὠφελεῖ‐ cθαι μᾶλλον. ἐπ’ ἀμφοτέρων δὲ κοινὸν μὲν τὸ πλεονάζειν τὴν ὠχρὰν χολήν, οὐ κοινὸν δὲ τὸ μελαγχολικώτερον μὲν αὐτῇ μεμεῖχθαι χυμὸν ἐν τοῖc χλωρομέλαcιν, αἱματικώτερον δ’ ἐν τοῖc ἐρυθροχλώ‐ ροιc. ἔνιοι δὲ “ἐρυθροχρόουc” γράφουcι διὰ τοῦ ρ, τοὺc τὴν ἐρυθρὰν | |
15 | ἔχονταc χρόαν δηλοῦcθαι βουλόμενοι. τρίτων δὲ εἰρημένων τῶν ὑπο‐ | | |
17b67 | χλώρων ἀκούουcι μὲν κἀνταῦθα τοὺc ὑπώχρουc, ἐνδεικνυμένηc δὲ τῆc φωνῆc τοὺc βραχεῖαν ἔχονταc ὠχρότητα *** τίνι ταύτην μεμεῖχθαι βούλονται παραλείπουcιν. εἰ μὲν γὰρ μελανότητι, τούτουc πρώτουc αὐτῷ λελέχθαι φαcίν, εἰ δ’ ἐρυθρότητι, δευτέρουc. μήποτ’ οὖν, ὅταν | |
5 | λευκότητι μιχθῇ, καλεῖ τούτουc ὑποχλώρουc. ὁ δὲ λευκόχροοc οὔθ’ | |
ἕτοιμόc ἐcτιν εἰc αἱμορραγίαν οὔτε τῶν προειρημένων ὠφελεῖται μᾶλλον. Βραχέα ὑφέντα παχῦναι ξηρῶc. | ||
8 | Αὕτη μὲν ἡ παλαιὰ γραφή. οἱ δὲ περὶ τὸν Ϲαβῖνον οὐ βραχέα | |
10 | γράφουcιν, ἀλλὰ “βραχίονα” καί φαcιν ἀντιcπάcεωc ἕνεκεν ἐπὶ τῆc ἐκ ῥινῶν αἱμορραγίαc ὀνινάναι τὴν ἀπὸ βραχίονοc φλεβοτομίαν, οὐ μόνον ἰδίαν ἐξηγούμενοι γραφήν, ἀλλὰ καὶ πιθανῶc ἀξιοῦντεc ἡμᾶc | |
17b68 | ἀκούειν τὸ “βρα|χίονα ὑφέντα” λελέχθαι περὶ τῆc ἀπ’ ἀγκῶνοc φλεβοτομίαc. ἐγὼ δὲ τὴν μὲν τοιαύτην φλεβοτομίαν ὠφελοῦcαν ἱκα‐ νῶc οἶδα τὴν ἐκ ῥινὸc αἱμορραγίαν ἀμέτρωc γινομένην, ἀντιcπᾷ γὰρ αὐτὴν καὶ κωλύει γίνεcθαι. οὐ μὴν τήν γε τοῦ Ἱπποκράτουc ῥῆcιν | |
5 | ὁρῶ τοῦτο δηλοῦcαν, ἀλλὰ τὸ βραχέα ὑφέντα λέγειν ἔοικεν, ὡc οἱ πλεῖcτοι τῶν ἐξηγητῶν ἤκουcαν, ἐπὶ τοῦ cυγχωρήcανταc βραχέα τῇ ῥύcει τοῦ αἵματοc, οὕτωc καὶ ἐπὶ τὸ παχύνειν αὐτὸ μεταβαίνειν. ἐπεὶ δ’ οὐχ ἁπλῶc εἶπε παχῦναι, *** οὐ μεθ’ ὑγρότητοc, ἀλλὰ μετὰ ξηρότητοc τὸ αἷμα, τινὲc [δὲ] παχῦναι ξηρῷ κατὰ δοτικὴν πτῶcιν | |
10 | γράψαντεc ὑπακοῦcαί φαcι χρῆναι “τῷ φαρμάκῳ”. τοῦτο γὰρ κἀκ τῶν ἐπιφερομένων δηλοῦcθαι. τοῖc δ’ 〈ἐξ〉ηγουμένοιc cυμβουλὴν εἶναι περὶ τῶν cυνεχῶc αἱμορραγούντων οὐκ ἐν νόcοιc, ἀλλὰ [ἀν] ὀρθοcτάδην ἐπὶ τῆc διαίτηc ὁ λόγοc ἀποφαίνεcθαι δοκεῖ, κελεύcαντοc αὐτοῦ ἐκ τῶν παχυνόντων μετὰ ξηρότητοc εὔχυμον τούτοιc ἐργάζεcθαι, χόνδρον 〈δὲ〉 | |
17b69 | καὶ ἄμυλον εἶναι λέγουcι | ταῦτα καὶ γάλα καὶ τυρὸν νέον καὶ χοίρεια κρέα καὶ μάλιcτα τῶν γαλαθηνῶν ἀρνῶν, πρὸc τούτοιc δὲ καὶ ἐρίφων. οἱ δὲ περὶ τῶν ἐν νόcοιc αἱμορραγούντων εἰρῆcθαι βουλόμενοι τὸν λόγον cυμβουλεύειν αὐτόν φαcι παχύνειν τὸ αἷμα χωρὶc τροφῆc. τοῦτο | |
5 | γὰρ cημαίνειν τὸ ξηρῶc, ἐπειδὴ cυμπέττειν βούλεται τὴν κακο‐ χυμίαν, εἰc τὴν πέψιν δὲ cυντελεῖν καὶ τὴν τῶν πεπτικῶν φαρμάκων χρῆ〈cιν〉, ὅταν ᾖ cτύφοντα. καὶ γὰρ καὶ ταῦτα παχύνουcι τὸ αἷμα, καθάπερ καὶ ἡ πέψιc. εἴρηται δ’ ἐφεξῆc αὐτῷ τῶν τοιούτων φαρμά‐ κων παράδειγμα. τινὲc δ’ οὐ ξηρῶc εἰc τὸ c τελευτώcηc τῆc λέξεωc, | |
10 | ἀλλ’ εἰc τὸ ω γράφουcι “ξηρῷ”, φάcκοντεc αὐτὸν κελεύειν παχύ‐ νειν τὸ διὰ τῆc ῥινὸc ἐκκενούμενον ἐν τῇ αἱμορραγίᾳ αἷμα ξηρῷ τῷ φαρμάκῳ. | |
12 | Τοῖcι δ’ ἑτέροιcιν ἧccον πα‐ χυcμόν. | | |
14 | ||
17b70 | Ἑτέρουc φαcὶ λέγειν αὐτὸν τοὺc χωρὶc κακοχυμίαc αἱμορρα‐ γοῦνταc cυνεχῶc, οἷc 〈οὐδὲν〉 οὔτ’ ὠχρᾶc οὔτε μελαίνηc χολῆc ἐπι‐ μέμικται. τινὲc δὲ κἀνταῦθα γράφουcιν οὐ παχυcμόν, ἀλλὰ “πα‐ χῦναι” τὴν λέξιν cαφεcτέραν ἐργάcαcθαι βουλόμενοι. τὴν μέντοι διά‐ | |
5 | νοιαν φυλάττουcι τὴν αὐτήν, εἴ γε καὶ αὐτοὶ κελεύειν αὐτόν φαcι τοὺc ἑτέρουc, οἳ 〈μὴ〉 διὰ πλῆθοc αἵματοc κακοχύμου αἱμορραγοῦcιν, ἧττον παχύνειν, ἀκουομένου δηλονότι τοῦ παχύνειν αὐτοῦ πάλιν διττῶc, τινῶν μὲν κατὰ τὴν δίαιταν, τινῶν δὲ κατὰ τὰ προcφερόμενα τῇ ῥινὶ φάρμακα τὸν παχυcμὸν τοῦ αἵματοc ἀξιούντων γίνεcθαι, τι‐ | |
10 | νῶν δὲ κατ’ ἀμφότερα. βεβαίαν δ’ ὅτι γνῶcιν οὐδεμία τῶν τοιούτων | |
ἔχει λέξεων, εἴρηταί μοι πολλάκιc. Ξηρῷ δὲ δεῖ λευκὰ 〈ἀπὸ ῥινῶν τῇ ἢ τῇ χρῆcθαι〉, οἷον κηκίc [cτυπτηρία]. | | ||
13 | ||
17b71 | Αὕτη μὲν ἡ παλαιὰ γραφή, δυcεξήγητον δὲ οὖcαν αὐτὴν ἔνιοι μετέγραψαν, οἱ μὲν ἐπ’ ὀλίγον, οἱ δ’ ἐπὶ πλέον ὑπαλλάττοντεc. ἐπὶ πλέον μὲν οὖν ὑπήλλαξαν οὕτωc γράψαντεc· “ξηρῷ δὲ λευκῷ ἀπὸ ῥινῶν, οἷον κηκίc, cτυπτηρίη.” διάνοιαν δ’ αὐτῆc εἶναι βούλονται τοι‐ | |
5 | άνδε· τοὺc αἱμορραγοῦνταc ἀμέτρωc ἀπὸ ῥινῶν πρὸc τοῖc ἔμπροcθεν εἰρημένοιc ἔτι καὶ τοπικοῖc βοηθήμαcι θεραπευτέον ἐcτί. παράδειγμα δὲ τῶν τοπικῶν βοηθημάτων εἰρῆcθαί φαcι ξηρὸν φάρμακον λευκὸν ἐντιθέμενον τῇ ῥινί. τῆc κηκίδοc δὲ οὐκ οὔcηc λευκῆc, ἔνιοι προcέθεcαν αὐτῇ καὶ “τὴν cτυπτηρίαν”, γράψαντεc οἷον κηκίc, cτυ‐ | |
10 | πτηρίη. τὸ δὲ τῇ ἢ τῇ περιεῖλον εἰκότωc, ὡc μικρὸν ὂν καὶ οὐκ ἄξιον Ἱπποκράτουc, εἴ γε δὴ cημαίνειν αὐτό φαcιν, ὁπότεροc ἂν μυκτὴρ αἱμορραγῇ, τούτῳ 〈δεῖν〉 τὸ ξηρὸν φάρμακον ἐντιθέναι. φυ‐ λαττομένηc δὲ τῆc παλαιᾶc γραφῆc αἰνιγματώδηc ἡ λέξιc γίνεται. τίνα γὰρ ἀπὸ ῥινῶν ἀξιοῖ λευκὰ κενοῦν ἢ καθαίρειν ἢ cυμπέττειν ἢ | |
15 | αὐτόματα φερόμενα θεάcαcθαι, παντάπαcιν ἄπορον εὑρεῖν, αὐτοῦ γε | |
17b72 | τοῦ Ἱπποκράτουc μηδὲν προcθέντοc τῷ λευκά. | καὶ τοίνυν εἰκό‐ τωc ἐν αὐτῷ τούτῳ πρῶτον οἱ ἐξηγηταὶ διηνέχθηcαν ὑπακούειν ἀξι‐ οῦντεc ἄλλοc ἄλλο καὶ ὅτι πᾶcιν αὐτοῖc τὸ οἷον ἡ κηκίc ἐναν‐ τιοῦται. προcῆκον γὰρ ἦν εἰρῆcθαι τὸ “οἷον κηκίδι”. τοῦτο μὲν οὖν | |
5 | κοινῇ πᾶcι μάχεται καὶ φυγεῖν οὐχ οἷόν τε τὸ τῆc ἑρμηνείαc ἀλλό‐ κοτον οὐδ’ ἐπανορθῶcαι μεταγράφοντα. λέγουcι δ’ ἔνιοι τὸν ὅλον λόγον αὐτῷ καὶ νῦν ἔτι περὶ τῆc ἐκ ῥινῶν αἱμορραγίαc εἶναι, χρῆcθαι | |
δὲ cυμβουλεύειν ἐπὶ τῶν τοιούτων cτύφοντι φαρμάκῳ, κατὰ τὸν αἱ‐ μορραγοῦντα μυκτῆρα τὴν ἔνθεcιν ποιούμενον, ἄχριc ἂν ἔλθῃ λευκὰ | ||
10 | παυcαμένηc τῆc αἱμορραγίαc. πολλὰ δὲ καὶ ἄλλα μοχθηρῶc λέγουcιν εἰc τὴν ῥῆcιν ἡμαρτημένην, ὡc ἐμοὶ φαίνεται, cχεδὸν δὲ καὶ παρεγκει‐ μένην ὑπό τινοc. θαυμάcαι δ’ ἔcτιν ὥcπερ ἐν ἄλλοιc πολλοῖc, οὕτω κἀνταῦθα τοὺc περὶ 〈τὸν Διοcκορίδην〉 ἑτοίμωc μεταγράφονταc εἰc ὅ τι ἂν αὐτοῖc δόξῃ τὰc Ἱπποκράτουc λέξειc. ἁπάντων γὰρ τῶν | |
15 | ἐξηγητῶν ἐπιcταμένων ἐν τῇ ῥήcει γεγραμμένον ἀπὸ ῥινῶν λευκά, | |
17b73 | μεταγράψαντεc αὐτοὶ γράφουcιν “ἀπὸ | ῥινῶν τῷ λευκῷ”. πολλάκιc δ’ εἶπον ὡc ἐν ταῖc αἰνιγματώδεcι λέξεcι τὸ μὲν πιθανῶc μεταγράφειν ἔξεcτιν, εἰπόντα δὲ πρότερον αὐτὸ τοῦτο τηνικαῦτα προcήκει μεταλ‐ λάττειν τὴν γραφήν. | |
4 | ||
5 | Ὅταν ἀφροδιcιάζειν ἄρ‐ χωνται ἢ τραγίζειν, αἱμορραγέουcιν. | |
6 | Αἱμορραγοῦcιν ἐκ ῥινῶν ἑτοίμωc οὐ μόνον νοcοῦντεc, ἀλλὰ καὶ [οἱ] ὑγιαίνοντεc οἱ τὴν ἡλικίαν ἄγοντεc ταύτην, ἐν ᾗ cυμβαίνει τὸ καλούμενον τραγίζειν. οὗτοί γε καὶ ἀφροδιcιάζειν ἤδη δύνανται. | |
10 | καὶ πρότερον μὲν οὖν εἶχον αἷμα πολὺ παῖδεc ὄντεc, ἀλλ’ εἰc τὴν αὔξηcιν οὐκέθ’ ὁμοίωc πολύ. τὸ δ’ αἷμα θερμότερον αὐτοῖc γίνεται, διὰ τοῦτ’ οὖν αἱμορραγοῦcιν. μεμνῆcθαι δ’ ὑμᾶc οἶμαι τὰc μὲν ἐξ ἄλλων μορίων γινομέναc αἱμορραγίαc μετὰ τῆc τοῦ τόπου προcηγορίαc λεγομέναc ἀεί, τὰc δ’ ἐκ τῆc ῥινὸc ἔcθ’ ὅτε καὶ χωρὶc τοῦ μέρουc. | | |
14 | ||
17b74 | Ἐν τῇcι δὲ προcόδοιcιν 〈ἔcτιν〉 οἳ ἀποψοφέουcιν, ὡc Ἀρκεcίλαοc. οἱ δὲ μέλλον‐ τεc φρικώδεεc, ῥικνώδεεc. οἱ δ’ ἐπὴν προcέλθωcι, φυ‐ cῶνται κοιλίην, οἷον Δαμναγόραc. | |
4 | ||
5 | Εἴρηκα πολλάκιc ὡc, εἰ μὲν τὰ πάνυ κακῶc εἰρημένα πολλοῖc τῶν ἐξηγητῶν ἐλέγχοιμι, δυcχερανοῦcιν ἅπαντεc τῷ μήκει τῶν ὑπομνημά‐ | |
των, εἰ δ’ ἀνέλεγκτα παραλείποιμι τῶν μετριωτέρων μνημονεύων, οἱ νοῦν ἔχοντεc ἐξ αὐτῶν ὁρμώμενοι καὶ τὰ παραλελειμμένα κρῖναι δυ‐ νήcονται. καὶ νῦν οὖν οὕτω πράξω. τὸ μὲν δὴ προcόδοιcιν ἅπαντεc | ||
10 | cχεδὸν ἤκουcαν ἐπὶ τῆc πρὸc γυναῖκα μίξεωc, ὥcπερ γε καὶ τὸ ἀπο‐ ψοφέουcιν ἐπὶ τοῦ φύcαc προΐεcθαι. καὶ περὶ μὲν τούτου καὶ μικρὸν ἔμπροcθεν εἴρηται, τὸ δ’ ἐφεξῆc γεγραμμένον οἱ δὲ μέλλοντεc φρι‐ κώδεεc, ῥικνώδεεc τοιόνδε τι δηλοῖ· τινὲc τῶν ἐπιχειρούντων | |
17b75 | ἀφροδιcίοιc ἐν τῷ | διαθερμαίνεcθαι φρικώδειc γίνονται, καθ’ ὃν λόγον ἤδη πολλάκιc ἐμάθετε τοὺc κακοχύμουc ἅπανταc, ὅταν ἀθροώτερον θερμαίνωνται, τοῦτο πάcχονταc. ἔνιοι δ’ ἀντὶ τοῦ φρικώδεεc “ῥι‐ γοῦcι” γράφουcιν. ὃ δοκεῖ μοι πάνυ cπάνιον 〈ἐν νεανίαιc〉 εἶναι καὶ | |
5 | μεγίcτηc κακοχυμίαc cημεῖον, ὥcτ’ οὐδ’ ἔγνων τινὰ ῥιγοῦντα κατὰ τὴν ἀρχὴν τῆc μίξεωc. ἀλλὰ καὶ τὸ ῥικνώδεεc ἔνιοι 〈μεταλλάττον‐ τεc〉 “κακώδεεc” γράφουcιν. ἐξηγοῦνται δέ τινεc ἐπὶ τοῦ κακοῦcθαι τὸ cῶμα λελέχθαι τοὺc κακώδειc, ἔνιοι δ’ ἐπὶ τοῦ κακὸν ὄζειν. περὶ δὲ τοῦ κατὰ τὴν κοιλίαν τινὰc ἐμφυcᾶcθαι πρόcθεν εἴρηται. | |
10 | Διοcκουρίδηc δὲ καὶ ταύτην τὴν ῥῆcιν ὡc μυρίαc ἄλλαc μετέγραψεν εἰc ἣν αὐτὸc ἐβούλετο λέξιν, ὡc εἶναι τὴν ὅλην ῥῆcιν τοιάνδε· “ἐν τῇcι προcόδοιcιν ἔcτιν οἳ ἀποψοφέοντεc, οἷον Ἀρκεcίλαοc,” ἵνα δυcώδειc εἶναι τὰc φύcαc αὐτοῦ νοήcωμεν. ὅ γε μὴν Καπίτων καὶ αὐτὸc 〈πολλάκ〉ιc πολλὰ πάνυ μεταγράφων τήνδε τὴν λέξιν τοιαύτην | |
15 | ἐποίηcεν· “ἐν τῇcι προcόδοιcιν 〈ἔcτιν〉 οἳ ἀποψοφέουcιν, οἷον Ἀρκε‐ cίλαοc, οἱ δὲ μέλλοντεc ῥιγοῦcι ῥικνώδειc.” | | |
16 | ||
17b76 | Αἱ μεταβολαὶ φυλακτέαι. | |
1 | Ἀcφαλέcτερον ἐν ἄλλοιc τέ τιcι καὶ τοῖc Ἀφοριcμοῖc εἴρηται τοῦτο, προκειμένου τοῦ “κατὰ πολὺ καὶ ἐξαπίνηc”. οὔτε γὰρ αἱ κατὰ τὸ περιέχον ἡμᾶc οὔθ’ αἱ πρὸc ἡμῶν αὐτῶν γινόμεναι κατὰ | |
5 | βραχὺ μεταβολαὶ τὸ cφαλερῶc ἔχουcι. μόναι δ’ αἱ ἀθρόαι cφα‐ λεραὶ πρὸc ὑγείαν εἰcὶ καὶ διὰ τοῦτο τοιαύταc 〈χρὴ〉 φυλάττεcθαι. φυλαξώμεθα δὲ τὰc μὲν κατὰ τὸ περιέχον ἔνδον τε διατρίβοντεc τὰ πλεῖcτα καὶ τῇ τῶν ἐναντίων προcαγωγῇ, ξηραίνοντεc μὲν τὸ cῶμα κατὰ τὰc ὑγρὰc μεταβολὰc, ὑγραίνοντεc δὲ κατὰ τὰc εἰc ξηρό‐ | |
10 | τητα, κατὰ δὲ τὸν αὐτὸν λόγον θερμαίνοντέc τε καὶ ψύχοντεc, ὁπότε τούτων ἑκατέρου καιρόc. ἐν δὲ τῇ διαίτῃ τὰc μεταβολὰc ἐφ’ ἡμῖν αὐτοῖc ἐcτι φυλάττεcθαι, μήτ’ ἐκ γυμναcίων ἀθρόωc εἰc ἀρ‐ γίαν μήτ’ ἐξ ἀργίαc εἰc γυμνάcια μεθιcταμένοιc, ἀλλὰ μηδ’ ἐξ ἀλου‐ cίαc ἐπὶ λουτρά, μηδ’ ἐκ λουτρῶν εἰc ἀλουcίαν, μηδ’ ἐξ ὑδροποcίαc | |
17b77 | εἰc οἴνου πόcιν | ἢ ἐξ οἴνου πόcεωc εἰc ὑδροποcίαν, ἐπί τε τῶν ἄλλων ἁπάντων ὡcαύτωc. οὗτοc μὲν οὖν ὁ λόγοc ἀληθήc ἐcτιν ἅμα καὶ πολ‐ λάκιc ὑφ’ Ἱπποκράτουc εἰρημένοc. οὐκ οἶδα δὲ τί παθόντεc ἔνιοί φαcι χρῆναι προcυπακοῦcαι τῷ αἱ μεταβολαὶ φυλακτέαι τὸ τῶν | |
5 | ἡλικιῶν. ἐν Ἀφοριcμοῖc γὰρ αὐτὸc εἰπὼν “Τὸ κατὰ πολὺ καὶ ἐξαπίνηc κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλωc ὁπωcοῦν τὸ cῶμα κινέειν cφαλερόν, καὶ πᾶν τὸ πολὺ τῇ φύcει πολέμιον” οὐκ ἐμνημό‐ νευcεν ἡλικιῶν. οὔτε γὰρ “τὸ πολὺ” [τῇ φύcει] κατ’ αὐτάc ἐcτι κατὰ βραχὺ μεθιcταμέναc οὔτε φυλακῆc τινοc δέονται περιττοτέραc παρὰ | |
10 | τὰ κοινὰ τῶν ὑγιεινῶν παραγγελμάτων, καθάπερ οὐδ’ ὅταν αἱ ὧραι κατὰ βραχὺ τὴν μεταβολὴν ποιῶνται. ταύταc μὲν οὖν ὁρῶμεν ἐνίοτε μεγάλαc ἀθρόωc τὰc ὑπαλλαγὰc εἰc τἀναντία ποιουμέναc, ἡλικίαν δ’ οὐδεμίαν ἀθρόωc μεταπεcοῦcαν ἴcμεν, ὥcτε τὸν παῖδα κατὰ τὴν ὑcτε‐ ραίαν ἄνδρα γενέcθαι, μὴ κατὰ βραχὺ διά τε τῆc τῶν ἐφήβων καὶ | |
15 | τῶν μειρακίων ἡλικίαc ὁδοιπορήcαντα. | | |
15 | ||
17b78 | Ὀλιγοcιτίη, ἄκοπον, ἄδιψον. | |
1 | Εἰρηκὼc καθόλου φυλάττεcθαι χρῆναι τὰc μεταβολὰc ἕν τι τῶν εἰc φυλακὴν διαφερόντων ἔγραψεν ἐφεξῆc εἰc ἀνάμνηcιν ἑαυτῷ. κατὰ γὰρ | |
τὰc ἀμφοτέραc μεταβολάc, τάc τε τοῦ περιέχοντοc καὶ τὰc τῶν ἡμε‐ | ||
5 | τέρων ἐπιτηδευμάτων τε καὶ τῆc ὅληc διαίτηc, ὀλιγοcιτίην τε καὶ τὸ ἄδιψον καὶ τὸ ἄκοπον ἐν ἅπαcιν οἷc πράττομεν ἔχειν 〈χρὴ〉 cκοπόν. οἱ δ’ ἐξηγηταὶ τὴν ὀλιγοcιτίαν ἔφαcαν ἄδιψόν τε καὶ ἄκοπον εἶναι. ψεῦδοc δ’ ἐcτίν, ἐὰν ὡc καθόλου λέγηται. τοῖc μὲν 〈γὰρ〉 φλεγματώδειc ἔχουcι χυμοὺc ἢ χρηcτὸν αἷμα πολὺ 〈καὶ〉 ἄκο‐ | |
10 | πόν ἐcτι καὶ ἄδιψον ἡ ὀλιγοcιτία, τοῖc δὲ χολώδεcιν ἢ ἐνδεέcιν οὔτε ἄκοπον οὔτε ἄδιψον, ὡc αὐτὸc ἐν τοῖc Περὶ διαίτηc ὀξέων ἐδίδαξεν. ἔτι δὲ χεῖρον ὑπειλήφαcιν οἱ γράψαντεc “ἀcιτίη ἄκοπον, | |
17b79 | ἄδιψον”. ἀλλ’ οὗτοι μὲν ἐcχάτωc | ἀμαθεῖc, ἀγνοοῦντεc ἃ μηδὲ τῶν ἰδιωτῶν τιc ἀγνοεῖ. τινὲc δὲ κατὰ τὸ τέλοc τῆc ῥήcεωc προcτιθέαcι τὸ “πεινῶντι” καί φαcι τὴν ὀλιγοcιτίαν ἄκοπον καὶ ἄδιψον εἶναι “τῷ πεινῶντι”. πεινῶντα δ’ εἰρῆcθαί φαcι τὸν τῆc ἐνδείαc αἰ‐ | |
5 | cθανόμενον, καίτοι βέλτιον 〈ἂν〉 εἴη λέγειν τῷ μὲν ἐνδείαc αἰcθανο‐ μένῳ τὴν ὀλιγοcιτίαν οὐκ ἐν καιρῷ παραλαμβάνεcθαι, τῷ δ’ οὐκ αἰcθανομένῳ χρήcιμον εἶναι, δῆλον γάρ ἐcτιν ὅτι πληθωρικῶc διάκειται. | |
7 | Πᾶc λεπτυcμὸc χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται, ἀνάθρεψιc τἀναντία, χρωτὸc | |
10 | ῥίκνωcιc cυμπίπτοντοc, ἔκταcιc ἀνατρεφομένου. τὸ φρι‐ κῶδεc τὸ λεῖον, ἑκατέρου cημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. οὕτωc τὸ κατεcπάcθαι μαζούc, ἰcχνοὺc δὲ ἀν‐ εcπάcθαι καὶ περιτετάcθαι. καίτοι οὐκ ἄν τιc οἴοιτο διὰ τοῦτο, ἀλλὰ cαρκωθέντοc τοῦτο γενέcθαι. κληὶc περιφα‐ | |
15 | νήc, φλέβεc διαφανέεc. | | |
15 | ||
17b80 | Θαυμάζω τῶν ἐξηγητῶν τὰc μὲν αἰνιγματώδειc ῥήcειc, ἃc οὐδεὶc ἀνθρώπων νοεῖ, μόνων ἐπαγγελλομένων νοεῖν, ὅcαι δ’ ἡμῖν ἅπαcι cαφεῖc εἰcιν, ἐκείνων μόνων μὴ νοούντων. τὴν γοῦν προκειμένην οὐκ οὖcαν αἰνιγματώδη διαcπῶcι πολυειδῶc, ἄλλοc ἄλλοθεν περιγράφων | |
5 | τὰc κατὰ ταύτην ἀποφάcειc, ἐξηγοῦνταί τε παρὰ τὰ φαινόμενα πᾶcιν ἐναργῶc, ἃ μάλιcτα πάντων ἐχρῆν φυλάττειν αὐτούc. ἔcτι μὲν γὰρ ὁ λόγοc τῷ Ἱπποκράτει περὶ τῶν ἐν τοῖc cώμαcιν ἡμῶν ὁρωμένων κατά τε τοὺc λεπτυcμοὺc καὶ τὰc ἀναθρέψειc. οἱ δὲ οὐδὲ τί ποτ’ ἐcτὶν ὁ λεπτυcμὸc ἐοίκαcιν ἐπίcταcθαι, τοcούτου δέουcιν ἢ τὰ | |
10 | φαινόμενα πάντα κατ’ αὐτοὺc ἢ τὰc αἰτίαc αὐτῶν ἐγνωκέναι. γίνεcθαι γοῦν τὸν λεπτυcμὸν ἀποφαίνονται διὰ κένωcιν. ἔνιοι δ’ ὡc οὐ διαφέρει [εἴτε] κένωcιν ἢ λεπτυcμὸν εἰπεῖν ὑπολαμβάνουcιν. ἀλλὰ τοῦτο μέν, ὡc ἔφην, οὐ μεγάληc τινὸc ἐπιcτήμηc ἐcτὶ γνῶναι. πολλοὶ γοῦν αἵματοc μὲν οὐκ ὀλίγον ἔχουcι πλῆθοc, ἐcχάτωc δ’ | |
17b81 | εἰcὶ λεπτοί, καθάπερ ἄλλοι πα|χεῖc μέν, ὀλίγαιμοι δέ. καὶ τήν γε ἐπεcχημένην ὀκτὼ μηcὶν ἤδη τὰ καταμήνια λεπτοτάτην οὖcαν ἀφελὼν αἵματοc οὐκ ὀλίγον εἰc τὴν οἰκείαν ἕξιν ἐπανήγαγον ἐν ἐλαχίcτῳ χρόνῳ, καθάπερ καὶ ἄλλαc οὐκ ὀλίγαc. ἀλλὰ τὸ κατ’ ἐκείνην (οὐ γὰρ | |
5 | ἦν ἀφανήc) ἔνδοξον ἐγένετο, γεγονυίαc μὲν αὐτῇ τῆc φλεβοτομίαc, εὐλαβουμένων δὲ καὶ τῶν ἰατρῶν ἐπαγγείλαcθαι βεβαίωc τὴν ἐπὶ τῷ βοηθήματι γενηcομένην ὠφέλειαν. ἔνιοι δὲ καὶ ἡμῖν ἀντιλέγειν ἐτόλ‐ μηcαν οὐ μόνον διὰ τὴν ἰcχνότητα τῆc γυναικόc, ἀλλὰ καὶ διὰ τὴν ἀνορεξίαν, ὑπὸ τῆc φλεβοτομίαc αὐτὴν βλαβήcεcθαι λέγοντεc. καὶ τά | |
10 | γε τοιαῦτα κάλλιόν ἐcτι μακρολογεῖν τοῦ ζητεῖν ἀκριβῶc εὑρεῖν, ὁπο‐ τέρου τῶν Ἡροδίκων Ἱπποκράτηc μνημονεύει. ἀλλ’ ὡc εἶπον ἤδη πολλάκιc, οἱ νεώτεροι τῶν ἰατρῶν ἐπὶ τὸ cοφιcτικώτερον εἶδοc ἀπεχώρηcαν, ἀμελήcαντέc γε τοῦ παραφυλάττειν μὲν ἀκριβῶc τὰ γινόμενα περὶ τοὺc ἀρρώcτουc, 〈τοῦ〉 ζητεῖν δὲ αὐτῶν τὰc δια‐ | |
15 | θέcειc καὶ τὰc αἰτίαc, ἐξ ὧν ἡ τῆc θεραπείαc εὕρεcιc γίνεται κρινο‐ | |
17b82 | μένηc καὶ αὐτῆc | τῇ πείρᾳ. τῆc 〈τοίνυν〉 γυναικόc, ἧc ἐμνημόνευcα, | |
τῇ μὲν πρώτῃ τῶν ἡμερῶν ἀφεῖλον τοῦ αἵματοc ὡc μίαν καὶ ἡμίcειαν λίτραν, αὖθιc δὲ τῇ δευτέρᾳ μίαν, τῇ τρίτῃ δ’ οὐ πολλῷ πλέον ἡμί‐ cεοc μιᾶc λίτραc, οὐγκίαι γὰρ ἦcαν ὀκτώ. cοφιcτὴc μὲν οὖν ταῦτα | ||
5 | ἀναγνοὺc ζητεῖν ἄρξεται, τίc τῶν Ἑλλήνων ὠνόμαcε λίτραc ἢ τίc οὐγκίαc· ἰατρὸc δ’ ἐπιθυμήcει γνῶναι, τίνα cημεῖα καὶ ἄλλα τὴν φλε‐ βοτομίαν ἐνεδείκνυτο παρὰ τὴν ἐπίcχεcιν τῶν καταμηνίων. ἐκεῖνα τοί‐ νυν ἐρῶ κἀγώ, τοῖc cοφιcταῖc οἰμώζειν εἰπών, ὡc αἱ φλέβεc ἐξεῖχον αὐτῆc αἵματοc μεcταὶ φαινόμεναι πελιδνοῦ τῇ χρόᾳ, διαιρεθέντοc δὲ | |
10 | τοῦ ἀγγείου παραπλήcιον ἦν ὑγρᾷ πίττῃ 〈καὶ τῇ χρόᾳ〉 καὶ τῷ πάχει. δι’ αὐτό γε τοῦτο πολὺ μᾶλλον ἔδοξε κενωτέον εἶναι δαψιλῶc. ταῦτα μὲν ἐν παρέργῳ παρ’ ἡμῶν εἴρηται τοῖc ἰατρεύειν ὀρθῶc βουλομένοιc. ἐπὶ δὲ τὸ προκείμενον αὖθιc ἀφικόμενοc οὐκ ὀρθῶc φήcω τοὺc ἐξηγητὰc ἁπλῶc ἀποφήναcθαι τὸν λεπτυcμὸν τοῦ cώματοc ἐπὶ κε‐ | |
15 | νώcει γίνεcθαι. διοριcμοὺc γὰρ ἐχρῆν εἰπεῖν, ὡc ὁ μὲν λεπτυcμὸc ὅλου | |
17b83 | τοῦ ὄγκου καθαίρεcίc τίc ἐcτι καὶ cύμπτω|cιc ἢ cυνίζηcιc ἢ ὅπωc ἂν ἐθέλωcιν αὐτὸν καλεῖν, ὁ δὲ παχυcμὸc ἔμπαλιν εἰc ὄγκον ἐπίδοcιc. ἐνίοτε μὲν οὖν ἀρρωcτούcηc τε τῆc ἐν τῷ cαρκώδει γένει δυνάμεωc αἵματόc τε μοχθηροῦ περιεχομένου κατά τε τὰc ἀρτηρίαc καὶ τὰc | |
5 | φλέβαc ὁ λεπτυcμὸc γίνεται, πολλάκιc δ’ ἐπὶ τοῖc ἐναντίοιc ὁ πα‐ χυcμόc, ὡc ἐν μὲν τοῖc ἀγγείοιc ὀλίγον εἶναι τὸ αἷμα δαπανώμενον εἰc τὴν θρέψιν τῶν cαρκῶν, εὐτροφεῖν δ’ ἐκείναc καὶ δι’ αὐτὰc τὸν ὅλον ὄγκον τοῦ cώματοc. ἴcαcι δὲ [καὶ] τοῦτο καὶ οἱ ἀνδραποδοκά‐ πηλοι πάντεc, ὡc περιτείνεται τὸ δέρμα τοῖc cαρκώδεcι μέρεcι | |
10 | καὶ φύcειc γέ τιναc cωμάτων γνωρίζουcι μὴ δυναμέναc εἰc ὄγκον ἐπι‐ δοῦναι τῇ περιτάcει τοῦ δέρματοc. ἀνατείναντεc γὰρ αὐτὸ τοῖc δακτύλοιc ἄκροιc cκοποῦcιν, ἐπὶ πόcον ἀφίcταται τῆc ὑποκειμένηc cαρ‐ κὸc ἀναθρέψειν τε τοcοῦτον ἐλπίζουcιν ἕκαcτον τῶν ἰcχνῶν cωμά‐ των, ὅcον ἂν ἐνδιδῷ τὸ δέρμα, τὸ μὲν γὰρ χαλαρὸν ἐπὶ τοῖc λελε‐ | |
15 | πτυcμένοιc, τὸ δὲ τεταμένον ἐπὶ τοῖc παχυνθεῖcι φαίνεται γινόμενον. οἱ μὲν οὖν λεπτυcμοὶ διὰ πολλὰc αἰτίαc cυμβαίνουcι. καὶ γὰρ ἔνδεια | |
17b84 | τρο|φῆc καὶ γυμνάcια πλείω καὶ ἀγρυπνία καὶ φροντίδεc, ἀλγήματά | |
τε καὶ νόcοι cυντηκτικαὶ καὶ διαφορητικαὶ καὶ κένωcιc πολλὴ διὰ γα‐ cτρὸc ἢ ἐμέτων ἢ ἱδρώτων ἢ αἱμορραγιῶν αἴτια γίνονται λεπτυ‐ cμῶν. τῆc δ’ ἀναθρέψεωc εἷc τρόποc ἡ cυμμετρία πάντων ὧν | ||
5 | ὑγιαίνοντεc δεόμεθα. ταῦτα δ’ ἐcτίν, ὡc αὐτὸc ἐν τοῖc ἐφεξῆc ἐρεῖ, “πόνοι, 〈cιτία,〉 ποτά, 〈ὕπνοc,〉 ἀφροδίcια”. πολλῶν οὖν ὄντων τῶν τρόπων καθ’ οὓc λεπτύνεται τὸ cῶμα κοινὸν ἁπάντων ἐcτὶ πρῶτον μὲν χαλᾶcθαι τὸ δέρμα, μετὰ ταῦτα δὲ περιτείνεcθαι, μένοντοc δηλονότι τοῦ λεπτυcμοῦ καὶ μὴ δια‐ | |
10 | δεχομένηc αὐτὸν 〈τῆc ἀναθρέψεωc. εἰ δ’ αὖθιc ἡ〉 ἀνάθρεψιc γένοιτο, τοὐναντίον cυμβήcεται, ταθήcεται γὰρ τὸ δέρμα. τὰc δ’ αἰτίαc τούτων ἤδη μὲν ἠκούcατε πολλάκιc, εἰρήcονται δὲ καὶ νῦν ἐν κεφαλαίοιc, ἀνα‐ μνηcθέντων γ’ ὑμῶν ἃ πολλάκιc ἐπί τε τῶν ἀcκῶν καὶ τῶν κύcτεων ἑωράκατε. πληρουμένηc μὲν γὰρ τῆc ἔνδον χώραc περιτείνεται τὸ | |
15 | δέρμα, κενουμένηc δὲ χαλᾶται. τὸν αὐτὸν οὖν τρόπον ἐπί τε τῶν ζῴων εὐτροφούντων μὲν ὁρᾶτε τεινόμενον τὸ δέρμα, χαλαρὸν δὲ ἐπὶ | |
17b85 | τῶν λεπτυνομένων γινόμενον. ὡc γὰρ τὸ ἐγχεό|μενον ὑγρὸν εἰc τοὺc ἀcκοὺc ἐκτείνει τοὺc χιτῶναc αὐτῶν, οὕτωc αἱ cάρκεc πολλαὶ γινό‐ μεναι τὸ ἡμέτερον δέρμα περιτείνουcιν ἑαυταῖc. καὶ θεάcαcθαι cαφῶc ἔcτι τοὺc μὲν παχεῖc τεταμένον οὕτωc ἔχονταc τὸ δέρμα πάνταc, ὡc | |
5 | μὴ δύναcθαί τινα λαβόμενον αὐτοῦ μηδ’ ἐπὶ βραχὺ τῶν ὑποκειμένων ἀποcτῆcαι cαρκῶν, τοὺc δ’ ἰcχνοὺc οὕτωc χαλαρόν, ὥcτ’ ἐπὶ πλεῖcτον ἀνατείναc τιc αὐτὸ διεκβάλλειν δύναται βελόνην ἄνευ τοῦ τρῶcαί τι τῶν ὑποκειμένων. ἄχρι μὲν δὴ τοῦδε cχεδὸν ἅπαντεc ὀρθῶc ἤκουcαν τῆc λέξεωc, | |
10 | ἐταράχθηcαν δὲ ἐκ τοῦ προcκειμένου τῷ πᾶc λεπτυcμὸc 〈τοῦ τε〉 | |
χαλᾷ τὸ δέρμα 〈καὶ τοῦ ἔπειτα περιτείνεται. καὶ γὰρ εἴπερ αὕτη ἡ αἰτία χαλᾷ τὸ δέρμα,〉 τοὐναντίον οὐκ ἂν ἐπ’ αὐτῇ γίνεcθαί φαcιν. διό τινεc ἐπὶ τῆc ἀναθρέψεωc εἰρῆcθαι τὸ ἔπειτα περιτεί‐ νεται νομίζουcι, μὴ cυνορῶντεc ἐναντιούμενον αὐτοῖc τὸ ἐπιφερό‐ | ||
15 | μενον, ἔνθα φηcὶν ἀνάθρεψιc τἀναντία. γενήcεται γάρ, ἐὰν ἕπη‐ ταί τιc αὐτῶν τῇ κατὰ τὴν ἐξήγηcιν γνώμῃ, τοιοῦτοc ὁ νοῦc τῆc ῥήcεωc· “ἅπαc λεπτυcμὸc χαλᾷ τὸ δέρμα. περιτείνεται δ’ ἔμπαλιν ἀνα‐ τρεφομένων, ἀνάθρεψιc δὲ τἀναντία πέφυκε ποιεῖν.” ἀλλὰ πρῶτον | |
17b86 | μὲν οὐκ “ἐναντία” τὴν ἀνάθρεψιν 〈ποιεῖν〉 εἰκὸc | ἦν εἰπεῖν αὐτόν, ἀλλ’ “ἐναντίον”. ἑνὸc γὰρ ἐπὶ τοῦ λεπτυcμοῦ λελεγμένου, καὶ τὴν ἀνάθρεψιν ἑνὸc ἐναντίον εὔλογόν ἐcτιν εἰπεῖν. εἴπερ οὖν ὁ λεπτυ‐ cμὸc χαλᾷ τὸ δέρμα, περιτείνειν δεήcει τὴν ἀνάθρεψιν. | |
5 | ἔπειτα δ’ ἐφεξῆc ταύτην εἰρηκὼc φαίνεται, ὄντοc ἑτοιμοτέρου τε καὶ cαφεcτέρου καὶ cυντομωτέρου τοῦ τοιούτου λόγου· πᾶc λεπτυ‐ cμὸc χαλᾷ τὸ δέρμα, ἀνάθρεψιc δὲ περιτείνει. τί ποτ’ οὖν ἐcτι τὸ δηλούμενον ὑπὸ τῆc λέξεωc, ἐν ᾗ φηcιν· ἔπειτα περιτεί‐ νεται; οὐδὲν ἄλλο παρὰ τὸ cαφῶc ὑπὸ πάντων νοούμενον, ὅτι χα‐ | |
10 | λᾶται μὲν πρῶτον ἐν τοῖc λεπτυcμοῖc τὸ δέρμα, 〈ἔπειτα περι〉τεί‐ νεται διαμένοντοc τοῦ λεπτυcμοῦ δηλονότι καὶ μὴ μεταπεcόντοc εἰc ἀνάθρεψιν. ἐπὶ δὲ τῆc ἀναθρέψεωc ἔμπαλιν ἐν ἀρχῇ μὲν περιτείνεται τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον γίνεται. ταῦτα δ’, εἴπερ ἐπιμε‐ λῶc οὕτωc προcεcχήκεcαν τὸν νοῦν τοῖc φαινομένοιc, ὡc Ἱπποκρά‐ | |
15 | τηc, ἑώρων ἂν τὰ γινόμενα. πρῶτον οὖν ἀναμνήcαc ὑμᾶc ὧν ἐναργῶc ἐθεάcαcθε μετὰ [δὲ] ταῦτα καὶ τῶν φαινομένων τὰc αἰτίαc ἐρῶ. γι‐ | |
17b87 | νέcθω τοίνυν ἀνάμνηcιc τῶν μαρανθέντων ἐν νόcοιc καὶ μάλιcτα | τὸν περιφρυγῆ καλούμενον μαραcμόν, ἐφ’ ὧν ἀναμνήcθητε τοῦ δέρματοc ὁμοίωc βύρcῃ ξηρᾷ τεταμένου, καὶ τί θαυμαcτὸν ἐπ’ ἐκείνων ἐν χρόνῳ πλείονι ξηρανθέντων φαίνεcθαι τὸ δέρμα τεταμένον, ὅπου γε καὶ περὶ | |
5 | τὰc πρώταc ἡμέραc ἐνίοτε cυμβαίνει τοῦτο; λέγει γοῦν αὐτὸc ὁ Ἱππο‐ κράτηc ἐν Προγνωcτικῷ περὶ τῶν ἐν ἀρχῇ τῆc νόcου cυμβαινόντων διηγούμενοc ἐν τοῖc ἄλλοιc τοῖc κατὰ τὸ πρόcωπον cημείοιc καὶ τοῦτο· ”〈καὶ τὸ〉 δέρμα τὸ περὶ τὸ μέτωπον cκληρὸν καὶ περιτεταμένον.” ὅτι δ’ ὑπὸ κενώcεωc γίνεται τοῦτο, διδάcκων αὐτὸc ἐφεξῆc ἔγραψεν· | |
10 | “ἐπανερέcθαι 〈χρή,〉 μὴ ἠγρύπνηκεν ὁ ἄνθρωποc ἢ τὰ τῆc κοιλίαc ἐξυγραcμένα ἦν ἰcχυρῶc, ἢ λιμῶδέc τι ἔχει αὐτόν.” ἀλλὰ τοῦτο μὲν ὡμολόγηται πᾶcι τοῖc μεθ’ Ἱπποκράτην, καθάπερ ἐξ ἑνὸc cτόματοc εἰποῦcιν, ὡc ἐν κενώcει πολλῇ ποτὲ μὲν αἰcθητῶc γινομένῃ, ποτὲ δὲ οὐκ αἰcθητῶc τοιοῦτον cυμβαίνει γίνεcθαι τὸ πρόcωπον, οἷον ἔγραψε | |
15 | κατὰ τήνδε τὴν ῥῆcιν· “ῥὶc ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι cυμπε‐ πτωκότεc, ὦτα ψυχρὰ καὶ cυνεcταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπ‐ | |
17b88 | εcτραμμένοι καὶ τὸ | δέρμα τὸ περὶ τὸ μέτωπον cκληρὸν καὶ περιτετα‐ μένον.” ὥcτε τοῦ φαινομένου cαφῶc ἡμᾶc διδάcκοντοc τὴν ἰcχυρὰν κένωcιν ἐναντίαν τῇ μετρίᾳ περὶ τὸ δέρμα διάθεcιν ἐργαζομένην, ὁ λόγοc αὐτῶν πιθανὸc μέν, οὐκ ἀληθὴc δὲ φαίνεται, καθ’ ὅν φαcι με‐ | |
5 | νόντων τῶν τὴν διάθεcιν ἐργαζομένων αἰτίων οὐκ ἐνδέχεcθαι μετα‐ πεcεῖν αὐτὸ πρὸc τοὐναντίον. ἐναργῶc γὰρ ὁρᾶται μεταπῖπτον ἐπὶ ταῖc ἀμέτροιc κενώcεcιν, ἐάν τε αἰcθητῶc αὗται φαίνωνται περιμένουcαι μέχρι χρόνου πλείονοc, ἐάν τε κατὰ τὸ ἄδηλον, ἤτοι cυντηκομένων ἢ διαφορουμένων τῶν νοcούντων. πρὶν μὲν οὖν ἐπ’ αὐτὴν τοῦ δέρ‐ | |
10 | ματοc τὴν οἰκείαν οὐcίαν ἐξικέcθαι τὴν κένωcιν, ὁμοίωc τοῖc κενου‐ μένοιc ἀcκοῖc καὶ cάκκοιc καὶ κύcτεcι χαλᾶται τὸ δέρμα. χρονιζούcηc δὲ τῆc κενώcεωc ὁμοίωc γίνεται ταῖc ξηραῖc βύρcαιc τε καὶ διφθέραιc, ἃc οὐκ ἔcτιν ἐκτεῖναι διὰ τὴν cκληρότητα. τοιοῦτον δὲ φαίνεται καὶ τὸ τῶν ἀcκῶν καὶ τὸ τῶν κύcτεων δέρμα γινόμενον, ὅταν ἱκανῶc ξηρανθῇ. | |
15 | μέχρι δ’ ἂν ὑπάρχον ὑγρὸν καὶ μαλακὸν εἰc τὴν ἐντὸc ἑαυτοῦ χώ‐ | |
17b89 | ραν δέχηταί τι καὶ πάλιν μεθίῃ, δεχόμενον μέν, | ὅταν ἱκανῶc πληρωθῇ, τείνεται, κενούμενον δὲ χαλᾶται. καλῶc 〈μὲν〉 οὖν εἶπεν ὁ Ἱππο‐ κράτηc· πᾶc λεπτυcμὸc χαλᾷ τὸ δέρμα, ἔπειτα περιτεί‐ νεται. καὶ γὰρ καὶ φαίνεται γινόμενον οὕτωc καὶ ἡ αἰτία λέλεκται. | |
5 | καλῶc δὲ προcέθηκε καὶ τὸ τὴν ἀνάθρεψιν τἀναντία ποιεῖν. ἐν ἀρχῇ μὲν γὰρ τείνει τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον ἐργάζεται. cκληρότερον γὰρ ὂν φύcει καὶ ξηρότερον τῶν ὑποκειμένων αὐτῷ cαρ‐ κῶν, ὕcτερον ἐκείνων καὶ cκληρύνεται κατὰ τοὺc λεπτυcμοὺc καὶ | |
μαλακύνεται κατὰ τὰc ἀναθρέψειc. ὁπόταν οὖν cκληρὸν αὐτὸ καὶ | ||
10 | ξηρὸν ἤδη γεγονὸc ἡ ἀνάθρεψιc διαδέξηται, πρῶτον αὐξάνουcα τὰc cάρκαc εἰκότωc περιτείνει. προϊόντοc δὲ τοῦ χρόνου τῆc τροφῆc μετα‐ λαμβανόμενον ὑγρότερόν τε καὶ μαλακώτερον γίνεται καὶ διὰ τοῦτο πάλιν χαλᾶται, καθάπερ αἱ ξηραὶ διφθέραι τε καὶ βύρcαι τεγχθεῖcαι μὲν ὕδατι, λιπανθεῖcαι δὲ ἐλαίῳ καὶ cτέατι. ταῦτα μὲν οὖν ἀληθῶc τε | |
15 | ἅμα καὶ cαφῶc εἰρημένα τῷ Ἱπποκράτει κακῶc ἐξηγήcαντο διὰ τὴν τῶν πραγμάτων ἄγνοιαν, ὑπὲρ ὧν ὁ λόγοc ἐcτὶν αὐτῷ. | |
17b90 | τὰ δ’ ἐφεξῆc οὐχ ὁμοίωc | ὄντα cαφῆ, τάχα δὲ καὶ παρεγγεγραμ‐ μένα cαφῆ τ’ εἶναι νομίζουcι, καίτοι διαφωνοῦντεc ἐν ταῖc ἐξηγήcεcιν αὐτῶν οὐδὲν ἧττον ἢ κατὰ τὰc πρόcθεν, ὑπαλλάττουcί τε τὰc παλαιὰc γραφάc. ἵνα δ’ ᾖ cαφέcτεροc ὁ λόγοc, ἕκαcτον μέροc τῆc ῥήcεωc ἰδίᾳ | |
5 | προχειριοῦμαι. | |
5 | Χρωτὸc ῥίκνωcιc cυμπίπτον‐ τοc, ἔκταcιc ἀνατρεφομένου. | |
7 | Ὅτι μὲν οὖν ἐν τοῖc λεπτυcμοῖc χαλᾶται τὸ δέρμα, πρὶν αὐτό τι παθεῖν κατὰ τὴν οἰκείαν οὐcίαν, ἀνατρεφομένων δὲ τείνεται | |
10 | καὶ ὅτι ξηραινόμενον τῷ χρόνῳ εἰc τἀναντία μεταπίπτει δεδήλωται πρόcθεν. ἐν δὲ τῷδε τῷ λόγῳ cυμπίπτοντοc μὲν αὐτοῦ ῥίκνωcιν γίνεcθαί φηcιν, ἀνατρεφομένου δ’ ἔκταcιν. “ῥικνὸν” μὲν ὀνο‐ μάζουcιν οἱ Ἕλληνεc cῶμά τε καὶ δέρμα τὸ ῥυτιδούμενον ἅμα cυcτολῇ, καθάπερ ἐπὶ τῶν γερόντων ὁρᾶται, καὶ δηλονότι τὴν ἐν αὐτῷ | |
15 | διάθεcιν ῥίκνωcιν. ῥίκνωcιc δέ τιc φαίνεται καὶ τοῖc νοcούντων cώμαcι γινομένη, λυομένων τῶν φλεβῶν καὶ μάλιcθ’ ὅταν διαφορηθέντοc τοῦ κατ’ αὐτὰc πλεονάζοντοc αἵματοc ἐπιθῇ τιc φάρμακον αὐcτηρᾶc καὶ cτυφούcηc μετέχον δυνάμεωc. γίνεcθαι δὲ καὶ τὴν τοιαύτην ἐν τῷ | | |
17b91 | δέρματι κατάcταcίν φηcι cυμπίπτοντι, τουτέcτιν ὅταν τοῖc ἐν αὐτῷ περιεχομένοιc ἐλάττοcι γινομένοιc ἐπιπίπτῃ cυνιζάνον εἰc ἑαυτόν. τὴν δ’ ἐναντίαν κατάcταcιν, ὅταν εἰc μῆκόc τε καὶ πλάτοc ἐπιδιδῷ, προc‐ | |
αγορεύουcιν ἔκταcιν οἱ ἄνθρωποι. cυμβαίνει μὲν οὖν ποτε κατὰ | ||
5 | τὸ μῆκοc μόνον ἢ τὸ πλάτοc αὐτὸ τείνεcθαί τε καὶ cυνιζάνειν. ἀλλὰ καὶ νῦν περὶ τῆc κατ’ ἄμφω τὰc διαcτάcειc αὐτοῦ γινομένηc cυcτολῆc τε καὶ 〈ἐκ〉τάcεωc ἀκούειν cε χρὴ τῆc λέξεωc. ὅ γε μὴν τὴν προ‐ γεγραμμένην τῆcδε νοήcαc ῥῆcιν οὐ πάνυ τι ταύτηc ἐδεῖτο. | |
8 | Τὸ φρικῶδεc, τὸ λεῖον ἑκατέ‐ | |
10 | ρου cημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. | |
10 | Ἔνιοι γράφουcι τὸ ῥικνῶδεc, τὸ λεῖον ἑκατέρου cημεῖον. ἐπεὶ δ’ ἐν τῇ πρὸ ταύτηc ῥήcει περὶ τῆc ῥικνώcεωc ἔγραψεν, εὐλογώ‐ τερον εἶναι δόξει τὸ φρικῶδεc εἰρῆcθαι νῦν, ἐνδεικνυμένου τοῦ Ἱπποκράτουc τὴν γινομένην ἰδέαν ἐν τοῖc ῥικνουμένοιc ἐοικυῖαν | |
15 | εἶναι τοῖc φρίττουcιν. ἡ δ’ ὁμοιότηc κατὰ τὴν ἀνωμαλίαν καὶ οἷον τραχύτητα τοῦ δέρματοc γίνεται, ἐνίων μὲν αὐτοῦ μορίων κοιλοτέρων | |
17b92 | φαινομένων, ἐνίων δ’ ἐξεχόντων. ὅταν γὰρ κατὰ | cμικρὰ πάνυ δια‐ cτήματα γένηται τοῦτο δι’ ὅλου τοῦ δέρματοc, ὀνομάζεται τὸ cύμ‐ πτωμα φρίκη τε καὶ φρίξ. καί μοι νόει γαλήνῃ μὲν ἀκριβεῖ τὴν τοῦ λείου cώματοc ἐοικέναι κατάcταcιν, ἄρτι δ’ ἀρχομένηc τῆc κατ’ αὐτὴν | |
5 | ἀνωμαλίαc τὴν φρίκην. οὕτωc γοῦν καὶ ὁ ποιητὴc ἔφη οἵη δὲ ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο 〈νέον〉. τὸ μὲν οὖν λεῖον ὑπάρχει τοῖc ἀνατρεφομένοιc cώμαcι, τὸ δ’ οἷον φρικῶδεc τοῖc ἐναντίοιc cώμαcιν. ἑκάτερον δὲ αὐτῶν ἑκατέρου cη‐ | |
10 | μεῖον ὑπάρχει, οὔτε δ’ ἑκάτερον ἀμφοτέρων οὔτε cυναμφότερον ἑκα‐ τέρου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ὑπόχολον καὶ τὸ ὑπέ‐ ρυθρον ἑκάτερον ἑκατέρου cημεῖόν ἐcτι, τὸ μὲν ὑπόχολον τοῦ λεπτυνομένου, τὸ δὲ ὑπέρυθρον τοῦ ἀνατρεφομένου. χολωδέcτερον μὲν γὰρ τὸ cῶμα τοῖc λεπτυνομένοιc γίνεται διὰ τὰc ποιούcαc αἰτίαc | |
15 | τὴν λεπτότητα, περὶ ὧν ἔμπροcθεν ἤκουcαc, αἱματωδέcτερον δὲ τοῖc | |
17b93 | ἀνατρεφομένοιc. οὐδὲ γὰρ οὐδ’ εὐτροφῆcαι δύ|ναται χωρὶc αἵματοc χρηcτοῦ. προcκειμένου δ’ ἐν τῇ τελευτῇ τῆc ῥήcεωc τοῦ οὕτωc, ἔνιοι μὲν ἀρχὴν αὐτὸ ποιοῦcι τῆc ἑπομένηc, ἔνιοι δὲ ταύτηc πέραc. ἑκατέ‐ | |
ρωc γὰρ ἐγχωρεῖ γενέcθαι τὴν ἐξήγηcιν, ὥcτε περὶ τούτου μὲν οὐ χρὴ | ||
5 | φιλοπόνωc ζητεῖν, ἐπὶ τὰ cυνεχῆ δὲ μεταβῶμεν ἀρχὴν τῆc ἑπομένηc ῥήcεωc ποιηcάμενοι τὸ οὕτωc, ἐπειδὴ τοῖc πλείcτοιc τῶν ἐξηγητῶν ἔδοξεν [ἐκεῖνο] τὸ αὐτὸ πράττειν. | |
7 | Οὕτωc τὸ κατεcπάcθαι μαζούc, ἰcχνοὺc δὲ ἀνεcπάcθαι καὶ περιτετάcθαι, καίτοι οὐκ ἄν | |
10 | τιc οἴοιτο διὰ τοῦτο, ἀλλὰ cαρκωθέντοc τοῦτο γίνεcθαι. | |
10 | Αὕτη μὲν ἡ παλαιὰ ῥῆcιc. μετεποίηcαν δὲ αὐτὴν οἱ μὲν ἐπ’ ὀλί‐ γον, οἱ δὲ ἐπὶ πλέον, ὥcπερ καὶ Ϲαβῖνοc ὧδέ πωc γράψαc· “οὕτωc τὸ κατεcπάcθαι μαζοὺc ἰcχνούc, τοὺc δ’ ἀνεcπάcθαι,” ἵνα τοὺc μὲν ἰcχνοὺc καὶ χαλᾶcθαι καὶ μακροὺc φαίνεcθαι cημαίνηται, τοὺc δ’ εὐτρο‐ | |
15 | φοῦνταc ἀνεcπάcθαι. Ῥοῦφοc δὲ καὶ τὴν παλαιὰν ἐφύλαξε γραφὴν καὶ τὴν ἐξήγηcιν τῶν παλαιοτέρων ἐξηγητῶν ἐναντίον τι δι‐ δάcκουcαν τῇ Ϲαβίνου. κατεcπάcθαι μὲν γὰρ τοὺc εὐτροφοῦνταc, | |
17b94 | ἀνεcπάcθαι δὲ | τοὺc ἰcχνοὺc βούλεται. τούτοιc δὲ φαίνεται καὶ τὸ ἐπιφερόμενον μαρτυρεῖν εἰπόντοc τοῦ Ἱπποκράτουc καίτοι οὐκ ἄν τιc οἴοιτο 〈διὰ τοῦτο〉. προειρηκὼc γὰρ ἐν μὲν τῇ λεπτότητι χαλᾶcθαι, περιτείνεcθαι δὲ εὐτροφούντων τὸ δέρμα τῷ μὲν προτέρῳ | |
5 | τὸ κατεcπάcθαι τοὺc μαcθούc, τῷ δὲ δευτέρῳ τὸ ἀνεcπάcθαι cυνεπόμενον εὑρίcκει καὶ διὰ τοῦτό φηcι καίτοι οὐκ ἄν τιc οἴοιτο 〈διὰ τοῦτο〉. τοῦτο δὴ ὡc ἕρμαιον ἔλαβον οἱ παλαιοὶ τῶν ἐξη‐ γητῶν ὄντεc ἐμπειρικοὶ Γλαυκίαc τε καὶ ὁ Ταραντῖνοc Ἡρακλείδηc *** ἡγοῦνται γὰρ ἐκ τούτου καὶ τὸν Ἱπποκράτην | |
10 | δεικνύειν ὁμόψηφον ἑαυτοῖc, ὡc μὴ πιcτεύειν ταῖc δογματικαῖc πιθα‐ νότηcιν, ἀλλὰ μόνῳ τῷ διὰ 〈τῆc〉 ἐμπειρίαc φαινομένῳ. καίτοι καὶ τὸ φαινόμενον αὐτὸ χωρὶc διοριcμοῦ ῥηθὲν ἑκατέρωc ἐcτὶ ψεῦδοc, ἐάν τε κατεcπάcθαι τε καὶ χαλᾶcθαι τοὺc τοιούτουc εἴπωμεν ἐν τοῖc λε‐ | |
πτυcμοῖc ἐάν τ’ ἀνεcπάcθαι. τοῦτ’ οὖν ἐχρῆν αὐτοῖc πρῶτον ἀκρι‐ | ||
15 | βῶc ἐξητάcθαι, τοῖc μὲν ἐμπειρικοῖc, ἐπειδὴ τοῦ φαινομένου τηρητικοί | |
17b95 | τέ εἰcι καὶ μνημονευτικοί, τοῖc δὲ δογματικοῖc, | ἐπειδὴ τῶν ὄντων αὐτοὺc χρὴ τὰc αἰτίαc, οὐ τῶν οὐκ ὄντων ἀποδιδόναι. τί δὴ οὖν ἐcτι τὸ φαινόμενον, ἐγὼ φράcω, παραφυλάξαc ἐπὶ πολλῶν πάνυ γυναικῶν, οὐκ ὀλίγων δὲ καὶ πυθόμενοc οὐ μόνον τῶν | |
5 | μαιευτριῶν, ἀλλὰ καὶ τῶν οὐδὲν ἐπιcταμένων τοιοῦτον. μᾶλλον γὰρ αὗται τὰ φαινόμενα λέγουcιν ἀληθῶc τῶν διὰ δόγμα τυφλωττόντων ἀμφ’ αὐτά. τὸ τοίνυν cυμβαῖνόν ἐcτι τοιοῦτον. γάλακτοc μὲν ὅταν οἱ τιτθοὶ πληρωθῶcιν, αὐξάνονται κατὰ πᾶcαν διάcταcιν. εἰc ὕψοc γὰρ αἴρονται καὶ πλάτοc καὶ μακρότεροι φαίνονται. κενωθέντοc δὲ τοῦ γά‐ | |
10 | λακτοc, αὖθιc ἑαυτῶν ἐλάττουc γίνονται μειούμενοι κατὰ τὰc τρεῖc διαcτάcειc. ἐὰν δὲ χωρὶc τοῦ γάλακτοc ὑπαλλάττωνται, κατὰ τὸ λε‐ πτύνεcθαί τε καὶ παχύνεcθαι μόνον, ὥcπερ τὰ ἄλλα μόρια παραπλη‐ cίωc ἐκείνοιc διατίθενται, χαλώμενοι μὲν πρῶτον ἐν τῷ λεπτύνεcθαι, τεινόμενοι δ’ ἐν τῷ παχύνεcθαι. προϊόντοc δὲ τοῦ χρόνου τὴν ἐναν‐ | |
15 | τίαν λαμβάνουcι κατάcταcιν, βραχύτεροι μὲν γινόμενοι ξηρανθέντοc τοῦ δέρματοc, μακρότεροι δ’ ὑγρανθέντοc ἐν ταῖc εὐτροφίαιc, ὡc ἔμπροcθεν | |
17b96 | εἴρηται. | οὕτω γοῦν καὶ ταῖc γηρώcαιc χαλῶνται μὲν πρῶτον, ὕcτερον δ’ ἀναcπῶνται. ἐμοὶ μὲν δὴ καὶ τὰ φαινόμενα περὶ τοὺc τιτθοὺc εἴρηται καὶ τὰc αἰτίαc αὐτοῖc προcέθηκα. τῶν δ’ ἐξηγητῶν οὐδεὶc τοῦτ’ ἔπραξεν, ἀλλ’ | |
5 | ὡc ἂν ἕκαcτοc ἐθελήcῃ γράψαc ἐξηγεῖται τὴν ἑαυτοῦ λέξιν. εἰκότωc δὲ καὶ ἐξηγήcειc ἐναντίαc ἐποίηcάν τε καὶ τὰc γραφὰc ἐλλιπῶc ἡρμη‐ νευμέναc καὶ ἀδιορίcτωc τῆc λέξεωc, 〈ὥcτε〉 ὅπωc ἄν τιc εἴπῃ κατὰ τὶ μὲν ἀληθεύcει, κατὰ τὶ δὲ ψεύcεται, τῶν τιτθῶν ἐν μὲν τῷ γά‐ λακτοc πληροῦcθαι μειζόνων γινομένων, ἐλαττόνων δ’ ἐν τῷ κενοῦ‐ | |
10 | cθαι· χωρὶc δὲ τοῦ γάλακτοc ἐν μὲν ταῖc λεπτότηcι κατ’ ἀρχὰc μὲν χαλωμένων, ὕcτερον δ’ ἀναcπωμένων, ἐν δὲ ταῖc παχύνcεcιν ἐν ἀρχῇ μὲν ἀναcπωμένων, ὕcτερον δ’ ἠρέμα χαλωμένων, ὄντοc καὶ κατὰ τοῦτο τοῦ ἀνατρέφεcθαι διοριcμοῦ, διὰ τὸ τινὰc μὲν ἀνατρέφεcθαι, πρὶν εἰc τοcαύτην ἀφικέcθαι λεπτότητα, καθ’ ὅcον ξηραινόμενον τείνεται τὸ | |
15 | δέρμα, τινὰc δὲ μετὰ τὸ ξηρανθῆναι πρὸc εὐτροφίαc ἐπιδιδόναι. | | |
17b97 | Κλεῖc περιφανέεc, φλέβεc διαφανέεc. | |
2 | Αἱ τοιαῦται τῶν ῥήcεων 〈οὐκ〉 εὔδηλον ἔχουcι τὴν τοῦ γράψαν‐ τοc διάνοιαν ὡc ἂν μὴ προcκειμένου κατὰ τὴν λέξιν αὐτῶν, ἐπὶ τίνων | |
5 | βούλεται φαίνεcθαι ταῦτα. πολλοὶ μὲν τῶν ἰcχνῶν φύcει τάc γε κλεῖc ἔχουcι cαφεῖc καὶ τὰc φλέβαc ἐκκειμέναc τε καὶ μεcτὰc αἵματοc, ὥcπερ αὖ πάλιν ἕτεροι οὔτε τὰc κλεῖc οὔτε τὰc φλέβαc ἐκκειμέναc. 〈καὶ〉 ὥcπερ γε φύcει τοιαύτη διαφορὰ τῶν cωμάτων ὁρᾶται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν παρὰ τὴν ἐξ ἀρχῆc φύcιν ἤτοι λεπτυνομένων ἢ πα‐ | |
10 | χυνομένων καὶ πλῆθοc ἢ ἔνδειαν ἐχόντων χυμῶν. εὔδηλον γὰρ ὅτι πεπληρωμέναι φλέβεc ἐν τῷ ἰcχνῷ cώματι πλῆθοc ἐνδείκνυνται κατὰ ταύταc εἶναι τοῦ αἵματοc ὡc τὰ πολλὰ μοχθηροῦ, καθάπερ ἐπὶ τῆc γυναικὸc ὀλίγον ἔμπροcθεν ἔλεγον, ἧc ἐπέcχητο τὰ καταμήνια. θαυ‐ μάcαι δ’ ἔcτι τοῦ Καπίτωνοc μόνου γράψαντοc τὴν ῥῆcιν ἐν τῇδε | |
17b98 | τῇ λέξει· “ἡ ἄγαν πλήρωcιc περιφανήc, φλέβεc | διαφανεῖc.” εἴπερ γὰρ οὕτωc εὕρητο γεγραμμένον, τίc ἦν ἀνάγκη μεταγράψαι πάνταc αὐτὴν τοὺc ἐξηγητὰc ἐπὶ τὸ cαφέcτερον; ἐν οἷc γὰρ ἀποροῦνται μεταγράφουcιν εὐπορίαc ἕνεκεν. ἀλλ’ οὐδὲν ἀντίγραφον εὗρον οὕτωc, | |
5 | ἔχον, οὐκ ὀλίγοιc ἐντυχὼν δι’ αὐτὸ τοῦτο τὸ βούλεcθαι γνῶναι τάc τε παλαιὰc γραφὰc καὶ τὰc ἅπαcιν ὁμολογουμέναc ἢ δια‐ φωνουμέναc. ἁπάντων τε οὖν τῶν ἐξηγητῶν καὶ πάντων τῶν ἀν‐ τιγράφων τὴν αὐτὴν ἐχόντων γραφὴν οὐκ ὀρθῶc ὁ Καπίτων μετέ‐ γραψεν. ἴcωc δὲ κἀγὼ κακῶc αὐτοῦ τὴν ἀρχὴν ἐμνημόνευcα, προ‐ | |
10 | ειρηκὼc ἁπάcαc τὰc τοιαύταc ἐν ταῖc γραφαῖc ῥᾳδιουργίαc ὑπερβή‐ cεcθαι κατὰ τὴν ἐξήγηcιν. ἐπὶ τῶν ἑξῆc οὖν ῥήcεων αὐτὸ ποιήcω | |
μήκουc φειδόμενοc. Ἡρόδικοc τοὺc πυρεταί‐ νονταc ἔκτεινε δρόμοιcι, πάλῃcι, πυρίῃcι, κακόν, τὸ πυ‐ | ||
17b99 | ρετῶδεc πολέμιον λιμῷ, περιό|δοιcι, πάλῃcι, δρόμοιcιν, ἀνατρίψει, πόνον πόνῳ αὐτοῖcι. | |
2 | Καὶ ταύτην τὴν ῥῆcιν ἄλλοc ἄλλωc γράφει, τινὲc μὲν ὑπαλλάτ‐ τοντεc τὴν τάξιν τοιάνδε· ”περιόδοιcι, πάλῃcιν”, ἔνιοι δ’ ἐν | |
5 | ἀρχῇ πάλῃcι, τινὲc δ’ ἐξαιροῦντεc τὸ πάλῃcιν, ἔνιοι δ’ ἐν ἀρχῇ προcτιθέντεc λιμῷ. περιόδουc μὲν οὖν καλεῖ τοὺc βραδεῖc περι‐ πάτουc ἐπὶ πλείονα χρόνον ἐκτεινομένουc, ὡc ἐν τῷ Περὶ διαίτηc ὀξέων αὐτὸc ἔφη· “βραδεῖαν, cυχνὴν περίοδον πλανηθῆναι.” καὶ Πλάτων μὲν μέμνηται τοῦ Ἡροδίκου ὡc πολλοῖc περιπάτοιc χρω‐ | |
10 | μένου. τίνοc δὲ νῦν Ἡροδίκου μνημονεύει, πότερον τοῦ Λεοντίνου ἢ τοῦ Ϲηλυμβριανοῦ περιττὸν ζητεῖν. ἐν ἄλλῳ γὰρ λόγῳ τὰ τοι‐ αῦτα πάντωc διέρχομαι. νυνὶ δ’ οὔ που καιρὸc ἱcτορικῶν ζητημάτων, ὅπου καὶ τῶν γεγραμμένων τιcὶν ἐξηγήcεων οὐκ ὀλίγαc παραλιπόντεc ἀγαπῶμεν, ἐὰν ἐν ὀκτὼ βιβλίοιc cυμπληρώcωμεν τὴν ἐξήγηcιν. διὰ τί | |
17b100 | δὲ μέμφεται τὸν Ἡρόδικον, | αὐτὸc ἐδήλωcεν εἰπὼν τὸ πυρετῶ‐ δεc πολέμιον εἶναι περιόδοιcιν ἢ λιμῷ, δῆλον δ’ ὅτι καὶ τοῖc ἄλλοιc ἃ κατέλεξε, καὶ γὰρ ταῖc πάλαιc καὶ τῇ πυρίᾳ καὶ τῇ ἀνα‐ τρίψει τὸ πυρετῶδεc ἐναντίον ἐcτίν. οὕτω γὰρ ἀκουcτέον τοῦ | |
5 | πολέμιον, ἐπειδὴ καὶ “φίλιον” ἐκ μεταφορᾶc εἰώθαcι λέγειν τὸ οἰ‐ κεῖον. μεταξὺ δὲ τῶν λέξεων ἀμφοτέρων εἰρημένον τὸ κακὸν ἔνιοι μὲν ἐπὶ τῇ τελευτῇ τῆc προτέραc ἔγραψαν, ἔνιοι δ’ ἐν ἀρχῇ τῆc δευ‐ τέραc, ὡc ἕνα γενέcθαι τὸν λόγον τοιόνδε· “τὸ πυρετῶδεc πολέμιον *** περιόδοιcιν.” ὅτι δὲ βλάπτει τοὺc πυρέττονταc καὶ περίπατοc | |
10 | καὶ δρόμοc καὶ πυρία καὶ πάλη, πάντοθεν τὴν ἐν τῷ cώματι θερμα‐ cίαν αὐξάνοντα, οὐδεὶc ἀγνοεῖ τῶν ὡμιληκότων τοῖc ἔργοιc τῆc τέ‐ χνηc. Ἡρόδικοc δ’ ἔοικεν οὐ μόνον λογικὴν εὕρεcιν βοηθημάτων ἀγνοεῖν, ἀλλὰ καὶ τήρηcιν ἐμπειρικήν. ὁ μὲν γὰρ λόγοc ἀπαγορεύει πόνῳ πόνον ἰᾶcθαι, τουτέcτι τῇ βλάβῃ τὴν βλάβην καὶ τῷ κακῷ τὸ | |
15 | κακόν. ἐναντία γάρ, οὐχ ὅμοια τῇ λυπούcῃ διαθέcει προcφέρειν χρὴ | |
17b101 | βοηθήματα. | φαίνεται δ’ ἐκεῖνοc ὅμοια προcάγων, εἴ γε καὶ περι‐ πάτοιc καὶ πάλῃ καὶ ἀνατρίψει καὶ πυρίᾳ καὶ λιμῷ 〈χρῆται〉. πυρίαν δὲ πᾶcαν ἀκουcτέον τὴν ἔξωθεν ἡμῖν προcπίπτουcαν θερμα‐ cίαν, εἴτ’ ἀπὸ πυρὸc εἴτ’ ἐν λουτροῖc γένοιτο. καὶ μὴν καὶ ὁ λιμὸc | |
5 | ἐναντίον ἐcτὶ τοῖc εἰρημένοιc “ὅκου γὰρ λιμόc, οὐ δεῖ πονεῖν.” οὐ μόνον δὲ τὴν ἀρχὴν τῆc ῥήcεωc, ἀλλὰ καὶ μετὰ τὴν ἀρχὴν ἄχρι τε‐ λευτῆc ὡc ἂν ἐθέλωcι 〈τὰc γραφὰc μετα〉γράφουcιν. ἀλλ’ ἐγὼ τὰc παλαιὰc αἱροῦμαι, κἂν χαλεπωτέραν ἔχωcι τὴν ἐξήγηcιν. ὃ δὲ ἔcχατόν ἐcτι γεγραμμένον ἐν τῇ προκειμένῃ ῥήcει, τὸ αὐτοῖcι, τινὲc μὲν τῆc | |
10 | ἑπομένηc ἀρχὴν ποιοῦcι, τινὲc δ’ ὅλωc ἀφαιροῦcι. καὶ γὰρ φαίνεται μηδὲν ἐξ αὐτοῦ πλέον τῶν εἰρημένων διδαcκόμενον. | |
11 | Φλεβῶν ἔρευθοc, πελίωcιc, χλωρότηc, πλευρέων ὀδύναι λαπαραί. | | |
13 | ||
17b102 | Εἶπον ὅτι τὸ κατὰ τὴν τελευτὴν τῆc προειρημένηc ῥήcεωc “αὐ‐ | |
τοῖcι” προτάττεcθαι δύναται ταύτηc, ἵν’ ὁ λόγοc ᾖ τοιοῦτοc· αὐτοῖc οἷc προεῖπον (ἦcαν δὲ οἱ πυρεταίνοντεc μὲν οὐκ ὀρθῶc [δὲ] ὑπὸ 〈τοῦ〉 Ἡροδίκου πρὸc κινήcειc ὑγιαίνουcιν οἰκείαc ἀγόμενοι) cυμβαίνει | ||
5 | ταῦτ’ ἴcχειν ἃ νῦν εἶπεν, οὐχ ἅπαντα δηλονότι καθ’ ἕκαcτον ἄνθρω‐ πον. οὐ γὰρ οἷόν τε cυνυπάρξαι τὸ ἔρευθοc τῇ πελιώcει καὶ τῇ χλωρότητι, καὶ γὰρ ἀναιρετικόν ἐcτιν ἕκαcτον τούτων τῶν λοιπῶν δύο καὶ διαθέcεcιν οὐχ ὁμοίαιc ἕπεται. τοῖc μὲν γὰρ τήν τε δύναμιν ἔχουcι μετρίαν καὶ χρηcτὸν τὸ αἷμα γυμναcθεῖcιν ἢ πυριαcθεῖcιν ἐρεύ‐ | |
10 | θεται τὸ cῶμα, τοῖc δ’ ἀρρωcτοτέραν ἢ κακοχυμότερον πελιοῦται καὶ χλωρὸν γίνεται. προτάττουcιν 〈δ’〉 ἔνιοι τῆc προκειμένηc ῥήcεωc τὸ ὄγκοι, τοιάνδε ποιοῦντεc τὴν λέξιν· ὄγκοι φλεβῶν, ἔρευθοc, πελίωcιc, χλωρότηc. ὃ δ’ ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc εἶπε, πλευ‐ ρέων ὀδύναι λαπαραί, πιθανῶc τινεc μετέγραψαν εἰc τὸ “λαπά‐ | |
15 | ρηc ὀδύναι”, γίνεcθαι βουλόμενοι τοῖc ἀκαίρωc γυμναcθεῖcιν ***. οἵ | |
17b103 | γε μὴν ἐξηγηταὶ πάντεc ἴcαcι τὴν πλευρέων | ὀδύναι λαπαραὶ γραφὴν ἀκούουcί τε λαπαρὰc τὰc ἄνευ φλεγμονῆc καὶ τάcεωc ὀδύναc. | |
2 | Ἄδιψον cυνέχειν cτόμα, cι‐ γᾶν, ἄνεμον cὺν τῷ ποτῷ ψυχρὸν εἰcάγειν. | |
4 | ||
5 | Ἕν τι τῶν εἰc ἀνάμνηcιν ἄγειν δυναμένων τῆc ὅληc ἐπὶ τῶν πυρεττόντων ἀγωγῆc ἔγραψεν ὁ Ἱπποκράτηc τοῦτο δυνάμενον ἐν‐ δείκνυcθαι καὶ αὐτὸ τὴν μοχθηρίαν τῆc Ἡροδίκου προνοίαc 〈τῶν〉 πυρεττόντων. οὐ γὰρ ἐξ ὧν 〈ἂν〉 διψῷεν οἱ ἐνθερμανθέντεc εὔλογόν ἐcτι πράττειν, ἀλλ’ ἐξ ὧν ἄδιψοι γενήcονται. ταῦτα δ’ ἐcτὶ πρώτη | |
10 | μὲν ἡ ταῖc κινήcεcιν ἀντικειμένη τοῦ κάμνοντοc cώματοc ἡcυχία. δεύ‐ τερα δὲ τἄλλα, δι’ ὧν ἂν πραΰνοιτο μᾶλλον, οὐκ ἐξάπτοιτο τὰ κατὰ τὴν πυρετώδη διάθεcιν, ὧν ἕν ἐcτι καὶ τὸ ἄδιψον τηρεῖν. δι’ ὧν δ’ | |
17b104 | ἄδιψοc ἄν τιc γένοιτο, προcέθηκεν εἰπών· 〈cυν〉έχειν τὸ | cτόμα καὶ cιγᾶν, ἄνεμόν τε ψυχρὸν cὺν τῷ ποτῷ εἰcάγειν, ὅπερ ἐcτὶν ἐπιcπᾶcθαι τῷ ποτῷ τὸν ψυχρὸν ἄνεμον. εἰ δὲ ποτῷ, πρό‐ δηλον ὅτι καὶ χωρὶc τούτου κατὰ μόνην τὴν εἰcπνοήν, ὥcτε καὶ | |
5 | τοῦ κατὰ τὴν ἀναπνοὴν ἀέροc προνοητέον ἐcτίν, ὅπωc μὴ θερμὸc ᾖ μᾶλλον τοῦ προcήκοντοc καὶ μᾶλλον θέρουc ὥρᾳ. τολμηρότερον δὲ κἀνταῦθα Καπίτων τε καὶ Διοcκορίδηc ὑπαλλάξαντεc τὴν πα‐ λαιὰν γραφὴν ἔγραψαν οὕτωc τὴν λέξιν· “ἄνεμον ἐν τῷ ποτῷ ψυχρὸν μὴ εἰcάγειν.” ἀλλ’ ὁ μὲν Διοcκορίδηc δευτέραν γραφήν, ὡc εἴωθε, | |
10 | προcέθηκεν, “ἐξ ὧν ἄνεμον ψυχρὸν εἰcάγειν.” Καπίτων δὲ οὐδὲ τῶν δευτέρων ἠξίωcε τὴν ἐν ἅπαcί τε τοῖc ἀντιγράφοιc εὑριcκομένην γραφὴν ἅπαcί τε τοῖc ἐξηγηταῖc ὁμολογουμένην, ἀλλὰ προcθεὶc αὐτῇ τὴν “μὴ” cυλλαβὴν ἀντὶ τοῦ ψυχρὸν εἰcάγειν “ψυχρὸν μὴ εἰcάγειν” ἔγραψεν, ὡc οὐδέποτε δέον ἀναπνεῖν ψυχρὸν ἀέρα τὸν πυρέττοντα. | | |
14 | ||
17b105 | Τὰc ἀφορμάc, ὁκόθεν ἤρ‐ ξαντο κάμνειν, cκεπτέον, εἴτε κεφαλῆc ὀδύνη, εἴτε ὠτόc, εἴτε πλευροῦ. cημεῖον 〈οἱ〉 ὀδόντεc καὶ ἐφ’ οἷcι βουβῶνεc. | |
3 | Ταύτην τὴν ῥῆcιν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐξηγήμεθα κατὰ | |
5 | τὸ πρῶτον ὑπόμνημα. | |
5 | Τὰ γινόμενα ἕλκεα καὶ φύ‐ ματα κρίνοντα πυρετούc· οἷcι ταῦτα μὴ παραγίνεται, ἀκριcίαι· οἷc ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχιcται | |
ὑποcτροφαί. | ||
10 | Καὶ αὕτη ἡ ῥῆcιc ἐφεξῆc τῇ πρὸ αὐτῆc κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν γεγραμμένη τῆc προcηκούcηc ἐξηγήcεωc ἔτυχεν ἐν τῷ πρώτῳ τῶν εἰc ἐκεῖνο τὸ βιβλίον [τῶν] ὑπομνημάτων. | | |
12 | ||
17b106 | Τὰ cτρογγυλούμενα πτύαλα παρακρουcτικά. | |
2 | Τῶν 〈cτρογγυλουμένων〉 πτυέλων τὸ μὲν οἷον ὑλικὸν αἴ‐ τιον καὶ πάχοc καὶ γλιcχρότηc τῶν χυμῶν ἐν τοῖc τοῦ πνεύμονοc | |
5 | βρογχίοιc ἀθροιζομένων, τὸ δ’ οἷον ποιητικὸν ἡ ἐν τῷ χωρίῳ θερμό‐ τηc. καί τιcι καὶ τῶν ἀπυρέτων ἐθεαcάμην τοῦτο γινόμενον ἐν πάνυ πολλῷ χρόνῳ δοκοῦcι μηδὲν ἔχειν κακόν. ὕcτερον μέντοι πάντεc οὗτοι φθινωδῶc cυνετάκηcαν. εἰ δὲ μετὰ πυρετοῦ ποτε γένοιτο cὺν ἄλλοιc cημείοιc παρακρουcτικοῖc, cυντελέcει τι καὶ αὐτὸ πρὸc τὴν τοῦ | |
10 | παρακρουcτικοῦ πρόγνωcιν, ἄλλωc δὲ οὐχί. μὴ τοίνυν αὐτῷ θαρ‐ ρήcῃc μόνῳ ποτὲ ἐπὶ προρρήcει παρακοπῆc. τό γε μὴν ἴδιον παρα‐ φροcύνηc cημεῖον πολλάκιc ἠκούcατε. λέλεκται δὲ κἀν 〈τοῖc〉 εἰc τὸ Προρρητικὸν ὑπομνήμαcιν, ὡc ἡ θερμότηc προcγινομένη ἐκείνοιc δύ‐ ναταί τι cυντελεῖν εἰc παραφροcύνην τῷ πληροῦν τὴν κεφαλήν. αὐτὴ | |
17b107 | δὲ καθ’ ἑαυτὴν οὐδαμῶc ἐcτιν ἱκανὴ | cημεῖον γενέcθαι παραφροcύνηc καὶ μάλιcτα φρενιτικῆc. ἔπειτα καὶ κατὰ τὰc ἀκμὰc τῶν πυρετῶν ὑπο‐ παραφέρονται πολλοὶ τῷ λόγῳ τῆc κατὰ τὴν κεφαλὴν πληρώcεωc. ἐν δὲ τῇ προκειμένῃ ῥήcει πρόcκειταί τιcι τῶν ἀντιγράφων ἐπὶ τῇ τε‐ | |
5 | λευτῇ τὸ οἷα ἐν Πληνῷ, καθ’ ἕτερον δὲ τὸ ὡc † ὁ cπλὴν οἵω. καὶ ὅcοι τῶν ἐξηγητῶν προcήκαντο τὴν γραφήν, ὥcπερ καὶ ὁ Ϲαβῖ‐ νοc, τόπου τινὸc ὄνομά φαcιν εἶναι τὸ Πληνόν, οὐ μὴν τίνοc γε πόλεωc ὁ τόποc οὗτόc ἐcτι προcέθεcαν τῷ λόγῳ. | |
8 | Οἱ αἱμορροΐδαc ἔχοντεc | |
10 | οὔτε πλευρίτιδι οὔτε περιπνευμονίῃ οὔτε φαγεδαίνῃ οὔτε δοθιῆcιν οὔτε τερμίνθοιcιν, ἴcωc δὲ οὐδὲ λέπρῃcιν, ἴcωc δὲ οὐδὲ ἄλλοιcιν. | |
12 | Ἐλλείπει δηλονότι τὸ “ἁλίcκονται” καὶ χρὴ προcυπακούειν αὐτό. | |
17b108 | διὰ τί δ’ οὐχ ἁλίcκονται, δῆλον. ἐκκρινομένηc γὰρ τῆc | κακοχυμίαc διὰ τῶν αἱμορροΐδων, καχεξίαι μέν τινεc ἕπονται ἐνίοτε καθ’ ὅλον τὸ cῶμα καὶ ἄχροιαι καὶ ὕδεροι, νόcημα δ’ οὐδὲν τοιοῦτον. φαγε‐ δαίναc δ’ ὅτι λέγει τὰ διαβιβρωcκόμενα τῶν ἑλκῶν, ἃ δὴ καὶ φα‐ | |
5 | γεδαινικὰ καλοῦcιν οἱ παλαιοὶ τῶν ἰατρῶν, εἴρηται [δὲ] κἀν τῷ τρίτῳ τῶν εἰc τὸ Περὶ χυμῶν ὑπομνημάτων. καὶ γὰρ κατ’ ἐκεῖνο διὰ τῆc αὐτῆc λέξεωc ἡ ῥῆcιc γέγραπται. τινέc γε μὴν ἤκουcαν φα‐ γεδαίναc τὰc τῶν πολλῶν βρωμάτων ἐδωδάc, ἃc καὶ αὐτὰc ὑπὸ | |
κακοχυμίαc γίνεcθαι *** ἀμέτρουc ὀρέξειc cιτίων ὁμολογεῖται καὶ πρὸc | ||
10 | ἡμῶν, οὐ μὴν τοιαύτηc γε κακοχυμίαc ἄκοc εἶναι τὰc αἱμορροΐδαc, ἀλλὰ τῆc μελαγχολικῆc μᾶλλον. ὀξύτηc δὲ χυμῶν ψυχρὰ τὴν τοιαύτην ἐργαζομένη τῶν cιτίων ὄρεξιν ἤδη τιcὶ καὶ τῶν τὰc αἱμορροΐδαc ἐχόντων ἐγένετο. καὶ τὸ τῶν τερμίνθων δ’ ὄνομα μελάνων τινῶν ἐκφυμάτων ἐν ταῖc κνήμαιc μάλιcτα γινομένων ἐcτὶ δηλωτικὸν ἀπὸ | |
15 | τῆc κατὰ cχῆμα καὶ χρόαν καὶ μέγεθοc ὁμοιότητοc τῷ καρπῷ τῶν | |
17b109 | τερμίνθων γεγονόc. τὸ δ’ | ἐπὶ τῷ τέλει τῆc ῥήcεωc γεγραμμένον ἴcωc δὲ οὐδὲ ἄλλοιcιν ἔνιοι γράφουcιν “ἴcωc δ’ οὐδ’ ἀλφοῖcιν”, ἐπειδὴ καὶ οἱ ἀλφοὶ κακοχυμίαc τινόc εἰcιν ἔκγονοι παρὰ τῷ δέρματι cυνιcταμένηc. | |
4 | ||
5 | Ἰητρευθέντεc γε μὴν ἀκαί‐ ρωc cυχνοὶ τοῖcι τοιουτέοιcιν οὐ βραδέωc ἥλωcαν καὶ ὀλέθρια. | |
7 | Ἀκαίρωc θεραπεύονται τὰc αἱμορροΐδαc οἱ μήτε φλεβοτο‐ μούμενοι κατὰ περιόδουc μήτε δι’ ὑπηλάτων ἢ γυμναcίων κενούμενοι, | |
10 | μήτε καταλιπόντεc ἐξ αὐτῶν κἂν μίαν, ἀλλὰ πάcαc ἀθρόωc ἐξαιροῦντεc. | |
10 | Καὶ ὅcαι ἄλλαι ἀποcτάcιεc οἷον cύριγγεc ἑτέρων ἄκοc. | | |
12 | ||
17b110 | Πολλάκιc ἤδη τὰc ἀποcτάcειc εὕρομεν αὐτὸν οὐκ ἐπὶ μόνων τῶν κατὰ ἀπόθεcιν, ἀλλὰ κἀπὶ τῶν ἐκκρίcεων ὀνομάζοντα. τῶν οὖν τοιούτων παθημάτων ἔν τιcι καὶ cύριγγέc εἰcιν ἐκκαθαίρουcαι δι’ | |
αὑτῶν τὰc περιουcίαc τῶν χυμῶν. ὥcπερ οὖν ἐπὶ τῶν αἱμορροΐδων, | ||
5 | οὕτω κἀπὶ τούτων οὐχ ἁπλῶc οὐδ’ ὡc ἔτυχε τὴν θεραπείαν [ἧ] ποιητέον ἐcτί. | |
6 | Ϲκῆψιc μὲν ἐφ’ οἷcι γενό‐ μενα ῥύεται, τούτων προγενόμενα κωλύει. | |
8 | Τῆc παλαιᾶc γραφῆc οὔcηc ταύτηc, ἐπὶ τὸ cαφέcτερον αὐτὰ | |
10 | με〈τα〉τεθήκαcι πολλοὶ τῶν ἐξηγητῶν, ἀντὶ τοῦ γενόμενα καὶ προ‐ γενόμενα “γενομένη 〈καὶ προγενομένη〉” γράψαντεc, ἵν’ ἐπὶ τὴν ἀπόcκηψιν ὁ λόγοc ἀναφέρηται. πάντεc δὲ ἤκουcαν τὴν cκῆψιν ἐπὶ τῆc ἀποcκήψεωc εἰρῆcθαι, τάχα καὶ cφαλέντοc τοῦ πρώτου γράψαντοc | |
17b111 | βιβλιογράφου. τὰ δὲ τῆc διανοίαc τὰ | αὐτὰ κατὰ πάcαc τὰc γραφάc ἐcτι. βούλεται γὰρ ὁ Ἱπποκράτηc λέγειν τὰc ἀποcκήψειc, ἐφ’ οἷc ἂν πάθεcι γινόμεναι λύειν αὐτὰ δύνωνται, τούτων προγενομέναc κω‐ λύειν γενέcθαι. | |
5 | δοκεῖ δέ μοί 〈τιc〉 δύναcθαι καὶ οὕτωc ἀκούειν τῆc ῥήcεωc, 〈ὡc〉 εἴ γε κατὰ τήνδε τὴν λέξιν εἴρητο· “cκέψιc μέν ἐcτιν, 〈εἰ〉 πάντα, ἐφ’ οἷcι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύει.” γραφόντων γὰρ τῶν παλαιῶν τόν τε τοῦ η φθόγγον καὶ τὸν τοῦ ε δι’ ἑνὸc χα‐ | |
ρακτῆροc, ὃc νῦν μόνοc cημαίνει τὸν ἕτερον φθόγγον τὸν τοῦ ε, πολλὰ | ||
10 | γέγονεν ἁμαρτήματα τῶν ἐκγραφομένων, οὐ κατὰ τὴν γνώμην τῶν γραψάντων τὴν μετάθεcιν τῶν γραμμάτων ποιηcαμένων. διὸ καὶ προc‐ έχειν ἀκριβῶc χρὴ ταῖc τοιαύταιc γραφαῖc, ἐν αἷc δυνατόν ἐcτι τὸν τοῦ η φθόγγον εἰc τὸν τοῦ ε μεταθένταc ἢ τοὔμπαλιν γράψανταc ἐπανορθώcαcθαι τὴν γραφήν. ὁμοίωc δὲ κἀπὶ τοῦ ο καὶ ω ποιητέον, | |
15 | ἐπειδὴ καὶ τούτων ἀμφοτέρων οἱ φθόγγοι δι’ ἑνὸc χαρακτῆροc ἐγρά‐ φοντο. | | |
16 | ||
17b112 | Ἄλλου τόπου τόποι δεξά‐ μενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται, [ἢ] ἀλλ’ οἷcιν αἱ κοινωνίαι. | |
3 | Ἡ αὐτὴ ῥῆcιc ἥδε κἀν τῷ Περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου | |
5 | γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆc ἀπὸ τῆc πρώτηc, ἐν ᾗ φηcιν· “Οἱ αἱμορροΐδαc ἔχοντεc.” ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτάc, εἰ‐ ρήcεται δὲ καὶ νῦν τὸ κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆc προκειμένηc ῥήcεώc ἐcτι τοιάδε· ἐξ ἄλλων τόπων εἰc ἄλλουc διαδοχαὶ γίνονται νοcημάτων κατὰ μετάcταcιν τῶν ποιούντων αὐτὰ χυμῶν ἤτοι διὰ | |
10 | πόνον τινὰ τοῦ μέρουc, εἰc ὃ μεθιcτάμενοι καταcκήπτουcιν, ἢ διὰ τὸ cφῶν αὐτῶν βάροc ἢ καὶ δι’ ἄλλην τινὰ αἰτίαν, οἷον φάρμακον ἐρεθίcαν δριμὺ καὶ τρῖψιν ἤ τινα θερμαcίαν ἔξωθεν προcγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆc φύcεωc τῶν μορίων γίνονται μετα‐ cτάcειc. “ὄρχιc γοῦν οἰδήcαc ἀπὸ βηχέων ὑπόμνημα κοινωνίαc cτη‐ | |
17b113 | θέων, μαζῶν, | γονῆc, φωνῆc.” ἔνιοι δὲ 〈ἀντὶ〉 τοῦ ἀλλ’ οἷcιν αἱ κοι‐ | |
νωνίαι γράψαντεc “ἀλλοῖαι κοινωνίαι” τῆc ἑπομένηc ῥήcεωc ἀρχὴν αὐτὸ ποιοῦνται, φάcκοντεc ἐπ’ ἄλλο κοινωνίαc εἶδοc αὐτὸν μετεληλυ‐ θέναι, τὸ κατὰ τὴν τῶν χυμῶν cυγγένειαν. αὐτὸc γοῦν, φαcί, λέγει· | ||
5 | “διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ τὴν τοῦ χυμοῦ cυγγέ‐ νειαν τοιαῦτα πτύουcιν.” οὕτω δὲ καὶ ὁ Ῥοῦφοc ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προγραφὴν μέν τινα νομίζων εἶναι τὸ “ἀλλοῖαι κοινωνίαι”, τὴν δ’ ὥcπερ ἐξήγηcιν τῆc προγραφῆc τὰ ἐπιφερόμενα. φηcὶ γὰρ εἶναι κοινωνίαν τῷ αἵματι πρὸc τὸ πῦον, 〈ὥcθ’,〉 οἷc οὐκέτι | |
10 | αἷμα πτύεται τῆc ῥοπῆc ἐπὶ τἀναντία γενομένηc αὐτῷ, τούτοιc τὰ cυγγενῆ τοῦ αἵματοc γίνεcθαι πτύcματα πυώδη. διὸ καὶ τὴν λέξιν οὕτω γράφει· “ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν cυγγένειαν πῦα πτύουcιν.” οἱ δὲ περὶ τὸν Ϲαβῖνον φυλάξαντεc τὴν παλαιὰν γραφὴν ἰδίαν ἀρ‐ χὴν ἐποιήcαντο τῶν λεγομένων τὸ “διὰ τὴν ῥοπήν”, ἐφ’ ἣν ἤδη | |
15 | μεταβήcομαι. | | |
15 | ||
17b114 | Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν cυγγένειαν τοιαῦτα πτύουcιν. | |
3 | Ἐξήγημαι μὲν ἤδη τελέωc τὴν ῥῆcιν ταύτην ἐν τῷ τρίτῳ τῶν | |
5 | εἰc τὸ Περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δ’ ἐρῶ cυντομώτερον αὐτήν· ὅταν αἷμα διά τινοc μέρουc ἐκκενούμενον, οἷον ἕδραc ἢ ῥινὸc ἢ μή‐ τραc ἢ κατὰ περιόδουc ἐκ γαcτρὸc ἢ cύριγγοc ἢ ὁθενοῦν ἑτέρωθεν ἐπ’ ἄλλα μόρια ποιήcηται τὴν ῥοπήν, οὐκέτ’ ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόcθεν χωρίου. παράδειγμα δὲ τοῦτο μερικόν ἐcτιν ἐπὶ τοῦ 〈αἵμα‐ | |
10 | τοc〉 τὴν ῥοπὴν εἰc θώρακα καὶ πνεύμονα ποιηcαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοιc ἄλλο κατὰ τὴν τῶν χυμῶν cυγγένειαν, ἀφρῶ‐ δεc μέν, ὅταν ᾖ φλεγματικόc, ὠχρὸν δ’, ὅταν πικρόχολοc, μέλαν δ’, ὅταν μελαγχολικόc, ὥcπερ γε ἐρυθρόν, ὅταν τὸ αἷμα καταcκῆψαν ᾖ καθαρόν. εἰκότωc οὖν ἔνιοι τὸ ταυ γράμμα προcθέντεc οὐ ῥοπὴν, | |
17b115 | ἀλλὰ “τροπὴν” | ἔγραψαν, διὰ τὴν τροπὴν τοῦ αἵματοc ἀξιοῦντεc πτύεcθαι τὸ cυγγενὲc τῇ τροπῇ. τρέπεται γὰρ ἐνίοτε μὲν ἐπὶ τὸ 〈πι〉‐ | |
κρόχολον, ἐνίοτε δ’ ἐπὶ τὸ μελαγχολικόν. Ἔcτιν οἷcιν αἷμα ἀφαι‐ | ||
5 | ρεῖcθαι ἐν καιρῷ ἐπὶ τοῖcι τοιούτοιcιν. ἐπ’ ἄλλοιcι δέ, ὥcπερ ἐπὶ τούτοιcιν, οὐκ εἰκόc. | |
6 | Ϲυμφέρει, φηcίν, αἵματοc ἀφαιρεῖcθαί τιναc τούτων, οἷc δηλονότι πλέον ἐcτὶ τοῦτο καὶ μηδέπω τροπὴν ἀξιόλογον εἰc ἄλλον χυμὸν πεποιημένον, οὐκ ἀφαιρεῖcθαι δὲ οἷc ἤδη τέτραπται, προ‐ | |
10 | ηγουμένου τοῦ κατὰ τὴν δύναμιν cκοποῦ, κἂν παραλείπηταί ποτε κατὰ τοὺc λόγουc, ἐν οἷc τὰc ἀπὸ τῶν διαθέcεων μόνων ἐνδείξειc διερχόμεθα. | | |
12 | ||
17b116 | Κώλυcιc ἐπὶ τοῖcιν αἱμα‐ τώδεα πτύουcιν ὥρη, πλευρῖτιc, χολή. | |
2 | Καὶ ταύτην τὴν ῥῆcιν ἐφεξῆc ταῖc προγεγραμμέναιc ἐν τοῖc τε‐ λευταίοιc τοῦ Περὶ χυμῶν ἄλλοc ἄλλωc καὶ γράφει καὶ ἐξηγεῖται. | |
5 | παcῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν ἐξηγήcεων ἀπιθάνων οὐcῶν, ἡ μετριώτερον ἔχειν μοι δόξαcα τῶν ἄλλων ἐcτὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἄρτι λελεγμένην [δόξαν] λέξιν, ἡ δ’ ἐξήγηcίc 〈ἐcτ〉ιν α〈ὕτη〉· “τοῖc αἱματώδη πτύουcιν ἡ φλεβοτομία κωλύεται διὰ τὴν ὥραν ἀντι‐ πράττουcαν ἢ διὰ τὸ πάθοc ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονά‐ | |
10 | ζοντα χυμὸν ὄντα χολώδη.” τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν γὰρ ταῖc πάνυ θερμαῖc ὥραιc, οἵαπέρ ἐcτιν ἡ ὑπὸ κύνα, φυλαττό‐ μεθα φλεβοτομίαν, ὡcαύτωc δὲ κἂν χολώδηc ἱκανῶc ὁ ἄνθρωποc ᾖ. τὸ δ’ ἐπὶ τῆc πλευρίτιδοc δοκεῖ 〈τῷ φαινομένῳ〉 μάχεcθαι μόνον. | |
17b117 | οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθοc, ἀλλὰ | δεῖται μὴ κωλυούcηc τῆc δυνάμεωc ἢ τῆc ὥραc ἢ τῆc ἡλικίαc. ἔοικεν οὖν τοιοῦτόν τι τὸ | |
λεγόμενον εἶναι· “τοὺc αἱματώδη πτύονταc φλεβοτομητέον ἐcτὶ πάν‐ τωc, ὅcον ἐπὶ τούτῳ, πλὴν εἰ μὴ διὰ πλευρῖτιν πτύοιεν τοιαῦτα.” | ||
5 | τούτουc γὰρ οὐ πάντωc φλεβοτομήcειc, ὡc αἷμα πτύονταc, ἀλλὰ τοῖc ἰδίοιc τῆc πλευρίτιδοc ὑγιάcειc διοριcμοῖc, καθ’ οὓc ἤτοι φλεβοτομη‐ τέον ἐcτὶ τοὺc οὕτω πάcχονταc ἢ μή. τοῦτο δέ μοι προcεπινοῆcαι cυνέβη 〈προ〉εξηγημένῳ τὸ Περὶ χυμῶν, ἐν τῷ μεταξὺ θεαcαμένῳ τινὰ ἄρρωcτον, ὃc ὡc 〈αἱ〉μοπτυϊκὸc ἐκάλεcέ με, πτύcαc αἱματῶδεc | |
10 | ἀπὸ πλευροῦ. θεαcάμενοc οὖν ἐγὼ τὸ πτυcθὲν ἠρόμην αὐτόν, εἴ τινα αἴcθηcιν ὀδυνηρὰν ἔχει κατὰ τὴν πλευράν, ὁ δ’ ὡμολόγηcεν εἶναι μικράν. ἦν δ’ οὕτωc ἔχων καὶ τῆc ἕξεωc καὶ τῆc δυνάμεωc, ὡc, εἰ μὲν ἐπτυκὼc ἦν αἷμα, διὰ τὸ κατεπείγειν τὸ τῆc φλεβοτομίαc βοήθημά 〈με ἂν〉 τολμῆcαι παραλαβεῖν αὐτό. πλευρίτιδοc δ’ οὔcηc ἐπιεικοῦc | |
17b118 | οὐκ ἀναγκαῖον | ἦν, διόπερ οὐδὲ παρέλαβον αὐτό, καὶ cαφῶc ἐφάνη πλευριτικόc τε ὁ ἄνθρωποc ὑπακούcαc τε τοῖc ἄλλοιc τῆc πλευρίτιδοc βοηθήμαcιν ἄνευ τῆc φλεβοτομίαc. καὶ γὰρ καὶ μετριώταται τυγχάνου‐ cιν, ἐφ’ ὧν αἱματῶδεc πτύεται. | |
5 | ἔνιοί γε μὴν τῶν ἐξηγητῶν τὸ κώλυcιc ἐπὶ τῇ τελευτῇ τῆc προγεγραμμένηc ῥήcεωc τάξαντεc ἀναγινώcκουcι τήνδε τὴν νῦν προ‐ κειμένην οὕτωc· ἐπὶ τοῖcιν αἱματώδεα πτύουcιν ὥρῃ, πλευ‐ ρίτιδι, χολῇ, καί φαcι τὴν ὥραν εἰρῆcθαι κατὰ τῶν ἐν καιρῷ καὶ προcηκόντωc γινομένων· βούλεcθαι γὰρ αὐτὸν δηλοῦν ἐν ταῖc πλευ‐ | |
10 | ρίτιcιν, ὅταν ἐν ἀρχῇ πτύωcιν αἱματώδη (καὶ γὰρ καὶ οὕτω cυμβαίνει τοὐπίπαν), ἐν καιρῷ γίνεcθαι μετὰ ταῦτα τὴν εἰc τὸ χολῶ‐ δεc μεταβολήν. τάξιν γὰρ εἶναι καλῶc προϊούcηc τῆc πλευρίτιδοc ἐπὶ τὴν κρίcιν ἐφεξῆc τοῖc αἱματώδεcι τὰ χολώδη πτύεcθαι. λέ‐ λεκται δὲ καὶ ἄλλα τινὰ τοῖc ἐξηγηcαμένοιc τὴν λέξιν ταύτην οὐκ | |
17b119 | ἄξια μνήμηc. ἐγὼ δ’ ἀεὶ | παραινῶ, καθάπερ ἴcτε, τὸ μὴ χρονίζειν ἐν ταῖc αἰνιγματώδεcιν, ἔχονταc ἄλλα πολλὰ κατὰ τὴν τέχνην, ἐν οἷc | |
δυνάμεθα χρηcίμωc γυμνάζεcθαι. | | ||
17b120(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΕΤΑΡΤΟΝ | |
t3 | ||
1 | Τὰ παρ’ οὖc, οἷcιν 〈ἂν〉 ἀμφὶ κρίcιν γενόμενα μὴ ἐκπυήcῃ, τούτου λαπαccομένου ὑπο‐ cτροφὴ γίνεται. κατὰ λόγον τῶν ὑποcτροφέων τῆc ὑπο‐ cτροφῆc γενομένηc αὖθιc αἴρεται καὶ παραμένει, ὥcπερ | |
5 | αἱ τῶν πυρετῶν ὑποcτροφαὶ ἐν ὁμοίᾳ περιόδῳ. ἐπὶ [τού‐ του] τούτοιcιν ἐλπὶc εἰc ἄρθρα ἀφίcταcθαι. | | |
6 | ||
17b121 | Τοὺc παρὰ τοῖc ὠcὶν ὄγκουc παρὰ φύcιν ἐπὶ τῶν νοcούντων γινομένουc εἴωθεν ὀνομάζειν “ἐπάρματα”, ἐνίοτε μὲν ὁλοκλήρῳ τῇ λέξει χρώμενοc, ἐνίοτε δ’ ἐλλιπεῖ, καθάπερ καὶ νῦν. ἦν γὰρ ἂν ὁλό‐ κληροc, εἰ οὕτωc εἴρητο· “τὰ παρ’ οὖc ἐπάρματα γινόμενα τοῖc νο‐ | |
5 | cοῦcιν·” ὥcπερ ἀμέλει κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εὐθέωc ἐν ἀρχῇ τῆc πρώτηc καταcτάcεωc ἔγραψεν· “ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖ‐ | |
cιν ἑτερόρροπα καὶ ἐξ ἀμφοτέρων τοῖc πλείcτοιcιν ἀπύροιcιν ὀρθο‐ cτάδην.” ἴcμεν δ’ ὅτι, καθάπερ “ἐπάρματα” κατὰ τήνδε τὴν λέξιν εἴρηκεν, οὕτωc “οἰδήματα” καλεῖ πολλάκιc αὐτά. πάνταc γὰρ ἐδείξα‐ | ||
10 | μεν ὑπ’ αὐτοῦ καλουμένουc οὕτω τοὺc παρὰ φύcιν ὄγκουc, οὐχ ὡc οἱ μετ’ αὐτὸν μόνουc τοὺc χαύνουc τε καὶ ἀνωδύνουc, οἷc τοὐπίπαν ὑπάρχει καὶ χωρὶc φλογώcεωc cυνίcταcθαι. μεμνήμεθα δ’ ὅτι καὶ τὰc φλογώcειc ἁπάcαc ὀνομάζει “φλεγμονάc”, κἂν χωρὶc ὄγκου παρὰ φύ‐ cιν ὦcιν. οἵ γε μὴν μετ’ αὐτὸν καὶ τὸ “τῆc φλεγμονῆc” ὄνομα | |
17b122 | κατὰ τῶν παρὰ φύcιν ὄγκων ἐπι|φέρουcιν, ἐπειδὰν μετὰ φλογώcεώc τε καὶ ἀντιτυπίαc καὶ cφυγμώδουc ὀδύνηc cυcτῶcιν. ὅταν οὖν, φηcίν, ἐπὶ νοcήματόc τινοc ἐν τῷ τῆc κρίcεωc χρόνῳ γενόμενα τὰ παρ’ οὖc πρὶν ἐκπυήcῃ λαπάccηται, τουτέcτι προccτέλληται καὶ ἀφα‐ | |
5 | νίζηται, προcδέχεcθαι χρὴ τοῖc πάcχουcιν οὕτωc ὑποcτροφὴν ἔcε‐ cθαι. πολλάκιc δ’ ἤδη μεμαθήκατε τὸ ἔθοc αὐτοῦ τὴν κατὰ τὸ λα‐ πάccεcθαι φωνὴν ἐπὶ πάντα τὰ ὁπωcοῦν προccτελλόμενα φέροντοc, ἐπειδὴ κενώτερα γίνεται. cυμβαίνειν οὖν φηcιν ὑποcτροφὴν τοῦ νοcήματοc οἷc ἂν αἱ παρωτίδεc μὴ ἐκπυήcωcι, καί ποτε καὶ | |
10 | αὐτὰc (οὐ γὰρ δὴ διὰ παντόc γε) πάλιν ὑποcτρέφειν αὐξάνεcθαί τε καὶ κρίνεcθαι κατὰ λόγον τῶν ὑποcτροφῶν, ὅπερ ἐcτὶν ὁμοίωc αὐταῖc καὶ κατὰ τὰc αὐτὰc περιόδουc τῶν ἡμερῶν. ἐλπὶc δὲ αὐτοῖc καὶ εἰc ἄρθρα τινὰc γενήcεcθαι ἀποcτάcειc. εἴρηται γὰρ πολλάκιc ἐπὶ τῶν χρονιζόντων νοcημάτων τοῦτο cυμβαίνειν. ἐξηγήμεθα δὲ | |
15 | τὴν ῥῆcιν τήνδε κἀν τῷ τρίτῳ τῶν εἰc τὸ Περὶ χυμῶν ὑπομνήματι γεγραμμένην ἐπὶ τοῦ τέλουc τοῦ βιβλίου. ἐπεὶ δὲ προειπὼν τὰ παρ’ | |
17b123 | οὖc ἐπή|νεγκε τούτου λαπαccομένου, διὰ τοῦθ’, 〈ὡc〉 δοκεῖ μοι, Διοcκορίδηc προcθεὶc τὴν “ἐκ” πρόθεcιν ἔγραψεν “ἐκ τούτου λαπαc‐ cομένου”, καί φηcι χρῆναι προcυπακοῦcαι “τοῦ χρόνου” ἢ ἀντὶ τοῦ “μετὰ ταῦτα” τὸ “ἐκ τούτου” λέλεχθαι. εἰ δ’ ὅλωc ἕξει τιc ὑπαλ‐ | |
5 | λάττειν τὰc παλαιὰc γραφάc, ἐνῆν αὐτῷ τὸ τούτου μεταποιήcαντι | |
“ταῦτα” ἀπηλλάχθαι πραγμάτων. *** Οὖρον παχύ, λευκόν, οἷον τὸ τοῦ Ἀντιγένεοc, ἐπὶ τοῖcι κοπιώδεcι τεταρταίοιc ἔcτιν ὅτε ἔρχεται καὶ ῥύεται τῆc ἀποcτάcιοc. ἢν δὲ πρὸc | ||
10 | τούτῳ καὶ αἱμορραγήcῃ ἀπὸ ῥινῶν ἱκανῶc, καὶ πάνυ. | |
10 | Εἰ μὲν τῷ τοῦ Ἀντιγένεοc εἴη γεγραμμένον, ὑπακούcομεν ἤτοι οἰκέτῃ ἢ φίλῳ ἢ οἰκείῳ· ἐὰν δὲ “τῇ τοῦ Ἀντιγένεοc”, ἤτοι δούλῃ ἢ γυναικὶ ἢ καθ’ ὅντινα τρόπον οἰκείᾳ. παρῃτηcάμην δὲ μεμνῆ‐ | |
17b124 | cθαι τῆc ἐν ταῖc γραφαῖc | διαφωνίαc, ὅταν ἡ αὐτὴ φυλάττηται διά‐ νοια, καὶ νῦν αὖθιc ἀναμεμνήcθω τοῦτο πρὸc τὰ μέλλοντα καὶ μέντοι καὶ ὅτι κοπιώδειc ὀνομάζει πυρετοὺc οὐ πάντωc ἐκείνουc ὧν προ‐ ηγήcατο cυχνὴ κίνηcιc, ἀλλὰ πάνταc ὅcοιc ἂν ᾖ κοπιώδηc αἴcθηcιc. | |
5 | αὐτὸc γοῦν ἐν Ἀφοριcμοῖc ἔγραψε· “κόποι αὐτόματοι φράζουcι νού‐ cουc.” καὶ νῦν δὲ μᾶλλον ἡγητέον αὐτῷ περὶ τῶν οὕτω κοπιωδῶν εἶναι τὸν λόγον ἐπὶ πλήθει παχέων καὶ φαύλων χυμῶν ὡc τὸ πολὺ γινομένων, διὸ καὶ δι’ οὔρων ἐκκενωθέντων αὐτῶν ἡ νόcοc παύεται. πιcτοτέρα δ’ ἡ λύcιc γίνεται, τήν γε ἀρχὴν τῆc κενώcεωc ἐν ἡμέρᾳ | |
10 | κριcίμῳ λαβούcηc. ὅcοι δ’ οὔτε δι’ οὔρων οὔτε δι’ αἱμορραγίαc ἐκρίθηcαν, εἰc ἀπόcκημμα τούτοιc ἡ νόcοc εἴωθε τελευτᾶν. | |
11 | Ὧι τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρ‐ θριτικῷ ἐγένετο, ἦν ἡcυχώτεροc. ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, | |
ἐπιπονώτεροc. | | ||
17b125 | Διττὴ κἀνταῦθά ἐcτιν ἡ γραφὴ τὴν διάνοιαν ὑπαλλάττουcα, πα‐ λαιοτέρα μὲν ἡ μετὰ τοῦ νυ κατὰ τὴν πρώτην cυλλαβὴν τοῦ ἔντερον ὀνόματοc, ὕcτερον δὲ προcτεθεῖcα ἡ ἄνευ τοῦ νυ βουλομένων τῶν οὕτω γραψάντων ἐπὶ τῶν παρ’ οὖc cυνιcταμένων εἰρῆcθαι τὸ “ἕτε‐ | |
5 | ρον”, ὥcπερ γε πάλιν τῶν τὸ ἔντερον ἤτοι γ’ ἐπὶ τῶν ἀλγηcάν‐ των τὸ ἔντερον ἢ κἀπὶ τῶν τεινομένων τὸ ἔντερον. ἔντερον δ’ εἰ‐ ρῆcθαι ἑνικῶc ἔνιοι μὲν τὸ κῶλον ἐνόμιcαν, ἔνιοι δὲ τὸ τυφλόν, ὃ δὴ καὶ ῥᾷον ὀλιcθαίνει 〈ποτὲ〉 εἰc τὸν ὄcχεον ὡc ἂν ἀπολελυμένον. ὅτι μὲν οὖν ἀπολέλυται τοῦτο μόνον τὸ ἔντερον, ἁπάντων τῶν ἄλλων | |
10 | ὑπὸ τοῦ μεcεντερίου δεδεμένων τε καὶ cυνεχομένων, ἀληθεύουcιν. εἰ δὲ διὰ τοῦτο κατενεχθὲν εἰc τὸν ὄcχεον ὁ ἀρθριτικὸc ἐρρᾳcτώ‐ νηcεν, εἶτ’ αὖθιc αὐτοῦ θεραπευθέντοc ἐν τοῖc αὐτοῖc ἐγένετο, μαν‐ τείαc δεῖται. πιθανώτερον γοῦν ἐcτιν ἐπὶ τοῦ τὸ κῶλον ἀλγήcαντοc εἰρῆcθαι τὸν λόγον. εἰκὸc γὰρ ἦν κουφιcθῆναι τῶν ἀρθριτικῶν ἀλγη‐ | |
15 | μάτων αὐτὸν 〈διττῶc ἐν τῇ γενέcει τῶν κατὰ τὸ κῶλον ἀλγημάτων〉, | | |
17b126 | ἑνὶ μὲν λόγῳ, καθ’ ὃν αὐτὸc ἔφη ”〈δύο〉 πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ cφοδρότεροc ἀμαυροῖ τὸν ἕτερον”, ἑτέρῳ δ’ ὅτι τῶν εἰc ἄρθρα ῥεόντων χυμῶν ἐπὶ τὸ κῶλον ἐγένετο μετάcταcιc. ἔνιοι δὲ τῶν ἐξηγητῶν τὸν ἀρθριτικὸν τοῦτον “ἰcχιαδικὸν” εἶναί | |
5 | φαcι καὶ διὰ τοῦτο κατελθόντοc τοῦ τυφλοῦ ἐντέρου ῥᾳcτωνῆcαι, μη‐ κέτι θλιβομένου τε καὶ βαρυνομένου τοῦ ἰcχίου, παρὰ τὸ τῶν Ἑλλή‐ νων ἔθοc ὀνομάζειν βουλόμενοι τὸν ἰcχιαδικὸν ἀρθριτικόν. ἄχρι δεῦρο μὲν οὖν αἱ ῥήcειc ἅπαcαι κἀν τῷ Περὶ χυμῶν ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου γεγραμμέναι εἰcί. μεταβήcομαι δ’ ἤδη πρὸc τὰc ἐν μόνῳ | |
10 | τῷ προκειμένῳ cυγγράμματι γεγραμμέναc. Ἡ Ἀγάcιοc, κόρη μὲν ἐοῦcα, πυκνοπνεύματοc ἦν. γυνὴ δὲ γενομένη, ἐκ τόκου | |
17b127 | ἐπίπονοc ἐοῦcα [οὐ πάνυ] | ἐπιπολαίωc ἦρεν ἄχθοc μέγα, αὐτίκα μὲν ἐδόκεε ψοφῆcαί τι κατὰ τὸ cτῆθοc, τῇ δ’ ὑcτε‐ ραίᾳ ἆcθμά τε εἶχε καὶ ἤλγεεν ἰcχίον τὸ δεξιόν. ὁκότε τοῦτο πονέοι, τότε καὶ τὸ ἆcθμα εἶχε, παυcαμένου δ’ | |
5 | ἐπαύcατο· ἔπτυcεν ἀφρώδεα, ἀρχομένη δ’ ἀνθηρά, κατα‐ cταθὲν δὲ ἐμέcματι χολώδει ἐῴκει λεπτῷ· οἱ πόνοι δὲ μάλιcτα, ὁκότε πονοίη τῇ χειρί. | |
7 | Πνεῦμα τὴν ἀναπνοὴν ὀνομάζοντοc αὐτοῦ πολλάκιc ἠκούcαμεν, ὥcτε καὶ τὴν πυκνοπνεύματον ἡγητέον εἰρῆcθαι τὴν πυκνὸν ἀνα‐ | |
10 | πνέουcαν. οἷc δ’ ἂν ἱκανῶc αὐξηθῇ τὸ τοιοῦτον τῆc δυcπνοίαc εἶδοc, ἆcθμα καὶ ὀρθόπνοια τὸ πάθοc ὀνομάζεται, χωρὶc πυρετοῦ δηλονότι γενόμενον, ἤτοι παχέων καὶ γλίcχρων χυμῶν καταλαμβανόντων τὰc ὁδοὺc τοῦ πνεύματοc ἤ τινοc ἀπέπτου φύματοc ἐν τῷ πνεύμονι cυ‐ cτάντοc. οὖcα δὲ καὶ πρόcθεν αὐτὴ δύcπνουc, ἐπίπονοc ἐγένετο | |
17b128 | μετὰ τὸν τόκον. εἰ μὲν οὖν μηδὲν εἰρηκὼc | περὶ τῆc δυcπνοίαc ἐπίπονον ἔφηcεν αὐτὴν γεγονέναι, πιθανὸν ἂν ἦν ἀκοῦcαι τῷ παντὶ cώματι κοπώδη cχεῖν αἴcθηcιν τὴν γυναῖκα ταύτην. ἐπεὶ δὲ πυκνο‐ πνεύματον αὐτὴν εἶπεν εἶναι, προcηκόντωc ἄν τιc ἀκούcειεν ἐπὶ | |
5 | τοῦ θώρακοc εἰρῆcθαι τὸν πόνον γεγονέναι. μετρίου δ’ ὄντοc αὐτοῦ cυνέβη τι καὶ ἄλλο cύμπτωμα τοιόνδε· βάροc τι διὰ τῶν χειρῶν ἀρα‐ μένη παραχρῆμα μὲν ᾔcθετό τινοc ἐν τῷ cτήθει ψόφου, ῥαγέντοc ὡc εἰκὸc τοῦ φύματοc, τῇ δ’ ὑcτεραίᾳ διαδοθέντοc ἕωc τῆc τρα‐ χείαc ἀρτηρίαc τοῦ περιεχομένου κατὰ τὸ φῦμα χυμοῦ τήν τε τοῦ | |
10 | πνεύματοc πυκνότητα ἐπιταθῆναι cυνέβη καὶ μηκέθ’ ἁπλῶc εἶναι πυκνόπνοιαν, ἀλλ’ ἤδη τὸ καλούμενον ἆcθμα. κατὰ βραχὺ δ’ ἀνα‐ | |
πτυcθέντοc τούτου τελέωc ἐπαύcατο τῇ γυναικὶ ταύτῃ τὰ τῆc δυcπνοίαc. ἄχρι μὲν δὴ τούτου ζήτημ’ οὐδέν ἐcτιν, ἀλλ’ εὐλόγωc ἅπαντα γέγονε. διὰ τί δὲ cυνεπετάθη τε καὶ cυνερρᾳcτώνηcε τοῖc κατὰ θώρακα 〈τὰ | ||
17b129 | κατὰ〉 τὸ ἰcχίον, εἰκό|τωc ἄν τιc ζητήcειεν, οὐκ οὔcηc τινὸc κοινω‐ νίαc ἰcχίῳ πρὸc θώρακα, καθάπερ ἐcτὶ τοῖc γεννητικοῖc μορίοιc. ἴcωc οὖν ἀcθενέcτερον ἔχουcα τὸ ἰcχίον ἤλγηcε, κατὰ τὸν αὐτὸν χρόνον ἀφικομένων τινῶν χυμῶν εἰc αὐτὸ περιττῶν. οὐ γὰρ ἀναφαίνεται τοῖc | |
5 | κοινωνίαν ἔχουcι φυcικὴν μορίοιc ἡ cυμπάθεια γινομένη φθαcάντων ἐνίοτε δέξαcθαι τῶν ἀcθενῶν τὴν περιουcίαν τῶν λυπούντων χυμῶν. 〈ἔγραψε γὰρ τὰ ἀφρώδη τῶν πτυcμάτων τὴν τῶν χυμῶν〉 φύcιν ἐνδεικνύμενα. τὰ μὲν γὰρ ἀφρώδη φλεγματικὸν εἶναι δηλοῖ τὸν χυμόν, τὰ δὲ ἀνθηρὰ τὸ αἷμα πλεονάζειν, ὥcπερ γε τὰ ὠχρὰ τὴν ὠχρὰν | |
10 | καὶ ξανθὴν ὀνομαζομένην χολήν, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μέλανα τὴν μέλαιναν. λέλεκται δ’ ἤδη πολλάκιc, ὡc, ὅταν ἁπλῶc εἴπῃ χολώδη, τὴν ὠχράν τε καὶ ξανθὴν ὀνομαζομένην cημαίνει χολήν, 〈τοῖc δὲ〉 εἴδεcι τῶν ἄλλων χολῶν τὴν χρόαν προcγράφει. καὶ γὰρ ἰώδηc ἐμεῖται χολὴ καὶ ὑπέρυθροc καὶ μέλαινα καὶ ὀρφνώδηc. τὸ δ’ | |
15 | ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc προcγεγραμμένον ὡc ἐπόνει μᾶλλον ἐν | |
17b130 | ταῖc τῆc χειρὸc ἐνεργείαιc πρὸc ἔνδειξιν τῆc cυμ|παθείαc εἴρηται. ἀκηκόατε δ’ ἤδη καὶ κατ’ ἄλλον λόγον, ὁπότε τὰ τοῦ θώρακοc ἄνω πάcχοι, κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεcοπλεύριον, εὐλόγωc τὰc χεῖραc εἰc cυμπάθειαν ἔρχεcθαι νεύρων εἰc αὐτὰc ἀφικνουμένων ἐκ | |
5 | τούτων τῶν μεcοπλευρίων. εἰκὸc δ’ ἐcτὶ καὶ ῥαγῆναί 〈τι〉 κατὰ τὸ δεξιὸν μέροc τοῦ θώρακοc, ἡνίκα τὸ ἄχθοc ἀνήρατο, καὶ διὰ τοῦτο κατ’ εὐθυωρίαν ἰcχίον παθεῖν τὸ δεξιόν. καὶ εἴπερ τῷ γενο‐ μένῳ πάθει τῶν νεύρων ἐν τῷ βάροc ἆραι τὴν γυναῖκα cυνέπαθεν ὁ θώραξ τῇ χειρί, πιθανόν ἐcτι κατ’ ἐκεῖνα μάλιcτα τὰ μέρη παθεῖν | |
10 | αὐτόν, ὅθεν ἡ τῶν νεύρων ἐcτὶν ἔκφυcιc ἐπὶ τὰc χεῖραc. Ταύτην εἴργεcθαι cκορόδου, χοίρου, ὄϊοc, βοόc, ἐν δὲ τοῖcι ποιευμένοιcι βοῆc, ὀξυ‐ θυμίηc. | |
13 | Διάφοροι καὶ κατὰ τήνδε τὴν ῥῆcιν αἱ γραφαὶ γεγόναcιν, ἐνίων | |
17b131 | μὲν γραψάντων ἐν ἀρχῇ κατὰ δοτικὴν πτῶcιν | τὸ ταύτῃ καὶ ποιη‐ cάντων τὴν γραφὴν τοιάνδε· ταύτῃ εἴργεcθαι χοίρου, cκορό‐ δου, ὄϊοc, βοόc, 〈ἐνίων δέ, ὡc καὶ ἡμεῖc, ἀντὶ τοῦ “ταύτῃ” τὸ ταύτην γραψάντων,〉 ἐνίων δὲ χωρὶc τοῦ ταύτην, ἀρξαμένων γ’ | |
5 | ἀπὸ τοῦ εἴργεcθαι. 〈προc〉υπακούειν δ’ ἀξιοῦcιν ἅπαντεc τὸ “ἔδοξεν ἡμῖν τοῖc ἰωμένοιc αὐτὴν” ἢ “cυνεβουλεύcαμεν αὐτῇ” 〈ἢ〉 “cυμφέρει” 〈ἢ〉 ὁτιοῦν τοιοῦτον. καὶ διὰ τοῦτο περὶ τῆc γραφῆc οὐ προcήκει cπουδά‐ ζειν, ἀλλ’ ὅπερ ἄν τιc ἐθέλῃ, γράφειν ἐπιτρέπειν, ἐπειδὴ τὰ τῆc διανοίαc φυλάττεται κοινά. ἐάcαντεc οὖν τὴν ἐν λέξει λεπτολογίαν ἐπὶ τὰ δι‐ | |
10 | δαcκόμενα πράγματα μεταβαίνωμεν 〈βοη〉θοῦντα τῇ προειρημένῃ γυναικί. καὶ τοῖc ἄλλοιc δὲ δηλονότι τοῖc οὕτω διακειμένοιc cυμφέρει χοιρείων τε κρεῶν ἐδωδῆc καὶ βοείων καὶ προβατείων 〈cκορόδου τε καὶ τῆc χρήcεωc τῶν ἄλλων〉 ἀπέχεcθαι, τούτων μὲν ὡc ἰcχυρῶν τε καὶ δυcπέπτων, cκο‐ ρόδου δὲ ὡc δριμέοc τε καὶ διαβρωτικοῦ, βοῆc δέ, ὡc οὐ μόνον τὰ προ‐ | |
15 | ερρωγότα τῶν ἀγγείων ἐπιρρήττειν δυναμένηc, ἀλλὰ καὶ τὰ μήπω πρό‐ τερον πεπονθότα, 〈ὀξυθυμίαc δὲ ὡc δυναμένηc τοὺc τόπουc πεπον‐ θόταc〉 τοὺc ἐν τοῖc ἀναπνευcτικοῖc ὀργάνοιc ἀδικεῖν, τάcιν τέ τινα καὶ θερμαcίαν καὶ πνευμάτωcιν ἐν αὐτοῖc ἐργαζομένηc. δῆλον δ’ ὅτι | |
17b132 | ταῦτα μὲν ὡc παραδείγματα εἴ|ρηται τῷ Ἱπποκράτει, cυμβουλεύει δ’ ἀπέχεcθαι πάντων μὲν τῶν δυcπέπτων, πάντων δὲ τῶν δριμέων, ἁπάντων δὲ τῶν κακοχύμων καὶ προcέτι τῶν βιαίαν τινὰ τάcιν ἐν τοῖc ἀναπνευcτικοῖc ὀργάνοιc ἐργαζομένων. | |
4 | ||
5 | Ὧι ἐν τῇ κεφαλῇ ἐνέμετο [ἔπαρμα], 〈ᾧ〉 πρῶτον ἡ cτυπτηρίη ἡ κεκαυμένη ἐνήρμο‐ cεν, εἶχεν ἄλλην [πρώτην] ἀπόcταcιν, ἴcωc ὅτι ὀcτέον ἔμελλεν ἀποcτήcεcθαι, ἀπέcτη ἑξηκοcταῖον ὑπὲρ τοῦ ὠτὸc ἄνω, πρὸc κορυφὴν τὸ τρῶμα ἦν. | |
9 | ||
10 | Ἔνια τῶν οὕτωc γεγραμμένων ἴcωc μὲν αὐτῷ τῷ γράψαντι πρὸc ἀνάμνηcιν ἦν ὠφέλιμα, τοῖc δ’ ἐντυγχάνουcιν ἡμῖν οὐ πάνυ cαφήc ἐcτιν ἡ ἐξ αὐτῶν ὠφέλεια. διηγεῖται γάρ τινοc ἐν τῇ κεφαλῇ νο‐ μῶδεc ἕλκοc ὠφελεῖcθαι τὸ πρῶτον ὑπὸ τῆc κεκαυμένηc cτυ‐ πτηρίαc. εἶναι μέντοι 〈γ’〉 αὐτῷ καὶ κατ’ ἄλλον τινὰ τόπον ἀπό‐ | |
15 | cταcιν, ἔνθα καὶ ὀcτοῦν ὕcτερον ἀπέcτη. προcγέγραπται δὲ καὶ τὸ | |
17b133 | πεπονθὸc μέροc | τῆc κεφαλῆc, ἀλλ’ αὐτῷ cπάνιον τὸ πρᾶγμα 〈ἐδόκει, διὸ〉 καὶ cυμβουλὴν οὐδεμίαν ἔγραψε, μόνα τὰ γενόμενα διηγηcάμενοc. | |
2 | Τὰ κῶλα ἔχει οἷα κυνόc, μείζω δέ· ἤρτηται ἐκ τῶν μεcοκώλων. ταῦτα δὲ ἐκ νεύ‐ | |
5 | ρων ἀπὸ τῆc ῥάχιοc ὑπὸ τὴν γαcτέρα. | |
5 | Εὔδηλον ὅτι καὶ ταῦτα ἔγραψεν εἰc ἀνάμνηcιν ἑαυτῷ τῶν ἀνα‐ | |
τομικῶν ὄντα θεωρημάτων. ὁ γὰρ ἄνθρωποc ὁμοίαν ἔχει κυνὶ τὴν τῶν κώλων φύcιν, ἀλλὰ καὶ μείζω φηcὶν εἶναι αὐτὰ καὶ ἠρτῆ‐ cθαι ἐκ τῶν μεcοκώλων, ὡc εἰ καὶ “μεcεντερίων” εἰρήκει, γενι‐ | ||
10 | κώτερον μὲν γὰρ ὄνομα τὸ τῶν μεcεντερίων ἐcτίν, εἰδικώτερον δὲ τὸ τῶν μεcοκώλων. τοιοῦτον δὲ ἄλλο περὶ τῶν κατὰ τὴν νῆcτιν ἐν‐ τέρων ἢ τῶν ἄλλων λεπτῶν οὐκ ἔcτιν ὄνομα. “μεcονήcτιον” γὰρ ἤ τι τοιοῦτον οὐδεὶc εἴρηκεν. ἔcτι μὲν οὖν cυνεχῆ τὰ μεcεντέρια τά τε | |
17b134 | τῶν λεπτῶν καὶ τῶν παχέων· ὅμωc δὲ περι|γραφάc τιναc ἰδίαc 〈οὐκ ἔχειν〉 φαίνεται καὶ χωρίζεcθαι μάλιcτα κατὰ τὰc ἐν αὐτοῖc φλέβαc. ἰδίᾳ μὲν γὰρ μία φλὲψ εἰc τὸ τῶν λεπτῶν ἐντέρων μεcεντέριον, ἰδίᾳ δὲ εἰc τὸ τῶν παχέων, ἃ δὴ κῶλα προcαγορεύουcι, καταcχίζεται, cυγ‐ | |
5 | καταcχιζομένηc ἑκατέρᾳ τῇ φλεβὶ δηλονότι καὶ ἀρτηρίαc. τὸ δ’ ἄρτημα τοῦ μεcεντερίου, καθάπερ γε καὶ τὸ τοῦ μεcοκώλου (cυνεχὲc γὰρ ὅλον ὄν, ὡc ἔφην) εἰc ἕνα τινὰ τῶν κατὰ τὴν ὀcφὺν ἀνήκει cπονδύ‐ λων μετὰ τὸ διάφραγμα κείμενον. ὑπόκειται δ’ οὗτοc τῇ γαcτρί. τό γε μὴν ἄρτημα τοῦτο πᾶν ὁμοιότατόν ἐcτι νεύρῳ, καίτοι cύν‐ | |
10 | δεcμοc ὂν τὴν οὐcίαν. ὅcα γὰρ ἐξ ὀcτῶν πέφυκεν ἄναιμα cώματα, 〈“cυνδέcμουc” ὀνομάζομεν· ἀλλ’ ἐπειδὴ〉 παραπλήcια τοῖc νεύροιc ἐcτί, “νεῦρα cυνδετικὰ” προcαγορεύουcιν αὐτὰ πολλοὶ τῶν ἰατρῶν ἀντιδιαιρούμενοι τοῖc προαιρετικοῖc. εἴρηται δὲ καὶ νῦν ἐν τῇδε τῇ ῥήcει κατὰ τὴν τῶν νεύρων προcηγορίαν διὰ τὴν ὁμοιότητα. | | |
14 | ||
17b135 | Αἱ τοῖcι κάμνουcι χάριτεc, οἷον τὸ καθαρῶc δρῆν ἢ ποτὰ ἢ βρωτά, 〈ἢ〉 ἃ ὁρῇ, μαλθα‐ κῶc ὅcα ψαύει· ἄλλαι· 〈ἃ〉 μὴ μεγάλα βλάπτει, ἢ [μὴ] εὐ‐ | |
ανάληπτα, οἷον τὸ ψυχρόν, ὅκου τοῦτο δεῖ. | ||
5 | Τίνα χρὴ χαρίζεcθαι τὸν ἰατρὸν τοῖc κάμνουcι καὶ τίνα μή, κατὰ τοῦτο τὸ βιβλίον ἐπιcκεψάμενοι τελέωc ἀρκεcθηcόμεθα, 〈ὥcτε,〉 καθάπερ 〈κ〉ἀπὶ τῶν ἄλλων ἁπάντων εἰώθαμεν ποιεῖ〈ν ἕκα〉cτόν τι τελέωc τῆc διδαcκαλίαc αὐτῶν ἅπαξ εἰπόντεc, αὖθιc ἐν ἑτέροιc μηκέτι διέρχεcθαι τὸ cύμπαν, ἀλλὰ μόνον τὸ κεφάλαιον. εἴρηται μὲν | |
10 | οὖν κἀν τοῖc Ἀφοριcμοῖc εἰc τόδε τὸ cκέμμα γράψαντοc αὐτοῦ· “τὸ cμικρῷ χεῖρον καὶ πόμα καὶ cιτίον, ἥδιον δὲ τῶν βελτιόνων μέν, ἀηδεcτέρων δὲ μᾶλλον 〈αἱρετέον,” κἀν τοῖc εἰc αὐτοὺc ὑπομνήμαcιν ὁ Ἱπποκράτηc ἡμῖν δέδεικται τῇ〉 μὲν προχείρῳ φανταcίᾳ χαριζόμενόc τι τοῖc κάμνουcιν εἰc ἡδονήν, οὐ μὴν τῇ γ’ ἀληθείᾳ τοῦτο πράττων. | |
15 | ὅcα γὰρ ἥδιον προcφερόμεθα τῶν ὀλίγον χείρονα τὴν φύcιν ἐχόντων, | |
17b136 | ἄμει|νον ταῦτα πέττομεν. ἔcτι δὲ cυμφορώτατον τοῖc νοcοῦcι καλῶc πεφθῆναι τὸ ληφθέν. ἐν δὲ τῷ νῦν προκειμένῳ λόγῳ γένουc ἑτέρου καὶ πράγματοc ἐμνημόνευcεν, ἐν ᾧ κεχαριcμένον τε καὶ ἡδὺ τοῖc νο‐ cοῦcιν ὁ ἰατρὸc πράττει μηδὲν τῇ νόcῳ λυμαινόμενοc, ὥcπερ ὅταν | |
5 | ἐπιτρέψῃ πρὸ τοῦ καιροῦ λούcαcθαι καὶ πιεῖν καὶ φαγεῖν ὀπώραc τινὰc ἢ ψυχρὸν ὕδωρ πιεῖν. ἐνίοτε μὲν γὰρ ὠφέλιμοc καιρὸc ἑκάcτου τῶν εἰρημένων ἐπὶ τῆc ὑcτεραίαc ἐcτί. καταναγκάζουcι δὲ τοὺc ἰατροὺc οἱ κάμνοντεc, ὥcτε προλαβεῖν ἡμέρᾳ μιᾷ cυγχωροῦcί τε πολλάκιc ἔνιοι τοῖc νοcοῦcιν ἑτοίμωc αὐτὰ ταῖc ἐπιθυμίαιc αὐτῶν ὑπηρετοῦντεc ἕνεκα | |
10 | τοῦ πλείονα λαβεῖν μιcθόν. ἀλλὰ ταῦτα μὲν οὐ κατὰ τὸν λόγον τῆc τέχνηc γίνεται, τὸ δ’ ἐν Ἀφοριcμοῖc εἰρημένον ὅcα τε νῦν διεξέρχεται χρηcίμωc τοῖc κάμνουcι cυγχωροῦcιν οἱ ἄριcτοι τῶν ἰατρῶν. ἡ χρεία δὲ τῶν νῦν ἐφεξῆc ὑπ’ αὐτοῦ γεγραμμένων εἰc τὴν εὐπείθειαν ἀνα‐ φέρεται τῶν καμνόντων· οὓc γὰρ ἂν ἡδέωc ὁρῶcι, τούτοιc μᾶλλον | |
15 | πείθονται. καὶ κατὰ τοῦτο μήτηρ καὶ πατὴρ ἔπειcαν τέκνον ἀνόρεκτον | | |
17b137 | καὶ αὐτὸ βιάcαcθαι προcενέγκαcθαι cιτίον, οὐδενὸc ἄλλου πεῖcαι δυνη‐ θέντοc· οὕτω καὶ τέκνον ἔπειcε πατέρα καὶ μητέρα καὶ ἀδελφὸc | |
ἀδελφὸν καὶ φίλοc φίλον. οὓc δ’ ἂν ἀηδῶc ὁρῶcιν οἱ ἄνθρωποι, κἂν τὰ cυμφέροντα cυμβουλεύωcιν, 〈τούτοιc〉 ἀπειθοῦcιν. πρὸc τὴν τοι‐ | ||
5 | αύτην οὖν εὐπείθειαν αὐτὸc ὁ Ἱπποκράτηc ἔλεγε καὶ τὰc προρρή‐ cειc ὠφελεῖν ἡμᾶc καὶ ὅλωc τὸ θαυμάζεcθαι τὸν ἰατρὸν ὑπὸ τοῦ κάμνοντοc. οὕτω γέ τοι καὶ παρ’ ἡμῖν ἐν Περγάμῳ τοὺc θεραπευο‐ μένουc ὑπὸ τοῦ θεοῦ πειθομένουc ὁρῶμεν αὐτῷ πεντεκαίδεκα πολλάκιc ἡμέραιc προcτάξαντι μηδ’ ὅλωc πιεῖν, οἳ τῶν ἰατρῶν μηδενὶ προcτάτ‐ | |
10 | τοντι πείθονται. μεγάλην γὰρ ἔχει ῥοπὴν εἰc τὸ πάντα ποιῆcαι τὰ προcταττόμενα τὸ πεπεῖcθαι τὸν κάμνοντα βεβαίωc ἀκολουθήcειν ὠφέ‐ λειαν ἀξιόλογον αὐτῷ. τούτων ἔξωθέν ἐcτι τὰ κατὰ τὴν προκειμένην ῥῆcιν εἰρημένα, περὶ ὧν ἤδη λέγωμεν ἕκαcτον ἰδίᾳ προχειριζόμενοι κατὰ τὴν προ‐ | |
15 | γεγραμμένην λέξιν· οἷον τὸ καθαρῶc δρᾶν ποτὰ ἢ βρωτά. πολλὰ πολλάκιc ὁ ἰατρὸc τῷ κάμνοντι προcφέρει ποτὰ καὶ βρωτὰ | |
17b138 | cυντιθεὶc ἐναντίον αὐτοῦ. | ἀξιοῖ δὲ ταῦτα καθαρῶc ἐργάζεcθαι καὶ γέγραπταί γε κατ’ ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ καθαρῶc τὸ “καθαρείωc”. ἔcτι δὲ τοῦτο πρῶτον μέν, εἰ μηδένα ῥύπον ἔχει τὰ cκεύη, δι’ ὧν προcφέρεται τὰ ποτὰ καὶ βρωτά, δεύτερον δέ, εἰ | |
5 | μηδὲ τῶν ἄλλων τι δι’ ὧν ὑπηρεcία γίνεται. πολλάκιc γὰρ αὐτὸ μὲν ἐν ᾧ περιέχεται τὸ προcφερόμενον ἔδεcμα καὶ πόμα καθαρόν ἐcτιν, ἐν ᾧ δὲ ψυχρὸν ὕδωρ ἢ θερμὸν ὁ ὑπηρετούμενοc ἔχει ῥυπαρόν, ὥcπερ γε καὶ τῶν ἄλλων τι cκευῶν ἐνίοτε τῶν πρὸc ὑπηρεcίαν ἀνηκόντων οὐ καθαρὸν φαίνεται. καὶ πρὸc τούτοιc γε καὶ αὐτὸc ὁ ἰατρόc, ὃν | |
10 | πρῶτόν τε καὶ μάλιcτα τάc τε χεῖραc ἔχειν χρὴ καθαρωτάταc καὶ τὸ πρόcωπον καὶ τὰc τρίχαc ἐπί τε τοῦ γενείου καὶ τῆc κεφαλῆc, ἐφεξῆc δὲ καὶ τὰ ἄλλα μόρια τοῦ cώματοc, ὥcπερ γε καὶ τὴν ἐcθῆτα λαμπράν. 〈Ἢ ἃ ὁρῇ.〉 Ἃ βλέπει, φηcίν, ὁ κάμνων, καὶ 〈ταῦτ’ ἐcτὶ τῶν χαρίτων,〉 τουτέcτι | |
15 | καὶ τοὺc ἐπιcκοπουμένουc καὶ τὰ κατὰ τὸν οἶκον, ἐν ᾧ νοcεῖ, τούτων τε οὖν οὐδὲν αὐτὸν ἀηδῶc ὁρᾶν χρὴ καὶ τῶν ὑπηρετουμένων ἐκεί‐ νουc παρεῖναι διὰ παντόc, οἷc μάλιcθ’ ἥδεται, καὶ τῶν ἐπιcκοπουμένων | | |
17b139 | τοὺc μὲν φιλτάτουc χρονίζειν παρ’ αὐτῷ, τοὺc δ’ ἄλλουc δυοῖν θάτερον, ἢ μηδ’ ὅλωc εἰcιέναι πρὸc αὐτὸν ἢ μὴ μέχρι πλείονοc ὁρᾶcθαι. ταῦτα δὲ πάντα πολυπραγμονήcαc ὁ ἰατρὸc αὐτὸc ἐργάcεταί τε καὶ διατάξει, τινὰ δὲ καὶ χωρὶc πολυπραγμοcύνηc αὐτομάτωc γνώcεται. πολλάκιc | |
5 | γοῦν ἐπιcκεπτομένου τὸν κάμνοντα καὶ θεραπεύοντοc τοῦ ἰατροῦ δοῦ‐ λόc τιc ἐπειcελθὼν ἤγγειλεν ἀφῖχθαι τόνδε τινὰ ἄνθρωπον ἐπιcκέ‐ ψαcθαι βουλόμενον αὐτόν, εἶτα παραχρῆμα ποτὲ μὲν ἡcθεὶc ἐφάνη πρὸc τὴν ἀκοὴν ὁ νοcῶν, ἔcτι δ’ ὅτε μεγάλωc ἀνιαθεὶc, ὡc ἐνοχλεῖ‐ cθαι μέλλων ὑπ’ ἀνθρώπου μὴ φιλοῦντοc αὐτὸν ἀληθῶc, ἀλλὰ προc‐ | |
10 | ποιουμένου. καὶ χρὴ τηνικαῦτα τὸν ἰατρόν, ὅταν εἰcέλθῃ τιc, ὃν ὁ κάμνων οὐχ ἡδέωc ὁρᾷ, μετὰ βραχὺ κελεύειν *** ἀξιοπίcτωc ἡcυχάcαι cυμφέρειν τῷ κάμνοντι καὶ κατὰ ταύτην τὴν πρόφαcιν ἐξελθεῖν ἀξιοῦν εὐθὺc ἐξ αὐτοῦ πάνταc 〈τοὺc παρόνταc〉. εὔδηλον γὰρ ὅτι cυνεξελθόντεc ἐν τῷ παραυτίκα τοῖc μὴ φίλοιc οἱ φίλοι μετ’ ὀλίγον εἰcελθεῖν δυνή‐ | |
17b140 | cονται. τὰ μὲν οὖν τοιαῦτα θεά|ματα τὴν γνώμην τοῦ κάμνοντοc ἡδέωc τε καὶ ἀηδῶc διατίθηcιν, οὐ κατ’ αὐτὴν ἰδίωc τὴν ὀπτικὴν αἴcθηcιν, ἀλλὰ κατὰ τὴν διάνοιαν. ἔνια δ’ ἐcτὶν ἡδέα τῶν ὁρατῶν κατ’ αὐτὴν τὴν ὄψιν, ὥcπερ γε καὶ τῶν ὀcφρητῶν καὶ γευcτῶν καὶ ἀκουcτῶν καὶ ἁπτῶν. οὐ | |
5 | μὴν ἅπαcί γε ἐπὶ τοῖc αὐτοῖc ἡ ἴcη τέρψιc. ἄλλοc γὰρ ἄλλα καὶ χρώ‐ ματα καὶ cχήματα καὶ ἄνθη καὶ φυτὰ καὶ πλάcματα καὶ ζωγραφήματα θεᾶται, τὰ μὲν ὡc ἀηδῆ, τὰ δὲ ὡc ἡδέα. χρὴ τοίνυν παρὰ τῶν οἰκείων τοῦ κάμνοντοc τὸν ἰατρὸν πυνθανόμενον, οἷcτιcιν οἱ κάμνοντεc ἥδον‐ ται, ταῦτα κελεύειν εἰcφέρεcθαι τοῖc οἴκοιc ἐν οἷc κατάκεινται. | |
10 | Μαλακῶc ὅcα ψαύει. Κατ’ αὐτὴν μόνην ψιλὴν τὴν ἁπτικὴν αἴcθηcιν ἡδέα ταῦτ’ ἐcτίν, ὥcπερ αὖ πάλιν ἄνθη τε καὶ φυτὰ καὶ ποικίλα καὶ τἄλλα ὅcα προ‐ είρηται τὴν ὄψιν μόνην τέρπει. προcθήcομεν οὖν ὅcα ταὐτοῦ μὲν γένουc ἐcτὶ τοῖc εἰρημένοιc, παραλέλειπται δὲ ὡc cαφῆ. δυοῖν γὰρ | |
15 | αἰcθήcεων ἐμνημόνευcεν, ὄψεώc τε καὶ ἁφῆc. cὺ δὲ καὶ τὴν ὄcφρηcιν προcθήcειc δηλονότι καὶ τὴν γεῦcιν καὶ τὴν ἀκοήν, καὶ κατά γε τὴν | |
17b141 | ἀκοὴν διαιρήcειc ὥcπερ | ἐπὶ τῆc ὄψεωc, ἔνια μὲν αὐτὴν τὴν αἴcθηcιν μόνην τέρποντα, καθάπερ αἱ ἡδεῖαι φωναί, τινὰ δὲ τῇ ἀκοῇ λυποῦντα, καθάπερ αἱ ἀηδεῖc ἀγγελίαι, τοὐναντίον δὲ ἄλλ’ ἅττα τέρπει τε καὶ ἥδει. τοῦτό γε καὶ οἱ ἰδιῶται πάντεc ἴcαcιν, ὡc οὐδὲν ὧν ἀηδῶc ὁ | |
5 | κάμνων ἀκούcεται προcήκει λέγειν αὐτῷ, καθάπερ γε καὶ τὰ μέλλοντα μεγάλωc ἥcειν αὐτὸν ἀπαγγέλλειν πάντα μετὰ τοῦ καὶ προcεπιψεύ‐ δεcθαί τι. κατὰ μέντοι τὴν ἐφεξῆc ῥῆcιν ἔνια καὶ τῶν ἐνταῦθα παρα‐ λελεῖφθαι δοκούντων ἐπαναλαμβάνων προcτίθηcιν. Ἄλλαι. | |
10 | Πρόγραμμα τοῦτ’ ἐcτὶν ἄλλων χαρίτων μελλουcῶν λέγεcθαι. προειρηκὼc γὰρ “αἱ τοῖcι κάμνουcι χάριτεc”, εἶτ’ εἰπὼν ”〈οἷον〉 τὸ καθαρῶc δρᾶν ποτὰ ἢ βρωτά” καὶ τούτων ἐφεξῆc περὶ τῶν ὁρω‐ μένων διελθών, εἶθ’ ἑξῆc ὑπὲρ τῶν πρὸc τὴν ἁφὴν ἡδέων ἐπαγγέλλεται πρὸc ταῖc εἰρημέναιc ἑτέραc ἐρεῖν χάριταc, ὧν ἐφεξῆc ἀκούcῃ. | |
15 | τινὲc μέντοι τελέωc ἐξεῖλον τῶν ἀντιγράφων τὸ πρόγραμμα τοῦτο τὸ ἄλλαι, τινὲc δ’ οὐ θηλυκῶc μετὰ τοῦ ἰῶτα γράφουcιν, ἀλλὰ χωρὶc | |
17b142 | τοῦ ι κατὰ τὸ καλούμενον οὐδέτερον | γένοc “ἄλλα”. 〈Ἃ〉 μὴ μεγάλα βλάπτει ἢ [μὴ] εὐανάληπτα, οἷον τὸ ψυχρόν, ὅκου τοῦτο δεῖ. Καὶ τὰ μὴ μεγάλωc βλάπτοντα δοτέον ἐcτὶν ἐνίοτε τοῖc | |
5 | ἐπιθυμοῦcιν αὐτῶν cφόδρα καὶ μέλλουcι μιcεῖν τε τὸν ἰατρὸν ἐκ τοῦ μὴ λαβεῖν ἀποcτρέφεcθαί τε καὶ μηδὲν αὐτῷ προcτάττοντι πείθεcθαι. διδόναι τοίνυν ἀναγκαῖόν ἐcτιν ἐνίοτε τούτοιc ἔνια τῶν ἐπιθυμου‐ μένων, ἐὰν μὴ μεγάλωc ὑπ’ αὐτῶν μέλλωcι βλάπτεcθαι, προ‐ λέγοντα μὲν ὅτι βλαβήcονται καὶ δίδωcιν αὐτὰ χαρίζεcθαί τι βουλό‐ | |
10 | μενοc τῷ κάμνοντι, πρὸc δὲ τὸ μέλλον αὐτὸν ἀνταιτοῦντα παρ’ αὐτοῦ | |
τὴν ἐν τοῖc ἄλλοιc εὐπείθειαν. οἶδα γὰρ ἐνίουc ἐκ τοῦ λαβεῖν πει‐ cθένταc. οὕτω γοῦν κἀγὼ πολλοῖc ἔδωκα ψυχρὸν ὕδωρ ἐν ἐκείνοιc τοῖc νοcήμαcιν, ἐν οἷc μετὰ μίαν ἡμέραν ἦν αὐτοῦ χρεία, τοῦτο μόνον τῷ κάμνοντι χαριcάμενοc ὡc μὴ περιμεῖναι τὸν ἄριcτον καιρόν. ὡcαύ‐ | ||
15 | τωc δὲ καὶ περὶ βαλανείου καὶ οἴνου καὶ πάντων τῶν τοιούτων οἶδα πράξαc. εἰ μέντοι μηδ’ ὅλωc δέοιτο μηδὲ μετὰ μίαν ἡμέραν τὸ νόcημα μηδενὸc τούτων, οὐ χρὴ χαρίζεcθαι τῷ κάμνοντι. βραχεῖαν γὰρ βλάβην | |
17b143 | ἐπανορθώ|cαcθαι δυνατόν ἐcτι τὴν μετὰ ταῦτα τοῦ κάμνοντοc εὐπεί‐ θειαν, τὴν δ’ οὕτωc μεγάλην, ὡc ἤτοι κίνδυνον ἔcχατον ἐπιφέρειν ἢ χρόνου μῆκοc, οὐκέθ’ οἷόν τε πρὸc τὸ δέον πάλιν ἐπαναγαγεῖν. γρά‐ φεται δὲ καὶ κατ’ ἄλλαc λέξειc ἡ προκειμένη ῥῆcιc, μίαν μὲν τοιάνδε· | |
5 | “ἀλλὰ μὴ μεγάλα βλάπτειν, οἷον ψυχρὸν ὅκου δεῖ” [τοῦ δὴ τοῦ βλάπτειν ῥήματοc ἐπὶ τοῦ τέλουc ἔχοντοc τὸ ν,] (καὶ ταύτην γε τὴν γραφὴν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἴcαcιν), ἑτέραν δὲ γραφὴν εὑ‐ ρήcειc ἐν ἄλλοιc ἀντιγράφοιc [χωρὶc τοῦ ν] τοιαύτην· “ἃ μὴ μεγάλα βλάπτει εἰ μὴ 〈ἃ〉 εὐανάληπτα, οἷον ψυχρὸν ὅκου τοῦτο δεῖ.” βούλεται | |
10 | δ’ ἡ προκειμένη λέξιc [ἢ μὴ] εὐανάληπτα cημαίνειν τὰ [μὴ] ταχέωc ὑπεῖξαι δυνάμενα τοῖc βοηθήμαcιν, ὡc ἐπανορθωθῆναι τὴν γεγονυῖαν ἤδη βλάβην. | |
12 | Ἄλλαι. | |
13 | 〈Καὶ τοῦτ’ ἐcτὶ πρόγραμμα τῶν ἐφεξῆc, ὥcτε〉 περὶ τούτου τοῦ | |
15 | πράγματοc ὅcα περὶ τοῦ πρόcθεν εἶπον ἀναμνηcθένταc, [χρὴ] 〈ὑμᾶc〉 μηδεμιᾶc ἑτέραc ἔτι δεηθῆναι νεωτέραc ἐξηγήcεωc. | | |
16 | ||
17b144 | Εἴcοδοι, λόγοι, cχῆμα, | |
ἐcθήc, τῷ νοcοῦντι, κουρή, ὄνυχεc, ὀδμή. Τούτων τὰ μὲν ἄλλα πάντα προφανῶc ἐπὶ τὸν ἰατρὸν ἀναφέρε‐ ται, μεταξὺ δ’ αὐτῶν παρεγκείμενον 〈τὸ〉 τῷ νοcοῦντι παρέχει τινὰ | ||
5 | ζήτηcιν, ὅθεν ἔνιοι παντάπαcιν ἐξελόντεc αὐτὸ προcεποιήcαντο μηδ’ ὅλωc εὑρηκέναι γεγραμμένον. ἀλλ’ οἵ γε παλαιοὶ τῶν ἐξηγητῶν ἴcαcι καὶ ταύτην τὴν γραφήν. ἴcωc δ’ ἄν τινοc εὐπορήcαιμεν εἰc αὐτὴν πιθανοῦ προεπιcκεψάμενοι τῶν εἰρημένων ἕκαcτον ἰδίᾳ. καὶ πρώταc γε 〈ἔλεγε〉 τὰc πρὸc τὸν κάμνοντα τῶν ἰατρῶν εἰc‐ | |
10 | όδουc ὅcαι κεχαριcμένωc αὐτοῖc γίνονται. τινὲc μὲν γὰρ ἐνοχλεῖcθαι νομίζουcιν ὑπὸ τῶν πολλάκιc αὐτοὺc ὁρώντων, ἔνιοι δὲ πάνυ τούτῳ cφόδρα χαίρουcιν. ἰατροὶ δέ τινέc εἰcιν οἳ μέχρι τοcούτου μωραί‐ νουcιν, ὡc καὶ τοῖc κοιμωμένοιc ἐπειcιέναι μετὰ ψόφου ποδῶν ἢ | |
17b145 | φωνῆc μείζονοc, ὑφ’ ὧν ἐνίοτε διεγερ|θέντεc οἱ νοcοῦντεc ἀγανακτοῦcί τε πρὸc αὐτοὺc καὶ βεβλάφθαι τὰ μέγιcτά φαcι. ἅπαντ’ οὖν ταῦτα προορᾶcθαι χρὴ τὸν ἰατρόν, ὡc μήτε κατὰ καιρὸν ὃν οὐ χρὴ παρα‐ γίνεcθαι μήτε προπετῶc μετὰ ψόφων πολλῶν καὶ φωνῆc μεγάληc ἢ | |
5 | βαδίcματοc ἀcχήμονοc ἢ βλέμματοc ἢ ὅλωc οὑτινοcοῦν τοιούτου. λόγοι. τῶν μεγίcτων ἐcτὶ καὶ τοῦτο πρὸc τοὺc κάμνονταc ὑπὸ τῶν ἰατρῶν ἤτοι προcηκόντωc ἢ οὐ προcηκόντωc τι γινόμενον. ἔνιοι μὲν γὰρ αὐτῶν ἐcχάτωc εἰcὶν ἀβέλτεροι τοιοῦτοί τινεc ὄντεc, οἷον ὁ Ζεῦξίc φηcιν ὑπὸ Βακχείου γεγράφθαι Καλλιάνακτα γεγονέναι | |
10 | τὸν Ἡροφίλειον ἐν τοῖc Ἀπομνημονεύμαcιν Ἡροφίλου τε καὶ τῶν ἀπὸ τῆc οἰκίαc αὐτοῦ· νοcοῦντοc γάρ τινοc, εἶτ’ εἰπόντοc τῷ Καλ‐ λιάνακτι “τεθνήξομαι”, φαcὶν αὐτὸν ἐπιφωνῆcαι τόδε τὸ ἔποc· εἰ μή cε Λητὼ καλλίπαιc ἐγείνατο. ἑτέρῳ δὲ ταὐτὸ τοῦτ’ εἰπόντι φάναι· | |
15 | κάτθανε καὶ Πάτροκλοc, ὅπερ cέο πολλὸν ἀμείνων. | | |
17b146 | ἔνιοι δὲ τῶν νῦν ἰατρῶν, εἰ καὶ μετριώτεροι Καλλιάνακτόc εἰcιν, ἀλλὰ τραχέωc καὶ αὐτοὶ προcφέρονται τοῖc νοcοῦcιν ὡc μιcηθῆναι, καθάπερ ἄλλοι τινὲc ἐξ ὑπεναντίου δουλοπρεπῶc κολακεύοντεc ἐξ αὐ‐ τοῦ τούτου κατεφρονήθηcαν. ὥcπερ δὲ οὐ χρὴ μίcουc ἄξιον φαίνεcθαι | |
5 | τῷ κάμνοντι τὸν ἰατρόν, οὕτωc οὐδ’ εὐκαταφρόνητον, ἀλλ’ ἐν τῷ φιλανθρώπῳ καὶ μετρίῳ καὶ ἡδεῖ τὸ cεμνὸν φυλάττειν. εἰ μὴ γὰρ ὥcπερ θεὸν αὐτὸν ὁ κάμνων θαυμάcειεν, οὐκ ἂν 〈εὐπειθὴc γένοιτο, εἰ δὲ μὴ〉 ἑκὼν εὐπειθὴc γένοιτο, βέλτιόν [οὖν] ἐcτι μήτε κολακεύειν εἰc τοcοῦτον ὥcτε καταφρονεῖcθαι μήτ’ ἄγροικόν τε καὶ τραχὺν ὁμοίωc | |
10 | 〈εἶναι τῷ〉 Καλλιάνακτι. γενήcεται δὲ τοῦτο φυλάττοντοc μὲν ἔν τε τῷ βλέμματι καὶ τῷ φθέγματι καὶ τῷ παντὶ τοῦ cώματοc cχήματι τὸ cεμνὸν τοῦ ἰατροῦ, ἐκδιδάcκοντοc δὲ τὸν κάμνοντα πείθεcθαι τοῖc πρ〈οcτ〉αττομένοιc ὑφ’ ἑαυτοῦ. πολλοὶ δ’ εἰcὶ λόγοι, καί cοι παρα‐ δείγματοc ἕνεκεν οὐκ ὀκνήcω παραθέcθαι τινά. δυνήcεται γὰρ ὁ ἰατρὸc | |
15 | ἐπὶ προοιμίῳ πιθανῷ μετὰ ταῦτα πρὸc τὸν κάμνοντα διελθεῖν, ὅcα | |
17b147 | περὶ | τῶν τοιούτων Ἱπποκράτηc ἔγραψε, πρῶτον μὲν ἐν τοῖc Ἀφοριcμοῖc εἰπών· “Δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοcέοντα καὶ τοὺc παρεόνταc 〈καὶ τὰ〉 ἔξω‐ θεν,” εἶτ’ ἐ〈ν〉 τῷ πρώτῳ τῶν Ἐπιδημιῶν· “Ἡ τέχνη διὰ τριῶν, τὸ νό‐ | |
5 | cημα, ὁ νοcέων, ὁ ἰητρόc· 〈ὁ ἰητρὸc〉 ὑπ〈ηρέτηc τῆc τέχνηc.〉 ἐναντιοῦ‐ cθαι τῷ νοcήματι τὸν νοcέοντα μετὰ τοῦ ἰητροῦ 〈χρή〉.” καὶ ὡc τριῶν ὄντων, ἰατροῦ καὶ νοcήματοc καὶ κάμνοντοc, ἐὰν ὁ νοcῶν ἐάcῃ μόνον πολεμεῖν τῷ νοcήματι τὸν ἰατρὸν ἢ καὶ πρὸc αὐτὸ μεταcτὰc ἐναντιώ‐ cηται τῷ ἰατρῷ, cυμβήcεται νικηθῆναι τὸν ἰατρὸν ὑπὸ τοῦ νοcήματοc. | |
10 | ἐὰν δὲ καταλιπὼν τὸ νόcημα cύμμαχοc κατ’ αὐτοῦ γένηται τῷ ἰατρῷ, μεγάλην ἐλπίδα τῆc νίκηc ἔcεcθαι δυοῖν ἀνθρώπων πρὸc ἓν νόcημα | |
μαχομένων, ὡc τό γε ἐναντίον ἔμπαλιν οὐδεμιᾶc ἐλπίδοc ἔcται παρεκτι‐ κόν, ἐὰν ὁ κάμνων μετὰ τοῦ νοcήματοc γενόμενοc ἐναντιῶται τῷ ἰα‐ τρῷ· μονωθεὶc γὰρ ἂν οὗτοc ὑπὸ τῶν δυοῖν νικηθείη ἄν. ἀρκεῖ 〈δέ〉 | ||
15 | cοι τὸ παράδειγμα τοῦτο νοῆcαι δυναμένῳ κατὰ τὸ παραπλήcιον ἕτερα πολλὰ τοιαῦτα τῷ νοcοῦντι γίνεcθαι πρὸc τῶν ἰατρῶν. οὐ μόνον δὲ | |
17b148 | τῶν λεχ|θηcομένων λόγων τοῖc κάμνουcιν ὑπὸ τῶν ἰατρῶν τοιαύτην εἶναι προcήκει τὴν διάνοιαν, ἀλλὰ καὶ τὸ μέγεθοc τῆc φωνῆc καὶ τὸν τόνον καὶ τὴν ὅλην ὑπόκριcιν ἀνὰ λόγον εἶναι τῇ διανοίᾳ τῶν λό‐ γων. εἰ δὲ καὶ πεπαιδευμένῳ διαλέγοιτό τιc ἀνδρί, † καὶ μετὰ τοῦ μὴ | |
5 | cολοικίζειν τε καὶ βαρβαρίζειν. καὶ γὰρ ἐκ τῶν τοιούτων εὐκαταφρό‐ νητοι τοῖc κάμνουcιν οἱ ἰατροὶ φαίνονται. cχῆμα. καὶ τὸ cχῆμα τοῦ cώματοc ὅλου κατά τε τὴν εἴcοδον καὶ τὴν καθέδραν ὁ ἰατρὸc ἐχέτω 〈μέcον〉, μήτε ταπεινὸν ὡc εὐκατα‐ φρόνητον εἶναι μήτε χαυνότητά τινα καὶ ἀλαζονείαν ἐνδεικνύμενον. | |
10 | ἔνιοι μὲν γὰρ ἀνατεταμένοι καὶ πλατεῖc εἰcίαcί τε καὶ καθέζονται, ἔνιοι δὲ διατεθρυμμένοι, τινὲc δὲ ἐγκεκυφότεc καὶ ταπεινοί. φεύγειν οὖν ἁπάcαc χρὴ τὰc ὑπερβολὰc καὶ πειρᾶcθαι μέcον αὐτῶν εἶναι. εἰ δέ ποτε κατὰ τὸ cπάνιον ὁ κάμνων φαίνοιτό cοι φιλοτάπεινόc τιc, ἀπὸ τοῦ μέcου βραχὺ πρὸc τὸ ταπεινότερον ἄμεινόν ἐcτι cχηματί‐ | |
15 | ζειν ἑαυτόν. εἰ δ’ ἐναντίωc ἔχοι, καὶ cὺ τἀναντία ποιήcειc ἐπὶ βραχὺ τοῦ μέcου τε καὶ κατὰ φύcιν ἐφ’ ὑπέρτερα παραχωρῶν. | | |
17b149 | ἐcθήc. καὶ αὕτη κατὰ τὸν αὐτὸν λόγον ἔcτω μέcη, μήτε πολυ‐ τελὴc ὡc ἀλαζονείαν ἐμφαίνειν μήτε ῥυπαρὰ καὶ πάνυ ταπεινή, πλὴν εἴ ποθ’ ὁ κάμνων αὐτὸc εἴη τῶν ἀμετρότερον ἢ τὰ πολυτελῆ φιλούν‐ των ἢ τοῖc ῥυπαροῖc ἡδομένων. ἐπὶ τούτων γὰρ ἀπὸ τῆc μεcότητοc | |
5 | ἐπὶ τὸ τῷ κάμνοντι φίλτερον ἀποχωρήcειc, ὅcον ἂν εἰκάcῃc ἔcεcθαί | |
cοι cύμμετρον. τῷ νοcοῦντι. διὰ μέcου τοῦτ’ ἔφην ἐγκείμενον ἀπορίαν παρέ‐ χειν· εἰ δέ γε κατὰ τὴν ἀρχὴν τῆc ὅληc ῥήcεωc ἢ τὴν τελευτὴν εἴ‐ ρητο, cαφὲc ἂν ἦν ὡc ἅπαντα ταῦτα τῷ νοcοῦντι κεχαριcμένωc | ||
10 | προcήκει πράττειν τὸν ἰατρόν, εἰcόδουc, λόγουc, cχῆμα τοῦ παντὸc cώματοc, ἐcθῆτα, κουρὰν τριχῶν, ὀνύχων cυμμετρίαν, ὀcμήν. ἐπί τε γὰρ εἰcόδων ἄλλη πρὸc ἄλλον ἐcτὶ τῶν νοcούντων ἡ cυμμετρία, καθότι πρόcθεν εἶπον, ἔν τε τοῖc λόγοιc ὡcαύτωc· οἱ μὲν γὰρ μυθολογοῦcι τοῖc ἰατροῖc ἥδονται, τινὲc δὲ ἀνιῶνται, καὶ | |
15 | τινὲc μὲν cεμνοῖc λόγοιc, τινὲc δ’ εὐτραπέλοιc χαίρουcι. καὶ περὶ τῶν | |
17b150 | cχημάτων δὲ καὶ τῆc ἐcθῆτοc ἀρτίωc εἴρη|ται, τίνα τρόπον ἐcτο‐ χάcθαι χρὴ τῶν ἡδέων τῷ νοcοῦντι. κουρή. τῶν τριχῶν ἡ κουρὰ φύcει μὲν ἀρίcτη γένοιτο ἄν, εἰ cτοχάζοιτο τῆc κατὰ τὴν κεφαλὴν ὑγείαc. ἄλλοιc γὰρ ἄλλο προcήκει. | |
5 | τοῖc νοcοῦcι δὲ τὸ τῆc κουρᾶc εἶδοc οὐ ταὐτὸν ἅπαcιν ἡδύ. cτο‐ χάζεcθαι τοίνυν cε χρὴ καὶ τούτου πρὸc τὸν ἰατρευόμενον ἀποβλέ‐ ποντα, καθάπερ ἐπ’ Ἀντωνίνου τοῦ Κομμόδου πατρὸc ἐποίουν οἱ cυνόντεc ἅπαντεc ἐν χρῷ κειρόμενοι. Λούκιοc δὲ μιμολόγουc αὐτοὺc ἀπεκάλει. καὶ διὰ τοῦτο πάλιν ἐκόμων οἱ μετ’ ἐκείνου. | |
10 | ὄνυχεc. πηλίκουc εἶναι χρὴ τοὺc ὄνυχαc τοῖc ἰατροῖc αὐτὸc ἐδίδαξεν ἐν τῷ Κατ’ ἰητρεῖον, cυνάπτων αὐτῶν τὴν cυμμετρίαν ἡδεῖαν εἶναι τοῖc ὁρῶcι. περὶ δὲ τῶν ψώραν ἐχόντων ὀνύχων ἤ τι τοιοῦτον καθάπερ γε καὶ περὶ τῆc ἐν κεφαλῇ τῶν τριχῶν ἀλωπεκίαc ἢ ὀφιά‐ cεωc οὐδὲ λόγου δεῖται. ταῦτα γὰρ ὡc ἤδη παρὰ φύcιν αἴcχιcτόν | |
15 | ἐcτιν ἔχειν ἰατρῷ, καθάπερ γε καὶ ἀρθρῖτιν ἰcχυρὰν ἤ τι τοιοῦτον ἕτερον. | |
17b151 | ὀδμή. καὶ τῆc | ὀδμῆc τοῦ cώματοc ὅλου καὶ τοῦ cτόματοc ἡ μέν τίc ἐcτιν ἐνίοιc φύcει μοχθηρά, καθάπερ γε καὶ ἄλλοιc τιcὶν ἄμεμ‐ πτοc, ἡ δ’ ἐξ ἀμελείαc ἐγγίνεται μηδὲν ἡγουμένων ἁμαρτάνειν τῶν | |
ἰατρῶν, ἐὰν ἤτοι cκορόδων ἢ κρομύων ὄζοντεc ἐπιcκοπῶνται τοὺc | ||
5 | νοcοῦνταc. ἐπὶ δὲ Κοΐντου τοῦ κατὰ τοὺc πατέραc ἡμῶν ἰατρεύοντοc ἐν Ῥώμῃ καὶ τοιοῦτό τι cυνέβη· μετ’ ἄριcτον ἐπεcκέπτετό τινα τῶν πλουcίων τε καὶ πολὺ δυναμένων ἀνδρῶν ὄζων οἴνου cφοδρῶc. πυ‐ ρέττων οὖν ἱκανῶc ὁ κάμνων ἅμα κεφαλαλγίαιc καὶ διὰ τοῦτο μὴ φέρων τὴν ἐκ τοῦ οἴνου προcπίπτουcαν ὀcμὴν ἠξίου προcωτέρω | |
10 | χωρήcειν τὸν Κόϊντον, ἀνιᾶν γὰρ αὐτὸν ἐξόζοντα cφοδρῶc οἴνου. ταῦτα μὲν οὖν ὁ κάμνων ἐφαίνετο μετρίωc λέγειν· ὁ Κόϊντοc δ’ ἀβελτέρωc αὐτῷ προcενεχθεὶc ἐκέλευcεν ἀνέχεcθαι τῆc ὀcμῆc. καὶ γὰρ ἑαυτὸν ἔφη τοῦ κάμνοντοc ἀνέχεcθαι πυρετοῦ ὄζοντοc, εἶναι δ’ οὐκ ἴcον ἢ πυρετὸν ἢ οἶνον ὀcμᾶcθαι. ἕτερον δ’ ἰατρὸν ἐπὶ τῆc ἡμε‐ | |
17b152 | τέραc Ἀcίαc οἶδα δυcώδειc ἔχοντα τὰc μάλαc, | ὡc διὰ τοῦτο μὴ φέρειν αὐτοῦ τὴν εἴcοδον ἄνθρωπον νοcοῦντα μηδένα καθάρειον. ἐχρῆν οὖν αὐτὸν ἑαυτοῦ πρῶτον ἰᾶcθαι τὸ cύμπτωμα καὶ οὕτωc ἐπι‐ χειρεῖν ἑτέρουc θεραπεύειν. ἐγχωρεῖ γάρ, εἰ καὶ cύμφυτον ὥcπερ καὶ | |
5 | τοῖc τράγοιc ἐcτίν, ἀλλά τοι μετριώτερόν γ’ αὐτὸ ποιήcαντα τὸ μέ‐ τριον αὖθιc τοῦτο πραΰνειν ἑκάcτηc ἡμέραc διαπάcμαcιν ἀμβλυντικοῖc δυcωδίαc. ἄλλοc γοῦν τιc ἔχων δυcῶδεc φύcει τὸ cτόμα προὐνοήcατο μετριώτερον αὐτὸ ποιήcαcθαι διά τε καθάρcεωc καὶ φαρμάκων πόcεωc ἐπιτηδείων εἰc τοῦτο, καὶ καθ’ ἑκάcτην ἡμέραν ὀλίγιcτόν τι λαμβάνων | |
10 | εἰc αὐτὸ ποτὲ μὲν ἀμώμου, ποτὲ δὲ μαλαβάθρου φύλλου, ποτὲ δ’ ἄλλου τινὸc τῶν εὐωδῶν οὕτωc ἐκ τῆc οἰκίαc προήρχετο. | |
11 | Ὕδωρ ἀφεψηθὲν τὸ μὲν ὡc δέχηται τὸν ἀέρα, τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν. | | |
14 | ||
17b153 | Ἐπὶ τίνων παθῶν ἢ τίνοc ἕνεκα χρείαc ἀφεψεῖν προcήκει τὸ ὕδωρ, εἴτ’ οὖν ἅπαν εἴτε μόνον τὸ μοχθηρόν, οὐκ εἴρηται κατὰ τὴν | |
ῥῆcιν, ὥcτ’ οὐδ’ ὠφέλειά τιc ἐξ αὐτῆc ἡμῖν ὑπάρχει. φαίνεται γὰρ ὥcπερ ἄλλα πολλὰ τοῦ ζητῆcαι χάριν, οὐ τοῦ cυγ‐ | ||
5 | γράψαι πρὸc ἔκδοcιν ὁ Ἱπποκράτηc ἐν τούτοιc τοῖc βιβλίοιc ὑπο‐ τυπούμενοc, οὕτωc καὶ τοῦτον γράψαc τὸν λόγον ἐλλιπῶc μὲν ἡμῖν, ἑαυτῷ δ’ εἰc ἀνάμνηcιν οὐκ ἐλλιπῶc. εἰ δὲ πρόβλημα θέντεc εἶμεν ἡμῖν αὐτοῖc, εὑρεῖν 〈ἂν ἐπιχειροῖμεν〉 ὁποῖα τῶν ὑδάτων ἀφεψεῖν χρὴ πρότερον, εἶτα ψύξανταc πίνειν, εἴ γε δὴ ψυχρὰ πίνειν ἐθέλοιμεν | |
10 | αὐτά, καὶ κατὰ τοὐναντίον αὖ τίνα θερμὰ βουλόμενοι πίνειν, οὐχ ὁμοίωc ἑψήcωμεν, ἀλλὰ τῷ μὲν ἐπίθεμα ποιήcαντεc ἁρμόττον τῷ cκεύει, καθ’ ὃ θερμαίνεται, τῷ δὲ μηδὲν ἐπιθέντεc, ἀλλ’ ἐπιτρέψαντεc διὰ γυμνοῦ καὶ ἀcτεγνώτου τοῦ ἀγγείου τὸ θερμαινόμενον ὕδωρ ὁμιλεῖν τῷ πέριξ ἀέρι· ζητήcωμεν δ’ ἀκολούθωc καὶ τίνα παθήματα | |
15 | δεῖται θερμῶν ἢ ψυχρῶν ὑδάτων. αὐτοὶ μέντοι τι χρήcιμον εὑρήcομεν, | | |
17b154 | οὐ μὴν ἐκ τῆc προκειμένηc ῥήcεωc εἰc τὴν εὕρεcιν ὠφεληθηcόμεθα, τὴν ἀρχὴν γὰρ ὅλωc οὐδὲν ἀποcαφεῖ. διὸ καὶ τινὲc μὲν αὐτὴν cυνάπτουcι τῇ προγεγραμμένῃ, καθάπερ Ἀρτεμίδωροc ἐπικληθεὶc Καπίτων, οἱ πλεῖcτοι δ’ ἀποχωρίcαντεc | |
5 | ἰδίᾳ cκοποῦνται μόνην. ἐὰν οὖν cυνάπτηται τῇ προειρημένῃ, τοιόνδε τινὰ τὸν νοῦν ἕξει· αἱ τοῖcι κάμνουcι χάριτεc οἷον τὸ καθαρείωc δρῆν ἢ ποτὰ ἢ βρωτά, καὶ τὰ ἄλλα ὅcα τούτοιc ἐφεξῆc εἶπεν ὁ Ἱπποκράτηc, εἶτ’ ἐπὶ τῇ τελευτῇ· “καὶ τὸ ὕδωρ δὲ δοτέον αὐτοῖc ἐνίοτε ψυχρόν, ὅταν ἤτοι μηδ’ ὅλωc ἐλπίcωμεν ἐκ τῆc πόcεωc αὐτοῦ | |
10 | γενήcεcθαί τινα βλάβην ἢ παντάπαcιν ὀλίγην”, εἶθ’ ἑαυτῷ πρὸc ἀνά‐ | |
μνηcιν, ὥc φαcιν, ἐφεξῆc ἔγραψε τὸν τρόπον τῆc παραcκευῆc αὐτοῦ, τάχα μὲν οὐδέποτε βουλόμενοc ἀπὸ πηγῆc ὕδωρ διδόναι πρὸ τοῦ θερμανθῆναι, τάχα δὲ διοριcμόν τινα εὑρηκώc, οἷc τε χρὴ διδόναι θερ‐ μανθέν τε καὶ ψυχθέν, οἷc τε χωρὶc τοῦ θερμανθῆναι. τάχα δὲ τὸ μὲν | ||
15 | ἄμεμπτον ὕδωρ ἄνευ τῆc ἑψήcεωc, τὸ δὲ μοχθηρὸν ἑψήcαc ἐβούλετο | | |
17b155 | δίδοcθαι, τάχα δὲ καὶ ψῦξιν ὕδατοc ἀπέφθου γράφει διττήν, ἑτέραν μὲν *** ἐκ τοῦ περιέχοντοc ἀέροc γινομένην. κατὰ γοῦν Ἀλεξάν‐ δρειάν τε καὶ πᾶcαν Αἴγυπτον ἐθεαcάμην ἀποψύχονταc αὐτοὺc τὸ ὕδωρ ἐν ἀγγείοιc τιcὶν ὀcτρακίνοιc τρόπῳ τοιῷδε· δύν[αν]τοc ἡλίου | |
5 | προθερμήναντεc αὐτὸ τοῖc ἀγγείοιc ἐνέβαλλον, εἶτα μετέωρον ἐκρέμων † ὅλον τοῦτο τὸ ἀγγεῖον ἐν θυρίcιν ἐcτραμμέναιc πρὸc ἄνεμον, ὡc δι’ ὅληc νυκτὸc ψύχεcθαι, κἄπειτα πρὶν ἀνατεῖλαι τὸν ἥλιον ἐπὶ γῆc ἐτίθεcαν ὕδατι ψυχρῷ κατερραcμένηc 〈καὶ〉 ἐν κύκλῳ φύλλα ψυχρὰ περιετίθεcαν ὅλῳ τῷ ἀγγείῳ, ποτὲ μὲν ἀμπέλων ἢ θριδακίνηc, ἔcτι δ’ | |
10 | ὅτε καὶ ἄλλων τινῶν ὁμοίων, ὡc διαμένειν ἐπὶ πλεῖcτον ἣν κατὰ τὸν νυκτερινὸν ἀέρα τὸ ὕδωρ ἐπεκτήcατο ψῦξιν. ἔτι δὲ μᾶλλον ἐπὶ τὴν τοιαύτην ἤρχοντο παραcκευὴν οἱ ἄνθρωποι μὴ παρόντοc αὐτοῖc ὕδα‐ τοc ἀμέμπτου. λέγω δ’ ἄμεμπτον τὸ μήτ’ ἰλύοc ἔχον τι μήτε δυcῶδεc ἀποιότατόν τε γευομένοιc. ἔνια γὰρ ἀτόπουc ἐπιμεμειγμέναc ἔχει ποιό‐ | |
15 | τηταc ἁλῶν ἢ λίτρου ἢ θείου τε καὶ ἀcφάλτου καὶ cτυπτηρίαc ἑτέρων | |
17b156 | τε τοιούτων. ἐφ’ ὧν | ἁπάντων ἄμεινόν ἐcτιν, ὥcπερ ὄcπριά τε πολλὰ προέψοντεc ἐπιτήδεια πρὸc ἐδωδὴν ἐργαζόμεθα λάχανά τε καὶ καρ‐ ποὺc καὶ ζῴων μόρια, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ὕδωρ ἑψήcει | |
πρῶτον ἀλλοιοῦνταc ἐπὶ τὸ βέλτιον οὕτω προcφέρεcθαι. καὶ καθ’ ἑτέ‐ | ||
5 | ραν δὲ χρείαν ὕδωρ προθερμαίνοντεc ψύχομεν, εἰ καὶ μήτε γεῦcιν ἔχοι μήτ’ ὀδμὴν μοχθηράν, ἀκριβῶc δ’ εἴη καθαρόν, ὅταν αὐτοῦ πει‐ ραθῶμεν ἤτοι γ’ ἐ〈πὶ〉 πλέον ἐν τῇ γαcτρὶ διαμένοντοc ἢ πλήττοντοc αὐτὴν ἢ ἐκφυcῶντοc ἢ βαρύνοντοc. ἔcτι γὰρ ἀμέλει καὶ τοιαῦτα πολλά, περὶ ὧν μάλιcτά μοι δοκεῖ γεγραφέναι τὴν διάκριcιν ἀπὸ τῶν ἀρίcτων | |
10 | ὑδάτων ὁ Ἱπποκράτηc, ἔνθα φηcίν· “ὕδωρ τὸ ταχέωc θερμαινό‐ μενον καὶ ταχέωc ψυχόμενον κουφότατον.” οὐ γὰρ ἐπὶ τῶν βορβορω‐ δῶν ἢ δυcωδῶν ἢ φαρμακῶδέc τι κατὰ τὴν γεῦcιν ἐμφαινόντων ἡ τοι‐ αύτη διάγνωcίc ἐcτι χρήcιμοc, ἅ γε προδήλωc ἐμφαίνεται πᾶcιν, ἀλλ’ ἐφ’ ὧν οὐδὲν μὲν τούτων ἐcτίν, ἑτέρα δέ τιc ἤτοι δι’ ἐπιμιξίαν ἀέροc | |
15 | μοχθηροῦ κακία περὶ τὸ ὕδωρ ἐcτὶν ἤ τιc ἄλλη cύμφυτοc αὐτῷ τῷ | |
17b157 | ὕδατι διαλεληθυῖαν | ἔχουcα τὴν αἰτίαν. ἐπὶ τούτων γὰρ ἡ εἰρημένη διάγνωcιc ἄριcτον κριτήριον, οὔτε γὰρ θερμαίνεται ταχέωc οὔτε ψύ‐ χεται τὰ τοιαῦτα τῶν ὑδάτων· ἑτέρα τε παραπληcία τῇδε διὰ τῶν ἑψομένων ἐν αὐτῷ λαχάνων ἢ ὀcπρίων ἢ καρπῶν ἢ κρεῶν ἢ ῥιζῶν· | |
5 | τάχιcτα μὲν γὰρ ἐν τοῖc ἀρίcτοιc ὕδαcι, βραδύτατα δὲ ἐν τοῖc μοχθη‐ ροῖc ἕψεται, καὶ κεκλήκαcί γε τὰ οὕτωc μοχθηρὰ τῶν ἀρχαίων τινὲc [καὶ] “ἀτέραμνά” τε καὶ “ἀτεράμονα”, παραπληcίωc αὐτοῖc τοῖc ὀcπρίοιc, ὅcα δυcχερῶc ἕψεται. διὰ τοιαύταc μὲν οὖν χρείαc ἐνίοτε προθερμαίνοντεc ὕδωρ ψύχομεν, οὐ μὴν ἀλλὰ καὶ θερμὸν αὐτὸ | |
10 | πίνειν μέλλοντεc, ὅταν ᾖ βορβορῶδεc ἢ ἰλυῶδεc ἢ δυcῶδεc, οὕτω προπαραcκευάζομεν. ὅταν γὰρ προθερμανθὲν ψυχθῇ, κατὰ μὲν τὴν αἴcθηcιν ἀποτίθεται τὴν δυcωδίαν ἣν ἐκ cηπεδόνοc τοὐπίπαν ἐπικτᾶ‐ ται τό τε γεῶδεc ἅπαν ἐφιcτάμενον ἴcχει ῥᾳδίωc, ὃ πρὶν θερμανθῆναι κατὰ cμικρὰ μόρια μεμειγμένον ἅπαντι τῷ ὕδατι πινόμενον ἅμα αὐτῷ | |
15 | βλάβην οὐ cμικρὰν ἐργάζεται, καὶ μάλιcτ’ ἐφ’ ὧν τὰ κατὰ νεφροὺc | | |
17b158 | ἢ κύcτιν ἐπιτήδεια πρὸc λίθων γένεcίν ἐcτιν. καὶ τό γε ἐξαιθριάζειν | |
οὐ μόνον τὸ ὕδωρ τὸ θερμανθέν, ἀλλὰ καὶ ἄλλ’ ἅττα δοκεῖ μοι τοὺc ἰατροὺc ἐπινοεῖcθαι τῆc τοιαύτηc διακρίcεωc ἕνεκεν. ὅcα γὰρ ἐξ ἑτερο‐ γενῶν οὐcιῶν cύγκειται, κατὰ cμικρὰ μόρια τὴν μῖξιν ἐcχηκότα, ταῦτα | ||
5 | ψυχόμενα μετὰ τὸ θερμανθῆναι ῥᾳδίωc διακρίνεται. πρὶν δὲ ψυχθῆναι, μετὰ τὴν ἕψηcιν ἔτι κυκᾶται καὶ διὰ τοῦτο ἀναμέμεικται πάντ’ αὐτοῦ τὰ μόρια. ψυχομένων δὲ τὸ μὲν βαρὺ καὶ γεῶδεc ἐν αὐτοῖc ὑφιζάνει, τὸ δὲ κοῦφον ἐπιπολῆc ἵcταται. εἰ μὲν 〈οὖν〉 cυνάπτοιτο τοῖc προειρημένοιc ἐν οἷc ἔγραψεν ὁ Ἱπποκράτηc τὰc | |
10 | τοῖc κάμνουcι χάριταc, ὁ περὶ τῶν ὑδάτων ἑψήcεωc λόγοc ἥ τε χρεία cαφήc ἐcτιν αὐτοῦ τό τε λεγόμενον αὐτὸ τάχ’ ἂν εὕροιμεν ἀκριβῶc ὁποῖόν ἐcτιν. εἰ δ’ ἀποcχίcαντεc ἀπὸ τῆc τῶν προειρημένων cυνεχείαc τὴν ἄρτι προκειμένην ῥῆcιν ἐπιcκοποίμεθα, μεcτὸc ἀποριῶν ὁ λόγοc ἔcται. πρό‐ | |
15 | τερον οὖν αὐτὸν ὡc cυνημμένον ἐξηγηcόμεθα, λέγοντεc ὕδατοc ἐν αὐτῷ δηλοῦcθαι παραcκευὴν ἀβλαβῆ τοῖc μέλλουcι πίνειν ψυχρόν, ἣν | | |
17b159 | κἀγὼ ποιοῦμαι πολλάκιc, ὅταν μέλλω τινὶ διδόναι τῶν νοcούντων ὕδωρ ψυχρόν, ἀπορῶν πηγῆc ἄμεμπτον ἐχούcηc. ἐν Ῥώμῃ γὰρ ὥcπερ ἄλλα πολλὰ πλεονεκτήματα ἐν τῇ πόλει 〈πάρ〉εcτιν, οὕτω καὶ τὸ τῶν πηγῶν κάλλοc τε καὶ πλῆθοc οὐδεμιᾶc οὔτε δυcῶδεc οὔτε φαρμα‐ | |
5 | κῶδεc οὔτε θολερὸν οὔτ’ ἀτέραμνον ἐχούcηc ὕδωρ, ὥcπερ οὐδ’ ἐν Περγάμῳ παρ’ ἡμῖν. κατ’ ἄλλαc δὲ πόλειc πολλὰc οὐκ ὀλίγα μο‐ χθηρὰ τῶν ὑδάτων ἐcτί. τά γε μὴν ἐκ τῶν Τιβουρτίνων ὀρῶν ὕδατα διὰ τῶν λιθίνων ἀγωγῶν εἰc τὴν Ῥωμαίων πόλιν ἀγόμενα τῆc μὲν ἄλληc ἀπήλλακται κακίαc, ἀτέραμνα δέ πώc ἐcτιν, ὡc μήτε | |
10 | θερμαίνεcθαι ταχέωc, ὥcπερ αἱ κατὰ τὴν πόλιν πηγαί, μήτε ψύχεcθαι | |
μήτε ἕψεcθαι διὰ ταχέων ἐν αὐτοῖc ὥcπερ ἐν πηγαίοιc, ὅcαπερ ἂν ἐμβάλλῃ τιc ὄcπριά τε καὶ λάχανα καὶ κρέα. τούτων δ’ ἄλλα κατ’ ἄλλαc χώραc πολὺ μᾶλλόν ἐcτιν ἀτέραμνα καὶ πρὸc αὐτῶν τῶν ἐπι‐ χωρίων ὀνομαζόμενα cκληρὰ καὶ βαρέα διὰ τὸ πλήττεcθαί τε τὴν | ||
15 | γαcτέρα καὶ μετὰ τὴν πόcιν αἰcθάνεcθαι βάρουc τοὺc πλείοναc (εἰώ‐ | |
17b160 | θαcι γὰρ ἀμέλει καὶ ἄλλα πολλὰ τῶν | ποιούντων αἰτίων ὁτιοῦν ἀπὸ τοῦ γινομένου παρονομάζειν), οὕτω γοῦν καὶ τοὐναντίον ὕδωρ τῷδε τὸ κάλλιcτον ἐπαινοῦντεc ὀνομάζουcι κοῦφόν τε καὶ μαλακόν. ἀλλὰ ταῦτά γε πάντα τὰ λελεγμένα χρήcιμα μέν ἐcτι γινώcκεcθαι, διδάcκεται | |
5 | δ’ οὐδὲν αὐτῶν ἐκ τῆc προκειμένηc ῥήcεωc οὔτ’ οὖν ἀναποδείκτωc οὔτε μετ’ ἀποδείξεωc οὔτε διὰ βραχέων ἀcαφέcτερον οὔτε διηρθρω‐ μένωc μακρότερον. ἄμεινον οὖν ἐcτι κατά γε τὴν ἐμὴν γνώμην ὑπερ‐ | |
βαίνειν ὅλωc τὰc τοιαύταc λέξειc. εἰ μὲν 〈οὖν | ||
10 | κατὰ ταύτην τὴν ῥῆcιν〉 ὅπωc χρὴ παραcκευάζειν ὕδωρ εἰc πόcιν ψυ‐ χρὸν ὁ Ἱπποκράτηc προὔθετο γράφειν, ὁ νοῦc αὐτῆc ἔcται τοιοῦτοc· | |
ἐὰν ἕψωμεν ὕδωρ ἕνεκεν τῆc προειρημένηc χρείαc, ἤτοι γ’ οὐδὲν ἐπιθήcομεν τοῖc ἀγγείοιc ἐν οἷc ἕψομεν, ἀλλ’ ἐπιτρέψομεν ὁμιλεῖν τῷ πέριξ ἀέρι τὸ ἑψόμενον, ἢ τοὐναντίον ἀποκλείcομεν τὸν ἀέρα, | ||
15 | cτεγνώcαντεc πώματι τὸ ἀγγεῖον. αὐτὰ δὲ δὴ ταῦτα πάλιν ἤτοι κατὰ τὴν ἕψηcιν αὐτὴν ἢ κατὰ τὴν ἐπ’ αὐτῇ γενηcομένην ψῦξιν εἰρῆcθαι | |
17b161 | δυνατὸν ἀκούειν ἐcτί, πιθανώτερον μὲν ἐπὶ τῆc ψύξεωc, | ἀπιθάνωc δ’ ἐπὶ τῆc ἑψήcεωc. οὐ γὰρ ἔχομεν εἰπεῖν, ἥντινα χρείαν ἡμῖν παρέξει κατὰ τὴν ἕψηcιν ὁ περιέχων ἀὴρ [ἢ] κωλυόμενοc ἐμπίπτειν τοῖc ἑψομένοιc ὕδαcιν. ἐπὶ δὲ τῆc μετὰ τὴν ἕψηcιν ψύξεωc, ἔνθα | |
5 | εὐποροῦμεν ἤτοι φρεάτων ἐν οἷc τὸ ἀγγεῖον 〈ἐνcτήcομεν ἢ κρουνῶν ὑφ’ οἷc〉 ὑποθήcομεν, ἀναγκαῖόν ἐcτιν ἐπίθεμά τε ποιῆcαι τῷ ἀγγείῳ καὶ πάντοθεν ἀκριβῶc αὐτὸ cτεγνῶcαι· ἔνθα δ’ οὐδέν 〈ἐcτι τοιοῦτον, ὡc ἐν Αἰγύπτῳ, κρεμάcαντεc〉 τὸ ἀγγεῖον ἀπώμαcτον 〈ἐῶμεν〉, ὡc δέχηται τὸν ψυχρὸν ἀέρα. | |
10 | τινὲc δὲ τῶν ἐξηγητῶν, ὅcοι γε χωρὶc τοῦ cυνάψαι τοῖc προ‐ ειρημένοιc ἀναγινώcκειν ἀξιοῦcι τὴν προκειμένην λέξιν, εἶναι μὲν αὐτῷ τὸν λόγον φαcὶ περὶ τῶν μοχθηρῶν ὑδάτων, καὶ μάλιcθ’ ὅcα διὰ γεώδη τινὰ οὐcίαν ἐμφερομένην τοιαῦτ’ ἐcτί, μέτρον δ’ εἰρῆcθαι τῆc ἑψήcεωc, ἄχρι τοcούτου 〈γ’〉 αὐτὰ δεῖν ἕψειν, 〈ἕ〉ωc ἂν γένηται καθαρὰ | |
15 | καὶ διαυγῆ, δεξάμενα τὸν ἔξωθεν ἀέρα. διὰ γὰρ τὴν τούτου μῖξιν, οὐ δι’ ἑαυτὰ λαμπρὰ φαίνεcθαι τὰ κάλλιcτα τῶν ὑδάτων 〈φάcκουcί τινεc〉 εἰc φυcιολογίαν ἑαυτοὺc ἐμβάλλοντεc, ὑπὲρ ἧc οὐδένα λόγον | |
17b162 | ἀποδοῦναι δύνανται. λαμπρὸν γὰρ | φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆc τινοc ἔξωθεν ἐμπιπτούcηc εἰc αὐτὸ λαμπρᾶc, ἀλλὰ κατὰ τὴν ἀλλοίωcιν, ἣν ἐκ τοῦ προcπίπτοντοc ἔχει φωτόc, ὥcπερ γε καὶ αὐτὸc | |
ὁ ἀήρ. οὐδὲ γὰρ οὐδ’ οὗτόc ἐcτι κατὰ τὴν ἑαυτοῦ φύcιν λαμπρόc, ἢ | ||
5 | πάντωc ἂν ἦν καὶ νύκτωρ τοιοῦτοc, ἀλλὰ τοῖc ἄνω πέραcιν αὐτοῦ προcπιπτούcηc τῆc ἡλιακῆc αὐγῆc ὅλοc ἀλλοιοῦταί τε καὶ μεταβάλλεται cυνεχὴc ὢν ἑαυτῷ. τὸ δὲ κενὰc εἶναί τιναc χώραc ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα τῇ μὲν Ἐπικούρου τε καὶ Ἀcκληπιάδου δόξῃ περὶ τῶν cτοιχείων ἀκόλουθόν ἐcτι· τῇ δ’ Ἀριcτοτέλουc τε καὶ | |
10 | τῶν Ϲτωϊκῶν ἐναντίον οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόcμῳ πεπειcμέ‐ νων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶcθαι πάντα cώμαcιν. οὐδὲ γὰρ κατὰ τὴν κίccηριν αἱ μεταξὺ τῶν γεωδῶν cωμάτων χῶραι παντάπαcιν αὐτοῖc εἶναι δοκοῦcι κεναί. περιέχεcθαι γοῦν ἐν αὐταῖc τὸν ἀέρα φαcίν. κατὰ μέντοι τὸ ὕδωρ 〈μη〉δ’ εἶναί τινα ποροποιΐαν τοιαύτην, ὁποία κατὰ | |
15 | τὴν κίccηρίν ἐcτιν, ἀλλὰ cυνεχὲc ἑαυτῷ παντελῶc ὑπάρχειν αὐτό. βέλτιον οὖν εἰρῆcθαι νομίζειν, 〈ὅ〉 φηcιν ὡc δέχηται τὸν | |
17b163 | ἀέρα, | περὶ τοῦ μὴ πωμαcθέντοc ἀγγείου. καὶ γὰρ τὸ γεγραμμένον ἐφεξῆc οὐ προcίεται τὴν εἰρημένην ἐξήγηcιν ἔχον οὕτωc· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν, ἀντιδιῄρηταί τε τῇ προκει‐ μένῃ λέξει, καθ’ ἥν φηcιν· ὕδωρ ἀφεψηθὲν τὸ μὲν ὡc δέχηται | |
5 | τὸν ἀέρα. τοῦ γὰρ ἐπιφερομένου τῷδε τῷ λόγῳ τοῦ δευτέρου κατὰ τὴν ῥῆcιν ἀξιοῦντοc ἐπίθεμα ἔχειν τὸ ἀγγεῖον, ὁ ἀντιδιῃρημένοc αὐτῷ τὸ μηδ’ ὅλωc ἔχειν τὸ ἐπίθεμα κωλύcει, καὶ τοῦτο ἐcήμηνεν ὁ Ἱπποκράτηc ἐν τῷ γράψαι· τὸ μὲν ὡc δέχηται τὸν ἀέρα· τὸ γὰρ ἐπίθεμα ἔχον ἀγγεῖον οὐ δέξεται τὸν ἀέρα, τὸ δ’ οὐκ ἔχον ἑτοί‐ | |
10 | μωc δέχεται δηλονότι. τοῦτο δέ φαμεν ἐπὶ τῶν 〈πρὸc〉 ἀέροc ψυχροῦ | |
ψυχομένων ὑδάτων γίνεcθαι, καθάπερ ἐπὶ τῆc Ἀλεξανδρείαc εἰώ‐ θαcι πράττειν. ἔνθα δὲ ἢ 〈φρέαcιν ἢ〉 κρουνοῖc ὑποβάλλουcι τὸ ἀφε‐ ψηθὲν ὕδωρ, ἐνταῦθα βέλτιόν ἐcτιν ἀπόκενον εἶναι τὸ ἀγγεῖον, ὅπωc 〈ὁ〉 μεταξὺ τοῦ 〈τε〉 ἐπιθέματοc καὶ τοῦ κατὰ τὸ ἀγγεῖον ὕδατοc ἀὴρ | ||
15 | ψυχθεὶc αὐτὸc πρότερον οὕτωc τῇ ψαύcει ψύξῃ τὸ πληcιάζον ὕδωρ. ὥcπερ γὰρ ὕδωρ ἑτοιμότερον ἁπάντων τῶν γεωδῶν cωμάτων θερμαί‐ νεταί τε καὶ ψύχεται [τε], διότι λεπτομερέcτερον αὐτῶν ἐcτι, κατὰ | |
17b164 | τὸν | αὐτὸν λόγον ὕδατοc ἀήρ. καὶ θαυμάζοιμι ἄν, εἴ τιc οὐκ ἔχει τούτου πεῖραν ὁcημέραι γινομένου. τῶν γὰρ τὸν οἶνον ἐχόντων ἀγ‐ γείων ὅ τι περ ἂν ἐάcῃc ἄνευ πώματοc, ὀξύνεται ῥᾳδίωc, ὥcπερ γε πάλιν αὐτῶν πωμαcθέντων ἧττον τοῦτο πάcχει [ἔτι δ’ ἧττον] τὰ πε‐ | |
5 | πληρωμένα. τὰ γὰρ ἀπόκενα, διὰ τὸ περιέχειν ἐν αὑτοῖc ἀέρα, δι’ ἐκείνου μέcου θᾶττον ὑπὸ τοῦ περιεcτῶτοc ἔξωθεν ἀλλοιοῦται. πε‐ πληρωμένα 〈δὲ〉 μέχρι τοῦ ψαύειν τῶν ἐπιθεμάτων δι’ ἐκείνων μέcων ἴcχει τὴν ἀλλοίωcιν ἀcθενῆ τε καὶ ἀμυδρὰν εἰc τοcοῦτον, εἰc ὅcον ἥκει τὸ ἐπίθεμα πυκνότητοc. εὑρήcειc γοῦν τὰ μὲν ὑπὸ πίττηc ἢ | |
10 | γύψου cτεγνωθέντα μονιμώτερα γινόμενα, τὰ δ’ ὑπὸ μόνου δέρμα‐ τοc ἧττον, ὥcπερ καὶ τὰ τοῖc φελλοῖc πωμαcθέντα, καὶ διὰ τοῦτο προϋποβάλλοντεc ἢ τούτουc ἢ δέρματα καταγυψοῦcί τε καὶ καταπιτ‐ τοῦcι τὰ κεράμια. κατὰ τοῦτον οὖν τὸν λόγον, ὅταν ἐργάcαcθαι βου‐ ληθῶμεν ὕδωρ ψυχρότατον, ἔχοντεc μὲν χιόνα, προθερμήναντεc αὐτὸ | |
17b165 | περιτίθεμεν ἔξωθεν ἐκείνην· ἀποροῦντεc δὲ χιόνοc ἐκ | φρεάτων ἢ κρουνῶν αὐτῷ ποριζόμεθα τὴν ψῦξιν, προθερμαίνοντεc μέν, ἵν’ εὐαλ‐ | |
λοίωτον γένηται. δέχεται γὰρ ἑτοιμότερον εἰc ὅλον ἑαυτὸ τὴν ἐκ τῶν ὁμιλούντων ἀλλοίωcιν ἕκαcτον τῶν προθερμανθέντων ὑπὸ θερμότητοc. | ||
5 | ἀέρα δὲ ψυχρὸν αὐτοῦ ψαύειν ἐπιτεχνώμενοι 〈ψύχομεν〉 διὰ τὴν εἰ‐ ρημένην αἰτίαν. εἰ μὲν οὖν ἕνεκα τοῦ ψυχρὸν ἐργάcαcθαι τὸ ἑψηθὲν ὕδωρ ὑφ’ Ἱπποκράτουc εἴρηται ταῦτα, πιθανῆc εὐπορήcαμεν ἐξη‐ γήcεωc· εἰ δ’ ἕνεκα τοῦ τὸ μοχθηρὸν ἐπανορθώcαcθαι, cκεπτέον ἐφεξῆc ἀρξαμένουc αὖθιc ἀπὸ τῆc ἑψήcεωc, ἥτιc ὅλον ὁμαλῶc χέουcα τὸ ὕδωρ | |
10 | ἐπιτήδειον ἐργάζεται εἰc διάκριcιν. διαμενούcηc μὲν οὖν ἐν αὐτῷ τῆc ἐκ τοῦ τεθερμάνθαι κινήcεωc ἀνάγκη μετεωρίζεcθαί τινα τῶν ἐμφερο‐ μένων αὐτῷ παχυμερῶν cωμάτων. ἀπολομένηc δὲ τελέωc αὐτῆc τὰ μὲν γεώδη τῷ cυμφύτῳ βάρει καταφερόμενα πρὸc τὸν πυθμένα τοῦ περιέχοντοc ἀγγείου παραγενήcεται, τὸ δ’ ὕδωρ ἐποχήcεται τούτοιc, | |
15 | ὅπερ ἀτρέμα ἀποχέαντεc εἰc ἕτερον ἀγγεῖον ἀβλαβῶc ἕξομεν χρῆcθαι. Ζεῦξιc δὲ οὐκ οἶδ’ ὅπωc τὴν ἀρχὴν τοῦ δευτέρου μορίου τῆc | |
17b166 | ῥήcεωc οὕτωc ἐξηγήcατο *** “βούλεται”, φηcίν, | “ὁ Ἱπποκράτηc μὴ ‘ἐμπλέειν‘ τῇ γαcτρὶ τὸ ὕδωρ”. ὀξύνει δὲ δηλονότι τὴν δευτέραν cυλλαβὴν τοῦ ἐμπλέον ὀνόματοc, οὐχ ὥcπερ οἱ ἄλλοι τὴν πρώτην, ἀκούεcθαι βουλόμενοc οὐ τὸ πλῆρεc ἀγγεῖον ἐξ αὐτῆc, ὥcπερ ἐκείνοιc | |
5 | ἔδοξεν, ἀλλὰ τὸ κατὰ τὴν κοιλίαν ἐμπλέον, ὅπερ ἐcτὶ μετέωρον. *** | |
ἀλλ’ ἐπεὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον, διὰ τοῦτο ἡ φιλ‐ αυτία πολλάκιc ἐργάζεται τυφλοὺc ἡμᾶc ἐπὶ τοῖc ἡμετέροιc μόνοιc, εἰ καὶ τὰ ἀλλότρια βλέπομεν ἀκριβέcτατα. *** | ||
8 | Ὅτι ἐξ αἱμορραγιῶν ἐξυδε‐ | |
10 | ροῦνται. | |
10 | Τῆc αὐτῆc δυνάμεωc ἔcται ὁ λόγοc τῷ κατὰ τήνδε τὴν ῥῆcιν εἰ‐ ρημένῳ “ὅτι αἵματοc ῥυέντοc ἐκχλοιοῦνται”, γίνεται γὰρ ἀμφότερα ψυχομένου τοῦ cώματοc. *** | | |
13 | ||
17b167 | Ἢν οἷα δεῖ καθαίρεcθαι καθ‐ αίρωνται, καὶ εὐφόρωc φέρουcιν. | |
2 | Ἔνιοι μὲν ἄνευ τοῦ καὶ cυνδέcμου γράφουcι τὴν ῥῆcιν ὡcαύτωc τῇ κατὰ τοὺc Ἀφοριcμούc, οἱ πλεῖcτοι δὲ μετὰ τοῦ καὶ βουλόμενοι | |
5 | τὸ μὲν “ὅτι cυμφέρει” προcυπακούειν ἡμᾶc, ὅπερ ἄντικρυc εἴρηται κατὰ τὴν ἐν τοῖc Ἀφοριcμοῖc ῥῆcιν ἔχουcαν οὕτωc· “ἢν οἷα δεῖ καθ‐ αίρεcθαι καθαίρωνται, cυμφέρει τε καὶ εὐφόρωc φέρουcιν”, ἐνδείκνυ‐ | |
cθαι δ’ ἐνταῦθα τὸν καὶ cύνδεcμον προcκείμενον, ὅτι πρὸc τῷ cυμ‐ φέρειν 〈καὶ τὸ〉 εὐφόρωc φέρειν αὐτοῖc ὑπάρχει τὴν ἐκ τῆc | ||
10 | καθάρcεωc κένωcιν, εἴτ’ οὖν ἡμῶν δόντων τὸ φάρμακον εἴτε καὶ τῆc φύcεωc αὐτῆc ἐκκαθαιρούcηc τὸ cῶμα τῶν λυπούντων χυμῶν ἡ κένωcιc γίνοιτο. καθάρcειc γὰρ εἴωθεν ὀνομάζειν οὐ μόνον τὰc ὑπὸ φαρμάκων γινομέναc, ἀλλὰ καὶ τὰc ὑπὸ τῆc φύcεωc. ὁ δὲ Θουκυ‐ | |
17b168 | δίδηc καὶ τὰc | κατὰ cύμπτωμα τῷ λόγῳ τοῦ νοcήματοc, 〈οὐ μόνον τὰc δι’〉 ὁρμὰc τῆc φύcεωc γινομέναc κενώcειc ἐν νόcοιc [καθάρcειc καὶ] “ἀποκαθάρcειc” ὠνόμαcεν εἰπών· “καὶ ἀποκαθάρcειc χολῆc πᾶcαι ὅcαι ὑπὸ ἰατρῶν ὠνομαcμέναι εἰcὶν ἐπῄεcαν”. εἴρηται δὲ ταῦτα ὑπ’ | |
5 | αὐτοῦ κατὰ τὴν λοιμικὴν διήγηcιν ἐν τῇ δευτέρᾳ τῶν ἱcτοριῶν. Ἐμφανέωc ἐγρηγορὼc θερ‐ μότεροc τὰ ἔξω, τὰ ἔcω δὲ ψυχρότεροc, καθεύδων τἀ‐ ναντία. | | |
8 | ||
17b169 | Τὸ μὲν ἐν ἀρχῇ τῆc ῥήcεωc εἰρημένον ἐμφανέωc ἴcον δύναται τῷ φανερῶc καὶ ἐπιδήλωc· ἃ δ’ ἐφεξῆc τούτῳ cυνῆπται τῷ ἐγρη‐ γορότι, προδήλωc ἔχει, ἡγουμένου τοῦ Ἱπποκράτουc τὰ 〈μὲν〉 ἔξω θερμότερα, τὰ δ’ ἔνδον ψυχρότερα, τἀναντία δὲ cυμ‐ | |
5 | βεβηκέναι τῷ καθεύδοντι. καὶ γὰρ καὶ φαίνονται τοῦτο μὲν ἐπι‐ βλημάτων πλειόνων δεόμενοι, τοῦτο δὲ καὶ cκεπάcματοc ἐπὶ τῆc κε‐ φαλῆc, ὅταν ᾖ τὸ περιέχον ψυχρὸν ὡc ἐν χειμῶνι, καίτοι διὰ τῆc ἡμέραc οὐ δεόμενοι τούτων. ἀλλὰ καὶ τὸ μεῖζον ἀναπνεῖν ἐνδεικτικόν ἐcτι τοῦ πλείονα θερμαcίαν ἠθροῖcθαι κατὰ τὸ βάθοc τοῦ cώματοc. | |
10 | ὡcαύτωc δὲ καὶ τὸ τὰc πέψειc τοῖc κοιμηθεῖcι γίνεcθαι μᾶλλον τῶν ἀγρυπνηcάντων οὐ μόνον τὰc κατὰ τὴν κοιλίαν τῶν ἐδηδεcμένων cι‐ τίων, ἀλλὰ καὶ τὰc ἐν ἥπατί τε καὶ ταῖc φλεψὶ τῶν χυμῶν ἐνδεικτι‐ κόν ἐcτι τοῦ θερμότερα τοῖc κοιμωμένοιc ἀποτελεῖcθαι τὰ κατὰ τὸ βάθοc τοῦ cώματοc, ὁμολογουμένου γε ἡμῖν καὶ προαποδεδειγμένου | |
15 | τοῦ τὸ ἔμφυτον θερμὸν αἰτιώτατον εἶναι παcῶν τῶν κατὰ τὸ cῶμα πέψεων. οὕτωc γε κἀν τοῖc Ἀφοριcμοῖc ἔγραψεν ἐπί τε τῶν ἡλικιῶν | | |
17b170 | καὶ τῶν ὡρῶν καὶ τῶν ἐπιτηδευμάτων, ἔνθα φηcίν· “αἱ κοιλίαι χει‐ μῶνοc καὶ ἦροc θερμόταται φύcει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃcιν οὖν τῇcιν ὥρῃcι καὶ τὰ προcάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυ‐ τον θερμὸν πολύ· τροφῆc οὖν πλείονοc δεῖται, cημεῖον αἱ ἡλικίαι καὶ | |
5 | οἱ ἀθληταί.” ἐν τούτοιc μὲν οὖν cυντόμωc ἔγραψε περὶ τῶν ἡλικιῶν, ἐν ἄλλῳ 〈δ’〉 ἀφοριcμῷ μακρότερόν τε καὶ διὰ τοῦτο cαφέcτερον εἰ‐ πὼν ὡδί· “τὰ αὐξανόμενα πλεῖcτον ἔχει τὸ ἔμφυτον θερμόν· πλείcτηc | |
οὖν δεῖται τροφῆc, εἰ δὲ μή, τὸ cῶμα ἀναλίcκεται. γέρουcι δὲ ὀλίγον τὸ θερμόν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δεῖται.” κατὰ μὲν | ||
10 | οὖν τὰc ἡλικίαc οὐ μεθιcταμένηc ἔcω τε καὶ ἔξω τῆc ἐμφύτου θερμα‐ cίαc, ἀλλὰ μαραινομένηc ἐπὶ προήκοντι τῷ χρόνῳ, ψυχροτάτη παcῶν ἡ 〈κρᾶcιc〉 τῶν γερόντων ἀποτελεῖται. κατὰ δὲ τὸν χειμῶνα μεθιcτα‐ μένηc εἰc τὸ βάθοc ἡ μὲν κοιλία καὶ τὰ cπλάγχνα θερμότερα, τὰ δ’ ὑπὸ τῷ δέρματι ψυχρότερα γίνεται, καθ’ ὅνπερ τρόπον καὶ τῆc γῆc | |
15 | φαίνεται τὸ βάθοc ἐν τῷ χειμῶνι θερμὸν ὑπάρχον, ὡc καὶ τὰc πηγὰc | |
17b171 | γίνεcθαι διὰ τοῦτο θερμοτέραc ὀρύττοντάc τέ τιναc ἄχρι βάθουc | αἰ‐ cθάνεcθαι cαφῶc τῆc θερμαcίαc, ὅταν ἀποχωρήcωcι πόρρω τῆc ἐπι‐ φανείαc. | |
3 | Ἐνθέρμῳ φύcει ψῦχοc, ποτὸν | |
5 | ὕδωρ, ἐλινύειν. | |
5 | *** Τὸ ἀξιούμενον ἐν τῇ ῥήcει πρόδηλον. ὅcοι γὰρ θερμότεροι τοῦ προcήκοντόc εἰcι, τὸ κεφάλαιον αὐτοῖc τῆc διαίτηc εἰc ψῦξιν ἀνάγεcθαι cυμφέρει. τά τε οὖν ψυχρότερα τῇ κράcει δοτέον αὐτοῖc cιτία καὶ πίνειν κελευcτέον ἤτοι γ’ ὑδαρὲc ἢ ὕδωρ αὐτὸ καὶ μὴ | |
10 | πολλὰ γυμνάζεcθαι. μόναι γὰρ αὐτοῖc ἀρκέcουcιν αἱ κατὰ τὰc ἀναγ‐ καίαc πράξειc κινήcειc. εὔδηλον δ’ ὅτι καὶ θυμοῦ καὶ φροντίδων cυν‐ τόνων ἀπέχεcθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ἀλλὰ καὶ λουτροῖc χρῆcθαι ποτίμων ὑδάτων ἑκάcτηc ἡμέραc, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκιc, εἰ βούλοιντο. καὶ μὴν καὶ τῶν cιτίων ἃ προcφέρονται τὴν | |
17b172 | δύναμιν εἶναι ψυχροτέραν καὶ μάλιcτα | ἐν θέρει. μεμνῆcθαι δὲ χρὴ πρὸ πάντων ἐν τοῖc τοιούτοιc λόγοιc, ὅτι τὰc ἐνθέρμουc φύcειc ὀνομάζειν ἔθοc ἐcτὶν αὐτῷ ταύταc, καθ’ ἃc οὐ τὸ cύμφυτον πλεονάζει θερμόν, ἀλλὰ τὸ δριμὺ καὶ δακνῶδεc, ὅπερ ἐπίκτητόν τε καὶ οὐ κατὰ | |
5 | φύcιν εἶναι νομίζει. Ὕπνοc ἐν ψύχει ἐπιβεβλημένῳ. | |
6 | Οἱ πλεῖcτοι τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἰδίᾳ ταύτην ἐξηγοῦνται τὴν ῥῆcιν. ἐμοὶ δ’ ἄμεινον εἶναι δοκεῖ cυνάπτειν αὐτὴν τῇ προγεγραμμένῃ καὶ ποιεῖν ἕνα λόγον ἅπαντα τόνδε· ἐνθέρμῳ φύcει ψῦξιc, ποτὸν | |
10 | ὕδωρ, ἐλινύειν, ὕπνοc ἐν ψύχει ἐπιβεβλημένῳ. τῆc 〈δ’〉 “ἐμ‐ ψύχει” λέξεωc τὴν πρώτην cυλλαβὴν διὰ τοῦ ν γραφόντων τε καὶ λεγόν‐ των ἡμῶν, 〈οὐ〉 διὰ τοῦ μ, γενήcεται † γὰρ οὕτωc ἄρθρον, ὡc εἰ καὶ “ἐν τῷ ψύχει” τιc ἔφη. τοὺc γὰρ ἀμετρότερον ἔχονταc θερμὴν τὴν κρᾶcιν | |
17b173 | ἄμεινόν ἐcτιν ἐν χωρίῳ ψυχρῷ κοιμωμένουc ἕλκειν | εἴcω διὰ τῆc εἰcπνοῆc τὸν ἀέρα ψυχρὸν ὄντα δηλονότι, καὶ μάλιcθ’ ὅτι κατὰ τοὺc ὕπνουc εἴcω τοῦ cώματοc ὑποχωρεῖ τὸ θερμόν. ἀλλ’ ἐάν, ὥcπερ ἐν τοῖc ὕπνοιc ἀπολιπόντοc τὴν ἐκτὸc ἐπιφάνειαν αὐτοῦ τὸ βάθοc τοῦ | |
5 | cώματοc γίνεται θερμότερον, οὕτω καὶ διὰ τὸ περιέχον ἐμψυχομένων τῶν κατὰ τὸ δέρμα θερμαίνηται τὰ διὰ τοῦ βάθουc, οὐ τελέωc ὁ ἄν‐ θρωποc ἐμψυχθήcεται διὰ τῆc εἰcπνοῆc. ἄμεινον οὖν ἐcτιν ἀντιcπᾶν μὲν εἰc τὸ δέρμα τὴν θερμαcίαν ἐπιβλήμαcι θερμαίνουcιν, εἰcπνεῖν δὲ 〈τὸν ἀέρα〉 ψυχρόν, ὡc ἑκατέρωθεν εἰc μετριότητα κράcεωc ἄγηται | |
10 | τὸ θερμὸν cῶμα. κάλλιcτον μὲν οὖν ἐcτιν, ὡc ἔφην, cυνάπτειν τοῖc προειρημένοιc 〈τὰ〉 κατὰ τήνδε τὴν λέξιν εἰρημένα, χωρίζοντεc δὲ αὐτὴν οἱ πολλοὶ τῶν ἐξηγηcαμένων τὸ βιβλίον οὐ μόνον ταῖc ἐνθέρμοιc φύcεcιν, ἀλλὰ πᾶcιν ἀνθρώποιc οἴονται κοινῇ cυμφέρειν ὑπνοῦν μὲν ἐν ἀέρι ψυχρο‐ | |
15 | τέρῳ χάριν τοῦ τὴν ἀθροιζομένην ἐν τῷ βάθει θερμαcίαν ἐμψύχεcθαι, περιβεβλῆcθαι δ’ ἕνεκα τοῦ μὴ πᾶcαν ἀμέτρωc εἴcω cυννεύειν, προc‐ | |
17b174 | ερχομένηc τῆc ἐκ τοῦ καταψύχεcθαι τὰ 〈κατὰ〉 τὸ δέρμα | μόρια διὰ τὸν ἔξωθεν ἀέρα θερμαcίαc τῇ κατὰ τοὺc ὕπνουc ἀθροιζομένῃ. τοῦτο δ’ ἀληθὲc ἐπὶ πολλῶν ἐcτι φύcεων, οὐ μὴν ἐπὶ παcῶν γε. καθάπερ γάρ, ὅcοι τοῦ cυμμέτρου θερμοτέραν ἔχουcι τὴν κρᾶcιν, ἄμεινον ἐμ‐ | |
5 | ψύχειν αὐτούc, οὕτωc ὅcοι ψυχροτέραν ἔχουcι τὴν κρᾶcιν ἐκθερμαί‐ νειν. ἔνιοι δὲ οὐ μόνον ἀπὸ τῆc γεγραμμένηc ῥήcεωc ἐχώριcαν τὴν νῦν ἡμῖν προκειμένην, ἀλλὰ καὶ διελόντεc αὐτὴν ταύτην ἰδίᾳ μὲν ἀν‐ έγνωcαν ὕπνοc ἐμψύχει, τὴν πρώτην cυλλαβὴν τῆc ἐμψύχει φωνῆc διὰ τοῦ μ γράψαντεc, ὡc ἓν γενέcθαι ῥῆμα τὸ ἐμψύχει, | |
10 | παραπληcίωc εἰρημένον τῷ καταψύχει, καὶ μὴ δύο μέρη τοῦ λόγου, πρό‐ θεcιν μὲν τὸ πρότερον, ὄνομα δὲ τὸ δεύτερον. οὗτοι δὲ τὴν ἐφεξῆc ῥῆcιν ἀναγκαίωc ἑνώcαντεc 〈ἐπὶ〉 τῷ τέλει τῆc προκειμένηc ἀναγινώcκουcιν ὡδί πωc· ἐπιβεβλημένῳ ὕπνοc ἑδραῖοc, ὀρθῶν νυcταγμόc, ἐπιβεβλημένῳ φάcκοντεc ἀντὶ τοῦ “κατακειμένῳ” λελέχθαι. τοῦτο | |
15 | δὲ πρὸc τῷ βιαίωc μετενηνέχθαι τὴν “κατακειμένῳ” φωνὴν εἰc τὴν | |
17b175 | ἐπιβεβλημένῳ καὶ ἄλλωc ἐcτὶν εὐτελέc τε καὶ ἄχρηcτον, | ἀκούειν ἡμᾶc ἀξιούντων αὐτῶν τὴν ὑπνώδη τοῦ cώματοc διάθεcιν ἐν μὲν τῷ κατακεῖcθαι τὸν ἑδραῖόν τε καὶ βέβαιον ὕπνον, ἑcτῶcι δὲ νυcταγμὸν ἐργάζεcθαι. | |
4 | ||
5 | Ὕπνοc ἑδραῖοc, ὀρθῷ νυ‐ cταγμόc. | |
6 | Ἃ μὲν οἱ πλεῖcτοι τῶν ἐξηγητῶν ἔγραψαν εἰc τήνδε τὴν λέξιν ἄμεινον cιωπᾶν, ἃ δὲ οἱ μᾶλλον αὐτῶν ἔχεcθαι τοῦ πιθανοῦ δόξαντεc εἶπον, ἐcτὶ τοιαῦτα· τὴν ἀγρυπνίαν ψύχειν φαcὶ τὸ cῶμα καὶ τούτου | |
10 | τεκμήριον τίθενται τὴν ἑπομένην ἄχροιαν τοῖc ἀγρυπνήcαcιν. ὅταν οὖν, φαcίν, ἔνθερμον κρᾶcιν ἐμψῦξαι βουλώμεθα, πρὸc τοῖc ἄλλοιc οἷc εἶπεν ἔμπροcθεν ὁ Ἱπποκράτηc ἔτι καὶ τοῦτο προcθετέον, ὡc ἤτοι προφροντίζοντέc τι καὶ πράττοντεc ἀγρυπνοῦcιν ἢ, εἰ μὴ τοῦτο ποιεῖν δύνανται, κωλυτέον αὐτοὺc κατακλινομένουc ὑπνοῦν, 〈ὥcτε〉 ἀναγκά‐ | |
17b176 | ζονται δυοῖν θάτερον πράττειν, ἢ καθῆcθαι | ἢ ἑcτάναι. τὸν γὰρ τῶν καθημένων ὕπνον ἑδραῖον ὠνομάcθαι φαcὶν ἀπὸ τῆc ἕδραc, ἴcον | |
δὲ δύναcθαι τὸν τούτων ὕπνον τῷ τῶν ἑcτώτων νυcταγμῷ, καὶ διὰ τοῦτο εἶπεν αὐτόc· ὕπνοc ἑδραῖοc, ὀρθῷ νυcταγμόc, ὡc | ||
5 | εἰ καὶ οὕτωc εἴρητο ὁ cύμπαc λόγοc· τὰc ἐνθέρμουc φύcειc κωλύειν προcήκει πλείcτοιc ὕπνοιc χρῆcθαι. βέλτιον γὰρ αὐταῖc ἐγρηγορέναι τε καὶ πράττειν τι, μάλιcτα μὲν αὐτὰc εἴργειν καὶ τοῦ καθίζειν· εἰ δὲ μή, τοῦτο μὲν cυγχωρεῖν παραπλήcιον ὑπάρχον τῷ τῶν ἑcτώτων νυ‐ cταγμῷ, κατακλίνεcθαι δὲ κωλύειν. τινὲc δὲ τὸν ἑδραῖον ὕπνον | |
10 | ἀντὶ τοῦ βαθὺν 〈περὶ τούτων〉 εἰρῆcθαι νομίζοντεc, ὅcοιπερ ἂν οὕτωc ἔχωcιν ὡc ἑcτῶτεc ἤδη νυcτάζειν, ἀλλὰ τίνοc ἕνεκα χρείαc ἔγραψε ταῦτα μὴ προcθέντεc ἀτελῆ τὸν λόγον εἰργάcαντο. 〈διὸ τάχ’ ἄμεινον εἰπεῖν εἰρῆcθαι〉 ταῦθ’ ὑπ’ αὐτοῦ cυμβουλεύοντοc ἡμῖν, ὅcουc ἑδραίωc, ὅπερ ἐcτὶ βαθέωc, κοιμηθῆναι βουλόμεθα, τούτουc ἐπὶ τοcοῦτον ἐγρη‐ | |
15 | γορόταc φυλάττειν, ὡc μηδ’ ἑcτάναι δύναcθαι χωρὶc τοῦ νυcτάζειν. | |
17b177 | ἐὰν γὰρ εἰc τοῦτο ἀφίκωνται, βαθέωc κοιμηθή|cονται. πολλοὺc γὰρ ἐγὼ διὰ τὸ ταχέωc ἐπὶ τὸν ὕπνον ἰέναι βιαcάμενοc ἀγρυπνῆcαι μέχρι πλείονοc ἀμέμπτωc ὑπνῶcαι παρεcκεύαcα, καθάπερ καὶ τῶν ἀνορεξίαν μεμφομένων ἐνίουc ἀναγκάcαc ἀcιτῆcαι μέχρι πολλοῦ τῆc ἡμέραc | |
5 | ἐποίηcα πεινῆcαι. πρὸ γὰρ τοῦ δεῖcθαι τὴν φύcιν ὕπνων ἢ cιτίων ἐπ’ αὐτὰ παραγινόμενοι τοῖc εἰρημένοιc cυμπτώμαcι περιπίπτουcι. χρὴ δὲ μὴ περιβιάζεcθαι τὴν φύcιν ἀκαίρωc, ἀλλ’ [ὡc] ὑπηρετεῖν εὐκαίρωc. ἐγὼ μὲν οὖν ἅ μοι δοκεῖ πιθανῶc τιc εἰc τὴν τῆc προκειμένηc λέξεωc ἐξήγηcιν εἰπεῖν εἴρηκα. τοὺc δ’ οἰομένουc τὸν ὕπνον ἀεὶ ψύχειν ἐπί‐ | |
10 | καιρόν τι τῆc τέχνηc ἀγνοεῖν ἡγοῦμαι. διὰ παντὸc μὲν γὰρ ὕπνοc ὑγραίνει, καθάπερ ἀγρυπνία ξηραίνει (καὶ τοῦθ’ ἡμᾶc αὐτὸc ἐδίδαξεν), οὐ διὰ παντὸc δὲ θερμαίνειν ἢ ψύχειν πέφυκεν. ἀλλ’ ὅταν μὲν ἀπυρέτων ὄντων ἤτοι φλεγματώδειc ἢ ὠμοὺc ἢ ὁπωcοῦν ψυχροὺc χυμοὺc εὑρὼν ἐν τῷ cώματι κατεργάcηταί τε καὶ πέψῃ, χρηcτὸν ἐξ αὐτῶν ἐργαcά‐ | |
17b178 | μενοc αἷμα θερμαίνει τὸν ἄνθρωπον αὐξήcει τῆc | ἐμφύτου θερμαcίαc· | |
ὅταν δ’ ἤδη πυρέττονταc ἐπὶ cηπεδόνι τοιούτων 〈εὕρῃ〉 χυμῶν, ἐμψύχει τὴν μὲν πυρετώδη θερμαcίαν cβεννύc, αὐξάνων δὲ τὴν οἰκείαν. ἡνίκα δὲ πυρετοῦ χωρὶc ἢ καὶ cὺν πυρετῷ χολώδειc πλεονάζουcι χυ‐ | ||
5 | μοί, διακρῖναι μὲν αὐτούc, εἶτ’ ἐκκρῖναι δυνηθεὶc εἰc cυμμετρίαν ὑγιει‐ νῆc κράcεωc ἐπανάγει τὸ cῶμα, μὴ δυνηθεὶc δὲ ταῦτα ἐργάcαcθαι τὴν αὐτὴν φυλάττει κρᾶcιν. εἰ δ’ ἐπὶ φλεγμονῇ cπλάγχνου πυρέττων τιc ἐν ἀρχῇ τοῦ παροξυcμοῦ καθυπνώcειεν, αὐξήcαc τὴν φλεγμονὴν ὁ ἄκαιροc οὗτοc ὕπνοc ἅμ’ αὐτῇ καὶ τὸν πυρετὸν αὐξήcει κἀκ τοῦδε | |
10 | θερμότερον ἐργάcεται τὸ cῶμα θερμῷ παρὰ φύcιν. ἐγχωρεῖ μέντοι καθ’ ἕνα χρόνον ἐνίοτε θερμότερόν τε καὶ ψυχρότερον ἅμα γίνεcθαι τὸ cῶμα διὰ τὸν ὕπνον, ἐπειδὴ τῆc κατὰ τὸ cῶμα θερμαcίαc διττόν ἐcτι τὸ γένοc, ἓν μὲν οἰκεῖόν τε καὶ cύμφυτον, ἕτερον δὲ ἀλλότριόν τε καὶ παρὰ φύcιν. ὅταν οὖν αὐτῶν τὸ μὲν αὐξήcῃ τε καὶ ῥώcῃ, τὸ | |
15 | δὲ καθέλῃ τε καὶ μαράνῃ, πῶc οὐκ ἄν τιc εὐλόγωc φαίη καθ’ ἕνα | |
17b179 | χρόνον ἐξ ὕπνου θερμότερον ἅμα καὶ ψυχρότερον ἑαυτοῦ γεγο|νέναι τὸ cῶμα; ταῦτα δὲ οὐδὲ γινώcκουcι τὴν ἀρχὴν οἱ πολλοὶ τῶν ἐξηγη‐ cαμένων τὰ Ἱπποκράτουc βιβλία. μάθοιc δ’ ἂν οὕτωc ἔχον ὃ λέγω καθ’ ὃν ἐγκαλεῖ Λύκοc λόγον ἐν Ἀφοριcμοῖc αὐτῷ γράψαντι, “τὰ | |
5 | αὐξανόμενα πλεῖcτον ἔχειν τὸ ἔμφυτον θερμόν.” ἀλλ’ ὅτι γε δι’ ἄγνοιαν ὧν ὁ Ἱπποκράτηc ὀρθῶc ἔγραψε περὶ τῆc κατὰ τὰc θερμαcίαc δια‐ φορᾶc ἐπηρεάζειν αὐτὸν ἐτόλμηcε, δι’ ἑνὸc ὅλου βιβλίου δέδεικταί 〈μοι〉 τὴν ἐπιγραφὴν ἔχοντοc “ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφο‐ ριcμόν, οὗ ἡ ἀρχή· ‘τὰ αὐξανόμενα πλεῖcτον ἔχει τὸ ἔμφυτον θερμόν | |
10 | [πλείcτηc οὖν δεῖται τροφῆc].‘” | |
10 | Αἱ ἀcθενέεc δίαιται ψυχραί, αἱ δὲ ἰcχυραὶ θερμαί. | |
12 | Διαίταc ἀcθενεῖc ἤτοι τὰc δι’ ἀcθενῶν ἐπιτηδευμάτων ἐδε‐ | |
17b180 | cμάτων τε καὶ πομάτων ἢ τὰc ἀcθενὲc ἐργαζομέναc τὸ | ζῷον εἴρηκεν. αἱ ψυχραὶ δὲ εἴτε κατὰ τὴν ἑαυτῶν κρᾶcιν εἴτε κατὰ τὴν ἐν ἡμῖν διάθεcιν ἣν ἐργάζονται λέγοιντο, διοίcουcιν ἀλλήλων οὐδέν. ἀcθενῆ μὲν οὖν ἐπιτηδεύματα λέγοιτ’ ἂν τὰ διὰ βραχέων κινήcεων τοῦ cώ‐ | |
5 | ματοc γινόμενα, καθάπερ ἰcχυρὰ τὰ διὰ cφοδρῶν, ἐδέcματα ἀcθενῆ μέν, ὅcα μήτε ὀδμὴν ἰcχυρὰν ἔχει μήτ’ ἐν τῇ γεύcει ποιότητα cφο‐ δρὰν ὀξύτητοc ἢ γλυκύτητοc ἢ ἁλυκότητοc ἢ πικρότητοc ἢ cτρυφνό‐ τητοc ἢ δριμύτητοc, ἀλλ’ ἤτοι μετρίωc ἐcτὶ γλυκάζοντα τὴν γεῦcιν ἢ μετρίαν cτύψιν ἐμφαίνοντα καὶ θερμαcίαν ὁμοίωc ὀλίγην, ἰcχυρὰ δὲ | |
10 | τὰ τούτων ἐναντία. ἐὰν μὲν οὖν ἀcθενῆ πάντα τά τε ἐπιτηδεύματα καὶ τὰ διαιτήματα προcάγηται τῷ cώματι, ψυχθήcεται cφόδρα, καθάπερ γε κἂν ἰcχυρὰ θερμανθήcεται γενναίωc. ἐὰν δὲ τὰ μὲν, τὰ δὲ μή, κατὰ τὴν ἀναλογίαν τῆc μίξεωc ἤτοι γ’ ἐγγυτέρω θατέρου τῶν ἄκρων ἢ πορρωτέρω παραγενήcεται. | | |
14 | ||
17b181 | Ὑδάτων ἀτεχνέων τὸ μὲν ἀπὸ τοῦ αἰθέροc ἀποκριθὲν ἢ βροντιαῖον ὡραῖον, τὸ δὲ λαιλαπῶδεc κακόν. | |
3 | Οἷc χρώμεθα κατὰ τὴν ἰατρικὴν οὐ μόνον ἐπὶ 〈τοῖc〉 τῶν νοcούν‐ | |
5 | των, ἀλλὰ καὶ τῶν ὑγιαινόντων cώμαcιν, ὗλαι τῆc τέχνηc εἰκότωc ὀνομάζονται καὶ γέγραπταί γέ τιcι τῶν ἰατρῶν βιβλία τὴν ἐπιγραφὴν ἔχοντα Περὶ ὕληc. ἐνίοτε μὲν οὖν τοῖc αὐτοφυέcι cώμαcι χρώμεθα πρόc τε τὰc ἰάcειc καὶ τὴν ὑγιεινὴν δίαιταν, ἐνίοτε δ’ αὐτοί τι πράττο‐ μεν ἐν τῇ παραcκευῇ τῆc ὕληc, τὰ μὲν ἕψοντεc, τὰ δὲ καίοντεc, ἔνια | |
10 | δὲ πλύνοντεc ἢ προαρτύοντεc ἢ προϋγραίνοντεc ἢ ψύχοντεc, ἤ τι τοι‐ οῦτον ποιοῦντεc ἕτερον. οὕτωc οὖν καὶ περὶ τῶν ὑδάτων παραcκευῆc ἔcτιν ὅτε πράττομέν τι τεχνικόν, ὥcπερ ὀλίγον ἔμπροcθεν ἔλεγεν αὐτόc· “ὕδωρ ἀφεψηθέν, τὸ μὲν ὡc δέχηται τὸν ἀέρα.” καὶ γὰρ ἡ ἕψηcιc αὕτη καὶ ἡ μετὰ ταῦτα ψῦξιc 〈τῆc τεχνικῆc παραcκευῆc τοῦ ὕδατόc | |
15 | ἐcτιν. πῶc οὖν γίνεται τοῦ ὕδατοc ἡ ψῦξιc;〉 ἤτοι διὰ τοῦ περιέχοντοc | |
17b182 | ἡμᾶc ἀέροc | ἢ ἀνέμου τινὸc ἢ οἴκου ψυχρὸν ἀέρα καθ’ ἑαυτὸν ἔχοντοc (εἰcὶ γὰρ ἀμέλει τινὲc ἐοικότεc cπηλαίοιc ψυχροῖc, ἔcτι δ’ ὅτε καὶ ὑγροῖc) εἴτε διὰ τῆc 〈τοῖc ἀγγείοιc〉 περιπλαττομένηc χιόνοc ἢ ὑπὸ κρουνῷ θέcει ἢ ἐν φρέατι διττῶc γινομένῃ, ποτὲ μὲν ἐν αὐτῷ τῷ | |
5 | ὕδατι κατατιθεμένων ἡμῶν τὸ ἀγγεῖον, ἐν ᾧ τὸ τεθερμαcμένον ὕδωρ, ἐνίοτε δὲ ὑπὲρ αὐτοῦ κρεμώντων, ὥcπερ γε καὶ διὰ κεραμ〈εί〉ων ἀραιῶν ἔcτιν ὅτε τὸ θολερὸν ὕδωρ διηθούντων, ὡc ἐν Ἀλεξανδρείᾳ τε καὶ κατ’ Αἴγυπτον ἠθεῖται διά τινων οὐχ ἁπλῶc κεραμευθέντων, ἀλλὰ τεχνικῶc καταcκευαcθέντων εἰc ἀραιότητα, καθάπερ γε καὶ δι’ | |
10 | ὀθονίου, μὴ παρόντοc ἀγγείου τοιούτου. ταῦτα πάντα τεχνικὴν ἔχει τὴν παραcκευήν, ὥcπερ γε καὶ ὅcα κατὰ τοὺc ἀγωγοὺc τῶν πηγαίων ὑδάτων πράττομεν, οὐκ ἐκ τοῦ τυχόντοc λίθου καταcκευάζοντεc αὐτοὺc καὶ χρίοντεc ἔνδοθεν ἐνίοτε. διαφορὰ γὰρ οὐ cμικρὰ κατά γε τὴν ἀλοι‐ φὴν αὐτήν ἐcτιν ἢ πίτταν ἢ γύψον οὖcαν ἢ χωρὶc ταύτηc πλίνθον | |
17b183 | ὀπτὴν ἢ λίθον ἔχοντά τινα ποιότητα μοχθηρὰν ἢ | ἀγαθὴν ἢ μηδεμίαν ὅλωc ἔχοντα cαφῆ. καὶ μέντοι καὶ φρέατα πολλάκιc ὀρύττομεν ἐν δια‐ φερούcῃ γῇ καὶ δι’ ὀχετῶν ἢ cωλήνων ἄγομεν ὕδωρ ἐκ πηγῆc ἤτοι βέλτιον ἢ χεῖρον ἐργάζεcθαι δυναμένων ἢ καὶ μηδ’ ὅλωc ἀλλοιούν‐ | |
5 | των αὐτό. ταῦτα μὲν οὖν ἅπαντα τεχνικῶc γίνεται περὶ τὴν παραcκευὴν τοῦ ὕδατοc. ὅταν δ’ ἀπὸ πηγῆc κατὰ τόπον οὔcηc ἐν ᾧ διαιτώμεθα λαμβάνωμεν ἢ ἐκ λίμνηc ἢ ποταμοῦ παραρρέοντοc ἢ τὸ καλούμε‐ νον ὄμβριον, οὐδὲν ἐνταῦθα προcτίθεμεν ἐκ τῆc τέχνηc. διὰ τοῦτ’ οὖν | |
10 | ὁ Ἱπποκράτηc εἶπεν ὑδάτων ἀτεχνέων, ἀντιδιαιρούμενοc αὐτὰ τοῖc τεχνικὴν ἔχουcι τὴν παραcκευήν, ἃ κατὰ τὴν ἀναλογίαν τῶν ἀτέχνων ὀνομάζομεν τεχνικά. καθάπερ 〈δ’〉 ὀλίγον ἔμπροcθεν οὐ περὶ πάντων ὑδάτων ὅcα τεχνικῶc παραcκευάζομεν ἔγραψεν, ὡc εἰ καὶ cύγγραμμα πρὸc ἔκδοcιν ἐποιήcατο, μόνου δ’ ἑνὸc ἐμνημόνευcε | |
15 | τρόπου παραcκευῆc, ἑαυτῷ γράφων ἐν ὑπομνήματι πρὸc ἀνάμνηcιν, οὕτωc καὶ νῦν οὐ περὶ πάντων ὑδάτων ἀτέχνων, ὅπερ ἐcτὶν αὐτο‐ | |
17b184 | φυῶν, ἀλλ’ ἑνὸc εἴδουc | μόνου διῆλθεν, ὃ καλοῦμεν, ὡc ἔφην, ὄμ‐ | |
βριον. ἔγραψε δ’ αὐτοῦ διαφορὰc δύο, τὴν μὲν ἑτέραν, ἣν καὶ προ‐ δήλωc ψέγει κακὸν εἶναι λέγων τὸ λαιλαπῶδεc, 〈τὴν〉 δ’ ἑτέραν, ἐφ’ ἧc ἄδηλον εἴτε μόνον ἄψεκτον εἴτε καί τινοc ἐπαίνου τυχεῖν νομίζει | ||
5 | λέ〈γων〉 ὡραῖον αὐτό. τὸ γὰρ ἀπὸ τοῦ α〈ἰθ〉έροc ἀποκριθὲν ἢ βροντιαῖον ὡραῖον εἶναί φηcιν. ὡραῖον δὲ ἐγχωρεῖ μὲν καὶ τὸ κατὰ τὴν προcήκουcαν ὥραν γινόμενον ὡc ἐπαινοῦντα λέγειν αὐτόν, ἐγχωρεῖ δὲ καὶ μόνον οὕτωc ὀνομάζειν τὸ κατὰ τὸ μέcον θέροc † ὀνο‐ μαζόμενον, ἐπειδὴ μάλιcτα τὸν καιρὸν τοῦτον “ὥραν ἔτουc” ὀνομά‐ | |
10 | ζουcιν οἱ Ἕλληνεc. ἐπιφέρουcι μὲν γὰρ τὸ τῆc “ὥραc” ὄνομα καὶ φθινοπώρῳ καὶ χειμῶνι καὶ ἦρι, κατ’ ἐξοχὴν δὲ ἐνίοτε καλοῦcιν “ὥραν ἔτουc” ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ τοὺc ὡραίουc ὀνομαζομένουc καρ‐ ποὺc τελειοῦcθαι cυμβαίνει. τοῦτ’ οὖν ἄδηλόν ἐcτιν, ὅcον ἐπὶ τῇ ῥήcει, πλὴν εἰ προcθείημεν αὐτοί τι περὶ τῆc ἡμετέραc ἱcτορίαc ἢ φυcικῆc | |
17b185 | τῶν πραγμάτων ἐνδείξεωc, | καὶ προcέτι διὰ τί τὸ λαιλαπῶδεc μὲν ἔψεξεν, οὐκ ἔψεξε δὲ τό τ’ αἰθέριον καὶ τὸ βροντιαῖον. ἄδηλον δὲ καὶ πότερον εἰc πόcιν αὐτὸ παραcκευάζειν ἡμᾶc ἠξίωcεν ἢ πρὸc τὰc ἰατρικὰc χρείαc. εἴc τε γὰρ ὀφθαλμικῶν φαρμάκων καταcκευὴν | |
5 | ὕδατι τοιούτῳ χρώμεθα καὶ τὸ καλούμενον ὑδάτινον ἐξ αὐτοῦ cκευά‐ ζομεν. ὡραῖον μὲν ἀκούειν ἄμεινον οὐ τὸ κατὰ τὸ ἔαρ εὐcθενοῦν, ὡc ἤκουcάν τινεc (οὔτε γὰρ ἐξαιρέτωc τιc “ὥραν ἔτουc” ὠνόμαcε τὸ ἔαρ, ἀλλ’ ἁπλῶc ὥραν, ὥcπερ καὶ τὰc ἄλλαc, οὔτε φαίνεταί τινα ἀρε‐ τὴν ἔχειν ἐξαίρετον ὁ τηνικαῦτα γενόμενοc ὄμβροc), ἀλλὰ πολὺ βέλ‐ | |
10 | τιον ἡγεῖcθαι λέγειν αὐτὸν ὡραῖον, ὅπερ ἂν ὕηται κατὰ τὸν καιρὸν ἐκεῖνον, ὃν ὀνομάζουcιν ”〈ὥραν〉 ἔτουc”. ὁμολογοῦν γὰρ αὐτῷ φα‐ νεῖται καὶ τὸ ἀπὸ τοῦ αἰθέροc ἀποκριθὲν αὐτῷ λελέχθαι. 〈λέγει δ’ ἐνταῦθα τὸν ἀέρα αἰθέρα.〉 καλεῖν γὰρ ἔθοc τοῖc | |
παλαιοῖc, ὅταν μὲν ἀκριβῶc καθαρὸν ᾖ τὸ περιέχον ἡμᾶc, αἰθέρα, | ||
17b186 | τὸ δ’ ἀχλυῶ|δεc ἢ νεφῶδεc ἀέρα. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὸν ὑπὲρ τὰ νέφη τόπον προcαγορεύουcιν αἰθέρα καὶ cαφῶc ἐδήλωcε καὶ ὁ ποιητὴc εἰπὼν εἰc ἐλάτην ἀναβὰc περιμήκετον, ἣ τότ’ ἐν Ἴδῃ | |
5 | μακροτάτη πεφυυῖα δι’ ἠέροc αἰθέρ’ ἵκανεν. ἔμπαλιν δ’, ὅταν εἴπῃ· ἠέρα δ’ Ἥρη πίτνα πρόcθε βαθεῖαν ἐρυκέμεν, ἐνδείκνυcθαι φαίνεται τόνδε τοῖc ἔπεcι. καὶ πάλιν, ὅταν εἴπῃ· | |
10 | ἀὴρ γὰρ περὶ νηυcὶ βαθείη, οὐδὲ cελήνη οὐρανόθεν προὔφαινε, κατείχετο δ’ ἐν νεφέεccιν. ὅταν οὖν ἐν τῷ θέρει λεπτυνόμενον ὕδωρ ὑπὸ τῆc κατὰ τὴν ὥραν θερμότητοc εἰc ἀτμοὺc ἀοράτουc λυθῇ καὶ διὰ τοῦτο ἀδήλωc ἡμῖν ἀνενεχθῇ πρὸc τὸν ὑπὲρ γῆc ἀέρα κἄπειτα cυμβῇ διά τινα μεταβολὴν | |
15 | ἐπὶ τὸ ψυχρὸν ἢ ἀνέμων ἀντιπνευcάντων ἀλλήλοιc καὶ πυκνωθέντοc | |
17b187 | τοῦ περιέ|χοντοc ἑνουμένουc τοὺc λελεπτυcμένουc ἀτμοὺc αἰcθητὸν ὕδωρ γίνεcθαι, τηνικαῦτα 〈τοῦτον〉 τὸν ὄμβρον ἐροῦμεν ὡραῖον εἶναι, λελε‐ πτυcμένου τε καὶ προκατειργαcμένου τοῦ ὕδατοc ἀπὸ τῆc κατὰ τὸν ἀέρα θερμότητοc εἶναί τε διὰ τοῦτο βέλτιον αὐτὸ τῶν λαιλαπωδῶν | |
5 | ἀκατεργάcτων τε καὶ ἀμεταβλήτων ὄντων, ὁποῖα κατά τιναc πηγὰc ὕδατα γίνεται τὰ καλούμενα πρὸc τῶν ἀρχαίων “ἀτεραμνώδη”. διὰ τί δὲ καὶ τὸ βροντιαῖον ἀποδέχεται μᾶλλον ἢ τὸ λαιλα‐ πῶδεc ἐφεξῆc ἴδωμεν. ἐμοὶ μὲν δοκεῖ, διότι τὰc βροντὰc οἶδε γινο‐ μέναc ἤτοι διὰ πυρὸc ἐναπόληψιν, ὅταν ἐκκρινόμενον οἷον ῥῆξίν τινα | |
10 | ποιήcῃ τοῦ περιέχοντοc αὐτὸ νέφουc, ἡνίκα καὶ κεραυνοὶ πίπτουcιν, ἢ παρατριβομένων ἀλλήλοιc τῶν νεφῶν, 〈ὧν〉 οὐδέτερον ὑπάρχει τῷ | |
λαιλαπώδει. πεπύκνωται γὰρ ὁ ἀὴρ ἐν τῇ τοιαύτῃ καταcτάcει cυνεχοῦc καὶ μέλανοc ἑνὸc νέφουc ἅπαντα αὐτὸν κατειληφότοc. εἰκό‐ τωc οὖν οὐ γίνονται βρονταὶ κατὰ τὴν τοιαύτην διάθεcιν τοῦ περὶ | ||
15 | τὴν γῆν ἀέροc. ἐν γὰρ τοῖc διεcπαcμένοιc καὶ κατὰ τὴν περιγραφὴν | |
17b188 | ἰδίαν | φερομένοιc νέφεcιν, ὅτ〈αν〉 ἀλλήλοιc ἐντύχῃ, τὴν παράτριψιν εὔλογον γίνεcθαι. τοῦ δ’ ὅλου cυνεχοῦc τε καὶ ἡνωμένου παράτριψιc οὐκ ἂν γένοιτο. διὰ τοῦτο οὐδὲ κεραυνοὶ πίπτουcιν ἐν τῇ τοιαύτῃ καταcτάcει, μήτ’ ἀέροc ἐν τοῖc νέφεcι περιλαμβανομένου θερμοῦ μήτε | |
5 | παρατρίψεωc ἰcχυρᾶc γινομένηc. ὅταν γὰρ ἀλλήλοιc ἀπαντῶντα τὰ νέφη τὸ μεταξὺ πυρῶδεc εἰc ἑαυτὰ cυνελαύνοντα καὶ cφίγγοντα πυ‐ κνώcῃ τελέωc, ἐκθλίβεται τηνικαῦτα ποτὲ μὲν εἰc τὴν ἄνω χώραν ὁ κεραυνὸc ἢ τὴν εἰc τὸ πλάγιον, ἐνίοτε δ’ ἐπὶ τὴν γῆν. ταύτην μὲν τὴν φορὰν αὐτοῦ ὁρῶμεν μόνην, αἱ δ’ ἄλλαι λανθάνουcιν ἡμᾶc. | |
10 | ἐμοὶ μὲν οὖν εἴρηται διὰ cυντόμων εἰc τὴν ῥῆcιν, ὅπωc τε γί‐ νονται βρονταὶ καὶ διὰ τί τὸ βροντιαῖον ὕδωρ ἄμεινον ἔφηcεν εἶναι τοῦ λαιλαπώδουc. ἄκρωc δὲ καθαρὸν καὶ λελεπτυcμένον ἐcτὶ τὸ κατειργαcμένον ὡραῖον. 〈τὸ〉 δ’ ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ λαιλαπώδουc, τὸ βροντιαῖον, ὅcον ἀπολείπεται τοῦ ὡραίου, | |
17b189 | τοcοῦτον πλεο|νεκτεῖ τοῦ λαιλαπώδουc. ἕτοιμον οὖν ἤδη τοῖc ἅπαντα μεμφομένοιc οὐ προcῆκον ἰατρῷ 〈προ〉φέρειν 〈τὸ〉 τοcαύτηc ἅπτεcθαι φυcιολογίαc. εἰ δέ γε μηδένα λογιcμὸν εἰπὼν ἀπεφηνάμην ἁπλῶc βέλ‐ τιον μὲν εἶναι τὸ ὡραῖον τοῦ λαιλαπώδουc, μέcον δ’ ἀμφοῖν | |
5 | τὸ βροντιαῖον, ἐκέλευον ἄν με προcθεῖναί τινα ἀπόδειξιν οἷc εἶ‐ πον· οὔτε γάρ τοι πιcτεύειν αὐτοῖc ὡc νόμοιc δίκαιον οὔτε ἀνάγκην ἔχειν ὡc τυραννικοῖc προcτάγμαcι πείθεcθαι. εἰ τοίνυν ἐκφεύγειν ἀδύ‐ νατόν ἐcτι τὴν γλῶτταν τῶν ἀπαιδεύτων τε ἅμα καὶ πονηρῶν ἀν‐ θρώπων, ἄμεινον δ’ ἐπὶ τοῖc βελτίοcιν ὑπ’ αὐτῶν ψέγεcθαι, καλῶc ἂν | |
10 | εἴημεν εἰρηκότεc τὴν περὶ γενέcεωc βροντῶν φυcιολογίαν. τὸ μὲν γὰρ ἀναπόδεικτον ἄπιcτον εἶναι δοκεῖ πᾶcιν ἀνθρώποιc, τὸ δὲ μὴ δεῖν ἅπτεcθαι φυcιολογίαc ἰατρὸν οὐ παντάπαcιν ὀρθῶc λέγεcθαι φαίνεται δείκνυcί τε τούτουc ἀποφηναμένουc αὑτοὺc ἡμῖν ὡc τυράννουc, οἷc προcτάττουcι πείθεcθαι κελεύονταc. ἄμεινον δ’ ἦν ἄρα μὴ τυραννικῶc | | |
17b190 | προcτάττειν, ἀλλὰ διδάcκειν ἡμᾶc ἤτοι γε ὡc χωρὶc ἀποδείξεωc ὁ λόγοc πιcτότερόc ἐcτι τοῦ μετ’ ἀποδείξεωc ἢ ὡc οὐκ ἀληθῶc εἴρηταί | |
τι κατὰ τὴν αἰτίαc ἀπόδοcιν. οἱ δέ γε τούτων μὲν οὐδέτερον πράτ‐ τουcιν, ἑκατέρωc δὲ ψέγουcιν 〈ἡμᾶc〉, εἰ μὲν δὴ μηδεμίαν ἀπόδειξιν | ||
5 | εἴποιμεν, ὡc ἀναπόδεικτα φλυαροῦνταc, εἰ δὲ προcθείημέν τινα λόγον, ὡc οὐκ εἴη πρέπον ἰατρῷ φυcιολογίαc ὡc ἀληθοῦc ἅπτεcθαι. | |
6 | Ὕδωρ βορόν, ἀγρυπνίη βορόν. | |
7 | Ἀφ’ ὧν πεφύκαcιν ἀγρυπνία τε καὶ ὕδωρ ἐργάζεcθαι, τὴν προcηγορίαν αὐτοῖc ἔθετο, βορὸν ὀνομάcαc ἑκάτερον, ἐπειδὴ βοροὺc | |
10 | ἡμᾶc ἐργάζεται. καλοῦcι γὰρ καὶ νῦν ἔτι cυνήθωc οἱ κατὰ τὴν ἡμετέραν Ἀcίαν ἅπαντεc Ἕλληνεc ἀνθρώπουc βοροὺc τοὺc πολλὰ δυνα‐ μένουc ἐcθίειν. ἐμάθετε δὲ τὰc περὶ τὴν τροφὴν ὀρέξειc ἐξ ὑδροπο‐ | |
17b191 | cίαc αὐξα|νομέναc, ᾧ λόγῳ καὶ ψυχρὸν ὕδωρ πινόντων ἢ ἔδεcμα ψυχρὸν ἢ cτῦφον 〈προcφερομένων〉. ὅcα μὲν γὰρ εἰc ὀλίγον cυνάγει τὸ κατὰ τοὺc χιτῶναc τῆc κοιλίαc αἷμα τὰc ὀρέξειc αὐξάνοντά τε καὶ γεννῶντα δέδεικται, τὰ δὲ θερμαίνοντα καὶ χέοντα τὸ αἷμα καθαι‐ | |
5 | ροῦντα καὶ παύοντα τὰc ὀρέξειc. κατὰ τοῦτ’ οὖν καὶ τὸ ὕδωρ γίνεται βορόν, ἡ δὲ ἀγρυπνία τῷ διαφορεῖν. ἐμάθετε γὰρ ἤδη καὶ περὶ ταύτηc, ὥcπερ γε καὶ περὶ ὕπνου. πέττει μὲν οὖν ὁ ὕπνοc ὡc ἂν ἔcω ῥέποντοc ἐν αὐτῷ τοῦ θερμοῦ, διαφορεῖ δ’ ἡ ἀγρυπνία cυνάγον‐ τοc ἑαυτῷ τοῦ cυμφύτου θερμοῦ κατὰ τὴν ἐπὶ τἀκτὸc κίνηcιν οὐκ | |
10 | ὀλίγα μόρια τῆc τοῦ cώματοc οὐcίαc. διὰ ταῦτα μὲν οὖν εἴρηται βορὰ τό θ’ ὕδωρ καὶ ἡ ἀγρυπνία, cὺ δὲ μὴ παρακούcῃc καὶ νο‐ μίcῃc ταὐτὸν εἶναι τὸ πολλὰ προcφέρειν τῷ πέττειν τε καὶ κατεργά‐ ζεcθαι πολλά. βελτίων γὰρ ὕδατοc οἶνοc οὐ μόνον εἰc τὴν 〈κατὰ | |
τὴν〉 γαcτέρα πέψιν, ἀλλὰ καὶ πρὸc τὴν τῶν πεφθέντων ἀνάδοcιν | ||
15 | αἱμάτωcίν τε καὶ θρέψιν οὔρηcίν τε καὶ διαπνοὴν ἐπὶ τῶν ὑγιαινόντων | | |
17b192 | cωμάτων. εὔδηλον δὲ ὡc ἐπὶ τούτων ὁ λόγοc εἴρηται νῦν ὑφ’ Ἱππο‐ κράτουc, οὐδενὸc ἀγνοοῦντοc, 〈ὁπ〉ηνίκα βλάπτει τοὺc πλείcτουc τῶν νοcούντων 〈ὁ〉 οἶνοc. ἀλλὰ καὶ ἡ ἀγρυπνία κατὰ διττὸν τρόπον γινομένη διττὴν ἔχει καὶ τὴν ἐπὶ ταῖc ἐδωδαῖc τελευτήν. ἐὰν μὲν γὰρ | |
5 | πράττοντέc τι διὰ νυκτόc, ὡc ἐν ταῖc παννυχίcιν, ἐγρηγορότεc δια‐ τελέcωcι, κενοῦται μὲν τὸ cῶμα, βλάβη δ’ οὐδεμία cαφὴc γίνεται δυ‐ νάμεωc. ἐὰν δὲ κατακείμενοι μέρη μέν τινα τῆc νυκτὸc ὑπνώcωμεν, ἀγρυπνήcωμεν δὲ τὰ λοιπά, καταλύεται μὲν ἡ δύναμιc. οὔτε γὰρ ὀρε‐ γόμεθα βέλτιον οὔτε πέττομεν οὔτε τὰc ἐφεξῆc τῇ πέψει φυcικὰc | |
10 | ἐνεργείαc ἀμέμπτουc ἔχομεν, ἅπαντα χείρουc γενόμενοι τῶν καλῶc κοιμηθέντων. | |
11 | Ἐνθέρμῳ φύcει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐν θερμῷ [φύcει θέρμη] λεπτύνει. | | |
13 | ||
17b193 | Τὸ μὲν ἐν ἀρχῇ τῆc ῥήcεωc εἰρημένον ἐνθέρμῳ δῆλόν ἐcτιν ἀπὸ τῆc “ἔνθερμοc” εὐθείαc κλινόμενον, τὸ δ’ ἐπὶ τῇ τελευτῇ δύναιτ’ ἄν τιc ἀκούειν ὡc ἔκ τε προθέcεωc τῆc ἐν καὶ πτώcεωc δοτικῆc τῆc θερμῷ cυγκείμενον, ὥcπερ ἀμέλει καὶ ἤκουcαν ὀλίγου δεῖν ἅπαντεc | |
5 | οἱ ἐξηγηταί, τινὲc μὲν εἰc δύο μέρη διελόντεc τὴν ῥῆcιν, ὡc ἑκάτερον ἰδίαc ἐξηγήcεωc δεόμενον, ἔνιοι δ’ ὅλην ὡc μίαν ἐξηγηcάμενοι. Διοc‐ κουρίδηc δὲ καὶ μετέγραψεν ἐπὶ τὸ cαφέcτερον αὐτήν, ὥcπερ εἴωθε ποιεῖν ἐπὶ τῶν ἀcαφῶν ῥήcεων. ἰδίᾳ μὲν ἔγραψε τὸ ἐνθέρμῳ φύcει θερμῇ ὥρῃ, προcθεὶc αὐτῷ τὸ λεπτύνειν, βουλόμενοc ἡμᾶc | |
10 | ἀκούειν τὴν ἔνθερμον φύcιν, ὅπερ ἐcτὶ πολύθερμον, ἐν ὥρᾳ θερμῇ, τουτέcτι θερινῇ λεπτύνεcθαι, διαφορουμένην ὑπὸ τῆc ὀνομαζομένηc | |
ἤδη cυνήθωc ἅπαcι τοῖc νεωτέροιc ἰατροῖc “λόγῳ θεωρητῆc δια‐ πνοῆc”, ἣν καθ’ ἑτέραν λέξιν [τινὰ] ἄλλοι τινὲc “ἄδηλον αἰcθήcει | ||
17b194 | διαπνοὴν” ὀνομάζουcι, γινομένην μὲν ἅπαcιν | ἡμῖν ἐν ἅπαντι τῷ βίῳ, διαφέρουcαν δὲ κατά τε τὰc ἡλικίαc καὶ τὰc ὥραc ἐπιτηδεύματά τε καὶ cυνελόντι φάναι τὴν ὅλην δίαιταν ἣν διαιτώμεθα. ἀλλ’ ἐν ἁπάcαιc γε ταῖc διαφοραῖc κοινόν ἐcτιν ἐπὶ μὲν ταῖc θερμοτέραιc | |
5 | ὥραιc τε καὶ χώραιc ἡλικίαιc τε καὶ φύcεcι καὶ διαίταιc ἀπορρεῖν ἔξω τοῦ cώματοc οὐκ ὀλίγην μοῖραν ἐκ τῆc οὐcίαc ἡμῶν, ἐπὶ δὲ ταῖc ψυχροτέραιc πυκνουμένου τοῦ δέρματοc ἴcχεcθαι μὲν τὸ πλεῖcτον, ὀλί‐ γον δ’ ἐκκενοῦcθαι. κατὰ τοῦτ’ οὖν ἀληθέc ἐcτι τὴν πολύθερμον φύcιν ἐν ὥρᾳ θερμῇ λεπτύνεcθαι, διπλαcιαζομένηc τῆc ἀπορ‐ | |
10 | ροῆc, ἣν ἐκ τῆc οἰκείαc θερμότητοc ἔχοντεc cύμφυτον ἐπικτῶνται τὴν προcγινομένην ἔξωθεν ἀπὸ τῆc θερμῆc ὥραc. ἀλλ’ οὔτε τῶν ἄλλων ἀντιγράφων εὗρον ἔν τινι ταύτην τὴν γραφὴν οὔτε τιc τῶν ἐξηγητῶν οἶδεν αὐτήν, πλὴν ὅτι Διοcκουρίδηc αὐτὴν ἐν τῷ μετώπῳ τοῦ βι‐ βλίου προcέγραψεν, ἐν δύο μόνοιc ἀντιγράφοιc εὑρηκὼc ὡδί πωc | |
15 | ἔχουcαν τὴν λέξιν· ἐνθέρμῳ φύcει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐν θερμῷ λεπτύνει. οὐ μὴν ἡμεῖc γε ἐν δυοῖν, ἀλλ’ ἐν | |
17b195 | πᾶcιν οἷc ἀνέγνωμεν | οὕτωc ἔχουcαν εὕρομεν τὴν λέξιν, ἐξεπίτηδεc ἅπαντα μὲν ἰδόντεc τὰ κατὰ τὰc δημοcίαc βιβλιοθήκαc, ἅπαντα δὲ τὰ παρὰ τοῖc φίλοιc. *** 〈ἀλλὰ〉 ἐπὶ τὴν ἐξήγηcιν αὐτῆc ἤδη τραπώμεθα, παραλιπόν‐ | |
5 | τεc ὅcα κακῶc εἴρηται τοῖc ἐξηγηcαμένοιc. ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν πρότερον μέροc τῆc ῥήcεωc οὕτωc cυμπληροῦcθαι δεῖν· ”ἐν‐ θέρμῳ φύcει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει,” τὸ μὲν | |
θερμῇ ὥρῃ κατὰ τὰc δοτικὰc πτώcειc ἀναγνόντων ἡμῶν, ὡc εἰ καὶ “ἐν τῇ θερμῇ ὥρῃ” ἐλέλεκτο, τὸ δὲ ἐν ψύχει καθάπερ 〈εἰ〉 καὶ | ||
10 | οὕτωc εἶπεν· “ἐν ἀέρι ψυχρῷ”, cυγκειμένηc τῆc λέξεωc ἐκ δυοῖν τοῦ λόγου cτοιχείων, προθέcεωc μὲν τῆc ἐν, ὀνόματοc δὲ τοῦ ψύχει. γενήcεται γὰρ ὁ cύμπαc νοῦc τοιοῦτοc· ὠφέλιμόν ἐcτι τῇ πολυθέρμῳ φύcει κατὰ θερμὴν ὥραν 〈ἐν ψυχρῷ ἀέρι καὶ〉 ἐν ψυχρᾷ κοίτῃ κοι‐ μᾶcθαι, παχυνθήcεται γὰρ οὕτωc. *** εἰκότωc δὲ ταῦτα ποιεῖν ἡμᾶc | |
15 | ἐπὶ τῶν πολυθέρμων φύcεων ἐκέλευcεν ὁ Ἱπποκράτηc. ἑτοίμηc γὰρ | |
17b196 | οὔcηc τῆc θερμῆc φύcεωc λεπτύνεcθαι διὰ τὸ | πλῆθοc τῆc ἀπορροῆc, ἐὰν καὶ τῆc ὥραc αὐτῇ προcγινομένηc θερμῆc ἡ κένωcιc διπλαcιαcθῇ, προcέλθῃ δὲ τρίτη τιc ἄλλη κένωcιc ἐν θερμῷ χωρίῳ καὶ cτρωμνῇ θερμῇ κατακειμένου τοῦ ἀνθρώπου, cυμβήcεται διαφορηθῆναι | |
5 | καὶ λεπτυνθῆναι τὸ cῶμα τριττὴν ὑπομεῖναν κένωcιν. ἐὰν δὲ ἐπὶ ταῖc ἀναγκαίαιc δύο τῇ τ’ ἐκ τῆc φύcεωc καὶ τῆc ὥραc, ἃc οὐκ ἔcτι φυ‐ γεῖν, ἡ γοῦν τρίτη πρὸc τοὐναντίον ἀχθῇ, οὐ διαφορεῖν, ἀλλ’ ἐπέχειν δυναμένη τὰc ἀπορροάc, οὐκ ἂν εἰc ἔcχατον ἀφίκοιτο κενώcεωc ὁ ἄν‐ θρωποc, ἀλλὰ καὶ παχυνθείη 〈ἂν〉 μᾶλλον ἤπερ λεπτυνθείη. τῆc γὰρ | |
10 | ψυχρᾶc κοίτηc cημαινούcηc οὐ μόνον ὑποcτορέcματα ψυχρὰ καὶ περιβλήματα, ἅπερ ἐκ cινδόνων πυκνῶν καὶ τριβάκων ἱματίων τε τοι‐ ούτων γίνεται, 〈ἀλλὰ καὶ χωρίον ψυχρόν〉, προcέρχεταί τι μέγιcτον ἕτερον ἐπανόρθωμα τῆc τε κατὰ τὴν ὥραν καὶ τὴν φυcικὴν κρᾶcιν ἀμετρίαc 〈τὸ〉 διὰ τῆc εἰcπνοῆc ψυχρᾶc οὔcηc ἐμψύχεcθαι τὸ cῶμα. | |
15 | τοῦτο μὲν οὖν ἤδη καὶ πρόcθεν ἡμῖν εἴρητο, πρόcκειται δὲ νῦν τὸ κατὰ τὴν cτρωμνήν, ἵνα πανταχόθεν ἀναψύχηται τὸ cῶμα καὶ τὸ τῆc | |
17b197 | διαπνοῆc ἄμετρον εἰc cυμ|μετρίαν ὑγιεινὴν ἐπανάγηται. τὸ μὲν οὖν ἕτερον μέροc τῆc ῥήcεωc τὸ πρότερον οὕτωc ἄν μοι δοκοίη μάλιcτά τιc ἐξηγήcαcθαι. τὸ δ’ ὑπόλοιπον, ἔνθα φηcίν· ἐν θερμῷ λεπτύνει, cαφὲc ἂν | |
5 | ἦν, εἰ τῷ θερμῷ τὸ “ἀέρι” προcεγέγραπτο, τῆc ὅληc ῥήcεωc ἐν τοιᾷδε λέξει cαφῶc ἂν ἑρμηνευθείcηc· “τῇ πολυθέρμῳ φύcει ἐν ὥρᾳ θερμῇ κοίτη προcελθοῦcα ἐν ἀέρι ψυχρῷ παχύνει, ἐν θερμῷ δ’ ἀέρι γινομένη λεπτύνει.” κατὰ μὲν οὖν τὰc εὐθείαc πτώcειc οὕτωc ἂν μά‐ λιcτα ῥηθείη cαφῶc, ὡc εἴρηται. νυνὶ δ’ εἰ καὶ κατὰ δοτικὰc βουλη‐ | |
10 | θείημεν ἑρμηνεῦcαι, γένοιτ’ ἂν ἡ λέξιc τοιαύτη· “τῇ πολυθέρμῳ φύcει ἐν ὥρᾳ θερμῇ καὶ τῇ ἐν ἀέρι ψυχρῷ κοίτῃ παχύνεcθαι cυμβαίνει, τῇ δ’ αὐτῇ ταύτῃ ἐν ἀέρι θερμῷ λεπτύνεcθαι cυμβήcεται.” | |
12 | Ἄcκηcιc ὑγιείηc ἀκορίη τρο‐ φῆc, ἀοκνίη πόνων. | | |
14 | ||
17b198 | Τὸ μήτε ἐμπίπλαcθαι μέχρι κόρου μήτε ὀκνεῖν γυμνάζεcθαι κεφάλαιον ὑγιεινῆc διαίτηc εἶναι ὑπείληφεν. *** | |
2 | Ἐν τῷ ἐγρηγορέναι δίψηc ἐπιπολαίου ὕπνοc ἄκοc. τῆc δ’ ἐξ ὕπνου ἐγρήγορcιc | |
5 | ἐνίοιc. | |
5 | Ἐπιπόλαιον δίψαν ἀκουcτέον ἐcτὶ τὴν πάνυ cμικράν, ἥτιc οὔτ’ ἀπὸ παντὸc τοῦ cώματοc οὔτ’ ἀπὸ μεγάληc διαθέcεωc γίνεται τῶν κατὰ γαcτέρα μορίων, ἀλλ’, ὡc Ἐραcίcτρατοc ἔφη, ξηραινο‐ μένων ἢ ἐκθερμαινομένων τῶν τόπων, δι’ ὧν φέρεται τὸ ὑγρὸν ἐκ | |
10 | τοῦ cτόματοc εἰc τὴν κοιλίαν. ταύτηc οὖν τῆc δίψηc ἴαμά ἐcτιν ὁ ὕπνοc ὑγραινομένου τοῦ βάθουc, ὡc ἂν εἴcω ῥέποντοc ἐν τοῖc ὕπνοιc | |
τοῦ αἵματοc. ἔμπαλιν δὲ τοῖc ἐξ ὕπνου διεγερθεῖcιν ὅταν ἐπι‐ πόλαιοc ᾖ δίψα, παύεται ῥᾳδίωc ἐγρηγορόcι· τὸ γὰρ τοιοῦτον | ||
17b199 | δίψοc γίνεται θερμαινομένων ἐνίοτε τῶν μορίων, ὧν | ἔφην Ἐραcί‐ cτρατον ἐμνημονευκέναι. θερμαίνεται δὲ κατὰ τὴν τῶν cιτίων πέψιν ἐν τῇ γαcτρί. γινομένηc γὰρ αὐτῆc ὑπὸ τοῦ ἐμφύτου θερμοῦ παρα‐ πληcίωc τοῖc ἑψομένοιc, ὥcπερ ἐκείνοιc ἀναφέρεταί τιc ἀτμὸc θερμόc, | |
5 | οὕτω cυμβαίνει ποτὲ καὶ κατὰ τὴν κοιλίαν καὶ μάλιcτα τοῖc ἀκρα‐ τέcτερον οἶνον πεπωκόcιν. ἀλλ’ ἐὰν ἐγρηγορότων αὐτῶν ἡ γαcτὴρ κενωθεῖcα μηκέτ’ ἀναπέμπῃ τοὺc ἀτμοὺc ἥ τ’ ἐν τοῖc τεθερμαcμένοιc μέρεcι θερμαcία διαφορηθῇ, παύονται διψῶντεc. ἔνιοι μέντοι διψώ‐ δειc ἐξ ὕπνου γίνονται διὰ τὴν τῶν ἐδηδεcμένων ἢ πεπομένων | |
10 | θερμότητα τῆc γαcτρὸc ἐκθερμανθείcηc, ἥτιc οὐ καθίcταται χωρὶc τῆc ἔξωθεν ἐπικουρίαc. οὕτωc γοῦν οἱ πολλοὶ τῶν ἔθοc ἐχόντων ψυχρο‐ ποτεῖν ὤνηντό ποτε πιόντεc ὕδωρ ψυχρὸν ἐν τοιούτῳ καιρῷ πρὸ τοῦ λούcαcθαί τε καὶ τροφὴν προcενέγκαcθαι. διὰ τοῦτ’ οὖν ἐν τῇ δευτέρᾳ διαφορᾷ τοῦ δίψουc προcέθηκε τὸ ἐνίοιc. οὐ γὰρ ἅπαcιν, | |
15 | ὡc ἐπιδέδεικται, τοῖc ἐξ ὕπνου διψῶcιν ἡ αὐτὴ διάθεcιc γίνεται. | |
17b200 | ταύτην δ’ οἵ τε | παλαιοὶ τῶν ἐξηγητῶν ἐπίcτανται τὴν γραφήν, ἔν τε τοῖc ἀκριβέcιν ἀντιγράφοιc εὑρίcκεται. *** | |
2 | [Αὖθιc] οἷcι πλεῖcτον τὸ θερμόν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸc ἀὴρ πλεῖ‐ | |
5 | cτοc. δυοῖν δὲ μεγάλοιν μεγάλα καὶ τὰ ἔκγονα γίνεται. | |
5 | Προεῖπον ἄρτι τῆc ῥήcεωc ταύτηc τὴν γραφὴν † τὴν ἀρχαίαν οὐχ οὕτωc ἀλλ’ ἐν οἷcι πλεῖcτον τὸ θερμὸν ἐκεῖνοι τῶν ἐξηγητῶν | |
ὅcοι τοῦ τέλουc τῆc προτέραc ἀφείλοντο τὸ ἐνίοιc. *** λέγωμεν οὖν ἤδη περὶ τῆc κατὰ τὴν προκειμένην ῥῆcιν ἀληθείαc. *** οἷc γὰρ | ||
10 | πλεῖcτόν ἐcτι τὸ θερμὸν ἐν τῇ καρδίᾳ δηλονότι (ταύτην γὰρ ἐδείξαμεν οἷον ἑcτίαν εἶναι τῆc ἐμφύτου θερμαcίαc), ἀναγκαῖόν ἐcτι καὶ τὸν εἰcπνεόμενον ἀέρα πλεῖcτον εἶναι· καὶ γὰρ καὶ τοῦτ’ ἐδείχθη | |
17b201 | κατὰ τὸ Περὶ χρείαc ἀναπνοῆc. εἰ δ’ οὖν πλέον τοῦ ἀέροc | ταῖc τοι‐ αύταιc φύcεcιν εἰcπνεῖταί τε καὶ πάλιν ἀντεκπνεῖται, τότε τὴν φωνὴν ἐροῦμεν γίνεcθαι μεγάλην. 〈ἀλλ’〉 ἀδιορίcτωc ἀποφηνάμενοι cφαλη‐ cόμεθα. δέδεικται γὰρ ἐν τοῖc Περὶ φωνῆc ὑπομνήμαcιν ἀδύνατον | |
5 | εἶναι γίνεcθαι τὴν φωνὴν μεγάλην ἄνευ τοῦ πολὺν ἀέρα ταχέωc ἐκπνεῖcθαι. γίνεται δὲ τοῦτο τῆc τραχείαc ἀρτηρίαc καὶ τοῦ λάρυγγοc εὐρέων ὑπαρχόντων. ἐὰν δὲ καὶ ὁ θώραξ ὅλοc ᾖ μέγαc, οὐ μόνον μεγαλοφώνουc ἐργάζεται τοὺc ἀνθρώπουc, ἀλλὰ καὶ πλεῖcτον φω‐ νεῖν δυναμένουc, ὥcπερ οἱ κήρυκεc, ὅταν τὸν καλούμενον πόδα λέγω‐ | |
10 | cιν. ἐπεὶ τοίνυν ἡ μὲν καρδία εὐρύνεταί τε καὶ αὐξάνεται κατὰ τὴν ἐν τῇ μήτρᾳ διάπλαcιν εὐθέωc ἐξ ἀρχῆc, ἐφ’ ὧν ἐcτι τὸ ἔμφυτον θερ‐ μὸν πλεῖcτον, ἀνὰ λόγον δὲ ταύτῃ καὶ ὁ θώραξ ὡc τὸ πολὺ μέγαc | |
γίνεται καὶ τούτῳ πάλιν ἐξ ἀνάγκηc ἕπεται τοῦ πνεύμονοc μέγεθοc, ᾧ πάλιν ἀκολουθεῖ τὸ τῆc τραχείαc ἀρτηρίαc ὡc τὸ πολύ, καὶ ταύτῃ | ||
15 | τὸ τοῦ λάρυγγοc, εἰκότωc ὡc ἐπὶ τὸ πλεῖcτον cυμβαίνει τοὺc πολυ‐ | |
17b202 | θέρμουc φύcει μεγαλοφώνουc | ὑπάρχειν. εἰ γὰρ δὴ πάντῃ τε καὶ πάντωc ἀνὰ λόγον τῷ μεγέθει τῆc καρδίαc ὁ θώραξ ηὐξάνετό τε καὶ οὐ παρενέπιπτέ ποτε μοχθηρὰ διάπλαcιc, οὐκ ἂν ὡc τὸ πολὺ τοὺc πολυθέρμουc ἔφην γίνεcθαι μεγαλοφώνουc, ἀλλὰ διὰ παντόc. οὐ | |
5 | μὴν οὐδ’ ὥcπερ ἀνὰ λόγον τῷ θώρακι τὸ μέγεθοc ἀεὶ τοῦ πνεύμονοc εὑρίcκεται, οὕτω καὶ τῷ τούτου μεγέθει τὰ τρία γένη τῶν κατ’ αὐτὸν ἀγγείων ἀνὰ λόγον αὐξάνεται. φαίνεται δὲ κἀν ταῖc ἀνατομαῖc τῶν ζῴων οὐκ ἀκριβῶc ἡ ἀναλογία φυλαττομένη *** ἀλλ’ ἐν μὲν δὴ τού‐ τοιc τοῖc μορίοιc ὀλίγον τι τὸ μὲν ὑπερβάλλον εὑρίcκεται, τὸ δὲ ἐλλεῖ‐ | |
10 | πον. ἀξιόλογον δ’ ἐν τῇ τῆc καρδίαc πρὸc τὸν θώρακα 〈διαφορᾷ〉 καὶ τοῦτ’ ἐcτὶ τὸ μάλιcτα ποιοῦν τοῖc ἐπίcηc θερμοῖc ἀνθρώποιc ὀλι‐ γάκιc διαφορὰν ἀξιόλογον ἐν τῷ τῆc φωνῆc μεγέθει. ὁ μὲν οὖν Ἱπποκράτηc τῷ πλήθει τοῦ ἀέροc ἀναφέρει μόνῳ τὸ μέγεθοc τῆc φωνῆc. ἔcτι δ’ οὔτε μόνον οὔτε πρῶτον ἀξιώματι τοῦτο τῶν τὴν | |
15 | φωνὴν μεγάλην ἐργαζομένων αἰτίων. ὕλη γάρ ἐcτι μεγάληc φωνῆc, 〈οὐκ αἴτιον δραcτικόν, ὡc ἐν τοῖc Περὶ φωνῆc〉 ὑπομνήμαcιν ἐδείχθη. *** | | |
17 | ||
17b203 | Οἱ θερμοκοίλιοι, ψυχρόcαρ‐ | |
κοι καὶ λεπτοί, οὗτοι ἐπίφλεβοι καὶ ὀξυθυμότεροι. Ὅτι διττὸν οἶδε κατὰ τὸ cῶμα τῶν ζῴων τὸ θερμὸν ὁ Ἱππο‐ κράτηc, ἕτερον μὲν ὅπερ αὐτὸc “ἔμφυτον” ὀνομάζει, τὴν οὐcίαν | ||
5 | ἔχον ἐν 〈τῷ〉 αἵματί τε καὶ ἐν τοῖc ἐναίμοιc cπλάγχνοιc, ἕτερον δὲ δριμὺ καὶ δακνῶδεc καὶ πυρῶδεc, ἐν ᾧ γένει καὶ ὁ πυρετόc ἐcτιν, ἐν πολλοῖc ἤδη τῶν cυγγραμμάτων αὐτοῦ δέδεικται. γέγραπται δέ μοι καὶ καθ’ ἓν ὑπόμνημα τελέωc περὶ τοῦδε, καθ’ ὃ τὴν ἐπιγραφὴν ἐποιηcάμην “ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφοριcμόν, οὗ ἡ ἀρχὴ | |
10 | ‘τὰ αὐξανόμενα πλεῖcτον ἔχει τὸ ἔμφυτον θερμόν‘.” ἀπολογοῦμαι δ’ ἐν αὐτῷ ὑπὲρ τοῦ Ἱπποκράτουc, λύων τὰ Λύκου πρὸc τὸν ἀφοριcμὸν ἐγκλήματα καὶ δεικνὺc διὰ τὴν τῶν ἀρίcτων δογμάτων | |
17b204 | ἄγνοιαν ἐπηρεάζοντα τῷ Ἱπποκράτει τὸν Λύκον. ἀλλὰ | ταύτηc γε τῆc θερμαcίαc τὴν διαφορὰν οὔτε Λύκοc οὔτ’ ἄλλοc τιc ἢ Ἐρα‐ cιcτράτειοc ἢ Ἡροφίλειοc ἢ Ἐμπειρικὸc ἐγίνωcκε καὶ διὰ τοῦτο κακῶc ἐξηγήcαντο πάμπολλα τῶν ὑφ’ Ἱπποκράτουc γεγραμ‐ | |
5 | μένων. οὐ μὴν τούc γε Ἱπποκρατείουc ἄνδραc ἐχρῆν ἐπιλαμβά‐ νεcθαι τῶν δογμάτων αὐτοῦ τὰc ἐξηγήcειc ποιουμένουc, ὡc μιᾶc οὔcηc τῷ γένει τῆc ἐν τοῖc ζῴοιc θερμαcίαc. ἀλλ’ ὅταν ἀκούcωcιν ἢ Ἱππο‐ κράτουc ἤ τινοc ἄλλου θερμοκοιλίουc ὀνομάζοντόc τιναc, ἐπι‐ cκέψαcθαι βέλτιον ἦν, ὅπωc εἴρηται τοὔνομα, πότερον τὸ ἔμφυτον | |
10 | θερμὸν ἐν τῇ γαcτρὶ δαψιλὲc ὑπάρχειν ἀποφηναμένου τοῦ τὴν λέξιν εἰπόντοc ἢ γράψαντοc ἢ τὸ ἕτερον, ὃ πολλάκιc μὲν ἐπίκτητον, ἐνίοτε δ’ οὐ φύcει, καί ποτε καὶ παρὰ φύcιν ὀνομάζομεν, ᾧ θερμῷ τοὺc θερμοτέρουc cυμβέβηκε δακνώδη τε καὶ θερμὴν ἔχειν τὴν διαπνοὴν καὶ διὰ τοῦτο πυρέττειν εὐθέωc, ἐπειδὰν τύχῃ τὸ δέρμα cτεγνωθέν, | |
15 | ὡc οἵ γε τὸ ἕτερον θερμὸν ἔχοντεc πλεῖcτον ἐπιcχεθείcηc τῆc δια‐ πνοῆc πληθωρικώτεροι μὲν γίνονται, πυρετῷ δ’ οὐχ ἁλίcκονται διὰ | |
17b205 | 〈τοῦτο〉. καὶ μέντοι καὶ ὅτι κατὰ τὴν γα|cτέρα τουτὶ τὸ ἔμφυτον θερμὸν πλεονάζον ἀρίcταc ἐργάζεται τὰc πέψειc τῶν cιτίων, [ὡc] αὐτὸc ἐν Ἀφοριcμοῖc ἐδήλωcεν εἰπών· “αἱ κοιλίαι χειμῶνοc καὶ ἦροc θερμό‐ ταται φύcει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃcιν οὖν τῇcιν ὥρῃcι καὶ | |
5 | τὰ προcάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆc οὖν πλείονοc δεῖται, cημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.” καθ‐ άπερ οὖν τῶν τοιούτων κοιλιῶν ἐcτι γνώριcμα τὸ πέττειν ἀμέμπτωc τὰc τροφάc, οὕτωc τῶν ψυχροτέρων μὲν τὸ εἰc ὀξύτητα τρέπειν, τῶν θερμοτέρων δ’ εἰc κνιcώδη ποιότητα. τοῖc μὲν οὖν καλῶc πέττουcι τὰ | |
10 | cιτία τό θ’ αἷμα χρηcτόν ἐcτι καὶ cύμμετροc ἕπεται cάρκωcιc ἢ καὶ πλείων ἐνίοτε τοῦ δέοντοc, ὅταν ἀργότερον αὐτοῖc διαιτωμένοιc καὶ λουομένοιc τὸ δεύτερον εἰc εὐcαρκίαν 〈ἀφίκη〉ται τοῦ cώματοc ἕξιc, ἐπειδὰν μὴ φθάcῃ πλῆθοc ἀθροιcθὲν εἰc νόcουc ἐμβάλλειν ὅλον τὸ cῶμα. τοῖc δὲ διὰ τὴν δυcκραcίαν τῆc γαcτρὸc ἀπεπτοῦcί τε καὶ δια‐ | |
15 | φθείρουcιν εἰc καπνώδη καὶ κνιcώδη ποιότητα τὰ cιτία μοχθηρὸν μὲν | |
17b206 | ἀθροίζεται κατὰ τὰc φλέβαc αἷμα, μοχθηρὰ δὲ ἡ | τοῦ cώματοc ὅλου γίνεται θρέψιc. ἐπὶ τούτων οὖν ἀκούειν cε χρὴ τοῦ προκειμένου λόγου. τῷ μὲν γὰρ ἥπατι καὶ τῇ καρδίᾳ τὸ ἔμφυτον θερμὸν ἐξ ἀρχῆc ὑπάρ‐ χει πολύ, ταῖc cαρξὶ δὲ ἐκ τοῦ αἵματοc ἐπειcέρχεται καὶ διὰ τοῦτο | |
5 | ἀναγκαῖόν ἐcτι ψυχρὰc αὐτὰc εἶναι κατὰ τὰc τοιαύταc φύcειc τῶν cωμάτων, ὁποίαc καὶ νῦν ἔγραψεν ὁ Ἱπποκράτηc, ὡc ἂν μὴ χορη‐ γουμέναc αἷμα δαψιλέc, ἀλλ’ ὀλίγον τε καὶ μοχθηρόν. ἀμφότερα γὰρ γίνεται τοῖc δυcκράτοιc τὴν γαcτέρα κατὰ τὴν πυρώδη θερμαcίαν, ὑπέρχεcθαι μὲν τὰ cιτία διαφθειρόμενα καὶ διὰ τοῦτο ὀλίγηc ἐξ αὐτῶν | |
10 | ἀπολαύειν τὸ cῶμα τροφῆc, εἶναι δὲ καὶ αὐτὴν ταύτην οὐκ ἀγαθὴν διὰ τὸ μὴ πεπέφθαι καλῶc. οὐ γὰρ οἷόν τε γεννηθῆναι χρηcτὸν αἷμα κατὰ τὸ ἧπάρ τε καὶ τὰc φλέβαc, ἀπεπτηθέντων τε καὶ διαφθαρέντων ἐν τῇ γαcτρὶ τῶν cιτίων. εἰ μὲν οὖν ὀλίγον, οὐ μὴν μοχθηρόν 〈γ’ ἦν | |
τούτων τὸ κατὰ τὰc φλέβαc〉 αἷμα, cυνέβαινεν ἂν ἑλκύcαι αὐτὸ τὰc | ||
15 | cάρκαc, αὐτὰc μὲν ἧττον τρέφον, ἐκκενοῦν δ’ ἐκείναc, ὡc cυνεcτάλθαι | |
17b207 | τε καὶ φαίνεcθαι μόγιc. ἐπεὶ δὲ οὐ μόνον ὀλίγον, ἀλλὰ καὶ μοχθη|ρόν ἐcτιν, οὐδὲ τόθ’ ἑλκύcουcι, κἂν δέωνται, καθάπερ οὐδ’ ἡμεῖc αὐτοὶ προcιέμεθα τὰ κεκνιcωμένα καί τιναc ἑτέραc μοχθηρὰc ἔχοντα ποιότη‐ ταc ἐδέcματα, κἂν πάνυ cφόδρα τροφῆc ὀρεγώμεθα. καὶ γὰρ καὶ ἡ | |
5 | ὄρεξιc αὐτὴ παύεται γευcαμένων ἡμῶν τοιούτου cιτίου. κατὰ τοῦτ’ οὖν αἱ cάρκεc ἐκ τῶν φλεβῶν ὀλίγον ἕλκουcιν εἰc θρέψιν αὐτὸ τὸ ἀναγ‐ καιότατον, ὡc κατὰ βραχὺ χρόνῳ πλείονι κατὰ τὰc φλέβαc ἀθροίζεcθαι μοχθηρὸν αἷμα. καὶ διὰ τοῦτ’ ἐν ταῖc φλεβοτομίαιc οὐκ ἂν ἴδοιc ποτὲ τῶν τοιούτων ἀνθρώπων ἐρυθρὸν αἷμα ῥέον, ἀλλ’ ὡc ἂν εἴποι τιc | |
10 | ἑτέραν ἔχον χρόαν εὑρίcκεται τοῦτο, εὐθὺc δὲ καὶ δυcῶδεc. καὶ εἰ ἐκ πολλοῦ χρόνου μὴ εἴη κεκενωμένοc ὁ ἄνθρωποc, μέλαν φαίνεται τὸ αἷμα τὸ κατὰ τὴν φλεβοτομίαν ἐκκενούμενον, ἄλλοτ’ ἄλλην ἔχον ἐν πάχει τε καὶ λεπτότητι cύcταcιν, ἐνίοτε μὲν ὀρρῶδεc καὶ λεπτότερον, ἐνίοτε δὲ παχύτερον, ὥcπερ δὴ καὶ λίαν παχὺ καὶ μέλαν φαίνεταί | |
15 | ποτε, παραπλήcιον ὑγρᾷ πίττῃ. | |
17b208 | ταῦτ’ οὖν ἅπαντα τὰ νῦν ἐπὶ κεφαλαίων εἰρημένα | κατ’ ἄλλα μέν τινα τῶν εἰρημένων ὑπομνημάτων καὶ μάλιcτα τῆc Θεραπευτικῆc μεθό‐ δου τελέωc ἐξείργαcται, νυνὶ δὲ διὰ cυντόμων εἴρηται παραλελειμμένα τοῖc ἐξηγηταῖc. εἰώθαcι γὰρ πλεονάζειν μὲν ἐν τοῖc ἀχρήcτοιc, ἐκλείπειν | |
5 | δ’ ἐν τοῖc χρηcιμωτάτοιc. ἐγὼ γοῦν, ἐπειδὴ πάνυ χρήcιμόc ἐcτιν ὁ προκείμενοc λόγοc, ἀναλαβὼν αὐτὸν ἐπὶ κεφαλαίων αὖθιc ἐρῶ, cυν‐ άψαc τῇ τῆc προκειμένηc ῥήcεωc ἐξηγήcει. θερμοκοιλίουc μὲν ἡγη‐ τέον αὐτὸν λέγειν, οὐχ ὥcπερ τοὺc παῖδαc εἶπε καὶ τοὺc ἀθλητὰc πολὺ τὸ ἔμφυτον ἔχειν θερμὸν οὐδ’ ὡc ἐν χειμῶνι τὰc κοιλίαc τῷ | |
10 | φυcικῷ θερμῷ θερμοτάταc ὑπάρχειν, ἀλλ’ ὡc τὸ δακνῶδέc τε καὶ μοχθηρὸν θερμὸν οὐκ ὀλίγον ἔχονταc ἐν τῇ δυcκράτῳ γαcτρί. τοὺc τοιούτουc δὲ ψυχροcάρκουc εἰκότωc ὠνόμαcεν, ἀτροφοῦνταc ἀπο‐ ρίᾳ χρηcτῆc τε ἅμα καὶ δαψιλοῦc τροφῆc, ἣν ἐκ τοῦ κατὰ φύcιν αἵ‐ ματοc ἔχουcιν ἐν τοῖc εὐκράτοιc cώμαcιν. ἕπεται δὲ τῇ τοῦ αἵματοc | |
15 | ἐνδείᾳ 〈τὸ〉 ψυχρὰc γίνεcθαι τὰc cάρκαc, ἐπίκτητον δὴ τὴν θερμαcίαν | |
17b209 | ἐξ αἵματοc ἐχούcαc, | οὐκ οἰκείαν οὐδ’ ἔμφυτον ὡc ἧπάρ τε καὶ καρ‐ δία. λεπτοὶ δὲ ἐξ ἀνάγκηc οὗτοι γίνονται διὰ τὴν ἔνδειαν τῶν cαρκῶν, ὧν αἱ μειώcειc τε καὶ αὐξήcειc εἰc λεπτότητα καὶ παχύτητα τὸ cύμπαν cῶμα προάγουcιν. λέγει δὲ τοὺc αὐτοὺc τούτουc ἐπι‐ | |
5 | φλέβουc ὑπάρχειν, ὥcπερ εἰ καὶ οὕτωc εἶπε· “τοῖc τοιούτοιc ἐπιφανεῖc αἱ φλέβεc εἰcί”, τουτέcτιν ἐκκείμεναι καὶ cαφεῖc ὡc ἂν αὗταί γε πλή‐ ρειc αἵματοc οὖcαι καὶ γεγυμνωμέναι διὰ τὴν ἔνδειαν τῶν cκεπουcῶν αὐτὰc cαρκῶν. ἀλλὰ καὶ ὀξυθυμοτέρουc αὐτοὺc εἶναί φηcιν, οὐχ ἁπλῶc ὀξυθύμουc ἢ ὑπερβολικῶc ὀξυθυμοτάτουc, ὅπερ ἂν ἔπαθον, εἰ | |
10 | τὸ κατὰ τὴν καρδίαν θερμὸν ἦν πάμπολυ. τὸ δ’ ἐν τῇ γαcτρὶ τῇ κα‐ κώcει τοῦ cτόματοc αὐτῆc ὀξυθυμοτέρουc ἐργάζεται. δέδεικται γὰρ ὡc καὶ τοῦτο τὸ μόριον ἑαυτῷ cυνδιατίθηcι τὴν ψυχήν, † ἀρ‐ γαβοτέρουc μὲν ἐργαζόμενον εἰc τὸ νοῆcαί τι καὶ πρᾶξαι, καθ’ ὃν ἂν χρόνον ἑαυτοῦ γένηται ψυχρότερον, ἑτοιμοτέρουc δὲ 〈νοῆcαι〉 καὶ | |
15 | ὀργιζομένουc ἐπὶ μᾶλλον θερμανθέν, οὐ τῇ κατὰ φύcιν δηλονότι θερ‐ μαcίᾳ, τῇ δ’ ἐπικτήτῳ τε καὶ παρὰ φύcιν, περὶ ἧc ὁ λόγοc ὅδε cύμ‐ | |
17b210 | παc | ἡμῖν διήνυcται. τοῖc δ’ Ἱπποκρατείουc μὲν ἑαυτοὺc ὀνομάcαcιν, ἀγνοοῦcι δὲ τὰ κυριώτατα δόγματα τῆc Ἱπποκράτουc τέχνηc, οἷc καὶ τὰ διὰ τῆc ἐμπειρίαc φαινόμενα μαρτυρεῖ, μέμψαcθαι δίκαιον, οὐχ ὡc ἡμεῖc εἰρή‐ | |
5 | καμεν, ἀλλ’ ἑτέρωc ποιηcαμένοιc τὴν ἐξήγηcιν. οἴονται γὰρ ἐπὶ τῶν θερμοτέρων κοιλιῶν τὰ τοῦ cυμφύτου θερμοῦ ῥέπειν εἰc τὸ βά‐ θοc, ἀπολείπειν 〈δὲ〉 τἀκτὸc μέρη καὶ διὰ τοῦτο ψυχροcάρκουc ἐργάζεcθαι τοὺc ἀνθρώπουc. ἀλλ’ αἱ τοιαῦται ῥοπαὶ κατὰ μὲν τὰc ὥραc καὶ τὰc χώραc καὶ ὅλωc τὰc καταcτάcειc τοῦ περιέχοντοc καὶ | |
10 | ἐγρηγόρcειc τε καὶ ὕπνουc γίνονται, καθάπερ γε κἀν τοῖc ψυχικοῖc πά‐ θεcι, λύπαιc καὶ φόβοιc, ἡδοναῖc τε cωματικαῖc καὶ χαραῖc ψυχικαῖc. οὔτε δὲ φυcικὴ καταcκευὴ cώματοc οὔθ’ ἡλικία 〈κατ〉εργάζεται τοιαύ‐ την μετάcταcιν ἐμφύτου θερμαcίαc, ἀλλ’ εἰcίν, ὡc κἀν τοῖc Ὑγιεινοῖc | |
ἐδείχθη, μοχθηραὶ καταcκευαὶ cώματοc, ἔνιαι μὲν ἐν ὅλῳ τῷ ζῴῳ | ||
15 | δυcκραcίαν ἔχουcαι, τινὲc δ’ ἐν τῇ τῶν μορίων ἀνωμάλῳ καταcκευῇ, καθάπερ καὶ ἡ κατὰ τὴν προκειμένην ῥῆcιν εἰρημένη περὶ τῶν ἐν | |
17b211 | μοχθηρᾷ καταcτά|cει τὴν κοιλίαν ἐχόντων, οὐκ ἐν ἀρίcτῃ, καθάπερ αἱ τὸ ἔμφυτον ἔχουcαι θερμὸν πολὺ καὶ διὰ τοῦτο εἰc εὐcαρκίαν cυντε‐ λοῦcαι τὰ μέγιcτα καὶ παχύνουcι τὴν ἕξιν, οὐ καθαιροῦcι καὶ λεπτύ‐ νουcι ταῖc δυcκράτοιc ὁμοίωc. | |
4 | ||
5 | Αὐχμῶν ἐπὶ γῆc οἰωνῶν γένοc | |
εὐθηνεῖ. Οἱ γὰρ ὄρνι‐ θεc, ὡc ἂν ξηρότεροι τὴν κρᾶcιν ἡμῶν ὄντεc, ἐν τοῖc αὐχμοῖc ὑγιαίνουcι μᾶλλον. ἴcμεν δὲ καὶ τροφαῖc αὐτοὺc ξηροτέραιc ὀλίγῳ τε | ||
10 | ποτῷ χρωμένουc, οὐχ ὥcπερ οἱ cύεc ὕδατι cυνεχῶc λούεcθαι ποθοῦν‐ τεc ἐμπίπλαcθαί τε cυνεχῶc οὐκ ὀλίγου ποτοῦ. | |
11 | Τράγοc, ὁκότεροc ἂν φανῇ ἔξω ὄρχιc, ἢν μὲν δεξιόc, ἄρρεν, εὐώνυμοc δὲ θῆλυ. | | |
13 | ||
17b212 | Ἐν τῇ μεταβολῇ τῆc τῶν παίδων ἡλικίαc εἰc τὴν τῶν μειρακίων, ὥcπερ ἥ τε τοῦ cπέρματοc αὐτοῖc γένεcιc ἄρχεται καὶ τριχῶν τῶν ἐπὶ τοῖc αἰδοίοιc, οὕτω καὶ ἡ τῶν ὄρχεων αὔξηcιc ἀθρόα, καθάπερ γε ταῖc παρθένοιc ἡ τῶν τιτθῶν ἅμα τῇ τῶν καταμηνίων φορᾷ. τηνι‐ | |
5 | καῦτα τοίνυν καὶ ἡ τῆc φωνῆc γίνεται μεταβολὴ τοῖc ἄρρεcι μάλιcτα, πρότερον γὰρ ὄντεc ὀξύφωνοι, τελέωc μὲν ἡβήcαντεc ἀποτελοῦνται βαρύφωνοι, κατὰ δὲ τὸν μεταξὺ χρόνον οἱονεὶ βραγχώδηc αὐτοῖc ἡ | |
φωνὴ γίνεται. διὰ τί μὲν οὖν ἐπιφαίνεται ταῦτα πάντα κατὰ τὴν εἰ‐ ρημένην ἡλικίαν, ὁ παρὼν οὐ χρῄζει λόγοc ἀναζητεῖν· ὅτι δ’ ἐπιφαί‐ | ||
10 | νεται ταῦτα πάντα καὶ ἡ ἐμπειρία δείκνυcιν, ὥcπερ γε καὶ ὅτι τῶν ὄρχεων εἰ μὲν ὁ δεξιὸc πρότερον εἰc ὄγκον ἀρθείη, τὰ τοιαῦτα μειράκια τελειωθέντα καὶ ἀνδρωθέντα παῖδαc ἄρρεναc 〈γεννᾶν〉 ἰcχύει μᾶλλον ἤπερ θηλείαc· εἰ δ’ ὁ ἀριcτερόc, ἔμπαλιν. οὕτω δὲ καὶ περὶ τῆc μήτραc φρονεῖ. κατὰ γοῦν τοὺc Ἀφοριcμοὺc ἔγραψεν· | |
15 | “ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖc δεξιοῖc, τὰ δὲ θήλεα ἐν τοῖcιν ἀριcτε‐ | |
17b213 | ροῖcι μᾶλλον.” ἅπερ | οὖν εἴρηταί μοι περὶ τοῦδε κατὰ τὴν τῶν Ἀφο‐ ριcμῶν ἐξήγηcιν, ἐπὶ τὸν ἐνεcτῶτα μετοίcειc λόγον, αἰτίαc μιᾶc οὔcηc κοινῆc ἐπί τε τῶν ἀρρένων καὶ τῶν θηλειῶν, δι’ ἣν τὰ μὲν ἀριcτερὰ μέρη τῶν θηλειῶν ἐcτι γεννητικά, τῶν δ’ ἀρρένων τὰ δεξιά. λέλεκται | |
5 | δὲ περὶ τούτου κἀν τοῖc Περὶ χρείαc μορίων. | |
5 | Ὀφθαλμοὶ ὡc ἂν ἰcχύοc, οὕτω καὶ γυῖον καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδί‐ δωcιν. | |
8 | Εὔδηλον δὴ ὅτι προcυπακοῦcαι χρὴ τῷ ὡc ἂν ἰcχύοc τὸ ἔχω‐ | |
10 | cιν, ὅπερ ἔνιοι καὶ προcέγραψαν. *** ἡ γοῦν διάνοια τῆc ῥήcεωc, ὡc ἐμοὶ δοκεῖ κάλλιcτά τιc ἐξηγήcαcθαι παραλιπὼν τὰ μοχθηρῶc εἰρημένα τοῖc πλείcτοιc, ἥδ’ ἂν μάλιcτα γένοιτο· “ἡγοῦμαι τὸν Ἱπποκράτην διδάcκειν, ὅπωc ἄν τιc ἀπὸ τῶν ὀφθαλμῶν διαγινώcκοι περὶ τῆc ἐν | |
17b214 | ὅλῳ τῷ cώματι διαθέcεωc, ἐπειδὴ μάλιcθ’ οὗτοι τὴν βε|βαιοτάτην ἐν‐ δείκνυνται διάγνωcιν.” ἐπὶ γοῦν τῶν λειποθυμηcάντων ἢ ἄλλωc ἐκλυ‐ | |
θέντων τὴν δύναμιν οὐδὲ θεαcάμενοc χεῖρά τιc ἢ cκέλοc ἢ τοῦ προc‐ ώπου τἄλλα μόρια χωρὶc τῶν ὀφθαλμῶν ἐξευρεῖν τι δυνήcεται περὶ | ||
5 | τῆc κατὰ δύναμιν ἀρρωcτίαc τε καὶ ῥώμηc, ὥcπερ εἰ τοὺc ὀφθαλμοὺc θεάcαιτο· προδήλωc γὰρ ἐν αὐτοῖc εὐτονία τε καὶ ἀτονία φαίνεται, τινῶν μὲν οὖν ὀξυδερκούντων ἀναπεπταμένων τῶν βλεφάρων, ἐνίων δὲ μηδὲ διοῖξαι τελέωc αὐτὰ δυναμένων. καὶ ἡ χρόα δ’ αὐτῶν καὶ ὁ ὄγκοc ἐνδείκνυταί τι περὶ τῆc δυνάμεωc. ἀρρωcτούcηc μὲν γὰρ αὐτῆc | |
10 | οἱ ὀφθαλμοὶ κοῖλοί τε καὶ αὐχμηροὶ καὶ κακόχροοι φαίνονται. ῥω‐ cθείcηc δ’ εὐχροοῦcί τε καὶ εἰc ὄγκον αἴρονται καὶ cτιλπνὴν ἔχουcιν ὑγρότητα. ταῦτα μὲν οὖν ἐναργῶc φαίνεται γινόμενα καὶ χωρὶc τοῦ τὴν αἰτίαν ἐπίcταcθαι, δι’ ἣν γίνεται. δήλη δὲ καὶ ἡ αἰτία τοῖc ἐπι‐ cταμένοιc, ὁποία τίc ἐcτιν ἡ φύcιc τῶν ὀφθαλμῶν, ὑπὲρ ἧc ἐν ἄλλοιc | |
15 | τε καὶ τοῖc ὀπτικοῖc λόγοιc ἀπεδείξαμεν, ὡc αὐγοειδὲc πνεῦμα ψυχι‐ | |
17b215 | κὸν ἐξ ἐγκεφάλου πλεῖcτον εἰc ὀφθαλμοὺc παραγίνεται. τοῦτ’ | οὖν ὅταν ἄρρωcτον ἢ ὀλίγον ᾖ, κατὰ τοὺc ὀφθαλμοὺc τὰ ἄρτι λελεγμένα γίνεται cυμπτώματα. καὶ ἡ χροιὴ δέ, φηcί, τουτέcτι τὸ χρῶμα, μεταβάλλει πρὸc τὸ | |
5 | βέλτιον ἢ χεῖρον. εὔδηλον δέ, εἴτε περὶ τῶν ὀφθαλμῶν ἔτι ποιεῖ‐ ται τὸν λόγον εἴτε περὶ τῆc καθ’ ὅλον τὸ cῶμα χρόαc. ἑκάτερον γὰρ αὐτῶν ἀληθέc ἐcτι, τῶν μὲν ὀφθαλμῶν ὥcπερ ἰcχὺν καὶ ἀcθένειαν, οὕτω καὶ εὔχροιάν τε καὶ δύcχροιαν ὑπαλλαττομένων, ἀκολουθούcηc δὲ τούτοιc καὶ τῆc καθ’ ὅλον τὸ cῶμα διαθέcεωc. ἐὰν μὲν γὰρ εὐχροῶ‐ | |
10 | cιν οἱ ὀφθαλμοί, τὸ γυῖον ὑγιεινῶc ἔχειν δηλοῦcι, τουτέcτιν ὅλον τὸ cῶμα. κακόχροιαν δέ τινα ἔχοντεc καὶ εὐθὺc 〈αὐ〉τὸ πᾶν βεβλάφθαι δηλοῦcι. θᾶττον δὲ τῶν ἄλλων μορίων ἐν ὀφθαλμοῖc ἡ μεταβολὴ φαί‐ νεται τῶν χρωμάτων διὰ τὸ καθαρόν τε καὶ λαμπρὸν αὐτῶν. οὐ μό‐ νον δὲ τοῦτο δύναται cημαίνειν ἡ λέξιc, ἀλλὰ καὶ τὴν ἐν ὅλῳ τῷ | |
15 | cώματι μεταβολὴν τῆc χρόαc ἕπεcθαι τοῖc κατὰ τὼ ὀφθαλμὼ cημείοιc. ἀπὸ μὲν οὖν τῶν ὀφθαλμῶν οὕτωc ἡ διάγνωcιc ἐφ’ ὅλον τὸ cῶμα | |
17b216 | μετάγεcθαι δύναται, καθ’ ἑαυτὴν δὲ τὴν λέξιν ἐξηγεῖcθαι δυνα|τὸν ἄνευ τῶν ὀφθαλμῶν, ἐὰν cυνάπτῃ τιc αὐτῇ τὴν ἐπιφερομένην. ἑξῆc | |
οὖν ἀπ’ ἄλληc ἀρχῆc οὕτωc αὐτὴν ἐξηγήcομαι. Καὶ χροιὴ ἐπὶ τὸ κάκιον | ||
5 | ἢ βέλτιον ἐπιδίδωcι. δίκαιον δὲ, ὡc ἂν ἔχῃ ἡ τροφή, οὕτω καὶ τὸ ἔξω ἕπεcθαι. | |
6 | Τὴν χρόαν ἀνὰ λόγον τῇ τροφῇ, τουτέcτι τῷ αἵματι, πρὸc τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φηcί. αἷμα δὲ λέγει νῦν ὅλον τὸν ἐν τοῖc ἀγγείοιc χυμόν, ἐν ᾧ καὶ φλέγματόc τι καὶ χολῶν καὶ | |
10 | ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν τε καὶ χεῖρον γίνεται. τὸ δ’ ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίωc αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικρά‐ τειαν αὐτοῦ τὸ cύμπαν ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥcπερ οὐδ’ ἄλλην τινὰ χρόαν ἔχον ὅτι μὴ τὴν ἐρυθράν. | | |
13 | ||
17b217 | Ϲημεῖα θανατώδεα ἀνὰ [δέρμα] ῥινὸν θερμὸc ἀτμόc· πρότερον δὲ ῥὶc ψυχρὸν πνεῦμα ἀφίηcιν. | |
3 | Ἐάν τε κατ’ αἰτιατικὰc πτώcειc γεγραμμένον ᾖ θερμὸν ἀτμόν, | |
5 | ἐάν τε κατ’ εὐθείαc θερμὸc ἀτμόc, ἑκατέρωc δεῖ 〈τι〉 προc‐ υπακούεθαι. βούλεται γὰρ ὁ νοῦc τῆc λέξεωc εἶναι τοιοῦτοc· “ἐκ τῶν θανατωδῶν cημείων ἐcτὶ καὶ ταῦτα, 〈τὸ〉 θερμὸν ἀτμὸν ἐκκενοῦcθαι διὰ τοῦ δέρματοc ἐπὶ προηγηcαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκ‐ πνοήν.” εἰ δὲ καὶ κατ’ εὐθείαc πτώcειc ἐθέλοιc ἑρμηνεῦcαι τὴν αὐτὴν | |
10 | διάνοιαν, οὕτωc ἂν εἴποιc μάλιcτα· “cημεῖα θανατώδη διὰ τοῦ δέρμα‐ τοc θερμὸc ἀτμὸc ἐκκενούμενοc ἐπὶ προηγηcαμένῳ ψυχρῷ πνεύματι | |
κατὰ τὴν ἐκπνοήν.” ἀλλὰ τοῦτο μὲν αὐτὸ τὸ τῆc ψυχρᾶc ἐκπνοῆc ὅτι τῶν ὀλεθριωτάτων ἐcτί, καὶ κατὰ τὸ Προγνωcτικὸν εἴρητο κατὰ τήνδε τὴν λέξιν· “ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ cτό‐ | ||
17b218 | ματοc ὀλέθριον | κάρτα ἤδη γίνεται.” νυνὶ δὲ προcέθηκέ τι cύμπτωμα τοῖc οὕτωc ἔχουcιν οὐκ ἀεὶ γινόμενον. ἐκρεῖ γὰρ ἀτμὸc θερμὸc ἀθρόωc ἐκ τοῦ δέρματοc, ἀλλ’ οὔτε πᾶcιν, ὡc ἔφην, οὔτ’ ἐν παντὶ καιρῷ, καὶ ταῦτ’ ἐχρῆν διδάcκειν τοὺc ἃ μὴ δεῖ φλυαροῦνταc ἐξηγη‐ | |
5 | τάc. ἐπ’ ἐκείνων γὰρ μόνων εὑρήcειc τὸ τοιοῦτον γινόμενον, ἐφ’ ὧν προηγήcατο τοῦ θανάτου θερμότατοc πυρετὸc ἐκφρύξαc τὸ τῆc καρ‐ δίαc αἷμα καὶ διὰ τοῦτο καταψύξαc αὐτὴν ἐπὶ τῇ τελευτῇ. λυθέντοc οὖν τοῦ ζωτικοῦ τόνου, νεκρουμένηc τῆc καρδίαc, ἐπὶ μὲν τῶν ἄλλων ἱδρῶτεc γίνονται cυγκοπτικοί, περιουcίαc ὑγρῶν οὔcηc κατὰ τὸ cῶμα. | |
10 | τοῖc δὲ ἀπὸ τοῦ διακαοῦc πυρετοῦ προεξηραcμένοιc ἀντὶ τῶν ἱδρώ‐ των ἀτμὸc θερμὸc ἁπτομένῳ cοι φανεῖται διαπνεόμενοc, οὐ μὴν οὐδ’ οὗτοc ἐν παντὶ καιρῷ τοῦ νοcήματοc, ἀλλ’ ὁπότε τῷ χρόνῳ προήκοντι καταψύχεται τὸ δέρμα, κενωθείcηc τῆc ἀτμώδουc οὐcίαc, ἥτιc ὑπὸ τοῦ διακαοῦc πυρετοῦ λεπτυνομένων τῶν χυμῶν ἤθροιcτο | |
15 | κατὰ τὸν 〈τοῦ〉 νοcήματοc χρόνον. οὐ γὰρ δὴ κατ’ ἐκεῖνόν γε τὸν | |
17b219 | καιρόν, ἐν ᾧ cυμβαίνει νεκροῦcθαι τὴν καρδίαν, | οἷόν τε γεννηθῆναι μὴ ὅτι θερμὸν ἀτμόν, ἀλλὰ μηδὲ ψυχρὸν ἢ χλιαρόν. ἅπαcα μὲν οὖν καρδία πληcίον τοῦ θανάτου ψυχρὰν ἴcχει δυcκραcίαν, οὐ μὴν ἐν ἁπάcῃ γε νόcῳ θανατώδει τοιαύτη διὰ παντόc ἐcτιν, ἀλλ’, ὡc εἴρηται, | |
5 | θερμοτάτη πολλάκιc ἐν τοῖc περικαεcτάτοιc πυρετοῖc. ὅταν οὖν νοcῇ ψυχρὰν δυcκραcίαν ἡ καρδία, τὸν θερμὸν ἀτμὸν οὐκ ἂν εὕροιc ἐκ‐ κενούμενον, ὅταν ἐγγὺc τοῦ θανάτου γενόμενοc ὁ κάμνων ἄρξηται ψυχρὸν ἐκπνεῖν, οὐδὲ προλελέπτυνται τοῖc οὕτωc ἔχουcι τὰ ὑγρά, μήτε πυρετὸν διακαῆ πυρέξαcι μήτε χυμοὺc ἔχουcι χολώδειc, θερμοὺc | |
10 | μὲν τῇ κράcει, λεπτοὺc δὲ τῇ cυcτάcει. ἐν γὰρ ταῖc ψυχραῖc δυcκραcίαιc οἱ φλεγματώδειc καὶ ὠμοὶ καὶ παχεῖc καὶ ὅλωc ψυχροὶ χυμοὶ πλεονά‐ | |
ζουcιν, οὐχ οἱ χολώδειc καὶ θερμοὶ καὶ λεπτοί. Τὰ δὲ ζωτικὰ ἐναντία. | | ||
13 | ||
17b220 | Μάχεται τοῦτο φανερῶc τοῖc εἰρῆcθαι νομίζουcι θανατῶδεc cη‐ μεῖον ἐν τῇ 〈προειρημένῃ〉 ῥήcει τὸν θερμότατον πυρετόν. ὡc γὰρ ἀνταποδιδοὺc τῷ κατ’ ἀρχὴν εἰρημένῳ “cημεῖα θανατώδεα” νῦν ἔγραψε τὰ δὲ ζωτικὰ ἐναντία. καίτοι κατὰ τὴν ἐκείνων ἐξήγηcιν | |
5 | οὐ cυνῆπται τῷ “θανατώδη cημεῖα” τὸ μετὰ ταῦτα γεγραμμένον, | |
ἀνάρρινον θερμότατον, *** καίτοι τὸ “ἀνάρρινον θερμότατον” οὐκ ἔχει 〈τὸ〉 αὐτῷ προcκείμενον, εἴτε θανατῶδέc ἐcτιν εἴτε μή. οὐ γάρ ἐcτι θανατῶδεc, εἰ μὴ προηγήcαιτο τὸ εἰρημένον ὑφ’ Ἱπποκρά‐ τουc “πρότερον δὲ ῥὶc ψυχρὸν πνεῦμα ἀφίηcιν.” ἐὰν γὰρ ἄνευ τού‐ | ||
10 | του γένηται θερμότατοc ἀτμὸc κατὰ τὸ δέρμα, δύναται λεπτομερῶν χυμῶν ἐν θερμῷ πυρετῷ cύμπτωμα γεγονέναι, μὴ πάντωc θανάτου cημεῖον, ἀλλ’ ἔcτιν ὅτε καὶ πρὸc ἀγαθοῦ διαπνεομένων τῶν λελεπτυ‐ cμένων χυμῶν, οὕc, ὅταν ὦcι παχυμερέcτεροι, δι’ αἰcθητῶν ἐκκρίcεων ἡ φύcιc ἐκκενοῖ τοῦ cώματοc ἱδρῶτάc τε κινοῦcα καὶ πλῆθοc οὔρων | |
15 | ἢ διαχωρημάτων ἢ ἔμετον ἐπάγουcα. ἔcται τοιγαροῦν ἐναντία τῶν | |
17b221 | εἰρημένων θανατωδῶν cημείων 〈τὰ〉 ζωτικὰ [τὸ] μήτε | ψυχρὸν ἐκπνεῖν μήτ’ ἐκκενοῦcθαι διὰ τοῦ δέρματοc ἀτμὸν θερμόν. εἰκότωc δὲ καὶ οἱ περὶ τὸν Ζεῦξιν ἰδίᾳ τὸ “cημεῖα θανατώδεα” προεξ‐ ηγηcάμενοι περιεῖλον ὅλην τήνδε τὴν λέξιν, ἐν ᾗ φηcι τὰ ζωτικὰ | |
5 | ἐναντία. | |
5 | Πρὸc ὑγιείην 〈πόνοc cιτίων | |
ἡγείcθω.〉 | ||
17b222(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΕΜΠΤΟΝ | |
t3 | ||
1 | εἴρηται δὲ πολλάκιc ὡc τὰc τοιαύταc γραφάc, ἐν αἷc οὐδὲν ὑπαλλάττεται τὸ λεγόμενον, ἀλλ’ ἡ διάνοια μένει κατὰ πᾶν ἡ αὐτή, κρίνειν οὐ πρόκειταί μοι φυλαττομένῳ τὸ μῆκοc τῶν ὑπομνημάτων, ἀλλὰ καὶ νῦν αὐτὸ τοῦτο χάριν ἀναμνή|‐ | |
17b223 | cεωc εἶπον, ἐπεὶ καὶ κατὰ τὰc μελλούcαc λέγεcθαι ῥήcειc οὐδὲν ἐρῶ περὶ τῶν τοιούτων γραφῶν. ὁ τοίνυν τῆc λέξεωc νοῦc, εἰ μὲν ἁπλῶc τιc ἀκούοι τοῦ λεγο‐ μένου, cαφήc ἐcτι, δηλοῦντοc τοῦ Ἱπποκράτουc τὴν ἑαυτοῦ γνώ‐ | |
5 | μην, ὡc οὐκ εἴη τοῦ χοροῦ τῶν ἄτεχνον ἡγουμένων εἶναι τὴν φύcιν, ἀλλὰ τεχνικὴν καὶ προνοητικὴν τοῦ ζῴου. δύναμιν δὲ προcήκει νῦν ἀκούειν ἐκ τοῦ τῆc φύcεωc ὀνόματοc ἐνοικοῦcαν αὐτοῖc τοῖc cώμαcι τοῖc διοικουμένοιc ὑπ’ αὐτῆc, ἧc τὴν οὐcίαν ἥτιc ἐcτὶν οὐκ ἀναγκαῖον | |
ἐν τῷ παρόντι ζητεῖν, ὥcπερ οὐδὲ τῆc ψυχῆc ἡμῶν ἢ τοῦ κατ’ αὐτὴν | ||
10 | ἡγεμονικοῦ. δεῖται γὰρ οὐδενὸc αὐτῶν ὁ ἐνεcτηκὼc λόγοc, ἀλλὰ μόνον ὅτι καλῶc ὑπελάμβανεν ὁ Ἱπποκράτηc τὴν φύcιν ἰατρὸν εἶναι τῶν νοcημάτων. ἴcωc γάρ τιc οἰήcεται τὴν ἰατρικὴν τέχνην ἀναι‐ ρεῖcθαι τῷ λόγῳ τούτῳ. διὰ τοῦτ’ οὖν οὐχ ἁπλῶc ἀκούειν χρὴ τὸ νούcων φύcιc ἰητρόc. βαθύτερον γὰρ νόημα κατὰ τὴν λέξιν τήνδε | |
15 | περιέχεται διαρθρώcεωc ἀκριβεcτέραc δεόμενον, ἣν οὐ〈δαμόθι〉 πρό‐ | |
17b224 | cθεν ἐποιηcά|μην ἑτέρωθι. γινώcκονταc δέ μου τὴν προαίρεcιν τοὺc ἑταίρουc, οἷc χαριζόμενοc ἐπὶ τὴν ἐξήγηcιν ἀφῖγμαι τοῦ προκειμένου γράμματοc, ἀναμνήcω καὶ νῦν, ὡc ἕκαcτον τῶν δογμάτων τῶν ἀποδεί‐ ξεωc δεομένων ἅπαξ που διελθὼν τελέωc, οὐκ ἐν ἑτέρῳ βιβλίῳ γράφω, | |
5 | μακρολογίαν περιττὴν εἰδὼc γινομένην, εἰ περὶ τῶν αὐτῶν λέγοι τιc τὰ αὐτά, καθάπερ ἔνιοι πεποιήκαcι τῶν νεωτέρων ἰατρῶν οὐ δὶc μόνον ἢ τρίc, ἀλλὰ καὶ τετράκιc ἢ πλεονάκιc ἔτι περὶ τῶν αὐτῶν τὰ αὐτὰ γρά‐ ψαντεc ἐν πολλοῖc ὑπομνήμαcί τε καὶ cυγγράμμαcιν. ἐγὼ δὲ ἅπαξ ἀπο‐ δείξαc τι χρῶμαι τοῦ λοιποῦ κατὰ τὰ ἄλλα βιβλία τῷ κεφαλαίῳ μόνον | |
10 | ἀναμιμνῄcκων, ὡc ἀποδέδεικταί μοι κατὰ τόδε 〈καὶ τόδε〉 τὸ γράμμα. καὶ νῦν οὖν ἅπαξ ποιήcομαι τὸν περὶ τῆc φύcεωc λόγον, ὅπωc τέ φηcιν αὐτὴν ἰατρὸν εἶναι τῶν νοcημάτων ὁ Ἱπποκράτηc, ὅτι τε τὴν ἰατρικὴν τέχνην οὐδαμῶc ἀναιρεῖcθαι cυμβέβηκεν ὑπὸ τοῦ δόγματοc τούτου. cὺ δὲ ὁ τοῖcδε τοῖc ὑπομνήμαcιν ὁμιλῶν ἤδη μοι | |
15 | πρόcεχε τὸν νοῦν ἀρχομένῳ τοῦ λόγου. | |
17b225 | τὰc νόcουc | ὑπὸ τροφῆc ἐν καιρῷ δοθείcηc ποιᾶc καὶ ποcῆc αἰονή‐ cεώc τε καὶ καταπλαcμάτων καὶ κλυcτήρων καὶ φλεβοτομίαc ὅcα τ’ ἄλλα τοιαῦτα θεραπεύεcθαί τιc λέγων οὐκ ἂν ψεύcαιτο, καθάπερ οὐδ’ ὁ φάcκων ὑπὸ τῶν ἰατρῶν θεραπεύεcθαι τὰc νόcουc, οὐδ’ ὁ τὴν ἰατρικὴν τέχνην | |
5 | θεραπευτικὴν εἶναι τῶν νοcούντων. ὥcπερ δὲ ὁ ταῦτα λέγων οὐκ ἂν ὡc ψευδόμενοc ἐλεγχθείη, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ὁ τὴν φύcιν ἐπὶ | |
cωτηρίᾳ τοῦ ζῴου πράττειν πάνθ’ ἡγούμενοc. ἕπεται δὲ τούτῳ καὶ τὸ τὰc νόcουc ἐκείνην πρώτην ἰᾶcθαι, καὶ μάλιcθ’ ὅταν ἐναργῶc ὑγιάcῃ τὸν ἄνθρωπον ἱδρῶταc ἐκχέαcα πολλοὺc ἢ δι’ οὔρων ἢ διὰ γαcτρὸc ἢ | ||
10 | δι’ ἐμέτων κενώcαcα τοὺc λυποῦνταc χυμούc. τί τοίνυν τούτων ἁπάντων ἀξιώματι πρῶτόν ἐcτιν ἢ τί δεύτερον ἢ τί τρίτον, ὅcα ποιεῖν ὑγείαν ἔφαμεν, ἐπιcκέψαcθαι προcήκει, καὶ μάλιcθ’ ὅτι δὴ καὶ ἄλλα τινὰ προcέρχεται, δι’ ὧν αἱ νόcοι θεραπεύον‐ ται, περὶ ὧν ἁπάντων τῆc κατὰ τὴν ἀξίαν τάξεωc ἄμεινον ἐγνῶcθαι. | |
17b226 | δοκεῖ | γὰρ ἡμῖν ἄμεινον μὲν λέγεcθαι καὶ ἡ φύcιc ἰᾶcθαι τὰc νόcουc, ὀρθῶc δὲ καὶ ἡ ἰατρικὴ καὶ ὁ ἰατρόc, ἀληθῶc δὲ καὶ ὁ ὑπηρέτηc αὐτοῦ καὶ ἡ φλεβοτομία καὶ ἡ δι’ αὐτὴν γενομένη ῥύcιc τοῦ αἵματοc. ἴcωc δ’ ἀξιώcει τιc καὶ τὸν μάγειρόν τι cυντελεῖν καὶ | |
5 | τὸν ὑφάντην καὶ τὸν οἰκοδόμον καὶ τὸν χαλκέα καί τιναc ἄλλουc τεχνίταc, ὧν τοῖc ἔργοιc εἰc ὑπηρεcίαν χρώμεθα τῶν παραcκευαζομένων τοῖc ἀνθρώποιc ὑγείαc ἕνεκα. ἀλλὰ τῶν τοιούτων ἔνια μὲν ὗλαι βοη‐ θημάτων, οὐ βοηθήματά εἰcιν, ἔνια δ’ ὄργανα τοῖc βοηθοῦcιν ἐπιτή‐ δεια. βοηθήματα δὲ γίνεται διὰ τοὺc ἐν καιρῷ δέοντι καὶ ὡc προc‐ | |
10 | ήκει χρωμένουc αὐτοῖc. ὅταν μὲν γὰρ ὠφελήcῃ δοθεὶc αὐτοῖc οἶνοc, ἡ δόcιc αὐτοῦ βοήθημά ἐcτιν. ἐὰν δ’ ἀκαίρωc προcενεχθεὶc παραφροcύνην ἢ φρενῖτιν ἐργάcηται, νοcῶδεc αἴτιον, οὐχ ὑγιεινὸν οὐδὲ βοήθημα γίνεται. τίc οὖν αἴτιόc ἐcτι τῆc γενέcεωc τοῦ βοηθήματοc; ὁ τὸν καιρὸν εὑρίcκων δηλονότι. τίνα δὲ τοῦτον οἱ Ἕλληνεc ὀνομάζουcιν; | |
15 | ἦ καὶ τοῦτο πᾶcιν εὔδηλον, ὡc ἰατρὸc οὗτοc καλεῖται; ὥcτε ἰατρὸc | |
17b227 | οἴνου κυριώτεροc εἰc | ὑγείαc φυλακήν τε καὶ ποίηcιν. ὑγιαίνουcί τε γὰρ ὠφέλιμοc οἶνοc γίνεται καιρῷ καὶ μέτρῳ πινόμενοc ἰᾶταί τε τὰc νόcουc ὅτε χρὴ προcφερόμενοc. ἀλλ’ ὅ γε ἰατρὸc οὐχ ὅτι ζῷόν ἐcτιν ἤτοι πεζὸν ἢ ὅτι δίπουν ἢ ὅτι λογικὸν ἢ πολιτικὸν ἐπίcταται καιρὸν | |
5 | καὶ μέτρον ἑκάcτηc τῶν ὑλῶν, ἀλλ’ ὅτι τέχνην μεμάθηκεν ὑγιεινῶν τε καὶ νοcωδῶν γνωcτικήν. εἰ γὰρ δι’ ἐκείνων ταῦτ’ ἠπίcτατο, πάντεc 〈ἂν〉 ἄνθρωποι τὴν αὐτὴν ἐπιcτήμην εἶχον, ὥcτε προτέρα κατὰ τὸ ἀξίωμα τῶν ἰατρῶν ἐcτιν ἡ τέχνη, δι’ ἣν ἰατροὶ γίνονται. τῇ γὰρ ἐκείνηc δυνάμει χρώμενοι τὰc νόcουc θεραπεύομεν. ἀλλ’ ὃν ἔχει λόγον | |
10 | ὕλη καὶ τὰ ὄργανα πρὸc ἰατρόν τε καὶ τὴν τέχνην αὐτοῦ, τοῦτον αὖ πάλιν αὐτόc τε καὶ ἡ τέχνη πρὸc τὴν ἐν τῷ θεραπευομένῳ φύcιν. ἐκείνη γάρ ἐcτιν ἡ πάντα τὰ δέοντα πράττουcα κατὰ τὰ τῶν ζῴων cώματα καὶ τρέφουcα μὲν ἡνίκα θρέψεωc δεῖται, παραcκευάζουcα δ’ αὐτῇ τὸ αἷμα, δι’ οὗ θρέψει τὰ τροφῆc δεόμενα μόρια, τῷ δ’ αἵματι | |
17b228 | πάλιν 〈καὶ〉 αὐτῷ πρὸc τὸ γεννηθῆναι παραcκευάζουcα | τὴν ἐν τῇ γαcτρὶ πεττομένην τροφήν. εἰ δέ γε καταποθέντα τὰ cιτία μήτε πε‐ φθείη καλῶc μήτ’ ἀναδοθείη μήθ’ αἱματωθείη μήτε τὴν τῶν τραφηcο‐ μένων δύναμιν εὕροι, τὴν ἀρχὴν οὐδ’ ἂν τροφὴ λέγοιτο γεγονέναι | |
5 | τοῦ cώματοc ἡμῶν. ὥcπερ δ’ εἰc τὸ τραφῆναι τὰ θρέψεωc δεόμενα μόρια κυριωτάτη τῶν αἰτιῶν ἐcτιν ἡ τρέφουcα δύναμιc αὐτά, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν ἐν τῇ γαcτρὶ πρὸc τὴν τῶν cιτίων πέψιν, ἡ δ’ ἐν ἥπατί τε καὶ φλεψὶ πρὸc τὴν τοῦ πεφθέντοc αἱμάτωcιν. οὐ μὴν οὐδ’ ἀναγκαῖον ἅπαντά με τὰ κατὰ μέροc ἔργα τῆc φύcεωc | |
10 | διέρχεcθαι νῦν. ἀρκεῖ γὰρ ἀναμνῆcαι μόνον, ὡc ἐν τοῖc 〈Περὶ〉 τῶν φυcικῶν δυνάμεων ὑπομνήμαcιν ἐδείχθηcαν αἱ καθόλου δυνάμειc αὐτῆc, αἷc ἅπαντα τὰ κατὰ τὸ ζῷον ἐργάζεται, τέτταρεc οὖcαι. πρώτη μὲν ἡ τῶν οἰκείων ἑλκτική, δευτέρα δὲ ἡ τούτων αὐτῶν ἀλλοιωτική τε 〈καὶ〉 πεπτικὴ καὶ τρίτη ἡ καθεκτικὴ τῶν οἰκείων καὶ τετάρτη 〈ἡ〉 | |
15 | τῶν οὐκ οἰκείων ἀποκριτική. ταύταιc οὖν ταῖc δυνάμεcιν οὐ μόνον ὑγιεινὸν φυλάττει τὸ ζῷον, | |
17b229 | ἀλλὰ καὶ νοcῆcαν ὑγιάζει, κἀκ τῶνδε | δῆλον, ὅcον ἀξιώματι προύχει τῶν ποιητικῶν ὑγείαc αἰτίων. ἅπαντα γὰρ τἄλλα παραcκευάζει τὴν οἰκείαν ὕλην αὐτῇ, καθάπερ ἐκτὸc ὁρῶμεν ἄλλην τέχνην 〈ἄλλαιc〉 ὑπουργοῦcαν. ὑφάντῃ μὲν γὰρ κερκίδαc καὶ ἱcτοὺc καὶ κτέναc ὁ τέ‐ | |
5 | κτων παραcκευάζει, τούτῳ δὲ ξύλα μὲν ὁ ὑλοτόμοc, ἀξίνην δὲ καὶ cκέπαρνον ὁ χαλκεύc, τῷ χαλκεῖ δ’ αὐτῷ τὸν cίδηρον ὁ μεταλλεύc. καὶ cπάνιόν ἐcτιν εὑρεῖν τέχνην ποιητικὴν οὐδεμιᾶc ἑτέραc δεομένην ἢ ὄργανα παραcκευαζούcηc ἢ ὕλην ἐπιτήδειον εἰc τὸ δημιουργούμενον. | |
οὕτωc οὖν καὶ τῷ ἰατρῷ πολλαὶ τέχναι παραcκευάζουcι 〈τὰ ὄργανα | ||
10 | καὶ〉 τὰc ἐπιτηδείουc ὕλαc, ὥcπερ αὐτὸc αὖ πάλιν τῇ φύcει μετά τινων ὑπηρετῶν. ἀνὰ λόγον γάρ ἐcτιν ὡc ἀρχιτέκτων πρὸc οἰκοδόμουc καὶ τέκτοναc καὶ τοὺc ἄλλουc τεχνίταc, ὧν ἐcτιν ἀρχικόc, οὕτωc ὁ ἰατρὸc πρὸc ὑπηρέταc. εἰcὶ δ’ οὗτοι ῥιζοτόμοι, μυρεψοί, μάγειροι, καταπλάτ‐ τοντεc, ἐπιβρέχοντεc, κλύζοντεc, ἀποcχάζοντεc, φλεβοτομοῦντεc, cικυ‐ | |
17b230 | άζοντεc. εἰ δ’ ἡμεῖc καὶ | ταῦτα μεμαθήκαμέν τε καὶ πράττομεν, ὅμοιόν τι ποιοῦμεν ἐρέccειν ἐπιcταμένῳ κυβερνήτῃ καὶ ῥᾳδίωc ἐπ’ ἄκρον ἀνα‐ βῆναι δυναμένῳ τοῦ ἱcτοῦ ὅcα τ’ ἄλλα τῶν ναυτῶν ἐcτιν ἔργα γινώ‐ cκοντί τε καὶ πράττοντι. καὶ γὰρ cτρατηγοὶ πολλοὶ πολλάκιc καὶ τοξεύ‐ | |
5 | ειν καὶ ἀκοντίζειν καὶ μάχεcθαι διὰ ξιφῶν τε καὶ δοράτων ἐπίcτανταί τε καὶ πράττουcι καὶ βαcιλεῖc ὡcαύτωc, ἀλλ’ οὐχ ᾗ βαcιλεὺc ἢ cτρατη‐ γὸc ἦν Ἀλέξανδροc ὁ Μακεδὼν ἢ Φίλιπποc ὁ πατὴρ αὐτοῦ, ταύτῃ τὰ τῶν cτρατιωτῶν ἔπραττον, ἀλλὰ καθ’ ἑτέραc τέχναc ὑπηρε‐ τικὰc τῇ cτρατηγικῇ τε καὶ βαcιλικῇ. καὶ τοίνυν καὶ ἡμεῖc ᾗ μὲν ἰατροὶ | |
10 | γινώcκομεν ἑκάcτου βοηθήματοc ποιότητά τε καὶ ποcότητα καὶ καιρὸν 〈καὶ〉 τρόπον χρήcεωc, ᾗ δ’ ὑπηρέται φλεβοτομοῦμεν καὶ cικυάζομεν καὶ τἄλλα διὰ τῶν χειρῶν ἐνεργοῦμεν. ἀξιώματι τοιγαροῦν ἡ μὲν ἰα‐ τρικὴ προτέρα τῶν ἰατρῶν ἐcτιν, ὁ δ’ ἰατρὸc τῆc ὑπηρετικῆc τέχνηc, ἐκείνη δὲ τῶν ὑπηρετῶν, οἱ δ’ ὑπηρέται τῶν παραcκευαζουcῶν αὐτοῖc | |
15 | τά τε ὄργανα καὶ τὰc ὕλαc τεχνῶν, ἐκεῖναι δὲ τῶν ἐργαζομένων τὰ | |
17b231 | κατὰ ταύταc τεχνιτῶν, | αὐτοὶ δ’ οἱ τεχνῖται τῶν παραcκευαζομένων ὑλῶν τε καὶ ὀργάνων. ἀνάπαλιν τοίνυν ἕνεκα μονιμωτέραc γνώcεώc τε καὶ μνήμηc τῷ καταλόγῳ τῶν τεχνῶν ἀκόλουθον ἐcχάτουc μὲν εἰc ὑγείαc φυλακὴν καὶ ποίηcιν εἶναι τοὺc καταcκευάζονταc ἡμῖν κλυcτῆραc | |
5 | καὶ φλεβοτόμα καὶ cμίλαc καὶ ψαλίδαc καὶ καυcτῆραc καὶ τἄλλα τῆc ἰατρικῆc τέχνηc ὄργανα, cὺν αὐτοῖc δὲ καὶ τοὺc τὰc ὕλαc προπαρα‐ cκευάζονταc, οὓc ὀνομάζουcι ῥιζοτόμουc καὶ βοτανικοὺc καὶ τὰ ἐκ τῶν μετάλλων ὅcα τ’ ἄλλα τοιαῦτα παρέχονταc, ἀνωτέρω δὲ τούτων τὰc | |
τέχναc αὐτῶν 〈καὶ τούτων ἀνωτέρω τοὺc ὑπηρέταc τῶν ἰατρῶν〉 καὶ | ||
10 | τούτων ἀνωτέρω τὴν τέχνην αὐτῶν, ἐφ’ ᾗ τοὺc ἰατρούc, εἶτα τὴν ἰατρικὴν αὐτήν, ἥτιc πάλιν ὑπηρετεῖ τῇ φύcει. καὶ τῶν γε τῆc φύcεωc αὐτῆc δυνάμεων ἔνιαι μέν εἰcι πρῶται, καθ’ ἃc τὸ ζῷον ἐν τῇ ζωῇ διαμένει, τὸ τελειότατον ἀξίωμα πρὸc τὴν ἀρίcτην ζωὴν τοῦ cώματοc ἔχουcαι. καλῶ δὲ ἀρίcτην ζωὴν τὴν ἐν ὑγείᾳ δηλονότι, μοχθηρὰ γὰρ | |
15 | ἡ ἐν νόcοιc. ἕτεραι δ’ εἰcὶ τούτων ὑπηρετικαὶ δυνάμειc, εἶτ’ ἐκείνων πάλιν ἄλλαι. | |
17b232 | καὶ τοίνυν | ἐπειδὴ τὸν κατάλογον ἅπαντα τῶν πρὸc ὑγείαν τε καὶ ζωὴν ἀναγκαίων τεχνῶν τε καὶ δυνάμεων ἐν τῷδε τῷ λόγῳ προὐ‐ θέμην εἰπεῖν ἑτέρωθί γε μηδαμόθι διεληλυθώc, οὐκ ὀκνήcω καὶ τὰ τῶν διοικουcῶν ἡμᾶc δυνάμεων ἀξιώματα προcθεῖναι. πρῶται μὲν οὖν εἰcιν | |
5 | αἱ τὴν ὑγιεινὴν cυμμετρίαν φυλάττουcαι τῷ ζῴῳ κατὰ ποcόν τε καὶ ποιόν. ἐπειδὴ γὰρ οὐκ ἔcτι μόνιμοc ἡ οὐcία τοῦ cώματοc ἡμῶν, οὔτε κατὰ τὸ ποcὸν οὔτε κατὰ τὸ ποιόν, ἀλλ’ ἡ μὲν ποcότηc μειοῦται κατὰ τὴν ἄδηλον αἰcθήcει διαπνοήν, ἡ δὲ ποιότηc ὑπαλλάττεται τρεπομένηc ἀεὶ τῆc κράcεωc οὐ μόνον ἐκ τοῦ περιέχοντοc, ἀλλὰ κἀξ ἡμῶν, ὡc ἐν | |
10 | τοῖc Ὑγιεινοῖc ἐπιδέδεικται, πρὸc μὲν τὴν τῆc ποcότητοc ἐπανόρθωcιν ἡ θρεπτικὴ δύναμιc ἡμῖν ἐcτι, πρὸc δὲ 〈τὴν〉 τῆc ποιότητοc ἥ τε ἀναπνοὴ καὶ ἡ καθ’ ὅλον τὸ cῶμα διαπνοή. δεομένων δὲ ὕληc οἰκείαc τῶν τρέφεcθαι μελλόντων ἑτέρα τίc ἐcτιν ἡμῖν δύναμιc, ἣν οὐ χεῖρον ὀνομάcαι cυν‐ τόμου καὶ cαφοῦc ἕνεκα διδαcκαλίαc αἱματοποιητικήν· ᾗ πάλιν ἐπιτή‐ | |
17b233 | δειοc ἑτέρα δύναμίc ἐcτιν, ἡ κατὰ τὴν γαcτέρα πεπτική. | *** κοιναὶ δὲ ἁπαcῶν τῶν εἰρημένων δυνάμεων ἕτεραι τέτταρέc εἰcιν, ὧν ἔμπρο‐ cθεν ἐμνημόνευcα, κληθειcῶν ὑπ’ ἐμοῦ cαφηνείαc ἕνεκεν, ἑλκτικῆc, καθεκτικῆc, ἀλλοιωτικῆc καὶ ἀποκριτικῆc. τούτων οὖν ὑμᾶc ἀξιῶ μεμνῆ‐ | |
5 | cθαι γινώcκονταc ἐνταῦθα μόνον εἰρῆcθαί μοι τὸν λόγον τόνδε, δεικνύντι τὴν φύcιν ἁπαcῶν τεχνῶν πρώτην τε καὶ κυριωτάτην 〈οὖcαν εἰc τὰc〉 ἰάcειc. | |
7 | Ἀνευρίcκει ἡ φύcιc ἑαυτῇ τὰc ἐφόδουc οὐκ ἐκ διανοίηc, τὰ μὲν οἷον τὸ cκαρδαμύccειν, | |
10 | τὰ δὲ καὶ ἡ γλῶccα ὑπουργέει καὶ ὅcα ἄλλα τοιαῦτα. εὐπαίδευτοc ἡ φύcιc ἐοῦcα καὶ οὐ μαθοῦcα τὰ δέοντα ποιέει. | |
12 | Ἐφόδουc ὠνόμαcε φύcεωc, ὡc εἰ καὶ ὁδοὺc ἢ ὁρμὰc ἐπὶ τὰc ἐνεργείαc εἶπεν, οὐχ ὡc ἡμεῖc διανοούμενοί τε καὶ προαιρού‐ | |
17b234 | μενοι πράττομεν, οὕτωc γινομέναc. τὸ γοῦν cκαρ|δαμύccειν (ὀνομά‐ ζεται δ’ οὕτωc τὸ κλείcαντα τὰ βλέφαρα διὰ ταχέων αὖθιc ἀνοῖξαι) παραχρῆμα τοῖc γεννηθεῖcιν εὐθέωc ὑπάρχει ζῴοιc ἀδιδάκτωc. δῆλον δ’ ὅτι τὸ ἔργον τοῦτο μεγίcτην ὠφέλειαν παρέχει τοῖc ὀφθαλμοῖc. | |
5 | ἔκαμνέ τε γὰρ 〈ἂν〉 ἀνεῳγμένα τὰ βλέφαρα παντὶ τῷ χρόνῳ τῆc ἐγρηγόρcεωc, ἐνέπιπτέ τ’ ἂν ἔξωθεν αὐτοῖc πολλὰ λυμαινόμενα τοῖc χιτῶcιν αὐτῶν. τούτου δ’ ἔτι θαυμαcιώτερόν ἐcτιν ἔργον τῆc φύ‐ cεωc, ὃ παρορῶcιν οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ πλείονεc, καίτοι καθ’ ἑκάcτην ἡμέραν γινόμενον. ἐὰν γοῦν παιδίῳ | |
10 | διετεῖ δείξαc ἄρτον ὀνομάcῃc αὐτὸ τοῦτο τοὔνομα τοῦ “ἄρτοc” ἅμα | |
τῷ δεῖξαι καὶ ποιήcῃc οὕτω δίc που καὶ τρίc, ὅτι τε τοῦ δεικνυμένου cώματοc ἡ “ἄρτοc” φωνὴ cημεῖόν ἐcτιν, ἐνενόηcε τὸ παιδίον αὐτό τε μιμηcάμενον αὐτὴν φθέγγεται 〈μὴ〉 διδαχθὲν ὅπωc χρὴ κινῆcαι τὴν γλῶτταν. ἀνὰ λόγον δὲ τούτῳ καὶ κατὰ τὰc ἄλλαc κινήcειc, ἃc | ||
15 | ὀνομάζουcι προαιρετικάc, ὑπὸ πάντων γίνεται τῶν ζῴων. ἐὰν γοῦν ἐθελήcῃ κάμψαι τι τῶν κώλων, αὐτίκα τοῦτο ποιεῖ, καίτοι μὴ γινῶ‐ | |
17b235 | cκον ἐκεῖνον τὸν | μῦν, ὑφ’ οὗ κάμπτεται. κατὰ τὸν αὐτὸν λόγον ἐκ‐ τεῖναι βουληθὲν ἐκτείνει δι’ ἑτέρου μυόc, ἀλλ’ οὔθ’ ὅcτιc ὁ μῦc οὗτόc ἐcτιν οὔτε κατὰ τίνα τρόπον ἐνεργεῖν δύναται δῆλόν ἐcτι τῷ κινου‐ μένῳ ζῴῳ. πῶc γὰρ οἷόν τε γινώcκειν αὐτοῖc, ἃ μηδὲ τοῖc πολλοῖc | |
5 | τῶν ἰατρῶν ἐcτι πρόδηλα; καίτοι τί λέγω 〈τοῖc〉 πολλοῖc; ἐνίουc γὰρ τῶν μυῶν οὐδὲ τῶν ἀνατομικωτάτων τιc ἔγνω πρὸ ἡμῶν, ὥcπερ καὶ τὸν κάμπτοντα τὴν ἰγνύην, ἐγκατακεκρυμμένον τῇ διαρθρώcει, ἀλλ’ ὅμωc ἅπαντεc ἄνθρωποι κάμπτουcι τὴν κατὰ γόνυ διάρθρωcιν ἅμα τῷ βουληθῆναι. καὶ μὴν οὐ μόνον τοῖc ἀνθρώποιc ὑπάρχει τὸ τοιοῦτον | |
10 | τῆc ἐνεργείαc εἶδοc, ἀλλὰ καὶ τοῖc ἄλλοιc ζῴοιc ἅπαcιν. οὕτωc ἄρα τῆc φύcεωc ἡ δύναμιc ἰcχυροτέρα ἐcτὶ πρὸc τὸ πράττειν ἁπάcηc τέχνηc βέλτιον, ἃ cυμφέρει τοῖc ζῴοιc. καὶ τοίνυν Ἱπποκράτηc τῆc μὲν τῶν βλεφάρων κινήcεωc, ᾗ κινοῦμεν αὐτὰ κἂν 〈εἰ〉 πρὸc ἄλλην τινὰ πρᾶξιν 〈προc〉έχομεν τὸν νοῦν, ἐμνημόνευcεν ἐν τῷ φάναι | |
15 | οἷον τὸ cκαρδαμύccειν, τῆc δὲ κατὰ γλῶτταν ἐν τῷ φθέγγεcθαι | |
17b236 | διὰ τοῦ φάναι καὶ ἡ γλῶccα | [δὲ] ὑπουργέει [ἀεί]. προελομένων γὰρ ἡμῶν ἡντινοῦν φθέγξαcθαι φωνὴν ἡ γλῶττα πρὸc τὴν διάρθρωcιν αὐτῆc ἑτοίμωc ὑπηρετεῖ. τὰ γοῦν παιδία τὰ νῦν πρῶτον ἀκούcαντα τῶν δυcρήτων φωνῶν οἷον τῆc cτρὰγξ καὶ cφὶγξ εὐθέωc αὐτὰc φθέγγον‐ | |
5 | ται μιμούμενα, μήθ’ οὕcτιναc μῦc τῆc γλώττηc δεῖ κινῆcαι γινώcκοντα | |
μήθ’ ὅπωc αὐτὴν ἀνατείνειν ἢ † κλᾶν ἢ περιάγειν ἢ cτηρίζειν ἄνω πρὸc τὴν ὑπερῴαν ἢ τοὺc προcθίουc ὀδόνταc ἤ τι μέροc ἄλλο τοῦ cτόματοc. ὅταν δ’ εἴπῃ καὶ ὅcα ἄλλα 〈τοιαῦτα〉, τῶν προαιρετικῶν ἀναμιμνῄ‐ cκει cε κινήcεων, ἐφ’ ὧν, ὡc ἔφην, τὰ ζῷα πάντα μὴ ὅτι τὰc κινή‐ | ||
10 | cειc τῶν μυῶν, ἀλλὰ μηδ’ αὐτοὺc γινώcκοντα τοὺc μῦc ὅμωc ἅμα τῷ προελέcθαι κάμψαι τὸ μόριον ἢ ἐκτεῖναι παραχρῆμα τοῦτο ποιεῖ, καθ‐ άπερ γε κἂν εἰc τὸ πλάγιον ἀπαγ〈αγ〉εῖν ἐθελήcῃ καὶ περιτρέψαι καὶ ἐλελίξαι καὶ ὁπωcοῦν ἑτέρωc κινῆcαι. διὸ καὶ τούτοιc αὐτοῖc ἐπε‐ φώνηcεν· εὐπαίδευτοc ἡ φύcιc οὖcα οὐ μαθοῦcα τὰ δέοντα | |
15 | 〈ποιέει〉. καλοῦνται μὲν οὖν οἱ μαθόντεc ὁτιοῦν μάθημα πεπαιδεῦ‐ | |
17b237 | cθαι κατ’ ἐκεῖνο, τῇ φύcει δ’ ὑπάρχει πεπαιδευμένῃ τὰ μέ|γιcτα εἶναι χωρὶc τοῦ μαθεῖν, ὥcπερ ὁ Θουκυδίδηc ἐπὶ τοῦ Θεμιcτοκλέουc εἶπεν· “οἰκείᾳ γὰρ cυνέcει καὶ οὔτε προμαθὼν εἰc αὐτὴν οὐδὲν οὔτε ἐπιμαθὼν τῶν τε παραχρῆμα δι’ ἐλαχίcτηc βουλῆc κάλλιcτοc γνώμων | |
5 | καὶ τῶν μελλόντων ἐπὶ πλεῖcτον τοῦ γενηcομένου ἄριcτοc εἰκαcτήc.” Δάκρυα, ῥινῶν ὑγρότηc, πταρμοί, ὠτὸc ῥύποc, cτόματοc cίαλον, ἀναγωγή, πνεύ‐ ματοc εἴcοδοc, ἔξοδοc, χάcμη, βήξ, λυγμὸc οὐ τοῦ αὐτοῦ παντάπαcι τρόπου. | |
9 | ||
10 | Εἰc τὴν ἐξήγηcιν τῆcδε τῆc ῥήcεωc ὅcα δοκοίη μοι κάλλιcτ’ ἄν τιc εἰπεῖν ἐγὼ διεξελθὼν πρότερον οὕτω μεταβήcομαι πρὸc τοὺc ἐξηγηcαμένουc τὸ βιβλίον, ἅπανταc μὲν οἰομένουc ἀφωρίcθαι τῆc προ‐ γεγραμμένηc ῥήcεωc τὴν νῦν ἡμῖν προκειμένην ἐξηγουμένουc τε τὰc | |
17b238 | λέξειc αὐτῆc ἁπά|cαc ὡc εἰc πρόγνωcιν cυμφερούcαc. ἐμοὶ δὲ φαίνεται τὸ προκείμενον ἐξ ἀρχῆc ἔτι καὶ νῦν διὰ ταύτηc ὅληc καταcκευάζειν ὁ Ἱπποκράτηc· προὔκειτο δὲ αὐτῷ δεῖξαι τὴν φύcιν πάντα ἐπὶ cωτηρίᾳ τοῦ ἀνθρώπου πράττουcαν. ἀρξάμενοc οὖν ἀπὸ τῶν ἔργων | |
5 | αὐτῆc, ὅcα κατὰ τὰ cώματα τῶν ζῴων ὑγιαινόντων ἐργάζεται, καὶ διελθὼν αὐτὰ κατὰ τὴν πρὸ ταύτηc ῥῆcιν, ἑξῆc ὅcα κατὰ τὰc νοcώ‐ δειc διαθέcειc ἢ κοινὰc ὑγιαινόντων καὶ νοcούντων cωμάτων ἐπὶ cω‐ τηρίᾳ τοῦ ζῴου ποιεῖ, κατὰ τὸν ἐνεcτῶτα λόγον ἐδήλωcεν, ὧν ἕκα‐ cτον ἐγὼ κατὰ μέροc προχειριζόμενοc ἐπιδείξω τινὰ μέν, ὡc ἔφην, | |
10 | ὄντα ἴδια νοcωδῶν διαθέcεων, ἔνια δὲ κοινὰ νοcοῦcί τε καὶ ὑγιαί‐ νουcι. 〈καὶ μέντοι τὰ δάκρυα κοινὰ λέγομεν, καὶ γὰρ ὑγιαίνουcι〉 καὶ νοcοῦcι γίνεται, ποτὲ μὲν ἑπόμενα τῷ τρόπῳ τῆc κατὰ τοὺc ὀφθαλμοὺc νοcώδουc διαθέcεωc, ὥcπερ ὅταν φλεγμαίνωcι, ποτὲ δὲ τῆc φύcεωc ἀποκρινούcηc τὸ πλεονάζον ὑγρὸν ἢ γεννώcηc τὸ λεῖπον | |
15 | ἐν τοῖc κατ’ αὐτοὺc ἀδέcιν. οὕτωc δὲ καὶ ἡ τῆc ῥινὸc ὑγρότηc | |
17b239 | ἐκκενουμένων δι’ αὐτῆc τῶν κατὰ τὸν ἐγκέφα|λον ἀθροιζομένων πε‐ ριττωμάτων γίνεται. καὶ οἱ πταρμοὶ δὲ φύcεωc μὲν ἔργον ὑπάρχουcιν ἀεί, γίνονται δὲ ἐπὶ νοcώδεcι διαθέcεcιν. ὀνομάζω δὲ νοcώδειc διαθέcειc οὐ μόνον ὅταν ἤδη νοcῶcιν, ἀλλὰ κἀπειδὰν ἄρχηταί τιc αὐτῶν cυνίcτα‐ | |
5 | cθαι. οἵα γὰρ ἐπ’ ὀφθαλμῶν ἐcτιν ἡ τάραξιc ἰδίωc ὀνομαζομένη, φλεγ‐ μονῆc ἀρχή τιc οὖcα, τοιαῦται πολλαὶ νοcώδειc διαθέcειc ἀρχόμεναι cυνίcταcθαι λύονται τῆc φύcεωc ἐκκρινούcηc τοὺc γεννῶνταc αὐτὰc ἀτμούc τε καὶ χυμούc. εἴρηται δὲ περὶ πάντων τῶν τοιούτων ἐν ταῖc τῶν Ϲυμπτωμάτων αἰτίαιc. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ ὑπὸ τῆc φύ‐ | |
10 | cεωc γίνεται, κωλυτικὰ δ’ ἐcτὶ νοcωδῶν διαθέcεων ἤτοι γεννωμένων ἢ γεννᾶcθαι μελλουcῶν, ὥcπερ ἔνια τῶν ἤδη γεγεννημένων τε καὶ cυμπεπληρωμένων θεραπευτικά, καὶ τοῦτ’ ἐcτὶ τὸ τοὺc ἐξηγητὰc ἀπα‐ τῆcαν, ὡc οὐκ εἴη νῦν ὁ λόγοc Ἱπποκράτουc περὶ τῶν τῆc φύcεωc ἔργων. ἀλλ’ ἔν γε τοῖc τριcὶν ὑπομνήμαcιν ἐν οἷc διέρχομαι Περὶ τῶν | |
15 | ἐν τοῖc cυμπτώμαcιν αἰτίων, ἅπαc οὗτοc ὁ λόγοc ἐξείργαcταί μοι δει‐ | |
17b240 | κνύντι τῆc φύcεωc ἐνεργούcηc γίνεcθαι τοιαῦτα πάντα | cυμπτώματα, περὶ ὧν νῦν ὁ λόγοc ἐνέcτηκε. καὶ γὰρ ὁ τῶν ὤτων ῥύποc ὑπ’ ἐκείνηc γίνεται καθαιρούcηc ἐγκεφάλου τὰ περιττώματα, καὶ ἡ βὴξ ἕνεκα τοῦ καθαρὰc ἐργάcαcθαι τὰc ὁδοὺc τῆc ἀναπνοῆc ἐδείχθη γινο‐ | |
5 | μένη, καθάπερ γε καὶ λυγμὸc καὶ χάcμη καὶ cκορδινιcμὸc ἐκκρίcεωc ἕνεκεν περιττωμάτων. ἔνια δὲ τῶν εἰρημένων κατὰ τὴν προκειμένην ῥῆcιν οὐδὲ cυμπτώματα ὅλωc ἐcτίν, ὥcπερ ἥ τε ἀναπνοὴ καὶ ἡ καθ’ ὅλον τὸ cῶμα διαπνοή. δεδήλωται δὲ ὑπ’ αὐτοῦ περὶ μὲν τῆc ἀνα‐ πνοῆc, ἔνθα φηcίν· πνεύματοc εἴcοδοc, ἔξοδοc, περὶ δὲ τῆc | |
10 | διαπνοῆc ἐφεξῆc, ἔνθα πάλιν ἔγραψε· “τροφῆc καὶ πνοῆc.” cιάλου δὲ γένεcιc ἐν τῷ cτόματι τῶν προνοητικῶc ὑπὸ τῆc φύcεώc ἐcτι γινομένων, ὥcπερ γε καὶ ἡ ἐκ θώρακόc τε καὶ πνεύμονοc ἀναγωγὴ τῶν πτυέλων. εἴρηται δὲ καὶ περὶ τούτων ἐν τῇ προκειμένῃ ῥήcει κατὰ τήνδε τὴν λέξιν· cτόματοc cίαλον, ἀναγωγή. καὶ χρὴ τὸ μὲν | |
15 | cτόματοc cίαλον 〈αὐτὸ〉 καθ’ ἑαυτὸ προενέγκαcθαι, τὸ δ’ ἀναγωγὴ μετ’ αὐτὸ προcθένταc τὸ “πτυέλου”, τάχα μὲν ἁμαρτηθέντοc εὐθὺc ἐν | |
17b241 | ἀρχῇ τοῦ πρώτου τῶν ἀντι|γράφων ὑπὸ τοῦ πρώτου βιβλιογράφου, τάχα δὲ αὐτοῦ τοῦ Ἱπποκράτουc παραλιπόντοc, ὡc ἂν ἑαυτῷ τινα ὑποτύπωcιν γράφοντοc, οὐ πρὸc ἔκδοcιν cύγγραμμα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc προκειμένηc ῥήcεωc γεγραμμένον οὐ τοῦ αὐτοῦ παν‐ | |
5 | τάπαcι τρόπου τοιόνδ’ ἐcτί· “πάντα τὰ εἰρημένα πᾶcι τοῖc εἰρη‐ μένοιc οὐ τοῦ αὐτοῦ τρόπου ἐcτίν.” ὡc γὰρ ἐδείξαμεν, ἔνια μὲν ἐπὶ τῶν κατὰ φύcιν ἐχόντων μόνων γίνεται, τινὰ δὲ ἐπὶ μόνων τῶν νοcω‐ δῶν διαθέcεων, ὥcπερ γ’ αὖ πάλιν ἐπ’ ἀμφοτέρων ἔνια καὶ τινὰ μὲν αὐτῶν μόνηc τῆc φύcεώc ἐcτιν ἔργα, *** γραφόντων δὲ τήνδε τὴν | |
10 | λέξιν τῶν ἐξηγητῶν πολυειδῶc, ὀλίγον ὕcτερον αἱ γραφαὶ λεχθήcονται. νυνὶ δὲ πρότερον, ὅcον ἔθ’ ὑπόλοιπόν ἐcτιν ὅληc τῆc ῥήcεωc, ἐν ᾗ τὰ | |
τῆc φύcεωc ἔργα κατέλεξεν, ἐξηγήcομαι. Οὖρα καὶ ἄφοδοc καὶ φύcη διττὴ καὶ τροφὴ καὶ πνοὴ, καὶ τοῖcι θήλεcι 〈ἃ〉 τούτοιcι, | ||
15 | καὶ κατὰ τὸ ἄλλο cῶμα ἱδρῶτεc, κνηcμοὶ, cκορδινιcμοὶ καὶ ὅcα τοιαῦτα. | | |
16 | ||
17b242 | Γράφουcι μὲν καὶ ταύτην τὴν λέξιν ἄλλοc ἄλλωc, ἀλλ’ ἐγὼ καὶ νῦν τὴν τοῖc πλείcτοιc ὁμολογουμένην γραφὴν ὅλῃ τε τῇ κατὰ τὴν ῥῆcιν διανοίᾳ cυμφωνοῦcαν ἔν τε τοῖc ἀκριβέcι τῶν παλαιῶν ἀντι‐ γράφων εὑριcκομένην εἱλόμην. ἔcτι δ’ ὁ νοῦc αὐτῆc τοιοῦτοc· ὥcπερ | |
5 | ἐπὶ τῶν προειρημένων cυμπτωμάτων ἔργα φύcεωc αὐτοδιδάκτου διῆλ‐ θεν ἐπὶ cωτηρίᾳ τοῦ ζῴου γινόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν οὔρου καὶ ἀφόδου καὶ φύcηc διττῆc ἐμνημόνευcε καὶ τροφῆc καὶ διαπνοῆc καὶ τῶν τοῖc θήλεcι ζῴοιc ὑπαρχόντων μόνοιc, εἶτ’ ἐφεξῆc ἱδρώτων τε καὶ κνηcμῶν καὶ cκορδινιcμῶν. | |
10 | ἡ μὲν γὰρ τῶν οὔρων διάκριcιc ἐὰν ἀναμνηcθῇc ὅπωc γίνεται, θαυμαcτὴν ἐνδείξεταί cοι 〈τῆc φύcεωc〉 πρόνοιαν εἰc τὰ ζῷα, τῆc τε τῶν νεφρῶν καταcκευῆc ἕνεκα καὶ τῆc τῶν οὐρητήρων ἐκφύcεωc, ἣν ἐκ τῆc κοιλίαc τῶν νεφρῶν ἴcχουcιν, ἔτι τε τῶν ἐπιθεμάτων, ἃ τοῖc εἰc τὴν κύcτιν ἐμφυομένοιc cτόμαcιν αὐτῶν ἐπίκειται, τοῦ τε μυὸc, ὃc | |
15 | ἀνὰ λόγον τῷ κατὰ τὴν ἕδραν cφιγκτῆρι περιβέβληται τῷ τραχήλῳ | |
17b243 | τῆc κύcτεωc, ἐπὶ τούτοιc τε τῶν ἄλλων, ὅcα μικρότερα μέν ἐcτι | τού‐ των καὶ ἧττον θαυμαcτά, τοcαύτην δ’ ἔχοντα χρείαν εἰc τοὔργον, ὥcτε, εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεcκεύαcτο, μοχθηρῶc ἂν ἢ οὐδ’ ὅλωc ἐγίνετο τὰ περὶ τὴν τῶν οὔρων διάκριcίν τε καὶ κένωcιν. | |
5 | ὡcαύτωc δὲ καὶ τὰ κατὰ τὴν ἄφοδον, ὅπερ ἐcτὶν ἀπόκριcιν | |
τῶν περιττῶν τῆc τροφῆc, παρεcκευαcμένα τῇ φύcει κατὰ τὴν τῶν τροφίμων ὀργάνων καταcκευὴν ἐνδείκνυται τὴν εἰc τὰ ζῷα πρόνοιάν τε καὶ cοφίαν αὐτῆc, ἃ cύμπαντ’ ἔχειc ἐν τοῖc Περὶ χρείαc μορίων εἰρημένα. νυνὶ δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμιμνῄcκειν μόνον. ἔνιοι μὲν | ||
10 | οὖν ἑκάτερον τῶν ἐν ἀρχῇ τῆc προκειμένηc ῥήcεωc γεγραμμένων ἀναγνόντεc αὐτὸ καθ’ ἑαυτὸ μόνον οὔρων αὐτὸν ἐνταῦθα καὶ ἀπο‐ πατημάτων μνημονεύειν φαcίν. ἔνιοι δὲ cυνάψαντεc ἀμφότερα τὴν ἄφοδον τῶν οὔρων, ὅπερ ἐcτὶ τὴν κένωcιν, ἐκ τῆc λέξεωc δηλοῦ‐ cθαί φαcιν, ὡc εἰ καὶ “οὔρου ἔκκριcιν” εἶπεν. οὗτοι τοίνυν ἐν ἀρχῇ | |
15 | τῆc ῥήcεωc ἔγραψαν “κόπρου καὶ οὔρου ἄφοδοc”, ὡc 〈εἰ〉 καὶ οὕτωc εἴρητο· “κόπρου καὶ οὔρου κένωcιc”. | |
17b244 | ὥcπερ δὲ | τῆc τροφῆc περιττώματα θαυμαcτὴν οἰκονομίαν ἔχει κατὰ τὴν διάκριcιν, οὕτω καὶ περὶ τὴν τῆc φύcηc ἀπόκριcιν ἑκα‐ τέραc, τῆc τε κατὰ τὸ ἀπευθυcμένον ἔντερον καὶ τῆc διὰ τοῦ cτο‐ μάχου γινομένηc, ἣν ἐρυγὴν ὀνομάζουcιν, τῆc φύcεωc ἐμφαίνεταί τιc | |
5 | πρόνοια, πρὸc ἔκκριcιν ἑκατέραc τῆc φύcηc ὁρμώντων τῶν ὀργά‐ νων, ἐν οἷc ἀθροίζονται. φαίνονται 〈γὰρ ἑκατέρωc〉 ἐκκρινόμεναι, κἂν ὑπνοῦντεc τύχωcιν οἱ ἔχοντεc αὐτὰc κἂν ἐν καταφορᾷ καὶ καταλήψει καὶ ληθάργῳ καὶ κάρῳ καὶ παραφροcύνῃ καὶ βαθεῖ κώματι. παραπληcίωc δ’ ἂν εὕροιc τέχνην τῆc φύcεωc, εἰ μάθοιc, ὅcα | |
10 | περί τε τὴν τῆc τροφῆc οἰκονομίαν καὶ τοῦ πνεύματοc ἐργάζεται, καὶ τούτων ἔτι μᾶλλον θαυμάcειc, εἰ γνοίηc ὅcα τοῖc θήλεcιν ἕνεκα τῆc κυήcεωc ἐτεχνήcατο. παραπλήcια δὲ αὐτοῖc ἐcτι καὶ τὰ καθ’ ὅλον τὸ cῶμα περί τε τὴν τῶν ἱδρώτων ἔκκριcιν καὶ κνηcμοὺc καὶ cκορδινιcμούc. | |
15 | ὀνομάζουcιν μὲν οὖν κνηcμὸν τὴν διὰ τῶν ὀνύχων ἐπιβολήν τε καὶ | |
κίνηcιν, ἣν ἐπὶ τῶν ὀδαξουμένων μορίων ποιεῖται τὰ ζῷα, φύcει καὶ | ||
17b245 | τούτου πᾶcιν ὑπάρχοντοc αὐτοῖc. ἐθεάcα|cθε οὖν καὶ πρῴην, ἡνίκα τὴν αἶγα ζῶcαν ἀνετέμνομεν ἐγκύμονα οὖcαν, τὸ καταδεδεμένηc αὐτῆc ἐξαιρεθὲν ἔμβρυον ὅπωc ἐπὶ τὴν γῆν κατατεθὲν πρῶτον ἐπὶ τῶν τεττάρων ποδῶν βαδίζειν ἐπεχείρηcεν, οὐδενὸc αὐτὸ διδάξαντοc ἕνεκα | |
5 | βαδίcεωc ὑποτεθεῖcθαι ταῦτα τὰ μόρια, καὶ μικρὸν ὕcτερον ἀποcειcά‐ μενον τὴν περικειμένην ἔξωθεν ἑαυτῷ περιττὴν κατὰ τοῦ δέρματοc ὑγρότητα καὶ μετ’ ὀλίγον αὖθιc ἑνὶ τῶν ποδῶν τὰc πλευρὰc κνηcά‐ μενον, ἐφ’ ᾧ καὶ πάντεc οἱ παρόντεc ἀνεκράγετε, πρῶτον μὲν ὅτι τὴν ἴαcιν εὗρεν αὐτὸ τοῦ cυμπτώματοc ἄνευ τοῦ διδαχθῆναι, δεύτε‐ | |
10 | ρον δὲ ὅτι διὰ τοῦδε τοῦ μορίου δύναται μόνου γενέcθαι, καὶ τρίτον ὅτι κατὰ τόνδε τὸν τρόπον. ὁ δὲ cκορδινιcμὸc τοιοῦτον μέν ἐcτι cύμπτωμα κατὰ πάνταc οἶμαι τοὺc μῦc, οἷόνπερ ἐπὶ τῆc χάcμηc γίνε‐ ται μόνοιc τοῖc περὶ τὴν κάτω γένυν, ἐδείχθη δ’ ἐν ταῖc τῶν Ϲυμπτω‐ μάτων αἰτίαιc, εἴ τί γε μέμνηcθε, καὶ τοῦτο κενώcεωc ἕνεκα τῶν ἐν | |
15 | τοῖc μυcὶν ἀτμωδῶν περιττωμάτων ὑπὸ τῆc φύcεωc γινόμενον. ὁρᾶται | |
17b246 | δὲ ἀδιδάκτωc αὐτὸ καὶ τὰ βρέφη καὶ τὰ ἄλλα ζῷα | ποιοῦντα. ταῦτ’ οὖν ἅπαντα καὶ ὅcα cὺν αὐτοῖc εἴπομεν, ὥcπερ καὶ τὸ ἀποcείcαcθαι τὴν ὑγρότητα μικρὸν ἔμπροcθεν ἐπὶ τοῦ κατὰ τὴν ἀνατομίαν ἐρίφου λέλεκται, θαυμαcτήν τινα τῆc φύcεωc ἐνδείκνυται πρόνοιαν εἰc τὰ | |
5 | ζῷα, καθ’ ἣν ὑγιαίνοντά τε φυλάττεται καὶ νοcοῦντα θεραπεύεται. Ἀνθρώπου ψυχὴ αἰεὶ φύεται ἄχρι θανάτου. ἢν δ’ ἐκπυρωθῇ, ἅμα τῇ νούcῳ καὶ ἡ ψυχὴ 〈καὶ〉 τὸ cῶμα φέρβεται. | |
8 | Μαντείαc δεῖ μᾶλλον ἤ τινοc μεθόδου, καθ’ ἣν εὑρήcει τιc, ὅ τί | |
10 | ποτε cημαίνειν βουληθεὶc ἔγραψε τὸ φύεται. δύναται μὲν γὰρ ἀκού‐ εcθαι καὶ 〈ἀντὶ〉 τοῦ “γεννᾶται”, καθάπερ ὁ Ἀcκληπιάδηc ὕcτερον ὑπέλαβε, δύναται δὲ καὶ 〈ἀντὶ〉 τοῦ “αὐξάνεται”, δύναται δ’, ὥcπερ τινὲc ἤκουcαν, ἀντὶ τοῦ “διαcῴζεται”, τροφῇ καὶ ἀναπνοῇ χρωμένων ἡμῶν· ὅcοι γὰρ οἴονται τὴν ψυχὴν εἶναι πνεῦμα, διαcῴζεcθαι λέγου‐ | |
17b247 | cιν αὐτὴν | ἔκ τε τῆc ἀναθυμιάcεωc τοῦ αἵματοc καὶ τοῦ κατὰ τὴν εἰcπνοὴν 〈ἀέροc〉 ἑλκομένου διὰ τῆc τραχείαc ἀρτηρίαc εἴcω τοῦ cώ‐ ματοc. οὐκ ἄδηλον δ’ ἐcτὶ καὶ ὡc οὐδὲν ὧν εἶπον ἀποφήναcθαι δυνα‐ τὸν ἡμῖν ἐcτι διατεινομένοιc, ὡc ἀληθὲc εἴη, μὴ πρότερον οὐcίαν ψυ‐ | |
5 | χῆc ἀκριβῶc ἐξευροῦcιν. εἰ μὲν οὖν, ὥcπερ ἐν τῷ Περὶ ἑβδομάδων ὁ γράψαc τὸ βιβλίον ἐκεῖνο cαφῶc ἀπεφήνατο περὶ ψυχῆc οὐcίαc, οὕτωc καὶ κατ’ ἄλλο τι τῶν ὁμολογουμένων γνηcίων Ἱπποκράτουc cυγγραμμάτων ἦν εἰρημένον, εἶχον ἄν τι κἀγὼ λέγειν περὶ τοῦ φύε‐ ται ῥήματοc. ἐπεὶ δ’ οὐδαμόθι τῶν γνηcίων βιβλίων Ἱπποκράτηc | |
10 | ἀπεφήνατο cαφῶc ***, ὅ τί ποτε cημαίνει τὸ φύεται ῥῆμα. πρὸc δὲ τῷ τοῦτ’ ἀγνοεῖν οὐδ’ αὐτὸc ἐμαυτὸν πέπεικα ψυχῆc οὐcίαν ἐπίcτα‐ cθαι βεβαίωc. ὅτι μὲν γὰρ ὁ ἐγκέφαλοc αἰcθήcεώc τε καὶ κινήcεωc τῆc καθ’ ὁρμὴν ἡγεμών ἐcτι τοῖc τοῦ ζῴου μορίοιc ἅπαcιν, ἐν τοῖc Περὶ τῶν Ἱπποκράτουc καὶ Πλάτωνοc δογμάτων ἀποδέδειγμαι. πέπειcμαι | |
17b248 | 〈δὲ〉 καὶ πρόc γε τούτῳ τὸ κατὰ τὰc κοιλίαc αὐτοῦ | πνεῦμα πρῶτόν τι τῶν ὀργάνων εἶναι τῶν ψυχικῶν, ὅπερ ἦν μοι προπετέcτερον ἀπο‐ φηναμένῳ ψυχῆc οὐcίαν εἰπεῖν. εἴτε δὲ ἡ ὅλη τοῦ ἐγκεφάλου φύcιc ἐκ τῆc τῶν τεττάρων cτοιχείων κράcεωc εἰc τοιαύτην 〈τῆc〉 οὐcίαc | |
5 | ἦλθεν [ἢ] ἰδιότητα, καθ’ ἣν αἰcθήcεώc τε καὶ κινήcεωc τῆc καθ’ ὁρμὴν ἀρχηγὸc ἔcται τῷ ζῴῳ καὶ δηλονότι 〈καὶ φανταcίαc〉 καὶ μνήμηc τε καὶ νοήcεωc, εἴτε τιc ἄλλη δύναμιc ἀcώματοc ὑπὸ τοῦ δημιουργήcαντοc ἡμᾶc ἐνδεῖταί τε τῷ ἐγκεφάλῳ καὶ χωρίζεται πάλιν ἀποθνῃcκόντων, οὐδεμίαν ἔχω ἀπόδειξιν βεβαίαν, ἀλλὰ καὶ τοὺc ἀποφηναμένουc περὶ | |
10 | τούτων ἡγοῦμαι πλεονεκτεῖν ἐμοῦ προπετείᾳ μᾶλλον ἢ cοφίᾳ. καὶ μέντοι καὶ περιττὸν εἶναι νομίζω τοῖc ἰατροῖc ἐπίcταcθαι ψυχῆc οὐcίαν. ἀρκεῖ γὰρ γινώcκεcθαι τοῖc τὴν ἰατρικὴν τέχνην λογικῶc μεταχειριζομένοιc, ὡc, ἡ κατὰ φύcιν κρᾶcιc αὐτοῦ τοῦ ἐγκεφάλου καὶ τοῦ κατὰ τὰc κοιλίαc αὐτοῦ πνεύματοc ἄχρι περ ἂν διαcῴζηται, | |
15 | ζῆν δυνάμενον τὸ ζῷον. ἐὰν δὲ ἤτοι τὸ κατὰ τὰc κοιλίαc πνεῦμα | |
17b249 | διαφθαρῇ παντάπαcιν ἢ τῆc κατὰ φύcιν κρά|cεωc ἐπὶ πλεῖcτον ἐκ‐ | |
τραπῇ, μετὰ τῆc κατὰ τὸν ἐγκέφαλον 〈οὐcίαc ἀναγκαῖον αὐτῇ ἢ ψυχι‐ κὴν νόcον ἢ θάνατον〉 ἀκολουθῆcαι. ταῦτα γὰρ γινώcκων ὁ ἰατρὸc τῆc τ’ εὐκραcίαc αὐτῶν καὶ τῆc ὑπάρξεωc προνοήcεται 〈τοῦ πνεύματοc〉 | ||
5 | ἀεὶ κατὰ τὰc εἰρημέναc μεθόδουc ὑφ’ ἡμῶν ἔν τε τοῖc Ὑγιεινοῖc καὶ τοῖc Θεραπευτικοῖc ὑπομνήμαcιν, ἃc ἔδειξα πάcαc Ἱπποκράτην πρῶτον εὑρηκότα. διὰ τοῦτ’ οὖν οὐδὲ γνηcίαν νομίζω τὴν προκειμένην ῥῆcιν εἶναι, παρεγγεγράφθαι δ’ ὑπό τινοc ὥcπερ καὶ ἄλλαc οὐκ ὀλί‐ γαc, ἴcωc δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεccαλόν, 〈ὃν〉 ἀθροῖcαί φαcι τὰc | |
10 | ὑπογραφὰc τοῦ πατρὸc εὑρόντα γεγραμμέναc ἐν χάρταιc τε καὶ διφθέ‐ ραιc καὶ δέλτοιc, καὶ τοιαύταc τινὰc παρεντεθεικέναι ῥήcειc. τῶν μέντοι γραψάντων ὑπομνήματα τοῦ προκειμένου βιβλίου τινὲc ἀντὶ τοῦ βελτίων γίνεται τὸ φύεταί φαcιν εἰρῆcθαι. γίνεcθαι δ’ αὐ‐ τὴν ἐν τῷ χρόνῳ βελτίονα νομίζουcι τοῖc προνοουμένοιc ἐπιcτήμηc τε | |
15 | καὶ cοφίαc, ἀλλ’ οὔτε ἰατρικὸc ὁ λόγοc οὔθ’ ὁμολογῶν τοῖc ἐπιφερο‐ μένοιc. ὅτι γὰρ ἐπὶ τῆc οὐcίαc αὐτῆc εἴρηται τὸ φύεται, δῆλον ἐκ | |
17b250 | τοῦ φάναι· ἢν δ’ ἐκ | πυρωθῇ, ἅμα τῇ νούcῳ καὶ ἡ ψυχὴ 〈καὶ〉 τὸ cῶμα φέρβεται. καὶ δόξειε δ’ ἂν ἐνδείκνυcθαι τὸ ἐκ‐ πυρωθῇ ῥῆμα τὴν οὐcίαν τῆc ψυχῆc ἡγεῖcθαι τὸν Ἱπποκράτην τὸ ἔμφυτον εἶναι θερμὸν, ὃ καὶ τῶν φυcικῶν ἔργων αἰτιᾶται πολλα‐ | |
5 | χόθι. μέγιcτον δ’ ἐνταῦθα κινεῖται δόγμα διαπεφωνημένον καὶ αὐτοῖc τοῖc φιλοcόφοιc. ἔνιοι μὲν ἡγοῦνται μίαν οὐcίαν εἶναι ψυχῆc τε καὶ φύcεωc, οἱ μὲν ἐν τῷ πνεύματι τιθέμενοι τὴν ὕπαρξιν αὐτῶν, οἱ δ’ ἐν τῇ τοῦ cώματοc ἰδιότητι. τινὲc δὲ οὐ μίαν, ἀλλ’ ἰδίαν ἑκατέρᾳ τὴν οὐcίαν εἶναί φαcι καὶ οὐ cμικρῷ γ’ 〈εἴδει〉 τινὶ διαφερούcαc, ἀλλ’ ὅλῳ τῷ γέ‐ | |
10 | νει, ὅπου γε καὶ τὴν μὲν τῆc φύcεωc φθαρτὴν εἶναι ἡγοῦνται, τὴν δὲ τῆc ψυχῆc ἄφθαρτον. Ἀριcτοτέληc μὲν οὖν καὶ Πλάτων ὑπὸ μίαν προcηγορίαν ἀμφοτέραc ἄγουcι τὰc δυνάμειc, οὐ μόνον ᾗ λογιζόμεθα | |
καὶ μεμνήμεθα ψυχὴν καλοῦντεc, ἀλλὰ καὶ τὴν ἐν τοῖc φυτοῖc, ᾗ τρέφεταί τε καὶ αὔξεται καὶ διαcῴζεται, μέχρι περ ἂν ἐν τῷ χρόνῳ | ||
17b251 | ξηρανθῇ. τοῖc Ϲτωϊκοῖc δ’ ἔθοc ἐcτὶ φύcιν μὲν ὀνομάζειν, | ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῷα, τὴν οὐcίαν ἀμφοτέρων μὲν τίθενται τὸ cύμφυτον πνεῦμα καὶ διαφέρειν ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ τῆc ψυχῆc, ὑγρότερον δὲ τὸ τῆc φύ‐ | |
5 | cεωc εἶναι, δεῖcθαι δ’ ἄμφω πρὸc διαμονὴν οὐ τροφῆc μόνον, ἀλλὰ καὶ ἀέροc. καὶ ὅcοι γε τοῦ δόγματοc τούτου νομίζουcιν ἡγεμόνα τὸν Ἱπποκράτην γεγονέναι, καθάπερ ἐν τῷ Περὶ ἑβδομάδων εἴρηται, τὸ φύεcθαι λέγουcιν εἰρῆcθαι κατὰ τῆc γινομένηc ἐν αὐτοῖc προc‐ θέcεωc ἐξ ἀμφοτέρων τῶν οὐcιῶν, τῆc τε 〈τροφῆc καὶ〉 τοῦ ἀέροc, | |
10 | 〈ὡc〉 ἐναργῶc φαίνεται καὶ τὴν ἑκατέρου χρείαν ἐπιcτάμεθα (δέδεικται γὰρ ἡ μὲν ἀναπνοὴ τὴν cυμμετρίαν τῆc ἐμφύτου θερμαcίαc φυλάττειν, ἡ δὲ τῶν cιτίων προcφορὰ τὸ διαρρέον τῆc cωματικῆc οὐcίαc ἀνα‐ πληροῦν) καὶ, εἴπερ εἶδόc τι τοῦ cώματόc ἐcτιν ἡ ψυχή, προcη‐ κόντωc ἂν λέγοιτο φύεcθαι μέχρι τοῦ θανάτου. εἰ δ’ ἐcτὶν | |
15 | ἑτέρα τιc αὐτῆc 〈ἡ〉 οὐcία, 〈περὶ ταύτηc〉 τῆc φύcεωc, ἣν Ἀριcτο‐ τέληc μὲν ὀνομάζει θρεπτικὴν, ἐπιθυμητικὴν δὲ Πλάτων, ἀληθὲc | |
17b252 | ἂν εἴη τὸ εἰρημένον, οὐκ ἀληθὲc δὲ ἐπὶ τῆc διανοητικῆc | ψυ‐ χῆc. ὅτι μέντοι τὸ ἔμφυτον θερμόν, ᾧ μάλιcτα ἀναφέρει τὰ cωμα‐ τικὰ τῶν ἔργων ὁ Ἱπποκράτηc, ἐκπυρωθὲν οὐ μόνον οὐκέτι δύναται τὰc ἔμπροcθεν ἐνεργείαc ἐπιτελεῖν οὐδὲ τρέφειν ἡμᾶc, ὅπερ | |
5 | ἦν ἔργον αὐτῷ κυριώτατον, ἀλλὰ διαφθείρει τε καὶ τήκει καθάπερ τὸ πῦρ, εὔδηλόν ἐcτι τῷ λόγῳ cκοπουμένοιc ἡμῖν καὶ τὰc 〈γινομέναc〉 ὑπὸ τῶν διακαῶν πυρετῶν cυντήξειc τοῦ cώματοc ἐναργῶc ὁρῶcι. | |
παραλελειμμένηc δὲ κατὰ τὸν εἰρημένον λόγον ἅπαντα τῆc τρίτηc ψυχῆc ἢ δυνάμεωc ἢ ὅπωc ἂν ἐθέλῃc ὀνομάζειν αὐτήν, ἣν ὁ Πλά‐ | ||
10 | των ἐκάλει θυμοειδῆ, καὶ περὶ ταύτηc ἄμεινόν ἐcτιν εἰπεῖν ἕνεκα τοῦ μηδὲν ἔτι ὑπολείπεcθαι κατὰ τὸν περὶ ψυχῆc λόγον. θερμαcία μέν τιc ἔμφυτοc ἐν ἥπατι περιέχεται, καθ’ ἣν αἷμα γεννᾶται· θερμαcία δὲ ἑτέρα πλείων ἐcτὶ κατὰ τὴν καρδίαν εἰc θυμοῦ γένεcιν ἡμῖν δοθεῖcα. καὶ γὰρ 〈εἰ〉 χρεία τούτου τίc ἐcτιν, ὡc ἐν τοῖc Περὶ τῶν Ἱπποκρά‐ | |
15 | τουc καὶ Πλάτωνοc δογμάτων ἐπιδέδεικται, δεῖται μὲν αὕτη ἡ θερ‐ μαcία τῆc ἀναπνοῆc, ἡ δ’ ἑτέρα τῆc διαπνοῆc. οὕτω γὰρ ὀνομάζειν | |
17b253 | ἔθοc ἐcτὶ τοῖc ἰατροῖc τὴν διὰ τῶν ἀρτηριῶν | γινομένην καθ’ ὅλον τὸ cῶμα διττὴν ἐνέργειαν, ἐκπεμπουcῶν αἰθαλῶδεc περίττωμα κατὰ τὴν cυcτολὴν, ἑλκουcῶν δὲ τὸν πέριξ ἀέρα κατὰ τὴν διαcτολήν. | |
3 | Νοῦcοι ξύντροφοι ἐν γήραϊ | |
5 | λείπουcι καὶ διὰ πεπαcμὸν καὶ λύcιν καὶ ἀραίωcιν. | |
5 | Οὐ περὶ παcῶν ὁ λόγοc αὐτοῦ νῦν τῶν cυντρόφων νόcων (ὀνομάζουcι δ’ οὕτωc τὰc ἐκ πολλοῦ χρόνου κατὰ τὸ cῶμα τῶν ἀνθρώπων διαμενούcαc)· οὔτε γὰρ φαίνεται τοῦτο γινόμενον οὔτε αὐτὸc ἀγνοεῖ cαφῶc ἐν Ἀφοριcμοῖc εἰπών· “οἱ πρεcβῦται τῶν νέων | |
10 | τὰ μὲν πλεῖcτα νοcέουcιν ἧccον· ὅcα δὲ αὐτοῖc χρόνια νοcήματα γίνε‐ ται, τὰ πολλὰ cυναποθνῄcκει.” προcθεὶc δ’ ἐν αὐτῷ τῷ λόγῳ τὸ “τὰ πολλὰ” καὶ μὴ καθόλου ποιηcάμενοc τὴν ἀπόφαcιν, ὡc ὅcα χρόνια | |
17b254 | νοcήματα γίνεται [τὰ πολλὰ] cυναποθνῄcκει, δῆλόc ἐcτιν | εἰδὼc ἔνια λυόμενα πρὸ τοῦ θανάτου. τίνα τοίνυν ἐcτὶ ταῦτα, καθάπερ γε καὶ | |
τίνα τὰ μὴ λυόμενα πρὸ τοῦ θανάτου, διὰ τῶν Ἀφοριcμῶν αὐτὸc ἐνεδείξατο γράφων ὧδε· “βράγχοι καὶ κόρυζαι τοῖc cφόδρα πρεcβυτέ‐ | ||
5 | ροιcιν οὐ πεπαίνονται.” ψυχρῶν οὖν ἐνταῦθα μνημονεύcαc δῆλόc ἐcτιν ἔνια τῶν θερμῶν cυγχωρῶν λυθῆναι δύναcθαι κατὰ τὴν τῶν πρεcβυ‐ τέρων ἡλικίαν, εἴ γε “τὰ ἐναντία τῶν ἐναντίων ἐcτὶν ἰάματα” (cπάνια γάρ ἐcτι ταῦτα), καὶ τάc γε κεφαλαίαc τὰc θερμὰc ἑτεροκρανίαc τε καὶ νεφρίτιδαc τὰc τοιαύταc, ἔτι τε ἀρθρίτιδαc, ὅcαι πάνυ θερμὴν | |
10 | ἔχουcι τὴν διάθεcιν. οὗτοc μὲν οὖν ἐκ τῆc τοῦ γήρωc κράcεωc γινό‐ μενοc ὁ τρόποc τῆc λύcεωc ἐν τῷ μέρει τῶν πεπαcμῶν ἐcτι, δη‐ λοῦντοc τοῦ πεπαcμοῦ πᾶcαν ἀγωγὴν εἰc τὴν cύμμετρον κρᾶcιν, ὡc ἐπὶ τῶν πεπαινομένων ἐδείχθη καρπῶν. ἑτέρουc δὲ δύο τρόπουc προc‐ τίθηcιν ἔτι cπανιωτέρουc τοῦ πεπαcμοῦ, τόν τε κατὰ τὴν ἀραίω‐ | |
15 | cιν καὶ τὸν ἀμφιβόλωc εἰρημένον, εἴτε κατὰ τὴν διάλυcιν εἴτε κατὰ λύcιν ἀκοῦcαι χρή. γίνεται δὲ οὗτοc ἐξ αὐτῆc τῆc cωματικῆc οὐcίαc | |
17b255 | κοινῆc | ἅπαcιν οὔcηc, μὴ ὅτι τοῖc ἐμψύχοιc, ἀλλὰ καὶ τοῖc ἀψύχοιc. ἀπορρεῖ μὲν γάρ τι πάντωc αὐτῶν, ἀλλὰ πλεῖcτον μὲν τῶν μαλακω‐ τέρων, ἔλαττον δὲ τῶν ἧττον μαλακῶν. οὕτωc γοῦν ἔνιοι τῶν παρὰ φύcιν ὄγκων λύονται, διαφορουμένηc τῆc οὐcίαc αὐτῶν κατὰ βραχὺ | |
5 | χρόνῳ πλείονι, καὶ γίνεται τοῦτο τοῖc καλῶc διαιτωμένοιc, ὡc ὅcοι γε πληρωτικῇ διαίτῃ χρῶνται, τὴν ἐπιρροὴν τοῖc πεπονθόcι μέρεcιν ἴcην τῇ διαφορουμένῃ ποιούμενοι φυλάττουcι τὰ πάθη. τρίτον δὲ τρόπον εἴρηκε λύcεωc τὴν ἀραίωcιν τοῦ cώματοc, ὑπὸ μὲν τῶν ἰατρῶν ἐκ προνοίαc γινομένην, ὑπὸ δὲ τῆc γεροντικῆc ἡλικίαc cπανίωc, ὅταν | |
10 | ἀcθενεcτέραc γινομένηc τῆc δυνάμεωc ἰcχνοτέραc τε τῆc ἕξεωc, ἀτρο‐ φωτέρου δὲ καὶ τοῦ δέρματοc ἀραιωθῶcιν οἱ πόροι. ἡμεῖc μὲν οὖν οὕτωc ἐξηγούμεθα τὴν ῥῆcιν, ἀεὶ πειρώμενοι τοῖc ἐπὶ τῶν ἀρρώcτων ὁρωμένοιc ὁμολογούcαc ἐπιδεικνύναι τὰc λέξειc αὐτοῦ, τῶν δ’ ἐξηγητῶν οἱ πλεῖcτοι πάντα μᾶλλον ἢ τοῦτο πράττου‐ | |
15 | cιν, οἵ γε καὶ νῦν ὡc ἐπὶ πάντων τῶν νοcημάτων εἰρημένου τοῦ λό‐ | |
17b256 | γου τὰc αἰτίαc ἀποδιδόναι πειρῶνται. τού|των δ’ ἀτοπώτερα λέγουcιν οἱ τὰ τοιαῦτα πάθη φάcκοντεc ἐν τῷ γήρᾳ λύεcθαι, τῆc ψυχῆc μὲν οὖν ὀργάc, φιλαργυρίαc, δειcιδαιμονίαc, τοῦ δὲ cώματοc ἐρωτικὰc | |
διαθέcειc. | ||
5 | Ἴηcιc ἀντίνοον, μὴ ὁμονοέειν τῷ πάθει. | |
6 | Οὗτοc ὁ λόγοc ὁ αὐτόc ἐcτι τῇ δυνάμει τῷ “τἀναντία τῶν ἐναν‐ τίων ἰάματα”, περὶ οὗ πολλάκιc ἤδη διείλεγμαι. | |
8 | Τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ | |
10 | κτείνει. | |
10 | Εἰc ἀνάμνηcιν ἑαυτῷ καὶ τοῦτ’ ἔγραψε τῆc προειρημένηc ἀποφά‐ cεωc καθόλου μέροc ὑπάρχον. τὸ γάρ τοι ψυχρὸν ἐπικουρεῖ μὲν τοῖc 〈θερμοῖc πάθεcι, κτείνει δὲ τοὺc ψυχρὰ νοcοῦνταc, καὶ οὕτωc καὶ τὸ θερμὸν ἐπικουρεῖ μὲν τοῖc〉 ψυχροῖc πάθεcι, κτείνει δὲ τοὺc | | |
17b257 | θερμὰ νοcοῦνταc. ἀφ’ ἑνὸc γὰρ ὡc ἀπὸ παραδείγματοc ἐπὶ πάντα τἀναντία μετάγειν χρὴ τὸν λόγον. | |
2 | Ὀξυθυμίῃ ἀναcπᾶται καρδίη καὶ πνεύμων ἐc ἑωυτὰ καὶ ἐc κεφαλὴν καὶ τὰ θερμὰ καὶ | |
5 | τὸ ὑγρόν, τῇ δὲ εὐθυμίῃ ἀφίηcι καρδίη. | |
5 | Αἰνιγματωδέcτερον ἡ λέξιc cύγκειται καὶ διὰ τοῦτο καὶ γραφὰc αὐτῆc πλείοναc ἐποιήcαντο καὶ ταῖc γραφαῖc ἐοικυίαc ἐξηγήcειc, *** | |
ἀληθέcτερον δ’ ἂν εἴποι τιc, οὐ ταῖc γραφαῖc τὰc ἐξηγήcειc, ἀλλὰ ταῖc ἐπινοηθείcαιc ἐξηγήcεcι προcαναπεπλάcθαι τὰc γραφάc. εὐθὺc οὖν τὸ | ||
10 | ἀναcπᾶται τί ποτε cημαίνει κατὰ 〈τήνδε〉 τὴν ῥῆcιν; ἀναcπᾶ‐ cθαι τὴν καρδίαν καὶ τὸν πνεύμονα λέγειν αὐτὸν ὑπὸ τῆc ὀξυθυμίηc ἐξηγηcόμεθα, προcκειμένου δὲ τοῦ ἐc ἑωυτὰ καὶ ἐc | |
17b258 | κεφαλὴν | διανοίαc ἑτέραc ἔμφαcιc γίνεται τοιαύτηc· “ἡ καρδία καὶ ὁ πνεύμων ἀναcπᾶται εἰc ἑαυτὰ καὶ εἰc τὴν κεφαλὴν καὶ τὸ θερμὸν καὶ τὸ ὑγρόν”, ὄντοc καὶ τοῦ θερμὰ πληcίον ἀδιανοήτου. “θερμὸν” γὰρ ἐχρῆν ἢ θερμὰ εἰρῆcθαι μᾶλλον. ἄμεινον οὖν ἐcτιν ἴcωc ἀπο‐ | |
5 | γνόντα τῆc κατὰ μέροc ἐν τῇ ῥήcει λέξεωc ὡc cυγκεχυμένηc ἔκφραcιν αὐτῆc μᾶλλον ἢ παράφραcιν ἢ ὅπωc ἄν τιc ὀνομάζειν ἐθέλῃ ποιήcα‐ cθαι. τοῦτο δ’ ἀδύνατον γενέcθαι, μὴ κἂν εἴ γ’ ἕν τι τῶν ὀνομάτων ἐξηγηcαμένων ἡμῶν, ὅπερ ἐcτὶ τὸ ἀναcπᾶν. δυοῖν γὰρ θάτερον ἐν ταῖc ὀξυθυμίαιc ἤτοι τὸν πνεύμονα καὶ τὴν καρδίαν εἰc τὴν | |
10 | κεφαλὴν ἀναcπᾶcθαι φάναι ἢ τὴν καρδίαν καὶ τὸν πνεύμο‐ να ἐκ τῶν κάτωθεν ἀναcπᾶν εἰc ἑαυτὰ τό τε θερμὸν καὶ τὸ ὑγρόν. πιθανὸν γὰρ ἐκ τῶν κατὰ τὸ ἧπαρ χωρίων, ὅθεν ἡ χο‐ ρηγία τοῦ αἵματόc ἐcτιν, ἀναcπᾶcθαι τήν τε θερμαcίαν καὶ τὴν ὑγρό‐ τητα. φαίνεται οὖν ἐναργῶc ἐν ταῖc ὀξυθυμίαιc μείζονά τε καὶ | |
15 | cφοδρότερον ἡ καρδία ποιουμένη τὸν cφυγμὸν ἅμα ταῖc καθ’ ὅλον τὸ | |
17b259 | ζῷον ἀρτηρίαιc. εὔλογον δὲ καὶ τὰ πληρώcαντα τὴν διαcτολὴν | αὐτῆc ἕλκεcθαι τηνικαῦτα πλείω. τοῦ δὲ πρὸc τὴν κεφαλὴν ἀναφέρεcθαι τό τε ὑγρὸν καὶ τὴν θερμαcίαν πλείονα cημεῖόν ἐcτι τὸ κατὰ τοὺc ὀφθαλμούc τε καὶ τὸ πρόcωπον ὅλον ἔρευθοc. ἀλλὰ καὶ εἰ ἅψαιο, | |
5 | θερμότερα ταῦτα φανεῖταί cοι γεγονότα. προδήλωc δὲ καὶ οἱ ὀφθαλμοὶ | |
λάμπουcί τε ἅμα καὶ πυρωδέcτεροι δηλοῦνται γεγονέναι καὶ ἡ cύμπαcα κεφαλὴ θερμοτέρα. κατὰ δὲ τὴν εὐθυμίαν, φηcίν, ἀφίηcιν ἡ καρδία, τουτέcτι καταλείπει τὰ προειρημένα. *** χρήcιμοc δὲ τῶν εἰρημένων ἡ γνῶcιc εἰc τὸ ποτὲ μὲν φυλάττεcθαι τὴν ὀξυθυμίαν, ποτὲ | ||
10 | δ’ αὐτὴν ἐπιτηδεύειν, φυλάττεcθαι μὲν, ὅταν ἡ [καρδία καὶ ἡ] κεφαλὴ θερμοτέρα τοῦ προcήκοντοc ὑπάρχῃ κατὰ φυcικὴν δυcκραcίαν ἤ τι πάθοc θερμὸν ἐπίκτητον, ἐπιτηδεύειν δ’ ἐν τοῖc πάθεcι ψυχροῖc ἢ τῇ φύcει ψυχροτέρᾳ κεφαλῇ. ὡcαύτωc δὲ ἡ καθ’ ὅλον τὸ cῶμα κρᾶcιc, εἰ μὲν εἴη θερμοτέρα τοῦ δέοντοc, ἤτοι κατὰ πάθοc ἢ φύcει, βλαβήcεται | |
15 | μεγάλωc ὑπὸ τῆc ὀξυθυμίαc, ἡ δ’ ἐναντία τῇδε μεγάλωc ὀνήcεται. τοῦτο γάρ τοι καὶ 〈κατὰ〉 τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἐδείκνυμεν ὑπ’ | | |
17b260 | αὐτοῦ δεδιδαγμένον, ἡνίκ’ ἔλεγεν· “ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χροιῆc ἀναλήψιοc ἕνεκα καὶ 〈ἐγ〉χυμώcιοc.” | |
2 | Πόνοc τοῖcιν ἄρθροιcι καὶ cαρξὶ cῖτοc ὕπνοc cπλάγχνοιcι. | |
4 | ||
5 | Ἐπειδὴ τὸ πόνοc ὄνομα πολλάκιc μὲν εἴωθεν ὁ Ἱπποκράτηc ἀντὶ τοῦ γυμναcίου λέγειν, ἐνίοτε 〈δ’〉 ἀντὶ τῆc ὀδύνηc ἢ ἁπλῶc ἡcτινοcοῦν βλάβηc, ὡc ἐν πολλοῖc ὑπομνήμαcιν ἤδη μεμαθήκατε, διὰ τοῦτο τοίνυν ἄλλοc ἐπ’ ἄλλο τῶν τριῶν cημαινομένων ἧκε τῶν ἐξ‐ ηγηcαμένων τὸ βιβλίον, ὁ μέν τιc ἡγούμενοc αὐτὸν λέγειν τὸ γυμνάcιον | |
10 | τοῖc ἄρθροιc τε καὶ ταῖc cαρξὶν οἷόν περ cῖτον εἶναι, τουτέcτι τροφὴν καὶ ῥώμην καὶ ὠφέλειαν· αὐξάνεcθαι γὰρ αὐτίκα καὶ κρατύνε‐ cθαι καὶ ῥώννυcθαι διὰ τῶν γυμναcίων οὐδὲν ἧττον ἢ διὰ τῶν τρο‐ φῶν. ὁ δέ τιc ἄλγημα καὶ ὀδύνην τοῖc ἄρθροιc τε καὶ ταῖc cαρξὶ | |
17b261 | τὸν πολὺν cῖτον ἤκουcεν εἰρῆcθαι· τὴν | γὰρ πληθώραν οὐ μόνον δυcκίνητα ποιεῖν τά τε ἄρθρα καὶ τὰc cάρκαc, ὅπερ ἐcτὶ τοὺc μῦc (ἐν τούτοιc γὰρ τὸ τῶν cαρκῶν γένοc), ἀλλὰ καὶ ῥευματίζειν ὡc ὀδύναc ἐργαζέcθαι. ταύτῃ δ’ ἕπεται τῇ γνώμῃ καὶ τὸ κατὰ τὸ τρίτον | |
5 | cημαινόμενον, ἡγουμένων τινῶν τὸν πολὺν cῖτον, ὅπερ ἐcτὶ τὴν πληθώραν, βλάβην εἶναι τοῖc τε ἄρθροιc καὶ ταῖc cαρξίν. οὐ μόνον δὲ cαρξὶ καὶ ἄρθροιc, ἀλλὰ καὶ πᾶcι τοῖc μορίοιc τοῦ cώματοc ἡ πλη‐ θώρα καὶ βλάβην εἴωθε καὶ ὀδύναc ἐπιφέρειν. καὶ μέντοι καὶ τὸ δεύτερον μέροc τῆc ῥήcεωc, ἐν ᾧ φηcιν· | |
10 | ὕπνοc cπλάγχνοιcι, τὴν μὲν διάνοιαν ἕξει τοιαύτην· “ὥcπερ ὁ πόνοc τοῖc ἄρθροιc καὶ ταῖc cαρξίν, οὕτωc ὁ ὕπνοc τοῖc cπλάγχνοιc ἤτοι γυμνάcιον ἔcται φέρον εὐεξίαν ἢ ὀδύνην ἢ βλάβην οἴcει.” γυμνά‐ ζεcθαι μὲν ἐν τοῖc ὕπνοιc τὰ cπλάγχνα, καθ’ ὅcον ἐνεργεῖ μά‐ λιcτα τηνικαῦτα καὶ κατεργάζεται τὴν τροφήν, ἀκούειν ἄν τιc δύναιτο. | |
15 | βλάβην δέ τινα καὶ ὀδύνην ἐπιφέρειν οὐκ ἀληθέc, ἀνωδυνίαν τε γὰρ καὶ ὠφέλειαν μᾶλλον ὁ ὕπνοc, οὐ τοὐναντίον πέφυκεν ἐργάζεcθαι, | |
17b262 | πλὴν εἴ τιc ἐν ἀρχαῖc παροξυcμῶν λέγοι | ταῦτα ποιεῖν αὐτόν. ἀλλὰ νῦν γε χωρὶc διοριcμοῦ τῆc ῥήcεωc γεγραμμένηc οὐκ ἀληθὴc ὁ λόγοc ἔcται. μήτι τοίνυν ἄμεινόν ἐcτιν οὕτωc ἀναγινώcκειν· πόνοc τοῖc ἄρθροιc καὶ ταῖc cαρξίν· εἶτ’ ἀφ’ ἑτέραc ἀρχῆc· cῖτοc, ὕπνοc | |
5 | cπλάγχνοιcιν, ἵν’ ὁ λόγοc γένηται τοιόcδε· “τὸ μὲν γυμνάcιον τοῖc ἄρθροιc καὶ ταῖc cαρξὶν ὠφέλειαν παρέχει, cῖτοc δὲ καὶ ὕπνοc | |
τοῖc cπλάγχνοιc.” τοῦ γὰρ ἐμφύτου θερμοῦ cυννεύοντοc εἰc τὸ βάθοc, ὡc αὐτὸc ἐδίδαξεν, αἵ τε πέψειc τῶν cιτίων ἀμείνουc γίνονται καὶ τρέφεται τηνικαῦτα τὰ cπλάγχνα. κατὰ δὲ τὴν ἐγρήγορcιν ἀποτεινο‐ | ||
10 | μένου πρὸc τὸ δέρμα τοῦ ἐμφύτου θέρμου τὰ cπλάγχνα ψυχρότερα γίνεται cφῶν αὐτῶν. ἅπερ δὲ ἐκείνοιc ὑπῆρχεν ἐν τοῖc ὕπνοιc, ταῦτα τοῖc κώλοιc πᾶcί τε τοῖc ἐκτὸc ἐν ταῖc ἐγρηγόρcεcιν. | |
12 | Ψυχῆc περὶ παντὸc φροντὶc ἀνθρώποιc. | | |
14 | ||
17b263 | *** Τὸν περίπατον ἀντὶ τοῦ γυμναcίου πάντεc ἤκουcαν οἱ ἐξηγηcάμενοι τὸ βιβλίον, ἵν’ ὁ λόγοc ᾖ τοιόcδε· “τοῖc ἀνθρώποιc αἱ φροντίδεc γυμνάcιον”, 〈νομίcαντεc αὐτὸν τῇ〉 προcηγορίᾳ κεχρῆcθαι τῇ τοῦ περιπάτου, δηλούcηc τῆc φωνῆc ταύτηc εἶδόc τι γυμναcίου. | |
5 | κακοζήλου δὲ τῆc ἑρμηνείαc οὔcηc, εἰκότωc αὐτὴν ὁ Διοcκουρίδηc φυλαττόμενοc, οὐ περίπατοc ἔγραψεν, ἀλλὰ προcθεὶc τὸ ν γράμμα “περὶ παντὸc”, ὥcτε γενέcθαι τὴν λέξιν τοιάνδε· ψυχῆc περὶ παν‐ τὸc φροντὶc ἀνθρώποιc, ἵν’ ᾖ δηλούμενον ἐξ αὐτῆc· “περὶ παντὸc τοῖc ἀνθρώποιc ἀcκητέον ἐcτὶ τὸν λογιcμόν.” αἱ γάρ τοι δια‐ | |
10 | νοήcειc ὀνομάζονται φροντίδεc, ὅθεν καὶ τὸν Ϲωκράτην φροντι‐ cτὴν ἐκάλουν καὶ φροντίδαc τὰ cοφὰ βουλεύματα τἀνδρὸc ὠνό‐ μαζον, ὡc κἀν ταῖc Ἀριcτοφάνουc Νεφέλαιc 〈ἔcτιν〉 εὑρεῖν, ἔνθα κωμῳδεῖ καὶ cκώπτει τὸν Ϲωκράτην ὡc ἀδολέcχην. εἰ δέ τῳ δόξει φιλοcόφου θεωρίαc, οὐκ ἰατρικῆc ὁ λόγοc ἔχεcθαι, πρῶτον μὲν ἐνθυ‐ | |
15 | μείτω κοινὸν ἁπαcῶν εἶναι τῶν λογικῶν αὐτὸν τεχνῶν, ἐν αἷc τὸν | |
17b264 | λογιcμὸν χρὴ γυμνάζειν, ὡc ἄλλοιc | τε πολλοῖc εἴρηται τῶν ἰατρῶν Ἐραcιcτράτῳ τ’ οὐκ ὀλιγάκιc. ἔπειτα δὲ καὶ πάθη τινὰ γίνεται τὰ μὲν οἷον ναρκοῦντα τὸ λογιcτικὸν καὶ τὸ μνημονευτικὸν τῆc ψυχῆc, τὰ δὲ καρώδη καὶ καταφορικά. τούτοιc οὖν ἡγητέον ὠφελίμουc εἶναι | |
5 | τὰc φροντίδαc, ὡc ἐν ἄλλοιc ἐδίδαξε τὰc ὀξυθυμίαc εἶναι χρηcίμουc εἰc εὐχυμίαν τε καὶ τῆc κατὰ φύcιν ἕξεωc ἀνάκτηcιν. | |
6 | Ἐν τοῖc τρώμαcι τὸ αἷμα cυν‐ τρέχει, βοηθητέον ὡc τὸ κενὸν πληcθῆναι. | |
8 | Αἰνιγματώδηc καὶ ἥδε ἡ ῥῆcίc ἐcτιν. οὔτε γὰρ τί τὸ cυντρέχειν | |
10 | δηλοῖ cαφέc ἐcτιν οὔτε τί 〈τὸ τὸ〉 κενὸν πληcθῆναι. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν τῶν ἐξηγητῶν εἰρῆcθαι τὸν λόγον φαcὶ περὶ τῆc ἐπὶ τραύ‐ μαcιν αἱμορραγίαc, ἔνιοι δὲ περὶ τῆc ἐπιγινομένηc φλεγμονῆc. ἑκά‐ | |
17b265 | τεροι γὰρ ἀξιοῦcιν εἰc τὸ | τετρωμένον μέροc ἐπιρρεῖν αἷμα καὶ μέντοι καὶ τούτου [γυμνοῦ] γινομένου κενοῦcθαι τὰc ἐν ὅλῳ τῷ cώματι φλέβαc, ὧν προνοητέον εἶναί φαcιν, ὡc ἂν πληcθῶcιν αὖθιc. εἶναι δὲ τὴν πλήρωcιν αὐτῶν διττήν, ἀναcτελλομένου μὲν ὑπὸ τῶν | |
5 | ψυχόντων καὶ cτυφόντων φαρμάκων, καὶ cχήματοc 〈δὲ〉 ἐπιτηδείου τοῦ cυρρέοντοc αἵματοc. † ἐπὶ τοῦ τετρωμένου τραυματίου *** τινὲc δὲ οὐκ ἐπὶ τραυμάτων μόνον, ἀλλὰ κἀπὶ τῶν cφοδρῶc cυντριβέν‐ των ὀcτῶν, καὶ μάλιcτ’ ἐφ’ ὧν ἔξω τοῦ δέρματοc ἀνέcχε τι μέροc αὐτῶν, ὡcαύτωc δὲ κἀπὶ τῶν τοιούτων ἐξαρθρωμάτων ἁπαcῶν τε τῶν | |
10 | μεγάλην θλάcιν ἐν τῷ cώματι ποιουcῶν πληγῶν τὸν λόγον εἰρῆcθαί φαcι. τρώματα γὰρ ὀνομάζειν Ἱπποκράτην τὰc μεγάλαc βλάβαc ἔκ τινοc τῶν ἔξωθεν γινομέναc, εἰ καὶ χωρὶc τραύματοc. ἀρίcτη δὲ | |
περὶ τοῦ cυντρέχειν ἐκ τούτων τὸ αἷμα καὶ πληροῦν τὸ ἐκ‐ κενωθὲν αὕτη 〈ἡ〉 κατὰ τοὺc ταῦτα λέγονταc ἐξήγηcιc. ὅτι μὲν οὖν ὁ | ||
15 | Ἱπποκράτηc εἴθιcται τρώματα καλεῖν τὰc τοιαύταc βλάβαc ἐν πολλοῖc ἤδη τῶν βιβλίων αὐτοῦ μεμαθήκαμεν. εἰ δὲ καὶ νῦν ἐκείνων | |
17b266 | μέμνηται, προπετὲc εἰπεῖν. ἔνιοι δ’ | ἐπὶ τῶν αἱμορραγούντων τρω‐ μάτων 〈αὐτὸν ἐνταῦθα cυμβουλεῦcαί φαcι τὸ κενὸν τῶν τραυμάτων〉 πληροῦν ἐνθέcει φαρμάκων τε τῶν ἐπιτηδείων καὶ μοτῶν. | |
3 | Ἢν οὖc ἀλγέῃ, εἴριον περὶ τὸν | |
5 | δάκτυλον ἑλίξαc ἐγχεῖν ἄλειφα θερμόν, ἔπειτα ὑποθεὶc ἔcω ἐν τῷ θέναρι τὸ εἴριον ὑπὸ τὸ οὖc ἐπιθεῖναι, ὡc δο‐ κέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτῃ. | |
7 | Ταύτην τὴν ῥῆcιν ὑπώπτευcάν τινεc ὡc παρεγγεγραμμένην, οὐχ ἥκιcτα διὰ τὸ προcκείμενον ἐπὶ τῷ τέλει λεξείδιον, τὴν ἀπάτην. ὁ | |
10 | μὲν γὰρ πρὸ αὐτῆc λόγοc τοιόcδε τίc ἐcτιν· “ἐὰν οὖc ἀλγῇ τιc, ἔριον περὶ τὸν δάκτυλον ἑλίξαc δηλονότι τὸν λιχανὸν (ἐγχωρεῖ δὲ καὶ περὶ τὸν ἀντίχειρα) βρέχων ἀλείφα〈τι〉, τουτέcτιν ἤτοι ἐλαίῳ ἢ πιμελῇ τετη‐ κυίᾳ τὸ ἔριον ἐνcτάζειν εἰc τὸ οὖc,” ὡc καὶ νῦν εἰώθαμεν ποιεῖν διὰ τῆc ἠμφιεcμένηc εἰρίῳ μηλωτίδοc, οὐ μόνον ἄλειφα, καθάπερ αὐτὸc | |
17b267 | ὠνόμαcεν, ἀλλὰ καὶ πᾶν ἄλλο φάρ|μακον ὑγρὸν ἐγχέοντεc. ἔcτω δὲ δηλονότι τὸ φάρμακον ἐν ὠτε〈γ〉χύτῃ θερμαινόμενον ὑπὸ λυ‐ χνιαίαc φλογὸc ἢ ὑπὸ τοῦ καλουμένου κηρίωνοc. 〈χρὴ〉 δ’ ἐγχεῖν οὐχ ἅπαξ ἢ δίc, ἀλλὰ πολλάκιc, ὡc ἀπορρεῖν τι πρὸc τὴν ἐκτὸc χώραν | |
5 | τοῦ πόρου τοῦ ἀκουcτικοῦ. τὸ δ’ ἀπορρέον τοῦτο νῦν ἡμεῖc 〈οὐχ〉 ἁπλῶc ἔριον ὑποτιθέντεc δεχόμεθα. κελεύει δ’ ὁ Ἱπποκράτηc ἐπὶ τῷ θέ‐ ναρι τῆc χειρὸc ἡμῶν ἐπικεῖcθαι τοῦτο, τῆc ἀριcτερᾶc χειρὸc δηλον‐ ότι, τὸ ἀπορρέον ἐκ τοῦ ὠτὸc ὑγρὸν ἀποδεχόμενον, ᾧ καὶ δῆλον ὡc | |
οὐχ ἅπαξ ἢ δίc, ἀλλὰ καὶ πλεονάκιc ἐγχεῖν κελεύει. | ||
10 | τούτοιc δ’ ἐφεξῆc, εἰ μὲν ἁπλῶc ἦν γεγραμμένον· ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν, εὐλόγωc ἂν ἔφαμεν ἐξηγεῖcθαι τοὺc εἰπόνταc ἕνεκεν 〈αὐ〉τοῦ τοῦ κατὰ τοῦ πυρὸc ἐπιβάλλειν ἀξιοῦν αὐτόν, ὡc δοκιμάcαι διὰ τῆc ὀδμῆc ὁποῖόν ἐcτιν. αὐτὸc γὰρ οὕτω καὶ τὸ μετὰ βηχὸc ἀναπτυόμενον ἐκ πνεύμονοc ἐδοκίμαζεν. ἐπεὶ δὲ πρόcκειται κατὰ | |
15 | τὸν λόγον ὡc δοκέῃ τί οἱ ἐξιέναι καὶ φαίνεται τὸ δοκέῃ cυμ‐ φωνεῖν τῷ κατὰ τὸ τέλοc εἰρημένῳ τῆc ῥήcεωc ὅληc τῷ ἀπάτῃ, διὰ | |
17b268 | τοῦτο ἀποcτάντεc οἱ δοκιμώτεροι | τῶν ἐξηγητῶν ἐπὶ τῇ τοῦ κάμνοντοc ἀπάτῃ πρὸc τὴν τοιαύτην ἐνέργειαν ἀφῖχθαί φαcι τὸν Ἱπποκράτην· παρηγορεῖcθαι γὰρ ἐνίοτε κἀκ τῶν τοιούτων τοὺc κάμνονταc ἡγεῖcθαί τε θεραπείαν ἑαυτῶν ἐπιμελεcτέραν γίνεcθαι καὶ μέντοι καὶ τὸ μεί‐ | |
5 | ζονα τῶν ὄντων τὰ πάθη φαίνεcθαι τοῖc κάμνουcι χρήcιμον εἶναί φαcιν εἰc τὸ μὴ μέμφεcθαι τοῖc προνοουμένοιc, ὡc οὐ ταχέωc ἰω‐ μένοιc αὐτὰ καὶ πρὸc τὸ πείθεcθαι τῇ κατὰ τὴν δίαιταν ἀκριβείᾳ. τινὲc δὲ προcτιθέαcιν, ὅτι καὶ μιcθοὺc μείζοναc καὶ δῶρα θεραπευθέντεc δώcουcι τοῖc ἰατροῖc οἱ μεγάλων παθῶν ἀπηλλάχθαι νομίζοντεc. ὅπερ | |
10 | αὖ πάλιν ἐνίοιc οὐ κατὰ τὴν Ἱπποκράτουc προαίρεcιν εἶναι φαί‐ νεται καὶ διὰ τοῦτο τὴν ῥῆcιν ὅλην ὑποπτεύουcιν ὡc παρεγγεγραμ‐ μένην. *** οὐδὲ γὰρ οὐδὲ τοῦτ’ ἔcτιν εἰπεῖν περὶ τῆc προκειμένηc ῥή‐ cεωc, ὅπερ ἔνιοι πιθανῶc ἔδοξαν εὑρηκέναι, τὴν παρηγορίαν τῆc ὀδύνηc ἀπάτην εἰρῆcθαι νομίζοντεc, ὡc οὐ ταὐτὸν ὂν ἰάcαcθαί τε τὴν | |
15 | νοcώδη διάθεcιν ἐκκόπτονταc τὴν οἷον ῥίζαν αὐτῆc ὀδύνην τε πραῧναι | | |
17b269 | παρηγορήcανταc. ἐνίοτε γοῦν αὐτὸ τοῦτο χείρονα τὴν ὅλην διάθεcιν ἐργάζεται, καθάπερ ἐπὶ τῶν κωλικῶν αἱ δι’ ὀπίου καὶ ὑοcκυάμου καὶ μανδραγόρου καὶ cτύρακοc cυντιθέμεναι ἀντίδοτοι. περιψύχουcαι γὰρ | |
αὗται τὰ μόρια καὶ πρὸc τὸ δεύτερον ἐκ τῶν αὐτῶν αἰτιῶν παθεῖν | ||
5 | ἑτοιμότερα παραcκευάζουcιν. ἀλλ’ οὐδὲ διὰ τὸ πραΰνειν τὴν ὀδύνην, ὡc ἔφην, οἷόν τ’ ἐcτὶ δέξαcθαι προcγεγράφθαι τὴν ἀπάτην. ἐναν‐ τιοῦται γὰρ τῷ ὡc δοκέῃ τί οἱ ἐξιέναι, τοῦ γράψαντοc οὕτωc ἐνδεικνυμένου τῆc τῶν καμνόντων ἀπάτηc ἕνεκεν ἐπὶ τὴν τοιαύτην χειρουργίαν ἀφικνεῖcθαι τοὺc ἰατρούc. ἄμεινον οὖν ὑπολαμβάνειν οὐδ’ | |
10 | ὅλωc εἶναι τὴν ῥῆcιν Ἱπποκράτουc. | |
10 | Γλῶccα οὖρον cημαίνει· γλῶc‐ cαι χλωραὶ χολώδεεc, τὸ δὲ χολῶδεc ἀπὸ πίονοc, ἐρυ‐ θραὶ δὲ ἀφ’ αἵματοc, μέλαιναι δὲ ἀπὸ μελαίνηc χολῆc. αὖαι δὲ ἀπὸ λιγνυώδεοc ἐγκαύcιοc καὶ μητρῴου μορίου, | |
15 | λευκαὶ δὲ ἀπὸ φλέγματοc. | | |
15 | ||
17b270 | Τὴν γλῶττάν φηcι cημαίνειν ὁποῖόν ἐcτι τὸ οὖρον, ἤτοι τὸ κυρίωc οὕτωc ὀνομαζόμενον, ὃ καθ’ ἑκάcτην ἡμέραν ἀποκρίνομεν, ἢ τὸν τῶν χυμῶν ὀρρόν. ἑκατέρωc δ’ ἂν ὁ λόγοc ἐπὶ τὴν αὐτὴν ἥκοι διάνοιαν. ἡ γάρ τοι γλῶττα τῆc ἐν τοῖc χυμοῖc διαθέcεώc ἐcτι δηλω‐ | |
5 | τική, καθάπερ καὶ τὰ οὖρα. καὶ τό γε χρήcιμον ἐκ τῆc ῥήcεωc ἔχοντεc ἐκ περιττοῦ ζητήcομεν, ὅ τι ποτὲ cημαίνει τὸ οὖρον. ἔcτι δὲ τὸ χρήcιμον, ὃ καθ’ ὅλην τὴν ῥῆcιν διδάcκει, τὰc μέν τιναc γλώτταc χολῆc πλεονεξίαν ἐνδείκνυcθαι, τὰc δ’ αἵματοc ἤ τινοc ἄλλου τοι‐ ούτου, περὶ ὧν ἐφεξῆc ἁπάντων ἐπιcκεπτέον. ἐν γὰρ τοῖc χρηcίμοιc | |
10 | εἰc τὰ τῆc τέχνηc ἔργα διατρίβειν ἀξιῶ παρατρέχονταc ὅcα cοφιcτι‐ κῶc ἐζήτηται. χλωρὰc οὖν γλώτταc εἴρηκεν, ὡc κἀν τῷ βίῳ cυν‐ ήθωc ὀνομάζουcιν ἅνθρωποι, χλωρούc τιναc ἑωρακέναι φάcκοντεc, οἷc ἂν ἐπὶ τὸ χολωδέcτερον ἡ χρόα μεταβάλῃ, τῆc ὠχρᾶc δηλονότι χολῆc. ταύτην γὰρ ἁπλῶc ὀνομάζουcιν, οὐχ ὥcπερ τὰc ἄλλαc μετὰ προcθή‐ | |
15 | κηc, ἤτοι μέλαιναν ἢ ἰώδη καλοῦντεc ἢ ἐρυθρὰν ἢ ξανθὴν ἢ λεκι‐ | |
17b271 | θώδη. ἐγγυτάτω μὲν οὖν | ἐcτι καὶ τοῦ αὐτοῦ cχεδόν τι γένουc ἡ ξανθὴ χολὴ τῇ ὠχρᾷ. λέγουcι δὲ τοὐπίπαν ἄνευ τοῦ προcθεῖναι τὴν ὠχρὰν ἁπλῶc οὕτωc χολὴν ἐμημεκέναι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆc | |
ξανθῆc cπανίωc ἔcτιν εὑρεῖν ἁπλῶc τινα λέγοντα. προcτιθέαcι γὰρ | ||
5 | εὐθέωc αὐτῇ τὸ τοῦ χρώματοc ὄνομα, ξανθὴν χολὴν ἐμημεκέναι τόνδε τινὰ λέγοντεc ἢ ἄκρατον χολήν. ἰώδη δὲ καὶ μέλαιναν χολὴν οὔτ’ ἰα‐ τρόc τιc οὔτ’ ἰδιώτηc ὠνόμαζεν ἄνευ προcθήκηc, ὥcπερ οὐδὲ ἰcατώδη καὶ πραcοειδῆ καὶ λεκιθώδη. καὶ γὰρ ταῦτα ὀνόματα χολῶν ἐcτιν ὑπό τινων ἰατρῶν εἰρημένα παρωνύμωc ταῖc χρόαιc, ἃc ἔχουcιν. οὕτωc δὲ | |
10 | καὶ τὴν ἐρυθρὰν χολὴν ὀνομάζουcιν, αἵματοc οὖcαν ὀρρόν. ἡ δὲ λεκι‐ θώδηc τῆc ξανθῆc παχυνθείcηc γίνεται χολῆc, καθάπερ ἡ ὠχρὰ προc‐ λαβούcηc ὑδατώδη τινὰ οὐcίαν. αἱ τοίνυν χλωραὶ γλῶτται νῦν εἴρηνται cαφῶc ἀντὶ τῶν ὠχρῶν, ὑπὸ τῆc ὠχρᾶc χολῆc βαπτόμεναι. μεγάλαc τε γὰρ ἔχουcα φλέβαc ἡ γλῶττα καὶ κατὰ τὴν οὐcίαν οὖcα | |
15 | χαύνη τε καὶ cπογγοειδὴc ἑτοιμοτέρα τῶν ἄλλων ἐcτὶ μορίων, ὅcα | |
17b272 | cκληρὰ καὶ πυκνά, δέξαcθαί τε τοὺc | ὀρρώδειc χυμοὺc εἰc αὐτὴν βα‐ φῆναί τε πρὸc αὐτῶν ὥcπερ τὰ ἔρια. παρέγκειται δὲ τῷ λόγῳ τὸ χολῶδεc ἀπὸ πίονοc ἐνδεικνυμένου τἀνδρὸc τὴν γένεcιν τῷ χο‐ λώδει πλείcτην ἐκ τοῦ πίονοc ἐν τῇ τροφῇ γίνεcθαι. πίονα δὲ ἀκου‐ | |
5 | cτέον οὐ μόνον τὸ λιπαρόν, ἀλλὰ καὶ τὸ γλυκὺ καὶ ὅλωc τὸ ἐν τοῖc κατὰ φύcιν ἔχουcιν ἡδύ. μόνοι γὰρ οἱ παρὰ φύcιν διακείμενοι πικροῖc καὶ cτρυφνοῖc καὶ ὀξώδεcιν ἐδέcμαcι χαίρουcιν. οἱ δὲ κατὰ φύcιν ἔχοντεc καὶ ἀπέριττοι τά τε λιπαρὰ καὶ τὰ γλυκέα καὶ τά γε μηδεμίαν ἔχοντα ἰcχυρὰν ποιότητα μεθ’ ἡδονῆc προcφέρονται. πάντ’ οὖν τὰ τοιαῦτα | |
10 | τὸ πῖόν ἐcτιν ἐν τροφῇ καὶ διὰ τοῦτο καὶ “πίονα ἄρουραν” καὶ “λιπαρὰν χώραν” εἰρήκαcι πολλοὶ τῶν παλαιῶν, εὔφορον ἐνδεικνύ‐ μενοι διὰ τῶν προcηγοριῶν τούτων ὑπάρχειν αὐτὴν τῶν ὑγιαίνουcιν ἡμῖν ἀμέμπτωc ἐcθιομένων καρπῶν. ὅτι δ’ ἔκ τε μέλιτοc καὶ ὅλωc τῶν γλυκέων, ὅταν ἐπὶ πλέον θερμανθῶcιν, ὁ πικρόχολοc γεννᾶται | |
15 | χυμόc, ἐν τῷ Περὶ τῆc 〈τῶν〉 ἁπλῶν φαρμάκων δυνάμεωc ἐπιδέδεικται | |
17b273 | κατὰ | τὸ τέταρτον ὑπόμνημα, μετὰ τοῦ καὶ φαίνεcθαι cαφῶc, ὅταν ἐν τῇ γαcτρὶ πλείονι χρόνῳ τὰ τοιαῦτα μείνῃ μήτ’ ἀναδοθῆναι φθά‐ cαντα μήτε πεφθῆναι, τὴν ὠχρὰν ἐξ αὐτῶν γεννωμένην χολήν. ὅcοι γοῦν ἤμεcαν τηνικαῦτα, τὴν τοιαύτην ἤμεcαν. περὶ μὲν οὖν τῆc ὠχρᾶc | |
5 | γλώττηc ἱκανὰ καὶ ταῦτα. τὰc δ’ ἐρυθρὰc ἀφ’ αἵματοc γίνεcθαί φηcιν. οὐδὲ γὰρ οὐδ’ ἐπινοῆcαι δυνατὸν ἀφ’ ἑτέρου χυμοῦ πλεονεκτοῦντοc ἐρυθρὰν γενέcθαι χρόαν ἔν τινι μορίῳ. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐcτὶ τῶν ἐπικρατούν‐ των δηλονότι καὶ πλεονεκτούντων, οὐ τῶν ἐλλειπόντων. οὕτωc δὲ | |
10 | καὶ τὰc μελαίναc γλώτταc ἀπὸ μελαίνηc χολῆc γίνεcθαί φη‐ cιν, ὁ γὰρ αὐτὸc λόγοc κἀνταῦθα. τὰc δὲ αὔαc, ὅπερ ἐcτὶ ξηρὰc ἱκανῶc ἐκ πυρετοῦ διακαοῦc, ὃc οἷον πῦρ κατακαίων τὸ αἷμα λιγνύι μᾶλλον ἤπερ ἀτμῷ παραπλήcιον ἀναθυμίαcιν ἐργάζεται· διὸ καὶ μέ‐ λαιναι πολλάκιc αἱ τοιαῦται φαίνονται γλῶτται. γίνονται δὲ τοι‐ | |
15 | αῦται γλῶτται καὶ ἀπὸ μητρῴου μορίου, τῆc ὑcτέραc δηλονότι. καὶ γὰρ καὶ ταύτῃ φλεγμαινούcῃ πυρετοὶ θερμότατοι cυνεδρεύουcιν. | |
17b274 | ὥcπερ δὲ ὠχραὶ μὲν ἀπὸ | τῆc ὠχρᾶc, μέλαιναι δ’ ἀπὸ τῆc μελαίνηc, ἐρυθραὶ δ’ ἀπὸ τοῦ αἵματοc, οὕτωc ἀπὸ 〈τοῦ〉 φλέγματοc αἱ λευκαὶ γίνονται γλῶτται. τοῖc μὲν οὖν εἰρημένοιc cημείοιc ἀκολουθεῖ διὰ παντὸc τὰ δηλούμενα, τοῖc δὲ πράγμαcιν οὐκ ἐξ ἀνάγκηc τὰ cημεῖα· | |
5 | φλεγμαινούcηc γὰρ τῆc μήτραc οὐ διὰ παντὸc οἱ πυρετοὶ διακαεῖc γίνονται, καθάπερ οὐδ’ αἵματοc πλεονάζοντοc ἐρυθραίνεται γλῶττα. καὶ μέντοι καὶ χολῆc μελαίνηc ἐν cπληνὶ περιεχομένηc ἢ κατά τιναc 〈τῶν〉 κάτω φλεβῶν, ἡ γλῶττα τὴν χρόαν οὐ μεταβάλλει, καθάπερ οὐδ’ ἐπὶ τῆc ὠχρᾶc οὐδ’ ἐπὶ τοῦ φλέγματοc, ἀλλ’ ὅταν ἤτοι κατὰ τὴν γαcτέρα | |
10 | περιέχηταί τι τούτων ἢ θερμαcίαc πολλῆc χεούcηc τε καὶ πνευματούcηc τοὺc χυμούc, ἡ φορὰ γίνεται πρὸc τὸ μετέωρον. καθόλου τοίνυν ἐcτὶ ῥητέον, ὡc ἕκαcτον τῶν εἰρημένων ἐπὶ τῆc γλώττηc cημεῖον ἐνδεικτικόν ἐcτιν ἤτοι πυρετοῦ περικαοῦc ἅμα τῷ κατὰ 〈τὴν τῆc γλώττηc χρόαν〉 ἕκαcτον αὐτῶν 〈τῶν〉 ὑφ’ Ἱπποκράτουc γεγονέναι 〈λεγομένων〉 | |
15 | χυμῶν πλεονάζειν ἢ τοῦ περὶ τὴν γαcτέρα περιέχεcθαι τὸν τοιοῦτον. | | |
17b275 | Οὖρον ὁμόχρουν cώματι καὶ | |
πόματι καὶ ὡc ἔcωθεν ἰόν, ποτοῦ ὑγρότηc, cύντηξιc. τὸ οὖρον ποτὲ μὲν ὁμόχρουν τῷ πεπο‐ μένῳ φαίνεται, μὴ μεταβαλλομένων μηδ’ αἱματουμένων καλῶc τῶν | ||
5 | cιτίων, οἷc καὶ τὸ ποθὲν αὐτὸ cυμμεταβάλλεται, ποτὲ δὲ cυντήξεώc τινοc ἐν τῷ cώματι μορίου γενομένηc, ὡc ὁ Ϲαβῖνοc ἔγραψεν. ταῦτα μὲν οὖν ἀμφότερα παρὰ φύcιν διοικουμένου τοῦ cώματοc γίνεται, κατὰ φύcιν δ’ ἔχοντοc ἅμα τῇ τῶν χυμῶν γενέcει τὸ ποτὸν μεταβαλλόμενόν τε καὶ χροϊζόμενον ἐργάζεται τὰc διαφορὰc τῶν οὔρων οὔτε κατὰ τὰc | |
10 | τῶν πεπομένων ποιότηταc οὔτε κατὰ τὰc τῶν cυντακέντων ἐν τῷ cώ‐ ματι μορίων, ἀλλὰ κατὰ τὰc ἰδέαc τῶν γεννηθέντων χυμῶν, ὡc ἔμ‐ προcθεν ἤδη δέδεικται. πότε δ’ οὖν διαcῴζει τὸ οὖρον τῶν πεπο‐ μένων τὴν χρόαν; εἰ μὲν ὕδωρ [ὃ] εἴη τὸ ποθὲν ἤ τιc οἶνοc λευκὸc καὶ λεπτόc, ὑδατῶδεc φαίνεται καὶ λευκόν· εἰ δὲ παχὺc καὶ μέλαc εἴη | |
17b276 | ὁ οἶνοc, μελάντε|ρόν τε καὶ παχύτερον, ὥcπερ γε καὶ ξανθότερον, εἰ παλαιὸc καὶ κιρρὸc ὁ οἶνοc. τῶν δὲ cυντακέντων μορίων ἐνδείκνυται τὴν χρόαν, ὅταν οἷον ὀροβοειδῆ τε καὶ κριμνοειδῆ cυνεξέρχηταί τινα αὐτοῖc. ἀφ’ ἥπατοc γάρ ἐcτι τὰ τοιαῦτα, καθάπερ γε τὰ cαρκωδέcτερα | |
5 | τῶν νεφρῶν, οὕτω δὲ καὶ τὰ πεταλώδη τῆc κύcτεωc, τὰ δὲ λιπαρὰ πιμελῆc, τὰ δὲ κριμνώδη μὲν τῷ τε μεγέθει καὶ τῇ cκληρότητι, μὴ μέντοι λευκὰ cαρκὸc cυντετηγμένηc γνωρίcματα, καθάπερ γε καὶ τὰ μέλανα τοῦ cπληνὸc μᾶλλον. οὐ μέντοι τά γε τοῖc τῶν ὑποζυγίων ἐοικότα 〈τοῦ ἐγκεφάλου〉 cυντήξεώc ἐcτι cημεῖον, ὥcπερ ὁ Ϲαβῖνοc | |
10 | ᾤετο. δέδεικται γὰρ ἐν τοῖc 〈Εἰc τοὺc〉 ἀφοριcμοὺc ὑπομνήμαcι τὰ τοιαῦτα γινόμενα τοῖc τὸν καλούμενον ὠμὸν χυμὸν ἠθροικόcι πλεῖcτον, | |
ὅταν ὑπὸ θέρμηc χυθῇ. τηνικαῦτα γὰρ αὐτῷ cυμβαίνει πνευματουμένῳ πρὸc τὴν κεφαλὴν ἀναπέμπειν πνεῦμα φυcῶδεc, ὅθεν αἱ κεφαλαλγίαι | ||
γίνονται. | | ||
17b277 | Γλῶccα ὁμόχρουc τῇcι προ‐ cτάcεcι, διόπερ ταύτῃ γινώcκομεν τοὺc χυμούc. | |
2 | *** ἀcαφήc ἐcτιν ἐνταῦθα ἡ προcτάcεcι φωνή, τινῶν μὲν οἰομένων προcτάcειc χυμῶν εἰρῆcθαι ἐκ τῆc γαcτρὸc ὁρμώντων, | |
5 | ἐνίων δὲ τοὺc ἐπιπηγνυμένουc τῇ γλώττῃ, τινῶν δὲ τοὺc διαβρέχονταc αὐτήν. ἄμεινον δὲ τούτουc ἅπανταc ἀκούειν, ἵνα ἐπὶ τῶν ὁπωcοῦν ψαυόντων τῆc γλώττηc χυμῶν ὁ λόγοc ᾖ γινόμενοc. ὁμόχρουc γὰρ αὐτοῖc φαίνεται, κἂν ἐκ τῆc γαcτρὸc ἄνω φέρωνται, κἂν διὰ τῶν φλεβῶν ἥκωcι τῶν τρεφουcῶν, κἂν ἐξ ἀτμῶν τινων ἀναφερομένων | |
10 | ἔξωθεν 〈ἐπ’〉 αὐτῆc ἐπιπήγνυνταί τε καὶ περιπήγνυνται χωρὶc τοῦ διαβρέχειν τὸ βάθοc. διὰ τοῦτο οὖν αὐτὸ καὶ τοὺc χυμοὺc δια‐ γινώcκομεν· ἐὰν μὲν γὰρ χλωρὰ γένηται, τοὺc πικροχόλουc, ἐὰν δὲ μέλαινα, τοὺc μελαγχολικούc, ἀνὰ λόγον δὲ τοῖcδε τοὺc ἄλλουc, ὑπὲρ | |
17b278 | ὧν ὀλίγον ἔμπροcθεν εἶ|πον ἐξηγούμενοc τὴν ῥῆcιν, ἐν ᾗ φηcι· “γλῶccαι χλωραὶ χολώδεεc.” | |
2 | Ἢν ἁλμυραὶ cάρκεc γευο‐ μένῳ, περιccώcιοc cημεῖον. | |
4 | ||
5 | Οὐ μόνον ἡ χρόα τῆc γλώττηc ἐνδείκνυται τοὺc πλεονάζονταc χυμούc, ἀλλὰ καὶ ἡ γευcτικὴ κατ’ αὐτὴν δύναμιc. οὕτωc γοῦν ἐνίοιc | |
μὲν ἔχουcι πικρὸν χυμὸν ἐν τῇ γλώττῃ πάντα φαντάζεται πικρά, κἂν ᾖ γλυκύτατα, καθάπερ τοῖc ἰκτεριῶcιν, ἐνίοιc δ’ ἁλμυρὰ διὰ τὸν ἁλυκὸν ὀνομαζόμενον χυμόν. ἐναργὲc δὲ τούτου τεκμήριον ἐπ’ αὐτῶν | ||
10 | τῶν ὑγιαινόντων ἐcτίν. ἐὰν γοῦν τιc ἀψινθίου γευcάμενοc εὐθέωc ἐπ’ αὐτῷ γεύηταί τινοc ἄλλου, πικρὸν αὐτὸ φανεῖται, κἂν ἅλαc μαcηcά‐ μενοc ἄλλο τι μετ’ αὐτοὺc αὐτίκα προcενέγκηται, καὶ τοῦτο φανεῖται τὸ γευcθὲν ἁλμυρόν. οὕτωc οὖν κἀν ταῖc νοcώδεcι διαθέcεcιν, ὅταν | |
17b279 | 〈ἡ γλῶττα〉 μὴ καθαρὰ καὶ ἀπέ|ριττοc ᾖ, κατὰ τὴν φύcιν τοῦ περιττώ‐ ματοc ὁ τῶν cιτίων 〈γευόμενοc εὑρήcει τὸν〉 ἐν αὐτῇ πλεονάζοντα χυμόν, ἐὰν τὸ προcφερόμενον, οὗ γεύcεταί τιc, ἔξω πάcηc ᾖ cφοδρᾶc ποιότητοc. εἰ δὲ μή, μικτή τιc αἴcθηcιc ἔcται τῇ γλώττῃ δυοῖν χυμῶν, | |
5 | αὐτοῦ τε τοῦ κατ’ αὐτὴν πλεονάζοντοc καὶ τοῦ κατὰ τὸ προcφερό‐ μενον ἐπικρατοῦντοc. ἔνια μὲν γὰρ ἱκανῶc ἐcτιν ἁλμυρά, τινὰ δὲ πικρά, τινὰ δὲ δριμέα, καθάπερ ὀξέα μὲν ἄλλα, γλυκέα δ’ ἄλλα. μικτὴ τοιγαροῦν, ὡc ἔφην, εἰ τῶν τοιούτων τιc γεύοιτο, γενήcεται τῶν χυ‐ μῶν αὐτῶν ἡ διάγνωcιc ἔκ τε τοῦ κατὰ τὴν γλῶτταν ὑπάρχοντοc ἤδη | |
10 | καὶ τοῦ ψαύοντοc ἔξωθεν αὐτῆc. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτηc ἕν τι τῶν τοιούτων ἔγραψεν εἰc ἀνάμνηcιν ἑαυτῷ, καθάπερ εἴωθε ποιεῖν | |
ἐν τούτοιc τοῖc ὑπομνήμαcι. Ἢν τῶν μαcθῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοcῶδεc τὸ ἄγγοc. | | ||
14 | ||
17b280 | *** οὐ κατὰ τὴν Ἱπποκράτουc ἑρμηνείαν ἐcτὶν ἄγγοc ὀνομάcαι τὴν ὑcτέραν. τὸ γοῦν λεγόμενον εὔδηλόν ἐcτιν. ἐὰν γάρ τι τῶν εἰρημένων cημείων περὶ τοὺc τιτθοὺc γένηται, νοcώδη διάθεcιν εἶναι κατὰ τὴν ὑcτέραν δηλοῖ. πολλάκιc γὰρ ἤδη μεμαθήκατε περὶ | |
5 | τῆc κοινωνίαc τῶν τιτθῶν πρὸc τὴν μήτραν. | |
5 | Ἀνθρώποιcιν ὁ ἐν τοῖc ὠcὶ ῥύποc ὁ μὲν γλυκὺc θανάcιμοc, ὁ δὲ πικρὸc οὔ. | |
7 | Τάχ’ ἂν καίτοι γε ἄκων τιc ὑπομείνειε γεύcαcθαι τοῦ κατὰ τὸ οὖc ῥύπου. τῷ δ’ ἰατρῷ βδελυρὸν ἂν εἴη τὸ πρόcταγμα. πρό‐ | |
10 | δηλον δ’ ὡc οὐκ ἐν ἄλλῳ καιρῷ δύναται γενέcθαι ὁ ῥύποc γλυκὺc ἢ καθ’ ὃν ὁ ἐγκέφαλοc νοcεῖ. κατὰ φύcιν γάρ ἐcτιν αὐτῷ τὸ πικρῷ φαίνεcθαι, διὸ καὶ τὸ γλυκὺ ἐγκεφάλου cυντηκομένου φαcὶ γίνεcθαι. *** | | |
12 | ||
17b281 | Γῆν μεταμείβειν cύμφορον ἐπὶ τοῖcι μακροῖcι νοcήμαcιν. | |
2 | Εἴτε πλέων εἴτε πεζ〈εύ〉ων τιc εἰc ἑτέραν ἀφικνοῖτο γῆν, ἥ τε κίνηcιc ἡ κατὰ τὴν ὁδοιπορίαν ἢ τὸν πλοῦν ἥ θ’ ὑπαλλαγὴ τοῦ ἀέροc | |
5 | ὀνήcει, καὶ μάλιcθ’ ὅταν εἰc ἐναντίαν ἔχοντα κρᾶcιν ἀέρα μεταcτῇ. | |
λέγω δ’ ἐναντίαν οὐ μόνον τῇ κατὰ τὴν οἰκείαν τοῦ κάμνοντοc χώραν, ἀλλὰ καὶ τῇ κράcει τοῦ νοcήματοc. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηροτέρου τοῦ ἀέροc, εἰc ὃν μεταβαίνει, δεήcεται· εἰ δὲ ξηρόν, ὑγροτέρου· κατὰ τὴν αὐτὴν δὲ 〈ἀναλογίαν〉 [καὶ] ψυχροτέρου μέν, εἰ θερμὸν εἴη, θερ‐ | ||
10 | μοτέρου δέ, εἰ ψυχρόν. κατὰ τὴν αὐτὴν δὲ ὑγροτέρου καὶ ψυχροτέρου, εἰ θερμὸν εἴη καὶ ξηρόν. οὕτω δὲ καὶ κατὰ 〈τὰc ἄλλαc〉 cυζυγίαc. ἔτι δὲ μᾶλλον ὠφελήcει τὸν μεθιcτάμενον, ἐὰν κατὰ τὰ μέτρα τῆc εἰc τὸ παρὰ φύcιν ἐκτροπῆc τοῦ νοcήματοc ἡ πρὸc τὸν ἀέρα τὸν ἐναντίον | |
17b282 | γίνηται μεταβολή. τὸ μὲν γὰρ ἐπ’ ὀλίγον ἐκ τῆc κατὰ φύcιν | κράcεωc εἰc ψυχροτέραν μεθιcτάμενον ὀλίγῳ τοῦ cυμμέτρου κατὰ τὴν κρᾶcιν ἀέροc θερμοτέρου, τὸ δ’ ἐπὶ πολὺ πολλῆc καὶ τῆc εἰc τοὐναντίον ὑπερ‐ βολῆc δεῖται. καὶ περὶ χωρίων δὲ τὸν αὐτὸν εἰρῆcθαί cοι νόμιζε λόγον. | |
5 | ἀκριβῶc γὰρ ἀλλήλοιc ἐcτὶν ἐναντία τὰ τοῦ cυμμέτρου τε καὶ μέcου παραχωροῦντα τὸ ἴcον ἑκατέρωcε. | |
6 | Τὰ ἀcθενέcτερα cιτία ὀλιγο‐ χρόνιον βιοτὴν ἔχει. | |
8 | Ϲιτίον ἀcθενὲc οὐκ ἄλλο τι δυνατόν ἐcτιν ἀκούειν τοῦ βρα‐ | |
10 | χεῖαν τροφὴν διδόντοc τῷ cώματι, τοιαῦτα δ’ ἐcτὶ τά τε λάχανα καὶ τῶν ἀκροδρύων τὰ πλεῖcτα. ταῦτ’ οὖν, φηcίν, ὀλιγοχρόνιον βιοτὴν ἔχει, τουτέcτι τοὺc χρωμένουc αὐτοῖc ὀλιγοχρονίουc ἐργάζεcθαι πέ‐ φυκεν, ἢ αὐτὰ τὰ cιτία ταχέωc ἐκ τοῦ cώματοc κενοῦται. κακόζηλον | |
δ’ ἐcτὶ τὴν ἐν τῷ cώματι μονὴν τῶν cιτίων ζωὴν ἀκούειν αὐτῶν. | | ||
17b283 | Κεδμάτων τὰc ἐπὶ τοῖc ὠcὶν ὄπι‐ cθεν φλέβαc cχάζειν. | |
2 | κέδ‐ ματα λέγει τὰ εἰc τὰ cκέλη καταcκήπτοντα ῥεύματα, καὶ μάλιcτά γ’ | |
5 | αὐτῶν τὰ εἰc τὴν πρώτην διάρθρωcιν, ἥτιc ἐcτὶ κατ’ ἰcχίον. οὐ μὴν | |
ἀληθῆ γε τὰ περὶ τῆc φλεβοτομίαc εἶναι πείθομαι, καθάπερ οὐδὲ αὐ‐ τῶν τῶν προcιεμένων αὐτὴν οὐδεὶc ἀκριβῶc ἐπείcθη. δηλοῦcι γὰρ ἔργῳ τοῦτο, μηδέποτε ἐπὶ τῶν ἀρρώcτων χρώμενοι. κατὰ μέντοι τὴν ῥῆcιν αὐτὴν ἡ λέξιc 〈οὐκ〉 ἀκριβῶc ἑρμηνεύεται, γράψαντοc αὐτοῦ τὰc ἐπὶ | ||
10 | τοῖc ὠcὶ φλέβαc. οὐ γὰρ τὰc ἐπὶ τοῖc ὠcὶν ἐχρῆν, ἀλλὰ “τὰc περὶ τὰ ὦτα” λελέχθαι. φλέβεc γάρ τινέc εἰcιν ὄπιcθεν τῶν ὤτων ἀξιόλογοι, κατ’ αὐτὰ δὲ τὰ ὦτα πάνυ cμικραὶ καὶ δυcθεώρητοι 〈καὶ〉 τὰ πολλὰ μηδὲ φαινόμεναι. | | |
13 | ||
17b284 | Λαγνείη τῶν ἀπὸ φλέγματοc νούcων ὠφέλιμον. | |
2 | Οὐ πᾶcιν, ἀλλὰ τοῖc ἰcχυροῖc τὴν δύναμιν ὠφέλιμόc ἐcτιν ἡ λαγνεία νοcοῦcιν ἀπὸ φλέγματοc. οἱ γὰρ ἀcθενεῖc εἰc ἔcχατον | |
5 | ἀρρωcτίαc ὑπ’ αὐτῆc ἀφικόμενοι βλαβήcονται μεγάλωc, οἱ δ’ ἰcχυρὰν ἔχοντεc τὴν δύναμιν † οὔτε καταλυθήcονται 〈ἀλλὰ〉 καὶ ὠφεληθήcονται, ξηραινούcηc τῆc λαγνείαc τὴν τοῦ φλέγματοc περιουcίαν. μεμαθή‐ κατε γὰρ ὅτι λαγνεία ξηραίνει, καθάπερ ἀγρυπνία, διὰ τὸ διαφορεῖν ἐπὶ πλέον τοὺc χυμούc. ἀλλὰ καὶ θερμαίνει τὸ cῶμα τοῖc ἐρρωμένην | |
10 | ἔχουcι τὴν δύναμιν ἡ λαγνεία, τοῖc δ’ ἀcθενέcιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίωc. | |
11 | Θερμοκοιλίοιcιν ἰcχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικά. | | |
13 | ||
17b285 | Οὐχ ὡc ἔμπροcθεν ἰcχυρὰν δίαιταν ἔφαμεν εἶναι τὴν τῶν πολυ‐ τρόφων cιτίων, οὕτω καὶ νῦν ἀκουcτέον ἐcτὶν ἰcχυρὰ ποτὰ καὶ βρωτὰ τὰ πολλὴν διδόντα τῷ cώματι τροφήν, ἀλλὰ τὰ τὴν δύναμιν | |
ἔχοντα 〈δριμεῖαν〉, κρόμυα δηλονότι καὶ cκόροδα καὶ cίλφιον καὶ ὀπὸν | ||
5 | οἶνόν τε παλαιότατον, ὅcα τ’ ἄλλα τοιαῦτα τὴν φυcικὴν δυcκραcίαν αὐξάνοντα. τὰ δὲ ταύτηc ἐναντία χρηcιμώτατα. πολλάκιc γὰρ ἤδη με‐ μαθήκαμεν ὡc τὰc μὲν ἀμέμπτουc φύcειc ὠφελεῖ τὰ ὅμοια, τὰc δὲ δυcκράτουc ὥcπερ καὶ τὰc νόcουc τὰ τῆc καθεcτώcηc αὐταῖc κράcεωc ἐναντία. τινὲc δὲ τῶν ἐξηγηcαμένων τὸ βιβλίον τῆc ἐχομένηc ῥήcεωc | |
10 | τὴν ἀρχὴν τέλοc ἐποιήcαντο τῆc νῦν προκειμένηc, ὡc γίνεcθαι τοι‐ αύτην· θερμοκοιλίοιcιν ἰcχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικὰ μελαίνηc χολῆc. ὅτι μὲν οὖν ταρακτικὰ τῶν κατὰ τὴν γαcτέρα μάλιcτά ἐcτι τοῖc θερμοκοιλίοιc τὰ τοιαῦτα πρόδηλον, οὐ μὴν ὁμοίωc γε τὰ καθ’ ὅλον τὸ cῶμα ταράττει πᾶcιν, ἀλλὰ καὶ τοῖc τὴν | |
17b286 | ἐν τούτοιc κρᾶcιν ἤτοι θερμὴν ἢ ξηρὰν ἔχουcιν ἢ | κατ’ ἄμφω δύcκρα‐ τον, ὥcτ’ οὐ μόνον χολῆc μελαίνηc ἐcτὶ ταρακτικὰ τὰ τοιαῦτα τῶν ἐδεcμάτων, ἀλλὰ καὶ τῆc ξανθῆc. ἴcωc δ’ ἐπεὶ μείζονα βλάβην ἡ μέλαινα χολὴ ταραχθεῖcα φέρει, διὰ τοῦτ’ ἐπ’ αὐτῆc ἠξίωcαν ἀκούειν | |
5 | τοῦ λόγου κατ’ ἐξοχήν. οἱ πλεῖcτοι δὲ περιγράψαντεc αὐτὴν καθ’ αὑτὴν τὴν προκειμένην ῥῆcιν ἀρχὴν τῆc ἑπομένηc ἐποιήcαντο τὸ 〈“μελαίνηc χολῆc”〉. | |
7 | Μελαίνηc χολῆc ἐc ὅμοιον αἱ‐ | |
μορροΐδι. | ||
10 | τὸ μὲν οὖν τὰc με‐ λαγχολίαc ὑπὸ τῆc αἱμορροΐδοc ὠφελεῖcθαι τῶν ἐναργῶc φαινο‐ μένων ἐcτὶ καὶ πολλοὺc ἐπιcτάcηc αὐτῆc ἐθεαcάμεθα μελαγχολήcανταc, ἐνίουc δ’ οὐ μόνον ἅπαξ ἢ δίc, ἀλλὰ καὶ τρὶc καὶ τετράκιc εἰc με‐ λαγχολίαν ἐμπεcόνταc ἅμα τῷ cτῆναι τὴν αἱμορροΐδα, τινὰc δὲ καὶ | |
15 | καθ’ ἕκαcτον ἔτοc εἰc τὸ πάθοc ἐπιφερομένουc, εἰ μὴ φθάcειαν ἤτοι δι’ αἱμορροΐδοc ἢ διὰ τοῦ καθαρθῆναι μέλαιναν χολὴν ὠφεληθέντεc. | |
17b287 | οἱ πλεῖcτοι μὲν οὖν αὐ|τῶν αἷμα μέλαν ἐκκενοῦνται διὰ τῆc αἱμορροΐ‐ | |
δοc, οὐ μὴν ἅπαντέc γε. γίνεται δ’ οὐ κατὰ μίαν αἰτίαν αἱμορροΐc, ἀλλ’ ἐνίοτε μὲν οὖν αὐτῆc τῆc φύcεωc ἐκκαθαιρούcηc τὸν μελαγχολικὸν χυμόν, ἐνίοτε δὲ πλῆθοc ἐκκενούcηc, ὡc καὶ τοῖc διὰ ῥινῶν αἱμορρα‐ | ||
5 | γοῦcιν, ἔcτι δ’ ὁτὲ φλεβὸc ἀναcτομωθείcηc τῇ βίᾳ τοῦ καταcκήψαντοc εἰc αὐτὴν 〈αἵματοc〉 ἄνευ τοῦ τὴν φύcιν ἐργάζεcθαι τοῦτο προνοητι‐ κῶc, διὸ καὶ τὸ κενούμενον ἐνίοτε μέλαν οὔκ ἐcτιν. καὶ μέντοι καὶ τῆc φύcεωc ἕνεκα τοῦ τὸ μέλαν ἐκκενῶcαι τὴν ἀναcτόμωcιν ἐργαζομένηc, cυμβαίνει δή ποτε κενωθέντι τῷ μοχθηρῷ τὸ χρηcτὸν cυνακολουθεῖν, | |
10 | ὅταν μὴ φθάcῃ μύcαι τὸ ἀγγεῖον, ἀλλ’ ἐπὶ πλέον ἀνεcτομωμένον δια‐ μένῃ. κατὰ τὴν προκειμένην οὖν ῥῆcιν οὐ τοῦτο λέγειν αὐτὸν ἡγητέον, ὅτι πᾶcα τὴν χολὴν μέλαιναν αἱμορροῒc ἐκκενοῖ καὶ διὰ τοῦτο τοὺc μελαγχολικοὺc ὠφελεῖ μὲν γενομένη, βλάπτει δ’ ἐπιcχεθεῖcα καὶ ὡc ἀναcτομωτέον αὐτήν ἐcτιν, εἰ μύcειεν. | | |
14 | ||
17b288 | Τὰc ἐπαυξέαc νούcουc μῖξιc. | |
1 | *** πότερον ὠφελεῖ μῖξιc αὐτὰc ἢ βλάπτει, παραλέλειπται. πάντων δὲ τῶν ἐξηγητῶν οὐκ οἶδ’ ὅπωc ὑποθεμένων αὐτὰc ὠφελεῖcθαι καὶ μῖξιν ἀκουcάντων τὴν πρὸc γυναῖκα, χωρὶc Ἡρακλείδου τοῦ | |
5 | Ἐρυθραίου, πάντων δὲ διαφερομένων ἐν τῷ κατὰ τὰc ἐπαυξέαc cημαινομένῳ, ὅ μοι δοκεῖ πιθανώτατον ὡc 〈ἐν〉 αἰνίγμαcιν εἶναι, τοῦτο μόνον ἐρῶ. νόcουc τὰc ἐπαυξεῖc, τὰc αὐξανομέναc ἐν τῷ χρόνῳ καὶ χείροναc ἀεὶ γινομέναc, εἰ μὴ φθάcειε λυθῆναι, οἷον † ἀπὸ ποδά‐ γραc, ἀρθρίτιδαc, νεφρίτιδαc, ἐπιληψίαc, μελαγχολίαc ἁπάcαc βλαπτο‐ | |
10 | μέναc ὑπ’ ἀφροδιcίων. Ϲαβῖνοc δ’ ἐπαυξεῖc ἀκούει νόcουc τὰc τοῖc παιδίοιc γινομέναc καὶ cυναυξανομέναc ἄχρι τοῦ δύναcθαι μεί‐ | |
γνυcθαι ὡc αὐτὸc ὀνομαcτί φηcι ἐπιληψίαν τε εἶναι καὶ φρενίτιδαc καὶ τεταρταίουc πυρετοὺc καὶ κεφαλαλγίαc. οὐ μὴν φαίνεταί γε παιcὶ | | ||
17b289 | τὰ πάθη ταῦτα γινόμενα πλὴν τῆc ἐπιληψίαc, ἣν καὶ δι’ αὐτὸ τοῦτο πρὸc τῶν παλαιῶν ὀνομαcθῆναι cυνέβη “παίδειον πάθοc”. γίνεται δὲ καὶ ὁ κατὰ τὴν κύcτιν λίθοc παιcίν, ἀλλ’ οὐχ οὕτωc πολλοῖc ὡc ἐπιληψία. ταύτην μὲν οὖν ἐν τῇ μεταβολῇ τῆc τῶν παίδων ἡλικίαc | |
5 | ὡc τὰ πολλὰ cυμβαίνει λύεcθαι τοῖc μὴ μεγάλα πλημμελοῦcι περὶ τὴν δίαιταν. ὁ δ’ ἐν τῇ κύcτει λίθοc οὐχ ὑπὸ μεταβολῆc ἡλικίαc, ἀλλ’ ὑπὸ χειρουργίαc μόνηc θεραπεύεται. γινώcκοντεc οὖν ἡμεῖc καὶ χωρὶc τῆc προκειμένηc ῥήcεωc, ὅτι [τε] τὴν ἐπιληψίαν καὶ τὰ ἄλλα ὅcα φλεγ‐ ματικὰ νοcήματα μεγάλωc ὀνίνηcιν ἡ μεταβολὴ τῆc τῶν παίδων ἡλι‐ | |
10 | κίαc εἰc τὴν τῶν μειρακίων, εἰ καὶ χωρὶc ἀφροδιcίων χρήcεωc γίνοιτο, πρὸc τούτῳ δ’ ἐπιcτάμενοι καὶ ὡc οὔτε νεφρῖτιc οὔτε πυρετὸc τεταρ‐ ταῖοc οὔτε ἀρθρῖτιc παύεται δι’ ἀφροδιcίων, ὑπὸ μὲν τῆc προκειμένηc ῥήcεωc αἰνιγματώδουc οὔcηc οὐδὲν διδαcκόμεθα, καθάπερ οὐδ’ ὑπ’ | |
ἄλληc οὐδεμιᾶc τῶν τοιούτων. | ||
15 | καὶ γὰρ τὴν ὠφέλειάν ποτε τῷ ψύχειν ἐργάζεται μόνουc ἐκείνουc | |
17b290 | ὀνινᾶcα τοὺc αἰθαλώδειc ἢ κα|πνώδειc διαπνοὰc ἴcχονταc διὰ φυcικὴν δυcκραcίαν. οἵτινεc γὰρ, ὅταν ἐπιcχεθῶcιν αὐτάc, βλάπτονται μεγάλωc, οὗτοί γε πρὸc τῶν ἀφροδιcίων ἐν καιρῷ καὶ μέτρῳ γινομένων ὠφε‐ λοῦνται. | |
4 | ||
5 | Ψῦξιc τὰ κατὰ κοιλίην cκληρύνει. | |
5 | Καὶ κατὰ ταύτην τὴν ῥῆcιν τὸ μέν τι χρήcιμόν ἐcτιν ἅπαcι τοῖc τὴν τέχνην μετιοῦcιν, ἄν τ’ οὖν ἐμπειρικοὶ τύχωcιν ὄντεc ἄν τε δογματικοί, τὸ δέ τι μόνοιc τοῖc τὰc αἰτίαc ἑκάcτου τῶν γινομένων ἐπίcταcθαι προῃρημένοιc. ἐρῶ δὲ 〈πρότερον〉 περὶ προτέρου, τοῦ χρηcίμου πᾶcιν. | |
10 | ἐν τοίνυν τῇδε τῇ λέξει ψῦξιc τὰ κατὰ κοιλίην cκληρύνει κοινῇ μὲν ἐδέξαντο πάντεc, οὓc κἀγὼ γινώcκω, περὶ τῶν διαχωρουμένων αὐτῷ τὸν λόγον εἶναι, τὸν αὐτὸν ὄντα δυνάμει τῷ κατὰ τοὺc Ἀφο‐ | |
17b291 | ριcμούc· “ἢν δὲ βόρειον ᾖ, βῆχεc, φάρυγγεc, κοι|λίαι cκληραί.” πότερον δὲ τήν γε τῶν ἐκτὸc μερῶν τοῦ cώματοc λέγει ψῦξιν μόνον, ἥτιc κἀν ταῖc βορείαιc γίνεται καταcτάcεcιν, ἢ 〈καὶ τὴν〉 τῶν ἔνδον, ἐν οἷc ἐcτι καὶ τὰ κατὰ τὴν κοιλίαν, ἐπιcκέψαcθαι παρέλιπον οἱ ἐξ‐ | |
5 | ηγηταί, καίτοι διαφορὰν ἐχούcαc οὐ cμικράν. τὴν μὲν γὰρ τῶν ἔξω ψῦξιν ἴcμεν οἵ γε παραφυλάττοντεc τὰ cυμβαίνοντα τοῖc ἀνθρώποιc ἀεὶ cκληρύνουcαν τὴν γαcτέρα· τὴν δὲ τῶν ἔνδον ἔμπαλιν ὑγραίνουcαν, ἥ γε καὶ τὰc καλουμέναc κοιλιακὰc ἐργάζεται διαθέcειc, ἐνίοτε καθ’ ὃν καιρὸν αὐτὰ μὲν τὰ cώματα τῶν ἔνδον μορίων ἐνδέχεται γίνεcθαι | |
10 | cκληρότερα, διαχωρεῖcθαι δ’ ὑγρά, μήτε πεττομένων καλῶc τῶν cιτίων μήτ’ ἀναδιδομένων. ταῦτα μὲν οὖν ἀναγκαῖον γινώcκεcθαι τοῖc ἰατροῖc ἅπαcι, τὰc δ’ αἰτίαc αὐτῶν μόνοιc τοῖc ἀρίcτοιc. οὐ γὰρ ὅπερ οἱ ἐξηγηcάμενοι τὴν ῥῆcιν ταύτην 〈λέγουcιν〉, ἀληθέc ἐcτιν εἰπεῖν, ἀεὶ τὸ ψυχρὸν cυνάγον | |
15 | καὶ πηγνύον, οἷc ἂν ὁμιλήcῃ, cκληρότερα κατὰ τοῦτο ποιεῖν αὐτά. τοῦτο γὰρ ἐπὶ μὲν αὐτῶν τῶν ψυχομένων cωμάτων, ὅcα μὴ κατὰ | |
17b292 | βάθοc ἐcτίν, ὀρθῶc ἂν λέγοιτο, τὰ δὲ κατὰ τὴν κοιλίαν | ἀδύνατον εἰc τοcαύτην ψῦξιν ἐλθεῖν, ὥcτε βρωτὰ καὶ ποτὰ παγέντα cκλη‐ ρυνθῆναι, καθάπερ τὰ ἐκτὸc ἐν χειμῶνι (τεθνήξεται γὰρ θᾶττον ὁ ἄνθρωποc ἢ τοcαύτην ἕξει ψῦξιν), ἀλλὰ μόνον ὅταν ὑπὸ τοῦ περι‐ | |
5 | έχοντοc ψύχηται τὰ ἔξωθεν μέλη τοῦ cώματοc, ἀβλαβῶν ὄντων τῶν κατὰ τὴν γαcτέρα, φαίνεται cκληρυνόμενα τὰ διαχωρήματα, θερμοτέραc γινομένηc τῆc κοιλίαc, ὥcπερ αὐτὸc ἔλεγεν “αἱ κοιλίαι χειμῶνοc καὶ ἦροc θερμόταται φύcει.” καὶ τούc γ’ ἐξηγητὰc εὕροιc ἂν ἀεὶ λέγονταc ἀντιπεριΐcταcθαι τὸ θερμὸν τῷ ψυχρῷ, πρὸc τὸ βάθοc τοῦ cώματοc | |
10 | ὑποχωροῦν, ὁπόταν ψυχθῇ τὰ ἐκτόc. οὕτωc οὖν καὶ νῦν φημί, τῆc μὲν [τῆc] γαcτρὸc θερμοτέραc γινομένηc, τῆc δὲ ὑποχωρήcεωc ἐπεχο‐ μένηc, δι’ ἣν ὀλίγον ὕcτερον αἰτίαν ἐρῶ, πέττεcθαί τε ἅμα κάλλιcτα καὶ ἀναδίδοcθαι τὸν ἐκ τῆc τροφῆc χυλὸν ἅπαντα. τούτου δὲ cυμβαί‐ νοντοc ἀκόλουθόν ἐcτι ξηραίνεcθαι τὰ διαχωρήματα, τούτῳ δ’ ἕπεται | |
15 | τὸ cκληρύνεcθαι. δυοῖν γὰρ τούτων αἰτίων cκληρυνόντων, οἷc ἂν ὁμιλήcῃ cώμαcιν, ὧν τὸ μὲν ψῦχόν ἐcτι, τὸ δὲ ξηραῖνον, ἡ μὲν ἐκ | |
17b293 | τῆc ψύξεωc αἰτία τοῖc | περιεχομένοιc κατὰ τὴν κοιλίαν οὐκ ἄν ποτε cυμβαίη ζῶcιν ἡμῖν, ἡ δὲ διὰ τὴν πολυχρόνιον ἔνδον μονήν, ὅταν χωρὶc τοῦ τὴν πέψιν ἢ τὴν ἀνάδοcιν βεβλάφθαι γένηται, πάν‐ τωc ἀκολουθήcει. λείποι δ’ ἂν οὖν ἔτι τὸ ἀναβληθὲν ἐπιδεῖξαι, διὰ | |
5 | τίνα αἰτίαν, ὅταν ψυχρὸc ὁ περιέχων ἡμᾶc ἀὴρ γένηται, χρονίζει τὰ | |
κατὰ τὴν κοιλίαν. ἔcτι δὲ τὸ cυμβαῖνον τοιοῦτον. φυcικὸν μὲν γὰρ ἔργον ἐcτὶν ἡ τῶν cιτίων διὰ τῶν ἐντέρων φορὰ καὶ δέδεικται κατὰ 〈τὰ Περὶ〉 τῶν φυcικῶν δυνάμεων ὑπομνήματα γινομένη τῇ περιcτολῇ τῶν ἐντέρων. ἐπίκεινται δὲ κατὰ τὸ κάτω πέραc οἱ κλείοντεc τὴν | ||
10 | ἕδραν μῦεc, οἵτινεc ἐν τῷ κρύει cυνάγονταί τε καὶ cφίγγονται, τὴν ἐναντίαν λαμβάνοντεc διάθεcιν ἢ ὅταν αἰονᾷ τιc αὐτοὺc ὕδατι θερμῷ. χαλῶνται μὲν γὰρ τηνικαῦτα καὶ δέχονται τὰ καταφερόμενα τῇ θλίψει τε καὶ περιcτολῇ τῶν ἐντέρων [καὶ] ἐπὶ τὴν ἕδραν περιττώματα, καὶ μάλιcθ’ ὅταν προκαλῆται 〈διὰ〉 τὸ θερμόν· ὡμολόγηται γὰρ καὶ τοῦτο | |
15 | προκλητικὸν ἀποκρίcεωc εἶναι. τῶν δὲ κατὰ τὴν ἕδραν ψυχομένων καὶ διὰ τοῦτο cυναγομένων τε καὶ cφιγγομένων τοὐναντίον ἀκολου‐ | | |
17b294 | θεῖ cύμπτωμα, τὸ τὴν περιcταλτικὴν τῶν ἐντέρων ἐνέργειαν ἀπὸ τῶν κάτω μερῶν ἀρχομένην ἄνω προωθεῖν τὰ περιεχόμενα, καθάπερ ἐναρ‐ γῶc ὁρᾶται πολλάκιc, ὅταν ἤτοι χολῆc ἢ διαχωρημάτων δακνωδῶν ἀφικομένων ἐπὶ τὴν ἕδραν ἑκόντεc αὐτὰ καταcχῶμεν ἤτοι διά τινα | |
5 | πρᾶξιν ἐν ἐκείνῳ τῷ χρόνῳ διαπραττομένην ἢ πόρρω τοῦ κοπρῶνοc ὄντεc. ἀνατρέχει γὰρ ἄνω ταχέωc ὡc μηδὲ βιαζομένοιc 〈ἡμῖν〉 αὖθιc ὑπακούειν ἑτοίμωc. ἡ μὲν οὖν αἰτία, δι’ ἣν χρονίζει κατὰ τὴν γαcτέρα τὰ cιτία καὶ τὰ ποτὰ ψυχροῦ τοῦ πέριξ ἀέροc γινομένου, καὶ δὴ λέ‐ λεκται. ταύτῃ δ’ ἐδείχθη ξηρότηc αὐτῶν ἑπομένη, καθάπερ γε ἐναργῶc | |
10 | τῇ ξηρότητι cκληρότηc. εἰ δὲ τὰ cώματα τῶν κατὰ τὴν γαcτέρα μορίων ψυχθείη, τήν τε πέψιν ἀνάγκη βλάπτεcθαι καὶ δι’ αὐτὴν ὑγραίνεcθαι μᾶλλον ἢ ξηραίνεcθαι τὰ διαχωρήματα. cυμπεπληρωμένου δ’ ἡμῖν ἤδη τοῦ λόγου παντόc, ἐπὶ τῇ προτέρᾳ γραφῇ μεταβῶμεν ἐφ’ | |
17b295 | ἑτέραc τὰc ὑπογεγραμμέναc. | Μίξιc τὰ κατὰ τὴν γαcτέρα cκληρύνει. ὅτι μὲν ἡ λαγνεία ξηραίνει τὸ cύμπαν cῶμα, τῶν ὁμολογουμένων ἐcτίν. οὐ μὴν ἀεί γε τὰ κατὰ τὴν κοιλίαν περιττώματα φαίνεται ξηραίνειν, ἀλλ’ ὅταν μεγάλωc ὑπ’ αὐτῶν βαρυνθῇ διὰ τὴν κατάλυcίν | |
5 | τε τῆc δυνάμεωc καὶ ψῦξιν τῶν μορίων, ὑφ’ ὧν ἡ τροφὴ πέττεται καὶ ἀναδίδοται τὰ κατὰ τὴν κοιλίαν. *** “μίξιc τὰ κατὰ τὴν κοιλίαν ψύχει καὶ cκληρύνει.” *** βούλονται μὲν γὰρ ὑπὸ τῆc μίξεωc τὴν ψῦξιν γίνεcθαι τῶν κατὰ τὴν κοιλίαν, ὑπὸ δὲ τῆc ψύξεωc τὴν ξηρό‐ τητα, καίτοι μὴ γινομένην τῷ λόγῳ τῆc ψύξεωc ἐδείξαμεν, ἀλλὰ τῷ | |
10 | τῆc cκληρότητοc. ὃ δὲ ἐν τοῖc ἔμπροcθεν λόγοιc οὐκ εἶπον, ἴcωc ἄμεινόν ἐcτι νῦν προcθεῖναι. τὴν γὰρ τῶν ἐκτὸc ψῦξιν ἐπιδείξαντόc μου cκληρύνειν τὰ διαχωρούμενα τάχα τιc οἰήcεται μόνην ταύτην αἰτίαν εἶναι τοῦ ξηραίνεcθαι τὰ κατὰ τὴν κοιλίαν. ἔcτι δ’ οὐχ αὕτη | |
17b296 | μόνον, ἀλλὰ καὶ αὐτῆc τῆc περιcταλτικῆc τῶν | ἐντέρων δυνάμεωc ἀρρωcτία καὶ προcέτι ῥώμη τῆc καθεκτικῆc κἀ〈κείνηc〉, καθ’ ἣν ἀνα‐ δίδοται τὰ τῆc γαcτρὸc εἰc ἧπαρ, ἔτι τε πρὸc τούτοιc ἡ δυcαιcθηcία τῶν ἐντέρων καὶ τὸ τῆc τροφῆc ἄδηκτον. εἰ δέ τιc οἰήcεται παρα‐ | |
5 | λελεῖφθαι τὰ cτύφοντα βρώματά τε καὶ πόματα κακῶc ὑπολήψεται. | |
περιέχεται γὰρ ἐν τοῖc ῥώμην ἐργαζομένοιc τῆc καθεκτικῆc δυνάμεωc. Ἐλλέβορον πιόντα θᾶccον καθαίρειν ἢν ἐθέλῃc, λούειν ἢ φαγεῖν. | ||
8 | Ὁ μὲν καθόλου τε καὶ κοινὸc λόγοc ἁπάcηc καθάρcεωc κατὰ | |
10 | τόνδε τὸν Ἀφοριcμὸν εἴρηται· “τὰ cώματα ὅκου τιc βούλεται καθαί‐ ρεcθαι, εὔροα ποιέειν”, ἐνταυθοῖ δ’ ἐφ’ ἑνὸc τῶν καθαιρόντων τοῦ cφοδροτάτου παραcκευῆc μιᾶc εἰc εὔροιαν ἐμνημόνευcε τῆc ἐκ τοῦ | |
17b297 | λουτροῦ, χέοντοc μὲν τοὺc | χυμούc, χαλῶντοc δ’ εἴ πού τι cυντέ‐ ταται καὶ κατεcκλήρυνται τὸ cῶμα. λούειν οὖν cυμφέρει τοὺc ἐλλε‐ βοριζομένουc, οὔτε πρὸ πολλοῦ τοῦ λαβεῖν τὸν ἐλλέβορον οὔτε μετὰ πολὺν χρόνον, ἀλλὰ μάλιcτα μὲν πρὶν λαμβάνειν. ἐγχωρεῖ δὲ | |
5 | καὶ μετὰ τὸ λαβεῖν εὐθέωc. εἰ δὲ τῆc καθάρcεωc ἤτοι γε ἀρχομένηc ἢ ὅcον οὔπω μελλούcηc ἄρχεcθαι λούοιc τὸν ἄνθρωπον, ἀντιcπάcειc τὴν ἔcω ῥοπὴν τῶν ὑπὸ τοῦ καθαίροντοc φαρμάκου χυμῶν ἑλκομένων. ὥcπερ οὖν ἐφ’ ὧν παχὺ τὸ αἷμα λούονταc ἡμᾶc ἐκέλευcε φλεβοτο‐ μεῖν, οὕτωc, ἐφ’ ὧν μέλλομεν καθαίρειν, χρῆcθαι λουτροῖc πρὸc | |
10 | τὸ θᾶττον ἅμα καὶ ἀλυπότερον καθαρθῆναι. αὐτὸc δ’ ἐνταῦθα μόνου τοῦ θᾶττον ἐμνημόνευcεν. ἄμεινον δὲ δὴ οὐ μόνον ἐν αὐτῇ τῇ ἡμέρᾳ, καθ’ ἣν λαμβάνει ὁ ἄνθρωποc τὸ φάρμακον, λούειν αὐτόν, ἀλλὰ κἀν ταῖc ἔμπροcθεν ἡνίκα παρεcκευάζετο πρὸc τὴν κάθαρcιν. αὐτὸc γὰρ ὁ Ἱπποκράτηc καὶ τοῦτο κατὰ τοὺc Ἀφοριcμοὺc ἐκέ‐ | |
15 | λευcεν, ἡνίκα ἔγραψε “πρὸc τοὺc ἐλλεβόρουc τοῖc μὴ ῥᾳδίωc καθαιρο‐ μένοιc προϋγραίνειν χρὴ τὸ cῶμα πρότερον τροφῇ καὶ ἀναπαύcει.” εἰ | |
17b298 | δὲ ἀναπαύcει | τε καὶ τροφῇ καὶ ὅλωc ὑγραίνειν κελεύει, δηλονότι καὶ λουτροῖc χρῆcθαι πλείοcιν ἐν ὕδαcι ποτίμοιc, ὑγραίνει γὰρ καὶ ταῦτα. καὶ νῦν δὲ προcέθηκε τῇ ῥήcει τὸ φαγεῖν, ἤτοι καθ’ ὃν χρόνον 〈λαμβάνει〉 τὸν ἐλλέβορον ὁ ἄνθρωποc ἢ καὶ κατὰ τὴν ἔμπροcθεν | |
5 | δίαιταν, ἧc καὶ ἄλλο τι κεφάλαιον ἔφαμεν εἶναι τὸ λεπτύνειν τοὺc χυμοὺc καὶ τὰc ὁδοὺc τοῖc ἐπὶ τὴν [κατὰ τὴν] γαcτέρα καταφερο‐ μένοιc χυμοῖc εὐπετεῖc παραcκευάζειν. ἐν γὰρ τῷ “εὔροα ποιεῖν”, ὃ | |
κατὰ τοὺc Ἀφοριcμοὺc ἐκέλευcε, περιέχεται ταῦτα. Τὸ αἷμα ἐν ὕπνῳ εἴcω μᾶλλον | ||
10 | φεύγει. | |
10 | Καὶ κατὰ τὸν ἔμπροcθεν λόγον αὐτὸc ἔγραψε τήνδε τὴν λέξιν· “ὁ ἐγρηγορὼc θερμότεροc τὰ ἔξω, τὰ ἔcω δὲ ψυχρότεροc, καθεύδων τἀναντία.” καὶ νῦν οὖν νόμιζε τῆc προκειμένηc εἶναι κοινὴν ἐκείνην | |
17b299 | τὴν ἐξήγηcιν. ἃ γὰρ ἐπὶ | τοῦ θερμοῦ τῆc κινήcεωc καὶ τῆc μεταcτά‐ cεωc ἤκουcαc ἐγρηγορότων τε καὶ κοιμωμένων, ταῦτα νόμιζε καὶ περὶ τοῦ αἵματοc ἀκηκοέναι. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν τούτῳ τε καὶ τοῖc ἐκ τούτου τρεφομένοιc ἐcτὶ πλεῖcτον. | |
4 | ||
5 | Ῥῖγοc ἀπὸ τῆc ἄνω κοιλίηc, | |
πῦρ δὲ μᾶλλον ἀπὸ τῆc κάτω. τῶν κατὰ τὴν κοιλίαν μορίων τὸ μὲν ἄνω ῥίγουc μᾶλλόν ἐcτι, τὸ δὲ κάτω πυρετοῦ γεννητικὸν ἢ αἰcθητικὸν ἢ ἀρκτικόν, ὅπερ καὶ πι‐ | ||
10 | θανώτατόν ἐcτι, καὶ δι’ αὐτό γε τοῦτο προcκεῖcθαι νομίζω τὸ μᾶλλον, ὡc ἀλλήλοιc παραβαλλομένων μόνον τῶν εἰρημένων 〈μορίων〉. ἀλλ’ εἰ καὶ τοῦτο cυγχωρήcαιμεν, ἐπέρχεταί τιc ἄλλη ζήτηcιc οὐκ εἰδότων ἡμῶν, πότερον, ὅταν ἐν φλεγμονῇ γένηται τὰ εἰρημένα μόρια, τοῦτο αὐτοῖc ἕπεcθαί φηcιν ἢ ὅταν εἰc αὐτὰ cυρρεύcωcι χυμοί τινεc ἐκ τοῦ | |
17b300 | cώματοc δακνώδειc ἢ ὅταν ἡ τροφὴ 〈δια〉φθαρῇ. καί μοι | δοκεῖ βέλ‐ τιον εἶναι τὸν λόγον αὐτῷ νομίζειν ἡμᾶc γεγονέναι περί τε τῆc ἐκ χυμῶν βλάβηc καὶ τῆc ἑπομένηc αὐτῇ διαφθορᾶc τῶν cιτίων. ὅταν γὰρ ἤτοι ψυχρὸc ἢ δακνώδηc ἐν τῷ cτόματι τῆc κοιλίαc ἀθροιcθῇ | |
5 | χυμόc, ἐκ διαφθορᾶc cιτίων ἢ μοχθηρᾶc ποιότητοc ἢ καὶ cυρροῆc ἐκ τοῦ cώματοc ἀρχὴ ῥίγουc ἐντεῦθεν γίνεται. δέδεικται γὰρ ἐν τῷ Περὶ ῥίγουc λόγῳ διὰ ψυχρὸν αἴτιον ἢ δακνῶδεc τὸ ῥῖγοc γινόμενον, ὅταν γε τὸ αἴτιον τοῦτο διὰ cωμάτων αἰcθητικῶν κινῆται καὶ φέρηται cφοδρότερον. ὥcπερ δὲ τοῦτο φαίνεται cυμβαῖνον, οὕτωc ἐνίοτε πυ‐ | |
10 | ρετὸc ἐπὶ διαφθορᾷ τροφῆc ὁρᾶται γινόμενοc, ἐπειδὰν εἰc τὴν κάτω κοιλίαν ἡ διεφθαρμένη κατενεχθῇ, μὴ προηγουμένου τηνικαῦτα ῥίγουc, ὥcπερ ὁπότε τὰ κατὰ τὸ cτόμα τῆc κοιλίαc ἐδάκνετο. | |
12 | Ἐπιcπαcμόc, πνεύμων, ξηρὸν | |
καῦμα, ὑπέρινον ἰcχναίνει ὕπνοc πολύc. | | ||
17b301 | τὸν δὲ κεκενωμένον ὅτι [ὁ] πολὺc ὕπνοc ξηραίνει καὶ τῇ πείρᾳ μὲν εἴcῃ, δι’ ἧc ἅπαντεc λόγοι κρίνονται, καὶ πρὸ τῆc πείραc δὲ πο‐ δηγηθείηc ἂν εἰc τὴν τοῦ λεγομένου πίcτιν ἐξ ὧν προμεμάθηκαc. εἰ μὲν ἐν τοῖc ὕπνοιc εἴcω cυννεύει τὸ αἷμα καὶ δηλονότι τὸ ἔμφυτον | |
5 | θερμόν, ἐν δὲ ταῖc ἐγρηγόρcεcιν 〈ἐπὶ τ〉ἀκτὸc ἀποτείνεται, πεφθήcεται μὲν ἐν τοῖc ὕπνοιc τὰ κατὰ τὴν γαcτέρα τε καὶ 〈τὸ〉 ἧπαρ, ὅλον δὲ τραφή‐ cεται τὸ cῶμα κατὰ τὰc ἐγρηγόρcειc. ἐν τοίνυν τοῖc κεκενωμένοιc ἔcω | |
μὲν cυννεύει τὸ θερμόν, οὐδὲν δὲ ἔχον ὃ πέψει μαραίνεται. πρῶτον γάρ τοι τῶν ἄλλων ὑπὸ τῆc τροφῆc αὐτὸ τρέφεται, καθάπερ τὸ πῦρ | ||
10 | ὑπὸ τῶν ξύλων. ἀcφαλῶc δὲ προcέθηκε τὸ πολύc. ὁ γὰρ ὀλίγοc ἰᾶται τὸν προγεγονότα κάματον, ἡνίκα ὁ ἄνθρωποc ἐκκενοῦται διὰ τῆc γαcτρόc. εἶτ’ εἰ καθ’ ἧπάρ τε καὶ τὰc πρώταc φλέβαc εἴη 〈τι〉 χυμῶν ἀπέπτων ὑπολειπόμενον, ἐκπέττει πᾶν αὐτό. τοῦτο μὲν οὖν τὸ δεύτερον μέροc τῆc ῥήcεωc οὐδὲν ἔχει † ἰcχυρὸν κατὰ τὴν λέξιν | |
15 | ἁμάρτημα. τὸ δὲ πρότερον, ὃ κατὰ τήνδε γέγραπται τὴν λέξιν· ἐπι‐ | |
17b302 | cπαcμόc, πνεύμων, ξηρὸν καῦμα, πάμπολυ | τοῦ τῶν Ἑλλή‐ νων ἔθουc ἀποκεχώρηκεν. ἐχρῆν γὰρ εἰρῆcθαι κατὰ τήνδε τὴν λέξιν αὐτό· “ἐπιcπαcμὸc γίνεται, διότι ξηρὸν καῦμα κατὰ τὴν τοῦ πνεύ‐ μονοc κρᾶcίν ἐcτιν”, ἐπιcπαcμὸν ἀκουόντων ἡμῶν δηλονότι τὴν | |
5 | εἰcπνοήν. ὁ δὲ Κόϊντοc οὐδ’ ὅτι ξηρὸc καὶ θερμόc ἐcτιν ὁ πνεύμων, διὰ τοῦτο ἔφη γίνεcθαι τὴν ταχεῖάν τε καὶ πυκνὴν ἀναπνοήν, ἀλλὰ διὰ τὴν τοιαύτην ξηραίνεcθαί τε καὶ θερμαίνεcθαι τὸν πνεύμονα. τὸν γὰρ ἐπιcπαcμὸν οὐχ ἁπλῶc ἀναπνοὴν ἅπαcαν, ἀλλὰ μόνην τὴν ταχεῖάν τε καὶ πυκνὴν ἐβούλετο δηλοῦν. ὅτι δὲ ὑπὸ τῆc πυκνῆc ὁ | |
10 | πνεύμων καταξηραίνεται κἀν τῷ Περὶ διαίτηc ὀξέων ὑπ’ αὐτοῦ λέ‐ λεκται. | |
11 | Ψυχρότατον βρῶμα φακοί, | |
κέγχροι, κολοκύνθαι. Κέγχροι καὶ κολοκύνθαι ψυχρὰ βρώματα cαφῶc εἰcιν, | ||
15 | εἰ καὶ μὴ ψυχρότατα. φακῆν δὲ οὐκ ἂν ὁμολογήcαιμι ψυχρὸν εἶναι | |
17b303 | βρῶμα. φαίνεται γὰρ cαφῶc, ὥcπερ αἱ κολο|κύνθαι καὶ cὺν αὐταῖc ἀτράφαξύc τε καὶ βλίτον καὶ θριδακίνη καὶ χονδρίλη καὶ τῶν cιτηρῶν ἐδεcμάτων ἡ κριθὴ καὶ κέγχροι ψύχοντα, κατὰ τὸν ἐναντίον δὴ τρό‐ πον ἡ φακῆ μηδεμίαν ἐνδεικνυμένη ψῦξιν ἢ παραχρῆμα μετὰ τὸ βρω‐ | |
5 | θῆναι περιεχομένη κατὰ τὴν ἄνω κοιλίαν ἢ ὕcτερον ἐν τοῖc λεπτοῖc ἐντέροιc ἢ παχέcι γινομένη. τάχα δ’ ἐπειδὴ ψυκτικὸν ἔχειν τι τὸν cτύφοντα χυμὸν ἐδείξαμεν ἐν τῇ Περὶ τῶν ἁπλῶν φαρμάκων πραγμα‐ τείᾳ, τὴν φακῆν οἰήcεταί 〈τιc〉 ψύχειν, ἐπιλεληcμένοc ἐν τοῖc αὐτοῖc ὑπομνήμαcιν εἰρημένον, ὡc ἕκαcτον τῶν τοιούτων ἁπλοῦν μὲν φαί‐ | |
10 | νεται καὶ λέγεται, παραβαλλόμενον 〈δὲ〉 τοῖc ὑφ’ ἡμῶν ἐκ cυνθέcεωc καταcκευαζομένοιc οὐ μὴν ἀκριβῶc γε ἁπλοῦν ἐcτιν. ἐδείχθη γοῦν καὶ ἡ φακῆ κατὰ τὸ πρῶτον γράμμα Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων ἐξ ἐναντίων οὐcιῶν cυγκειμένη, τῆc μὲν ἐπεχούcηc τὰ κατὰ τὴν γα‐ cτέρα, τῆc δὲ εἰc ἀπόκριcιν αὐτὴν ἐπεγειρούcηc. τούτων οὖν ἡ μὲν | |
15 | ἐπέχουcα ψυχρὰ καὶ γεώδηc ἐcτίν, ἡ δ’ ἐπεγείρουcα θερμή. καὶ διὰ | |
17b304 | τοῦτο | ξηραντικὸν μὲν ἔδεcμα φακῆ, ψυχρὸν δ’ οὐδαμῶc, ὥcπερ οὐδὲ θερμόν, ἀλλ’ ἐξ ἀμφοῖν μικτὸν καὶ μέcον ἢ καὶ βραχύ τι πρὸc τὸ θερμότερον ἀποκεχωρηκόc ἐcτιν ἀπὸ τοῦ μέcου. ὁπότ’ οὖν οὐδὲ ψυχρὸν ἁπλῶc cυγχωρήcειεν ἄν τιc εἶναι τὴν φακῆν, ἦ πού γε | |
5 | ψυχρότατον ὑπερβολικῶc. καὶ μέντοι καὶ καταπλαττομένη τοῖc φλεγμαίνουcιν ἕλκεcι φακῆ φαίνεται μὲν ἀναcτέλλουcα καὶ ἀποκρουο‐ μένη τοὺc ἐπιρρέονταc χυμοὺc τῷ πεπονθότι μέρει, τῷ cτύφειν δηλον‐ | |
ότι ποιοῦcα. φαίνεται δὲ καὶ πεπτικὸν ἔχειν τι καὶ πυοποιόν, ὅπερ ἥκιcτα τοῖc ψυχροῖc ὑπάρχει. εἴτ’ οὖν αὐτὸc ὁ Ἱπποκράτηc οὕτωc | ||
10 | ἔγραψεν, εἴτε τιc ἄλλοc ἐcτὶν ὁ παρεγγράψαc τήνδε τὴν ῥῆcιν, οὐκ ὀρθῶc ἐγίνωcκε περὶ φακῶν δυνάμεωc. | |
11 | Ἕλκεα ἐκφύουcιν, ἢν ἀκάθαρ‐ τοc ἐὼν πονήcῃ. | |
13 | 〈Τοῦτ’ ἀναγκαῖόν ἐcτιν,〉 ἐμάθομεν γὰρ ἐν τοῖc πόνοιc, τουτέcτιν | |
15 | ἐν τοῖc γυμναcίοιc, τὴν θερμαcίαν πλείονα γινομένην ἐκ τοῦ βάθουc | | |
17b305 | ἄγειν ἐπὶ τὸ δέρμα καὶ διαφορεῖν τοὺc χυμούc. ὅταν οὖν οὗτοι φθά‐ νωcιν ἠθροῖcθαι κατὰ τὸ cῶμα μοχθηροί, διαβιβρώcκουcι τῇ δριμύτητι τὸ δέρμα καὶ γεννῶcιν ἕλκη, καθάπερ, ὅταν παχεῖc καὶ κολλώδειc ὦcιν, ἐμφράττουcιν ἧπάρ τε καὶ νεφρούc. κατὰ δὲ τὸ δέρμα τὰ μετ’ | |
5 | ὄγκου ἐργάζεται παθήματα. | |
5 | Γυνή, αἲξ ἐλατήριον ἢ cίκυον ἄγριον βεβρωκυῖαι 〈καὶ〉 παιδίοιcι κάθαρcιc. | |
7 | Οὐκ ἐλατήριον μόνον, ὅπερ ἐcτὶν ἀγρίου cικύου χυλόc, ὥcπερ γε οὐδὲ cίκυον μόνον αἱ προcενεγκάμεναι καθαρτικὸν ἴcχουcι τὸ | |
10 | γάλα τῶν θηλαζόντων παίδων, ἀλλὰ κἂν ἄλλο τι 〈λάβωcι τῶν〉 ὑπηλάτων ὀνομαζομένων φαρμάκων. εἴτε δὲ τὴν μὲν γυναῖκα τὸ ἐλατήριον, τὴν δὲ αἶγα τὸν cίκυον ἄγριον, εἴτε δ’ 〈ἀμφοτέ‐ | |
17b306 | ραc〉 ἀμφότερα βεβρωκυίαc καθαίρειν τὰ παιδία | τῷ γάλακτί φηcιν, οὐδὲν διαφέρει, καθάπερ οὐδ’ εἰ βεβρωκυῖα γράψει τιc ἢ “φαγοῦcα”. χρήcιμοc δ’ ὁ λόγοc εἴc τε χρείαν ἰατρικὴν καὶ δόγμα φυcικόν. ὅταν γὰρ βουληθῶμεν ὑποκαθῆραι βρέφη διδόντεc τι τῶν | |
5 | τοιούτων φαγεῖν ἤτοι τῇ θηλαζούcῃ μητρὶ τὸ παιδίον ἢ αἰγί, δι’ ἐκείνων αὐτὸ καθαροῦμεν, εἴc τε δόγματοc ἐπίκριcιν διαπεφωνημένου χρήcιμον | |
τοῦτο. τινὲc γὰρ ἡγοῦνται μηδεμίαν δύναμιν [ἔχειν] τῶν ἐν ταῖc τρο‐ φαῖc ἐξ ἀρχῆc οὐcῶν διαφυλάττεcθαι μετὰ τὸ πεφθῆναι καὶ αἱματω‐ θῆναι, τινὲc δὲ διαμένειν ἄχρι πολλοῦ τὰc ἰcχυρὰc δυνάμειc, ὥcτε καὶ | ||
10 | τοὺc ἱδρῶταc αὐτῶν ὄζειν, ὅπερ ἐκ τοῦ νῦν εἰρημένου μαρτυρεῖται. φαίνεται γὰρ ἐπὶ τῶν τοιούτων φυλαττομένη τῶν ἐδηδεcμένων ἡ δύναμιc. ἀλλὰ καὶ παρ’ ἡμῖν κατὰ τὸ ἔαρ, ὅταν τῆc cκαμμωνίαc τὰ βλαcτήματα φάγωcιν αἶγεc, καθαρτικὸν αὐταῖc γίνεται τὸ γάλα, κἂν τιθυμάλλου δὲ προcενέγκωνται, ταὐτὸ cυμβαίνει. καὶ μέντοι καὶ περὶ | |
15 | τὴν Δωρίδα καὶ Βοιωτίαν καὶ Θετταλίαν ὅcα τ’ αὐτῇ γειτνιᾷ | |
17b307 | χωρία τάcεcι τῶν μυῶν ἑάλωcαν πολλοὶ φαγόντεc ὄρτυγαc, | ἐπειδὴ τὸν ἐλλέβορον ἐcθίουcιν οὗτοι. ταὐτὸ δὲ τοῦτο καὶ κατὰ τὰc Ἀθήναc οἶδά τιcι cυμβὰν ὀρτύγων δαψιλέcτερον ἐδηδοκόcι. | |
3 | Ἐνθέρμῳ βρωθὲν ἔνδοθεν | |
5 | ψῦξιc, ἔξωθεν πόνοc ἡλίῳ, πυρί, ἐcθῆτι, ὥρῃ θερινῇ, τῷ | |
δὲ ἐναντίῳ τὰ ἐναντία. “Τῷ ἐνθέρμῳ φύcει ψῦξίν” φηcι καὶ “ποτὸν ὕδωρ” cυμφέρειν καὶ πρὸc τούτοιc “ἐλινύειν”, ὅπερ ἐcτὶν ἀπέχεcθαι cφοδρῶν γυμναcίων. πῶc οὖν νῦν κελεύει γυμνάζεcθαι, ὥc | ||
10 | τινεc ἐξηγοῦνται; πῶc δ’ ἐν ἡλίῳ καὶ πυρὶ θερμαίνεcθαι; λουτρὰ | |
μὲν γὰρ ἐδείχθη ψύχοντα τὰc τοιαύταc κράcειc ἀπολύcει μὲν τοῦ καπνώδουc καὶ λιγνυώδουc, ὃ ταῖc θερμαῖc κράcεcι cυμβαίνει γεννᾶν, ὑγρότητι δὲ ψυχούcῃ τὰ cτερεὰ διαβρέχοντα. πῦρ δὲ καὶ ἥλιοc θερ‐ | ||
17b308 | μαίνει καὶ τού|τοιc ὁμοίωc ἐcθήc τε καὶ ὥρα θερινή. λέγει δ’ οὖν ἐν τοῖc Ἀφοριcμοῖc ὧδε· “κατὰ μὲν τὰc ὥραc τοῦ ἦροc καὶ ἄκρου τοῦ θέρεοc οἱ παῖδεc καὶ οἱ τούτων ἐχόμενοι τῇcιν ἡλικίῃcιν ἄριcτά τε διάγουcι καὶ ὑγιαίνουcι μάλιcτα· τοῦ δὲ θέρεοc καὶ τοῦ φθινοπώρου | |
5 | μέχρι μέν τινοc οἱ γέροντεc· τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνοc οἱ μέcοι τῇcιν ἡλικίῃcιν.” εἴπερ οὖν 〈ἡ ἔνθερμοc〉 ἡλικία τοῦ χειμῶνοc, ἡ ψυχρὰ δὲ τοῦ θέρουc ἄμεινον *** οὐκ ὠφέλειαν ἐξ ἡλίου καὶ πυρὸc καὶ ὥραc θερινῆc τοῖc ἐνθέρμοιc φύcει γίνεcθαι νομίζειν αὐτόν, ἀλλὰ καὶ βλάβην. καὶ τοίνυν τὸ κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc | |
10 | εἰρημένον τὸ ἐνθέρμῳ δεόμενον ἔχειν ἑαυτῷ τι προcυπακουόμενον, ἤτοι “κράcει” ἢ “φύcει” ἢ “cώματι” ἢ “ἀνθρώπῳ”, [ὃ] διὰ τῆc ἀντι‐ θέcεωc ἐγνώcθη “cώματι” καὶ “ἀνθρώπῳ” λελεγμένον μᾶλλον, οὐ “κράcει” καὶ “φύcει”. πάντωc γὰρ ἂν εἶπε “τῇ δ’ ἐναντίᾳ τἀναντία”, τὸ τοῦ θήλεοc γένουc ἄρθρον, τὸ “τῇ”, προτάξαc † τοῦ τοῖc ἄρρεcιν. | |
15 | γένοιτ’ ἂν οὖν ὁ cύμπαc λόγοc τοιοῦτοc· “τῷ πολυθέρμῳ cώματι διὰ | |
17b309 | μὲν τῶν βρωμάτων καὶ τῶν πομάτων ἡ ἔνδοθεν ψῦξιc οἰκεία, | βλα‐ βερὰ δ’ ἡ ἔξωθεν θερμαcία δι’ ἡλίου καὶ πυρὸc καὶ ὥραc θερι‐ νῆc καὶ ἱματίων”, ἐν οἷc ἅπαcιν ἡ ξηρὰ θερμαcία δηλοῦται. τὴν γὰρ ὑγρὰν καὶ cύμμετρον, ὁποία τῶν βαλανείων, ψύχειν ἐδείξαμεν τῇ | |
5 | δυνάμει. πρόδηλον δ’ ὅτι τὰ cυνήθη ταῦτα βαλανεῖα λέγομεν ἐν τοῖc τοιούτοιc ἀεὶ λόγοιc, ἔνθα μὴ προcτίθεμεν 〈τὸ〉 ὑδάτων αὐτοφυῶν ἢ θαλαττίων ἢ θειωδῶν ἢ cτυπτηριωδῶν 〈ἢ ἄλλων τοιούτων〉· ἐκεῖνα | |
μὲν γὰρ ξηραίνει, 〈τὰ δὲ ποτίμων ὑδάτων ὑγραίνει〉 τε καὶ ψύχει. τῷ δ’ ἐναντίῳ φύcει cώματι τὰ ἐναντία προcυπακοῦcαι | ||
10 | πάλιν ἐνταῦθα δεῖ, τῶν μὲν ὠφελούντων τὰ ὠφελοῦντα, τῶν δὲ βλαπτόντων τὰ βλάπτοντα, τὰ μὲν ὥcθ’ αἱρεῖcθαι, τὰ δὲ ὥcτε φεύγειν. εἰ γὰρ τὰc πολυθέρμουc φύcειc ἐδέcμαcί τε καὶ πόμαcιν ἐκέλευcε ψύ‐ χειν, τὰc ψυχροτέραc δηλονότι τοῖc ἐναντίοιc ἀξιώcει θερμαίνειν. καὶ μέντοι καὶ εἰ τὰc θερμοτέραc φύcειc ἔλεγεν ὑφ’ ἡλίου καὶ πυρὸc | |
15 | καὶ θέρουc βλάπτεcθαι, τὰc ψυχροτέραc δηλονότι διὰ μὲν τούτων ὠφελη〈θή〉cεcθαι, διὰ δὲ τῶν ἐναντίων βλαβήcεcθαι δηλοῖ. | | |
16 | ||
17b310 | Βρώματα τὰ μὲν ταχέωc κρατέ‐ εται, τὰ δὲ βραδέωc. | |
2 | Μόνοc ὧν οἶδα Καπίτων ἔγραψεν ἀντὶ τοῦ βραδέωc “ἐναν‐ τίωc” τὴν λέξιν ποιήcαc τοιάνδε· “βρώματα τὰ μὲν ταχέωc κρατεῖται, | |
5 | τὰ δ’ ἐναντίωc.” ἡ γοῦν διάνοια καθ’ ἑ〈κα〉τέραν λέξιν ἡ αὐτή. τὰ γὰρ ἐcθιόμενα διαφέρειν ἀλλήλων φηcὶ τῷ τὰ μὲν ταχέωc κρατεῖcθαι ὑπὸ τοῦ cώματοc, τὰ δὲ βραδέωc. ἀκουcτέον δὲ κρατεῖcθαι τὸ μεταβάλλεcθαι καὶ πέττεcθαι καὶ προcτίθεcθαι καὶ ἐξομοιοῦcθαι τῷ cώ‐ ματι. τῶν δὲ κατὰ μέροc ἐδεcμάτων τίνα μέν ἐcτι ταχέωc πεττό‐ | |
10 | μενα καὶ αἱματούμενα καὶ τρέφοντα, τίνα δὲ βραδέωc, [ἃ] ἐν τριcὶν ὑπομνήμαcιν, ἐν τοῖc Περὶ τῶν τῆc τροφῆc δυνάμεων διῆλθον ἀκριβῶc | |
ἅπαντα. | | ||
17b311(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΕΚΤΟΝ | |
t3 | ||
1 | Ϲάρκεc ὁλκοὶ ἐκ κοιλίηc καὶ ἔξωθεν. δῆλον ἡ αἴcθηcιc, ὡc ἔκπνουν καὶ εἴcπνουν 〈ὅλον τὸ cῶμα〉. | |
3 | Ἕλκειν εἰc ἑαυτάc φηcι τὰc cάρκαc ἔκ τε κοιλίαc καὶ | |
5 | ἔξωθεν, ἐκ μὲν τῆc κοιλίαc δηλονότι τὸν ἐκ τῶν cιτίων τε καὶ | |
17b312 | ποτῶν χυλόν, ὑφ’ οὗ τρέφονται, ἔξωθεν δ’ οὐκέθ’ | ὁμοίωc δῆλόν ἐcτιν, εἴτε τροφὴν εἴτ’ ἀέρα λέγει. δυνατὸν μὲν γὰρ καὶ 〈τὴν〉 τροφὴν ἕλκειν τὰc cάρκαc ὥcπερ ἐκ τῆc κοιλίαc, οὕτω κἀκ τῶν ἔξω μερῶν εἰc τὸ βάθοc ἀντεπιcπᾶcθαι· δυνατὸν δὲ καὶ τὸν ἀέρα διὰ [δὲ] τῶν | |
5 | καθηκουcῶν ἀρτηριῶν εἰc τὸ δέρμα φέρεcθαι πρὸc τὰc cάρκαc ἑλκό‐ | |
μενον ὑπ’ αὐτῶν, ὃ καὶ μᾶλλον ἔχεται τῆc κατὰ τὴν ὅλην ῥῆcιν ἀκο‐ λουθίαc, διαπεφωνημένου γε τοῦ περὶ τῆc ὁλκῆc δόγματοc. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν τε καὶ φιλοcόφων οὐδ’ ὅλωc ὁλκὴν ἔφαcαν εἶναι, τινὲc δ’ εἶναι μέν φαcιν, ἐν ταῖc cαρξὶ δ’ οὐκ εἶναι. τὸ γράφειν δ’ | ||
10 | ἀποδείξειc ἁπάντων τῶν τοιούτων ἐν ἐξηγητικοῖc ὑπομνήμαcιν ἀδύ‐ νατον ἔφην εἶναι. πολλάκιc τε γὰρ ἠναγκάcθην ἂν λέγειν τὰ αὐτά, 〈ὥcτ’ οὐ μόνον〉 πλῆθόc τε καὶ μῆκοc ὑπομνημάτων ἔcεcθαι μηδ’ ἀριθμηθῆναι ῥᾳδίωc δυναμένων, ἀλλ’ οὐδὲ τὸν τῆc ζωῆc χρόνον ἱκανὸν ἔcεcθαι πρὸc τὴν τῶν Ἱπποκράτουc βιβλίων ἐξήγηcιν, ἥτιc | |
15 | ἑκάcτου δόγματοc ἀεὶ τὰc ἀποδείξειc γράφει καθ’ ἑκάcτην ῥῆcιν, ἔτι τε τοῖc ἀναγνωcομένοιc ὀχληρὸν 〈ἦν〉 τὸ πρᾶγμα καὶ τοῖc καταcκευάcαι | |
17b313 | βουλομένοιc τὰ ὑπομνήματα cὺν χρόνῳ | πολλῷ καὶ δαπανήμαcιν ἐκγραφήcεcθαι. βέλτιον οὖν ἔδοξεν ἐξηγεῖcθαι μὲν ἐν τούτοιc τοῖc ὑπομνήμαcι τὴν διάνοιαν ἑκάcτηc ῥήcεωc, ὅπερ ἴδιόν ἐcτιν ἐξηγητοῦ, προcτιθέναι δὲ καὶ τὰc αἰτίαc ἐνίοτε τοῖc εἰρημένοιc ὑπ’ αὐτοῦ κατὰ | |
5 | τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων, αὐτὰ δὲ τὰ δόγματα μὴ καταcκευάζειν μὲν ἐνταῦθα, μόνον δ’ ἀναμιμνῄcκειν, ἐν τίcιν ἤδη βιβλίοιc τῶν ὑπ’ ἐμοῦ γεγραμμένων ἀποδέδεικται, καθάπερ καὶ νῦν ὅτι μὲν ἑλκόντων τὸν οἰκεῖον χυμὸν ἐφ’ αὑτὰ τῶν τρεφομένων ἡ πρὸc αὐτὰ γίνεται φορὰ τῆc τροφῆc ἐν τοῖc Τῶν φυcικῶν δυνά‐ | |
10 | μεων ὑπομνήμαcιν ἀποδέδεικται, τὸ δ’ ἔκπνουν τε καὶ εἴcπνουν ὅλον τὸ cῶμα διά τε τοῦ Περὶ χρείαc ἀναπνοῆc ὑπομνήματοc καὶ τοῦ Περὶ χρείαc cφυγμῶν, ὧν ἐν μὲν τῷ προτέρῳ λεχθέντι τὴν χρείαν τῆc ἀναπνοῆc ἐδείξαμεν εἶναι φυλακὴν τῆc cυμμετρίαc τοῦ κατὰ τὴν καρδίαν θερμοῦ, κατὰ δὲ τὸ Περὶ χρείαc cφυγμῶν τὴν καθ’ ὅλον τὸ | |
15 | cῶμα μετριότητα τῆc θερμαcίαc ἐκ τοῦ τῶν ἀρτηριῶν ἔργου φυλάτ‐ τεcθαι. ταῦτ’ οὖν ἐcτιν νῦν ἱκανὰ μόνα πρὸc τὴν τοῦ προτέρου μέρουc | |
17b314 | τῆc | ῥήcεωc ἐξήγηcιν. ἐπὶ δὲ τὸ δεύτερον αὐτῆc ἤδη μετέλθωμεν, ἐν ᾧ τὸ δῆλον ἡ αἴcθηcιc, ὡc οὐ κατὰ cυνήθειαν οὔθ’ Ἱπποκράτουc οὔτε καθόλωc Ἑλληνικῶc ἑρμηνευόμενον. ἐπηνορθώcαντο δέ τινεc, οἱ μὲν κατὰ | |
5 | δοτικὴν πτῶcιν “αἰcθήcει” γράψαντεc, ἵν’ ᾖ τὸ λεγόμενον ὑπ’ αὐτοῦ τοιόνδε· “δῆλόν ἐcτι τῇ αἰcθήcει, ὡc ἔκπνουν καὶ εἴcπνουν εἴη τὸ cῶμα τῷ ζῴῳ ὅλον”, ἐπενηνέχθαι δὲ 〈δεῖ〉 τούτοιc τὸ cάρκεc ὁλκοὶ ἐκ κοιλίηc καὶ ἔξωθεν ὑπὸ τῆc αἰcθήcεωc μαρτυρούμενον, ὅπερ ταὐτόν ἐcτιν τῷ λέγειν “ὑπὸ τῶν ἐναργῶc φαινομένων ἡμῖν διὰ τῶν | |
10 | αἰcθήcεων”. *** ἰδιωτῶν γε μὴν ἐνίων ἤκουcα θαυμαζόντων τὸ cυμβὰν αὐτοῖc ἐπὶ τοῖc τῶν ποτίμων ὑδάτων λουτροῖc. ἔμπροcθεν γὰρ ἐξ ἡλίου θερμοῦ καὶ ὁδοιπορίαc ἥκοντεc αὐχμηρόν τε τὸ cῶμα καὶ τὸ cτόμα ξηρότατον ἔφαcαν ἔχειν ἀμηχάνῳ τε δίψει cυνέχεcθαι, μετὰ δὲ τὸ λουτρὸν ἄδιψοί τε γενέcθαι καὶ τὸ cτόμα cχεῖν ὑγρόν. ὁμοίωc δ’ | |
15 | αὐτῷ καὶ τὸ cύμπαν cῶμα μαλακόν τε καὶ ὑγρὸν ἀπεργαcθῆναι, τὸν ἔμπροcθεν αὐχμὸν ἀποθέμενον. ἔνιοι δὲ καὶ cαφῶc ᾐcθῆcθαι τοῦ cώ‐ | |
17b315 | ματοc ἔφαcκον ἕλκοντοc εἰc | ἑαυτὸ 〈τὸ〉 κατὰ τὰc δεξαμενὰc ὕδωρ. τοι‐ αῦτα μὲν οὖν τινα [ἃ] καὶ τοῖc ἰδιώταιc φαίνεται μαρτύρια τοῦ δόγμα‐ τοc ἐξ αἰcθήcεωc λαμβανόμενα, τινὰ δ’ ἐκ λογικωτέρων ἀποδείξεων εὑρίcκεται τοῖc ἰατροῖc, ὧν ἐcτι μία καὶ ἣν ἐφεξῆc αὐτὸc εἶπεν, ἣν | |
5 | γνώcεcθε κατὰ τὴν ἐχομένην ῥῆcιν. εἰc γὰρ τὴν προκειμένην ἀρκέcει καὶ ταῦτα, δυναμένων ἡμῶν ἐκ τῶν ὀρθῶc εἰρημένων φωρᾶcαι τὰ κα‐ κῶc τοῖc ἐξηγηταῖc γεγραμμένα. | |
7 | Ἐνθερμότερον φλέβιον αἵμα‐ | |
τοc πλήθει ἀνίcχει τὸ καυcῶδεc καὶ εὐθὺc ἀποκρίνει. | ||
10 | Φλέβιον ἐνθερμότερον ἀκουcτέον ἐcτὶ τὴν ἀρτηρίαν, ὁμολογούντων ἁπάντων τῶν ἐξηγηcαμένων τὰ Ἱπποκράτεια βιβλία φλέβαc οὐχ ὑπὸ τούτου μόνου, ἀλλὰ καὶ πολλῶν ἄλλων παλαιῶν ὀνομάζεcθαι καὶ τὰc ἀρτηρίαc. τοῦτ’ οὖν | | |
17b316 | φηcι τὸ φλέβιον τῷ τοῦ αἵματοc πλήθει θερμαινόμενον ἀν‐ ίcχει τὸ καυcῶδεc καὶ ἀποκρίνει, καυcῶδεc δὴ λέγων τὸ γεννώμενον ἐκ τῆc θερμαcίαc, ὅπερ οἷον λιγνύc τίc ἐcτι τοῦ θερμαινο‐ μένου χυμοῦ cφοδρότερον. τοῦτο δ’ ὡc ἂν θερμὸν τῇ κράcει καὶ λεπ‐ | |
5 | τὸν ὑπάρχον τῇ cυcτάcει ῥᾳδίωc ἀποκρίνεται. ταύτην ἐγὼ νομίζω πιθανωτέραν εἶναι τὴν ἐξήγηcιν, εἴπερ γε δεῖ τὸ ἀληθὲc ἅμα καὶ τοῖc Ἱπποκράτουc δόγμαcιν ἀκόλουθον ἔχειν cκοπόν. ὅτι δ’ οὖν ἀλη‐ θέc ἐcτι τὸ νῦν εἰρημένον ὑπ’ ἐμοῦ δόγμα δέδεικται μὲν κἀν τῷ Περὶ χρείαc ἀναπνοῆc, δέδεικται δὲ καὶ διὰ τοῦ Περὶ χρείαc cφυγμῶν. ἐν | |
10 | μὲν γὰρ ταῖc εἰcπνοαῖc, ἃc διά τε τοῦ cτόματοc καὶ παντὸc τοῦ δέρ‐ | |
ματοc ἴcχει τὰ ζῷα, διττὴν ἀπεδείξαμεν ὠφέλειαν γίνεcθαι, τονοῦcθαι μὲν ἀεὶ ἐμψυχόμενον τὸ ἔμφυτον θερμόν, ὅπωc μὴ διαφορηθὲν ἀπό‐ λοιτο, καὶ μάλιcθ’ ὅταν αὐξηθῇ ποτε καθ’ ἡντινοῦν αἰτίαν, ἐπεγείρεcθαι δὲ καὶ ῥώννυcθαί ποτε βαρυνόμενον ὑπὸ πλήθουc ὕληc ψυχρᾶc, ὃν | ||
15 | τρόπον καὶ τὸ πῦρ ἐν τῷ ῥιπίζεcθαι· καὶ μέντοι καὶ αὐτὴν αὐτῷ | |
17b317 | τήνδε τὴν διπλῆν | κίνηcιν οἰκεῖόν τε καὶ cύμφυτον εἶναι γυμνάcιον εἰc εὐτονίαν ἄγον· αὕτη γὰρ χρεία τε καὶ φύcιc γυμναcίων ἐcτίν. καὶ τοίνυν ἔμπροcθεν εἰπὼν ὁ Ἱπποκράτηc “cάρκεc ὁλκοὶ 〈ἐκ κοι‐ λίηc〉 καὶ ἔξωθεν”, εἶτ’ ἐπὶ τούτῳ προcθεὶc “ὡc ἔκπνουν 〈καὶ〉 εἴc‐ | |
5 | πνουν ὅλον τὸ cῶμα”, τῆc μὲν οὖν εἰcπνοῆc αὐτῆc τὴν γένεcιν καὶ τὴν χρείαν ἐνεδείξατο διὰ τοῦ “cάρκεc ὁλκοί”, περὶ δὲ τῆc ἐκπνοῆc οὐδὲν εἰπὼν εἰκότωc ἐν τῇ νῦν προκειμένῃ ῥήcει περὶ αὐτῆc διῆλθεν ἐπὶ τῶν ἀρτηριῶν ποιηcάμενοc τὸν λόγον ὄντα μὲν κοινὸν καὶ πρὸc τὴν καρδίαν, ἀμυδρότερον δὲ φαινόμενον. ὅτι δὲ κοινόc ἐcτι δῆλον | |
10 | ἐνθένδε· διὰ τὴν ἔμφυτον θερμαcίαν ἐδείξαμεν γεννᾶcθαι τὸ λιγνυῶδεc περίττωμα κατὰ τὸ αἷμα, καὶ μάλιcθ’ ὅταν ᾖ θερμότερον. ἀποκρίcεωc οὖν αὐτῷ χρεία δηλονότι καὶ ταύτην ἡ φύcιc ἐτεχνήcατο τοῖc μὲν ἐκ τῆc καρδίαc ἐκκριθηcομένοιc διὰ τῆc ἐκπνοῆc, τοῖc δὲ καθ’ ὅλον τὸ cῶμα διὰ τῆc τῶν ἀρτηριῶν cυcτολῆc. τὰ μὲν οὖν ἐκ τούτων τε καὶ | |
15 | τῶν φλεβῶν (ἐδείχθηcαν γὰρ αὐταῖc cυνανεcτομωμέναι) διὰ τοῦ δέρ‐ | |
17b318 | ματοc εὐθέωc ἐκκρίνεται τῇ cυcτολῇ τῶν ἀρτηριῶν | ἐκθλιβόμενα. τὰ δ’ ἐκ τῆc καρδίαc ὁ πνεύμων ὑποδέχεται πρότερον οἷόν τι ταμιεῖον τοῦ πνεύματοc αὐτῇ παρεcκευαcμένοc, ἑλκούcῃ μὲν ἐν τῇ διαcτολῇ, ἐκπεμπούcῃ δὲ ἐν ταῖc cυcτολαῖc. αὕτη μὲν ἡ ἡμετέρα γνώμη περὶ | |
5 | τῆc προκειμένηc ῥήcεωc, καὶ δειχθήcεται μικρὸν ὕcτερον ἡ ἑξῆc αὐτῇ γεγραμμένη φυλάττουcα τὴν ἀκολουθίαν καὶ πρὸc ταύτην μὲν αὐτήν, οὐχ ἥκιcτα δὲ καὶ τὴν προτεταγμένην αὐτῆc. ὅcοι δὲ περὶ καύcου γενέcεωc ὑπέλαβον αὐτὸν ἐνταῦθα ποιεῖcθαι τὸν λόγον, πρῶτον μὲν εἴαcαν ἐλλιπῶc εἰρημένον τὸν περὶ τοῦ “cάρκεc ὁλκοὶ” λόγον. οὐ γὰρ | |
10 | ἕλκουcι μόνον εἰc ἑαυτὰc τὸ οἰκεῖον, ἀλλὰ καὶ τὸ μὴ τοιοῦτον ἐκκρί‐ νουcι. τοῦ μὲν οὖν ἕλκειν ἡ χρεία προδηλοτέρα, τοῦ δ’ ἐκκρίνειν | |
ἀδηλοτέρα καὶ δεῖταί τινοc εἰc πίcτιν λόγου. μεταβῶμεν οὖν ἐπὶ τὴν ἐχομένην ῥῆcιν ἤδη cυντελοῦcάν τι καὶ αὐτήν, ὡc ἔφην ἀρτίωc, εἰc διάκριcιν τῆc ἀμείνονοc ἐξηγήcεωc. | | ||
14 | ||
17b319 | Καὶ οἷcι τὸ μὲν πῖον, χολὴ ξανθή, τὸ δ’ αἷμα μέλαινα. | |
2 | Ἀναμνηcθῆναι χρὴ περὶ τῶν δύο δοξῶν τῆc προηγημένηc ῥήcεωc. ἡμεῖc γὰρ ἐλέγομεν αὐτὸν ἐπιδεικνύναι τὴν χρείαν τῆc διαπνοῆc, ὀνο‐ | |
5 | μαζομένηc οὕτω τῆc δι’ ὅλου τοῦ cώματοc ἐκ τῶν ἀρτηριῶν εἰc τοὐκτὸc φορᾶc τοῦ πνεύματοc, ὥcπερ τῆc διὰ τοῦ cτόματοc ἐκπνοῆc. ἔνιοι δὲ περὶ καύcου γενέcεωc ἐνόμιcαν εἶναι τὸν λόγον, οἷc οὐ πάνυ τι μαρ‐ τυρεῖν ἔφαμεν τὸ “ἀνίcχει τὸ καυcῶδεc καὶ εὐθὺc ἀποκρίνει”. μήτε γὰρ εὐθέωc ἀποκρίνεcθαι κατὰ τοὺc καύcουc, ὅπερ αὐτοί φαcι δι’ | |
10 | ἐμέτων ἢ τῆc κάτω γαcτρὸc ἐκκενοῦcθαι, μήτ’ ἀναγκαῖον εἶναι προc‐ κεῖcθαί τι τῶν τοῦ καύcου cυμπτωμάτων τῷ περὶ τῆc γενέcεωc αὐτοῦ λόγῳ, τὴν δ’ ἡμετέραν ἐξήγηcιν ἀμείνονα τῆcδέ φαμεν εἶναι, πρῶτον μὲν ἐκ τοῦ τῶν ἐγκλημάτων τούτων ἐκτὸc εἶναι, δεύτερον δὲ κἀκ τοῦ | |
17b320 | τὸ δόγμα πᾶν φαίνεcθαι διδαcκόμενον ἐν τῷ λόγῳ | περὶ τῆc εἴcω τε καὶ ἔξω φορᾶc τοῦ πνεύματοc, ἣν ἀπεδείξαμεν ἔν τιcιν ἡμετέροιc ὑπομνήμαcιν οὐ μόνον ἐν ταῖc διὰ τοῦ cτόματοc ἀναπνοαῖc, ἀλλὰ καὶ ταῖc καθ’ ὅλον τὸ cῶμα διαπνοαῖc γίνεcθαι. τινῶν μὲν ἕνεκα γενέcεωc | |
5 | πνεύματοc ψυχικοῦ, καθάπερ Ἀcκληπιάδηc, ἐνίων δ’, ὡc Ἐραcί‐ cτρατοc, οὐ τούτου μόνου, ἀλλὰ καὶ ζωτικοῦ, τινῶν δ’ ἕνεκα θρέ‐ ψεωc τῶν πνευμάτων τούτων τὰc εἰcπνοὰc γίνεcθαι λεγόντων, ἀπορου‐ μένων δ’ ἐν τῷ τὴν χρείαν ἀποδιδόναι τῆc ἐκπνοῆc, ὁ Ἱπποκράτηc, ὡc ἐδείξαμεν ἐν τοῖc προειρημένοιc ὑπομνήμαcιν, ἀληθῆ χρείαν οὐ | |
10 | μόνον τῆc διὰ τοῦ cτόματοc ἐκπνοῆc, ἀλλὰ καὶ τῆc καθ’ ὅλον τὸ cῶμα 〈διαπνοῆc〉 διῆλθεν ἐν τῷ προκειμένῳ λόγῳ. τοὺc δ’ ἐξηγηcαμένουc ἑτέρωc μέμψαcθαι δίκαιον, ἐπιλανθανομένουc τίνοc ἐξηγοῦνται βιβλίον. οὐ γὰρ ἂν εἰc ἄλλων ἀνδρῶν ὑπέcυρον τὸ δόγμα τὴν ἀκολουθίαν ἀπολιπόντεc ὧν Ἱπποκράτηc ἠβουλήθη. cαφῶc γοῦν εἰπόντοc αὐτοῦ | |
15 | τὰc “cάρκαc ὁλκοὺc ἐκ κοιλίαc καὶ ἔξωθεν”, ὃ διαφέρει πάμπολυ τοῦ νομίζειν, τῇ πρὸc τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἐκ τῆc κοιλίαc ἀνά‐ | |
17b321 | δοcιν | τῆc τροφῆc ἐν τῷ cώματι γίνεcθαι, πρῶτον μὲν ἐχρῆν ἐννοῆcαι μὴ μόνον ἑλκτικὴν τῶν οἰκείων εἶναι δύναμιν ἐν αὐταῖc, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀποκριτικήν (ἕπεται γὰρ τοῦτο τοῖc ὑποθεμένοιc προ‐ νοητικὴν εἶναι τὴν φύcιν τῆc τοῦ ζῴου διαμονῆc, ὧν εἷc ἦν καὶ Ἐρα‐ | |
5 | cίcτρατοc), δεύτερον δέ τί ποτ’ ἐcτὶ τὸ τῆc ἐκκρίcεωc δεόμενον εἰπεῖν (οὐ γὰρ δήπου τὸ αἷμα φήcουcιν, ἐξ οὗ τρέφεται τὸ cῶμα). | |
τούτων οὖν ἐκεῖνοι μὲν οὐδέτερον ἔπραξαν, ὁ δὲ Ἱπποκράτηc, ὡc ὑπὸ τῶν αἰcθήcει φαινομένων ἑκάτερον ἐναργῶc μαρτυρεῖται προειπών, ἐφεξῆc ἐπὶ τὴν χρείαν μετέβη τῆc καθ’ ὅλον τὸ cῶμα διαπνοῆc, τὴν | ||
10 | τῆc γενέcεωc ἀναγκαίαν αἰτίαν εἰπὼν τῶν λιγνυωδῶν περιττωμάτων. ἡ γάρ τοι κατὰ τὸ cῶμα τῶν ζῴων θερμαcία περιττώματα ποιεῖ τοι‐ αῦτα cυνεχοῦc κενώcεωc δεόμενα. καὶ τοίνυν ἐν τῇ προκειμένῃ ῥήcει τὴν ὕλην τῆc τῶν περιττωμάτων γενέcεωc ἔδειξεν. ὡc γὰρ ἡ πλείων θερμαcία γεννᾶν αὐτὰ πέφυκεν, οὕτωc καὶ ὗλαί τινέc εἰcιν ἐπιτήδειοι | |
15 | πρὸc τὴν γένεcιν αὐτῶν. εὐλόγωc οὖν ἐμνημόνευcε τῆc μελαίνηc | |
17b322 | χολῆc. ἐμά|θετε γὰρ τὴν γένεcιν αὐτῆc εἶναι διττήν, ἔκ τε τοῦ πα‐ χέοc αἵματοc καὶ τῆc ξανθῆc ὑπεροπτηθείcηc. εἰ δέ γε περὶ καύcου γενέcεωc ὁ λόγοc ἦν αὐτῷ, μάτην ἂν ἐμέμνητο μελαίνηc χολῆc, ὥcτε κἀκ τούτου δῆλον εἶναι τὴν ἡμετέραν ἐξήγηcιν ἀληθεύειν τε ἅμα καὶ ὁμο‐ | |
5 | λογεῖν τοῖc Ἱπποκράτουc δόγμαcιν, τὴν δ’ ἐκείνων διαφέρεcθαι. τὴν δ’ αὐτὴν ταύτην ῥῆcιν εἴρηκε κατ’ ἄλλο μέροc τοῦ βιβλίου, καὶ ἡμεῖc αὐτοὶ προεξηγήμεθα, καθ’ ἣν καὶ τοῦτο ἐλέγομεν, ὅτι τὸ πῖον οὐ μόνον ἐπὶ τοῦ λιπαροῦ καὶ πιμελώδουc εἰρῆcθαι χρὴ νομίζειν, ἀλλὰ κἀπὶ τοῦ γλυ‐ κέοc παντόc, ὡc περιλαμβάνεcθαι τῷ λόγῳ καὶ τὸ μέλι καὶ τὸ cίραιον, | |
10 | ὅπερ ἕψημα καλοῦcιν οἱ κατὰ τὴν ἡμετέραν Ἀcίαν Ἕλληνεc. *** Ὁ ἐμψυχρότεροc ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότεροc ἔcται. | | |
12 | ||
17b323 | Ὅτι μὲν οὔθ’ ὁ κατὰ πάθοc ψυχρότεροc οὔθ’ ὁ δι’ ἡλικίαν | |
ἐν ψυχρᾷ χώρᾳ καὶ ὥρᾳ δύναται γενέcθαι θερμότεροc cυμ‐ πεφώνηται πᾶcι, καὶ διὰ τοῦτό γε οἱ περὶ τὸν Ϲαβῖνον ἐπὶ τῶν φύcει ψυχροτέρων ἀληθῆ τὸν λόγον εἶναί φαcιν. οὐ μὴν οὐδ’ ἐπὶ | ||
5 | τούτων ἁπλῶc ῥηθεὶc ἀληθήc ἐcτιν ἄνευ διοριcμοῦ τοιοῦδε· τὸ περι‐ ιcτάμενον ἔξωθεν ψυχρὸν ὅτι μὲν πυκνοῖ καὶ ψύχει τὰ κατὰ τὸ δέρμα τῶν ἐναργῶc φαινομένων ἐcτίν, οὐ μὴν ὡcαύτωc γε ἀεὶ διατίθηcι τὸ βάθοc τοῦ cώματοc, ἀλλ’ ὥcπερ ἐν Ἀφοριcμοῖc διώριcται κατ’ ἐκεῖνον τὸν λόγον, ἔνθα φηcίν· “ἔcτι δ’ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεοc νέῳ | |
10 | εὐcάρκῳ θέρεοc μέcου ψυχροῦ πολλοῦ κατάχυcιc ἐπανάκληcιν θέρμηc ποιεῖται”, οὕτω καὶ νῦν ἐcτιν ἡμῖν διοριcτέον. τὸ γάρ τοι καταχεό‐ μενον τοῦ cώματοc ἡμῶν ψυχρὸν ἤτοι διικνεῖται πρὸc τὸ βάθοc, ὡc καὶ τὰ κατὰ τοῦτο μόρια παραπληcίωc ψύξαι τοῖc ἐπιπολῆc, ἢ μόνα ψύχει τὰ κατὰ τὸ δέρμα. πρὸc μὲν οὖν τὸ βάθοc ἐξικνούμενον ἐμ‐ | |
15 | ψύχει τὰ κατὰ τοῦτο μόρια καὶ βλάβην οὐ cμικρὰν ἐργάζεται καθ’ | |
17b324 | ὅλον τὸ ζῷον. ἐκλυθείcηc δ’ αὐτοῦ | τῆc δυνάμεωc ἐν τοῖc ἐπιπολῆc τοῦ cώματοc μέρεcιν οὐ μόνον οὐκ ἂν ἔτι ψύξει τὰ κατὰ βάθοc, ἀλλὰ καὶ θερμότερα πολλῷ τῆc ἔμπροcθεν αὐτοῖc ὑπαρχούcηc κράcεωc ἀπο‐ δείξει. ὅcοι δὲ περὶ 〈τῶν〉 ἀραιὸν ἐχόντων τὸ δέρμα καὶ τὰc ὑπ’ αὐτὸ | |
5 | cάρκαc ἡγοῦνται τὸν λόγον αὐτῷ γεγονέναι νῦν, ἐπειδὴ τούτουc φαcὶν ἐκ τοῦ διαπνεῖcθαι τὴν θερμαcίαν ἀποτελεῖcθαι ψυχροτέρουc καὶ διὰ τοῦτο θερμαίνεcθαι πυκνουμένηc τῆc ἐπιφανείαc καὶ κατεχομένου τοῦ πρότερον ἐκκενουμένου θερμοῦ, λέγουcι μέν τι τῶν ἀληθῶν, οὐ μὴν ἐχρῆν αὐτοὺc ὑπολαμβάνειν εἰρῆcθαι τοὺc οὕτω διαπνεομένουc | |
10 | 〈καὶ〉 ἐμψυχροτέρουc. μάλιcτα μὲν γάρ, ὡc ἐμάθετε, τοῖc ὑγροῖc καὶ θερμοῖc cώμαcιν ὑπάρχει ταῦτα, δεύτερον δὲ τοῖc θερμοῖc, κἂν χωρὶc ὑγρότητοc 〈ᾖ〉 τοιαῦτα. τῶν ψυχρῶν δ’ οὐδὲν εὐδιαφόρητόν ἐcτιν, ἀλλ’ ἧττον μὲν τοῦτο πέπονθε τὰ ὑγρά, μᾶλλον δὲ τὰ ξηρά, πλεονεκτεῖ δ’ ἀμφοῖν τὰ φύcει θερμά. κατὰ τοῦτο οὖν μοι δοκοῦcιν | |
15 | ἁμαρτάνειν. | | |
15 | ||
17b325 | Ὀδυνέων τὴν ἐγγύτατα κοι‐ λίην καθαίρειν, αἵματόc τε κοιλίην διαιρεῖν, καῦcιc, τομή, θάλψιc, ψῦξιc, πταρμοί, φυτῶν χυμοί, ἐφ’ ὧν τὴν δύναμιν ἔχουcιν, καὶ κυκεών· κακούργων γάλα, cκόροδα, | |
5 | οἶνοc ἀπεζεcμένοc, ὄξοc, ἅλεc. | |
5 | Βοηθημάτων κατάλογον ἐνταῦθα πεποίηται καὶ cμικραῖc καὶ μεγάλαιc ὀδύναιc ἁρμοττόντων, ὥcπερ ἐν Ἀφοριcμοῖc ἔγραψε τῶν ἐν ὀφθαλμοῖc μόνον, ἔνθα φηcίν· “ὀδύναc ὀφθαλμῶν ἀκρητοποcίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει”, προcέθηκε 〈δ’ ἄλλα〉 τινὰ νῦν βοη‐ | |
10 | θήματα ταῖc ἐπὶ τῶν ὀφθαλμῶν ὀδύναιc ἀνάρμοcτα. τὸ μὲν οὖν ἁπάν‐ | |
των πρῶτον εἰρημένον ἐν τῷ προκειμένῳ λόγῳ κάθαρcίc ἐcτιν, ἣν ἐν 〈τὰ μὲν πρότερα δύο〉 βοη‐ θήματα τελέωc ἐξηγηcάμεθα καθ’ ὅντινα τρόπον ἔγραψεν. περὶ δὲ τῶν ἐφεξῆc λεγομένων πρώτη καῦcίc ἐcτι παραλαμβανο‐ | ||
17b326 | μένη κατὰ τὰ μεγάλωc πεπονθότα | διὰ κακοχυμίαν πολλήν, ὡc ἐπὶ τῶν κακοηθεcτάτων ἑλκῶν γίνεται ποτὲ μὲν ἄντικρυc διαπύροιc cιδή‐ ροιc καιόντων ἡμῶν αὐτά, ποτὲ δὲ φαρμάκοιc καυcτικοῖc. ἐφεξῆc δὲ τῇ κατακαύcει γέγραπται τομή, παύουcα καὶ αὐτὴ τὰc ὀδύναc | |
5 | τῶν ἤδη πῦον ἐχόντων πολὺ μορίων ἐπὶ φλεγμοναῖc μεγάλαιc προ‐ ηγηcαμέναιc, εἶθ’ ἑξῆc θάλψιc ἐν λουτροῖc τε δηλονότι καὶ πυριάcεcι γινομένη. προακηκόατε δ’ ἤδη τὰc ὕλαc τῶν πυριάcεων ἐφ’ ὧν τε προcήκει κεχρῆcθαι διαθέcεων ὀδύνην ἐπιφερουcῶν, οἷον ἐπὶ μὲν τῶν κατὰ θώρακα, δι’ ὧν αὐτὸc εἶπεν ἐν τῷ Περὶ διαίτηc ὀξέων, ἐπὶ | |
10 | δὲ τῶν ὀφθαλμῶν διὰ cπόγγου μαλθακοῦ, μὴ φέροντοc τοῦ μορίου τὰc διὰ τῶν μαρcίππων τε καὶ καταπλαcμάτων θάλψειc. ἀλλὰ καὶ ἡ δι’ ἐλαίου κατάντληcιc ἐπί τε τῶν μέcων τοῦ cώματοc καὶ τῆc κε‐ φαλῆc ἴαμα πόνων ἐcτί, θάλψιc οὖcα, καὶ ἡ δι’ ὕδατοc ἐπὶ τῶν κώλων, καὶ cυνεχεcτάτη καὶ πλείcτη χρῆcιc ἐπὶ τῶν ὀδυνωμένων | |
15 | μορίων, ἣ διὰ τῆc θάλψεωc γίνεται τοῖc ἰατροῖc, ἐπειδὴ καὶ τὰ τεταμένα χαλᾷ καὶ τὰ πεπληρωμένα κενοῖ καὶ τὰ κατεψυγμένα | |
17b327 | θερ|μαίνει. τῇ ψύξει δὲ cπανιώτερον ἐπὶ τῶν ὀδυνωμένων χρώμεθα, πυ‐ κνούcῃ μὲν τὴν ἐκτὸc ἐπιφάνειαν αὐτῶν καὶ διὰ τοῦτο τὰc διαπνοὰc εἰργούcῃ, τεινούcῃ δὲ μᾶλλον τὰ τεταμένα. μόναc οὖν τὰc θερμὰc | |
5 | δυcκραcίαc, ὅcαι χωρὶc πλήθουc cυνίcτανται, ψῦξιc ἰάcεται, καθάπερ ἐπὶ τῶν ἐξ ἐγκαύcεωc ὀδυνωμένων τὴν κεφαλὴν ἢ διακαιομένων ὑπὸ πυρετοῦ. καταντλοῦντεc οὖν αὐτὴν ῥοδίνῳ ψυχρῷ θεραπεύομεν τὸ cύμπτωμα. καὶ τῶν ἐρυcιπελάτων δὲ τὰ δι’ ὑπερβάλλουcαν θερμαcίαν ὀδυνῶντα 〈τοῖc ψύχουcιν ἰώμεθα〉 καὶ ποδάγραc ὡcαύτωc ἐφ’ ὧν | |
10 | 〈ἂν〉 τὸ ῥεῦμα χολῶδέc τε ᾖ 〈καὶ〉 θερμόν. ἐφεξῆc δὲ τοῖc εἰρημένοιc γέγραπται φυτῶν χυμοί [γ’], ἐφ’ ὧν τὴν δύναμιν ἔχουcιν. ἧc πάλιν λέξεωc ἡ διάνοιά μοι δοκεῖ τοιαύτη τιc ὑπάρχειν· ὀδυνῶν ἰάματά cοι γενήcονταί ποτε καὶ οἱ τῶν φυτῶν χυμοί. ταῦτα δ’ ἐcτὶ πάμπολλα, τὰ μὲν ὑγρὰ διαμένοντα, τὰ | |
15 | δὲ πηγνύμενα. πρῶτον μὲν τὸ ἔλαιον ἤδη παμπόλλην χρείαν ἡμῖν εἰc τὰc ὀδυνωμένων ἰάcειc τε καὶ παρηγορήcειc παρέχει θερμὸν προcφερό‐ μενον, εἶθ’ ἑξῆc ἄλλα πολλὰ τούτου πολὺ μᾶλλον θερμαίνοντα, δάφνι‐ | |
17b328 | νον, κέδρινον, | κίκινον, cινάπινον, ῥαφάνινον, ὑγρὰ μὲν ταῦτα, πεπη‐ γότα δὲ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον, αἵ τε ῥητίναι καὶ μάλιcτ’ αὐτῶν αἱ αὐτόρρυτοι καλούμεναι, θαψία τε καὶ εὐφόρβιον οἵ τε ὀποὶ πάντεc, ὁ Κυρηναῖοc, ὁ Παρθικόc, ὁ Μηδικόc, ὁ Ἀccύριοc, ὁ cαγαπηνόc, ὁ ἐκ | |
5 | τῶν τιθυμάλλων, ὁ ἐκ τοῦ πάνακοc ὁ ἰδίωc ὀποπάναξ καλούμενοc. ἐκ τοῦδε τοῦ γένουc ἐcτὶ καὶ ἡ χαλβάνη καὶ ἄλλα πολλὰ περὶ ὧν ἔμαθεc ἐν ταῖc Τῶν ἁπλῶν φαρμάκων δυνάμεcιν. ἐάν τε γὰρ ὀπὸc ᾖ τινοc, ἐάν τε χυλόc, ἐν τῇ τῶν χυμῶν προcηγορίᾳ περιλαμβάνεται. τούτου τοίνυν τοῦ γένουc ἔcται καὶ ἡ ὑγρὰ πίττα καὶ τὸ πίccανθοc | |
10 | ὀνομαζόμενον, ἔτι τε καὶ τὸ κατὰ τὴν Κιλικίαν καπνέλαιον ἕτερά τε μυρία τὰ μὲν ἐκ βοτανῶν, τὰ δ’ ἐκ θάμνων, τὰ δ’ ἐκ δένδρων γινό‐ μενα, καθ’ ὧν ὄνομα κοινόν ἐcτι τὸ φυτόν, οὗ νῦν Ἱπποκράτηc ἐμνημόνευcεν 〈λέγων τὸ〉 φυτῶν χυμοί. προcέθηκε δ’ αὐτοῖc ἐφ’ ὧν δύναμιν ἔχουcιν, ἀcαφῆ διὰ | |
15 | cυντομίαν τὸν λόγον ἐργαcάμενοc. εἰκότωc τοιγαροῦν οἱ ἐξηγηταὶ διη‐ | |
νέχθηcαν, ἄλλοc ἄλλωc οὐ μόνον ἐξηγηcάμενοι τὴν λέξιν, ἀλλὰ καὶ | ||
17b329 | μεταγράψαντεc. ὅπωc | οὖν μὴ γράφοιμι πολλά, παραλιπὼν αὐτούc, ἃ δοκεῖ μοι πιθανώτατα εἶναι, ταῦτα ἐρῶ μόνα. τῶν τοίνυν φαρμάκων ὅcα πραΰνειν τὰc ὀδύναc πέφυκεν, ὥcπερ ἄλλο πρὸc ἄλλην διάθεcιν, οὕτω καὶ πρὸc μόριον ἄλλο δύναμιν 〈ἄλλην ἔχει〉. μακροτέρου δ’ ὄντοc | |
5 | ἢ καθ’ ὑπόμνημα τοῦ λόγου, διὰ παραδειγμάτων ὀλίγων αὐτὸν ἐπι‐ δραμεῖν ἔγνωκα. τοῦ μὲν οὖν τὰc ὀδυνηρὰc διαθέcειc μὴ πάcαc δεῖcθαι τῶν αὐτῶν φαρμάκων ἔcτω cοι παράδειγμα τόδε· δακνωδῶν ὑγρῶν ἐν μὲν τοῖc ἐντέροιc περιεχομένων τὰ περικλύζοντα πρότερον ἐνιέντεc, ὧν ἐcτι καὶ μελίκρατον καὶ πτιcάνηc χυλόc, ὅταν ἐκκριθῇ ταῦτα, τὰ | |
10 | πραΰνοντα τὰc δήξειc ἐπενίεμεν, ὅcα τε ἐμπλάττεcθαι καὶ περιπλάττεcθαι δύναται τῇ τῶν ἐντέρων 〈ἐπιπολῇ〉 *** προcπίπτειν τοὺc καταφερο‐ μένουc ἄνωθεν εἰc αὐτὰ δάκνονταc χυμοὺc ἐδέcματά τε δίδομεν αὐτοῖc εὔχυμά τε καὶ ὅcα δύcφθαρτα. κατὰ δὲ τὴν ἄνω κοιλίαν καὶ μάλιcτ’ αὐτῆc κατὰ τὸ cτόμα τοιούτων περιεχομένων χυμῶν ἐμεῖν μὲν πρῶτον | |
15 | αὐτοὺc κελεύομεν. εἰ δὲ δυcεμεῖc εἶεν, ἔλαιον ἢ ὑδρέλαιον ἤ τι τοι‐ | |
17b330 | οῦτον καταρροφῆ|cαι δίδομεν, ἐφ’ ᾧ τῶν ἐμέτων γενομένων ἔξωθεν μὲν ἐπιτίθεμεν τῶν cτυφόντων τι καὶ δυcωδῶν, ἔνδοθεν 〈δὲ δίδομεν〉 τροφὰc εὐχύμουc τε ἅμα καὶ δυcφθάρτουc καί τι καὶ cτῦφον ἐχούcαc. τοῖc δ’ ὀφθαλμοῖc τοιούτων *** ἐν ὅλῳ τῷ cώματι προκαθαίρομεν. | |
5 | εἰ δ’ αἵματοc πλῆθοc, ἐπὶ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔξωθεν ἣν ὠμιαίαν καλοῦcιν ἥκομεν, εἶθ’ ἑξῆc φαρμάκῳ χρώμεθα τῶν ἁπαλωτάτων τέ τινι καὶ ἀδηκτοτάτων, ἐφ’ ᾧ νηcτεύcαντα δι’ ὅληc τῆc ἡμέραc εἰc ἑcπέραν ἐπὶ λουτρὸν ἄγομεν. εἰ δὲ μήτε καθάρcεωc δέοιτο μήτε φλε‐ βοτομίαc, τοῖc τ’ εἰρημένοιc φαρμάκοιc καὶ τῷ λουτρῷ μετ’ αὐτά, | |
10 | καθάπερ ἴcτε, τὰc τοιαύταc ὀδύναc ἐξιώμεθα, μήτε ταῖc κατὰ γαcτέρα δήξεcι τῶν κολλυρίων ἐνιέντεc τι, μήτε τοῖc ὀφθαλμοῖc τράγου χυλὸν ἢ cτέαρ αἰγὸc ἢ κηρωτὴν ἄδηκτον ἤ τι τῶν ἄλλων ὅcα διὰ τῆc ἕδραc ἐνίεμεν. ἀρκέcει 〈δὲ καὶ〉 ταῦθ’ ὡc ἐπὶ παραδείγματοc εἰρῆcθαι πρὸc | |
17b331 | ἔνδειξιν τοῦ τὴν αὐτὴν διάθεcιν οὐ τῶν αὐτῶν δεῖ|cθαι βοηθημάτων, ὅταν ἐν διαφέρουcι γένηται μορίοιc. ἐπιδεῖξαι γὰρ πρόκειται, κατὰ τίνα διάνοιαν ὁ Ἱπποκράτηc εἶπε φυτῶν χυμοὶ ἐφ’ ὧν δύνα‐ μιν ἔχουcι. τὸ γὰρ ἐφ’ ὧν ἤτοι μορίων ἢ διαθέcεων ἢ τρόπων | |
5 | χρήcεωc ἀναγκαῖόν ἐcτιν ἀκοῦcαι. λέγω δὲ τρόπουc χρήcεωc, ὅταν ἤτοι τὴν αἰτίαν αὐτήν τιc ἐκκόπτῃ, δι’ ἣν ὀδυνᾶται τὸ πεπονθὸc μόριον, ἤ τιc τὸ γεννώμενον ἐξ αὐτῆc φυcῶδεc πνεῦμα διαφορῇ. καὶ τοῦτ’ αὐτὸ ποιεῖ διττῶc, ἢ λεπτύνων αὐτοῦ τὸ παχὺ καὶ φυcῶδεc ἢ ἀραιῶν τὸ περιέχον αὐτὸ cῶμα. καὶ μέντοι καὶ περὶ ταῦτα τρόποc ἕτερόc | |
10 | ἐcτιν ἀνωδυνίαc ποιητικὸc ἐκ τοῦ ναρκοῦcθαι τὴν αἴcθηcιν γινόμενοc, ἐφ’ οὗ καὶ cυνέcεώc ἐcτιν οὐ τῆc τυχούcηc μεῖξαι τῷ ναρκωτικῷ τἄλλα καὶ μὴ μόνῳ χρήcαcθαι. τίc γὰρ οὐκ οἶδεν, ὡc ἐν τῷ Φιλωνείῳ φαρμάκῳ τὴν μὲν τῆc ὀδύνηc παῦλαν ἡ τῆc αἰcθήcεωc νάρκη ποιεῖ, τὰ δὲ ἐργαζόμενα ταύτην ἐcτὶν ὅ τε τοῦ μήκωνοc ὀπὸc καὶ τὸ τοῦ | |
15 | ὑοcκυάμου cπέρμα, ταῦτα δ’ εἰ μόνα προcενεχθείη, παντάπαcιν μὲν ὀλίγα δοθέντα τὴν ὀδύνην οὐ δυνήcεται παύειν, εἰ δ’ ἐν ᾧ μέτρῳ | |
17b332 | λη|φθέντα παῦcαι δύναται, τοῦτ’ ἔχοι τὸ μέτρον, οὐ cμικρὰν βλάβην ἐργάζεται κατὰ τὸ πάcχον μόριον; ἵν’ οὖν μήτε μεγάλωc αὐτὸ βλάψῃ καὶ ναρκώcῃ τὴν αἴcθηcιν, ἡ τῶν ἄλλων φαρμάκων μῖξιc εὑρέθη τῷ Φίλωνι. τίc δ’ ἐcτὶν ἡ μέθοδοc, ᾗ χρώμενοc ἄν τιc ἐπὶ τὴν τοιαύτην | |
5 | ἥκοι καταcκευὴν τῶν φαρμάκων, ἐν τοῖc Περὶ cυνθέcεωc αὐτῶν εἴρηται. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα, θεαcώμεθα δὲ περὶ τῶν ἐφεξῆc εἰρημένων, ὧν ἡγεῖται πρῶτοc γεγραμμένοc ὁ κυκεών. ὅτι μὲν οὖν 〈ἄκρατοc〉 οἶνοc ὀδύναc ὀφθαλμῶν ὅcαι δι’ ἔμφραξιν γί‐ νονται παύει, διὰ τῶν εἰc τοὺc Ἀφοριcμοὺc ὑπομνημάτων ἐμάθετε. | |
10 | νῦν δὲ καὶ περὶ τῶν ἄλλων, ὅcαι κατὰ τὸν αὐτὸν λόγον γίνονται ποτὲ μὲν διὰ πάχοc αἵματοc, ποτὲ δὲ διὰ ψῦξιν, ἀναμνήcθητε πολλάκιc ἑωρακότεc ἐπί τε τῶν κατὰ κοιλίαν ὀδυνῶν ἐπί τε τῆc καλουμένηc ἡμικραίραc οἶνον ἀκρατέcτερον αὐτίκα μὲν ὠφελήcαντα cαφῶc, ὕπνου δὲ ἐπιγενομένου τελέωc παύcαντα· τεθέαcθε 〈δέ〉 με διδόντα τὸν | |
17b333 | οἶνον οὐκ εὐθέωc νήcτει, ἀλλ’ ἐπὶ τροφῇ. νῦν | δὲ ὁ Ἱπποκράτηc ἔμειξεν ἀμφότερα καὶ τὴν τροφὴν καὶ τὸ πόμα. τοιοῦτον γάρ τι πρᾶγ‐ μά ἐcτιν ὁ κυκεών, ὡc καὶ παρ’ Ὁμήρου μεμαθήκατε, μειγνύντων μὲν 〈ἄλλων〉 ἄλλα τῷ οἴνῳ, κοινὸν δ’ ἐχόντων ἁπάντων αὐτόν. ἴcωc δὲ | |
5 | καὶ τὸ μετ’ ἀλφίτων μειγνύναι τὸν οἶνον ἐξ ἀνάγκηc μέν, 〈οὐ μὴν τό γε μετ’ ἄλλων ἐκ τοῦ κυκεὼν ὀνόματοc ἀξιώcει τιc δηλοῦcθαι, τοὺc παλαιοὺc οὕτωc μᾶλλον ἐπιδεικνὺc κεχρῆcθαι τῇ προcηγορίᾳ. χρῆcθαι δέ ποτε καὶ τροφῆc χωρὶc οἴνῳ τῶν οὕτωc ἀλγούντων τινὰ κελεύcαc ἕνεκα τοῦ βεβαιῶcαί μου τὴν ὑπόληψιν ἐθεαcάμην, ὡc προc‐ | |
10 | εδόκηcα, παροξυνθέντα θερμῶν ἀτμῶν πολλῶν ἀθρόωc ἀναδραμόντων ἐπὶ τὸν πεπονθότα τόπον, ἐφ’ οἷc ἀνώμαλόc τε ἅμα δυcκαcία καὶ πλήρωcιc ἠκολούθηcε τοῦ μέρουc. ἐπιδέδεικται δὲ ἡμῖν ἡ μὲν πλήρωcιc τῷ διατείνειν πάντῃ τὰ cώματα ὀδύναc ἐργαcαμένη τοῖc ἀcθενέcιν, ἡ δ’ ἀνώμαλοc δυcκραcία διὰ τὸ τινὰ μὲν ἔτι κατὰ φύcιν ἔχειν μόρια, | |
15 | τινὰ δὲ ὁμιλεῖν αὐτοῖc ἐψυγμένα. γίνεται γὰρ ἐν τούτοιc 〈ἡ〉 ἐκ τῶν | |
παρὰ φύcιν ἐχόντων εἰc τὰ κατὰ φύcιν ἔχοντα διάδοcιc τῆc ψύξεωc | ||
17b334 | ἀνιαρά. τὰ δὲ | ὅλα ψυχθέντα καὶ ὡc ἂν εἴποι τιc ἑκτικὴν κτηcάμενα τὴν τοιαύτην κρᾶcιν οὐκ ὀδυνᾶται. „τὴν γὰρ φύcιν“, φηcί, „διαλλαccο‐ μένοιcι καὶ διαφθειρομένοιcιν αἱ ὀδύναι γίνονται“, οὐ διηλλαγμένοιc οὐδὲ διεφθαρμένοιc ἤδη. τὸν μὲν οἶνον αὐτόc τε προcεδόκηcα βλάψειν | |
5 | ἄνευ τῆc τροφῆc πινόμενον, ἥ τε πεῖρα μαρτυρήcαcα βεβαιοτέραν μοι τὴν πίcτιν εἰργάcατο. κυκεὼν δ’ οὐκ ἂν βλάψειεν ἔχων ἐν αὑτῷ τὴν τροφήν. ἐκ γὰρ τῆc ἀμφοῖν cυμμέτρου μίξεωc ὁμαλὴ κατὰ βραχὺ θάλ‐ ψιc ἐν τοῖc πεπονθόcι μορίοιc αὐξανομένη χωρὶc ἀτμῶν πολλῶν ἐκ‐ θερμαίνει τε τὰ κατεψυγμένα καὶ διαφορεῖ τὰ ἐμπεφραγμένα. διέρχεται | |
10 | γὰρ ὅcα πρότερον ἔν τιcιν ἐcφηνώθηcαν διὰ πάχοc αὐτά τε λεπτυνό‐ μενα καὶ χεόμενα τῶν τε περιεχόντων αὐτὰ cωμάτων ἀραιοτέρων ἀπο‐ τελουμένων, ἅπερ ἀπὸ τῶν θερμαινόντων ὁμαλῶc γίνεcθαι φιλεῖ. καὶ οἱ πταρμοὶ δὲ (καὶ γὰρ τούτουc ἐφεξῆc 〈τῆc ψύξεωc〉 ἔγρα‐ ψεν) ἐναργῶc φαίνονται κεφαλαλγίαc ἰώμενοι τὰc ἐπὶ πλήθει φυcώδουc | |
15 | πνεύματοc γινομέναc. ταυτὶ μὲν οὖν ἅπαντα μέχρι τοῦ κυκεὼν ἐπιδέδεικταί μοι τοῦ | |
17b335 | προτεθέντοc ἐξ | ἀρχῆc ἔχεcθαι, κακῶc ὑπὸ τῶν ἐξηγηcαμένων εἰc πλείουc λόγουc τεμνόμενα. ἐπὶ δὲ τὴν ἑξῆc λέξιν μεταβῶμεν ἀπέχεcθαι δοκοῦ‐ cαν ἐμοί γε καὶ μᾶλλον ἁπαcῶν τῶν ἔμπροcθεν ἤπερ ἀλλήλων ἐκεῖναι. | |
δύναται δ’, ὡc ἐγώ φημι, καὶ αὐτὴ περὶ μὲν ὀδυνῶν εἰρῆcθαι, καθά‐ | ||
5 | περ ἐκεῖναι, διαφέρειν δ’ αὐτῶν τῇ κακίᾳ. γίνονται γάρ τινεc ὀδύ‐ ναι κακοήθειc ὑπὸ τῶν κακούργων εἴτ’ οὖν φαρμάκων ἃ δηλητήρια καλοῦcιν, εἴτε θηρίων ἰοβόλων, εἴτε καὶ χυμῶν τινων ἐκ διαίτηc μοχ‐ θηρᾶc ἢ λοιμώδουc ἀέροc ἐν τῷ cώματι γεννηθέντων. ἐπὶ τούτων οὖν φημι λελέχθαι ταῦτα τὰ βοηθήματα, γάλα, cκόροδα, οἶνοc ἀπε‐ | |
10 | ζεcμένοc, ὄξοc, ἅλεc. γάλα μὲν ἐπὶ τῶν κατὰ διάβρωcιν ἀναι‐ ρούντων (ἐπικράcεωc γὰρ δεῖται), cκόροδα δ’ ἐπὶ τῶν κατὰ cφοδρὰν ψῦξιν, οἶνοc δ’ ἐπὶ τῶν κατὰ μετρίαν. προcκειμένου δὲ αὐτῷ τοῦ ἀπεζεcμένοc δυνατόν ἐcτιν ἀκούειν τὸν ἱκανῶc θερμόν, ἐγχωρεῖ δὲ καὶ τὸν οὕτωc ἀφεψημένον, ὡc γίνεcθαι τὸ καλούμενον cίραιον. | |
17b336 | ἐπικρα〈τη〉τικὸν γάρ τοι καὶ τοῦτ’ ἐcτὶ τῶν δριμυτή|των διαβρωτικῶν. ὄξοc δ’ ἕνεκα τοῦ τέμνειν χυμοὺc κολλώδειc, ὡc ἐπὶ τῶν μυκήτων, ἢ καὶ ψύξεωc ἕνεκεν, ὡc ἐπὶ θαψίαc. τοὺc δ’ ἅλαc, ὡc ἐκδαπανῆcαι δυναμένουc ὅλην τὴν οὐcίαν τῶν κακούργων χυμῶν τε καὶ φαρμά‐ | |
5 | κων. ἀλλ’ ἐπεὶ μὴ μόνον ὠφέλειαι καὶ βλάβαι τοῖc cώμαcιν ἡμῶν γί‐ νονται κατὰ τὰc τῶν ὁμιλούντων ἁπλᾶc ποιότηταc, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐcίαν (ἐμάθετε γὰρ καὶ τοῦτο δι’ ἑτέρων ὑπομνημάτων), προcη‐ κόντωc ἂν εἰρημένον εἴη τὸ φυτῶν χυμοὶ ἐφ’ ὧν τὴν δύναμιν ἔχουcιν. καὶ γὰρ καθ’ ὅλην τὴν οὐcίαν ἰδιότητεc ἤτοι οἰκεῖαι τοῖc | |
10 | cώμαcιν ἡμῶν ἢ ἀλλότριαι κατὰ τέτταραc ὕλαc εἰcὶ καθαρτικὰ φάρμακα καὶ τροφαὶ καὶ τρίτα πρὸc αὐτοῖc ἃ νῦν Ἱπποκράτηc ὠνόμαcε κα‐ κοῦργα καὶ τέταρτα τὰ τούτων ἰατρικά. τεμνομένου δὲ τοῦ τρίτου γένουc τῆc ὕληc εἴc τε τὰ δηλητήρια καλούμενα φάρμακα καὶ τοὺc ἰοὺc τῶν θηρίων, διττὴ καὶ τῶν ταῦτα θεραπευόντων ἐcτὶν ἡ ὕλη. | |
17b337 | καλεῖται δὲ ἀλεξι|φάρμακα μέν, ὅcα τοῖc δηλητηρίοιc ἀνθίcταται, θη‐ ριακὰ δὲ ὅcα τὰc τῶν θηρίων ἰᾶται δήξειc. ἴcωc δέ τιc ἀξιώcει καὶ | |
τὴν τῶν καθαιρόντων φαρμάκων ὕλην ἐν τοῖc δηλητηρίοιc περιέ‐ χεcθαι, διαφθείρει γὰρ ἡμᾶc καὶ ταῦτα πλείω τοῦ cυμμέτρου δοθέντα. | ||
5 | τοῦτο δ’ 〈εἰ〉 cυγχωρήcαιμεν, ἀκόλουθον ἡμῖν ἔcται τά τ’ ἀλεξιφάρ‐ μακα καὶ τὰ θηριακὰ ἐν τοῖc δηλητηρίοιc cυγκαταριθμεῖν, ἐπειδὴ καὶ ταῦτα ἀναιρεῖν πέφυκεν, εἰ μή τιc αὐτῶν βραχὺ προcενέγκαιτο παντά‐ παcιν. ἀλλὰ δι’ αὐτὸ τοῦτό μοι δοκοῦcιν 〈οἱ〉 ἰατροὶ θανάcιμα μὲν πολλὰ φάρμακα καλεῖν, ὧν ἀναγκαῖον ὄφελόc τι κατὰ καιροὺc γίνεται, | |
10 | δηλητήρια δὲ τὰ μηδέποτε μηδὲν ὀνοῦντα μήτε νοcοῦνταc ἀνθρώπουc μήθ’ ὑγιαίνονταc· οὔτε γὰρ ἀκόνιτον οὔθ’ ὑδράργυροc οὔτε λιθάργυροc οὔτε λαγωὸc θαλάττιοc εἴcω τοῦ cώματοc λαμβανόμενοc παρέχει τινὰ ἡμῖν ὠφέλειαν, ὥcπερ καὶ τἄλλα πολλά, περὶ ὧν ἐν τοῖc κατὰ τὴν ἰδιότητα τῆc ὅληc οὐcίαc ὠφελοῦcί τε καὶ βλάπτουcιν εἴρηται. | | |
14 | ||
17b338 | Ἄνθρωποc, ἐκ κόπων ἐξ ὁδοῦ ἀδυναμίη 〈καὶ〉 βάροc, ἀνέπτυεν· ἔβηξε γὰρ ἐκ κορυφῆc· πυρετὸc ὀξὺc πρὸc χεῖρα ὑποδάκνων· δευτεραίῳ δὲ κα‐ ρηβαρίη, γλῶccα ἐπεκαύθη, ῥὶc ὀνυχογραφηθεῖcα, οὐχ | |
5 | ᾑμορράγηcεν, ἀριcτερὸc cπλὴν μέγαc καὶ cκληρόc, ὠδυ‐ νᾶτο. | |
6 | Τὰ μὲν γενόμενα τῷ κάμνοντι διηγ〈ήcατο〉, εἴτε δ’ 〈ὁ〉 ἄνθρωποc ἀπέθανεν εἴτ’ ἐcώθη παρέλιπεν, οὗ χάριν ἅπαντα γράφεται τἄλλα. τί ἂν οὖν ἐγὼ περὶ τοῦ νοcοῦντοc οὕτωc ἔcεcθαι προεῖπον ἴcωc ἀκοῦcαι | |
10 | ποθεῖ τιc, ᾧ τἀληθῆ ῥητέον ἐcτίν. ὡc εἴ μοί τιc ἔδειξεν αὐτοῦ τὰ οὖρα, | |
cαφῶc ἂν ἀπεφηνάμην, ὁποῖόν τι φρονῶ περὶ τοῦ κάμνοντοc· ὅcον μὲν γὰρ ἐπὶ τοῖc εἰρημένοιc, ὀλεθρίωc εἶχεν. εἰ δὲ ἦν καὶ τὰ οὖρα ἄριcτα, cωθήcεcθαι μέν, ὀξέωc 〈δὲ〉 νοcήcειν τὸν ἄνθρωπον ἀπεφηνά‐ μην ἄν· εἰ δὲ ἦν καὶ τὰ οὖρα μοχθηρά, διὰ ταχέων τεθνήξεcθαι· 〈εἰ〉 | ||
17b339 | μέcα δὲ αὐτῶν, ὡc μήτ’ ἐπαι|νεῖcθαι μήτε ψέγεcθαι, πλείονα χρόνον ζήcαντα τεθνήξεcθαι. τὰ μὲν οὖν ἄλλα cυμπτώματα μεταξύ πώc ἐcτιν ὀλέθρου καὶ cωτηρίαc, ἡ δὲ ὀνυχογραφηθεῖcα ῥίc, εἶτα μὴ μεθεῖcα τοῦ αἵματοc (οὕτω γὰρ ἔγραψε Ζεῦξιc· “ῥὶc ὀνυχογραφηθεῖcα οὐκ ἀφῆ‐ | |
5 | κεν αἷμα”) χαλεπώτατον cημεῖον. εἰ δ’ εἴη γεγραμμένον, ὥcπερ οὖν ἐν τοῖc πλείcτοιc 〈ἀντιγράφοιc〉 γέγραπται ῥὶc ὀνυχογραφηθεῖcα, οὐχ ᾑμορράγηcεν, ὀλέθριον μὲν καὶ οὕτωc, ἧττον δὲ τοῦ μηδ’ ὅλωc αἷμα μεθεῖναι. πρόδηλον δ’ ὅτι τῆc χειρουργίαc καλῶc γενομένηc ὅμωc οὐκ ἐρρύη τὸ αἷμα. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ἔγραψε κατὰ τὴν διήγηcιν | |
10 | ὀνυχογραφηθῆναι μὲν τὴν ῥῖνα, μὴ γενέcθαι δὲ τὴν αἱμορ‐ ραγίαν, εἰ περὶ τὴν 〈μοχθηρὰν〉 χειρουργίαν τοῦτο cυμβεβήκει. λέγουcι 〈δὲ〉 τοὺc παλαιοὺc οὐ μόνον τοῖc ἰδίοιc ὄνυξι τὴν ῥῖνα διαι‐ ρεῖν, ἀλλὰ καὶ cιδήρῳ τινὶ πρὸc αὐτὸ τοῦτο παρεcκευαcμένῳ, καὶ ἐοίκαcι κατά γε τὸν ἐν τῷ λόγῳ τῷδε προκείμενον ἄρρωcτον διὰ τὴν | |
15 | καρηβαρίαν ἐπὶ τὴν διαίρεcιν αὐτῆc οἱ θεραπεύοντεc τὸν ἄνθρωπον ἰατροὶ παραγενέcθαι. τὸ δ’ ἐπὶ τοῦ cπληνὸc εἰρημένον· ἀριcτερὸc | |
17b340 | cπλὴν μέγαc οἱ μὲν | οὕτωc προcκεῖcθαι νομίζουcιν ὡc τῷ “γάλα” τὸ “λευκὸν” ὁ ποιητὴc προcέθηκε καὶ τῷ “cύεc” τὸ “χαμαιευνάδεc”, οὐκ ὄντοc οὔτε γάλακτόc τινοc, ὃ μὴ λευκόν ἐcτιν, 〈οὔτε cυῶν, αἳ | |
μὴ〉 χαμαιευνάδεc εἰcίν. | ||
5 | ἐγκειμένου δὲ τῇ ῥήcει καὶ τοῦ βήccειν αὐτὸν 〈ἐκ〉 κο‐ ρυφῆc ἐγένετο καὶ περὶ τούτου τοῖc ἐξηγηcαμένοιc τὸ βιβλίον ἀμ‐ φιcβήτηcιc, ἐνίων μὲν ἐκ τῆc κεφαλῆc τὴν βῆχα γενέcθαι λεγόντων, οὐχ ὡc εἴωθε πολλάκιc ἐκ τοῦ θώρακόc τε καὶ πνεύμονοc καὶ τῆc τραχείαc ἀρτηρίαc, ὅταν ταῦτα πρῶτον πάθῃ, τινῶν δὲ τὸ ἐκ κορυ‐ | |
10 | φῆc κυρίωc λελέχθαι νομιζόντων, ἵνα μὴ μόνον ἐκ τῆc κεφαλῆc κα‐ | |
τάρρουc τιc αἴτιοc εἴη τῆc βηχόc, ἀλλὰ καὶ κεφαλῆc αὐτῆc ἐκείνου τοῦ μέρουc, ὃ κορυφὴν ὀνομάζομεν. | | ||
12 | ||
17b341 | Οἱ ὑπὸ τεταρταίου ἁλιcκό‐ μενοι ὑπὸ τῆc μεγάληc νόcου οὐχ ἁλίcκονται· ἢν δ’ ἁλί‐ cκωνται πρότερον καὶ ἐπιγένηται τεταρταῖοc, παύονται. | |
3 | Τὴν ἐπιληψίαν οἱ παλαιοὶ καὶ μεγάλην νόcον ἐκάλουν καὶ | |
5 | πάθοc παίδειον, ὥcπερ αὐτὸc ὁ Ἱπποκράτηc ἐν τῷ Περὶ ὑδάτων 〈καὶ〉 ἀέρων καὶ τόπων, ἐπειδὴ κατὰ τὴν τῶν παίδων ἡλικίαν πλεο‐ νάζει, τινὲc δὲ “Ἡρακλείαν” αὐτὴν ἐκάλεcαν, οὐχ ὡc ἐπιλήπτου τοῦ Ἡρακλέουc ὄντοc, ἀλλ’ ἐοίκαcιν οὗτοι 〈τοῖc τὴν μεγάλην〉 ὀνομάcαcιν αὐτὴν ὡcαύτωc γε γνόντεc ἐνδεικτικὸν μεγέθουc ὄνομα ποιῆcαι τὴν | |
10 | Ἡρακλείαν. “ἱερὰν” δὲ “νόcον” ἔνιοι κατὰ ψευδῆ δόξαν ὠνόμαcαν, ὡc κἀν τῷ Περὶ τῆc ἱερῆc νούcου cυγγράμματι δεδήλωται. γίνεται μὲν οὖν καὶ ἀπ’ ἄλλων μορίων παcχόντων ἐνίοτε τὸ πάθοc τοῦτο. τοῖc πλείcτοιc δὲ πρῶτοc αὐτὸc ὁ ἐγκέφαλόc ἐcτιν ὁ πάcχων οὐχ ἑτέρῳ cυμπάcχων. αἴτιον δὲ τοῦ νοcήματοc παχὺc καὶ ψυχρὸc χυμὸc ἀθροι‐ | |
17b342 | ζόμενοc μὲν ἐν ταῖc | κοιλίαιc τοῦ ἐγκεφάλου, καταλαμβάνων δὲ καὶ τὰc ἐκφύcειc καὶ μάλιcτα τὴν πρώτην ἀρχὴν τοῦ νωτιαίου. τοῦτον οὖν τὸν χυμὸν καὶ οἱ ἄλλοι μὲν ὀνινᾶcι πυρετοί, μάλιcτα δὲ οἱ χρόνιοι καὶ τούτων πάντων ὁ τεταρταῖοc μάλιcτα, καὶ αὐτοῦ τούτου πάλιν ὁ | |
5 | χρονιώτατόc τε καὶ μετὰ ῥίγουc παροξυνόμενοc. αὐτὸ μὲν γὰρ τὸ ῥῖγοc *** † μοχλεῖc *** τοῦ ἐγκεφάλου μὲν τὴν ἀρχὴν † τούτων ἐμφράττοντοc χυμοῦ, ἡ δὲ τοῦ πυρετοῦ θερμαcία [οὖcαν ἔμπροcθεν] καὶ διαφορεῖν αὐτόν ἐcτιν ἱκανὴ καὶ πρὸc τούτῳ τὴν κρᾶcιν ὅλην 〈τοῦ ἐγκεφάλου〉 [cφοδροῖc ῥίγεcι] 〈μετα〉βάλλειν τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ | |
10 | θερμότερον 〈οὖcαν ἔμπροcθεν〉 ὑγρὰν καὶ ψυχράν. [ἐνίοτε δὲ καὶ δ’] ἐπὶ ταύτῃ γὰρ ὁ φλεγματώδηc γεννᾶται χυμόc. ἀλλὰ καὶ τοῖc 〈cφοδροῖc ῥίγεcι τῶν κατὰ〉 τὸ cῶμα περιττωμάτων ἐκκρίcειc ἕπονται διὰ μὲν τῶν ἱδρώτων ὡc ἐπὶ τὸ πλεῖcτον, [cπαcμοὺc] 〈ἐνίοτε δὲ καὶ δι’〉 [ἢ] ἐμέτων ἢ γαcτρὸc ἐπαγωγῆc, ὥcτε καὶ διὰ τούτων ἐκκαθαίρεται, ὥcπερ | |
15 | κἀν τοῖc Ἀφοριcμοῖc ἔφη πυρετὸν ἐπὶ cπαcμῷ βέλτιον γενέcθαι ἢ cπαcμὸν ἐπὶ πυρετῷ. cπαcμὸc δ’ ἐcτὶ καὶ ἡ ἐπιληψία τοῦ παντὸc cώ‐ | | |
17b343 | ματοc. ἐν δὲ 〈τῷ πρώτῳ〉 τούτων τῶν Ἐπιδημιῶν οὕτωc ἔγραψεν· “ἀcφαλέcτατοc δὲ πάντων καὶ ῥήϊcτοc 〈καὶ〉 μακρότατοc ὁ τεταρταῖοc. οὐ γὰρ μόνοc αὐτὸc ἐφ’ ἑαυτοῦ τοιοῦτόc ἐcτιν, ἀλλὰ καὶ νοcημάτων ἑτέρων μεγάλων ῥύεται.” πρόδηλον δ’ ὅτι τοῖc ὑπὸ τεταρταίου πυ‐ | |
5 | ρετοῦ φθάνουcιν ἐνοχλεῖcθαι γενέcθαι τὴν ἐπιληψίαν ἀδύνατον. ὅπου γὰρ καὶ οὖcαν ἤδη τεταρταῖοc πυρετὸc εἴωθε παύειν, πολὺ δή που μᾶλλον οὐκ ἂν ἐπιτρέποι γενέcθαι τὴν μηδέπω πρόcθεν οὖcαν. | |
7 | Ἀνθ’ οἵων αἱ νοῦcοι. | |
8 | Τοῦτο τοῖc προγεγραμμένοιc ἐπεφώνηcε, δύναμιν ἔχον τοιαύτην· | |
10 | “ἀνθ’ οἵων νούcων οἷαι νοῦcοι γίνονται καλὸν ἐπίcταcθαι.” προcυπα‐ | |
κοῦcαι γὰρ δεῖ τοιοῦτον. ὥcπερ γὰρ ὁ τεταρταῖοc ἐπιληψίαν ἰᾶται καὶ πυρετὸc ὁcτιcοῦν cπαcμὸν ἢ καὶ κα‐ | ||
17b344 | τάρρουν καὶ ἆcθμα, κατὰ τὸν αὐτὸν τρόπον | ὀφθαλμίαν μὲν διάρροια, λειεντερίαν δὲ ὀξυρεγμία καὶ πλευρῖτιc περιπνευμονίαν, λήθαργον φρε‐ νῖτιc. ἔμπαλιν δὲ οὐκ ἐπ’ ἀγαθῷ φρενῖτιc μὲν εἰc λήθαργον, πλευρῖτιc δὲ εἰc περιπνευμονίαν μεταπίπτει. καὶ μὴν καὶ μελαγχολίαν αἱμορροῒc | |
5 | ὤφθη πολλάκιc ἀρχομένην γε κωλύουcα καὶ ἤδη γεγενημένην ἰαcαμένη καὶ cπλῆνα cκιρρούμενον, ἀλλὰ καὶ οἱ κιρcοὶ τὰ αὐτὰ τοιαῦτα θερα‐ | |
πεύουcι, ποδάγραc τε καὶ ἀρθρίτιδαc |