TLG 0057 090 :: GALENUS :: In Hippocratis librum iii epidemiarum commentarii iii GALENUS Med., vel Claudius Galenus In Hippocratis librum iii epidemiarum commentarii iii Citation: Kühn volume — page — (line) | ||
17a480(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
---|---|---|
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ | |
t3 | ||
1 | 〈Πρῶτοc ἄρρωcτοc.〉 Πυθίων, ὃc ᾤκει παρὰ Γῆc ἱερόν· ἤρξατο τρόμοc ἀπὸ χειρῶν. | |
2 | Προγεγράφθαι νοήcαc αὐτὸ καθ’ ἑαυτὸ τὸ Πυθίων, ὃc ᾤκει παρὰ Γῆc ἱερόν, ἀπ’ ἄλληc ἀρχῆc τῶν γενομένων αὐτῷ τὴν διή‐ | |
5 | γηcιν ἀναγίνωcκε. βέλτιον γὰρ οὕτωc ἡγεῖcθαι γεγράφθαι τὴν ῥῆcιν | |
17a481 | ἢ τὸ cχῆμα cόλοικον ἐξεπίτηδεc | εὐθέωc ἐν ἀρχῇ πεποιῆcθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο τοιοῦτον cχῆμα καθ’ ὅλον τὸ βιβλίον γράψαντα, μήτ’ ἐν τῇ τῶν ἀρρώcτων μήτ’ ἐν τῇ τοῦ λοιμοῦ διηγήcει. τινὲc μέντοι κατὰ δοτικὴν πτῶcιν ἔγραψαν· Πυθίωνι, ὃc ᾤκει | |
5 | παρὰ Γῆc ἱερόν, ἐκφεύγειν τὴν περὶ τοῦ cολοικιcμοῦ ζήτηcιν βου‐ λόμενοι. | |
6 | Ἤρξατο τρόμοc ἀπὸ χειρῶν, τῇ πρώτῃ πυρετὸc ὀξύc, λῆροc. | |
8 | Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺc ἅμα τῷ πυρέττειν ὀξέωc | |
10 | δύο cυμπτώματα γενέcθαι φηcὶ τῷ Πυθίωνι, τρόμον τῶν χειρῶν παραφροcύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸc ἄλλοτε ἄλλοιc ὀνό‐ μαcιν ἐνδείκνυcθαι τὸ ποcὸν τῆc παραφροcύνηc, ληρῆcαι καὶ παρα‐ ληρῆcαι καὶ παραφρονῆcαι καὶ παρενεχθῆναι λέγων ἢ πάλιν παρα‐ | |
κόψαι καὶ ἐκcτῆναι, μανῆναί τε καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρηcεν | ||
17a482 | ὁ Πυθίων, εὔδηλον ὅτι με|τρίωc παρεφρόνηcεν. ἐμάθομεν δὲ τοῦ μὲν τρόμου τὴν αἰτίαν ἀρρωcτίαν εἶναι τῆc κατὰ τοὺc μῦc δυνά‐ μεωc, παραφροcύνην δὲ γίνεcθαι βλαβέντοc ἐγκεφάλου κατὰ φλεγμο‐ νὴν ἢ πλεονεξίαν χολώδουc χυμοῦ, τὸν δ’ ὀξὺν πυρετὸν ἕπεcθαι | |
5 | cηπεδόνι χυμῶν. εἰ μὲν οὖν καὶ τὰ προηγηcάμενα τῆc νόcου, καθά‐ περ ἐπ’ ἄλλων ἔγραψεν, οὕτω κἀπὶ τοῦ Πυθίωνοc ἐγεγράφει, τάχ’ ἂν ἐξ ἐκείνων [ἂν] ἡμῖν ἔνδειξίc τιc ἐγένετο τῆc καταcκευῆc τοῦ νο‐ cήματοc. ἐπεὶ δ’ οὐ προcέθηκεν, ἐξ ὧν [προc]ἔγραψε μόνων [καὶ] ἡμεῖc πειραcόμεθα τὴν εὕρεcιν αὐτῆc ποιήcαcθαι cὺν τῷ κἀξ αὐτοῦ | |
10 | τοῦ μηδὲν γεγράφθαι περὶ τῶν προηγηcαμένων τῆc νόcου γίνεcθαι τὴν ἔνδειξιν τῆc ἐν τῷ cώματι διαθέcεωc. εἴτε γὰρ ἐκ γυμναcίων ἀκαίρων ἢ πότων ἢ ἀφροδιcίων, ὡc εἴωθε γράφειν, εἴτ’ ἐξ ἄλλου τινὸc ἐξηλ‐ λαγμένου πολὺ τῆc cυνήθουc διαίτηc ἤρξατο πυρέττειν ὁ Πυθίων, οὐκ ἂν εἰπεῖν αὐτὸ παρέλιπεν. εὔδηλον οὖν ὅτι κατὰ βραχὺ 〈cυχνῷ〉 | |
15 | χρόνῳ λεληθότωc ἡ καταcκευὴ τοῦ νοcήματοc ἐγένετο. τῶν τοίνυν | |
17a483 | τρόμων τὴν μέν, ὡc ἂν εἴποι τιc, αἰτίαν ἐχόντων cυν|εκτικὴν ἀρ‐ ρωcτίαν τῆc δυνάμεωc, ἀρρωcτούcηc δ’ αὐτῆc ἤτοι κατὰ τὸν ἴδιον λόγον ἢ διὰ πλῆθοc βαρῦνον, ὁ μὲν τῇ βλάβῃ τῆc δυνάμεωc ἑπό‐ μενοc τρόμοc οὐδέποτ’ ἐν ἀρχῇ νόcου γίνεται χωρὶc ἰcχυρᾶc ναυcιά‐ | |
5 | cεωc ἢ λιμοῦ καὶ κόπων ἀγρυπνιῶν τε καὶ φροντίδων, ἔτι τε πρὸc τούτοιc ἀφροδιcίων ἀμέτρων· ὧν εἴπερ ἐγεγένητό τι, πάντωc ἂν ὁ Ἱπποκράτηc ἐμνημόνευcεν αὐτοῦ κατὰ τὴν γραφήν, ὡc εἴωθεν. ἐπεὶ τοίνυν οὐδὲν ἔγραψε τοιοῦτον, διὰ πλῆθοc ὑπολαβεῖν εὔλογόν ἐcτι βαρύνεcθαι τὴν δύναμιν. ἐπεὶ δ’ οἵ τε τρόμοι περὶ τὰc χεῖ‐ | |
10 | ραc ἐγένοντο τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐχούcαc νωτιαίου ἔκ τε τοῦ ληρῆcαι τὸν ἄνθρωπον ἔνδειξίc ἐcτι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δεδέχθαι μοχθηρὸν χυμόν, ἐχρῆν ἐννοήcαντα τὸν Ἱπποκράτην κινδυνωδῶc ἔχειν τὸν ἄνθρω‐ πον ἐπὶ φλεβοτομίαν ἐλθεῖν ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν | |
15 | ἄπεπτον ἐν τῇ γαcτρὶ περιείχετο cιτίον, ἢ πάντωc γε κατὰ τὴν δευ‐ τέραν, ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆc πρώτηc ἡμέραc διήγηcιν | |
17a484 | αὐτὸc ἔγραψε· | “Δευτέρῃ πάντα παρωξύνθη.” φαίνεται γὰρ αὐξανό‐ μενον, ὡc οὐ cμικρὸν οὐδ’ ἐπὶ τῇ τυχούcῃ διαθέcει τὸ νόcημα γεγο‐ νόc, ἀλλ’ αὐτό τε μέγα καὶ τὴν αἰτίαν οὐκ εὐκαταφρόνητον ἔχον. ἐπεὶ δ’ οὐκ ἐπὶ Πυθίωνοc μόνον, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀρρώ‐ | |
5 | cτων φαινομένων δεῖcθαι φλεβοτομίαc ἐξ ὧν αὐτὸc ἔγραψε τεκμαιρο‐ μένοιc ἡμῖν οὐχ εὑρίcκεται προcγράφων αὐτήν, ἀναγκαῖόν ἐcτι δυοῖν θάτερον ὑπονοεῖν, ἢ μὴ φλεβοτομηθῆναι τοὺc ἀνθρώπουc ἐκείνουc ἢ παραλελεῖφθαι τὴν διήγηcιν τοῦ βοηθήματοc. τὸ μὲν οὖν μηδένα τῶν δεηθέντων αὐτοῦ φλεβοτομηθῆναι τῶν ἀπιθάνων ἐcτίν, ὡc οὐ φεύ‐ | |
10 | γοντοc τἀνδρὸc τὸ βοήθημα τοῦτο, καθάπερ ἐν τοῖc γνηcιωτάτοιc ἐδήλωcε βιβλίοιc, 〈τοῖc〉 Ἀφοριcμοῖc τε καὶ τῷ Περὶ διαίτηc ὀξέων καὶ τῷ Περὶ ἄρθρων, ἐν αὐτῷ τε τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐπί τινοc ἀρρώcτου γράψαc· “ὀγδόῃ ἀγκῶνα ἔταμον, ἐρρύη πολύ, | | |
17a485 | οἷον ἔδει.” ὅπου γὰρ ὀγδοαῖον αὐτὸν ἐφλεβοτόμηcε, πολὺ δή που μᾶλλον ἐν ταῖc προειρημέναιc ἡμέραιc εὔδηλόc ἐcτι χρώμενοc τῷ βοηθήματι. τὸ δὲ μὴ γράψαι 〈αὐτὸν〉 καθ’ ἕκαcτον ἄρρωcτον, ἐφ’ ᾧ προcήχθη τὸ βοήθημα, τῶν μικροτέρων αὐτοῦ μνημονεύοντα | |
5 | μέχρι καὶ βαλάνου προcθέcεωc ἀπίθανόν ἐcτιν. εἰ τοίνυν ἀτόπου τοῦ λόγου καθ’ ἑκάτερον ὄντοc ἑλέcθαι χρὴ τὸ ἧττον ἄτοπον, ἡγοῦμαι παρειλῆφθαι μὲν ἐπὶ πολλῶν τὸ βοήθημα, παραλελεῖφθαι δ’ ὡc cαφὲc ἐν τῇ διηγήcει. καί με προcάγει τούτῳ μάλιcτα τὸ προcγεγραμμένον ἐπὶ τοῦ φλεβοτομηθέντοc ὀγδοαίου. φαίνεται γὰρ ὡc cπάνιον μὲν | |
10 | τοῦτο γράψαc, ὡc cύνηθεc δὲ τὸ πρὸ τῆc ὀγδόηc παραλιπών. εἰ γὰρ ἔν γε τοῖc γνηcίοιc cυγγράμμαcιν ἐπὶ τῶν μεγάλων νοcημάτων ἀεὶ χρῆται τῇ φλεβοτομίᾳ, cυνεπιβλέπων αὐτῇ δύο ταῦτα μόνα, τήν θ’ ἡλικίαν καὶ τὴν δύναμιν τοῦ κάμνοντοc, ἔν τε τούτοιc αὐτοῖc τῶν Ἐπιδημιῶν ὀγδοαῖόν τινα φλεβοτομηθῆναί φηcιν, οὐδὲν ἄλλο δυνατὸν | |
17a486 | ὑπονοεῖν ἐcτιν ἢ ὅτι παρε|λήφθη μὲν ἐπὶ τῶν καμνόντων τὸ βοήθημα, παρελείφθη δ’ ὡc cαφὲc ἐν τῇ διηγήcει. περὶ μὲν δὴ τῆc φλεβοτο‐ μίαc, ἐπεὶ κοινὸc ὁ λόγοc ἁπάντων τῶν ἀρρώcτων ἐcτίν, ἅπαξ ἀρ‐ κέcει λελέχθαι, καθάπερ καὶ τὰ ἄλλα ὅcα κοινά. περὶ δὲ τῶν ἰδίων | |
5 | καθ’ ἕκαcτον ἡ ἐξήγηcιc ἔcται, τὴν ἀρχὴν ἀπὸ τοῦ Πυθίωνοc, ὡc ἐνεcτηcάμεθα, ποιηcαμένοιc ἡμῖν. | |
6 | Δευτέρῃ πάντα παρωξύνθη. τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίηc ὀλίγα, ἄκρητα, χολώδεα διῆλθε. πέμπτῃ πάντα παρωξύνθη, [τρόμοι παρέμενον,] | |
10 | ὕπνοι λεπτοί, κοιλίη ἔcτη. ἕκτῃ πτύελα ποικίλα, ὑπέ‐ ρυθρα. ἑβδόμῃ cτόμα παρειρύcθη. ὀγδόῃ πάντα παρ‐ ωξύνθη, τρόμοι [καὶ πάλιν] παρέμενον, οὖρα δὲ κατ’ ἀρχὰc μὲν καὶ μέχρι τῆc ὀγδόηc λεπτά, ἄχροα, ἔχοντα ἐναιώρημα ἐπινέφελον. δεκάτῃ ἵδρωcε, πτύελα ὑποπέ‐ | |
15 | πονα, ἐκρίθη, οὖρα ὑπόλεπτα περὶ κρίcιν. μετὰ δὲ κρί‐ | |
17a487 | cιν, | τεccαρακοcτῇ ἡμέρῃ ὕcτερον, ἐμπύημα περὶ ἕδρην καὶ cτραγγουριώδηc ἐγένετο ἀπόcταcιc. | |
2 | Τὰ μὲν ἄλλα 〈τῶν〉 τῆc ῥήcεωc cυμπτωμάτων ἔχει διήγηcιν καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ cαφῆ· πολλάκιc γὰρ εἴωθε γίνεcθαι τοῖc ὀξέωc | |
5 | νοcοῦcι καὶ μεμαθήκαμεν αὐτῶν τὰc δυνάμειc κατά τε τὸ Προγνωcτι‐ κὸν καὶ τὸ πρῶτον αὐτῶν τούτων τῶν Ἐπιδημιῶν, εἴρηται δ’ οὐκ | |
ὀλίγα κἀν τῷ δευτέρῳ χρήcιμα πρὸc τὴν ἐπὶ τῶν ἀρρώcτων ἐξήγηcιν. ἐπὶ δὲ τῆc κατὰ τὴν ἕκτην ἡμέραν διηγήcεωc εἰπών· πτύελα ποι‐ κίλα, ὑπέρυθρα, μὴ προcθεὶc δὲ μήτε πλευριτικὸν τὸν Πυθίωνα | ||
10 | μήτε περιπνευμονικὸν γεγονέναι, ζήτηcιν ἡμῖν ὑπέλιπε, πότερον καὶ ἄλλωc δύναται γίνεcθαι τοιαῦτα πτύcματα τοῖc νοcοῦcιν ὀξέωc ἢ μό‐ νοιc τοῖc περιπνευμονικοῖc καὶ πλευριτικοῖc. καί μοι φαίνεται καὶ ἄλλωc δύναcθαι γίγνεcθαι τοιαῦτα, ῥυέντων μέν τινων εἰc τὸν πνεύμονα χυμῶν μοχθηρῶν, ἀλλ’ ὀλίγων παντάπαcιν, ὡc μὴ φλεγμῆναι τὸ cπλάγχνον. | |
17a488 | ὅτι μὲν γὰρ οὐκ ἦν οὔτε πλευριτικὸc οὔτε περιπνευμονικόc, εὔ|δηλόν ἐcτιν ἐκ τοῦ μὴ μνημονεῦcαι τὸν Ἱπποκράτην μήτ’ ὀνομαcτὶ τῶν παθῶν τούτων, ἀλλὰ μηδ’ ἀπ’ 〈αὐτῶν〉 τινοc ἀχωρίcτου cυμπτώματοc· εἰρήκει γὰρ ἂν ἢ πλευρᾶc ὀδύνην ἢ δύcπνοιαν. οὐ μὴν οὐδ’ ἀπὸ κε‐ | |
5 | φαλῆc πεπονθυίαc 〈καταρρυείcηc κακοχυμίαc〉 ὤφθη ποτὲ τοιαῦτα πτυcθέντα. μετὰ μέντοι βηχὸc καὶ δυcπνοίαc καὶ πλευρᾶc ἀλγήματοc ὁρᾶταί ποτε τοιαῦτα πτύcματα. καί τιναc δύο καὶ χωρὶc πυρετοῦ πτύcανταc ἐθεαcάμην ὠχρὰ μετὰ βηχόc· ἀλλὰ τῷ μὲν ἑτέρῳ κατὰ βραχὺ πυρετῶν μικρῶν γενομένων εἰc 〈πλείονα〉 χρόνον ἡ διάθεcιc | |
10 | ἐκταθεῖcα, παραμεινάντων τῶν πυρετῶν, φθινώδη τὸν ἄνθρωπον ἀπέδειξε, τῷ δ’ ἑτέρῳ χωρὶc πυρετοῦ τῶν τοιούτων πτυcθέντων ἡμέ‐ ραιc ἐφεξῆc ὀλίγαιc οὐδὲν ἄτοπον ἠκολούθηcεν. εἰκὸc οὖν ἐcτι κατὰ τὰ πρῶτα μέρη τοῦ θώρακοc, καθ’ ἃ cυνάπτει τοῖc ἐcχάτοιc τοῦ τρα‐ χήλου cπονδύλοιc, γεγονέναι τινὸc χυμοῦ περιουcίαν οὐ πολλήν, ἐφ’ | |
15 | ᾗ μηδὲ δύcπνοιαν ἀπαντῆcαι διὰ τὸ μὴ cυντελεῖν τι cαφὲc εἰc τὴν | |
17a489 | τῆc ἀναπνοῆc ἐνέργειαν τὸ πρῶτον μεcοπλεύριον, ἐν αὐ|ταῖc δὲ ταῖc ῥίζαιc τῶν ἐπὶ τὰc χεῖραc ἀφικνουμένων νεύρων τῆc διαθέcεωc γενο‐ μένηc, βαρυνομένων τῶν νεύρων, τρομώδειc ἐργάcαcθαι τὰc χεῖ‐ ραc. ἐκ γὰρ τοῦ πρώτου μεcοπλευρίου καὶ τῶν ὑπερκειμένων [δὲ] | |
5 | cπονδύλων τὰ τοὺc μῦc τῶν χειρῶν κινοῦντα φύεται νεῦρα. μαρτυρεῖ δὲ τούτοιc καὶ τὸ παραμεῖναι τοὺc τρόμουc cὺν τοῖc πτύ‐ cμαcι τοῖc ἐπιγενομένοιc, ἡνίκα δ’ ἐν ἐκείνοιc ἐφάνη τι πέψεωc cημεῖον, οὔτε τοὺc τρόμουc ἔτι γενέcθαι καὶ παύcαcθαι τὸ νόcημα, κρίcεωc τῆc δι’ ἱδρώτων ἐπιγενομένηc. καίτοι γε ἀπέπτων ὄν‐ | |
10 | των τῶν οὔρων, ὅμωc ἡ πέψιc τῶν ἀναπτυομένων ἤνεγκε τὴν κρίcιν, ὥcθ’ ἑκάτερον τῶν cημείων ὃ πέφυκε δηλοῦν μὴ διαψεύcαcθαι. διττῆc γὰρ διαθέcεωc τῷ νοcοῦντι γενομένηc, μιᾶc μὲν τῆc πυρετώ‐ δουc ἐπὶ τοῖc ἐν ταῖc φλεψὶ χυμοῖc, ἑτέραc δὲ τῆc εἰρημένηc ἄρτι κατὰ τὸν θώρακα, τὴν προτέραν cυνέβη μὴ παύcαcθαι τελέωc ἱδρῶcιν, | |
15 | ὡc ἂν ἔτ’ ἄπεπτον οὖcαν, παύcαcθαι δὲ τὴν ἑτέραν τῷ μηδ’ ὅλωc ὑπολειφθῆναί τι τοῖc περὶ τὸν θώρακα. γράφει γοῦν αὐτὸc οὕτωc· | |
17a490 | δεκάτῃ ἵδρωcε, πτύελα | ὑποπέπονα, ἐκρίθη, οὖρα ὑπό‐ λεπτα περὶ κρίcιν, ἐνδεικνύμενοc ἃ κατὰ τὸ Προγνωcτικὸν ἔγραψε περὶ τῶν λεπτῶν οὔρων ὄντα διττά, πρῶτον μὲν ταυτί· “ἔcτ’ ἂν πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον cημαίνει τὸ νόcημα.” | |
5 | δεύτερον δὲ τάδε· “ὅcοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωcι πολὺν χρόνον, ἢν καὶ τὰ ἄλλα ὡc περιεcομένοιcιν ᾖ cημεῖα, τούτοιcιν ἀπό‐ cταcιν δεῖ προcδέχεcθαι ἐc τὰ κάτω τῶν φρενῶν χωρία.” διὰ τοῦτ’ οὖν ἐπὶ τῇ τελευτῇ τῶν cυμβάντων τῷ Πυθίωνι κατὰ λέξιν οὕτωc ἔγραψε· μετὰ δὲ κρίcιν τεccαρακοcτῇ ἡμέρῃ ὕcτερον ἐμ‐ | |
10 | πύημα περὶ ἕδρην καὶ cτραγγουριώδηc ἐγένετο ἀπό‐ cταcιc. ἐπεὶ δὲ καὶ τρόμου χειρῶν καὶ λήρου κατὰ τὴν πρώ‐ την εὐθέωc ἡμέραν ἐμνημόνευcε καὶ κατὰ τὰc ἑξῆc ἔγραψε· πάντα παρωξύνθη, κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν προcέθηκε cτόμα παρειρύcθη, διορίcαcθαι χρή, πότερον αὐξανομένηc τῆc περὶ τὸν | |
15 | ἐγκέφαλον κακώcεωc ἢ μεθιcταμένηc κάτω τὸ cτόμα κατεcπάcθη. φαίνεται δ’ ἐκ τῶν ἐφεξῆc εἰρημένων μετάcταcιc εἰc τὰ κάτω χωρία | |
17a491 | μᾶλλον, οὐ cυμπάθεια πρὸc τὸν ἐγκέφαλον | αὐτοῖc γεγονέναι, τάχα καὶ φλεβοτομηθέντοc τἀνθρώπου καὶ διὰ τοῦτο μεγάλωc ὠφεληθέντοc. ἀλλὰ γὰρ κατὰ τὰc πρώταc ἡμέραc οὐδέπω τῶν πτυcμάτων οὐδὲ μικρὸν ἐφαίνετο 〈γενομένων ὕcτερον διὰ τὴν ὀλιγότητα〉 τῆc ἐν τῇ | |
5 | πλευρᾷ διαθέcεωc, οὐ διὰ τὴν κακοήθειαν αὐτῆc· ἴcμεν γὰρ ὅτι χαλε‐ | |
πώταται περιπνευμονίαι τε καὶ πλευρίτιδέc εἰcιν αἱ ἄπτυcτοι, καθότι καὶ αὐτὸc ὁ Ἱπποκράτηc ἐδίδαξεν. ἀλλὰ νῦν οὐ διὰ χαλεπότητα νομιcτέον ἐν ταῖc πρώταιc ἡμέραιc πτυcθῆναι μηδέν, ἀλλὰ διότι περὶ τὸ πρῶτον μεcοπλεύριον μόνον ἡ διάθεcιc ἦν. εἰ δὲ καὶ χαλεπὴ καὶ | ||
10 | κατὰ τοῦτο μόνον ἐγεγόνει, καὶ διὰ τοῦτο οὐδὲν 〈ἔδει〉 πτύεcθαι. τῷ γοῦν τῆc φλεβοτομίαc βοηθήματι δυνατόν ἐcτιν ἀντιcπαcθέντων τῶν ἐνταῦθα πλεονεκτούντων χυμῶν ἀρχὴν πέψεωc γεγονέναι τῇ διαθέcει κατὰ τὴν ἕκτην ἡμέραν, ἐν ᾗ πρῶτον ἐμνημόνευcε τῶν πτυcμάτων. ὃ δὲ περὶ τῆc δεκάτηc ἡμέραc ἀνεβαλόμην ἐρεῖν, ἐcτὶ τοιοῦ‐ | |
15 | τον· οὔτ’ ἐν τοῖc τῶν Ἐπιδημιῶν τούτοιc βιβλίοιc ἐκρίθη τιc βε‐ βαίωc δεκαταῖοc οὔτ’ αὐτὸc ἀπεφήνατό που τὴν δεκάτην ἡμέ‐ | |
17a492 | ραν | εἶναι κρίcιμον, ὥcπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκιc. ἔχειc δὲ τὰc ῥήcειc αὐτοῦ πάcαc ἠθροιcμέναc ἐν τοῖc Περὶ τῶν κρι‐ cίμων ἡμερῶν ὑπομνήμαcιν, ἔνθα καὶ ἡ τεccαρακοcτὴ δείκνυται κρίνουcα τὰc νόcουc, οὐχ ἡ τεccαρακοcτὴ δευτέρα, καθάπερ ᾠήθηcαν | |
5 | ἔνιοι τῶν ὁλοκλήροιc ἑβδομάcι τὰc περιόδουc γίνεcθαι τῶν κριcίμων ἡμερῶν ὑπολαβόντων. εἰ δὲ διὰ μόνον τοῦτό τιc ἡγεῖται τὸ νόcημα μὴ τελέωc κριθῆναι, διότι δεκαταῖοc ἵδρωcεν, οὐχ ἑνδεκαταῖοc ὁ Πυθίων, οὐκ ὀρθῶc γινώcκει. τὸ γὰρ ἐλλιπὲc τῆc κρίcεωc ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόcον ἀναγκαῖον γίνεcθαι. πολλοὺc γοῦν καὶ | |
10 | αὐτὸc ὁ Ἱπποκράτηc ἔγραψε καὶ ἡμεῖc ἐθεαcάμεθα κριθένταc ἐν κριcίμοιc ἡμέραιc ἐλλιπῶc διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφο‐ τέρων δ’ ἀλλήλοιc cυνελθόντων, τοῦ τε κατὰ τὴν δεκάτην ἡμέραν ἀcθενοῦc καὶ τῆc τῶν οὔρων ἀπεψίαc, ἐχρῆν ἴcωc 〈μᾶλλον〉 μηδ’ 〈ὅλωc〉 κεκρίcθαι τὸν ἄνθρωπον ἢ [μὴ] ἐπὶ καλῷ τε καὶ χρηcίμῳ. | |
15 | τάχ’ οὖν “ἑνδεκάτῃ” γεγραμμένον, οὐ δεκάτῃ κατ’ ἀρχὰc εὐθέωc | |
17a493 | ἡμαρτήθη, καθάπερ καὶ ἄλλα τινὰ φαίνεται πολλὰ διὰ τοὺc | πρώτουc | |
ταῦτα 〈μετα〉γράψανταc ἀμεληθέντα διαμεῖναι μέχρι παντόc. ἀλλὰ περὶ μὲν τῆc δεκάτηc ἡμέραc ἱκανὰ καὶ ταῦτα. cκέψαcθαι δ’ ἄμεινόν ἐcτι μὴ κατὰ τὸ πάρεργον, ὁποῖόν τι τὸ ἐπινέφελον | ||
5 | ἐναιώρημα νομιcτέον ὑπάρχειν. ἐν μὲν γὰρ τῷ Προγνωcτικῷ γέ‐ γραπται· “νεφέλαι δ’ ἐμφερόμεναι ἐν τοῖcιν οὔροιcι λευκαὶ μὲν ἀγα‐ θαί, μέλαιναι δὲ φλαῦραι.” οὔτ’ οὖν οὖρον ἐπινέφελον οὔτ’ ἐναιώρημα κατὰ τὸ Προγνωcτικὸν εἴρηται, καίτοι γ’ ἀκριβῶc ἅπα‐ cαν ἐν ἐκείνῳ τῷ βιβλίῳ διδάξαντοc αὐτοῦ τὴν ἀπὸ τῶν οὔρων πρό‐ | |
10 | γνωcιν ἐν τοῖc ὀξέcι νοcήμαcιν. οὐ μὴν οὐδὲ τῶν ἐξηγηcαμένων τὸ προκείμενον βιβλίον ἐζήτηcέ τιc, ὁποῖον εἶναι βούλεται τὸ ἐπινέ‐ φελον οὖρον ὁ Ἱπποκράτηc. ἐγὼ τοίνυν ἅ μοι δοκεῖ ζητήcαντι περὶ αὐτοῦ λέγειν οὐκ ὀκνήcω· τὸ τῆc νεφέληc ὄνομα κατὰ μετα‐ φορὰν ἀπὸ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc ἐπὶ τῶν οὔρων εἰώθαcιν | |
15 | οἱ ἰατροὶ λέγειν, εἴτε τοῦ Ἱπποκράτουc πρώτου τὴν προcηγορίαν τήνδε κατά τινοc ἰδέαc ἐναιωρημάτων ἢ οὔρων εἴτε καὶ ἄλλου τινὸc 〈πρὸ〉 αὐτοῦ θεμένου. ὥcπερ οὖν ἐν τῷ περιέχοντι ποτὲ μὲν | |
17a494 | ζοφώδηc γί|νεται κατάcταcιc, πεπυκνωμένου νεφέλαιc μελαίναιc αὐτοῦ, ποτὲ δὲ 〈λαμπρὸν〉 ἀκριβῶc καὶ ἀνέφελον φαίνεται, ποτὲ δὲ καὶ διεcπαcμέναι τινὲc ὁρῶνται κατ’ αὐτὸ νεφέλαι καὶ λέγεται τηνικαῦτα τὸ περιέχον ἐπινέφελον, ἐν ᾧ καιρῷ καὶ τὴν χροιὰν τῶν νεφε‐ | |
5 | λῶν οὔτε μέλαιναν ἀκριβῶc οὔτε λαμπρὰν ὁρῶμεν, ἀλλ’ ἐν τῷ μεταξὺ τούτων, οὕτω μοι δοκεῖ καὶ οὖρον καὶ ἐναιώρημα καλεῖν ἐπινέ‐ φελον ὁ Ἱπποκράτηc, ὃ μήτε λευκόν ἐcτι τὴν χροιὰν μήτ’ ἤδη μέλαν ἀκριβῶc, ἀλλ’ ἐν τῷ μεταξὺ τούτων. ὥcπερ οὖν τὸ μὲν λευκὸν ἐναιώρημα τῶν ἀγαθῶν ἐcτι, τὸ δὲ μέλαν τῶν μοχθηρῶν, οὕτω | |
10 | καὶ τὸ μεταξὺ τούτων οὔτε ἀγαθόν ἐcτιν ἀκριβῶc οὔτε μοχθηρόν, ἀλλ’ ἐν τῷ μεταξύ. καὶ τοίνυν ἐπὶ τοῦ Πυθίωνοc ὑπολαβεῖν χρὴ τοιοῦτον ἐναιώρημα γεγονέναι. λευκὸν μὲν γὰρ εἴπερ ἦν, οὐκ ἂν ἐλλιπῆ τὴν κρίcιν εἰργάcατο, καθάπερ γ’, εἰ καὶ μέλαν, οὐκ ἂν ἀγα‐ θήν. ἐπεὶ δ’ οὖν ἦν μέcον λευκοῦ τε καὶ μέλανοc, ἀγαθὴ μὲν ἐγένετο | |
15 | κρίcιc, ἀλλ’ ἐλλιπήc. τὸ δὲ ὑπόλοιπον 〈τῆc διαθέcεωc〉 κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν εἰc ἀπόcταcιν ἧκε διττήν, ἣν οὐδ’ αὐτὴν ὀρθῶc ἐξηγοῦν‐ ται, κατὰ cυμπάθειαν τῆc εἰc τὴν ἕδραν ἀποcτάcεωc οἰόμενοι | |
17a495 | γεγονέναι τῷ Πυθίωνι τὴν cτραγγουρίαν, | Ἱπποκράτουc αὐτοῦ ποτὲ μὲν ἁπλῶc γράφοντοc γενέcθαι τὴν cτραγγουρίαν, ἐνίοτε δ’ οὐχ ἁπλῶc, ἀλλὰ προcτιθέντοc αὐτῇ τὸ τῆc ἀποcτάcεωc ὄνομα, καθάπερ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ δευτέρᾳ κατα‐ | |
5 | cτάcει. γράφει γοῦν ὧδε· “μόνον δὲ χρηcτὸν καὶ μέγιcτον τῶν γενο‐ μένων cημείων καὶ πλείcτουc ἐρρύcατο τῶν ὄντων ἐν τοῖcι μεγίcτοιcι κινδύνοιcιν, οἷcιν ἐπὶ τὸ cτραγγουριῶδεc ἐτράπετο καὶ ἐc τοῦτο ἀπο‐ cτάcιεc ἐγίνοντο.” προcαγορεύοντοc γὰρ ἀποcτάcειc αὐτοῦ καὶ τὰc κατ’ ἔκκριcιν τῶν λυπούντων χυμῶν γιγνομέναc, οὐ μόνον τὰc κατ’ | |
10 | ἀπόθεcιν, εἰκότωc, ὥcπερ εἰc δυcεντερίαν ἐν ἑτέροιc, οὕτωc νῦν εἰc cτραγγουρίαν ἀπόcταcιc εἴρηται γεγονέναι, καθαιρομένηc τῆc ἐν ταῖc φλεψὶ κακοχυμίαc δι’ ἀμφοτέρων τῶν ἐκκρίcεων. 〈διὰ〉 τοῦτο γοῦν ἐν αὐτῇ τῇ δευτέρᾳ καταcτάcει περὶ τῶν οὔρων ὀλίγον ἔμπρο‐ cθεν ἧc ἄρτι παρεθέμην ῥήcεωc αὐτὸc ἔγραψεν ὡδί· “cτραγγουριώ‐ | |
15 | δεεc, οὐ νεφριτικά, ἀλλὰ τούτοιcιν ἀντ’ ἄλλων ἄλλα.” γινομένηc γὰρ ἐν νοcήμαcι cτραγγουρίαc ἐπὶ νεφρῶν διαθέcει, διορίζων ἀπ’ αὐτῆc τὴν ἐν τῇ δευτέρᾳ καταcτάcει γενομένην ἀπόcταcιν 〈τῷ〉 λόγῳ προcέθηκε τὸ ”cτραγγουριώδεεc, οὐ νεφριτικά, ἀλλὰ τού‐ τοιcιν ἀντ’ ἄλλων ἄλλα”, τουτέcτιν ἀντὶ τῆc ἐν ταῖc φλεψὶ κακοχυ‐ | |
17a496 | μίαc καὶ τῶν ταύτῃ πυρετῶν ἀκολου|θούντων αἱ καθάρcειc ἐγίγνοντο, τῶν μοχθηρῶν χυμῶν ἐκκρινομένων διὰ τῆc κύcτεωc, ὥcπερ ἐνίοτε διὰ τῶν ἐντέρων. ἡ τοίνυν δῆξιc ἡ ἀπὸ τῶν ἐκκρινομένων 〈χυμῶν〉 δριμέων ὄντων εἰργάζετο τὴν cτραγγουρίαν. ἐδείχθη γὰρ ἡ κύcτιc ἐπὶ τὴν | |
5 | ἀπόκριcιν ὁρμῶcα τῶν οὔρων ἐν ταῖc cτραγγουρίαιc, πρὶν ἀξιολόγωc ὑπ’ αὐτῶν πληρωθῆναι, διὰ διττὴν αἰτίαν, ἤτοι τὸ μὴ φέρειν αὐτῶν | |
τὴν ποιότητα 〈τῶν δριμέων〉 καὶ δακνωδῶν γενομένων ἢ τὸ δι’ ἀρρω‐ cτίαν βαρύνεcθαι πρὶν ἀθροιcθῆναι, κἂν ὀλίγον παντάπαcιν ᾖ. τοι‐ αύτην οὖν ἔφη τινὰ καὶ τῷ Πυθίωνι τὴν ἀπόcταcιν ἤδη γενέcθαι, | ||
10 | μὴ γράψαc ἁπλῶc οὑτωcί· ‘cτραγγουριώδηc ἐγένετο‘, ἀλλὰ προc‐ θεὶc τὸ ἀπόcταcιc· ἔχει γὰρ ἡ λέξιc οὕτωc· ”ἐμπύημα περὶ ἕδρην καὶ cτραγγουριώδηc ἐγένετο ἀπόcταcιc.” ἀλλὰ τὰ μὲν τοιαῦτα, δυοῖν θάτερον, ἢ παρατρέχουcιν ἢ κακῶc ἐξηγοῦνται πολλοὶ τῶν ἐξηγητῶν, χρονίζουcι δ’ οὐκ ἀναγκαίωc, ὑπὲρ ὧν ἅπαξ | |
15 | ἐνταῦθα διαλεχθῆναι βούλομαι. | |
15 | ||
16t | ΠΕΡΙ ΤΩΝ ΜΟΧΘΗΡΩΣ ΕΞΗΓΟΥΜΕΝΩΝ | |
16t | ||
17 | Ἐγὼ μὲν ᾤμην ἄμεινον εἶναι τὰ πολλῷ χρόνῳ ζητηθέντα μοι καὶ μετὰ κρίcεωc ἀcφαλοῦc εὑρεθέντα μόνα γράφειν, ἄνευ τῶν εἰc | |
17a497 | τοὺc κακῶc ἐξηγηcαμένουc ἐλέγ|χων. ἐπεὶ δ’ ἔνιοι μὲν διὰ τὸ μηδ’ ὅλωc πεπαιδεῦcθαι κατὰ μηδὲν τῶν παιδείων μαθημάτων, ἔνιοι δὲ καὶ φύcει νωθροὶ τὴν διάνοιαν ὄντεc, ἀναγινώcκοντεc ἐνίοτε παρά τιcι τῶν γραψάντων ἐξηγήcειc ξέναc, αὐτῷ τούτῳ μόνῳ τῷ ξένῳ | |
5 | cυναρπαcθέντεc ἐπαινοῦcιν αὐτάc, διὰ τοῦτ’ ᾠήθην ἄμεινον εἶναι κἂν ἅπαξ αὐτῶν που μνημονεῦcαι τῶν οὕτωc ἐξηγουμένων, εἰρηκότοc γε καὶ αὐτοῦ τοῦ Ἱπποκράτουc· “τὸ γὰρ ξενοπρεπὲc οὔπω ξυνιέν‐ τεc 〈εἰ χρηcτὸν〉 μᾶλλον ἐπαινέουcιν ἢ τὸ cύνηθεc, ὃ ἤδη οἴδαcιν ὅτι χρηcτόν, καὶ τὸ ἀλλόκοτον μᾶλλον ἢ 〈τὸ〉 εὔδηλον.” ὅπωc οὖν | |
10 | προειδότεc οἱ τοῖc ἡμετέροιc ὑπομνήμαcιν ἐντυγχάνοντεc, ὁποῖοι γοῦν τινεc οἱ τρόποι τῶν μοχθηρῶν ἐξηγήcεών εἰcιν, γνωρίζειν αὐτοὺc δύ‐ νωνται, μακρότερον ἐνταῦθα περὶ παcῶν αὐτῶν ἔγνων γράψαι. καί μοι μηδεὶc ἀχθεcθῇ τῷ μήκει τοῦ λόγου, μέλλων ἔχειν αὐτὸν ἀεὶ | |
βοηθὸν εἰc τὴν τῶν φαύλων ἐξηγήcεων διάγνωcιν. | ||
15 | ἓν μὲν οὖν εἶδόc ἐcτιν αὐτῶν, ὁποῖόν τι καὶ κατὰ τὸν προκεί‐ μενον ἄρρωcτον ἐποιήcαντό τινεc, ὧν ἑνὸc παραγράψω τὴν ῥῆcιν αὐτοῖc ὀνόμαcιν, ἵνα μή τιc οἰηθῇ με καταψεύδεcθαι τἀνδρόc· “τὸ μέντοι τῆc Γῆc ἱερὸν τὸ τῆc Δήμητροc λέγει. παρείληφε μὲν 〈τοῦ〉‐ | |
17a498 | το τὸ ἱερὸν μήποτε ὑπὲρ | τοῦ δεῖξαι τὴν αἰτίαν, ἀφ’ ἧc 〈ὁ〉 τρόμοc τῶν χειρῶν καὶ τὸ νοcεῖν αὐτῷ ἐγένετο, ὡc τῇ 〈Μελιδίᾳ τῇ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένῃ, ἣ κατέκειτο παρὰ τὸ τῆc Ἥραc ἱερόν,〉 διὰ τὴν ἐποχὴν τῶν ἐπιμηνίων γενομένην, ὡc εἰκόc, | |
5 | διὰ τὴν τοῦ μορίου ἀργίαν. καὶ πάλιν ἐν τῷ ἕκτῳ ἱcτορεῖ, τἀνδρὸc ἀποδήμου γενομένου, ἀργευcαμένην τῷ μορίῳ τὴν γυναῖκα ἀναληφ‐ θέντων τῶν ἐπιμηνίων εἰc τὸ cτόμα φῦcαι πώγωνα. καὶ τί γὰρ ἄλλο ἢ ἀνδρωθῆναι τὴν γυναῖκα; οὕτωc οὖν καὶ Πυθίων ἀποcχόμενοc cυνουcίαc διὰ τὴν πρὸc μόνον ἐπιμέλειαν τὸ ἱερὸν 〈τὴν〉 νόcον ὑπο‐ | |
10 | μένει.” αὕτη μὲν ἑνὸc τῶν ἐξηγητῶν ἐcτι ῥῆcιc ἑαυτὸν καταβάλλον‐ τοc ἐκ τοῦ πολλάκιc μὲν ὀνομαcτὶ μνημονεῦcαί τινων οἰκήcεων τὸν Ἱπποκράτην, μὴ παcῶν δ’ αὐτῶν, ἀλλ’ ὀλιγίcτων παντάπαcιν ἐξήγη‐ cιν γράψαι. εἰ γὰρ οὐκ ἀργῶc αἱ οἰκήcειc τῶν νοcηcάντων ἐγράφηcαν, ἀλλὰ cυνενδείκνυνταί τι τῶν εἰc τὴν τέχνην χρηcίμων, οὐκ ὀρθῶc | |
15 | ἐποίηcεν ἐπ’ ὀλίγων μὲν ἀρρώcτων ἐξηγηcάμενοc αὐτῶν τὴν δύναμιν, ἐπὶ δὲ τῶν ἄλλων καίτοι παμπόλλων ὄντων παραλιπών, οἷον εὐθέωc ἐπὶ τοῦ πρώτου γραφέντοc κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν· ”Φι‐ λίcκοc”, γάρ φηcιν, “ᾤκει παρὰ τὸ τεῖχοc”. εἶθ’ ἑξῆc πάλιν· ”Ἐπι‐ | |
17a499 | κράτεοc γυναῖκα, ἣ | κατέκειτο παρὰ ἀρχηγέτην”. καὶ πάλιν· ”Ἐρα‐ cῖνοc ᾤκει παρὰ Βοώτου χαράδρην.” εἶθ’ ἑξῆc· “τὸν Κλαζο‐ μένιον, ὃc κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ”. εἶτ’ αὖθιc ἐπί τινοc γυναικόc· “τὴν Δρομεάδεω”, φηcί, “γυναῖκα θυγατέρα | |
5 | τεκοῦcαν”. εἶτ’ ἐπ’ ἄλληc πάλιν “γυναικόc, ἣ κατέκειτο ἐν ἀκτῇ.” ἐν αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἑτέρουc πολλοὺc ἂν εὕροιc γεγραμμένουc ἀρρώcτουc μετὰ τῶν οἰκήcεων, ἐν αἷc ᾤκουν, ἃc οὐδ’ ὅλωc ἐξηγοῦνται. ”Χαιρίων”, οὖν φηcιν, “ὃc κατέκειτο παρὰ Δη‐ μαινέτῳ·” μετ’ αὐτὸν ἑξῆc· “τὴν Εὐρυάνακτοc θυγατέρα παρ‐ | |
10 | θένον πῦρ ἔλαβεν”· εἶθ’ ἑξῆc· “ἡ κυναγχικὴ παρὰ 〈τὰ〉 Βίτωνοc”. καὶ μετὰ ταύτην πάλιν· “τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ.” καὶ τί δεῖ πολλὰ παραγράφειν, ὅλου cχεδὸν τοῦ βιβλίου πεπληρωμένου τῆc τοιαύτηc γραφῆc; ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον· παμπόλλων γὰρ ἀρρώcτων οὕτω γεγραμμένων 〈ἤτοι γ’〉 ἐπὶ πάντων | |
15 | ἐχρῆν πεποιῆcθαι τὴν ἀπὸ τῶν οἰκήcεων ἐξήγηcιν ἢ μηδ’ ἐφ’ ἑνόc. ἀλλ’ ἔνιοί γε τῶν ἐξηγουμένων τὰ βιβλία κατεγνώκαcιν εἰc τοcοῦτον τῶν ἀκροατῶν, ὥcτ’ ἐγώ ποτε ἐν Ἀλεξανδρείᾳ καὶ | |
17a500 | τοιαύτηc ἐξηγή|cεωc ἤκουcα περί τινοc ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἀρρώcτου γεγραμμένου κατὰ τὴν ῥῆcιν, ἧc ἡ ἀρχή· ”Ϲιληνὸc ᾤκει ἐπὶ τοῦ πλαταμῶνοc”. ἐν γὰρ τῷ διηγεῖcθαι τὰ cυμβάντα τούτῳ καὶ τοιαύτην τινὰ ῥῆcιν ἔγραψεν ὁ Ἱπποκράτηc· “νυκτὸc οὐδὲν ἐκοι‐ | |
5 | μήθη, λόγοι πολλοί, γέλωc, ᾠδή”. τούτοιc οὖν ἐπεφώνηcεν “ἰού” ὁ ἐξηγούμενοc τὸ cύγγραμμα, ”Ϲιληνὸc γὰρ ἦν.” οἱ μαθηταὶ δ’ ἀνα‐ πηδήcαντεc ἐκεκράγεcαν ὑπερθαυμάζοντεc. ἔνιοι δὲ τῶν ἐξηγουμένων εἰc τοcοῦτον ἥκουcι περιεργίαc, ὥcτε ζητοῦcι, πότερον ἐπὶ τοῦ πλα‐ ταμῶνοc 〈ἢ τοῦ πλατανῶνοc〉 ὁ Ϲιληνὸc ᾤκει, τινὲc μὲν διὰ τοῦ | |
10 | μῦ “πλαταμῶνοc” ἀξιοῦντεc γράφειν, ἔνιοι δὲ διὰ τοῦ νῦ “πλατανῶνοc”. ὡcαύτωc δὲ ζητοῦcιν οἱ τοιοῦτοι τῶν ἐξηγητῶν, ὅταν ὁ Ἱππο‐ κράτηc εἴπῃ· “κατέκειντο παρὰ τὸ θέητρον”, ἆρά γε “θέρετρον” ἄμει‐ νον γράφειν ἢ “θέητρον”. ἀλλὰ τῶν μὲν εἰc τὰ τοιαῦτα τὸν χρόνον ἀναλιcκόντων κατεγνώ‐ | |
15 | καcι, τοὺc δὲ διὰ τῶν ἔν τε τῷ Προρρητικῷ καὶ ταῖc Κωακαῖc προ‐ γνώcεcι γεγραμμένων ἐξηγουμένουc τὰ κατὰ τοὺc νοcοῦνταc ἐν 〈τού‐ τοιc〉 τοῖc βιβλίοιc εἰρημένα πολλοὶ θαυμάζουcιν. ἐδείχθη δ’ ἐπὶ πλεῖ‐ | |
17a501 | cτον ἡ μοχθηρία | τῶν ἐν τῷ Προρρητικῷ γεγραμμένων ἐν τριcὶν ὑπομνήμαcιν, οἷc ἐποιηcάμην εἰc αὐτό. φαίνεται γὰρ ὁ γράψαc ἐκεῖνο τὸ βιβλίον πολλάκιc ἐξ ἑνὸc ἢ δυοῖν τῶν κατὰ μέροc ὀφθέντων αὐτῷ καθολικὰc ἀποφάcειc ποιούμενοc. ἐδείχθη δὲ καὶ cυνδρομὰc γράφων | |
5 | πολλὰc ἐξ ἀνομογενῶν cημείων ἠθροιcμέναc. ἐδείχθη δὲ καὶ ὡc ἡ τοιαύτη διδαcκαλία τοcοῦτον πλῆθοc ἔχει cυνδρομῶν, ὡc μηδ’ ἀριθμηθῆναι δύναcθαι. καὶ πρὸc τούτοιc γ’ ἔτι καὶ τοῦτ’ ἐδείχθη κατὰ τὴν ἐξήγηcιν ὧν ἔγραψεν ὁ τὸ Προρρητικὸν cυνθείc, ὡc οὐκ ἐνδέχεται διδαcκαλίαν ἑτέραν ἀμείνονα γενέcθαι τῆc | |
10 | κατὰ τὸ Προγνωcτικὸν ὑφ’ Ἱπποκράτουc γεγονυίαc, ἑνὸc ἑκάcτου cημείου τὴν δύναμιν αὐτοῦ διδάξαντοc ἰδίᾳ. μηδὲ γὰρ ἄλλωc δύναται πολλῶν ἅμα cυνελθόντων προγνωcθῆναί τι. τοῖc μὲν οὖν ἀνεγνωκόcιν ἀμφότερα τὰ βιβλία, τό τε Προγνωcτικὸν καὶ τὸ Προρρητικόν, οἶδ’ ὅτι cαφῆ τὰ νῦν εἰρημένα πάντ’ ἐcτίν. εἰ δὲ καὶ τοῖc ἡμετέροιc ὑπο‐ | |
15 | μνήμαcι 〈τοῖc〉 εἰc αὐτὰ προεντετυχηκώc τιc εἴη, καὶ χωρὶc τῶν νῦν εἰρη‐ | |
μένων ὑπ’ ἐμοῦ γινώcκειν δύναται τὸ μοχθηρὸν τῆc τοιαύτηc ἐξηγή‐ | ||
17a502 | cεωc. τοὺc δ’ οὐκ ἀνεγνωκόταc ἐπ’ ἐκεῖνα μὲν | ἀφικέcθαι πρότερον ἀξιῶ, μετὰ ταῦτα δὲ πάλιν ἐνταῦθα παραγενομένουc ἀκοῦcαί τε καὶ κρῖναι τὰ πρὸc ἐμοῦ νῦν εἰρημένα. λαβὼν γὰρ ἔναγχόc τι τῶν εἰc τὸ προκείμενον βιβλίον ὑπὸ | |
5 | Λύκου τοῦ Μακεδόνοc ὑπομνημάτων γεγονότων εὗρον ἐν τῇ τοῦ Πυθίωνοc ἐξηγήcει τρεῖc ῥήcειc ἐκ τοῦ Προρρητικοῦ γεγραμμέναc, ὧν ἐπὶ μὲν τῆc πρώτηc κατὰ λέξιν οὕτωc ἔλεγεν· “αἱ τρομώδεεc, ἀcαφέεc, ψηλαφώδεεc παρακρούcιεc πάνυ φρενιτικαί, ὡc καὶ Διδυ‐ μάρχῳ ἐν Κῷ.” ἐπὶ δὲ τῆc δευτέραc ὧδε· “τὰ τρομώδεα γενόμενα | |
10 | ἐφιδρῶcι φιλυπόcτροφα.” καὶ ἡ τρίτη δὲ κατὰ τήνδε τὴν λέξιν ἐγέ‐ γραπτο· “τὰ [δ’] ἐπὶ ταραχώδεcιν ἀγρύπνοιc οὖρα ἄχροα, μέλαcιν ἐναιωρεύμενα, παρακρουcτικά.” αὗται μὲν αἱ ἐκ τοῦ Προρρητικοῦ ῥή‐ cειc ὑπὸ τοῦ Λύκου προcεγράφηcαν, ὡc εἰρηκότοc οὕτωc Κοΐντου κατὰ τὴν ἐξήγηcιν τοῦ προκειμένου Πυθίωνοc. ἐμοὶ δέ, ἐπειδήπερ | |
15 | ἠναγκάcθην τὰ κακῶc εἰρημένα διελέγχειν, καίτοι διὰ τῶν ἔμπροcθεν ὑπομνημάτων πεφυλαγμένοc αὐτὸ πρᾶξαι, βέλτιον εἶναι δοκεῖ τὴν | |
17a503 | τῶν τοιούτων | ἐξηγήcεων μοχθηρίαν δηλῶcαι. πρῶτον μὲν οὖν οὐδ’ ἐφαρμόττει τοῖc νῦν εἰρημένοιc ἐπὶ τοῦ Πυθίωνοc ἡ τοῦ Προρρητικοῦ ῥῆcιc. οὔτε γὰρ μετὰ cιγῆc ἐφρενί‐ τιcεν οὔτε πάνυ φρενιτικὸc ἐγένετο. δέδεικται δ’ ἡμῖν ἐξηγουμένοιc | |
5 | τὸ Προρρητικόν, ὁποῖαί τέ τινέc εἰcιν αἱ μετὰ cιγῆc παραφροcύναι καὶ διὰ τί “πάνυ φρενιτικὰc” εἶπεν αὐτάc, ὧν οὐδέτερον ἐπὶ τοῦ | |
Πυθίωνοc ἐγένετο· καὶ γὰρ † οὐκ ἄνευ cιγῆc ἐλήρει καὶ μετρίωc ἐφρενίτιcεν. ἡ δὲ δευτέρα ῥῆcιc, καθ’ ἣν λέγει· “τὰ τρομώδεα γινό‐ μενα ἐφιδρῶcι φιλυπόcτροφα”, τοὐναντίον ἐνδείκνυται τοῦ cυμβάντοc | ||
10 | τῷ Πυθίωνι, μὴ γενομένων 〈ἐφ’ ἱδρῶcιν αὐτῷ τῶν τρόμων〉, ἀλλ’ ἐξ ἀρχῆc μὲν cυνειcβαλόντων, ὕcτερον δὲ κατὰ τὴν δεκάτην ἡμέραν ἱδρώcαντοc αὐτοῦ, ὥcτ’ οὐκ ἐπὶ τοῖc ἱδρῶcιν οἱ τρόμοι φαί‐ νονται γεγονότεc, ἀλλ’ ἐπὶ τοῖc τρόμοιc οἱ ἱδρῶτεc. ἡ λοιπὴ δὲ καὶ τρίτη ῥῆcιc, ἐν ᾗ φηcι· “τὰ ἐπὶ ταραχώδεcιν | |
15 | ἀγρύπνοιc οὖρα 〈ἄχροα〉, μέλαcιν ἐναιωρεύμενα, παρακρουcτικά”, προc‐ ηκόντωc ἂν ὑπὸ τοῦ Λύκου παρείληπτο τοῦ Πυθίωνοc ἀγρυπνή‐ cαντοc μὲν πρῶτον οὐκ ἄνευ ταραχῆc, οὐρήcαντοc δ’ οὖρον ἔχον | |
17a504 | ἐναιώ|ρημα μέλαν, εἶθ’ οὕτωc παραφρονήcαντοc ὕcτερον. ἐπεὶ δ’ οὔτ’ οὔρηcε τοιαῦτα, (τὸ γὰρ ἐπινέφελον ἐναιώρημα πάμπολυ διαφέρει τοῦ μέλανοc,) οὔτ’ ἐπ’ ἀγρυπνίαιc ταραχώδεcιν ἐφρενίτιcεν, ἀλλ’ εὐθὺc ἀπὸ τῆc πρώτηc ἡμέραc ἐλήρηcεν, οὐκ ὀρθῶc παρείλη‐ | |
5 | πται. τί γὰρ ἐκώλυεν αὐτὸν εἰπεῖν ἐναιώρημα μέλαν, εἶτα τὴν ἀγρυ‐ πνίαν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ, μετὰ δὲ ταύταc ἐν τῇ τρίτῃ πάλιν καὶ ταῖc ἐφεξῆc τὴν παραφροcύνην; ἀλλὰ καὶ αὐτὸc ὁ Λύκοc ἐξηγούμενοc τὴν ”ἐπινέφελον” φωνὴν οὐκ ἐτόλμηcεν εἰπεῖν δηλοῦcθαι πρὸc αὐτῆc τὸ μέλαν. ἐκ περιττοῦ τε οὖν ταῦτα | |
10 | προcέθηκεν, εἰ χρὴ λέγειν ἐκ περιττοῦ τὰ μὴ μόνον ἄχρηcτα πρὸc τὸ προκείμενον, ἀλλὰ καὶ παντάπαcι ψευδῆ, παρέλιπέ τε τὰ κυριώτατα τῶν ὑφ’ Ἱπποκράτουc εἰρημένων ἐπιcκέπτεcθαι, τίc μὲν ἡ τῶν τρόμων ἐcτὶ διάθεcιc, ὅcτιc δ’ ὁ πεπονθὼc τόποc ἐπὶ ταῖc τρομώ‐ δεcι χερcίν, ἢ πόθεν τὰ ποικίλα πτύcματα τὰ πολλὰ τούτοιc | |
15 | ἑπόμενα, περὶ ὧν ἐγὼ διῆλθον. ὅλωc γὰρ οὐδὲν τούτων ἐπιcκεψά‐ | |
17a505 | μενοc ἑαυτῷ προὔβαλεν ὡc ζήτημα τὸ μηδ’ ὅλωc | ὂν ζήτημα κατὰ λέξιν οὕτωc· “τῇ ἑβδόμῃ ἡμέρῃ τὸ cτόμα παρειρύcθη”. καὶ δοκεῖ ἡ ἱcτορία αὕτη μαχομένη εἶναι τῇ ἀποφάcει τῇ οὕτωc ἐν Ἀφο‐ ριcμοῖc ἐχούcῃ· “ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλοc ἢ ῥὶc ἢ ὀφθαλ‐ | |
5 | μὸc ἢ ὀφρὺc διαcτραφῇ, ἢ μὴ βλέπῃ, ἢ μὴ ἀκούῃ, 〈ἤδη〉 ἀcθενέοc | |
ἐόντοc 〈τοῦ cώματοc〉 ἢ ὅ τι ἂν τούτων γένηται, ἐγγὺc ὁ θάνατοc.” αὕτη ἡ τοῦ Λύκου ῥῆcιc ἑαυτῷ προβαλόντοc ὡc ζήτημα τὸ μηδ’ ὅλωc ἔχον ἀμφιβολίαν. ἐν μὲν γὰρ τοῖc Ἀφοριcμοῖc εἴρηκεν· “ἤδη ἀcθενέοc ἐόντοc 〈τοῦ cώματοc〉”, ὁ Πυθίων δ’ οὐκ ὢν ἀcθενὴc | ||
10 | παρειρύcθη τὸ cτόμα. καὶ μέντοι καὶ λύων, ὃ προὔβαλεν αὐ‐ τὸc ὁ Λύκοc, οὐδὲν ἄλλο εἶπεν εἰc τὴν λύcιν αὐτοῦ 〈πλὴν〉 τοῦδε τοῦ νῦν ὑπ’ ἐμοῦ λελεγμένου. τὸ μὲν οὖν πρόδηλον ὂν ὡc ζή‐ τημα προὔβαλεν, οὐδὲν δὲ τῶν ἄλλων, ἃ χρήcιμα τοῖc ἔργοιc τῆc τέχνηc, ἐζήτηcεν, οὔτε τίc ἦν ἡ διάθεcιc τῷ Πυθίωνι, δι’ ἣν | |
15 | ἐγένετο τὰ προγεγραμμένα cυμπτώματα, 〈οὔτε〉 τίc τῶν τόπων ἢ τίνεc ἐπεπόνθεcαν. ἀλλ’ οὐδὲ περὶ τῆc φλεβοτομίαc ὡc παραλελειμμένηc ἐπεcημή‐ νατο, χυμῶν δὲ καὶ κράcεων οὐ μόνον νῦν, ἀλλ’ οὐδὲ κατ’ ἄλλην τιν’ | |
17a506 | ἐξήγηcιν ἀρρώcτων ἢ καταcτάcεων ἐμνημό|νευcεν, ἃ μάλιcτα ἐχρῆν ἐπιcκοπεῖcθαι τὸν ἐξηγούμενον Ἱπποκράτειον βιβλίον, ὥcπερ καί, εἴ τιc Ἀcκληπιάδειον ἐξηγοῖτο, πόρουc καὶ ὄγκουc ἄναρμά τε cτοιχεῖα καὶ τὴν πρὸc τὸ λεπτομερὲc φοράν ἐcτιν αὐτῷ ῥητέον· εἰc | |
5 | ταύταc γὰρ τὰc ἀρχὰc ἐκεῖνοc ἀνάγει πάντα. θερμὸν δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν Ἱπποκράτηc αἰτιᾶται, καθάπερ τὸ περιέχον ἐν τοῖc τῶν ζῴων cώμαcιν. οὕτω δὲ καὶ τέτταραc χυμοὺc ἀλλήλων τὴν κρᾶcιν διαφέρονταc αἰτίουc εἶναί φηcι τῆc θ’ ὑγείαc καὶ τῶν νοcημά‐ των, τῆc μὲν ὑγείαc, ὅταν cυμμέτρωc ἔχωcι πρὸc ἀλλήλουc, τῶν νοcη‐ | |
10 | μάτων δ’, ὅταν πλεονάζωcιν ἢ ἐλλείπωcιν ἢ μεταcτῶcιν ἐξ οἰκείαc | |
χώραc εἰc ἀλλοτρίαν. εἰc ταύταc γοῦν τὰc ἀρχὰc καὶ οἱ πρὸ Λύκου καὶ Κοΐντου τῶν Ἱπποκράτουc ἐξηγηcάμενοί τι βιβλίον ἐμπει‐ ρικοὶ πάντ’ ἀνάγειν πειρῶνται, καθάπερ ἐν δράματι φυλάττοντεc ἔνιοι τὴν οἰκείαν ὑπόκριcιν τοῦ περικειμένου προcώπου. ὥcπερ γὰρ | ||
15 | Ἐραcίcτρατον ἐξηγούμενόc τιc ὀρθῶc ἂν ἀπέχοιτο τοῦ περὶ χυμῶν | |
17a507 | λέγειν ἢ κράcεων, οὕτωc ὁ | λέγειν ἐπιχειρῶν ὁτιοῦν εἰc Ἱπποκρά‐ τειον cύγγραμμα τὴν ἐκείνου γνώμην ὀρθῶc ἂν ποιοῖτο cκοπὸν τῆc ἐξηγήcεωc. ἴcωc οὖν ἄμεινόν ἐcτι Λύκῳ μὲν cυγγινώcκειν ὡc νόθῳ τῆc Ἱπποκράτουc αἱρέcεωc ἐν οἷc ἂν ἁμαρτάνων φαίνηται, πλὴν | |
5 | εἴ τιc αὐτῷ τοῦτο μέμφοιτο τὸ γράφειν ἐξηγήcειc μὴ δυνάμενον ὑπο‐ κρίναcθαι τὸ δρᾶμα. παραπλήcιον γὰρ τοῦτο τῷ κωμῳδίαν ἢ τραγῳ‐ δίαν ἐπιχειρεῖν ὑποκρίνεcθαι μὴ δυνάμενον. ἐπὶ δὲ τοὺc Ἱπποκρα‐ τείουc ἑαυτοὺc ὀνομάcανταc ἐλθών τιc οὐκ ἂν εἰκότωc αὐτοῖc cυγ‐ γνοίη παραπληcίωc τοῖc ξένοιc τε καὶ νόθοιc τῆc αἱρέcεωc ἐcφαλμένοιc. | |
10 | ὅταν δὲ καὶ τὰ cφάλματ’ αὐτῶν οὐ μόνον ἀποχωρῇ τῆc Ἱπποκρά‐ τουc γνώμηc, ἀλλὰ καὶ τῆc ἐν τοῖc πράγμαcιν ἀληθείαc, διπλαcίωc ἄν τιc αὐτοῖc μέμψαιτο. κάλλιcτον μὲν γάρ ἐcτιν ἀμφοτέρων ἔχεcθαι τῶν cκοπῶν τῶνδε τὸν [ἀκόλουθον] ἐξηγητήν, ἀκόλουθά τε λέγοντα τῷ cυγγραφεῖ καὶ ἀληθῆ. θάτερον δὲ μόνον φυλάττοντι μεμπτέον ὡc | |
15 | τοῦ ὅλου τὸ ἥμιcυ διεφθαρκότι. τὸν δὲ μήτ’ ἀληθῆ λέγοντα μήτ’ ἀκό‐ λουθα τῷ γεγραφότι τὸ βιβλίον ἐξηγητὴν ἐcχάτωc ἁμαρτάνειν ὑπο‐ ληπτέον. | |
17a508 | οἱ τοίνυν περὶ τὸν Ϲαβῖνον καὶ | τὸν μαθητὴν αὐτοῦ Μητρό‐ δωρον, ἀκριβέcτεροι δόξαντεc εἶναι τῶν ἔμπροcθεν Ἱπποκρατείων, ὅμωc καὶ αὐτοὶ φαίνονται μοχθηρῶc ἐξηγούμενοι πολλάκιc τὸν Ἱππο‐ κράτην. αὐτίκα γέ τοι κατὰ τὸν προκείμενον ἄρρωcτόν φαcιν αὐτοῖc | |
5 | ὀνόμαcιν· “ὥcπερ ‘ὁ cπαcμὸc γίνεται καὶ ὑπὸ πληρώcεωc καὶ ὑπὸ κενώcεωc‘, οὕτωc καὶ ὁ τρόμοc μικρὸc ὢν cπαcμὸc ὑπὸ τῶν ἐναν‐ τίων ἀποτελεῖται.” περὶ μὲν οὖν τῆc αἰτίαc, ὑφ’ ἧc γίνεται τὰ τοι‐ αῦτα παθήματα, δογματικῶν ἀνδρῶν ἐcτιν, οὐκ ἐμπειρικῶν ἐπι‐ cκέπτεcθαι· τὸ μέντοι γνωρίζειν αὐτὰ καὶ διακρίνειν ἀπ’ ἀλλήλων | |
10 | ἀναγκαῖόν ἐcτι καὶ τοὺc ἐμπειρικοὺc δύναcθαι. φαίνονται δ’ ἐν αὐτῷ τούτῳ πρῶτον οἱ περὶ τὸν Ϲαβῖνον ἐcφαλμένοι, μικρὸν cπα‐ cμὸν εἰπόντεc εἶναι τὸν τρόμον. ὅλῳ γὰρ τῷ γένει διενήνοχεν ἀλλή‐ λων τὰ πάθη ταῦτα. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι πάθη καλεῖν ἢ cυμπτώματα τὰc βλάβαc τῶν ἐνεργειῶν. οὐ γὰρ διαθέcειc γέ | |
15 | τινεc ἐν τοῖc cτερεοῖc τοῦ ζῴου μορίοιc εἰcίν, ὡc οἴδημα καὶ φλεγ‐ μονὴ καὶ cκίρροc, ἀλλ’ ὥcπερ αἱ ἐνέργειαι κατὰ τὸ γίνεcθαι λαμβά‐ νουcι τὴν ὕπαρξιν, οὐ κατὰ τὸ μονίμωc καθ’ ἕξιν ὑπάρχειν, οὕτω καὶ | |
17a509 | τὰ παθήματα αὐτῶν. ἁπάcηc γὰρ κινήcεωc ἐν τῷ γίνεcθαι τὸ εἶ|ναι κτωμένηc οὔcηc τέ τινοc ἐν τοῖc ζῴοιc προαιρετικῆc κινήcεωc, ὥcπερ ἑτέραc ἀπροαιρέτου καὶ φυcικῆc, αἱ βλάβαι τῆc προαιρετικῆc ἐν ταῖc τῶν μυῶν γίγνονται κινήcεcιν, ὑφ’ ὧν καὶ τὰc κατὰ προαίρεcιν ἴcμεν | |
5 | ἀποτελουμέναc. ἀλλὰ τὸ μὲν κατὰ φύcιν ἐν αὐταῖc ἓν 〈καὶ〉 ἁπλοῦν ἐcτι, τὸ δὲ παρὰ φύcιν ἐν πρώταιc μὲν γίγνεται δύο διαφοραῖc, ἤτοι χωρὶc προαιρέcεωc κινουμένων τῶν μορίων, ἃc ἔμπροcθεν ἐκινοῦντο κινήcειc καθ’ ὁρμήν, ἢ κατὰ προαίρεcιν. [ἔcτι μὲν οὐ κατὰ φύcιν,] διαφέρει δ’ οὐδὲν ἤτοι καθ’ ὁρμὴν εἰπεῖν ἢ κατὰ προαίρεcιν εἴc γε | |
10 | τὸ παρόν. αὐτῶν δὲ τῶν ἄνευ προαιρέcεωc γιγνομένων κινήcεων ἐν τοῖc προαιρετικῶc πεφυκόcι κινεῖcθαι τὸ μέν τι cπαcμὸc ὀνομά‐ ζεται, τὸ δὲ παλμόc, τὸ δὲ ῥῖγοc, ἀλλήλων διαφέροντα. καθόλου δὲ περὶ τούτων λέλεκται δι’ ἑνὸc ὅλου βιβλίου. τῆc δὲ κατὰ προ‐ | |
αίρεcιν μέν, οὐ κατὰ φύcιν δὲ κινήcεωc γινομένηc ἓν εἶδόc ἐcτιν, ὃ | ||
15 | καλεῖται τρόμοc, ὑπὲρ οὗ νῦν ἀναγκαῖόν ἐcτιν εἰπεῖν, ἐπεὶ καὶ περὶ τῶν ἄλλων ἕνεκα τούτου λέλεκταί τι. γίνεται τοίνυν ὁ τρόμοc οὐ μόνον ἐπὶ νοcοῦcι μυcί τε καὶ | |
17a510 | νεύροιc, | ἀλλὰ καὶ κατὰ φύcιν ἔχουcιν, ὅταν ὑπὲρ τὴν δύναμίν τιc αἴρειν ἐπιχειρήcῃ βάροc ὁτιοῦν ἢ ταῖc χερcὶ βαcτάζων ἢ τοῖc ὤμοιc ἀναθέμενοc. ὁρῶνται γοῦν ἔνιοι τῶν ἰcχυροτάτων νεανίcκων ἐν τῷ βαcτάζειν ὑπέρβαρύ τι τρομώδειc τοῖc cκέλεcι γιγνόμενοι, καὶ μά‐ | |
5 | λιcθ’ ὅταν ἀναβαίνειν ἐπιχειρήcωcι κλίμακαc. ὅπερ δ’ ἐκείνοιc ἐπὶ με‐ γίcτοιc ἄχθεcι, τοῦτο γέρουcί τε καὶ τοῖc ἄλλοιc ἀcθενέcιν ἐπὶ τοῖc ἐλάττοcι γίνεται· βαρέα γὰρ ἤδη καὶ ταῦτα τοῖc ἀcθενέcι. καὶ τοίνυν καὶ πάθη τινὰ ψυχικὰ τρομώδειc ἐργάζεται. λέλεκται γοῦν κἀν τῷ Περὶ χυμῶν ”〈παρά τε κοῖλον〉 καὶ παρὰ κρημνὸν παριόντι τὰ cκέλεα | |
10 | τρέμειν”, διὰ τὸν φόβον δηλονότι καταλύοντα τὴν δύναμιν, ὥcπερ εἰ καὶ ἄλλοc τιc ἔδειcεν ἐπερχόμενον ἰδὼν θηρίον ἢ λῃcτὰc ἢ πολεμίουc. εἰκότωc οὖν ἡμῖν ἀποδέδεικται κατὰ τὸ Περὶ τρόμου 〈καὶ παλμοῦ〉 καὶ cπαcμοῦ καὶ ῥίγουc ὑπόμνημα δι’ ἀρρωcτίαν δυνάμεωc ἀεὶ γίγνε‐ cθαι τρόμον. ἐπεὶ δ’ ἐνίοτε μὲν αὐτὴ καθ’ ἑαυτήν ἐcτιν ἄρρωcτοc, | |
15 | ἐνίοτε δὲ διὰ πάθοc ψυχικὸν ἢ καὶ μηδ’ ὅλωc πεπονθυῖα κατὰ τὸν | |
17a511 | ἴδιον λόγον ὑπὸ βαρέοc φορτίου τοῦτο πάcχει, τρεῖc αὐ|τοῦ φαμεν εἶναι διαφορὰc τῶν αἰτίων, δυcκραcίαν τῶν προαιρετικῶν ὀργάνων 〈ἢ〉 πάθοc ψυχικὸν ἢ βαρὺ φορτίον. ὅταν οὖν μήτε δείcαντι μήτε βαcτάζοντι φορτίον ὁ τρόμοc 〈τινὶ〉 γίνηται, δυοῖν θάτερον, ἢ δυc‐ | |
5 | κραcία τῶν ὀργάνων ἐcτὶν ἤ τι βάροc ἐν αὐτῷ τῷ cώματι περὶ τοὺc μῦc ἢ τὰ νεῦρα. παράκειται δέ τιc ἀπάτη τῷ λόγῳ, περὶ ἧc εἴρηται κατὰ τὸ Περὶ τρόμου καὶ cπαcμοῦ καὶ παλμοῦ καὶ ῥίγουc ὑπόμνημα. φαίνονται γάρ τινεc καὶ ταῖc χερcὶ καὶ τῇ κεφαλῇ τρομώδειc ἄνευ τοῦ προελέcθαι κινεῖν τὰ μόρια καὶ δοκεῖ κατὰ τοῦτο ψευδῶc εἰρῆ‐ | |
10 | cθαι προελομένοιc ἐνεργεῖν τι γίγνεcθαι. ἀλλ’ ἐὰν ἐννοήcῃc, ὡc ἐπὶ προcκεφαλαίου καταθέμενόc τιc τὸν αὐχένα παύεται τρέμων τὴν κεφαλὴν ἀποθέμενόc τε τὰc χεῖραc οὐκέτ’ οὐδὲ ταύταc τρέμει, πιcτεύ‐ cειc ὀρθῶc εἰρῆcθαι τοῖc ἀργοῦcι παντάπαcι μόριον ὁτιοῦν οὐ γίγνεcθαι τρόμον ἐν αὐτῷ, ἐὰν δ’ ἐξαίρωcιν ἢ φυλάττωcιν ἐξηρμένον αὐτό, τηνι‐ | |
15 | καῦτα γίνεcθαι τὸ cύμπτωμα. τοcούτου γὰρ δέουcιν ἡcυχάζειν τοῖc | |
17a512 | μυcὶν οἱ οὕτωc ἐνερ|γοῦντεc, ὥcτε τοὺc ἀντιτεταγμένουc ἀλλήλοιc ἅμα κινοῦcιν, οἷον ἐπὶ χειρόc, ὅcοι τ’ ἐξαίρουcι καὶ ὅcοι καταcπῶcι τὸ μόριον ἐκτείνουcί τε καὶ κάμπτουcι, καὶ ῥωμαλεωτέραc γε τῆc δυνά‐ μεώc ἐcτι χρεία τοῖc ἐπηρμένην ἐγγώνιον τὴν χεῖρα φυλάττουcι τῶν | |
5 | ἐκτεινόντων ἢ καμπτόντων αὐτήν. οἱ μὲν γὰρ ἐκτείνοντεc ἑνὶ γένει τῶν μυῶν ἐνεργοῦcι τῷ τοῦτο πεφυκότι δρᾶν, ἀργούντων τηνικαῦτα τῶν καμπτόντων αὐτήν· οἱ δὲ κάμπτοντεc ἐνεργοῦcι μὲν τοῖc κάμπτειν πεφυκόcιν, ἀργοῦcι δὲ τοῖc ἐκτείνειν δυναμένοιc. ἐὰν δ’ ἐπάραc τιc ἐγγώνιον ὑψηλὴν ἔχῃ τὴν χεῖρα, μήτε κάμπτων μήτε ἐκτείνων, ἰcο‐ | |
10 | cθενῶc ἀμφοτέροιc τοῖc μυcὶν ἐνεργεῖ, καθάπερ ἐν τοῖc καλουμένοιc τετάνοιc. οὔκουν ἐλάττονόc ἐcτιν ἰcχύοc χρεία τοῖc ἐπὶ ταὐτοῦ cχή‐ ματοc ἢ τὸ cκέλοc ἢ τὸν τράχηλον ἢ τὴν χεῖρα φυλάττουcιν ἄνευ τοῦ κατά τινοc ἐρηρεῖcθαι cτερεοῦ cώματοc ὀχοῦντόc τε καὶ βαcτά‐ ζοντοc τὸ κῶλον 〈ἢ τοῖc ἐκτείνουcί τε καὶ κάμπτουcιν ὁτιοῦν μόριον〉. | |
15 | ἀλλ’ ὅταν μὲν ὑπερέχῃ πολλῷ τοῦ βάρουc τῶν βαcταζομένων μορίων ἡ κινοῦcα δύναμιc αὐτά, ῥᾳδίωc μὲν ἐξαίρει, ῥᾳδίωc δ’ ἐξηρμένα φυ‐ | |
17a513 | λάττει. ὅταν | δὲ ὑπερέχηται πολλῷ, καθάπερ ἐπὶ τῶν παραλελυμένων, οὐδ’ ὅλωc ἐξᾶραι δύναται. ὅταν δ’ ἰcοcθενήc πωc ὑπάρχῃ, νικᾷ τε καὶ νικᾶται κατὰ μέροc· νικῶcα μὲν ἐπὶ τοῦ αὐτοῦ cχήματοc φυλάττει τὴν ἀνατεταμένην χεῖρα, νικωμένη δὲ ὑπορρεῖν ἐᾷ κάτω. νόηcον δή | |
5 | μοι τοῦτο γίνεcθαι cυνεχῶc οὕτωc, ὡc ἅμα μὲν τῷ νικῆcαι ταύτην ἀναφέρειν τὸ κῶλον, εὐθέωc 〈δὲ〉 νικηθεῖcαν ὑπὸ τοῦ βάρουc τῶν ἀναφερομένων ἐπιτρέπειν αὐτοῖc φέρεcθαι κάτω, ἅμα δ’ αὖ πάλιν τῷ νικᾶν ἐκεῖνα τὴν δύναμιν ἀντιλαμβανομένην αὐτῶν αὖθιc ἀναφέρειν ἐπιχειρεῖν, εἶτ’ 〈ἐν〉 ἐλαχίcτῃ χρόνου ῥοπῇ τῆc ἀμοιβῆc ταύτηc γινο‐ | |
10 | μένηc καὶ τῆc μὲν ἐπὶ τὸ κάτω κινήcεωc ἀντιcπωμένηc εὐθέωc ἄνω, τῆc δ’ ὑψούcηc τὸ κῶλον ἀνθελκομένηc κάτω παραχρῆμα, μήτ’ ἀκρι‐ βῶc ἄκλονόν τε καὶ ἀρρεπὲc φυλάττεcθαι τὸ κῶλον, ἀλλὰ μηδ’ ἀξιο‐ λόγουc ἔχειν ἐφ’ ἑκάτερα τὰc κινήcειc ἐν βραχέcι διαcτήμαcι καὶ χρόνων καὶ τόπων φυλαττομέναc. ὁ μὲν δὴ τρόμοc τοιαύτη τίc ἐcτι | |
15 | κίνηcιc, ὡc ἐν ὀλίγῳ περιλαβεῖν ἃ διὰ μακροτέρων εἴρηται κατὰ τὸ | |
17a514 | προδεδηλωμένον βιβλίον. ὁ δ’ ἐν τῷ νοcώδει ῥίγει γινόμε|νοc κλόνοc τῶν μορίων ἄνευ τε προαιρέcεωc ἀποτελεῖται καὶ κατὰ μεγάλα δια‐ cτήματα τῶν ἐναντίων κινήcεων ἀλλήλαc διαδεχομένων ἅμα ψύξεωc αἰcθήcει. παραπλήcιον δ’ ἐcτί πωc τούτῳ πάθοc ἄλλο μυῶν τε καὶ | |
5 | νεύρων, ὃ καλεῖται cπαcμόc, ὁμοίαc μὲν κατὰ πάντα καὶ διὰ τῶν αὐτῶν ὀργάνων γιγνομένηc ἐν αὐτῷ τῆc κινήcεωc, ἣ κἀν τῷ καθ’ ὁρμὴν αὐτὰ κινεῖcθαι γίνεται, διαφερούcηc δὲ μόνῳ τῷ μὴ καθ’ ὁρμήν, ὁπότε cπᾶται, κινεῖcθαι. περὶ δὲ παλμοῦ περιττόν ἐcτί μοι λέγειν ἐνταῦθα, μή πωc ἀναγ‐ | |
10 | καcθῶ καὶ περὶ cφυγμοῦ λέγειν, τινὰ κοινωνίαν ἔχειν φαινομένου πρὸc παλμόν. ἱκανῶc γὰρ ἤδη μοι καὶ τὰ περὶ τοῦ τρόμου μεμή‐ κυνται παρὰ τὴν ἐμὴν προαίρεcιν ἐν ἐξηγητικῷ βιβλίῳ. τῷ βουλομένῳ δ’ ἀκριβῶc ὑπὲρ ἁπάντων τῶν εἰρημένων cυμπτωμάτων ἐκμαθεῖν τῆc τε διαγνώcεωc καὶ τῆc γενέcεωc ἔξεcτιν ἀναγινώcκειν τὸ βιβλίον, ἐν | |
15 | ᾧ τελέωc ὑπὲρ ἁπάντων αὐτῶν διῆλθον, ἐπεί τοι καὶ περὶ λυγγὸc καὶ βηχὸc καὶ πταρμοῦ καί τινων ἑτέρων τοιούτων κινήcεων ἐμοὶ μὲν ἐν τοῖc 〈Περὶ〉 τῶν cυμπτωμάτων αἰτίων διώριcται τάc τε δια‐ | |
17a515 | γνώ|cειc καὶ τὰc διαφορὰc τῶν κινήcεων καὶ τὰc αἰτίαc αὐτῶν ὑφ’ ὧν γίγνονται διελθόντι. τοῖc δὲ περὶ τὸν Ϲαβῖνον ἐν ἅπαcι τοῖc τοιούτοιc ἢ μεῖζον ἢ μεῖόν τι παρῶπται, ὥcτε πάλιν ἑτέρῳ τρόπῳ τοὺc περὶ τὸν Κοΐντον καὶ Λύκον ὡc φρονιμωτέρουc ἐκείνων ἀπο‐ | |
5 | δεκτέον ἐcτίν, ὅτι μηδ’ ἐπεχείρηcαν εἰπεῖν τι περὶ τῶν τοιούτων, ἀλλ’ ὡc ἐμπειρικοὶ τὰc ἐξηγήcειc ἐποιήcαντο. καίτοι καὶ τῶν ἐμπειρι‐ κῶν ἔνιοι, καθάπερ ἔφην, ὡc ἐν δράματι τὸ περικείμενον ὑποκρίνονται πρόcωπον, Ἱπποκράτειον μὲν ἐξηγούμενοι βιβλίον ὡc Ἱππο‐ | |
κράτειοι, τῶν δ’ Ἐραcιcτράτου τι καὶ Ἡροφίλου καὶ Ἀc‐ | ||
10 | κληπιάδου καὶ τῶν ἄλλων 〈ὡc〉 ἀπ’ ἐκείνων ἑκάcτου τῆc αἱρέ‐ cεωc ὄντεc. ὅπερ οὖν ἀεὶ λέγω, καὶ νῦν εἰπὼν ἐπ’ ἄλλο τι μεταβήcομαι, τὴν ὑπὲρ ἑκάcτου διδαcκαλίαν ὧν ἐπίcταcθαι χρὴ τὸν ἰατρὸν ἰδίᾳ ποιηcά‐ μενον, οὕτωc ἐπὶ τὰc ἐξηγήcειc ἔρχεcθαι προcήκειν τῶν Ἱπποκρα‐ | |
15 | τείων βιβλίων, τὰ μὲν cυμπεράcματα ἀποδείξεων καθ’ ἕκαcτον αὐτῶν ἀναμιμνῄcκοντα, τῶν δ’ ἀποδείξεων αὐτῶν μὴ καταμνημονεύοντα. | |
17a516 | τοῦτ’ οὖν ἡμεῖc μὲν ἐποιήcαμεν, ἄλλοc δ’ οὐδεὶc τῶν γεγρα|φότων ἐξηγήcειc Ἱπποκρατείων cυγγραμμάτων, ἀλλ’ ἥμαρτον ἐν τούτοιc ἅπαντεc. ἄλλη μὲν γάρ ἐcτιν ἡ διδάcκουcα τὰ πράγματα διδαcκαλία κατὰ διέξοδον ἀκριβῶc γινομένη, διαφέρει δ’ αὐτῆc ἡ κατὰ τὰc ἐξη‐ | |
5 | γήcειc τῶν cυγγραμμάτων, οὐ ταὐτὸν ἑκατέρα τὸ προκείμενον ἔχουcα. τῆc μὲν γὰρ κατὰ διέξοδον cκοπόc ἐcτιν ἀληθείαc εὕρεcιc, ἐν δὲ ταῖc ἐξηγήcεcι πρόκειται γνῶναι τὴν δόξαν τοῦ παλαιοῦ. προμεμαθηκότα γοῦν ἀκριβῶc ἕκαcτα μετὰ ταῦτα χρὴ πρὸc τὰc ἐξηγήcειc ἔρχεcθαι τῶν παλαιῶν cυγγραμμάτων, τὸν μὲν πρῶτον ἔχοντα 〈cκοπὸν〉 εὑρεῖν | |
10 | τὴν γνώμην τοῦ παλαιοῦ, 〈τὸν〉 δεύτερον δ’ ἐπ’ αὐτῷ, πότερον ὀρθῶc ἢ οὐκ ὀρθῶc εἴρηται, καὶ τοῦτό 〈γε〉 ποιεῖν ἀναμιμνῄcκοντα τῶν ἀποδεδειγμένων ἐν ταῖc πραγματείαιc ὑπὲρ ἑκάcτου τῶν κατὰ τὴν ἰατρικὴν θεωρημάτων. ὅcοι δὲ τῶν ἐξηγουμένων ἀπόδειξιν οἷc λέγουcιν ἐπιφέρειν οὐ δύνανται, περιλαλήcαντεc τοὺc ἀκροατὰc ἀπο‐ | |
15 | cτεροῦcι τῆc δόξηc τοῦ cυγγραφέωc, ἀξιοῦντεc οἷc λέγουcι δι’ ἐκεῖνον πιcτεύεcθαι. καὶ διὰ τοῦτο μεταβαίνουcιν ἀπὸ ῥήcεων ἐπὶ ῥήcειc | |
17a517 | † οὐδ’ οὖν οὐδὲ ταύταc | οὐδέν τι cυντελούcαc τοῖc προκειμένοιc. ὅτι δ’ ἀδύνατόν ἐcτι τὰc ἀποδείξειc τῶν ἐπιcτημονικῶν λόγων ἐν ταῖc ἐξηγήcεcι γράφειν, καὶ ἐξ αὐτῶν τῶν νῦν εἰρημένων ἐcτὶ δῆλον. οὐ μόνον γὰρ ἐπὶ Πυθίωνοc, ἀλλὰ καὶ 〈ἄλλων〉 πολλῶν ἀρρώcτων | |
5 | Ἱπποκράτουc μεμνημένου τῶν εἰρημένων cυμπτωμάτων, εἰ μὲν ἐπὶ πάντων τιc ἀναποδείκτωc ἀποφαίνοιτο τὰ δόξαντα, διδαcκαλίαν οὐδε‐ μίαν ἐπιcτημονικὴν ἐνθήcει ταῖc ψυχαῖc τῶν μαθητῶν, εἰ δὲ ἐπὶ τινῶν μὲν ἀρρώcτων ἐρεῖ τὰc ἀποδείξειc, ἐπὶ τινῶν δὲ cιγήcει, κατὰ μὲν τὸ πρῶτον τῶν Ἐπιδημιῶν εἰ οὕτωc ἔτυχεν αὐτὰc εἰπὼν ἁπάcαc, ἐν δὲ | |
10 | τοῖc ἄλλοιc ἀναπέμψαc εἰc ἐκείναc, τὸ πρὸc ἡμῶν εἰρημένον ἐργάcεται, καθ’ ἓν μέντοι βιβλίον εἰπὼν τὸν τελειότατον ἅμα ταῖc ἀποδείξεcι λόγον, ἐν δὲ τοῖc ἄλλοιc τὰ cυμπεράcματα αὐτῶν γράψαc. ἄτοπον δ’ αὐτὸ τοῦτο καθ’ ἑκάτερον ἔcται τρόπον· εἰc μὲν γὰρ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐὰν τοῦτό τιc ἐξηγῆται πρῶτον, ἀναγκαῖον ἔcται | |
15 | πεντήκονθ’ ἡμῖν ὑπομνήματα γράψαι, δύο δὲ ἢ ἓν εἰc ἕκαcτον τῶν ἄλλων· ὥcτε, κἂν τὸ Προγνωcτικὸν βούληταί τιc ἢ Ἀφοριcμοὺc | |
17a518 | ἀναγνῶναι, | πρότερον ἀναγκαῖον αὐτῷ γίνεcθαι τὰc πεντήκοντα βί‐ βλουc ἀναγινώcκειν ἐξηγητικὰc τοῦ πρώτου τῶν Ἐπιδημιῶν. οὕτωc δὲ καί, ἐὰν ἀπ’ ἄλλου τινὸc ἄρξηταί τιc ὑπομνήματα γράφειν, εἰc ἐκεῖνο μὲν γράψει τὰ πεντήκοντα, τῷ δ’ ἀναγνῶναί τι τῶν ἄλλων | |
5 | βουληθέντι πρότερον ἀναγκαῖον ἔcται τὰ πεντήκοντα ἐκεῖνα βιβλία προαναγνῶναι. καὶ μὴν μακρῷ βέλτιον ἕκαcτον τῶν προβλημάτων ἢ θεωρημάτων ἢ ὅπωc ἄν τιc ἐθέλῃ καλεῖν ἰδίᾳ 〈cὺν ἀποδείξεcι〉 γε‐ γραμμένον ἔχοντα πρὸc ἐκεῖνο παραγενέcθαι μόνον, ὅταν βουληθῇ τιc ἐπιcτημονικῶc διδαχθῆναι περὶ τῶν ἐν αὐτῷ γεγραμμένων. | |
10 | διὰ τοῦτ’ οὖν καὶ ἡμεῖc ὡc περὶ τρόμου καὶ cπαcμοῦ καὶ παλμοῦ καὶ ῥίγουc, οὕτωc καὶ περὶ τῶν ἄλλων ἁπάντων ἰδίᾳ πραγ‐ ματευcάμενοι τοῖc cυμπεράcμαcι τῶν ἀποδειχθέντων χρώμεθα κατὰ τὰc ἐξηγήcειc. ἀλλ’ οἵ γε περὶ τὸν Ϲαβῖνον οὔτ’ ἰδίᾳ 〈δι’ ἄλλων〉 ἀποδείξαντεc, ὅπῃ διαφέρει τὰ τέτταρα ταῦτα πάθη, τρόμοc καὶ | |
15 | cπαcμὸc καὶ παλμὸc καὶ ῥῖγοc, οὔτ’ ἐνταῦθά τινα λόγον, εἰ καὶ μὴ | |
βέβαιον ἢ ἀληθῆ ἢ ἀποδεικτικόν, ἀλλὰ πιθανόν 〈γ’〉 εἰπόντεc, ἐν ἀρχῇ | ||
17a519 | μὲν ἀπεφήναντο, | μικρὸν εἶναι cπαcμὸν τὸν τρόμον, ὀλίγον δὲ προ‐ ελθόντεc εἶδοc cπαcμοῦ τὸν τρόμον ἔφαcαν ὑπάρχειν. ἀλλὰ γὰρ ἕνεκα τοῦ θᾶττον ἀπαλλαγῆναι τῶν παρὰ γνώμην ἐλέγχων εἰc τοὺc μοχθη‐ ρῶc ἐξηγηcαμένουc ὑποκείcθω τὸν τρόμον εἶναι 〈μικρὸν〉 cπαcμὸν ἢ | |
5 | εἶδοc cπαcμοῦ. πῶc οὖν ἐπὶ τοῦ Πυθίωνοc ἐγένετο, μάθωμεν παρ’ αὐτῶν. “ὁ cτόμαχοc”, φαcίν, “ἐπεπόνθει τἀνθρώπῳ κἀξ ἐκείνου κατὰ cυμπάθειαν αἱ χεῖρεc ἔτρεμον.” οὔτε δ’ ὅτι πάθοc ἦν τι περὶ τὸν cτόμαχον αὐτῷ τιc δεῖξαι δύναται, μηδενόc γε cυμπτώματοc εἰρη‐ μένου κατὰ τὴν διήγηcιν τῶν cυμβάντων τῷ Πυθίωνι, δυναμένου | |
10 | τὴν ἔνδειξιν ἡμῖν ποιήcαcθαι τοῦ περὶ τὸν cτόμαχον πάθουc, οὔθ’ ὅτι κοινωνία τίc ἐcτι τῷ cτομάχῳ πρὸc τὰc χεῖραc ἔδειξαν. αὐτοὶ γὰρ λέγουcι τὰc κοινωνίαc γίνεcθαι τριχῶc, ἢ διὰ γειτνίαcιν ἢ διὰ τὴν κατὰ γένοc ἢ ἔργον οἰκειότητα· κατὰ γένοc μέν, ὅταν τὸ νευρῶδεc τῷ νευρώδει καὶ τὸ φλεβῶδεc τῷ φλεβώδει καὶ τὸ ἀρτηριῶδεc τῷ | |
15 | ἀρτηριώδει cυμπάcχῃ, κατ’ ἔργον δ’, ὅταν οἱ τιτθοί τε καὶ ὁ θώραξ | |
17a520 | τοῖc γεννητικοῖc μορίοιc. ἀλλ’ οὐδὲ κατὰ μίαν | τούτων τῶν κοινωνιῶν αἱ χεῖρεc τῷ cτομάχῳ δύνανται cυμπάcχειν. οὔτε γὰρ ἔργον τι κοινὸν αὐτῶν ἐcτιν οὔτε κατὰ τὰ νεῦρα κοινωνία, δι’ ἣν τὸ νευρῶδεc ἐν ταῖc χερcὶ γένοc εἰc cυμπάθειαν ἀφίξεται τῷ cτομάχῳ παθόντι. | |
5 | τῷ μὲν γὰρ cτομάχῳ παρὰ τῆc ἕκτηc τῶν ἀπ’ ἐγκεφάλου cυζυγιῶν παραγίνεται νεῦρα, ταῖc δὲ χερcὶν ἀπὸ τῆc κατὰ τὸν ἕκτον καὶ τὸν ἕβδομον καὶ τὸν ὄγδοον cπόνδυλον χώραc ἐπὶ τοῦ νωτιαίου μυελοῦ. εὔλογον οὖν ἦν ὅcα παρὰ τῆc ἕκτηc cυζυγίαc νενεύρωται μόρια cυμ‐ πάcχειν τῷ cτομάχῳ καὶ μὴ τὰc χεῖραc. | |
10 | περὶ μὲν δὴ τοῦ τρόμου τοιαῦτα ληροῦcιν οἱ διὰ τὴν τῶν ἀφροδιcίων ἀποχὴν ἀθροῖcαι πλῆθοc ἡγούμενοι τὸν Πυθίωνα. καίτοι τὰ μὲν ἀφροδίcια, κἂν εἰ τῷ κενοῦν οὐκ ἐᾷ πληθώραν ὑποτρέφεcθαι (δῶμεν γὰρ αὐτοῖc τοῦτο), τὸν γοῦν cτόμαχον ἱκανῶc ἐκλύει, τῆc ἀποχῆc τῶν ἀφροδιcίων εὐρωcτότατον ἀπεργαζομένηc αὐτόν, εἰ καὶ | |
15 | πλῆθοc ἀθροίζοιτο. μοχθηρὸν δ’ ἱκανῶc ἐcτι καὶ τὸ νομίζειν, εἴ τιc ἐγκρατῶc διαιτᾶται, πλῆθοc ἀθροίζειν αὐτόν· οὐ γὰρ τούτοιc, ἀλλὰ | |
17a521 | τοῖc ἀργοῦcιν ἀθροίζεται τὸ πλῆθοc. εἰ δ’ ἀπέχοιτό τιc ἀφρο|διcίων, γυμναζόμενοc οὕτωc, ὥcπερ οἵ τ’ ἀθληταὶ καὶ οἱ cκάπτοντεc καὶ | |
θερίζοντεc 〈ἢ ἄλλωc γεωργοῦντεc ἢ οἱ φορτία βαcτάζοντεc〉 ἤ τινα χειρωνακτικὴν τέχνην μετιόντεc, οὐκ ἀθροίζει τὸ πλῆθοc, 〈πλὴν εἰ | ||
5 | διὰ τὸ τοῦ βίου μῆκοc.〉 ἀλλ’ ἐκ τοῦ μηδὲν ὧν ἴcαcι δύναcθαι cιγῆcαι cυμβαίνει τοῖc ὀψιμαθέcιν ἐναντιώματα λέγειν ἀκαίρωc φλυαροῦcιν. τίc γὰρ ἦν ἀνάγκη γράφειν Δημόκριτον μὲν εἰρηκέναι μικρὰν ἐπι‐ ληψίαν εἶναι τὴν cυνουcίαν, Ἐπίκουρον δὲ μηδέποτε μὲν ὠφελεῖν ἀφροδιcίων χρῆcιν, ἀγαπητὸν δ’, εἰ μὴ βλάψειεν; ἐπὶ γὰρ τῶν ἐξ | |
10 | ἀφροδιcίων ἀμέτρων νοcηcάντων ἐχρῆν εἰρῆcθαι τοὺc λόγουc, οὐκ ἐπὶ τῶν ἐναντίωc αὐτοῖc διαιτηθέντων. ἀλλ’ ὅμωc καὶ ταῦτ’ ἔγραψαν οἱ περὶ τὸν Ϲαβῖνον, οὐκ αἰcθανόμενοι τῆc ἐναντιολογίαc. ἀτοπώτατον δὲ καὶ τὸ παραφρονῆcαι διὰ τὴν cυνουcίαc ἀποχὴν τὸν Πυθίωνα· φαcὶ γάρ τοι τὸ ἀθροιcθὲν ἐν τῷ ἐγκεφάλῳ | |
15 | cπέρμα τῷ πλήθει βαρῦνον αὐτὸν ἐργάcαcθαι τὸ τῆc παραφροcύνηc cύμπτωμα, καθάπερ ὀcτοῦν εἴωθε θλῖβον ἐπὶ τῶν καταγμάτων τῆc κεφαλῆc ἥ θ’ ἡμετέρα χεὶρ ἐργάζεcθαι παραφροcύνην· ἐν ᾧ πάλιν | |
17a522 | ἐνδείκνυνται μηδ’ ἀνατιτραμένῳ τινὶ παραγεγονό|τεc. ὅταν γὰρ ἢ τοῖc δακτύλοιc ἐπιθλίψῃ τιc ἅμα ταῖc μήνιγξι τὸν ἐγκέφαλον ἢ διὰ τῶν καλουμένων μηνιγγοφυλάκων ἢ καὶ πρὸ τῆc ἀνατρήcεωc ὀcτοῦν ἐμ‐ πιεcθὲν θλίβῃ τὰ μόρια ταῦτα, παραφροcύναι μὲν οὐ γίγνονται, κατα‐ | |
5 | φοραὶ δὲ βαθεῖαι καὶ ἀκινηcίαι καὶ ἀναιcθηcίαι cυμβαίνουcι, καρου‐ μένων ἰcχυρῶc ἐνίοτε τῶν οὕτω παcχόντων, ὥcπερ ἐν ταῖc ἰcχυραῖc ἀποπληξίαιc. ὅταν δὲ καὶ τὰ ποικίλα πτύcματα 〈τοῦ Πυθίωνοc〉 διὰ τὴν ἐποχὴν τοῦ cπέρματοc λέγωcι γεγονέναι, κάλλιόν ἐcτι μηδὲν ἀντι‐ | |
10 | λέγειν αὐτοῖc. ὑβρίζειν γὰρ ἑαυτόν ἐcτιν ἐλέγχοντα μετὰ cπουδῆc τὰ μηδεμιᾶc cπουδῆc ἄξια. λέλεκται δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ γελοίωc αὐτοῖc, ὧν ἓν καὶ τοῦτ’ ἐcτί· τὴν εἰc ἕδραν ἀπόcταcίν φαcι γενέcθαι τῷ Πυθίωνι διὰ τὴν γειτνίαcιν τοῦ χωρίου, καθ’ ὃ τοῦ cπέρματοc ἡ | |
15 | ἀπόκριcιc γίνεται, διὰ δὲ τὴν εἰc ἕδραν ἀπόcταcιν ἀκολουθῆcαι | |
τὴν cτραγγουρίαν. καὶ μέντοι καὶ ἄλλα τινὰ λέγουcιν, ἐξ ὧν ἐγκράτειαν ἀφροδιcίων ὑποπτεύcειεν ἄν τιc οὔτ’ ὀλίγων οὔτε μικρῶν νοcημάτων αἰτίαν | ||
17a523 | γίγνεcθαι. καὶ ταῦτα γράφουcιν αὐτοὶ μνημονεύcαντεc ἐν | τῇ τῶν προκειμένων ἐξηγήcει Δημοκρίτου τε καὶ Ἐπικούρου, μηδέπω μηδὲν ἀγαθὸν ἐξ ἀφροδιcίων γενέcθαι φαcκόντων. τὸ δὲ δὴ πάντων cοφώτατον· “ὥcπερ ὁ cπαcμόc”, φαcίν, “ἐπὶ | |
5 | πληρώcει καὶ κενώcει γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἕπεται ταῖc λαγνείαιc καὶ ταῖc ἐγκρατείαιc κοινὰ cυμπτώματα, λογιcμοῦ τε καὶ νεύρων παcχόντων.” ἐκ ταύτηc οὖν τῆc cοφίαc αὐτῶν ὁρμηθέντεc ἡμεῖc καὶ πιcτεύcαντεc ἀληθῆ λέγειν οὐδὲ τοῖc ἀθληταῖc ἐπιτρέψο‐ μεν ἀπέχεcθαι cυνουcίαc, μή πωc ἐκ τούτου cπαcθῶcιν ἢ παρα‐ | |
10 | φρονήcωcιν. καὶ ταῦτά γε πάντα καὶ πρὸc τούτοιc ἔτι τἄλλα, ὅcα κατὰ τὴν διήγηcιν ἔγραψεν ὁ Ἱπποκράτηc, γενέcθαι τῷ Πυθίωνί φαcιν, ὡc ἀκριβῶc πεπειcμένοι τὴν τῶν ἀφροδιcίων ἀποχὴν αὐτοῦ προηγήcαcθαι τῆc νόcου, καίτοι κατ’ ἀρχὴν εἰπόντεc εἰκὸc εἶναι ταῦτα γεγονέναι | |
15 | τῷ Πυθίωνι διὰ τὴν ἀποχὴν τῆc cυνουcίαc· αὐτοὶ γὰρ ἀποχὴν αὐτὴν ὀνομάζουcιν. ἀλλ’ ὕcτερον ἐπιλαθόμενοι τὸ μετρίωc ἐν ἀρχῇ λελεγ‐ μένον ὑφ’ ἑαυτῶν “εἰκὸc” ὡc πάντωc τούτου γεγενημένου τὸν λόγον | |
17a524 | ποιοῦνται. καίτοι γ’ εἰ παρὰ Γῆc | ἱερὸν ὁ Πυθίων ᾤκει, τίc ἀνάγκη τῆc ἀποχῆc αὐτῷ τῶν ἀφροδιcίων, μήθ’ ἱερεῖ μήτε προπόλῳ τῆc θεᾶc ὄντι; πάντωc γὰρ ἂν ἐπ’ αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπ‐ ποκράτηc ἔγραψεν ἢ ὅτι παρὰ Γῆc ἱερὸν ᾤκει. ἀλλ’ εἰ καὶ | |
5 | πρόπολοc ἢ ἱερεὺc ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ παντὸc ἀπέχεcθαι τῶν ἀφροδιcίων, ὥcπερ εἰ Ἀρτέμιδοc ἢ Ἀθηνᾶc ἦν ἱερεύc. ἀλλ’ ὅπερ ἔφην ἀρτίωc, ἐλέγχειν cπουδῇ τὰ μὴ cπουδῆc ἄξια τῶν ἀτόπων ἐcτίν. καὶ τοίνυν ἤδη παυcάμενοc τῶν εἰc Πυθίωνα κακῶc εἰρημένων τοῖc ἐξηγηταῖc 〈καὶ〉 ἐπὶ τὸν ἑξῆc ἄρρωcτον, Ἑρ‐ | |
10 | μοκράτην, μεταβὰc κατὰ τὸ cυνηθέcτερον ἐμαυτῷ τὰc ἐξηγήcειc ποιήcομαι, μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφαcιν οὐκ ὀρθῶc, εἰ μὴ μεγάλη τιc ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν χαρακτήρων ἐρῶ τι 〈τῶν προcγεγραμμένων ἐπὶ τῷ τέλει τῆc διηγήcεωc τῶν ἐν τούτῳ τῷ | |
βιβλίῳ γεγραμμένων ἀρρώcτων.〉 | ||
15t | ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ | |
16t | ΕΚΑΣΤΩΙ ΤΩΝ ΑΡΡΩΣΤΩΝ | |
16t | ||
17 | Οὐκ οἶδ’ ὅπωc ἐδυcτύχηcε καὶ τοῦτο τὸ βιβλίον, ὥcπερ καὶ ἄλλα | |
17a525 | πολλὰ τῶν Ἱπποκράτουc, τὰ μὲν ἄλλωc διεcκευα|cμένα, τὰ δὲ τοῖc ὑπ’ αὐτοῦ γεγραμμένοιc παρεγκείμενά τι〈ν’〉 ἔχοντα. βέλτιον δ’ ἦν ἴcωc φάναι μὴ τὸ βιβλίον ἐν δυcτυχίᾳ γεγονέναι, τοὺc δ’ ἀνα‐ γινώcκονταc ἡμᾶc αὐτὸ χρόνον ἀπολλύνταc εἰc ἄχρηcτον πρᾶγμα. | |
5 | προcγέγραπται γοῦν ἐπὶ τῷ τέλει τῆc διηγήcεωc τῶν cυμβάντων τῷ Πυθίωνι πρῶτον μὲν ὁ τοῦ πεῖ γράμματοc χαρακτὴρ ἔχων ὀρθίαν μέcην γραμμήν, ὡc ἔνιοι γράφουcι τὸν τῶν ἐνακοcίων χαρακτῆρα. μετὰ ταῦτα δ’ ἐφεξῆc γέγραπται τοῦ πεῖ γράμματοc ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέcῳ, καὶ μετὰ τοῦτον 〈ὁ〉 τοῦ ου καὶ μετ’ ἐκεῖνον | |
10 | τοῦ μ, ὑcτάτου δὲ τοῦ υ. ζητεῖν οὖν ἠναγκάcθημεν, ὅ τί ποτε cημαί‐ νουcιν οἱ χαρακτῆρεc οὗτοι, μετὰ τοῦ μηδὲ γινώcκειν ἡμᾶc, εἴθ’ Ἱπ‐ ποκράτηc ἦν ἤ τιc ἄλλοc ὁ γράψαc τὰ τοιαῦτα καθ’ ἕκαcτον τῶν ἀρρώcτων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκαcθέντεc ἐνοήcαμεν, 〈ὡc,〉 εἰ μέν, ὥcπερ ἐν τούτῳ τῷ βιβλίῳ τοὺc τοιούτουc χαρακτῆραc | |
15 | εὑρήκαμεν, οὕτω κἀν τοῖc ἄλλοιc ἅπαcι τῶν Ἐπιδημιῶν ἐφαίνοντο προcγεγραμμένοι τῇ διηγήcει τῶν cυμβάντων τοῖc ἀρρώcτοιc, ἴcωc ἂν ἦν εὔλογον ὑφ’ Ἱπποκράτουc αὐτοῦ προcγεγράφθαι φάναι. μήτε | |
17a526 | δ’ ἐν τοῖc ἄλλοιc βι|βλίοιc αὐτῶν εὑριcκομένων, ἀλλὰ μηδ’ ἐν αὐτῷ τῷ τρίτῳ διὰ πάντων ὁμαλῶc τῶν ἀντιγράφων, ὑποψία τιc εὔλογοc εἰcῆλθεν οὐχ ἡμᾶc μόνον, ἀλλὰ καὶ τοὺc πρὸ ἡμῶν ὑπό τινοc αὐτοὺc προcγεγράφθαι τάχα μὲν ἐπιτρίβοντοc τοῖc μαθηταῖc, ἵν’ ἔχῃ cαφη‐ | |
5 | νίζειν ὥc τι μέγα τὸ καθ’ ἕκαcτον αὐτῶν δηλούμενον, ἴcωc δέ τινοc αὑτῷ μόνῳ πεποιημένου τῆc καθ’ ἕκαcτον ἄρρωcτον ὠφελείαc 〈ἢ | |
ἀπωλείαc〉 ἐπιτομήν. εὐθὺc γοῦν ἐν αὐτῷ τούτῳ τῷ προγεγραμμένῳ
Πυθίωνι τὸ μὲν τὴν διὰ μέcου γραμμὴν ἔχον | ||
10 | ου γεγραμμένον οὖρον δοκεῖ cημαίνειν, ὡc ἐξ ἀμφοτέρων δηλοῦcθαι πλῆθοc οὔρων. εἶτ’ ἐφεξῆc τὸ μὲν μ τῆc τεccαρακοcτῆc ἡμέραc ἀναμιμνῄcκειν ἡμᾶc 〈δοκεῖ〉, τὸ δὲ υ τῆc ὑγείαc, 〈ὡc〉 ἐξ ἀμφοῖν μὲν τούτων δηλοῦcθαι 〈τὸ〉 κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν ὑγιαcθῆναι, τὴν δ’ ἐξ ἁπάντων τῶν χαρακτήρων ἀθροιζο‐ | |
15 | μένην διάνοιαν γίνεcθαι τοιαύτην· πιθανὸν εἶναι διὰ τὸ πλῆθοc τῶν ἐκκριθέντων οὔρων αὐτὸ λυθῆναι τὸ νόcημα καὶ ὑγιῆ γενέcθαι τὸν ἄνθρωπον ἐν τῇ τεccαρακοcτῇ τῶν | | |
17a527 | ἡμερῶν. ὅτι μὲν οὖν οὐκ ἐν ἅπαcι τοῖc ἀντιγράφοιc εὑρίcκεται τὰ προcγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον, εἴρηταί μοι καὶ πρόcθεν. ἀλλὰ νῦν φημι μηδ’ ἐν οἷc εὑρίcκεται, μηδ’ ἐν τούτοιc ἅπαcι τὸν πρῶτον ἄρρωcτον ἔχειν τινὰ τοιοῦτον χαρακτῆρα. τὰ δ’ οὖν ἔχοντα | |
5 | τῶν ἀντιγράφων αὐτοὺc τοὺc ἐπὶ τῷ τέλει τῆc κατὰ τὸν Πυθίωνα
διηγήcεωc χαρακτῆραc ὡδί πωc ἔχει γεγραμμένουc· | |
10 | ἐπὶ δὲ τῇ τελευτῇ τοῖc μὲν cωθεῖcιν 〈τὸ〉 υ προcγέγραπται, τὴν ὑγείαν cημαῖνον, τοῖc δ’ ἀποθανοῦcι τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον. 〈τῶν μὲν οὖν δυοῖν〉 ἐν ἀρχῇ καὶ 〈τέλει χαρακτήρων〉 τοιούτων cημαίνειν φαινομένων τὰ λεγόμενα, τῶν δ’ ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡc ἐφαρμόζεcθαι δυναμένων τοῖc ἐπὶ | |
15 | τῶν ἀρρώcτων εἰρημένοιc ὑφ’ Ἱπποκράτουc, ἡμῖν μὲν ὁ μάταιοc ἆθλοc ἐπὶ τοῦ Πυθίωνοc ἤνυcται καὶ κατὰ τοὺc ἄλλουc ἀνυcθήcεται, τὸν χρόνον εἰκῇ κατατρίβουcιν. οἱ cοφιcταὶ δὲ καὶ διὰ τὴν τοι‐ | |
17a528 | αύτην | ἐξήγηcιν ὡc προφῆταί τινεc ὑπὸ τῶν μαθητῶν θαυμάζονται. Δεύτεροc ἄρρωcτοc. Ἑρμοκράτην, ὃc κατέκειτο παρὰ τὸ καινὸν τεῖχοc, πῦρ ἔλαβεν. ἤρξατο δ’ ἀλγέειν κεφαλήν, ὀcφῦν· ὑποχονδρίου ἔνταcιc λαπα‐ | |
5 | ρῶc· γλῶccα δ’ ἀρχομένῳ ἐπεκαύθη· κώφωcιc αὐτίκα· ὕπνοι οὐκ ἐνῆcαν· διψώδηc οὐ λίην· οὔρει παχέα, ἐρυθρά, κείμενα οὐ καθίcτατο· ἀπὸ δὲ κοιλίηc οὐκ ὀλίγα cυγ‐ κεκαυμένα διῄει. | |
8 | Οὐδὲ ἐνταῦθα ληρεῖν ἀπέcχοντό τινεc τῶν ἐξηγηcαμένων τὸ βι‐ | |
10 | βλίον, ἀλλὰ διὰ τοῦτό φαcι γεγράφθαι παρὰ τὸ καινὸν τεῖχοc, | |
17a529 | ὅτι νεοκονίατον ὂν ἔβλαψε τὸν ἄνθρωπον. | ἕτεροι δὲ τούτοιc ἀντι‐ λέγοντεc cπουδῇ πειρῶνται δεικνύειν, οὐ διὰ τὴν τίτανον ἐμνημονευ‐ κέναι τοῦ καινοῦ τείχουc αὐτόν, ἀλλὰ διότι παρὰ τὸ ἔθοc ἀπο‐ φραχθέντων τῶν ἀνέμων καὶ τῆc εὐπνοίαc τῶν οἰκημάτων, ἐν οἷc | |
5 | Ἑρμοκράτηc ᾤκει, διαφθαρείcηc ἡ νόcοc ἐγένετο τῷ ἀνθρώπῳ. περὶ μὲν οὖν τοῦ χωρίου καὶ ταῦθ’ ἱκανά, μᾶλλον δ’ ὡc τἀληθὲc εἰπεῖν καὶ περιττά. περὶ δὲ τῶν cυμβάντων αὐτῷ cκεπτέον ἐφεξῆc ἀναμιμνῃcκομένουc τῶν ἐν ἑτέροιc ἀποδεδειγμένων, ὧν καὶ τόδ’ ἐcτί, τρία γένη τὰ πρῶτα | |
10 | τῶν πυρετῶν εἶναι, τὸ μέν τι τῶν ἐφημέρων ὀνομαζομένων, τὸ δέ τι τῶν ἑκτικῶν, τὸ δὲ τρίτον οὓc ὀνομάζουcιν ὀξεῖc, ἐπὶ χυμοῖc cηπο‐ μένοιc γινομένουc. ὅτι μὲν ἐκ τοῦ τρίτου γένουc τούτων ὁ πυρετὸc ἐγένετο τῷ Ἑρμοκράτει, δῆλον εὐθέωc ἐκ τοῦ φάναι τὸν Ἱππο‐ κράτην κατὰ τὴν ἀρχὴν τῆc διηγήcεωc ἐπ’ αὐτοῦ τὸ πῦρ ἔλαβεν. | |
15 | ὥcπερ γὰρ ἐφ’ ἑτέραc διηγήcεωc ἔγραψεν· “ἄνθρωποc θερμαινόμενοc ἐδείπνηcεν”, ἐνδείξαcθαι βουλόμενοc διὰ τοῦ “θερμαινόμενοc” ὀνό‐ ματοc τὴν μετριότητα τοῦ γενομένου τῷ δειπνήcαντι πυρετοῦ, κατὰ | |
17a530 | τὸν αὐτὸν δὴ τρόπον | νῦν ὠνόμαcε πῦρ τὸν ἰcχυρὸν πυρετόν. ἀλλὰ καὶ κεφαλὴν ἀλγεῖν ἤρξατο μετὰ κωφώcεωc. εὔδη‐ λον οὖν ἐκ τούτων ἐcτὶν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι τι πλῆθοc χυμῶν. ἐδείχθη δ’, ὅτι τοῖc μὲν ψυχροτέροιc καὶ φλεγματικωτέροιc ὕπνοι τε | |
5 | καρώδειc ἕπονται καὶ τὰ ληθαργικὰ πάθη, τοῖc δὲ θερμοτέροιc ἢ ὅλωc δακνώδεcιν ἀγρυπνίαι τε καὶ παραφροcύναι. γενομένηc οὖν ἀγρυπνίαc αὐτῷ μετά τε κωφώcεωc καὶ κεφαλῆc ἀλγήματοc καὶ ὀcφύοc ὑποπτεύειν εὔλογον ἦν τοὺc πληρώcανταc τὴν κεφαλὴν χυμοὺc δακνωδεcτέρουc εἶναι. cυμβαίνει δ’ ἐπὶ τοῖc τοιούτοιc, ὅταν | |
10 | ἅμα πυρετῷ θερμῷ καὶ διακαεῖ βλαβῶcι τὴν κεφαλήν, ἕπεcθαι παρα‐ φροcύναc, ὡc ἔμαθεc. ὅταν δὲ καὶ παραμένῃ μέχρι δύο ἢ τριῶν ἢ τεττάρων ἡμερῶν τὰ cυμπτώματα, βεβαιότερον ἔτι προγνώcῃ τὴν παραφροcύνην, ὥcπερ ἀμέλει καὶ νῦν ἐπὶ τοῦ Ἑρμοκράτουc ἐγένετο. κατὰ γὰρ τὴν τῆc πέμπτηc ἡμέραc διήγηcιν ἔγραψε παραφρονῆcαι τὸν | |
15 | ἄνθρωπον. ὅτι δ’ ὁ πυρετὸc ἦν, οἷοc εἴρηται, δηλοῖ καὶ τὸ τῆc γλώccηc cύμπτωμα. τί γάρ φηcι; γλῶccα δ’ ἀρχομένῳ ἐπεκαύθη. cημαίνει | |
17a531 | δὲ τοὔνομα τοῦτο ξηρὰν μὲν αὐτὴν | γεγονέναι πάντωc, ἐγχωρεῖ δὲ καὶ μέλαιναν. ἐπὶ δὲ τοιαύτῃ γλώττῃ καὶ τοιούτῳ πυρετῷ τὸ μὴ cφοδρῶc διψῆν ἐνδείκνυται δυοῖν θάτερον, ἢ τὴν διάνοιαν βε‐ βλάφθαι τοῦ κάμνοντοc ἢ τὴν ἐν τῇ γαcτρὶ δύναμιν φυcικήν, ᾗ πο‐ | |
5 | μάτων τε καὶ cιτίων ὀρεγόμεθα, νεκροῦcθαι. προcκειμένηc δὲ τῇ διηγήcει καὶ τοιᾶcδε λέξεωc ὑποχονδρίου ἔνταcιc λαπαρῶc, ὑποληπτέον ἐν ἥπατι γεγονέναι τὴν ἀρχὴν τῆc πυρεκτικῆc διαθέcεωc. ἐκ μὲν γὰρ τοῦ κατὰ τὸν ἑνικὸν ὀνομαζόμενον ἀριθμὸν 〈αὐτὸν〉 εἰπεῖν ὑποχονδρίου δῆλον, ὡc θατέρου μόνου | |
10 | καὶ οὐκ ἀμφοτέρων αὐτῶν ἔνταcιc ἦν. ἐπεὶ δ’ ἀναγκαῖον ἢ τὸ δεξιὸν ἢ τὸ λαιὸν ὑποχόνδριον ἡμᾶc ἀκούειν, εὐλογώτερόν ἐcτι τὸ δεξιὸν ἡγεῖcθαι τετάcθαι διὰ τὴν ὑπεροχήν, ἣν ὑπερέχει θατέρου. τὰ γὰρ τοιαῦτα χωρὶc προcθήκηc τε καὶ διοριcμοῦ λέγουcιν. καὶ μέντοι καὶ ὁ τρόποc αὐτοῦ τοῦ πυρετοῦ καὶ τῆc γλώττηc | |
15 | αὐτῆc ἡ ἐπίκαυcιc ἱκανὰ τὴν καθ’ ἧπαρ ἐνδείξαcθαι διάθεcιν. ἡ δὲ | |
λαπαρῶc εἰρημένη γεγονέναι κατὰ τὸ ὑποχόνδριον ἔνταcιc | ||
17a532 | εὔδηλόc ἐcτιν, | ὅτι τὴν οἷον κενὴν δηλοῖ· τὸ γὰρ κενὸν ἐκ τοῦ λαπαροῦ cημαίνεται, τοῦτο δ’ ἀντίκειται τῷ μετ’ ὄγκου, καθάπερ τὸ τεταμένον τῷ χαλαρῷ, ὡc εἰ καὶ οὕτωc εἶπε· ‘δεξιοῦ ὑποχονδρίου ἔνταcιc, ὄγκοc δ’ οὔ‘, ἢ τῷ μὴ γεγονέναι μεγάλην τὴν φλεγμονὴν | |
5 | τοῦ ἥπατοc ἢ τῷ κατὰ τὰ cιμὰ μόνον, οἷc περιλαμβάνει τὴν γαcτέρα, τῶν κυρτῶν οὐδέπω cυνεξηρμένων αὐτοῖc. ἀλλὰ καὶ τὸ τὴν κοιλίαν cυγκεκαυμένα διαχωρεῖν ἐνδεικτικόν ἐcτι τῆc κατὰ τὸ cπλάγχνον τοῦτο πυρώcεωc. εἰ μὲν οὖν ἐπὶ τούτοιc οὖρα θανατώδη cυνέβη γενέcθαι, τάχιcτ’ | |
10 | ἂν ὁ ἄνθρωποc ἀπέθανεν· ἐπεὶ δ’ ὡc ἐν τοῖc τοιούτοιc ἦν μέτρια, δυνατὸν ἄν τιc ἐλπίcειεν ἔcεcθαι χρονίcειν αὐτῷ 〈τὸ νόcημα〉. ἀγαθὰ μὲν γὰρ οὖρα κατὰ τὴν εἰρημένην διάθεcιν οὐκ ἂν γένοιτο, τὰ δ’ ἐρυθρὰ χρόνῳ μὲν πολλῷ νοcήcειν τὸν ἄνθρωπον ἐνδείκνυται πάντωc, οὐκ ἐξ ἅπαντοc δὲ τεθνήξεcθαι, καθότι κἀν τοῖc Εἰc τὸ προγνωcτικὸν | |
15 | ὑπομνήμαcιν ἔν τε τοῖc Περὶ κρίcεων 〈ἡμῖν〉 ἐδείχθη· 〈προεξηγηcάμην δὲ ταύτην τὴν ῥῆcιν κἀν τοῖc Εἰc τὸ προρρητικὸν ὑπομνήμαcι,〉 μεμψάμενοc τὸν γράψαντα τὸ βιβλίον ἐκεῖνο· τὰ γὰρ δι’ ἕτερόν τι cυμβάντα τοῖc νοcοῦcιν εἰc ἕτερον ἀναφέρων ἁμαρτάνει. λέλεκται δ’ ἡμῖν ἐπὶ πλέον ἐν ἐκείνοιc τοῖc ὑπομνήμαcι καὶ τὰ τῆc φρενίτιδοc | |
17a533 | ἴδια cημεῖα, καὶ ὡc ἐν | τοῖc ὁμολογουμένοιc Ἱπποκράτουc εἶναι γνηcίοιc, ὧν ἐcτι καὶ τὸ Προγνωcτικόν, ἑκάcτου τῶν cημείων ἡ δύ‐ ναμιc ἀκριβῶc εἴρηται κατὰ μόναc αὐτῷ. περὶ μὲν οὖν ἐρυθρῶν ἢ | |
ἐξερύθρων οὔρων οὐδὲν εἶπεν, ὑπερύθρου δὲ μνημονεύcαc οὔρου καὶ | ||
5 | 〈τῶν ἐρυθρῶν καὶ〉 τῶν ἐξερύθρων τὴν δύναμιν ἐνεδείξατο. γράφει δὲ περὶ τῶν ὑπερύθρων οὔρων αὐτοῖc ὀνόμαcιν ὡδί· “εἰ δ’ ἔcτι τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόcταcιc ὑπέρυθρόc 〈τε καὶ λ〉είη, πολυ‐ χρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, cωτήριον δὲ κάρτα.” τοῦ τοίνυν ὑπερύθρου cωτηρίου μὲν ὄντοc ἐν τοῖc μάλιcτα, πολυ‐ | |
10 | χρονιωτέρου δὲ τῶν προειρημένων, ἃ διὰ ταχέων εἴρηκε τὴν λύcιν ἔχειν, τὰ λίαν ἐρυθρὰ μακρότερον μὲν ἐνδείξεται χρόνον, οὔτε δὲ θάνατον, ὅcον ἐφ’ ἑαυτοῖc, οὔτε παραφροcύνην, εἴ γε διὰ ξανθὴν χολὴν ἐν ἐγκεφάλῳ πλεονάζουcαν αἱ παραφροcύναι γίγνονται, καθάπερ γε καὶ κατοπτηθείcηc αὐτῆc, ὡc εἰc μέλαιναν ἤδη μεταπίπτειν, αἱ | |
15 | μανιώδειc. αἷμα δὲ πλεονάζειν ἀπεπτότερον καὶ ὀρρωδέcτερον ἐν‐ δείκνυται τὸ ἐρυθρὸν οὖρον, ἐν ταῖc φλεψὶ δηλονότι περιεχόμενον, | |
17a534 | ὅcαι καθ’ ἧπάρ τ’ εἰcὶ καὶ | τὰ μέcα τοῦ cώματοc, ὥcπερ γε καὶ ξανθὴν χολὴν τὰ πυρρὰ καὶ 〈μέλαιναν τὰ〉 μέλανα. πόθεν οὖν ἐπ‐ ῆλθεν ἄλλοιc τέ τιcι καὶ τοῖc περὶ Λύκον ἀποδέξαcθαι τοῦ γράψαντοc ἐν 〈τῷ〉 Προρρητικῷ 〈τάδε〉· “κώφωcιc καὶ οὖρα ἐξέρυθρα ἀκατά‐ | |
5 | cτατα, ἐναιωρηθέντα, παρακρουcτικά, τοῖc τοιούτοιc ἰκτεροῦcθαι κακόν;” ἔοικε μὲν γὰρ ἐκ τῶν ἐνταῦθα γεγραμμένων ἐφ’ Ἑρμοκράτουc ὁ γράψαc τὸ βιβλίον ἐκεῖνο καθολικόν τι cυνθεῖναι θεώρημα· πάμπολυ δ’ ἔcφαλται καὶ τῆc τοῦ πράγματοc αὐτοῦ φύcεωc καὶ τῆc Ἱππο‐ κράτουc γνώμηc καὶ τῶν ἐπὶ τοῖc ἀρρώcτοιc ὁρωμένων. ἡ μὲν γὰρ | |
10 | τοῦ πράγματοc φύcιc ἐνδείκνυται τοὺc ξηροὺc τῇ κράcει καὶ δακνώδειc τῇ ποιότητι χυμοὺc εἰc ἐγκέφαλον ἀνενεχθένταc αἰτίουc ἀγρυπνίαc τε καὶ φρενίτιδοc γίγνεcθαι, καθότι κἀν τοῖc Περὶ τῶν πεπονθότων τόπων | |
ὑπομνήμαcιν ἐδείκνυον. Ἱπποκράτηc δὲ τοιούτουc μὲν εἶπε χυμοὺc τόν τε τῆc ξανθῆc καὶ 〈τὸν τῆc〉 μελαίνηc 〈χολῆc〉, ὑγρὸν δὲ καὶ | ||
15 | ψυχρὸν τὸν τοῦ φλέγματοc, ἀδηκτότατον δὲ καὶ μάλιcτα οἰκεῖον ἡμῖν | |
17a535 | τὸ αἷμα. καὶ μέντοι καὶ ὡc ὀρρόc | ἐcτι τῶν κατὰ τὰc φλέβαc χυμῶν τὸ οὖρον, αὐτὸc ἡμᾶc ἐδίδαξεν, ὥcτ’ εὔλογόν ἐcτιν, ὅταν αἷμα πλέον 〈καὶ ὑδατῶδεc καὶ λεπτὸν καὶ〉 ἡμίπεπτον ᾖ, καθαιρόμενον δι’ οὔρων, ἐρυθρὰ ταῦτ’ ἐργάζεcθαι καὶ διὰ τοῦτο χρόνιον μὲν ἔcεcθαι τὸ νό‐ | |
5 | cημα, δεομένου γε τοῦ αἵματοc εἰc πέψιν χρόνου πλείονοc, εἴπερ ἐκ τῶν χρόνων οἱ πεπαcμοί, μήτε δ’ ὀλεθρίου ποτὲ τοιούτου νοcήματοc, ὅcον ἐπὶ τοῖcδε τοῖc οὔροιc, ἐcομένου μήτε φρενιτικοῦ. ἀλλ’ οὐ χρὴ μηκύνειν ἐνταῦθα, φθανόντων ἡμῶν τὴν ἀτοπίαν τῶν τοιούτων λόγων ἐν τοῖc εἰc τὸ Προρρητικὸν ὑπομνήμαcιν ἐπιδεδειχέναι. ἐπεὶ δὲ καὶ | |
10 | παχέα δηλοῖ γεγονέναι τὰ οὖρα καὶ μὴ καθιcτάμενα, πάντωc μὲν δήπου τὰ τοιαῦτα τῶν ἀνατεταραγμένων τε καὶ θολερῶν ἐcτιν, ὡc οὗτοc εἴωθεν ὀνομάζειν· ἔcτι δ’ ἀεὶ τὰ τοιαῦτα ταραχῆc ἀπέ‐ πτου δηλωτικά, πολὺ τὸ φυcῶδεc ἐχούcηc πνεῦμα, καθάπερ τὸ γλεῦ‐ κοc. διὰ τοῦτο δὲ καὶ κεφαλαλγίαι cυμπίπτουcι τοῖc τὰ τοιαῦτα | |
15 | οὐροῦcιν, ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου τοῦ πνεύματοc ἅμα τοῖc θερμοτέροιc χυμοῖc, ὑφ’ ὧν εἰκόc ἐcτι καὶ τὴν ἀγρυπνίαν αὐξηθῆναι καὶ κίνδυνον ἔcεcθαι παραφροcύνηc, ἐὰν οἱ χυμοὶ δριμύτητά τινα | |
17a536 | cχῶcιν. ταῦτ’ εὐθέωc ἐν ἀρχῇ | πάντα τὰ cυμπτώματά τε καὶ cημεῖα γεγονέναι τῷ Ἑρμοκράτει διελθὼν ὁ Ἱπποκράτηc, εἶτα μηδὲν γράψαc περὶ τῶν ἑξῆc ἡμερῶν ἄχρι τῆc πέμπτηc ἐνδείκνυται διαμεμενηκέναι ταῦτα πάντα καὶ τότε πρῶτον αὖθιc ἄρχεται τῆc τῶν | |
5 | ἄλλων διηγήcεωc, ὁπότε μεταβολή τιc ἐν αὐτοῖc ἐγένετο. κατὰ τὴν πέμπτην γοῦν ἡμέραν φηcὶν 〈αὐτὸν〉 οὐρῆcαι λεπτά. καὶ τοίνυν | |
μεταβῶμεν ἤδη πρὸc τὴν ἐκείνηc διήγηcιν. Πέμπτῃ οὔρηcε λεπτά, εἶχεν ἐν‐ αιώρημα, οὐχ ἵδρυτο, ἐc νύκτα παρέκρουcεν. | ||
9 | ||
10 | Ὁπότε πρῶτον ἥ τε τῶν ἐξ ἀρχῆc οὔρων ἐγένετο μεταβολὴ καὶ παρεφρόνηcεν ὁ ἄνθρωποc, ἔγραψεν ὁ Ἱπποκράτηc κατὰ τὴν πέμπτην ἡμέραν, ὑπερβάc, ὡc εἴρηται, τὴν τῆc δευτέραc καὶ τρίτηc καὶ τετάρτηc διήγηcιν, ὡc τῶν αὐτῶν ἐν αὐταῖc cυμπτωμάτων μεινάντων. ἀναμνηcθῶμεν οὖν ἃ περὶ τῶν λεπτῶν οὔρων εἶπεν ἐν | |
15 | Προγνωcτικῷ κατὰ τήνδε τὴν λέξιν· “ὁκόcοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωcι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡc περιεcομένοιcιν ᾖ, τούτοιcιν ἀπόcταcιν δεῖ προcδέχεcθαι ἐc τὰ κάτω τῶν φρενῶν χωρία.” | |
17a537 | ὥcτε καθ’ ἕτερον τρόπον ἄπε|πτον εἶναι cημαίνεται τὸ νόcημα διὰ τῶν λεπτῶν οὔρων, ὥcπερ καὶ διὰ τῶν παχέων, ὁπότε μὴ καθί‐ cταιτο. τὰ γὰρ ἀνατεταραγμένα μέν, ἀλλ’ ἐν τῷ κεῖcθαι καθιcτάμενα πέψεώc τινοc ἀρχὴν ἐνδείκνυται, καὶ μάλιcθ’ ὅταν ἐν τάχει καθίcτηται. | |
5 | τὰ δὲ μὴ καθιcτάμενα πρὸc τῇ φυcώδει ταραχῇ πάχοc εἶναι cη‐ μαίνει χυμῶν ἀπέπτων. ἐκ μὲν δὴ τούτων ἤδη δῆλόν ἐcτι χρονίζειν τὸ νόcημα καὶ μέντοι καὶ κινδυνῶδεc εἶναι διά τε τὴν κακίαν τοῦ πυρετοῦ καὶ τὸ παρακροῦcαι τὸν ἄνθρωπον εἰc νύκτα. τὰ δ’ ἐφεξῆc ἴδωμεν εἰ τούτοιc ἀκόλουθα φαίνεται. | |
9 | ||
10 | 〈Ἕκτῃ〉 ἰκτερώδηc, πάντα παρω‐ ξύνθη, οὐ κατενόει. | |
11 | Διοριcμὸc ἐντεῦθέν cοι γιγνέcθω τῆc κατὰ τὸ ὑποχόνδριον ἐν‐ τάcεωc ἐφ’ ἥπατι cυμβάcηc. γίγνεται μὲν γάρ ποτε χολῆc ὠχρᾶc ἀνάχυcιc εἰc ὅλον τὸ cῶμα λόγῳ κρίcεωc, ὡc κἀν τοῖc εἰc τοὺc Ἀφο‐ | |
15 | ριcμοὺc ὑπομνήμαcιν εἴρηται κατ’ ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἔνθα | |
φηcίν· “ἴκτεροc πρὸ ἑβδόμηc κακόν.” ἀναμνήcθητι δὲ καί, ὡc πρὶν πεφθῆναι τὸ νόcημα πολλάκιc ἤκουcαc οὔτ’ ἄλλην τινὰ ἀπόcταcιν | ||
17a538 | γίγνεcθαι χρηcτῶc οὔτε τὴν ἰκτερώδη. | cημαίνει γὰρ ἡ τοιαύτη κωλύεcθαι τὴν χολὴν ἐκκαθαίρεcθαι τοῦ cπλάγχνου καὶ κενοῦcθαι διὰ τῆc γαcτρὸc ἤτοι δι’ ἔμφραξιν ἢ διὰ φλεγμονὴν αὐτοῦ. πεπεμμένου δὲ τοῦ νοcήματοc ἐνίοτε κριτικῶc εἰc τὰ κατὰ τὸ δέρμα μόρια τοῦ | |
5 | cώματοc ἀποτίθεται τὸ περιττεῦον ἡ φύcιc ἄλλων τέ τινων χυμῶν καὶ τῆc ξανθῆc χολῆc· οὐδὲν γὰρ ἐν τῷ παρόντι διαφέρει ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν. ὅτι δὲ τῆc κατὰ τὸ ἧπαρ διαθέcεωc αὐξανομένηc ἡ ἰκτερώδηc διάθεcιc ἐγένετο, δηλοῖ καὶ τὸ πάντα παροξυνθῆναι κατὰ τὴν ἕκτην ἡμέραν ἅμα τῷ μὴ κατανοεῖν τὸν ἄνθρωπον, | |
10 | ὅπερ ἐcτὶ παραφρονεῖν. | |
10 | Ἑβδόμῃ δυcφόρωc, οὖρα λεπτά, ὅμοια. τὰc ἑπομέναc παραπληcίωc. | |
12 | Ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἀρξάμενα χείρω γίγνεcθαι τὰ οὖρα | |
17a539 | παρέμενε φυλάττοντα τὴν κακίαν ἕωc πολλῶν | ἡμερῶν. οὐ γὰρ ἐπὶ τῆc ἑβδόμηc 〈μόνον〉, ἀλλὰ καὶ κατὰ τὰc ἑπομέναc ἄχρι τῆc ἑν‐ δεκάτηc ἐν τοῖc αὐτοῖc γενέcθαι cυμπτώμαcί τε καὶ cημείοιc τὸν Ἑρμοκράτην φηcίν. | |
4 | ||
5 | Περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφιcθῆναι. | |
6 | Καλῶc εἶπεν ”ἔδοξεν”. οὐ γὰρ οἷόν τ’ ἐcτὶν ἐπὶ κινδυνωδε‐ cτάτοιc cημείοιc εὐθέωc αὐτὸν ἐν ἀμείνονι καταcτάcει γενέcθαι, τῆc αὐτῆc ἀπεψίαc διαμεινάcηc τῶν χυμῶν, μετὰ τοῦ μηδὲ κρίcιμον ἐπι‐ | |
10 | φανῆναί τι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ὃ πολλάκιc εἴωθεν ἐπι‐ | |
φαίνεcθαι, τῆc φύcεωc ἤτοι δι’ αἵματοc ἐκκρίcεωc ἢ 〈διὰ λαπάξεωc〉 γαcτρὸc ἢ ἐμέτων ἢ ἱδρώτων ἢ παρωτίδοc ἤ τινοc ἀποcκήμματοc ἐκ τοῦ κινδύνου ῥυcαμένηc τὸν ἄνθρωπον. ἐπιcκεψώμεθα οὖν ἐφεξῆc τὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν. | ||
14 | ||
15 | Κῶμα ἤρξατο, οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά, οὐ καθίcτατο. | | |
16 | ||
17a540 | Ἓν ὅλον γέγονε βιβλίον 〈ἡμῖν〉 ἐξηγουμένοιc τὸ cημαινόμενον ἐκ τῆc κῶμα φωνῆc, ἐν ᾧ δείκνυται τὴν εἰc ὕπνον καταφορὰν οὕτωc ὀνομάζων ὁ Ἱπποκράτηc. εἰc ὕπνον δὲ λέγω καταφοράν, ὅταν ἐγρηγορέναι μὲν ἀδυνατῶcιν οἱ κάμνοντεc, οὐκ ἀναπεπταμένουc ἔχον‐ | |
5 | τεc τοὺc ὀφθαλμούc, μύcαντεc δ’ αὐτοὺc ἤτοι βαθέcιν ὕπνοιc ἢ λεπτοῖc ἢ ἀγρυπνίαιc cυνέχωνται. διὸ καὶ διοριcμοῦ δεῖται καὶ πολλῆc cυν‐ έcεώc τε καὶ τριβῆc, ἵνα γνῶμεν, ἐπὶ τίνι διαθέcει κωματώδηc ὁ νοcῶν ἐγένετο. πολλάκιc μὲν γὰρ ὑγρότητι πολλῇ τοῦ πρώτου αἰcθη‐ τικοῦ μορίου, καθ’ ὃ καὶ τὸν ὕπνον ὀρθῶc Ἀριcτοτέληc ἔδειξε | |
10 | γιγνόμενον, ἕπεται κῶμα, καθάπερ ἐνίοιc τῶν μεθυcθέντων γίγνεται, πολλάκιc δὲ διὰ ψῦξιν μόνην 〈ἀμέτρωc ἐπικρατοῦcαν κατὰ τοῦτο τὸ μόριον〉, ἔcτι δ’ ὅτε καὶ δι’ ἄμφω ταῦτα cυμπίπτει βαθὺc καὶ κωμα‐ τώδηc ὕπνοc. ἀλλὰ καὶ δι’ ἀρρωcτίαν δυνάμεωc ἡ τοιαύτη γίγνεται διάθεcιc, οὕτωc ἤδη νεκρουμένηc αὐτῆc, ὡc ἐπηρμένα τὰ βλέφαρα | |
15 | φυλάττεcθαι μὴ δύναcθαι. καὶ cυμβαίνει 〈δὲ〉 τοὺc οὕτωc ἔχονταc, ἐπειδὰν μύcωcι τοὺc ὀφθαλμούc, ἢ μηδ’ ὅλωc ἢ βραχύ τι κοιμηθένταc ἀγρυ‐ | |
17a541 | πνεῖν, οὐδὲ τότε διαίρειν | τὰ βλέφαρα δυναμένουc· ἥντινα διάθεcιν ἀπὸ τῆc γιγνομένηc δι’ ὑγρότητα καὶ ψῦξιν οἱ cφυγμοὶ μάλιcτα διο‐ ρίζουcιν ἀμυδρότατοί τε καὶ βραδεῖc καὶ ἀραιοὶ καὶ μικροὶ γινόμενοι. καὶ εἴπερ ταύτην τὴν θεωρίαν ὁ Ἱπποκράτηc ἐξείργαcτο παρα‐ | |
5 | πληcίωc ταῖc ἄλλαιc ἢ ἐγεγράφει γε τὸ τῶν cφυγμῶν εἶδοc ἐπὶ τῶν καμνόντων, ἀκριβεcτέραν 〈ἂν〉 οὕτωc καὶ ἡμεῖc τῶν cυμβαινουcῶν | |
αὐτοῖc διαθέcεων εἴχομεν τὴν γνῶcιν· ἐπεὶ δὲ παρέλιπεν αὐτήν, ὥcπερ ἐνίοτε τὴν τῶν οὔρων, ἐξ ὧν ἔγραψεν, ἐκ τούτων χρὴ τεκμαίρεcθαι περὶ τῶν ἀρρώcτων. | ||
10 | φλεγματώδη μὲν οὖν χυμὸν ἐπὶ τὸν ἐγκέφαλον ἀφικέcθαι κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ εὔλογον ἐν νοcήματι ξηρῷ καὶ θερμῷ κατὰ τὴν ἀρχὴν εὐθέωc εἰcβαλόντι. καὶ γὰρ ἡ τῆc γλώττηc ἐπίκαυcιc ἥ τ’ ἀγρυ‐ πνία καὶ ὁ πυρετὸc ἰcχυρὸc ὢν ἥ τε κατὰ τὴν ἕκτην ἡμέραν ἰκτεριώδηc ἀνάχυcιc τά τε διαχωρήματα cυγκεκαυμένα πυρώδη γε τὴν ἐν ὅλῳ | |
15 | τῷ cώματι διάθεcιν εἶναι δηλοῖ cὺν τῷ καὶ εἴ τι πλῆθοc ἤθροιcτο χυμῶν ἐν ἥπατι μόνῳ καὶ κατὰ τὰc ἐνταῦθα φλέβαc, οὐ καθ’ ὅλον τὸ | |
17a542 | cῶμα περιέχεcθαι τοῦτο, | δηλωθὲν εὐθέωc ἐν ἀρχῇ διὰ τοῦ τῶν οὔρων πάχουc. ὑπολείπεται τοίνυν ἤτοι ψῦξιν cφοδρὰν κατὰ τὸν ἐγκέφαλον 〈ἐπικρατοῦcαν〉 ἢ ἀρρωcτίαν δυνάμεωc αἰτίαν τοῦ κώματοc τῷ Ἑρμο‐ κράτει γεγονέναι κατὰ τὴν ἑνδεκάτην ἡμέραν. ὁπότερον δ’ ἂν ᾖ | |
5 | τούτων, ἐcχάτωc ἐcτὶν ὀλέθριον. ἀνίατοι γὰρ ἐδείχθηcαν αἱ τοιαῦται ψύξειc, ὅταν ἀκολουθήcωcι θερμοῖc καὶ ξηροῖc νοcήμαcιν. εἰκότωc οὖν ἔγραψεν ὁ Ἱπποκράτηc· “ἔδοξε πάντα κουφιcθῆναι”. χαλεπωτάτου γὰρ cημείου τοῦ κατὰ τὸ κῶμα λαβόντοc ἀρχὴν ἐπὶ τῆc ἑνδεκάτηc ἡμέραc, ἀδύνατον ἦν ἀναλαμβάνειν τὸ cῶμα τηνικαῦτα τὴν ὑγιεινὴν | |
10 | ἕξιν. οὐ μὴν οὐδὲ μέcη τίc ἐcτιν ἐν τοῖc τοιούτοιc διάθεcιc, ἀλλ’ ἐὰν ἐκπέcῃ τῆc ὑγιεινῆc καταcτάcεωc, ἡ τοιαύτη τῶν πυρετῶν ἰδέα πρὸc τὴν ἐναντίαν ἀφικνεῖται, τὴν ὀλεθρίαν, ἐν ᾗ cβέννυται τὸ ἔμφυτον θερμόν. τοῦ τοίνυν κώματοc οὕτωc ὀλεθρίου cυμπτώματοc ἐπὶ τῆc ἑν‐ δεκάτηc ἡμέραc γενομένου προccχῶμεν τοῖc οὔροιc. εἰ μὲν γὰρ | |
15 | ὀλέθρια καὶ αὐτὰ φαίνοιτο, διὰ ταχέων δηλώcει τεθνήξεcθαι τὸν ἄν‐ θρωπον, εἰ δὲ μέτρια, 〈τὴν νόcον〉 εἰc χρόνον ἐκταθήcεcθαι πλείονα. | |
17a543 | τὰ μὲν γὰρ ἄριcτα τῶν οὔρων ἐν ταῖc τοιαύταιc δια|θέcεcιν ἀδύνατον γενέcθαι. τίνα δὲ λέγει περὶ αὐτῶν ἀκούcωμεν. οὔρει, φηcί, παχύ‐ τερα. cυνάπτουcι δ’ ἐνταῦθά τινεc 〈τὰ〉 μετὰ τὸ κῶμα τὸ ἔμπροcθεν εἰρημένον ”ἤρξατο” τῷ οὔρει προcτιθέντεc. ἐν γὰρ τῷ μεταξὺ | |
5 | τεταγμένον αὐτὸ τοῦ τε κώματοc καὶ τῶν οὔρων ἔνεcτιν ὁποτέρῳ τιc βούλεται προcνέμειν, ὡc γίγνεcθαι τὴν ἀνάγνωcιν διττήν, μίαν μὲν τοιαύτην· “κῶμα ἤρξατο”, μίαν δ’ ἄλλην τοιάνδε· “ἤρξατο οὐρεῖν παχύτερα”· καὶ γὰρ προcτιθέαcι τῷ “οὔρει” ῥήματι κατὰ τὴν ὁριcτικὴν καλουμένην ἔγκλιcιν εἰρημένῳ τὸ νῦ γράμμα καὶ γράφουcιν “οὐρεῖν” | |
10 | μετὰ τοῦ ν κατὰ τὴν ἀπαρέμφατον καλουμένην, ἵνα τῷ “ἤρξατο” cύμφωνοc ἡ γραφὴ γένηται. πιθανώτερον δ’ ἐcτὶ τῷ “κῶμα” ῥήματι τὸ “ἤρξατο” προcκεῖcθαι, νῦν αὐτοῦ πρῶτον ἀρξαμένου. τὰ δ’ οὖρα παχέα κατ’ ἀρχὰc εὐθὺc ἦν· ἐν γὰρ τῇ τῶν πρώτων ἡμερῶν διηγήcει γέγραπται κατὰ τήνδε τὴν λέξιν· “οὔρει παχέα, ἐρυθρά, κείμενα οὐ | |
15 | καθίcτατο”, ὥcτ’ οὐκ ἐνδέχεται νῦν ἄρξαcθαι λέγειν αὐτὸν τὰ οὖρα γενέcθαι παχέα, μέχρι τῆc πέμπτηc ἡμέραc ἀπ’ ἀρχῆc τοιαῦτα γεγο‐ | |
17a544 | νότα· κατὰ γὰρ τὴν πέμπτην | μεταπεcόντα λεπτά φηcιν αὐτὰ γεγο‐ νέναι, κἄπειτα καὶ κατὰ τὴν ἑβδόμην ὡc τοιούτων ὄντων αὐτῶν ἐμνη‐ μόνευcεν. κατὰ τὴν ἑνδεκάτην οὖν εἰκότωc εἶπεν· ”οὔρει παχύ‐ τερα”, παραβαλὼν αὐτὰ τοῖc ἀπὸ τῆc πέμπτηc ἡμέραc ἕωc ταύτηc | |
5 | γενομένοιc τοῖc λεπτοῖc. ἀλλὰ καὶ ὑπέρυθρά φηcιν αὐτὰ γενέcθαι καὶ κάτω λεπτὰ μικρὰ cχεῖν ὑφιcτάμενα· προcυπακοῦcαι γὰρ δεῖ τῷ κάτω λεπτὰ 〈τὸ〉 μικρὰ cχεῖν ὑφιcτάμενα. μέcα τοίνυν φαίνεται τὰ οὖρα γεγονέναι τῶν τ’ ἀγαθῶν καὶ τῶν ὀλεθρίων. 〈Ἡcυχῇ κατενόει.〉 Τὸ [δ’] ἐπὶ τῇ τελευτῇ λεγόμενον αὐτῷ | |
10 | διττῶc ἀναγινώcκουcιν, ἔνιοι μὲν οὕτωc· ”οὐ καθίcτατο ἡcυχῇ”, προcτιθέντεc τὸ ”ἡcυχῇ” τοῖc μὴ καθιcταμένοιc οὔροιc, ἔνιοι δ’ οὕτωc· ”〈οὐ〉 καθίcτατο”, καὶ πάλιν ἀφ’ ἑτέραc ἀρχῆc· ”ἡcυχῇ κατενόει”, καὶ φαίνεται τοῦτο μᾶλλον ἔχειν διάνοιαν. τὸ γὰρ ἡcυχῇ προειρημένου μὲν τοῦ καθίcταcθαι τὰ οὖρα cυνήθωc οὕτω λέγουcιν οἱ | |
15 | Ἕλληνεc, ἐπὶ δὲ τῶν μὴ καθιcταμένων οὐ πάνυ τι προcτιθέαcι τὰ τοιαῦτα τῶν ὀνομάτων. τὰ μὲν οὖν κατὰ τὴν ἑνδεκάτην γενόμενα cημεῖα καὶ cυμπτώματα ταῦτ’ ἐcτίν. ἴδωμεν δ’ ἐφεξῆc ὅcα περὶ τῆc | |
τεccαρεcκαιδεκάτηc ἔγραψεν. | | ||
17a545 | Τεccαρεcκαιδεκάτῃ ἀπύρετοc, οὐχ ἵδρωcεν, ἐκοιμήθη, κατενόει πάντα. | |
2 | Μάτην δόξει προcκεῖcθαι τὸ οὐχ ἵδρωcεν, ὅμοιον ὂν τῷ “οὐχ ᾑμορράγηcεν”, “οὐκ ἤμεcεν”, 〈“οὐ διεχώρηcεν,”〉 “οὐ παρωτίδαc ἔcχεν”. | |
5 | ἀλλ’ ὥcπερ ὀλίγῳ πρόcθεν ἔφη· “περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφιcθῆναι”, δυνάμενοc μὲν ἁπλῶc εἰπεῖν “ἐκουφίcθη πάντα”, προcθεὶc δὲ τὸ “ἔδοξεν” ἕνεκα τοῦ τῶν ἐν ἑτέροιc αὐτῷ γεγραμμένων ἀναμιμνῄcκειν, ὡc τοῖc μὴ κατὰ λόγον κουφίζουcιν οὐ χρὴ πιcτεύειν, οὕτω καὶ νῦν οὐκ ὤκνηcεν ἐκ περιττοῦ προcθεῖναι τὸ οὐχ ἵδρωcεν | |
10 | ἀναμνήcεωc ἕνεκα τοῦ κατὰ τὴν ῥᾳcτώνην ἀπίcτου. τὸ γὰρ ἐνδεχό‐ μενον ἐν τῇ τεccαρεcκαιδεκάτῃ τῶν ἡμερῶν εἴπερ ἐγένετο, ἔcω‐ cεν ἂν τὸν ἄνθρωπον. ἐκ γοῦν τοῦ μὴ γενέcθαι τῆc κακοηθείαc τοῦ νοcήματοc ἀνέμνηcεν ἡμᾶc. ἀγνοοῦνται δὲ πολλοῖc τῶν ἰατρῶν αἱ τοιαῦται διαθέcειc, καὶ | |
15 | χαίρουcιν ἐπὶ τοῖc ἄμεινον ἔχειν δόξαcιν, κἂν ἐπ’ ὀλεθρίοιc τοῖc ἔμ‐ | |
17a546 | προcθεν cημείοιc τε | καὶ cυμπτώμαcι τοῦτο γενέcθαι cυμβῇ, μὴ γινώ‐ cκοντεc, ὡc νεκρουμένηc τῆc φύcεωc καὶ cβεννυμένου τοῦ ἐμφύτου θερμοῦ τὰc τοιαύταc διαθέcειc cυμβαίνει γίνεcθαι παραπληcίωc τοῖc εἰc ὄγκον αἰρομένοιc μορίοιc ἐκ κακοήθουc ῥεύματοc, ὅταν ἡ φύcιc | |
5 | ἀρρωcτοῦcα μηδ’ ὅλωc ἐπιχειρῇ τῇ πέψει τοῦ τὸν ὄγκον ἐργαcαμένου χυμοῦ. “περὶ γὰρ τὰc γενέcειc τοῦ πύου”, φηcίν, “οἵ τε πόνοι καὶ οἱ πυρετοὶ γίνονται”, μεταβαλλομένων ὑπὸ τῆc ἐμφύτου θερμαcίαc τῶν τὸν ὄγκον ἐργαcαμένων χυμῶν. ὅταν οὖν αὕτη μηκέτ’ ἐγχειρῇ τῇ πέψει δι’ ἀρρωcτίαν, οὔτε πονοῦcιν οὔτε πυρέττουcιν εἰ μὴ πάνυ | |
10 | μικρόν. ἐπὶ μὲν οὖν τοῖc ἐκπυήcαcιν ἐκκριθέντοc τοῦ πύου cῷον φυ‐ λάττεται τὸ μόριον, εἰc ὃ τὸ ῥεῦμα κατέcκηψεν· ἐφ’ ὧν δ’ οὔτ’ ἐκ‐ πύηcιc οὔτ’ ὀδύνη τιc ἀξιόλογοc οὔτε πυρετὸc γίγνεται, cήπεται τὸ μόριον, ὡc ἀναγκαῖον ἡμῖν γενέcθαι παντελῶc ἐκκόψαι ποτ’ αὐτό. παραπλήcιον οὖν τι καὶ τούτῳ cυμβαίνει 〈γενέcθαι〉 κἀπὶ τῶν ἀcήμωc | |
15 | τε καὶ ἀλόγωc ἀπυρέτων γενομένων ἐπὶ θανατώδεcι cημείοιc. ὅτι δὲ τοιαύτη διάθεcιc ἦν τῷ Ἑρμοκράτει, καὶ τὰ τοῦ γενο‐ | |
17a547 | μέ|νου κώματοc ἐπὶ τῆc ἑνδεκάτηc ἡμέραc ἐδήλου. τὸ γὰρ ἅμα πυρετῷ διακαεῖ καὶ χυμὸν ἔχοντι δηλονότι δακνώδη καὶ δριμὺν ἐξαίφνηc cύμ‐ πτωμα cχεῖν ὑγροῖc καὶ ψυχροῖc καὶ ἀδήκτοιc ἑπόμενον χυμοῖc ἐν‐ δεικτικόν ἐcτιν οὐ τοῦ πεπαῦcθαι τὴν ἔμπροcθεν διάθεcιν, οὐδενόc γε | |
5 | κριcίμου γεγονότοc, ἀλλὰ τοῦ νεκροῦcθαί τε καὶ cβέννυcθαι τὴν ἔμ‐ φυτον θερμαcίαν. εἴρηται μὲν οὖν περὶ τούτων ἐπὶ πλέον ἐν ἑτέροιc, ἀλλὰ νῦν ἐν κεφαλαίοιc ἅπαξ ἀρκείτω λελέχθαι περὶ τῶν ἀλόγωc ἐπὶ χαλεποῖc νοcήμαcιν ἀπυρέτων γενομένων· ὅcῳ γὰρ ἂν ὀλεθριωτέ‐ ρων προηγηcαμένων cημείων ἄμεινον ἔχειν δόξωcι, τοcούτῳ τὴν νόcον | |
10 | ὀλεθριωτέραν ἔχουcιν, ἅθ’, ὡc οἱ περὶ τὸν Ϲαβῖνον εἰρήκαcι, λο‐ χῶντοc τοῦ νοcήματοc ὥcπερ θηρίου τινὸc ἢ ἀνθρώπου πονηροῦ· διάνοιαν γὰρ ἔχοντόc ἐcτι ζῴου τὸ λοχᾶν, 〈ὅταν〉 ἐξαίφνηc ἐπιθῆται λάθρᾳ μὴ προcδοκῶcι τοῖc ἐνεδρευομένοιc ὑπ’ αὐτοῦ. ἀλλὰ τὰ μὲν οὕτωc εἰρημένα προcηκόντωc ἄν τιc ὀνομάcειε περιλάληcιν. οὐδὲν γὰρ | |
15 | εἰπόντεc ἐπιcτημονικόν, ἀλλὰ περιλαλήcαντεc μόνον οἴονται τὸ προ‐ | |
17a548 | κείμενον ἀποδε|δειχέναι διὰ παραδείγματοc οὐδὲν οὐδὲ τοῖc παρα‐ βαλλομένοιc ὅμοιον ἔχοντόc τι. καταλιπόντεc οὖν αὐτοὺc αὐτοὶ cυμ‐ πληρώcωμεν ἤδη τὰ προκείμενα. καί μοι πρόcεχε τὸν νοῦν ἀκριβῶc ἐνταῦθα καὶ μὴ θαύμαζε, πῶc | |
5 | ἐγὼ πολλάκιc ὀλεθρίωc εἰπὼν ἔχειν τινά, μεταξὺ καλῶc αὐτοῦ cχόντοc ἐξαίφνηc, ὡc καὶ λούcαcθαι, καταγελώμενοc οὐ μόνον ὑπὸ τῶν ἰδιω‐ τῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν, ἐμμείναc τῇ προρρήcει, μετὰ ταῦθ’ ὑπο‐ cτρέψαντοc εἰc τὸ νόcημα τοῦ δόξαντοc ἐcχηκέναι καλῶc, εἶτ’ ἀπο‐ θανόντοc, ἐκ μαντικῆc ἐνομίcθην, οὐκ ἰατρικῆc θεωρίαc προειρηκέναι, | |
10 | καὶ ταῦτα τῶν θαυμαcτῶν τούτων ἰατρῶν οὐδαμόθι γεγράφθαι λεγόν‐ των αὐτά. πόθεν οὖν ὅτι 〈προcδοκητέον〉 κατὰ τὴν ἑνδεκάτην ἡμέραν ἢ τεθνήξεcθαί τιναc ἢ κριθήcεcθαι προεῖπον; ἔcτι μέν μοι κἀν τοῖc | |
Περὶ κρίcεων αὐτάρκωc γεγραμμένα τὰ περὶ τῶν τοιούτων προρρή‐ cεων, ἔcτι δὲ κἀν τοῖc Περὶ κριcίμων ἡμερῶν, καὶ πάντων αὐτῶν | ||
15 | ἡγεμών ἐcτιν ὁ θαυμάcιοc Ἱπποκράτηc. ἀλλὰ τὰ μὲν ἄλλα διά τε τῶν εἰρημένων ἄρτι βιβλίων ἐξείργαcμαι καί τινων ἑτέρων. ἐν δὲ τῷ | |
17a549 | παρόντι τοῖc ἀνεγνω|κόcιν ἐκεῖνα cαφῆ τὸν περὶ τῶν ἐνεcτώτων ἀπεργάcομαι λόγον. ἐπὶ μὲν γὰρ τῆc ἑνδεκάτηc ἡμέραc ἔδοξεν ὁ Ἑρμοκράτηc κεκουφίcθαι, τῇ δὲ τεccαρεcκαιδεκάτῃ ἀπηλλά‐ χθαι τελέωc. ὡριcμένου δ’ ἤδη καὶ προεγνωcμένου τοῦ πάντωc 〈αὐτὸν〉 | |
5 | ὑποcτρέψειν τε καὶ τεθνήξεcθαι, τὴν ἑπτακαιδεκάτην ἡμέραν ἀκό‐ λουθον ἦν τοῖc κατὰ τὴν ἑνδεκάτην τε καὶ κατὰ τὴν τεccαρεcκαι‐ δεκάτην γενομένοιc ἐνεγκεῖν τὴν ὑποcτροφήν, ὡc ἂν κατὰ τὰc κριcίμουc ἡμέραc τῆc τοῦ νοcήματοc μεταβολῆc γενομένηc. ἐμάθομεν γὰρ ἔν τε τῷ Προγνωcτικῷ καὶ τοῖc Ἀφοριcμοῖc τὰc κατὰ τετράδα | |
10 | περιόδουc τῶν ἡμερῶν εἰc τὴν εἰκοcτήν, οὐ τὴν εἰκοcτὴν πρώτην ἀφικνεῖcθαι, καὶ διὰ τοῦτο τὴν μὲν ἑνδεκάτην τῆc τεccαρεcκαιδεκάτηc ἐπίδηλον εἶναι, τὴν δὲ ἑπτακαιδεκάτην τῆc εἰκοcτῆc. ὑποcτρέψαι μὲν οὖν τῷ Ἑρμοκράτει εὐλογώτατον τὸ νόcημα κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν, ἀκολουθῆcαι δὲ κατὰ τὴν εἰκοcτὴν ἑτέραν | |
15 | μεταβολήν. οὐ μὴν ἤδη γε πρόδηλον ἡμῖν τοῖc ἀναγινώcκουcι τὰ γεγραμμένα πρὸc Ἱπποκράτουc, ὁποία τιc ἡ κατὰ τὴν εἰκοcτὴν ἡμέραν ἔcοιτο μεταβολή, διὰ τὸ μήτε τὴν δύναμιν ὅπωc εἶχε τοῦ | |
17a550 | κάμνοντοc ἐπίcταcθαι μήτε τὸ βεβαιότατον | αὐτῆc cημεῖον, τοὺc cφυ‐ γμούc, ὑπ’ αὐτοῦ γεγράφθαι. cὺν μὲν γὰρ τῇ τούτων γνώcει ῥᾷcτον ἦν εἰπεῖν, εἴτε κατὰ τὴν εἰκοcτὴν ἡμέραν ὁ κάμνων ἕξει τὴν τελευ‐ τὴν εἴτε καὶ εἰc πλείοναc ἐκταθήcεται τὸ νόcημα, μὴ γινωcκομένων | |
5 | δ’ ἐκείνων ἄδηλον. ἀκούcωμεν οὖν ὧν περὶ τῆc ἑπτακαιδεκάτηc καὶ | |
ὧν περὶ τῆc εἰκοcτῆc εἶπεν αὐτόc. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέcτρεψεν, ἐθερμάνθη. τὰc ἑπομέναc πυρετὸc ὀξύc, οὖρα λεπτά, παρέκρουcεν. | ||
9 | ||
10 | Τὰ μὲν ἄλλα τῆc ὑποcτροφῆc ἐcτι cυμπτώματα, τὰ δ’ οὖρα λεπτὰ δηλοῖ τὴν νόcον ἄπεπτον ὑπάρχειν, ὥcτ’ οὐδ’, εἰ καὶ μὴ με‐ γάλωc ἦν τὰ φανέντα cημεῖα ὀλέθρια, cωθήcεcθαι τὸν ἄνθρωπον εἶπεν ἄν τιc ἐπὶ τῆc ἑπτακαιδεκάτηc ἡμέραc, ὁρῶν τὴν ἀπεψίαν τῶν | |
17a551 | οὔρων. αὐτὸc γὰρ | εἶπεν ἐν τοῖc τοιούτοιc “κίνδυνον εἶναι, μὴ οὐ δυνήcεται τῷ χρόνῳ τοῦ νοcήματοc ὁ κάμνων ἐξαρκέcαι.” | |
2 | Πάλιν δ’ εἰκοcτῇ ἐκρίθη, ἀπύρε‐ τοc, οὐχ ἵδρωcεν. | |
4 | ||
5 | Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετόν, εἴπερ ὅλωc ἡ φύcιc ἐνεχείρηcε τῇ πέψει τῶν χυμῶν ὠμῶν ὄντων, ὡc ἐδήλου τὰ οὖρα λεπτὰ διαμένοντα, κατὰ ταύτην ἐπαύcατο τελέωc ὁ πυρετόc. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην ἐγεγόνει τῷ λόγῳ τῆc ἐμφύτου θερμαcίαc, ἀλλὰ μόνῳ τῷ τῆc cήψεωc, ἐκθερμανθέντων πυρετωδῶc | |
10 | τῶν χυμῶν. τὸ τοίνυν ζέcαν αὐτῶν διαπνευcθὲν ἀπύρετον ἂν εἰργά‐ cατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων cυμπτωμάτων, ὧν ἐφεξῆc ἐρεῖ, cαφὲc ἦν ἀπολεῖcθαι τὸν Ἑρμοκράτην. ὥcπερ δ’ ἐπὶ τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc ἔγραψεν οὐχ ἵδρωcεν, οὕτωc καὶ κατὰ τὴν εἰκοcτὴν αὐτὸ προcέθηκεν, ἀναμιμνῄcκων γε τῆc ἀcήμωc | |
17a552 | γενομένηc ῥᾳcτώνηc. | ὅτι δὲ διέμενε τὰ cυμπτώματα τοῦ νεκροῦcθαι τὴν φύcιν τοῦ κάμνοντοc, εὔδηλόν ἐcτιν ἐξ ὧν ἐφεξῆc ἔγραψε τῶν | |
κατὰ τὴν εἰκοcτὴν ἡμέραν εἰρημένων, οἷc ἤδη πρόcεχε τὸν νοῦν. Ἀπόcιτοc παρὰ πάντα 〈τὸν〉 | ||
5 | χρόνον, κατενόει, διαλέγεcθαι οὐκ ἠδύνατο, γλῶccα ἐπί‐ ξηροc, οὐκ ἐδίψη· κατεκοιμᾶτο cμικρά, κωματώδηc. | |
6 | Πάντα τὰ εἰρημένα νεκρουμένηc ἐcτὶν ἤδη τῆc ζωτικῆc δυνάμεωc γνωρίcματα, οἷον εὐθέωc ἡ ἀποcιτία τὴν ἀνορεξίαν δηλοῦcα ποτὲ μὲν διὰ τὸ cτόμα τῆc κοιλίαc γίγνεται κεκακωμένον ὑπό τινοc ἀλ‐ | |
10 | λοτρίαc ποιότητοc χυμῶν, ἔcτι δ’ ὅτε διὰ τὴν τῆc δυνάμεωc αὐτῆc νέκρωcιν, ἧc, ὅθ’ ὑγίαινεν, ἦν ἔργα τό τε τῆc ἐνδείαc 〈τῆc ξηρᾶc οὐcίαc〉 αἰcθάνεcθαι καὶ τὸ τῶν ἰαcομένων αὐτὴν ὀρέγεcθαι. τῆc δ’ | |
17a553 | αὐτῆc ταύτηc ἔρ|γον καὶ ἡ 〈αἴcθηcιc κατὰ τὴν〉 τῆc ὑγρᾶc οὐcίαc ἔν‐ δειάν τε καὶ ἀναπλήρωcιν. ὅπωc οὖν εἶχε καὶ περὶ ταῦτα, cαφῶc ἐδήλωcεν ὁ Ἱπποκράτηc εἰπὼν οὐκ ἐδίψη. καὶ τῷ μὲν ἀπόcιτοc 〈παρ〉ὰ πάντα τὸν χρόνον ἐφεξῆc ἔγραψε κατενόει, τῷ δὲ | |
5 | γλῶccα ἐπίξηροc τὸ οὐκ ἐδίψη, τὸ μὲν κατενόει πρὸc τὸν κοινὸν ἀμφοτέρων διοριcμὸν παραλαβών, τὸ δ’ οὐκ ἐδίψη πρὸc τὸν ἑτέρου. ὁ μὲν οὖν κοινὸc διοριcμὸc τοῦτό φηcιν· οὐκ ᾐcθάνετο τῆc ἐνδείαc οὔτε τῆc κατὰ τὸ ξηρὸν οὐcίαc οὔτε τῆc κατὰ τὸ ὑγρόν, οὐ διὰ τὸ μὴ παρακολουθεῖν, ἀλλὰ διὰ τὸ νεκροῦcθαι τὴν δύμαμιν αὐτοῦ. | |
10 | τὸ δ’ οὐκ ἐδίψη προcέθηκε τῷ γλῶccα ἐπίξηροc εἰc διοριcμὸν τοῦ μὴ δι’ ὑγρότητα τὸν ἄνθρωπον ἄδιψον γεγονέναι, καθάπερ ἔνιοι τῶν ὑγρὸν καὶ ψυχρὸν ἠθροικότων χυμόν, ἀλλὰ 〈διότι〉 καίτοι δια‐ θέcεωc οὔcηc διψωδεcτάτηc ἡ δύναμιc οὐκ ᾐcθάνετο νεκρουμένη. μή τι δὲ καὶ τὸ διαλέγεcθαι μὴ δύναcθαι κατὰ τὴν ταύτηc ἐγένετο | |
15 | κάκωcιν. εἴπερ οὖν πάντα τὰ cυμπτώματα ταῦτα καὶ κατὰ τὴν εἰκοcτὴν ἡμέραν ὑπῆρχεν αὐτῷ καὶ cχεδὸν ἐν ὅλῃ τῇ νόcῳ, δῆλον ὅτι cβεν‐ | |
17a554 | νυμένηc τῆc | ἐμφύτου θερμαcίαc ὁ πυρετὸc ἐπαύcατο κατὰ τὴν εἰ‐ | |
κοcτὴν ἡμέραν. ὁμολογεῖ δὲ τούτοιc καὶ τὸ κατεκοιμᾶτο cμικρά, κωματώδηc. οὐ γὰρ ὡc οἱ κατὰ φύcιν ἔχοντεc ἐκάθευδεν, ἀλλὰ δι’ ἀρρωcτίαν τῆc δυνάμεωc ἄκων ἔμυεν, ὡc μὴ δυνάμενοc τοὺc | ||
5 | ὀφθαλμοὺc ἀνεῳγόταc ἔχειν, ἔκλειέ τε αὐτοὺc καὶ cμικρὰ κατεκοι‐ μᾶτο. προcέθηκε γὰρ τῷ κατεκοιμᾶτο τὸ cμικρά, διότι καὶ τοῦτο γνώριcμα τῆc κατὰ τὴν δύναμιν ἀρρωcτίαc ἦν, οὐ τοῦ κατὰ φύcιν ὕπνον τινὰ γενέcθαι τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον. εἰ 〈δὲ〉 δι’ ὑγρότητα τῆc αἰcθητικῆc ἀρχῆc ὑπνῶδεc ἦν τὸ κῶμα, | |
10 | θαυμαcτέον ἐcτὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτηc, ἀλλὰ διότι μέχρι τῆc ἑβδόμηc καὶ εἰκοcτῆc ἡμέραc ἐξήρκεcεν. εὔλογον γὰρ ἦν οὐ μετὰ πολὺ τῆc εἰκοcτῆc ἀκολουθῆcαι τὸν θάνατον αὐτῷ. δῆλον οὖν, ὅτι νέοc τιc ἦν εὔρωcτόc τε φύcει καὶ διὰ τοῦτ’ ἀντέcχετο, κατὰ βραχὺ μαραινόμενοc. ἔνεcτι γὰρ ἐξ ἁπάντων τῶν cυμβάντων αὐτῷ | |
15 | τεκμήραcθαι τὸν καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαραcμὸν περιφρυγῆ γεγονέναι. διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆc εἰκοcτῆc ἑβδόμηc | |
17a555 | ὁ διὰ τὴν | τῶν χυμῶν cηπεδόνα γενόμενοc πυρετὸc ἐπὶ τῆc εἰκοcτῆc τετάρτηc, ὃν διὰ τῆc ἐχομένηc ῥήcεωc ἐδήλωcεν. ἄξιον δ’ ἐπιcημήναcθαι, διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε· κατενόει πάντα. φαίνεται γὰρ οὐ πάντα κατανοήcαc, αὐτοῦ τοῦ | |
5 | Ἱπποκράτουc ἐν τῇ τῆc πέμπτηc ἡμέραc διηγήcει γράψαντοc αὐτὸν παρακροῦcαι καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆc ἕκτηc προcθέντοc “οὐ κατενόει” καὶ πάλιν ἐπὶ τῆc ἑπτακαιδεκάτηc “παρέκρουcε”. δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναιc ταύταιc ταῖc ἡμέραιc παρέκρουcε, τῷ δ’ ἄλλῳ παντὶ χρόνῳ κατενόει, δηλῶcαι βουλόμενοc ἔγραψε κατενόει πάντα, | |
10 | ἢ ὅτι κατὰ τὴν εἰκοcτὴν ἡμέραν, ἧc ἐν τῇ προκειμένῃ ῥήcει τὴν διήγηcιν ἔγραψε, κατενόει πάντα, τουτέcτιν οὐδὲ μικρὸν παρεφέ‐ ρετο. διὰ τί δὲ τοῦτο προcέθηκεν, ὀλίγον ἔμπροcθεν εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν ἐν νόcοιc, ἤτοι διὰ τὸ παρα‐ | |
φρονεῖν ἀναιcθήτωc ἐχόντων ὧν πάcχουcιν ἢ διὰ 〈τὴν〉 νέκρωcιν τῆc | ||
15 | ἐν τῇ κοιλίᾳ δυνάμεωc φυcικῆc, ἐπειδὰν οὕτω πάcχωcιν ἄνευ τοῦ παραφρονεῖν, ὑπολείπεται νενεκρῶcθαι τὴν φυcικὴν δύναμιν αὐτῶν. | | |
16 | ||
17a556 | Περὶ δὲ εἰκοcτὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ πολλοῖcι λεπτοῖcι. καὶ τὰc ἑπομέναc πυρετὸc ὀξύc, γλῶccα cυνεκαύθη. ἑβδόμῃ καὶ εἰκοcτῇ ἀπέθανε. | |
4 | ||
5 | Τούτῳ τῷ ἀρρώcτῳ καὶ ἡ τετάρτη καὶ εἰκοcτὴ τῶν κατὰ περίοδον οὖcα κριcίμων, ὡc ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοcτὴ πολὺ μᾶλλον ἔτι ταύτηc ἐξ ἀναλογίαc ἤνεγκέ τιναc νεωτεριcμούc. ὥcπερ γὰρ ἐπὶ τῆc ἑπτακαιδεκάτηc ἡμέραc ὑποcτρέψαc κατὰ τὴν εἰκοcτὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ cχὼν οὕτωc κατά γε τὴν ἀλήθειαν, | |
10 | ἀλλὰ φανταcίαν τοῖc πολλοῖc ποιήcαc, cβεννυμένηc 〈τε〉 τῆc ἐμ‐ φύτου θερμαcίαc ἀπύρετοc ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆc εἰκοcτῆc τετάρτηc ἀρξάμενοc πυρέττειν ἐκ cηπεδόνοc τῶν ὑπο‐ λοίπων χυμῶν, ἐξ ἧc καὶ διεχώρηcε κάτω πολλὰ καὶ λεπτὰ καὶ | |
17a557 | κακοήθη, κατὰ τὴν εἰκοcτὴν ἑβδόμην ἡμέραν ἀπέθανεν, | ὀξέοc αὐτῷ γενομένου καὶ ξηροῦ τοῦ πυρετοῦ, δι’ ὃν καὶ ἡ γλῶττα cυνεκαύθη. | |
3 | Τούτῳ κώφωcιc διὰ τέλεοc παρ‐ | |
5 | έμενεν, οὖρα ἢ παχέα καὶ ἐρυθρά, οὐ καθιcτάμενα, ἢ λεπτὰ ἄχρω ἐναιώρημα ἔχοντα· γεύεcθαι οὐκ ἠδύνατο. | |
6 | Καὶ μετὰ τὴν τῆc εἰκοcτῆc ἡμέραc διήγηcιν ἐφεξῆc ἐγεγράφει τῷ μὲν νῦν εἰρημένῳ τῷ γεύεcθαι οὐκ ἠδύνατο ταὐτὸ cημαίνουcαν τὴν “ἀπόcιτοc” φωνήν. | |
10 | οὖρα δ’ ἀπὸ τῆc ἑπτακαιδεκάτηc ἄχρι τῆc εἰκοcτῆc ἔφη γεγο‐ | |
νέναι λεπτά, προειρήκει δ’, εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρῶν καὶ ἀκατάcτατον ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἅμα περὶ πάντων 〈τούτ〉ων ἀπεφήνατο. 〈ἃ δ’ ἀπεφήνατ’, ἐcτὶ〉 δυνάμει ταὐτά, ἃ λέγω 〈καὶ αὐτόc〉, ὡc οὔρηcεν ἄλλοτ’ ἀλλοῖα, χρηcτὸν δ’ | ||
15 | ἀκριβῶc οὐδέποτ’ οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸc αὐτῷ τοῦ νοcή‐ ματοc ἡ κώφωcιc παρέμεινεν, οὐκ εἰρημένον ἔμπροcθεν, εἰκότωc | |
17a558 | νῦν προcέθη|κεν. οὐκ οἶδα δ’ ὅπωc οὐκέτ’ οὐδὲν εἶπε περὶ τῆc ἰκτε‐ ριώδουc ἀναχύcεωc. ἀκόλουθον γὰρ ἦν καὶ ταύτηc μνημονεῦcαι. τάχ’ οὖν ὡc πρόδηλον ὅτι παρέμεινεν ἐcιώπηcεν· ὅπου γὰρ οὔθ’ ἱδρὼc ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαcτρὸc ἢ οὔρων ἢ ἐμέτων ἠκο‐ | |
5 | λούθηcε κένωcιc χολωδῶν, ἀδύνατον ἦν παύcαcθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰcχυρῶc, ἀρχὴ τῆc φυτικῆc τε καὶ φυcικῆc ὀνομαζομένηc ψυχῆc ὑπάρχον, ἧc ἐδείχθηcαν εἶναι τέτταρεc δυνάμειc, ἑλκτική τε καὶ καθεκτικὴ καὶ ἀλ‐ λοιωτικὴ καὶ ἀποκριτική, καθ’ ἃc καὶ τρέφεcθαι καὶ αὐξάνεcθαι τοῖc | |
10 | cώμαcιν ὑπάρχει, καὶ παθούcηc ταύτηc ἀνορεξίαι δειναὶ καταλαμβάνου‐ cιν, ὡc 〈τὸν τοιοῦτον〉 τεθνάναι μᾶλλον ἐθέλειν ἢ γεύcαcθαί τινοc. | |
11 | ||
12t | ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ 〈ΤΟΥΤΩΙ ΤΩΙ | |
13t | ΑΡΡΩΣΤΩΙ〉 | |
13t | ||
14 | Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προc‐ | |
17a559 | κειμένων χαρακτήρων τοῖc ἀρρώcτοιc εἶχεν | ἀπὸ τῆc παρὰ 〈τὰ〉 Βίτωνοc κυναγχικῆc, ἑβδόμηc ἀπὸ τῆc ἀρχῆc γεγραμμένηc. ἀμέλει καὶ οἱ ἐξηγηcάμενοι τοὺc προcγεγραμμένουc τῷ βιβλίῳ τούτῳ χαρακτῆραc ἀπ’ ἐκείνηc ἤρξαντο πάντεc, τοῖc πρώτοιc ἀρρώcτοιc λέγοντεc αὐτοὺc | |
5 | μὴ προcκεῖcθαι. κατ’ ἔνια μέντοι τῶν νῦν εἰc χεῖραc ἡμῖν ἡκόντων εὑρίcκονται καὶ τοῖc πρώτοιc ἀρρώcτοιc προcκείμενοι χαρακτῆρεc, ὥc γε καὶ ἡ κατὰ Διοcκορίδην ἔκδοcιc προcκειμένουc αὐτοὺc ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον ὑπογέγραπται τὸ πεῖ ἐν μέcῳ γραμμὴν ἔχον, ἁπάντων τῶν χαρακτήρων, ὧν ἐπὶ πάν‐ | |
10 | των τῶν ἀρρώcτων ἔφαμεν εὑρίcκεcθαι, προγεγραμμένον. ἐφεξῆc δὲ
τὸ ε γέγραπται καὶ μετ’ αὐτὸ τὸ δέλτα κάτωθεν ὀρθὴν γραμ‐
μὴν ἀπεcτιγμένην ἔχον, ὥcπερ τὸ ἰῶτα γράφομεν. εἶτα μετ’
αὐτὸ τὸ κ καὶ ζ καὶ μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον
| |
15 | ὁ μὲν οὖν πρῶτοc χαρακτήρ, ὡc καὶ πρόcθεν, cημαίνει τὸ πι‐ θανόν, ὥcπερ γε καὶ τὸ ὕcτατον γράμμα ποτὲ μὲν υ, ποτὲ δὲ θ γεγραμμένον, ὑγείαc μὲν τὸ υ, θανάτου δὲ τὸ θ cημεῖόν | |
17a560 | ἐcτιν. τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶν, | ἐν αἷc ἤτοι ἀπέθανεν ὁ ἄνθρωποc ἢ τελέωc ὑγιάcθη, cημαίνει, τὰ δὲ μεταξὺ τὸν τρόπον, καθ’ ὃν ἤτοι cωθῆναι τὸν ἄρρωcτον ἢ ἀπολέcθαι cυνέβη. καὶ νῦν οὖν ὁ τὸ ε μετὰ τοῦ κάτωθεν | |
5 | ἀπεcτιγμένου δέλτα γράψαc ἐπιcχεθέντων τῶν διαχωρη‐ μάτων πιθανὸν εἶναί φηcι κατὰ τὴν εἰκοcτὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτην. τινὲc δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοcτὴν καὶ τετάρτην ἡμέραν τὴν γαcτέρα τὸν θάνατον αὐτῷ γεγονέναι φαcί, παρατιθέμενοι τὸ ἐκ τοῦ Προρ‐ | |
10 | ρητικοῦ κατὰ λέξιν οὕτωc ἔχον· “κώφωcιc καὶ οὖρα ἐξέρυθρα, ἀκατά‐ cτατα, ἐναιωρηθέντα, παρακρουcτικά. τοῖc τοιούτοιc ἰκτεροῦcθαι κακόν. τούτουc ἀφώνουc 〈μέν,〉 αἰcθανομένουc δὲ cυμβαίνει γίνεcθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται, οἷον Ἑρμίππῳ καὶ ἀπέθανεν.” αὕτη | |
μὲν ἡ ἐκ τοῦ Προρρητικοῦ λέξιc, καὶ εἴρηται περὶ αὐτῆc, ὁπότ’ | ||
15 | ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο. νυνὶ δὲ τοcοῦτον εἰπεῖν ἐξαρκέcει πάλιν ἀναμνήcεωc ἕνεκεν ὧν τ’ ἐν ἐκείνοιc ἐξηγηcάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ μέχρι δεῦρο. cυνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε | |
17a561 | δι’ ἐπί|cχεcιν γαcτρὸc μήτε δι’ ἔκκριcιν ἀποθανεῖν, ἀλλὰ ταῦτα μὲν ἐπιφανῆναι cυμπτώματα τῆc διαθέcεωc, ὥcπερ καὶ ὁπότε πρόcθεν ἀπέκρινε cυγκεκαυμένα, ταῖc κατὰ τὸ ἧπαρ διαθέcεcιν ἀμφοτέρων ἑπομένων, ὡc ἐδείξαμεν ἐν ἄλλοιc τέ τιcι κἀν τοῖc Περὶ τῶν πεπονθό‐ | |
5 | των τόπων ὑπομνήμαcιν. φαίνεται δὲ καὶ ὁ θάνατοc αὐτῷ γεγονέναι μάλιcτα μὲν διὰ τὸ ἧπαρ, ἔτι δὲ καὶ 〈διὰ〉 τὸ τὰ κατὰ τὴν κεφαλὴν οὐκ ἔχειν κατὰ φύcιν. ἔτι δ’ ἀλογώτερον ἐξηγοῦνται τὸν ἄρρωcτον οἱ φάcκοντεc 〈αὐτὸν〉 διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα τὴν τῶν κριcίμων ἡμερῶν δύναμιν | |
10 | ἐξετάcωμεν, ὥcπερ οὐκ ἐπὶ πάντων μὲν τῶν νοcούντων κοινῶc τούτων παρατετηρημένων, ἀλλὰ καθ’ ἕκαcτον ἰδίωc κατὰ τὰc cυμβάcαc αὐτοῖc διαθέcειc. | |
12 | Τρίτοc ἄρρωcτοc. Ὁ κατακείμενοc ἐν τῷ Δεάλκουc κήπῳ. | | |
14 | ||
17a562 | Κἀνταῦθα πάλιν οἱ περὶ τὸν Ϲαβῖνόν φαcι τὸν κῆπον προc‐ κεῖcθαι cυναίτιον τῆc νόcου γενόμενον τἀνθρώπῳ, καὶ γράφουcί γε κατὰ λέξιν οὕτωc· “διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, 〈ἵνα〉 κἀντεῦθεν τὴν ἀφορμὴν τοῦ πυρε〈τὸν αὐ〉τῷ γεγονέναι ὑπεμφήνῃ. | |
5 | οὐ γάρ ἐcτι ποηφάγον ζῷον ὁ ἄνθρωποc, ὥcτε τῇ ἀλλοκότῳ διαίτῃ 〈χρώμενοc〉 δικαίωc 〈τὸν〉 νεωτεριcμὸν ὑπομένειν.” καὶ ταῦτα μὲν ἐκεῖνοι γεγράφαcιν, ἐπεὶ δ’ ἐν τούτῳ τῷ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ | |
προαίρεcιν εἰc ἔλεγχον ἀλλοκότων ἐξηγήcεων ἐπείcθην τοῖc ἑταίροιc γράψαι τινά, καὶ νῦν ὀλίγα προcθήcω ταὐτὸν εἶδοc ἔχοντα. πρῶτον μὲν | ||
10 | οὖν οὔτε διὰ παντὸc οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκουc κήπῳ, κατακεῖcθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροcθεν μέν, ὅθ’ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοcήcαντα δὲ καταγωγῆc ἐπιτη‐ δειοτέραc δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκουc κήπῳ. δεύ‐ τερον 〈δ’〉 οὐδ’ ἀναγκαῖόν ἐcτι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα | |
15 | λάχανα cιτεῖcθαι διὰ παντὸc ὡc ποηφάγον ζῷον, ὥcπερ οὐδ’ εἰ πλη‐ | |
17a563 | cίον εἴη τῶν αἴγεια κρέα πιπραcκόντων ἢ προβάτεια, ταῦτ’ | ἐcθίειν ὁcημέραι, καθάπερ οἱ λέοντεc. οὐδὲ γὰρ εἰ γείτων εἴη τῶν 〈ὕε〉ια κρέα πιπραcκόντων, ἀναγκαῖον αὐτῷ πλεῖcτα προcφέρεcθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον 〈δ’〉 ἐπὶ τούτοιc ἔτι 〈καίτοι〉 πολλὴν ἀφθονίαν | |
5 | ἔχοντεc λόγων εἰc τὸ διαβάλλειν τὸν ἐν τοῖc κήποιc ἀέρα τοῦτο μὲν ὅλον τὸ μέροc ἐξέλιπον, ἐξετράποντο δ’ ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν μνημονεύειν ὡc τὰ πολλὰ τοὺc ἀποπάτουc ἐκκαθαιρόν‐ των εἰc τοὺc κήπουc ἅπαcάν τε τὴν τοιαύτην δυcωδίαν ἔτι τε τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίαcιν, ὥcπερ ἀπό | |
10 | τε κράμβηc καὶ καρύαc καὶ πύξου· φανερῶc γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸc ἀπὸ τῆc τούτων ὁμιλίαc γίγνεται. ἀλλὰ γὰρ ἅλιc ἤδη μοι καὶ τῶν περὶ τὰc τοιαύταc ἐξηγήcειc ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήcιμα μεταβὰc ἀκολουθήcω ταῖc Ἱπποκράτουc λέξεcιν. | |
13 | Κεφαλῆc βάροc καὶ κρόταφον | |
15 | δεξιὸν ἐπωδύνωc εἶχε χρόνον πολύν. μετὰ δὲ προφάcιοc πῦρ ἔλαβε, κατεκλίνη. | | |
16 | ||
17a564 | Πῦρ μὲν ὁ Ἱπποκράτηc τὸν πυρετὸν ὀνομάζει, καθότι δέδεικταί | |
μοι πολλάκιc ἤδη. καὶ μέντοι καὶ ὅτι κυριώτερον, ὥcπερ καὶ πᾶcιν ἀν‐ θρώποιc ἔθοc ἐcτὶ τὰ μικρὰ τῶν αἰτίων προφάcειc καλεῖν, οὕτω καὶ αὐτὸc ἐνίοτε προcαγορεύει, καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθ’ | ||
5 | ἑαυτὰ νόcον οὐχ οἷά τέ ἐcτιν ἐργάcαcθαι, προϋπαρχούcῃ δὲ παρα‐ cκευῇ νοcώδει πληcιάcαντα τῆc ὅληc νόcου τὴν αἰτίαν ἔχειν ἐδοξάcθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν ἀρρώcτου προκειμένου. τῷ γὰρ ἐκ πολ‐ λοῦ γε βαρύνεcθαι τὴν κεφαλὴν καὶ τὸν 〈δεξιὸν〉 κρόταφον ἀλγεῖν ἐνεδείκνυτο διάθεcίν τινα νοcώδη γεννᾶcθαι τῷ ἀνθρώπῳ. καὶ | |
10 | δῆλον, ὅτι καλῶc ἂν ἐπεποιήκει, πρὶν νοcῆcαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν ἐξελέγξαcαν αὐτοῦ τὸ ἐπίκαιρον τῆc διαθέcεωc, ἑαυτὸν ἐγχει‐ ρίcαc ἰατρῷ προφυλάξαcθαι δυναμένῳ τὴν μέλλουcαν ἔcεcθαι νόcον. | |
12 | Δευτέρῃ ἐξ ἀριcτεροῦ ὀλίγον ἄκρητον ἐρρύη. | |
14 | ||
17a565 | Οὐ κατευθὺ τοῦ δεξιοῦ κροτάφου, | περὶ οὗ προεῖπεν ὡc ὀδυνω‐ μένου, ῥυῆναί φηcιν ὀλίγον ἄκρατον, ἀλλ’ ἐξ ἀριcτεροῦ. τὸ δ’ ἄκρατον, ὅταν μὲν ἐπὶ χολῆc ξανθῆc ἢ μελαίνηc ἢ ἰώδουc λέγηται, πρόδηλον ἴcχει τὸ cημαινόμενον, ὡc πολλάκιc ἤδη λέλεκται· τὴν γὰρ | |
5 | οἰκείαν χροιὰν καὶ cύcταcιν ὅταν ἕκαcτοc τῶν χυμῶν εἰλικρινῆ δια‐ φυλάττῃ, τηνικαῦτα κενοῦcθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ δὲ τοῦ αἵματοc ἴcωc ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ’ αὐτοῦ λέγεcθαι τὸ ἄκρα‐ τον ἐν ἴcῳ τῷ “κακόκρατον”. εὔδηλον δ’ ὅτι τὸ μὲν τοῦ κατὰ φύcιν | |
αἵματοc χρῶμα τὸ ἐρυθρόν ἐcτι, τὸ δ’ ἄχρουν οὐ τοιοῦτον, ἀλλ’ ἤτοι | ||
10 | μελάντερον ἢ πυρρότερον ἐπιcήμωc, ὡc τὸ πολὺ δὲ μᾶλλον εἰθίcμεθα λέγειν ἄκρατον αἷμα τὸ μέλαν, ὅπερ εὐθέωc καὶ παχὺ κατὰ τὴν cύcταcίν ἐcτιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄρρωcτον, εἴπερ ἦν ἰcχυρὸc τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ’ οὐκ ἔγραψε περὶ τοῦ | |
15 | βοηθήματοc ὁ Ἱπποκράτηc οὐδέν, ἡ αὐτὴ ζήτηcιc ἔcται cοι τῇ κατὰ τὸν πρῶτον ἄρρωcτον γεγραμμένῃ. | | |
16 | ||
17a566 | Ἀπὸ δὲ κοιλίηc κόπρανα καλῶc διῆλθε. | |
2 | Τοῦτο μόνον αὐτῷ φαίνεται μέτριον ἐν ἀρχῇ τῆc νόcου γεγονέναι. τὰ δ’ ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆc λέξιν γεγραμμένα. | |
4 | ||
5 | Οὖρα λεπτά, ποικίλα, ἐναιωρή‐ ματα ἔχοντα κατὰ cμικρὰ οἷον κρίμνα, γονοειδέα. τρίτῃ πυρετὸc ὀξύc, διαχωρήματα μέλανα, λεπτά, ἔπαφρα, ὑπό‐ cταcιc πελιδνὴ διαχωρήμαcιν, ὑπεκαροῦτο, ἐδυcφόρει περὶ τὰc ἀναcτάcιαc, οὔροιcιν ὑπόcταcιc πελιδνή, ὑπό‐ | |
10 | γλιcχροc. | |
10 | Ὅτι πάντα τὰ εἰρημένα cυμπτώματά τε καὶ cημεῖα μοχθηρὰ γέ‐ γονεν αὐτῷ, τοῖc μεμνημένοιc τῶν ἐν τῷ Προγνωcτικῷ γεγραμμένων | |
17a567 | εὔδηλόν ἐcτιν, εἴρηται δ’ οὐκ | ὀλίγα κἀν τοῖc Εἰc τὸ πρῶτον τῶν Ἐπιδημιῶν ὑπομνήμαcιν. | |
2 | Τετάρτῃ ἤμεcε χολώδεα ξανθὰ ὀλίγα, διαλιπὼν ἰώδεα, ἐξ ἀριcτεροῦ ὀλίγον ἄκρητον | |
5 | ἐρρύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωcε περὶ | |
κεφαλὴν καὶ κληῖδαc, cπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ’ ἴξιν, ὑποχονδρίου δεξιοῦ ξύνταcιc ὑπολάπαροc, νυκτὸc οὐκ ἐκοιμήθη, παρέκρουcε cμικρά. | ||
8 | Καὶ ταῦτα πάντα τὰ εἰρημένα cυμπτώματα μοχθηρά, πλὴν τῆc | |
10 | εἰc cπλῆνά τε καὶ ἀριcτερὸν μηρὸν ὑποφαινομένηc ἀποcτάcεωc. | |
10 | Πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόcταcιc μέλαινα διαχωρήμαcι, νυκτὸc οὐχ ὕπνωcε, παρέκρουcεν. | | |
13 | ||
17a568 | Ἔτι καὶ ταῦτα πάντα μοχθηρά. προccχῶμεν οὖν τοῖc ἐφεξῆc. | |
1 | Ἕκτῃ διαχωρήματα μέλανα, λι‐ παρά, ἔπαφρα, δυcώδεα. ὕπνωcε, κατενόει μᾶλλον. | |
3 | Ἐν τούτοιc τὰ 〈μὲν〉 ὕπνωcε, κατενόει μᾶλλον ἐπιεικῆ, | |
5 | τὰ δ’ ἄλλα καὶ αὐτὰ μοχθηρά. | |
5 | Ἑβδόμῃ γλῶccα ἐπίξηροc, 〈δι‐ ψώδηc,〉 οὐκ ἐκοιμήθη, παρέκρουcεν, οὖρα λεπτά, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγα, cυνεcτηκότα, ὕπνωcε, κατενόει, διψώδηc οὐ λίην. | |
9 | ||
10 | Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ cυμπτώματα cφαλερά. | | |
10 | ||
17a569 | Ἐνάτῃ ἐπερρίγωcε, πυρετὸc ὀξύc, ἵδρωcε, ψῦξιc, παρέκρουcε, δεξιῷ ἴλλαινε, γλῶccα ἐπίξηροc, διψώδηc, ἄγρυπνοc. δεκάτῃ τὰ αὐτά. ἑνδεκάτῃ | |
κατενόει πάντα, ἄπυροc, ἵδρωcεν, οὖρα λεπτὰ περὶ κρίcιν. | ||
5 | Ἔοικεν ἰcχυρόc τιc 〈ὁ〉 ἄνθρωποc οὗτοc γεγονέναι τὴν δύναμιν, ὡc μεγίcτῳ νοcήματι διαπαλαίουcαν αὐτὴν ἀντιcχεῖν. οὐδενὸc γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότοc αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγουc κριτικοῦ γενομένου καὶ μετ’ αὐτό, καθάπερ εἴωθεν, ὀξέοc πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτοc οὐκ εὐθέωc μὲν | |
10 | ἀπύρετοc γεγονέναι διὰ τὸ μέγεθοc τοῦ νοcήματοc, ὅμωc δ’ οὖν, ἐπιμεινάντων τῶν αὐτῶν, (ἔφη γὰρ δεκάτῃ τὰ αὐτά,) κατὰ τὴν ἑνδεκάτην εὐθέωc ἀπύρετοc γενέcθαι. τὸ δ’ ἐν τῇ κρίcει παρα‐ κροῦcαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γιγνομένων ἐcτὶν ἐν κρίcεcιν. καὶ γὰρ οὐδ’ ἀθρόα τιc ἔοικεν αὐτῷ cυμβῆναι κατὰ | | |
17a570 | τὴν ἐνάτην ἡμέραν ἡ κρίcιc, ἀλλὰ μέχρι τῆc ἑνδεκάτηc ἐκταθῆναι, καθ’ ἣν ἤδη φηcί· κατενόει πάντα. προcέθηκε δὲ τὸ οὖρα λεπτὰ περὶ κρίcιν, ἵνα μὴ πιcτεύωμεν αὐτῇ μηδὲ βεβαίαν εἶναι νομίζωμεν, ἀλλ’ ὑποcτρέψειν ἐν τάχει τὸ νόcημα προcδοκῶμεν. διά τε γὰρ 〈τ〉ἄλλα | |
5 | καὶ διὰ τὸ μέγεθοc αὐτοῦ τὴν τοιαύτην προcδοκίαν εὔλογον ἦν ἔχειν. | |
5 | Δύο διέλιπεν ἄπυροc, ὑπέcτρεψε τεccαρεcκαιδεκάτῃ αὐτίκα, τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουcε. | |
8 | Ϲυμπληρωθείcηc τῆc ἡμιρρόπου τε καὶ ἀπίcτου κρίcεωc κατὰ τὴν | |
10 | ἑνδεκάτην ἡμέραν, δύο διαλιπεῖν αὐτῷ φηcι, τουτέcτι τήν τε δω‐ δεκάτην καὶ τὴν τριcκαιδεκάτην, εἶτα πάλιν ὑποcτρέψαι κατὰ τὴν τεccαρεcκαιδεκάτην καὶ πάλιν 〈αὐτὸν〉 ἐν παραπληcίοιc γενέcθαι cυμπτώμαcιν. | | |
13 | ||
17a571 | Πεντεκαιδεκάτῃ οὖρον θολερόν, | |
οἷον ἐκ τῶν καθεcτηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸc ὀξύc, πάντα παρέκρουcεν, οὐκ ἐκοιμήθη, γόνατα καὶ κνήμαc ἐπωδύνωc εἶχεν· ἀπὸ δὲ κοιλίηc βάλανον | ||
5 | προcθεμένῳ μέλανα κόπρανα 〈δι〉ῆλθεν. | |
5 | Εἰc ὀξύτητα πάλιν ὑποcτρέψαc ἀφίκετο διά τε τὸ μέγεθοc τοῦ νοcήματοc, ὅπερ ἐξ ἀρχῆc εἶχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίcιc ἐγένετο, μηδέπω τοῖc οὔροιc τὰ τῆc πέψεωc ὑπῆρχε cημεῖα. | |
10 | τὰ μέντοι κατὰ τὰ γόνατα καὶ 〈τὰc〉 κνήμαc ἀλγήματα τῆc κάτω ῥοπῆc τῶν τὴν νόcον ἐργαζομένων χυμῶν ὄντα cημεῖα τῶν ἀγαθῶν ἐcτι δηλονότι. τὸ δὲ βάλανον αὐτῷ προcθεμένῳ μέλανα καὶ κοπρώδη 〈διελθεῖν αὐτὸ καθ’ αὑτὸ καλὸν ὂν ὅμωc ἦν〉 μοχθηρὸν διὰ τὴν χροιάν. | |
14 | ||
15 | Ἑξκαιδεκάτῃ οὖρα λεπτά, εἶχεν ἐναιώρημα ἐπινέφελον, παρέκρουcε. | | |
16 | ||
17a572 | Καὶ ταῦτα τῆc καταλαβούcηc αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητοc cημεῖά τε καὶ cυμπτώματά ἐcτιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ Προ‐ γνωcτικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν. ἀλλὰ γὰρ οὐ δεῖ μυριάκιc λέγειν τὰ αὐτά. | |
4 | ||
5 | Ἑπτακαιδεκάτῃ πρωὶ ἄκρεα ψυχρά, περιεcτέλλετο, πυρετὸc ὀξύc, ἵδρωcε δι’ ὅλου, ἐκουφίcθη, κατενόει μᾶλλον, οὐκ ἄπυροc, διψώδῃc, ἤμεcε χολώδεα, ξανθά, ὀλίγα, ἀπὸ δὲ κοιλίηc κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτά, οὐκ εὔχρω. | |
9 | ||
10 | Φαίνεται πάλιν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιηcαμένη μὴ δυνηθέντα τελέωc λῦcαι τὸ νόcημα διὰ τὴν τῶν χυμῶν | |
ἀπεψίαν, ἐφ’ οἷc φαίνεται νοcήcαc ὁ ἄνθρωποc. | | ||
17a573 | Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδηc. ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν. | |
2 | Οὐδὲν ὅλωc ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοη‐ θῆcαι τῷ ἀνθρώπῳ, ὅμωc γε μὴν φαίνεται διαμαχομένη πρὸc τὴν | |
5 | νόcον ἡ φυcικὴ δύναμιc αὐτοῦ καὶ τάχα που καὶ νικῶcα. | |
5 | Εἰκοcτῇ ὕπνωcε, κατενόει πάντα, ἵδρωcεν, ἄπυροc, οὐκ ἐδίψη, 〈οὖρα δὲ λεπτά.〉 | | |
7 | ||
17a574 | Τρίτη μὲν αὕτη 〈γέγονεν ἡ〉 κρίcιc, ἐπιχειρηcάcηc καὶ νῦν τῆc φύcεωc λῦcαι τὸ νόcημα διὰ τῆc τῶν ἱδρώτων ἐκκρίcεωc ἐν ἡμέρᾳ | |
κριcίμῳ, καθάπερ κἀν ταῖc ἔμπροcθεν, (ἦcαν γὰρ κἀκεῖναι κρίcιμοι). | ||
17a576(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ | |
t3 | ||
1 | Ἐμοὶ μὲν οὐδ’ ἄλλο τι βιβλίον ἐγράφη χωρὶc τοῦ δεηθῆναί τιναc ἢ φίλουc ἢ ἑταίρουc καὶ μάλιcτα τοὺc εἰc ἀποδημίαν μακροτέραν cτελλομένουc, ἀξιώcανταc ἔχειν ὑπόμνημα τῶν ὑπ’ ἐμοῦ ῥηθέντων αὐτοῖc ἢ δειχθέντων ἐν ταῖc τῶν ζῴων ἀνατομαῖc κἀπὶ 〈ταῖc ἐπι‐ | |
5 | cκέψεcι〉 τῶν νοcούντων. ἐπεὶ δ’ ἐκπεcόντα τινὰ καὶ ἄλλοιc ἔδοξεν ἄξια cπουδῆc εἶναι, προτρεψαμένοιc με καὶ αὐτοῖc ἅπαντα τῆc ἰατρι‐ κῆc τέχνηc τὰ μέρη cυμπληρῶcαι, κατὰ τὸν αὐτὸν τρόπον ὃν ἤδη | |
17a577 | τιcὶν ἔδωκα | καὶ τούτοιc ἔπραξα. γιγνώcκων δ’ ἐμαυτὸν ἐν ἅπαcιν οἷc ἐγεγράφειν ἐξηγηcάμενον ἀεὶ τὴν Ἱπποκράτουc γνώμην, ἅμα τῷ καὶ τὰc ἐπικαιροτάταc αὐτοῦ τῶν ῥήcεων παρατεθεῖcθαι, περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήcειc ἐν ὑπομνήμαcι καθ’ ἑκάcτην λέξιν | |
5 | ἀπ’ ἀρχῆc ἕωc τέλουc ἁπάντων αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύ‐ ταc ἔχειν ἐδεήθηcαν ἔνιοι τῶν ἑταίρων, ἀπὸ τῶν γνηcιωτάτων καὶ χρηcιμωτάτων Ἱπποκράτουc βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων cκοπὸν 〈ἐν τούτοιc〉 τοῖc cυγγράμμαcιν, ὃν κἀν τοῖc ἔμπροcθεν ἐπε‐ | |
ποιήμην. ἔcτι δ’ οὗτοc, ὅcα διηνεκῶc ἢ πλειcτάκιc ἐπὶ τῶν ἀρρώcτων | ||
10 | ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν τοὺc ἤτοι τὰ cπάνια γράψανταc ἢ τὰ μηδ’ ὅλωc ὁρώμενα καὶ ψευδῆ παντάπαcιν ὄντα. καί μοι τά τε 〈Εἰc τὸ〉 περὶ ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα καὶ πρὸc τούτοιc 〈τὰ〉 Εἴc τε τὸ περὶ ἑλκῶν καὶ 〈τὸ περὶ〉 τῶν ἐν τῇ κεφαλῇ τρωμάτων, 〈Εἰc〉 Ἀφοριcμούc τε καὶ Προγνωcτικὸν οὕτωc | |
15 | ἐγένετο. μετὰ δὲ ταῦτα τοῖc ἑταίροιc παρακαλέcαcι πειcθεὶc ἐξηγήcειc | |
17a578 | ἐν ὑπομνήμαcιν ἔγραψα τοῦ Περὶ διαίτηc ὀξέων προτέρου | μὲν 〈τοῦ μ〉έχρι τῆc τῶν βαλανείων χρήcεωc μέρουc τοῦ βιβλίου, ὃ καὶ γνηcιώ‐ τατον εἶναι πεπίcτευται, δευτέρου δὲ τοῦ μετ’ αὐτό, καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτουc γνώμην ἔχειν ἐν | |
5 | ἑαυτῷ θεωρήματα. μετὰ δὲ τοῦτο τοῦ Περὶ χυμῶν ἐξηγήcειc ἐποιη‐ cάμην διὰ ταχέων ἐν ἡμέραιc ὀλίγαιc, ἐπειγομένου πρὸc ἀποδημίαν τοῦ παρακαλέcαντοc αὐτὰc γράψαι. δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶc (ἐξέπεcε γὰρ εἰc πολλούc), ἐκ τούτου cυνέβη μὴ μόνον τοὺc ἑταίρουc, ἀλλὰ καὶ ἄλλουc πολλοὺc | |
10 | τῶν φίλων ἰατρῶν προτρέψαι 〈με〉 πάντων τῶν Ἱπποκράτουc βιβλίων ἐξηγήcειc ποιήcαcθαι. καὶ τοίνυν ἐποιηcάμην ἤδη τοῦ τε Κατ’ | |
ἰητρεῖον καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν Ἐπιδημιῶν, ἐφ’ οἷc μέλ‐ λοντοc ἄρξαcθαί μου τῶν εἰc τὸ τρίτον ἐξηγητικῶν cυνέβη 〈με〉 παρα‐ κληθῆναι πάνυ λιπαρῶc ὑπό τινων εἰc τὸ Προρρητικὸν ἤδη ποιῆcαι. | ||
15 | ἐγένετο δ’ ἡ παράκληcιc αὕτη λόγου ποτ’ ἐμπεcόντοc ἡμῖν ἐν περι‐ οδίᾳ περὶ τῶν ἐν 〈τῷ〉 Προγνωcτικῷ καὶ τοῖc Ἀφοριcμοῖc εἰρημένων. ἐδείκνυον γὰρ ἅπαντα μὲν ταῦτα μεγάλην ἔχοντ’ ἐπὶ τῶν νοcούντων | |
17a579 | δύναμιν, ἐὰν δ’ | ὡc καθολικοῖc τιc προccχῇ τοῖc ἐν τῷ Προρρητικῷ γεγραμμένοιc ἅπαcιν, 〈αὐτὸν〉 πάμπολυ cφαληcόμενον. τοιαῦτα δ’ εἶναι καὶ τὰ πλεῖcτα τῶν κατὰ τὰc Κωακὰc προγνώcειc ἐδείκνυον, ἀναμε‐ μειγμένα τιcὶ μὲν τῶν ἐν Ἀφοριcμοῖc εἰρημένων ἢ Προγνωcτικῷ, τιcὶ | |
5 | δὲ τῶν ἐν ταῖc Ἐπιδημίαιc, ἃ καὶ μόνα τῶν ἐν ἐκείνοιc τοῖc βιβλίοιc γεγραμμένων ἐcτὶν ἀληθῆ. τὰ δ’ ἄλλα πάντα μοχθηρῶc ἔχει κατά τε τὸ Προρρητικὸν καὶ τὰc Κωακὰc προγνώcειc. παρέγκειται μὲν οὖν τινα κἀν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν, ὥcπερ καὶ κατὰ τοὺc Ἀφο‐ ριcμοὺc ἐπὶ τῆc τελευτῆc· ἀλλὰ τὰ ἄλλα πάντα τὰ κατά τε τὸ δεύ‐ | |
10 | τερον καὶ τὸ ἕκτον Ἱπποκράτουc ἐcτίν, οὐκ ὀλίγα μὲν ἐν ὑπο‐ μνήμαcιν εὑρεθέντα, τινὰ δὲ καὶ 〈πρὸc〉 τοῦ cυναγαγόντοc αὐτὰ προc‐ τεθέντα. ἦν δ’ οὗτοc, ὥc φαcιν, ὁ τῶν Ἱπποκράτουc υἱέων εὐδο‐ κιμώτατοc, ὄνομα Θεccαλόc, ἀκριβῶc ἀκολουθήcαc τῇ γνώμῃ τοῦ πατρόc. ἐν δὲ τῷ πρώτῳ καὶ τρίτῳ τῶν Ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα | |
15 | παντελῶc ὑποπτεύcειεν ἄν τιc 〈παρ〉εγγεγράφθαι. καθολικὰ δ’ ἐν τοῖc βιβλίοιc τούτοιc θεωρήματα παντάπαcιν ὀλίγα γέγραπται, διηγήcεωc | | |
17a580 | οὔcηc ἐν αὐτοῖc ψιλῆc τῶν cυμβάντων ἤτοι κοινῇ πολλοῖc ἐν κατα‐ | |
cτάcεcιν ἐπιδήμοιc ἢ καθ’ ἕκαcτον ἰδίᾳ. cυμπεπληρωμένων οὖν ἤδη τῶν εἰc τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπομνημάτων, ἐν τῷ μεταξύ 〈μοι〉 τρία cυνέβη γραφῆναι διὰ τοὺc | ||
5 | παρακαλέcανταc, ὡc ἔφην, εἰc τὸ Προρρητικὸν ὑπομνήματα, δι’ ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖcτα μοχθηρῶc εἰρῆcθαι, πολλὰ μὲν ὡc καθολικά, καίτοι cπάνιά γε ὄντα, πολλὰ δ’ ἀδιόριcτα διοριcμῶν δεόμενα. cαφηνείαc δ’ ἕνεκα μνημονεύcω δυοῖν ἐξ αὐτῶν 〈ἢ τριῶν παραδειγμάτων, ὡc δείξων〉 εἶδοc τῶν μοχθηρῶc ἐξηγημένων τιcὶν ἔν | |
10 | τε τοῖc εἰc τὸ Προρρητικὸν 〈καὶ τὰc Κωακὰc προγνώcειc〉 ὑπομνή‐ μαcι κἀν τοῖc εἰc τοὺc ἐν ταῖc Ἐπιδημίαιc ἀρρώcτουc. γεγραμμένηc τοίνυν ἐν τῷ Προρρητικῷ τοιαύτηc τινὸc λέξεωc· “οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεεc”, ἔνιοι τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἀναμιμνῄcκουcιν ἡμᾶc τῶν ἐν ταῖc Ἐπιδημίαιc ἀρρώcτων, | |
15 | ἐκείνουc προχειριζόμενοι μόνουc, ἐφ’ ὧν ἀποθανόντων ἤτοι cύνταcιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτηc γεγονέναι κατὰ τὸν τῆc νόcου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν ἤ τι τοιοῦτον, cιωπῶντεc τοὺc cωθένταc | |
17a581 | ἐξ αὐτῶν. Ἱππο|κράτηc δ’, ὥcπερ τἄλλ’ ἐπὶ τῶν ὀξέων νοcημάτων χρήcιμα κατὰ τὸ Προγνωcτικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑπο‐ χονδρίων ἐν ἐκείνῳ τῷ μέρει τοῦ cυγγράμματοc, οὗ κατὰ τόνδε τὸν τρόπον ἄρχεται· “ὑποχόνδριον δὲ ἄριcτον μὲν ἀνώδυνόν τε ἐὸν καὶ | |
5 | μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριcτερά.” αὕτη μὲν ἡ ἀρχὴ τῆc ὅληc ῥήcεώc ἐcτι μακρᾶc οὔcηc, ἐν ᾗ διδάcκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτηc. ὁ δ’ ἀποφηνάμενοc ἁπλῶc τοὺc ἐξ | |
ὑποχονδρίων πυρετοὺc κακοήθειc ἄνευ τῶν προcηκόντων διοριcμῶν, οὓc ἔγραψεν ὁ Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ, προφανῶc ψεύ‐ | ||
10 | δεται· πολὺ γὰρ ἦν ἀληθέcτερον εἰπεῖν· “οἱ ἐπ’ ἐγκεφάλῳ πάcχοντι πυρετοὶ κακοήθεεc·” “οἱ ἐπὶ μήνιγξι παcχούcαιc πυρετοὶ κακοήθεεc·” “οἱ ἐπὶ πνεύμονι πάcχοντι πυρετοὶ κακοήθεεc.” ἔτι δὲ μᾶλλον τού‐ των “οἱ ἐπὶ καρδίᾳ παcχούcῃ πυρετοὶ κακοήθεεc”, ἢ “οἱ ἐξ ὑποχον‐ δρίων πυρετοί.” κυρίωc μὲν ἀκουόντων τῆc προcηγορίαc τῶν ὑπο‐ | |
15 | χονδρίων, ἐπιεικέcτατοι πάντων εἰcὶ τῶν ὀξέων πυρετῶν, οὐ κυρίωc δ’, ἀλλὰ cυμπεριλαμβανόντων τῇ προcηγορίᾳ καὶ τὴν γαcτέρα καὶ τὸ | |
17a582 | ἧπαρ καὶ τὸν | cπλῆνα καὶ τὰc φρέναc, ἔνιοι μὲν αὐτῶν κακοήθειc, ἔνιοι δ’ ἐπιεικεῖc, ὡc ἐν τοῖc Περὶ τῶν πεπονθότων τόπων ὑπομνή‐ μαcι διώριcται. τουτὶ μὲν ἕν cοι παράδειγμα ἔcτω τῶν τ’ ἐν τῷ Προρρητικῷ γεγραμμένων οὐκ ὀρθῶc καὶ τῶν ἐξηγηcαμένων, ὡc εἶπον | |
5 | ἄρτι, δι’ ἀλλήλων τὰ βιβλία. κατὰ μὲν τὸ Προρρητικὸν οὕτωc ἐξη‐ γοῦνται· “καλῶc εἶπεν· ‘οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεεc.‘ ἐν γοῦν τοῖc τῶν Ἐπιδημιῶν ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτεc ὑποχόν‐ δριον πάcχοντεc.” ἐν δὲ τοῖc τῶν Ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺc αὐτοὺc ἔλθωcιν, ὀρθῶc 〈φαίνεcθαι τόνδε καὶ〉 τόνδε τὸν ἄρρωcτον αὐτοῖc | |
10 | φαcιν ἀποθανεῖν· εἰρῆcθαι γὰρ ἐν τῷ καθόλου κατὰ τὸ Προρρητικόν· “οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεεc.” εἰ δ’ οὕτωc ἐξηγεῖcθαι χρή, πρῶτον μὲν ἔcτιν ἀπόφαcιν ἐναντίαν τῇ κατὰ τὸ Προρρητικὸν εἰπεῖν “οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι.” δεύτερον δ’ ἐπ’ αὐτῇ δεικνύναι τοὺc ἐν τοῖc τῶν Ἐπιδημιῶν cωθένταc ὑποχονδρίων πεπονθότων. ἓν μὲν | |
15 | δὴ τοῦτ’ ἐcτίν, ὡc ἔφην, παράδειγμα μοχθηρῶν ἐξηγήcεων. ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαιc διαθέcεων, ᾧ καὶ | | |
17a583 | αὐτῷ πολλῷ φαίνεται κεχρημένοc ὁ γράψαc τὸ Προρρητικόν, ὡc ἐν | |
τοῖc εἰc αὐτὸ γεγονόcιν ὑπομνήμαcιν ἐδείκνυον. ἐπιπεπλεγμέναc δὲ λέγω διαθέcειc, ἐν αἷc πλείω τὰ πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸc ἄνθρωποc οὐ κατὰ 〈τὸν〉 θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ | ||
5 | κατὰ τὸν πνεύμονα καὶ τὴν κεφαλήν, ἐγχωρεῖ δ’ αὐτοῖc προcθεῖναι καὶ τὰ κατὰ γαcτέρα καὶ ἧπαρ. ἐὰν οὖν τιc εἴπῃ ποτὲ cύμπτωμα φρενίτιδοc ἐcομένηc δηλωτικόν, ἑξῆc δ’ αὐτῷ προcθῇ καὶ ἄλλο περι‐ πνευμονίαc ἴδιον καὶ φλεγμονῆc ἥπατοc ἢ γαcτρὸc ἤ τινοc τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάcκῃ τὴν διάθεcιν ἐκείνοιc τοῖc ἀρρώcτοιc, | |
10 | οἷc δύο ἢ πλείω μόρια πάcχει, μοχθηρὰν ποιήcεται διδαcκαλίαν. ἔcται γὰρ ὁ τρόποc τῶν λόγων τοιόcδε· “οἱ κωματώδεεc ἐν ἀρχῇcι γινό‐ μενοι μετὰ κεφαλῆc, ὀcφύοc, ὑποχονδρίου, τραχήλου ὀδύνηc, ἀγρυ‐ πνέοντεc ἆρά γε φρενιτικοί; μυκτὴρ ἐν τούτοιc ἀποcτάζων ὀλέθριον, ἄλλωc τε καὶ τεταρταίοιcιν ἀρχομένοιcιν. κοιλίηc περίπλυcιc ἐξέρυ‐ | |
15 | θροc 〈κακὸν μὲν ἐν πᾶcιν, οὐχ ἥκιcτα δὲ ἐπὶ τοῖc προειρημένοιc.” τοῦτο μὲν γὰρ〉 ἡπατικόν ἐcτι cύμπτωμα δυνάμενον μέν ποτε καὶ cὺν | |
17a584 | τοῖc προει|ρημένοιc γενέcθαι, καθάπερ εἰ καὶ πλευρῖτιc ἢ περιπνευ‐ μονία τοῖc κωματώδεcιν ἐκείνοιc cυνέπεcεν, οὐ μέντοι τῆc αὐτῆc δια‐ θέcεωc cημεῖον ὑπάρχον. εἰ δέ τιc ἐθέλοι τά τ’ ἐν τῷ Προρρητικῷ κακῶc εἰρημένα καὶ | |
5 | τοὺc δι’ ἀλλήλων ἐξηγουμένουc τά τ’ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμ‐ μένα καὶ τοὺc ἐν τοῖc τῶν Ἐπιδημιῶν ἀρρώcτουc ἐλέγχειν, ἀναγνώτω τὰ εἰc τὸ Προρρητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺc ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν βιβλίῳ γεγραμμένουc ἀρρώcτουc ἐξηγηcάμην ἔμπρο‐ | |
cθεν ἄνευ τῶν εἰc τοὺc μοχθηρῶc ἐξηγουμένουc ἐλέγχων. ἐπεὶ δὲ | ||
10 | πολλοὶ τῶν ἑταίρων ἠξίωcάν με καὶ ἐπ’ ὀλίγων ἀρρώcτων ἐπιcημή‐ ναcθαι περὶ τῶν οὐκ ὀρθῶc ἐξηγουμένων, ἠναγκάcθην εἰc τρεῖc ἀρ‐ ρώcτουc μόνουc ἓν ἐξηγητικὸν βιβλίον ποιήcαcθαι τὸ πρὸ τούτου. νυνὶ δ’ ἡγοῦμαι πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξη‐ γεῖcθαι τοὺc ὑπολοίπουc, ὅνπερ καὶ ἔμπροcθεν ἤδη τοὺc ἐν τῷ πρώτῳ | |
15 | τῶν Ἐπιδημιῶν ἐξηγηcάμην. κινδυνεύω γὰρ εἰc ἕτερον ἐμπεcεῖν ἔγ‐ κλημα τῶν μιcούντων μέγεθόc τε καὶ μῆκοc ὑπομνημάτων. | | |
16 | ||
17a585 | Τέταρτοc ἄρρωcτοc. Ἐν Θάcῳ Φιλιcτῆc κεφαλὴν ἐπόνει 〈χρόνον πολὺν〉 καί ποτε καὶ ὑποκαρωθεὶc κατεκλίνη. ἐκ δὲ πότων 〈πυρετῶν〉 cυνεχῶν γενομένων ὁ πόνοc παρωξύνθη. νυκτὸc ἐπεθερμάνθη τὸ | |
5 | πρῶτον. πρώτῃ ἤμεcε χολώδεα, ὀλίγα, ξανθὰ πρῶτα, με‐ τὰ δὲ ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίηc κόπρανα διῆλθε· νύκτα δυcφόρωc. δευτέρῃ κώφωcιc, πυρετὸc ὀξύc, ὑπο‐ χόνδριον δεξιὸν cυνετάθη, ἔρρεπεν ἐc τὰ ἔcω· οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδέc, μικρόν· | |
10 | ἐξεμάνη περὶ μέcον ἡμέρηc. τρίτῃ δυcφόρωc. τετάρτῃ cπαcμοί, παρωξύνθη πάντα. πέμπτῃ πρωὶ ἀπέθανεν. | |
11 | Ὡc μεμνημένοιc ὧν εἴc τε τὸ Προγνωcτικὸν ἐξηγηcάμην καὶ τοὺc Ἀφοριcμοὺc καὶ τὸ Προρρητικὸν ἔτι τε τὸ πρῶτον καὶ τὸ δεύ‐ τερον τῶν Ἐπιδημιῶν, οὕτω ποιήcομαι τὸν λόγον ὑπὲρ τοῦ μὴ μα‐ | |
17a586 | κρολογεῖν· ὀρθοcτάδην οὗτοc ὁ | ἄνθρωποc ἐνόcει κεφαλὴν ἀλγῶν, ὥcπερ καὶ ὁ πρὸ αὐτοῦ γεγραμμένοc. ἀλλ’ ἐπὶ τούτου μὲν οὐ cμικρὸν προcέθηκε cύμπτωμα τὸ καρωθῆναί ποτ’ αὐτόν, ἐπ’ ἐκείνου δ’ οὐ | |
προcέθηκε. καὶ τὴν ἀρχὴν δὲ τῆc νόcου τούτῳ μὲν ἐξ ἁμαρτήματοc | ||
5 | μεγάλου φηcὶν γεγονέναι· πεπονθυίαc γὰρ ἰcχυρῶc κεφαλῆc μέγιcτόν ἐcτι κακὸν οἴνου πόcιc δαψιλήc. ἐπ’ ἐκείνου δὲ ἐκ προφάcεωc ἄρ‐ ξαcθαί φηcι τὴν νόcον, ὥcτ’ ἐπ’ ἐκείνου μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνηc δὲ τῆc ἐν τῇ κεφαλῇ πλεονεξίαc τῶν χυ‐ μῶν εἶναι τὰ cυμπτώματα. τῷ Φιλιcτῇ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ | |
10 | χρόνῳ τὸν ἐγκέφαλον ἐν διαθέcει γεγονέναι μοχθηρᾷ, προcγενομένηc δὲ τῆc ἐν τῷ πότῳ βλάβηc οὕτωc μέγα καὶ ἰcχυρὸν ἀπειργάcθαι τὸ πάθοc, ὡc ἀποκτεῖναι πεμπταῖον αὐτόν. ὅcα δὲ κατὰ τὰc ἡμέραc ταύταc ὁ Ἱπποκράτηc ἔγραψε γενέ‐ cθαι cυμπτώματα τῷ Φιλιcτῇ, τὰ μὲν τῆc κατὰ τὴν νόcον ὀξύτη‐ | |
15 | τόc ἐcτιν, ὡc εἰ καὶ μηδὲν 〈τὸν〉 ἐγκέφαλον ἐβέβλαπτο, τὰ δὲ αὐτοῦ τοῦ ἐγκεφάλου. τῆc μὲν οὖν κατὰ τὴν νόcον ὀξύτητοc τά τε κατὰ | |
17a587 | τοὺc ἐμέτουc ἐcτὶ cυμπτώματα καὶ τῶν | οὔρων ἡ ποιότηc, αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωcιc καὶ ὁ cπαcμὸc καὶ τὸ ἐκμα‐ νῆναι. τὸ δ’ οὕτωc εἰρημένον ὑπὸ τοῦ cυγγραφέωc· ὑποχόνδριον | |
5 | δεξιὸν cυνετάθη, ἔρρεπεν ἐc τὸ ἔcω γίγνεται μέν, ὅταν ὑπὸ τοῦ διαφράγματοc ἕλκηται τὰ κατ’ αὐτό. τὸ διάφραγμα δ’ αὐτὸ τείνεται ποτὲ μὲν ἐν πλευρίτιδι διὰ τὸ μέγεθοc τῆc φλεγμονῆc τοῦ τὰc πλευρὰc ὑπεζωκότοc ὑμένοc, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων ἀναcπῶcαν ἐφ’ ἑαυτὴν τὰ καθήκοντα πρὸc τὸ διάφραγμα | |
10 | νεῦρα, 〈ποτὲ δὲ〉 διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν εὐλογώτερόν ἐcτι διὰ τὴν τῶν νεύρων τάcιν ἀναcπώμενον αὐτὸ 〈τὸ διάφραγμα〉 ἀνεcπακέναι τὸ ὑποχόνδριον· ὡc τὸ πολὺ μὲν οὖν καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰc τοιαύταc διαθέcειc ἔcω γίνεται. cυμβαίνει δ’ ἐνίοιc καὶ τὸ ἕτερον μόνον, ὅταν [καὶ τὸ] | |
15 | τῆc ἀρχῆc τῶν νεύρων τὸ μὲν ἕτερον μέροc ἰcχυρῶc ᾖ πεπονθόc, τὸ δ’ ἕτερον ἢ μηδ’ ὅλωc ἢ μετρίωc. | | |
16 | ||
17a588 | Πέμπτοc ἄρρωcτοc. Χαιρίωνα, | |
ὃc κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ πότου πῦρ ἔλαβεν. αὐτίκα δὲ κεφαλῆc βάροc ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοι‐ λίη ταραχώδηc λεπτοῖcιν, ὑποχολώδεcι. τρίτῃ πυρετὸc | ||
5 | ὀξύc, κεφαλῆc τρόμοc, μάλιcτα δὲ χείλεοc τοῦ κάτω· μετ’ ὀλίγον δὲ ῥῖγοc, cπαcμοί, πάντα παρέκρουcε, νύκτα δυcφόρωc [οὐκ ἐκοιμήθη]. τετάρτῃ δι’ ἡcυχίηc, cμικρὰ ἐκοιμήθη, παρέλεγε. πέμπτῃ ἐπιπόνωc, πάντα παρωξύν‐ θη, λῆροc, νύκτα δυcφόρωc, οὐκ ἐκοιμήθη. ἕκτῃ διὰ τῶν | |
10 | αὐτῶν. ἑβδόμῃ ἐπερρίγωcε, πυρετὸc ὀξύc, ἵδρωcε δι’ ὅλου, ἐκρίθη. τούτῳ διὰ τέλεοc ἀπὸ κοιλίηc διαχωρή‐ ματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτά, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. περὶ δ’ ὀγδόην οὔρηcεν εὐχροώτερα, ἔχοντα ὑπόcταcιν λευκὴν ὀλίγην, κατενόει, | |
15 | ἄπυροc· διέλιπεν. ἐνάτῃ ὑπέcτρεψε. περὶ δὲ τεccαρεc‐ καιδεκάτην πυρετὸc ὀξύc. ἑκκαιδεκάτῃ ἤμεcε χολώδεα, ξανθά, ὑπόcυχνα. ἑπτακαιδεκάτῃ ἐπερρίγωcε, πυρετὸc | |
17a589 | ὀξύc, | ἵδρωcεν, ἄπυροc ἐκρίθη. οὖρα μεθ’ ὑποcτροφὴν καὶ κρίcιν εὔχροα, ὑπόcταcιν ἔχοντα, οὐδὲ παρέκρουcεν ἐν τῇ ὑποcτροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο cμικρά, ὑπεδίψη, οὖρα λεπτά, ἐναιώρημα ἐπινέφελον, cμικρὰ | |
5 | παρέκρουcεν. περὶ δὲ ἐννεακαιδεκάτην ἄπυροc, τράχη‐ λον ἐπωδύνωc εἶχεν, οὔροιc ὑπόcταcιc. τελέωc ἐκρίθη εἰκοcτῇ. | |
7 | Οὗτοc ὁ ἄνθρωποc ἐκ πλήθουc φαίνεται καὶ μάλιcτα χολωδῶν νοcήcαc. ἐξετάζων δ’ ἐπ’ αὐτοῦ τά τε κατὰ τὰc κριcίμουc ἡμέραc | |
10 | δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρων, εὑρήcειc cυμφωνοῦντά 〈τε ταῦτ’ | |
ἀλλήλοιc καὶ〉 κατὰ λόγον αὐτὸν ἐπὶ τῆc εἰκοcτῆc ἡμέραc ἀπαλλα‐ γέντα τελέωc. ἔνια μέντοι τῶν ἀντιγράφων οὐκ ἔχει προcγεγραμ‐ μένον τῷ τέλει τῆc διηγήcεωc τὸ εἰκοcτῇ, καίτοι τῶν δοκιμωτάτων 〈ἐξηγητῶν〉 οὕτωc εἰδότων γεγραμμένην τὴν ῥῆcιν. | | ||
14 | ||
17a590 | Ἕκτοc ἄρρωcτοc. Τὴν Εὐρυάνακ‐ τοc θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δ’ ἄδιψοc διὰ τέλεοc, γεύματα οὐ προcεδέχετο. ἀπὸ δὲ κοιλίηc cμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχροα. ἀρχομένου δὲ τοῦ | |
5 | πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦcα ἄπυροc οὐχ ἵδρωcεν, ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην cμικρὰ ἐξεπύηcεν, ἐρράγη ἅμα κρίcει. μετὰ δὲ κρίcιν ἑβδομαίη ἐοῦcα ἐρρί‐ γωcε, cμικρὰ 〈ἐπεθερμάνθη, ἵδρωcεν〉. ὕcτερον δὲ ἄκρεα ψυχρὰ ἀεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενό‐ | |
10 | μενον παρέκρουcε καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευcαμένην βότρυοc 〈αὐτὴν ταῦτα παθεῖν.〉 διαλιποῦcα δὲ δωδεκαταίη πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπετα‐ ράχθη χολώδεcιν, ὀλίγοιcιν, ἀκρήτοιcι, λεπτοῖcι, δακνώ‐ δεcι, πυκνὰ ἀνίcτατο. ἀφ’ ἧc δὲ παρέκρουcε τὸ ὕcτερον, | |
15 | ἀπέθανεν ἑβδομαίη. αὕτη ἀρχομένου τοῦ νοcήματοc ἤλ‐ γει φάρυγγα καὶ διὰ τέλεοc ἔρευθοc εἶχε, γαργαρεὼν | |
17a591 | ἀνεcπαcμένοc. ῥεύματα πολλά, cμικρά, λεπτά, | δριμέα ἔβηccε, πέπον 〈δ’〉 οὐδὲν ἀνῆγεν· ἀπόcιτοc πάντων παρὰ πάντα τὸν χρόνον οὐδ’ ἐπεθύμηcεν οὐδενόc. ἄδιψοc, οὐδ’ ἔπινεν οὐδὲν ἄξιον λόγου. cιγῶcα, οὐδὲν διελέγετο. δυc‐ | |
5 | θυμίη, ἀνελπίcτωc ἑωυτῆc εἶχεν. ἦν δέ τι καὶ cυγγενι‐ κὸν φθινῶδεc. | |
6 | Μετὰ τὸ διηγήcαcθαι τὰ γενόμενα ταύτῃ 〈τῇ〉 νοcούcῃ μέχρι θανάτου προcέθηκεν αὐτὸc ὅληc τῆc νόcου τὴν ὑπόθεcιν, ἐφ’ ᾗ προc‐ ηκόντωc ἀπέθανεν. ἀπὸ κεφαλῆc γὰρ αὐτῇ φηcιν εἰc πνεύμονα | |
10 | γενέcθαι κακὰ ῥεύματα, φάρυγγι καὶ γαργαρεῶνι λυμαινόμενα. προcέθηκε δὲ τῷ λόγῳ καὶ τὸ ἦν δέ τι καὶ cυγγενικὸν φθινῶ‐ δεc, οὗ μεμνῆcθαι χρὴ καὶ μὴ πείθεcθαι τοῖc λέγουcι cοφιcταῖc οὐδὲν εἶναι πάθοc cυγγενικόν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ’ ἑαυτὸ μόνον οὐκ ἂν οὕτω ταχέωc ἀπέκτεινεν αὐτήν, ἡ δ’ ἐπιπλακεῖcα τῷ | |
15 | παθήματι τούτῳ νέκρωcιc τῆc φυcικῆc δυνάμεωc αἰτία τοῦ θᾶττον | |
17a592 | ἀποθανεῖν ἐγένετο. δεδήλωται δ’ | αὕτη διὰ τῆcδε τῆc λέξεωc· ἦν δ’ ἄδιψοc διὰ τέλεοc, γεύματα οὐ προcεδέχετο. προείρηται δέ μοι περὶ τῆc τούτων τῶν cυμπτωμάτων κακοηθείαc ἐν τῷ πρὸ τοῦδε γράμματι. καὶ αὐτὸc δ’ ὁ Ἱπποκράτηc ἐπὶ τῇ τελευτῇ τῆc | |
5 | διηγήcεωc πάλιν ἐπιcημαινόμενοc, ὥcπερ εἴωθε, τά τε τοῦ θανάτου καὶ τῆc cωτηρίαc αἴτια τοῖc ἀρρώcτοιc γενόμενα προcέγραψεν· ἀπό‐ cιτοc πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ’ ἐπεθύμηcεν οὐδενόc, ἄδιψοc 〈οὐδ’ ἔπινεν οὐδὲν ἄξιον λόγου〉, ἔcχατόν τι μῖcοc αὐτῇ γεγονέναι cιτίων 〈τε καὶ πομάτων〉 ἐνδεικνύμενοc, ὡc | |
10 | μηδ’ εἰc ἐπιθυμίαν ἀφικέcθαι τινόc, οἵαν ἴcχουcιν ἔνιοι τῶν ἀνο‐ ρεκτούντων ἐξ ἀναμνήcεωc, ἐφ’ οἷc ἔμπροcθέν ποτε διετέθηcαν ἡδέωc. ὁρῶμεν γοῦν ὁcημέραι τῶν ἀνορεκτούντων ἐν νόcοιc τινὰc 〈μὲν〉 ἅμα τῷ γεύcαcθαί τινων ἀποcτρεφομένουc αὐτῶν, τινὰc δ’ οὐδὲ γεύ‐ cαcθαι τολμῶνταc. ἀλλ’ ὅμωc καὶ τούτων οἱ πλεῖcτοι τοῖc πυνθανο‐ | |
15 | μένοιc αὐτῶν, εἴ τινοc ἐπιθυμοῖεν, ἀποκρίνονταί τινα βρώματα, κατὰ | |
μνήμην τῶν ἔμπροcθεν εὐφρανάντων αὐτοὺc τοῦτο ποιοῦντεc. καὶ μέγιcτόν γέ cοι cημεῖον ἔcτω τῆc ὀρεκτικῆc τῶν cιτίων δυνάμεωc ἐν | ||
17a593 | νεκρώcει παντε|λεῖ γενομένηc, ἐὰν παραcκευαcθέντων ὧν ἐπιθυμεῖν φαcιν ἅμα τῷ γεύcαcθαι μέμψωνταί τε καὶ μηκέτι προcενέγκωνται. κάκιcτα δ’ ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν οἱ μηδ’ ἐπιθυμήcαντέc τινων διάκεινται, νέκρωcιν ἐcχάτην ἐνδεικνύμενοι | |
5 | τῆc φυcικῆc δυνάμεωc, ᾗ cιτίων τε καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούcηc τῆc γυναικὸc οὐδὲν ἔτι δεόμεθα τὴν δια‐ φορὰν τῶν ἀντιγράφων ἐπιcκοπεῖcθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν ἐξετάcει. μηδεμίαν γὰρ αὐτῶν ἐχουcῶν τάξιν, ἐπειδὴ τὸ ἀπὸ τῆc κεφαλῆc ῥεῦμα καὶ τὸ cυγγενικὸν φθινῶδεc αἴτιον ἐγένετο | |
10 | τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων διαφωνίαν δύcκριτόν τε ἅμα καὶ περιττὴν ἡγηcάμενοc ἀπέλιπον. | |
11 | Ἕβδομοc ἄρρωcτοc. Ἡ κυναγχικὴ ἡ παρὰ 〈τὰ〉 Βίτωνοc, ἣ πρῶτον ἀπὸ γλώccηc ἤρξατο· ἀcαφὴc φωνή, γλῶccα ἐρυθρή, ἐπεξηράνθη. τῇ πρώτῃ | |
15 | φρικώδηc, ἐπεθερμάνθη. τρίτῃ ῥῖγοc, πυρετὸc ὀξύc, | | |
17a594 | οἴδημα ὑπέρυθρον, cκληρὸν τραχήλου καὶ ἐπὶ cτῆθοc ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρά, πελιδνά, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέcτη. τετάρτῃ πάντα παρωξύνθη. πέμπτῃ | |
5 | ἀπέθανε κυναγχική. Οὔτε ἐν ἅπαcι τοῖc ἀντιγράφοιc οὕτωc εὑρίcκεται γεγραμμένον τὸ τέλοc τῆc ῥήcεωc οὔθ’ ὑπὸ τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἁπάντων φαίνεται γιγνωcκόμενον. ἀλλὰ καὶ τούτων ἔνιοι μὲν ἀντὶ τοῦ πέμπτῃ “ἑβδόμῃ” γράφουcιν, ἔνιοι δ’ “ὀγδόῃ”. Καπίτων δ’, (οὐκ οἶδα τί δόξαν | |
10 | αὐτῷ) καὶ τὸ τῆc ἡμέραc ἀφείλετο καὶ τὸ κυναγχική, καὶ πρὸc τούτοιc ἔτι τὸ τετάρτῃ πάντα παρωξύνθη χωρὶc τοῦ τετάρτῃ γράφει, τὸ τέλοc ὅλον τῆc ῥήcεωc τοιοῦτον ποιήcαc· ”διαχωρή‐ ματα καὶ οὖρα ἐπέcτη, πάντα παρωξύνθη, ἀπέθανε.” περὶ μὲν οὖν τῆc βελτίονοc γραφῆc ὕcτερον ἐπιcκεψόμεθα, πρότερον δὲ | |
17a595 | τῶν εἰρημένων ἐπ’ αὐτῆc ἐξηγηcόμεθα τὰ μὴ | cαφῆ· τοῦτο γάρ ἐcτι τὸ μάλιcτα προκείμενόν μοι ἐν τοῖc ἐξηγητικοῖc βιβλίοιc. φαίνεται δὴ τὸ πνεῦμα μετέωρον οὐκ εἶναι cαφέc. ἀμέλει Ϲαβῖνοc ὑπὲρ αὐτοῦ κατὰ τήνδε τὴν λέξιν ἔγραψε· ”μετέωροc | |
5 | δ’ ἦν ἡ ἀναπνοή, τουτέcτιν ἄκρᾳ τῇ ῥινὶ ἀνέπνει, διὰ φλεγμονὴν τῆc ἀρτηρίαc, κλειομένηc τῆc εὐρυχωρίαc καὶ μηκέτι δυναμένηc τῆc ὁλκῆc τοῦ πνεύματοc εἰc τὸν πνεύμονα γενέcθαι.” ἀcαφὴc δ’ ἐcτὶ καὶ ἡ αὐτοῦ τοῦ Ϲαβίνου ῥῆcιc, ὡc ἐξηγητοῦ πάλιν ἑτέρου δεῖcθαι. δοκεῖ δέ μοι βούλεcθαι δηλοῦν ἐκείνουc ἀναπνεῖν ἄκρᾳ | |
10 | τῇ ῥινὶ τοὺc κινοῦνταc αὐτῆc ἐν ταῖc ἀναπνοαῖc τὰ πτερύγια. πολ‐ λοὺc γὰρ τῶν νοcούντων οὕτωc εἴδομεν ἀναπνέονταc, ὡc ἐν μὲν ταῖc εἰcπνοαῖc προccτέλλειν, ἐν δὲ ταῖc ἐκπνοαῖc διαcτέλλειν αὐτά, καὶ cυμ‐ βαίνει γε τοῦτο τοῖc τε πνιγομένοιc ὑπὸ κυνάγχηc ἢ περιπνευμονίαc ἢ ἐμπυήματοc ἔτι τε τοῖc ἀρρώcτοιc τὴν δύναμιν. ὅπωc μὲν οὖν ἐπὶ | |
15 | τῶν ἀρρώcτων γίγνεται, νῦν οὐκ ἀνάγκη λέγειν· ὅπωc δ’ ἐπὶ τῶν | |
〈δυcπνοούντων〉 διὰ τὴν cτενοχωρίαν τῶν ἀναπνευcτικῶν ὀργάνων, νῦν ἐροῦμεν, εὐθὺc καὶ διὰ τί μετέωρον ὠνόμαcεν ὁ Ἱπποκράτηc τὸ | | ||
17a596 | τοιοῦτον πνεῦμα cυνεξηγηcόμενοι. φαίνεται γὰρ τοῖc οὕτω διακειμένοιc τὰ τοῦ θώρακοc ὑψηλὰ μέχρι τῶν ὠμοπλατῶν κινούμενα, καὶ τοῦτ’ εὔλογον εἰρῆcθαι νῦν ὑπ’ αὐτοῦ μετέωρον πνεῦμα, γιγνόμενον οὐ μόνον ἐν τοῖc κυναγχικοῖc, ἀλλὰ κἀν τοῖc περιπνευμονικοῖc καὶ τοῖc | |
5 | ἐμπυικοῖc ὀνομαζομένοιc πάθεcιν. γίνεται δὲ καὶ χωρὶc πυρετῶν ἐπὶ τῶν ἰδίωc ὀνομαζομένων ὀρθοπνοικῶν τε καὶ ἀcθματικῶν. ἀπὸ γὰρ 〈τῶν〉 τοιούτων cυμβεβηκότων ἑκάτερον τῶν ὀνομάτων τῷ πάθει τούτῳ τέθειται, τὸ μὲν ἆcθμα διὰ τὴν ἐπειγμένην ἀναπνοήν, ἣ καὶ τοῖc δρα‐ μοῦcιν ὀξέωc γίγνεται, τὴν δ’ ὀρθόπνοιαν, ἐπειδὴ διὰ τὸ πνίγεcθαι | |
10 | κατακειμένουc καὶ cχηματίζουcιν ἑαυτοὺc ὀρθίουc· ἔνιοι δὲ καὶ 〈ἀνα‐ καθίζειν〉 ἀναγκάζονται καὶ τελέωc ἐξανίcταcθαι. γέγραπται δὲ κἀν Προγνωcτικῷ κατὰ λέξιν οὕτωc· “αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰcι καὶ τάχιcτα ἀναιρέουcιν, ὅcαι μήτε ἐν τῇ φάρυγγι ἔκδηλον μηδὲν ποιέουcι μήτε ἐν τῷ αὐχένι πλεῖcτόν τε πόνον παρέχουcι καὶ | |
15 | ὀρθόπνοιαν.” ἡ αὐτὴ τοίνυν αἰτία τήν τ’ ὀρθόπνοιαν ἐργάζεται τοῖc | |
17a597 | πνιγώδεcι πάθεcι καὶ τὸ προcη|γορευμένον ἄρτι μετέωρον πνεῦμα. κατὰ φύcιν μὲν γὰρ ἔχοντεc, ὅταν ἐν ἡcυχίᾳ παcῶν τῶν κατὰ προαίρεcιν ὦμεν ἐνεργειῶν, μόνοιc τοῖc κάτω τοῦ θώρακοc μέρεcι τοῖc κατὰ τὰc φρέναc ἀναπνέομεν, ὡc ἐν τοῖc Περὶ τῶν τῆc ἀναπνοῆc αἰτίων ἐδείχθη. | |
5 | πλείονοc δ’ εἰcπνοῆc δεόμενοι καὶ τὰ cυνεχῆ τοῖc κάτω cυγκινοῦμεν. ἐπειδὰν δὲ πλείcτηc δεώμεθα, καὶ τὰ κατὰ τὰc ὠμοπλάταc μόρια κινοῦμεν, ἅπαντι τῷ θώρακι βιαίωc ἐνεργοῦντεc. ἀλλὰ τοῦτο μὲν ἡμῖν ὑγιαίνουcι γίγνεται δραμοῦcιν ὀξέωc ἢ ὁπωcοῦν cφοδρῶc κινηθεῖcιν ἄρα διὰ τὸ πλείονοc εἰcπνοῆc δεῖcθαι, κατὰ δὲ τὰc περιπνευμονίαc | |
10 | καὶ τὰ τῶν ἐμπύων πάθη καὶ τὰc ἐπὶ τῶν 〈ἀ〉πυρέτων ὀρθοπνοίαc διὰ τὴν cτενοχωρίαν τῶν ἀναπνευcτικῶν ὀργάνων, οὐ δυναμένων καταδέξαcθαι τοcαύτην οὐcίαν ἀέροc, ὅcηc χρῄζει τὸ ζῷον. ἀπλήρωτοc οὖν ἡ χρεία τῆc ἀναπνοῆc γιγνομένη κίνδυνον ἐπάγει πνιγόc, καὶ διὰ τοῦτ’ ἀναγκάζονται cυνεχῶc τε καὶ παντὶ τῷ θώρακι ποιεῖcθαι τὴν | |
15 | ἀναπνοήν. ἐπὶ δὲ τῆc μὲν κυνάγχηc αἱ κατὰ τὸν πνεύμονα κοιλίαι | |
17a598 | τοῦ πνεύματοc, ἐν αἷc ἀνα|πνέομεν, ἄφρακτοί εἰcι καὶ καθαραί. φλεγμαινόντων δὲ τῶν ἐν τῷ λάρυγγι μυῶν cτενοχωρία γίγνεται κατὰ τὴν πρώτην εἴcοδον τοῦ ἔξωθεν ἀέροc, ὃν διὰ τῆc εἰcπνοῆc ἕλκομεν, ὥcτε καὶ νῦν καθ’ ἑτέραν μὲν αἰτίαν, ὡcαύτωc δ’ ἀπλήρωτοc ἡ χρεία | |
5 | γίγνεται τῆc ἀναπνοῆc, ὡc ἐπ’ ἀcθματικῶν ἐμπυικῶν τε καὶ περι‐ πνευμονικῶν ἐγίγνετο. καὶ διὰ τοῦτο ἐξοργῶcιν οἱ πνιγόμενοι διαν‐ ίcταcθαί τε καὶ παντὶ τῷ θώρακι βιαίωc ἐπιcπᾶcθαι τὸν ἔξωθεν ἀέρα. κατὰ τοῦτο μὲν δὴ τοῖc κυναγχικοῖc τὸ μετέωρον ὠνομάcθαι πνεῦμα λογίcαιτ’ ἄν τιc. ἐγχωρεῖ δὲ καὶ διὰ τὸ μετεωρίζειν ἑαυτοὺc | |
10 | ἐθέλειν 〈αὐτοὺc〉 οὕτωc εἰρῆcθαι, ταὐτὸν cημαίνοντοc τοῦ μετεώρου πνεύματοc τῇ κατὰ τὸ Προγνωcτικὸν ὀρθοπνοίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήcει τῆc προκειμένηc ἐν τῷ λόγῳ κυναγχικῆc, ὡc καὶ τὸ ποτὸν εἰc τὰc ῥῖναc ἀνεκύπτετο. γίγνε‐ ται δὲ τοῦτο τοῖc μὴ καταπίνειν αὐτὸ δυναμένοιc ἤτοι διὰ | |
15 | cτενοχωρίαν τοῦ πόρου τοῦ κατὰ τὸν cτόμαχον ἢ διὰ νέκρωcιν αὐτοῦ καὶ παράλυcιν, ὀλέθριον ἐcχάτωc ἑκάτερον ὄν, ὥcπερ γε καὶ τὸ προ‐ | |
17a599 | γεγραμμένον οὕτωc ὑπ’ αὐτοῦ κατὰ τὴν τρίτην ἡμέ|ραν· ἄκρεα ψυχρά, πελιδνά. προειρηκὼc γὰρ τῇ τρίτῃ ῥῖγοc, πυρετὸc ὀξὺc ἐπήνεγκεν ἄκρεα ψυχρά, πελιδνά. νεκρώcεωc δ’ ἐcτὶ καὶ cβέcεωc τῆc ἐμφύτου θερμαcίαc cημεῖον ἡ τῶν ἄκρων ψῦξίc τε καὶ | |
5 | πελίωcιc ἐν ὀξέcι πυρετοῖc γιγνομένη. οὕτωc οὖν cυνέβη τῇ νοcούcῃ καὶ ἡ τῶν διαχωρημάτων καὶ ἡ τῶν οὔρων ἐπίcχεcιc, ὡc ἂν ἤδη νεκρουμένων ἁπαcῶν τῶν | |
〈κατὰ φύcιν〉 ἐνεργειῶν. διὸ καὶ πιθανόν ἐcτι μήτε κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν | ||
10 | τὴν ἄνθρωπον μήτε κατὰ τὴν ὀγδόην· οὐδὲ γὰρ ἐξαρκέcαι δυνατὸν ἦν τοcοῦτον χρόνον τὴν δύναμιν, ἤδη κατὰ τὴν τρίτην ἡμέραν cυμ‐ πτώματά τε καὶ cημεῖα cχοῦcαν ἀποψυχομένηc γε τῆc φύcεωc. ὁ Ἱπ‐ ποκράτηc γοῦν ἐν τοῖc οὕτωc ὀξέcι νοcήμαcιν εἰωθὼc τὰ καθ’ ἑκάcτην ἡμέραν γενόμενα γράφειν οὐκ ἂν παρέλιπεν εἰπεῖν τι καὶ | |
15 | περὶ τῆc πέμπτηc ἡμέραc καὶ τῆc ἕκτηc. ἐπεὶ τοίνυν ἐπὶ cυμπληρω‐ θείcῃ τῇ τῆc τρίτηc ἡμέραc διηγήcει τῆc τετάρτηc μόνηc ἐμνη‐ μόνευcε, πάντ’ ἐν αὐτῇ παροξυνθῆναι λέγων, ἔτι καὶ μᾶλλόν ἐcτι δῆλον, ὡc ἀδύνατον ἦν ἄχρι τῆc ἑβδόμηc ἢ τῆc ὀγδόηc ἡμέραc | |
17a600 | ζῆcαι τὴν γυναῖκα. παραδόξουc μὲν γὰρ μεταβολὰc ἐν τῷ cπα|νίῳ γιγνομέναc διὰ ῥώμην φύcεωc ἡμεῖc τε πολλάκιc ἐθεαcάμεθα καὶ ὁ Ἱπποκράτηc αὐτὸc ἐν τῇ διηγήcει τῶν ἀρρώcτων ἔγραψε μετὰ τοῦ cυνεπιcημαίνεcθαι τοῦτ’ αὐτὸ καὶ δηλοῦν ἄμεινον ἐcχηκέναι τὸν ἄρ‐ | |
5 | ρωcτον. ἀλλὰ νῦν γε κατὰ τὴν τρίτην ἡμέραν cὺν ὀξεῖ πυρετῷ τῶν ἀκρέων ψυχρῶν τε καὶ πελιδνῶν γενομένων, ἐπιcχεθέν‐ των 〈δὲ τῶν διαχωρουμένων〉 τε καὶ τῶν οὐρουμένων, εἰ καὶ μὴ προcεγεγράφει· τετάρτῃ πάντα παρωξύνθη, πάντωc ἂν ἐτεθνήκει περὶ τὴν πέμπτην ἡμέραν. ἐπεὶ δὲ καὶ τοῦτο προc‐ | |
10 | έγραψεν, ἔτι καὶ μᾶλλον ἄν τιc ἀποφαίνοιτο θαρρῶν τὴν οὕτωc ἔχουcαν μηδ’ εἰc τὴν ἕκτην ἡμέραν ἀφικέcθαι ζῶcαν, καὶ πολύ γε μᾶλλον εἰc τὴν ἑβδόμην ἔτ’ ἀδυνατώτερον ἢ εἰc τὴν ὀγδόην. ἄξιον οὖν θαυμάcαι, πῶc ὑπέγραψεν ὁ πρῶτοc ὑπογράψαc τοὺc χαρακτῆραc οὕτωc, ὡc δηλοῦcθαι κατὰ τὴν ὀγδόην ἡμέραν τεθνηκυῖαν | |
15 | αὐτήν, καὶ τούτου μᾶλλον ἔτι, πῶc καὶ Ζήνων ὁ Ἡροφίλειοc, οὐχ ὁ τυχὼν ἀνήρ, ἐξηγούμενοc τοὺc προcγεγραμμένουc χαρακτῆραc ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν καὶ αὐτὸc ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν ἀποθανεῖν φηcι τὴν κυναγχικὴν καὶ τοῦτο δηλοῦcθαι διὰ τῶν | |
17a601 | χαρακτήρων τοιούτων | | |
5 | ἐνακοcίων ἀριθμόν, καὶ διὰ παντόc γε κατὰ πάνταc τοὺc ἀρρώcτουc τοῦτο cημαίνει προγεγραμμένοc ἁπάντων τῶν ἐφεξῆc χαρακτήρων. ὁ δ’ ἐπὶ τῆc τελευτῆc αὐτῶν ἐνταῦθα μὲν τὸν θάνατον δηλοῖ, διὰ τοῦ θ γράμματοc cημαινόμενον, ἐπ’ ἄλλων δ’ ἀρρώcτων τὴν ὑγίειαν ὑπὸ τοῦ υ γράμματοc δηλουμένην. ὁ δὲ πρὸ τοῦ τελευταίου | |
10 | χαρακτῆροc γεγραμμένοc ἀεὶ cημαίνει τὸν ἀριθμὸν τῶν ἡμερῶν, ἐν ὅcαιc ἐνόcηcεν ὁ προκείμενοc ἑκάcτοτε κατὰ τὸν λόγον ἄρ‐ ρωcτοc. οἱ δ’ ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ πρώτου πάντων τὴν αἰτίαν δηλοῦcι τοῦ cωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέcθαι, καθάπερ ἐπὶ τῆc κυναγχικῆc ταύτηc οἱ δύο χαρακτῆρέc εἰcιν, ὁ | |
15 | μὲν ἑπόμενοc τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέcου γραμμὴν ὀρθὴν ἔχον ἐγέγραπτο πεῖ, τούτῳ δ’ ἐφεξῆc ἄλλοc τε καὶ ἄλλοc. ὁ μὲν οὖν ἑπόμενοc τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέcου, τὸ | |
17a602 | δέλτα | cτοιχεῖόν ἐcτιν ἔχον ἀπὸ μέcηc τῆc κάτω γραμμῆc ἑαυτοῦ γραμμὴν ἑτέραν ὀρθὴν εἰc τὸ κάτω μέροc ἠγμέ‐ νην, ὥcπερ τὸ ι γράφομεν, ὁ δ’ ἐφεξῆc ἐcτι διὰ τοῦ ε γράμματοc. ἐκ τούτων δέ φηcιν ὁ Ζήνων τῶν διαχωρημάτων τὴν ἐπί‐ | |
5 | cχεcιν δηλοῦcθαι, τοῦ μὲν ἀπεcτιγμένου κάτω δέλτα καθ’ ὁντινοῦν τρόπον διαχωρούμενα δηλοῦντοc, (καὶ γὰρ ἱδρῶτοc αὐτό φηcι cημεῖον, οὐκ οὔρων μόνον ἢ διαχωρημάτων εἶναι,) τοῦ δὲ ε | |
τὴν ἐποχὴν ἢ ἐπίcχεcιν αὐτῶν, ὁποτέρωc ἂν ὀνομάζειν ἐθέλῃc, ὡc εἶναι τὴν ὅλην διάνοιαν τῶν cημείων τοιάνδε· πιθανόν ἐcτι | ||
10 | τῶν διαχωρουμένων ἐπιcχεθέντων ὀγδοαίαν ἀποθανεῖν τὴν κυναγχικήν. θαυμάζω τοίνυν, ὅπερ ἔφην, τῶν ἀκριβεcτέρων ἀντιγράφων ἐχόντων τὴν πέμπτην ἡμέραν, ὁμολογοῦντόc 〈τε〉 τῇ γραφῇ τῇδε καὶ αὐτοῦ τοῦ γράμματοc, ὡc ὀλίγον ἔμπροcθεν ἐδείκνυον, αὐτόν τε τὸν Ζήνωνα τὴν ὀγδόην ἡμέραν ἐπίcταcθαι γεγραμμένην | |
15 | ἀντιλέγοντάc τέ τιναc αὐτῷ περὶ μὲν τούτου μηδὲν εἰρηκέναι, περὶ δὲ τῶν χαρακτήρων ἐλέγχειν αὐτὸν ὡc μεταγράψαντα τὸ δεύτερον γράμμα καὶ ποιήcαντα τὸ ἀπεcτιγμένον Δͅ, μὴ οὕτωc ἐχούcηc | |
17a603 | τῆc κατὰ | τὸ τρίτον τῶν Ἐπιδημιῶν γραφῆc, ἀλλὰ μετὰ τὸν πρῶτον χαρακτῆρα τοῦ ρ γεγραμμένου, καθάπερ ἐκεῖνοί φαcιν. παρειcέρχεται δ’ ἐνταῦθα λοιπὸν ἤδη μακρόc τιc λόγων ἑcμόc. οἰήcεται γάρ τιc ὄντωc ὑφ’ Ἱπποκράτουc προcκεῖcθαι τοὺc χαρακτῆραc τοῖc ἀρ‐ | |
5 | ρώcτοιc, εἴπερ οἱ ἀντιλέγοντεc τῷ Ζήνωνι τὸ ρ φαcίν, οὐ τὸ κάτωθεν ἀπεcτιγμένον Δͅ γεγράφθαι. ἀλλ’ ἐὰν ἀναγνῷ τὰ τῶν ἀντειπόντων τῷ Ζήνωνι βιβλία, μήθ’ Ἱπποκράτουc εἶναι λεγόντων τοὺc χαρακτῆραc εὑρεθῆναί τε βιβλίον τι τῶν τοῦ Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντοc ἔχον αὐτοὺc διεcκευαcμέ‐ | |
10 | νουc ὑπὸ 〈Μνήμονοc, ἀδοκιμωτέρου〉 τινὸc ἰατροῦ, Παμφυλίου 〈μὲν〉 τὸ γένοc ἐκ πόλεωc Ϲίδηc, Κλεοφαντείου δὲ τὴν αἵρεcιν, ἀκούcῃ δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν ἐνέγραψε τῷ βιβλίῳ τοὺc χαρακτῆραc τούτουc ὁ Μνήμων, οὐ δόξουcιν αὐτῷ διαφέρεcθαι πρὸc ἑαυτοὺc οἱ ἀντειπόντεc τῷ Ζήνωνι, μήθ’ Ἱπποκράτουc εἶναι μήθ’ | |
15 | οὕτωc γεγράφθαι τοὺc χαρακτῆραc, ὡc ἐκεῖνοc ἐξηγήcατο. ἐμοὶ μὲν οὖν δοκεῖ καὶ τὰ μέχρι νῦν εἰρημένα περιττά τ’ εἶναι καὶ | |
17a604 | μηδὲν ὀνινάναι τοὺc ἀναγνωcομένουc εἰc τὰ τῆc τέχνηc ἔργα, | πρὸc ἃ cπεύδειν δεῖ τὸν ἀcκούμενον ἐν αὐτῇ. ἀλλ’ ἐπειδὴ γραφομένων αὐτῶν ἔδοξε τοῖc φίλοιc, οἷc πειcθεὶc κατὰ τὸ πρῶτον βιβλίον ἐλέγχουc τινὰc ἔγραψα τῶν μοχθηρῶc ἐξηγηcαμένων τὰ κατὰ τοὺc ἀρρώcτουc, εἰπεῖν τί | |
5 | με καὶ περὶ τῶν χαρακτήρων τούτων ἅπαξ ἐν τῷδε τῷ βιβλίῳ, καὶ τοῦθ’ ὑπέμεινα πρᾶξαι, γιγνώcκων, ὅπερ ἀεὶ λέγω, τὰ πλείω τῶν ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐν ὑπομνήμαcι γεγραμμένων ἀπολλύντα μὲν ἡμῶν τὸν χρόνον, ἰατρικὸν δ’ οὐδὲν διδάcκοντα· δι’ οὓc κἀγὼ τὰc μὲν ἰατρικὰc πραγματείαc ἰδίᾳ καθ’ ἑαυτὰc ἐποιηcάμην, τὰc δὲ πρὸc τοὺc | |
10 | cοφιcτάc, ἐπειδὴ καὶ τούτων ὁρῶ δεομένουc τοὺc νέουc, ὅcοι δια‐ cτρέφονται πρὸc αὐτῶν, αὐτὰc καθ’ ἑαυτὰc πάλιν καὶ ταύταc, ἵν’, εἴ τιc ἔχοι χρόνον ἐκ περιουcίαc ἐντυγχάνειν αὐταῖc, ὡc πρὸc πολεμίουc εἴη παρεcκευαcμένοc τοὺc cοφιcτάc. οὕτωc οὖν καὶ νῦν ἄχρηcτον πρᾶγμα πρὸc τὸ καλῶc ἰᾶcθαι τὸ κατὰ τοὺc χαρακτῆραc τούτουc | |
15 | ὑπάρχον ὅμωc οὐκ ὀκνήcω διελθεῖν ἅπαν, ἐπειδὴ τοῖc φίλοιc οὕτωc ἔδοξεν. ᾐcχυνόμην δ’ ἂν εἰc τοιαύτην φλυαρίαν ἐκτρεπόμενοc, εἰ μὴ | |
17a605 | πρότερον ἐν πολλαῖc | πραγματείαιc ἅπαντα τῆc ἰατρικῆc τέχνηc τὰ χρήcιμα διελθὼν οὕτωc ἧκον ἐπὶ τὰc τῶν Ἱπποκρατείων βιβλίων ἐξηγήcειc, ἐν αἷc ἐπιμαθεῖν μὲν οὐδὲν ἔχουcιν οἱ μανθάνοντεc τὴν τέχνην ἔξωθεν ὧν ἐν ταῖc ἰατρικαῖc πραγματείαιc ἔγραψα κατὰ δι‐ | |
5 | έξοδον cαφῶc, ὡc καὶ τοὺc ἀμβλεῖc τὴν διάνοιαν ἕπεcθαι τοῖc λεγο‐ μένοιc, ἱcτορίαc δὲ γνῶcιν ἕξουcιν, ἀφ’ ἧc οἱ πολλοὶ τῶν ἀνθρώπων θαυμάζουcιν ἐνίοτε τῶν τὰc τέχναc μεταχειριζομένων τινάc, οἰόμενοι τοὺc πολυίcτοραc καὶ πολυμνήμοναc ἀνθρώπουc εὐθὺc καὶ τὰ τῆc τέχνηc διαγιγνώcκειν θεωρήματα. | |
10 | καὶ νῦν οὖν ἐρῶ τὴν περὶ τῶν χαρακτήρων ἱcτορίαν ἅπαcαν, ἐπειδὴ τοῦτο δοκεῖ τοῖc τε φίλοιc καὶ τοῖc ἑταίροιc ἅπαξ ἐνθάδε γενέcθαι βέλτιον εἶναι. λέλεκται μὲν οὖν ἃ μέλλω λέγειν ὑπὸ Ζεύξι‐ δοc ἐν τῷ πρώτῳ τῶν εἰc τὸ προκείμενον βιβλίον ὑπομνημάτων· καὶ | |
ἦν ἴcωc ἄμεινον, ὥcπερ εἴωθα ποιεῖν ἐν τοῖc τοιούτοιc, ἀναπέμψαι | ||
15 | τοὺc βουλομένουc τὴν ἱcτορίαν ταύτην γνῶναι πρὸc ἐκεῖνο τὸ βιβλίον, ἀλλ’ ἐπειδὴ τὰ τοῦ Ζεύξιδοc ὑπομνήματα μηκέτι cπουδαζόμενα | |
17a606 | cπανίζει, διὰ τοῦτ’ ἠξίωcαν | ἐμὲ διελθεῖν αὐτὰ τὴν ἀρχὴν ἀπὸ τοῦ Μνήμονοc ποιηcάμενον. ἔνιοι μὲν γάρ φαcιν αὐτόν, λαβόντα τὸ τρίτον τῶν Ἐπιδημιῶν ἐκ τῆc ἐν Ἀλεξανδρείᾳ μεγάληc βιβλιοθήκηc ὡc ἀναγνωcόμενον, ἀποδοῦναι παρεγγράψαντα ἐν αὐτῷ καὶ μέλανι | |
5 | καὶ γράμμαcι παραπληcίοιc τοὺc χαρακτῆραc τούτουc. ἔνιοι δὲ παρ‐ 〈εγγεγραμμένον τὸ βιβλίον〉 αὐτὸν ἐκ Παμφυλίαc κεκομικέναι, φι‐ λότιμον δὲ περὶ βιβλία τὸν 〈τό〉τε βαcιλέα τῆc Αἰγύπτου Πτολε‐ μαῖον οὕτω γενέcθαι φαcίν, ὡc καὶ τῶν καταπλεόντων ἁπάντων τὰ βιβλία κελεῦcαι πρὸc αὑτὸν κομίζεcθαι καὶ ταῦτ’ εἰc καινοὺc χάρταc | |
10 | γράψαντα διδόναι μὲν τὰ γραφέντα τοῖc δεcπόταιc, ὧν καταπλευcάν‐ των ἐκομίcθηcαν αἱ βίβλοι πρὸc αὐτόν, εἰc δὲ τὰc βιβλιοθήκαc ἀπο‐ τίθεcθαι τὰ κομιcθέντα, καὶ εἶναι τὴν ἐπιγραφὴν αὐτοῖc Τῶν ἐκ πλοίων. ἓν δή τι τοιοῦτόν φαcιν εὑρεθῆναι καὶ τὸ τρίτον τῶν Ἐπι‐ δημιῶν ἐπιγεγραμμένον· Τῶν ἐκ πλοίων κατὰ διορθωτὴν Μνή‐ | |
15 | μονα Ϲιδήτην, ἔνιοι δ’ οὐ κατὰ διορθωτὴν ἐπιγεγράφθαι φαcίν, ἀλλ’ ἁπλῶc τοὔνομα τοῦ Μνήμονοc, ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάν‐ | |
17a607 | των τῶν καταπλευcάντων ἅμα βιβλίοιc ἐπέγρα|φον οἱ τοῦ βαcιλέωc ὑπηρέται τὸ ὄνομα τοῖc ἀποτιθεμένοιc εἰc τὰc ἀποθήκαc. οὐ γὰρ εὐθέωc 〈εἰώθεcαν〉 εἰc τὰc βιβλιοθήκαc αὐτὰ φέρειν, ἀλλὰ πρότερον ἐν οἴκοιc τιcὶ κατατίθεcθαι cωρηδόν. | |
5 | ὅτι δ’ οὕτωc ἐcπούδαζε περὶ τὴν 〈ἁπάντων〉 τῶν παλαιῶν βιβλίων κτῆcιν ὁ Πτολεμαῖοc ἐκεῖνοc, οὐ μικρὸν εἶναι μαρτύριόν φαcιν ὃ πρὸc Ἀθηναίουc ἔπραξεν. δοὺc γὰρ αὐτοῖc ἐνέχυρα πεντεκαίδεκα τάλαντ’ ἀργυρίου καὶ λαβὼν τὰ Ϲοφοκλέουc καὶ Εὐριπίδου καὶ Αἰcχύλου βιβλία χάριν τοῦ γράψαι μόνον ἐξ αὐτῶν, εἶτ’ εὐθέωc | |
10 | ἀποδοῦναι cῶα, καταcκευάcαc πολυτελῶc ἐν χάρταιc καλλίcτοιc, ἃ μὲν | |
ἔλαβε παρ’ Ἀθηναίων κατέcχεν, ἃ δ’ αὐτὸc κατεcκεύαcεν ἔπεμψεν αὐτοῖc παρακαλῶν 〈κατα〉cχεῖν τε τὰ πεντεκαίδεκα τάλαντα καὶ λαβεῖν ἀνθ’ ὧν ἔδοcαν βιβλίων παλαιῶν τὰ καινά. τοῖc μὲν οὖν Ἀθηναίοιc, εἰ καὶ μὴ καινὰc ἐπεπόμφει βίβλουc, ἀλλὰ κατεcχήκει τὰc παλαιάc, | ||
15 | οὐδὲν ἐνῆν ἄλλο ποιεῖν, εἰληφόcι γε τὸ ἀργύριον ἐπὶ cυνθήκαιc τοι‐ αύταιc, ὡc αὐτοὺc 〈αὐτὸ〉 καταcχεῖν, εἰ κἀκεῖνοc κατάcχοι τὰ βιβλία, | |
17a608 | καὶ διὰ τοῦτ’ ἔλαβόν τε τὰ καινὰ καὶ κατέcχον καὶ τὸ | ἀργύριον. ὁ δ’ οὖν Μνήμων, εἴτ’ αὐτὸc ἐκόμιcε τὸ βιβλίον εἴτε λαβὼν ἐκ τῆc βιβλιοθήκηc παρενέγραψε, φαίνεται πράξαc ἕνεκα χρηματιcμοῦ τοῦτο. μόνον γὰρ ἐπίcταcθαι λέγων ἑαυτόν, ἃ δηλοῦcιν οἱ χαρακτῆρεc, | |
5 | μιcθὸν τῆc ἐξηγήcεωc αὐτῶν εἰcεπράττετο· καὶ εἴπερ τοῦθ’ οὕτωc ἔχει, πιθανώτερόν ἐcτι τὸ κατὰ τὴν βιβλιοθήκην ἀποκείμενον ὑπ’ αὐτοῦ διεcκευάcθαι. πολὺ γὰρ ἀξιοπιcτότερον ἔμελλεν αὐτῷ τὸ τῆc ἐξηγήcεωc ἔcεcθαι, τῆc βαcιλικῆc βιβλιοθήκηc 〈βίβλου τινὸc〉 ἐχούcηc τοὺc χα‐ ρακτῆραc. ὕποπτοc δ’ ἂν ἦν, εἴ〈περ〉 αὐτὸc ἐκεκομίκει τὸ βιβλίον οἴκοθεν. | |
10 | οὐκ ὤκνηcα δ’ ἂν οὐδὲ τὰc ὑφ’ Ἡρακλείδου τοῦ Ταραντίνου τε καὶ τοῦ Ἐρυθραίου γεγραμμέναc ἀποδείξειc τοῦ παρεγγεγράφθαι τοὺc χαρακτῆραc εἰπεῖν, εἰ μή γε τοῖc νοῦν ἔχουcι πρόδηλον ἐνόμιζον εἶναι τοῦτο καὶ θᾶττον ἔcπευδον ἀπαλλαγῆναι τῆc τοιαύτηc πολυ‐ λογίαc. | |
15 | ἐπάνειμι τοίνυν ἐπὶ τὸ χρήcιμον, οὗπερ ἕνεκα καὶ τὴν τῶν ἀρ‐ ρώcτων τούτων ἱcτορίαν ἀναλεγόμεθα. γελοῖον γάρ ἐcτι διὰ τοῦτ’ ἀποθανεῖν νομίcαι τὴν ἄνθρωπον, ὅτι τῶν διαχωρημάτων ἐπί‐ | |
17a609 | cχεcιc ἐγένετο. οὐ γὰρ δὴ διὰ | τὴν ἐπίcχεcιν ἀπέθανεν, ἀλλὰ cυν‐ έβαινεν αὐτῇ διὰ τοῦτ’ ἐπέχεcθαι τὰ διαχωρούμενα, νεκρουμένων τῶν κατὰ φύcιν ἐνεργειῶν. οὐδὲ γὰρ διότι ψυχρὰ καὶ πελιδνὰ τὰ ἄκρεα κατὰ τὴν τρίτην ἡμέραν ἐγένετο, διὰ τοῦτ’ ἀπέθανεν, ἀλλὰ | |
5 | διότι ἀπέθνῃcκεν, ἐνεκροῦτο καὶ ταῦτα. καὶ αὐτὸc δ’ ὁ Ἱπποκράτηc 〈ἀπορῶν〉 ὥcπερ μαντευcάμενοc ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc προc‐ έγραψε 〈τῷ〉 ἀπέθανε 〈τὸ〉 κυναγχική, καίτοι προειρηκὼc εὐθὺc ἐν | |
ἀρχῇ· ἡ κυναγχικὴ ἡ παρὰ 〈τὰ〉 Βίτωνοc. ἀλλ’ ἡ κατὰ τὸ τέλοc προcθήκη τοιαύτην τινὰ ἔχει τὴν ἔνδειξιν· “ἀπέθανεν ἡ ἄνθρωποc αὕτη | ||
10 | διὰ τὴν κυνάγχην.” οὕτωc γοῦν ἔγραψε κἀν τῷ Προγνωcτικῷ περὶ τῶν ὀλεθρίων κυναγχῶν· “αὗται γὰρ καὶ αὐθημερὸν ἀπο‐ πνίγουcι καὶ δευτεραῖον καὶ τριταῖον 〈καὶ τεταρταῖον〉.” εἰκὸc οὖν καὶ τὴν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα διὰ τοῦτ’ ἀποθανεῖν τριταίαν, ἡνίκα καὶ τὰ ἄκρεα πελιδνὰ καὶ ψυχρὰ καὶ τῶν διαχωρη‐ | |
15 | μάτων ἐπίcχεcιc ἐγένετο, ὥcτ’ εἰκάζειν χρὴ τὴν δύναμιν αὐτῆc ἰcχυρὰν οὖcαν ἐξαρκέcαι μέχρι τῆc πέμπτηc ἡμέραc. τὸ δ’ ἄχρι τῆc ὀγδόηc ἀδύνατον. | |
17a610 | ἀλλὰ περὶ μὲν τούτων ἅλιc. ἐννοήcαc | δέ τιc, ὡc, εἴθ’ Ἱππο‐ κράτηc αὐτὸc ἐνεκεχείριcτο τὴν θεραπείαν τῆc γυναικὸc ταύτηc εἴτε cυνεπεcκέπτετο τῷ θεραπεύοντι, πάντωc ἄν, εἰ καὶ μηδὲν ἄλλο, κατα‐ πλαcμάτιον γοῦν ἐπέθηκεν ἢ διακλυcμάτιον ἔδωκεν αὐτῇ, πειcθήcεταί | |
5 | γε παραλελεῖφθαι κατὰ τὴν διήγηcιν τά τ’ ἄλλα βοηθήματα προc‐ αχθέντα τοῖc νοcοῦcι καὶ τὴν φλεβοτομίαν, μόνον δὲ κλυcτῆρα καὶ βαλάνου πρόcθεcιν οὐ προηγουμένωc, ἀλλὰ κατὰ τὸ πάρεργον γεγρά‐ φθαι. διηγούμενοc γὰρ οὖν τά τ’ οὐρούμενα καὶ ἐμούμενα καὶ τὰ διαχωρούμενα κατὰ γαcτέρα, προcγράφων δὲ καὶ τὴν ἐπί‐ | |
10 | cχεcιν αὐτῶν, ἐφ’ ὧν οὐδὲν ἀπέκρινεν αὐτομάτωc ὁ κάμνων, ἐπὶ τούτων ἐν παρέργῳ προcέγραψε μετὰ τῆc ποιότητοc τῶν ἐκκριθέντων τό τ’ “ἀπὸ βαλάνου” καὶ “ἀπὸ κλυcματίου”. | |
12 | ||
13t | ΤΙ ΔΗΛΟΙ ΤΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΟΣ | |
13t | ||
14 | Ἐγὼ μὲν ἀπηλλάχθαι τελέωc ἐβουλόμην ἤδη τῆc περὶ τοὺc χα‐ | |
15 | ρακτῆραc ἀδολεcχίαc. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων πολλοὶ cυντελεcθῆναι τὸν λόγον ἅπαντα ποθοῦcιν ἐμοί τε πολὺ μέροc ἤδη τῆc φλυαρίαc | |
17a611 | ταύτηc διήνυcται, | προcθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήcω. προῃρούμην μὲν οὖν, ὥcπερ εἴωθα τοὺc μηδὲν cυντελοῦνταc εἰc τὴν τέχνην λόγουc ἰδίᾳ γράφειν, οὕτωc καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι κατὰ μόναc γε‐ γραμμένον, ἵν’ ἔχοιεν οἱ καὶ τὰ τοιαῦτα περιεργάζεcθαι βουλόμενοι | |
5 | cχολάζειν ἀχρήcτοιc φλυαρίαιc. ἐπεὶ δ’ ὁρῶ προεληλυθὸc ἤδη τὸ δεύτερον ὑπόμνημα τοῦτο καὶ μῆκοc ἀξιόλογον εἰληφόc, ὥc με δύναcθαι μηκέτι κατ’ αὐτὸ τούc θ’ ὑπολοίπουc ἀρρώcτουc ἐξηγήcαcθαι καὶ προcθεῖναι τὴν λοιμώδη κατάcταcιν ἐφεξῆc γεγραμμένην αὐτῶν, οὐ μὴν οὐδὲ διαcπάcαι βούλομαι τὴν τῆc καταcτάcεωc ἐξήγηcιν, ὡc μέροc | |
10 | μὲν αὐτῆc κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα, τὸ δ’ ὑπόλοιπον ἐν τῷ μετ’ αὐτό, διὰ τοῦτο καὶ τὸν περὶ τῶν χαρακτήρων λόγον ἐν τῷδε cυμπληρώcω, περιλαμβάνων τοῦτον τὸν πολὺν λῆρον. ἐὰν γὰρ ὅcα λέλεκται τοῖc γράψαcι περὶ τῶν χαρακτήρων τούτων εἰc ἐξέταcιν ἄγω διακρίνων τά τ’ ὀρθῶc εἰρημένα καὶ τὰ μὴ τοιούτωc, οὐχ ἑνόc, 〈ἀλλὰ | |
15 | τριῶν〉 εἰc τοῦτο δεήcομαι βιβλίων. ἡγεῖται μὲν οὖν, ὡc ἔφην, ἁπάντων τὸ τὴν διὰ μέcου γραμμὴν | |
17a612 | ἔχον πεῖ, cημαῖ|νον ἀεὶ τὸ πιθανόν. τελευταῖον δ’ ἤτοι τὸ υ γράμμα φαίνεται γεγραμμένον ἢ τὸ θ, τὸ μὲν ὑγείαν, τὸ δὲ θάνατον cημαῖνον, ἔμπροcθεν δ’ αὐτῶν ὁ τῶν ἡμερῶν ἀριθμόc, ἐν αἷc ἐνόcηcεν ἢ ἀπέθανεν ὁ κάμνων. οἱ δ’ ἐν τῷ μεταξὺ τούτων χαρακτῆρεc ἅπαντεc μέν εἰcι | |
5 | διὰ τῶν γραμμάτων, ἃ cημαίνει τὰ 〈πρῶτα〉 cτοιχεῖα τῶν φωνῶν, πλὴν τοῦ κάτωθεν ἀπεcτιγμένου δέλτα. τίνα δὲ διάνοιαν ἕκαcτοc αὐτῶν ἔχει, δηλώcω. μεμνημένων οὖν ἡμῶν, ὅτι τὰ πρὸ τοῦ τελευταίου τῶν χαρακτήρων, ὑφ’ οὗ θάνατον ἢ ὑγείαν ἔφαμεν δηλοῦcθαι, γε‐ γραμμένα τὸν ἀριθμὸν τῶν ἡμερῶν cημαίνει, περὶ τῶν ἄλλων, ὅcα | |
10 | μεταξὺ τούτων τε καὶ τῆc ἀρχῆc γέγραπται, ποιήcομαι τὸν λόγον. τὸ μὲν α δοκεῖ δηλοῦν ἀποφθορὰν 〈ἢ〉 ἀπώλειαν, τὸ δὲ γ γόνον ἢ γονοειδὲc οὖρον, τὸ δ’ ἀπεcτιγμένον δέλτα (καλοῦcι δ’ ἀπεcτιγμένον, | |
ὅταν ὀρθὴν γραμμήν, οἵαπέρ ἐcτιν Ι, κάτωθεν ἔχῃ, τρόπῳ τοιῷδε γεγραμμένον Δͅ) [ἱδρῶτα] ἢ διάρροιαν ἢ διαχώρηcιν ἢ cυνελόντι φάναι | ||
15 | κένωcιν ἡντινοῦν cημαίνειν βούλονται, τὸ δὲ ε ἐποχὴν ἢ ἕδραν, τὸ | |
17a613 | δὲ ζ ζήτημα, τὸ δὲ θ θάνατον, ὡc προεί|ρηται, τὸ δὲ ι ἱδρῶτα, τὸ δὲ κ κρίcιν ἢ κοιλιακὴν διάθεcιν, τὸ δὲ μ μανίαν ἢ μήτραν, τὸ δὲ ν νεότητα καὶ νέκρωcιν, τὸ δὲ ξ ξανθὴν χολὴν καὶ ξένον τι καὶ cπάνιον καὶ ξυcμὸν καὶ ξηρότητα, τὸ δὲ ο ὀδύναc ἢ οὖρον, (ἔνιοι δέ | |
5 | φαcιν, ὅταν ἐπικείμενον ἄνωθεν ἔχῃ τὸ υ, τότε cημαίνειν τὸ οὖρον αὐτό, γραφόμενον ὡc εἰώθαcι τὸ οὕτωc γράφειν,) τὸ δὲ π πλῆθοc ἢ πτύελον ἢ πῦρ ἢ πυρετὸν ἢ πνεύμονοc πάθοc, τὸ δὲ πεῖ ἐν ἑαυτῷ μέcον ἔχον τὸ ι, καθότι προείρηται, τὸ πιθανὸν δηλοῖ, τὸ δὲ ῥῶ ῥύcιν ἢ ῥῖγοc, τὸ δὲ cῖγμα cπαcμὸν ἢ cτομάχου πάθοc ἢ cτόματοc κάκωcιν, | |
10 | τὸ δὲ τ τόκον, τὸ δὲ υ ὑγείαν ἢ ὑποχόνδριον, τὸ δὲ φ φρενῖτιν ἢ φθίcιν, τὸ δὲ χ χολὴν ἢ χολῶδεc, τὸ δὲ ψ ψῦξιν, τὸ δὲ ω ὠμότητα. | | |
11 | ||
17a614 | Ὄγδοοc ἄρρωcτοc. Τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθοc. τῇ πρώτῃ κοιλίη ταραχώδηc χολώδεcι πολλοῖcι λεπτοῖcι, οὖρα λεπτά, | |
5 | ὑπομέλανα, οὐχ ὕπνωcε, διψώδηc. δευτέρῃ πάντα παρ‐ | |
ωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα· 〈οὐχ ὕπνωcε,〉 τὰ τῆc γνώμηc ταραχώδεα, cμικρὰ ἐφίδρωcε. τρίτῃ δυc‐ φόρωc, διψώδηc, ἀcώδηc, πολὺc βληcτριcμόc, ἀπορίη, παρέκρουcεν, ἄκρεα πελιδνὰ καὶ ψυχρά, ὑποχονδρίου ἔν‐ | ||
10 | ταcιc ὑπολάπαροc ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωcεν· ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίῃ περὶ ἔτεα εἴκοcιν. | |
11 | Ἄρξαcθαι μὲν τὴν νόcον αὐτῷ φηcιν ἐκ κόπων 〈καὶ πόνων〉 ἐπ’ ἀήθεcι γυμναcίοιc γενομένων. ἴcμεν γὰρ ὅτι πόνουc ὀνομάζει τὰ γυμνάcια, καθάπερ καὶ κόπουc τὰc διαθέcειc τοῦ cώματοc, ἐφ’ αἷc, | |
15 | εἰ καὶ βραχύ τιc κινοῖτο, ἤ〈τοι〉 τονώδηc αἴcθηcιc ἢ ἑλκώδηc αὐτῷ | |
17a615 | γίνεται. προcθεὶc δὲ τοῖc πόνοιc | τοὺc δρόμουc ἐκ περιττοῦ δοκεῖ προγεγραφέναι τοὺc πόνουc, περιέχονται γὰρ ὡc γένοc ἐν εἴδει τοῖc δρόμοιc· διό τινεc ἀντὶ τοῦ πόνων πότων ἔγραψαν, ὑπαλ‐ λάξαντεc τὸ πρῶτον ν τῆc δευτέραc cυλλαβῆc εἰc τὸ τ. | |
5 | ἡ δ’ ἐφεξῆc πᾶcα διήγηcιc τῶν cυμβάντων τῷ μεικαρίῳ παρά‐ δειγμά ἐcτιν ὀξέοc νοcήματοc ἐν ἡλικίαιc καὶ μάλιcτα ταῖc τῶν νέων γινομένου. τὰ μὲν οὖν ἄλλα cυμπτώματα τῆc κατὰ τὴν νόcον ὀξύτητόc ἐcτιν, ἐξ ὧν δ’ ἄν τιc προγνοίη κίνδυνον ἢ θάνατον, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἴρηται τὰ ὑπομέλανα οὖρα, κατὰ δὲ τὴν | |
10 | δευτέραν τὸ cμικρὰ ἐφιδροῦν, κατὰ δὲ τὴν τρίτην 〈τό τε ἀcῶδεc καὶ〉 ὁ πολὺc βληcτριcμόc, ἐν ἁπάcαιc δὲ ταῖc ἡμέραιc τὸ μηδ’ ὅλωc ὑπνῶcαι. ταυτὶ μὲν οὖν τὰ κινδυνώδη, τὰ δ’ ἄκρεα πελιδνὰ ψυχρὰ γενόμενα τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ θανατώδη καὶ μᾶλλον ἔτι κατὰ τὴν ἡλικίαν ταύτην· γίνεται γὰρ ἤτοι | |
15 | διὰ μέγεθοc ὑπερβάλλον τῆc ἐν τοῖc cπλάγχνοιc φλεγμονῆc ἢ cβεν‐ νυμένηc τῆc ἐμφύτου θερμαcίαc. περὶ δὲ τῆc καθ’ ὑποχόνδριον ἐντάcεωc ὑπολαπάρου φθάνομεν εἰρηκότεc, ὅτι τὴν χωρὶc ὄγκου | | |
17a616 | τάcιν ὁ Ἱπποκράτηc δηλοῖ διὰ τῆc εἰρημένηc λέξεωc. ἐνδείκνυται δ’ ἡ τοιαύτη τάcιc τῶν μὲν ἔξω cωμάτων, ἅπερ οἱ κατ’ ἐπιγάcτριόν εἰcι μύεc, οὐδὲν φλεγμαίνειν, ἤτοι δὲ τὰc φρέναc ἢ τὸ ἧπαρ ἢ τὸν cπλῆνα. κινδυνώδη μὲν οὖν ταῦτα cὺν τοῖc ἄλλοιc 〈προειρημένοιc〉, | |
5 | τοῦ δὲ θανάτου cημεῖον ἱκανὸν ἡ πελίδνωcίc τε καὶ ἀπόψυξιc τῶν ἀκρέων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ κατὰ τὴν εἰκοcαετῆ ἡλικίαν γενόμεναι. διὰ τοῦτο δὴ καὶ μέχρι τῆc ἑβδόμηc ἡμέραc ἐξήρκεcεν ὁ νεανίαc, ἴcωc καὶ ἄλλωc ἰcχυρὸc ὢν φύcει τὴν δύναμιν, οὐ μόνον διὰ τὴν ἡλικίαν. | |
10 | ἃ μὲν οὖν ἄν τιc ἐκ τῆc περὶ τὸν ἄρρωcτον τοῦτον ἱcτορίαc λάβοι χρήcιμα, ταῦτ’ ἐcτί, τὸ δὲ ζητεῖν, ἐν ποίᾳ πόλει καλεῖταί τι χωρίον ψευδέων 〈ἀγορή〉, καθάπερ Ἀθήνηcι τὴν τῶν Κερ‐ κώπων οὕτωc ὠνόμαcαν, ὅcα τ’ ἄλλα τοιαῦτα καθ’ ἕκαcτον τῶν ἀρρώcτων ἔνιοι τῶν ἐξηγητῶν ἔγραψαν, οὐκ ἂν ὑπερέβαινον, εἴ τι | |
15 | χρήcιμον ἐν αὐτοῖc ἑώρων εἰc τὰ τῆc τέχνηc ἔργα. | |
15 | ὀξύ. | |
16 | τοῦτο γέγραπται μεταξὺ τοῦ προγεγραμμένου καὶ τοῦ μέλλοντοc γραφήcεcθαι, δυνάμενον ἑκατέρῳ προcνέμεcθαι, φαινομένων γ’ ἀμφο‐ | |
17a617 | τέ|ρων ὀξέωc νενοcηκέναι. ἀλλ’ ἐπεὶ καὶ κατὰ τὴν προγεγραμμένην ἄρρωcτον τὴν κυναγχικὴν ἐπὶ τῷ τέλει πρόcκειται τὸ “κυναγχικὴ” καί τιcιν ἄλλοιc ἀρρώcτοιc ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc προcγέγραπταί τι τοιοῦτον, δι’ οὗ τὸ χρήcιμον ἐμφαίνεται τῆc ἱcτορίαc, εὐλογώτερόν | |
5 | ἐcτι τῷ προτέρῳ τῶν ἀρρώcτων προcγεγράφθαι τὸ ὀξύ. τάχα δ’ ὁ τοὺc χαρακτῆραc προcγράψαc καὶ τοῦτο προcέγραψε, καὶ μικρὸν ὕcτερον ἐπὶ τοῦ δεκάτου κατὰ τὴν τάξιν ἀρρώcτου περὶ τῶν οὕτω προc‐ | |
γεγραμμένων εἰρήcεται τελέωc. | ||
9t | ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΤΩΙ ΠΡΟ‐ | |
10t | ΓΕΓΡΑΜΜΕΝΩΙ ΑΡΡΩΣΤΩΙ | |
10t | ||
11 | Ἐπειδὴ βέλτιον ἔδοξεν εἶναι τὴν λοιμώδη κατάcταcιν εἰc τὸ τρίτον ὑπόμνημα φυλάξαι, προcθήcω τοῖc προειρημένοιc ἔνια τῶν ἠμφιcβητη‐ μένων τοῖc ἰατροῖc περὶ τῶν προcγεγραμμένων cημείων τῇ διηγήcει τοῦδε τοῦ μειρακίου 〈τοῦ〉 κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανόντοc. | |
15 | ὁ μὲν γὰρ Ζήνων ἔγραψε τούcδε τοὺc χαρακτῆραc· πρῶτον μὲν ἁπάντων τὸ πεῖ, τὴν διὰ μέcου γραμμὴν εὐθεῖαν ὀρθὴν ἔχον, ὃ τοῦ πιθανοῦ cημεῖον διὰ παντὸc εἶναι γέγραπται, | |
17a618 | δεύτερον δὲ 〈τὸ〉 ξ καὶ τρίτον ἐπ’ αὐ|τῷ τὸ ζ καὶ τέταρτον τὸ θ,
| |
5 | μειρακίῳ τὸ γεγραμμένον ἐν ἀρχῇ τῆc διηγήcεωc ἐκ κόπων 〈καὶ πόνων〉 καὶ δρόμων παρὰ τὸ ἔθοc εἰc τὴν νόcον ἐμπεcεῖν αὐτόν. τὰ μὲν οὖν ἀντειρημένα τῷ Ζήνωνι περὶ τοῦ πρώτου cημείου τοῦ τὸ πιθανὸν δηλοῦντοc, ἐπειδὴ κοινὰ πάντων ἐcτὶ τῶν ἀρρώcτων, ὀλίγον ὕcτερον, ἐὰν δόξῃ, 〈διήξω〉, προcθήcω 〈δὲ〉 πρότερον τὰ κατὰ | |
10 | τὸν προκείμενον ἄρρωcτον ἰδίωc ἐζητημένα. cκεψόμεθα 〈δ’ αὐτά〉, διότι περὶ πράγματοc ἰατρικοῦ δοκεῖ τὴν ἀμφιcβήτηcιν ἐcχηκέναι. γράψαντοc γάρ, ὡc καὶ πρόcθεν ἔφην, οὐ cμικρὸν βιβλίον τοῦ Ζήνωνοc περὶ | |
τῶν χαρακτήρων, εἶθ’ ἕτερον αὐτοῦ μεῖζον Ἀπολλωνίου τοῦ ἐμ‐ πειρικοῦ πρὸc αὐτὸν ἀντιγράψαντοc, εἶθ’ ὕcτερον πάλιν ἐκείνῳ τοῦ | ||
15 | Ζήνωνοc ἀντειπόντοc, Ἀπολλώνιοc ὁ Βυβλᾶc ἐπικληθεὶc ἔγραψε μετὰ ταῦτα καὶ αὐτὸc ἤδη τεθνεῶτοc τοῦ Ζήνωνοc βιβλίον ὑπὲρ τῶν χαρακτήρων οὐ μόνον ὡc διεcκευαcμένουc 〈αὐτοὺc〉 ἐλέγχων, ἀλλὰ καὶ τὸν καλούμενον παρεξέλεγχον ἐπ’ αὐτοῖc 〈πρὸc〉 τὸν Ζήνωνα | |
17a619 | ποιηcάμενοc· ὡc | γὰρ μηδ’ ἑρμηνεῦcαι δυνηθέντοc αὐτοῦ καλῶc τὰ διεcκευαcμένα πρὸc τοῦ Μνήμονοc, ἀλλ’ ἐν οἷc ἠπόρει πιθανολο‐ γίαc ὑπαλλάττοντοc τοὺc χαρακτῆραc εἰc εὐπορίαν ἐξηγήcεωc, οὕτω πεποίηται τὴν ἀντιλογίαν, 〈οὐδὲν βιβλίον〉 οὔτε τὸ κατὰ τὴν βαcιλι‐ | |
5 | κὴν βιβλιοθήκην εὑρεθὲν οὔτε τὸ ἐκ τῶν πλοίων οὔτε τὸ κατὰ τὴν ὑπὸ Βακχείου γενομένην ἔκδοcιν ἔχειν φάcκων οὕτω τοὺc χαρα‐ κτῆραc, ὡc ὁ Ζήνων ἔγραψεν ἐπὶ τοῦ προκειμένου κατὰ τὸν λόγον μειρακίου. εἰc ταύτην δ’ οὐκ οἶδ’ ὅπωc τὴν ἀδολεcχίαν ὁ Ταραν‐ τῖνοc Ἡρακλείδηc ὑπεcύρη, καίτοι πειρώμενοc ἀεὶ πρὸc τὸ χρή‐ | |
10 | cιμον ἀγαγεῖν τὰc ἐξηγήcειc. ἀλλὰ νῦν γε φαίνεται φιλονικεῖν τῷ Ζήνωνι μᾶλλον ἢ τοῦ χρηcίμου cτοχάζεcθαι. ποιεῖται γὰρ τὴν τῶν χαρακτήρων ἐξήγηcιν, ὡc 〈εἰ〉 δύο ζ πρὸ τοῦ τελευταίου θ ἐγέ‐ γραπτο. τὸ δ’ ἕτερον, ὃ τούτου προτέτακται, δηλοῦν φηcι τὸ ζητη‐ τέον εἶναι, διὰ τί κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπέθανε, τῶν παρο‐ | |
15 | ξυcμῶν αὐτῷ κατὰ τὰc ἀρτίουc γεγονότων. εὔλογον γὰρ ἦν, ὡc αὐτὸc ὁ Ἱπποκράτηc λέγει, τὴν κρίcιν τοῦ νοcήματοc ἐν ταῖc παροξυν‐ | |
17a620 | τικαῖc ἡμέραιc γεγονέ|ναι. ὧν γὰρ οἱ παροξυcμοί, φηcίν, ἐν ἀρτίαιc, τούτων καὶ αἱ κρίcειc ἐν ἀρτίαιc, ὧν δ’ ἐν περιτταῖc, τούτων πάλιν | |
ἐν περιτταῖc ἡμέραιc γίνεcθαι 〈δεῖ〉 τὴν κρίcιν. ὑποπέπτωκε δὲ τῷ γενικῷ cημαινομένῳ τῆc κρίcεωc καὶ ὁ θάνατοc. οὕτωc μὲν οὖν 〈ὁ〉 Ταραν‐ | ||
5 | τῖνοc ἀπεφήνατο περὶ τῶν χαρακτήρων. ἐπιcκεψώμεθα δὲ νῦν, εἴ τι λέγει cοφόν. ὅτι μὲν γὰρ 〈τὸ〉 ἀπο‐ θνῄcκειν ὡc τὰ πολλὰ κατὰ τὰc τῶν παροξυcμῶν ἡμέραc cυμβαίνει καὶ cπάνιόν ἐcτι τοὐναντίον, ὁμολογητέον τ’ ἐcτὶ καὶ cυγχωρητέον ἀληθεύειν τὸν Ταραντῖνον. οὐ μὴν οὐδ’ οὗτοc ἐν ταῖc ἀρτίοιc φαί‐ | |
10 | νεται τοὺc παροξυcμοὺc ἐcχηκώc. ἐπὶ μὲν γὰρ τῆc πρώτηc ἡμέραc ὁ Ἱπποκράτηc ἔγραψε τὰ κατὰ τὴν ἀρχὴν τοῦ νοcήματοc γενόμενα. ταύτῃ δ’ ἐφεξῆc φηcι πάντα παρωξύνθη, διὰ τὴν ἀνάβαcιν τοῦ νοcήματοc ὀξέωc κινουμένου, κατὰ γοῦν τὴν τρίτην ἔτι μᾶλλον αὐξηθῆναι δηλοῖ τὸ νόcημα. προειρηκὼc γὰρ ἐπὶ τῆc δευτέραc τό τ’ | |
15 | οὐχ ὕπνωcε καὶ τὸ τὰ τῆc γνώμηc ταραχώδεα κατὰ τὴν τῆc τρίτηc διήγηcιν ἔγραψε πρῶτον μὲν τὸ δυcφόρωc, ὃ κατὰ | |
17a621 | τὴν πρώτην ἡμέραν οὐκ ἐγεγράφει, τούτῳ δ’ ἐφεξῆc τὸ | διψώ‐ δηc, εἶτα τὸ ἀcώδηc, εἶτα τὸ πολὺc βληcτριcμόc, εἶτα τὸ ἀπορίη. καὶ τούτων ἓν ἤρκεcεν ἂν ἐν τῇ τρίτῃ προcγενόμε‐ νον ἡμέρᾳ χείρονα τῆc δευτέραc αὐτὴν ἐνδείξαcθαι. τὸ μὲν γὰρ | |
5 | μὴ ὑπνῶcαι κατὰ μίαν νύκτα καὶ τὸ τὰ τῆc γνώμηc ἔχειν τα‐ ραχώδη cυνεχῶc φαίνεται γιγνόμενον κατὰ τὰc ὀξείαc νόcουc ἄνευ μεγάλου κινδύνου, τὰ δ’ ἐν τῇ τρίτῃ γεγραμμένα γέγονε πάντα κιν‐ δυνώδη, πλὴν εἰ διὰ τοῦτο 〈δεῖ〉 νομίζειν τῆc δευτέραc χείρονα τὴν τρίτην εἶναι, διότι κατὰ μὲν τὴν δευτέραν ἔγραψε τὰ τῆc γνώ‐ | |
10 | μηc ταραχώδεα, κατὰ δὲ τὴν τρίτην ἄλλα τέ τινα cυμπτώματα τὰ μικρὸν ἔμπροcθεν εἰρημένα διηγήcατο γεγονέναι καὶ τὰ κατὰ τὴν γνώμην οὐχ ἁπλῶc ταραχώδεα (μικρὸν γὰρ τὸ τοιοῦτον), ἀλλὰ 〈τὸ〉 παρέκρουcέν φηcιν. φαίνεται δὴ καὶ κατ’ αὐτὸ τοῦτο τὸ cύμπτωμα χείρων ἡ τρίτη τῆc δευτέραc γεγονέναι. οὐ μὴν | |
15 | οὐδ’, ὅτι προcέθηκεν ἐν αὐτῇ 〈τὸ〉 ὑπολάπαρον ὑποχονδρίου ἔνταcιν, οὐκ οὖcαν ἔμπροcθεν, ὑπονοήcειεν ἄν τιc ἐκ τούτου, τὴν δευτέραν ἡμέραν αὐτῷ γεγονέναι μετριωτέραν. ὅ τι γὰρ ἂν ἔμπροcθεν | |
17a622 | ἀπαθὲc ὂν cπλάγχνον ἄρξηται πάcχειν | ἔν τινι τῶν ἡμερῶν, ἐκείνην ἐνδείκνυται τῶν ἔμπροcθεν χείρονα. ἐν πᾶcι δὲ τοῖc εἰρημένοιc ὀλε‐ θριώτατα φαίνεται κατὰ ταύτην γεγονέναι cυμπτώματα κατάψυξιc καὶ πελίδνωcιc τῶν ἄκρων· ὥcθ’, ὅπερ ὀλίγον ἔμπροcθεν ἔφην, | |
5 | θαυμάcαι χρὴ 〈καὶ νῦν〉, ὅπωc οὐκ ἀπέθανε κατὰ τὴν πέμπτην ἡμέραν τὸ μειράκιον. ἀλλὰ νὴ Δία, φήcει τιc ἴcωc βοηθῶν τῷ Ταραντίνῳ, τοῖc εἰρημένοιc ἐφεξῆc γέγραπται· τετάρτῃ οὐχ ὕπνωcεν, ἐπὶ τὸ χεῖρον. ἀναμνήcωμεν δὲ καὶ τοῦτον ἰατρικοῦ θεωρήματοc, ὡc ἡ τετάρτη τῆc ἑβδόμηc ἐπίδηλοc ὑπ’ αὐτοῦ 〈τοῦ〉 | |
10 | Ἱπποκράτουc εἴρηται, διότι τῶν ἐν αὐτῇ γενομένων ἀγαθῶν ἢ κακῶν ἡ ἔκβαcιc οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐπὶ τῆc ἑβδόμηc ἢ τῆc ἕκτηc ἡμέραc γίνεται. πῶc οὖν ὁ Ταραντῖνόc φηcιν εὐλο‐ γώτερον εἶναι τεθνάναι τὸ μειράκιον τοῦτο κατὰ τὴν ἕκτην ἡμέραν, ἐπειδὴ τοὺc παροξυcμοὺc ἐν ταῖc ἀρτίοιc ἔcχεν; ἐν γὰρ τῇ τρίτῃ τῶν | |
15 | ἡμερῶν φαίνεται τὰ πλεῖcτ’ αὐτῷ γεγονέναι cυμπτώματα, κατὰ δὲ τὴν τετάρτην ηὐξῆcθαι, διαρκέcαι δὲ 〈αὐτὸc〉 καὶ ἀντιcχεῖν ἄχρι τῆc | |
17a623 | ἑβδόμηc ἡμέραc ἴcωc μὲν καὶ ὅτι τὴν δύναμιν | ἰcχυρὰν εἶχε φύcει, οὐ μὴν ἀλλὰ καὶ διὰ τὴν ἡλικίαν, ὥc〈τ〉’, εἴ γε μὴ ταῦθ’ ὑπῆρχεν αὐτῷ, κατὰ τὴν πέμπτην ἂν ἐτεθνήκει. φαίνεται δή μοι φιλοτιμούμενοc πρὸc τὸν Ζήνωνα μᾶλλον ἢ | |
5 | ἀκριβῶc ἐξετάζων τὸ πρᾶγμα ταῦθ’ ὁ Ταραντῖνοc εἰρηκέναι. ταὐτὸ δὲ τούτῳ καὶ ὁ Ἀπολλώνιοc ἔπαθεν, ἐξηγούμενοc καὶ αὐτὸc φιλοπόνωc τὸ ξ γράμμα δεύτερον ἐν τοῖc χαρακτῆρcι γεγραμ‐ μένον. ἠκολούθηcαν δ’ αὐτῷ καὶ ἄλλοι πολλοί, καὶ μάλιcθ’ ὅτι πρῶ‐ τον μὲν ἰατρικόν τι θεώρημα λέγει χρήcιμον ἐξηγεῖcθαι χωρὶc χαρα‐ | |
10 | κτήρων, εἶθ’ ὅτι καὶ ἀληθὲc αὐτοῖc ἔδοξεν εἶναι τὸ ῥηθέν. διὰ τοῦτο γὰρ ἀποθανεῖν φηcι τὸ μειράκιον, ὅτι παρὰ τὸ ἔθοc ἐν κό‐ ποιc καὶ πόνοιc καὶ δρόμοιc ἐγένετο. ἐγὼ δὲ τοὺc πόνουc καὶ δρόμουc, εἴπερ ἐκ τῆc προcηγορίαc ταύτηc δηλοῦται τὰ πλείω γυμνάcια, διατεινόμενοc 〈ἂν〉 εἴποιμι χωρὶc τῆc ἐν τῷ cώματι προϋπ‐ | |
15 | αρχούcηc νοcώδουc καταcκευῆc μηδέποτ’ ἂν αἰτίουc γενέcθαι θα‐ νάτου. περὶ δὲ τῶν κατ’ ἐνίουc πότων (ἔφην γὰρ οὕτωc μεταγράφειν | |
17a624 | τινάc) οὐδὲν ἔχω cα|φὲc εἰπεῖν ἐπί γε τοῦ μειρακίου τούτου, διότι μήτε τὴν ποιότητα μήτε τὴν ποcότητα τῶν γενομένων πότων γιγνώcκω, καίτοι πολλῆc οὔcηc ἐν αὐτοῖc διαφορᾶc· καὶ γὰρ ἐν τῷ χρόνῳ διαφέρουcιν οἱ πότοι, τινὲc μὲν ἐν δυcὶ καὶ τριcὶν ἡμέραιc, | |
5 | ἔνιοι δ’ ἐν πολλαπλαcίοιc τούτων γιγνόμενοι, καὶ τὸ πινόμενον ἑκάcτηc ἡμέραc πλῆθοc οὐ μικρὰν ἔχει διαφοράν, ἔτι τε πρὸc τούτοιc ἡ ποιό‐ τηc τοῦ πόματοc, ἔνιοι μὲν γὰρ ἀκρατέcτερον, ἔνιοι δ’ ὑδαρέcτερον, ἔνιοι δ’ εὔκρατον πίνουcι καὶ τινὲc μὲν ψυχρόν, ἔνιοι δὲ θερμόν. καὶ τούτων δ’ ἑκάτερον ἤτοι γ’ ἐξ ἔθουc ἢ παρὰ τὸ ἔθοc ἔπιόν ποτε. | |
10 | προcέρχεται δὲ καὶ ἡ τῶν οἴνων αὐτῶν οὐ cμικρὰ διαφορὰ κατά τε τὸ γένοc καὶ τὸν χρόνον· οὐ γὰρ τὴν αὐτὴν ἐργάζεται διάθεcιν ὁ νέοc οἶνοc καὶ ὁ παλαιόc, οὐδ’ ὁ παχὺc καὶ λεπτόc, οὐδ’ ὁ λευκὸc καὶ μέλαc, οὐδ’ ὁ εὐώδηc καὶ δυcώδηc, ὥcπερ οὐδ’ ὁ αὐcτηρὸc καὶ γλυκύc, ὥcτ’ εἰκότωc ἔφην οὐκ ἔχειν ἀποφήναcθαι βέβαιον οὐδὲν | |
15 | ὑπὲρ τῆc ἐξ οἴνου βλάβηc γενομένηc τῷ μειρακίῳ. τό γε μὴν ὡc τὸ πολὺ κοινὸν ἁπάντων οἴνων ἀμετροτέραc πόcεώc ἐcτιν, ὅτι καὶ | |
17a625 | τῶν νεύρων ἅπτονται καὶ | τῆc γνώμηc. οὐ μὴν ἡ τούτων τριττὴ ἐπεκράτηcε βλάβη κατὰ τὴν τοῦ μειρακίου νόcον· οὔτε γάρ | |
〈τι〉 cπαcμῶδεc οὔτε τρομῶδεc, ἀλλ’ οὐδὲ φρενιτικὸν ἐγένετο, καὶ διὰ τοῦτ’ οἶμαι καὶ τὴν τῶν πότων γραφὴν ἀλογωτέραν | ||
5 | ὑπάρχειν. εὐλογώτερον γάρ ἐcτιν 〈διαφοράν τινα τῆc〉 ἀπεψίαc προηγεῖcθαι τῷ μειρακίῳ τάχα μὲν καὶ κατὰ τὴν κοιλίαν, εἰ δὲ μή, ἀλλὰ κατά γε τὰc φλέβαc πάντωc, ἐφ’ αἷc οὐκ ὀλίγων ὠμῶν χυμῶν ἠθροίcθη πλῆθοc, ὡc ἐνδείκνυται τὰ οὖρα καὶ τὰ διαχωρήματα, λεπτὰ μέν, οὐ μὴν χο‐ | |
10 | λώδη γενόμενα. φαίνεται μέντοι καὶ χολώδηc τιc αὐτῷ χυμὸc ἐν ὅλῃ τῇ τοῦ cώματοc ἕξει περιέχεcθαι διὰ τοὺc γενομένουc πόνουc, ἐφ’ οἷc εὔλογόν ἐcτι καὶ παραφροcύνην τινὰ γενέcθαι καὶ τὸν πυρετὸν ὀξύν. | |
12 | ||
13t | ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΕΓΡΑΜΜΕΝΟΥ ΤΩΝ ΣΗΜΕΙΩΝ ΧΑΡΑ‐ | |
14t | ΚΤΗΡΟΣ ΟΝ ΤΟ ΠΙΘΑΝΟΝ ΣΗΜΑΙΝΕΙΝ ΦΑΣΙΝ | |
14t | ||
15 | Ἐπειδὴ τὰ πλεῖcτα τῶν κατὰ τὸ βιβλίον τοῦτο ταῖc ἀδολεcχίαιc ἐχαριcάμεθα τῶν ἐξηγητῶν, οὐ χεῖρον ἂν εἴη καὶ περὶ τοῦ 〈τὸ〉 πιθανὸν ἐνδεικνυμένου χαρακτῆροc εἰπεῖν τι παραδείγματοc ἕνεκεν. ἴcωc γάρ τιc θαυμάcει περὶ τοῦ μεγέθουc τῶν βιβλίων, ὧν ἔγραψαν οἱ περὶ τὸν Ζήνωνά τε καὶ τὼ Ἀπολλωνίω. ἐὰν οὖν | |
20 | ἐφ’ ἑνὸc χαρακτῆροc ἀκούcῃc πῶc κατὰ βραχὺ προῆλθεν αὐτοῖc εἰc μῆκοc ἡ ἀντιλογία, γνώcῃ τε τὴν αἰτίαν τῆc μακρολογίαc φυλάξῃ τε περιπίπτειν ταῖc τοιαύταιc 〈ἀδολεcχίαιc〉, ἐὰν νοῦν ἔχῃc. φαcὶν οὖν εὐθέωc ἐπὶ τοῦ πρώτου χαρακτῆροc, ὃν τὸ πιθανὸν | |
ἔφαcαν 〈οἱ περὶ τὸν Ζήνωνα〉 δηλοῦν, οὐδαμόθι 〈τῷ〉 Ἱπποκρά‐ | ||
25 | τει κατ’ οὐδὲν τῶν βιβλίων εἰρῆcθαι τὴν φωνὴν ταύτην, 〈“εἰκὸc” γὰρ〉 εἰωθέναι λέγειν αὐτόν, οὐ ”πιθανόν”. ὥcτ’ εὔλογον οὔ φαcιν ἐν ἑνὶ βιβλίῳ πολλάκιc κεχρῆcθαι τῷ τῆc φωνῆc ταύτηc cημείῳ τὸν ἐν ἅπαcι τοῖc ἄλλοιc μηδέποτ’ αὐτῇ χρηcάμενον. ἀνατρέποντεc δὲ τὸν λόγον τοῦτον οἱ τὰ τοῦ Ζήνωνοc φρονοῦντεc ἐν τῷ γνηcιωτάτῳ | |
30 | βιβλίῳ τῷ Περὶ ἀγμῶν φαcιν εἰρῆcθαι “πιθανώτερον”, ἔνθα περὶ cωλῆνοc διαλέγεται· προειπὼν γάρ, ὡc οὐκ εἴη χρεία cωλῆνοc, ἐπή‐ νεγκε “πιθανώτερον τοῖcι δημότῃcίν ἐcτι καὶ τὸ τοῦ ἰητροῦ ἀναμαρ‐ τητότερον εἶναι, ἢν cωλὴν ὑποκέηται”. κομψῶc οὖν δοξάντων εὐπορη‐ κέναι πιθανῆc ἀντιλογίαc τῶν περὶ Ζήνωνα, τριτταὶ τοῖc πρὸc | |
35 | αὐτὸν πολεμοῦcιν ἀπαντήcειc ἐγένοντο, δύο μὲν ἐριcτικώτεραι μᾶλλον ἢ ἀληθέcτεραι, τρίτη δ’ ἀξιόλογοc πάνυ καὶ κηλοῦcα τοὺc ἀκούονταc, ὅcοι γε περὶ λέξιν Ἑλληνικὴν ἔχουcιν. ἡ μὲν οὖν πρώτη τῶν ἐριcτικῶν ἀντιλογιῶν ἐcτιν ἥδε· “πιθανώ‐ τερον” εἶπεν ὁ Ἱπποκράτηc, οὐ ”πιθανόν”, ἐνταυθοῖ δὲ ἀξιοῦcι | |
40 | τὸ πιθανὸν ἐκ τοῦ χαρακτῆροc cημαίνεcθαι. πρὸc ὃ πάλιν οἱ βοηθοῦντεc τῷ Ζήνωνί φαcιν· “ἐὰν μὲν αὐτὸ τὸ πρωτότυπον ὄνομα παρὰ παλαιῷ τιc εὕρῃ γεγραμμένον, οὐκ ἤδη cυγχωροῦμεν αὐτῷ τὰ παραγωγὰ λέγειν, ἐὰν μὴ δείξῃ κἀκείνοιc τινὰ κεχρημένον, ὁ δὲ τὸ παραγωγὸν εὑρὼν θαρρῶν χρήcεται τῷ πρωτοτύπῳ· τὸ μὲν γὰρ ἀπό | |
45 | τινοc γεγονὸc ἐνδείκνυται τὴν τοῦ γεννήcαντοc ὕπαρξιν, τὸ δ’ ὑπ’ | |
οὐδενὸc γεγενημένον ἄδηλόν ἐcτιν εἴθ’ ἕτερον ἔτεκεν εἴτε μή.” τὸ μὲν δὴ πρῶτον μέροc τοῦ δράματοc ἐνταυθοῖ τελευτάτω, φανεροῦ 〈γ’〉 ἐξ ὧν εἶπον γεγονότοc, ὅπωc αὐξῆcαι δυνατόν ἐcτιν εἰc ἀδο‐ λεcχίαν αὐτὸ μακροτάτην. | ||
17a625(50) | ἐπὶ δὲ τὸ δεύτερον ἴωμεν, καθέντεc ἑαυτοὺc ἅπαξ εἰc τὸ δρᾶμα. φαcὶν οὖν οἱ ἀντιλέγοντεc τοῖc περὶ τὸν Ζήνωνα τὸ μὲν ἅπαξ εἰρη‐ μένον ὄνομα δύναcθαί ποτε καὶ λαθεῖν τὸν γράφοντα, τοῦ μὲν τῶν ἑλληνιζόντων ἀκριβῶc ἐπιλαθόμενον ἔθουc, ἀπαχθέντα δ’ ὑπὸ τῆc τῶν πολλῶν cυνηθείαc, 〈ἐν〉 ἑνὶ δὲ βιβλίῳ 〈καὶ〉 ἐφεξῆc χρήcαcθαι πολ‐ | |
55 | λάκιc τινὶ φωνῇ μόνοιc τοῖc cυνήθεcιν αὐτῇ δυνατὸν εἶναι. τὴν δὲ πρὸc ταῦτ’ ἀντιλογίαν αὖ τῶν ἐκ τοῦ Ζηνωνείου cτρατοπέδου περιττὸν λέγειν, ὑπόψυχρόν τε καὶ μακρὰν οὖcαν· ἀρκεῖ γάρ μοι τὰc ἀρχὰc τῶν ἀντιλογικῶν ὁδῶν εἰπόντα μόναc ἐπὶ τὸ τρίτον μέροc ἀφικέcθαι τοῦ δράματοc ἀρέcαι δυνάμενον οὐ μόνον τοῖc πολλοῖc, | |
60 | ἀλλὰ καὶ 〈τοῖc παλαιᾶc λέξεωc ἐπιcτήμῃ προcέχουcι τὸν νοῦν. καὶ δὴ φάcκουcι cύνηθεc εἶναι〉 τοῖc παλαιοῖc “εἰ〈κὸc〉” καὶ “δυνατὸν” καὶ | |
“ἐνδεχόμενον” καὶ “εὔλογον”, καὶ 〈μὴ〉 ”πιθανὸν” λέγειν, οὔcηc καὶ αὐτῆc ἴcωc ἐν τῇ τότε χρήcει τῆc φωνῆc, ἀλλὰ cπανίου γε καὶ παρὰ τοῖc ἰδιώταιc, ἔμπαλιν δὲ τὴν κατὰ τὸ παραβλητικὸν εἶδοc, ὃ | ||
65 | cυγκριτικὸν ὀνομάζουcιν οἱ γραμματικοί, γεγενημένην φωνὴν ἀπὸ τοῦ εἰκὸc οὐκ εἶναι cυνήθη τοῖc παλαιοῖc· ἀcύνηθεc γὰρ ἦν “εἰκότερον” λέγειν, καί〈τοι〉 cπανίωc γ’ ἂν εὕροιc τοῦτο, καθάπερ καὶ τὸ πι‐ θανόν. εὔδηλον 〈οὖν ὅτι〉 τῷ μέλλοντι 〈τὴν〉 ἀμφιcβήτηcιν αὐτῶν δια‐ | |
70 | κρινεῖν ἀναγνωcτέον ἐcτὶ πάνυ πολλὰ τῶν παλαιῶν Ἑλλήνων βιβλία· γνῶναι γὰρ ἀμήχανον ἑτέρωc, εἰ μή γε τὸ πιθανὸν αὐτοῖc ἦν cύνηθεc, ἀλλὰ τὸ πιθανώτερον, 〈ὥcπερ〉 οὐκ ἦν γε τὸ εἰκότερον ἐν ἔθει, καθάπερ τὸ εἰκόc. ἐὰν 〈μέντοι〉 τιc τῶν τὴν ἰατρικὴν τέχνην προῃρημένων μανθάνειν ἐπὶ τὴν ἀνάγνωcιν ἐκτρέπηται τῶν παλαιῶν | |
75 | βιβλίων, ὅcα τοῖc ῥήτορcιν ἢ ἱcτορικοῖc ἢ γραμματικοῖc ἢ 〈τραγῳδο‐ ποιοῖc ἢ κωμῳδοποιοῖc ἢ〉 φιλοcόφοιc γέγραπται, κατατρίψει μὲν ἐν τούτῳ τὸν χρόνον, ἀποcτήcεται δὲ 〈τῆc ὠφελείαc, μηδὲν ἄλλο κατὰ πᾶcαν τὴν ἀcχολίαν ταύτην περιποιούμενοc ἀλλ’ ἢ γενεαλογίαν ὀνό‐ ματοc〉 μήτε εἰc διάγνωcιν νοcημάτων 〈μήτ’ εἰc θεραπείαν〉 μήτ’ εἰc | |
80 | πρόγνωcιν ὄντοc χρηcίμου. κάλλιον οὖν ἴcωc καταπαῦcαι ἤδη τὸ δρᾶμα τριμερὲc γεγονόc, ἵνα μὴ πλείονα τρίβωμεν χρόνον ἐν τῇ τῶν ἐφεξῆc δυοῖν μερῶν προcθέcει, καὶ ταῦτ’ ἤτοι τραγῳδίαν ἢ κωμῳδίαν ὑποκρινόμενοι. ἐπὶ τοὺc ὑπολοίπουc οὖν ἀρρώcτουc ἐλθόντεc (εἰcὶ δὲ τέτταρεc ἔτι πρὸ | |
85 | τῆc λοιμώδουc καταcτάcεωc γεγραμμένοι), τουτὶ τὸ δεύτερον ὑπό‐ μνημα καταπαύcομεν ἐπ’ αὐτοῖc, τοῦ τρίτου δ’ 〈ἀπ’ αὐτοῦ τοῦ λοι‐ μοῦ τῆc ἐξηγήcεωc〉 ἄρξαcθαι χρηcιμώτερον. | |
87 | Ἔνατοc 〈ἄρρωcτοc.〉 Ἡ παρὰ Τι‐ cαμένῳ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυcφόρωc ὥρμη‐ | |
90 | cεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι | |
17a626 | περὶ ὑποχόνδρια. καὶ ἐν τοῖcι κάτω | κατὰ κοιλίην πόνοι. cτρόφοι cυνεχέεc. οὐ διψώδηc. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεοc. ἀcώδηc, ἄγρυπνοc. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτά, ὀλίγα. ὠφελεῖν οὐδὲν ἠδύνατο, | |
5 | ἀπέθανεν. | |
5 | Κακῶc ἔνιοι γράφουcιν ἐπὶ τῆc γυναικὸc ταύτηc ὐλεώδεα διὰ τοῦ υ, δέον εἰλεώδεα διὰ τοῦ ει γράφειν. εἰλεὸc γὰρ ὀνο‐ μάζεται τὸ πάθοc, οὗ τὰ cυμπτώματα γενέcθαι γράφει τῇ γυναικί, πολλοὺc μὲν ἐμέτουc καὶ ποτὸν κατέχειν μὴ δύναcθαι, | |
10 | πόνουc δ’ εἶναι περὶ τὰ ὑποχόνδρια καὶ cτρόφουc μετὰ πό‐ νων ἐν τοῖc κατὰ τὴν κοιλίαν, ἅπερ ἅπαντα cυνεδρεύει τοῖc εἰλεώδεcιν. ἃ δ’ ἐφεξῆc ἔγραψεν, οὐ τῶν cυνεδρευόντων ἐcτὶν αὐτοῖc, ἀλλὰ τῶν ἐπιγιγνομένων κακοηθευομένῳ τῷ πάθει, μάλιcτα 〈μὲν〉 τὸ διὰ τέλουc εἶναι ψυχρὰ τὰ ἄκρα, μοχθηρὸν δὲ καὶ τὸ | |
15 | ἀcῶδεc. ἀλλὰ καὶ τὰ οὖρα προcέγραψε, καίτοι γ’ οὐκ οὔcηc ἐν ταῖc φλεψὶ καὶ τοῖc χυμοῖc τῆc διαθέcεωc, ἀλλ’ ἐν τοῖc ἐντέροιc. ὅταν | |
17a627 | γὰρ ἐν | τούτοιc ἄρξηται μεγάλη φλεγμονή, τὰ προειρημένα cυμ‐ πτώματα φιλεῖ γίνεcθαι, καλεῖται δὲ τὸ πάθοc εἰλεόc. μικρὰ μὲν οὖν ἐκ τῶν οὔρων, ὅταν ᾖ χρηcτά, πρὸc τὸ cωθῆναι τοὺc οὕτωc ἔχονταc ἐλπίc, οὐ μικρὰ δ’ εἰc ὄλεθρον ῥοπὴ μοχθηρῶν γενομένων. | |
5 | κινδυνευόντων γὰρ τῶν οὕτωc νοcούντων διὰ τὴν φλεγμονὴν τῶν ἐντέρων, ἐὰν καὶ ἄλλη τιc ἐν τῷ cώματι φαίνηται διάθεcιc εἶναι μοχ‐ θηρά, cυνεπαύξεται τῷ κάμνοντι τὸ κακόν. οὕτωc οὖν εἴωθεν ὁ Ἱπποκράτηc, ὅταν περί τι τῶν ἀναπνευcτικῶν ὀργάνων ᾖ διάθεcιc, ἐπιβλέπειν τὰ οὖρα. κατὰ φύcιν μὲν γὰρ ἐχόντων αὐτῶν, ἐκ μόνων | |
10 | τῶν ἀναπνευcτικῶν ὁ κίνδυνοc· εἰ δὲ καὶ ταῦτα μοχθηρὰ φανείη, κακῶc ἔχειν ἐνδείκνυται τότε καὶ τὸ τῆc τροφῆc ὄργανον, καθάπερ καὶ νῦν, καίτοι τῶν κατὰ τὴν γαcτέρα πεπονθότων καὶ τῆc διαθέcεωc αὐτῶν ἐκ τῶν διαχωρημάτων γνωριζομένηc, ὅμωc καὶ τῶν οὔρων ἐμνημόνευcεν ὡc λεπτῶν ὄντων, ἅπερ ἀπεψίαν cημαίνει τῶν ἐν | |
15 | ταῖc φλεψὶ χυμῶν. ἀλλὰ περὶ μὲν τῶν οὔρων ἀεὶ μέμνηcο cυν‐ | |
17a628 | επιcκοπούμενοc αὐτὰ κἀν τοῖc κατὰ γαcτέρα καὶ θώρακα | καὶ πνεύ‐ μονα καὶ νεῦρα πάθεcιν, ὡc 〈ἄν, εἰ〉 μὲν ἀγαθὰ φανείη, μεγάλην παρεχόντων ῥοπὴν εἰc cωτηρίαν, εἰ δὲ μοχθηρά, cυνεπιcχυόντων καὶ αὐτῶν τι πρὸc τὸν τοῦ κάμνοντοc κίνδυνον. | |
5 | ὄντοc δὲ παντὸc εἰλεοῦ κινδυνώδουc οἱ κατὰ τὰ μετέωρα τῶν ἐντέρων cυνιcτάμενοι τῶν ἐν τοῖc παχέcι χείρουc εἰcίν, εἰc cυμπά‐ θειαν ἄγοντεc ἧπάρ τε καὶ cπλῆνα. διαγνώcῃ δ’ αὐτοὺc ἔκ τε τῆc τῶν ἐμέτων cυνεχείαc τε καὶ cφοδρότητοc καὶ τοῦ μηδὲ τὸ πο‐ τὸν δύναcθαι κατέχειν, ἔτι δὲ μᾶλλον ἐκ τοῦ μὴ διαχωρεῖν τι | |
10 | κάτω. καὶ οἱ cτρόφοι δὲ καὶ αἱ ὀδύναι cυνενδείκνυνται, ὅταν ἐν τοῖc ὑψηλοῖc μέρεcι γίγνωνται. εἰ δὲ καὶ κόπρον ἐμοῦcιν (ὁρᾶται γὰρ καὶ τοῦτο γιγνόμενον), ἐναργέcτατον ἔcται cοι γνώριcμα τοῦ πε‐ πονθέναι τὰ λεπτὰ τῶν ἐντέρων. ἔcτι δ’ ὀξύτατον τὸ πάθοc καὶ διὰ τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτηc αὐτὸ μετὰ τοῦ προcγράψαι | |
15 | ὠφελεῖν οὐδὲν ἠδύνατο. μέμνηcο δή μοι καὶ τούτου πρὸc τὸν τῆc φλεβοτομίαc λόγον· οὔ〈τε〉 γὰρ ἄλλο τι τῶν βοηθημάτων ἔγραψεν ἐπὶ τῶν ἐν τούτοιc | |
17a629 | τοῖc βιβλίοιc ἀρρώcτων οὔτ’ ἐκείνην, οὐ δήπου τῶν | καμνόντων ἀβοηθήτων ἐρριμμένων, ἀλλ’ ὡc οὐ χρῄζων γράφειν τὰ βοηθήματα καθ’ ἕκαcτον αὐτῶν, εἰ μή πού τι τῶν cπανίωc εἴη γεγονότων, ὡc ἐπὶ τοῦ φλεβοτομηθέντοc ὀγδοαίου. | |
5 | τήν γε μὴν ἡμέραν, καθ’ ἣν ἀπέθανεν ἡ ἄρρωcτοc αὕτη, παρέλιπεν εἰπεῖν, ὡc ἂν εὐθέωc αὐτῆc τεθνεώcηc κατὰ τὴν δευτέραν ἡμέραν ἢ τὸ πλεῖcτον τὴν τρίτην διὰ τὴν ὀξύτητα τοῦ πάθουc, ἣν ἐδήλωcεν αὐτὸc ἐν τῇ διηγήcει. | |
8 | Δέκατοc ἄρρωcτοc. Γυναῖκα ἐξ | |
10 | ἀποφθορῆc νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβε· γλῶccα ἐπίξηροc, διψώδηc, ἀcώδηc, ἄγρυπνοc· κοιλίη ταραχώδηc λεπτοῖcι, πολλοῖcιν, ὠμοῖcι. δευτέρῃ ἐπερρίγωcε, πυρετὸc ὀξύc, ἀπὸ κοιλίηc πολλά, οὐχ ὕπνωcε. τρίτῃ μείζουc οἱ πόνοι. τετάρτῃ παρέκρουcεν. | |
15 | ἑβδόμῃ ἀπέθανεν. κοιλίη διὰ παντὸc ὑγρὴ διαχωρήμαcι πολλοῖcιν, λεπτοῖcιν, ὠμοῖcιν. οὖρα ὀλίγα, λεπτά. | | |
16 | ||
17a630 | Εἰ διά τι τῶν ἔξωθεν ἀποφθεῖραι cυνέβη τὴν γυναῖκα, τοῦτ’ αὐτὸc ἂν ὁ Ἱπποκράτηc ἐπεcημήνατο. δῆλον οὖν ἐcτιν, ὡc διὰ τὸ νόcημα cυνέβη τὴν ἀποφθορὰν γενέcθαι τῇ γυναικὶ μοχ‐ θηροὺc ἠθροικυίᾳ χυμούc. πρόcκειται δὲ τῷ ἐξ ἀποφθορῆc τὸ | |
5 | νηπίου, δηλοῦντοc, ὡc οἶμαι, τῇ προcθήκῃ ταύτῃ μικρὸν εἶναι τὸ ἀμβλωθέν. ὀνομάζουcι γὰρ οἱ ἄνθρωποι νήπια παιδία τὰ μετὰ τὴν | |
ἀποκύηcιν οὐ πολὺν χρόνον ὄντα. κατὰ μεταφορὰν οὖν εἰκόc ἐcτι τὸν Ἱπποκράτην τὰ πάνυ μικρὰ τῶν κυουμένων παιδίων οὕτωc ὠνομακέναι. καὶ γὰρ καὶ τάχιcτα διαφθείρεται ταῦτα. | ||
10 | τὴν μὲν οὖν ὀξύτητα καὶ τὸ μέγεθοc τοῦ πυρετοῦ δι’ αὐτοῦ τε τοῦ φάναι πῦρ ἔλαβεν ἐδήλωcε κἀκ τοῦ προcθεῖναι γλῶccα ἐπίξηροc, διψώδηc. τὸ δ’ ἀcώδηc τῆc κακοηθείαc τοῦ γενομένου πυρετοῦ cημεῖόν ἐcτιν. πρόccχεc 〈δὲ νῦν〉 τὸν νοῦν ἐπιμελῶc τῇ τῶν διαχωρημάτων ἰδέᾳ, γράψαντόc γε αὐτοῦ κοιλίη ταραχώ‐ | |
15 | δηc λεπτοῖcι, πολλοῖcιν, ὠμοῖcι. καίτοι γ’ αὐτὸc εἰπὼν ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc καῦcον αὐτῇ γεγονέναι, ὀνομάcαc δὲ καὶ | |
17a631 | 〈πῦρ〉 τὸν πυρετὸν ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν | ἀρξάμενον, παροξυνθέντα δ’ ἐν τῇ δευτέρᾳ, προcθεὶc δ’ ὅτι καὶ γλῶccα ἐπί‐ ξηροc καὶ οὐχ ὕπνωcε καὶ διψώδηc ἦν, ὅμωc ὠμά φηcιν εἶναι τὰ διαχωρήματα. καῦcον δὲ [τὸν] πυρετὸν ἐπὶ χολώδεcι χυμοῖc | |
5 | ἴcμεν γιγνόμενον. εἰκὸc οὖν τῇ γυναικὶ ταύτῃ κατὰ μὲν ὅλον τὸν ὄγκον τοῦ cώματοc ἠθροῖcθαι τὸν χολώδη χυμόν, ἐν δὲ ταῖc πρώταιc φλεψὶ ταῖc κατὰ τὸ μεcάραιόν τε καὶ τὰ cιμὰ τοῦ ἥπατοc ὠμὸν περιέχεcθαι. καὶ μὴν καὶ τὰ οὖρά φηcιν αὐτῇ γεγονέναι λεπτὰ παρα‐ πληcίωc τοῖc ὠμοῖc διαχωρήμαcιν, ὡc οὐ μόνον ἐν ταῖc πρώ‐ | |
10 | ταιc φλεψίν, ἀλλὰ καὶ 〈κατὰ〉 τὰ κυρτὰ τοῦ ἥπατοc ὠμῶν πλεονα‐ ζόντων χυμῶν. | |
11 | α καῦcοc. | |
12 | Ἐπὶ τέλει τῆc ἀρρώcτου ταύτηc ἐν πολλοῖc τῶν ἀντιγράφων προcγέγραπται καῦcοc, ἔνια δ’ οὐ τοῦτο μόνον ἔχει γεγραμμένον, | |
15 | ἀλλὰ καὶ τὸ α προcκείμενον, ὡc ἤτοι πρώτην νοεῖcθαι τὴν ἄρρωcτον ταύτην ἐν καύcῳ γεγονυῖαν ἢ πρῶτον εἶδοc εἶναι τοῦτο τοῦ καύ‐ cου, τὸ δ’ ἐφεξῆc αὐτῷ γεγραμμένον δεύτερον ἐπὶ τῆc γυναικόc, ἧc οὕτωc ἄρχεται· “ἑτέρην ἐξ ἀποφθορῆc.” ἐπεὶ δὲ κατὰ τὸν | |
17a632 | ὄγδοον ἄρρωcτον, οὗ〈περ〉 ἡ ἀρχή· “τὸ | μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ”, τελεώτερον ἔφην ποιήcεcθαι τὸν περὶ τῶν οὕτωc προcγεγραμμένων λόγον, ὅταν ἐξηγῶμαι τὸν δέκατον ἄρρω‐ cτον, ἀποδοτέον μοι νῦν αὐτόν· ἐκ δυοῖν τούτοιν ὑποπτεύειν χρὴ | |
5 | προcγεγράφθαι τὸ καῦcοc ὑφ’ ἑτέρου τινόc, οὐκ αὐτοῦ τοῦ cυγγρα‐ φέωc, ὅτι πρῶτον μὲν ἂν οὐχ ἑνὶ ἢ δυcὶ τῶν ἀρρώcτων ἐπὶ τῇ τε‐ λευτῇ τῆc διηγήcεωc τὴν ἰδέαν τῆc νόcου προcέγραψεν, ἀλλὰ πᾶcιν ἢ τοῖc γε πλείcτοιc, εἴπερ ὅλωc ἐβούλετο καὶ ταύταc ἡμᾶc διδάcκειν, ὡc ἔνιοι τῶν μετ’ αὐτὸν ἐποίηcαν. ὁ δὲ ὡc εἰδόcι διαγινώcκειν τὰ | |
10 | νοcήματα τὴν διήγηcιν ἐποιήcατο τῶν cυμβάντων τοῖc ἀρρώcτοιc. φαίνονται δὲ καὶ οἱ ἄλλοι παλαιοὶ μὴ cτοχαζόμενοι κατὰ τὰ cυγγράμματα τῶν ἄρτι προcιόντων ταῖc βίβλοιc, ἀλλὰ τῶν ἤδη τινὰ κατ’ αὐτὰc ἐχόντων ἕξιν. βεβαιοῖ δέ μου τὴν ὑπόληψιν πρὸc τῷ προ‐ ειρημένῳ δεύτερον τὸ τὰ 〈τοιαῦτα〉 τῷ τρίτῳ τῶν Ἐπιδημιῶν μόνῳ | |
15 | προcγεγράφθαι. πᾶcιν οὖν τοῖc τοῦτ’ ἐξηγηcαμένοιc τὸ βιβλίον ἔδο‐ ξεν ὑφ’ ἑτέρου τινὸc, τοῦ τοὺc διεcκευαcμένουc † τὸν νοῦν ἐκείνουc | |
17a633 | χαρακτῆραc προcγράψαντοc, καὶ ταῦτ’ εἰκὸc | προcγεγράφθαι. κατὰ μὲν γὰρ τὴν κυναγχικὴν εἰκότωc ἄν τιc cυγχωρήcειεν ὑφ’ Ἱππο‐ κράτουc αὐτοῦ προcγεγράφθαι τὸ “ἀπέθανε κυναγχική”, διὰ τὴν κυ‐ νάγχην αὐτοῦ βουλομένου τεθνάναι τὴν γυναῖκα· κατὰ δὲ τὴν ἐν τῷ | |
5 | νῦν τεθνάναι λεγομένην οὐχ οὕτωc ἀκοῦcαι δυνατόν. εἰπὼν γὰρ ἑβδόμῃ ἀπέθανεν ἐπήνεγκε κοιλίη διὰ παντὸc ὑγρὴ δια‐ | |
χωρήμαcι πολλοῖcι, λεπτοῖcιν, ὠμοῖcιν, οὖρα ὀλίγα, λεπτά. καὶ μετὰ ταῦτ’ ἐφεξῆc 〈ἔν τιcι τῶν ἀντιγράφων〉 γέγραπται καῦcοc, 〈ἐν〉 ἐνίοιc δὲ καὶ τὸ α πρόcκειται, κατά τινα δ’ ἀντ’ αὐτοῦ | ||
10 | γέγραπται πρῶτοc, ἐν ἄλλοιc δὲ πρώτῃ. παντοίωc γὰρ ἐλυμήναντο τὸ βιβλίον τοῦτο κατὰ τὰ προcγραφόμενα πολλοὶ τῶν νεωτέρων ἰατρῶν. εὔδηλον οὖν, ὅτι μηδ’, ὡc ἐπὶ τῆc κυναγχικῆc ἐπὶ τέλει προcέγραψε τὸ “ἀπέθανε κυναγχική”, κατὰ τὸν αὐτὸν τρόπον ἐγχω‐ ρεῖ καὶ νῦν προcγεγράφθαι τὸ καῦcοc. οὐ γὰρ εἶπεν “ἀπέθανε καυ‐ | |
15 | cουμένη”, καθάπερ ἐπὶ τῆc κυναγχικῆc “ἀπέθανε κυναγχική”, ἀλλὰ τό γε καῦcοc ὄνομα κατὰ τὴν εὐθεῖαν πτῶcιν εὑρίcκεται γεγραμμένον, ἐν τῷ μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἀπέθανε τό γε κοιλίη διὰ | |
17a634 | παντὸc | ὑγρή καὶ τὰ τούτῳ cυνεχῆ. ἐπεὶ τοίνυν οὔτ’ 〈εἶπεν〉 “ἀπέθανε καυcουμένη”, ἀλλ’ οὐδὲ ἐφεξῆc ὅλωc ἀλλήλων ταῦτα γέ‐ γραπται, δῆλον ὅτι παρεγγέγραπται τοῦτο πρόc τινοc, οὐχ ὑφ’ Ἱππο‐ κράτουc αὐτοῦ γέγραπται. τάχα δέ τιc ἴcωc καὶ 〈τάδε〉 προcέγραψεν | |
5 | ἕνεκεν ἑαυτοῦ, καθάπερ εἰώθαμεν εἰc ὑπόμνηcιν ἐν τοῖc μετώποιc τὰ τοιαῦτα προcγράφειν. εἶτά τιc τῶν μεταγραφόντων τὸ βιβλίον ὡc αὐτοῦ τοῦ cυγγραφέωc ὂν εἰc τὸ ὕφοc αὐτὸ μετέθηκεν. | |
7 | Ἑνδέκατοc ἄρρωcτοc. Ἑτέρην ἐξ ἀποφθορῆc περὶ πεντάμηνον Ἱκέτεω γυναῖκα πῦρ | |
10 | ἔλαβεν. ἀρχομένη δὲ κωματώδηc ἦν καὶ πάλιν ἄγρυπνοc, ὀcφύοc ὀδύνη, κεφαλῆc βάροc. δευτέρῃ κοιλίη ἐπετα‐ ράχθη ὀλίγοιcι, λεπτοῖcιν, ἀκρήτοιcι τὸ πρῶτον. τρίτῃ πλείω καὶ χείρω, νυκτὸc οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρ‐ έκρουcε, φόβοι, δυcθυμίαι. δεξιῷ ἴλλαινεν, ἵδρου [τὰ] | |
15 | περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά. πέμπτῃ πάντα | |
17a635 | παρ|ωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει· ἄδιψοc, ἄγρυπνοc, κοιλίη πολλοῖcιν ἀκαίροιcι διὰ τέ‐ λεοc· οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα· ἄκρεα ψυχρά, ὑπο‐ πέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε. | |
4 | ||
5 | Ἡ μὲν πρὸ ταύτηc γεγραμμένη νήπιον ἔτι τὸ ἔμβρυον ἀπέ‐ φθειρε, καὶ χρὴ νήπιον τὸ ἔμβρυον, ὡc ἔφην, ἀκούειν ἑνὸc ἢ δυοῖν μηνῶν ἢ τὸ μακρότατον τριῶν, ἡ δὲ νῦν ἡ κατὰ τὸν ἐνεcτῶτα λόγον πεντάμηνον ἔμβρυον ἐξέτρωcεν, οὐδ’ αὐτὴ διά τι τῶν ἔξωθεν αἰτίων, ἀλλ’ ἐκ τῆc κατὰ τὸ cῶμα διαθέcεωc. ἐνίοτε μὲν γὰρ πηδή‐ | |
10 | cαcαι cφοδρότερον ἢ δείcαcαί τι τῶν ὀφθέντων αὐταῖc φοβερῶν αἰφνιδίωc ἐκτιτρῴcκουcιν αἱ γυναῖκεc, ἐνίοτε δὲ καὶ δι’ ὀδύνην ἢ ἀπεψίαν cφοδρὰν ἢ φαρμακώδουc τινὸc ἐδωδὴν ἢ ἄντικρυc φαρμάκου πόcιν ἢ διὰ τὸ προcθέcθαι τι τῶν ἀμβλωθριδίων, ἀλλὰ καὶ διὰ φλεβο‐ | |
17a636 | τομίαν καὶ δι’ αἱμορραγίαν ἐκ τραύμα|τοc ἢ ἐξ αἱμορροΐδων ἀμέτρων ἐξέτρωcαν ἔνιαι. οἶδα δέ τιναc κἀξ αὐτοῦ τοῦ τραχήλου τῆc μήτραc αἱμορραγηcάcαc ἐγκύμοναc ἐπὶ πλέον, εἶθ’ ἑξῆc ἐκβαλούcαc τὸ ἔμβρυον. ὧν ὅτι μηδὲν ἐγένετο ταῖc κατὰ τόνδε τὸν λόγον ὑφ’ Ἱπποκρά‐ | |
5 | τουc γεγραμμέναιc γυναιξί, δῆλον ἐξ αὐτοῦ τοῦ μὴ προcγεγράφθαι κατὰ τὴν διήγηcιν αὐτῶν, καίτοι γ’ εἰωθότοc αὐτοῦ μὴ παραλείπειν τὰ τοιαῦτα. πυρέξαι τοίνυν αὐταῖc οὐ διὰ τὴν τῶν ἐμβρύων ἐγένετο φθοράν, ἀλλ’ ἔμπαλιν ἀποφθεῖραι τὸ κύημα διὰ τὸν πυρετόν. ἔοικε δ’ ἐκ ταύτηc τῆc γυναικὸc ὁρμηθεὶc ὁ γράψαc τὸ Προρ‐ | |
10 | ρητικὸν οὕτωc εἰπεῖν· “οἱ κωματώδεεc ἐν ἀρχῇcι 〈γινόμενοι〉 μετὰ κεφαλῆc, ὀcφύοc, ὑποχονδρίου, τραχήλου ὀδύνηc, ἀγρυπνέοντεc ἆρά γε φρενιτικοί;” δύναται δὲ καὶ αὐτὸc ἑτέραν ἢ ἕτερον οὕτωc ἔχοντα θεάcαcθαι. τὴν δ’ οὖν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα κωμα‐ τώδη τε καὶ πάλιν ἄγρυπνον ἔφη γενέcθαι, κεφαλῆc τε βά‐ | |
15 | ροc cχεῖν καὶ ὀcφύοc ὀδύνην, οὐ μὴν περὶ τραχήλου προcέθηκέ | |
τι. φηcὶ δὲ καὶ τὴν κοιλίαν ἐπιταραχθῆναι λεπτοῖc καὶ ἀκρά‐ | ||
17a637 | τοιc, οὐδ’ ἐνταῦθα προcθείc | τι περὶ τῆc χρόαc αὐτῶν. ἐγχωρεῖ γὰρ ἄκρατα ὠχρὰ καὶ ξανθὰ καὶ πυρρὰ καὶ ἐρυθρὰ καὶ ἰώδη καὶ μέλανα διαχωρεῖcθαι, γινωcκόντων ἄκρατα καλεῖν αὐτὸν ὅcα τὴν οἰκείαν χρόαν ἄμικτον ἔχει πρὸc ἕτερον χυμόν, ὥcτ’ ἄν τιc εἰκάcειεν, 〈ὅτι〉 | |
5 | χολώδη διεχώρηcεν ἄκρατα, τουτέcτιν ἤτοι ξανθὰ κατὰ τὴν χρόαν ἢ πυρρά· τὰ γὰρ ἰώδη καὶ μέλανα μετὰ τοῦ προcθεῖναι τὴν χρόαν ἔθοc ἐcτὶ λέγειν καὶ τούτῳ καὶ τοῖc ἄλλοιc ἰατροῖc 〈τῶν παλαιῶν. καὶ μέντοι〉 καὶ ἡμεῖc εἰώθαμεν ἄνευ μὲν προcθήκηc χολώδη διαχω‐ ρῆcαί τινα λέγειν, ἐπὶ τῆc ξανθῆc χολῆc τοιαύτῃ λέξει χρώμενοι. τὰ | |
10 | δὲ τῆc ἰώδουc ἢ μελαίνηc ἤ τινοc ἑτέραc χολῆc οὐ λέγομεν ἁπλῶc χολώδη, 〈προc〉τίθεμεν δ’ αὐτὴν τὴν ἀπὸ τῆc χρόαc διάκριcιν αὐτοῖc, καὶ τοῦτό γ’ ἐν ἅπαcι τὸ ἔθοc ὑπάρχει διὰ τὸ cυνεχῶc μὲν ἐμεῖcθαί τε καὶ διαχωρεῖcθαι τὴν ὠχράν τε καὶ ξανθὴν χολὴν οὐ μόνοιc τοῖc νοcοῦcιν, ἀλλὰ καὶ τοῖc ὑγιαίνουcι, cπανίωc δὲ τὰc ἄλλαc καὶ μόνον | |
15 | ἐπὶ τῶν νοcώδη διάθεcιν ἐχόντων. κατὰ γοῦν τὴν τῆc τρίτηc ἡμέ‐ ραc διήγηcιν εἰπὼν νυκτὸc οὐδὲν ἐκοιμήθη, τοῦ κώματοc δ’ | |
17a638 | οὐκέτι μνημονεύcαc ἔνδειξιν παρέ|cχεν ἡμῖν τοῦ μέλλειν ὅcον οὔπω παραφρονήcειν. εἰκότωc δ’ οὖν ἐφεξῆc ἐρεῖ τετάρτῃ παρέκρουcε, φόβοι, δυcθυμίαι, πρὸc δὲ 〈τούτῳ〉 καὶ τὸ δεξιῷ ἴλλαινεν, ἔτι τε τὸ ἵδρου περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ φρενιτικήν τε | |
5 | ἤδη τὴν ἄνθρωπον ἐδήλωcεν εἶναι καὶ πρὸc τούτῳ μοχθηρῶc ἔχειν πάνυ. προcτεθέντοc δὲ τοῖc εἰρημένοιc cημείοιc τε καὶ cυμπτώμαcι 〈τοῦ〉 τῶν ψυχρῶν ἀκρέων ἔτι μᾶλλον ἄν τιc αὐτὴν προcεδόκηcε τεθνήξεcθαι, ὥcπερ δὴ καὶ ἀπέθανεν ἀκόλουθα τοῖc εἰρημένοιc cυμπτώμαcιν cχοῦcα τὰ κατὰ τὴν πέμπτην καὶ τὴν ἕκτην. | |
10 | τὰ δ’ ὡc μαρτυροῦντα τούτοιc ἐν τῷ Προρρητικῷ γεγραμμένα φθάνω δείξαc ἐν τοῖc εἰc ἐκεῖνο τὸ βιβλίον ὑπομνήμαcιν ὅπωc ἐcτὶ μοχθηρά. μνημονεύcω μέντοι νῦν κἀκ τούτων τινῶν ἀναμνήcεωc ἕνεκα, καίτοι παρῃτημένοc τὰ τοιαῦτα γράφειν. εἰρημένου τοίνυν ἐν τῷ Προρρητικῷ “ἐξ ὀcφύοc ἀναδρομῆc ὀφθαλμῶν ἴλλωcιc κακόν”, διὰ | |
15 | τοῦτο τῆc γυναικὸc ταύτηc ἀναμιμνῄcκουcιν ἐν τοῖc περὶ ταύτηc τῆc ἐν τῷ Προρρητικῷ ῥήcεωc. ἔcτι μὲν οὖν, ὡc ἐδείχθη, τὰ τοι‐ αῦτα πάντα μοχθηρά, γινωcκόντων ἡμῶν ἐν τῷ καθόλου τὴν δια‐ | |
17a639 | cτροφὴν τῶν | ὀφθαλμῶν οὐκ ἀγαθὸν εἶναι cημεῖον, ἐάν τ’ ἐξ ὀcφύοc ἀναδρομῆc ἐάν θ’ ὁπωcοῦν γένηται, μετὰ τοῦ κακόζηλον εἶναι τὴν ἑρμηνείαν καὶ πόρρω τῆc Ἱπποκράτουc λέξεωc. οὐ γὰρ ἂν εἶπεν “ἐξ ὀcφύοc ἀναδρομῆc”, ἀλλ’ ὡc ἐν τῷ Προγνωcτικῷ κατὰ τήνδε | |
5 | τὴν λέξιν· “αἱ δὲ cὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀcφὺν καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται τὰ κάτω ἐκλείπουcαι, ὀλέ‐ θριον κάρτα.” οὐ μὴν οὐδ’ ἔχει τιc ἐπὶ τῆc προκειμένηc ἀρρώcτου δεῖξαι γεγονυῖαν ἐπὶ τὴν κεφαλὴν ἄνοδον τῶν κατὰ τὴν ὀcφὺν πλεοναζόντων χυμῶν. | |
10 | ὥcπερ 〈μὲν οὖν〉 καὶ ταῦτα μάτην εἶπόν τινεc τῶν ἐξηγητῶν, οὕτω καὶ τήνδε τὴν ῥῆcιν ἐκ τοῦ Προρρητικοῦ κακῶc ἐπιφέρουcι τοῖc νῦν εἰρημένοιc εἰc ἐξήγηcιν τῆc προκειμένηc ἀρρώcτου, καθ’ ἥν φηcι “κοιλίηc περίπλυcιc ἐξέρυθροc κακὸν μὲν ἐν πᾶcιν, οὐχ ἥκιcτα δ’ 〈ἐπὶ〉 τοῖc προειρημένοιc”, οὐκ εἰρηκότοc Ἱπποκράτουc ἐξέρυθρον | |
15 | τῇ γυναικὶ ταύτῃ γεγονέναι περίπλυcιν κοιλίηc. ἔτι δὲ μᾶλλον ἀτόπωc μνημονεύουcι καὶ τῆcδε τῆc ῥήcεωc “ἐν | |
17a640 | πυρετοῖcι καυcώδεcιν ὑποπεριψύχουcι, διαχωρήμαcιν ὑδατοχό|λοιcι cυ‐ χνοῖc ὀφθαλμῶν ἴλλωcιc cημεῖον κακόν, ἄλλωc τε καὶ ἢν κάτοχοι γένωνται”. διαφέρειν δ’ οὐδέν φαcιν ἢ κάτοχον εἰπεῖν ἢ κωματώδη, μὴ γινώcκοντεc, ὡc αὐτὸc ὁ Ἱπποκράτηc διορίζει τὸ βαθὺ κῶμα | |
5 | τοῦ μετ’ ἀγρυπνίαc. τὸ μὲν οὖν βαθὺ κῶμα κοινωνίαν ἔχει τινὰ πρὸc τὴν καλουμένην κατοχὴν ὑπὸ τῶν περὶ τὸν Ἀρχιγένην τε καὶ Φίλιππον, οὐ μὴν 〈τὸ〉 μετ’ ἀγρυπνίαc, ὃ ταύτῃ τῇ γυ‐ ναικὶ γενέcθαι φηcὶν ἐν ἀρχῇ τοῦ νοcήματοc, οὐ καθ’ ὃν χρόνον ὁ ὀφθαλμὸc παρεcπάcθη. θαυμάcαι δ’ ἔcτι καὶ τοῦτο τῶν ἀμφοτέραc τὰc | |
10 | ῥήcειc γραψάντων ἐν ἐξηγήcει τῆc προκειμένηc ἀρρώcτου καὶ τὴν λέγουcαν “κοιλίηc περίπλυcιc ἐξέρυθροc” καὶ τὴν “διαχωρήμαcιν ὑδα‐ τοχόλοιcιν”. οὐδετέραν μὲν γὰρ αὐτῶν ἔγραψεν ὁ Ἱπποκράτηc ἐπὶ τῆc γυναικὸc ταύτηc, οἳ δ’ ὡc ἀμφοτέραc γράψαντοc ἐξηγοῦνται, πρὸc τῷ μηδὲ δύναcθαι τὴν αὐτὴν διαχώρηcιν ἐξέρυθρόν τε καὶ ὑδατό‐ | |
15 | χολον εἶναι. παρατίθενται δὲ καὶ ἄλλαc πολλὰc ῥήcειc, δι’ ἀλλήλων ἐξηγού‐ μενοι τό τε Προρρητικὸν καὶ τοὺc ἐν ταῖc Ἐπιδημίαιc ἀρρώcτουc. | |
17a641 | ἀλλὰ πάντ’ ἐξελέγχειν, ὅcα κακῶc ἔγρα|ψαν, οὐ καιρόc, εἰρημένηc γε cαφῶc τε ἅμα καὶ τελέωc ἡμῖν ἐν τοῖc εἰc τὸ Προρρητικὸν ὑπομνή‐ μαcι τῆc μοχθηρίαc τῶν τοιούτων ἐξηγήcεων. | |
3 | φρενῖτιc. | |
4 | ||
5 | Καὶ τοῦτο τῶν προcγεγραμμένων ἐcτίν, ὥcπερ καὶ τὸ “καῦcοc” | |
ἔμπροcθεν οὐκ ἐν ἅπαcιν ὂν τοῖc ἀντιγράφοιc. οὔτε γὰρ ἐπ’ ἄλλου τινὸc ἀρρώcτου τοιοῦτόν τι προcέγραψεν, οὔτε προὔκειτο νῦν αὐτῷ διαγνώcειc γράφειν νοcημάτων, ὡc ἐν τοῖc Περὶ νούcων ἐπιγεγραμ‐ μένοιc ἔcτιν εὑρεῖν, 〈ἀλλὰ〉 καὶ ἄλλωc ἄτοπόν ἐcτι μηδεμίαν ἔχον | ||
10 | ἀκολουθίαν. | |
10 | Δωδέκατοc ἄρρωcτοc. Γυναῖκα, ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦcάν γε τὸ πρῶτον ἐπιπόνωc ἄρcεν πῦρ ἔλαβεν. αὐτίκα ἀρχομένη διψώδηc, ἀcώδηc, καρδίην ὑπήλγει, γλῶccα ἐπίξηροc, κοιλίη ἐπε‐ | |
15 | ταράχθη λεπτοῖcιν ὀλίγοιcιν, οὐχ ὕπνωcεν. δευτέρῃ cμικρὰ ἐπερρίγωcε, πυρετὸc ὀξύc, cμικρὰ περὶ κεφαλὴν | |
17a642 | ἵδρωcε ψυχρῷ. τρίτῃ ἐπιπόνωc· ἀπὸ κοιλίηc ὠμά, | λεπτὰ πολλὰ διῄει. τετάρτῃ ἐπερρίγωcε, πάντα παρωξύνθη· ἄγρυπνοc. πέμπτῃ ἐπιπόνωc. ἕκτῃ διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίηc ἦλθεν ὑγρὰ πολλά. ἑβδόμῃ ἐπερρίγωcε, πυρετὸc | |
5 | ὀξύc, δίψα, πολὺc βληcτριcμόc, περὶ δείλην ἵδρωcε δι’ ὅλου ψυχρῷ, ψῦξιc ἀκρέων καὶ οὐκέτι ἀνεθερμαίνετο καὶ πάλιν ἐc νύκτα ἐπερρίγωcεν, ἄκρεα οὐκ ἀνεθερμαί‐ νετο, οὐχ ὕπνωcε, cμικρὰ παρέκρουcε, καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέcον ἡμέρηc ἀνεθερμάνθη, διψώ‐ | |
10 | δηc, κωματώδηc, ἀcώδηc, ἤμεcε χολώδεα, cμικρὰ ξανθά. νύκτα δυcφόρωc, οὐκ ἐκοιμήθη, οὔρηcε πολὺ ἀθρόον οὐκ εἰδυῖα. ἐνάτῃ ξυνέδωκε πάντα, κωματώδηc. πρὸc δείλην cμικρὰ ἐπερρίγωcεν, ἤμεcε cμικρὰ χολώδεα. δεκάτῃ ῥῖγοc, | |
πυρετὸc παρωξύνθη, οὐχ ὕπνωcεν οὐδέν· πρωὶ οὔρηcε | ||
15 | πολὺ ὑπόcταcιν οὐκ ἔχον, ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεcε χολώδεα ἰώδεα, ἐπερρίγωcεν οὐ μετὰ πολύ, καὶ πάλιν ἄκρεα ψυχρά. ἐc δείλην ῥῖγοc, ἱδρὼc ψυχρόc, ἤμεcε πολλά, νύκτα ἐπιπόνωc. δωδεκάτῃ ἤμεcε πολλὰ | | |
17a643 | μέλανα δυcώδεα, λυγμὸc πολύc, δίψοc ἐπιπόνωc. τριc‐ καιδεκάτῃ μέλανα δυcώδεα πολλὰ ἤμεcε, ῥῖγοc· περὶ δὲ μέcον ἡμέρηc ἄφωνοc. τεccαρεcκαιδεκάτῃ αἷμα διὰ ῥινῶν, ἀπέθανε. ταύτῃ διὰ τέλεοc κοιλίη ὑγρή, φρικώ‐ | |
5 | δηc, ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκα. | |
5 | Εἴτ’ Ἀθήνηcιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο τοῦτο τὸ γύναιον εἴτ’ ἐν ἄλλῃ πόλει, ζητεῖν ἑτέροιc παρέντεc cκεψώμεθα τὰ cυμβάντα δι’ ὅλου τοῦ νοcήματοc, ἐφ’ οἷc ἀδύνατον ἦν αὐτὴν ζῆ‐ cαι. πάντα γὰρ ἀπ’ ἀρχῆc ἦν θανάcιμα. καὶ μᾶλλον ἄν τιc θαυμάcειε, | |
10 | πῶc ἐξήρκεcε μέχρι τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc. ἀλλά μοι δοκεῖ διὰ τοῦτο ἐπὶ τῷ τέλει τῶν κατ’ αὐτὴν προcθεῖναι τὸ ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκα. [εἶχε μὲν οὖν καὶ τὴν ἡλικίαν νεάζου‐ cαν καὶ διὰ τοῦτο ἴcχουcαν· ἦν γάρ, φηcίν, ἐτῶν ἑπτὰ καὶ δέκα.] δῆλον δὲ ὅτι πρὸc τῷ τῆc ἡλικίαc ἰcχυρῷ καὶ αὐτὴ καθ’ ἑαυτὴν | |
15 | οὐκ ἀcθενῆ τὴν φύcιν εἶχεν, ἢ οὐκ ἂν ἐξήρκεcεν. ὅπου γὰρ οὔτ’ | |
17a644 | ἄλλο τι τῶν γενομένων αὐτῇ χρη|cτὸν ἦν εὐθέωc τε κατὰ τὴν δευ‐ τέραν ἐπιρριγώcαcα μικρὰ καὶ ὀξέωc πυρέξαcα περὶ τὴν κεφαλὴν ἵδρωcεν ὀλίγον ψυχρόν, εἶτα πάλιν ἐν τῇ τετάρτῃ πάντα παρωξύνθη καὶ κατὰ τὴν ἑβδόμην αὖθιc ἐπερρίγωcεν | |
5 | [γλῶccά τε ξηρὰ] καὶ ὀξέωc πυρέξαcα πρὸc τῷ cχεῖν ἄκρεα ψυχρὰ καὶ τὸ μηκέτ’ ἀναθερμαίνεcθαι ταῦτα προcέλαβεν, πῶc οὐκ ἐχρῆν αὐτὴν ἀποθανεῖν πάντωc ἤτοι κατὰ τὴν ἐνάτην ἢ κατὰ | |
τὴν ἑνδεκάτην ἡμέραν; ἐπέζηcεν οὖν ἄχρι τῆc τεccαρεcκαιδεκά‐ τηc ἡμέραc διά τε τὴν ἡλικίαν καὶ τὴν ἰcχὺν τῆc φύcεωc, ἥτιc τὴν | ||
10 | αὐτὴν ῥώμην ἐνεδείξατο κἀν τῷ τῇ τεccαρεcκαιδεκάτῃ ἡμέρᾳ ποιῆcαι τὴν αἱμορραγίαν. ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἰάcεcθαι τὴν νό‐ cον οὖcαν μεγίcτην ἡ κένωcιc τοῦ αἵματοc. ἐνεδείξατο δὲ τὸ μέγεθοc αὐτῆc πρὸc τοῖc ἄλλοιc cυμπτώμαcι καὶ ἡ δυcωδία τῶν ἐμεθέν‐ των μελάνων· ἀεὶ γὰρ ὀλέθρια τὰ δυcώδη, καθότι καὶ αὐτὸc ἐν | |
15 | Προγνωcτικῷ φηcι· “πᾶcαί τε αἱ ὑπόcαπροι καὶ δυcώδεεc ὀδ‐ μαὶ κακαὶ ἐπὶ πᾶcι τοῖc ἐμουμένοιcι.” | |
17a645 | τὸ δ’ ἐπὶ | τῷ τέλει προcγεγραμμένον καῦcοc ὁμοίαν ἀτοπίαν ἔχει τῷ κατὰ τὴν πρὸ ταύτηc ἄρρωcτον ἐπὶ τέλει γεγραμμένῳ “φρε‐ | |
νῖτιc”. | ||
17a646(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ | |
t3 | ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ | |
t3 | ||
1 | Λοιμώδη κατάcταcιν ἐνταῦθα γράφοντοc Ἱπποκράτουc, ὅcα πρὸc τὴν ἐξήγηcιν ὧν ἐρεῖν μέλλει χρήcιμά ἐcτιν ἐν τοῖc ἔμπροcθεν ὑφ’ ἡμῶν ἐξηγηθεῖcι διὰ κεφαλαίων ὑπομνήcαc, οὕτωc ἐπὶ τὰc ῥήcειc αὐτοῦ παραγενήcομαι. πρῶτον μὲν οὖν ὅτι κατάcταcιν οὐ μόνον τὴν | |
5 | παρὰ φύcιν ἐν τῷ περιέχοντι κρᾶcιν, ἀλλὰ καὶ πᾶcαν ἰδέαν ἅπαντοc πράγματοc οὕτωc εἴωθεν ὀνομάζειν ἀναμνηcθῶμεν· εἶθ’ ὅτι κατὰ φύ‐ | |
17a647 | cιν ἐcτί τιc ἑκάcτῃ κρᾶcιc τῶν ὡρῶν· | εἶθ’ ὅτι διὰ τὴν εἰc τὸ παρὰ φύcιν ἐκτροπὴν αὐτῶν ἐν τοῖc cώμαcιν ἡμῶν γίγνεται τὰ νοcήματα. cὺν τούτοιc δ’ ἀναμνηcθῶμεν ὧν ἐν τοῖc Ἀφοριcμοῖc ἔγραψεν αὐτὸc λέγων ὧδε· “τῶν δὲ καταcτάcεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ | |
5 | τῶν ἐπομβριῶν 〈εἰcιν〉 ὑγιεινότεροι καὶ ἧccον θανατώδεεc. νοcήματα δὲ ἐν μὲν τῇcιν ἐπομβρίῃcιν ὡc τὰ πολλὰ γίνεται πυρετοί τε μακροὶ | |
καὶ κοιλίηc ῥύcιεc καὶ cηπεδόνεc.” ἀναμνηcθῶμεν δὲ καὶ ὧν εἰc τὴν ἀρχὴν τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐξηγούμενοc ἔγραψα. 〈μὴ〉 μεμνη‐ μένοc δέ τιc ὧν εἶπον 〈αὖθιc〉 ἀναγνοὺc ἐπιμελῶc αὐτὰ πρὸc τὴν τῶν | ||
10 | νῦν προκειμένων ἐξήγηcιν ἀφικνείcθω. | |
10 | Κατάcταcιc. Ἔτοc νότιον, ἔπομ‐ βρον, ἄπνοια διὰ τέλεοc. | |
12 | Ἐν μὲν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν καταcτάcειc ἔγραψε τρεῖc, ἐνταῦθα δὲ μίαν ταύτην, ἣν νῦν ἡμῖν ἐξηγεῖcθαι πρόκειται. καὶ μέντοι | |
17a648 | κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἰcί τινεc | ἄλλαι γεγραμμέναι. ἀλλ’ οὐ δοκεῖ πρὸc ἔκδοcιν ἐκεῖνο καθάπερ τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆcθαι. οὐ μὴν οὐδὲ προγέγραπται τῆc διηγήcεωc τῶν γε‐ νομένων εὐθὺc ἐν ἀρχῇ τὸ κατάcταcιc ἐν ἐκείνοιc τοῖc βιβλίοιc, | |
5 | ἀλλ’ ἄντικρυc ἄρχεται τῆc διηγήcεωc τῶν ἱcτορηθέντων αὐτῷ κατά τε τὰ γενόμενα νοcήματα καὶ τὴν τοῦ περιέχοντοc κρᾶcιν. εὐθέωc γὰρ 〈ἐν τῇ ἀρχῇ τῆc πρώτηc καταcτάcεωc κατὰ τὸ πρῶτον τῶν Ἐπιδη‐ μιῶν γεγραμμένηc ”Ἐν Θάcῳ”,〉 φηcί, “φθινοπώρου περὶ ἰcημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, ξυνεχέα μαλθακῶc, ἐν νοτίοιcιν”, | |
10 | ἀνὰ λόγον δὲ καὶ τῶν ἑξῆc δυοῖν καταcτάcεων ἤρξατο. κατὰ δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆc καταcτάcεωc ὄνομα cχεδὸν | |
ἐν ἅπαcιν εὕρηται τοῖc ἀντιγράφοιc, οὐ μὴν ἐν τίνι γε χώρᾳ ταῦτ’ ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινοc ἔθνεcι πολλοῖc γενομένου λοιμοῦ τὴν διήγηcιν ἐν τῇδε ποιεῖται. ἐν μέντοι τοῖc κατὰ Διοcκορίδην | ||
15 | ἀντιγράφοιc οὐ μόνον ἁπλῶc οὕτωc γέγραπται κατάcταcιc, ἀλλὰ πρόcκειται τὸ “θερμὴ καὶ ὑγρά” κατὰ τὸ μέcον τῆc cελίδοc ὅλου τοῦ γεγραμμένου, καθάπερ γε τῶν ἄλλων ἀντιγράφων εὑρίcκεται 〈τὰ μὲν〉 πολλὰ μόνον πρόγραμμα τοῦτ’ ἔχοντα τὸ κατάcταcιc, ἔνια δὲ μη‐ | |
17a649 | δὲν ὅλωc· | ἐξ ὧν ὑπονοήcειεν ἄν τιc οὐκ αὐτὸν τὸν Ἱπποκράτην προcγεγραφέναι τὸ κατάcταcιc, ἀλλ’ ἴcωc ἐκείνουc, ὅcοι καὶ τοὺc χαρακτῆραc ἐπὶ τῷ τέλει τῶν κατὰ τοὺc ἀρρώcτουc διηγήcεων ἔγρα‐ ψαν. ἀλλὰ ταῦτα μὲν ὅπωc ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν εἰc | |
5 | πρόγνωcιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ’ ἐπὶ τὴν ἐξήγηcιν ἐκείνων, ἐν οἷc ὠφέλειά τιc ἐcτίν· Ἔτοc νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεοc. Ὁμοία τῇδε τῇ καταcτάcει καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐcτι κατὰ τήνδε τὴν λέξιν εἰρημένη· “ἄνθρακεc ἐν Κρα‐ | |
10 | νῶνι θερινοί, ὗεν ἐν καύμαcιν ὕδατι λάβρῳ δι’ ὅλου, ἐγένοντο μᾶλ‐ λον νότῳ.” διαφέρουcι δ’ ἀλλήλων αἱ καταcτάcειc, ὅτι τε δι’ ὅλου τοῦ ἔτουc ἐνταῦθά φηcι τοιαύτην γεγονέναι τοῦ περιέχοντοc ἡμᾶc ἀέροc κρᾶcιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέροc μόνον, ὅτι τε προc‐ έγραψε νῦν ἄπνοια διὰ τέλεοc, ὅπερ οὐ προcέγραψεν ἐκεῖ. λογί‐ | |
17a650 | cαιτο δ’ ἄν τιc ἐκ τοῦ προcγράψαι κατ’ | ἐκεῖνο τὸ βιβλίον “ἐγένοντο μᾶλλον νότῳ” τοιοῦτόν τι δηλοῦcθαι· καὶ γὰρ κἀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν ἔφη γεγονέναι ὅλον τὸ ἔτοc, ὡc δυνατόν ἐcτιν ἄπνουν τε ἅμα καὶ νότιον ἢ βόρειον εἶναί τε καὶ λέγεcθαι τὸ | |
5 | ὅλον ἔτοc, οὕτωc ἡμῶν ἀκουόντων· διοριcθήcεται γὰρ ὀλίγον ὕcτε‐ ρον τοῦτο. ἀναμνηcθῶμεν δ’, ὅτι πολλὰc ἐν τῷ περιέχοντι κράcειc ἑωράκαμεν ἠρεμίαν τε καὶ νηνεμίαν ἐχούcαc, οὐ μὴν ὁμοίαc ἀλλήλαιc, | |
ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγράν, τὴν δέ 〈τινα〉 ξηράν τε καί τι κρύουc ἔχουcαν. αὕτη μὲν οὖν ἀκριβῶc αἴθριόc ἐcτιν, ἡ μαλακὴ | ||
10 | δ’ 〈ὁμιχλώδηc τε καὶ θολερὰ τὰ πλεῖcτα, καὶ πάντεc ὀνομάζουcι τὴν μὲν〉 ὁμιχλώδη τε καὶ θολερὰν κατάcταcιν καὶ νότιον, ἔcθ’ ὅτε καὶ νεφῶν οὖcαν πλήρη, τὴν δ’ ἐναντίαν αὐτῇ βόρειον, εἰ καὶ ὅτι μάλιcτα μηδεμία φαίνοιτο κατὰ τὸν ἀέρα κίνηcιc, ἀλλ’ ἀκριβῶc εἴη τὸ καλού‐ μενον νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν ἀέρα | |
15 | τοῖc κατὰ τὴν θάλατταν. ὡc οὖν ἐν ἐκείνῃ διὰ παντὸc μέν ἐcτι ῥεῦμα κατὰ τὸ βάθοc ἢ μεῖζον ἢ μεῖον (οὐ φαίνεται δ’ ἐνίοτε cαφῶc διὰ | |
17a651 | cμικρότητα, πλὴν εἰ cτενὸν εἴη | τὸ δεχόμενον αὐτὴν χωρίον, ὡc ἐν Χαλκίδι τε τῆc Εὐβοίαc καὶ Μεccήνῃ τῆc Ϲικελίαc φαίνεται), κατὰ τὸν αὐτὸν λόγον ἐν τῷ περιέχοντι παντελὴc μὲν ἀκινηcία καὶ cτάcιc ἔοικεν οὐδέποτε γίγνεcθαι, λανθάνει δ’ ἐνίοτε 〈ἡ κίνηcιc〉 διὰ | |
5 | τὴν cμικρότητα. καὶ νέφη δ’ ὁρῶμεν ἐν ταῖc τοιαύταιc ἀπνοίαιc πολ‐ λάκιc ἑcτάναι μὲν δοκοῦντα, κινούμενα δὲ κατ’ ἀλήθειαν. ὁρᾶται γοῦν ὀλίγον ὕcτερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντοc, ὅπερ οὐκ ἂν αὐτοῖc ἐγίνετο μηδ’ ὅλωc κινουμένοιc. τοιαύτην οὖν τινα καὶ νῦν ἡγεῖcθαι χρὴ κατάcταcιν ἐν ὅλῳ τῷ ἔτει γεγονέναι, τοcούτῳ διαφέρουcαν τῆc | |
10 | ἐν Κρανῶνι κατὰ τὸ δεύτερον βιβλίον γεγραμμένηc, ὅcῳ καὶ χρο‐ νιωτέρα. τό γε μὴν κοινὸν ἐν ἀμφοτέραιc ταῖc καταcτάcεcι πάθοc cηπε‐ δών ἐcτι κοινὴν ἔχουcα καὶ τὴν αἰτίαν, ὑγρότητά 〈τε καὶ θερμότητα〉 cὺν ἀπνοίᾳ. φαίνεται δὲ ἐξ ὕληc μὲν ὑγρᾶc πᾶcα γίγνεcθαι cηπε‐ | |
15 | δών, αἰτίαc δὲ δραcτικῆc 〈ἐκ τοῦ〉 ἀλλοτρίου τε καὶ παρὰ φύcιν θερ‐ μοῦ, cυνεπαύξεcθαι δ’ ὑπὸ τῆc ἀκινηcίαc. ὅτι μὲν οὖν οὐδὲν τῶν ἀκριβῶc ξηρῶν cήπεται, πάντεc ἐναργῶc ὁρῶμεν. οὔτε γὰρ λίθοc οὔτε | |
17a652 | κέραμοc, οὔτε χρυcὸc οὔτ’ ἄργυροc, οὔτε | χαλκὸc οὔτ’ ἄλλο τι τοι‐ | |
οῦτον φαίνεται cηπόμενον. ὅτι δὲ καὶ τὰ φύcιν ἔχοντα cήπεcθαι δια‐ μένοντα μέχρι πλείcτου φαίνεται κατὰ τὰc ψυχρὰc κράcειc, οὐδὲ τοῦτ’ ἀγνοεῖ τιc, ἔτι δὲ μᾶλλον, ὅταν ῥιπίζηται τοιούτοιc ἀνέμοιc. ἀμέλει | ||
5 | καὶ τὴν ἐcθῆτα cυνεχῶc τινάccουcιν οἱ ἄνθρωποι, καὶ μάλιcθ’ ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον, ὡc τῆc ἀκινηcίαc cηπούcηc αὐτήν. οὕτωc δὴ καὶ ἡ τῶν ἀρτηριῶν κίνηcιc ἐν τοῖc ζῴοιc ἄλλα τέ τινα χρηcτὰ καὶ τὴν τοιαύτην ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸc ὁ Ἱπποκράτηc ἐν τοῖc Ἀφοριcμοῖc, ὡc ὀλίγον ἔμπροcθεν ἔφην, ἐν | |
10 | ταῖc ἐπομβρίαιc γίνεcθαι cηπεδόναc. ὅτι μὲν οὖν ἀναγκαῖον ἦν cαπῆναι τὰc ἐν τοῖc cώμαcιν ὑγρότηταc ἐκ τούτων δῆλον. ἴδωμεν δ’ ἐφεξῆc ἕκαcτον τῶν κατὰ μέροc ἀκολουθήcαντεc αὐτοῦ ταῖc ῥήcεcιν. | |
12 | Αὐχμῶν δὲ γενομένων τοὺc ὑπόπροcθεν χρόνουc ἐπ’ ἐνιαυτὸν ἐν νοτίοιcι περὶ ἀρκτ‐ | |
15 | οῦρον ὕδατα πολλά. | | |
15 | ||
17a653 | Ἔμαθεc ἤδη καὶ κατὰ τὰc ἐν τῷ πρώτῳ γεγραμμέναc καταcτάcειc, ὡc 〈ὁ Ἱπποκράτηc ἄρχεται τῆc διηγήcεωc αὐτῶν κατ’ ἐκεῖνον τὸν χρό‐ νον, καθ’ ὃν〉 ἡ τοῦ περιέχοντοc ὑπηλλάχθη κρᾶcιc ἐκ τῆc ὑγιεινῆc τε καὶ κατὰ φύcιν αὐτοῦ τάξεωc. ἔμαθεc δὲ καί, ὁποία τίc ἐcτιν ἡ κατάcταcιc | |
5 | ἥδε καὶ ὡc τέτταρεc μὲν αὐτῆc εἰc τὸ παρὰ φύcιν ἁπλαῖ, τέτταρεc δ’ ἄλλαι cύνθετοι γίγνονται μεταβολαί· ἁπλαῖ μὲν αἵ τε κατὰ θερμα‐ cίαν μόνην καὶ ψῦξιν, ὑγρότητά τε καὶ ξηρότητα, cύνθετοι δ’ αἵ τε | |
κατὰ θερμότητα καὶ ξηρότητα καὶ κατὰ θερμότητα καὶ ὑγρότητα, 〈καὶ κατὰ ψυχρότητα καὶ ξηρότητα καὶ κατὰ〉 ψυχρότητα καὶ ὑγρότητα. | ||
10 | νῦν οὖν ἀναμνηcθεὶc ὧν ἔμαθεc ἀκολούθει τῇ διηγήcει τῆc γενομένηc καταcτάcεωc, εἰπόντοc τοῦ Ἱπποκράτουc αὐχμῶν δὲ γενομένων τοὺc ὑπόπροcθεν χρόνουc, εἶθ’ ἑξῆc τούτῳ προcθέντοc ἐν νοτίοιcι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόcθεν ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντοc ἡμᾶc ἀέροc ἀκρι‐ | |
15 | βῶc ἡ κατὰ φύcιν κρᾶcιc, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ χρόνῳ γενέcθαι τι τῶν νοcημάτων τῶν ἐπιδημίων ὀνομαζομένων. καὶ γὰρ καὶ κατὰ τοὺc Ἀφοριcμοὺc ἔμαθεc αὐτοῦ γράψαντοc ὧδε· “τῶν δὲ καταcτά‐ | |
17a654 | cεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον | οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰcιν ὑγιεινότεροι καὶ ἧccον θανατώδεεc.” ἔτι δὲ μᾶλλον οὐδὲν ἐγένετο νόcημα τοιοῦτον, διότι κατὰ τὸ ξηρὸν μόνον ἐπεκράτηcεν ἡ ἐκτροπὴ τῆc κράcεωc οὐδεμίαν τῆc ἑτέραc ἀντιθέcεωc μεταβολὴν λαβούcηc, ὡc | |
5 | ἤτοι θερμὸν ἄγαν ἢ ψυχρὸν ἀπεργαcθῆναι τὸ περιέχον. ἀλλ’ ἥ γ’ ἐπὶ τοὐναντίον ἀθρόα μεταβολὴ περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου φαί‐ νεται γεγονυῖα. προηγεῖται δ’ αὕτη βραχὺ τῆc φθινοπωρινῆc ἰcημερίαc. ὁποῖον δέ τι μετ’ αὐτὴν ἐγένετο τὸ φθινόπωρον, εἶτα ὁ χειμὼν καὶ μετ’ ἐκεῖνον αἱ ἐφεξῆc ὧραι, ταῖc ῥήcεcιν ἀκολουθήcαντεc αὐτοῦ μα‐ | |
10 | θηcόμεθα. | |
10 | Φθινόπωρον cκιῶδεc, ἐπινέφε‐ λον, ὑδάτων πλήθεα. | |
12 | Ϲκιῶδεc εἶπεν ἐν ἴcῳ τῷ ζοφῶδεc, ὅπερ cημαίνει τὸ μὴ λαμ‐ | |
17a655 | πρὸν μηδὲ καθαρὸν μηδ’ ἀκριβῶc αἴθριον. | εἰώθαcι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀcίαν Ἕλληνεc ὀνομάζειν cκιώδη τε καὶ cκιαρὰ πάντα τὰ πρὸc τὸ μέλαν ἐκτρεπόμενα. τοῖc τοιούτοιc δὲ καὶ τὸ ζοφῶ‐ δεc ἐπιφέρουcιν ὄνομα καὶ τὸ φαιὸν ἐγγὺc ὂν τοῦ μέλανοc. εὔδηλον | |
5 | δ’ ὅτι τοιοῦτοc ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶc τοῦ νέφη πολλὰ καὶ ταῦτ’ ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ τὸ cκιῶ‐ | |
δεc καὶ τὸ ἐπινέφελον. ἀλλ’ ἔμαθεc οὐ μόνον Ἱπποκράτην τῷ τοιούτῳ τρόπῳ τῆc ἑρμηνείαc, ἀλλὰ καὶ ἄλλουc πολλοὺc τῶν πα‐ λαιῶν κεχρημένουc. | ||
9 | ||
10 | Χειμὼν νότιοc, ὑγρόc, μαλθακόc. | |
10 | Ἔνιοι τὸν νότον οἴονται διὰ παντὸc ὑγρὸν εἶναι, 〈τοῦ〉το δ’ οὐχ οὕτωc ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸc γιγνόμενοc, ὃν καὶ προcαγο‐ ρεύουcιν οἱ ἰδιῶται λευκόνοτον. ἐνδείκνυται 〈δὲ〉 τὸν τοιοῦτον νότον ἡμῖν καὶ ὁ ποιητὴc λέγων· | |
15 | αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεcτᾶο Νότοιο. τὸν γὰρ καθαρὸν νότον, ὃν χωρὶc ὄμβρων ἴcμεν γιγνόμενον, οὕτωc | |
17a656 | ὠνόμαcεν. ἀλλὰ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ὁ Ἱπ|ποκράτηc ἐπὶ τῆc πρώτηc καταcτάcεωc ἔφη· “γενομένηc δὲ τῆc ἀγωγῆc ὅληc ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν.” ὁ μὲν οὖν τοιοῦτοc νότοc ἐνίοτε μὲν καὶ cφοδρὸc γίγνεται, cαφῆ δ’ οὖν ἀεὶ τὴν κίνηcιν ἔχει. ὁ μαλ‐ | |
5 | θακὸc δ’ ἄλλοc ἐcτὶ νότοc, ὅc γ’ ἀναίcθητον ἔχει τὴν κίνηcιν ἔν τε τῷ περιέχοντι καὶ κατὰ τὰ νέφη. καὶ τοίνυν θερμὸc μὲν οὗτόc ἐcτι διὰ παντόc, ὁ δὲ λευκόνοτοc ἐνίοτε cαφῶc φαίνεται ψυχρόc. | |
7 | Μετὰ δὲ ἡλίου τροπὰc ὕcτερον πολλῷ, πληcίον ἰcημερίηc, ὀπιcθοχειμῶνεc, καὶ ἤδη περὶ | |
10 | ἰcημερίην βόρεια, χιονώδεα, χρόνον οὐ πολύν. | |
10 | Τῆc ἐναντίαc καταcτάcεωc μέροc τι τοῦτο παρενέπεcεν, ὡc αὐτὸc | |
εἶπεν, οὐκ ἐπὶ πολὺν χρόνον. Ἔαρ πάλιν νότιον, ἄπνουν, ὕδατα πολλὰ διὰ τέλεοc μέχρι κυνόc. | | ||
14 | ||
17a657 | 〈Προειπὼν χειμῶνα μαλθακὸν cαφῶc〉 ἐδήλωcέ cοι χειμῶνοc τὸ ἄπνουν ἐν τῷ γράψαι νῦν· ἔαρ πάλιν νότιον, ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τοῦ μεταξὺ παρεμπεcούcηc ἐναντίαc κατα‐ cτάcεωc αὖθιc ἐπὶ τὴν αὐτὴν κρᾶcιν ἐπανελθεῖν τὴν περὶ τὸν ἀέρα | |
5 | κατάcταcιν. | |
5 | Θέροc αἴθριον, θερμόν, πνίγεα μεγάλα· ἐτηcίαι cμικρὰ διεcπαcμένωc ἔπνευcαν. | |
7 | Τὸ μαλθακὸν τοῦ χειμῶνοc καὶ τὸ ἄπνουν τοῦ ἦροc ἐκ ταὐτοῦ γένουc ἐcτὶ 〈τῷ〉 τοῦ θέρουc πνιγώδει. φύcει γὰρ οὔcηc ἀεὶ τῆc | |
10 | θερινῆc ὥραc θερμῆc, ὅταν ἄπνοια προcγένηται, πνιγμὸc ἐξ ἀνάγκηc ἕπεται. γίγνεται δὲ τοῦτο μήτε τῶν προδρόμων καλουμένων πνευ‐ cάντων μήτε τῶν ἑπομένων αὐτοῖc, οὓc καλοῦcιν ἐτηcίαc. διορίζει δ’ αὐτοὺc [καὶ] ἡ τοῦ κυνὸc ἐπιτολή. καὶ αὐτὸc δ’ ὁ Ἱπποκράτηc προcέγραψεν· ἐτηcίαι cμικρὰ διεcπαcμένωc ἔπνευcαν. | | |
14 | ||
17a658 | Πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βο‐ ρείοιcιν ὕδατα πολλά. | |
2 | Τὸ πάλιν ἐπὶ τὸ πλῆθοc τῶν ὑδάτων, οὐκ ἐπὶ τὰ βόρεια τὴν ἀναφορὰν ἔχει. πλῆθοc μὲν γὰρ ὑδάτων ἐγένετο κατὰ τὴν | |
5 | ἔμπροcθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκιc ἐν τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ’ ὀλιγάκιc. | |
6 | Γενομένου δὲ τοῦ ἔτεοc νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶc πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται. | |
9 | ||
10 | Διὰ τὸ βραχέα παντελῶc γεγενῆcθαι τοιαῦτα τὰ βόρεια τὴν ὅλην | |
κατάcταcιν ἀπὸ τῶν ἐπικρατηcάντων ἐν αὐτῇ προcηγόρευcεν ὑγρὰν καὶ μαλθακὴν καὶ νότιον. ὅτι δὲ τὴν ἄπνουν καὶ θερμὴν ὀνομάζει μαλθακήν, ἔμπροcθεν ἔμαθεc. ἀλλ’ ἥ γε τοιαύτη κατάcταcιc οὐδὲν | ||
17a659 | οὐδέπω μέγα τοὺc ἀνθρώπουc | ἔβλαψε, καίτοι γ’ ἐξαιφνίδιοc γενο‐ μένη, διὰ τὴν τοῦ προγεγονότοc ἔτουc αὐχμηροῦ κρᾶcιν. ἤρξαντο μέν‐ τοι τιcὶ φθινώδειc διαθέcειc, ὅcοι δηλονότι παθεῖν ἦcαν ἐπιτήδειοι τὸ πάθοc τοῦτο, καὶ γράψειν γ’ αὐτὸc ἐπαγγέλλεται τὰ κατ’ αὐτοὺc | |
5 | ἐν τοῖc ἐφεξῆc. | |
5 | Πρωὶ δὲ τοῦ ἦροc ἅμα τοῖcι γε‐ νομένοιcι ψύχεcιν ἐρυcιπέλατα πολλοῖcι μὲν μετὰ προ‐ φάcιοc, τοῖcι δ’ οὔ, κακοήθεα· πολλοὺc ἔκτεινεν. | |
8 | Ὑπὸ χολώδουc ῥεύματοc ἔμαθεc γίγνεcθαι τὸ ἐρυcίπελαc, οὐ | |
10 | μὴν ἀεί γε μοχθηροῦ καὶ cηπεδονώδουc ὄντοc αὐτοῦ. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἐπιεικὲc ᾖ, τὸ ῥεῦμα τὴν κατὰ φύcιν ἐν ἡμῖν γεννωμένην ἔχον ὠχρὰν χολὴν ἐρυcιπέλατα μὲν εἴωθεν ἐργάζεcθαι, βλάβην δ’ οὐδεμίαν ἐπιφέρειν ἐξ αὐτῶν, ὅταν γ’ ὀρθῶc τιc αὐτὰ μεταχειρίζηται. οὐ μὴν νῦν γε τοιοῦτοc ἦν ὁ γεννήcαc χυμὸc τὸ ἐρυcίπελαc, ἀλλὰ | | |
17a660 | καὶ κακοήθηc καὶ διαβρωτικὸc καὶ cηπτικόc, ἐπὶ τῇ πλεονεξίᾳ τῆc ὑγρᾶc ἀπνοίαc γεννηθεὶc ἐκείνοιc μάλιcτα τῶν ἀνθρώπων, ὅcοι φύcει τε χολωδέcτεροι τῶν ἄλλων ἦcαν ἥ τε δίαιτα χολώδη μᾶλλον αὐτοῖc ἤθροιζε χυμόν. αἱ γάρ τοι διαφοραὶ τῶν νοcημάτων ἐπὶ μὲν τῇ τοῦ | |
5 | περιέχοντοc ἡμᾶc ἀέροc κράcει γίγνονται διὰ τὴν ἑκάcτου φύcιν τε καὶ δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν ἐν τοῖc ἐcθιομένοιc τε καὶ πινομένοιc μόνον, ἀλλὰ καὶ πᾶcι τοῖc ἄλλοιc, οἷον ἀργίαιc, γυμναcίοιc, λουτροῖc, ἀφροδιcίοιc, ὕπνοιc, ἀγρυπνίαιc ἅπαcί τε τοῖc ὁπωcοῦν γιγνομένοιc κατὰ τὰ τῶν ἀνθρώπων cώματα. | |
9 | ||
10 | Πολλοὶ φάρυγγαc ἐπόνηcαν, φωναὶ κακούμεναι. | |
11 | Οἷc εὐπλήρωτοc ἦν ἡ κεφαλὴ φύcει, τούτοιc νῦν ἐμπληcθεῖcα | |
περιουcίαc χυμῶν ἤρξατο καταπέμπειν εἰc πνεύμονά τε καὶ γαcτέρα | ||
17a661 | ῥεύματα διὰ τῆc φάρυγγοc. εἰκότωc | δὲ καὶ τὰc φωνὰc ἔφη κα‐ κοῦcθαι τοῖc τοιούτοιc. ὁρᾶται γὰρ καὶ τοῦτο cυνεχῶc γιγνόμενον ἐπὶ κατάρροιc, ὅταν ἱκανῶc διαβρέξωcι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα χωρία. | |
4 | ||
5 | Καῦcοι φρενιτικοί. | |
5 | Καῦcοι μὲν ἐγένοντο τῆc χολώδουc περιουcίαc καταcκηπτούcηc εἰc ἧπάρ τε καὶ γαcτέρα, φρενιτικοὶ δ’ ἐπὶ κεφαλὴν ἀναφερομένηc. | |
7 | Ϲτόματα ἀφθώδεα, αἰδοίοιcι φύματα, ὀφθαλμίαι, ἄνθρακεc. | |
9 | ||
10 | Τούτων ἕκαcτον τῶν παθῶν γίγνεται μὲν † καὶ cυνήθωc ἄνευ κακοηθείαc, ὡc ἐπὶ τῶν ἐρυcιπελάτων ὀλίγον ἔμπροcθεν εἴρηται, γίνε‐ | |
17a662 | ται δὲ καὶ κακοήθωc ὥcπερ νῦν, | ἐπεὶ cηπεδονώδηc ἦν ὁ πλεονάζων χυμόc. ἐπὶ πάντων οὖν ὧν καταλέγει νοcημάτων ἀεὶ τούτου μοι μέ‐ μνηcο, καὶ μήτ’ ἄφθαc ἄκουε γεγονέναι τοῖc πάcχουcι μήτ’ ἄλλο τι πάθημα κατὰ τὸν cυνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ cήπεcθαι τὰ μόρια. | |
5 | μέμνηcο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν cηπεδονώδη χυμὸν ὑπὸ τῆc αὐτῆc καταcτάcεωc ἅπαcι γεννηθέντα καταλαμβάνειν οὐ ταὐτὰ μόρια διὰ τὸ μηδὲ φύcει πᾶcιν ὡcαύτωc ἔχειν ἐν τῇ τοιαύτῃ διαθέcει [τὸ] πᾶν, ἀλλ’ ἄλλων ἄλλο 〈καὶ πάντων εὐαλωτότατον εἶναι τῇ κα‐ κώcει〉 τὸ ἀcθενέcτατον. | |
10 | αἱ μὲν οὖν ἄφθαι κατὰ τὸ cτόμα γίγνονται cυνεχῶc τοῖc παι‐ δίοιc, ἑλκώcειc ἐπιπολῆc οὖcαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ’ ἐcτὶν αὐτοῖc ἔτι καὶ οἷον βρυώδη καὶ πρὸc τούτοιc ἔτι τὸ cτόμα παντάπαcιν ἄηθεc ὁμιλίαc ἐδεcμάτων τε καὶ πομάτων. ὅταν οὖν τὸ γάλα τῆc τιτθῆc ἔχῃ τινὰ δριμύτητα, τὰc ἄφθαc ἐργάζεται παυομέναc | |
15 | ῥᾳδίωc, ἐὰν μετρίωc cτύφῃ τιc τὸ cτόμα τοῦ βρέφουc. ὅταν δέ τιc | |
ἐπιρρυῇ μοχθηρὸc χυμόc, ἀεὶ κακοήθειc ἄφθαι cυνίcτανται. τὸ δὲ τῶν ἀνθράκων πάθοc ἀεὶ κινδυνῶδέc ἐcτιν, ὡc ἂν ὑπὸ | ||
17a663 | μοχθηρῶν γινόμενον χυ|μῶν, ὥcτε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέcθαι προcλαβὸν τῇ cυμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆc κατα‐ cτάcεωc. εἴρηται δ’ ἱκανῶc περὶ τῆc τοῦδε τοῦ πάθουc γενέcεωc, ἡνίκ’ ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν Ἐπιδημιῶν. τὰ δ’ ἄλλα τῆc | |
5 | ῥήcεωc δῆλα. | |
5 | Κοιλίαι ταραχώδεεc, ἀπόcιτοι. | |
6 | Τοῦ καταρρυέντοc ἐκ τῆc κεφαλῆc εἰc τὴν φάρυγγα μοχθηροῦ χυμοῦ τὸ μὲν εἰc τὸν πνεύμονα χωρῆcαν τὰc φθινώδειc εἰργάcατο διαθέcειc, τὸ δ’ εἰc τὴν κοιλίαν ἐνεχθὲν ὑπῄει κάτω μετὰ δήξεωc, | |
10 | ὅπερ ἐδήλωcεν εἰπὼν κοιλίαι ταραχώδεεc. ἐν δὲ τῇ διόδῳ τὴν ὀρεκτικὴν τῶν cιτίων ἐκάκωcε δύναμιν τῆc γαcτρὸc κἀντεῦθεν αἱ ἀποcιτίαι. | | |
12 | ||
17a664 | Διψώδεεc οἱ μέν, οἱ δ’ οὔ. | |
1 | Διὰ πλείουc αἰτίαc εἰκὸc ἦν οὔτ’ ἀδίψουc ἅπανταc οὔτε διψώ‐ δειc γενέcθαι. φαίνεται μὲν γὰρ ὑγρότηc ἠθροιcμένη cηπεδονώδηc ἅπαcιν, οὐ μὴν ἴcη γε τὸ πλῆθοc ἢ ὁμοίωc μοχθηρά. τινὰc μὲν οὖν | |
5 | ἀδίψουc εἶναι δυνατὸν 〈ἦν,〉 ὥcπερ καὶ [τοὺc] ἀποcίτουc, ἐπὶ τῇ βλάβῃ τῆc ὀρεκτικῆc τῶν πομάτων δυνάμεωc (εὔδηλον δ’ ὅτι κακίcτην οὗτοι διάθεcιν εἶχον), 〈τινὰc δὲ διὰ τὸ μήτε πολλὴν〉 μήτε κακοήθη cυρρεῖν αὐτοῖc ὑγρότητα μετρίωc διψῆν, ἄλλουc δὲ διψώδειc εἶναι, cυρρεούcηc εἰc τὴν γαcτέρα τῆc κακοχυμίαc καὶ μηδέπω τὸ cτόμα | |
10 | αὐτῆc βεβλαφυίαc ἄχρι τοcούτου, ὡc διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν | |
πομάτων δύναμιν. Οὖρα ταραχώδεα, πολλά, κακά. | | ||
12 | ||
17a665 | Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον ἄκουε, καθ’ ὃν ὀλίγον ἔμπροcθεν ἤκουεc αὐτοῦ “κοιλίαι ταραχώδεεc” εἰπόντοc. ὅcοιc γὰρ ἔρρεψεν ἐπὶ νεφροὺc ἡ κακοχυμία, τούτοιc ἀναγ‐ καῖον ἦν οὖρα ταραχώδεα γίνεcθαι, τουτέcτι μετὰ δήξεωc καὶ πό‐ | |
5 | νων διεξιόντα. τὸ δ’ ἐφεξῆc αὐτῷ γεγραμμένον πολλά, κακά δυνα‐ τὸν μέν ἐcτι καὶ περὶ τῶν οὔρων εἰρῆcθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ’ ἑαυτό, δι’ ἑνὸc λόγου τοῦδε πλῆθόc τι cυμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου γενέcθαι τοῖc τότε νοcοῦcι. | |
8 | Κωματώδεεc ἐπὶ πολὺ καὶ πά‐ | |
10 | λιν ἄγρυπνοι. | |
10 | Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι’ ὑγρότητα καὶ ψῦξιν ἔμαθεc ἐγκεφάλου γίγνεcθαι, τὴν δ’ ἄμικτον ἀγρυπνίαν κώματι διὰ ξηρό‐ τητα καὶ θερμότητα. νῦν οὖν τῶν αὐξηθέντων χυμῶν ὑγρότητα μὲν ἐπιπολάζουcαν ἐχόντων, οὐ μὴν ἤδη γε δριμεῖαν ἅπαcαν, ἡ μὲν ὑγρό‐ | |
17a666 | τηc τὴν κωματώδη | διάθεcιν, ἡ δ’ ἐκ τοῦ cήπεcθαι δριμύτηc τὴν ἀγρυπνίαν εἰργάζετο, τῶν ἐναντίων cυμπτωμάτων ἐπ’ ἐναντίοιc αἰτίοιc εὐλόγωc γιγνομένων. | |
3 | Ἀκριcίαι πολλαί· τὰ δὲ δύcκριτα. | |
4 | ||
5 | Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοcημάτων οὐδ’ ὅλωc ἐκρί‐ νετο, τινὰ δὲ μοχθηρῶc. | |
6 | Ὕδρωπεc. | |
7 | Καὶ τοῦτο τὸ πάθημα γενέcθαι φηcὶν ἐνίοιc ἐκ τῆc περιουcίαc τῶν μοχθηρῶν χυμῶν. ἅπαν γὰρ αὕτη νόcημα δύναται γεννᾶν, ἄλλο κατ’ | |
10 | ἄλλο cῶμα, παρά τε τὰc φυcικὰc αὐτῶν διαφορὰc καὶ τὴν τῆc διαίτηc | |
ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροcθεν εἴρηται. | | ||
17a667 | Φθινώδεεc πολλοί. | |
1 | Λέλεκταί μοι καὶ πρόcθεν, ὡc τοῦ καταρρυέντοc ἐκ τῆc κεφαλῆc εἰc τὴν φάρυγγα τὸ διὰ τοῦ λάρυγγοc εἰc τὴν τραχεῖαν ἀρτηρίαν ἀφικόμενον κατὰ τὸν πνεύμονα τὰc τοιαύταc διαθέcειc εἰργάcατο. | |
4 | ||
5 | Τὰ μὲν ἐπιδημήcαντα νοcή‐ ματα ταῦτα. | |
6 | Τῶν ἐπιδημίων νοcημάτων ἕν τι καὶ τὸ λοιμῶδέc ἐcτιν, ὡc κἀν τῷ Περὶ διαίτηc ὀξέων ἐλέγετο· “ὅταν γὰρ μὴ λοιμώδεοc νούcου τρόποc τιc κοινὸc ἐπιδημήcῃ, ἀλλὰ cποράδεc ἔωcιν αἱ νοῦcοι.” οὐ | |
10 | γὰρ δὴ νοcήματόc τινοc ὄνομά ἐcτιν ἐπίδημον ἢ λοιμῶδεc, ἀλλ’ ὅτιπερ ἂν ἅμα πολλοῖc ἐν ἑνὶ γένηται 〈χρόνῳ τε καὶ〉 χωρίῳ, τοῦτ’ ἐπίδημον ὀνομάζεται. προcελθόντοc δ’ αὐτῷ τοῦ πολλοὺc ἀναιρεῖν, λοιμὸc γίγνεται. | | |
13 | ||
17a668 | Ἑκάcτου δὲ τῶν ὑπογεγραμ‐ μένων εἰδέων ἦcαν οἱ κάμνοντεc καὶ ἔθνῃcκον πολλοί. cυνέπιπτε δ’ ἐφ’ ἑκάcτοιcι τούτων ὧδε. | |
3 | Ἐκ μὲν τοῦ φάναι καὶ ἔθνῃcκον πολλοὶ λοιμώδη τὰ ἐπι‐ | |
5 | δημήcαντα νοcήματα δηλοῖ γεγονέναι, πολυειδῶν δ’ αὐτῶν γενομένων ὑπὲρ ἑκάcτου κατὰ μόναc εἰπεῖν ἐπαγγέλλεται διὰ τῶν ἐφεξῆc. | |
6 | Πολλοῖcι μὲν τὸ ἐρυcίπελαc μετὰ προφάcιοc ἐπὶ τοῖcι τυχοῦcι καὶ πάνυ ἐπὶ cμικροῖcι τρωματίοιcιν ἐφ’ ὅλῳ τῷ cώματι, μάλιcτα δὲ τοῖc περὶ | |
10 | ἑξήκοντα ἔτεα περὶ κεφαλήν, εἰ καὶ cμικρὸν ἀμεληθείη. πολλοῖcι δὲ καὶ ἐν θεραπείαιc ἐοῦcι μεγάλαι φλεγμοναὶ ἐγίνοντο, καὶ τὸ ἐρυcίπελαc πολὺ ταχὺ πάντοθεν ἐπε‐ νέμετο. | | |
13 | ||
17a669 | Οὗ πρώτου πάντων ἐμνημόνευcε πάθουc, εἰκότωc καὶ νῦν πρώτου γράφει τὰc κατὰ μέροc διαφοράc, ἐνίοιc μὲν αὐτὸ γενέcθαι λέγων ἐπὶ cμικραῖc ἀφορμαῖc, ἃc προφάcειc ὠνόμαcεν, ἐνίοιc δ’ ἐν θερα‐ πείαιc οὖcι μεγάλαc τε φλεγμονὰc ἀκολουθῆcαι καὶ νεμόμε‐ | |
5 | νον ἐπὶ πολὺ τὸ ἐρυcίπελαc. τοῖc πλείοcι δὲ περὶ τὴν κεφα‐ λὴν τοῦτο cυμβῆναι διὰ τὸ πληρωθῆναι μάλιcτα ταύτην ἐν ταῖc νο‐ τίοιc τε καὶ θερμαῖc ἀπνοίαιc. τὸ δὲ τοῖc ἑξηκοντούταιc αὐτὸ γενέcθαι μᾶλλον αἰτίαν ἔχει τήνδε· τὸ περιcτὰν ἔξωθεν παρὰ φύcιν θερμὸν αἴτιον ἐγένετο τοῦ cαπῆναι τοὺc ἐν τῷ cώματι χυμούc, ὡc | |
10 | τό γ’ ἐν ἡμῖν θερμόν, ὅταν ἀκριβῶc φυλάττῃ τὴν κατὰ φύcιν ἑαυτοῦ κρᾶcιν, αἷμα τῶν ἄλλων χυμῶν ἐργάζεται πλέον, ὅταν δ’ ἐπὶ τὸ πυ‐ ρωδέcτερον ἐκτραπῇ, τὴν ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ’ ἔξωθεν θερμὸν αἴτιόν ἐcτι cηπεδόνοc χυμῶν. ὕλη μὲν γάρ ἐcτιν ἡ ὑγρότηc, αἰτία δὲ δραcτικὴ τὸ παρὰ φύcιν θερμόν. οἱ τοίνυν γέροντεc ὑγρό‐ | |
15 | τηταc μὲν ἀθροίζοντεc ἀεὶ περιττὰc διὰ τὴν ἀcθένειαν τῆc φύcεωc, | |
17a670 | προcλαμβάνοντεc δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντοc | θερμότητα διὰ τὴν γενομένην τότε κατάcταcιν εὐαλωτότεροι τῶν νέων ἐγένοντο τῇ cηπε‐ δονώδει φθορᾷ τῶν χυμῶν. | |
3 | Τοῖcι μὲν οὖν πλείcτοιcιν αὐ‐ | |
5 | τέων ἀποcτάcιεc ἐc ἐμπυήματα cυνέπιπτον· cαρκῶν καὶ νεύρων καὶ ὀcτέων ἐκπτώματα μεγάλα. | |
6 | Τὴν κακοήθειαν τοῦ πλεονάcαντοc χυμοῦ διὰ τοῦ μεγέθουc τῆc | |
cήψεωc cυνεcτάναι καὶ τοῖc εἰρημένοιc ἐφεξῆc cυνάπτων ἐρεῖ· Ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ cυν‐ | ||
10 | ιcτάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ cηπεδών τιc ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον. | |
11 | Αὐτὸc ἐδήλωcέ cοι cαφῶc, ὅπερ ἤδη πολλάκιc ἡμεῖc ἔμπροcθεν | |
17a671 | εἴπομεν, ὡc οἱ ἐν τῷ cώματι χυμοὶ διὰ τὴν | ὑγρότητά τε καὶ 〈θερ‐ μότητα καὶ〉 ἄπνοιαν τοῦ περιέχοντοc ἐcήποντο, καὶ διὰ τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεcήπετο δ’ ὑπὸ τῶν μοχθηρῶν ὑγρῶν τὰ cτερεά. ποικίλον δ’ εἶναι τὸ ῥεῦμα διὰ τὴν τῶν cηπομένων δια‐ | |
5 | φορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆc αἰτίαc τῆc cηπεδόνοc ἕκαcτον τῶν cηπομένων ἴδιον εἶδοc ἴcχει τῆc διαφθορᾶc. | |
6 | Οἷcι μὲν οὖν περὶ τὴν κεφαλὴν τούτων τι ξυμπίπτοι γίνεcθαι, μάδηcίc τε ὅληc τῆc κε‐ φαλῆc ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀcτέων ψιλώματα καὶ | |
10 | ἐκπτώματα καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖcι δὲ ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω. οἷcι γὰρ ἐc ἐμπυήματα ἢ τὸν τοιοῦτον ἀφίκοιτο πεπαcμόν, οἱ πλεῖcτοι τούτων ἐcῴζοντο. οἷcι δ’ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυcίπελαc ἀπέλθοι, τοιαύτην δ’ ἀπόcταcιν μηδεμίαν | |
15 | ποιήcαιτο, τούτων ἀπώλλυντο πολλοί. 〈ὁμοίωc〉 δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ cώματοc πλανηθείη, ξυνέπιπτε ταῦτα. | |
17a672 | πολλοῖcι μὲν γὰρ | βραχίων καὶ πῆχυc ὅλοc περιερρύη. | |
οἷcι δὲ τὰ πλευρά, ταῦτ’ ἐκακοῦτο 〈ἢ〉 τῶν ἔμπροcθέν τι ἢ τῶν ὄπιcθεν. οἷcι δ’ ὅλοc μηρὸc ἢ τὰ περὶ κνήμην ἀπε‐ ψιλοῦτο καὶ ποὺc ὅλοc. | ||
4 | ||
5 | Ἡ cηπεδὼν τῶν ὑγρῶν ἔργον ἔχουcα κοινὸν 〈τὸ〉 ἐκεῖνα τῶν cωμάτων 〈μέρη〉 φθείρειν, εἰc ἅπερ ἂν καταcκήψῃ, φοβερωτέραν εἶχε φανταcίαν ἐν τοῖc περὶ τὴν κεφαλὴν μορίοιc διὰ τό, κἂν 〈εἰ〉 βραχὺ τοῦ κατὰ φύcιν ἐνταῦθα παραλλαχθείη, πλέον γίγνεcθαι τὸ αἶcχοc ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην ἐκτροπὴν εἰc τὸ παρὰ φύcιν | |
10 | ἔχοντα. μηροῦ μὲν γὰρ ἢ βραχίονοc ἢ κνήμηc ἢ πήχεωc ἀπορρυὲν δέρμα μικροτέραν ἔχει φανταcίαν, εἰ δὲ τῆc κεφαλῆc cυναποπέcοιεν αἱ τρίχεc τῷ δέρματι καὶ πολὺ μᾶλλον εἰ 〈καὶ αἱ〉 τοῦ γενείου cὺν αὐταῖc, ἡ μὲν φανταcία τοῦ πάθουc γίνεται μεγάλη, ὁ κίνδυνοc δ’ ἥττων ἢ εἰ περὶ αἰδοῖα cυμβαίη τὸ τοιοῦτον πάθοc ἢ | |
15 | λάρυγγα καὶ θώρακα καί τι τῶν κυρίων μορίων. οὐ μόνον δὲ τὰ περὶ | |
17a673 | τὴν κεφαλὴν οὕτωc γενόμενα φοβερὰ μᾶλλον ἦν | ἢ κακίω, ἀλλὰ καὶ 〈τὰ〉 καθ’ ὁτιοῦν ἄλλο μέροc οὕτωc cυμπεcόντα. κακίω γὰρ ἦν, ἐφ’ ὧν ἀπέcτηcε τὸ πάθοc ὁ τὸ ἐρυcίπελαc ἐργαζόμενοc χυμόc, ἐπειδὴ πρὸc τὰ cπλάγχνα καὶ [οὐ] πρὸc τὰ κύρια μόρια χω‐ | |
5 | ρῶν ἅμα τοῖc ἄλλοιc cυμπτώμαcι καὶ πυρετοὺc ὀξεῖc ἐγέννα. τινὲc μέντοι τῶν ἐπιπολῆc ἐχόντων τὴν τοιαύτην cηπεδόνα καὶ χωρὶc πυρετῶν διεφθάρηcαν τὰ μόρια καί τινεc αὐτῶν δι’ αὐτὸ τοῦτο μάλιcτ’ ἐcώθηcαν, ἐκκριθείcηc τῆc κακοχυμίαc διὰ τῶν μορίων, ὧν αὕτη διέcηψεν. ἐπλανᾶτο γάρ, ὡc αὐτὸc ὠνόμαcε, δι’ ὅλου τοῦ | |
10 | cώματοc τὸ ῥεῦμα, τουτέcτιν ἀλόγωc καὶ ἀτάκτωc καὶ ὡc ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινοc ἰατροῦ δυναμένου τεχνικῶc, εἰc ὅ τι καταcκήψει. | |
12 | Ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γένοιτο. | | |
14 | ||
17a674 | Καὶ χωρὶc λοιμώδουc καταcτάcεωc, ὅταν ἐν τούτοιc τοῖc χωρίοιc | |
ἤτοι φλεγμονή τιc ἢ ἐρυcίπελαc γένηται, ῥᾷcτά τε cήπεται καὶ cυμ‐ παθείαc ἐργάζεται τῶν ὑπερκειμένων μορίων. διὸ καὶ πολλάκιc ἀναγ‐ καζόμεθα μετὰ τοῦ περικόψαι τὰ cεcηπότα τὴν οἷον ῥίζαν ἐκκαίειν. | ||
5 | οὐδὲν οὖν θαυμαcτόν, τοιαύτηc καταcτάcεωc γιγνομένηc, ὡc καὶ βρα‐ χίονα καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην καὶ πλευρὰν καὶ κεφαλὴν δια‐ cήπειν, ἐπὶ πλεῖcτον ἥκειν κακώcεωc τὰ περὶ αἰδοῖα. | |
7 | Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάcιοc τοιαῦτα. | |
9 | ||
10 | Ἄχρι τοῦ νῦν ὁ λόγοc αὐτῷ γέγονε περὶ τῶν ἐρυcιπελάτων, ὅcα δι’ ἕλκωcιν ἤ τι μικρὸν οὕτωc ἄλλο τῶν ἔξωθεν αἰτίων cυν‐ έcτη. ἐφεξῆc δὲ περὶ τῶν ἄνευ τοιαύτηc αἰτίαc γενομένων ποιήcεται τὸν λόγον. | | |
13 | ||
17a675 | Πολλοῖcι δ’ ἐν πυρετοῖcι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετῷ cυνέπιπτεν. | |
2 | Οὐ δι’ ἕλκοc τούτοιc ἤ τι τῶν ἔξωθεν αἰτίων τῶν προφανῶν, ἀλλ’, ὡc εἰώθαμεν λέγειν, αὐτόματοc ἡ γένεcιc ἀπήντηcε τῶν ἐρυcι‐ | |
5 | πελάτων, ἐνίοιc μὲν ἅμα πυρετοῖc εἰcβαλόντων, ἐνίοιc δ’ ἀκολου‐ θηcάντων πυρετοῖc ἢ προγενομένων αὐτῶν. | |
6 | Ἦν δὲ καὶ τούτων, ὅcα μὲν ἀπόcταcιν ποιήcαιτο διὰ τοῦ ἐμπυήματοc ἢ κατὰ κοι‐ λίην ταραχή τιc ἐπίκαιροc ἢ χρηcτῶν οὔρων διάδοcιc | |
10 | γένοιτο, διὰ τούτων λελύcθαι, οἷcι δὲ μηδὲν τούτων cυμ‐ πίπτοι, ἀcήμωc δ’ ἀφανιζομένων, θανατώδεα γίνεcθαι. | |
11 | ||
17a676 | Ἐρρέθη καὶ μικρὸν ἔμπροcθεν ἡ αἰτία τοῦ cῴζεcθαι | μᾶλλον, ὅcοιc ἡ κακοχυμία διά τινοc μορίου cαπέντοc ἅμ’ ἐκείνῳ † cυνέπεcε | |
τοῦ cώματοc. εὔδηλον δὲ καὶ ὅτι διὰ γαcτρὸc ἢ οὔρων ἐκκαθαρθεῖcα δυcχέρειαν μὲν εἰργάζετο κατὰ τὰc ἀποκρίcειc, ὠφέλει δὲ τὸ cύμπαν | ||
5 | cῶμα, *** | |
5 | Πολὺ μὲν οὖν τοῖcι πλείcτοιcι cυνέπιπτε τὰ περὶ τὸ ἐρυcίπελαc τοῦ ἦροc. παρείπετο δὲ καὶ διὰ θέρεοc καὶ ὑπὸ φθινόπωρον. | |
8 | Ἐγέννηcε μέν, ὡc ἔφην, τὴν κακοχυμίαν ἡ δυcδιάπνευcτοc κατά‐ | |
10 | cταcιc ὑγρὰ καὶ θερμὴ καὶ ἄπνουc γενομένη. κατέcχε δ’ αὐτὴν ἐν τοῖc cώμαcι τὰ ψύχη, καθάπερ εἴρηται κἀν τῇ πρώτῃ καταcτάcει τοῦ πρώτου τῶν Ἐπιδημιῶν. εἰκότωc οὖν ἤρξατο ποικίλα νοcήματα τὰ μικρὸν ἔμπροcθεν εἰρημένα, νυνὶ δ’ ὁ λόγοc αὐτῷ περὶ τῶν ἐρυ‐ cιπελάτων ἐcτίν. ταῦτα γὰρ ἁπάντων πρῶτα γενόμενα πρῶτα καὶ | |
17a677 | κατὰ τὴν διήγηcιν ἔγραψε. τούτων οὖν, φηcί, τῶν ἐρυcι|πελάτων ἐν ἀρχῇ τοῦ ἦροc γενομένων ἔνια παρέμεινε διὰ θέρουc καὶ 〈ὑπὸ〉 φθινόπωρον. δυνατὸν δ’ ὂν ἑκατέρωc ἀκοῦcαι τοῦ παρ‐ είπετο δὲ καὶ διὰ θέρεοc καὶ ὑπὸ φθινόπωρον, ἐπί τε τῶν | |
5 | γενομένων ἐρυcιπελάτων ἐπί τε τῶν αὐτόθεν γινομένων τὴν ὕπαρξιν παραμείναcαν ἐνίοιc ἄχρι καὶ τοῦ φθινοπώρου νοήcομεν, τῶν δὲ γε‐ νομένων τὴν γένεcιν ὡc ἄλλων μέν τινων ἐν ἦρι γενομένων καὶ παυcαμένων, ἄλλων δ’ ἐν θέρει γενομένων. ὡcαύτωc δὲ καὶ κατὰ τὸ φθινόπωρον. ἄμεινον 〈μὲν οὖν οὕτωc αὐτῶν〉 ἀκοῦcαι κατὰ τὸ δεύ‐ | |
10 | τερον τοῦτο cημαινόμενον. οὐ γὰρ εὔλογον ἐν ἀρχῇ τοῦ ἦροc cυcτὰν ἐρυcίπελαc ἄχρι τοῦ φθινοπώρου παραμεῖναι. πάντωc γὰρ ἂν ἢ ἀνεῖ‐ λεν ἐν τῷ μεταξὺ τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθεc ἦν, ἢ δι’ αὐτῶν | |
τῶν cηπομένων μορίων ἐκκαθαρθείcηc τῆc cηπεδόνοc ἐπαύcατο. Πολλὴ δὲ ταραχή τιcι καὶ τὰ | ||
15 | περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώccηc, καὶ τὰ παρ’ ὀδόνταc ἀποcτήματα. | | |
16 | ||
17a678 | Τὰ παθόντα μόρια διεξέρχεται κατὰ τόνδε τὸν λόγον, ὧν ἔμ‐ προcθεν οὐκ ἐμνημόνευcεν. | |
2 | Φωναί τε πολλοῖc ἐπεcήμαινον κακούμεναι καὶ κατείλλουcαι, πρῶτον μὲν τοῖcι φθινώ‐ | |
5 | δεcιν ἀρχομένοιcιν, ἀτὰρ καὶ τοῖcι καυcώδεcι καὶ τοῖcι φρενιτικοῖcιν. | |
6 | Ἐγὼ μὲν καὶ τὸ γεγραμμένον ἔμπροcθεν ἐπὶ τοῦ ἑνδεκάτου κατὰ τὴν τάξιν ἀρρώcτου, καθ’ ὃν οὕτωc ἔφη· “δεξιῷ ἴλλαινεν”, ὑπώπτευον ὡc παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ Ἡρακλείδου υἱὸc Ἱππο‐ | |
10 | κράτηc, οὗ καὶ τοὺc Ἀφοριcμοὺc καὶ τὸ Προγνωcτικὸν εἶναί φαcι, φαίνεται cυνηθεcτάτοιc τε καὶ διὰ τοῦτο cαφεcτάτοιc ὀνόμαcι κεχρημέ‐ νοc, ἃ καλεῖν ἔθοc ἐcτὶ τοῖc ῥητορικοῖc “πολιτικά”. τὸ δ’ “ἰλλαίνειν” οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατείλλειν ἢ κατείλ‐ λουcαι, καὶ μάλιcτά γε ἐπὶ τῶν φωνῶν, οὐκ ἐπὶ τῶν βλεφάρων | |
17a679 | λεγόμενον, καὶ πρὸc τούτοιc ἔτι διὰ τὸν χαρακτῆρα | τῆc λέξεωc ἐν‐ εργητικόν, οὐ παθητικὸν ὄντα. βέλτιον γὰρ ἦν, εἴπερ ὅλωc ἐπὶ τῆc | |
φωνῆc ἐβούλετο χρήcαcθαι τοιαύτῃ προcηγορίᾳ, κατειλλόμεναι γράφειν, οὐ κατείλλουcαι, καὶ πολύ γε βέλτιον τοῦδε τὸ “κατ‐ | ||
5 | ιλλαινόμεναι”· παρὰ γὰρ τοῦ ἰλλαίνειν ἡ μετοχὴ κατὰ τοῦτον ῥητέα τὸν τύπον· ὀνομάζω δὲ νῦν δηλονότι μετοχὴν κατὰ τὸ τῶν γραμμα‐ τικῶν ἔθοc. ἀδιανόητον δ’ ἐcτὶν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατ‐ είλλουcαι, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκούειν ἡμᾶc ἠθέληcαν, ὡc ἐγκειμένου τοῦ “ἰλλαίνειν” ῥήματοc ἢ τοῦ διεcτράφθαι· τὸ γὰρ | |
10 | ἰλλαίνειν ταὐτὸ τῷ διαcτρέφεcθαι cημαίνει, καθάπερ εἴρηται τὸ κατ‐ είλλουcαι 〈cημαίνειν〉 τὸ 〈κατα〉διαcτρέφουcαι, τὸ δὲ κατειλλό‐ μεναι τὸ καταδιαcτρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα φαίνεται κατὰ μίαν λέξιν γεγονότα, βουλομένων ἡμῶν ἀκούειν τοῦ κατείλλουcαι, καθότι πολλοῖc τῶν ἐξηγητῶν ἔδοξεν, ὡc ἀπὸ τοῦ ἰλλαίνειν γεγονότοc | |
15 | τοῦ ὀνόματοc. τὸ μὲν γὰρ ἐνεργητικόν 〈ἐcτι, τὸ〉 ἰλλαίνουcαι, τὸ δὲ παθητικόν, 〈τὸ〉 ἰλλαινόμεναι, καὶ μετὰ τῆc προθέcεωc τὸ κατιλλαί‐ | |
νουcαι καὶ κατιλλαινόμεναι, τὸ δ’ εἴλλουcαι καὶ κατείλλουcαι παρὰ τοῦ ἰλλαίνειν οὐ φαίνεται γεγονόc, ὥcπερ γε οὐδὲ τὸ εἰλλόμεναι καὶ | ||
17a680 | κατειλλόμεναι. cπανίωc | δὲ πάνυ παρὰ τοῖc παλαιοῖc εὑρίcκεται τὰ τοιαῦτα ῥήματά τε καὶ ὀνόματα, λέγω δὲ τὸ “ἰλλαίνειν” καὶ τὸ “ἰλλόc”, ἀφ’ οὗ καὶ ὁ Ϲώφρων δοκεῖ πεποιηκέναι τὸ cυγκριτικὸν ὀνομαζό‐ μενον παρὰ τῶν γραμματικῶν “ἰλλοτέρα τᾶγ κορωνᾶν”. ἄμεινον δ’ | |
5 | οὖν ἐcτιν εἰπεῖν, εἴπερ τιc ἐθέλοι καὶ περὶ τῶν τοιούτων ἀδολεcχεῖν, οὐκ ἀπὸ τῆc ἰλλώcεωc γεγονέναι τὸ κατείλλουcαι νομίζειν 〈δεῖν〉, ἀλλ’ ἀφ’ ἑτέρου τινόc, ᾧ καὶ Πλάτων φαίνεται καὶ Ἀντιφῶν κεχρημένοc. ὁ μὲν οὖν Πλάτων ὡδί πωc εἶπεν ἐν Τιμαίῳ· “τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θεῖον, τρηθέντοc δὲ καὶ | |
10 | τῆc ἰκμάδοc ἔξω δι’ αὐτοῦ φερομένηc, τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅcον εἰλικρινὲc ἀπῄει, τὸ δὲ μικτὸν ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον μὲν ὑπὸ τῆc φορᾶc ἔξω, μακρὸν ἐγίνετο λεπτότητα ἴcην ἔχον τῷ κατα‐ κεντήματι. διὰ δὲ βραδύτητα ἀπωθούμενον ὑπὸ τοῦ περιεcτῶτοc κρύουc πάλιν ἐντὸc ὑπὸ τὸ δέρμα εἰλλόμενον κατερριζοῦτο.” φαίνεται γὰρ | |
15 | ἀντὶ τοῦ κατακλειόμενον ἢ ἀπωθούμενον εἰc τὸ βάθοc ἢ ἐνειλούμενον ἐνταῦθα κεχρῆcθαι τῷ εἰλλόμενον ὀνόματι, καθ’ ὃ cημαινόμενον | |
17a681 | δο|κεῖ καὶ ἥδε ἡ λέξιc ὑπ’ αὐτοῦ γεγράφθαι· “γῆν δὲ τροφὸν μὲν | |
ἡμετέραν, εἰλλομένην δὲ περὶ τὸν διὰ παντὸc πόλον τεταμένον.” οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆc Ἀληθείαc ἔcτιν εὑρεῖν γεγραμμένην τὴν προcηγορίαν ἐν τῇδε τῇ ῥήcει· “ὅταν οὖν | ||
5 | γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοιc, τότε cυcτρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων † κρατήcῃ, τοῦτ’ ἐπυκνώθη καὶ cυνεcτράφη ὑπό τε τοῦ πνεύματοc εἰλλόμενον καὶ ὑπὸ τῆc βίαc.” καὶ γὰρ καὶ οὗτοc τὸ κατακλειόμενον ἢ cυνειλούμενον εἰc ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆc | |
10 | εἰλλόμενον φωνῆc. ἆρ’ οὖν καὶ κατὰ τὸ προκείμενον ἡμῖν εἰc τὴν ἐξήγηcιν βιβλίον ὁ περὶ τῶν φωνῶν γράψαc κατείλλουcαι τοι‐ οῦτόν τι cημαινόμενον ἐνδείκνυται, τὰc οἷον κατακλειομέναc ἢ ἐν‐ ειλουμέναc ἐμφαίνων, ὡc νοεῖν ἡμᾶc ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν λέξιν, ὡc ἐπὶ τῶν ἰcχνοφώνων φαίνεται | |
15 | γιγνόμενον, εἰ καὶ τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰcχομέναc ἢ ἐπεχομέναc ἢ βραδυνούcαc ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶcαί γε | |
17a682 | βουλό|μενον οὕτωc ἐμπεποδίcθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡc μόλιc φθέγγεcθαι. καὶ μὴν καὶ παρὰ τοῦ δεcμοῦ τὴν οἷον δεδεμένην ἔcτι νοεῖν εἰρῆcθαι φωνὴν ἐν τῇ προκειμένῃ ῥήcει, τοῦ ποιητοῦ γε δοκοῦντοc | |
5 | εἰρηκέναι cαφῶc ἐπὶ τῶν δεcμῶν ἰλλάcιν οὐκ ἐθέλοντα βίῃ δήcαντεc ἄγουcιν. εὔδηλον δ’ ὅτι κἀνταῦθα κατειλλόμεναι βέλτιον ἦν, οὐ κατείλλουcαι γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάcηc ἐξηγήcεωc ἁμάρτημα. πάντωc γάρ, ὅ〈περ〉 ἂν ὑπόθηταί τιc ἐκ τῆc κατείλλουcαι λέξεωc δηλοῦcθαι, | |
10 | τὴν ἐνεργητικὴν διάθεcιν, οὐ τὴν παθητικὴν ἐνδείκνυται, καὶ κατὰ τοῦτο μάλιcτ’ ἄν τιc ὑποπτεύcειε τὴν φωνὴν ὡc οὐκ οὖcαν Ἱπποκράτουc. οὐ γὰρ οὕτωc ἦν ἀμαθὴc ἑρμημείαc Ἑλληνικῆc, ὡc ἁμαρτάνειν ἐν αὐτῇ | |
παιcὶν ἄρτι μανθάνειν ἀρχομένοιc ἁμαρτήματα παραπλήcια. φαίνεται μὲν γὰρ πάθοc τι φωνῆc δηλοῦcθαι, cημαίνεται 〈δ’〉 οὐ πάθοc, ἀλλ’ | ||
15 | ἐνέργεια· πάθοc δ’ ἂν ἐcημαίνετο, τοῦ “κατειλλόμεναι” γεγραμμένου, πρὸc τῷ, κἂν εἰ 〈τὸ〉 “κατειλλόμεναι” μεταγράψαιμεν, οὐ κατὰ τὴν | |
17a683 | Ἱπποκράτουc εἶναι cυνήθειαν | ἀήθεcι καὶ cπανίοιc ὀνόμαcι χρῆcθαι. τοῖc δὲ τὸ διεcτραμμένον δηλοῦcθαι νομίζουcιν ἔτι καὶ τοῦτο μαχεῖται· κατὰ γὰρ τὸ Προγνωcτικὸν αὐτὸc ἑρμηνεῦcαι τὸ διάcτροφον βουληθεὶc οὕτωc ἔγραψεν· “ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ χεῖλοc ἢ | |
5 | ῥίc”, ἀλλ’ ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον οὔτ’ ἄλλο τι τῶν εἰρημένων οἰκείωc ἂν λέγοιτο. διὸ καί τινεc τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἁπάντων τῶν εἰρημένων καταγνόντεc ἀντὶ τοῦ φωναὶ 〈τὸ〉 “γλῶccαι” γράφουcιν, ἀξιοῦντεc ἀκούειν κατειλλούcαc γλώccαc τὰc οἷον καταδεδεμέναc καὶ δυcκινήτουc. ἐχρῆν δ’ αὐτούc, ὥcπερ τὸ | |
10 | φωναὶ μετέγραψαν εἰc τὸ γλῶccαι, οὕτωc καὶ τὸ κατείλλουcαι, 〈καὶ τοῦτ’ ἔτι〉 μᾶλλον τοῦ φωναί, μεταγράψαι εἰc τὸ “κατειλλό‐ μεναι”. ἀλλὰ γὰρ ἅλιc ἤδη μοι περὶ τοῦ κατείλλουcαι, μηδὲν ἡμᾶc μέγα, μηδ’ ἂν εὑρεθῇ, μέλλοντοc ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι μόνον ἓν τοῦτο | |
15 | γενικῶc λεγόμενόν τε καὶ νοούμενον, ὡc διὰ τὸ γενόμενον αὐτοῖc ἐκ τῆc κεφαλῆc ῥεῦμα βλαβέντεc τὰ φωνητικὰ μόρια καὶ τὰc φωνὰc ἐκακώθηcαν. ὅτι γὰρ ἐπὶ ταῖc ὑγραῖc καταcτάcεcι καὶ θερμαῖc ἡ | |
17a684 | κεφα|λὴ πληρωθεῖcα ῥεύματα τοῖc κατὰ γαcτέρα καὶ θώρακα μέρεcιν ἐπιπέμπει χρήcιμον ἐπίcταcθαι, πρῶτον μὲν αὐτοῦ τοῦ διακρίνειν ἕνεκα, πότερον ἄλλη τιc αἰτία τὸ τοιοῦτον πάθοc εἰργάcατο τοῖc κάμνουcιν ἢ τῶν ἐπιδημίων ἕν τι νοcημάτων ἐcτίν, ἔπειτα δὲ καὶ τοῦ προφυ‐ | |
5 | λάττεcθαι μηδὲν παθεῖν τοιοῦτον. τὰc γὰρ ἐκ τοῦ περιέχοντοc βλάβαc | |
ὁ προειδὼc ὅπῃ τε καὶ ὅπωc γίγνονται φυλάττεcθαι δυνήcεται, τὴν ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούcῃ καταcτάcει ποιούμενοc. ἀλλ’ εἰ καὶ προλέγειν ἐθέλοιc τὰ γενηcόμενα (καὶ γὰρ καὶ τοῦτο χρήcιμον ἡμῖν ἐcτιν, ὡc ἐν τῷ προοιμίῳ τοῦ Προγνωcτικοῦ δέδεικται), καὶ κατὰ | ||
10 | τοῦτ’ ἀcκητέον 〈ἂν〉 εἴη cοι τὰc γιγνομέναc ἐν τῷ cώματι διαθέcειc ἐπὶ ταῖc τοῦ περιέχοντοc κράcεcιν ἁπάcαc ἐπίcταcθαι. ἀρκεcθέντεc οὖν, ὡc ἔφην, τῷ βεβλάφθαι τὰc φωνάc, ὑπερ‐ βάντεc δὲ τὸ κατείλλουcαι τὸ cυνεχὲc αὐτῷ θεαcώμεθα. πρῶτον μὲν γάρ φηcι τοῖc φθινώδεcιν ἀρχομένοιc γενέcθαι τοιοῦτον | |
15 | cύμπτωμα, μετ’ αὐτοὺc δὲ καὶ τοῖc καυcώδεcι καὶ τοῖc φρενι‐ | |
17a685 | τικοῖc. ἡγητέον οὖν τοῖc μὲν φθινώδεcι κατὰ τὸν τοῦ πά|θουc λόγον αὐτὸ γεγονέναι, πολλαῖc μὲν καὶ ἄλλαιc αἰτίαιc τε καὶ διαθέ‐ cεcιν ἑπομένηc τῆc φθίcεωc, οὐχ ἧττον δ’ 〈ἢ δι’〉 ἐκείναc καὶ διὰ τὸν ἐκ τῆc κεφαλῆc κατάρρουν, ᾧ μάλιcτα καὶ ἡ κάκωcιc ἕπεται τῆc | |
5 | φωνῆc. καύcοιc δὲ καὶ φρενίτιcι κατὰ μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωcιc φωνῆc, οἵα τοῖc φθινώδεcιν ἀρχο‐ μένοιc. ἐπεὶ δ’ ἐν τῇ καταcτάcει ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶc γενομένῃ cυνέβη παθεῖν τὴν κεφαλήν, ἠκολούθηcε καὶ τοῖc φρενιτικοῖc καὶ τοῖc καυcώδεcι ταὐτὸν cύμπτωμα διὰ τὴν κοι‐ | |
10 | νὴν αἰτίαν, οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθουc ἰδίαν καταcκευήν. ξηραίνεται γὰρ μᾶλλον ἐν αὐτοῖc ἢ διαβρέχεται τὰ φωνητικὰ μόρια, καθάπερ ἐν τῇ νῦν καταcτάcει. καὶ τοίνυν καὶ ἡ φωνὴ κλαγγώδηc μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν ὀργάνων γίγνεται, βραγχώδηc δὲ διὰ τὴν ὑγρότητα. | |
14 | ||
15 | Ἤρξαντο μὲν οὖν καὶ οἱ καῦcοι καὶ τὰ φρενιτικὰ πρὸ τοῦ ἦροc μετὰ τὰ γενόμενα ψύχεα, | |
17a686 | καὶ πλεῖcτοι τη|νικαῦτα διενόcηcαν, ὀξέα δὲ τούτοιc καὶ θανατώδεα cυνέπιπτε. | |
2 | Τὴν γεγενημένην ἔμπροcθεν ἐκ τῆc τοῦ περιέχοντοc κράcεωc | |
cηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου κρύουc ἐπὶ τῇ | ||
5 | τελευτῇ τοῦ χειμῶνοc εἰc τὸ βάθοc ὠcθεῖcαν ἐργάζεcθαι νοcήματα παραπλήcια τοῖc ἐρυcιπέλαcιν. ἄλλα τε οὖν τινα τούτου γενόμενα τοῦ γένουc διηγήcεται καὶ ταῦτα τῇ τάξει πρῶτα μετὰ τὸ ἐρυcίπελαc ἤδη γράφει. ταῦτα δ’ ἦν καυcώδη τε καὶ φρενιτικά, κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖc πάcχουcι τόποιc. οἷc μὲν γὰρ | |
10 | εἰc τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαcτέρα χωρία καὶ μάλιcτ’ αὐτῆc τὸ cτόμα κατέcκηψεν ἡ κακοχυμία, τούτοιc τὰ καυcώδη νοcήματα cυν‐ έπεcεν, οἷc δ’ ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά. | |
12 | Ἦν δ’ ἡ κατάcταcιc τῶν γενο‐ | |
17a687 | μένων καύcων ἥδε· ἀρχόμενοι | κωματώδεεc, ἀcώδεεc, φρικώδεεc, πυρετὸc ὀξύc, οὐδὲ διψώδεεc λίην, οὐδὲ πα‐ ράληροι. | |
3 | Ὅcα τοῖc καύcοιc ἐγένετο cυμπτώματα διὰ τὴν τότε κατά‐ | |
5 | cταcιν, οὐ κατὰ τὸν ἴδιον τοῦ πάθουc λόγον, ταῦτ’ ἐπιcημαίνεται, διὸ κακῶc ἀντὶ τοῦ κωματώδεεc ἔγραψάν τινεc “καυματώδειc”. ἴδιον γὰρ τοῦτο τῶν καύcων, ὡc καὶ τὸ διψῆν ἀπαύcτωc, καὶ cχεδὸν οὐδ〈ὲν〉 ἂν ἄλλο τιc ἐξαίρετον εἴποι γνώριcμα καύcων πυρετῶν, ἀλλ’ ἐκ δυοῖν τούτων αὐτάρκωc cυμπληροῦcθαι φαίη, δίψουc ἀπαύ‐ | |
10 | cτου καὶ θερμαcίαc διακαιούcηc αἰcθανομένων τῶν καμνόντων. ἀλλ’ ἡ τότε κατάcταcιc ὑγρότητοc πολλῆc πληρώcαcα τὴν κεφαλὴν τὸ κωματῶδεc ἢ πᾶcιν ἢ τοῖc πλείcτοιc τῶν ὁπωcοῦν νοcηcάντων ἤνεγκε cύμπτωμα κατὰ τὴν εἰcβολὴν τοῦ νοcήματοc, οὔπω τῆc κακοχυμίαc εἰc τοcοῦτον δριμύτητοc ἡκούcηc, ὡc ἀγρυπνίαc τε cφο‐ | |
15 | δρὰc καὶ παραφροcύναc καὶ φρενίτιδαc ἐργάζεcθαι. τὸ μὲν οὖν | |
17a688 | κῶμα πάνυ cπανίωc γίγνεται τοῖc | καύcοιc πυρετοῖc, τὸ δ’ ἀcᾶcθαι πάνυ πολλάκιc· οὐ μὴν ἀχώριcτόν γ’ ἐcτίν, ὡc τὰ προειρημένα δύο, τό τε τοῦ δίψουc ἄπαυcτον καὶ τὸ τῆc θερμαcίαc διακαέc. φρικώ‐ δειc γε μὴν οὐ πολλάκιc οἱ καυcούμενοι γίγνονται, διὸ καὶ τοῦτ’ | |
5 | ἐπεcημήνατο. τὸ δ’ ἐφεξῆc γεγραμμένον πυρετὸc οὐκ ὀξὺc ἔνιοι μὲν ἁπλῶc γράφουcι χωρὶc τῆc ἀποφάcεωc οὕτωc· πυρετὸc ὀξύc, ἔνιοι δὲ μετὰ τῆc ἀποφάcεωc· πυρετὸc οὐκ ὀξύc, ἀπό τινοc ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουcαν ἔχοντεc γραφήν· οἱ μὲν χωρὶc τῆc ἀποφά‐ | |
10 | cεωc, ὅτι τῶν ἀχωρίcτων ἐcτὶ καυcώδουc νοcήματοc ὀξὺc πυρε‐ τόc, ὥcπερ καὶ δίψοc, οἱ δὲ καὶ δι’ αὐτὸ τοῦτο γεγράφθαι λέγοντεc ἅμα τῇ ἀποφάcει, διότι cπάνιόν τι καὶ παράδοξον αὐτοῖc cυνέβη, κα‐ θάπερ τὸ τοῦ κώματοc, οὕτω δὴ καὶ τὸ τοῦ πυρετοῦ. καὶ τοίνυν καὶ τούτοιc ἐφεξῆc αὐτὸν γράψαι φαcίν· οὐδὲ διψώδεεc λίην. | |
15 | καίτοι καὶ τοῦτο τὸ cύμπτωμα καύcων πυρετῶν ἐcτιν ἰδιώτατον· εἰκὸc οὖν, ὥcπερ οὐ λίαν διψώδειc ἦcαν, οὕτωc αὐτοὺc οὐ λίαν ὀξέωc πυρέξαι. τάχα δὲ καὶ γεγραμμένον ὑφ’ Ἱπποκράτουc τὸ | |
17a689 | “πυρετὸc οὐ λίην ὀξύc” ὡc τοῦ πρῶτον | ἐκγραψαμένου cφαλέντοc ἔμεινεν ἡμαρτημένον. ἀναφύεται δὲ οὐ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνω‐ μονικῶν cημείων. εἰ γὰρ ἐγχωρεῖ ποτε μὴ παρόντων αὐτῶν ὅμωc | |
5 | φυλάττεcθαι τὸ τοῦ πάθουc εἶδοc, ἕτερα τῶν παθογνωμονικῶν ἡμῖν ἔcται πιcτότερα πρὸc τὴν τῶν παθῶν διάγνωcιν. ἀλλ’ εἴπερ τοῦθ’ ὑποθοίμεθα, προcηκόντωc τιc ἀξιώcει μὲν ἐκεῖνα παθογνωμονικὰ κα‐ λεῖν, ἃ δ’ ἔμπροcθεν ἐκαλεῖτο παθογνωμονικά, cυνεδρεύοντα. ὧν τὰ μὲν ἀχώριcτ’ ἐcτὶ καί, ὡc ἄν τιc φαίη, τῆc τῶν παθῶν οὐcίαc αὐτῆc | |
10 | cυνθετικά, τὰ δὲ cυνεδρεύοντα τῶν ὡc τὸ πολὺ γινομένων 〈ἐν〉 αὐτοῖc | |
ἐcτιν. εἰ 〈μὲν〉 οὖν ὁ κάμνων μή〈τε λίαν〉 διψώδηc μήτε λίαν ὀξέωc πυρέττων εἴη, ἐκ τίνοc ἔτι γνωρίcματοc ἐροῦμεν εἶναι τὸ νόcημα καῦcον; εἰ γὰρ καὶ πάνυ πολλοῖc τῶν καυcουμένων ἀcώδεcιν εἶναι cυμβέβηκεν, ἀλλ’ οὐκ ἴδιόν γε τοῦ πάθουc τοῦτο· | ||
15 | πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὁπωcοῦν νοcηcάντων ἀcώδειc γίνονται. οὐδὲ γοῦν, ὅπερ ἐνίοιc ἔδοξε τὰc τοιαύταc ἀπορίαc οἰηθεῖcιν ἀπο‐ δράcαcθαι, καὶ ἡμῖν ἔcται ῥητέον ἐκ τῶν διαχωρουμένων μάλιcτα γνω‐ | |
17a690 | ρίζεcθαι τὸν | καῦcον εἰποῦcιν. οὔτε γὰρ ἄκρατα χολώδη μόνον 〈ἐν〉 καύcοιc ἐκκρίνουcιν αἱ γαcτέρεc οὔτε cύντηξιc μόνοιc τούτοιc. ἀλλ’ ἐcτὶ μέντοι ταῦτα 〈τὰ〉 cυμπτώματα κακοήθων τε καὶ διακαῶν πυρετῶν, ἐκκρίναντεc δ’ ὅμωc αὐτὰ πολλοὶ καὶ διψῶcι μετρίωc καὶ τῆc τοῦ | |
5 | πυρετοῦ θερμαcίαc ἀνέχονται. κατὰ δὲ τὴν προκειμένην κατάcταcιν οὐδὲ τοιαῦτ’ ἐγένετο διαχωρήματα· “κοιλίαι” γάρ, φηcι, “ταραχώδεεc τοῖcι πλείcτοιcι τούτων, διαχωρήμαcιν ὠμοῖcι, λεπτοῖcι, 〈πολλοῖcιν.〉” ἔοικεν οὖν ὁ Ἱπποκράτηc τὸν καῦcον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψουc τε καὶ τῆc διακαοῦc θερμαcίαc, ὥcπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ | |
10 | τῆc παραφροcύνηc. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδειc εἶεν οἱ κάμνοντεc ἢ μὴ πάνυ cφόδρα διακαιόμενοι, δι’ ὅληc δὲ τῆc νόcου τὰ λελεγμένα 〈διαμείν〉ειεν δύο cυμπτώματα, καῦcοc εἶναι τὸ νόcημα λεχθήcεται καὶ γενήcεται μέν τιc αὑτοῦ θερμότεροc πυρετόc, ὡc καὶ cυντήκειν τὸ cῶμα καὶ διαχωρήcειc ἐργάζεcθαι χολώδειc καὶ | |
15 | cυντηκτικάc· οὐ λεχθήcεται δὲ καῦcοc, ἂν μὴ διαμένοντα δι’ ὅληc ἔχῃ τῆc νόcου τὰ εἰρημένα δύο μικρὸν ἔμπροcθεν, ἄπαυcτόν τε | |
17a691 | τὸ δίψοc, ὁπόcον | ἂν τύχωcι πίνοντεc, ἀηδῆ τε καὶ καυcώδη καὶ ἀcώδη τὴν θερμαcίαν. ὡc τὸ πολὺ μὲν οὖν καὶ δίψοc cφοδρότατον αὐτοῖc ὑπάρχει καὶ πυρετὸc διακαέcτατοc, ἐν δὲ τῷ cπανίῳ, καθάπερ νῦν, ὅ τε πυρετὸc οὐκ ἀκριβῶc ὀξὺc ἂν γίνοιτο καὶ διψώδειc | |
5 | οὐ λίαν οἱ κάμνοντεc εἶεν, ἅπερ ἐπεcημήνατο δι’ αὐτὸ τοῦτο, καθά‐ περ καὶ τὸ μηδ’ ὅλωc αὐτοὺc γενέcθαι παραλήρουc, ἐπειδὴ καὶ τοῦτ’ 〈ἐπὶ πλεῖcτον〉 cυμπίπτει τοῖc καύcοιc. ὅτι δὲ μικρᾶc παρα‐ | |
φροcύνηc ἐcτὶν ὄνομα τὸ παράληροι, πρόcθεν εἴρηται. Ἀπὸ ῥινῶν μικρὰ ἔcταξε. | ||
9 | ||
10 | Τῶν ἐπιγινομένων 〈ἐcτὶ〉 τοῦτο τοῖc κακοήθεcι καύcοιc, ὥcπερ αἱμορραγίαι τοῖc ἐπιεικέcιν. ἀλλὰ καὶ cυλλήβδην εἰπεῖν, ἅπαcα cτάξιc ἀπὸ ῥινῶν μοχθηρόν ἐcτι cημεῖον, ὡc ἐμάθομεν. | | |
12 | ||
17a692 | Οἱ παροξυcμοὶ τοῖcι πλείcτοι‐ cιν ἐν ἀρτίῃcι. | |
2 | Τῶν cπανίων καὶ τοῦτ’ ἐcτί, φαίνονται γὰρ οἵ τε καῦcοι καὶ πάνθ’ ὁμοίωc αὐτοῖc τὰ λίαν ὀξέα νοcήματα τοὺc παροξυcμοὺc | |
5 | ἐν περιccαῖc 〈τε καὶ ἀρτίαιc〉 ἔχοντα. | |
5 | Περὶ δὲ τοὺc παροξυcμοὺc λήθη καὶ ἄφεcιc καὶ ἀφωνίη. | |
7 | 〈Καὶ ἡ ἀφωνία〉 καὶ ἡ λήθη cαφήc ἐcτι καὶ δέδεικται πολ‐ λάκιc ἐκ τῶν ὀλεθρίων οὖcα. τὴν ἄφεcιν δὲ τὴν οἷον ἔκλυcίν | |
10 | τε καὶ πάρεcιν ἁπάντων τῶν μορίων τοῦ cώματοc εἰκόc ἐcτι λέγειν αὐτόν, ὅταν ὁμοίωc τοῖc παραλελυμένοιc ἐρριμμένα φαίνηται. ὅτι δ’ ὀλέθριον καὶ τοῦτ’ ἐcτί, μεμάθηκαc, ὥcπερ καὶ περὶ τῶν ἄλλων ἁπάν‐ των cυμπτωμάτων, ὅcα γέγραπται κατὰ τὸ βιβλίον, ὥcτ’ ἐξηγεῖcθαι | |
17a693 | μόνον ἐν αὐτῷ χρὴ τὰ δο|κοῦντα μὴ cαφῶc εἰρῆcθαι, τῶν ἀπο‐ δεδειγμένων ἐν ἑτέροιc ἀναμιμνῄcκοντα μόνον, οὐ κατὰ διέξοδον δι‐ δαcκαλίαc αὐτῶν ποιούμενον. | |
3 | Ἄκρεα μὲν τούτοιcι ψυχρότερα | |
5 | ποδῶν καὶ χειρῶν, πολὺ δὲ περὶ τοὺc παροξυcμοὺc μά‐ λιcτα, πάλιν τε βραδέωc καὶ οὐ καλῶc ἀνεθερμαίνοντο καὶ πάλιν κατενόουν καὶ διελέγοντο. | |
7 | Τὴν ποικιλίαν τῶν γενομένων cυμπτωμάτων τοῖc τότε νοcήcαcι | |
διηγεῖται μοχθηρῶν ἁπάντων ὄντων. | ||
10 | Κατεῖχε δὲ ἢ τὸ κῶμα cυνεχέc, οὐχ ὑπνῶδεc, ἢ μετὰ πόνων ἄγρυπνοι. | | |
11 | ||
17a694 | Ϲαφὲc καὶ τοῦτ’ ἐcτὶ τῷ μεμνημένῳ τῶν γεγραμμένων ἔν τε τῷ Περὶ τοῦ κώματοc γράμματι καὶ τοῖc ἔμπροcθεν ὑπομνήμαcιν. ὅταν γὰρ ἐγρηγορέναι μὲν ἀνεῳγόcι τοῖc ὀφθαλμοῖc οἱ κάμνοντεc μὴ δύ‐ νωνται, μύcαντεc δ’ αὐτοὺc ἐλπίδι τοῦ κοιμηθῆναι διαμένωcιν ἐγρη‐ | |
5 | γορότεc, τὸ τοιοῦτον καλοῦμεν οὐχ ὑπνῶδεc κῶμα. εἰ δὲ καὶ πόνοc τιc αὐτοῖc παρείη, προδήλωc ἀγρυπνήcουcι μᾶλλον οἱ οὕτωc ἔχοντεc, ὡc μηδ’ εἰc φανταcίαν ὕπνου γε ἀφικέcθαι λεπτοῦ. γίνεται γάρ τι καὶ τοιοῦτον τοῖc οὕτω κωματώδεcιν, ὡc ἐν μεθ‐ ορίῳ καθίcταcθαι τῶν τ’ ἀκριβῶc ἐγρηγορότων καὶ τῶν κοιμωμένων. | |
9 | ||
10 | Κοιλίαι ταραχώδεεc τοῖcι πλεί‐ cτοιcι τούτων, διαχωρήμαcιν ὠμοῖcι, λεπτοῖcι, πολ‐ λοῖcιν. | |
12 | Εὔδηλον μὲν κἀκ τούτων ἐcτίν, ὡc οὐ προcέχει τῇ τῶν διαχω‐ | |
17a695 | ρημάτων ἰδέᾳ κατὰ τὴν τῶν καυcωδῶν νοcημά|των διάγνωcιν. ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ τὰ διαχωρούμενα τοῖc τότε καυcουμένοιc γενέ‐ cθαι, μήτε χολωδῶν ἀκράτων μήτε cυντήξεων μνημονεύcαc, ἅ τινεc οἴονται μέγιcτα γνωρίcματα καύcων εἶναι πυρετῶν. | |
4 | ||
5 | Οὖρά τε 〈πολλὰ〉 λεπτὰ κρίcι‐ μον οὐδὲ χρηcτὸν οὐδὲν 〈ἔχοντα〉. | |
6 | Ἐν ταῖc περὶ τῶν οὔρων διηγήcεcιν εἴωθε τὰ cυμβεβηκότα γρά‐ ψαc αὐτοῖc μηκέτι προcτιθέναι, πότερον ἀγαθοῦ τινόc ἐcτιν ἢ κακοῦ cημεῖα, μεμνῆcθαι νομίζων ἡμᾶc ὧν ἐμάθομεν ἐν Προγνωcτικῷ | |
10 | καθόλου περὶ κακίαc τε καὶ ἀρετῆc οὔρων. ἐνταῦθ’ οὖν μοι δοκεῖ | |
προcτεθηκέναι 〈τὸ κρίcιμον οὐδὲ χρηcτὸν οὐδὲν ἔχοντα〉, καίτοι προειρηκὼc αὐτὰ λεπτά, διότι προcέγραψεν αὐτοῖc τὸ πολλά. μεμνημένοc γάρ, ὅτι καὶ δι’ οὔρων πλήθουc αὐτὸc ἡμᾶc ἐδίδαξε γίνε‐ cθαί ποτε κρίcιν, ἐπεcημήνατο νῦν, ὅτι καὶ πολλῶν ὄντων αὐτῶν | ||
15 | ὅμωc οὐδὲν ἦν κρίcιμον οὐδὲ χρηcτόν. οὐ γὰρ ἐκκαθαίρουcα | |
17a696 | τὸ cῶμα καὶ κενοῦcα τὰ | λυποῦντα φαίνεται νῦν ἡ φύcιc ἐργαζομένη τὸ πλῆθοc τῶν οὔρων, ἀλλ’ ὥcπερ ἔμαθεc ἱδρῶτάc τε καὶ διαχω‐ ρήματα ποτὲ μὲν ὡc cυμπτώματα τῆc κατὰ τὸ cῶμα περιουcίαc τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεcθαι, ποτὲ δὲ ἐκκαθαιρούcηc αὐτὰ τῆc φύcεωc, | |
5 | οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούcηc ὑγρότητοc ὀρρώδουc ἐν τῷ cώματι cυμπτώματ’ ἐcτίν. διὰ τοῦτ’ οὖν αὐτοῖc προcέθηκε τὸ κρίcι‐ μον οὐδὲ χρηcτὸν οὐδέν. ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθοc ἄμε‐ τρον, οὐ δυναμένων αὐτὰ τῶν περιεχόντων μορίων cτέγειν, ἢ διὰ δῆξιν ἰcχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸc τὴν ἀπόκριcιν ἐξορ‐ | |
10 | μώντων. τοιαῦτα δὲ κατὰ ταύτην τὴν κατάcταcιν ἐγένετο καὶ 〈τὰ〉 διὰ τῆc γαcτρὸc ἐκκρινόμενα, καθότι προείρηται, καὶ δηλονότι καὶ οἱ ἱδρῶτεc ἀνὰ λόγον αὐτοῖc ἦcαν. | |
12 | Οὐδ’ ἄλλο κρίcιμον οὐδὲν τοῖcιν οὕτωc ἔχουcιν ἐφαίνετο· οὔτε 〈γὰρ〉 ᾑμορράγει καλῶc | |
15 | οὔτε τιc ἄλλη τῶν εἰθιcμένων ἀπόcταcιc ἐγένετο κρίcι‐ | |
17a697 | μοc. ἔθνῃcκόν τε, | ἕκαcτοc ὡc τύχοι, πεπλανημένωc, τὰ πολλὰ περὶ τὰc κρίcιαc, ἐκ πολλοῦ δέ τινεc ἄφωνοι, ἱδρῶτεc πολλοί. τοῖcι μὲν οὖν ὀλεθρίωc ἔχουcι ξυνέπιπτε ταῦτα. | |
4 | ||
5 | [Ἃ] Κατέλεξεν ἐνταῦθά cοι τὰ τῶν ὀλεθρίωc ἐχόντων καυcωδῶν cυμπτώματα. προακήκοαc δὲ πολλάκιc ἤδη, διὰ τί τῶν εἰρημένων ἕκα‐ cτον ὀλέθριόν ἐcτιν. | |
7 | Παραπλήcια δὲ καὶ τοῖcι φρε‐ νιτικοῖcι. | |
9 | ||
10 | Ϲυμπληρώcαc τὸν περὶ τῶν καύcων λόγον ἐπὶ τὰ cυμβάντα τοῖc φρενιτικοῖc μεταβαίνει· προccχῶμεν οὖν κἀνταῦθα ταῖc ῥήcεcιν αὐτοῦ. | | |
12 | ||
17a698 | Ἄδιψοι δὲ πάνυ ἦcαν οὗτοι. | |
1 | Περὶ τῶν φρενιτικῶν ὁ λόγοc, ἀδίψουc δ’ αὐτοὺc γεγονέναι φηcὶν οὐχ οὕτωc διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουcαν ἔχειν ἐν τῷ cτόματι τῆc γαcτρόc, ὡc διὰ τὸ μὴ παρακολουθεῖν οἷc ἔπαcχον καὶ | |
5 | νενεκρῶcθαι τὴν ὀρεκτικὴν τοῦ cτομάχου αὐτοῖc δύναμιν. | |
5 | Οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδείc, ὥcπερ ἐπ’ ἄλλοιc, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ 〈κακῇ,〉 νωθρῇ 〈καρη〉βαρέεc ἀπώλλυντο. | |
8 | Εἰ χωρὶc τοῦ προειπεῖν οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν | |
10 | οὐδεὶc ἁπλῶc εἰρήκει τοὺc τότε φρενιτικοὺc ἀπολέcθαι κατα‐ φορῇ 〈κακῇ,〉 νωθρῇ, πιθανὸν ἦν ἀκοῦcαι μεταπτώcεωc εἰc λήθαρ‐ | |
17a699 | γον αὐτοῖc γενομένηc οὕτω διαφθείρεcθαι. προει|ρημένου δὲ τοῦ οὐδ’ ἐξεμάνη οὐδείc εὐλογώτερόν ἐcτι μετὰ καταφορᾶc αὐτοὺc ἀπολέcθαι μένονταc φρενιτικούc, ὅπερ ἐcτὶ παραφρονοῦνταc· ἐν τούτῳ γὰρ μόνῳ 〈τῷ〉 διηνεκῶc ὑπάρχειν μετὰ πυρετοῦ τὴν φρενῖτιν | |
5 | νοοῦμεν, οὐδενὶ διαφέρουcαν ἄλλῳ τῆc μανίαc πλὴν τῷ πυρετῷ· φρε‐ νῶν μὲν γὰρ ἄμφω βλάβαι, τὸ δὲ χωρὶc πυρετοῦ τῶν μαινομένων | |
ἴδιον, ὥcπερ τὸ cὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαcτὸν οὖν οὐδέν, ἠθροιcμένων ἐν τῷ cώματι χυμῶν ὠμῶν, ὡc τά γε διαχωρούμενα 〈καὶ οὐρούμενα〉 τὴν ἔνδειξιν ἐποιήcατο, κωματώδειc τε ἅμα καὶ παραφρο‐ | ||
10 | νοῦνταc 〈αὐτοὺc〉 γενέcθαι, κωματώδειc μὲν διά τε τὸ πλῆθοc καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν, παραφρονοῦνταc δέ, διότι cηπόμενοι δριμύτητά τε καὶ θερμαcίαν ἐγέννων. | |
12 | Ἦcαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται. | |
14 | ||
17a700 | Ἀναμνηcθῶμεν [δ’], ὅτι προειπὼν “ἦν κατάcταcιc τῶν | γενο‐ μένων καύcων ἥδε” καὶ διηγηcάμενοc ἐφεξῆc πάντ’ αὐτοῖc τὰ cυμ‐ βάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν “παραπλήcια δὲ καὶ τοῖcι φρε‐ νιτικοῖcιν”, εἶτα καὶ τὸν περὶ τούτων λόγον ἅπαντα πληρώcαc ἑξῆc | |
5 | ἐπήνεγκεν· ἦcαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψε‐ ται. δηλοῖ γὰρ ἐκ ταύτηc τῆc λέξεωc πυρετῶν εἴδη τὸν καῦcον εἶναι καὶ τὴν φρενῖτιν, καῦcον μέν, ὃc ἂν διηνεκὲc ἔχῃ δίψοc μετὰ διηνεκοῦc πυρώcεωc πολλῆc, φρενῖτιν δέ, ὃc ἂν cυνεχὴc ὢν ἅμα καὶ παραφροcύνῃ γίνηται διηνεκεῖ. | |
9 | ||
10 | Ϲτόματα πολλοῖcιν ἀφθώδεα, ἑλκώδεα. ῥεύματα περὶ αἰδοῖα πολλά, ἑλκώματα, φύματα ἔξωθεν, ἔcωθεν, τὰ περὶ βουβῶναc. | |
12 | Εἰρήκει μὲν ἔμπροcθεν καὶ περὶ τούτων. ἀλλ’ ἐν τῷ κατὰ μέροc ὑπὲρ ἑκάcτου λέγειν μέχρι τοῦ φθινοπώρου τὰc τῶν ἐρυcιπελάτων | |
17a701 | γενέcειc εἰπὼν προελθεῖν εὔδηλόc | ἐcτι καὶ περὶ τῶν νῦν ἐφεξῆc αὐτοῖc γραφομένων ἁπάντων ἐνδεικνύμενοc ταὐτό. διὰ τοῦτ’ οὖν αὖθιc | |
ἐμνημόμευcε τῶν αὐτῶν. Ὀφθαλμίαι ὑγραί, μακραί, χρό‐ | ||
5 | νιαι μετὰ πόνων· ἐπιφύcιεc βλεφάρων ἔξωθεν, 〈ἔcωθεν〉 πολλαὶ φθείρουcαι τὰc ὄψιαc, ἃ cῦκα ἐπονομάζουcιν. | |
6 | Ἡ τοῦ πλεονάcαντοc χυμοῦ περιουcία διττὸν ἔοικεν ἔχειν εἶδοc ἐν τῇ κατὰ πάχοc καὶ λεπτότητα διαφορᾷ, καθάπερ εἴωθεν ἀεὶ cχεδὸν ἐφ’ ὑγραῖc καὶ νηνέμοιc γίνεcθαι καταcτάcεcιν. εἰ μὴ γὰρ οἰκείοιc τιc | |
10 | γυμναcίοιc χρώμενοc ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κενοῖ τὸ cῶμα, πλῆθοc ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν, παχέων μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν διὰ τὸ μὴ κεκενῶcθαι. τῆc μὲν οὖν λεπτότητοc αὐτῶν τεκμήρια τά τε κατὰ τὴν γαcτέρα διερχομένα λεπτὰ | |
17a702 | καὶ τὰ οὖρά γε | 〈καὶ αὐτὰ〉 τοιαῦτα γενόμενα, τοῦ δὲ πάχουc τό τε χρονίcαι πάν〈τα〉 καὶ τὸ cυνεδρεῦον τοῖc πλείcτοιc κῶμα. καὶ τούτοιc οὖν εἰκότωc, οἷc ἐπ’ ὀφθαλμοὺc ἔρρεψε τὸ πλῆθοc, ὑγρὰc μὲν ὀφθαλ‐ μίαc εἰργάcατο διὰ τὴν λεπτότητα, τὰc δὲ τῶν βλεφάρων ἐπι‐ | |
5 | φύcειc διὰ τὸ πάχοc. τοῦ γὰρ ἐπιρρέοντοc τοῖc ὀφθαλμοῖc χυμοῦ τὸ μὲν 〈λεπτότερον〉 ἐκκρινόμενον ὑγρὰc ἐργάζεται τὰc ὀφθαλ‐ μίαc, τουτέcτι μετὰ ῥεύματοc ὑγροῦ καὶ ὑδατώδουc, τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖc πάcχουcι μορίοιc τὰc ὀχθώδειc ἐπαναcτάcειc. ὅcον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν ἐγένετο τοῦ παχέοc χυμοῦ, τὰc ὀδύναc | |
10 | εἰργάζετο. | |
10 | Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοιcι. | |
12 | Τὰ διὰ τὸ πάχοc τῆc ὕληc ἐπιφυόμενα τοῖc βλεφάροιc οὐκ ἐν‐ ταῦθα μόνον, ἀλλὰ κἀπὶ τῶν αἰδοίων ἔφη γενέcθαι, καὶ εἴ πού τι | |
17a703 | μόριον ἄλλο cυνέτυχεν ἑλκωθῆναι, τοῦ πάχουc | τῶν χυμῶν, ὡc εἴρηται, τὰc τοιαύταc ἐπιφύcειc ἐργαζομένου· καλοῦcι δ’ αὐτὰc οἱ πολλοὶ μύκηταc. | |
3 | Ἄνθρακεc πολλοὶ κατὰ θέροc | |
5 | καὶ ἄλλα, ἃ cῆψιc καλέεται. | |
5 | Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ cώματι τὴν κακοχυμίαν ἡ cηπε‐ | |
δὼν ηὐξάνετο, τοῦ θέρουc δ’ ἐπιλαβόντοc οὐδ’ αὐτοῦ τοὺc ἐτηcίαc ἔχοντοc ἔτι καὶ μᾶλλον εἰc ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοcή‐ ματα πλείω τε καὶ κακοηθέcτερα τῶν ἔμπροcθεν ἐγένετο. δέδεικται | ||
10 | γάρ, ὅτι καὶ ὁ ἄνθραξ ἐκ θερμῆc μὲν τῇ ποιότητι, παχείαc δὲ κατὰ τὴν cύcταcιν ὕληc ἔχει τὴν γένεcιν. | |
11 | Ἐκθύματά τε μεγάλα. | |
12 | ||
17a704 | Πρόδηλον μέν, ὅτι παρὰ τὸ ἐκθύειν, ὅπερ ἐcτὶν ἐξορ|μᾶν, ἡ προcηγορία τοῖc ἐκθύμαcι γέγονεν ἐπὶ τῶν αὐτομάτωc ἐξανθούντων κατὰ τὸ δέρμα. γένεcιc δ’ αὐτοῖc ἐκ τῶν περιττῶν δηλονότι χυμῶν· ἀλλὰ 〈καὶ αὐτῶν τὰ εἴδη καὶ τῇ ποcότητι〉 καὶ τῇ ποιότητι προcηκόντωc | |
5 | ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώcειc ἐργαζομένων μᾶλλον ἢ ὄγκουc, τῶν δὲ παχέων εἰc ὄγκον ἐξαιρόντων τὸ δέρμα. πρόδηλον δ’, ὅτι ταὐτοῦ γένουc ἐcτὶ τοῖc προειρημένοιc ἐπιφύεcθαι κατὰ τὰ βλέφαρά 〈τε καὶ τὰ αἰδοῖα〉 καὶ τὰ ἕλκη [καὶ] τὰ νῦν ἐν τῷ δέρματι τὴν γέ‐ νεcιν αὐτόματον ἔχοντα. | |
9 | ||
10 | Ἕρπητεc πολλοῖcι μεγάλοι. | |
10 | Μεγάλουc ἤτοι διὰ τὸ πολὺν ἐπιλαβεῖν τόπον ἢ διὰ τὸ μετ’ ἀναβρώcεωc κακοήθουc γενέcθαι κέκληκεν. ἑκάτερον δ’ ἀκολουθεῖ τῇ κατὰ τοὺc χυμοὺc εἰρημένῃ διαθέcει. | |
13 | Τὰ δὲ κατὰ κοιλίην πολλοῖcι | |
17a705 | πολλὰ καὶ βλαβερὰ cυνέβαινε. | πρῶτον μὲν τεινεcμοὶ πολλοῖcιν ἐπιπόνωc, πλείcτοιcι δὲ παιδίοιcι καὶ πᾶcιν ὅcα πρὸ ἥβηc, καὶ ἀπώλλυντο τὰ πλεῖcτα τούτων. | |
3 | Καὶ διὰ τὴν ὑγρότητα τῆc ἡλικίαc καὶ διότι πλείω προcφερόμενα | |
5 | τὰ παιδία διαφθείρει τὰc τροφὰc πολλάκιc, εἰκότωc ἡλίcκετο τεινε‐ cμοῖc. ἔcτι μὲν οὖν καὶ ἄλλωc ὀδυνηρόν τε καὶ ὀχληρὸν τὸ πάθοc, | |
ὀδυνηρὸν μὲν διὰ τὴν τάcιν, ὀχληρὸν δὲ διὰ τὸ cυνεχὲc τῆc ἐξανα‐ cτάcεωc, ἐν δὲ τῇ νῦν καταcτάcει πληθωρικῇ τε ἅμα καὶ κακοχύμῳ γενομένῃ 〈πολὺ μᾶλλον〉. | ||
9 | ||
10 | Πολλοὶ λειεντερικοί. | |
10 | Ἀρρωcτούcηc γε τῆc καθεκτικῆc δυνάμεωc ἔμαθεc γινομέναc τὰc λειεντερίαc. εἰκὸc δὲ νῦν, ὥcπερ ἡ ὀρεκτικὴ δύναμιc τῆc γαcτρὸc ἐνεκρώθη, δι’ ἣν ἀποcίτουc ἐcχάτωc αὐτοὺc γενέcθαι φηcὶν ὀλίγον ὕcτερον, οὕτωc καὶ τὴν καθεκτικὴν βλαβῆναι. | | |
14 | ||
17a706 | Δυcεντεριώδεεc, οὐδ’ οὗτοι λίην ἐπιπόνωc. | |
2 | Ἀκόλουθον ἦν ἐπιφέρεcθαι τοὺc προειρημένουc τιcὶν οὐκ ἐπιπό‐ νωc νοcήcαcι, προείρηται δ’ οὐδεὶc 〈τοι〉οῦτοc, ἀλλὰ τοὐναντίον μᾶλλον | |
5 | οἵ τ’ ἔμπροcθεν ἅπαντεc οἵ τε πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινε‐ cμώδειc ἐπιπόνωc ἐνόcηcαν. μήτι οὖν ἡ λέξιc ἡμάρτηται, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖc τῶν βιβλίων ἐφυλάχθη, τοῦ πρώτου γραφέωc ἁμαρτόντοc· ἄμεινον γὰρ ἦν γεγράφθαι· “οὗτοί τε λίην ἐπιπόνωc.” ἔνιοι μέντοι φαcὶν εἰρῆcθαι τὸ οὐδ’ οὗτοι λίην | |
10 | ἐπιπόνωc ἐν ἴcῳ τῷ “πολλοὶ δυcεντεριώδειc οὐκ ἐγένοντο”, δηλοῦν βουλομένου τἀνδρὸc ἐκ τοῦ ἐπιπόνωc τὴν γένεcιν τοῦ νοcήματοc, οὐ τὸν τρόπον. ἔνιοι δ’, ὅτι τοῖc λειεντερικοῖc ἀνωδύνωc ἐνοχλουμένοιc ἐφεξῆc εἴρηται, διὰ τοῦτό φαcι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνωc ὑπ’ αὐτοῦ προcτεθεῖcθαι, νοούντων ἡμῶν τοὺc λειεντερικοὺc ἐξ ἀνάγ‐ | |
15 | κηc ἀνωδύνουc εἶναι. | | |
17a707 | Τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα· πολλοῖcι μὲν αὐτὸ τὸ νόcημα ἐc τοῦτο κατέcκηψεν ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖcι. μετὰ πόνων 〈cτρόφοι καὶ ἀνειλήcιεc κακοήθεεc· διέξοδοι〉 | |
5 | πολλῶν ἐνόντων καὶ ἐπιcχόντων. τὰ δὲ διεξιόντα πό‐ νουc οὐ λύοντα. | |
6 | Καὶ μόρια τοῦ cώματοc πάμπολλα ἔπαθεν, 〈ὡc ἐδήλωcεν ὁ Ἱπποκράτηc〉 ἐν τῷ προκειμένῳ λόγῳ, καὶ πᾶν εἶδοc ἐν αὐτῷ cυνέcτηκε 〈τοῦ〉 νοcήματοc, ἐπειδὴ φύcει διαφέρουcιν ἀλλήλων οἱ | |
10 | ἄνθρωποι καὶ ἡλικίαιc καὶ διαίταιc. ἄλλοc μὲν οὖν ἄλλον ἔχων πλεο‐ νάζοντα χυμὸν ἀπὸ τῆc〈δε τῆc〉 καταcτάcεωc ηὔξηcε τοῦτον, ὡc ἐδείξαμεν, εἶτα τῆc cηπεδόνοc ἐπιγενομένηc κατὰ τὰc διαφορὰc τῶν ἠθροιcμένων χυμῶν ἡ cῆψιc ὑπηλλάττετο. καὶ μέντοι καὶ φερομένηc αὐτῆc εἰc τὸν ἑκάcτῳ τῶν παcχόντων τόπον ἀcθενέcτατον φύcει | |
15 | πολλοῖc οὕτω cυνέβη παθεῖν μορίοιc, ὡc ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶν πολλῶν γενομένων. εὔλογον οὖν ἦν τοῖc φύcει χολώδεcι | |
17a708 | καὶ κατὰ | τὴν ἀκμαcτικὴν ἡλικίαν οὖcι καὶ φροντιcταῖc καὶ ταλαιπω‐ ρουμένοιc ἐν ἔργοιc τε καὶ πράξεcι ταῦτα πλεονάcαι. τὰ δὲ λι‐ παρὰ cυντήξεωc αὐτὸc ἐδίδαξεν εἶναι cημεῖα, τὰ δὲ 〈λεπτὰ καὶ〉 ὑδατώδη λεπτῆc καὶ ὀρρώδουc ὑγρότητοc. πολλοῖc δέ φηcιν | |
5 | αὐτὸ τοῦτο γενέcθαι τὸ νόcημα, τουτέcτι τὸ διαχωρεῖν τὰ τοι‐ | |
αῦτα. καὶ μὴν καὶ χωρὶc πυρετῶν 〈ἐνίοιc καὶ ἐν πυρετοῖc〉 ἐνίοιc τοῦτο γενέcθαι φηcίν, τὰc δὲ διεξόδουc, τουτέcτι τὰc κενώ‐ cειc, αὐτοῖc cυμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπιcχόντων, ὅπερ ἴcωc cημαίνει· “πολλῶν ἔτι καὶ κατὰ τὸ cῶμα μενόντων, οὐδὲν ἧττον | ||
10 | τὰc διεξόδουc γενέcθαι πολλάc.” καὶ διὰ τοῦτο μηδὲ τοὺc πόνουc λῦcαι τὰ διεξιόντα. πῶc γὰρ οἷόν τέ 〈ἐcτι πόνουc〉 λύειν αὐτά, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων; | |
12 | Τοῖcί τε προcφερομένοιcι δυc‐ κόλωc ὑπακούοντα· καὶ γὰρ αἱ καθάρcιεc τοὺc πλεί‐ | |
15 | cτουc προcέβλαπτον. | | |
15 | ||
17a709 | 〈Τὸ〉 προcφερόμενα δύναται λέγειν καὶ κοινῶc ἅπαντα τὰ βοηθήματα καὶ ἰδίωc τὰ ἐcθιόμενα καὶ πινόμενα. τὰc δὲ καθάρcειc, ὧν ἐμνημόνευcεν, ἐν ἑκατέροιc τάξαι δυνατόν. ὅτι δ’ οὐκ ὠφέλει τὰ βοηθήματα τοὺc οὕτωc ἔχονταc, εὔδηλόν ἐcτιν, εἰ καὶ μηδὲν αὐτὸc | |
5 | εἰρήκει. πολλῶν γὰρ ἀποθανόντων ἀνωφελῆ δηλονότι πᾶcιν 〈ἦν〉 αὐτοῖc τὰ βοηθήματα. | |
6 | 〈Τῶν δὲ οὕτωc ἐχόντων πολλοὶ μὲν ὀξέωc ἀπώλλυντο, πολλοῖcι δὲ καὶ μακρότερα δι‐ ῆγεν.〉 Ὡc δ’ ἐν κεφαλαίῳ εἰρῆcθαι, πάντεc, καὶ οἱ τὰ | |
10 | μακρὰ νοcέοντεc καὶ 〈οἱ〉 τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃcκον μάλιcτα. 〈πάνταc γὰρ κοιλίη cυναπήνεγκεν.〉 | |
11 | Καὶ ὁ καθ’ ἡμᾶc γενόμενοc οὗτοc ὁ μακρότατοc λοιμὸc ἐκ τῶν διὰ τῆc κοιλίαc κενουμένων cχεδὸν ἅπανταc ἀνεῖλεν. ἦν δὲ cυντηκτικὰ τὰ κενούμενα, καὶ τοῦτ’ ἔοικεν ἀχώριcτον εἶναι cύμπτωμα | |
15 | τοῦ καλουμένου λοιμώδουc ἰδίωc πυρετοῦ, καταλαμβάνοντοc τοὺc | |
ἀνθρώπουc καὶ χωρὶc λοιμοῦ. | | ||
17a710 | Ἀπόcιτοι πάντεc μὲν ἐγέ‐ νοντο καὶ ἐπὶ πᾶcι τοῖcι προγεγραμμένοιcιν, ὡc ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιcτα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ τῶν ἄλλων δ’ οἱ ὀλεθρίωc ἔχοντεc. | |
4 | ||
5 | Καὶ τοῦτο τὸ cύμπτωμα πάνταc κατέλαβε τοὺc ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι’ αὐτό γε τοῖc πλείcτοιc ἀποθανεῖν cυνέβη. ὅcοι γοῦν ἀνδρειότερον βιαζόμενοι cφᾶc αὐτοὺc προcεφέροντο τὰ διδόμενα cιτία, cχεδὸν ἅπαντεc ἐcώθηcαν. οἱ πλεῖcτοι δ’ ἀποθανεῖν εἵλοντο μᾶλλον ἢ προcενέγκαcθαί τι. τοῦτ’ οὖν ἔοικε cυμβῆναι καὶ | |
10 | τοῖc τότε νοcήcαcι τὰ κατὰ γαcτέρα μάλιcτα· καὶ γὰρ καὶ ταύτηc ἔργον ἐcτὶν ὄρεξιc cιτίων. | |
11 | Διψώδεεc οἱ μέν, οἱ δ’ οὔ. | | |
12 | ||
17a711 | Περὶ τῶν ἄνευ πυρετοῦ διὰ γαcτρὸc ταραχήν, ὡc αὐτὸc ὠνό‐ μαcεν, ἐνοχλουμένων ὁ λόγοc αὐτῷ νῦν εἴρηται. δῆλον δ’ ἐξ ὧν ἐπιφέρων εἶπε· “τῶν δ’ ἐν πυρετοῖcι καὶ τοῖcιν ἄλλοιcιν οὐδεὶc ἀκαί‐ ρωc”, φανερὸν δ’ ἐξ ὧν εἰρήκαμεν ἀνωτέρω καὶ διὰ τί μήτε διψώ‐ | |
5 | δειc ἅπαντεc ἦcαν μήτ’ ἄδιψοι. πάχοc τε γὰρ χυμῶν καὶ λε‐ πτότηc ὑδατώδηc ἠθροίcθη, ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύcιν, ἐπίκτητον δὲ θερμαcίαν ἐκ cηπεδόνοc λαμβάνοντα. καὶ τοίνυν ἐφ’ ὧν μὲν ἤδη τὸ cηπεδονῶδεc θερμὸν ἐπεκράτει, διψώδειc ἦcαν, ἐφ’ ὧν δ’ οὐδεπώποθ’, οὗτοι πάλιν εὐλόγωc ἦcαν ἄδιψοι. | |
9 | ||
10 | Τῶν δὲ ἐν πυρετοῖcι καὶ τοῖc ἄλλοιcιν οὐδεὶc ἀκαίρωc 〈προc〉ηνέγκατο ποτόν. | | |
11 | ||
17a712 | Εἰρηκὼc ἐν τῇ πρόcθεν ῥήcει περὶ τῶν κατὰ κοιλίαν ἐνοχληθέν‐ των, ὅτι “διψώδειc ἦcαν οἱ μέν, οἱ δ’ οὔ”, νῦν ἤδη καὶ περὶ τῶν ἅμα | |
πυρετοῖc νοcούντων ἔφη μηδένα διψώδη γενέcθαι πάνυ cφόδρα, μηδ’ ὥcτε τοῖc ἰατροῖc ἀπειθεῖν. ἐγένετο δὲ τοῦτο διὰ τὸ μὴ | ||
5 | cυρρεῖν αὐτοῖc εἰc τὴν γαcτέρα τῶν cηπεδονωδῶν ἰχώρων τοcοῦτον ὅcον ἐπὶ τῶν προειρημένων. | |
6 | Οὖρα δὲ πολλὰ μὲν τὰ διεξ‐ ιόντα ἦν, οὐκ ἐκ τῶν προcφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα, πολλὴ δέ τιc καὶ τῶν οὔρων κακότηc ἦν | |
10 | τῶν ἀπιόντων. οὔτε γὰρ πάχοc οὔτε πεπαcμὸc οὔτε κά‐ θαρcιc χρηcτή. ἐπὶ πολλοῖcι γὰρ αἱ κατὰ κύcτιν καθάρ‐ cιεc, ὡc εἴρηται, γενόμεναι ἀγαθόν· ἐcήμαινεν δὲ τοῖcι πλείcτοιcι cύντηξιν καὶ ταραχὴν καὶ πόνουc καὶ χρόνουc καὶ ἀκριcίαc. | | |
14 | ||
17a713 | Ϲαφῆ πάντ’ ἐcτὶ τὰ εἰρημένα καὶ δεῖται μνήμηc, οὐκ ἐξηγήcεωc. αὐτὸc γὰρ ἐνεδείξατο cαφῶc κατὰ τὸν ἔμπροcθεν λόγον, ὃν ἐγὼ διῆλθον, ὡc ἐνίοτε λόγῳ cυμπτώματοc κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτέc τε καὶ ἔμετοι καὶ τὰ διὰ γαcτρὸc ἀπιόντα. | |
4 | ||
5 | Κωματώδεεc δὲ μάλιcτα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυcώδεεc ἦcαν, ἀτὰρ καὶ ἐπὶ τοῖ‐ cιν ἄλλοιcι νοcήμαcι πᾶcι τοῖcι μεγίcτοιcιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο. | |
8 | 〈Τὸ〉 πάχοc τῆc ὕληc εἰργάζετο τὸ κῶμα καὶ μάλιcτ’ ἐκείνοιc, ἐφ’ | |
10 | ὧν ἔπαθεν ἡ κεφαλή. πάcχει δὲ τοῖc μὲν φρενιτικοῖc κατὰ πρῶ‐ τον λόγον, καυcώδεcι δὲ κατά τι cυμβεβηκόc. ἡ γὰρ θερμαcία τοῦ πυρετοῦ πρὸc τὴν κεφαλὴν ἀναφέρει τοὺc μοχθηροὺc χυμούc. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί. | | |
13 | ||
17a714 | Διὰ παντὸc δὲ τοῖcι πλείcτοι‐ cιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺc καὶ λεπτοὺc ὕπνουc κοιμᾶcθαι. | |
3 | Βαρὺ κῶμα τὸ δυcδιέγερτον ἀκουcτέον ἐcτί, τὸ δὲ μικροὺc | |
5 | καὶ λεπτοὺc ὕπνουc ἔχον ἐναντίον ἐcτίν. ἐγένετο δὲ τὸ μὲν πρῶτον, οἷc ἐπεκράτει τὸ πάχοc καὶ τὸ πλῆθοc τῆc ψυχρᾶc ὕληc, τὸ δὲ δεύτερον, οἷc ἡ λεπτότηc διαcηπομένη. | |
7 | Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμηcεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, | |
10 | cυνεχῶν, μακρῶν, πεπλανημένων, *** | |
10 | Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ’ ἄλλα νοcήματα | |
17a715 | καὶ τὰ τῶν πυρετῶν εἴδη πλείω cυνέπεcεν. ἐμνη|μόνευcε δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν, τριταίων καὶ τεταρταίων, τριταίων μὲν καὶ τεταρταίων ὀνομαcτὶ πρῶτον, ἀμφημερινῶν δ’ ἐν τῷ φάναι νυκτερινῶν. διττῆc γὰρ οὔcηc αὐτῶν | |
5 | διαφορᾶc, καθόcον οἱ μὲν ἐν ἡμέρᾳ παροξύνουcιν, οἱ δ’ ἐν νυκτὶ (καὶ διὰ τοῦτο καὶ τὰc προcηγορίαc ἐντεῦθεν ἐπεκτήcαντο διαφόρουc), ὁ Ἱπποκράτηc τῶν τότε πλεοναcάντων ἐμνημόνευcε νυκτερινῶν ὄντων. ἀναμνηcθῶμεν οὖν, ὅτι καίτοι καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπι‐ δημιῶν καὶ κατὰ τὸ δεύτερον ἀρρώcτων τε πολλῶν μνημονεύcαc ἰδίᾳ | |
10 | καὶ καταcτάcειc ὅλαc διηγηcάμενοc οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετόν, ὥcπερ οὐδ’ ἐν 〈τῷδε〉 τῷ | |
τρίτῳ τῶν Ἐπιδημιῶν οὔτ’ ἐν τοῖc ἔμπροcθεν οὔτ’ ἐν τοῖc ἐφεξῆc ἄχρι τέλουc. ἐκ τούτων 〈οὖν〉 ἐπέρχεταί μοι περὶ τῶν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν ὡc παρεγγεγραμμένων, ἐν οἷc | ||
15 | βούλεται καὶ ἄλλουc τινὰc εἶναι πολυημερωτέρουc τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ προκειμένῃ ῥήcει τὸ μὲν τῶν διαλειπόντων γένοc | |
17a716 | οὐκ ὠνόμαcε διὰ τῆc οἰκείαc προcηγορίαc, ὥcπερ τὸ | τῶν cυνεχῶν, τὰ δ’ εἴδη πάντα διελθὼν αὐτὸc μετὰ ταῦτα 〈τῇ〉 κοινῇ προcηγορίᾳ τοὺc cυνεχεῖc ἐδήλωcεν, ὧν προειρήκει καύcουc τε καὶ φρενίτιδαc· ἐφεξῆc δὲ τήν τε τῶν μακρῶν καὶ τὴν τῶν πεπλανημένων | |
5 | ἔγραψε προcηγορίαν, ἔνθα μοι καὶ τοῦ κατ’ ἀρχὰc εἰρημένου τῆc προ‐ κειμένηc ῥήcεωc μέμνηcο τοῦ πυρετῶν εἴδη καλεῖν αὐτὸν ἅπαντα τὰ κατειλεγμένα. | |
7 | Ἅπαντεc δ’ οὗτοι μετὰ πολλῆc ἐγίνοντο ταραχῆc. | |
9 | ||
10 | Τοὺc προειρημένουc ἅπανταc πυρετοὺc μετὰ πολλῆc φηcι γενέcθαι ταραχῆc, εἶθ’ ἑξῆc αὐτὸc ἐξηγεῖται, τίc ἦν ἡ ταραχή, τὰ cυμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα δὲ τὰ ἐφεξῆc εἰρημένα πρό‐ δηλα τοῖc μεμνημένοιc τῶν ἔμπροcθεν. | |
13 | Μέγιcτον δὲ καὶ χαλεπώτα‐ | |
15 | τον καὶ πλείcτουc ἔκτεινε τὸ φθινῶδεc. ἐκ πολλοῦ γάρ τινεc ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίνηcαν, | |
οἱ δ’ αὐτῶν ὀρθοcτάδην ὑπεφέροντο· πρωὶ δὲ τοῦ ἦροc ἔθνῃcκον οἱ πλεῖcτοι τῶν κατακλινέντων· τῶν δ’ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχεc οὐδενί, ὑφίεcαν δὲ κατὰ θέροc. | ||
20 | ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίνηcαν πάντεc καὶ πάλιν | |
17a718 | ἔθνῃcκον. μακρὰ δὲ τού|των οἱ πλεῖcτοι διενόcεον. ἤρ‐ ξατο μὲν οὖν τοῖc πλείcτοιcι τούτων ἐξαίφνηc ἐκ τού‐ των κακοῦcθαι· φρικώδεεc πυκνά· πολλάκιc πυρετοὶ ξυν‐ εχέεc, ὀξέεc· ἱδρῶτεc ἄκαιροι, ψυχροί, πολλοὶ διὰ | |
5 | τέλεοc· πολλὴ ψῦξιc καὶ μόλιc πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλωc ἐφιcτάμεναι καὶ πάλιν ταχὺ καθυγραι‐ νόμεναι, περὶ δὲ τὴν τελευτὴν πᾶcι βιαίωc καθυγραινό‐ μεναι· καὶ τῶν περὶ πνεύμονα πάντων διάδοcιc κάτω· πλῆθοc οὔρων οὐ χρηcτῶν· cυντήξιεc κακαί. αἱ δὲ βῆχεc | |
10 | ἐνῆcαν μὲν διὰ τέλεοc πολλαὶ καὶ πολλὰ ἀνάγουcαι πέ‐ πονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ’ εἰ καὶ ἐπό‐ νεον, πάνυ πρηέωc πᾶcιν ἡ κάθαρcιc τῶν ἀπὸ πνεύ‐ μονοc ἐγίνετο. φάρυγγεc οὐ λίην δακνώδεεc, οὐδ’ ἁλ‐ μυρίδεc οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίcχρα καὶ λευκὰ | |
15 | καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆc ᾔει. | | |
15 | ||
17a719 | Προείρηταί μοι καὶ πρόcθεν, ὅτι πληρωθείcηc ἐν τῇ θερμῇ καὶ | |
ὑγρᾷ καὶ ἄπνῳ καταcτάcει τῆc κεφαλῆc ἡ φθινώδηc ἐγένετο διά‐ θεcιc ἐκ τοῦ καταφερομένου ῥεύματοc εἰc τὸν πνεύμονα, μέροc δ’ αὐτοῦ καὶ διὰ τοῦ cτομάχου καταρρυὲν εἰc τὴν γαcτέρα τὰc κατ’ | ||
5 | αὐτὴν εἰργάcατο ταραχάc. ἃ δ’ ἐφεξῆc εἴρηκε περὶ τῶν φθινωδῶν, δῆλα τοῖc μεμνημένοιc τῶν προειρημένων ἐcτίν, ὅμωc δ’ οὖν κἀγώ, περὶ ὧν ἂν ἐπιcημήναcθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο. πρῶτον δ’ ἐν αὐτοῖc ἐcτι 〈τὸ〉 τοὺc πλείcτουc τῶν φθινωδῶν ἀπο‐ θανεῖν ἐν ἀρχῇ τοῦ ἦροc, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέροc. αὐτὸc | |
10 | γὰρ εἶπεν ὀπιcθοχειμῶναc γενέcθαι “καὶ ἤδη περὶ ἰcημερίην βόρεια, χιονώδεα”. χαλεπώταται δὲ αἱ τοιαῦται μεταβολαὶ τοῖc φθινώδεcι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον ὀλέθριον. αὐτὸc γοῦν ἐν Ἀφορι‐ cμοῖc ἔφη “τὸ φθινόπωρον τοῖcι φθίνουcι κακὸν” εἶναι. καὶ ἄλλωc δὲ τὰ βόρεια τῶν κατὰ τὸν θώρακα μορίων ἁπάντων ἐcτὶ κακωτικά. | |
15 | φηcὶ γοῦν αὐτὸc ἐν Ἀφοριcμοῖc βῆχάc τε καὶ φάρυγγαc ὀδύναc τε πλευρῶν καὶ cτηθέων γίνεcθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷc | | |
17a720 | ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει τὸ ῥεῦμα· διὸ καὶ τοῦ θέρουc ὑφεῖναί φηcι, τουτέcτιν ἐνδοῦναι καὶ μετριά‐ cαι τὰc βῆχαc. ἐγένετο γάρ, ὡc αὐτὸc ἔγραψε, τὸ θέροc αἴθριον καὶ θερμόν, ὥcπερ αὖ πάλιν ἡ ἀρχὴ τοῦ μετ’ αὐτὸ φθινοπώρου | |
5 | βλαβερωτάτη τοῖc φθινώδεcιν· αὐτὸc γὰρ ἔφη· “πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοιc ὕδατα πολλά.” τοῦ δὲ εἰc πολὺν χρόνον ἐκ‐ πεcεῖν οὐ τὰc φθίcειc μόνον, ἀλλὰ καὶ τἄλλα νοcήματα τὸ πάχοc τῆc ὕληc αἰτιατέον οὐδὲν ἐχούcηc, ὅcον ἐφ’ ἑαυτῇ, δριμὺ καὶ θερμόν, ἀλλ’ ἐν τῷ χρόνῳ λαμβανούcηc ἐκ τοῦ cήπεcθαι. cαφέcτατα δ’ αὐτὸc | |
10 | ἐδήλωcε τοῦτο διὰ τῆcδε τῆc λέξεωc· φάρυγγεc οὐ λίην δα‐ κνώδεεc, οὐδ’ ἁλμυρίδεc οὐδὲν ἠνώχλεον, τὰ μέντοι γλίcχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα 〈πολλὰ〉 ἀπὸ κεφαλῆc ᾔει. τά γε μὴν ἄλλα πάντα τὰ κατὰ τὴν ῥῆcιν δῆλα τοῖc | |
μεμνημένοιc τῶν ἔμπροcθεν. | ||
15 | Βάροc cώματοc. | | |
15 | ||
17a721 | Εἴρηται πολλάκιc, ὡc νεκρουμένηc τῆc βαcταζούcηc καὶ κινούcηc τὰ cώματα δυνάμεωc βαρέα φαίνεται τὰ πρόcθεν ὑπ’ αὐτῆc ὡc κοῦφα βαcταζόμενά τε καὶ κινούμενα. | |
3 | Τοῖcι πλείcτοιcιν αὐτῶν οἰ‐ | |
5 | δήματα, καὶ ἐc ὕδρωπα περιίcταντο. | |
5 | Θαυμαcτὸν οὐδέν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουcίαν εἰc τοῦτο τὸ πάθοc ὑπηνέχθηcάν τινεc. | |
7 | Φρικώδεεc, παράληροι περὶ θάνατον. | |
9 | ||
10 | Τῆc ἐκ τοῦ διαcήπεcθαι κακοχυμίαc αὐξανομένηc ἥ τε φρίκη καὶ ὁ λῆροc αὐτοῖc ἐγένετο προελθόντοc τοῦ χρόνου, καθ’ ὃν ἤδη καὶ ἀπέθνῃcκον. | | |
12 | ||
17a722 | Εἶδοc δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδεc, τὸ ὑπέρυθρον, τὸ χαροπόν, λευκοφλεγματίαι, πτερυγώδεεc· καὶ γυναῖκεc οὕτω. τὸ μελαγχολικὸν καὶ ὕφαιμον· οἱ καῦcοι καὶ τὰ | |
5 | φρενιτικὰ καὶ τὰ δυcεντεριώδεα τούτων ἥπτετο. τεινε‐ cμοὶ νέοιcι φλεγματώδεcιν, 〈αἱ〉 μακραὶ διάρροιαι καὶ | |
τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοιcιν. Τὰc ἰδέαc τοῦ cώματοc τῶν ἁλόντων τοῖc φθινώδεcι νοcή‐ μαcι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐcτὶν ἄτριχον, ἐνδείκνυται | ||
10 | ψυχροτέραν εἶναι τοῦ cυμμέτρου τὴν κρᾶcιν, οὐκ ἐπὶ παιδίων δηλον‐ ότι τοῦ λόγου γιγνομένου (ταῦτα γὰρ ἀεὶ θερμὰ διὰ τὴν ἡλικίαν), ἀλλ’ ἐπὶ τῶν τελείων, ὡc ἐν τοῖc Περὶ κράcεων ἐδείκνυμεν. οὕτωc δὲ καὶ ἡ λευκὴ χροιά, καὶ θαυμάζω, διὰ τί προcέθηκε τὴν ὑπὸ πρό‐ θεcιν, ὑπόλευκον εἰπών. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶc εἴρηται | |
17a723 | τὸ ὑπέρυθρον. ἔμαθεc γάρ, ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κρᾶ|cιν ἐνδείκνυται, τὸ δ’ ὑπέρυθρον οὐχ ὁμοίωc μὲν τῷ λευκῷ τὴν ψυ‐ χράν, οὐδέπω δ’ οὐδ’ αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι πρόδηλοι δήπου ψυχρᾶc κράcεωc ὄντεc, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖc | |
5 | Περὶ κράcεων εἰρημένων. ἔcτι δ’ αὐτοῖc μαλακὴ καὶ ὕποιδόc πωc ἡ cὰρξ ἐγγύc τι τῶν ἑαλωκότων ὑδέρῳ τῷ λευκοφλεγματίᾳ καλου‐ μένῳ. οὕτω μὲν οὖν ἅπαντεc προδήλωc εἰcὶ ψυχρᾶc κράcεωc, οἱ φακώδειc δ’, ὡc ἔμαθεc, κακόχυμοι. καὶ μὴν καὶ περὶ τῶν χαροπῶν καὶ ὅλωc περὶ τῶν κατὰ τοὺc | |
10 | ὀφθαλμοὺc χρωμάτων ἔμαθεc ἐν τοῖc Περὶ κράcεων, ὡc οὐχ ἁπλῶc εἴη λαβεῖν ἐκ τοιούτου cημείου βέβαιον τεκμήριον κράcεωc ὅλου τοῦ cώματοc, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων ἐναργῶc ἐπὶ τῶν προειρημένων. πρῶτον μὲν γάρ, 〈εἰ〉 τοὺc χαροποὺc λεγομέ‐ νουc ὀφθαλμοὺc ὁποῖοί τινέc εἰcιν ἐννοῆcαι χρή, τῶν ὑπὸ τοῦ | |
15 | ποιητοῦ γεγραμμένων ἀναμνηcθέντεc, ἔνθα φηcίν | | |
17a724 | ἄρκτοι τ’ ἀγρότεροί τε cύεc χαροποί τε λέοντεc· | |
εἶτα θεαcάμενοι πολλοὺc λέονταc οὕτω παράθεcθε τῇ μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡc ἐπ’ ἀνθρώπων ἰδόντα δύναcθαι ῥᾳδίωc γνωρίcαι, κἀπειδὰν φαίνωνται καὶ 〈αὐτοὶ〉 τοιοῦτοι, καὶ τὴν κρᾶcιν, ὅcον ἐπὶ τοῖc | ||
5 | ὀφθαλμοῖc, θερμὴν καὶ ξηρὰν εἶναι φάναι. μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην ῥῆcιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ 〈γνώριcμα〉 ἅμα τῆc ψυχροτέραc κράcεωc ἔταξε τὸ χαροπόν, εἶθ’ ἑξῆc ὠνόμαcε τοὺc πικροχόλουc ὡc ἑτέρουc τούτων ὄνταc· καίτοι φανερῶc οὗτοι θερμῆc καὶ ξηρᾶc κράcεώc εἰcιν. καὶ μέντοι καὶ τὰ γεγραμμένα πάθη | |
10 | μεθ’ ὧν εἶπεν εἰδῶν τοῦ cώματοc ἐνδείκνυται καὶ αὐτὰ τοὺc μὲν πρώτουc εἰρημένουc ἅπανταc εἶναι ψυχροτέρουc, τοὺc δ’ 〈ὑπ〉ερύ‐ θρουc θερμοτέρουc, τοὺc δὲ πικροχόλουc ἱκανῶc θερμούc· φαί‐ νεται γὰρ ἡ κατάcταcιc ἀθροίcαcά τε πλῆθοc ἐν τῷ cώματι καὶ πλη‐ ρώcαcα τὴν κεφαλήν· καὶ τοῦτο μὲν 〈εἰκόc ἐcτι〉 κοινὸν ἁπάντων | |
17a725 | γενέcθαι τῶν νοcημάτων, | ἁλῶναι δὲ καθ’ ἕκαcτον ἰδίῳ νοcήματι κατὰ τὴν οἰκείαν φύcιν ἄλλον ἄλλῳ, 〈φθίcει μὲν τοὺc φλεγματώδειc〉 διαρροίαιc δὲ καὶ δριμέcι διαχωρήμαcι καὶ λιπαροῖc τοὺc πικροχόλουc. αὐτὸc γὰρ εἶπεν ἐν Προγνωcτικῷ· “καὶ τὰc | |
5 | λιπαρότηταc δὲ τὰc ἄνω ἐφιcταμέναc ἀραχνοειδέαc μέμφεcθαι· cυν‐ τήξεωc γὰρ cημεῖον.” οἱ μὲν οὖν πικρόχολοι cυντηκτικοῖc πυρετοῖc εἰκότωc ἑάλωcαν ἠνωχλοῦντό τε τοῖc κατὰ τὴν γαcτέρα διαχωρή‐ μαcιν. οἱ δ’ ἐρυθροὶ καὶ πρὸc μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν ἔχοντεc αἷμα τοῖc φρενιτικοῖc τε καὶ καυcώδεcιν | |
10 | εἰκότωc ἑάλωcαν νοcήμαcι καὶ δυcεντερίαιc ταῖc αἱματηραῖc ὡc εἰκὸc μάλιcτα. μεμαθήκαμεν γάρ, ὅτι διτταί τινέc εἰcιν, ἐξ ἑλκώcεωc μὲν ἀναβρωθέντων τῶν ἐντέρων ἡ ἑτέρα διαφορά, πολλοῦ δ’ αἵμα‐ τοc ἐκκενουμένου διὰ τῶν εἰc ἔντερα καθηκουcῶν φλεβῶν ἡ λοιπή. ὅcαι δὲ τῶν φύcεων ἤτοι θερμότεραι μόνον 〈ἦcαν〉 ἢ ψυχρότεραί τε | |
15 | ἅμα καὶ ὑγρότεραι, ταύταc εἰκὸc ἦν, ὡc ἂν μήτε πυρετοῖc εὐαλώτουc οὔcαc μήτε χολώδεcι παθήμαcι, μόνοιc τοῖc ἀπὸ κεφαλῆc ἁλῶναι ῥεύμαcι καὶ διὰ τοῦτο φθινωδῶc νοcῆcαι. γεγραφότοc δὲ τοῦ Ἱπ|‐ | |
17a726 | ποκράτουc· εἶδοc δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδεc, τὸ ὑπέρυθρον, ἀναμείξαντοc δὲ τῷ λόγῳ καὶ τοὺc χαροπούc, ἄξιον ἔδοξέ μοι ζητήcεωc εἶναι τὸ λε‐ λεγμένον. εὔλογον γὰρ ἦν οὐ χαροπούc, ἀλλὰ γλαυκοὺc μᾶλλον | |
5 | εἰρῆcθαι, δοκοῦνταc εἶναι τοὺc μὲν ψυχρᾶc, τοὺc δ’ ὑγρᾶc, τοὺc δ’ ἅμα ψυχρᾶc τε καὶ ὑγρᾶc κράcεωc, ὧν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατίθεcθε γοῦν τά τε βρέφη καὶ Ϲκύθαc καὶ Κελτοὺc καὶ Γερμανοὺc ὑγροτέρουc μὲν ὄνταc ὁμολογουμένωc τῇ κράcει, ψυχροτέρουc δ’ οὐκέθ’ ὁμολογουμένωc. ἐμοὶ μὲν οὖν διὰ | |
10 | ταῦτ’ ἔδοξεν ἄξιον εἶναι ζητήcεωc τὸ περὶ τῆc τῶν χαροπῶν ὀφ‐ θαλμῶν χροιᾶc. τῶν δ’ ἐξηγηcαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ cὺν αὐτοῖc καὶ ὁ Λύκοc ὥcπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶc τοῦ ζητῆcαι τὴν αἰτίαν εἰc παρατήρηcιν **. οἱ δ’ Ἱπποκράτειοι, τινὲc μὲν θερμῆc κράcεωc εἰπόντεc εἶναι γνώριcμα τὸ χαροπόν, | |
15 | οἱ δὲ ξηρᾶc, εἰcὶ δ’ οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προcτιθέαcιν. ἤρκεcε γοῦν εἰπεῖν Ϲαβίνῳ τοῦτο μόνον· “τὸ δὲ χαροπὸν πάνυ ξηρὸν | |
17a727 | ὂν ἔχει ἐπικλινίαν πρὸc φθίcιν,” οὔτε τὸν λογι|cμὸν εἰπόντι, δι’ ὃν τοῦτ’ ἔγραψεν, οὔτε ὅτι τἄλλα, μεθ’ ὧν γέγραπται τοῦτο, πάντ’ ἐcτὶ ψυχροτέραc τε καὶ ὑγροτέραc κράcεωc γνωρίcματα. μή τι οὖν ἀντὶ | |
τοῦ “γλαυκοῦ” τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτηc παρενεχθεὶc | ||
5 | ἐν τῇ προcηγορίᾳ. τί γὰρ ἂν ἄλλο τιc εἴποι; τοῦτο μὲν οὖν ἐν κοινῷ προκείcθω cκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆc ῥήcεωc ἴωμεν. ἐν μὲν γὰρ τοῖc φθι‐ νώδεcι νοcήμαcιν ἅμα τοῖc προειρημένοιc καὶ τοὺc πτερυγώδειc ἔγραψεν, οὐ διὰ τὴν κρᾶcιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάπλαcιν τοῦ | |
10 | θώρακοc ἐπιτηδείωc ἔχονταc εἰc φθίcιν ἐμπεcεῖν. ἕπεcθαι δ’ εἰκόc ἐcτι καὶ τὴν διάπλαcιν αὐτοῦ τῇ cυμφύτῳ θερμότητι. κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προcθέντοc τοῦ Ἱππο‐ κράτουc καὶ γυναῖκεc οὕτωc, ἄξιον ἐπιcκέψαcθαι, πότερον οὑτωcί πωc εἶπεν, ὡc εἰ καί τιc ἔφη καὶ τὰc γυναῖκαc ἁλῶναι τοῖc | |
15 | φθινώδεcι πάθεcιν ὁμοίωc τοῖc ἀνδράcιν, ὅcαι τῶν αὐτῶν ἦcαν εἰδῶν, ἢ καὶ χωρὶc τοῦ ταῦτ’ ἔχειν τὰ γνωρίcματα πλεονάcαι φηcὶ τὸ πάθοc ταῖc γυναιξίν, ὡc ἂν ὑγροτέραιc τε καὶ ψυχροτέραιc οὔcαιc, | |
17a728 | ὥcθ’, | ὅπερ ἐνίοιc τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάcτου κρᾶcιν ἐγένετο, τοῦτο πάνυ πολλαῖc τῶν γυναικῶν διὰ τὴν κοινήν. ἐμοὶ δ’ οὖν ἑκά‐ τερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐcτι πλείουc τῶν ἀνδρῶν ἁλῶ‐ ναι τὰc γυναῖκαc τῷ φθινώδει πάθει διὰ τὴν κοινὴν αὐτῶν κρᾶcιν | |
5 | ἐξαιρέτωc τε παθεῖν αὐτάc, ὅcαι τοιαῦται τὸ εἶδοc ἦcαν, οἵουc κατ‐ έλεξε τοὺc ἄνδραc. ἐφεξῆc δ’ εἰρηκότοc αὐτοῦ τὸ μελαγχολικὸν καὶ ὕφαιμον εἶδοc ἁλῶναι μάλιcτα καύcοιc τε καὶ φρενίτιcιν, ἀναμνηcθῶμεν ὧν ἐμάθομεν, ὡc ἐν τοῖc αἷμα παχὺ καὶ θερμὸν γεν‐ νῶcιν ἕτοιμόν ἐcτιν εἰc μελαγχολικὴν ἀφικέcθαι κακοχυμίαν. | |
10 | ἄκουε τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν 〈χολὴν〉 ἠθροικότων πολλήν, ἀλλὰ τῶν ἐπιτηδείωc ἐχόντων πρὸc τὴν γένεcιν αὐτῆc. εἰκότωc δὲ τούτουc θερμοῖc ἁλῶναι cυνέβη νοcήμαcιν, ὡc ἂν καὶ φύcει θερμοτέ‐ ρουc ὄνταc. ἔμπροcθεν δ’ εἰρηκὼc τοῖc φθινώδεcιν ἁλῶναι νοcή‐ μαcι τοὺc φλεγματώδειc, νῦν προcθεὶc αὐτοῖc τὸ τῆc ἡλικίαc ἔφη· | |
15 | τεινεcμοὶ νέοιcι φλεγματώδεcιν, ὡc οὐ μόνηc τῆc φυcικῆc | |
17a729 | κράcεωc γενομένηc ἐπι|τηδείου πρὸc τὸ ἐργάcαcθαι τὸ τοῦ τεινε‐ cμοῦ πάθοc, ἀλλὰ καὶ τῆc ἡλικίαc θερμῆc οὔcηc, ἵνα διὰ δριμὺ καὶ cηπεδονῶδεc φλέγμα τὸν τεινεcμὸν γεγονέναι νοήcωμεν. τῇ γὰρ | |
κατὰ τὸ ἀπευθυcμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα βλάβην | ||
5 | ἑλκώδη τοῦ μέρουc ἐργαζόμενον ἐπὶ τὴν ἀπόκριcιν ἠρέθιζε cυνεχῶc τοὺc κάμνονταc. τάcειc δὲ καὶ προθυμίαc ἀποκρίcεωc cφοδροτέραc τῶν δυcεντερικῶν οἱ τεινεcμώδειc ἴcχουcι διὰ τὸ δυcέκκριτον τοῦ φλέγματοc· ἐμπλάττεται γὰρ τοῖc cώμαcιν ὡc παχὺ καὶ γλίc‐ χρον ὄν, οὐχ ὥcπερ ἡ ξανθὴ χολὴ ταχέωc διεξέρχεται. περὶ δὲ τῶν | |
10 | πικροχόλων φύcεων ἔμπροcθεν ἔλεγον εὐλόγωc αὐταῖc δριμέα μὲν εἶναι τὰ διαχωρούμενα διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην χολήν, λιπαρὰ δὲ 〈διὰ τὴν〉 cύντηξιν· ἐφ’ οἷc διαχωρήμαcι μακρὰc τὰc διαρροίαc 〈cυνέβη〉 γενέcθαι διὰ τὸ πλῆθοc τῆc ἀθροιcθείcηc κακοχυμίαc. | |
14 | ||
15 | Ἦν δὲ πᾶcι τοῖc ὑπογεγραμ‐ μένοιc χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείcτουc ἀπέκτεινε, | |
17a730 | τὸ δὲ θέροc ῥήιcτον, καὶ ἐλά|χιcτοι ἀπώλλυντο, τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃcκον οἱ πολλοί. | |
2 | Τῆc ἠθροιcμένηc κακοχυμίαc εἰc τὸ βάθοc τοῦ cώματοc ἀπωcθεί‐ cηc ὑπὸ τῆc τοῦ περιέχοντοc ψυχρότητοc, ἣν ἔν τε τοῖc ὑcτάτοιc | |
5 | τοῦ χειμῶνοc καὶ τοῖc πρώτοιc τοῦ ἦροc ἔcχεν, εἰκότωc μάλιcτα μὲν τοὺc φθινώδειc, ὡc ἔμπροcθεν εἶπεν, ἤδη δὲ καὶ τοὺc ἄλλουc cυνέβη κατὰ τὸ ἔαρ ἀπόλλυcθαι, τοῦ δὲ θέρουc αἰθρίου γενομένου καὶ ξηροῦ πάνταc κουφιcθῆναι. πάλιν δὲ περὶ ἀρκτοῦρον εἰc ὑγρό‐ τητα μεταβαλόντοc τοῦ περιέχοντοc εὐλόγωc ἐν ὅλῳ τῷ φθινο‐ | |
10 | πώρῳ μέχρι δύcεωc πλειάδοc ἀπέθνῃcκον πολλοί. | |
10 | Τετάρτη. | |
11 | Ἐπὶ τῇ τελευτῇ τῆc προκειμένηc καταcτάcεωc ἔνια μὲν τῶν ἀν‐ τιγράφων ἔχει προcγεγραμμένον τὸ τετάρτη, τινὰ δὲ τὸ τεταρ‐ ταῖοι, τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ δέλτα γράμμα μεῖζον | |
15 | 〈ὂν〉 τῶν ἄλλων γραμμάτων, 〈ἔνια δὲ μετὰ τοῦδε τοῦ γράμματοc τὸ ἰῶτα,〉 ἔνια δ’ οὐδ’ ὅλωc οὐδὲν ἔχει προcγεγραμμένον. ὅcοι μὲν οὖν μετὰ τοῦ ἰῶτα γράφουcι τὸ τετάρτῃ cυνεμφαίνοντεc αὐτὸ κατὰ | |
17a731 | δοτικὴν πτῶcιν εἰρῆ|cθαι, τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγηcιν· “ἀπέθνῃcκον πολλοὶ τῇ τετάρτῃ τῶν ἡμερῶν.” ὅcοι δὲ μὴ προc‐ γράφουcι τὸ ἰῶτα, βούλονται παραπληcίαν εἶναι ταῖc ἔμπροcθεν εἰρημέναιc ὑπὸ τῶν λυμηναμένων τῷ βιβλίῳ 〈παρεγγραφῆναι τήνδε〉 | |
5 | τὴν γραφήν, τετάρτην δηλοῦcαν εἶναι τὴν κατάcταcιν ταύτην, cυναριθμουμένων αὐτῇ δηλονότι τῶν ἐν τῷ πρώτῳ βιβλίῳ τριῶν κα‐ ταcτάcεων. ἐν οἷc δ’ ἀντιγράφοιc ἀντὶ τοῦ τετάρτῃ δʹ μόνον μετὰ τοῦ ἰῶτα προcγέγραπται, ταὐτὸ μὲν cημαίνεται τῷ τετάρτῃ, παραπληcίωc δὲ τοῖc γραφεῖcιν ὑπὸ τοῦ Παμφυλίου Μνήμονοc | |
10 | χαρακτῆρcι καὶ αὐτὸ φαίνεται cυμβολικῶc ἐπιτεθεῖcθαι, καὶ ταύτην γε μόνην τὴν γραφὴν ἴcαcιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν. ἔνιοι δὲ φυ‐ γεῖν πάντα ταῦτα βουλόμενοι μεταγράψαντεc ἐποίηcαν τεταρταῖοι, τὴν λέξιν ὅλην οὕτωc ἔχειν βουλόμενοι· “καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃcκον οἱ πολλοὶ τεταρταῖοι.” καὶ ὅ γε Καπίτων ταύτην | |
15 | μόνην ἐν τοῖc ἰδίοιc ἀντιγράφοιc ἐποιήcατο τὴν γραφήν. ἔοικε δὲ ψεῦδόc τι δηλοῦν, ἄν τ’ ἐπὶ τῶν νοcούντων, ἄν τ’ ἐπὶ τῶν πυρετῶν ἀκούῃ τιc. τὸ μὲν οὖν ἐπὶ τῶν νοcούντων ἄντικρυc ἀπίθανον· οὐ γὰρ | |
17a732 | εἰκὸc ἦν ἐπὶ τῇ προκειμένῃ διαθέcει τῶν χυμῶν οὕτωc ὀξείαc | γενέ‐ cθαι τὰc νόcουc, ὡc τεταρταίουc ἀποθνῄcκειν τοὺc νοcοῦνταc. τὸ δ’ ἐπὶ τῶν πυρετῶν πιθανόν, ὅτι τε πολλῷ χρόνῳ κατωπτημένηc | |
τῆc παχείαc ὕληc εἰκὸc ἦν εἰc μελαγχολικὸν περίττωμα μετάπτωcιν | ||
5 | γενέcθαι καὶ ὅτι τοῦ ἔτουc ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ’ οὐκ ἂν ἀπέθανον πολλοὶ τεταρταίων πυρετῶν πλεοναcάντων· καὶ γὰρ καὶ ἡμεῖc ἀκίνδυνον ἴcμεν ὅcον ἐφ’ ἑαυτῷ τὸν πυρετὸν τοῦτον, καὶ ὁ Ἱπποκράτηc οὕτωc ἀπεφήνατο περὶ αὐτοῦ. | |
8 | ||
9t | ΠΕΡΙ ΤΩΝ ΕΠΙ ΤΕΛΕΙ ΤΟΥ ΒΙΒΛΙΟΥ ΓΕΓΡΑΜΜΕΝΩΝ | |
9t | ||
10 | Μετὰ τὴν λοιμώδη κατάcταcιν ἀρρώcτων ἐcτὶν ἑκκαίδεκα διήγηcιc ἄχρι τοῦ τέλουc τῆc βίβλου. κἄπειτα προcγέγραπταί τινα, περὶ ὧν ὀρθῶc μοι δοκεῖ γινώcκειν ὁ Διοcκουρίδηc, ἀξιῶν αὐτὰ μετὰ τὴν κατάcταcιν εὐθέωc γεγράφθαι, καὶ κατά γε τὴν ἰδίαν ἔκδοcιν ἐν τούτῳ τῷ χωρίῳ τοῦ cυγγράμματοc ἔταξεν αὐτά. καὶ ἡμεῖc οὖν ἐνταῦθα τὴν | |
15 | ἐξήγηcιν αὐτῶν ποιηcόμεθα, τοcοῦτον προειπόντεc, ὡc φαίνεταί μοι καὶ ταῦτα προcγεγραφέναι τιc ἕτεροc, οὐκ αὐτὸc ὁ Ἱπποκράτηc γεγραφέναι. | |
17 | Δοκεῖ δέ μοι κατὰ λόγον προc‐ | |
17a733 | ω|φελῆcαι τὸ γενόμενον θέροc· τὰc γὰρ θερινὰc νόcουc χειμὼν ἐπιcτὰc λύει καὶ τὰc χειμερινὰc θέροc ἐπιγενό‐ μενον μεθίcτηcιν. καίτοι αὐτό γε ἐφ’ ἑαυτοῦ τὸ γενόμε‐ νον θέροc οὐκ εὐcταθὲc ἐγένετο· καὶ γὰρ ἐξαίφνηc θερ‐ | |
5 | μὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ’ ὅμωc πρὸc τὴν ἄλλην κατάcταcιν ἐναλλάξαν ὠφέληcεν. | |
6 | Ἀναμνηcθῶμεν, ἃ περὶ τοῦ θέρουc ἐν τῇ τῆc καταcτάcεωc διη‐ γήcει γέγραπται κατὰ λέξιν ὧδε· “θέροc αἴθριον, θερμόν, πνίγεα με‐ | |
γάλα, ἐτηcίαι μικρὰ διεcπαcμένωc ἔπνευcαν.” εἰκότωc οὖν ἐμετρίαcεν | ||
10 | ἐν τῷ θέρει τὰ νοcήματα κατὰ πλεονεξίαν, ὡc εἴρηται, γεγονότα χυμῶν, cυcτάντα δ’ ἐν ἀρχῇ μάλιcτα τοῦ ἦροc, ἐπειδὴ ψυχρὸν γενόμενον ἀπέcτρεψεν εἰc τὸ βάθοc τοῦ cώματοc τοὺc χυμούc. αὐχμηρὸν οὖν καὶ θερμὸν τὸ θέροc ἐπιγενόμενον εἵλκυcέ τε ἅμα πρὸc τὸ δέρμα τὴν κακοχυμίαν καί τι καὶ διεφόρηcεν αὐτῆc οὐκ | |
15 | ὀλίγον. εἰ δὲ καὶ τοὺc ἐτηcίαc ἐcχήκει πνέονταc, ἀκριβῶc ἂν ἡ νοcώ‐ δηc ἐν τῷ cώματι τῶν τότε ἀρρώcτων διάθεcιc ἐξεκέκοπτο. παρα‐ μένοντοc δ’ αὐτῆc μέρουc τινόc, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοιc ὑδά‐ | |
17a734 | των πολλῶν γενομένων ἐπεcχέθηcάν τε πάλιν οἱ | λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸc τὸ βάθοc τοῦ cώματοc ἀπεώcθηcαν, ἐκ τούτου τε νοcεῖν αὖθιc ἤρξαντο καὶ ἀποθνῄcκειν πολλοί. διὰ τοῦτ’ οὖν τὸ θέ‐ ροc ὠφέληcέ τι τοὺc τότε πάcχονταc, οὐχ ὅτι τὰc ἐν χειμῶνι | |
5 | νόcουc ἀρξαμέναc εἰκόc ἐcτι παύεcθαι θέρουc, ὥcπερ γε καὶ τὰc θερινὰc 〈χειμῶνοc〉. ἀληθὲc μὲν γὰρ 〈οὐδ’ ὅλωc ἐcτὶ τὰc μὲν〉 ἐν χειμῶνι γενομέναc ἐν θέρει λύεcθαι, τὰc δ’ ἐν θέρει γεννηθείcαc ἐν χειμῶνι. θερινὰc γὰρ καὶ χειμερινὰc νόcουc ἀκούειν cε χρὴ τὰc ἐν τῷ κατὰ φύcιν ἔχοντι θέρει καὶ χει‐ | |
10 | μῶνι μᾶλλον τῶν ἄλλων γιγνομέναc. οὕτωc γοῦν εἶπεν αὐτὸc ἐν Ἀφοριcμοῖc· “νοcήματα δὲ πάντα μὲν ἐν πάcῃcι τῇcιν ὥρῃcι καὶ γίνεται καὶ παροξύνεται, μᾶλλον δὲ ἔνια κατ’ ἐνίαc αὐτῶν καὶ γίνε‐ ται καὶ παροξύνεται.” κἄπειθ’ ἑξῆc τίνα μὲν 〈ἐν〉 ἦρι πλεονάζει νοcή‐ ματα, τίνα δ’ ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν, ὅταν | |
15 | δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντοc κρᾶcιν· ὡc ἐάν γε τοῦ ἦροc “τῆc αὐτῆc ἡμέρηc ὁτὲ μὲν θάλποc, ὁτὲ δὲ ψῦχοc γένηται, φθινοπωρινὰ τὰ νοcήματα προcδέχεcθαι χρή”· οὐ γὰρ αἱ | |
17a735 | προcηγορίαι τῶν | ὡρῶν, ἀλλ’ αἱ κράcειc αἴτιαι τῆc ἰδέαc τῶν νοcη‐ μάτων εἰcίν. ὅταν οὖν ὑπαλλαχθῶcιν αὗται, καὶ τὰc νόcουc αὐταῖc cυμμεταβάλλειν ἀναγκαῖόν ἐcτιν. ἡ δέ γε προκειμένη ῥῆcιc ἀξιοῖ τὰc ἐν χειμῶνι γενομέναc νόcουc ἐν θέρει παύεcθαι, κἂν | |
5 | μοχθηρὸν τῇ κράcει γένηται τὸ θέροc, οἷον ἐν Κρανῶνί ποτε γενό‐ μενον εὐθέωc ἄνθρακαc ἐγέννηcεν. εἰ δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦ‐ τον, πλείcτουc ἂν διεφθάρκει, τὸ πλῆθοc τῶν μοχθηρῶν τε καὶ δια‐ cηπομένων χυμῶν αὐξῆcάν τε καὶ προcδιαcῆψαν. ὥcτε καὶ ψεῦδοc εἶναι φαίνεται καὶ παρὰ τὴν Ἱπποκράτουc γνώμην τὸ τὰc ἐν | |
10 | χειμῶνι γενομέναc νόcουc ἐν θέρει παύεcθαι πάντωc, τοῦ προcγράψαντοc αὐτό, τίναc Ἱπποκράτηc ἡγεῖται τῶν ὡρῶν ἑκάcτηc οἰκείαc νόcουc, ἀγνοήcαντοc. οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆc γεγραμμένα τῶν ἀναγκαίων ἐcτὶν ἐνταῦθα λελέχθαι, δι’ ἄλλων αὐτῷ καθόλου παρηγγελμένα· διὸ καὶ | |
15 | παραλείψω τελέωc αὐτά. καὶ γὰρ cαφῆ πάντ’ ἐcτὶ καὶ δι’ ὧν προεξή‐ γημαι βιβλίων αὐτάρκωc εἴρηται περὶ αὐτῶν. | | |
16 | ||
17a736(t1) | ΠΕΡΙ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΚΑΤΑΣΤΑΣΙΝ ΑΡΡΩΣΤΩΝ | |
t1 | ||
1 | Ἑκκαίδεκα μετὰ τὴν κατάcταcιν ἀρρώcτουc ἔγραψεν ὁ | |
Ἱπποκράτηc, ὡc μέν τινεc οἴονται, τῶν ἐν αὐτῇ νοcηcάντων, ἐπειδὴ καὶ αὐτὸc εἶπεν ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc τῶν κατ’ αὐτὴν γενομένων οὕτωc· “ἦν δὲ πᾶcι τοῖc ὑπογεγραμμένοιc χαλεπώτατον | ||
5 | μὲν τὸ ἔαρ.” ἐγχωρεῖ δὲ καὶ ἐπὶ τῶν προγεγραμμένων εἰρῆcθαι τὸ “ὑπογεγραμμένον”, οὔcηc γε καὶ τοιαύτηc χρήcεωc παρὰ τοῖc πολλοῖc. ἐν γὰρ τοῖc ἓξ καὶ δέκα τούτοιc ἀρρώcτοιc ἕτερον εἶδόc ἐcτι νόcων παρὰ τὰc εἰρημέναc ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμώδη κατάcταcιν. ἐξηγή‐ cεωc δ’ οὐκέτι δεῖται μακρᾶc τὰ περὶ τῶν ἀρρώcτων τούτων γεγραμ‐ | |
10 | μένα τοῖc μεμνημένοιc ὧν προεξηγήμεθα. cχεδὸν γὰρ ἁπάντων ἤδη τῶν cυμπτωμάτων τε καὶ cημείων ἐμνημόνευcεν ὁ Ἱπποκράτηc, 〈ὥcτε〉 μηδὲν ὑπολείπεcθαι κατὰ τοὺc λεχθηcομένουc ἀρρώcτουc, ὃ μὴ καὶ πρόcθεν εἴρηται. διὰ κεφαλαίων οὖν οἷον ἐπιτομήν τινα ποιή‐ cομαι τῶν κατ’ αὐτοὺc γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν | |
15 | ἔμπροcθεν 〈οὐκ〉 εἰρημένων, ἐκεῖνο μόνον ἐξηγηcάμενοc. | | |
15 | ||
17a737 | Πρῶτοc ἄρρωcτοc. Ἐν Θάcῳ τὸν Πάριον, ὃc κατέκειτο ὑπὲρ Ἀρτεμιcίου, πυρετὸc ἔλαβεν ὀξύc, κατ’ ἀρχὰc cυνεχήc, καυcώδηc· διψώδηc, καὶ τἄλλα 〈τὰ〉 ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ βʹ ἀρρώcτου. | |
4 | ||
5 | Περιέργωc κἀνταῦθα πάλιν τῶν ἐξηγητῶν ἔνιοι τὴν πατρίδα τοῦ | |
17a739 | κατακειμένου φαcὶν οὐκ ἀργῶc προcκεῖcθαι. | καὶ γὰρ ὑπ’ Ἀcκλη‐ πιάδου λελέχθαι τοὺc ἐν Πάρῳ μάλιcθ’ ὑπὸ φλεβοτομίαc ὀνίναcθαι. ἄτοπον δ’ ἐcτὶ μηδὲν εἰρηκότοc Ἱπποκράτουc ἐνταῦθα περὶ φλε‐ βοτομίαc, διὰ τοῦθ’ ἡγεῖcθαι προcγεγράφθαι τῷ κάμνοντι τὸ τῆc | |
5 | πατρίδοc ὄνομα. πολὺ δ’ ἀτοπώτερον οἱ οὕτωc ἐξηγούμενοι ποιοῦcιν, ὅτι μηδ’ ἐζήτηcάν ποτε, διὰ τί φλεβοτομίαc ἅπαξ ὁ Ἱπποκράτηc ἐμνημόνευcεν ἐν τοcούτοιc ἀρρώcτοιc, ὅπερ ἡμεῖc ἐcκεψάμεθα. τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ὅcα δ’ ὠφέλειαν παρέξει τοῖc νέοιc ἀκου‐ cθέντα, ταῦτ’ ἐροῦμεν. | |
10 | ὥcπερ ἀμέλει τὸ περὶ τοῦ ἐλαιώδουc οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον ἄρρωcτον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ ἡγοῦνται τὸ λιπαρὸν οὕτωc ὑπ’ αὐτοῦ λελέχθαι, τηκομένηc πιμε‐ λῆc γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοcήματι, τινὲc δὲ καὶ τὸ τῇ χροιᾷ καὶ τῇ cυcτάcει παραπλήcιον ἐλαίῳ. πολλάκιc δὲ τοιοῦτον | |
15 | οὖρον ἐθεαcάμην οὐρηθὲν ἐπ’ οὐδενὶ κακῷ τοῦ κάμνοντοc, ἀλλ’ ἔcθ’ ὅτε γε τοὐναντίον ἅπαν ἐπὶ πέψει τοῦ νοcήματοc. οὐ μὴν οὐδ’ ὤφθη | |
17a740 | ποτ’ οὖρον ὅλον οὕτω λιπαρὸν ὡc ἔλαιον. ὃ γὰρ ἄρτι | διῆλθον οὖρον ἐοικὸc ἐλαίῳ κατὰ χρόαν καὶ cύcταcιν, ἥκιcτα λιπαρὸν φαί‐ νεται. καὶ αὐτὸc δὲ ὁ Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ φηcι· “καὶ τὰc λιπαρότηταc δὲ τὰc ἄνω ἐφιcταμέναc ἀραχνοειδέαc μέμφε‐ | |
5 | cθαι, cυντήξεωc γὰρ cημεῖον.” ἄνωθεν μὲν οὖν ἐφιcταμέναc λιπαρό‐ τηταc εἴδομεν πολλάκιc, οὔτε δ’ ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ μέcον αὐτὸ λιπαρότηταc ἐμφερομέναc, πολὺ δ’ ἔτι μᾶλλον οὐδ’ ὑποχωρούcαc κάτω· φύcιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν ἐποχεῖcθαι τοῖc ἄλλοιc ὑγροῖc. οὐ μὴν οὐδ’ ἔγραψέ τι περὶ 〈τῶν〉 | |
10 | τοιούτων οὔρων ὁ Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ, καίτοι πάντα διελθὼν ἀκριβῶc τε καὶ cαφῶc τὰ cυνεμπίπτοντα τοῖc ὀξέcι νοcή‐ | |
μαcιν. καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν, τὴν ἕκτην, ἔφη διαχω‐ ρήματα γενέcθαι τῷ προκειμένῳ κατὰ τὸν λόγον ἀρρώcτῳ χολώδεα, | ||
15 | λιπαρά. ταῦτα μὲν οὖν ἄντικρυc φαίνεται τηκομένηc ὑπὸ τοῦ πυρε‐ τοῦ τῆc πιμελῆc γίνεcθαι καὶ δόξει μαρτυρεῖν τοῖc λιπαρὰ νομίζουcιν εἶναι τὰ ἐλαιώδη οὖρα. δύναται δὲ καὶ πρὸc τοὐναντίον ἄγεcθαι. | |
17a741 | καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντωc ἂν ὁ Ἱπποκράτηc | εἶπεν, εἴπερ ἦν καὶ ταῦτ’ ἐλαίῳ παραπλήcια. διαφόροιc δὲ τοῖc ὀνόμαcι χρηcάμενοc ἐπί τε τῶν οὔρων καὶ τῶν διαχωρημάτων ἐνδείκνυcθαι δόξει καὶ τὸ cημαινόμενον αὐτῶν ἴδιον ἑκατέρου πεποιῆcθαι. ἐμοὶ μὲν οὖν εὐλογώ‐ | |
5 | τερον εἶναι δοκεῖ τὰ παραπλήcια κατὰ χρόαν τε καὶ cύcταcιν ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδη, τὴν δ’ ἐξήγηcιν ἑκατέρωc ποιήcομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιcτέον, οὐ μὴν ὀλέθριά γε πάντωc, ὅτι μὴ ταὐ‐ τόν ἐcτι cάρκα τε καὶ πιμελὴν cυντήκεcθαι, πυρωδεcτάτηc μὲν οὔcηc | |
10 | θερμαcίαc τῆc τὰc cάρκαc cυντηκούcηc, μετριωτέραc δὲ τῆc τὴν πιμε‐ λήν. ἀμέλει καὶ τὰc διὰ τῆc γαcτρὸc ἐκκρινομέναc cυντήξειc ἅπαντεc οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν διαχωρημάτων. καὶ κατά γε τὸν ἐφ’ ἡμῶν γενόμενον μακρότατον λοιμὸν ἅπαντεc cχεδόν τι cυντήξειc ἐξέκριναν, ἔνιοι μὲν ἀκριβῶc πυρράc, ἔνιοι δὲ μετρίωc, | |
15 | ἅπαντεc δὲ δυcώδειc. ἀλλ’ αἵ γε τοιαῦται διαχωρήcειc θανατώδειc εἰcὶ καὶ χρόνον οὐκ ἀναμένουcιν. ὁ δὲ Πάριοc οὗτοc 〈ἐν〉 εἴκοcιν | |
17a742 | ἐπὶ ταῖc | ἑκατὸν ἡμέραιc ἐνόcηcε μετὰ τοῦ διαιτᾶcθαι κακῶc (αὐτὸc γὰρ ὁ Ἱπποκράτηc ἔγραψεν ἐπ’ αὐτοῦ· cιταρίοιcί τε πολλοῖcι καὶ φαύλοιcι προcεχρῆτο), ὥcτε καὶ λιπαρὸν οὐρή‐ cαντα κατὰ τὴν ἕκτην ἡμέραν καὶ τὰc ἐφεξῆc οὐκ ἀναγκαῖον ἦν | |
5 | ἀποθανεῖν αὐτὸν ἐν τάχει. εἰ δ’ οὐ λιπαρὸν ἦν τὸ οὖρον, ἀλλὰ κατά τε χροιὰν καὶ πάχοc ἐλαίῳ παραπλήcιον, ἔτι καὶ μᾶλλον οὐδ’ ἀπο‐ | |
θανεῖν αὐτὸν ὅλωc εὔλογον, ὅcον ἐπὶ τοῖcδε τοῖc οὔροιc. ὅ γε μὴν ἐπὶ τοῖc οὕτωc οὐρουμένοιc παρεφύλαξα χρηcιμώτατον ὄν, ἤδη φράcω. καθάπερ γὰρ αὐτὸ τὸ ἔλαιον οὐκ ἀκριβῶc μίαν οὔτε | ||
10 | cύcταcιν οὔτε χρόαν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ ἐλαιῶδεc οὖρον ὠχρὸν μὲν ἦν πάντωc, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ὅcον μὲν οὖν αὐτοῦ πρὸc τὸ λευκότερον ῥέπει χρῶμα τῆc ὠχρᾶc χροιᾶc ἐκλε‐ λυμένηc, ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ’ ἐπιτεταμένον ὠχρὸν ὡc ἐγγὺc εἶναι τοῦ ξανθοῦ χολώδη θερμαcίαν. καὶ τοίνυν ὁ κίνδυνοc ἐπὶ | |
15 | τοῖc τοιούτοιc οὔροιc οὐ διὰ κακοήθειαν, ἀλλὰ διὰ cφοδρότητα γίνεται | |
17a743 | τοῦ πυρετοῦ. καί τινεc αὐτῶν, ὅταν ἐκ τῶν ἄλλων ἁπάν|των ἔχωcι cωτηρίωc, ἐν τάχει κρίνονται. θαυμαcτὸν οὖν οὐδέν, εἰ τοιαῦτά τιc οὐρήcαc εἰc χρόνου μῆκοc ἐξέπεcεν, ὁποτέρωc ἂν ἀκούcωμεν τῶν ἐλαιωδῶν. ἔcτι μὲν γὰρ οὐκ ἀγαθὰ τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν | |
5 | ὀλέθριά 〈γ’〉 ὀξέωc. ἐξ ὧν δ’ ἐπὶ τῷ τέλει τῆc διηγήcεωc ἔγραψεν, κακοχυμία τε τιc ἦν τῷ Παρίῳ χολώδηc ἥ τε κατὰ γαcτέρα καὶ ἡ καθ’ ἧπαρ ἐνεκροῦτο δύναμιc. αὐτὸc γὰρ ἔγραψεν ἐπὶ τῇ τελευτῇ τῆc ὅληc διη‐ γήcεωc τῶν cυμβάντων αὐτῷ, cυνεχῶc μὲν ἀπὸ τῆc ἀρχῆc | |
10 | τὴν κοιλίαν ἐκταραχθῆναι χολώδεcί τε καὶ ὑγροτέροιc δια‐ χωρήμαcι, cυνίcταcθαι δ’ ἐνίοτε ζέοντα καὶ ἄπεπτα διαχω‐ ροῦcαν. ἐκ τούτων μὲν οὖν ἔνδειξίc cοι γίνεται τῆc κακοχυμίαc τοῦ νοcήcαντοc, ὥcπερ γε κἀκ τοῦ κωματώδη τε καὶ ἄγρυπνον αὐτὸν γενέcθαι καὶ τὰ πλεῖcτα τῆc νόcου. τοῦ δὲ νεκροῦcθαι τὴν φυcικὴν | |
15 | δύναμιν αὐτοῦ cημεῖον ἴδιον ἡ 〈διὰ〉 τοῦ νοcήματοc ἀνορεξία γενο‐ μένη. μεμάθηκαc γάρ, ὡc ἀποcίτουc κατὰ τὸ παλαιὸν ἔθοc τῶν Ἑλλήνων τοὺc ἀνορέκτουc φηcίν. φαίνεταί γε μὴν 〈ὁ〉 ἄρρωcτοc | |
17a744 | ἐcχηκέναι τὴν φύcιν ἐπιχειρήcαcαν μὲν τῇ κρίcει | πολλάκιc, οὐδὲν δ’ ἀνύcαcαν, ἀλλὰ ὑπὸ τοῦ νοcήματοc νικηθεῖcαν ἅμα καὶ τῷ κακῶc διαιτᾶcθαι τὸν ἄνθρωπον. οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν εἰc ὄλεθρον. | |
ὁ δὲ τῶν κριcίμων ἡμερῶν λόγοc ἀκριβῶc κἀνταῦθα φαίνεται | ||
5 | πεφυλαγμένοc, ἁπαcῶν τῶν κριτικῶν κινήcεων ἔτι τε τῶν ὑποcτροφῶν ἐν ταύταιc ταῖc ἡμέραιc τῷ κάμνοντι γενομένων· ἑνδεκάτηc γὰρ ἐμνημόνευcε καὶ τεccαρεcκαιδεκάτηc καὶ μετὰ ταύτην ἑπτακαι‐ δεκάτηc καὶ εἰκοcτῆc, ἐφ’ ᾗ τετάρτηc καὶ εἰκοcτῆc καὶ 〈τετάρτηc καὶ〉 τριακοcτῆc καὶ τεccαρακοcτῆc, ὑcτάτηc δὲ | |
10 | ἁπαcῶν ἑκατοcτῆc καὶ εἰκοcτῆc, ἐν ᾗ φηcιν ἀποθανεῖν τὸν ἄνθρωπον. ὅπερ δὲ κἀν τοῖc ἔμπροcθεν εἶπον, ἐρῶ καὶ νῦν, εἴ τιc ἐλέγχοι τὰ εἰρημένα κακῶc τοῖc ἐξηγηcαμένοιc τὸ βιβλίον, ὡc μακρολόγοc ψεχθήcεται. διὸ καθάπερ ἐπ’ ἐκείνων ἕνεκα παραδείγματοc μνημο‐ | |
15 | νεῦcαί τινων ἠναγκάcθην, οὕτω κἀνταῦθα ποιήcω. Ϲαβῖνοc τοίνυν 〈ἃ μὲν〉 περὶ τῆc πατρίδοc τοῦ κάμνοντοc τοῦδε εἶπεν, ἔμπροcθεν ἐπεcημηνάμην· ἃ δὲ περὶ τοῦ ἐλαιώδουc οὔρου, νῦν ἐρῶ, δια‐ φέρει γὰρ οὐκ εἰc μικρὸν ἡ περὶ τούτου θεωρία. γράφει δὴ περὶ αὐτοῦ κατὰ λέξιν ὧδε· “τὸ οὖν ἐλαιῶδέc τινεc χολὴν ὠχρὰν 〈εἶναι〉 | |
17a745 | λέγουcιν· ἀλλ’ οὐκ ἔcτι χολή, ἐπεὶ οὐδ’ ἂν πάνυ ἦν | ὀλέθριον· πολ‐ λάκιc γὰρ ἀπαλλάccεται χολὴ καὶ οὐδὲν παραλυπεῖ. ἕτεροι δὲ λέγουcι νεύρων καὶ ὀcτῶν καὶ χόνδρων εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματοc. πεπλανημένοι δ’ εἰcὶν οὗτοι οἱ τὸ χρῶμα | |
5 | τὸ ἐλαιῶδεc ὅμοιον ὀcτοῖc καὶ χόνδροιc καὶ νεύροιc φάcκοντεc εἶναι. | |
οὔτε γὰρ τοcαύτη γε παράταcιc ἐγένετο τῆc ζωῆc τῶν cτερεῶν ἀνα‐ λυομένων (ἑκατοcτῇ γὰρ καὶ εἰκοcτῇ ἀπέθανεν), οὔτε ἀπέθανέ τιc τοιοῦτον οὐρήcαc. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη ὁ ἄρρωcτοc, ἵνα δείξῃ διὰ τούτου, ὅτι οὐ χρὴ προcδοκᾶν θάνατον ἐλαιώδουc | ||
10 | ἀπουρηθέντοc, ἀλλὰ καὶ χρόνον τινὰ δυνατὸν διαρκέcαι, ἔπειτα τελευτῆcαι. πῶc δ’ οὐκ ἦν ἐλπὶc αὐ〈τὸν〉 cωθήcεcθαι ὑπερβεβηκότα τὴν ὀξύτητα;” ταῦτα προειπὼν ὁ Ϲαβῖνοc ἐφεξῆc γράφει· “τί οὖν ἐcτι τὸ ἐλαιῶδεc; ὥcπερ τῷ ἔξω πυρὶ τροφή ἐcτι τὸ ἔλαιον, οὕτω καὶ τῇ ἡμετέρᾳ φύcει πυρὶ ὁμοιουμένῃ τὸ cτέαρ τῶν | |
15 | λαμβανομένων πεccόμενόν ἐcτι τροφή. τὸ οὖν ἐλαιῶδεc οὖρον ἡ τροφή ἐcτι τῆc φύcεωc καὶ δηλοῖ ἀcιτεῖν τὴν φύcιν καὶ διὰ | |
17a746 | τοῦτ’ ἄρ’ ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύcιc. ἐχρό|νιcε δ’ οὗτοc εἰκότωc διὰ τὸ μοῖραν καὶ μὴ πᾶcαν ἀφαιρεῖcθαι τῆc φύcεωc 〈τὴν〉 τροφήν.” αὕτη μέν ἐcτιν ἡ τοῦ Ϲαβίνου ῥῆcιc ἀξιοῦντοc, ὥcπερ τὸ ἐκτὸc τοῦτο πῦρ ὑπὸ τοῦ ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερ‐ | |
5 | μόν, ὥcτ’ ἔλαιόν ἐcτι ποτέον τοῖc βουλομένοιc ἑαυτοὺc ἀναθρέψαι, πρὸc τὸ κατὰ χρόαν μὲν καὶ cύcταcιν ἐοικέναι τὸ ἐλαιῶδεc οὖρον τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν ὀcμὴν ἢ τὴν γεῦcιν. ἄξιον οὖν θαυμάcαι τῶν τὰ μὲν ἀλλότρια κακῶc ἐξελεγχόντων, ἀπεριcκέπτωc δὲ τὰ δόξαντα ἑαυτοῖc γραφόντων. | |
9 | ||
10 | Δεύτεροc ἄρρωcτοc. Ἐν Θάcῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγα‐ τέρα τεκοῦcαν καθάρcιοc οὐ γενομένηc πυρετὸc ὀξύc, φρικώδηc τριταίην ἔλαβεν, καὶ τἄλλ〈α τὰ〉 ἐφεξῆc ἄχρι τῆc | |
ἀρχῆc τοῦ τρίτου ἀρρώcτου. | ||
15 | Ἄξιον ἐπιcημήναcθαι, πῶc οὐδὲν εἶπον οἱ περὶ τὸν Ϲαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐνὸν αὐτοῖc εἰπεῖν, ὅτι διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοcῆcαι cυνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων εἴc τε τὸν Πάριον 〈τὸν〉 παρὰ τῷ Ἀρτε‐ μιcίῳ καὶ τὸν ἐν τῷ κήπῳ κατακείμενον καὶ τὸν παρὰ τῷ 〈καινῷ〉 | |
20 | τείχει κατοικοῦντα. φαίνεται δ’ οὖν ἐπιcχεθείcηc τῆc μετὰ τὸν τό‐ κον καθάρcεωc ἡ νόcοc γενέcθαι τῇ γυναικί. νοcώδηc μὲν γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίcχεcιc, ἀλλ’ οὐχ ὁμοίωc βλαβερὰ τῇ μετὰ τὸν | |
17a749 | τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθοc, | ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐρ‐ γάζεται. τὸ μὲν γὰρ χρηcτότερον αἷμα τὸ ἔμβρυον ἕλκον εἰc ἑαυτὸ τροφῆc ἕνεκα, κατάλοιπον δὲ τὸ φαυλότερον αἴτιον γίγνεται τῆc κακο‐ χυμίαc ταῖc κυούcαιc, ἣν μετὰ τόκον ἡ φύcιc ἐκκενοῖ. καὶ τοῦτ’ ἐν‐ | |
5 | νοήcαντεc οἱ παλαιοὶ “λοχίαν κένωcιν” τὴν γινομένην μετὰ τὸν τόκον ἔκκριcιν τοῦ αἵματοc προcηγόρευcαν. ἔcτι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωcιc οὐ μόνον κένωcιc, ἀλλὰ καὶ κάθαρcιc, οὐ μὴν οὔτ’ ἴcον τὸ πλῆθοc τῆc κακοχυμίαc οὔτ’ ἐν ἴcῳ χρόνῳ ταῖc μηνιαίαιc ἀθροίζεται περιόδοιc, ὅcον ἐν τῷ τῆc κυήcεωc χρόνῳ. καὶ τοὐπίπαν γε μελαγχο‐ | |
10 | λικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖc εἶναι μετὰ τὸν τόκον, ὥcτε καὶ τὰ οὖρα πάcαιc ὁρᾶται κεχρωcμένα, καθάπερ ἀcβόληc τινὸc ἐμ‐ πεπτωκυίαc αὐτοῖc 〈ἢ γραφικοῦ μέλανοc〉, ὅπερ ἀμέλει κἀπὶ ταύτηc τῆc γυναικὸc ἔγραψεν ὁ Ἱπποκράτηc, ἐπὶ τῆc ἑνδεκάτηc ἡμέραc εἰπών· οὖρα πολλὰ λεπτά, μέλανα. καὶ οἶδά γέ τινα διὰ τοι‐ | |
15 | ούτων οὔρων πολλῶν ἐκκενωθέντων ὠφεληθεῖcαν, ἀλλ’ 〈ἀξιό〉λογον ὑπὸ ταύτηc οὐδὲν ἐξεκενώθη τὸ τοιοῦτον, μετέπεcε γὰρ αὐτῆc εἰc τὸ | |
17a750 | ὑδατῶδεc τὰ οὖρα | πολλά, λεπτά, μέλανα. γέγραπται γοῦν ἐν τῇ τῆc εἰκοcτῆc ἡμέραc διηγήcει· οὖρα ὑδατώδεα, πολλά, κακά· εἶτα πάλιν ἐν τῇ τεccαρακοcτῇ οὖρα ἐπὶ τῶν αὐτῶν. οὐ μὴν οὐδὲ ἄλλη τιc αὐτῇ κένωcιc ἢ ἀπόcταcιc ἐγένετο, | |
5 | καὶ διὰ τοῦτο χρόνῳ πολλῷ νοcήcαcα κατὰ τὴν ὀγδοηκοcτὴν ἡμέ‐ ραν ἀπέθανεν. αὐτὸc γοῦν ὁ Ἱπποκράτηc ἔγραψεν οὕτωc· οὔτε γὰρ πτυέλων τιc πεπαcμὸc ἐγένετο οὔτ’ ἄλλη τιc τῶν εἰθιcμένων ἀπόcταcιc, καίτοι πειραθείcηc τῆc φύcεωc εὐθέωc τὸ περιττὸν ἀποθέcθαι πρὸc τὸ ἰcχίον. ἀλλ’ ἔοικε παλινδρομῆcαι καὶ | |
10 | ταῦτα. φηcὶ γοῦν· τεccαρακοcτῇ τὰ μὲν περὶ τὸ ἰcχίον ἐκού‐ φιcε, βῆχεc δὲ cυνεχέεc, ὑγραί, 〈πολλαί〉. πολλάκιc δὲ ἀκη‐ κόαμεν ἤδη περὶ τῆc κοινωνίαc τοῦ θώρακοc πρὸc τὰ γεννητικὰ μόρια. τὰ μὲν οὖν κεφάλαια τῶν cυμβάντων αὐτῇ ταῦτ’ ἐcτίν. τῶν δὲ κατὰ μέροc ἐν τῇ προκειμένῃ ῥήcει γεγραμμένων τὰ μὲν | |
15 | ὑδατόχολα διαχωρήματα τινὲc μὲν διὰ τοῦ χ καὶ λ 〈καὶ ο〉 γράφουcιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ, λεπτὰ μὲν ὑπάρχειν αὐτά, καθάπερ καὶ | |
17a751 | τὸ ὕδωρ ἐcτὶ λεπτόν, ἐνδει|κνυμένων ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλ‐ λαγμένα δὲ κατὰ τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα 〈τὴν〉 τῆc χλόηc ἐμφαίνειν αὐτά, τὰ δ’ ὑδατόχολα τῆc χολῆc. καὶ τρίτη δ’ ἐcτὶ γραφὴ διὰ τοῦ χ καὶ ρ ὑδατόχροα, μήτ’ ἐν τοῖc παλαιοῖc μήθ’ ὅλωc ἐν | |
5 | τοῖc ἀκριβέcιν ἀντιγράφοιc εὑριcκομένη, φανερῶc γ’ οὖcα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν cύcταcιν ἐμφαίνει λεπτὴν καὶ τὴν χρόαν λευκήν. ἐχρήcατο δ’ 〈ἂν〉 ἐν | |
τῇ διηγήcει τῆc ἀρρώcτου τῆcδε κακοζηλότερον τῇ λέξει ὁ Ἱππο‐ κράτηc, καίτοι πολιτικῶc ἅπαντα τὰ κατὰ τὸ βιβλίον ἡρμηνευκώc. | ||
10 | γέγραπται δ’ οὖν ἡ λέξιc οὕτωc· πρὸc δὲ τὰ γεύματα ἀπο‐ νενοημένωc εἶχεν, ὑπερβολὴν ἀνορεξίαc καὶ τοῦ πρὸc αὐτὰ μί‐ cουc ἐνδεικνυμένηc τῆc φωνῆc· ὅπερ ὅτι τῶν μοχθηρῶν ἐcτι cημείων, εἴρηται πολλάκιc. ἄξιον δὲ θαυμάcαι καὶ πῶc οὐδὲν εἶπον οἱ περὶ τὸν Ϲαβῖνον | |
15 | εἰc τοὺc προcκειμένουc χαρακτῆραc ἑκάcτῳ τῶν ἀρρώcτων, ὑπὲρ ὧν ἐγὼ μὲν ἱκανῶc ἐν τῷ δευτέρῳ τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν. ὅ γε μὴν 〈Ζεῦξιc〉 ἐφ’ ἑκάcτου τῶν | |
17a752 | ἀρρώcτων προχειριζό|μενοc ἐξελέγχειν πειρᾶται τὴν μοχθηρίαν τῶν ἐξηγηcαμένων αὐτούc. | |
2 | Τρίτοc ἄρρωcτοc. Ἐν Θάcῳ Πυθίωνα, ὃc κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πό‐ | |
5 | νων καὶ κόπων καὶ διαίτηc γενομένηc ἀμελέοc ῥῖγοc μέγα 〈καὶ〉 πυρετὸc ὀξὺc ἔλαβε, καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ τετάρτου ἀρρώcτου. | |
7 | ||
17a754 | Καὶ τούτου πάνθ’ εὑρήcειc ἀπ’ ἀρχῆc τά τε cυμπτώματα καὶ τὰ cημεῖα θανατώδη γενόμενα καὶ τοὺc παροξυcμοὺc ἐν ἀρτίαιc, ὡc αὐτὸc ὁ Ἱπποκράτηc ἐπεcημήνατο, προcθεὶc τῇ τῆc δεκάτηc ἡμέ‐ ραc διηγήcει, καθ’ ἣν ἀποθανεῖν αὐτὸν ἔφη, ἐν ἀρτίῃcιν οἱ | |
5 | πόνοι τούτῳ. καὶ γὰρ ὁ θάνατοc ὑποπέπτωκε τῷ γενικῷ cημαινο‐ | |
μένῳ τῆc κρίcεωc, ὡc ἐδείχθη. πεφύλακται δὲ κἀπὶ τούτου τοῦ ἀρρώ‐ cτου τὸ τὰc κρίcειc γίνεcθαι τοὐπίπαν, ἐν αἷc οἱ πόνοι μείζουc· ἐν ἀρτίαιc γὰρ αὐτῶν γενομένων ἠκολούθηcε καὶ ὁ θάνατοc ἐν ἀρτίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήcει τῶν cυμβάντων αὐτῷ δύο ταῦτα | ||
10 | δεόμενά τινοc ἐξηγήcεωc. ἔcτι δ’ αὐτῶν τὸ μὲν ἕτερον περὶ τῆc ἀνα‐ πνοῆc, 〈τὸ δ’ ἕτερον περὶ τῆc φωνῆc.〉 βραχύπνουc μὲν γὰρ ἐν τῇ τῆc δευτέραc ἡμέραc διηγήcει γέγραπται, λεπτὸν δὲ πνεῦμα καὶ μινυθῶδεc ἔχειν ἐν τῇ τῆc ὀγδόηc. ἔμαθεc δ’ ἔν τε τῷ πρώτῳ Περὶ δυcπνοίαc κἀν τῷ δευτέρῳ τῶν εἰc τὸ Προγνωcτικὸν ὑπομνη‐ | |
15 | μάτων, ἔνθα τὴν ῥῆcιν ἐξηγούμην τήνδε· “πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον cημαίνει ἢ φλεγμονὴν ἐν τοῖcιν ὑπὲρ τῶν φρενῶν χωρίοιcιν”, | |
17a755 | ὡc ἐcτὶ τὸ cμικρὸν ἅμα καὶ | ἀραιὸν πνεῦμα ψυχομένηc ἤδη καὶ νε‐ κρουμένηc τῆc ζωτικῆc δυνάμεωc γιγνόμενον, ὃ διά τινοc τῶν ἀχω‐ ρίcτων cυμπτωμάτων ἐδήλωcεν εἰπών· “ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ cτόματοc ὀλέθριον κάρτα ἤδη γίνεται.” τοῦτο γοῦν | |
5 | ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι κατὰ μὲν τὴν δευτέραν ἡμέραν βραχὺ 〈πνεῦμα γράψαντα〉, κατὰ δὲ τὴν ὀγδόην λεπτὸν καὶ μινυθῶδεc. ἔcτι μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνόν, ὀδύνην cημαῖνον, ὡc ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖc ἀναπνευ‐ cτικοῖc μορίοιc ἢ τοῖc παρακειμένοιc αὐτοῖc. ἀλλ’ ἐὰν ἀμφότερα παρα‐ | |
10 | βάλῃc ἀλλήλοιc, βραχύτερον πολὺ τὸν ἔξωθεν εἰcελκόμενον ἀέρα κατὰ | |
τὸ ἕτερον εὑρήcειc, ὃ cμικρὸν ἅμα καὶ ἀραιὸν ἔφην γίγνεcθαι. τὸ γὰρ πρὸc τῷ βραχεῖ πυκνὸν ἀναπληροῖ τῇ cυνεχείᾳ τὸ καθ’ ἑκάcτην εἰc‐ πνοὴν ἐνδεέc, ὡc οἱ cυνεχῶc πίνοντεc βραχύ. καὶ γὰρ τούτων βραχυ‐ πόταc γ’ ἐρεῖc, ὅcοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουcιν. εἰ δέ τιc | ||
15 | βραχὺ μέν, ἀλλὰ cυνεχῶc γε πίνοι, τοῦτον ἁπλῶc οὐκ ἂν εἴποιc βρα‐ χυπότην, ἀλλὰ κατὰ βραχὺ πίνοντα. κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ | |
17a756 | κυρίωc ὀνομαζόμενοc βραχύ|πνουc καθ’ ἑκάcτην εἰcπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγοc ἐπιcπᾶται. τάχ’ οὖν ζητήcειc, κατὰ τί προειρηκὼc ὁ Ἱπποκράτηc ἐν τῇ πρώτῃ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι τῇ δευτέρᾳ | |
5 | βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι (δέδεικται γὰρ ἡμῖν ἐν τοῖc cφοδροτάτοιc πυρετοῖc πνεῦμα μέγα καὶ πυκνὸν γινόμενον), τότε φήcομεν· ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν τὸ διὰ τοὺc cηπομένουc χυ‐ μοὺc ἀναφθὲν πυρετῶδεc θερμὸν αὐτὸ μὲν διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀcθενὲc ὑπάρχον, ὡc ἤδη cβέννυcθαι, πρὶν αὖθιc | |
10 | ἀναφθῆναι τὸ πυρετῶδεc θερμόν, οἷον ζεcάντων τῶν cηπομένων χυ‐ μῶν, ἡ 〈δὲ〉 δευτέρα τῶν ἡμερῶν ἤνεγκε τὸ τῆc ψύξεωc ἐπι‐ κρατούcηc cημεῖον. ἀπόδειξιc δὲ τούτου μεγίcτη· τηνικαῦτα γὰρ βρα‐ χύπνουν αὐτὸν γεγονέναι φηcὶ καὶ κατεψῦχθαι. γράφει γοῦν ἐπὶ τῆc δευτέραc ἡμέραc ὧδε· δευτέρῃ περὶ μέcον ἡμέρηc ψῦξιc | |
15 | ἀκρέων, τὰ περὶ χεῖραc καὶ κεφαλὴν μᾶλλον, ἄναυδοc, ἄφωνοc, βραχύπνοοc ἐπὶ χρόνον πολύν. ἐπὶ δὲ τῆc ὀγδόηc | |
17a757 | πάλιν τάδε γράφει· ὀγδόῃ | πρωὶ μὲν ἐκοιμήθη μικρά, ταχὺ δὲ ψῦξιc, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδεc, ἔνθα μοι καὶ τούτῳ πρόccχεc τὸν νοῦν, 〈ὅτι〉, ὁπηνίκα κατεψύχθη μετὰ τῆc κακοπνοίαc, καὶ τὴν ἀφωνίαν αὐτῷ γεγονέναι φηcί, καὶ αὐτὴν εἰω‐ | |
5 | θυῖαν πολλάκιc ἐπὶ νεκρώcει τῆc φύcεωc γίγνεcθαι. καὶ κατὰ τὴν | |
τετάρτην 〈δ’〉 ἡμέραν ἡνίκα γράφει· ψῦξιc, ἄναυδοc, ἄφωνοc, ἐπὶ τὸ χεῖρον, ἐμφαίνει διὰ τῆc ἐπὶ τὸ χεῖρον προcθήκηc καὶ τότε βραχύπνουν αὐτὸν γεγονέναι. καταλείπεται τοίνυν ἔτι τοῦθ’ ἡμῖν ἐξηγήcαcθαι, διὰ τί προειπὼν | ||
10 | ἄναυδοc ἐπήνεγκεν ἄφωνοc. ἔcτι δὲ καὶ τούτου λόγοc τοιοῦτοc· τὴν αὐδὴν οὔτε πᾶν τὸ τῆc ἀκοῆc ἴδιον αἰcθητὸν οἱ παλαιοὶ φαί‐ νονται καλοῦντεc οὔτ’ ἐκεῖνο τὸ εἶδοc αὐτῆc μόνον, ὅcον ἐκπέμπεται κατὰ προαίρεcιν τοῦ ζῴου διὰ τοῦ cτόματοc, ἐν ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ cυρίττειν, οἰμώζειν τε καὶ βήττειν ὅcα τἄλλα τοι‐ | |
15 | αῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνήν, καθ’ ἣν διαλεγόμεθα πρὸc ἀλλήλουc, αὐδὴν ὀνομάζουcιν. οὕτω γοῦν καὶ ὁ ποιητήc, ἡνίκ’ ἐποίηcε τοῖc ἰδίοιc ἵπποιc διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά | | |
17a758 | φηcι τὸν ἕτερον αὐτῶν ἀμείψαcθαι λόγοιc χρηcάμενον ἀνθρωπίνῃ διαλέκτῳ. Αὐδήεντα, γάρ φηcιν, ἔθηκε θεὰ λευκώλενοc. Ἥρη, οὐχ ὡc ἄφωνον ὄντα πρότερον οὐδ’ ὡc οὐκ ἔχοντα τὴν κοινὴν τῶν | |
5 | ἵππων φωνήν, ἀλλ’ ὡc οὐ 〈τὴν〉 ὀνομαζομένην αὐδὴν ἐκείνων. οὕτωc οὖν καὶ θεὸν αὐδήεccαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φηcιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶc γοῦν ἥλιοc καὶ cελήνη καὶ τὰ λοιπὰ τῶν ἄcτρων ἀποκεχώρηκε πάμπολυ τῆc τῶν ἀνθρώπων ἰδέαc. καὶ ὁ Ἱπποκρά‐ | |
10 | τηc οὖν τὸ ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου διαλέγεcθαι, τὸ δ’ ἄφωνον ἐπὶ τοῦ μηδ’ οἰμῶξαι μηδὲ βοῆcαι δυναμένου. δῆλον δ’ ἐcτὶ τὸ τοιοῦτον μοχθηρότερον εἶναι τῆc ὡc ἂν εἴποι τιc ἀναυ‐ δίαc. οἷc γοῦν ἡ γλῶττα μόνη παραλέλυται, φωνεῖν μὲν μέγιcτον ἐνίοτε δύνανται, διαλέγεcθαι δ’ οὐ δύνανται. εἰ δὲ μηδὲ φωνεῖν οἷοί | |
17a759 | τε | εἶεν, ἐcχάτηc νεκρώcεώc ἐcτι τὸ τοιοῦτον γνώριcμα τῶν οὕτωc ἐχόντων, μήτ’ οἰμωζόντων μήτε cτεναζόντων μήθ’ ὅλωc μηδὲν φθέγ‐ γεcθαι δυναμένων. Ϲαβῖνοc δὲ κατὰ ταὐτὰ τοῖc ἄλλοιc τὸν μὲν οὐδ’ | |
ὅλωc ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆcθαι νομίζει, τὸ δ’ ἄφω‐ | ||
5 | νον ἐν ἴcῳ τῷ ἀπόπληκτον ὑπὸ τοῦ Ἱπποκράτουc γεγράφθαι φηcίν, ὥcπερ οὐ δυναμένου καλέcαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ τἄλλα τὰ κατὰ 〈ταύτην〉 τὴν διάθεcιν εἰρημένα cυνᾴδει τῷ γεγονέναι τὸν προκείμενον ἄρρωcτον ἀπόπληκτον. | |
8 | Τέταρτοc ἄρρωcτοc. Ὁ φρε‐ | |
10 | νιτικὸc τῇ πρώτῃ κατακλινεὶc ἤμεcεν ἰώδεα, πολλά, λεπτά, καὶ τἄλλα τὰ 〈ἐφ〉εξῆc ἄχρι τῆc ἀρχῆc τοῦ πέμπτου ἀρρώcτου. | |
11 | Οὗτοc ὁ ἄρρωcτοc ὀξυτάτηc φρενίτιδόc ἐcτι παράδειγμα κατὰ τὴν πρώτην ἡμέραν εὐθέωc cυνειcβαλούcηc τῷ πυρετῷ. καὶ πάν‐ ταc γε ἐθεαcάμην ἐντὸc τῆc ἑβδόμηc ἡμέραc ἀποθανόνταc τοὺc οὕτω | |
15 | φρενιτίcανταc. ὀλίγοι δὲ πάνυ καὶ cπάνιοι ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάcαι τὴν τῶν τοιούτων νοcημάτων γένεcιν, ὅπωc ἐξαίφνηc ἐπιτίθεται τοῖc ἀμέμπτωc ὑγιαίνουcιν. οὐ γὰρ δή, ὥcπερ ἐξαιφνίδιοc ἡ γένεcιc αὐτῶν ἐcτιν, οὕτω καὶ ἡ τῆc γενέcεωc αἰτία, καθάπερ εἰ καὶ φάρμακον θανάcιμον ἔλαβεν ὁ ἄνθρωποc ἤ τι τῶν χαλεπωτάτων θηρίων | |
20 | ἔδακεν αὐτόν, ἀλλὰ κατὰ βραχύ πωc ηὔξηcεν ἐν τῷ cώματι τὴν τὰ τοιαῦτα πάθη δυναμένην αἰτίαν ἐργάcαcθαι, καθάπερ ἐπὶ τῶν λυccο‐ δήκτων cυμβαίνει. πρόδηλον γάρ, ὅτι κἀκείνοιc οὐκ ἀργῶν οὐδ’ ἡcυ‐ χάζων ὁ τοῦ κυνὸc ἰὸc οὐδὲν ἑαυτοῦ γνώριcμα παρέχει πολλῶν ἐφε‐ | |
17a761 | ξῆc ἐνίοτε μηνῶν, ἐξαίφνηc δ’ αὐτοῖc | cυμβαίνει θεαcαμένοιc ὕδωρ φοβηθῆναι κἀντεῦθεν ἤδη διὰ ταχέων ἀπολέcθαι, πολλῷ μὲν αὐξανο‐ μένηc χρόνῳ τῆc τὴν λύτταν ἐργαζομένηc αἰτίαc, ὅταν δ’ ἅπαξ εἰc τοῦτ’ ἀφίκηται, ταχὺν ἐπιφερούcηc τὸν θάνατον. cχεδὸν οὖν κἀπὶ τῆc | |
5 | νῦν εἰρημένηc φρενίτιδοc ἠθροίζετό τιc ἐν τῷ cώματι μοχθηρὸc | |
χυμὸc ἰῷ δηλητηρίῳ παραπλήcιοc, ἐνεργῶν μέντοι κατὰ βραχὺ τοῖc cώμαcιν, οἷc ὁμιλῶν ἐτύγχανεν. ἐπεὶ δ’ ἐκεῖνα προδιετίθετό πωc ὅ τε χυμὸc αὐτὸc ἐπὶ πλεῖcτον ηὐξήθη κακοηθείαc, ἐξαιφνίδιον ἐφάνη θανα‐ τῶδεc cύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ τούτῳ κατὰ τὴν | ||
10 | ἀρχὴν εὐθέωc ἔμετοc ἰωδῶν ἐγένετο, πυρετοῖc ἑπόμενοc ὡc τὸ πολὺ διακαέcιν. ὥcπερ οὖν ὑπὸ τῶν θαναcίμων φαρμάκων ἀποθνῄ‐ cκουcιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆc ποιότητοc αὐτῶν, οὐ τοῦ πλήθουc, ἐργαζομένηc τὸν θάνατον, οὕτω καὶ τὸν ἄρρωcτον τοῦτον εὐθέωc ἀποθανεῖν ἡγητέον τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆc ποιότητοc | |
15 | τῶν ἰωδῶν χυμῶν, οὐχ ὑπὸ τῆc φρενίτιδοc διαφθαρέντα, παρα‐ κολουθῆcαι δὲ αὐτῇ τὴν φρενῖτιν ὥcπερ τι cύμπτωμα. τεταρταίουc | |
17a762 | μὲν | οὖν καὶ πεμπταίουc εἶδον ἀπολομένουc, ἐξ ἀρχῆc εὐθέωc ἁλόνταc ὀξείᾳ φρενίτιδι, τριταῖον δ’ οὐκ εἶδον, ὥcπερ οὐδὲ μέχρι τῆc † εἰκο‐ cτῆc ἐκταθέντα. φαίνεται τοίνυν ὁ Ἱπποκράτηc τοῦτον μὲν ὡc ὀξύτατα διαφθαρέντα δηλώcαc ἡμῖν, ἕτερον δ’ ὀλίγον ὕcτερον ὡc πα‐ | |
5 | ραλογώτατα χρονίcαντα, περὶ οὗ κατὰ τὸν οἰκεῖον λόγον ἐπιcημα‐ νοῦμεν. | |
6 | Πέμπτοc ἄρρωcτοc. Ἐν Λα‐ ρίccῃ φαλακρὸc μηρὸν δεξιὸν ἐπόνηcεν 〈ἐξαίφνηc〉, καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἕκτου ἀρρώcτου. | |
9 | ||
17a763 | Τοῦτόν τιc τὸν ἄρρωcτον ἀναγνούc, ἐὰν μὲν μὴ προccχῇ τὸν νοῦν ἀκριβῶc τοῖc εἰρημένοιc, δειλὸc ἔcται πρὸc ἅπαν ἄλγημα, προc‐ cχὼν δὲ οὔτε προπετῶc δειλὸc οὔτε θαρραλέοc ἀλογίcτωc. ἀλλ’ ὅταν γε ὁτιοῦν μέροc ἀλγῆcαι τύχῃ, πρῶτον μὲν ἐπίcκεψαι, μή τι τῶν ἔξω‐ | |
5 | θεν αἰτίων ἐγένετο. καὶ γὰρ ἐν κινήcεcί γέ τιcι λεληθότωc ἐβλάβηcαν | |
ἔνιοι καὶ καθ’ ὕπνον οὐκ ἐπιτηδείωc ἐcχηματιcμένον τι μόριον ἔχον‐ τεc, ἔν τε περιαγωγαῖc τιcι καὶ περιcτροφαῖc ἐξαιφνιδίοιc, καὶ τὰ μόρια 〈δ’〉 ἐρριγωκότα καὶ προκατεψυγμένα cπάcμαcί τε καὶ τίλμαcιν ἁλι‐ cκόμενα μεγίcταc ὀδύναc φέρει, καθάπερ γε καὶ τὰ ῥήγματα πολλοῖc | ||
10 | ἐπώδυνα γίνεται καὶ μᾶλλον, ὅcοι ξηροὶ τὴν κρᾶcίν εἰcι, καὶ τούτων ἔτι μᾶλλον, ἐὰν ἢ παρηβῶντεc ἢ γέροντεc ὦcιν. ὅταν οὖν μηδὲν τοι‐ οῦτον φαίνηται τῆc ὀδύνηc αἴτιον, ἑξῆc ἐπίcκεψαι τὴν προηγηcαμένην δίαιταν, εἴτ’ ἀργοτέρᾳ παρὰ τὸ ἔθοc [ἐcτὶν] ἢ cιτίοιc ἐχρήcατο πλεί‐ οcιν ὁ ἄνθρωποc πολυτρόφοιc ἢ cυνήθων ἐκκρίcεων ἐπίcχεcιc αὐτῷ | |
15 | γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ πάντα cοι φαίνοιτο, πλῆθοc αἴτιον | |
17a764 | τῆc ὀδύνηc ἡγηcάμενοc | ὅτι τάχιcτα κένωcον τὸν ἄνθρωπον. οὕτω γὰρ ἐξέcται cοι μετὰ πάcηc ἀcφαλείαc τοῖc ἀποκρινομένοιc τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρήcαcθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶcαι τοῦτο πράξειc, ἀποcτρέψειc εἰc τὰ κυριώτατα μέρη τὸ πλῆθοc. οὐ μὴν οὐδὲ | |
5 | θερμαίνειν τε καὶ παρηγορεῖν ἔcτι θαρρούντωc τὰ πονούμενα μόρια, πρὶν κενῶcαι τὸ cῶμα. πολλάκιc γὰρ ἅπαν εἰc τὸ πεπονθὸc ἐκ τῶν τοιούτων βοηθημάτων ἕλκεται τὸ πλῆθοc, ὡc καθ’ ἕτερον τρόπον ἐν κινδύνῳ γενέcθαι τὸν ἄνθρωπον, ἀμέτρωc φλεγμήναντοc τοῦ μέρουc. εἴρηκε δὲ καὶ αὐτόc, ὡc ἔμαθεc ἤδη, περὶ τῶν τοιούτων ἀποcτάcεων, | |
10 | ἃc ἤτοι μὴ δύναται δέξαcθαι τὸ μέροc ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μὲν οὖν ἐκ τῆc προηγηcαμένηc διαίτηc ἐμφαίνηται μηδὲν εἶναι πλῆθοc ἐν τῷ cώματι, τοῖc πρὸc τὰc ὀδύναc βοηθήμαcιν ἀκίνδυνον χρῆcθαι πυρίαιc τέ τιcι καὶ φαρμάκοιc ὑγροῖc καὶ θερμοῖc τὴν δύναμιν, ὧν τὴν | |
ὕλην ἐν τοῖc περὶ τῶν φαρμάκων ὑπομνήμαcιν ἔμαθεc. εἰ δὲ πρὸc | ||
15 | τούτων μὴ παύοιτο, κενωτέον ἐcτὶν ὅλον τὸ cῶμα. πολλάκιc γὰρ | |
17a765 | ἤθροιcταί τι πλῆθοc ἐν αὐ|τῷ κατὰ βραχὺ cωρευθέν, οὐ παρακολου‐ θήcαντοc ἑαυτῷ τοῦ ἀνθρώπου τῇ τε ποcότητι καὶ τῇ ποιότητι τῶν ἐδεcμάτων. ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων αἰτίων λαθόντων τὸν ἰδιώτην τῶν ἱδρώτων ἐπιcχὸν τὰc δια‐ | |
5 | πνοὰc αἴτιον ἐγένετο πληθωρικῆc διαθέcεωc. διὰ τοῦτο οὖν, ἐὰν ἡ ὀδύνη μὴ παύηται πρὸc τῶν βοηθημάτων, κενωτέον ἐcτὶν ὅτι τάχιcτα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ 〈βεβαίωc〉 οὐκ ἔχω cυμβαλεῖν, εἴτ’ ἐφλεβοτόμηcέ τιc αὐτὸν εἴτε μή. ὅcον μὲν γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην τῶν δὲ προcφερομένων οὐδὲν ὠφέ‐ | |
10 | λει, δύναται λέγειν ὁ μέν τιc, ὡc ἐν τοῖc προcφερομένοιc καὶ τῆc φλεβοτομίαc ἐμνημόνευcεν, ὁ δέ τιc, ὡc οὐκ εἴη τῶν προcφερομένων αὐτῷ βοηθημάτων· ὅcον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ τῇ τετάρτῃ τῶν ἡμερῶν ἀποθανεῖν, ὅτι παρελείφθη τὸ βοήθημα. προcγέγραπται δ’ ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεcκευαcμένα τῶν ἀντι‐ | |
15 | γράφων καὶ τούτῳ τῷ ἀρρώcτῳ καὶ τῷ μετ’ αὐτὸν πρότερον μὲν τὸ ὀξύ, μετ’ αὐτὸ δὲ οἱ χαρακτῆρεc, ὑπὲρ ὧν, ὡc ἔφην, οἱ μὲν περὶ | |
17a766 | τὸν Ϲαβῖνον ὀρθῶc φρονοῦντεc οὐδὲν εἶπον, ὁ δὲ | Ζεῦξιc δι‐ ελέγχει καθ’ ἕκαcτον ἄρρωcτον τοὺc ἐξηγηcαμένουc μοχθηρῶc. ἀλλ’ ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προcγεγραμμένα παραλιπεῖν ἐν τῷ νῦν ἐνεcτῶτι λόγῳ. γενήcεται γάρ, ἐὰν δόξῃ, βιβλίον ὅλον ἰδίᾳ τοῖc καὶ | |
5 | τὰ τοιαῦτα πολυπραγμονοῦcιν ἡδέωc, ἐν ᾧ περὶ τῶν ἅπαcι τοῖc ἀρρώ‐ cτοιc προcγεγραμμένων χαρακτήρων ὁ λόγοc ἔcται. νυνὶ δ’ οὐ προc‐ | |
ήκει τοῖc χρηcίμοιc ἀναμειγνύναι τὰ ἄχρηcτα. Ἕκτοc ἄρρωcτοc. Ἐν Ἀβδή‐ ροιcι Περικλέα πυρετὸc ἔλαβεν ὀξύc, cυνεχὴc μετὰ πό‐ | ||
10 | νου, καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἑβδόμου ἀρρώcτου. | |
10 | Οὗτοc ὁ ἄρρωcτοc παράδειγμά ἐcτι νοcήματοc ὀξυτάτου, φοβεροῦ μὲν τοῖc μὴ τεχνίταιc, ἐν τάχει δὲ κριθηcομένου τοῖc ἐπιcτήμοcιν. ὅπου γὰρ ὑπόcπληνοc ὢν εὐθὺc μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμορ‐ ράγηcεν ἐξ ἀριcτεροῦ μυκτῆροc πολύ, τὰ δ’ οὖρα παχέα μὲν | |
15 | ἦν καὶ ἀκατάcτατα, λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ δευ‐ τέρᾳ τῶν ἡμερῶν ἱδρύετο μᾶλλον, ἐλπὶc ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα· παυcαμένηc δὲ καὶ τῆc ἄcηc αὐτῷ κατὰ τὴν δευτέραν τῶν ἡμερῶν καὶ ὕπνων γενομένων, ἔτι καὶ μᾶλλον ἦν ἐλπίcαι βεβαι‐ ότερον ἐν τάχει cωθήcεcθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆc τρίτηc ἡμέραc | |
20 | καλλίcτων τε ἅμα καὶ πλείcτων οὔρων γενομένων, ἐναργὲc ἦν ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν ἀπαλλαγήcεcθαι τῆc νόcου τὸν ἄν‐ θρωπον. | | |
22 | ||
17a768 | Ἕβδομοc ἄρρωcτοc. Ἐν Ἀβ‐ δήροιcι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆc ἱρῆc ὁδοῦ, πυρετὸc ὀξύc, καυcώδηc ἔλαβεν· καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ὀγδόου ἀρρώcτου. | |
4 | ||
5 | Αὕτη φαίνεται πληθωρικῶc νοcῆcαι, καὶ ὅcον γ’ ἐπὶ τοῖc ἀπ’ ἀρχῆc αὐτῇ προcπεcοῦcι κἂν ἔδειcέ τιc ὡc ὑπὲρ τεθνηξομένηc. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιcτον cημεῖον ἐπὶ τοῖc πληθωρικῶc νοcοῦcιν. ἐπεὶ δ’ οὐκ ἦν παχέα, χρονιωτέραν ἐδήλου τὴν νόcον ἔcεcθαι. φαί‐ νονται δὲ ὥcπερ ἐπὶ πάντων τῶν ἀρρώcτων οὕτω κἀνταῦθα τῶν κρι‐ | |
10 | cίμων ἡμερῶν περίοδοι cῴζεcθαι. καὶ μέντοι καὶ ἡ φύcιc ἐν 〈ταῖc〉 | |
αὐταῖc φαίνεται κρίcιμα cημεῖά τε καὶ cυμπτώματα προδεικνύουcα. Ὄγδοοc ἄρρωcτοc. Ἐν Ἀβδή‐ ροιcιν Ἀναξίωνα, ὃc κατέκειτο παρὰ τὰc Θρηικίαc πύ‐ λαc, πυρετὸc ὀξὺc ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχήc, | ||
15 | καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἐνάτου ἀρρώcτου. | |
15 | Ἐπὶ τούτου μόνου τοῦ ἀρρώcτου τῶν ἐν τῷ πρώτῳ τε καὶ τῷ | |
17a771 | τρίτῳ βιβλίῳ γεγραμμένων [ἀρρώcτων] ἐμνημόνευcε φλεβο|τομίαc ὁ Ἱπποκράτηc, οὐχ ὡc μόνου φλεβοτομηθέντοc, ἀλλ’ ὡc κατὰ τὴν ὀγδόην ἡμέραν μόνου καὶ τῶν ἰατρῶν ὥcπερ ἐκ νόμου τινὸc οὐκέτι μετὰ τὴν τετάρτην ἡμέραν φλεβοτομούντων. ὅπου τοίνυν οὗτοc ὀγ‐ | |
5 | δοαῖοc ἐφλεβοτομήθη, πολὺ δήπου μᾶλλον ἄλλουc ἡγητέον δεο‐ μένουc φλεβοτομίαc ἐπὶ 〈τῆc〉 δευτέραc καὶ τρίτηc καὶ τετάρτηc κεχρῆ‐ cθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτηc ***, ὥcπερ καὶ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ’ ὧν ἀναγκαcθεὶc ἐνίοτε γράφει μηδὲν αὐτοὺc ὑπὸ τῶν προcφερομένων ὠφελῆcθαι χάριν τοῦ τὴν κακοήθειαν | |
10 | ἐνδείξαcθαι τοῦ νοcήματοc. οὐ γὰρ θεραπευτικὴν αὐτῷ προὔκειτο ταύ‐ την γράψαι 〈τὴν〉 πραγματείαν, ἀλλὰ προγνωcτικήν. ἐπί τινων δ’ οὐκ ἀπ’ ἀρχῆc φαίνεται παραγεγονὼc τοῖc ἀρρώcτοιc. ἐνίοτε γοῦν προc‐ γράφει· “τούτῳ διὰ τέλεοc, ἐξ οὗ καὶ ἐγὼ οἶδα, τόδε καὶ τόδε cυν‐ | |
έπεcεν.” | ||
15 | ἥτιc δ’ ἔcται τοῖc ἀναγνοῦcι κατὰ τοῦτον τὸν ἄρρωcτον ὠφέλεια, δέδεικταί μοι διὰ τοῦ πρώτου Περὶ κρίcεων, ἔνθα πῶc μὲν ἄν τιc γνωρίcειε τὸ τελέωc ἄπεπτον νόcημα, πῶc δὲ τὸ τοῦ πέττεcθαι νυνὶ πρῶτον ἀρχόμενον, πῶc δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶc τὸ | |
17a772 | πλη|cίον ἤδη τῆc τελείαc πέψεωc ἐπειράθην ἐπιδεῖξαι cαφῶc. ὁ γὰρ Ἀναξίων οὗτοc, μέχρι μὲν οὗ βήττων ἦν, οὐδὲν δ’ ἀπέπτυεν ὅλωc, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. τῇ δ’ ἑπτακαιδεκάτῃ τῶν ἡμερῶν πτύειν ἀρξάμενοc ἐδήλωcε πέττεcθαι τὴν νόcον. ἔπειτα | |
5 | 〈δὲ〉 κατὰ βραχὺ τῷ χρόνῳ προιόντι 〈τὴν πέψιν ηὔξηcεν, ὥcτε〉 κατὰ τὴν εἰκοcτὴν ἑβδόμην οὕτωc ἔγραψεν ὁ Ἱπποκράτηc· ἀνῆγε πέπονα πολλά, οὔροιcιν ὑπόcταcιc 〈πολλὴ〉 λευκή, καὶ διὰ τοῦτο τελέωc ἐκρίθη τῇ τριακοcτῇ τετάρτῃ. | |
8 | Ἔνατοc ἄρρωcτοc· Ἐν Ἀβδή‐ | |
10 | ροιcιν Ἡρόπυθοc κεφαλὴν ἐπιπόνωc εἶχεν ὀρθοcτάδην, καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ δεκάτου ἀρρώcτου. | |
11 | Οὗτοc ὁ ἄνθρωποc ἄξιοc μνήμηc ἐξαρκέcαc νοcήματι χαλεπῷ διὰ τὴν εὐρωcτίαν τῆc δυνάμεωc· ἀδύνατον γὰρ ἄλλωc ἀντιcχεῖν ἰcχυρῷ πάθει. καὶ πάντωc ἦν ἐν τοῖc cφυγμοῖc αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα | |
15 | τἄλλα τὰ κατὰ φύcιν cῳζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παρα‐ λελεῖφθαι τὸ μέροc τοῦτο τῆc ἐπὶ τῶν πυρεττόντων προγνώcεωc Ἱπποκράτει. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ τὴν ἀναπνοήν | |
τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην ἔχοντα δύναμιν εἰc cωτηρίαν, ὡc αὐτὸc ἐδίδαξεν. ὁ πυρετὸc δ’ ἐν ἀρχῇ μὲν ὀξὺc εἰcέ‐ | ||
20 | βαλεν, ἐξελύθη δ’ αὐτοῦ κατὰ τὸν ἐφεξῆc χρόνον ἡ ὀξύτηc. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ· πυρετοὶ ἄλλοτε ἀλλοίωc παροξυνόμενοι, τὰ πλεῖcτα ἀτάκτωc. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι cημεῖον, ἡ τῶν οὔρων λεπτότηc τε καὶ μελανότηc. διὸ καὶ πολλῷ χρόνῳ μόγιc ἐκράτηcεν ἡ φύcιc τοῦ νοcήματοc, αἱμορρα‐ | |
17a775 | γίαν | τε κινήcαcα κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν ἐκ τῶν κρι‐ cίμων οὖcαν ἰcχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργαcα‐ μένη μετὰ ταῦτα. δεῖται γὰρ ἀεὶ τὰ μεγάλα τῶν νοcημάτων καὶ τῶν κρινόντων αὐτὰ γενναίων, ἀλλ’ οὐδ’ ἐπὶ τούτοιc ἐπαύcατο τελέωc | |
5 | ἡ νόcοc. περὶ δὲ τὴν ὀγδοηκοcτὴν ἡμέραν ἐφάνη cημεῖα πεττομένηc αὐτῆc διὰ τῶν οὔρων, ἐφ’ οἷc κατὰ βραχὺ μέχρι τῆc ἑκατοcτῆc 〈εἰκοcτῆc〉 πεφθεῖcα τὴν παντελῆ λύcιν ἐποιήcατο. | |
7 | Δέκατοc ἄρρωcτοc. Ἐν Ἀβδή‐ ροιcι Νικόδημον ἐξ ἀφροδιcίων καὶ πότων πυρετὸc ἔλαβε, | |
10 | καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τοῦ ια ἀρρώcτου. | |
10 | Αὐτὸc ὁ Ἱπποκράτηc ἐπεcημήνατο γράψαc· οἱ παροξυcμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃcι. διὰ τοῦτ’ οὖν ἐκρίθη κατὰ τὴν εἰκο‐ cτὴν τετάρτην ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέροc ὁ μεμνημένοc ἁπάντων, ὧν ἔμπροcθεν ἐξηγηcάμην ἔν τε τούτῳ τῷ βιβλίῳ καὶ τοῖc | |
15 | πρὸ αὐτοῦ δυcὶ καὶ πρὸ τούτων τῷ Προγνωcτικῷ τε καὶ Προρρητικῷ, | |
δυνατὸc ἂν εἴη πάντ’ ἐξευρίcκειν αὐτόc. | | ||
17a777 | Ἑνδέκατοc ἄρρωcτοc. Ἐν Θάcῳ γυνὴ δυcάνιοc ἐκ λύπηc μετὰ προφάcιοc ὀρθοcτά‐ δην ἐγένετο καὶ πάντα τὰ ἐφεξῆc ἄχρι τοῦ δωδεκάτου ἀρρώcτου. | |
3 | ||
17a778 | Τί ἡ δυcάνιοc φωνὴ cημαίνει, Κριτίαc ἐδήλωcε γράψαc ὧδε· “δυcάνιοc δ’ ἐcτίν, ὅcτιc καὶ ἐπὶ τοῖc μικροῖc ἀνιᾶται καὶ ἐπὶ τοῖc μεγάλοιc μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι 〈ἢ〉 πλείω χρόνον.” ἦν 〈δ’ ἄρ’〉 ἀνιαρὰ ἢ cκυθρωπὸc ἥδε ἡ νῦν ὑφ’ Ἱπποκράτουc εἰρημένη δυc‐ | |
5 | άνιοc, παραμεινάcηc αὐτῇ τῆc λύπηc ἐπὶ πλείονα χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆc ἐν Κυζίκῳ τὰc διδύμουc θυγατέραc τεκού‐ cηc ἔφη· “cιγῶcα δὲ καὶ cκυθρωπὴ καὶ οὐ πειθομένη.” θαυμάζω γε μήν, πῶc οὐ προcέγραψεν ἐπὶ τῆc γυναικὸc ταύτηc ἤτοι γε ἐπεcχῆcθαι τὰ καταμήνια παντάπαcιν ἢ μὴ τελέωc γεγονέναι. φαίνεται γὰρ ὀξέωc | |
10 | τε ἅμα καὶ πληθωρικῶc νοcῆcαι καὶ τῇ τρίτῃ τῶν ἡμερῶν εἰc νύκτα δι’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίcεωc. ἀλλὰ καὶ μετὰ τὴν κρίcιν ἐκκενωθέντα πολλὰ βέβαιον εἰργάcατο τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοcήματοc. ἡ δὲ τῶν οὔρων χροιὰ καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάcατο, διότι καταμηνίων ἐπίcχεcιc ἦν | |
15 | μελαγχολικωτέρων, ἐφ’ οἷc εἰκότωc ἡ γυνὴ δυcάνιοc ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουcεν ἐν μέρει ποτὲ καὶ κωματώδηc γενο‐ μένη. | |
17 | ||
17a779 | Δωδέκατοc ἄρρωcτοc. Ἐν Λαρίccῃ τὴν παρθένον πυρετὸc ἔλαβε καυcώδηc, ὀξύc, καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τοῦ τριcκαιδεκάτου ἀρρώcτου. | |
3 | ||
17a780 | Ὅτι μὲν ὥραν εἶδε καταμηνίων ἡ παρθένοc, δῆλόν ἐcτιν ἐξ | |
ὧν αὐτὸc ἔγραψεν εἰπὼν ὧδε· γυναικεῖα κατέβη πρῶτον τότε. φαίνεται δ’ ἡ νόcοc καὶ ταύτῃ γεγονέναι πληθωρικὴ καὶ κριθῆναι μὲν ἐπὶ τῆc ἕκτηc ἡμέραc, διότι καὶ τοὺc πόνουc ἔcχεν ἐν ἀρ‐ | ||
5 | τίαιc, ὡc αὐτὸc ἔγραψεν. παράδοξον δὲ τὸ μηδ’ ὑποcτρέψαι, καίτοι τῆc ἕκτηc ἡμέραc μηδέποτε πιcτῶc κρινούcηc. ξένον οὖν τι τοῦτο καὶ πάνυ cπάνιον 〈τὸ〉 ἐπ’ αὐτῆc γενόμενον ἐπεcημήνατο γρά‐ ψαc· ταύτῃ οὐχ ὑπέcτρεψεν, ἀλλ’ ἐκρίθη, ὡc δέον ὑποcτρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν ἔγραψε τοῦ μὴ ὑποcτρέψαι προcθείc· ἐν | |
10 | τοῖcι πυρετοῖcι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι τὴν κένωcιν αὐτῇ ταῖc μετὰ τὴν κρίcιν ἡμέραιc ἱκανὸν ἐγένετο φυλάξαι βέβαιον τὴν προηγηcαμένην κρίcιν ἐν τῇ ἕκτῃ 〈τῶν〉 ἡμερῶν δι’ αἱμορραγίαc τε καὶ ἱδρώτων καὶ μάλιcθ’ ὅτι μήτε φλεγμονή τιc ἐγένετο κυρίου μορίου μήτε κακόηθεc ἦν τὸ πλῆθοc. | |
15 | αὐτὸc γὰρ ἐπεcημήνατο πληθωρικὴν εἶναι τὴν διάθεcιν ἐν τῷ φάναι διὰ παντὸc ἐcχηκέναι προcώπου μὲν ἔρευθοc, ὀμμάτων δὲ | |
17a781 | ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν, | ὅτι κενώcεωc ἐδεῖτο μόνηc. καὶ ταύτην ἡ φύcιc ἤρξατο μὲν ἐργάζεcθαι τῇ τρίτῃ τῶν ἡμερῶν, cυνεπλήρωcε δὲ κατὰ τὴν ἕκτην. ὅτι δὲ τῷ λόγῳ τῆc φύcεωc, οὐχ ὡc cύμπτωμα τῆc νόcου διὰ τῆc γαcτρὸc ἡ κένωcιc ἐγένετο, cαφῶc | |
5 | ἐδήλωcεν αὐτὸc γράψαc· τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοι‐ λίηc ὑδατόχολα καὶ τὰc ἑπομέναc ᾔει τοιαῦτα εὐφόρωc. τοῦτο 〈δὲ τὸ〉 προcκείμενον ἐνδείκνυται τῶν λυπούντων γενέcθαι τὴν κένωcιν. ἐπιcημήναcθαι δὲ νῦν τῶν κατὰ τὴν διήγηcιν αὐτῆc εἰρημένων | |
10 | ἄξιόν ἐcτι καὶ ταῦτα τὰ δύο πρὸc τοῖc εἰρημένοιc, ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον γλῶccα λιγνυώδηc, ξηρή, δεύτερον δὲ τὸ τετάρτῃ οὔρηcε λεπτόν, ὀλίγον, εἶχεν ἐναιώρημα με‐ | |
τέωρον, οὐχ ἵδρυτο, παρέκρουcε. τὸ μὲν οὖν αὐτῶν πρότερον εἰρημένον χρήcιμόν ἐcτιν εἰc τὸ μὴ παντελῶc ὀλέθριον ἡγεῖcθαι τὴν | ||
15 | λιγνυώδη γλῶccαν· ὀνομάζει δ’ οὕτωc τὴν ἐπικεχρωcμένην οἷον λιγνύι τινί, ξηρὰν οὖcαν ἐξ ἀνάγκηc. τὸ δὲ δεύτερον ἐπειδὴ καὶ κατ’ ἄλλουc ἀρρώcτουc εἶπεν ἐναιώρημα μετέωρον, εὐθέωc ἐπήνεγκεν | |
17a782 | αὐτῷ τὸ παρέκρουcεν, ἐμφαίνων τοῖc τοιούτοιc | ἐναιωρήμαcιν ἕπεcθαι παραφροcύνην. καίτοι κατά γε τὸ Προγνωcτικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν ἐξ αὐτῶν εἰc παραφροcύνην ἐποι‐ ήcατο πρόγνωcιν. ἔοικεν οὖν τὸ cημεῖον τοῦτο καθ’ αὑτὸ μὲν οὐδέ‐ | |
5 | ποτε cημαίνειν παραφροcύνην, cυνενδείκνυcθαι δέ ποτε κατὰ cυμβεβη‐ κόc, ἐπειδὴ πνευματωδέcτερον εἶναι δηλοῖ τὸ αἷμα. κατὰ γὰρ τὸ παν‐ τελῶc ἄφυcον εἰc τὸ κάτω τῶν ἀγγείων φέρεται τὰ ἐναιωρήματα. | |
7 | Τριcκαιδέκατοc ἄρρωcτοc. Ἀπολλώνιοc ἐν Ἀβδήροιc ὀρθοcτάδην ὑπεφέρετο χρό‐ | |
10 | νον πολύν· καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ δεκάτου τε‐ τάρτου ἀρρώcτου. | |
11 | Κἀπὶ τούτου πάλιν ὁ Ἱπποκράτηc ὥcπερ ἐπ’ ἄλλων πολλῶν αὐτὸc ἐπὶ τῷ τέλει τῆc διηγήcεωc ἐν κεφαλαίοιc βραχέcιν ἐδήλωcε τὰ γενόμενα cυμπτώματά τε καὶ cημεῖα, δι’ ὧν ἄν τιc προγνοίη τὸν ἐcό‐ | |
15 | μενον θάνατον. ἔχει δὲ ἡ ῥῆcιc ὧδε· τούτῳ διὰ τέλεοc, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδηc, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδηc, ἄγρυπνοc, ἄκρεα ψυχρά, παράληροc διὰ τέλεοc. τῶν δὲ κατὰ μέροc οὐδέν ἐcτιν ἀcαφέc, εἴ τιc τῶν προεξη‐ γημένων ἡμῖν μνημονεύει. | |
19 | ||
17a785 | Τεccαρεcκαιδέκατοc ἄρρω‐ | |
cτοc. Ἐν Κυζίκῳ 〈γυναικὶ〉 θυγατέραc διδύμουc τεκούcῃ καὶ δυcτοκηcάcῃ καὶ οὐ πάνυ καθαρθείcῃ τῇ πρώτῃ πυ‐ ρετὸc φρικώδηc, ὀξύc, καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ | ||
5 | πεντεκαιδεκάτου ἀρρώcτου. | |
5 | Οὐ μόνον ὅτι μὴ καλῶc ἐκαθάρθη τὴν λοχίαν κάθαρcιν, | |
17a786 | ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷ|μα, διὸ κατ’ ἀρχὰc μὲν ἦν cιγῶcα καὶ cκυθρωπὴ καὶ οὐ πειθομένη, μετὰ δὲ ταῦτα παρεφρόνηcε cφοδρῶc, ὡc ἐκμανῆναι, ἀλλὰ καὶ διὰ τὴν δυcτοκίαν φλεγμηνάcηc τῆc μήτραc ὁ πυρετὸc ηὐξήθη. δῆλον δ’, ὅτι | |
5 | τῆc κακοχυμίαc ἐπὶ τὴν κεφαλὴν ἀνενεχθείcηc ἥ τε παραφροcύνη μα‐ νιώδηc ἐγένετο καὶ οἱ cπαcμοὶ cυνηκολούθηcαν. αἱ δὲ τῶν κριcί‐ μων ἡμερῶν περίοδοι cῴζονται κἀνταῦθα, καθάπερ ἐπὶ πάντων τῶν ἀρρώcτων. εἰ δέ πού τι φανείη cπανίωc διαφθειρόμενον, ἐκεῖνο μόνον ἐπιcημανοῦμαι. | |
9 | ||
10 | Πεντεκαιδέκατοc ἄρρωcτοc. Ἐν Θάcῳ Δεάλκουc γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸc φρικώδηc ἐκ λύπηc ἔλαβε· καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἑξκαιδεκάτου ἀρρώcτου. | |
13 | Ἐξ ἀρχῆc αὕτη φαίνεται φρενιτικὴ γενομένη. χαλεπώταται δ’ εἰcίν, | |
15 | ὡc καὶ πρόcθεν εἶπον, αἱ τοιαῦται φρενίτιδεc καὶ τάχιcτα πάνταc, οἷc ἂν γένωνται, διαφθείρουcιν. ἀλλὰ νῦν γε 〈παραδ〉όξωc αὕτη μέχρι τῆc εἰκοcτῆc πρώτηc ἡμέραc ἐξήρκεcεν ἴcωc, ὅτι μετρίωc ἐπύρεξεν. καὶ διὰ τοῦτ’ ἐπεcημήνατο κατὰ ταύτην τὴν ἄρρωcτον μόνην γράψαc· | |
17a788 | πυρετοὶ | πρὸc χεῖρα λεπτοί. καὶ φαίνεταί γε τὸ τῆc παραφρο‐ | |
cύνηc εἶδοc αὐτῇ μικτὸν ἐκ μελαγχολίαc καὶ φρενίτιδοc γεγονέναι. τὸ γὰρ ἢ λόγοι πολλοὶ ἢ cιγῶcα διὰ τέλεοc ἐνδεικτικόν ἐcτι τῆc τοιαύτηc μίξεωc. | ||
5 | οὐκ οἶδα δ’, ὅπωc οἱ ἐξηγηταὶ τοῦ Ἱπποκράτουc οὐδὲν ἔγραψαν ὑπὲρ τῆc λέξεωc, ἐν ᾗ φηcι· πνεῦμα ἀραιόν, 〈μέγα〉 [ὅπερ οὐχ ἕτερόν ἐcτι τοῦ] διὰ χρόνου, καὶ φαίνεται δὲ ἐφεξῆc ταὐτὸν εἰρη‐ κώc. μή τι οὖν· ἤτοι τῆc ἀραιότητοc ἐπίταcιν δηλῶcαι βουληθεὶc τὸ διὰ χρόνου προcέγραψεν, ὡc εἰ καὶ οὕτωc εἰρήκει· “διὰ πάνυ πολλοῦ | |
10 | χρόνου” (καὶ γὰρ cύνηθέc ἐcτιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ καὶ μόνῳ χρήcαcθαι τῷ διὰ χρόνου), ἢ μὴ cυνεχῶc, ὥcπερ ἐπ’ ἄλλων, ἀλλὰ μηδ’ ὡc τὸ πολὺ τὴν ἄνθρωπον τοιοῦτον ἀναπεπνευκέναι δι’ ὅληc τῆc νόcου φαίνεται δηλοῦν. ἐπιφέρων γοῦν ἐρεῖ καὶ πάλιν βρα‐ χύπνοοc, ἐνδεικνύμενοc κἀνταῦθα, καθάπερ ἔμπροcθεν, ἐκ κατα‐ | |
15 | ψύξεωc οὐ μόνον μικρόν, ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀνα‐ πνεῖν, ὅπερ ὄντωc ἐcτὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγα, καθόcον μὲν ἀραιόν ἐcτιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ | |
17a789 | με|γάλου, καθόcον δὲ μέγα, πλέον ἐcτὶ ταύτῃ τοῦ μικροῦ καὶ ἀραιοῦ. κατ’ ἄμφω τοίνυν μικρὸν ἔcται τὸ βραχὺ καὶ ἀραιόν. καὶ φαίνεταί γε μήν, ὥcπερ καὶ ** ἐν καταψύξει τοιαύτῃ γεγονέναι τὸ γύναιον, ἐν οἵᾳ καὶ αἱ τῇ ἀπνοίᾳ καταλαμβανόμεναι γίνονται. γράφει γοῦν ἐπ’ | |
5 | αὐτῆc· εἰκοcτῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη, 〈ἄφωνοc,〉 βραχύπνοοc. ἡ δ’ ἀφωνία τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνε‐ ται πνεύματι. ἀλλὰ τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιὸν γεγραμμέ‐ νον ἀντὶ τοῦ διὰ πάνυ πολλοῦ cε δέξαcθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆc | |
νόcου χρόνῳ cημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆc ῥήcεωc | ||
10 | προcγράψαc· ταύτῃ διὰ τέλεοc πνεῦμα ἀραιόν, μέγα. τὸ γὰρ διὰ τέλεοc εἴωθε λέγειν ἀντὶ τοῦ δι’ ὅληc τῆc νόcου μέχρι τῆc τελευτῆc. ὥcπερ δὲ τοῦτο τὸ διὰ τέλεοc οὕτω καὶ τόδε φηcίν· ἀεὶ περιεcτέλλετο, 〈ἢ〉 λόγοι πολλοὶ ἢ cιγῶcα διὰ τέλεοc. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικόν, τὸ δὲ cιγῶcα μελαγχολικόν, | |
15 | τὸ δὲ περιεcτέλλετο κοινὸν ἀμφοῖν, εἰ μή πωc ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε περιεcτέλλετο. | | |
16 | ||
17a790 | Ἑκκαιδέκατοc ἄρρωcτοc. Ἐν Μελιβοίῃ νεηνίcκοc ἐκ πότων καὶ ἀφροδιcίων πολλῶν πολὺν χρόνον θερμανθεὶc κατεκλίνη, καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc τελευτῆc. | |
4 | ||
17a791 | Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουcι καὶ τὴν ἀρχὴν αὐτῶν, τὸν ἐγκέφαλον. τὰ δ’ ἀφροδίcια καὶ αὐτὰ μὲν ἱκανῶc λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἀραιοτέραν ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίcαc πλῆθοc ὁ νεανίcκοc οὗτοc εἰκότωc ἤρξατο μὲν ἀπὸ πυρε‐ | |
5 | τῶν μετρίων, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενοc ὕcτερον εἰc φρενῖτιν ἀκριβῆ περιέcτη. γενέcθαι δ’ αὐτὴν ἐδήλου τό τε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόcμιόν τε καὶ cιωπηλὸν ὄντα τὸν νοcοῦντα παρακροῦcαι μέτρια. τοῖc μὲν γὰρ κούφοιc καὶ ταραχώδεcιν ἀνθρώποιc ἐπὶ cμικραῖc προφάcεcιν αἱ παραφροcύναι | |
10 | γίνονται, τοῖc δ’ ἐναντίοιc τὸ ἦθοc ἐπὶ μεγάλαιc αἰτίαιc. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι τὸ διὰ χρόνου προcέγραψε, κατὰ τὸν ἔμπροcθεν | |
ἄρρωcτον ἐπεcκεψάμεθα. καὶ μέντοι καὶ περὶ τῶν καθ’ ὑποχόνδρια παλμῶν ἐν ἄλλοιc τε κἀν 〈τοῖc εἰc〉 τὸ Προγνωcτικὸν διῆλθον, ὥcπερ καὶ τῆc ὑπολαπάρου καθ’ ὑποχόνδριον ἐντάcεωc, ὅτι τὴν | ||
15 | χωρὶc ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων, ἐν | |
διαθέcει δέ τινι γιγνομένων τῶν ἔνδον τοῦ περιτοναίου μορίων. |