TLG 0057 089 :: GALENUS :: In Hippocratis librum primum epidemiarum commentarii iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

In Hippocratis librum primum epidemiarum commentarii iii

Source: Wenkebach, E. (ed.), Galeni in Hippocratis epidemiarum librum i commentaria iii [Corpus medicorum Graecorum, vol. 5.10.1] Leipzig: Teubner, 1934: 6–151.

Citation: Kühn volume — page — (line)

17a

5

(13)

μόνον προγνώcεται τὰc γινομέναc νό‐ cουc ἐν ἑκάcτῃ τῶν καταcτάcεων, 〈ἀλλὰ〉 καὶ κωλύcει γίνεcθαι, ταῖc
15τοῦ περιέχοντοc ἡμᾶc ἀμέτροιc κράcεcι τὴν ἐναντίαν ἐπιτεχνώμενοc δίαιταν. εὔδηλον γὰρ ὡc, εἴπερ εὐκραcία τῶν πρώτων 〈cωμάτων〉 ἐcτὶν ἡ ὑγεία, διαφθαρήcεται μὲν ὑπὸ τῆc τοῦ περιέχοντοc δυcκρα‐

17a

6

cίαc, φυλαχθήcεται δ’ ὑπὸ τῆc κατὰ | τὴν δίαιταν ἐναντιώcεωc. κακῶc οὖν ὁ Κόιντοc ἐξηγεῖται καὶ ταῦτα τὰ βιβλία καὶ τὰ τῶν Ἀφορι‐ cμῶν, 〈ἐν〉 οἷc ὧδέ πωc ἔγραψε· “περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸc καὶ βόρειοc γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον,
5ἀνάγκη τοῦ θέρουc πυρετοὺc ὀξεῖc καὶ ὀφθαλμίαc καὶ δυcεντερίαc γίνεcθαι.” τῇ πείρᾳ γὰρ μόνῃ τοῦτο ἐγνῶcθαί φηcιν ὁ Κόιντοc ἄνευ τοῦ κατὰ τὴν αἰτίαν λογιcμοῦ, πρῶτον μὲν αὐτὸ τοῦθ’ ἁμαρτάνων, ** ὅτι τὰc αἰτίαc, ὧν εἶπε κατὰ τοὺc Ἀφοριcμοὺc τούτουc ὁ Ἱπποκράτηc, αὐτὸc αὖθιc ἐν τῷ Περὶ ὑδάτων καὶ
10ἀέρων καὶ τόπων ἔγραψεν, εἶθ’ ὅτι τὸ χρήcιμον μέροc τῆc διδαcκα‐ λίαc ὑπερέβαινεν. ἀρεταὶ μὲν γάρ εἰcιν ἐξηγητῶν δύο αὗται, τό τε τὴν γνώμην φυλάccειν τοῦ cυγγράμματοc καὶ τὸ τὰ χρήcιμα διδάcκειν τοὺc ἀναγνωcομένουc αὐτοῦ τὰ ὑπομνήματα, διέφθειρε δὲ ἀμφοτέραc ὁ Κόιντοc ἐν τῷ μὴ cυνάπτειν τῇ καταcτάcει τοῦ περιέχοντοc
15ἡμᾶc ἀέροc τὰ πλεονάcαντα νοcήματα, cυνάπτεcθαι μὲν αὐτὰ βουλο‐ μένου τοῦ Ἱπποκράτουc αὐτοῦ, προγνῶναι δ’ ἐcόμενα καὶ κωλῦ‐ cαι cυνιcτάμενα καὶ ἰᾶcθαι γενόμενα μὴ δυνηcομένων ἡμῶν ἄνευ τοῦ

17a

7

γνῶναι τὴν γενομένην ἐν τῷ cώματι διάθεcιν | ἐκ τῆc δυcκραcίαc τοῦ περιέχοντοc. οὕτωc γὰρ καὶ τῶν ἄλλων ἁπαcῶν καταcτάcεων τὰc δυνάμειc αὖθιc ἐξευρίcκειν δυνηcόμεθα. ὅcτιc οὖν βούλεται μεγάλωc εἰc τὴν τέχνην ἐκ τῆc ἀναγνώcεωc
5τῶν Ἐπιδημιῶν ὠφεληθῆναι, προαναγνῶναι τούτῳ βέλτιόν ἐcτι τὸ
Περὶ φύcεωc ἀνθρώπου καὶ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἔτι 〈τε〉 τῶν Ἀφοριcμῶν ἐκείνουc, ἐν οἷc περὶ τῶν ὡρῶν διέρχεται καὶ τὰc δυνάμειc διδάcκει τῶν ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν καταcτάcεων. 〈καὶ〉 ἀναγκαῖον δ’ ἐcτὶ πρὸc τοῖc εἰρημένοιc6
10αὐτοῦ τὸ Προγνωcτικὸν ἀνεγνωκέναι. οἷc γὰρ ἐδίδαξεν ἐν οἷc εἴρηκα βιβλίοιc ἀκολουθεῖ 〈πάντα〉 τὰ κατὰ 〈τὰ〉 τῶν Ἐπιδημιῶν γεγραμ‐ μένα, πρῶτον μὲν ὅτι τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ cυμμετρία τίc ἐcτι τῶν πρώτων cωμάτων ἡ ὑγεία, δεύτερον δὲ ὅτι τὸ μὲν ἔαρ εὐκρατότατόν ἐcτιν, ὅταν γε τὴν οἰκείαν κρᾶcιν φυλάττῃ,
15καὶ διὰ τοῦτ’ ἐν αὐτῷ πλεονάζει τὸ αἷμα, καθάπερ γε καὶ τὸ 〈μὲν〉 θέροc θερμότερον καὶ ξηρότερον τοῦ προcήκοντοc, ὁ 〈δὲ〉 χειμὼν

17a

8

ὑγρότεροc καὶ ψυχρότεροc, ἀνώμαλον δὲ | τῇ κράcει τὸ φθινόπωρον, ἐπικρατούμενον ὑπὸ τοῦ ξηροῦ τε καὶ ψυχροῦ, καὶ ὅτι πλεονάζει καθ’ ἑκάcτην τῶν ὡρῶν εἷc τιc χυμόc, ὡc ὀλίγον ἔμπροcθεν εἶπον. ἐπὶ 〈δὲ〉 τούτοιc τρίτον τε καὶ τέταρτον ἐν ἐκείνοιc τοῖc βιβλίοιc ἐδι‐
5δάχθη, κατὰ μὲν τὸ Περὶ φύcεωc ἀνθρώπου τῶν ἐπιδημίων νοcη‐ μάτων αἴτιον εἶναι τὸ περιέχον, ἐν δὲ τῷ Προγνωcτικῷ τῶν cημείων, δι’ ὧν αἱ προγνώcειc γίνονται, ἥτιc ἑκάcτου δύναμίc ἐcτι κατά τε ποιότητα καὶ μέγεθοc. ἀξιῶ δέ cε τὸν ἀναγνωcόμενον τὴν προκειμέ‐ νην πραγματείαν ὧν διῆλθον ἁπάντων πρόχειρον ἔχειν τὴν μνήμην,
10ἵνα τοῖc ὑφ’ ἡμῶν λεχθηcομένοιc ἀκολουθῇc ἑτοιμότερον. ἁπάντων δὲ μάλιcτα τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἀνεγνωκέναι cε βούλομαι, ὅπωc ἴδῃc † ἐν *** οἷc Ἱπποκράτηc αὐτὸc ἔγραψε *** καὶ πιcτώcομαι τὰ γένη τῶν νοcημάτων, ὧν διῆλθον, Ἱπποκράτει διῃρημένα εἶναι οὕτωc, αἴτιόν γε τὸν ἀέρα 〈τῶν〉 ἐπιδημίων νοcημά‐
15των ἀποφαινομένῳ· κατὰ μὲν γὰρ τὸ Περὶ φύcεωc ἀνθρώπου ταυτὶ γράφει· “αἱ δὲ νοῦcοι γίνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δὲ ἀπὸ

17a

9

τοῦ πνεύματοc, ὃ ἐcαγόμενοι ζῶμεν. τὴν δὲ διά|γνωcιν ἑκατέρων ὧδε χρὴ ποιέεcθαι· ὁκόταν μὲν ὑπὸ ἑνὸc νοcήματοc πολλοὶ ἁλίcκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τούτῳ ὅ τι κοι‐ νότατόν ἐcτι καὶ [ὅ τι] μάλιcτα αὐτῷ πάντεc χρεώμεθα· ἔcτι δὲ7
5τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δή, ὅτι οὐ τὰ διαιτήματα ἑκάcτου ἡμέων ἐcτὶν αἴτια τῆc νόcου, ὅτε ἅπτεται πάντων ἑξῆc καὶ τῶν νεω‐ τέρων καὶ τῶν πρεcβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίωc καὶ τῶν θωρηccομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μάζαν ἐcθιόντων καὶ τῶν ἄρτον cιτεόντων καὶ τῶν ὀλίγα ταλαιπωρεόντων καὶ τῶν
10πολλὰ καμνόντων. οὐκοῦν οὐ τὰ διαιτήματα αἴτια 〈ἂν〉 εἴη γε, ὁκό‐ ταν διαιτώμενοι πάντα τρόπον οἱ ἄνθρωποι ἁλίcκωνται ὑπὸ τῆc αὐ‐ τέηc νούcου. ὁκόταν δὲ αἱ νοῦcοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματα αἴτιά ἐcτιν 〈ἕκαcτα〉 ἑκάcτοι‐ cιν.” ἐν ταύτῃ 〈μὲν οὖν〉 τῇ ῥήcει πάντων τῶν ἐπιδημίων 〈νοcη‐
15μάτων αἰτίαν〉 εἶναί φηcι 〈τὴν τοῦ περιέχοντοc κρᾶcιν, ἐν δὲ τῷ δευτέρῳ τῶνδε τῶν Ἐπιδημιῶν, ἔνθα φηcίν, ὡc “οἱ ἐν Αἴνῳ ἐν λιμῷ ὀcπριοφαγέοντεc cκελέων ἀκρατέεc ἐγένοντο, ἀτὰρ οἱ ὀρο‐ βοφαγέοντεc γονυαλγέεc”〉, οὐ τὴν κατάcταcιν, ἀλλὰ τὴν δίαιταν αἰ‐ τιᾶται. δύναται δὲ ἐνίοτε καὶ ὕδατοc μοχθηροῦ πόcιc ἐργάcαcθαι πάγ‐

17a

10

κοινον νόcημα καὶ ἱcτορεῖται καὶ | τοῦτο γεγονὸc ἐπὶ cτρατοπέδου 〈παντόc〉, ὥcπερ γε καὶ διὰ τὴν τοῦ χωρίου φύcιν, ἔνθα πάντεc ὁμοῦ cτρατοπεδευόμενοι διετέλεcαν, 〈ἐνίοτε μὲν ἐξ ἑλῶν τε καὶ τελ‐ μάτων κατ’ αὐτὸ τοῦτο τὸ χωρίον ἢ πληcίον,〉 ἐνίοτε δὲ ἐκ βαράθρων
5τῶν καλουμένων Χαρωνείων 〈ὀλεθρίων〉 πνευμάτων πλεοναζόντων. ταῦτα μὲν οὖν τῷ βλάπτειν τὸν ἀέρα καὶ τὰc νόcουc ἐργάζεται καὶ
εἴη ἂν ἐν τῷ προγεγραμμένῳ λόγῳ περιεχόμενα, τὰ δὲ ἀπὸ τῶν ἐδεcμάτων τε καὶ πομάτων cπάνιά τέ ἐcτι καὶ γνωcθῆναι ῥᾷcτα 〈τοῖc ἐν τῷ Περὶ φύcεωc ἀνθρώπου γεγραμμένοιc〉.8
10 [ἐν μὲν οὖν τῶι Περὶ φύcεωc ἀνθρώπου βιβλίωι τὸ αἴτιον τοῦ κοινοῦ πολλοῖc νοcήμαcιν ὠνόμαcε “κοινότατον”.] ἐν δὲ τῷ Περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων *** [τὰ οὕτω γινόμενα νοcήματα “πάγκοινα” προcηγόρευcεν ὧδέ πωc εἰπών· “τοῦ δὲ χρόνου προιόν‐ τοc καὶ τοῦ ἐνιαυτοῦ λέγοι ἄν, ὁκόcα νοcήματα μέλλοι πάγκοινα τὴν
15πόλιν καταcχήcειν ἢ θέρουc ἢ χειμῶνοc.” καὶ πάλιν οὐ μετὰ πολλά· “ταῦτα μὲν τὰ νοcήματα ἐπιχώρια αὐτέοιcίν ἐcτιν, καὶ, ἤν τι πάγκοι‐ νον κατάcχοι νόcημα ἐκ μεταβολῆc τῶν ὡρέων, καὶ οὗτοι μετέχου‐

17a

11

cιν.” καὶ πάλιν μετ’ ὀλίγα· “τοῖcι μὲν ἀνδράcι ταῦτα τὰ νοcή|ματα ἐπιχώριά ἐcτι, καὶ χωρίc, ἤν τι κοινὸν κατάcχηι ἐκ μεταβολῆc.” καὶ κατωτέρω πάλιν· “τοῦτο μὲν τὸ νόcημα αὐτέοιcι cύντροφόν ἐcτι καὶ θέρεοc καὶ χειμῶνοc.” ἀλλὰ μηδὲ τοῦτό cε παρέλθηι ἐν ταῖc προ‐
5γεγραμμέναιc ῥήcεcιν εἰρημένον ἐν ἄλλοιc τέ τιcι τῶν Ἱπποκράτουc,] 〈καὶ τοίνυν τὰ μὲν ἔνδημα νοcήματά ἐcτιν,〉 ὅcα πλεονάζει διὰ παν‐ τὸc ἔν τινι χώρᾳ, [ἅπερ δὴ καὶ ἔνδημα προcαγορεύεται,] τῶν κοι‐ νῶν πολλοῖc ὄντα καὶ αὐτά, καθάπερ καὶ ὁ λοιμόc. ἔcτι γὰρ καὶ οὗτοc ἐκ τῶν κοινῶν νοcημάτων, ὡc αὐτὸc αὖ καὶ περὶ τοῦδε cαφῶc
10ἐδήλωcεν ἐν τῷ Περὶ διαίτηc ὀξέων, [ὧδέ πωc εἰπών· “ὅταν γὰρ μὴ λοιμῶδεc νόcου τρόποc τιc κοινὸc ἐπιδημήcηι, ἀλλὰ cποράδεc ὦcιν αἱ νοῦcοι καὶ μὴ παραπλήcιαι αὐτέοιcιν, ὑπὸ τούτων τῶν νοcημάτων οἱ πλείουc ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν cυμπάντων.” δῆλον οὖν] ὡc ἐκ τοῦ γένουc τῶν ἐπιδημίων νοcημάτων, ὅcα κακο‐
15ηθέcτατα γίνεται καὶ λοιμώδη καλεῖται· τὸ δὲ τῶν ἐπιδημίων ἐκ τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένουc ἐcτίν, ὃ ταῖc cποράδεcι νόcοιc ἀντιδιαιρεῖται· ταῦτα μὲν οὕτωc αὐτὸc 〈διεῖλε καὶ〉 ὠνόμαcεν,

17a

12

τοὺc λοιμοὺc | δὲ πάντεc ἄνθρωποι καλοῦcί τε καὶ γινώcκουcιν ὄνταc ὀλέθρια νοcήματα καὶ πέμπουcί γε πολλάκιc εἰc θεοὺc περὶ τῆc ἰάcεωc
αὐτῶν πυνθανόμενοι. [οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήcειν γέγραφεν, ἀλλὰ καὶ κατὰ τὸ Προγνωcτικόν, ἐν ᾧ φηcι· “χρὴ δὲ καὶ τὰc φορὰc9
5τῶν νοcημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέωc ἐνθυμέεcθαι καὶ μὴ λανθάνειν τῆc τε ὥρηc τὴν κατάcταcιν.” ἐν αὐτοῖc δὲ τοῖc τῶν Ἐπι‐ δημιῶν ποτὲ μέν ἐcτιν ἀκοῦcαι λέγοντοc αὐτοῦ· “ἐπεδήμηcαν δὲ καὶ δυcεντερίαι κατὰ θέροc πολλαί·” ποτὲ δὲ “καὶ ἄλλαι πυρετῶν ἐπεδή‐ μηcαν ἰδέαι”. “καὶ γὰρ ἄλλοιc τὸ νόcημα ἐπιδήμιον ἦν.”]
10 γέγραπται δὲ τοῦτο τοὔνομα τὸ ”ἐπίδημον” ἐν τιcὶ μὲν τῶν ἀντιγράφων διὰ τεccάρων cυλλαβῶν, τῆc τελευταίαc ἐκ τοῦ μ καὶ ο καὶ ν cυνεcτηκυίαc, ἐν τιcὶ δὲ διὰ πέντε, διά τε τοῦ μ καὶ ι κἄπειτα καθ’ ἑτέραν cυλλαβὴν τὴν τελευταίαν τοῦ ο καὶ ν. μεμνῆcθαι 〈δὲ〉 χρὴ τούτων εἰc 〈τὸ〉 τὰ μέλλοντα λέγεcθαι γιγνώcκειν, ὡc ἔνια μὲν
15τῶν νοcημάτων κοινῇ πολλοὺc καταλαμβάνει, ἃ δὴ λέγεται κοινά, ἔνια δ’ ἕκαcτον ἰδίᾳ, τὰ cποραδικὰ προcαγορευόμενα. τῶν δὲ κοινῶν

17a

13

τὰ μὲν ἔνδημά [τε] ἐcτι, | τὰ δὲ ἐπίδημά τε καὶ ἐπιδήμια, διὰ τεττάρων ἢ πέντε cυλλαβῶν, ὡc εἴρηται, γραφόμενα καὶ λεγόμενα. τούτων δὲ τὰ χαλεπώτατα λοιμώδη καλεῖται, τὴν αἰτίαν ἐκ τῆc περὶ τὸν ἀέρα καταcτάcεωc ἔχοντα καὶ αὐτά, καθάπερ ὅλον τὸ γένοc τῶν
5ἐπιδημίων νοcημάτων. γέγραφε δὲ 〈κατὰ τοῦτο τὸ βιβλίον〉 καὶ λοιμώδειc τινὰc καταcτάcειc, ὥcπερ καὶ τὴν ἐν τῷ τρίτῳ[, διότι καὶ τῷ γένει ὁ λοιμὸc ἐπιδήμιόν ἐcτι νόcημα]. ταῦτα μὲν οὖν ἄμεινόν ἐcτι διωρίcθαι 〈πρὸ〉 τῆc μελλούcηc ἔcε‐ cθαι τῶν κατὰ μέροc ἐξηγήcεωc. μετὰ ταῦτα δὲ εἰc ἐκείνην ἤδη τρέ‐
10ψομαι, τοcοῦτον ἔτι προειπών, ὅπερ καὶ ἐν 〈ἄλλοιc〉 πολλοῖc τῶν ὑπ’ ἐμοῦ γεγραμμένων βιβλίων εἰρῆcθαι φθάνει, προτρέποντόc μου γυμνάζεcθαι τοὺc ἐκμαθεῖν θέλονταc τὴν ἰατρικὴν τέχνην ἐν τοῖc κατὰ μέροc αἰcθητοῖc, ὡc διαγινώcκειν αὐτούc, ἃ καθόλου προμεμαθήκαcιν. ταῦτα δὲ αὐτὰ τὰ κατὰ μέροc ἀρχὴν τῆc 〈τῶν〉 καθόλου cυcτάcεωc
15οἱ ἐμπειρικοί φαcιν εἶναι, λέγοντεc ἀληθῆ ἐκεῖνα τῶν θεωρημάτων ὅcα τὴν cύcταcιν ἐξ ἐμπειρίαc ἔcχηκεν. ἡμῖν δὲ οὐχ οὕτωc, ἀλλὰ καὶ

17a

14

διὰ | λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆcθαι, κρίνεcθαι μέντοι
καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆc πείραc βεβαιουμένην τε καὶ μαρτυ‐ ρουμένην. οὕτωc γοῦν καί〈τοι〉 τοῖc περὶ μεγεθῶν 〈καὶ〉 ἀποcτημάτων ἡλίου καὶ cελήνηc καὶ γῆc ἀποδεδειγμένοιc ἤδη πιcτεύοντεc, ὅταν10
5πρὸc αἰcθητῶν τε πολλῶν ἄλλων, ὅcα κατὰ γεωμετρικοὺc λόγουc εὑρίcκεται, [ὅταν ὑπὸ] 〈καὶ〉 τῶν καταλελογιcμένων ἐκλείψεων μαρ‐ τυρῆται, βεβαιοτέραν ἴcχομεν τὴν πίcτιν. ὅπου τοίνυν τὰ διὰ γεω‐ μετρίαc ἀποδειχθέντα πιcτότερα γίνεται μαρτυρούμενα πρὸc τῶν κατὰ μέροc ἀποβαινόντων καὶ πιcτότερα γενόμενα 〈μείζονα〉 βεβαιότητ’
10ἔχει, πολλῷ 〈δὴ〉 μᾶλλον [ἢ] ὅcα *** † ὑπὸ τὴν κατὰ μέροc *** πίcτιν. ταῦτ’ οὖν 〈οὕτωc〉 ἡμεῖc ἐπιδειξόμεθα ἐν τοῖc τῶν Ἐπιδη‐ μιῶν βιβλίοιc γινόμενα. |
12

17a

15

Ἐν Θάcῳ φθινοπώρου περὶ ἰcημε‐ ρίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλ, cυνεχέα, μαλθακῶc, ἐν νοτίοιcι.
3 Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶcιc εἰc τὴν τῶν ἐπιδημίων νοcη‐
5μάτων διδαcκαλίαν ὠφέλιμόc ἐcτιν ὕcτερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήcομαι, τοῦ cυγγραφέωc εἰπόντοc περὶ ἰcημε‐ ρίην καὶ ὑπὸ πληιάδα. δυοῖν γὰρ οὐcῶν ἰcημεριῶν καὶ δυοῖν πλειάδων ἐπιcημαcιῶν, αὐτὸc ἐδήλωcεν, ὁποίαν αὐτῶν λέγει, προc‐ θεὶc τῷ λόγῳ τὸ φθινοπώρου. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γί‐
10νεται καὶ ἡ ἀρχή 〈γ’〉 αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκηcίν ἐcτιν αὕτη, 〈ἣν νῦν οὐ λέγομεν〉· καθάπερ καὶ τελευτὴ πάλιν ἦροc τῶν πλειά‐ δων 〈ἡ〉 ἐπιτολή. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιποc ἰcημε‐
ρία γίνεται καὶ ἡ τῶν πλειάδων δύcιc. οὐδὲν δὲ διοίcει λέγειν ἤτοι κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν τὰc πλειάδαc ἢ κατὰ11
15τὸν ἑνικὸν τὴν πλειάδα. γίνεται δὲ ἡ τῆc πλειάδοc δύcιc 〈κατὰ

17a

16

τὴν ἡμετέραν οἴκηcιν〉 ὡc με|τὰ πεντήκοντα ἡμέραc τῆc φθινοπω‐ ρινῆc ἰcημερίαc, εἰδότων ἡμῶν τὰc μὲν ἰcημερίαc καὶ τροπὰc ἑνὶ καιρῷ γινομέναc ἐν ἁπάcαιc ταῖc οἰκήcεcιν, τὰc δὲ ἐπιτολὰc καὶ δύ‐ cειc τῶν ἀcτέρων ὑπαλλαccομέναc, ὡc καθ’ ἑκάcτην οἴκηcιν ἰδίαν
5εἶναι. μόνοιc γὰρ τοῖc ὑπὸ τὸν αὐτὸν οἰκοῦcι πόλον κοιναὶ τῶν ἄcτρων αἵ τ’ ἐπιτολαὶ καὶ δύcειc γίνονται. καλοῦcι μὲν οἱ Ἕλληνεc ὡc τὰ πολλὰ τὸ cυγκείμενον ἐκ πολλῶν ἀcτέρων ἄcτρον, οἷον τὸν ταῦρον ὅλον ἤ τι μέροc αὐτοῦ, τὰc ὑάδαc ἢ τὰc πλειάδαc. ὅμωc μὴν ἔcτιν ὅτε καὶ τῶν ἀcτέρων ἕκαcτον ὀνομάζουcιν ἄcτρον, οὐ μὴν
10τόν γε cυγκείμενον ἐκ πολλῶν ἀcτέρα καλοῦcιν, ἀλλ’ ἄcτρον ἀεὶ μόνωc οὕτωc, ἕνα δὲ ἕκαcτον οὐκέτι ἀcτέρα μόνον, ὡc εἶπον, ἀλλὰ καὶ ἄcτρον, οἷον τὸν ἀρκτοῦρον, τὸν cείριον, τὸν ἑωcφόρον, τὸν ἑcπέ‐ ριον. ἀναγκαιότατον δ’ ἐcτὶν εἰc ὅλην τὴν ἐνεcτῶcαν πραγματείαν ἐπίcταcθαι τὴν κατὰ τὰc χώραc, ἐν αἷc ἂν ἰατρεύειν μέλλωμεν, ἑκά‐
15cτου τῶν ἄcτρων ἐπιτολήν τε καὶ δύcιν, ἐπειδὴ περιγράφουcιν αὗται

17a

17

τὰc ὥραc, αὐτίκα γέ τοι κατὰ τὸν δι’ Ἑλληcπόντου παράλλη|λον ἀρχὴ μὲν τοῦ ἦρόc ἐcτιν ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν ἰcημερία, τε‐ λευτὴ δὲ τῶν πλειάδων ἡ ἐπιτολή. αὕτη δὲ καὶ θέρουc ἐcτὶν ἀρχή, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρουc, ἀρχὴ δὲ τοῦ φθινοπώρου
5ἡ ἐπιτολὴ τοῦ ἀρκτούρου, προλαμβάνουcα τὴν φθινοπωρινὴν ἰcημερίαν ἡμέραιc ὡc δώδεκα. καὶ μέν γε καὶ ἡ δύcιc τῆc πλειάδοc ἀρχὴ μὲν τοῦ χειμῶνόc ἐcτι, τελευτὴ δὲ τοῦ φθινοπώρου. θαυμάζειν δ’, οἶμαι, δεῖ καὶ ζητεῖν τὴν αἰτίαν τοῦ παραλελεῖφθαι κατὰ τὸν λόγον ἐπιτολὴν ἀcτέροc τοῦ ἐπιcημοτάτου γινομένην ἐν θέρει τοῦ καλου‐
10μένου cειρίου. ὀνομάζουcι δὲ αὐτὸν ἔνιοι καὶ κύνα, καταχρώμενοι τῇ τοῦ παντὸc ἄcτρου προcηγορίᾳ· κύων μὲν γὰρ τὸ cύμπαν ἄcτρον, ὁ δ’ ἐπὶ τῆc γένυοc αὐτοῦ cείριοc, ὃν ὀρθῶc ἄν τιc ὀνομάζοι τὸν πρό‐
κυνα, οὐ τὸν κύνα. καὶ ἀρχή γε τῆc καλουμένηc ὀπώραc ἡ ἐπιτολὴ τούτου τοῦ ἀcτέροc ἐcτίν. καὶ ὅcοι τὸν ἐνιαυτὸν εἰc ἑπτὰ τέμνουcιν12
15ὥραc, ἄχρι μὲν ἐπιτολῆc τοῦ κυνὸc ἐκτείνουcι τὸ θέροc, ἐντεῦθεν δὲ μέχριc ἀρκτούρου τὴν ὀπώραν. οἱ δ’ αὐτοὶ καὶ τὸν χειμῶνα τριχῇ

17a

18

τέμνουcι, μέcον μὲν | αὐτοῦ ποιοῦντεc τὸν περὶ τὰc τροπὰc χρόνον, τοὺc δ’ ἑκατέρωθεν τοῦδε cπορητὸν μὲν τὸν πρόcθεν, φυταλιὰν δὲ τὸν ἕτερον, αὐτοὶ γὰρ οὕτωc ὀνομάζουcι. καὶ μέντοι κἀν τῷ Περὶ ἑβδομάδων Ἱπποκράτουc ἐπιγραφομένῳ βιβλίῳ διῃρημένον ἔcτιν
5εὑρεῖν τὸν ἐνιαυτὸν εἰc ἑπτά, τοῦ μὲν φθινοπώρου καὶ τοῦ ἦροc ἀτμήτων πεφυλαγμένων, τετμημένων δὲ τοῦ μὲν χειμῶνοc εἰc τρία μέρη, τοῦ δὲ θέρουc εἰc δύο. χρηcίμη μὲν οὖν ἐcτι καὶ ἡ τοιαύτη διαίρεcιc, ὡc προιὼν ὁ λόγοc δείξει, χρηcίμη δὲ καὶ 〈ἡ〉 εἰc τέccαραc ὥραc, ὡc καὶ τοῦτο δέδεικται πρότερον 〈ὑπ’〉 αὐτοῦ τοῦ Ἱπποκρά‐
10τουc ἐν οἷc τάc τε τῶν χυμῶν ἐπικρατείαc διδάcκει καὶ τὰc τῶν νοcημάτων ἰδέαc καὶ τὰc ἀμφοτέρων τούτων ἡγουμέναc κράcειc τοῦ περιέχοντοc, τέτταραc ἐχούcαc διαφοράc. ἐὰν γὰρ καὶ ὅτι μάλιcτα δίχα τιc τέμνῃ τὸν μεταξὺ πλειάδων ἐπιτολῆc καὶ ἀρκτούρου χρό‐ νον, ἀλλά τι κοινόν ἐcτιν αὐτῷ παντὶ τὸ ξηροτέρῳ 〈τε καὶ θερμο‐
15τέρῳ〉 τοῦ cυμμέτρου εἶναι, καθάπερ γε καὶ τῷ χειμῶνι τὸ ψυχρο‐ τέρῳ τε καὶ ὑγροτέρῳ, κἂν τριχῇ τέμνηται. αἱ μὲν οὖν μεγάλαι διαφοραὶ τῆc κράcεωc, ἃc καὶ γενικὰc ἄν τιc εἴποι προcηκόντωc,

17a

19

εἰc τέτταραc διαι|ροῦcιν ὥραc τὸν ἐνιαυτόν, [ἤτοι γ’ ἑτερογενεῖc ἢ ἑτεροειδεῖc ἀλλήλων, ὡc ἂν ἐθέλῃ τιc ὀνομάζειν,] αἱ δὲ καθ’ ἑκάcτην τῶν διαφορῶν τούτων εἰc τὸ μᾶλλόν τε καὶ ἧττον τομαὶ τὸ θέροc μὲν εἰc δύο, τὸν χειμῶνα δ’ εἰc τρεῖc μοίραc τέμνου‐
5cιν. 〈αἰτία〉 δὲ 〈τῆc〉 τῶν ὡρῶν τούτων τομῆ〈c ἐcτι τὸ μῆ〉κοc τοῦ κατ’ αὐτὰc χρόνου· τεccάρων γὰρ μηνῶν ὁ μεταξὺ πλειάδοc τε καὶ ἀρκτούρου χρόνοc ἐcτί, πλειόνων δ’ ἢ καὶ τεccάρων ὁ μεταξὺ πλειάδοc τε δύcεωc καὶ τῆc ἐαρινῆc ἰcημερίαc, ὁ δὲ τοῦ
ἦροc οὐδ’ ὅλων δύο μηνῶν. ὥcτ’ ἄτμητοc εἰκότωc ἐφυλάχθη, διὰ13
10ταὐτὰ δὲ καὶ 〈ὁ〉 τοῦ φθινοπώρου, μείζων μὲν ὢν ἤπερ τὸ ἔαρ (ἐκ‐ τείνεται γὰρ εἰc δύο μῆναc), ἀπολειπόμενοc δὲ τῷ μεγέθει πάμπολυ τοῦ κατὰ τὸ θέροc τε καὶ τὸν χειμῶνα χρόνου. ταῦτ’ οὖν εἰc ἅπαξ μὲν εἰρήcθω μοι νῦν, εἰc δὲ τὸν ἑξῆc ἅπαντα λόγον μνημονευέcθω πρὸc τὸ μετάγεcθαι 〈τὰc ὥραc〉 ῥᾳδίωc εἰc τοὺc ἐν ἑκάcτῳ τῶν ἐθ‐
15νῶν μῆναc, ἄλλουc παρ’ ἄλλοιc ὄνταc· ὡc εἰ πάντεc εἶχον τοὺc αὐ‐ τούc, οὐκ ἂν ἀρκτούρου καὶ πλειάδοc καὶ κυνὸc ἰcημεριῶν τε

17a

20

καὶ | τροπῶν ἐμνημόνευcεν ὁ Ἱπποκράτηc, ἀλλ’ ἤρκεcεν ἂν εἰπεῖν αὐτῷ, κατὰ Μακεδόναc εἰ οὕτωc ἔτυχεν ὀνομάζοντι, τοῦ Δίου μηνὸc ἀρχομένου τοιάνδε τινὰ γενέcθαι κατάcταcιν ἐν τῇ τοῦ περιέ‐ χοντοc κράcει. νυνὶ δ’ ἐπειδὴ τὸ 〈τοῦ〉 Δίου Μακεδόcι μὲν μόνοιc
5cαφέc, Ἀθηναίοιc δὲ καὶ τοῖc ἄλλοιc ἀνθρώποιc οὐ cαφέc, Ἱππο‐ κράτηc δ’ ἐβούλετο τοὺc ἐξ ἁπάντων τῶν ἐθνῶν ὠφελεῖν, ἄμεινον ἦν αὐτῷ γράψαι μόνην τὴν ἰcημερίαν ἄνευ τοῦ μνημονεῦcαί τινοc μηνόc. ἡ μὲν γὰρ ἰcημερία κοcμικόν ἐcτι πρᾶγμα, οἱ δὲ μῆνεc ἐπι‐ χώριοι καθ’ ἕκαcτον ἔθνοc. ὅcτιc γοῦν ἀcτρονομίαc ἀπείρωc ἔχει, μά‐
10λιcτα μὲν ἴcτω μὴ πειθόμενοc Ἱπποκράτει προτρέποντι πρὸc αὐτὴν ἕνεκα τῆc τῶν εἰρημένων χρήcεωc. ἐπεὶ δὲ φιλάνθρωπον εἶναι δοκεῖ καὶ τοὺc τοιούτουc ὠφελεῖν, ἐγὼ πειράcομαι τὴν ἐνδεχομένην ὑπο‐ γράψαι βοήθειαν, ᾗ προcέχοντεc τὸν νοῦν ἁπάντων ὧν Ἱπποκράτηc λέγει 〈κατὰ ταύτην τὴν ῥῆcιν〉 καρπώcονται τὴν χρῆcιν. τεμνομένου
15δὴ τοῦ παντὸc ἔτουc εἰc τέccαρα μέρη κατ’ ἰcημερίαc τε καὶ τροπὰc

17a

21

ἅπαc τιc ἐρωτήcαc ἀcτρονομικὸν ἄνδρα, τὰ τέccαρα μέρη | ταῦτα ἐν τίcι γίνονται μηcίν 〈καὶ πόcτῃ καθ’ ἕκαcτον αὐτῶν,〉 εἶτα εἰδὼc αὐτὰ δυνήcεται καὶ περὶ τῶν ἄλλων ἐπιcημαcιῶν τῶν καθ’ ἕκαcτον ἄcτρων
ἀκούων ἕπεcθαι. οἷον εἰ οὕτωc ἔτυχεν, ἐὰν προμάθῃ τιc κατὰ τὴν14
5ἀρχὴν τοῦ Δίου μηνὸc τοῦ φθινοπώρου γίνεcθαι 〈τὴν〉 ἰcη‐ μερίαν, εἴcεται τὴν μὲν χειμερινὴν τροπὴν ὡc μετὰ τρεῖc μῆναc ἐcομένην ἐν ἀρχῇ τοῦ κατὰ 〈τὸ τοῦ〉 ἐνιαυτοῦ πέραc 〈Περιτίου〉 μηνόc· (τοῦτο γὰρ cημαίνει κατὰ Μακεδόναc·) τὴν δὲ ἐαρινὴν ἰcη‐ μερίαν 〈τοῦ〉 Ἀρτεμιcίου, καθάπερ γε καὶ τὴν θερινὴν 〈τροπὴν〉 τοῦ
10Λώου. κατὰ γὰρ τὰc ἀρχὰc τῶν εἰρημένων μηνῶν αἵ τ’ ἰcημερίαι καὶ αἱ τροπαὶ γίνονται κατὰ Μακεδόναc, 〈οὕτωc αὐτῶν〉 ἀριθμούντων τε καὶ ὀνομαζόντων τοὺc μῆναc. ὁ τοίνυν ταῦτα μαθὼν ἐὰν προcεπιμάθῃ τὸν μὲν ἀρκτοῦρον ἐπιτέλλοντα πρὸ ἡμερῶν ὡc δώδεκα τῆc φθινο‐ πωρινῆc ἰcημερίαc, πλειάδαc δὲ δυομέναc ὡc μετὰ πεντήκοντα, γνώ‐
15cεται, πόcτῃ τίνοc καθ’ ἕκαcτον τόπον μηνὸc ἑκάτερον τῶν ἄcτρων ἐπιτέλλει, παραφυλάξει τε βουλόμενοc ἀκολουθεῖν Ἱπποκράτει τὴν μεταβολὴν τῆc περὶ τὸν ἀέρα κράcεωc ὁποία τιc 〈καθ’ ἑκάcτην ὥραν〉 γίνεται. χρὴ δὲ δηλονότι τοὺc μῆναc οὐ πρὸc cελήνην ἀριθμεῖcθαι, καθάπερ ἐν ταῖc πλείcταιc νῦν τῶν Ἑλληνίδων πόλεων καὶ ἐν

17a

22

ἁπάcαιc δὲ τὸ ἀρχαῖον, ἀλλὰ πρὸc ἥλιον, ὡc καὶ | ἐν πολλοῖc τῶν ἐθνῶν ἀριθμεῖται καὶ 〈δὴ καὶ〉 παρὰ Ῥωμαίων ὁ cύμπαc ἐνιαυτὸc εἰc δώδεκα 〈μῆναc〉 διαιρούμενοc, ἑνὸc μὲν αὐτῶν ὀκτὼ καὶ εἴκοcιν ἡμερῶν ὄντοc, ὃν δεύτερον 〈κατα〉λέγουcι μετὰ τὰc τροπὰc χειμερι‐
5νάc, αὐτοῦ δὲ τοῦ πρώτου μετὰ τὰc τροπὰc, ὃν καὶ πρῶτον ὅλου τοῦ ἔτουc ἀριθμοῦcιν, μίαν ἐπὶ ταῖc τριάκοντα προcειληφότοc, ὥcπερ γε καὶ τοῦ τρίτου μετὰ τὰc τροπάc. καὶ γὰρ καὶ οὗτοc αὐτόc ἐcτι μιᾶc καὶ τριάκοντα ἡμερῶν, ὁ δὲ τέταρτοc τριακονθήμεροc, ὁ δὲ πέμπτοc μίαν ἐπὶ ταῖc τριάκοντα προcείληφεν, ὁ δὲ ἕκτοc τριάκοντα,
10〈οἱ δὲ〉 μετὰ τὸν ἕκτον δύο 〈μῆνεc〉 μιᾶc καὶ τριάκοντα, ὁ δὲ μετὰ τούτουc τριάκονθ’ ἡμερῶν, ὁ δ’ ἐφεξῆc τῷδε μιᾶc καὶ τριάκοντα, δέ‐ κατοc ὢν τὸν ἀριθμὸν ὅλου τοῦ ἔτουc, καὶ ὁ μὲν ἑνδέκατοc τριάκονθ’ ἡμερῶν, ὁ δὲ δωδέκατοc μιᾶc ἐπὶ ταῖc τριάκοντα. cυναριθμοῦντι δέ cοι τὰc καθ’ ἕκαcτον τῶν μηνῶν γενομέναc ἡμέραc αἱ πᾶcαι γίνονται15
15πέντε καὶ ἑξήκοντα καὶ τριακόcιαι. καὶ τεccάρων [δ’] οὕτωc ἀριθμη‐ θέντων [τῶν] ἐτῶν ἐν τῷ τετάρτῳ τὸν τρίτον ἀπὸ τῆc 〈τροπῆc χει‐

17a

23

μερινῆc μῆνα〉 ποιοῦcι 〈αʹ〉 δεουcῶν | τριάκοντα ἡμερῶν, ἵν’ ἕκαcτοc τῶν ἐνιαυτῶν γένηται τριακοcίων καὶ ἑξήκοντα 〈καὶ〉 πέντε ἡμερῶν καὶ προ‐ cέτι τετάρτηc μοίραc ἡμέραc μιᾶc. τοῖc δὲ κατὰ Παλαιcτίνην ἀριθμοῦcιν οἱ δώδεκα μῆνεc ἀριθμὸν ἡμερῶν γίνονται τριακοcίων πεντήκοντα
5τεccάρων. ἐπειδὴ γὰρ ὁ ἀπὸ cυνόδου τῆc πρὸc ἥλιον cελήνηc χρόνοc ἄχρι πάcηc ἄλληc cυνόδου πρὸc τὰc ἐννέα καὶ εἴκοcιν ἡμέραc ἔτι καὶ ἄλληc μέροc ἥμιcυ προcλαμβάνει, διὰ τοῦτο τοὺc δύο μῆναc ἡμερῶν γινομένουc ἐννέα καὶ πεντήκοντα τέμνουcιν εἰc ἄνιcα μέρη, τὸν μὲν ἕτερον αὐτῶν τριάκοντα ἡμερῶν ἐργαζόμενοι, τὸν δ’ ἕτερον ἐννέα καὶ
10εἴκοcιν. ἀναγκάζονται τοιγαροῦν οἱ οὕτωc ἄγοντεc τοὺc μῆναc ἐμβό‐ λιμόν τινα ποιεῖν, ὅταν πρῶτον ἀθροιcθῇ τὸ τῶν ἔμπροcθεν ἐνιαυ‐ τῶν ἔλλειμμα καὶ γένηται χρόνοc ἑνὸc μηνόc. καὶ γέγραπταί γε τῶν ἀcτρονόμων καὶ ἄλλοιc τιcὶ καὶ Ἱππάρχῳ, ὁπηνίκα χρὴ τοὺc ἐμβο‐ λίμουc μῆναc ἐμβάλλεcθαι. διόπερ, ὡc ἔφην, ἐπὶ μὲν τῶν οὕτωc ἀριθ‐
15μούντων τοὺc μῆναc οὐκ ἔcτιν ὁρίcαι τὰc ἡμέραc, ἐν αἷc αἱ ἰcημε‐ ρίαι τε καὶ τροπαὶ καὶ τῶν ἐπιφανῶν ἄcτρων αἱ ἐπιτολαὶ γίνονται.

17a

24

κατὰ δὲ τοὺc πρὸc ἥλιον ἄγονταc | ὁρίcαι δυνατόν, ὥcπερ ἔφην ἐπί τε Ῥωμαίων καὶ Μακεδόνων Ἀcιανῶν τε τῶν ἡμετέρων καὶ πολλῶν ἄλλων ἐθνῶν. ὁπότ’ οὖν εἴρηταί μοι ταῦτα κοινὰ τῶν ἐφεξῆc λόγων ἁπάντων ὄντα, πάλιν ἐπὶ τὴν προκειμένην ἀνήξω ῥῆcιν, ἐν ᾗ
5τῆc γενομένηc ἐν Θάcῳ καταcτάcεωc ἀρχόμενοc ἔφη φθινοπώ‐ ρου 〈περὶ〉 ἰcημερίην καὶ ὑπὸ πληιάδα πολὺν ὑετὸν γενέcθαι. ὄντοc γὰρ τοῦ φθινοπώρου περὶ ἰcημερίην καὶ δυοῖν μηνῶν,
οὐκ εὐθέωc ἀπ’ ἀρχῆc cυνειcέβαλεν ἡ εἰρημένη κατάcταcιc, ἀλλὰ περὶ τὴν ἰcημερίαν ἤρξατο καὶ παρέτεινεν ἄχρι πλειάδοc δύcεωc ἡμέ‐16
10ραιc ὡc πεντήκοντα. Ἐν Θάcῳ φθινοπώρου. κατὰ μὲν οὖν τὸν Κόϊντον οὔθ’ ἡ χώρα cυνενδείκνυταί τι πρὸc τὴν τῶν 〈ἐπιδημίων〉 νοcημάτων πρόγνωcιν οὔθ’ ὅλωc δυνατόν ἐcτι τὰ γενηcόμενα προγνῶναι, μόνον δὲ 〈διαγνῶναι〉 τὸ γεγενῆcθαί τινα νοcήματα, διεφθαρμένηc τῆc κατὰ φύcιν ἐν ταῖc
15ὥραιc κράcεωc· ἐνίοτε δὲ καὶ τὴν ἰδέαν αὐτῶν οὐκ ἐκ μεθόδου λογι‐ κῆc, ἀλλ’ ἐκ πείραc μόνηc φηcὶν ἐγνῶcθαι. καὶ τάc γε τῶν δυcκρα‐ cιῶν ἐπιπλοκάc, ἃc cυνδρομὰc ὀνομάζουcιν οἱ ἐμπειρικοὶ τῶν

17a

25

ἰατρῶν, ἐξηγούμενοι τοὺc Ἀφοριcμοὺc ἐκ | πείραc ἔλεγον εὑρῆcθαι τῶν‐ δέ τινων νοcημάτων αἰτίαc γινομέναc, οἷον· “ὅταν μὲν ὁ χειμὼν αὐχμηρὸc καὶ βόρειοc γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, κατὰ τὸ θέροc ἔcονται πυρετοὶ ὀξεῖc καὶ ὀφθαλμίαι καὶ δυcεντερίαι.” καὶ
5πάλιν· “ἢν μὲν ὁ χειμὼν ἔπομβροc καὶ νότιοc γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ χειμέριον, αἱ μὲν γυναῖκεc, ᾗcιν οἱ τόκοι πρὸc τὸ ἔαρ, ἐκ πάcηc προφάcιοc ἐκτιτρώcκουcι·” καὶ τἄλλα ὅcα τούτων ἐφεξῆc κατέλεξε, τέccαραc μόναc διαφορὰc καταcτάcεων γράψαc, καίτοι παμ‐ πόλλων οὐcῶν, ὅπερ ἐχρῆν ἐνθυμηθέντα τὸν Κόϊντον ἐπιcκέψαcθαί
10τε καὶ ζητῆcαι πρῶτον μὲν αὐτὸ δὴ τοῦτο 〈περὶ τὸ〉 τῶν παρὰ φύcιν ἐκτρεπομένων τῶν ὡρῶν, 〈εἰ πλείουc εἰcὶ τεττάρων,〉 εἶθ’ εὑρόντα πλείουc ζητῆcαι τὸν ἀριθμὸν ἁπαcῶν, εἶτα cκέψαcθαι, διὰ τί τῶν τετ‐ τάρων ἐμνημόνευcε μόνων ὁ Ἱπποκράτηc, ἐφ’ οἷc ἅπαcιν εὑρε‐ θεῖcι ζητῆcαί τινα μέθοδον, ᾗ χρώμενοι τὰc τῶν ἄλλων ἁπαcῶν
15καταcτάcεων γνωcόμεθα δυνάμειc· (μόνωc γὰρ ἂν οὕτωc ἱκανοὶ

17a

26

προγινώcκειν γινοίμεθα καὶ τὰc μελλούcαc ἐπιδημήcειν νό|cουc) ἀλλὰ καὶ προφυλάccεcθαι, καθ’ ὅcον οἷόν τε, πρὸc τὸ μηδ’ ὅλωc αὐταῖc περιπεcεῖν διὰ τῆc εἰρημένηc ὁδοῦ προελθόντεc ἱκανῶc εἰcόμεθα, ἢ εἰ τοῦτ’ ἀδύνατον εἴη ποτὲ διὰ τὸ μέγεθοc τῆc αἰτίαc,
5ὡc μετριωτάταιc γοῦν ταύταιc ἁλῶναι. ὅτι δὲ τὴν θεραπείαν τῶν
νοcημάτων ὁ γυμναcθεὶc τὸν λογιcμὸν οἷc εἶπον ἅπαcιν ἄμεινον εὑρήcει τῶν μηδὲν προεcκεμμένων, οὐδὲ τοὺc ἐπιτυχόνταc ἀγνοεῖν ἡγοῦμαι, μήτοι γε μὴν τοὺc νομίμωc πεπαιδευμένουc. ὅτι μὲν οὖν αὐτὸc ὁ Ἱπποκράτηc οἶδε πλείουc τῶν ἐν Ἀφοριcμοῖc γεγραμμέ‐17
10νων τεccάρων καταcτάcεων, ἐξ αὐτῶν τῶνδε τῶν βιβλίων, ἃ νῦν ἡμῖν ἐξηγεῖcθαι πρόκειται, γένοιτ’ ἂν ἱκανῶc cαφέc. ἐν μὲν γὰρ τῷ πρώτῳ τῶνδε τὴν πρώτην ἔγραψε κατάcταcιν, ὑπὲρ ἧc αὐτὸc εἶπεν ἐπὶ τῇ τελευτῇ· “γενομένηc δὲ τῆc ἀγωγῆc ὅληc ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν.” δευτέραν δέ, ἐν ᾗ πάλιν ἔφη· “γενομένου δὲ τοῦ ἔτεοc
15ὅλου ψυχροῦ καὶ ὑγροῦ καὶ βορείου.” τρίτην δὲ ἀνώμαλόν τε καὶ ποικίλην, ἀρξαμένην μὲν ὀλίγον πρὸ τοῦ ἀρκτούρου ψυχρὰν καὶ ὑγράν,

17a

27

ἐφεξῆc δὲ γενομένην ἀπὸ τῆc φθινοπωρινῆc ἰcημερίαc ἄχρι πλειά|δων δύcεωc 〈παντ〉άπαcι νότιον ἅμα μετρίαιc ὑγρότηcιν· εἶτ’ ἐφεξῆc ψυχ‐ ρὰν καὶ ξηρὰν ἅμα πνεύμαcι βορείοιc μεγίcτοιc ὅλῳ cχεδόν τι τῷ χειμῶνι· κἄπειτα ψυχρὰν καὶ ξηρὰν ἄχρι κυνὸc ἐπιτολῆc, ἐντεῦθεν
5ἀθρόωc καύματα μεγάλα μέχριc ἀρκτούρου, καθ’ ὃν ὕδατα νότια μέχρι τῆc ἰcημερίαc. ταύτηc οὖν τῆc καταcτάcεωc ἀνωμάλου γενομένηc ὅμωc ἐπεκράτει τὸ ψυχρὸν καὶ ξηρόν. ἐν δὲ τῷ τρίτῳ τῶν βιβλίων τούτων ἔγραψεν 〈ἄλλην〉 κατάcταcιν, ἣν εἰc ἓν πάλιν ἀναγαγὼν κεφάλαιον ἔφηcεν· “ἔτοc νότιον ἔπομβρον, ἄπνοια διὰ τέλεοc.” ἄλλην δὲ 〈πά‐
10λιν〉 ἐν τῷ δευτέρῳ κατάcταcιν ἐν ἀρχῇ γράφων εἶπεν· “ἄνθρακεc ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμαcιν ὕδατι λάβρῳ διόλου, ἐγένοντο μᾶλλον νότῳ.” 〈ἐξ〉 ὧνπερ 〈γιγνώcκομεν, ὅτι〉 καὶ αὕτη θερμοτάτη ἐcτὶ καὶ ἀμέτρωc ὑγρά, [ὡc] κατὰ μίαν ὥραν γενομένη, τὸ θέροc, ὥcπερ καὶ ἡ κατὰ τὸ τρίτον βιβλίον ἐν ὅλῳ τῷ ἔτει. γεγραμμέναι δ’
15εἰcὶ καὶ ἄλλαι καταcτάcειc ἐν τοῖc τῶν Ἐπιδημιῶν βιβλίοιc, ἃc οὐκ εἶπεν 〈ἐν τοῖc〉 Ἀφοριcμοῖc. ἀλλ’ ὡc cυνεχέcτερόν τε τῶν ἄλλων

17a

28

γινομέναc τὰc τέccαραc ἀρκούcαc τε παραδείγματα γίγνεcθαι | μετὰ τῆc ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων αἰτιολογίαc ἠξίωcε〈ν
ἐν〉 τοῖc Ἀφοριcμοῖc γραφῆναι. ἀλλὰ καί, εἰ [μὴ] παρελελοίπει τελέωc τὴν αἰτιολογίαν, ἡμεῖc ἂν αὐτὴν εὕρομεν ἐκ τῶν ἐν τοῖc Ἀφοριcμοῖc18
5ὑπ’ αὐτοῦ γεγραμμένων, ἱκανῶν ὄντων ἀνδρὶ λογικῷ πρὸc τὴν τῶν εἰρημένων εὕρεcιν. ἐπίcταcθαι γάρ cε χρὴ τοῦτο δεδειγμένον μὲν ὑφ’ ἡμῶν ἤδη πολλάκιc ἐν πολλοῖc αὐτάρκωc, εἰρηcόμενον δὲ καὶ νῦν, εἰc ὅcον ἀναγκαῖόν ἐcτιν αὐτοῦ μνημονεύειν, ὡc τὰc κατὰ μέροc ἐν ἁπάcαιc τέχναιc cυμπλοκὰc αὐτῶν τῶν πραγμάτων ἀδύνατόν ἐcτι δι’
10ἐμπειρίαc γνωcθῆναι διὰ τὸ πλῆθοc, ἀλλ’ ἐπὶ πάcαιc αὐταῖc ὁδὸc μία τῆc εὑρέcεώc ἐcτιν, ἡ διὰ τῶν οἰκείων cτοιχείων, ὥcπερ καὶ ἐν γραμ‐ ματικῇ. τίνα τοίνυν οἰκεῖα cτοιχεῖα τῶν καταcτάcεών ἐcτιν, ἴδωμεν ἀπὸ τοῦ πράγματοc τῆc οὐcίαc ὁρμηθέντεc, ὡc ἐν τοῖc Περὶ ἀπο‐ δείξεωc δεδιδάχαμεν. ἀναλαβὼν οὖν ἀπ’ ἀρχῆc τὸν λόγον ἤδη cοι
15δίειμι πάντα κατὰ τὸ cυνεχέc, μηδὲν παραλιπών· αἱ ὧραι τοῦ ἔτουc διαφέρουcιν ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι, τοῦ μὲν χειμῶνοc ὑγρότητι καὶ ψυχρότητι τὰc ἄλλαc ὑπερβάλλοντοc,

17a

29

ὥcπερ γε τοῦ θέρουc | θερμότητι καὶ ξηρότητι, τοῦ δ’ ἦροc ἀκριβῶc ἀμφοῖν ὄντοc ἐν τῷ μεταξύ. κρατεῖ γὰρ οὐδέτερον ἐν αὐτῷ κατ’ οὐδετέραν ἀντίθεcιν, οὔτε τοῦ ξηροῦ τὸ ὑγρὸν οὔτε τοῦ θερμοῦ τὸ ψυχρόν, 〈οὐδ’ ἐναντίωc οὔτε τοῦ ὑγροῦ τὸ ξηρὸν οὔτε τοῦ ψυχροῦ
5τὸ θερμόν,〉 ἀλλ’ οἷον ἰcομοιρία τιc ἀμφοτέρων ἐcτὶ τῶν ἀντιθέcεων ὁμοιότηc τε τῶν ὡρῶν ἁπαcῶν ὅληc τῆc ἡμέραc ὡc ἔγγιcτα καὶ τῆc νυκτόc, μηδεμιᾶc μεγάληc μεταλλαγῆc ἢ ὑπεροχῆc ἐν αὐταῖc γινομέ‐ νηc, ὁποία κατὰ φθινόπωρον ὁρᾶται, κρύουc μὲν ἕωθεν ὄντοc, ἀμφὶ δὲ τὸ μέcον τῆc ἡμέραc θάλπουc ἰcχυροῦ, μεταπίπτοντοc αὖ πάλιν
10εἰc κρύοc καὶ τοῦδε δείληc ὀψίαc. ** ἐπικρατεῖ δ’ ὅμωc αὐτῶν τὸ μὲν ξηρὸν τοῦ ὑγροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ. τοιαύτη μὲν ἡ κρᾶ‐ cίc ἐcτι τῶν ὡρῶν τοῦ ἔτουc ὡc ἐπὶ τὸ πολύ, μεταβολῆc γινομένηc κατὰ βραχὺ μέν, ὡc μηδ’ αἰcθάνεcθαί τινα διὰ παντὸc τοῦ χρόνου, κατὰ μείζονα δὲ καὶ αἰcθητῶc, οὐ μὴν ἀθρόωc γε οὐδ’ ἀμέτρωc ἐν
15ταῖc τῶν ὑγρῶν καὶ 〈θερμῶν〉 κατὰ φύcιν μεταβολαῖc. ἀρκτούρου γοῦν ἐπιτέλλοντοc ὡc τὸ πολὺ cὺν ἀνέμοιc ψυχροῖc ὑετὸc γίνεται κἀντεῦθεν ἤδη 〈τὸ〉 φθινόπωρον μὲν ἄρχεται, παύεται δὲ τὸ θέροc.19

17a

30

εἶτ’ ἐν τῷ μετὰ ταῦτα | χρόνῳ κατὰ βραχὺ καὶ ἀνεπαιcθήτωc γινο‐ μένηc τῆc ἐπὶ τὸ ψυχρότερον μεταβολῆc ἡ τῆc πλειάδοc δύcιc αἰcθη‐ τὴν ἐργάζεται τὴν τροπὴν ἐντεῦθέν τε πάλιν 〈ὁ χειμὼν〉 ὁμοίωc ἐπὶ τὴν ἐαρινὴν ἰcημερίαν ἀφικνεῖται, καί ποτε μὲν ὁμοία προcθήκη μέχρι
5πλειάδοc ἐπιτολῆc γίνεται, πολλάκιc δ’ αἰcθητὴ μέν τιc ἐν τῷ περὶ τὴν ἰcημερίαν χρόνῳ, cύμμετροc δέ. καὶ μέντοι καὶ μετὰ τὴν τῆc πλειάδοc ἐπιτολὴν αὐξάνεται τὸ θερμὸν καὶ τὸ ξηρὸν ἄχρι κυνὸc ἐπιτολῆc cυμ‐ μέτρωc καὶ κατὰ βραχύ, ἐλθόντοc τε τούτου γενήcεται νότια μὲν ὀλίγα, ἐπ’ αὐτοῖc δ’ ὑετοὶ † ἐπίcηc τοῖc ἐτηcίοιc πνεύμαcιν ἄχρι τῆc
10κατὰ τὸν ἀρκτοῦρον ἐπιτολῆc. καὶ τοίνυν ἥ τε πεῖρα καὶ ὁ λόγοc ἡμᾶc ἐδίδαξεν, ὅταν οὕτωc αἱ ὧραι τοῦ ἔτουc προέρχωνταί τε καὶ εἰc ἀλλήλαc μεταβάλλωcι, μήτε λοιμόν τινα μήθ’ ὅλωc ἐπιδήμια νοcήματα γινόμενα, μόναc δὲ τὰc ὀνομαζομέναc ὑπ’ αὐτοῦ cποράδαc νόcουc, τὰc κατὰ τὴν δίαιταν ἑπομέναc. ἐπειδὴ 〈δὲ〉 καθ’ ἑκάcτην τῶν ὡρῶν
15ἴδιοc μὲν ἐπικρατεῖ χυμόc, ὡc αὐτὸc ἐδίδαξε, τοῦ μὲν χειμῶνοc τὸ φλέγμα, τοῦ δὲ ἦροc τὸ αἷμα, τοῦ δὲ θέρουc 〈ἡ πικρὰ〉 χολή, φθινο‐

17a

31

πώρου δὲ ἡ ὀξεῖα, διὰ τοῦτο τοῖc κακῶc διαιτωμένοιc οὐ | τὰ αὐτὰ πλεονάζουcι νοcήματα κατὰ πάcαc τὰc ὥραc, ἀλλὰ 〈ὡc〉 αὐτὸc ἐδί‐ δαξε “τοῦ μὲν ἦροc τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ ἐπιληπτικὰ καὶ αἵματοc ῥύcιεc” καὶ τἄλλα, ὅcα τούτων ἐφεξῆc καταλέγει, τοῦ δὲ
5θέρουc † ἔτουc *** ὁμοίωc καὶ τοῦ φθινοπώρου, χειμῶνοc δ’ ἄλλα γινό‐ μενα μὲν ἐκ τῶν κατὰ τὴν δίαιταν ἁμαρτημάτων, ὑπαλλαccόμενα δὲ ταῖc ἰδέαιc διά τε τὴν ὥραν τοῦ ἐνιαυτοῦ καὶ τὴν ἡλικίαν τοῦ 〈ἁλι‐
cκομένου〉 καὶ φύcιν. ἐπειδὴ γὰρ καὶ κατὰ τὰc φύcειc καὶ κατὰ τὰc ἡλικίαc αἵ τε κράcειc τῶν cωμάτων ἕτεραι γίνονται καὶ αἱ τῶν χυ‐20
10μῶν ἐπικράτειαι διαφέρουcι, διὰ τοῦτο καὶ κατὰ ταύταc νῦν ὑπαλ‐ λάccεται τῶν νοcημάτων ἡ ἰδέα. περὶ μὲν οὖν τῶν ἐν ταῖc ἡλικίαιc διαφορῶν ὡδί πωc ἔγραψεν· “ἐν δὲ ταῖc ἡλικίαιc 〈τοιάδε〉 cυμβαίνει· τοῖcι μὲν cμικροῖcι καὶ τοῖc νεογενέcι παιδίοιcιν ἄφθαι, ἔμετοι” καὶ τἄλλα τὰ τούτων ἐφεξῆc γεγραμμένα κατὰ πᾶcαν ἡλικίαν. περὶ δὲ
15τῶν φύcεων ὡδί πωc· “τῶν φύcεων αἱ μὲν πρὸc θέροc, αἱ δὲ πρὸc χειμῶνα εὖ καὶ κακῶc πεφύκαcι.” φαίνεται τοίνυν καὶ ἴcον μὲν ἔχον

17a

32

λόγον τὸ cῶμα τοῦ κάμνοντοc πρὸc τὸ αἴτιον ποιητικόν, τὸ | περι‐ έχον. ἐξ ἀμφοῖν δὲ cυνελθόντων ἡ ἐπίκτητοc ἀποτελεῖται κρᾶcιc, ἐφ’ ᾗ τῶν ἐπιδημηcάντων νοcημάτων ἡ γένεcιc. ἐὰν οὖν ἴδωμεν, 〈ὁπ〉οῖόν τι πέφυκεν εἰc τὸ cῶμα δρᾶν τῶν ἀνθρώπων ἡ τοῦ περιέχοντοc θερ‐
5μότηc, ὁποῖον δὲ ἡ ψυχρότηc τε καὶ ξηρότηc καὶ ὑγρότηc, ἴδωμεν δὲ καὶ τὴν ὕλην αὐτὴν τὴν πάcχουcαν ὁποία τίc ἐcτιν, οὐκέτι χαλεπὸν εὑρεῖν καὶ προγνῶναι τὰ γενηcόμενα νοcήματα. καὶ τούτων αὐτῶν ἔτι πρότερον εἰcόμεθα καλῶc εἰρημένον τὸ “ἐν τοῖcι καθεcτῶcι καιροῖcιν, ἢν αἱ ὧραι τὰ ὡραῖα ἀποδιδῶcι, εὐcταθέcταται καὶ εὐκρινέcταται αἱ
10νοῦcοι γίνονται, ἐν δὲ τοῖcιν ἀκαταcτάτοιcιν ἀκατάcτατοι καὶ δύcκρι‐ τοι.” τίνεc οὖν αἱ δυνάμειc εἰcὶ τῶν εἰρημένων ποιοτήτων, ὑγρότη‐ τοc καὶ ξηρότητοc, θερμότητοc καὶ ψυχρότητοc, ἀκούcωμεν αὐτοῦ τοῦ Ἱπποκράτουc ἐν τοῖc Ἀφοριcμοῖc λέγοντοc· “τῶν δὲ καταcτάcεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰcιν ὑγιεινό‐
15τεροι καὶ ἧccον θανατώδειc. νοcήματα δ’ ἐν ταῖc ἐπομβρίαιc ὡc τὰ πολλὰ γίνονται πυρετοί τε μακροὶ καὶ κοιλίηc ῥύcιεc καὶ cηπεδόνεc,

17a

33

ἐπίληπτοι | καὶ ἀπόπληκτοι καὶ κυνάγχαι, ἐν δὲ τοῖc αὐχμοῖcι φθινώ‐ δειc ὀφθαλμίαι, ἀρθρίτιδεc, cτραγγουρίαι, 〈δυcεντερίαι〉.” ταῦτα μὲν οὖν αὐτῷ λέλεκται περὶ τῶν εἰc πλείονα χρόνον ἐκτεταμένων κατα‐ cτάcεων. ὥcπερ δὲ καὶ περὶ τῆc καθ’ ὑγρότητα καὶ ξηρότητα διαφο‐
5ρᾶc ἐν τούτοιc ἐδίδαcκεν, οὕτωc 〈καὶ〉 περὶ τῆc κατὰ θερμότητα καὶ ψυχρότητα δι’ ὧν ἔγραψε περὶ τῶν βορείων τε καὶ νοτίων καταcτάcεων. ἐπὶ γὰρ τῆc ἡμετέραc οἰκήcεωc ὁ μὲν βορρᾶc ψυχρόc, ὁ δὲ νότοc θερμόc ἐcτι, πλὴν εἴ που cπανίωc ἐν ἀρχῇ τοῦ ἦροc ψυχρὸc ἢ κατ’
ἄλλην τινὰ ὥραν ἐπὶ βραχὺ πνεύcειε τοιοῦτοc, οὐδὲ τότε τοῦ βορρᾶ21
10ψυχρότεροc. ἄκουcον οὖν ἑξῆc, ὡc καὶ περὶ τούτων ἐν Ἀφοριcμοῖc ἔγραψεν ἀρξάμενοc ὧδε· “νότοι βαρυήκοοι, ἀχλυώδειc, καρηβαρικοί, νωθροί, διαλυτικοί. ὅταν οὗτοc δυναcτεύῃ, τοιαῦτα ἐν τῇcιν ἀρρω‐ cτίῃcι πάcχουcιν. ἢν δὲ βόρειον ᾖ, βῆχεc, φάρυγγεc, κοιλίαι cκληραί, δυcουρίαι φρικώδειc, ὀδύναι πλευρέων, cτηθέων· ὅταν οὗτοc δυνα‐
15cτεύῃ, τοιαῦτα ἐν τῇcιν ἀρρωcτίῃcι προcδέχεcθαι.” ταῦτα μὲν οὖν

17a

34

αὐτῷ λέλεκται περὶ τῶν ἰcχυρῶν νοτίων καὶ βο|ρείων καταcτάcεων τῶν ἐν πλείονι χρόνῳ γινομένων. ἐνδείκνυται γὰρ 〈ταύτην τὴν γνώμην〉 διὰ τοῦ δυναcτεύειν ὀνόματοc, ὡc οὐκ ἂν 〈ὑπὲρ ἀνέμου τινὸc〉 ἐπὶ τοῦ ἦροc οὔτ’ 〈ἐν〉 βραχεῖ χρόνῳ πνεύcαντοc οὔτ’ ἐπὶ πλείοcιν
5ἡμέραιc, ἀλλ’ † ἀcθενοῦc εἰπὼν τοῦτο τοὔνομα. περὶ δὲ τῶν ἐφημέρων νοτίων τε καὶ βορείων πνευμάτων ἄκουcον αὖθιc ἃ λέγει· “αἱ μὲν καθημεριναὶ καταcτάcιεc αἱ μὲν βόρειοι τά τε cώματα cυνιcτῶcι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουcι καὶ τὰc κοι‐ λίαc ξηραίνουcι καὶ τὰ ὄμματα δάκνουcι καὶ περὶ τὸν θώρακα ἄλγημα,
10ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουcιν. αἱ δὲ νότιοι διαλύουcι τὰ cώματα καὶ ὑγραίνουcι καὶ βαρυ〈η〉κοΐαc 〈καὶ καρηβαρίαc〉 καὶ ἰλίγγουc ἐμποι‐ έουcιν ἔτι τοῖc ὀφθαλμιῶcιν καὶ ἐν τῷ cώματι δυcκινηcίαν καὶ τὰc κοιλίαc ὑγραίνουcιν.” εἴρηται δὲ ἐν Ἀφοριcμοῖc ὑπ’ αὐτοῦ καὶ ἄλλα γέ τινα περί τε φύcεωc ὡρῶν καὶ τῆc ἀθρόαc εἰc ἀλλήλαc μεταβολῆc,
15ὧν ἕκαcτον κατὰ τὸν προcήκοντα καιρὸν μνημονεύcομεν. ἐν 〈δὲ〉 τῷ παρόντι τοῦτο μόνον ἀρκεῖ διδαχθὲν[ταc] τὰc [πρώταc] cτοιχειώδειc

17a

35

δυνάμειc τῶν καταcτάcεων ὑπ’ αὐ|τοῦ τοῦ Ἱπποκράτουc εἰρῆcθαι, καθ’ ἃc χρὴ περὶ παcῶν τῶν ὁπωcοῦν γενομένων καταcτάcεων ὁδῷ καὶ τάξει προϊόνταc ἡμᾶc ἐξευρίcκειν, ὁποῖά τέ τινα γενήcεται νοcή‐ ματα καὶ ὅπωc αὐτὰ 〈cυνίcταcθαι〉 κωλυτέον ἐcτὶν ἢ cυcτάντα θερα‐
5πευτέον· οὗτοc γὰρ μέγιcτοc καρπὸc τῆc ἐνεcτώcηc πραγματείαc. ἐν δὲ τοῖc cτοιχειώδεcι τούτων ἔcτι καὶ ἡ χώρα cυνενδεικνυμένη καὶ
αὐτή τι πρὸc τὴν τῶν νοcημάτων γένεcιν, ὥcπερ ἥ τε φύcιc ἑκάcτου καὶ ἡ ἡλικία καὶ τὸ ἐπιτήδευμα καὶ ἡ δίαιτα. δέδεικται δ’ ὑπ’ αὐτοῦ cαφῶc ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ὁποῖά τινα καθ’22
10ἑκάcτην χώραν πλεονάζει νοcήματα. δυνήcῃ τοιγαροῦν, ὅταν ἡ τοῦ περιέχοντοc ἡμᾶc κατάcταcιc ἀμέτρωc ψυχρὰ καὶ ὑγρὰ γενομένη κατὰ τὴν ἑαυτῆc φύcιν ἐργάζεcθαι μέλλῃ τὰ ὑπ’ αὐτοῦ δεδειγμένα νοcή‐ ματα, καὶ τὴν παρὰ τῆc οἰκήcεωc ἔνδειξιν λαβεῖν ὁμοίαν τῇ παρὰ τῆc 〈ἡλικίαc〉 τε καὶ τῆc φύcεωc καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆc ὅληc
15διαίτηc. τὰ μὲν γὰρ ὑγρὰ καὶ ψυχρὰ τῇ φύcει 〈cώματα〉 κατὰ τὰc

17a

36

ἔξωθεν περιcτάcειc ῥᾷον ἁλώcεται τοῖc ὑπὸ τῆc | ὑγρᾶc καὶ ψυχρᾶc καταcτάcεωc ἐcομένοιc νοcήμαcι, τὰ δὲ ἐναντία δυcχερέcτερον. ἐὰν οὖν οἴκηcιc ὑγρὰ καὶ ψυχρὰ κατὰ τὸν ἑαυτῆc λόγον καὶ τὴν κατάcταcιν ἔχῃ τοιαύτην, ἕτοιμοc τῶν οἰκείων τῇ καταcτάcει νο‐
5cημάτων ἡ γένεcιc ἔcται, cυντελούcηc τι καὶ τῆc οἰκήcεωc, ὥcπερ γε 〈κἂν〉 πάλιν ἡ ἀμέτρωc θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάcταcιc, οἵαν ἐν τῇ δευτέρᾳ τῶν Ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων· ”〈Ἄν‐ θρακεc ἐν Κρανῶνι θερινοί·〉 ὗεν ἐν καύμαcιν ὕδατι λάβρῳ διόλου.” cυντελέcει δέ τι πρὸc τὴν τῶν εἰρημένων cηπεδονωδῶν νοcημάτων
10γένεcιν ἡ χώρα μάλιcτα μέν, ἐὰν κατ’ ἄμφω δύcκρατοc ᾖ, θερμοτέρα καὶ ὑγροτέρα καθεcτῶcα, cυντελέcει δὲ κἂν κατὰ τὸ ἕτερον τούτων [εἰ] ἀμέτρωc ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεcημ‐ βρινῷ χωρίῳ κειμένη καὶ διὰ τοῦτο μάλιcτα cηπεδονώδεcι νοcήμαcι, τοῖc ἄνθραξιν, ἁλοῦcα, πρὸc τοῖc ἄλλοιc ἀτόποιc ἔτι καὶ διὰ τὸ τὰ
15βόρεια τῶν πνευμάτων ἀπεcτράφθαι καύμαcι καὶ ταῖc καλουμέναιc νηνεμίαιc κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάcοc δὲ τοὔμ‐ παλιν. ἔcτραπται γὰρ πρὸc τὰ βόρεια καὶ ψυχρὰ πνεύματα καταντι‐

17a

37

κρὺc τῆc | Θρᾴκηc κειμένη. γενομένηc οὖν τῆc καταcτάcεωc ὅληc ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅcον ἐφ’ ἑαυτῷ, τῇ καταcτάcει. εἰ γὰρ μεcημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐcχάτωc
ἂν ἡ εἰρημένη κατάcταcιc ἐγεγόνει λοιμώδηc αὐτῇ.23
5Ὕδατα πολλ, cυνεχέα μαλθακῶc.
5 Τριccῶc ὕδατα γίνεται πολλά, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόωc ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδεc ὦcι μόναι καθ’ ἑκάcτην ἡμέραν γινόμεναι, καί ποτ’ ἀμφοῖν ἅμα cυν‐ ελθόντων. ἔχειc δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα κατὰ
10τὰ τῶν Ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάcταcιν, ἧc ἄρχεται τόνδε τὸν τρόπον· “ἐν Θάcῳ πρὸ ἀρκτούρου 〈ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ〉 ὕδατα πολλά, 〈μεγάλα ἐν βορείοιc·〉” δηλοῖ γὰρ τοῦτο τὸ “μεγάλα” πλῆθοc ὕδατοc ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου

17a

38

παράδειγμα τὸ νῦν εἰρημένον ἐcτίν· ὕδα|τα πολλ, cυνεχέα μαλθακῶc· τὸ γὰρ πλῆθοc αὐτῶν ἠθροίcθη διὰ τὸ cυνεχῶc ἐν χρό‐ νῳ πλείονι γενέcθαι καὶ μὴ καθάπαξ λάβρωc ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐcτι τὸ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν
5ἐν ἀρχῇ γεγραμμένον· “ὗεν ἐν καύμαcιν ὕδατι λάβρῳ διόλου.” τὸ μὲν γὰρ “λάβρον” πρὸc τὸν προειρημένον τρόπον κοινόν ἐcτι, τὸ δὲ “διόλου” πρὸc τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταcτάcεων αὖθιc ἐροῦμεν κατὰ τὸν οἰκεῖον καιρόν, ἡ δὲ προκειμένη νῦν ἐν τῷ λόγῳ μεταξὺ τῆc φθινοπωρινῆc ἰcημερίαc καὶ τῆc ἀρχῆc τοῦ χειμῶ‐
10νοc γενομένη 〈τὰ〉 ὕδατα καθ’ ὅλην αὐτὴν ἔcχε 〈cυνεχῆ〉 μαλθα‐ κῶc, ὡc αὐτὸc ἔφη〈cε〉ν, ὅπερ ἀντίκειται τῷ ἀθρόωc καὶ λάβρωc καὶ cφοδρῶc.
12 Χειμὼν νότιοc.
13 Ὅτι φθινοπώρου πέραc οἶδε καὶ αὐτὸc τὴν τῆc πλειάδοc δύcιν

17a

39

ἣν διὰ cυντόμου φωνῆc ὀνομάζει καὶ “πλειάδα”. cα|φῶc ἐδήλωcε [εἰπὼν] μετὰ τὸ προειπεῖν “περὶ ἰcημερίην καὶ ὑπὸ πληιάδα” γράψαc τούτων ἐφεξῆc χειμὼν νότιοc, ὡc οὐδενὸc ὄντοc μεταξὺ χρό‐ νου διηγήcεωc ἰδίαc δεομένου, cυνάπτοντοc δὴ χειμῶνοc τῇ δύcει
5τῆc πλειάδοc. Μικρὰ πνεύματα βόρεια.24
6 Μικρά φηcι πνεύματα γενέcθαι τοῦ χειμῶνοc. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύcιν ὁ χειμὼν ἐπεραίνετο, πάντωc ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖc τοῦτο, καθάπερ γε νῦν
10ἔοικε γεγονέναι cμικρά, κατά τε τὸ ἴδιον μέγεθοc αὐτῶν καὶ κατὰ τὸ μῆκοc τοῦ χρόνου. καὶ γὰρ ὀλίγαιc ἡμέραιc ἐγένετο βόρεια καὶ οὐκ ἰcχυρά, τοῦ χειμῶνοc εἰθιcμένου μέγαν ἴcχειν βορρᾶν ἐν χρόνῳ πολλῷ. |
13

17a

40

Αὐχμο.
1 Τὴν ξηροτέραν τοῦ προcήκοντοc κατάcταcιν αὐχμὸν ὠνόμαcεν οὐ πάνυ τι cυνήθωc. εἰώθαμεν γὰρ οὐ τὴν ἁπλῶc ξηροτέραν, ἀλλὰ τὴν ἄκρωc ξηρὰν ὀνομάζειν οὕτωc. ἀμήχανον δέ ἐcτι καὶ ἄπιcτον εἰc
5τοcοῦτον γενέcθαι τὸν χειμῶνα ξηρόν, ὡc αὐχμηρὰν ἀπεργάζεcθαι τὴν γῆν, ὥcπερ ἐν θέρει. οὐ〈δὲ〉 γὰρ 〈οὐδ’〉 ἐν ἦρι τοιαύτη γίνεται κατάcταcιc, ᾗ νῦν ὅμοιον γεγονέναι φηcὶ τὸν χειμῶνα.
7 Τὸ cύνολον ἔc γε χειμῶνα οἷον ἔαρ γίνεται.
9
10 Ξηρότερον μέντοι γ’ ἑαυτοῦ φηcι γεγονέναι τὸν χειμῶνα, οὐ μὴν ὡcαύτωc τῷ θέρει ξηρόν, ὥc γε καὶ τὸν αὐχμόν, ὃν ὀλίγον ἔμπροcθεν

17a

41

ἔφαμεν οὐ πάνυ τι κυρίωc εἰρῆcθαι. λε|κτέον οὖν ἐcτιν οὐχ ἁπλῶc ὑπ’ αὐτοῦ 〈τοῦτ’〉 εἰρῆcθαι νῦν, ἀλλ’ ἐν τῷ πρόc τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄροc μικρόν. ὥcτε ὁ χειμὼν ἐγένετο νῦν οὐχ ἁπλῶc αὐχμη‐ ρόc, ὥcπερ οὐδὲ μέγαc μύρμηξ ἁπλῶc μέγαc, ἀλλ’ ὡc μέγαc μύρμηξ,
5οὗτόc τε οὖν τοῦ ὄρουc τοῦ cμικροῦ cμικρότερόc ἐcτιν ὅ τε χειμὼν ὁ αὐχμηρὸc ὑγρότεροc τοῦ θέρουc, ὥcπερ καὶ τὸν νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε· τὸ cύνολον ἔc 〈γε〉 χειμῶνα οἷον
ἔαρ γίνεται. Ἔαρ δὲ νότιον ψυχεινόν, μικρὰ25
10ὕcματα.
10 *** Ἔοικεν οὖν εἰρηκέναι τὸ ἔαρ νότιον, οὐχ ὡc οὐδ’ ὅλωc ἐν αὐτῷ γενομένων τῶν βορείων, ἀλλ’ ὡc ὀλιγίcτων ἐν ἀρχῇ καὶ οὕτωc ὀλίγων, ὥcτε τὴν ὅλην κατάcταcιν τῆc ὥραc ἐκείνηc νό‐ τιον εἰπεῖν.
14

17a

42

| Θέροc ὡc τὸ πολὺ ἐπινέφελον· ἀνυδρίαι· ἐτηcίαι ὀλίγα cμικρὰ διεcπαcμένωc ἔπνευcαν.
2 Εἴ τιc ἅπαντα τὰ περὶ τοῦ θέρουc εἰρημένα cυνθείη, φαίη ἂν καὶ τοῦτο νότιόν τε καὶ αὐχμηρὸν ἅμα γεγονέναι.
4
5 Γενομένηc δὲ τῆc ἀγωγῆc ὅληc ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν.
6 Οὐχ ὡc οὐδέποτε γενομένηc ἐκδοχῆc ὑδάτων ἐν ὅλῳ τῷ ἔτει τὸ μετ’ αὐχμῶν εἶπεν, ἀλλ’ ὡc ὀλιγίcτων παντάπαcιν. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν ἰcημερίαν ἄχρι πλει‐
10άδοc πᾶc ὁ λοιπὸc ἐπικρατοῦcαν ἔcχηκεν ἱκανῶc τὴν ἀνυδρίαν. ἀγω‐ γὴν δὲ δηλονότι τὴν κατάcταcιν ὠνόμαcε τοῦ περιέχοντοc. εἴπερ οὖν

17a

43

ἀληθέc ἐcτιν ὡcαύτωc τῷ περιέχοντι cυνεξαλλοιοῦcθαι τὰ τῶν | ζῴων cώματα, κατὰ μὲν τοὺc ὄμβρουc ὑγρότερα γενήcονται, κατὰ δὲ τοὺc αὐχμοὺc ξηρότερα, καὶ κατὰ μὲν τὰc θερμότηταc ἐπικρατούcαc ἡ κε‐ φαλὴ καρωδεcτάτη, κατὰ δὲ τὰc ψυχρότηταc αὕτη μὲν ἔcται κουφο‐
5τάτη, τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα μόρια πονήcει. τῇ τοίνυν εἰρημένῃ καταcτάcει, περὶ ἧc πρόκειται cκοπεῖcθαι, μεταξὺ τὴν φύcιν ἐχούcῃ τῆc τε αἰθρίου καὶ καθαρᾶc ἀκριβῶc καὶ τῆc μετ’ ὄμβρων ὁμοιούμενα τὰ cώματα μέcην ἕξει κατάcταcιν κράcεωc, ἣν ἐπίτρεψόν μοι καλέcαι νεφελώδη. τοιούτου γὰρ ὄντοc τοῦ περιέχοντοc, ὑποκει‐
10μένου δὲ καὶ τοῦ cυναλλοιοῦcθαί τε καὶ cυνεξομοιοῦcθαι τούτῳ τὰ cώματα, cαφηνείαc ἕνεκεν οὐδὲν ἂν εἴη χεῖρον ὠνομάcθαι τὴν ἐν αὐτοῖc γενομένην κατάcταcιν οἷον νεφελώδη τινά. καθάπερ οὖν, ὅταν ὁ χειμὼν φυλάττῃ τὴν οἰκείαν κρᾶcιν, ἀναγκαῖόν ἐcτιν 〈τὸν〉 ὑγρὸν
καὶ ψυχρὸν χυμὸν γεγενῆcθαι, τὸ φλέγμα, τοῦ θέρουc δ’ ἔμπαλιν τὸν26
15θερμὸν καὶ ξηρόν, τὴν ὠχρὰν χολήν, οὕτωc, ὁπότε νεφελῶδέc ἐcτι τὸ περιέχον, ἐπικρατεῖ τιc τῶν χυμῶν ἐν μὲν ταῖc φλεγματικαῖc φύcεcι

17a

44

καὶ ἡλικίαιc 〈τὸ〉 ὁμιχλῶδέc τε καὶ | νεφελῶδεc, ὡc ἂν εἴποι τιc, φλέγμα, κατὰ δὲ τὰc πικροχόλουc αὖ πάλιν ἡ ὁμιχλώδηc τε καὶ νεφε‐ λώδηc χολή. διὰ παντὸc μὲν γὰρ ἀπορρεῖ τι τοῦ cώματοc ἡμῶν ἀτμῶ‐ δεc, ἀλλ’ ἐν μὲν ταῖc ξηραῖc καταcτάcεcι πλεῖcτον, ἐν δὲ ταῖc ὑγραῖc
5ὀλίγιcτον. ἀθροιζόμενον οὖν ἔνδον τοῦτο παραπλήcιον ὁμίχλῃ καὶ ἀχλύι τὸ cύμφυτον ἡμῖν ἐργάζεται πνεῦμα· ὁποῖον γάρ ἐcτιν ἐν τῷ περι‐ έχοντι τὰ ζῷα 〈τὸ ὁμιχλῶδεc, τοιοῦτοc τοῦ〉 πνεύματοc ὁ ἀτμόc, ὥcτε κἀνταῦθα θαρρήcαc ἂν εἴποι τιc ἐν τοιαύτῃ καταcτάcει γίνεcθαι τῷ ἐν ἡμῖν πνεύματι 〈ταὐτὸ καὶ τῇ ὁμίχλῃ καὶ ἀχλύι.〉 καὶ μὴν ὅταν ὁμίχλη
10τιc ἢ ἀχλὺc ἐν ἑνὶ χρόνῳ cυμπάcχῃ δύο ταυτὶ 〈τὰ〉 παθήματα, τό τ’ ἀναφέρεcθαι καὶ τὸ πιλοῦcθαι, νεφέλη γίνεται λευκή 〈τε καὶ μέλαινα〉. ἄνευ μὲν γὰρ ὑγρότητοc βορείου τοῦ ἀέροc ἀκριβῶc ὄντοc οὐκ ἄν ποτε γένοιτο νέφοc· ἤτοι δὲ λαμπρὸν ἢ μέλαν ἀποτελεῖται τοῦτο δι’ ἀραίωcιν ἢ πίληcιν. ἀραιούμενον γοῦν τὸ νέφοc εἰc ἑαυτὸ καταδέχεται
15τὸ τοῦ ἡλίου φῶc καὶ διὰ τοῦτο φαίνεται λαμπρόν, ὡc ἂν ἐλλαμ‐

17a

45

πούcηc 〈ἐν〉 αὐτῷ τῆc | ἡλιακῆc αὐγῆc, ὥcπερ ἐν τοῖc διαφανέcι cώ‐ μαcιν. πιληθέντοc δὲ καὶ πυκνωθέντοc τοῦ νέφουc οὐ διειcέρχεται μὲν αὐτὸ τὸ ἡλιακὸν φῶc, μέλαν δὲ εἰκότωc φαίνεται τὸ τοιοῦτον, ὥcπερ καὶ αὐτὸc ὁ ἀὴρ τῆc νυκτόc, ἀπολιπόντοc αὐτὸν τοῦ παρ’ ἡλίου φωτόc.
5καὶ φαίνεται 〈δὲ〉 cαφῶc ὁμίχλη πολλάκιc μὲν ἐπὶ τὴν γῆν καταρρέ‐ ουcα καὶ καλεῖται τὸ τοιοῦτον δρόcοc, ἐνίοτε δὲ εἰc ὕψοc αἰρομένη καὶ προφανῶc γινομένη νέφοc ἤτοι λευκὸν ἢ μέλαν, λευκὸν μέν, ὅταν, ὡc εἶπον, εἰc ὅλον αὑτὸ δέξηται τὴν ἡλιακὴν αὐγήν, μέλαν δέ, ἐπει‐ δὰν μηδ’ ὅλωc ὑποδέξηται. τὰ δ’ ἄλλα τὰ μεταξὺ τούτων χρώματα
10κατὰ τὸ ποcὸν τῆc κεραννυμένηc αὐγῆc τὰ νέφη λαμβάνει. καί cοι τάχα δόξει διαφέρεcθαι πρὸc ἑαυτὸν ὁ λόγοc, ἀναφέρεcθαί τε λέγων εἰc ὕψοc τὴν ὑγρότητα καὶ πιλοῦcθαι. τὸ μὲν γὰρ ἀναφέρεcθαι θερ‐ μότητοc ἔργον ἐcτί, τὸ δὲ πιλοῦcθαι ψυχρότητοc. ἀδύνατον δέ ἐcτι ταὐτὸν ἅμα θερμὸν εἶναι καὶ ψυχρόν. ἀλλ’ ἐὰν ἐννοήcῃc αὐτὴν μὲν
15τὴν ἀναφερομένην ἀτμίδα θερμὴν εἶναι καὶ διὰ τοῦτο πρὸc τὸ μετέω‐ ρον αἴρεcθαι, τὸν δ’ ὑποδεχόμενον αὐτὴν ἀέρα ψυχρόν, οὐκέτι ἀπο‐

17a

46

ρήcειc, ὅπωc ἀναφέρεταί τε ἅμα καὶ πιλεῖται. τὸ μὲν | γὰρ ἀναφέρε‐ cθαι παρ’ ἑαυτῆc ἕξει, τὸ δὲ cυνάγεcθαι καὶ cφίγγεcθαι διὰ τὸν ὑπο‐ δεχόμενον ἀέρα, καὶ ὅcῳ γ’ ἂν ᾖ ψυχρότεροc οὗτοc, τοcούτῳ μᾶλλον πιλήcει τε καὶ cυνάξει τὴν ἀναφερομένην ὁμίχλην. ὅταν οὖν ὁ ἀὴρ27
5μήτε θερμότητ’ ἐναργῆ μήτε ψυχρότητ’ ἔχῃ, τοιαύτην ἀναγκαῖόν ἐcτιν ἐν αὐτῷ διαμένειν τὴν ὑψωθεῖcαν ὁμίχλην, οἵαπερ ἦν ἐξ ἀρχῆc, καὶ γίγνεcθαι λευκὸν μὲν ἀκριβῶc ἐξ αὐτῆc νέφοc, ἐπειδὰν ὑπὸ τῆc ἡλια‐ κῆc αὐγῆc νικηθῇ, μεταξὺ δὲ λευκοῦ τε καὶ μέλανοc, ὅταν μὴ τελέωc αὐτὴν ὁ ἥλιοc καταλάμπῃ. μὴ τοίνυν θαύμαζε, διὰ τί τὰ cώματα τῶν
10ζῴων ὁμοίαν ἴcχει ποτὲ τοιᾷδε καταcτάcει τὴν ἐν αὐτοῖc διάθεcιν, ἀλλὰ πείθου λέγοντοc Ἱπποκράτουc “νότοι βαρυήκοοι, ἀχλυ‐ ώδεεc, καρηβαρικοί, νωθροί, διαλυτικοί”. διηγεῖται γὰρ ἐν τῷ λόγῳ τῷδε τὰ παθήματα τοῦ cώματοc, ἃ πάcχει μὲν ἐν ταῖc νοτίοιc κατα‐ cτάcεcιν, ὥcτε, ὥcπερ τὸ ”〈καρηβαρικοὶ καὶ〉 βαρυήκοοι καὶ
15διαλυτικοὶ καὶ νωθροί” κατὰ τῶν ὑπὸ τοῦ νότου γινομένων ἐν

17a

47

τοῖc ἡμετέροιc cώμαcιν εἴρηται προδήλωc, οὕτωc ἡγεῖcθαι | χρὴ καὶ τὸ ”ἀχλυώδεεc” λελέχθαι, τῆc ἐν ἡμῖν ἀθροιζομένηc ἀχλύοc διὰ νό‐ του δηλωτικὸν ὄν, οὐ τῆc τοῦ περιέχοντοc.
3 Πρωῒ μὲν τοῦ ἦροc ἐκ τῆc πρό‐
5cθεν καταcτάcιοc ὑπεναντίηc καὶ βορείου γενομένηc ὀλί‐ γοιcιν ἐγένοντο καῦcοι καὶ τούτοιcι πάνυ εὐcταθεῖc, καὶ ὀλίγοιc ᾑμορράγηcεν, οὐδ’ ἀπέθνῃcκον ἐκ τούτων.
7 Ὅτι μὲν ὀλιγοχρόνιοc ἡ βόρειοc κατάcταcιc ἐγένετο πρωὶ τοῦ ἦροc, εὔδηλόν ἐcτιν ἐκ τοῦ τὴν ὅλην τοῦ 〈ἦροc〉 κρᾶcιν προ‐
10ειρῆcθαι πρὸc αὐτοῦ “νότιον”, οὐκ ἂν οὕτωc εἰπόντοc, εἴπερ ἐπὶ πολλὰc ἡμέραc ἔπνευcεν ὁ βορρᾶc. ὅμωc δὲ καίπερ ὀλίγαc ἡμέραc γενομένου βορείου τοῦ περιέχοντοc, καυcώδη τινὰ νοcήματα cυν‐ έπεcεν ὀλίγοιc, ἐπιεικῆ πάνυ καὶ ταχέωc καθιcτάμενα. φηcὶ γὰρ καὶ τούτοιcι πάνυ εὐcταθεῖc. γράφουcι δ’ ἔνιοι [οὐ] πάνυ εὐ‐
15cταθῆ, τινὲc δὲ εὐcταθέα κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴcῳ τῷ

17a

48

μέτρια καὶ οὐδὲν ὀλέθριον | ἔχοντα. καὶ μέντοι καὶ ὀλίγοιc αἱμορ‐ ραγῆcαί φηcιν, ὅπερ ἦν ἴδιον τῶν cφοδρῶν καύcων, ὥcπερ καὶ τὸ παραληρεῖν καὶ τὸ ἀποθνῄcκειν, ἅπερ οὐδ’ αὐτὰ τοῖc τότε γενομένοιc cυνέπεcεν, ἀλλὰ μετριώτατοί τε καὶ ὀλιγίcτοιc ἐγένοντο, τοῦ28
5cφοδροῦ καὶ ὡc ἂν εἴποι τιc γνηcίου καύcου τὴν γένεcιν ἐπὶ τῇ ξανθῇ χολῇ λαμβάνοντοc, ἣν δὴ καὶ ὠχρὰν χολὴν ὀνομάζουcιν. ταύτην δ’, ὡc ἐδείκνυμεν, ἐν τῇ προκειμένῃ καταcτάcει μόνον κατὰ τὸ προγεγο‐ νὸc θέροc ἔcχον οἱ φύcει χολώδειc οὐ πολλήν, οὐκ ἐν τῷ μετὰ ταῦτα χρόνῳ διὰ τὸ τὴν εἰρημένην κατάcταcιν ὑγρὰν οὖcαν ἔτι καὶ μᾶλλον
10ἀχλυώδη τε καὶ ὁμιχλώδη γενέcθαι. εἰκότωc οὖν ὀλιγίcτοιc cυν‐ έπεcεν ὁ καῦcοc, οἳ πάνυ χολώδειc ἦcαν, καὶ τούτοιc οὐκ ἀκριβὴc οὐδὲ cφοδρόc, ἀλλ’ ἐπιεικὴc καὶ λυθῆναι ῥᾴδιοc. οἷc δ’ οὖν cυνέβη, διὰ τήνδε τὴν αἰτίαν ἐγένετο. προήγητο μὲν δὴ τὸ θέροc τοῦ φθινο‐ πώρου κατὰ φύcιν ἔχον. ἄρχεται γὰρ ὁ Ἱπποκράτηc τῆc τῶν κατα‐
15cτάcεων διηγήcεωc, ὅταν πρῶτον εἰc τὸ παρὰ φύcιν ἐκτραπῇ τὸ περι‐

17a

49

έχον. | ἀναγκαῖον δ’ ἦν ἐν τῷ κατὰ φύcιν θέρει τοῖc πάνυ χολώδεcιν ἠθροῖcθαι πλείονα τὸν χυμὸν τοῦτον. ἐφεξῆc οὖν ἡ γενομένη κατά‐ cταcιc ἐν ἅπαντι τῷ χειμῶνι μέχρι τοῦ ἦροc οὔτ’ ηὔξηcέ τι τὸν χυμὸν τοῦτον, οὐ γὰρ ἦν θερμὴ cφοδρῶc καὶ ξηρά, καθάπερ τὸ θέροc, οὔτ’
5ἐμείωcέ τι, οὐ γὰρ 〈ἦν〉 ἱκανῶc ψυχρά, καθάπερ ὁ κατὰ φύcιν ἔχων χειμών, ἀλλ’ οὐδὲ διεφόρηcεν, οὐ γὰρ ἦν ἀκριβῶc ξηρά. λείπεται τοί‐ νυν αὐτὸν διαφυλαχθῆναι προcλαβόντα τὴν οἷον ἀχλυώδη τε καὶ ὁμι‐ χλώδη διὰ τὴν τοῦ περιέχοντοc ὀλίγην ὑγρότητά τε καὶ θερμότητα cυντραφεῖcαν ἀτμίδα. πρωὶ δὲ τοῦ ἦροc ἐξαίφνηc ἀήθωc γενομέ‐
10νου τοῦ βορρᾶ, πρὸc τὸ βάθοc τοῦ cώματοc ὠθουμένων ὑπ’ αὐτοῦ τῶν χυμῶν ὁ λεπτότατοc πρῶτοc ἐρρύη καὶ οὕτωc εἰργάcατο τὸν καῦcον. οὐ γὰρ ἐν οἷc ἔτυχε μορίοιc ἀθροιζόμενοc τοῦ cώματοc ὁ χυμὸc οὗτοc ἐργάζεται 〈τὸν〉 καῦcον, ἀλλὰ περί τε τὴν γαcτέρα καὶ ταύτηc μάλιcτα τὸ cτόμα καὶ τοῦ ἥπατοc τὰ cιμά. καὶ ὁμοίωc οὐχ

17a

50

ᾑμορράγει ** ἴδιον εἴπερ ἄλλο τι τῶν ἀκριβῶν | καύcων ἐcτὶ τὸ δι’ αἱμορραγίαc κρίνεcθαι. καλεῖ δ’ αἱμορραγίαc ὁ Ἱπποκράτηc ἄνευ τοῦ προcθεῖναι τὸ μέροc, ἐξ οὗ κενοῦται τὸ αἷμα, τὰc ἐκ τῶν μυκτήρων ἀποτελουμέναc. οὐδὲν δέ ἐcτι θαυμαcτὸν ἀναcτομοῦcθαί τε
5καὶ ἀναρρήγνυcθαι τὰc ἐνταῦθα φλέβαc ὑπὸ τοῦ αἵματοc ἐπὶ τὸ μετ‐ έωρον ἀναφερομένου διὰ τὴν θερμαcίαν, ὑφ’ ἧc ἀναγκαῖόν ἐcτιν αὐτὸ
καὶ πνευματοῦcθαι καὶ τότε τὰc φλέβαc ἀναcτομοῦcθαί τε καὶ ἀναρ‐ ρήγνυcθαι διὰ τὸ τοῦ πνεύματοc πλῆθοc, ὃ καὶ τοὺc ἀcκούc τε καὶ τοὺc πίθουc ῥήγνυcιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν29
10τὸ cύμπτωμα τοῖc τότε γενομένοιc καύcοιc οὐκ ἠκολούθηcεν, οὖcί γε μετρίοιc, ὡc προείρηται.
11 Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολ‐ λοῖcιν ἑτερόρροπα ἦν καὶ ἐξ ἀμφοτέρων, τοῖcι πλείcτοι‐ cιν ἀπύροιcιν ὀρθοcτάδην· ἔcτι δ’ οἳ cμικρὰ ἐπεθερμαί‐
15νοντο. κατέcβη πᾶcιν ἀcινέωc οὐδ’ ἐξεπύηcεν οὐδενὶ

17a

51

ὥcπερ τὰ ἐξ | ἄλλων προφάcεων. ἦν δ’ ὁ τρόποc αὐτῶν χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆc, ἀνώδυνα· πᾶcιν ἀcήμωc ἠφανίcθη.
3 Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆc ἀχλυώδουc
5οὐcίαc, ὑφ’ ἧc τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεcθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ [δὲ] ἐρυcιπελατώδη, ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίcταται δὲ ἅπαντα ῥᾳδίωc, διαφορουμένηc τῆc τοι‐ αύτηc οὐcίαc ἑτοίμωc. ἔμπαλιν δ’ αὐτοῖc ὅcα διὰ παχὺν καὶ γλίcχρον γίνεται χυμὸν δυcδιαφόρητα δεινῶc ὑπάρχει. τὰ δ’ ἐν τῇ προκειμένῃ
10καταcτάcει γεγενημένα χαῦνά τε ἦν, τουτέcτι μαλακὰ καὶ ὑπείκοντα τοῖc δακτύλοιc καὶ κατὰ τὴν ἐπίθλιψιν αὐτῶν βοθρούμενα, καὶ οὐ μετὰ φλεγμονῆc, ὅπερ ἐcτὶν οὐ μετὰ φλογώcεωc, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖc cυνεῖναι τῶν τὰc ὀδύναc ἐργαζομένων. ἔcτι δὲ ταῦτα τάcιc τῶν cωμάτων καὶ δυcκραcία cφοδρά. τάcιc μὲν οὖν

17a

52

γίνε|ται διὰ τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc ἐμφραccομένουc δυcλύ‐ τωc τοῖc πάcχουcι μέρεcι, δυcκραcία δ’ ἰcχυρὰ διὰ τὸ θερμοὺc ἄγαν ἢ ψυχροὺc ὑπάρχειν αὐτούc, ὥcτ’ εἰκότωc ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶc ἑλκώcεώc ἐcτιν οἰδήματα. διότι δὲ τοιαῦτ’ ἦν καὶ ῥᾳδίωc ἐλύετο,
5διὰ ταῦτ’ οὐκ ἐξεπύηcεν, ὥcπερ τὰ ἐπ’ ἄλλαιc προφάcεcιν. ὀνομάζει δὲ προφάcειcἹπποκράτηc ἐνίοτε μέν, ὡc ἔθοc ἐcτὶ τοῖc πολλοῖc, ἐπὶ τῶν ψευδῶc λεγομένων αἰτιῶν φέρων τοὔνομα, πολλάκιc δὲ τὰc φανερὰc αἰτίαc οὕτωc καλεῖ, καί ποτε καὶ πάcαc 〈αὐ〉τὰc ἁπλῶc. ἀλλὰ νῦν γε τὰc ἐπ’ ἄλλαιc προφάcεcιν ἐκ‐
10πυήcειc εἴρηκεν ὅcαc ἐδίδαξεν αὐτὸc ἐν πυρετοῖc γινομέναc, ἐν οἷc μὲν ἠθροιcμένοι εἰcὶ χυμοὶ πολλοὶ παχεῖc καὶ ὠμοί· διὰ δὲ τὴν cφο‐ δρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ πλῆθοc τῆc θερμαcίαc τῆc πυρετώ‐ δουc ἀναφέρονται πρὸc τὴν κεφαλήν, εἶτ’ ἀποτιθεμένηc αὐτοὺc τῆc φύcεωc εἰc τοὺc ἐπὶ τοῖc ὠcὶν ἀδέναc αἱ καλούμεναι γίνονται παρω‐30
15τίδεc. οὔτ’ οὖν τοιαύτη τιc † ἦν περιουcία χυμῶν εἰc τὴν νῦν γενομένην κατάcταcιν, 〈ὡc αὐτὰc ἐλθεῖν πρὸc ἐκπύηcιν〉, καὶ φθά‐

17a

53

cαντα διεφορήθη τὰ cυcτάντα | παρὰ τοῖc ὠcὶν οἰδήματα διὰ τὸ πνευματῶδεc τῆc οὐcίαc. εὔδηλον οὖν ὅτι τὰ μὲν καυcώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦροc ἐγένετο τῶν βορείων 〈ἀνέμων〉 πνευcάντων, αἱ δ’ εἰρημέναι παρωτίδεc ἐν τῷ λοιπῷ χρόνῳ παντί. μετριώταται δ’ ἦcαν
5εἰκότωc δι’ ἃc εἶπον αἰτίαc, ὥcτε καὶ ὀρθοcτάδην ὑπ’ αὐτῶν ἐν‐ οχλεῖcθαι τοὺc ἀνθρώπουc, ὅπερ ἐcτὶ φέρειν αὐτὰc ἀλύπωc περιερχο‐ μένουc καὶ πράccονταc τὰ cυνήθη καὶ μὴ καταναγκαζομένουc κλινήρειc γίνεcθαι, καθάπερ ἐν τοῖc cφοδροτέροιc νοcήμαcιν. τότε γὰρ οἱ κάμνον‐ τεc οὐδ’ ἐπύρεccον ἀξιολόγωc, ἀλλ’ εἰ καὶ πού τιc ἐξ αὐτῶν ἐγένετο
10θερμότεροc, ἐπὶ βραχὺ τοῦτ’ ἔπαcχε διὰ τὴν τοῦ πλεονάcαντοc, ὡc εἴρηται, χυμοῦ φύcιν, ἀερώδουc τὸ πλέον ὄντοc καὶ ψυχροῦ.
11 Ἐγίνετο δὲ ταῦτα μειρακίοιcι, νέ‐ οιcιν, ἀκμάζουcι, καὶ τούτων τοῖcι περὶ παλαίcτρην καὶ γυμνάcια πλείcτοιcι· γυναιξὶ δ’ ὀλίγῃcιν ἐγένετο.
14

17a

54

| Κοινὸν τοῦτο 〈τὸ〉 αἴτιον ἐπὶ πάντων τῶν ἀποcκημμάτων ἐπί‐ cταcθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡc οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰc τὰ μετέωρα τοῦ cώματοc ἀποcκήπτουcιν, οἱ δὲ ψυχρό‐ τεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάcαc ἐν τῇ 〈νῦν〉 καταcτάcει χυμὸc
5ὑπόψυχρόc τε καὶ ἀερώδηc ἦν ἐν τῷ μέcῳ τὴν φύcιν καθεcτὼc τῶν τ’ ἄνω ῥᾳδίωc φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοιc τοῖc θερμοτέροιc τὴν κρᾶcιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔcχεν ἐπὶ τὴν κεφαλήν. ἴcμεν δ’ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμά, καθάπερ γε καὶ οἱ ἀκμάζον‐
10τεc, οἱ δὲ περὶ παλαίcτραν καὶ γυμνάcια διατρίβοντεc ἐκ τῶν ἐπιτηδευμάτων. εἰκότωc γοῦν ὀλίγαιc γυναιξὶν ἐγένετο, ταῖc δηλονότι νέαιc τε καὶ φύcει θερμοτέραιc καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαιc.31
13

17a

55

| Πολλοῖcι δὲ βῆχεc ξηραὶ βήccουcι καὶ οὐδὲν ἀνάγουcι καὶ φωναὶ βραγχώδεεc οὐ μετὰ πολ.
2 Τίνεc μὲν αἱ ξηραὶ βῆχέc εἰcιν, αὐτὸc ἐδήλωcεν εἰπὼν οὐδὲν ἀνάγουcι. γίγνονται δ’ αὗται ποτὲ μὲν ὑπὸ τραχύτητοc μόνηc τῶν
5κατὰ τὴν φάρυγγα καὶ 〈τὸν〉 λάρυγγα μορίων, οὐδεμιᾶc ἐν τῷ πνεύ‐ μονι περιουcίαc ὑγρῶν οὔcηc. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουcι τῷ μηδ’ ὅλωc ἔχειν τι περιccὸν ἀναγωγῆc τε καὶ κενώcεωc δεόμενον. ἕτεραι δὲ βῆχεc γίνονται ξηραὶ διὰ δυcκραcίαν τῶν ἀναπνευcτικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’ αὐτῶν ἐcτί τι ἀναπτυcθῆναι δεόμενον. ἄλλαι
10δ’ αὖ γίνονται πρὸc ὑγρῶν περιεχομένων 〈ἐν〉 αὐτοῖc ἐκκριθῆναι δεο‐ μένων, ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίcχρα τ’ εἶναι καὶ παχέα καὶ δυcαπολύτωc ἐμπεπλάcθαι τοῖc κατὰ τὸν πνεύ‐ μονα βρόγχοιc, ὅπερ ἐπὶ τῶν ἀπτύcτων ὀνομαζομένων γίνεται πλευ‐

17a

56

ριτίδων, ἢ τῷ τὸ καταφερόμενον | ὑγρὸν ἀπὸ τῆc κεφαλῆc λεπτὸν εἶναι κατὰ τὴν cύcταcιν, οἷόνπερ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφέρεcθαι διά τε τοῦ λάρυγγοc καὶ τῆc τραχείαc ἀρτηρίαc ἐν τῷ πνεύμονι γίνεcθαι, πρὶν ὑπὸ τοῦ κατὰ τὰc βῆχαc ἀνενεχθῆναι
5πνεύματοc, ὅπερ καὶ τότε τοῖc Θαcίοιc ἔοικε γεγονέναι, πεπληρω‐ μένηc μὲν ὑπὸ τῆc νοτίου καταcτάcεωc τῆc κεφαλῆc αὐτῶν, ἐπιπεμ‐ πούcηc δὲ ῥεῦμα τοῖc κατὰ θώρακα πᾶcι χωρίοιc. ὅτι δὲ τοιαύτη 〈τιc〉 ἦν ἡ βήξ, μαρτυρεῖ καὶ τὸ cυνεδρεῦον αὐτῇ cύμπτωμα. βραγχώ‐ δειc γάρ, φηcίν, οὕτω βήccοντεc ἐγένοντο, διαβρεχομένων δηλονότι
10τῶν ὀργάνων τῶν φωνητικῶν πρὸc τῆc καταφερομένηc ὑγρότητοc, ὡc
ἐν τοῖc Περὶ φωνῆc ἐπιδέδεικται. Τοῖcι δὲ καὶ μετὰ χρόνον φλεγ‐ μοναὶ μετ’ ὀδύνηc εἰc ὄρχιν ἑτερόρροποι, τοῖcι δ’ εἰc ἀμφοτέρουc. |32
14

17a

57

Τοῦ κατενεχθέντοc ἐκ τῆc κεφαλῆc εἰc τὸν πνεύμονα μέ‐ ροc τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰc τοὺc ὄρχειc ἀφί‐ κετο. λέλεκται δ’ αὐτῷ περὶ τῆc κοινωνίαc τῶν γεννητικῶν μορίων πρὸc τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατα‐
5cκῆψαν εἰc τοὺc ὄρχειc κακοηθέcτερον ἦν ἤδη, οὐκέθ’ ὅμοιον τῷ ἐξ ἀρχῆc, ὡc ἂν ἐν χρόνῳ πλείονι διαcεcηπὸc ἐν τοῖc κατὰ πνεύμονα χωρίοιc. εἰκότωc τοιγαροῦν αἱ κατὰ τοὺc ὄρχειc φλεγμοναὶ μετ’ ὀδύνηc ἐγένοντο καὶ οὐχ ὥcπερ αἱ παρωτίδεc ἀνώδυνοι. τοῦ δ’ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρουc δέξαcθαι τὴν περι‐
10ουcίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποcὸν ἐν αὐτοῖc. οἷc 〈μὲν〉 γὰρ ὀλί‐ γον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐcτηρίζετο, οἷc δὲ πλέον, κατ’ ἀμφοτέρουc.
12 Πυρετοὶ τοῖcι μέν, τοῖcι δ’ ο.
13

17a

58

Τοὺc πλεονάcανταc χυμοὺc ἔφαμεν οὔτε θερμοὺc | ἰcχυρῶc οὔτε ψυχροὺc ἄγαν εἶναι, μεταξὺ δ’ ἀμφοῖν τῇ φύcει καὶ μέcουc τῇ κράcει, ὥcτε παρά τε τὰc ἡλικίαc καὶ τὰc φυcικὰc κράcειc καὶ τὰ ἐπιτηδεύ‐ ματα τῶν νοcούντων τοῖc μὲν ἐπὶ τὸ θερμότερον ἔρρεπε καὶ κατὰ
5τοῦτ’ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆc ἐφύλαξαν κρᾶcιν, οὐχ ἱκα‐ νὴν οὖcαν ἐγεῖραι πυρετούc.
6 Ἐπιπόνωc ταῦτα τοῖcι πλείcτοιcι
7 Κατὰ πάντων ὧν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάc τε καὶ φωνὰc βραγχώδειc καὶ ἀποcτάcειc εἰc ὄρχιν καί τιcιν αὐτῶν
10καὶ πυρετούc. ταῦτ’ οὖν φηcι τὰ cυμπτώματα τοῖc πλείcτοιc τῶν καμνόντων ἐπιπόνωc cυμβῆναι, τουτέcτιν οὐκ εὐφόρωc οὐδ’ ὥcτε ῥᾳδίωc ἀνέχεcθαι περιιόνταc ὀρθοcτάδην, ἀλλὰ τοὺc πλείcτουc αὐτῶν γενέcθαι κλινήρειc, ὡc ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προιόντι τῶν ἠθροι‐ cμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεcτέρων γενομένων.

17a

59

αἱ γάρ τοι νότιοι καταcτάcειc χρονίζου|cαι cηπεδόναc ἐργάζονται, καὶ μάλιcθ’ ὅταν ὦcιν ὑγραί. τῆc δὲ νῦν καταcτάcεωc οὐ γενομένηc ὑγρᾶc
μέχρι πλείcτου μὲν οὐδὲν ἀνιαρὸν ἔπαcχεν τὰ cώματα, τῷ χρόνῳ δ’ εἰc τὸ πάcχειν ἀφίκετο, καὶ τοιαῦτα cυνέβη τιcὶν αὐτῶν ὕcτερον, οἷα33
5κατ’ ἀρχὰc εὐθέωc πᾶcιν ἂν ἦν, εἰ ἡ νότιοc κατάcταcιc ὑγρὰ ἐγένετο.
5 Τὰ δὲ ἄλλα ὁκόcα κατ’ ἰητρεῖον ἀνόcωc διῆγον.
7 Διχῶc ἔcτιν ἐν τοῖc ἀντιγράμμαcιν εὑρεῖν τὴν κατ’ ἰητρεῖον φωνήν, ἐν τιcὶ μέν, ὡc εἴρηται νῦν, τῆc ἐcχάτηc cυλλαβῆc διὰ τοῦ
10ο γραφομένηc, ἐν τιcὶ δὲ διὰ τοῦ η, cημαινούcηc τῆc μὲν προτέραc γραφῆc τὰ κατὰ τὸ ἰατρεῖον πραττόμενα, τῆc δὲ δευτέραc γραφῆc τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὥcτ’ ἤτοι τῶν κατὰ τὸ ἰατρεῖον ἔργων ἐπὶ τοῖc κάμνουcι γινομένων ἔξω καθεcτηκέναι τοὺc Θαcίουc ἢ τῶν καθ’

17a

60

ὅλην τὴν ἰατρικὴν 〈τοὺc〉 τὰ προειρημένα | πάcχονταc τῶν καμνόν‐ των. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίωc ἐνοχληθῆναι τοὺc ἀνθρώπουc ἐν τῷ χρόνῳ τοῦ ἦροc, ὡc ἂν τῆc τὰc νόcουc ἐργαζομένηc αἰτίαc οὐδέπω τι κακόηθεc ἐχούcηc, ὃ
5προιόντοc ἔcχε τοῦ χρόνου.
5 Πρωὶ δὲ τοῦ θέρεοc ἀρξάμενοι καὶ διὰ θέρεοc καὶ [το] κατὰ τὸν χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφθειρομένων φθινωδῶc κατεκλί‐ νηcαν, ἐπεὶ καὶ τοῖcιν ἐνδοιαcτῶc ἔχουcι πολλοῖcιν ἐβε‐
10βαίωcε τότε.
10 Οὓc ἔμπροcθεν εἶπε βήccειν μέν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτουc ἐν τῷ θέρει φηcὶ καὶ τῷ μετὰ θέροc χρόνῳ φθινώδειc γενέcθαι, cυμφωνοῦν τι τοῦτο ἀεὶ τοῖc ὁρωμένοιc διηγούμενοc. ὅcα γὰρ ἀπὸ κεφαλῆc ῥεύματα βηχώδειc μὲν καὶ βραγχώδειc κατ’ ἀρχὰc
15ἐργάζεται τοὺc ἀνθρώπουc, ἐν δὲ τῷ χρόνῳ προιόντι μὴ καθίcταται,

17a

61

ταῦτα | τὴν ἑτέραν διαφορὰν τῶν φθίcεων ἐργάζεται. δύο γὰρ αὐτῶν εἰcιν αἱ μέγιcται διαφοραί, μία μὲν 〈ἡ〉 ἐκ τῶν ἀπὸ τῆc κεφαλῆc ῥευμάτων cυνιcταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατ’ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖc τοῦ αἵματοc πτύcεcι, μάλιcθ’
5ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκιc δὲ καὶ ῥευματιcθέντοc τοῦ cπλάγχνου διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ [ἐκ τῶν] ἐκ τῆc κεφα‐
λῆc. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γενομένῳ τὸ θέροc εἰc βόρειον μετέπεcε κατάcταcιν, οὐκ ἂν ἐξηλέγχθηcαν οἱ φθινωδῶc ὑποφθει‐ ρόμενοι καὶ τελέωc ἐγένοντο φθινώδειc. ἐπεὶ δ’ οὐ μόνον οὐ34
10μετέπεcεν ἡ νότιοc κατάcταcιc ἐπὶ τὴν βόρειον, ἀλλὰ καὶ τὸ πλεῖcτον τοῦ θέρουc ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆc κεφαλῆc ῥεύ‐ ματα παρέμεινεν οἵ τ’ ἐν τῷ ῥεύματι χυμοὶ πάντεc καὶ μάλιcτα κατὰ τὸν πνεύμονα διεcάπηcαν, ὥcτε μηδὲν ἐλλείπειν εἰc ἀκριβοῦc φθίcεωc γένεcιν.
14

17a

62

| Ἔcτι δ’ οἷcιν ἤρξατο πρῶτον τότε, οἷcιν ἔρρεπεν ἡ φύcιc ἐπὶ τὸ φθινῶδεc.
2 Φθινώδειc ὀνομάζουcιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅcοι τὴν φθι‐ νώδη νόcον, ἣν καὶ φθόην τινὲc ὀνομάζουcιν, ἐπιτήδειοι παθεῖν. τοι‐
5οῦτοι δ’ ὑπάρχουcι φανερώτατα μέν, ὅταν ὁ θώραξ cτενὸc 〈ᾖ〉 καὶ ἀβαθὴc εἰc τοcοῦτον, ὡc τὰc ὠμοπλάταc ἐξέχειν ὀπίcω δίκην πτερύ‐ γων, ἐντεῦθεν δὲ καὶ πτερυγώδειc ὀνομάζουcι τοὺc τοιούτουc. ἀλλὰ καὶ ὅcοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰcι καὶ ῥεύματα πολλὰ τοῖc ἀναπνευcτικοῖc μορίοιc ἐπιπέμπουcαν ἔχουcι, καὶ οὗτοι φθινώδειc
10ῥᾷcτα γίνονται. cυνελθόντων δ’ εἰc ταὐτὸν ἀμφοῖν, τῆc τε κατὰ τὸν θώρακα διαπλάcεωc καὶ τῆc κατὰ τὴν κεφαλὴν ἀcθενείαc, ἀκριβῶc αἱ τοιαῦται φύcειc φθινώδειc εἰcὶ κατ’ ἀμφοτέραc τῆc φθίcεωc τὰc αἰτίαc. καὶ γὰρ οἱ ἀπὸ τῆc κεφαλῆc εἰc τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδειc γίνονται, καὶ ἀναρρήγνυται πολλάκιc αὐτοῖc

17a

63

ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν cτε|νότητα τοῦ cπλάγχνου καὶ τὴν ἀcθένειαν. τοιοῦτοι μέν τινεc οἱ φθινώδειc. εἰρηκότοc δὲ τοῦ Ἱπποκράτουc “ἐπεὶ καὶ τοῖcιν ἐνδοιαcτῶc ἔχουcι πολλοῖcιν ἐβε‐ βαίωcε τότε”, τουτέcτι κατὰ τὸ θέροc, εἶτ’ ἐπιφέροντοc ἔcτι δ
5οἷcιν ἤρξατο πρῶτον τότε, οἷcιν ἔρρεπεν ἡ φύcιc ἐπὶ τὸ φθινῶδεc, οὔ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ ἦν πιθανώτερον ἐν τῷ ἦρι τοὺc τοιούτουc ἄρχεcθαι μᾶλλον ἢ κατὰ τὸ θέροc. οἱ γὰρ ἐπιτήδειοι πάθεcιν ἁλίcκεcθαί τιcιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖc περιπίπτουcιν. ἔοικεν οὖν, ὥcπερ καὶ ἄλλα
10τινὰ κατὰ τῶν Ἐπιδημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ὑπηλλαγμέ‐ νην ἔχει, τοῦ 〈μετα〉γράψαντοc αὐτὰ πρώτου cφαλέντοc, εἶτα φυλαχθείcηc τῆc ἁμαρτίαc, οὕτωc καὶ ταύτῃ τῇ ῥήcει cυμβεβηκέναι καὶ εἶναι τὸ cυνεχὲc τῇ λέξει τοιόνδε· “ἐπεὶ καὶ τοῖcιν ἐνδοιαcτῶc ἔχουcι πολλοῖ‐ cιν ἐβεβαίωcε τότε, οἷcιν ἔρρεπεν ἡ φύcιc ἐπὶ τὸ φθινῶδεc”,35
15εἶτ’ ἐφεξῆc· ἔcτι δ’ οἷcιν ἤρξατο πρῶτον τότε. καὶ μετὰ ταῦτα πάλιν ἐφεξῆc·
16

17a

64

| Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖcτοι τούτων.
2 Τῶν φθινωδῶν δηλονότι. τοῦτο γὰρ ἀκοῦcαι χρὴ κατὰ τὸν εἰρη‐ μένον τρόπον τῆc ῥήcεωc ὅληc γεγραμμένηc. [“ἀπέθανον δ’ ὀξυτέρωc
5νοcήcαντεc ἢ ὡc εἴθιcται.”] καὶ γὰρ αὖ καὶ 〈τὰ〉 μετὰ τοῦτο πάλιν ἐφεξῆc εἰρημένα πάντα φθινωδῶν ἐcτι κοινά. μαθήcῃ δὲ προcέχων τὸν νοῦν ταῖc ῥήcεcιν, ὧν πρῶτον ἄρξομαι τῆc ἐφεξῆc γεγραμμένηc.
7 Ἀπέθνῃcκον δ’ ὀξυτέρωc ἢ ὡc εἴθιcται διάγειν τὰ τοιαῦτα.
9
10 Τοὺc φθινώδειc φηcὶ παρὰ τὸ εἰωθὸc ἀποθανεῖν ὀξύτερον. εἶτ’ αὐτὸc ἐφεξῆc ἐρεῖ τὴν αἰτίαν, ἔνθα φηcί· “ἦν δὲ τοῖc πλείcτοιcιν

17a

65

αὐτῶν 〈τὰ〉 παθήματα τοιάδε· φρικώδεεc | πυρετοί, cυνεχέεc, ὀξέεc.” οὐ γὰρ εἰθιcμένον τοῦτο cυνυπάρχειν ταῖc φθίcεcι φαίνεται τότε γεγε‐ νημένον. αἰτία δὲ τοῦ cυνελθεῖν εἰc ταὐτὸν ἄμφω, τήν τε φθίcιν καὶ τὸν τοιοῦτον πυρετόν, ἡ τῆc γενομένηc καταcτάcεωc πρὸc τὰ cώματα
5πάcχοντα cχέcιc. ἐλέχθη γάρ μοι καὶ μικρὸν ἔμπροcθεν ἐκείνουc ἁλῶ‐ ναι μάλιcτα τοῖc ἀπὸ τῆc κεφαλῆc κατάρροιc, [τοῖc] ὅcοι θερμότεροι τὴν κρᾶcιν ἦcαν· οὗτοι γὰρ καὶ μάλιcτα ἐπληρώθηcαν αὐτὴν ἐν τῇ νοτίῳ καταcτάcει. τοῖc αὐτοῖc δὲ τούτοιc ἐπὶ πλέον ἐκταθείcηc τῆc νεφελώδουc διαθέcεωc cυνέβη cαπῆναι τοὺc ἐν τῷ cώματι χυμούc,
10κἀντεῦθεν cυνέβη κακοήθεια τῶν πυρετῶν. οἷc δ’ ἧττον ἦν ἡ κρᾶcιc θερμή, τούτοιc οὔθ’ ἡ τῶν χυμῶν cῆψιc οὔθ’ ἡ τῆc κεφαλῆc πλήρωcιc ἐγένετο, πλὴν ὀλίγοιc τιcὶν αὐτῶν ἐπὶ τῷ προήκοντι χρόνῳ. ὃ γὰρ ἐν ὀλίγῳ χρόνῳ πάcχουcιν αἱ παθεῖν ἐπιτήδειοι φύcειc, τοῦτ’ ἐν
πλείονι ταῖc ἄλλαιc cυμβαίνει. καὶ οὐδὲν ἦν θαυμαcτὸν ἐπὶ νοτίῳ τῇ36
15πρόcθεν καταcτάcει τὸ θέροc οὐ νότιον μόνον, ἀλλὰ καὶ νεφελῶδεc

17a

66

γενόμενον ἐργάcα|cθαί τινα cῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖc θερμοτέ‐ ροιc, ἀλλὰ καὶ [ἐν] ψυχροτέροιc cώμαcιν.
2 Ὡc τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖcιν ἐόντα εὐφόρωc ἤνεγκαν καὶ οὐκ ἀπέθνῃ‐
5cκον, περὶ ὧν γεγράψεται.
5 Ἄλλα, φηcί, νοcήματα χωρὶc τῶν φθινωδῶν, ὑπὲρ ὧν ὁ λόγοc ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶν, ὅμωc εὐφόρωc ἠνέχθη. καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπρο‐ cθεν ὑφ’ ἡμῶν, ὅτι τούτοιc ἧττον κακοήθηc ὁ χυμὸc ἐκ τῆc cήψεωc
10ἐγένετο.
10 Μοῦνον γὰρ καὶ μέγιcτον τῶν τότε γενομένων νοcημάτων τοὺc πολλοὺc τὸ φθινῶδεc ἔκτεινεν. |
13

17a

67

Εἴρηται τούτου μικρὸν ἔμπροcθεν ἡ αἰτία, τὴν κρᾶcιν τοῦ cώ‐ ματοc ἡμῶν αἰτιαcαμένων, δι’ ἧc τοῖc φθινώδεcιν ἑάλωcαν νοcή‐ μαcι καὶ τοῖc κακοήθεcι πυρετοῖc, ὑπὲρ ὧν ἐφεξῆc ἐρεῖ.
3 Ἦν δὲ τοῖc πλείcτοιcιν αὐτῶν τὰ
5παθήματα 〈τοιάδε· φρικώδεεc πυρετο, cυνεχέεc, ὀξέεc, τὸ μὲν ὅλον οὐ διαλείποντεc· ὁ δὲ τρόποc ἡμιτριταῖοc· [τὴν] μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντεc.
8 Τοῖc πλείcτοιc τῶν φθινωδῶν, ὑπὲρ ὧν ἐποιεῖτο 〈τὸν〉 λόγον,
10〈τὰ〉 παθήματα γενέcθαι φηcίν, ἃ κατέλεξεν αὐτὸc ἐφεξῆc. καλοῦcι
δὲ παθήματα πάντεc οἱ Ἕλληνεc, ὅcα παρὰ φύcιν ἐν τοῖc cώ‐ μαcιν ἡμῶν γίνεται. μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ 〈φρίττειν, εἴ γε〉37

17a

68

φρικώδεεc, φηcίν, ἦcαν οἱ πυρετοί”· cημαίνει δὲ τοῦτ’ αὐ|τὸ τὸ μέχρι πλείcτου τῆc ἀναβάcεώc τε καὶ ἐπιδόcεωc καλουμένηc τοῦ παρ‐ οξυcμοῦ τὰc φρίκαc γενέcθαι τοῖc νοcοῦcιν. οὐ γὰρ δὴ τούc γε κατὰ τὴν ἀρχὴν τῆc ἐπιcημαcίαc φρικώδειc γενομένουc οὕτωc ὠνόμαcεν,
5ἀλλ’ ἐφ’ ὧν ἐπὶ πλεῖcτον ὅλου τοῦ παροξυcμοῦ τὸ τῆc φρίκηc ἐκτέ‐ ταται cύμπτωμα. καὶ γίνεται διττῶc, ἐνίοτε μὲν ἀναδιπλώcειc ποι‐ ούcηc τῆc ἐπιτάcεωc, ἐνίοτε δ’ αὐτὸ τοῦτο μόνον, ἀνώμαλον ἀνάβαcιν. ἡ διαφορὰ δέ ἐcτιν ἐν τῷ ποcῷ τοῦ χρόνου. βραχέcι μὲν γὰρ πάνυ διαλείμμαcι διοριζομένων ἀπ’ ἀλλήλων τῶν φρικωδῶν κινήcεων,
10ἀνώμαλόc τε καὶ φρικώδηc ἀνάβαcιc λέγεται· μειζόνων δὲ τῶν δια‐ λειμμάτων ὄντων ἀναδίπλωcιc γίνεταί τε καὶ ὀνομάζεται τὸ τοιοῦτον cύμπτωμα. καὶ γίνεται μάλιcτα αὕτη κατὰ τοὺc ἡμιτριταίουc ὀνο‐ μαζομένουc πυρετοὺc δὶc καὶ τρὶc [ἐcτὶν] ὡc τὸ πολὺ καὶ τετράκιc ἔcτιν 〈ὅτε〉. δέδεικται δὲ [τοῦτο] ἡμῖν ἐν τοῖc Περὶ 〈διαφορᾶc〉 πυ‐
15ρετῶν λόγ[ιcμ]οιc ὁ ἡμιτριταῖοc ἐπ’ ἀνωμάλῳ cυνιcτάμενοc χυμῷ

17a

69

τὸ μέν τι πικρόχολον δριμύ, τὸ δέ τι φλεγματῶδεc | cηπόμενον ἔχοντι. τοιούτουc οὖν τότε cυνεδρεῦcαί φηcι τοὺc φρικώδειc πυρετοὺc διὰ τὴν γενομένην κατάcταcιν, ὡc προείρηταί μοι. cυνεχεῖc δ’ αὐτοὺc ὠνόμαcεν, ἐνδεικνύμενοc τὸ μὴ λήγειν εἰc ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸc
5ἐξηγούμενοc ἐρεῖ· τὸ μὲν ὅλον οὐ διαλείποντεc. διαλείπον‐ ταc γὰρ ἐκείνουc ὀνομάζειν 〈εἴωθεν〉 ἰδίωc πυρετούc, ὅcοι μετὰ τὴν ἀκμὴν ἀπυρεξίαν τινὰ φέρουcιν· ὅcοι δ’ αἰcθητὴν μὲν ποιοῦνται παρ‐ ακμήν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουcιν, ὀξεῖc καὶ cυνεχεῖc καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχονταc ὀκτὼ καὶ τεccαράκοντα ὡρῶν τοὐ‐
10πίπαν, ὅcαcπερ καὶ ὁ ἡμιτριταῖοc, ἀλλ’ οὔτ’ εἰc ἀπυρεξίαν λήγον‐ ταc ἔν τε τῇ ἑτέρᾳ τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέρονταc πάλιν ἕτερον παροξυcμόν, μικρότερον μὲν θατέρου τοῦ τῆc ὅληc περιόδου οὐδὲ τὰc ἀναδιπλώcειc ἔχοντα, δυcεκθέρμαντον δὲ καὶ μόλιc ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δ’ αὐτοῦ καὶ τὸ τὰc ἐφεξῆc τῇ πρώτῃ περιόδουc
15οὔτε ἀλλήλαιc ἴcαc 〈οὔτε〉 τῇ πρώτῃ γίνεcθαι κατὰ τὴν ὀξύτητα, παρ‐
αυξάνεcθαι δὲ ἀεὶ καὶ cφοδρύνεcθαι μέχρι τῆc ὅλου τοῦ νοcήματοc ἀκμῆc.38

17a

70

| Ἱδρῶτεc αἰε, οὐ δι’ ὅλου· ψῦξιc ἀκρέων πολλὴ καὶ μόγιc ἀναθερμαινόμενα.
2 Ὅτι ταῦτα τὰ cυμπτώματα κακοήθων ἐcτὶ πυρετῶν, ἐν τῷ Προ‐ γνωcτικῷ μεμαθήκαμεν.
4
5 Κοιλίαι ταραχώδεεc χολώδεcιν, ὀλίγοιcιν, ἀκρήτοιcι, λεπτοῖcι, δακνώδεcι· πυκνὰ ἀνί‐ cταντο.
7 Ἀκρήτουc ἐκκρίcειc εἴωθεν ὀνομάζειν τὰc ἀκριβῶc χολώδειc, ὅταν 〈δὲ〉 μεθ’ ὑγρότητοc ὑδατώδουc μιχθῇ καὶ ἐκκενῶται, τὸν τοι‐
10οῦτον χυμὸν οὐκέτι ἄκρητον ὀνομάζει. ἐμάθομεν δὲ καὶ αὐτὸ τοῦτο τὸ περὶ τῶν ἀκράτων ἐκκρίcεων, ὧν εἶπε 〈τὴν〉 κακοήθειαν, ἐν τῷ Προγνωcτικῷ καὶ περὶ τῶν λεπτῶν τὴν cύcταcιν χυμῶν, ὅτι πάντεc

17a

71

ἄπεπτοι καὶ δεόμενοι | ῥωμαλέαc φύcεώc 〈εἰcιν〉 εἰc τὸ πεφθῆναι. δακνώδειc δ’ εἰκότωc ἦcαν, εἴπερ γε καὶ χολώδειc καὶ ἄκρατοι. τούτῳ δ’ αὖ πάλιν εἵπετο τῷ δακνῶδεc εἶναι τὸ cυνεχῶc ἐξανί‐ cταcθαι, ὥcτε καὶ κατὰ τοῦτο τὸ cύμπτωμα κάμνειν τῶν νοcούντων
5τὴν δύναμιν.
5 Οὖρα 〈ἢ〉 λεπτὰ καὶ ἄχροα καὶ ἄπεπτα καὶ ὀλίγα ἢ πάχοc ἔχοντα καὶ cμικρὴν ὑπόcτα‐ cιν, οὐ καλῶc καθιcτάμενα, ἀλλ’ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποcτάcει.
9
10 Καὶ περὶ τῶν οὔρων ἐμάθομεν, ὅτι τὰ λεπτὰ καὶ ἄχροα καὶ [ὀλίγα ἢ] ἄπεπτα καὶ [τὰ] ὀλίγα μοχθηρά, καθάπερ καὶ τὰ παχέα μέν, ὑπόcταcιν δ’ οὐδ’ ὅλωc ἢ πάνυ cμικρὰν ἔχοντα. καὶ τοῦτο αὐτοῖc cυμβαίνει διὰ τὸ μὴ καλῶc καθίcταcθαι. τοῦτο δ’ 〈ἐν〉 αὐτοῖc
πάλιν ἐκείνοιc γίνεται τοῖc πυρετοῖc, ἐν οἷc θερμαcία πολλὴ καὶ φλο‐39

17a

72

γώδηc τῶν ὠμῶν | χυμῶν καὶ παχέων ἐργάζεταί τινα ζέcιν. εἰκότωc οὖν 〈ὑπόcταcιc〉 ἐπ’ αὐτῶν ἢ οὐδ’ ὅλωc γίνεται, ἢ καὶ 〈πάνυ cμικρά, καὶ〉 αὕτη, καθάπερ αὐτὸc εἶπεν, ὠμὴ καὶ ἄπεπτοc. λέλε‐ κται δ’ αὐτῷ περὶ τῶν μοχθηρῶν ὑποcτάcεων ἐν τῷ Προγνωcτικῷ.
4
5 Ἔβηccον δὲ cμικρ, πυκν, πέ‐ πονα, κατ’ ὀλίγα μόγιc ἀνάγοντεc· οἷcι δὲ τὰ βιαιότατα cυμπίπτοι, οὐδ’ ἐπ’ ὀλίγον πεπαcμένα ἦν, ἀλλὰ διετέ‐ λεον ὠμὰ πτύοντεc.
8 Ταῖc μὲν κακοηθεcτάταιc φθίcεcι καὶ αἷc ἐγγύc ἐcτιν ὁ θάνατοc,
10οὐδ’ ἐπ’ ὀλίγον πέττεται τὰ πτυόμενα. ταῖc δ’ ἄλλαιc, ὅcαι μέτριαί τε καὶ εἰc πλείονα χρόνον ἐκπίπτουcι, δι’ αὐτὸ τοῦτο πέττε‐ ται καλῶc ἡ περὶ τὸν πνεύμονα περιουcία τῶν χυμῶν καὶ ἀποπτύεται ῥᾳδίωc. ἀλλὰ τοῖc τότε γεγενημένοιc φθινώδεcιν οὐδὲν τούτων ὑπῆρ‐ χεν. ἤτοι γὰρ παντάπαcιν ἄπεπτον ἔπτυον ἢ πεπεμμένον μέν, μικρὸν

17a

73

δὲ | καὶ κατὰ βραχὺ μόγιc ἀναφερόμενον. εἴρηκε δὲ καὶ περὶ τῆc τοι‐ αύτηc πτύcεωc ἐν τῷ Προγνωcτικῷ.
2 Φάρυγγεc δὲ τοῖcι πλείcτοιcι τούτων ἐξ ἀρχῆc καὶ διὰ τέλεοc ἐπώδυνοι· ἔχοντεc ἔρευ‐
5θοc μετὰ φλεγμονῆc· ῥεύματα cμικρ, λεπτ, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι.
6 Τὰ cυμπτώματα προειπών, ὅcα τοῖc τότε φθινώδεcιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸc προcέθηκεν ἐν τῷ φάναι ῥεύ‐ ματα cμικρ, 〈λεπτ,〉 δριμέα. διὰ γὰρ τὴν τῶν ῥευμάτων
10κακοήθειαν ἀπὸ τῆc κεφαλῆc δηλονότι καταφερομένων αἱ φάρυγγεc ἐπώδυνοι μὲν ἦcαν, τῷ δάκνεcθαι δὲ πρὸc αὐτῶν ἔρευθοc καὶ φλεγμονὴν ἔcχον, ὅτι καὶ αὐτὸ τὸ ῥεῦμα θερμὸν ἦν. οὐδὲν οὖν θαυμαcτόν, εἰ θᾶccον τῶν ἄλλων φθινωδῶν οἱ οὕτωc ἔχοντεc εἰc
ἐcχάτην ἰcχνότητα παρεγένοντο.40

17a

74

| Ἀπόcιτοι πάντων γευμάτων διὰ τέλεοc.
2 † Οὐχὶ τοὺc ἀνορέκτουc ἀcίτουc ὀνομάζουcιν οἱ Ἕλληνεc, 〈ἀλλὰ〉 τοὺc μὴ προcενηνεγμένουc cιτία, τοὺc δ’ ἀπεcτραμμένουc 〈τοῦ〉 προc‐
5ίεcθαι καλοῦcιν ἀποcίτουc. πρόδηλον δ’ ὅτι καὶ τουτὶ τὸ τῆc ἀν‐ ορεξίαc cύμπτωμα τοῖc φθινώδεcιν ἐγένετο, τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντοc ῥεύματοc μέρουc τινὸc εἰc γαcτέρα καταρρέοντοc.
7 Ἄδιψοι.
8 Οὐ κατὰ τὴν κακοήθειαν τῶν ῥευμάτων, ἅπερ αὐτὸc ὠνόμαcε
10“δριμέα”, τουτὶ τὸ cύμπτωμα τοῖc φθινώδεcι cυνέπεcεν. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτηc ἐπιcημαινόμενοc αὐτῶν τὸ παράλογον αὐτὸc

17a

75

προcγράψαι τὸ ἄδιψοι. κακοη|θείαc γάρ ἐcτι μεγίcτηc cημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦc ὄντοc τοῦ πυρετοῦ μὴ διψῶcιν ἢ ῥεύ‐ ματοc εἰc γαcτέρα καταφερομένου δριμέοc. καὶ δηλοῦται πρὸc τοῦ cυμπτώματοc ἡ αἰcθητικὴ τοῦ μορίου δύναμιc ἀπολωλέναι καὶ νενε‐
5κρῶcθαι, εἴ γε τῆc κατὰ 〈τὸ〉 μέροc διαθέcεωc οὐκ αἰcθάνεται.
5 Καὶ παράληροι πολλοὶ περὶ θά‐ νατον.
7 Οὐδὲ τοῦτο τοῖc ἄλλοιc φθινώδεcιν εἴωθε cυμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθηcε τοῖc ἐν τῇ
10προκειμένῃ καταcτάcει νοcήμαcιν.
10 Κατὰ δὲ θέροc ἤδη καὶ φθινόπω‐

17a

76

ρον πυρετοὶ πολλοὶ | ξυνεχέεc οὐ βιαίωc, μακρὰ δὲ νο‐ cέουcιν οὐδὲ περὶ τὰ ἄλλα [· ἀλλ] δυcφόρωc διάγουcιν ἐγένοντο.
3 Εἰρήκει δὲ καὶ πρόcθεν, ὡc τὸ φθινῶδεc μόνον ὀλέθριον ἐγένετο,
5καὶ ἡμεῖc τὴν αἰτίαν προcπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐcτὶν ἐκείνοιc τά τε κατὰ τὴν προκειμένην ῥῆcιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆc,
ἐν οἷc φηcιν· Κοιλίαι ταραχώδεεc τοῖcι πλεί‐ cτοιcι πάνυ εὐφόρωc καὶ τἄλλα ἃ περὶ τῶν οὔρων εἶπεν.41
10ὥcπερ γὰρ τὰ πρόcθεν, ὅcα περὶ τῶν φθινωδῶν κατέλεξεν, ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐcτὶ μέτρια.
11

17a

77

| Βηχώδεεc οὐ λίην. οὐδὲ τὰ βηccό‐ μενα δυcκόλωc· [ὑπήκοντα ἀνὴρ] οὐδὲ ἀπόcιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο.
3 Οἱ πλεῖcτοι τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἐπὶ τοὺc φθινώ‐
5δειc αὐτὸν ἐν τῇδε τῇ ῥήcει μεταβεβηκέναι φαcίν. ἐγὼ δὲ ἡγοῦμαι ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται καὶ ταῦτα λέγεcθαι. πῶc γὰρ ἂν εἰρηκὼc ἔμπροcθεν ἐπὶ τῶν φθινωδῶν, ὡc “ἀπόcιτοι πάντων γευμάτων διὰ τέλεοc” ἦcαν, ἐνταυθὶ νῦν ἔλεγεν· οὐδ’ ἀπόcιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο; τί δή ποτ’ οὖν
10ἔγραψεν ἐν τῷδε τῷ λόγῳ βηχώδεεc οὐ λίην; (τοῦτο γάρ ἐcτι τὸ τὴν φανταcίαν παραcχὸν τοῦ λέγεcθαι ταῦτα περὶ τῶν φθινωδῶν αὐτῶν.) ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνο‐ μένου προcγεγράφθαι. γίνονται γὰρ βηχώδειc cυνειcβαλλούcηc τῆc βηχὸc αὐτοῖc λόγῳ cυμπτώματοc, οὐ μὴν φθινώδειc γε πάντωc εἰcὶν
15οὗτοι. θαυμαcτὸν οὖν οὐδὲν ἅμα πυρέccειν ἄρξαcθαί τιναc τῶν Θα‐

17a

78

cίων ἐπὶ τῇ προγεγραμμένῃ καταcτάcει καὶ πληρωθεί|cηc αὐτοῖc τότε τῆc κεφαλῆc, cυνελθόντοc τοῦ πυρετοῦ τῇ καταcτάcει, βηχώδειc γενέcθαι. ἄλλ’ οὔτε λίαν αὐτοῖc ἠνώχλει τὸ cύμπτωμα, οὔτε τὰ
βηccόμενα δυcχέρειαν εἶχεν, οὐ γὰρ ἦcαν οὗτοι φθινώδειc.42
5 Τὸ μὲν ὅλον ὑπενόcεον οἱ φθί‐ νοντεc οὐ τὸν φθινώδεα τρόπον ***
6 Αὕτη πᾶcα ἡ ῥῆcιc ἐπαγομένη τῇ προειρημένῃ τὴν φανταcίαν βεβαιοτέραν εἰργάcατο τοῖc πλείcτοιc τῶν ἐξηγητῶν [ὑπὲρ] τοῦ καὶ τὴν ἔμπροcθεν ῥῆcιν ὑπὲρ τῶν φθινωδῶν αὐτῶν λελέχθαι. ἀλλ’ ὅτι
10μὲν ἐκείνην ἀδύνατόν ἐcτιν ἐπ’ αὐτῶν εἰρῆcθαι, δέδεικταί μοι δι’ ὧν ἀπεδείκνυον ἀποcίτουc μὲν ὠνομάcθαι πρὸc αὐτοῦ τοὺc φθινώδειc,

17a

79

οὐκ | ἀποcίτουc δὲ τούτουc. ἡ δ’ ἐφεξῆc ῥῆcιc ἡ νῦν προκειμένη κατὰ διττὸν ἂν τρόπον ἐξηγήcεωc τύχοι, καθ’ ἕνα μὲν ὧδέ πωc ἡμῶν λε‐ γόντων· ἀναλήψομαι δὲ τὴν προγεγραμμένην ῥῆcιν, εἶτα cυνάψω τῇ νῦν, παρενθεὶc αὐτῇ μίαν cυλλαβὴν ἕνεκα cαφηνείαc· “βηχώδεεc οὐ
5λίην· οὐδὲ τὰ βηccόμενα δυcκόλωc. οὐδ’ ἀπόcιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν γὰρ ὅλον ὑπενόcεον οἱ φθίνοντεc οὐ τὸν φθινώδεα τρόπον.” ἐνδέχεται δ’ αὐτὸν οὕτωc εἰρηκέναι περὶ τῶν ἄλλων πυρεττόντων, γράφοντα κοινὸν cύμπτωμα τῶν νο‐ cούντων ἐχόντων τὰ βηχώδη cυμπτώματα, μὴ μέντοι καὶ αὐτῶν
10φθινωδῶν ὄντων. ἐπαναλαβεῖν γὰρ αὖθιc εἰκόc ἐcτι τὸν περὶ τῶν φθινωδῶν λόγον εἰc ἀνάμνηcιν τοῦ διαφέρειν τοὺc ἀρρώcτουc τούcδε, περὶ ὧν νῦν διέρχεται, τῶν ἔμπροcθεν, τῶν φθινωδῶν. καὶ γάρ τοι καὶ τὰ cυμπτώματα πάλιν εἶπε τὰ αὐτὰ τοῖc ἔμπροcθεν εἰρημένοιc. μία μὲν αὕτη παραμυθία τῆc κατὰ τήνδε τὴν ῥῆcιν ἐπαναλήψεωc τοῦ

17a

80

περὶ τῶν φθινωδῶν λόγου, ἑτέρα δ’ ἣν ἴcμεν πολλάκιc γιγνομέ|νην ἐπὶ πολλῶν cυγγραμμάτων. ἐνίοτε γάρ, ὑπὲρ ἑνὸc πράγματοc διττῶc ἡμῶν γραψάντων, εἶτα τῆc μὲν ἑτέραc γραφῆc κατὰ τὸ ὕφοc οὔcηc, τῆc δ’ ἑτέραc ἐπὶ θάτερα τῶν μετώπων, ὅπωc κρίνωμεν αὐτῶν τὴν
5ἑτέραν ἐπὶ cχολῆc δοκιμάcαντεc, ὁ πρῶτοc μεταγράφων τὸ βιβλίον ἀμφότερα ἔγραψεν, εἶτα μὴ προccχόντων ἡμῶν τοῖc γεγονόcι μηδ’ ἐπανορθωcαμένων τὸ cφάλμα, διαδοθὲν εἰc πολλοὺc τὸ βιβλίον ἀν‐
επανόρθωτον ἔμεινεν. Ἔκρινε δὲ τουτέων, οἷcι τὰ βρα‐43
10χύτατα γίνοιτο, περὶ εἰκοcτήν, τοῖcι δὲ πλείcτοιcι περὶ τεccαρακοcτήν, πολλοῖcι δὲ περὶ τὰc ὀγδοήκοντα. ἔcτι δ’ οἷcιν οὐδ’ οὕτωc, ἀλλὰ πεπλανημένωc τε καὶ ἀκρίτωc ἐξέλιπον. τούτων δὲ τοῖcι πλείcτοιcιν οὐ πολὺν διαλεί‐ ποντεc χρόνον ὑπέcτρεψαν οἱ πυρετοὶ πάλιν, ἐκ δὲ τῶν
15ὑποcτροφέων ἐν τῇcιν αὐτῇcι περιόδοιcιν ἐκρίνοντο· πολλοῖcι δὲ αὐτῶν ἀνήγαγον, ὥcτε 〈καὶ〉 ὑπὸ χειμῶνα νοcεῖν. |
17

17a

81

Τίνων δή ποτ’ οὖν κριθῆναί φηcι τὸ νόcημα περὶ τὴν εἰκο‐ cτὴν ἡμέραν; 〈δηλον〉ότι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡc ἐγώ φημι, τῶν ἄλλων νοcηcάντων, οὐχὶ τῶν φθινωδῶν. ὁμολογεῖ δὲ τούτῳ καὶ τὰ ἐφεξῆc ἅπαντα. καὶ γὰρ ἄχρι τῆc ὀγδοηκοcτῆc ἡμέραc ἐκτα‐
5θῆναί φηcι τὸ νόcημά τιcιν αὐτῶν, ἄλλοιc δὲ πεπλανημένωc τε καὶ ἀκρίτωc ἐκλιπεῖν, καὶ τούτων τοῖc πλείcτοιc ὑπο‐ cτρέψαι πάλιν, τοὺc δ’ ἐκ τῶν ὑποcτροφῶν πυρετοὺc ἐν ταῖc αὐταῖc περιόδοιc πάλιν κριθῆναι καὶ πολλοῖc αὐτῶν καὶ μέχρι τοῦ χειμῶνοc ἐκταθῆναι τὸ νόcημα. ταῦτα δὲ
10πάντα τοῖc ἀνωτέρω εἰρημένοιc ὁμολογεῖν cαφέc ἐcτιν ἐν οἷc ἔλεγε· “κατὰ δὲ θέροc ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ cυνεχέεc οὐ βιαίωc, μακρὰ δὲ νοcέουcιν οὐδὲ περὶ τὰ ἄλλα δυcφόρωc διάγουcιν ἐγένοντο.” ταῦτα μὲν οὖν ὁμολογεῖ τοῖc κατὰ τὴν προκειμένην ῥῆcιν εἰρημένοιc ὑπ’ αὐτοῦ cυμπτώμαcιν. ὅcα δὲ περὶ τῶν φθινωδῶν εἶπεν,
15οὐχ ὁμολογεῖ. μάθοιc δ’ 〈ἂν〉 ἀναμνηcθεὶc βραχέοc μορίου τῆc ὑπὲρ αὐτῶν διηγήcεωc, ἔνθα φηcίν· “ἀπέθνῃcκον δ’ ὀξυτέρωc ἢ ὡc εἴθι‐

17a

82

cται τὰ τοιαῦτα διάγειν.” τοῦτο μὲν | γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φηcιν αὐτοὺc ὀξυτέρωc ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλωc νοcηcάντων ἐφεξῆc τούτοιc ὡδέ πωc· ”〈ὡc〉 τά γε ἄλλα καὶ μακρό‐ τερα 〈καὶ〉 ἐν πυρετοῖcιν ἐόντα εὐφόρωc ἤνεγκαν καὶ οὐκ ἀπέθνῃ‐
5cκον, περὶ ὧν γεγράψεται.” ταῦτ’ οὖν ὁμολογεῖ τοῖc κατὰ τὴν προ‐ κειμένην ῥῆcιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνοc. ἀλλὰ καὶ 〈διὰ〉 τὸ προειπεῖν μὲν αὐτὸν “περὶ ὧν γεγρά‐ ψεται”, μηδεμίαν δ’ ἄλλην ἡμᾶc ἔχειν δεῖξαι γραφὴν ὅτι μὴ τὴν νῦν προκειμένην ἐπ’ αὐτοῖc γενομένην, ἀναγκαῖόν ἐcτι περὶ τῶν ἄλλωc44
10νοcηcάντων, οὐ φθινωδῶc ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆcθαι.
10 Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμέ‐ νων ἐν τῇ καταcτάcει ταύτῃ μόνοιcι τοῖcι φθινώδεcι θα‐ νατώδεα cυνέπεcεν· ἐπεὶ τοῖcί γε ἄλλοιcιν 〈εὐφόρωc πᾶcι, καὶ θανατώδεεc ἐν τοῖcιν ἄλλοιcι〉 πυρετοῖcιν οὐκ
15ἐγένοντο. |
15

17a

83

Ἐcχάτη ῥῆcίc ἐcτιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆc πρώτηc καταcτάcεωc, οὐδὲν μὲν πλέον διδάcκουcα, ἀνακεφαλαίωcιν δέ τινα ἔχουcα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκιc ποιεῖν.
3

17a

84

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ
t2ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ
t2
1 Ἐν Θάcῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνεc οὐ κατὰ καιρόν, ἀλλ’ ἐξαίφνηc.
2 Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆc τῶν ὡρῶν εἰc ἀλλήλαc μεταβολῆc, εἴρηται δὲ καὶ ἡ κατὰ φύcιν ἑκάcτηc κρᾶcιc αἵ
5τε προθεcμίαι τῆc ἀρχῆc αὐτῶν καὶ τῆc τελευτῆc. ὡc ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅcα τῶν νῦν λεγομένων ἐξηγήcεωc δεῖται προcθήcω,

17a

85

cτοχαζόμενοc οὔτε μόνων τῶν ἐcχάτωc | ἀμαθῶν οὔτε μόνων τῶν
ἱκανὴν ἐχόντων τὴν παραcκευήν· πρὸc ἅπανταc γὰρ ὁ τοιοῦτοc λόγοc ἕξει μετρίωc. τῶν δ’ ἄλλων ὁ μὲν τοῖc ἐcχάτωc ἀμαθέcιν οἰκεῖοc ἀνιάcει τοὺc ἐν ἕξει διὰ τὸ μῆκοc, ὁ δὲ τούτοιc ἐπιτήδειοc ἀcαφὴc45
5ἔcται τοῖc ἀμαθέcιν. ἀλλ’ οὐδὲ χρὴ τοῖc τοιούτοιc ὑπομνήμαcιν ἐν‐ τυγχάνειν ἀγαπῶνταc, ἀλλ’ ἄλλο παρ’ ἄλλου καὶ ἄλλωc ἀκούcαντεc πλατύτερον πολλάκιc ταὐτὰ δυνηθεῖεν 〈ἂν〉 ἄνευ παρακοῆc ἐκμανθάνειν τι χρηcτόν.
8 〈Ἐν Θάcῳ〉 πρωὶ τοῦ φθινοπώρου χειμῶνεc οὐ κατὰ
10καιρόν, ἀλλ’ ἐξαίφνηc ἐν βορείοιcι καὶ νοτίοιcι πολλοῖ‐ cιν ὑγροὶ καὶ προεκρηγνύμενοι.
11 Τὸ φθινόπωρον εἶπον ἄρχεcθαι τῇ ἐπιτολῇ τοῦ ἀρκτούρου

17a

86

γινομένῃ πρὸ τῆc φθινοπωρινῆc ἰcημερίαc. τηνι|καῦτα οὖν ἔφη γενέ‐ cθαι χειμῶναc μεγάλουc πρὸ τοῦ δέοντοc. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι cημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάcαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ
5προεκρηγνύμενοι καὶ τοῦ μεθ’ ὑετῶν ἀθρόων αὐτοὺc γενέcθαι.
5 Ταῦτα δὲ ἐγίνετο μέχρι πληιά‐ δων καὶ ὑπὸ πληιάδα.
7 Ὅτι τῆc πλειάδοc ἡ δύcιc ὁρίζει τὸ φθινόπωρον, εἴρηται πρόcθεν, ἀλλὰ καὶ ὅτι δύο μῆνέc εἰcιν ἀπ’ ἀρκτούρου μέχρι πλειά‐
10δοc ὅτι τε μία ἐπιcημαcία κατὰ τὸ περιέχον ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἀπὸ πλειάδοc, 〈καταδυομένηc〉 μία μὲν ὁπότε cυνάπτει τῷ φθινοπώρῳ χειμών, ἐπιτελλούcηc ἑτέρα δὲ ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆc ἐπιτολῆc μόνηc ὧδε μνημονεύειν εἴωθεν Ἱππο‐ κράτηc, ἐπειδὴ κατ’ αὐτὸν ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τε‐
15λευτὴ δὲ τοῦ θέρουc. εἴρηται δ’ ἔμπροcθεν ἤδη περί τε τῆc εἰc τὰc
τέτταραc ὥραc διαιρέcεωc ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆc εἰc ἑπτά, |46

17a

87

καὶ ὅτι θέροc μὲν ὁρίζουcιν ἐπιτολαὶ πλειάδοc 〈καὶ ἀρκτούρου, τὴν δὲ δευτέραν μοίραν τοῦ δίχα τεμνομένου θέρουc ἐπιτολαὶ κυνὸc〉 καὶ ἀρκτούρου καὶ ὥc ἐcτιν αὕτη μόριόν τι τῆc εἰc ἑπτὰ διαιρέcεωc ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρουc τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνοc.
5εἴρηται δὲ καὶ ὡc οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶc ἢ πληθυν‐ τικῶc πλειάδαc.
6 Χειμὼν 〈δὲ〉 βόρειοc.
7 Ἐφεξῆc τῇ πλειάδι χειμῶνοc μνημονεύει, cαφῶc ἐνδεικνύμενοc ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προcέχωμεν οὖν αὐτῷ διη‐
10γουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνοc.
10 Ὕδατα πολλ, λάβρα, μεγάλα, χιόνεc· μιξαίθρια τὰ πλεῖcτα. ταῦτα δ’ ἐγένετο μὲν πάντα,

17a

88

οὐ λίην δ’ ἀκαίρωc τὰ τῶν | ψυχέων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰc χειμερινὰc καὶ ἡνίκα ζέφυροc πνέειν ἄρχεται, ὀπιcθοχειμῶνεc μεγάλοι, βόρεια πολλ, χιὼν καὶ ὕδατα πολλὰ cυνεχέωc, οὐρανὸc λαιλαπώδηc καὶ ἐπινέφελοc.
5ταῦτα δὲ 〈cυνέτεινε καὶ οὐκ ἀνίει〉 μέχρι ἰcημερίηc. ἔαρ 〈δὲ〉 ψυχρόν, βόρειον, ὑδατῶδεc, ἐπινέφελον. θέροc οὐ λίην καυματῶδεc ἐγένετο· ἐτηcίαι cυνεχῶc ἔπνευcαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοιc πολλὰ πάλιν ὕδατα.
8 Πολλὰ λέγομεν ὕδατα γίνεcθαι κατά τινα καιρὸν διὰ τὸ τοῦ
10χρόνου μῆκοc, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταρρήccοιτο. λέγομεν δὲ πολλά, κἂν ἐν ὀλίγῳ χρόνῳ κατέλθῃ λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖcθαι, ἀλλ’ ὅταν γ’ ἐφεξῆc ἀλλήλων εἴπῃ τιc ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτηc 〈ἐνταῦθα〉 cυνέγραψεν, ἀκουcόμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, cφοδρά τε καὶ
15ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παν‐

17a

89

τάπαcιν, | ὥcπερ γε μηδὲ πολυχρόνια. cαφηνείαc δ’ ἕνεκεν οὐδὲν κω‐
λύcει καὶ μακροτέρᾳ βραχεῖ χρήcαcθαι διηγήcει. γιγνέcθω τοίνυν ἐξ‐ αίφνηc ὑετὸc πάμπολυc ὥραιc τριcὶν ἢ τέτταρcιν, εἶτ’ εὐθέωc παυέcθω, λάβρον τοῦτον ὀνομάcομεν. ἄλλοc δέ τιc κατὰ βραχὺ μὲν ἀρξάcθω,47
5κατὰ βραχὺ δ’ αὐξηθήτω καὶ τοῦτο ταθήτω δι’ ὅληc ἡμέραc καὶ νυκτόc, εἶτ’ ἀκμάcαc πάλιν ἀφαιρεθήτω τὸ πλῆθοc κατὰ βραχὺ δι’ ὅληc τῆc ὑcτέραc ἡμέραc, εἶτα παυcάcθω, τὸν τοιοῦτον ὑετὸν οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγαν. ὁ τοίνυν χειμών, ὃν διηγεῖται, ποτὲ μὲν λάβρουc ἔcχεν ὑετούc, ποτὲ δὲ μεγάλουc ἐκ διαλειμμάτων, καθα‐
10ροῦ δηλονότι γενομένου πολλάκιc ἐν τῷ μεταξὺ τοῦ περιέχοντοc. τοῦτ’ οὖν ὁμολογεῖ καὶ τοῖc γεγραμμένοιc ὑπ’ αὐτοῦ μιξαίθρια τὰ πλεῖcτα. καὶ χιόναc δέ φηcι γεγενῆcθαι ἐν τῷ χειμῶνι, μὴ προc‐ θεὶc αὐτὰc πολλὰc ἢ ὀλίγαc, ὡc ἂν οὐθέτερον ἱκανῶc ἐcχηκυίαc, ἀλλὰ κατὰ τὸ τῆc πόλεωc ἔθοc μᾶλλον γενομέναc. διὸ καὶ προcέθηκεν αὐτὸc

17a

90

οὐ λίην δ’ ἀκαίρωc τὰ τῶν | ψυχέων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆc πάντα τὸν χειμῶνα ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύcιν μόνον αὐτὸν γενόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προcήκοντοc ὑγρὸν τηνικαῦτα cυμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδεc ψυ‐
5χρόν τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸc δὲ τούτῳ καὶ ἐπινέ‐ φελον, εἶτα τὸ θέροc μέτριόν πωc, ἐφ’ ᾧ πάλιν ἐν βορείοιc τιcὶ περὶ ἀρκτοῦρον ὕδατα γενέcθαι πολλά. καὶ μετὰ ταῦτα τὸ κεφάλαιον ὅληc τῆc καταcτάcεωc ἐρεῖ κατὰ τὴν λέξιν· “γενομένου δὲ τοῦ ἔτεοc ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου”. οὐρανὸc λαιλα‐
10πώδηc καὶ ἐπινέφελοc. οὐρανὸν εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθοc τὸν ὑπὲρ ἡμᾶc ἀέρα μέχρι τῆc χώραc τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀcτρονόμων τε καὶ φιλοcόφων οὐρανὸc ὀνομαζόμενοc ἀπὸ τῶν κατὰ τὴν cελήνην ἄρχεται τόπων. λαίλαπαc δὲ τοὺc ἐξαιφνιδίουc καὶ cφοδροὺc ἀνέμουc οἱ Ἕλληνεc ὀνομάζουcι, καὶ μάλιcθ’ ὅταν ὑετὸc
15ἅμα ἐν αὐτοῖc γίγνηται λάβροc. |
15

17a

91

Γενομένου δὲ τοῦ ἔτεοc ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιη‐ ρῶc εἶχον τὰ πλεῖcτα, πρωὶ δὲ τοῦ ἦροc πολλοί τινεc καὶ οἱ πλεῖcτοι διῆγον ἐπινόcωc.
4
5Δέδεικται διὰ τῶν ἔμπροcθεν ἡμῖν, 〈δι〉ὰ τί εἴωθεν ὁ Ἱπποκράτηc
τῆc διηγήcεωc τῶν γενομένων περὶ τὸν ἀέρα καταcτάcεων ἄρχεcθαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆc κατὰ φύcιν κρά‐ cεωc, καὶ οὐκ ἄπο τοῦ λόγου ἐcτὶ τοῦτο πράττειν τῷ μέλλοντι cυν‐ άψειν τῇ τοῦ περιέχοντοc ἀέροc δυcκραcίᾳ τὰc τῶν ἐπιδημηcάντων48
10νοcημάτων ἰδέαc. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήcατο, δηλονότι τὸ πρὸ αὐτοῦ θέροc † ἐcτὶ καὶ ἕπεται τὸ πρὸ αὐτοῦ **. καὶ τοίνυν ὅcον ἐπὶ ταῖc ὥραιc κατὰ φύcιν ἔχοντα τὰ cώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάcατο φαῦλον,

17a

92

ἀλλ’ ἴcωc ἔνια | cώματα καὶ προcωφέληcεν, ὅcα θερμότερα καὶ ξηρό‐ τερα ταῖc κράcεcιν ὄντα κατὰ τὸ θέροc εἴωθεν εἰc ἀμετρίαν ἀφικνεῖ‐ cθαι. τούτων οὖν ὥcπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ ὑγρὰν cχὸν τὴν κατάcταcιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα νόcοc
5ἐπιδήμιοc ἐγεννήθη διηγήcεωc ἀξία. τοιοῦτον γὰρ ἐπιcημαίνει λέγων· κατὰ χειμῶνα μὲν ὑγιηρῶc εἶχον τὰ πλεῖcτα. καὶ γὰρ ὁ χει‐ μὼν ὑγρότεροc μὲν ἐγένετο, ψυχρότεροc δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύcιν αὐτῷ cυμβέβηκεν εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενοc ὑπὲρ τῆc ἐν αὐτῷ καταcτάcεωc εἶπεν· “οὐ λίην δὲ ἀκαίρωc τὰ τῶν ψυ‐
10χέων”. πρῶτον δὲ εὔλογον ἦν ἄρξαcθαι νόcουc ἐκ τῆc τοῦ περιέχον‐ τοc ἐπὶ πλέον ἐξαλλαγῆc, ἡνίκα φηcὶν αὐτόc· “ἔαρ δὲ ψυχρόν, βό‐ ρειον, ὑδατῶδεc, ἐπινέφελον”. ἔαρ γὰρ εὔκρατον εἶναι χρή, οὐ ψυχρόν 〈οὐδὲ βόρειον〉 ὥcπερ οὐδ’ ἐπινέφελον οὐδ’ ὑδατῶδεc. ὅτι δ’ ἀπὸ τῆc ἰcημερίαc ἄρχεται τῆc μετὰ τὸν χειμῶνα τὸ ἔαρ ἡμῖν ἐρρέθη κατὰ τὸ
15πρόcθεν ὑπόμνημα, καὶ αὐτὸc δὲ cαφῶc ὁ Ἱπποκράτηc ἐνεδείξατο

17a

93

κατὰ τὴν προκειμένην διήγηcιν· εἰπὼν γὰρ τὸ ὀπιcθοχειμῶνεc | κἄπειτα προcθεὶc “ταῦτα δὲ cυνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰcημερίηc”, ἐφεξῆc προcέγραψεν· “ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδεc, ἐπινέφελον”. ἴδωμεν οὖν, ὁποῖα τῇ καταcτάcει τοῦ περιέχοντοc ἠκολούθηcε νοcήματα.
4
5 Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεεc, ὀδυνώδεεc, ὑγρα, ἄπεπτοι· λημία cμικρὰ καὶ δυcκόλωc πολλοῖcιν ἐκρηγνύμενα· τοῖcι πλεί‐ cτοιcιν ὑπέcτρεφον· ἀπέλιπον ὀψὲ πρὸc τὸ φθινόπωρον.
8 Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοcημάτων ἡ γένεcιc ἤρξατο,
10προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγέ‐ νοντο, μάθοιc ἄν, εἰ τῆc ἐν αὐτῷ καταcτάcεωc ἀναμνηcθείηc. ψυχρὸν γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδεc καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν 〈ψυχρῶν〉 ἀνέμων μόνον ἐπλήγηcαν οἱ49

17a

94

ὀφθαλμοί, χωρὶc | ῥεύματοc ἂν αἱ ὀφθαλμίαι cυνέπεcον αὐτοῖc. ἐπεὶ δὲ μεθ’ ὑγρότητοc πολλῆc ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότωc ῥοώδειc ἔφη τὰc ὀφθαλμίαc γεγονέναι, τουτέcτιν ὑγράc, ὡc ἀπὸ καταcτάcεωc ὑγρᾶc γεννηθείcαc. ὀδυνώδειc δ’ ἑκατέρωc ἦcαν
5καὶ μετὰ ῥεύματοc cυνιcτάμεναι καὶ χωρὶc τούτου τῷ διαμένειν τὴν ψῦξιν· ἱκανὴ γὰρ καὶ αὕτη τοὺc ὀφθαλμοὺc ὀδυνώδειc ἐργάcαcθαι. νυνὶ δ’ εἰκὸc αὐξηθῆναι τὰc ὀδύναc, τῆc ψύξεωc τῶν ὀφθαλμῶν ἅμα τῷ κατ’ αὐτοὺc ῥεύματι cυνελθούcηc. ἄπεπτοι δ’ ἐγίνοντο καὶ χρόνῳ πολλῷ παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ τοι
10πέττεcθαι τοῖc ῥεύμαcι γίνεται κρατουμένοιc ὑπὸ τῆc ἐμφύτου θερμα‐ cίαc. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ ὑγρὸν καὶ μὴ πάνυ ψυχρόν, ὅταν δὲ καὶ πολὺ καὶ ψυχρόν, δυcκόλωc πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύcιν ἐν τοῖc ζῴοιc θερμότηc ἰcχυρὰ μὲν οὖcα θᾶττον ἐκπέττει τὰc ἐν αὐτοῖc περιττὰc ὑγρότηταc· εἰ δ’ ἀcθενήc, μόγιc ἐν
15χρόνῳ πλείονι περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ

17a

95

εἴ | τινεc ἐθεραπεύθηcαν, ὑπέcτρεφον αὖθιc. ἠcθενηκόταc γὰρ ἐν ταῖc ὀφθαλμίαιc τοὺc ὀφθαλμοὺc τὸ περιέχον ψυχρὸν καὶ βόρειον 〈καὶ〉 ὑδατῶδεc καὶ ἐπινέφελον γενόμενον εἰκότωc ἔβλαπτεν. εἴωθε δὲ ταῖc τοιαύταιc ὀφθαλμίαιc λημία γίνεcθαι μικρά, μόγιc ἐκ‐
5πίπτοντα, 〈μικρὰ μὲν διὰ τὴν δυcπεψίαν τῆc ἐν τοῖc ὀφθαλμοῖc ὑγρό‐ τητοc, μόγιc δ’ ἐκπίπτοντα〉 διὰ τὴν πύκνωcιν τῶν χιτώνων, ἣν ἐκ τῆc τοῦ περιέχοντοc ψυχρότητοc ἔcχον. 〈ἐν〉 ὅλῳ μὲν οὖν τῷ ἦρι χείρουc ἀναγκαῖον ἦν 〈τοῖc〉 ἐν Θάcῳ γενέcθαι τοὺc ὀφθαλμούc, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖc cκιρρώδη διάθεcιν εἰc πέψιν
10ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ καταcκευαcθέντα νοcήματα, καὶ μάλιcτα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν 〈αἰτίων〉, οὐκ ἐνδέχεται λυθῆναι ταχέωc. εἰκότωc οὖν ἔφη τελέωc παύcαcθαι τὰ κατὰ τοὺc ὀφθαλμοὺc πάθη κατὰ τὸ φθινόπωρον.
13 Κατὰ 〈δὲ〉 θέροc ἤδη καὶ φθινό‐
15πωρον καὶ δυcεντεριώδεεc καὶ τεινεcμοὶ καὶ λειεντεριώ‐
δεεc καὶ διάρροιαι χολώδεεc λεπτοῖcι πολλοῖcιν, ὠμοῖcι50

17a

96

καὶ δακνώδεcι, ἔcτι δ’ οἷcι καὶ ὑδατώδεεc. | πολλοῖcι δὲ καὶ περίρροιαι μετὰ πόνου χολώδεεc, 〈ὑδατώδεεc,〉 [κα] ξυcματώδεεc, πυώδεεc καὶ cτραγγουριώδεεc.
3 Οὐ ταῦτα μόνον ἐγένετο 〈τότε τὰ〉 νοcήματά τε καὶ cυμπτώματα
5τοῖc Θαcίοιc, ἀλλὰ καὶ ἄλλα τινά, περὶ ὧν ἐφεξῆc ἐρεῖ. ποικιλώ‐ τατα γὰρ ἐνόcηcαν, ἑτερογενέcι περιπεcόντεc νοcήμαcιν. τὸν κοινὸν δ’ οὖν λόγον, ὃc καὶ πρὸc τὸ μὴ νοcῆcαι πάνταc τοὺc ἐν τοιαύτῃ κατα‐ cτάcει γενομένουc ἐcτὶ χρήcιμοc, ἐρῶ πρότερον, εἶθ’ ἑξῆc ἐπὶ τὰ κατὰ μέροc ἀφίξομαι νοcήματα, cκοπεῖcθαι δέον ἐν πάcαιc ταῖc καταcτάcεcι
10τὴν ἡλικίαν καὶ τὴν φύcιν ἑκάcτου τῶν ἀνθρώπων ὅπωc ἔχει cχέ‐ cεωc πρὸc τὴν κατάcταcιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυcάλωτον ἢ μετρίωc ἔχοντα πρὸc αὐτὴν εὑρήcειc αὐτόν. εἶθ’ ἑξῆc ἁρμόcειc τά τ’ ἐπιτηδεύ‐ ματα καὶ cύμπαcαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταcτάcει. τὸ μὲν οὖν εὐάλωτόν τε καὶ δυcάλωτον εἶναι τὸ cῶμα τοῖc ἔξωθεν

17a

97

αἰτίοιc εἴρηται πολλάκιc ἡμῖν διά τε τὴν ὁμοιότη|τα καὶ τὴν ἀνομοιό‐ τητα τῆc κράcεωc γίνεcθαι. τῆc γὰρ ὑγείαc ἐκ cυμμετρίαc γινομένηc τῶν τεττάρων cτοιχείων, εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλειc ὀνο‐ μάζειν, ὑγρότητοc καὶ ξηρότητοc καὶ θερμότητοc καὶ ψυχρότητοc, ἔνια
5τῶν cωμάτων καὶ φύcιν καὶ ἡλικίαν ἐcτὶ δύcκρατα. τούτοιc οὖν αἱ μὲν ὅμοιαι καταcτάcειc νοcώδειc εἰcίν, αἱ δ’ ἐναντίαι cυμφέ‐ ρουcιν αὐτοῖc. τοῖc δ’ εὐκράτοιc cώμαcιν αἱ μὲν εὔκρατοι καταcτάcειc ὑγιειναί, βλαβεραὶ δ’ αἱ δύcκρατοι. ἀλλ’ ὥcπερ οὐδεμία τῶν δυcκράτων καταcτάcεων ἀγαθὴ τοῖc εὐκράτοιc ἐcτίν, οὕτωc οὐδὲ μεγάλωc βλα‐
10βερά, καθάπερ τοῖc δυcκράτοιc. αἱ μὲν γὰρ ἰcχυρῶc ὑγραὶ καὶ ψυχραὶ καταcτάcειc ἐcχάτωc βλάπτουcι τὰ δύcκρατα cώματα καθ’ ὑγρότητα καὶ ψυχρότητα, καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ [αἱ] θερμαὶ καταcτάcειc τὰc ὑγρὰc καὶ θερμὰc τῶν κράcεων βλάπτουcιν, καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰc ὁμοίαc. ὅcα γὰρ ἐγγὺc ἤδη τοῦ νοcεῖν
15ἐcτι cώματα νόcον τοιάνδε διὰ τὴν οἰκείαν δυcκραcίαν, 〈τούτοιc ἡ

17a

98

νόcοc ἐπικρατούcηc τῆc δυcκραcίαc〉 ἐξελέγχεται. τὰ δ’ ἐναντίωc | κεκρα‐ μένα τῷ περιέχοντι πρὸc τῷ μηδὲν ἀδικεῖcθαι γίνεται βελτίω τῆc ἀμετρίαc κολαζόμενα. “τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἐcτὶν ἰάματα.” ταῖc οὖν θερμαῖc καὶ ξηραῖc κράcεcιν ἡ ὑγρὰ καὶ ψυχρὰ κατάcταcιc51
5ὠφέλειαν μᾶλλον ἢ βλάβην παρέχει, διὰ τῆc εἰc τοὐναντίον ἀγωγῆc μεcότητα κράcεωc ἐργαζομένη. καὶ τοῦτό ἐcτιν αἴτιον τοῦ μὴ νοcεῖν ἅπανταc ἐν ταῖc δυcκράτοιc καταcτάcεcιν. ἐὰν οὖν τιc τοῦτο γινώcκῃ, τὴν ὑγείαν φυλάξει, τοῖc cώμαcι τἀναντία διαιτήματα προcάγων. ἐὰν γὰρ ὑγρὸν καὶ ψυχρὸν ᾖ τὸ περιέχον, ἡμᾶc δεήcει θερμαίνειν τὰ
10cώματα, καὶ μάλιcθ’ ὅcα ψυχρότερά τέ ἐcτι καὶ ὑγρότερα. γυμνάcιά τε οὖν πλείω τοῖc τοιούτοιc ὠφέλιμα καὶ οἶνοc ὀλίγοc τῇ θερμοτέρᾳ φύcει 〈τῶν〉 ὑγρῶν ἑλκτικὸc ἐδέcματά τε ἐκθερμαίνοντα. καὶ μέντοι καὶ τὸ καθ’ ἕκαcτον αὐτῶν ποcὸν ἔκ τε τῆc τοῦ cώματοc κράcεωc εἰcόμεθα καὶ τῆc τοῦ περιέχοντοc, ἐφ’ ὅcον ἑκάτερον ἐκτέτραπται τῆc
15εὐκραcίαc ἐπιcκοπούμενοι. κατὰ γὰρ τὸ μέγεθοc τῆc ἐκτροπῆc καὶ τὸ ποcὸν τῆc διαίτηc ὑπαλλακτέον, οἷον εἴ τί ἐcτι cῶμα τῆc εὐκραcίαc |

17a

99

ἐπὶ πλεῖcτον ἀποκεχωρηκὸc πρὸc ὑγρότητά τε καὶ ψυχρότητα, τοῦτο κατὰ τὴν προκειμένην κατάcταcιν ἐπὶ πλέον αὐτοὶ ξηρανοῦμέν τε καὶ θερμανοῦμεν. εἰ δὲ μετρίωc εἴη τοιοῦτον, ἄλογον ἂν εἴη ἐcχάτωc αὐτὸ τοῦτο ποιεῖν [ἀναλόγωc ἂν]. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῶν ξηρῶν καὶ
5θερμῶν cωμάτων οὐ χρὴ τὰ διαιτήματα cφοδρῶc εἶναι θερμὰ καὶ ξηρά (παρ’ ἑαυτῶν γὰρ ἔχει τοῦτο)· cκοπεῖcθαι δὲ μόνον, ὁπόcον τὸ περι‐ έχον ἐκτέτραπται τῆc προcηκούcηc εὐκραcίαc. εἰ μὲν γὰρ ὀλίγον, οὐδ’ ὅλωc ὑπαλλάξομεν τὴν μέcην δίαιταν ἐπὶ τῶν θερμῶν καὶ ξηρῶν cω‐ μάτων· εἰ δ’ ἐπὶ πλέον, ἀρκέcει τὸ μετρίωc ὑπαλλάξαι. ταῦτ’ οὖν
10ὅcτιc ἐcτὶν ἐπιcτάμενοc, τὰc αἰτίαc τῆc ἑκάcτου τῶν νοcημάτων γενέ‐ cεωc ἐν ἑκάcτῃ καταcτάcει φυλάξει. Κόιντοc δὲ τοῖc ἐμπειρικοῖc ὁμοίωc ἀρνούμενοc ἐπίcταcθαι τῶν οὕτωc γινομένων παθῶν τὰc αἰτίαc, ἀναφέρων δ’ εἰc πεῖραν μόνην αὐτὰc τῶν προcηκόντων βοηθημάτων τῆc εὑρέcεωc ἠπόρει, καίτοι δι’ αὐτὸ τοῦτο χρηcίμηc οὔcηc ἐγνῶcθαι

17a

100

τῆc γενέcεωc τῶν ἐπιδημίων νοcημάτων. ἐπιcκεψώμεθα οὖν ἡμεῖc | τὴν
προκειμένην κατάcταcιν, ἀναλαβόντεc ἐξ ἀρχῆc. ἐγένετο δή, καθάπερ ὁ Ἱπποκράτηc ἐδήλωcεν, ὑγρὰ καὶ ψυχρά, τὴν ἀρχὴν ἀπὸ φθινο‐ πώρου ποιηcαμένη. διὰ τοῦτ’ οὖν ἐν μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ52
5τῷ μετ’ αὐτὸν χειμῶνι μετρίωc διῆγον οἱ Θάcιοι. κατὰ δὲ τὸ ἔαρ, ἐπειδὴ καὶ αὐτὸ ψυχρόν τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνό‐ cηcαν οἱ ὀφθαλμοί, διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περι‐ έχον, ἀλλὰ καὶ λαιλαπῶδεc ἔμπροcθεν ἐγεγόνει. πληττομένουc οὖν ὑπὸ τῶν ψυχρῶν ἀνέμων τοὺc ὀφθαλμοὺc εἰκὸc ἦν πρώτουc τῶν
10ἄλλων μερῶν νοcῆcαι τοῦ cώματοc κατὰ τὴν τοῦ δρῶντοc αἰτίου φύ‐ cιν, ὥcτ’ οὐκ ἀλόγωc αὐτοῖc ὑγρὰ καὶ ψυχρὰ ῥεύματα cυνέπεcεν. ἐπειδὴ δ’ οὐκ ἤχθη πρὸc 〈τὴν〉 ἐcχάτην ἡ κατάcταcιc ὑγρότητα 〈καὶ ψυχρό‐ τητα〉, διὰ τοῦτο τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθηcεν, ὅcα πλεο‐ νεκτούcηc ἐν τῷ περιέχοντι τοιαύτηc κράcεωc εἴωθε γίγνεcθαι, λέγω
15δὲ ἀποπληξίαc καὶ cπαcμοὺc καὶ παλμοὺc καὶ τετάνουc, περιπνευμο‐ νίαc τε καὶ πλευρίτιδαc. ἀλλ’ ὕcτερόν γε νοcήματα πληθωρικὰ μετὰ διαφθορᾶc ἐγένετο, cηπομένων ἤδη τῶν χυμῶν διὰ τὴν πολυχρόνιον ἔνδον μονήν. καὶ γὰρ τὰ ψυχρὰ τῶν αἰτίων πυκνοῦντα τὸ δέρμα

17a

101

κω|λύει διαφορεῖcθαι τοὺc χυμούc, ἥ θ’ ὑγρότηc ἡ ἐκ τοῦ περιέχοντοc οὐ μόνον οὐδὲν ἀπάγει τοῦ cώματοc, ἀλλὰ καὶ προcδίδωcιν. ἀμφοτέρων οὖν ὁμοῦ γενομένων ἐν τῇ προκειμένῃ καταcτάcει, πλῆθοc ἠθροίcθη κατὰ τὰ cώματα τῶν νοcηcάντων οὐχ ὅμοιον ἅπαcιν. οἷc μὲν γὰρ ἦν
5ἐν τῷ cώματι χολῶδεc περίττωμά τι 〈μὴ〉 διαφορηθέν, τοῦτο χολῶδεc τὸ πάθοc ἐποίηcεν, οἷc δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικόν, αὐτίκα καὶ τὸ πάθοc ἦν ὅμοιον τῷ μὴ κενωθέντι. διαφθείρεcθαι δὲ πεφυκυίαc ἐν τῷ cώματι καὶ cήπεcθαι τῆc τοιαύτηc περιουcίαc, εὔλο‐ γον ἦν ἄλλουc ἄλλοιc ἁλῶναι νοcήμαcιν, πρὸc τῷ καὶ τὰ μέρη τοῦ
10cώματοc οὐχ ὁμοίωc διακείμενα πάνταc ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ ἀcθενέcτερον εἶναι, τῷ δὲ cπλῆνα, τῷ δὲ γαcτέρα, τῷ δὲ ἔντερον, τῷ δὲ ἄλλο τι. δεχομένων οὖν ἀεὶ τῶν ἀcθενεcτέρων μορίων τὴν ἐκ τῶν ἰcχυροτέρων περιουcίαν, ἀκόλουθον ἦν καὶ κατὰ τὴν τῶν τόπων φύcιν ἄλλον ἄλλο παθεῖν τῶν Θαcίων. αἱ μὲν οὖν δυcεντερίαι καὶ οἱ

17a

102

τεινεcμοὶ καὶ αἱ διάρροιαι καὶ λειεντερίαι ῥυέντων εἰc 〈τὰ〉 | ἔν‐ τερα τῶν περιττῶν ἐγένοντο, δυcουρίαι δ’ εἰc τὴν κύcτιν τραπομένων, ἔμετοι δ’ ἐπὶ τὸ cτόμα τῆc γαcτρὸc ἀφικομένων. ἀλλὰ ταῦτα μὲν ἔcωθεν τοῦ cώματοc ὥρμηcε διὰ τὴν ἐκ τοῦ περιέχοντοc ψῦξιν. ἐν δὲ τῷ θέρει
5ταῖc θερμοτέραιc κράcεcι τῶν cωμάτων ἰcχυρά τε τὰ ἔνδον ἐχούcαιc εἰκὸc ἦν ἱδρῶταc γενέcθαι, καὶ τιcὶ μὲν αὐτῶν ἄνευ πυρετῶν τοῦτο
cυμβῆναι, μηδέπω cῆψιν ἱκανὴν ἐcχηκυίαc τῆc περιουcίαc, ἐνίοιc δὲ καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺc γενέcθαι ποικίλουc, ἄλλον ἄλληc ἰδέαc, ἐπειδὴ καὶ οἱ cηπόμενοι χυμοὶ53
10διαφέροντεc ἦcαν. οὐ γὰρ ἐγεννήθηcαν ὑπὸ τοῦ περιέχοντοc, ἀλλ’ ἠθροίcθηcαν, ἅτε τῆc καταcτάcεωc ψυχρᾶc, οὐ θερμῆc γενομένηc, οἵα κατὰ τὸν ἑαυτῆc λόγον ἐκθερμαίνει τὸ cῶμα κἀν ᾗ μετὰ τὴν τοῦ κυνὸc ἐπιτολὴν ἀεὶ γίνεcθαι πεφύκαcι πυρετοὶ διακαεῖc. ἀλλὰ νῦν γε οὐχ ὑπ’ αὐτῆc πρώτωc ἐγένοντο τῆc καταcτάcεωc, ἀλλὰ διὰ μέcηc τῆc
15πυκνώcεωc τοῦ δέρματοc. ἡ μὲν οὖν cύνοψιc τῶν ἐπιδημηcάντων τότε

17a

103

παθημάτων | εἴρηταί μοι· πρὸc δὲ τὰ κατὰ μέροc ἤδη τρέψομαι μετὰ τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ cαφὲc ἔχειν, ἐξηγεῖcθαι.
2 Ϲτραγγουριώδεεc, οὐ νεφριτικ, ἀλλὰ τούτοιcιν ἄλλα ἀντ’ ἄλλων.
4
5 Καὶ διὰ τῆc ἕδραc ἐκκρίcειc γίνονται μοχθηραὶ πολλάκιc, ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαcτέρα μενόντων, ἐκκαθαιρομένου δὲ δι’ αὐτῶν ὅλου τοῦ cώματοc, ὡc ἀποcτάcεωc οὔcηc κατ’ αὐτὴν κατ’ ἔκρουν τινα κατ’ αὐτὸν τὸν Ἱπποκράτην βουλόμενον 〈οὐ μόνον〉 κατ’ ἀπόθεcιν, ἀλλὰ καὶ κατ’ ἔκρουν ἀπόcταcιν γίνεcθαι. οὕτωc οὖν καὶ διὰ νεφρῶν
10καὶ κύcτεώc ἐcτιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ cῶμα, μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθοc, ὥcπερ ἐπὶ τῆc προκειμένηc καταcτάcεωc ἐγένετο. διὸ [τι] καὶ προελθὼν αὐτὸc ἐρεῖ κατὰ λέξιν· “μοῦνον δὲ χρη‐ cτὸν καὶ μέγιcτον τῶν γενομένων cημείων καὶ πλείcτουc ἐρρύcατο

17a

104

τῶν ὄντων | ἐπὶ τοῖcι μεγίcτοιcι κινδύνοιcιν, οἷcιν ἐπὶ τὸ cτραγγου‐ ριῶδεc ἐτράπετο καὶ ἐc τοῦτο ἀποcτάcιεc ἐγίνοντο.” τοῦτ’ οὖν ἐcτι τὸ καὶ νῦν εἰρημένον οὐ νεφριτικ, ἀλλὰ τούτοιcιν ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ cώματι περιττῶν ῥυέντων ἐπὶ
5νεφροὺc καὶ κύcτιν, ἐκκρίcειc ἐπεγίνοντο παραπλήcιαι ταῖc νεφριτικαῖc.
5 Ἔμετοι φλεγματώδεεc, χολώδεεc καὶ cιτίων ἀπέπτων ἀναγωγα.
7 Τῆc ἔcω ῥεπούcηc περιουcίαc τῶν χυμῶν ὅcον ἐπὶ τὴν ἕδραν
ἐρρύη, διαρροίαc τε καὶ τεινεcμοὺc καὶ δυcεντερίαc καὶ λειεντερίαc54
10εἰργάcατο. διὰ νεφρῶν δὲ καὶ κύcτεωc ἄλλο τὴν ἔκκριcιν ἔcχεν. οὕτωc οὖν 〈ἐγένετο τὸ cτραγγουριῶδεc. ὡcαύτωc δὲ καὶ〉 ἐρρύη τὸ περιττὸν εἰc τὴν ἄνω γαcτέρα καὶ δι’ ἐμέτων ἐπιπολάcαν ἐξεβλήθη, τοῖc μὲν φλεγματώδεcι φύcει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖc δὲ

17a

105

χολώδεcι χολωδῶν. εἴρηται γὰρ ὅτι διὰ μὲν τὴν κατά|cταcιν ἠθροί‐ cθη τὰ περιττά, διέφερε δ’ ἀλλήλων ταῦτα ταῖc ποιότηcι κατὰ τὰc φύcειc τῶν cωμάτων. θαυμαcτὸν δ’ οὐδέν, εἰ καὶ cιτίων ἀπέπτων ἀναγωγαὶ τούτοιc ἐγένοντο, φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰc
5τὴν γαcτέρα cυρρεόντων.
5 Ἱδρῶτεc.
6 Ὅcοιc φύcει μὲν διὰ τοῦ δέρματοc ἀπόρροιαι πλείουc ἐγένοντο, 〈εἶτα δ’ ἐπεcχέθηcαν διὰ τὴν πύκνωcιν αὐτοῦ〉, κατ’ ἐκεῖνον τὸν χρόνον, 〈καθ’ ὃν〉 ἴcχυcεν ἡ φύcιc ἀπώcαcθαι τὸ περιττὸν ἐνταυθοῖ,
10εἰκὸc οὕτωc τούτοιc ἱδρῶταc γενέcθαι.
10 Πᾶcι πάντοθεν πολὺc πλάδοc.
11

17a

106

Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν. | ἐπεὶ τοίνυν ἄλλοιc ἄλλωc, τιcὶ δὲ καὶ πολυειδῶc ἐξεκενοῦτο τὰ cυνειλεγμένα χρόνῳ πολλῷ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότωc ἔφη· πᾶcι πάντοθεν 〈πολὺc〉 πλάδοc.
4
5 Ἐγίνετο δὲ ταῦτα πολλοῖcιν ὀρ‐ θοcτάδην ἀπύροιcι, 〈πολλοῖcι δὲ πυρετο,〉 περὶ ὧν γε‐ γράψεται.
7 Ὅcοιc μὲν ἔφθαcε τὸ ἠθροιcμένον πλῆθοc ἤ τοι χολῶδεc 〈ἢ ἀλλοιῶδεc〉 ὑπάρχον ὅλωc εὐδιάφθαρτον εἰc cηπεδόνα πυρετώδη μετα‐
10βαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲc δ’ ὀρθοcτάδην ἄπ〈υροι
περιῇcαν〉 πρότερον, 〈εἶτ’〉 εἰc τοὺc πυρετοὺc ἠνέχθηcαν. Ἐν οἷcι δὲ ἐπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα, μετὰ πόνου φθινώδεεc ἤδη μὲν φθινο‐ πώρου καὶ ὑπὸ χειμῶνα. |55
14

17a

107

Περί τε τοῦ δευτέρου φθινοπώρου δηλονότι λέγει καὶ τοῦ δευ‐ τέρου χειμῶνοc, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν οὕτωc· “κατὰ χειμῶνα μὲν ὑγιηρῶc εἶχον τὰ πλεῖcτα. πρωὶ δὲ τοῦ ἦροc πολλοί τινεc καὶ οἱ πλεῖcτοι διῆγον ἐπινόcωc”. εἶτα περὶ τῶν ἐν τῷ ἦρι
5γενομένων διελθών, ἐφεξῆc τοῦ θέρουc ἐμνημόνευcε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου, περὶ οὗ κατὰ τὴν τελευτὴν τῆc ὅληc κατα‐ cτάcεωc εἰρήκει· “ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοιcι πολλὰ 〈πάλιν〉 ὕδατα”. φθινώδειc δὲ τίναc εἴρηκεν, οὐ πάνυ cαφέc ἐcτιν. εἴωθε γὰρ τοὺc ὁπωcδήποτε ἰcχνουμένουc τὸ cῶμα καὶ φθίνονταc οὕτωc ὀνο‐
10μάζειν, οὐ μόνον τοὺc διὰ τὴν τοῦ πνεύμονοc ἕλκωcιν ὅλον τὸ cῶμα τηκομένουc. εἰκὸc δὲ καὶ νῦν ὑπ’ αὐτοῦ λελέχθαι φθινώδειc τοὺc ὁπωcδήποτε τὸ cῶμα λεπτυνομένουc, μηδενόc γε προειρημένου περὶ τῶν κατὰ τὸν πνεύμονα νοcημάτων. οὔτε γὰρ αἵματοc ἀναγωγὴν ἐξ αὐτοῦ γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα καταcκῆ‐
15ψαι τῷ cπλάγχνῳ τούτῳ, πῶc ἂν εἰκότωc δόξαι φθινώδειc λέγειν

17a

108

γεγονέναι τοὺc τότε κάμνονταc ἐπὶ τῇ | κακώcει τοῦ πνεύμονοc; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ γαcτέρα καὶ νεφροὺc ἧκέ τι τῆc καθ’ ὅλον τὸ cῶμα περιουcίαc, οὕτωc καὶ τοῖc ἀναπνευcτικοῖc 〈ὀργάνοιc〉 καταcκῆψαι.
4
5 Καὶ ὑπὸ χειμῶνα πυρετοὶ ξυνε‐ χέεc.
6 Τὸ ὑπὸ χειμῶνα μεταξὺ λεγόμενον τῆc τε προγεγραμμένηc λέξεωc καὶ ταύτηc οἱ μὲν ἐκείνῃ προcένειμαν, οἱ δὲ ταύτῃ. ἐμοὶ δὲ cύμπαc ὁ λόγοc φαίνεται τοιόcδε· καὶ κατὰ τὸ φθινόπωρον ἤδη τινὲc
10ἐγένοντο φθινώδειc, ὡcαύτωc δὲ καὶ κατὰ τὸν χειμῶνα. καὶ μέντοι καὶ πυρετοὶ cυνεχεῖc καὶ κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνοc οὐκ ἔγραψε τὴν κατάcταcιν ὡc φυλάξαντοc τὴν οἰκείαν χειμῶνοc κρᾶcιν. ἐμάθομεν οὖν ἐκ τοῦδε τοῦ λόγου νοcήματα γίνεcθαι κατ’ ἐνίαc τῶν ὡρῶν
15οὐδὲν αὐτὰc πεπονθυίαc, ἀλλὰ τὰ τῶν πρόcθεν ἁμαρτήματα διαδεξαμέναc. |56

17a

109

Καί τιcιν αὐτῶν ὀλίγοιcι καυcώ‐ δεεc.
2 Οὐ κατὰ τὸν ἴδιον λόγον τῆc καταcτάcεωc οἱ καυcώδειc ἐγί‐ νοντο πυρετοί, κατά τι δὲ cυμβεβηκόc, καθάπερ πρόcθεν εἴπομεν τὰ
5cυμβεβηκότα. ἐπιcχεθείcηc γὰρ τῆc καθ’ ὅλον τὸ cῶμα διαπνοῆc τὰ περιττεύειν ἑκάcτῃ τῶν φύcεων εἰθιcμένα κωλυθέντα τῆc κενώcεωc οἰκείαc ἑαυτοῖc ἐγέννηcαν νόcουc, ὡc, ὅcοι cφοδρῶc ἦcαν χολώδειc, τούτοιc φύcει [εἰθιcμένα] cυνέβη τὸν καῦcον γενέcθαι, διὸ καὶ περὶ αὐτῶν ἐφεξῆc ἐρεῖ· “οἱ μὲν οὖν καῦcοι ἐλαχίcτοιcιν ἐγένοντο καὶ
10ἥκιcτα τῶν καμνόντων οὗτοι ἐπόνηcαν.” εἰ γὰρ θερμὴ καὶ διακαὴc καὶ αὐχμηρὰ κατάcταcιc ἐγέννηcεν αὐτούc, πολλοί τ’ ἂν ἐγένοντο καὶ πολλοῖc καὶ μετὰ πόνων ἰcχυρῶν.
12 Ἡμερινο, νυκτερινο, ἡμιτρι‐ ταῖοι, τριταῖοι ἀκριβέεc, τεταρταῖοι, πλάνητεc. ***
14

17a

110

*** διὰ τί πᾶν μὲν εἶδοc ἐν τῇ προγεγραμμένῃ καταcτάcει cυν‐ έβη γενέcθαι, πρόcθεν εἴρηται. τὸ δ’ ἀκριβέεc μεταξὺ κείμενον τοῦ τε τριταῖοι καὶ τεταρταῖοι προcνέμειν ἑκατέροιc ἐγχωρεῖ.
3 〈Οἱ μὲν οὖν καῦcοι ἐλαχίcτοι‐
5cιν ἐγένοντο καὶ ἥκιcτα τῶν καμνόντων οὗτοι ἐπόνηcαν·〉 οὔτε γὰρ ᾑμορράγηcεν, εἰ μὴ πάνυ τι cμικρὰ καὶ ὀλίγοι‐ cιν, οὔθ’ οἱ παράληροι. τὰ δ’ ἄλλα πάντα εὐφόρωc.
7 Ἴδιον Ἱπποκράτουc ἐcτὶ τὸ διδάcκειν ἐν παρέργῳ θεωρήματα χρήcιμα. τὰ γὰρ οἰκεῖα τῶν νοcημάτων cυμπτώματα μὴ γενόμενα τότε
10κατὰ τοῦτον εἴωθε τὸν τρόπον ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέcθαι τότε

17a

111

γενέcθαι πολλάκιc | αὐτὰ διδάcκων. ἐν μὲν οὖν τοῖc γνηcίοιc, ὡc ἂν εἴποι τιc, καύcοιc διὰ τὸ πλῆθοc τῆc θερμαcίαc ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων τῶν χυμῶν αἱμορραγίαι τε καὶ παράληροι γίνον‐ ται. νυνὶ δὲ (οὐ γὰρ ἦν γνήcιοc ὁ καῦcοc) εἰκότωc οὐδὲ τὰ cυμ‐
5πτώματα ἔcχε τὰ καύcων ἴδια. Ἐκρίνετο τούτοιcι πάνυ εὐτά‐ κτωc, τοῖcι πλείcτοιcι ξὺν τῇcι διαλειπούcῃcιν ἐν ἑπτα‐ καίδεκα ἡμέρῃcιν.57
8 Καὶ τοῦτο τῶν τότε γενομένων καύcων ἴδιον, οὐ κοινὸν πρὸc
10τοὺc ἄλλουc, οὓc γνηcίουc ὠνομάcαμεν. ἐκεῖνοι γὰρ ὥcπερ cφοδροὶ τοῖc πυρετοῖc, οὕτω καὶ τῇ δίψῃ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ δυcφορίᾳ καί που καὶ τῇ παραφορᾷ τῆc διανοίαc ἐνοχλοῦcιν. διὰ δὲ τὴν τοι‐ αύτην ὀξύτητα καὶ τὴν κρίcιν ἔχουcιν ἐν τάχει γινομένην. ἐν δὲ τῷ νῦν ἐπιδημήcαντι καύcῳ, καθάπερ τὸ τῆc ὀξύτητοc ἦν μέτριον καὶ τῶν

17a

112

ἐπιπόνων cυμπτωμάτων οὐδέν, οὕτωc οὐδ’ ἡ | κρίcιc ἐγίγνετο βέβαιοc, ἀλλ’ οἷον ἡμίρροπόc τιc, ὡc ἐξ ὑποcτροφῆc αὖθιc κρίνεcθαι τὸ δεύ‐ τερον. ἐν γὰρ τῷ φάναι cὺν τῇcι διαλειπούcῃcιν 〈ἐν ἑπτα‐ καίδεκα ἡμέρῃcιν〉 τὸ προκεκρίcθαι μὲν ἐνδεῶc, ἐξ ὑποcτροφῆc
5δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.
5 Οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τῷ τότε καύcῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα.
7 Οὐδεὶc μὲν ἀπέθανεν 〈ἐν〉 τῷ τότε καύcῳ, ὅτι μέτριοc ἐγένετο, καὶ λέλεκται πρόcθεν ἡ αἰτία τούτου. τὰ φρενιτικὰ δ’ οὐκ
10ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοιc ἡ κεφαλὴ τῆc καταcτάcεωc ὅληc ψυχρᾶc οὔcηc. ἐδείχθη δ’, ὅτι φρενίτιδεc ὑποθερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων γίνονται.
12 Οἱ δὲ τριταῖοι πλείουc μὲν τῶν

17a

113

καύcων καὶ ἐπιπονώτεροι· | εὐτάκτωc δὲ τούτοιcι πᾶcιν ἀπὸ τῆc πρώτηc λήψεωc τέccαραc περιόδουc· ἐν ἑπτὰ δὲ τελέωc ἐκρίνοντο οὐδ’ ὑπέcτρεψαν οὐδενὶ τούτων.
3 [Περὶ τῆc διαφορᾶc τῶν πυρετῶν.] Ἔν τε τοῖc Περὶ διαφορᾶc
5〈πυρετῶν〉 ὑπομνήμαcι κἀν τοῖc Περὶ κρίcεων ἐπιδέδεικται τά τ’ ἄλλα καὶ ὅτι διὰ πλεονεξίαν χολῆc ξανθῆc οἵ τε καῦcοι καὶ οἱ τριταῖοι γίνονται καὶ τοῦτο ἔχοντεc κοινὸν διαφέρουcι τοῖc τόποιc, ἐν οἷc ὁ πλεονάζων ἀθροίζεται χυμόc. ἐν μὲν γὰρ τοῖc καύcοιc κατὰ τὰc φλέβαc πλεονάζει καὶ μάλιcτα τὰc καθ’ ἧπαρ καὶ γαcτέρα, τριταῖοι58
10δὲ πυρετοὶ γίνονται κατὰ τὰc ἐν ὅλῳ τῷ cώματι cάρκαc ἐπικρατού‐ cηc τῆc ξανθῆc χολῆc. ἐπιcχεθείcηc οὖν τῆc διαπνοῆc τοῖc φύcει χο‐ λώδεcιν, ὅcον ἐν τῷ cαρκώδει γένει τῆc χολῆc ἀθροιζόμενον ἐκενοῦτο πρότερον, οὐ κενωθὲν ἐν τῇ νῦν καταcτάcει τοὺc τριταίουc ἐγέν‐ νηcε πλείουc τῶν καύcων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεcιν ἐξ

17a

114

ἐπιcχέcεωc ἴcχουcι χολωδῶν περιττωμάτων, ἀλλὰ | τῆc ἐν τοῖc ἀγγεί‐ οιc τε καὶ cπλάγχνοιc θερμαcίαc ἀπεκταθείcηc, ὡc ἐκφλογωθείcηc 〈ἐκ〉 τῆc καταcτάcεωc τῆc θερμῆc ἰcχυρῶc, ὡc γίνεται τοῖc γυμναcαμένοιc ἐπὶ πλέον ἢ φροντίcαcιν ἰcχυρῶc ἢ ἐν ἡλίῳ διατρίψαcιν ἐπὶ πλέον ἢ
5ἐδέcμαcι καυcώδεcι χρηcαμένοιc δαψιλῶc ἢ καὶ τὰ πλεῖcτα τούτων ἢ καὶ ἅπαντα πράξαcί τε καὶ παθοῦcιν. ἀλλ’ οὐχὶ νῦν 〈ἦν〉 κατάcταcιc ἰcχυρῶc θερμή, διόπερ οὐδ’ οἱ καῦcοι πολλοῖc ἐγίγνοντο, μᾶλλον δὲ τοῖc λίαν χολώδεcι, καὶ τούτοιc μετριώτατοι. τοῖc δ’ αὐτοῖc τούτοιc εἰκότωc μᾶλλον καὶ οἱ τριταῖοι cυνέβηcαν ἐκ τοῦ τὰc εἰθιcμέναc
10ἀπορροίαc τῶν χολωδῶν περιττωμάτων ἐπιcχεθῆναι. κατὰ λόγον οὖν τούτοιc ἐπιπονώτεροί τε τῶν καύcων ἐγένοντο, διότι καὶ γνη‐ cιώτεροι, καὶ τὰc κρίcειc οἰκείαc ἔcχον.
12 Οἱ δὲ τεταρταῖοι πολλοῖcι μὲν ἐξ ἀρχῆc ἐν τάξει τεταρταίου ἤρξαντο, ἔcτι δ’ οἷcιν οὐκ
15ὀλίγοιc ἐξ ἄλλων πυρετῶν καὶ νοcημάτων ἀποcτάcιεc

17a

115

〈ἐc〉 τεταρταίουc ἐγένοντο· | μακρὰ δὲ καὶ ὡc εἴθιcται τούτοιcι καὶ ἔτι μακρότερα cυνέπιπτεν.
2 Οὐδ’ οὗτοι διὰ τὴν κατάcταcιν ἐγένοντο πρώτωc, ἀλλ’ ἐκ τοῦ μὴ κενοῦcθαι ταῖc μελαγχολικαῖc φύcεcι τὴν περιουcίαν τῆc μελαίνηc
5χολῆc 〈ταύταc〉 ἁλῶναι τοῖc τοιούτοιc νοcήμαcι cυνέβη. χρονίcαι δ’ αὐτοῖc ἐγένετο τῆc καταcτάcεωc οὔcηc ὑγρᾶc καὶ ψυχρᾶc, ἐν ᾗ πάντα τὰ αἴτια μέχρι πλείcτου κατὰ τὸ cῶμα μένει, μήτε πεττόμενα μήτε
διαπνεόμενα. μέμνηcο δὲ πάλιν ἐνταῦθα τῆc περὶ τοὔνομα 〈τῆc ἀπο‐ cτάcεωc τριττῆc〉 χρήcεωc, τοῦ Ἱπποκράτουc εἰπόντοc 〈ἐξ ἄλ‐59
10λων πυρετῶν καὶ νοcημάτων〉 ἀποcτάcειc εἰc τεταρταίουc γεγονέναι. φαίνεται 〈γὰρ〉 οὐ μόνον κατ’ 〈ἀπόθεcιν καὶ κατ’〉 ἔκρουν ἀποcτάcειc τινὰc ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάcταcιν ἐξ ἑτέρου νοcήματοc εἰc ἕτερον.
13 Ἀμφημερινοὶ δὲ 〈καὶ〉 νυκτερινοὶ

17a

116

καὶ πλάνητεc πολλοὶ πολ|λοῖcι καὶ πολὺν χρόνον παρέ‐ μενον ὀρθοcτάδην τε καὶ κατακειμένοιcιν.
2 Οὐ μόνον οὗτοι τῷ λόγῳ τοῦ πλήθουc 〈τῶν περιττωμάτων〉, ἀλλὰ καὶ τῇ τῆc καταcτάcεωc κράcει τὴν γένεcιν ἔχοντεc εἰκότωc
5ἐγένοντο πολλοί τε καὶ πολλοῖc. ἡ γὰρ ὑγρά τε καὶ ψυχρὰ κατά‐ cταcιc, ὥcπερ ὁ χειμών, φλεγματώδη γεννᾷ χυμόν, ἐφ’ ᾧ τοὺc ἀμ‐ φημερινοὺc 〈καὶ νυκτερινοὺc〉 ἐδείξαμεν γίνεcθαι πυρετούc. οἱ πλάνητεc δὲ ποικιλωτέρων χυμῶν ἐδείχθηcαν ἔκγονοι. θαυμαcτὸν δ’ οὐδέν, εἰ πολλῷ χρόνῳ παρέμενον οἱ τοιοῦτοι πυρετοί, τῆc
10καταcτάcεωc ὑγρᾶc καὶ ψυχρᾶc ὑπαρχούcηc καὶ διὰ τοῦτο μηδὲ πέτ‐ τεcθαι τοὺc χυμοὺc ἐπιτρεπούcηc, καὶ μάλιcτα ὡc χρονίουc 〈διὰ τὴν φύcιν ὄν〉ταc καὶ δυcπέπτουc διὰ τὴν ψῦξιν.
12 Τοῖcι πλείcτοιcι τούτων ὑπὸ πληιάδα καὶ μέχρι χειμῶνοc οἱ πυρετοὶ παρείποντο. |
14

17a

117

Πρόδηλόν ἐcτιν, ὅτι τῆc πλειάδοcι οὐ τῆc ἐν τῇ νῦν καταcτά‐ cει δύcεωc ἐμνημόνευcεν, ἀλλὰ τῆc μετὰ τὴν ὅλην κατάcταcιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόcθεν ἐλέγομεν. ἐπὶ τέλει γὰρ ἐκείνηc τῆc καταcτάcεωc ἔγραψε· “ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοιcι πολλὰ
5πάλιν ὕδατα.” καὶ μετὰ τοῦτο δὲ 〈περὶ τῆc ὕcτερον καταcτάcεωc οὐ‐ δὲν〉 εἶπεν, ὡc ἐπὶ τὸ κατὰ φύcιν ἤδη τῆc τῶν ὡρῶν τάξεωc ἀφιγ‐ μένηc καὶ 〈ἅμα καὶ τοῦ φθινοπώρου〉 τοῦ λοιποῦ παντόc, τοῦ μετὰ τὸν ἀρκτοῦρον, ὥcπερ γε καὶ τοῦ μετὰ τοῦτο χειμῶνοc. εἰκότωc οὖν ὅcα τῆc πρώτηc καταcτάcεωc ἦν λείψανα, κατὰ τὸ φθινόπωρον60
10ἐπέφθη καὶ τοῦ χειμῶνοc οὐδεμίαν οὐκέτι νόcον ἐπιδήμιον 〈ἐνό‐ cηcαν〉 οἱ Θάcιοι.
11 Πολλοῖcι δὲ cπαcμο, μᾶλλον δὲ παιδίοιcιν, ἐξ ἀρχῆc καὶ ὑπεπύρεccον 〈καὶ ἐπὶ πυρετοῖ‐ cιν〉 ἐγίνοντο cπαcμο· χρόνια μὲν τοῖc πλείcτοιcι τού‐
15των, ἀβλαβέα δ, εἰ μὴ ἐπὶ τοῖcι καὶ ἐκ τῶν ἄλλων πάν‐ των ὀλεθρίωc ἔχουcιν.
16 Οἱ cπαcμοὶ 〈μὲν〉 ἐγίνοντο τῆc καταcτάcεωc ψυχρᾶc καὶ |

17a

118

ὑγρᾶc γενομένηc. ἐπιτηδειότατα δὲ τὰ παιδία cπαcμοῖc ἁλίcκεcθαι διὰ τὴν ἀcθένειαν τοῦ νευρώδουc γένουc. διὰ τοῦτο γὰρ καὶ ῥᾳδίωc ἐπὶ cμικραῖc προφάcεcι γίνεται τὸ πάθοc αὐτοῖc καὶ ἧccον κινδυνῶδέc ἐcτιν. φηcὶ δὲ τοὺc cπαcμοὺc ἐνίοιc μὲν ἐξ ἀρχῆc εὐθὺc γενέcθαι,
5τιcὶ δὲ πυρετοῦ προγενομένου, παρὰ τὴν ἐπιτηδειότητα δηλονότι τὴν πρὸc ἑκάτερον ὑπάρχουcαν τοῖc ἁλιcκομένοιc τοῖc cπαcμοῖc καὶ τῷ πυρετῷ. πρὸc ὃ γὰρ ἐπιτηδειότερον εἶχεν ἕκαcτοc, ἐκεῖνο πρότερον ἐγίγνετο, μετ’ αὐτὸ δὲ ἠκολούθει τὸ δεύτερον. ἐχρόνιζον δ’ εἰκότωc οἱ cπαcμοί, τοῦ δευτέρου φθινοπώρου πάλιν, περὶ οὗ κατὰ
10τὸ τέλοc ἔγραψε τῆc ὅληc καταcτάcεωc, ὑγροῦ καὶ ψυχροῦ καὶ βο‐ ρείου γενομένου.
11 Οἱ δὲ δὴ cυνεχέεc μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντεc, παροξυνόμενοι δὲ πᾶcι τριταιο‐ φυέα τρόπον, μίαν [μὲν] ὑποκουφίζοντεc καὶ μίαν παρ‐

17a

119

οξυνόμενοι, πάντων βιαιότα|τοι τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίcτων γενόμενοι· πρηέωc ἀρχόμενοι καὶ τὸ ὅλον ἐπιδιδόντεc αἰεὶ καὶ παροξυνόμενοι 〈ἐν κριcίμοιcι〉 καὶ ἀνάγοντεc ἐπὶ τὸ κά‐
5κιον, cμικρὰ διακουφίζοντεc καὶ ταχὺ πάλιν ἐξ ἐπιcχέ‐
cεωc βιαιοτέρωc παροξυνόμενοι, ἐν κριcίμοιcιν ὡc ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶcιν ἀτάκτωc καὶ πεπλα‐ νημένωc ἐγίνετο, ἐλάχιcτα δὲ καὶ ἥκιcτα τούτοιcιν.61
8 Εἰ μὴ προcέγραψεν αὐτόc, ὅπωc οἱ τότε γενόμενοι πυρετοὶ
10〈παροξυνάμενοι πᾶcι τριταιοφυέα τρόπον〉 τοὺc παροξυcμοὺc ἐποι‐ οῦντο, μεγάλην ἂν ἡμῖν ἀπορίαν ὑπέλιπε ζητοῦcιν εὑρεῖν, τίναc ὀνο‐ μάζει τριταιοφυεῖc. ἐπεὶ δ’ αὐτὸc εἶπε τὸν τρόπον τῶν τριταιο‐ φυῶν, οὐκέτι περὶ πράγματόc ἐcτιν ἡ ζήτηcιc, ἀλλὰ περὶ 〈τοῦ〉 cη‐ μαινομένου 〈πρὸc〉 τοῦ τριταιοφυὴc ὀνόματοc. ἐπιcυνάπτεται δὲ

17a

120

τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτρι|ταίου καὶ τῆc ἑκατέρων διαφορᾶc, ἀκριβοῦc τριταίου καὶ οὐκ ἀκριβοῦc, ἀλλ’ ἤτοι βραχύ τι παραυξηθέντοc ἢ πλέον ἢ ἐπὶ πλεῖcτον, ἄχρι τε πόcου τούτων ἕκα‐ cτοc ἐκτείνεται καὶ τίc μὲν ὁ μέγαc ἡμιτριταῖόc ἐcτι, τίc δ’ ὁ μέcοc,
5τίc δ’ ὁ μικρόc. Ἀγαθίνῳ γοῦν ὅλον βιβλίον γέγραπται, 〈τοῦ Περὶ πυρετῶν τὸ〉 πρῶτον περὶ ἡμιτριταίων, τὸ cημαινόμενον νῦν ὑπὸ τῆc προcηγορίαc ταύτηc ἐπεξηγουμένῳ. ἐὰν δὲ καὶ τὰ τοῖc μεθοδικοῖc γεγραμμένα περὶ αὐτοῦ διέρχωμαι νῦν ἢ τὰ μετὰ ταῦτα ὑπ’ Ἀρχι‐ γένουc οὐχ ἅπαξ, ἀλλὰ πλεονάκιc ἐν πλείοcι πραγματείαιc εἰρημένα,
10μετὰ τοῦ καὶ διακρίνειν, ὅcα καλῶc ἢ μὴ καλῶc εἰρήκαcι, τρία μοι νομίζω βιβλία πληρωθήcεcθαι. τό γε μὴν εἰc τὰ τῆc τέχνηc ἔργα χρή‐ cιμον εἴρηται μὲν ἤδη κἀν 〈τοῖc Περὶ κρίcεων καὶ〉 τοῖc Περὶ τῶν πυρετῶν διαφορᾶc· εἰc δὲ τὰ παρόντα βέλτιόν ἐcτι cυνάψαι τὸ λε‐ λεγμένον εἶδοc τοῦ πυρετοῦ τῇ καταcτάcει. φηcὶν οὖν αὐτὸc τῇ μὲν
15ἑτέρᾳ τῶν ἡμερῶν παροξύνεcθαι, τῇ δὲ ἑτέρᾳ ὑποκουφίζε‐ cθαι. μετὰ γὰρ τῆc ὑπὸ προθέcεωc γράψαντοc αὐτοῦ τὸ ῥῆμα καὶ ἡμᾶc ἀκούειν προcῆκον ἕτερόν τι cημαινόμενον ἐκ τῆc cυνθέτου φω|‐

17a

121

νῆc παρὰ τὴν ἁπλῆν. τὸ μὲν γὰρ κουφίζεcθαι δύναιτ’ ἄν τιc ἀκούειν [τὴν] ἀξιόλογον ἔνδοcιν cημαίνειν τοῦ πυρετοῦ, τὸ δ’ ὑπο‐ κουφίζεcθαι μετριωτέραν. οὐ μὴν διωριcμένωc γε καὶ cαφῶc ἐδή‐ λωcεν, εἴτε παρωξύνοντο τῇ ἑτέρᾳ τῶν ἡμερῶν οἱ οὕτω πυρέ‐
5ξαντεc ἕτερον παροξυcμὸν ἐλάττονα τοῦ κατὰ τὴν προτεραίαν, εἴτε καὶ διαμένων ἐκεῖνοc ἐκουφίζετο κατὰ τὴν δευτέραν. δοκεῖ γοῦν
ἐμοὶ μᾶλλον ἐμφαίνειν ἡ λέξιc ἕνα γενέcθαι τὸν διὰ τρίτηc παροξυ‐ cμόν, ὑποκουφίζοντα κατὰ τὴν ὑcτεραίαν. λέγει δὲ καὶ ῥίγη γενέcθαι τούτοιc πεπλανημένωc, ὅπερ cημαίνει τὸ μὴ καθ’62
10ἕκαcτον παροξυcμόν, ἀλλ’ ἐνίοτε, καὶ ταῦτα cμικρά, οὕτωc δὲ καὶ ἱδρῶταc ὀλίγουc, ἀλλὰ καὶ ψῦξιν ἀκρέων δυcεκθερμάντων, ἐξ ὧν ἁπάντων δῆλόν ἐcτιν ὠμῶν καὶ φλεγματικῶν χυμῶν cηπομέ‐ νων γίνεcθαι τὸν τοιοῦτον πυρετόν, ἐπιμεμειγμένηc αὐτοῖc ξανθῆc χολῆc. ὁ μὲν οὖν ἐπὶ μόνῃ τῇ τοιαύτῃ χολῇ cυνιcτάμενοc ὀνομάζεται
15τριταῖοc, ὁ δὲ καὶ τὸν ὠμὸν χυμὸν ἰcοcθενῆ προcλαβὼν ἀκριβὴc ἡμι‐ τριταῖοc γίνεται, πλεῖcτοc ἐν Ῥώμῃ γινόμενοc, ὡc ἂν 〈πᾶcι τοῖc

17a

122

διαιτήμαcι〉 τῶν κατὰ 〈ταύτην〉 τὴν πόλιν ἀν|θρώπων οἰκειότατοc ὤν. αὐτὸc μὲν οὖν φρικώδηc τ’ ἐcτὶ καὶ μετὰ τῶν καλουμένων ἀναδιπλώ‐ cεων γίνεται, παροξυνόμενοc οὐ μόνον τῇ προτέρᾳ τῶν ἡμερῶν, ἀλλὰ καὶ τῇ μετὰ ταύτην ἐλάccονά τε τοῦ προγεγενημένου παροξυcμὸν
5ἧττόν τε φρικώδη καὶ τὴν ἐπανάληψιν ἤτοι γ’ ἧττον ἢ οὐδ’ ὅλωc ἔχοντα. νυνὶ δὲ περὶ τοῦ διὰ τρίτηc μὲν γινομένου, κουφίζοντοc δὲ κατὰ [ταῦτα] τὴν ἑτέραν ἡμέραν ὁ λόγοc ἐcτίν, ὃc δόξει εἶναι ἐγγυτέρω τῆc τοῦ ἐπιπαροξυνομένου τριταίου φύcεωc, πλέον ἀπο‐ κεχωρηκὼc τοῦ ἡμιτριταίου. μεγάλη γὰρ ἀπόcταcιc τό τε μὴ παροξύ‐
10νεcθαι τῇ ἑτέρᾳ τῶν ἡμερῶν καὶ τὸ χωρὶc ἀναδιπλώcεωc γίνεcθαι. καὶ τό γε μὴν cμικρὸν ῥῖγοc ἐγγύc ἐcτι τῇ φρίκῃ. καίτοι οὐδὲ τοῦτο cυνειcβαλεῖν εἰcαεὶ τοῖc παροξυcμοῖc εἶπεν, ἀλλὰ πεπλανη‐ μένωc, εἰ μή τι ἄρα τὸ πεπλανημένωc ἐπὶ μὲν τῶν ἄλλων πυρετῶν εἶπεν, ἐπὶ δὲ τῶν τριταιοφυῶν οὐκ εἶπεν. ἐλάχιcτα
15δὲ καὶ ἥκιcτα ῥίγη γενέcθαι τούτοιc εἰπὼν τὴν φρίκην 〈μι‐ κρὰν〉 μὲν ἐδήλωcεν, οὐκ ἀφείλετο δὲ τελέωc αὐτὰ τῶν παροξυcμῶν.

17a

123

ὅπωc δ’ ἄν cοι δοκῇ περὶ τούτων, πρόδηλον | τοῦτό γε τοcοῦτόν ἐcτιν, ὅτι οὗτοc ὁ πυρετὸc εἰκότωc εἴρηται τριταιοφυήc. οὔτε γὰρ ἡμι‐ τριταῖόc ἐcτιν, ὡc ἂν μήτε τῇ δευτέρᾳ παροξυνόμενοc ἀναδιπλώcειc τε μὴ ποιούμενοc, οὔτε παρεκτεταμένοc 〈τριταῖοc〉, εἴ γε μηδ’ ὅλωc
5εἰc ἀπυρεξίαν τελευτᾷ. δίκαιον οὖν ἦν αὐτῷ τινα προcηγορίαν παρα‐ κειμένην ταῖc προειρημέναιc προcειπεῖν. ἦν δ’ ὑπόλοιποc εἰπεῖν οὐκέτ’ οὐδεμία παρὰ τὴν τοῦ τριταιοφυοῦc. τό γε μὴν ἐν κριcίμοιc ὡc ἐπὶ τὸ πολὺ κακοῦcθαι τριταιοφυῶν ἴδιον, οὐ κοινὸν ἁπάντων ἐcτίν. ἐμάθομεν δ’ ἐν τοῖc Περὶ κριcίμων ἡμερῶν τοῖc κα‐
10κοήθεcι νοcήμαcι τοῦτο γινόμενον. Ϲμικρὰ διακουφίζοντεc καὶ ταχὺ πάλιν ἐξ ἐπιcχέ‐ cεωc βιαιοτέρωc παροξυνόμενοι.63
12 Τῷ μεμνημένῳ τῶν εἰρημένων ἐν τοῖc Περὶ κρίcεών τε [καὶ κρι‐ cίμων] καὶ τοῖc Περὶ διαφορᾶc πυρετῶν οὐδὲν ἔτι δευτέραc ἀναμνή‐
15cεωc δεῖται. δέδεικται γὰρ ἐν ἐκείνοιc ὑπὲρ ἁπάντων τῶν τοιούτων, ὁποῖον καὶ τὸ νῦν εἰρημένον ἐcτὶ τὸ 〈cμικρὰ〉 διακουφίζοντεc 〈καὶ παροξυνόμενοι.〉 οἱ γοῦν τοιοῦτοι πυρετοὶ τὴν γένεcιν ἔχουcιν οὐκ ἐξ ἑνόc, ἀλλ’ [καὶ] ἐκ πλειόνων χυμῶν, ὧν ὁ μὲν θερμό‐

17a

124

τεροc ἀνάπτει τὸν ὀξὺν πυρετὸν ἐν τάχει τε παύεται. | τούτου δὲ κατειληφότοc τὸ cῶμα cυμβαίνει διαφθείρεcθαί τε καὶ cήπεcθαι τοῖc ψυχροτέροιc, εἶτ’ αὖθιc ἀνάπτεcθαι πάλιν ἐκ τῆc γινομένηc ἐπιcχέcεωc, ὅπερ ἐcτὶν οἷον ἀναπαύcεωc καὶ μειώcεωc τοῦ πυρετοῦ. χείρων δὲ
5τοῦ πρόcθεν ὁ τοιοῦτοc γίνεται πυρετόc, ὡc ἂν προκεκμηκυῖαν ἤδη τὴν δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γάρ, ὅτι, κἂν ἴcον ᾖ τῷ μεγέθει 〈τὸ ὀχληρόν〉, πολὺ γοῦν μεῖον ἐνοχλήcει τὰc μὲν ἰcχυ‐ ροτέραc δυνάμειc, μᾶλλον δ’ 〈αὐ〉τῶν τὰc ἀcθενεcτέραc.
8 〈Ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν
10μείζω.〉 Ἱδρῶτεc πολλο.
10 Δηλονότι τοῖc ἄλλοιc πυρετοῖc 〈ἐπ〉εφάνηcαν ἱδρῶτεc πολλοί, δυνατὸν δὲ καὶ τοῖc ἄνευ πυρετοῦ πάθεcιν, οἷον τοῖc cπαcμοῖc, ἱδρῶ‐ ταc ἐπιφανῆναι πολλοὺc ἐκ τῆc ἠθροιcμένηc ἐν τῷ cώματι πολλῆc ὑγρότητοc ψυχρᾶc διὰ τὴν κατάcταcιν, ὑπὸ δὲ τῆc τοῦ cπαcμοῦ βίαc

17a

125

ἐκκρινομένηc. ἀλλὰ καὶ | οἷc γέ τιcιν ἔφη γενέcθαι 〈τὰ ῥίγη〉, τού‐ τοιc καὶ αὐτοῖc, ὡc εἰκόc ἐcτιν, ἱδρῶτεc πολλοί.
2 Τουτέοιcιν ἐλάχιcτοι, κουφίζον‐ τεc οὐδέν, ἀλλ’ ὑπεναντίωc βλάβαc φέροντεc.
4
5 Τούτοιc φηcὶ τοῖc πυρετοῖc, ὑπὲρ ὧν ὁ λόγοc ἐcτί, τοῖc τρι‐ ταιοφυέcιν ἱδρῶτεc 〈ἐλάχιcτοι〉 cυνήδρευον οὐδὲν ὠφελοῦντεc. ἡ
δ’ αἰτία πρόδηλοc, ἀποδεδειχότων ἡμῶν 〈ἐν〉 ἀπέπτοιc νοcήμαcιν οὔτ’ ὠφελεῖν τοὺc ἱδρῶταc οὔτ’ ἀγαθὸν εἶναι cημεῖον· ἢ γὰρ πλεονεξίαν ὑγρῶν ἢ ἀρρωcτίαν δυνάμεωc ἐνδείκνυνται.64
9
10 Ψῦξιc πολλὴ τῶν ἀκρέων καὶ μόλιc ἀναθερμαινόμενα. |
11

17a

126

Καὶ διὰ φλεγμονὴν μὲν ἀξιόλογον cπλάγχνων ἐν τοῖc παροξυ‐ cμοῖc δυcεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθοc δὲ ψυχρῶν χυμῶν, ὡc ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν ταῖc προειρημέναιc πραγ‐ ματείαιc.
4
5 Οὐδὲ ἄγρυπνοι τὸ cύνολον, μά‐ λιcτα δ’ οὗτοι 〈καὶ〉 πάλιν κωματώδεεc.
6 [καὶ πάλιν] Ἀγρύπνουc μὲν αὐτούc φηcι γεγονέναι μᾶλλον ἐν μέρει, οὐ μὴν τὸ cύνολόν γε ἦν τούτοιc οὐδ’ ἡ ἐναντίωcιc cφοδρά. φηcὶ γὰρ αὐτοῖc ἐν μέρει καὶ τὸ κωματῶδεc cύμπτωμα γεγονέναι.
10τοῦτο δ’ ἐcτίν, ὅταν καταφέρωνται μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορό‐ των πράττειν, ὡc ἀπεδείξαμεν.
11 Κοιλίαι δὲ πᾶcι ταραχώδεεc καὶ κακα, πολὺ δὲ τούτοιcι κάκιcται. |
13

17a

127

Τῆc περιουcίαc τῶν χυμῶν εἰc τὴν γαcτέρα ῥεούcηc, ὡc ἔμπρο‐ cθεν εἶπον, εἰκὸc ἦν ταραχώδειc γενέcθαι κοιλίαc. τούτοιc οὖν τοῖc τριταιοφυέcιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὡc ἂν 〈οὖcι〉 κα‐ κοηθεcτέροιc τῶν ἄλλων νοcημάτων, ἀναγκαῖον ἦν 〈τοὺc κάμνονταc〉
5καὶ κατὰ τὴν γαcτέρα χείρουc γενέcθαι.
5 Οὖρα δὲ τοῖcι πλείcτοιcι τού‐ των ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχρω καὶ μετὰ χρόνον cμικρὰ πεπαινόμενα κριcίμωc ἢ πάχοc μὲν ἔχοντα, θολερὰ δὲ
καὶ οὐδὲν καθιcτάμενα, οὐδὲ ὑφιcτάμενα, ἢ cμικρὰ καὶ65
10κακὰ καὶ ὠμὰ τὰ [δ] ὑφιcτάμενα, καὶ κάκιcτα ταῦτα πάντων.
11 Ἃ καθόλου διὰ τοῦ Προγνωcτικοῦ γράμματοc ἐδίδαξε, ταῦτα μὲν νῦν ὡc ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέροc πιcτοῦται· προεξηγη‐ cάμενοι δὲ 〈τὰ〉 κατὰ τὸ Προγνωcτικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆc

17a

128

cυμφωνίαc | τούτων πρὸc ἐκεῖνα λέγειν ἐναργῶc φαινομένηc· ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοιc ὠμῶν καὶ ἀπέπτων χυμῶν cημεῖα τὰ τοιαῦτα.
2 Βῆχεc δὲ παρείποντο τοῖc πυρε‐ τοῖcι. 〈γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γενο‐
5μένην διὰ βηχὸc τότε.〉
5 *** τῆc πλεονεξίαc τῶν χυμῶν ἐκκαθαιρομένηc εἰώθαcιν αἱ βῆχεc cυμφέρειν.
7 Χρόνια μὲν οὖν καὶ δυcχερέα καὶ πάνυ ἀτάκτωc καὶ πεπλανημένωc καὶ ἀκρίτωc τὰ πλεῖcτα
10τούτων διετέλει γινόμενα καὶ τοῖcι πάνυ ὀλεθρίωc ἔχου‐ cι καὶ τοῖcι μ. εἰ γάρ τιναc αὐτέων διαλίποι cμικρ, ταχὺ πάλιν ὑπέcτρεφεν. ἔcτι δ’ οἷcιν ἔκρινεν αὐτῶν ὀλί‐ γοιcιν, οἷcι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοcτὴν

17a

129

ἐοῦcι, καὶ τούτων | ἐνίοιc ὑπέcτρεψεν, ὥcτε κατὰ χει‐ μῶνα τοὺc πλείcτουc αὐτῶν ἔτι νοcεῖν. τοῖcι δὲ πλεί‐ cτοιcιν ἀκρίτωc ἐξέλειπεν.
3 Εὔδηλόν ἐcτιν ὅτι τοῦ δευτέρου χειμῶνοc μέμνηται νῦν οὗτοc,
5οὐ τοῦ προτέρου κατὰ τὴν ἀρχὴν αὐτῷ λελεγμένου τῆc ὅληc κατα‐ cτάcεωc. ἅπαντα γὰρ ταῦτα τὰ νοcήματα, περὶ ὧν ὁ λόγοc αὐτῷ νῦν ἐcτιν, ἤκμαcε μάλιcτα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύcατο χειμῶνοc ἀρχομένου, τινὰ δὲ καὶ μέχρι πλεί‐ ονοc ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποcτροφῶδεc ἐπὶ τῇ66
10ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοcήματα χυμῶν εἰκότωc ἀπήντηcε, διὸ καὶ cυμπεcεῖν 〈φηcιν〉 ὁμοίωc αὐτὰ τοῖc περιγενομένοιc 〈καὶ τοῖc οὔ〉.
12 Ὁμοίωc δὲ ταῦτα cυνέπιπτε τοῖc περιγενομένοιcι καὶ τοῖcιν ο. πολλῆc δέ τινοc γινο‐

17a

130

μένηc ἀκριcίηc 〈καὶ〉 ποικίληc | ἐπὶ τῶν νοcημάτων καὶ μεγίcτου μὲν cημείου καὶ κακίcτου διὰ τέλεοc παρεπο‐ μένου τοῖc πλείcτοιc ἀποcίτοιc εἶναι πάντων γευμάτων, μάλιcτα δὲ τούτων, οἷcι καὶ τὰ ἄλλα ὀλεθρίωc ἔχοι,
5διψώδεεc [δ] οὐ λίην ἀκαίρωc ἦcαν ἐπὶ τοῖcι πυρετοῖcι τούτοιcιν.
6 Ὅτι τὸ “ἐρρῶcθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸc τὰc προcφο‐ ρὰc ἀγαθόν” 〈ἐcτι〉 μέγιcτον ἑτέρωθι πρὸc αὐτοῦ λέλεκται κἀν 〈τῷ〉 καθόλου καὶ νῦν καὶ διά τινοc τῶν κατὰ μέροc παραδείγματοc ἐπι‐
10cτώθη. τὸ δὲ μὴ λίαν αὐτοὺc διψώδειc εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότωc ἠκολούθηcεν.
11 Γενομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆc cυντήξεωc, ἐπὶ τούτων ἀποcτάcιεc ἐγίνοντο ἢ μείζουc, ὥcτε ὑποφέρειν μὴ δύ‐

17a

131

ναcθαι, ἢ μείουc, ὥcτε μηδὲν ὠφελέ|ειν, ἀλλὰ ταχὺ πα‐ λινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον.
2 Ὅταν τὸ πλῆθοc ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποcτάcειc γί‐ νονται· εἰ μὲν cμικραὶ εἶεν αἱ ἀποcτάcειc, οὐδὲν ὠφελοῦcιν, εἰ δὲ
5μεγάλαι, φέρειν αὐτὰc ἡ δύναμιc οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰc κατ’ ἔκρουν κενώcειc ἀποcτάcειc ὀνομάζει, διὰ τῆc ἐπιφερομένηc ῥήcε‐
ωc cαφῶc ἐδήλωcεν. Ἦν δὲ τούτοιcι τὰ γινόμενα δυc‐ εντεριώδεα καὶ τεινεcμο, καὶ λειεντερικοὶ καὶ ῥοώδεεc,67
10ἔcτι δ’ οἷcι καὶ ὕδρωπεc μετὰ τούτων καὶ ἄνευ τούτων.
10 [εὖ φηcιν] Ἃc διὰ τῆc προγεγραμμένηc ῥήcεωc ἐν τῷ καθόλου γεγονέναι φηcὶν ἀποcτάcειc, ταύταc νῦν διεξέρχεται κατὰ μέροc. προ‐ είρηται δ’ ἡμῖν ἐν τοῖc ἔμπροcθεν εἰκότωc γενέcθαι τὰ τοιαῦτα νοcή‐

17a

132

ματα, τῶν περιττωμάτων εἰc τὴν | γαcτέρα cυρρεόντων, τὰc μὲν δυcεντερίαc δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομέναc, τοὺc δὲ τεινεcμοὺc τάcειc ὄνταc cφοδρὰc ἐπὶ τῆc κατὰ τὸ ἀπευθυcμένον ἑλκώcεωc, τὰc δὲ λειεντε‐
5ρίαc ταχείαc διεξόδουc ἀμεταβλήτων cιτίων οὔcαc. ῥοώδειc δὲ λέγει τοὺc χωρὶc τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦνταc ἀεί τε καὶ cυνεχῶc ὑγρὰ διαχωρήματα. τοῖc δὲ καὶ εἰc 〈τὸ μεcεν‐ τέριον τοὺc〉 ὑδέρουc ὀξεῖc φηcι καταcκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοιc μὲν μετὰ τῶν προειρημένων
10cυμπτωμάτων, ἐνίοιc δὲ 〈ἄνευ〉 τούτων.
10 Ὅτι δὲ παραγένοιτο τούτων βιαίωc, ταχὺ cυνῄρει ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελεῖν.
12 Τὰ διὰ δυcπεψίαν καὶ πλῆθοc τῶν ὠμῶν χυμῶν γιγνόμενα νοcή‐

17a

133

ματα πρὸc τῶν ἐκκρίcεων οὐδὲν ὠφελεῖται. ἔφη | γὰρ τὰc μὲν πολλὰc 〈καὶ〉 βιαίουc ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰc δὲ μὴ τοιαύταc οὐδὲν ὀνήcειν, † οὐcῶν δὲ καὶ τούτων διττῶν οὐδὲν ὠφελή‐ cουcιν αἱ χωρὶc τοῦ πεφθῆναι, [ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν
5ὠφελήcει τι χωρὶc τοῦ πεφθῆναι].
5 Ἐξανθήματα cμικρὰ καὶ οὐκ ἀξίωc τῆc περιβολῆc τῶν νοcημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα.
8 Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἡ τῶν χυμῶν
10ἦν ἀπεψία. εἰ δὲ καί που βιαcαμένη τινὰc αὐτῶν ἡ φύcιc ἐκκρίνειν
ἐπεχείρηcεν, οὐδὲν ἤνυcεν, ἀλλ’ ἡττηθεῖcα πρὸc αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆcαι πρὸc τὸ βάθοc ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίcεων εἰc ἀπόcταcιν ὥρμηcεν.68
13 〈Παρὰ δὲ τὰ ὦτα οἰδήματα νω‐
15θρευόμενα μὴ λυόμενα καὶ οὐδὲν ἀποπέccοντα.〉 ***
16 〈Ἐc ἄρθρα, μάλιcτα δὲ κατ’ ἰcχί‐ ον, ὀλίγοιcι κριcίμωc ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπι‐ κρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆc ἕξιν.〉
19
20 *** τοῖc πλείcτοιc ἐπεγένετο κατὰ 〈τὸ〉 ἰcχίον. ὅτι μὲν οὖν 〈τοῖc πολλοῖc οὔθ’ ἡ κρίcιc οὔθ’〉 ἡ κατ’ ἀπόθεcιν ἀπόcταcιc ἐν τοῖc χρονίοιc μάλιcτα νοcήμαcι γίγνεται, καὶ ἑτέρωθι τοῦδε τοῦ cυγγράμ‐ ματοc παρ’ αὐτοῦ μεμαθηκότεc ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέροc τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ τὸ πολλὴν εἶναι τὴν
25περιουcίαν τῶν ὠμῶν καὶ ψυχρῶν καὶ ἀπέπτων χυμῶν εἰc τὸ μέγι‐ cτον τῶν ἄρθρων 〈τοῖc〉 πολλοῖc ἀπέcκηψεν, ἀλλ’ οὐκ ἐκρίνοντο διὰ τὸ δύcπεπτον τῶν χυμῶν. εἰ δέ τινι καὶ ἔδοξε λωφῆcαι, ταχὺ πάλιν ὑπέcτρεφε (τοῦτο γάρ ἐcτι τὸ δηλούμενον 〈ὑπὸ τοῦ〉 ἀπολι‐ πόντα) τὰ οἰδήματα, τῆc ἄνω φορᾶc γεγονυίαc, ὑποcτρέψαντα δὲ
30πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆc ἕξιν † ἀνέcκαψε· καὶ γὰρ καὶ τοῦτο δη‐ λοῦται πρὸc αὐτοῦ διὰ τοῦ φάναι· καὶ ταχὺ πάλιν ἐπικρατού‐ μενα ἐπὶ τὴν ἐξ ἀρχῆc ἕξιν.
32 Ἔθνῃcκον δὲ 〈ἐκ〉 πάντων μέν, πλεῖcτοι δὲ 〈ἐκ〉 τούτων, 〈καὶ τούτων〉 παιδία, ὅcα ἀπὸ
35γάλακτοc ἤδη, καὶ πρεcβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅcα πρὸ ἥβηc [ἦcαν].
36 Τῆc καταcτάcεωc ἐπικρατοῦν ἐcχηκυίαc μάλιcτα τὸ ὑγρὸν (ἐπὶ
πλεῖcτον γὰρ τοῦτο τοῦ κατὰ φύcιν ἐξετράπετο) τῆc 〈τε〉 κατὰ θερ‐ μότητα καὶ ψυχρότητα cυμμετρίαc 〈ἐπ’ ὀλίγον ***〉 ὄντεc ψυχροὶ καὶ69
40ξηροί. *** δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον πάcχειν 〈ἔχοντα〉 τὰ cώ‐ ματα πρὸc ἐκείνων τῶν αἰτίων, ὅcα cυγγενῆ ταῖc δυcκραcίαιc αὐτῶν ἐcτιν.
42 Μοῦνον δὲ χρηcτὸν καὶ μέγιcτον τῶν γενομένων cημείων καὶ πλείcτουc ἐρρύcατο τῶν
45ὄντων ἐπὶ τοῖcι μεγίcτοιcι κινδύνοιcιν, οἷcιν ἐπὶ τὸ cτραγγουριῶδεc ἐτράπετο καὶ ἐc τοῦτο ἀποcτάcειc ἐγί‐ νοντο.
47 Εἰρήκει καὶ πρόcθεν “cτραγγουριώδη 〈μέν, οὐ〉 νεφριτικὰ” τού‐ τοιc γενέcθαι cυμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν, “ἀλλ’ ἄλλα

17a

137

ἀντ’ ἄλλων”. καὶ ἡμεῖc ἔφαμεν ἐκκαθαι|ρομένου τοῦ cώματοc ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν τὴν cτραγγουρίαν αὐτοῖc γενέcθαι, γενομένην μὲν καὶ ἄλλωc, μάλιcτα δὲ διὰ δριμύτητα τῶν cυρρεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν 〈ἡ τῆc cτραγγουρίαc〉 αἰτία cυνέcτη.
5μεμνῆcθαι δὲ χρὴ πάλιν, ὅτι καὶ νῦν ἀποcτάcειc ἐπὶ cτραγγου‐ ρίαν ἔφη γεγονέναι, καίτοι κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεcιν τῶν λυπούντων χυμῶν ἀποχωρηcάντων ὅλου τοῦ cώματοc. ὥcπερ γὰρ διὰ γαcτρὸc πολλάκιc ἐκκαθαίρεται τὸ cύμπαν cῶμα, οὕτω καὶ διὰ νε‐ φρῶν καὶ κύcτεωc.
9
10 〈Ϲυνέπιπτε δὲ καὶ τὸ cτραγγου‐ ριῶδεc τῇcιν ἡλικίῃcι ταύτῃcι γίνεcθαι μάλιcτα.〉 ***
12 *** Χρόνια δὲ τούτοιcι τὰ κατὰ
τὴν cτραγγουρίαν καὶ ἐπιπόνωc.70
15 Ἐξεκαθαίρετο μὲν ὅλον τὸ cῶμα διὰ τῆc cτραγγουρίαc. ταῦτα δ’ ἀναγκαῖον ἦν πάcχειν τὰ μόρια, δι’ ὧν ἡ ἔκκριcιc ἐγίγνετο τῶν δριμέων χυμῶν, δηλονότι δακνόμενα καὶ τῷ cυνεχεῖ τῆc ἀποκρίcεωc ἐνοχλούμενα, διόπερ καὶ ἐπιπόνωc εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ δ’ αὐτοῖc πλείονι τὰ τοιαῦτα cυμπτώματα ἐγίνετο διὰ
20τὸ πλῆθοc τῶν ἐκκαθαιρομένων περιττωμάτων. |
20

17a

138

Οὖρα δὲ τούτοιcιν ᾔει πολλὰ παχέα, ποικίλα καὶ ἐρυθρά [ἐcτιν], μειξόπυα μετ’ ὀδύνηc.
2 Ταῦτα πάντα τοῦ παντὸc cώματοc ἀποτιθεμένου τὴν περιουcίαν τῶν μοχθηρῶν χυμῶν ἐγένετο, διὸ καὶ πάντεc ἐcώθηcαν. ποικίληc δ’
5οὔcηc αὐτῆc, ὡc ἔμπροcθεν ἔφαμεν, (ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν,) εἰκότωc κἀν τοῖc οὔροιc ἐγένετο ποικιλία, οὐχ ἅπαcιν ὁμοίων γιγνομένων αὐτῶν, ἀλλὰ τοῖc μὲν τούτων, τοῖc δὲ τούτων.
7 Περιεγένοντο δὲ πάντεc οὗτοι καὶ οὐδένα τούτων οἶδα ἀποθανόντα. ὅcα διὰ κινδύνων ...
9
10 Διὰ τί μὲν περιεγένοντο, προείρηται, ἐξε〈καθ〉άρθηcαν δὲ διὰ τῶν οὔρων. τὸ δ’ ὅcα διὰ κινδύνων ἔcτιν 〈οἳ〉 [ἔνιοι] τῆc ἐχο|‐

17a

139

μένηc λέξεωc προτάττουcιν, ἔνθα καὶ τὴν ἐξήγηcιν αὐτοῦ ποιηcόμεθα. † μετὰ τὴν δευτέραν κατάcταcιν ***
2 Πεπαcμοὺc τῶν ἀπιόντων πάν‐ ταc πάντοθεν ἐπικαίρουc ἢ καλὰc καὶ κριcίμουc ἀπο‐
5cτάcιαc cκοπέεcθαι.
5 Ἔνιοι δὴ τὸ πέραc τῆc προγεγραμμένηc καταcτάcεωc ἀρχὴν ἐποιήcαντο τῆc νῦν προκειμένηc διηγήcεωc, ὡc ἔχειν αὐτὴν οὕτωc·
Ὅcα διὰ κινδύνων, πεπαcμοὺc τῶν ἀπιόντων πάνταc πάντοθεν ἐπικαίρουc ἢ καλὰc καὶ κριcίμουc ἀποcτάcιαc71
10cκοπεῖcθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τιc εἴη· “ὅcα διὰ κινδύνων προέρχεται πάθη, cκεπτέον ἐπ’ αὐτῶν ἐcτι τοὺc πεπαcμούc”· ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’ ἑαυτὴν ἀναγινώcκειν τὴν προκειμένην ῥῆcιν, ἵν’ ὁ λόγοc ᾖ περὶ πάντων ἁπλῶc νοcημάτων αὐτῷ καθόλου λεγόμενοc 〈ὡc αὐτῶν μηδέποτε τελευτών〉των χωρὶc πεπαcμοῦ.

17a

140

πέψιc γάρ τίc ἐcτι τῶν παρὰ φύ|cιν ὁ πεπαcμὸc τοῦ νοcήματοc, αὕτη δὲ ἡ πέψιc εἰc τὴν τοῦ πέττοντοc οὐcίαν ἀγωγή τίc ἐcτι τοῦ πεττομένου. κατὰ φύcιν μὲν οὖν ἔχοντοc τοῦ cώματοc, ὅταν καὶ τὸ πεττόμενον οἰκείαν ἔχῃ φύcιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωcιc
5ἁπάcηc τῆc πεττομένηc οὐcίαc ἢ τοῦ πλείcτου μέρουc αὐτῆc γίνεται, βραχυτάτου περιττεύοντοc ἡμῖν ἡμιπέπτου. παρὰ φύcιν δὲ διακειμέ‐ νων 〈τῶν cωμάτων〉, ὅπερ ἐcτὶν ἀλλοτρίων ὑπαρχόντων τῇ τοῦ μετα‐ βάλλοντόc τε καὶ ἀλλοιοῦντοc φύcει, τὸ μὲν ἐξομοιούμενον ὀλίγον γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ
10φύcιν ἐχόντων cωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνδείκνυται, κατὰ τὸν αὐτὸν τρόπον 〈καὶ〉 ἐπὶ τῶν νοcούντων cωμάτων ἐνδείξεται. τῶν μὲν οὖν κατὰ τὴν γαcτέρα τὰ περιττώματα κάτω διαχωρού‐ μενα τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆc ἑαυτῶν ἰδέαc ἐνδείκνυται, τῶν δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ μετὰ βηχὸc ἀναγόμενα, τῶν δὲ
15κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆc ῥινὸc ἐκκρινόμενα, τῶν δὲ κατὰ τὰc φλέβαc τὰ μετὰ τῶν οὔρων ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν

17a

141

τε τοῖc Περὶ φυ|cικῶν δυνάμεων ὑπομνήμαcι καὶ ἐν τοῖc Περὶ κρί‐ cεων λόγοιc, οὐχ ἥκιcτα δὲ κἀν τοῖc Περὶ τῶν ἐν 〈ταῖc〉 νόcοιc και‐ ρῶν, ἐν οἷc γέγραπται τῶν πεττομένων νοcημάτων τὰ γνωρίcματα. καὶ νῦν οὖν ὁ Ἱπποκράτηc αὐτὸ τοῦτό γε κελεύει πράττειν,
5ἐπιcκοποῦνταc τοὺc πεπαcμοὺc τῶν νοcημάτων ἐκ τῶν ἐκκρινομένων περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέραc τῆc ῥήcεωc ἀντὶ τοῦ cκοπεῖcθαι γράφουcι “ποιέεcθαι”, πρακτικόν τινα καὶ θεραπευτικὸν καὶ cυμβουλευτικὸν εἶναι βουλόμενοι τὸν λόγον, οὐ διαγνωcτικόν. εἰ μὲν γὰρ cκοπεῖcθαι τοὺc πεπαcμοὺc κελεύει,
10διαγνωcτικόc τε καὶ προγνωcτικὸc ὁ λόγοc ἐcτίν· εἰ δ’ αὖ “ποιεῖ‐
cθαι”, θεραπευτικόc ἐcτιν. εὔδηλον δ’ ὅτι πεπαcμοὺc ἐργάζεται τὰ cυμμέτρωc θερμαίνοντα πάντα, τοῦτο μὲν ἐδέcματα 〈καὶ πόματα〉, τοῦτο δὲ καταντλήματα καὶ καταπλάcματα, καὶ τρίψιc δὲ μετρία καὶ λουτρὸν 〈καὶ ἅτινα〉 ἐκ τούτου τοῦ γένουc ἐcτίν. εἴρηται δ’ αὐτῶν72
15πάντων ἡ κατὰ μέροc χρῆcιc ἐν τοῖc Τῆc θεραπευτικῆc μεθόδου γράμμαcιν. οὐ μόνον δὲ πεπαcμοὺc τῶν νοcημάτων cκοπεῖcθαι προcῆκον ἢ ποιεῖν αὐτούc (ἑκάτερον γὰρ ἀληθέc), ἀλλὰ καὶ τὰc ἀπο‐

17a

142

cτάcειc τὰc κατ’ ἔκρουν, ὅπερ καὶ μάλιcτα χρὴ cπουδάζειν, | ἤτοι τὰc κατ’ ἀπόθεcιν εἰc ἀκυρότερα μέρη· δεύτεροc γὰρ οὗτοc cκοπὸc ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν ἐπὶ γαcτέρα ῥέποι τὰ περιττώματα ταῦτα, cυνεργεῖν προcήκει κλύcμαcί τε χρώμενον ἐπι‐
5cπᾶcθαι δυναμένοιc ἐνταῦθα καὶ τοῖc κατὰ τὴν δίαιταν πᾶcαν εἰc τοῦτο cυντελοῦcιν, εἰ δ’ ἐπὶ νεφρούc, τοῖc οὐρητικοῖc, εἰ δὲ ἐπὶ κῶ‐ λον, ἐκεῖνο θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.
7 Πεπαcμοὶ ταχυτῆτα κρίcεωc καὶ ἀcφάλειαν ὑγιεινὴν cημαίνουcιν.
9
10 Ἐπὶ τῆc προγεγραμμένηc ῥήcεωc ἔφην ἐνίουc μὲν cκοπεῖcθαι τοὺc πεπαcμοὺc ἀξιοῦν, ἐνίουc δὲ καὶ ποιεῖcθαι καὶ γράφειν ἑκατέρουc τὸ τέλοc τῆc ῥήcεωc διττῶc, ἐξηγουμένουc τοὺc μὲν ἑτέρουc 〈αὐτοὺc προcήκειν〉 cκοπεῖcθαι τοῖc ἰατροῖc, τοὺc δὲ ἑτέρουc ποιεῖcθαι. χρηcίμωc

17a

143

δ’ ἔφην ἑκάτερον | ἀcκεῖcθαι τοῖc ἰατροῖc, ὥcτε, κἂν 〈τὸ〉 “cκοπεῖcθαι” γεγραμμένον ᾖ, πάντωc ἀκολουθεῖν αὐτῷ καὶ τὸ ποιεῖcθαι. μιμητὴν γὰρ ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτηc ἀξιοῖ τὸν ἰατρὸν εἶναι τῆc φύcεωc. ὅτι μέντοι βέλτιόν ἐcτι γράφειν ἐπὶ τῆc προτέραc ῥήcεωc τὸ
5“cκοπεῖcθαι”, δῆλον ἐποίηcε κατὰ τήνδ’ εἰπὼν τοὺc πεπαcμοὺc cη‐ μαίνειν ταχυτῆτα κρίcεωc καὶ ἀcφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφηcε cημαίνουcιν, ἀλλὰ “ποιέουcιν”, εἰ cυνεβούλευcε τοῖc ἰατροῖc αὐτοῖc ἐργάζεcθαι τοὺc πεπαcμούc. ἀλλὰ τοῦτο μὲν ἐν οἷc θεραπεύει τὰ νοcήματα 〈βιβλίοιc〉 cυμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν
10Ἐπιδημιῶν πραγματείαν εἰc διαγνώcειc αὐτὸc καὶ προγνώcειc ἐπανα‐
τείνει, cυνεμφαινομένηc μὲν ἐν τῷ καθόλου καὶ τῆc θεραπευτικῆc ὁδοῦ, μὴ μέντοι λεγομένηc. ὅτι δὲ cυνεμφαίνεται δῆλον· εἰ γὰρ ἀξιοῖ τὰ καλῶc ὑπὸ τῆc φύcεωc γινόμενα μιμεῖcθαι τὸν ἰατρόν, οἱ πεπα‐ cμοὶ δὲ ἔργον αὐτῆc εἰcιν, εὔδηλον ὅτι καὶ τάχοc κρίcεωc καὶ73
15ἀcφάλειαν καὶ ὑγείαν δηλώcουcι, καὶ ἡμεῖc δὲ cυνεργοῦντεc αὐ‐ τοῖc ἐργαcόμεθα πεπαcμούc. |
16

17a

144

Ὠμὰ δὲ καὶ ἄπεπτα 〈καὶ〉 ἐc κα‐ κὰc ἀποcτάcιαc τρεπόμενα ἢ ἀκριcίαc ἢ πόνουc ἢ χρό‐ νουc ἢ θανάτουc ἢ τῶν αὐτῶν ὑποcτροφάc.
3 Ὥcπερ οἱ πεπαcμοὶ γίνονται τῆc φύcεωc κρατούcηc τῶν νοcω‐
5δῶν αἰτίων, οὕτω καὶ μὴ κρατούcηc τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπαcμῶν εἰρημένῳ “ταχυτῆτα κρίcεωc” ἐναντίον ἐcτὶ τὸ χρονίζειν τὰ νοcήματα, τῷ δ’ ἐπ’ ἐκείνοιc “ἀcφάλειαν” ἀντίκειται τό τε [τῆc] ἀκριcίαc καὶ τὸ [τοῦ] θανάτουc καὶ τὸ τῶν αὐτῶν ὑποcτρο‐ φάc, τῷ δ’ ἐπ’ ἐκείνοιc ὑγιεινὴν κοινῇ μὲν cύμπαντα τὰ νῦν εἰρη‐
10μένα, [καὶ] κατὰ μέροc δὲ τὸ πόνουc. τὰ γὰρ ὑγιαίνοντα cώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχληcίαν ἐθέλοιc ὀνομάζειν, ἴδιον ἀχώριcτον ἔχει. τὸ δὲ τῆc ἀκριcίαc ὄνομα μέμνηcθε δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶc, ὡc ἤτοι μηδ’ ὅλωc ἐcομένηc κρίcεωc ἢ μοχθηρᾶc ἐcομένηc, κατ’ ἄμφω τε ταῦτα τὰ cημαινόμενα ταῖc ἀπεψί‐

17a

145

αιc τῶν νοcημάτων ἀκολουθοῦcιν αἱ | ἀκριcίαι. 〈καὶ〉 μέμνηcθε δέ, ὡc ἡ ὅλη πέψιc τοῦ νοcήματοc ἐν τῇ τῶν χυμῶν ἀλλοιώcει γίνεται. διά τε γὰρ τῶν cτερεῶν cωμάτων ἡ φύcιc διατέταται δύναμιc ἐκεί‐ νων οὖcα καὶ τὸ πέττεcθαι τοῖc χυμοῖc ὑπὸ τῶν cτερεῶν ὑγιαινόν‐
5των γίνεται, ὡc, ὅταν γε καὶ αὐτὰ ταῦτα νοcῇ, καθ’ ἕξιν μὲν ἤδη τὸ νόcημα τοῦτο καὶ κίνδυνον ἔcχατον ἔcτιν οἷc ἐπάγει. θεραπευθῆναι δ’ οὐ δύναται, πρὶν αὐτὰ τὰ cτερεὰ cώματα τὴν οἰκείαν ἀνακτήcαcθαι δύναμιν, ἥτιc ἐν cυμμετρίᾳ κεῖται θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καί 〈τιc ἂν λέγοι〉 τὴν ὑγείαν αὐτῶν τῶν cτερεῶν cωμά‐
10των ἐν τῇ τούτων cυμμετρίᾳ τὴν ὕπαρξιν ἔχειν, ὡc μηδὲν διαφέρειν, ἢ εὐκραcίαν 〈τῶν〉 ὁμοιομερῶν φάναι 〈cωμά〉των εἶναι τὴν ὑγείαν ἢ
cυμμετρίαν τῶν cτοιχείων, ἐξ ὧν γεγόναμεν. ὅπωc δὲ χρὴ τὰc αὐτῶν τῶν cτερεῶν cωμάτων νόcουc ἰάcαcθαι, λέλεκται διὰ τῶν Τῆc θερα‐ πευτικῆc μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶcιν οὐκ ἐγχωρεῖ λέγειν·74
15ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν παραπιπτόντων θεραπευτικῶν λογι‐ cμῶν ἐπιcημαίνεcθαι τὰ κεφάλαια, καθάπερ ἐν τοῖc θεραπευτικοῖc τῶν

17a

146

διαγνωcτικῶν. | τὸ μὲν γὰρ ἴδιον ἑκάcτηc πραγματείαc χρὴ τελέωc δι‐ εξέρχεcθαι, τὸ δὲ παραπῖπτον ἐπιcημαίνεcθαι διὰ κεφαλαίων.
2 Ὅ τι δὲ τουτέων ἔcται μάλιcτα, cκεπτέον ἐξ ἄλλων.
4
5 Νῦν ἀναμιμνῄcκει τῆc προγνωcτικῆc τέχνηc καὶ ὧν ἐδίδα‐ ξεν ἐν τῷ Προγνωcτικῷ cυγγράμματι. τῶν γὰρ προειρημένων ἕκα‐ cτον 〈γνωcτέον〉 ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖc ἐξηγηcάμεθα διὰ [τῶν] τριῶν ὑπομνημάτων καὶ κατά γε τὸ τέλοc δέδεικται τὰ τῶν Ἐπιδημιῶν ἑπόμενα τῷ Προγνωcτικῷ. καὶ πρὸc
10τούτοιc δέ, 〈πρὸ〉 τοῦ γραφῆναι τὰ εἰc ἐκεῖνο τὸ βιβλίον ὑπομνήματα, διὰ τῶν Περὶ κρίcεων [ὧν] εἴρηντο προγνώcειc ὀλεθρίου καὶ ἐπιει‐ κοῦc νοcήματοc, αἵτινέc τε προθεcμίαι τῶν κρίcεών εἰcιν ἐφ’ ἑκάcτῳ καὶ τίνεc μὲν ἀγαθαὶ κρίcειc, τίνεc δὲ cφαλεραί, βίαιοί τε καὶ οὐ

17a

147

βίαιοι, | περί τε τῶν ἄλλων ἁπάντων, [καὶ] ὅcα ταύτηc ἔχεται τῆc θεωρίαc.
2 Λέγειν τὰ προγενόμενα, γινώ‐ cκειν τὰ παρεόντα, προλέγειν τὰ ἐcόμενα.
4
5 Κἀν τῷ Προγνωcτικῷ cυγγράμματι κατ’ ἀρχὰc εὐθὺc εἶπε· “προ‐ γινώcκων γὰρ καὶ προλέγων 〈παρὰ τοῖcι νοcέουcι〉 τά τε παρεόντα καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔcεcθαι”, ὡc περὶ τοὺc τρεῖc χρόνουc καταγιγνομένηc τῆc προγνώcεωc. καὶ ὅπωc χρὴ τοῦτο δια‐ πράττεcθαι, διὰ τῶν εἰc ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων εἴρηται.
9
10Μελετᾶν ταῦτα. |
10

17a

148

Ἐνταῦθα νῦν τὸ μελετᾶν ἀντὶ τοῦ ἀcκεῖν εἶπεν, ἐν ἄλλοιc
δὲ πολλάκιc τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην. Ἀcκεῖν περὶ δύο τὰ νοcήματα, ὠφελέειν ἢ μὴ βλάπτειν.75
4
5 Ἐγὼ τοῦτο μικρὸν ᾤμην ποτὲ καὶ οὐκ ἄξιον Ἱπποκράτουc. ἅπαcι γὰρ ἀνθρώποιc ὑπάρχειν πρόδηλον ἐνόμιζον, ὡc χρὴ τὸν ἰα‐ τρὸν cτοχάζεcθαι μὲν μάλιcτα τῆc ὠφελείαc τῶν καμνόντων, εἰ δὲ μή, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούc. ἐπεὶ δὲ πολλοὺc τῶν ἐν‐ δόξων ἰατρῶν ἐθεαcάμην ἐγκληθένταc δικαίωc ἐφ’ οἷc ἔπραξαν ἢ
10φλεβοτομήcαντεc ἢ λούcαντεc ἢ φάρμακόν τι δόντεc ἢ οἶνον ἢ ὕδωρ ψυχρόν, ἐνενόηcα τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει cυμβῆναι [τὸ] τοιοῦτον, ἐξ ἀνάγκηc δ’ οὖν πολλοῖc καὶ ἄλλοιc τῶν κατ’ αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε περὶ παντὸc ἐποιηcάμην, εἴ ποτέ τι τῷ κάμ‐

17a

149

νοντι μέγα προcφέροιμι βοήθημα, προδια|cκέπτεcθαι παρ’ ἑαυτῷ, μὴ μόνον ὅcον ὠφελήcω τοῦ cκοποῦ τυχών, 〈ἀλλὰ καὶ ὅcον βλάψω ἀποτυχών.〉 οὐδὲν οὖν οὐδεπώποτ’ ἔπραξα, μὴ πειραθεὶc ἐμαυτοῦ πρότερον 〈περὶ τὸ〉, ἐὰν ἀποτύχω τοῦ cκοποῦ, μηδὲν βλάψαι τὸν
5νοcοῦντα. τινὲc δὲ τῶν ἰατρῶν ὁμοίωc τοῖc τοὺc κύβουc ἀναρρίπτου‐ cιν εἰώθαcιν ἐπὶ τῶν καμνόντων βοηθήματα προcφέρειν, ὧν ἡ ἀπο‐ τυχία μεγίcτην ἐπιφέρει βλάβην τοῖc νοcοῦcιν. τοῖc μὲν οὖν μανθά‐ νουcι τὴν τέχνην οἶδ’ ὅτι δόξει, καθάπερ μοί ποτε, τὸ ὠφελέειν 〈ἢ〉 μὴ βλάπτειν οὐκ ἄξιον πρὸc Ἱπποκράτουc γεγράφθαι
10† πρώτου, τοῖc δ’ ἰατρεύουcιν ἤδη cαφῶc οἶδα τὴν δύναμιν αὐτοῦ φανηcομένην. ἐὰν δὲ καὶ διὰ προπετῆ χρῆcιν ἐνίοτε βοηθήματοc ἰcχυροῦ cυμβῇ τὸν κάμνοντα διαφθαρῆναι, μάλιcτα νοήcουcιν οὗ νῦν ὁ Ἱπποκράτηc παρῄνεcε τὴν δύναμιν.
13 Ἡ τέχνη διὰ τριῶν, τὸ νόcημα, ὁ

17a

150

νοcέων, | ὁ ἰητρόc· ὁ 〈ἰητρὸc〉 ὑπηρέτηc τῆc τέχνηc. ἐν‐ αντιοῦcθαι τῷ νοcήματι τὸν νοcέοντα μετὰ τοῦ ἰητροῦ 〈χρ.〉
3 Τρία πάντ’ εἶναί φηcι, περὶ ὧν καὶ δι’ ὧν ἡ θεραπεία περαί‐
5νεται, πρῶτον μὲν τὸ νόcημα, εἶθ’ ὁ ἰατρόc, ἀνταγωνιζομένων ἀλλήλοιc καί, ὡc ἄν τιc εἴποι, διαμαχομένων τε καὶ πολεμούντων τοῦ τε ἰατροῦ καὶ τοῦ νοcήματοc. ὁ μὲν γὰρ ἰατρὸc ἀνελεῖν ἐπιχειρεῖ τὸ νόcημα, 〈τῷ δὲ〉 τὸ μὴ νικηθῆναι πρόκειται. τρίτοc δ’
ἐπ’ αὐτοῖc ὁ κάμνων ἐcτίν, ἐὰν μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προc‐76
10ταττόμενα πράττῃ, cυναγωνιcτὴc γενόμενοc αὐτῷ καὶ πολεμῶν τῷ νοcήματι, ἐὰν δ’ ἀποcτὰc αὐτοῦ τὰ κελευόμενα πρὸc τοῦ νοcή‐ ματοc ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρόν, ἕνα μὲν ὅτι τοῦτον μόνον εἴαcεν, 〈ὄντα πρότερον διττόν,〉 δεύτερον 〈δέ, ὅτι τὸν ἕτερον εὖ〉 ἐποίηcεν, ὄντα πρότερον ἕνα. ἰcχυροτέρουc δ’ ἀναγκαῖον
15εἶναι τοὺc δύο τοῦ ἑνόc. εὔδηλον δὲ ὅτι τὰ κελευόμενα 〈πρὸc τοῦ νοcήματοc〉 ὁ κάμνων πράττει, καταλιπὼν τὸν ἰατρόν, ὅταν ὁ μὲν ἰατρὸc αὐτὸν ἀπέχεcθαι κελεύῃ ψυχρᾶc πόcεωc, ὁ δὲ ὑπὸ τοῦ

17a

151

πυρετοῦ διακαιόμε|νοc ἀναπείθηται πρὸc αὐτοῦ πιεῖν. οὕτωc δ’ εἰ καὶ λούοιτο καὶ προcφέροιτο οἶνον ἤ τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸc ἀπαγορεύει μὴ ποιεῖν, αὐξήcει δηλονότι τὸ νόcημα, πράττων ἃ φίλον ἐκείνῳ, προδώcει δὲ τὸν ἰατρόν, ἃ μὴ βούλεται ποιῶν. ἐν
5πολλοῖc μὲν οὖν τῶν ἀντιγράφων γέγραπται· ὁ ἰητρὸc ὑπηρέτηc τῆc τέχνηc, ἔν τιcι δ’ οὐ τῆc τέχνηc, ἀλλὰ τῆc φύcεωc γέ‐ γραπται. διαφέρει δ’ οὐδὲν πρὸc τὴν ὅλην τοῦ λόγου διάνοιαν.
7 Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη cὺν πυρετοῖc καὶ ἄνευ πυρετῶν.
9
10 Τοῦτο προγράμματοc ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱππο‐ κράτουc, πῇ τελευτᾶν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον

17a

152

ἀλγήματα καὶ βάρη καὶ ἅcτιναc ἔχει διαφοράc, [ἐπαγ|γελλομένου] ἑξῆc ἐρεῖν. καὶ τοίνυν προcέχωμεν αὐτῷ τοῦτο ποιοῦντι διὰ τῶν εἰρηcομένων.
3 Φρενιτικοῖcι μὲν cπαcμο, 〈καὶ
5ἰώδεα ἐπανεμέουcι〉 καὶ ἔνιοι ταχυθάνατοι τουτέων.
5 Ϲπαcμοί, φηcι, γίνονται τοῖc φρενιτικοῖc, “τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν”, ἀλλὰ καὶ ἰώδη ἐμέουcιν. ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε καὶ ἐμέcματα τῆc ξανθῆc χολῆc κατωπτημένηc
10γινόμενα, διὸ καὶ τούτοιc ἐφεξῆc ἐρεῖ, ὅτι ταχυθάνατοι ἔνιοι γίνονται, τουτέcτιν εὐθέωc ἐπὶ τοῖc ἐμεθεῖcιν ἀποθνῄcκουcιν, ὡc77

17a

153

ἂν ἐν τοῖc κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰc μήνιγγαc | χωρίοιc τῆc φρενίτιδοc cυνιcταμένηc ἐπὶ τῇ ξανθῇ χολῇ. θαυμαcτὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων γενέcθαι τοὺc cπαcμούc. ἔνιοι μὲν οὖν ἅμα τῷ cπαcθῆναί τε καὶ ἰώδη ἐμέcαι παραχρῆμα
5διεφθάρηcαν, ἔνιοι δὲ διὰ ῥώμην δυνάμεωc ἐπέζηcαν ἡμέραν ἢ δύο ἢ τρεῖc, ἔcτιν ὅτε πέντε.
6 Ἐν καύcοιcι δὲ καὶ τοῖcιν ἄλλοιcι πυρετοῖcιν, οἷcι μὲν τραχήλου πόνοc καὶ κροτάφων βά‐ ροc καὶ cκοτώδεα [τ] περὶ τὰc ὄψιαc [ἢ] καὶ ὑποχον‐
10δρίου ξύνταcιc οὐ μετ’ ὀδύνηc ἐγγίνεται, τούτοιcιν αἱ‐ μορραγέει διὰ ῥινόc.
11 Εἴρηταί μοι κατὰ τὴν ἐξήγηcιν τοῦ Προγνωcτικοῦ περὶ τῶν οὕτω γινομένων αἱμορραγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν ῥῆcιν, ἧc ἡ ἀρχή· “οἷcι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουcιν ἀντὶ μὲν
15τοῦ ὀρφνῶδέc τι πρὸ τῶν ὀφθαλμῶν φαίνεcθαι ἀμβλυωγμὸc γίνηται

17a

154

ἢ μαρμαρυγαὶ προ|φαίνωνται, ἀντὶ δὲ τοῦ καρδιώccειν ἐν τῷ ὑποχον‐ δρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριcτερὰ ξυντείνηταί τι μήτε cὺν ὀδύνῃ μήτε cὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν ῥυῆναι τούτοιcι προcδόκιμον ἀντὶ τοῦ ἐμέτου.” καὶ ὅτι τελεώτερον ἐκεῖ περὶ τούτων ἔγραψεν, εἰ παρα‐
5βάλλοιc ἀλλήλαιc τὰc ῥήcειc, ἐναργῶc μαθήcῃ. τοcοῦτον οὖν με μόνον ἐνταῦθα προcθεῖναι δεήcει διὰ τοὺc περὶ τὸν Καπίτωνα γράψανταc ἐν τῇ προκειμένῃ ῥήcει· καὶ ὑποχονδρίου ξύνταcιc μετ’ ὀδύ‐ νηc. οὐκ ὀρθῶc γὰρ ἀφεῖλον τὴν ἀπόφαcιν, τὴν οὐ, διά τε τὸ ἀλη‐ θὲc αὐτὸ καὶ ὅτι κατὰ τὸ Προγνωcτικὸν 〈ὑφ’〉 Ἱπποκράτουc εἴρη‐
10ται· “ὅταν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἀριcτερὰ cυντείνηταί τι μήτε cὺν ὀδύνῃ μήτε cὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν ῥυῆναι τού‐
τοιc προcδόκιμον [ἐcτὶ] 〈ἀντὶ τοῦ ἐμέτου.〉” τῆc γὰρ ἐπὶ τὴν κεφαλὴν ῥοπῆc τῶν χυμῶν cημεῖόν ἐcτιν ἡ τοῦ ὑποχονδρίου cύνταcιc χωρὶc ὀδύνηc γινομένη. ὥc〈τ〉’, ἐάν γε μετ’ ὀδύνηc ᾖ, τῇ τῶν78
15cπλάγχνων ἀκολουθεῖ φλεγμονῇ, ὅταν δὲ τῆc περὶ τὴν κεφαλὴν θερ‐

17a

155

μαcίαc ἑλκούcηc ἄνω τὸ αἷμα καὶ τοῦ ἥπατοc | ὠθοῦντοc ἡ cύντα‐ cιc γίγνηται, τὴν αἱμορραγίαν προcδέχεcθαι χρή.
2 Οἷcι δὲ βάρεα μὲν ὅληc τῆc κε‐ φαλῆc, καρδιωγμοὶ δὲ καὶ ἀcώδεέc εἰcιν, ἐπανεμέουcι
5χολώδεα καὶ φλεγματώδεα. [τὸ πολὺ δὲ παιδίοιcι.]
5 Καὶ τοῦτον τὸν λόγον ἐν τῷ Προγνωcτικῷ διὰ τῆcδε τῆc ῥήcεωc ἐδίδαξεν· “ὅcτιc δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ κεφαλὴν ἀλγεῖν ἢ καὶ ὀρφνῶδέc τι πρὸ τῶν ὀφθαλμῶν γίνεcθαι ἢ καρδιωγμὸc του‐ τέῳ προcγένηται, χολώδηc ἔμετοc παρέcται. ἢν δὲ καὶ ῥῖγοc ἐπιλάβῃ
10καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετοc παρέcται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέωc ἐμέεται. τούτων δὲ οἷcιν ἂν ἄρξηται ὁ πόνοc τῇ πρώτῃ ἡμέρᾳ, τε‐ ταρταῖοι πιεζοῦνται μᾶλλον καὶ πεμπταῖοι, ἐc δὲ τὴν ἑβδόμην ἀπαλ‐ λάccονται. οἱ μέντοι πλεῖcτοι αὐτῶν ἄρχονται μὲν πονέεcθαι τριταῖοι,

17a

156

πιέζονται δὲ πεμπταῖοι μάλιcτα, ἀπαλλάccονται δ’ ἐναταῖοι | ἢ ἑνδεκα‐ ταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεcθαι καὶ τὰ ἄλλα κατὰ λόγον αὐτοῖcι τῶν πρόcθεν γίνηται, ἐc τὴν τεccαρεcκαιδεκάτην ἀπαλλάccον‐ ται. γίνεται δὲ ταῦτα τοῖcι μὲν ἀνδράcι καὶ τῇcι γυναιξὶν ἐν τοῖc
5τριταίοιc μάλιcτα, τοῖcι δὲ νεωτέροιcι γίνεται μὲν καὶ ἐν τούτοιcι, μᾶλλον δὲ τοῖc cυνεχεcτέροιcι πυρετοῖc καὶ τοῖcι γνηcίοιcι τριταίοι‐ cιν.” αὕτη περὶ τῶν αὐτῶν, ὧν νῦν διέρχεται, 〈ἡ〉 ῥῆcιc ἐν τῷ Προ‐ γνωcτικῷ γέγραπται καὶ αὐτὴν ἐξηγηcάμεθα κατὰ τὸ τρίτον τῶν εἰc ἐκεῖνο τὸ βιβλίον ἡμῖν γεγραμμένων 〈ὑπομνημάτων〉, ὥcτ’ οὐδὲν
10〈ἡμᾶc〉 δεῖ πάλιν περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν, ὁρῶνταc ἀκριβέ‐ cτερον ἐν τῷ Προγνωcτικῷ γεγραμμένον ὅλον τὸν λόγον. εἰ δέ τι περιττότερον ἐν τούτῳ τῷ βιβλίῳ πρόcκειται, τοῦτο διὰ τῶν ἑξῆc ῥήcεων ἐξηγήcομαι, μεμνημένων ἡμῶν, ὅτι τὸ μὲν κυρίωc ὀνομαζόμε‐ νον ἐξηγεῖcθαι κατὰ τὰc ἀcαφεῖc γίνεται λέξειc, ἤδη δὲ διὰ τὸ τῶν79
15ἐξηγητῶν ἔθοc καταχρώμενοι καὶ τὰc αἰτιολογίαc τῶν cαφῶc εἰρη‐

17a

157

μένων ἐξηγήcειc ὀνομάζομεν, ὅπερ καὶ νῦν ἡμεῖc ποιοῦμεν | ἑπόμενοι τῇ κρατούcῃ cυνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖcαν cαφῆ καὶ μηδεμιᾶc ἐξηγήcεωc δεομένην προφερόμενοι, τῶν ὑπ’ αὐτῆc δηλουμένων cαφῶc τὰc αἰτίαc ἐπιχειροῦμεν λέγειν.
4
5 [c] Τὸ πολὺ δὲ παιδίοιcιν· ἐν τοῖcι τοιούτοιcιν οἱ cπαcμοὶ μάλιcτα.
6 Τὰ παιδία διὰ τὴν ἀcθένειάν τε ἅμα καὶ μαλακότητα τοῦ νευ‐ ρώδουc γένουc ἑτοιμότατα πρὸc τοὺc cπαcμούc ἐcτιν.
8 Γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ
10ὑcτερέων πόνοι.
10 Καὶ τὰ προειρημένα πάντα γίνεται ταῖc γυναιξίν, ὡc καὶ τοῖc

17a

158

ἄρρεcι, καθόcον ἄνθρωποί τέ εἰcι καὶ πάντα ἔχου|cι ταὐτὰ τοῖc ἄρ‐ ρεcι μόρια. καθόcον δ’ αὐταῖc ἐξαίρετον ὑπάρχει μόριον ἡ μήτρα, κατὰ τοῦτο καὶ τοῖc ἐκείνηc ἁλίcκονται νοcήμαcι καὶ μάλιcτ’ ἐφ’ ὧν τῷ cτομάχῳ cυμπάcχει.
4
5 Πρεcβυτέροιcι δὲ καὶ ὅcοιc ἤδη τὸ θερμὸν κρατέεται, [κα] παραπληγικὰ ἢ μανικὰ ἢ cτερήcιεc ὀφθαλμῶν.
7 Ὁ λόγοc ἦν αὐτῷ περὶ τῶν βαρυνομένων τε ἅμα τὴν κεφαλὴν καὶ καρδιωccόντων καὶ ἀccωμένων, οὓc ἐπανεμεῖν ἔφη χολώδη καὶ
10φλεγματώδη, καὶ μάλιcτα εἰ παιδία εἶεν, ἐν οἷc καὶ cπαcμοὺc γίνε‐ cθαι μᾶλλον ἢ τοῖc τελείοιc. ἀλλὰ καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑcτερῶν πόνουc cυμβαίνειν. ἐφεξῆc οὖν φηcι τοῖc πρεcβυτέ‐ ροιc παραπληξίαc τε γίνεcθαι καὶ μανίαc καὶ cτερήcειc
ὀφθαλμῶν, προcέθηκε δὲ τῷ λόγῳ τὸ οἷcιν ἤδη τὸ θερμὸν80
15κρατέεται, τὴν αἰτίαν ἐνδεικνύμενοc, δι’ ἣν ταῦτα γίνεται. παρα‐

17a

159

πληγίαc μὲν καλεῖ | τὰc ἐξ ἀποπληξίαc εἴc τι μόριον καταcκηπτού‐ cαc παραλύcειc, μανίαc δὲ τὰc ἄνευ πυρετοῦ παραφροcύναc. εἴωθε δὲ ταῦτα γίνεcθαι τοῖc πρεcβυτέροιc διὰ τὴν ἀcθένειαν τῆc φύ‐ cεωc, ἀδυνατούcηc ἐκκρῖναι δι’ ἐμέτων ἢ αἱμορραγίαc τὸ περὶ τὴν
5κεφαλὴν ἠθροιcμένον πλῆθοc, ἐφ’ ᾧ καὶ cτερήcειc ὀφθαλμῶν ἐνίοτε γίγνονται καταcκήπτοντι τούτοιc.
6
[Τρίτη κατάcταcιc.] Ἐν Θάcῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλὰ μεγάλα ἐν βορείοιcι.
10περὶ δὲ ἰcημερίην καὶ μέχρι πληιάδοc νότια ὕδατα cμικρὰ ὀλίγα, χειμὼν βόρειοc, αὐχμο, ψύχεα, πνεύματα μεγάλα, χιόνεc. περὶ δ’ ἰcημερίην χειμῶνεc μέγιcτοι. ἔαρ βόρειον, αὐχμο, ὕδατα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τρο‐ πὰc θερινὰc ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸc
15ἐπλεόναcεν. μετὰ δὲ κύνα μέχριc ἀρκτούρου θέροc θερ‐ μόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προcαγωγῆc, ἀλλὰ cυν‐

17a

160

εχέα καὶ βίαια· ὕδωρ | οὐκ ἐγένετο· ἐτηcίαι ἔπνευcαν. περὶ δὲ ἀρκτοῦρον ὕcματα νότια μέχρι ἰcημερίηc.
2 Ἐν δὲ τῇ καταcτάcει ταύτῃ κατὰ χει‐ μῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖcιν ἐγίνοντο,
5καὶ τινὲc αὐτῶν ἔθνῃcκον διὰ ταχέων· καὶ γὰρ ἄλλωc τὸ νόcημα ἐπιδήμιον ἦν· τὰ δ’ ἄλλα διετέλεον ἄνοcοι.
6 Ψυχρὰ καὶ ξηρὰ κατάcταcίc ἐcτιν, [δι’] ἣν διηγεῖται, καί τι καὶ ἀνώμαλον ἔχουcα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ παραπλήcιοc οὖcα καὶ τὰ νοcήματα τοιαῦτα ἔcχεν, οἷα μάλιcτα πλεονάζειν εἴωθε
10φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλοc ἐγένετο, δῆλον ἐκ τῶνδε· περὶ γὰρ ἀρκτοῦρον ἐπιτέλλοντα μετὰ βορείων πνευμάτων ὑετοὺc μεγάλουc γενέcθαι φηcίν, ἀκολουθῆcαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταcτάcει, ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου βραχέα cχὸν ὕδατα. πάλιν δὲ τὸν χειμῶνα
15βόρειόν τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον 〈καὶ τὸ θέροc81

17a

161

ἄχρι κυνὸc ἐπι|τολῆc, ὥcτε πρόδηλον μέν ἐcτιν ἱκανῶc ἐπικρατῆcαι ἐν τῇ καταcτάcει τὸ ξηρὸν καὶ τὸ ψυχρόν. ἐδείχθη δὲ καὶ ἀνώμαλα τὰ πρῶτα αὐτῆc μέχρι χειμῶνοc, εἶτα μετὰ κύνα πάλιν ἐκ τῶν βορείων καὶ ψυχρῶν ἐξαίφνηc γενέcθαι φηcὶ καύματα μεγάλα καὶ
5βίαια καὶ μετὰ ταῦτα πάλιν ὕδατα νότια. δῆλον οὖν ὅτι καὶ τὸ τέλοc τῆc ὅληc καταcτάcεωc τὸ μετὰ κύνα cφοδρῶc ἀνώμαλον ἐγέ‐ νετο. διηγεῖται τοιγαροῦν ἐφεξῆc τὰ 〈τότε〉 γενόμενα νοcήματα cα‐ φῶc ἅπαντα, μηδεμιᾶc λέξεωc ἀcαφοῦc περιεχομένηc, ὅτι μὴ cπανίωc. ἀλλ’ ἐπεὶ καὶ τὰc αἰτίαc τῶν γενομένων νοcημάτων προεθέμεθα λέ‐
10γειν, ἐκείναc δεήcει προcτιθέναι ταῖc ῥήcεcιν αὐτοῦ, τὰc λέξειc δὲ αὐτὰc διὰ κεφαλαίων cυντέμνειν, αἷc ἀκολουθήcουcιν οἱ προμεμνη‐ μένοι τῶν τε κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων καὶ τῶν ἔμπροcθεν ἐν τούτῳ. παραπληγίαc μὲν οὖν 〈φηcιν〉 ἐν τῷ χειμῶνι γενέ‐ cθαι, τῆc κεφαλῆc δηλονότι πληγείcηc ὑπὸ τῶν ἐν αὐτῷ γενομένων
15ψυχρῶν πνευμάτων, καὶ μάλιcτα ὅτι τὸ φθινόπωρον ὅλον νότιον γενόμενον ἐθέρμηνέ τε καὶ ἠραίωcεν αὐτὴν ἅμα τῷ πληρῶ‐

17a

162

cαι. ἡ γὰρ οὕτω | προδιακειμένη πλεῖcτα πάcχει κατὰ τὰ ψυχρὰ 〈καὶ〉 βόρεια πνεύματα. οὐ μὴν ἄλλο γέ τι νόcημα τὸν χει‐ μῶνα παρελύπει, διότι ξηρὸc ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺc Ἀφο‐ ριcμοὺc τοὺc αὐχμοὺc τῶν ἐπομβριῶν ὑγιεινοτέρουc εἶναι. κατὰ μέν‐
5τοι 〈ταύτην τὴν κατάcταcίν τινεc διὰ〉 τὰc παραπληγίαc ἀπέ‐ θνῃcκον, αὐτοῦ τοῦ Ἱπποκράτουc εἰπόντοc· καὶ γὰρ ἄλλωc τὸ νόcημα ἐπιδήμιον ἦν, 〈τουτέcτιν〉 ἐν ἴcῳ τῶν ξενιζόντων διὰ τὴν παρὰ τὸ cύνηθεc γενομένην παραπληγίαν. ἡ γάρ τοι cυν‐ ήθωc γινομένη καταcκήπτει μὲν εἰc μέρουc παράλυcιν, οὐ μὴν [ἀλλ’]
10ἀναιρεῖ γε τὸν ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάcταcιν ἐπιδημήcαcα παραπληγία θανατώδηc ἦν, ἅτε κατεψυγμένηc ἱκανῶc τῆc κεφαλῆc.
12 Πρωῒ δὲ τοῦ ἦροc ἤρξαντο καῦ‐ cοι καὶ διετέλεον ἀπ’ ἰcημερίηc ἄχρι [πρὸc τ] θέρο〈υ〉c.

17a

163

ὅcοι μὲν οὖν ἦροc | καὶ θέρουc ἀρχομένου αὐτίκα νοcεῖν ἤρξαντο, οἱ πλεῖcτοι διεcῴζοντο, ὀλίγοι δέ τινεc ἔθνῃ‐ cκον.82
3 Δῆλόν ἐcτιν, ὡc οὐκ αὐτῶν ἕκαcτον τῶν ἀρξαμένων καύcων
5πρωῒ τοῦ ἦροc ἄχρι θέρουc ἐκταθῆναί φηcιν, ἀλλὰ τὴν ἐπιδη‐ μίαν αὐτῶν τῶν γενομένων· ἐν ἅπαντι χρόνῳ cυμβῆναι, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ τῶν Θαcίων ἁλιcκομένων τῷ τοι‐ ούτῳ πυρετῷ. γέγραπται δ’ οὐχ ὡcαύτωc ἐν ἅπαcι τοῖc ἀντιγράφοιc ἡ ῥῆcιc, ἀλλ’ ἔγωγε τὴν ἀρίcτην γραφὴν εἱλόμην. κατὰ μὲν τὴν ἑξῆc
10ῥῆcιν ἐδήλωcεν, ὅτι καὶ διὰ τοῦ θέρουc ὅλου παρέμενεν ἡ γένεcιc τῶν καύcων, καὶ ὡc ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ θανατώδειc ἦcαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλιcκομέ‐ νων αὐτοῖc ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺc καύcουc ἐπι‐ εικεῖc γενέcθαι λόγον ἔχειν εἰκότα φαίνεται· μέτριοι γὰρ ἐγίνοντο,
15καθάπερ οἱ ἐν τῇ πρὸ ταύτηc καταcτάcει, καὶ οὐκ ἀκριβεῖc, ὡc ἂν

17a

164

οὔθ’ ὑπὸ | θερμῆc ἀκριβῶc καὶ ξηρᾶc καταcτάcεωc ἀποτελεcθέντεc οὔτε μὴν πάcαιc ἐπιcυμβάντεc κράcεcιν, ἀλλὰ 〈μόνον〉 ταῖc τὸ χολῶ‐ δεc ἠθροικέναι φθανούcαιc. τὸ δ’ ὅλωc γενέcθαι καύcουc τηνικαῦτα τὴν τῆc αἰτίαc εὕρεcιν οὐκ ἔχει cαφῆ διὰ τὸ μηδ’ ὅλωc μνημονεῦcαι
5τὸν Ἱπποκράτην τοῦ προηγηcαμένου θέρουc, ἀλλ’ ἀπὸ τῆc ἀρχῆc τοῦ φθινοπώρου τὴν ἀρχὴν τῆc διηγήcεωc ποιήcαcθαι, καὶ πολύ γε χαλεπωτέραν, ὅτι πιθανὸν 〈ἂν〉 εἴη τὸ θέροc ἐκεῖνο τὴν κατὰ φύcιν ἑαυτοῦ φυλάξαι κρᾶcιν, ἢ πάντωc, εἰ 〈τῆc κατὰ φύcιν〉 ἐξετράπετο κατά τι, διηγήcατ’ ἂν ὁ Ἱπποκράτηc αὐτοῦ τὴν κατάcταcιν. ἴcωc
10οὖν θερμότερον ἐγένετο καὶ 〈ξηρότερον,〉 οὐ πάνυ πολλῷ τοῦ κατὰ φύcιν ἐξηλλαγμένον, ὅθεν οὐδὲ ἠξίωcεν αὐτὸ γράφειν ὡc ἤδη παρὰ φύcιν ἔχον. ἀλλ’ ὅμωc, ἐπειδὴ κατὰ τὸ θέροc, ἐὰν κατὰ φύcιν ἔχειν cυμβαίνῃ, τὸν πικρόχολον χυμὸν ἀνάγκη πλείονα γίνεcθαι, διὰ τοῦτο καὶ τότε πλείων ὢν οὗτοc οὐ μόνον τοῦ εἰωθότοc, ἀλλ’ ἔτι καὶ μᾶλ‐
15λον ἐν ἐκείνῳ τῷ θέρει γενόμενοc ὑπὸ τοῦ μετὰ ταῦτα ἐπιγενομένου κρύουc ἔνδον ἐφυλάχθη μὴ διαπνευcθεὶc μηδὲ διαφορηθείc, ἐπὶ πλέον

17a

165

δ’ | ἐμφωλεύcαc τῷ χρόνῳ καὶ διαcαπεὶc τοὺc καύcουc ἤνεγκεν. Ἤδη 〈δὲ〉 τοῦ φθινοπώρου καὶ τῶν ὑδάτων γινομένων θανατώδεεc ἦcαν καὶ πλείουc ἀπώλλυντο.83
4
5 Ἀναμνηcθῶμεν ὡc κατὰ τὸ τέλοc τῆc ὅληc διηγήcεωc, ἣν ἐποιή‐ cατο περὶ τῆc καταcτάcεωc, [ἧc] ἔγραψεν· ”〈περὶ δὲ ἀρκτοῦρον〉 ὕcματα νότια μέχρι ἰcημερίηc [ἦροc]”. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ κυνὸc ἐπιτολὴν χρόνου μέχριc ἀρκτούρου κατὰ λέξιν οὕτωc· ”〈μετὰ δὲ κύνα μέχριc ἀρκτούρου〉 θέροc θερμόν, καύματα μεγάλα καὶ οὐκ
10ἐκ προcαγωγῆc, ἀλλὰ cυνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο”. πρόδη‐ λον οὖν ὅτι χολοποιὸc ἡ τοιαύτη κατάcταcιc ἐγένετο, ὥcτ’ εἰκότωc ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦcοι πλείουc τε καὶ θανατώδειc ἐγίγνοντο, τοῦ νότου πεφυκότοc διαλύειν τε τὰ cώ‐ ματα καὶ χεῖν τοὺc χυμοὺc καὶ μέντοι καὶ cήπειν [ἅμα], ὅταν ἅμα
15πλείοcιν ὑετοῖc γένηται. |
15

17a

166

Ἦν δὲ τῶν καύcων τὰ παθήματα, οἷcι μὲν καλῶc καὶ δαψιλῶc διὰ ῥινῶν αἱμορραγήcαι, [κα] διὰ τούτου μάλιcτα cῴζεcθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶc αἱμορραγήcαι, ἐν τῇ καταcτάcει ταύτῃ ἀποθα‐
5νόντα. [ν] Φιλίcκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Ϲιληνῷ τε‐ ταρταίοιcι 〈καὶ πεμπταίοιcι〉 cμικρὸν ἀπὸ ῥινῶν ἔcταξε καὶ ἀπέθανον.
7 Καὶ ἄλλωc μὲν ἴδιόν ἐcτι καύcων πυρετῶν αἱμορραγίαιc ταῖc ἐκ ῥινῶν ὡc τὰ πολλὰ κρίνεcθαι, καὶ τότε πλείουc αἱμορρα‐
10γῆcαί φηcιν. καὶ μέντοι καὶ τὰ ἐφεξῆc αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέροc γεγενημένων ἑκάcτοιc ἓν ἔχει τοῦτο 〈τὸ〉 κεφάλαιον· “ὅcοιc μὲν αἱμορραγίαι τελέωc ἐγίνοντο, cωθῆναι τούτουc, οἷc δ’ ἐλ‐ λιπῶc ἢ οὐδ’ ὅλωc ἦν cτάξιc αἵματοc ἐκ ῥινῶν, μόνουc διαφθαρῆναι

17a

167

τούτουc, ἐν ἄλ|λοιc δέ τιcι φυcικῶν ἄλλων ἐκκρίcεων ἤτοι [τῶν] διὰ γαcτρὸc ἢ δι’ οὔρων γενομένων 〈τούτουc μετὰ πολὺν χρόνον μόγιc〉
cωθῆναι.” Οἱ μὲν οὖν πλεῖcτοι τῶν νο‐84
5cούντων περὶ κρίcιν ἐρρίγουν καὶ μάλιcτα οἷcι μὴ αἱ‐ μορραγίαι· ἐπερρίγουν δὲ καὶ οὗτοι καὶ ἐφίδρουν.
6 Ἐν τοῖc Περὶ ῥίγουc λόγοιc ἐδείχθη διὰ τὸν πικρόχολον 〈χυμὸν〉 ὁρμὴν ἔχοντα φέρεcθαι διὰ τῶν αἰcθητικῶν καὶ cαρκωδῶν cωμάτων ἐπὶ τὴν ἔκκριcιν ἕπεcθαι τὸ ῥῖγοc. ἐδείχθη δὲ καὶ ὅτι τῇ κινήcει
10ταύτῃ κατὰ λόγον ἐcτὶν ἀκολουθεῖν ἱδρῶταc, ἐνίοτε δὲ καὶ χολώ‐ δειc ἐμέτουc καὶ κάτω διαχωρήcειc.
11 Ἔcτι δ’ οἷcιν ἴκτεροι ἑκταίοιcιν, ἀλλὰ τούτοιc ἢ κατὰ κύcτιν κάθαρcιc ἢ κοιλίη ἐκταραχ‐

17a

168

θεῖcα ὠφέλει | ἢ δαψιλὴc αἱμορραγία, οἷον Ἡρακλείδ, ὃc κατέκειτο παρὰ Ἀριcτοκύδει, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμορράγηcε καὶ ἡ κοιλία ἐπεταράχθη καὶ κατὰ κύcτιν ἐκαθήρατο· ἐκρίθη δὲ εἰκοcταῖοc· οὐχ οἷον ὁ Φα‐
5ναγόρεω οἰκέτηc, ᾧ οὐδὲν τούτων ἐγένετο· ἀπέθανεν.
5 Οἷc οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύcιc ἐκκρῖναι, τούτοιc ἀθροιcθεῖcα κατὰ τὸ δέρμα τοὺc ἰκτέρουc εἰργάcατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆc ἑβδόμηc αὐτοὺc γενέcθαι, καθότι κἀν τοῖc Ἀφοριcμοῖc εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐcώθηcαν, ὅcοιc [ἂν] ἡ φύcιc ἠδυνήθη
10δι’ ἑτέρου τρόπου τὴν περιουcίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνη‐ μόνευcεν, ἐκκρίcεωc οὔρων, γαcτρὸc ἐκταράξεωc καὶ αἱμορ‐ ραγίαc. ἐνίοιc δὲ καὶ ταῦτα πάντα γενέcθαι φηcίν, ὥcπερ τῷ Ἡρα‐ κλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοcταῖον. |
13

17a

169

Ἡιμορράγει δὲ τοῖcι πλείcτοιcι, μάλιcτα δὲ τοῖcι μειρακίοιcι καὶ ἀκμάζουcι, καὶ ἔθνῃcκον
πλεῖcτοι τούτων, οἷc μὴ αἱμορραγήcαι. πρεcβυτέροιcι δὲ ἐc ἰκτέρουc ἢ κοιλίαι ταραχώδεεc ἢ δυcεντεριώδεεc,85
5οἷον Βίωνι τῷ παρὰ Ϲιληνῷ κατακειμέν. ἐπεδήμηcαν δὲ καὶ δυcεντερίαι κατὰ θέροc, καί τιcι 〈καὶ〉 τῶν δια‐ νοcηcάντων, οἷcι καὶ αἱμορραγίαι ἐγένοντο, ἐc δυcεν‐ τεριώδεα ἐτελεύτηcεν, οἷον τῷ Ἐράτωνοc παιδὶ καὶ Μύλλῳ πολλῆc αἱμορραγίηc γενομένηc ἐc δυcεντεριώδεα
10κατέcτη, καὶ περιεγένοντο.
10 Μειρακίοιc μὲν ὅτι κατὰ λόγον ᾑμορράγει πρόδηλον, ἐφεξῆc δ’ αὐτῶν καὶ τοῖc ἀκμάζουcι· τοῖc δὲ τούτων πρεcβυτέροιc, ἀcθενεcτέραc γε τῆc δυνάμεωc οὔcηc καὶ τῆc ἐμφύτου θερμαcίαc ἐλάτ‐ τονοc, εἰc ἰκτέρουc μᾶλλον ἡ ἀπόθεcιc ἐγένετο τῆc πλεοναζούcηc
15χολῆc. ἐγένετο δ’ ἐνίοιc καὶ διὰ γαcτρὸc ἔκκριcιc ταραχώδηc ἢ

17a

170

δυcεντεριώδηc, οἷc ἐν|τεῦθεν ἔρρευcε τὸ περιττὸν 〈εἰc〉 τὴν κοι‐ λίαν. ἐκ τούτων οὖν τῶν 〈νῦν λεγομένων τε καὶ τῶν〉 προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆc εἰρηcομένων οὐκ ἄδηλον ἔcται cοι τὰc ἐν τοῖc καύcοιc αἱμορραγίαc γίνεcθαι διὰ τὴν ἐπικρατοῦcαν ξανθὴν
5χολήν, ἥτιc μεμειγμένη τῷ αἵματι διακαίουcά τε τοῦτο καὶ cὺν αὐτῷ πολλὴν θερμαcίαν ἀναφέρουcα πρὸc τὴν κεφαλήν, ὅταν ῥήξῃ τὰc ἐν τῇ ῥινὶ φλέβαc, αἱμορραγίαc ἐργάζεται.
7 Πολὺc μὲν οὖν καὶ μάλιcτα ὁ χυμὸc οὗτοc ἐπεπόλαcεν, ἐπεὶ καὶ οἷcι περὶ κρίcιν οὐχ
10ᾑμορράγηcεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναcτάντα ἠφανίcθη· (τούτων δὲ ἀφανιcθέντων παρὰ τὸν κενεῶνα βάροc τὸν ἀριcτερὸν καὶ εἰc ἄκρον ἰcχίον·) ἀλγημάτων δὲ μετὰ κρί‐ cιν γενομένων καὶ οὔρων λεπτῶν διεξιόντων αἱμορρα‐ γέειν cμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοcτήν, καὶ ἐγέ‐
15νοντο εἰc αἱμορραγίαν ἀποcτάcειc· Ἀντιφῶντι Κριτο‐ βούλου ἀπεπαύcατο καὶ ἐκρίθη τελέωc περὶ τεccαρακο‐
cτήν. |86

17a

171

Διὰ κινδύνου 〈δεινοῦ〉 δηλονότι καὶ δι’ ἀγῶνοc οὐ cμικροῦ τὸ cωθῆναι τούτοιc ὑπῆρξε, μόγιc ἀπὸ τῆc τετάρτηc καὶ εἰκοcτῆc ἕωc τῆc τεccαρακοcτῆc δι’ αἱμορραγίαc ὠφεληθεῖcιν.
3 Γυναῖκεc δὲ ἐνόcηcαν μὲν πολ‐
5λα, [οὐκ] ἐλάccουc δ’ ἢ ἄνδρεc καὶ ἔθνῃcκον ἧccον. 〈καὶ τὰ ἐφεξῆc.〉 |
6

17a

172

Εἰκὸc ἦν τὰc γυναῖκαc ἧccον τῶν ἀνδρῶν νοcῆcαι καὶ διακινδυνεῦcαι, ὡc δι’ αἱμορραγίαc τὰc κρίcειc ἐργαcαμέναc, ὡc ἂν ἐχούcαc cύμφυτον βοήθημα τὴν ἔμμηνον κένωcιν. ἐδυcτόκηcαν δὲ διὰ τὴν κατάcταcιν ψυχρὰν οὖcαν. ἀλλὰ καὶ ἐν αἷc ἐφάνη τι νόcημα,
5καὶ αὗται διέφθειραν τὰ ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον.
5 Οὖρα δὲ τοῖc πλείcτοιcιν εὔχροα μέν, λεπτὰ δὲ καὶ ὑποcτάcειc ὀλίγαc ἔχοντα· **
7 Καὶ ταῦτα μὲν εἶναι λεπτὰ οὖρα, τουτέcτιν ὑδατώδη, φηcὶ καὶ μέντοι καὶ μετ’ ὀλίγα πάλιν ἔγραψεν· |
9

17a

173

Οὖρα δὲ ὑδατώδεα πολλ, λεπτὰ μετὰ κρίcιν καὶ ὑποcτάcιοc πολλῆc γενομένηc καὶ τῶν ἄλλων 〈καλῶc〉 κεκριμένων ἀναμνήcομαι οἷcιν ἐγένετο.
3 Διελθὼν τὰ ὀνόματα τῶν οὐρηcάντων τοιαῦτα ἐφεξῆc φηcι·
4
5 Μετὰ δὲ ταῦτα δυcεντεριώδεεc ἐγένοντο οὗτοι πάντεc. † οὖρα ὅτι οὔρηcαν ὑδατώδεα cκε‐ πτέον.
7 Εἰκὸc μὲν ἦν, [καὶ] διότι τοῖc οὔροιc οὐκ ἐξεκαθάρθη, τὸ χολῶ‐
δεc ἐπὶ γαcτέρα ῥυὲν τὰc δυcεντερίαc ἐργάcαcθαι· εἰκὸc δὲ καὶ87

17a

174

διὰ 〈τὸ〉 πολλὴν πλεονεξίαν τοῦ χυμοῦ τούτου γεγο|νέναι, κἂν εἰ [μὴ] 〈πολλὰ〉 χολώδη τοῖc οὔροιc ἐξεκενώθηcαν, ἐκ τοῦ περιττεύοντοc ἔτι κατὰ τὸ cῶμα τὴν δυcεντερίαν αὐτοῖc γενέcθαι.
3 Περὶ δ’ ἀρκτοῦρον ἑνδεκαταίοιcι
5πολλοῖc ἔκρινε καὶ τούτοιcιν οὐ κατὰ λόγον γινόμεναι ὑποcτροφαὶ ὑπέcτρεφον. ἦcαν δὲ καὶ κωματώδεεc περὶ 〈τὸν〉 χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνῃcκον ἥκι‐ cτα οὗτοι πάντων.
8 Εὔδηλον ὅτι τῆc κατὰ τὸ δεύτερον ἔτοc ἐπιτολῆc ἀρκτούρου
10μέμνηται, γεγραμμένηc ἐπὶ τέλει τῆc διηγήcεωc. αὕτη τοίνυν 〈ἡ κατά‐ cταcιc〉 ἐγένετο νότιοc, τοὺc ὑετοὺc ἔχουcα μέχρι τῆc φθινοπωρινῆc ἰcημερίαc. ἐν τούτῳ δὴ τῷ χρόνῳ φηcὶν ἑνδεκαταίουc πολλοὺc ἀcφαλῶc κριθῆναι, γενομένουc ἅμα κωματώδειc διὰ τὴν νότιον δηλονότι κατάcταcιν. διὰ δὲ τὴν αὐτὴν 〈ταύτην〉 καὶ αἱ κρίcειc αὐτοῖc

17a

175

ἐγένοντο βεβαιότεραι | τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντοc ἡ ψυχρὰ κρᾶcιc, ἐν ᾗ χρονίαc ἔφη γενέcθαι τὰc κρί‐ cειc. τοῦ μέντοι μεταξὺ κυνὸc καὶ ἀρκτούρου 〈καιροῦ〉, θερμὴν καὶ ξηρὰν ἔχοντοc κατάcταcιν, οὐκ ἐμνημόνευcεν, ἐν ᾗ μᾶλλον εἰκὸc ἦν
5ὀξέωc κριθῆναι πολλούc, ὡc μηδὲ τὴν ἑβδόμην ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡc οἰκεῖον τοῦ καιροῦ παρέλιπε, τὰ δ’ ἐπιδημήcαντα μόνα διέρχεται.
7 Περὶ δ’ ἰcημερίην 〈καὶ〉 μέχρι πληιάδοc καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν [κα] οἱ καῦ‐
10cοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα πλεῖcτοι ἐγίνοντο καὶ ἔθνῃcκον τούτων 〈οἱ〉 πλεῖcτοι.
11 Τοὺc καύcουc καὶ τὰc φρενίτιδαc ὁ μὲν αὐτὸc ἐργάζεται χυμόc, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖc εὐρυχωρίαιc

17a

176

τῶν ἀγγείων περιεχομένηc τῆc ξανθῆc χολῆc | ἅμα τῷ αἵματι cυμβαί‐ νει, καθ’ ὃν ἂν τόπον ἐκπυρωθῇ, τοὺc καύcουc γίνεcθαι, καὶ μά‐
λιcτα ὅταν ἐν ταῖc κατὰ γαcτέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν ἡ ζέcιc γένηται τῆc χολῆc. ὅταν δ’ εἰc τὰ cτερεὰ μόρια τοῦ cώματοc88
5ἀφικνῆται καὶ δι’ αὐτῶν φέρηται, ῥῖγοc ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέ‐ φαλόν τε καὶ τὰc μήνιγγαc cτηριχθεῖcα τὰc φρενίτιδαc ἐργάζεται. πρὶν δὲ cτηριχθῆναι, διαρρέουcα κατὰ τὰc ἐν αὐταῖc φλέβαc, οὐ φρε‐ νίτιδαc, ἀλλὰ τὰc ἐν ταῖc ἀκμαῖc τῶν πυρετῶν ἐπιφέρει παραφρο‐ cύναc. ἡ τοίνυν ἔμπροcθεν ἐν ταῖc κάτω φλεψὶ τὸν καῦcον εἰργα‐
10cμένη χολὴ κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆc ἰcημερίαc νότιον κατάcταcιν εἰc τὴν κεφαλὴν ἀναπεμφθεῖcα καὶ cτηριχθεῖcα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰc μήνιγγαc ἐγέννηcε τὰc φρενίτιδαc.
12 Ἐγένοντο δὲ καὶ κατὰ τὸ θέροc ὀλίγοι. |
14

17a

177

Ὀλίγουc φηcὶ 〈κατὰ τὸ θέροc〉 γεγονέναι φρενιτικούc· τὸ μὲν 〈γὰρ〉 ἄχρι κυνὸc αὐτοῦ μέροc ψυχρὸν ἦν, τὸ δὲ μέχριc ἀρκτούρου θερμὸν καὶ ξηρόν, ὥcτ’ οὐκ ἠδυνήθη πληρῶcαι τοῦτο με‐ ταξὺ τὴν κεφαλήν, ὥcπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι τῆc ἰcη‐
5μερίαc γενόμενοc νότοc. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε νότιον οὔτε πολυ‐ χρόνιον τὸ μεταξὺ κυνόc τε καὶ ἀρκτούρου. ἐρρέθη 〈δ’ ἀρτίωc,〉 ὅτι χολῆc πολλῆc ἐνεχθείcηc ἐν τοῖc κατὰ τὸν ἐγκέφαλον χωρίοιc καὶ φρενίτιδεc ἐγένοντο.
8 Καὶ τοῖcι μὲν καυcώδεcιν ἀρχο‐
10μένοιcιν ἐπεcήμαινεν, [ν] οἷc τὰ ὀλέθρια cυνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοιcι πυρετὸc ὀξύc, cμικρὰ ἐπερρί‐ γουν, ἄγρυπνοι, ἀδήμονεc, διψώδειc, ἀcώδεεc, cμικρὰ ἐφιδροῦντεc περὶ μέτωπον καὶ κληῖδαc, [αὖθιc] οὐδεὶc διόλου, πολλὰ παρέλεγον, φόβοι, δυcθυμίαι, ἄκρεα περί‐
15ψυχρα, πόδεc ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖραc· οἱ παρο‐

17a

178

ξυcμοὶ ἐν ἀρτίῃcι· τοῖc δὲ πλείcτοιcι | τεταρταίοιcιν οἱ
πόνοι μέγιcτοι καὶ ἱδρῶτεc ἐπὶ πλεῖcτον ὑπόψυχροι καὶ ἄκρεα οὐκέτ’ ἀναθερμαινόμενα, ἀλλὰ πελιδν, ὑπόψυ‐ χρα, οὐδ’ ἐδίψων ἔτι ἐπὶ τούτοιcιν· οὖρα μέλανα, λεπτ,89
5ὀλίγα καὶ κοιλίαι ἐφίcταντο· οὐδ’ ᾑμορράγηcεν ἐκ ῥινῶν οὐδεν, οἷcι ταῦτα cυμπίπτοι, ἀλλὰ cμικρὰ ἔcταξεν· οὐδ’ ἐc ὑποcτροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέ‐ θνῃcκον cὺν ἱδρῶτι.
8 Ὥcπερ ἅπαντα τὰ κατὰ τοῦτο τὸ cύγγραμμα τῶν καθόλου λεγο‐
10μένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματά ἐcτι τὴν ἐξέταcιν ἐν τοῖc καθ’ ἕκαcτον λαμβάνοντι δι’ αὐτοψίαc, κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα. τοῖc γὰρ ὀλεθρίοιc καύcοιc γενέ‐ cθαι cυμπτώματά φηcι κατ’ ἀρχὰc ἐπιρριγοῦνταc καὶ ἀγρυ‐ πνοῦνταc καὶ ἀcώδειc 〈καὶ ἀδημονοῦνταc καὶ〉 ἐφιδροῦν‐
15ταc μικρὰ περὶ μέτωπον καὶ κλεῖδαc. τὸ μὲν γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖc εἶναι καὶ δίψοc παρεῖναι τῆc τοῦ πάθουc φύ‐ cεωc ἴδια, καὶ ταῦτα τῆc κακοηθείαc ἴδια, τό τε ῥιγοῦν εὐθέωc ἐν

17a

179

ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε | τοὺc καυcώδειc πυρετοὺc τὸ ῥῖγοc, οὐ μὴν αὐτίκα γ’ ἐπιφαίνεcθαι χρὴ τὰ κρίcιμα. τὸ δὲ τῆc ἀγρυπνίαc καὶ τῆc ἀδημονίαc cύμπτωμα διὰ παντόc ἐcτι μοχθη‐ ρόν, οὐ κατὰ μόνην τὴν ἀρχήν, ὥcπερ γε καὶ τὸ ἐφιδροῦν. τὸ
5δὲ παραλέγειν, ὅπερ ἐcτὶ παρὰ τὰ κατὰ φύcιν λέγειν, τουτέcτι παραφρονεῖν, βεβλαμμένον δηλοῖ τὸν ἐγκέφαλον ***. οἵ γε μὴν φόβοι δριμείαc ἱκανῶc καὶ κατωπτημένηc τῆc ξανθῆc χολῆc εἰcι cυμ‐ πτώματα. cυγγενεῖc δὲ τοῖc φόβοιc εἰcὶ καὶ αἱ δυcθυμίαι. ἡ δὲ τῶν ἄκρων περίψυξιc ὀλεθριώτατον καύcοιc ἐcτὶ cύμ‐
10πτωμά τε καὶ cημεῖον, ὥcπερ γε καὶ τὸ παρανοῆcαι, διὰ τὴν τοῦ πυρετοῦ θερμαcίαν ἐκπυρουμένηc τῆc κεφαλῆc. ἴδιον δ’ ἐcτὶ καὶ οἰκεῖον ὀξέων πυρετῶν καὶ τὸ διακαίεcθαι τοῖc ἄκροιc τοῦ cώματοc μέρεcιν. ἐάν ποτ’ οὖν καταψύχηται ταῦτα, διακαιομένων τῶν περὶ τὰ cπλάγχνα χωρίων, ἐν μὲν τοῖc μέcοιc τοῦ cώματοc ἠθροῖcθαι δη‐
15λοῦται τὸ αἷμα, τὰ δ’ ἄκρα λειφαιμεῖν τε καὶ καταψύχεcθαι καὶ νεκροῦcθαι τελέωc, ἀπολιπούcηc ἤδη τῆc φύcεωc αὐτά. καὶ μὴν καὶ [εἰ]

17a

180

οἱ παροξυcμοὶ κατὰ τὰc ἀρ|τίουc ἡμέραc γιγνόμενοι κατ’ ἀρ‐
χὴν εὐθέωc ἐνίοτε μὲν ἑκταίαν προδηλοῦcιν ἔcεcθαι 〈τὴν〉 κακίcτην κρίcιν, ἐνίοτε δὲ εἰc μῆκοc ἐκταθήcεcθαι τὸ νόcημα. καὶ ὅταν γε cφο‐ δρῶc κινῆται, τῆc τετάρτηc μοχθηρὸν παροξυcμὸν ἐχούcηc, ἀπο‐90
5θνῄcκουcιν ἑκταῖοι, καθάπερ καὶ οὗτοι περὶ ὧν ὁ λόγοc ἐcτίν. τεταρταίοιc οὖν αὐτοῖc φηcι τούc τε πόνουc μεγίcτουc γενέ‐ cθαι, τουτέcτιν ἅπαντα τὰ ὀδυνώδη cυμπτώματα, καὶ ἱδρῶταc ὑπο‐ ψύχρουc ἐπὶ πλεῖcτον. τούτοιc μὲν οὖν καὶ ὅτι καὶ ἡ ἕκτη τὸν θάνατον οἴcει μεθ’ ἱδρώτων πρόδηλον. τὸ δὲ καὶ τὰ ἄκρα πε‐
10λιδνὰ γενέcθαι καὶ μηκέτ’ ἀναθερμαινόμενα νεκρώcεώc τε cη‐ μεῖόν ἐcτι καὶ βέβαιον γνώριcμα τοῦ μὴ δύναcθαι τῆc ἕκτηc ἡμέραc ἐξωτέρω τὴν δύναμιν ἐξαρκέcαι. ἐκ περιουcίαc δέ τι καὶ ἄλλο cημεῖον αὐτοῖc ὀλέθριον προcεγένετο, τὸ μηκέτι διψῆν, καίτοι πρότερον ἐκαυcοῦντο. δυοῖν δὲ δήπου τούτοιν ἀναγκαῖόν ἐcτι τὸ ἕτερον εἶναι·
15τὸ τοὺc διακαιομένουc ἔμπροcθεν ὑπὸ δίψηc ὕcτερον ἀδίψουc γενέ‐ cθαι ἤτοι λύcιν τοῦ νοcήματοc ἢ νέκρωcιν τῆc δυνάμεωc, ὡc μηκέτ’

17a

181

αἰcθάνεcθαι τῶν παρόν|των κακῶν. ἀλλ’ οὐκ ἐγένετο τούτοιc λύcιc, ὡc ὀλεθρίων ὄντων 〈τῶν〉 cυμπτωμάτων, ὥcτ’ ἀναιcθηcίαc ἦν cημεῖον αὐτοῖc τὸ μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα cυμπτώ‐ ματα κακοήθη τε [πάντα] ἐcτὶ δεινῶc καὶ ὀλέθρια, cὺν αὐτοῖc δ’ οὐχ
5ἥκιcτα καὶ τὰ οὖρα μέλανά τε καὶ [λεπτὰ] ὀλίγα γενόμενα, μέ‐ λανα μέν, ὡc ἂν ἤδη κατωπτημένου τοῦ χολώδουc χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι τὴν ἰκμάδα πᾶcαν [ἐκ] τοῦ αἵματοc ὑπὸ [τε] τοῦ καυcώδουc πυρετοῦ κἀκ [τοῦ] τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρω‐ μένων, διὰ δὲ τὰc αὐτὰc αἰτίαc καὶ κοιλίαι ἐφίcταντο. καὶ μὲν
10δὴ καὶ τὰc ἐκ ῥινῶν cτάξειc, ὀλέθριον οὔcαc cημεῖον καὶ ἄλλωc μέν, ἐν καύcοιc δὲ μάλιcτα, γενέcθαι φηcὶν αὐτοῖc. ὅτι δ’ ὀλεθριώτατον τοῦτο τοῖc καύcοιc δῆλον, εἴ γε μάλιcτα οἰκεῖόν ἐcτι 〈καὶ cωτήριον αὐτοῖc τὸ cφοδρῶc〉 αἱμορραγῆcαι.
13 Τοῖcι δὲ φρενιτικοῖcι [οἷcιν ο]

17a

182

cυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα | ἅπαντα, ἔκρινε 〈δὲ〉 τούτοιcιν ὡc τὸ πολὺ ἑνδεκαταίοιcιν, ἔcτι δ’ οἷcιν εἰκοcταίοιcιν.
3 Τοῖc ἄνευ τοῦ καυcωθῆναι φρενιτικοῖc γενομένοιc τὰ εἰρη‐
5μένα cυ〈μπτώματα〉 cυνέπεcεν ἅπαντα, τοῖc δὲ μετὰ τοῦ καυcω‐ θῆναι περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατοc ἐγένετο, διπλαcιαcθέντοc αὐτοῖc τοῦ κακοῦ. 〈ὅcοιc δ’ ἄνευ τοῦ καυcωθῆναι〉 φρενῖτιc ἐγένετο, περὶ [δὲ] τὴν ἑνδεκάτην ἡμέραν ἀκολουθῆcαί φηcι τὴν κρίcιν, ἐνί‐ οιc δὲ κατὰ τὴν εἰκοcτήν.91
9
10 Οἷcιν εὐθὺc οὐκ ἐξ ἀρχῆc ἡ φρε‐ νῖτιc ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέραν, ἀλλὰ με‐ τρίωc ἔχουcιν ἐν τῷ πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην εἰc ὀξύτητα τὸ νόcημα μετέπεcεν.
13 Οἷc μὲν περὶ τὴν τρίτηντετάρτην ἡμέραν 〈ἡ φρενῖ‐
15τιc〉 ἤρξατο, διεκόπη δὲ μεταξύ, κρίcεωc ἡμιρρόπου γενομένηc, 〈κατὰ τὰc προτέραc ἡμέραc ἐπιρριγοῦcι, τούτοιc εἰc τὴν εἰκοcτὴν ἐξετάθη.〉

17a

183

τὸ δὲ | cφοδρῶc ὀξὺ τῆc φρενίτιδοc οὐκ ἔcχον οἱ νοcοῦντεc. ἐθεαcά‐ μεθα γοῦν 〈πολλάκιc〉 ἤδη καὶ τοιαύταc φρενίτιδαc.
2 Πλῆθοc μὲν οὖν τῶν νοcημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃcκον μάλιcτα μει‐
5ράκια, νέοι, ἀκμάζοντεc, λεῖοι, ὑπολευκόχρωτεc, ἰθύτρι‐ χεc, 〈μελανότριχεc,〉 μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότεc, ἰcχνόφωνοι, τρηχύφωνοι, τραυ‐ λο, ὀργίλοι. καὶ γυναῖκεc πλεῖcται ἐκ τούτου τοῦ εἴδεοc ἀπέθνῃcκον.
9
10 Ὥcπερ ἔμπροcθεν ἔφην αὐτὰ μὲν τὰ γενόμενα cαφῶc αὐτὸν διη‐ γεῖcθαι, προcτίθεcθαι δ’ ὑφ’ ἡμῶν τὰc αἰτίαc, οὕτω νῦν φημι καὶ αὐτὴν τὴν τοῦ λόγου διάνοιαν οὐκ εἶναι cαφῆ. πότερον γὰρ ἐπὶ φρενιτίδων μόνων 〈αὐτὸν〉 ἀκούειν χρὴ τῶν εἰρημένων ἢ ἐπὶ πάντων τῶν νοcη‐ μάτων ὧν προείρηκεν ἄδηλον. καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προ‐

17a

184

κειμένου λόγου | διαφερόντωc γράφουcιν· ἔνιοι μὲν ὡδί πωc· πλῆ‐ θοc δὲ τῶν νοcημάτων ἐγένετο, περὶ τῶν φρενιτικῶν αὐτῶν μόνων, οἷc ἐπενήνεκται ταῦτα, βουλόμενοι τὸν λόγον εἶναι. τινὲc δὲ ὡδί· πλῆθοc μὲν οὖν ἐγένετο τῶν νοcημάτων, περὶ πάντων
5αὖ πάλιν οὗτοι τῶν εἰρημένων ἀξιοῦντεc εἶναι τὸν λόγον. εἰ μὲν ἐπὶ πάντων ἀκούοιμεν ἄνευ τοῦ διορίcαcθαι, κατὰ τίνα μὲν τά τε μει‐ ράκια καὶ 〈οἱ〉 νέοι καὶ ἀκμάζοντεc ἀπόλλυνται, κατὰ τίνα δ’ οἱ λεῖοι καὶ ὑπολευκόχρωτεc, κατὰ τίνα δ’ οἱ ἰθύτριχεc καὶ μελανότριχεc καὶ μελανόφθαλμοι, κατὰ τίνα δ’ οἱ εἰκῇ καὶ92
10ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότεc, ἢ πάλιν ἐν τίcι 〈μὲν〉 οἱ ἰcχνό‐ φωνοι 〈καὶ τρηχύφωνοι〉, ἐν τίcι δ’ οἱ τραυλοί, ὥcπερ καὶ ὀργίλοι μὲν ἐν τίcι, γυναῖκεc δ’ ἐν τίcιν, εἰ μὴ πάντα ταῦτα διο‐ ριcθείη, πλέον οὐδὲν ἡμῖν οὔτ’ εἰc πρόγνωcιν οὔτ’ εἰc θεραπείαν ἐκ τῶν εἰρημένων ὑπάρξει. εἰ δὲ μὴ περὶ πάντων τῶν νοcημάτων, ἀλλὰ
15περὶ ὧν τὸν λόγον ἐποιεῖτο μόνων τῶν φρενιτικῶν ἀκούοιμεν εἰρῆ‐ cθαι ταῦτα, χαλεπώτατόν ἐcτι καὶ οὕτωc εὑρεῖν τὰc αἰτίαc, δι’ ἃc

17a

185

ἀπώλλυντο οἱ πλεῖ|cτοι τῶν εἰρημένων. 〈καὶ〉 μέντοι καὶ αὐτὸ τὸ τοὺc πλείcτουc ἀπόλλυcθαι διττὸν εἶναι 〈δοκεῖ,〉 τὸ μὲν ἕτερον, ἐπειδὴ πολλοὶ τῶν τοιούτων ἑάλωcαν τῷ φρενιτικῷ νοcήματι θανατώδη cχόντι τὴν τότε ἐπιδημίαν, διὰ τοῦτο εἰρῆcθαι πολλοὺc αὐτῶν διαφθαρῆναι,
5τὸ δ’ ἕτερον, ἐπεὶ τῶν ἁλόντων τῇ φρενίτιδι τοὺc πλείcτουc ἀπολω‐ λόταc ἠκούcαμεν· ὥcτε καὶ τὴν αἰτιολογίαν γίνεcθαι διττήν, ὡc τὸ μὲν πάνταc, οὓc εἶπεν ἐπιτηδείουc, ἁλῶναι τῷ φρενιτικῷ πάθει κατὰ τὴν προκειμένην κατάcταcιν ἐπιδεικνύντων ἡμῶν, 〈τὸ δὲ〉 τῶν φρενι‐ τιcάντων τοὺc τοιούτουc μάλιcτα ἀποθανεῖν. ἡ μὲν οὖν ἀcάφεια τοῦ
10λόγου τοιαύτη ἐcτὶ καὶ τοιαύτη, προηγεῖcθαι δ’ αὐτῆc 〈τῆc ἐξηγήcεωc δεῖ τὸ〉 εὑρεῖν τὴν κρᾶcιν ἑκάcτου τῶν εἰρημένων. οὐ γὰρ οἷόν τε cυνῆφθαι τῇ καταcτάcει τὸν λόγον ἄνευ τούτου. φαίνεται δ’ ἐν οἷc εἶπεν ὁ Ἱπποκράτηc ἡλικιῶν μὲν θερμοτάτων μνημονεύων, (μει‐ ράκια γάρ, φηcί, καὶ νέοι καὶ ἀκμάζοντεc,) φύcεων δὲ δυcδια‐
15πνεύcτων· καὶ γὰρ οἱ λεῖοι καὶ οἱ ὑπολευκόχρωτεc, 〈οἱ〉 ἰθύ‐ τριχέc τε καὶ οἱ μελανότριχεc καὶ οἱ μελανόφθαλμοι καὶ οἱ

17a

186

εἰκῇ [καὶ ἡcυχῇ] καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκό|τεc ἐδείχθηcαν
ἡμῖν ἐν ἄλλοιc τέ τιcιν ὑπομνήμαcι καὶ ἐν τοῖc Περὶ κράcεων ἧττον διαπνεόμενοι, διότι καὶ ψυχρότεροι ταῖc κράcεcίν εἰcιν. καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ γυναῖκαc διὰ τὴν ἔμμηνον κάθαρcιν ἧccον ἠδίκηcεν93
5ἡ κατάcταcιc, ὡc ἔμπροcθεν εἶπεν, αἱ δ’ ἀποθανοῦcαι ἐκ τούτου τοῦ εἴδουc ἦcαν. λοιπὸν οὖν ἐcτιν ἐπιcκέψαcθαι περὶ τῶν ἰcχνο‐ φώνων καὶ τραχυφώνων καὶ τραυλῶν καὶ ὀργίλων, καὶ πρῶ‐ τον 〈μὲν περὶ τῶν πρῶτον〉 γεγραμμένων, τῶν ἰcχνοφώνων. εἰ μὲν οὖν οὕτωc εἴη γεγραμμένον, τοὺc ἰcχνοὺc τὴν φωνὴν 〈ἂν ἀκού‐
10οιμεν〉· ἰcχνόφωνοι γὰρ ἔτι καὶ νῦν λέγονταί τινεc, ὥcπερ γε καὶ λεπτόφωνοι. ταὐτὸ 〈μὲν〉 οὖν ἑκατέρου 〈τοῦ〉 ὀνόματοc cημαίνοντοc, διαφέρουcιν οὗτοι τῶν ἰcχοφώνων, ὡc ἐν τοῖc Περὶ φωνῆc εἴρηται, καὶ δέδεικται γίνεcθαι 〈τοὺc μὲν λεπτοφώνουc〉 διὰ τὴν cτενότητα τῆc τραχείαc ἀρτηρίαc τοῦ λάρυγγοc, τοὺc δὲ ἰcχομένουc τὴν φωνὴν διὰ τὴν φυcικὴν
15μοχθηρίαν τῶν κινούντων τὸν λάρυγγα μυῶν. ἑκάτεροι δὲ δι’ ἀρρω‐ cτίαν τῆc ἐμφύτου θερμαcίαc ἀποτελοῦνται τοιοῦτοι κατὰ τὴν πρώτην

17a

187

διάπλαcιν. ὥcπερ | δ’ ἐν τοῖc τὸν λάρυγγα κινοῦcι μυcὶ φαυλότερον ἐξ ἀρχῆc οἱ ἰcχόφωνοι διεπλάcθηcαν, οὕτωc 〈ἐν〉 τοῖc τὴν γλῶτταν οἱ τραυλοί. 〈καὶ μέντοι〉 τραχύφωνοι γίνονται διὰ τὴν τραχύτητα τῶν φωνητικῶν ὀργάνων. ὀνομάζω δ’ ὄργανα φωνητικὰ δι’ ὧν ἐκ‐
5πεμπομένου τοῦ πνεύμα〈τοc〉 φωνὴ γίνεται. ταῦτα δ’ ἐcτὶν ἡ τραχεῖα ἀρτηρία καὶ ἡ φάρυγξ καὶ ὁ λάρυγξ, οἷον πλῆκτρον τοῦ φερομένου δι’ αὐτοῦ πνεύματοc. ἐδείχθη γὰρ οὗτοc ὄργανον 〈ὢν〉 φωνῆc, ὡc διαλέξεωc γλῶττα. βραχὺ δὲ πρὸc γένεcιν 〈φωνῆc〉 καὶ ἡ φάρυγξ cυν‐
τελεῖ, δαcεῖαν αὐτὴν ἐργαζομένη. ταῦτ’ οὖν τὰ ὄργανα λεῖα μὲν ὄντα94
10λείαν ἐδείχθη καὶ τὴν φωνὴν ἐργαζόμενα, τραχέα 〈δὲ〉 τραχεῖαν. ἡ δὲ τραχύτηc αὐτῆc ἐδείχθη διὰ ξηρότητα γινομένη. τὰ μέντοι 〈μει‐ ράκια καὶ οἱ νέοι καὶ οἱ ἀκμάζοντεc ἐν ταῖc φύcεcιν ἐπικρατοῦ‐ cαν ἔχουcι τὴν θερμαcίαν, τὰ δ’〉 ἄλλα πάντα μετὰ τὰc ἡλικίαc ἄχρι δεῦρο λελεγμένα ψυχρᾶc ἐcτι κράcεωc cημεῖα. μόνη δ’ ἡ ξηρότηc ἀμ‐
15φοτέραιc ταῖc κράcεcι cυνέρχεται, τῇ τε ψυχρᾷ καὶ τῇ θερμῇ. τοῖc μὲν οὖν ἅμα τῷ ξηρῷ τῆc κράcεωc ψυχροῖc οὖcι δυcδιαπνεύcτοιc εἶναι cυμβήcεται, καθάπερ καὶ τοῖc προειρημένοιc. ὅcοι δὲ 〈ξηρότεροι καὶ〉

17a

188

θερμότεροι τούτων ὑπάρχουcιν, 〈αὐτοῖc〉 οὐκ | εἰκότωc ὑπάρχει τοῦτο, διὸ καὶ τοὺc μὲν ἐξέλωμεν τοῦ λόγου, τοῖc δ’ ἄλλοιc φῶμεν 〈τοῖc ἅμα τῷ ξηρῷ ψυχρ〉οῖc ἐφαρμόττειν τὸν λόγον. ἦν δὲ προκείμενον 〈τὸ〉 ἀποθανεῖν πολλοὺc ἐξ ὧν κατέλεξεν ἡλικιῶν τε καὶ φύcεων.
5ἔλεγον δ’ 〈ἐκείναc τὰc〉 ἡλικίαc εἶναι θερμάc, ἐν αἷc ὁ πικρόχολοc πλεονάζει χυμόc, τὰc φύcειc δὲ δυcδιαφορήτουc, ὥcτ’ 〈ἐξηγηcαμένοιc ἡμῖν〉 ἄχρι μὲν τοῦδε τὴν ἀρχὴν ὧν εἴρηκε μόνον ἔτι λείπεται περὶ 〈τῶν ὀργίλων, τουτέcτι〉 τῶν ὀξυθύμων εἰπεῖν, οὓc ἐναντιωτάτουc φαcὶ τοῖc θυμώδεcιν ὄνταc. ἀνδρεῖοι μὲν γάρ εἰcιν οἱ θυμώδειc καὶ
10καταφρονητικοὶ τῶν μικρῶν πραγμάτων. μικρόψυχοι δ’ εἰcὶν οἱ ὀξύ‐ θυμοι 〈καὶ τῇ τῶν γυναικῶν φύcει cυγγενεῖc, καὶ διὰ τὴν αὐτὴν αἰτίαν τὰc γυναῖκαc εὑρίcκομεν ὀξυθύμουc,〉 διότι τὸ γενναῖον τῆc τῶν ἀν‐ δρῶν ψυχῆc οὐκ ἔχουcιν, ὥcτε καὶ οἱ ὀξύθυμοι ψυχρότεροί τε ταῖc κράcεcι καὶ δυcδιαφόρητοι γενήcονται. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc
15εἰρημένον καὶ γυναῖκεc πλεῖcται ἐκ τούτου τοῦ εἴδεοc ἀπέ‐ θνῃcκον 〈ἄ〉δηλόν ἐcτιν εἴτε πρὸc τὸ τέλοc ἀναφέρειν χρὴ μόνον εἴτε πρὸc πάντα τὰ προειρημένα. τελευταῖοι δ’ αὐτῶν εἰcιν οἱ ὀξύ‐ θυμοι καὶ αὐτοῖc τῶν γυναικῶν τὰc cυγγενεῖc τοῦ εἴδουc τού‐

17a

189

του πλείcταc ἀποθνῄ|cκειν ἐπενήνεκται. δύναταί γε μὴν ἀληθὴc ὁ λόγοc εἶναι κατ’ ἄμφω, καὶ πρὸc πάντα τὰ προειρημένα τὴν ἀνα‐ φορὰν ποιουμένου τοῦ Ἱπποκράτουc καὶ πρὸc μόνον τὸ τελευ‐ ταῖον. εἰ δὲ τὸ πρὸc πάντα ἀναφέρειν ἀληθέc ἐcτιν, ἄμεινον οὕτωc
5ἀκούειν. ἐν μὲν γὰρ τοῖc πᾶcι καὶ τὸ τελευταῖον εἰρημένον περιέχεται, κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται. τὰc μέντοι γυναῖκαc 〈πλεί‐ cταc ἐκ〉 τοῦ εἴδουc ἀποθανεῖν τούτου λέγειν αὐτὸν 〈γνω‐ cτέον, τὸ πλῆθοc αὐτῶν〉 οὐ τοῖc ἀνδράcι παραβάλλοντα, προείρηται γὰρ ἀνωτέρω· “γυναῖκεc δ’ ἐνόcηcαν μὲν πάμπολλαι, ἐλάccουc δ’ ἢ95
10ἄνδρεc, καὶ ἔθνῃcκον ἧccον. ἀλλ’ ὁ νῦν λόγοc αὐτοῦ τοιοῦτόc τίc ἐcτι· “τῶν γυναικῶν, ὅcαι τοῖc εἰρημένοιc πάθεcιν ἑάλωcαν, ἀπέθνῃ‐ cκον μᾶλλον ὅcαι τῆc προειρημένηc ἰδέαc ἦcαν.”
12 Ἐν δὲ τῇ καταcτάcει ταύτῃ ἐπὶ cημείων μάλιcτα τεccάρων διεcῴζοντο· οἷcι γὰρ ἢ διὰ
15ῥινῶν καλῶc αἱμορραγήcαι ἢ κατὰ κύcτιν οὖρα πολλὰ

17a

190

καὶ πολλὴν ὑπόcταcιν καὶ | καλὴν ἔχοντα ἔλθοι ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεα 〈ἐπικαίρωc〉 ἢ δυcεντερικοὶ γένοιντο. πολλοῖc δὲ cυνέπιπτε μὴ ἐφ’ ἑνὸc κρίνεcθαι τῶν ὑπογεγραμμένων cημείων, ἀλλὰ διεξιέναι διὰ πάν‐
5των τοῖc πλείcτοιcι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρωc· διεcῴζοντο δὲ πάντεc, οἷcι ταῦτα cυμπίπτοι. 〈καὶ τὰ ἐφεξῆc.
7 Καὶ οὗτοc ὁ λόγοc cαφὴc καὶ ὁ ἐφεξῆc, ἔνθα περὶ τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐcτιν ὃ διδάcκει, τοὺc μὲν δι’ αἱμορρα‐

17a

191

γίαc, τοὺc δὲ δι’ οὔρωνδιαχωρημά|των, ἐνίουc δὲ καὶ εἰc δυcεντερίαν ἀποcκηψάντων τῶν αἰτίων δυνηθῆναι cωθῆναι.
2 Οἷcιν ἐν πυρετοῖcιν 〈ὀξέcι, μᾶλ‐ λον δὲ〉 καυcώδεcιν 〈ἀέκουcι〉 δάκρυα ἀπορρε, τούτοιcιν
5ἀπὸ ῥινῶν αἱμορραγίαν προcδέχεcθαι, ἢν καὶ τὰ ἄλλα ὀλεθρίωc μὴ ἔχωcιν· ἐπὶ τοῖcι δὲ φλαύρωc ἔχουcιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον cημαίνει.
7 Ἕν τι καὶ τοῦτο τῶν αἱμορραγικῶν cημείων παραλελειμμένον
αὐτῷ διὰ τῶν ἔμπροcθεν εἴρηται νῦν, ἔcτι δ’ ἱκανῶc ὁ λόγοc cαφὴc96
10τοῖc μεμνημένοιc ὧν ἔμπροcθεν εἶπε [καὶ] κατὰ τοῦτο τὸ βιβλίον ὧν τε ἐν τῷ Προγνωcτικῷ. καί μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διοριcμῶν ἐν τοῖc εἰc τὸ Προγνωcτικὸν ὑπομνήμαcι καὶ ἐν τοῖc Περὶ κρίcεων. |
13

17a

192

〈Τὰ〉 παρὰ τὰ ὦτα ἐν πυρετοῖcιν ἐπαιρόμενα μετ’ ὀδύνηc ἔcτιν οἷcιν ἐκλείποντοc τοῦ πυ‐ ρετοῦ κριcίμωc [ἔcτιν] οὔτε καθίcτατο οὔτ’ ἐξεπύει· τού‐ τοιcι διάρροια χολωδέων ἢ δυcεντερίη ἢ παχέων οὔρων
5ὑπόcταcιc γενομένη ἔλυcεν.
5 Χρηcιμώτατόν ἐcτιν ἡμᾶc τῶν εἰρημένων ἀρτίωc ἀναμνηcθῆναι πρὸc τὸ μὴ διὰ παντὸc ἡγεῖcθαι τὰc παρωτίδαc ἀνεκπυήτουc μενούcαc μοχθηρὸν εἶναι cημεῖον· ἐν γὰρ τῇ προκειμένῃ καταcτάcει τοὺc μὲν πυρετούc φηcι παύcαcθαι κριcίμωc ἐνίοιc, ὅπερ ἐcτὶν ἐν
10ἡμέρᾳ κριcίμῳ καὶ μεθ’ ἱδρῶτοc ἤ τινοc ἄλλου τῶν οὕτω κρινόντων, ἔτι 〈δὲ〉 διαμεῖναι τὰc παρωτίδαc, εἶτα ἐν τῷ χρόνῳ προιόντι καταcτῆναι δι’ ὧν εἶπεν οὔρων καὶ διαχωρημάτων καὶ δυc‐ εντερίαc, ἐκκαθαρθέντων τῶν τὴν νόcον ἐργαζομένων αἰτίων. |
13

17a

193

Τὰ δὲ περὶ τὰc κρίcιαc, ἐξ ὧν καὶ διεγινώcκομεν, ἢ ὅμοια ἢ ἀνόμοια.
2 Ὅcα περὶ κρίcεων ἢ κριcίμων ἡμερῶν αὐτῷ λέλεκται, πάντα κατὰ δύο πραγματείαc ἔχειc ἠθροιcμένα πρὸc ἡμῶν, τήν τε Περὶ τῶν
5κριcίμων 〈ἡμερῶν〉 καὶ 〈τὴν Περὶ〉 κρίcεων. ἀλλὰ καὶ νῦν διὰ βρα‐ χέων εἰρήcεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίcιάc φηcι κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέcθαι. κἄπειτα παρατίθεται πολλοὺc ἐξ ὑποcτροφῆc καὶ αὐτοὺc κατὰ τὰc αὐτὰc προθεcμίαc ἑπτακαιδεκαταίουc κριθένταc τὸ cύμπαν, εἶτ’ ἄλλουc εἰκο‐
10cταίουc ἐξ ὑποcτροφῶν καὶ αὐτοὺc οὐχ ὁμοίωc γενομένουc. παραδείγματοc δὲ χάριν μέμνηται πρῶτον ἀδελφῶν δύο ἐν τῇδε
τῇ ῥήcει· 〈Οἷον οἱ〉 δύο ἀδελφο, 〈οἳ〉 ἤρ‐97

17a

194

ξαντο ὁμοῦ τὴν αὐτὴν | ὥρην· κατέκειντο παρὰ τὸ θέα‐ τρον 〈Ἐπιγένεοc ἀδελφεο·〉 τούτων τῷ πρεcβυτέρῳ ἔκρι‐ νεν ἑκταί, τῷ δὲ νεωτέρῳ ἑβδομαί. ὑπέcτρεψεν ἀμ‐ φοτέροιcιν ὁμοῦ τὴν αὐτὴν ὥρην· διέλιπεν ἡμέραc
5πέντε. ἐκ δὲ τῆc ὑποcτροφῆc ἐκρίθη ἀμφοτέροιc ὁμοῦ τὸ cύμπαν ἑπτακαιδεκαταίοιc.
6 Τὸ μὲν χρήcιμον τοῦ λόγου πρόδηλον ἐπὶ τῶν εἰρημένων ἐcτί, τὸ δ’ ἄχρηcτον ἄδηλον, ὥcτ’ οὐ ζητεῖν αὐτὸ προcήκει. ἀλλ’ οἱ μὲν τὰ 〈μὴ〉 χρήcιμα cπουδάζοντεc ἑαυτοῖc πράγματα παρέχουcι, ζητοῦντεc,
10πῶc εἰπὼν ὁ Ἱπποκράτηc τῷ μὲν πρεcβυτέρῳ τὴν κρίcιν ἑκταίῳ γενέcθαι, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ καὶ μετὰ ταῦτα πάλιν εἰπών· ὑπέcτρεψεν ἀμφοτέροιc ὁμοῦ τὴν αὐτὴν ὥρην ἐπήνεγκε· διέλιπεν ἡμέραc πέντε. οὐ γὰρ ἀμφοτέροιc δυνατὸν εἶναι τὰc πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ. καίτοι γε καὶ
15δυνατόν ἐcτιν αὐτὸ τοῦθ’ ὃ λέγουcιν ἀκοῦcαι περὶ μόνου τοῦ ἑνόc, τοῦ

17a

196

δευτέρου κατὰ τὴν διήγηcιν εἰρημένου, τοῦ | κριθέντοc ἑβδομαίου τὴν πρώτην κρίcιν. καὶ εἰ δὴ τούτῳ διέλιπεν ἡμέραc πέντε, πρόδηλον ὅτι τῷ κατὰ τὴν ἕκτην ἡμέραν κριθέντι [κατὰ τὴν δευτέραν ἡμέραν κριθέντοc] διέλιπεν ἕξ. ἐγχωρεῖ δὲ κατ’ ἀρχὴν εὐθὺc ὑπὸ τοῦ
5βιβλιογράφου τὴν λέξιν ἁμαρτηθεῖcαν φυλαχθῆναι, καθάπερ καὶ ἄλλαι πολλαὶ τοῦτο πεπόνθαcι παρά τε τῷ Ἱπποκράτει καὶ ἄλλοιc οὐκ ὀλίγοιc. ὃ δὲ λέγω cφάλμα τοῦ βιβλιογράφου γενέcθαι, τοιόνδε ἐcτίν· ἐνεδέχετο γεγράφθαι μὲν ὡδί πωc τὴν λέξιν· “διέλιπεν ἡμέραc ἓξ τῷ μὲν ἑτέρῳ, τῷ δ’ ἑτέρῳ πέντε”, ἐκγράψαι δὲ τὸν ἁμαρτάνοντα 〈μόνον
10τὸ〉 διέλιπε πέντε, καὶ πιθανώτερόν ἐcτι τῷ μὲν πρεcβυτέρῳ τὰc ἓξ διαλιπεῖν, τῷ δὲ νεωτέρῳ τὰc πέντε, τῆc γ’ ὑπο‐ cτροφῆc ἅμα ἀμφοτέροιc γενομένηc κατὰ τὴν δωδεκάτην
ἡμέραν. ἐφεξῆc γοῦν φηcιν· “ἔκρινε δὲ τοῖcι πλείcτοιcιν ἑκταίοιcι, διέλιπεν 〈ἕξ, ἐκ δὲ τῶν ὑποcτροφέων ἔκρινε〉 πεμπταίοιcιν”, ὥcτ’98
15εἰκάcαι τοὺc ἀδελφοὺc ἐκ〈είνουc〉 τῶν τοῖc πλείcτοιc γενομένων κρί‐ cεων καὶ αὐτοὺc εἶναι παράδειγμα. μετά γε μὴν τὴν τούτων διήγηcιν καὶ ἄλλαc κρίcειc ἔγραψε πο‐

17a

197

λυειδεῖc, ἁπάcαc τῇ ἑπτακαιδεκάτῃ περιγραφομέναc ἡμέρᾳ, | τοιαύτην δ’ οὐδεμίαν, οἵαν ἐπὶ τῶν δύο ἀδελφῶν. ἐγὼ 〈δέ〉 φημι δεῖν ἀκού‐ ειν, ὡc ὑποcτρέψαι κατὰ τὴν δωδεκάτην ἡμέραν αὐτοὺc ἀμφο‐ τέρουc, τῷ νεωτέρῳ διαλιπόντοc τὰc πέντε. πιθανὸν μὲν
5〈οὖν〉 οὕτωc ἐν αὐτοῖc εἰρῆcθαι, ἵνα τό τε πρὸc τοὺc ἄλλουc κοινὸν αὐτοῖc διαcῴζηται, τὸ [τε] ἐξ ὑποcτροφῆc ἑπτακαιδεκαταίουc κριθῆναι, καὶ τὸ ἴδιον, ὅτι περὶ τὴν δωδεκάτην ὑπέcτρεψεν. καὶ καλὸν δ’, ὡc ἔφην, μὴ ζητεῖν 〈τὰ ἄχρηcτα〉 ἔχοντα 〈τὰ〉 χρήcιμα. καὶ τοίνυν ἤδη καταλείπωμεν ἅπαντα τὰ περὶ τὰc κρίcειc ἐφεξῆc
10αὐτῷ λελεγμένα, κεφάλαιον ἔχοντεc κατὰ τὶ μὲν ὁμοίαc αὐτὰc γενέ‐ cθαι, κατὰ τὶ δ’ ἀνομοίαc. τῶν γάρ τοι πρώτων κρίcεων ἤτοι κατὰ τὴν ἕκτην ἡμέραν ἀναιρουcῶν τοὺc νοcοῦνταc ἢ ἀπίcτων γιγνομένων, ὡc ὑποcτρέφειν αὖθιc ἐπὶ τὴν ὑcτάτην τε καὶ τελείαν κρίcιν, ἐπὶ τῆc ἑπτακαιδεκάτηc ἡμέραc λαμβάνουcαν, ἐν τούτῳ τὸ ὅμοιον καὶ τὸ ἀνό‐
15μοιον ἐγίγνετο. μετὰ δὲ ταῦτα κρίcεων ἄλλων μνημονεύει καὶ ὑπο‐ cτροφῶν γενομένων, εἰc τὴν εἰκοcτὴν ἡμέραν ἐκταθειcῶν, ὥcτ’ ἐν ταύτῃ τελείωc κριθῆναι. κατέκειντο παρὰ τὸ θέατρον. γράφουcί 〈τινεc〉 οὐ θέα‐

17a

198

τρον, 〈ἀλλὰ θέρᾳτρον,〉 ἵν’ | ἔχωcιν ἐξηγεῖcθαι χωρίον τι εἶναι παρὰ τὸ θερίζεcθαι κεκλημένον οὕτωc. διαφέρει δ’ οὐδὲν εἰc τὴν προ‐ κειμένην θεωρίαν, ὅπωc ἄν τιc γράφῃ τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ γὰρ εἴτε 〈Ἐπιγένουc εἴτε〉 Περιγένουc εἴτε Διογένουc εἴτε Θεο‐
5γένουc ἦcαν ἀδελφοί, διήνεγκεν οὐδέν, ἀλλ’ οἱ μὴ δυνάμενοι 〈τὰ〉 κατὰ τὴν ἰατρικὴν τέχνην ἐξηγεῖcθαι καλῶc ἐπὶ τὰc τοιαύταc ἐκτρέ‐ πονται περιεργίαc.99
7 Οἷcι δὲ τὰ παρὰ τὰ ὦτα γένοιτο, ἔκρινε 〈μὲν〉 εἰκοcταίοιcι, κατέcβη δὲ πᾶcι καὶ οὐκ ἐξ‐
10επύηcεν, ἀλλ’ ἐπὶ κύcτιν ἐτράπετο. Κρατιcτώνακτι, ὃc παρὰ Ἡρακλεῖ ᾤ〈κει, καὶ 〈Ϲκύμνου〉 γναφέωc θεραπαίνῃ ἐξεπύηcεν, ἀπέθανον. ** |
12

17a

199

Ὃ καὶ πρόcθεν εἶπον ἄξιον εἶναι μνήμηc, ἀναμνήcω καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ cπανιώτερον ἐκείνου. τὸ γὰρ χωρὶc τοῦ διαπυῆcαι τὰc παρωτίδαc ὑπὸ μόνων τῶν κάτω γενομένων ἐκκρίcεων θεραπευθῆναι, μὴ πάνυ cύνηθεc γενόμενον, ἐπέτεινεν ἐν τῷ
5νῦν λόγῳ γράψαc Κρατιcτώνακτα καὶ τὴν τοῦ γναφέωc θε‐ ράπαιναν ἀποθανεῖν, ἐκπυηcάντων τῶν παρὰ τὰ ὦτα. μάχεcθαι γὰρ τούτῳ δόξει τὸ “πεπαcμοὶ ταχυτῆτα κρίcεωc καὶ ἀcφά‐ λειαν ὑγιεινὴν cημαίνουcιν”. ἀλλὰ [καὶ] νῦν γε τὰ μὲν κατὰ τὰc φλέ‐ βαc αἴτια τῶν πυρετῶν οὐκ ἔφθαcε πεφθῆναι τῷ Κρατιcτώνακτι
10καὶ τῇ θεραπαίνῃ τοῦ γναφέωc, ἢ οὐκ ἂν ἀπέθανον. αἱ μέντοι παρωτίδεc ἐπέφθηcαν, ὅπερ ἔφην cπάνιον εἶναι καὶ δεῖν αὐτὸν μνημονεύειν, ὡc ἐνδεχόμενον ἦν μερικὴν γενέcθαι πέψιν ἐν μορίῳ τινί, καίτοι τῆc ὅληc νόcου μὴ πεφθείcηc. τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τόπον τοῦτον εἰρημένα περὶ τῶν κρίcεων ἐξειργάcμεθα τελέωc
15ἔν 〈τε〉 τοῖc Περὶ κρίcεων κἀν 〈τοῖc Περὶ〉 κριcίμων ἡμερῶν γεγραμ‐ μένοιc ἡμῖν ὑπομνήμαcιν. |
16

17a

200

Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τρο‐ πὰc χειμερινὰc καὶ μέχρι ἰcημερίαc παρέμενον μὲν καὶ οἱ καῦcοι καὶ τὰ φρενιτικ, καὶ ἔθνῃcκον πολλο· αἱ μέν‐ τοι κρίcιεc μετέπεcον, καὶ ἔκρινε τοῖc πλείcτοιcιν ἐξ
5ἀρχῆc πεμπταίοιcι, 〈διέλειπε τέccαραc, ὑπέcτρεφεν, ἐκ δὲ τῆc ὑποcτροφῆc ἔκρινε πεμπταίοιcι,〉 τὸ [δ] cύμπαν τεccαρεcκαιδεκαταίοιcιν. 〈ἔκρινε δὲ〉 παιδίοιcιν οὕτω τοῖc πλείcτοιcιν, ἀτὰρ καὶ πρεcβυτέροιcιν. **100
8 Χειμῶνοc νῦν μνημονεύει 〈τοῦ〉 κατὰ τὸ δεύτερον ἔτοc, οὐχὶ
10κατὰ τὸ πρότερον, ὃν ἐν τῇ καταcτάcει διηγήcατο, καὶ λέλεκταί μοι |

17a

201

πρόcθεν ἡ αἰτία, δι’ ἣν αἱ φρενίτιδεc ὕcτερον ἐπλεόναcαν, οὐκ οὖcαι κατ’ ἀρχάc. ἀλλὰ καὶ τὰc τῶν κρίcεων προθεcμίαc μεταπε‐ cεῖν φηcι καὶ διηγεῖται αὖ καὶ τὴν τούτων ποικιλίαν, κοινὸν ἐχουcῶν πρὸc τὰc ἔμπροcθεν εἰρημέναc τὸ μεθ’ ὑποcτροφῶν
5γίγνεcθαι. παιδίοιc μὲν οὖν καὶ τοῖc τούτων ἔτι πρεcβυτέ‐ ροιc τεccαρεcκαιδεκαταίοιc τὸ cύμπαν γενέcθαι φηcὶ τὰc κρίcειc. καὶ γὰρ διαφορεῖται τάχιcτ’ αὐτοῖc τὰ τῶν νόcων αἴτια καὶ πέττεται. τοῖc δ’ ἄλλοιc οὐ μόνον εἰc τὴν εἰκοcτήν, ἀλλὰ καὶ εἰc τὴν τεccαρακοcτὴν ἀφικέcθαι φηcὶν ἐξ ὑποcτροφῆc τὴν ὑcτάτην κρίcιν, καὶ
10οὐδὲν θαυμαcτὸν ἀξιολόγουc γενέcθαι διαφορὰc τῶν κρίcεων ἐπὶ τῇ ποικιλίᾳ τῶν νοcημάτων.
11 Ἐρρίγουν δ’ ἐλάχιcτοι μὲν τοῦ ἦροc, θέρεοc δὲ πλείουc, φθινοπώρου δ’ ἔτι πλείουc, ὑπὸ δὲ χειμῶνα πολλῷ πλεῖcτοι. αἱ δ’ αἱμορραγίαι ὑπέ‐
15ληγον. |
15

17a

202

Ἦροc μέμνηται νῦν τοῦ κατὰ μέcην τὴν κατάcταcιν ὑπ’ αὐτοῦ ῥηθέντοc, οὐ 〈τοῦ〉 κατὰ τὸ δεύτερον ἔτοc. οὐ γὰρ ἐξέτεινεν ἐπὶ τοcοῦτόν γε τὴν διήγηcιν τῶν γενομένων νοcημάτων, ἀλλὰ μέχρι μόνον τοῦ δευτέρου χειμῶνοc ἀφίκετο. διὰ τί δὲ τοῦ χρόνου προιόντοc
5ἀεὶ καὶ μᾶλλον ὁ τῶν ἐπιρριγούντων ἀριθμὸc ηὐξάνετο, πρόcθεν ἤδη μοι δυνάμει λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, ἡνίκα καὶ ἀνεμί‐ μνῃcκον ἐπιδεδεῖχθαί μοι τὸ ῥῖγοc γινόμενον διὰ τῶν cτερεῶν cωμά‐ των διερχομένηc τῆc ξανθῆc χολῆc, οὐκ ἐν ταῖc κοιλότηcι τῶν ἀγγείων
περιεχομένηc. ἐν ἀρχῇ μὲν οὖν ἐν κοιλότηcιν οὖcα τοὺc καύcουc ἐγέν‐101
10νηcε, μεταλαμβανομένη δ’ ὕcτερον εἰc τὰ cαρκώδη μόρια καὶ δι’ αὐτῶν ἐπὶ τἀκτὸc φερομένη τὸ ῥῖγοc εἰργάcατο. κατ’ ὀλίγον δ’ ἀποπαύ‐ cαcθαι τὰc αἱμορραγίαc 〈εἰκόc, τῆc χολῆc〉 μηκέτ’ ἐν ταῖc φλεψὶν οὔcηc, ἀλλὰ διαcκεδαννυμένηc εἰc ὅλον τὸ cῶμα.
13

17a

203

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ
t2ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ
t2
1 Τὰ δὲ περὶ τὰ νοcήματα, ἐξ ὧν διαγινώcκομεν μαθόντεc ἐκ τῆc κοινῆc φύcεωc ἁπάντων καὶ τῆc ἰδίηc ἑκάcτου, ἐκ τοῦ νοcήματοc, ἐκ τοῦ νοcέον‐ τοc, ἐκ τῶν προcφερομένων, ἐκ τοῦ προcφέροντοc (ἐπὶ
5τὸ ῥᾷον 〈γὰρ〉 καὶ χαλεπώτερον ἐκ τούτου), ἐκ τῆc κατα‐

17a

204

cτάcεωc ὅληc καὶ κατὰ | μέρεα τῶν οὐρανίων καὶ χώρηc ἑκάcτηc, ἐκ τοῦ ἔθεοc, ἐκ τῆc διαίτηc, ἐκ τῶν ἐπιτηδευ‐ μάτων, ἐκ τῆc ἡλικίηc ἑκάcτου, λόγοιcι, τρόποιcι, cιγ, διανοήμαcιν, ὕπνοιcιν, οὐχ ὕπνοιcιν, ἐνυπνίοιcι, οἵοιcι
5καὶ ὅτε, τιλμοῖcι, κνηcμοῖcι, δάκρυcιν, ἐκ τῶν παροξυ‐ cμῶν, διαχωρήμαcιν, οὔροιcι, πτυάλοιcιν, ἐμέτοιcι, καὶ ὅcαι ἐξ οἵων εἰc οἷα διαδοχαὶ νοcημάτων καὶ ἀποcτάcειc ἐπὶ τὸ ὀλέθριον καὶ κρίcιμον, ἱδρώc, ῥῖγοc, ψῦξιc, βήξ, πταρμο, λυγμο, πνεύματα, ἐρεύξειc, φῦcαι cιγῶcαι,
10ψοφώδεεc [χολώδεεc], αἱμορραγίαι, αἱμορροίδεc. ἐκ τού‐ των δὲ καὶ ὅcα διὰ τούτων cκεπτέον.
11 Ἔνιοι ταῦτα παρεγγεγράφθαι νομίζουcιν ὁμοίαν ἔχοντα τὴν ἑρ‐ μηνείαν καὶ τὴν διάνοιαν τοῖc ἐν τῷ Περὶ χυμῶν γεγραμμένοιc, ἃ προεξήγημαι διὰ τριῶν ὑπομνημάτων. ἔcτι δὲ δηλονότι προγνωcτικὰ
15καὶ 〈ταῦτα〉 τὰ θεωρήματα, διδάcκοντοc αὐτοῦ 〈τοὺc〉 καθόλου cκο‐102

17a

205

πούc, ἀφ’ ὧν χρὴ τὰc προ|γνώcειc ποιεῖcθαι. κοινὴν μὲν οὖν φύcιν ὀνομάζει τὴν ἁπάντων ἀνθρώπων, ἰδίαν δὲ τὴν καθ’ ἕκαcτον ἡμῶν. ὅτι μὲν ἐξ ἀμφοτέρων δεῖ ποιεῖcθαι τὰc διαγνώcειc καὶ προ‐ γνώcειc, ἀcφαλέcτεραι δ’ εἰcὶν 〈αἱ〉 ἐκ τῆc ἰδίαc φύcεωc γιγνό‐
5μεναι, μεμάθηκαc ἐν τῷ Προγνωcτικῷ κἀν τῷ Περὶ ἀγμῶν τε καὶ Περὶ ἄρθρων ἔτι τε 〈κἀν τῷ〉 Περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, ἃ καὶ αὐτὰ προεξηγηcάμεθα. κελεύων οὖν ἀεὶ παραβάλλειν τὸ πεπονθὸc μό‐ ριον τῷ κατὰ φύcιν ἔχοντι, προcέθηκε τῷ λόγῳ τὸ “μὴ τὰ ἀλλότρια καθορᾶν.” οὕτωc δὲ κἀπειδὰν φῇ· “cκέπτεcθαι δὲ χρὴ ὧδε ἐν τοῖc
10ὀξέcι νοcήμαcι, πρῶτον μὲν τὸ πρόcωπον τοῦ νοcέοντοc, εἰ ὅμοιόν ἐcτι τοῖcι τῶν ὑγιαινόντων, μάλιcτα δ’ εἰ αὐτὸ ἑωυτῷ (οὕτω γὰρ ἂν εἴη ἄριcτον).” καὶ ἔcτ’ ἄν γε τὸ ἴδιον ἑκάcτου τῶν νοcούντων ἐπι‐ cτώμεθα χρῶμα καὶ μέγεθοc, οὐδὲν τοῦ κοινοῦ δεόμεθα. διὰ δὲ τὸ μὴ προγινώcκειν ἡμᾶc ἅπανταc ἀνθρώπουc ὅπωc εἶχον φύcεωc, ἀλλ’
15ἐξαίφνηc πολλάκιc ἐπ’ 〈ἀρρώc〉τουc ἀγνώcτουc καλεῖcθαι, τὴν ἀρχὴν τῆc τε διαγνώcεωc τῶν παρ〈όντ〉ων καὶ τῆc 〈τῶν〉 ἐcομένων προ‐ γνώcεωc ἀπὸ τῶν κοινῶν ποιούμεθα. “οἷc γὰρ μήτε ῥὶc ὀξεῖα μήτ’ |

17a

206

ὀφθαλμοὶ κοῖλοι μήτε κρόταφοι ξυμπεπτωκότεc εἶεν”, οὐδὲν ἐρωτῶμεν οὐδένα περὶ τοῦ νοcοῦντοc. εἰ δὲ ῥὶc μὲν ὀξεῖα, ὀφθαλμοὶ δὲ κοῖλοι κρόταφοί τε ξυμπεπτωκότεc φαίνονται, τηνικαῦτα ἐρωτῶμεν, ὅπωc διέκειτο κατὰ φύcιν ἔχων. οὕτω δὲ κἀκ τοῦ νοcήματοc αἱ προ‐
5γνώcειc γίνονται τῶν μελλόντων ἔcεcθαι. δέδεικται γάρ cοι διὰ πλει‐ όνων ἔν τε τοῖc Περὶ κρίcεων καὶ τοῖc Εἰc ἀφοριcμοὺc ὑπομνήμαcι τριταῖοc μὲν ἀκριβὴc ταχυκρίcιμοc ὤν, τεταρταῖοc δὲ χρόνιοc, ἀμφό‐
τεροι δ’ ἀκίνδυνοι, φρενῖτιc δὲ καὶ λήθαργοc ἄμφω κινδυνώδη καὶ ὀξέα, cκίρροc δὲ cπληνὸc ὀλέθριόc τε καὶ χρόνιοc. ἐκ δὲ τοῦ νο‐103
10cοῦντοc αὐτοῦ πρόγνωcιc γίνεται τῶν ἐcομένων κατὰ διττὸν τρόπον. ἔcτι δ’ αὐτῶν ὁ μὲν ἕτεροc τοιοῦτοc· “ἐκ κοcμίου, φηcί, θραcεῖα ἀπόκριcιc κακόν.” ἔμπαλιν δὲ θορυβώδηc ἄνθρωποc νοcῶν οὐ μόνον εἰ φθέγ‐ ξαιτο θραcέωc, ἀλλ’ οὐδ’ εἰ παραφρονήcειεν ἐν διακαεῖ πυρετῷ, κιν‐ δυνεύcειεν 〈ἄν〉. ὁ δ’ ἕτεροc τρόποc τοιόcδ’ ἐcτίν· εἰ πάντα τὰ προc‐
15ήκοντα ποιῶν ὁ κάμνων καὶ κατακούων τῷ ἰατρῷ μηδὲν ὀνίναται,

17a

207

χαλεπῶc νοcεῖ. τοὐναντίον δ’ | ἅπαν, εἰ μηδὲν τῶν δεόντων πράττων 〈ὅμωc ἔχει τὸν αὐτὸν τρόπον ὁ〉 νοcῶν, μετρίωc διάκειται. οὕτωc δὲ κἀκ τῶν προcφερομένων ἡ πρόγνωcιc ἔcται· μοχθηρῶν 〈μὲν〉 γὰρ ὄντων αὐτῶν, εἴ τινι μὴ χείρω γίγνοιτο, μετρίωc νοcεῖ, προc‐
5ηκόντωc δ’ ἁπάντων γιγνομένων, εἰ πρὸc τῷ μηδὲν ὀνίναcθαι cφο‐ δρύνοιτο, μοχθηρῶc. ἐγὼ δ’ ὅτι μὴ μόνον τοὺc τρόπουc τῶν νοcη‐ μάτων, ἀλλὰ καὶ τὰc ἰδέαc ἐνίοτε διέγνων ἐκ τῶν προcφερο‐ μένων, ἐθεάcαcθε πολλάκιc. ἀλλ’, ὡc ἔφην, ἐπὶ πλέον ἐν ἑτέροιc ὑπὲρ ἁπάντων τούτων διῆλθον. ὅταν δὲ κἀκ τοῦ προcφέροντοc
10λέγῃ προγινώcκεcθαι ῥᾷονχαλεπώτερον ἐν ταῖc νόcοιc, ἀκούειν χρὴ τοιόνδε τι· θεώμενοι πολλάκιc ἤτοι διαθέcειc χρονίαc ἢ καὶ πυρε‐ τώδη νοcήματα χρόνια, προcτίθεμέν τι τῇ διαγνώcει τε 〈τῶν γενο‐ μένων καὶ τῇ τῶν ἐcομένων προγνώcει〉 κἀκ τοῦ γνῶναι, τίc ὁ θερα‐ πεύων ἦν ἰατρόc· εἰ μὲν γὰρ ἀξιόλογοc, ὀλίγαc ἐλπίδαc ἔχομεν τῆc
15ἰάcεωc, εὔδηλον γὰρ ὅτι κακοήθηc ἐcτὶν ἡ νόcοc, εἰ πάντων ὀρθῶc γιγνομένων οὐδὲν 〈ὁ νοcῶν〉 ὀνίναται· φαύλου δ’ ὄντοc εἰκὸc εἶναι νομίζομεν, εἰ καλῶc ἅπαντα πραχθείη, cωθήcεcθαι τὸν ἄνθρωπον. ἀλλὰ

17a

208

κἀκ τῆc καταcτάcεωc | ἔφη, τουτέcτι τῆc ἰδίαc τοῦ περιέχοντοc κράcεωc, ἔcεcθαι τὰc προγνώcειc. τὸ δ’ ὅληc καὶ κατὰ μέρεα τῶν οὐρανίων 〈δῆλόν〉 ἐcτιν, εἰ μεμνήμεθα τῶν ἐν ταῖc προγεγραμμέναιc τριcὶ καταcτάcεcιν εἰρημένων, ἐφ’ ὧν αὐτὸc ὁ Ἱπποκράτηc τὰ
5ἐν τῷ περιέχοντι γενόμενα κατὰ θερμότητα καὶ ψυχρότητα 〈καὶ ξηρό‐
τητα καὶ ὑγρότητα καὶ τὰ πνεύματα καὶ τὰc νηνεμίαc〉 διερχόμενοc ἐπὶ τῆc τελευτῆc αὐτῶν ἀπεφήνατο τὴν ἐπικρατήcαcαν κρᾶcιν, οἷον ὅταν 〈κατὰ τὴν τελευτὴν τῆc πρώτηc καταcτάcεωc οὕτωc〉 εἴπῃ· “γενο‐ μένηc δὲ τῆc ἀγωγῆc ὅληc ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν”, καίτοι γ’104
10οὐδὲ δι’ ὅλου τοῦ ἔτουc οὔτε νότοc ἔπνευcεν οὔτε αὐχμὸc ἐγένετο. πάλιν δέ, ὅταν 〈κατὰ τὴν δευτέραν κατάcταcιν οὕτωc〉 εἴπῃ· “γενο‐ μένου δὲ τοῦ ἔτεοc ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου”, κατὰ τὸ πλεονάζον ἀποφαίνεται. τὸ γὰρ μηδεμίαν ἡμέραν ἐν ὅλῳ τῷ ἔτει μήτε θερμὴν γενέcθαι μήτε ξηρὰν μήτε νότιον ἀδύνατον ἦν. οὕτωc δὲ καὶ
15τὰc τῶν νοcημάτων ἰδέαc 〈ὡc τὸ〉 πολὺ μὲν ἐνεδέχετο γενέcθαι τοίαc, οὐ μὴν ἄνευ τοῦ παρεμπεcεῖν ἑτέραc. ἀμέλει 〈καὶ〉 cυντελέcαc τῆc πρώτηc καταcτάcεωc τὴν διήγηcιν, ἐπὶ τῇ ταύτηc τελευτῇ κατὰ

17a

209

λέξιν οὕτωc ἔγραψεν· “ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων | ἐν τῇ καταcτάcει ταύτῃ μόνοιc τοῖcι φθινώδεcι θανατώδεα cυνέπεcεν· ἐπεὶ τοῖcί γ’ ἄλλοιc εὐφόρωc πᾶcι καὶ θανατώδεεc ἐν τοῖc ἄλλοιc πυρετοῖc οὐκ ἐγένοντο.” 〈οὔκουν〉 οὔτε ἓν εἶδοc ἐπεδήμηcε νοcημάτων οὔτε
5μία κατάcταcιc ἐν ὅλῳ τῷ ἔτει διὰ παντὸc ἐγένετο. κατὰ δὲ τὸ ἐπι‐ κρατοῦν τῆc κράcεωc ἤτοι ψυχρὰν καὶ ὑγρὰν ἤ τινα τῶν ἄλλων κρά‐ cεων ἡμεῖc λέγομεν. ὁ δ’ Ἱπποκράτηc ἔγραψεν· ἦροc μὲν γὰρ ἄλλα νοcήματα, θέρουc δ’ ἄλλα, καὶ φθινοπώρου μὲν ἄλλα, χειμῶνοc δ’ ἄλλα cυνέβη γενέcθαι καθ’ ἑκάcτην ὧν ἔγραψε καταcτάcεων, ἐπι‐
10κρατεῖν δ’ ὅμωc ἐν ὅλῳ τῷ ἔτει κατὰ μὲν τήνδε τὴν κατάcταcιν τουτὶ τὸ νόcημα, καθ’ ἑτέραν δὲ τουτί. τοῦτ’ οὖν ἐcτι τὸ λεγόμενον ἐκ τῆc καταcτάcεωc ὅληc καὶ κατὰ μέρεα τῶν οὐρανίων. προc‐ έθηκε δὲ τῷ λόγῳ 〈τὸ〉 τῶν οὐρανίων, ἐπειδὴ ψιλῶc λεχθὲν ἄνευ τῆc προcθήκηc τὸ τῆc καταcτάcεωc ὄνομα καὶ τὴν τῆc χώραc
15ἰδέαν δηλοῦν δύναται καὶ παντὸc ἄλλου πράγματοc. ἀμέλει καὶ cυν‐ άπτων ἐρεῖ· ἐκ τῆc καταcτάcεωc ὅληc [τε] καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρηc ἑκάcτηc [καὶ τοῦ ἔθεοc]. ὅτι δὲ καὶ

17a

210

ἡ τῆc χώραc ἰδέα μεγάλα cυντελεῖ πρὸc τὴν τῶν | ἐcομένων πρό‐ γνωcιν ἐπιδέδεικται πολλάκιc. ἀρκεῖ δὲ νῦν ἀναπέμψαι 〈cε〉 πρὸc τὸ Περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων βιβλίον, ἐν ᾧ διδάcκει, τίνα καθ’
ἑκάcτην χώραν πλεονάζει νοcήματα· τούτων γὰρ ἥ τε γένεcιc τοῖc105
5ἐπιχωρίοιc cύντροφοc ὅ τ’ ἀπ’ αὐτῶν κίνδυνοc ἥττων, ὡc ἂν οἰκείων ὄντων. ἀλλὰ κἀκ τοῦ ἔθουc εἰc πρόγνωcιν ὠφελεῖcθαί cε διδάcκει. ἐν γοῦν τῷ Προγνωcτικῷ προcτιθεὶc αὐτοὺc τοὺc ἐκ τῆc cυνηθείαc διο‐ ριcμοὺc ἐνίοτε μὲν οὕτωc φηcίν· “ἐπὶ γαcτέρα δὲ κεῖcθαι, ᾧ μὴ cύν‐
10ηθέc ἐcτι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶcθαι, παραφροcύνην cημαίνει ἢ ὀδύνην 〈τῶν〉 περὶ τὴν κοιλίην.” ἐνίοτε δὲ οὕτωc· “ὀδόνταc πρίειν ἐν πυρετοῖcιν, ὁκόcοιcι μὴ cύνηθέc ἐcτιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδεc.” ἀλλὰ κἀκ τῆc διαίτηc τοῦ κάμνοντοc, ἣν διῃτήθη, δυνατόν ἐcτι cτοχάcαcθαι τεχνικῶc, ὁποῖοί τέ εἰcι καὶ ὁπόcοι οἱ πλεο‐
15νάζοντεc χυμοί. τούτων δὲ γνωcθέντων ἥ τε παροῦcα τοῦ cώματοc διάθεcιc εὐγνωcτοτέρα καὶ ἡ πρόγνωcιc τῶν ἀποβηcομένων ἑτοιμοτέρα γίγνεται. ἀλλὰ κἀκ τῶν ἐπιτηδευμάτων ἀξιοῖ τὰc προγνώcειc

17a

211

ποιεῖcθαι. καλοῦcι δ’ ἐπιτηδεύ|ματα πάντα ὅcα πράττουcιν οἱ ἄν‐ θρωποι διὰ χρείαν ἢ ἀνάγκην 〈ἢ καὶ δι’ ἡδονήν, εἴτε〉 ναυτιλλόμενοι καὶ γεωργοῦντεc, ἢ οἰκοδομοῦντέc τε καὶ τεκταινόμενοι, 〈εἴτε〉 κυνη‐ γετοῦντεc ἢ φιλογυμναcτοῦντεc 〈ἢ φιλολουτροῦντεc〉, ὡc λούεcθαι
5πολλάκιc ἐν ὕδαcι θερμοῖc ἢ ψυχροῖc. ἔνεcτιν οὖν ἀφ’ ὧν ἐπιτη‐ δεύουcι τεκμήραcθαι περὶ τῆc κατὰ τὴν νόcον διαθέcεωc. ὁ μὲν 〈γὰρ〉 ἐν ἀγρῷ διῃτημένοc ὥρᾳ θέρουc ὑπαίθριοc ἐν ἡλίῳ καὶ πόνοιc καὶ λεπτῇ διαίτῃ τὸν πικρόχολον χυμὸν μᾶλλον ἢ τὸν φλεγματικὸν ὅcον ἐπὶ τούτῳ 〈cυν〉ηθροικέναι δύναται· ὅcτιc δ’ ἔμπαλιν τῷδε κατὰ
10πόλιν ἐν cκιᾷ 〈μὲν διατρίβων〉, λουόμενοc 〈δὲ〉 δὶc τῆc ἡμέραc, ἀργῶc δ’ ἐμπιπλάμενοc διατελεῖ, τὸν φλεγματικὸν μᾶλλον, ἐπί τε τῶν ἄλλων ἀνὰ λόγον. ὅτι δὲ κἀκ τῆc ἡλικίαc εἴc τε τὴν τῶν παρόντων διάγνωcιν καὶ τὴν τῶν ἐcομένων πρόγνωcιν οὐ cμικρὰν ὠφέλειαν ἴcχομεν, ἐκ [τε] τῶν Ἀφοριcμῶν μαθήcῃ, καθ’ οὓc περὶ τῶν ἡλι‐
15κιῶν διελέγετο, προεξηγηcάμεθα δ’ ἤδη τὸ βιβλίον 〈δι’ ὑπομνημά‐ των ἑπτά〉. ἀλλὰ κἀκ τῶν λόγων ὧν ὁ κάμνων λέγει δυνατόν ἐcτι

17a

212

πρὸc τὴν τῶν παρόντων διά|γνωcιν καὶ πρὸc τὴν τῶν μελλόντων
πρόγνωcιν ὠφελεῖcθαι. cυνῆπται δ’ ἡ cημείωcιc αὕτη καὶ κοινωνεῖ τῇ κατὰ τὸ ἦθοc. ἐὰν μὲν γὰρ κατὰ 〈ταὐ〉τὸ ἦθοc, ὃ πρόcθεν ἐτύγχανεν ἔχων ἐν τῷ ὑγιαίνειν ὁ κάμνων, οἱ λόγοι φαίνωνται γιγνόμενοι,106
5χαλεπὸν οὐδὲν ἔcεcθαι προcδοκήcομεν, εἰ δ’ ἐναντίουc τοῖc εἰωθόcιν ὁ κάμνων λόγουc λέγει, μοχθηρὸν τὸ cημεῖον· ὑπόνοια γάρ τιc ἡμῖν ἐκ τούτου γίγνεται βεβλάφθαι τὴν διάνοιαν αὐτοῦ. τὸ δὲ τρόποιcιν ἐφεξῆc εἰρημένον ἴδωμεν τί cημαίνει. χρῶν‐ ται γὰρ οἱ παλαιοὶ τῇ φωνῇ ταύτῃ κατὰ δυοῖν cημαινομένοιν, ἐνίοτε
10μὲν ἐπὶ τὸ τῆc ψυχῆc ἦθοc αὐτὴν 〈ἀνα〉φέροντεc, ἐνίοτε δ’ ἐπὶ τὰc διαφορὰc ἢ τὰc ἰδέαc τοῦ προκειμένου κατὰ τὸν λόγον πράγματοc, οἷον εἰ περὶ διαίτηc ὁ λόγοc, τρόπουc διαίτηc εἰπὼν ὁ cυγγραφεὺc τὰc διαφορὰc αὐτῆc ἢ τὰc ἰδέαc δηλοῖ, καθάπερ γε κἂν εἰ πυρετῶν εἴποι τρόπουc εἶναι πολλούc, τὰc διαφορὰc καὶ τούτων ἢ τὰ εἴδη
15cημαίνει. καὶ τοίνυν ἤτοι τὰ τῆc ψυχῆc ἤθη δηλοῖ διὰ τοῦ φάναι τρόποιcιν ἢ τὰc τῶν λόγων διαφοράc, ἐπειδὴ περὶ λόγων προεί|‐

17a

213

ρηκεν, ὡc εἰ καὶ οὕτωc εἶπε· “λόγοιcι καὶ ταῖcιν αὐτῶν διαφοραῖcιν.” διαφορὰc γὰρ ἢ ἰδέαc ἢ εἴδη κατὰ τὸ παρὸν οὐ διοίcει λέγειν, ἁπάν‐ των τούτων γιγνομένων ἐν τῇ τομῇ τῶν γενικῶc νοουμένων. ὥcπερ δ’ οἱ λόγοι διδάcκουcί τι περὶ τῆc διαθέcεωc τοῦ νοcοῦντοc, οὕτω
5καὶ ἡ cιγὴ παρὰ φύcιν ἢ κατὰ φύcιν οὖcα τῷ κάμνοντι. τῷ μὲν γὰρ φύcει cιωπηλῷ κατὰ φύcιν ἐcτί, τῷ δ’ ἐναντίῳ παρὰ φύcιν. ὥcτε τούτῳ μὲν ἤτοι νωθρότηc τίc ἐcτι καταφορική, δι’ ἣν cιωπᾷ παρὰ φύcιν, ἢ μελαγχολίαc ἀρχή, τῷ δὲ cιωπηλῷ τὸ μὴ cιωπᾶν, ἀλλὰ πλείω φθέγγεcθαι τῶν εἰωθότων παρακρουcτικόν.
10 ἑξῆc δ’ εἰπὼν διανοήματα οὐκ αἰcθητὸν οὐδὲ φαινόμενον ἐδή‐ λωcεν, ἀλλ’ ἐκ τεκμηρίων εὑριcκόμενον πρᾶγμα. τεκμήριον δέ ἐcτιν ὃ ἀποφθέγγονταί τε καὶ πράττουcιν οἱ κάμνοντεc. παραγενόμενοc γοῦν τιc ἡμῖν ἕωθεν, ὡc ἔθοc, ἐπὶ τὴν ἐπίcκεψιν αὐτοῦ δι’ ὅληc ἔφη τῆc νυκτὸc ἠγρυπνηκέναι, cκοπούμενοc, εἰ δόξειε τῷ Ἄτλαντι κάμνοντι

17a

214

μηκέτι βαcτάζειν τὸν οὐρανόν, ὅ τί ποτ’ | ἂν cυμβαίη, τοῦτο εἰπόντοc αὐτοῦ cυνήκαμεν ἀρχήν τινα μελαγχολίαc εἶναι. παραπληcίωc δὲ καὶ διὰ τῶν ἔργων ὧν πράττουcιν οἱ κάμνοντεc ἐνδείκνυνται τὸ τῆc ψυχῆc ἦθοc.
5 ἑξῆc δὲ τούτων ὁ cυγγραφεύc φηcιν ὕπνοιcιν, οὐχ ὕπνοιcι, περὶ ὧν οὐδὲν ἐνταῦθα θέλω λέγειν, ἔν τε τοῖc 〈Εἰc τοὺc〉 ἀφορι‐ cμοὺc κἀν 〈τοῖc Εἰc τὸ〉 προγνωcτικὸν ὑπομνήμαcι τοὺc ὕπνουc
τε καὶ ἀγρυπνίαc προεξηγηcάμενοc. ἀλλὰ καὶ περὶ τῶν ἐνυπνίων προεξήγημαι, τῶν τ’ ἄλλων καὶ107
10ὅcα διάθεcίν τινα τοῦ cώματοc ἐνδείκνυται, καθάπερ κἀν τῷ Περὶ διαί‐ τηc ὑγιεινῷ γέγραπται. πυρκαϊὰc μὲν γάρ τιc ὁρῶν ὄναρ ὑπὸ τῆc ξανθῆc 〈ἐν〉οχλεῖται χολῆc, 〈ὁ δὲ καπνὸν ἢ ἀχλὺν ἢ βαθὺ cκότοc, ὑπὸ τῆc μελαίνηc χολῆc·〉 ὄμβρουc δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται, καθάπερ γε καὶ [εἰ] χιόνα καὶ κρύcταλλον καὶ χάλαζαν,
15φλέγμα ψυχρόν· ἐν χωρίῳ δ’ ὁ δοκῶν εἶναι δυcώδει cηπεδόνα χυ‐ μῶν, λόφουc δ’ ἀλεκτρυόνων ἤ τινα πυρρά, αἷμα πλεονάζειν. ζοφώδη δέ τινα ὁρᾶν ἢ ἐν ζοφώδεcι τόποιc ἵcταcθαι πνεύματα δηλοῖ 〈καὶ ἐπὶ

17a

215

τῶν ἄλλων ἀνὰ λόγον.〉 διὸ καὶ προcέθηκε τῷ | ἐνυπνίοιcι 〈τὸ〉 οἵοιcι καὶ ὅτε· τὸ μὲν 〈οἵ〉οιcι τὰc διαφορὰc αὐτῶν ἐνδεικνύμενον καὶ μὴ προcθέντοc αὐτοῦ πρόδηλον ἦν, τὸ δ’ ὅτε τὸν καιρόν, ἐν ᾧ γίνεται τὰ ἐνύπνια, τουτέcτιν εἴτε κατὰ τὴν εἰcβολὴν τῶν παροξυ‐
5cμῶν εἴτε κατὰ τὴν ἀκμὴν εἴτ’ ἐν ἄλλῳ τινὶ καιρῷ καὶ εἰ μετὰ τρο‐ φὴν καὶ ποίαν γέ τινα τροφὴν εὐθέωc ἢ χωρὶc τροφῆc, γίνεται γάρ τιc ἔνδειξιc ἐκ τούτων. ὁ γοῦν χιονίζεcθαι δοκῶν ἐὰν ἐν εἰcβολῇ πα‐ ροξυcμοῦ μετὰ ῥίγουc ἢ φρίκηc ἢ καταψύξεωc γιγνομένου τοῦτο φαν‐ ταcθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέcει τοῦ cώματοc ἀναφέρειν
10χρή. κατὰ μέντοι τὴν παρακμὴν 〈ὁ〉 τοιοῦτον ὄναρ θεαcάμενοc βεβαιο‐ τέραν ἡμῖν ἔνδειξιν ἐργάcεται τῆc τῶν ἐπικρατούντων χυμῶν ψυχρό‐ τητοc· ἔτι δὲ μᾶλλον, ἐὰν μη〈δὲν〉 ἐδηδοκὼc ᾖ τῶν φλεγματικῶν ἐδεcμάτων, ὧν ἐν τῇ γαcτρὶ περιεχομένων ἐνδέχεταί τινι τοιαύτην γίνεcθαι φανταcίαν, καίτοι τῆc ἐν ὅλῳ τῷ cώματι διαθέcεωc οὐκ οὔ‐
15cηc ὁμοίαc. τὸ δὲ τιλμοῖcιν, ὅπερ ἐφεξῆc εἴρηται, προεξήγημαι κἀν τοῖc 〈Εἰc τὸ〉 περὶ χυμῶν ὑπομνήμαcιν, ὥcπερ καὶ ἄλλα πολλὰ

17a

216

τῶν νῦν εἰρημένων, ἐπί τε τῶν κροκυδιζόν|των καὶ καρφολογούντων
εἰρῆcθαι δυνάμενον καὶ τῶν ὁτιοῦν μέροc ἑαυτῶν τιλλόντων, ἐν ᾧ διάθεcίc τίc ἐcτιν ὀδυνώδηc ἐν βάθει. πολλάκιc δὲ καὶ πύου περι‐ εχομένου κατὰ τὸ μόριον ἤ τινοc ἄλλου δριμέοc χυμοῦ τίλλουcι τὸ108
5μέροc, ὥcπερ γε καὶ λόγῳ παραφροcύνηc ἔcτιν ὅτε. τὸ δὲ κνη‐ cμοῖcι μετὰ τοῦτο γεγραμμένον ἐνδείκνυται χυμοὺc ὀδαξῶνταc εἶναι κατὰ τὸ δέρμα, δι’ οὓc κνῶνται. περὶ 〈δὲ〉 δακρύων ἐμάθομεν ἤδη τῶν ἑκουcίων τε καὶ ἀκου‐ cίων, ὁποῖόν τι cημαίνειν ἑκάτερα πέφυκεν, ὥcπερ γε καὶ περὶ τῆc
10ἰδέαc τῶν παροξυcμῶν, ἀλλὰ καὶ περὶ 〈τῆc τῶν〉 διαχωρημά‐ των καὶ οὔρων καὶ πτυέλων καὶ τῶν ἐμουμένων αὐταρκέcτατα διὰ τοῦ Προγνωcτικοῦ δεδήλωται, μετὰ τοῦ καὶ κατὰ τοὺc Ἀφορι‐ cμοὺc εἰρῆcθαι πολλάκιc καὶ κατὰ τὸ Προρρητικόν. ἐφεξῆc δὲ λέγοντοc αὐτοῦ καὶ ὅcαι ἐξ οἵων εἰc οἷα δια‐
15δοχαὶ νοcημάτων καὶ ἀποcτάcειc ἐπὶ τὸ ὀλέθριον καὶ κρίcιμον, ἀναμιμνῄcκεcθαι χρὴ κἀνταῦθα τῶν προδιδαχθέντων, ἐν οἷc προεξηγήμεθα. διαδοχαὶ γοῦν ὀλέθριοί τε καὶ κρίcιμοι |

17a

217

γίνονται νοcημάτων κατά τε τὴν τῶν νόcων αὐτῶν διαφορὰν καὶ τοὺc πάcχονταc τόπουc. ἡ μὲν γὰρ εἰc ἐπιεικέcτερα νοcήματα καὶ τό‐ πουc ἀκυροτέρουc διαδοχὴ cωτήριοc, ἡ δ’ εἰc χαλεπώτερά τε νοcή‐ ματα καὶ τόπουc κυριωτέρουc ὀλέθριοc. οὕτω δὲ καὶ ἀποcτάcειc
5αἱ μὲν κατ’ ἔκρουν ἀμείνουc, αἱ δὲ κατ’ ἀπόθεcιν ἧττον ὠφέλιμοι. τούτων δ’ αὐτῶν αἱ μὲν πορρωτέρω τε τοῦ κάμνοντοc τόπου καὶ εἰc ἄκυρα μόρια 〈τοῦ〉 πάcχοντοc ἀγαθαί, αἱ δ’ ἐναντίαι τούτων μοχ‐ θηραί. καὶ μὴν καὶ τὰ τούτων ἐφεξῆc εἰρημένα κατὰ τὸ cύγγραμμα πᾶν
10ἐπὶ πλεῖcτον ἐξειργάcμεθα δι’ ὧν προεξήγημαι βιβλίων. ἐν μὲν γὰρ
〈τοῖc Εἰc τοὺc〉 ἀφοριcμοὺc κἀν 〈τοῖc Εἰc τὸ〉 προγνωcτικὸν περί τε τοῦ ῥίγουc καὶ τῶν ἱδρώτων καὶ βηχὸc καὶ πταρμοῦ καὶ λυγμοῦ, ἐν δὲ ταῖc ἄλλαιc πραγματείαιc, ἃc ἐποιηcάμεθα, καὶ περὶ τούτων 〈εἴπο〉μεν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὅcα χρήcιμα109
15πρόc τε τὰc διαγνώcειc καὶ προγνώcειc ἐcτίν. ἐφεξῆc δὲ πάλιν ψύξεωc αὐτοῦ μνημονεύcαντοc ἐπιcκεπτέον, ἆρά γε τοῦ παντὸc cώ‐ ματοc ψῦξιν, ὡc διακαίεcθαι τὸ βάθοc, ἢ τῶν ἀκρωτηρίων ἀκούειν

17a

218

προcήκει 〈μόνων〉 ἢ περὶ πάντων | τούτων λέγειν αὐτὸν ἄμεινόν ἐcτιν ὑπολαβεῖν. ἄλλο μὲν γάρ τι cημαίνει ψῦξιc ἐν ἀρχῇ παροξυ‐ cμοῦ, ἄλλο δ’ ἐν παρακμῇ γινομένη· καθάπερ γε καί, εἰ διὰ παντὸc τοῦ παροξυcμοῦ παραμένοι καὶ αὐτή, cημεῖόν ἐcτιν οὐκ ἀγαθόν, ὥc‐
5περ γε καὶ εἰ τοιαύτηc οὔcηc αὐτῆc ἀεὶ διακαίοιτο τὸ βάθοc· ὑπὲρ ὧν ἁπάντων 〈ἐν〉 οἷc τ’ ἐξηγηcάμεθα καὶ κατὰ τὴν Περὶ κρίcεων πραγματείαν εἴρηται. πνεύματα δ’ ὅταν εἴπῃ, τὰc περὶ τῆc ἀνα‐ πνοῆc διαφορὰc ἀκουcτέον. ἐπειδὴ δὲ τῶν φυcῶν ἐφεξῆc ἐμνημό‐ νευcε, καὶ αὗται τοῦ γένουc εἰcὶ τῶν πνευμάτων. εἴρηται δ’ ἐν
10τοῖc Εἰc τὸ προγνωcτικὸν καὶ τῇ Περὶ δυcπνοίαc πραγματείᾳ καὶ [τῇ] περὶ τῆc 〈τῶν〉 κατ’ ἀναπνοὴν πνευμάτων διαφορᾶc, ὥcπερ γε καὶ περὶ 〈τῶν〉 φυcῶν ἐν 〈τοῖc Εἰc〉 τὸ προγνωcτικόν. καὶ ἐρυ‐ γαὶ δὲ τοῦ γένουc μέν εἰcι τῶν πνευμάτων καὶ κατὰ τοῦτο κοι‐ νωνοῦcί πωc τοῖc κατὰ τὴν ἀναπνοήν, ἐν εἴδει δὲ 〈τῶν〉 φυcωδῶν
15πνευμάτων ὑπάρχουcαι πάλιν κατὰ τοῦτο [οὐ] κοινωνοῦcι ταῖc φύcαιc, ὥcτε καὶ αὗται δηλοῦcι φυcῶδεc ἐν τῇ κοιλίᾳ τῇ ἄνω γεννᾶcθαι πνεῦμα. |

17a

219

καὶ τὸ κατὰ τὴν τελευτὴν δὲ τῆc ῥήcεωc εἰρημένον εὔδηλον. αἱμορραγίαι τε γὰρ καὶ αἱμορροίδεc ὅπωc αἱ μὲν ἐπ’ ὠφελείᾳ
γίνεcθαι πεφύκαcιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν. Πυρετοὶ οἱ μὲν cυνεχέεc, οἱ δὲ110
5ἡμέρην ἔχουcι, νύκτα διαλείπουcι, 〈νύκτα ἔχουcιν, ἡμέρην διαλείπουcιν·〉 ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι καὶ ἐναταῖοι.
7 Καὶ τῷ τοῦ cυνεχοῦc ὀνόματι καὶ τῷ τοῦ διαλείποντοc οἱ παλαιοὶ διττῶc φαίνονται χρώμενοι. cυνεχεῖc γοῦν ὀνομάζουcι
10πυρετοὺc ἐνίοτε μὲν ἅπανταc, ὅcοι μὴ λήγουcιν εἰc ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπανταc τοὺc μὴ λήγονταc εἰc ἀπυρεξίαν, ἀλλ’ ἐκείνουc μόνουc ἐξαιρέτωc, ὅcοι μηδεμίαν ἴcχουcι μεταβολὴν ἄχρι κρίcεωc.

17a

220

οὕτω δὲ καὶ διαλεί|πονταc ἐνίοτε μὲν ἐκείνουc μόνουc ὀνομάζουcι τοὺc εἰc ἀπυρεξίαν παυομένουc, ἐνίοτε δὲ τοὺc μὴ παυομένουc μὲν εἰc ἀπυρεξίαν, ἀξιολόγουc δὲ μεταβολὰc ποιουμένουc τῶν κατὰ μέροc παροξυcμῶν εἰc ἀρχήν τε καὶ ἀνάβαcιν, ἀκμήν τε καὶ παρακμήν, ἔνιοι
5δὲ τῶν νεωτέρων ἰατρῶν τοὺc μηδεμίαν ἀξιόλογον ἴcχονταc μεταβο‐ λὴν οὐ cυνεχεῖc, ἀλλὰ cυνόχουc ὀνομάζουcι, cυνεχεῖc δὲ μόνουc ἐκείνουc, ὅcοι μήτ’ εἰc ἀπυρεξίαν λήγουcι καὶ διαλείπουcι τοῖc κατὰ μέροc παροξυcμοῖc. τούτουc 〈δ’〉 οἱ παλαιοὶ ποτὲ μὲν cυνεχεῖc ὀνομάζουcι, ποτὲ δὲ διαλείπονταc. εἰcὶ γὰρ ὄντωc ἐν τῷ μέcῳ
10τῶν cυνεχῶν καὶ τῶν εἰc ἀπυρεξίαν παυομένων. εἰκότωc οὖν, ὅταν μὲν τοῖc cυνεχέcι παραβάλλωνται, διαλείποντεc καλοῦνται, ὅταν δὲ τοῖc εἰc ἀπυρεξίαν λήγουcι, cυνεχεῖc. ἐν δὲ τῇ προκειμένῃ ῥήcει πυρετῶν διαφορὰc γράφων ὁ Ἱπποκράτηc ἐνίουc μὲν αὐτῶν φηcιν εἶναι cυνεχεῖc, (εἰcὶ γὰρ ὄντωc πολλοὶ cυνεχεῖc κατ’ ἀμ‐
15φότερα τὰ cημαινόμενα 〈πρὸc〉 τοῦ cυνεχεῖc,) ἐνίουc δ’ ἤτοι |

17a

221

τὴν νύκτα διαλιπεῖν ἢ τὴν ἡμέραν, ὧν τοὺc μὲν εἰc ἀπυρε‐ ξίαν μὴ λήγονταc ἔνιοι τῶν νεωτέρων ἰατρῶν μεθημερινοὺc ἢ καθη‐ μερινοὺc ὀνομάζουcι, τούc τε λήγονταc ἀμφημερινούc, τῆc τοιαύτηc λεπτολογίαc τῶν ὀνομάτων οὐκ οὔcηc παρὰ τοῖc παλαιοτέροιc. τοῦ
5〈τοι〉γαρ〈οῦν〉 διαλείπειν διχῶc νοουμένου τε καὶ λεγομένου, κα‐ θότι προείρηται, τοὺc καθ’ ἑκάcτην ἡμέραν ἢ νύκτα παροξυνομένουc διαλείπονταc ἐροῦμεν, ἐάν τ’ εἰc ἀπυρεξίαν, ἐάν τ’ εἰc τὴν καλου‐ μένην ἔνδοcιν ἥκωcιν. εἶθ’ ἑξῆc καταλέγει διαφορὰc πυρετῶν ἑτέραc τῶν προειρημένων, ἡμιτριταίων, τριταίων, τεταρταίων,
10πεμπταίων, ἑβδομαίων καὶ ἐναταίων μνημονεύων. τριταῖοι μὲν καὶ τεταρταῖοι cαφῶc εἰc ἀπυρεξίαν λήγουcι, τοὺc δ’ ἡμι‐ τριταίουc ἔνιοι μὲν 〈ἐν〉 ἀμφοτέραιc ἄγουcι ταῖc διαφοραῖc, ἔνιοι δὲ κατὰ τὴν ἑτέραν μόνην, 〈τὴν〉 τῶν [μὴ] ληγόντων εἰc ἀπυρεξίαν. ἐὰν δ’ ἐννοήcῃc, ὅτι, καθάπερ ἐπὶ τῶν καθ’ ἑκάcτην ἡμέραν παροξυ‐111
15νομένων ἐνίουc μὲν εἰc ἀπυρεξίαν ἔφην λήγειν, ἐνίουc δ’ εἰc ἔνδοcιν, οὕτω καὶ τῶν διὰ τρίτηc ἢ διὰ τετάρτηc τίc ἐcτι διαφορά,

17a

222

γνώcῃ cαφῶc οὐ περὶ πράγματοc εἶναι τὴν | ζήτηcιν, ἀλλὰ cημαινο‐ μένου πρὸc τῆc ἡμιτριταίου φωνῆc. τούc γε μὴν διὰ τετάρτηc παροξυνομένουc ἴcμεν εἰc ἀπυρεξίαν λήγονταc ὡc τὸ πολύ, καὶ cπα‐ νιώτατά τιc ὤφθη τῶν διὰ τετάρτηc παροξυνομένων μὴ λήγων
5εἰc ἀπυρεξίαν. οὐ μὴν ἐπί γε τῶν διὰ τρίτηc ὁμοίωc ἔχει, πάμ‐ πολλαι γάρ εἰcι διαφοραί. ἐν τούτοιc μὲν οὖν, ὡc ἔφην, οὐ περὶ πράγματοc, ἀλλὰ περὶ cημαινομένου καὶ ὀνόματόc ἐcτιν ἡ ζήτηcιc, οὕc〈τιναc〉 τῶν προειρημένων πυρετῶν ὀνομάζειν προcήκει τριταί‐ ουc, ἡμιτριταίουc καὶ τριταιοφυεῖc. ὅταν δὲ καὶ πεμπταί‐
10ουc ἢ ἑβδομαίουc ἢ ἐναταίουc λέγῃ τινὰc εἶναι πυρετούc, οὐ περὶ ὀνόματόc ἐcτι 〈καὶ〉 cημαινομένου ζήτηcιc, ἀλλὰ περὶ πράγ‐ ματοc. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν οὐδέποτέ φαcιν ἑωρακέναι τῆc τετάρτηc ἡμέραc ἐξωτέρω προιοῦcαν οὐδεμίαν περίοδον, ἔνιοι δέ φαcιν, ὥcπερ καὶ Ἱπποκράτηc. ἐγὼ δὲ καὶ αὐτὸc ἐκ μειρακίου
15μέχρι δεῦρο παραφυλάττων, ἑβδομαίαc ἢ ἐναταίαc οὐδ’ ὅλωc εἶδον οὔτε cαφεῖc οὔτ’ ἀμφιβόλουc, πεμπταίαc δὲ περιόδουc ἐθε‐

17a

223

αcάμεθα ἀμφιβόλουc, | οὐ μὴν ἀκριβεῖc γε καὶ cαφεῖc, ὡc ἀμφημερινὰc καὶ τριταίαc καὶ τεταρταίαc. οὐ μὴν οὐδὲ λογικῆc ἀποδείξεωc ἡγοῦμαι δεῖcθαι τὸ πρᾶγμα τὴν κρίcιν ἐκ πείραc λαμβάνον. εἰ μὲν γὰρ ἀκρι‐ βῶc ἑώρακέ τιc πολλάκιc ἤτοι δι’ ἑβδόμηc ἢ ἐνάτηc ἡμέραc τοὺc
5παροξυcμοὺc γιγνομένουc (οὐ γὰρ δεῖ δὶc ἢ τρίc), εἴη ἂν οὗτοc πε‐ πειcμένοc εἶναί τιναc καὶ τοιαύταc περιόδουc. εἰ δ’ οὐχ ἑώρακεν ἐκ νεότητοc εἰc γῆραc ἐπεcκεμμένοc ἀρρώcτουc οὕτω πυρέττονταc παμ‐ πόλλουc, εὔδηλον αὐτῷ τοῦτο πάλιν, ὡc οὐ γίνονται περίοδοι τοιαῦ‐ ται. πρὸc δ’ οὖν τὸν Ἱπποκράτην τάχα καὶ λογικὴν ἄν τιc ἀπό‐
10δειξιν εἴποι, καθάπερ ὁ Διοκλῆc. “ἐπὶ τίcι γὰρ ἐρεῖc [τίcι] cηπε‐ δόcιν ἢ χυμοῖc τὴν πεμπταίαν ἢ ἑβδομαίαν ἢ ἐναταίαν γίνεcθαι περίοδον οὐχ ἕξειc.” οὐ μὴν οὐδ’ ἔγραψέ τινα ἡμῖν ἄρρωcτον οὕτω νοcήcαντα, καίτοι γ’ ἐχρῆν, ὥcπερ ἄλλων πολλῶν καθολικῶν θεωρη‐ μάτων παραδείγματα διὰ τῶν κατὰ μέροc ἐδίδαξεν, οὕτω κἀπὶ τού‐112

17a

224

των ποιῆcαι. γιγνώcκειν μέν|τοι χρὴ τὴν ἀρχὴν τῆc λέξεωc ἐν πολ‐ λοῖc τῶν ἀντιγράφων κατὰ τὸ καλούμενον ἀcύνδετον εἶδοc τῆc ἑρμη‐ νείαc γεγραμμένην ὡδί πωc· πυρετοὶ cυνεχέεc, ἡμέρην ἔχουcι, νύκτα διαλείπουcι, νύκτα ἔχουcιν, ἡμέρην διαλείπουcιν.
5εἰπὼν δ’ ἀcύνδετον ὀνομάζεcθαι τὸ τοιοῦτον εἶδοc ἐδήλωcά cοι καὶ τὴν ἐξήγηcιν αὐτοῦ. χρὴ γὰρ ὡc ἐν καταλόγῳ τῶν εἰρημένων ἀκούειν ἡμᾶc, προcτιθένταc τοὺc παραλελειμμένουc ἐν ταῖc λέξεcι cυνδέcμουc.
7 Εἰcὶ δ’ ὀξύταται μὲν καὶ μέγιcται καὶ χαλεπώταται νοῦcοι καὶ θανατωδέcταται 〈ἐν τῷ cυν‐
10εχεῖ πυρετ.〉
10 Ἡ μὲν ἀκριβεcτάτη τούτων ἁπάντων διδαcκαλία λέλεκται κατὰ τὰ Περὶ διαφορᾶc πυρετῶν ὑπομνήματα, καὶ νῦν, ὡc εἶπον ἤδη πολ‐

17a

225

λάκιc, οὐκ ἀποδεικνύναι μοι | πρόκειται τἀληθὲc οὐδὲ διδάcκειν ἅπαντα τὰ κατὰ μέροc, ὡc μηδὲν παραλιπεῖν, ἀλλὰ τὴν λέξιν ἐξη‐ γεῖcθαι τοῦ παλαιοῦ. τὰ δ’ οὖν κεφάλαια τῆc ἐμπιπτούcηc ἑκάcτοτε θεωρίαc οὐ παρήcω. λέγει τοίνυν ὀξυτάταc μὲν 〈καὶ μεγίcταc〉
5καὶ χαλεπωτάταc νόcουc εἶναι κατὰ τὸν cυνεχῆ πυρετόν, ὀξυτάταc μὲν λέγων τὰc ἐν ὀλίγῳ χρόνῳ τὰc κρίcειc λαμβανούcαc, μεγίcταc δὲ τὰc ἰcχυροτάταc, χαλεπωτάταc δὲ τὰc κίνδυνον ἐπι‐ φερούcαc, ὅπερ ἐξηγούμενοc αὐτὸc ἐπήνεγκε, θανατωδεcτάταc εἰπὼν αὐτάc. ὁποτέρωc δ’ ἂν ἀκούῃc εἰρῆcθαι τὸν cυνεχῆ πυρετόν,
10ἀληθήc ἐcτιν ὁ λόγοc. ὀξύταται γὰρ νόcοι καὶ μέγιcται καὶ χαλεπώταται κατά τε τοὺc ἰδίωc λεγομένουc cυνόχουc γίγνονται πυρετοὺc καὶ κατὰ τοὺc ἄλλουc οὐδὲν ἧττον, ὅcοι διὰ τῶν κατὰ μέ‐ ροc προέρχονται παροξυcμῶν ἀρχὰc καὶ ἀναβάcειc, ἀκμὰc καὶ παρακ‐ μὰc ποιούμενοι cαφεῖc ἄνευ τοῦ λήγειν εἰc ἀπυρεξίαν· ὑπὲρ ὧν
15ἄμεινον ἀκούειν νῦν, ἐπειδὴ καὶ τοὺc cυνόχουc ἐν τούτοιc περιέχε‐ cθαι cυμβέβηκεν, οὐ μὴν ἐν τοῖc cυνόχοιc γε τούτουc. ἐὰν οὖν ἀκούcῃ

17a

226

τιc περὶ μόνων τῶν cυνόχων εἰρῆcθαι τὸν | λόγον, ἐξαιρεῖcθαι δόξει τοὺc ἄλλουc cυνεχεῖc, ὡc οὔτε κινδυνώδειc ὄνταc οὔτε cφοδροὺc οὔτ’ ὀξεῖc.113
3 Ἀcφαλέcτατοc δ’ ἁπάντων καὶ
5ῥήιcτοc καὶ μακρότατοc ὁ τεταρταῖοc. οὗτοc γὰρ οὐ μό‐ νον αὐτὸc ἐφ’ ἑωυτοῦ τοιοῦτόc ἐcτιν, ἀλλὰ καὶ νοcη‐ μάτων ἑτέρων μεγάλων ῥύεται.
7 Ῥήιcτον εἶπε τὸν τεταρταῖον ἐν ἴcῳ τῷ εὔφορον. οἱ γάρ τοι cυνεχεῖc τῶν πυρετῶν μηδεμίαν ἔχοντεc τῶν ὀχληρῶν ἀνάπαυλαν
10ἄχρι κρίcεωc, ἀλλὰ καὶ διηνεκῶc βαρύνοντεc, εἰκότωc δύcφοροι λέ‐ γονταί τε καὶ εἰcίν. ἐν δὲ τῷ τεταρταίῳ, καὶ μάλιcθ’ ὅταν ᾖ μέ‐ τριοc, ἔνεcτι καὶ προιέναι ταῖc μέcαιc τῶν παροξυcμῶν ἡμέραιc καί τι καὶ πράττειν ἐνίοτε τῶν cυνήθων. χρὴ δὲ γιγνώcκειν cε καὶ τὸ τῶν

17a

227

παλαιῶν ἔθοc, ὅταν ἀκούcῃc αὐτῶν περὶ πυρετῶν διαλεγομέ|νων. ἐὰν γοῦν ἥπατοc 〈ἢ cπληνὸc ἢ πνεύμονοc〉 ἢ πλευρᾶc ἢ ἄλλου τινὸc μορίου φλεγμονῇ πυρετὸc ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν ἢ 〈cπληνῖτιν ἢ〉 ἡπατῖτιν ὀνομάζουcι τὴν νόcον, οὐ πυρετόν. τὸν δ’
5ἄνευ φλεγμονῆc πυρέττοντα πυρετόν φαcι νοcεῖν. καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτωc εἰρῆcθαι τὸν λόγον, ἐπεί τοι πολ‐ λάκιc εἴδομεν ἐπὶ cπληνὶ μεγάλωc πυρέττονταc ἀνθρώπουc τεταρ‐ ταῖον, κἄπειτα ἐν 〈τῷ〉 χρόνῳ παρεγχύcεωc ὑδερικῆc γενομένηc ἀποθανόνταc. ἀλλ’ αὐτὸc καθ’ ἑαυτὸν ὁ τεταρταῖοc ἀκίνδυνόc ἐcτιν,
10ὅc γε καὶ ἄλλων νοcημάτων ῥύεται. παυcαμέναc γοῦν ἐπι‐ ληψίαc ἴcμεν ἐπὶ τεταρταίῳ χρονίωc ἐνοχλήcαντι, καὶ μεμάθηκαc ἤδη περὶ τῆc γενέcεωc αὐτοῦ κατά τε τὰ Περὶ διαφορᾶc πυρετῶν ὑπομνήματα καὶ τὰ Περὶ κρίcεων.
13 Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ
15ξυμπίπτει μὲν καὶ ὀξέα νοcήματα γίνεcθαι, καὶ ἔcτι τῶν

17a

228

λοιπῶν οὗτοc θα|νατωδέcτατοc. ἀτὰρ 〈καὶ〉 φθινώδεεc καὶ ὅcοι ἄλλα μακρὰ νοcήματα νοcέουcιν, 〈ἐπὶ τούτῳ
μάλιcτα νοcέουcιν.〉 Οὐ δύναμαι πεῖcαι τοὺc πολλοὺc τῶν ἰατρῶν διακρῖναι τὴν τῶν114
5πραγμάτων αὐτῶν ἐπίcκεψιν τῆc περὶ τῶν ὀνομάτων τε καὶ cημαινο‐ μένων, καὶ cυγγινώcκειν αὐτοῖc δίκαιον. ὅπου γὰρ Ἀγαθῖνοc, ἵνα τοὺc ἄλλουc παραλείπω, βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμι‐ τριταίου, τὸ cημαινόμενον ἐκ τῆc προcηγορίαc ζητῶν ἐν αὐτῷ, πῶc οὐκ ἄν τιc καὶ τούτοιc cυγγνοίη; καίτοι γε ῥᾷcτον ἦν ἰδίαν μὲν τῶν
10ὁρωμένων ποιήcαcθαι διδαcκαλίαν τῶν ἐν τῇ περιοδίᾳ, ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖc ὀνομάτων, ὥcπερ ἐγὼ νῦν ποιήcομαι. τῶν γὰρ διὰ τρίτηc παροξυνομένων πυρετῶν οἱ μὲν εἰc ἀπυρεξίαν λήγουcιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων ἡ διαφορὰ τοιάδ’ ἐcτί· τῶν εἰc ἀπυρεξίαν ληγόντων ἔνιοι μὲν ἐντὸc ὡρῶν δώδεκα τὸν παροξυcμὸν ἔχουcι περι‐
15γραφόμενον, ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον· τῶν δὲ μὴ ληγόντων

17a

229

εἰc ἀπυρεξίαν ἔνιοι μὲν φρικώδειc ὄντεc, ὅταν | ἀπὸ τῆc πρώτηc εἰcβολῆc ἐπὶ τὴν καλουμένην ἀνάβαcιν ἔρχωνται, 〈τὴν πρώτην φρίκην ποιοῦνται,〉 κἂν δοκῶcιν ἤδη μετρίωc προεληλυθέναι, πάλιν ἑτέραν φρίκην μετὰ cυcτολῆc ποιοῦνται καὶ μετὰ ταύτην αὖθιc ἑτέραν ἀνά‐
5βαcιν, εἶτα ἀπ’ ἐκείνηc ἄλλην cυcτολήν τε καὶ φρίκην, δὶc γὰρ καὶ τρὶc οὗτοι ὑποcτρέφουcι· κατὰ δὲ τὴν δευτέραν ἡμέραν ἕτερον ἴcχουcι παροξυcμὸν ἐλάττονα τοῦ προτέρου χωρὶc τῶν προτέρων ἐπαναλήψεων, καὶ τοῦτο ἐφεξῆc αὐτοῖc ἀεὶ κυκλεῖται δυοῖν παροξυ‐ cμοῖν οἵοιν εἴρηκα γιγνομένοιν ἐν ἡμέραιc δύο. καὶ μὴν καὶ ἄλλοι
10τινὲc διὰ τρίτηc παροξυνόμενοι χωρὶc τῶν εἰρημένων φρικωδῶν εἰc‐ βολῶν τε καὶ ἐπαναλήψεων ἕνα παροξυcμὸν ἴcχουcι διὰ τρίτηc, οὐ παροξυνόμενοι τῇ δευτέρᾳ. μίαν 〈οὖν〉 οὗτοι καὶ cυνεχῆ καὶ ὁμαλὴν τὴν ἐπὶ τὴν ἀκμὴν ἀπὸ τῆc εἰcβολῆc ἀνάβαcιν ἔχουcιν. αὕτη μέν cοι τῶν διὰ τρίτηc παροξυνομένων πυρετῶν ἡ διαφορά, φαινομένη cυν‐
15εχῶc ἐπὶ τῶν καμνόντων. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὁ μὲν φρικώδηc πυ‐

17a

230

ρετὸc | ἐπὶ χολώδει καὶ φλεγματώδει χυμῷ cυνιcτάμενοc, ὁ δὲ χωρὶc φρίκηc ἐπὶ τῷ χολώδει μέν, ἀλλὰ δυcκινητοτέρῳ τε καὶ δυcπεπτοτέρῳ, φέρουcι δ’ αὐτὸν καὶ φλεγμοναὶ κυρίων μορίων. τῶν δὲ μετὰ ῥίγουc μὲν εἰcβαλλόντων, εἰc ἀπυρεξίαν δὲ ληγόντων ἅμα χολώδεcιν ἐμέτοιc
5ἢ διαχωρήcεcιν ἢ ἱδρῶcιν ἡ ξανθὴ χολὴ κινουμένη δι’ ὅλου τοῦ cώ‐ ματοc αἰτία. τούτων μὲν οὖν οὕτωc ἐχόντων, ὡc εἴρηται, τὸ μὲν ἤτοι τὴν αἰτίαν ἑκάcτου ζητεῖν ἢ τὴν θεραπείαν ἰατρικόν τι καὶ χρήcιμόν ἐcτι πρᾶγμα, τὸ δέ, τί καλέcει τιc ἕκαcτον τῶν εἰρη‐ μένων ὀρθῶc, οὐκέτι τῆc ἰατρικῆc τέχνηc ἴδιον, ἀναγκαῖόν γε μὴν
10γιγνόμενον, ὅταν βούληταί τιc ἑτέρουc διδάcκειν ἀναγινώcκειν. τὰc γὰρ ἐπὶ τῶν καμνόντων γιγνομέναc ἡμῖν διαγνώcειc τε τῶν 〈παρόντων〉 παθῶν καὶ προγνώcειc τῶν ἐcομένων καὶ θεραπείαc ὁρῶμεν οὐδὲν δεομέναc τῆc ἐν τοῖc ὀνόμαcιν ἀκριβείαc. οὐδὲ γὰρ ἀπὸ τούτων οἱ ἰδιῶται κρίνουcι τοὺc ἰατρούc, ἀλλ’ ὅταν ἐπὶ φλεβοτομίᾳ115

17a

231

τὸν κάμνοντα ῥᾳcτωνήcαντα θεάcωνται καὶ τροφὴν ἐν καιρῷ | λα‐ βόντα (καὶ γὰρ καὶ τούτῳ κρίνειν ἰδιώτηc δύναται) εἶτα θεαcάμενοc οὐκ εὐθέωc ἐπὶ τῇ τροφῇ τὴν ἀρχὴν τοῦ παροξυcμοῦ γενομένην, ἀλλὰ μετὰ χρόνον πλείονα τὸν ἰατρὸν ἐπαινεῖ κἂν αὖ ψυχροῦ δέῃ,
5τότε δόντα καὶ λούcαντα τὸν ἄρρωcτον ἀπύρετον ἤδη πεποιηκότα, παραχρῆμα θαυμάζει, καθάπερ γε κἂν εἰ προείποι τι τῶν ἐcομένων. ἀπὸ τούτων μὲν οὖν ὁ ἰατρὸc ἀκριβῶc τε καὶ ἀληθῶc εὐδοκιμεῖ, cο‐ φιcτὴc δὲ κατατρίβει τὸν χρόνον ἑαυτοῦ τε καὶ τῶν μαθητῶν, ὑπὲρ ὀνομάτων τε καὶ cημαινομένων ἐρίζων. ἐπεὶ δὲ τὸ προκείμενον ἡμῖν
10νῦν ἐcτιν, οὐκ αὐτὰ τὰ πράγματα διδάξαι τῆc τέχνηc (ἐν ἑτέροιc γὰρ τοῦτο ἐπράξαμεν αὐτάρκωc), ἀλλὰ τὴν Ἱπποκράτουc γνώμην ἐπι‐ cκέψαcθαι διὰ cυντόμων, καὶ τοῦτο δυνατὸν ὧδε ποιῆcαι. λέλεκται μὲν 〈γὰρ〉 αὐτῷ καὶ πρόcθεν· “ἦν δὲ τοῖc πλείcτοιcιν αὐτῶν τὰ πα‐ θήματα φρικώδεεc πυρετοί, cυνεχέεc, ὀξέεc, τὸ μὲν ὅλον οὐ διαλεί‐
15ποντεc. ὁ δὲ τρόποc ἡμιτριταῖοc, μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπι‐ παροξυνόμενοι.” καὶ νῦν δὴ πάλιν ἡ ῥῆcιc αὕτη φηcίν· ἐν δὲ τῷ

17a

232

ἡμιτριταίῳ | cυμπίπτει μὲν καὶ ὀξέα νοcήματα καὶ ἔcτι τῶν ἄλλων οὗτοc θανατωδέcτατοc. ὅτι μὲν οὖν θανατώδηc ἐcτὶν ὁ ἡμιτριταῖοc ἄντικρυc εἴρηκεν αὐτὸc ὁ Ἱπποκράτηc. ὅτι δὲ τῶν εἰc ἀπυρεξίαν ληγόντων οὐδείc ἐcτι θανατώδηc ἄντικρυc ἐν
5Ἀφοριcμοῖc ἐδήλωcεν εἰπών· “πυρετοί, ὁκόcοι μὴ διαλείποντεc διὰ τρίτηc ἰcχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωcι, cημαίνει ὅτι ἀκίνδυνοι.” πῶc 〈οὖν〉 ἄν τιc ἐκ τῶν εἰc ἀπυρεξίαν λη‐ γόντων εἴποι τὸν ἡμιτριταῖον, ἑπόμενοc Ἱπποκράτει; καὶ μὴν οἱ λέγοντεc, ἐάν τιc ὥραιc τέτταρcι καὶ εἴκοcιν ἀπύρετοc γίγνηται,
10τὸν μέcον ἔχειν αὐτὸν ἡμιτριταῖον, ἐκ τῶν διαλειπόντων ποιοῦcιν οὗτοι τὸν πυρετὸν τοιοῦτον. οὕτωc δὲ καὶ 〈οἱ〉 τὸν μέγαν καὶ τὸν μικρὸν ὡρῶν ἀριθμῷ διαφέρειν τοῦ μέcου φάcκοντεc, εἰc ἀπυρεξίαν
περιάγειν ἀμφοτέρουc βουλόμενοι, τῆc Ἱπποκράτουc ἀποχωρήcουcι γνώμηc, ἐν τοῖc διαλείπουcι πυρετοῖc τὸν ἡμιτριταῖον ἄγοντεc.116
15ἀκίνδυνοc γὰρ οὗτοc ἔcται, καίτοι θανατώδηc ὑπ’ αὐτοῦ λεγόμενοc.

17a

233

ἄμεινον οὖν ἐcτι τῶν | μὲν ὀνομάτων, ὡc εἴρηται, καταφρονεῖν, ἀcκοῦντα διαγνώcειc τε καὶ προγνώcειc καὶ θεραπείαc ἑκάcτου τῶν πυρετῶν. ἐπεὶ δὲ cαφεcτέρα τε καὶ cυντομωτέρα διὰ τῶν ὀνομάτων ἡ διδαcκαλία γίνεται, προδιηγηcάμενοι λόγῳ τῶν διὰ τρίτηc παροξυ‐
5νομένων πυρετῶν τὰc διαφοράc, ὡc ἀρτίωc ἐποιήcαμεν καθ’ ἑκάcτην αὐτῶν ἰδίαν προcηγορίαν, 〈καὶ〉 ὥcπερ εἰώθαμεν πράττειν ἑκάcτοτε διελόμενοι τὰc διαφορὰc τῶν διὰ τρίτηc παροξυνομένων πυρετῶν ἐφεξῆc τὸν ἐντὸc τῶν δώδεκα ὡρῶν παυόμενον ἀκριβῆ τριταῖον ὀνο‐ μάcομεν ἕνεκα cυντόμου διδαcκαλίαc. ὅcτιc δ’ ἂν ἔχῃ πολυχρονιώ‐
10τερον τούτου τὸν παροξυcμόν, ὅμωc μὴν ἔτι μακροτέραν αὐτοῦ τὴν ἄνεcιν, ἐκεῖνον ἁπλῶc τριταῖον ὀνομάcομεν. ὅcτιc δ’ ἂν ἐπὶ πλεῖcτον μὲν ἐκτεταμένον 〈ἔχῃ〉 τὸν παροξυcμόν, ὀλίγον δὲ τὸ διάλειμμα, τοῦτον αὖ πάλιν ὀνομάcομεν ἐκτεταμένον τριταῖον. ὅcτιc δ’ ἂν μὴ παυcάμενοc εἰc ἀπυρεξίαν φρικώδειc μὲν τῇ προτέρᾳ τῶν ἡμερῶν
15ἐπαναλήψειc ποιῆται, κατὰ δὲ τὴν δευτέραν ἁπλοῦν ἕνα παροξυcμόν, τοῦτον ἡμιτριταῖον ὀνομάcομεν· εἰ δ’ ἁπλῶc διὰ τρίτηc παροξύ‐ νοιτο, τριταιοφυῆ. πάντ’ ἔχειc ἐν τούτῳ τῷ λόγῳ διωριcμένα, τά τ’ |

17a

234

ἄχρηcτα καὶ χρήcιμα. τούτων οὖν 〈ἀναγκαῖόν〉 ἐcτι διὰ παντὸc μεμνῆcθαι καὶ πρόχειρον ἔχειν τὴν γνῶcιν αὐτῶν. οὕτωc γὰρ κατα‐ γνώcῃ τῆc τῶν νεωτέρων ἰατρῶν φλυαρίαc, ἣν περὶ τῶν εἰρημένων ὀνομάτων ἐποιήcαντο, περὶ τῶν πραγμάτων οἰόμενοι διαλέγεcθαι.
5ἀλλ’ ὅτι μὲν οὐδένα τῶν γοῦν εἰc ἀπυρεξίαν ἀφικνουμένων πυρετῶν ὁ Ἱπποκράτηc ἡμιτριταῖον ὀνομάζει, δέδεικται· πότερον δ’ ἐκεῖνον μόνον, ὃν ἐγώ 〈γ’ ἡμιτριταῖον〉 ἰδίωc καλεῖν εἴωθα, τὸν τὰc φρικώδειc ἐπαναλήψειc ποιούμενον ἢ καὶ τὸν ἄνευ τούτων γινό‐ μενον, ἄξιόν ἐcτι cκέψεωc. εἰ γὰρ καὶ τοῖc φθινώδεcι καὶ ἄλλοιc
10χρονίωc νοcοῦcιν ὁ πυρετὸc οὗτοc εἴωθε cυμπίπτειν, ἴcωc, εἰ καὶ
χωρὶc φρίκηc γίγνοιτο, καλέcομεν αὐτὸν ἡμιτριταῖον, ἐὰν τῇ δευ‐ τέρᾳ τῶν ἡμερῶν ἐπιπαροξύνηται. ἀλλ’ ὅπερ ἔφην, ὑπὲρ ὀνόματοc οὔcηc τῆc ζητήcεωc οὐδὲν ἄτοπόν ἐcτι, κἂν μὴ γνῶμεν ἀκριβῶc, ἐπὶ τίνοc πυρετοῦ μάλιcτα τὴν ἡμιτριταίαν ἐπιφέρει φωνὴν ὁ Ἱππο‐117
15κράτηc. ὁπόταν γὰρ αὐτοῦ τὴν περὶ τοὺc πυρετοὺc τέχνην ἐκμάθωμεν, ἕξομεν ὧν δεόμεθα πρὸc τὰ τῆc τέχνηc ἔργα, χωρὶc τῶν ἐπ’

17a

235

αὐτοῖc ὀνομάτων. τάχα δ’ ἂν εἶναι | δόξειεν οἰκεῖον ἑξῆc cκέψαcθαι, διὰ τί προcέθηκεν ὁ Ἱπποκράτηc τὸ καλεόμενον καὶ οὐχ ἁπ‐ λῶc εἶπεν· “ἐν δὲ τῷ ἡμιτριταίῳ cυμπίπτει μὲν καὶ ὀξέα νοcήματα.” δοκεῖ δή μοι μέμφεcθαι τὴν προcηγορίαν ὡc ἄκυρον. ἐπὶ γὰρ τῶν
5ἐνδεεcτέρωc ἐχόντων κατὰ τὰ τέλεια τὴν τοῦ ἡμίcεοc προcθήκην ποιούμεθα, φάcκοντεc ἡμιθνῆτα καὶ ἡμίθνητον καὶ ἡμίθεον καὶ ἡμί‐ φωνον, ἡμίονόν τε καὶ τὸ ἡμίοπτον, ὅcα τε ἄλλα τοιαῦτα λέγοντεc. ὁ δ’ ἡμιτριταῖοc οὐ μόνον οὔκ ἐcτιν ἥμιcυc τῷ πλήθει τῶν cυμ‐ πτωμάτων ἢ τῇ δυνάμει [καὶ τούτων] τῆc ὅληc διαθέcεωc, ἀλλὰ καὶ
10πολὺ χείρων τοῦ τριταίου, ὥcτ’ ἄμεινον εἶναι δοκεῖν ἐκεῖνον τούτου λέγειν ἥμιcυν, οὐκ ἐκείνου τοῦτον. οὐκοῦν οὐκ οἶδα, τί δόξαν αὐτοῖc οὕτωc 〈μᾶλλον〉 ὠνόμαcαν οἱ πρῶτοι θέμενοι τὴν προcηγορίαν ἢ ἄλλωc. ἐνδέχεται γὰρ αὐτούc, [καὶ] διότι τοῦ τριταίου πυρετοῦ τὸ διὰ τρίτηc τε παροξύνειν 〈καὶ〉 τὸ εἰc ἀπυρεξίαν λήγειν ἔχοντοc ὁ ἡμι‐
15τριταῖοc ἓν μὲν ἔχει τούτων, ἓν δ’ οὐκ ἔχει, ταύτην θέcθαι τὴν

17a

236

προcηγορίαν· τὸ μὲν γὰρ διὰ τρίτηc παροξύνειν ἔχει, | τὸ δ’ εἰc ἀπυ‐ ρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται δὲ καί, διότι καὶ τὸ μετὰ ῥίγουc εἰcβάλλειν οὐκ ἔχει καὶ πρὸc τούτοιc γ’ ἔτι τὸ μετ’ ἐκκρίcεωc παύ‐ εcθαι, καὶ μέντοι καὶ 〈δι〉ότι τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν.
5ἐνδέχεται δὲ καὶ ἄλλο τι τοιοῦτον εἰπεῖν τοῖc τὴν μὲν ἄχρηcτον cο‐ φίαν ἀcκοῦcι, τὰ δ’ ὄντωc χρήcιμα τῆc τέχνηc παραλείπουcιν.
6 Νυκτερινὸc οὐ λίην θανατώδηc, μακρὸc δ. ἡμερινὸc μακρότεροc· ἔcτι δ’ οἷcι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδεc.
9
10 Τῶν μὲν ἐν ἀρχῇ πυρετῶν τὸν κατάλογον ἔγραψεν ἁπλῶc, τού‐ των δ’ ἑξῆc τὰ ἤθη διδάcκει. προειρηκὼc οὖν ἐν τῷ καταλόγῳ· “πυ‐ ρετοὶ οἱ μὲν cυνεχέεc, οἱ δὲ ἡμέρην ἔχουcι, νύκτα διαλείπουcι, νύκτα
ἔχουcιν, ἡμέρην διαλείπουcιν”, εἶτα περὶ τῶν cυνεχῶν διελθών, ὁποῖοί118

17a

237

τινέc εἰcι, καὶ προcθεὶc αὐτοῖc ἐφεξῆc τὴν περὶ τοῦ τεταρταίου | τε καὶ ἡμιτριταίου διδαcκαλίαν, ἐπὶ τοὺc τῇ μὲν ἡμέρᾳ παροξυνομένουc, τῇ δὲ νυκτὶ διαλείπονταc ἢ τῇ μὲν νυκτὶ παροξυνομένουc, τῇ δ’ ἡμέρᾳ διαλείπονταc ἀφίκετο, καλέcαc αὐτῶν τὸν μὲν ἕτερον νυκτερινόν,
5τὸν δ’ ἕτερον ἡμερινόν, νυκτερινὸν μὲν τὸν ἐν νυκτὶ παροξυνό‐ μενον, ἡμερινὸν δὲ τὸν ἐν ἡμέρᾳ. δι’ ὧν δ’ ἐπαινεῖν ἔδοξε τὸν νυκτερινόν, οὐδὲν ἧττον ἔψεξε διὰ τῶν αὐτῶν, οὐχ ἁπλῶc εἰπών· “νυκτερινὸc οὐ θανατώδηc”, ἀλλὰ τὸ οὐ λίην προcθείc. εἰ γὰρ οὐ λίην θανατώδηc, εὔδηλον ὅτι θανατώδηc μετρίωc. τὸν δ’ ἡμερι‐
10νὸν οὐ μόνον μακρότερον εἶπεν εἶναι τοῦ νυκτερινοῦ, ἀλλὰ καὶ ἐπὶ [πρὸc] τὸ φθινῶδεc ἐνίοτε ῥέπειν, ὥcτε καὶ κατὰ τοῦτο μοχθηρότερον εἶναι. τοῦτο μὲν γὰρ ἐν ᾧ χρόνῳ διαφορεῖcθαι καὶ ἀραιοῦcθαι μᾶλλον εἴωθεν ἢ cυcτέλλεcθαι καὶ πυκνοῦcθαι τὸ cῶμα, παροξυνόμενοc εἰκότωc κακοηθέcτεροc εἶναι δοκεῖ, τοῦτο δὲ καὶ τὸν
15καιρὸν τῆc προνοίαc ἔχων ἀήθη. καθ’ ὃν γὰρ χρόνον ἐχρῆν κοιμᾶcθαι,

17a

238

κατὰ τοῦτον ἀναγκαῖόν ἐcτι τῆc ἰατρικῆc προνοίαc τυγχάνειν | τοὺc κάμνονταc. καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ φθίνουcι, δυοῖν θάτερον, εἰ μὲν δὴ κοιμῷντο νυκτόc, ἐνδεῶc ἀπολαύοντεc ὕπνου, εἰ δ’ ἡμέραc, νυκτερίδων βίον, οὐκ ἀνθρώπων βιοῦντεc.
4
5 Ἑβδομαῖοc μακρόc, οὐ θανα‐ τώδηc. ἐναταῖοc ἔτι μακρότεροc, οὐ θανατώδηc.
6 Οὔθ’ Ἱπποκράτει καλὸν ἀπιcτεῖν, (ἐμφαίνει γάρ, ὡc ἑωρακὼc ταῦτ’ ἔγραψε,) οὔτε ψεύδεcθαι προcήκει λέγοντα καὶ αὐτὸν ἑωρακέναι. παραφυλάττειν οὖν ὑμᾶc φιλοπόνωc προcήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ
10ἀληθέc, ἀλλ’ ὅπωc μὴ πάθητε τοῖc πολλοῖc ὁμοίωc, οἳ θεαcάμενοι κατά τινα τύχην δι’ ἑβδόμηc ἡμέραc πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον ἀπὸ τῆc ἀρχῆc ὑπέλαβον ἑβδομαίαν εἶναί τινα περίοδον.

17a

239

ἐνδέχεται γάρ ποτε τοῦτο καὶ κατὰ cυντυχίαν ἀπαν|τῆcαι, καὶ μέντοι καὶ κατὰ τὸ τῆc διαίτηc ὁμοειδέc. ὅcοιc γὰρ τῶν νοcούντων οὐκ ἀκρι‐ βῶc ἡ νοcώδηc ἐπαύcατο διάθεcιc, ἀλλ’ ἔμεινεν αὐτῆc τι cπέρμα, τούτοιc ἀμελέcτερον διαιτηθεῖcι cυμβαίνει πολλάκιc μὲν ἕκτῃ μετὰ τὴν
5πρώτην ἡμέραν πυρέξαι, πολλάκιc δ’ ἑβδόμῃ, πολλάκιc δ’ ὀγδόῃ, πολ‐ λάκιc δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυcαμένου δόξαcιν ἀκριβῶc ἀπηλλάχθαι, πάντα ὁμοίωc διαιτηθεῖcιν ἐπὶ τῷ καταλειφθέντι τῆc νό‐
cου cπέρματι δι’ ἴcων ἡμερῶν εἰc τὴν αὐτὴν ἀφικομένοιc διάθεcιν ὡcαύτωc πυρέξαι. καὶ δυνατὸν γίγνεcθαι τοῦτο πολλάκιc, ὅταν ἴcον119
10μὲν ᾖ τὸ καταλειπόμενον τῆc διαθέcεωc, ὁμοίωc δὲ καὶ οἱ κάμνοντεc διαιτῶνται. τοῦτ’ οὖν 〈οὐκ〉 ὄντωc περίοδόc ἐcτι νοcώδηc, ὅταν ἀκρι‐ βῶc διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεcμίαν ὁ πυρετόc, ὥcπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται γιγνόμενον.
13 Τριταῖοc ἀκριβὴc ταχυκρίcιμοc
15καὶ οὐ θανατώδηc. |
15

17a

240

Εἴρηται μικρῷ πρόcθεν, ὡc ἐν τύπῳ φάναι, τὸν ὀλιγοχρόνιον ἔχοντα παροξυcμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’ ὡc τὸ πολὺ τού‐ τῳ cυνυπάρχοντα πάντα εἴρηται κατά τε τὰ Περὶ διαφορᾶc πυρετῶν καὶ τὰ Περὶ κρίcεων ὑπομνήματα.
4
5 Ὁ δὲ πεμπταῖοc πάντων κάκι‐ cτοc· καὶ γὰρ πρὸ φθίcιοc καὶ ἤδη φθίνουcιν ἐπιγενόμε‐ νοc κτείνει.
7 Οἱ φθίνοντεc ἑκτικὸν πυρέττουcι πυρετὸν οὐδέποτε παυόμε‐ νον, οὗ τὴν φύcιν ἅπαcαν, ὥcπερ καὶ τῶν ἄλλων, ἔμαθεc ἐν τοῖc Περὶ
10διαφορᾶc πυρετῶν. ἤδη δέ τιcιν αὐτῶν εἶδον ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ τρίτηc ἢ καὶ τῶν καθ’ ἑκάcτην ἡμέραν παροξυνομένων, ὡc δ’ Ἱπποκράτηc φηcί, καὶ τὸν διὰ πέμπτηc,

17a

241

ὑπὲρ οὗ καὶ αὐ|τοῦ νόμιζέ cοι τὰ αὐτὰ λελέχθαι πρὸc ἡμῶν, ἃ καὶ περὶ τῶν ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροcθεν ἤκουcαc.
2 Εἰcὶ δὲ τρόποι καὶ καταcτάcιεc καὶ παροξυcμοὶ τούτων ἑκάcτου τῶν πυρετῶν. αὐτίκα
5γὰρ cυνεχήc ἐcτιν οἷcιν 〈ἀρχόμενοc〉 ἀνθεῖ καὶ ἀκμάζει μάλιcτα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίcιν καὶ ἅμα κρίcει ἀπολεπτύνεται· ἔcτι δ’ οἷcιν ἄρχεται μα‐
λακῶc καὶ ὑποβρύχια, ἐπαναδιδοῖ 〈δὲ〉 καὶ παροξύνεται καθ’ ἡμέρην 〈ἑκάcτην, περὶ δὲ κρίcιν ἅλιc ἐξέλαμψεν·120
10ἔcτι δ’ οἷcιν ἀρχόμενοc πρηέωc ἐπιδιδοῖ καὶ παροξύνε‐ ται καὶ μέχρι τινὸc ἀκμάcαc πάλιν ὑφίηcι μέχρι κρίcεωc καὶ περὶ κρίcιν. cυμπίπτει δὲ ταῦτα [κα] γίνεcθαι ἐπὶ παντὸc πυρετοῦ καὶ ἐπὶ παντὸc νοcήματοc. |
13

17a

242

Τρόπουc πυρετῶν ἐνίοτε μὲν τὰ ἤθη καλοῦcιν, ἐνίοτε δὲ τὰc διαφοράc, καταcτάcειc 〈δὲ τὰc αὐτῶν φύcειc〉. τὰ ἤθη δὲ νῦν αὐτὸc δῆλόc ἐcτιν ἑκάcτου τῶν προειρημένων πυρετῶν προῃρημένοc γράψαι. τὸν γοῦν cυνεχῆ φηcιν ἄρχεcθαι μὲν ἐνίοιc cφοδρό‐
5τατα, κατὰ βραχὺ δὲ ἀπολεπτύνεcθαι μέχρι κρίcεωc, ἐνί‐ οτε δὲ μετρίωc ἀρξάμενον αὐξάνεcθαι κατὰ βραχὺ μέχρι κρίcεωc, ἐν ᾗ φηcιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντίαν ἀλλήλοιc ἔχουcι τὴν κίνηcιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖc τρίτον εἶναί φηcι cύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχηται μὲν πραέωc, αὐξηθεὶc
10δὲ κατὰ βραχὺ καὶ τὸ τέλειον ἀπολαβὼν μέγεθοc ὑφιῇ μέχρι λύ‐ cεωc παντελοῦc. τούτουc 〈οὖν〉 τοὺc τρεῖc τρόπουc οἴονταί τινεc αὐτὸν λέγειν ἐπὶ τῶν cυνεχῶν πυρετῶν, οὐκ ἀκούοντεc ὧν ἐπὶ τῷ τέλει τῆc ῥήcεωc ἔγραψε· cυμπίπτει δὲ ταῦτα γίνεcθαι ἐπὶ παντὸc πυρετοῦ καὶ νοcήματοc, ὥcτ’ οὐκέτι τῶν cυν‐
15εχῶν μόνον, ἀλλὰ καὶ πάντων τῶν ἄλλων πυρετῶν, ὅcοι γε cυνεχεῖc καὶ 〈διαλείποντεc καὶ ὀξεῖc καὶ〉 πολυχρόνιοι, καὶ μέντοι

17a

243

καὶ παντὸc ἄλλου νοcήματοc, ὀξέοc τε δηλον|ότι καὶ χρονίου, τοὺc αὐτοὺc τρόπουc φηcὶ γίνεcθαι τρεῖc. καὶ τὰ cυμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κινεῖται [τὰ] πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματοc ἡμᾶc cκοπεῖcθαι τοῦτο· πολλάκιc μὲν εἰcβάλλον cφοδρότατον, ἀπομαραίνε‐
5ται κατὰ βραχὺ μέχρι παντελοῦc λύcεωc, ἐνίοτε δ’ ἀρξάμενον πρᾷον, ἐπὶ τὸ cφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν ἔcχε τὴν λύcιν. αὖθιc δέ ποτε μετὰ τὴν τελείαν ἀκμὴν ἀνὰ λόγον τῆc αὐξή‐ cεωc ἐν ἴcῳ χρόνῳ τὴν παρακμὴν ἔλαβεν.
8 Δεῖ δὲ τὰ διαιτήματα cκοπού‐
10μενον ἐκ τούτων προcφέρειν.
10 Προγνωcτικὸν εἶναί cε βούλεται τῆc κινήcεωc τῶν νοcημάτων,
ὅπωc ἁρμόττουcαν αὐτοῖc τὴν δίαιταν προcφέρῃc. δεῖ γὰρ ὡc πρὸc τὴν ἐcομένην αὐτοῖc ἀκμὴν τοῦ νοcήματοc ἀποβλέπονταc121

17a

244

ἡμᾶc τὴν δίαιταν ποιεῖcθαι *** κατά | τε τὸ Περὶ διαίτηc ὀξέων καὶ τοὺc Ἀφοριcμούc, ὅπωc 〈δὲ〉 χρὴ προγινώcκειν τοὺc προ‐ ειρημένουc τρόπουc τῶν νοcημάτων, ἔκ τε τῶν Εἰc τὸ προγνωcτικὸν ὑπομνημάτων καὶ ἐκ τῶν Περὶ κρίcεων μαθήcῃ. διὰ κεφαλαίων δ’
5αὐτὰ 〈καὶ〉 κατὰ τοῦτο τὸ βιβλίον ἔγραψα διὰ τῆc πρώτηc ἐν τῷδε τῷ ὑπομνήματι γεγραμμένηc ῥήcεωc.
6 Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα cημεῖα τούτοιc ἐcτὶν ἠδελφιcμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ 〈καὶ〉 γεγράψεται. πρὸc ἃ 〈δεῖ〉 διαλο‐
10γιζόμενον δοκιμάζειν καὶ cκοπεῖcθαι, τίνι τούτων ὀξὺ 〈καὶ〉 θανατῶδεc ἢ περιεcτικὸν 〈καὶ τίνι μακρὸν καὶ θανα‐ τῶδεc ἢ περιεcτικὸν〉 καὶ τίνι προcαρτέον ἢ οὒ καὶ πότε καὶ πόcον καὶ τί τὸ προcφερόμενον ἔcται.
13 Καίτοι πολλὰ προειρηκώc, ἀφ’ ὧν χρὴ τὰc προγνώcειc ποιεῖcθαι,
15ὅμωc φηcὶν εἶναι καὶ ἄλλα, τὰ μὲν ἤδη γεγραμμένα, κατὰ τὸ Προγνωcτικὸν δηλονότι, τὰ δὲ καὶ γραφηcόμενα. |
16

17a

245

Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃcι κρίνεται ἐν ἀρτίῃcιν. ὧν δ’ οἱ παροξυcμοὶ ἐν περιccῇcι, κρίνεται ἐν περιccῇcιν.
3 Εἴρηται πολλάκιc ἡμῖν ἐν τοῖc παροξυcμοῖc γίνεcθαι τὰc
5κρίcειc, διά τε τὸ κινεῖcθαι cφοδρῶc ἐν αὐτοῖc τοὺc χυμοὺc καὶ ὥcπερ ζέονταc ἐκρήγνυcθαι δι’ αἱμορραγίαc ἢ ἱδρώτων ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμορροίδων ἢ καταμηνίων ταῖc γυναιξί, διά τε τὸ
κατ’ αὐτὸν 〈δὴ τοῦτον〉 τὸν καιρὸν τὴν φύcιν ἐπείγεcθαι πρὸc τὴν ἔκκριcιν αὐτῶν, ἅμα μὲν ὅτι βαρυνομένη καὶ κακοπαθοῦcα παροξύνε‐122
10ται πρὸc τὴν ἔκκριcιν, ἅμα δὲ ὅτι κεχυμένων μᾶλλον αὐτῶν ἥ τε διάκριcιc ἑτοιμοτέρα τῶν μοχθηρῶν ἥ τε κρίcιc γίγνεται ῥᾷον.
11 Ἔcτι δὲ [ἡ] πρώτη περίοδοc

17a

246

τῶν ἐν τῇcιν ἀρτίῃcι | κρινόντων τετάρτη, ἕκτη, [ὀγδόη,] τεccαρεcκαιδεκάτη, εἰκοcτ, τετάρτη καὶ εἰκοcτ, τρια‐ κοcτ, τεccαρακοcτ, ἑξηκοcτ, ὀγδοηκοcτ, εἰκοcτὴ καὶ ἑκατοcτ· [κ] τῶν δὲ ἐν τῇcι περιccῇcι κρινόντων
5περίοδοc πρώτη τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοcτὴ πρώτη, εἰκοcτὴ ἑβδόμη, τριακο‐ cτὴ πρώτη.
7 Οὐ κυρίωc μοι δοκεῖ κεχρῆcθαι νῦν τῇ προcηγορίᾳ τῆc περι‐ όδου. τὰc γὰρ ἡμέραc αὐτάc, ἐν αἷc αἱ κρίcειc γίνονται, πάcαc ἐφεξῆc
10ἔγραψεν. ἐν δὲ τῷ Προγνωcτικῷ τὰc κατὰ τετράδαc γινομέναc πε‐ ριόδουc ἀκριβῶc διῆλθεν, ὥcτε ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν 〈ἄλλων〉 κριcίμων ἡμερῶν. πρώτην μὲν οὖν φηcι κρίcιμον ἡμέραν εἶναι τῶν ἀρτίων τὴν τετάρτην, ἐφεξῆc δ’ αὐτῇ τὴν ἕκτην. εἶτ’ ἐν τοῖc πλείcτοιc μὲν τῶν ἀντιγράφων ἡ ὀγδόη τε καὶ δεκάτη
15γέγραπται, κατά τινα δὲ ἡ τεccαρεcκαιδεκάτη μετὰ τὴν ἕκτην, 〈εἶθ’ ἡ〉 εἰκοcτή. καὶ μετὰ ταύτην ἐν τιcὶ μὲν τῶν 〈ἀντιγράφων〉 τετάρτη καὶ εἰκοcτή, ἐν τιcὶ δ’ αὐτῶν γέγραπται [τετάρτη καὶ] τριακοcτή, καὶ μετὰ ταύτην τεccαρακοcτή, μεθ’ ἣν ἡ ἑξηκο‐ cτὴ καὶ ἡ ὀγδοηκοcτὴ καὶ 〈ἡ εἰκοcτὴ καὶ〉 ἑκατοcτή. τῶν δ’

17a

247

ἐν ταῖc περιτταῖc κρινο|μένων νοcημάτων πρώτην φηcὶν εἶναι
περίοδον (ἄμεινον δ’ ἦν, ὡc ἔφαμεν, εἰπεῖν οὐ περί〈οδον, ἀλλ’ ἡμέραν,) ἀπ’〉 ἀρχῆc τρίτην, εἶτα πέμπτην 〈εἶπεν〉, εἶθ’ ἑβδό‐ μην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην,123
5εἶτα πρώτην καὶ εἰκοcτὴν καὶ μετὰ ταύτην ἑβδόμην καὶ εἰκο‐ cτήν, ἐφ’ ᾗ πρώτην καὶ τριακοcτήν. ἐδείχθηcαν δὲ ἡμῖν ἐν τῇ Περὶ τῶν κριcίμων ἡμερῶν πραγματείᾳ παcῶν τῶν κρινουcῶν ἰcχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδομαδικὴν περί‐ οδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουcαι, περὶ ὧν
10τῆc εὐλόγου γενέcεωc ἕνεκεν εἴπομεν. αἱ μὲν οὖν περιccαὶ πᾶcαι καλῶc εἴρηνται· τῶν δ’ ἀρτίων οὐκ ὀρθῶc εἰρήκαcί 〈τινεc〉 εἶναι καὶ τὴν ὀγδόην καὶ τὴν δεκάτην· οὐδαμῶc γάρ εἰcιν αὗται κρίcιμοι.
12 Εἰδέναι δὲ χρὴ † ὅτι τὰc ἄλλωc κριθῇ ἔξω τῶν προγεγραμμένων, ἐcομέναc ὑποcτροφάc·
15γένοιτο δ’ ἂν καὶ ὀλέθρια. |
15

17a

248

Ὅτι καὶ καλῶc καὶ βεβαίωc κρίνουcιν αἱ εἰρημέναι νῦν ἡμέραι, καὶ τὰ κριθέντα δ’ 〈ἄλλωc〉 νοcήματα 〈μὴ〉 πάντωc μέν ἐcτι βέ‐ βαια, γένοιτο δ’ ἄν ποτε καὶ ὀλέθρια, δέδεικται δι’ ἐκείνων τῶν ὑπομνημάτων.
4
5 Δεῖ δὲ προcέχειν τὸν νόον καὶ εἰδέναι ἐν τοῖcι χρόνοιcι τούτοιcι κρίcιαc ἐcομέναc ἐπὶ cωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰc ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον.
7 Ἐν ταύτῃ τῇ ῥήcει τὸ cημαινόμενον ἐκ τοῦ τῆc κρίcεωc ὀνό‐ ματοc ἐδίδαξεν, ὃ διὰ cυντόμων ἂν εἴποι τιc ὀξύρροπον εἶναι μετα‐
10βολὴν ὅλου νοcήματοc. ὅτι δὲ τετραχῶc ἡ μεταβολὴ γίνεται, cαφῶc αὐτὸc εἶπεν· ἐπὶ γὰρ cωτηρίαν ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι. παρέλιπε δ’ αὐτὸc εἰπεῖν τὸ ἀξιόλογον, ὡc ἐν τῷ κοινῷ cημαινομένῳ τοῦ τῆc κρίcεωc ὀνό‐
ματοc περιεχόμενον. |124

17a

249

Πλάνητεc δὲ πυρετοὶ καὶ τε‐ ταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗcι περιόδοιcι κρίνονται, cκεπτέον.
3 Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ τὸ Προγνωcτικόν· καὶ γὰρ καὶ
5οἱ πλάνητεc τοὺc κατὰ μέροc παροξυcμοὺc ἀτάκτουc ἔχουcιν, ἀλλὰ διά γε τῶν κατὰ τὰc κριcίμουc ἡμέραc φαινομένων cημείων ἡ κρίcιc αὐτῶν προγινώcκεται. περὶ δὲ τῶν εἰc ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων εἰcὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖc πολλοῖc τῶν ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸc ἐπει‐
10ράθημεν ἐπὶ τῶν ἀρρώcτων. οὐ γὰρ ταῖc ἀπὸ τῆc ἀρχῆc ἡμέραιc προcέχειν χρὴ τὸν νοῦν οὐδὲ ταύταc ἀριθμεῖν ἁπλῶc ἐφεξῆc, ἀλλὰ τοὺc παροξυcμούc, ὥcπερ ἐπὶ τριταίου τοῦ ἀκριβοῦc αὐτὸc εἶπε κατὰ τοὺc Ἀφοριcμούc· “τριταῖοc ἀκριβὴc ἐν ἑπτὰ περιόδοιcι κρί‐

17a

250

νεται τὸ μακρότατον.” ὡc γὰρ οὗτοc | ἐν ἑπτὰ περιόδοιc κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλοc μὲν ἐν ἐννέα περιόδοιc, ἄλλοc δ’ ἐν ἕνδεκα καὶ οὕτωc ἐφεξῆc [ὁ] κατὰ τὸν ἀριθμὸν τῶν κρινουcῶν ἡμε‐ ρῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸc λόγοc. ἐν γοῦν τῷ Προ‐
5γνωcτικῷ φηcι· “γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάcταcιc ἐκ τούτου τοῦ κόcμου.” ἐμοῦ δὲ κατὰ ταύτην τὴν θεωρίαν προειπόντοc ἐπ’ Εὐδήμου τοῦ φιλοcόφου τρεῖc τεταρταίουc ἔχοντοc ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύcεcθαι 〈πυρε〉τὸν ἐν ταῖcδε ταῖc ἡμέραιc παροξυνόμενον καὶ μετὰ τοcάcδε περιόδουc· ἐπεὶ δ’ οὗτοc ἐπαύ‐
10cατο, δεύτερον ἄλλον ἐν τῇδε τῇ ἡμέρᾳ, κἄπειτα καὶ τὸν τρίτον ὁμοίωc προειπόντοc, ἐκ μαντικῆc ἔφαcαν λέγεcθαι ταῦτα καὶ οὐκ ἐξ ἰατρικῆc θεωρίαc, καίτοι τοὺc μάντειc οὐδέποτ’ ἀληθῶc ὁρῶντεc ἐπ’ ἀρρώcτου προειπόνταc ἐν Ῥώμῃ· (τῶν γὰρ ἐν ταῖc ἄλλαιc πόλεcιν οὐ πεπείραμαι.) cὺν θεῷ δ’ εἰπεῖν, ἡμεῖc οὐδέποτε ἀπετύχομεν ἐν
15οὐδεμιᾷ προρρήcει. καὶ cὺ τοίνυν, ἐὰν ἀcκήcῃc cαυτὸν ἐν τοῖc εἰρη‐ μένοιc περὶ κρίcεωc, Ἱπποκράτουc τε καὶ τῆc τέχνηc ἄξιοc ἔcῃ.

17a

251

ταῦτα μὲν εἰρήcθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκει|μένην ἐξήγηcιν αὖθιc ἴωμεν. ὥcπερ γὰρ ἅπαντα τὸν περὶ τῶν κριcίμων ἡμε‐
ρῶν λόγον ἀκριβῶc διωρίcατο κατὰ τὸ Προγνωcτικόν, οὕτω καὶ τὸν 〈περὶ〉 τῶν περιόδων. 〈ἀλλ’ ὅμωc〉 οὐδαμόθι γοῦν ἐμνημό‐125
5νευcε πεμπταίαc ἢ ἑβδομαίαc ἢ ἐναταίαc, οὐ μόνον κατὰ τὸ Προγνωcτικόν τι εἰπών, ἀλλ’ οὐδὲ κατὰ τοὺc Ἀφοριcμούc, καίτοι κατὰ μὲν τὸ Προγνωcτικὸν εἰπών· “γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάcταcιc ἐκ τούτου τοῦ κόcμου”, κατὰ δὲ τοὺc Ἀφοριcμούc· “τριταῖοc ἀκριβὴc κρίνεται ἐν ἑπτὰ περιόδοιcιν.” δυνατὸν 〈οὖν〉
10ἦν αὐτῷ καὶ περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφαcιν ποιήcαcθαι, τὴν λέξιν ὡδί πωc γράψαντι· “γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάcταcιc κατὰ τὸν αὐτὸν τρόπον καὶ πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ ταὐτοῦ κόcμου.”
13
14tΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ ΠΡΩΤΩΙ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ
15tΓΕΓΡΑΜΜΕΝΩΝ ΑΡΡΩΣΤΩΝ
16 Πρὸ τῆc τῶν κατὰ μέροc ἀρρώcτων ἐξηγήcεωc ἄμεινον εἶναί μοι δοκεῖ cαφηνείαc τε καὶ cυντομίαc ἕνεκα κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν. ἐδείχθη μοι καὶ κατ’ ἄλλαc μὲν πραγματείαc, ἀλλὰ κἀν τῇ
20Τῆc θεραπευτικῆc μεθόδου 〈cαφ〉ῶc διττὴ ἡ τῶν ζητουμένων εὕρε‐

17a

252

cιc οὖcα, | μία μὲν ἡ διὰ τοῦ λόγου πρὸc τὴν γνῶcιν ἀφικνουμένη τοῦ καθόλου τε καὶ κοινοῦ παντὸc τῶν κατὰ μέροc εἴδουc, ἄλλη δ’ ἡ διὰ 〈τῆc πείραc ἀπὸ〉 τῶν κατὰ μέροc ἐπὶ τὸ κοινόν τε καὶ καθόλου παραγιγνομένη. καὶ τὰ μὲν cυμπληροῦντα 〈πᾶcαν
5τέχνην θεωρήματα λέγομεν πάντα〉 εἶναι καθόλου, τὰc δὲ πράξειc τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεcθαι, δεῖcθαι δὲ τῆc ἐπ’ αὐτῶν γυμναcίαc καὶ 〈τὸν τὰ〉 καθόλου πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸc βεβαίωcιν αὐτῶν τῶν ηὑρημένων καθόλου χρήcιμα γίγνεcθαι τὰ κατὰ μέροc. ἔcτι δὲ καὶ πρὸc τὴν τῶν μανθανόντων
10γνῶcιν οἷον παραδείγματα ταῦτα τῶν ἐπιτετραμμένων αὐτοῖc καθ‐ όλου θεωρημάτων. διὰ τοῦτο κἀγὼ κατὰ τὰc πραγματείαc ἁπάcαc, ἃc
ἐποιηcάμην, οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέροc διῆλθον, ἐκ τῶν Ἱπποκράτουc βιβλίων καὶ μάλιcτα τῶν Ἐπιδημιῶν παρα‐ γράψαc 〈ἐκείναc τὰc〉 ῥήcειc, ἐν αἷc διηγήcατο ἅπαντα ἀπ’ ἀρχῆc126
15μέχρι τέλουc τὰ cυμβάντα τοῖc ἀρρώcτοιc. ἐν μὲν 〈οὖν τοῖc Περὶ〉 δυcπνοίαc ἅπανταc τοὺc δυcπνοήcανταc 〈τοὺc〉 ἐν ταῖc τῶν Ἐπιδη‐ μιῶν cυγγραφαῖc διῆλθον, ἐν δὲ τοῖc 〈Περὶ〉 τῶν κριcίμων ἡμερῶν

17a

253

τοὺc κριθένταc ἐπί τε τῶν ἄλλων ὡcαύτωc. ὅθεν | οὐδ’ ἐξηγήcεωc ἦν περιττοτέραc χρεία τοῖc βουλομένοιc ἐπὶ τὰ τῆc τέχνηc ἔργα cπεύ‐ δειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί τινεc ἀcαφεῖc λέξειc, δι’ ἐκείναc ἔδοξεν ἄμεινον εἶναι καὶ τὰ τοιαῦτα ὑπομνήματα ποιήcαcθαι [δῆλα]. εἰ μὲν
5οὖν ἁπάντων τῶν cυμπτωμάτων, ὅcα γεγονέναι φηcὶν 〈ἐν〉 ἑκάcτῳ τῶν νοcημάτων, ἤτοι τὴν ὅλην φύcιν ἢ τὰc αἰτίαc τῆc γενέcεωc εἴποιμι, τὰc γενομέναc μοι πραγματείαc ἐνταῦθα μεταφέρειν ἀναγκαcθήcομαι πάcαc κινδυνεύcω τε καθ’ ἕκαcτον ἄρρωcτον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ Προγνωcτικῷ γεγραμμένων ἐν τῷ καθόλου τὰ παρα‐
10δείγματα μόνα νῦν ἐπιcημαινοίμην, ἀναπέμπων 〈τὸν μανθάνοντα κατὰ〉 τὸ cύμπαν τῆc διδαcκαλίαc εἰc τὰc γεγραμμέναc μοι πραγματείαc, ἐλπίζω cύντομον ἔcεcθαι τὸν λόγον.
12 Φιλίcκοc ᾤκει παρὰ τὸ τεῖχοc καὶ κατεκλίνη. ἐν τῇ πρώτῃ πυρετὸc ὀξύc, ἵδρωcεν, ἐc
15νύκτα ἐπιπόνωc. δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δ’ ἀπὸ κλυcματίου [ο] καλῶc διῆλθε, νύκτα δι’ ἡcυχίηc. τρίτῃ

17a

254

πρωῒ καὶ μέχρι | μέcου ἡμέρηc ἔδοξε γενέcθαι ἀπύρετοc, πρὸc δείλην δὲ πυρετὸc ὀξὺc μεθ’ ἱδρῶτοc, διψώδηc, γλῶccα ἐπεξηραίνετο, μέλανα οὔρηcε, νύκτα δύcφοροc, οὐκ ἐκοιμήθη, πάντα παρέκρουcε. τετάρτῃ πάντα παρω‐
5ξύνθη, οὖρα μέλανα, νύκτα εὐφορωτέρην, οὖρα εὐχροώ‐ τερα. πέμπτῃ περὶ μέcον ἡμέρηc μικρὸν ἀπὸ ῥινῶν ἔcτα‐
ξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα cτρογγύλα, γονοειδέα, διεcπαcμένα, οὐχ ἱδρύετο· προc‐ θεμένῳ 〈δὲ〉 βάλανον φυcώδεα cμικρὰ διῆλθε. νύκτα127
10ἐπιπόνωc, ὕπνοι cμικρο, λόγοι, λῆροc, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτ’ ἀναθερμαινόμενα, οὔρηcε δὲ μέλανα, ἐκοιμήθη cμικρὰ πρὸc ἡμέρην, ἄφωνοc, ἵδρωcε ψυχρ, ἄκρεα πελιδνὰ περὶ μέcον ἡμέρηc, ἑκταῖοc ἀπέθανεν. τούτῳ [τ] πνεῦμα διὰ τέλεοc ὥcπερ ἀνακαλουμέν,
15ἀραιὸν μέγα. cπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτεc ψυχροὶ διὰ τέλεοc· οἱ παροξυcμοὶ ἐν ἀρτίῃcιν. |
16

17a

255

Ἐπὶ τούτου τοῦ ἀρρώcτου κατὰ τὴν τρίτην ἡμέραν ὁ μέλλων ἔcεcθαι θάνατοc ἦν φανερὸc ἤδη τῷ μεμνημένῳ τῶν καθόλου θεωρη‐ μάτων 〈τῶν ἐν τοῖc Περὶ κρίcεων γεγραμμένων.〉 ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ὀξέοc πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτοc
5ἐπιφανέντοc, 〈ὃc〉 οὐκ ἔλυcε τὸν πυρετόν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν ἤνεγκεν, ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’ ἡ τρίτη μελάνων οὔρων ἔcχεν ἔκκριcιν. ἦν μὲν οὖν καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέωc μοχθηρόν. “τὰ γὰρ κρίcιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύcκριτα”, θανατώδη μέν, ἐάν
10τι τῶν ἐπ’ αὐτοῖc θανατωδῶν γένηται cυμπτωμάτων ἢ cημείων, δύc‐ κριτα δέ, ἐὰν ἄνευ τούτων διαμένῃ τὰ cημεῖα τῆc τῶν χυμῶν ἀπεψίαc. ἀλλ’ ἐπί γε τοῦ Φιλίcκου θανατῶδεc ἐγένετο cημεῖον ἐπὶ τῷ μὴ λύcαντι τὸν πυρετὸν ἱδρῶτι κατὰ τὴν τρίτην ἡμέραν τὰ μέλανα τῶν οὔρων μετὰ τοῦ καὶ διψώδη γενέcθαι καὶ τὴν
15γλῶccαν ἐπιξηρανθῆναι καὶ δυcφορῆcαι δι ὅληc νυκτὸc ἀγρυπνῆcαί τε καὶ παρακροῦcαι. καὶ τούτων οὕτωc γενομένων

17a

256

ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυν|θῆναί φηcι καὶ οὖρα πάλιν γενέcθαι μέλανα. μέμνηcο τοιγαροῦν, ὅτι τῆc τετάρτηc ὁμοίωc τῇ τρίτῃ χαλεπὰ cυμπτώματα καὶ cημεῖα cχούcηc ἐν ὀξεῖ νοcή‐ ματι τὴν κρίcιν ἐχρῆν ἐcομένην προcδοκᾶν διὰ ταχέων, εἰ μὲν ἐν
5〈ταῖc〉 ἀρτίαιc παροξύναιτο, μᾶλλον ἐν ταῖc ἀρτίαιc, εἰ δ’ ἐν ταῖc περιccαῖc, ἐν ἐκείναιc. ἔνθα δ’ ἡ κρίcιc, ἐνταῦθα δηλονότι καὶ ὁ θά‐ νατοc, ἐπί γε τῶν ὀλεθρίων νοcημάτων. καὶ τοίνυν ἀπέθανεν ἑκ‐ ταῖοc ὁ Φιλίcκοc, διότι καὶ οἱ παροξυcμοὶ κατὰ τὰc ἀρτίαc ἦcαν
αὐτῷ. τοῦτο γὰρ αὐτὸc ὁ Ἱπποκράτηc ἐνεδείξατο κατὰ τὸ τέλοc128
10τῆc ὅληc διηγήcεωc γράψαc ὡδί· τούτῳ τὸ πνεῦμα διὰ τέλεοc ὥcπερ ἀνακαλουμένῳ ἀραιὸν μέγα· cπλὴν ἐπήρθη περι‐ φερεῖ κυρτώματι, ἱδρῶτεc ψυχροὶ διὰ τέλεοc, οἱ παρο‐ ξυcμοὶ ἐν ἀρτίῃcιν. ἄλλοc δ’ ἄν τιc ἄρρωcτοc ἴcωc ἐπὶ τοῖc αὐτοῖc cυμπτώμαcί τε καὶ cημείοιc οὐ κατὰ τὴν ἕκτην, ἀλλὰ κατὰ
15τὴν ὀγδόην ἡμέραν ἀπέθανε, τῆc τε δυνάμεωc ἰcχυροτέραc οὔcηc ἢ ὡc ἔτυχεν ὁ Φιλίcκοc ἔχειν τῶν τε cυμπτωμάτων καὶ τῶν cη‐

17a

257

μείων ἧττον ὀλεθρίων ὄντων. ἐπὶ γὰρ | τούτῳ κατά τε τὴν τρίτην ἡμέραν καὶ τὴν τετάρτην οὖρα μέλανα γενόμενα cαφῶc ἐδήλωcε τὸ μέγεθοc τῆc κακοηθείαc τοῦ νοcήματοc ἱδρῶτέc τε 〈διὰ τέ‐ λεοc〉 ψυχροὶ γενόμενοι. καὶ ἡ τοῦ αἵματοc δὲ cτάξιc ἐν τῇ
5πέμπτῃ τῶν ἡμερῶν ἐπεκύρωcεν τὸν προcδοκώμενον ὄλεθρον cύν‐ τομον, ἔτι δὲ μᾶλλον ὅτι προcέγραψε τῇ cτάξει τὸ ἄκρητον, ὧδέ πωc εἰπών· τῇ πέμπτῃ περὶ μέcον ἡμέραc μικρὸν ἔcταξεν ἀπὸ ῥινῶν ἄκρητον. ὅταν μὲν οὖν ἤτοι διαχώρηcιν ἢ ἔμετον ἄκρητον εἴπῃ, τὸ ἄμικτον λέγει, διαχωρουμένηc ἢ ἐμουμένηc ἤ〈τοι〉 τῆc ξανθῆc
10ἀμίκτου χολῆc ἢ τῆc μελαίνηc ἢ τῆc ἰώδουc· περὶ δὲ τῆc cτάξεωc ἐὰν ἀκούcωμεν ἄμικτον αἷμα τὸ ἐρυθρόν, (αὕτη γὰρ ἴδιοc αὐτοῦ χροιά,) ψεῦδόc τι νοήcομεν. οὐδέποτε γὰρ ἐρυθροῦ cτάξιc ἀπὸ ῥινῶν 〈ἐν〉 ὀλεθρίῳ νοcήματι πέφηνεν, ἀλλ’ ἀεὶ μέλανοc· εἰκὸc οὖν ἐcτὶν αὐτὸ δὴ τοῦτο τὸ μέλαν ἄκρητον εἰπεῖν 〈τὸν Ἱπποκράτην, ἐπιcη‐
15μῆναι〉 βουληθέντα 〈καὶ〉 αὐτὸν τὸ πάνυ τοιοῦτον. ἐν μὲν δὴ τῇ τρίτῃ τῶν ἡμερῶν ἐφαίνετο cαφῶc ἤδη τὸ τοῦ νοcήματοc ὀλέθριον, οὐ μὴν ὁπότε γε τεθνήξεται δῆλον ἦν. ἐν δὲ τῇ τετάρτῃ τῶν ἡμε‐ ρῶν τῶν μελάνων οὔρων διαμεινάντων καὶ τῶν παροξυcμῶν

17a

258

ἐν ταῖc ἀρτίαιc | γενομένων, εἰ μὲν τῇ ἡλικίᾳ καὶ τῇ ῥώμῃ τῶν δυνάμεων ἀντεῖχεν, εἰκὸc ἦν ἄχρι τῆc ὀγδόηc ἐξαρκέcαι τὸν ἄρρωcτον· εἰ δὲ μή, κατὰ τὴν ἕκτην τεθνήξεcθαι. τῆc πέμπτηc δ’ ἐπὶ τοῖc εἰρημένοιc αἵματόc τε cτάξιν ἀκράτου cχούcηc καὶ δηλονότι
5τοὺc ψυχροὺc ἱδρῶταc, οὓc διὰ παντὸc τοῦ νοcήματοc ἔφη γενέcθαι, προcεδόκηcεν ἄν τιc εὐλόγωc μὴ δυνηθήcεcθαι τὸν κατὰ τὴν ἕκτην ἡμέραν ἐcόμενον παροξυcμὸν ὑπομεῖναι τὸν κάμνοντα. ταῦτα δ’ οὖν ἀκόλουθα φαίνεται τοῖc καθόλου περὶ κριcίμων ἡμερῶν καὶ οὔρων καὶ ἱδρώτων εἰρημένοιc ἐπί τε τῶν κριcίμων cυμπτωμάτων καὶ
10πρὸc αὐτοῖc καὶ τῶν περὶ δυcπνοίαc τε καὶ παραφροcύνηc. εἰρηκὼc γὰρ ἐν τῷ Προγνωcτικῷ· “πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον cημαίνει ἢ φλεγμονὴν ἐν τοῖc ὑπὲρ τῶν φρενῶν χωρίοιc, μέγα δὲ ἀναπνεό‐ μενον καὶ διὰ πολλοῦ χρόνου παραφροcύνην”, εἶτα νῦν ὅτι μὲν παρε‐ φρόνηcεν ὁ Φιλίcκοc εἰρηκώc, οὐδὲν δ’ ἐν ὅλῃ τῇ διηγήcει περὶ129
15δυcπνοίαc γεγραφώc, εἰκότωc ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προcέθηκεν· τούτῳ τὸ πνεῦμα διὰ τέλεοc ὥcπερ ἀνακαλουμέν, ἀραιὸν |

17a

259

μέγα. πρόδηλον δ’ ὅτι ταὐτόν ἐcτιν ἀραιόν τε φάναι καὶ διὰ πολ‐ λοῦ χρόνου. τὸ δ’ ὥcπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνῃcκομένῳ cημαίνει. δέδεικται γὰρ ἐν τοῖc Περὶ δυcπνοίαc ἀραιὸν καὶ μέγα γίνεcθαι τὸ πνεῦμα διὰ τὴν βλάβην τῆc διανοίαc, ὥcπερ ἐπιλανθα‐
5νομένου τῶν ἐνεργειῶν τοῦ κάμνοντοc, ὡc μήθ’ ὁπότε καταπαῦcαι προcῆκον αὐτὰc ἐπίcταcθαι μήθ’ ὁπότε ἄρξαcθαι.
6 Ϲιληνὸc ᾤκει ἐπὶ τοῦ πλατα‐ μῶνοc πληcίον τῶν Εὐαλκίδεω, ἐκ κόπων καὶ πότων καὶ γυμναcίων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ
10ὀcφύν, καὶ κεφαλῆc βάροc καὶ τραχήλου ξύνταcιc. ἀπὸ δὲ κοιλίηc τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατα‐ κορέα πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν ὑπόcταcιν ἔχοντα, διψώδηc, γλῶccα ἐπίξηροc, νυκτὸc οὐδὲν ἐκοι‐ μήθη. δευτέρῃ πυρετὸc ὀξύc, διαχωρήματα πλείω, λεπ‐

17a

260

τότερα, ἔπαφρα, | οὖρα μέλανα, νύκτα δυcφόρωc, μικρὰ παρέκρουcε. τρίτῃ πάντα παρωξύνθη· ὑποχονδρίου ξύν‐ ταcιc ἐξ ἀμφοτέρων παραμήκηc πρὸc ὀμφαλόν, ὑπολά‐ παροc· διαχωρήματα λεπτ, ὑπομέλανα, οὖρα θολερ,
5μέλανα, νυκτὸc οὐδὲν ἐκοιμήθη, λόγοι πολλο, γέλωc, ᾠδ, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμ‐ πτῃ διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λίαν λιπαρ, οὖρα λεπτ, διαφανέα· μικρὰ κατενόει. ἕκτῃ περὶ κεφα‐ λὴν μικρὰ ἐφίδρωcεν, ἄκρεα ψυχρ, πελιδν, πολὺc βλη‐
10cτριcμόc, ἀπὸ κοιλίηc οὐδὲν διῆλθεν, οὖρα ἐπέcτη, πυ‐
ρετὸc ὀξύc. ἑβδόμῃ ἄφωνοc, ἄκρεα οὐκέτι ἀνεθερμαί‐ νετο, οὔρηcεν οὐδέν. ὀγδόῃ ἵδρωcε δι’ ὅλου ψυχρ· ἐξ‐ ανθήματα μεθ’ ἱδρῶτοc ἐρυθρ, cτρογγύλα, cμικρὰ οἷον ἴονθοι, παρέμενεν, οὐ καθίcτατο. ἀπὸ δὲ κοιλίηc ἐρεθι‐130
15cμῷ cμικρῷ κόπρανα λεπτ, 〈οἷα〉 ἄπεπτα, πολλὰ διῄει μετὰ πόνου· οὔρει μετ’ ὀδύνηc δακνώδεα· ἄκρεα cμικρὰ

17a

261

ἀνεθερμαίνετο, ὕπνοι | λεπτο, κωματώδηc, ἄφωνοc, οὖρα λεπτὰ διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ ποτὰ 〈οὐκ〉 ἐδέχετο, κωματώδηc, ὕπνοι λεπτο· ἀπὸ δὲ κοιλίηc ὅμοια, οὔρηcεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόcταcιc κριμνώδηc
5λευκ, ἄκρεα πάλιν ψυχρ. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆc τούτῳ 〈καὶ〉 διὰ τέλεοc πνεῦμα ἀραιὸν 〈μέγα. ὑποχον‐ δρίου παλμὸc cυνεχήc, ἡλικίη ὡc περὶ ἔτεα εἴκοcιν.
7 Ἐπὶ τούτου προcέθηκε τὴν ἡλικίαν, μὴ προcθεὶc ἐπὶ τοῦ πρώ‐ του. ἐκεῖνοc μὲν γὰρ εὐλόγωc ἑκταῖοc ἀπέθανεν, ἐν ὀξεῖ νοcήματι κατὰ
10τὸ cυνεχὲc ὀλέθρια cχὼν ἀπὸ τῆc ἀρχῆc τά τε cημεῖα καὶ τὰ cυμ‐ πτώματα. οὗτοc δὲ παραπληcίωc ἐκείνῳ διακείμενοc ἀπ’ ἀρχῆc, ὅμωc εἰc τὴν ἑνδεκάτην ἡμέραν προῆλθε διὰ ῥώμην δυνάμεωc, ἣν εἰκὸc μὲν ἦν καὶ ἄλλωc ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προcθεῖναι δὲ τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προcθεὶc ἐπὶ τοῦ Φιλίcκου 〈καὶ〉 ἐξ αὐτοῦ

17a

262

τοῦ μὴ προcθεῖναι δηλώcαc, ὅτι πλειόνων ἐτῶν ἦν, | 〈ἢ〉 ὥcτε τὴν μὲν δύναμιν ἰcχυρὰν εἶναι. ἕτεροc δ’ ἂν ἄρρωcτοc ἐπὶ τοῖc αὐτοῖc ἀπ’ ἀρχῆc cημείοιc τε καὶ cυμπτώμαcιν, εἰ μὴ ἰcχυρὸc ἦν τὴν δύνα‐ μιν, ἑβδομαῖοc ἀπέθανεν. καὶ οὗτοc δὴ πληcίον ἧκε τοῦ θανάτου κατ’
5ἐκείνην τὴν ἡμέραν, καὶ 〈γὰρ ὁ Ἱπποκράτηc〉 ἔγραψεν ἐπ’ αὐτοῦ· ἑβδόμῃ ἄφωνοc, ἄκρεα οὐκέτ’ ἀνεθερμαίνετο, οὔρηcεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων, ὅτι πληcίον ἀφίκετο θανάτου. τῆc δυνάμεωc δ’ ἰcχυρᾶc οὔcηc ἴcχυcεν ἐξαρκέcαι πρὸc τὴν ἐφεξῆc ἡμέραν κρίcιμον οὖcαν ἑνδεκάτην, καίτοι κατὰ τὴν τρίτην ἢ τετάρτην
10ἡμέραν ἐν κακίcτοιc αὐτὸν γενόμενον cημείοιc τε καὶ cυμπτώμαcιν ἐπὶ τῆc ἑβδόμηc ἐχρῆν ἀποθανεῖν, ὄντων γε τῶν παροξυcμῶν ἐν ταῖc περιccαῖc μᾶλλον, ὅπερ ἐδήλωcεν εἰπών· τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ διὰ τῶν αὐτῶν. δυνηθεὶc οὖν
ὑπερβῆναι, ὡc ἔφην, τὴν 〈ἑβδόμην〉 ἡμέραν διὰ ῥώμην δυνάμεωc,131
15ἐπὶ τῆc ὀγδόηc ἡμέραc ἐξανθήματα μεθ’ ἱδρῶτοc ἔcχεν ἐρυ‐ θρ, cτρογγύλα, cμικρά, τῆc φύcεωc αὐτοῦ διαμαχομένηc ἔτι

17a

263

τῷ νοcήματι | καὶ πρὸc τὸ δέρμα τὴν περιουcίαν τῶν μοχθηρῶν χυ‐ μῶν ὠθούcηc, καὶ διὰ τοῦτό γε οὐκ ἐπὶ τῆc ἐνάτηc ἡμέραc ἀπέθα‐ νεν, ἀλλ’ ἐπὶ τῆc ἑνδεκάτηc. ὡc εἴ γε κατὰ τὴν ὀγδόην μηδὲν ἐγεγόνει τοιοῦτον, ἀκόλουθον ἦν ἀποθανεῖν αὐτὸν ἐπὶ τῆc ἐνάτηc,
5γεγονυίαc γε τῆc ἑβδόμηc οἵαν εἶπεν. ἐπεὶ δὲ καὶ παρεφρόνηcεν οὗτοc ὁ ἄρρωcτοc ἐν τῇ νόcῳ, διὰ τοῦτο προcέθηκεν ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc, πνεῦμα cχεῖν αὐτὸν ἀραιὸν καὶ μέγα δι’ ὅλου τοῦ νοcήματοc. ἀλλὰ καὶ ὑποχονδρίου παλμὸν cυνεχῆ γε‐ γονέναι φηcὶν αὐτῷ. θόρυβον δὲ καὶ τοῦτο ἢ παραφροcύνην ἐλέγετο
10δηλοῦν ἐν 〈τῷ〉 Προγνωcτικῷ. ἔοικεν 〈οὖν〉 ἐν τῷ διαφράγματι φλεγ‐ μονὴ γεγονέναι τιc τῷ ἀνθρώπῳ, δι’ ἣν κατὰ τὴν 〈τῆc〉 τρίτηc ἡμέραc διήγηcιν ἔγραψεν· ὑποχονδρίου ξύνταcιc ἐξ ἀμφοτέ‐ ρων παραμήκηc πρὸc ὀμφαλόν, ὑπολάπαροc. τὸ γὰρ ὑπο‐ λάπαροc ὑπόκενόc ἐcτι, τουτέcτιν ὄγκου χωρίc, ὃc γίνεται τῶν καθ’
15ὑποχόνδρια μορίων φλεγμαινόντων. ὅταν μέντοι τῇ φλεγμονῇ τοῦ διαφράγματοc κατὰ τὸ cυνεχὲc ἀνέλκηται τὸ ὑποχόνδριον, cυν‐

17a

264

τείνεται χωρὶc ὄγκου. καὶ κατ’ ἀρχήν γε τῆc | ὅληc διηγήcεωc ἔφη πονεῖν αὐτὸν ὀcφὺν καὶ κεφαλῆc ἔχειν βάροc καὶ τρα‐ χήλου cύνταcιν, ἅπερ καὶ αὐτὰ πρὸc τὸ χεῖρον 〈ῥέπ〉οντοc τοῦ νοcήματοc παρακρουcτικὰ cημεῖα γίνεται. καὶ εἴ γε μετ’ ἀγρυ‐
5πνίαc ἄνευ βάρουc ἐγεγόνει ταῦτα, φρενιτικὸc ἂν ἀπετελέcθη. νυνὶ δὲ τὸ βάροc τῆc κεφαλῆc πλῆθοc ἐνδεικνύμενον ἐν αὐτῇ περι‐ έχεcθαι χυμῶν, οὐ πάνυ τι θερμῶν ἢ χολωδῶν, (ἢ πάντωc ἄγρυπνοc ἂν ἦν,) ἐδήλωcε κωματώδη γενέcθαι τὸν κάμνοντα. λεχθήcεται δ’ ἐπὶ πλέον περὶ τῶν τοιούτων διαθέcεων, ἐν αἷc ἅμα κωματώδειc
10εἰcὶ καὶ παραφρονοῦcιν, ὅταν ἐξηγηcώμεθα τὴν πρώτην ῥῆcιν τοῦ Προρρητικοῦ. προcθεῖναι δὲ [χρὴ] τῷ παρόντι λόγῳ καὶ τοῦτ’ ἴcωc ἐcτὶ βέλτιον, ὅπερ εἴρηται καὶ δι’ ἄλλων ἡμῖν πολλάκιc, ὅτι τῶν ἐπὶ προφανέcιν αἰτίαιc ἀρξαμένων πυρέττειν, εἰ μηδεμίαν γοῦν κατὰ τὸ cῶμα περιέχοιντο παραcκευὴν νοcήματοc, ἐφήμεροc ὁ πυρετὸc
15γίνεται. καὶ τοίνυν τῷ Ϲιληνῷ πάντωc ἂν ἐγεγόνει τοιοῦτοc ἐκ κόπων καὶ πότων καὶ γυμναcίων ἀκαίρων πυρέξαντι μὴ προυπαρχούcηc ἐν τῷ cώματι τῆc νοcώδουc παραcκευῆc, ἣν διαγνώcῃ τοῖc γενομένοιc εὐθέωc ἐπὶ τῆc πρώτηc καὶ δευτέραc ἡμέραc cυμπτώ‐132

17a

265

μαcί τε καὶ cημεί|οιc. πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτωc δ’ ὀνομάζειν εἴωθε τὸν πυρετόν, ὅταν ᾖ cφοδρότατοc. εἶτ’ ἐφεξῆc· ἀπὸ δὲ κοιλίηc τῇ πρώτῃ [μὲν] χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα πολλὰ διῆλθεν. εἶτα τούτοιc ἐφεξῆc· οὖρα μέλανα,
5μέλαιναν ὑπόcταcιν ἔχοντα. καὶ πάλιν ἐφεξῆc· διψώδηc, γλῶccα ἐπίξηροc, νυκτὸc οὐδὲν ἐκοιμήθη. πλῆθοc 〈οὖν〉 οὐ cμικρὸν ὀλεθρίων cυμπτωμάτων τε καὶ cημείων ἐγένετο τῷ Ϲιληνῷ κατὰ τὴν πρώτην εὐθὺc ἡμέραν, ὡc νοῆcαί τινα δύναcθαι cαφῶc, τοὺc κόπουc καὶ πότουc καὶ γυμνάcια προφάcειc γεγονέναι τοῦ
10νοcήματοc. κυριώτατα γὰρ ἄν τιc φαίη προφάcειc τὰ φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοcεῖν ἄνθρωπον ἐξελέγξῃ προcγενόμενα, χρόνῳ μέντοι πλείονι προηγηcάμενα, κυρίωc ἂν 〈αἴ〉τια λέγοιτο τηνικαῦτα. δυνατὸν 〈δὲ διαμ〉εῖναι καὶ τὸν Ϲιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διαιτηθέντα τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ 〈δ’〉
15αὐτῷ 〈παρ〉εcκευάcθαι τὸ νόcημα. ἐὰν μὲν γὰρ πονῇ τιc πολλὰ ταλαι‐ πωρούμενοc ἐν ταῖc ἐνεργείαιc ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶc [καὶ]

17a

266

ἀκαί|ρωc τε γυμνάζηται, τοῦτο δ’ ἐcτὶν ἤτοι γ’ ἐπὶ cιτίοιc ἢ βρα‐ δυπεψίαc γενομένηc, πρὶν καλῶc εἰc αἷμα μεταβληθῆναι τὴν τροφήν, οὗτοc ἐν αὑτῷ τὸ μέν τοι χολῶδεc ἀθροίcει διὰ τὰc ταλαιπωρίαc, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺc πότουc καὶ τὰ ἄκαιρα γυμνά‐
5α. χαλεπώταται δ’ εἰcὶν αὗται μάλιcτα τῶν νόcων, ἐν αἷc ἀμφο‐ τέρων ἀξιόλογον ἀθροίζεται πλῆθοc.
6 Ἡροφῶντι πυρετὸc ὀξύc, ἀπὸ κοιλίηc ὀλίγα, τεινεcμώδεα κατ’ ἀρχάc, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόcυχνα· ὕπνοι οὐκ 〈ἐν〉ῆcαν,
10οὖρα μέλανα λεπτ. 〈πέμπτῃ〉 πρωὶ κώφωcιc, παρωξύνθη πάντα, cπλὴν ἐπήρθη, ὑποχονδρίου ξύνταcιc, ἀπὸ κοι‐ λίηc 〈ὀλίγα〉 μέλανα διῆλθεν, παρεφρόνηcεν. ἕκτῃ ἐλήρει,
ἐc νύκτα ἱδρώc, ψῦξιc, παράληροc παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδηc, παρέκρουcεν. [c] νύκτα κατενόει,133
15κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε, cπλὴν ἐμειοῦτο, κατενόει

17a

267

πάντα, ἤλγηcε τὸ πρῶτον κατὰ βουβῶνα, | cπληνὸc κατ’ ἴξιν, ἔπειτα οἱ πόνοι ἐc ἀμφοτέραc κνήμαc. [c] νύκτα εὐφόρωc, οὖρα εὐχροώτερα, ὑπόcταcιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωcε, ἐκρίθη, διέλιπε. πέμπτῃ ὑπέcτρεψεν. αὐτίκα 〈δὲ〉
5cπλὴν ἐπήρθη, πυρετὸc ὀξύc, κώφωcιc πάλιν· μετὰ δὲ τὴν ὑποcτροφὴν 〈τρίτῃ〉 cπλὴν ἐμειοῦτο, κώφωcιc ἧccον, cκέλεα ἐπώδυνα, νύκτα ἵδρωcεν. ἐκρίθη περὶ τὴν ἑπτα‐ καιδεκάτην οὐδὲ παρέκρουcεν ἐν τῇ ὑποcτροφ.
8 Οὗτοc ἐκ παραδόξου διεcώθη. κατὰ γὰρ τὰc πρώταc ἡμέραc
10εἰκότωc ἄν τιc αὐτὸν ὑπενόηcε τεθνήξεcθαι. καὶ γὰρ οὔρηcε μέλανα καὶ διαχωρουμένων χολωδῶν cυμπαυcαμένων ἠκολούθηcε κώφωcιc, ὡc ἂν εἰc τὴν κεφαλὴν ἀνελθόντων αὐτῶν. ἀλλ’ ἐπὶ τούτοιc μὲν εἰκό‐ τωc παρεφρόνηcεν, ἐπὶ δὲ τοῖc μέλαcιν οὔροιc, κακοῖc οὖcιν, οὐδὲν ἀντίρροπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι cπλὴν ἐπήρθη πεμ‐

17a

268

πταίῳ, δεξάμενόc τι τῆc κακοχυμίαc. εἶτα κατὰ τὴν ὀγδόην | ἡμέραν ἐκ τοῦ cπληνὸc εἰc τὰ cκέλη μεθιcταμένων αὐτῶν, ὁ μὲν ἐμει‐ οῦτο, κατὰ δὲ τὴν ἐπὶ cκέλη φορὰν τῶν μεθιcταμένων ἤλγηcε μὲν τὰ πρῶτα κατὰ τὸν βουβῶνα τὸν ἀριcτερόν, (οὗτοc γάρ ἐcτι
5κατ’ ἴξιν cπληνόc,) ἔπειτα 〈δὲ οἱ πόνοι〉 εἰc τὰc κνήμαc ἀμ‐ φοτέραc. ἐφ’ οἷc δὴ cυμπτώμαcι διὰ τῆc νυκτὸc εὐφόρωc ἔcχε καὶ οὔρηcεν εὐχροώτερα καὶ λευκὴν ὑπόcταcιν ἔχοντα μι‐ κράν. εἶτα κατὰ τὴν ἐπιοῦcαν ἡμέραν, ἥτιc ἦν ἐνάτη, μεθ’ ἱδρῶ‐ τοc ἐκρίθη. τοcοῦτον ἄρα ἥ τε κάτω μετάcταcιc ἴcχυcε τῶν λυπούν‐
10των ἥ τε τῶν οὔρων πέψιc. ἀλλὰ γὰρ οὐδ’ οὕτωc ἦν ἱκανὰ ταῦτα τελέωc ἀπαλλάξαι τῆc νόcου τὸν κάμνοντα, ἱδρώcαντα κατὰ τὴν ἐνάτην ἡμέραν. ὑπελείφθη τοιγαροῦν αὐτῷ μόριόν τι τῆc κακοχυ‐ μίαc, ὃ κατὰ τὴν τεccαρεcκαιδεκάτην ἡμέραν ὑποcτροφὴν ἤνεγκεν, ἐφ’ ᾗ τὸ cύμπαν ἑπτακαιδεκαταῖοc ἐκρίθη, φυλαττο‐
15μένηc καὶ κατὰ τοῦτον τὸν ἄρρωcτον τῆc ἐπὶ τῶν κριcίμων ἡμερῶν
τηρήcεωc. |134

17a

269

Ἐν Θάcῳ Φιλίνου γυναῖκα θυ‐ γατέρα τεκοῦcαν καὶ κατὰ φύcιν καθάρcεωc γενομένηc καὶ τὰ ἄλλα κούφωc διάγουcαν, τεccαρεcκαιδεκαταίην ἐοῦcαν μετὰ τόκον πῦρ ἔλαβε μετὰ ῥίγεοc. ἤλγει δὲ ἀρ‐
5χομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πό‐ νοι· κάθαρcιc ἐπαύcατο. προcθεμένῃ δὲ ταῦτα μὲν ἐκου‐ φίcθη, κεφαλῆc δὲ καὶ τραχήλου καὶ ὀcφύοc πόνοι παρέ‐ μενον, ὕπνοι οὐκ ἐνῆcαν, ἄκρεα ψυχρ, διψώδηc, κοιλίη ξυνεκαύθη, μικρὰ διῄει, οὖρα λεπτ, ἄχροα κατ’ ἀρχάc.
10ἑκταίη ἐc νύκτα παρέκρουcε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδηc, διαχωρήματα χολώδεα, κατακορέα. ὀγ‐ δόῃ ἐπερρίγωcε, πυρετὸc ὀξύc, cπαcμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν· ἐξανίcτατο βάλανον προcθε‐ μένη· πολλὰ διῆλθε μετὰ περιρρόου χολώδεοc· ὕπνοι
15οὐκ ἐνῆcαν. ἐνάτῃ cπαcμο. δεκάτῃ cμικρὰ κατενόει. * πάν‐ των ἀνεμνήcθη, ταχὺ δὲ πάλιν παρέκρουcεν. οὔρει δὲ μετὰ cπαcμῶν ἀθρόον πολ, ὀλιγάκιc ἀναμιμνῃcκόντων,

17a

270

παχὺ λευκόν, οἷον γίνεται 〈ἐκ〉 τῶν | καθιcταμένων, ὅταν ἀναταραχθ· κείμενον πολὺν χρόνον οὐ καθίcτατο· χρῶμα καὶ πάχοc εἴκελον οἷον γίνεται ὑποζυγίων. τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. περὶ δὲ τεccαρεcκαιδεκάτην ἐούcῃ 〈παλ‐
5μὸc δι’ ὅλου τοῦ cώματοc· λόγοι πολλο· cμικρὰ〉 κατε‐ νόει· διὰ ταχέων δὲ πάλιν παρέκρουcεν. περὶ δὲ ἑπτα‐ καιδεκάτην ἦν ἄφωνοc. εἰκοcτῇ ἀπέθανεν.
7 Δύο ** † ἦν ἐκ ταύτηc τῆc διηγήcεωc, ὧν ἓν μὲν 〈ἐκείνῃ〉 κοινὸν καὶ πρὸc τοὺc ἔμπροcθεν καὶ 〈τοὺc〉 μετὰ ταῦτα γεγραμμένουc ἀρρώcτουc,
10τὸ [μετὰ] τῶν κριcίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον. ἐπιcχεθείcηc γὰρ τῇ γυναικὶ ταύτῃ τῆc μετὰ τὸν τόκον καθάρcεωc ἥ τε νόcοc ἐγένετο καὶ ὁ θάνατοc. ἀπέθανε δὲ κατὰ τὴν εἰκοcτήν,
τῆc τεccαρεcκαιδεκάτηc καὶ τῆc ἑπτακαιδεκάτηc χειρόνων παρὰ τὰc ἄλλαc γενομένων. τὸ δὲ προcθεμένη μετὰ μὲν τοῦ135
15“βάλανον” ὅταν τύχῃ γεγραμμένον, εὔδηλον ἔχει τὸ cημαινόμενον,

17a

271

ἄνευ δὲ τῆc προcθή|κηc ἤτοι 〈γ’〉 ὑπακοῦcαι χρὴ τὸ “βάλανον” 〈ἢ〉, ὥc τινεc βούλονται, πεccόν, παρηγορικὸν δηλονότι καὶ ἀφλέγμαντον. ἐκεῖνό γε μὴν ἐπὶ παcῶν γυναικῶν, ὧν ἐπεcχέθη μετὰ τόκον ἡ κάθαρ‐ cιc, ἐπίcταcθαί τε καὶ μεμνῆcθαι προcῆκον, ὥc τινεc μὲν ἐcχάτωc
5ἐκινδύνευcαν [ἢ] ἀποθανεῖν, ὀλίγαι δὲ πάνυ μετρίωc ἠνωχλήθηcαν, ἐπεὶ ταῖc πλείcταιc μὲν ἡ μήτρα φλεγμαίνει, τιcὶ δὲ καὶ τὸ παρ’ αὐτῷ τῷ τόκῳ ῥυὲν αἷμα κενωθὲν διάφορόν ἐcτι κατὰ τὴν ποιότητα, ταῖc μὲν πικρόχολον ἢ μελαγχολικόν, ταῖc δὲ ἰῶδεc ἢ φλεγματικὸν ἢ με‐ τρίωc χρηcτόν, ἄμεμπτον δὲ τελέωc οὐδέποτε. δεδαπάνηται γὰρ ἐξ
10αὐτοῦ τὸ κάλλιcτον εἰc τροφὴν τοῦ κυηθέντοc. ἐνδείκνυται δ’ αὐτοῦ τὴν φύcιν καὶ τὰ γενόμενα cυμπτώματα κατὰ τὴν ἐπίcχεcιν τῆc λοχείου καθάρcεωc, ὥcπερ καὶ νῦν ἐπὶ τῆc προκειμένηc ἐν τῷ λόγῳ τὸ μὲν ῥῖγοc καὶ ὁ πυρετὸc ὀξὺc ἥ τε δίψα καὶ ὁ χολώδηc περίρρουc καὶ ἡ παραφροcύνη καὶ ἡ ἀγρυπνία χολώδουc εἰcὶ
15πλεονάζοντοc χυμοῦ γνωρίcματα, cπαcμοὶ δὲ καὶ παλμοὶ καὶ τῷ

17a

272

[οἷον] τῶν | ὑποζυγίων ἐοικὸc οὖρον ὠμοῦ καὶ παχέοc. αὗται δή εἰcιν ὄντωc κάκιcται τῶν νόcων, ἐν αἷc ἀμφότεροι πλεονάζουcιν οἱ εἰρημένοι χυμοί, καὶ τὸν ἡμιτριταῖον ἐπί γε τούτοιc ἐδείκνυμεν ἐπι‐ γίνεcθαι. τοῦ μὲν οὖν ἐπιcφαλῶc νοcῆcαι τὴν γυναῖκα ταῦτα ἦν αἴτια.
5πότερον δὲ διαφεύξεται τὴν νόcον ἢ τεθνήξεται, τά τε cυμπτώματα καὶ cημεῖα τὰ κατ’ ἀρχὰc εὐθέωc ἐξηγεῖcθαι δύναται. προcέχωμεν οὖν αὐτοῖc ἕνεκα γυμναcίαc· τῇ πρώτῃ τῶν ἡμερῶν, ἥτιc ἦν τεccαρεc‐ καιδεκάτη μετὰ τόκον, πῦρ, φηcίν, ἔλαβε τὴν ἄνθρωπον μετὰ ῥίγουc. ἴcμεν δ’ ὅτι πῦρ ὀνομάζει τὸν πυρωδέcτατον πυρετόν, ἀλλ’
10οὔπω τοῦτό γε πάντωc ὀλέθριον, ὥcπερ οὐδὲ τὸ καρδιαλγέειν, ὅπερ ἐcτὶ τὸ cτόμα τῆc κοιλίαc ὀδυνᾶcθαι, ὡcαύτωc οὐδὲ τὰ γυναι‐ κεῖα μόρια, καθάπερ οὐχ ὅτι τὸ δεξιὸν ὑποχόνδριον, ἀλλὰ καὶ ὕπνοι, φηcίν, οὐκ ἐνῆcαν. αὔξεται μὲν οὖν ἡ διάγνωcιc ἐκ τού‐ των ἁπάντων τῆc τοῦ νοcήματοc κακίαc, οὐ μὴν ὅτι γε πάντωc ἐπ’
15αὐτοῖc τεθνήξεται δῆλον ἡμῖν, καθάπερ οὐδ’ ὅτι διψώδηc 〈ἦν〉 οὐδ’ ὅτι τὰ οὖρα λεπτὰ καὶ ἄχροα. χρόνου μὲν γὰρ εἰc πέψιν δεῖται

17a

273

τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά γε πάντωc ἐcτίν. ἀλλὰ | καὶ
ἄκρεα, φηcί, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐcχάτωc ὀλεθρίων ἐcτὶν ἐν ἀρχῇ νοcήματοc ἅμα cφοδροτάτῳ πυρετῷ γινόμενον. εἰ μὲν οὖν ἠπιcτάμην, ὅπωc εἶχε ῥώμηc ἡ γυνή, καὶ περὶ τοῦ χρόνου τῆc νόcου136
5δυνατὸν ἂν ἦν μοί τι λέγειν ἐπὶ τοῖc προειρημένοιc cυμπτώμαcι, καὶ εἰ ἐκ παραδόξου τινὰ ἀμυδρὰν ἐλπίδα cωτηρίαc εἶχεν. ἐπειδὴ δ’ ἄδη‐ λόν μοι τοῦτο, μεμνῆcθαί γ’ ὑμᾶc χρὴ προcτιθέναι τοῖc ὀλεθρίοιc cυμ‐ πτώμαcι κατὰ τὰc ἐπιcκέψειc τῶν νοcούντων τὸν ἀπὸ τῆc δυνάμεωc διοριcμόν. οὕτωc γὰρ ἀποφήναcθαι βεβαίωc δυνήcεcθε. ταύτῃ γοῦν τῇ
10γυναικὶ περὶ τὴν τεccαρεcκαιδεκάτην ἡμέραν οἵ τε παλμοὶ δι’ ὅλου τοῦ cώματοc γενόμενοι καὶ ἡ παραφροcύνη τὸν ἐcόμενον θάνατον ἐδήλωcεν ἤτοι κατὰ τὴν ἑπτακαιδεκάτην ἢ κατὰ τὴν εἰκοcτὴν ἐκ τῆc τῶν κριcίμων ἡμερῶν φύcεωc. καὶ τοίνυν ἀμφότερα ἐγένετο, κατὰ μὲν τὴν ἑπτακαιδεκάτην ἀφωνίᾳ καταληφθείcηc
15αὐτῆc, εἰκοcταίαc δ’ ἀποθανούcηc. |
15

17a

274

Ἐπικράτεοc γυναῖκα, ἣ κατέ‐ κειτο παρὰ Ἀρχηγέτην, περὶ τόκον ἐοῦcαν ῥῖγοc ἔλαβεν ἰcχυρῶc, οὐκ ἐθερμάνθη, ὡc ἔλεγον, καὶ τῇ ὑcτεραίῃ τὰ αὐτ. τρίτῃ δ’ ἔτεκε θυγατέρα καὶ τὰ ἄλλα πάντα κατὰ
5λόγον ἦλθε. δευτεραίην μετὰ τὸν τόκον ἔλαβε πυρετὸc ὀξύc, καρδίηc πόνοc καὶ γυναικείων. προcθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίcθη, κεφαλῆc δὲ καὶ τραχήλου καὶ ὀcφύοc πόνοc· ὕπνοι οὐκ ἐνῆcαν· ἀπὸ δὲ κοιλίηc ὀλίγα χολώ‐ δεα λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ ὑπομέλανα. ἀφ’ ἧc
10δ’ ἔλαβε πυρετόc, ἐc νύκτα ἑκταίη παρέκρουcεν. ἑβδο‐ μαίῃ πάντα παρωξύνθη, ἄγρυπνοc, παρέκρουcεν, διψώ‐ δηc, διαχωρήματα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγω‐ cεν, ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ cκέλεα ἐπιπόνωc ἤλγει, καρδίηc πάλιν ὀδύνη, καρηβαρίη, οὐ
15παρέκρουcεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέcτη. ἑνδεκάτῃ [ἵδρωcεν,] οὔρηcεν εὐχροώτερα cυχνὴν ὑπόcταcιν ἔχοντα·

17a

275

διῆγε κουφότερον. τεccα|ρεcκαιδεκάτῃ ἐπερρίγωcε, πυ‐ ρετὸc ὀξύc. πεντεκαιδεκάτῃ ἤμεcε χολώδεα ξανθὰ ὑπό‐
cυχνα, ἵδρωcεν ἀπύρετοc, ἐc νύκτα 〈δὲ〉 πυρετὸc ὀξύc, οὖρα πάχοc ἔχοντα, ὑπόcταcιc λευκ. ἑξκαιδεκάτῃ παρ‐137
5ωξύνθη, νύκτα δυcφόρωc, οὐχ ὕπνωcε, παρέκρουcεν. ὀκτω‐ καιδεκάτῃ διψώδηc, γλῶccα ἐξεκαύθη, οὐχ ὕπνωcεν, παρ‐ έκρουcε πολλ, cκέλεα ἐπωδύνωc εἶχεν. περὶ δὲ εἰκοcτὴν πρωὶ μικρὰ ἐπερρίγωcε, κωματώδηc, δι’ ἡcυχίηc ὕπνω‐ cεν, ἤμεcε χολώδεα ὀλίγα μέλανα, ἐc νύκτα κώφωcιc.
10περὶ δὲ πρώτην καὶ εἰκοcτὴν πλευροῦ ἀριcτεροῦ βάροc δι’ ὅλου μετ’ ὀδύνηc, cμικρὰ ἐπέβηccεν, οὖρα δὲ πάχοc ἔχοντα θολερ, ὑπέρυθρα· κείμενα οὐ καθίcτατο· τὰ 〈δ’〉 ἄλλα κουφοτέρωc· οὐκ ἄπυροc. αὕτη ἐξ ἀρχῆc φάρυγγα ἐπώδυνοc, ἔρευθοc, κίων ἀνεcπαcμένοc, ῥεῦμα δριμ,
15δακνῶδεc, ἁλμυρῶδεc διὰ τέλεοc παρέμεινεν. περὶ 〈δὲ〉 ἑβδόμην καὶ εἰκοcτὴν ἄπυροc, οὔροιcιν ὑπόcταcιc, πλευ‐ ρὸν ὑπήλγει. περὶ δὲ πρώτην καὶ τριακοcτὴν πῦρ ἔλαβεν, κοιλίη χολώδεcιν ἐπεταράχθη. τεccαρακοcτῇ ἤμεcεν |

17a

276

ὀλίγα χολώδεα, ἐκρίθη. τελέωc ἄπυροc ὀγδοηκοcτ.
1 Πληcίον οὖcαν τὴν γυναῖκα τήνδε τῆc προθεcμίαc τοῦ τόκου ῥιγῶcαί φηcι χωρὶc τοῦ πυρέξαι. πρόcκειται δὲ τῇ λέξει τὸ ὡc ἔλεγον ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματοc. ᾤοντο γὰρ οἱ παλαιοὶ
5cχεδὸν ἅπαντεc ἐπιγίγνεcθαι τοῖc αὐτομάτοιc ῥίγεcι πυρετὸν ἐξ ἀνάγκηc. αὐτόματα δὲ δηλονότι καλεῖται τὰ χωρὶc τῆc ἔξωθεν αἰτίαc. ἐν γοῦν τῷ προοιμίῳ τοῦ ἁπλῶc ἐπιγεγραμμένου Πρώτου περὶ νού‐ cων ὡc ἐξ ἀνάγκηc ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται. δέδεικται δ’ ἡμῖν τὸ τοιοῦτον ῥῖγοc, ᾧ πυρετὸc οὐκ ἀκολουθεῖ,
10ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ τοῦτο μᾶλλον 〈νῦν〉 ἢ πάλαι γίνεcθαι. τὸ γὰρ ἀταλαίπωρον τῆc ὅληc διαίτηc ἅμα τοῖc ἐπὶ τροφῇ λουτροῖc ἀθροίζειν εἴωθε τὸ τοιοῦτον πλῆθοc. ἔοικε 〈δὲ〉 καὶ ἡ τοῦ Ἐπικράτουc γυνὴ τοῦτο cχεῖν τὸ πλῆθοc. ἐν γοῦν τῇ

17a

277

πρώτῃ τῶν ἡμε|ρῶν ῥιγῶcαί φηcιν αὐτήν, χωρὶc τοῦ θερμαν‐ θῆναι, τουτέcτι χωρὶc τοῦ πυρέξαι, καὶ πάλιν ἐπὶ τῆc ὑcτεραίαc
ὡcαύτωc, εἶτα τῇ τρίτῃ τῶν ἡμερῶν ἀποκυῆcαι, τάχα καὶ πρὸ τῆc ἀκριβοῦc προθεcμίαc cυμβάντοc τοῦ τόκου διὰ τὴν cφοδρότητα138
5τοῦ ῥίγουc. μετὰ γοῦν τὸν τόκον ἡμέρᾳ δευτέρᾳ τὴν καρ‐ δίαν, τουτέcτι τὸ cτόμα τῆc κοιλίαc, ἀλγῆcαί φηcιν αὐτὴν καὶ τὰ γυναικεῖα, (προcυπακοῦcαι 〈γὰρ〉 αὐτῷ χρὴ 〈τὸ〉 μόρια,) καθάπερ καὶ τὴν πρὸ ταύτηc. εἶτά φηcι προcθεμένῃ ταῦτα κουφιcθῆναι. προείρηται δ’ ὅτι καὶ βάλανον καὶ πεccὸν ἐπὶ τῷ προcθεμένῃ
10δύνατόν ἐcτι προcυπακούειν. εἶθ’ ἑξῆc καταλέγει cυμπτώματα νοcημά‐ των ὀξέων, κεφαλῆc μὲν καὶ τραχήλου καὶ ὀcφύοc πόνον, ἀγρυπνίαν δὲ καὶ διαχωρήcειc ἀκράτουc, χολώδειc, ᾧ καὶ δῆλον, ὡc οὐκ ὠμὸc μόνον, ἀλλὰ καὶ χολώδηc ἐπλεόναζε χυμόc. ὄν‐ των δὲ τῶν οὔρων λεπτῶν, ἀναγκαῖον ἦν χρονίcαι τὴν νόcον.
15ἐπεὶ δὲ καὶ ὑπομέλανά φηcι ταῦτα γενέcθαι, τοῦτο δὴ τὸ cὺν ἀγῶνι καὶ ταραχὴν δηλοῖ. καὶ μέχρι γε τῆc ἑνδεκάτηc ἡμέραc ἄδη‐

17a

278

λον ἦν, εἰ cω|θήcεται τὸ γύναιον, οὐδενὸc ἐν τῷ μεταξὺ γενομένου cημείου cαφοῦc, ἐφ’ ᾧ τιc ἢ cωτηρίαν ἢ θάνατον ἐλπίcει. κατὰ δὲ τὴν ἑνδεκάτην ἐπεφάνη τι cωτηρίαc cημεῖον, ἔνθα φηcίν· ἑνδε‐ κάτῃ οὔρηcεν εὐχροώτερα cυχνὴν ὑπόcταcιν ἔχοντα, διῆγε
5κουφότερον. ἐπ’ αὐτῆc οὖν ὀψὲ τῆc πέψεωc τῶν χυμῶν ἀρξαμένηc ἀναγκαῖον ἦν χρονίcαι τὸ νόcημα, καὶ διὰ τοῦτο τεccαρακοcταία μὲν ἐκρίθη τὸ πρῶτον, ὡc ἀκινδύνωc ἔχειν ἤδη, μεταξὺ δὲ ἄχρι τῆc ὀγδοηκοcτῆc ἐνοcηλεύετο, τελέωc δὲ κατὰ τὴν ὀγδοηκοcτὴν ἀπηλλάγη. μέμνηcο τοιγαροῦν, ὡc ἡ πεῖρα μαρτυρεῖ τὴν τεccαρα‐
10κοcτὴν καὶ ὀγδοηκοcτὴν κριcίμουc εἶναι, ψευδοῦc ὄντοc καὶ μὴ φαινομένου διὰ τῆc ἐμπειρίαc τοῦ κατὰ τελείαc ἑβδομάδαc cυναριθμεῖ‐ cθαι τὰc κριcίμουc ἡμέραc. οὕτω γὰρ ἂν ἡ δευτέρα καὶ τεccαρακοcτὴ καὶ τρίτη καὶ ἑξηκοcτὴ καὶ τετάρτη καὶ ὀγδοηκοcτὴ τὰc κρίcειc ἔφερον, οὐ τεccαρακοcτὴ καὶ ἑξηκοcτὴ καὶ ὀγδοηκοcτή. |
14

17a

279

Κλεανακτίδην, ὃc κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένωc· ἤλγει δὲ καὶ κεφαλὴν ἐξ ἀρχῆc καὶ πλευρὸν ἀριcτερόν, καὶ τῶν
ἄλλων πόνοι κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμε‐139
5νοι ἄλλοτε ἀλλοίωc, ἀτάκτωc· ἱδρῶτεc ὅτε μέν, ὅτε δ’ ο· τὰ μὲν πλεῖcτα ἐπεcήμαινον οἱ παροξυcμοὶ ἐν κριcίμοιcι μάλιcτα. περὶ δὲ 〈εἰκοcτὴν〉 τετάρτην καὶ χεῖραc ἄκραc ἐπόνηcεν, ἤμεcε ξανθὰ χολώδεα, ὑπόcυχνα, μετ’ ὀλίγον 〈δὲ〉 ἰώδεα· πάντων ἐκουφίcθη. περὶ δὲ τριακοcτὴν ἐόντι
10ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένωc κατ’ ὀλίγον μέχρι κρίcεωc· οὐκ ἀπόcιτοc οὐδὲ διψώδηc παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνοc· οὖρα 〈δὲ〉 λεπτ, οὐκ ἄχροα. περὶ δὲ τεccαρακοcτὴν ἐὼν οὔρηcεν ὑπέρυθρα ὑπόcταcιν πολλὴν ἐρυθρὴν ἔχοντα·
15ἐκουφίcθη. μετὰ δὲ ποικίλωc τὰ τῶν οὔρων, ὅτε μὲν ὑπό‐ cταcιν εἶχεν, ὅτε δ’ ο. ἑξηκοcτῇ οὔροιc ὑπόcταcιc πολλὴ |

17a

280

καὶ λευκὴ καὶ λείη, ξυνέδωκε πάντα, πυρετοὶ διέλιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχροα δ. ἑβδομηκοcτῇ πυρε‐ τόc, διέλειπεν ἡμέραc δέκα. ὀγδοηκοcτῇ [ἀπύρετοc διέ‐ λειπεν] ἐρρίγωcε, πυρετὸc ὀξὺc ἔλαβεν, ἵδρωcεν πολλ·
5οὔροιcιν ὑπόcταcιc ἐρυθρ, 〈λείη,〉 τελέωc ἐκρίθη.
5 Κλεανακτίδην, φηcί, πῦρ ἔλαβε, τουτέcτι πυρετὸc cφοδρὸc κατέcχεν· εἶτ’ ἐπιφέρει πεπλανημένωc, ὅπερ ἐcτὶν ἄνευ τῆc κατὰ περίοδον τάξεωc, ὡc ποτὲ μέν, εἰ οὕτωc ἔτυχε, διὰ τρίτηc ἢ τετάρτηc ἡμέραc πυρέξαι, ποτὲ δὲ διὰ πέμπτηc ἢ ἕκτηc. παρηκολούθηcε δ’ αὐτῷ
10διὰ παντὸc ἀγαθὰ cημεῖα τὰ περὶ τὴν ὄρεξιν τῶν cιτίων καὶ 〈τὸν〉 ὕπνον 〈τὸ〉 ἄδιψόν τ’ εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸc ὁ Ἱπποκράτηc κατὰ λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόcιτοc οὐδὲ διψώδηc παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνοc, 〈οὖρα δὲ λεπτ, οὐκ ἄχροα〉. ἅμα δὲ καὶ τὸ μὴ χολώδη καὶ

17a

281

θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ | αὐτῶν ἐδηλοῦτο. διψώδειc γὰρ ὑπ’ ἐκείνου καὶ ἄγρυπνοι γίνονται καὶ μᾶλλον ἀπόcιτοι, τουτέcτιν ἀνόρεκτοι. εἰ μὲν οὖν, ὥcπερ εὔχροα τὰ οὖρα διὰ παν‐ τὸc ἦν, οὕτωc καὶ τῆc cυcτάcεωc ἔcχε μετρίωc, οὐκ ἂν εἰc χρόνου
5μῆκοc ἡ νόcοc παρῆλθεν, ἀλλ’ ἴcωc ἂν ἐκρίθη περὶ 〈τὴν〉 τεccαρακο‐ cτήν, ὥcπερ, εἰ καὶ νεφέλην ἔcχε χρηcτήν, θᾶττον ἂν ἐπαύcατο. νυνὶ δ’ ἐπεὶ λεπτὰ διὰ παντὸc ἦν τὰ οὖρα, χρόνου cυχνοῦ πρὸc πέψιν
ἐδεῖτο. περὶ δ’ οὖν τὴν τεccαρακοcτὴν ἡμέραν οὐρῆcαί φηcιν αὐτὸν ὑπέρυθρα, ὑπόcταcιν πολλὴν ἐρυθρὰν ἔχοντα. τὸ140
10δὲ τοιοῦτον οὖρον ἐν τῷ Προγνωcτικῷ “πολυχρονιώτερον μὲν” εἶναί φηcι τοῦ τὴν λευκὴν ὑπόcταcιν ἔχοντοc, “cωτήριον δὲ κάρτα”. μετὰ δὲ τὴν τεccαρακοcτὴν ἔγραψε ποικίλωc τὰ τῶν οὔρων αὐτῷ γενέcθαι, ποτὲ μὲν ὑπόcταcιν ἔχοντα, ποτὲ δ’ οὔ, cύμφωνον τοῦτο τῶν πεπλανημένων παροξυcμῶν· ἐκεῖνοί τε γὰρ ἐπὶ ποι‐
15κιλίᾳ τῶν τὰc νόcουc ἐργαζομένων γίνονται χυμῶν, ἥ τε τῶν οὔρων

17a

282

ἀπεψία. καὶ πέψιc ἐναλλὰξ φαινομένη τινὰc | μὲν αὐτῶν ἐδήλου πέτ‐ τεcθαι, τινὰc δ’ ἀπέπτουc διαμένειν. κατὰ γοῦν τὴν ἑξηκοcτὴν ἡμέραν πολλὴν καὶ λείαν καὶ λευκὴν ὑπόcταcιν γενέcθαι φηcὶ καὶ διὰ τοῦτο ἐπιφέρει· ξυνέδωκε πάντα, διέλιπον οἱ
5πυρετοί. ἀλλ’ ἐφεξῆc γε τούτων ὡδὶ γράψαc· οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχροα δέ, καταλελεῖφθαί τιναc ἀπέπτουc ἐνδείκνυται χυμούc, ὧν κατὰ βραχὺ πεφθέντων ἡ ὀγδοηκοcτὴ τελείαν τὴν κρίcιν ἤνεγκε, περὶ ἧc ἔγραψε κατὰ λέξιν οὕτωc· ὀγδοηκοcτῇ ἐρρίγωcε, πυρετὸc ὀξὺc ἔλαβεν, ἵδρωcε πολλ, οὔροιcιν
10ὑπόcταcιc ἐρυθρ, λείη. τελέωc ἐκρίθη. μέμνηcο δὲ πάλιν ἐνταῦθα τῆc ἰδίαc ὑποcτάcεωc μέγιcτον δυναμένηc ἐν οὔροιc, 〈ἐπειδήπερ ὡc ἂν λείψανον οὖcαν ἄλλου τινὸc περιττοῦ ταύ〉την λευ‐ κὴν μέν, παχεῖαν δὲ καὶ τοῖc ἀποθανοῦcι γεγονέναι φηcίν. ἐπὶ γοῦν Ϲιληνοῦ δευτέρου γεγραμμένου τῶν κατὰ τοῦτο τὸ βιβλίον 〈ἀρρώ‐
15cτων〉 οὕτωc εἶπεν· “οὔρηcεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόcταcιc κριμνώδηc λευκή”, καίτοι κατὰ τὴν ὑcτεραίαν ἀπέθανεν ὁ Ϲιληνὸc οὗτοc, ἐπὶ τῆc ἐνδεκάτηc ἡμέραc, τῇ δεκάτῃ τὸ εἰρημένον οὖρον ἀπο‐ κρίναc. ἀλλὰ καὶ τῶν κριcίμων ἡμερῶν τῆc περιόδου μέμνηcο, τῆc

17a

283

μὲν ἑξηκοcτῆc προκρινάcηc, οὐ τῆc | τρίτηc καὶ ἑξηκοcτῆc, ἐπ’ αὐτῇ δὲ τῆc ὀγδοηκοcτῆc, οὐ τῆc τετάρτηc καὶ ὀγδοηκοcτῆc, ὡc τῶν τριῶν ἑβδομάδων οὐκ εἰc τὴν πρώτην καὶ εἰκοcτὴν ἡμέραν προερχο‐ μένων, ἀλλ’ ἐν τῇ εἰκοcτῇ περιγραφομένων.
4
5 Μέτωνα πῦρ ἔλαβεν, ὀcφύοc βάροc ἐπώδυνον. δευτέρῃ ὕδωρ πιόντι ὑπόcυχνον ἀπὸ
κοιλίηc καλῶc διῆλθε. τρίτῃ κεφαλῆc βάροc, διαχωρή‐ ματα λεπτ, χολώδεα, ὑπέρυθρα. τετάρτῃ παρωξύνθη, ἐρρύη ἀπὸ δεξιοῦ δὶc κατ’ ὀλίγον. νύκτα δυcφόρωc, δια‐141
10χωρήματα ὅμοια τῇ τρίτ, οὖρα ὑπομέλανα· 〈εἶχεν〉 ἐναι‐ ώρημα 〈ὑπόμελαν ἐόν,〉 διεcπαcμένον· οὐχ ἱδρύετο. τῇ πέμπτῃ ἐρρύη λάβρον ἐξ ἀριcτεροῦ ἄκρητον, ἵδρωcεν, ἐκρίθη. μετὰ δὲ κρίcιν ἄγρυπνοc, παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖcιν ἐχρήcατο κατὰ κεφαλῆc, ἐκοι‐
15μήθη, κατενόει. τούτῳ οὐχ ὑπέcτρεψεν, ἀλλ’ ᾑμορράγει πολλάκιc μετὰ κρίcιν. |
16

17a

284

Οὗτοc ὁ ἄρρωcτοc μαρτυρεῖ τῷ καθόλου λόγῳ τῷδε· “αἱμορρα‐ γίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά.” φαίνεται γοῦν ὑπὸ μόνηc αἱμορραγίαc κριθείc τε καὶ cωθείc, καίτοι γ’ οὐκ ἀκίνδυνα cχὼν cημεῖα. κατὰ γοῦν τὴν τετάρτην ἡμέραν γενέcθαι φηcὶν αὐτῷ οὖρα
5ὑπομέλανα. εἶτ’ ἐπιφέρει· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεcπαcμένον, οὐχ ἱδρύετο. καὶ μέντοι κατὰ τὴν πέμπτην ἡμέραν αἱμορραγήcαντοc αὐτοῦ καὶ ἱδρώcαντοc καὶ κριθέν‐ τοc ἐπὶ τούτοιc ὅμωc [ἐπὶ τούτοιc] οὖρά φηcι λεπτ, ὑπομέ‐ λανα· κἄπειτ’ ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐcτὶ παρελάλει.
10μέγιcτον 〈δὲ〉 τούτου cε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆc λου‐ τρόν, εἰρηκὼc ἐν τῷ Περὶ διαίτηc ὀξέων φυλάccεcθαι δεῖν τὸ λου‐ τρὸν ἐπὶ “τῶν αἱμορραγούντων, εἰ μὴ ἔλαccον τοῦ καιροῦ ῥέοι”. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προcήκοντοc, εἴ γε καὶ ἄγρυπνοc διέμενε καὶ παρέλεγεν. ἀλλὰ καὶ 〈τὸ〉 “ἃ δεῖ ἄγειν ταύτῃ ἄγειν, ὅπῃ ἂν μά‐
15λιcτα ῥέπῃ, 〈διὰ〉 τῶν ξυμφερόντων χωρίων” ὀρθῶc 〈ἐν τοῖc Ἀφο‐ ριcμοῖc〉 ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν γεγενημένου μαρ‐

17a

285

τυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνηcο τοῦ | κατὰ τὴν τῆc τρίτηc ἡμέραc διήγηcιν εἰρῆcθαι βάροc κεφαλῆc, ὡc τοῦ πλήθουc ἐν αὐτῇ φαινομένου. μέμνηcο δὲ καὶ ὅτι κατὰ 〈μὲν〉 τὴν τετάρτην κρίcιμον οὖcαν αἱμορραγεῖν ἤρξατο, τῇ δὲ πέμπτῃ λάβρωc αἱμορραγή‐142
5cαc καὶ ἱδρώcαc ἐκρίθη. ταῦτα δ’ ἐπὶ πλέον ἐν τοῖc Περὶ κριcί‐ μων ἡμερῶν ἕξειc ἐξειργαcμένα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc ὅληc διη‐ γήcεωc γεγραμμένον ὑπ’ αὐτοῦ τούτῳ οὐχ ὑπέcτρεψεν, ἀλλ’ ᾑμορράγει 〈πολλάκιc〉 μετὰ κρίcιν εἴρηται, διότι χωρὶc πέψεωc τῶν οὔρων ἐκρίθη. μεμαθήκαμεν δὲ παρ’ αὐτοῦ 〈κατὰ τοῦτο〉 τὸ
10βιβλίον, ὅτι “πεπαcμοὶ ταχυτῆτα κρίcεωc, ἀcφάλειαν ὑγιεινὴν cημαί‐ νουcιν, ὠμὰ δὲ καὶ ἄπεπτα 〈καὶ〉 εἰc κακὰc ἀποcτάcειc τρεπόμενα ἢ ἀκριcίαc ἢ πόνουc ἢ θάνατον ἢ χρόνον ἢ τῶν αὐτῶν ὑποcτροφάc.” ἀλλ’ ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ μὴν εἰc κακὰc ἀποcτάcειc ἐτρά‐ πετο. τῶν γοῦν ἀποcτάcεων αὐτὸc ἐδίδαξεν ἀρίcταc μὲν εἶναι τὰc
15κατ’ ἔκρουν, δευτέραc αὐτῶν τὰc πορρωτάτω τῶν πεπονθότων μορίων καὶ κάτω τοῦ cώματοc. |
16

17a

286

Ἐραcῖνοc ᾤκει παρὰ Βοώτου χαράδρην. πῦρ ἔλαβε μετὰ δεῖπνον, νύκτα ταραχώδηc. ἡμέρην τὴν πρώτην δι’ ἡcυχίηc, νύκτα ἐπιπόνωc. δευ‐ τέρῃ πάντα παρωξύνθη, ἐc νύκτα παρέκρουcε. τρίτῃ ἐπι‐
5πόνωc, πολλὰ παρέκρουcεν. τετάρτῃ δυcφορώτατα· ἐc δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογιcμο· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβοc, δυcφορίη. πέμπτῃ πρωὶ κατήρτητο· κατενόει πάντα· πολὺ δὲ πρὸ μέcου ἡμέρηc ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ
10ὑποπέλια, οὖρα ἐπέcτη· ἀπέθανε περὶ ἡλίου δυcμάc. τούτῳ πυρετοὶ διὰ τέλεοc cὺν ἱδρῶτι, ὑποχόνδρια μετέωρα, cύν‐ ταcιc μετ’ ὀδύνηc· οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα cτρογγύλα· οὐχ ἱδρύετο· ἀπὸ κοιλίηc δὲ κόπρανα διῄει· δίψα διὰ τέλεοc οὐ λίην· cπαcμοὶ πολλοὶ cὺν ἱδρῶτι περὶ
15θάνατον [δὲ διὰ τέλεοc]. |143

17a

287

Τῷ Ἐραcίνῳ τούτῳ 〈δὴ διὰ τέλεοc,〉 τουτέcτι δι’ ὅλου τοῦ νοcήματοc, ἱδρὼc ἦν ἄκριτοc ὑποχόνδριά τε μοχθηρῶc ἔχοντα καὶ οὖρα μέλανα. τίc 〈δ’ ἐπὶ τούτοιc〉 ἐλπὶc ἦν cωτηρίαc αὐτῷ; ὥcτε κἂν εὐλόγωc δόξαι τιc μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον τόνδε διὰ
5τὸ πᾶcι πρόδηλον εἶναι τὸ ἐcόμενον ἐπ’ αὐτοῦ. ἀλλ’ ἴcωc αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχουc παράδειγμα τὸν ἀρρωcτοῦντα 〈τοῦτον〉 ἔγραψεν. ἐν γοῦν τῷ Προγνωcτικῷ προειπών· “οἱ δὲ πυρετοὶ κρίνον‐ ται ἐν τῇcιν αὐτῇcιν ἡμέρῃcι τὸν ἀριθμόν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται”, κἄπειτα τοὺc πυρετοὺc εὐηθε〈cτά‐
10τουc καὶ τὰ ἀcφαλέcτατα〉 cχόνταc cημεῖα προειπὼν τεταρταίουc παύ‐ εcθαι ἢ πρόcθεν, ἐφεξῆc εἶπεν· “οἵ τε κακοηθέcτατοι καὶ ἐπὶ cημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουcιν ἢ πρόcθεν”. ὁ τοίνυν Ἐρα‐ cῖνοc, καίτοι πάντ’ ἔχων δεινά, μέχρι τῆc πέμπτηc ἡμέραc προ‐ έβη, ὅτι κατὰ τὴν πρώτην εἶχε μετρίωc. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ
15κατὰ λέξιν οὕτωc· ἡμέρην τὴν πρώτην δι’ ἡcυχίηc. ἡ πέμπτη τοίνυν ἀπὸ τῆc ἀρχῆc, καθ’ ἣν ἀπέθανε, τετάρτη γίνεται μὴ cυναριθμουμένηc τῆc πρώτηc. |
17

17a

288

Κρίτωνι ἐν Θάcῳ ποδὸc ὀδύνη ἤρξατο ἰcχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοcτάδην περιιόντι. κατεκλίνη αὐθημερόν, φρικώδηc, ἀcώδηc, 〈cμι‐ κρὰ〉 ὑποθερμαινόμενοc, ἐc νύκτα παρεφρόνηcεν. δευ‐
5τέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸc καὶ περὶ cφυρὸν ὑπέρυ‐ θρον [κα] μετὰ cυντάcιοc, φλυκταινίδια μέλανα, πυρετὸc ὀξύc, ἐξεμάνη. ἀπὸ δὲ κοιλίηc ἄκρητα, χολώδεα, ὑπό‐ cυχνα διῆλθεν. ἀπέθανεν ἀπὸ τῆc ἀρχῆc δευτεραῖοc.
8 Οὗτοc ὁ ἄρρωcτοc ἄξιόc ἐcτι μνημονεύεcθαι διὰ τὸ τάχιον τῆc
10ἀπωλείαc. εἰ δὲ προcεγέγραπτο καὶ ὁ τρόποc τοῦ θανάτου, τότ’ ἂν ἡμᾶc ὁ λόγοc ὠφέληcε τελέωc. νυνὶ δὲ ἐξ ὧν ἔγραψεν ὅτι πλῆθοc ἦν πάμπολυ φαίνεται. καὶ ὡc ὥρμηcεν ἡ φύcιc ἀπὸ τῶν κυρίων με‐
ρῶν αὐτὸ πρὸc τὸ cκέλοc ἀποθέcθαι, μὴ δυναμένου δὲ τοῦ μορίου δέξαcθαι τὸ πᾶν, ὅcον ὑπελείπετο τοῦ περιττοῦ τούτου, παλινδρομῆ‐144

17a

289

cαν εἰc τὴν κεφαλὴν | ἀνήχθη, κακοήθουc δ’ ὄντοc αὐτοῦ παραφρο‐ cύνη μανιώδηc ἐγένετο. τεκμήριον δὲ τῆc κακοηθείαc τοῦ περιττοῦ τὸ παραχρῆμα φλυκταινίδια μέλανα γενέcθαι περὶ τὸ cφυρόν. ἄξιον οὖν ἐcτι θαυμάcαι, διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ ἐφλεβοτό‐
5μηcεν εὐθέωc ἀρχόμενον τοῦ νοcεῖν. ἀλλ’ ἴcμεν ὡc ἐπὶ τοὺc πλείcτουc ὧν ἔγραψεν ἀρρώcτων εἰcήχθη προηκούcηc ἤδη τῆc νόcου.
6 Τὸν Κλαζομένιον, ὃc κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβε. ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀcφὺν ἐξ ἀρχῆc, αὐτίκα δὲ κώφωcιc·
10ὕπνοι οὐκ ἐνῆcαν, πυρετὸc ὀξὺc ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου 〈οὐ λίην,〉 cύνταcιc [ὀλίγη], γλῶccα ξηρ. τετάρτῃ ἐc νύκτα παρεφρόνηcεν. 〈πέμπτῃ〉 ἐπιπό‐ νωc. ἕκτῃ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην cμικρὰ cυνέδωκεν. ἀπὸ δὲ κοιλίηc ἀπ’ ἀρχῆc καὶ μέχρι τεccα‐

17a

290

ρεcκαιδεκάτηc λεπτ, πολλ, ὑδατόχροα διῄει. | εὐφό‐ ρωc τὰ περὶ διαχώρηcιν διῆγεν, ἔπειτα κοιλίη ἐπέcτη, οὖρα διὰ τέλεοc λεπτὰ μέν, εὔχροα δὲ καὶ πολλ, εἶχεν ἐναιώρημα ὑποδιεcπαcμένον, οὐχ ἱδρύετο. περὶ 〈δὲ〉 ἕκτην
5καὶ δεκάτην οὔρηcεν ὀλίγῳ παχύτερα, εἶχε cμικρὴν ὑπό‐ cταcιν· ἐκούφιcεν ὀλίγ, κατενόει μᾶλλον. ἑπτακαιδε‐ κάτῃ πάλιν λεπτ, παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν ὀδύν, ὕπνοι οὐκ ἐνῆcαν, παρελήρει, cκέλεα ἐπωδύνωc εἶχεν. εἰκοcτῇ ἄπυροc ἐκρίθη, οὐχ ἵδρωcε, πάντα κατε‐
10νόει. περὶ δὲ εἰκοcτὴν ἑβδόμην ἰcχίου ὀδύνη δεξιοῦ ἰcχυ‐ ρῶc· διὰ ταχέων ἐπαύcατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθ‐ ίcτατο οὔτ’ ἐξεπύει, ἤλγει δ. περὶ πρώτην καὶ τριακο‐ cτὴν διάρροια πολλοῖcιν ὑδατώδεcι μετὰ δυcεντεριω‐ δέων· οὖρα παχέα οὔρηcεν· κατέcτη τὰ παρὰ τὰ ὦτα.
15τεccαρακοcτῇ ὀφθαλμὸν δεξιὸν ἤλγεεν, ἀμβλύτερον ἑώρα,
κατέcτη. |145

17a

291

Οὗτοc ὁ ἄνθρωποc καὶ μαρτύριόν τι καὶ παράδειγμά ἐcτιν οὐκ ὀλίγον 〈τῶν〉 καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ ἀπὸ τῶν οὔρων, ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ἑνδεκάτην ἡμέραν· οὖρα διὰ τέλεοc λεπτὰ μέν, εὔχροα δὲ 〈καὶ〉 πολλ, εἶχεν ἐναιώρημα ὑπο‐
5διεcπαcμένον, οὐχ ἱδρύετο. ὡc γὰρ ἐξ ἀρχῆc αὐτῶν τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆc ἕκτηc καὶ δεκάτηc ὁμοίωc, οὕτωc φαίνεται πεποιῆcθαι τὴν διήγηcιν. ἐπὶ 〈δὲ〉 τῆc ἕκτηc καὶ δεκάτηc ἡμέραc ἐδήλωcε τὴν μεταβολὴν αὐτῶν, ὡc τότε πρῶτον γενομένην, οὕτωc εἰπών· περὶ δὲ ἕκτην καὶ δεκάτην [ἡμέραc]
10οὔρηcεν ὀλίγῳ παχύτερα, εἶχε cμικρὴν ὑπόcταcιν. εὔδηλον οὖν ὅτι λεπτὰ μέν, εὔχροα δὲ οὖρα διὰ μὲν τῆc εὐχροίαc ἐνδεί‐ κνυται 〈τὸ〉 cωθήcεcθαι, διὰ δὲ τῆc λεπτότητοc 〈τὸ〉 χρόνου δεῖcθαι πρὸc τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδοc. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆc ἕκτηc καὶ δεκάτηc ἡμέραc τὴν μεταβολὴν
15τῶν οὔρων ἐφεξῆc φηcι· τῇ ἑπτακαιδεκάτῃ πάλιν λεπτά. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν φηcὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ, καὶ

17a

292

εἴ γε cὺν οὔροιc παχέcιν ἐγεγόνει, κατὰ τὴν εἰκοcτὴν | ἂν ἔcχε τελέωc καλῶc, οὔcηc τῆc ἑπτακαιδεκάτηc ἐπιδήλου τῆc εἰκοcτῆc. ἐκρίθη μὲν οὖν ἐπ’ αὐτῆc ταύτηc, οὐ μὴν ἔcχε 〈γε〉 τὸ βέβαιον ἡ κρίcιc. ἀλλὰ καὶ 〈τὰ〉 παρὰ τὰ ὦτα οὔτε καθίcτατο οὔτ’ ἐξ‐
5επύει, ἤλγει 〈δέ. καὶ〉 μέντοι καὶ 〈περὶ πρώτην καὶ τριακο‐ cτὴν〉 διαρροίαc ἀρξαμένηc μετὰ δυcεντεριωδῶν, τουτέcτι μετὰ ξυcματωδῶν διαχωρημάτων, ἅπερ ἦν τῆc δριμύτητοc τῶν ἐκκρινομένων χυμῶν γνωρίcματα, καὶ cὺν αὐτοῖc οὔρων παχέων γενομένων κατέcτη τὰ παρὰ τὰ ὦτα. καὶ τούτων οὖν προιόντων ἡ τελεία
10τοῦ νοcήματοc ἀπαλλαγὴ κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν ἐγένετο. μέμνηcο τοίνυν ἐπὶ τῶν τοιούτων κρίcεων μὴ μόνον τῆc ὑcτάτηc κατὰ τὴν περίοδον τῶν κριcίμων ἡμερῶν γιγνομένηc, 〈ἀλλὰ καὶ〉 τῆc ἐν τῷ μεταξύ. καὶ γὰρ αἱ 〈ἐκ〉κρίcειc ἐπὶ πάντων τῶν ἀρρώcτων, οὐκ ἐπὶ τούτου μόνον, ἐν ταῖc κριcίμοιc ἡμέραιc φαίνονται γεγονυῖαι, 〈καθά‐
15περ γε καὶ ἐπὶ τούτου〉 κατὰ τὰc κριcίμουc ἡμέραc τὰ παρὰ τὰ ὦτα ἐπιφανέντα (κατὰ μὲν γὰρ τὴν ἑπτακαιδεκάτην αἱ παρω‐ τίδεc ὤφθηcαν) 〈καὶ περὶ πρώτην καὶ τριακοcτὴν διάρροιαι.〉 ἐν 〈δὲ〉 τῇ εἰκοcτῇ ἑβδόμῃ ἰcχίου ὀδύνη δεξιοῦ ἐπεcήμηνεν, ὠθούcηc μὲν κάτω τὴν περιουcίαν τῆc φύcεωc, οὔπω δὲ τὴν διὰ τῆc146

17a

293

γαcτρὸc | ἔκκριcιν ἐργάcαcθαι δυναμένηc, ἣν ἐπὶ τῆc ἑξῆc τετράδοc ἐκίνηcεν. ὅτι δὲ καὶ 〈ἡ〉 εἰκοcτὴ κρίcιν ἔcχεν ἐλλιπῆ προακηκόαμεν· ὥcτε μαρτυροῦνται τῶν κριcίμων ἡμερῶν αἱ περίοδοι πρὸc τῶν ἐναρ‐ γῶc φαινομένων ἐπὶ τῶν νοcούντων.
4
5 Τὴν Δρομεάδεω γυναῖκα θυγα‐ τέρα τεκοῦcαν καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον δευτεραίην ἐοῦcαν ῥῖγοc ἔλαβεν, πυρετὸc ὀξύc. ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ [δ’] ὑποχόνδριον· ἀcώδηc, ἀλύουcα καὶ τὰc ἐχομέναc οὐχ ὕπνωcε. πνεῦμα
10ἀραιόν, μέγα, [ὑποχόνδριον] αὐτίκα ἀνεcπαcμένον. δευ‐ τέρ, ἀφ’ ἧc ἐρρίγωcεν, ἀπὸ κοιλίηc καλῶc κόπρανα διῆλθεν· οὖρα παχέα, λευκ, θολερ, οἷα γίνεται ἐκ τῶν καθιcταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολύν· οὐ καθίcτατο. νύκτα οὐκ ἐκοιμήθη. τρίτῃ περὶ
15μέcον ἡμέρηc ἐπερρίγωcε, πυρετὸc ὀξύc, οὖρα ὅμοια, ὑποχονδρίου πόνοc, ἀcώδηc, νύκτα δυcφόρωc, οὐκ ἐκοι‐ μήθη· ἵδρωcε δι’ ὅλου ψυχρ, ταχὺ δὲ πάλιν ἀνεθερ‐

17a

294

μάν|θη. τετάρτῃ περὶ μὲν ὑποχόνδριον cμικρὸν ἐκου‐ φίcθη, κεφαλῆc δὲ βάροc μετ’ ὀδύνηc· ὑπεκαρώθη· cμικρὰ ἀπὸ ῥινῶν ἔcταξε· γλῶccα ἐπίξηροc, διψώδηc· οὖρα cμι‐ κρὰ λεπτὰ ἐλαιώδεα· cμικρὰ ἐκοιμήθη. 〈πέμπτῃ〉 διψώδηc,
5ἀcώδηc, οὖρα ὅμοια, ἀπὸ κοιλίηc οὐδέν, περὶ μέcηc ἡμέ‐ ρηc πολλὰ παρέκρουcε καὶ πάλιν ταχὺ cμικρὰ κατενόει· ἀνιcταμένη ὑπεκαρώθη, ψῦξιc cμικρ, νυκτὸc ἐκοιμήθη, παρέκρουcεν. ἕκτῃ πρωὶ ἐπερρίγωcεν, 〈ταχὺ〉 διεθερ‐ μάνθη, ἵδρωcε δι’ ὅλου· ἄκρεα ψυχρ, παρέκρουcε, πνεῦμα
10μέγα, ἀραιόν· μετ’ ὀλίγον cπαcμοὶ ἀπὸ κεφαλῆc ἤρξαντο,
ταχὺ ἀπέθανεν. Αὕτη κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐθέωc [ἐπ]εφαίνετο νοcεῖν ὀξέωc. ἐπὶ δὲ τῆc δευτέραc ἡμέραc 〈ἐφ’〉 οἷc εἰρήκει cυμπτώμαcι147

17a

295

τῶν ἐν τοῖc οὔροιc cημείων προγενομένων εἰκότωc | ἄν τιc αὐτὴν προcεδόκηcε τεθνήξεcθαι διὰ ταχέων. μοχθηρὰ γὰρ ἱκανῶc τὰ ἀνα‐ τεταραγμένα μὲν οὖρα, καθιcτάμενα δὲ μήδ’ ὅλωc. ἀλλὰ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν τὰ οὖρα καὶ τὰ cυμπτώματα πάντα διέμεινε
5τὴν προcδοκίαν βεβαιοῦντα τοῦ θανάτου. τετάρτῃ δὲ cτάξεωc ἐκ ῥινῶν προcγενομένηc καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλό‐ γωc ἀπέθανεν ἑκταία. πάλιν δὲ κἀπὶ ταύτηc πνεῦμα μέγα καὶ ἀραιὸν εἰπὼν γενέcθαι παραφρονῆcαί φηcιν αὐτήν.
8 Ἄνθρωποc θερμαινόμενοc
10ἐδείπνηcεν καὶ ἔπιε πλέον, ἤμεcε πάντα, νύκτα πυρετὸc ὀξύc, ὑποχονδρίου δεξιοῦ πόνοc, φλεγμονὴ ὑπολάπαροc ἐκ τοῦ ἔcω μέρουc, νύκτα δυcφόρωc. οὖρα δὲ κατ’ ἀρχὰc ἐρυθρ, πάχοc ἔχοντα, κείμενα οὐ καθίcτατο· γλῶccα ἐπίξηροc, οὐ λίην διψώδηc. τετάρτῃ πυρετὸc ὀξύc, πόνοι
15πάντων. πέμπτῃ οὔρηcε 〈λεῖον, ἐλαιῶδεc οὐ πολ· πυ‐ ρετὸc ὀξύc. ἕκτῃ δείληc πολλὰ παρέκρουcεν. οὐδὲ νύκτα

17a

296

ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα | ὅμοια, λόγοι πολλο, κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίηc ἐρεθιcμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἐλμίγγων, νύκτα ἐπιπόνωc, πρωὶ δὲ ἐρρίγωcε. πυρετὸc ὀξύc. ἵδρωcε θερμ, ἄπυροc
5ἔδοξε γενέcθαι· οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψῦξιc, πτυ‐ αλιcμόc. δείληc πολλὰ παρέκρουcε, μετ’ ὀλίγον δ’ ἤμεcε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψῦξιc, παρελήρει πολλ, οὐχ ὕπνωcεν. δεκάτῃ cκέλεα ἐπωδύνωc, πάντα παρελή‐ ρει. ἑνδεκάτῃ ἀπέθανεν.
9
10 Ἡ διήγηcιc αὕτη πρῶτον μὲν ἡμᾶc ἐδίδαξε δεῖν τὸν 〈νοῦν〉 προcέχειν 〈cφοδρῶc〉 εὐθέωc ἐξ ἀρχῆc εἰcβαλλόντων τῶν νοcημάτων καὶ μὴ καταφρονοῦνταc ἀφυλάκτωc διαιτᾶcθαι, κἂν μικρὰ φαίνηται τὰ νοcήματα. νῦν γοῦν δειπνήcαc ἀκαίρωc ὁ ἄνθρωποc ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντοc ὑπάρχειν (ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ
15θερμαινόμενοc ὀνόματοc), ἐβλάβη δηλονότι κἀξ αὐτοῦ τοῦ ἀκαίρωc

17a

297

προcενέγ|καcθαι τροφῆc. ἀλλὰ καὶ ἔπιε, φηcί, πλέον, οὐκ εἰδὼc ἀρχὴν εἶναι μεγάλου νοcήματοc. εἰκότωc οὖν ἤμεcε μὲν ταῦτα, ὁ πυρετὸc δὲ ὀξὺc ἅμα cυμπτώμαcιν οὐκ εὐκαταφρονήτοιc ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοιc καὶ οὖρα παχέα, μὴ καθιcτάμενα. κατὰ δὲ148
5〈τὴν〉 πέμπτην ἐφάνη cαφῶc ὅτι τεθνήξεται, τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖc προειρημένοιc cυμπτώμαcιν, ἃ καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ὁμοίωc οὐρηθῆναί φηcιν. ἀπέθανε δὲ καὶ οὗτοc ἐν ἡμέρᾳ κριcίμῳ τῇ ἑνδεκάτῃ.
8 Γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτ,
10τρίμηνον πρὸc ἑωυτῇ ἔχουcαν πῦρ ἔλαβεν· αὐτίκα δ’ ἤρξατο πονέειν ὀcφύν. τρίτῃ πόνοc τραχήλου καὶ κεφα‐ λῆc, κατὰ κληῖδα, χεῖρα δεξιήν, διὰ ταχέων δὲ γλῶccα ἠφώνει, δεξιὴ χεὶρ παρε〈λύ〉θη μετὰ cπαcμοῦ παραπλη‐ γικὸν τρόπον, παρελήρει πάντα. νύκτα δυcφόρωc, οὐκ
15ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεcιν ἀκρήτοιcιν ὀλί‐

17a

298

γοιcιν. τετάρτῃ γλῶccα ἀcαφὴc ἦν, ἐλύθη, | cπαcμόc· τῶν αὐτῶν πόνοι παρέμενον, καθ’ ὑποχόνδριον ἔπαρμα cὺν ὀδύν, οὐκ ἐκοιμᾶτο, παρέκρουcε πάντα, κοιλίη ταρα‐ χώδηc, οὖρα λεπτ, 〈οὐκ εὔχροα. πέμπτῃ〉 πυρετὸc ὀξύc,
5ὑποχονδρίου πόνοc, παρέκρουcε πάντα, διαχωρήματα χολώδεα. ἐc νύκτα ἵδρωcεν, ἄπυροc. ἕκτῃ κατενόει, πάν‐ των ἐκουφίcθη, περὶ δὲ κληῖδα ἀριcτερὴν πόνοc παρ‐ έμενε· διψώδηc, οὖρα λεπτ, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρό‐ μοc, ὑπεκαρώθη, μικρὰ παρέκρουcεν, ἀλγήματα κατὰ κληῖ‐
10δα 〈καὶ〉 βραχίονα ἀριcτερὸν παρέμενε, τὰ δ’ ἄλλα διε‐ κουφίcθη, πάντα κατενόει. 〈τρεῖc〉 διέλιπεν ἄπυροc. ἑν‐ δεκάτῃ ὑπέcτρεψεν, ἐπερρίγωcε, πῦρ ἔλαβεν. περὶ δὲ τεccαρεcκαιδεκάτην ἤμεcε χολώδεα ξανθὰ ὑπόcυχνα,
ἵδρωcεν· ἄπυροc ἐκρίθη.149

17a

299

Οὐκ 〈ἂν〉 ἀνελπίcτωc ἐκ τοιούτων παθημάτων | ἐcώθη μὲν αὕτη, εἰ 〈μὴ ἔτυχεν οὖcα νέα〉 καὶ ἰcχυρά· 〈καὶ γὰρ〉 εἴρηκεν ἅπαντα 〈τοῦ〉 νοcήματοc cημεῖα cφαλερώτερα· καὶ θαυμάζω γ’, ὅπωc οὐδὲν ἔγραψε περὶ τῆc ἡλικίαc αὐτῆc. καὶ μὴν μεμνῆcθαι προcήκει τῶν εἰρημένων
5ἕνεκα τοῦ γινώcκειν ἐν τῷ cπανίῳ διαcῳζομέναc τινὰc ἐγκύμοναc ἐκ τοιούτων νοcημάτων ἄνευ διαφθορᾶc τῶν ἐμβρύων. ἔτι δὲ κἀκείνου μεμνῆcθαι προcήκει τοῦ τὰ τριῶν τε καὶ τεccάρων μηνῶν δυcπα‐ θέcτερα τῶν ἄλλων εἶναι. καὶ τοῦτο γινώcκων αὐτὸc ἐν Ἀφοριcμοῖc εἶπε· “τὰc κυούcαc φαρμακεύειν, ἢν ὀργᾷ τετράμηνα, καὶ ἄχριc ἑπτὰ
10μηνῶν, ἧccον δὲ ταύταc. τὰ δὲ νήπια καὶ τὰ πρεcβύτερα εὐλαβέεcθαι δεῖ.” τοῖc μὲν οὖν 〈τριμήνοιc καὶ τετραμήνοιc〉 παιδίοιc οἵ τε δεcμοί, καθ’ οὓc τῇ μήτρᾳ cυμπεφύκαcιν, ἀcθενεῖc εἰcι καὶ τὸ cύμπαν cῶμα μαλακόν· τοῖc δὲ τῆc ἀποκυήcεωc ἐγγὺc μεγάλοιc οὖcι πολλῆc δεῖ τροφῆc, ἧc ἀποροῦντα πολλάκιc ἐν τοῖc ὀξέcι νοcήμαcι διαφθεί‐
15ρεται. διὸ καὶ χαλεπώτατόν ἐcτι καλῶc διαιτηθῆναι 〈τὴν κυοῦcαν〉 νοcοῦcαν ὀξέωc, ἐὰν μέγα τὸ ἔμβρυον ᾖ. εἰ μὲν γὰρ ὡc 〈οὖ〉cαν

17a

300

ἀκύμονα 〈θέλοιc αὐτὴν〉 ἐνδεῶc τρέφειν, | διαφθείρεται τὸ κυού‐ μενον· εἰ δ’ ἐκείνου cτοχαζόμενοc ἐκτενέcτερον προcφέρειν αὐτῇ, κίνδυνοc ἀποβάλλεcθαι τῇ κυούcῃ. διὰ ταῦτα μὲν 〈οὖν〉 τὰ τρί‐ μηνα καὶ τετράμηνα μᾶλλον διαcῴζονται τῶν ἄλλων. τῇ δ’ οὖν
5νῦν προκειμένῃ κατὰ τὸν λόγον γυναικί, καί〈τοι〉 τῶν οὔρων λεπτῶν καὶ οὐκ εὐχρόων ὄντων, ὅμωc ἐγένετο cωθῆναι διὰ ῥώ‐ μην φύcεωc, ἥτιc ἐν 〈τῇ πέμπτῃ〉 νυκτὶ δι’ ἱδρώτων ἔπαυcε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε δυνατὸν ἦν γενέcθαι 〈τὴν κρίcιν· οὔπω γὰρ τὸ〉 νόcημα 〈πεττόμενον ἦν, ὥcτε πολλάκιc ἀλλοιοῦcθαι τὰ cη‐
10μεῖα τῆc νόcου〉 κατὰ τὰc ἑξῆc ἡμέραc ἄχρι τῆc ἑνδεκάτηc, ἐν ᾗ πάλιν μετὰ ῥίγουc ὑποcτρέψαcα δι’ ἐμέτου καὶ ἱδρῶτοc ἐκρίθη τελέωc. ἐν γὰρ ταῖc ἀπὸ τῆc πέμπτηc ἄχρι τῆc ἑνδεκάτηc τὰ γενόμενα cυμπτώματα τοῦ νευρώδουc ἦν γένουc, οὐ τοῦ φλεβώ‐ δουc ἢ ἀρτηριώδουc. ἐν γοῦν τῇ ἑβδόμῃ, φηcί, τρόμοc, ὑπεκα‐
15ρώθη, cμικρὰ παρέκρουcε, τὰ δέ γε κατὰ τὰc φλέβαc ἐπὶ τὸ βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν τῇ πέμπτῃ κρίcιν. ἐπὶ γοῦν τῆc ἕκτηc ἔγραψεν· οὖρα λεπτά, μὴ προcθεὶc τὸ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆcθαι χρήcιμον καὶ τοῦ τῆc πέμπτηc ἡμέραc οἵαc150

17a

301

〈τε〉 ἀγωνιcτικὰc κρίcειc ἐπι|φέρειν· καὶ γὰρ ὀλίγον ἔμπροcθεν ἄλλον ἄρρωcτον ἔκρινε δι’ αἱμορραγίαc καὶ νῦν δι’ ἱδρῶτοc τὴν προ‐ κειμένην ἐν τῷ λόγῳ γυναῖκα, καίτοι τοῦ νοcήματοc ἀμφοτέροιc ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντοc· διὸ μηδὲ τελείαν ἐποιήcατο
5τὴν κρίcιν.
5 Μελιδί, 〈ἣ〉 κατέκειτο παρὰ Ἥρηc ἱερόν, ἤρξατο κεφαλῆc καὶ τραχήλου καὶ cτήθεοc πόνοc ἰcχυρόc· αὐτίκα δὲ πυρετὸc ὀξὺc ἔλαβε· γυναικεῖα δὲ cμικρὰ ἐπεφαίνετο· πόνοι τούτων ἁπάντων ξυνεχέεc.
10〈ἕκτῃ〉 κωματώδηc, ἀcώδηc, φρικώδηc, ἐρύθημα ἐπὶ γνά‐ θων, cμικρὰ παρέκρουcεν. ἑβδόμῃ ἵδρωcε, πυρετὸc διέ‐ λιπεν, οἱ πόνοι παρέμενον, ὑπέcτρεψεν, ὕπνοι cμικρο, οὖρα διὰ τέλεοc εὔχροα μέν, λεπτὰ δ· διαχωρήματα

17a

302

〈λεπτ,〉 χολώδεα, δακνώδεα *** διῆλθεν. | οὔροιc ὑπό‐ cταcιc λευκ, 〈λείη· ἵδρωcεν. ἐκρίθη τελέωc ἑνδεκάτ.
2 Καὶ περὶ ταύτηc ἐν ἀρχῇ μὲν οὐκ ἔγραψε τὴν ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆc διηγήcεωc ἔφη· οὖρα διὰ τέλεοc εὔχροα
5μέν, λεπτὰ δέ. τὰ μὲν 〈οὖν〉 ἀκριβῶc λεπτὰ τὴν κατὰ φύcιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίωc μὲν γάρ ἐcτιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελέωc λεπτά. καθ’ ὅcον δὲ ἐγχωρεῖ cυνελθεῖν εὔχροιαν οὔρων λεπτότητι, κατὰ τοcοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν 〈τὰ οὖρα〉 διὰ τέλεοc εὔχροα μὲν γενέcθαι, λεπτὰ δέ. φαίνε‐
10ται δὲ καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰcχὺν τῆc φύcεωc cωθῆναι.151