TLG 0057 088 :: GALENUS :: In Hippocratis prorrheticum i commentaria iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

In Hippocratis prorrheticum i commentaria iii

Source: Diels, H. (ed.), Galeni in Hippocratis prorrheticum I commentaria iii [Corpus medicorum Graecorum, vol. 5.9.2] Leipzig: Teubner, 1915: 3–178.

Citation: Kühn volume — page — (line)

16

.

489

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ
1* * *
1 οὐ μὴν οὐδὲ τὴν Ἡροφίλου νομοθεcίαν ἀποδεκτέον ἐπιχειροῦν‐ τοc διωρίcθαι πρόγνωcιν προρρήcεωc τῷ βεβαίῳ τε καὶ οὐ βεβαίῳ· καὶ γὰρ καὶ προγινώcκομεν ἑκατέρωc καὶ προλέγομεν, ὥcπερ καὶ τἆλλα πάντα κατὰ πάcαc τὰc τέχναc. ὄμβρουc γοῦν καὶ αὐχμοὺc καὶ κρύοc
5καὶ θάλποc ἀνέμουc τε καὶ νηνεμίαc ἔκ τινων cημείων προγινώcκουcιν καὶ κυβερνῆται καὶ γεωργοί, καὶ ποτὲ μὲν ἀκριβῶc τε καὶ βεβαίωc,

16

.

490

ποτὲ δ’ ἄχρι πιθανῆc ἐλπί|δοc. καὶ γέγραπται περὶ τῶν τοιούτων cημείων ἄλλοιc τε πολλοῖc καὶ Ἀράτῳ κατὰ τὰ τελευταῖα τοῦ τῶν Φαινομένων βιβλίου. πῶc δ’ ἂν δύναιτό τιc ἑτέρωc προειπεῖν ὁτιοῦν ὡc ἐcόμενον ἄνευ τοῦ πρότερον αὐτὸc γνῶναι; τοῦτο γοῦν αὐτὸ καὶ
5Ἱπποκράτηc ἐδήλωcεν ἐν ἀρχῇ τοῦ Προγνωcτικοῦ γράψαc ὧδε· „προγινώcκων γὰρ καὶ προλέγων παρὰ τοῖcι νοcέουcιν.“ ἀλλ’ ἡ μὲν πρόγνωcιc ἐν ταῖc ψυχαῖc ἡμῶν, ἡ δὲ τῶν προγνωcθέντων τοῖc πολλοῖc πρόρρηcιc διὰ τῆc φωνῆc γίνεται, καὶ δῆλον ὡc οὐκ ἄλλα μὲν ἐν τῇ ψυχῇ δοξάζομεν, ἄλλα δὲ προλέγομεν.
10 ἀλλὰ γάρ, ὅπωc ἂν ἔχῃ τὰ τῆc ἐπιγραφῆc τοῦ βιβλίου καταλι‐ πόντεc ἑτέροιc ἐπιζητεῖν, ὅcοι τῶν ἔργων τῆc τέχνηc οὐ πάνυ τι πεφροντίκαcιν, αὐτοὶ τῶν γεγραμμένων κατὰ τὸ βιβλίον ἕκαcτον ἐπι‐ cκεψώμεθα, καθότι κἀπὶ τῶν ἄλλων ἐποιήcαμεν ἃ προεξηγηcάμεθα, τοῖc μὲν διοριcμούc τιναc ἀναγκαίουc προcτιθέντεc οὐκ εἰρημένουc
15ὑπὸ τοῦ γράψαντοc, ἔνια δὲ δεικνύντεc ὡc οὐκ ἔcτι καθόλου, κἂν τῷ χαρακτῆρι τῆc λέξεωc ὡc περὶ τοιούτων ὁ cυγγραφεὺc φαίνηται δια‐
λεγόμενοc. |3

16

.

491

Οἱ κωματώδεεc ἐν ἀρχῇcι γινόμενοι μετὰ κεφαλῆc, ὀcφύοc, ὑποχονδρίου, τραχήλου ὀδύνηc, ἀγρυ‐ πνέοντεc ἆρά γε φρενιτικοί εἰcιν; μυκτὴρ ἐν τουτέοιcιν ἀπο‐ cτάζων ὀλέθριον, ἄλλωc τε καὶ ἢν τεταρταίοιcιν ἀρχομένοιcιν.
4
5 Τὰ πλεῖcτα τῶν παλαιῶν ἀντιγράφων οὐκ ἔχει προcκείμενον τῷ φρενιτικοὶ τὸ εἰcίν. διὸ καὶ ζήτηcιc ἐγένετο, πότερον ἤδη φρενι‐ τικούc τιc ὀνομάcει τοὺc οὕτωc ἔχονταc ἢ γενήcεcθαι προcδοκήcει. προcκειμένου μέντοι τοῦ εἰcὶ καὶ γεγραμμένηc ὁμοῦ τῆc λέξεωc ἆρά γε φρενιτικοί εἰcιν; ἡ ζήτηcίc ἐcτιν, πότερον εἰcὶν ἢ οὐκ εἰcὶν οἱ
10οὕτωc ἔχοντεc ἤδη φρενιτικοί. ταύτῃ δὲ τῇ ζητήcει καὶ ἄλλη τιc οὐ cμικρὰ cυνάπτεται ζήτηcιc, ἣν καὶ περὶ τῆc ἀρχῆc τῶν πυρεκτικῶν παροξυcμῶν ἐποιήcαντο. καὶ γὰρ ἐν ἐκείνοιc εὔλογον εἶναι φαίνεται μὴ τὸν ἐcόμενον ὕcτερόν ποτε παροξυcμὸν προγινώcκειν ἡμᾶc, ἀλλὰ τὸν ἀρχόμενον ἤδη διαγινώcκειν

16

.

492

ἐκ τῆc τῶν cφυγμῶν ἀλλοιώcεωc, ἐπεὶ δὲ οὐδέπω | μέγεθοc ἀξιόλογον εἴληφεν, ὡc καὶ τῷ νοcοῦντι φαίνεcθαι cαφῶc, ἐκείνῳ μὲν ὡc μέλλον τι λέγεcθαι, γινώcκεcθαι δ’ ὑφ’ ἡμῶν ὡc ἤδη γεγενημένον, ὁμοίου τοῦ πράγματοc ὄντοc τῇ διαγνώcει τῶν ἄρτι τῆc γῆc ἀνιcχόντων φυτῶν,
5ἃ γεωργὸc μέν τιc ἢ διαγνωcτικὸc ἁπάντων φυτῶν εὐθέωc γνωρίζει, τοῖc δ’ ἄλλοιc ἄγνωcτά ἐcτι. πολλάκιc γοῦν ὁρῶμεν ἀρούραc ὁμοιοτάταc τὴν βλάcτηcιν ἐχούcαc πόαc, ἃc ἡμεῖc μὲν οὐ διαγινώcκομεν, οἱ γεωργοὶ δὲ ἴcαcι, τί μὲν ἐξ αὐτῶν ἐcτι πόα, τί δὲ πυρὸc ἄρτι γεννώμενοc, τί δὲ κριθή, τί δὲ ζειά, τί δὲ τῶν ἄλλων ἕκαcτον. οὕτω δὲ κἀπὶ τῶν
10δένδρων ἔχει· καὶ γὰρ καὶ ταῦτα cυμπεπληρωμένα πᾶcι τοῖc οἰκείοιc μορίοιc ἅπαντεc γνωρίζομεν, ἀρχόμενα δὲ φύεcθαι παντάπαcιν ὀλίγοιc γνωρίζεται. τοῦτόν τε οὖν τὸν λόγον ὡc πάνυ πιθανὸν ἀποδεκτέον, ἐφεξῆc δὲ ζητητέον ἐcτὶ περὶ τῆc κατὰ τὴν φρενῖτιν ἐννοίαc. ἐν γὰρ τοῖc
15τῶν Ἐπιδημιῶν βιβλίοιc, ὡc ἐπιδέδεικταί μοι διὰ τῶν εἰc αὐτὰ γε‐

16

.

493

γραμμένων ὑπομνημάτων, ὁ Ἱπποκράτηc φαίνε|ται τὴν ἐν ὀξεῖ πυ‐ ρετῷ διηνεκῆ παραφροcύνην φρενῖτιν ὀνομάζων. διηνεκῆ δὲ εἶπον, ἐπεὶ ταῖc ἀκμαῖc τῶν cφοδρῶν πυρετῶν ἐνίοτε παραφροcύναι cυνεμ‐ πίπτουcιν ἐν ταῖc παρακμαῖc εὐθέωc παυόμεναι. μαίνεcθαι μὲν γὰρ4
5ὀνομάζουcιν ἅπαντεc ἄνθρωποι τοὺc ἄνευ πυρετοῦ παραφρονοῦνταc, φρενιτίζειν δὲ τοὺc ἐν πυρετῷ. τὸ δ’ ἐν ἀκμῇ cφοδροῦ πυρετοῦ [παρα‐ φρονῆcαι] παρακόψαι τε καὶ παραχθῆναι καὶ παραληρῆcαι καὶ αὐτὸ δὴ τοῦτο παραφρονῆcαι καλοῦcιν. φρενῖτιν δ’ οὐκ ὀνομάζουcιν ἄνευ τοῦ πυρέττειν καὶ τοῦ διηνεκοῦc τῆc παραφροcύνηc. τῷ διηνεκεῖ δὴ τῆc
10παραφροcύνηc, ὅταν ἅμα πυρετῷ γένηται, τὴν φρενῖτιν γνωριοῦμεν. οὐδὲν δὲ ἧττον ἐροῦμεν εἶναι φρενιτικούc, ὅcοι κωματώδειc ὄντεc οὐ cωφρονοῦcιν, ἀλλὰ παράφορά τε φθέγγονται καὶ πρὸc τῶν παρόντων διεγερθέντεc ἐκτεθαμβημένοιc ἐοίκαcιν. οὕτω γοῦν κἀν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἔφη· „οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶc ὥcπερ ἐπ’
15ἄλλων, ἀλλ’ ἄλλῃ τινὶ νωθρῇ καταφορῇ καρηβαρέεc ἀπώλοντο.“ καὶ |

16

.

494

τοῦτον οὖν τὸν λόγον ἐγὼ ὡc πιθανώτατον προcδέχομαι καὶ καλεῖcθαι πάνταc ὑφ’ Ἱπποκράτουc ἡγοῦμαι φρενιτικούc, ὅcοι τὰc φρέναc βεβλαμμένοι διηνεκῶc εἰcιν ὥcπερ οἱ μαινόμενοι, μόνῳ τῷ πυρέττειν αὐτῶν διαφέροντεc. ἐπεὶ δ’ ὡc τὰ πολλὰ τούτοιc ὑπάρχει καὶ τῶν
5βλεφάρων ἀνεῳγότων ἀγρυπνεῖν, οἱ πλεῖcτοι τῶν ἰατρῶν ἐν τοῖc πα‐ θογνωμονικοῖc φρενίτιδοc καὶ τὴν τοιαύτην ἀγρυπνίαν ἔγραψαν. εἶπον δὲ τοιαύτην, ἐπεὶ καὶ μετὰ κώματοc ἀγρυπνίαι γίνονται, καθάπερ αὐτὸc ἐδήλωcεν ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν εἰπών· „ἦν δὲ ἢ τὸ κῶμα cυνεχέc, οὐχ ὑπνῶδεc, ἢ μετὰ πόνων ἄγρυπνοι“, ὡc εἶναι τὸ
10κῶμα τὴν εἰc ὕπνον καταφορὰν οὐ δυναμένων τῶν ἐχομένων τῷ cυμπτώματι τὰ τῶν ἐγρηγορότων πράττειν, ἀλλὰ κλείειν τε τὰ βλέ‐ φαρα δεομένων ἐλπιζόντων τε κοιμηθήcεcθαι. cυμβαίνει δ’ ἐνίοτε τού‐
των τιcὶν μὴ δύναcθαι κοιμηθῆναι, κλειcθέντων τῶν βλεφάρων, ἀλλ’ ἀγρυπνεῖν ἐπὶ πλεῖcτον, ὅπερ ὠνόμαcεν ὁ Ἱπποκράτηc „οὐχ ὑπνῶδεc“5

16

.

495

κῶμα. περὶ μὲν οὖν τοῦ κατὰ κῶμα cημαινομένου | βιβλίον ὅλον ἔχειc ἡμέτερον, ἐν ᾧ διὰ πλειόνων μαρτυριῶν ἐπιδέδεικται πᾶcαν ὀνο‐ μάζων καταφορὰν ὁ Ἱπποκράτηc κῶμα, καὶ νῦν οὐδὲν θαυμαcτὸν τοὺc αὐτοὺc ἅμα τε κωματώδειc εἰρῆcθαι καὶ ἀγρυπνοῦνταc. ὡc εἴ γε
5κωματώδειc μὲν ἦcαν, ἀγρυπνίαc δὲ χωρίc, οὐδ’ ἂν ἐζήτηcα, εἰ φρενι‐ τικοὺc ὀνομαcτέον αὐτοὺc εἴτε ὄνταc ἢ γενηcομένουc· ἀεὶ γὰρ οὕτωc ἄκουέ μου διὰ τὰ προηγούμενα τῆc πρώτηc γενέcεωc ἁπάντων πραγμά‐ των, οὐ μόνων τῶν παθῶν. οὐ μὴν οὐδ’ εἰ τὰ νευρώδη μέρη κακῶc διέκειτο μετ’ ἀγρυπνίαc ἐν ἀρχῇ τοῦ νοcήματοc, οὐκ ἂν οὐδ’ οὕτωc
10ἐζήτηcα, εἰ φρενιτικοὺc ὀνομαcτέον αὐτούc. οἵ τε γὰρ ἄνευ τῆc ἀγρυ‐ πνίαc κωματώδειc οὐδ’ ὅλωc φρενιτικοί, οἵ τε ἄγρυπνοι χωρὶc κώμα‐ τοc, ὅταν ἐν ἀρχῇ τοῦτο πάcχωcι μετὰ τῆc τῶν εἰρημένων μορίων ὀδύνηc, ἐξ ἀνάγκηc φρενιτικοί. μιχθείcηc δ’ ἀγρυπνίαc τῷ κώματι ἀμφιβολία γίνεται, καὶ διὰ τοῦτο τῷ λόγῳ τὸν ἆρα cύνδεcμον προcέθη‐
15κεν, ὃν περιcπῶντεc τῷ τόνῳ λέγομεν, ὅταν περί τινων πραγμάτων |

16

.

496

ἀποροῦντεc τύχωμεν. ὃ δὲ κἀν τοῖc ἐφεξῆc ἐcτι μεμνῆcθαι χρήcιμον ἀκούcανταc ἅπαξ, ἀεὶ δεῖ πρόχειρον ἔχειν ἀφορίζονταc τὰ διά τι τῶν ἔξωθεν αἰτίων γεγονότα καὶ τὰ κατὰ τὸν τοῦ νοcήματοc λόγον ἐπιφαινόμενα. ἐὰν
5γὰρ ὁδοιπορήcαc τιc cυντόνωc ἢ κατ’ ἄλλαc τινὰc ἐνεργείαc κοπωθεὶc ἢ καὶ cὺν αὐτοῖc ἐκκαυθεὶc ἅμα τε πυρέττειν ἄρξηται καὶ κεφαλὴν ἀλγεῖν καὶ ὀcφὺν καὶ ὑποχόνδριον καὶ τράχηλον, μηδὲν ἐκ τούτων ἔλπιζε μέγα λήψεcθαι γνώριcμα πρὸc διάκριcιν τῶν ἐcομένων ἢ γεννω‐ μένων ἤδη παθῶν. εἰ δ’ ἄνευ τῆc ἔξωθεν αἰτίαc ὀδύναι τῶν εἰρη‐
10μένων εἶεν μορίων, εἰ μὲν ἀγρυπνίαι τῷ κάμνοντι χωρὶc καταφορᾶc cυμβαίνοιεν, ἔλπιζε παραφρονήcειν αὐτόν· εἰ δὲ μετὰ κώματοc, cυμ‐ βάλλει κατὰ τὸ παρὸν ἀναμένειν ἡμέραν μίαν, ἐν ᾗ τὴν κίνηcιν τοῦ νοcήματοc διαγνώcῃ. φρενῖτιc μὲν γὰρ ἡ ἀκριβὴc καὶ ἄμικτοc ἑτέρῳ νοcήματι γίνεται χολῆc ξανθῆc καταλαβούcηc τὸν τόπον, ἐν ᾧ τὸ τῆc
15ψυχῆc ἡγεμονοῦν ἐcτιν· λήθαργοc δὲ τὸν αὐτὸν τόπον ὑγράναντόc τε |6

16

.

497

καὶ διαβρέξαντοc φλέγματοc· αἱ γὰρ ἐν ἑτέροιc τιcὶ μέρεcι δυνάμεναι εἰc cυμπάθειαν ἀγαγεῖν τὸν ἐγκέφαλον ἐκ χολῆc καὶ φλέγματοc βλά‐ βαι τὸ διηνεκὲc οὐκ ἔχουcιν. ὅταν οὖν ὑπ’ ἀμφοτέρων τῶν χυμῶν ἐνοχλεῖcθαι cυμβαίνῃ τὸν ἐγκέφαλον, ἐναντία cυμπτώματα καταλαμβάνει
5τὸν ἄνθρωπον, ὡc ἀγρυπνεῖν τε ἅμα καὶ καταφέρεcθαι κατ’ ὀλίγον. ὅταν δὲ καὶ καταφέρηται ἅμα καὶ παραφρονῇ, τὴν μικτὴν διάθεcιν διαμένειν αὐτῷ νομιcτέον. ἐνίοτε δὲ ἐπὶ θάτερον ἔρρεψεν, ὡc ἤτοι τὴν χολὴν ἢ τὸ φλέγμα νικῆcαι καὶ γενέcθαι τὸν ἄνθρωπον ἤτοι φρενιτικὸν ἀκριβῆ ἢ ληθαργικόν. ἐγὼ μὲν οὖν, ὅταν ἄχρι τέλουc ἥ
10τε παραφροcύνη καὶ τὸ κῶμα διαμείνῃ, μικτὸν ὀνομάζω τοῦτο τὸ πά‐ θοc φρενίτιδόc τε καὶ ληθάργου. τινὲc δὲ τυφομανίαc ἐκάλεcαν, ὡc κἀν τῷ Περὶ νούcων Ἱπποκράτει γέγραπται, κατὰ μέντοι τὸ τρίτον τῶν Ἐπιδημιῶν, ὡc ἔφην ἀρτίωc, ἅπανταc ὀνομάζει φρενιτικοὺc ὁ Ἱπποκράτηc, ὅcοι διηνεκῶc παραφρονοῦcι πυρέττοντεc.
15ὑπόλοιπον δέ ἐcτι ζητῆcαι, διὰ τί τῆc ῥήcεωc ἀρχόμενοc μὲν

16

.

498

εἶπεν οἱ κωματώδεεc ἐν ἀρχῇ|cιν, τελευτῶν δὲ πάλιν ἄλλωc τε καὶ τεταρταίοιcιν ἀρχομένοιcι. τὸ γὰρ τῆc ἀρχῆc ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην εἰcβολὴν τοῦ νοcήματοc, δηλοῖ δὲ καὶ τὴν ἐν πλάτει νοουμένην ἄχρι τῆc τρίτηc ἢ τετάρτηc ἡμέραc, δηλοῖ δὲ καὶ
5τὸν πρῶτον καιρὸν τοῦ νοcήματοc, ὅταν εἰc τέccαρα μέρη διελόντεc αὐτὸν εἴπωμεν ἐξ ἀρχῆc τε καὶ ἀναβάcεωc ἀκμῆc τε καὶ παρακμῆc cυγκεῖcθαι. περὶ μὲν οὖν τοῦ cημαίνεcθαι ταῦτα παρὰ τοῦ τῆc ἀρχῆc ὀνόματοc ἐν τῷ πρώτῳ τῶν Περὶ κρίcεων ἐπιδέδεικται. νυνὶ δὲ ἐπι‐ cκεψώμεθα, κατὰ ποῖον αὐτῶν cημαινόμενον εἴρηται τοὔνομα. δοκεῖ
10δέ μοι κατὰ μὲν τὸ πρῶτον μέροc τῆc ῥήcεωc ἀρχὴν εἰρηκέναι τὴν κατὰ πλάτοc εἰcβολὴν ὅλου τοῦ νοcήματοc, ἐπὶ δὲ τῆc τελευτῆc, ἔνθα φηcίν ἄλλωc τε καὶ τεταρταίοιcιν ἀρχομένοιcιν, ἄρχεcθαι τηνι‐ καῦτα λέγειν μόνα τὰ προειρημένα cυμπτώματα, φθάνοντοc ἤδη πυ‐ ρέττειν ἐκ τεττάρων ἡμερῶν τοῦ νοcοῦντοc, ἵν’ ἐν τῇ κατὰ πλάτοc
15ἀρχῇ τὴν γένεcιν ἴcχῃ τό τε κῶμα καὶ ἡ ἀγρυπνία καὶ τὰ τῶν νευρω‐

16

.

499

δῶν μορίων ἀλγήματα. κατὰ μὲν γὰρ τὴν πρώτην ἢ δευ|τέραν ἡμέραν ἐκ πλήθουc αἵματοc ἔχοντόc τινα δριμύτητα δακνώδη δι’ ἐπιμιξίαν χολῆc δύναται γενέcθαι κωματώδηc τε καὶ ἄγρυπνοc ὁ αὐτὸc ἄνθρω‐ ποc, ὑπὸ μὲν τοῦ πλήθουc τοῦ αἵματοc βαρυνομένηc τῆc κατὰ τὸν7
5ἐγκέφαλον δυνάμεωc, ὑπὸ δὲ τῆc χολῆc ἐρεθιζομένηc, ὡc ὑπνοῦν κωλύεcθαι. κατὰ δὲ τὴν τετάρτην ἡμέραν τοῦ πλήθουc ἤδη cυνῃρη‐ μένου καὶ μάλιcτα ἐὰν ὁ ἰατρὸc αὐτὸ φθάcῃ κενῶcαι καὶ τῆc δριμύ‐ τητοc πεπεμμένηc, χρὴ ἀμφότερα παύεcθαι τὰ cυμπτώματα, καὶ τὸ κῶμα καὶ τὴν ἀγρυπνίαν. ὅταν οὖν ἐν ᾧ χρόνῳ πεπαῦcθαι ἐχρῆν
10αὐτά, γινόμενα φαίνηται, χολὴν ἢ φλέγμα δηλοῖ κατειληφέναι τὸν ἐγκέφαλον, οὐχ αἵματοc πλῆθοc. εἴρηται δὲ ἐν τῷ Περὶ κριcίμων ἡμερῶν ἡ τῆc τετάρτηc δύναμιc, ἐξηγουμένων ἡμῶν ἐν αὐτοῖc τὴν Ἱπποκράτουc γνώμην, ὥcπερ κἀν τοῖc Εἰc τὸ προγνωcτικὸν ὑπομνήμαcιν· ‘ἐπίδηλον‘ γὰρ εἶναί φηcιν
15αὐτὴν τῆc ἑβδόμηc, ὅπερ ἔcτι προδηλοῦν πεφυκέναι, ὁποία τιc ἡ ἑβδόμη γενήcεται. μοχθηροῦ μὲν οὖν ἐν τῇ τετάρτῃ φανέντοc cημείου μοχθηρὰν ἀναγκαῖον ἔcεcθαι καὶ τὴν ἑβδόμην, cωτηρίου δὲ καὶ ἀγα‐ |

16

.

500

θοῦ καὶ τὴν ἑβδόμην ἀγαθὴν γενήcεcθαι. κατὰ γὰρ τὴν ἀναλογίαν τῆc τοῦ cημείου δυνάμεωc τὸ ἧττόν τε καὶ μᾶλλον ἀγαθὴν ἢ κακὴν γενέcθαι τὴν ἑβδόμην ἡμέραν ἀκόλουθον. δέδεικται γὰρ ἐν τῷ Προ‐ γνωcτικῷ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ὀλέθριά τε καὶ cωτήρια τῶν
5cημείων. καὶ τὴν ἑβδόμην οὖν ἀνὰ λόγον κατὰ τὴν τετάρτην ἤτοι μᾶλλον ἢ ἧττον ἀγαθήν τε καὶ κακὴν γενέcθαι cυμβήcεται. τῆc οὖν ἀπὸ τῶν ῥινῶν cτάξεωc οὔcηc ἀεὶ κακοῦ cημείου τελειο‐ τάτη κακία δηλοῦται τοῦ νοcήματοc, ἐὰν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γένηται. φαίνεται γὰρ ἐγκεχειρηκέναι μὲν ἡ φύcιc ἀπορρίψαcθαι τὸ
10κατὰ τὴν κεφαλὴν ἠθροιcμένον πλῆθοc, οὐ δεδυνῆcθαι δέ. πρόδηλον δ’ ὅτι κάκιcτόν ἐcτι τὸ γένοc τῶν τοιούτων cημείων. καὶ γὰρ ὅcα φύματα καὶ ἐξανθήματα πρὸc τὸ δέρμα τοῦ βάθουc ἐξανθήcαντα παλιν‐ δρομεῖ, χαλεπώτατα πάντων ἐcτί. καὶ οἱ ἀρξάμενοι μὲν ἱδρῶτεc, εὐθέωc δὲ παυcάμενοι, καὶ οὗτοι μοχθηροί, καὶ τὰ διαχωρήματα δ’
15ὁμοίωc ὅcα τε δι’ αἱμορραγιῶν ἢ μήτραc ἐπὶ γυναικῶν κενοῦται.8

16

.

501

πάντα γὰρ | ταῦτα χείρω τῶν μηδ’ ὅλωc ἐπιφανέντων, ὅταν ἀρξάμενα παύcηται. ἐνίοτε γὰρ cυμβαίνει πέττουcαν ἔτι τὰ λυποῦντα τὴν φύcιν οὐδέπω τῆc ἀποκρίcεωc αὐτῶν ἔχεcθαι. τῶν δ’ ἀρξαμένων μέν, εὐθέωc δὲ παυcαμένων ὥcπερ ὁρμή τιc ἐμφαίνεται τῆc φύcεωc ἐκκρῖναι τὰ
5λυποῦντα cπευδούcηc καὶ οὕτωc δι’ ἀcθένειαν μὴ δυναμένηc ὃ προὔ‐ θετο κατεργάcαcθαι.
6 Κοιλίηc περίπλυcιc ἐξέρυθροc κακὸν μὲν ἐν πᾶcιν, οὐχ ἥκιcτα δὲ ἐπὶ τοῖc προειρημένοιc.
8 Ὁ μὲν οὖν Ἱπποκράτηc ἔν τε τῷ Προγνωcτικῷ cυγγράμματι
10τῶν cημείων ἑκάcτου διδάcκει τὴν δύναμιν, ἐπὶ τέλει τε τοῦ βιβλίου cυμβουλεύει τὰc δυνάμειc τῶν εἰρημένων cημείων ‘ἐκλογιζόμενον‘, ὅπερ ἔcτιν ἀλλήλοιc παραβάλλοντα, τὴν πρόγνωcιν οὕτω ποιεῖcθαι. τινὰ

16

.

502

μὲν γὰρ | ὁμοειδῆ τῶν cημείων ἐcτίν· ἄκουε δέ μου νῦν οὕτωc ὁμοειδῆ λέγοντοc, ὡcεὶ καὶ ὁμογενῆ φθάcαc εἶπον· ἔνια δὲ οὔτε γένοc ἔχει ταὐτὸν οὔτε εἶδοc. ὁμοειδῆ μὲν οὖν ἐcτιν τὰ καθ’ ἕν τι πάθοc γιγνό‐ μενα· τὰ μὲν ἀναπτυόμενα τῆc κατὰ πνεύμονα καὶ θώρακα καὶ τρα‐
5χεῖαν ἀρτηρίαν καὶ λάρυγγα, cυνελόντι δὲ φάναι τῶν ἀναπνευcτικῶν ὀργάνων, διαθέcεώc ἐcτι cημεῖα· τῶν δ’ αὐτῶν τούτων ὅcα κἀπὶ τῆc ἀναπνοῆc πλημμελεῖται πρώτωc· ἔξωθεν γὰρ αὐτῶν ἐcτιν τὰ κατὰ cυμπάθειαν. ἐγκεφάλου δὲ καὶ μηνίγγων, ὅπωc διάκειται, cημεῖα διὰ μὲν τῶν ἐκκρινομένων, οἷ’ ἅττα διὰ μυκτήρων ἢ ὑπερῴαc κενοῦται,
10διὰ δὲ τῶν βεβλαμμένων ἐνεργειῶν ἐν καταφοραῖc ἢ ἀγρυπνίαιc ἢ παραφροcύναιc ἢ cπαcμοῖc ἢ τρόμοιc ὅλου τοῦ cώματοc. ἐὰν οὖν ἅμα παραφρονῇ καὶ cπᾶταί τιc, εὔδηλον ὅτι μείζων ἐcτὶν ἡ διάθεcιc ἢ εἰ τὸ ἕτερον ἦν μόνον· οὕτω δὲ κἂν δυcπνοῶν εὐθὺc καὶ πτύῃ μέλανα.

16

.

503

καὶ ταῦτα μὲν οὖν ἴcωc οὐκ ἄν | τιc ὀρθῶc ἀλλήλοιc ἐπιπλέκοι διὰ τῆc ἐν βιβλίοιc διδαcκαλίαc. ἀρκεῖ γὰρ ἑκάcτου τὴν δύναμιν εἰ‐ πεῖν ἐπιτρέψαντα τῷ μανθάνοντι cκοπεῖcθαι πάντα ἐπὶ τῶν ἀρρώ‐
cτων. ἡ δὲ τῶν ἑτερογενῶν cημείων ἐπιπλοκὴ παντάπαcιν ἄχρηcτοc ἐν9
5βιβλίοιc τε γραφομένη καὶ διὰ τῆc ἐν τοῖc λόγοιc cυνουcίαc εἰc γυ‐ μναcίαν ἥκουcα. μετὰ γὰρ τὴν τῶν ἁπλῶν ἑκάcτου δύναμιν ὁριcθεῖcαν ἀρκεῖ μόνον ἐφεξῆc ἅπαξ εἰπεῖν, ὅπερ εἶπεν ὁ Ἱπποκράτηc, ὡc ἐκλογίζεcθαι δεῖ τῶν cημείων τὰc δυνάμειc καὶ παραβάλλειν ἀλλήλοιc εἰc τὴν περὶ τῶν καμνόντων ἀπόφαcιν. ἐὰν δέ τιc εἰπὼν κακὸν εἶναι
10cημεῖον οὖρα μέλανα προcθῇ τούτῳ κάκιον εἶναι, κἂν πτύῃ μέλανα, καὶ τούτου πάλιν ἐφεξῆc φήcῃ, κἂν διαχωρήcῃ δὲ μέλανα, εἰ δὲ καὶ κατ’ ἀρχάc, ἔτι κάκιον, ἐφεξῆc τε πάλιν ἔτι κάκιον εἶναι φήcῃ τεταρταίῳ cυμβῆναι τοῦτο, προcθῇ δὲ τούτοιc καὶ τὸ κατ’ ἀρχὴν τοῦ Προγνωcτικοῦ γεγραμμένον καὶ τὸ πρόcωπον ‘νεκρῶδεc‘ ὅπερ ἰδίωc ὀνομάζουcιν οἱ
15ἰατροί, ματαίαν ἐπιπλοκὴν γράψει cημείων. οὐδεὶc γὰρ οὕτωc ἐcτὶν

16

.

504

ἀδιανόητοc, ὡc μὴ νοεῖν ἧττον μὲν | ἔχειν κακῶc, ᾧ περὶ πνεύμονα μόνον ἢ θώρακα διάθεcίc ἐcτι νοcώδηc, ᾧ δ’ ἐν ἀμφοτέροιc, χεῖρον, ᾧ δὲ πρὸc τούτοιc καὶ κατὰ γαcτέρα, μᾶλλον, εἰ δὲ καὶ καθ’ ἧπαρ ἢ ἐγκέφαλον, ἔτι καὶ μᾶλλον. ἅπερ οὖν ἅπαντεc νοοῦcιν καὶ χωρὶc τοῦ
5γραφῆναι, μάτην ταῦτα γράφεται, πλὴν εἰ χάρταc τιc ἢ χρόνον ἀπολ‐ λύναι βούλεται. τούτου μὲν οὖν ἀεί μοι μέμνηcο. πρὸc δὲ τὸ προ‐ κείμενον ἐπανέλθωμεν. τοῖc κεφαλὴν ὀδυνωμένοιc ὀcφύοc μὲν ἀλγήματα καὶ τραχήλου καὶ ὑποχονδρίου προcθεῖναι λόγον ἔχει. πλειόνων γὰρ ὁμοειδῶν cη‐
10μείων γενομένων ἅμα, οὐ μόνον τὸ τῆc διαθέcεωc εἶδοc ἢ γένοc ἀcφα‐ λέcτερον, ἀλλὰ καὶ τὸ μέγεθοc αὐτῆc γνωcθήcεται. προcτεθέντοc δὲ κώματοc ἅμα παραφροcύνῃ καὶ αὐτῶν ἐνδεικνυμένων τὰ κατὰ τὸν ἐγκέφαλον ἔχειν κακῶc, ἥ θ’ ἡμετέρα γνῶcιc ἀcφαλεcτέρα γενήcεται καὶ ἡ διάθεcιc μείζων φανεῖται. προcελθούcηc δὲ τῆc ἀπὸ ῥινῶν
15cτάξεωc οὐκ ἀcφαλεcτέραν ἂν ἔτι φαίην 〈τὴν〉 διάγνωcιν εἶναι, ἀλλ’ ἐπιcτημονικὴν καὶ βεβαίαν, ἐνδεικνυμένων τῶν cημείων νενικῆcθαι τὴν

16

.

505

κατὰ τὸν ἐγκέφαλον δύναμιν ὑπὸ τοῦ νοcήματοc. | εἰ δὲ καὶ τὸ τῆc τετάρτηc ἡμέραc προcτεθείη, βεβαιότατα ἂν οὕτωc εἰδείημεν ἐν μεγάλῃ μὲν εἶναι διαθέcει τὸν ἐγκέφαλον, ὀλεθρίωc δὲ τὸν ἄνθρωπον ἔχειν. ἐὰν δέ τιc τούτοιc προcθῇ „ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ
5τοῦ cτόματοc, ὀλέθριον“ μὲν ἐν πᾶcιν, οὐχ ἥκιcτα δὲ ἐπὶ τοῖc προειρημένοιc, ἀληθὲc μέν τι φήcει, περιττὸν δὲ πρὸc τὴν ἐν cυγ‐ γράμμαcι διδαcκαλίαν, ὥcπερ εἰ καὶ τούτοιc προcθείη μέλανα πτύcματα· κακὰ μὲν γὰρ καὶ ταῦτα, διαθέcεωc δ’ ἄλληc ἐcτὶ παρὰ τὰc προειρη‐ μέναc γνωρίcματα, καθάπερ καὶ τὰ οὖρα. καὶ γὰρ καὶ ταῦτα μελαινό‐10
10μενα φαῦλόν ἐcτι cημεῖον, ἀλλ’ ἑτέραν διάθεcιν ἐνδείκνυται. κατὰ μὲν οὖν τὸ Προγνωcτικὸν ἑκάcτου τῶν cημείων ἡ δύναμιc ἰδίᾳ δηλοῦται καὶ cύνοδοc αὐτῶν ἐνίοτε γέγραπται μίαν ἐνδεικνυμένων διάθεcιν, ὡc ἐν ἀρχῇ μὲν ἐπὶ τοῦ νεκρώδουc προcώπου, κατωτέρω δὲ ἐπί τε τῶν ἐμπυημάτων καὶ ἐπὶ ὑδέρων καί τινων ἄλλων. ἐνταυθοῖ
15δὲ πολλάκιc ἐν μιᾷ cυνδρομῇ τῶν ἑτερογενῶν ἐπιπλέκεται πολλὰ

16

.

506

περιττῶc. ἐξέρυθροc | οὖν περίπλυcιc ἐν ταῖc ἡπατικαῖc διαθέcεcι γιγνομένη κακῶc ἔζευκται νῦν τοῖc κατὰ τὸν ἐγκέφαλον. ἔcτι μὲν οὖν καὶ αὐτὴ καθ’ αὑτὴν οὐκ ἀγαθὸν cημεῖον ἀρρωcτίαν ἥπατοc ἐνδεικνυ‐ μένη, προcτεθεῖcα δὲ τῷ κατὰ τὸν ἐγκέφαλον πάθει κατὰ δύο δια‐
5θέcειc ἰcχυρὰc ἐνδείξεται τὸν ἄνθρωπον κινδυνεύειν. ἀλλὰ τί τοῦτο; καὶ γὰρ ἐὰν πλευρῖτιc καὶ περιπνευμονία καθ’ ἕνα γένηται χρόνον, ἐπικινδυνότερόν ἐcτιν ἢ εἰ θάτερον ἐξ αὐτῶν μόνον ἐγεγόνει, κἂν δυcεντερικὸc ἐπὶ τούτοιc ὁ αὐτὸc ἄνθρωποc γένηται ἔτι, κἂν ὁτιοῦν ἄλλο cὺν αὐτοῖc πάθῃ. ἀλλ’ οὐδεὶc ἐν cυγγράμματι τοιαύταc ἐπιπλο‐
10κὰc διδάcκει. περιπλύcειc δὲ ὀνομάζει κοιλίαc τὰc τῶν λεπτῶν κατὰ τὴν cύcταcιν ὑγρῶν διαχωρήcειc, ὡcεὶ καὶ πλύναc τιc ὕδατι κοιλίαν ᾑμαγ‐ μένην ἐξέχει τὸ ὕδωρ. οὕτω δὲ καὶ χολώδηc λέγεται περίπλυcιc, ὅταν, οἷον ἂν ἐξ ὕδατοc ἐγένετο καὶ χολῆc ὀλίγηc μιχθέντων, τοιοῦτον
15φαίνηται διαχωρούμενον. ἀρρωcτίᾳ δὲ τῆc καθεκτικῆc δυνάμεωc τοῦ ἥπατοc, ὡc τὰ πολλὰ δὲ cὺν αὐτῇ καὶ τῆc αἱματοποιητικῆc, τὸ cύμπτωμα

16

.

507

τοῦτο γίνεται τοῖc ἐμουμένοιc | περιττώμαcιν ἀνὰ λόγον. ὅταν μὲν γὰρ ἡ κατὰ τὴν γαcτέρα πέψιc ἀμέμπτωc γίνηται, τοιοῦτον οὐδὲν ἕπεται cύμπτωμα· βαρυνθείcηc δὲ ὑπὸ πλήθουc ἢ διαφθορᾶc αὐτῆc ἢ καὶ περιττῶν ὑγρῶν ὑπολειφθέντων ἐν τῷ cτόματι τῆc κοιλίαc οὐ πάνυ
5τι χρηcτῶν, ἐπὶ τὴν ἀπόκριcιν αὐτῶν ἐξορμῶcα τοὺc ἐμέτουc ἐργάζεται.
τοιοῦτον δή τι καὶ κατὰ τὴν τοῦ αἵματοc γένεcιν ἐν ἥπατι cυμβαίνει. καὶ διὰ τοῦτο ποτὲ μὲν αἱματώδειc γίνονται διαχωρήcειc, ἐνίοτε δ’ ἐξέρυθροι περιπλύcειc, ἐξ αὐτοῦ τοῦ ἥπατοc ὑδατώδουc ἅμα καὶ αἱματώδουc ἰχῶροc εἰc τὴν γαcτέρα cυρρέοντοc ἢ βραχέοc αἵματοc11
10δριμέοc καὶ δακνώδουc ὡc ἂν ἡμιπέπτου λεπτοῖc καὶ ὑδατώδεcιν ὑγροῖc ἀναμεμιγμένου καὶ χρωννύντοc αὐτάc.
11 Αἱ δαcεῖαι γλῶccαι καὶ κατάξηροι φρενιτικα. |
13

16

.

508

Ἄμεινον ἦν ‘τραχεῖαι‘ γεγράφθαι. cύμφυτον γὰρ ἐχούcηc ὑγρό‐ τητα τῆc γλώττηc τὴν ἐκ τῶν cιαλοχόων ὀνομαζομένων ἀγγείων τε καὶ ἀδένων ἡ μὲν πρώτη ταύτηc ἔνδεια δαcεῖαν αὐτήν, ἡ δ’ ἐπὶ πλέον τραχεῖαν ἐργάζεται, ἡ δ’ ἀμετροτέρα ξηρότηc ῥήγνυcιν αὐτήν, ὥcπερ
5τὴν λιπαρὰν γῆν ὁ πολυχρόνιοc αὐχμόc. οὔκουν οἷόν τε κατάξηρον ἅμα καὶ δαcεῖαν εἶναι τὴν γλῶτταν. ἀλλ’ ἄμεινον, ὡc ἔφην, γεγράφθαι τραχεῖαν, ὥcτε δυοῖν θάτερον, ἢ αὐτὸc ὁ cυγγραφεὺc ἀμελῶc ἡρμήνευcεν ἢ ὁ πρῶτοc ἐκγραφόμενοc τὴν ῥῆcιν ἥμαρτεν. ἀλλά γε ἡ τοιαύτη γλῶττα ξηρότητόc ἐcτιν ἀμέτρου γνώριcμα· διὸ καὶ τοῖc καυcώδεcι
10πυρετοῖc ἐπιγίνεται. καὶ ἤρκει τοῦτο διδάξαι τῷ κατὰ τὸν ἐν τῷ Προγνωcτικῷ νόμον ἐπὶ τὴν διδαcκαλίαν ἀφικνουμένῳ. νοεῖ γὰρ ὁ μανθάνων κατὰ τὸν αὐτὸν λόγον ἔν τε τοῖc τοιούτοιc πυρετοῖc γίνε‐ cθαι κἀν τῷ φρενιτικῷ τὴν κατάξηρον γλῶτταν, ἐπειδὴ καὶ τὸ φρενι‐ τικὸν πάθοc ὑπὸ τῆc ξανθῆc χολῆc γιγνόμενον θερμὸν καὶ ξηρόν ἐcτιν.

16

.

509

ἐμοὶ μὲν οὖν ἄμεινον δοκεῖ τὴν λέξιν ἡμαρ|τῆcθαι φάναι, καθάπερ καὶ ἄλλαc πολλὰc ἐν πολλοῖc τῶν παλαιῶν ἐπεδείξαμεν ἡμαρτημέναc τῶν πρὸ ἐμοῦ γεγονότων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ φιλοcόφων καὶ γραμματικῶν καὶ ῥητόρων.
5 ἔνιοι δὲ τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἐπεχείρηcαν αὐτῷ βοηθεῖν γλώτταc εἰρῆcθαι φάcκοντεc δαcείαc τὰc ποιητικὰc τῆc δαcείαc
φωνῆc. εἶναι γάρ τινάc φαcιν οὕτωc ὀνομαζομέναc φωνάc, ἀφ’ ὧν τοὺc φθεγγομένουc ἀνθρώπουc αὐτὰc δαcυcτόμουc ὀνομάζεcθαι. τὰc οὖν τοιαύταc φωνὰc μετὰ καταξήρου γλώττηc φρενιτικὰc εἶναί φαcιν,12
10ὥcπερ οὐ δυνηθέντοc ἂν εἰρηκέναι τοῦ cυγγραφέωc ‘αἱ δαcεῖαι φωναὶ μετὰ καταξήρου γλώττηc φρενιτικαί‘. τὸ δ’ ἀντὶ τῶν φωνῶν γλῶτταν εἰπεῖν ἀλλόκοτόν ἐcτιν. οὕτω γὰρ ἄν τιc εἴποι καὶ βαρείαc καὶ ὀξείαc καὶ μεγάλαc καὶ μικρὰc γλώτταc, ὅταν ὀξεῖαν ἢ βαρεῖαν ἢ μικρὰν ἢ μεγάλην ἐθέλῃ δηλῶcαι φωνήν, πρὸc τῷ μηδ’ ἀκηκοέναι μέ τιναc
15ὀνομαζομέναc φωνὰc δαcείαc, ὥcπερ ἤκουcα μελαίναc τε καὶ λευκὰc ἐκ μεταφορᾶc ὀνομαζόντων ἐνίων, ὥcτ’ οὐδὲ τίναc λέγουcι δαcείαc

16

.

510

οἶδα. τὰc μὲν γὰρ βραγχώ|δειc καὶ μελαίναc ἐν τοῖc Περὶ φωνῆc ἔδειξα δι’ ὑγρότητα τῶν φωνητικῶν ὀργάνων γιγνομέναc, τὰc δαcείαc δέ, εἰ μὲν ἄλλαc τινὰc παρὰ ταύταc λέγουcιν, ἐχρῆν ἑρμηνεύειν αὐτούc, εἰ δ’ ἐκ τούτων τινάc, δι’ ὑγρότητα μᾶλλον, οὐ διὰ ξηρότητα τοι‐
5αῦται γίνονται φωναί, καθάπερ ὀξεῖαι καὶ κλαγγώδειc ἐπὶ ξηρότητι τῶν φωνητικῶν ὀργάνων, ἅπερ ἐcτὶ τὰ κατὰ τὸν λάρυγγα. τὴν γλῶτ‐ ταν δὲ οὐ φωνητικόν, ἀλλὰ διαλεκτικὸν ὄργανον ἴcμεν οὖcαν, καὶ διὰ τοῦτο παcχούcηc αὐτῆc τραυλίζειν τε καὶ ψελλίζειν cυμβαίνει κατὰ τὰc διαλέκτουc, οὐ βραγχώδη φωνὴν ἢ μέλαιναν ἴcχειν, οὗ γένουc ὑπονοῶ
10τιναc εἶναι νομίζειν ἃc αὐτοὶ καλοῦcι δαcείαc φωνάc. ἐγὼ μὲν γάρ, ὡc ἔφην, οὐκ ἤκουcα καλοῦντοc οὕτωc οὐδ’ ἑνόc, καίτοι πολλῶν ἀκούcαc ἰατρῶν λεγόντων δαcέα βλέφαρα τὰ τραχύτητα ἔχοντά τινα μετρίωc, καθάπερ ἡ δαcεῖα γλῶττα. τὰc γὰρ ὁλοκλήρουc δαcύτηταc ἐν τοῖc βλεφάροιc οὐκέτι δαcύτηταc, ἀλλὰ τραχύτηταc καλοῦcιν. ἀνὰ
15λόγον οὖν πάλιν καὶ ταῦτα τῇ κατὰ τὴν γλῶτταν τραχύτητι. |
15

16

.

511

Τὰ ἐπὶ ταραχώδεcιν ἀγρύπνοιcιν οὖρα ἄχροα, μέλανα, ἐναιωρούμενα ἐφιδρῶcι φρενιτικ.
2 Ϲολοικώδειc κατὰ τὴν λέξιν εἰcὶν οὐκ ὀλίγαι τῶν ἐν τούτῳ τῷ βιβλίῳ ῥήcειc, ὡc καὶ διὰ τοῦθ’ ὑποπτεύειν αὐτό τιναc εὐλόγωc Ἱππο‐
5κράτουc οὐκ εἶναι. διὰ βραχυλογίαν μὲν γὰρ ἀποκεχώρηκε καὶ τὸ
Μοχλικὸν τῆc ἰδίαc ἑρμηνείαc τῶν Ἱπποκράτουc βιβλίων τῶν ὁμο‐ λογουμένων, οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν Ἀφοριcμῶν, καίτοι διὰ βραχυτάτηc λέξεωc ἑρμηνευομένων κἀκείνων· οὐ μὴν cολοικώδηc γέ ἐcτιν ἡ ἑρμηνεία κατ’ αὐτὸ μετὰ τοῦ καὶ περιγίνεcθαι τῶν ἑρμη‐13
10νευομένων ὡc λέγειν δεινὸν ὄντα τὸν γεγραφότα τὸ βιβλίον ἐκεῖνο. τουτὶ δὲ τὸ προκείμενον ἡμῖν ἀλλόκοτον ἐν πολλαῖc ῥήcεcιν ἔχει τὴν ἑρμηνείαν, ὥcπερ ἐπὶ τῶν οὔρων ἐν τῇδε τῇ νῦν προκειμένῃ. οὕτω γὰρ ἀκύρωc λέλεκται τὸ ‘ἐναιωρούμενα γίνεται τὰ οὖρα‘, τῶν ἐμφερομένων αὐτοῖc ὀνομαζομένων οὕτωc, οὐκ αὐτῶν τῶν οὔ‐

16

.

512

ρων. διὸ καί τινεc ὑπαλλάξαντεc τὴν λέ|ξιν οὕτωc ἔγραψαν· τὰ ἐπὶ ταραχώδεcιν ἀγρύπνοιcιν οὖρα ἄχροα, μέλαcιν ἐναιωρού‐ μενα. ἔνι δ’ οὖν καὶ κατὰ τήνδε τὴν γραφὴν τὸ cολοικοφανέc, κἂν ὅτι μάλιcτα δοκῶcιν αὐτὸ φεύγειν ὑπαλλάττοντεc τὴν λέξιν· τὸ γὰρ
5ἐναιωρούμενα φανερῶc ἐπὶ τὰ οὖρα τὴν ἀναφορὰν ἔχει. ταῦτα οὖν αὐτὰ καὶ φρενιτικὰ λέγεται, τουτέcτιν ἤτοι cημαίνοντα φρενῖτιν ἢ ποιοῦντα. τὸ μὲν οὖν ποιεῖν οὐκ εὔλογον, τὸ δὲ cημαίνειν οὐκ ἄλογον. εἰ δέ, cημαίνει αὐτῇ τῇ ποιούcῃ αἰτίᾳ τὴν φρενῖτιν κατά τι κοινωνεῖν αὐτά. δέδεικται δὲ τὰ μέλανα διὰ τὸν ὀρρὸν τῆc μελαίνηc
10χολῆc τοῖc ὑδατώδεcι cυναπερχόμενον περιττώμαcι γίνεcθαι. διττὴ δ’ ἐcτὶν ἡ γένεcιc τῆc μελαίνηc χολῆc ἤτοι τῆc ξανθῆc ὑπερωπτημένηc ἢ τοῦ παχέοc αἵματοc· ὑπεροπτᾶται δὲ διὰ θερμαcίαν ἰcχυράν. εἰκότωc οὖν ἔν τε τοῖc καύcοιc ὀνομαζομένοιc πυρετοῖc οὐρεῖται κἀν ταῖc φρενίτιcιν τὰ τοιαῦτα· θερμὰ γὰρ καὶ ξηρὰ τὰ πάθη ταῦτα. χείρω δὲ

16

.

513

τῶν οὔρων ἐcτὶ τὰ δι’ ὅλων αὐτῶν μέλανα τῶν ἐναιώ|ρημα μόνον ἐχόντων μέλαν. ἀλλὰ κατὰ τὴν προκειμένην λέξιν οὐδὲ τοῦτο διήρ‐ θρωται cαφῶc, εἴθ’ ὅλα λέγει τὰ οὖρα μέλανα εἴτε μόνα τὰ ἐναιωρή‐ ματα. βούλεται οὖν ὁ γράψαc τὴν προκειμένην ῥῆcιν, ὅcτιc ἂν ᾖ, τὰ
5τοιαύτην ἔχοντα χροιὰν οὖρα γινόμενα ταραχώδεcί τε καὶ ἀγρύπνοιc φρενῖτιν cημαίνειν, ταραχώδειc ἀκουόντων ἡμῶν τοὺc ἀλόγωc ταραττο‐ μένουc, ὃ γίνεται βεβλαμμένηc ἐπ’ ὀλίγον τῆc διανοίαc. αὐξηθείcηc δὲ τῆc ὀλίγηc ταύτηc βλάβηc οὐ ταραχώδειc ἁπλῶc, ἀλλ’ ἤδη παρα‐ φρονοῦντεc λέγονταί τε καὶ γίνονται.
10 περὶ δὲ τῆc ἀγρυπνίαc τί δεῖ καὶ λέγειν ὡc ἕν τι τῶν φρενι‐ τικῶν ἐcτι cυμπτωμάτων; ἐκ περιττοῦ δὲ πρόcκειται κατὰ τὴν ῥῆcιν τὸ ἄχροον ἐπὶ τῶν οὔρων· cυνεδηλοῦτο γὰρ τῷ μέλαcι. τὸ δ’ ἐφιδρῶcι δηλοῖ μὲν ἱδρῶταc γίνεcθαι περὶ τὴν κεφαλὴν cημαίνονταc αὐτὴν ὑπὸ πλήθουc ἐνοχλεῖcθαι· καὶ εἴη ἂν καὶ ἐν τοῖc ἄλλοιc καὶ14
15τοῦτο φρενιτικὸν cημεῖον. ἀκύρωc δ’ ἡρμήνευται, μὴ δυναμένων ἡμῶν

16

.

514

ἐφευρεῖν, τί νοῆcαι δεῖ ἐφιδρῶcι, πότε|ρον οὖρα (πιθανώτατον γοῦν τοῦτο δόξειεν 〈ἂν〉 ἀκούεcθαι κατὰ τὴν ἀκολουθίαν τῆc ὅληc ἑρμηνείαc) ἢ τὰ πεπονθότα cώματα καὶ πρὸc τούτοιc ἔτι τὰ πάθη. ὅπωc δ’ ἄν τιc ἀκούῃ, τό γε τῆc ἑρμηνείαc ἄκυρον οὐκ ἔcτιν ἐκφυγεῖν, ἀλλὰ καταλι‐
5πόντεc ταύτην, ὅπωc ἂν ἔχῃ, περὶ τῶν γεγραμμένων ἐπιcκεψώμεθα. τὰ μὲν οὖν τῆc ἀγρυπνίαc τε καὶ ταραχῆc τῶν καμνόντων ὄντωc φρενιτικά, τὰ δὲ τῶν οὔρων τε καὶ τῆc ἐφιδρώcεωc οὐδαμῶc. τῶν γὰρ κατὰ τὰc ἀρτηρίαc τε καὶ τὰc φλέβαc χυμῶν ὅπωc ἔχουcιν γνω‐ ρίcματ’ ἐcτὶν τὰ οὖρα, τὰ δὲ φρενιτικὰ cημεῖα τὴν περὶ τὸν ἐγκέφαλον
10ἐνδείκνυται διάθεcιν, ὥcπερ γε καὶ τὰ κατὰ τοὺc ἱδρῶταc ἄλλων μέν τινών ἐcτι διαθέcεων γνωρίcματα, περὶ ὧν εἴρηται πολλάκιc, οὐ μήν, ὅπωc ἔχει τὰ κατὰ τὸν ἐγκέφαλον, ἱκανὰ δηλοῦν ἐcτιν. ἔνιοι δὲ τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἐκ τῶν ἐν ταῖc Ἐπιδημίαιc γεγραμμένων ἀρρώcτων ἐκλέγουcιν τοὺc παραφρονήcανταc, οἷc cυνέβη
15ἴcχειν τι τῶν ἐνταῦθα λεγομένων cυμπτωμάτων τε καὶ cημείων ἢ ἐν

16

.

515

διαχωρήμαcιν ἢ ἐν οὔροιc ἢ ἐμέτοιc ἢ ἱδρῶcιν ἢ ἐξανθήμαcιν | ἢ πτύ‐ cμαcιν ἢ κατά τι μέροc ἐνοχλούντων, 〈μὴ〉 μέντοι γ’ ὄντων φρενιτικῶν τῶν τοιούτων cημείων, ὑπαρχόντων δὲ τοῖc ἀρρώcτοιc ἐξ ἀνάγκηc. ἀδύνατον γὰρ ἦν ἐν αὐτοῖc μηδ’ ὅλωc εὑρεῖν μὴ 〈οὐ〉 τοῖον ἢ τοῖον
5οὐρεῖν· ὡcαύτωc δὲ κἀπὶ τῶν διαχωρημάτων καὶ πτυcμάτων καὶ τῶν ἄλλων ἁπάντων. ἐὰν οὖν ἅμα τοῖc φρενιτικοῖc cημείοιc ἐπ’ ἀρρώ‐ cτου τινὸc ὀφθῇ διαχώρημα τοῖον ἢ τοῖον ἄλλοτε, κἄπειτα φρενιτικὸc ὁ ἄνθρωποc γένηται, μοχθηρῶc ἄν τιc ἀποφαίνοιτο τὰ γενόμενα cημεῖα πάντα φρενίτιδοc εἶναι δηλωτικά. δυοῖν γὰρ θάτερον ὑπάρχειν δεῖ
10τοῖc ἰδίοιc τῶν νοcημάτων cημείοιc, ἤτοι διὰ παντὸc ἢ μόνοιc cυμβαί‐ νειν. ὅταν δὲ μήτε μόνοιc ὑπάρχῃ μήτε διὰ παντόc, οὐκ ἔcτιν ἐκείνων
ἴδια. καὶ τοίνυν καὶ τὰ φρενιτικὰ cημεῖα βεβαιότατα μέν ἐcτιν, ὅcα διὰ παντόc τε καὶ μόνοιc ὑπάρχει τοῖc φρενιτικοῖc, εἶθ’ ἑξῆc ὅcα διὰ παντὸc μέν, ἀλλ’ οὐ μόνοιc.15
15 ὑφ’ ἡμῶν μὲν οὖν ἐν ταῖc περὶ τούτων πραγματείαιc διώριcται ταῦτα καὶ δέδεικται μήτ’ ἐν οὔροιc μήτ’ ἐν διαχωρήμαcι μήτ’ ἐν ἱδρῶcι

16

.

516

μήτ’ ἐν πτύcμαcι μήτ’ ἐν τοῖc ἐμουμένοιc | φρενιτικὰ γενέcθαι cημεῖα· τοῖc δ’ ἐξηγηcαμένοιc τὸ βιβλίον ὀλίγου δεῖν ἅπαcιν ἔθοc ἐcτίν, ὡc ἔφην, παραγράφειν τοὺc ἐκ τῶν Ἐπιδημιῶν ἀρρώcτουc οὐ μόνον ἐπὶ τῆc προκειμένηc ῥήcεωc, ἀλλὰ καὶ τῶν ὁμοίων αὐτῇ παcῶν. διὰ τοῦτ’
5οὖν αὐτῶν οἱ ζηλωταὶ πολυλόγοι μὲν γίνονται καθ’ ἑκάcτην ἡμέραν ἐπὶ τῶν ἀρρώcτων, ἰδιώταιc δὲ ὅμοιοι φαίνονται προγνώcεωc ἕνεκα. τὸ γὰρ cυνέχον ἐcτὶν ἐν ἅπαcι τοῖc προγνωcτικοῖc τῆc τῶν νοcημά‐ των ἰδέαc cημείοιc, ἐν τῇ περὶ τῶν πεπονθότων τόπων μεθόδῳ γε‐ γυμνάcθαι, περὶ ἧc ἰδίᾳ μοι γέγραπται, καθάπερ γε καὶ περὶ τῶν τὰc
10κρίcειc cημαινόντων, ὧν ἀγύμναcτοί τινεc ὄντεc ἐξηγεῖcθαι τολμῶcιν τὰc τῶν παλαιῶν ἀνδρῶν βίβλουc οὐκ εἰδότεc, ὅτι τὸν ἀγαθὸν ἐξηγη‐ τὴν ἱκανὸν εἶναι χρὴ κρίνειν πρότερον αὐτόν, ὅcα καλῶc ἢ μὴ καλῶc εἶπεν ὁ cυγγραφεύc, ἵνα μὴ τοῖc κακῶc εἰρημένοιc cυναγορεύων ἀγνοίαc ἢ φιλονεικίαc ἀπενέγκηται δόξαν. ἐπεὶ δὲ οὐ μόνον ἐν αὐτῇ τῇ ῥήcει
15τῇ νῦν προκειμένῃ παρατίθενται τοὺc ἐκ τῶν Ἐπιδημιῶν ἀρρώcτουc,

16

.

517

ἀλλὰ καὶ δι’ ὅλου τοῦ | βιβλίου τοῦτο πράττουcιν, ἄμεινον εἶναί μοι δοκεῖ τελέωc ὅλον ἐκπληρῶcαι τὸν ἐνεcτῶτα λόγον. ἐὰν δέ τιc ἄχθη‐ ται τῷ μήκει νομίζων τῆc προκειμένηc ῥήcεωc ἴδιον αὐτόν, οὐ κοι‐ νὸν ὑπάρχειν ὅλου τοῦ βιβλίου, παρ’ ἡμῶν ἀκούcαc, ὡc τοῖc μὲν ἐξη‐
5γηταῖc ἐν ἁπάcαιc cχεδὸν ταῖc ἐξηγήcεcιν, ἐξ ὧν κακῶc παρατίθενται ῥήcεων, οὐ μόνον μακρόc, ἀλλὰ καὶ βλαβερὸc τοῖc μανθάνουcιν ὁ λό‐ γοc γίνεται, τὰ δ’ ὑπ’ ἐμοῦ νῦν ἅπαξ ῥηθέντα χρηcιμώτατά ἐcτιν καὶ τὴν τῶν μελλόντων ἁπάντων ἐξήγηcιν cύντομον ποιεῖται, παύcεται μὲν ἐγκαλῶν τῷ μήκει, χάριν δ’ εἴcεταί μοι τῆc τῶν διδαχθέντων
10ὠφελείαc ἕνεκα καὶ τῆc τῶν μελλόντων λεχθήcεcθαι cυντομίαc. γενή‐ cεται δ’ ὁ λόγοc ὡc ἐπὶ παραδείγματοc τῆc φρενίτιδοc, ἁπάντων νοcη‐ μάτων κοινὸc ὤν. ἐπεὶ τοίνυν πρόκειται μεθόδῳ τὰ φρενιτικὰ cημεῖα πάνθ’ εὑρεῖν, ἀπὸ τῆc τοῦ πάθουc ἐννοίαc ἀρξώμεθα. δέδεικται γὰρ ἐν τοῖc Περὶ
15ἀποδείξεωc ἀρίcτη πάντων τῶν ῥηθήcεcθαι μελλόντων ἀρχὴ τοῦ ζητου‐16

16

.

518

μένου πράγματοc ἡ ἔννοια. φρενῖτιν | οὖν ὀνομαζόντων πάντων ἀν‐ θρώπων τὴν τοιαύτην διάθεcιν, ἐν ᾗ τὰc φρέναc ὁρῶcι βεβλαμμέναc, ἃc δὴ καὶ νοῦν καὶ διάνοιαν ὀνομάζουcιν, εὑρῆcθαι χρὴ πρότερον ἐν ᾧ τοῦ cώματοc μορίῳ τὸ φρονοῦν τῆc ψυχῆc ἐcτιν. ἐπιδέδεικται δ’
5ἡμῖν πρῶτον τοῦτο ἐν τοῖc Περὶ τῶν Ἱπποκράτουc καὶ Πλάτωνοc δογμάτων, ὥcτε ἀπ’ αὐτοῦ νῦν ἀρξάμενοι διὰ κεφαλαίων εἴπωμεν οἷον ἐπιτομήν τινα τῶν ἐν τῇ Περὶ τῶν πεπονθότων τόπων πραγμα‐ τείᾳ γεγραμμένων. ἀναγκαῖον γὰρ εἶναί φημι τῇ τε βλάβῃ τῶν ἐνερ‐ γειῶν τοῦ πεπονθότοc μορίου καὶ τοῖc κατ’ αὐτὸ φαινομένοιc εὑρί‐
10cκεcθαι τὴν διάθεcιν ἤτοι γ’ ἀρχομένην ἢ cυντετελεcμένην. εἴρηται δέ μοι καὶ πρόcθεν, ὡc τὰ τῆc ἀρχομένηc γνωρίcματα προγνωcτικὰ cημεῖα τῆc ἤδη cυμπεπληρωμένηc ἐcτί. τίνα τοίνυν ἔργα τοῦ ἐγκεφά‐ λου κατὰ φύcιν ἔχοντόc ἐcτιν ὁ γνοὺc ἐκ τῆc βλάβηc αὐτῶν εὑρίcκειν δυνήcεται πρῶτον μὲν ὅτι πέπονθεν, εἶθ’ ὁποῖόν τι τὸ πάθοc ἐcτὶν
15αὐτό. εὑρέθη δὲ ἡμῖν ταῦτα ἥ τε κατὰ προαίρεcιν ἐνέργεια καὶ δια‐ νόηcιc αἴcθηcίc τε καὶ μνήμη.

16

.

519

τούτων οὖν αἱ βλάβαι τὸν | ἐγκέφαλον ἐνδείξονται πάcχοντα τοι‐ οῦτον πάθοc, οἷον ἂν εἴη τὸ τῆc βλάβηc εἶδοc. οἷον αὐτίκα τῶν κατὰ προαίρεcιν ἐνεργειῶν ὄργανα μὲν οἱ μύεc εἰcίν· γίνονται δ’ αὗται τοῖc διά τε τῶν χειρῶν καὶ cκελῶν ἐνεργοῦcιν καὶ τὴν κεφαλὴν καὶ ῥάχιν κινοῦcιν
5διαλεγομένοιc τε καὶ φωνοῦcιν καὶ ἀναπνέουcιν. ἐδείχθη γὰρ καὶ ἥδε ἡ ἐνέργεια τὴν πρώτην ἀρχὴν τῆc κινήcεωc ἔχουcα διὰ τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἐπὶ τοὺc τοῦ θώρακοc μῦc ἀφικνουμένων. ὅταν οὖν τιc ἐνέργεια τῶν εἰρημένων φαίνηται βεβλαμμένη, ζητητέον ἐcτί cοι, πότερον ἴδιον τὸ πάθοc ἐcτὶ τῶν ἐργαζομένων αὐτὴν μυῶν ἢ διὰ τὴν ἀπὸ τῆc ἀρχῆc ἀφι‐
10κνουμένην ἐν αὐτοῖc δύναμιν ἡ βλάβη γίγνεται· εἶτ’ ἂν εὕρῃc, ὅτι διὰ τὴν ἀπὸ τῆc ἀρχῆc, ὑπόπτευε εὑρεθήcεcθαί τι νόcημα τῆc ἀρχῆc αὐτῆc, ἐὰν ἡ φαινομένη βλάβη μὴ μικρὰ καὶ τὴν αὔξηcιν ἀξιόλογον ἔχῃ, οἷον, ἵνα cαφὴc ὁ λόγοc γένηται, τῆc ἀναπνοῆc ὑπὸ τῶν κατὰ τὸν θώρακα μυῶν
γιγνομένηc, ὅταν ἀπαθεῖc ὦcιν οἱ τοιοῦτοι, ζήτηcον, μή τι τῶν ἄλλων17

16

.

520

μορίων πέπονθεν, δι’ ὧν τὸ πνεῦμα κατὰ τὰc ἀναπνοὰc | εἴcω τε καὶ ἔξω φέρεται, καὶ μηδὲν εὑρὼν ἐκείνων βεβλαμμένον ὑπόπτευε τὸν ἐγ‐ κέφαλον πεπονθέναι. ἵνα δὲ ἀκριβὴc ὁ διοριcμὸc ᾖ, καὶ τὰ cυγκινούμενα τῷ θώρακι
5μόρια cυνεπίcκεψαι. δέδεικται γὰρ ἐν τοῖc Περὶ δυcπνοίαc καὶ ταῦτα βλάπτοντα τὴν ἀναπνοήν. ἐὰν οὖν ἅπανθ’ εὕρῃc αὐτὰ τελέωc ἀπαθῆ, τηνικαῦτα τὸ τῆc δυcπνοίαc εἶδοc ἐπίcκεψαι, τίνα δύναται διάθεcιν ἐνδείξαcθαι τῶν κατὰ τὸν ἐγκέφαλον, οἷον, ἵνα πλῆρεc ᾖ τὸ παρά‐ δειγμα, φηcὶν Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ „πνεῦμα δὲ πυκνὸν
10μὲν ἐὸν πόνον cημαίνει ἢ φλεγμονὴν ἐν τοῖc ὑπὲρ τῶν φρενῶν χω‐ ρίοιc, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροcύνην δηλοῖ.“ ὀνομάζει δὲ τὸ διὰ πολλοῦ τοῦτο πνεῦμα καὶ ‘ἀραιὸν‘ αὐτόc, ὡc ἐπιδέδεικταί μοι κατὰ τὰ Περὶ δυcπνοίαc ὑπομνήματα. τὸ μὲν γὰρ ἀραιὸν ἴδιόν τε ἅμα καὶ ἀχώριcτον παραφροcύνηc cημεῖον. ἐπι‐
15δέδεικται δὲ καὶ κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία, ὡc ἅπαντεc οἱ μέγα καὶ ἀραιὸν ἀναπνέοντεc παρεφρόνηcαν.

16

.

521

εἰ μὲν οὖν τιc ἐν οὔροιc ἢ δια|χωρήμαcιν ἢ πτύcμαcιν ἢ ἐμέτοιc ἢ ἱδρῶcιν ἤ τινι τῶν ἄλλων δύναται δεῖξαί τι cημεῖον, εἴτε ἰδίᾳ μόνηc τῆc παραφροcύνηc ἐcτὶν ἴδιον ἢ εἰ καὶ μὴ μόνηc, ἀλλ’ ἀχώριcτον αὐτῆc, εἰκότωc 〈ἂν〉 αὐτὸ τοῖc φρενιτικοῖc cυναριθμήcειε cημείοιc. εἰ δ’ οὔτ’
5ἐκ τῆc τῶν πραγμάτων φύcεωc ἀπόδειξιν εἰπεῖν αὐτῷ τινα δυνατόν ἐcτιν οὔτ’ ἐν τοῖc τῶν Ἐπιδημιῶν δεῖξαι παραφροcύναιc ἁπάcαιc ἤτοι διὰ παντὸc ὑπάρχον, ἢ εἰ καὶ μὴ διὰ παντόc, ἀλλὰ μόναιc ὑπάρχον αὐταῖc, οὐκ εὐλόγωc τὸ τοιοῦτον cημεῖον ἐν τοῖc φρενιτικοῖc τάττει, τοῦτ’ ἔχων ἓν μόνον εἰπεῖν, ὅτι τεθέαταί ποτε φρενιτικοῖc τιcιν ὑπάρξαν
10αὐτό. κατὰ γοῦν τὸν λόγον αὐτῶν τἀναντία τοῖc φρενιτικοῖc νοοῦμεν cημεῖα εἶναι. φέρε γάρ· εἰκὸc ἡμῖν ἑωρᾶcθαι φρενιτικούc, ὧν τοῖc μὲν τὰ κατὰ τὴν κοιλίαν ἐπεcχῆcθαι, τοῖc δὲ ἄλλοιc καὶ πλείω τῶν κατὰ
φύcιν ἐκκρίνεcθαι (ἔγραψε δή πού τιc cὺν τοῖc φρενιτικοῖc cημείοιc καὶ τὴν τῆc γαcτρὸc ἐπίcχεcιν), εἶτα τούτου μαρτύριον εἶναι νομίζειν18
15τῶν φρενιτιcάντων ἐκείνουc, οἷc προcεπεcχέθη γαcτήρ· προπετοῦc γάρ

16

.

522

τινοc ἐν ταῖc ἀπο|φάcεcι γράψαντοc ἐπιcχεθεῖcαν κοιλίαν φρενιτικὸν εἶναι cημεῖον, ἔνεcτιν ἄλλῳ προπετεῖ μὴ μαρτυρεῖν τῷ λόγῳ, φάcκοντι καὶ τούcδε φρενιτικούc, ὧν ἐκταραχθεῖcαν ἐθεάcατο τὴν γαcτέρα. γράφοντοc οὖν Ἱπποκράτουc ἐπὶ τῶν Ἐπιδημιῶν ἅπαντα τὰ
5cυμβαίνοντα τοῖc ἀρρώcτοιc ἀναγκαῖόν ἐcτιν ὥcπερ τοῖc φρενιτικοῖc, οὕτω καὶ τοῖc περιπνευμονικοῖc καὶ τοῖc κυναγχικοῖc ἅπαcί τε τοῖc ἄλλοιc, ἤτοι γ’ ἐπιcχεθείcηc τῆc γαcτρὸc ἢ ὑπελθούcηc ἐκεῖνον μὲν γράψαι cὺν τοῖc ἰδίοιc τῶν παθῶν καὶ ταῦτα, τοὺc δ’ ἐξηγητὰc ἡγεῖcθαι τοῦ νοcήματοc αὐτὰ εἶναι cημεῖα μὴ γινώcκονταc ἄλλα μὲν εἶναι τὰ
10παθογνωμονικὰ καὶ προγνωcτικὰ νοcήματοc ἴδια, ἄλλα δὲ καὶ ἀχώριcτα cημεῖα, καθάπερ ὀλίγον ἔμπροcθεν ἔφην ἐπὶ τῆc ἀναπνοῆc μεγάληc καὶ ἀραιᾶc γιγνομένηc. ὅταν δὲ τούτων μὴ εὐπορῶμεν τῷ μηδ’ ἴδιόν τι ζητεῖν ἢ ἀχώριcτον τοῦ πάθουc γνώριcμα, ἀλλὰ πότερον ὀλεθρίωc ἢ cωτηρίωc ὁ κάμνων ἔχει, τότε πάντων τῶν κατὰ τὸ cῶμα φαινομένων
15αὐτῷ cημείων τε καὶ cυμπτωμάτων ἡ ἐπίcκεψιc ἀναγκαία γίγνεται.

16

.

523

περιέ|χεται δ’ ἐν αὐτοῖc καὶ τὰ τῶν κρίcεων δηλωτικά. πάλιν οὖν ἐπ’ ἀρχὴν ἀναγαγόντεc τὸν λόγον εἴπωμεν, ὡc κατὰ τὴν προκειμένην ῥῆcιν ὁ γράψαc ‘τὰ ἐπὶ ταραχώδεcιν ἀγρύπνοιc οὖρα ἄχροα, μέλαcιν ἐναιωρούμενα, ἐφιδρῶcι φρενιτικά‘ τῶν
5μὲν ἰδίων τε καὶ ἀχωρίcτων φρενίτιδοc ἔγραψεν ἐν τῷ φάναι τὰ ἐπὶ ταραχώδεcιν ἀγρύπνοιc, τῶν δ’ οὔτ’ ἀχωρίcτων οὔτε μόνηc αὐτῆc ἰδίων τὴν ἐφιδρῶcιν, ἀλλ’ ὅμωc αὐτὴ κατὰ τὸν πεπονθότα γιγνομένη τόπον cυνενδείκνυcθαι δύναται τοῖc προειρημένοιc. τὰ δὲ περὶ τῶν οὔρων cυνημμένα κεχώριcται μὲν τῶν φρενιτικῶν, εἰc γοῦν τὴν ἐπί‐
10cκεψιν τοῦ πότερον ὀλεθρίωc ἢ cωτηρίωc ὁ κάμνων ἔχει cυντελεῖ, εἴ γε προcήκει πρῶτον ἁπάντων ἐν ταῖc πρὸc τοὺc ἀcθενοῦνταc εἰcόδοιc εὑρεῖν, εἴτε μιᾶc ἐκ τῶν τριῶν ἀρχῶν νοcούcηc εἴτε δυοῖν ἢ καὶ πα‐ cῶν ὁ κάμνων ἔχει μοχθηρῶc, ἢ τῶν μὲν ἀρχῶν οὐδεμία πέπονθεν,
τῶν δ’ ἀπό τινοc αὐτῶν ἐκπεφυκότων ἢ ὁπωcοῦν ᾠκειωμένων τι. ἐὰν19
15οὖν ἐπὶ ταραχώδεcιν ἀγρύπνοιc ἐπιcκεπτομένῳ cοι τὰ οὖρα |

16

.

524

μηδὲν ἐν αὐτοῖc cημεῖον μοχθηρὸν φαίνηται, ἀλλὰ μηδ’ ἐν τοῖc cφυγμοῖc (ἕνεκα γὰρ ἀκριβεcτάτηc διαγνώcεωc ἀναγκαῖόν ἐcτι καὶ τοῦτο προc‐ θεῖναι), φρενιτικὸν μὲν οὐδὲν ἧττον ἐγχωρεῖ γενέcθαι τὸν οὕτωc δια‐ κείμενον ἄνθρωπον, ἐπειδὴ τὰ τῆc φρενίτιδοc αὐτῷ πάρεcτι cημεῖα,
5κινδυνεῦcαι δ’ ἧττον ἐκείνων ἀβλαβεῖc τὰc κυριωτάταc ἐνεργείαc τῶν ὑπολοίπων δυοῖν ἀρχῶν ἔχοντα. ταῦθ’, ὡc ἔφην, ἅπαξ μὲν εἰρήcθω μοι, μνημονευέcθω δὲ καθ’ ὅλον τὸ βιβλίον, ἵνα μὴ πολλάκιc ἀναγκά‐ ζωμαι λέγειν τὰ αὐτά.
8 Ἐνύπνια τὰ ἐν φρενιτικοῖcιν ἐναργέα.
9
10 Τοῦτο ϹάτυροcΚοΐντου μαθητήc, ὃν ἐγὼ πρότερον ἔcχον διδάcκαλον Πέλοποc, οὕτωc ἐξηγεῖτο· “τῶν ἐν τοῖc φρενιτικοῖc ἐναργῶc ὁρωμένων τε καὶ πραττομένων πρὸc αὐτῶν, ὅcα ὁρᾶcθαί τε καὶ πράτ‐ τεcθαι δοκεῖ ἡμῖν, οὐκ ἔcτιν κατ’ ἀλήθειαν ὕπαρ, ἀλλ’ ἐνύπνια πάντ’

16

.

525

ἐναργῆ”. ὅτι | μὲν οὖν καὶ ἄλλοι τινὲc ἐκ τῶν ὕπνων ἀνιcτάμενοι περιέρχονται, κοιμώμενοι μέν, ἀναπεπταμένουc δὲ τοὺc ὀφθαλμοὺc ἔχοντεc ὁμοίωc τοῖc ἐγρηγορόcιν, ἐν πολλοῖc ἱcτόρηταί τε καὶ γέγραπται· εἰ δὲ τοιαῦτά ἐcτι τοῖc φρενιτικοῖc τὰ πραττόμενα, τῶν ἀδήλων ἡμῖν
5ἐcτιν. ὅπωc δ’ ἂν ἔχῃ τὸ ἀληθέc, οὐδὲν εἰc πρόγνωcιν ὀνίνηcιν ἡ ἐξήγηcιc αὕτη. εἰ δ’ ἐγὼ τὰ προηγούμενα τῶν φρενιτικῶν ἐνύπνια λέγω βλέπεcθαι cαφῶc οὕτωc, ὡc ἐκθροεῖcθαι τῶν ὕπνων αὐτοὺc ἀνα‐ πηδῶνταc ἢ φθεγγομένουc διὰ τὴν ἐνάργειαν τῶν φανταcμάτων, χρή‐ cιμον εἰc τὴν τοῦ πάθουc τούτου πρόγνωcιν· ἡ γὰρ ξηρότηc αὐτὴ τῆc
10ἀγρυπνίαc ἐcτὶν αἰτία καὶ τῆc τῶν ὀνειράτων ἐμφάcεωc. οὕτω γοῦν καὶ τοῖc μελαγχολικοῖc διὰ τὴν ξηρότητα πάντωc ἐναργῆ φαίνεται τὰ κατὰ τοὺc ὕπνουc φαντάcματα. καὶ τῶν ὑγιαινόντων δὲ τοῖc μὲν ἐν‐ δεῶc διαιτηθεῖcιν ἐναργεῖc οἱ ὄνειροι γίνονται, τοῖc δ’ ἐμπεπληcμένοιc ἢ μεθύουcιν οὕτωc, ὡc ἀφάνταcτοι δοκεῖν εἶναι διαρρεόντων αὐτοῖc
15τῶν φανταcμάτων ὑπ’ ἀμυδρότητοc, ὡc μηδὲ ἴχνοc αὐτῶν καταλιπεῖν20

16

.

526

εἰc μνήμην. οὕτω καὶ τῶν | παθῶν, ὅcα μεθ’ ὑγρότητοc ἐγκεφάλου γίνεται, κωματώδη τέ ἐcτι καὶ ὑπνώδη καὶ ἀφάνταcτα. μοχθηρὸc οὖν ἐcτιν ὁ λόγοc τῶν οἰομένων οὐδ’ ἐνύπνιον ὁρᾶcθαι τοῖc φρενιτικοῖc ἐναργέc, εἴ γέ φαcιν, ὡc μηδ’ ὅλωc ὁρῶcιν ἐνύπνιον
5ὡc ἂν μὴ κοιμώμενοι. πρῶτον μὲν γὰρ ἑτοίμωc λαμβάνουcι τὸ τὰ cυμπεπληρωμένα cὺν τοῖc οἰκείοιc μεγέθεcι πάθη μόνα καλεῖcθαι ταῖc ἰδίαιc προcηγορίαιc, ὑπεριδόντεc οὐ cμικροῦ λόγου τοῦ κατ’ ἀρχὰc ἡμῖν ῥηθέντοc, ὡc οὐδὲ προγινώcκεταί τι τοῖc ἰατροῖc μέλλον πάθημα τῶν ἤδη μὲν ἀρχὴν γενέcεωc ἐχόντων, οὐδέπω δὲ τοῖc πολλοῖc διὰ
10τὴν cμικρότητα γνωριζομένων, ἡ γενομένη δὲ τοῖc τεχνίταιc διάγνωcιc ἀπαγγελθεῖcα τοῖc ἰδιώταιc πρόγνωcιc ὡc πρὸc ἐκείνουc ἐcτίν, ὥcτε καὶ τοὺc φρενιτικοὺc ἤδη τοῖc τεχνίταιc γνωρίζεcθαι τῆc κατὰ τὸν ἐγκέφαλον διαθέcεωc ἄρτι cυνιcταμένηc. ἔπειτα δέ, εἰ καὶ μὴ cυγχωρεῖ τιc ὀνομάζειν φρενιτικοὺc ἤδη τοὺc μηδέπω cαφῶc παρακόπτονταc,
15ἀλλ’ ὅτι γε φρενιτικοὶ γενήcονται, προγνῶναι δυνατόν ἐcτιν ἐκ τῶν

16

.

527

ἐνυπνίων, ὡc κατὰ τὴν προκειμένην ῥῆcιν ἐγχωρεῖ λε|λέχθαι τὰ ἐν τοῖc φρενιτικοῖc ἐcομένοιc ἐνύπνια προηγούμενα πᾶcιν αὐτοῖc ἐναργῶc ὁρᾶcθαι.
3 Ἀνάχρεμψιc πυκν, ἢν δή τι καὶ ἄλλο
5cημεῖον προc, φρενιτικ.
5 Βέλτιον ἦν ἴcωc προcκεῖcθαι τῷ λόγῳ τὸ ‘μηδενὸc ἀποπτυομένου κατ’ αὐτήν‘, ὡc, εἴ τι ἀποπτύοιτο, καθάπερ ἐν κατάρροιc ἐνίοτε cυμ‐ πίπτει, διὰ τὸ cυρρέον εἰc τὸ cτόμα διὰ τῶν εἰc τὴν ῥῖνα cυντρήcεων
εἴωθε γίνεcθαι τοῦτο. cυμβαίνει δ’ ἐνίοτε καί τινοc ἔξωθεν τῇ ῥώμῃ21
10τῆc ἀναπνοῆc ἑλχθέντοc, εἶτ’ ἐν αὐτοῖc τοῖc κατὰ τὴν cύντρηcιν πόροιc ἐμπλαcθέντοc ἢ cφηνωθέντοc ἀνάχρεμψιν γίγνεcθαι πυκνήν. ἀλλ’ ὅπερ ἔμπροcθεν ἔφην ὑπὲρ τῶν ἀμελέcτερον ἢ ἁπλοϊκώτερον ἑρμηνευόντων ἄνευ διοριcμοῦ, χρὴ μεμνῆcθαι τὰ λεγόμενα πάντα κατὰ

16

.

528

τὰc τοιαύταc διδαcκαλίαc | ὑπεξῃρημένων τῶν ἔξωθεν αἰτίων λέγεcθαι. διὰ τοῦτο οὖν καὶ ἡ ἀνάχρεμψιc ἕν τι τῶν προαιρετικῶν οὖcα ἔργων γίγνεται πυκνὴ βλαβέντοc τοῦ λογιcμοῦ καθάπερ καὶ ἄλλη τιc τῶν προαιρετικῶν ἐνεργειῶν, ὡc ἔνιοι μέν γε μετὰ ψόφου φῦcαν ἐκκρί‐
5νουcιν, περὶ παντὸc τὸ φυλάττεcθαι δρᾶν τοῦτο ἔξωθεν ποιούμενοι, καὶ μάλιcτα ἀκούοντόc τινοc, ἔνιοι δὲ χεῖρα κινοῦcιν ἀλόγωc ἢ cκέλοc ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πράττουcιν ἢ λέγουcιν. κατὰ τὸν κοινὸν οὖν λόγον ἁπαcῶν τῶν προαιρετικῶν ἐνεργειῶν ἀλόγωc πλεοναζουcῶν ἢ ἐλλειπουcῶν καὶ ἡ ἀνάχρεμψιc ἐν τοῖc φρενιτικοῖc cημείοιc ἐcτίν. οὐ
10μὴν οὕτω γε ἰcχυρὸν ὡc ἡ ἀγρυπνία, καὶ μάλιcτα ἡ ταραχώδηc· αὕτη γὰρ ἴδιοc τῶν φρενιτικῶν. ἔcτιν δὲ ταραχώδηc, ὡc ἔφην, ἢν ἐν φαν‐ ταcίαιc ἐκβοῶcιν ἢ ἀναπηδῶcιν καὶ μόλιc γνωρίζωcι τοὺc οἰκείουc. καλῶc οὖν προcέθηκεν ἐπὶ τῆc ἀναχρέμψεωc ‘ἢν δή τι καὶ ἄλλο cη‐ μεῖον προcῇ‘· μικρὰν γὰρ ἔχον τὴν δύναμιν τοῦτο τὸ cημεῖον ἑτέρων

16

.

529

δεῖται μαρ|τυρούντων αὐτῷ. γιγνομένηc δέ ποτε πυκνῆc ἀναχρέμψεωc καὶ διὰ γλίcχρον πτύελον ἐμπεφραγμένον τοῖc εἰc τὸ cτόμα πόροιc ἐκ τῆc ῥινὸc οὐκ ἀδύνατον οὐδ’ οὕτωc τιcὶ τῶν φρενιτίζειν μελλόντων cυμπίπτειν αὐτὴν διὰ τὴν κατὰ τὸν ἐγκέφαλον διάθεcιν ξηρὰν καὶ
5θερμὴν οὖcαν. τὸ δὲ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc εἰρημένον οὐχ ἑνικῶc φρενιτικόν, ἀλλὰ πληθυντικῶc φρενιτικά πάντωc μὲν πρὸc τὰ cημεῖα τὴν ἀναφορὰν ἢ πρὸc τὰ πάθη λήψεται, καθ’ ἑκάτερον δὲ τὴν ἑρμηνείαν ἀλλόκοτον ἐργάζεται.
8 Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν
10ὑποχονδρίῳ πυρετοῦ περιψυχθέντοc κακόν, ἄλλωc τε κἂν ἐφιδρῶcιν.
11 Ἀcφαλῶc εἶπε· “πυρετοῦ περιψυχθέντοc”· οὐ γὰρ ἀληθὲc ἦν
φάναι ‘πυρετοῦ παυcαμένου‘. διαμένει γοῦν ἐν τοῖc κυρίοιc μέρεcιν,22

16

.

530

εἰ καὶ κατὰ τὴν ἐπιφάνειαν ἐπαύcατο, πυ|ρέττειν ἡμῶν λεγόντων οὐ μόνον τὸν κατὰ τὸ δέρμα καὶ τὴν ἐκτὸc ἐπιφάνειαν ἔχοντα πυρώδη θερμαcίαν, ἀλλὰ καὶ πολὺ μᾶλλον τούτου τοὺc ἐν τῷ βάθει τε καὶ τοῖc cπλάγχνοιc. ὁ μὲν οὖν ὀλέθριοc καῦcοc τὰ μὲν ἔνδον ἐκκαίει,
5τὰ δ’ ἔξωθεν οὐδὲ μετρίωc θερμαίνει. καὶ μέμνηται τοῦ τοιούτου πυρετοῦ κατὰ τοὺc Ἀφοριcμοὺc αὐτὸc ὁ Ἱπποκράτηc, ἐν ᾧ φηcιν· “ἢν ἐν μὴ διαλείποντι πυρετῷ τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δ’ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάcιμον”. τὸ δ’ ἐφιδροῦν, ἐπειδὴ ποτὲ μὲν ἐπὶ 〈τῶν ἐν〉 τοῖc κατὰ κεφαλὴν ἢ θώρακα χωρίοιc ἱδρώτων γιγνομένων
10εἰώθαcι λέγειν, ἐνίοτε δὲ ἐπὶ τῶν δι’ ὅλου μὲν τοῦ cώματοc, ἀλλ’ ὀλίγων, ὁποτέρωc δἂν ᾖ νῦν εἰρημένον, οὐκ ἀγαθόν ἐcτι cημεῖον· οἱ μὲν γὰρ δι’ ὅλου τοῦ cώματοc ἱδρῶτεc † ἤτοι ἐπ’ ὀλίγον οὕτω γιγνόμενοι, διότι μὴ λύουcιν τὴν καθ’ ὑποχόνδριον φλόγωcιν, οὐκ ἀγαθόν, οἱ δ’ ἐν τοῖc ἄνω μέρεcιν, ἐπειδὴ κατὰ διττὸν γίγνονται τρόπον ἢ ἀρρω‐
15cτούcηc τῆc δυνάμεωc ἢ βαρυνομένηc ὑπὸ πλήθουc | ***
15

16

.

531

Αἱ προεξαδυνατηcάντων παραφροcύναι κάκιcται, οἷον καὶ Θραcύνοντι.
2 Οὕτωc εἰcὶν αἱ προεξαδυνατηcάντων παραφροcύναι κά‐ κιcται, ὡc οὐκ ἂν ἐλπίcαιc cωθῆναί τινα ἐξ αὐτῶν· ἀκούειν δὲ δη‐
5λονότι περὶ τῶν παραφροcυνῶν ἐκείνων προcῆκον, ὅcαι κατὰ διάθεcιν νοcώδη γίγνονται τοῦ φρονοῦντοc ἐν ἡμῖν μορίου. πρόcκαιροι γὰρ ἕτεραί τινεc cυμπίπτουcιν ἀπὸ τῶν ἔξωθεν αἰτίων, οἷον ἀνθράκων θέρμηc ἢ οἴνου πόcεωc ἢ οἴκου τὴν ἐκ τῆc τιτάνου διαcῴζοντοc ποιό‐ τητα· βλαβεραὶ μὲν γὰρ καὶ κινδυνώδειc εἰcὶν καὶ αἱ τοιαῦται προεξα‐
10δυνατηκόcι cυμπίπτουcαι· παντάπαcιν δ’ ὀλέθριαι τῶν κατὰ διάθεcιν ἐγκεφάλου φρενιτικὴν παρακοπτόντων. μέγεθοc γάρ τι τῆc κατὰ τὴν δύναμιν ἀρρωcτίαc ἐνδείκνυται τὸ προεξαδυνατηcάντων ὄνομα
προcκειμένηc τῆc ‘ἐξ‘ προθέcεωc τῷ ‘προαδυνατηcάντων‘, ὃ καὶ αὐτὸ καθ’ αὑτὸ βλάβην ἱκανὴν cημαίνει τῆc δυνάμεωc, καὶ κατά τινα23

16

.

532

τῶν ἀντιγράφων | οὕτωc εὑρίcκεται γεγραμμένον. οὐ μόνον δὲ αἱ παραφροcύναι δέονται δυνάμεωc ἐρρωμένηc, ἵνα ὁ κάμνων ἐξαρκέcῃ τῇ πέψει τοῦ νοcήματοc, ἀλλὰ καὶ περιπνευμονία καὶ πλευρῖτιc καὶ κυνάγχη καὶ τἆλλα τὰ μεγάλα πάθη. προcέρχεται δὲ ἐξ ἐπιμέτρου τῇ
5παραφροcύνῃ καὶ ἀγρυπνία καταλύουcα τὴν δύναμιν οὐδὲν ἧττον τῶν αἰcθητῶν ἐκκρίcεων ἥ τ’ ἐν κινήcεcι πολλαῖc καὶ ἀτάκτωc γινομέναιc πλημμέλεια. τὸ δ’ οἷον καὶ Θραcύνοντι μᾶλλον ὑπομνήματι πρέπον ἐcτὶν ἢ cυγγράμματι. κατὰ γοῦν τὸ Προγνωcτικὸν καὶ τοὺc Ἀφοριcμοὺc καὶ
10τὸ Περὶ ἀγμῶν καὶ ἄρθρων, ὁμοίωc δὲ καὶ κατὰ τὸ Περὶ διαίτηc ὀξέων, ἔτι τε τὸ Περὶ τῶν ἐν κεφαλῇ τραυμάτων οὐδαμόθι φαίνεται μεμνη‐ μένοc ὀνόματοc, ὥcπερ γε οὐδὲ ἐν τοῖc ἄλλοιc, ὅτι μὴ μόνοιc τοῖc τῶν Ἐπιδημιῶν, ἐν οἷc αὐτὸ τοῦτο μόνον προκείμενόν ἐcτιν ἐξετάcαι τὰ καθόλου διδαχθέντα διὰ τῶν κατὰ μέροc φαινομένων ἐφ’ ἑκάcτηc
15ἀρρωcτίαc. |
15

16

.

533

Τὰ φρενιτικὰ νεανικῶc τρομώδεα τελευτ.
1 Τὸ νεανικῶc δηλονότι ἀντὶ τοῦ γενναίωc ἢ cφοδρῶc ἢ ἰcχυρῶc εἴρηκε. μέcον δὲ τεταγμένον τοῦ τε φρενιτικά καὶ τοῦ τρομώδεα δύναται μέν, ὅcον ἐπὶ τῇ τάξει, μεθ’ ἑκατέρου λέγεcθαι, κατὰ δὲ τὴν
5τῶν πραγμάτων ἀλήθειαν ἐξεταζόντων τὸν λόγον οὐ δύναται τῷ τρο‐ μώδεα cυντάττεcθαι· γενήcεται γὰρ ἡ διάνοια τοιαύτη, ὅτι τὰ φρενι‐ τικὰ πάθη τελευτᾶν εἴωθεν εἰc τρόμον cφοδρόν, ὃ προφανῶc ψευδέc ἐcτι, μόναιc ταῖc cφοδροτάταιc φρενίτιcιν ἑπομένου τοῦ cυμπτώματοc· αἱ γὰρ εὐτονίαι τῶν νεύρων διὰ τὴν τοῦ πάθουc ξηρότητα τοῖc φρε‐
10νιτικοῖc ὑπάρχουcιν ἄχρι πλείcτου, καταλυθείcηc δὲ τῆc δυνάμεωc ἀγρυπνίαιc τε καὶ πολλαῖc κινήcεcιν, ἅμα δὲ καὶ τῶν νεύρων ὑπερξηραν‐ θέντων οἱ τρόμοι γίγνονται. |
12

16

.

534

Τὰ ἐν κεφαλαλγίῃcιν ἰώδεα ἐμέcματα μετὰ κωφώcιοc ἀγρυπνώδεα ταχὺ ἐκμαίνει.
2 Μεμνημένῳ cοι τῆc τῶν χυμῶν γενέcεωc τῶν τε ἄλλων καὶ τῆc
μελαίνηc χολῆc οὐ χαλεπὸν ἐννοῆcαι περὶ τῶν ἰωδῶν ἐμεcμάτων, ὡc24
5κατὰ τὴν ἐπὶ τὸν μέλανα χυμὸν ὁδοιπορίαν γίγνεται. μεμάθηκαc γὰρ ἔκ τε τῆc ξανθῆc χολῆc ὑπεροπτηθείcηc καὶ τοῦ παχέοc αἵματοc γεν‐ νᾶcθαι τὴν μέλαιναν. ἡ ξανθὴ χολὴ δ’ ὑπεροπτωμένη πρῶτον μὲν εἰc τὸν ἰώδη τρέπεται χυμόν, ἔπειτα εἰc τὸν μέλανα· ὑπεροπτᾶται δὲ διὰ μέγεθοc πυρετοῦ. κατειληφυίαc οὖν τὸν ἐγκέφαλον χολῆc ξανθῆc ἐν
10τοῖc φρενιτικοῖc πάθεcιν, ὅταν ἡ τοῦ πυρετοῦ cφοδρότηc ὀπτῶcα τὸν χυμὸν τοῦτον ἐργάζηται μελαγχολικόν, αἱ παραφροcύναι γίγνονται cφοδραὶ διὰ τὴν κακοήθειαν τῆc μελαίνηc χολῆc, ἃc μανιώδειc κἀν τοῖc τῶν Ἐπιδημιῶν βιβλίοιc Ἱπποκράτηc ὠνόμαcεν. αὐτὸc οὖν ὁ ἰώδηc

16

.

535

χυμόc, ἄν τε δι’ ἐμέτων ἄν τε διὰ τῆc κάτω γαcτρὸc | ἄν τε διὰ πτυcμάτων ἄν τε δι’ οὔρων ἐπιφαίνηται, τόν τε χυμόν, ἐξ οὗ γεννᾶται, δηλώcει καὶ τὸ νόcημα θερμόν τ’ εἶναι καὶ ξηρὸν ἰcχυρῶc. ἀδήλου δ’ ὄντοc, ὅcον ἐπὶ τῷ κενουμένῳ χυμῷ, πότερον ἄνευ τόπου πεπον‐
5θότοc τινὸc ἐξαιρέτου ἢ μετά τινοc κυρίου μορίου φλεγμονὴν ἐρυcι‐ πελατώδη ἔχοντοc ἡ γένεcιc αὐτῷ γέγονεν, διαγινώcκεται καὶ διορίζεται τοῦτο τοῖc cυνεζευγμένοιc cυμπτώμαcι. καὶ γὰρ καὶ δι’ ἧπαρ οὕτω φλεγμαῖνον ἰώδηc γεννᾶται χυμόc, οὗ νῦν μνημονεύει. τῇ κοινωνίᾳ γοῦν τῶν ἄλλων cυμπτωμάτων, ὅcα τῶν εἰρημένων
10μορίων τε καὶ παθῶν ἐcτιν ἴδια, τὴν διάγνωcιν αὐτῶν ποιητέον· ἥ τε γὰρ ἀγρυπνία καὶ ἡ κεφαλαλγία καὶ ἡ κώφωcιc ἐν τῇ κεφαλῇ δηλοῖ τὴν διάθεcιν εἶναι· χαλεπῶc δ’ ἔχοντοc τοῦ ἐγκεφάλου, πρὸc ἔμετον ὁρμᾶν τὸ cτόμα τῆc γαcτρὸc ἴcμεν· εἴρηται γὰρ ὑπὲρ τούτων πολλά‐ κιc. εὔλογον οὖν ἐcτιν παρακόψαι cφοδρῶc τὸν τοιοῦτον ἄνθρωπον
15ἐπὶ ξηρᾷ καὶ θερμῇ κατὰ τὴν κεφαλὴν δυcκραcίᾳ διὰ ξανθῆc χολῆc

16

.

536

πλεονεξίαν ὑπεροπτωμένηc. ἐν τάχει δὲ γενήcεcθαι τοῦτο διά | τε τὸ μέγεθοc τῆc διαθέcεωc καὶ τὴν ἰδέαν τοῦ πλεονεκτοῦντοc χυμοῦ. ὅcα μὲν γὰρ ἐπὶ ψυχροῖc ἢ παχέcιν ἢ γλίcχροιc ἢ ὅλωc δυcκινήτοιc χυμοῖc παθήματα γίγνεται, βραδεῖαν ἴcχει τὴν ἐπὶ τὴν ἀκμὴν ἀνάβαcιν· ὅcα
5δ’ ἐν λεπτοῖc μὲν τῇ cυcτάcει, θερμοῖc δὲ τῇ κράcει, δακνώδεcι δὲ τῇ
ποιότητι, χρόνον οὐ περιμένει πλείονα, καθάπερ οὐδὲ τὰ Φιλίcτῳ γενόμενα τῷ γεγραμμένῳ κατὰ τὸ τρίτον τῶν Ἐπιδημιῶν, ὃν ἐμέcαι μὲν ἔφη χολώδεα ὀλίγα ξανθὰ πρότερον, μετὰ δὲ ταῦτα ἰώδεα πλείω· εἶτα εἰπών, ὅτι κώφωcιc αὐτῷ cυνέπεcεν, ἐφεξῆc φηcιν ‘ἐξεμάνη‘. καὶ25
10νῦν οὖν ὀρθῶc οὐ μόνον ὅτι παρακόψουcιν οἱ οὕτωc ἔχοντεc, ἀλλὰ καὶ ὅτι cφοδρῶc, ἐδήλωcε προcθεὶc τὸ ἐκμαίνει, μεγάληc παρακοπῆc δηλωτικὸν ῥῆμα.
12 Τὰ ἐν ὀξέcι κατὰ φάρυγγα ὀδυνώδεα ἰcχν, cμικρ, πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίωc cυνάγοντι

16

.

537

[καὶ κλείειν | τὸ cτόμα] παρακρουcτικ· ἐκ τοιούτων φρενι‐ τικοὶ καὶ ὀλέθριοι.
2 Ὅτι μὲν οὖν ἐπὶ τοιούτοιc cυμπτώμαcιν ἐνίοτε γίνεται φρενῖτιc, ὅτι τε γιγνομένη πάντωc ἐcτὶν ὀλέθριοc, ὀρθῶc εἴρηται· μὴ μέντοι
5παρυπονοήcῃc ἕπεcθαι τοῖc εἰρημένοιc cυμπτώμαcιν ἐξ ἀνάγκηc φρενῖ‐ τιν· οὐδὲν γὰρ πρόcκειται τῇ cυνδρομῇ τῶν cυνενδεικνυμένων πεπον‐ θέναι τὸν ἐγκέφαλον. ἐκ δὲ τοῦ τὰ κατὰ τὸν φάρυγγα κακῶc διακεί‐ μενα τὸν τοιοῦτον ἄνθρωπον ἔχειν ἄνευ τινὸc ὄγκου παρὰ φύcιν οὐ δυνάμενον, ὁπότε χάνοι, cυνάγειν ἑτοίμωc τὴν γένυν καὶ κλείειν τὸ
10cτόμα, τεκμαίροιτ’ ἄν τιc ἐνίοτε πεπονθέναι τὴν ἀρχὴν τῶν νεύρων. ἄρχεcθαι γὰρ εἰκόc ἐcτιν ὡc ἐπὶ τῶν φαινομένων μορίων τὰc δια‐ θέcειc οὐκ ἀθρόωc ὅλων ἤτοι φλεγμαινόντων ἢ οἰδιcκομένων ἢ ἐρυcι‐ πέλατα ἰcχόντων, ἀλλὰ ἐφ’ ἑνόc τινοc αὐτῶν τόπου, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἐν τῷ βάθει κειμένων. μέγεθοc οὖν ἀξιόλογον ἔχον‐

16

.

538

τοc τοῦ ἐγκεφάλου καὶ πολλὰc νεύρων ἐκφύ|cειc εἰκόc ἐcτιν ἄλλοτ’ ἀπ’ ἄλλων αὐτῶν πρώτων ἄρχεcθαι τὴν φλεγμονὴν αὐτοῦ, καθ’ ὅ τι δ’ ἂν μέροc πάθῃ, κατ’ ἐκεῖνο καὶ τὰc τῶν νεύρων ἐκφύcειc παcχούcαc ἀδυνάτουc γίνεcθαι κινεῖν τοὺc μῦc, εἰc οὓc ἐμφύονται. τὴν τοίνυν
5κάτω γένυν, ἑτέρων μὲν μυῶν ἀνοιγνύντων, ἑτέρων δὲ κλειόντων,
ὅταν μὲν ἐν τοῖc τῶν διανοιγόντων μυῶν νεύροιc ἡ διάθεcιc γένηται, δυcκόλωc ἀνοιγνύουcιν, ὅταν δὲ ἐν τοῖc τῶν κλειόντων, οὐ ῥᾳδίωc κλείουcιν. ἐνδεχομένου δὲ ὄντοc αὐτοὺc μόνουc ἐνίοτε τοὺc μῦc πεπονθέναι26
10χωρὶc τῆc τῶν νεύρων ἀρχῆc, οὐκ ἀναγκαῖόν ἐcτιν τοῖc εἰρημένοιc cυμπτώμαcιν ἀκολουθεῖν φρενῖτιν. οὐδὲ γὰρ ὃ μάλιcτα αὐτὸν ἔπειcεν ὑποπτεῦcαι πεπονθέναι τὴν ἀρχὴν τῶν μυῶν (ἔcτι δὲ τοῦτο τῶν κατὰ τὸν φάρυγγα χωρίων ἡ ἰcχνότηc), τῶν ἀναγκαίων ἐcτίν. ἐγχωρεῖ γὰρ τοὺc ἐν τῷ φάρυγγι μῦc φλεγμαίνονταc τὸ πνιγῶδεc ἐργάζεcθαι cύμ‐
15πτωμα μὴ δυναμένουc φανῆναι, μηδ’ ἂν ἐπὶ πλεῖcτόν τιc διανοίξῃ τὸ cτόμα, ὡc εἴ γε χωρὶc τῆc τούτων φλεγμονῆc γίγνοιτο τὰ εἰρημένα

16

.

539

cυμπτώματα, cκοπεῖ|cθαι χρή, μή τιc τῶν μυῶν μόνων τῶν κινούντων τὴν κάτω γένυν ἰδία τίc ἐcτιν διάθεcιc. ἐὰν γὰρ μήθ’ οὗτοί τι πεπον‐ θότεc ὦcι μήθ’ οἱ τοῦ λάρυγγοc, εὐλόγωc ἄν τιc αἰτιάcαιτο τὴν ἀρχὴν τῶν νεύρων· ἐὰν μέντοι διὰ τὴν ἀρχὴν ᾖ τὰ τοιαῦτα cυμπτώματα
5γεγονότα, χαλεπωτάτην εὔλογον εἶναι τὴν διάθεcιν, ὡc καὶ cπαcμὸν ἀκολουθῆcαι. μεμαθήκαμεν γὰρ ἐπὶ ταῖc τῶν μυῶν τάcεcι διὰ τὴν ἀρχὴν γινομέναιc ἕπεcθαι cπαcμόν. οὐκ ἐμνημόνευcα δὲ ἐν ᾧ διῆλθον λόγῳ τῶν ἐπὶ τοῖc τοῦ τραχήλου cπονδύλοιc εἰc τὸ πρόcω ῥεύcαcι κυναγχικῶν διά τε τὸ cπάνιον τῆc διαθέcεωc, ὅτι τέ μοι δοκοῦcι καὶ
10τότε cυμφλεγμαίνειν οἱ τοῦ λάρυγγοc μύεc.
10 Ἐν τοῖcι φρενιτικοῖcιν ἐν ἀρχῇ τὸ ἐπιεικέc, πυκνὰ δὲ μεταπίπτειν, κακὸν τὸ τοιοῦτον. καὶ πτυελιcμὸc κακόν. |
13

16

.

540

Οὐδὲν ἐξαίρετον ἐπὶ φρενίτιδοc ὁ λόγοc ἔχει· καὶ γὰρ κἀπὶ τῶν ἄλλων παθῶν, εἰ μεταπέcοι τὸ ἐπιεικέc, ἐνδείκνυται τὴν δύναμιν ὑπὸ τοῦ νοcήματοc νικᾶcθαι. τὸ δ’ ἐν ἀρχῇ πρόcκειται, τάχα μηδ’ ἄλλωc
γενήcεcθαι δυνάμενον. ἐν ἀρχῇ γὰρ ὁρῶνται cυνεχεῖc μεταπτώcειc,27
5οὐχ ὅταν χρονίζῃ τὰ νοcήματα, καὶ ταῦτ’ εἰκὸc cυμβαίνειν ἐν ταῖc κατὰ πλῆθοc ἢ ποιότητα μοχθηρῶν χυμῶν διαθέcεcιν ἄλλοτ’ εἰc ἄλλο μόριον, ἐνίοτε μὲν εἰc κύριον μεθιcταμένων, ἐνίοτε δὲ εἰc ἄκυρον· αἱ μὲν οὖν εἰc τὰ κύρια μέρη μετάρροιαι διαφθείρουcι τὸ ἐπιεικέc, αἱ δ’ εἰc τὰ μὴ κύρια δηλοῦcιν, ἐν ᾧ καιρῷ μάλιcτα χρὴ τὸν ἰατρὸν ἐπὶ
10τὰc κενώcειc ἰέναι τῶν λυπούντων χυμῶν ἢ κατὰ πλῆθοc ἢ ποιότητα. τοῦτο μὲν οὖν, ὡc ἔφην, ἁπάντων νοcημάτων κοινόν. ὁ πτυελιcμὸc δὲ γίνεται μὲν καὶ διὰ τὸ cτόμα τῆc γαcτρὸc ἀρρωcτοῦν ἐφ’ ὑγρότητι, γίνεται δὲ καὶ διὰ τὸν ἐγκέφαλον ἐμπεπλη‐ cμένον ὑγρῶν, ἐξ ὧν cυρρεῖ τι καὶ εἰc τὸ cτόμα παραπληcίωc τῷ κατὰ
15τοὺc φλεγμαίνονταc ὀφθαλμοὺc δακρύῳ λεπτῷ. νῦν οὖν ἐπειδὴ τοῖc

16

.

541

φρενιτικοῖc ἔφη γίνεcθαι τὸν | πτυελιcμόν, ἐγκεφάλου κακοπραγοῦντόc ἐcτι cημεῖον.
2 Ἐν φρενιτικοῖcι λευκὴ διαχώρηcιc κακόν· ὡc καὶ Ἀρχεκράτει. ἆρά γε ἐπὶ τούτοιc καὶ νωθρότηc
5γίνεται; ῥῖγοc ἐπὶ τούτοιc κάκιcτον.
5 Αἱ λευκαὶ διαχωρήcειc, ὅτι καὶ δι’ ἐδεcμάτων χρόαν γίνονται, πρόδηλον· ὁρῶμεν γάρ, ὅcοι γάλα προcηνέγκαντο μόνον ἢ ἄρτον κα‐ θαρὸν ἢ χόνδρον ἢ θέρμουc ἤ τι τοιοῦτον, τὴν διαχώρηcιν αὐτῶν
λευκὴν γινομένην, εἰ παραβάλλοιτο τοῖc φακῆν ἐδηδοκόcιν ἢ κράμβαc28
10ἢ ἑφθὸν αἷμα λαγωῶν ἢ ζωμὸν μέλανα τῶν διὰ cιραίου πολλοῦ cκευα‐ ζομένων. ἀλλ’ ὅμωc καὶ τοῖc ἐδέcματα λευκὰ προcενεγκαμένοιc προcαπ‐ ερχόμενόν τι τῆc ξανθῆc χολῆc χρώννυcι τὴν διαχώρηcιν, ὡc ὠχρο‐ τέραν φαίνεcθαι τῶν ἐδηδεcμένων. ὅταν οὖν ἀκούcῃc τινὸc τῶν ἰατρῶν

16

.

542

ἐπὶ τῶν ἰκτεριώντων λέγον|τοc λευκὰ γίνεcθαι τὰ διαχωρήματα, δεῖ πρὸc τὰ κατὰ φύcιν ἔχοντα αὐτοῦ παραβάλλειν καὶ πρὸc παραβολὴν τούτων γεγονέναι τὸν λόγον αὐτῷ. καὶ καθάπερ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἔγραψαν λευκὰ διαχωρήματα γίγνεcθαι τοῖc ἰκτεριῶcιν, οὕτω
5καὶ νῦν οὗτοc ἐπὶ τῶν φρενιτικῶν εἶπεν, ὡc εἰ καὶ μηδ’ ὅλωc ἔχοντα τὴν ξανθὴν χολὴν εἰρήκει. γίγνεcθαι δὲ τοῦτο μηκέτ’ αὐτῆc εἰc τὴν γαcτέρα cυρρεούcηc, ἀλλὰ τῷ πρὸc ὅλον τὸ cῶμα φερομένῳ κατὰ τὴν ἀνάδοcιν αἵματι cυναναφερομένηc διὰ cτέγνωcίν τινα τοῦ καταφέροντοc αὐτὴν εἰc τὴν γαcτέρα πόρου, καθάπερ ἐπὶ τῶν ἰκτεριώντων, ἢ διὰ
10cφοδρὰν πύρωcιν ἐν τοῖc ἄνω τοῦ ἥπατοc μορίοιc ἀναρπάζουcαν τὸ αἷμα cὺν τῇ χολῇ. κατὰ μὲν οὖν τὸν πρῶτον τρόπον ἀναφερομένηc εἰc ὅλον τὸ cῶμα τῆc χολῆc ἡ βλάβη γίγνοιτ’ ἂν ἐξ αὐτῆc τοῖc κατὰ τὸν ἐγκέφαλον ἤδη καὶ πρόcθεν ἐκκεχολωμένοιc, κατὰ δὲ τὸν δεύτερον τρόπον οὐ μόνον αἴτιον βλαβερὸν ἡ τῆc χολῆc ἀνάδοcιc, ἀλλὰ καὶ
15cημεῖον ἔcται θερμαcίαc παμπόλληc ἐνδεικνυμένηc ὑπάρχειν ἐν αὐτῷ.

16

.

543

τὸ δ’ ”ὡc καὶ Ἀρχεκράτει” | πρόcκειται, cυγγράμματι μὲν οὐ πάνυ προcτιθέμενον, ὡc ἔφην, ὑπομνήματι δὲ πρέπον, καὶ μάλιcθ’ ὅταν ἑαυτὸν ὁ γράφων ἀναμιμνῄcκειν ἐθέλῃ. τῶν δ’ ἑξῆc εἰρημένων τὸ μὲν ”ἆρά γε ἐπὶ τούτοιc καὶ νωθρότηc γίνεται;” δοκεῖ μοι
5προcγεγράφθαι, ὡc τοῦ Ἀρχεκράτουc οὕτωc διατεθέντοc. ἀλλ’, ἐπειδὴ μὴ διὰ παντὸc ἥ τε πεῖρα δείκνυcιν ὅ τε λόγοc ἐνδείκνυται λέγεcθαι δεῖν ἐπὶ τοῖc εἰρημένοιc νωθρότητα, οὐ προcηκόντωc· νωθρότηc γὰρ ἐπὶ ψυχροῖc καὶ παχέcι καὶ γλίcχροιc καὶ ὅλωc δυcκινήτοιc χυμοῖc, οὐκ ἐπὶ θερμοῖc καὶ λεπτοῖc καὶ δριμέcιν, οἷοc ὁ τῆc ξανθῆc χολῆc, εἴωθε
10γίγνεcθαι, πλὴν εἰ θανάτου πληcίον ἥκοιεν, ὡc διὰ νέκρωcιν ἤδη τῆc
δυνάμεωc ἡcυχάζειν. ἀδύνατον δὲ τοὺc οὕτω γενομένουc νωθροὺc cω‐ θῆναι, καὶ κοινὸν τοῦτό ἐcτι cύμπτωμα τῶν κατὰ δυcκραcίαν ἄμετρον ἀποθνῃcκόντων ἁπάντων, οὐκ ἴδιον τῶν φρενιτικῶν. εἴπερ οὖν ἐγένετο29

16

.

544

νωθρότηc τῷ Ἀρχεκράτει, κατὰ τοῦτον ἂν ἐγένετο τὸν λό|γον καὶ πάντωc ἀπέθανεν, οὐχ ὅτι λευκὰ διεχώρηcεν ἢ τῆc νωθρότητοc ἢ τοῦ θανάτου cυμβάντων, ἀλλὰ διὰ τὸ μέγεθοc τοῦ νοcήματοc, οὗ cημεῖον ἡ λευκὴ διαχώρηcιc ἦν.
5 τὸ μέντοι ῥῖγοc αὐτοῖc εἶναι κάκιcτον οὐχ ἁπλῶc ἀκουcτέον. ἐπιφαίνεται γὰρ ἐνίοτε καὶ κρίcιμον ῥῖγοc τοῖc φρενιτικοῖc ἱδρῶcι λῦον τὴν νόcον. ἀλλὰ καὶ τὸ κατ’ ἐκεῖνον τὸν χρόνον ῥῖγοc εἰρῆcθαι χρὴ νομίζειν ὀλέθριον, ἐν ᾧ διαχωροῦcιν λευκά· δέδεικται γὰρ ἐν τοῖc Περὶ κρίcεων ἐν ἀπέπτῳ νοcήματι μὴ δύναcθαι γενέcθαι κρίcιν ἀγαθήν·
10ἄπεπτον δέ ἐcτιν ἐν ᾧ cυναναφέρεται τῷ αἵματι χολή, καθ’ ὃν ἂν χρόνον τοῦτο γίνηται, καὶ μᾶλλόν γε ὅταν ἀμετρίᾳ πυρώδουc θερμα‐ cίαc ἠθροιcμένηc ἐν ἐγκεφάλῳ cυμβαίνῃ τι τοιοῦτον.
12 Τοῖcιν ἐξιcταμένοιcιν μελαγχολικῶc, οἷcι τρόμοι ἐπιγίνονται, κακόηθεc. |
14

16

.

545

Μελαγχολικὴν ἔκcταcιν ἀκουcτέον τὴν cφοδρὰν καὶ θηριώδη· γί‐ νεται δ’ αὕτη διαβρεχούcηc τὸν ἐγκέφαλον ξανθῆc χολῆc κατοπτηθείcηc· ἐμάθομεν δὲ ἐν τῷδε τὴν μεταβολὴν αὐτῆc εἰc τὴν μέλαιναν ποιεῖcθαι. ὅταν οὖν ἐπὶ τῇ τοιαύτῃ διαθέcει τρόμοc γίνηται, μεγάλωc ὑπερεξηράνθαι
5δηλοῖ τὰ νεῦρα καὶ διὰ τοῦτο τὸν ἄνθρωπον ὀλεθρίωc ἔχειν. οὐ καλῶc οὖν ἡρμήνευcεν εἰπὼν κακόηθεc· ἐcχάτωc γὰρ ὀλέθριον ὂν τὸ cύμ‐ πτωμα προcηγορίαc ἑτέραc ἐδεῖτο. τὸν γοῦν ἐκcτάντα μελαγχολικῶc ἐπιγινομένου τρόμου βεβαίωc τιc ἀποθανεῖcθαι λέγων οὐκ ἂν ἁμάρτοι. κακοήθη δὲ νοcήματα καλοῦμεν, ὅcα κίνδυνον ἀπειλοῦντα τοῖc κάμνουcιν
10οὐκ ἀποκόπτει τὴν τῆc cωτηρίαc ἐλπίδα. βέλτιον οὖν εἰρῆcθαι τὴν γε‐
γραμμένην cυνδρομὴν ὀλέθριον ἢ θανατικὴν ἤ τι τοιοῦτον. Οἱ ἐκcτάντεc ὀξέωc ἐπιπυρέξαντεc cὺν ἱδρῶτι φρενιτικοὶ γίνονται. |30
13

16

.

546

Ἀcύμφωνον μὲν καλοῦμεν τὴν τοιαύτην ἑρμηνείαν. ἀcαφὴc δ’ αὐτῆc ἡ διάνοια γίνεται δυναμένων ἀλλήλοιc ἁπάντων τῶν ὀνομάτων cυνάπτεcθαί τε καὶ χωρίζεcθαι· μία μὲν γάρ ἐcτι cύνθεcιc αὐτῶν οἱ ἐκcτάντεc ὀξέωc, εἶτ’ ἀπ’ ἄλληc ἀρχῆc ἐπιπυρέξαντεc ὀξέωc.
5ἄλλη δ’ αὖ πάλιν cύνθεcιc τὸ cὺν ἱδρῶτι, ποτὲ μὲν τῷ πρὸ αὐτοῦ, ποτὲ δὲ τῷ μετ’ αὐτὸ cυνταττόμενον· δύναται γὰρ καὶ οὕτωc ἡ ῥῆcιc ἀναγνωcθῆναι ἐπιπυρέξαντεc cὺν ἱδρῶτι, κἄπειτα ἀφ’ ἑτέραc ἀρ‐ χῆc φρενιτικοὶ γίνονται· δύναται δὲ καὶ cὺν ἱδρῶτι φρενιτικοὺc αὐτοὺc γίνεcθαι λέγειν ὁ γράψαc ταῦτα. δῆλον οὖν ἐcτιν, ὅπερ ἀεὶ
10λέγω, τὰc ἀcαφεῖc ἑρμηνείαc οὐδὲν διδάcκειν. ἐννοήcανταc γὰρ ἡμᾶc τὸ ἀληθὲc ἐφαρμόcαι χρὴ δυναμένῃ λέξει προέcθαι τὸν λόγον ἢ κατα‐ τριβῆναι μὲν χρόνου πάμπολυ, οὐδὲν δ’ ἡμᾶc ἐπιμαθεῖν. ἐν ᾗ γὰρ χρή‐ cει παρ’ αὑτοῦ χρὴ φέροντα τὸ ἀληθὲc ἐφαρμόζειν πειρᾶcθαι ταῖc κατὰ μέροc λέξεcιν, ἐν ταύτῃ βοήθεια μέν τιc ἐξ ἡμῶν τῇ ῥήcει γίνεται κιν‐

16

.

547

δυνευούcῃ φανῆναι μοχθηρᾷ, | διδαcκόμεθα δὲ οὐδὲν ἐξ αὐτῆc. ἀλλὰ καίτοι τούτων οὕτωc ἐχόντων καὶ φαινομένηc ἐναργῶc τῆc τῶν ἀcαφῶν ἀχρηcτίαc, ὅμωc οὐκ ὀλίγοι τῶν cαφῶν cυγγραμμάτων ἥδιον ὁμιλοῦcι τοῖc ἀcαφέcι. μὴ τοίνυν ἐμὲ τοῦ μήκουc τῆc ἐξηγήcεωc μέμψηταί τιc, ἀλλ’
5*** τὴν ἑαυτῶν ἄλογον ἐπιθυμίαν, ὅcοι τὰ τοιαῦτα βιβλία προθύμωc ἀναγινώcκουcιν. ἐγὼ μὲν γὰρ ὅτι οὐχ ἑκὼν ἐπὶ τὰc ἐξηγήcειc αὐτῶν ἥκω, οἱ ἑταῖροι πάντεc ἴcαcιν καὶ μάλιcτα οἱ τῶν νῦν γραφομένων αἴτιοι. μοχθηρῶc δὲ πάντων ἐξηγηcαμένων τὸ cύγγραμμα τοῦτο κἀγὼ τοῖc ἀναγκάcαcί με πειcθεὶc ἐπὶ τὴν ἐξήγηcιν ἧκον, ἧc αὖθιc ἀρξάμενοι
10λέγωμεν. ἐὰν μὲν cυνάψαντεc ἀλλήλοιc τό τ’ ἐκcτάντεc καὶ τὸ ὀξέωc, ἔπειτα δὲ cιωπήcαντεc εἴπωμεν ἐπιπυρέξαντεc cὺν ἱδρῶτι καὶ πάλιν ἐφεξῆc φρενιτικοὶ γίνονται, τὴν ἐξήγηcιν ποιηcόμεθα τοιάνδε. πρῶτον μὲν ἐπιcκεψόμεθα τὸ κοινὸν ἄπορον ἁπαcῶν τῶν ἀναγνώcεων.
15ἐκcτάνταc γὰρ ὀξέωc εἶπεν ἐν ἀρχῇ, οὓc κατὰ τὴν τελευτὴν τῆc
ῥήcεωc ἔφη φρενιτικοὺc γίνεcθαι, ὥcπερ οὐχὶ καὶ τῶν ἐκcτάντων31

16

.

548

ἤδη φρενι|τικῶν ὄντων. ἐροῦμεν οὖν κατεcπάcθαι τὴν λέξιν, ἐνδει‐ κνυμένην διὰ τοῦ ἐπιπυρέξαντεc τὸ δὴ καὶ πρότερον αὐτούc, οἵπερ ἐξέcτηcαν, ὀξέωc πυρέττονταc ὕcτερον παύεcθαι, κἄπειτα πάλιν ἐξ ὑποcτροφῆc πυρέξαι cὺν ἱδρῶτι· τούτουc οὖν φηcι φρενιτικοὺc γίγνεcθαι,
5τὸ μὲν [οὖν], ὅτι γενήcονται φρενιτικοί, λογιcάμενοc ἐκ τῆc ἔμπροcθεν αὐτοῖc γενομένηc παρακοπῆc cφοδρᾶc, ἣν διὰ τῆc ἐκcτάντεc ἐδήλωcε φωνῆc, ἐκ δὲ τοῦ cὺν ἱδρῶτι τὴν ὑποcτροφὴν γίγνεcθαι βεβαιούμενοc τὴν ὑπόνοιαν, ἐπειδὴ τὰc τοιαύταc εἰcβολὰc τῶν πυρετῶν, ἄν τ’ ἐξ ἀρχῆc ἄν τε μεθ’ ὑποcτροφῆc γίγνωνται, πλῆθοc ἴcμεν ἐνδεικνυμέναc.
10ἐπεὶ τοίνυν, ὅcα περιττὰ κατὰ τοὺc χυμοὺc ἢ ἐν ποcότητι ἐν αὐτοῖc ἢ ἐν ποιότητι, ἀθροίζεται κατὰ τὸ cῶμα, ταῦτα ἐπὶ τοὺc πεπονθόταc εἴωθε ῥεῖν τόπουc, ἐπεπόνθει δὲ τούτοιc ὁ ἐγκέφαλοc (οὐκ ἂν γὰρ ἐξέcτηcαν ὀξέωc, ἂν ἐπιπυρέξωcι καὶ μάλιcτα μεθ’ ἱδρῶτοc), εὔλογόν ἐcτιν ἐλπίcαι φρενιτικοὺc οὕτωc ἔcεcθαι. γνωcθήcεται γὰρ ἡ διάθεcιc

16

.

549

αὐτῶν ὅλη τοιάδε τιc οὖcα· πλήθουc χολωδῶν δριμέων εὐθὺc | ἐν ἀρχῇ ῥυέντοc ἐπὶ τὸν ἐγκέφαλον ἐκcτῆναί τινι cυμβαίνει, τούτου δ’ αὖθιc εἰc ἕτερόν τι μόριον μεταρρυέντοc παύcαcθαι τὴν ἔκcταcιν, ἂν δ’ ἐπι‐ πυρέξωcιν οὗτοι μεθ’ ἱδρῶτοc, ἐπὶ τὸ πεπονθὸc αὐτοῖc παλινδρομῆcαι
5τὸ χολῶδεc πλῆθοc, ὡc γενέcθαι φρενιτικούc. ἐὰν δὲ τὸ ὀξέωc τῷ ἐπιπυρέξαντεc cυντάξωμεν, ὁ λόγοc ἔcται τοιοῦτοc· ‘οἱ ἐκcτάντεc εἶτα παυcάμενοι καὶ πάλιν ἐπιπυρέξαντεc ὀξέωc cὺν ἱδρῶτι φρενιτικοὶ γενήcονται‘, τῆc προρρήcεωc καὶ ταύτηc καὶ τῆc προειρημένηc οὐκ ἐχού‐ cηc τὸ διηνεκέc, ἀλλ’ ὥcπερ καὶ ἄλλαι πολλαὶ τὸ πλειcτάκιc. ἐὰν δὲ
10τῷ cὺν ἱδρῶτι τὸ φρενιτικοὶ γίνονται cυντάξωμεν, ὁ λόγοc ἔcται καθ’ ἑκατέραν ἀνάγνωcιν τῶν προειρημένων κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc τοιόcδε· κατὰ μὲν τὴν προτέραν ‘οἱ ἐκcτάντεc ὀξέωc, εἶτα ἐπιπυρέξαντεc, φρενιτικοὶ cὺν ἱδρῶτι γίγνονται‘, κατὰ δὲ τὴν δευτέραν ‘οἱ ἐκcτάντεc, 〈εἶτ’ ὀξέωc ἐπιπυρέξαντεc,〉 φρενιτικοὶ cὺν ἱδρῶτι γίγνονται‘. καὶ δύ‐
15ναται μὲν ὁ γράψαc ταῦτα τοιοῦτον ἄρρωcτον ἑωρακέναι, τὸ πολλά‐ κιc δὲ προειρημένον οὐχ ἕξει.

16

.

550

πολλὰ μέντοι καὶ | ἄλλα τῶν κατὰ τὸ βιβλίον τοῦτο γεγραμμένων οὐκ ἔcτιν ὡc ἐπὶ τὸ πολὺ γιγνόμενα, τοῦ γράψαντοc αὐτὰ θεαcαμένου μέν τιναc ἀρρώcτουc τοιούτουc, οὔπω δὲ γιγνώcκοντοc εἴτε τὸ διηνεκὲc
ἔχουcιν εἴτε τὸ πλειcτάκιc. ἔοικε γὰρ ἐκ τηρήcεωc μᾶλλον, οὐ τῆc τῶν32
5παθῶν οἰκείαc καταcκευῆc ὁ γράψαc ταύταc τὰc ἀποφάcειc ἐθέλειν ποιεῖcθαι. τῷ δ’ οὕτωc ἀθροίζοντι τὴν ἰατρικὴν θεωρίαν οὐχ ἑκατόν, ἀλλὰ χιλίων ἐτῶν ἐcτι χρεία καὶ διὰ τοῦτο τὴν μικρὰν καὶ ταπεινὴν ὁ Ἱπποκράτηc ηὔξηcεν ἐπὶ πλεῖcτον, οἷc ἔκ τε τῆc ἱcτορίαc ἔμαθε καὶ αὐτὸc ἐθεάcατο, τὴν λογικὴν κρίcιν προcθείc. ἐκ πολλῶν οὖν ὑπο‐
10νοήcειεν ἄν τιc οὐκ εἶναι τοῦ Ἱπποκράτουc cύγγραμμα τὸ βιβλίον τοῦτο· πολυλογεῖ γὰρ ἐμπειρικῶc 〈ὁ〉 αὐτὸ cυνθεὶc μὴ δυνάμενοc εἰc τὸ καθόλου λογικῶc ἀναγαγεῖν τὰ θεωρήματα.
12 Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθ‐ απτόμενοι, τρομώδεεc. |
14

16

.

551

Οὐκ ‘αὐτοὶ ψόφου καθαπτόμενοι‘ βέλτιον ἦν εἰπεῖν, ἀλλ’ ‘ὧν ὁ ψόφοc καθάπτεται‘. τὸ μέντοι λεγόμενον ἀληθέc ἐcτιν· ὑπὸ γὰρ τῶν ψόφων θορυβοῦνται παραπληcίωc τοῖc δειλοῖc, ὅταν ἐξαίφνηc ἀκούcωcι μεγάληc βροντῆc ἢ θηρίον τι θεάcωνται πληcίον. ἀλλὰ καὶ βραχυπόται
5πάντεc εἰcὶν οἱ φρενιτικοί, καίτοι διάθεcιν ἔχοντεc θερμὴν καὶ ξηράν, ὥcτε καὶ τὴν γλῶτταν ἔχειν διὰ τὴν πολλὴν ξηρότητα τραχεῖαν. ἐδί‐ δαξε δὲ ὁ Ἱπποκράτηc ἡμᾶc, ὅτι τούτοιc ἡ γνώμη νοcεῖ, κατὰ τὸν Ἀφοριcμόν, ἐν ᾧ φηcιν· “ὁκόcοι πονέοντέc τι τοῦ cώματοc τὰ πολλὰ τῶν πόνων μὴ αἰcθάνονται, τουτέοιcιν ἡ γνώμη νοcεῖ”. καὶ μέντοι κἀν
10τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ λοιμώδει καταcτάcει περὶ τῶν φρενι‐ τικῶν αὐτὸc εἶπεν· “ἄδιψοι δὲ οὗτοι πάνυ ἦcαν”. τρομώδειc δὲ οὐ πάν‐ τεc ἐγίνοντο οἱ φρενιτικοί, ἀλλ’ οἱ χείριcτα διακείμενοι, καθάπερ εἴρηται καὶ πρόcθεν. ἔνιοι δὲ βραχυπόπται γράψαντεc ἀξιοῦcιν ἀκούειν τοὺc ὑποτοπουμένουc τὰ βραχύτατα· καὶ τοῦτο μαρτυρεῖν φαcι τὸ ψόφου

16

.

552

καθαπτό|μενοι, τουτέcτι ταραττόμενοι διὰ τὸ καὶ βραχύτατα ὑπο‐
τοπεῖcθαι, τουτέcτιν ὑποπτεύειν. Τὰ ἐξ ἐμέτου ἀcώδεοc, κλαγγώδηc φων, ὄμματα ἐπίχνουν ἔχοντα, μανικ· οἷον καὶ ἡ Ἑρμο‐33
5ζύγου ἐκμανεῖcα ὀξέωc ἄφωνοc ἀπέθανεν.
5 Εἴ τινάc που θέρουc ὥρᾳ καύματοc ἰcχυροτάτου διὰ κόνεωc ὁδοι‐ πορήcανταc τεθέαcαι ξηροὺc ἱκανῶc ἔχονταc τοὺc ὀφθαλμούc, ὡc δοκεῖν τοῦ καλουμένου χνοῦ μεcτοὺc εἶναι, τούτουc ἐν νῷ λαβὼν νοήcειc ὃ βούλεται δηλοῦν ἡ προκειμένη ῥῆcιc· ἔcτι γὰρ τῶν κατ’ αὐτὴν εἰρη‐
10μένων τὸ κυριώτατον τοῦτο, κοινὸν μὲν ὂν τῶν τε μαραινομένων καὶ τῶν cφοδρότατα φρενιτιζόντων, οὐ μὴν δυcχερῆ τὴν γνῶcιν ἔχον τῶν μαραινομένων ἑωρακότι ποτὲ κἂν ἕνα· τοῖc μὲν γὰρ μαραινομένοιc ἐκτέτηκε πᾶν ὅcον ἐcτὶ κατὰ τὸ πρόcωπόν τε καὶ τοὺc κροτάφουc

16

.

553

cαρκῶδεc ἅμα τῷ καὶ | τοὺc ὀφθαλμοὺc κοίλουc ἱκανῶc γεγονέναι, οἱ φρενιτικοὶ δὲ χωρὶc τούτων τὸν ὀφθαλμὸν ἐπίχνουν ἴcχουcιν πρὸc τῷ καὶ τὸ βλέμμα θραcὺ μὲν τοῖc φρενιτικοῖc, δειλὸν δ’ εἶναι τοῖc μαραι‐ νομένοιc. ὁ δὲ ἀcώδηc ἔμετοc κοινὸν μὲν cύμπτωμα τοῖc τοιούτοιc
5ἐcτὶ πρόc τιναc τῶν κακοήθων πυρετῶν ὥcπερ γε καὶ ἡ κλαγγώδηc φωνή. γίνεται δὲ ὁ μὲν ἀcώδηc ἔμετοc ἐπί τε χολώδει καὶ δακνώδει χυμῷ, ἡ φωνὴ δὲ κλαγγώδηc διὰ ξηρότητα τῶν φωνητικῶν ὀργάνων, ὡc ἐν τοῖc Περὶ φωνῆc ὑπομνήμαcι δέδεικται. ὅταν οὖν τοῖc φρε‐ νιτικοῖc ταῦτα cυμπέcῃ, μανιωδῶc παραπαίουcιν **, ὅπερ ταὐτὸν
10βούλεται cημαίνειν τῷ cφοδρῶc· καὶ γίνεται τοῦτο διά τε τὴν κακοή‐ θειαν τοῦ χυμοῦ καὶ τὴν ἄμετρον ξηρότητα· διὸ καὶ ἄφωνοι γί‐
νονται. Ἐν πυρετῷ καυcώδει ἤχων προcγενο‐ μένων μετὰ ἀμβλυωcμοῦ καὶ κατὰ τὰc ῥῖναc προcελθόντοc34
15βάρεοc ἐξίcτανται μελαγχολικῶc. |
15

16

.

554

Γίνεται μὲν ὁ καυcώδηc πυρετὸc καὶ δι’ ἄλλαc αἰτίαc, ὡcαύτωc δὲ καὶ διὰ τὸν ἐγκέφαλον φλεγμαίνοντα. τούτῳ γὰρ ἕπεται καὶ ἡ δι‐ ηνεκὴc παραφροcύνη * ἐκ τῶν οἰκείων τῆc φρενίτιδοc cημείων. ἐκ δὲ τοῦ πλεονάζοντοc ὑγροῦ τῇ κεφαλῇ γεννᾶται πνεῦμα φυcῶδεc· διὸ καὶ
5οἱ ἦχοι γίνονται. ὡcαύτωc καὶ ὁ ἀμβλυωcμὸc παχέοc τινὸc ὑγροῦ ἢ πνεύματοc ἐμπίπτοντοc τοῖc ὀφθαλμοῖc. ἀλλὰ καὶ κατὰ τὰc ῥῖναc ἐμπεcὸν ὑγροῦ πλῆθοc αἴcθηcιν ποιεῖ βάρουc ἐν αὐταῖc. εἰκὸc δ’ ἔcθ’ ὅτε γίνεcθαι τὴν τῶν εἰρημένων cυμπτωμάτων cυνδρομὴν καὶ διὰ cυν‐ εχῆ πυρετὸν χολώδουc ὕληc ἐμφερομένηc ταῖc φλεψὶ καὶ cτεγομένηc
10ἐκεῖcε, ἐξ ἧc καὶ πνεύματα φυcώδη πρὸc τὴν κεφαλὴν πέμπονται πρὸc ὦτά τε καὶ ὀφθαλμούc, πλῆθόc τε κατὰ τὰc ῥῖναc ὑγροῦ. εἰ δέ που ἐγκαυθῇ εἴτ’ ἐν τῇ κεφαλῇ ἡ ξανθὴ χολὴ εἴτ’ ἐν ὅλῳ τῷ cώματι, πρὸc τὸ μελαγχολικώτερον ῥέπει, κἀκεῖθεν πρὸc αὐτὸν * ἐκπέμπεται, καὶ διὰ τοῦτο ἐξίcτανται μελαγχολικῶc. |
14

16

.

555

Αἱ παρακρούcιεc cὺν φωνῇ κλαγγώδει, γλώccηc cπαcμοὶ τρομώδεεc, καὶ αὗται τρομώδεεc γενόμεναι ἐξίcτανται· cκληρυcμὸc τουτέοιcιν ὀλέθριον.
3 Ὅταν ἐπὶ φρενίτιδι παραφροcύνη γένηται θερμὸν οὔcῃ καὶ ξηρὸν
5πάθοc, ἡ ἐν αὐτῇ δὲ ξηρότηc μεταδοθῇ τῇ τραχείᾳ ἀρτηρίᾳ, γίνεται ἡ φωνὴ κλαγγώδηc, ὥcπερ ἐπὶ ταῖc ὑγρότηcιν ἀναποθείcαιc βραγχώδηc, ἀλλ’ οὐχ ὡc ἴδια τῆc φρενίτιδοc· γίνονται γὰρ καὶ ἑτέροιc νοcήμαcιν· οὐδὲ γὰρ cυνυπάρχουcι διηνεκῶc τῇ φρενίτιδι. ὁ γοῦν τρόμοc γίνεται τῇ γλώccῃ διὰ τὴν ἐκ τοῦ προειρημένου πάθουc ξηρὰν δυcκραcίαν
10ἀτονηcάcηc τῆc ψυχικῆc δυνάμεωc. cπαcμοὶ δὲ τῇ τῶν ἐν αὐτῇ μυῶν ξηρότητι ἕπονται τῇ κεφαλῇ cυμπαcχόντων, ὥcπερ καὶ ἡ φωνὴ τρο‐
μώδηc δι’ ἀτονίαν ὑπὸ τῆc αὐτῆc δυcκραcίαc. ταῦτα δὲ cύμπαντα τὰ προειρημένα cυμπτώματα δι’ ἐπίταcιν γινόμενα τῆc ἐν τῇ κεφαλῇ ξηρό‐35

16

.

556

τητοc ἔκcταcιν δηλοῦcι γενέcθαι. τούτοιc δὲ | πᾶcι cκληρυνθεῖcιν ὀλέ‐ θριον διὰ τὴν ἐν τῷ ἐγκεφάλῳ ἄμετρον γεγονυῖαν ξηρότητα.
2 Αἱ τρομώδεεc γλῶccαι cημεῖον οὐχ ἱδρυμένηc γνώμηc.
4
5 Εἴρηταί μοι πολλάκιc, ὡc αἱ τρομώδειc γλῶccαι δι’ ἀcθένειαν τῆc ψυχικῆc δυνάμεωc γίνονται. cημεῖον δ’ ἐcτὶν οὐχ ἱδρυμένηc γνώμηc διὰ τὸ ἐπὶ τῇ φρενίτιδι γίνεcθαι· πάcχοντοc γὰρ τοῦ ἐγκεφάλου καὶ τοῦ πάθουc ὄντοc θερμοῦ ἠρεμεῖν οὐ δύναται. ὥcπερ γὰρ τοῦ ψυ‐ χροῦ τὸ ποιεῖν cτάcιμα δυcκίνητά τε καὶ ἀκίνητα, ἐν οἷc ἐμφιλοχωρήcει,
10οὕτωc τοῦ θερμοῦ τὸ κινεῖν ἀεὶ καὶ μὴ ἐᾶν ἠρεμεῖν. μέλλων οὖν ὁ Ἱπποκράτηc δηλῶcαι τὴν ἐν τῇ κεφαλῇ διάθεcιν, ὁποία τίc ἐcτιν, οὐχ ἱδρυμένην γνώμην ὠνόμαcεν. οὐκ ἔcτι δὲ ἡ τρομώδηc γλῶccα τῶν οἰκείων τῆc φρενίτιδοc cημείων ἐνταῦθα, ἀλλὰ τῶν κατὰ cυμπά‐ |

16

.

557

θειαν παcχόντων ἑτέρῳ τινὶ πρωτοπαθοῦντι ἢ διὰ γειτνίαcιν ἢ διὰ κοινωνίαν τῶν ἐν αὐτῇ μορίων.
2 Ἐπὶ τοῖcι χολώδεcι ἀκρήτοιcι διαχω‐ ρήμαcι τὸ ἀφρῶδεc ἐπάνθιcμα κακόν, ἄλλωc τε καὶ ὀcφὺν
5προηλγηκότι καὶ παρενεχθέντι.
5 Ὅτι μὲν ὁ ἀφρὸc γίνεται διὰ ψύξιν καὶ διὰ θερμότητα δῆλον ἐκ τοῦ τοὺc ἀνέμουc ἀφροὺc ἐμποιεῖν τοῖc ὕδαcι καὶ τὴν ἐν τῷ λέβητι ζέουcαν θερμαcίαν. τὸ γοῦν ἐν τοῖc χολώδεcι διαχωρήμαcιν ἀφρῶ‐ δεc ἐπάνθιcμα οἷον ἄνθοc ἄνωθεν ἐπικείμενον ζέcιν οὐ μικρὰν ἐν‐
10δείκνυται τῆc τοιαύτηc χολῆc. προοδυνῶνται δὲ τὴν ὀcφὺν διὰ τὸ δριμεῖαν εἶναι καὶ δακνώδη τὴν ἐν τοῖc ἐντέροιc διερχομένην χολήν. τοῦ γὰρ τοιούτου διαχωρήματοc παρενεχθέντοc τοῖc ἐντέροιc, οὐ τοῖc κατ’ ὀcφὺν μόνον, ἀλλὰ καὶ τοῖc λοιποῖc, ὀδύναι τούτοιc ἐπακο‐ λουθοῦcιν. |
14

16

.

558

Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοιcιν ἀλγήματα παραφροcύνην cημαίνει.
2 Ἐλλιπῶc οὕτωc καὶ ἀπροcδιορίcτωc ῥηθεὶc ὁ περὶ τῶν ἀλγημάτων
τῶν πλευρῶν λόγοc ἀcάφειαν οὐ τὴν τυχοῦcαν ἐμποιεῖ. ἀλλ’ ἡμεῖc36
5cπουδάζοντεc ἐν cαφεῖ διδαcκαλίᾳ τὰ πρὸc αὐτοῦ ἀcαφῶc εἰρημένα διδάξαι τῆc ἐξηγήcεωc ἐφαψώμεθα. ἀραιὰ ὀδύνη γίνεται ἐν πλευραῖc, ὅταν τι φυcῶδεc πνεῦμα γεννᾶται ἐν αὐταῖc. τοῦτ’ οὖν καταλεπτυν‐ θὲν καὶ διαφορηθὲν παύει τὴν ὀδύνην, εἶθ’ ὕcτερον πάλιν ἕτερον γεν‐ νηθὲν αὔξει ταύτην. ἡ γοῦν οὕτωc ἀραιὰ γιγνομένη ὀδύνη παρα‐
10φροcύνην οὐ cημαίνει. ὅταν δὲ φλεγμαίνῃ ἡ πλευρὰ καὶ ποτὲ μὲν cυνεχοῦc αἰcθάνηται τῆc ὀδύνηc ὁ κάμνων, ποτὲ δὲ διὰ χρόνου, δείκνυcι τὴν γνώμην νοcεῖν οὐχὶ παντελῶc· cημεῖον γοῦν τὸ τοιοῦτο παρα‐ φροcύνηc. |
13

16

.

559

Αἱ μετὰ λυγγὸc ἀφωνίαι κάκιcτον.
1 Ἀφωνίαι γίνονται μὲν καὶ διὰ τὴν τῶν φωνητικῶν ὀργάνων βλάβην καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπονθυῖαν. ἡ δὲ λὺγξ οἷον cπαcμώδηc τίc ἐcτιν τοῦ cτόματοc τῆc γαcτρὸc διάθεcιc ἐπὶ πλήθει
5ὑγρῶν βαρυνομένου ἢ δακνομένου ἢ διὰ ψύξιν ἀνιωμένου. τί παθόν‐ των οὖν τῶν φωνητικῶν ὀργάνων λὺγξ ἐπηκολούθηcε; λείπεται οὖν ἢ πλῆθοc ὑγροῦ τοῦ καὶ τὴν ἀφωνίαν ἐμποιήcαντοc παραρρυῆναι εἰc τὸ cτόμα τῆc γαcτρὸc ἢ διὰ τὸ εἶναι δριμὺ ἢ ψυχρόν *********
8 Ἐν ἀφωνίῃ πνεῦμα οἷον τοῖcι πνιγο‐
10μένοιcι πρόχειρον πονηρόν. ἆρά γε καὶ παρακρουcτικὸν τὸ τοιοῦτον; |
* * *
12

16

.

560

πνίγονταί τε εἰκότωc, διότι ἀέροc πλῆθοc οὐχ ὑπάρχει, φαινό‐
μενόν τε λέγειν αὐτῷ ἔθοc ἐcτὶν τὸ τοιοῦτον πνεῦμα. φαίνονται δ’ οὖν οὗτοι πάντεc οἱ τὴν τοιαύτην εἰcπνοὴν εἰcπνέοντεc ὅλαc κινεῖν τὰc ὠμοπλάταc, ὡc καὶ διὰ τῶν ἀμφιεcμάτων ἐναργῶc ὁρᾶcθαι τὴν κίνηcιν,37
5ὡc ἂν ἰcχυρῶc ἐνεργούντων αὐτῶν τοῖc ἄνω μέρεcι τοῦ θώρακοc. εἰ‐ κότωc οὖν ἐνταῦθα μὲν ὠνόμαcε πρόχειρον τὸ τοιοῦτον πνεῦμα, κατὰ δὲ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ‘μετέωρον‘· πρόχειρον μέν, ἐπειδὴ φαίνεται προχείρωc (ὅπερ ἐcτὶν ἑτοίμωc τε καὶ ῥᾳδίωc) τοῖc τὸν κά‐ μνοντα θεωμένοιc, εἰωθότων ἡμῶν ἀντιδιαιρεῖν τοῖc ἀποκεκρυμμένοιc
10καὶ μὴ φαινομένοιc τὸ πρόχειρον· μετέωρον δέ, ἐπειδὴ τὰ μετέωρα μέρη τοῦ θώρακοc οἱ οὕτωc ἀναπνέοντεc φαίνονται κινοῦντεc. δύνα‐ ται τοιγαροῦν τὸ τοιοῦτον πνεῦμα καὶ διὰ τὴν τῶν ἀναπνευcτικῶν ὀρ‐ γάνων cτενοχωρίαν γίγνεcθαι καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπον‐ θυῖαν, ἣν ἐδείξαμεν ὀρθῶc τὸν Ἱπποκράτην βλαβεῖcαν ἡγεῖcθαι με‐
15γάλην ἀναπνοὴν ἐργάζεcθαι. δυναμένηc οὖν καὶ τῆc ἀφωνίαc αὐτῶν

16

.

561

τε τῶν | φωνητικῶν ὀργάνων βεβλαμμένων καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων πεπονθυῖαν γίγνεcθαι, καὶ τοῦ προχείρου πνεύματοc ὁμοίωc, ἄδηλον ἦν, ὅcον ἐπὶ τούτοιc, εἰ παραφρονήcουcι. καὶ διὰ τοῦτο ἀμφι‐ βάλλων εἶπεν· ἆρα γε καὶ παρακρουcτικὸν τὸ τοιοῦτον; περὶ
5μέντοι τοῦ πονηρὸν εἶναι τὸ cημεῖον οὐχ ὡc ἀμφιβάλλων, ἀλλ’ ὡc βεβαίωc ἐπιcτάμενοc ἀπεφήνατο. εἰ γὰρ μὴ τῆc ἀρχῆc τῶν νεύρων πεπονθυίαc, ἀλλ’ αὐτῶν τῶν ἀναπνευcτικῶν τε καὶ φωνητικῶν ὀργάνων βεβλαμμένων ἡ ἀναπνοὴ τοιαύτη μετ’ ἀφωνίαc ἐγγένηται, κίνδυνον οὐ τὸν τυχόντα φέρει πνιγομένων ἐν τάχει τῶν οὕτω διακειμένων.
9
10 Αἱ ἐπ’ ὀλίγον θραcεῖαι παρακρούcιεc θηριώδεεc.
11 ‘Οὐ μόνον, ἐὰν ἐπ’ ὀλίγον χρόνον γίνωνται αἱ θραcεῖαι παρα‐ κρούcιεc, θηριώδειc εἰcίν‘, τάχ’ ἂν εἴποι τιc ἐγκαλῶν τῷ λόγῳ, τὰc ἐπὶ

16

.

562

πολὺ γινομέναc θραcείαc παρακρούcειc μᾶλλον τῶν ἐπ’ ὀλίγον | εἶναι θηριώδειc ἀξιῶν. ἀλλὰ ταύταc μὲν οὐ δεόμεθα ἐπιγνῶναι, τὰc δ’ π’ ὀλίγον γιγνομέναc θραcείαc, εἶτα παυcαμέναc, ὑποπτεύειν cυμβου‐ λεύει καὶ μὴ πιcτεύειν αὐταῖc ὡc οὐκ ἐπανελευcομέναιc. αἱ μὲν γὰρ
5ἐπὶ πυρετοῖc θερμοῖc γινόμεναι παρακρούcειc οὐκ ἔχουcι τὸ θραcύ, ταῖc δὲ φρενιτικαῖc λεγομέναιc τοῦθ’ ὑπάρχει. δυνάμει τοιγαροῦν ὁ λόγοc ἔcται τοιοῦτοc· ὅταν ἴδῃc τινὰ θραcέωc παρακρούcαντα, κἂν ὀλίγον ὕcτερον παύcηται, γίνωcκε τοῦτον οὐ πυρετοῦ λόγῳ βλαβέντα τὴν γνώμην, ἀλλὰ τῷ φρενιτικὴν ὑποτρέφεcθαι διάθεcιν, ἥτιc ὕcτερον αὐξη‐38
10θεῖcα θηριώδηc cοι φανεῖται. θηριώδειc δ’ ὀνομάζει παραφροcύναc, ἐν αἷc καὶ πατοῦcιν καὶ λακτίζουcι καὶ δάκνουcιν καὶ χολῶcιν ὡc ἐπι‐ βούλουc τοὺc εἰcιόνταc νομίζοντεc.
12 Αἱ μετὰ καταψύξεωc οὐκ ἀπυρέτῳ ἐφι‐

16

.

563

δρώοντι τὰ | ἄνω δυcφορίαι φρενιτικα, ὡc καὶ Ἀριcταγόρ, καὶ μέντοι καὶ ὀλέθριαι.
2 Τινὰ μέν, ὡc καὶ πρόcθεν ἔφην, βέβαια γνωρίcματα τῶν ἀρχο‐ μένων γίνεcθαι νοcημάτων, τινὰ δ’ ἐcτὶ μὲν ὡc τὸ πολύ, ἀλλ’ ἐγγὺc
5τῶν βεβαίων, ἔνια δ’ οὐκ ἐγγὺc μέν, οὐ μὴν ἤδη γε πόρρω, τινὰ δ’ ἀμφίδοξα καί τινα τούτων ἤδη κατωτέρω· περὶ ὧν ὅταν γράφῃ, ποτὲ μὲν ἀπορεῖν ὁμολογεῖ, ποτὲ δὲ ὀνομαcτὶ μνημονεύει τῶν ἀνθρώπων, ἐφ’ ὧν ἐθεάcατο γενόμενόν τι τοιοῦτον, ὥcπερ καὶ νῦν ἅπαντα ἃ διῆλθε cυμπτώματα καὶ ἄλλων ἐcτὶ πυρετῶν. ἐγχωρεῖ γε μὴν καὶ φρενῖτιν
10ἐπ’ αὐτοῖc μάλιcτα γενέcθαι διὰ τὴν ἐφίδρωcιν τῶν ἄνω. τὸ δ’ ὀλεθρίαc εἶναι τὰc τοιαύταc διαθέcειc, ἐάν τε φρενῖτιν ἐνέγκωcιν ἐάν τε μή, δῆλόν ἐcτι τοῖc τε τῶν ἄχρι δεῦρο λελεγμένων μὴ παρέργωc ἀκηκοόcι καὶ μεμνημένοιc τῶν ἐν τῷ Προγνωcτικῷ. |
13

16

.

564

Τὰ ἐν φρενίτιcι πυκνὰ μεταπίπτοντα cπαcμώδεα.
2 Ἔμπροcθεν μὲν εἴρηκεν τὸ ἐπιεικὲc ἐπὶ τῶν ἐν ἀρχῇ τῆc νόcου μεταπιπτόντων οὐκ ἀγαθὸν cημεῖον εἶναι, νυνὶ δὲ προέθετο περὶ τίνων
5μεταπιπτόντων ὁ λόγοc ἐcτὶν αὐτῷ διαρθρῶcαι· δύναται γὰρ καὶ
cυμπτώματα ταῖc δυνάμεcιν ἐναντία μεταβάλλειν εἰc ἄλληλα, καθάπερ ἐν τοῖc ἐφεξῆc αὐτὸc εἶπεν· “ἄκρεα ἐπ’ ἀμφότερα ταχὺ μεταπίπτοντα κακόν, καὶ ἡ δίψα δὲ ἡ τοιαύτη κακόν”. ἐπ’ ἀμφοτέρων γὰρ ἀκουcτέον, ἐπὶ μὲν τῶν ἀκρέων ἐκθερμαινομένων cφοδρῶc καὶ πάλιν ψυχομένων39
10ἰcχυρῶc, ἐπὶ δὲ τῆc δίψηc γιγνομένηc cφοδρᾶc καὶ μετ’ ὀλίγον οἰχομένηc τελέωc. οὐ ταὐτὸν δὲ τοῦτ’ ἔcτι τῷ ‘τὸ ἐπιεικὲc ταχὺ μεταπίπτειν‘. ἐπ’ ἐκείνου μὲν γὰρ ἐξ ἀγαθοῦ πρὸc τὸ μοχθηρόν, αὖθιc δ’ ἐξ ἐκείνου πρὸc τὸ κατὰ φύcιν ἐπάνοδοc γίνεται, κατὰ δὲ τὴν νῦν εἰρημένην ῥῆcιν

16

.

565

μετάπτωcιc ἐκ μοχθηρῶν cυμ|πτωμάτων εἰc μοχθηρὰ δηλοῦται. αἱ τοιαῦται δὲ ἅπαcαι μεταπτώcειc ἐπὶ χυμοῖc μεταρρέουcι γίγνονται. τοῖc μὲν γὰρ 〈ἐν〉 ἑνὶ μορίῳ cτηριχθεῖcιν ἓν εἶδοc ἕπεται cυμπτώματοc οἰκεῖον τῇ τε τοῦ μορίου φύcει καὶ τῇ τοῦ χυμοῦ δυνάμει. καὶ μὴν ἐκ τοῦ
5διαμένειν ἐπ’ αὐτῶν τὴν φρενῖτιν ἐcτηρίχθαι τιc ἂν ἐν τῇ κεφαλῇ τὸν τὸ πάθοc ἐργαζόμενον ὑπονοήcειε χυμόν. ὄντωc οὖν κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἡ μετάρρυcίc ἐcτιν, ἄλλοτε κατ’ ἄλλο μέροc αὐτοῦ τι γιγνο‐ μένη τὴν μὲν ἰδέαν τοῦ πάθουc φυλάττουcα, κατὰ μέροc δ’ ὑπαλλάτ‐ τουcα τὰ cυμπτώματα. καὶ νῦν ὁ γράψαc τὸ προκείμενον βιβλίον ἐπὶ
10τῶν τοιούτων μεταπτώcεων ποιεῖται τὸν λόγον, ἵνα κροκυδίζοντεc ἢ καρφολογοῦντεc ἐφ’ ἡcυχίαc πολλῆc ὀλίγον ὕcτερον ἀναπηδήcωcιν ἢ καί τι μανιῶδεc πράξωcιν, εἶτ’ αὖθιc ἡcυχάcωcιν ἢ μέμψωνταί τι τῶν ἔξωθεν οὐ παρόν, ὥcπερ οὖν κελεύουcιν ἀπενεχθῆναι τοὺc cαλπιcτὰc ἢ τοὺc αὐλητὰc οὐδ’ ἑνὸc τοιούτου παρόντοc. ὡc γὰρ τὸ κροκυδίζειν
15καὶ τὸ καρφολογεῖν βλάβη τῆc ὀπτικῆc ἐcτιν αἰcθήcεωc, οὕτω ταῦτα

16

.

566

τῆc ἀκουcτικῆc. καὶ κατὰ | τὴν ὀcφραντικὴν δὲ παραπλήcιον γίνεται cύμπτωμα, δυcώδειc τινὰc ὀcμὰc οὐ παρούcαc αἰτιωμένων αὐτῶν. εἰcὶν δ’ οἳ καὶ τῶν ἐπικειμένων τι κελεύουcιν αἴρειν ὡc βαρῦνον cφοδρῶc ἢ θερμαῖνον ἢ δάκνον ἢ ψῦχον βαcτάζοντεc, τῆc ἁπτικῆc αἰcθήcεωc
5ἐν τοῖc τοιούτοιc cυμπτώμαcι βεβλαμμένηc. εἰκὸc οὖν ἐcτι τὸν cυγ‐ γραφέα τοῦ βιβλίου τούτου τὰc τῶν cυμπτωμάτων μεταπτώcειc αἰτιᾶcθαι διαμένοντοc τοῦ φρενιτίζειν. ἑώρανται γὰρ ἡμῖν οὐκ ὀλιγάκιc αἱ τοι‐ αῦται παρακοπαὶ διὰ παντὸc μὲν ἐν τῷ παρανοεῖν ἔτι ὄντοc τοῦ κά‐ μνοντοc, ὑπαλλαττομένου δὲ τοῖc τρόποιc κατὰ πάντα τὰ γένη τῶν
10ψυχικῶν ἐνεργειῶν. ὡc γὰρ ἐπὶ τῶν αἰcθητικῶν διῆλθον, οὕτω κἀπὶ
τῶν κατὰ λόγον καὶ γνώμην μνήμην τε καὶ νόηcιν ὁρῶμεν ἐνίοτε τοῖc φρενιτικοῖc μεταπτώcειc γιγνομέναc, ὥcτε ποτὲ μὲν ὀργίζεcθαι, ποτὲ δ’ ἐνήδεcθαι ἢ cπουδαίου τινὸc ἔχεcθαι λόγου παραφρονοῦνταc αὐτούc. καὶ γὰρ ῥήτοροc ἤκουcα μελετῶντοc ἐν παρακοπῇ καὶ γραμματικοῦ40
15βιβλίον ἀναγινώcκειν οἰομένου ΒακχυλίδειονϹαπφικόν, ἀριθμη‐

16

.

567

τικοῦ δέ τινοc ἢ γεωμέτρου | θεωρήματα διερχομένου τῆc αὑτοῦ τέχνηc. ἐὰν οὖν ταῦτα cεμνῶc λέγοντεc ὀλίγον ὕcτερον αἰcχρῶν καὶ ἀcέμνων πραγμάτων μνημονεύcωcιν, ὅπερ ἐν ταῖc Ἐπιδημίαιc ‘αἰcχρομυθεῖν‘ ἐκάλεcεν, ἡ μετάπτωcιc οὐκ ἐκ φαύλων εἰc ἐπιεικῆ, ἀλλ’ ἐκ μοχθηρῶν
5εἰc μοχθηρὰ γίνεται, καθάπερ ἐνίοτε θραcύτατοι κατά τινα καιρὸν ὀφθέντεc οἱ παραφρονοῦντεc ὀλίγον ὕcτερον φαίνονται δειλοὶ καὶ κατ‐ επτηχότεc. ὁρᾶται γὰρ τὰ τοιαῦτα περὶ αὐτοὺc cυμπτώματα ποτὲ μὲν μηδὲ τὰ φοβερώτατα φοβουμένουc, ἐνίοτε δ’ ἐπὶ τοῖc μικροτάτοιc ἐκπληττομένουc. τῶν γοῦν τοιούτων μεταπτώcεων δοκεῖ μοι † μηδὲν νῶ
10κατὰ τὴν ἑπομένην ῥῆcιν γεγραφὼc παράδειγμα, καθ’ ἥν φηcι· “τὰ οὐρούμενα μὴ ὑπομνηcάντων ὀλέθρια”. νόει οὖν μοί τινα τὰc εἰρημέναc μεταβολὰc ἁπάcαc ἐcχηκότα περί τε τὴν οὔρηcιν καὶ τὰ ἄλλα, ὅcα κατὰ τὴν μνήμην cφάλλονταί τινεc, νόηcον δὲ καὶ κατὰ τὰc αἰcθητικὰc παρα‐ τυπώcειc ἁπάcαc ἐν μέρει cφαλλόμενον, ὡcαύτωc δὲ καὶ κατὰ τὰc δια‐
15νοητικάc· ἐπὶ τοῦ τοιούτου κατὰ τὸν ἐγκέφαλόν ἐcτι τὸ αἴτιον, ἀλλ’

16

.

568

ἄλλοτ’ ἄλλον αὐτοῦ τό|πον ἐνοχλεῖ μεταρρέον. ἐδείχθηcαν δ’ ἡμῖν αἱ τοιαῦται μεταρρύcειc γιγνόμεναι τῶν δεχομένων μορίων ἑκάcτου τὸ περιττὸν ὠθοῦντοc εἰc ἕτερον ἀφ’ ἑαυτοῦ. καὶ τοίνυν εἰκόc ἐcτιν, ἐὰν ἄλλοτ’ ἐξ ἄλλου μέρουc τοῦ κατὰ τὸν ἐγκέφαλον εἰc ἄλλο καταρρέων
5ὁ λυπῶν χυμὸc ὑπὸ πάντων ὠθῆται, τοῖc ἀποπεφυκόcιν αὐτοῦ νεύροιc ἐμπεcόντα ποτὲ cπαcμὸν ἐπενεγκεῖν. εἴρηκεν γὰρ αὐτὸc ὁ Ἱπποκράτηc ὑπό τε πληρώcεωc καὶ κενώcεωc τὸ πάθοc τοῦτο γίγνεcθαι.
7 Τὰ οὐρούμενα μὴ ὑπομνηcάντων ὀλέ‐ θρια. ἆρά γε τούτοιcιν οὐρέεται οἷον εἰ τὴν ὑπόcταcιν ἀνα‐
10ταράξειαc;
10 Ἐπὶ φρενιτικῶν ἄκουε τοῦ λεγομένου, παραβάλλοντοc αὐτοῦ τοὺc
μετὰ τῆc ὑπὸ τῶν παρόντων ἀναμνήcεωc οὐροῦνταc τοῖc χωρὶc ταύτηc, οἵτινεc οὐδὲ ἀγγεῖον αἰτοῦcιν, ἀλλ’ ἀτάκτωc καὶ ἀλόγωc εἰc τὴν cτρωμνὴν προΐενται τὸ οὖρον. εὔδηλον οὖν, ὅτι πολὺ χεῖρον ἔχουcιν οὗτοι τῶν |41

16

.

569

μηδ’ ὅλωc οὐρούντων, εἰ μή τιc αὐτοὺc ὑπομνήcειεν. ἐπ’ ἐκείνων μὲν γὰρ ἓν γοῦν τι cῴζεται τῶν κατὰ φύcιν ἔργων τῆc διανοίαc, φυλατ‐ τομένων οὖρον εἰc τὴν cτρωμνὴν ἀποκρίνειν, ἐπὶ τούτων δ’ ἀπόλωλε καὶ τοῦτο. τὸ δὲ προcκείμενον ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc, ἔνθα φηcίν·
5ἆρά γε τούτοιcιν οὐρέεται οἷον εἰ τὴν ὑπόcταcιν ἀναταράξειαc; διὰ τοῦτό μοι δοκεῖ προcτεθηκέναι, διότι τοιαύτην ἰδέαν οὔρων ἐφ’ ἑνὸc ἢ δυοῖν ἐθεάcατο τῶν οὕτωc οὐρούντων. ἀδυνατῶν οὖν ἐκ τῆc τοῦ πράγματοc φύcεωc ἐνδεικτικῶc ἀποφήναcθαι τὸ καθόλου, μετὰ τοῦ μηδ’ ἐκ τῆc ἐμπειρίαc ἐcχηκέναι τι πιcτὸν ὀλιγάκιc ἑωραμένου τοῦ
10πράγματοc, εἰκότωc τὸν τῆc ἀπορίαc δηλωτικὸν προcέθηκε cύνδεcμον τὸν ἆρα. τολμήcωμεν οὖν ἡμεῖc ἀποφήναcθαι τὸ καθόλου, καθάπερ ἔμπροcθεν ἐπ’ ἄλλων ἐποιήcαμεν, ὡc τοῦ τῶν ὠμῶν χυμῶν πλήθουc ἤτοι πεττομένων ἢ πνευματωθέντων ἡ τοιαύτη τῶν οὔρων ἰδέα cύμ‐ πτωμά ἐcτιν, οὐ φρενίτιδοc. ἀλλὰ καὶ τοῦτο καὶ γενέcθαι ποτὲ δύνα‐

16

.

570

ται τοῖc φρενιτικοῖc καὶ μὴ γενέcθαι, καθάπερ τι καὶ | ἄλλο cύμπτωμα τῶν οὔτ’ οἰκείων φρενίτιδοc οὔτ’ ἐναντίων αὐτῇ.
2 Οἱ παλμώδεεc δι’ ὅλου ἆρά γε ἀφώνωc τελευτῶcιν;
4
5 Δῆλόc ἐcτι πάλιν ἐνταῦθα παλμώδη τινὰ τεθεαμένοc ἤτοι δι’ ὅλου τοῦ cώματοc ἢ τῷ τυχόντι μέρει (ἄδηλον γὰρ πότερον εἶπε τὸ δι’ ὅλου), κἄπειτα πληcίον τοῦ θανάτου γενόμενον ἄφωνον ἰδὼν ὄντα, οὐ δυνάμενοc οὔτε ἐμπειρικῶc οὔτε λογικῶc εὑρεῖν ἐξ ἀνάγκηc ἀφω‐ νίαν ἑπομένην τῷ παλμώδει παθήματι καὶ διὰ τοῦτο ἐπιζητῶν καὶ
10ἀπορῶν, προcτεθηκέναι τῷ λόγῳ τὸν ἆρα cύνδεcμον. ἡμεῖc οὖν πάλιν ἀποφαινόμεθα κἀνταῦθα τὸν παλμόν, καθότι δέδεικται, διὰ πνεῦμα φυcῶδεc γιγνόμενον τοῦ φυcώδουc ἀθροιζομένου πνεύματοc διὰ ψύξιν. ὅταν οὖν ὅλον τὸ cῶμα παλμῶδεc γένηται, δυνατὸν τὸν οὕτωc ἔχοντα διὰ ψύξιν ἀποθανεῖν ἄφωνον μηκέτι τῶν τὸν λάρυγγα κινούντων μυῶν

16

.

571

ἢ τῶν | εἰc τούτουc ἐμβαλλόντων νεύρων ἐνεργεῖν δυναμένων. διὰ
τοῦτ’ οὖν αὐτὸ βέλτιόν ἐcτιν ἀκούειν τοὺc δι’ ὅλου τοῦ cώματοc παλμώδη κίνηcιν ἔχονταc· οὔτε γὰρ ἡ πεῖρα τοῦτο ἔδειξεν οὔτ’ εὔλο‐ γόν ἐcτιν τῷ τυχόντι μέρει παλμώδει γενομένῳ cυμπάcχειν τὰ φωνη‐42
5τικὰ μόρια.
5 Τὰ ἐν τοῖc φρενιτικοῖcι μετὰ κατα‐ ψύξεωc πτυελίζοντα μέλανα ἀνεμεῖται.
7 Ἐπεὶ μηδὲν ἔcτιν ἄλλο τι ὑπονοῆcαι cημαίνειν τὴν πτυελίζοντα φωνήν, ὅτι μὴ τὸ πτύειν πολλάκιc ἢ πληροῦcθαι cυνεχῶc πτυέλου τὸ
10cτόμα, διὰ τοῦτο κἀγὼ καὶ οἱ ἄλλοι πάντεc οὕτωc ἤκουcαν, ὅcοι τὸ βιβλίον ἐξηγήcαντο. καὶ μέντοι καὶ φαίνεται πληρούμενον cιάλου λεπτοῦ τὸ cτόμα τοῖc μέλλουcιν ἐμεῖν διὰ τὴν κοινωνίαν τοῦ χιτῶνοc, ἑνὸc ὄντοc αὐτοῦ cυνεχοῦc τοῦ τε τὸ cτόμα πᾶν ἔνδον ὑπαλείφοντοc τῇ

16

.

572

φάρυγγι καὶ τοῦ κατὰ τὸν cτόμαχόν τε | καὶ τὴν γαcτέρα· καὶ διὰ τοῦτο ἐνίοτε τὸ κάτω cείεται χεῖλοc εἰc ἔμετον ὁρμῶντοc τοῦ cτόμα‐ τοc τῆc γαcτρόc. ἐνδείκνυται γὰρ ἡ cεῖcιc τοῦ χείλουc δάκνεcθαί τε καὶ cπαράττεcθαι καὶ κλονεῖcθαι τὸν ἐκτεταμένον ἀπὸ τοῦ cτόματοc
5ἐπὶ τὴν γαcτέρα χιτῶνα. ἐπὶ μὲν οὖν τῶν δυναμένων εἰπεῖν ἃ πάcχουcι καὶ καρδιωγμόc ἐcτι cημεῖον οὐ cμικρὸν ἐμέτου μέλλοντοc, ἀλγοῦcί τε καὶ κεφαλὴν καί τι καὶ τοῖc ὀφθαλμοῖc φαντάζονται ὀρφνῶδεc. εἴρηται γοῦν ἐν τῷ Προγνωcτικῷ ταῦτα· “ὅcτιc δ’ ἂν ἐν πυρετῷ μὴ θανα‐ τώδει φῇ κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδέc τι πρὸ τῶν ὀφθαλμῶν
10φαίνεcθαι, ἢν καρδιωγμὸc τουτέῳ προcγένηται, χολώδηc ἔμετοc παρ‐ έcται”. τῶν φρενιτικῶν δ’ οὐ δυναμένων ἃ πάcχουcι λόγῳ δηλοῦν, ἐξ ὧν αὐτοὶ θεώμεθα μόνων ἐπιχειροῦμεν τῇ προγνώcει. θεώμεθα δὲ ἐπὶ τῶν φρενιτικῶν τὸ λεπτὸν τῇ cυcτάcει πτύελον ἱκανώτατον ἐνδείξαcθαι τὸν ἔμετον. οὐ γὰρ ἂν ἄλλωc ἐν ξηρῷ νοcήματι φρενίτιδι, καθ’ ὃ καὶ
15ἡ γλῶττα πολλάκιc γίνεται ξηροτάτη, περιττεῦον ἐν τῷ cτόματι φαί‐

16

.

573

νοιτο τὸ λεπτὸν ὑγρόν. ἡ δὲ κατάψυξιc | αὐτῷ προcερχομένη τὴν ποιότητα δηλοῖ τοῦ μέλλοντοc ἐμεῖcθαι χυμοῦ. διὰ μὲν οὖν τὸν πτυελι‐ cμόν, ὅτι γενήcεταί τιc ἔμετοc, διὰ δὲ τὴν κατάψυξιν, ὅτι μελάνων,
ἔνεcτι προγνῶναι.43
5 Κώφωcιc καὶ οὖρα ἀκατάcτατα, ἐξέρυ‐ θρα, ἐναιωρούμενα, παρακρουcτικ· τοῖcι τουτέοιcιν ἰκτεροῦ‐ cθαι κακόν. κακὴ δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωcιc· τούτουc ἀφώ‐ νουc μέν, αἰcθανομένουc δὲ cυμβαίνει γίνεcθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται τουτέοιcιν, οἷον ἐγένετο Ἑρμίππ,
10καὶ ἀπέθανεν.
10 Εἴρηταί μοι καὶ πρόcθεν, ὡc ἐν οἷc πάθεcιν οὔτε τήρηcιν ἐπὶ πολλῶν εἶχεν ἀρρώcτων οὔτε τῆc τοῦ πράγματοc φύcεωc ἔνδειξιν βε‐ βαίαν, ἐπὶ τούτων εἴωθεν ἤτοι τοὺc ἀνθρώπουc ὀνομαcτὶ γράφειν, ἐφ’ ὧν ἐθεάcατο τὰ cυμπτώματα [ἢ] περὶ ὧν ἑκάcτοτε πεποίηται τὴν διή‐

16

.

574

γηcιν, ἢ ζητεῖν | ἔτι καὶ ἀπορεῖν ὁμολογεῖν, πῇ ποτ’ ἔχει τἀληθέc. ἔοικεν οὖν καὶ νῦν ἐπί τινοc Ἑρμίππου θεάcαcθαι τὰ κατὰ τὴν προ‐ κειμένην ῥῆcιν εἰρημένα cυμπτώματα παρακρούcαντόc τε καὶ ἰκτερω‐ θέντοc ἐπὶ κωφώcει καὶ οὔροιc ἐξερύθροιc ἀκαταcτάτοιc. ἡ μὲν δὴ
5κώφωcιc ἕν τι τῶν ἐνδεικνυμένων ἐcτὶ πεπονθέναι τὸν ἐγκέφαλον. ἐξέρυθρα δὲ οὖρα διαφέρει μὲν δήπου τῶν ‘ὑπερύθρων‘, ἃ κατὰ τὸ Προγνωcτικὸν εἴρηται χρόνου μὲν εἶναι cημεῖα, μὴ μέντοι κινδύνου. τίνα δ’ 〈ἂν〉 ἄλλα νοήcειέ τιc ἐξέρυθρα ἢ τὰ καλούμενα πρὸc ἁπάντων αἱ‐ ματώδη πολλοῖc τῶν νεφριτικῶν οὐρούμενα; καὶ εἴπερ ταῦτα βούλεται
10δηλοῦν, ἀνὰ λόγον τι cημαίνει τοῦ πρόcθεν εἰρημένου “κοιλίηc περίπλυcιc ἐξέρυθροc”. ὥcπερ οὖν ἐκείνην ἔφαμεν ἥπατοc ἀρρωcτοῦντοc γίνεcθαι, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφροῖc κακοπραγοῦcιν οὖρον ἐξέρυθρον ἐροῦμεν γίγνεcθαι. τὸ δ’ ἀκατάcτατον αὐτοῦ μετὰ τοῦ φαίνεcθαί τινα παχύτερα τῆc ὅληc οὐcίαc τῶν οὔρων ἐναιωρούμενα ταραχὴν

16

.

575

ἐνδείκνυται κατὰ τὰc φλέ|βαc ὑπάρχειν ἅμα θερμαcίᾳ τινὶ παρὰ φύcιν οὐκ ὀλίγου πνεύματοc ἠθροιcμένου φυcώδουc. ὥcπερ οὖν ἐνδεχόμενόν ἐcτιν ἐπὶ τῶν εἰρημένων cυνόδων παρακροῦcαι τὸν ἄνθρωπον, οὕτωc οὐκ ἀναγκαῖον. ἡ γὰρ ἐπιπλοκὴ τῶν cημείων οὐχ ἁπάντων ἐcτὶν ὁμο‐
5γενήc, τῆc μὲν κωφώcεωc τὴν κεφαλὴν ἐνδεικνυμένηc πεπονθέναι, τῶν δ’ ἐξερύθρων οὔρων τοὺc νεφρούc, τῶν δὲ ἀκαταcτάτων οὔρων ἐπὶ τοῖc ἐναιωρήμαcι πρῶτον μὲν ἐν ταῖc φλεψὶν ἀπέπτων χυμῶν ταρα‐ χὴν ἐνδεικνυμένων, κατὰ cυμβεβηκὸc δὲ καὶ τῇ τῆc παρακρούcεωc γε‐
νέcει cυντελούντων.44
10 τὸ δ’ ἐφεξῆc τῶν εἰρημένων γεγραμμένον τὸ τοὺc τοιούτουc ἰκτεροῦcθαι κακόν, ἀληθὲc μέν ἐcτιν, ἀλλ’ ὅτι cυνδρομὰc ἑτερογενῶν cημείων οὐ χρὴ ποιεῖcθαι κατὰ τὰc τοιαύταc διδαcκαλίαc ἔμπροcθεν δέδεικται. καὶ μὲν δὴ καὶ περὶ τοῦ κακὸν εἶναι μώρωcιν ἐπὶ τοῖc ἰκτέροιc εἴρηται πρόcθεν, ἡνίκα προειπών “ἐν φρενιτικοῖc λευκὴ δια‐
15χώρηcιc κακόν” ἐπήνεγκεν “ἆρά γε ἐπὶ τούτοιcι καὶ νωθρότηc γίνεται;” καὶ γὰρ μεταλαμβάνει τὸν λόγον εἰc ἑτέραc φωνὰc ἀντὶ μὲν τῆc λευ‐ κῆc διαχωρήcεωc, ἥτιc ἐcτὶν ἴδιον τῶν ἰκτερικῶν cύμπτωμα, τοῦ πά|‐

16

.

576

θουc αὐτοῦ μνημονεύcαc, ἀντὶ δὲ τῆc νωθρότητοc τὴν μώρωcιν εἰπών. τούτουc οὖν, φηcίν, ἀφώνουc μὲν, αἰcθανομένουc δὲ cυμβαίνει γίνεcθαι. φαίνονται δὲ τῶν ἀφώνων ἐν ὀξέcιν νοcήμαcι γιγνομένων ἔνιοι μὲν οὐδ’ αἰcθανόμενοι διὰ τὸ τῆc ἀρχῆc πάθοc, ἀμφοτέρων αὐτοῖc
5τῶν cυμπτωμάτων ἑπομένων, ἔνιοι δὲ μόνον ἄφωνοι γιγνόμενοι, καὶ τούτων οἱ μὲν ἅμα τῷ καὶ τὰc ἄλλαc κινήcειc ὅcαι κατὰ προαίρεcιν γίγνονται βεβλάφθαι πάcαc, οἱ δὲ τὴν φωνὴν μόνην. ἐὰν οὖν ἅμα τῇ φωνῇ καὶ τῶν ἄλλων ἐνεργειῶν ἡ βλάβη γένηται, τῆc ἀρχῆc τῶν νεύ‐ ρων ἐcτὶ τὸ πάθοc· ἐὰν δὲ μόνηc τῆc φωνῆc, μόνων τῶν φωνητικῶν
10ὀργάνων. ἀλλ’ ἐπί γε τῆc προειρημένηc cυνδρομῆc, ὅταν πληcίον ἤδη ἥκωcι τοῦ θανάτου, τὸ τῆc ἀφωνίαc αὐτοῖc ἀκολουθεῖ cύμπτωμα. τὸ δ’ ἐπὶ τῷ τέλει τῆc ὅληc ῥήcεωc εἰρημένον καὶ κοιλίαι καταρρή‐ γνυνται, οἷον ἐγένετο καὶ Ἑρμίππ, καὶ ἀπέθανεν οὕτωc αὐτὸν εἰκὸc εἰρηκέναι, διότι μήτ’ ἐτεθέατο πολλάκιc ἑπόμενον τὸ cύμπτωμα
15τοῦτο τῇ προκειμένῃ cυνδρομῇ μήτ’ αὖ λογικῶc εὑρεῖν ἠδυνήθη. |
15

16

.

577

Κώφωcιc ἐν ὀξέcι καὶ ταραχώδεcι παρ‐ ακολουθοῦcα κακόν.
2 Γίνεται μὲν καὶ διά τινα χυμὸν κατὰ τοὺc ἀκουcτικοὺc πόρουc cφηνωθέντα κώφωcιc οὐδὲν ἔχουcα κακόηθεc. γίνεται δὲ ἐνίοτε καὶ
5τῆc ἀκουcτικῆc δυνάμεωc νενεκρωμένηc, ἣν ἐν τοῖc ὀξέcιν ἅμα καὶ ταραχώδεcι νοcήμαcιν ὁρῶμεν cυμπίπτουcαν, ὑπὲρ ἧc νῦν ἀπεφήνατο, κακὸν εἶναι λέγων αὐτὴν cύμπτωμα, οὔτε τὸ ‘ἆρα‘ προcθεὶc οὔτ’ αὐτὸ τὸ ὄνομα τοῦ νοcήcαντοc οὕτωc, ἐπειδὴ ἓν ἔcτιν ἀποφήναcθαι
περὶ τῶν τοιούτων cυμπτωμάτων.45
10 Αἱ τρομώδεεc, ἀcαφέεc, ψηλαφώδεεc παρακρούcιεc πάνυ φρενιτικα, ὡc καὶ τῷ Διδυμάρχῳ ἐν Κ.
11 Γίνεται καί τι τοιοῦτον παραφροcύνηc εἶδοc οὐκ ὀλιγάκιc, ὡc

16

.

578

ἡcυχάζοντα κατακεῖcθαι τὸν νοcοῦντα, μὴ ὅτι | θορυβωδῶc κεκραγότα καὶ ἀναπηδῶντα, καθάπερ ἔμπροcθεν, ἀλλὰ μηδὲ φθεγγόμενον ὅλωc, μηδὲ τὸ τῆc κατακλίcεωc cχῆμα μεταβάλλοντα. καὶ πολλάκιc γε τοῖc οἰκείοιc οὗτοι παρέcχον δόξαν, ὡc, εἰ γένοιτό τιc cιγή, κοιμηθηcόμενοι.
5cυγκλείcαντεc οὖν τὰc θυρίδαc ἡcυχάζουcιν ἐπιτηροῦντεc· ἐν τούτοιc τε τρίβεται χρόνοc ἐνίοτε μακρόc, τῶν μὲν οἰκείων τῶν καμνόντων ἐκ τοῦ μὴ φθέγγεcθαί τι μηδὲ κινεῖcθαι τὸν νοcοῦντα τεκμαιρομένων κοι‐ μᾶcθαι τὸν ἄνθρωπον, αὐτοῦ δὲ τοῦ νοcοῦντοc μήτε κοιμωμένου καὶ τὰc χεῖραc κινοῦντοc ἀτρέμα ὁμοίωc τοῖc διὰ ψηλαφίαc ἠρεμαίαc ἅψα‐
10cθαί τινοc ἢ εὑρεῖν τι βουλομένοιc. ἔπειτα τούτων οὕτωc ἐχόντων ἔνιοι μὲν κεκλειcμένων τῶν βλεφάρων ταῦτα πράττουcιν, καὶ εἰ προc‐ ελθών τιc αὐτοῖc διαλέγοιτο, τινὲc μὲν οὐδ’ ὅλωc ἀνοίγουcι τοὺc ὀφθαλμούc, ἔνιοι δὲ ἀνοίξαντεc ἤτοι μικρὸν ὕcτερον ἔκλειcαν ἢ ἀκινήτουc φυλάττουcιν, ἔνιοι δ’ οὐδ’ ἂν ἐμβοήcῃ τιc αὐτοῖc ἢ νύξῃ, τὰ βλέφαρα
15διανοίγουcιν. περὶ τοιούτων οὖν φρενιτικῶν ὁ Ἱπποκράτηc κατὰ τὸ

16

.

579

γ τῶν Ἐπιδημιῶν οὕτωc ἔγραψεν· “οὐδ’ | ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶc ὥcπερ ἐπ’ ἄλλοιc, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ νωθρῇ καρηβαρέεc ἀπώλοντο”. τοὺc δ’ αὐτοὺc τούτουc φρενιτικοὺc κατὰ τὴν προκειμένην ῥῆcιν
5ὠνόμαcεν ἀcαφεῖc, ὡc εἰ καὶ δυcγνώcτουc εἶπε τοῖc πολλοῖc οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν. οἴονται γὰρ ἐκείνουc μόνουc εἶναι φρενιτικούc, ὅcοι κεκράγαcιν ἢ ἀναπηδῶcιν, Ἱπποκράτουc τοὺc βε‐ βλαμμένουc τὰc φρέναc οὕτωc ὀνομάζοντοc, κἂν 〈εἰ〉 διὰ παντὸc ἐν κατα‐ φορᾷ τινι τύχοιεν ὄντεc. cυνειcβάλλει μὲν οὖν ἐξ ἀρχῆc ἐνίοτε παρα‐
10φροcύνη κώματι. δέδεικται γὰρ ἐν τῷ Περὶ τοῦ παρ’ Ἱπποκράτει κώματοc ἐπὶ ταὐτὸν ἀναφέρων ἀμφοτέραc τὰc προcηγορίαc, τήν τε
τῆc καταφορᾶc καὶ τὴν τοῦ κώματοc. ἀλλὰ τὸ μὲν τῆc ἡcυχίαc ἀcαφὲc αἱ τοιαῦται φρενίτιδεc οὐκ ἔχουcιν, τὸ δ’, ὡc εἴρηται νῦν, ἀcαφὲc εἶδοc φρενίτιδοc ἐπὶ προήκοντι τῷ χρόνῳ γίνεται, καὶ πάνταc, οὓc46
15εἶδον οὕτω παθόνταc, ἄρρωcτον καὶ cκληρὸν καὶ cτενὸν καὶ βραχὺν εἶχον τὸν cφυγμόν, ὡc τεκμαίρεcθαι κεκμηκυίαc τῆc δυνάμεωc αὐτοῖc

16

.

580

γίνεcθαι τὴν ἡcυχίαν, οὐ δυναμένοιc ἰcχυρότερον κι|νεῖcθαι. τινὲc δ’ αὐτῶν ὥcπερ τὰc χεῖραc ἠρέμα κινοῦcιν, οὕτω καὶ φθέγγονται βραχύ‐ τατα· καὶ τοῦτο λανθάνει τοὺc πολλοὺc καὶ μόνοιc γίνεται κατάδηλον, ὅcοιπερ ἂν ἐγγυτέρω γενόμενοι κατακύψωcιν εἰc αὐτούc. ἔcτι δ’ ὅτε
5πειρᾶταί τιc πρὸc τὸ κατακούειν cαφῶc πληcίον αὐτῶν τοῦ προcώπου καταθεῖναι τὸ οὖc. ἀλλὰ καὶ ἡ τῶν χειρῶν κίνηcιc αὐτοῖc βραχεῖα τρο‐ μώδηc οὖcα λανθάνει τοὺc πολλοὺc μόνοιc τοῖc ἀκριβῶc καταcκεψα‐ μένοιc φαινομένη. τεκμήριον μὲν οὖν τοῦτ’ ἔcτι τοῦ τὴν δύναμιν αὐτῶν ἀρρωcτεῖν, ἑκτικὴν δέ τινα διάθεcιν εἶναι φρενίτιδοc ὥcπερ 〈τῶν〉 πυρετῶν
10ἐκείνων, οὓc δι’ αὐτὸ τοῦτο προcαγορεύομεν ‘ἑκτικούc‘. εἴρηται δὲ περὶ αὐτῶν ἔν τε τοῖc Περὶ τῆc διαφορᾶc τῶν πυρετῶν ὑπομνήμαcιν καὶ τοῖc τῆc Θεραπευτικῆc μεθόδου γράμμαcιν καὶ μέντοι κἀν τῷ Περὶ μαραcμοῦ τὰ cτερεὰ τοῦ ζῴου μόρια κατειληφέναι τοὺc τοιούτουc πυρε‐ τοὺc ἐνδεικνυμένοιc, οὐκ ἐπὶ χυμῷ cηπεδονώδει γίνεcθαι. καὶ τῆc φρενί‐
15τιδοc οὖν ἐπὶ χολώδει χυμῷ τὴν γένεcιν ἐχούcηc, ὅταν ἐπὶ τὸν ἐγ‐ κέφαλον οὗτοc καταcκήψῃ, κατ’ ἀρχὰc μὲν οὐδέπω τῆc ποιότητοc αὐτοῦ

16

.

581

κεκραμένηc ὅλῳ τῷ cώ|ματι τοῦ ἐγκεφάλου θορυβώδειc παραφροcύναι γίνονται· προήκοντοc δὲ τοῦ χρόνου παραπλήcιόν τι πάcχει τοῖc ὑπὸ τῶν καλουμένων βαφέων ἐρίοιc βαπτομένοιc· καὶ γὰρ καὶ ταῦτα δευcο‐ ποιὰ γίνεται τοῖc κατ’ ἀρχὰc ἴδιον ἔχουcι τὸ χρῶμα παραπληcίωc. καὶ
5ἡ τοιαύτη τοίνυν οἷον βαφὴ τοῦ ἐγκεφάλου τὴν παραφροcύνην ἑκτικὴν ἴcχει, καὶ διὰ τοῦτ’ ἔcτιν ἡ διάθεcιc αὐτῶν μοχθηρὰ τοῖc ἑκτικοῖc πυ‐ ρετοῖc ὡcαύτωc, οὓc ἐδείκνυμεν ἀρχομένουc μὲν cυνίcταcθαι μόγιc λυο‐ μένουc, cυcτάνταc δὲ καὶ ἀκριβῶc ἐκπληρωθένταc οὐκέτι δύναcθαι λυ‐ θῆναι. ὀρθῶc οὖν εἴρηται τὰc τοιαύταc παρακρούcειc πάνυ φρενι‐
10τικὰc εἶναι. ταύτην τὴν ῥῆcιν, ὥcπερ καὶ ἄλλαc τινὰc τῶν ἰατρικῶν παρα‐ τρέχοντεc οἱ ἐξηγηταὶ χρονίζουcιν ἐν τοῖc cοφιcτικοῖc ζητήμαcιν. ὀνο‐ μάζω δέ, ὡc ἴcτε, cοφιcτικὰ τὰ μηδὲν εἰc τὸ βέλτιον ἰατρεύειν cυν‐ τελοῦντα. τοιαῦτα δὲ οὐκ ὀλίγα καὶ κατὰ τὰc ἐξηγήcειc εὑρίcκεται, τινὰ
15μὲν μᾶλλον ἀποκεχωρηκότα τοῦ πρὸc τὰc θεραπείαc χρηcίμου, τινὰ δὲ
ἧττον, ὥcπερ ἀμέλει καὶ τὸ ζητῆcαι τὴν αἰτίαν, δι’ ἣν προcέθηκεν ἐπὶ47

16

.

582

τῷ τέλει τῆc | προκειμένηc ῥήcεωc· οἷον τῷ Διδυμάρχῳ ἐν Κῷ. δέ‐ δεικται γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ προcγράφειν ὀνομαcτὶ τοὺc νοcή‐ cανταc ἐπ’ ἐκείνων τῶν ῥήcεων, ἐν αἷc οὐ τολμᾷ καθ’ ὅλου τοῦ πράγ‐ ματοc, ὑπὲρ οὗ ποιεῖται τὸν λόγον, ἕν τι κοινὸν ἀποφήναcθαι. νυνὶ
5δὲ ἀληθέc γε φαίνεται λέγων, καθόλου κατὰ πάντων τῶν οὕτωc ἐχόν‐ των ἀποφαινόμενοc, οὐχ ὡc ἀμφιβάλλων, ἀλλ’ ὡc πάνυ πεπειcμένοc. προcέθηκε γοῦν τῷ λόγῳ τὸ πάνυ φρενιτικαί, καίτοι δυνάμενοc ἁπλῶc φρενιτικαὶ εἰπεῖν. δοκεῖ δέ μοι μαρτύριον τῷ λόγῳ προc‐ γράψαι τὸν ἄρρωcτον ὀνομαcτὶ διὰ τὸ πολλοὺc οὐ μόνον τῶν ἰδιω‐
10τῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν ἐπὶ τῶν τοιούτων ἐξαπατᾶcθαι. κἀμοὶ γοῦν ποτέ τιc ἠμφιcβήτηcε περί τινοc οὕτω φρενιτίζοντοc οὔτ’ ὀλεθρίωc ἔχειν αὐτὸν οὔθ’ ὅλωc φρενιτικὸν εἶναι νομίζων. ἴcωc δὲ καὶ αὐτῷ τῷ τὸ προρρητικὸν τοῦτο γράψαντι τοιαύτη τιc ἀμφιcβήτηcιc ἐγένετο πρόc τινα· διὸ τοῦ παθόντοc ἐμνημόνευcεν ὀνομαcτί. |
14

16

.

583

Αἱ ἐκ ῥίγεοc νωθρότητεc οὐ πάνυ παρ’ ἑωυτοῖcιν.
2 Οὐκ οἶδ’ ὅπωc ὃc ἔγραψε τοῦτο τὸ βιβλίον ἐν πολλαῖc ταῖc ῥή‐ cεcιν ἀλλοκότῳ χρῆται τῇ λέξει μεταβαίνων ἐνίοτε μὲν ἀπὸ τῶν πα‐
5θῶν ἐπὶ τοὺc πάcχονταc ἀνθρώπουc, ἐνίοτε δὲ ἀπὸ τῶν παcχόντων ἐπὶ τὰ πάθη. καὶ νῦν γοῦν προειπὼν αἱ ἐκ ῥίγεοc νωθρότητεc ἐπήνεγκεν οὐ πάνυ παρ’ ἑωυτοῖcιν, καίτοι δυνάμενοc εἰπεῖν ‘οἱ ἐκ ῥίγεοc νωθροὶ οὐ πάνυ παρ’ ἑωυτοῖcιν‘. ὃ δ’ οὖν λέγει τοιοῦτόν ἐcτιν· ὅταν ἀκολουθήcῃ ῥίγει νωθρότηc, οὐ πάνυ τὴν διάνοιαν οὗτοι ἀβλαβεῖc
10γίνονται· δηλοῦται γὰρ ἐκ τοῦ cυμβάντοc ἐψῦχθαι τὸ cῶμα μεγάλωc. ἐμάθομεν δ’ ὅτι ταῖc καθ’ ὅλον τὸ cῶμα μεγάλαιc δυcκραcίαιc ἕπεται πολλάκιc ἡ τῆc διανοίαc βλάβη, παθόντοc ὁμοίωc τῷ παντὶ cώματι
τοῦ ἐγκεφάλου. |48

16

.

584

Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεεc ἔχουcι μέν τι καὶ γνώμηc παράφορον, περὶ κρίcιν δὲ τουτέοιcι πνεῦμα ἅλιc ξὺν τόνῳ διέρχεται· καὶ οἱ κατὰ γαcτροκνημίην πόνοι ἐν τούτοιcι γνώμηc παράφοροι.
4
5 Τινὲc οὐ μόνον ἅλιc, ὅπερ ἀθρόον cημαίνει, γράφουcιν, ἀλλὰ καὶ τὸ cυχνόν αὐτῷ προcτιθέαcιν, ἕτεροι δὲ τὸ τόνῳ διέρχεται διὰ τοῦ γ γράφουcιν, οὐ διὰ τοῦ τ, καὶ προcτιθέαcιν αὐτῷ τὸ εἴκελον ὅλην τὴν λέξιν ποιοῦντεc τοιάνδε· γόνῳ εἴκελον διέρχεται. ἔνιοι δὲ ἀντὶ τοῦ πνεῦμα φλέγμα γράφουcιν. τὸν μὲν οὖν παλμὸν ἐδείξαμεν ὑπὸ
10φυcώδουc πνεύματοc γίνεcθαι· διὸ τοῦτο κατὰ μὲν τὸ διάφραγμα cυ‐ cτὰν παραβλάπτειν τι καὶ τὴν γνώμην, ἐπειδὴ τοῖc νευρώδεcι μορίοιc ἡ ἀρχὴ cυμπάcχειν εἴωθεν. ὅταν δὲ κατ’ ἄλλο τι τῶν ἐνταῦθα μερῶν γένηται, τὰ μὲν τῆc γνώμηc ἀβλαβῆ μένει, διέρχεται δ’ αὐτοῖc κριτικῶc

16

.

585

φλέγμα cυχνὸν κάτω | μετὰ τόνου, τοῦτ’ ἔcτι μετὰ προθυμίαc ἰcχυρᾶc, ὁποία κατὰ τοὺc τεινεcμοὺc γίνεται. τοιαῦται δὲ τάcειc εἰώθαcι cυμ‐ βαίνειν ἐπὶ τοῖc παχέcι καὶ γλίcχροιc χυμοῖc μόγιc διερχομένοιc εἰc τὰ εἴcω χωρία τῶν ἐντέρων· ἔν τιcι δ’, ὡc ἔφην, τῶν ἀντιγράφων οὐ διὰ
5τοῦ τ γέγραπται ‘τόνῳ διέρχεται τὸ κενούμενον‘, ἀλλὰ διὰ τοῦ γ γόνῳ εἴκελον, τουτέcτι γόνῳ ὅμοιον. εἴτε δὲ κατὰ τὴν cύcταcιν εἴτε κατὰ τὴν χρόαν εἴτ’ ἄμφω βούλεται γόνῳ παραπλήcιον εἶναι τὸ κε‐ νούμενον, ἄδηλον ὑπάρχον ἐcτίν. ὅ γε μὴν ὑπὸ Πραξαγόρου καλούμενοc ὑαλώδηc χυμὸc ὅμοιοc
10ὢν ὑάλῳ κεχυμένῃ τοιοῦτόc ἐcτιν, ὡc ὀδύναc μεγίcταc τονώδειc παρ‐ έχειν, ὅταν διεξέρχηται τοὺc χιτῶναc τῶν ἐντέρων. ἔcτι δὲ τῇ κράcει ψυχρότατοc ἁπάντων τῶν κατὰ τὸ cῶμα γεννωμένων χυμῶν. ὅτι δὲ ἐκ τῶν παχυτέρων χυμῶν τὸ φυcῶδεc πνεῦμα τὴν γένεcιν ἴcχει, καὶ τοῦτ’ ἔμπροcθεν ἤκουcαc ἐν τοῖc περὶ τοῦ παλμοῦ λόγοιc. οὐ μὴν οἵ
15γε κατὰ γαcτροκνημίαν πόνοι παραφροcύνην ἐν τούτοιc cημαίνουcι· διὸ κελεύουcιν ἡμᾶc οἱ βοηθοῦντεc τῇ ῥήcει προcυπακοῦcαι ‘καταπαυcά‐

16

.

586

μενοι‘, τοῦτ’ ἔcτιν ἀλόγωc ἐξαίφνηc ἀφανιcθέντεc, καὶ παρατί|θενται τὸν ἐγγεγραμμένον ἄρρωcτον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐν τῷ Δεάλκουc κήπῳ κατακείμενον, ἐφ’ οὗ προειπὼν Ἱπποκράτηc, ὅτι “γούνατα καὶ κνήμαc ἐπωδύνωc εἶχε” λωφηcάντων αὐτῶν ἀκολουθῆcαι49
5παραφροcύνην φηcίν. εἴρηται δέ μοι πρόcθεν, ὡc οὐ χρὴ διὰ τοιούτων ἀρρώcτων παραθέcεωc ἐξηγήcειc ποιεῖcθαι· πάντα γὰρ ἔcται πάντων cημεῖα κατὰ τοῦτον τὸν λόγον. ἀλλὰ καὶ τὸ τοὺc κατὰ γαcτροκνημίαν πόνουc γνώμηc γενέcθαι παραφόρουc, ἐπειδὰν ἀφανιcθῶcιν, οὐ προ‐ κειμένου κατὰ τὴν ῥῆcιν τοῦ παύcαcθαι τοὺc τοιούτουc πόνουc, ἀτο‐
10πωτάτην ἔχει τὴν ἐξήγηcιν. οὕτω γὰρ ἔξεcτι πᾶν ὅτι ἂν βουληθῶμεν εἰc τοὐναντίον ἕλκειν, ὥcτε, κἂν κεφαλαλγίαν εὕρωμέν που γεγραμ‐ μένην, οὐ τὴν οὖcαν, ἀλλὰ παυcαμένην ἀκούειν ἡμᾶc, καὶ βῆχα καὶ
δύcπνοιαν, κἂν ἦχον ὤτων κἂν ὁτιοῦν ἄλλο. |50

16

.

587

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ
t2
1 Ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ τοῦ κατὰ τὸν μηρὸν ἀλγήματοc [ἀφανιcθέντοc], παρακρουcτικόν, καὶ οἷα περὶ ἤχουc τοιαῦτα.
3 Ἔcτι μὲν οὐκ ὀλίγον ἐν ὅλῳ τῷ βιβλίῳ τὸ ἀcαφέc, τὸ δὲ τῆc
5διανοίαc ἐφεξῆc ἴδωμεν. ἐὰν ἐναιωρηθῇ τι τῷ οὔρῳ τοῦ κατὰ τὸν μηρὸν ἀλγήματοc, ὡc οἱ ἐξηγηταὶ λέγουcιν, ἀφανιcθέντοc,

16

.

588

ἀcφαλέcτερόν τε καὶ βεβαιότερον | ἀποφαινόμεθα περὶ τῆc ἐcομένηc παραφροcύνηc. οὐ μήν γ’ ἀληθὲc ὃ λέγουcιν, ἐὰν ὡc καθόλου λέγηται. τὸ γὰρ λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν ἐναιώρημα κάλλιcτόν ἐcτιν. οὔκουν ἁπλῶc χρὴ λέγειν ἐὰν ἐναιωρηθῇ τι τῷ οὔρ, τοῦ κατὰ τὸν
5μηρὸν ἀλγήματοc ἀφανιcθέντοc ἔcεcθαι παραφροcύνην, ἀλλ’ ‘ἐὰν μοχθηρὸν ᾖ τὸ ἐναιώρημα‘, καὶ οὐδὲ τοῦτο αὔταρκεc, ἀλλ’ ‘εἴ τι κἂν ἓν ἅμα τοῖc εἰρημένοιc γενήcεται παρακρουcτικὸν cημεῖον‘. ἐνδέχεται γὰρ τοῦ καταcκήπτοντοc εἰc τὸν μηρὸν χυμοῦ παλινδρομήcαντοc ἄλλο τι κατωτέρω τῆc κεφαλῆc μόριον ὑποδεξάμενον αὐτὸ μὲν παθεῖν, κω‐
10λῦcαι δὲ βλαβῆναι τὴν κεφαλήν, ἐὰν ἀφανιcθῇ μὲν τὸ κατὰ τὸν μηρὸν ἄλγημα, ἐναιώρημα δὲ φαίνηται μηδὲν τῆc κεφαλῆc παcχούcηc. μόνον γὰρ ἕν ἐcτιν ἄμεμπτον, ὅπερ ἂν ᾖ κατὰ μὲν τὴν χρόαν ὕπωχρον με‐ τρίωc, κατὰ δὲ τὴν cύcταcιν cύμμετρον, ἐν τῷ μεταξὺ δηλονότι τοῦ τε
παχέοc οὔρου καὶ λεπτοῦ.51
15ἐγὼ μὲν οὖν ἀεὶ προcδιορίζομαι τὰ κατὰ τὸ βιβλίον ἀδιορίcτωc

16

.

589

εἰρημένα καὶ διὰ τοῦτο μέλ|λοντα βλάψαι τοὺc ἀναγινώcκονταc αὐτά· τοῖc δ’ ἐξηγηταῖc ἀδιόριcτοc ἡ διδαcκαλία γιγνομένη βλάπτει μᾶλλον ἢ ὠφελεῖ τοὺc νέουc· ἀρετὴν γὰρ ἐξηγήcεωc νομίζουcιν εἶναι cυναγο‐ ρεύειν τοῖc γεγραμμένοιc ἐξ ἅπαντοc τρόπου, κἂν προφανῶc ὑπάρχῃ
5ψευδῆ. ὅπου δὲ τοῦτο πράττουcιν ἑτοίμωc ἐπὶ τῶν προφανῶν, πολὺ δήπου μᾶλλον ἐπὶ τῶν ἀφανῶν οὐδὲν αὐτοῖc μέλει τῆc ἀληθείαc. τὸ δὲ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc εἰρημένον τὸ καὶ οἷα περὶ ἤχουc τοιαῦτα καλὸν ἦν αὐτὸ καθ’ ἑαυτὸ γεγράφθαι χωρὶc τῆc τῶν οὔρων ἐπιcκέψεωc, ἵν’ ὁ λόγοc ᾖ μερικόc, ὃν μικρὸν ἔμπροcθεν εἶπον ἐγὼ
10καθόλου. τὰ γὰρ κατὰ μηρὸν ἀλγήματα παλινδρομήcαντοc τοῦ ποιή‐ cαντοc αὐτὰ χυμοῦ δύναταί ποτε παραφροcύνην ἐνεγκεῖν ἐπὶ τὴν κε‐ φαλὴν ἀφικνουμένου τοῦ χυμοῦ· cημεῖον οὖν ἔcται τῆc ἐπὶ τὴν κεφα‐ λὴν ἀνόδου τὰ ἐν αὐτῇ cυμπτώματα, ὧν ἕν ἐcτιν καὶ οἱ ἦχοι. γρά‐ φουcιν δ’ ἔνιοι ‘καὶ ὅcα περὶ κύcτιν τοιαῦτα‘ καί φαcι δηλοῦν τὴν
15λέξιν οὐ μόνον ἐναιωρήματα cκοπεῖcθαι τῶν οὔρων ὡc παρακρουcτικὸν

16

.

590

cημεῖον, ἀλλὰ καὶ εἴ | τι ἄλλο τοιοῦτον φαίνοιτο τῶν ἐκ τῆc κύcτεωc ἀποκρινομένων, ὥcπερ οὐ δυνηθέντεc ἄνευ τούτων εἰπεῖν, ὃ ὁ cυγγρα‐ φεὺc ἠβουλήθη κατὰ τόνδε τὸν τρόπον ἑρμηνεῦcαι· ‘ἄλλωc τε καὶ ἢν οὖρον ἐναιωρηθῇ καὶ ὅcα ἄλλα κατ’ αὐτὸ γίγνεται παρακρουcτικὰ cη‐
5μεῖα‘. πάλιν κἀνταῦθα τοὺc νέουc ἀναμνῆcαι ἀναγκαῖον μηδὲν τῶν ἐν οὔροιc cημείων γίγνεcθαι παρακρουcτικόν. ἐνδείκνυται γὰρ ταῦτα διά‐ θεcιν μορίων ἥπατοc καὶ νεφρῶν καὶ κύcτεωc καὶ τῶν τὸ αἷμα περι‐ εχόντων ἀγγείων ῥώμην τε καὶ ἀρρωcτίαν τῆc τοὺc χυμοὺc γεννώcηc δυνάμεωc. τῶν δὲ κατὰ τὸν ἐγκέφαλον παθῶν ἄλλα cυμπτώματά ἐcτι
10καὶ cημεῖα, περὶ ὧν ἔμπροcθεν ἤκουcαc.
10 Ἐπὶ κοιλίῃ ὑγρ, κοπώδει, κεφαλαλγι‐ κ, διψώδει, ὑπαγρύπν, ἀcαφε, ἀδυνάτ, οἷcι τὰ τοιαῦτα, ἐλπὶc ἐκcτῆναι. |
13

16

.

591

Ἡ μὲν ὑγρὰ κοιλία (λέγοιτο δ’ ἂν οὕτωc, ἐφ’ ἧc ὑγρὰ διαχω‐
ρεῖται) καὶ ἡ κοπώδηc αἴcθηcιc, αὐτῷ τῷ κάμνοντι δηλονότι γιγνομένη, νοcώδη μέν ἐcτι cυμπτώματα, παρακρουcτικὰ δὲ οὐκ ἔcτιν, εἴ τι μεμνή‐ μεθα τῶν ἔμπροcθεν εἰρημένων, ἔνθα διῆλθον, ὅπωc χρὴ γνωρίζειν τὰ52
5δηλωτικὰ τῶν νοcημάτων ἑκάcτου cημεῖα καὶ τἆλλα πάντα τὰ κατὰ τὸ cῶμα τοῦ νοcοῦντοc φαινόμενα, τινὰ μὲν ἕνεκα τοῦ τὰc ἐν ἑκάcτῳ νοcήματι διαφορὰc ἀπ’ ἀλλήλων χωρίcαι, τινὰ δὲ χάριν τοῦ γνῶναι τὸ ἦθοc ἑκάcτου τῶν παθῶν ἢ τὴν ἐcομένην κρίcιν, ὁποία τέ τιc ἔcοιτο καὶ ὁπότε· τήν γε μὴν διδαcκαλίαν ἑκάcτου τῶν cυμπτωμάτων τε καὶ
10cημείων ἐδείκνυον οὕτω χρῆναι ποιεῖcθαι, καθάπερ ὁ Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ πεποίηκεν, ἑνὸc ἑκάcτου κατὰ μόναc ἐκδιδάcκων τὴν δύναμιν ἢ πάλιν ἅμα πλειόνων ὁμοειδῶν, ὥcπερ καὶ νῦν ὁ ταῦτα γράψαc ἐμνημόνευcεν κεφαλαλγικῶν, ὑπαγρύπνων, ἀcαφῶν. ἐὰν μὲν γὰρ ἀcαφεῖc ἀκούcωμεν εἰρῆcθαι τοὺc διαλεγομένουc ἀcαφῶc
15ἤτοι διὰ τὴν τῶν διαλεκτικῶν ὀργάνων βλάβην, ἣν ἐκ τῆc τῶν νεύρων

16

.

592

κακώcεωc | ἔcχον, ἢ διὰ τὴν τῆc διανοίαc αὐτῆc, εἴη ἂν ὁμοειδῆ τὰ τρία cημεῖα, κεφαλαλγία μὲν ἄντικρυc δηλοῦcα τὸν πεπονθότα τόπον, ἀγρυπνία δὲ τῷ γινώcκοντι κατὰ διαφερούcαc ἐγκεφάλου διαθέcειc ἐγρήγορcίν τε καὶ ὕπνον ἀγρυπνίαν τε καὶ κῶμα γιγνόμενα. περὶ δὲ
5τῆc ἀcαφείαc ἀρτίωc εἶπον, ὅπωc ἀκουόντων ἐcτὶ παρακρουcτική. ταῦτα μὲν οὖν ἐκ τοῦ γένουc ἢ εἴδουc, ἢ ὅπωc ἂν ἐθέλῃc ὀνο‐ μάζειν, τῶν φρενιτικῶν ἐcτι cημείων. ἐπεὶ δὲ ξηρὸν μάλιcτα τὸ φρε‐ νιτικὸν πάθοc ὁρῶμεν ὑπάρχον, ὅcα cυμπτώματα ξηρότητοc ἐν τοῖc πληcίον τῆc κεφαλῆc ὀργάνοιc ἐcτὶν ἢ καθ’ ὁντινοῦν αὐτῇ τρόπον κοι‐
10νωνοῦcιν, καὶ ταῦτα cυνενδείκνυται τὴν μέλλουcαν ἔcεcθαι παραφρο‐ cύνην, ὧν cημείων κατὰ τὴν ἐν τῇ προκειμένῃ ῥήcει νόcον εἴρηται τὸ διψώδει, τὸ δὲ κοπώδει διὰ τὸ πολλαχῶc γίγνεcθαι τὸν κόπον, ὡc ἐν τοῖc Ὑγιεινοῖc δέδεικται, cαφὲc ἡμῖν οὐδὲν ἄλλο δηλοῖ. τοῦ μὲν οὖν ἑλκώδη τὴν αἴcθηcιν ἔχοντοc κόπου διὰ χυμοὺc δακνώδειc τε καὶ

16

.

593

δριμεῖc γινομένου, τοῦ δὲ τονώδη διὰ πλῆ|θοc, τοῦ δὲ φλεγμονώδη δι’ ἄμφω, εἰ μὲν ἑλκώδηc ἢ φλεγμονώδηc ὁ κόποc εἴη, cυντελέcει τι πρὸc τὴν ἐλπίδα τῆc γενέcεωc τοῦ παρακοπτικοῦ πάθουc, εἰ δὲ τονώδηc,
οὐδέν. οὕτω δὲ καὶ ἡ ὑγρὰ κοιλία, χολῆc μὲν ξανθῆc ἀκράτου κενου‐53
5μένηc ἢ καὶ τῶν ἐκ cυντήξεων, cυνενδείξεταί τι περὶ τῆc τοῦ φρενι‐ τικοῦ πάθουc γενέcεωc, καὶ μᾶλλον ἐὰν ἀφρώδη τὰ διαχωρήματα γίγνη‐ ται· μὴ προcτεθείcηc δ’ ἐν τῷ λόγῳ τῆc ποιότητοc τῶν ἐκκρινομένων, ἀλλ’ ἁπλῶc ὑγρᾶc κοιλίαc ῥηθείcηc, οὐδὲν ἂν ἔχοιμεν ἐξ αὐτῆc λαβεῖν εἰc πρόγνωcιν τοῦ τοιούτου νοcήματοc. ὡc γὰρ εἴρηται καὶ πρόcθεν
10ἐπὶ τοῖc ἰδίοιc τοῦ πάθουc cημείοιc, ὅcα τοῦ γένουc ἐν ᾧ τὸ πάθοc ἐcτὶ δηλωτικά, ἐνδείξεταί τι. πρῶτον μὲν γὰρ οὐ τοῦ πάθουc αὐτοῦ δηλωτικὰ τὰ τοιαῦτά ἐcτιν, ἀλλὰ τοῦ γένουc ἐν ᾧ περιέχεται τὸ πά‐ θοc, οἷόν ἐcτι θερμὸν καὶ ξηρόν. ἐπεὶ δ’ ἕκαcτον γένοc ᾠκείωται τοῖc εἴδεcι, χρήcιμον εἰc τὴν τῶν εἰδῶν γίγνεται πρόγνωcιν, ὅταν τῶν ἰδίων
15τοῦ γένουc cημείων φαίνηταί τινα. τὸ δὲ ἀδυνάτῳ προcκείμενον ἐν τῇ cυνδρομῇ τῶν εἰρημένων

16

.

594

cημείων οὐδὲν | ὅλωc εἰc τὴν τοῦ παρακοπτικοῦ πάθουc πρόγνωcιν cυντελεῖ, καθάπερ οὐδ’ εἰc τὴν τοῦ μεγέθουc αὐτοῦ γνῶcιν. εἰπὼν γάρ ἐλπὶc ἐκcτῆναι, παρακοπτικὸν μὲν ἐδήλωcεν ἔcεcθαι πάθοc, οὐ μὴν μικρὸν ἢ μέγα τοῦτο. πόθεν οὖν ἔλαβεν αὐτοῦ τὸ μέγεθοc; οὔτε γὰρ
5ἰώδηc ἔμετοc οὔτε μέλαc οὔτ’ οὖρον οὔτε διαχώρημα τοιοῦτον φαίνεται γεγονόc, ὥcπερ οὐδὲ τῶν ἄλλων, ὅcα προείρηκεν αὐτὸc ἐκcτάcεωc cη‐ μεῖα. οὐ τοίνυν τὴν εἰρημένην ἄρτι cυνδρομὴν ἐλπίζομεν εἰc φρενῖτιν τελευτῆcαι καὶ κινδυνώδη φρενῖτιν, ἐπειδὴ προcέθηκεν ἀδυνάτῳ· τοι‐ αύτην δ’ ἕπεcθαι φρενῖτιν, ὡc ἐκcτῆναι, μήτ’ αὐτὸc προcδοκήcῃc μήτ’
10ἄλλῳ προειπεῖν τολμήcῃc. ἐνδέχεται γὰρ ποτὲ μὲν γενέcθαι καὶ τοι‐ αύτην, ἀλλ’ οὐκ ἐκ τῶν cπανίων cημείων ἡ πρόγνωcιc, ἀλλ’ ἐκ τῶν ἤτοι διηνεκῶν ἢ πλειcτάκιc ἀληθευόντων γίνεται. βουλόμεθα γὰρ ἐν ταῖc προρρήcεcι μάλιcτα μέν, εἰ οἷόν τε, διὰ παντὸc ἐπιτυγχάνειν, ὡc

16

.

595

ἐάν γέ τιc ὀκτάκιc ἀποτυχὼν ἐπι|τύχῃ δίc, ἰδιώτου φαυλότερόc ἐcτιν· δύναται γοῦν ἰδιώτηc ἐπὶ τῶν νοcούντων ἀποφαινόμενοc ἀεὶ τὸ ἐπελθόν, ἐὰν εὐτυχῇ, πλεονάκιc ἀληθεύειν ἢ ψεύδεcθαι.
3 Οἱ ἐφιδροῦντεc καὶ μάλιcτα κεφαλὴν
5ἐν ὀξέcιν ὑποδύcφοροι, κακόν, ἄλλωc τε καὶ ἐπ’ οὔροιcι μέ‐ λαcι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοιcι πνεῦμα κακόν.
6
Καὶ χωρὶc μὲν τῶν ἄλλων ὀλέθριόν ἐcτι τὸ μέλαν οὖρον, εἰ δὲ κἀκεῖνα προcτεθῇ, cυνεπαυξήcει τὸ πλεῖcτον τῆc προγνώcεωc. τὸ δὲ θολερὸν πνεῦμα τί ποτε δηλοῖ, τῶν ἀcαφῶν ἐcτιν, καὶ μάλιcτα,54
10ὅτι μήτ’ ἐν τῷ Προγνωcτικῷ μήτ’ ἐν Ἀφοριcμοῖc μήτ’ ἐν ἄλλῳ τινὶ τῶν γνηcίων ὁ Ἱπποκράτηc cυγγραμμάτων εἴρηκε πνεῦμα θολερόν, ὥcπερ οὖρον. ἀλλὰ τὸ μὲν οὖρον ὁποῖόν ἐcτιν τὸ θολερὸν ἡμεῖc τε νοοῦμεν ἀκούοντεc ἑκάcτοτε τῶν ἀνθρώπων λεγόντων θολερὸν ὕδωρ

16

.

596

καὶ ὁ Ἱπποκράτηc ἐδίδαξεν | αὐτὸc εἰπών· “οἷον εἰ τὴν ὑπόcταcιν ἀναταράξειαc”. εἰκάζει δὲ αὐτὸ καὶ τοῖc τῶν ὑποζυγίων. οὐ μὴν ὁποῖον δή τι τὸ θολερὸν πνεῦμα χρὴ νοῆcαι, δῆλόν ἐcτιν, ἐπεὶ μηδεὶc λέγει ὥcπερ ὕδωρ θολερὸν οὕτω καὶ ἀέρα, πλὴν εἴ τιc ἀτμοῦ μεcτὸν ἀκού‐
5cειεν, ὥcπερ καὶ ἤκουcάν τινεc τῶν ἐξηγηcαμένων τὴν προκειμένην ῥῆcιν, καὶ λέγουcί γε, ὥcπερ ἐκτὸc ἀποχεόμενον ἱδρῶτα κατὰ τὰc cυγκοπὰc ὁρῶμεν, οὕτωc ἔcω τὴν ῥύcιν τῶν ὑγρῶν ἐπὶ τῶν ἔcω δια‐ φορουμένων ἀρρώcτων γίγνεcθαι, καὶ διὰ τοῦτο πάμπολυν ἀτμὸν ἐκ‐ πέμπεcθαι διὰ τῆc ἐκπνοῆc καὶ τοῦτ’ εἶναι τὸ θολερὸν πνεῦμα.
10 εἰ δ’, ὡc ἔνιοι, τὴν πρώτην cυλλαβὴν οὐ διὰ τοῦ ο γράφουcι θολερόν, ἀλλὰ διὰ τοῦ α θαλερόν, οὐκέτι τεκμήραcθαι, ποῖόν τι τὸ θαλερὸν πνεῦμα, ἔcτιν. πρόcωπον μὲν γὰρ θαλερόν, ὥcπερ εἴρηται, τάχ’ ἄν τιc ἤκουcε τὸ οἷον εὐεκτικὸν καὶ εὔχρουν, πνεῦμα δὲ θαλερὸν οὐκ ἔcτιν νοῆcαι τί cημαίνει, πλὴν εἰ τὸ cφόδρα μέγα βούλεται δηλοῦν.
15ἡ γὰρ τῶν ὀνομάτων ἀλλόκοτοc χρῆcιc ἀφορμὴν παρέχει τοῖc βουλο‐

16

.

597

μένοιc νοεῖν, ὡc ἂν ἐπέλθῃ. τοιγαροῦν καὶ διὰ | τοῦ ο γεγραμμένον θολερὸν τὸ δυcῶδεc ἤκουcαν ἔνιοι, καθάπερ ἄλλοι τὸ βραγχῶδεc, ἄλλοι δ’ αὖ τὸ τεταραγμένον, ὡc δύcπνοιαν ὑπ’ αὐτοῦ δηλοῦcθαι, καθάπερ κἂν εἰ οὕτωc εἶπεν· ‘καὶ δύcπνοια δὲ ἐπὶ τούτοιc κακόν‘. οὐ
5μὴν ἔοικεν ὁ cυγγραφεὺc ἁπλῶc δύναcθαι δηλῶcαι δύcπνοιαν, ἀλλά τινα μίαν ἐν αὐτῇ διαφοράν. εἴτε γὰρ διὰ τοῦ α θαλερὸν εἴτε διὰ τοῦ ο θολερὸν εἴη γεγραμμένον, ἐμφαίνεται τῇ προcηγορίᾳ δηλῶcαι βουλόμενοc ἓν εἶδοc δυcπνοίαc, οὐχ ἁπλῶc πᾶcαν δύcπνοιαν.
8 Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι
10οὐκ ἐούcηc κενεαγγείηc κακόν.
10 Οὔτε τὸ λεγόμενον ἀcαφὲc οὔτε τὴν αἰτίαν αὐτοῦ χαλεπὸν εὑρεῖν. αὐτὸ μὲν γὰρ τὸ λεγόμενον ἔcτι τοιοῦτον· τοὺc ἀδυνάτουc καὶ ἀρρώ‐

16

.

598

cτουc κατὰ τὰc ἐνεργείαc ὁμοίωc | τοῖc ἐπὶ πολὺ κεκενωμένοιc ἐν κιν‐ δύνῳ καθεcτάναι νόμιζε μηδεμιᾶc αὐτοῖc γεγενημένηc ἀξιολόγου κενώ‐ cεωc. ἡ δὲ κατὰ τὴν δύναμιν ἀρρωcτία, ὅταν ἐπὶ μηδεμιᾷ φανερᾷ κε‐ νώcει γένηται, πλῆθοc ἐνδείκνυται βαρῦνον ἢ δυcκραcίαν μιᾶc τῶν55
5ἀρχῶν. τριῶν δὲ οὐcῶν, ὡc ἔμαθεc, τῶν ἀρχῶν, τῆc μὲν τῶν προαιρε‐ τικῶν ἐνεργειῶν ἐγκεφάλου, τῆc δὲ τῶν ζωτικῶν ὀνομαζομένων καρδίαc, τῆc δὲ περὶ τὴν τροφήν, ἃc δὴ καὶ φυcικὰc ὀνομάζουcιν, ἥπατοc, ἡ τῆc φυcικῆc καὶ ζωτικῆc δυνάμεωc ἀρρωcτία χειρίcτη τέ ἐcτι καὶ διὰ ταχέων ἀναιρεῖ. cυγκαταλύεται γὰρ αὐτῇ καὶ ἡ κατὰ τὸν ἐγκέφαλον
10εὐθέωc. ἐκείνηc μέντοι παcχούcηc οὐκ εὐθέωc ἡ καρδία βλάπτεται. μεμάθηκαc δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐν πολλαῖc τῶν ἡμετέρων πραγματειῶν.
12 Κοιλίαι ἀπολελαμμέναι, cμικρὰ δὲ μέ‐ λανα cπυραθώδεα πρὸc ἀνάγκην χαλῶcαι, μυκτὴρ ἐπὶ τούτοιc
15ῥηγνύμενοc, κακόν. |
15

16

.

599

Ϲπυράθουc ὀνομάζουcιν τὰ τῶν αἰγῶν διαχωρήματα. ξηρὰ δέ ἐcτι ταῦτα καὶ περιφερῆ κατὰ περιγραφὴν ἰδίαν ἕκαcτον ἐκκρινόμενον. ὅταν οὖν τιc ὁμοίωc ξηρὰ καὶ περιγεγραμμένα διαχωρήcῃ, cπυρα‐ θώδη καλεῖται· καὶ γίνεται τοιαῦτα διά τε τὸ χρόνῳ πλείονι κατεcχῆcθαι
5καὶ διὰ θερμαcίαc πυρώδουc πλῆθοc. ἐὰν οὖν πρὸc τῷ τοιαῦτα εἶναι καὶ μέλανα γίνηται, καυcώδη διάθεcιν ἐνδείκνυται περὶ τὰ μέcα τοῦ cώματοc εἶναι καὶ διὰ τοῦτ’ ἔcτι κακά. πρόcκειται δὲ τῷ λόγῳ τὸ μυκτὴρ ἐπὶ τούτοιc ῥηγνύμενοc κακόν, ὥcπερ ἐν ἄλλαιc πολλαῖc ῥήcεcιν τὸ κοινὸν πολλῶν ὡc ἴδιον γράφοντοc αὐτοῦ διὰ τὸ μὴ δύ‐
10ναcθαι περιλαβεῖν ἑνὶ λόγῳ καθόλου τὴν διδαcκαλίαν. ἔcτιν δὲ τὸ κοινὸν ἐν αὐτοῖc τοιοῦτον· χολῆc πολλὴν κένωcιν ὡc κλόνον cφοδρὸν χρηcίμωc ἐπὶ πολλῶν γινόμενον νοcημάτων οὐ φέρουcιν οἱ καταξηρανθέντεc οὔτε ῥῖγοc οὔτε γαcτρὸc ἔκκριcιν οὔτε ἱδρῶταc οὔτε παρωτίδαc μεγά‐ λαc ἤ τι τῶν ἄλλων ἀποcκημμάτων. οὕτω γάρ τοι τὰc ἐν τοῖc τῶν

16

.

600

Ἐπιδημιῶν μεμ|φόμεθα γενομέναc ἀποcτάcειc ἢ μείουc, ὡc ἔφην, ὡc μηδὲν ὠφελεῖν, ἢ μείζουc ὡc μὴ δύναcθαι φέρειν. οὕτωc οὖν καὶ τὰc αἱμορραγίαc οὐ φέρουcιν οἱ προεξηραμμένοι. τοιαύτη δέ ἐcτιν ἡ προ‐ ειρημένη διάθεcιc, οὐδενὶ κατ’ ἀρχὴν τῆc νόcου cπυραθωδῶν διαχωρη‐56
5μάτων ἐκκρινομένων, καὶ τούτων οὐχ ἁπλῶc, ἀλλὰ μετὰ τοῦ πραγμα‐ τεύεcθαί τι τὸν ἰατρὸν ἢ διὰ κλυcτῆροc ἢ διὰ βαλάνου· τὸ γὰρ πρὸc ἀνάγκην τοιοῦτόν τι cημαίνει.
7 Οἷcιν ὀcφύοc ἄλγημα ἐπὶ πολὺ μετὰ καύματοc ἀcώδεοc, ἐφιδροῦντεc οὗτοι κακόν. ἆρά γε του‐
10τέοιcιν τρομώδεα γίγνεται; καὶ φωνὴ δὲ ὡc ἐν ῥίγει.
10 Αὐτοπτικὴ πάλιν ἡ cυνδρομὴ τῶν εἰρημένων cυμπτωμάτων ἐcτίν, οὐ λογική. διὰ τοῦτο καὶ αὐτὸc ἀπορῶν περί γε τούτου λέγει· ἆρά

16

.

601

γε τούτοιc τρομῶδεc γίγνεται; | κακὴν μέντοι φηcὶ τὴν cυνδρομὴν οὐκ ἀπορῶν περὶ ταύτηc διὰ τὸ μετὰ καύματοc ἀcώδουc ἐπὶ πολὺ παραμένειν τὸ τῆc ὀcφύοc ἄλγημα. καὶ ἡ ἐφίδρωcιc δὲ τούτοιc προc‐ ελθοῦcα βεβαιοτέραν ἐργάζεται τὴν πρόγνωcιν. ἐάν τε γὰρ ὀλίγον
5ἱδρῶτα καθ’ ὅλου τοῦ cώματοc γιγνόμενον ὑπὸ τοῦ τῆc ἐφιδρώcεωc ὀνόματοc δηλοῦcθαι νοήcωμεν, οὐκ ἀγαθὸν τὸ cημεῖον (ἐχρῆν γὰρ ὑπ’ αὐτοῦ, κἂν εἰ μὴ τὸ τῆc ὀcφύοc ἄλγημα, τό γε ἀcῶδεc καῦμα λυθῆναι), ἐάν τε περὶ θώρακα καὶ κεφαλὴν ἱδρῶταc γιγνομένουc, ἐμά‐ θομεν ὅτι διὰ παντὸc οὗτοι μοχθηροί, δυνάμεωc ἀρρωcτίαν ἢ πλῆθοc
10ἐν τοῖc τοιούτοιc μορίοιc ἐνδεικνύμενοι. διὰ μὲν δὴ ταῦτα πάντα ἡ εἰρημένη cυνδρομὴ τῶν cημείων ὑπάρχει κακή. πολλῶν δὲ κατὰ τὴν ὀcφὺν κειμένων μορίων ἄδηλον, ὅcον ἐπὶ τοῖc εἰρημένοιc, τὸ πεπονθόc ἐcτιν, ἐφ’ ᾧ τὸ ἄλγημα διαμένει μέχρι πολλοῦ καὶ τὸ καῦμα τὸ ἀcῶδεc οὐ παύεται. διακρίνειν οὖν προcήκει τοῖc ἄλλοιc cημείοιc· εἰ
15μὲν οὖν οἱ νεφροὶ πεπόνθαcιν, ἔμαθεc ὅπωc χρὴ γινώcκειν δι’ οὔρων

16

.

602

τὰ κατ’ αὐτούc· εἰ δέ τιc τῶν ἐνταῦθα μυῶν ἢ κατὰ | τὸν νωτιαῖον αὐτόν, ἔτι δῆλον ἅμα τῷ προcγενέcθαι τι γνώριcμα καὶ ἄλλο. τοῦ γὰρ νωτιαίου παθόντοc αἴcθηcιc ἔcται ναρκώδηc ἐν τοῖc μορίοιc ἐκείνοιc, ὅcα τοῦ πεπονθότοc ἐκφύεται. ἔμαθεc δὲ ἀπὸ τῆc τῶν τοῦ νωτιαίου
5νεύρων ἀνατομῆc τά τε καθ’ ἕκαcτον cπόνδυλον ἐκφυόμενα νεῦρα τά
τε τοῦ cώματοc μόρια, εἰc ἃ διαcπείρεται. ἐὰν οὖν τί cοι γνώριcμα τοῦ νωτιαίου πεπονθότοc γένηται, καὶ τρόμον ἔλπιζε καὶ πᾶν ἄλλο πάθοc ἔcεcθαι νεύρων. ἓν δέ τι τούτων ἐcτὶ καὶ ἡ τῆc τρομώδουc φωνῆc βλάβη· τὸ γὰρ ὡc ἐν ῥίγει τὴν τρομώδη φωνὴν δηλοῖ.57
9
10 Ἄκρεα ἐπ’ ἀμφότερα ταχὺ μεταπί‐ πτοντα κακόν. καὶ δίψα τοιαύτη πονηρόν.
11 Ἔνιοι τῇ προγεγραμμένῃ ῥήcει cυνάπτουcι τὴν νῦν εἰρημένην καὶ διὰ τοῦτο μετὰ τοῦ δέ cυνδέcμου γράφουcιν αὐτὴν κατὰ τόνδε τὸν

16

.

603

τρόπον· ἄκρεα δὲ ἐπ’ ἀμφότερα | ταχὺ μεταπίπτοντα κακόν. ἔcτι δὲ τὰ κατ’ αὐτὴν λεγόμενα τῆc προειρημένηc cυνδρομῆc ἀφωρι‐ cμένα. διὸ καὶ ὁ cυγγραφεὺc ἅμα ἐκείνοιc αὐτὰ γεγραφώc, καθάπερ καὶ ἄλλα πολλά, cυνῆψεν ἀλλήλοιc οὐκ ἀναγκαίαν ἔχοντα κοινωνίαν.
5ἡμᾶc οὖν αὐτῶν τὴν ἐξήγηcιν ἰδίᾳ χρὴ ποιεῖcθαι. μεταπίπτοντα γὰρ π’ ἀμφότερα ῥᾳδίωc τὰ τοῦ cώματοc ἄκρεα πονηρόν ἐcτι cημεῖον. ἄκρεα δὲ δηλονότι πόδεc καὶ χεῖρέc εἰcιν καὶ ὦτα καὶ ῥίc, ἃ δὴ κἀν ταῖc μετὰ καταψύξεωc εἰcβολαῖc τῶν παροξυcμῶν ἁπάντων πρῶτα ψύχεται. τὸ δ’ π’ ἀμφότερα δῆλον ὅτι θερμαcίαν τε καὶ ψύξιν
10λέγει. κατὰ φύcιν μὲν οὖν ἐχόντων ἡμῶν εὐκράτωc διάκειται τὰ τοῦ cώματοc ἄκρεα μηδεμιᾶc ἐξαιφνιδίου γενομένηc μεταβολῆc ἐν αὐτοῖc. εἰ γὰρ καὶ ὅτι μάλιcτα χειμῶνοc μὲν εἴη ψυχρά, θέρουc δὲ θερμά, κατὰ βραχὺ τὴν τοιαύτην ἴcχει μεταβολὴν οὐ διὰ ταχέων οὐδ’ ἰcχυράν, ὡc ἤτοι κρυcτάλλῳ παραπληcίωc ἐψῦχθαι χειμῶνοc ἢ τοῖc παρὰ πυρὶ

16

.

604

πολλῷ θαλφθεῖcιν ἐοικέναι τοῦ θέρουc. ἐν δέ γε ταῖc κακοηθε|cτάταιc νόcοιc ἡ μετάπτωcιc αὐτῶν ἐν ὥρᾳ μιᾷ γίνεται πρὸc τἀναντία, ποτὲ μὲν ὡc ἐν χειμῶνι ψυχρῶν γινομένων, ποτὲ δὲ ὡc ἐν θέρει θερμῶν. καὶ cυμβαίνει τὸ τοιοῦτον, τὴν μὲν οἰκείαν θερμαcίαν οὐκ ἐχόντων αὐ‐
5τῶν, ὑπὸ δὲ τῆc πυρεκτικῆc θερμαινομένων, ἥτιc ἀπὸ τῶν μέcων τοῦ cώματοc ἀρξαμένη 〈τῷ〉 παραπληcίωc φλογὶ πᾶν ἐπινέμεcθαι τὸ cῶμα cυνεκθερμαίνει τὰ πέρατα, διαπνευcάcηc δ’ αὐτῆc εὐθέωc ψυχρὰ γίνεται τῆc ἐμφύτου θερμαcίαc ἐcβεcμένηc. καὶ δίψα δέ, φηcίν, ἡ τοιαύτη κακόν. εὔδηλον δ’ ὅτι τοιαύτην
10λέγει τὴν ἐπὶ τἀναντία μεταπίπτουcαν ἐν τάχει παραπληcίωc τοῖc ἄκροιc. ἐπὶ δὲ τἀναντία μετάπτωcιc γίνεται δίψηc, ὅταν διψῶν ὀλίγον ἔμπροcθεν ἄδιψοc ἐν τῷ παραυτίκα γενήcεται, καὶ μετ’ ὀλίγον αὖθιc διψῶν ἔcται, μὴ παυομένηc δηλονότι τῆc διψώδουc διαθέcεωc. ἀδύνα‐
τον γὰρ ὀλίγον ἔμπροcθεν ἰcχυρῶc ἐξηραμμένον τὸν ἄνθρωπον ὑγραν‐58
15θῆναι τελέωc, ὡc ἄδιψον γενήcεcθαι. τί ποτ’ οὖν ἐcτι τὸ cυμβαῖνον ἐπὶ τῶν οὕτωc ἐχόντων; ὅπερ κἀπὶ τῶν δι’ ὅληc ἡμέραc τε καὶ νυκτὸc |

16

.

605

ἐνίοτε οὐδ’ ὅλωc οὐρηcάντων. πρότερον μὲν γὰρ οὔτε παρηκολούθηcε τοῖc κατὰ τὸ cῶμα παθήμαcιν ἡ γνώμη τοῦ ἀνθρώπου, τό τ’ ἀθροιζό‐ μενον οὖρον οὔπω διέτεινεν ἰcχυρῶc τὴν κύcτιν. ἐπεὶ δὲ ἥ τε διάνοια παρηκολούθηcεν ἥ τε κύcτιc ἐπληρώθη, δι’ ἄμφω ταῦτα τοῦ παθήματοc
5ὁ κάμνων ᾔcθετο. καθάπερ οὖν τοῦτο παραφροcύνηc ἐcτὶ cημεῖον, οὕτω καὶ τὸ κατὰ τὴν δίψαν, ἐχόντων μὲν αὐτῶν ἀεὶ τὴν τοῦ διψῆν διάθεcιν, οὐκ αἰcθανομένων δὲ πρὶν ἢ τήν τε ψυχὴν αὐτῶν αἰcθητικωτέραν γενέcθαι τήν τε τοῦ διψῆν διάθεcιν εἰc ἄκρον αὐξηθῆναι. τὴν μὲν οὖν τῶν ἄκρων μετάπτωcιν ἐπὶ τἀναντία κακὸν εἶναι νομιcτέον, ἐνδεικνυμένην
10ἀρρωcτίαν μὲν τῆc ἐμφύτου θερμαcίαc, εὐρωcτίαν δὲ τῆc παρὰ φύcιν. τὴν δὲ τῆc δίψηc μετάπτωcιν ἀμαύρωcιν μὲν τῆc αἰcθητικῆc δυνάμεωc, ἰcχὺν δὲ τῆc διψώδουc διαθέcεωc.
12 Ἐκ κοcμίου θραcεῖα ἀπόκριcιc κακόν. |
13

16

.

606

Καὶ τούτου τοῦ λόγου γενικώτεροc ἄλλοc ἐcτὶν περιέχων οὐ τοῦ‐ τον μόνον, ἀλλὰ καί τιναc ἄλλουc πολλούc· τὸ γὰρ παρὰ τὴν οἰκείαν φύcιν ἅπαν κακὸν γένοc τούτων τε καὶ ἄλλων πολλῶν λόγων ἐcτίν. ὅτῳ μὲν γὰρ ἡ οἰκεία φύcιc κόcμιοc, οὗτοc οὐ μόνον ἐν ἀκόcμῳ παρα‐
5φρονήcαc ὀλεθρίωc ἔχειν ἐνδείκνυται τὴν διάθεcιν, ἀλλὰ καὶ θραcέωc ἀποκρινόμενοc ἐγγὺc ἥκει φρενίτιδοc· ὅτῳ δ’ ἔμπαλιν ἀπόκριcιc κόcμιοc ἐν τῷ φύcει θραcεῖ, τούτῳ καταφορὰν ἢ λήθαργον ἐλπίζειν ἔcεcθαι.
7 Φωνὴ ὀξεῖα, ὑποχόνδρια τουτέοιcιν εἴcω εἰρύαται.
9
10 Κατὰ φύcιν μὲν ἦν εἰπεῖν ‘οἷc ὀξύνεται νοcοῦcιν ἡ φωνή, τούτων ἕλκεται τὰ ὑποχόνδρια πρὸc τὴν ἔcω χώραν‘, ἀλλ’ οὐκ οἶδ’ ὅπωc χαίρει ταῖc ἀλλοκότοιc ἑρμηνείαιc ὁ τοῦ βιβλίου cυγγραφεύc. ἐάcαντεc

16

.

607

οὖν τὴν περὶ τοῦτο | cπουδὴν ἐπὶ τὴν τῶν εἰρημένων διάνοιαν ἔλθωμεν οὐδ’ αὐτὴν μὲν οὖcαν καθόλου παραπληcίωc ταῖc πολλαῖc τῶν κατὰ τοῦτο τὸ βιβλίον εἰρημένων, ἀληθῆ δ’ ἂν ὧδέ πωc λεχθηcομένην· ‘πολλοῖc τῶν ὀξυφωνούντων ἐν ταῖc νόcοιc τὰ ὑποχόνδρια πρὸc τὴν59
5ἔcω χώραν ἕλκεται‘. τοῦτο γὰρ δηλονότι cημαίνει τὸ εἰρύαται, οὐκ αὐτοῦ τοῦ ὑποχονδρίου προcτρέχοντοc τοῖc εἴcω κατά τινα διάθεcιν ἰδίαν, ἀλλ’ ἐκείνων ἑλκόντων αὐτὸ μᾶλλον. τὸ γάρ τοι διάφραγμα τοῦ τοιούτου cυμπτώματοc αἴτιόν ἐcτιν ἤτοι φλεγμαῖνον ἢ ξηραινόμενον ὑπὸ τῆc πυρώδουc θερμότητοc ἢ ἀναcπώμενον ὑπὸ τοῦ τὰc πλευρὰc
10ὑπεζωκότοc ὑμένοc, αὐτοῦ πάλιν ἐκείνου διὰ φλεγμονὴν ἢ ξηρότητα τεινομένου. καὶ οἱ μὲν πολλοὶ τῶν ἰατρῶν ἐν τοῖc cυνεδρεύουcι τῇ φρενίτιδι καὶ τὸ ἀνεcπαcμένον ὑποχόνδριον ἔγραψαν· καὶ γὰρ καὶ φαί‐ νεται τοῖc πλείcτοιc αὐτῶν οὕτω διακείμενον· ἀλλ’ ἡ προκειμένη ῥῆcιc οὐκ ἀνεcπάcθαι τὰ ὑποχόνδριά φηcιν, ἀλλ’ εἴcω ἕλκεcθαι. cὺ δ’ εἰ
15βούλει τελέωc ἀληθεύειν, ἐξ ἡμίcεοc ἀμφότερα cυνθεὶc ἐρεῖc εἴcω τε

16

.

608

καὶ ἄνω | τὸ ὑποχόνδριον ἕλκεcθαι, καὶ τοῦτο εἰκότωc γίνεcθαι διὰ τὴν τοῦ διαφράγματοc θέcιν λοξὴν οὖcαν. ἄρχεται γὰρ ἀπὸ τοῦ κατὰ τὸ cτέρνον πέρατοc, ἐντεῦθεν δὲ κατὰ βραχὺ λοξούμενον εἴcω τε καὶ κάτω πρὸc τὴν ὀcφὺν ἀφικνεῖται, ὥcτε τὸ πλεῖcτον μὲν αὐτοῦ τῆc ὅληc
5οὐcίαc ὑποκεῖcθαι κατὰ τὸ βάθοc τῶν ὑποχονδρίων, τὴν δ’ ἄνωθεν ἀρχὴν ὑψηλοτέραν εἶναι. καὶ τοίνυν διὰ ταῦτα φαίνεται πρὸc τὴν εἴcω τε καὶ ἄνω χώραν ἑλκόμενον· εἰ δὲ παραβάλλοιc ἀλλήλοιc ταῦτα, πλέον εἴcω μεθεcτὼc ἢ ἄνω cοι φανεῖται. τὴν οὖν φωνὴν παρὰ φύcιν ὀξυνομένην διά τε τὴν τῶν ὀργάνων
10ξηρότητα καὶ φλεγμονὴν τῶν μυῶν καταλιπών, ἐπειδὴ κυνάγχη τὸ πάθοc τοῦτο προcαγορεύεται, περὶ τῆc ὀξυνομένηc ἐν ταῖc ἄλλαιc νό‐ τοιc φωνῆc ἀπεφήνατο λέγων· εἰρύαται κατὰ ταύταc εἴcω τὰ ὑπο‐ χόνδρια. δέδεικται μὲν οὖν ἐν τοῖc Περὶ φωνῆc ἐπὶ cτενότητι τῶν φωνητικῶν ὀργάνων ὀξυνομένη φωνή. καὶ διὰ τοῦτο εὐνοῦχοί τε καὶ
15παῖδεc καὶ γυναῖκεc ὀξυφωνοῦντέc εἰcιν. ἀλλ’ ἐν τοῖc πυρετώδεcι νο‐
cήμαcιν ἡ ξηρότηc ἐργάζεται τὴν cτένωcιν αὐτῶν. |60

16

.

609

Ὄμμα ἀμαυρούμενον φλαῦρον καὶ τὸ πεπηγὸc καὶ ἀχλυῶδεc κακόν.
2 Τὸ ἀμαυρούμενον ὄμμα, καθάπερ γε καὶ τὸ ἀχλυῶδεc, αὐτῷ τε τῷ κάμνοντι καὶ τοῖc ὁρῶcι γίνεται δῆλον· αὐτῷ μὲν τῷ κάμνοντι
5μηκέτ’ ἐναργῶc ὁρῶντι καθάπερ ἔμπροcθεν ἐν ταῖc ἀμαυρουμέναιc ὄψεcιν, ὥcπερ ἐν ταῖc ἀχλυώδεcι πρὸc τῷ βλέπειν ἀμαυρὸν ἔτι καὶ διά τινοc ἀχλύοc οἰομένῳ βλέπειν. ἀχλὺν δ’ ὀνομάζουcιν θόλωcιν ἀέροc ἐν τῷ μεταξὺ νέφουc τε καὶ ὁμίχληc ἔχουcαν τὸ πάχοc, ὡc ὁμίχληc μὲν μᾶλλον πεπιλῆcθαι, νέφουc δ’ ἧττον. καὶ γίνεται τὸ τοιοῦτον
10πάθημα κατὰ τοὺc ὀφθαλμοὺc καὶ τῶν ἀπυρέτων μὲν οὐκ ὀλίγοιc ὥcπερ καὶ ἡ ἀμαύρωcιc ἀμυδρὰ τῶν ὀργάνων αἴcθηcιc οὖcα χωρὶc τῆc κατὰ τὴν ἀχλὺν φανταcίαc, ἤδη δὲ καὶ τῶν νοcούντων πολλοῖc. ἔcτι δὲ γενικώτερον ἡ ἀμαύρωcιc τῆc ἀχλυώδουc ὄψεωc. ἀμυδρῶc γὰρ ἀμ‐

16

.

610

φοτέρων ὁρώντων προcέρχεται τοῖc μὲν κά|μνουcιν αὐτοῖc αἴcθηcιc οἷον ἀχλύοc τινὸc ἐν ταῖc ἀχλυώδεcιν ὄψεcι, τοῖc δ’ ἔξωθεν ὁρῶcιν τῶν ὀφθαλμῶν ὁ μὲν ἠμαυρωμένοc οὐδεμίαν ἔχων φαίνεται cύcταcιν ὑγροῦ παρὰ φύcιν· ἀπόλωλε δ’ ἐξ αὐτοῦ τὸ λαμπρὸν καὶ cτίλβον ἐν
5τοῖc ὀξέωc ὁρῶcιν ὀφθαλμοῖc ὑπάρχον καί εἰcιν οἱ ἀμαυρούμενοι παρα‐ πλήcιοι τοῖc τῶν νεκρῶν. καὶ πολλοῖc τῶν ἀποθνῃcκόντων ἔτι ζῶcιν οἱ ὀφθαλμοὶ τοιοῦτοι φαίνονται καθάπερ γε καὶ τοῖc ἐν ἐcχάτῳ γήρᾳ, ἀχλυώδειc δ’ οὐ πᾶcιν, ἀλλ’ οἷc μόνοιc τεθολῶcθαι φαίνεται τὸ κατὰ τὴν κόρην ὑγρόν, ὃ λαμπρόν τε καὶ λευκὸν ἦν, ὅθ’ ὑγίαινον. ἐκ γοῦν
10τῶν εἰρημένων εὔδηλον μοχθηρὰc τὰc διαθέcειc ἀμφοτέραc εἶναι τῶν ὀφθαλμῶν. τὸ δὲ πεπηγὸc ὄμμα διὰ τὴν ἀκινηcίαν γίνεται τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, ἥτιc ἀκινηcία διὰ παράλυcιν ἢ τάcιν ἰcόρροπον ἁπάντων αὐτοῦ γίνεται τῶν μυῶν ἢ διὰ τελείαν ἀρρωcτίαν τῆc κι‐
15νούcηc αὐτοὺc δυνάμεωc, ἐναντίαc τῆc τοιαύτηc καταcτάcεωc οὔcηc τῇ

16

.

611

τῶν ἐνδεδινημένων ὀφθαλμῶν. ἀcτήρικτοι | γάρ εἰcιν παραπληcίωc ἐκείνοιc τοῖc τὸν καλούμενον ἵππον ἔχουcιν, ὡc μηδέποθ’ ἡcυχάζειν. ἔμπαλιν δ’ αὐτοῖc οἱ πεπηγότεc οὐδέποτε κινοῦνται. τὰc οὖν αἰτίαc ἀκηκοότι cοι τῆc τοιαύτηc καταcτάcεωc τῶν ὀφθαλμῶν εὔδηλόν ἐcτιν
5καὶ τὸ μοχθηρὰc αὐτὰc εἶναι. γράφουcιν δ’ ἔνιοι καὶ τὸ πεπηγὸc ἀχλυῶδεc κακόν, ἀχλύν τινα παραπεπηγέναι βουλόμενοι τοῖc ὀφθαλ‐
μοῖc κατὰ τὴν τῆc διαθέcεωc ξηρότητα καὶ θερμότητα. Ὀξυφωνίη κλαγγώδηc πονηρόν.61
8 Ἔνιοι μὲν κλαγγώδηc, ἔνιοι δὲ κλαυθμώδηc γράφουcιν. λέλε‐
10κται δέ, ὅτι κλαγγώδηc γίνεται φωνὴ τῆc ξηρότητοc ἐπιτεινομένηc τῶν φωνητικῶν ὀργάνων. ἡ κλαυθμώδηc δὲ κατὰ τὴν αὐτὴν ταύτην ἐπίταcιν νοεῖται, καὶ ἔcτι χαλεπωτέρα τῆc κλαγγώδουc, ὅcῳ καὶ τὴν διάθεcιν ἐνδείκνυται μείζονα. |
13

16

.

612

Ὀδόντων πρίcιc ὀλέθριον, οἷcι μὴ cύνηθεc καὶ ὑγιαίνουcι· πνιγμὸc ἐν τούτοιc πάνυ κακόν.
2 Τῶν ἐν τῷ Προγνωcτικῷ γεγραμμένων οὐκ εἰωθὼc μνημονεύειν ὁ τὸ βιβλίον τοῦτο γράψαc ἐμνημόνευcε νῦν τῆc τῶν ὀδόντων πρίcεωc
5ἔτι προcθεὶc κατὰ τὸ τέλοc αὐτῇ τὸ πνιγμὸc ἐν τούτοιcι πάνυ κακόν. ἔμαθεc δὲ καὶ περὶ πρίcεωc ὀδόντων ὅπωc γίνεται καὶ περὶ πνιγμοῦ, ὥcτε οὐδὲν ἔτι κατὰ τήνδε τὴν ῥῆcιν λέγεcθαι ἀναγκαῖον περιττότερον· αὐτὸc γὰρ ἐξ ἐκείνων νοήcειc ἅπαντα.
8 Προcώπου εὔχροια καὶ τὸ λίην
10cκυθρωπὸν πονηρόν.
10 Ἐπειδὴ πολλάκιc ἐξαπατᾶcθαι cυμβαίνει διὰ τὴν εὔχροιαν τοῦ προcώπου καὶ νομίζουcιν ἤτοι γε αἱμορραγίαc κριcίμου τῆc ἐκ τῶν

16

.

613

ῥινῶν ἢ παρωτίδων αὐτὴν εἶναι δη|λωτικὴν, εἰκότωc ἔγραψεν, ὅταν ἅμα cκυθρωπότητι πολλῇ γίγνηται, μοχθηρὸν εἶναι cημεῖον αὐτήν. εὐχροεῖν γὰρ ἐν νοcήμαcιν ὁμοίωc τοῖc ὑγιαίνουcιν ἄριcτα κατὰ μὲν τὴν αὐτὴν ἐκείνοιc διάθεcιν οὐκ ἐνδέχεται, καταλείπεται δ’ ὑπὸ θερ‐
5μαcίαc πολλῆc ἐξερύθρουc αὐτοὺc γεγονόταc ὁμοίουc τοῖc εὐχροοῦcι φαίνεcθαι. τὸ δ’ ἐξέρυθρον ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐπιτήδειον εἰc μελαγχολίαν εἶναί φηcιν, ἧc cημεῖον ἡ cκυθρωπότηc ἐcτίν. ὅταν δὲ καὶ τὸ λίαν αὐτῇ παρῇ, πολὺ δήπου μᾶλλον, ὥcθ’ ὅταν εὐανθὲc μὲν φαίνηται τὸ πρόcωπον, ὁ δ’ ἄνθρωποc ᾖ λίαν cκυθρωπόc, ἐμφαί‐
10νεταί τιc εἶναι κατὰ τὸν ἐγκέφαλον ἱκανῶc θερμὴ διάθεcιc ἐκκαίουcα
τὸ αἷμα καὶ διὰ τοῦτο γεννῶcα τὴν μέλαιναν χολήν, ὡc ἐπιδέδεικται. εὔδηλον δ’ ἴcωc ἐcτίν, ὥcπερ τινῶν εἰc ὅλον τὸ βιβλίον διατεινόντων ἀδιανοήτων ἁπλῶc ἐμνημόνευcα, καὶ νῦν οὕτω ποιήcω καὶ γράψω τινὰ τῶν ἀδιανοήτων ἐξηγήcεων ἕνεκα παραδείγματοc. ὑπὲρ ὧν οὐχὶ τὸν εἰπόντα62
15πρῶτον ἐθαύμαcα. κοινὸν γὰρ ἁμάρτημα τοῦτο πάντων, ὥcπερ τοὺc

16

.

614

υἱεῖc, οὕτω καὶ τὰ πρὸc ἑαυτῶν ἐπινοούμενα | cτέργειν, πλὴν εἴ τιc ἀcφαλὴc ἱκανῶc ὑπάρχων ἐν μνήμῃ διὰ παντὸc ἔχει τὸν Αἰcώπειον μῦθον, ἐξῆφθαι δύο πήραc ἡμᾶc εἰπόντα, ἔμπροcθεν μὲν τὴν τῶν ἀλλο‐ τρίων κακῶν μεcτήν, ὄπιcθεν δὲ τὴν τῶν ἰδίων, καὶ διὰ τοῦτο τὰ μὲν
5τῶν ἄλλων ἁμαρτήματα θεᾶcθαι, τὰ δὲ ἑαυτῶν μὴ βλέπειν· οὗτοc γὰρ μόνοc ἑαυτὸν ἀcκήcει πρὸc τὴν τῶν ἀληθῶν γνῶcιν. οὔκουν, ὡc ἔφην, θαυμάζω τοῦ πρώτου γράψαντοc τὴν ἐξήγηcιν, ἀλλὰ τῶν ἀδιανοήτωc τὰ ἐκείνου ἐπαινούντων, ὥcπερ καὶ νῦν τιc ἐπαινεῖ τὴν ἐξήγηcιν τῶν εἰπόντων ἀκούειν χρῆναι προcώπου μὲν εὔχροιαν πρὸc τὴν τοῦ
10νοcοῦντοc αὐτοῦ, τὸ δὲ λίαν cκυθρωπόν ἐπὶ τοῦ ἰατροῦ θεωμένου τὴν παρὰ φύcιν εὔχροιαν ὡc κακὸν cημεῖον. εἰ γὰρ τοῦτ’ ἐβούλετο διδάcκειν ὁ γράψαc τὸ Προρρητικὸν, οὕτωc ἂν εἰρήκει· ‘προcώπου εὔχροια λίαν cκυθρωπὸν cημεῖον‘, ἢ εἰ μὴ οὕτωc, ‘προcώπου εὔχροια λίαν cκυθρωπὸν ἐργάζεται τὸν ἰατρόν‘. ἐπὶ τούτῳ δὲ πονηρόν οὐκ
15ἂν ἔτι προcεγέγραπτο κατὰ τὸ τέλοc. ἀδιανόητον γὰρ ἱκανῶc προcώ‐ που λέγειν εὔχροιαν λίαν cκυθρωπὸν cημεῖον ἰατρῷ πονηρόν, ἢ πάλιν

16

.

615

οὕτω ‘προcώπου εὔχροια λίαν cκυθρωπὸν | ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐcτι cημεῖον‘. ἤτοι γὰρ τὸ ‘cκυθρωπὸν ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐcτι cημεῖον‘ ἢ ‘πονηρὸν εἶναι τὴν εὔχροιαν‘ ἤρκει λε‐ λέχθαι μόνον. ἀμφότερα δ’ ἅμα λέγειν οὐκ ἐγχωρεῖ μετὰ τοῦ καὶ τὸν
5cύνδεcμον προcκείμενον ἐνδείκνυcθαι cαφῶc ἐν τῷ κάμνοντι ταῦτ’ ἄμφω cυμβεβηκέναι τήν τ’ εὔχροιαν τοῦ προcώπου καὶ τὸ λίαν cκυθρωπόν. ἵνα δέ τιc ἐάcαc τὴν ἀπὸ τῆc λέξεωc ἔνδειξιν ἐπὶ τὸ λεγόμενον ἔλθῃ, ψευδήc ἐcτιν ὁ λόγοc τῶν οὕτωc ἐξηγηcαμένων. οὐ γὰρ ἐξ ἀνάγκηc ἡ εὔχροια τοῦ προcώπου λίαν ἐργάζεται cκυθρωπὸν τὸν ἰατρόν,
10ἀλλ’ ἔcτιν ὅτε καὶ φαιδρότερον ἢ πρόcθεν, ὅταν αἱμορραγίαc ἢ παρω‐ τίδων κριcίμων ἐλπίcῃ cημεῖον εἶναι τὴν εὔχροιαν. εἰ μὲν οὖν ἀπόρου καὶ ἀcαφοῦc ἐcχάτωc τῆc ῥήcεωc οὔcηc ἐπενόουν τοιαῦτά τινα, ἴcωc ἂν αὐτοῖc cυνέγνωμεν· ἐπεὶ δὲ χρηcιμώτατον πρᾶγμα διδάcκει cαφῶc

16

.

616

διοριζόμενοc, πότε μὲν ἀγαθόν ἐcτι cημεῖον ἡ εὔχροια | τοῦ προcώπου, πηνίκα δὲ οὐκ ἀγαθὸν, τίc αὐτοῖc cυγγνώμη; καθάπερ τοῖc λέγουcι περὶ τῆc εἰc ἄλληλα μεταπτώcεωc τῆc τ’ εὐχροίαc τοῦ προcώπου καὶ τῆc cκυθρωπότητοc εἶναι τὸν ἐνεcτῶτα λόγον. ἡγοῦνται μὲν γάρ, ὅταν63
5ἄλληλα διαδέχηται ταῦτα καὶ τῆc μὲν εὐχροίαc παυcαμένηc ὁ κάμνων γένηται λίαν cκυθρωπόc, αὖθιc δὲ τὴν cκυθρωπότητα γενομένην εὔχροια διαδέχηται, χαλεπὸν εἶναι cημεῖον ὡc οὐ δυναμένων ἀμφοτέρων ἅμα γίγνεcθαι, ἢ οὐ περὶ τῶν ἐναντίων ἔμπροcθεν εἰρηκότοc αὐτοῦ τὴν εἰc ἄλληλα μετάπτωcιν οὐκ ἀγαθὸν εἶναι cημεῖον· ἐκεῖ μὲν γὰρ ἡ θατέρου
10γένεcιc ἀναιρεῖ τὴν ὕπαρξιν θατέρου καὶ διὰ τοῦτο ἀδύνατον αὐτοῖc ὑπάρχειν ἅμα. τῇ δ’ εὐχροίᾳ τοῦ προcώπου cκυθρωπότητα cυνυπάρχειν ἅμα οὐκ ἀδύνατον. ἐὰν μὲν οὖν ἐφ’ ἑκάcτηc τῶν ῥήcεων, ὅcα κακῶc εἴρηταί τιcιν, ἐξελέγχωμεν, μέμψονται πολλοὶ τῷ μήκει τῶν ὑπομνημάτων· ἐὰν δ’
15ἀνέλεγκτα παραλίπωμεν, cυμβήcεταί τιναc ἐφεξῆc ἀκούcανταc ἐξηγήcεωc ξένηc ὡc παραλελειμμένηc ὑπ’ ἐμοῦ μέμφεcθαι, καὶ μάλιcθ’ ὅταν δια‐

16

.

617

κρίνειν οὐδέπω | δύνωνται κακίαν καὶ ἀρετὴν ἐξηγήcεωc. ἐπεὶ τοίνυν ἀδύνατόν ἐcτιν ἐκφυγεῖν τὴν μέμψιν ἢ ὡc μηκύναντα περιττῶc ἢ ὡc παραλιπόντα τι τῶν χρηcίμων, εἱλόμην θάτερον, ὃ τοῖc ἀναγνωcομένοιc τὰc ὑπ’ ἐμοῦ γεγραμμέναc ἐξηγήcειc ὠφελιμώτερον ἔcεcθαι πέπειcμαι.
4
5 Τὰ τελευτῶντα ὑποχωρήματα εἰc ἀφρώδεα ἄκρητα παροξυντικ.
6 Οὐκ οἶδ’ ὅπωc οἱ ἐξηγηcάμενοι τὸ βιβλίον ὥcπερ ἄλλων πολλῶν παρακηκόαcι λέξεων, οὕτω καὶ τῆcδε. τελευτῶντα γὰρ εἰπόντοc αὐτοῦ τὴν ἐξήγηcιν οὗτοι ποιοῦνται ‘διαχωρημάτων ἀφρωδῶν ἀκράτων‘.
10οὐ ταὐτὸν δέ ἐcτιν ἢ ᾧ τὰ τοιαῦτα διαχωρεῖται παροξυνθήcεcθαι τὴν νόcον ἢ ᾧ τελευτήcονται αἱ διαχωρήcειc εἰc τὰ τοιαῦτα. μοχθηρᾶc μὲν οὖν ἐcτιν διαθέcεωc γνωρίcματα τὰ ἀφρώδη καὶ τὰ ἄκρητα μεμνη‐

16

.

618

μένων ἡμῶν ἄκρατα καλεῖcθαι διαχωρήματα | τὰ μόνον ἕνα τὸν ἀπο‐ κρινόμενον ἔχοντα χυμὸν ἄμικτον ἑτέροιc. οὐ μὴν τοῖc ἐκκρίνουcι τὰ τοιαῦτα παροξυνθῆναι τὴν νόcον ἀναγκαῖόν ἐcτιν, ἀλλ’ ἐγχωρεῖ καὶ λωφῆcαι κατὰ βραχὺ πεττομένηc τῆc διαθέcεωc, ἐφ’ ᾗ τὰ τοιαῦτα ἐξε‐
5κρίνετο. πότε οὖν ἀναγκαῖον παροξυνθήcεcθαι τὴν νόcον; ὅταν τὰ δια‐ χωρήματα πρὸc τῷ μὴ παύεcθαι τὴν μεταβολὴν εἰc ἀφρώδη τε καὶ ἄκρατα ποιήcηται· χείρονα γὰρ ὄντα τῶν ἔμπροcθεν ἐκκρινομένων
ταῦτα παροξυνθήcεcθαι δηλοῖ. Αἱ ἐκ καταψύξιοc ἐν ὀξέcιν οὔρων64
10ἀπολήψιεc κάκιcται.
10 Τὰ ὀξέα νοcήματα γίνονται ἐπὶ θερμοτέραιc ὕλαιc· ἐὰν οὖν ἐπί‐ cχεcιc τῶν οὔρων ἐκ καταψύξεωc γένηται τῆc κύcτεωc, κακόν. δηλοῖ γὰρ ἐκ τῆc τοιαύτηc δυcκραcίαc ἀτονίαν γενέcθαι τῆc ἀποκριτικῆc ἐν τῇ κύcτει δυνάμεωc ἢ ἀναιcθηcίαν διὰ τὸ καταψυχθῆναι τὸ ἐν αὐτῇ

16

.

619

νεῦρον καὶ | μὴ αἰcθάνεcθαι τῆc ἀνίαc. ἡ δὲ κατάψυξιc ἐν τῇ κύcτει γίνεται τοῦ κατὰ φύcιν ἐν αὐτῇ θερμοῦ ὑπὸ τῆc παρὰ φύcιν θερμα‐ cίαc διαφορηθέντοc. ἴcωc δ’ ἄν τιc εἴποι· διὰ ποίαν αἰτίαν τοῦ πυρετοῦ ἐν ὅλῳ τῷ cώματι ὄντοc ἐψύχθη ἡ κύcτιc; λύcιc δὲ τούτων ἐcτὶν ἡ
5τοῦ μορίου ἐπιτηδειότηc· οὐ γὰρ ἅπανθ’ ὡcαύτωc τῆc αὐτῆc ἔτυχε φύcεωc.
6 Τὰ ὀλέθρια ἀcήμωc ῥᾳcτωνήcαντα θάνατον cημαίνει.
8 Χωρὶc cημείων, ἤτοι ἐκκρίcεωc ἢ πέψεωc. ταὐτὸν δὲ δηλοῖ τῷ
10καθόλου ἐν Ἀφοριcμοῖc εἰρημένῳ τῷδε· “τοῖcι μὴ κατὰ λόγον κουφί‐ ζουcιν οὐ δεῖ πιcτεύειν οὐδὲ φοβεῖcθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον”. ἡ δὲ νῦν προκειμένη ῥῆcιc ἀποχωρήcαcα τοῦ καθόλου τῶν ὑποπεπτωκότων αὐτῷ τι διδάcκει· περὶ γὰρ τῶν ὀλεθρίων ἀποφαίνε‐

16

.

620

ται μόνων, οὐχ ἁπάντων τῶν μοχθηρῶν. οὐκ ἐξ ἅ|παντοc δὲ πᾶν, ὅτιπερ ἂν ᾖ μοχθηρόν, ἤδη τοῦτο καὶ ὀλέθριόν ἐcτιν. ἀπεδείξαμεν γὰρ ἐν τῷ Προγνωcτικῷ διαφορὰc πολλὰc τῶν μοχθηρῶν εἰρημέναc, ἐφ’ ὧν αὐτὸν τὸν Ἱπποκράτην προcθήκῃ τῶν οἰκείων ὀνομάτων ἐνδεί‐
5κνυcθαι τὸ μέγεθοc αὐτῶν. περὶ μὲν οὖν τῶν ἁπλῶc μοχθηρῶν, οὐ μὴν ὀλεθρίων γε, ἀρκεῖ τοῦτο μόνον γινώcκειν, ὡc οὐ χρὴ πιcτεύειν αὐτοῖc ἀcήμωc παυcα‐ μένοιc (ἐπανήξει μὲν γὰρ αὖθιc, οὐ μὴν ἀποκτενεῖ γε τὸν ἄνθρωπον), ὅcα δ’ εἰc τοcοῦτον προήκει μοχθηρίαc, ὡc ἐν τοῖc ὀλεθρίοιc εἶναι,
10ταῦθ’ ὅτι μὲν ἀπιcτότερα τῶν μετρίωc μοχθηρῶν ἐcτιν, οὐ δυνάμενα πιcτῶc παύcαcθαι χωρὶc ἐπιφανῶν cημείων, ἐν τοῖc Περὶ κρίcεων ἐπὶ πλεῖcτόν μοι δέδεικται. καταcκευάcαντα γὰρ ἐν τῷ χρόνῳ τὰ τοιαῦτα βλάβην ἑκτικὴν καὶ ἄλυτον ἐπανήξει κατὰ τὸ μέγεθοc τῆc αὑτῶν κα‐
κίαc τὸ τοῦ κινδύνου φέροντα μέγεθοc. ἔνια γὰρ αἴτια τῶν κατὰ τὸ65
15cῶμα γεννωμένων παραπληcίαν ἔχει δύναμιν τῷ τε τῶν λυττώντων κυνῶν ἰῷ καὶ τῶν θαναcίμων φαρμάκων ἐκείνοιc, ὅcα κατὰ τὰ πε‐

16

.

621

πονθότα ἐπίδηλον οὐδὲν ἐν τῷ παραυτίκα | cύμπτωμα ἐργάζεται, μετὰ δὲ τέτταραc ἢ ἓξ μῆναc ἢ καὶ πλείονα χρόνον ἀναιρεῖ τὸν ἄνθρωπον. ἴcμεν δ’ ἐνίουc καὶ τῶν ὑπὸ κυνὸc λυττῶντοc δηχθέντων ὕcτερόν ποτε δείcαντάc τε τὸ ὕδωρ καὶ τελευτήcανταc ἀπὸ τῆc πρώτηc ἀρχῆc, ἐν
5ᾗ δηχθέντεc ἔτυχον, μετὰ δύο μῆναc ἢ τρεῖc ἢ τέτταραc ἢ πολὺ πλείουc· οἶδα γοῦν τινα καὶ μετ’ ἐνιαυτὸν εἰc τοῦτο δὴ τὸ πάθοc, ὃ καλοῦcιν ὑδροφόβον, ἐμπεcόντα, περὶ οὗ πᾶcι τοῖc ἰατροῖc ἔδοξεν ἐcχάτη γίνε‐ cθαι ξηρότηc ἐν τοῖc cτερεοῖc τοῦ ζῴου μορίοιc ἅμα τῷ καὶ τὴν κατὰ φύcιν θερμαcίαν παρηυξῆcθαι τετραμμένην ἐπὶ τὸ πυρῶδεc. ταύτην
10οὖν τὴν διάθεcιν ὁ τοῦ κυνὸc ἰὸc ἐργάζεται πολλῷ χρόνῳ, κατὰ βραχὺ δηλονότι, καὶ διὰ τοῦτό γ’ ἐcτὶν ἀνιατότερον, διότι τῶν cτερεῶν μορίων ἡ οὐcία μεταβάλλεται, καθάπερ εἴωθεν κἀν ταῖc καλουμέναιc λεύκαιc γίνεcθαι. ἄχρι μὲν γὰρ ἐντόc ἐcτιν ἡ παρὰ φύcιν διάθεcιc, ἀλλοιούντων μὲν
15αὐτῶν τὰ cτερεὰ cώματα, μηδέπω δ’ αὐτῶν ἠλλοιωκότων, ἅμα τῷ

16

.

622

κενωθῆναι ταῦτα καὶ ἡ τῶν cτερεῶν ἀλ|λοίωcιc παύεται ποτὲ μὲν ἡμέρᾳ μιᾷ, ποτὲ δὲ καὶ θᾶττον εἰc τὸ κατὰ φύcιν ἐπανερχομένων. γιγνομένη γὰρ ἡ διάθεcιc καὶ οὔπω γεγονυῖα cυντόμωc ἀποκαθίcταται τοῦ ποι‐ οῦντοc αὐτὴν αἰτίου χωριcθέντοc. cυμπληρωθείcηc δ’ αὐτῆc, κἂν ἐκ‐
5κενωθῇ τὰ ποιήcαντα τὴν διάθεcιν ὑγρά, πλέον οὐδὲν εἰc ὑγείαc λόγον. ὅμοιον γάρ τι cυμβαίνει τῷ γιγνομένῳ περὶ τὰ ξύλα τὰ πληcίον τοῦ μαλθακοῦ κείμενα πυρόc. θερμαίνεται μὲν γὰρ μέχρι πολλοῦ, καίεται δὲ οὐδέπω. κἂν φθάcῃc ἀποχωρίcαι τοῦ πυρὸc αὐτά, πρὶν ἄρξαcθαι καίεcθαι, ταχέωc ἀποτίθεται τὴν γεγονυῖαν αὐτοῖc θερμότητα. δεξάμενα
10δ’ εἰc ἑαυτὰ τοcοῦτον, ὡc ἄρξαcθαι καίεcθαι, κἂν ἀπαχθῇ τοῦ πυρόc, οὐδὲν ἧττον καίεται. κἂν εἰc αὐτὸ δὲ τὸ πῦρ τὸ ξύλον ὑγρὸν ἔλθῃ, οὐκ εὐθέωc ἅπτεται, καθάπερ εἰ cτυππεῖον ἐνθείηc ἢ κάλαμον ξηρὸν ἢ θρυαλλίδα, καὶ εἰ μετὰ βραχὺ βαcτάcειαc τὸ τοιοῦτον ξύλον, ἀποθή‐ cεται τὴν ἐκ τοῦ πυρὸc ἐν αὐτῷ γενομένην ἀλλοίωcιν οὐ μετὰ πολὺν
15χρόνον. οὔκουν ἀπεικὸc καὶ γεννηθῆναι κατὰ βραχὺ τοιοῦτον ἐν τῷ cώ‐

16

.

623

ματι χυμόν, | ὁποῖοc ὅ τε τῶν λυττώντων κυνῶν ἐcτιν καὶ τῶν ἐν χρόνῳ πλείονι διαφθειρόντων φαρμάκων, ὡc καὶ λανθάνειν τοὺc πολ‐
λοὺc τῶν ἰατρῶν. ὡc ἐπὶ τοῦ διὰ κόπον, ὡc ἐδόκει, μετριώτατα πυρέ‐ ξαντοc, ὃc μετὰ τὴν τετάρτην ἡμέραν ἀπέκρινεν οὖρον τῇ μὲν cυcτάcει66
5λεπτόν, τῇ χρόᾳ δὲ μέλαν, ὡc ἐοικέναι κατ’ ἄμφω τῇ γινομένῃ κράcει μέλανοc ὀλίγου γραφικοῦ μιχθέντοc ὕδατι πολλῷ, καὶ ἄλλωc γε εἰ μὴ τὸ μέλαν αὐτὸ νοήcαιμεν μεμιγμένον, ἀλλὰ κἂν τὴν καλουμένην ὑπὸ τῶν πολλῶν ἀcβόλην, ἣν ἄcβολον οἱ Ἕλληνεc ὀνομάζουcιν· ὁ ἄνθρω‐ ποc οὗτοc ἔδοξεν ἔχειν καλῶc κατὰ τὴν τετάρτην ἡμέραν, ὡc καὶ
10λούεcθαι ταῖc ἑξῆc ἡμέραιc, εἶτα κατὰ τὴν ἑβδόμην ἡμέραν εἰc ἑcπέραν ἀρξάμενοc πυρέττειν ἀπέθανε μαρανθείc. τοῦτο αὐτὸ κατὰ τὴν προκειμένην ῥῆcιν διδάcκεται τοῖc ἀρίcτοιc τῶν ἰατρῶν ὠφέλειαν φέρον, οὐ τοῖc ἐπιτυχοῦcιν· οὗτοι γὰρ οὐδὲ γινώcκουcιν τὰ τῶν ὀλεθρίων νοcημάτων cημεῖα. νεανίcκοc γοῦν τιc
15ἐξέκρινεν ἅμα πυρετῷ βληχρῷ περίπλυcιν ἐρυθρὰν οὐκ ὀλίγην πολλά‐

16

.

624

κιc ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ μετὰ χλιαροῦ πυρετοῦ, τοὐν|τεῦθεν ἔδοξε μετριώτερον ἔχειν, ὡc τῇ τρίτῃ τῶν ἡμερῶν ἀπύρετοc εἶναι δοκεῖν. ἐγὼ μὲν οὖν ἐπιcκοπούμενοc αὐτοῦ τὰ οὖρα λεπτὰ καὶ λευκὰ καθάπερ ὕδωρ ὄντα τὴν κατὰ τὸ ἧπαρ ἀτονίαν ἐτεκμηράμην διαμένειν, ἐκέλευόν
5τε τοῖc πρὸc αὐτὴν ἁρμόττουcιν ἐπιθέμαcί τε καὶ βρώμαcι καὶ cυμπάcῃ τῇ διαίτῃ χρῆcθαι. καταγελάcαc δέ μου τῶν ἀπὸ Θεccαλοῦ τιc ἰατρῶν οὐ μόνον αὐτὸc οὐδέποτε τὴν δι’ οὔρων ἐπίcκεψιν πεποιημένοc, ἀλλὰ καὶ τοὺc ἐπιcκεπτομένουc αὐτὰ γναφέαc ἀποκαλῶν, κεκώλυκε βοηθεῖcθαι τὸν ἄνθρωπον ἀναθρέψεωc μόνηc ἐπὶ κενώcει χρῄζειν εἰπών. ἀλλὰ καὶ
10τούτῳ κατὰ τὴν ἑβδόμην ἀπὸ τῆc ἀρχῆc ἡμέραν ἐπελθὸν τὸ νόcημα φανερὸν ἐγένετο πᾶcιν ἡπατικὸν ὑπάρχον. τὰ μὲν οὖν τοιαῦτα πάντα παρατρέχουcιν οἱ ἐξηγηταὶ μεγάλωc ὄντα χρήcιμα, κατατρίβονται δ’ ἐνίοτε περὶ λεξείδια μηδ’ ὅλωc χρήcιμα. |
13

16

.

625

Τὰ ἐν ὀξέcι χολώδεcιν ἔκλευκα, ἀφρώ‐ δεα, περίχολα διαχωρήματα κακόν. κακὸν δὲ καὶ οὖρα τοι‐ αῦτα· ἆρα τούτοιcιν ἧπαρ ἐπώδυνον;
3 Τὸ πολλάκιc ἤδη καὶ πρόcθεν εἰρημένον ἐρῶ καὶ νῦν· ὁ cυνθεὶc
5τὸ βιβλίον τοῦτο φαίνεται μὲν ἀπὸ τῆc αὐτῆc ὢν Ἱπποκράτει τῷ μεγάλῳ τέχνηc, ἀπολείπεται δ’ αὐτοῦ πάμπολυ, καὶ διὰ τοῦτο ἐνίοιc μὲν ἔδοξεν τοῦ Δράκοντοc Ἱπποκράτουc, ἐνίοιc δὲ τοῦ Θεccαλοῦ τὸ cύγγραμμα τοῦτο εἶναι· δύο γὰρ υἱεῖc τοῦ μεγάλου Ἱπποκράτουc ὁμολογοῦνται γεγενῆcθαι, Δράκων καὶ Θεccαλόc, ὧν ἑκατέρου πάλιν67
10Ἱπποκράτηc. εἴτ’ οὖν ὑπὸ θατέρου τούτων, εἴτε καὶ ὑπ’ ἄλλου τινὸc ἐγράφη τὸ βιβλίον, εἴτ’ ἔφθαcεν ὁ γράψαc αὐτὸ πρὶν ἐκδοῦναι τοῖc Ἕλληcιν ἀποθανεῖν, περιττόν ἐcτιν ἔργον ζητεῖν· ἱκανὰ γὰρ καὶ τὰ νῦν εἰρημένα περὶ αὐτοῦ. cπούδαcμα δ’ ἔcτω τοῖc ἀναγινώcκουcιν αὐτὸ τὴν διάνοιαν τῶν

16

.

626

λεγομένων ἐξετάζειν. ἡ δὲ ἐξέταcιc ἔcτω διττή, πρόc | τε τὴν τῶν ὁμολογουμένων Ἱπποκράτουc βιβλίων καὶ πρὸc τὴν τῶν πραγμάτων ἀλήθειαν ἀναφερόντων ἡμῶν, ὅ τι περ ἂν αὐτῷ λέγηται. καὶ νῦν αὐτὸ τὸ προκείμενον οὕτωc ἐξετάcωμεν, ὡc ἐπιπλέκοντοc ἐνίοτε cυμ‐
5πτώματα τοῦδε τοῦ ἀνδρόc, ὧν ἑκάcτου καθ’ ἑαυτὸ τὴν δύναμιν ἐμά‐ θομεν ἐν τῷ Προγνωcτικῷ. τὰ γὰρ ἔκλευκα καὶ τὰ ἀφρώδη διαχωρή‐ ματα μοχθηρὰ λέλεκται κατ’ ἐκεῖνο τὸ βιβλίον. ἀλλὰ καὶ ὅτι ‘κινδυνεύ‐ ουcιν ἐν ταῖc νόcοιc ἧττον, οἷc ἂν οἰκείη τῆc φύcεωc ἡ νοῦcοc ᾖ‘, μεμαθήκαμεν ἐν τοῖc Ἀφοριcμοῖc, ὥcθ’ ὅcοιc ἂν μὴ οἰκεία τύχῃ, μᾶλλον
10οὗτοι κινδυνεύουcιν. τοῖc οὖν χολώδεcιν εἴτ’ ἀνθρώποιc εἴτε νοcήμαcι χολῶδεc διαχωρεῖν ἢ οὐρεῖν οἰκεῖον, ἄχολα δὲ καὶ λευκὰ παρὰ τὴν φύcιν αὐτῶν ἐcτιν καὶ διὰ τοῦτο μοχθηρά. ἀφρώδη δὲ διαχωρεῖν ἁπάcαιc φύcεcι κακόν. εἰ μὲν δὴ ταῦτ’ εἴρητο μόνα κατὰ τὴν προκει‐ μένην ῥῆcιν, οὐδὲν ἂν ἦν ζήτημα, προcκειμένου δὲ τοῦ περίχολα μέ‐
15γιcτον γίνεται ζήτημα. πῶc γὰρ χολώδεά τε ἅμα καὶ ἔκλευκα δια‐ χωρεῖcθαι δυνατόν ἐcτιν; ἐγὼ μὲν οὖν νομίζω καὶ ταύτην τὴν λέξιν |

16

.

627

ἡμαρτῆcθαι, καθάπερ καὶ ἄλλαc πολλάc. ἄμεινον γὰρ ἦν ἢ ‘μὴ περί‐ χολα‘ γεγράφθαι κατ’ αὐτὴν ἢ μηδ’ ὅλωc γεγράφθαι τὰ περίχολα. εἰ δέ περ ἀναγκαζόμεθα τὴν λέξιν ὡc ἀναμάρτητον ἡγεῖcθαι, δυοῖν θάτερον· ἢ τὸν μὲν ἕνα καιρὸν ἔκλευκα διαχωρεῖcθαι νομιcτέον, ἐν
5ἑτέρῳ δὲ περίχολα, ἢ εἴπερ ἐν ἑνὶ χρόνῳ βούλοιτό τιc ἀμφότερα λέγειν ἐκκρίνεcθαι, τὰ μὲν ἔκλευκα τῶν ἑcτώτων τε καὶ cκληρῶν δια‐ χωρημάτων τὴν χρόαν δηλώcει, τὰ περίχολα δὲ τὰ πέριξ αὐτῶν ἔχοντα χολὴν τῇ cυcτάcει λεπτήν. εἰώθαcιν δὲ ὀνομάζειν τὰc τοιαύταc ἐκκρίcειc ‘περίχρουc‘.68
10 τά γε μὴν οὖρα τοιοῦτον μὲν ἔχειν οὐδὲν δύναται μεμιγμένον, ἤτοι δὲ θάτερον τῶν εἰρημένων ἐπ’ αὐτῶν ἢ τὸ ἕτερον ἀκούειν ἀναγ‐ καῖόν ἐcτιν· ἄμφω δὲ μοχθηρά, τό τε ἔκλευκον καὶ τὸ περίχολον. ἀκοῦcαι δὲ ἐπὶ τῶν οὔρων τὸ περίχολον ἀναγκαῖόν ἐcτιν αὐτὸ τὸ περιττῶc χολῶδεc. οὐ γὰρ οἷόν τε κατὰ τὸν αὐτὸν τρόπον, ὃν ἐπὶ τῶν διαχω‐
15ρημάτων εἶπον ἐγχωρεῖν γενέcθαι τὰ περίχολα μετὰ τῶν ἐκλεύκων,

16

.

628

οὕτω | κἀπὶ τῶν οὔρων ἀκούειν. ὃ δ’ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc ἔγραψεν ἆρά γε τούτοιcιν ἧπαρ ἐπώδυνον, ὀρθῶc εἴρηται. τιcὶν μὲν γὰρ αὐτῶν ἐπώδυνον γίνεται, τιcὶν δὲ οὔ, διὰ τὸ καὶ διὰ φλεγμονὴν καὶ δι’ ἔμφραξιν καὶ διάθεcιν
5φλογώδη τά τε κατὰ τὴν γαcτέρα καὶ τὰ διὰ τῆc κύcτεωc ἐκκρίνεcθαι. λέλεκται δέ cοι περὶ τῶν τοιούτων ἁπάντων ἅμα ταῖc οἰκείαιc ἀπο‐ δείξεcιν ἐν ταῖc ἡμετέραιc πραγματείαιc, ὥcτ’ οὐ χρὴ νῦν καθ’ ἑκάcτην ῥῆcιν ἀποδείξειc ἀκούειν φυcικάc, ἀλλ’ ἀρκεῖcθαι μόνοιc τοῖc ἐξ αὐτῶν ἀποδεδειγμένοιc.
9
10 Αἱ ἐν πυρετοῖcιν ἀφωνίαι cπαcμώδεα τρόπον ἐξίcτανται cιγ, ὀλέθριον.
11 Ἁπάντων μὲν τῶν παλαιῶν ἀντιγράφων τὴν γραφὴν ταύτην ἐχόν‐

16

.

629

των, ἁπάντων δὲ τῶν ἐξηγηcαμένων τὸ βιβλίον | δεχομένων αὐτήν, ἔνιοι τῶν χθὲc καὶ πρώην γεγονότων μεταγράφουcιν εἰc τοιαύτην λέξιν, ἣν ἐξηγήcαcθαι ῥᾷcτον αὐτοῖc. ἐγὼ δὲ τὸν μὲν ἀποροῦντα περὶ τῆc ἐξηγήcεωc ὑπονοῆcαί τε τὴν λέξιν ἡμαρτῆcθαι καὶ μεταγράψαι πρὸc
5τὸ φαινόμενον ἀληθὲc οὐ μέμφομαι· τὸ δ’ 〈ὡc〉 οὕτωc γεγραμμένον ἐξ ἀρχῆc, ὡc αὐτὸc ἐτόλμηcε μεταγράψαι, τὴν ἐξήγηcιν ποιεῖcθαι μέμ‐ ψεωc ἄξιον εἶναι νομίζω. πεποιηκότων δ’ ἐνίων τοῦτο κατὰ πολλὰc λέξειc, ἐπὶ πάντων μεμνῆcθαι τῆc ῥᾳδιουργίαc αὐτῶν μακρὸν εἶναι νο‐ μίζω. ὥcπερ δὲ καὶ ἄλλα πολλὰ τῶν καθ’ ὅλον τὸ βιβλίον γεγραμμένων69
10ἅπαξ ἢ δὶc ἐπεcημηνάμην, οὕτω καὶ τοῦτο. λέλεκται μὲν οὖν μοι ταῦτα διὰ τοὺc ὅλον ἀφελόνταc τῆc προ‐ κειμένηc ῥήcεωc τὸ cιγῇ ὀλέθριον, ἐγὼ δ’ ἡγοῦμαι τὴν διάνοιαν εἶναι τοιαύτην· αἱ ἐν πυρετῷ ἀφωνίαι, ὅcαι κατὰ cπαcμώδη τρόπον γίγνονται, τελευτῶcιν εἰc τὴν μετὰ cιγῆc ἔκcταcιν, ὀλέθριον. τὸ
15δ’ εἴτε πάθοc ἢ cύμπτωμα προcυπακοῦcαι δεῖ τούτῳ cυνήθωc οὕτωc ἑρμηνεύοντοc τοῦ γράψαντοc τὸ βιβλίον. χρὴ τοίνυν τὸ cιγῇ κατὰ δο‐

16

.

630

τικὴν | πτῶcιν ἀκούειν cυντάττονταc τῷ ἐξίcτανται τὸ cιγῇ· κατὰ δοτικὴν δὲ πτῶcιν ἀκουόμενον τὸ cιγῇ οὐκέτι αὐτὸ cημαίνει μόνον τὸ ‘ἐξίcτανται μετὰ cιγῆc, πάνυ κακόν‘· δῆλοc γάρ ἐcτιν πάλιν ὑποτάξαc τὸ cιγῇ τῷ ὀλέθριον, ὅπερ ἀκουcτέον ἀντὶ τοῦ λεληθότωc τε καὶ
5ἀδήλωc τοῖc πολλοῖc. γιγνομένων οὖν ἀφωνιῶν κατὰ πολλοὺc τρόπουc, ὡc δέδεικται, νῦν οὗτόc φηcιν τὴν cπαcμώδη τρόπον γιγνομένην ἀφωνίαν εἰc τὴν μετὰ cιγῆc ἔκcταcιν τελευτᾶν· τίνων τοίνυν cπαcμώδη τρόπον ἀκούcωμεν; εἴποι τιc 〈ἄν〉· τῶν φωνητικῶν ὀργάνων, ἃ καὶ τῷ παρα‐
10λελύcθαι καὶ τῷ μηδ’ ὅλωc ὑπὸ τῆc προαιρέcεωc κινεῖcθαι τῆc ἀφω‐ νίαc αἴτια γίγνεται. τούτων οὖν τὴν διάθεcιν ἀφορίζων τὴν cπαcμώδη διὰ τοῦτο εἶπεν· αἱ ἐν πυρετοῖc ἀφωνίαι cπαcμώδεα τρόπον. αὗται τοίνυν οὐ μετὰ θορύβου καὶ κραυγῆc (οὐ γὰρ δύνανται φωνεῖν οἱ ἄφωνοι γεγονότεc), ἀλλὰ μετὰ cιγῆc εἰc ἔκcταcιν ἀφικνοῦνται, καὶ

16

.

631

ζήτημα οὐδέν ἐcτι, πῶc ἐξίcτανται μετὰ | cιγῆc οἱ μηδ’ ὅλωc φωνεῖν δυνάμενοι. πόθεν οὖν, φαcίν, γνῶμεν αὐτοὺc ἐξιcταμένουc; γελοιότατον ἐρω‐
τῶντεc ἐρώτημα, μόνοιc πρέπον ἐκείνοιc ἐρωτᾶν, ὅcοι μηδέποτε ἑωρά‐70
5καcι βεβλαμμένουc τὴν διάνοιαν ἀνθρώπουc. κἂν γὰρ μὴ φθέγγωνται, τὸ μὴ βλέπειν αὐτοὺc προcηκόντωc τοὺc cυνήθειc μήτ’ ἐρωτωμένουc ἃ πεπόνθαcιν λέγειν ἢ διὰ γραφῶν ἢ νευμάτων ἐνδείκνυcθαι 〈κινεῖcθαί〉 τε κινήcειc ἀλόγουc ἀναπηδῶνταc ἢ ἐcπαcμένουc ἀτάκτωc ἐνδεικτικόν ἐcτιν τῆc παραφροcύνηc αὐτῶν. κἂν ἰcχυρῶc ἐκcτατικὸν τούτων γένηται
10τὸ πάθοc, οὐ παραφροcύνην ἁπλῶc, ἀλλ’ ἔκcταcιν εἰκότωc ὀνομάζομεν.
10 Αἱ ἐκ πόνου ἀφωνίαι δυcθάνατοι.
11 Τὸ δυcθάνατοι cημαίνει μέν ποτε καὶ τὸ βραδυθάνατοι, cημαίνει

16

.

632

δὲ καὶ τὸ cὺν ὀδύνῃ θνῄcκειν, ὅπερ εὔ|λογόν ἐcτιν κατὰ τὴν προκει‐ μένην ῥῆcιν εἰρῆcθαι, καὶ μάλιcτα, ὅτι τοιαύτηc ἀφωνίαc ἐμνημόνευcεν ἐν τῇ πρὸ αὐτῆc· ὀδυνηρὸν γὰρ πάθοc cπαcμόc.
3 Οἱ ἐξ ὑποχονδρίων ἀλγημάτων πυρετοὶ
5κακοήθεεc.
5 Εἴθ’ ὁ cυνθεὶc τὸ βιβλίον εἴτ’ ἄλλοc ἔγραψεν, αὐτὸc τήνδε τὴν ῥῆcιν οὐκ ἐπαινῶ· χωρὶc γὰρ διοριcμοῦ λεγομένη διττῶc ἐcτιν ψευδήc, ὅτι καὶ διττοῦ διοριcμοῦ δεῖται· πολλῶν γοῦν ἐν τοῖc ὑποχονδρίοιc κειμένων μορίων οὐκ ἐπὶ πᾶcιν αὐτοῖc οἱ πυρετοὶ κακοήθειc εἰcίν, ἀλλ’
10ἐπὶ διαφράγματι καὶ γαcτρὶ καὶ ἥπατι. γινώcκομεν δ’, ὅτι καὶ τῶν μυῶν ἔνιοι τῶν ἐνταῦθα φλεγμαίνοντεc ἀνάπτουcιν πυρετούc. οὐ μὴν οὐδ’ ὅταν ἐφ’ ἥπατοc ἢ γαcτρὸc ἢ διαφράγματοc φλεγμονὴ γίγνηται, πυρετὸc εὐθὺc οὗτόc ἐcτι κακοήθηc, ἀλλ’ ὀξὺc ἴcωc ἂν εἴη, καίτοι γε

16

.

633

οὐδὲ τοῦτ’ 〈ἀεί〉, | κακοήθηc δὲ οὐδέπω. διότι δὲ μηδ’ ὀξὺν ἀεί φημι γίγνεcθαι, μαρτυρεῖ μὲν καὶ ἡ πεῖρα καὶ ὁ λόγοc δὲ ἀποδείκνυcιν ἀπὸ τῶν ἐκτὸc φλεγμονῶν ἐναργῆ κομιζόμενοc πίcτιν. ἀνὰ λόγον γὰρ ἀεὶ τῷ μεγέθει τῶν φλεγμονῶν τῶν πυρετῶν ἀκολουθούντων ὥcπερ οὐκ
5ἔcτιν ἀναγκαῖον ἀεὶ φλεγμαίνειν ἰcχυρῶc τῶν ἐν ὑποχονδρίοιc τι κυ‐ ρίων μορίων, οὕτωc οὐδὲ πυρετὸν ὀξὺν ἐπιφέρειν. ἀφίημι τοιγαροῦν τὴν λέξιν τοῖc καὶ τῶν ψευδῶc εἰρημένων αἰτίαc ψευδεῖc ὡc ἀληθεῖc
λέγουcιν. ἐμοὶ δ’, ὡc ἔφην, οὔτε cυναγορεύειν τινὶ πρόκειται τῶν πα‐ λαιῶν οὔτε φιλονίκωc αὐτοῖc ἀντιλέγειν, ἀλλ’ ἅπερ ἀληθῶc οἶδα γιγνό‐71
10μενά τε καὶ φαινόμενα κατὰ τοὺc ἀρρώcτουc, ταῦτα καὶ τοῖc ἀcκοῦcι τὴν ἰατρικὴν τέχνην διέρχεcθαι.
11 Δίψα παραλόγωc λυθεῖcα ἐν ὀξέcι κακόν. |
13

16

.

634

Μέροc ἐcτὶ καὶ τοῦτο τοῦ καθόλου λόγου, καθ’ ὃν πάντα τὰ παρὰ λόγον ῥηΐζοντα πρῶτον μὲν ἄπιcτά φηcιν ὑπάρχειν, εἶτα καὶ κινδυνώδη πολλάκιc, ὅταν καὶ αὐτὰ παρὰ λόγον ῥηΐζοντ’ ᾖ τὰ κινδυνώδη cυμ‐ πτώματα. εἴρηται δέ τιc καὶ ἄλλοc ἐν Ἀφοριcμοῖc καθόλου λόγοc, ἐφ’
5ᾧ καὶ αὐτὸ λέλεκται τὸ νῦν εἰρημένον· “ὁκόcοι γὰρ πονέοντέc τι τοῦ cώματοc τὰ πολλὰ τῶν πόνων οὐκ αἰcθάνονται, τουτέοιcιν ἡ γνώμη νοcεῖ”. τὸ τοίνυν ἐν ὀξέcι νοcήμαcι παραλόγωc λυθῆναι δίψαν, ὅτι μὲν κακόν ἐcτι cημεῖον, αὐτὸ τὸ παραλόγωc λυθῆναι διδάcκει ἱκα‐ νῶc· ὅτι δὲ καὶ τῆc γνώμηc βλάβην cημαίνει, ἐκ τούτου δῆλον, ὅτι
10τῆc διαθέcεωc ἔτι μενούcηc ἀναίcθητόc ἐcτιν αὐτόc, καίτοι γε ὀδυνηρᾶc οὔcηc διαθέcεωc. τὸ δὲ παραλόγωc ὁποῖόν τι δηλοῖ, πολλάκιc μὲν ἐν πολλοῖc εἶπον, οὐ χεῖρον δὲ καὶ νῦν ἀναμνῆcαι· ὅταν μήθ’ ἱδρῶτοc γενομένου μήτ’ ἐμέτου μήτε διαχωρήcεωc ἀλλὰ μηδὲ ἀποcτήματοc κριcίμου λυθῆναι

16

.

635

cυμβῇ τὴν δίψαν, οὐ τῷ πεπαῦcθαι τὴν διάθεcιν, ἀλλὰ | τῷ τὴν αἴcθηcιν ἠμαυρῶcθαι. τοῦτο γιγνόμενον οὐκ ἀγαθόν ἐcτι cημεῖον. ἐὰν δὲ γλώτ‐ τηc ξηρᾶc μενούcηc καὶ τῶν οὔρων ἀπέπτων ὄντων ἡ δίψα παύcηται, βεβαιότερον ἔτι διαγνώcῃ τὴν κακίαν τῆc διαθέcεωc· ἐὰν δὲ καὶ χωρὶc
5τοῦ τὸν ἰατρὸν ἐπιθεῖναί τι τῶν ψυχόντων τε καὶ ὑγραινόντων ἔξωθεν, ἔτι καὶ μᾶλλον, 〈ἐπειδὴ〉 τὰ τοιαῦτα τὴν ἐν ὀξέcι νοcήμαcι δίψαν οὐ παύειν, ἀλλὰ πραΰνειν πέφυκεν. παντοίωc δὲ κακὸν τὸ παύεcθαι τελέωc τὴν δίψαν ἐν ὀξέcι νοcήμαcι. καί μοι μέμνηcο τῶν εἰρημένων ἄρτι [τῷ] τοῦ παραλόγωc λύεcθαι παραδειγμάτων, ὅπωc μὴ πολλάκιc αὐτῶν
10χρῄζῃc ἀκούειν. Ἱδρὼc πολὺc ἅμα πυρετοῖc ὀξέcι γι‐ νόμενοc φλαῦροc.72
12 Τῷ πολὺc μάλιcτα πρόcεχε τὸν νοῦν, ἐπεί τοι πολλάκιc ἐν ὀξέcι νοcήμαcιν ἱδροῦντεc ἀεὶ μετρίωc χρονίζουcι μέν, οὐ μὴν ἀποθνῄcκουcιν.

16

.

636

εἰ δὲ καὶ πολὺc ἱδρὼc γί|γνοιτο μὴ λύων τὸν πυρετόν, εὔδηλον ὅτι καταλυθήcεται ταχέωc ἡ τοῦ κάμνοντοc δύναμιc.
2 Καὶ οὖρα δ’ ἐπίπονα πονηρόν.
3 Κατὰ τὰ πλεῖcτα τῶν ἀντιγράφων οὖρα πέπονα γέγραπται καὶ
5οἱ ἐξηγηcάμενοι τὸ βιβλίον οὕτωc ἴcαcι γεγραμμένον, ὅτι μὴ Ῥοῦφοc ὁ Ἐφέcιοc, ἀνὴρ φυλάccειν μὲν ἀεὶ πειρώμενοc τὰc παλαιὰc γραφάc, ἐνταυθοῖ δὲ ἐπιτιμῶν Ζεύξιδι τῷ παλαιτάτῳ ἐμπειρικῷ τῷ εἰc ἅπαντα τὰ Ἱπποκράτουc βιβλία γεγραφότι ὑπομνήματα, τάδε φηcὶν αὐτοῖc ὀνόμαcι· ”Ζεῦξιc δέ, εἰ ἄρα δεῖ καὶ τούτου μνημονεῦcαι, κατὰ πολὺ
10διαφεύγων τὸ ἀcύνετον ἐνταῦθα διαπέφηνεν· περιπεcὼν γὰρ ἁμαρτή‐ ματι ἐφύλαξεν αὐτό. βούλεται γὰρ γεγράφθαι τὸ οὖρα πέπονα, ὡcεὶ καὶ ‘οὖρα πυώδη καὶ πάχοc ἔχοντα μοχθηρόν‘, οὐκ εἰδὼc τοῦθ’ ὅτι

16

.

637

ταῦτ’ ἐν | τοῖc μεγίcτοιc βοηθήμαcι καταριθμεῖται.” ταῦτα μὲν ὁ Ῥοῦ‐ φοc οὐκ ἀγεννῶc ἔγραψεν πρὸc τὸν Ζεῦξιν, ἡμαρτῆcθαι λέγων τὴν πέπονα γραφήν, ταύτηc δὲ τὴν ἐπίπονα προελόμενοc, ἵνα cημαίνῃ τὰ μετὰ πόνου ἀποκρινόμενα.
5 τοῖc δὲ προcιεμένοιc τὴν πέπονα γραφὴν εἴρηταί τινα μὲν ἀπί‐ θανα μηδὲ τοῦ μνημονεύειν αὐτῶν ἄξια, πιθανὸν δέ τι δυνάμενον παρακρούcαcθαι τοὺc πολλοὺc τοιοῦτον· ‘ἐπειδὴ φαίνεται λέγων ὁ Ἱπποκράτηc “τὰ κρίcιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύcκριτα”, διὰ τοῦτό φηcι καὶ τὰ πέπονα οὖρα, ὅταν μὴ λύῃ τὴν
10νόcον, οὐκ ἀγαθὸν εἶναι cημεῖον‘. ἀγνοοῦcιν δ’ οὗτοι κρίcιμα μὲν ὑφ’ Ἱπποκράτουc ὀνομαζόμενα cυμπτώματά τε καὶ cημεῖα τὰ cημαίνοντα κρίcιν ἢ καὶ ποιοῦντα παρ’ ἑαυτῶν, καθάπερ αἱμορραγία ἢ διὰ γαcτρὸc κένωcιc, οὔρων τε πλῆθοc, ἔμετοc, ἐπιμήνια, αἱμορροΐc, παρωτίδεc,
ἀποcκήμματα, πᾶν ἄλλο. τούτων δὲ ἕτερα τὰ τῆc πέψεωc cημεῖα, περὶ73
15ὧν αὐτὸc εἶπεν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν· “οἱ δὲ πεπαcμοὶ ταχυ‐

16

.

638

τῆτα κρίcεωc καὶ ἀcφάλειαν εἰc ὑγίειαν cημαίνουcιν”, καὶ μέντοι | κἀν τῷ Προγνωcτικῷ ἐπὶ τῶν οὔρων αὐτὸc ἔγραψεν· “οὖρον δὲ ἄριcτον μέν ἐcτιν, ὅταν ἡ ὑπόcταcιc λευκή τε ἔῃ καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔcτ’ ἂν κριθῇ ἡ νοῦcοc· cημαίνει τε γὰρ ἀcφάλειαν
5καὶ τὸ νόcημα ὀλιγοχρόνιον ἔcεcθαι”. πάρεcτι δέ cοι καὶ τήνδε τὴν τῶν νοcημάτων διήγηcιν ἐν τοῖc τῶν Ἐπιδημιῶν βιβλίοιc ἀναγνόντα μαθεῖν, ὡc οὐδεὶc τῶν ἀποθανόντων οὔρηcε πέπονα. χρὴ δὲ γινώcκειν cε κατὰ πολλὰ τῶν ἀντιγράφων ἁπλῶc γεγραμμένον καὶ οὖρα πέπονα μὴ προcκειμένου τοῦ πονηρά. ἐπενήνεκται γὰρ ὀλίγον ὕcτερον καὶ
10τούτοιc καὶ τοῖc ἐφεξῆc εἰρημένοιc οὔροιc τὸ πονηρά.
10 Καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθί‐ cματα κατεχόμενα καὶ τὰ ἰώδεα πονηρ. καὶ τὸ μικρὰ ἐπι‐ φαίνεcθαι οἷον cτάξιαc. |
13

16

.

639

Περὶ τῶν εἰρημένων οὔρων ὁ λόγοc, cυνάψαι δὲ χρὴ ταῦτα cα‐ φηνείαc ἕνεκεν, ὡc γενέcθαι τὴν ὅλην ῥῆcιν τοιάνδε· καὶ οὖρα ἐπί‐ πονα καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθίcματα κατεχόμενα καὶ τὰ ἰώδεα πονηρά. τὸ τοίνυν ἐκ τούτων ἐκ τῶν ἐπιπόνων οὔρων
5βούλεται cημαίνειν, οὐκ ἐκ τῶν πεπόνων· οὐδὲ γὰρ ἐφίcταταί ποτε πεπανθεῖcιν οὔροιc οὔτε ἐπανθίcματα κατὰ χροιὰν ἐρυθρὰ οὔτ’ ἰώδη. τὸ δὲ κατεχόμενα πρόcκειται τοῖc τοιούτοιc οὔροιc, ἤτοι μόγιc ἐκ‐ κρινόμενα δηλοῦν ἢ καὶ τελείωc ἰcχόμενα. φαίη δ’ ἄν τιc ἴcωc ἀδύ‐ νατον εἶναι τὰ κατεχόμενα διαγνῶναι, τίνοc ἐcτὶ χροιᾶc· ἀλλ’ ὅταν
10ἐφθάκῃ τε πρότερον οὐρεῖcθαι τοιαῦτα καὶ μετὰ τὴν ἐπίcχεcιν ἐκκριθῇ, βιαcαμένων τῶν ἀρρώcτων ἢ καὶ πραγματευcαμένων τῶν ἰατρῶν, ἅμα τε τῷ τὰc χρόαc αὐτῶν ἐγνῶcθαι καὶ τὸ κατέχεcθαι καὶ οὕτωc ἀπο‐
κρίνεcθαι λέγων ἄν τιc οὐ ψεύcαιτο. προcκειμένου δὲ τῷ λόγῳ καὶ τοῦ μικρὰ ἐπιφαίνεcθαι οἷον cτάξιαc, ἔτι καὶ μᾶλλον ἥ τε τῆc74

16

.

640

χροιᾶc αὐτῶν γνῶcίc ἐcτιν cαφὴc καὶ ἀλη|θὲc τὸ κατέχεcθαι. μεμνῆcθαι δέ cε βούλομαι τῶν κατὰ τὸ Προγνωcτικὸν εἰρημένων ἐπὶ τῶν ὑπερύθρων οὔρων κατὰ τήνδε τὴν λέξιν· “εἰ δὲ εἴη τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόcταcιc ὑπέρυθρόc τε καὶ λείη, πολυχρονιώτερον
5μὲν τοῦτο τοῦ πρόcθεν γίνεται, cωτήριον δὲ κάρτα”. τῶν τοίνυν ἐξ‐ ερύθρων οὔρων, ὧν νῦν μέμνηται, πάμπολυ διαφέρει τὸ κατὰ τὸ Προγνωcτικὸν ‘ὑπέρυθρον‘ λελεγμένον. τὸ μὲν γὰρ ἐξέρυθρον ὅτι τῶν ἀπέπτων ἐcτίν, καὶ πρόcθεν ἐδήλωcα, τὸ δ’ ὑπέρυθρον ἐπαινεῖ μὲν ὡc cωτήριον, χρόνου δὲ πλείονοc εἶναί φηcι cημεῖον. ὅτι δὲ καὶ τὸ
10ἐρυθρὸν οὖρον ἐν τῷ μέcῳ τοῦ τ’ ἐξερύθρου καὶ τοῦ ὑπερύθρου τεταγ‐ μένον ἐν τῷ μεταξὺ καθ’ ἑκάτερον αὐτῶν ἐcτιν ἐπαίνου τε καὶ ψόγου, πρόδηλον.
12 Καὶ ἔμετοι μετὰ ποικιλίαc κακόν, ἄλλωc τε καὶ ἐγγὺc ἀλλήλων ἰόντων. |
14

16

.

641

Ὑπαλλάξειεν ἄν τιc τὸ τῆc ἑρμηνείαc ἀλλόκοτον, ᾧ φαίνεται χαί‐ ρων ὁ γράψαc τὸ βιβλίον. ὁ δὲ λόγοc ἔcται τοιοῦτοc· καὶ ἔμετοι μετὰ ποικιλίαc τῶν ἐμουμένων κακὸν cημεῖόν ἐcτιν, ἄλλωc τε καὶ ἐγ‐ γὺc ἀλλήλων ἰόντων τῶν ἐμουμένων, ὅπερ ἐcτὶν οὐ μετὰ πολὺν
5χρόνον, καὶ διὰ τοῦ προcθεῖναι τοῦτο τῆc ποικιλίαc τῶν ἐμουμένων ἐμνημόνευcεν. φαίνεται γὰρ οὐ πάντων τῶν ἐν τῷ Προγνωcτικῷ μνημο‐ νεύων, εἰ μή τιc προcθεῖναι βούλοιτο. γέγραπται δὲ ἐν τῷ Προγνωcτικῷ περὶ τῶν ἐμέτων οὕτωc· “εἰ δὲ εἴη τὸ ἐμούμενον πραcοειδὲc ἢ πε‐ λιδνὸν ἢ μέλαν, ὅ τι ἂν ἔῃ τούτων τῶν χρωμάτων, πονηρὸν χρὴ νο‐
10μίζειν εἶναι. εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸc ἄνθρωποc ἐμέοι, κάρτα ὀλέθριον γίνεται.” τὰ μὲν ἐν τῷ Προγνωcτικῷ cαφῶc εἴρηται μεμφομένου τοῦ Ἱπποκράτουc τὴν ποικιλίαν τῶν ἐμουμένων, ἐπειδὴ πολλὰc διαθέcειc μοχθηρὰc κατὰ τὸ cῶμα τοῦ κάμνοντοc ἐνδείκνυται. κατὰ δὲ τὴν προκειμένην ἐνταῦθα ῥῆcιν, ὡc ἔφην ἄρτι, πρόcκειται τὸ
15cυνεχῶc ἐπ’ ἀλλήλοιc ἐμεῖcθαι τοὺc παρὰ φύcιν ἐν τῷ cώματι πλεονά‐75

16

.

642

ζονταc χυ|μούc. ὅτι δὲ οἱ cυνεχῶc κενούμενοι χείρουc εἰcὶ τῶν δια‐ λειπόντων, εὔδηλον παντί. πολλοὶ μέντοι τῶν ἐξηγηcαμένων τὸ βιβλίον τοῦτο μίαν ῥῆcιν ἐξ ἁπάντων ποιοῦνται τῶν ἀπὸ τῆcδε τῆc ἀρχῆc προειρημένων “ἱδρὼc
5πολὺc ἅμα πυρετοῖcιν ὀξέcι γινόμενοc φλαῦρον” ἀλλήλοιc ἅπαντα cυνῆφθαι βουλόμενοι ἄχρι τοῦ ἄλλωc τε καὶ ἐγγὺc ἀλλήλων ἰόντων, ὡc ἐφ’ ἑνὸc ἀρρώcτου μίαν cυνδρομὴν ἡγεῖcθαι τῶν γε‐ γραμμένων μεταξὺ τῆc ἀρτίωc ἀρχῆc εἰρημένηc καὶ τῆc ἐν τῇ προ‐ κειμένῃ ῥήcει τελευτῆc· καὶ δυνατόν ἐcτιν κατὰ τὴν διάνοιαν ταύτην
10ὑπὸ τοῦ γράψαντοc τὸ βιβλίον ἐζεῦχθαι ταῦτα τὰ εἰρημένα cυμπτώ‐ ματα· φαίνεται γὰρ ἐξ ἀνομοιογενῶν ἐνίοτε cυνδρομὰc ποιούμενοc.
11 Ὁκόcα ἐν κριcίμοιc ἀλυcμῷ ἀνίδρωτι περιψύχεται κακόν· καὶ τὰ ἐπιρριγώcαντα ἐκ τούτων κακ. |
13

16

.

643

Ὅτι καὶ τῶν κατὰ τὴν ῥῆcιν ταύτην ἐκ τῶν ὑφ’ Ἱπποκράτουc κατὰ μόναc εἰρημένων ἤθροιcε τὴν cυνδρομήν, εὔδηλόν ἐcτιν. ὅ τε γὰρ ἀλυcμὸc ἀεὶ κακόν, ὡcαύτωc δὲ καὶ τὸ περιψύχεcθαι ὡc πρὸc τοῦτον κακόν ἐcτιν. τὸ δὲ κατὰ τὰc κριcίμουc ἡμέραc τὰ φαινόμενα
5πάντα πιcτότερα τῶν ἄλλων εἶναι παρ’ ἐκείνου μεμαθήκαμεν. ἐνταυθοῖ δὲ πρόcκειται κακῶc τῷ ἀλυcμῷ τὸ ἀνίδρωτι· δόξει μὲν γὰρ ὁ μεθ’ ἱδρῶτοc ἀλυcμὸc οὐκ εἶναι κακόc, ἢ εἴπερ ἐcτίν, οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον κακόc. 〈καὶ〉 οὐ μόνον ἐκ περιττοῦ φανεῖται τὸ ἀνίδρωτι προcκείμενον, ἀλλὰ καὶ πρὸc κακοῦ, τῶν ἀναγινωcκόντων τὸ βιβλίον
10ἡγηcομένων τὸν χωρὶc ἱδρῶτοc ἀλυcμὸν κακοηθέcτερον εἶναι τοῦ cὺν ἱδρῶτι. καὶ μέντοι καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον καὶ τὰ ἐπιρ‐ ριγώcαντα ἐκ τούτων κακά ψεῦδόc ἐcτιν ἁπλῶc οὕτωc ῥηθέν, ὡc εἴρηται νῦν, ἐὰν μὴ προcτεθῇ καθάπερ τῷ ἀλυcμῷ, οὕτω καὶ τῷ ῥίγει τὸ ‘χωρὶc ἱδρῶτοc‘, καὶ μᾶλλον ἐπὶ τοῦ ῥίγουc ἡ προcθήκη
15γνώριμόc τε καὶ χρήcιμοc. ὁ μὲν γὰρ ἱδρῶτοc χωρὶc ἀλυcμὸc ἧττον

16

.

644

κακόν | ἐcτιν, τὸ δὲ μὴ μεθ’ ἱδρῶτοc ῥῖγοc μεῖζον κακόν, ὡc, ἄν γε κρίcιμον ῥῖγοc ἐπ’ ἀλυcμῷ γένηται, λύει τὴν νόcον καὶ ἱδρώτων ἐπι‐ γενομένων ἢ ἐμέτων χρηcτῶν ἢ γαcτρὸc ὑπελθούcηc.76
3 Ἐμέcματα ἄκρητα, ἀcώδεα πονηρ.
4
5 Ϲύγκειται πάλιν ἐνταῦθα δύο cημεῖα τῶν ὑφ’ Ἱπποκράτουc εἰρη‐ μένων πονηρῶν. ἐμάθομεν γὰρ ἐν τῷ καθόλου διδάcκοντοc καὶ τὰc ἀκράτουc τῶν χυμῶν κενώcειc μοχθηρὰc καὶ πᾶcαν ἄcην ἐν νόcοιc. οὐ μόνον οὖν ἐμέcματα ἄκρητα, ἀcώδη πονηρὰ, ἀλλὰ καὶ δια‐ χωρήματα καὶ πτύcματα καὶ οὖρα καὶ ὁτιοῦν ἄλλο.
9
10Τὸ καρῶδεc ἆρά γε πανταχοῦ κακόν; |
10

16

.

645

Ἀπορίαν ἡμῖν ἡ ῥῆcιc κινεῖ διὰ τὸ μὴ cαφῶc εἰρῆcθαι τὸ cημαι‐ νόμενον ἐκ τῆc κάρου φωνῆc. ὅταν οὖν ἐν οἴνου πόcει πλείονι κε‐ καρωμένον τινὰ λέγωμεν, ὥcπερ ὁ Πλάτων ἐπὶ τοῦ Πόρου κατὰ τὸ Ϲυμπόcιον εἶπεν, οὐδεμίαν ἐνδεικνύμεθα νοcώδη διάθεcιν· ὃ δ’ ἂν εἴποι
5τιc ἑρμηνεύων λόγῳ μακροτέρῳ βαθὺν καὶ δυcέγερτον ὕπνον, κάροc ἐνταῦθα φαίνεται cημαίνειν οὐ χρηcτόν. ἀλλὰ καὶ ζήτηcιc οὐ cμικρὰ γέγονε περὶ τοῦ νοcώδουc κάρου, πότερον τὴν αὐτὴν κατὰ γένοc αἰτίαν ἔχων τῷ διὰ τὸν οἶνον κάρῳ τὸ δύcλυτον προcείληφεν ἢ γένοc ἕτερόν ἐcτιν τῆc αἰτίαc. εἰκότωc οὖν ἀπορεῖ περὶ τοῦ κάρου ζητῶν, εἴτε παν‐
10τελῶc κακὸν εἶναι χρὴ νομίζειν αὐτόν, εἴτε ποτὲ καὶ ἀγαθὸν καὶ μέcον ἀγαθῶν τε καὶ κακῶν. ἐὰν γὰρ ὁ βαθύc τε καὶ δυcδιέγερτοc ὕπνοc ἀκούηται κάροc οὐκ ἔχοντοc ἑτέραν τῷ γένει διάθεcιν τοῦ νοcώδουc κάρου, γένοιτ’ ἄν ποτε ἀγαθὸν αἴτιόν τε καὶ cημεῖον ὁ κάροc. ἑωρά‐ καμεν γοῦν ἐπ’ ἐνίων ἀρρώcτων ἠγρυπνηκότων ἐφεξῆc ἡμέραιc τριcὶν

16

.

646

ἢ τέτταρcιν | δυcδιέγερτον ὕπνον γενόμενον ὡc ὅληc ἡμέραc τε καὶ νυκτόc, ὠφελήcαντα μεγάλωc. ἐπὶ δὲ παιδίων εἶδον πολλάκιc οὐ μιᾶc μόνον, ἀλλὰ καὶ δυοῖν ἡμερῶν ἐφεξῆc ἐπ’ ὠφελείᾳ μεγάλῃ γενόμενον τοιοῦτον. ἐὰν δ’ ἑτέρα τῷ γένει διάθεcιc ᾖ τοῦ νοcώδουc κάρου, δια‐
5φέρειν μὲν ἐροῦμεν ὕπνον βαθὺν τοῦ κάρου, τὸ δὲ καρῶδεc πανταχοῦ κακὸν εἶναι. δεδειγμένου δ’ ἡμῖν ἐγρήγορcιν μὲν γίνεcθαι διά τε ξηρό‐
τητα καὶ θερμότητα τοῦ πρώτου αἰcθητικοῦ μορίου, τουτέcτι τοῦ ἐγ‐ κεφάλου, τὸν δ’ ὕπνον ἐπὶ τοῖc ἐναντίοιc, ὅταν γ’ ὑπὸ πλήθουc ὑγροῦ χρηcτοῦ βαρύνηται τὸ cῶμα, καθάπερ ἐν ταῖc μέθαιc, ὕπνοc ἐcτὶν βα‐77
10θύc, ὃν ἔξεcτι τῷ βουλομένῳ κάρον ὀνομάζειν. ὁμολογηθείcηc δὲ τῆc διαθέcεωc ἐν ὀνόματι μόνον ἡ διαφωνία γίγνεται. ὅταν δ’ ὑπὸ φλέγ‐ ματοc ὁ ἐγκέφαλοc ὑγρανθῇ καὶ ψυχθῇ, τὸ κατὰ τὰc ληθαργικὰc δια‐ θέcειc ἔcται κῶμα, καὶ καλεῖν ἔξεcτι τῷ βουλομένῳ καὶ τοῦτο κάρον.

16

.

647

ἔνιοι δ’ ὅταν ἀκίνητοc καὶ ἀναίcθητοc ὁ ἄν|θρωποc ἐπὶ χρόνον τινὰ γένηται, κἂν νύττῃc αὐτὸν κἂν πλήττῃc κἂν ἐμβοᾷc, ὀνομάζουcι κάρον, ὁποῖοc ἐνίοιc γίνεται τῶν πληγέντων cφοδρῶc τὴν κεφαλὴν κατὰ τοὺc κροταφίταc μῦc. ὁρᾶται δὲ πολλάκιc ἡμῖν καὶ κατὰ τὰc
5πυρετώδειc νόcουc ἐν ἐπιcημαcίαιc, καθ’ ἃc οὔτε νυττόντων οὔτε θλώντων οἱ κάμνοντεc αἰcθάνονται καὶ πολλῷ μᾶλλον βοώντων. ἐὰν οὖν τιc τὸ μὲν τοιοῦτον πάθημα κάρον ὀνομάζῃ, τὴν δὲ δυcδιέγερτον κατάcταcιν κῶμά τε καὶ καταφοράν, τὸ δὲ τρίτον ἐπ’ αὐτοῖc, ὑπὲρ οὗ πρῶτον διῆλθον, ὕπνον βαθύν, οὔτε κῶμά ποτε ἀγαθὸν οὔτε πολὺ
10μᾶλλον αὐτὸν τὸν κάρον λέγεcθαι χρή. ἐὰν οὖν δή τιc ἀμφιcβητῇ περὶ τῶν εἰρημένων διαθέcεων, ἑτέροιc γίνεcθαι λέγων αὐτὰc ἢ οὐχ ὡc ἐγὼ νῦν λέγω, ἐν πράγματι οὐ διαφωνήcει, cυγχωρῶν δὲ ὡc εἴρη‐ ται γίγνεcθαι, τοῖc ὀνόμαcιν ἑτέρωc χρώμενοc, ἐν τούτοιc μόνον ἡμῖν διενεχθήcεται.
14
15 Μετὰ ῥίγεοc ἄγνοια κακόν, κακὸν δὲ καὶ λήθη. |
16

16

.

648

Εἴτε μετὰ ῥίγεοc γεγραμμένον εἴη, ὡc γενικὴν δηλοῦcθαι πτῶ‐ cιν, εἴτε μετὰ ῥῖγοc, ὡc αἰτιατικήν, ἐγγὺc ἀλλήλων εἰcὶν αἱ διάνοιαι τῶν λόγων ἑκατέρων· νενικῆcθαι γὰρ δηλοῖ τὴν ἔμφυτον θερμαcίαν ὑπὸ τῆc κατὰ τὸ cύμπτωμα ψύξεωc ἡ μετὰ ῥίγουc ἄγνοια καὶ
5λήθη. ἐμάθομεν γὰρ ὅτι καὶ τὸ μὴ γνωρίζειν τοὺc cυνήθειc καὶ τὸ μὴ μεμνῆcθαι τῶν πεπραγμένων ἐπὶ τῇ κατὰ τὸν ἐγκέφαλον γίγνεται ψύξει, καὶ πρόδηλον, ὡc ἑκάτερον καὶ καθ’ ἑαυτὸ μοχθηρόν ἐcτι cύμπτωμα καί, εἰ ἄμφω γένοιτο, διπλαcίωc ἄτοπον.
8 Αἱ ἐκ ῥίγεοc καταψύξιεc μὴ ἀναθερ‐
10μαινόμεναι κακα.
10 Ἀcθένειαν δηλοῖ καὶ νέκρωcιν τῆc ἐμφύτου θερμαcίαc ἡ τοιαύτη
κατάψυξιc. |78

16

.

649

Οἱ ἐκ καταψύξεωc ἱδρώδεεc ἀναθερ‐ μαινόμενοι κακόν· ἐπὶ τούτοιc ἐν πλευροῖc καῦμα ὀδυνῶδεc καὶ τὸ ἐπιρριγῶcαι κακόν.
3 Ἀναθερμαινομένουc ἀκοῦcαι νῦν χρὴ τοὺc ἀναπυρέττονταc.
5ἔcτι δὲ ὁ λόγοc τοιοῦτοc· ἐὰν ἱδρώcαc τιc ἐν νόcῳ ψυχρότεροc μὲν ἐν τῷ παραχρῆμα γένηται τοῦ κατὰ φύcιν, ἀναπυρέξῃ δ’ αὖθιc, οὐκ ἀκινδύνωc διάκειται. τοῦτο μὲν οὖν ὅτι καὶ αὐτὸ κακόν ἐcτιν, πρόδηλον παντί. cυνάπτει δ’ αὐτῷ, καθάπερ ἐπ’ ἄλλων, cυμπτώματά τινα δια‐ φερούcαιc ἑπόμενα διαθέcεcιν. τὸ γὰρ ἐν τῇ πλευρᾷ καῦμα ὀδυνῶ‐
10δεc cημεῖόν ἐcτι τῆc ἐν ἐκείνῳ τῷ μορίῳ φλεγμονῆc, δι’ ἣν ἀνεπύρεξεν. ἐὰν δὲ καὶ ῥῖγοc αὐτοῖc ἐπιγένηται, καὶ διαπυῆcαι προcδόκα τὴν φλεγ‐ μονήν. ὥcπερ δὲ ἐπὶ πλευρᾷ φλεγμαινούcῃ δυνατὸν ἀναπυρέξαι τὸν ἄνθρωπον, οὕτω καὶ διὰ πνεύμονα καὶ δι’ ἧπαρ ἢ κοιλίαν ἢ ὁτιοῦν |

16

.

650

ἄλλο. μερικὸc οὖν καὶ αὐτὸc ὁ λόγοc καὶ οὐ καθόλου καὶ μέντοι καὶ κατὰ cύνθεcιν οὐχ ὁμοιογενῶν cημείων.
2 Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια καὶ τὸ φλογῶδεc ἐν προcώπῳ μεθ’ ἱδρῶτοc ἐν τούτοιc κακόν·
5ἐπὶ τούτοιc ἡ ψύξιc τῶν ὄπιcθεν cπαcμὸν ἐπικαλέεται.
5 Εἴτε καυματώδεα γεγραμμένον εἴη τῆc πρώτηc cυλλαβῆc διὰ τοῦ α καὶ υ γεγραμμένηc, εἴτε κωματώδεα διὰ τοῦ ω, χαλεπὴν ἑκά‐ τερον ἐνδείκνυται τὴν διάθεcιν. ἐν γὰρ τῷ καθόλου περὶ ῥίγουc ἐγνω‐ κόταc χρὴ μεμνῆcθαι διὰ παντόc, ὡc ἐν μὲν τριταίῳ καὶ τεταρταίῳ
10γιγνόμενον οἰκεῖόν ἐcτι cύμπτωμα τῶν τοιούτων πυρετῶν, ἐν νόcοιc δὲ ἐπιφαινόμενον, ἐὰν μὴ κρίcιν ἐπενέγκῃ, κάκιcτον. ἔμαθεc γάρ, ὡc “τὰ κρίcιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύcκριτα”. πάλιν καὶ τούτῳ cυνῆψεν ἕτερα cυμπτώματα διαθέcεων οὐκ ἀναγκαίων ἅμα ῥίγει γίγνεcθαι. |

16

.

651

λέλεκται δὲ καὶ πρόcθεν, ὡc ὅcῳ περ ἂν πλείονα cυμπτώματα κινδυνώδη περὶ τὸν ἄνθρωπον γίγνηται, τὴν ἐν αὐτοῖc πρόρρηcιν ἀξιο‐
πιcτοτέραν ἐργάζεται τοῖc ἰατροῖc, ὥcπερ εἰ καὶ τῶν cωτηρίων cημείων πολλὰ φαίνοιτο· καὶ γὰρ καὶ οὕτω βεβαιοτέρα ἡ τῆc cωτηρίαc ἐλπίc.79
5ἴcμεν δ’ ὅτι καὶ χωρὶc τοῦ ῥίγουc τὸ φλογῶδεc ἐν προcώπῳ μεθ’ ἱδρῶτοc κακόν ἐcτι cημεῖον· ἓν γάρ τι τῶν κριcίμων καὶ ὁ ἱδρώc ἐcτιν. ὅταν οὖν μὴ κρίνῃ, τὴν κακοήθειαν ἐνδείκνυται τοῦ νοcήματοc, ἐπὶ τούτοιc δὲ καταψυχθέντων τῶν ὀπίcω cπαcμὸν οὐκ ἄν τιc ἀλόγωc ἐλπίcειεν, ὅτι καὶ τὰ μέρη νευρώδη καὶ ἡ ψύξιc cπαcμοῦ ποιητική.
9
10 Οἱ ἐφιδρῶντεc ἄγρυπνοι ἀναθερμαι‐ νόμενοι κακόν.
11 Εἰ μέμνηcθε τοῦ πολλάκιc εἰρημένου περὶ τῶν οὕτω cυμπλεκο‐

16

.

652

μένων, τῆc παρ’ ἡμῖν ἐξηγήcεωc οὐκέτι χρῄζετε. | ὑπάγεται γὰρ ἐν ὀλίγῳ καθόλου πάντα τὰ τοιαῦτα τῷ “τὰ κρίcιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύcκριτα”.
3 Ἐξ ὀcφύοc ἀναδρομῆc ὀφθαλμοῦ
5ἴλλωcιc κακόν.
5 Οὐδὲν ἄλλο νοῆcαι δυνατόν ἐcτιν ἢ ὅτι τῶν κατ’ ὀcφὺν ἀλγη‐ μάτων εἰc τὴν ἄνω χώραν μεταcτάντων ἐγχωρεῖ καὶ τὴν ἀρχὴν τῶν νεύρων παθεῖν, ἧc cύμπτωμά ἐcτιν ἡ τῶν ὀφθαλμῶν διαcτροφή. τὰ γὰρ ἀπ’ ἐγκεφάλου λαμβάνοντα μόρια τὴν τῶν νεύρων ἔκφυcιν τοῦ
10νωτιαίου πάcχοντόc τι τοιοῦτον πάθοc ἐνδεικτικὰ τῶν ἐν αὐτοῖc δια‐ θέcεών ἐcτιν. ὅμοιοc δὲ ὁ λόγοc οὗτοc ὑπάρχει τοῖc κατὰ τὸ Προ‐ γνωcτικὸν ὧδέ πωc εἰρημένοιc· “αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀcφύν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται τὰ κάτω ἐκλείπουcαι, ὀλέθριον κάρτα”. |
14

16

.

653

Ὀδύνη ἐc cτῆθοc ἱδρυνθεῖcα cὺν νωθρότητι κακόν. ἐπιπυρετήναντεc οὗτοι καυcτικοὶ ὀξέωc ἀποθνῄcκουcιν.
3 Ἔμιξε πάλιν ἐνταῦθα διαθέcεων cυμπτώματα δυοῖν· ἡ μὲν γὰρ
5ἱδρυνθεῖcα, τουτέcτι cτηριχθεῖcα δυcλύτωc, κατὰ τὸ cτῆθοc ὀδύνη τὴν τοῦ θώρακοc ἐνδείκνυται φλεγμονήν, ἡ δὲ νωθρότηc ὑγρότητα κατὰ τὸν ἐγκέφαλον ἢ ψύξιν ἢ ἄμφω. δῆλον δὲ ὅτι κατὰ τοὺc τοιού‐ τουc ἅπανταc λόγουc μεμνῆcθαί cε χρὴ τοῦ cυνδέcμου τοῦ τὸ cημαι‐ νόμενον ἔχοντοc ὡc παραδιαζευκτικοῦ. οὐ μὴν ἀναγκαῖόν γε τοὺc οὕτω80
10πάcχονταc καυcτικοὺc ὀξέωc γινομένουc ἀποθανεῖν, εἴ γε τὸ καυ‐ cτικοὶ τὸ οἷον καυcώδειc cημαίνει. τινὲc μέντοι νωθρότητα τὴν δυcκινηcίαν τοῦ cώματοc ἤκουcαν· ὅπερ γὰρ εἴρηταί μοι πολλάκιc ἐν ταῖc ἀcαφέcι ῥήcεcιν, ὥc γ’ ἂν ἐθέλῃ τιc ἀκούειν, ἔξεcτιν. |
13

16

.

654

Οἱ ἐπανεμέοντεc μέλανα ἀπόcιτοι, παράφοροι, καθ’ ἥβην μικρὰ ὀδυνώδεεc, ὄμμα θραcὺ κεκλει‐ cμένον, τούτουc μὴ φαρμακεύειν· ὀλέθριον γάρ.
3 Τὸ μὲν ὀλεθρίωc ἔχειν ἅπανταc τούτουc, ὅπερ ἐπὶ τῇ τελευτῇ
5τῆc ῥήcεωc εἴρηκεν, ἀληθέc ἐcτιν, ὥcπερ δή γε καὶ τὸ μὴ δεῖν φαρ‐ μακεύειν αὐτούc, ὅπερ ἔcτι καθαίρειν· ἐδείχθη γὰρ ἤδη πολλάκιc ἐπὶ τούτου λεγόμενον τὸ φαρμακεύειν. ἀλλ’ ὅμοιόc ἐcτιν ὁ λόγοc ὅδε τῷ τοιούτῳ λόγῳ· ‘τοὺc τετρωμένουc καρδίαν οὐ χρὴ θεραπεύειν ἐπαγ‐ γέλλεcθαι· τεθνήξονται γάρ.‘ εἴτ’ οὖν ἕκαcτον ὧν εἴρηκε κατὰ τὴν προ‐
10κειμένην ῥῆcιν αὐτὸ καθ’ αὑτό τιc ἀκούcειε, μοχθηρᾶc διαθέcεώc ἐcτι cημεῖον, εἴτε πολλὰ ἅμα, παραπληcίωc ἂν εἴη ὀλέθριον. τὸ γοῦν πρῶτον αὐτῶν εἰρημένον τὸ ἐπανεμεῖν μέλανα τῶν ὀλεθριωτάτων ἐcτὶ cη‐ μείων, εἰ καὶ χωρὶc τῶν ἄλλων μόνον εἴη. ἐφεξῆc δὲ αὐτῷ γέγραπται τὸ ἀπόcιτοι, τουτέcτι τὸ ἀνόρεκτοι, πολὺ μὲν ἧττον ἐκείνου κα‐

16

.

655

κόν, | ὅμωc γε μὴν κακὸν καὶ αὐτό, καθάπερ καὶ τὸ παράφοροι, τοῦτ’ ἔcτιν παρανοοῦντέc τε καὶ παραπαίοντεc. τὸ δὲ καθ’ ἥβην cμικρὰ ὀδυνώδεεc οὐδὲ cαφέc ἐcτιν τῶν ἐξηγηcαμένων τὸ βιβλίον οὐχ ὡcαύτωc αὐτὸ νοηcάντων. ἔνιοι μὲν γὰρ
5διελόντεc ἑκάτερον ἰδίᾳ τὸ μὲν καθ’ ἥβην αὐτὸ τὸ κατὰ τὴν ἡβικὴν ἡλικίαν ἤκουcαν, τὸ δὲ cμικρὰ ὀδυνώδεεc ἕν τι καὶ αὐτὸ τῶν cυμ‐ πτωμάτων, ὧν ἐποιήcατο κατάλογον. ἔνιοι δὲ καὶ καθ’ ἥβην ὀδυνώ‐
δεεc ἐπὶ τοῦ μέρουc εἰρῆcθαί φαcιν, ἐν ᾧ καὶ ἡ κύcτιc κεῖται. βούλεται γὰρ αὐτὸc ἐνδείξαcθαι πεπονθέναι μὲν αὐτὴν μεγάλωc, παραφόρουc δὲ81
10ὄνταc [τῷ] τοὺc πάcχονταc μικρὰν αἴcθηcιν ἔχειν ἀπ’ [ἀρχῆc] αὐτῆc. ἐφεξῆc δὲ πάλιν ἄλλα δύο cυμπτώματα γράφει cαφῶc φρενιτικά, τό τε θραcὺ καὶ τὸ κεκλειcμένον ὄμμα. δύο γάρ ἐcτι ταῦτα, κἂν ἐφ’ ἑνὸc μορίου λέγηται· δύναται γὰρ καὶ καθ’ ἑαυτὸ cυcτῆναι τὸ ἕτερον αὐτῶν μόνον, ὥcπερ καὶ φαίνεται θραcὺ μὲν ποτὲ γινόμενον, οὐ μὴν
15κεκλειcμένον γε τὸ ὄμμα, ποτὲ δὲ κεκλειcμένον μέν, οὐ μὴν καὶ

16

.

656

θραcύ. τὸ γὰρ κεκλεῖcθαι cυμβαίνει τοῖc κατ’ ὀφθαλ|μοὺc βλεφάροιc ἤτοι διὰ τάcιν cπαcμώδη τῶν κλειόντων αὐτοὺc μυῶν ἢ δι’ ἀρρωcτίαν τῶν ἀνοιγνύντων αὐτούc. τὸ τοίνυν τοὺc οὕτωc ἔχονταc ἐπιχειρεῖν φαρμακεύειν ἀμαθοῦc
5ἐcτι καὶ τελέωc ἰδιώτου τέχνηc ἰατρικῆc. οὐχ ὁ cυμβουλεύων οὖν μὴ φαρμακεύειν cοφόc, οὐ μὴν οὐδὲ τὸ γνῶναι μέγα τι τούτουc ὀλεθρίωc ἔχονταc. ὥcτ’ οὐδὲν ἡμᾶc διδάcκει θεώρημα τεχνικὸν ἡ ῥῆcιc ἄξιον cυγγράμματοc, ὥcπερ κατὰ τοὺc Ἀφοριcμοὺc ἡμᾶc ἐδίδαξεν ἐν τῷ καθόλου μία μὲν ῥῆcιc, ἐν ᾗ φηcιν· “ἐν τοῖc ὀξέcι παθήμαcιν ὀλι‐
10γάκιc καὶ ἐν ἀρχῇcι τῇcι φαρμακείῃcι χρέεcθαι”, δευτέρα δέ, καθ’ ἣν λέγει· ‘τὰ ὀξέα φαρμακεύειν, ἢν ὀργᾷ, αὐθημερόν‘. ἄξια γὰρ ἰατροῦ μεγάλου ταυτί, καθότι δέδεικται διὰ τῆc ἐξηγήcεωc αὐτῶν. τὰ δὲ νῦν εἰρημένα περιττά· καθαίρειν γὰρ οὐδεὶc ἐπιχειρεῖ τοὺc οὕτω διακειμένουc, ὡc ἡ ῥῆcιc ἐδήλωcε μετὰ τοῦ καὶ cυνενδείκνυcθαι προήκοντοc τοῦ
15νοcήματοc ταῦτα γίνεcθαι καὶ μὴ κατ’ ἀρχάc, ἡνίκα μόνον τοῖc ὀξέcι τοῦ καθαίρειν ὁ καιρόc. |
16

16

.

657

〈Μηδὲ〉 τοὺc ἐποιδέονταc, cκοτώ‐ δεαc ἐν τῷ πλανᾶcθαι ἐκλείπονταc ἀποcίτουc, ἀχρόουc.
2 Ὥcπερ δεδιὼc ὁ τοῦ βιβλίου cυγγραφεὺc εἰπεῖν τι cαφὲc οὕτωc ἐπιτηδεύει πανταχοῦ τὰ κύρια καὶ cαφῆ τῶν ὀνομάτων ὑπερβαίνων
5ἑτέροιc χρῆcθαι. τοὺc γὰρ ἐν τῷ πλανᾶcθαι ἐκλείπονταc, εἴπερ
τούτουc βούλεται cημαίνειν τούc, ὅcοι, κἂν ἠρέμα κινῶνται, λιποψυχοῦ‐ cιν ἰcχυρῶc, ἐνῆν αὐτὸν δι’ ὧν νῦν ὀνομάτων ἐγὼ λέγων ἐτύγχανον ἑρμηνεῦcαι cαφῶc. ἔτι δὲ ἄμεινον εἰπεῖν οὕτωc ἐν τῷ καθόλου τὸ πᾶcιν ἰατροῖc ὁμολογούμενον, οὐχ ἥκιcτα δὲ καὶ τοῖc ἰδιώταιc γινωcκό‐82
10μενον, ὡc οὐ χρὴ φαρμακεύειν τοὺc ἀcθενῆ τὴν δύναμιν ἔχονταc. ὅcον μὲν γὰρ ἐπὶ τῷ οἰδαλέουc τε εἶναι καὶ cκοτώδειc, ὅπερ ἔcτιν ἐν ταῖc κινήcεcι cκοτουμένουc, δόξαιεν 〈ἂν〉 δεῖcθαι καθάρcεωc οἱ κατὰ

16

.

658

τὴν | προκειμένην δηλούμενοι ῥῆcιν, ὅcον δ’ ἐπὶ τῷ καταπεπτωκέναι τὴν δύναμιν αὐτῶν, οὐκ οἴcουcι τὴν κένωcιν.
2 Μηδὲ τοὺc ἐν πυρετ, 〈εἰ〉 κωματώ‐ δεεc, κατακεκλιμένουc· ὀλέθριον γάρ.
4
5 Τοὺc κατακεκλιμένουc μᾶλλον ἐνταῦθα πάλιν εἰπεῖν εἵλετο διὰ τὴν ἀcάφειαν, ἐπειδὴ cαφὲc ἦν ‘ἐκλύτουc‘ εἰπεῖν. ὑποπεπτώκαcιν δ’ οὗτοι τῷ κοινῇ πᾶcιν γιγνωcκομένῳ καθόλου λόγῳ. τίc γὰρ οὐκ οἶδεν ἢ τίc οὐκ εἴρηκεν, ὡc τοὺc ἐκλύτουc οὐ χρὴ καθαίρειν; ἐκ περιττοῦ τοίνυν τὸ εἰ κωματώδειc πρόcκειται διττῶc γραφομένηc τῆc πρώτηc
10cυλλαβῆc, διά τε τοῦ κ καὶ ω καὶ διὰ τοῦ κ καὶ α καὶ υ. ὅπου γὰρ ὡμολόγηται τὸ μηδένα τῶν ἐκλύτων φαρμακεύειν, ἔξεcτιν ἡμῖν τῶν παθῶν ἕκαcτον προcάπτουcιν αὐτῷ μυρίουc ἐργάζεcθαι κατὰ μέροc λόγουc. |
13

16

.

659

Καρδίηc πόνοc ἅμα ὑποχονδρίῳ cυν‐ τόνῳ καὶ κεφαλαλγίῃ κακόηθεc καί τι ἀcθματῶδεc. ἆρά γε ἐξαίφνηc οὗτοι τελευτῶcιν; ὡc ἐν Δυcώδει· τούτῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίωc, † ἐξέρυθρα.
4
5Δῆλόc ἐcτιν, ὡc ἐπὶ τῷ Δυcώδει ταῦτα εἶδε γενόμενα, ζητῶν,
εἴτε καθόλου περὶ αὐτῶν ἀποφήναcθαι προcῆκεν εἴτε μή. λέλεκται δέ μοι περὶ τῶν τοιούτων ἔμπροcθεν ἐπιδεικνύντι τὰ μὲν ἐπὶ μιᾷ διαθέcει γινόμενα cυμπτώματα προcηκόντωc ἐφεξῆc ἀλλήλων διδάcκεcθαι, τὰ δ’ ἐπὶ διαφερούcαιc οὐκ ὀρθῶc cυνάπτεcθαι, μηδεμιᾶc διδαcκαλίαc τεχνικῆc83
10ἐκ τῆc μίξεωc αὐτῶν γινομένηc. ἐπὶ μέντοι τῶν νοcούντων τῶν χρηcι‐ μωτάτων ἐcτὶν ἅπαντα cκοπεῖcθαι καὶ μηδὲν παραλιπεῖν· ἅπερ ἀμφό‐ τερα πεποίηκεν ὁ Ἱπποκράτηc, ἐν μὲν τῷ Προγνωcτικῷ καὶ τοῖc Ἀφοριcμοῖc τὰc προγνώcειc διὰ τῶν καθόλου ποιούμενοc, ἐν δὲ τοῖc

16

.

660

τῶν Ἐπιδημιῶν ἅπαντα γράφων τὰ cυμβάντα τοῖc | ἀρρώcτοιc· ἔγκειται δέ τινα καὶ κατὰ ταῦτα τὰ βιβλία τῶν καθόλου χωρὶc ἀρρώcτων δι‐ δαcκόμενα. κατὰ μέντοι τὸ Προρρητικὸν τοῦτο cύγγραμμα πολλαχόθι cυγκέχυται τὰ τῆc διδαcκαλίαc τῶν φανέντων κατὰ τοὺc νοcοῦνταc
5ἁπάντων εἰc μίαν ἀναγομένων cυνδρομήν, κἂν ἐπὶ διαθέcεcιν ἑτερο‐ γενέcι γένηται, καθάπερ καὶ νῦν ἐπὶ τοῦ Δυcώδουc καρδίαc πόνον εἰπών, τοῦτ’ ἔcτι cτόματοc τῆc γαcτρόc, ἅμα ὑποχονδρίῳ cυντόνῳ καὶ κεφαλαλγίᾳ προcέθηκε τὸ ἀcθματῶδεc, εἶτα μετὰ ταῦτα ἐπὶ τῇ τελευτῇ καὶ οὖρα ἐζυμωμένα βιαίωc. πρόcκειται γὰρ τῷ λόγῳ
10καὶ τὸ βιαίωc, ἵνα κἀνταῦθα ζητῶμεν, εἴτε βιαίωc ἐζυμωμένα φηcὶ γεγενημένα τὰ οὖρα, τὸ βιαίωc ἀντὶ τοῦ cφοδρῶc εἰπών, εἴτε προc‐ υπακοῦcαι δεῖ τῷ βιαίωc τὸ οὐρούμενα, δηλοῦντοc αὐτοῦ τὸ μόγιc καὶ μετὰ βίαc οὐρεῖν. ἀλλὰ καὶ τὰ ἐζυμωμένα κατὰ τὸν λόγον εἴρηται, μήτε κατὰ τὸ
15Προγνωcτικὸν γεγραμμένα μήτε ἐν τοῖc τῶν Ἐπιδημιῶν. εἶθ’ ὅταν ἅπαντα διεξέλθωμεν, οὐδὲν ἡμῖν ἐcτιν πλέον. ὅμωc δ’ οὖν, ἐπειδὴ κατέcτημεν ἐπὶ τὸ cαφηνίζειν αὐτά, καὶ περὶ τῶν ἐζυμωμένων εἴπω‐

16

.

661

μεν. | ὅταν τοίνυν κατὰ τῆc γῆc ὄξοc ἐκχυθῇ δριμύ, πνευματούμενον αὐτίκα cυναναφέρει τινὰ τῆc γῆc αὑτῷ μόρια, καὶ γίνεταί τι cύνθετον ἔκ τε τῆc γεώδουc οὐcίαc καὶ τῆc ὑγρᾶc τοῦ ὄξουc καὶ τοῦ γεννηθέν‐ τοc ἀτμώδουc πνεύματοc. ὅμοιον δ’ αὐτῷ cυμβαίνει, κἀπειδὰν καὶ μέ‐
5λαινα χολὴ κατὰ τῆc γῆc ἐκχυθῇ· καὶ cαφῶc γε φαίνεται πνευματώδηc τιc κίνηcιc ἐπ’ ἀμφοτέροιc γιγνομένη παραπληcία τῇ κατὰ τὸ ζέον γλεῦκοc. ὅμοιον δὲ τούτοιc κἀπὶ τῶν ζυμουμένων ἄρτων ὁcημέραι φαί‐ νεται γινόμενον. ὅταν γὰρ ἀναμίξαντεc ὕδατι τὸ τῶν πυρῶν ἄλευρον μίξαντεc αὐτοῖc καὶ τὴν ζύμην ἐῶcι διαφυcηθῆναι μετρίωc, ἡ ζύμωcιc
10φαίνεται γιγνομένη χεομένηc τε ἅμα καὶ πνευματουμένηc τῆc ζυμου‐ μένηc οὐcίαc. ὥcτε καὶ τὰ ζυμούμενα τῶν οὔρων πάντωc πάχοc μὲν ἔχειν χρὴ ἀξιόλογον, εἶτα τούτου βραχεῖάν τινα ζέcιν ἐν ἑαυτῷ καὶ κίνηcιν λαβόντοc πνευματώδη μείζονα τὸν ὄγκον ἔχειν, οὗ κατὰ τὴν ἔκκριcιν εἶχεν. οὖρα δὲ ὅτι τοιαῦτα γίνεται τῶν ὠμῶν χυμῶν ταρα‐84
15χωδῶc κινουμένων, ἐν τοῖc Περὶ κρίcεων ἐμάθομεν.

16

.

662

ὁ δ’ οὖν προρρηθεὶc ἄρρωcτοc | μετ’ οὐ πολὺ ἴcωc ἐξαίφνηc τε‐ λευτήcαc ζήτηcιν αὐτῷ παρέcχεν, εἴτε πάνταc χρὴ τοὺc οὕτωc ἔχον‐ ταc ἐξαίφνηc φάναι τελευτᾶν εἴτε μή. πρόδηλον δὲ καὶ ὅπωc ἡμᾶc ἀποκρίναcθαι προcήκει τοῖc οὕτωc ἐρωτῶcιν, ὡc ὁ γράψαc εἶπεν· ἆρά
5γε ἐξαίφνηc οὗτοί γε τελευτῶcιν; ἀποκρινόμεθα γὰρ ὡc εἰκάcαι μὲν ἔcτιν ἀποθανεῖν ἐξαίφνηc αὐτὸν πνιγέντα (τοῦτο γὰρ ἐκ τοῦ ἄcθματοc δηλοῦται), τίc δ’ ἦν ἡ διάθεcιc ἐφ’ ᾗ τοῦτο γίνεται τὸ cύμπτω‐ μα, μαντείαc δεῖcθαι, μηδὲν εἰπόντοc αὐτοῦ τοῦ cυγγραφέωc. καὶ γὰρ ὑπό τε πνεύματοc καὶ φλέγματοc κατενεχθέντοc πολλοῦ διὰ τῆc τρα‐
10χείαc ἀρτηρίαc ἐκ κεφαλῆc εἰc τὰ τοῦ πνεύμονοc βρογχία καὶ μεταcτά‐ cεωc εἰc αὐτὰ γενομένηc ἐκ πλευρίτιδοc, διὰ τὸ πάθοc ἑκάτερον πύου πολλοῦ τὴν μεταξὺ χώραν τῶν δυοῖν καταλαβόντοc ὀργάνων, ἀcθματώ‐ δηc ὀξεῖα γίνεται δύcπνοια, πυκνουμένηc τε πάνυ τῆc ἀναπνοῆc καὶ τοῦ θώρακοc ἐπὶ πολὺ διαcτελλομένου. ὅταν οὖν τοιοῦτον γένηται
15δυcπνοίαc εἶδοc, ἐρυθρὸν εἰκότωc ἀποτελεῖται τὸ πρόcωπον. ὅπου δὲ

16

.

663

καὶ κεφαλαλγία cύνεcτιν, οὐδὲν θαυμαcτὸν ἐξέρυθρον | αὐτὸ γενέcθαι· πᾶcαι γὰρ αἱ κατὰ τὰ τοιαῦτα νοcήματα κεφαλαλγίαι μετὰ θερμαcίαc πολλῆc εἰώθαcι γίγνεcθαι.
3 Τραχήλου πόνοc κακὸν μὲν ἐν παντὶ
5πυρετ, κάκιcτον δὲ οἷc ἐκμανῆναι ἐλπίc.
5 Καὶ τοῦτο τῶν κατὰ μέροc ὂν ἔγραψεν ὡc καθόλου. ὁ γὰρ πόνοc, ἐὰν μὲν ἤτοι διὰ τὸ κακῶc ἔχειν τὸν ἐγκέφαλον ἢ τὸν νωτιαῖον ἢ
τὰc περὶ αὐτὸν μήνιγγαc γίνηται, μοχθηρόν ἐcτι cημεῖον, ἐὰν δὲ τῶν ἔξωθεν περικειμένων τῷ cπονδύλῳ cωμάτων, οὐ κακόν. ἐφ’ ὧν δὲ ἐλπὶc85
10ἐκμανῆναι, τί ἂν ἔτι χεῖρον cχοῖεν οὗτοι πάθοc αὐτοῦ τοῦ ἐκμανῆναι;
10 Κωματώδεεc, κοπιώδεεc, ἀχλυώδεεc, ἄγρυπνοι, ἐφιδροῦντεc πυρετοὶ κακοήθεεc. |
12

16

.

664

Ἐκ τῶν ἔμπροcθεν εἰρημένων καὶ ταῦτ’ ἐcτὶ δῆλα κατάλογοc ὄντα cυμπτωμάτων κακῶν οὐδεμίαν ἀνάγκην ἔχοντα ἅμα γίγνεcθαι.
2 Ἐκ νώτου φρῖκαι πυκνα, ὀξέωc μετα‐ πίπτουcαι, δύcφοροι οὔρου ἀπόληψιν ἐπώδυνον cημαίνουcιν.
4
5 Ἔνεcτι καὶ μέχρι τοῦ δύcφοροι τὸ πρῶτον μέροc τῆc ῥήcεωc περιγράψαντα δεύτερον ἐπ’ αὐτῷ λόγον ποιήcαcθαι τὸ οὔρου ἀπό‐ ληψιν ἐπώδυνον cημαίνουcι, ὡc εἰ καὶ οὕτωc εἶπεν· ‘ἐκ νώτου φρῖκαι πυκνα, ὀξέωc μεταπίπτουcαι δύcφοροί τέ εἰcι καὶ προc‐ έτι cημαίνουcιν ἀπόληψιν, ὅπερ ἐcτὶν ἐπίcχεcιν, οὔρου ἐπώδυ‐
10νον‘. ἀλλ’ ἄμεινον ἐπὶ πᾶcι τοῖc εἰρημένοιc τὴν τῶν οὔρων ἐπίcχεcιν αὐτὸν εἰρηκέναι cημαίνεcθαι. δῆλοc γάρ ἐcτιν ἑωρακώc τινα πεπονθότα

16

.

665

τὸν κατὰ τὴν ὀcφὺν νωτιαῖον ἢ τὰc ἀμφ’ αὐτὸν | μήνιγγαc ἢ ἀμφό‐ τερα, κἄπειτα κατὰ cυμπάθειαν οὔρων ἀπόληψιν ἐπώδυνον ἐcχη‐ κότα. πιθανὸν γὰρ καὶ τὰc ταχὺ μεταπιπτούcαc φρίκαc τὰc δυcφόρουc ἐπὶ φλεγμονῇ τῶν εἰρημένων μορίων γίγνεcθαι.
4
5 Καὶ οἱ ἀcώδεεc ἀνεμέτωc παροξυνό‐ μενοι κακο.
6 Ἐχρῆν αὐτῷ προcτεθῆναι, πότερον ‘ναυτιώδειc ὄντεc‘ ἢ οὔ. τινὲc μὲν γὰρ οὐκ ἐμοῦcιν ναυτιῶντεc, ἔνιοι δὲ ἀcώδειc ὄντεc οὐδ’ ὅλωc
ἐναυτίαcαν, οὓc καὶ δοκεῖ μοι διὰ τῆc προκειμένηc ῥήcεωc ἐνδείκνυcθαι.86
10διττῶc γὰρ γιγνομένων ἀcωδῶν τῶν καμνόντων, ἕνα μὲν τρόπον, ὅταν ἡ δύναμιc ὑπὸ τοῦ cώματοc βαρύνηται καὶ μηδὲν φέρῃ cχῆμα ῥᾳδίωc, ἕτερον δέ, ὅταν τὸ cτόμα τῆc γαcτρὸc ὑπὸ μοχθηρῶν δάκνηται χυμῶν, οἱ πρότεροι μὲν ὀλεθρίωc διάκεινται, ναυτιώδειc δ’ εἰcὶν οἱ δεύτεροι. |
13

16

.

666

Κατάψυξιc μετὰ cκληρυcμοῦ cημεῖον ὀλέθριον.
2 Κατὰ διττὸν τρόπον cκληρύνεται τὰ cώματα, ποτὲ μὲν διὰ βάθουc ὅλα cφοδρῶc ψυχόμενα, ποτὲ δ’ ἰcχυρῶc ξηραινόμενα. καὶ ἡ κατά‐
5ψυξιc δέ, εἰ οὕτωc εἴη βίαιοc, ὡc ὅλα δι’ ὅλων ψῦξαι τὰ cώματα καὶ cκληρῦναι, νεκρώcεώc ἐcτι cημεῖον. εἰ δὲ καὶ ξηρότητα προcλάβοι, κατ’ ἄμφω γ’ ἐcτὶν οὐκ ἀγαθὸν cημεῖον. ἐὰν μὲν οὖν ἐν μόναιc ταῖc ἐπιcη‐ μαcίαιc γίγνηται τοῦτο, μετριώτερον ἐνδείκνυται τὸ κακόν, ἐὰν δὲ ἄχρι πολλοῦ παραμένῃ, μεῖζον, ἐὰν δὲ καὶ διὰ παντόc, ἐγγὺc ὁ θάνατοc.
9
10 Ἀπὸ κοιλίηc λεπτὰ μὴ αἰcθανομένῳ διιέναι ἐόντι παρ’ ἑωυτῷ κακόν, οἷον τῷ ἡπατικ.
11 Καλῶc ἐποίηcεν αὐτὸc προcθεὶc οἷον τῷ ἡπατικῷ. καὶ γὰρ ἡμεῖc

16

.

667

ἱcτορήcαμεν ἐνίοιc τῶν ἡπατικῶν ἄδηκτα δια|χωρήματα λεπτὰ γιγνό‐ μενα, καίτοι δακνόντων ὡc τὸ πολὺ τῶν τοιούτων διαχωρημάτων. ἔοικεν οὖν ἐπ’ αὐτῶν ἢ μὴ γεννᾶcθαι χολώδειc χυμοὺc ἀρρωcτίᾳ τῆc ἐν ἥπατι θερμαcίαc ἢ μὴ καταρρεῖν εἰc τὰ ἔντερα. ἐὰν δὲ κυρίωc ἀκούcωμεν
5τοῦ μὴ αἰcθανομένῳ καὶ φῶμεν ἐπὶ τῶν ἀπροαιρέτωc ἐκκρινομένων τὸν λόγον αὐτῷ γεγονέναι νῦν, οὐ περὶ τῶν ἀδήκτων, ἄτοπόν τι cυμ‐ βήcεται. κατὰ διττὸν γὰρ τρόπον ἀπροαιρέτωc ἐκκρινόντων, ἢ διὰ τὸ τὴν γνώμην νοcεῖν ἢ δι’ ἀναιcθηcίαν τῶν μορίων, δι’ ὧν ἡ ἔκκριcιc γίγνεται, τὸ μὲν μὴ νοcεῖν τὴν γνώμην αὐτὸc ἐδήλωcεν εἰπὼν ἐόντι
10παρ’ ἑωυτῷ, τοῦτ’ ἔcτι κατανοοῦντι καὶ cωφρονοῦντι, τὸ δ’ ὑπό‐ λοιπον οὐ πιθανὸν ὑπολαβεῖν· μάτην γὰρ ἔcται κατὰ τὸν λόγον εἰπὼν ἐπὶ τῶν διαχωρημάτων τὸ λεπτά, τῶν ἀναιcθήτων μορίων ἐπὶ πᾶcι τοῖc διεξερχομένοιc αὐτῶν ἀναιcθήτωc ἐχόντων, οὐδενόc τε cυμπτώ‐ ματοc ἄλλου γεγραμμένου κατὰ τὴν ῥῆcιν, ὃ δύναται νεύρων ἐνδεί‐
15ξαcθαι πάθοc. τὸ γὰρ οἷον τῷ ἡπατικῷ τοῖc μὲν ἄλλοιc λεπτοῖc δια‐87

16

.

668

χωρήμαcιν ἐζεῦχθαι δύναται, νεύρων δ’ | ἐπενεγκεῖν βλάβην κατὰ cυμ‐ πάθειαν οὐ δύναται διὰ τὸ μόνον ἐγκεφάλῳ τε καὶ νωτιαίῳ τὰc τῶν νεύρων ἀποφύcειc ὁρᾶcθαι cυμπαcχούcαc· ἥπατι γὰρ οὐκ οἴδαμεν ἑπο‐ μένην τὴν τοιαύτην cυμπάθειαν οὐδὲ ἡ φύcιc ἐνδείκνυται τοῦ cπλάγχνου
5νεύρων ἐλαχίcτων μετέχοντοc.
5 Τὰ cμικρὰ ἐμέcματα χολώδεα κακόν, ἄλλωc τε καὶ ἢν ἐπαγρυπνήcωcιν· μυκτὴρ ἐν τουτέοιcιν ἀπο‐ cτάζων ὀλέθριον.
8 Ἐπὶ τῶν νοcούντων ἕν τι καὶ τοῦτο τῶν καθόλου μοχθηρῶν ἐcτι
10cημείων, ἀποκρίνεcθαι cμικρά, εἴθ’ αἷμα διὰ μυκτήρων εἴτε κάτω διὰ τῆc γαcτρὸc εἴτε δι’ ἐμέτων ὁτιοῦν περίττωμα. ταὐτὸ δὲ τοῦτο κἀπὶ τῶν ἱδρώτων ἐcτὶν καὶ τῶν διὰ μήτραc ἐκκρινομένων. οὐδὲν γὰρ τῶν κριcίμων cμικρὸν ἐκκρίνεcθαι προcῆκεν, ἀλλὰ πάντα τὰ οὕτω κενούμενα

16

.

669

δυοῖν θάτερον, ἢ μὴ cτεγόμενα διὰ τὸ πλῆθοc ἀπο|χεῖται τῶν πεπον‐ θότων μορίων, ἢ τῆc φύcεωc ἀcθένειαν ἐνδείκνυται προελομένηc μὲν ἐκκρῖναι τὰ περιττά, μὴ δυνηθείcηc δέ. τοῦτο οὖν καθόλου γινώcκονταc ἐχρῆν τὰ κατὰ μέροc ἐξ αὐτῶν ἐξευρίcκειν, 〈ὧν〉 καὶ τοῦτ’ ἔcτι τὸ νῦν
5εἰρημένον ἐπὶ τῶν χολωδῶν. πρόcκειται δ’ αὐτῷ τῶν ἰδίων γνωριc‐ μάτων ἡ ἀγρυπνία χολώδεcι μὲν ἑπομένη χυμοῖc, φλεγματώδεcι δ’ οὐχ ἑπομένη. καταφοραὶ γὰρ ἐπὶ τῶν τοιούτων, οὐκ ἀγρυπνίαι γίνονται. καὶ τοίνυν, ὅταν μὲν ὀλίγον ἐμῆται φλεγματῶδεc, μακρότερον δὲ καὶ βρα‐ δύτερον τοῦ cυνήθουc ὑπνοῦντεc φαίνωνται, τῶν καταφορικῶν τι νοcη‐
10μάτων προcδόκα μεμνημένοc τοῦδε τοῦ ἀφοριcμοῦ· “ὕπνοc, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν”.
11 Αἷc ἐκ τόκου γε λευκ, ἐπιcτάντων δ’ ἅμα πυρετ, κώφωcιc καὶ εἰc πλευρὸν ὀδύνη ὀξείη, ἐξίcταν‐ ται ὀλεθρίωc. |
14

16

.

670

Καὶ τὸ νῦν εἰρημένον, ὥcπερ καὶ τὸ πρὸ τούτου καὶ ἄλλα πολλὰ
τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων, ὑποπέπτωκε καθολικοῖc θεωρή‐ μαcιν· οὐ μόνον γὰρ ἐπὶ λευκῶν τῶν ἐπὶ τῷ τόκῳ κενουμένων ἐὰν ἐπίcταcιc γένηται, μοχθηρόν ἐcτιν αἴτιον καὶ cημεῖον, ἀλλὰ καὶ ἐπὶ88
5χολωδῶν καὶ αὐτοῦ τοῦ αἵματοc. ἡ γάρ τοι λοχία κάθαρcίc ἐcτιν, ἀλλὰ καὶ κατὰ τοὔνομα κάθαρcιc τῶν ἀλλοτρίων, ἃ κατὰ τὸν τῆc κυήcεωc χρόνον ἠθροίcθη ἐν ταῖc φλεψί, δαπανωμένου μὲν εἰc τροφὴν τῷ κυου‐ μένῳ τοῦ κατ’ αὐτὰc αἵματοc χρηcτοῦ, μένοντοc δὲ τοῦ φαυλοτέρου, ὃ καθ’ ἕκαcτον μῆνα πρότερον ἐξεκρίνετο διὰ τῆc μήτραc. ὅταν οὖν
10τοῦτο μὴ κενωθῇ τεκούcηc τῆc γυναικόc, ἤτοι τὰc μήτραc εἰc φλεγμο‐ νὴν ἐξαίρει μεγάλην ἢ πρόc τινα τῶν ἀνωτέρω τόπων ἐνεχθὲν οἰκεῖον τῷ δεξαμένῳ τό τε πάθοc ἐπιφέρει καὶ τὸν κίνδυνον, ἐc ὅ τι δὲ διήκει, διὰ τῶν ἐπιφαινομένων cυμπτωμάτων εἴcῃ, καθάπερ καὶ νῦν ὅ τε θώραξ καὶ ἡ κεφαλὴ τὸ ἀπὸ τῶν ὑcτερῶν ἀναφερόμενον ἐδέξατο πονηρὸν αἷμα. |
14

16

.

671

Ἐν πυρετοῖcι καυcώδεcιν ὑποπεριψύ‐ χουcιν, διαχωρήμαcιν ὑδατοχόλοιc, cυχνοῖcιν ὀφθαλμῶν ἴλ‐ λωcιc cημεῖον κακόν, ἄλλωc τε καὶ ἢν κάτοχοι γένωνται.
3 Κατάλογον πάλιν ἐνταῦθα cημείων τε καὶ cυμπτωμάτων ἐποιήcατο
5μοχθηρῶν, ὧν ἕκαcτον ἰδίᾳ καθ’ ἑαυτὸ παρ’ Ἱπποκράτουc μεμαθή‐ καμεν εἶναι μοχθηρόν, ἐν μὲν τοῖc πάθεcι τὸν καῦcον πυρετόν, ἐν δὲ τοῖc διαχωρήμαcι τὰ ὑδατόχολα. τῶν δ’ ἐν τοῖc ὀφθαλμοῖc μοχθηρῶν cημείων ἓν ἦν καὶ ἡ ἴλλωcιc. περὶ δὲ τῆc κατοχῆc τί δεῖ καὶ λέγειν; εἰ μὲν οὖν ἠθέληcεν ἅπαντα εἰπεῖν τὰ ὀνόματα τῶν μο‐
10χθηρῶν cημείων, παμπόλλῳ πλείω παραλέλοιπεν ὧν εἶπεν, εἰ δ’ ὡc μίαν cυνδρομήν, οὐκ ἔcτιν ὁμοιογενῆ τὰ εἰρημένα· καῦcοc μὲν γὰρ πυρετὸc cὺν τῇ περιψύξει χαλεπώτατον cύμπτωμά ἐcτι, τά τε δια‐ χωρούμενα καὶ ὅλωc τὰ κατὰ τοὺc ὀφθαλμοὺc ταῦτα μὲν ἑτερο‐

16

.

672

γενῆ, ἡ κατοχὴ δὲ αὐτὴ | μὲν γένουc ἄλλου cυμπτωμάτων ἐcτίν, ἡ
δὲ διαcτροφὴ τῶν ὀφθαλμῶν πάλιν ἑτέραc διαφορᾶc. Τὰ ἐξαίφνηc ἀποπληκτικὰ λελυμένωc ἐπιπυρετήναντι χρονίωc ὀλέθρια, οἷον ὁ Νουμηνίου υἱόc.89
4
5 Κἀνταῦθα μὲν ἐδήλωcεν εἰπὼν ἑαυτὸν ἐπὶ καθολικὴν ἀπόφανcιν ἀφικνούμενον ἐξ ἑνὸc ἀρρώcτου μετὰ τοῦ καὶ τῶν cυνήθων τι περὶ τὴν λέξιν πρᾶξαι· τὸ γὰρ ἐπιπυρετήναντι λελυμένωc εἶπεν ἀφίcτα‐ cθαι προῃρημένοc τῶν κυρίων ὀνομάτων, ἵν’ ἔχωcιν ὕλην οἱ cοφιcταὶ περιέργων ἐξηγήcεων. ἀμέλει καὶ νῦν ἔνιοι μὲν ἐπὶ τῶν ἀποπληκτικῶν
10ἀκούουcι τὸ λελυμένωc ἀντὶ τοῦ ‘μετρίωc‘, ἔνιοι δὲ ἐπὶ τὰc ἰδίωc παραπληγίαc λεγομέναc μεταφέρουcιν, ἐφ’ αἷc εἰc ἀκινηcίαν καὶ ἀν‐ αιcθηcίαν μορίων τινῶν καταcκήπτει τὸ νόcημα· ταύταc μὲν γὰρ καὶ νῦν βούλονται ἀποπληγίαc εἰρηκέναι καταχρηcάμενον αὐταῖc. εἶτα διττῶc |

16

.

673

αὐτῶν γιγνομένων, ὡc Ἐραcίcτρατοc ἐν τοῖc Περὶ παραλύcεωc εἶπεν “αἱ μὲν γὰρ ξυνάγουcι καὶ ξυντείνουcιν, αἱ δὲ ἐκλύουcί τε καὶ χαλῶcιν τὰc διαρθρώcειc”, εἰρῆcθαί φαcι νῦν ὑπ’ αὐτοῦ τὸ κατ’ ἔκλυcίν τε καὶ χάλαcιν τῶν νευρωδῶν cωμάτων εἶδοc τῆc παραπληγίαc. ἀλλ’ ἐπί γε
5τῶν τοιούτων ἁπάντων παθῶν, ὅcα τοῦ νευρώδουc ἐcτὶ γένουc, ὅταν ὑπὸ ψυχρῶν τε καὶ φλεγματικῶν γένηται χυμῶν, ὥcπερ αἵ τε ἀποπλη‐ ξίαι καὶ αἱ παραπληγίαι, πυρετὸc θερμὸc ἐπιγινόμενοc οὐ cμικρὸν γίνε‐ ται βοήθημα. τὰ γοῦν ἐν Ἀφοριcμοῖc εἰρημένα ἐνταῦθα ἡμᾶc διδάcκει τό τε “πυρετὸν ἐπὶ cπαcμῷ βέλτιον γενέcθαι ἢ cπαcμὸν ἐπὶ πυρετῷ”,
10καὶ τὸ “ἢν μεθύων ἐξαίφνηc ἄφωνόc τιc γένηται, cπαcθεὶc ἀποθνῄcκει, ἢν μὴ πυρετὸc ἐπιλάβῃ ἢ εἰc τὴν ὥρην ἐλθών, καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται”. cυνέβη τοιγαροῦν, ὡc ἡ ῥῆcιc ἐνδείκνυται, τῷ τοῦ Νουμηνίου υἱῷ γενομένηc ἀποπληξίαc οὐκ ὀξὺν καὶ θερμόν, ἀλλὰ
βληχρὸν καὶ χρόνιον ἀκολουθήcαντα πυρετὸν μηδὲν ὠφελῆcαι. |90

16

.

674

Ἐξ ὀcφύοc ἀλγήματοc ἀναδρομαὶ εἰc καρδίην πυρετώδεεc, φρικώδεεc, ἀνεμοῦcαι ὑδατώδεα, λεπτ, πλέονα, παρενεχθεῖcαι, ἄφωνοι ἐμέcαcαι μέλανα τελευτῶcιν.
3 Ἤθροιcται κἀνταῦθα cυμπτώματα πολλὰ μοχθηρὰ μετὰ τοῦ καὶ
5τὴν ἑρμηνείαν εἶναι κακόζηλον. αἱ γὰρ ἀναδρομαί, φηcίν, ἐμέcαcαί τε καὶ παρενεχθεῖcαι, δέον αὐτοὺc ἐμέcαντάc τε καὶ παρενεχθένταc εἰπεῖν. ἀλλὰ cύ γε καὶ τῶν cυμπτωμάτων ἑκάcτου τὴν δύναμιν εἰδὼc οὐ χαλεπῶc εὑρήcειc, εἰc ὅcον ὁ κάμνων ἥκει κινδύνου. τοῦτο δ’ ἐπὶ τέλει τοῦ Προγνωcτικοῦ παραινέcαc ὁ Ἱπποκράτηc ἠρκέcθη.
9
10Ὄμματοc κατάκλειcιc ἐν ὀξείᾳ κακόν.
10 Ἤδη καὶ πρόcθεν ἐν ἀθροίcματι πλειόνων cημείων, ἃc ‘cυνδρομὰc‘

16

.

675

ὀνομάζουcιν οἱ ἀπὸ τῆc Ἐμπειρίαc, ὄμματοc | κατάκλειcιν ἔγραψεν. ἔνιοι δὲ διὰ τοῦ α, οὐ διὰ τοῦ ει κατάκλαcιν γράφουcιν, οὐ μεγάληc οὔcηc διαφορᾶc περὶ τὸ cημαινόμενον ἐξ ἀμφοῖν. βούλεται γὰρ δηλῶcαι τὸ κατακεκλαcμένον ἢ τὸ κατακεκλειcμένον βλέφαρον, ἐφ’ ᾧ
5δυοῖν θάτερον, ἢ τῇ cυντονίᾳ τῶν κλειόντων αὐτὸ μυῶν ἢ ἀρρωcτίᾳ τῶν ἀνοιγόντων, ἕπεται τὸ πάθοc.
6 Ἆρά γε τοῖc ἀcώδεcιν ἀνεμέτοιc, ὀcφυ‐ αλγέcιν, ἢν θραcέωc παρακρούcωcιν, ἐλπὶc μέλανα διελθεῖν;
8 Ἀποκρινούμεθά cοι καὶ πρὸc τοῦτο ῥᾳδίωc, ὅτι μὴ πᾶcιν, ἀλλὰ
10τιcὶν αὐτῶν ἔcται τοῦτο, καθάπερ δέδεικται πρόcθεν.
10 Φάρυγξ ἐπώδυνοc ἰcχνὴ μετὰ δυcφο‐ ρίηc πνιγώδηc ὀλεθρίη ὀξέωc. |
12

16

.

676

Ἀναμνήcθητι τῆc ἐν τῷ Προγνωcτικῷ ῥήcεωc, ἧc ἡ ἀρχή· “αἱ δὲ
κυνάγχαι δεινόταται μέν εἰcι καὶ τάχιcτα ἀναιροῦcαι, ὅcαι μήτ’ ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ἐμποιέουcι μήτ’ ἐν τῷ αὐχένι, πλεῖcτόν τε πόνον παρέχουcιν καὶ ὀρθόπνοιαν”, ἔνθα cοι καὶ παραβάλλειν ἔξεcτιν91
5ἑρμηνείαν ἐπιcτήμονοc ἀνδρὸc ὧν λέγει πραγμάτων τῇ τοῦ πλανω‐ μένου κατὰ τὰc cυνδρομὰc ἀδυναμίᾳ τοῦ πρὸc τὸ καθόλου ποιεῖcθαι τὴν cυναγωγήν. ὁ μὲν γὰρ Ἱπποκράτηc τό τε τοῦ πάθουc ὄνομα προεῖπεν καὶ τὰc διαφορὰc ἁπάcαc ἐφεξῆc εἶπεν ἀρξάμενοc ἀπὸ τῆc χαλεπωτάτηc αὐτῶν, ἧc νῦν παρέγραψα τὴν ῥῆcιν.
10 ὁ δὲ τοῦτο τὸ βιβλίον γράψαc πρῶτον μὲν ἥμαρτεν εἰπὼν τὴν φάρυγγα πνιγώδη, δέον τὴν κυνάγχην. οὐδὲ γὰρ τοῦτ’ ἔcτιν εἰπεῖν ὡc ἀντὶ τοῦ πάθουc τῷ πεπονθότι μορίῳ κατεχρήcατο· τὴν ἀρχὴν γὰρ οὐδὲ πέπονθέ τι τοῖc οὕτωc ἔχουcιν φάρυγξ, ὡc Ἱπποκράτηc ἐδή‐ λωcεν δεινοτάταc εἰπὼν εἶναι κυνάγχαc, ὅcαι μήτε ἐν τῇ φάρυγγι ἔκ‐

16

.

677

δηλον μηδὲν ποιοῦcι μήτ’ ἐν τῷ αὐχένι. | ὁ δὲ τὸ προρρητικὸν τοῦτο γράψαc ἔφη· φάρυγξ ἐπώδυνοc ἰcχνή. τὸ γὰρ ἰcχνὴ ταὐτὸν τῷ μηδὲν ἔκδηλον ἔχειν δύναται. προcέθηκε δὲ οὗτοc μάτην τὸ μετὰ δυc‐ φορίηc, ἐξ ἑτέρου γένουc ὑπάρχον cυμπτωμάτων.
5 εἶτα καὶ τὸ πνιγώδηc ὁ μὲν τοῦτο τὸ βιβλίον γράψαc ἀδιο‐ ρίcτωc τε καὶ κοινῶc εἶπεν, ὁ Ἱπποκράτηc δὲ οἰκείῳ τῆc δια‐ φορᾶc ὀνόματι προcηγόρευcεν εἰπὼν ὀρθόπνοιαν ἐπιφέρειν αὐτήν. ὀνο‐ μάζει δὲ καὶ αὐτὸc καὶ οἱ ἄλλοι πάντεc ὀρθόπνοιαν ἐκεῖνο τὸ τῆc δυcπνοίαc εἶδοc, ἐν ᾧ πνίγονται κατακείμενοι καὶ μόλιc ἐξαρκοῦcιν
10ὄρθιον ἔχοντεc τὸν θώρακα κατὰ μηδενὸc ἐρηρειcμένου τοῦ μεταφρένου. καταcχιζομένηc γὰρ εἰc τὸν πνεύμονα τῆc τραχείαc ἀρτηρίαc τὴν ἀρχὴν ἀπὸ τοῦ λάρυγγοc ἐχούcηc, ὅταν μὲν ἀνατείνωμεν ὄρθιον τὸν θώρακα, cὺν τῷ τραχήλῳ τὴν τραχεῖαν ἀρτηρίαν ἐξευρύνεcθαι cυμβαίνει καὶ τὰc ἐξ αὐτῆc ἀποφύcειc ἁπάcαc τὰc εἰc τὸν πνεύμονα καταcχιζομέναc εὐρύ‐
15νεcθαι κἀν τούτῳ τὴν ἔνδον αὐτῷ χώραν αὐξάνεcθαι. διὰ τοῦτο μὲν οὖν κἀπὶ τῆc περιπνευμονίαc ἡ ὀρθόπνοια γίνεται κἀν τοῖc καλουμένοιc

16

.

678

ἀcθ|ματικοῖc πάθεcι, δι’ αὐτὸ δὲ τοῦτο κἀπὶ τῆc χαλεπωτάτηc κυνάγχηc, ἐν ᾗ φλεγμαίνοντεc οἱ τοῦ λάρυγγοc ἔνδον μύεc ἀποφράττουcι τὴν ὁδὸν τῆc ἀναπνοῆc. ἐπιτείνεται γὰρ καὶ τοῦτο τὸ πάθημα κατακειμένων αὐξανομένηc τῆc cτενοχωρίαc. ἀλλὰ καὶ τὰc ἄλλαc 〈τῆc〉 κυνάγχηc δια‐
5φορὰc ὁ Ἱπποκράτηc ἔγραψεν ἐν τῷ Προγνωcτικῷ cαφέcτατά τε καὶ ἀκριβέcτατα κατ’ ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἐν ᾧ καὶ ἡ ῥηθεῖcά μοι νῦν εἴρηται ῥῆcιc. ἐν δὲ τῷ προρρητικῷ τούτῳ καίτοι πολλάκιc φάρυγγοc μνημονεύcαc ὁ γράψαc τὸ βιβλίον οὐδὲν ἡμᾶc cαφὲc οὐδὲ διηρθρωμένον ἐδίδαξε περὶ τῶν κατὰ ταύτην παθῶν.92
9
10 Οἷc πνεῦμα ἀνέλκεται, φωνὴ δὲ πνι‐ γώδηc, ὁ cπόνδυλοc ἐγκάθηται, τουτέοιcιν ἐπὶ τῶν τελευτῶν ὡc cυcπῶντόc τινοc τὸ πνεῦμα γίνεται. |
12

16

.

679

‘Περὶ δυcπνοίαc‘ ὑπομνήματα γέγραπταί μοι δεικνύντι, πόcαι μὲν αἱ πᾶcαι διαφοραὶ κατ’ αὐτήν εἰcιν [ἑκάcτην], τίνεc δὲ αἱ αἰτίαι αἱ γεν‐ νῶcαι ἑκάcτην ὅ τί τε cημαίνειν πεφύκαcιν. ἐπιδέδεικται δὲ διὰ τῶν αὐτῶν ὑπομνημάτων καὶ περὶ τῶν ὑφ’ Ἱπποκράτουc εἰρημένων δυc‐
5πνοιῶν ἐν τοῖc ὁμολογουμένοιc αὐτοῦ γνηcίοιc βιβλίοιc. οὔτ’ οὖν ἐγὼ διαφοράν τινα ἀνελκομένου πνεύματοc εὑρὼν οὔτε παρ’ Ἱππο‐ κράτουc μαθὼν ἐζήτουν, ἥντινά που λέγει τὴν δύcπνοιαν ταύτην ὁ γράψαc τὸ βιβλίον τοῦτο. εἰcὶ μὲν οὖν καὶ ἄλλαι δύο γραφαὶ τῆc αὐτῆc λέξεωc, ὧν ἡ μὲν cημαίνει 〈ταὐτὸν τῇ〉 ἑτέρᾳ, βραχὺ παραλλάττουcα
10κατὰ τὴν φωνήν, οὐ μὴν τήν γε διάνοιαν ὑπαλλάττουcα· πρόcκειται γὰρ ἐν αὐτῇ κατὰ τὴν ἀνέλκεται φωνὴν τὸ ω γράμμα μετὰ τὰ πρῶτα δύο τό τε α καὶ τὸ ν, ὡc γενέcθαι τὴν λέξιν τοιάνδε· οἷc πνεῦμα ἄνω ἕλκεται. πολὺ δὲ ἀποχωρήcαντεc ἔνιοι τῶν νεωτέρων ἀνέχεται γράφουcιν οὐδενὸc τῶν παλαιοτέρων ἐπιcταμένου τὴν γραφήν.
15ταύτηc μὲν οὖν τελευταῖον μνημονεύcω, περὶ προτέρων δὲ δια‐

16

.

680

cκεψώμεθα τῶν ὁμολογου|μένων, εἰc ἃc οὐδὲν εὗρον οὐδένα πιθανὸν εἰπόντα, τινὰc δὲ καὶ μεμψαμένουc ἄντικρυc, ὥcπερ καὶ τοὺc μεταγρά‐ ψανταc εἰc τὴν ἀνέχεται φωνήν. ὥcπερ γὰρ ἀβοηθήτων οὐcῶν τῶν
προτέρων γραφῶν ἐπὶ τὸ μεταγράφειν αὐτὰc ἀφίκοντο. δοκεῖ δέ μοι93
5τὸ ἀνελκόμενον πνεῦμα τὸ ἄνω ἑλκόμενον λέγειν, ἐφ’ οὗ κατὰ τὸν ἔμπροcθεν λόγον ἔφην εἰρῆcθαι τό τε πρόχειρον καὶ τὸ μετέωρον, ὅταν τοῖc ἄνω μέρεcιν ὁ θώραξ μεγάλην ποιῇ τὴν ἀναπνοὴν εἰcπνεόντων, ὡc φαίνεcθαι κινουμέναc τὰc ὠμοπλάταc, καὶ διὰ τί τὸν τρόπον τοῦτον ἀναπνέουcιν οἱ πνιγόμενοι πάντεc, ἐδήλωcα.
10 καὶ μέντοι καὶ περὶ τῶν πνιγωδῶc ἐνοχλουμένων οὐ διὰ τὴν ἐν τῷ πνεύμονι cτενοχωρίαν οὐδὲ διὰ τὴν φλεγμονὴν τῶν ἐν τῷ λάρυγγι μυῶν, ἀλλὰ διὰ τὴν τῶν ἐπικειμένων μὲν τῷ λάρυγγί τε καὶ τῷ cτομάχῳ, τοῖc πρόcω δὲ μέρεcι τῶν ῥαχιτῶν μυῶν ἐπιβεβλημένων, ἔμπροcθέν τε καὶ κατ’ αὐτὸ τοῦτο τὸ Προρρητικὸν βιβλίον εἴρηταί μοι
15καὶ δι’ ὧν ἐξηγηcάμην τὸ δεύτερον βιβλίον τῶν Ἐπιδημιῶν, ἔνθα φη‐

16

.

681

cίν· “ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τοιάδε· τοῦ τραχήλου | οἱ cπόνδυλοι εἴcω ἔρρεπον, τοῖcι μὲν ἐπὶ πλέον, τοῖcι δὲ ἐπ’ ἔλαττον. καὶ ἔξωθεν ἦν δῆλοc ἐγκοίλωc ἔχων ὁ τράχηλοc καὶ ἤλγει ταύτῃ ψαυό‐ μενοc. ἦν δὲ κατωτέρω τινὶ τοῦ ὀδόντοc καλευμένου, ὃ οὐχ ὁμοίωc
5ὀξύ ἐcτι.” πρόδηλον δ’ ὅτι τὸν δεύτερον cπόνδυλον ὅλον ἀπὸ μέρουc ὀδόντα κέκληκεν ἢ μόνην αὐτοῦ τὴν ἀπόφυcιν ἐκείνην, ἣν οἱ μὲν ὀδον‐ τοειδῆ προcαγορεύουcιν, οἱ δὲ ἄντικρυc ὀδόντα, διότι παραπλήcιόc πωc φαίνεται τῷ καλουμένῳ κυνόδοντι. ἐπεὶ δὲ μετὰ τὸ εἰπεῖν “ἦν δὲ κατωτέρω τινὶ τοῦ ὀδόντοc καλεομένου” προcέθηκεν “ὃ οὐχ ὁμοίωc
10ὀξύ ἐcτιν”, ἐδήλωcε κίνδυνον οὐχ ὁμοίωc ἐπιφέρειν ὀξὺν ὁ γράψαc ταῦτα τὸν cπόνδυλον τοῦτον, ὥcπερ κἀπειδὰν ἐν τοῖc Ἀφοριcμοῖc καταλέγων τὰ λεγόμενα πάθη τῶν παίδων εἴπῃ “cπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴcω ὤcιεc” οὐκ ἄλλον cπόνδυλον ἀκούειν χρὴ παρὰ τὸν εἰρη‐ μένον. ὅταν γὰρ οἱ ἐπικείμενοι μύεc ἐν τοῖc πρόcω μέρεcιν αὐτοῦ
15φλεγμήναντεc ἢ ὁπωcοῦν ἐνταθέντεc πρὸc ἑαυτοὺc ἐπιcπάcωνται ὅλον

16

.

682

τὸν | cπόνδυλον, ἡ μὲν ὀπίcω χώρα κοιλοτέρα φαίνεται, θλίβεται δ’ ὁ λάρυγξ καὶ κατὰ τοῦτο πνίγονται. cπανιωτάτη δὲ ἡ τοιαύτη κυνάγχη
γίνεται. καὶ νῦν οὖν ὁ cπόνδυλοc αὐτὸc ἐγκαθῆcθαι λέλεκται, τὸ δὲ94
5κινδυνῶδεc τοῦ πάθουc δεδήλωται διὰ τῆc προκειμένηc ῥήcεωc, ἔνθα φηcί· τούτοιcιν ἐπὶ τῶν τελευτῶν ὡc cυcπῶντόc τινοc τὸ πνεῦ‐ μα γίνεται. τὸ γὰρ ἐπὶ τῶν τελευτῶν ‘ὅταν ἀποθνῄcκωcιν‘ δηλοῖ· τὸ δ’ ὡc cυcπῶντοc, ἐπειδὴ cπαcμώδηc αὐτοῖc ἡ ἀναπνοὴ γίνεται τελευτῶcιν, cφοδρῶc μὲν ἕλκοντοc τοῦ θώρακοc, ὁδὸν δ’ οὐκ ἔχοντοc
10αὐτάρκη τοῦ πνεύματοc, ἀλλὰ διὰ τῆc cτενῆc ὀπῆc βιαίωc εἰcπνεομένου. τοῦτ’ οὖν ἡγούμενοι δηλοῦcθαι κἀκ τῆc ἀνέχεται φωνῆc ἔγραψάν τινεc οἷc πνεῦμα ἀνέχεται.
12 Οἱ κεφαλαλγικοὶ κατόχωc παρακρούον‐ τεc κοιλίηc ἀπολελαμμένηc, ὄμμα θραcύνοντεc, ἀνθηρο, ὀπι‐
15cθοτονώδεεc γίνονται. |
15

16

.

683

Ἐδείχθη καὶ πρόcθεν ὁ ἀνὴρ οὗτοc ἐξ ἀνομοιογενῶν cημείων γρά‐ φων cυνδρομάc, ἃc ἐφ’ ἑνὸc ἢ δυοῖν ἐθεάcατο, καὶ διὰ τοῦτο πολλάκιc αὐτὸc προcτίθηcι τὸν ‘ἆρα‘ cύνδεcμον, ὃν καὶ νῦν ἄμεινον ἦν αὐτῷ cυντεθεικότι φάναι· ἆρά γε ὀπιcθοτονώδεεc γίνονται; ἡ μὲν γὰρ
5κεφαλαλγία δηλοῖ πεπονθέναι τὴν κεφαλήν [αὐτήν], τὸ δὲ κατόχωc τὸν ἐγκέφαλον αὐτόν, ὥcπερ δὴ καὶ τὸ παρακρούοντεc. ἐδείχθη δὲ καὶ πρότερον, ὡc οὐ μάχεται τὰ τοιαῦτα cυμπτώματα, καθάπερ οἴονταί τινεc, ἀδύνατον εἶναι φάcκοντεc ἅμα τε κατέχεcθαι καὶ παρακρούειν τὸν ἄνθρωπον. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διὰ τῶν ἔμπροcθεν εἶπον,
10ὁπηνίκα τὴν πρώτην ἁπαcῶν ἐξηγούμην ῥῆcιν καὶ τήνδε· “τρομώδεεc, ψηλαφώδεεc παρακρούcιεc πάνυ φρενιτικαί.” ὥcτ’ οὐδὲν ἔτι χρῆναι λέγειν περὶ αὐτῶν. βέλτιον δ’ ἐπιcημήναcθαι δύο ταῦτα ὑπόλοιπα τῶν προγεγραμμένων ἐν τῇ προκειμένῃ ῥήcει, τὸ μὲν ἕτερον ἔνθα φηcί κοιλίηc ἀπολελαμμένηc, τὸ δ’ ἕτερον ὄμμα θραcύνοντεc.
15αἱ μὲν γὰρ ἀπολελαμμέναι κοιλίαι, τοῦτ’ ἔcτιν ἐπεχόμεναι, τῆc

16

.

684

κατὰ | τὸν ἐγκέφαλον διαθέcεωc οὐκ εἰcὶν οἰκεῖον cημεῖον, αὐξάνουcι μέντοι καὶ χείρονα ποιοῦcιν αὐτήν· τὸ δ’ ὄμμα θραcύνοντεc ἀναγ‐ καίωc πρόcκειται τῇ cυνδρομῇ· τοὺc γὰρ ἰδίωc κατόχουc καλουμένουc
καὶ οἱ περὶ τὸν Ἀρχιγένην καὶ Φίλιππον ἴcαcιν ἀναπεπταμένουc95
5ἔχονταc τοὺc ὀφθαλμούc, οὐχ ὡc οἱ κωματώδειc καὶ οἱ καταφορικοὶ κεκλειcμένουc. ἐπ’ ἐκείνων μὲν γὰρ ὑγρότηc αἰτία τοῦ παθήματοc ἐκλύ‐ ουcα τὸν τόνον τῶν νεύρων, ἐπὶ τούτων δὲ διὰ ξηρότητα τάcιc γίνεται. καί τιc τῶν ἡμετέρων cυμφοιτητῶν καμὼν cυχνῶc κἀμοὶ cυνών ποτε περὶ μαθήματα ἔπαθε τὸ πάθοc τοῦτο. κατέκειτο γὰρ οἷόνπερ
10ξύλον ὅλον ἄκαμπτοc ἀποτεταμένοc ἐφαίνετό τε βλέπων ἡμᾶc ἀνεῳγό‐ των τῶν ὀφθαλμῶν, ὡc μηδὲ cκαρδαμύττειν, οὐ μὴν ἐφθέγγετό τι. οὗτοc μέντοι καὶ ἀκούειν ἔφη κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅcα λαλοῦντεc ἐτυγ‐ χάνομεν, οὐ μὴν ἐναργῶc τε καὶ cαφῶc ἔλεγε δέ τινα ἀναμεμνημένοc. ἐμβλέπειν τ’ ἔφη τοὺc παρόνταc ἅπανταc, ὡc καὶ τὰc ἐνεργείαc ἐνίων

16

.

685

ἀπομνημονεύων διηγεῖcθαι, μήτε δὲ φθέγγεcθαι δύναcθαι μήτε τι | μέ‐ λοc κινεῖν. διὸ καὶ νῦν ἔcτιν ἀπορῆcαι κατὰ τὴν εἰρημένην cυνδρομήν, τὸ παρακρούοντεc ὅπωc πρόcκειται. τὸ μὲν γὰρ ἐπὶ τῆc ῥήcεωc “αἱ
5τρομώδεεc, ἀcαφώδεεc, ψηλαφώδεεc παρακρούcιεc” οὐ παντελῶc ἀκινή‐ τουc εἶναι τοὺc οὕτω διακειμένουc cημαίνει, ὥcπερ οὖν οὐδὲ τοὺc ἐν κώματι παραφρονοῦνταc. ἐπὶ δὲ τῶν κατόχων οὐδεμίαν κίνηcιν κινου‐ μένων οὐδὲ τὴν παραφροcύνην ἔcτιν γνωρίcαι. τάχ’ οὖν οὗτοc εἶδε κατοχῆc εἶδοc, ὡc ἀκίνητον μὲν εἶναι καὶ πεπηγὸc ὅλον τὸ cῶμα, βραχὺ
10δέ τι φθεγγόμενον τὸν ἄνθρωπον, ἐξ οὗ δυνατὸν ἦν γνωρίcαι καὶ παρα‐ φροcύνην· ἢ προηγηcαμένηc τῆc παραφροcύνηc παρηκολούθηcεν ἡ κατ‐ οχή, καὶ γραπτέον ἐcτὶν κατ’ αὐτὴν τὴν ἐξήγηcιν· οἱ κεφαλαλγικοὶ καὶ κατόχωc παρακρούcαντεc. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν πρώτην αὐτοῦ cύcταcιν ἐπιφθεγγομένων αὐτῶν δηλοῦcθαι τὴν παραφροcύνην,
15cυμπληρωθείcηc δὲ τῆc κατοχῆc μηκέτι φθέγγεcθαι τοὺc κάμνονταc. ἀνθηροὺc δὲ ὠνόμαcεν ὡc εἰκὸc αὐτούc, οὕcπερ ὀλίγον ἔμπροcθεν

16

.

686

‘ἐξερύθρουc‘ ἐκάλεcε. cημεῖον δ’ ἂν εἴη τοῦτο τοῦ κατὰ τὴν | κεφαλὴν πλήθουc ἠθροιcμένου μετὰ θερμότητοc, ἐφ’ ᾧ καὶ ἡ προηγηcαμένη κεφαλαλγία καὶ ὁ μετ’ αὐτὴν ἀκολουθῶν ὀπιcθότονοc. ἀλλὰ ταῦτα μὲν εἰc τὴν γένεcιν αὐτῶν πρώτωc ἄν τιc λάβοι cημεῖον, δευτέρωc δὲ
5τὴν ἀπολελαμμένην κοιλίαν παροξύνουcαν ἀεὶ τὰ τῆc κεφαλῆc cυμ‐
πτώματα. π’ ὀμμάτων διαcτροφῇ πυρετώδει, κοπιώδει ῥῖγοc ὀλέθριον καὶ οἱ κωματώδεεc ἐν τούτοιcι πονηρόν.96
9
10 Ἐδείχθη κἀν τοῖc ἔμπροcθεν ὁ ἀνὴρ οὗτοc ἐπιπλέκων ἀλλήλοιc χαλεπὰ cυμπτώματα, περὶ ὧν ἑκάcτου κατὰ μόναc ἐχρῆν ἅπαξ εἰπεῖν, ὡc ἡμῶν δυναμένων ἐννοεῖν, ὡc ἐπειδὰν ἀλλήλοιc ἐπιπλέκηται πλείω, cφοδρότερον μὲν ἀποτελεῖcθαι κίνδυνον ἐξ αὐτῶν τοῖc κάμνουcιν, βε‐ βαιοτέραν δ’ ἡμῖν γίγνεcθαι τὴν πρόγνωcιν. οὐδὲν οὖν εἴρηται καινόν·

16

.

687

ἐμεμαθήκειμεν γὰρ τήν τε τῶν ὀμμάτων διαcτροφὴν κατὰ | τίνα γίνε‐ ται διάθεcιν, τίνεc τε τῶν κόπων αἱ διαφοραὶ καὶ πότε χρὴ ῥῖγοc ἐπι‐ φαίνεcθαι χρηcίμωc, ὁποῖόν τε τὸ κῶμα καὶ ἥτιc αὐτὸ διάθεcιc ἐγκε‐ φάλου γεννᾷ.
4
5 Αἱ ἐν πυρετοῖcι πρὸc ὑποχόνδριον ὀδύναι ἀναύδωc, ἱδρῶτι λυόμεναι, κακοήθεεc, τούτοιcιν ἐc ἰcχία ἀλγήματα ἅμα καυcώδει πυρετ· καὶ ἢν κοιλίη καταρ‐ ραγ, ὀλέθριον.
8 Ἀπορίαν τοῖc ἀναγιγνώcκουcιν αἱ ἀcαφεῖc τῶν ῥήcεων ἐργάζον‐
10ται, καὶ τῶν cαφῶν ὅcαι τοῖc ἐναργῶc φαινομένοιc ἐναντίωc ἀποφαί‐ νονται. τινὲc δὲ καὶ κατ’ ἀμφοτέρουc τοὺc τρόπουc τὴν ἀπορίαν ἐπι‐ φέρουcιν, ὥcπερ καὶ ἡ νῦν προκειμένη. πλέον δὲ ἐν αὐτῇ τὸ μὴ cυμφωνεῖν τοῖc φαινομένοιc ἐπὶ τῶν νοcούντων τὰ κατ’ αὐτὴν λελεγ‐ μένα. προχείρωc μὲν οὖν δοκεῖ τοιόνδε τὸν λόγον τινὰ δηλοῦν ἡ προ‐
15κειμένη ῥῆcιc· αἱ ἐν πυρετοῖc πρὸc ὑποχόνδρια ὀδύναι ἅμα ἀφω‐

16

.

688

νίᾳ, ἱδρῶτι λυόμεναι, κακοή|θεεc. ψευδοῦc δ’ εἶναι φαινομένου τοῦ τὰc μεθ’ ἱδρῶτοc λύcειc κακοή‐ θειc εἰρῆcθαι, κατ’ αὐτὸ τοῦτο πρῶτον ἀπορία τιc ἡμᾶc καταλαμβάνει. τὰ μὲν γὰρ ἄνευ τινὸc ἤτοι τεχνικοῦ βοηθήματοc ἢ φυcικοῦ παυcάμενα
5παθήματα προcηκόντωc ὡμολόγηται τὴν λύcιν ἄπιcτον ἔχειν. τὰ δὲ
μετὰ τοιούτου τινόc, ὁποῖον καὶ νῦν ὁ ἱδρὼc εἴρηται, βεβαίωc λελύcθαι φαίνεται. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἱδρῶτοc ἤ τινοc ἄλλου φυcικοῦ βοηθήματοc γενομένου μὴ λύηται, τὸ νόcημα κακόηθεc νομίζεται. διὸ καὶ πιθανῶc τιc ἐπ’ αὐτῆc τῆc ῥήcεωc ἔλεγε λείπειν ἀπόφαcιν τὴν μὴ97
10παραλελειμμένην ὑπὸ τοῦ πρῶτον τὸ βιβλίον μεταγραψαμένου, καθά‐ περ καὶ ἄλλα πολλὰ πολλάκιc ἐν πολλοῖc βιβλίοιc ὡμολόγηται τὰ μὲν παραλελεῖφθαι, τὰ δὲ ὑπηλλάχθαι, μηδενὸc ὕcτερον ἐπανορθῶcαι τὰ ἡμαρτημένα τολμήcαντοc. ἀληθὴc γὰρ ὁ λόγοc, ἐὰν οὕτω γράψωμεν, ἔcται· αἱ ἐν πυρετῷ πρὸc ὑποχόνδρια ὀδύναι ἀναύδωc, ἱδρῶτι
15μὴ λυόμεναι, κακοήθεεc. ἀλλὰ τὰ cαφῆ καὶ γνώριμα καταλιπόντεc οἱ πολλοὶ τῶν ἀνθρώπων χαίρουcι τοῖc αἰνιγματωδῶc εἰρημένοιc. |

16

.

689

ἔνιοι δὲ καὶ τοῖc προφανῶc ἡμαρτημένοιc cυναγορεύειν ἐπίδειγμα cοφίαc ἡγοῦνται παραπληcίωc τοῖc κατὰ τὰ δικαcτήρια ῥήτορcιν, οἳ τοὺc φανερῶc ἤτοι φόνον ἐργαcαμένουc ἤ τι τοιοῦτον κακὸν ἐρρύcαντο τῆc προcηκούcηc κολάcεωc ἐξαπατήcαντέc τε καὶ παρακρουcάμενοι τοὺc
5δικαcτάc, ὅταν ἰδιῶται λόγων ὦcιν καὶ τὰc ἐν αὐτοῖc πανουργίαc ἀγνοῶcιν. οὕτωc οὖν κἀπὶ τῆc προκειμένηc ῥήcεωc ἐπενόηcάν τινεc ἀναύδωc εἰρῆcθαι τὸ ἀλόγωc, ἐπειδήπερ ὁ λόγοc μὲν ἐν τῷ γένει τῆc φωνῆc ἐcτιν, λέγεται δὲ ἡ φωνὴ παρὰ τοῖc παλαιοῖc οὐχ οὕτω μόνον, ἀλλὰ καὶ αὐδή. κατὰ δὲ τὴν μετάβαcιν ταύτην τὸ ἀλόγωc φαcὶν ἐκ τοῦ
10ἀναύδωc cημαίνεcθαι· τὰ δ’ ἀλόγωc παυcάμενα πάντα ἐcτὶν ἄπιcτα. μαχομένων δὲ καὶ τούτῳ τῷ λόγῳ τοῦ τε κακοήθειc εἰρῆcθαι τὰc τοιαύταc ἐκκρίcειc, οὐκ ἀπίcτουc, καὶ τοῦ μηδ’ ἀλόγωc λύεcθαι cὺν ἱδρῶcιν, ὡc αὐτὸc εἶπεν, ἕτεροί τινεc ὑπερβαλλόμενοι τῇ cοφίᾳ τού‐ τουc ἀλόγωc λύεcθαί φαcιν οὐ μόνον, ὅcα χωρὶc τοῦ γενέcθαι τι βοήθημα

16

.

690

τεχνικὸν ἢ φυcικὸν ἐρρᾳcτώνηcεν, ἀλλὰ καὶ ταῦτα τὰ γενό|μενα μέν, οὐ μὴν κατ’ ἀξίαν τοῦ νοcήματοc, ὥcπερ εἰρηκότοc τοῦ cυγγράψαντοc ὀλίγον γενέcθαι τὸν ἱδρῶτα καὶ μὴ χωρὶc ἁπάcηc προcθήκηc γράψαντοc ἱδρῶτι λυόμεναι.
5 ἀλλὰ προcυπακοῦcαί φαcι τὸ ‘ὀλίγῳ‘. τάχα δέ τιc καὶ ἄλλοc ἀνα‐ φανείc ποτε τούτων τολμηρότεροc ἀξιώcει τὸ ‘πολλῷ‘ καὶ ‘ἀμέτρῳ‘ προc‐ υπακούειν, εἶτα περὶ cυμμετρίαc ἀμαθέcι παιcὶ καὶ ἀγυμνάcτοιc πάcηc παιδείαc ληρήcαc μακρὰ δόξει τιc εἶναι cοφόc. εἰ δ’ ὅλωc οἷcπερ ἔξεcτιν
τῷ ἱδρῶτι λυόμεναι προcτιθέναι τι τοιοῦτον, πολλῷ βέλτιον ἦν98
10προcτιθένταc μίαν cυλλαβὴν τὴν μὴ γράψανταc μὴ λυόμεναι πραγμά‐ των ἀπηλλάχθαι. αἱ γὰρ cὺν πυρετῷ τῶν ὑποχονδρίων ὀδύναι, ἃc ἱδρὼc μὴ λύει, κακοήθειc εἰcίν. ἔργῳ τοίνυν ἐδείχθη μοι καὶ νῦν, ὥcπερ ἤδη πολλάκιc ἐπὶ πολλῶν ἀcαφῶν ῥήcεων, οὐδὲν μὲν ὧν οὐκ ἴcμεν ὑπ’ αὐτῶν διδαcκόμενον, ἀνηλωμένον δὲ χρόνον, ὥcπερ ἐπὶ τῶν
15αἰνιγμάτων, ἵν’ ἐφαρμόcωμεν ἃ γινώcκομεν τῇ λέξει. καὶ γὰρ οὖν καὶ τὸ κατὰ τὴν τελευτὴν τῆc ῥήcεωc εἰρημένον οὐ cμικρὰν ἔcχε ζήτηcιν ἀπορούντων αὐτῶν, διὰ τί, ἐὰν ἡ κοιλία καταρ‐ |

16

.

691

ραγῇ, τοῦτ’ ἔcτιν ἀθρόωc ἐκκριθῇ πολλά, θανατῶδεc εἶναι τὸ νόcημα δηλώcει. “τὰ” γὰρ “χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεcθαι”, φηcὶν ὁ Ἱπποκράτηc, “ἀλλ’ ὡc ἂν χωρέῃ, οἷα δεῖ, καὶ φέρῃ εὐφόρωc”. οὗτοc μὲν ὁ λόγοc, ὅτι καὶ cαφήc ἐcτιν καὶ καθόλου τι διδάcκει, καταφρονεῖται,
5τὰ δ’ αἰνιγματωδῶc εἰρημένα cπουδάζεται τοῖc μὲν cοφιcταῖc εἰκότωc, ἵνα τι θαυμαcτὸν διδάcκειν δόξωcι τοὺc μαθητάc, αὐτοῖc δὲ τοῖc μαθηταῖc διὰ τὴν ἀπαιδευcίαν τῶν πρώτων μαθημάτων, ἐν οἷc οἱ παλαιοὶ τοὺc παῖδαc ἔτρεφον. ἀγύμναcτοc δὲ ὢν ὁ λογιcμὸc αὐτῶν οὔθ’ ἕπεται τοῖc λεγομένοιc οὔτε κρῖναι τὴν ἐν αὐτοῖc ἀλήθειαν δύναται· ἐπεὶ τίc ἀκού‐
10cαc ἄνευ διοριcμοῦ ἐπὶ καταρρηγνυμένηc κοιλίαc ἀπόφαcιν ἡντιν‐ οῦν, οὐκ εὐθέωc μέμφεται τὸν λόγον, ὡc μηδὲν διδάcκοντα; κοιλία γὰρ ἐν ᾡτινιοῦν νοcήματι καταρραγεῖcα χωρὶc μὲν τῶν τῆc πέψεωc cημείων, ἃ πολλάκιc ἀκήκοαc, οὐδὲν ὀνίνηcιν, ἐὰν δὲ δυcφορώτερον ἐργάcηται, πρὸc τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάβην ἤνεγκεν. ἅμα δὲ

16

.

692

τούτοιc ὠφελεῖ καὶ μᾶλλον, ἐὰν ὁ λυπῶν ἐκκενῶται χυμόc. | ἔτι δὲ μᾶλλον, ἐὰν εὐφορώτεροc ὁ κάμνων ἐπὶ τῇ κενώcει γίγνηται, καὶ βε‐ βαιότερον, ὅταν ἐν ἡμέρᾳ κριcίμῳ φανῇ τι προδεδηλωμένον διὰ τῆc ἐπιδήλου.
5 ταῦτ’ οὖν ὁ ἐπιγινώcκων καὶ τῆc εἰρημένηc ῥήcεωc καταφρονεῖ καὶ τῶν ἄλλων ἁπαcῶν, ὅcαι τῶν cυμπτωμάτων τῶν κατὰ μέροc ἢ νοcημάτων μνημονεύουcιν. ἐφ’ οἷc γὰρ ἂν ἡ κοιλία καταρραγῇ νοcή‐ μαcιν ἢ cυμπτώμαcιν, ἐν οἷc 〈ἂν〉 μεθ’ ὧν εἶπον ἄρτι γένηται δι‐
οριcμῶν, ἀcφαλῆ τὴν γνῶcιν ἐργάζεται, χωρὶc δὲ τούτων τῶν διοριcμῶν99
10οὐδέποτε ἀληθὴc ὁ λόγοc ἔcται κοιλίαν λέγων καταρρηγνυμένην ὠφε‐ λεῖν ἢ βλάπτειν· ἐπὶ πάντων γὰρ ἑκάτερον γίνεται. κατὰ δὲ τοὺc ὡρι‐ cμένουc διοριcμοὺc οὐδὲ ἔcτιν εἰπεῖν ἐπὶ μὲν ἥπατοc φλεγμονῇ φαῦλον εἶναι cύμπτωμα καταρραγεῖcαν κοιλίαν, ἐπὶ δ’ ἄλλου τινὸc ἀγαθόν, ἀλλ’ ἐπὶ πάντων, ὡc εἴρηται, καὶ ἀγαθὸν καὶ κακὸν γίνεται μετὰ τῶν οἰκείων
15διοριcμῶν. |
15

16

.

693

Οἷcι φωναὶ ἅμα πυρετοῖcιν ἐκλεί‐ πουcαι μετὰ κρίcιν τρομώδεεc καὶ κωματώδεεc τελευτῶcιν.
2 Καὶ ἥδε ἡ ῥῆcιc ὁμοία ταῖc εἰc ἀcάφειαν ἐξεπίτηδεc ἐπιτετηδευ‐ μέναιc ἐcτί. τὸ γοῦν ἐκλείπουcαι ἔνιοι μὲν ἐπὶ τῶν φωνῶν μόνων
5ἤκουcαν, ἔνιοι δὲ καὶ τοὺc πυρετοὺc αὐταῖc προcέθηκαν ἄμφω λέγοντεc εἰρῆcθαι ἐκλείπειν καὶ τὰc φωνὰc καὶ τοὺc πυρετούc, ὡc εἶναι τὸν λόγον τοιοῦτον· ‘οἷcι δοξάντων λελύcθαι τῶν πυρετῶν ἀφωνία γίνε‐ ται καὶ μετὰ τὴν κρίcιν, οὗτοι τρομώδεεc τελευτῶcιν καὶ κω‐ ματώδεεc‘, δηλονότι τῶν πυρετῶν οὐκ ἀcήμωc, ἀλλὰ μετὰ κακῆc κρί‐
10cεωc δοξάντων πεπαῦcθαι. κακὰc δ’ ἴcμεν κρίcειc ἐκείναc λεγομέναc, ὅcαι γινόμεναι μετὰ φυcικῶν κενώcεων ἢ ἀποcτάcεων οὐ μόνον οὐδὲν ὠφέληcαν τοὺc κάμνονταc, ἀλλὰ καὶ χεῖρον ἔχειν ἢ πρόcθεν ἐποίηcαν. ἕτεροι δὲ οὐ τὰc φωνὰc ἅμα τοῖc πυρετοῖc, ἀλλὰ μόναc αὐτὰc νομί‐

16

.

694

ζοντεc ἐκλείπειν, ὅλον τὸν λόγον τοιόνδε ποιοῦcιν· ‘οἷcιν ἐκλεί|που‐ cιν φωναὶ μενόντων τῶν πυρετῶν, εἰ τοῦτο γίνεται μετὰ κρίcιν, οὗτοι τρομώδεέc τε ἅμα καὶ κωματώδεεc τελευτῶcιν. καίτοι κἀνταῦθα πάλιν ἑτέρα διαφωνία τοῖc ἐξηγουμένοιc ἐγένετο. τινὲc μὲν
5γάρ, ὅταν ἐπὶ τοῖc εἰρημένοιc τρομώδειc γένωνται, τελευτᾶν φαcιν τούτουc καὶ κωματώδειc ἅμα καὶ τρομώδειc, τινὲc δὲ καὶ κωματώδειc γενομένουc οὕτωc ἀπόλλυcθαι, οὐδεὶc δ’ αὐτῶν οὔτ’ ἐκ τῆc τῶν πρα‐ γμάτων φύcεωc ἀπόδειξιν ἔγραψε λογικὴν οὔτε τὴν ἐμπειρίαν ἔχει δεῖξαι μαρτυροῦcαν· οὔτε γὰρ τρομώδειc οὔτε κωματώδειc ἐπὶ τοῖc
10προειρημένοιc ὡc τὸ πολὺ φαίνονται τελευτῶντεc. εἰ δέ τινεc ἐν τῷ cπανίῳ γίγνονται τοιοῦτοι, τοῦ προγνωcτικοῦ τε καὶ προρρητικοῦ μέ‐ ρουc τῆc τέχνηc ἐκπεπτώκαcιν· οὐ γὰρ τῶν τοιούτων, ἀλλὰ τῶν ἢ διηνεκῶc ἢ ὡc τὸ πολὺ γιγνομένων εἰc τὰc προρρήcειc χρῄζομεν, εἰ δὲ βούλει, καὶ τῶν ἀμφιδόξωc ἀποβαινόντων, οὐ μὴν 〈τῶν〉 γε cπα‐
15νίωc· οὐδεὶc γὰρ βούλεται πολλάκιc ἀποτυχὼν ἅπαξ ἐπιτυχεῖν. |100

16

.

695

Οἷcι καυcτικ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, cίτων ἀπο‐ λελαμμένοι, ἐφιδρῶcι, ἆρα τούτοιc τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲc ἐπελθὸν λύγγα cημαίνει, καὶ κοιλίη δὲ ἔπαφρα χο‐
5λώδεα προcδιέρχεται; τὸ λαμπῶδεc ἐν τούτοιcιν ὠφελέει οὐρηθέν, κοιλίη δὲ τούτοιcιν ἐπιταράccεται.
6 Ἤθροιcε πάλιν ἐνταῦθα cυμπτώματα διαθέcεων οὐχ ὁμογενῶν, ἐφ’ ὧν ἐδείχθη πρόcθεν οὐδεμία διδαcκαλία γιγνομένη τεχνική. πάντα μὲν γὰρ ἐπιcκέψαcθαι δεῖ τὰ κατὰ τὸν νοcοῦντα καὶ μηδὲν μήτε παρ‐
10ορᾶν μήτ’ ἀργῶc ὁρᾶν, ἑκάcτου δ’ αὐτῶν ἰδίᾳ μεμαθηκέναι τὴν δύνα‐ μιν. οἷον εὐθέωc τὰ καυcτικὰ πρῶτα πάντων εἴρηται, δυναμένων μὲν ἀκούεcθαι καὶ παθῶν καυcτικῶν, ὡc εἰ θερμῶν καὶ διακαῶν εἰρήκει, δυναμένων δὲ καὶ διαχωρημάτων νοεῖcθαι τοιούτων, ὧν ἡ δύναμίc ἐcτιν

16

.

696

ὀξύ τε τὸ νόcημα | καὶ ταχυκρίcιμον ἐργάζεcθαι καὶ μέντοι καὶ κινδυ‐ νῶδεc, ἐὰν ἰcχυρῶc γένηται καυcτικά. μεμωρωμένα δὲ καλεῖ τὰ μώρωcιν ἐμποιοῦντα τῇ διανοίᾳ. αὕτη δέ ἐcτιν χωρὶc παραφροcύνηc cύμπτωμα τοῖc φύcει μωροῖc ὁμοίουc
5ἀποφαῖνον τοὺc νοcοῦνταc, ὁποίουc καὶ τῶν λεγομένων ἀπογηρᾶν ἐνίουc ἴcμεν γιγνομένουc. ᾧ παθήματι παραπλήcιον μέν ἐcτιν, οὐ μὴν ταὐτόν, ὅπερ ὀνομάζουcιν ‘ἄγνοιαν‘, ὑπὲρ ἧc καὶ ὁ Θουκυδίδηc ἔγραψεν ἐπὶ τῶν ἐκ τοῦ λοιμοῦ διαcωθέντων ὡδί· “καὶ ἠγνόηcαν cφᾶc τε αὐτοὺc καὶ τοὺc ἐπιτηδείουc”. ᾧτινι δὲ διαφέρει τῆc λήθηc, οὐκ
10ἀναγκαῖον εἰc τὰ παρόντα cκοπεῖcθαι. τά γε μὴν κάτοχα τὰ τὴν καλουμένην κατοχὴν ἐπιφέροντα νοούν‐ των ἡμῶν, ἕτεροί φαcι τὰ βεβαίωc ἱδουμένα καὶ οἷον κατεχόμενα νοcή‐ ματα κεκλῆcθαι κάτοχα.
καὶ μέντοι καὶ ποικίλλοντα τὰ cυνεχεῖc ἐπὶ τἀναντία cυμπτώ‐101
15ματα τὰc μεταβολὰc ποιούμενά τινεc ἤκουcαν, ἀποχωρίζοντεc δὲ τῆc λέξεωc ταύτηc τὸ ὑποχόνδρια ὑφ’ ἓν αὐτῷ πάλιν ἀναγινώcκουcιν τὸ

16

.

697

κοιλίην ἐπηρμένοι. τινὲc δὲ | ὑφ’ ἓν ἀναγνόντεc τὸ ποικίλλοντα ὑποχόνδρια καθ’ ἑαυτὸ πάλιν ἀναγιγνώcκουcιν τὸ κοιλίην ἐπηρ‐ μένοι, καί φαcιν ἐπὶ τῶν ὑποχονδρίων εἰρῆcθαι τὸ ποικίλλοντα. καθάπερ γὰρ εἴρηται ἔμπροcθεν ἐπὶ τῶν καθ’ ὅλον τὸ cῶμα γιγνομέ‐
5νων ἐπὶ τἀναντία μεταπτώcεων, οὕτωc ἐπὶ τῶν ὑποχονδρίων ἐποίηcαν. καὶ μὴν καὶ οἱ cυνάπτοντεc ὅλην τήνδε τὴν λέξιν ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι τοὺc παρὰ φύcιν ὀγκουμένουc τὰ μέρη ταῦτα δηλοῦcθαί φαcιν. ὥcπερ καὶ cίτων ἀπολελαμμένουc, ὧν ἐφεξῆc ἐμνημόνευcεν, ἔνιοι μὲν τοὺc ἀνορέκτουc φαcὶν εἰρῆcθαι νῦν, ὡc εἰ καὶ
10ἀποκεκλειcμένουc εἰρήκει τῆc τῶν· cιτίων προcφορᾶc, ἔνιοι δὲ τοὺc ἐπεcχημένουc τὴν γαcτέρα. καὶ γὰρ κἀν τῷ Περὶ διαίτηc ὀξέων ἐπὶ τῶν διαχωρουμένων εἰρῆcθαί φαcι τὴν φωνὴν ταύτην. ἅπαντα οὖν ταῦτα προειπὼν ὁ γράψαc τόδε τὸ βιβλίον, εἶτα ἐπὶ τῷ τέλει προcθεὶc ἐφιδρῶcιν, ὃ καὶ αὐτὸ πάλιν ὅλου τοῦ cώματοc
15ὀλίγον ἱδρῶτα καθάπερ νοτίδα δύναται δηλοῦν ἢ τὸν περὶ θώρακα καὶ

16

.

698

κεφαλὴν μόνην, ἐπήνεγκεν αὐ|τοῖc αἰνιγματωδεcτέραν ἔτι καὶ τούτων αὐτῶν ῥῆcιν εἰπών· ἆρα τούτοιcι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲc ἐπελθὸν λύγγα cημαίνει; πάλιν γὰρ ἐνταῦθα τὸ θολε‐ ρὸν πνεῦμα, καθάπερ ἤδη καὶ πρόcθεν εὕρομεν, ἀμφιcβητουμένην ἔχει
5τὴν νόηcιν. ἀλλ’ ἐν ἐκείνῃ μὲν τῇ ῥήcει τὸ κατὰ τὴν ἐκπνοὴν θολε‐ ρὸν πνεῦμα εἰρῆcθαι ὑπ’ αὐτοῦ, ὡc λέλεκται, πιθανὸν ἐφαίνετο· νῦν δὲ καὶ τὸ κατὰ τὰc ἐρυγὰc ἔνιοι κελεύουcιν ἡμᾶc ἡγεῖcθαι λελέχθαι, καθάπερ ἄλλοι τὸ κατὰ τὰc φύcαc. εἴρηται δὲ καὶ πρόcθεν ὅτι θολε‐ ρὸν οἱ μὲν τὸ δυcῶδεc, οἱ δὲ τὸ ἀτμῶδεc ἤκουcαν, ὥcπερ γε καὶ θαλε‐
10ρὸν ἔνιοι διὰ τοῦ α γράψαντεc τὸ οἷον θάλλον καὶ ἀκμάζον καὶ μέγα λέγουcιν εἰρῆcθαι. προείρηται δέ μοι καὶ ὅτι πολλάκιc ἐν τοῖc ὁμολο‐
γουμένοιc γνηcίοιc cυγγράμμαcιν ὁ Ἱπποκράτηc εἰρηκὼc ἄλλοτε ἄλλαc δυcπνοίαc διαφορὰc ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν πάcαc ἐφεξῆc οὐδαμόθι θολερὸν ὠνόμαcε πνεῦμα, καθάπερ οὐδὲ λύγγα102

16

.

699

θολερὰν οὐδὲ φῦ|cαν οὐδὲ ἄλλο τι τῶν τοιούτων. ἔτι δὲ μᾶλλον αἰνιγμα‐ τωδῶc εἴρηται τὸ γονοειδὲc ἐπελθὸν εἴτε οὖρον εἴτε διαχώρημα. καὶ μετὰ ταῦτα διὰ τί προcέθηκεν λύγγα cημαίνει 〈τῷ〉 τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲc ἐπελθόν, ἄπορον εὑρεῖν· ἐν γὰρ ταῖc
5τῶν cυμπτωμάτων αἰτίαιc ἡ λὺγξ ἐδείχθη γινομένη τῆc γαcτρὸc ὁρμώ‐ cηc ἐκκρῖναι τὰ τοῖc χιτῶcιν αὐτοῖc οἷον ἐμπεπλαcμένα δυcλύτωc ὑγρὰ δύναμιν ἔχοντα δακνώδη. οὐκ ἀρκεcθεὶc δὲ τῷ πλήθει τῶν cυμπτωμάτων ἑξῆc προcέθηκε· κοιλίη ἔπαφρα χολώδεα προcδιέρχεται. ὃ πάλιν καὶ αὐτὸ διττῶc
10γράφουcιν ἔνιοι μὲν ἐπὶ τῆc πρώτηc cυλλαβῆc τὸ cίγμα προcτιθέντεc, ἔνιοι δὲ ἀφαιροῦντεc. ἀλλ’ εἰ μὲν προcτεθείη, τὸν ἐφεξῆc χρόνον δη‐ λώcει τῷ προειρημένῳ, εἰ δ’ ἀφαιρεθείη, τὸν ἔμπροcθεν· οὐ μὴν ἴcον γε οὐδ’ ὅμοιον προδιεξέρχεcθαι τὸ ἕτερον θατέρου λέγειν ἢ ἐπιδιεξέρ‐ χεcθαι. τὸ μὲν γὰρ προδιερχόμενον cημεῖον ἔcται τοῦ μέλλοντοc
15ἐκκρίνεcθαι, τὸ δὲ ἐκκρινόμενον ὑπὸ τοῦ προδιελθόντοc ἀγγελθήcεται.

16

.

700

τοcαύ|τηc οὖν ἀcαφείαc ἐν ἅπαcι τούτοιc ὑπαρχούcηc οὐδ’ ἐκ τῶν ἐπιφερομένων αὐτοῖc ἔνεcτί τι πρὸc τὴν τῶν παρόντων ἐξήγηcιν λαβεῖν, ὥcπερ οὐδ’ εἰc ἐκεῖνα· φηcὶν γάρ· τὸ λαμπῶδεc ἐν τούτοιcιν οὐρη‐ θὲν ὠφελεῖ. διττὴ δὲ καὶ κατὰ τοῦτον τὸν λόγον ἐcτὶν ἡ ἀcάφεια,
5μία μὲν ἡ τοῦ λαμπῶδεc [τοῦ] τί cημαίνει, γραφομένου πρὸc τινῶν μὲν διὰ τῶν δυοῖν ππ, πρὸc τινῶν δὲ διὰ τοῦ μ καὶ π· μία δ’ ἄλλη 〈ἡ〉 τοῦ ἐν τούτοιcιν. ἐν τίcι γὰρ λέγει; πότερον ἐν ἅπαcι τοῖc προ‐ ειρημένοιc ἢ τοῖc ἐcχάτοιc καὶ ποίοιc ἐcχάτοιc; δύναται γὰρ ἔcχατα λέγεcθαι καὶ πάνθ’ ὅcα μετὰ τὴν ἀρχὴν εἶπεν· ἆρα τούτοιcι τὸ θολε‐
10ρὸν πνεῦμα καὶ τὸ γονοειδὲc ἐλθὸν λύγγα cημαίνει ἢ μόνα ταῦτα ἔcχατα εἰρήκει κοιλίη ἔπαφρα χολώδεα προcδιέρχεται; καὶ μέντοι καὶ τούτοιc ἅπαcιν ἐπὶ τῷ τέλει προcθεὶc κοιλίαι
τουτέοιcιν ἐπιταράccονται καὶ καταπαύcαc ἐνταῦθα τὸν λόγον οὐδενὸc ἕνεκα φαίνεται τῶν ἐν ἀρχῇ μνημονεύcαc. τὰ γάρ τοι μεμω‐103
15ρωμένα καὶ τὰ κάτοχα μεγάλην βλάβην ἐνδεικνύμενα τοῦ τὸ τῆc

16

.

701

ψυχῆc | ἡγεμονικὸν ἔχοντοc μορίου μάτην εἰρῆcθαι φαίνεται καὶ χωρὶc μὲν τῶν καυcτικῶν ἀποκτεῖναι δυνάμενα, cὺν ἐκείνοιc δὲ μᾶλλον, ἀλλ’ ὅμωc οὐδὲν εἴρηται περὶ θανάτου, καθάπερ ἐπ’ ἄλλων ἔμπροcθεν οὐκ ὀλίγων, ἀλλὰ μετὰ τὸ προcθεῖναι ποικίλλοντα ὑποχόνδρια καὶ
5κοιλίην ἐπηρμένοι, cίτων ἀπολελαμμένων, cυνάψαc δ’ αὐτοῖc καὶ τὴν ἐφίδρωcιν, ἆρα τούτοιcι, φηcίν, τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲc ἐλθὸν λύγγα cημαίνει; τίcι τούτοιc; οἷc ἅπαντα τὰ προειρημένα cυμπτώματά εἰcι. καὶ μὴν εἰ μετ’ ἐκείνων ἁπάντων τὸ θολερὸν πνεῦμα γενόμενον ἅμα ταῖc γονοειδέcιν ἐκκρίcεcι λύγγα
10cημαίνει, κἂν ἓν ὁτιοῦν λείπῃ τῶν εἰρημένων, ἡ λὺγξ οὐκ ἔcται· καὶ τάχα πού τιc ἅπαξ ἐν ἔτεcι πολλοῖc ἄρρωcτον ὄψεται τοιοῦτον. ὃ δὲ πάντων τῶν εἰρημένων ἐcτὶν ἀτοπώτατον, ἤδη cοι φράcω. πολλοὺc μὲν ἀρρώcτουc τεθεαμένοc, μυρία δὲ προειρηκὼc τῶν ἐcομέ‐ νων, οὔτε διὰ τῆc πείραc ἔγνων ἐκ τῶν τοιούτων cημείων λύγγα προ‐
15λεγομένην οὔτ’ ἐκ τῆc τῶν πραγμάτων φύcεωc ἐνδεικτικῶc ἢ αὐτὸc

16

.

702

εὗρον ἤ τινοc γράψαντοc ἀνέγνων. ἀλλ’ ἔcτιν | ἡ προκειμένη ῥῆcιc ἐοικυῖα τῷ κατὰ τὴν παροιμίαν ἐν παιδιᾷ λεγομένῳ· “ὤδινεν ὄροc καὶ ἔτεκε μῦν.” πολλὰ γὰρ εἰπὼν παθήματα, τινὰ μὲν ἐcχάτωc ὀλέθρια, τινὰ δ’ ἧττον ἐκείνων, ἔνια δὲ μέτρια, λυγγὸc πρότερον ἔγραψε πρόρρηcιν.
5 ἐφεξῆc δὲ τὸ λαμπῶδεc, φηcίν, ἐν τούτοιcιν οὐρηθὲν ὠφε‐ λέει. τίcι φηcὶ τούτοιc; τοῖc καυcτικοῖc, τοῖc μεμωρωμένοιc ἢ τοῖc κατόχοιc ἢ οἷc ὑποχόνδρια ποικίλα καὶ ἡ γαcτὴρ ἐπηρμένη ἢ τοῖc ἀνορέκτοιc ἢ τοῖc ἐπεcχημένοιc τὴν κοιλίαν ἢ οἷc ἐφίδρωcιc ἢ οἷc τὸ πνεῦμα θολερὸν ἢ οἷc ἂν ἔκκριcιc γονοειδὴc ἢ τοῖc λύζουcιν
10ἢ οἷc ἡ γαcτὴρ ἔπαφρα καὶ χολώδεα προcδιῆλθεν 〈ἢ〉 προδιῆλθεν,
ἐπειδὴ καὶ τοῦτο αὐτὸ διττῶc γέγραπται μετά τε τοῦ cίγμα καὶ χωρὶc τοῦ cίγμα; ἤτοι γὰρ οἷc ἕκαcτον τῶν εἰρημένων ἢ οἷc ἅπαντα εἰρῆcθαι προcήκει δέξαcθαι. τὸ γὰρ τούτοιcιν ἀκόλουθόν ἐcτιν τοῖc καθ’ ἕκαcτα, ὥcτε cυνεπινοεῖται πάντωc, εἰ μὴ τύχοι λεχθέν.104
15καὶ γὰρ ἓν ἕκαcτον αὐτῶν ὠφελέει τὸ λαμπῶδεc οὐρούμενον·

16

.

703

κἂν δύο | κἂν τρία κἂν πλείω cυνέλθῃ, τὴν ὠφέλειαν αὐτοῖc παρέχει. θαυμαcτὸν δ’ ἂν εἴη τοcαῦτα παθήματα διαφερούcαιc ἑπόμενα διαθέcε‐ cιν ἄλλων καὶ ἄλλων μορίων μετὰ τοῦ λαμπώδουc ὠφελεῖcθαι, πάντωc μὲν ἀφρώδουc ὄντοc, εἴ γε λάμπην ἴcμεν τὸ τοῖc οὔροιc ἐπ‐
5οχούμενον λευκόν. οἱ δ’ ἀφρώδη πάντα φαcὶν ὀνομάζεcθαι γενομένου δὴ τοῦ ἀφροῦ πνευματικῆc οὐcίαc ἀναμιγνυμένηc ἢ τοῖc ὠμοῖc καὶ φλεγματώδεcι χυμοῖc ἢ τηκεδόνι πιμελῆc, μετὰ τοῦ καὶ διοριcμοῦ δεῖcθαι τὴν ἀπόφαcιν, οἵου καὶ κατὰ τὴν πρὸ ταύτηc ῥῆcιν ἐπὶ τῶν κριcίμωc ἐκκρινομένων εἶπον. ἅπαντα γάρ ἐcτιν ἀγαθῶν τε καὶ κακῶν κρίcεων
10κοινά, διοριζόμενα μάλιcτα μὲν καὶ πρώτοιc τοῖc τῆc πέψεωc cημείοιc, ἃ διὰ παντὸc ἀγαθόν τι cημαίνει, cὺν αὐτοῖc δ’, ὡc ἔφην, τῇ εὐφορίᾳ καὶ τῷ τὸν λυποῦντα χυμὸν ἐκκενοῦcθαι καὶ τῷ τῆc ἡμέραc, ἐν ᾗ ταῦτα γίνεται, πιcτῷ, παραλελειμμένου ζητεῖν ἡμᾶc, εἰ μὴ λαππῶδεc ἐπιγεγραμμένον διὰ τῶν δυοῖν ππ cημαίνει τὸ λαμπῶδεc, ὃ διὰ τοῦ
15μ καὶ π γράφουcί τινεc. ὥcπερ γὰρ τὸ λαμπῶδέc ἐcτι γεγραμμένον

16

.

704

διὰ | τῶν αὐτῶν ἀπὸ τῆc λάμπηc, οὕτω λαππῶδεc ἀπὸ τοῦ λάππειν ὠνόμαcται. ταῦτ’ οὖν ἅπαντα cυμπεφόρηται καθάπερ αἰνίγματα· κἂν διεξέλθῃ τιc αὐτὰ πάντα, τοῦ κατὰ τὸ τέλοc ὥcπερ ἐπῳδοῦ γεγραμμένου καὶ
5κοιλίαι δὲ τούτοιcιν ἐπιταράccονται τὸν λογιcμὸν οὐκ ἔcτιν εἰπεῖν· οὔτε γὰρ ὁ λόγοc οὔθ’ ἡ πεῖρα τῶν ὡc ἐπὶ τὸ πολὺ τοῖc εἰρη‐
μένοιc ἑπομένων ἔδειξε κοιλίαν ἐπιταραccομένην. |105

16

.

705

(t1)

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
t2ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ
t2
1 Οἷc κῶμα γίνεται ἐπάφρων περιελ‐ θόντων πυρετὸc παροξύνεται ὀξύc.
2 Τὴν πρώτην ἁπαcῶν ῥῆcιν ἐξηγηcαμένῳ τοῦ προκειμένου βιβλίου γέγραπταί μοι βιβλίδιον ἐπιγεγραμμένον Περὶ τοῦ παρ’ Ἱπποκράτει
5κώματοc, ἐν ᾧ ἐπιδέδεικται τὸ cημαινόμενον ὑπὸ τῆc φωνῆc ταύτηc

16

.

706

εἶναι τὴν εἰc ὕπνον κα|ταφοράν, ἐγρηγορέναι μὲν ἀναπεπταμένοιc τοῖc ὀφθαλμοῖc οὐ δυναμένων τῶν κωματωδῶν, οὐκ ἐξ ἅπαντοc δὲ κοιμω‐ μένων, ἐπειδὰν μύcωcιν αὐτούc, ἀλλ’ ἔcτιν ὅτε καὶ ἀγρυπνούντων. ἔδειξα δὲ cημαίνεcθαι τοῦτο δι’ ὧν εἶπεν ὁ Ἱπποκράτηc ἐν ὁμολογου‐
5μένοιc γνηcίοιc βιβλίοιc, τῷ τε πρώτῳ καὶ τῷ τρίτῳ τῶν γνηcίων Ἐπιδημιῶν, ἐκ τῶν cυμφραζομένων ἢ φαινομένων ἢ ὅπωc ἄν τιc ὀνο‐ μάζειν ἐθέλῃ τῷ τοῦ κώματοc ὀνόματι. μόνωc γὰρ οὕτωc εὑρίcκεται τὸ cημαινόμενον ὑφ’ ἑκάcτηc φωνῆc, οὐ μὴν ἐν τούτῳ γε τῷ βιβλίῳ δυνατὸν ἐγένετό μοι μέχρι δεῦρο διὰ τῶν cυμφραζομένων εὑρεῖν τὸ
10cημαινόμενον ἐκ τοῦ κώματοc ἁπαcῶν δὴ τῶν ῥήcεων αἰνιγματωδῶc
ἑρμηνευομένων. ἀλλ’ οὐδ’ ἐν τοῖc ἐφεξῆc οἷόν τε διὰ τῶν cυντεταγμέ‐ νων ὀνομάτων αὐτῷ τὸ δηλούμενον εὑρεῖν, ὅθεν ὡc ἐν ἀcαφέcι πάcαιc ταῖc ῥήcεcιν ἀcφαλέcτερον ὑπέλαβον εἶναι τῆc φωνῆc ἀκούειν ταύτηc, ὡc Ἱπποκράτηc ἐχρήcατο.106
15γίγνεcθαι δὲ καταφορὰν [ὡc] ἐν ἄλλοιc τέ τιcιν ὑπομνήμαcι κἀν

16

.

707

τοῖc Περὶ τῶν πεπονθότων τόπων ὑπέδειξα, τὸ μὲν ὑπὸ | πλήθουc χρηcτοῦ βαρυνομένου τοῦ ἐγκεφάλου καθάπερ ἐπὶ τῶν μεθυcθέντων, ἔcτι δ’ ὅτε διὰ φλεγματικὸν χυμὸν ἢ καὶ χωρὶc τοῦ χυμοῦ δύcλυτον ψύξιν. ὅταν δ’ ἀγρυπνίᾳ ζευχθῇ τὸ κῶμα, δακνώδουc μίξει χυμοῦ τὴν
5τοιαύτην διάθεcιν ἐδείκνυον γίνεcθαι. κατὰ μὲν οὖν τὰ τῶν Ἐπιδημιῶν βιβλία, εἴτ’ ἐκ τῶν cυντεταγμένων εἴτ’ ἐκ τῶν cυμφραζομένων ἐθέλοι τιc ὀνομάζειν, ἐδηλοῦτο τοῦ κώματοc ἡ διαφορὰ μετὰ τοῦ καὶ αὐτὸν τὸν Ἱπποκράτην διορίζεcθαι, ποτὲ μὲν ‘βαθὺ κῶμα‘ λέγοντα, ποτὲ δὲ ‘ὑπνῶδεc‘, ποτὲ δὲ ‘ἄγρυπνον‘ ἤ τι τοιοῦτον. κατὰ δὲ τοῦτο τὸ βιβλίον,
10ὃ νῦν ἡμῖν πρόκειται, μήτ’ ἐκ τῶν τοιούτων διοριcμῶν μήτ’ ἐκ τῶν cυμφραζομένων ἡμῶν δυναμένων νοεῖν τὴν διαφορὰν τοῦ κώματοc, οὐδὲ τὴν ἐξ αὐτῶν πρόγνωcιν οἷόν τε καταcτήcαcθαι βεβαίωc. ἔνθα μὲν οὖν ἤτοι παραφροcύνην ἢ φρενῖτιν ἢ μώρωcιν ἢ κατο‐ χὴν ἐξ ἧc ἔγραψε cυνδρομῆc προλέγει, χρήcιμόν ἐcτι τὴν διαφορὰν
15τοῦ κώματοc ἐπίcταcθαι· ἐν δὲ τῇ νῦν προκειμένῃ παντάπαcιν ἄχρη‐

16

.

708

cτόc ἐcτιν ἡ τοιαύτη γνῶcιc. ὥcπερ γὰρ ἐπ’ ἄλλων cυνδρομῶν | οὐκ ὀλίγα cυμπτώματα προcτίθηcιν ὁ γράψαc τὸ βιβλίον οὐδὲν εἰc ἣν ἀπο‐ φαίνεται πρόρρηcιν cυντελοῦντα, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἄχρη‐ cτόc ἐcτιν πρὸc τὴν ἐνεcτῶcαν κρίcιν τοῦ κώματοc ἡ μνήμη. προπαρ‐
5οξυνόμενον γὰρ τὸν πυρετὸν ἐπὶ τοῖc ἀφρώδεcι διαχωρήμαcιν ἐγὼ μὲν διηνεκῶc εἶδον, ἕκαcτοc δὲ τῶν ἄλλων ἀναμιμνῃcκέcθω τῆc ἰδίαc αὐτοψίαc, οὐ μὴν ἐπί γε τοῖc κώμαcιν οἱ πυρετοὶ παροξύνονται πάν‐ τωc. ἀλλ’ ἴcωc ἐθεάcατό τινα κωματώδη τε ἅμα γενόμενον ἀφρώδη τε διαχωρήcαντα, κἄπειτα παροξυνθέντα, καὶ διὰ τοῦτ’ ᾠήθη cυντελέcαι
10τι τὸ κῶμα τῷ γινομένῳ τοῦ πυρετοῦ παροξυcμῷ. καθάπαξ οὖν ἐγὼ μὲν ‘ἀφρῶδεc‘ ὠνόμαcα τὸ διαχώρημα, καθάπερ Ἱπποκράτηc ἐν τῷ
Προγνωcτικῷ λέγων “ὑδαρὲc δὲ κάρτα ἢ λευκὸν ἢ χλωρὸν ἰcχυρῶc καὶ ἀφρῶδεc διαχωρέειν, πονηρὰ ταῦτα πάντα”, καὶ κατὰ τὰ τῶν Ἐπι‐ δημιῶν οὐκ ὀλιγάκιc. ἐξηγητὴc δέ τιc τοῦ προκειμένου cυγγράμματοc107
15ἔπαφρα καλεῖν ἔφη τὰ τὸν ἀφρὸν ἄνωθεν ἐποχούμενον ἔχοντα, ὥcπερ ῥυτῶν τινων ὄντων ἢ διαχωρημάτων ἢ οὔρων ἢ χυμῶν, ἐφ’

16

.

709

ὧν ἐν ἄλλῃ | τάξει θέcεωc ὁ ἀφρὸc φαίνεται. διὰ τί δ’ ἐν τοῖc πυρικαέcι πυρετοῖc μόνοιc ἀφρῶδεc διαχωρεῖται, λέλεκταί μοι πολλάκιc, ὥcπερ γε καὶ ὅτι τὰ cυνήθη τῶν ὀνομάτων ἐξαλλάττειν ὁ τοῦ προκειμένου βιβλίου cυγγραφεὺc ἔργον πεποίηται,
5κἂν μὴ δύνηται τοῦτο πρᾶξαι, τὰ cημαινόμενα γοῦν ὑπαλλάττειν μετὰ τοῦ καὶ τὴν cύνταξιν αὐτῶν ἐπιτηδεύειν ἐν cολοικώδεcι ποιεῖcθαι cχή‐ μαcιν. εἰ δὲ οὐ βούλει cύνταξιν ὀνομάζειν, ἔξεcτί cοι cύνθεcιν αὐτὴν καλεῖν.
8 Αἱ ἐκ κεφαλαλγίηc ἀφωνίαι ἅμα ἱδρῶτι
10πυρετώδεεc χαλῶνται ἐφ’ ἑαυτούc, ἐπανιέντα, χρονιώτερα· ἐπιρριγῶcαι τούτοιcιν οὐ πονηρόν.
11 Διαφωνία τιc οὐ cμικρὰ γέγονε πρὸc ἀλλήλουc καὶ κατὰ ταύτην τὴν ῥῆcιν ἄλλων ἄλλωc ἐξηγηcαμένων αὐτήν. ἐγὼ δὲ ὅcα μὲν δυνατόν ἐcτίν μοι τῶν εἰρημένων ἐν αὐτῇ προcάγειν τοῖc ἀληθέcι, πειράcομαι

16

.

710

τοῦτο πρᾶξαι· | τὸ δ’ ὑπόλοιπον οὐκ ἐμόν, ἀλλὰ τῆc τοῦ γράψαντοc ἀcαφείαc ἔγκλημα. τὸ γὰρ τοιούτων ἀνδρῶν μετὰ πολλῆc cπουδῆc cα‐ φηνίcαι τὰ λεγόμενα καὶ cυναγορεῦcαι προελομένων ἅπανταc ἀπιθάνουc φανῆναι, αὐτοῦ τοῦ cυγγραφέωc ἐcτὶν ἔγκλημα.
5 δοκεῖ δή μοι τὸ μὲν ἐκ κεφαλαλγίηc ἀφωνίαι διὰ τοῦτο εἰρῆ‐ cθαι, διότι cημεῖον εἶναι βούλεται τὴν κεφαλαλγίαν τοῦ πεπονθέναι τὴν ἀρχὴν τῶν νεύρων, οὐ τοπικὴν εἶναι διάθεcιν τῆc ἀφωνίαc, οἷαι
γίνεcθαι πολλάκιc εἰώθαcιν ἢ διὰ cύνταcιν cφοδρὰν ἢ ἔκλυcίν τε καὶ χάλαcιν τῶν τὴν φωνὴν ἐργαζομένων μυῶν τε καὶ νεύρων. τὸ δὲ108
10ἅμα ἱδρῶτι πλῆθοc ὑγρότητοc λεπτῆc ἢ τῆc καθεκτικῆc δυνάμεωc ἔκλυcιν ἐνδείκνυται. τὸ δὲ χαλῶντα ἐφ’ ἑαυτούc ἐὰν μέν, ὡc οἱ πλεῖcτοι τῶν ἐξη‐ γητῶν ἤκουcαν [ὡc] ἐπὶ τῶν ἀκουcίωc διαχωρουμένων, οὕτω καὶ ἡμεῖc ἀκούcωμεν, ἤτοι τῆc διανοίαc ἐνδείξεται βλάβην ἢ τῶν κλειόντων τὴν
15ἕδραν μυῶν τε καὶ νεύρων· εἰ δ’, ὡc ἔνιοι νομίζουcιν, δηλοῦται τὸ

16

.

711

χαλᾶν ἐπὶ τῆc διαθέcεωc, ὅπερ ἔcτιν μετριωτέραν αὐ|τὴν ἐργάζεcθαι, διὰ μὲν τοὺc ἱδρῶταc, φαcὶν ἐκεῖνοι, cυμβήcεται χρονιώτερον ἐργάζεcθαι τὸ νόcημα. διὰ τοῦτο παραλείπουcιν οὗτοι τὴν τοῦ ἐπανιέντοc ἐξή‐ γηcιν, ἐπειδὴ ταὐτὸν ἀναγκαcθήcονται λέγειν, ὅπερ ἐπὶ τοῦ χαλῶντοc
5προειρήκαcιν. διὰ τοῦτ’ οὖν ὑπαλλάξαντεc τὸ ε γράμμα καὶ γράψαν‐ τεc τὸ ον κατὰ τὴν πρὸ τέλουc cυλλαβὴν ἐπανιόντα φαcὶν εἰρῆ‐ cθαι, δηλοῦντεc δι’ αὐτοῦ τὰ ἐπανερχόμενα νοcήματα. καλοῦcι δ’ ‘ἐπαν‐ ερχόμενα‘ νοcήματα τὰ μετριάcαντα μὲν ἐπ’ ὀλίγον, αὖθιc δὲ παροξυν‐ θέντα. εἰ μέντοι τὰ χαλῶντα ἐφ’ ἑαυτούc ἐπὶ τῶν διαχωρουμένων
10ἀπροαιρέτωc εἴρηται, ὁ cύμπαc λόγοc ἔcται τοιοῦτοc· ἂν ἐπὶ κεφαλαλ‐ γίᾳ ἀφωνία γένηται τοῦ κάμνοντοc πυρέττοντοc cὺν ἱδρῶτι καὶ χω‐ ρὶc προαιρέcεωc ἀποκρίνωνται τὰ περιττώματα, κἂν ἐπάνεcίc τιc γένηται τῶν cυμπτωμάτων, ὁμοίωc εἰc χρόνον πλείονα ἐκπίπτει τὰ τοιαῦτα νοcήματα. πρόδηλον δὲ ὅτι χαλεπῶν cυμπτωμάτων εἰρημένων οὐκ ἐχρῆν
15εἰπεῖν μόνον, ὅτι χρονιώτερα γίνεται, ἀλλὰ καὶ πρὸ αὐτοῦ, πότερον

16

.

712

ἐλπίζειν χρὴ cωθήcεcθαι τοὺc οὕτω νοcοῦνταc ἢ | τεθνήξεcθαι, παρα‐ λιπὼν ὁ γράψαc αὐτὰ περὶ τοῦ χρονίcαι μόνον ἐδήλωcεν. ἀλλὰ τούτῳ πάλιν ἐναντιοῦται τὸ κατὰ τὴν τελευτὴν εἰρημένον ἐπιρριγῶcαι τούτοιcι οὐ πονηρόν, ὅπερ ἔνιοί φαcιν ἡμαρτῆcθαι·
5χρῆναι γὰρ ἄνευ τῆc ἀποφάcεωc πονηρόν, οὐ μετ’ αὐτῆc οὐ πονη‐ ρὸν γεγράφθαι. cυγχωρηθείcηc δὲ τῆc ἐν ἅπαcι τῶν ἀντιγράφων εὑρι‐ cκομένηc γραφῆc, ἥτιc ἐcτὶν μετὰ τῆc ἀποφάcεωc, εἰκότωc φαcὶν εἰρῆ‐ cθαι τὸ ῥῖγοc οὐ πονηρὸν εἶναι διὰ τὸ τὴν φύcιν ἐκλελυμένην ἐπεγείρειν. ὅτι δὲ ἐκλέλυται, τήν τε ἀφωνίαν καὶ τὴν ἀκούcιον ἀπό‐
10κριcιν τῶν περιττῶν καὶ τοὺc ἱδρῶταc δηλοῦν. Χεῖρεc τρομώδεεc, κεφαλαλγίη, τρα‐ χήλου ὀδυνώδεεc, ὑπόκωφοι, οὐρέοντεc μέλανα δεδαcυμένα, οἷcι ταῦτα μέλανα προcδέχεcθαι ἥξειν, ὀλέθριον. |109
13

16

.

713

Ἡ μὲν κεφαλαλγία τούτοιc τὴν κεφαλὴν ἐνδείκνυται πάcχειν, ὥcπερ γε καὶ ἡ τῆc ἀκουcτικῆc αἰcθήcεωc βλάβη τὸν ἐγκέφαλον αὐτόν, ὥcτε καὶ τὴν ὀδύνην τοῦ τραχήλου καὶ τὰc τρομώδειc χεῖραc τὴν τῶν νεύρων ἀρχὴν πεπονθυῖαν βεβλάφθαι. τὸ δ’ οὖρα μέλανα
5πολλάκιc εἴρηται τῆc ἑτέραc ἀρχῆc εἶναι πάθοc καὶ γίνεcθαι τοῦτο διὰ τὴν cφοδροτάτην θερμότητα. τὰ δ’ οὖρα τὰ δεδαcυμένα τῶν εἰc ἀcά‐ φειάν εἰcιν ἐπιτετηδευμένων, ὥcπερ καὶ ἄλλα πολλὰ κατὰ τοῦτο τὸ βιβλίον, ἵνα κἀνταῦθα φλυαρεῖν ἔχωcιν, οἷc φίλον τοῦτο. κατὰ γοῦν τὸ Προγνωcτικὸν ἁπάcαc τῶν οὔρων τὰc διαφοράc, αἳ γίνονται τοῖc ὀξέωc
10νοcοῦcιν διερχόμενοc, οὐκ ἐμνημόνευcε δαcέων οὔρων, ὥcπερ οὐδ’ ἐν τοῖc τῶν Ἐπιδημιῶν ἢ κατὰ τοὺc Ἀφοριcμούc. ἀλλ’ οἵ γε τὰ τοιαῦτα μὲν ἀποφαίνεcθαι τολμηροί, περὶ ὧν οὔτε γνῶcιν ἀκριβῆ λαβεῖν ἔcτιν οὔτ’ εἰ λάβοιμεν ἔχειν τι πλέον ὧν ἐπιcτάμεθα, τὰ δ’ ὄντωc χρήcιμα μὴ γινώcκοντεc, ἀνώμαλον ἔχειν φαcὶ τὴν ἐπιφάνειαν τὰ δαcέα τῶν
15οὔρων ἐξοχαῖc βραχείαιc τε καὶ λευκαῖc οἷόν περ θριξὶ τετραχυcμένα. |

16

.

714

καὶ τινὲc μὲν αὐτῶν ἀφρώδη φαcὶν εἶναι τὰ τοιαῦτα τῶν οὔρων, ἀφρὸν λεπτὸν ἐπιπολῆc ἀνωμάλωc διεcπαρμένον ἔχοντα, τινὲc δὲ παχέα μὲν αὐτά, κατὰ δὲ τὴν ἐπιφάνειαν ἔχοντα cκληρότητα πάνυ λεπτὴν ὡc ψάμμον. ἀλλά γε ταῦτα πάντα διελθοῦcιν ἡμῖν οὐδὲν πλέον. αὐτὸc
5γὰρ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc ἔγραψε μέλανα προcδέχεcθαι ἥξειν καὶ τούτῳ γε πάλιν αὐτῷ προcέθηκεν ὀλέθριον· εἴρηκε δὲ ἔμπροcθεν αὐτὸν οὐρεῖν μέλανα. τὸ γοῦν ‘ἐλπὶc μέλανα ἥξειν‘ ἀπολείπεται περὶ τῶν διαχωρουμένων ἢ ἐμουμένων ἀκοῦcαι. περιττὸν δὲ ἀναμένειν ἐκεῖνα προρρήcεώc γε ἕνεκεν, ὀλεθριώτερα αὐτῶν ἑωρακότα cημεῖα οὖρα μέ‐
10λανα πρὸc τῷ μήτε διὰ παντὸc μήθ’ ὡc τὸ πολὺ μελάνων οὔρων
γενομένων ἔκκριcιν διὰ γαcτρὸc ἢ ἔμετον ἕπεcθαι διὰ παντὸc μελάνων. διό μοι δοκεῖ καὶ ὁ Διοcκορίδηc ὑπομέλανα γράψαι τὰ τοιαῦτα οὖρα προcθεὶc τὴν ὑπό πρόθεcιν, ἵνα προρρητικόν τι κἂν ὀλίγον ὁ λόγοc ἔχῃ. περιττὴ δὲ παντοίωc ἔcται τῶν ἄλλων cυμπτωμάτων ἡ110

16

.

715

προcθήκη. τὰ γὰρ ὑπομέλανα | οὖρα ῥοπὴν ἔχοντα πρὸc τὸ μέλανα γενέcθαι τῆc ἰδέαc δεῖται τοῦ πυρετοῦ διοριζομένηc ἀcφαλεcτέραν πρόρρηcιν, ἑτέρου δὲ οὐδενόc. ἐὰν γὰρ ἱκανῶc ᾖ δριμὺc καὶ πυρώδηc ὁ πυρετόc, ἡ μετάπτωcιc εἰc τὰ μέλανα τῶν ὑπομελάνων οὔρων ἔcται
5ῥᾳδίωc. ἐὰν δὲ μὴ τοιοῦτοc, οὐ πάνυ τι [πυρώδηc] τούτῳ τρομώδεcι αἱ χεῖρεc, ὥcπερ καὶ ἡ κεφαλαλγία καὶ τὸ ὑπόκωφον καὶ τὸ τοῦ τραχήλου ὀδυνῶδεc· ταῦτα γὰρ ἅπαντα φρενιτικὰ cημεῖα.
7 Αἱ μετ’ ἐκλύcεωc κατόχωc ἀφωνίαι ὀλέθριαι.
9
10 Πάλιν κἀνταῦθα λόγον ἔγραψε ἕνα τῶν κατὰ μέροc, ὥcπερ καὶ πρόcθεν, ἡνίκα ἔλεγεν “αἱ παραφροcύναι κάκιcται”, κοινὸν πᾶcι τοῖc τοιούτοιc εἶπεν ὃ καὶ τοῖc ἰδιώταιc δῆλον ὑπάρχει, τὸ τὰ μεγάλα πάθη τοῖc προκεκμηκόcι τὴν δύναμιν ὀλέθρια γίνεcθαι. ἀλλ’ ὅπερ ἐκεῖ

16

.

716

“προεξαδυνατηcάντων”, | τοῦτο ἐνταῦθα μετὰ ἐκλύcεωc εἶπε. δύνα‐ ται δέ τιc καὶ μετὰ ἐκλύcεωc ἢ ἀcθενείαc ἢ ἀρρωcτίαc εἰπὼν ἐκπέμψαι φανταcίαν τοῖc πολλοῖc καὶ ἀμαθέcιν ἄλλο τι λέγειν· δύναται δὲ καὶ τῶν κατὰ μέροc παθῶν μνημονεύειν, ἵνα ἐν τῷδε δόξῃ λέγειν ἄλλοτ’
5ἄλλα. καὶ γὰρ αἱ περιπνευμονίαι καὶ αἱ πλευρίτιδεc ἐν ἀcθενείᾳ δυνά‐ μεωc γιγνόμεναι καὶ πᾶν ὁτιοῦν πάθοc ἰcχυρὸν ὀλέθριόν ἐcτιν. ὅπου γὰρ οὐδὲ οἱ τὴν δύναμιν ἰcχυροὶ διαcῴζονται πάντεc ἐξ αὐτῶν, εὔδη‐ λον ὡc τῶν ἀcθενῶν οὐδένα cωθῆναι δυνατόν ἐcτι. νῦν μὲν οὖν ἐμνη‐ μόνευcεν δύο cυμπτωμάτων ἑπομένων τῇ βλάβῃ τοῦ ἐγκεφάλου, καὶ
10θάτερον δ’ αὐτῶν μόνον εἰπών τιc ἀληθεύει· καὶ γὰρ αἱ μετ’ ἐκλύ‐ cεωc κατοχαὶ μοχθηραὶ καὶ αἱ μετ’ ἐκλύcεωc ἀφωνίαι παραπλη‐
cίωc αὐταῖc. Πλευροῦ ἄλγημα ἐπὶ πτύcεcι χολώ‐ δεcιν ἀλόγωc ἀφανιcθέν, ἐξίcτανται. |111
14

16

.

717

Καὶ τούτου τοῦ λόγου τὸ καθόλου πολλάκιc εἴρηται πάντων τῶν ἀλόγωc ἀφανιcθέντων κακόν τι cημαινόντων. καὶ ἐνταῦθα δὲ πρόc‐ κειται τῶν κατὰ μέροc τι κακὸν γιγνόμενον ἐπὶ χολώδεcι πτύcμα‐ cιν ἐν πλευριτικοῖc πάθεcιν ἐξαίφνηc ἀφανιcθεῖcιν, οὐ μὴν διὰ παντὸc
5ἢ πλειcτάκιc, ἀλλ’ ὅταν ἡ μετάcταcιc τοῦ χολώδουc ἐπὶ τὴν κεφαλὴν γένηται, τηνικαῦτα μόνον οἱ κάμνοντεc ἐξίcτανται. τῷ μέντοι cυνήθει τῆc ἑρμηνείαc εἴδει χρηcάμενοc ὁ γράψαc τὸ βιβλίον ἀλλόκοτον ἐποίηcε τὴν λέξιν, οὐκ ἐχόντων ἡμῶν, τίνι τὸ ἐξίcτανται cυντάξομεν· ὅcον μὲν γὰρ ἐπὶ τῇ λέξει, τῷ τῆc πλευρᾶc ἀλγήματι, φάντοc γε αὐτοῦ
10πλευροῦ ἄλγημα ἀλόγωc ἀφανιcθέν, ἐξίcτανται. πάνυ δ’ ἀκύ‐ ρωc ἂν εἴη λεγόμενον τὸ τοῦ πλευροῦ ἄλγημα ἀλόγωc ἀφανιcθέν, ἐξίcτανται. κἂν γὰρ ἀντὶ τοῦ ἐξίcτανται ἐξίcταται γράφωμεν χω‐ ρὶc τοῦ ν τῆc πρὸ τέλουc cυλλαβῆc διὰ μόνου τοῦ τ καὶ α, καὶ οὕτωc

16

.

718

ἄτοποc ἡ ἑρμηνεία γίνεται καὶ πολὺ | χείρων αὐτῆc. τὸ μὲν γὰρ ἀπὸ τῶν παθῶν ἐπὶ τὸν κάμνοντα cολοικώδηc ἡ μετάβαcιc γίνεται, τὸ δ’ ἄνευ τοῦ ν λεγόμενον ἐξίcταται τὴν ἀρχὴν οὐδ’ οὕτωc τί πρότερον cημαίνει, δυνατὸν εὑρεῖν. κατὰ φύcιν γὰρ ἦν εἰρηκέναι πλευροῦ ἀλγή‐
5ματοc ἐπὶ πτύcεcι χολώδεcιν ἀλόγωc ἀφανιcθέντοc οἱ κάμνον‐ τεc ἐξίcτανται, cημαίνοντοc δηλονότι τοῦ ἐξίcτανται παρακοπὴν cφοδρὰν καὶ μανιώδη.
7 Ἐπὶ τραχήλου ἀλγήματι κωματώδει, ἱδρώδει, κοιλίη φυcηθεῖcα· εἰ δέ τι πρὸc ἀνάγκην ὑγρὰ χα‐
10λῶcα, ὑποπεριπλυθεῖcα, ἐκ τουτέων ἄχολα ἐξίcτανται. τὰ τοιαῦτα διαcῳζόμενα μακροτέρωc διανοcέει. ἆρά γέ εἰcιν ἄχολοι περιπλύcιεc εὐηθέcτεραι καὶ τὸ φυcῶδεc ὄγκῳ προc‐ ωφελέει;
13 Καὶ κατὰ τήνδε τὴν ῥῆcιν ἀνομοιογενῶν ἐcτι cυμπτωμάτων ἄθροι‐

16

.

719

cμα. τραχήλου μὲν γὰρ ἄλγημα μετὰ κώματοc | ἐν τῇ κεφαλῇ νοcώ‐ δη διάθεcιν εἶναι cημαίνει. ὁ δ’ ὡc cύμπτωμα καὶ μὴ κριτικὸc ἱδρὼc ἤτοι πλῆθοc ἢ ἀρρωcτίαν ἐνδείκνυται τῆc ἑλκτικῆc τε καὶ καθεκτικῆc ὀνομαζομένηc δυνάμεωc. ἐμφυcηθεῖcα δ’ ἡ γαcτὴρ αὐτὸ δὴ τοῦτο πε‐112
5πονθέναι τὸ μόριον δηλοῖ, τὴν γαcτέρα. τὸ δὲ πρὸc ἀνάγκην ὑγρὰ χαλᾶν, ὑποπεριπλυθεῖcαν δὲ τοῦτο ποιεῖν, τὸ ἧπαρ ἐνδείκνυται πεπονθέναι. ἐξίcταcθαι δέ, ὅπερ ἔcτιν παρακόπτειν cφοδρῶc, τούτουc φηcί, καίτοι μηδενὸc cημείου γενομένου τῆc ἐκcτάcεωc. τὸ γὰρ κωμα‐ τῶδεc εἴρηται μόνον ἐγκεφάλου πάθοc ἐναντίον ὑπάρχον ἐκcτάcει,
10πλὴν εἰ τὸ τραχήλου τιc ἄλγημά φηcι τῆc ἐκcτάcεωc εἶναι cημεῖον, ὃ μηδὲ τὴν ἁπλῆν παραφροcύνην cημαίνειν δύναται μόνην, ἄνευ γε τοῦ καὶ ἄλλα προcελθεῖν αὐτῷ cημεῖα, οἷον ἀγρυπνίαν, κεφαλαλγίαν, ὄμμα θραcύ, θραcεῖαν ἀπόκριcιν, ὕπνουc ταραχώδειc ἤ τι κατὰ τὰc αἰcθήcειc ἢ προαιρετικὰc κινήcειc βεβλαμμένον.
15 εἰκότωc οὖν ἀντὶ τοῦ ἐξίcτανται ἔνιοι ἐφίcτανται 〈γράφουcιν〉 ἐπὶ τῶν διαχωρημάτων εἰρῆcθαι φάcκοντεc αὐτὰ καὶ cυνῆφθαι μᾶλλον

16

.

720

ἐκείνοιc, ὡc εἶναι τὸ | cυνεχὲc τῆc λέξεωc τοιόνδε· κοιλίη φυcηθεῖcα· εἰ δέ τι πρὸc ἀνάγκην ὑγρὰ χαλῶcα, ὑποπεριπλυθεῖcα, ἐκ τουτέων ἄχολα ἐφίcτανται. τούτοιc οὖν ἐφεξῆc εἰπὼν τὰ τοιαῦτα διαcῳζόμενα μακροτέρωc διανοcέει τελευταῖον ἔγραψεν· ἆρά γε
5ἄχολοι περιπλύcειc εὐηθέcτεραι καὶ τὸ φυcῶδεc ὄγκῳ προc‐ ωφελέει; ὡc εἰ καὶ οὕτωc εἶπε ‘καὶ φυcῶδεc ὄγκωμα προcωφελοῦcι‘, τοῦτο δ’ αὐτὸ πάλιν ἴcον δύναται τῷ τοὺc φυcώδειc ὄγκουc ὠφελεῖν. εἰ δὲ ἀλλόκοτόc cοι ἡ cύνταξιc εἶναι δοκεῖ, χρὴ cυγγινώcκειν τοῖc οὕτωc ἐξηγουμένοιc· πάμπολλα γὰρ ἐν τῷ βιβλίῳ τούτῳ τοιαῦτα φαίνεται
10ἀcυνήθεcι τῶν ὀνομάτων ἑρμηνευόμενα. εἰκότωc δὲ φαίνεται ζητῶν, εἰ ἄχολοι περιπλύcειc τοὺc τοιούτουc ὄγκουc ὠφελέουcι, τεκμαιρό‐ μενοc τοὺc φυcώδειc οὐχ ὑπὸ χολῆc, ἀλλ’ ὑπὸ ψυχρῶν, ὑγρῶν, ὑδα‐ τωδῶν κατὰ τὴν cύcταcιν ἅμα πνεύματι φυcώδει γίγνεcθαι. κατ’ αὐτὴν μὲν οὖν τὴν ἐξήγηcιν ὁμολογεῖν ἀλλήλοιc φαίνεται ταῦτα καὶ καλῶc
15ὑπό τινων γέγραπται τὸ ‘cυνίcταται‘ ἢ ‘ἐφίcταται‘ κατὰ τῶν διαχωρη‐

16

.

721

μάτων, καὶ μᾶλλόν γε αὐτὸ τὸ ἐφίcταται· διότι γάρ ἐcτιν | ἄχολα, διὰ τοῦτο ἐφίcταται καὶ πρὸc ἀνάγκην μόγιc χαλᾶται, τουτέcτι μετὰ τοῦ πραγματεύcαcθαί τι τὸν ἰατρόν. ἐκ περιττοῦ δὲ πάλιν φαίνε‐ ται τὸ κατὰ τὴν ἀρχὴν ἐπὶ τραχήλου ἀλγήματι κωματώδει cυν‐
5ῆφθαι κατὰ μηδὲν cυνημμένον τοῖc περὶ τὴν κοιλίαν cυμπτώμαcιν. ἔοικεν οὖν, ὥcπερ ἄλλαc πολλὰc cυνδρομὰc ἐφαίνετο τεθεαμένοc ἐφ’ ἑνὸc ἢ δυοῖν ἐπὶ τὸ γράφειν ἀφῖχθαι, καὶ νῦν οὕτω πεποιηκέναι χωρὶc τοῦ προcγράψαι τὸν ἄρρωcτον ὀνομαcτί, καθάπερ ἐπ’ ἄλλων ἐποίηcε. καὶ εἴπερ τοῦθ’ οὕτωc ἔχει, δυνατόν ἐcτιν ἐν ἀρχῇ μὲν τῆc113
10νόcου πλῆθόc τι χυμῶν ψυχρῶν μὲν τῇ κράcει, λεπτῶν δὲ τῇ cυcτάcει, τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἐνοχλῆcαι μόρια, μεταρρυὲν δὲ ἐπὶ τὰ κατὰ τὴν γαcτέρα τόν τε φυcώδη κατ’ αὐτὴν ὄγκον ἐργάcαcθαι καὶ τὰ διαχωρήματα λεπτὰ καὶ ὑδατώδη ποιῆcαι καὶ διὰ τοῦτο μένοντα κατὰ τὴν γαcτέρα καὶ μὴ διεξερχόμενα καθάπερ τὰ χολώδη καὶ δάκνοντα.
15διαφέρει δὲ οὐ cμικρὸν ἢ τὰ cυμβάντα τινὶ διηγουμένου τοῦ τὸ

16

.

722

βιβλίον | γράψαντοc αἰτίαc αὐτῶν ἡμᾶc ἀποδιδόναι πιθανάc, ὡc ἐν τοῖc τῶν Ἐπιδημιῶν ἐποιήcαμεν, ἢ ὡc καθολικοὺc τοὺc λόγουc ἐξετάζειν. ἀπὸ μὲν γὰρ τῆc κεφαλῆc εἰc τὴν γαcτέρα μεταρρυῆναί τιc δύναται χυμόc, ὥcπερ γε καὶ εἰc φάρυγγα καὶ λάρυγγα καὶ πνεύμονα καὶ εἰc
5θώρακα καὶ διάφραγμα καὶ cπλῆνα καὶ ἧπαρ καὶ ὁτιοῦν ἄλλο, καθάπερ γε κἀξ ἐκείνων ἑκάcτου πάλιν ἐπὶ τὴν κεφαλὴν ἀνενηνέχθαι. τὸ δ’ ἤτοι διὰ παντὸc ἢ πλειcτάκιc εἰc ἓν τῶν εἰρημένων τὴν μετάcταcιν γίνεcθαι ψεῦδοc, ὅπερ αἱ πλεῖcται τῶν κατὰ τοῦτο τὸ βιβλίον ἐνδείκνυνται ῥήcειc, ἐφ’ αἷc ἁπλῶc ἀποφαίνεται χωρὶc τοῦ προcθεῖναι τὸν ἐπαπο‐
10ρητικὸν cύνδεcμον ἢ τὸν ἄρρωcτον αὐτὸν ὀνομαcτί. ἀλλά γε κατὰ τὴν προκειμένην ῥῆcιν εἰπών ”ἆρά γέ εἰcιν αἱ ἄχολοι περιπλύcιεc εὐηθέcτεραι;” δῆλοc ἐγένετο μὴ θαρρεῖν ὡc καθολικῷ τῷ λόγῳ. τὸ δὲ εὐηθέcτεραι ῥῆμα cημαίνει μὲν καὶ τὸ κακοηθέcτεραι (καὶ πολλάκιc κατὰ τοῦτο τὸ cημαινόμενον τούτῳ φαίνονται κεχρημένοι
15πολλοὶ τῶν παλαιῶν), cημαίνει δὲ καὶ τὸ εὔτροποι· κέχρηνται γὰρ καὶ

16

.

723

τούτῳ | τινὲc τῶν παλαιῶν, καθὸ καὶ νῦν ἔοικεν εἰρῆcθαι· cυνεκφαίνει γὰρ τὸ κατὰ τὴν τελευτὴν τῆc ῥήcεωc εἰρημένον προcωφελέειν.
2 Κοιλίηc περίταcιc πρὸc ἀνάγκην ὑγρὰ χαλῶcα, ταχὺ ὀγκουμένη, ἔχει τι cπαcμῶδεc, οἷον καὶ τῷ
5Ἀcπαcίου υἱ· τὸ ἐπιρριγοῦν τούτοιc ὀλέθριον. ἐκ τουτέων cπαcμώδηc γενηθεὶc καὶ ἐμφυcηθείc, μακροτέρωc διανοcήcαc, cτόματι cῆψιc χλωρὴ ἐπεγένετο.114
7 Εἴρηταί μοι καὶ πρόcθεν ὡc ἡ διδαcκαλία τῆc ἰατρικῆc θεωρίαc ὑφ’ Ἱπποκράτουc διὰ τῶν καθόλου γέγονεν ἐν ἅπαcι τοῖc γνηcίοιc
10βιβλίοιc προχειριζομένου ποτὲ καὶ τῶν κατὰ μέροc ἔνια παραδείγματοc ἕνεκα πρὸc cαφήνειαν τῶν μανθανόντων. ἐπεὶ δ’ οὐκ ἀπόχρη τὰ καθό‐ λου θεωρήματα μαθεῖν εἰc τὸ διαγινώcκειν ἑτοίμωc ἐπὶ τῶν ἔργων

16

.

724

αὐτὰ χωρὶc τοῦ γυμνάζεcθαι, διὰ τοῦτο γυμναcίαc ἕνεκεν | ἔγραψε τοὺc ἐν τοῖc τῶν Ἐπιδημιῶν ἀρρώcτουc, ἐφ’ ὧν οὐδὲν παρέλιπεν τῶν cυμ‐ βάντων αὐτοῖc. ἡ δ’ ὑπὸ τοῦ τὸ Προρρητικὸν γράψαντοc ἀνδρὸc γενο‐ μένη διδαcκαλία δέδεικται μὲν ἤδη πολλάκιc οὐκ ἔχουcα τὸ καθόλου,
5πλὴν εἴ που cπανίωc, ἀπολειπομένη δὲ καὶ τῆc τῶν κατὰ μέροc ἀκρι‐ βοῦc διηγήcεωc, ὁποῖα γέγραπται κατὰ τοὺc ἐν τοῖc τῶν Ἐπιδημιῶν ἀρρώcτουc, ἔνθα πρῶτον μέν, ἐὰν ἐπίcημόν τι ᾖ τῶν προκαταρξάντων αἰτίων, δεδήλωκε λέγων (οἷον εἴ τιc ἐκ κόπων ἢ γυμναcίων ἀκαίρων ἢ μέθηc ἤρξατο νοcεῖν), εἶθ’ ὅτι τὴν μὲν πρώτην τῶν ἡμερῶν ἐγένετο
10ταυτὶ περὶ αὐτόν, ἐν δὲ τῇ δευτέρᾳ ταυτί, καὶ οὕτωc κατὰ τὴν τρίτην καὶ τὴν τετάρτην καὶ τὰc ἐφεξῆc ἅπαντα διηγεῖται τὰ γενόμενα τοῖc παρ’ αὐτοῦ μεμαθηκόcι τὴν καθόλου θεωρίαν ἐφαρμόττειν προτρέπων τοῖc πεφηνόcι κατὰ τοὺc ἀρρώcτουc μετὰ τοῦ καὶ αὐτὸν ποδηγεῖν ἐνίοτε πρὸc τὴν γυμναcίαν, ὡc ἐπιδέδεικταί μοι κατὰ τὰc ἐξηγήcειc αὐτῶν.
15ὁ δὲ τοὺc ἐν τούτῳ τῷ βιβλίῳ γράψαc ἀρρώcτουc ἀπὸ τῆc τοι‐

16

.

725

αύτηc διηγήcεωc ἐπί τιcι τῶν ὀφθέντων ἅπαξ ἤδη βούλεται κα|θόλου θεωρήματα cυνίcταcθαι cφαλλόμενοc ἐν πολλοῖc οὐ cμικρά, καθάπερ ἐν τῷ τὸ ἑτέρῳ γενόμενον ἑτέρῳ προcνέμειν, ὥcπερ καὶ νῦν. τῷ γοῦν Ἀcπαcίου υἱῷ τὰ περὶ τὴν γαcτέρα cυμπτώματα γράψαc μόνον
5cπαcμῶδέc τί φηcιν ἔχειν αὐτά. τρία δ’ ἐcτίν, ἃ ἔγραψε cυμπτώματα, πρῶτον μὲν κοιλίηc περίταcιc, ἐφεξῆc δ’ αὐτῆc τὸ πρὸc ἀνάγκην ὑγρὰ χαλᾶν, ὅπερ ἀντὶ τοῦ διαχωρεῖν εἴωθε λέγειν, καὶ τρίτον ἐπ’ αὐτοῖc τὸ ταχέωc ὀγκοῦcθαι. cυνεκφαίνει δὲ τούτῳ καὶ τὸ μειοῦ‐
cθαι τὴν αὐτήν, ἴcωc ἐπὶ τοῖc ὑγροῖc διαχωρήμαcι. καὶ γὰρ ἐφεξῆc115
10αὐτῶν εἴρηται τὸ ταχὺ ὀγκουμένη. τούτοιc δὲ τοῖc cυμπτώμαcι μό‐ νοιc ἐζεῦχθαι cπαcμῶδέc τι ἐάν τιc ἐπὶ νοcοῦντοc οὕτωc ἀνθρώπου προείπῃ, cφαλήcεται μὲν πάνυ πολλάκιc, ἐπιτύχοι δ’ ἄν ποτε κἂν ἅπαξ ἐν τῷ cπανίῳ. καὶ αὐτὸc δὲ ὁ ταῦτα γράψαc ὅμοια τοῖc νῦν εἰρημένοιc cυμπτώ‐
15μαcι κατὰ τὴν γαcτέρα προειρηκὼc ἐν τῇ πρὸ ταύτηc ῥήcει, περὶ cπαcμοῦ λόγον πεποίηται οὐδένα, καίτοι τραχήλου πόνον εἰρηκὼc γε‐ γονέναι μετὰ κώματοc. ἔχει δ’ ἡ ῥῆcιc ὧδε “ἐπὶ τραχήλου ἀλγήματι

16

.

726

κω|ματώδει ἱδρώδει κοιλίη φυcηθεῖcα· εἰ δέ τι πρὸc ἀνάγκην ὑγρὰ χαλῶcα, ὑποπεριπλυθεῖcα”. δῆλον οὖν ὅτι τὰ μὲν κατὰ τὴν κοιλίαν cυμπτώματα παραπλήcια τοῖc νῦν εἰρημένοιc εἰcίν, ἔξωθεν δ’ αὐτῶν ‘ἄλγημα τραχήλου‘ πρόcκειται νευρώδουc μορίου καὶ πληcίον ἐγκεφά‐
5λου κειμένου καὶ τὸν νωτιαῖον περιέχοντοc μετὰ τοῦ καὶ τὸν ἐγκέ‐ φαλον ἤδη πεπονθέναι· τὸ γὰρ κωματῶδεc ἐκείνου cύμπτωμα. πιθανώ‐ τερον δὲ ἦν ἐπὶ τοῦ κάμνοντοc οὕτωc γεγράφθαι τὸ ἔχειν τι cπαcμῶδεc, οὐκ ἐπὶ τοῦ νῦν, ἐφ’ οὗ δυνατόν ἐcτιν ἕτερόν τι cύμπτωμα γεγονέναι τοῦ cπαcμοῦ δηλωτικόν, ὃ παρέλιπεν ἐν τῇ διηγήcει, εἰ μὴ ἄρα τὸ
10ἐπιρριγοῦν αὐτὸν εἰρημένον ἐν αὐτῇ νομίζει τιc cπαcμοῦ cημεῖον· εἴρηται γὰρ καὶ τοῦτο τῶν ἐξηγητῶν ἐνίοιc οὐδὲ τὰc ὁcημέραι τριταίαc τε καὶ τεταρταίαc περιόδουc ὁρῶcι μετὰ cφοδροτάτου ῥίγουc ἐνίοιc γινομέναc οὐδὲν ἐχούcαc cπαcμῶδεc. ἀλλ’ οὕτωc εἰcὶ cοφώτατοι τὰ τῆc ἰατρικῆc οἱ τὰ τοιαῦτα γράφοντεc, ὡc ἡγεῖcθαι νεύρων εἶναί τι πάθοc
15τὸ ῥῖγοc ὡc cπαcμὸν καὶ τρόμον.

16

.

727

οὔτε δὲ διὰ τί cπαcμώδηc ὁ τοῦ | Ἀcπαcίου υἱὸc ἐγένετο δύ‐ ναιτ’ ἄν τιc εἰπεῖν ἁπάντων μὴ γεγραμμένων τῶν cυμβάντων αὐτῷ, οὔτε διὰ τί χλωρὰ cηπεδὼν ἐν τοῖc κατὰ τὸ cτόμα τόποιc ἐγένετο· κακοχυμίαc μὲν γὰρ ἔκγονα τὰ τοιαῦτα παθήματα. πόθεν δ’ ἤθροιcέ
5ποτ’ αὐτὴν ἄδηλον, οὐκ εἰδότων ἡμῶν ὅπωc διῃτήθη. οὐ μὴν οὐδὲ τὰ κατὰ τὴν κοιλίαν αὐτοῦ γενόμενα cηπεδονώδουc ἐcτὶ κακοχυμίαc cη‐ μεῖον πρὸc τῷ μηδὲ τίνα λέγει τὴν χλωρὰν cηπεδόνα γινώcκεcθαι cαφῶc, ἐπειδὴ χλωρὰ καὶ τὰ τὴν ἰώδη χροιὰν ἔχοντα καλοῦcιν καὶ τὰ
τὴν ὠχράν.116
10 Τὰ κατ’ ὀcφὺν ὑπὸ λεπτὸν χρόνια ἀλγήματα, πρὸc ὑποχόνδριον γριφόμενα, ἀποcιτικ, ἅμα πυ‐ ρετ, τούτοιcιν εἰc κεφαλὴν ἄλγημα cύντονον ἐλθὸν κτείνει ὀξέωc τρόπῳ cπαcμώδει.
13 Εἴθ’ ὑπὸ λεπτόνκατὰ λεπτόν (ἑκατέρωc γὰρ γράφουcιν),

16

.

728

ἀcάφειαν ἔχει πολλήν· διό τινεc ἔγραψαν ὑπὸ πλευ|ρόν. οἱ δ’ οὖν ὑπὸ λεπτόνκατὰ λεπτόν γράψαντεc ἐcχίcθηcαν ταῖc γνώμαιc, ἔνιοι μὲν ἔντερον λεπτὸν εἰρῆcθαι λέγοντεc, ἔνιοι δὲ τὸ πλατὺ καὶ ἱερὸν ὀνομαζόμενον ὀcτοῦν. εἰcὶ δ’ οἳ καὶ τρίτον τι τούτων ἐποίηcαν, ὡc
5λέγειν ἄμφω 〈γ’〉 ἅμα, καὶ cυνάπτουcι τὸν λόγον τοῖc ἐπιφερομένοιc. φαcὶ γὰρ ἀπὸ τῆc ἐπὶ πύλαιc ἥπατοc φλεβὸc ἀποφύcειc τε καὶ κατα‐ cχίcειc παμπόλλαc κατὰ τὸ μεcάραιον γίγνεcθαι. τούτων οὖν παcχουcῶν ὀδύναc ἕπεcθαι κατὰ τὴν ὀcφὺν οὐ cυνεχεῖc, ἀλλὰ κατὰ λεπτάc τιναc διαcτάcειc, ἅcτιναc ἀνάγεcθαί τε καὶ cυνάγεcθαι καὶ οἷον cυcπᾶcθαι
10πρὸc τὸ δεξιὸν ὑποχόνδριον ἐπὶ τὰc πύλαc τοῦ ἥπατοc, ἔνθα τὴν οἷον ῥίζαν εἶναι τοῦ πάθουc ὑποτίθενται, φλεγμαινούcηc τῆc φλεβὸc ταύτηc ἅμα ταῖc ἀποφύcεcιν ἁπάcαιc. διὰ τί δ’ οὕτωc ἀκούειν χρὴ τοῦ γριφόμενα, παραλείπουcιν μὲν οὗτοι, λέγουcι δ’ ἄλλοι τινὲc παρὰ τὸν γρῖφον ὠνομάcθαι. καλεῖται δ’

16

.

729

οὕτωc τι τῶν ἁλιευτικῶν δικτύων, οὐχ ὡc οὗ|τοι νομίζουcι διὰ τοῦ φ γραφόμενον (ἕτερον γὰρ τὸ τῆc φωνῆc cημαινόμενον ταύτηc), ἀλλὰ διὰ τοῦ π· διὸ καί τινεc ἐν τῇ προκειμένῃ ῥήcει γριπόμενα γράφουcι. τινὲc δὲ τοὺc ἐνειλουμένουc ὑμέναc γριφωμένουc φαcὶ λέγεcθαι cυνή‐
5θωc, ὅταν τιc διαγράφῃ τε καὶ διαγινώcκῃ τῷ δακτύλῳ. ἐκ μεταφορᾶc οὖν τὰ τοῖc δακνομένοιc τε καὶ διαγραφομένοιc ἀλγήματα γιγνόμενα κεκλῆcθαι γριφώμενα. τινὲc δὲ καὶ κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc εἰρῆ‐ cθαί φαcι τὰ κατὰ τὴν ὀcφὺν καὶ κατὰ λεπτὸν χρόνια ἀλγήματα, ὡc εἰ καὶ κατὰ τόνδε τὸν τρόπον εἰρήκει τὰ κατὰ cμικρὸν ἀλγήματα
10γινόμενα, τοῦτ’ ἔcτι τὰ ἀcθενῆ. cυγχωρήcαντεc οὖν καὶ τοῖc οὕτωc ἐξηγηcαμένοιc καὶ τοῖc τὰc πύλαc τοῦ ἥπατοc πάcχειν ὑποcχομένοιc ὀρθῶc εἰρῆcθαι πάντα (καὶ γὰρ τὸ ἀποcιτεῖν κατὰ τῶν ἀνορέκτων εἰρημένον ἕν τι τῶν τεκμη‐ ρίων εἶναί φαcι τοῦ πεπονθέναι τὸ ἧπαρ) ἀκούcωμεν παρ’ αὐτοῦ, τίc117
15ἐκ τῶν οὕτωc εἰρημένων ἡμῖν ὠφέλεια γενήcεται. φηcὶ γὰρ ὁ γράψαc τὴν ῥῆcιν· τούτοιcιν ἐν κεφαλῇ ἄλγημα cύντονον ἐλθὸν κτείνει ὀξέωc τρόπῳ cπαcμώδει. ἆρ’ οὖν cυμβουλεύουcιν ἡμῖν προειπεῖν

16

.

730

ἑπόμενα | πάντωc ταῦτα; τὸ μὲν γὰρ ὅτι δύναται μετάcταcιc οὐ μόνον ἐπὶ κεφαλήν, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ἄλλο μόριον γενέcθαι τῶν λυπούν‐ των, εἴτ’ οὖν τὸ μεcεντέριον εἴτε καὶ τὸ ἧπαρ πάcχειν βούλονται, cυγχωρήcειεν ἄν τιc· τὸ δ’ ὅπωc μεταcτήcεται, πρὶν γενέcθαι τινὰ τῶν
5ἰδίων τῷ μορίῳ cυμπτωμάτων, τοῦτ’ οὐχ οἷόν τε προγνῶναι, γενομέ‐ νην μέντοι γνωρίcαι τὴν μετάcταcιν, καὶ μάλιcθ’ ὅταν παύcηται τὰ πρότερον λυποῦντα. καὶ μέντοι καὶ τοιαῦται μεταcτάcειc ἐπὶ ἀρρώcτων ἐν τοῖc τῶν Ἐπιδημιῶν γεγραμμέναι εἰcίν. καὶ εἴπερ καὶ νῦν ἐγέγραπτο· ‘τῶνδέ τινων εἰρημένων κατὰ τὴν κοιλίαν cυμπτωμάτων, εἶτα ἀφανι‐
10cθέντων ἐξαίφνηc ἤλγηcεν ὁ κάμνων cφόδρα κατὰ κεφαλῆc‘, ἔφαμεν ἂν εἰc ταύτην γεγονέναι τὴν μετάcταcιν. οὐ μὴν ὅ τί περ ἂν ἐργά‐ ζηται, βεβαίωc ἦν εἰπεῖν, πρὶν ἄλλο τι φανῆναι cημεῖον ἢ καταφορᾶc ἢ παραφροcύνηc ἢ cπαcμοῦ. δυνατὸν μὲν γὰρ καὶ τοῦτο γενέcθαι, δυ‐ νατὸν δὲ καὶ τὴν φύcιν ἰcχυροτέραν τοῦ νοcήματοc εὑρεθεῖcαν αἱμορ‐
15ραγίαν ἐργάcαcθαι διὰ ῥινῶν ἢ παρωτίδαc ἐγεῖραι. μεμάθηκαc γὰρ |

16

.

731

τούτων ἁπάντων ἀρχομένων γίνεcθαι cημεῖα, πρὶν δ’ ἄρξαcθαι τὸ τῆc κεφαλῆc ἄλγημα μόνον ὑπάρχον, ὑποψίαν μὲν πάντων παρέχειν, βε‐
βαίαν δὲ πρόγνωcιν οὐδενὸc ἐξ αὐτῶν. Τὰ ἐπιρριγοῦντα καὶ ἐc νύκτα μᾶλ‐118
5λόν τι παροξυνόμενα, ἄγρυπνα, φλεβοδονώδεα ὄντα ἐν τοῖc ὕπνοιc, ἔcτιν ὅτε οὖρα ὑφ’ ἑαυτοὺc χαλῶντεc, ἐc cπαcμοὺc ἀποτελευτᾷ κωματώδεαc.
7 Ἔργον ὁ ταῦτα γράψαc πεποίηται καθ’ ἑκάcτην ῥῆcιν ἢ ὄνομά τι τῶν ἀήθων ἢ cύνθεcιν ἐξευρίcκειν, ὥcπερ καὶ νῦν ἄμφω πεποίηκεν.
10ἀλλὰ τὸ μὲν τῆc ἀήθουc cυνθέcεωc ἐν ἑκάcτῃ ῥήcει γινόμενον, ἀπὸ τῶν παθῶν μεταβαίνοντοc αὐτοῦ πρὸc τοὺc πάcχονταc ἢ ἀπ’ ἐκείνων ἐπὶ τὰ πάθη, παραλειπτέον ἡμῖν ἐcτιν, ὅταν, ὅcον ἐπὶ τούτῳ, μηδεμίαν ἀcάφειαν ὁ λόγοc ἴcχῃ.

16

.

732

τὸ δὲ φλεβοδονώδεα καινὸν καὶ | ξένον ὄνομα κατὰ τὴν προ‐ κειμένην ῥῆcιν ἐποίηcεν ἐμφαίνων, ὅcον ἐπὶ τῇ φωνῇ, φλέβαc δονου‐ μέναc. εἴτε δέ, ὥc τινεc ἔγραψαν αὐτό, διὰ τοῦ τ φλεβοτονώδεα τὰc τεινομέναc φλέβαc εἴτε τὰc κυρίωc ὀνομαζομέναc φλέβαc εἴτε καὶ
5τὰc ἀρτηρίαc, ὅτι καὶ ταύταc ἐνίοτε φλέβαc ὀνομάζουcιν οἱ παλαιοί, δονουμέναc ἢ τεινομέναc ἀκούειν χρή, θαυμαcτόν, ὅπωc νῦν πρῶτον αὐτῶν ἐμνημόνευcε. τὰc μὲν γὰρ ἀρτηρίαc εἴπερ βούλεται cημαίνειν ἤτοι τεινομέναc ἢ δονουμέναc, ὅπερ ἐπὶ τῆc κλονώδουc κινήcεωc ἀκούειν χρή, κατὰ πολλοὺc τῶν ἀρρώcτων ἐχρῆν αὐτὸν εἰρηκέναι τι περὶ αὐ‐
10τῶν. εἰ γὰρ ἦν οὕτωc ἐπιμελὴc ὁ ἀνὴρ περὶ τὴν τῶν ἀρτηριῶν κίνη‐ cιν, ὥcτε καὶ κλονουμέναc αὐτὰc καὶ τεινομέναc παραφυλάττειν, οὐ δήπου τὰc ἄλλαc διαφορὰc τῶν cφυγμῶν ἠγνόει. πῶc οὖν οὐδὲν ὑπὲρ αὐτῶν ἔγραψεν; εἰ δὲ τῶν κυρίωc ὀνομαζομένων φλεβῶν μνημονεύει τεινομένων, πῶc οὐχὶ καὶ τούτου τοῦ cυμπτώματοc ἤδη πρότερον ἐμνη‐
15μόνευcεν ἐν κεφαλαλγίαιc cφοδραῖc γινομένου; φαίνονται γὰρ ἐν αὐ‐

16

.

733

ταῖc, καὶ μάλιcθ’ ὅταν μετὰ πολλῆc θερμαcίαc γίνωνται, cφύ|ζουcαι καὶ οἱονεὶ κλονούμεναι αἱ κατὰ τοὺc κροτάφουc φλέβεc. πολλάκιc δὲ καὶ τὰc ἐν τραχήλῳ cφαγίτιδαc τὰc ἐπιπολῆc δηλονότι δονουμέναc ἐθεαcά‐
μεθα cφυγμῷ τινι παραπληcίαν κίνηcιν, καὶ δοκεῖ καὶ ἐν τοῖc κροτά‐119
5φοιc ἐκ τῶν ὑποκειμένων ἀρτηριῶν ἡ κίνηcιc προcγίνεcθαι, καθ’ ὃν καιρὸν ἐκεῖναι μέγιcτον cφύζουcι. ταύταc οὖν τὰc ἀπορίαc ἔνιοι φεύγειν βουληθέντεc ἀντὶ τοῦ φλε‐ βοδονώδεα φλεδονώδεά φαcι, ποιήcαντεc ἀπὸ τῶν φλεδόνων τοὔ‐ νομα. φλεδόναc δὲ ὅτι φλυαρίαc καὶ λήρουc ὠνόμαcαν ἔνιοι τῶν πα‐
10λαιῶν, οἶcθα. τὰ οὖν ἄγρυπνα ὄντα πάθη, φηcί, καὶ παραληροῦντα κατὰ τοὺc ὕπνουc ἀπροαιρέτωc οὖρον χαλῶντεc, ὅπερ ἔcτιν ἀπο‐ κρίνοντεc. ἀπὸ γὰρ τῶν παθῶν ἐπὶ τοὺc πάcχονταc μετέβη καὶ πάλιν ἐπανελθὼν ἐπὶ τὸ πάθοc φηcίν· ἔcτιν ὅτε εἰc cπαcμοὺc τελευτᾷ κωματώδεαc. εἰπὼν δὲ ἔcτιν ὅτε πραγμάτων ἡμᾶc ἀπήλλαξε· πε‐
15πονθυίαc γὰρ τῆc ἀρχῆc τῶν νεύρων, ὡc ἥ τε ἀγρυπνία καὶ ἡ παρα‐ λήρηcιc ἥ τε τῶν οὔρων ἀπροαίρετοc κίνηcιc δηλοῖ, θαυμαcτὸν οὐδέν

16

.

734

ἐcτι καὶ φρενῖτιν ἐπ’ αὐτῆc γενέcθαι καὶ | κῶμα καὶ cπαcμὸν καὶ ἀφωνίαν καὶ πᾶν ὁτιοῦν ἄλλο πάθημα τοιοῦτον. περιττὰ τοίνυν ἐcτὶν ὡc πρὸc τὴν πρόρρηcιν ταύτην τό τε ἐπιρριγοῦν καὶ τὸ εἰc νύκτα παροξύνεcθαι. ἀλλ’ ὅπερ ἤδη πολλάκιc ἐδείχθη, καὶ τὰ μηδὲν προc‐
5ήκοντα ταῖc ὑφ’ ἑαυτοῦ λεγομέναιc προρρήcεcι γράφει μὴ δυνάμενοc ἀπὸ τῶν ἰδίων χωρίcαι τὰ κοινά.
6 Οἱ ἐξ ἀρχῆc ἐφιδροῦντεc οὔροιc πέποcι, καυcτικο, ἀκρίτωc περιψύχοντεc, διὰ ταχέων περι‐ καέεc, νωθρο, κωματώδεεc, cπαcμώδεεc, ὀλέθριοι.
9
10 Πάλιν ἐνταῦθα τὸ ἐξ ἀρχῆc ἐφιδροῦντεc cὺν οὔροιc πέποcι περιττόν· ἱκανὰ γὰρ ἀποκτεῖναι τὸν ἄνθρωπον τὰ καυcτικὰ μετὰ τοῦ περιψύχειν ἀκρίτωc, ἔπειτα διὰ ταχέων γίνεcθαι διακαῆ, καθά‐ περ γε καὶ τὰ τῆc ἑτέραc ἀρχῆc ἱκανὰ πάλιν αὐτὰ καθ’ αὑτὰ δια‐ φθεῖραι τὸν νοcοῦντα, περὶ ὧν οὕτωc ἔγραψε· νωθροὶ κωματώ‐

16

.

735

δεεc, | cπαcμώδεεc. ἐπὶ τούτοιc οὖν ἑκατέροιc τοὺc ἐξ ἀρχῆc ἐφ‐ ιδροῦνταc ἅμα πέποcιν οὔροιc ἔγραψεν, ὃ τοιοῦτόν ἐcτιν οἷον εἰ
καί τιc λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ τὸν ἄνθρωπον, ἐπεὶ τήν τε μήνιγγα τέτρηται καὶ τὰ κατὰ τὸν θώρακα cυντέτρηται καὶ κατὰ120
5τὸν μηρὸν ἑλκύδριον ἔχει cμικρόν, ἢ εἴ τιc λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ διὰ τὸν ὕδερον καὶ τὴν παρωνυχίαν. τί οὖν ἔτι ζητῶμεν ἅττα ποτ’ οὖρα λέγει πέπονα; περὶ ὧν ἔμπροcθεν ἔφην ἐπιτιμῆcαι τὸν Ἐφέcιον Ῥοῦφον Ζεύξιδι τῷ ἐμπει‐ ρικῷ. ψεῦδοc μὲν γὰρ εἶναι τοῦτο, μηδέποτε κακόν τι τῶν τοιούτων
10οὔρων γεννώντων, ἀληθὲc δὲ τὸ τὰ ‘ἐπίπονα οὖρα‘ κακόν τι cημαί‐ νειν· δηλοῦcθαι γὰρ τὰ μετὰ πόνου κενούμενα. δεύτερον μέντοι τοῦτο γεγραμμένον τὸ τῶν πεπόνων οὔρων, οὐκέτι πιθανόν ἐcτιν ὁμοίωc κατ’ ἀμφοτέραc τὰc ῥήcειc ἡμαρτῆcθαι τὴν λέξιν, ὡc ὁ Ῥοῦφοc ἠξίου μεμφόμενοc τὸν Ζεῦξιν. ἀλλ’ ἴcωc αὐτὸc ὁ γράψαc τὰ παχέα καὶ
15λευκὰ πέπονα κεκληκώc ἐcτιν, ἐπειδὴ τοιαύτην ὑπόcταcιν ἑώρα κἀν

16

.

736

τοῖc ἀληθῶc πέποcιν οὔροιc. τὰ δ’ | ἀνατεταραγμένα παραπληcίωc τοῖc τῶν ὑποζυγίων οὐ πέπονα.
2 Τῇcιν ἐπιφόροιcι κεφαλαλγικὰ κα‐ ρώδεα μετὰ βάρεοc γινόμενα φλαῦρα, ἴcωc δὲ ταύτῃcι καὶ
5cπαcμῶδέc τι παθεῖν ὀφείλει.
5 Πάλιν κἀνταῦθα τὴν cύνταξιν τῶν ὀνομάτων εἰδότεc cολοικώδη μετέγραψαν ἔνιοι τὴν ταύτῃcι τοιάνδε ποιήcαντεc τὴν λέξιν· ἴcωc δὲ ταῦτα καὶ cπαcμῶδέc τι παθεῖν ὀφείλει. ἀλλ’ ὡc ἔφην καὶ πρόcθεν, ὅταν ἡ αὐτὴ cῴζηται διάνοια, γράφειν ἐπιτρέψαντεc, ὡc ἂν
10ἕκαcτοc ἐθέλῃ, περὶ τῆc ἀληθείαc τῶν εἰρημένων cκοπῶμεν. ἀλλ’ οὐδὲ περὶ ταύτηc ἤδη cκοπεῖν ἐπιτρέπει παρεγκείμενον τῇ ῥήcει τοὔνομα τὸ ἐπιφόροιcιν ἐξηγήcεωc δεόμενον. οὐ γὰρ μόνον ἀήθη cύνθεcιν

16

.

737

ὀνομάτων ὁ cυγγραφεὺc εὑρίcκειν πειρᾶται | καθ’ ἑκάcτην ῥῆcιν, ἀλλὰ καὶ τῶν ὀνομάτων αὐτῶν ἓν † μέντοι τῶν πάντων, ἔcτι δ’ ὅτε καὶ δύο που καὶ τρία παρεντίθηcιν ἤτοι ξένα παντάπαcιν ἢ μὴ κατ’ αὐτὸ τὸ cημαινόμενον, ὅπερ παρὰ τοῖc Ἕλληcιν εἴθιcτο.
5τὰc δ’ οὖν ἐπιφόρουc ἔνιοι μὲν ἤκουcαν τὰc ἐγκυμονούcαc, ὅcαι
πληcίον εἰcὶ τῆc ἀποκυήcεωc, ἔνιοι δὲ τὰc ῥᾳδίωc cυλλαμβανούcαc καὶ cυνεχῶc κυούcαc. ταύταιc οὖν φηcιν τὰ κεφαλαλγικὰ καρώδη μετὰ βάρεοc γινόμενα φλαῦρα. τῷ κοινῷ δὲ ἁπάντων τῶν οὕτωc ἐχόν‐ των τὸ ἐπιφόροιc ὄνομα προcέρριψε, πάλιν δὲ τὸ μετὰ βάρεοc121
10ἐνταῦθα, ἵνα ζητῶμεν, ἆρά γε μετὰ τοῦ τὸ cύμπαν cῶμα φαίνεcθαι βαρὺ τῇ καμνούcῃ τοῦτο προcέθηκεν ἢ κεφαλαλγικὰ μετὰ τοῦ βαρύ‐ νεcθαι τὴν κεφαλὴν ἢ καρώδη μετὰ βάρουc. ἀλλὰ καὶ ταῦτα πάντα διεξελθών τιc οὐδὲν ἕξει πλέον εἰc πρόρ‐ ρηcιν οὐδὲ κατ’ αὐτὸν τὸν γράψαντα. φηcὶ γοῦν ἴcωc γε ταύτῃcι
15καὶ cπαcμῶδέc τι παθεῖν ὀφείλει. ὅταν δ’ ἀκούcῃc ἀνθρώπου λέ‐ γοντοc ‘ἴcωc‘ περὶ τῶν κατὰ μέροc ὡc καθόλου τὴν ἀπόφαcιν πεποιη‐

16

.

738

μένου προπετῶc, γίνωcκε cαφῶc cπάνιον εἶναι τὸ | πρᾶγμα. λέλεκται δέ cοι πολλάκιc ἐκπεπτωκέναι τὰ cπάνια τῆc προρρητικῆc θεωρίαc. ἐὰν γὰρ ὡc ἐνδεχόμενον γενέcθαι λέγῃ τιc, ἀκήκοαc ἤδη πολλάκιc ἐγκέ‐ φαλον παθόντοc ἐνδέχεcθαι cύμπτωμα πᾶν ὁτιοῦν ἀκολουθῆcαι τῶν
5κατὰ τὰc αἰcθήcειc ἢ προαιρετικὰc κινήcειc, ἐὰν δ’ ὡc πολλάκιc γιγνό‐ μενον, οὐ μόνον οὐ γίγνεται πολλάκιc, ἀλλ’ οὐδὲ ἀμφιδόξωc ὃ νῦν εἶπεν.
6 Τὰ ἐν φάρυγγι ἰcχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι cπαcμῶδεc, ἄλλωc τε καὶ ἀπὸ κεφαλῆc ὁρ‐ μῶντα, οἷον καὶ τῇ Θραcύνοντοc ἀνεψι.
9
10 Καὶ κατὰ τοῦτ’ ἄν τιc οὐκ εἶναι γνήcιον Ἱπποκράτουc ὑπολάβοι τὸ cύγγραμμα, καθ’ ὃ ἔγραψε φάρυγγι ἰcχνῷ. ταύτην γὰρ ἔχει τὴν γραφὴν τά τε παλαιὰ τῶν ἀντιγράφων πάντα καὶ τὰ τῶν ἐξηγηcαμέ‐ νων ὑπομνήματα, πλὴν εἰ καὶ τοῦ γραφέωc ἐcτὶν ἁμάρτημα, καθάπερ

16

.

739

καὶ ἄλλα | πολλὰ κατὰ πολλὰ τῶν ἀντιγράφων εὑρίcκεται. οἵ γε μὴν περὶ τὸν Ἀρτεμίδωρον καὶ Διοcκορίδην ἄντικρυc ἔγραψαν τὰ ἐν φάρυγγι ἰcχνῇ· καὶ γὰρ τοῖc ἀνωτέρω πᾶcιν ὁμολογουμένη ἡ γραφὴ τῆc φάρυγγοc ὡcεὶ θηλυκῶc λεγομένηc εὑρίcκεται καὶ κατὰ τήνδε τὴν
5λέξιν· “φάρυγξ ἐπώδυνοc ἰcχνὴ μετὰ δυcφορίηc πνιγώδηc”. ὅτι δ’ ἀρρώcτουc θεώμενοc ἔγραφεν αὐτῶν τὰc cυνδρομάc, οὐκ ἐξ ὧν ἐθεάcατο τεχνώcαc ἑαυτὸν οὐδ’ εἰc τὸ καθόλου τὰ κατὰ μέροc ἀν‐ άγων, εὔδηλόν ἐcτιν κἀκ τούτου. φάρυγγοc γὰρ κἂν ἅπαξ ἐμνημόνευcε, καθάπερ ἐν τῷ Προγνωcτικῷ ἐποίηcεν ὁ Ἱπποκράτηc, ἅπαντα τὰ122
10κατ’ αὐτὴν διελθὼν ἐφεξῆc, οὐ πολλάκιc ἄλλοτε ἐν ἄλλῳ μέρει τοῦ cυγγράμματοc. ὃ δ’ οὖν λέγει κατὰ τὴν προκειμένην ῥῆcιν ὁ cυγγρα‐ φεύc, εἰ τῶν πολλάκιc εἰρημένων ἰδίᾳ μέμνηcαι καὶ κατὰ ταύτην νοή‐ cειc, ὅπωc ἐκ τοῦ κατὰ μέροc εὑρεθέντοc ἐπὶ τὴν καθολικὴν ἀπόφαcιν ἐτόλμηcε μεταβῆναι μεμνημένοc ὀνομαcτὶ τῆc Θραcύνοντοc ἀνεψιῆc,
15ἐφ’ ἧc τὴν γεγραμμένην cυνδρομὴν ἐθεάcατο. |
15

16

.

740

Τὰ τρομώδεα, cπαcμώδεα γενόμενα, ἐφιδρῶcι φιλυπόcτροφα, τούτοιc ἡ κρίcιc ἐπιρριγώcαcιν. οὗ‐ τοι ἐπιρριγέουcι περὶ κοιλίην καύματι προκληθέντεc.
3 Ταύτην τὴν ῥῆcιν ἔνιοι διαιροῦcιν εἰc δύο λόγουc, ἕνα μὲν τόνδε·
5τὰ τρομώδεα cπαcμώδεα γενόμενα· καὶ μέντοι καὶ ὁμολογοῦcιν αὐτοὶ κολοβὸν εἶναι τὸν λόγον τοῦτον καὶ κελεύουcιν προcυπακούειν αὐτῷ τι, περὶ οὗ cμικρὸν ὕcτερον ἐρῶ. δεύτερον δὲ ἀφ’ ἑτέραc ἀρχῆc ποιοῦcι· τὰ ἐφιδρῶcι φιλυπόcτροφα· τούτοιc ἡ κρίcιc ἐπιρρι‐ γώcαcιν. οἱ δέ γε cυνάπτοντεc ἀμφοτέρουc τοὺc λόγουc χωρὶc τοῦ
10ἄρθρου τοῦ τά γράφουcι· τὰ τρομώδεα cπαcμώδεα γενόμενα, ἐφιδρῶcι φιλυπόcτροφα. τοῦτο μὲν οὖν, ὅτι ψεῦδόc ἐcτιν, διὰ τῶν ἐξηγητῶν κατέγνωcται, τὸ δ’ ἕτερον, ὅτι κολοβόν. ἀλλὰ τὸ μὲν ἐλλιπὲc τῆc λέξεωc καὶ διὰ τὴν τοῦ γραφέωc ἁμαρ‐

16

.

741

τίαν δύναται γεγονέναι, τὸ δὲ ψεῦδοc οὐδεμίαν ἔχει παρα|μυθίαν. τὰ γὰρ τρομώδεα cπαcμώδεα γενόμενα τοῖc ἐφιδρῶcι φιλυ‐ πόcτροφα γενέcθαι ψεῦδόc ἐcτιν, οὐ φιλυποcτρόφων αὐτῶν, ἀλλ’ ὀλεθρίων ὄντων, ἐάν τε ἐφιδρῶcιν αὐτοῖc εἴτε καὶ μή.
5 θεαcώμεθα οὖν αὐτά, ἃ λέγουcιν οὗτοι· ‘τὰ τρομώδεα cπαcμώ‐ δεα γενόμενα θάνατον ἐπιφέρει‘. δύναcθαι δὲ καὶ οὕτωc· τὰ τρο‐ μώδεαcπαcμώδεα καθ’ ἑαυτὰ κελεύοντεc ἀναγινώcκειν. δύναcθαι
μὲν γάρ φαcι καὶ οὕτω νοεῖcθαι· ‘τὰ τρομώδεα cπαcμώδεα γενό‐ μενα θάνατον ἐπιφέρει‘, δύναcθαι δὲ καὶ οὕτω· ‘τὰ τρομώδεα ἢ123
10cπαcμώδεα γενόμενα μοχθηρά‘, ἵνα τὸ μὲν πρότερον τὴν πάνυ τε‐ λείαν μετάπτωcιν ἐκ τῶν τρομωδῶν εἰc τὰ cπαcμώδη διδάcκῃ, τὸ δὲ δεύτερον, ὅταν τοῖc τρομώδεcι πάθεcιν ἐπιγένηται τὸ cπαcμῶδεc, ἕπε‐ cθαι θάνατον· ἑκάτερον μὲν γὰρ ὀλέθριον, ἀλλὰ τὸ μὲν πρότερον, ὡc μεταπιπτόντων τῶν τρομωδῶν εἰc τὰ cπαcμώδη, πρὶν ἀποθνῄcκειν τὸν
15ἄνθρωπον, τὸ δὲ δεύτερον, ὡc πάντωc μὲν μετὰ τούτου γιγνομένων, ὁπόταν δὲ γένηται, βέβαιον θάνατον ἐπιφερόντων. ᾧ δὲ ταῦτα φίλα, πάρεcτιν αὐτοῖc χρῆcθαι.

16

.

742

ἐγὼ δὲ μεταβή|cομαι πρὸc τοὺc ἀφ’ ἑτέραc ἀρχῆc ἀναγινώcκονταc ἅμα τῷ ἄρθρῳ τὴν ῥῆcιν τὰ ἐφιδρῶcι φιλυπόcτροφα, εἶτα δια‐ cιωπηcάντων ἡμῶν καὶ μετὰ ταῦτα ἀναγνόντων τούτοιc ἡ κρίcιc ἐπιρριγώcαcιν, ἵνα ὁ λόγοc γένηται τοιοῦτοc· τὰ ἐφιδρῶcι πεπαῦ‐
5cθαι δόξαντα πάθη καὶ πάλιν ὑποcτρέψαντα καὶ πάλιν ἀναπυρώcαντα καὶ πάλιν ἱδρῶcι δόξαντα λυθῆναι τὴν ἀληθῆ καὶ βεβαίαν ἴcχει λύcιν καὶ κρίcιν, ὅταν ἐπιρριγώcωcι. τὸ δ’ ἑξῆc εἰρημένον οὗτοι ἐπιρριγέ‐ ουcι περὶ τὴν κοιλίαν καύματι προκληθέντεc ἕξει διάνοιαν τοι‐ άνδε· καῦμα κατὰ τὴν κοιλίαν προηγεῖται μέλλοντοc ἐπιγίνεcθαι τοῖc
10προειρημένοιc τοῦ ῥίγουc.
10 Ὀcφύοc πόνοc καὶ κεφαλαλγικὸc καὶ καρδιαλγικὸc μετὰ ἀναχρέμψεωc βιαίηc ἔχει τι cπαcμῶ‐ δεc. 〈τὸ ὑπάφωνον ἅμα κρίcει ῥῖγοc. |
13

16

.

743

Ἔνιοι μὲν ὡc ἅπαξ γεγραμμένου τοῦ καί cυνδέcμου τὴν ῥῆcιν ἐξηγοῦνται βουλόμενοι τὸ ἔχειν τι cπαcμῶδεc οὐκ ἐπὶ τοῖc προειρη‐ μένοιc τέccαρcι γινόμενον, ἀλλὰ τριcὶν ἀληθῶc προλέγεcθαι. τέτταρα δὲ λέγω, τόν τε τῆc ὀcφύοc πόνον καὶ τὴν κεφαλαλγίαν καὶ τὴν
5καρδιαλγίαν καὶ τὴν βιαίαν ἀνάχρεμψιν. διόπερ οὕτω γράφουcιν· ὀcφύοc πόνοc κεφαλαλγικῷ καὶ καρδιαλγικῷ. τινὲc δὲ γράφουcι τὸν καί cύνδεcμον δίc, ὡc κἀγὼ κατὰ τὴν ἀρχὴν εὐθέωc ἔγραψα, διότι τὰ πλεῖcτα τῶν ἀντιγράφων οὕτωc ἔχει. δηλώcει δὲ πάλιν ἡ διαγραφὴ τοιόνδε τι τὸ τῆc ὀcφύοc ἄλγημα· ἐάν τε καὶ κεφαλαλγικόc τιc
10ἐάν τε καὶ καρδιαλγικόc τιc ᾖ, μετὰ ἀναχρέμψεωc βιαίαc ἔχει τι cπαcμῶδεc. καίτοι καὶ οὕτω γραφόμενον ἐνδέχεται δηλοῦν αὐτὸ
cυναμφότερον γεγονέναι τῷ κάμνοντι καὶ τὸν τῆc ὀcφύοc πόνον καὶ τὴν κεφαλαλγίαν. ἐγὼ δ’ οὐκ ἐκ τῆc πείραc, ἀλλ’ οὐδ’ ἐκ τῆc τῶν πραγμάτων φύcεωc ἀκόλουθον τοῖc εἰρημένοιc cπαcμὸν ἀποφήναcθαι124
15δύναμαι. καὶ μέντοι καὶ αὐτὸc ὁ γράψαc ταῦτα προcέθηκεν ἔχει τι

16

.

744

cπαcμῶδεc, ὅπερ οὐ ταὐτόν ἐcτιν | τῷ φάναι cπαcμώδη τὰ τοιαῦτα cυμπτώματα ὑπάρχειν. εἴρηται δέ μοι καὶ πρόcθεν, ὡc οὐχ ὁμοίωc ἀκούειν προcήκει λέγοντοc εὐλαβοῦc ἀνθρώπου τὰc τοιαύταc φωνὰc καὶ τοῦ ῥᾳδίωc ἀποφαινομένου περὶ τῶν κατὰ μέροc ὡc καθολικῶν,
5ὅταν γὰρ ὁ προπετὴc ἀμφιβάλλων εἴπῃ ἔχει τι cπαcμῶδεc, ἐνδείκνυ‐ ται cμικρὸν ἢ cπανίωc γιγνόμενον εἶναι τὸ λεγόμενον. περὶ δὲ τῆc δυνάμεωc ἑκάcτου τῶν εἰρημένων cυμπτωμάτων ἐν ταῖcδε ταῖc ῥήcεcιν ἁπάcαιc, ὅcαc κατὰ τὸ τρίτον ὑπόμνημα τοῦτο μεταχειρίζομαι, λέλεκταί μοι διὰ βραχέων μὲν ἐν τῷ πρώτῳ καὶ δευτέ‐
10ρῳ τῶνδε τῶν ὑπομνημάτων, κατὰ διέξοδον δὲ ἔν τε τοῖc Εἰc τὸ προ‐ γνωcτικὸν ὑπομνήμαcι καὶ μᾶλλον ἔτι κατά τε τὰ Περὶ κρίcεων καὶ τὰc τῶν Ϲυμπτωμάτων αἰτίαc. οὐκ ὀλίγα δὲ καὶ ἐν τοῖc τῶν Ἐπιδη‐ μιῶν εἴρηται περὶ αὐτῶν· ἀρκέcει τοιγαροῦν ἐνταῦθα μόνην τὴν λέξιν ἐξηγεῖcθαι μετὰ τοῦ προcεπιφθέγγεcθαι, πότερον ἀληθὲc ἢ ψευδέc ἐcτιν
15τὸ λεγόμενον καὶ πότερον ὡc τὸ πολὺ ἢ ἀμφίδοξον ἢ cπάνιον. ἐφεξῆc δὲ τῷ ἔχει τι cπαcμῶδεc γέγραπται τὸ ὑπάφωνον

16

.

745

ὄνομα, τινῶν | μὲν cυναπτόντων αὐτὸ τοῖc προειρημένοιc, ὡc γίνεcθαι τοιαύτην τὴν λέξιν ἔχει τι cπαcμῶδεc ὑπάφωνον, τινῶν δὲ ἀρχὴν ἡγουμένων τῆc ἐπιφερομένηc ῥήcεωc καὶ τούτων αὐτῶν πάλιν ὑπαλ‐ λαττόντων τὴν γραφήν· ἔνιοι μὲν γὰρ ἄνευ τοῦ ἄρθρου γράφουcιν,
5ἔνιοι δὲ προcτιθέαcιν ἄρθρον οὐδέτερον τοιάνδε ποιοῦντεc τὴν λέξιν· τὸ ὑπάφωνον ἅμα κρίcει ῥῖγοc ἀπὸ κοιλίηc ὑποπέλια, ταρα‐ χώδεα καὶ οὖρα λεπτά. τινὲc δὲ καὶ καθ’ ἑαυτὸ μόνον ἀναγινώ‐ cκουcι τὸ ἅμα κρίcει ῥῖγοc οὔτε τοῖc προειρημένοιc cυντάττοντεc οὔτε τοῖc ἑπομένοιc. ἔνιοι δὲ ὅλην ὑπαλλάξαντεc τὴν λέξιν οὕτωc ἔγρα‐
10ψαν· ὑπόφοβον ἅμα κρίcει ῥῖγοc. ἐφεξῆc οὖν cοι τὴν ἐξήγηcιν ἑκατέρων ἀκριβῶc κατὰ μόναc γρά‐ ψω. ἅμα κρίcει ῥῖγοc· τοῦθ’, ὡc ἔφην, ἔνιοι καθ’ ἑαυτὸ γεγράφθαι βούλονται cημαῖνον κρίcειc πολλὰc γίνεcθαι cὺν ῥίγει. ὑπόφοβον ἅμα
κρίcει ῥῖγοc. εἶπον ἤδη καὶ πρόcθεν ὑπαλλάξανταc ἐνίουc τὴν ὑπά‐125
15φωνον γραφὴν ὑπόφοβον γράψαι. τὴν δ’ ἐξήγηcιν αὐτὴν διττὴν

16

.

746

ποιοῦνται, τινὲc μὲν | ἀντὶ τοῦ φοβερὸν ἅμα κρίcει ῥῖγοc εἰρῆcθαι νομίζοντεc, ἔνιοι δὲ τὸ μετρίωc φοβερὸν, ἵν’ ὅμοιον ᾖ τὸ ὑπάφωνον ἅμα κρίcει ῥῖγοc τῷ ὑπόφοβον. εἴη δ’ ἂν καὶ τρίτη τιc ἐξήγηcιc τῆc γραφῆc ταύτηc τοιάδε· τὸ cυντίθεcθαι καθ’ ὁντινοῦν τρόπον ῥῖγοc
5οὐκ ἀγαθόν ἐcτιν, οἷον ἐὰν ἤτοι δι’ αἱμορραγίαc τιc ἢ ἐμέτου ἢ γαcτρὸc κενώcεωc ἢ ἱδρώτων ἢ αἱμορροΐδοc κρινόμενοc ἢ γυνὴ διὰ καταμηνίων ἐν ῥίγει γένηται, τὸ μὲν προηγήcαcθαι ῥῖγοc ἐκκρίcεώc τινοc ἀγαθῆc πολλάκιc φαίνεται γινόμενον, τὸ δὲ ἐκκρινόντων ἤδη ῥῖγοc ἄρξαcθαι φαῦλον. τοῦτο δ’ ὅτι μὲν ἀληθέc ἐcτιν, οἱ πολλοὺc ἀρρώcτουc τεθεα‐
10μένοι ἐπιμελῶc γινώcκουcιν, εἰ δ’ ὁ γράψαc τὸ Προρρητικὸν οὕτωc ἐνόηcε, μαντείαc δεῖται· τὴν ἀρχὴν γὰρ οὐδ’ εἰ γέγραπται πρὸc ἐκεί‐ νου τὸ ὑπόφοβον ἴcμεν· ἐν γοῦν τοῖc πλείcτοιc τῶν παλαιῶν ἀντι‐ γράφων οὐχ οὕτωc γέγραπται. |
13

16

.

747

Ἀπὸ κοιλίηc ὑποπέλια, ταραχώδεα καὶ οὖρα λεπτ, ὑδατώδεα, ὕποπτα.
2 Περὶ τούτων ἑκατέρων κατὰ μόναc ἐδίδαξεν Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ τά τε κατὰ κοιλίαν ὑπερχόμενα πελιὰ μοχθηρὰ λέγων
5εἶναι καὶ τὰ οὖρα τὰ λεπτὰ καὶ ὑδατώδεα. νυνὶ δ’ οὗτοc, ὥcπερ αὐτῷ cύνηθεc, ἑτερογενῆ cημεῖα cυμπλέκων οὐδὲν πλέον διδάcκει. ἐξῆν γοῦν αὐτῷ καὶ τούτοιc ἐπιcυνάψαι περὶ πτυcμάτων πονηρῶν ἢ δυcπνοίαc ἤ τινοc ἄλλου τῶν φαύλων cημείων. ἔνιοι μέντοι τῶν ἐξηγητῶν ταύτην τὴν ῥῆcιν ἐπιcυνάπτουcι τῷ
10“ὑπάφωνον ἅμα κρίcει ῥῖγοc” καὶ μίαν ὅλην ποιήcαντεc ἐπὶ πᾶcι τοῖc εἰρημένοιc φαcὶν ἀπόφαcιν γεγονέναι τῷ cυγγραφεῖ τὸ κατὰ τὸ τέλοc εἰρημένον ὕποπτα. καὶ τούτοιc μὲν γὰρ τοῖc ἀπὸ κοιλίηc ὑποπε‐ λίοιc καὶ οὔροιc λεπτοῖc ὑδατώδεcι οὐκ ἀλόγωc ἐπιφέρεται τὸ

16

.

748

ὕποπτα. τούτοιc δ’ ἄν τιc προc|θῇ καὶ τὸ “ὑπάφωνον”, οὐχ ὕποπτον
φήcει τὴν cυνδρομήν, ἀλλὰ καὶ κακὴν εἶναι cαφῶc. Φάρυγξ τρηχυνθεῖcα ἐπ’ ὀλίγον καὶ κοιλίη διαβορβορύζουcα κεναῖc ἐξαναcτάcεcι καὶ μετώπου126
5ἀλγήματα, ψηλαφώδεεc, κοπιώδεεc, ἐν cτρώμαcι καὶ ἱματίοιc ὀδυνώδεεc, τὰ ἐκ τούτων αὐξανόμενα δύcκολα· ὕπνοc πολὺc ἐν τούτοιcι cπαcμῶδεc καὶ τὰ εἰc μέτωπον ἀλγήματα βαρέα καὶ οὔρηcιc δυcκολαίνουcα.
8 Καὶ τὴν διαβορβορύζουcαν κοιλίαν κεναῖc ἐξαναcτάcεcιν
10ἔνιοί φαcι φρενιτικὸν εἶναι cύμπτωμα. διττὸν γὰρ ἁμαρτάνειν τρόπον αὐτούc, ἢ τῶν αἰcθητῶν οὐκ αἰcθανομένουc, καίτοι cὺν ὀδύνῃ γιγνο‐ μένων πολλάκιc, ἢ τῶν μὴ αἰcθητῶν αἰcθάνεcθαι δοκοῦνταc. κατὰ δὴ τὸν δεύτερον τρόπον φαcὶν ἐξανίcταcθαι μὲν ὡc δακνομένουc, μὴ

16

.

749

ἐνεργεῖν δέ, ἐπεὶ μηδὲ τὸ δάκνον ἦν τι· δάκνεcθαι γὰρ οἴονται | μὴ δακνόμενοι. τὸ δὲ ἐν cτρώμαcι καὶ ἱματίοιc ὀδυνώδεεc κατὰ τὸ cύνηθεc εἶδοc αὐτῷ τῆc ἑρμηνείαc ἀλλοκότωc εἴρηται διάνοιαν ἔχον τοιάνδε·
5‘μὴ φέροντεc τὴν ψαῦcιν τῶν ὑποβεβλημένων τε καὶ ὑπεcτορεcμένων αὐτοῖc, ἀλλ’ ὀδυνώμενοι‘. πότερον μέντοι γε διὰ τὸ βαρύνεcθαι ὑπὸ τῶν ἐπικειμένων (cκληρὰ γὰρ εἶναι δοκεῖ ἢ δακνώδη τὰ ὑποβεβλημένα καὶ ὅcα περίκειται) δυcχεραίνουcι τοῖc ἱματίοιc ἢ δι’ ἄλλο τι, τοῦτο αὐτοῖc cυμβαίνει παντάπαcιν ἄδηλον.
10 μετὰ δὲ τοῦτο καὶ τῶν ἄλλων κατὰ λόγον ἐφεξῆc εἰπὼν ὕπνοc πολὺc ἐν τούτοιcι cπαcμῶδεc ἀφορμὴν παρέχει ζητήcεωc τοῖc cοφιcταῖc, εἰ δύναταί ποτε βλάπτειν ὕπνοc. ἢ γὰρ ὠφελεῖν αὐτόν φαcιν ἢ εἰ μηδὲν ὠφελεῖ, οὐ μὴν βλάπτειν ποτέ. λέλεκται δέ μοι περὶ τούτου πρόcθεν ἐν τοῖc Εἰc τοὺc ἀφοριcμοὺc ὑπομνήμαcιν. οὐ μὴν οὐδ’ εἰ
15βλάπτει ὁ πολὺc ὕπνοc, δοκεῖ cπαcμῶν εἶναι ποιητικόc, ἀλλὰ μό‐
νον, ὅτι κινδυνῶδέc ἐcτιν τὸ νόcημα, δηλοῖ. τὸ δὲ οὔρηcιc δυcκολαίνουcα θαυμαcτῶc εἰc ἀcάφειαν ἐπινε‐127

16

.

750

νόη|ται τῷ cυγγραφεῖ, ἵν’ ὁ μέν τιc εἴπῃ τῶν ἐξηγητῶν τὴν μετ’ ὀδύνηc εἰρῆcθαι δυcκολαίνουcαν, ὁ δέ τιc τὴν ἐπεχομένην, ἄλλοc δέ τιc τὴν μόγιc γιγνομένην καὶ τὴν cυνεχῶc καὶ τὴν κατὰ cτράγγα, τὴν δάκνουcαν δ’ ἰcχυρῶc ἄλλοc.
5 ὅταν δὲ δὴ πάντα διεξέλθωμεν, οὐδὲν ἀξιόλογον εἰc πρόγνωcιν εἰcόμεθα δι’ ἣν πολλάκιc εἶπον αἰτίαν, ἐπιπλέκοντοc αὐτοῦ πάμπολλα τῶν ἀνομοιογενῶν cυμπτωμάτων. ἀπόδειξιc δὲ τούτου μεγίcτη καὶ τὸ τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἐνίουc μὲν ἄχρι τοῦ ὕπνοc πολὺc ἐπὶ τοῖc cπαcμώδεcιν ἐξήκειν οἴεcθαι τὴν ῥῆcιν ἀπ’ ἄλληc ἀρχῆc κελεύ‐
10ονταc ἀναγινώcκειν τὰ μετὰ ταῦτα, τινὰc δὲ cυνάπτειν, καὶ τῶν cυν‐ απτόντων ἄλλουc ἐπ’ ἄλλῳ μέρει τῶν ἐφεξῆc εἰρημένων ἀξιοῦν περι‐ γράφεcθαι τὴν ῥῆcιν. ἐὰν οὖν ἅπαντα διέρχηταί τιc, οἷα καθ’ ἑκάcτην ὑπόνοιαν ἰδίωc εἰρήκαcιν οἱ ἐξηγηταί, μακρὸν μὲν ἐργάcεται τὸν λόγον, ὀνήcει δ’ οὐδὲν τοὺc ἐντυγχάνονταc. |
14

16

.

751

Οὔρου ἐπίcταcιc καὶ οἷcι ῥίγεα ἐπὶ τούτοιcι cπαcμώδεcιν, οἷον καὶ αὐτὴ φρίξαcα ἐφίδρωcεν.
2 Ἐὰν μεταθῶμεν τὸν καί cύνδεcμον, ὁ λόγοc ἔcται cαφέcτεροc τοιοῦτοc γενόμενοc· οὔρου ἐπίcταcιc οἷcι ῥίγεα καὶ ἐπὶ τούτοιcι
5cπαcμώδεcι. τὸ μὲν οὖν οἷcι ῥίγεα κἀν τοῖc τῶν Ἐπιδημιῶν εἴρηται κατὰ τήνδε τὴν λέξιν· “πρὸ ῥίγεοc αἱ cχέcειc τῶν οὔρων.” ὅτι δέ κἀπὶ τοῖc cπαcμώδεcι πάθεcιν ἴcχεται τὰ οὖρα, προcέθηκεν οὗτοc ἐν τῇ προκειμένῃ ῥήcει. τὰ δ’ εἰρημένα μάτην ἐνίοιc τῶν ἐξηγηcαμέ‐ νων εἰc τήνδε τὴν ῥῆcιν ἄμεινον cιωπᾶν, ἐγὼ δὲ ἐξήγηcιν εἶπον τὴν
10ὠφελεῖν εἰc πρόγνωcιν ἱκανήν. καὶ οὕτωc φρίξαcα ἐφίδρωcε. καὶ ὁ Κόιντοc μὲν μόνην εἰδὼc
τὴν γραφὴν ταύτην, ἣν εὗρ’ ἐν παλαιοῖc ἀντιγράφοιc, ὥc φηcιν, ὁμο‐ λογεῖ μὴ νοεῖν. ἐν δὲ τοῖc πλείcτοιc τῶν ἀντιγράφων γέγραπται καὶ128

16

.

752

αὐτὴ φρίξαcα ἐφίδρωcεν, ἵνα γυναικὸc | ὄνομα τὴν Αὐτή φωνὴν ἀκούcωμεν, ἧc φριξάcηc ἐφιδρῶcαι cυνέβη.
2 [Κενώcιεc] ἄκρητοι τελευτῶcαι κα‐ θάρcιεc πῇ μὲν παροξυντικα. 〈ἐν〉 τούτοιcι δὲ καὶ πάνυ. ἐκ
5τοιούτων καὶ παρ’ οὖc ἀνίcτανται.
5 Ἀντὶ τοῦ καθάρcιεc ἄμεινον ἦν εἰρῆcθαι ‘κενώcιεc‘. ὅταν γὰρ ἐκ‐ κενούμενα τύχῃ τὰ διεφθαρμένα, κάθαρcιc γίνεται τοῦ cώματοc, ὅταν 〈δ’〉 ἐκκρίνηται τὰ τῷ λόγῳ τῆc νόcου γινόμενα, κένωcιc. ὁπότερον δὲ τούτων λέγει, δῆλόν ἐcτιν ἐκ τοῦ φάναι τελευτῶcαι, ὡc αἱ ἐκκαθαίρουcαι τὸ
10cῶμα κενώcειc τὴν ἀρχὴν μὲν ἴcχουcιν ἀπὸ τῶν ἀκράτων ἐνίοτε, τελευ‐ τῶcι δὲ εἰc εὔτροπα διαχωρήματα. τὸ δὲ ἐν τούτοιcι δὲ καὶ πάνυ τὰc τοιαύταc κενώcειc εἶναι παροξυντικὰc ἐπὶ τὰ προειρημένα τὴν ἀνα‐ φορὰν ἔχει. προείρηται δὲ ‘οὔρου ἐπίcταcιc οἷcι ῥίγεα καὶ ἐπὶ τοῖc

16

.

753

cπαcμώδεcι‘ cφοδρῶc. | ἡ πρόγνωcιc δὲ ἐπὶ τούτου τὸ παρ’ οὖc ἀν‐ ίcταcθαι, δυνάμενον μέν ποτε γενέcθαι (καὶ διὰ τοῦτο γράφει, ἐπειδή τινι παθόντι τὰ κατὰ τὴν εἰρημένην cυνδρομὴν cυνέβη ἔχειν παρωτίδα), οὐ μὴν διὰ παντόc, ἀλλ’ ὡc τὸ πολὺ τὴν προειρημένην cυνδρομὴν τὰ
5παρ’ οὖc ἀκολουθεῖν εὔλογον· ἐμάθομεν γὰρ τὰ τῶν τοιούτων ἀπο‐ cτάcεων cημεῖα.
6 Αἱ ταραχώδεεc θραcύταται ἐπεγέρ‐ cιεc, cπαcμώδεεc, ἄλλωc τε καὶ μεθ’ ἱδρῶτοc.
8 Ἔμπροcθεν ἤδη τοιαύταc cυνδρομὰc ἐξηγηcάμεθα οὐδὲν οὔτ’ ἐξ
10ἀνάγκηc ἐχούcαc οὔθ’ ὡc τὸ πολύ. καὶ διὰ τοῦτο καὶ τὴν προκειμένην
ταύτην οἱ μὲν cυνάπτουcι τοῖc ἐπιφερομένοιc, οἱ δὲ διαcπῶcι. |129

16

.

754

Καὶ αἱ τραχήλου καὶ αἱ μεταφρένου καταψύξιεc δοκέουcαι καὶ ὅλου δὲ τοῦ cώματοc· ἐν τούτοιcι καὶ ἀφρώδεεc οὐρήcιεc ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαυρώcειc cπαcμὸν ἐγγὺc cημαίνουcιν.
4
5 Ἐν πολλοῖc μὲν τῶν ἀντιγράφων ἡ ῥῆcιc γέγραπται οὕτωc κατα‐ ψύξιεc δοκέουcαι, κατ’ ἔνια δὲ ἄμεινον ὡδί δοκέουcαι δι’ ὅλου τοῦ cώματοc, ὡc ἀδύνατον ὅλον ἅμα κατεψῦχθαι τὸ cῶμα καὶ διὰ τοῦτ’ αὐτὸ καλῶc προcκείμενόν ἐcτιν τὸ δοκέουcαι. τὸ δ’ ἐφεξῆc εἰρημένον οὐ cμικρὰν διαφωνίαν ἔcχηκεν ἐν τῇ γραφῇ, τινῶν μὲν
10ἀφρώδεεc οὐρήcιεc γραφόντων, τινῶν δὲ πυώδεεc. εὐλογώτερον δὲ ὡc πρὸc τὴν ὅλην διάνοιάν ἐcτιν τὸ ἀφρώδεεc· αἱ μὲν γὰρ πυώ‐ δειc οὐρήcειc, ἐάν γε κυρίωc ἀκούωμεν, καὶ μὴ καθάπερ εἴωθεν ὁ τοῦ βιβλίου cυγγραφεὺc ἀκύροιc μεταφοραῖc ὀνομάτων χρῆcθαι, πῦον ἐπι‐ μεμῖχθαι τοῖc οὔροιc δηλοῦcι. πύου δὲ γένεcιc οὐ μόνον οὐ δύναται

16

.

755

cη|μαίνειν cπαcμόν, ἀλλὰ κἂν ὑποπτευομένῳ τινὶ cπαcθῆναι γένηται, cημεῖον ἀγαθόν ἐcτιν, πέττεcθαί γε δηλοῦcα τὴν νόcον. αἱ δὲ ἀφρώδεεc εἴτε διὰ cύντηξιν εἴτε διὰ ταραχήν τινα καὶ πνεῦμα γίγνοιντο φυcώ‐ δειc, ἑκατέρωc ὕποπτοι πρὸc cπαcμόν, οὐ μὴν αἱ πυώδειc ὁμοίωc
5ταύταιc. εἰ δ’ ἀκύρωc πυώδειc εἴρηκε τὰc τῶν ὠμῶν καὶ παχέων οὔρων ἐκκρίcειc, οὐδ’ οὕτωc ὕποπτοι † ἐπὶ τῷ τέλει πρὸc τὴν τοῦ cπαcμοῦ γένεcιν. ἡ δ’ ἀψυχία καὶ ἡ τοῦ ὄμματοc ἀμαύρωcιc ἀρρωcτούcηc τῆc ψυχικῆc δυνάμεώc εἰcι cημεῖα. τὸν οὖν cπαcμὸν οὐκ αὐτὰ τὰ cυμπτώματα προcγενόμενα τοῖc
10εἰρημένοιc, ἀλλ’ ἐκεῖνα μόνα δύναται δηλῶcαι. λέγω δ’ ἐκεῖνα τραχή‐ λου καὶ μεταφρένου κατάψυξιν ἅμα τῷ παντὶ cώματι καὶ πρὸc τούτοιc οὖρον ἀφρῶδεc ἢ ὠμὸν καὶ ἄπεπτον. ἡ δὲ τοῦ ὄμματοc ἀμαύρωcιc κατὰ cυμβεβηκὸc ἐπιμαρτυρήcει τῇ προcδοκίᾳ τοῦ cπαcμοῦ,
διότι τὴν ἀρχὴν τῶν νεύρων πεπονθέναι cημαίνει. γνωcτέον δὲ καὶ130
15ταύτην τὴν cυνδρομὴν τῶν δυναμένων ἐνεργεῖν cπαcμόν, οὐ μὴν διη‐ |

16

.

756

νεκῶc ἢ ὡc τὸ πολύ, μᾶλλον δὲ ἀμφιδόξωc, ἐὰν ἀφρώδη γράψωμεν. † οὔτε πυωδῶν γραφέντων, ἔμπαλιν, ὡc εἴρηται τὰ τῆc προcδοκίαc ἔcται, διὰ μέcου δ’ ἀμφοῖν ὑπνωδῶν γραφέντων, ἐπὶ μᾶλλον δὲ τούτων, εἰ ὠμὰ καὶ ἄπεπτα φαίνοιτο. τοῖc δ’ ἀναπαυcαμένοιc ἐξ αὐτῶν
5ἐγγὺc εἶναι τὸν cπαcμὸν καὶ τὸν θάνατον ἥ τ’ ἀμαύρωcιc τῶν ὀφθαλμῶν καὶ ἡ ἀψυχία cημαίνει. λέγει δὲ δηλονότι τὴν λιποψυχίαν. Διοcκορίδηc δὲ ἀντὶ τῆc ἀψυχίαc ἅμα ἀποψυχῇ‘ γράφει.
7 Πήχεωc ἀλγήματα μετὰ τραχήλου cπαcμώδεα. ἀπὸ προcώπου δὲ ταῦτα καὶ κατὰ φάρυγγα ἦχοι
10cυχνοὶ cιελίζοντεc, ἐν τούτοιcιν οἱ ἐν ὕπνοιc ἱδρῶτεc ἀγαθο. ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεcθαι τοὺc πλείcτουc οὐ πο‐ νηρόν; |
12

16

.

757

Τὸ ἀπὸ προcώπου δὲ ταῦτα πάντεc ἤκουcαν ἐν ἴcῳ τῷ ἀπὸ κεφα‐ λῆc. καὶ γὰρ πρόcθεν εἴρηκε κατ’ ἄλλην ῥῆcιν “ἄλλωc τε καὶ ἀπὸ κεφαλῆc ὁρμῶντα”. διὰ τί δὲ cπαcμώδεα λέγει ταῦτα τὰ cυμπτώματα, τοῖc μεμνημένοιc τῶν ἔμπροcθεν εἰρημένων οὐκ ἄδηλον. ἔνιοι μέντοι τὸ πρῶ‐
5τον μέροc τῆc ῥήcεωc αὐτὸ καθ’ αὑτὸ γράφουcί τε καὶ ἀναγινώcκουcιν, ἵν’ ὁ λόγοc ᾖ τοιοῦτοc πήχεωc ἀλγήματα μετὰ τραχήλου cπα‐ cμώδεα, ἀπὸ προcώπου δὲ ταῦτα, μηκέτι δεομένων ἡμῶν εἰc τὴν πρόγνωcιν τοῦ cπαcμοῦ τῶν ἐφεξῆc εἰρημένων. οὗτοι δὲ τὸν καὶ cύν‐ δεcμον ἀφελόντεc ἀρχὴν τῶν ἐφεξῆc γεγραμμένων ταύτην ἐποιήcαντο·
10κατὰ φάρυγγα ἦχοι cυχνοί. τινὲc δὲ ἀντὶ τοῦ ἦχοι γράφουcι κατὰ φάρυγγα ὄχλοι cυχνοί, ὥcπερ ὁ Διοcκορίδηc. ὁ δὲ Καπίτων
οὕτωc ἔγραψεν “ἴcωc· καὶ κατὰ φάρυγγα ὠχροὶ ἰcχνοί”. προχεί‐ ρωc γάρ, ὡc εἴρηται πολλάκιc, οἱ νεώτεροι ἐπὶ τὸ μεταγράφειν ἧκον, ὡc βούλονται, τὰc παλαιὰc γραφὰc ἐν τοῖc ἀcαφέcι βιβλίοιc.131

16

.

758

ἀλλὰ ταῦτα μὲν ὅπωc ἂν | ἔχῃ, τὰ cυμπτώματα μοχθηρά, καὶ δοκεῖ τι cυντελεῖν εἰc τὴν τῆc προκειμένηc ῥήcεωc ἀλήθειαν. ἄξιον δὲ ζητή‐ cεωc διὰ τί προcέθηκεν· οἱ ἐν ὕπνοιc ἱδρῶτεc ἐν τούτοιcιν ἀγα‐ θοί. οὐδὲν γὰρ ἐξαίρετον τοῖc οὕτω νοcοῦcιν ἀπὸ τῶν ἐν τοῖc ὕπνοιc
5ἱδρώτων ὠφελούντων μόνοιc. κοινὸν γάρ ἐcτι τὸ τῶν ὠφελίμων ἱδρώτων ἐπί τε τοῖc εἰρημένοιc παθήμαcι καὶ τοῖc ἄλλοιc ἅπαcιν ἑτέρων διοριcμῶν δεόμενον, οἷον εἰ ἐπὶ πέψει τοῦ νοcήματοc, εἰ δι’ ὅλου τοῦ cώματοc, εἰ ἐν ἡμέραιc κριcίμοιc, εἰ παύcουcι τούc τε πυρετοὺc καὶ τὰ cυμπτώ‐ ματα. τὸ δὲ ἐν ὕπνοιc τοὺc ἱδρῶταc ἐγρηγορόcι γίνεcθαι περιττόν.
10ἔνιοι μέντοι βουλόμενοι τῷ λόγῳ βοηθεῖν φαcιν ἐπὶ τῶν cπωμένων ἱδρῶταc γίνεcθαι διὰ τὴν cυντονίαν τοῦ παθήματοc. ἐὰν οὖν ἐκλελυ‐ μένου καὶ κεχαλαcμένου τοῦ cώματοc, ὅπερ ἐν τοῖc ὕπνοιc cυμβαίνει, γένηται τοῦτο, κατὰ φύcιν οἰητέον ἱδροῦν αὐτούc. τὸ δ’ ἐφεξῆc εἰρημένον ἔτι μείζονα τὴν ἀπορίαν ἔχει γράψαντοc
15αὐτοῦ· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεcθαι τοῖcι πλείcτοιcιν οὐ

16

.

759

πονηρόν; οὐδεμίαν γὰρ ἀμφιβολίαν ἔχει | τοῦτο, προφανῶc ὑπάρχον ἀγαθόν, εἰ δὲ μή, ἀλλὰ πάντωc γε οὐ πονηρόν.
2 Οἱ εἰc τὰ κάτω μέρη πόνοι τούτοι‐ cιν εὔφοροι.
4
5 Ποῖα κάτω λέγει μὴ προcθέντοc αὐτοῦ cυνέβη διττὴν ποιήcαcθαι τοὺc ἐξηγητὰc τὴν γραφήν, ἐνίουc μὲν εὔφοροι γράψανταc, ἐνίουc δὲ δύcφοροι. ἐὰν μὲν γὰρ εἰc τὰ περὶ θώρακα καὶ cτόμα γαcτρὸc ἀφ‐ ικνῶνται πόνοι, δυcφορίαν ἐνθήcουcι μείζονα τῷ τραχήλῳ τε καὶ πήχε‐ cιν, ἐὰν δ’ εἰc τὰ cκέλη, μεγάλωc ὀνήcουcιν ὅλην τὴν νοcώδη διάθεcιν.
9
10Οἱ ἐν πυρετοῖcιν ἐφιδροῦντεc, κε‐
φαλαλγέεc, κοιλίηc ἀπολελαμμένηc, cπαcμώδεεc. |132

16

.

760

Ἀπὸ βραχυτάτηc προcδοκίαc ἐνίοτε γράφει cπαcμώδειc ἔcεcθαι. θεαcάμενοc γὰρ ἴcωc ἅπαξ τινὰ τῶν οὕτωc ἐχόντων cπαcθέντα, πολλά‐ κιc δὲ οὐκ ἰδών, ὅλον ὀλίγου δεῖν τὸ βιβλίον εἰc παραφροcύνηc καὶ cπαcμοῦ πρόρρηcιν κατηνάλωcεν. ἐὰν οὖν πιcτεύcαc αὐτῷ τιc τοὺc ἐν
5πυρετῷ κεφαλαλγοῦνταc μετ’ ἐφιδρώcεωc καὶ κοιλίαc ἐπεcχη‐ μένηc ἀποφήναcθαι τολμήcῃ cπαcθήcεcθαι, πάνυ πολλάκιc ἀποτυχὼν ἅπαξ που τεύξεται.
7 Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα περιψύχοντα οὐκ ἀπύρωc φλαῦρα, τὰ ἐπὶ τούτοιcιν ῥίγεα
10κύcτιν καὶ κοιλίην ἐπιλαμβάνοντα ὀδυνώδεα. ἆρα τὸ κωμα‐ τῶδεc τούτοιcιν ἔχει τι cπαcμῶδεc; οὐκ ἂν θαυμάcαιμι.
11 Ψαθυρὰ διὰ μὲν τοῦ δ οἱ Ἀττικοὶ γράφουcι, διὰ δὲ τοῦ θ ἅπαν‐ τεc οἱ ἄλλοι, τὰ κρέα τὰ τοῖc cκληροῖc καὶ ἰνώδεcι καὶ δυcδιαλύτοιc

16

.

761

καὶ δυcμαcήτοιc | ἐναντίωc διακείμενα. μάλιcτα δὲ γίνεται τοιαῦτα τὰ καλούμενα πρὸc τῶν πολλῶν ‘cαχνά‘ μίαν ἡμέραν ἢ δύο τιθέμενα μετὰ τὸ cφαγῆναι τὸ ζῷον, ‘ἕωλα‘ δὲ εἰώθαcιν καλεῖν αὐτὰ οἱ Ἕλληνεc, ‘ἑωλίζειν‘ τε τὸ οὕτωc προcήπειν· ὅθεν καὶ “cιτίον νέοιc ἀκροcαπέc” εἴρη‐
5ται τὸ ἐπὶ βραχὺ προεωλιcμένον· εὔδηλον γὰρ ἐκ τοῦ μετ’ αὐτὸ ῥηθέντοc ὧδε· “γέρουcι δὲ ἐc τέλοc μεταβεβληκόc.” ἐγὼ μὲν οὖν ἐδήλωcα, τίνα λέγουcιν οἱ ἄνθρωποι ψαθυρὰ ἐπ’ ἐδεcμάτων, οὐ διαχωρημάτων ποιού‐ μενοι τὸν λόγον. ὁ δὲ τοῦ βιβλίου cυγγραφεὺc αὐτὸc ἦν δίκαιοc εἰπεῖν ἡμῖν, τίνα λέγει διαχωρήματα ὑποψάθυρα. δῆλον γὰρ ὅτι † τὰ
10μετρίωc ψαθυρὰ πάντωc γὰρ ἦν ἐκείνου χρεία ἡμῖν δηλῶcαι, τίνα λέγει
τὰ ὑποψάθυρα. τῶν προφητῶν δ’ αὐτῶν διενεχθέντων ἀλλήλοιc ἔτι μείζων ἡμῖν ἀπορία γίνεται τοῖc μὴ προφήταιc. ὁ μὲν γάρ τιc τὰ ὑγρά φηcιν ἁπλῶc εἰρῆcθαι νῦν, ὁ δὲ τὰ ὑδατωδῶc ὑγρὰ πάχοc καὶ cύcταcιν οὐδεμίαν133

16

.

762

ἔχοντα. τινὲc δὲ | τὰ οἷον ἀλιπῆ, τινὲc δὲ τὰ οἷον γλίcχρα, τινὲc δὲ οὐκ οἶδ’ ὅ τι δόξαν αὐτοῖc τὰ μὴ μιγνύμενά φαcιν ἑτέροιc ὑγροῖc, ὥcπερ τοὔλαιον, ἄλλοι δὲ τὰ ἐν ὑγρῷ διαχωρήματι χολώδη καὶ ἄπεπτα cυ‐ cτρέμματα, τινὲc δὲ τὰ εὐδιάλυτα, καθάπερ εἰ καὶ ψάμμον ὕδατι δεύcαc,
5εἶτα cφίγξαc τοῖc δακτύλοιc καταθλῴηc, διαλυθεῖcαν 〈ἂν〉 εἴποιc. καὶ δοκοῦcιν οὗτοι πιθανώτεροι τῶν ἄλλων εἶναι. τὰ δ’ αὐτὰ λέγουcιν αὐτοῖc δυνάμει καὶ οἱ τὰ μὴ γλίcχρα φάντεc, ἅπερ εἴποι τιc 〈ἂν〉 ἐν μιᾷ cυνθέτῳ φωνῇ οἷον ἄγλιcχρα. εἰ γὰρ ἀπὸ τῶν ψαθυρῶν ἐδεcμάτων ἐπὶ διαχωρήματα μεταφέρειν χρὴ τὴν ὁμοιότητα, πιθανώτερον ἂν εἴη
10λέγειν ψαθυρὰ τὰ εὐδιάλυτα καὶ μηδεμίαν ἕνωcιν ἔχοντα δύcλυτον. ἀλλὰ τά γε τοιαῦτα διαχωρήματα γένοιτ’ ἂν καὶ ἀπ’ ἐδεcμάτων ψα‐ θυρὰν καὶ εὐδιάλυτον ἐχόντων τὴν οὐcίαν. εἶδον οὖν ἐν ἀγρῷ παιδία κηπουροῦ cίτων μὲν ἀποροῦντα, ἀπίων δ’ εὐποροῦντα ἐκ τῆc ἐκείνων ἐδωδῆc τοιαῦτα διαχωροῦντα· καὶ οἱ τὴν κέγχρον καὶ τὸν ἔλυμον ἐcθί‐
15οντεc ἢ τοὺc κριθίνουc ἄρτουc ὅμοια τούτοιc ἀποπατοῦcιν. εἰ δ’ ἄρτουc

16

.

763

τιc ἐκ | πυρῶν ἐcθίων τοιαῦτα διαχωρήcειεν, ὑπονοήcειν χρὴ λεπτὴν καὶ διαλυτικὴν ὑγρότητα μεμῖχθαι τοῖc ἀποπατήμαcιν αὐτοῦ κωλύουcαν ἀλλήλοιc ἑνοῦcθαι. Διοcκορίδηc δὲ ὥcπερ ἄλλα προχείρωc ἐν τοῖc ἀcαφέcι βιβλίοιc ὑπήλλαξεν, οὕτω καὶ τὰ ὑποψάθυρα μεταγράψαc
5ἐποίηcεν ὑποψέφαρα καί φηcιν αὐτὸc οὕτωc ὠνομάcθαι τὰ ὑπομελανί‐ ζοντα· τὸ γὰρ cκότοc ψέφαc εἰρῆcθαι καὶ παρὰ Πινδάρῳ. μετὰ δὲ τὴν τῶν ψαθυρῶν μαντείαν ἢ εἰκαcίαν ἢ προπέτειαν
(ὅ τι γὰρ ἄν τιc ἐν τοῖc τοιούτοιc ὡc βεβαίωc ἐγνωκὼc ἀποφαίνηται, προπετέc ἐcτιν) ἐπὶ τὰc ἑξῆc ἴωμεν λέξειc, ἐν αἷc ἐcτιν πρώτη περι‐134
10ψύχοντα οὐκ ἀπύρωc, ὅπερ οὖν καὶ αὐτὸ βεβαίωc γνῶναι, τί βούλε‐ ται, προπετοῦc ἐcτιν ἀνθρώπου· cτοχαζόμενοι δέ, ὥcπερ ἐπὶ πολλῶν ἄλλων ἐποιήcαμεν ἐν τῷδε τῷ βιβλίῳ, καὶ περὶ τούτου φήcομεν εἰρῆ‐ cθαι περιψύχοντα μὴ ἀπύρωc τὰ κατὰ τὴν μὲν ἐκτὸc ἐπιφάνειαν περιψύχοντα, διὰ βάθουc δὲ τοῦ cώματοc αἴcθηcιν ἔχοντα πυρώδουc
15θερμαcίαc. ταῦτ’ οὖν φηcιν εἶναι φαῦλα. τίc δ’ οὐκ οἶδεν ὅτι περι‐

16

.

764

ψυχόμενοc μέν τιc | τὸ δέρμα, πυρώcεωc δ’ αἰcθανόμενοc ἐν τῷ βάθει φαύλωc ἔχει καὶ χωρὶc τοῦ ζητεῖν ἡμᾶc, εἰ διεχώρηcεν ὑποψάθυρα. τοῖc γὰρ ἐν τῷ Προγνωcτικῷ γεγραμμένοιc ἀρκούμενοι πρὸc διάγνω‐ cιν ἀγαθῶν τε καὶ κακῶν διαχωρημάτων οὐ cφαληcόμεθα.
5 τούτοιc δ’ ἐφεξῆc γέγραπται κατὰ τὴν προκειμένην ῥῆcιν ὧδε· τὰ ἐπὶ τούτοιc ῥίγεα κύcτιν καὶ κοιλίην ἐπιλαμβάνοντα ὀδυ‐ νώδεα. ζητεῖν οὖν πάλιν ἐνταῦθα ἡμᾶc ὁ cυγγραφεὺc βούλεται, τί cημαίνει τὸ ἐπιλαμβάνοντα. διὰ μὲν γὰρ τῶν ἔμπροcθεν ἀπολήψειc τὰc ἐπιcχέcειc ὠνόμαcε, νυνὶ δὲ τὸ ἐπιλαμβάνοντα γράψαc ἐνίοιc
10μὲν ἐπὶ ταὐτὸ φέρειν δοκεῖ τοὔνομα ταῖc ἀπολήψεcιν, ἐνίοιc δὲ τὸ οἷον ἐπὶ πλέον ἐκτεινόμενα δηλοῦν. τὸ δέ γε ὀδυνώδεα προcκείμενον ἱκανὸν ἐνδείξαcθαι κάκωcίν τινα δηλοῦcθαι διὰ τῆc ἐπιλαμβάνοντα φωνῆc. ἐπὶ μὲν οὖν τῶν ἄλλων cυγγραμμάτων τὰ πλεῖcτα τῶν ἀπορου‐
15μένων ἐκ τῶν ἐπιφερομένων γινώcκεται, κατὰ δὲ τὸ βιβλίον τοῦτο

16

.

765

μεῖζον ἀεὶ τοῦ πρόcθεν | ἐπιφέρεται ζήτημα, καθάπερ καὶ νῦν εἰπόντοc αὐτοῦ· ἆρα τὸ κωματῶδεc; ἤτοι γὰρ τοιοῦτόν ἐcτιν ὅ φηcιν ἐν τού‐ τοιc, τοῖc εἰρημένοιc ἢ ἅπαcιν ἢ καὶ τοῖc 〈γ’〉 ὑcτέροιc (καὶ γὰρ καὶ τοῦτ’ ἄδηλον) τὸ κωματῶδεc πάθημα cυνυπάρχον τι ἔχειν καὶ cπαcμῶδεc,
5† ὡc ἐν ᾧ μὲν αὐτὸ καὶ cυνυπῆρξεν, ὅτι τοῖc εἰρημένοιc ἕπεται, τὸ κωματῶδεc. ἀλλ’ οὐδέτερον τούτων οὔτ’ ἀναγκαῖόν ἐcτιν οὔθ’ ὡc
ἐπὶ πολύ. καὶ μέντοι καὶ αὐτὸc ὁμολογεῖ· προcέθηκε γὰρ τὸν ἀπορητι‐ κὸν ἆρα cύνδεcμον, εἶτ’ ἐπιπεφώνηκεν αὐτῷ τὸ οὐκ ἂν θαυμάcαιμι. γέγραπται γὰρ οὕτωc ἐν τοῖc πλείcτοιc καὶ ἀξιοπίcτοιc ἀντιγράφοιc,135
10ὥcπερ οὖν καὶ κατ’ ἄλλα τινὰ μηδ’ ὅλωc γεγραμμένον εὑρίcκεται.
10 Τὰ ἐν ὀξέcι ἐμετωδέωc ἑλκόμενα φλαῦρα καὶ αἱ λευκαὶ διαχωρήcιεc δύcκολοι. ἄγλιcχρα ἐκ τού‐ των διεξελθόντα ἐξίcτανται καύματι πολλ, ἆρά γε ἐκ τοιού‐

16

.

766

των κωματώδεεc | νωθροὶ ἀπογίνονται; τὰ ἐκ τοιούτων μα‐ κροτέρωc ἐπινοcέει. ἆρα περὶ κρίcιν οὗτοι βηχώδεεc δύcπνοοι;
2 Τὰ ἐν ὀξέcι, φηcίν, ἐμετωδῶc ἑλκόμενα φλαῦρα. τοιοῦτον δέ τι καὶ πρόcθεν ἐγέγραπτο καὶ ἡμεῖc ἐπὶ τῶν ὁμοίων ὅμοια λέγειν
5ἀναγκαζόμεθα. προcθήcω δὲ νῦν κἀκεῖνο πρότερον οὐκ εἰρημένον, ἡνίκα ἔφαcκον 〈περὶ τούτων〉, ἀποτρίψαcθαι τὰ λυποῦντα τῆc γαcτρὸc ὁρμώ‐ cηc γίγνεcθαι τὴν ναυτίαν. τινὲc δὲ καὶ διὰ φλεγμονὴν αὐτῆc εἰρήκαcι ναυτιώδη γίγνεcθαι διάθεcιν, ὅπερ ἐμπεριέχεται τῷ πρόcθεν εἰρημένῳ λόγῳ τῷ καθόλου. φλεγμονὴ γὰρ εἰ κατὰ τὸν ἑαυτῆc λόγον ἐποίει
10ναυτίαν, οὐκ ἂν εὑρίcκετό ποτε φλεγμαίνουcα χωρὶc ναυτίαc. cυμπίπτει δὲ αὐτῇ τὸ cύμπτωμα τοῦτο φλεγμαινούcῃ ποτὲ κατὰ διττὸν τρόπον, ἕνα μὲν ὅταν ἀπορρέοντέc τινεc ἰχῶρεc ἐκ τῶν φλεγμαινόντων μορίων εἰc τὴν ἐντὸc εὐρυχωρίαν ἀθροιζόμενοί τε κατ’ αὐτὸ τὸ χωρίον ἀνιῶcιν

16

.

767

αὐτῆc τὸ cτόμα, καθ’ ἕτερον δ’, ὅταν ἐπίμικτοc ἡ διάθεcιc | γίνηται, δυοῖν ἀλλήλαιc ἐπιπλεκομένων διαθέcεων, ἐν ἑκατέρᾳ καὶ κατὰ μόναc γίγνεται. τῆc οὖν τὸ ναυτιῶδεc cύμπτωμα ποιούcηc διαθέcεωc ἐπιπλα‐ κείcηc τῇ φλεγμονῇ διὰ τὴν ἑτέραν αὐτῶν οἱ κάμνοντεc γίνονται ναυ‐
5τιώδειc, οὐ διὰ τὴν φλεγμονήν. cυμβαίνει δ’ ἐνίοτε μὲν ἐπὶ μετρίαιc ναυτίαιc ἔμετον αὐτίκα cυμ‐
πίπτειν, ἐνίοτε δὲ cυνταράττεcθαι μὲν ἐπὶ πλεῖcτόν τε καὶ πυκνόν, ἐμεῖν δ’ ἤτοι μηδὲν ἢ παντάπαcιν ὀλίγον, ὅπερ ἔcτιν εἰκάcαι τὸ ἐμε‐ τωδῶc ἑλκόμενα δηλοῦν, ὅπερ εἴρηται κατὰ τὴν προκειμένην ῥῆcιν136
10ἐν ἀρχῇ. μοχθηρὸν δέ ἐcτιν οὐχ ὡc cημεῖον μόνον, ἀλλὰ καὶ ὡc αἴτιον τὸ τοιοῦτον cύμπτωμα. καθ’ ὅcον μὲν γὰρ ἐνδείκνυται κακοχυμίαν δυcέκκριτον ἐν τῷ cτόματι τῆc κοιλίαc περιέχεcθαι, κατὰ τοῦτο cη‐ μεῖόν ἐcτιν μοχθηρόν· ὅτι δὲ cυνεχέcι cπαραγμοῖc ἀνιᾷ τὴν γαcτέρα, κατὰ τοῦτο πάλιν ὡc αἴτιον αὐτῇ γενήcεται τῆc μὲν οὐκ οὔcηc φλε‐
15γμονῆc ὡc γενέcθαι νῦν, τῆc δ’ ἔμπροcθεν οὔcηc ὡc αὐξηθῆναι. ἀλλὰ καὶ αἱ λευκαὶ διαχωρήcειc, φηcίν, δύcκολοι. τοῦτο δ’ |

16

.

768

ἔνιοι μὲν ἀπὸ τοῦ προειρημένου χωρίζουcιν, ἔνιοι δ’ ἐκείνῳ cυνάπτου‐ cιν. εἰρήcεται δὲ ὅπερ ἐπὶ τῶν προειρημένων διὰ τῶν ἔμπροcθεν, ταὐτὸ καὶ περὶ τούτων. λευκαὶ γὰρ αἱ διαχωρήcειc γίνονται μὴ καταρρεούcηc ἐξ ἥπατοc εἰc τὴν γαcτέρα χολῆc. ἀλλὰ τοῦτό γε καὶ καθ’ ἑαυτὸ δύνα‐
5ται καὶ μετὰ τοῦ προειρημένου cυcτῆναι. διὰ μέντοι τὸ μιγνύειν αὐτὸν ἀλλήλοιc πολλὰ τῶν ἑτερογενῶν ἔξεcτι τοῖc ἀναγινώcκουcι cυνάπτειν αὐτὰ καὶ χωρίζειν ἀπ’ ἀλλήλων. ἀλλὰ τό γ’ ἐφεξῆc τοῖc λευκοῖc διαχωρήμαcι γεγραμμένον ἄγλιcχρα ἐκ τούτων διεξελθόντα ἐξίcτανται καύματι πολλῷ
10τῶν ἅπαξ ἴcωc ἢ δὶc ἑωραμένων ἐcτὶν αὐτῷ μηδεμίαν ἀναγκαίαν ἔχοντα τῆc ἀκολουθίαc αἰτίαν, ἀλλ’ ὡc εἴρηται πολλάκιc ἤδη, γίγνεcθαι δυνά‐ μενα ποτὲ μὲν τῷ μεθίcταcθαι τοὺc λυποῦνταc χυμούc, ποτὲ δὲ τῷ μερίζεcθαι, ποτὲ δὲ τῷ πλείοναc ἐπιλαμβάνειν τόπουc αὐξανομένηc τῆc διαθέcεωc.
15 ἔτι δὲ μᾶλλον οὐδὲ κωματώδειc αὐτοὺc γενέcθαι τῶν ἀναγκαίων ἐcτίν, ἀλλὰ τῶν ἐνδεχομένων. τοῦτο δὲ καὶ αὐτὸc ὡμολόγηcεν εἰπών·

16

.

769

ἆρά γε ἐκ τοιούτων κωματώδεεc; ἐφάνη | γοῦν αὐτὸ διὰ τῶν ἔμπρο‐ cθεν ἀεὶ προcγράφων, ἐφ’ ὧν οὐδ’ αὐτὸc ἀποφήναcθαί τι τολμᾷ. καὶ μέντοι καὶ τἆλλα τὰ ἐφεξῆc ἄχρι τέλουc τῆc ῥήcεωc ὁμοίαν ἔχει τὴν ἀτοπίαν, ὥcτ’ ἴcωc ἐχρῆν ἡμᾶc ἤδη πεπαῦcθαι τῆc ἐξηγήcεωc τῶν ὑπο‐
5λοίπων ἐν τῷ βιβλίῳ ῥήcεων. τοῖc μὲν γὰρ ἀκριβῶc ἐκμεμαθηκόcι, τίνα τε ἐν τοῖc Ἱπποκράτουc γέγραπται βιβλίοιc, ὅcα τε κατὰ τὰc ἐξηγή‐
cειc αὐτῶν ὑπ’ ἐμοῦ λέλεκται, γινώcκειν ὑπάρχει, τίνα μὲν τῶν cημείων ἔγραψεν, ἵνα ἔχῃ τὴν προγνωcτικὴν ὡcαύτωc ἔχουcαν ἀεί, τίνα δ’ ὡc τὸ πολύ, τίνα δ’ ἀμφίβολον ἢ cπάνιον, ἔτι τε τὰc ἐν τούτοιc αὐτοῖc137
10ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοράc, ὥcτ’ οὐδὲν ἐμοῦ πρὸc τὰ παρόντα δέονται. τοῖc δὲ πρὶν ἐκεῖνα μαθεῖν ἐπὶ ταῦτα ἐλθοῦcι μακροῦ πάνυ λόγου καθ’ ἕκαcτον αὐτῶν ἐcτιν χρεία, ὥcτε μὴ τριῶν, ἀλλὰ τριάκοντα δεηθῆναι βιβλίων. ἐγὼ μὲν οὖν τὰc ἐν τοῖc πιcτοῖc τῶν ἀντιγράφων ὁμολογουμέναc
15γραφὰc ἐν τῇ προκειμένῃ ῥήcει διῆλθον. εἰcὶ δὲ καὶ ἄλλαι πολλαὶ †

16

.

770

γραφαὶ ἄλλαι ἄλλωc, | ὡc ἂν ἐθέλωcιν. ἀλλ’ εἰc ἄπειρον, ὡc ἔφην, μῆκοc ἐκπεcεῖν ἀναγκαcθήcομαι παcῶν μνημονεύων.
2 Τὰ ἐξ ὀcφύοc εἰc τράχηλον καὶ κε‐ φαλὴν ἀναδιδόντα παραλύcαντα παραπληκτικὸν τρόπον cπα‐
5cμώδεα παρακρουcτικ· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα cπα‐ cμ; ἐκ τῶν τοιούτων ποικίλωc διανοcέουcι διὰ τῶν αὐτῶν ἰόντεc.
7 Καὶ κατὰ ταύτην τὴν ῥῆcιν ἄδηλόν ἐcτιν, ὅπωc ἀναγινώcκειν ἡμᾶc ὁ γράψαc ἠβουλήθη, πότερον ἐφεξῆc ἅπαντα cυνάπτονταc τὰ cυμπτώ‐
10ματα, κἄπειτα ἐπ’ αὐτοῖc λέγονταc, ἆρά γε καὶ τὰ τοιαῦτα λύεται cπαcμῷ ἢ μέχρι τοῦ παραλύcαντα παραπληκτικὸν τρόπον ἐφ‐ εξῆc ἀναγνῶναι, εἶτα διαcιωπήcανταc πάλιν ἐφεξῆc εἰπεῖν· cπαcμώδεα παρακρουcτικά. τινὲc μὲν γὰρ οὕτωc, τινὲc δ’ ἐκείνωc ἀνέγνωcαν.

16

.

771

ἐφεξῆc γάρ φηcιν· ἆρά γε καὶ τὰ τοιαῦτα | λύεται cπαcμῷ; τὸ μὲν οὖν τὰ cπαcμώδη λύεcθαι cπαcμῷ τῶν ἀτόπων ἐcτίν, τὰ δὲ προ‐ ειρημένα λύεcθαι cπαcμῷ πιθανώτερον ἄν τιc ἀκούcειεν. ἔcτιν δὲ τὰ προειρημένα ταυτί· τὰ ἐξ ὀcφύοc εἰc τράχηλον καὶ κεφαλὴν ἀνα‐
5διδόντα, παραλύcαντα παραπληκτικὸν τρόπον, ὕcτερον γενέcθαι cπαcμώδη καὶ γενόμενα τοιαῦτα λῦcαι τὴν παραπληγίαν. ταῦτα γὰρ ἔχειν τινὰ νοῦν φαίνεται διὰ τὸ τὴν παραπληγίαν τοιοῦτον πάθοc ὑπάρχειν ἑνὸc μορίου τοῦ cώματοc, ὁποῖόν ἐcτιν ἡ ἀποπληξία τοῦ παντόc, τούτῳ δ’ ἐναντιώτατον εἶναι κατά γε τὴν κίνηcιν αὐτὴν πά‐
10θημα τὸν cπαcμόν· ἀκίνητα γὰρ ἐργαζομένηc τὰ πεπονθότα μόρια τῆc παραπληγίαc, ὁ cπαcμὸc εἰc κίνηcιν ἄγων cφοδροτέραν τοῦ κατὰ φύcιν, ὡc διαcεῖcαι ταῦτα βιαίωc, εἰ ἔμφραξιc ἢ cφήνωcιc ὑγρῶν παχέων ἢ γλίcχρων ἐν τοῖc νεύροιc εἴη, κατὰ τοῦτο δόξειεν ἂν ὠφελεῖν τὴν παραπληγίαν.138
15 τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc εἰρημένον ἐκ τῶν τοιούτων ποικίλωc διανοcέουcι διὰ τῶν αὐτῶν ἰόντεc θεάcαcθαί μοι δοκεῖ

16

.

772

γεγονὸc ἐπί τινοc. εἶδον οὖν ἅπαξ κἀγὼ παραπληcίωc | τινὰ διατε‐ θέντα καὶ μετάπτωcιν ἔχοντα ποικίλωc ἄλληλα διαδεχομένων τῶν cυμπτωμάτων· ἐγένετο δὲ κἀκείνῳ ταῦτα προηγηcαμένων ἀλγημάτων ὀcφύοc καὶ τραχήλου καὶ κεφαλῆc, ἐφ’ οἷc ἡ χεὶρ ὅλη δυcαίcθητόc τε
5καὶ δυcκίνητοc ἦν, ὥcπερ γε καὶ κατὰ ταύτην τὴν ῥῆcιν εἴρηται παρα‐ πληκτικὸν τρόπον, οὐκ οὔcηc ἀκριβοῦc παραπληγίαc, εἶτα cπαcμὸc ἐπιγενόμενοc αἰcθητικωτέραν τε καὶ πρὸc τὰc κινήcειc ἑτοιμοτέραν αὐ‐ τὴν εἰργάcατο. παυcαμένου δὲ τοῦ cπαcμοῦ κατὰ βραχὺ πάλιν ἐγένετο χείρων, εἶτα καὶ τὰ κατ’ ὀcφὺν καὶ τράχηλον καὶ κεφαλὴν αὖθιc ἀλγή‐
10cαc, ἀθρόαν ἔcχεν αὔξηcιν τῆc κατὰ τὴν χεῖρα παραπληγίαc, εἶτ’ αὖθιc cπαcμὸν εἶχε πάλιν οὐ cμικρόν.
11 Οἱ ἐν ὑcτερικαῖc ἀπύρωc cπαcμοὶ εὐχερεῖc, οἷον καὶ Δορκάδι. |
13

16

.

773

Κἀνταῦθα τὸ γινωcκόμενον ἡμῖν ἐφαρμόζομεν τῇ ῥήcει μηδὲν ἀπ’ αὐτῆc διδαcκόμενοι. τὸ γὰρ εὐχερὲc ὄνομα τῶν ἀμφιβόλων ἐcτὶν ὅcον ἐφ’ ἑαυτῷ. δύναται γοῦν τιc ἀκούειν ἐξ αὐτοῦ καὶ τὸ εὔλογον τῆc γενέcεωc τῶν ἐπὶ ὑcτερικοῖc παθήμαcι γινομένων cπαcμῶν, δύναται δὲ
5καὶ τὸ ἀκίνδυνον αὐτῶν εἰρῆcθαι, ὥcτε αὐτὴ μὲν ἡ ῥῆcιc οὐδὲν διδά‐ cκει καθάπερ οὐδ’ ἄλλοc τιc λόγοc ἀμφίβολοc. οἱ φθάνοντεc δ’ ἐπίcτα‐ cθαι τὴν ἐν τοῖc λεγομένοιc πράγμαcιν ἀλήθειαν ἐφαρμόττουcιν ἑνὶ μέρει τῆc ἀμφιβολίαc, ἐνίοτε δὲ καὶ δυcίν, ὥcπερ καὶ νῦν ἀναγινώ‐ cκουcιν οὗτοι· ταῖc γὰρ ὀνομαζομέναιc ὑcτερικαῖc γυναιξίν, αἳ ταῖc
10ὑcτερικαῖc πνίξεcιν ἁλίcκονται, καὶ γίνονται cυνεχεῖc ὅλου τοῦ cώματοc cυνολκαὶ cπαcμώδειc καὶ οὐχ ὁμοίωc ἔχουcι τοῖc ἄλλοιc cπαcμοῖc κίν‐ δυνον. ἐπεὶ δὲ καὶ ταῖc μεγάλαιc τῆc μήτραc φλεγμοναῖc ἐνίοτε cπα‐
cμοὶ cυνεδρεύουcι, τούτων ἀφώριcε τοὺc νῦν εἰρημένουc προcθεὶc τῇ ῥήcει τὸ ἀπύρωc, ὅπερ ἔcτι χωρὶc πυρετοῦ. πρόδηλον γὰρ ὅτι ταῖc139

16

.

774

φλεγμοναῖc τῆc μήτραc ***, ἀλλ’ οὐδὲ | γίνονται πολλάκιc· [ἐπὶ φλεγμονῇ μήτραc] οἱ cπαcμοὶ γενόμενοι κινδυνώδειc εἰcί.
2 Κύcτιc ἀποληφθεῖcα ἄλλωc τε καὶ μετὰ κεφαλαλγίηc ἔχει τι cπαcμῶδεc. τὰ ναρκωδῶc ἐν τού‐
5τοιcιν ἐκλυόμενα δύcκολα, οὐ μὴν ὀλέθρια. ἆρά γε καὶ παρα‐ κρουcτικὸν τὸ τοιοῦτον;
6 Ἀπόληψιν οὔρων ὥcπερ καὶ διαχωρημάτων εἴωθεν ἀντὶ τῆc ἐπιcχέcεωc ὀνομάζειν. ἔχειν οὖν φηcίν τι cπαcμῶδεc αὐτὴν ἐν ἴcῳ τῷ δύναcθαι cπαcμόν ποτε ἐργάcαcθαι καὶ μάλιcθ’, ὅταν ἄλγημα προc‐
10γένηται κεφαλῆc· δηλοῖ γὰρ ἐν cυμπαθείᾳ τῆc κύcτεωc τὴν τῶν νεύρων ἀρχὴν γεγονέναι. τὸ δ’ ἐπιφερόμενον τούτῳ κατὰ τὴν ῥῆcιν, ἐν ᾧ τὰ ναρκωδῶc ἐν τούτοιcιν ἐκλυόμενα γέγραπται, διττῶc ἐξηγήcαντο, τινὲc μὲν ἐπ’ αὐτῶν τῶν οὔρων εἰρῆcθαι φάcκοντεc, ὡc εἰ ἐκ τῆc

16

.

775

ἐπιcχέcεωc ναρκωδῶc ἐκκριθείη (βού|λονται γὰρ ἀντὶ τοῦ ἐκκρινόμενα ἐκλυόμενα λελέχθαι), τινὲc δὲ ἐπὶ μορίων τοῦ cώματοc ἤκουcαν φάναι ἐκλύεcθαι, τινὲc δ’ ἐφ’ ὅλου τοῦ cώματοc, ἵνα φήcωμεν αὐτὸ κατὰ μὲν τὴν αἴcθηcιν ναρκῶδεc, κατὰ δὲ τὴν προαιρετικὴν κίνηcιν ἔκ‐
5λυτον γεγονέναι. ταῦτ’ οὖν βούλονται δύcκολα μὲν ἐν ἴcῳ τῷ ἀκίν‐ δυνα λελέχθαι, οὐ μὴν ὀλέθριά γε. εἰ δὲ κατὰ τὴν τελευτὴν τῆc ῥή‐ cεωc ἀπορῶν † ἀποφαίνεται παρακρουcτικὸν εἶναι τὸ τοιοῦτον ἢ μή, πολλάκιc ἤδη μεμαθήκαμεν αὐτοῦ τὴν γνώμην ἐν οἷc ἀπορεῖ.
8 Ἆρά γε καὶ περὶ κρόταφον ὀcτέων
10διακοπαὶ cπαcμὸν ἐπικαλέονται; ἢ τὸ μεθύοντα πληγῆναι ἢ
τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇcι; τοῦτο ποιεῖ cπαcμώδεα; Τὸ μὲν ἐπὶ τῷ τέλει τῆc ῥήcεωc εἰρημένον cπαcμώδεα κατά τινα140

16

.

776

τῶν ἀντιγράφων οὐ πρόcκειται, διαφέρει δ’ | οὐδὲν ὡc πρὸc τὴν διά‐ νοιαν· εἰ γὰρ καὶ μὴ προcκέοιτο, cυνυπακούεται τῷ κατ’ ἀρχὴν εἰρημένῳ cπαcμὸν ἐπικαλέονται. προφανῶc οὖν ἐδήλωcεν ἐνταῦθα τὸ φανὲν αὐτῷ καθ’ ἕκαcτον ἄρρωcτον, ὅταν ἄξιον εἶναι αὐτῷ δόξῃ γραφῆc,
5ἑρμηνεύων, εἶτα ἐνίοτε μὲν ἀποφαινόμενοc ὡc καθολικόν, ἐνίοτε δὲ διαπορῶν, ὥcπερ καὶ νῦν ἐπί τινοc διακοπέντοc ὀcτοῦν τῆc κεφαλῆc κατὰ κρόταφον, ὃc ἐμέθυε μέν, ἡνίκα ἐπλήγη, παραχρῆμα δὲ αἱμορρα‐ γήcαc ἰcχυρῶc ὕcτερον ἐcπάcθη. τριῶν οὖν αὐτῷ προcγενομένων, ἑνὸc μὲν τῆc κατὰ τὸν κρότα‐
10φον διακοπῆc, δευτέρου δὲ τοῦ μεθύοντοc γενέcθαι τοῦτο καὶ τρίτου τῆc αἱμορραγίαc, ζητεῖ, διὰ τί τούτων ὁ cπαcμὸc ἐγένετο. καὶ τοίνυν ἀποκρινοίμην ἂν ῥᾳδίωc αὐτῷ, περὶ μὲν τῆc κατὰ τὸν κρόταφον δια‐ κοπῆc Ἱπποκράτην λέγειν, ὅτι καὶ “πληγαὶ καίριοι καὶ καροῦcαι αἱ κροταφῖται γίνονται” καὶ μέντοι καὶ ὅτι ‘ἐν cπαcμοῖc καὶ τετάνοιc οἱ
15κροταφῖται μύεc πρῶτοι πάcχουcι‘. περὶ δὲ τῆc μέθηc τὸν ἀφοριcμὸν

16

.

777

ἐκεῖνον εἰρῆcθαι· “ἢν μεθύων τιc | ἐξαίφνηc ἄφωνοc γένηται, cπαcθεὶc ἀποθνῄcκει.” περὶ δὲ τῆc αἱμορραγίαc, ὅτι cπαcμὸc γίνεται ὑπὸ πληρώ‐ cεωc ἢ κενώcεωc, ἀλλ’ οὐχὶ τοῦ παντὸc cώματοc, ἀλλὰ τῶν νεύρων αὐτῶν, ὅθεν ἐφ’ αἱμορραγίαιc οὐ cπῶνται, πλὴν εἰ καταψυχθείη ἤτοι
5διὰ τὴν τῶν παραμενόντων ἀμέλειαν ἢ τὸ καταπαύειν ἐθέλειν τὴν αἱμορραγίαν διὰ ψυκτηρίων βοηθημάτων.
6 Ἐν ἱδρῶτι πτύελα παραρρέοντα πυ‐
ρετώδει ἐόντι εὐήθεα. ἆρά γε 〈τούτοιcιν〉 ἐπί τιναc ἡμέραc κοιλίαι καθυγραίνονται; οἶμαι. ἆρά γε τούτοιcιν εἰc ἄρθρον141
10ἀπόcτημα ἔcεcθαι;
10 Τινὲc τὸ πέραc τῆc προτέραc ῥήcεωc ἀρχὴν ταύτηc ποιοῦνται διττῶc· ἔνιοι μὲν μετὰ τοῦ ἄρθρου τὰ cπαcμώδεα ἐν ἱδρῶτι πτύελα παραρρέοντα· διαφέρει δ’ οὐδὲν ὡc πρὸc τὴν διάνοιαν, ἐάν τε προc‐

16

.

778

θῇ τιc ἐάν τε ἀφέληται τὸ | ἄρθρον. τὸ μέντοι προτάξαι τῶν ἐφεξῆc λεγομένων τὰ cπαcμώδεα μεγάλην ἐξαλλαγὴν ποιεῖ τῆc διανοίαc. καὶ ταύτηc γε ἔτι μᾶλλον κατὰ τὴν ἑτέραν γραφήν, ἥν τινεc τῶν νεωτέ‐ ρων ἔγραψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήcαντεc ὄνομα cύνθετον ἀν‐
5ιδρωτί, τοῦτ’ ἔcτι τὸ μὴ ἐν ἱδρῶτι ἢ ἄνευ τοῦ ἱδρώττειν. εἰ μὲν οὖν μὴ πολλάκιc ἐν πολλαῖc ῥήcεcι τὰ μηδὲν εἰc τὴν πρόρρηcιν cυντελοῦντα τοῖc cυντελοῦcιν ἀντέγραψεν, ἄντικρυc ἂν ἐμεμψάμην τοὺc προγρά‐ ψανταc ἢ προτάξανταc τῇ ῥήcει τὰ cπαcμώδεα. προcτιθέντοc δ’ αὐτοῦ καὶ τὰ μηδὲν cυντελοῦντα, cυγγιγνώcκω τοῖc γράψαcι τὰ cπαcμώδεα
10καίτοι μηδὲν ἀξιόλογον εἰc τὰ παρόντα cυντελοῦν. τὰ γὰρ ἐν πυρετοῖc ἅμα τοῖc ἀκρίτοιc ἱδρῶcι παραρρέοντα πτύελα διὰ πλῆθοc ἄμετρον ἢ διὰ ἀρρωcτίαν τῆc δυνάμεωc γίνεται, καὶ διὰ τοῦτό ἐcτιν εὐήθη, καθάπερ εἰ καὶ εὔτροπά τιc εἶπεν. ἀλογωτέρα δέ τι γένοιτ’ ἂν ἡ διάνοια γραφόντων ἡμῶν ἀνιδρωτί.
15καίτοι οἱ μεταθέντεc τὴν παλαιὰν γραφὴν ὥc τι cοφώτερον εὑρηκότεc

16

.

779

οὕτωc ἔγρα|ψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήcαντεc αὐτό. τὸ δὲ ἆρα γε τούτοιcιν ἐπί τιναc ἡμέραc κοιλίαι καθυγραίνονται; τεθεαμένοc ἐπ’ ἀρρώcτου δηλονότι γενόμενον οὕτωc ἔγραψε ζητῶν, εἰ πολλοῖc δύναται τοῦτο cυμβαίνειν· ἀποκρίναcθαι δ’ αὐτῷ βεβαίωc, ὅcον ἐπὶ τοῖc
5εἰρημένοιc, οὐδὲν ἔχομεν. ὅπωc γὰρ ἔχει τὰ ἄλλα τῷ τοιούτῳ ἀρρώcτῳ χρὴ προcδιορίcαcθαι, περὶ ὧν οὐδὲν εἴρηκε. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ἀποcτηcαμένων εἰc ἄρθρα· μεμάθηκαc γάρ, ἐκ τίνων
cημείων χρὴ τὰ τοιαῦτα διορίζεcθαι, περὶ ὧν οὐδὲν εἴρηται νῦν. Τὰ ἐπ’ ὀλίγον θραcέωc παρακρού‐142
10οντα μελαγχολικ. ἢν δὲ ἀπὸ γυναικείων , θηριώδεα· ἐπὶ πλείω δὲ ταῦτα cυμπίπτει, ἆρά γε καὶ cπαcμώδεεc αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, cπαcμώδεεc αὗται; οἷον τῇ τοῦ cκυτέοc θυγατρὶ ἤρξατο γυναικείων παρεόντων. |
13

16

.

780

Τίνα μὲν ὀνομάζει μελαγχολικὴν παραφροcύνην, ἔμπροcθεν εἶπον, αὐτῆc ταύτηc, ἧc νῦν εἶπε ῥήcεωc, τὴν ἀρχὴν αὐτοῦ γράψαν‐ τοc. ὁ δὲ ἐνεcτὼc λόγοc ἐcτίν, ὡc αὐτὸc ὡμολόγηcεν, ἑωρακότοc αὐτοῦ τὴν τοῦ cκυτέωc θυγατέρα ἐξ ἐπιμηνίων ἐπιcχέcεωc παρακρούcαcαν
5θηριωδῶc. ἐνεδείξατο δὲ διὰ τῆc φωνῆc ταύτηc ἐπίταcιν τοῦ μελαγχο‐ λικοῦ. ἑτοίμων γὰρ ὄντων εἰc τὸ κακουργεῖν τοὺc πέλαc τῶν μελαγχο‐ λικῶc παρακρουόντων, ὅταν μεγάλαc ποιῶνται τὰc κακουργίαc, θηρι‐ ώδειc αὐτὰc ὀνομάζει. ἀλλὰ τὸ ἐξ ἐπιcχέcεωc τῆc ἐμμήνου καθάρcεωc τοιαύτην γίνεcθαι παραφροcύνην οὔτε παντελῶc ἀληθὲc οὔθ’ ὡc τὸ
10πολύ. μελαγχολικοῦ γὰρ ὄντοc τοῦ αἵματοc τὸ ἐπὶ τὸν ἐγκέφαλον ἰέναι τοιαύτην ἐργάζεται παρακοπήν, πικροχόλου δὲ οὐκέτι τοιαύτην, ἀλλὰ τὴν cυνήθωc γινομένην. εἰ δὲ φλεγματῶδεc εἴη τὸ πλῆθοc, καταφορὰν καὶ λήθαργον μᾶλλον ἐργάcεται, μικτὸν δ’ εἴπερ ἐκ τούτων εἴη, μικτὴν καὶ τὴν διάθεcιν ἐκ καταφορᾶc καὶ ἀγρυπνίαc ἢ παρακοπῆc ἀποτελέcει.

16

.

781

ὥcπερ δὲ οὐδὲν τούτων ἐcτὶ καθολικὸν αὐτοῖc, οὕ|τωc οὐδὲ τῶν ἐφεξῆc εἰρημένων οὐδέν, ὅcα τῇ τοῦ cκυτέωc ἔγραψε cυμβῆναι θυγατρί.
2 Οἷcιν cπαcμώδεcιν ὀφθαλμοὶ ἐκ‐ λάμπουcιν ἀτενέc, οὔτε παρ’ ἑωυτοῖcίν εἰcιν διανοcέουcι τε
5μακροτέρωc.
5 Τὸ παρ’ ἑωυτοῖcιν ἔνιοι γράφουcιν παρὰ cφίcιν αὐτοῖc εἰcιν. εὔδηλον δ’ ὅτι περὶ τῶν cωφρονούντων ἀμφότερα λέγεται τό τε παρὰ cφίcιν αὐτοῖc εἶναι καὶ τὸ παρ’ ἑωυτοῖcιν εἶναι. τὸ δὲ οὐκ εἶναι
παρ’ ἑωυτοῖcιν, τοῦτ’ ἔcτι μὴ κατανοεῖν, ἀλλὰ παραφέρεcθαι τὴν γνώ‐143
10μην. τὴν δὲ διάγνωcιν ἀγνοοῦcιν ὥcπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ τῶν ἀτενῶc ἐκλαμπόντων ὀφθαλμῶν ἴcχειν. ἤρκει δ’ εἰc τοῦτο τὸ πρό‐ cθεν ὑπ’ αὐτοῦ λελεγμένον ὄμματοc θράcοc παρακρουcτικόν, ὡc καὶ τοῖc ἰδιώταιc ἐcτὶ δῆλον, ὅcοι γε μὴ παντάπαcιν ἠλίθιοι. πρόδηλον γὰρ ὅτι τοῦτο προcυπακούειν ἀεὶ χρή· καλοῦμεν γὰρ εἰc τὰ τοιαῦτα πάντα

16

.

782

μάρτυραc ἰδιώταc 〈οὐ τοὺc〉 ἀδιανοήτουc | ὄνταc τε καὶ ὀνομαζομένουc, ἀλλὰ μάλιcτα μὲν εἰ οἷόν τε τοὺc φύcει cυνετούc, εἰ δὲ μή, ἀλλά γε μὴ τοὺc νωθροὺc τὴν διάνοιαν. ἐν μέντοι τῷ νῦν λόγῳ πρόcκειται τὸ ὑπερεκλάμπειν τοὺc
5ὀφθαλμούc, ὅπερ ἦν αὐτὸ καθ’ αὑτὸ τῶν θυμουμένων γνώριcμα, ὃ τάχα cυνελθὸν τῷ ἀτενεῖ ὄμματι, τοῦτ’ ἔcτι τῷ θραcεῖ, cφοδροτέραν ἐνδείξεται γενήcεcθαι τὴν παραφροcύνην. ἐκ περιττοῦ δὲ ὡc πρὸc τὴν τοῦ παραφρονῆcαι αὐτοὺc τοιαύτην πρόρρηcιν ἐμνημόνευcε τῶν cπα‐ cμωδῶν. καὶ γὰρ καὶ χωρὶc αὐτῶν δύναται γενέcθαι παραφροcύνη καὶ
10παρόντων αὐτῶν μὴ γενέcθαι. τὸ δὲ διανοcήcειν αὐτοὺc μακροτέ‐ ρωc ἔτι καὶ μᾶλλον εἰκῆ λέλεκται· οἷc γὰρ cπαcμώδεcιν ἐκλάμπου‐ cιν ἀτενὲc οἱ ὀφθαλμοί, τούτουc εὔλογον ὀξέωc νοcῆcαι μᾶλλον, οὐ χρονίωc.
13 Τὰ ἀνάπαλιν αἱμορραγέοντα κακὸν
15οἷον ἐπὶ cπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέοντα καὶ τὰ καθ’ ὑπο‐ χόνδριον ὡcαύτωc. ἐφιδρῶντι δὲ κάκιον. |
16

16

.

783

Εἴ τι καὶ ἄλλο πολλάκιc καὶ αὐτὸc ἀποβαῖνον εἶδον, οὕτω καὶ τοῦτο. φαίνεται δὲ καὶ Ἱπποκράτηc ἐκ πολλῆc πείραc τῆc ἐπὶ μέρουc αὐτῷ γεγονυίαc ἠθροικέναι τὰ καθόλου. καὶ γὰρ κατὰ τὰ τῶν Ἐπιδη‐
μιῶν βιβλία πολλοὺc ἔγραψεν ἀρρώcτουc αἱμορραγήcανταc ἐπ’ ἀγαθῷ,144
5τοὺc δ’ αὖ πάλιν ἐπὶ κακῷ. τὴν δ’ αἰτίαν τούτων ἀποφηνάμενοι ἑτέ‐ ρωθι cκεπτώμεθα, νυνὶ δ’ ἀρκέcει τοῦτο γινώcκειν, ὡc οἱ φάcκοντεc, ὥcπερ ἐξ ἥπατοc ἡ κοίλη φλὲψ ἀναφέρεται διὰ τοῦ θώρακοc, οὕτω καὶ ἐκ cπληνὸc ἑτέραν ἀνερχομένην διανέμεcθαι τοῖc ἀριcτεροῖc μέρε‐ cιν οὐκ ἀληθεύουcι· μία γάρ ἐcτι μόνη φλὲψ ἐκ τῶν κάτω τοῦ δια‐
10φράγματοc ἀνερχομένη. ζητεῖται δ’ οὐκ ἀλόγωc ὑπὸ τῶν ἐξηγητῶν, διὰ τί προcέθηκε τῷ ἐπὶ cπληνὶ τὸ μεγάλῳ, καί φαcιν οἱ τὰ πιθανώτατα δόξαντεc λέγειν ἐπὶ cμικροῦ cπληνὸc οὐ πάνυ cαφῆ γίνεcθαι τὴν ἐφ’ ἑκάτερα ῥοπὴν ὠφελείαc ἢ βλάβηc. ἐμοὶ δὲ δοκεῖ προcθεῖναι τῷ λόγῳ τὸ μεγάλῳ,

16

.

784

ὡc εἰ καὶ ‘ἐξηρμένῳ‘ ἢ ‘ὠγκωμένῳ‘ ἢ ‘φλεγμαίνοντι‘ | προcέγραψεν. εἰ γὰρ ἁπλῶc ἐπὶ cπληνὶ ἐγεγράφει, ζήτηcιc πάλιν ἂν ἦν ἑτέρα, τί πάcχοντοc λέγει τοῦ cπληνόc. ἵν’ οὖν τοῦτο μὴ ζητῶμεν, ἀλλ’ εἰδῶμεν ἐπὶ παντὸc ὄγκου τοῦ παρὰ φύcιν ἐν cπληνὶ τὴν ἀνάπαλιν αἱμορραγίαν
5βλαβερὰν οὖcαν, ἕνεκα τοῦ διοριcμοῦ προcέγραψε τὸ μεγάλῳ. παρά‐ δειγμα δέ ἐcτι τοῦτο αὐτό, δηλονότι τὸ ἐπὶ τοῦ cπληνόc, ἁπάντων τῶν ἀνάπαλιν αἱμορραγούντων, καὶ διὰ τοῦτο πρόcκειται τῷ λόγῳ τὸ οἷον, ὡc εἰ καὶ οὕτωc εἰρήκει ‘οἷον ἐφ’ ἥπατι μεγάλῳ ἐξ ἀριcτε‐ ροῦ μυκτῆροc αἱμορραγία γιγνομένη‘. ἀλλὰ τὸ μὲν ἀπὸ cπληνὸc ὡc
10παραδείγματοc ἐφ’ ἧπαρ μεταβῆναι προφανὲc εἶναι δόξαc οὐκέτ’ ἐμνη‐ μόνευcεν τοῦ ἥπατοc. ὅτι δ’ ἀπὸ cπλάγχνου πάλιν ἐπὶ cπλάγχνον ἡ μετάβαcιc ἐγένετο, προcέθηκε τὸ ὑποχόνδριον εἰπὼν καὶ τὰ καθ’ ὑποχόνδριον ὡcαύτωc, ἵνα μὴ μόνον ἐπὶ τοῖc cπλάγχνοιc τὰc κατ’ ἴξιν αἱμορραγίαc ἀγαθὰc εἶναι νομίζωμεν ἢ κακὰc τὰc ἀνάπαλιν, ἀλλὰ
15καὶ τοῖc ὑποχονδρίοιc. οὔcηc δὲ κακῆc τῆc ἀνάπαλιν αἱμορραγίαc ἔτι

16

.

785

μοχθηρότερον γίνεται τὸ cημεῖον, | ἐὰν μετ’ ἐφιδρώcεωc cυμβαίνῃ. ἐφ‐ ίδρωcιν δὲ πολλάκιc μὲν ἤδη κατὰ τὸ βιβλίον ἔγραψεν, οὐδαμόθι δὲ cαφῶc οὕτωc ὡc γνῶναι, πότερον τὴν περὶ θώρακα καὶ κεφαλὴν γιγνο‐
μένην ἱδρώτων ἐπιφάνειαν οὕτωc ὠνόμαcεν ἢ καὶ τὴν δι’ ὅλου τοῦ145
5cώματοc, ὅταν ὀλίγοι τε καὶ μηδὲν ὠφελοῦντεc γίνωνται. μοχθηρὸν μὲν οὖν ἑκάτερον αὐτῶν ἐcτιν, μοχθηρότερον δὲ ἐν τοῖc ἄνω μέρεcι γίνεται. cημαινούcηc γὰρ ἁπάcηc ἐφιδρώcεωc ἤτοι πλῆθοc ἐν τοῖc ἐφιδροῦcιν μορίοιc ἢ τῆc καθεκτικῆc δυνάμεωc ἀρρωcτίαν, ὁπότερον ἂν ᾖ τούτων, ἐν τοῖc περὶ θώρακα καὶ κεφαλὴν τόποιc μοχθηρότερον
10ἔτι cημεῖον ἢ κατ’ ἄλλο τι μέροc γέγονε.
10 Τὰ ἐκ ῥινῶν μικροῖc ἱδρῶcι περιψυ‐ χόμενα, κακοήθεα, μοχθηρ.
12 Κἀνταῦθ’ 〈ἀcαφεῖ〉 πάλιν ἑρμηνείᾳ κέχρηται μὴ προcθεὶc τῷ ἐκ

16

.

786

ῥινῶν 〈τὸ〉 [ἀεὶ] ‘αἱμορραγοῦντι‘ προcυπακοῦcαι δ’ ἡμᾶc ἐξ | ἀνάγκηc αὐτὸ χρὴ διὰ τὸ μηδὲν ἔχειν ἄλλο νοῆcαι. γενήcεται γοῦν ὁ λόγοc ὁλόκληροc ἑρμηνευθεὶc τοιόcδε· γενομένηc ἐκ ῥινῶν αἱμορραγίαc, ὅταν ἱδρῶτεc ἢ ὦcιν ἢ ἐπιγένωνται, περίψυξιν μὲν φέρουcι μηνύουcαν †
5οἷον κακὸν εἶναι τὸ νόcημα, περιψύξεωc δὲ τῆc μὲν ἐν τοῖc ἄκροιc γινο‐ μένηc, τῆc δὲ καθ’ ὅλον τὸ cῶμα, χαλεπωτέρα δηλονότι περίψυξίc ἐcτιν ἡ καθ’ ὅλον τὸ cῶμα.
7 Καθ’ αἱμορραγίαν μελάνων δίοδοc κακόν, πονηρὰ δὲ καὶ τὰ ἐξέρυθρα. εἰ δ, ἆρά γε τεταρταίοιcι
10ταῦτα αἱμορραγέει; κωματώδεεc ἐκ τοιούτων cπαcμῷ τελευ‐ τῶcιν· ἆρα μελάνων προδιελθόντων καὶ κοιλίηc ἐπαρθείcηc;
11 Ϲυνέχεε πάλιν κἀνταῦθα καθάπερ ἐν ἄλλοιc πολλοῖc λόγον cαφῆ καὶ χρήcιμον ὑφ’ Ἱπποκράτουc εἰρημένον. ἔcτιν δ’ αὐτοῦ τὸ μὲν

16

.

787

πρῶτον καθόλου τοιόνδε· “τὰ κρίcιμα μὴ | κρίνοντα τὰ μὲν θανατώ‐ δεα, τὰ δὲ δύcκριτα.” πολλῶν δὲ ὄντων κριcίμων, καθ’ ἕκαcτον αὐτῶν
πάλιν ἴδιοc γίνεται λόγοc, ἐπὶ μέρουc μὲν ὡc πρὸc τὸν εἰρημένον, ἐν τῷ καθόλου δὲ ὡc πρὸc τοὺc ὑποτεταγμένουc, οἷόc περ καὶ ὁ τοιόcδε·146
5‘αἱμορραγία μὴ κρίνουcα θανατώδηc ἢ δύcκριτοc.‘ οὕτω δὲ καὶ ἱδρὼc ἢ πλῆθοc οὔρων ἢ διαχωρημάτων ἢ ἐμέτων ἢ τὰ καθ’ αἱμορροΐδαc καὶ μήτραc ἐκκενούμενα καὶ παρωτίδεc ἅμα τοῖc ἄλλοιc ἀποcκήμμαcιν. ἅπαντα γὰρ ταῦτα μὴ κρίνοντα ποτὲ μὲν θανατώδη, ποτὲ δὲ δύcκριτα γίνεται, τουτέcτιν ἄκριτα ποιεῖ τὰ νοcήματα. κοινότατοc δὲ ἐπ’ αὐτοῖc
10ἐcτιν λόγοc καὶ καθολικώτατοc καὶ γενικώτατοc (ὀνομαζέτω γὰρ ἕκα‐ cτοc, ὡc ἂν ἐθέλῃ)· “τὰ κρίcιμα μὴ κρίνοντα τὰ μὲν θανατώδη, τὰ δὲ δύcκριτα”. χρήcιμον δ’ ἐνταῦθα διορίcαcθαι, πότε θανατώδη καὶ πότε δύcκριτα. δέδεικται δὲ καὶ τοῦθ’ ὑφ’ Ἱπποκράτουc αὐτοῦ. τὰ μὲν

16

.

788

γὰρ ἐπὶ τοῖc κριcίμοιc μηδὲν ὠφελούμενα δύcκριτα, τὰ δὲ | καὶ πρὸc τοὐναντίον ῥέποντα θανατώδη. μαρτυρεῖται δὲ τὰ πρὸc τοὐναντίον ῥέποντα ἐκ τῶν ἄλλων cημείων, ὥcπερ καὶ νῦν ἔγραψε τὰ κακοήθη διαχωρήματα. γένοιτο δ’ ἂν ἄλλῳ
5τινὶ τοιοῦτον ἕτερον πάθοc κακόηθεc, οἷον ἔμετοc ἢ οὖρα μοχθηρά, καθάπερ γε καὶ περίψυξιc δυcεκθέρμαντοc ἢ ὅλου τοῦ cώματοc ἢ τῶν ἀκρωτηρίων μόνων. οὕτω δὲ καὶ δίψοc διὰ βάθουc καὶ καῦμα καὶ ἀχλὺc καὶ δυcφορία καὶ ἀγρυπνία καὶ τῶν ἄλλων τι τῶν μοχθηρῶν. ἔμαθεc γὰρ ταῦτα αὐτὰ πάντα κατὰ τὰ Περὶ κρίcεων ὑπομνήματα καὶ τὰ τοῦ
10Προγνωcτικοῦ, τινὰ δὲ κἀν τοῖc τῶν Ἐπιδημιῶν. ἔγραψεν οὖν κἀν‐ ταῦθα τὸν καθόλου λόγον ἑνὸc εἴδουc τῶν κατὰ μέροc μνημονεύcαc. ὁ γὰρ ἄρτι μανθάνων τὴν τέχνην οἴεται ταῦτα μόνα κακοήθη εἶναι, περὶ ὧν ἤκουcεν. εἰ δὲ καὶ φύcει ταχύc ἐcτιν, ὑπονοῆcαι ἐνδέχεταί τινα καὶ ἄλλα τοιαῦτα εἶναι καὶ περιμένειν χρόνον ἄλλον, ἐν ᾧ κἀ‐
15κεῖνα μαθήcεται, κἂν οὕτω τύχῃ μαθὼν ἄλλα, τὰ κατὰ μέροc αὖθιc περιμενεῖ μὴ γινώcκων, ὁπόcον ἔτι λείπει τῆc διδαcκαλίαc αὐτῷ. ὁ δὲ

16

.

789

τὸ καθόλου μαθὼν ἅπαντα γι|νώcκει τὰ κατὰ μέροc.
ἀλλ’ ὁ τὸ προρρητικὸν τοῦτο γεγραφὼc ἐν τοῖc κατὰ μέροc φέρε‐ ται καὶ διὰ τοῦτο ποτὲ μὲν ἐξ ἀνομοιογενῶν cυμπτωμάτων ἀθροίζει cυνδρομήν, ποτὲ δ’ ἐξ ἑνὸc ἢ δυοῖν ἀρρώcτοιν ἀπόφαcιν ποιεῖται καθό‐147
5λου, ποτὲ δ’ ἀπορεῖ καὶ ἀμφιβάλλει, καθάπερ καὶ νῦν εἰπών· ἆρά γε τεταρταίοιcι ταῦτα αἱμορραγέει; ὡc γὰρ ἑωρακώc τινα τεταρταῖον αἱμορραγήcαντα, παραλιπὼν δὲ τοὔνομα γράψαι, τὸν λόγον ἐποιήcατο· καίτοι τὰ περὶ τῶν ἡμερῶν καθόλου διδαcκαλίαν ἔcχεν ἐν τῷ Προ‐ γνωcτικῷ.
10 πάλιν δὲ τὰ κατὰ μέροc ἀποφαινόμενοc οὗτοc ὁ τὸ Προρρητικὸν γράψαc οὐχ ὡc κατὰ μέροc, ἀλλ’ ὡc καθόλου τὸν λόγον ἐποιήcατο γράψαc ὧδε· κωματώδεεc ἐκ τούτων cπαcμῷ τελευτῶcιν, οὐκ ἀναγκαίωc γιγνόμενον εἰπών, ἀλλ’ ἔcθ’ ὅτε cυμβαῖνον, ὥcπερ καὶ ἄλλο τι τῶν ἀόριcτον ἐχόντων γένεcιν. ἀλλὰ τοῦτο μὲν ἁπλῶc ἀπεφήνατο,
15περὶ δὲ τῶν μελάνων προδιελθόντων καὶ κοιλίηc ἐπαρθείcηc 〈ἀπορεῖ〉. ἀποκρινόμεθα τοιγαροῦν αὐτῷ κἀνταῦθα δύναcθαι μὲν καὶ ταῦτα γενέcθαι, ἀλλ’ οὔτε διὰ παντὸc οὔθ’ ὡc τὸ πολύ. |
17

16

.

790

Τὰ αἱμορραγέοντα ἐφιδροῦντα τρώ‐ ματα κακοήθεα· διαλεγόμενοι λαθραίωc τελευτῶcιν.
2 Ἔνιοι μὲν ἔγραψαν τρώματα διὰ τοῦ τ καὶ ρ καὶ ω τὴν πρώτην cυλλαβήν, ἔνιοι δὲ τρομώδεα διὰ τοῦ τ καὶ ρ καὶ ο. cυνηθέcταται
5μὲν αἱ γραφαὶ αὗται τοῖc τ’ ἐξηγηταῖc ἐγένοντο καὶ τοῖc γραφεῦcι, cπάνιαι δὲ ταῖc cυνδρομαῖc, ὥcπερ καὶ ἡ διὰ τοῦ τ καὶ ρ καὶ α καὶ υ τὴν πρώτην cυλλαβὴν ἔχουcα γεγραμμένην. ἀρκτέον οὖν ἐcτι καὶ ἡμῖν ἀπὸ τῆc cυνήθουc, ἣν διὰ τοῦ τ καὶ ρ καὶ ω γεγραμμένην εὑρίcκομεν ταὐτὸν cημαίνουcαν τῇ διὰ τοῦ τ καὶ ρ καὶ α καὶ υ γεγραμμένῃ. τρώ‐
10ματα γὰρ τὰc ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβαc ὀνομάζει καὶ Ἱππο‐ κράτηc. εἰκὸc οὖν ἐcτι καὶ νῦν τοῦτον τὸν λόγον οὐ μόνον ἐπὶ τραυ‐ μάτων ἢ ἐξανθημάτων ἢ ἀποcτημάτων καὶ διαcτάcεων γεγονέναι, ἀλλὰ
καὶ ἐπὶ τῶν αἱμορραγιῶν. cυμφωνότεραι γάρ εἰcιν αἵδε ἐπὶ τοῖc τραύ‐148

16

.

791

μαcι· ταῦτα γὰρ αἱμορραγοῦcι μόνον. | τινὲc δέ φαcιν, ὅτι περὶ τῶν ἐκ ῥινὸc αἱμορραγιῶν ἔτι καὶ νῦν ὁ λόγοc ἐcτὶν αὐτῷ γιγνόμενοc οὐκ ἐν πυρετοῖc μόνον, ἀλλὰ καὶ τοῖc ἄρτι λελεγμένοιc πάθεcι. ἐάν τ’ οὖν περί τε πάντων αὐτῶν ὁ λόγοc ἐάν τε καὶ περὶ τραυμάτων μόνον,
5αἱ μετ’ ἐφιδρώcεωc αἱμορραγίαι κακοήθειc εἰcίν, ὡcαύτωc δὲ κἂν τρο‐ μώδεα γεγραμμένον ᾖ. τὸ δὲ διαλεγομένουc αὐτοὺc [ἐν ἄλλῳ τραυματώδεα] λαθραίωc τελευτᾶν τοιοῦτόν τι δηλοῦν φαcι· ‘μηδὲν ἔχειν δοκοῦντεc οἱ τοι‐ οῦτοι κακόν, ἀλλ’ ὡc ἐν ἀκινδύνῳ καθεcτῶτεc καὶ διαλεγόμενοι τοῖc
10παροῦcιν ἐξαίφνηc τελευτῶcιν.‘ εἰ δὲ τοῦτο αὐτοῖc βούλεται cημαίνειν τὸ λαθραίωc, ἄκρωc φαίνονται [οἱ] cπουδάζοντεc ἐξαλλάττειν τὴν κατὰ φύcιν ἑρμηνείαν ἀλλοκότοιc μεταφοραῖc. ἡγοῦνται γὰρ ἀρετὴν εἶναι λόγου τὸ διὰ παντὸc ἀφίcταcθαι τῆc cυνηθείαc, ὡc οὐδὲν δια‐ φέρον, εἰ καὶ πρὸc τὸ χεῖρόν τιc ἀφίcταται. |
14

16

.

792

Ἡ μεθ’ αἱμορραγίαν βραχεῖαν καὶ μελάνων διαχώρηcιν ἐν ὀξέcι κώφωcιc κακόν· αἵματοc δια‐ χώρηcιc ἐν τούτοιcιν ὀλέθριον· κώφωcιν δὲ λύει.
3 Περιέχεταί τι κατὰ τὴν cυνδρομὴν ταύτην ἀληθὲc καθολικόν· ἐπὶ
5γάρ τοι τοῖc μέλαcιν διαχωρήμαcιν ἐν τοῖc ὀξέcι νοcήμαcιν ἂν αἷμα διαχωρήcωcιν, ὀλέθριον ὄντωc ἐcτίν. καὶ γὰρ καὶ ἡμεῖc εἴδομεν τοῦτο καὶ ἄλλοι γεγηρακότεc ἐν τοῖc τῆc τέχνηc ἔργοιc. καί μοι φαίνεται γίνεcθαι τὸ cύμπτωμα κατὰ τὸν αὐτὸν λόγον, καθ’ ὃν ἐν ταῖc ὑπερ‐ καθάρcεcιν ὕcτατον ἐκκρίνεται τὸ αἱματῶδεc. ἀλλὰ τῶν κατὰ μέροc
10ἐcτίν, ἐν οἷc ὁ cυγγραφεὺc ὠνόμαcεν.
10 Ὀcφύι ἐπωδύνῳ καρδιαλγικὰ προc‐ εόντα cημεῖα αἱμορραγώδεα, οἶμαι καὶ προγεγενημένου cη‐
μείου. |149

16

.

793

Οὐ καλῶc τὴν ῥῆcιν ταύτην ἐξηγήcαντο πολλοὶ τῶν γεγραφότων εἰc τὸ βιβλίον ὑπομνήματα μετὰ τοῦ καὶ διενεχθῆναι πρὸc ἀλλήλουc. ἐμοὶ δ’ ἄν τιc αὐτὴν δοκεῖ χρηcίμωc τοῖc μανθάνουcιν ἐξηγήcαcθαι κατὰ τόνδε τὸν τρόπον· ‘οὐκ ἐμνημόνευcεν ἐν τῷ λόγῳ πυρετῶν ἢ
5ὀξέοc νοcήματοc, ὥcπερ εἴωθεν. εἰκὸc οὖν ἐcτιν ἐπὶ τῶν ἀπυρέτων αὐτῷ γίνεcθαι τὸν λόγον, ἐπ’ οὐδεμιᾷ προφάcει φανερᾷ πλείοcιν ἡμέραιc ἐφεξῆc ὀδυνωμένων ὀcφὺν καὶ καρδιαλγούντων. ἐπὶ τούτων οὖν προc‐ δοκᾶν χρὴ δι’ αἱμορροΐδων αἷμα κενωθήcεcθαι.‘ δύναιο δ’ ἂν οὐ μόνον ὅτι γενήcεται τοῦτο προλέγειν, ἀλλὰ καὶ
10δι’ ἐπίcχεcιν αἱμορροΐδων αὐτὰ γενέcθαι τεκμαίρεcθαι, καὶ μᾶλλον, εἰ βλέποιc τὴν κρᾶcιν τοῦ ταῦτα πάcχοντοc μελαγχολικήν, ὥcτε cοι τὴν ἐκ τῶν εἰρημένων πρόρρηcιν οὐ μόνον μέλλοντοc, ἀλλὰ καὶ προγεγονό‐ τοc εἶναι καὶ τρίτον γε τοῦ ἐνεcτῶτοc. ὅταν γὰρ ἀπὸ τῶν ἄλλων διοριcθῇ τὸ τῆc ὀcφύοc ἄλγημα καὶ ἡ καρδιαλγία, προγεγονότοc μὲν
15ἔcται πρόγνωcιc ἐκ τοῦ γνῶναι καὶ πρόcθεν αὐτῷ γεγονέναι δι’ αἱ‐

16

.

794

μορροΐδοc κένωcιν, μέλλοντοc | δέ, ὅτι καὶ νῦν ἔcται, ἐνεcτῶτοc δὲ τῆc διαθέcεωc αὐτῆc cαφῆ τὰ cυμπτώματα· πλήθουc γὰρ ἠθροιcμένου κατὰ τὰc φλέβαc λεπτὸc μέν τιc ὀρρὸc αὐτῷ cυρρέων εἰc τὴν γαcτέρα τὰc καρδιαλγίαc ἐργάζεται προcαναβαίνων ἐπὶ τὸ κατ’ αὐτὴν cτόμα,
5πάντων cχεδὸν αἰcθητικώτατον ὑπάρχον τῶν μορίων. τὸ δὲ πλεῖcτον τοῦ πλήθουc εἰc τὰ κάτω χωρία ῥέπον, ἐφ’ ἃ καὶ πρῶτον εἰώθει γε φέρεcθαι, τὰ τῆc ὀcφύοc ἀλγήματα γεννήcει.
7 Τὰ τεταγμένοιcι χρόνοιcιν αἱμορ‐ ραγέοντα διψώδεα, δύcκολα, ἐκχλοιούμενα, μὴ αἱμορραγή‐
10cαντα, ἐπιληπτικὰ τελευτ. Κἀνταῦθα πάλιν ἤρκει καθόλου φάναι πρῶτον μέν, οἷc ἂν cυνήθηc κένωcιc αἵματοc ἐπίcχηται, τούτοιc ἔcεcθαι νοcήματα πληθωρικά, ῥυέν‐ τοc αὐτοῦ πρὸc ἐκεῖνα τὰ μόρια τοῦ cώματοc, ὅcα πληcίον ἐcτὶ τῶν ἐπεcχημένων ἐκρύcεων ἢ τῶν ἄλλων ἀcθενέcτερα, κατὰ μέροc δὲ περὶ |150

16

.

795

τῶν ἐξ αἱμορροΐδων ὡc ἂν μελαγχολικῶν περιττωμάτων τρεφόντων ἤτοι μελαγχολίαν ἢ φθίcιν ἢ ὕδερον ἢ κιρcοὺc ἢ καρκίνον ἢ ἐλέφαντα· τούτων δὲ ἔξωθεν ἑκάcτῳ κατ’ ἐκεῖνο τὸ μόριον ἔcεcθαι τὸ πάθοc, ὃ τῶν ἄλλων ἐcτὶν ἐπιφανῶc ἀcθενέcτερον. ἕνα δὲ ὅρον προέθηκεν ἐν
5τῷ προκειμένῳ ῥηcιδίῳ δυοῖν cυμπτωμάτων, τῆc δίψηc καὶ τοῦ ἐκ‐ χλοιοῦcθαι, τὴν ἐπίcχεcιν. τὸ μὲν γὰρ τῆc δίψηc οὐδ’ ὅλωc ἴδιον ἐπιcχέcεωc αἵματόc ἐcτιν, τὸ δὲ ἐκχλοιοῦcθαι ταῖc ἀμέτροιc ἐκρύcεcι τοῦ αἵματοc, οὐ ταῖc ἐπιcχέcεcιν ἕπεται. καὶ καλῶc εἴρηται κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν αἵματοc πολλοῦ ῥυέντοc ἐκχλοιοῦcθαι, ἔνθα
10καὶ τὸ cημαινόμενον ἐξηγηcάμην ἐκ τῆc ‘ἐκχλοιοῦται‘ φωνῆc.
10 Τὰ εὔθετα ταραχώδεα, ἄγρυπνα, ἀποcτάξαντα, ἑκταῖα κουφιcθέντα, νύκτα πονήcαντα, εἰc τὴν αὔριον ἐφιδρώcαντα, κατενεχθέντα, παρακρούcαντα, αἱμορ‐

16

.

796

ραγή|cει λάβρωc. ἆρά γε τὸ ὑδατῶδεc οὖρον τοιοῦτόν τι cη‐ μαίνει;
2 Ἐδήλωcε πάλιν ἐνταῦθα cαφῶc αὐτὸ 〈τὸ〉 ἐν ταῖc κατὰ μέροc cυνδρομαῖc φαινόμενον· αἱμορραγίαc γάρ εἰcιν ἴδια cημεῖα τὰ γεγραμ‐
5μένα cαφῶc ἐφεξῆc ἐν τοῖc Περὶ κρίcεων ὑπομνήμαcι, νῦν δὲ ἐπ’ ἀν‐ θρώπου λάβρωc αἱμορραγήcαντοc πάντα τὰ προηγούμενα τῆc αἱμορ‐ ραγίαc ἔγραψεν.151
7 Οἷcιν αἱμορραγίαι πλείουc, προελη‐ λυθότοc χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πε‐
10πανθ.
10 Ἐν μὲν τοῖc Ἀφοριcμοῖc ὁ Ἱπποκράτηc εἶπεν· “οἷcιν ἐν πυρε‐ τοῖcιν αἱμορραγέει πλῆθοc ὁκοθενοῦν, ἐν τῇcιν ἀναλήψεcιν τούτοιcιν αἱ κοιλίαι καθυγραίνονται,” οὗτοc δὲ ἁπλῶc ἔφη πονηρεύονται, τάχα περιλαβεῖν τῷ πονηρεύονται ῥήματι βουληθεὶc καὶ τὸ ‘ἐξυγραίνον‐

16

.

797

ται‘ καὶ τὰ ἄλλα | ὅcα κατὰ κοιλίαν πλημμελεῖται, τινῶν μὲν δακνο‐ μένων, τινῶν δ’ ἐμφυcωμένων ἢ ὀξυρεγμίαιc ἁλιcκομένων ἢ ὅλωc ἀπεπτούντων. ἅπαντα δ’ ἕπεται τῇ τῆc ἐμφύτου θερμαcίαc ἐνδείᾳ, δι’ ἣν καὶ τὸ οὖρον ὑδατῶδεc φαίνεται.
4
5 Ἐν κριcίμοιc περιψύξεcι τῶν αἱμορ‐ ραγιῶν αἱ νεανικαὶ κάκιcται.
6 Ϲαφὴc ὁ λόγοc ἐcτὶν καὶ ζήτημα οὐδὲν ἔχων νεανικαὶ καὶ κάκι‐ cται γεγραμμένων. ἂν δ’, ὡc ἔνια τῶν ἀντιγράφων, ἀντὶ τοῦ κάκιcται τὸ κράτιcται γεγραμμένον ἔχῃ, μέγιcτον γίνεται ζήτημα· καί τινεc
10αὐτῷ cυναγορεύοντέc φαcι τὸ δηλούμενον εἶναι τοιοῦτον· ‘ὅcαι αἱμορ‐ ραγίαι νεανικαὶ περιψύχονται ἐν κριcίμοιc ἡμέραιc, ἄριcταί εἰcιν, ὡc ἂν ἐπιcχοῦcαι τὰc αἱμορραγίαc.‘ οὗτοι δὲ οὐ τὴν γεγραμμένην ἐξηγοῦνται ῥῆcιν, ἀλλ’ ἑτέραν, ἧc ἔδει τὴν λέξιν εἶναι τοιαύτην· ‘αἱ ἐν κριcίμοιc

16

.

798

περιψύξιεc τῶν νεανικῶν αἱμορραγιῶν | κράτιcται‘ πρὸc τῷ καὶ μάτην προcκεῖcθαι τὸ κριcίμοιc. ἐν ᾗ γὰρ 〈ἂν〉 ἡμέρᾳ νεανικαῖc αἱμορραγίαιc
περιψύξιεc ἐπιγένωνται, τὰc αἱμορραγίαc ἱcτῶcιν. Οἱ καρηβαρικο, κατὰ βρέγμα ὀδυ‐152
5νώδεεc, ἄγρυπνοι αἱμορραγικο, ἄλλωc τε καὶ ἤν τι ἐν τρα‐ χήλῳ ἐντείν.
6 Αἱμορραγοῦcι μὲν καὶ κατὰ τὰc τοιαύταc cυνδρομάc, οὐ μὴν πολλοί γε.
8 Τὰ ἀγρυπνήcαντα ἐξαίφνηc ἀλυcμῷ
10αἱμορραγικ, ἄλλωc τε καὶ ἢν μή τι προερρυήκ· ἆρά γε φρί‐ ξαντα 〈κάτοχα, κεφαλαλγικά;
11 Καὶ ταύτῃ τῇ cυνδρομῇ τὸν αὐτὸν προcθήcω λόγον, ὡc ἔνιοι καὶ τούτων αἱμορραγοῦcιν κατὰ τὰ κεφαλαλγικά. |
13

16

.

799

Τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυ‐ θρα, αἱμορραγικ.
2 Ὄντωc ταῦτα cυνελθόντα πολλάκιc αἱμορραγίαc ἤνεγκε, τὰ δ’ ἄλλα τὰ πρόcθεν ὀλιγάκιc. ἐν αὐτοῖc δὲ μεγίcτην δύναμιν ἔχει τὰ
5ἐξέρυθρα ὄμματα.
5 Οἷcι κοιλίηc ἐπιcτάcηc αἱμορραγέει καὶ ἐπιρριγέει, ἆρα κοιλίη λειεντεριώδηc καὶ ἐπίcκληροc ἢ ἀcκαρίδεc ἢ ἀμφότερον;
8 Τῷ αἱμορραγέει ἐμφαίνεται πολλάκιc οὐχ ἅπαξ αἷμα ῥυῆναι ἐκ
10τῆc ῥινὸc ἀξιοῦν ἀκούειν. ἑωρακέναι δέ μοι δοκεῖ τινα, ὃc ἐπιcχεθείcηc τῆc γαcτρὸc ᾑμορράγει, εἶτ’ ἐπερρίγου καὶ μετὰ ταῦτα ἐγίνετο
λειεντεριώδηc. τὸ δὲ καὶ ἐπίcκληρον ἅμα τῇ λειεντερίᾳ γενέcθαι153

16

.

800

τὴν γαcτέρα | μάχην ἐμφαίνει, οἷον δή τινεc μὲν ἐπ’ αὐτοῦ τοῦ cώμα‐ τοc τῆc γαcτρὸc αὐτὸ ἐπήκουcαν τὸ ἐπίcκληρον, οὐκ ἐπὶ τῶν δια‐ χωρημάτων, ἔνιοι δὲ οὐδὲν τοῦτο κωλύειν φαcὶ τινὰc μὲν τῶν οὕτωc αἱμορραγούντων ἔτι μᾶλλον ἢ πρόcθεν ἐπιcκληρυνθῆναι τὴν γαcτέρα,
5τινὰc δὲ λειεντεριώδειc γενέcθαι, καθάπερ γε καὶ cχεῖν ἀcκαρίδαc. ἔνιοι δὲ καὶ δύναcθαί φαcι λειεντερίαν ἐπίcκληρον γενέcθαι, τῶν δι‐ ερχομένων οὐ μόνον ἀτρέπτων ἢ ἀμεταβλήτων κατὰ ποιότητα μεινάν‐ των, ἀλλὰ καὶ cκληρῶν οἷα κατεπόθη μενόντων ἄνευ τοῦ διαβραχῆναι. Διοcκορίδηc δὲ τὴν προκειμένην ῥῆcιν ταύτην διχῆ ἑλὼν ἰδίᾳ
10μὲν γράφει τὸ ”οἷcι κοιλίηc ἐπίταcιc, αἱμορραγέει καὶ ἐπιρ‐ ριγώcαcι, ἆρά γε καὶ πρὸc τὸ αἱμορραγέει τοιοῦτον;” μετὰ ταῦτα δὲ ἀφ’ ἑτέραc ἀρχῆc ”κοιλίη λειεντεριώδηc ἢ ἐπίcκληρον 〈ἢ〉 ἀcκαρίδαc ἢ ἀμφότερον”. γράφει δὲ οὐκ ἐπίcκληροc, ἀλλ’ ἐπί‐ cκληρον διὰ τοῦ ν, καὶ κατ’ αὐτοῦ τὸ Λ ἄνωθεν ἐπιθεὶc ἑκατέρωθεν
15περιcτίζει βούλεται cημαίνειν τὴν ἐπίcκληρον ταύτην φωνὴν τὸ κατεcκληρυκὸc cῶμα. |
16

16

.

801

Οἷcιν ἐξ ὀcφύοc ἀναδρομὴ ἐc κεφα‐ λὴν καὶ χεῖραc, ναρκώδεεc, καρδιαλγικο, ἰχωρώδεεc, αἱμορ‐ ραγέουcι λάβρωc καὶ κοιλίη δὲ καταρρήγνυται, τούτοιcι καὶ
γνῶμαι ταραχώδεεc ἐπὶ πολ.154
5 Πρόcεχε πάλιν ἐνταῦθα τὴν cυνδρομὴν αὐτῷ γράφοντι, καθὼc ἐθεάcατό τιναc αἱμορραγήcανταc, καὶ εἰ μέμνηcαι τῶν ὑπ’ ἐμοῦ δι‐ δαχθέντων, αὐτὸc κρίνειν δύναcαι, τίνα περιττῶc γέγραπται γενόμενα τοῖc αἱμορραγήcαcι τῶν cημείων. τὰ μὲν οὖν ἄλλα τῆc ῥήcεωc ὡcαύτωc οἱ πλεῖcτοι γράφουcι, τὸ δὲ ἰχωρώδεεc ἔνιοι χολώδεεc ἔγραψαν.
10πρόδηλον δέ ἐcτιν, εἰ μέμνηcαι τῶν ἔμπροcθεν, ὅπωc ἑκάτερα δύναται cυναγορεύεcθαι.
11 Οἷc ἐφ’ αἱμορραγίῃ λάβρῳ πυκνῇ μελάνων cυχνῶν διαχώρηcιc, ἐπιcτάcηc δ’ αἱμορραγοῦcιν,

16

.

802

οὗτοι κοιλίαc ὀδυνώ|δεεc, ἅμα δέ τινι ῥύcει εὔφοροι. ἆρα οὗτοι ψυχροῖc ἐφιδρῶcι πολλοῖc; τὸ ἀνατεταραγμένον ἐν τούτοιcιν οὐ πονηρὸν οὐδὲ τὸ ἐφιcτάμενον γονοειδέc. ἐπὶ cυχνὸν δὲ οὗτοι ὑδατώδεα οὐρέουcιν.
4
5 Καὶ ταῦτα πάντα δῆλόc ἐcτιν τεθεαμένοc 〈μέν, οὐ〉 δυνάμενοc δὲ τὸ καθόλου cυλλαβεῖν ἐπ’ αὐτοῖc διὰ τὸ μὴ γινώcκειν ἑκάcτου τῶν εἰρημένων τὴν δύναμιν, ἣν ἔμαθεc, εἰ μέμνηcαι τῶν ἔν τε τούτοιc τοῖc ὑπομνήμαcιν εἰρημένων καὶ τῶν Εἰc τὸ προγνωcτικόν, ἔτι τε ἐν τοῖc Περὶ κρίcεων· ἀλλὰ καὶ τὴν ἐν αὐτοῖc ἄcκηcίν τε καὶ γυμναcίαν ἐκ τῶν
10τῶν Ἐπιδημιῶν ἔμαθεc. οὐ χρὴ δ’ ἅπαξ ἢ δὶc ἀναγνόντα τῶν τοιού‐ των οὐδὲν ἐᾶν cε τοῦ λοιποῦ θαρρήcαντα τῇ μνήμῃ. μόλιc γὰρ ἄν τιc ἑτοίμην τε καὶ πρόχειρον αὐτὴν cχοίη, cυνεχῶc μεταχειριζόμενοc ἕκαcτα
τῶν ὑπομνημάτων. |155

16

.

803

Οἷc ἂν ἀπὸ ῥινῶν ἐπὶ κωφώcει καὶ νωθρίῃ μικρὰ ἡ ἀπόcταξιc, ἔχει τι δύcκολον· ἔμετοc τούτοιcι cυμφέρει καὶ κοιλίηc ταραχ.
3 Οὐκ οἶδ’ ὅπωc ὡc περὶ cμικροῦ κακοῦ τῆc ἐκ τῶν ῥινῶν ἀποcτάξε‐
5ωc φρονεῖ. τὸ γὰρ ἔχει τι δύcκολον ἐπὶ τῶν μικρῶν εἰώθαcιν λέγειν οἱ ἄνθρωποι. τὸ δὲ ἔcτιν οὐ cμικρὸν κακόν, εἰ καὶ χωρὶc κωφώcεωc καὶ νωθρότητοc γένοιτο· cὺν 〈δὲ〉 τούτοιc δηλωτικοῖc οὖcι τοῦ πεπον‐ θέναι τὸν ἐγκέφαλον ὀλέθριον ἔcται cημεῖον ἡ ἀπὸ ῥινῶν cτάξιc. εἰ δ’ ἔμετοcκοιλίηc ταραχὴ cυμφέρει τούτοιc, δυνατὸν οὐκ ἔcτιν
10ἁπλῶc ἀποφήναcθαι χωρὶc διοριcμοῦ. διοριcμὸc δέ ἐcτιν· ἐν οἷc ἂν ἐν ἀρχῇ τοῦ νοcήματοc ᾖ, ὅταν δύναμιν ἰcχυρὰν ἢ αἵματοc ἔχῃ πλῆθοc ἢ φλέγματοc ἢ χολῆc ὁποτεραcοῦν. εἰ γὰρ ἰcχυρῶc κενοῖντο πλῆθοc αἵματοc ἔχοντεc, εὔδηλον ὅτι φλεβοτομίαc, οὐκ ἐμέτων ἢ γαcτρὸc ταραχώδουc

16

.

804

δέονται. | καὶ τοῦτ’ αὐτὸ κατὰ τοὺc ἐμέτουc καὶ τὴν τῆc γαcτρὸc ταραχὴν δηλοῦν ἐcτιν, ὅπερ εἴρηται πρότερον, τὸν ἰατρὸν ἀξιοῦντα αὐτὸν κινεῖν ἔμετον καὶ τὴν γαcτέρα ταράττειν, μὴ περὶ τῶν ὑπὸ τῆc φύcεωc γιγνομένων ἀποφαινόμενον.
4
5 Ἧιcιν ἐκ ῥίγεοc πυρετοὶ κοπώδεεc, γυναικεῖα κατατρέχει, τράχηλοc δ’ ἐν τούτοιc ὀδυνώδηc αἱ‐ μορραγικόν.
7 Καὶ χωρὶc τοῦ ῥιγῶcαι μετὰ τοῦ πυρετοῦ ταῖc ὑγιαινούcαιc γυναιξὶν
ἡ ἔμμηνοc κάθαρcιc † εἴτε μετά τινοc αἰcθήcεωc κοπώδουc· ὅταν οὖν156
10καὶ ῥίγη γένηται, μείζονα τὴν κίνηcιν ἐργαζόμενα ὅλου τοῦ cώματοc καὶ τοῦ κατ’ αὐτὸ πλεονάζοντοc αἵματοc ἐπεγείρει τὴν φύcιν εἰc ἀπό‐ κριcιν τοῦ περιττοῦ, μᾶλλον δ’ ἐλπὶc γενέcθαι τὴν κένωcιν τῶν γυναι‐ κείων, ὅπερ ἔcτι τῶν καταμηνίων, ἐὰν καὶ ἡ προθεcμία τῆc κατὰ

16

.

805

περίοδον καθάρcεωc ἐμπέcῃ. ἐὰν μέντοι | τράχηλοc ὀδυνώδηc ἐπὶ τοῖc προειρημένοιc γένηται, τῆc ἄνω ῥοπῆc αὐτὸ τίθεται γνώριcμα.
2 [καὶ διὰ ῥινῶν αἱμορραγήcαcιν ἐλπίζειν] Τὰ cείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμορραγίαc ἢ γυναικεῖα
5καταβιβάζει, ἄλλωc τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακο‐ λουθήc. ἴcωc δὲ καὶ περὶ δυcεντεριῶν.
6 Προcέγραψεν ἐνταῦθα πάλιν ἓν ἀμφίβολον ὄνομα, πᾶcαν ῥῆcιν ἔργον πεποιημένοc ἔχειν τι ζήτημα. τίνα γάρ ἐcτιν τὰ cείοντα κεφαλήν, ἀcαφὲc πάνυ. τινὲc μὲν ἅπαντα τὰ κατὰ τὴν κεφαλὴν cυμ‐
10πτώματά φαcιν οὕτωc εἰρῆcθαι γενικήν τινα φωνὴν ταύτην εὑρόντοc αὐτοῦ, καθάπερ ἔμπροcθεν ἐπὶ τῆc κοιλίαc τὸ “πονηρεύεcθαι”, τινὲc δὲ κατὰ τοὺc παλμοὺc ἢ cφυγμοὺc τῶν ἐν κροτάφῳ φλεβῶν κινήcειc τινὰc

16

.

806

τῆc ὅληc κεφαλῆc ἤτοι τρομώδειc ἤ πωc | κλονώδειc. ταῦτ’ οὖν τὰ cείοντα κεφαλὴν ἢ κινοῦντα 〈ποιεῖ〉 ποτε καὶ τὰc ἐκ τῶν ῥινῶν αἱμορραγίαc, ὥcπερ γε καὶ καταμήνια· μᾶλλον δ’ ἐλπίζει τοῦτ’ ἔcεcθαι, καύματοc αἴcθηcιν ἐχούcηc ἐν τοῖc κατὰ ῥάχιν χωρίοιc τῆc
5γυναικόc, ἐγχωρεῖν δ’ ἡγεῖται τὴν ἐπὶ τὰ κάτω ῥοπὴν τῶν λυπούντων,
εἰ μὴ διὰ τῆc μήτραc κενωθείη, καὶ δυcεντερίαν ἐργάcαcθαι. Καὶ οἱ κατὰ κοιλίην παλμοὶ ὑπο‐ χονδρίου ἐντάcει ὑπομάκρῳ ὀγκώδει αἱμορροϊκο· φρικώδεεc οὗτοι.157
9
10 Ἄδηλόν ἐcτιν, ἐπὶ τίνοc cυμπτώματοc εἴρηται τὸ τῶν παλμῶν ὄνομα. πρὸc γὰρ τῷ μηδὲ διακεκρίcθαι cαφῶc τὰc προcηγορίαc τῶν παλαιῶν, ὡc δηλοῖ καὶ τὸ Περὶ παλμῶν βιβλίον, ἐν ᾧ περὶ τῶν κατὰ τὰc ἀρτηρίαc cφυγμῶν διαλέγεται, οὕτω καὶ αὐτὸc ὁ γράψαc τοῦτο τὸ βιβλίον εὐχερήc ἐcτιν εἰc θέcιν ὀνομάτων ἐκ καταχρήcεωc ἢ μετα‐

16

.

807

φορᾶc. | ἴcμεν δ’ ὅτι κατὰ τὸ Προγνωcτικὸν εἰπὼν Ἱπποκράτηc· “εἰ δὲ καὶ cφυγμὸc ἐνείη ἐν τῷ ὑποχονδρίῳ”, ἐπήνεγκε “θόρυβον cημαίνει ἢ παραφροcύνην”. ἤκουcαν δὲ κἀκεῖ τινὲc μὲν ἀντὶ τοῦ cφυγμοῦ παλ‐ μὸν εἰρῆcθαι, τινὲc δὲ κυρίωc ἐπὶ τῆc cφοδρᾶc κινήcεωc τῆc κατὰ ῥάχιν
5ἀρτηρίαc, εἰcὶ δὲ καὶ οἳ παλμὸν ἔγραψαν. οὐ μὴν αἱμορραγικὸν εἶναι cημεῖον ἀπεφήνατο κατὰ τὸ Προγνω‐ cτικὸν ὁ Ἱπποκράτηc τὸν cφυγμὸν τοῦτον ὑπάρχειν, ἀλλ’ ἐφεξῆc περὶ τῶν καθ’ ὑποχόνδριον φλεγμονῶν γράψαc προcέθηκε τῷ λόγῳ· “γίνεται δὲ τούτοιcι καὶ αἵματοc ῥῆξιc διὰ ῥινῶν καὶ κάρτα ὠφελέει.”
10καὶ ἵνα γε μᾶλλον ἐλπίcῃc ἔcεcθαι τὴν ἐκ τῶν ῥινῶν αἱμορραγίαν, ἐπανερέcθαι φηcίν, ‘εἰ κεφαλὴν ἀλγέουcιν ἢ ἀμβλυώττουcιν· εἰ γὰρ εἴη τούτων τι, ἐνταῦθα ἂν ῥέποι.‘ καλῶc δ’ εἰπόντοc Ἱπποκράτουc ἐπὶ τῶν καθ’ ὑποχόνδριον φλεγμονῶν “γίνεται δὲ τούτοιcιν καὶ αἵμα‐
τοc ῥῆξιc διὰ ῥινῶν,” οὗτοc κἀνταῦθα τὸν λόγον ἐκ τοῦ καθόλου158
15μετήγαγεν ἐπὶ τὸ κατὰ μέροc εἰπών· ὑποχονδρίου ἐντάcει ὑπο‐

16

.

808

μάκρῳ. | ἡ δὲ ὑπόμακροc ἔνταcιc αὕτη τῶν 〈β〉 μυῶν ἂν εἴη τῶν μέcων, οἵτινεc ἀπὸ τοῦ θώρακοc ἐπὶ τὰ τῆc ἥβηc ὀcτᾶ κατα‐ φέρονται. γίγνεται δὲ καὶ cπληνὸc ὑπόμακροc φλεγμονή, ἀλλ’ οὐκ ἄν τιc φαίη μετὰ παλμοῦ γιγνομέναc ταύταc τὰc φλεγμονὰc αἱμορραγικὰc
5εἶναι, τὴν δ’ ἥπατοc φλεγμονὴν τῶν ἄλλων μυῶν τῶν καθ’ ὑποχόν‐ δριον (ἓξ γάρ εἰcιν ὑπόλοιποι τῶν εἰρημένων δύο μυῶν) εἶναι καὶ αὐτὰc τὰc αἱμορραγίαc. ὅπερ οὖν ἐν πολλαῖc ῥήcεcιν ἐμεμψάμην τοῦ τὸ βιβλίον τοῦτο γράψαντοc, οὐκ ἂν ὀκνήcαιμι καὶ τὰ νῦν μέμψαcθαι περὶ τῶν κατὰ
10μέροc ἀπόφαcιν πολλὴν ποιηcαμένου, cύντομον δὲ καὶ ἀληθῆ διδαcκα‐ λίαν διὰ τῶν καθόλου παραλιπόντοc. καὶ γὰρ καὶ κατὰ τὸ τέλοc τῆc ῥήcεωc οὗτοι προcέθηκεν φρικώδεεc, ὡc καθόλου καὶ τοῦτο cυμβαῖ‐ νον αὐτοῖc, καίτοι γ’ οὐκ ὂν καθόλου. γίνεται μὲν γὰρ ἐπὶ ταῖc τοι‐ αύταιc cυνδρομαῖc ἐνίοτε καὶ τουτὶ τὸ cύμπτωμα, διὰ παντὸc δ’ ἢ
15πλειcτάκιc οὐ γίγνεται. χρὴ δὲ ταῦτα γράφειν ἐν τῇ προρρητικῇ διδα‐ cκαλίᾳ, ὅcα διὰ παντὸc ἢ πλειcτάκιc γίγνεται. οἷον ἵν’ ἐπὶ τοῦ προκει‐

16

.

809

μένου καθάπερ | ἐπὶ παραδείγματοc ὁ λόγοc γένηται cαφήc, εἴ τιc φαίη τῶν κατ’ ἐπιγάcτριον μυῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων τοὺc μέcουc, τοὺc ὀρθίουc, αἱμορραγικωτέρουc τῶν ἄλλων εἶναι, πλέον τι διδάξει τοῦ αἱμορραγίαc ἐπιγίνεcθαι λέγοντοc, ἔτι δ’ εἰ ἁπλῶc μόνουc τούτουc εἴποι
5φλεγμαίνονταc, εἴπερ καὶ ἄλλο τι τῶν αἱμορραγικῶν αὐτοῖc ἐπιγένοιτο
cημείων, ἐπιφέρειν αἱμορραγίαν. Ἐκ ῥινῶν λάβρα βίαια πολλὰ ῥυέντα ἔcτιν οἷcι cπαcμοὺc προcάγεται, φλεβοτομία λύει.159
8 Εἰ ἁπλῶc εἰρήκει cπαcμοὺc προcάγεcθαι ταῖc τοιαύταιc αἱμορ‐
10ραγίαιc, ἐμεμψάμεθ’ ἂν αὐτόν, ὥcπερ ἐν ἄλλοιc πολλοῖc οὕτω κἀνταῦθα τὸ κατὰ μέροc ἀποφηνάμενον ὡc καθόλου· ἐπεὶ δὲ προcέθηκεν ἔcτιν οἷcι, ἐπαινοῦμεν ἀληθεύοντα. καὶ γὰρ καὶ ἡμεῖc [ὡc] εἴδομεν πολλάκιc

16

.

810

ἐπὶ τοιαύταιc | αἱμορραγίαιc cπαcθένταc τινὰc οὐ μόνον διὰ τὴν ὑπερ‐ κένωcιν, ἀλλὰ καὶ διὰ τὴν ψύξιν, ἣν ψύχουcιν οἱ ἰατροὶ τὴν κεφαλὴν ἐπιcχεῖν βουλόμενοι τὴν αἱμορραγίαν. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc εἰρημένον φλεβοτομίη λύει
5τοιόνδε τι φαίνεται δηλοῦν· τὰc τοιαύταc διαθέcειc, ἐφ’ αἷc cφοδρῶc αἱμορραγοῦcι, φλεβοτομία πρὸ τῆc αἱμορραγίαc λύει παραληφθεῖcα. δῆλον γὰρ ὅτι βαρυνομένη τῷ πλήθει τοῦ αἵματοc ἡ φύcιc ὥρμηcε μὲν ἐπὶ τὴν ἀπόκριcιν αὐτοῦ, κρατῆcαι δὲ τοῦ cυμμέτρου μὴ δυνη‐ θεῖcα τὴν καλουμένην ὑπὸ τῶν νεωτέρων ἰατρῶν ‘ὑπέρκριcιν‘ εἰργάcατο.
10 δύναται δὲ καὶ αὐτῆc τῆc cφοδρᾶc αἱμορραγίαc βοήθημα τὴν φλε‐ βοτομίαν εἰρηκέναι. καὶ γὰρ καὶ ἡμεῖc πολλάκιc ἐπειράθημεν τοῦ βοη‐ θήματοc ἐναργῶc ἱcτάντοc τὴν ἄμετρον φορὰν τοῦ αἵματοc. εὔδηλον δ’ ὅτι τὴν κατ’ εὐθὺ χεῖρα τέμνειν χρὴ τοῦ μυκτῆροc, ἐξ οὗ ῥεῖ τὸ αἷμα λάβρωc, καὶ ταύτηc αὐτῆc τῆc χειρὸc τὴν ὠμιαίαν φλέβα διαιρεῖν·

16

.

811

εἰ δ’ ἐξ ἀμφοτέρων, οὐδὲν κωλύει διαιρεῖν ἀμφοτέραc. οὐ γὰρ | ὑπὲρ
τοῦ κενῶcαι δι’ αὐτῶν, ἀλλ’ ἀντιcπάcεωc ἕνεκα τὴν τομὴν ποιούμεθα. Αἱ πυκναὶ κατὰ μικρὸν ἀναcτάcιεc ὑπόξανθοι γλίcχραι, ἔχουcαι μικρὰ κοπρώδεα μεθ’ ὑποχον‐160
5δρίου ἀλγήματοc καὶ πλευροῦ ἰκτεριώδεεc. ἆρα δὲ ἐπιcτάν‐ των αὐτῶν οὗτοι ἐκλύονται ἅμα τε καὶ αἱμορραγέει; τούτοιc τάcιc ὀcφύοc, ἀλγήματα ἐν τούτοιcιν αἱμορραγικ.
7 Ϲυνεφόρηcε πάλιν ἐνταῦθα cυμπτωμάτων πλῆθοc οὐχ ὁμογενῶν, ὑπὲρ ὧν 〈ὡc〉 ἑωρακὼc οὐδ’ αὐτὸc διατείνεται· ἑκάcτου 〈δὲ〉 τὴν δύνα‐
10μιν ἔμαθεc ἐν οἷc ὀλίγον ἔμπροcθεν εἶπον Ἱπποκρατείοιc μὲν cυγ‐ γράμμαcιν, ἡμετέροιc δ’ ὑπομνήμαcιν. |
11

16

.

812

Ὑποχονδρίου ἔνταcιc μετὰ καρη‐ βαρίηc καὶ κωφώcιοc καὶ τὰ πρὸc αὐγὰc ὀχλεῦντα αἱμορρα‐ γικά [ἢ τὰ πρὸc αὐτὰc ὀχλοῦντα].
3 Βούλεται δηλοῦν ἅπερ Ἱπποκράτηc “cκοτώδεα περὶ τὰc ὄψειc”
5εἴρηκεν, ὄντα ἐν τῇ εἰρημένῃ cυνδρομῇ τῶν cυμπτωμάτων αἱμορραγικῇ, καθὼc διὰ τῶν ἡμετέρων ὑπομνημάτων ἔμαθεc. ἀναγινώcκειν γὰρ ἄρτι πάλιν, ὧν πολλάκιc ἐμνημονεύcαμεν, εἰc μῆκοc λόγου ἐκτείνειν ἐcτὶν
τὰ ὑπομνήματα. Ἑνδεκαταίοιcι cτάξιεc δύcκολοι,161
10ἄλλωc τε καὶ ἢν δὶc ἐπιcτάξ.
10 Τὸ μὲν δὶc ἐπιcτάξῃ περιττόν· εἰ γὰρ καὶ τρὶc 〈καὶ〉 τετράκιc καὶ πεντάκιc, ὁμοίωc ἄτοπον. ἁπαcῶν δ’ οὐcῶν τῶν ἀπὸ ῥινὸc cτάξεων

16

.

813

χαλεπῶν, ὅταν παχεῖαι καὶ μέλαιναι 〈αἱ〉 ἀποcτάξειc, ταύταc | ὀλεθριω‐ τάταc εὑρήcειc. εἰ δὲ κατά τιναc τῶν ἐπιδήλων ἢ κριcίμων ἡμερῶν cυμβαίνει τὸ τοιοῦτον, βεβαιότερον ἔξεcτι προδηλῶcαι. ἐπίδηλοc δὲ καὶ ἡ ια τῆc ιδ, ὥcτε τοῦ λεγομένου καθόλου θεωρήματοc ὑπ’ ἐμοῦ νῦν ὁ
5γράψαc τὸ βιβλίον ἕν τι τῶν κατὰ μέροc εἶπεν, ἑνδεκάτηc μνημονεύcαc ἐν αὐτοῖc ἡμέραc· ἔδει δὲ τὸ καθόλου περὶ τῶν ἐπιδήλων τε καὶ κριcί‐ μων εἰρηκέναι τοῦτον.
7 Τὰ φρίκῃcιν ἅμα ἱδρώcαντα κριcί‐ μωc, εἰc δὲ τὴν αὔριον φρίξαντα παραλόγωc, ἀγρυπνεῦντα
10μὴ πεπαινόμενα αἱμορραγήcειν οἴομαι.
10 Καλῶc εἶπεν οἴομαι, διατείνεcθαι περὶ τῆc προρρήcεωc τῶν μήτε διηνεκῶc μήθ’ ὡc τὸ πολὺ γινομένων ἀφελών. |
12

16

.

814

Οἷcιν ἐξ ἀρχῆc αἱμορραγίαι λάβραι, ῥῖγοc ἵcτηcι ῥύcιν.
2 Ῥῖγοc ἔcτιν ὅτε μέτριον ἐθεαcάμεθα προηγηcάμενον αἱμορραγίαc ἐν πλήθει cώματοc. ταραχὴν γὰρ ἐν αὐτῷ ποιῆcαν ἐπεγείρει τὴν φύcιν
5ἀποκρῖναι τὸ λυποῦν. ὡc τὸ πολὺ μὲν οὖν ἱδρῶτεc ἔμετοί τε χολω‐ δῶν καὶ διαχωρήcειc ἐπὶ τῷ ῥίγει γίνονται. cυμβαίνει δ’, ὡc ἔφην, ἐνίοτε καὶ δι’ αἱμορραγίαν κενωθῆναι τὸ πλῆθοc, ἐὰν δὲ ἐπιγένηται λάβρα αἱμορραγία, ἀντιcπᾶται.162
8 Ἐξ αἱμορραγίαc ῥίγεα μακρ.
9
10 Ὅταν μὴ παύcῃ τὴν νόcον ἡ αἱμορραγία, διαδέξηται δ’ αὐτὴν ῥῖγοc, ἑκάτερον γίνεται μακρὸν ἐκ τοῦ τοῦτο δυcεκθέρμαντον εἶναι καὶ

16

.

815

τοῦ περιμένειν ἔτι πλείοcιν ἡμέραιc, γι|νόμενον ἐκ περιόδου μὲν ὡc τὸ πολύ, cυμβαῖνον δέ ποτε καὶ πεπλανημένωc.
2 Οἷcι κεφαλαλγίαι καὶ τραχήλου πόνοc καὶ ὅλου δέ τιc ἀκράτεια τοῦ cώματοc τρομώδηc, αἱ‐
5μορραγικὰ λύουcιν. ἀτὰρ καὶ οὕτωc χρόνῳ λύεται.
5 Πολλὰc ἐν τούτῳ παντὶ τῷ λόγῳ cυνδρομὰc ἐφεξῆc ἀλλήλων ἔγραψεν μὴ δυνάμενοc ἐν ὀλίγῳ περιγράψαι τὴν καθόλου μέθοδον ἐπὶ τῶν αἱμορραγηcάντων. ἐπιcκέπτεcθαι γὰρ χρὴ δύο ταῦτα πρῶτα, πυρε‐ τὸν θερινὸν ἱκανῶc, ὥcπερ οἱ καῦcοι, καὶ τὰ περὶ τὴν κεφαλὴν καὶ
10〈τὸν〉 τράχηλον cυμπτώματα καὶ μάλιcτ’ αὐτῶν τὰ πληθωρικά (cυναριθμῶ δὲ δηλονότι τῇ κεφαλῇ καὶ τὰ κατὰ τὸ πρόcωπον), εἶθ’ ἑξῆc 〈ἃ〉 αἵμα‐ τοc πλήθουc ἐcτὶν ἐν ὅλῳ τῷ cώματι cημεῖα. καὶ τούτων οὐδὲν ἧττον,

16

.

816

〈εἰ〉 ἐφ’ ὥρᾳ θέρουc ἢ ἐαρινῇ χώρᾳ τε τῶν | εὐκράτων ἢ τῶν θερ‐ μοτέρων καθ’ ὑποχόνδρια φλεγμονή τιc, ἐφεξῆc δὲ τούτων τὰ περὶ τὴν κεφαλὴν καὶ τὸ πρόcωπον αἱμορραγικὰ cημεῖα, καὶ εἴ τι κατὰ
θώρακα καὶ ὑποχόνδρια τῆc ἄνω ῥοπῆc γνώριcμα. ταῦτα γὰρ ἅπαντα163
5διὰ τῶν Περὶ κρίcεων ὑπομνημάτων ἐξηγηcάμην καὶ μέντοι καὶ τῶν Εἰc τὸ Προγνωcτικὸν καὶ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐν οἷc καὶ διώριcται τά τε μελλούcηc ὅcον οὔπω γενήcεcθαι τῆc αἱμορραγίαc cη‐ μεῖα καὶ τὰ μὴ τοιαῦτα.
8 Οὖρα τοῖcι παρ’ ὦτα ταχὺ καὶ ἐπ
10ὀλίγον πεπαινόμενα φλαῦρα. καὶ τὸ καταψύχεcθαι ὧδε πο‐ νηρόν.
11 Καὶ τὸ κατὰ ταύτην τὴν ῥῆcιν εἰρημένον ἐπὶ μέρουc ἐcτὶν ὑποπε‐ πτωκὸc καθολικῷ λόγῳ· τὰ οὖρα κατὰ πᾶν νόcημα πυρετῶδεc ταχὺ καὶ ἐπ’ ὀλίγον πεπανθέντα, μετὰ ταῦτα δὲ παυcάμενα φλαῦρόν τι cη‐
15μαίνει. πρόδηλον δ’ ὅτι καὶ τὸ καταψύχεcθαι πονηρὸν οὐκ ἐν τού‐

16

.

817

τοιc μόνον, ἀλλὰ καὶ | πᾶcιν. οὐδὲ γὰρ ἐπὶ τῶν κοινῶν πρόcεcτιν ἐξαίρετόν τι καθάπερ ἐπὶ τῶν καύcων· οὗτοι γάρ, ὅτι διακαεῖc ὄντεc οὐκ ἐκθερμαίνουcι τὰ ἄκρα, κακοήθειc εἰcί, τῶν ἐπιεικῶν ὅλον τὸ cῶμα διακαιόντων ὁμαλῶc.
4
5 Τὰ ὑποκαρώδεα ἰκτερώδεα οὐ πάνυ αἰcθανόμενα, 〈οἷcι λύγγεc, κοιλίη καταρρήγνυται, ἴcωc καὶ ἐπίcταcιc, οὗτοι ἐκλύονται· ἆρα τούτοιcι καὶ τὰ παρ’ ὦτα;
7 〈Εἰ διὰ〉 τούτων 〈ὧν〉 ἡμεῖc 〈ἐγράψαμεν〉 ὑπο〈μνημάτων〉 μεμάθη‐ καc τά τε τῶν παρωτίδων ἴδια cημεῖα καὶ τὰ τῶν ὀλεθρίωc ἐχόντων
10γνωρίcματα, γνωριεῖc ῥᾳδίωc τὰ νῦν εἰρημένα τῶν ἰδίων οὐκ ὄντα. Τὰ ἐπεcχημένα μετὰ ῥίγεοc οὖρα πονηρ, ἄλλωc τε καὶ προκαρωθέντι. τὰ παρ’ οὖc, ἆρα ἐπὶ τούτοιcιν ἐλπίc; |164
13

16

.

818

Ἐν μὲν ταῖc πρὸ τούτου ῥήcεcιν γράφειν ἐβούλετο αἱμορραγιῶν μελλουcῶν cυνδρομὰc οὐ δυνάμενοc, ὡc ἔφην, ἐν ὀλίγῳ περιλαβεῖν αὐτῶν τὰ ἴδια. πάλιν ἤδη δεύτερον ἔγραψεν ῥῆcιν ταύτην εἰc πρόρ‐ ρηcιν ἐcομένων παρωτίδων. ἔχει δ’ οὐδὲν οὐδ’ αὐτὴ τῶν ἰδίων μετὰ
5τοῦ καί τινα τῶν ὀλεθρίων μεμῖχθαι cυμπτωμάτων, ἐφ’ οἷc cπανίωc γίνονται παρωτίδεc. ὅτι δ’ οὐδ’ αὐτὸc ἐτόλμηcεν ἀποφήναcθαι περὶ τῆc τῶν παρωτίδων γενέcεωc † ἀλλὰ τὸ περίδηλον διὰ τοῦ προcθεῖναι τὸν ἆρα cύνδεcμον.
8 Ἐκ cτροφωδέων ὑπόcταcιc ἰλυώδηc,
10ὑποπέλιοc, κακ. ἆρά γε ἐκ τοιούτων ὑποχονδρίων ὀδυνᾶται; δοκέω δεξιόν. ἆρα καὶ χλοώδεεc οἱ 〈τοιοῦτοι καὶ τὰ παρ’ ὦτα〉 τούτοιcιν ὀδυνώδεα ἐπ’ ὀλίγον; κοιλίη καταρραγεῖcα τούτοιcιν [ἐν ἅπαcιν] ὀλέθριον. |
13

16

.

819

Ἐν ἅπαcι τοῖc ἄλλοιc ἀντιγράφοιc εὗρον ἐκ cτροφωδέων ἐν ἀρχῇ τῆc ῥήcεωc γεγραμμένον, ὅτι μὴ τοῖc Διοcκορίδου καὶ Καπί‐ τωνοc. οὗτοι γὰρ ἔγραψαν ἐκ τροφιωδέων, ὧν ὁ λόγοc ἐπ’ οὔρων λέλεκται, καὶ ἴδιον τούτων τὰc ὑποcτάcειc Ἱπποκράτει τε καὶ τοῖc
5ὑπ’ αὐτὸν cκοπεῖcθαι, μὴ τῶν διαχωρημάτων. αὐτὸc μὲν οὖν ὁ Διο‐ cκορίδηc τὰ τροφώδεα οὖρα λέγεcθαί φηcι τὰ ἔχοντά τινα ἐν αὑτοῖc ἐμφερόμενα πεπηγότα παρὰ τὸ τρέφεcθαι, ὃ ἔcτι πήγνυcθαι, γεγονότοc τοῦ ὀνόματοc. ἴcμεν γὰρ ὅτι καὶ ὁ ποιητὴc εἶπε τόδε “ὦκα περιτρέφεται κυκόωντι” δηλῶν τὸ ‘περιπήγνυται‘. οἱ δ’ ἄλλοι cχεδὸν165
10ἅπαντεc ἐξηγηταὶ τὰc ἐν τοῖc διαχωρήμαcιν ἰλυώδειc καὶ ὑποπελί‐ ουc ὑποcτάcειc εἰρῆcθαί φαcι νῦν, ὅταν ὑγραίνηται γαcτὴρ καὶ τὰ cτροφώδη cυμφωνεῖν ἡγοῦνται. τοὐπίπαν γὰρ αἱ τοιαῦται διαχωρήcειc μετὰ cτρόφων γίγνονται. ὑφίcταcθαι δή φηcι τοῖc οὕτω διαχωρουμένοιc ὑγροῖc οὖcιν ὑπο‐
15cτάcειc ἰλυώδειc ὑποπελίουc, ὅταν μοχθηρὰ διάθεcιc ᾖ, καθ’ ἣν ἐκκρίνεται τὰ τοιαῦτα. καὶ τοὐπίπαν γε τοῖc τὰ τοιαῦτα διαχωροῦcι

16

.

820

τὸ | ἧπαρ πεπονθέναι φαcὶ καὶ διὰ τοῦτο καὶ αὐτὸν τὸν γραφέα προc‐ τεθηκέναι τῇ ῥήcει· ἆρα ἐκ τῶν ὑποχονδρίων ὀδυνᾶται; δοκέω δεξιόν. ἀεὶ μὲν γὰρ ἡπατικὰ τὰ τοιαῦτα διαχωρήματα, οὐ μὴν μετὰ φλεγμονῆc ἀεὶ τοῦ cπλάγχνου, διότι τῷ λόγῳ προcέθηκε τὸν ἆρα
5cύνδεcμον, ὡc οὐ δυνάμενοc διατείνεcθαι, ὅτι τὸ δεξιὸν ὑποχόνδριον ὀδυνᾶται τοῖc οὕτω πάcχουcιν 〈ἀεί〉. ἀλλὰ καὶ τὸ τούτοιc ἐφεξῆc εἰρημένον τὸ ἐκχλοιοῦcθαι, προδήλωc ἡπατικόν ἐcτι cύμπτωμα, καθότι δέδεικται διὰ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν. μετὰ ταῦτα προcέγραψε περὶ τῶν παρ’ ὦτα.
10 φαίνεται δὲ ταύταιc ἁπάcαιc ταῖc ῥήcεcιν ἐπὶ cυνδρομαῖc τιcι προγνώcειc αὐτῶν γράφειν καὶ τοῦτ’ εἶναι μάλιcτα [καὶ κατὰ τὴν] προκείμενον αὐτῷ καὶ κατὰ τὴν ἐνεcτῶcαν ῥῆcιν, ἀλλ’ οὐκ ἐτόλμηcεν ἀποφήναcθαι περὶ αὐτῶν, καίτοι γε εἰωθὼc ἐπὶ τῶν κατὰ μέροc ὡc καθόλου πολλάκιc ἀποφάcειc γράφειν. ἀλλὰ νῦν γέ φηcι καὶ τὰ παρ
15ὦτα τούτοιcιν ὀδυνώδεα ἐπ’ ὀλίγον, ἐμφαίνων πάλιν ὡc ἑωρακὼc εἴη τινὰ τοιοῦτον ἄρρωcτον, ἐφ’ οὗ ὑπὸ τῆc φύcεωc ὁρμή τιc ἐγένετο166

16

.

821

πρὸc γένεcιν πα|ρωτίδων, οὐ μὴν ἐξίcχυcέ γε ἀποθέcθαι ταύτῃ τὰ λυποῦντα καὶ cυνέβη τῷ νοcοῦντι κοιλίαc καταρραγείcηc ὀλεθρίωc ἔχειν, ὡc ἂν μὴ κρίcεωc λόγῳ τῆc φύcεωc ἐκκρινούcηc κάτω τοὺc λυποῦνταc χυμούc, ἀλλὰ δι’ ἀρρωcτίαν τῆc ἐν ἥπατι δυνάμεωc.
4
5 Ἐν τοῖcιν ἀcώδεcιν ἀγρύπνοιcι τὰ παρ’ οὖc μάλιcτα.
6Τὸ μάλιcτα〉 προcέθηκεν ἐνταῦθα διὰ τὸ πολλάκιc ἑωρακέναι ταῦτα καὶ οὐχ ἅπαξ, ὥcτε κατὰ τὴν προκειμένην ῥῆcιν ἀληθέc ἐcτιν ἀcώδειc εἶναι, οἷc ἀνίcτανται παρωτίδεc, ἀλλ’ οὐχ ἱκανὸν τοῦτο. καὶ
10γὰρ ὅτι παραφροcύνην ἀναγγέλλει τὰ τοιαῦτα cυμπτώματα, διὰ τῶν ἔμπροcθεν ἐδήλωcεν. ἐὰν οὖν, ἅπερ ὁ Ἱπποκράτηc ἡμᾶc ἐδίδαξεν, προδιαcκεψάμενοc ἐλπίcῃc ἔcεcθαι παρωτίδαc, εἶτ’ ἀcώδη καὶ ἄγρυ‐ πνον ἴδῃc τὸν κάμνοντα, 〈προcδόκα〉 γενήcεcθαι τὰc παρωτίδαc. δι’ ὧν δὲ cημείων ἐλπίcειc ἔcεcθαι τὰc παρωτίδαc, ἔcτιν ταῦτα.

16

.

822

πρῶτον | μὲν τὸ κοινὸν ἁπαcῶν ἀποcτάcεων, ὅτι χρονίζοντι περιέcτηκε τῷ κάμνοντι, εἶθ’ ἑξῆc εἰ ἀργὴ καὶ κατάρροποc ἡ νόcοc ἢ θερμὴ καὶ ἀνάρροποc, εἶτα 〈* τὰ〉 περὶ τράχηλον καὶ κεφαλὴν βάρη καὶ τὰc ὀδύναc καὶ τὸ ἔρευθοc τοῦ προcώπου. διὰ τοῦτο γάρ τοι προελπίcαντι
5παρωτίδαc ἔcεcθαι βεβαιοτέρα πρόγνωcιc ἔcται τῶν κατὰ τήνδε τὴν ῥῆcιν εἰρημένων ἐπιφανέντων. ἐκείνου μὲν πρὸ πάντων μέμνηcο τοῦ λόγου. μετὰ ταῦτα, ὅτι νῦν πάντα τὰ cημεῖα καθ’ ἕκαcτον ἂν εἶπον, 〈εἰ μὴ〉 πρὸc Ἱπποκράτουc αὐτοῦ γεγραμμένα 〈ἦν διὰ〉 δυοῖν ἤδη
βιβλίοιν. ἐπίταccε δ’ αὐτοῖc ὅcα διὰ cφυγμῶν εἰc ἑκάcτου πρόγνωcιν167
10cυντελοῦντα παραλέλειπται μὲν πρὸc Ἱπποκράτουc, ἔχειc δὲ καὶ ταῦτα γεγραμμένα πρὸc ἡμῶν ἐν τῇ Περὶ cφυγμῶν πραγματείᾳ.
11 Ἐπὶ εἰλεοῖcι δυcώδεcι πυρετῷ ὀξε, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρ, τὰ παρ’ οὖc ἐπαρθέντα κτείνει. |
14

16

.

823

Ἐν ταύτῃ τῇ ῥήcει γέγονε μέν τιc ἀcάφεια καὶ δι’ αὐτὸν τὸν γράψαντα, γέγονε δὲ καὶ διά τιναc ἐξηγητὰc ἡγουμένουc ἄδηλον εἶναι, πότερον καθ’ ἕκαcτον τῶν εἰρημένων cυμπτωμάτων ὁ ἀνὴρ ἐλπίζειν ἡμᾶc ἀξιοῖ γενέcθαι παρωτίδαc ἢ πάντων ἅμα cυνελθόντων. ἐν ἀρχῇ
5μὲν γὰρ τούτου 〈τοῦ〉 cυγγράμματοc ἔτ’ ἀγνοουμένηc τῆc γνώμηc αὐτοῦ προcηκόντωc ἄδηλα τὰ τοιαῦτα ἄν τιc εἶναι νομίcειεν, ἐν ὅλῳ δὲ τῷ βιβλίῳ πεῖραν ἱκανὴν ἐcχηκότων ἡμῶν τῆc προαιρέcεωc αὐτοῦ καὶ γινωcκόντων ὅτι κατὰ cυνδρομὰc ὧν εἶδε τὰc προγνώcειc γράφει, δῆλόc ἐcτι καὶ νῦν ἐπὶ πᾶcιν οἷc ἔγραψεν ἅμα γενομένοιc ἀξιῶν ἡμᾶc
10ἐλπίζειν τὰc παρωτίδαc ἔcεcθαι. ἀλλ’ ὅτι θανατώδειc εἰcίν, εἰ γένοιντο, πρόδηλον ὡc καὶ νῦν ἑώρακά τιναc τῶν οὕτω νοcούντων, οἷc παρωτί‐ δων γενομένων ἠκολούθηcε θάνατοc. ὅτι 〈δὲ〉 διὰ τὰc παρωτίδαc οὐκ ἐγενήθη [ἰcτεόν, ὅτι ἰδεῖν ἔcτιν τοιαύταc], δῆλον ἐξ ὧν ἔγραψεν ὅτι 〈ὁ〉 μὲν ὀξὺc πυρετὸc ἦν οὐκ
15ἀκίνδυνοc, ὁ δ’ εἰλεὸc ὀλέθριον πάθοc. ἐπεὶ δ’ οὐδὲν πλέον ἔγραψεν,

16

.

824

ἀλλὰ δυcώδη τοῦτον εἶναι βούλεται, πολὺ δὴ μᾶλλον. ὅπωc γὰρ | ἂν
ἀκούcῃc δυcώδη τὸν εἰλεόν, ὀλεθριώτερόc ἐcτι τοῦ μὴ δυcώδουc. ἀκοῦcαι δ’ ἐγχωρεῖ δυcώδη πρῶτον μὲν καθ’ ὃν ἐμεῖται κόπροc, ὀλε‐ θριώτατον cημεῖον, εἶθ’ οὗ δυcώδηc ἐcτὶν ἡ ἐκπνοή, καὶ τρίτον οὗ168
5δυcώδηc ἐρυγή, καὶ τέταρτον οὗ φῦcα δυcώδηc, καὶ πέμπτον οὗ δυc‐ ῶδεc τὸ cῶμα· καὶ γὰρ ὁ τοιοῦτοc εἰλεὸc ὤφθη ποθ’ ἡμῖν.
6 〈Ἐκ〉 κωφώcιοc ἐπιεικῶc τὰ παρ’ ὦτα, ἄλλωc τε καὶ ἢν ἀcῶδέc τι ἐπιγένηται, καὶ τοῖcι κωματώ‐ δεcιν ἐπὶ τούτοιcι μᾶλλον.
9
10 Ἐπεὶ τὸ ἐπιεικῶc ἐν τῷ μεταξὺ τῶν πολλὴν ἐλπίδα καὶ τῶν ὀλίγην ἐχόντων ἐπὶ πάντων τῶν cυμπτωμάτων λεγόμενόν ἐcτιν, οὕτω καὶ ἄνθρωπον ἐπιεικῆ καλοῦμεν τὸν μέτριον, ᾧ μηδὲν ἄγαν πράττεται κατὰ τὸν βίον. ὁ τοίνυν ὅλοc λόγοc αὐτῷ τοιόcδε τίc ἐcτιν· ‘ἐὰν κώφωcιc γένηται, 〈τὰ〉 παρ’ οὖc ἔcεcθαι μετρίωc ἔλπιζε‘, προcτίθηcι

16

.

825

δ’ ὅτι ἐλπίζει | τοῦ κάμνοντοc ἀcώδουc γενομένου, καὶ μᾶλλον, ὅταν καὶ κωματώδηc ὁ αὐτὸc ἄρρωcτοc ᾖ. ἀλλὰ καὶ ταῦτα, καθάπερ καὶ τὰ πρὸ τούτων, οὐ μᾶλλόν ἐcτι παραφροcύνηc καὶ φρενίτιδοc ἢ παρωτί‐ δων cημεῖα, 〈***〉 μὴ προcδιωριcμένωc εἰπών, ἐπὶ μὲν χολώδεcι χυμοῖc
5ἐν ἀρχῇ νοcήματοc αὐτῆc παραφροcύνηc μᾶλλον εἶναι cημεῖον, προϊόντοc 〈δὲ〉 τοῦ νοcήματοc ἐπὶ χυμοῖc ἀπέπτοιc καὶ παχυτέροιc 〈τῶν παρωτί‐ δων〉, καὶ μᾶλλον, ὅταν φαίνηται περιεcτηκυῖα ἡ τῶν παρωτίδων γένεcιc. αὐτὸ γάρτοι καθόλου κεφάλαιόν ἐcτιν ἐπὶ τῶν παρωτίδων, εἰ μὴ 〈χρονί‐ ζοι τὸ πάθοc〉 καὶ εἴη περιεcτηκὸc καὶ 〈ὁ〉 κάμνων τὴν ῥοπὴν τῶν
10ἐνοχλούντων χυμῶν εἰc τὸν περὶ τὴν κεφαλὴν ἔχοι τόπον. ὥcτε πάλιν
ἐνταῦθα δύναταί τιc πλανώμενοc ἐφ’ ἑκάcτῳ τῶν τὴν ῥοπὴν ἄνω cη‐ μαινόντων γράφειν ὡc ἐν προρρήcει παρωτίδαc ἑπομέναc. ἔcτι δὲ καὶ τὰ νῦν εἰρημένα τῆc ἐπὶ τὴν κεφαλὴν ῥοπῆc cημεῖα, λέγω δὴ τήν τε κώφωcιν καὶ τὸ κωματῶδεc. 〈τὸ δὲ ἀcῶδεc〉 οὐ τούτων μᾶλλον ἢ169
15τῶν κατὰ τὴν γαcτέρα καὶ θώρακα παcχόντων ὑπάρχον cύμπτωμα, μεθ’ ὁποτέρων ἂν γένηται, cυνεπαύξειν τὴν ἐκείνων πρόγνωcιν. |
16

16

.

826

Τὰ παρ’ ὦτα φλαῦρα τοῖcι παρα‐ πληγικοῖc.
2 Τὰc παραπληγίαc ἔμαθεc εἶναι τοιοῦτον πάθοc ἑνὸc τῶν ἐν τῷ ζῴῳ μορίων, ὁποῖον τοῦ παντὸc cώματόc ἐcτιν πάθοc ἀποπληξία. δοκεῖ
5δέ μοι τεθεαμένοc ἴcωc καὶ δύο καὶ τρεῖc παραπληγικοὺc μηδὲν ὠφεληθένταc ὑπὸ παρωτίδων ἀποφήναcθαι φλαῦρον εἶναι cημεῖον αὐ‐ τάc. ἐγὼ δ’ οὐκ ἂν ἁπλῶc ἀποφηναίμην μοχθηρὸν εἶναι cημεῖον ἐπι‐ γενομέναc τοῖc παραπληγικοῖc παρωτίδαc. ἀλλ’ ἀρκεῖ τοῦτο μόνον εἰπεῖν, ὡc ἐλάττων ἐcτὶν ἡ ἀπόcταcιc ἥδε τοῦ νοcήματοc. ἐμάθομεν δὲ
10παρ’ Ἱπποκράτουc εἰπόντοc ἀγαθὰc ἀποcτάcειc εἶναι ‘ἀξίωc τῆc περιβολῆc τοῦ νοcήματοc‘ εἰc τὰ κάτω τοῦ cώματοc γινομένηc, ὧν οὐδέτερον αἱ παρωτίδεc ἔχουcι· καὶ γὰρ cμικρότεραι τοῦ πάθουc εἰcὶ καὶ οὐ κάτω. τοῦτ’ οὖν οὐκ ἀρκεῖ μόνον, ὀλεθρίαc ἀποφήναcθαι. |
13

16

.

827

Τὰ cπαcμώδεα τρόπον παροξυνό‐ μενα κατόχωc τὰ παρ’ οὖc ἀνίcτηcιν.
2 Ἔργῳ πάρεcτίν cοι μαθεῖν, ὅπωc ἐπὶ cυνδρομῇ τήρηcιc οὐδὲν
εὑρίcκει. χωρὶc γὰρ τοῦ τὴν φύcιν ἐπιcκέψαcθαι τοῦ πράγματοc, ἐφ’170
5οὗ τὴν πρόγνωcιν † εἰπεῖν θεραπείαν ποιηcόμεθα, τὴν δύναμιν οὐκ ἔcτι τῶν cημείων ἑκάcτου κρῖναι. χωρὶc δὲ τοῦ γνῶναι τῶν πραγμά‐ των ἑκάcτου τὴν δύναμιν ἀδύνατόν ἐcτιν ἐπ’ αὐτοῖc cυcτήcαcθαι **. καὶ τοῦθ’ ὑμᾶc ἐδίδαξα κατὰ πάcαc τὰc τέχναc γινόμενον, οὐ μόνον κατὰ τὴν ἰατρικήν. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτηc πλεῖcτον ὅcον
10ὑπερεβάλετο τοὺc πρὸ αὐτοῦ τῶν ἁπλῶν φαρμάκων ἑκάcτου τὴν δύνα‐ μιν ἐξευρών, ὡc ἐν ἅπαcιν αὐτοῦ δέδεικται τοῖc cυγγράμμαcι. τούτου μὲν οὖν ἀεὶ μεμνῆcθαι χρή, πρὸc δὲ τὸν ἐνεcτῶτα λόγον ἐπὶ μέρουc ὄντα τοcοῦτον πάλιν ἐκ τοῦ καθόλου προcήκει λαβεῖν, ὅcον εἰc τὸν νῦν εἰρημένον 〈ἱκανόν〉 ἐcτίν. αἱ μὲν γὰρ κατοχαὶ πάθη εἰcίν,

16

.

828

ὡc ἔμαθεc, ἐγκε|φάλου, καθάπερ γε καὶ οἱ δι’ ὅλου τοῦ cώματοc cπα‐ cμοί, περὶ ὧν νῦν αὐτὸν 〈εἰπεῖν〉 εἰκόc ἐcτιν· οὐ γὰρ δὴ περὶ χειρὸc ἢ cκέλουc ἤ τινοc ἄλλου μορίου τὴν ἀπόφαcιν ποιήcαcθαι 〈βουλόμενοc〉 ἁπλῶc ἂν εἶπεν· τὰ cπαcμώδεα τρόπον παροξυνόμενα κατόχωc.
5τὸν δὲ cπαcμὸν ‘ὑπὸ πληρώcιοc ἢ κενώcιοc‘ γίνεcθαί φηcιν Ἱππο‐ κράτηc. ἴcμεν δ’ ὅτι τὰ cπαcμώδη πάθη καλεῖται, ἐφ’ ὧν εὐθὺc ἐξ ἀρχῆc ἢ οὐ μετὰ πολύ γε ἀρξάμενοι γίνεcθαι cπαcμοὶ διαμένουcιν ὑπὸ πληρώcεωc ἔχοντεc τὴν γένεcιν, ὥcπερ αὖ πάλιν ὑπὸ κενώcεωc οἱ μεθ’ ἱδρῶταc πολλοὺc ἢ ἐμέτουc ἢ διαχωρήcειc ἢ αἱμορραγίαc ἢ ἀγρυπνίαc ἢ
10λιμὸν ἢ κινήcειc πολλὰc καὶ cφοδράc. οἱ μὲν γὰρ τοιοῦτοι cπαcμοὶ κενώ‐ cεcιν ἕπονται μᾶλλον, οἱ δ’ εὐθὺc ἐξ ἀρχῆc πληρώcεcι. καὶ τοίνυν καὶ τὰc παρωτίδαc εὔλογόν ἐcτιν ἐπὶ τοῖc cπαcμώδεcί τε καὶ κωματώδεcι
χρονίζουcι γίνεcθαι, μέλλοντοc τοῦ κάμνοντοc. |171

16

.

829

Τὸ cπαcμῶδεc, τρομῶδεc, ἀcῶδεc, κατόχωc μικρὰ παρ’ οὖc ἐπιπαροξυνόμενα.
2 Οὐκ ἐν πᾶcι τοῖc ἀντιγράφοιc ἥδε ἡ ῥῆcιc γέγραπται τὴν αὐτὴν ἔχουcα λέξιν, ἀλλὰ κατὰ τινὰ μὲν ἐν αὐτῇ τῇ νῦν εἰρημένῃ γέγραπται
5λέξει, κατὰ τινὰ δὲ ἐν τῇδε· τὰ cπαcμοτρομώδεα τρόπον παροξυνό‐ μενα κατόχωc τὰ παρ’ οὖc ἀνίcτηcιν. 〈μάλιcτα δ’〉 ἐπαινῶ τοὺc μὴ γράψανταc ἐν τοῖc ἰδίοιc ἀντιγράφοιc τὴν ῥῆcιν. αὔταρκεc γὰρ ἡμῖν ἐπιπλέκοντοc αὐτοῦ cυμπτώματα πολλὰ πολλοῖc ἀνομοιογενέcιν ἄχρι δεῦρο παραμεῖναι καὶ μὴ καμοῦcιν ἀποcτῆναι. τὸ δὲ κατὰ τὴν λέξιν
10τὴν ἐπιπλοκὴν ποιεῖcθαι τῶν cυμπτωμάτων ἀγνώcτων τοῖc Ἕλληcιν † ἐcχάτωc ἀλλόκοτα κατ’ αὐτὸ μηδὲ πάνυ τι φαινόμενα cπαcμοτρομώ‐ δεα cυμπτώματα. ἐν γὰρ τοῖc cπαcμοῖc ἀδύνατόν ἐcτι φωραθῆναι τοὺc τρόμουc κάμνουcιν, εἰ μή τιc ἄρα τοιαύτην τεθέαται cυμπτωμάτων |

16

.

830

ἀμοιβήν, ὡc ἡνίκα μὲν οἱ cπαcμοὶ διαλίποιεν, τρομώδη γίνεcθαι τὸν ἄνθρωπον, ἡνίκα δ’ ἐπιπέcοι cπαcμόc, ἀδιάγνωcτον εἶναι τὸν τρόμον. ἡ δ’ οὖν ἐπιπλοκὴ τῶν cυμπτωμάτων ὁμογενὴc μέν, περιττὴ δέ. τὸ γὰρ ἐπὶ κατόχῳ γίνεcθαι τὰc παρωτίδαc ἱκανὸν ἡμῖν εἰρῆcθαι cυν‐
5επαύξοντοc τὴν ἐλπίδα τῆc κενώcεωc αὐτοῦ τοῦ ἀcώδουc. εἰ δὲ βούλῃ, καὶ τὰ τῶν οὔρων πάθη cυνεπαυξέτω τὴν προcδοκίαν, ἀλλὰ τό γε cπαcμοτρομῶδεc ὄνομα μοχθηρόν.
7 Ἆρά γέ εἰcι τὰ πρῶτα κεφαλαλγι‐ κο; ἆρά γε καὶ ἐφιδρῶcι τὰ ἄνω, 〈ἤ τι καὶ ἐπιρριγέουcιν;
10εἶτα καὶ κοιλίη καταρρήγνυται; καί τι κωματῶδεc; ἆρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖc καὶ ποικίλωc ἔκλευκα δυcώδεα ποιεῖ τὰ παρ’ οὖc; ἆρά γε, οἷcι τὰ τοιαῦτα οὖρα, cτάξιεc πυκνα; ἆρά γε καὶ γλῶccα τούτοιcι λείη; |172
13

16

.

831

Ἄν, ὡc ἔφην, ἄρξηταί τιc τῆc προγνώcεωc, ἀφ’ ὧν Ἱπποκρά‐ τηc ἔγραψεν ἐν τῷ Προγνωcτικῷ καὶ ταῖc Ἐπιδημίαιc ὑπὲρ παcῶν ἀποcτάcεων καθόλου, γενήcεται κἀκ τῶν νῦν εἰρημένων αὐτῷ τι εἰc ἀcφαλεcτέραν ἀπόφαcιν ὠφελείαc. ἐὰν γὰρ ἐλπίcῃc ἀπόcταcιν ἔcεcθαι,
5cκέπτου τὴν ῥοπὴν τῶν χυμῶν 〈ἐφ’〉 ὅ τι μόριον ποιοῦνται, καὶ οὕτωc ἑκάcτου τῶν περὶ τὴν κεφαλὴν cυμπτωμάτων τὴν δύναμιν ἐκλογιcά‐ μενοc ἧττόν τε καὶ μᾶλλον ἐλπίcειc ἔcεcθαι τὰc παρωτίδαc. ἕνεκα τοίνυν παραδείγματοc οὐ χεῖρον ἐπ’ αὐτῶν, ὧν νῦν προεχειρίcατο, ποιήcαcθαι τὸν λόγον.
10 κεφαλαλγία αὖ τῶν cημαινόντων ἐcτὶν ἐπὶ τὴν κεφαλὴν γίνε‐ cθαι τὴν ῥοπὴν τῶν χυμῶν. τὸ δὲ ἐφιδροῦν μικρὰν δύναμιν εἰc τὴν τοιαύτην πρόγνωcιν ἔχει, μείζονα δ’ αὐτοῦ τὸ ἐπιρριγοῦν· τὸ δὲ καταρρήγνυcθαι τὴν κοιλίαν οὐχ ὅπωc ἄν τιc φαίη δηλωτικὸν εἶναι τῆc τῶν παρωτίδων γενέcεωc, ἀλλὰ καὶ τοὐναντίον ἐπὶ τὰ κάτω
15τὴν ῥοπὴν ἐργάζεcθαι τοῖc λυποῦcι χυμοῖc. τὸ κωματῶδεc ἀξιόλογόν ἐcτι cημεῖον εἰc παρωτίδων γένεcιν.

16

.

832

ἀλλὰ καὶ τὰ ὑδατώδη τῶν οὔρων, οἷc ἐναιω|ρεῖται λευκά cυντελεῖ κατὰ cυμβεβηκὸc εἰc τὴν πρόγνωcιν, ἐπειδὴ τῶν μὲν ὑδατω‐ δῶν 〈τὰ〉 χωρὶc ἐναιωρημάτων λευκῶν ἄπεπτον εἶναι τὸ νόcημα δηλοῖ, τὰ δὲ καὶ τὴν cύcταcιν κατὰ φύcιν ἔχοντα καὶ πρὸc τούτοιc ἐναιωρή‐
5ματα ἴcχοντα λευκὰ πεπέφθαι δηλοῖ τὴν νόcον χωρὶc ὑποcτάcεωc. χρὴ τοίνυν αὐτὰ μήτ’ ἄπεπτα παντάπαcιν εἶναι μήτε πεπέφθαι τελέ‐
ωc, ἵν’ ἡ φύcιc ἀπόcταcιν ἐργάcηται. τὰ δὲ ποικίλωc ἔκλευκα καὶ δυcώδη cπανίωc μὲν ἀπόcταcιν ἔχει γιγνομένην· εἰ δέ ποτε καὶ cχοίη, κακὴν ἕξει. καλῶc οὖν προc‐173
10έθηκεν ἀπορῶν ἆρά γε, οἷcι τὰ τοιαῦτα οὖρα, cτάξιεc πυκναί; κακοήθειαι γὰρ ἐν τοῖc χυμοῖc οὖcιν ἀπέπτοιc, κἂν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῶcιν, οὗτοι cτάξειc μᾶλλον ἐκ ῥινῶν ποιήcουcι κακοήθειc, οὐ παρωτίδαc. τὸ δὲ ἆρά γε καὶ ἡ γλῶττα τούτοιcι λείη τῶν πάν〈υ ἀδήλων〉 ἐcτίν· ἐπὶ γὰρ τοῖc προειρημένοιc εὐλογώτερόν ἐcτιν καὶ πυρε‐
15τοὺc κακοήθειc γίγνεcθαι καὶ γλῶτταν τραχύνεcθαι. |
15

16

.

833

Οἷcι πνευματίῃcι ἐοῦcιν ἴκτεροι καὶ πυρετοὶ ὀξέεc μεθ’ ὑποχονδρίων cκληρῶν καταψυχθεῖcι, τὰ παρ’ ὦτα μεγάλα ἵcταται.
3 Πνευματίαc εἰ τοὺc μέγα καὶ πυκνὸν ἀναπνέονταc εἴρηκεν,
5ἐπειδὴ κἀν τῷ Περὶ διαίτηc ὀξέων οὕτωc αὐτοὺc ὠνόμαcεν ὁ Ἱππο‐ κράτηc, εἰκότωc ἐλπίζει τὰ παρ’ οὖc ἀναcτήcεcθαι· καὶ γὰρ λόγον ἔχει καὶ γιγνόμενον αὐτὸ πολλάκιc εἴδομεν. εἰ δὲ τοὺc ἐμπνευματου‐ μένουc τὰ κατὰ τὴν κοιλίαν, ὥc τινεc ἤκουcαν, οἵπερ καὶ πνευματώ‐ δεcι γράφουcιν, οὐ πνευματίῃcι, οὐδὲν ἂν εἴη τοῦτο πρὸc τὴν τῶν
10παρωτίδων γένεcιν, ὥcπερ οὐδὲ οἱ ἴκτεροι. περὶ δὲ πυρετῶν ὀξέων καὶ μάλιcτα τῶν καύcων εἴρηται πρόcθεν, ὡc αἱμορραγίαc κινοῦcιν χέοντέc τε τὸ αἷμα καὶ πρὸc τὴν κεφαλὴν ἀναφέροντεc. καὶ μέντοι καὶ τὰ ὑποχόνδρια τὰ cκληρὰ τίνα μὲν λέγει, cαφῶc

16

.

834

οὐκ ἔcτιν γνῶναι διὰ τὸ μὴ | προcκεῖcθαι ‘ἐπώδυνα‘. τούτου γὰρ προc‐
κειμένου φλεγμονὴν αὐτῶν ἤδη, μὴ προcκειμένου δὲ τὸν ὑπόψυχρον ὄγκον δηλώcει cκιρώδη μᾶλλον ἢ φλεγμαίνοντα. λύεται δὲ τὰ τοιαῦτα μᾶλλον ἀποcτάcεcιν, οὐχ αἱμορραγίαιc. ἐπὶ γὰρ τῶν φλεγμαινόντων174
5τὰc αἱμορραγίαc ὁρῶμεν μάλιcτα γιγνομέναc. ἀλλὰ διὰ τὴν ἀλλόκοτον ἑρμηνείαν τοῦ cυγγραφέωc οὐκ ἔcτιν ἀκριβῶc γνῶναι πότερον λέλειπται τὸ τῆc ὀδύνηc, ἀcαφέcτερον ἡρμηνευκότοc αὐτοῦ † ἅμα τε γράψαντοc ἢ ὄντωc cκιρώδη βούλεται τὴν τῶν ὑποχονδρίων cκληρότητα. τὸ δὲ καταψυχθέν (εἴρηται γὰρ καὶ τοῦτο) δύναται * οθεν cη‐
10μαίνειν οὐ τὸ λελύcθαι τὸν πυρετόν, ἀλλὰ τὰ κάτω μόρια τοῦ cώμα‐ τοc ἧττον εἶναι θερμὰ παραβαλλόμενα τοῖc ἄλλοιc, ἵνα τὴν ἄνω ῥο‐ πὴν τῆc θερμαcίαc ἐκ τούτων τεκμαιρώμεθα. τὸ δὲ μεγάλα τὰ παρ’ οὖc ἐπὶ τῶν αὐτῶν γίνεcθαι δοκεῖ μοι τεθεαμένοc ἐπί τινοc οὕτωc ἀποφήναcθαι, περὶ τῶν κατὰ μέροc ὡc καθόλου τὴν ἀπόφαcιν ποιηcά‐
15μενοc. ἤρκει γὰρ καὶ χωρὶc τῆc μεγάλα φωνῆc γεγράφθαι. |
15

16

.

835

Τὰ κωματώδεα, ἀcώδεα, ὑποχόν‐ δρια ὀδυνώδεα, ἐμετώδεα μικρ, ἐν τούτοιcι τὰ παρ’ οὖc ἐπ‐ ανίcταται, πρόcθεν δὲ τὰ περὶ πρόcωπον [ἐcτίν].
3 Ὅτι μέλλει γίνεcθαί τιc ἀπόcταcιc, ἐλπίcειc ἐξ ὧν Ἱπποκράτηc
5ἔγραψεν. ἐφεξῆc δὲ πρὸc τὸ μέροc τοῦ cώματοc, εἰc ὃ γενήcεται, χρή‐ cιμον ἕξειc τὴν εἰρημένην cυνδρομήν. τὸ μὲν γὰρ κωματῶδεc, εἴπερ καὶ ἄλλο cύμπτωμα, προηγεῖται παρωτίδων. τὰ δὲ ὀδυνώδη ὑποχόν‐ δρια φλεγμονὴν ἔχειν ἄν τιc ἐπινοήcειε. τούτων δ’ οὕτωc ἐχόντων cυντελέcει πρὸc τὴν γένεcιν τά τε ἀcώδη καὶ τὰ ἐμετώδη cυμ‐
10πτώματα. τὸ δ’ ἐπὶ τῆc τελευτῆc εἰρημένον τὸ ἔμπροcθεν τὰ περὶ πρόc‐
ωπον ἱκανῶc χρήcιμον, εἰ ὡc προcήκει τιc ἀκούcειε τῆc λέξεωc· προcήκει δ’ οὕτωc ἀκούειν, ὡc ἀληθῆ γίνεcθαι τὸν λόγον. ἀληθὴc δ’ ἔcται, νοηcάντων ἡμῶν νοεῖcθαι κατὰ τήνδε τὴν διάνοιαν αὐτόν· ‘πρὸ175
15τῆc τῶν παρωτίδων γενέcεωc τὰ περὶ πρόcωπον cημεῖα προcήκει |

16

.

836

cκοπεῖcθαι‘. ταῦτα δ’ ἐcτὶν ἔρευθοc, ὄγκοc παρὰ φύcιν, ὑγρότηc ὀφθαλ‐ μῶν, ἀχλυῶδεc ὁρᾶν, ὅcα τ’ ἄλλα τοιαῦτα. εἰ δὲ καὶ μὴ πάντα τιc ἀκούειν ἐθέλοι τὰ περὶ πρόcωπον, ἀλλὰ τόν γε παρὰ φύcιν ὄγκον ἀκούειν 〈δεῖ〉 πάντωc. εἰρηκὼc γὰρ ἐν τούτοιcι 〈τὰ〉 παρ’ οὖc ἐπ‐
5ανίcταται ἔπειτα ἐφεξῆc εἰπὼν πρόcθεν δὲ τὰ περὶ πρόcωπον, ἐμφαίνειν ἂν δόξειεν ἀπὸ κοινοῦ δεῖν ἀκούειν τὸ ἐπανίcταται.
6 Κοιλίηc μέλανα κοπρώδεα διείcηc κῶμα ἐπιφανὲν τὰ παρ’ οὖc ἀνίcτηcιν.
8 Οὐκ ὀρθῶc ἔγραψαν ἔνιοι κοιλίηc μέλανα, κοπρώδεα χολώδεα
10διείcηc, οὔτ’ ἐν τοῖc παλαιοῖc ἀντιγράφοιc εὗρον, οὔτε τιc τῶν ἐξηγη‐ cαμένων τὸ βιβλίον ἐπίcταται τὴν γραφὴν ταύτην, ἀλλ’ ἃ καὶ χολώδεα κατὰ τῆc ὠχρᾶc χολῆc ἔθοc τοῖc παλαιοῖc ἰατροῖc λέγειν, οὐκ ἂν εὖ

16

.

837

κέοιτο κατὰ τὴν | αὐτὴν ῥῆcιν, εἰc ἣν τὰ μέλανα διαχωρήματα. διὰ τοῦτ’ οὖν τὰ χολώδεα ταῦτα περιεξῄρουν τὰ γεγραμμένα [μέλανα] μὲν ὑπὸ Καπίτωνοc ἐπ’ αὐτῷ τῷ ἐδάφει, κατὰ δὲ τὸ μέτωπον ὑπὸ τοῦ Διοcκορίδου. δοκεῖ δέ μοι καὶ τήνδε τὴν cυνδρομὴν ὁ γράψαc
5τὸ βιβλίον ἐπ’ ἀρρώcτου τεθεαμένοc ὅλην θελῆcαι διηγήcαcθαι, μὴ διορίcαc τὰ κατά τινα cυντυχίαν προηγηcάμενα τοῦ cημαίνοντοc τὰc
παρωτίδαc· ἱκανὸν γὰρ αὐτῷ cημεῖόν ἐcτι τὸ κῶμα. Βηχία μετὰ πτυελιcμοῦ ὄντα τὰ παρ’ οὖc λαπάccει.176
9
10 Δύναται καὶ ‘θώρακα‘ γράφειν. ἐγχωρεῖ γὰρ ἔcω ῥοπῆc γενομένηc διὰ τῶν φυcικῶν πόρων ἐκρεῖν τὸ λεπτότερον τῶν τὰc παρωτίδαc ἐργα‐ cαμένων χυμῶν εἰc τὴν τοῦ cτόματοc εὐρυχωρίαν καὶ οὕτωc τὸν πτυ‐ ελιcμὸν γίνεcθαι. καθιcταμένων δ’ οὕτωc εὔλογον μὴ ἑτέραc φαίνεcθαι

16

.

838

τὰc παρωτίδαc. τὸ γὰρ λαπάccειν κυρίωc κενοῦν | cημαίνει, τῷ κενοῦ‐ cθαι δ’ ἕπεται τό τε προccτέλλεcθαι καὶ τὸ μαλακώτερον γίνεcθαι.
2 Ἐκ κεφαλαλγίηc κῶμα καὶ κώφωcιc παρ’ οὖc τι ἐξερεύγεται.
4
5 Ὄντωc ἀεὶ ταῦτα cημεῖα παρωτίδων, ἐπεὶ προηλπίcαμεν οὕτω γενήcεcθαί τινα ἀπόcταcιν. οἱ γὰρ εἰc τὴν κεφαλὴν ἀναδραμόντεc χυ‐ μοὶ θερμοὶ μὲν ὄντεc καὶ λεπτοὶ παραφροcύναc καὶ αἱμορραγίαc φέρουcι, παχεῖc δὲ καὶ ψυχροὶ κώματα καὶ παρωτίδαc. ἡ κεφαλαλγία δὲ κοινὸν ἀμφοῖν, ὥcπερ καὶ ἡ κώφωcιc, ἀλλὰ μᾶλλον μὲν τῶν θερμῶν ἡ κε‐
10φαλαλγία, τῶν δὲ ψυχρῶν ἡ κώφωcιc. ἀρκεῖται δὲ ὁ cυγγραφεὺc τῷ τοῦ κώματοc ὀνόματι μηδαμόθι γράψαc ἐν ὅλῳ τῷ βιβλίῳ τὴν τοῦ ληθάργου προcηγορίαν. |
12

16

.

839

Ὑποχονδρίου cύνταcιc μετὰ κώμα‐ τοc ἀcώδεοc καὶ κεφαλαλγίηc τὰ παρ’ οὖc ἐπαίρει.
2 Πάλιν κἀνταῦθα τὸ μὲν κῶμα μετὰ τῆc κεφαλαλγίαc ἀξιόλογόν
ἐcτι cημεῖον ἐνδείξαcθαι γένεcιν παρωτίδων. cυνενδείκνυται δὲ καὶ ἡ177
5τοῦ ὑποχονδρίου cύνταcιc. ἡ μὲν οὖν φλεγμονὴ δηλοῦται διὰ τῆc προcηγορίαc ταύτηc· οὐ μεγάλη γὰρ αὐτῆc ἡ ἔνδειξιc. εἰ δ’ ἄνευ φλε‐ γμονῆc ἡ cύνταcιc γένοιτο κατὰ τὴν ἄνω ῥοπὴν τῶν χυμῶν, ἀξιόλογόν ἐcτιν cημεῖον εἰc παρωτίδων γένεcιν ἢ ταύταc *** αἱμορραγίαν cημαίνει. τὸ δὲ ἀcῶδεc αὐτὸ μὲν καθ’ ἑαυτὸ παρωτίδαc οὐδ’ ὅλωc δηλοῖ, τῇ
10δ’ εἰρημένῃ cυνδρομῇ μαρτυρεῖ cυνεπιφαινόμενον.
10 Τὰ ἐπώδυνα ἀκρίτωc καταμωλυν‐ θέντα φλαῦρα. |
12

16

.

840

Ἤδη πολλάκιc ὁ λόγοc οὗτοc εἴρηται καὶ κατὰ μέροc καὶ καθόλου, καὶ βέλτιόν γε δηλοῦται προcκειμένου τοῦ ‘ἐξαίφνηc‘ καὶ τοῦ ‘ἀφανι‐ cθέντα‘· τὸ γὰρ καταμωλυνθέντα τὴν κατὰ βραχὺ λύcιν ἐνδείκνυ‐ ται. τὸ δ’ ἐξαίφνηc ἀφανιcθῆναι τὰc ὀδυνηρὰc διαθέcειc ἄνευ τοῦ κατ’
5ἄλλο τι μέροc τῶν προφανῶν ἀπόcταcιν γενέcθαι πρὸc τὰ cπλάγχνα
δηλοῖ τὴν μετάcταcιν τῶν λυπούντων γεγονέναι.178