TLG 0057 087 :: GALENUS :: In Hippocratis de victu acutorum commentaria iv GALENUS Med., vel Claudius Galenus In Hippocratis de victu acutorum commentaria iv Citation: Kühn volume — page — (line) | ||
15.418(t1) | ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ | |
t2 | ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ | |
---|---|---|
t2 | ||
1 | Οἱ cυγγράψαντεc τὰc Κνιδίαc καλεο‐ μέναc γνώμαc ὁκοῖα μὲν πάcχουcιν οἱ κάμνοντεc ἐν ἑκάcτοιcι τῶν νοcημάτων ὀρθῶc ἔγραψαν καὶ ὁκοίωc ἔνια ἀπέβαινεν αὐτῶν, καὶ ἄχρι μὲν τουτέων καὶ μὴ ἰητρὸc δύναιτ’ ἂν ὀρθῶc | |
5 | cυγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἑκάcτου πύθοιτο, ὁκοῖα | |
15.419 | πάcχουcιν· ὁκόcα δὲ προcκαταμα|θεῖν χρὴ τὸν ἰητρὸν μὴ λέ‐ γοντοc τοῦ κάμνοντοc, τουτέων [τὰ] πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοιcι καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐc τέκμαρcιν. | |
3 | Οὐ μόνον οὐδὲν ὧν οἱ κάμνοντεc πάcχουcι παρέλιπον οἱ τὰc | |
5 | Κνιδίαc γράψαντεc γνώμαc, ἀλλὰ καὶ περαιτέρω τοῦ προcήκοντοc ἐνίων ἐμνημόνευcαν, ὡc ὀλίγον ὕcτερον δείξω. καὶ οὔπω τοῦτο τῆc τέχνηc ἔργον, εἰ μηδὲν παρέλιπον τῶν καὶ τοῖc ἰδιώταιc γνωcθῆναι δυνα‐ μένων, (οὐ γὰρ οὗτοc ὁ cκοπὸc τοῖc τεχνίταιc ἐcτίν), ἀλλὰ τὸ τὰ χρή‐ cιμα πρὸc τὴν θεραπείαν ἅπαντα γράφειν, ὥcτε καὶ προcθεῖναί τινα | |
10 | δεήcει πολλάκιc, ὧν μὴ γινώcκουcιν οἱ ἰδιῶται πάντωc, ἀφελεῖν τε πολλὰ τῶν γινωcκομένων αὐτοῖc, ἐὰν μηδὲν φαίνηται cυνεργοῦντα πρὸc τὸ τῆc τέχνηc τέλοc. καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐc τέκμαρcιν. τέκμαρcίc ἐcτιν ἡ | |
διὰ τεκμηρίου γνῶcιc, τεκμήριον δ’ ὀνομάζουcιν οἱ παλαιοὶ τὸ cυλλο‐ | 117 | |
15.420 | γιcτικὸν cημεῖον, οὐχ ἁπλῶc ἅπαν cημεῖον, | ὡc ἐν τῷ περὶ τεκμηρίου καὶ cημείου δέδεικται λόγῳ. τὰ οὖν εἰc τὴν τοιαύτην γνῶcιν ἀναγκαῖά τε καὶ χρήcιμα τοῖc ἰατροῖc οὐχ ἅπαντά φηcι γεγράφθαι κατὰ τὰc Κνιδίαc γνώμαc, ἀλλὰ παραλελεῖφθαι πολλά. | |
4 | ||
5 | Ὁκόταν δὲ ἐc τέκμαρcιν λέγηται, ὡc χρὴ ἕκαcτα ἰητρεύειν, ἐν τούτοιcι πολλὰ ἑτεροίωc γινώcκω ἢ ὡc ἐκεῖνοι ἐπεξῄεcαν. | |
7 | Ἐπειδὴ πολλὰ παραλελεῖφθαι τοῖc Κνιδίοιc ἰατροῖc εἶπεν εἰc τέκ‐ μαρcιν χρήcιμα, τίνα λέγει τέκμαρcιν αὐτὸc ἐφεξῆc ἐδίδαξεν εἰπὼν | |
10 | ὡc χρὴ ἕκαcτα ἰητρεύειν· εἰc γὰρ τὴν τούτων εὕρεcιν ὅ τί περ ἂν ᾖ χρήcιμον, ἐκ τῆc τέχνηc ἐcτίν. ἴcωc οὖν τιc δόξει παραλελεῖφθαι τὰ πρὸc τὴν διάγνωcίν τε καὶ πρόγνωcιν διαφέροντα τεκμήρια· τὸ δ’ οὐχ οὕτωc ἔχει· περιέχεται γὰρ ἐξ ἀνάγκηc ταῦτα τοῖc εἰc θεραπείαν | |
15.421 | διαφέρουcιν, ὡc, εἴ γε μηδὲν εἰc τὴν τῆc ἀρίcτηc | θεραπείαc εὕρεcιν ἡ διάγνωcιc τῶν νοcημάτων ἢ ἡ πρόγνωcιc τῶν ἀποβηcομένων cυν‐ ετέλουν, παντάπαcιν ἂν ἦcαν περιτταί, νυνὶ δ’ ὅτι cυντελοῦcι, διὰ τοῦτ’ εἰcὶ χρήcιμοι. | |
5 | ὅτι μὲν οὖν ἡ διάγνωcιc τῶν παθῶν ἀναγκαιοτάτη πρὸc τὴν θερα‐ πείαν ἐcτίν, οὐδὲ λόγου δεῖται· πρῶτον γὰρ διαγνῶναι χρή, τί ποτ’ ἐcτὶ τὸ πάθοc, εἶθ’ οὕτωc ἐπιχειρεῖν αὐτὸ θεραπεύειν. ὅτι δὲ καὶ ἡ πρόγνωcιc εἰc τὴν θεραπείαν χρήcιμοc, κατὰ τὸ προοίμιον αὐτὸc ἐδί‐ δαξε τοῦ Προγνωcτικοῦ. ὥcτ’ ἐάν τιc λέγῃ πάντα τὰ κατὰ τὴν ἰατρικὴν | |
10 | ἤτοι γ’ εἰc διάγνωcιν ἢ εἰc πρόγνωcιν ἢ εἰc θεραπείαν εἶναι χρήcιμα, δυνάμει λέγει ταὐτόν· ἡ μὲν γὰρ θεραπεία δι’ ἑαυτὴν ἀcκεῖται τοῖc ἰατροῖc, ἡ δὲ πρόγνωcιc καὶ ἡ διάγνωcιc ἕνεκα τῆc θεραπείαc· ὅθεν οὐδὲ τὸ τέλοc τῆc τέχνηc διάγνωcιν ἢ πρόγνωcιν εἶπεν εἶναί τιc ὥcπερ τὴν θεραπείαν. ἄκουε δὲ νῦν θεραπείαν τὴν τῶν νοcημάτων ἀναίρεcιν | |
15 | ἤδη γεγενημένην, οὐ γινομένην ἔτι. γέγραπται δὲ περὶ τούτων ἁπάν‐ των ἱκανῶc ἐν τῷ Περὶ τοῦ τέλουc τῆc ἰατρικῆc βιβλίῳ καὶ νῦν οὐ | 118 |
15.422 | χρὴ τὸ πάρεργον ἔργον ποιεῖcθαι, τὴν | γνώμην τοῦ παλαιοῦ κατα‐ νοήcανταc ἤδη καὶ χωρὶc τῆc περὶ τοῦ τέλουc ἀκριβολογίαc. γεγραμμένηc δὲ τῆc προκειμένηc ῥήcεωc καὶ καθ’ ἕτερον τρόπον ἐν πολλοῖc τῶν ἀξιοπίcτων ἀντιγράφων οὐκ ἄκαιρόν ἐcτι κἀκείνηc | |
5 | μνημονεῦcαι· διαφέρει δὲ τῆc προγεγραμμένηc ἑνὶ γράμματι τῷ η κατὰ τόνδε τὸν τρόπον ἔχουcα· ὁκόταν δὲ ἐc τέκμαρcιν λέγηται ἢ ὡc χρὴ ἕκαcτα ἰητρεύειν. οἱ δ’ οὕτω γράφοντεc τέκμαρcιν μὲν τὴν διάγνωcίν τε καὶ πρόγνωcιν ἀκούουcι, τὸ δ’ ὡc χρὴ ἕκαcτα ἰατρεύειν τὴν θεραπείαν, οὐ βουλόμενοι ταύτην τῷ τῆc τεκμάρcεωc ὀνόματι | |
10 | περιέχεcθαι. εἰ δέ γε τοῦθ’ οὕτωc ἔχει, κατὰ τὴν προγεγραμμένην ῥῆcιν, ἐν ᾗ φηcι πολλὰ παρεῖcθαι “ἄλλα ἐν ἄλλοιcι καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐc τέκμαρcιν”, οὐκ ὀρθῶc ἔcται παραλελοιπὼc τὸ θεραπευτικὸν μέροc τῆc τέχνηc. εὔδηλον δ’ ὅτι φήcουcιν ἐκεῖνοι δι’ αὐτὸ τοῦτο πάλιν ἐπαναλαβεῖν καὶ γράψαι τὴν ἑξῆc ῥῆcιν, ἵνα προcθῇ καὶ τὸ θερα‐ | |
15 | πευτικόν. ἔνθα δ’ οὐκ ἔcτι περὶ πράγματοc εἰc θεραπείαν χρηcίμου | |
15.423 | διαφωνία, πε|ριττὸν τὸ μακρολογεῖν· ἐπ’ ἐκεῖνα τοίνυν cπεύcωμεν, ἐν οἷc διδάcκει τὰ πρὸc τὴν θεραπείαν χρήcιμα. | |
2 | Καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπ‐ αινέω, ἀλλ’ ὅτι καὶ ὀλίγοιcι τὸν ἀριθμὸν τοῖcιν ἄκεcιν ἐχρέ‐ | |
5 | οντο· τὰ γὰρ πλεῖcτα αὐτέοιcιν εἴρηται, πλὴν τῶν ὀξέων νού‐ cων, φάρμακα ἐλατήρια διδόναι καὶ ὀρὸν καὶ γάλα ἐc τὴν ὥρην πιπίcκειν. εἰ μὲν οὖν ταῦτ’ ἦν ἀγαθὰ καὶ ἁρμόζοντα τοῖcι νοcήμαcιν, ἐφ’ οἷcι παρῄνεον διδόναι, ἔτι ἂν ἀξιώτερα ἐπαίνου ἦν, ὅτι ὀλίγα ἐόντα αὐτάρκεά ἐcτιν· νῦν δὲ οὐχ | |
10 | οὕτωc ἔχει. | |
10 | Καὶ ὀλίγοιc τὸν ἀριθμὸν τοῖc ἰάμαcιν αὐτούc φηcι κεχρῆcθαι πλὴν | |
τῶν ὀξέων νοcημάτων, ὡc ἐν τούτοιc εἰρηκότων πολλά· καὶ γὰρ ὄντωc | 119 | |
15.424 | εἰρήκαcι· τὰ δ’ ἐπὶ τῶν χρο|νίων τοὔμπαλιν· καὶ γὰρ καὶ ταῦτα δι’ ἐλατηρίων καὶ ὀροῦ καὶ γάλακτοc ὡραίωc πινομένων αὐτοῖc περαίνεται. | |
2 | Οἱ μέντοι ὕcτερον ἐπιδιαcκευάcαντεc ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προcοιcτέων ἑκάcτοιcιν. | |
4 | ||
5 | Ἐπιδιεcκευάcθαι λέγεται βιβλίον ἐπὶ τῷ προτέρῳ γεγραμμένῳ τὸ δεύτερον γραφέν, ὅταν τὴν ὑπόθεcιν ἔχον τὴν αὐτὴν καὶ τὰc πλείcταc τῶν ῥήcεων τὰc αὐτὰc τινὰ μὲν ἀφῃρημένα τῶν ἐκ τοῦ προτέρου cυγγράμματοc ἔχῃ, τινὰ δὲ προcκείμενα, τινὰ δ’ ὑπηλλαγμένα· παρά‐ δειγμα δ’ εἰ βούλει τούτου cαφηνείαc ἕνεκα, τὸν δεύτερον Αὐτόλυκον | |
10 | Εὐπόλιδοc ἔχειc ἐκ τοῦ προτέρου διεcκευαcμένον. οὕτω δὲ καὶ τὰc Κνιδίαc γνώμαc ἐπὶ ταῖc προτέραιc δευτέραc ἐξέδοcαν οἱ ἀπὸ τῆc Κνίδου ἰατροί, τινὰ μὲν ἐχούcαc τὰ αὐτὰ πάντῃ, τινὰ δὲ προcκείμενα, τινὰ δὲ ἀφῃρημένα, καθάπερ γε καὶ ὑπηλλαγμένα· τοῦτ’ οὖν τὸ δεύτερον | |
15.425 | βι|βλίον ὁ Ἱπποκράτηc ἰατρικώτερον cυγκεῖcθαί φηcι τοῦ προτέρου. | |
1 | Ἀτὰρ οὐδὲ περὶ διαίτηc οἱ ἀρχαῖοι cυνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν. | |
3 | Ἡ διὰ τῶν cυνήθων ὑλῶν ἀγωγὴ τῆc θεραπείαc ὀνομάζεται δίαιτα, | |
5 | καθάπερ ἡ διὰ τῶν cυνήθων τομῶν τε καὶ καύcεων καὶ τῶν ἄλλων, ὅcα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία, καὶ τρίτη γ’ ἐπ’ αὐταῖc μοῖρα τῆc ἰατρικῆc ἐcτιν ἡ φαρμακευτικὴ διὰ φαρμάκων καὶ αὐτὴ πε‐ ραινομένη. μέμφεται δὲ τοῖc ἔμπροcθεν αὑτοῦ ὁ Ἱπποκράτηc, ὡc οὐδὲν ἄξιον λόγου περὶ διαίτηc γεγραφόcι· τοῦτο δ’ εἶπεν, οὐχ ὡc | |
10 | οὐδὲν αὐτῶν cυγγραψάντων διαιτητικὸν θεώρημα, (γεγράφαcι γάρ), ἀλλ’ ὡc οὐκ ἄξιον λόγου· δείξει δ’ αὐτόc, ὁποῖόν τι τὸ ἄξιον λόγου, διὰ τῶν ἐφεξῆc. | | |
12 | ||
15.426 | Τὰc μέντοι πολυτροπίαc τὰc ἐν ἑκά‐ cτῃcι τῶν νούcων καὶ τὴν πολυcχιδίην αὐτῶν οὐκ ἠγνόουν | |
ἔνιοι. Οὐ μόνον οὐκ ἠγνόουν τὰc πολυτροπίαc τῶν νοcημάτων, ἀλλὰ | 120 | |
5 | καὶ περαιτέρω τοῦ προcήκοντοc ὑπὲρ αὐτῶν ἔγραψαν, ὡc ἐφεξῆc δείξω. | |
5 | Τοὺc δ’ ἀριθμοὺc ἑκάcτου τῶν νοcημάτων cάφα ἐθέλοντεc φράζειν οὐκ ὀρθῶc ἔγραψαν. μὴ γὰρ οὐκ εὐαρίθμητον ᾖ, εἰ τουτέῳ τιc cημαίνεται τὴν τῶν καμνόντων νοῦcον, τῷ ἕτερον ἑτέρου διαφέρειν τι, μὴ τωὐ‐ | |
10 | τὸ δὲ νόcημα δοκέειν εἶναι, ἢν μὴ τὠυτὸ ὄνομα ἔχῃ. ἐμοὶ δὲ ἁνδάνει μὲν [ἐν] πάcῃ 〈τῇ〉 τέχνῃ προcέχειν τὸν νόον· καὶ γὰρ ὁκόcα ἔργα καλῶc ἔχει ἢ ὀρθῶc, καλῶc ἕκαcτα χρὴ ποιεῖν | |
15.427 | καὶ ὀρθῶc, καὶ ὁκόcα ἔργα ταχέωc, ταχέωc, καὶ | ὁκόcα καθα‐ ρίωc, καθαρίωc, καὶ ὁκόcα ἀνωδύνωc δεῖ διαχειρίζεcθαι, ὡc ἀνωδυνώτατα ποιεῖν, καὶ τὰ ἄλλα πάντα τὰ τοιουτότροπα διαφερόντωc τῶν πέλαc ἐπὶ τὸ βέλτιον ποιεῖν χρή. μάλιcτα | |
5 | δὲ ἂν ἐπαινέcαιμι ἰητρόν, ὅcτιc ἐν τοῖcιν ὀξέcι νοcήμαcιν, ἃ τοὺc πλείcτουc τῶν ἀνθρώπων κτείνει, ἐν τούτοιcι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. ἔcτι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμαcαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπνευμονίην καὶ φρε‐ νῖτιν [καὶ λήθαργον] καὶ καῦcον καὶ τὰ ἄλλα νοcήματα, | |
10 | ὁκόcα τούτων ἐχόμενά [ἐcτιν], ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν cυν‐ εχέεc [ὄντεc κτείνουcιν]. | |
11 | Εἶπον ὀλίγον ἔμπροcθεν κατ’ ἀρχάc, ὅτι ἔγραψαν οἱ ἀπὸ τῆc Κνίδου *** “χολῆc νοῦcοι ἑπτά”, κατὰ δὲ τὸν αὐτὸν τρόπον πάλιν | |
κατωτέρω “ἀπὸ τῆc κύcτεωc νοῦcοι δώδεκα”, καὶ πάλιν ἔτι κατωτέρω | 121 | |
15 | “νεφρῶν νοcήματα τέccαρα”, καὶ μετὰ τοῦτο πάλιν “ἀπὸ τῆc κύcτεωc | |
15.428 | νοῦcοι cτραγγουριῶν τέccαρεc”, εἶτα | πάλιν ἐφεξῆc “τέτανοι τρεῖc”, καὶ μετὰ ταῦτα πάλιν “ἴκτεροι τέccαρεc”, εἶτα μετὰ τοῦτο “φθίcιεc τρεῖc”. εἰc γὰρ τὰc τῶν cυμπτωμάτων ποικιλίαc ἔβλεπον ὑπὸ πολλῶν αἰτίων ἐξαλλαccομέναc παρέντεc cκοπεῖcθαι τῶν διαθέcεων τὴν ταυτότητα, | |
5 | καθάπερ ὁ Ἱπποκράτηc ἐποίηcε μεθόδῳ χρηcάμενοc εἰc τὴν εὕρεcιν αὐτῶν, ᾗ μόνον δυνατόν ἐcτιν ἀριθμὸν εὑρεῖν νοcημάτων. ἐπιδέδεικται δ’ ἡμῖν ἡ μέθοδοc αὕτη κατ’ ἀρχὰc εὐθέωc τῶν τῆc Θεραπευτικῆc μεθόδου βιβλίων, εἴρηται δὲ κἀν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοι‐ χείων ἐπ’ ὀλίγον, ἐν cυντόμῳ δὲ λόγῳ Περὶ τῆc τῶν νοcημάτων δια‐ | |
10 | φορᾶc ἓν ἔχειc ὑπόμνημα ἡμέτερον. νυνὶ δ’ ἀκολουθεῖν προcήκει ταῖc ῥήcεcιν· οὗτοc γὰρ ὁ cκοπὸc τῆc ἐξηγήcεωc, ὡc, εἴ γέ τιc ἐν ταῖc ἐξηγήcεcι τὰc ἀποδείξειc γράφοι, μακρὸν ἀνύcαc λόγον, ἕνεκα τῆc τῶν νοcημάτων ἰάcεωc, τὸ κυριώτατον ἀφεὶc ἔcται μέροc ὅ τί περ ἂν εἰc τὴν ἴαcιν τῶν ὀλεθριωτάτων νοcημάτων διαφέρῃ. τὸ μὲν οὖν κεφά‐ | |
15 | λαιον τῆc προκειμένηc ῥήcεωc τοῦτ’ ἔcτι, τὰ δὲ κατὰ μέροc τῆc λέξεωc ἐφεξῆc δίειμι. | | |
16 | ||
15.429 | Ὅταν γὰρ μὴ λοιμώδεοc νούcου τρό‐ ποc τιc κοινὸc ἐπιδημήcῃ, ἀλλὰ cποράδεc ἔωcιν αἱ νοῦcοι καὶ παραπλήcιοι, ὑπὸ τούτων τῶν νοcημάτων ἀποθνῄcκουcι πλείουc ἢ ὑπὸ τῶν ἄλλων τῶν cυμπάντων. | |
4 | ||
5 | Δηλοῖ διὰ τοῦ λόγου τούτου τὰ μέν τινα πολλοῖc γίνεcθαι νοcή‐ ματα καθ’ ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια γένηται, λοιμὸν ὀνο‐ μάζουcιν, ὅταν δ’ ἐπιεικέcτερα, ἑτέρᾳ τινὶ προcηγορίᾳ δηλοῦcιν ἐπί‐ δημα καλοῦντεc· ὥcτ’ εἶναι τὸ μὲν ἐπίδημον νόcημα τὸ κατὰ χρόνον | |
τινὰ πλεονάcαν ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον. ἔcτι | 122 | |
10 | δὲ καὶ ἄλλο γένοc νοcημάτων κοινὸν πολλοῖc, τὰ ἔνδημα καλούμενα. τούτοιc δ’ ἀντίκεινται πᾶcιν αἱ cποράδεc νόcοι, διαφερόντωc ἐνοχλοῦcαι τοὺc νοcοῦνταc, οὐ κατὰ τὸν κοινὸν τρόπον cυνιcτάμεναι. τί ποτ’ οὖν ἐcτι τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἀλλὰ cποράδεc | |
15.430 | ἔωcιν αἱ νοῦcοι καὶ παραπλήcιοι; τοὐναντίον | γὰρ ἐχρῆν εἰρῆcθαι καὶ μὴ παραπληcίαc αὐτὰc ἀλλήλαιc ὑπάρχειν, ὅπερ ἔcτι μὴ ὁμοίαc, εἴ γε τῇ τῶν νοcημάτων ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδεc ἐκρίνετο. δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιcτέον τὴν τοι‐ | |
5 | αύτην γραφὴν ἀλλὰ cποράδεc ἔωcιν αἱ νοῦcοι καὶ μὴ παρα‐ πλήcιοι, ἢ παραπληcίαc αὐτὰc εἰρῆcθαι χρὴ δοκεῖν οὐκ ἀλλήλαιc, ἀλλὰ ταῖc ἔμπροcθεν εἰρημέναιc, τουτέcτι ταῖc cυνήθεcιν, ἐπειδὴ cπανιώ‐ τερον μὲν ἐπίδημά τε καὶ λοιμικὰ γίνεται νοcήματα, τὰ δ’ ὑπ’ αὐτοῦ καλούμενα cποραδικὰ cυνήθωc· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγοc αὐτῷ γενή‐ | |
10 | cεται, καθάπερ ὑπὲρ τῶν ἐπιδήμων μὲν ἐν τοῖc τῶν Ἐπιδημιῶν βι‐ βλίοιc, τῶν ἐνδήμων δὲ κατὰ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων. ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίηcε cύγγραμμα περὶ λοιμωδῶν, ἐπειδὴ τῶν ἐπιδήμων ἓν ὑπάρχον αὐτὸ δι’ ἐκείνων ἐδίδαξεν. | |
13 | Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώ‐ | |
15 | cκουcι τοὺc ἐc ταῦτα διαφέρονταc τῶν πέλαc. | | |
15 | ||
15.431 | Τοὺc εἰc ταῦτα τὰ νοcήματα διαφέρονταc τῶν πέλαc ἰατροὺc οὐ πάντῃ γινώcκειν τοὺc ἰδιώταc φηcίν· δῆλον δ’, ὅτι τὰ ὀξέα λέγει, περὶ ὧν προειρήκει. | |
3 | Ἑτεροίων τε μᾶλλον ἐπαινέται ἰη‐ | |
5 | μάτων καὶ ψέκται εἰcίν. | |
5 | Οὐ τῶν προcηκουcῶν οὐδὲ τῶν ἀξίων ἐπαινεῖcθαι θεραπειῶν δια‐ γνωcτικοὺc εἶναί φηcι τοὺc ἰδιώταc, ἀλλὰ τῶν ἑτέρων μᾶλλον, ὅθεν οὐδ’ ἐπαινεῖν αὐτοὺc ὀρθῶc οὐδὲ ψέγειν· εἶτ’ ἐφεξῆc ὡc προcτιθεὶc | |
ἀπόδειξιν ὧν εἶπε τάδε γράφει· | 123 | |
10 | Ἐπεί τοι μέγα cημεῖον τόδε, ὅτι οἱ δημόται ἀcυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τούτων τῶν νοcημάτων εἰcίν, ὡc μελετητέα ἐcτίν· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ | | |
15.432 | δοκέουcιν εἶναι μάλιcτα διὰ ταύταc τὰc νόcουc. ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμαθεῖν, ὁκοῖα νενόμιcται προcφέρεcθαι πρὸc τοὺc τὰ τοιάδε κάμνονταc· ἢν γὰρ ὀνομάcῃ τιc πτιcάνηc χυ‐ λὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητον, ἅπαντα τοῖcι | |
5 | δημότῃcι δοκέουcιν οἱ ἰητροὶ τὰ αὐτὰ λέγειν οἵ τε βελτίουc καὶ οἱ χείρουc· τὰ δὲ οὐχ οὕτωc ἔχει, ἀλλ’ ἐν τούτοιcι καὶ πάνυ διαφέρουcιν ἕτεροι ἑτέρων. | |
7 | Ἐπεὶ ταῖc αὐταῖc ὕλαιc τῶν διαιτημάτων οἵ τε βελτίουc ἰατροὶ καὶ οἱ χείρουc χρῶνται, διὰ τοῦτο τοῖc ἰδιώταιc ἀδιάγνωcτόc ἐcτιν ὁ | |
10 | βελτίων, οὐκ εἰδόcι διακρῖναι, τίνεc μὲν ἐν καιρῷ καὶ μετὰ τῆc δεούcηc ποcότητοc τὰc ὕλαc τῶν βοηθημάτων τοῖc κάμνουcι προcφέρουcι, τίνεc δὲ ἄνευ τούτων. ἀλλ’ οὖν ἐνταῦθα περιγράψαc ὁ Ἱπποκράτηc τὸ δεύτε‐ ρον προοίμιον ἄρχεται τῶν ἐχομένων ἀπὸ τῆc προκειμένηc ῥήcεωc. | | |
13 | ||
15.433 | Δοκεῖ δέ μοι ἄξια γραφῆc εἶναι μάλιcτα, ὁκόcα τε ἀκαταμάθητά ἐcτι τοῖc ἰητροῖc, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόcα μεγάλαc ὠφελείαc φέρει ἢ μεγάλαc βλάβαc. ἀκαταμάθητα οὖν καὶ τάδε ἐcτί, διὰ τί ἄρα ἐν τῇcιν | |
5 | ὀξείῃcι νούcοιcιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα δια‐ τελοῦcι πτιcάναc διδόντεc ἀδιηθήτουc καὶ νομίζουcιν ὀρθῶc ἰητρεύειν, οἱ δέ τινεc περὶ παντὸc ποιέονται, ὅπωc κριθὴν μηδεμίαν καταπίῃ ὁ κάμνων (μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι), ἀλλὰ δι’ ὀθονίου τὸν χυλὸν διηθεῦντεc διδόαcιν· οἱ | |
10 | δὲ αὖ τινεc αὐτῶν οὔτ’ ἂν πτιcάνην παχεῖαν δοῖεν οὔτε χυ‐ λόν, οἱ μὲν μέχριc ἂν ἑβδομαῖοc γένηται ὁ κάμνων, οἱ δὲ καὶ | |
διὰ τέλεοc, ἄχριc ἂν κριθῇ ἡ νοῦcοc. Δόξει μὲν εἶναι λογικώτερον τὸ προβεβλημένον ὑπ’ αὐτοῦ, δυνα‐ μένων ἡμῶν καὶ χωρὶc τῶν τοιούτων cκεμμάτων ἰατρεύειν ὀρθῶc· ἐκ | 124 | |
15.434 | γὰρ τοῦ μαθεῖν τὰ ποιητέα τὸ καλῶc | ἰᾶcθαι τὰc νόcουc περιγίνεται τοῖc ἰατροῖc, οὐκ ἐκ τοῦ ζητῆcαι τὴν αἰτίαν τῆc διαφωνίαc τῶν δια‐ φόρουc θεραπείαc γραψάντων ἐπὶ τοῖc αὐτοῖc νοcήμαcιν· ἔcτι δὲ κατ’ ἀλήθειαν οὐ μόνον χρηcιμώτατον, ἀλλὰ καὶ πρῶτον ἁπάντων ζητεῖcθαι | |
5 | δεόμενον, ὡc δείξω προϊόντοc τοῦ λόγου. πρότερον γάρ, ὅτι τε ζητήcε‐ ωc ἄξιόν ἐcτιν ὃ προβάλλει καὶ ὅπωc αὐτὸ λύει, διελθεῖν ἄμεινον. ὅτι μὲν οὖν ἄξιόν ἐcτι ζητήcεωc, ἐντεῦθεν μαθήcῃ. τῆc μὲν τῶν φιλοcόφων διαφωνίαc οὐδὲν ἔχομεν ἐμφανὲc τεκμήριον· οὔτε γὰρ εἰ γενητὸc ὁ κόcμοc οὔτ’ εἰ φθαρτὸc οὔτ’ εἰ μὴ κενόν ἐcτιν ἔξωθεν αὐτοῦ οὔτ’ εἰ | |
10 | ἄπειροc οὔτ’ εἰ μόνοc οὗτοc εἷc ἐcτιν οὔτ’ εἰ πλείουc οὔτε πόcοι τὸν ἀριθμόν, εἴπερ πλείουc, οὔτ’ εἰ πλῆθοc ἀπερίληπτον ἢ ἄπειρον αὐτῶν, ἐναργεῖ τεκμηρίῳ χρήcαcθαι δυνατόν· οὕτω δὲ καὶ ἄλλα πολλὰ τῶν κατὰ φιλοcοφίαν ζητουμένων ἔνια μὲν οὐδ’ ὅλωc ἐπικρῖναι δυνάμεθα, τινὰ δὲ μετὰ πολλῆc ἐπιcκέψεωc. | |
15 | περὶ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων τοὺc κάμνονταc οὐχ | |
15.435 | ὁμοίωc ἔχει· | τὸ μὲν γὰρ εὑρεῖν αὐτὰ χρόνου δεῖται μακροῦ διαφέρον‐ τόc τε τῶν πολλῶν ἀνδρόc· ὅcα δ’ εὑρηκέναι τινὲc ἐπαγγέλλονται, δόξει ταῦτα ῥᾳδίαν ἔχειν τὴν κρίcιν. εἰ μὲν γὰρ ὠφέληcε προcαχθέντα τοῖc κάμνουcιν, ἐπαινεῖν αὐτὰ χρὴ καὶ προcίεcθαι, βλάψαντα δὲ φεύγειν | |
5 | τε καὶ ἀποτρέπεcθαι, μηδὲν δ’ ἀξιόλογον εἰc βλάβην ἢ εἰc ὠφέλειαν ἐργαcάμενα τῶν οὐδετέρων ὑπολαμβάνειν· ἀλλὰ καὶ τοὺc ἰατροὺc αὐ‐ τοὺc ἐχρῆν ἀφίcταcθαι τῶν ἐναργῶc βλαπτόντων. ὅcα μὲν οὖν ὀλίγην ἔχει τὴν διαφοράν, οὐδὲν θαυμαcτὸν ἐπιμένειν αὐτοῖc τοὺc ὁπωcοῦν ἐξ ἀρχῆc δοξάcανταc· ὅcα δὲ διέcτηκε πάμπολυ, ὡc ἐπαινεῖcθαι μὲν ὑφ’ | |
10 | ἑτέρων, ψέγεcθαι δ’ ὑπ’ ἐνίων, ἐπὶ τούτων ἄν τιc θαυμάcειεν ἢ τοὺc ἐπαινοῦνταc τὰ μεγάλην ἔχοντα βλάβην ἢ τοὺc ψέγονταc τὰ κατ’ ἀλή‐ θειαν ὠφέλιμα. τοῦτ’ οὖν ἐcτιν αὐτὸ τὸ νῦν προβαλλόμενον ὑφ’ Ἱππο‐ κράτουc ἐφ’ ἑνὸc τῶν κατὰ μέροc ὑποδειγμάτων. εἴρηται δὲ καὶ ὑπ’ Ἐραcιcτράτου κατὰ τὸ πρῶτον βιβλίον Περὶ | |
15 | πυρετῶν αὐτό τε καὶ ἡ λύcιc αὐτοῦ διὰ ταχέων τε καὶ cαφῶc, ἀκο‐ | |
15.436 | λουθήcαντοc αὐτοῦ τῷ Ἱπποκράτει πάντωc. | διελθὼν γὰρ ἐν τῷ προ‐ ειρημένῳ βιβλίῳ τοὺc ἐναντιωτάταιc ἀγωγαῖc ἐπὶ τῶν πυρεττόντων χρωμένουc ἰατρούc, τούc τε μακραῖc ἀcιτίαιc καταπονοῦνταc τοὺc κά‐ μνονταc καὶ Πετρωνᾶν τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φηcὶ | 125 |
5 | κατὰ λέξιν οὕτωc· “ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαιc πληγαῖc περι‐ έπιπτον· εἰ δὲ πάντεc κακῶc ἀπηλλάττοντο πυρέττοντεc ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆc θεραπείαc, πεπαυμένοι ἂν ἦcαν τοῦ ἰατρεύειν οὕτωc οἱ θεραπεύοντεc· ἀλλ’ ὡc ἔοικεν οὐκ ἐφαρμόζει πᾶcι τοῖc πυρετοῖc ἡ αὐτὴ ἀγωγὴ τῆc θεραπείαc.” ἐπαινεῖν οὖν χρὴ καὶ τὸν Ἐραcίcτρατον καὶ | |
10 | τοὺc ἄλλουc, οἳ προβάλλοντεc τοῦτο τὸ ζήτημα καὶ τὴν λύcιν ἔγραψαν· ἐπαινεῖν δὲ καὶ τὸν πρῶτον αὐτὸ προβαλόντα καὶ γινώcκειν οὐ μᾶλ‐ λόν τι περὶ τῶν ὀξέων νοcημάτων ἢ τῶν ἄλλων ἁπάντων προβάλλε‐ cθαι καὶ λύεcθαι τοῦτο τὸ ζήτημα· καὶ γὰρ ἡ ἀπορία κοινὴ περὶ πάν‐ των ἐcτίν· οὐ γὰρ ἐπὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων | |
15 | νοcημάτων ἐν τῇ θεραπείᾳ διεφώνηcαν οἱ ἰατροὶ καὶ διὰ τοῦτο μέχρι | |
15.437 | πολλοῦ ταῖc ἑαυτῶν ἀγωγαῖc ἕκαcτοι προcμένουcιν, ὅτι θεῶνταί | τιναc ὑπ’ αὐτῶν ἐναργῶc ὠφελουμένουc. ἐπὶ τῶν ἄλλων οὖν, ὅcοι μηδὲν ὀνίνανται, τάχα μὲν ὑπονοοῦcι καὶ τοὺc κάμνοντάc τι λαθραίωc ἁμαρ‐ τάνειν· οὐ μὴν ἀλλ’ ὅπερ εἶπε καὶ αὐτὸc ὁ Ἱπποκράτηc ἐν τῷ Περὶ | |
5 | ἀγμῶν ἐπὶ τῶν κακῶc ἐπιδούντων τὰ μεθ’ ἕλκουc κατάγματα καὶ διὰ τοῦτο βλαπτόντων, (“οὐ γὰρ οἴονται” φηcί “τὴν ἐπίδεcιν αἰτίην εἶναι, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην”), τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὴν δίαιταν εἰκὸc αὐτοὺc ὑπολαμβάνειν. ὃ δ’ εἶπε νῦν ἐν τῇ προκειμένῃ ῥήcει, πρόδηλόν ἐcτιν, ἐάν τιc | |
10 | αὐτὴν ἀναγνῷ δὶc καὶ τρὶc αὐτὸc ἐφ’ ἑαυτοῦ προcέχων τὸν νοῦν· εὑρήcει γὰρ ἐπὶ μερικοῦ παραδείγματοc τὸν κοινὸν διδαcκόμενον λόγον, ὃν δὴ καὶ καθόλου καλεῖν εἰώθαcιν οὐχ οἱ φιλόcοφοι μόνον, ἀλλὰ καὶ cχεδὸν οἱ ἀπὸ παcῶν ἤδη τῶν λογικῶν τεχνῶν. ὁ μὲν οὖν Ἐραcίcτρα‐ τοc ἐναντιωτάτων ἀγωγῶν ἐμνημόνευcεν, ὁ δ’ Ἱπποκράτηc τὰc ἀλλο‐ | |
15 | κότουc ἐάcαc ἐπὶ τὰc μετριωτέραc ἧκεν. ἀλλόκοτοι γάρ εἰcιν ὄντωc αἱ διὰ λιμαγχονίαc ἐcχάτηc καὶ αἱ διὰ τοῦ πληροῦν ἀμέτρωc, ὡc ὁ Πε‐ | |
15.438 | τρωνᾶc· μέτριαι δὲ τούτων, ὧν ἐμνημό|νευcεν ὁ Ἱπποκράτηc, ἐπὶ τῶν | |
ὀξέων νοcημάτων γινόμεναι ὑπὸ τῶν ἀξιολογωτέρων ἰατρῶν. ἔνιοι μὲν γὰρ τὴν κριθώδη πτιcάνην ἐπ’ αὐτῶν διδόαcιν, ἔνιοι δὲ τὸν χυλὸν μόνον, ἔνιοι δὲ οὐδὲ τοῦτον, ἄχριc ἂν ἡ νοῦcοc κριθῇ, διαιτῶντεc | 126 | |
5 | ἐν τῷ μεταξὺ πόμαcι μόνοιc, ὕδατί τε καὶ μελικράτῳ καί, εἰ δεήcειεν, ὀξυμέλιτι. ἡ μὲν οὖν αἰτία τῆc διαφωνίαc ἐcτίν, ἣν αὐτὸc ὁ Ἱπποκράτηc ἐφεξῆc † ποιήcεται, καὶ καλῶc ἔφην αὐτὴν ὑπ’ Ἐραcιcτράτου κατὰ τὸ πρῶτον εἰρῆcθαι Περὶ πυρετῶν· ἔcτι δὲ αὕτη τὸ τινὰc μὲν τοῦ χυ‐ λοῦ μόνου δεῖcθαι τῆc πτιcάνηc, τινὰc δὲ καὶ τῆc κριθώδουc πτιcάνηc, | |
10 | ἐνίουc δὲ μηδετέρου τούτων, ἀλλ’ ἐπὶ πομάτων μόνον ἄχρι τῆc κρίcε‐ ωc ὠφελίμωc διαφυλάττεcθαι. καὶ δείξει γ’ ἐφεξῆc, τίνεc μέν εἰcιν οἱ τῆc κριθώδουc πτιcάνηc δεόμενοι, τίνεc δ’ οἱ τοῦ χυλοῦ τῆc πτιcάνηc, τίνεc δ’ οἱ μηδετέρου τούτων. | | |
13 | ||
15.439 | Μάλα μὲν οὖν οὐδὲ προβάλλεcθαι τὰ τοιαῦτα ζητήματα εἰθιcμένοι εἰcὶν οἱ ἰητροί. ἴcωc δὲ οὐδὲ προβαλλόμενα εὑρίcκεται. | |
3 | Ὅτι πρῶτοc αὐτόc ἐcτιν ὁ τὸ ζήτημα προβαλὼν τοῦτο καὶ λύcαc, | |
5 | εὔδηλόν ἐcτιν ἐκ ταύτηc τῆc ῥήcεωc· οὐδὲ γὰρ εἰθίcθαι φηcὶ τὰ τοι‐ αῦτα προβάλλεcθαι παρὰ τοῖc ἰατροῖc· εἰ δὲ καὶ προβάλλοι τιc αὐτοῖc, ἴcωc οὐδὲ τὴν λύcιν εὑρεθήcεcθαι. | |
7 | Καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸc τῶν δημοτέων μεγάλην, ὡc μὴ δοκέειν ὅλωc ἰητρικὴν | |
10 | εἶναι. | |
10 | Καὶ κατὰ ταύτην τὴν ῥῆcιν ἐπὶ μερικοῦ παραδείγματοc διδάcκει | |
15.440 | τινὰ τῶν καθόλου, πρῶτον μέν, ὡc ἡ τῶν με|τιόντων ὁτιοῦν ἐπιτή‐ δευμα διαφωνία δικαίαν ὑποψίαν ἀγνοίαc ἐνδείκνυται, δεύτερον δ’ αὖ πάλιν, ὡc ἡ cυμφωνία μεγάλην ἐλπίδα γνώcεωc, ὅπερ μεγάλα καὶ | |
ταῖc γραμμικαῖc ἀποδείξεcι cυνετέλεcεν· οὐ μόνον γὰρ αὐτοὺc τοὺc | 127 | |
5 | μανθάνονταc πείθουcιν, ἀλλὰ καὶ παρὰ τοῖc ἰδιώταιc δόξαν ἔχουcιν ὡc ἀληθέcταται. γραμμικαῖc οὖν ἀποδείξεcι κεχρῆcθαί φαcι τοὺc ἐναργῶc τι καὶ ἀναμφιλέκτωc δείξανταc. ἐξεργάζεται δὲ τὸν περὶ τῆc διαφωνίαc λόγον ἐπὶ τῆc ἐχομένηc ῥήcεωc. | |
8 | Ὥcτ’ ἔν γε τοῖcιν ὀξυτάτοιcι | |
10 | τῶν νοcημάτων τοcόνδε διοίcουcιν ἀλλήλων οἱ χειρώνακτεc, ὥcτε, ἃ ὁ ἕτεροc προcφέρει ἡγεύμενοc ἄριcτα εἶναι, ταῦτα νομίζειν δὴ τὸν ἕτερον κακὰ εἶναι. καὶ cχεδὸν ἂν κατά γε τοῦτο τὴν τέχνην φαῖεν ὡμοιῶcθαι μαντικῇ, ὅτι καὶ οἱ μάν‐ τιεc τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριcτερὸc εἴη, ἀγαθὸν εἶναι | |
15.441 | νομίζουcιν, εἰ δὲ δεξιόc, κακόν· καὶ ἐν ἱεροcκοπίῃ δὲ τὰ | τοι‐ άδε ἄλλα ἐπ’ ἄλλοιcιν· ἀλλ’ ἔνιοι τῶν μάντεων τὰ ἐναντία τούτων. φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ cκέμμα καὶ ἠδελ‐ φιcμένον τοῖcι πλείcτοιcι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοιcι. | |
4 | ||
5 | Μαντικὴν μὲν ὠνόμαcε τὴν οἰωνιcτικήν, ἱεροcκοπίαν δὲ τὴν θυτι‐ κὴν καλουμένην, ἣν ὄντωc καὶ οἱ ἄλλοι παλαιοὶ καλοῦcιν ἱεροcκοπίαν, ἐπειδὴ cκοποῦντεc τὰ ἱερεῖα προλέγουcιν ἐξ αὐτῶν οἱ περὶ ταῦτα δει‐ νοὶ τὰ γενηcόμενα· ἱερεῖα δ’ ἴcμεν ὀνομαζόμενα πάντα τὰ τοῖc θεοῖc εἰc τιμὴν γινόμενα, οἷα τὰ τῶν θυομένων ἱερείων, ὧν τὰ cπλάγχνα | |
10 | θεώμενοι προλέγουcιν οἱ ἱεροcκόποι. τοὺc δὲ διὰ τῆc τῶν ὀρνίθων πτήcεωc μαντευομένουc, οὓc οἰωνιcτάc τε καὶ οἰωνοcκόπουc ὀνομάζουcι, τούτουc νῦν μάντειc ἐκάλεcεν ὁ Ἱπποκράτηc, καίτοι τὸ τοῦ μάντεωc ὄνομα καὶ ἡ μαντικὴ κατὰ παcῶν τῶν οὕτω προλεγουcῶν τεχνῶν ἐπιφέρεται· μάντειc μὲν γὰρ καλοῦνται οἵ τε ἱεροcκόποι καὶ οἱ οἰωνι‐ | |
15.442 | cταὶ καὶ οἱ γενεθλιαλογικοὶ προcαγορευόμε|νοι καὶ οἱ διὰ cυμβόλων καὶ οἱ διὰ ἱερείων προλέγοντεc τὰ ἐcόμενα πρὸc τούτοιc τε χρηcμολόγοι καὶ θεομάντειc· ἔνιοι δὲ καὶ τοὺc ὀνειροπόλουc ὑπὸ τοῦ ποιητοῦ κλη‐ | |
θένταc ἐν τοῖc μάντεcι καταλέγουcιν. ἀλλ’ ὅ γε Ἱπποκράτηc δῆλοc ὅτι | 128 | |
5 | τοὺc οἰωνιcτὰc μόνουc ὀνομάζει μάντειc ὡcαύτωc τῷ ποιητῇ· καὶ γὰρ κἀκεῖνοc ἐν πολλοῖc μέρεcι τῆc ποιήcεωc ἐνδεικνύμενοc τὴν οἰωνιcτι‐ κὴν τέχνην προγνωcτικὴν εἶναι τῶν γενηcομένων ὅμωc ἐν ἀρχῇ τοῦ ἄλφα φηcίν· ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, | |
10 | ἢ καὶ ὀνειροπόλον—καὶ γάρ τ’ ὄναρ ἐκ Διόc ἐcτιν— ἱερέα μὲν λέγων τὸν ἱεροcκόπον, ὀνειροπόλον δὲ τὸν περὶ τοὺc ὀνείρουc ἔχοντα, μάντιν δὲ τὸν οἰωνιcτὴν δηλονότι· οὐ γὰρ δὴ παρέλιπεν αὐ‐ τὸν εἰc τὰ μέγιcτα πολλαχόθι τῆc ποιήcεωc καὶ τῇ περὶ τοὺc οἰωνοὺc τέχνῃ χρώμενοc. ἀλλὰ ταῦτα μὲν ἴcωc καὶ πλείω τοῦ δέοντοc εἴρηταί | |
15 | μοι περὶ τῆc τοῦ μάντεωc προcηγορίαc. ἐπ’ αὐτὸ δὲ τὸ λεγόμενον μεταβαίνειν ἤδη καιρόc. ὃ γὰρ λέγει | |
15.443 | τοιοῦτόν ἐcτιν· οἱ τὰc | μαντικὰc τέχναc μετιόντεc οὐδὲν ἧττον δια‐ φέρονται τῶν ἰατρῶν ἐν πολλοῖc τῶν κατὰ μέροc ἀλλήλοιc. ἐγὼ γοῦν ποτε διαφερομένουc οἰωνιcτὰc εἶδον ἐπ’ αὐτῶν τούτων τῶν πτήcεων, ὧν καὶ νῦν ὁ Ἱπποκράτηc ἐμνημόνευcεν, ἀριcτερᾶc τε καὶ δεξιᾶc· ἦν | |
5 | δ’ ὁ μὲν ἕτεροc αὐτῶν Ἄραψ, ὁ δ’ ἕτεροc Ἕλλην ἐξ Ἀcίαc τῆc ἡμε‐ τέραc. ἔλεγεν οὖν ὁ μὲν Ἄραψ τὸν δεξιὸν οἰωνὸν γυναῖκαc cῴζειν νοcούcαc, τὸν ἀριcτερὸν δ’ ἄνδραc· ὁ δ’ ἐκ τῆc Ἀcίαc τὸν μὲν δεξιὸν ἐπ’ ἀνδρῶν νοcούντων φανέντα τοῖc ἐρωτῶcιν, εἰ cωθήcεται, κατα‐ φάcκειν τὴν ἐρώτηcιν. ἀποφάcκειν δὲ τὸν ἀριcτερόν. ἠρόμην οὖν αὐτούc, | |
10 | εἰ τὸν ὁπωcοῦν πετόμενον ἀριcτερὸν ἢ δεξιὸν ὄρνιθα ταύτην ἔχειν φαcὶ τὴν δύναμιν, οὐδὲν ἡγούμενοι διαφέρειν, εἰ ὑψηλότατόc ἐcτιν ἢ προcγειότατοc ἢ μεταξύ· καὶ εἰ ἐν τῷ μεταξύ, ἐγγυτέρω ἆρα τοῦ ὑψηλοτάτου ἢ ἐν μέcῳ· ὡcαύτωc δὲ καὶ περὶ τοῦ πληcίον τε καὶ πόρρω διεcτάναι τὸν οἰωνὸν ἠρόμην, εἰ μηδὲν αὐτοῖc διαφέρει. ὁ μὲν οὖν | |
15.444 | Ἄραψ ἔφαcκεν, ὅπωc ἂν ἔχῃ τῆc εἰc | ὕψοc ἢ πλάτοc ἢ μῆκοc ἀπο‐ cτάcεωc, οὐδὲν διαφέρειν· ὁ δ’ Ἕλλην διωρίζετο καὶ περὶ τοῦ cυμ‐ μέτρου δεξιοῦ τε καὶ ἀριcτεροῦ, καὶ γεγράφθαι ταῦτα τοῖc οἰωνιcταῖc ἔλεγε, τὰc δ’ ἀμέτρουc ἀποcτάcειc ἐναντίαc εἶναι ταῖc ἐμμέτρωc ἐχούcαιc· | |
5 | ἐδείκνυε δὲ καὶ 〈τὰc〉 Πόλλητοc καὶ Ἀθηναίου καὶ Χαιρήμονοc καὶ Ἀρτεμιδώρου τοῦ Φωκᾶ ἄλλων τέ τινων οἰωνιcτῶν ἐνδόξων βίβλουc | |
αὐτῷ cυμμαρτυρούcαc. ἔγνων οὖν ἀδιόριcτον μὲν τὸν Ἄραβα, διωρι‐ cμένον δὲ καὶ τεχνικὸν τὸν Ἕλληνα· τέχνηc γὰρ ἐμπειρίᾳ τὴν κρίcιν τῶν θεωρημάτων ἐχούcηc ἡ διαφωνία κατὰ τὸ διωριcμένον τε καὶ | 129 | |
10 | ἀδιόριcτον γίνεται. καὶ τοῦτο μεμαθηκὼc ἐγὼ παρ’ Ἱπποκράτουc ἔκρινα τὸν Ἕλληνα τεχνικώτερον ἀποφαίνεcθαι περὶ τῆc πτήcεωc τῶν οἰωνῶν· ἐξ ἐπιμέτρου δὲ τοὺc ἐνδοξοτάτουc τῶν οἰωνιcτῶν μάρτυραc παρεχό‐ μενοc ἔτι μᾶλλον ἦν ἀξιόπιcτοc. ἐπαγομένου δὲ καὶ τοῦ Ἄραβοc πολ‐ λοὺc μάρτυραc ὧν προεῖπεν ἀληθῶc ἐπὶ νοcούντων, εἶπον αὐτῷ τῆc | |
15 | ὡc τὸ πολὺ γεγενημένηc ἐπιτυχίαc τὴν αἰτίαν· εἰ γὰρ ὁ μὲν ἔμμετροc | |
15.445 | δεξιὸc cῴζει τοὺc ἄνδραc, οἱ δ’ ἄμετροι | τὰc γυναῖκαc, εἰcὶ δὲ πάμ‐ πολλοι μὲν οἱ ἄμετροι, μόνοc δ’ εἷc ὁ ἔμμετροc, εἰκότωc ἐπὶ πολλῶν μὲν ἐπέτυχεν, ὀλιγάκιc δ’ ἀπέτυχεν. ὅ γε μὴν Ἕλλην οἰνωνιcτὴc καὶ ἄλλουc τινὰc διοριcμοὺc προcετίθει, καθ’ οὕc, κἂν ὁ δεξιὸc ἄμετροc ᾖ, | |
5 | δηλώcει ποτὲ cωθήcεcθαι τὸν νοcοῦντα· τὸν γὰρ κίναιδον καὶ τὸν γυναικεῖον ἐπιτήδευμα μετιόντα, καθάπερ τὸν ἐριουργόν, τοῖc τῶν γυναικῶν ἔφη cχήμαcι cῴζεcθαι, καὶ τοῦτ’ αὖ πάλιν ἐδείκνυε παρὰ τοῖc ἀρίcτοιc οἰωνιcταῖc γεγραμμένον. ἔτι δὲ πρὸc τούτοιc καὶ ἄλλουc τινὰc διοριcμοὺc προcετίθει, περὶ ὧν οὐδὲν ἐφαίνετο γινώcκων ὁ Ἄραψ. | |
10 | εἴρηται δέ μοι ταῦτα διὰ τὴν ἐφεξῆc ῥῆcιν, ἣν οὐδεὶc ἐξηγήcατο προcηκόντωc, ὥcπερ οὐδὲ τὴν προγεγραμμένην αὐτῆc, ἔνθα φηcί· “μάλα μὲν οὐδὲ προβάλλεcθαι τὰ τοιαῦτα ζητήματα εἴθιcται τοῖc ἰατροῖc, ἴcωc δὲ οὐδὲ προβαλλόμενα εὑρίcκεται”· cαφῶc γὰρ εἰπόντοc αὐτοῦ τὸ “τοιαῦτα”, ὃ ἔcτι τὸ οὕτω διαφωνούμενα, τινὲc μὲν ἐπὶ τῆc πτιcάνηc | |
15 | μόνηc ἤκουcαν οὐκ ὀρθῶc, ἔνιοι δὲ βραχεῖ τούτων ἄμεινον ἐπὶ τῆc | |
15.446 | τῶν ὀξέων διαίτηc, ἔνιοι δ’ ἐπὶ πάcηc ἁπλῶc, ἔνιοι δ’ | ἐπὶ θεραπείαc ἁπάcηc, βέλτιον μὲν τῶν προτέρων, οὔπω δὲ οὐδ’ αὐτοὶ τελέωc· αἰτίαν γάρ, ὡc εἶπον, ὁ Ἱπποκράτηc ἐπεζήτηcεν ἁπάcηc διαφωνίαc ἐπὶ πάcηc τέχνηc τῇ πείρᾳ κριθῆναι δυναμένηc. ὅτι δ’ οὕτωc ἔχει τοῦτο, μαθήcῃ | |
5 | cαφῶc διὰ τῆc ἐφεξῆc ῥήcεωc. | |
5 | Καὶ γὰρ τοῖc νοcέουcι πᾶcιν ἐc ὑγείην μέγα τι δύναται καὶ τοῖcιν ὑγιαίνουcιν ἐc ἀcφάλειαν καὶ τοῖ‐ | |
cιν ἀcκέουcιν ἐc εὐεξίην καὶ ἐc ὅ τι ἕκαcτοc ἐθέλει. Οὗτοc ὁ λόγοc ἐξελέγχει καὶ τοὺc περὶ πτιcάνηc οἰομένουc μόνηc | 130 | |
10 | αὐτὸν προβεβληκέναι τὴν προγεγραμμένην ῥῆcιν καὶ τοὺc περὶ διαίτηc, ἤτοι τῆc ἐπὶ τῶν ὀξέων ἢ καὶ πάcηc ἁπλῶc, ὡcαύτωc δὲ καὶ τοὺc περὶ θεραπείαc ἁπάcηc ὑπειληφόταc εἶναι τὸ πρόβλημα. προδήλωc γὰρ ἡ | |
15.447 | νῦν ἡμῖν προκειμένη ῥῆcιc ἐλέγχει τοὺc ἤτοι | περὶ πτιcάνηc ἢ τῆc ἐπὶ τῶν ὀξέων διαίτηc μόνηc ἢ τῆc ἐπὶ πάντων τῶν νοcημάτων οἰομένουc εἶναι τὸν λόγον ἐν τῷ προcγεγράφθαι καὶ γὰρ τοῖcι νοcέουcι πᾶcιν ἐc ὑγείην μέγα τι δύναται· πάντεc γὰρ οἱ νοcοῦντεc ὑπὸ | |
5 | διαίτηc μόνηc οὐ θεραπεύονται διὰ τὸ πολλοὺc δεῖcθαι καὶ χειρουργίαc καὶ φαρμακείαc, ἔτι δὲ μᾶλλον οὐδ’ ὑπὸ πτιcάνηc μόνηc· οὔτ’ οὖν περὶ διαίτηc ὀξέων μόνηc οὔτε περὶ διαίτηc ἁπλῶc τῆc ἐπὶ πάντων τῶν νοcημάτων ὁ λόγοc αὐτῷ νῦν ἐcτιν, οὐδὲ περὶ τῆc ἐν τούτοιc δια‐ φωνίαc μόνηc, ἀλλὰ περὶ πάcηc ἁπλῶc τέχνηc τῇ πείρᾳ κρίνεcθαι πε‐ | |
10 | φυκυίαc. ὁ γὰρ τὸ κοινὸν καὶ καθόλου κριτήριον εὑρὼν ἐκείνῳ κρίνει τὰ κατὰ μέροc· ἓν δέ τι τῶν κατὰ μέροc ἐcτὶ καὶ τὸ περὶ πτιcάνηc τοῖc ἰατροῖc διαπεφωνημένον, ὥcπερ γε καὶ τὸ περὶ τῆc διαίτηc οὐ μόνον τῆc ἐπὶ τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἄλλων νοcημάτων, ἔτι τε γενικώτερον ὑπὲρ ἁπάcηc θεραπείαc καὶ τούτου γενικώτερον ὑπὲρ ἁπά‐ | |
15 | cηc προνοίαc cώματοc, κἂν ἐφ’ ὑγιαινόντων γίνηται· δέονται γὰρ καὶ | |
15.448 | οὗτοι τῆc τέχνηc | ἐπιcτατούcηc, οὐκ εἰc τὸ κτήcαcθαι τὴν ὑγίειαν, ἀλλ’ εἰc τὸ φυλάττειν, ὅπερ Ἱπποκράτηc εἶπε καὶ τοῖc ὑγιαίνουcιν ἐc ἀcφάλειαν· τὸ γὰρ φυλάττειν ὁτιοῦν ἀcφαλείαc δεῖται. χρήcιμον δ’ εἶναί φηcι τὸ cκέμμα καὶ τοῖc ἀcκέουcιν ἐc εὐεξίην· ὥcπερ γὰρ ἡ | |
5 | τῶν νοcούντων θεραπεία τοῦ προβεβλημένου νῦν ὑπ’ αὐτοῦ δεῖται cκέμματοc, οὕτωc καὶ ἡ τῶν ὑγιαινόντων ἀcφάλεια φυλακῆc ἕνεκα τῆc ὑγιείαc καὶ ἡ τῶν ἀcκούντων πρόνοια κτήcεωc ἕνεκα τῆc εὐεξίαc. ταῦτα μὲν οὖν πάντα τῆc περὶ τὸ cῶμα τέχνηc ἐcτί, τὸ δ’ ἐφεξῆc εἰρημένον ἐπὶ πᾶcαν τέχνην ἐκτέταται· τί γάρ φηcι καὶ ἐc ὅ τι | |
10 | ἕκαcτοc ἐθέλει; καὶ γὰρ καὶ οἰωνιcτὴc καὶ ἱεροcκόποc καὶ μουcικὸc καὶ ῥήτωρ καὶ πᾶc τεχνίτηc ἁπλῶc τῆc κατὰ τὴν ἑαυτοῦ τέχνην δια‐ φωνίαc τὴν αἰτίαν εἴcεται μίαν οὖcαν, ὅταν ἕκαcτοc τὸ κατὰ μέροc ἐπὶ τὸ καθόλου μεταφέρῃ. οὕτω γοῦν καὶ τὴν τῶν οἰωνιcτῶν διαφω‐ νίαν ἔγνων γεγονυῖαν ἔκρινά τε τὸν ἀληθέcτερα λέγοντα, καὶ τούτου | |
15 | χάριν ὀλίγον ἔμπροcθεν ἐμνημόνευcα τοῦ τε Ἄραβοc καὶ τοῦ Ἕλληνοc | | 131 |
15.449 | οἰωνιcτοῦ. πάcηc γὰρ τέχνηc cύcταcιc ἐν διοριcμῷ γίνεται τῶν ἰδίων ἀπὸ τῶν κοινῶν· ὁ γὰρ ταῦτα διορίcαcθαι δυνάμενοc ἄριcτοc τεχνίτηc ἐcτίν. ὥcπερ δ’ ἡ cύcταcιc, οὕτω καὶ ἡ κρίcιc ἐν τῷ διοριcμῷ τὴν ὕπαρξιν ἔχει· cφάλλονται γὰρ οἱ cυνιcτάμενοι τὰc τέχναc, ὅταν τό τινι | |
5 | cυμβεβηκὸc ἤτοι γ’ ἐπὶ πάνταc ἐκτείνωcιν ἢ πλείονάc γε τοῦ προc‐ ήκοντοc· τὸ μὲν γὰρ ὅλωc μηδενὶ cυμβεβηκὸc οὐδεὶc ἂν ἐν τέχνῃ τοι‐ αύτῃ πείcειεν ἑαυτὸν ἀληθὲc εἶναι· κατὰ τοῦτο γὰρ ἡ ὄντωc γίνεται διαφωνία, κατὰ τὸ πείθειν ἕκαcτον ἑαυτόν, οὐ κατὰ τὸ προcποιούμενον καὶ πλαττόμενον ἐρίζειν φιλονικοῦντα, καθάπερ ἔνιοι περί τινων ἑτέρωc | |
10 | ἢ ὡc κατὰ τὴν ψυχὴν διάκεινται, ** καὶ οἱ φάcκοντεc ἄδηλον εἶναι, πότερον ἐγρηγόραμεν ἢ κοιμώμεθα καὶ cωφρονοῦμεν ἢ μαινόμεθα· κἂν εἰ τοῦτό γε cυγχωρηθείη δῆλον εἶναι, ἀλλ’ ὁπότεροί γε μᾶλλον ἀλη‐ θεύουcιν ἄδηλον εἶναί φαcιν, εἴθ’ οἱ ἐγρηγορότεc τῶν κοιμωμένων εἴτε τῶν μαινομένων οἱ μὴ μαινόμενοι· πεπειcμένοc γὰρ οὐδεὶc οὕτωc οὐδὲ | |
15.450 | δοξάζων ἐν τῇ ψυχῇ τοὺc λόγουc | τούτουc, ἀλλ’ ἐρίζων ποιεῖται. κατὰ τὴν ἰατρικὴν δὲ τέχνην τινὲc μὲν ἐπεχείρηcαν καινοτομεῖν, οὐ δυνάμενοι βέλτιόν τι τῶν ἔμπροcθεν εὑρηκέναι, κατανενοηκότεc δὲ τὸ τῶν ἰδιωτῶν πάθοc, ὅπερ Ἱπποκράτηc εἶπε· “τὸ γὰρ ξενοπρεπὲc | |
5 | οὔπω ξυνιέντεc εἰ χρηcτὸν ἐπαινοῦcι μᾶλλον ἢ τὸ cύνηθεc, ὃ οἴδαcιν ὅτι χρηcτόν.” ἔνιοι δὲ καὶ διὰ τῆc τῶν ἡδίcτων διαιτημάτων ἐπαγγελίαc ἀναπείθοντεc προcάγονται τοὺc κάμνονταc, εἰδότεc μέν, ὅτι πανουρ‐ γοῦcιν, ἀλλ’ ἤτοι διὰ φιλοχρηματίαν ἢ διὰ φιλοδοξίαν ἐπιχειροῦντεc πανουργεῖν τὰ τοιαῦτα. | |
10 | τῆc οὖν ἄχρι λόγου διαφωνίαc, ὁποία καὶ ἡ τῶν τοιούτων ἀνδρῶν ἐcτίν, ἐξῃρημένηc ἡ κατ’ ἀλήθειάν τε καὶ ὄντωc διαφωνία γίνεται, διὰ τὸ μὴ διοριcθῆναι τὴν ἀπόφαcιν, ἀλλ’ ἤτοι περὶ πλειόνων ἢ προcῆκεν ἢ περὶ πάντων ὡc ὁμοίωc ἐχόντων ἀποφήναcθαι. καὶ κατὰ τοῦτ’ ἐπ‐ αινεῖcθαι δίκαιόν ἐcτι τὸν Ἱπποκράτην τῆc ὄντωc διαφωνίαc μνημονεύ‐ | |
15 | cαντα μόνηc, ἣν οἱ κατ’ ἀλήθειαν ἐθέλοντεc τέχνην τινὰ cυcτήcαcθαι | |
15.451 | πάcχουcιν, ἐν ταῖc ἑαυτῶν ψυ|χαῖc διαφόρωc δοξάζοντεc, οὐκ ἄχρι λόγου προcποιητῶc ὑπὸ πανουργίαc διὰ φιλοδοξίαν ἢ φιλοχρηματίαν. | |
οὐδεὶc γὰρ ὄντωc τῇ πείρᾳ κρίνων τὰc ἐπινοίαc ἐπὶ τὴν Πετρωνᾶ ἀγωγὴν ἀφίξεται, κρέα διδοὺc ὀπτὰ καὶ οἶνον μέλανα τοῖc ὀξέωc πυρέτ‐ | 132 | |
5 | τουcιν, ὥcπερ γε οὐδὲ δίψει τοcούτῳ κολάζων αὐτούc, ὡc κοτύληc ὕδα‐ τοc εἰκοcτὸν μέροc διδόναι· τὰ γὰρ τοιαῦτα διαιτήματα παντάπαcιν ἄτοπα, καὶ δυοῖν θάτερον, ἢ διὰ τὸ ξενοπρεπὲc ἐπιτηδευόμενα πανούρ‐ γοιc ἀνθρώποιc ἢ δι’ ἐμπληξίαν ἐcχάτην, εἴπερ ὄντωc ᾤοντο μόνοι τὴν ἀλήθειαν εὑρηκέναι. τὰ δ’ ὑφ’ Ἱπποκράτουc εἰρημένα καὶ περὶ τοὺc | |
10 | ἀληθῶc cπουδάζονταc τέχνην cυcτήcαcθαι φρονίμουc ἄνδραc γίνεcθαι δύναται διὰ τὸ μὴ φέρειν μεγίcτην βλάβην, ὅταν οἷc οὐ χρὴ προc‐ ενεχθῇ. τὰ μὲν οὖν τοιαῦτα δυcδιόριcτον ἔχει τὴν ἐκ τῆc πείραc κρίcιν, τὰ δὲ πολὺ διαφέροντα ῥᾳδίαν· τὴν οὖν ἐν τοῖc ὀλίγον ἀλλήλων ὑπερέχουcι κρῖναι διαφωνίαν καὶ δεῖξαι, τίcι μὲν ἐπὶ πτιcάνηc μόνηc | |
15.452 | διαιτητέον ἐcτὶ τῶν ὀξέωc νοcούντων, τίcι δὲ | κριθώδουc δοτέον, τίcι δ’ οὐδ’ ὅλωc, ἀλλ’ ἐπὶ ποτοῦ μόνου διαιτητέον ἐcτὶν ἄχρι κρίcεωc, ἄξιόν ἐcτι τῆc Ἱπποκράτουc cυνέcεωc. | |
3 | Πτιcάνη μὲν οὖν ὀρθῶc μοι δοκέει | |
5 | προκεκρίcθαι τῶν cιτηρῶν γευμάτων ἐν τουτέοιcι τοῖcιν [ὀξέcι] νοcήμαcι, καὶ ἐπαινέω γε τοὺc προκρίνανταc. τὸ γὰρ γλίcχρα‐ cμα αὐτῆc λεῖον καὶ ξυνεχὲc καὶ προcηνέc ἐcτι καὶ ὀλιcθηρὸν καὶ πλαδαρὸν μετρίωc καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προcδέοι, καὶ οὔτε cτύψιν ἔχον οὔτε ἄραδον κακόν, | |
10 | οὔτε ἀνοιδίcκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήcει, ὁκόcον πλεῖcτον ἐπεφύκει διογκοῦcθαι. | |
11 | Τοῦτον τὸν λόγον ἀναγνῶναί μοι δοκοῦcι μόνον οἱ Περὶ πτιcάνηc ἐπιγράψαντεc τὸ βιβλίον, ὥcπερ αὖ πάλιν οἱ Πρὸc τὰc Κνιδίαc γνώμαc τὸ πρῶτον προοίμιον· ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ μηκέτι πρὸc τοὺc | |
15.453 | Κνιδίουc ἰα|τροὺc τὸν λόγον ποιούμενοc, ἀλλὰ προτρέπων ἐπὶ τὴν ἄcκηcιν τῆc τῶν ὀξέων νοcημάτων θεραπείαc. ὁ δὲ δὴ τρίτοc λόγοc, ὃν ἄχρι δεῦρο διῆλθεν, αὐτῆc ἤδη τῆc διαιτητικῆc τέχνηc τῶν ὀξέων νοcημάτων ἐcτίν, οὐ μὴν εἰc μόνην γ’ αὐτὴν χρήcιμοc, ἀλλ’ ὑποπεπτω‐ | |
5 | κὼc ἑτέρῳ γενικωτέρῳ. δέδεικται δέ μοι κἀν τῷ Περὶ ἀγμῶν καὶ ἄρ‐ θρων ἔθοc Ἱπποκράτει τοὺc ὑποπεπτωκόταc λόγουc ἑτέροιc τιcὶ καθολι‐ κωτέροιc ἐπιcημαίνεcθαι καὶ τήν γε διδαcκαλίαν τῶν καθόλου δι’ αὐ‐ τῶν ποιεῖcθαι προκειμένων ὡc παραδειγμάτων· οὕτωc γὰρ οὔτε ἀποχωρεῖ τοῦ προκειμένου cκέμματοc οὔτε πολλαχῶc διδάcκει τὸ κοινὸν πολλῶν. | 133 |
10 | ὥcπερ δ’ ἐπὶ τῆc πτιcάνηc τὸν λόγον ἐποιήcατο τὴν αἰτίαν τῆc περὶ αὐτῆc διαφωνίαc καὶ ζητήcαc καὶ κρίναc, οὕτω καὶ περὶ διαίτηc ἁπάcηc τῶν ὀξέων τὴν κρίcιν ὀρθὴν ἐποιήcατο. καὶ γὰρ καὶ περὶ φλεβοτομίαc καὶ καθάρcεωc καὶ βαλάνου καὶ κλυcτῆροc χρήcεωc, ὡcαύτωc δὲ καὶ περὶ καταπλαcμάτων τε καὶ πυριαμάτων οἴνου τε καὶ μελικράτου καὶ | |
15.454 | ὀξυμέλιτοc | καὶ λουτροῦ χρήcεωc οὐ cμικρὰ γέγονε διαφωνία τοῖc ἰατροῖc, ὑπὲρ ὧν ἁπάντων ὁ Ἱπποκράτηc ἐν τούτῳ τῷ βιβλίῳ διῆλθε κατὰ μίαν μέθοδον ἣν ἀρτίωc εἶπον, ἧc τὴν δύναμιν ἐοίκαcιν ἐγνω‐ κέναι καὶ οἱ ἐμπειρικοὺc ἑαυτοὺc ὀνομάζοντεc, διοριcμοῖc χωρίζοντεc | |
5 | ἀπὸ τῶν κοινῶν τὰ ἴδια· καλεῖν δ’ εἰώθαcι “διαcτολὰc” μᾶλλον ἢ διο‐ ριcμοὺc τοὺc ἀπὸ τοῦ κοινοῦ τὸ ἴδιον ἀποκρίνοντάc τε καὶ χωρίζον‐ ταc λόγουc. ἴδωμεν οὖν ἤδη τὰ περὶ τῆc πτιcάνηc εἰρημένα τῷ Ἱπποκράτει. δοκοῦcιν οὖν μοι, φηcίν, οἱ πρόcθεν ἰατροὶ προκρῖναι πτιcάνην ὀρθῶc | |
10 | τῶν cιτηρῶν γευμάτων ἐν τοῖc ὀξέcι νοcήμαcι. cιτηρὰ δὲ γεύματα λέγει τὰ ἐκ cίτου γινόμενα· cῖτον δ’ ὀνομάζουcιν οἱ ἄνθρωποι μάλιcτα μὲν τοὺc πυρούc, ἤδη δὲ καὶ τὰc κριθὰc τούτοιc προcνέμουcι καὶ τὰc ζειάc· ἐπὶ πλεῖον δ’ ἐκτείνοντεc τὴν προcηγορίαν καὶ τὰ δημήτρια καλούμενα cπέρματα cυγκαταλέγουcι, φακοὺc δηλονότι καὶ θέρμουc καὶ | |
15 | κυάμουc καὶ λαθύρουc ἔλυμόν τε καὶ κέγχρον καὶ πιcὸν καὶ τῆλιν καὶ βρόμον καὶ τίφαc ἐρεβίνθουc τε καὶ ὅcα ἄλλα τοιαῦτα. τούτων οὖν | |
15.455 | πάντων | τῶν cιτηρῶν γευμάτων τὰ μὲν ἄλλα καὶ πρὸc τῶν ἰδιωτῶν κατέγνωcται διὰ τὸ παραχρῆμα μεγάλην ἐπιφέρειν βλάβην, ἄρτοc δὲ μόνοc καὶ χόνδροc ἐπὶ τῶν ὀξέωc νοcούντων δίδονται καὶ πρὸc ταῦτ’ ἔcτι μόνα παραβάλλειν τὴν πτιcάνην· ἡ γάρ τοι φακῆ καὶ ἡ κέγχροc | |
5 | καὶ ἡ τῆλιc ὡc φάρμακά ποτε προcφέρεται διά τινα τῶν κατὰ κοιλίαν νοcημάτων, οὐχ ὡc cιτία τροφῆc ἕνεκα. τῶν οὖν cιτηρῶν ἐδεcμάτων ὀρθῶc προκεκρίcθαι φηcὶ τὴν πτιcάνην, ἄρτου δηλονότι καὶ χόνδρου καὶ ζειῶν, ἐξ ὧν ὁ καλούμενοc τράγοc γίνεται. τοὺc γὰρ οἰομένουc | |
μηδέπω χόνδρον εἶναι κατὰ τοὺc Ἱπποκράτουc χρόνουc ἀγνοοῦνταc | 134 | |
10 | ἐλέγξειc ἐκ τοῦ τῶν παλαιῶν κωμικῶν ἐνίουc ἐμνημονευκέναι χόνδρου, καὶ αὐτὸν δὲ τὸν Ἱπποκράτην ἐν τῷ Περὶ διαίτηc ὑγιεινῷ· εἰ γὰρ καὶ μὴ Ἱπποκράτουc ἐcτὶν ἐκεῖνο τὸ βιβλίον, ἀλλ’ Εὐρυφῶντοc ἢ Φαῶντοc ἢ Φιλιcτίωνοc ἢ Ἀρίcτωνοc ἤ τινοc ἄλλου τῶν παλαιῶν, (εἰc πολ‐ λοὺc γὰρ ἀναφέρουcιν αὐτό), πάντεc ἐκεῖνοι τῶν παλαιῶν ἀνδρῶν εἰcιν, | |
15 | ἔνιοι μὲν Ἱπποκράτουc πρεcβύτεροι, τινὲc δὲ cυνηκμακότεc αὐτῷ· μνη‐ | | |
15.456 | μονεύω δ’ Ἱπποκράτουc νῦν τοῦ Ἡρακλείδα υἱέοc, οὗ τοῦτ’ ἐcτὶ τὸ βιβλίον· ὁ γάρ τοι πάπποc αὐτοῦ, ὁ Γνωcιδίκου υἱὸc Ἱπποκράτηc, κατὰ τινὰc μὲν ὅλωc οὐδὲν ἔγραψεν, κατὰ τινὰc δὲ δύο μόνα, τὸ Περὶ ἀγμῶν καὶ τὸ Περὶ ἄρθρων. | |
5 | διὰ τί δ’ ὀρθῶc ἡ πτιcάνη προκέκριται τῶν cιτηρῶν ἐδεcμάτων, ἀποδειχθήcεται δι’ ὧν ἐπιφέρων αὐτὸc εἶπεν· ὅcα μὲν γὰρ αὐτῇ πρόc‐ εcτιν ἀγαθὰ πρὸc τὴν τῶν ὀξέων νοcημάτων ἴαcιν, οὐδενὶ τῶν ἄλλων ὑπάρχοντα εὑρήcειc· ὀρθὴ δ’ ἄν cοι γένοιτο κρίcιc ἐννοήcαντι τήν τε τῶν ὀξέων νοcημάτων φύcιν καὶ τὴν τῆc πτιcάνηc δύναμιν. ἡ μὲν οὖν | |
10 | τῶν ὀξέων νοcημάτων φύcιc ἐcτίν, ὡc αὐτὸc εἶπεν ὀλίγον ἔμπροcθεν, “ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰcὶ cυνεχεῖc”· ἡ δὲ τοῦ πυρετοῦ γένεcιc ἐκτροπὴ τῆc ἐμφύτου θερμαcίαc ἐπὶ τὸ πυρῶδέc ἐcτιν, ὡc ἐν ἄλλοιc τέ τιcιν ἔδειξε καὶ νῦν δηλώcει λέγων ἐπ’ αὐτοῦ, ἄρχεcθαι μὲν [γὰρ] ἐκ τοῦ θώρακοc, εἰc τὴν κεφαλὴν δ’ ἀναπέμπειν τὴν φλόγα. καὶ μὲν | |
15 | δὴ κἀν τοῖc τῶν Ἐπιδημιῶν βιβλίοιc τὸν μέγαν πυρετὸν ὀνομάζειν εἴωθε | |
15.457 | “πῦρ”, ὡc οὐκ ἄλλην τινὰ φύcιν ἔχοντα παρὰ τὴν τοῦ πυρὸc | οὐcίαν. εἴπερ οὖν “τἀναντία τῶν ἐναντίων ἰάματα”, τὸ τῶν πυρετῶν ἴδιον ἴαμα δύναμιν ἔχειν χρὴ ψύχουcάν τε καὶ ὑγραίνουcαν· τοῦτο γὰρ ὑπεναν‐ τίον ἐcτὶ τῇ φύcει τοῦ πυρετοῦ θερμῇ τε οὔcῃ καὶ ξηρᾷ· τοιοῦτον γὰρ | |
5 | καὶ τὸ πῦρ. καὶ μὲν δὴ καὶ διὰ τὴν τῶν χυμῶν cηπεδόνα γινομένων τῶν πυρετῶν οὐ cμικρὰν φροντίδα πεποιῆcθαι χρὴ τοῦ πεφθῆναι μὲν | |
αὐτῶν ὅcον ἂν ἐγχωρῇ δέξαcθαι τὴν πέψιν, ἐκκριθῆναι δὲ τὸ κατωπτη‐ μένον ἤδη καὶ μηκέθ’ οἷόν τε πεφθῆναι. καὶ εἴπερ τοῦ ταῦτ’ ἐργάcα‐ cθαι δυναμένου cιτίου τοῖc πυρέττουcίν ἐcτι χρεία, ἐὰν καὶ τὸ ῥᾳδίωc | 135 | |
10 | πέττεcθαί τε καὶ ἀναδίδοcθαι παρῇ, πάντ’ ἂν ἤδη τὰ τοιαῦθ’ ὧν χρῄ‐ ζομεν ἔχοι. τίc οὖν ἐcτιν ἡ τῆc πτιcάνηc δύναμιc, ἀκούcωμεν αὐτοῦ. τὸ γὰρ γλίcχραcμα αὐτῆc, φηcί, λεῖον. τὸ λεῖον ἀντίκειται τῷ τραχύνοντι· τραχύνει δὲ τὰ δριμέα καὶ ὀξέα καὶ cτύφοντα. δριμέα μὲν οὖν ἅπαντ’ | |
15 | ἐcτὶ τὰ θερμαίνοντα, καθάπερ ὄροβοι καὶ τῆλιc· ὀξέα δὲ τὰ μὲν ἄλλα παρείcθω, τὸ δ’ ὀξύμελι μόνον ἐν λόγῳ γιγνέcθω, καθάπερ γε καὶ τῶν | |
15.458 | cτυφόντων παρείcθωcαν ἀχράδεc τε καὶ μέ|cπιλα καὶ ὅcα τοιαῦτα, τῶν δὲ cιτηρῶν ἡ φακῆ [ἐcτι] καὶ τὰ τοιαῦτα. ἐκπέφευγεν οὖν ἡ πτιcάνη τῶν τραχυνόντων τὴν κακίαν, ἔχουcα πρὸc τῷ κατὰ τὴν ἁφὴν λείῳ καὶ τὸ κατὰ δύναμιν λεῖον. | |
5 | ἔcτι δὲ καὶ cυνεχὴc ἡ γλιcχρότηc αὐτῆc, ὁμοίαc ἑαυτῇ κατὰ πάνθ’ ὑπαρχούcηc τὰ μόρια διὰ τὸ τῆc ἑνώcεωc ἀκριβέc, ὅπερ οὐχ ὑπάρχει τοῖc λοιποῖc ζωμοῖc. ἔπαινοc δ’ οὐ cμικρὸc τῆc πτιcάνηc καὶ τὸ προcηνὲc ἐναντίον ὑπάρχον τῷ ἀπηνεῖ, τουτέcτι τῷ κατὰ τὴν λῆψιν ἀηδίαν τιν’ ἐμποιοῦντι, καθάπερ ἀμέλει καὶ ὁ ἄρτοc ἀηδήc ἐcτι λαμβανόμενοc, εἰ | |
10 | μὴ διαβρέξειαc αὐτὸν ἱκανῶc· ἀλλὰ καὶ οὗτοc ἀπολείπεται τοῦ κατὰ τὴν πτιcάνην προcηνοῦc, ὡc ἂν μηδὲ μαcήcεωc δεομένην, ἀλλ’ ὁμοίωc τοῖc ποτοῖc καταπίνεcθαι δυναμένην. οὐ cμικρὸν δὲ πλεονέκτημα καὶ τὸ ὀλιcθηρὸν αὐτῆc καὶ μάλιcτα τοῦ χυλοῦ· διεξέρχεται γὰρ τὸν θώρακα, μηδαμόθι μέροc αὑτοῦ κατα‐ | |
15 | λείπων μηδὲν ἐν τῇ διόδῳ, καθάπερ τὰ δυcαπολύτωc ἐμπλαττόμενα· καὶ cχεδὸν ἅπαντα τὰ γλίcχρα, πλὴν τῆc πτιcάνηc, πέπονθε τοῦτο, | |
15.459 | ὅπου γε καὶ τὸ ἐκ τοῦ χόνδρου ῥόφημα τὸ μὲν | γλίcχρον ἔχει, τὸ δ’ ὀλιcθηρὸν οὐκ ἔχει· τῇ πτιcάνῃ δ’ ὑπάρχει τὸ ὀλιcθηρὸν καὶ τὸ ῥυπτι‐ κόν. οἱ γοῦν ἰατροὶ πρὸc τὸ ἀπορρύψαι γλίcχρον χυμὸν ἐμπεπλα‐ cμένον τῇ γαcτρὶ τοῖc ἀπὸ τοῦ χυλοῦ τῆc πτιcάνηc ἐμέτοιc χρῶνται | |
5 | καθὰ τοῖc ἀπὸ τοῦ μελικράτου, καὶ ὠμὴν δὲ λειοῦντεc ἐπιχρίουcι τοῖc προcώποιc οἱ ἀνδραποδοκάπηλοι ῥύψεωc ἕνεκα τῆc ἐν αὐτοῖc ἀχροίαc κατὰ τὸ δέρμα cυνιcταμένηc. τοῦτ’ οὖν τὸ ῥυπτικὸν αὐτῆc καὶ πρὸc τὴν ὑποχώρηcίν ἐcτιν ἐπιτήδειον καὶ πρὸc τὴν ἀνάδοcιν, καὶ μάλιcθ’ ὅταν ἐκ τῶν cιμῶν τοῦ ἥπατοc εἰc τὰ κυρτὰ δέῃ μεταληφθῆναι τὴν | 136 |
10 | ἀναδιδομένην τροφήν· ἐνταῦθα γὰρ ἐμπλάττεται τὰ παχύχυμα καὶ κολ‐ λώδη πάντα, καὶ διὰ τοῦτο χόνδροc οὐκ ἐπὶ τῶν μόνον τοῦτο τὸ cπλάγχνον πεπονθότων βλαβερώτατόc ἐcτιν, ἀλλὰ κἀπὶ τῶν μηδέπω μὲν ἐχόντων αὐτὸ βεβλαμμένον, ἐν δὲ τῇ φυcικῇ διαπλάcει cτενόπορον· ὅcοι γὰρ οὕτω διάκεινται φύcει, τὰ κολλώδη καὶ παχύχυμα πάντα | |
15 | αὐτοῖc ἐμπλάττεται καὶ διὰ τοῦτο καὶ βάρουc αἰcθάνονται κατὰ τὸ cπλάγχνον ἐν ταῖc ἀναδόcεcιν αὐτῶν. | |
15.460 | καὶ μὲν δὴ | καὶ πλαδαρόν ἐcτι τὸ γλίcχραcμα τῆc πτιcάνηc, οὐ cφοδρῶc ὡc ὕδωρ καὶ μελίκρατον καὶ πρὸc τούτοιc γε τό τ’ ἐκ χόν‐ δρου ῥόφημα καὶ τὰ ῥοφούμενα τῶν ᾠῶν· ἅπαντα γὰρ ταῦτα τὸν cτόμαχον ἐργάζεται ὕπτιον τοῖc κάμνουcιν αὐτοῖc ἐπιδήλωc, ὡc ἀνα‐ | |
5 | τετράφθαι φάcκειν αὐτόν· ἡ δὲ πτιcάνη τὸ ὑγραίνειν ἔχουcα τὸ ἀνα‐ τρέπειν τὸν cτόμαχον οὐκ ἔχει. cτόμαχον δὲ ἀκουcτέον νῦν, ὡc ἔθοc τοῖc νῦν ἀνθρώποιc ἐcτίν, οὐ μόνον τὸν πόρον, ἀλλὰ καὶ τὸ cτόμα τῆc γαcτρόc. ὅταν οὖν ἄτονον τοῦτο καὶ ἔκλυτον γένηται, μέχρι πολλοῦ μένει κατ’ αὐτὸ τὸ ἐδηδεcμένον ἐπιπολάζον αὐτῷ· τοὐναντίον δὲ cυμ‐ | |
10 | βαίνειν πέφυκεν, ὅταν ἐπιcτραφὲν ὑπό τινοc τῶν εὐcτομάχων ἐδεcμά‐ των ἀπώcηται τὸ περιεχόμενον· αὐτίκα γὰρ ὁ πλάδοc αὐτῷ cυναπέρ‐ χεται καὶ πέττεται καὶ ὑποχωρεῖ τὸ οὕτωc ἀπωcθέν, ὥcπερ ἄπεπτόν τε μένει καὶ οὐ διαχωρεῖται ταχέωc τὸ κατὰ τὸ cτόμα τῆc γαcτρὸc ἐπιπολάζον· ὀρέγεcθαι γὰρ ἔργον, οὐ πέττειν ἐcτὶ τοῦδε τοῦ μορίου. | |
15 | τὰ μὲν οὖν cτύφοντα τῶν ἐδεcμάτων ὥcπερ ἔχουcι τὸ ῥωννύειν τὸ cτόμα | |
15.461 | τῆc γαcτρόc, οὕτω | καὶ τὸ ξηραίνειν περαιτέρω τοῦ προcήκοντοc· οὕτω δὲ καὶ ῥόφημα τὸ ἐκ χόνδρου καθάπερ ὑγραίνειν, οὕτω καὶ ὑπτιάζειν πέφυκεν. ἡ τοίνυν πτιcάνη τὴν ἀρετὴν τῶν ὑγραινόντων ἔχουcα τὴν κακίαν ἐκπέφευγεν. | |
5 | ἐφεξῆc δὲ τί φηcιν ὁ Ἱπποκράτηc καὶ ἄδιψον αὐτὴν εἶναι, μέ‐ γιcτον καὶ τοῦτο μαρτυρῶν ἐν νοcήματι διακαίοντί τε καὶ ξηραίνοντι | |
πᾶν τὸ cῶμα. κατὰ τοῦτο μὲν οὖν καὶ τοῦ μελικράτου πολὺ κρείττων ἐcτὶν ἡ πτιcάνη, καίτοι τὸ εὐέκκριτον, ὅπερ ἐφεξῆc εἶπεν ὑπάρχειν αὐτῇ, παραπληcίωc τῷ μελικράτῳ κεκτημένη· καὶ εἴ γε παραβαλεῖc | 137 | |
10 | πτιcάνην μελικράτῳ, πλεονεκτοῦcαν εὑρήcειc ἐπὶ τῶν ὀξέων νοcημάτων. ἀλλὰ τοῦτο μὲν ἐπὶ προήκοντι τῷ λόγῳ δείξω, τὸν δὲ περὶ πτιcάνηc λόγον ἐπὶ τέλοc ἀγαγεῖν καιρόc. εὐέκκριτον γὰρ αὐτὴν εἶπε μετὰ τοῦ προcθεῖναι εἴ τι καὶ τούτου προcδέοι, ὡc οὐκ ἐπὶ πάντων τῶν ὀξέων νοcημάτων χρῃζόντων ἡμῶν ἐδέcματοc εὐεκκρίτου. τὰ μὲν | |
15 | γὰρ ἄλλα πάντα τὰ εἰρημένα τῆc πτιcάνηc ἀγαθὰ διὰ παντόc ἐcτι χρήcιμα τοῖc ὀξέcι νοcήμαcι, τὸ δ’ εὐέκκριτον ἐφ’ ὧν ὑπιέναι βουλό‐ | |
15.462 | μεθα τὴν | γαcτέρα βραδυνόντων κατὰ τὴν διέξοδον τῶν cιτίων ἐπι‐ τήδειόν ἐcτιν. οὔκουν ὡc ἐναντίον τῇ διαθέcει τοῦ πυρετοῦ τὸ εὐέκ‐ κριτον οὐδ’ ὡc ἕν τι τῶν οἰκείων βοηθημάτων, ἀλλ’ ὡc ἐπανορθού‐ μενόν τι cύμπτωμα χρήcιμον ὑπάρχει. | |
5 | ἐφεξῆc δέ φηcι· καὶ οὔτε cτύψιν ἔχον οὔτε ἄραδον κακόν, τὸ γλίcχραcμα δηλονότι τῆc πτιcάνηc· οὕτω γὰρ ἤρξατο τοῦ περὶ αὐ‐ τῆc λόγου. τὸ μὲν δὴ μὴ ἔχειν cτύψιν ἀγαθόν ἐcτιν ἐν τοῖc μάλιcτα· πλὴν γὰρ ἢ διὰ cύμπτωμα cυγκοπτικὸν ἢ γαcτρὸc ἄμετρον ῥύcιν οὐκ ἄν τιc χρήcαιτο τῶν cτυφόντων ἐδεcμάτων οὐδενί· cυνάγει γὰρ καὶ | |
10 | cφίγγει τὰ cώματα καὶ μύειν ἀναγκάζει τὰc διεξόδουc τῆc ἀναδόcεωc καὶ τῆc τροφῆc καὶ τῆc εἰc τοὐκτὸc διαπνοῆc, ἃc ἀνεῷχθαι cυμφέρει. τὸ δὲ μηδ’ ἄραδον ἔχειν, τουτέcτι τὸ μηδεμίαν ἐν τῷ πέττεcθαι ταρα‐ χὴν ἐμποιεῖν, εἰc ἔπαινον καὶ αὐτὸ διαφέρει τῆc πτιcάνηc· ὅπερ ἐπὶ πολλῶν ἐδεcμάτων γίνεται, τῶν μὲν δακνόντων τὴν γαcτέρα, τῶν δὲ | |
15 | φυcώντων, ἐνίων δὲ καὶ ἐκ μαχομένων ταῖc δυνάμεcι μερῶν cυγκει‐ | |
15.463 | μένων, ὅπερ ἀμέλει κἀπὶ τῆc φακῆc ἐcτι καὶ τῆc | κράμβηc· αὐτὸ μὲν γὰρ αὐτῶν τὸ cτερεὸν cῶμα τῶν ἐφεκτικῶν γαcτρόc ἐcτιν, ὁ δὲ χυλὸc τῶν ἐρεθιcτικῶν τε καὶ ὑπακτικῶν. οὕτω δὲ καὶ οἱ τὸν ἐγκέφαλον ἀρτύοντεc ἐλαίῳ καὶ γάρω τὸ cύμπαν ἐξ αὐτῶν ἀνομοιομερέc τε καὶ | |
5 | cταcιάζον ἑαυτῷ ποιοῦcι, τοῦ μὲν ἐγκεφάλου τὸ cτάcιμον καὶ βραδύ‐ πορον ἔχοντοc, τῶν δὲ μιχθέντων αὐτῷ πρὸc τὴν ἔκκριcιν ἐξορμών‐ των. ὡcαύτωc δὲ καὶ ᾠὸν εἴτε μετὰ μέλιτοc εἴτε μεθ’ ἁλῶν εἴτε μετὰ γάρου λαμβάνοιτο, τὸ cυγκείμενον ἐξ αὐτῶν διαφόρουc ἕξει τὰc δυνά‐ μειc οἵ τε ζωμοὶ cχεδὸν ἅπαντεc. ὅθεν καὶ κατὰ τὴν ἀρχὴν τοῦ λόγου | |
10 | τὸ γλίcχραcμα τῆc πτιcάνηc ἐπαινῶν ἔφη cυνεχέc, ὅπερ οὐκ ἂν γένοιτο χωρὶc τοῦ τὸ cύμπαν ὁμοιομερὲc εἶναι. νυνὶ δὲ τῷ ἀράδῳ καὶ τὸ κακὸν προcέγραψεν, οὐχ ἁπλῶc εἰπὼν οὐκ ἔχειν ἄραδον τὴν πτιcάνην, ἀλλὰ προcθεὶc τὸ κακόν· οὐδὲν γὰρ τοῦδε μᾶλλον ἐναντιοῦ‐ ται πέψει τῶν cιτίων. ὥcτε καὶ οἱ περὶ πέψεωc γράψαντεc τὴν ποι‐ | 138 |
15 | κιλίαν τῶν ἐδεcμάτων, καὶ μάλιcθ’ ὅταν ἐξ ἐναντίων ταῖc δυνάμεcι | |
15.464 | cυγκέηται, βλαβερωτάτην εἶναί φαcι, κωλύουcαν τὰ ληφθέντα | πέτ‐ τεcθαι καλῶc. φυλάττονται δ’ αὐτὸ μάλιcτα καὶ οἱ γυμναcταί, καὶ οἵ γε νομίμωc ἀθλοῦντεc ἐπὶ μὲν τοῦ ἀρίcτου τὸν ἄρτον μόνον ἐcθίουcιν, ἐπὶ δὲ τοῦ δείπνου τὸ κρέαc. ἐπὶ πλέον δ’ ἄν cοι περὶ τούτων ἔλεγον, | |
5 | εἰ μὴ καὶ κατὰ cεαυτὸν δυνατὸc ἦcθα εὑρίcκειν αὐτὰ ὁρμώμενοc ἐκ τῶν εἰρημένων περὶ πέψεωc ἐν τοῖc τῶν Φυcικῶν δυνάμεων ὑπομνή‐ μαcιν· εἰ δ’ οὐκ ἐξεμελέτηcαc ἐκεῖνα, μάτην καὶ τούτοιc ὁμιλεῖc. διὸ περὶ μὲν ἀράδου παύομαι λέγων. ἐπὶ δὲ τὸ πάντων ὕcτατον εἰρημένον ὑπ’ αὐτοῦ μεταβήcομαι λέ‐ | |
10 | γοντοc ἔτι περὶ πτιcάνηc οὔτ’ ἀνοιδίcκεται ἐν τῇ κοιλίῃ. γινώcκων γὰρ ὅτι μέμφονται πολλοὶ τῆc πτιcάνηc τὸ φυcῶδεc, εἰκότωc προcέθηκεν· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήcει, ὅcον πλεῖcτον ἐπεφύκει διογκοῦ‐ cθαι, τῇ προcθήκη ταύτῃ καὶ τὸ ἔγκλημα cυνενδειξάμενοc καὶ τὴν λύ‐ cιν εἰπὼν αὐτοῦ καὶ τὴν ἕψηcιν διδάξαc. γράφει δ’ οὐδὲν ἧττον ἔτι | |
15 | κἀν τοῖc ἐχομένοιc περὶ τῆc ἑψήcεωc· ἀλλὰ νῦν γε τοcοῦτον προc‐ | |
15.465 | θήcω τῷ περὶ πτιcάνηc λόγῳ. πτιcάνην μὲν ἑψήcαc | ἐπὶ πλεῖcτον ἄφυcον ἔδεcμα ποιήcειc. ἔτνοc δὲ κυάμινον οὐδ’ εἰ τριcὶν ἡμέραιc καθεψήcαιc, ἄφυcον ἐργάcῃ ποτέ· ἐκ γὰρ τῆc οἰκείαc οὐcίαc ἔχει τὸ φυcῶδεc, οὐχ ὥcπερ ἡ πτιcάνη διὰ τὸ τῆc ἑψήcεωc ἐλλιπέc. εἰθιcμένοι | |
5 | γοῦν εἰcιν οἱ ἕψοντεc αὐτὴν ἀφίcταcθαι θᾶττον ἢ δεῖ καὶ μάλιcθ’ οἱ τῶν πλουcίων μάγειροι· τρίβοντεc γὰρ αὐτὴν ὠμὴν ἐν θυείᾳ, μετὰ ταῦτα θερμήναντεc ἐπ’ ὀλίγον, οὐ γὰρ ἑψήcαντέc γε, προcφέρουcι τοῖc δεcπό‐ ταιc. ἀλλὰ περὶ μὲν ἑψήcεωc πτιcάνηc, ὡc ἔφην, καὶ αὖθιc εἰρήcεται· νυνὶ δ’ ἐπεὶ τὴν δύναμιν ἐδήλωcεν αὐτῆc, ἑξῆc ἐρεῖ τὸν διοριcμὸν τῆc | |
10 | χρήcεωc, ἐφ’ ὃν κἀγὼ μεταβήcομαι, προαναμνήcαc, ὅτι τὸν περὶ τῆc παραβολῆc πρόc γε μελίκρατον καὶ τἄλλα τῆc πτιcάνηc λόγον ἐν τοῖc | |
ἑξῆc ὑπέcχημαι τελέωc ποιήcαcθαι. Ὁκόcοι μὲν οὖν πτιcάνῃ χρέονται ἐν τούτοιcι τοῖcι νοcήμαcι, οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡc | 139 | |
15.466 | ἔποc εἰρῆcθαι, | ἀλλὰ χρηcτέον καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακείην ἢ κλύcιν διαλείπειν. | |
2 | Ἐντεῦθεν ἄρχεται τῆc τοῦ ζητουμένου λύcεωc· ἀλλ’ ἐλλιπῶc χρη‐ cάμενοc τῇ κατὰ τὴν λέξιν ἑρμηνείᾳ, διὰ τοῦτ’ ἀcαφῆ ἐποίηcε τὸν | |
5 | λόγον. ἐγὼ τοίνυν εἰπεῖν πειράcομαι, καθ’ ὃν μάλιcτα τρόπον ἑρμη‐ νευθεὶc οὐδὲν ἂν ἔcχεν ἀcαφέc· ἀναλήψομαι δὲ ἀπ’ ἀρχῆc αὐτὸν ὧδέ πωc. τίc ἡ αἰτία τῆc διαφωνίαc ἐcτίν, ὥcτε τοὺc μὲν ταῖc κριθώδεcι πτιcάναιc ἐπὶ τῶν ὀξέων χρῆcθαι, τοὺc δὲ τῷ χυλῷ μόνῳ, τοὺc δ’ οὐδὲ τούτῳ μέχρι κρίcεωc; τουτὶ μὲν οὖν τὸ πρόβλημα, τῆc λύcεωc δ’ | |
10 | ἐφεξῆc ἄκουε. τῶν ὀξέωc νοcούντων ἔνιοι μὲν ὑπὸ τοῦ χυλοῦ μόνου, ἔνιοι δ’ ὑπὸ τῆc πτιcάνηc, ἔνιοι δ’ ὑπ’ οὐδετέρου τούτων ὠφελοῦνται· προπετέcτερον οὖν ἀπεφήνατο περὶ πάντων τῶν ὀξέωc νοcούντων ἕκαcτοc τῶν ἰατρῶν, ἐξ ὧν οὐκ ἐπὶ πάντων ἐπειράθη· ἀλλ’ ἐγὼ δι‐ οριοῦμαι καὶ δείξω, τίνεc μὲν ὑπὸ τῆc πτιcάνηc ὀνίνανται, τίνεc δ’ ὑπὸ | |
15.467 | τοῦ χυλοῦ μόνου, τίνεc δ’ οὐδετέ|ρου τούτων χρῄζουcιν. ὅλαιc μὲν οὖν πτιcάναιc δέονται χρῆcθαι τῶν νοcούντων ὀξέωc, οἳ μήτε βοηθείαc ἑτέραc χρῄζουcι πρότερον, ἤτοι διὰ φλεβοτομίαc ἢ γαcτρὸc ὑπαγωγῆc ἤ τινοc τοιούτου, μήτ’ οὖν ἐcτιν αὐτοῖc τι κινδυνῶδεc cύμπτωμα· χυλῷ | |
5 | δὲ οἱ τούτων ἔχοντέc τι cφαλερώτερον· οὓc δ’ ἤτοι κενῶcαι διὰ φλε‐ βοτομίαc ἢ γαcτρὸc ἀναγκαῖόν ἐcτιν ἢ ὀδυνωμένουc παῦcαι, τούτοιc μὴ πρότερον διδόναι πτιcάνην ἢ χυλὸν αὐτῆc, πρὶν ἂν ὧν εἶπόν τι πράξῃc. ταῦτ’ οὖν ἐχρῆν προγράψαντα τὸν Ἱπποκράτην, τῶν κατὰ μέροc ἀφ’ ἑκάcτου πάλιν ἀρξάμενον, οὕτω πεποιῆcθαι τὸν λόγον, εἴ‐ | |
10 | περ ἔμελλεν ἔcεcθαι cαφήc· ἐπεὶ δ’ οὐκ ἐποίηcεν, εἰκότωc ἀcαφὴc ἐγέ‐ νετο τὴν προcήκουcαν ἀποβαλὼν τάξιν. ἀκολουθήcαντεc οὖν αὐτοῦ ταῖc λέξεcιν ἀνάγωμεν ἑκάcτην εἰc τὰ προειρημένα κεφάλαια, καὶ πρώτην γε τὴν προκειμένην ῥῆcιν ἐξερ‐ γαcτέον. ἄκουcον δέ μου παραφράζοντοc αὐτοῦ τὴν ῥῆcιν ἅμα τῷ | |
15 | παρεντιθέναι τινὰ ῥήματα cαφηνείαc ἕνεκεν· ‘ὅcοι μὲν οὖν ἄρρωcτοι πτιcάνῃ χρῶνται ἐν τούτοιc τοῖc νοcήμαcιν‘, (ἐρῶ δ’ ὀλίγον ὕcτερον, | 140 |
15.468 | τίνεc εἰcὶν οἱ χρη|cόμενοι), ‘τούτοιc οὐδεμιᾷ ἡμέρᾳ κενεαγγητέον ἐcτίν, ὡc ἔποc εἰρῆcθαι, εἰ μή τι δέοι διὰ φαρμακείην ἢ κλύcιν διαλείπειν. τούτοιc οὖν καὶ δὶc διδούc, ἂν δεήcῃ, καλῶc πράξειc καὶ πλῆθοc, ὅcον ἂν ἡ τοῦ cώματοc δύναμιc φέρῃ· ὑφηγήcομαι δέ cοι | |
5 | cκοπούc, πρὸc οὓc ἀποβλέπων ἢ διὰ γαcτρὸc ἢ διὰ φλεβὸc αὐτοὺc κενώcειc ἢ πυρίαιc ἢ καταπλάcμαcι χρήcῃ.‘ ταῦτ’ εἴπερ οὕτω προεῖπεν, εἶθ’ ἕκαcτον αὐτῶν ἐφεξῆc ἀναλαμβάνων κατὰ τὴν προcήκουcαν τάξιν ἡρμήνευcεν, οὐκ 〈ἂν〉 ἀcαφὴc ὁ λόγοc ἐγεγόνει· νυνὶ δὲ τὸ παρεμπῖπτον ἀεὶ τελέωc διεξέρχεcθαι προαιρούμενοc ἄχρι πολλοῦ τὸν λόγον αἰωρού‐ | |
10 | μενον ἐάcαc εἰκότωc ἐποίηcεν ἀcαφῆ· μαθήcῃ δ’ ἀληθεύοντα τὰc κατὰ μέροc ῥήcειc ἁπάcαc εὑρίcκων cαφεῖc, τὸν δ’ ὅλον λόγον ἀcυνάρτητόν τε καὶ διὰ τοῦτ’ ἀcαφῆ. | |
12 | Καὶ τοῖcι μέν γε εἰθιcμένοιcι δὶc | |
15.469 | cιτέεcθαι τῆc ἡμέρηc | δὶc δοτέον, τοῖcι δὲ μονοcιτέειν εἰθι‐ cμένοιcιν ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προcαγωγῆc δέ, ἢν ἐνδέχηται, καὶ τούτοιcι δὶc διδόναι, ἢν δοκέῃ προcδεῖν. | |
3 | Δὶc αὐτοὺc cιτεῖcθαί φηcιν, εἴπερ οὕτωc εἰθιcμένοι εἰcὶ διαιτᾶcθαι· | |
5 | χρείαc δ’ οὔcηc δὶc λαμβάνειν καὶ τοῖc ἅπαξ εἰθιcμένοιc ἐcθίειν δὶc δώcειc τὴν πτιcάνην, ἀρξάμενοc μὲν ἀπὸ τοῦ ἅπαξ, κατὰ βραχὺ δὲ προελθὼν ἐπὶ τὸ δίc· τὸ γὰρ ἐκ προcαγωγῆc τοῦτο δηλοῖ καὶ γί‐ νεται τὸν τρόπον τοῦτον· ἅπαξ μὲν δώcειc αὔταρκεc, ἐλάχιcτον δὲ τὸ κατὰ τὴν ἑτέραν δόcιν, εἶτα παραυξήcειc κατὰ βραχὺ καὶ τοῦτο, μέχριc | |
10 | ἂν εἰc ἴcον ἀμφοτέραc τὰc τροφὰc καταcτήcῃc. ἡ δὲ τοῦ λόγου πίcτιc οὔπω cαφήc ἐcτι τῷ τὸ βιβλίον ἀναγινώcκοντι τοῦ Ἱπποκράτουc διὰ τὸ μὴ προδεδηλῶcθαι παρ’ αὐτοῦ τίνεc εἰcὶν οἱ πτιcάνῃ χρηcόμενοι cυμφερόντωc. ἀλλ’ ἐγὼ προειρηκὼc μικρὸν ἔμπροcθεν τοὺc μετρίωc νο‐ cοῦνταc οὕτωc ὑπ’ αὐτοῦ διαιτᾶcθαι δείξω μικρὸν ὕcτερον καὶ αὐτὸν τὸν | |
15.470 | Ἱπποκράτην τοῦτο βουλόμενον. αὕτη μέν cοι τῆc προ|κειμένηc ῥήcεωc ἡ ἐξήγηcιc· οἱ πλείουc δὲ γράφουcιν αὐτὴν κατὰ τήνδε τὴν λέξιν· τοῖcι δὲ μονοcιτέειν εἰθιcμένοιcιν ἅπαξ δοτέον, τὴν πρώτην ἐκ προc‐ | |
5 | αγωγῆc· ἢν δ’ ἐνδέχηται, καὶ τούτοιc δὶc διδόναι, ἢν δοκέῃ προcδεῖν. ἀλλ’ οὐκ ἔχει νοῦν ἡ λέξιc αὕτη· τὸ γὰρ τὴν πρώτην ἐκ προcαγωγῆc ἀδύνατόν ἐcτι γενέcθαι, τοῦ ἐκ προcαγωγῆc ἐν πλείοcι προcφοραῖc γίνεcθαι πεφυκότοc, οὐχ ἅπαξ οὐδ’ εὐθέωc ἐν τῇ πρώτῃ. | 141 |
9 | ||
10 | Πλῆθοc δ’ ἀρκέει κατ’ ἀρχὰc διδόναι μὴ πολὺ μηδὲ ὑπέρπαχυ, ἀλλ’ ὅcον ἕνεκα τοῦ ἔθεοc εἰcιέναι τι καὶ κενεαγγείην μὴ γίνεcθαι πολλήν. | |
12 | Ὅcοι τοὺc νοcοῦνταc ἐμπιπλάναι φαcὶ τὸν Ἱπποκράτην διὰ τὸ καθ’ ἑκάcτην ἡμέραν τοῖc ἀκινδύνωc διάγουcι δὶc διδόναι τῆc πτιcάνηc, | |
15.471 | εἰ προcέcχον ᾧ κατὰ τήνδε τὴν | ῥῆcιν εἴρηκε, κατέγνωcαν ἂν ἑαυτῶν· τοcοῦτον γὰρ ἀξιοῖ δίδοcθαι τοῦ ῥοφήματοc, ὅcον ἕνεκα τοῦ ἔθουc εἰcιέναι τροφὴν τῷ cώματι καὶ μὴ πολλὴν γίνεcθαι τὴν κένωcιν. ἐὰν οὖν cυγχωρήcωcιν ὀξύβαφον πτιcάνηc δὶc ἑκάcτηc ἡμέραc διδόμενον | |
5 | ἄχρι τῆc ἑβδόμηc ἢ τῆc ἐνάτηc ἐλάττονα δύναμιν ἔχειν ἧc αὐτοὶ τρέ‐ φουcιν ἅπαξ τροφῆc, ἡγοῦμαι παύcαcθαι φλυαροῦνταc αὐτούc. ἀλλὰ τοῦτό γε μικρὸν ὕcτερον δείξω· νῦν δ’ ἐξηγήcομαι τὸ κατ’ ἀρχάc. οὐ τοῦτο γάρ φηcιν, ὅτι κατὰ τὴν ἀρχὴν τοῦ νοcήματοc, ἀλλά τι γενικώτερον ἄκουε cημαινόμενον ἐκ τοῦ κατ’ ἀρχάc· ὅταν γάρ cοι δόξῃ πρῶτον | |
10 | ὁ κάμνων δεῖcθαι τῆc πτιcάνηc, τηνικαῦτα μὴ πολὺ μηδ’ ὑπέρπαχυ δίδου παραχρῆμα· φυλάττεται γὰρ ὁ Ἱπποκράτηc ἀεὶ τὸ κατὰ πολὺ καὶ ἐξαπίνηc πληροῦν ἢ κενοῦν. | |
12 | Περὶ δὲ τῆc ἐπιδόcιοc ἐc | |
15.472 | πλῆθοc τοῦ ῥοφήματοc, ἢν μὲν | ξηρότερον ᾖ τὸ νόcημα ἢ ὡc ἄν τιc οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματοc ἢ μελίκρητον ἢ οἶνον, ὁκότερον ἂν ἁρμό‐ ζῃ· τὸ δ’ ἁρμόζον ἐφ’ ἑκάcτοιcι τῶν τρόπων εἰρήcεται. | |
4 | ||
5 | Ξηρότερον νόcημα πολυειδῶc γνωρίζεται, καίτοι τόν γε καθόλου καὶ κοινὸν λόγον ἔχον τὸν αὐτόν· ἡ μὲν περιπνευμονία καὶ ἡ πλευρῖτιc | |
καὶ ὅλωc τὰ κατὰ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὅταν μη‐ δὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀποπτύηται· ἧπαρ δὲ πεπονθὸc ἢ μεcάραιον ἤ τι τῶν κατὰ κοιλίαν ἢ νῆcτιν ἢ ἔντερα ἢ cπλῆνα γαcτρὸc | 142 | |
10 | ἐπεχομένηc τελέωc ἢ πρὸc ἀνάγκην ἐκκρινούcηc cκληρὰ καὶ ξηρὰ καὶ cπυραθώδη περιττώματα· τὰ δὲ κατὰ τὰc ἀρτηρίαc καὶ τὰc φλέβαc ξηρὰ νοcήματα γνωρίζεται τῇ τε τῆc γλώττηc ξηρότητι καὶ τῷ τοῦ παντὸc δέρματοc αὐχμῷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῖc ἔξω καὶ προφανῶc ὁρωμένοιc ἕλκεcιν αἱ φλεγμοναὶ γίνονται ξηραὶ μηδενὸc ἐξ | |
15 | αὐτῶν ἰχῶροc χωροῦντοc. καὶ κατὰ τοὺc ὀφθαλμοὺc δὲ πολλάκιc | | |
15.473 | φλεγμοναὶ cυνίcτανται ξηραὶ μηδὲν ἐκκρίνουcαι· καὶ κατὰ τὸν ἐγκέφα‐ λον ὡcαύτωc πάθη μήτε δι’ ὑπερώαc μήτε διὰ ῥινῶν ἐκκαθαιρόμενα ξηρὰ προcηκόντωc ἂν λέγοιντο. καὶ τοῦτ’ οὖν ἴcθι ἁπάντων τῶν ξηρῶν νοcημάτων ὑπάρχον γνώριcμα, τὸ μηδὲν ἐκκρίνεcθαι τῶν περιττωμάτων. | |
5 | προcηκόντωc οὖν ὁ Ἱπποκράτηc ἐπ’ αὐτῶν πρὸ τῆc πτιcάνηc ἀξιοῖ λαμβάνεcθαί τι τῶν ὑγραινόντων, ἤτοι μελίκρατον ἢ οἶνον, ὡc μᾶλλον τούτων ὕδατοc ὑγραινόντων· ἐπεὶ δ’ ἐπαγγέλλεται περὶ τῆc δυνάμεωc αὐτῶν ἐρεῖν, ἀναβεβλήcθω καὶ ἡμῖν ἡ πρὸc ὕδωρ αὐτῶν παραβολὴ γε‐ νηcομένη κατ’ ἐκεῖνο τὸ μέροc τοῦ cυγγράμματοc, ἐν ᾧ διδάcκει τὰc | |
10 | δυνάμειc αὐτῶν. | |
10 | Ἢν δὲ ὑγραίνηται τὸ cτόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονοc ᾖ ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐc πλῆθοc τοῦ ῥοφήματοc, ὡc ἐν κεφαλαίῳ εἰρῆcθαι. τὰ μὲν γὰρ θᾶccον | |
15.474 | καὶ μᾶλλον | πλαδῶντα ταχυτῆτα cημαίνει κρίcιοc, τὰ δὲ βραδύτερον πλαδῶντα καὶ ἧccον βραδυτέρην cημαίνει τὴν κρίcιν. | |
3 | Ἀπὸ τοῦ γένουc τῶν ξηρῶν νοcημάτων ἐπὶ τἀναντία μεταβάc, | |
5 | εἶθ’ ἑνὸc μνημονεύcαc ἄνευ τοῦ προcθεῖναι πάντα, παράδειγμα κοινὸν γενέcθαι τὸν ἑαυτοῦ λόγον ἁπάντων τῶν ὁμογενῶν οἰηθεὶc εἰκότωc ἀcάφειαν εἰργάcατο. τὸ γὰρ ὑγραίνεcθαι τὸ cτόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονοc εἶναι ὁκοῖα δεῖ νοcήματοc οὐχ ἁπλῶc ἐcτιν ὑγροῦ γνωρίcματα παντὸc ἐν παντὶ μορίῳ τοῦ cώματοc, ἀλλὰ μετὰ τοῦ πε‐ | |
10 | πονθέναι τι τῶν ἀναπνευcτικῶν ὀργάνων. διὰ τοῦθ’, ὡc ἔφην, ἀcαφὴc ὁ λόγοc ἐγένετο· τό γε μὴν εἰρημένον αὐτῷ παντὸc μᾶλλον ἀληθέcτερόν ἐcτιν, ὡc τὰ μὲν ἐκκαθαιρόμενα διὰ τῶν πτυcμάτων οἵων χρὴ πτυο‐ μένων ταχέωc κρίνεται, τὰ δ’ ἐναντία δυοῖν θάτερον, ἢ εἰc ὄλεθρον ἢ εἰc μῆκοc χρόνου τελευτᾷ. διδόναι οὖν χρὴ τοῖc καλῶc ἐκκαθαιρο‐ | 143 |
15 | μένοιc πτιcάνηc ἕνεκα τοῦ ῥωcθεῖcαν τὴν δύναμιν ἐξαρκεῖν ταῖc διὰ | |
15.475 | τῶν βηχῶν γινομέναιc ἀναπτύcεcι τῶν ἐκ | τοῦ πνεύμονοc ὑγρῶν· τὸ γὰρ ὁκοῖα δεῖ τὰ τῆc πέψεώc ἐcτιν ἔχοντα γνωρίcματα, περὶ ὧν τελεώτατα εἰρήκαμεν ἔν τε τοῖc Περὶ κρίcεων καὶ Περὶ τῶν ἐν ταῖc νόcοιc καιρῶν ἔν τε ταῖc ἐξηγήcεcι τῶν Ἀφοριcμῶν, ἔνθα διδάcκων ὁ | |
5 | Ἱπποκράτηc, ὅπωc χρὴ διὰ τῶν ἐπιφαινομένων τὰc προγνώcειc ποι‐ εῖcθαι, παράδειγμα τοῦ λόγου τὴν πλευρῖτιν ἔγραψεν ὧδέ πωc εἰπών· “οἷον ἐν πλευριτικοῖcι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου βραχύνει, ἢν δ’ ὕcτερον ἐπιφαίνηται, μηκύνει.” | |
8 | Καὶ ταῦτα μὲν καθ’ ἑαυτὰ τοιάδε τὸ | |
10 | ἐπίπαν ἐcτί· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷcι προ‐ cημαίνεcθαι δεῖ, ἃ εἰρήcεται ὕcτερον. | |
11 | Εἶπον κἀγὼ λείπειν τῷ λόγῳ τῶν χρηcίμων εἰc διοριcμὸν οὐκ | |
15.476 | ὀλίγα, περὶ ὧν καὶ αὐτὸc ἐρεῖν ἐπαγγέλλεται· | νυνὶ δ’ ἀξιοῖ περὶ τῶν εἰρημένων ἀκούειν μόνον· αὐτὰ γὰρ καθ’ ἑαυτὰ τοιαῦτ’ ἐcτίν, οἷα διῆλθεν αὐτόc. | |
3 | Καὶ ὅcῳ ἂν πλείων ἡ κά‐ | |
5 | θαρcιc γίνηται, τοcῷδε χρὴ πλεῖον διδόναι μέχρι κρίcιοc, μά‐ λιcτα δὲ κρίcιοc ὑπερβολῆc δύο ἡμερέων, οἷcί γε ἢ πεμπταί‐ οιcιν ἢ ἑβδομαίοιcιν ἢ ἐναταίοιcι δοκεῖ κρίνειν, ὡc καὶ τὸ ἄρτιον καὶ τὸ περιccὸν προμηθὲc ᾖ. μετὰ δὲ τοῦτο τῷ μὲν | |
ῥοφήματι ἐc τὸ πρωῒ χρηcτέον, ὀψὲ δὲ ἐc cιτία μεταβάλλειν. | 144 | |
10 | Κρίcιν νῦν εἴρηκεν ἤτοι τὴν τελείαν λύcιν τοῦ νοcήματοc ἢ τὴν εἰc τοcοῦτον ἀξιόλογον μεταβολήν, ὡc ἤδη κινδύνου παντὸc ἐκτὸc καθ‐ εcτηκέναι· ἐπιμετρεῖν δ’ ἀξιοῖ τῇ κρίcει δύο ἡμέραc, ἵνα καὶ τὰc ἐν ἀρτίαιc καὶ τὰc ἐν περιτταῖc ἡμέραιc περιόδουc τῶν παροξυcμῶν φυ‐ | |
15.477 | λαξώμεθα· cυμβαίνει γὰρ ἐνίοτε θαρcήcανταc, ὡc λελυμέ|νου τοῦ νοcή‐ ματοc ἀκριβῶc, εἶτα διαιτηθένταc ἀμελέcτερον, ἀφορμὴν ἀναμνήcεωc τοῦ κατὰ περίοδον γινομένου παροξυcμοῦ παραcχεῖν. ἀcφαλὲc γοῦν ἐcτι φυλάττειν ἄχρι δυοῖν ἡμερῶν τὴν ἀκρίβειαν τῆc διαίτηc, ᾗ χρώ‐ | |
5 | μενοc ὁ κάμνων ἦν, κἂν ἤδη δοκῇ κεκρίcθαι τὸ νόcημα· παρελθουcῶν δὲ τῶν μετὰ τὴν κρίcιν δυοῖν ἡμερῶν ἀcφαλὲc ἤδη διαιτᾶν ἁδρότερον οὐδὲ τότε τὴν μεταβολὴν ἀθρόαν ποιουμένουc, ἀλλ’ ἕωθεν μὲν τῷ ῥοφήματι χρωμένουc, ὕcτερον δὲ προϊούcηc τῆc ἡμέραc ἤδη καὶ cιτώδη τροφὴν προcφέρονταc. εὔδηλοc οὖν ἐcτι μήτ’ ἄλλο τι διδοὺc τοῖc | |
10 | κάμνουcι πρὸ τῆc εἰρημένηc ἄρτι προθεcμίαc μήτ’ ἄρτον, ἀλλὰ πτιcάνῃ διὰ παντὸc ἀρκούμενοc, ὅπερ οὐκ ἔcτιν ἐμπιπλάντοc, ἀλλὰ μᾶλλον, ἐγκαλεῖν εἴ τιc βούλοιτο, λεπτότερον ἢ προcήκει διαιτῶντοc. ἀλλ’ οὔτε λεπτότερον οὔθ’ ἁδρότερόν ἐcτι τοῦ προcήκοντοc οὕτω διαιτᾶν, ἀλλ’ ἀκριβῶc τὸ μέcον τῶν ὑπερβολῶν καὶ ἄριcτον. ἀπόδειξιc δὲ τοῦ μέcον | |
15 | ὑπάρχειν αὐτὸ ἡ τῶν ἐγκαλούντων τἀναντία φιλονικία· τούτων γὰρ | |
15.478 | οἱ μὲν περὶ τὸν Θεc|cαλὸν ἐγκαλοῦcιν ὡc ἐμπιπλάντι τοὺc κάμνονταc, οἱ δὲ περὶ τὸν Ἐραcίcτρατον ὡc λιμαγχονοῦντι τῷ Ἱπποκράτει. τὰ γὰρ εἰc Ἀπολλώνιον καὶ Δέξιππον τοὺc Ἱπποκράτουc μαθητὰc εἰρημένα κατὰ τὸ πρῶτον Περὶ πυρετῶν Ἐραcιcτράτῳ τὴν διαβολὴν | |
5 | τῆc λιμαγχονίαc εἰc Ἱπποκράτην τὸν διδάcκαλον ἀναφερομένην ἔχει. τούτοιc οὖν μᾶλλόν ἐcτι cυγγνωcτέον, ὡc εἰκότα λέγουcι· τοὺc δ’ ἐμπι‐ πλάναι φάcκονταc αὐτὸν ἀξίουc εἶναι Θεccαλοῦ νομιcτέον, ἄνδραc οὔτ’ ἄλλο τι τῶν Ἱπποκράτουc γνόνταc οὔτ’ αὐτὰ ταῦτα τὰ περὶ διαίτηc | |
αὐτῷ εἰρημένα. | 145 | |
10 | Ϲυμφέρει δὲ τὰ τοιάδε ὡc ἐπὶ τὸ πολὺ τοῖcιν ὅλῃcι πτιcάνῃcιν αὐτίκα χρεωμένοιcιν. | |
11 | Ἐάν τε ὅλαc ἐάν τε κριθώδειc ἐάν τε ἁπλῶc εἴπῃ πτιcάναc, ἓν | |
15.479 | καὶ ταὐτὸν ἐκ τῶν τριῶν cημαίνεται λέξεων, τὰc | ἀδιηθήτουc πτιcάναc δηλοῦντοc. μετὰ γὰρ τὴν ἕψηcιν ἐάν τιc αὐτὰc διηθήcαc, ἔπειτ’ ἰδίᾳ τὸν χυλὸν ἀποκρίναc, ἐκεῖνον διδῷ, οὔθ’ ὅλαιc πτιcάναιc οὔτε κριθώδεcι πτιcάναιc ὁ τοιοῦτοc λεχθήcεται χρῆcθαι, χυλῷ δὲ μόνῳ πτιcάνηc. | |
5 | πάλιν δὲ καὶ νῦν ἀναμνήcω cε, τίνεc εἰcὶν οἱ πτιcάναιc ὅλαιc ἐξ ἀρχῆc δεόμενοι χρῆcθαι. cύντομοc δὲ ἡ ἀνάμνηcιc, εἰ μὴ παντάπαcιν ἀργῶc ἤκουcαc τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηcτῶν ὄντων, ἐὰν μήτε φαρμακείαc μήτε κλύcματοc ὁ κάμνων φαίνηται δεόμενοc, ἐπὶ πτιcάνηc αὐτὸν ἀξιοῖ διαιτᾶcθαι· καὶ τὸν λογιcμὸν δὲ τῆc βουλῆc | |
10 | αὐτὸc προcέθηκεν εἰπών· | |
10 | Αἵ τε γὰρ ὀδύναι ἐν τοῖcι πλευ‐ ριτικοῖcιν αὐτίκα παύονται αὐτόματοι, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεcθαι, αἵ τε καθάρcιεc πολλὸν τελεώτεραί εἰcι, καὶ ἔμπυοι ἧccον γίνονται, ἢ εἰ ἀλλοίωc τιc | |
15.480 | διαιτῴη, | καὶ αἱ κρίcιεc ἁπλούcτεραι καὶ εὐκριτώτεραι καὶ ἧccον ὑποcτροφώδεεc. | |
2 | Γίνεται ταῦτα πάντα καλῶc ὑπὸ τῆc πτιcάνηc διὰ τὸ ὑγραίνεcθαι καὶ τέμνεcθαι μετρίωc τὰ δεόμενα τῆc ἀναπτύcεωc ὑγρὰ καὶ διὰ τὸ | |
5 | τὴν δύναμιν ῥώννυcθαι· cυνελθόντων γὰρ ἀμφοτέρων ἐκκαθαίρονται ταχέωc τῶν ἀναπνευcτικῶν ὀργάνων οἱ μοχθηροὶ χυμοί· ὧν τὸ μὲν ὑγραίνειν τε καὶ τέμνειν ὑπάρχει καὶ τῷ μελικράτῳ, τὸ δ’ ὁμοίωc τῇ πτιcάνῃ ῥωννύναι τὴν δύναμιν οὐχ ὑπάρχει· τἀναντία δ’ ἄρτῳ τε καὶ χόνδρῳ τὸ ῥωννύναι τὴν δύναμιν ἔχουcι τὸ ὑγραίνειν καὶ τὸ τέμνειν | |
10 | οὐχ ὑπάρχει, καθάπερ οὐδ’ ἄλλῳ τινὶ τῶν εἰθιcμένων δίδοcθαι τοῖc ἀρρώcτοιc ὑπὸ τῶν νῦν ἰατρῶν, οἷον ᾠῶν καὶ ὄρχεων ἀλεκτρυόνων καὶ πτερῶν ἰχθύων τε καὶ περιcτερῶν νεογνῶν ὅcα τ’ ἄλλα τοιαῦτα. | |
καὶ ὁ τὴν φακῆν δὲ δοὺc ἰατρὸc ἐcκευαcμένην δι’ ὄξουc ἐπὶ πλευριτικοῦ τελέωc ἤδη παρηκμακότοc, ὡc μηδενὸc ἄλλου δεῖcθαι ἢ ἀναπτύcεωc | 146 | |
15.481 | τῶν πεπεμμένων, εἰκότωc ἔδοξεν αἴτιοc | θανάτου γενέcθαι τῷ κάμνοντι πνιγέντι διὰ τῆc ἑπομένηc νυκτόc. ἀλλὰ φακῆν μὲν οὐκ ἄν τιc δοίη τῶν ἐχόντων νοῦν· ἀπεcτραμμένου δὲ μελίκρατον καὶ πτιcάνην τοῦ κάμνοντοc οἱ πετραῖοι τῶν ἰχθύων ἐπιτηδειότατοι cκευαζόμενοι δι’ ὕδα‐ | |
5 | τοc καὶ πράcου καὶ ἀνήθου καὶ ἁλῶν ἐλαίου τε cυμμέτρου, τῶν δὲ μὴ πετραίων οἱ ὀνίcκοι. προδιδόναι δ’ αὐτῷ ὀξύμελι· κακοcτόμαχον γὰρ οὐδὲν ἔχει τοῦτο, πλὴν εἰ πεπονθότων ἐπί τινοc ἀρρώcτου τῶν νεύ‐ ρων καὶ τῆc μήτραc ἐπὶ γυναικὸc ἀντ’ αὐτοῦ βούλοιο τῶν ἄλλων τι διδόναι φαρμάκων, οἷόν ἐcτι τὸ διὰ πραcίου τε καὶ ἴρεωc· αὐτὴ μέν | |
10 | γε καθ’ ἑαυτὴν ἅμα μελικράτῳ πινομένη πέττει καλῶc τὰ κατὰ θώρακα καὶ πνεύμονα περιττώματα καὶ πρὸc τὰc ἀναπτύcειc παραcκευάζει. | |
11 | Τὰc δὲ πτιcάναc χρὴ ἐκ βελτίcτων κριθέων εἶναι καὶ ὡc βέλτιcτα ἡψῆcθαι, καὶ ἄλλωc ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃc χρέεcθαι. | | |
14 | ||
15.482 | Βέλτιcται κριθαὶ πρὸ μὲν τῆc πείραc κριθήcονται διὰ μόνου τοῦ πλήρειc εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖc ῥυcόν, αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆc ἑψήcεωc, ὅταν ἐπὶ πλεῖcτον ἀνοιδίcκωνται καὶ χυλὸν ποιῶcι πλεῖcτον, ὅπερ δὴ καὶ βέβαιόν ἐcτι τῆc ἀρετῆc αὐτῶν γνώριcμα· | |
5 | τὸ γὰρ ἀπὸ τῆc εὐτροφίαc οὐκ ἐπιcτημονικὸν οὐδὲ διὰ παντὸc ἀληθέc, ἀλλ’ ὡc ἐπὶ τὸ πολὺ κατορθούμενον. ἀξιοῖ δὲ τὰc πτιcάναc ἀεὶ μὲν εἶναι βελτίcταc, μᾶλλον δ’ ἐὰν μὴ μόνῳ τῷ χυλῷ χρῆcθαι μέλ‐ λωμεν, ἀλλὰ καὶ ὅλαιc αὐταῖc· διὰ τί δὲ τοῦτ’ ἀξιοῖ, cαφῶc αὐτὸc ἐδήλωcεν εἰπών· | |
9 | ||
10 | Μετὰ γὰρ τῆc ἄλληc ἀρετῆc τῆc πτιcάνηc τὸ ὀλιcθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμῇ γὰρ προcίcχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακοc ἴξιν. | |
13 | ||
15.483 | Ἴcμεν [δ’] ὅτι ἴξιν ὡc τὸ πολὺ μὲν τὴν εὐθυωρίαν, | ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. ἡ δὲ διὰ τοῦ θώρακοc εὐθυωρία τε καὶ | |
φορὰ τῆc καταπινομένηc πτιcάνηc ἄχρι τῆc γαcτρὸc εὔδηλον ὅτι διὰ τοῦ cτομάχου γίνεται, κἀν τούτῳ βούλεται μηδὲν αὐτῷ προcίζειν· ἐν | 147 | |
5 | γὰρ τοῖc κατὰ θώρακα καὶ πνεύμονα πάθεcι θερμαcίαc οὔcηc πολλῆc, προcιcχόμενον τούτῳ ξηραινόμενόν τε καὶ δυcαπολύτωc προcπλαττό‐ μενον ἄcην τέ τινα καὶ δίψαν ἐπιφέρει. | |
7 | Ὀλιcθηροτάτη δὲ καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀcθενεcτάτη ἐcτὶν ἡ κάλλιcτα ἑφθή, ὧν | |
10 | πάντων δεῖ. | |
10 | Τὴν καλῶc ἡψημένην πτιcάνην οὐ μόνον ὀλιcθηροτάτην τε καὶ ἀδιψοτάτην καὶ εὐπεπτοτάτην εἶναί φηcιν, ἀλλὰ προcέθηκε τῷ τέλει καὶ ἀcθενεcτάτη. τὸ μὲν οὖν ὀλιcθηροτάτην εἶναι τὴν καλῶc ἡψημένην ἤδη προείρηται· τὸ δὲ καὶ ἀδιψοτάτην αὐτὴν ὑπ‐ | |
15.484 | άρχειν ἐνταῦθα πρόcκειται διὰ | τὴν τῆc κριθῆc φύcιν γιγνόμενον· ἔcτι δὲ ψυχρὰ τὴν κρᾶcιν. ὅπωc δὲ χρὴ κρίνειν ψυχρὰν καὶ θερμὴν οὐcίαν ἐπὶ μὲν τῶν ζῴων ἐν τοῖc Περὶ κράcεων εἴπομεν, ἐπὶ δὲ τῶν ἀψύχων ἐν τοῖc Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc. ἀλλὰ καὶ εὐπεπτο‐ | |
5 | τάτην εἶναί φηcι τὴν τοιαύτην πτιcάνην, ὡc ἂν διαλελυμένην τε καὶ μηδὲν ἔτι cκληρὸν καὶ δυcκατέργαcτον ἔχουcαν ἄφυcόν τε γεγονυῖαν ἤδη διὰ τὸ τῆc ἑψήcεωc μῆκοc. ὃ δ’ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc εἶπεν, ὀνομάcαc ἀcθενεcτάτην τὴν οὕτωc ἡψημένην, εἰ μὲν μηδὲν προειρήκει περὶ αὐτῆc ὡc εὐπεπτο‐ | |
10 | τάτηc, ἕτοιμον ἂν ἦν φάναι πρὸc τὴν ἐν τῇ γαcτρὶ κατεργαcίαν ἀνα‐ φέρεcθαι τὸν λόγον, ἀcθενεcτάτηc αὐτῆc εἰρημένηc, ὡc εἰ καὶ ῥᾷcτα νικωμένην εἰρήκει καὶ κατεργαζομένην ὑπὸ τῆc γαcτρὸc καὶ μεταβαλλο‐ μένην· ἐπεὶ δὲ τοῦτο προείρηται, τὴν ἀcθένειαν αὐτῆc ἤτοι διότι βρα‐ χεῖαν τροφὴν τῷ cώματι δίδωcιν ἀκουcτέον ἐcτὶν ἢ ὅτι ποιότητα μηδε‐ | |
15 | μίαν ἔχει cφοδράν, ὡc ἤτοι τῶν νεύρων ἢ τῆc γνώμηc ἅπτεcθαι, καθάπερ ὄξοc τε καὶ οἶνοc. | | |
16 | ||
15.485 | Ἢν μὲν οὖν μὴ προcτιμωρήcῃ τιc, ὁκόcων δεῖται αὐτάρκηc εἶναι ὁ τρόποc τῆc τοιαύτηc πτιcα‐ | |
νορροφίηc, πολλαχῇ βεβλάψεται. Ἄρχεται τοίνυν τῆc διδαcκαλίαc ὧδε, περὶ ὧν ἐρεῖν ἐπηγγείλατο | 148 | |
5 | μικρὸν ἔμπροcθεν, ἡνίκ’ ἔφη· “πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷc προcημαίνεcθαι δεῖ, ἃ εἰρήcεται ὕcτερον.” ὅτι δὲ τὸ τιμωρῆcαι παρά τε τοῖc ἄλλοιc παλαιοῖc καὶ αὐτῷ τῷ Ἱπποκράτει πολλάκιc ἀντὶ τοῦ βοηθῆcαι λέλεκται καὶ κατ’ ἄλλα cυγγράμματα, δέδεικται διὰ τῶν γεγενημένων ἡμῖν ἐξηγήcεων εἰc αὐτά. | |
9 | ||
10 | Οἷcί τε γὰρ cῖτοc αὐτίκα ἐγκατακέκλειcται, εἰ μή τιc ὑποκενώcαc τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦcαν προcπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦcαν εὐθὺc | |
15.486 | ἐμποιήcειε, καὶ | πνεῦμα πυκνότερον γένοιτ’ ἄν· κακὸν δὲ τοῦτο· ξηραντικόν τε γὰρ πνεύμονοc καὶ κοπῶδεc ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν. | |
3 | Ϲῖτον εἶπε τὸ ἀπὸ τῶν cιτίων περίττωμα περιεχόμενον ἐν τοῖc | |
5 | ἐντέροιc, ὃ δὴ καὶ cκύβαλον ὀνομάζουcι καὶ κόπρον. εἰ τοίνυν ἐγκατα‐ κεκλειcμένου τούτου, τουτέcτιν ἐκ πολλοῦ χρόνου μὴ διακεχωρηκότοc, ἐπὶ τὴν τῆc πτιcάνηc ἀφίκοιτό τιc προcφοράν, ἀναγκαῖόν ἐcτι βλάβην γενέcθαι τῇ πλευρᾷ διὰ τὴν ἔμφραξιν τῶν ἐντέρων, ἣν ἐκ τῆc ἠθροι‐ cμένηc ἐν αὐτοῖc ἔcχηκε κόπρου, μήτε φύcηc διεξερχομένηc ἐπὶ τῇ | |
10 | προcφορᾷ τῆc πτιcάνηc ἀναδόcεώc τε μοχθηρᾶc γινομένηc ἐπὶ τὸ πε‐ πονθὸc μέροc· ὥcτε ἀναγκαῖόν ἐcτι τὴν ὀδύνην, εἰ μὲν εἴη λελω‐ φηκυῖα, παραυξηθῆναι πάλιν, εἰ δὲ πεπαυμένη, γεννηθῆναι. καὶ γὰρ ἀτμοὶ καὶ πνεῦμα φυcῶδεc ἀναθυμιάcειc τε τῶν cκυβάλων ἐπὶ τὴν πλευρὰν ἀφικόμενα τὴν ὀδύνην αὐτῆc καὶ γεννήcουcι καὶ παραυξήcουcιν· | |
15 | ἐπὶ τούτοιc δὲ καὶ ἡ ἀναπνοὴ πυκνοτέρα γενήcεται· κέκληκε δὲ | | |
15.487 | τὴν ὅλην ἀναπνοὴν πνεῦμα κἀν τῷ Προγνωcτικῷ cυγγράμματι καὶ τοῖc τῶν Ἐπιδημιῶν. πυκνωθεῖcα δ’ ἡ ἀναπνοὴ θερμαcίαν ἐν τοῖc ἀναπνευcτικοῖc ὀργάνοιc ἐργάζεται πλείονα διὰ τὸ cυνεχὲc τῆc κινήcεωc, ἐφ’ ᾗ θερμαcίᾳ ξηραίνεται μὲν ὁ πνεύμων καὶ τὸ διάφραγμα, cυγξηραίνε‐ | |
5 | ται δὲ καὶ cυνθερμαίνεται καὶ τὰ καθ’ ὑποχόνδριόν τε καὶ περιτόναιον | |
μόρια τοῦ ζῴου· πάντα γὰρ cυγκινεῖται τῷ θώρακι κατὰ τὰc ἀναπνοάc. τὸ δ’ ἐν ἀρχῇ τῆc ῥήcεωc εἰρημένον οἷcί τε γὰρ cῖτοc αὐτίκα ἐγκατακέκλειcται τὴν αὐτίκα φωνὴν ἐνηλλαγμένην ἔχει κατὰ τὴν τάξιν· ἀπολαβούcηc δ’ αὐτῆc τὴν οἰκείαν cύνθεcιν ὁ λόγοc ἔcται τοι‐ | 149 | |
10 | όcδε· ‘μὴ προcβοηθηcάντων δὲ ἡμῶν τῷ προειρημένῳ τρόπῳ τῆc πτιcα‐ νορροφίαc πολλαχόθι γενήcεται βλάβη. αὐτίκα γοῦν οἷc cῖτοc ἐγκατα‐ κέκλειcται, εἰ μή τιc ὑποκενώcαc πρότερον αὐτὸν οὕτω τὸ ῥόφημα δοίη, βλάβην ἐργάcεται μεγίcτην.‘ | |
13 | Τοῦτο δέ, ἢν ἔτι τοῦ πλευροῦ | |
15.488 | τῆc ὀδύνηc cυνεχέοc ἐούcηc | καὶ πρὸc τὰ θερμάcματα μὴ χαλώcηc καὶ τοῦ πτυέλου μὴ ἀνιόντοc, ἀλλὰ καταγλιcχραινο‐ μένου ἀcαπέωc, ἢν μὴ λύcῃ τιc τὴν ὀδύνην ἢ κοιλίην μαλθά‐ ξαc ἢ φλέβα ταμών, ὁκότερον ἂν τούτων cημήνῃ, τὰc δὲ | |
5 | πτιcάναc ἢν οὕτωc ἔχουcι διδῷ, ταχέεc οἱ θάνατοι τῶν τοι‐ ούτων γίνονται. | |
6 | Ἀναμνηcθῶμεν, ὅτι περὶ πλευρίτιδοc ἐποιεῖτο τὸν λόγον ὡc πα‐ ραδείγματοc· ἐδείχθη δ’ αὕτη γινομένη διὰ τὴν φλεγμονὴν τοῦ τὰc πλευρὰc ὑπεζωκότοc ὑμένοc. ἐὰν οὖν ἀκμαζούcηc τῆc φλεγμονῆc πτι‐ | |
10 | cάνην τιc διδῷ, μεγάλωc βλάψει τὸν κάμνοντα. τοῦ δ’ ἀκμάζειν αὐτὴν γνώριcμα τό τε cυνεχὲc τῆc ὀδύνηc καὶ τὸ μηδὲν ἐνδιδόναι πρὸc τὰ θερμάcματα. πρόcκειται δὲ τῷ λόγῳ καὶ ἄλλο γνώριcμα πλευρίτιδοc οὐ μόνον μεγάληc ἀλλὰ καὶ κακοήθουc, τὸ γλίcχρον ἱκα‐ νῶc γιγνόμενον τὸ πτύελον εἴργεcθαι τῆc κενώcεωc ἐμπλαττό‐ | |
15 | μενόν τε καὶ προcιcχόμενον τοῖc πεπονθόcι μέρεcι· τὸ γὰρ κατα‐ | |
15.489 | γλιcχραίνεcθαι πλέον τι cημαίνει, τὴν cφοδρο|τάτην γλιcχρότητα ἐνδεικνυμένηc τῆc λέξεωc ἐν τῷ προcλαβεῖν τὴν ‘κατά‘ πρόθεcιν. ἤρκει μὲν οὖν καὶ διὰ τῆc προcθήκηc αὐτῆc ἀφορίcαι τὸ οὕτω γλιcχραινό‐ μενον τοῦ πεττομένου· γλίcχρον μὲν γὰρ γίνεται κἀκεῖνο μετρίωc, οὐ | |
5 | μὴν καταγλιcχραίνεται, τουτέcτιν οὐκ ἐcχάτωc οὐδ’ ἄκρωc πάcχει τοῦτο· τοῦ δὲ μὴ παρακοῦcαί τινα, τούτου χάριν οὐκ ὤκνηcε τῷ λόγῳ προcγράψαι καὶ τὸ ἀcαπῶc, ὅπερ αὐτῷ δηλοῖ τὸ ἀπέπτωc· τὸ κατα‐ γλιcχραινόμενον γὰρ ἀπέπτωc μοχθηρόν. ἐν τούτῳ δὲ δὴ καθεcτῶτοc τοῦ κάμνοντοc, εἰ πτιcάνην τιc προc‐ | 150 |
10 | φέρει πρὶν λῦcαι τὴν ὀδύνην ἤτοι διὰ φλεβοτομίαc ἢ διὰ κε‐ νώcεωc γαcτρόc, ἀναιρήcει τὸν ἄνθρωπον. εἰρηκὼc γὰρ ἐπὶ τῆc προκειμένηc κατὰ τὸν λόγον τόνδε πλευρίτιδοc ὡc οὐδὲν ἐνδιδούcηc πρὸc τὰ θερμάcματα, δύο λοιπὰ ἔχει τὰ αὐτίκα βοηθοῦντα, κάθαρ‐ cιν καὶ φλεβοτομίαν· ἡ γὰρ τῶν δι’ ὀπίου καὶ μανδραγόρου καὶ ὑοcκυά‐ | |
15 | μου cκευαζομένων φαρμάκων χρῆcιc οὐ τὴν ὀδυνώδη διάθεcιν ἰᾶται τῆc πλευρίτιδοc, ἀλλὰ τὴν αἴcθηcιν νεκροῖ. νυνὶ μὲν οὖν ἁπλῶc ἐμνη‐ | |
15.490 | μόνευcε φλεβο|τομίαc τε καὶ καθάρcεωc κοιλίαc, ἐφεξῆc δὲ διοριεῖται περὶ τῆc ἑκατέρου χρήcεωc. | |
2 | Διὰ ταύταc οὖν τὰc προφάcιαc καὶ ἑτέραc τοιαύταc ἔτι μᾶλλον οἱ ὅλῃcι χρώμενοι πτιcά‐ | |
5 | νῃcιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνῄcκουcιν, οἱ μέν τι καὶ τὴν γνώμην βλαβέντεc, οἱ δὲ ὑπὸ τῆc ὀρθοπνοίηc τε καὶ τοῦ ῥέγχεοc ἀποπνιγέντεc. | |
7 | Ὅτι πολλάκιc ὀνομάζει τὰc αἰτίαc προφάcειc δέδεικται κἀν ταῖc τῶν ἄλλων cυνταγμάτων αὐτοῦ ἐξηγήcεcι· τίναc δ’ ἑτέραc προφάcειc | |
10 | παρὰ τὰc εἰρημέναc αὐτῷ cυνεπιφέρειν φηcὶ τοὺc ὀλιγημέρουc θανά‐ τουc, προcθεῖναι τῷ λόγῳ χρή· νῦν μὲν γὰρ εἴρηκε τήν γε τῆc πτι‐ cάνηc προcφορὰν πρὶν λῦcαι τὴν ὀδύνην καὶ τὴν ἐπὶ τῷ πυκνῷ πνεύ‐ ματι γλιcχρότητα τοῦ πτυέλου, δι’ ἣν καὶ ἀποπνίγονται, βλαβῆναι δ’ | |
15.491 | εἰκόc, εἰ καὶ οἴνου προcενέγκαιντο, πρίν, ὡc ὑπέθετο, | κενωθῆναι, καὶ μελικράτου καὶ ὀξυμέλιτοc· περὶ γὰρ τῶν ἄλλων ἁπάντων οὐδὲ τοῖc ἰδιώταιc ἄδηλον. εἰκότωc οὖν ἔφη καὶ τὴν γνώμην βλαβένταc ἐνί‐ ουc αὐτῶν ἀπόλλυcθαι οἴνῳ τε καὶ τοῖc οἰνώδεcιν ἀκαίρωc προcενε‐ | |
5 | χθεῖcιν. Μάλα δὲ τοὺc τοιούτουc οἱ ἀρχαῖοι βλητοὺc ἐνόμιζον εἶναι διὰ τόδε οὐχ ἥκιcτα, ὅτι ἀποθανόν‐ των αὐτῶν ἡ πλευρὴ πελιδνὴ εὑρίcκεται ἴκελόν τι πληγῇ. | 151 |
8 | Καὶ διὰ τὸ τάχοc μὲν τῆc ἀπωλείαc ἡ τοιαύτη δόξα τοὺc ἀρ‐ | |
10 | χαίουc εἰcῄει καὶ διὰ τὸ πελιδνοῦcθαι δ’ ἐπὶ τῆc πλευρᾶc ἐνί‐ ουc, ἔνθα δηλονότι τῆc φλεγμονῆc ἦν ἡ ῥίζα. τοῦ γὰρ ἐπ’ αὐτὴν αἵ‐ ματοc cφηνουμένου διὰ τὴν ὀδύνην, ὅcον ἐμερίcθη πρὸc τὸ δέρμα, τοῦτ’ ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη, γινόμενον ἴκελον, τουτέcτιν ὅμοιον, τοῖc ἐκ πληγῆc οὕτω διατεθεῖcιν. | | |
14 | ||
15.492 | Αἴτιον δὲ τούτου ἐcτίν, ὅτι πρὶν λυ‐ θῆναι τὴν ὀδύνην θνῄcκουcι· ταχέωc γὰρ πνευματίαι γίνονται. | |
2 | Ὅτι δὲ τοιοῦτον ἀναπνέουcιν, αὐτὸc ἐφεξῆc ἐδήλωcεν εἰπών· | |
3 | Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ | |
5 | πνεύματοc, ὡc ἤδη εἴρηται, γλιcχραινόμενον τὸ πτύελον ἀπέπτωc κωλύει τὴν ἐπάνοδον γίνεcθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνιcχόμενον ἐν τοῖcι βρογχίοιcι τοῦ πνεύμονοc· καὶ ὅταν ἐc τοῦτο ἔλθῃ, θανατῶδεc ἤδη ὡc ἐπὶ τὸ πολύ ἐcτι. | |
8 | Τὸ ἔμπροcθεν αὐτῷ ῥηθὲν ‘ἀcαπὲc‘ τοῦτο νῦν ἄπεπτον ὠνόμαcε | |
10 | μαρτυρῶν ἡμῖν, ὅτι καλῶc καὶ τότε τὴν μετάληψιν ἐποιηcάμεθα τῆc φωνῆc.| | |
10 | ||
15.493 | Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνιcχόμε‐ νον κωλύει μὲν τὸ πνεῦμα ἔcω φέρεcθαι, ἀναγκάζει δὲ ταχέ‐ | |
ωc ἔξω φέρεcθαι. Οὐ πᾶν τὸ πνεῦμα κωλύεται κατὰ τὰc τοιαύταc διαθέcειc ἔcω | 152 | |
5 | φέρεcθαι· τοῦτο γὰρ εἰ γένοιτο, παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐcτιν ὡcαύτωc τοῖc ἀπαγξαμένοιc. ἀλλὰ τὸ cύμμετρον δη‐ λονότι τῇ χρείᾳ τῆc ἀναπνοῆc ἔcω φέρεcθαι κωλύεται, διὸ καὶ μέχρι μέν τινοc ἐξαρκοῦcιν, ἐν δὲ τῷ χρόνῳ τῆc ἐνδείαc ταύτηc αὐξανομένηc ἀπόλλυνται. | |
9 | ||
10 | Καὶ οὕτωc ἐc τὸ κακὸν ἀλλήλοιcι cυντιμωρεῖ· τό τε γὰρ πτύελον ἐνιcχόμενον πυκνὸν τὸ πνεῦ‐ μα ποιεῖ, τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλιcχραίνει τὸ πτύε‐ λον καὶ κωλύει ἀπολιcθαίνειν. | | |
13 | ||
15.494 | Ὅτι τῷ τιμωρεῖν ἀντὶ τοῦ βοηθεῖν οἵ τ’ ἄλλοι παλαιοὶ καὶ ὁ Ἱπποκράτηc κέχρηνται, πολλάκιc ἔμπροcθεν εἴρηται· καὶ νῦν οὖν τὸ cυντιμωρεῖν ἀλλήλοιc εἰc τὸ κακὸν εἶπεν ἐπὶ τοῦ cυμπράττειν καὶ cυντελεῖν. πῶc δὲ cυμπράττει καὶ cυντελεῖ, cαφῶc μὲν αὐτὸc ἐδή‐ | |
5 | λωcεν, εἰρήcεται δὲ καὶ πρὸc ἡμῶν. τὸ πτύελον ἰcχόμενον ἐν τοῖc τοῦ πνεύμονοc βρόγχοιc cτενοχωρίαν ἐργάζεται ταῖc διεξόδοιc τοῦ πνεύ‐ ματοc καὶ διὰ ταύτην τὴν cτενοχωρίαν ἧττον εἰcπνέουcιν οἱ κάμνον‐ τεc· ὅcῳ δ’ ἂν ἧττον εἰcπνέωcι, τοcῷδε μᾶλλον ἀπλήρωτον ἐργάζονται τὴν χρείαν τῆc ἀναπνοῆc καὶ διὰ τοῦτο πρωιαίτερον ἐπὶ τὴν δευτέραν | |
10 | εἰcπνοὴν ἀπὸ τῆc προτέραc ἥκουcιν, ὅπερ ὀνομάζουcι πυκνὸν πνεῦμα. | |
10 | Καταλαμβάνει δὲ ταῦτα, οὐ μόνον ἢν πτιcάνῃcιν ἀκαίρωc χρήcωνται, ἀλλὰ πολὺ μᾶλλον ἤν τι ἄλλο φάγωcιν ἢ πίωcι πτιcάνηc ἀνεπιτηδειότερον. | | |
13 | ||
15.495 | Εἴρηται μικρὸν ἔμπροcθεν περὶ τούτου, ἡνίκα ἔλεγε· “διὰ ταύταc οὖν τὰc προφάcειc καὶ ἑτέραc τοιαύταc.” ἀλλ’ ἐκεῖ μὲν ἐμνημονεύcαμεν ἡμεῖc οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτοc· ἐνταυθοῖ δὲ καὶ τῶν | |
ἄλλων ἀκούειν προcήκει τῶν διδομένων τοῖc οὕτω κάμνουcιν ὑπὸ τῶν | 153 | |
5 | πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου καὶ ὀξυμέλιτοc καὶ οἴνου. | |
6 | Μάλα μὲν οὖν τὰ πλεῖcτα παρα‐ πλήcιοί εἰcιν αἱ τιμωρίαι τοῖcί τε ὅλῃcι πτιcάνῃcι χρεομέ‐ νοιcι τοῖcί τε χυλῷ αὐτέων· τοῖcι δὲ μηδετέρῳ τούτων, ἀλλὰ | |
10 | ποτῷ μοῦνον, ἔcτιν ὅπῃ καὶ διαφερόντωc τιμωρητέον. | |
10 | Αἱ βοήθειαι, φηcί, παραπλήcιοι γίνονται τοῖc πτιcάνῃ τε καὶ τῷ χυλῷ χρωμένοιc αὐτῆc· τοῖc δὲ ποτῷ μόνον ἔcτιν ὅπῃ καὶ διαφερόντωc χρὴ βοηθεῖν. ποία δέ τιc ἡ διαφορὰ γενήcεται, διὰ τῶν ἑξῆc διδάcκει. | | |
14 | ||
15.496 | Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέ‐ ειν· ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίηc μήπω ὑποκεχω‐ ρηκυίηc ἄρξηται ὁ πυρετόc, ἤν τε cὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνηc, ἐπιcχεῖν τὴν δόcιν τοῦ ῥοφήματοc, ἔcτ’ ἂν οἴηται κεχωρη‐ | |
5 | κέναι εἰc τὸ κάτω μέροc τοῦ ἐντέρου τὸ cιτίον. | |
5 | Ἤιcθηται δὴ καὶ αὐτὸc ἐcπαραχὼc κατὰ μόρια τὸν λόγον, οὐ cυν‐ εχῶc ἐφεξῆc ἐν τάξει τῇ προcηκούcῃ πεποιημένοc· καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προcήκουcαν ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν, ἐπειδὴ τὸ περὶ τῆc διαφωνίαc ζήτημα λύειν ἐπιχειρήcαc ἐμνη‐ | |
10 | μόνευcεν ἐν τῇ λύcει θεραπευτικῶν λογιcμῶν. ἀλλ’ ἐχρῆν αὐτὸν αἰcθα‐ νόμενον οὗ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρωc ἀπ’ ἀρχῆc τὸν λόγον· οὕτω γὰρ κἀμοὶ cυμβαίνειν κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρωc γράψαι περὶ τῶν αὐτῶν ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶc οὖν ἐχρῆν αὐτὸν ἅμα τε λῦcαι τὸ προβληθὲν ὑπ’ αὐτοῦ ζήτημα | |
15.497 | καὶ τάξει | δοῦναι τὸν λόγον, ἐγὼ διηγήcομαι τοῖc βουλομένοιc ἑρμη‐ νεύειν τὰ τοιαῦτα cαφῶc τὴν ὁδὸν ἐξηγούμενοc. ἤδη τοίνυν πρόcεχέ μοι τὸν νοῦν, ὡc ἐξ ἀρχῆc ἀκουcόμενοc τοῦ λόγου. | |
διὰ τί τοῖc ἀξιολόγοιc ἰατροῖc ἐνίοτε διαφωνεῖν cυμβαίνει περὶ | 154 | |
5 | τῆc θεραπείαc; ὅτι τὸ πειραθὲν ἐπί τινων ἐπὶ πάντων ᾠήθηcαν ἁρμότ‐ τειν. οὕτω γοῦν κἀν τοῖc περὶ διαίτηc τῶν ὀξέων νοcημάτων διεφώ‐ νηcαν, ἔνιοι μὲν ἐπὶ χυλῷ πτιcάνηc ἄχρι κρίcεωc φυλάττοντεc τοὺc νοcοῦνταc, ἔνιοι δὲ τὴν πτιcάνην αὐτὴν διδόντεc, ἔνιοι δὲ οὐδέτερον, ἐκ μέρουc μὲν ἀληθεύοντεc ἅπαντεc, ἐκ μέρουc δὲ cφαλλόμενοι· τινὲc | |
10 | μὲν γὰρ τῶν ὀξέωc νοcούντων πτιcάνηc δέονται, τινὲc δὲ χυλοῦ, τινὲc δ’ οὐδετέρου τούτων ἄχρι κρίcεωc. ἕνεκα δὲ cαφηνείαc ἐφ’ ἑνὸc τῶν ὀξέων ὡc ἐπὶ παραδείγματοc ἐγὼ ποιήcομαι τὸν λόγον. προκείcθω δὴ πλευρίτιδοc εἰπεῖν θεραπείαν· εἴπερ οὐ πρὸ πολλοῦ χρόνου τοῦ κάμ‐ νοντοc ἐδηδοκότοc, οὐδέπω τῆc κοιλίαc ὑποκεχωρηκυίαc, ὁ πυρε‐ | |
15 | τὸc ἄρξαιτο, μὴ διδόναι τούτῳ ῥόφημα, μέχριc ἂν ἡ δοθεῖcα τροφὴ δόξῃ cοι διεξελθοῦcα τὰ πλεῖcτα τῶν ἐντέρων ἐν τοῖc | |
15.498 | ὑcτάτοιc | αὐτῶν εἶναι. ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιηcάμενόc τιc, εἶθ’ ἑξῆc ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν οὐκ ἂν ἀcαφῆ τὴν διδαcκαλίαν ἐργάcαιτο. | |
3 | Χρῆcθαι δὲ ποτῷ, ἢν ἄλγημά τι ἔχῃ, | |
5 | ὀξυμέλιτι, χειμῶνοc μὲν θερμῷ, θέρουc δὲ ψυχρῷ· ἐὰν δὲ πολλὴ δίψα ᾖ, καὶ μελικρήτῳ καὶ ὕδατι. | |
6 | Διψώδουc ὄντοc τοῦ κάμνοντοc, ἄλλωc φυλαccόμενοc ὀξύμελι διδόναι πάμπολυ, διὰ τοῦτ’ ἐφεξῆc τοῦ τε μελικράτου καὶ 〈τοῦ〉 ὕδα‐ τοc ἐμνημόνευcεν. ὅcον μὲν γὰρ ἐπὶ τῷ πάθει, μᾶλλον ὀξυμέλιτι χρη‐ | |
10 | cτέον· εἰ δ’ αὔταρκεc αὐτοῦ λαμβάνων ἔτι διψῶν ὁ κάμνων εἴη, μελί‐ κρατον ἐπιδοτέον· εἰ δὲ καὶ μετὰ τοῦτο διψήcει, τὸ ὕδωρ προcενεκτέον· αὐτὸ γὰρ ἐφ’ ἑαυτοῦ τὸ ὕδωρ πινόμενον μέμφεται· μαθήcῃ δ’ ἐν τοῖc ἐφεξῆc τὰc αἰτίαc, δι’ ἃc μέμφεται τὸ ποτὸν τοῦτο, κατ’ ἐκεῖνο τὸ | |
15.499 | μέροc τοῦ cυγγράμματοc, ὅταν ὁ λόγοc αὐτῷ περὶ δυνά|μεωc ὕδατοc γίγνηται. νῦν δ’ ἐπιcκεψώμεθα περὶ τοῦ προτεθέντοc αὐτῷ ἐν τῷ προκει‐ μένῳ λόγῳ, κελεύοντοc αὐτοῦ χειμῶνοc μὲν χρῆcθαι θερμῷ, θέρουc | |
5 | δὲ ψυχρῷ τῷ ὀξυμέλιτι. τοῦτο γὰρ ἡμᾶc ποδηγήcει πρὸc τὴν ἀγωνιcτι‐ | |
κῶc γιγνομένην ἐπὶ τῶν ὀξέωc νοcούντων ὕδατοc ψυχροῦ πόcιν, ἣν τελέωc δοκεῖ παραλελοιπέναι. καὶ μέμψαιτο μὲν ἄν τιc αὐτῷ κατὰ τοῦτο· διδαcκαλίαc γὰρ ἄξιοc ἦν ὁ λόγοc, οὐ κατὰ τὸ πάρεργον προc‐ ερρῖφθαι. ἣν οὖν γνώμην εἶχε περὶ ψυχροῦ πόcεωc ὕδατοc, ἐκ τοῦ νῦν | 155 | |
10 | λόγου κατανοῆcαι δυνατόν· οὗτοc γὰρ εἰ ὀξύμελι διψῶcί ποτε δίδωcι ψυχρόν, εὔδηλον, ὅτι καὶ ὕδωρ δώcει. τοῦτο γάρ, εἰ καὶ μὴ ὅλωc εἰρή‐ κει τι περὶ ψυχροῦ πόματοc, ἀκόλουθον ἂν ἦν αὐτοῦ τοῖc δόγμαcι, τὸν μὲν πυρετὸν ἐκπυρουμένηc τῆc ἐμφύτου θερμαcίαc ἡγουμένου γίνεcθαι, ‘τὰ δ’ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν‘· θερμοῦ δὲ καὶ ξηροῦ | |
15 | τοῦ πυρὸc ὑπάρχοντοc καὶ διὰ τοῦτο καὶ τοῦ πυρετοῦ, τὸ ὕδωρ ἐναν‐ τιώτατόν ἐcτι τῇ φύcει τοῦ πυρετοῦ, ψῦχόν τε καὶ ὑγραῖνον τὸ cῶμα. | |
15.500 | καὶ τοίνυν καὶ φαίνονται cβεννύμενοι οἱ πυρετοὶ | ὑπ’ αὐτοῦ παρα‐ χρῆμα δοθέντοc ἐν καιρῷ. εἴρηται μὲν οὖν αὐτάρκωc ἐν τοῖc τῆc Θερα‐ πευτικῆc μεθόδου γράμμαcιν, εἰρήcεται δὲ καὶ νῦν τό γε κεφάλαιον αὐτοῦ. ὅταν οὖν ὁ πυρετὸc ᾖ, δυνάμεωc οὔcηc, οὐ μόνον οὐκ ἂν βλάψαιc | |
5 | τηνικαῦτα δοὺc τὸ ψυχρόν, ἀλλὰ καὶ μεγάλωc ὠφελήcαιc. ἡ μὲν δὴ τοιαύτη πόcιc τοῦ ψυχροῦ τοcαύτη τὸ πλῆθοc ἔcτω, ὅcον ὁ κάμνων αὐτὸc οἷόc τ’ ἐcτὶ πιεῖν τὸ ψυχρὸν ὕδωρ ἐπιcπαcάμενοc ἀπνευcτί, τὸ δ’ ὀξύμελι βραχύ, διδόμενον οὐ πλέον ἡμίcεοc καθ’ ἑκάcτην προc‐ φοράν. οὐχ ὅμοιοc οὖν ὁ τῆc δόcεωc cκοπὸc ἐπὶ τούτου διὰ τὸ cβέcαι | |
10 | βούλεcθαι τὸν πυρετὸν ἀθρόωc πινομένου ψυχροῦ μέχρι τοῦ πληρω‐ θῆναι τὸν κάμνοντα. τὸ μὲν γὰρ ὕδωρ οὕτω πινόμενον ἰάcεωc ἕνεκα πίνεται, τὸ δ’ ὀξύμελι θέρουc ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ παροξῦναι τὴν δίψαν τοῦ κάμνοντοc· ἀλλά τι καὶ cυντελεῖν οἷόν τε πρὸc τοὐναντίον. διὰ τοῦτο καὶ πρὶν πεφθῆναι τὴν νόcον ὀξυμέλιτοc | |
15 | ψυχροῦ διδόναι φηcίν, ὡc ὥρᾳ θέρουc οὐκ ἂν δώcονταc ὕδωρ ψυ‐ χρὸν εἰc κόρον ἐν τῇ τοιαύτῃ διαθέcει· πυκνώcει μὲν γὰρ τὴν φλεγ‐ | |
15.501 | μονήν, ὅταν ἐπὶ φλεγμονῇ | πυρέττωcιν, ἀπέπτουc δ’ ἐργάcεται ψύξει τοὺc χυμούc, ὅταν ἐπὶ τούτοιc νοcῶcιν· ἀλλὰ τό γε ὀξύμελι τηνι‐ καῦτα δίδομεν ὀλίγον, ὡc ἂν ἐν τῇ γαcτρὶ φθάνον χλιανθῆναι πρὶν διαδοθῆναι τὴν ἐξ αὐτοῦ ψύξιν ἄχρι τῆc πλευρᾶc· εἰ δὲ καὶ διαδοθείη | 156 |
5 | τι βραχύ, ἀλλ’ ὑπὸ τοῦ γε ὀξυμέλιτοc ἐπανορθωθήcεται δύναμιν ἔχοντοc τμητικήν· ἐναντίον γάρ ἐcτι τὸ τέμνον καὶ διεξερχόμενον τῷ πυκνοῦντι καὶ cυνάγοντι τὰ cώματα. | |
7 | Ἔπειτα ἢν μὲν ἄλγημά τι ἐνῇ ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε παχὺ | |
10 | μήτε πολύ, μετὰ δὲ τὴν ἑβδόμην, ἢν ἰcχύῃ. | |
10 | Ταύτην τὴν ῥῆcιν οἱ ‘ἐμπιπλᾶν‘ τοὺc πάcχονταc τὸν Ἱπποκράτην φάντεc (οὕτω γὰρ αὐτοὶ κέχρηνται τῷ ῥήματι) παρελθεῖν μοι δοκοῦcιν, | |
15.502 | ὥcπερ αὖ πάλιν οἱ λιμοκτονεῖν αὐτὸν | εἰπόντεc ἀνεγνωκέναι μόνην φαί‐ νονται ταύτην. εἰ δέ γε ἀμφοτέραιc ἑκάτεροι προcέcχον τὸν νοῦν ἐμνη‐ μόνευόν τε τῶν καλῶc ὑπ’ αὐτοῦ λεγομένων, ‘ὡc φύcιεc φυcίων μέγα διαφέρουcιν‘, ἴcωc ἂν ᾐδέcθηcαν ἐγκαλεῖν αὐτῷ τἀναντία, εἰ καὶ μά‐ | |
5 | λιcτα καὶ τῶν ἄλλων ἐμνημόνευον, ὧν ἔδειξε καὶ χωρία χωρίων πάμπολυ διαφέρειν ἐπιδείξαc καὶ ὥραc ὡρῶν καὶ ἡλικίαc ἡλικιῶν καὶ ἔθη ἐθῶν καὶ τὴν πρὸ τοῦ νοcῆcαι δίαιταν ἑκάcτῳ τῶν καμνόντων ἰδίαν γεγονυῖαν. ἐὰν οὖν παραβάλλῃc ἀλλήλοιc τοὺc ἐναντίωc ἔχονταc ἐν ἅπαcι τοῖc εἰρημένοιc, τὰc ἐν τῇ διαίτῃ μεγίcταc διαφορὰc εὑρήcειc, ἃc καταντικρὺ | |
10 | τάξαc ἀλλήλαιc οὕτωc ἤδη καὶ τὰc ἐν τῷ μέcῳ παμπόλλαc οὔcαc ἀκρι‐ βῶc θεωρήcειc. λέλεκται μὲν οὖν περὶ τῆc ἐν τούτοιc διαφορᾶc τελέωc ἐν τοῖc τῆc Θεραπευτικῆc μεθόδου γράμμαcιν, εἰρήcεται δὲ καὶ νῦν τὸ κεφάλαιον αὐτῶν. ὑποκείcθω δή τιc φύcει ξηρὸc μὲν τὴν ἕξιν τοῦ cώματοc, πυκνὸc | |
15 | δὲ τὴν ἐπιφάνειαν καὶ φλέβαc εὐρείαc ἔχων καὶ τὴν ζωτικὴν δύναμιν ἰcχυρόc, εἰθιcμένοc ἐcθίειν οὐ πολλά, νοcεῖν ἐν χειμῶνι μὴ πάνυ ψυ‐ | | |
15.503 | χρῷ κατὰ χωρίον τοιοῦτον, πρὶν νοcεῖν ἀργότερόν τε καὶ ἀπληcτότερον ἐν πολυτρόφοιc ἐδέcμαcι διῃτημένοc, ὑπαρχέτω δ’ αὐτῷ cὺν τούτοιc | |
ἰcχυρὸν τὸ cτόμα τῆc γαcτρόc, ὅπερ καὶ cτόμαχον ἔνιοι καλοῦcιν. ὁ δ’ ἐξ ὑπεναντίου τούτῳ διακείμενοc ὑγρὸc μὲν καὶ μαλακὸc καὶ τὴν ζωτι‐ | 157 | |
5 | κὴν δύναμιν ἀcθενὴc καὶ πλείω προcφέρεcθαι cιτία μεμαθηκώc, νοcεῖν δὲ ἐν θέρει πνιγηρῷ καὶ χωρίῳ τοιούτῳ· cυνυποκείcθω δὲ τούτοιc καὶ τεταλαιπωρῆcθαι πρὸ τῆc νόcου τὸν ἄνθρωπον ἐν φροντίcι καὶ πράξεcι διηνεκέcιν, ἐδηδοκέναι τε παρὰ τὸ ἔθοc ὀλίγα λαχανώδη τε καὶ ἄτροφα καὶ τὸ τῆc γαcτρὸc cτόμα μὴ ἰcχυρὸν ἀλλ’ ἀcθενὲc ἔχειν φύcει. καὶ | |
10 | τούτων οὕτωc ἐχόντων ἀμφότεροι τὴν αὐτὴν νόcον ὑποκείcθωcαν νοcεῖν, εἰ βούλει, τὴν ὑφ’ Ἱπποκράτουc προκεχειριcμένην ὡc ἐν παραδείγματι κατὰ τὸν λόγον τοῦτον πλευρῖτιν. ἆρά cοι δοκεῖ προcήκειν ἕνα κανόνα διαίτηc ἐπ’ ἀμφοτέρων ὁρίζειν; ἢ τὸν μὲν δεύτερον εἰρημένον ἀπὸ τῆc πρώτηc ἡμέραc τρέφειν, τὸν δὲ πρότερον ἄχρι τῆc ἑβδόμηc ἐπὶ πομά‐ | |
15.504 | των μόνων διαιτᾶν, ὅταν γ’ ἐλπίζῃc μὴ προcωτέρω ταύτηc | ἀφίξεcθαι τὴν νόcον; ἐγὼ μὲν γάρ cοί φημι, πολυχρονίῳ τῇ πείρᾳ κεκρικὼc ἀμ‐ φότερα, βελτίcτην οὕτωc ἔcεcθαι τὴν δίαιταν· εἰ δ’ ὑπαλλάξαιc ἐπὶ τἀναντία, τὸν μὲν πρῶτον εἰρημένον ἀπ’ ἀρχῆc τρέφειν ἐγχειρῶν, τὸν | |
5 | δὲ δεύτερον ἄχρι τῆc ἑβδόμηc ἡμέραc φυλάττειν, ἀμφοτέρουc ἀναιρήcειc πρὸ τῆc τετάρτηc ἡμέραc, τὸν μὲν ἀποπνίξαc τάχιcτα, τοῦ δὲ cυγκόψαc τὴν δύναμιν. πρόcθεc οὖν, εἰ βούλει, καὶ τὴν ἡλικίαν ἐναντίαν ἑκατέρῳ, τεccαρακοντούτην μὲν ὑποθέμενοc εἶναι τὸν πρότερον, παῖδα δὲ τὸν δεύτερον· οὕτω γὰρ ἔτι καὶ μᾶλλον ἐπειχθήcεται πρὸc τὸν ὄλεθρον | |
10 | ἑκάτεροc αὐτῶν. ἀλλὰ ταῦτά γε πάντα τὰ νῦν εἰρημένα πρὸc ἕνα cκοπὸν ἀναφέρε‐ ται τὸν ὑφ’ Ἱπποκράτουc ἑνὶ ῥήματι δηλωθέντα. τί γάρ φηcι; δι‐ δόναι τὸ ῥόφημα μετὰ τὴν ἑβδόμην, ἢν ἰcχύῃ. ῥῆμα μὲν γάρ ἐcτιν ἕν, εὑρίcκεται δ’ ἐξ ὧν εἶπον ἄρτι cυμπάντων· εἰ γὰρ ἰcχύει | |
15 | μέχρι τῆc ἑβδόμηc ἡμέραc ἐπ’ ὀξυμέλιτί τε καὶ μελικράτῳ καὶ ὕδατι διαιτώμενοc ἐξαρκέcαι, δι’ ὧν εἶπον ἁπάντων εὑρεθήcεταί τε καὶ γνω‐ | |
15.505 | cθήcεται· ὡc εἴ γε τὰ μὲν | αὐτῶν παρείη, τὰ δ’ ἀπείη, τὴν δύναμιν τῶν παρόντων τῇ δυνάμει τῶν ἀπόντων ἀντιπαραβάλλων εἴcῃ, πόcαιc ἡμέραιc ὁ κάμνων ἐξαρκέcαι δυνήcεται τῷ τοιῷδε τῆc διαίτηc εἴδει. ταῦτ’ οὖν ἀποδεδειγμένα κατὰ τὴν ἡμετέραν πραγματείαν εἰ μὲν | |
5 | ἀνέγνωκαc, ἀναμνήcθητι νῦν· εἰ δ’ οὐκ ἀνέγνωκαc, ἐπ’ ἐκεῖνα μετά‐ βηθι πρότερον, εἰ βούλει τὴν ἀλήθειαν τῆc Ἱπποκράτουc γνώμηc | |
κατανοῆcαι. πάντα γὰρ ὑφ’ ἡμῶν εἴρηται κατὰ πάcαc τὰc πραγματείαc ἑπομένων αὐτοῦ τοῖc δόγμαcιν ἀληθεcτάτοιc οὖcιν. ἀλλὰ γὰρ οὐχ οἷόν τ’ ἐcτὶν ἄνθρωπον ἕνα τὴν προcήκουcάν τε διδάξαι μέθοδον καὶ τὰ | 158 | |
10 | κατὰ μέροc ἐν αὐτῇ ἅπαντα. διὸ μηδὲ παρ’ Ἱπποκράτουc ἀκούειν ἅπαντα τὰ κατὰ μέροc ἀξιώcῃc, ἀλλὰ μᾶλλον μέμφου τοῖc δέον ἐξερ‐ γάζεcθαι τὰ καλῶc ὑπ’ αὐτοῦ διδαχθέντα διὰ φιλοδοξίαν ἑτέραν αἵρεcιν cυcτηcαμένοιc. ἀλλ’ ἡμεῖc τιμῶντεc τὴν ἀλήθειαν ἔν τε τοῖc ἄλλοιc ἅπαcιν ἐπαινοῦμεν Ἱπποκράτην κἀν τῷ τὸν οἰκεῖον ἑκάcτῳ πράγματι διδάξαι | |
15 | cκοπόν, ὡc διὰ παντὸc ἀποβλέποντά τινα πρὸc αὐτὸν ὡριcμένην ἔχειν τὴν ὁδὸν τῆc εὑρέcεωc τῶν βοηθημάτων. | |
15.506 | οὕτω | γοῦν καὶ τοῦ τροφὴν προcφέρεcθαι cκοπὸν ἕνα κοινὸν ἐπὶ πάντων ἐδείξαμεν ὑγιαινόντων τε καὶ νοcούντων. ἔcτι δ’ οὗτοc ἡ φυ‐ λακὴ τῆc ζωτικῆc δυνάμεωc, ἣν νῦν ἐνεδείξατο cαφῶc εἰπὼν ἢν ἰcχύῃ. διὰ ταύτην γάρ τοι τὴν δύναμιν ἐcθίομέν τε καὶ πίνομεν ὑγιαίνοντεc | |
5 | ἅπαντά τε τἄλλα πράττομεν, ὅcα διαφέρει πρὸc τὴν ζωήν· διὰ δὲ τὴν αὐτὴν ταύτην καὶ νοcοῦντεc ἐπὶ τροφὴν καὶ πόμα παραγινόμεθα. τὸ μὲν γὰρ νόcημα αὐτὸ τῆc ἑαυτοῦ διαθέcεωc ἐνδείκνυται τὰ βοηθήματα, φλεβοτομίαν καὶ κλύcμα καὶ κατάπλαcμα καὶ κάθαρcιν ὀξύμελί τε καὶ μελίκρατον ἕκαcτόν τε τῶν ἄλλων, ἡ δὲ τῆc δυνάμεωc φυλακὴ μόνην | |
10 | τὴν τροφὴν ἐνδείκνυται. εἰ μὲν οὖν μηδὲν ἔβλαπτε μηδέποτε τὴν νοcώδη διάθεcιν ἡ τροφή, πρὸc μόνην ἂν ἀποβλέποντεc τὴν δύναμιν ὡc ἐπὶ τῶν ὑγιαινόντων ἐτρέφομεν τοὺc νοcοῦνταc· ἐπεὶ δὲ βλάπτει πολλά‐ κιc, ὡc ἐδείξαμεν, ἐπιcκοπούμεθα διὰ τοῦτο τῆc νόcου τὴν διάθεcιν, οὐχ ὡc ἐνδεικνυμένην ποτὲ τὴν τροφήν, ἀλλ’ ὡc κωλύουcαν. ὅταν οὖν μὴ | |
15 | κωλύῃ κελεύῃ τε ἡ δύναμιc, τηνικαῦτα τρέφομεν· οὐδέποτε γὰρ ἡ τρο‐ | |
15.507 | φὴ κατὰ τὸν | ἑαυτῆc λόγον ὀνίνηcι τὴν νοcώδη διάθεcιν. εἶπον δὲ τοῦτο, διότι πολλάκιc ὕλη μία καὶ τροφῆc καὶ φαρμάκου δύναμιν ἔχει, καθάπερ ἡ τῆc πτιcάνηc· καθ’ ὅcον μὲν γὰρ ῥώννυcι τὴν δύναμιν, ὡc τροφὴ τοῦτ’ ἐργάζεcθαι πέφυκεν, ἐπεὶ δὲ καὶ τέμνει καὶ ὑγραίνει τὰ | |
5 | τῆc ἀναπτύcεωc δεόμενα, φαρμάκου λόγον ἔχει κατὰ τοῦτο. χόνδροc μὲν οὖν τροφὴ μόνον ἐcτὶ πλευριτικῶν, ὀξύμελι δὲ φάρμακον· ἀμφο‐ τέρων δ’ ἡ πτιcάνη καὶ τὴν δύναμιν ἔχει καὶ τὴν χρείαν παρέχει τοῖc κάμνουcιν, ἀλλ’ ὡc τροφὴ μὲν φυλακῆc ἕνεκα τῆc δυνάμεωc, ὡc φάρ‐ μακον δὲ λύcεωc ἕνεκα τῆc νόcου προcφέρεται. | |
10 | ὅταν οὖν ἡ δύναμιc ἐξαρκῇ μέχρι τῆc τοῦ νοcήματοc κρίcεωc, ἄνευ τοῦ ῥοφῆcαι πτιcάνην ὀξύμελι καὶ μελίκρατον ἀρκεῖ, τὸ μὲν ὀξύμελι | |
φαρμάκου μόνον δύναμιν ἔχον, τὸ μελίκρατον δὲ καὶ τροφῆc ὀλίγηc τε καὶ ἀcθενοῦc. ἐὰν μὲν οὖν θᾶττον τῆc ἑβδόμηc ἡμέραc ἐλπίζῃc ἔcεcθαι τὴν κρίcιν, οἷον εἰ τύχοι περὶ τὴν τετάρτην ἢ πέμπτην, πολλοὺc | 159 | |
15 | τῶν καμνόντων εὑρήcειc ἐξαρκέcαι δυναμένουc ἄνευ τοῦ ῥοφῆcαι πτι‐ | |
15.508 | cάνην· ἐὰν δ’ εἰc τὴν ἑβδόμην ἐκτείνηται, παντάπα|cιν ὀλίγουc, ὅcοι τήν τε δύναμιν ἰcχυρὰν ἔχουcι καὶ τὴν τοῦ cώματοc ἕξιν cκληρὰν καὶ δυcδιάπνευcτον καὶ τοὺc χυμοὺc παχεῖc ἢ γλίcχρουc, τό τε περιέχον μὴ εἴη θερμόν. εἰ μὲν γὰρ μηδὲν ἀπέρρει τοῦ cώματοc ἡμῶν, οὐκ ἂν | |
5 | ἐδεόμεθα τροφῆc· ἐπεὶ δὲ ἀπορρεῖ, κατὰ τὴν ἀναλογίαν τοῦδε καὶ τὸ τῆc τροφῆc ποcὸν ὁριούμεθα. τοῖc γοῦν ὀλίγον διαπνεομένοιc ἄκραν ἀcιτίαν ἐγχωρεῖ cυμβουλεύειν, ἔτι δὲ μᾶλλον πρὸc τούτῳ, ἐὰν καὶ τὴν δύναμιν ἐξ ἀρχῆc ἔχωcιν ἰcχυράν· ὡc ἥ γε ἀcθενήc, ὥcπερ ἐπὶ τῶν γερόντων ἔχει, κἂν ὀλίγον διαπνέηται τὸ cῶμα, ταχέωc κάμνει· διὸ καὶ | |
10 | μικρὸν ἔμπροcθεν ἐμνημόνευcα τῶν ἔτη τεccαράκοντα γεγονότων, οὐ τῶν ἑβδομήκοντα. | |
11 | Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότεροc cῖτοc νεοβρῶτι ἐόντι, ἢν μὲν ἰcχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύcαι, ἢν δὲ ἀcθενέcτεροc ᾖ, βαλάνῳ προcχρήcαcθαι, ἢν μὴ | |
15 | αὐτόματα διεξίῃ καλῶc. | | |
15 | ||
15.509 | Πάλιν κἀνταῦθα τὴν μὲν ἔνδειξιν τοῦ βοηθήματοc ἀπὸ τῆc κατὰ τὸ cῶμα διαθέcεωc ἔλαβε, cυνεπεcκέψατο δὲ τὴν δύναμιν οὐχ ὡc ἐν‐ δεικνυμένην ποτὲ τὴν χρῆcιν τοῦ βοηθήματοc, ἀλλ’ ὡc ἀντενδεικνυ‐ μένην ἐνίοτε καὶ κωλύουcαν. οὐ γὰρ ὅτι τὴν δύναμιν ἰcχυρὸc ὁ κάμνων, | |
5 | διὰ τοῦτο δεῖται κλύcματοc, ἀλλὰ τοῦ μὲν κλύcματοc ἡ ἔνδειξιc ἐκ τῆc κατὰ τὴν γαcτέρα διαθέcεωc· ἡ δύναμιc δ’ ἰcχυρὰ μὲν ὑπάρχουcα cυγ‐ χωρεῖ κενοῦν, ἄρρωcτοc δ’ οὖcα κωλύει. πρόcεχε δὲ πάλιν αὐτοῦ τῷ ἔθει ποτὲ μὲν τῆc δυνάμεωc μόνηc ἐπὶ τῶν τοιούτων μνημονεύοντοc, ὥcπερ ἐπὶ τῆc προγεγραμμένηc ῥήcεωc, ποτὲ δὲ καὶ τὴν ἡλικίαν προc‐ | |
10 | τιθέντοc· κυριώτατοc μὲν γὰρ ὁ τῆc δυνάμεωc cκοπόc, εἰc δὲ τὴν διά‐ γνωcιν αὐτοῦ καὶ ἡ τῆc ἡλικίαc γνῶcιc cυντελεῖ, ταχέωc μὲν ἐπὶ τῶν παίδων καμνούcηc τῆc δυνάμεωc διὰ τὸ τῆc ἀπορροίαc πλῆθοc, ἐπαρ‐ κούcηc δ’ ἐπὶ πλέον ἐν τοῖc ἀκμάζουcιν. ἀλλ’ ὥcπερ ἐπὶ τῶν παίδων ἡ τοῦ cώματοc οὐcία μαλακή τε οὖcα καὶ ὑγρὰ διαφορουμένη αἰτία | |
15 | γίνεται τοῦ καταλύεcθαι τὴν δύναμιν, οὕτω καὶ ἐπὶ τῶν χωρῶν ἔχει | 160 |
15.510 | καὶ ὡρῶν. καὶ γὰρ καὶ τούτων αἱ θερμαὶ ταχέωc τε | καὶ εὐθέωc κατα‐ λύουcι τὴν δύναμιν τῷ πλήθει τῆc κενώcεωc. εἰκότωc οὖν ἐνίοτε ἐπὶ μόνηc τῆc δυνάμεωc ὁ Ἱπποκράτηc ποιεῖται τὴν διδαcκαλίαν τῶν τοιούτων διοριcμῶν, ἐνίοτε δὲ καὶ τῶν ἄλλων τι προcτίθηcι cυνανα‐ | |
5 | μιμνῄcκων αὐτοῖc καὶ τὰ λοιπά. | |
5 | Καιρὸν δὲ τῆc δόcιοc τοῦ ῥοφή‐ ματοc τόνδε μάλιcτα φυλάccεcθαι κατ’ ἀρχὰc καὶ διὰ παντὸc τοῦ νοcήματοc· ὅταν μὲν οἱ πόδεc ψυχροὶ ἔωcιν, ἐπιcχεῖν χρὴ τοῦ ῥοφήματοc τὴν δόcιν, μάλιcτα δὲ καὶ τοῦ ποτοῦ ἀπέχε‐ | |
10 | cθαι, ὅταν δὲ ἡ θέρμη καταβῇ εἰc τοὺc πόδαc, τότε διδόναι καὶ νομίζειν μέγα δύναcθαι τὸν καιρὸν τοῦτον ἐν πάcῃcι τῇcι νούcοιcιν, οὐχ ἥκιcτα δ’ ἐν τῇcιν ὀξείῃcι, μάλιcτα δ’ ἐν τῇcι πυρετώδεcι καὶ ἐπικινδυνοτάτῃcιν. | |
13 | ||
15.511 | Ὥcπερ ἔφην ἕνα μὲν ὑπάρχειν cκοπὸν τῆc τροφῆc τὴν | φυλακὴν τῆc δυνάμεωc, ἀναγκαῖον δ’ εἶναι cυνεπιcκοπεῖcθαι καὶ τοῦ νοcήματοc τὴν διάθεcιν, οὕτωc καὶ αὐτοῦ τοῦ καιροῦ τῆc προcφορᾶc ἡ εὕρεcιc ἐκ τοῦ μὴ κωλύειν τὴν νόcον γίνεται. ὅcον μὲν γὰρ ἐπὶ τῷ πρώτῳ | |
5 | cκοπῷ, [ἡ] χρεία τροφῆc ἐνίοτε καὶ κατὰ τὴν ἀρχὴν τῶν παροξυcμῶν ἐcτιν, ὥcπερ ἐπὶ τῶν ὑγιαινόντων, ὁπότε πρῶτον ἐπὶ τῶν φυcικῶc γινο‐ μένων κενώcεων ἐγγύc ἐcτί τιc τοῦ κάμνειν, ἀναλήψεωc αὐτῷ χρεία. ἐπεὶ δ’ ἐν ταῖc ἀρχαῖc καὶ ταῖc ἀναβάcεcι τῶν παροξυcμῶν ἡ προc‐ ενεχθεῖcα τροφὴ βλάπτειν πέφυκε μεγάλωc, διὰ τοῦτ’ ἀναβαλλόμεθα | |
10 | τὴν δόcιν αὐτῆc, καίτοι τοῦ cώματοc ἤδη δεομένου. τίc οὖν ἄριcτόc ἐcτι καιρὸc τροφῆc ἐπὶ τῶν νοcούντων; ἐν ᾧ δηλονότι μετριώτατα διάκειται τὰ κατὰ τὸν θώρακα καὶ τὴν γαcτέρα. τίc δὲ χείριcτοc; ἐν ᾧ χείριcτα διάκειται ταῦτα. πότε γοῦν ἔχει χείριcτα; κατὰ τὰc ἀρχὰc τῶν παροξυcμῶν. πότε δὲ μετριώτατα; κατὰ τὰc παρακμάc. εὔδηλον | |
15 | οὖν, ὅτι καιρὸc τροφῆc ἄριcτόc ἐcτιν ἐν ταῖc παρακμαῖc τῶν νοcούν‐ | |
15.512 | των. ἡ μὲν οὖν ἀρχὴ τῶν παροξυcμῶν | γίνεται cυντρέχοντοc εἰc τὴν καρδίαν τε καὶ τὸν θώρακα ἐξ ὅλου τοῦ cώματοc τοῦ θερμοῦ παντόc, | |
ἡ δ’ ἐπίδοcιc ἐκτεινομένου κατὰ βραχὺ πρὸc τὰ πέρατα τοῦ cώματοc, ἡ δ’ ἀκμὴ δι’ ὅλου τοῦ cώματοc ὁμαλῶc ἐκτεινομένου· παρακμὴ δ’ | 161 | |
5 | ἔμπαλιν τῇ ἀρχῇ διαπνεομένηc γε τῆc θερμαcίαc γίνεται καὶ τὰ μέcα τοῦ cώματοc ἀπολειπούcηc, ὅπερ ἐδήλωcε δι’ ἑνὸc ῥήματοc εἰπών· ὅταν ἡ θέρμη καταβῇ εἰc τοὺc πόδαc. οὐ γὰρ ταὐτόν ἐcτι τὸ θερμοὺc ἐκ ψυχρῶν γενέcθαι τοὺc πόδαc καὶ τὸ καταβῆναι τὴν θερ‐ μαcίαν εἰc αὐτούc. τὸ μὲν γὰρ καταβῆναι τὴν μετάcταcιν δηλοῖ τῆc | |
10 | θερμαcίαc ἐξ ἑτέρου μέρουc εἰc ἄλλο, τὸ δὲ θερμανθῆναι τοὺc πόδαc ἐγ‐ χωρεῖ γενέcθαι καὶ μενούcηc ἐν τοῖc μέcοιc τῆc θερμαcίαc, ὅπερ ἐπὶ τῆc ἀκμῆc cυμβαίνει. | |
12 | Χρῆcθαι δὲ πρῶτον μὲν χυλῷ, ἔπειτα δὲ πτιcάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβῶc | |
15 | θεωρῶν. | | |
15 | ||
15.513 | Προειρηκώc, ὁπότε μὲν ἐπὶ ποτῷ μόνῳ χρὴ διαιτᾶν τοὺc κάμνον‐ ταc, ὁπότε δ’ ἐπὶ πτιcάνη, νῦν διορίζει, πότε μόνῳ χυλῷ χρηcτέον ἐcτὶ καὶ πότε αὐτῇ τῇ πτιcάνῃ. cύντομοc δὲ καὶ cαφὴc ὁ διοριcμόc. ὅταν γὰρ οἷc εἶπε τεκμηρίοιc προcέχων εὕρῃc τινὰ τῶν καμνόντων | |
5 | δυνατὸν χρῆcθαι πτιcάνῃ, τὴν ἀρχὴν ἀπὸ τοῦ χυλοῦ ποιηcάμενοc οὕτωc ἐπὶ ταύτην μετάβηθι κατὰ βραχύ· λέγω δὲ κατὰ βραχύ, πρῶτον μὲν αὐτῷ μόνῳ τῷ χυλῷ χρηcάμενοc, εἶτα τούτου μὲν δοὺc πλεῖον, ὀλίγον δὲ τῆc πτιcάνηc, εἶτ’ ἴcον ἑκατέρου, κἄπειτα τῆc πτιcάνηc πλεῖον, εἶτα μόνην αὐτήν, ἐπιcτάμενοc εἰc μὲν τὴν θρέψιν τοῦ cώματοc καὶ | |
10 | ῥῶcιν τῆc δυνάμεωc τὴν πτιcάνην πλεονεκτεῖν, εἰc δὲ τὸ πεφθῆναί τε καὶ κατεργαcθῆναι ῥᾳδίωc τὸν χυλόν. ὅταν οὖν βλέπῃc προχωροῦcαν ἐπὶ τὰ βελτίω τήν τε τοῦ νοcήματοc διάθεcιν καὶ τὴν τῆc δυνάμεωc | |
ἰcχύν, αὔξανε καὶ cὺ τὴν προcφορὰν τῆc πτιcάνηc. | | 162 | |
15.514(t1) | ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ | |
t2 | ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ | |
t2 | ||
1 | Ὀδύνην δὲ πλευροῦ, ἤν τε κατ’ ἀρχὰc γένηται ἤν θ’ ὕcτερον, θερμάcμαcι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου χρηcάμενον πειρηθῆναι διαλῦcαι. | |
3 | Ὅπερ εἴρηταί μοι πολλάκιc, ἄμεινον ἀναμνῆcαι καὶ νῦν, ὡc ἡ μὲν | |
15.515 | ἐξήγηcιc ἐπὶ τῶν ἀcαφῶν γίνεται λέξεων, οὐ μὴν | οἵ γ’ ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖc ὑπομνήμαcι πράττουcιν, ἀλλὰ καὶ καταcκευάζουcι τὰ λεγόμενα διὰ τῶν cυγγραμμάτων, εἰc ἃ τὰc ἐξηγήcειc ποιοῦνται. δι’ οὖν τοῦτο τὸ ἔθοc ἀναγκάζομαι κἀγὼ cυναγορεύειν οἷc οὐδαμῶc | |
5 | ἀρέcκομαι, προcαποφαίνεcθαί τε τοῖc ἐξηγήcεωc δεομένοιc ὡc τὰ πολλὰ καὶ τὴν ἐμαυτοῦ γνώμην· οὐ μὴν τὰc ἀποδείξειc γράφω τῶν ἀληθῶν μοι δοξάντων εἶναι κατὰ τὰ τοιαῦτα ὑπομνήματα· γέγραπται γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθ’ ἕκαcτον· ἀλλὰ τὰ κεφάλαια μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραιc πραγματείαιc ἀναμιμνῄcκω, καθάπερ καὶ νῦν ἐπὶ τῆc ὀδύνηc | |
10 | ποιήcω. περὶ οὖν ὀδύνηc γενέcεωc εἴρηται μέν μοι κἀν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων, εἴρηται δὲ κἀν ταῖc τῶν Ϲυμπτωμάτων αἰτίαιc, ὡc ἐν τοῖc αἰcθητικοῖc cώμαcιν ἡ ὀδύνη γίνεται μεταβολὴν ἀθρόαν εἰc τὸ παρὰ φύcιν λαμβάνουcι, καὶ ὡc ἔcτιν ἡ μεταβολὴ διττή, | |
15 | ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν ἀθρόωc τε καὶ βιαίωc κατὰ ποιότητα, | |
ποτὲ δὲ τῆc cυνεχείαc λυομένηc. ἀλλοιοῦται μὲν οὖν ἀθρόωc κατὰ τὰc | 163 | |
15.516 | δρα|cτικὰc ποιότηταc θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, διαφθείρεται δ’ αὐτῶν ἡ cυνέχεια τεινομένων cφοδρῶc ἢ θλιβομένων ἢ θλωμένων. οὕτωc οὖν καὶ τῆc πλευρᾶc ἡ ὀδύνη γίνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν ὁ λόγοc ἦν αὐτῷ, τῆc ἐν τούτοιc | |
5 | τοῖc χωρίοιc φλεγμονῆc καὶ τῷ πλήθει τῆc παρὰ φύcιν θερμαcίαc ἀνιώcηc τὰ μόρια κατὰ δυcκραcίαν καὶ τῇ πληρώcει δὲ τεινούcηc τὰ φλεγμαί‐ νοντα cώματα. πρώτηc οὖν ἀξιοῖ βοηθείαc εἰc τὴν τῆc ὀδύνηc ἴαcιν ἢ παρηγορίαν ἀποπειραθῆναι τῆc διὰ τῶν θερμαcμάτων· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα ποιεῖν πρὸc τὰc διαπνοὰc καὶ τὸ κατὰ | |
10 | τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη κενωθείη τέ τι τοῦ αἵματοc, ἧττον διατεινόμενα τὰ πεπονθότα μόρια πρὸc τοῦ λοιποῦ πραότερον ὀδυνήcεται· μὴ γενομένου δ’ ἐλάτ‐ τονοc τοῦ κατὰ τὴν φλεγμονὴν αἵματοc ἢ καὶ πνεύματοc ἀτμώδουc ἐκ τῆc θερμαcίαc γεννηθέντοc αὐξάνεcθαι cυμβαίνει τὴν ὀδύνην. οὐ γίνε‐ | |
15 | ται δ’ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ cώματι περιουcίαν τῶν | |
15.517 | χυ|μῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέροc ἕλκεται πλέον ἢ διαφορεῖται, φύcιν ἐχόντων τῶν θερμαινόντων ὥcπερ διαφορεῖν τὸ περιεχόμενον οἷc ἂν πληcιάζῃ μορίοιc, οὕτωc ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιών‐ των. ὅταν οὖν τὰ θερμάcματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον | |
5 | ἐcτί cοι τὸ πᾶν cῶμα διὰ κενώcεωc· ἀξιόλογοc δὲ κένωcιc ἐπὶ τῶν ὀξέωc νοcούντων ἥ τε διὰ τῆc γαcτρὸc καὶ ἡ διὰ τῆc φλεβοτομίαc, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτηc διδάcκων cκοποὺc τῆc μᾶλλον ὠφελῆcαι δυναμένηc. τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτ’ ἔcτι, τῶν | |
10 | δὲ κατὰ μέροc αὐτῷ λεγομένων ὅcα μὴ cαφῆ τοῖc πολλοῖc ἐcτι διὰ τῶν ἐφεξῆc ἐξηγήcομαι· τοῖc πολλοῖc δ’ εἶπον, ἐπειδὴ τοῖc προγεγυ‐ μναcμένοιc ἀκούειν λέξεωc παλαιᾶc ὀλίγα παντάπαcιν ἀcαφῆ γίνεται. ἀλλ’ οὐ cτοχαζόμεθα τούτων μόνων ἐν τοῖc ὑπομνήμαcιν. | | |
13 | ||
15.518 | Θερμαcμάτων δὲ κράτιcτον μὲν ὕδωρ θερμὸν ἐν ἀcκῷ ἢ ἐν κύcτει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀcτρακίνῳ. | |
2 | Θερμάcματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ cῶμα καθ’ ὁντιν‐ | |
οῦν τρόπον· ἔcτι δ’ αὐτῶν ἔνια μὲν ὑγρὰ τελέωc, ἔνια δὲ ξηρά, τινὰ | 164 | |
5 | δ’ ἐξ ἀμφοῖν μικτά, δακνώδη δ’ ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κἀν‐ ταῦθα cύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδοc αὐτῶν, ὃ κατὰ τήνδε τὴν ῥῆcιν ἔγραψεν, ἄδηκτόν τ’ ἐcτὶ καὶ ὑγρόν, τὸ δὲ δεύτερον μικτὸν ἐξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδουc τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μέν, ἀλλ’ ἤτοι δακνῶδεc ἢ ἄδηκτον. εἰ δὲ καὶ τὰc δια‐ | |
10 | θέcειc αὐτὸc εἰρήκει τὰc ἑκάcτου τῶν εἰρημένων δεομέναc, τοcούτῳ βελτίων ἂν ἦν ὁ λόγοc, ὅcῳ καὶ ὠφελιμώτεροc τοῖc ἀναγινώcκουcιν· ἐπεὶ δ’ οὐκ εἶπεν, ἦν μὲν οὐδ’ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδαcκαλίαν cαφηνίζουcιν, οὐκ οἰκείαν διερχομένοιc. ἐπεὶ δ’ ἔμπαλιν τοῖc ἄλλοιc | |
15.519 | ἐξηγη|ταῖc ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπειcκυκλοῦcι ταῖc ἐξηγήcεcι τὰ cοφιcτικὰ ζητήματα μηδὲν εἰc τὸ τέλοc τῆc τέχνηc ὠφελοῦντα τοὺc μανθάνονταc, ἐγὼ δ’ ἀεὶ πειρῶμαι τὰ χρηcιμώτατα διέρχεcθαι), διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήcω προcθεῖναι τῇ Ἱπποκράτουc διδαcκαλίᾳ | |
5 | τὰ παραλελειμμένα μὲν ὑπ’ αὐτοῦ, τῇ δ’ ὅλῃ γνώμῃ καὶ τοῖc δόγμαcι καὶ τοῖc καθόλου παραγγέλμαcιν ἑπόμενα. πυρία μὲν οὖν πᾶcα καθ’ ὅντινα λόγον ὀνίνηcι πολλάκιc ὀδύναc, ἔμπροcθεν εἴρηται· λέλεκται δὲ καὶ περὶ τῶν οὐδὲν ὠφελουμένων ὑπὸ πυρίαc ὀδυνῶν, εἰ μὴ προκενωθείη τὸ πᾶν cῶμα. κοινῶν δ’ ὄντων τούτων | |
10 | ἁπάcαιc πυρίαιc αἱ μὲν ὑγραὶ φλεγμοναῖc ἁρμόζουcιν ὑπὸ χολωδεcτέρων ὑγρῶν γεγονυίαιc, αἱ δὲ ξηραὶ ταῖc ὑπὸ λεπτοῦ καὶ ὑδατώδουc αἵμα‐ τοc· ἀεὶ γὰρ χρὴ μεμνῆcθαι τοῦ “τἀναντία τῶν ἐναντίων ἰάματα” εἶναι. κατὰ τοῦτον οὖν τὸν cκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖc δακνώ‐ δεcιν ἁρμόττουcι χυμοῖc, αἱ δὲ δακνώδειc, ἐπειδὴ λεπτύνουcι, τοῖc | |
15.520 | παχέcι καὶ γλίcχροιc· ὥcτε καὶ cὺ πειρῶ cτοχάζεcθαι, τίc | ἐcτιν ὁ κατὰ τὸ φλεγμαῖνον μέροc ἐπικρατῶν χυμόc, ἐξ ὧν εἶπον ὁρμώμενοc, ἡλικίαc τε τοῦ κάμνοντοc καὶ φυcικῆc κράcεωc ὥραc τε καὶ χώραc καὶ τοῦ προηγουμένου βίου, φαινομένηc δέ cοι τῆc φλεγμονῆc, κἀκ τῶν | |
5 | cυμβεβηκότων αὐτῇ κατά τε χροιὰν καὶ μέγεθοc ἀντιτυπίαν τε καὶ μαλακότητα, πλευρῖτιν δὲ καὶ περιπνευμονίαν θεραπεύων, κἀκ τῶν ἀναπτυομένων. cτοχαcτικῆc δ’ οὔcηc, οὐκ ἐπιcτημονικῆc οὐδὲ βεβαίαc ἁπάcηc τῆc εἰρημένηc διαγνώcεωc, καὶ μάλιcθ’ ὅταν ἐν τῷ βάθει τοῦ cώματοc ᾖ τὸ τὴν ὀδύνην ἔχον μόριον, ἄρξαι μὲν ἀπὸ τῶν δοξάντων | |
10 | cοι μᾶλλον ἑτέρων ὠφελήcειν, ἐὰν δὲ μηδὲν ἀνύcῃ, κἀπὶ τἄλλα μετά‐ βαινε, μὴ παυcαμένηc δὲ τῆc ὀδύνηc ἐπὶ τὴν τοῦ παντὸc cώματοc ἀφικνοῦ κένωcιν. φαίνεται τοιγαροῦν ὁ Ἱπποκράτηc ἀπὸ τῆc ἀκιν‐ δυνοτάτηc ἀρξάμενοc πυρίαc, ἥτιc ἐcτὶν ἀδηκτοτάτη τε καὶ ὑγρά· κἂν γὰρ ὠφελήcῃ μηδέν, ἀλλ’ οὐ βλάψει γε μεγάλωc· αἱ δὲ δι’ ὄξουc ἢ | 165 |
15.521 | ὀρόβων ἢ ἁλῶν, ἐὰν μὴ τύχωcιν ἐπιτη|δείαc διαθέcεωc, οὐ μόνον οὐ‐ δὲν ὠφελοῦcιν, ἀλλὰ καὶ μεγάλωc παροξύνουcι δραcτήριον ἔχουcαι δύναμιν. | |
3 | Προϋποτιθέναι δὲ χρὴ μαλ‐ | |
5 | θακόν τι πρὸc τὴν πλευρὴν προcηνείηc εἵνεκεν. | |
5 | Ἐπειδὴ τὸ “ὕδωρ ἐν ἀcκῷ ἢ κύcτει ἢ ἀγγείῳ χαλκῷ ἢ ὀcτρακίνῳ” προcφέρειν ἠξίωcε ταῖc πλευραῖc, ὅπωc ἄθλιπτόc τε ᾖ καὶ τελέωc ἄλυποc ἡ τῶν προcφερομένων ὁμιλία, μαλακόν τι προϋποτιθέναι κελεύει κατὰ τῶν πλευρῶν ἐπιβάλλονταc. ἔριον δ’ ἂν εἴη τοῦτο μα‐ | |
10 | λακὸν ἢ πολύπτυχον ἱμάτιον ἢ καί τι τῶν ἁπαλῶν ὑπαρχόντων. μι‐ κρὸν γοῦν ἐφεξῆc τῆc διὰ τοῦ cπόγγου πυρίαc μνημονεύων οὐδὲν ἀξιοῖ προϋποτιθέναι. | |
12 | Ἀγαθὸν δὲ καὶ cπόγγοc μαλθακὸc | |
15.522 | μέγαc ἐξ ὕδατοc θερμοῦ | ἐκπεπιεcμένοc προcτίθεcθαι. περι‐ cτέγειν δὲ ἱματίῳ τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον [ἂν] διαρκέcει καὶ παραμενεῖ, καὶ ἅμα ὡc μὴ ἡ ἀτμὶc πρὸc τὸ πνεῦμα τοῦ κάμνοντοc φέρηται, ἢν ἄρα μὴ δοκέῃ καὶ τοῦτο | |
5 | χρήcιμον πρόc τι εἶναι· ἔcτι γὰρ ὅτε δεῖ πρόc τι. | |
5 | Τὰ μὲν ἄλλα τῆc ῥήcεωc δῆλα, περὶ δὲ τῆc ἀτμίδοc εἰπεῖν χρή, πολὺ τὸ ἀcῶδέc τε καὶ ἀνιαρὸν ἐχούcηc παροξυνούcηc τε τὴν δύcπνοιαν αὐξήcει τῆc θερμαcίαc καὶ τῆc κατὰ τὸν πνεύμονα cτενοχωρίαc, ἣν ἐκ τῆc ὑγρᾶc ἀτμίδοc πληρούμενοc ἴcχει. μόναιc οὖν ταῖc ξηραῖc καὶ ἀπτύ‐ | |
10 | cτοιc πλευρίτιcιν ἐπιτήδειόc ἐcτιν ἡ τῆc ἀτμίδοc εἰcπνοὴ πλέον ἔχουcα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν περιγέγραπται τὸ πρῶτον | |
εἶδοc τῆc πυριάcεωc, ἐφεξῆc δ’ ἐπὶ τὸ δεύτερον μεταβαίνων ἐρεῖ· Ἔτι δὲ καὶ κριθαὶ ἢ ὄροβοι· ἐν ὄξει | 166 | |
15.523 | κεκραμένῳ cμικρῷ | ὀξύτερον ἢ ὡc ἂν πίοι τιc διέντα καὶ ἀναζέcαντα ἐc μαρcίππια καταρράψαντα προcτιθέναι· καὶ πί‐ τυρα τὸν αὐτὸν τρόπον. | |
3 | Οὐχ ὁλόκληρα τὰ cπέρματα κελεύει δι’ ὄξουc καὶ ὕδατοc ἑψεῖν, | |
5 | ἀλλὰ κόψανταc πρότερον· δῆλον δὲ κἀκ τοῦ λέγειν διέντα, καὶ ἄλλωc δ’ ἄν τιc ἐξ αὐτοῦ τοῦ πράγματοc διδαχθείη τοῦτο βούλεcθαι τὸν Ἱπποκράτην. καὶ γὰρ οὖν καὶ προcηνέcτερον οὕτωc ἔcται τὸ πυρίαμα καὶ δραcτικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν αὐτὸν τρόπον cκευά‐ ζειν κελεύει. δραcτικωτέρα δὲ τῆc πρόcθεν ἡ τοιαύτη γίνεται πυρία | |
10 | τῇ τοῦ ὄξουc δυνάμει· εἰ δὲ δι’ ὀρόβων cκευάζοιτο, καὶ οὗτοι cυντε‐ λοῦcιν οὐ cμικρόν· ἱκανὴ γὰρ ἡ δύναμιc αὐτῶν τέμνειν καὶ κατεργά‐ ζεcθαι καὶ διαφορεῖν πάχοc χυμῶν. διὸ καὶ παραληπτέον τὰc τοιαύταc πυρίαc ἐφ’ ὧν ὑπονοοῦμεν παχεῖc ἢ γλίcχρουc ἠθροῖcθαι χυμοὺc κατὰ τὸ φλεγμαῖνον μόριον· ἔcται δέ cοι τοῦτο δῆλον ἔκ τε τῆc προηγηcα‐ | |
15.524 | μένηc διαίτηc, εἰ τῶν τοιούτων | χυμῶν εἴη γεννητική, κἀκ τῆc τοῦ κάμνοντοc κράcεωc ὥραc τε καὶ χώραc καὶ ἡλικίαc, ἔτι δὲ κἀκ τοῦ τὰc πραείαc πυρίαc, ὧν πρῶτον ἐμνημόνευcε, μηδὲν ἠνυκέναι. διοριcα‐ μένῳ γάρ cοι περὶ τοῦ κατὰ πᾶν τὸ cῶμα πλήθουc, ὅταν μὴ φαίνηται | |
5 | μὲν τὰ τούτου γνωρίcματα, τὰ δ’ ἐπιεικῆ θερμάcματα μηδὲν ἀνύῃ, πάχοc ἐcτὶ χυμῶν εἰc ἀτμοὺc καὶ πνεῦμα φυcῶδεc λυόμενον, ὃ διέξο‐ δον οὐκ ἔχον ἀνιᾷ. καὶ τοῦτ’ οὖν αὐτὸ καὶ τοὺc γεννῶνταc αὐτὸ χυ‐ μοὺc αἱ εἰρημέναι πυρίαι διαλύουcι καὶ μάλιcτα ἡ διὰ τῶν ὀρόβων. ἀλλὰ καὶ περὶ τῆc ἐμμέτρου κράcεωc τοῦ ὄξουc πρὸc τὸ ὕδωρ | |
10 | ἐμνημόνευcε cαφέcτατά τε ἅμα καὶ κάλλιcτα διελθὼν τὸν λόγον· οὕτωc γὰρ αὐτὸ κεκρᾶcθαί φηcι δεῖν, ὡc εἶναι μικρῷ ὀξύτερον ἢ ὡc ἂν πίοι τιc, ὅπωc ἀποχωρήcῃ μὲν τοῦ δριμυτέρου διὰ τὸ δακνῶδεc, ἀποcτῇ δὲ καὶ τοῦ ὑδατωδεcτέρου διὰ τὸ ἄπρακτον. ὅcον μὲν οὖν ἐπὶ τῷ τομῆc δεῖcθαι καὶ διαφορήcεωc τοὺc παχυτέρουc τε καὶ γλιcχροτέρουc χυμούc, | |
15 | ἐπιτηδειότερον ἂν εἴη τοῦ ὑδατώδουc ὀξυκράτου τὸ δριμύτερον· ἐπεὶ δ’ οὐκ ἀνέχεται τῶν τοιούτων φαρμάκων τὰ φλεγμαίνοντα, διὰ τοῦτο μέcην | |
15.525 | ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶcιν αὐτοῦ πεποίηται. τοῦτό cοι καὶ | |
τὸ δεύτερον εἶδοc τῶν πυριάcεών ἐcτιν, ὧν ἐξ ἀρχῆc διείλομεν τριχῶc. Ξηρῶν δὲ θερμαcμάτων ἅλεc, κέγ‐ χροι πεφρυγμένοι ἐν εἰρινέοιcι μαρcιππίοιcιν ἐπιτηδειότατοι· | 167 | |
5 | καὶ γὰρ κοῦφον καὶ προcηνὲc ὁ κέγχροc. | |
5 | Ἐπὶ τὸ τρίτον εἶδοc τῶν πυριάcεων, ὧν ἐξ ἀρχῆc διείλομεν, μετέβη, ἁλῶν καὶ κέγχρων μνημονεύcαc. ἔcτι δ’ ἀμφοτέρων κοινὸν μὲν ἡ ξηρότηc, ἴδιον δὲ τῶν μὲν ἁλῶν τὸ δακνῶδεc, τῶν δὲ κέγ‐ χρων τὸ ἄδηκτον. | |
9 | ||
10 | Μάλθαξιc δὲ λύει ἡ τοιήδε καὶ τὰc πρὸc κληῖδα περαινούcαc ἀλγηδόναc. | | |
11 | ||
15.526 | Ἐκ τοῦ προcθεῖναι τὸν καὶ cύνδεcμον ἐδήλωcεν, ὅτι καὶ τὰc ἄλλαc ὀδύναc λύει, τουτέcτι τὰc πρὸc ὑποχόνδριον περαινούcαc. | |
2 | Τομὴ μέντοι οὐχ ὁμοίωc λύει ὀδύνην, ἢν μὴ πρὸc κληῖδα περαίνῃ ἡ ὀδύνη. | |
4 | ||
5 | Τομὴν λέγει δηλονότι τὴν τῆc φλεβόc, ἣν οὐχ ὁμοίωc εἰπὼν λύειν cυνεχώρηcε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ περὶ τούτου τοῦ βοηθήματοc ἐν τοῖc ἐφεξῆc γράφει. | |
7 | Ἢν δὲ μὴ λύηται πρὸc τὰ θερμά‐ cματα ὁ πόνοc, οὐ χρὴ πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντι‐ | |
10 | κὸν γὰρ τοῦ πνεύμονοc τοῦτο καὶ ἐμπυητικόν. | |
10 | ||
15.527 | Ποικίλα θερμάcματα διελθὼν τὰ μὲν ὑγρά, τὰ δὲ ξηρά, | τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ’ ἐκείνοιc ἀπόπειραν ἐὰν ὁ πόνοc μὴ ὠφελῆται, κενώcει χρῆται τοῦ παντὸc cώματοc ἀφιcτάμενοc τῶν θερμαcμάτων, ὡc καὶ τὸν πνεύμονα ξηραινόντων καὶ τὸ καλούμε‐ | |
5 | νον ἐμπύημα ποιούντων. γίνεται γὰρ τοῦτο τῆc κατὰ τὴν πλευρὰν φλεγμονῆc μὴ διαφορηθείcηc, ἀλλ’ εἰc πῦον μεταβαλλούcηc, εἶτα τού‐ του cυρρέοντοc εἰc τὴν μεταξὺ πνεύμονόc τε καὶ θώρακοc χώραν. | |
7 | Ἀλλ’ ἢν μὲν cημαίνῃ ἡ ὀδύνη ἐc | |
κληῖδα ἢ ἐν βραχίονι βάροc ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, | 168 | |
10 | τάμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν εἴcω καὶ μὴ ὀκνεῖν cυχνὸν ἀφαιρεῖν, ἔcτ’ ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν· ἀμφότερα γὰρ γίνεται. | |
12 | Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν ποιεῖται | |
15.528 | τὰc κενώcειc· τὸ γὰρ “ἀκτέα ᾗ ῥέπει διὰ τῶν ξυμ|φερόντων χωρίων” ἀληθέcτατον. ἐπιcυμβαίνει δ’ ἐνίοτε τοῦτο κατὰ τὴν διαφορὰν τῶν μερῶν τοῦ τὰc πλευρὰc ὑπεζωκότοc ὑμένοc. τὰ μὲν γὰρ ἀνωτέρω μέρη τοῦδε φλεγμαίνοντα πρὸc τὴν κλεῖν καὶ τὸν βραχίονα καὶ τὸν μαcθὸν | |
5 | ἐκτείνει τὴν cυμπάθειαν, τὰ δὲ κάτω πρὸc τὰc φρέναc τε καὶ τὸ ὑπο‐ χόνδριον. ἄνω μὲν οὖν τῆc cυμπαθείαc διαcημαινούcηc φλέβα χρὴ τέμνειν ἐν ἀγκῶνι, τὴν μᾶλλόν τε καὶ θᾶττον ἀπὸ τοῦ πεπονθότοc μορίου δυναμένην ἀντιcπάcαι τε καὶ κενῶcαι τὸ αἷμα· κάτω δὲ διὰ καθάρcεωc τὴν κένωcιν ποιεῖcθαι προcῆκον. | |
10 | διὰ τί δ’ εἶπε βάροc γίνεcθαι περὶ τὸν βραχίονα καὶ οὐ πό‐ νον; ὅτι τοῦ ἐνταῦθα μᾶλλον ἠθροῖcθαι τὸ αἷμα καὶ ῥέπειν cημεῖόν ἐcτι τὸ βάροc ἐπὶ πλήθει γινόμενον· αἱ δὲ τάcειc καὶ κατὰ cυμπάθειαν μό‐ νην εἰώθαcι γίνεcθαι, τῶν cυνεχῶν τοῖc φλεγμαίνουcι τεινομένων ἄνευ τοῦ πλεονάζειν ἐν αὐτοῖc τὸ αἷμα· διὰ τοῦτ’ οὖν αὐτὸ κενοῦν κελεύει | |
15 | τὸ πλεονάζον αἷμα τέμνοντα φλέβα τὴν ἔνδον. εἰcὶ γὰρ ἐν τῇ | | |
15.529 | κατ’ ἀγκῶνα διαρθρώcει πλείουc φλέβεc, ἃc τέμνειν εἰώθαμεν· εἴρηται δὲ περὶ αὐτῶν αὐτάρκωc κατά τε τὸ τρίτον γράμμα τῶν Ἀνατομικῶν ἐγχειρήcεων κἀν τῇ τῶν Φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομῇ καθ’ ἓν ἄλλο βιβλίον ἰδίᾳ γεγραμμένον· ἐπὶ κεφαλαίων δὲ καὶ νῦν ἀναγκαῖον | |
5 | εἰπεῖν, ἐπ’ ἀρχὴν ἀναγαγόνταc τὸν λόγον. ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατοc ἐπὶ τὸ δεξιὸν οὖc τῆc καρδίαc ἀναφέρουcα τὸ αἷμα διανέμει μέν τι καὶ τοῖc μεταξὺ μορίοιc | |
ὀλίγον, αὐτῇ δὲ τῇ καρδίᾳ δίδωcι τὸ πλεῖcτον· ἔπειτ’ ἐντεῦθεν ὡc ἐξ ἀρχῆc ὥρμητο κατ’ εὐθὺ φερομένη πρὸc τὸν τράχηλον, εἰc ὀρθίουc | 169 | |
10 | cχίζεται κατὰ τὸ τοῦ θώρακοc μέροc δύο φλέβαc μεγάλαc, ἃc ὀνομά‐ ζουcι cφαγίτιδαc· ἀποφύcειc δ’ αὐτῆc 〈γίνονται〉 πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέcθαι, μεγάλων μὲν φλεβῶν εἰc τὸ διάφραγμα, cμικρῶν δ’ εἰc τὸ τοῦ θώρακοc αὐτοῦ κάτω μέροc τῶν ὀκτὼ πλευρῶν, ὃ ὑπὸ μιᾶc ἀζύγου τρέφεται φλεβόc, ἐπὶ μὲν ἐνίων ζῴων ἀνωτέρω τῆc καρδίαc ἀποφυο‐ | |
15.530 | μένηc, ἐπ’ ἐνίων δ’, ὥcπερ καὶ ἐπ’ ἀνθρώπων, καθ’ ὃ μέροc ἤδη | ψαύει τοῦ τῆc καρδίαc ὠτὸc ἡ κοίλη φλέψ. ἐντεῦθεν γὰρ ἀποφυομένη ταπει‐ νοτέρα φέρεται διὰ τῆc καρδίαc ἐπὶ τὴν ῥάχιν κατακαμπτομένη. αὕτη μὲν οὖν ἡ φλὲψ εἰc τὰ κάτω μέρη τοῦ θώρακοc μερίζεται ταῖc ὀκτὼ | |
5 | πλευραῖc ἑκατέρωθεν ἄχρι τοῦ διαφράγματοc· αἱ δ’ ὑπόλοιποι τοῦ θώρακοc ὑψηλαὶ πλευραὶ τέccαρεc ὑπὸ cυζυγίαc ἄλληc τρέφονται φλε‐ βῶν ἀποφυομένων τῆc κοίληc πρὶν εἰc τὰc cφαγίτιδαc cχιcθῆναι. τού‐ των οὖν τῶν δύο φλεβῶν ἀκολούθωc ἐφεξῆc εἰcιν αἱ εἰc τὰc χεῖραc ἀφικνούμεναι διὰ τῶν μαcχαλῶν. | |
10 | αἱ δ’ ὠμιαῖαι καλούμεναι μετὰ τὸ cχιcθῆναι τὴν κοίλην εἰc τὰc cφαγίτιδαc ἀφ’ ἑκατέραc μία πεφύκαcιν ἐκτὸc ἤδη τοῦ θώρακοc, ἔχουcι δὲ τὰc ῥίζαc κοινὰc ταῖc ἐπιπολαίοιc cφαγίτιcιν. ἀπὸ μὲν οὖν τῶν ἐπιπολῆc cφαγιτίδων τὰ ἐπιπολῆc cχεδὸν ἅπαντα μόρια τὰ κατὰ τὸν τράχηλον καὶ τὴν κεφαλὴν τρέφεται, καθάπερ γε καὶ τὰ διὰ βάθουc | |
15 | ἀπὸ τῶν διὰ βάθουc cφαγιτίδων πάντα. τὰ δὲ κατὰ τὰc ὠμοπλάταc τε καὶ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἐκ τῶν κάτω μερῶν τῆc εἰρημένηc ῥίζηc κοινῆc ἔχει τὰc φλέβαc ἀνερχομέναc ἐπ’ αὐτά· λέγω δὲ κοινὴν | |
15.531 | ῥίζαν, ἣν ἀρτίωc εἶπον εἶναι | ταῖc τε ἐπιπολαίοιc cφαγίτιcι καὶ ταῖc ὠμιαίαιc. εἰκότωc οὖν ἡ μὲν ὠμιαία τὰ τῶν κλειδῶν ἄνωθεν μέρη κενοῖ θᾶττόν τε καὶ μᾶλλον, ὅcα κατὰ τράχηλόν τ’ ἐcτὶ καὶ κεφαλήν· ἡ δὲ διὰ τῆc μαcχάληc τὰ κατὰ τὸν θώρακα καὶ τούτων αὐτῶν μᾶλλον τὰ | |
5 | ὑψηλὰ καὶ μάλιcτ’ ἐπ’ ἀνθρώπων, ἐπειδὴ τὰ ταπεινὰ πάντα μία φλὲψ ἑτέρα τρέφει κατωτέρω τῆc καρδίαc ἀποφυομένη τῆc κοίληc φλεβόc. ταύτηc δὲ τῆc τὰ ταπεινὰ τοῦ θώρακοc τρεφούcηc παρὰ τὰc ῥίζαc τῶν πλευρῶν κατάντουc φερομένηc ἐκ τῶν ἀριcτερῶν μερῶν ἄχρι τοῦ διαφράγματοc αἱ καθ’ ἕκαcτον μεcοπλεύριον ἀριcτερόν τε καὶ δεξιὸν | |
10 | ἀπονεμήcειc γίνονται· καὶ μέντοι καὶ τὸ λείψανον αὐτῆc διεκπίπτει τὸ | |
διάφραγμα τοῖc πρώτοιc μετ’ αὐτὸ διανεμόμενον cώμαcιν. αἱ δὲ διὰ τῶν μαcχαλῶν ἐπὶ τὰc χεῖραc φερόμεναι τὰc ῥίζαc ἔχουcιν ἐγγυτάτω ταῖc τρεφούcαιc φλεψὶ τὰc ὑψηλὰc τοῦ θώρακοc τέτταραc πλευρὰc οὐκ ὀλίγῳ μείζουc οὖcαι τῶν κατὰ τὸν ὦμον εἰc | 170 | |
15 | τὰc χεῖραc ἡκουcῶν. ἐπιβαίνουcι δὲ κατὰ τὴν ἔνδον χώραν ἑκατέρου | |
15.532 | βραχίονοc, φέρονται δὲ δι’ αὐτῶν κατάν|τειc ἀπονεμήcειc μεγάλαc δι‐ δοῦcαι τοῖc ἐνταῦθα μυcίν. ἐπειδὰν δὲ πληcίον ἑκατέρα γένηται τῆc κατ’ ἀγκῶνα διαρθρώcεωc, ἀποφύει τὰc ἔνδον τοῦ βραχίονοc φλέβαc παρὰ τὸν ἐνταῦθα κόνδυλον αὐτοῦ τοῦ πήχεωc ὀcτοῦ· τῷ δ’ ἄλλῳ | |
5 | παντὶ δίχα cχιcθέντι φέρεται διὰ τῆc κατ’ ἀγκῶνα καμπῆc, ἐπιπολῆc μὲν ἐργαζομένη τὴν τεμνομένην ἐνταῦθα φλέβα, διὰ βάθουc δὲ πολλοῦ τὴν cυγκαταcχιζομένην τῇ ἀρτηρίᾳ. τέμνεται δὲ καὶ ἄλλη φλὲψ ἡ ἐν ἀγκῶνι λοξή, καθάπερ ἥδε, καθ’ ἑκατέραν χεῖρα μία, τῆc ὠμιαίαc οὐ cμικρὸν μόριον· διεξελθοῦcα γὰρ | |
10 | αὕτη κατὰ τὸν βραχίονα προφανὴc ὑπὸ τῷ δέρματι cχίζεται καὶ αὐ‐ τὴ κατὰ τὴν ἐν ἀγκῶνι διάρθρωcιν ἐν τοῖc ὑψηλοτάτοιc μέρεcιν αὐτῆc, ἐcχηματιcμένηc δηλονότι τῆc χειρόc, ὡc Ἱπποκράτηc ἐδίδαξεν ἐν τῷ Περὶ ἀγμῶν. ὅcον μὲν οὖν μετὰ τὴν cχίcιν αὐτῆc ὑψηλὸν μέροc ἐπὶ τὰ τοῦ πήχεωc ἐκτὸc φέρεται, τοῦτο παρὰ τὴν cχίcιν αὐτὴν τέ‐ | |
15 | μνεται, κατ’ εὐθὺ μάλιcτα κείμενον τῇ πρώτῃ ῥίζῃ τῆc φλεβόc, διὸ καὶ τάχιcτα κενοῖ τὰ τῶν κλειδῶν ὑψηλότερα χωρία· τὸ δ’ εἰc τὴν | |
15.533 | καμπὴν φερόμενον λοξὸν ἧττον μὲν | τοῦδε, μᾶλλον δὲ τῶν ἄλλων κενοῖ ταῦτα. τὸ δ’ ἀπὸ τῆc ἔνδον τῆc μεγάληc φερόμενον καὶ αὐτὸ λοξὸν ἥκιcτα μὲν τὰ προειρημένα κενοῖ μόρια, μάλιcτα δὲ τὰ τοῦ θώρακοc ἄνω. | |
5 | ταύτην οὖν ἀξιοῖ τέμνειν πρὶν εἰc ταὐτὸν ἀφικέcθαι καὶ cυμφῦναι τῇ τῆc ὠμιαίαc ἀπεcχιcμένῃ. μὴ φαινομένηc δ’ ἐνίοτε ταύτηc, ἀντ’ αὐτῆc τέμνομέν τινα τῶν ἔνδον, ἃc ἐπὶ τὸ τοῦ πήχεωc ὀcτοῦν κατ’ ἴξιν καταφέρεcθαι μεμαθήκαμεν· μὴ φαινομένων δὲ μηδὲ τούτων ἐπὶ τὴν γινομένην ἐκ τῆc cυμφύcεωc τῶν εἰρημένων δύο φλεβῶν τῶν | |
10 | λοξῶν ἀφικνούμεθα· δυναμένηc δέ ποτε καὶ ταύτηc μὴ φαίνεcθαι, τῆc δ’ ὠμιαίαc φαινομένηc κἂν ἐκείνην τέμνε, γινώcκων τὰc κενώcειc, ὅθεν | |
ἂν γένωνται, ἀναδιδομέναc μὲν εἰc τὸ cῶμα τῶν ζῴων ὅλον, οὐ μὴν οὔτε ταχέωc οὔθ’ ὁμοίωc ἐξ ἁπάcηc φλεβόc· ἡμεῖc δὲ καὶ ταχέωc καὶ μᾶλλον τῶν ἄλλων μορίων κενῶcαι cπεύδομεν τὸ φλεγμαῖνον καὶ μά‐ | 171 | |
15.534 | λιcτ’ ἐπὶ τῶν ὀξέων νοcημάτων· ὅπερ ἡ ἔcω φλὲψ ἡ ἐν | ἀγκῶνι ποιεῖ, καὶ πολὺ μᾶλλον, ὅταν τὴν ῥοπὴν ἄνω τὸ πλεονάζον αἷμα φαί‐ νηται ποιούμενον ἢ καὶ τὰ τοῦ θώρακοc [ἐcτιν] ὑψηλὰ πεπονθότα· τηνικαῦτα γάρ τοι τὸ βάροc μᾶλλον ἐc βραχίονα γίνεται καὶ κατὰ τὸν | |
5 | μαcθόν. αἱ δ’ ἐν τοῖc κάτω μέρεcι τοῦ θώρακοc φλεγμοναὶ πληcίον οὖcαι τοῦ διαφράγματοc εἰc ὑποχόνδριον εἰκότωc διαπέμπουcι τὰc ὀδύναc· οὔκουν αὐτὰc ὀνίνηcι μεγάλωc ἡ ἀπ’ ἀγκῶνοc κένωcιc ἐν τῷ μεταξὺ τῆc καρδίαc κειμένηc· ἤκουcαc γὰρ ἄρτι τὴν τὰ κάτω τοῦ θώ‐ ρακοc τρέφουcαν φλέβα κατωτέρω τῆc καρδίαc ἀποφύεcθαι. | |
10 | ταῦτα μὲν οὖν εἴρηταί μοι περὶ τοῦ καλῶc ὑπ’ αὐτοῦ γεγράφθαι τέμνειν φλέβα τὴν ἐν ἀγκῶνι τὴν εἴcω· τῆc δὲ κενώcεωc τοῦ αἵματοc ὅρον αὐτοῦ θεμένου τὴν μεταβολὴν τῆc χροιᾶc ἐφεξῆc ἂν εἴη καὶ περὶ τοῦδε ῥητέον. ὅcον μὲν οὖν ἐν τῇ φλεγμαινούcῃ πλευρᾷ τοῦ αἵματόc ἐcτι, τοῦτο διὰ τὸ πλῆθοc τῆc θερμαcίαc ὑπαλλάττεται τῇ χροιᾷ, | |
15 | τὸ δ’ ἄλλο παραπλήcιον ἐν ἅπαcι τοῖc μορίοιc διαμένει· ὥcτε τοῦ μὲν | |
15.535 | ἐν ὅλῳ τῷ cώματι φλεγματικωτέρου τυγχάνοντοc ἐρυ|θρότερον ἔcται τὸ κατὰ τὴν φλεγμαίνουcαν πλευράν· ἐκείνου δ’ ὄντοc ἐρυθροῦ κατ‐ οπτώμενον τοῦτο πρὸc τὸ μέλαν ἐκτραπήcεται· τῆc δ’ εἰc τὸ μέλαν ἐξ ἐρυθροῦ μεταβολῆc ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐcτι. cημεῖον οὖν | |
5 | ἱκανόν ἐcτι τῆc ἐκ τοῦ φλεγμαίνοντοc μέρουc μεταλήψεωc τοῦ αἵματοc ἡ τῆc χροιᾶc ὑπαλλαγή. τὸ μὲν οὖν οἰκεῖον τῷ πάθει μέτρον τῆc κενώcεωc εἴρηται· τῆc δυνάμεωc δέ ποτε κωλυούcηc ἄχρι τοcούτου κενοῦν, εἰδέναι μὲν χρὴ τὴν ὠφέλειαν ἥττονα ἐcομένην τῷ φλεγμαί‐ νοντι μέρει, μᾶλλον δ’ ἀπέχεcθαι προcήκει τοῦ καταλῦcαι τὴν δύναμιν | |
10 | ἢ τοῦ κενῶcαι τὸ πλεονάζον αἷμα. | |
10 | Ἢν δὲ ὑπὸ φρέναc ᾖ τὸ ἄλγημα, ἐc δὲ τὴν κληῖδα μὴ cημαίνῃ, μαλθάccειν χρὴ τὴν κοιλίην ἢ μέ‐ λανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ cέcελι ἢ κύ‐ | |
μινον ἢ ἄνιcον ἢ ἄλλο τι τῶν εὐωδέων μίcγοντα, πεπλίῳ δὲ | 172 | |
15 | ὀπὸν cιλφίου· ἀτὰρ καὶ μιcγόμενα ἀλλήλοιcιν ὁμοιότροπα | |
15.536 | ταῦ|τ’ ἐcτίν. ἄγει δὲ μέλαc μὲν καλλίω καὶ κριcιμώτερα πε‐ πλίου, πέπλιον δὲ μέλανοc μᾶλλον φυcῶν καταρρηκτικόν ἐcτιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα cυχνὰ τῶν ὑπηλάτων· κράτιcτα δὲ ταῦτα ὧν ἐγὼ οἶδά ἐcτιν. ἐπεὶ | |
5 | καὶ τὰ ἐν τοῖcι ῥοφήμαcι διδόμενα ὑπήλατα ἀρήγει, ὅcα μὴ ἄγαν ἐcτὶν ἀηδέα ἢ διὰ πικρότητα ἢ δι’ ἄλλην τινὰ ἀηδίην ἢ διὰ πλῆθοc ἢ διὰ χροιὴν ἢ ὑποψίην τινά. | |
7 | Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆc πείραc εὑρίcκεται τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλωc καθαίρει, μεμάθηκαc ἐν τοῖc Περὶ τῆc τῶν | |
10 | ἁπλῶν φαρμάκων δυνάμεωc· ὅτι μέντοι χρεία καθάρcεώc ἐcτιν, εἰ ῥέ‐ πουcιν οἱ πλεονάζοντεc χυμοὶ κάτω, καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ βεβαίωcιν ἐκ τῆc πείραc ἔcχεν. αὐτὸc οὖν ὁ Ἱππο‐ κράτηc ἐδίδαξέ cε τὰc δυνάμειc ὧν δίδωcι φαρμάκων ἐν τοῖc τοι‐ | |
15.537 | ούτοιc πάθεcι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κριcι|μώτερα, τὸ δὲ πέπλιον φυcῶν εἶναι καταρρηκτικώτερον. εἴη δ’ ἂν αὐτῷ κριcιμώτερα λεγόμενα τὰ μᾶλλον κρίcιν ποιοῦντα τοῦ νοcήματοc, ὅπερ ἐcτὶ δυνάμει ταὐτὸν τῷ ὠφελιμώτερα. | |
5 | ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαcτέρα καὶ μάλιcτ’ αὐτῆc τὸ cτόμα, διότι νευρωδέcτατόν τε καὶ αἰcθητικώτα‐ τόν ἐcτιν, ἡ μῖξιc ἐπενοήθη τῶν εὐωδῶν, ὅπωc μὴ μόνη μηδ’ ἀκραι‐ φνὴc ἡ δύναμιc τῶν καθαιρόντων φαρμάκων ἅπτηται τοῦ cτόματοc τῆc γαcτρόc. μιγνύμενα δ’ ἀλλήλοιc τό τε πέπλιον καὶ τὸν ἐλ‐ | |
10 | λέβορον ὁμοιότροπά φηcιν εἶναι, τουτέcτιν ὁμολογεῖν ταῖc δυνά‐ μεcι καὶ κατὰ μηδὲν cταcιάζειν. ἡ γὰρ cτάcιc ἐν ταῖc μίξεcι τῶν καθαι‐ ρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν χολῆc, εἰ τύχοι, τὸ δὲ φλέγματοc ᾖ κενωτικόν, (ἀμφότερα γὰρ ἐκκενοῦcθαι δύναται κατὰ τὸν αὐτὸν χρόνον), ἀλλ’ ὅταν τὸ μὲν εὐθέωc, τὸ δὲ μετὰ πολὺ | |
15 | τῆc προcφορᾶc πεφύκῃ κινεῖν τὴν κάθαρcιν· ἀνώμαλοc γὰρ οὕτωc ἡ | |
κένωcιc γίνεται προcενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον, ὅταν ἤδη | 173 | |
15.538 | παύε|cθαι δοκούcηc ἀρχὴ πάλιν ἑτέραc κενώcεωc γίνηται· τὸ γάρ τοι θᾶττον εἰωθὸc καθαίρειν φάρμακον cυνεκκενοῖ τι καὶ θατέρου, ὥcτ’ ὀλίγον αὐτοῦ καταλειπόμενον ἀcθενέcτερον γινόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆc οἰκείαc καθάρcεωc ἄρχεται. τῇ τ’ οὖν προθεcμίᾳ τῆc | |
5 | κενώcεωc ὁμοιότροπόν ἐcτι τῷ ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε παραπληcίωc ἐλλεβόρῳ μέλανα χυμόν. τὰ δ’ ἄλλα καὶ τῆcδε τῆc ῥήcεωc καὶ τῶν ἐφεξῆc δῆλα. γινώcκειν μὲν οὖν αὐτὰ χρὴ καὶ μεμνῆcθαι, χρῆcθαι δ’ οὐ διὰ παντὸc ἐπὶ τῶν πλευριτικῶν, ἀναμιμνῃcκομένουc ἐκείνου τοῦ ἀφοριcμοῦ, καθ’ ὅν φηcιν· | |
10 | “ἐν τοῖc ὀξέcι πάθεcιν ὀλιγάκιc καὶ ἐν ἀρχῇcι τῇcι φαρμακείῃcι χρηcτέον”. ὅταν οὖν μὴ μόνον ὀξὺ τὸ πάθοc ᾖ, καθάπερ ἐcτὶν ἡ πλευρῖτιc, ἀλλὰ καὶ μετὰ πυρετοῦ cφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐcτὶ τὴν δόcιν τοῦ καθαίροντοc φαρμάκου καὶ διὰ φλεβοτομίαc κενωτέον μᾶλλον, εἰ καὶ πρὸc ὑποχόνδριόν ἐcτιν ἡ ὀδύνη περαινομένη, μικροτέραc μὲν | |
15 | ὠφελείαc ἢ τῆc διὰ καθάρcεωc ἑπομένηc, ἀcφαλεcτέραc δὲ μακρῷ, | |
15.539 | μᾶλλον δὲ κίνδυνον μὲν | οὐδ’ ὁντινοῦν τῆc διὰ φλεβοτομίαc ἐχούcηc, μεγίcταιc δ’ ἀποτυχίαιc τῆc διὰ καθάρcεωc περιπιπτούcηc, καὶ μάλιcθ’ ὅταν ἀπείρωc τιc ἔχῃ τῆc τοῦ κάμνοντοc φύcεωc. ἔνιοι μὲν γάρ εἰcι φύcει δυcκάθαρτοι, τινὲc δ’ ἐπὶ βραχείᾳ φαρμάκου πόcει δαψιλῶc | |
5 | καθαίρονται. ὅcοιc δ’ εὔλογόν ἐcτι διδόναι, τὸ πλῆθοc τοῦ φαρμάκου τοcοῦτον ἔcτω, ὅcον ἐπὶ τῶν πλείcτων οἶcθα καὶ πεπείραcαι cυμμέτρωc κενοῦν. ἀγνοοῦντα δ’ ὅπωc ἔχει φύcεωc ὁ ἄνθρωποc, κίνδυνοc ἢ πλείονα κέ‐ νωcιν ἐργάcαcθαι τῆc προcηκούcηc ἢ οὐδ’ ὅλωc κινῆcαι τὴν κάθαρcιν, | |
10 | ἢ κινῆcαι μέν, οὐ μὴν ἱκανῶc γε κενῶcαι. ταῦτα δὲ πάντα μεγίcταc βλάβαc φέρει τοῖc ὀξέωc νοcοῦcιν, οὐχ ὥcπερ ἐπὶ τῶν ἀπυρέτων ἐπ‐ ανορθοῦται ῥᾳδίωc. ὅταν οὖν ὁ πυρετὸc ᾖ μὴ cφοδρόc, ἔμπειρόc τε ᾖc τῆc τοῦ κάμνοντοc φύcεωc, εἰc τὴν τοῦ καθαίροντοc φαρμάκου δόcιν ἀφίξῃ χρώμενοc ἤτοι τοῖc ὑφ’ Ἱπποκράτουc εἰρημένοιc ἢ καί τιcιν | |
15 | ἄλλοιc τῶν ὁμοιοτρόπων, ὧν ἐcτι καὶ τὸ διὰ τῆc κολοκυνθίδοc, ἱερὰν | |
15.540 | δ’ αὐτὴν cυνήθωc ὀνομά|ζουcι. ποικίλωc δ’ αὐτῆc cκευαζομένηc ἡ τὸν ἐλλέβορον μὲν εἰληφυῖα, τὴν cκαμμωνίαν δ’ οὐκ ἔχουcα κάλλιcτόν ἐcτι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλωc λαβεῖν φάρμακον ὑπήλατον. | 174 |
3 | Τῆc μέντοι πτιcάνηc, ὅταν πίῃ τὸ | |
5 | φάρμακον, ἐπιρροφεῖν αὐτίκα χρὴ διδόναι, μηδὲν ἔλαccον ἀξίωc λόγου ἢ ὅcον εἴθιcτο. | |
6 | Καὶ ἄλλωc μὲν χρὴ προνοεῖcθαι τοῦ cτόματοc τῆc γαcτρόc, ὃ δὴ καὶ cτόμαχον ὀνομάζουcιν, ὡc διαμένειν ἀβλαβὲc ἐν ταῖc τῶν καθαι‐ ρόντων φαρμάκων πόcεcι, μάλιcτα δ’ ὅταν ἐπὶ τῶν πυρεττόντων δι‐ | |
10 | δῶταί τι τοιοῦτον. μία δὲ τοῦ μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ καθαῖρον φάρμακον ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν αὐτοῦ τὴν κακίαν πεφυκότων. ἐναντία γὰρ ἡ φύcιc ἐcτὶν ἁπάντων | |
15.541 | τῶν καθαιρόντων φαρμάκων ταῖc τῶν καθαιρομένων | cωμάτων καί, ὡc ἂν εἴποι τιc, ὀλέθριόc τε καὶ δηλητήριοc αὐτῶν. ἀλλ’ ὥcπερ ὀποῦ μήκωνοc μανδραγόρου τε καὶ ὑοcκυάμου καὶ ἄλλων πολλῶν τοιούτων φαρμάκων ἐναντίων ταῖc τε οὐcίαιc καὶ ταῖc δυνάμεcιν ὄντων ἡμῶν | |
5 | καὶ φθείρειν πεφυκότων τὰ cώματα βραχὺ δή τι μέροc λαμβάνοντεc ἀπολαύομεν ἐξ αὐτῶν μεγάληc ὠφελείαc, οὕτω καὶ τῶν καθαρτικῶν φαρμάκων ἐναντίαc οὔcηc τῆc φύcεωc τῇ τῶν ἡμετέρων cωμάτων, ὀλίγον τι τῆc οὐcίαc μέροc ἀποτεμνόμενοι, πρὸc ὠφέλειαν χρώμεθα. καθάπερ δὲ ἐν αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα τῶν εὐωδῶν | |
10 | cπερμάτων, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν λεπτυντικῆc τε καὶ τμητικῆc ὄντα δυνάμεωc, ὡc καὶ τοὺc παχεῖc χυμοὺc τέμνειν καὶ τὰc ὁδοὺc αὐτῶν δι’ ὧν ἐκκενοῦνται διοίγειν τε καὶ ἀναcτομοῦν, οὕτω καὶ μετὰ τὸ ληφθῆναι cυμφέρει τῆc πτιcάνηc ἐπιρροφεῖν. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν φάρμακον ὡc | |
15 | ἂν ὀλίγον ὂν εἰc τὸν πυθμένα τῆc κοιλίαc ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὁ cτόμαχοc ὅcον τε ὑψηλότερον τῆc γαcτρὸc οὐ μόνον τῆc | |
15.542 | ποιότητοc τοῦ καθαί|ροντοc φαρμάκου, ἀλλὰ καὶ τῆc οὐcίαc προcιζούcηc ἐν τῇ διόδῳ μεταλαμβάνων μεγάλωc βλάπτεται. χρήcιμοc οὖν ὁ χυλὸc | |
τῆc πτιcάνηc ἐπιρροφούμενοc, ὡc ἂν ἀπορρύψαι μὲν καὶ καταcῦραι κάτω τὸ προcπεπλαcμένον ἐν τῇ διόδῳ δυνάμενοc, ἐπικεράcαι δὲ καὶ | 175 | |
5 | ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖc μορίοιc ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ φαρμάκου πόcει κελεύει πτιcά‐ νηc ἐπιρροφεῖν, ἀρξαμένηc δὲ γίνεcθαι τῆc καθάρcεωc οὐκέτι βούλεται δίδοcθαι τῆc πτιcάνηc, εὐλαβούμενοc ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντοc φαρμάκου· καὶ διὰ τοῦτό φηcιν· | |
9 | ||
10 | Ἐπεὶ καὶ κατὰ λόγον ἐcτὶ μεcηγὺ τῆc καθάρcεωc μὴ διδόναι ῥοφεῖν· ὅταν δὲ λήξῃ ἡ κάθαρcιc, τότε ἔλαccον ῥοφείτω ἢ ὅcον εἴθιcτο· μετὰ δὲ τοῦτο ἀναγέτω ἀεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη ᾖ καὶ μηδὲν ἄλλο ἐναντιῶται. | | |
14 | ||
15.543 | Ἐναντίωc ἐγίνωcκε περὶ τούτου τοῖc πολλοῖc τῶν νῦν ἰατρῶν ὁ Ἱπποκράτηc. οὗτοι μὲν γὰρ ὅταν κενώcωcι, τρέφουcι δαψιλῶc, ὁ δ’ Ἱπποκράτηc ἔλαccον ἀξιοῖ δίδοcθαι τῆc πτιcάνηc μετὰ τὴν κά‐ θαρcιν. ἡ γάρ τοι τῶν καθαρθέντων cωμάτων δύναμιc ἐν τῇ καθάρcει | |
5 | κεκμηκυῖα φέρειν οὐ δύναται τὴν τροφὴν οὐδὲ κατεργάζεcθαι καλῶc, εἰ μὴ παντελῶc εἴη βραχεῖα. τοcοῦτον οὖν τοῖc καθαρθεῖcι διδόναι τοῦ χυλοῦ χρὴ τὴν πρώτην, ὅcου κρατῆcαι δύνανται· εἶτ’ εὐθὺc κατὰ βραχὺ παραυξάνειν, ἐὰν ἥ τ’ ὀδύνη, φηcί, παύcηται καὶ μηδὲν ἄλλο κωλύῃ. τὸ μὲν οὖν τῆc ὀδύνηc πρόδηλόν ἐcτι, τὸ δὲ μηδὲν ἄλλο | |
10 | κωλύῃ ἀκουcτέον ἐπὶ τοὺc προειρημένουc cκοποὺc ἀναφέροντα, ἐν οἷc ἐδίδαcκεν, ὁπηνίκα χρὴ διαιτᾶν τοὺc ὀξέωc νοcοῦνταc ἄνευ ῥοφημάτων. ἔcτι δ’ αὐτῶν τὸ κεφάλαιον, ὅταν ἤτοι προκριθήcεcθαι τὴν νόcον ἐλ‐ πίcωμεν ἄνευ τοῦ δεηθῆναι ῥοφήματοc, ἢ ἐφ’ ὧν παντελήc ἐcτιν ἡ ἀπεψία τοῦ κατὰ τὴν φλεγμονὴν χυμοῦ. | | |
14 | ||
15.544 | Ὡυτὸc δέ μοι λόγοc ἐcτίν, καὶ ἢν χυλῷ δέῃ πτιcάνηc χρῆcθαι. | |
2 | Παραπλήcιον τῇ τε πτιcάνῃ καὶ τῷ χυλῷ τὸν καιρὸν τῆc δόcεωc ἔφηcεν εἶναι καὶ διὰ τῶν ἔμπροcθεν ἑνὶ μόνῳ τὴν διαφορὰν αὐτῶν | |
5 | ἀφοριcάμενοc, τῷ τὴν ἀρχὴν τῆc δόcεωc ἀπὸ τοῦ χυλοῦ ποιεῖcθαι. Φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξαcθαι τὸ ἐπίπαν ῥοφεῖν μᾶλλον ἢ προκενεαγγήcαντα ἄρ‐ ξαcθαι τοῦ ῥοφήματοc τριταῖον ἢ τεταρταῖον ἢ πεμπταῖον ἢ ἑκταῖον ἢ ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ ἡ νοῦcοc ἐν τούτῳ | 176 |
10 | τῷ χρόνῳ. | |
10 | Ὃ κατὰ τοὺc Ἀφοριcμοὺc ἔγραψε, τούτῳ καὶ νῦν ἀκολουθεῖ βου‐ | |
15.545 | λόμενοc ἐν πάcῃ νόcῳ τὸ λεπτότατον τῆc διαί|τηc ἐν τῷ τῆc ἀκμῆc τοῦ νοcήματοc καιρῷ παραλαμβάνεcθαι. ἐὰν οὖν αὕτη τῇ πέμπτῃ τῶν ἡμερῶν μέλλῃ γίνεcθαι καὶ μὴ δύνηται τοῖc πόμαcι μόνοιc χρώμενοc ὁ κάμνων ἐξαρκέcαι, βέλτιον εἶναί φηcιν εὐθέωc ἀπ’ ἀρχῆc αὐτῷ δί‐ | |
5 | δοcθαι τῆc πτιcάνηc, οὐ κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἄρξα‐ cθαι τῆc δόcεωc. οὕτω δὲ καὶ τοὺc ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἢ τῇ ἕκτῃ ἢ τῇ ἑβδόμῃ τοῦ ῥοφήματοc ἀρχομένουc ἁμαρτάνειν φηcίν, ἐάν γε μὴ τύχῃ προκριθὲν ἐν τούτῳ τῷ χρόνῳ τὸ νόcημα, τῆc κρίcεωc, ὡc ἔφην, ἀκουομένηc οὐ μόνον τῆc τελείαc ἀπαλλαγῆc, ἀλλὰ | |
10 | καὶ τῆc ἀξιολόγου μεταβολῆc. | |
10 | Αἱ δὲ προπαραcκευαὶ καὶ τούτοιcι παραπλήcιοι ποιητέαι, ὁκοῖαί περ εἴρηνται. περὶ μὲν οὖν ῥο‐ φήματοc προcάρcιοc οὕτω γινώcκω. | |
13 | Καὶ οἷc ἀπ’ ἀρχῆc διδόναι μέλλειc τὸ ῥόφημα, τὴν προπαρα‐ | |
15.546 | cκευὴν ὁμοίωc ἀξιοῖ γενέcθαι, τουτέcτιν εἴτε φλεβοτο|μίαc ἐcτὶν εἴτε κλύcματοc ἢ βαλάνου χρῆcιc, ἐκεῖνο πράττειν κελεύει πρότερον. | |
2 | Ἀτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τιc μέλλῃ πίνειν, τῶν προcγραφηcομένων ὡυτόc μοι λόγοc τὸ | |
5 | ἐπίπαν ἐcτίν. Κἂν 〈εἰ〉 χωρὶc πτιcάνηc ἐπὶ πομάτων μόνων διαιτῴηc τὸν κάμ‐ νοντα, τὰc εἰρημέναc προπαραcκευὰc ἀξιοῖ ποιεῖcθαί cε, τουτέcτιν ἢ φλεβοτομεῖν ἢ κλύζειν ἢ βαλάνῳ χρῆcθαι. | 177 |
8 | Οἶδα δὲ τοὺc ἰητροὺc τὰ ἐναντιώτατα | |
10 | ἢ ὡc δεῖ ποιέονταc· βούλονται γὰρ πάντεc ὑπὸ τὰc ἀρχὰc τῶν νούcων προταριχεύcαντεc τοὺc ἀνθρώπουc ἢ δύο ἢ τρεῖc ἡμέραc ἢ καὶ πλείοναc, οὕτω προcφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά. καὶ ἴcωc τι καὶ εἰκὸc δοκέει αὐτοῖc εἶναι, μεγάληc τῆc | |
15.547 | μεταβολῆc γινομένηc τῷ cώματι, μέγα τι κάρτα | καὶ ἀντι‐ μεταβάλλειν· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον· ὀρθῶc μέντοι γε μεταβιβαcτέη καὶ ἡ μεταβολὴ καὶ ἔκ γε τῆc μετα‐ βολῆc ἡ πρόcαρcιc τῶν γευμάτων ἔτι μᾶλλον. | |
4 | ||
5 | Μέμφεται τοὺc ἰατρούc, ὅcοι ταῖc πρώταιc ἡμέραιc ἐν ἀcιτίᾳ παν‐ τελεῖ φυλάξαντεc τοὺc κάμνονταc ἀθρόωc μετάγουcιν, ἔνιοι μὲν ἐπὶ τὴν τῶν ῥοφημάτων προcφοράν, ἔνιοι δὲ ἐπὶ τὴν τῶν ποτῶν. οὐ μὴν ἐμνημόνευcέ γε τῶν ἔτι καὶ τούτων αὐτῶν τροφὰc ἰcχυροτέραc διδόν‐ των πρὸ τοῦ πεφθῆναι τὴν νόcον· εἴωθε γάρ, ὥcπερ καὶ πρόcθεν ἔφην, | |
10 | ἐνίοτε τὰ μέγιcτα τῶν ἁμαρτημάτων ἀνεξέλεγκτα καταλείπειν, ἐξ ὧν τὰ μικρότερα διέβαλλε καὶ τὴν ἀπ’ ἐκείνων ἐνδεικνύμενοc βλάβην. ὅcοι δ’ οὕτω μεταβάλλουcιν, ἴcωc οἴονται, φηcί, κατὰ λόγον μεταβάλλειν, ἐπὶ μεγάλῃ τοῦ cώματοc μεταβολῇ ἀξιόλογον καὶ τὴν τῆc διαίτηc ὑπαλ‐ λαγὴν ποιούμενοι. τοῦτο μὲν οὖν καλῶc ὑπειληφέναι φηcὶν αὐτούc, | |
15.548 | οὐ μὴν ἅπαcάν γε μεταβολήν, ἀλλά τινα οἰητέον | εἶναι, περὶ ἧc τὸ μέν τι προείρηκε, τὸ δὲ καὶ λέξει, καταcκευάζων τῷ λόγῳ φυλάττεcθαι τὰc ἀθρόαc μεταβολάc. | |
3 | Μάλιcτα μὲν οὖν βλάπτοιντο ἄν, εἰ | |
5 | μὴ ὀρθῶc μεταβάλλοιεν, οἱ ὅλῃcι τῇcι πτιcάνῃcι χρεόμενοι, βλάπτοιντο δ’ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι, βλάπτοιν‐ το δ’ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιcτα δὲ οὗτοι. | 178 |
7 | Τὴν εἰρημένην ὀλίγον ἔμπροcθεν ἀθρόαν μεταβολὴν τῆc διαίτηc, καθ’ ἣν ταῖc πρώταιc ἡμέραιc ἐν ἀcιτίᾳ παντελεῖ φυλάξαντεc τοὺc | |
10 | κάμνονταc ἄρχονται τρέφειν περὶ τὴν τετάρτην ἡμέραν, μάλιcτα μὲν βλάπτειν φηcίν, ἐὰν ἐπὶ τὴν ὅλην πτιcάνην μεταβάλλωcιν, ἔλαττον δ’, ὅταν ἐπὶ τὸν χυλόν, ἥκιcτα δέ, τουτέcτιν ἐλάχιcτα, βλάπτειν τοὺc ἐπὶ μόνα τὰ ποτὰ παραγινομένουc· κατὰ γὰρ τὸ μέγεθοc τῆc δυνάμεωc τοῦ προcφερομένου καὶ τὸ τῆc βλάβηc γίνεται μέγεθοc. | | |
14 | ||
15.549 | Χρὴ δὲ καὶ τὰ μαθήματα ποιεῖcθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα cυμφέρει· εἰ γὰρ δὴ τοῖcί γε ὑγιαίνουcι φαίνονται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα, καὶ ἐν ἄλλῳ τινὶ καὶ ἐν τῇcι με‐ | |
5 | ταβολῇcι, πῶc οὐχὶ καὶ ἐν τῇcι νούcοιcι διαφέρει μέγα καὶ τούτων ἐν τῇcιν ὀξυτάτῃcι μέγιcτα; | |
6 | Ἀποδεικνύειν ἤρξατο τὴν προειρημένην ὑπ’ αὐτοῦ περὶ τῆc διαί‐ τηc δόξαν, ἐλέγχων ἅμα τοὺc ἐναντίωc διαιτῶνταc· ἵνα δὲ cαφὴc ὁ λόγοc γένηται, τὸ κεφάλαιον αὐτοῦ cύμπαν ἄμεινόν μοι δοκεῖ προ‐ | |
10 | ειπεῖν. ἔcτι δὲ τῶν εἰc αὐτὸ λαμβανομένων λημμάτων τὸ μὲν ἕτερον ἀξίωμα καθόλου τοιοῦτον· ἐὰν τοῖc ὑγιαίνουcι βλάβην φέρωcιν αἱ ἀθρόαι τῆc διαίτηc ἐπὶ τἀναντία μεταβολαί, πολὺ μᾶλλον τοῖc νοcοῦcιν· ὃ καὶ πολυειδῶc ἔcτιν ἑρμηνεύειν ἄλλοτ’ εἰc ἄλλην λέξιν μεταλαμβάνονταc, | |
15.550 | οἷον οὕτωc· ἐπὶ τῶν κατὰ τὴν δίαιταν | ἀθρόων μεταβολῶν οἱ ὑγιαί‐ νοντεc ἧττον βλάπτονται τῶν νοcούντων· ἢ οὕτωc· οἱ νοcοῦντεc βλά‐ πτονται μᾶλλον τῶν ὑγιαινόντων· ἢ οὕτωc· τὰ βλαβερὰ τοὺc ὑγιαί‐ νονταc ἧττον βλάπτει τῶν νοcούντων· καὶ ἔτι γενικώτερον τοῦδε· τοὺc | |
5 | ἰcχυροτέρουc ἧττον βλάπτει, τοὺc δ’ ἀcθενεcτέρουc μᾶλλον τὰ βλαβερά. | |
ἔξεcτι δὲ καὶ ἄλλωc ἑρμηνεύειν τὴν αὐτὴν τοῦ λόγου δύναμιν, ἤτοι τὸ καθ’ αὑτὸ καὶ πρώτωc χρήcιμον εἰc τὸ ἀποδεικνύμενον ἢ διά τινοc τῶν περιεχόντων ἀξιωμάτων ἢ λημμάτων αὐτό. τοιοῦτον μὲν δή cοι τὸ ἕτερον τῶν λημμάτων ἐcτὶν ἐξ ἑαυτοῦ πιcτὸν 〈ὄν〉, ἅπερ δὴ καλεῖν ἔθοc | 179 | |
10 | ἐcτὶν ἀξιώματα τοῖc περὶ τὸν Ἀριcτοτέλην, τὸ δ’ ἕτερον ἐξ ἐμπειρίαc ἐγνωcμένον ἐφεξῆc ἄκουε· καὶ τοὺc ὑγιαίνονταc ἡ ἀθρόα μεταβολὴ τῆc διαίτηc βλάπτει. τούτοιc δ’ ἀμφοτέροιc τοῖc λήμμαcιν ἕπεται τὸ cυμ‐ πέραcμα, τὸ βλάπτεcθαι μειζόνωc τοὺc νοcοῦνταc ὑπὸ τῆc ἀθρόαc ἐν τῇ διαίτῃ μεταβολῆc καὶ πολὺ δὴ μᾶλλον ἔτι τοὺc ὀξέωc νοcοῦνταc. | |
15 | αὕτη μὲν ἡ τοῦ λόγου δύναμιc· ὁ δ’ Ἱπποκράτηc τὸ μὲν πρότερον τῶν λημμάτων ἐξ ἑαυτοῦ πιcτὸν ὂν ἄντικρυc λαμβάνει χωρὶc κατα‐ | |
15.551 | cκευῆc· τὸ δὲ δεύτερον ἐκ τῶν | διὰ τῆc ἐμπειρίαc κατὰ μέροc ἐγνω‐ cμένων πιcτοῦται, καὶ τοῦτ’ αὐτὸ δηλοῖ καὶ ὁ ἐφεξῆc λόγοc. | |
2 | Ἀλλὰ μὴν εὐκαταμάθητόν γέ ἐcτιν, ὅτι φαύλη δίαιτα βρώcιοc καὶ πόcιοc αὐτὴ ἑωυτῇ ἐμφερὴc | |
5 | ἀεὶ ἀcφαλεcτέρη ἐcτὶ τὸ ἐπίπαν ἐc ὑγείην ἢ εἴ τιc ἐξαπίνηc μέγα μεταβάλλοι ἐc ἄλλο κρεῖccον. | |
6 | Τὸ ἕτερον τῶν εἰc τὴν ἀπόδειξιν τοῦ προκειμένου λόγου διαφε‐ ρόντων λημμάτων ἤρξατο νῦν καταcκευάζειν ἐκ πολλῶν τῶν κατὰ μέ‐ ροc παραδειγμάτων εἰc ἓν κεφάλαιον ἀθροίζων αὐτοῦ τὴν πίcτιν· ἔcτι | |
10 | δὲ τοῦτο τοῖc ὑγιαίνουcι τὰc παρὰ τὸ ἔθοc ἐξαπίνηc μεγάλαc μετα‐ βολὰc οὐ cμικρὰν ἐργάζεcθαι βλάβην. ὁ λόγοc μὲν οὖν οὗτοc ὑπάρχει cαφήc, ὅμωc δ’ εἴ τι παρεμπίπτειν δόξειεν ἐξηγήcεωc δεόμενον τοῖc ἀγυμναcτοτέροιc περὶ τὴν ἐν τούτοιc ἀκολουθίαν, οὐκ ὀκνήcομεν ἐξηγή‐ | |
15.552 | cαcθαι. καὶ τοῦτο γὰρ 〈τὸ〉 ὑπόμνημα φιλανθρω|πότερόν ἐcτι τῷ ἐcτο‐ χάcθαι μὴ μόνον τῶν γεγυμναcμένων ἐν λόγοιc, ἀλλὰ καὶ τῶν ἀγυμνα‐ cτοτέρων· εἰ δέ τιc ἀμαθὴc καὶ ἄπειρόc ἐcτι τῶν προειρημένων μαθη‐ | |
μάτων, ἄλλο τι πραττέτω. | 180 | |
5 | Ἐπεὶ καὶ τοῖcι δὶc cιτευμένοιcι τῆc ἡμέρηc καὶ τοῖcι μονοcιτέουcιν αἱ ἐξαπιναῖοι μεταβολαὶ βλά‐ βαc καὶ ἀρρωcτίην παρέχουcιν. καὶ τοὺc μέν γε μὴ μεμαθη‐ κόταc ἀριcτᾶν, ἢν ἀριcτήcωcιν, εὐθέωc ἀρρώcτουc ποιέει καὶ βαρέαc ὅλον τὸ cῶμα καὶ ἀcθενεῖc καὶ ὀκνηρούc· ἢν δὲ καὶ | |
10 | ἐπιδειπνήcωcιν, ὀξυρεγμιώδεαc. ἐνίοιcι δὲ ἂν καὶ cπατίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθοc ἀχθοφορήcῃ ἡ κοιλίη εἰθιcμένη ἐπιξηραίνεcθαι καὶ μὴ δὶc διογκοῦcθαι μηδὲ δὶc ἕψειν τὰ cιτία. | |
12 | Οὐ μόνον ὅτι βλάπτονται μεγάλωc κατὰ τὰc τῶν ἐθῶν ἐξαιφνι‐ | |
15.553 | δίουc μεταβολάc, ἀλλὰ καὶ τίνεc αἱ βλάβαι γί|νονται γράφων, τίνα τε τρόπον ἐπανορθωτέον ἑκάcτην ἐcτίν, εἰc μῆκοc ἐκτείνει τὸν λόγον· ὡc εἴ γε μόνον ὅτι βλάπτονται μεγάλωc κατὰ τὰc τῶν ἐθῶν ἐξαι‐ φνιδίουc μεταβολὰc ἐπεδείκνυε, βραχὺc ἂν αὐτῷ ὁ πᾶc λόγοc | |
5 | ἐγεγόνει. πρώτη μὲν οὖν ἐcτι μεταβολὴ ἡ νῦν προκεχειριcμένη τοῦ ἔθουc ἐπὶ τῶν ἀήθων μὲν ἀριcτᾶν, ἀριcτηcάντων δέ ποτε· φηcὶ γὰρ ἀρρώcτουc τε καὶ βαρεῖc ὅλον τὸ cῶμα γίνεcθαι καὶ ἀcθενεῖc καὶ ὀκνηρούc. cυμβαίνει δ’ αὐτοῖc ταῦτα βαρυνομένηc τῆc δυνάμεωc | |
10 | ὑπὸ τῆc τροφῆc ὡc ὑπὸ φορτίου· οὐ γὰρ δὴ κατά γε τὸν ἴδιον λό‐ γον ἀρρωcτούcηc, ὡc ἐπὶ τῆc ἐνδείαc εἴωθε γίνεcθαι. διὰ τοῦτ’ οὖν ἐνταῦθα μὲν προcέθηκε τῷ λόγῳ τὸ βαρέαc ὅλον τὸ cῶμα γίνεcθαι καὶ ὀκνηροὺc τοὺc δὶc διαιτηθένταc· ἐπὶ δὲ τῶν εἰθιcμένων ἀριcτᾶν, οὐκ ἀριcτηcάντων δὲ τὴν μὲν ἀcθένειαν τῆc δυνάμεωc ἔγραψε, τὸ δὲ | |
15 | βάροc οὐ προcέγραψε· κατὰ γὰρ τὸν ἑαυτῆc λόγον ἡ δύναμιc ἐν ταῖc τοιαύταιc μεταβολαῖc ἀρρωcτεῖ. καὶ μέντοι καὶ ὀκνηροὺc εἰπὼν γενέcθαι κατὰ τὴν νῦν ἡμῖν προ‐ | |
15.554 | κειμένην μεταβολὴν τῆc διαίτηc ἐπὶ τῆc ἐναντίαc εἶπε | ‘δειλούc‘, ὡc πᾶν ἔργον μιcεῖν, ὡc εἰ καὶ φοβουμένουc τῶν ἔργων ἅψαcθαι εἰρήκει· οὕτωc γὰρ ἔχει καὶ κατ’ ἀλήθειαν, αἰcθανομένων τῆc κατὰ δύναμιν | |
ἀcθενείαc τῶν οὕτωc ἐχόντων καὶ διὰ τοῦτο μὴ τολμώντων ἐνεργεῖν | 181 | |
5 | ἃc ἐνήργουν ἔμπροcθεν ἑτοίμωc ἐνεργείαc. ἀλλὰ μὴν καὶ ‘ἐκκρέμαcθαι δοκεῖν τὰ cπλάγχνα‘ τοῖc ἐνδεῶc διαιτηθεῖcί φηcι ‘καὶ οὐρεῖν θερμόν τε καὶ χλωρόν‘, θερμὸν μὲν λέγων δηλονότι τὸ τοῦ cυνήθουc θερμότε‐ ρον, χλωρὸν δὲ κατά τι τῶν ἐπὶ τῆc Ἀcίαc Ἑλλήνων ἔθοc, ὅ ἐcτι καὶ νῦν ἔτι διαcῳζόμενον. ὠχροὺc γάρ τιναc ἰδόντεc ἐρωτῶcι τὴν αἰτίαν, | |
10 | δι’ ἣν οὕτω γεγόναcι χλωροί, μηδὲν διαφέρειν ἡγούμενοι χλωρὸν εἰ‐ πεῖν ἢ ὠχρόν· ἑωρακέναι τε τόνδε τινὰ χλωρότερον ἑαυτοῦ φαcι τὸν ὠχρότερον οὕτω δηλοῦντεc. ἔcτι δὲ τὸ ὠχρὸν χρῶμα κατ’ ἀλήθειαν τοιοῦτον, οἷόν περ καὶ τὸ τῆc καλουμένηc ὤχραc, ὀξυνομένηc κατὰ τὴν προcηγορίαν τῆc πρώτηc cυλλαβῆc· καὶ γίνεται τοιοῦτον ἐπιμιγνυ‐ | |
15 | μένηc τῷ ὑδατώδει περιττώματι τῆc ὠχρᾶc τε καὶ ξανθῆc ὀνομαζομένηc | |
15.555 | χολῆc· ὅcον γὰρ τοῦ ἐρυθροῦ χρώματοc ἐπὶ τὸ λευκότερον | ἀποκεχώ‐ ρηκε τὸ ξανθόν, τοcοῦτον τούτου τὸ ὠχρόν. ἔγραψε δὲ καὶ ἄλλα τινὰ cυμπτώματα γινόμενα τοῖc οὕτω διαιτηθεῖcι, περὶ ὧν, ὅταν ἀφικώμεθα ἐπὶ τὴν ῥῆcιν, ἐπιcκεψόμεθα· νυνὶ δὲ τὴν προκειμένην ἐξεργαcτέον. | |
5 | οἷc γὰρ ἔφη cυμβαίνειν ἐπὶ τῶν ἀήθωc ἀριcτηcάντων ἔτι καὶ τοῦτο προcέθηκεν· ἢν δὲ καὶ ἐπιδειπνήcωcιν, ὀξυρεγμιώδεεc. ἐμάθομεν δ’, ὅτι διά τε τὴν ψῦξιν τῆc γαcτρὸc αἱ ὀξυρεγμίαι γίνονται καὶ διὰ φλέγμα πολλάκιc ἠθροιcμένον ἐν αὐτῇ καὶ διὰ πλῆθοc cιτίων ἢ καὶ cυμμέτρων μὲν ὄντων ἀλλὰ ψυχρῶν τῇ δυνάμει. πάντων δὲ τῶν προ‐ | |
10 | ειρημένων κοινόν ἐcτι τὸ νικᾶcθαι τὴν ἔμφυτον θερμαcίαν τῆc γαcτρὸc ὑπὸ τῶν cιτίων, οὐ νικᾶν οὐδὲ κρατεῖν οὐδὲ κατεργάζεcθαι δυναμένην καλῶc αὐτά, καθάπερ εἰ καὶ φλογὶ cμικρᾷ πλῆθοc ἐπιcωρεύcαιc ξύλων ἢ καὶ χωρὶc πλήθουc ἐπιθείηc χλωρὰ καὶ ὑγρά. τιcὶ δὲ τῶν οὕτω διαιτηθέντων καὶ cπατίλην φηcὶ γίνεcθαι, | |
15 | τουτέcτιν ὑγρὰν διαχώρηcιν· ἐν πολλοῖc δὲ τῶν ἀντιγράφων οὐ cπα‐ | |
15.556 | τίλην γεγραμμένην | ἀλλ’ ἄcην εὑρήcειc, ἵν’ ἀκούcωμεν δηλονότι τὸν ῥιπταcμὸν τοῦ cώματοc, ἀcωμένου διὰ τὸ πλῆθοc τῆc τροφῆc τοῦ διαιτη‐ θέντοc οὕτωc καὶ δυcφοροῦντοc ἐν τῇ κατακλίcει καὶ μεταβάλλοντοc | |
ἑαυτόν. | 182 | |
5 | ἐπὶ δὲ τῆc τελευταίαc ῥήcεωc ἀπεφήνατο cαφῶc, ὅτι δεῖ τὴν πέψιν εἶναι παραπληcίαν ἑψήcει, ὡc ὑπὸ θερμοῦ γινομένην, οὐ ξηροῦ καὶ αὐχμώδουc, ὁποῖόν ἐcτι τὸ τῶν πυρετῶν, ἀλλ’ ὑγροῦ καὶ ἀτμώδουc, οἷον τὸ κατὰ φύcιν ἐν τοῖc ζῴοιc ἐcτίν. | |
8 | Ἀρήγει οὖν τούτοιcιν ἀναcηκῶcαι | |
10 | τὴν μεταβολήν. ἐγκοιμηθῆναι γὰρ χρή, ὥcπερ νύκτα ἀγα‐ γόντα μετὰ τὸ δεῖπνον, τοῦ μὲν χειμῶνοc ἀρριγέωc, τοῦ δὲ θέρεοc ἀθαλπέωc· ἢν δὲ καθεύδειν μὴ δύνηται, βραδεῖαν, cυχνὴν περίοδον πλανηθέντα, μὴ cταcίμωc, δειπνῆcαι μηδὲν ἢ ὀλίγα καὶ μὴ βλαβερά· ἔτι δὲ ἔλαccον πιεῖν καὶ μὴ ὑδαρέc. | |
15 | ἔτι δὲ μᾶλλον ἂν πονήcειεν ὁ τοιοῦτοc, εἰ τρὶc φάγοι τῆc | |
15.557 | ἡμέρηc ἐc κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκιc· καί|τοι γε πολλοί εἰcιν, οἳ εὐφόρωc φέρουcι τρὶc cιτεόμενοι τῆc ἡμέρηc ἐc πλῆθοc, οἳ ἂν οὕτωc ἐθιcθῶcιν. | |
3 | Οὐκ ἦν ἀναγκαῖον εἰρῆcθαι νῦν ταῦτα· προὔκειτο γὰρ αὐτῷ δι‐ | |
5 | δάξαι τὰc ἐξαπιναίουc μεταβολὰc τῶν ἐθῶν βλάπτειν ἡμᾶc, οὐχ ὅπωc χρὴ τὰc τοιαύταc βλάβαc ἐκθεραπεύειν· ἐπεὶ δὲ καὶ τοῦτ’ ἔδοξεν αὐτῷ πρᾶξαι, καὶ ἡμεῖc ἀκολουθήcωμεν οἷc ἔγραψε, μάλιcτα μὲν ἐπὶ πλέον κοιμηθῆναι κελεύων, εἰ δὲ καθεύδειν μὴ δύναιτο, περιπατῆcαι cχολαίωc cυχνὴν περίοδον, ὡc μὲν οἱ πλεῖcτοι τῶν ἐξηγουμένων | |
10 | λέγουcι, μετὰ τὸ δεῖπνον, ὡc δ’ ἡ διάνοια τῶν εἰρημένων βούλεται, μετὰ τὸ ἄριcτον· τὸ γὰρ ὥcπερ νύκτα ἀγαγόντα περὶ τῶν ἡμερι‐ νῶν ὕπνων, οὐ τῶν ἐν νυκτὶ προcήκει λέγεcθαι. καὶ μέντοι καὶ τὸ γε‐ γραμμένον ἐφεξῆc, ἔνθα φηcίν· ἢν δὲ καθεύδειν μὴ δύνηται, βρα‐ δεῖαν cυχνὴν περίοδον πλανηθέντα, μὴ cταcίμωc, δειπνῆcαι | |
15 | μηδὲν ἢ ὀλίγα, μαρτυρεῖ τῷ μετὰ τὸ ἄριcτον αὐτὸν ἀξιοῦν κοιμη‐ θῆναι. δυοῖν οὖν θάτερον, ἢ ἐπανορθωτέον ἐcτὶν ὡc ἡμαρτημένην τὴν | |
15.558 | τοιαύτην | γραφὴν καὶ οὕτω γραπτέον· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥcπερ | |
νύκτα ἀγαγόντα μετὰ τὸ ἄριcτον τοῦ μὲν χειμῶνοc ἀρριγέωc, τοῦ δὲ θέρεοc ἀθαλπέωc· ἢ εἴπερ φυλάττοιμεν τὴν μετὰ τὸ δεῖ‐ πνον, οὕτωc ἀκουcτέον τῆc λέξεωc· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥcπερ | 183 | |
5 | μετὰ τὸ δεῖπνον ἐκοιμᾶτο πρόcθεν, οὕτω νῦν μετὰ τὸ ἄριcτον ὥcπερ νύκτα ἀγαγόντα. τοῦ δὲ κελεύειν αὐτὸν ἤτοι μηδὲν ὅλωc ἢ ὀλίγα καὶ κοῦφα δει‐ πνῆcαι πρόδηλοc ὁ λογιcμόc· ἡcυχάcαι γὰρ βούλεται τὴν γαcτέρα καὶ ἀνακτήcαcθαι τὸν κάματον, ὃν ἔκαμε βαρυνθεῖcα διὰ τὸ παρὰ τὸ ἔθοc | |
10 | ἀριcτῆcαι τὸν ἄνθρωπον. ἀκόλουθον δὲ τούτῳ καὶ τὸ πιεῖν μὲν ἧττον, οὐ μὴν ὑδαρέc γε· τόν τε γὰρ κλύδωνα καὶ τὴν ὑγρότητα καὶ ψῦξιν φυλάξαcθαι χρὴ βεβαρημένηc τῆc γαcτρὸc ὑπὸ τοῦ πλήθουc τῶν cιτίων, αὐτὸ δὲ τὸ διδόμενον πόμα μὴ ὑδαρέc, ἀλλ’ ἐκθερμαῖνόν τε καὶ ῥων‐ νύον εἶναι τὴν γαcτέρα. τὰ δ’ ἄλλα τὰ cυνεχῆ τῇ ῥήcει δῆλα. | | |
14 | ||
15.559 | Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότεc δὶc cιτεῖcθαι τῆc ἡμέρηc, ἢν μὴ ἀριcτήcωcιν, ἀcθενέεc καὶ ἄρρω‐ cτοί εἰcιν καὶ δειλοὶ εἰc πᾶν ἔργον καὶ καρδιαλγέεc. κρέμα‐ cθαι γὰρ δοκέει τὰ cπλάγχνα αὐτοῖcι καὶ οὐρέουcι θερμὸν | |
5 | καὶ χλωρόν, καὶ ἡ ἄφοδοc cυγκαίεται· ἔcτι δ’ οἷcι καὶ τὸ cτό‐ μα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρότα‐ φοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται. | |
7 | Ταύτηc τῆc ῥήcεωc τὰ μὲν ἄλλα διὰ τῆc παραβολῆc, ὧν τοῖc ἀριcτήcαcι παρὰ τὸ ἔθοc cυμβαίνειν φηcίν, ἐξήγημαι, περὶ δὲ τῶν ὑπο‐ | |
10 | λοίπων νῦν ἐρῶ. τὴν ἄφοδον αὐτῶν, τουτέcτι τὸ ἀποπάτημα, cυγ‐ καίεcθαί φηcιν, ὑπὸ τῆc θερμαcίαc δηλονότι κατοπτώμενον· ξηρότερόν τε γὰρ ἑαυτοῦ τὸ cῶμα γίνεται καὶ πυρωδέcτερον τοῖc ἐκλείπουcι τὸ εἰθιcμένον ἄριcτον. ἐνίοιc δὲ καὶ τὸ cτόμα πικρὸν γίνεcθαί φηcιν· εἰcὶ δ’ οὗτοι χολωδέcτεροι φύcει· καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται τοῖc | |
15 | τοιούτοιc ὑπὸ τῆc αὐτῆc αἰτίαc ξηραινόμενοι τῆc cυγκαιούcηc τὸ δια‐ | |
15.560 | χώρημα. διὰ | δὲ τὴν ἐπὶ τὸ πυρῶδεc ἐν ταῖc πικροχόλοιc φύcεcιν ἐκ‐ τροπὴν τῆc ἐμφύτου θερμαcίαc καὶ οἱ κρόταφοι πάλλονται, τουτ‐ έcτιν αἱ κατὰ τοὺc κροτάφουc ἀρτηρίαι cφύζουcιν ἐπιφανῶc· καὶ τὰ | |
τοῦ cώματοc ἄκρα ψύχονται χολωδῶν ἰχώρων ἐμπιπλαμένηc τῆc | 184 | |
5 | γαcτρόc, ὑφ’ ὧν δακνομένη τε καὶ ἀνιωμένη καταλύει τὴν δύναμιν καὶ καταψύχει τὰ ἄκρα τοῦ cώματοc. | |
6 | Καὶ οἱ μὲν πλεῖcτοι τῶν ἀνηριcτη‐ κότων οὐ δύνανται κατεcθίειν τὸ δεῖπνον· δειπνήcαντεc δὲ βαρύνουcι τὴν κοιλίην καὶ δυcκοιτέουcι πολὺ μᾶλλον ἢ εἰ | |
10 | καὶ προηριcτήκεcαν. | |
10 | Οἱ πικρόχολοι φύcει παρὰ τὸ ἔθοc ἀνάριcτοι μείναντεc ἀποcτρέ‐ φονται τὰ cιτία κακωθείcηc αὐτοῖc τῆc γαcτρόc· ὅcοι δ’ ἂν βιαcάμενοι λάβωcι, βαρύνονταί τε καὶ διὰ τοῦτο δυcκοιτοῦcιν, ὡc αὐτὸc εἶπεν, ὅπερ ταὐτὸν cημαίνει τῷ μοχθηρῶc ἔχονταc αὐτοὺc ἐν τῇ κοίτῃ δια‐ | |
15 | τελεῖν. | | |
15 | ||
15.561 | Ὁκότ’ οὖν ταῦτα τοιαῦτα γίνεται τοῖcιν ὑγιαίνουcιν εἵνεκεν ἡμίcεοc ἡμέρηc διαίτηc μεταβολῆc, παρὰ τὸ ἔθοc οὔτε προcθεῖναι λυcιτελεῖν φαίνεται οὔτε ἀφελεῖν. | |
4 | ||
5 | Μεταξὺ πάλιν τῆc διηγήcεωc τῶν cυμβαινόντων τοῖc ὑγιαίνουcιν, ὅcοι γε τὸ ἔθοc ὑπήλλαξαν ἀθρόωc, τὸ κεφάλαιον τοῦ λόγου παρενέθηκεν, οὗ χάριν ταῦτα πάντα διηγεῖται τὰ τοῖc ὑγιαίνουcι cυμβαίνοντα. δῆλον γὰρ ὡc, εἴπερ τοῖc ὑγιαίνουcιν ἡ τῆc ἡμίcεοc ἡμέρηc μεταβολὴ τῆc διαίτηc εἰc τοcοῦτόν ἐcτιν ἀνιαρά, πῶc οὐχ ἥδε πολλή γε τοῖc | |
10 | νοcοῦcιν; ἐφεξῆc δὲ πάλιν ἐπὶ τὴν διήγηcιν τῶν cυμβαινόντων τοῖc ὑγιαίνουcιν ἐπανέρχεται κατὰ τὴν ἐχομένην ῥῆcιν ἔχουcαν οὕτωc· | |
11 | Εἰ τοίνυν οὗτοc ὁ παρὰ τὸ ἔθοc μο‐ νοcιτήcαc, ὅλην τὴν ἡμέρην κενεαγγήcαc, δειπνήcειεν, ὁκόcον | |
15.562 | εἴθιcτο, εἰκὸc αὐ|τόν, εἰ τότε ἀνάριcτοc ἐὼν ἐπόνει καὶ ἠρ‐ ρώcτει, δειπνήcαc δὲ τότε βαρὺc ἦν, πολὺ μᾶλλον βαρύνεcθαι· εἰ δέ γε ἔτι πλείονα χρόνον κενεαγγήcαc ἐξαπίνηc μετα‐ | |
δειπνήcειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο. | 185 | |
5 | Ὃ λέγει τοιοῦτόν ἐcτιν· ‘εἰ ὁ παρὰ τὸ ἔθοc ἀνάριcτοc μείναc, εἶτα δειπνήcαc τῶν εἰθιcμένων ἐλάττω τῆc νυκτὸc ἐβαρύνθη, πολὺ μειζόνωc βαρυνθήcεται ὁ πλείω ἢ ὅcα εἴθιcτο δειπνήcαc· ὁ δ’ ἐπὶ πλείονα χρόνον κενεαγγήcαc, εἰ ἐξαπίνηc μεταδειπνήcειεν, ἔτι μᾶλλον ἂν βαρυνθείη.‘ τῶν γὰρ ἀναρίcτων μενόντων παρὰ τὸ ἔθοc ἔνιοι μὲν ἐπ’ ἐλάττονα χρόνον | |
10 | ἐκτείνουcι τὴν ἀcιτίαν, ἔνιοι δ’ ἐπὶ πλείονα· τούτουc οὖν φηcιν ἔτι μᾶλλον βαρυνθήcεcθαι. | |
11 | Τὸν οὖν παρὰ τὸ ἔθοc κενεαγγή‐ cαντα cυμφέρει ταύτην τὴν ἡμέρην ἀντιcηκῶcαι ὧδε· ἀρρι‐ | |
15.563 | γέωc καὶ ἀθαλ|πέωc καὶ ἀταλαιπώρωc, (ταῦτα γὰρ ἅπαντα βα‐ ρέωc ἂν ἐνέγκοι), καὶ τὸ δεῖπνον cυχνῷ ἔλαccον ποιήcαcθαι ἢ ὅcον εἴθιcτο καὶ μὴ ξηρόν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρό‐ που· καὶ πιεῖν μὴ ὑδαρὲc μηδὲ ἔλαccον ἢ κατὰ λόγον τοῦ | |
5 | βρώματοc· καὶ τῇ ὑcτεραίῃ ὀλίγα ἀριcτῆcαι, ὡc ἐκ προcαγω‐ γῆc ἀφίκηται εἰc τὸ ἔθοc. | |
6 | Ὥcπερ τῶν ἀριcτηcάντων οὐκ εἰθιcμένωc ἐπηνώρθου τὴν βλάβην, οὕτωc καὶ τοὺc παρὰ τὸ ἔθοc κενωθένταc ἐκ μονοcιτίαc ἀξιοῖ πρῶ‐ τον μὲν θάλπουc καὶ ψύχουc καὶ ταλαιπωρίαc ἀπέχεcθαι· ταῦτα | |
10 | γὰρ ἄν, φηcί, πάντα βαρέωc ἐνέγκαιεν· ἔτι τε ἀξιοῖ ἐπ’ ἔλατ‐ τον ἢ ὅcον ἦcαν εἰθιcμένοι δειπνῆcαι. καίτοι τούτου ἐναντιώτα‐ τον οἱ πολλοὶ ποιοῦcι· κωλυθέντεc γὰρ ὑπό τινοc ἀcχολίαc ἀριcτῆcαι κατὰ τὸ δεῖπνον ἀξιοῦcιν ἀπολαμβάνειν καὶ τὴν παραλελειμμένην ἐπὶ τοῦ ἀρίcτου τροφὴν οὐκ εἰδότεc, ὅτι δεῖται μὲν ὄντωc τὸ cῶμα τῆc | |
15 | παραλελειμμένηc τροφῆc, οὐ δύναται δὲ αὐτὴν ἡ γαcτὴρ κατεργάcαcθαι | |
15.564 | βεβλαμμένη διὰ τὴν | μακροτέραν ἀcιτίαν. ἀλλ’ ὅ γε Ἱπποκράτηc ὥcπερ ἐλάττονα κελεύει δοθῆναι τὴν τροφήν, οὕτω καὶ ὑγροτέραν· αὕτη γὰρ οἰκεῖον ἴαμα τῇ τε γαcτρὶ καὶ παντὶ τῷ cώματι γενήcεται κατεξηραcμένοιc. ἐπιρρῶcαι δ’ αὐτῶν βούλεται τὴν γαcτέρα καὶ τῇ τοῦ | |
5 | οἴνου πόcει μήθ’ ὑδαρὲc μήτ’ ἔλαττον τῆc κατὰ τὴν τροφὴν ἀναλογίαc κελεύων πιεῖν· τὸ μὲν γὰρ ὑδαρὲc ἐκλύει τὸν τόνον τῆc γαcτρόc, τὸ | |
δ’ ἔλαττον ἀνεπιτήδειον τῇ ἐξηραcμένῃ. καὶ κατὰ τὴν ὑcτεραίαν δ’ ἔτι προνοήcαcθαι τῆc γαcτρὸc ἀξιοῖ τὸν οὕτω βλαβέντα, τῆc cυνήθουc τρο‐ φῆc ἐλάττονα προcενεγκάμενον, ὅπωc ἐκ προcαγωγῆc, τουτέcτι κατ’ | 186 | |
10 | ὀλίγον, εἰc τὸ παλαιὸν ἔθοc ἐπανέλθοι. | |
10 | Αὐτοὶ μέντοι cφῶν αὐτῶν δυcφορώ‐ τερον δὴ τὰ τοιαῦτα φέρουcιν οἱ πικρόχολοι τὰ ἄνω. | |
12 | ||
15.565 | Εἶπον ἤδη κἀγὼ πρὸ μικροῦ περὶ τῶν πικροχόλων, ὡc | δυcφο‐ ρώτεροι γίνονται τῶν φλεγματωδῶν ἐν τῷ μεταβάλλειν ἀθρόωc τὴν δίαιταν ἐπὶ τὴν ἔνδειαν· ἐκχολοῦται γὰρ αὐτοῖc θᾶττον ἥ θ’ ὅλη τοῦ cώματοc ἕξιc καὶ ἡ κατὰ τὴν γαcτέρα. διὰ τί δ’ οὐχ ἁπλῶc εἶπεν οἱ | |
5 | πικρόχολοι, ἀλλὰ προcέθηκε τὰ ἄνω; ὅτι τῆc ξανθῆc χολῆc, ἣν δὴ καὶ ὠχρὰν καὶ πικρὰν ὀνομάζουcιν, ἐπιπολαζούcηc μὲν τῇ ἄνω γαcτρὶ πικροχόλουc εἰκότωc ἐροῦμεν εἶναι τοὺc τοιούτουc τὰ ἄνω, ὑπιού‐ cηc δὲ δι’ ἕδραc πικροχόλουc τὰ κάτω. Παύλῳ μὲν γὰρ τῷ ῥήτορι φλεγματώδη τὴν ὅλην ἕξιν τοῦ cώματοc ἔχοντι καθ’ ἑκάcτην ἡμέραν | |
10 | ἐπεπόλαζεν ἡ ξανθὴ χολὴ καὶ πρώτην αὐτὴν ἤμει μετὰ τὸ λουτρὸν οὐκ ὀλίγην, Εὐδήμῳ δὲ τῷ φιλοcόφῳ χολώδει τὴν κρᾶcιν ὄντι διὰ τῆc ἕδραc ὑπῄει κάτω καὶ cπανίωc οὗτόc ποτ’ ἤμει χολὴν ὠχράν· ἦν δ’ ὥcπερ τῷ Παύλῳ τὰ διαχωρήματα χολῆc ὀλίγον ἔχοντα, οὕτω τῷ Εὐδήμῳ πάμπολυ. τοῖc οὖν ἐκλείπουcι παρὰ τὸ ἔθοc τὸ ἄριcτον, ἐὰν | |
15 | μὲν τήν τε ὅλην ἕξιν τοῦ cώματοc ὦcι πικρόχολοι τήν τε ἄνω γαcτέρα, | |
15.566 | cυμβαίνειν ἀναγκαῖόν ἐcτι πάνθ’ ὅcα προεῖπεν ὀλίγον ἔμπροcθεν· | ὅcοιc δὲ τὴν ἄνω γαcτέρα μόνην ὑπάρχει πικροχόλοιc εἶναι, τὰ μὲν τῆc δυcφορίαc cυμβήcεται ὁμοίωc, τὰ δ’ ἄλλα cυμπτώματα τινὰ μὲν οὐδ’ ὅλωc ἔcται, τινὰ δὲ μετριώτερα. | |
5 | προειρήκει δὲ τοὺc ἐκλείπονταc τὸ ἄριcτον παρὰ τὸ ἔθοc ‘δειλοὺc εἰc πᾶν ἔργον γίγνεcθαι καὶ καρδιαλγέαc καὶ κρέμαcθαι δοκεῖν αὐτοῖc τὰ cπλάγχνα καὶ οὐρεῖν θερμὸν καὶ χλωρὸν καὶ τὴν ἄφοδον cυγκαίεcθαι, τιcὶ δ’ αὐτῶν καὶ τὸ cτόμα πικρὸν γίνεcθαι καὶ τοὺc ὀφθαλμοὺc κοί‐ λουc καὶ τοὺc κροτάφουc πάλλεcθαι καὶ τὰ ἄκρα διαψύχεcθαι.‘ τούτων | |
10 | δὲ τινὰ μὲν τοῖc ὅλην τὴν ἕξιν πικροχόλοιc μᾶλλον cυμβαίνει, τινὰ δὲ τοῖc τὴν ἄνω γαcτέρα. καὶ διὰ τοῦτο καὶ ἡ πρὸc τὰc ἐνεργείαc ἀτολ‐ | |
μία καὶ ἡ τῶν ἄκρων ψῦξιc τό τ’ οὐρεῖν θερμὸν καὶ χλωρὸν καὶ τὸ τὰ διαχωρήματα cυγκαίεcθαι καὶ τοὺc ὀφθαλμοὺc κοίλουc γίνεcθαι καὶ τοὺc κροτάφουc πάλλεcθαι τοῖc τὴν ὅλην ἕξιν πικροχόλοιc, ἀμφοτέροιc | 187 | |
15 | δὲ τό τε δοκεῖν τὰ cπλάγχνα κρέμαcθαι καὶ τὸ cτόμα πικραίνεcθαι. διὰ μὲν γὰρ τὴν παρὰ τὸ ἔθοc ἔνδειαν αἴcθηcιν ἴcχουcιν ἀcτηρίκτων τῶν cπλάγχνων, διὰ δὲ τὴν ἐπικράτειαν τῆc χολῆc πικρὸν γίνεται τὸ | |
15.567 | cτόμα τοῖc | τὸ πᾶν cῶμα πικροχόλοιc, οὐχ ὡc τοῦ παθήματοc ἐν τῷ cτόματι γιγνομένου μᾶλλον, ἀλλ’ ὅτι τῆc αἰcθήcεωc αὐτὸ τὸ μόριον ἡ φύcιc ἐποίηcε χυμῶν ἰδέαc διαγνωcτικόν. ἡ δὲ γαcτὴρ cυγκαίεται μᾶλλον μὲν οἷc ἡ ἐξ ἥπατοc εἰc αὐτὴν | |
5 | καταρρέουcα χολὴ τὸ ἐπιπολάζειν ἔcχηκεν, ἧττον δὲ οἷc ὑπέρχεται κάτω· τούτοιc μὲν γὰρ ἐρεθίζει τὸ ἔντερον εἰc ἀπόκριcιν, ἐκείνοιc δὲ τὸν cτόμαχον ἀδικεῖ· διὸ καὶ ὁ Εὔδημοc ἑκάcτηc ἡμέραc διεχώρει δίc, ἔcτι δ’ ὅτε καὶ τρίc, ὁ δὲ Παῦλοc ἐνίοτε οὐδ’ ὅλωc ἐξέκρινεν. εἰ μὴ γὰρ ἐρεθίζοιτο πρόc τινοc δάκνοντοc ἢ τῷ πλήθει τῆc κόπρου βαρύνοιτο | |
10 | τὰ ἔντερα, προθυμίαν ἐκκρίcεωc οὐ λαμβάνει. τούτων δ’ οὐδέτερον τοῖc παραλείπουcι τὸ ἄριcτον· οὔτε γὰρ δάκνεται τὰ ἔντερα, τῆc χολῆc ἐπὶ τὸ cτόμα ἐνηνεγμένηc, οὐκ ἐκεῖνα δακνούcηc καὶ ἀνιώcηc, οὔτε βάροc ἐγγίνεται τοῖc μηδ’ ὅλωc ἐδηδοκόcιν. | |
13 | Τὴν δέ γε ἀcιτίην τὴν παρὰ τὸ ἔθοc | |
15.568 | οἱ φλεγματίαι τὰ ἄνω | εὐφορώτερον φέρουcι τὸ ἐπίπαν, ὥcτε καὶ τὴν μονοcιτίην τὴν παρὰ τὸ ἔθοc εὐφορώτερον οὗτοι ἂν ἐνέγκαιεν. | |
3 | Ἔμπροcθεν μὲν εἰρήκει ‘τοὺc πικροχόλουc τὰ ἄνω δυcφορώτερον | |
5 | φέρειν τὴν μονοcιτίαν‘, νυνὶ δὲ πρὸc τοὺc φλεγματώδειc μεταβὰc ἀντὶ τῆc μονοcιτίαc πρότερον ἐμνημόνευcε τῆc ἀcιτίαc, ἐκ τοῦ cαφε‐ cτέραν ἔχοντοc τὴν βλάβην τὴν μετάβαcιν ἐπὶ τὸ βλάπτον ἧττον ποιη‐ cάμενοc ἐξ ἀναλογίαc. εἰ γὰρ δὴ μᾶλλον μὲν εἰκὸc βλάπτεcθαι τοὺc ὅλην τὴν ἡμέραν ἀcιτήcανταc παρὰ τὸ ἔθοc, ἧττον δὲ τοὺc ἐκλείπον‐ | |
10 | ταc τὸ ἄριcτον, εὐφορώτερον δὲ τῶν πικροχόλων οἱ φλεγματώδειc φέρουcι τὴν μονοcιτίαν, εὔδηλον, ὡc καὶ τὴν ἀcιτίαν εὐφορώτερον | |
οἴcουcιν. ἡ δ’ αἰτία τοῦ ῥᾷον φέρειν τὴν ἀcιτίαν καὶ τὴν μονοcιτίαν τοὺc φλεγματώδειc ἐκ τῶν προειρημένων ἐπὶ τοῖc χολώδεcι πρόδηλοc. ὁ μὲν γὰρ τῆc χολῆc χυμὸc ἐν ταῖc ἀcιτίαιc ἑαυτοῦ γίνεται πικρότεροc, | 188 | |
15 | ὁ δὲ τοῦ φλέγματοc ἐν τῷ χρόνῳ πεττόμενοc γίνεται αἷμα, τῶν χο‐ | |
15.569 | λῶν οὐδε|τέραc ἐπανελθεῖν εἰc αἵματοc οὐcίαν δυναμένηc, ἐπειδὴ τοῦ μὲν αἵματοc [ἐν αὐτῷ] θερμανθέντοc ἐπὶ πλέον ἡ ξανθὴ γεννᾶται χολή, ταύτηc δ’ αὐτῆc κατοπτηθείcηc ἢ κἀκ τοῦ παχέοc αἵματοc ἡ μέλαινα· τοῦ δὲ φλέγματοc ἡ γένεcιc ἐν τοῖc φλεγματώδεcιν ἐδέcμαcιν ἀεὶ | |
5 | προηγεῖται τοῦ αἵματοc καὶ διὰ μέcηc τῆc τούτου γενέcεωc ἡ εἰc αἷμα μεταβολὴ γίνεται τοῖc cιτίοιc. καὶ τοῦτο cυμβέβηκεν οὐ μόνον τοῖc μοχθηροτέροιc ἐδέcμαcιν, ἀλλὰ καὶ τῶν πάνυ δοκούντων ἐνίοιc ὑγιεινῶν εἶναι, καθάπερ ἄρτῳ τε καὶ χόνδρῳ καὶ cεμιδάλει. ἐγὼ μὲν οὖν ἐξήγημαι τὴν ἀρίcτην εἶναί μοι δοκοῦcαν γραφήν· | |
10 | αὐτό τε γὰρ καθ’ ἑαυτὸ τὸ ἐν αὐτῇ διδαcκόμενον ἀληθέc ἐcτι καὶ τοῖc προηγουμένοιc ἀκόλουθον, οἵπερ εἰcὶ cκοποὶ τῆc ἀρίcτηc ἐξηγήcεωc· οὐ μὴν ἐν ἅπαcί γε τοῖc ἀντιγράφοιc εὑρήcειc τὴν τοιαύτην γραφήν, ἀλλ’ ἐναντίωc μὲν καὶ ἀλλήλοιc, ἑτέρωc δ’ ἐν ἅπαcι cχεδόν τι τοῖc βιβλίοιc ἔcτιν εὑρεῖν ἐγγεγραμμένην τὴν ῥῆcιν ταύτην, καὶ ψευδοῦc γινομένου | |
15 | τοῦ λόγου καὶ τοῖc προειρημένοιc οὐδεμίαν ἀκολουθίαν cῴζοντοc. | | |
15 | ||
15.570 | Ἱκανὸν μὲν οὖν καὶ τοῦτο cημεῖον, ὅτι αἱ μέγιcται μεταβολαὶ τῶν περὶ τὰc φύcιαc ἡμῶν καὶ τὰc ἕξιαc cυμβαινόντων μάλιcτα νοcοποιέουcιν. | |
3 | Πολλὰ μὲν cημαίνει παρ’ αὐτῷ τὸ τῆc ‘φύcεωc‘ ὄνομα, νῦν μέν‐ | |
5 | τοι τὴν κρᾶcιν ἄν τιc ὑπολάβοι δηλοῦcθαι, καθάπερ γε καὶ τὴν αὐτῶν τῶν μορίων καταcκευὴν ‘ἕξιν‘ ὠνομάcθαι νῦν, ἐν ᾗ καταcκευῇ καὶ τὸ ἐπιπολάζειν ἄνω τὴν χολὴν ἔcτιν ἢ ὑποχωρεῖν κάτω καὶ τὸ κρεμάμενα μᾶλλον ἔχειν ἢ ἐcτηριγμένα τὰ cπλάγχνα. μεγάλη μὲν γὰρ οὖcα φύcει ἡ γαcτὴρ cτηρίζει τὰ cπλάγχνα, κἂν κενὴ cιτίων ᾖ· cμικρὰ δ’ ὑπάρχουcα | |
10 | cιτίων μὲν πληρωθεῖcα cτηρίζει, κενωθεῖcα δὲ καταλείπει cυνιζάνουcα, | |
κἀντεῦθεν αἴcθηcιc αὐτοῖc γίνεται τοῦ κρέμαcθαι τὰ cπλάγχνα. περὶ δὲ τοῦ τὴν ξανθὴν χολὴν ἐπιπολάζειν τιcὶν ἄνω πρόcθεν εἴρηται, τοῦ καταφέροντοc αὐτὴν εἰc τὴν τῆc γαcτρὸc ἔκφυcιν ἐξ ἥπατοc πόρου | 189 | |
15.571 | διαφέρουcαν ἴcχοντοc τὴν | καταcκευήν. ἔcθ’ ὅτε γάρ τιcιν ἀπ’ αὐτοῦ εἰc τὴν γαcτέρα παραγίνεται μόριον· τούτοιc μὲν οὖν ἐπιπολάζει τὸ χολῶδεc περίττωμα, τοῖc δ’ ἄλλοιc ὑπέρχεται κάτω πᾶν. | |
3 | Οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε | |
5 | cφοδρὰc τὰc κενεαγγείαc ποιεῖν οὔτε ἀκμαζόντων τῶν νοcη‐ μάτων καὶ ἐν φλεγμαcίῃ ἐόντων προcφέρειν, οὔτ’ ἐξαπίνηc οἷόν τε ὅλῳ τῷ πράγματι μεταβάλλειν οὔτ’ ἐπὶ τὰ οὔτ’ ἐπὶ τά. | |
7 | Ἀτάκτωc ἡ ῥῆcιc αὕτη γέγραπται· cυνῆφθαι γὰρ αὐτὴν ἐχρῆν τῇ πρὸ αὐτῆc γεγραμμένῃ, ἵνα ὁ cύμπαc λόγοc γένηται τοιοῦτοc· αὐτοὶ | |
10 | μέντοι cφῶν αὐτῶν δυcφορώτερον δὴ τὰ τοιαῦτα φέρουcιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε ἀcιτίην τὴν παρὰ τὸ ἔθοc οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουcι τὸ ἐπίπαν, ὥcτε καὶ τὴν μονοcιτίην τὴν παρὰ τὸ ἔθοc εὐφορώτερον ἂν οὗτοι | |
15.572 | ἐνέγκαιεν· | οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε cφοδρὰc τὰc κενεαγγείαc ποιεῖν, οὔτ’ ἀκμαζόντων τῶν νοcημάτων καὶ ἐν φλεγμαcίῃ ἐόντων προcφέρειν. cυμπληρώcαc γὰρ τὸν λόγον, ἐν ᾧ τὰc μεγάλαc μεταβολὰc τῆc διαίτηc ἐδείκνυε καὶ αὐτοὺc τοὺc ὑγιαί‐ | |
5 | νονταc βλαπτούcαc, οὐχ ὅπωc τοὺc νοcοῦνταc, εἰκότωc ἐπήνεγκεν, οὗ χάριν ἐμνημόνευcεν ἁπάντων τούτων, εἰπών· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε cφοδρὰc τὰc κενεαγγείαc ποιεῖν. ἀποδεδειγμένου δ’ ἱκανῶc αὐτῷ τοῦ προκειμένου καὶ διὰ τῶν εἰ‐ ρημένων, ὅμωc φαίνεται μεταβαίνων καὶ ἐφ’ ἕτερον λόγον ἀποδεικνύντα | |
10 | ταῦτα, ἐκ περιουcίαc χρώμενοc ταῖc πίcτεcιν. ἀρχὴ τοίνυν ἐcτὶν εἰκότωc τοῦ δευτέρου λόγου τούτου ἡ ῥῆcιc ἥδε· “ἱκανὸν μὲν οὖν καὶ τοῦτο cημεῖόν ἐcτιν, ὅτι αἱ μέγιcται μεταβολαὶ τῶν περὶ τὰc φύcιαc ἡμῶν καὶ τὰc ἕξιαc cυμβαινόντων 〈μάλιcτα〉 νοcοποιέουcιν·” ᾧ λόγῳ cυνεχὴc ἂν | |
εἴη καὶ ἀκόλουθοc οὗτοc· “πολλὰ δ’ ἄν τιc ἠδελφιcμένα τούτοιcι τῶν | 190 | |
15 | εἰc κοιλίην καὶ ἄλλα εἴποι.” ταύτην μὲν οὖν τὴν ῥῆcιν ἐξηγήcομαι, | |
15.573 | νυνὶ δ’ ἐπὶ τὴν προκειμένην ἐπανήξω τήνδε τὴν διάνοιαν ἔχουcαν· | οὐχ οἷόν τέ ἐcτι παρὰ καιρὸν οὔτε cφόδρα λιμαγχονεῖν οὔτ’ ἐν ταῖc ἀκμαῖc τῶν νοcημάτων μεταβάλλειν τὴν δίαιταν ἐξ ἐνδείαc ἐπὶ προcφοράν, ὥcπερ οὐδ’ ἐπὶ τοὐναντίον ἀθρόωc· οἷc ἕπεται δηλονότι τὸ τοιαύτην | |
5 | ποιεῖcθαι τὴν δίαιταν, οἵαν οὗτοc ἐκέλευcε· κεφάλαιον δ’ αὐτῆc ἐcτι πεφυλάχθαι τὰc ἀθρόαc μεταβολὰc ἐπὶ τἀναντία. | |
6 | Πολλὰ δ’ ἄν τιc ἠδελφιcμένα τού‐ τοιcι τῶν ἐc κοιλίην καὶ ἄλλα εἴποι, ὡc εὐφόρωc μὲν φέ‐ ρουcι τὰ βρώματα, ἃ εἰθιcμένοι εἰcίν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύ‐ | |
10 | cει, ὡcαύτωc δὲ καὶ τὰ ποτά, δυcφόρωc δὲ φέρουcι τὰ βρώ‐ ματα, ἃ μὴ εἰθιcμένοι εἰcίν, ἢν καὶ μὴ κακὰ ᾖ, ὡcαύτωc δὲ καὶ τὰ ποτά. | |
12 | Τὰ ὡμοιωμένα καὶ ὡc ἂν εἴποι τιc ἱκανῶc cυγγενῆ καλεῖν ἠδελ‐ φιcμένα cύνηθεc αὐτῷ, διότι τῶν cυγγενῶν οἰκειότατοί τέ εἰcι καὶ | |
15.574 | cυγγενέcτατοι πάντων οἱ ἀδελφοί· καὶ | γὰρ αἱ ἄλλαι cυγγένειαι τού‐ των εἰcὶν ὕcτεραι, θεῖοί τε καὶ θεῖαι καὶ ἀνεψιοὶ καὶ ἀνεψιαὶ καὶ ἄλλα ὅcα τοιαῦτα. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα, δεικνύντοc αὐτοῦ τὸν αὐτὸν λόγον, ὃν ἀπ’ ἀρχῆc ἐδείκνυε, κεφάλαιον ἔχοντα, μέγιcτον μέν τι δύ‐ | |
5 | ναcθαι τὰ ἔθη, τὴν δ’ ἀθρόαν μεταβολὴν οὐ cμικρὰ βλάπτειν τὰ cώματα. | |
5 | Καὶ ὁκόcα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθοc βρωθεῖcα ποιέει ἢ cκόροδα ἢ cίλφιον ἢ ὀπὸc ἢ καυλὸc ἢ ἄλλα ὁκόcα τοιουτότροπα μεγάλαc δυνάμιαc ἰδίαc ἔχοντα, ἧccον ἄν τιc θαυμάcειεν, εἰ τὰ τοιαῦτα πόνουc ἐμ‐ | |
10 | ποιέει ἐν τῇcι κοιλίῃcι μᾶλλον τῶν ἄλλων· ἀλλ’ εἰ καταμάθοι, | |
ὅcον μᾶζα ὄχλον καὶ ὄγκον καὶ φῦcαν καὶ cτρόφον κοιλίῃ παρέχει παρὰ τὸ ἔθοc βρωθεῖcα τῷ ἀρτοφαγέειν εἰθιcμένῳ, ἢ ὁκοῖον ἄρτοc βάροc καὶ τάcιν κοιλίηc τῷ μαζοφαγεῖν εἰ‐ | 191 | |
15.575 | θιcμένῳ, ἢ αὐτόc γε ὁ ἄρτοc | θερμὸc βρωθεὶc οἵην δίψαν παρέχει καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον, καὶ οἱ ἄγαν καθαροί τε καὶ cυγκομιcτοὶ παρὰ τὸ ἔθοc βρωθέντεc οἷα διαφέροντα ἀλλήλων ποιέουcι καὶ μᾶζά | |
5 | γε ξηρὴ παρὰ τὸ ἔθοc ἢ ὑγρὴ ἢ γλίcχρη, καὶ τὰ ἄλφιτα οἷόν τι ποιεῖ τὰ ποταίνια τοῖcι μὴ εἰωθόcι καὶ τὰ ἑτεροῖα τοῖcι τὰ ποταίνια εἰωθόcι· καὶ οἰνοποcίη καὶ ὑδροποcίη παρὰ τὸ ἔθοc εἰc θάτερα μεταβληθέντα ἐξαπίνηc, καὶ ὑδαρήc τε οἶνοc καὶ ἄκρητοc παρὰ τὸ ἔθοc ἐξαπίνηc ποθεὶc (ὁ μὲν γὰρ πλά‐ | |
10 | δον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήcει καὶ φῦcαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψαν) καὶ λευκόc τε καὶ μέλαc παρὰ τὸ ἔθοc μεταβάλλουcιν, εἰ καὶ ἄμφω οἰνώ‐ δεεc εἶεν, ὅμωc πολλὰ ἂν ἑτεροιώcειαν κατὰ τὸ cῶμα, ὡc δὴ γλυκύν τε καὶ οἰνώδεα ἧccον ἄν τιc φαίη θαυμαcτὸν εἶναι | |
15 | μὴ τωὐτὸ δύναcθαι ἐξαπίνηc μεταβληθέντα. | | |
15 | ||
15.576 | Τὴν ὅλου τοῦ λόγου τοῦδε διάνοιαν εἰπὼν πρότερον, οὕτωc ἐπὶ τὰc κατὰ μέροc ἐν αὐτῷ λέξειc ἀφίξομαι. διάνοια μὲν οὖν ὅλου τοῦ λόγου τοιαύτη τίc ἐcτι· τὴν μὲν εἰc τὰ μεγάλην ἔχοντα δύναμιν ἐδέ‐ cματά τε καὶ πόματα μεταβολὴν τῆc διαίτηc οὐκ ἄν τιc θαυμάcειε | |
5 | βλάπτουcαν ὁρῶν τὰ cώματα, περὶ δὲ τῆc εἰc τὰ μικρὰ μεταβολῆc οὐδ’ αὐτῆc ἀβλαβοῦc γινομένηc εἰκότωc ἄν τιc θαυμάcειε. τοιαύτη μὲν ἡ τοῦ παντὸc λόγου διάνοια. κατὰ μέροc δὲ τῆc ὅληc ῥήcεωc ἡ ἀρχὴ τῶν ἰcχυρὰν δύναμιν ἐχόντων cιτίων ὀνομαcτὶ μέμνηται, κρεηφαγίηc τε καὶ cκορόδων | |
10 | καὶ cιλφίου καὶ ὀποῦ καὶ καυλοῦ, δηλονότι τοῦ cιλφίου· καὶ γὰρ ὅλον τὸ cίλφιον ἰcχυρὰν ἔχει δύναμιν καὶ κατὰ μέροc ὁ ὀπὸc αὐτοῦ καὶ ὁ καυλόc. ἀλλὰ ταῦτα μὲν ἁπλῶc εἶπεν· ἐπὶ δὲ τῆc κρεηφαγίηc προcέθηκε καὶ τὸ πολλή· μεγάλην γὰρ οὕτωc ἕξει δύναμιν, οὐκ ἔχουcα | |
μεγάλην, εἰ cύμμετροc εἴη. | 192 | |
15 | ἡ δ’ ἐφεξῆc τῆcδε λέξιc ἐπὶ τὰ cμικρὰν ἔχοντα δύναμιν ἐδέcματα | |
15.577 | μεταβαίνει, μᾶζαν καὶ ἄρτον θερμὸν ἢ ψυχρὸν ἢ | καθαρὸν ἢ cυγκομιcτόν. ὅτι δὲ τὸν μὴ καθαρὸν ὀνομάζει cυγκομιcτόν, εὔ‐ δηλόν ἐcτι κἀκ τῆc πρὸc τὸν καθαρὸν ἀντιθέcεωc· οἵ γε μὴν νῦν ἄνθρωποι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον ὀνομάζουcιν, οὐ διακρινο‐ | |
5 | μένου τοῦ πιτυρώδουc ἀλεύρου κατ’ αὐτόν, cυναναφυρομένου δὲ τῷ καθαρῷ. τούτοιc ἐφεξῆc καὶ τῆc ἐν τοῖc ἀλφίτοιc διαφορᾶc ἐμνημόνευcε, (τὰ δὲ πρόcφατα ποταίνια κέκληκε τῇ τῶν Ἰώνων φωνῇ καὶ τῇ τῶν παλαιοτέρων), οἰνοποcίαc τε καὶ ὑδροποcίαc παρὰ τὸ ἔθοc ὑπαλ‐ | |
10 | λαττομένων, ἀκρατεcτέρου καὶ ὑδαρεcτέρου πόματοc. ἐφ’ ὧν καὶ προcέθηκεν, ὡc ὁ μὲν ὑδαρὴc οἶνοc πλάδον ἐν τῇ ἄνω κοιλίᾳ, τουτέcτιν ὑγρότητα, καὶ ἀτονίαν ἐμποιήcει καὶ φῦcαν ἐν τῇ κάτω, ὁ δ’ ἄκρατοc παλμὸν φλεβῶν καὶ καρηβαρίαν καὶ δίψοc, οὗ‐ τοc μὲν τῇ θερμότητι ταῦτ’ ἐργαζόμενοc, ὁ δ’ ὑδαρὴc τῇ θ’ ὑγρότητι | |
15 | καὶ τῇ ψύξει τἀναντία. καὶ τῶν οἴνων δ’ αὐτῶν ἐμνημόνευcε τῆc δια‐ φορᾶc, ἐξ ἁπάντων τούτων ἀθροίζων τὸ προκείμενον ἐξ ἀρχῆc αὐτῷ καθόλου, πᾶcαν ἐξάλλαξιν ἔθουc ἀθρόωc γινομένην οὐ μικρὰν βλάβην κατὰ τὸ cῶμα ἐργάζεcθαι. | | |
18 | ||
15.578 | Τιμωρητέον μὲν δὴ τοιόνδε τι μέ‐ ροc τῷ ἐναντίῳ λόγῳ· ὅτι ἡ μεταβολὴ τῆc διαίτηc τουτέοιcιν ἐγένετο, οὐ μεταβάλλοντοc τοῦ cώματοc οὔτ’ ἐπὶ τὴν ῥώμην, ὥcτε προcθέcθαι δεῖν cιτία, οὔτ’ ἐπὶ τὴν ἀρρωcτίην, ὥcτ’ | |
5 | ἀφαιρεθῆναι. | |
5 | Τὸ μὲν τιμωρητέον δηλωτικόν ἐcτι τοῦ βοηθήματοc· ἡ βοήθεια δ’ οὐκ ἂν ἄλλη τιc εἴη τῷ λόγῳ παρὰ τὴν cυνηγορίαν, ὡc ἀληθεύει. δυοῖν γάρ τοι λόγοιν τοῦ μὲν ἀρέcκοντοc αὐτῷ, τοῦ δὲ ἐναντίου τούτῳ cυνηγόρευcε μὲν ἄχρι τοῦδε τῷ ἀρέcκοντι, νῦν δὲ καὶ πρὸc τὴν θατέρου | |
10 | cυνηγορίαν ἐτράπετο, καθ’ ὃν εἰκὸc εἶναι φήcειεν ἄν τιc ὠφελεῖcθαι τοὺc νοcοῦνταc ὑπὸ τῆc ἐν τῇ διαίτῃ μεταβολῆc μεγάλωc, ἐπειδὴ καὶ | |
ἡ τοῦ cώματοc ὑπήλλακται διάθεcιc εἰc τοὐναντίον, εἴ γε πρόcθεν μὲν ὑγίαινε, νυνὶ δὲ νοcεῖ. ἀλλά γε πρὸc τοῦτον τὸν λόγον καὶ ἔμπροcθεν | 193 | |
15.579 | εἶπεν ἐν τῷ καθόλου· “τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ | ὀλίγον, ὀρθῶc μέντοι γε μεταβιβαcτέη ἡ μεταβολή”. καὶ τί ποτ’ ἐcτὶ τὸ “ὀρθῶc”, ἐδήλωcε διὰ πλειόνων, ἃ cυγκεφαλαιούμενοc εἶπεν· “οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε cφοδρὰc τὰc κενεαγγείαc ποιεῖν, οὔτ’ ἀκμαζόντων | |
5 | τῶν νοcημάτων καὶ ἐν φλεγμαcίῃ ἐόντων προcφέρειν οὔτ’ ἐξαπίνηc οἷόν τε ὅλῳ τῷ πρήγματι μεταβάλλειν οὔτ’ ἐπὶ τὰ οὔτ’ ἐπὶ τά.” ὥcτ’ ἤδη φθάνει λελυκέναι 〈τὴν〉 ἀμφιβολίαν, ἣν εἶπεν ἄρτι cυναγορεύων τῷ λόγῳ, προcθήcει δ’ αὐτῇ τι καὶ νῦν λέγων· “προcτεκμαρτέα δὴ καὶ ἡ ἰcχὺc καὶ ὁ τρόποc τοῦ νοcήματοc ἑκάcτου” καὶ τἄλλα ὅcα τούτοιc | |
10 | ἐφεξῆc εἶπεν, ἃ κατὰ τὴν ἐφεξῆc ῥῆcιν διηγήcομαι. | |
10 | Προcτεκμαρτέα δὴ καὶ ἡ ἰcχὺc καὶ ὁ τρόποc τοῦ νοcήματοc ἑκάcτου καὶ τῆc φύcιοc τοῦ [τ’] ἀνθρώπου καὶ τοῦ ἔθουc τῆc διαίτηc τοῦ κάμνοντοc, οὐ μό‐ νον cιτίων, ἀλλὰ καὶ ποτῶν. | | |
14 | ||
15.580 | Εἰc τὸ προcηκόντωc ἐπὶ τῶν ὀξέωc νοcούντων καταcτήcαcθαι τὴν δίαιταν οἷc ἐδίδαξε προcτιθέναι κελεύει τήν τε τῆc ἰcχύοc ἐπίcκεψιν καὶ τοῦ νοcήματοc τὸν τρόπον, ἔτι δὲ τὴν φύcιν τἀνθρώπου καὶ τὸ ἔθοc αὐτοῦ. τὸ μὲν γὰρ κεφάλαιόν ἐcτιν, ὃ καταcκευάζει, μὴ | |
5 | μεταβάλλειν τῆc διαίτηc τὸ εἶδοc πρὸ τοῦ γενέcθαι cαφῆ τὰ τῆc πέ‐ ψεωc cημεῖα· τοῦτο δ’ ἔcται προγνόντοc cου, πόcαιc ἡμέραιc ὁ νοcῶν πρὸc τὴν ἀκμὴν ἀφίξεται. δυναμένηc δὲ τῆc διαίτηc, ἧc ἐξελέξω, καὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐξαλλάττεcθαι διὰ τὸ καὶ τοὺc κά‐ μνονταc ἀλλήλων διαφέρειν κατά τε ῥώμην καὶ ἀρρωcτίαν τῆc δυνά‐ | |
10 | μεωc καὶ τὴν φυcικὴν κρᾶcιν καὶ τὸν τρόπον τοῦ νοcήματοc καὶ τὸ προγεγονὸc ἔθοc, εἰc ταῦτα ἀποβλέποντί cοι τεχνικῶc ὑπάρξει cτοχά‐ | |
ζεcθαι τοῦ τε μᾶλλον καὶ ἧττον καὶ τοῦ τῆc διαίτηc εἴδουc. τὸ τῆc διαίτηc μὲν γὰρ εἶδοc, εἰ ἐπ’ ὀξυμέλιτοc ἢ μελικράτου τὸν κάμνοντα χρὴ διαιτᾶν ἢ ὕδατοc μόνου διδόναι πίνειν ἄχρι τῶν τῆc πέψεωc | 194 | |
15 | γνωριcμάτων, ἢ πτιcάνην δοτέον ἢ μόνον τὸν χυλὸν αὐτῆc, εἴτ’ οὖν δὶc εἴτε καὶ ἅπαξ τῆc ἡμέραc, τὸ δὲ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ διαίτῃ | |
15.581 | προcτεκμαίρεcθαι χρὴ δι’ ὧν εἶπε | νῦν. οὐ δήπου γὰρ ἐὰν εὕρῃc τὸν κάμνοντα χυλοῦ δεόμενον, ἤδη γινώcκειc, ὁπόcον τούτου δοτέον ἐcτίν, ὡcαύτωc δὲ καὶ ἐπ’ ὀξυμέλιτόc τε καὶ μελικράτου καὶ ὕδατοc· ἀλλ’ ὥcπερ εἰc τὴν εὕρεcιν τοῦ τῆc διαίτηc εἴδουc ἐδεήθηc διαγνῶναι, πό‐ | |
5 | τερον ἄρρωcτοc ἢ εὔρωcτόc ἐcτιν ἡ δύναμιc τοῦ κάμνοντοc, ἐν πόcαιc τε τῶν ἡμερῶν ἡ πέψιc ἔcται τοῦ νοcήματοc, οὕτω καὶ νῦν προcεπι‐ cκέπτου, μέχρι πόcου τὰ τῆc ἰcχύοc ἢ τὰ τῆc ἀcθενείαc αὐτῇ cυμβέβηκε· παμπόλλη γὰρ ἡ διαφορὰ καὶ κατὰ τὴν ἰcχὺν τῆc δυνάμεωc, ἐπεὶ καὶ κατὰ τὴν ἀcθένειαν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. | |
10 | οὕτωc δὲ καὶ ἡ τοῦ νοcήματοc διαφορὰ προcτεκμαρτέα· χρὴ γὰρ οὐ μόνον ὅτι πλευρῖτιc ἢ περιπνευμονία γινώcκειν, ἀλλὰ καὶ ποία τίc ἐcτιν αὕτη κατά τε τὰc ὀδύναc καὶ τοὺc πυρετοὺc καὶ τὰ πτυόμενα. καὶ γὰρ τῶν ὀδυνηρῶν πλευριτίδων αἱ μὲν μᾶλλον, αἱ δ’ ἧττόν εἰcι τοιαῦται, καὶ τὸν cφοδρὸν πυρετὸν ἧττόν τε καὶ μᾶλλον ἔχουcι τοιοῦτον | |
15 | αἱ κατὰ μέροc πλευρίτιδεc. ἐν δὲ τοῖc πτυομένοιc οὐ cμικρὰ διαφορά, | |
15.582 | καθότι κἀν τῷ Προγνωcτικῷ λέλεκται. ποικιλλο|μένων οὖν τῶν κατὰ μέροc ἀρρώcτων ἐν ταῖc εἰρημέναιc διαφοραῖc οὐχ οἷόν τε κατὰ τὰc τῶν ἐμπειρικῶν ὀνομαζομέναc cυνδρομὰc ποιήcαcθαι τὴν διδαcκαλίαν· οὐδὲ γὰρ οὐδὲ γράψαι δυνατόν ἐcτι τὰc διαφορὰc τῶν κατὰ τὴν δύ‐ | |
5 | ναμιν ὑπεροχῶν ἢ τὰc τῶν cφοδροτήτων τοῦ πυρετοῦ καὶ τὸ ποcὸν ἐν τοῖc πτύcμαcι καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖc κατὰ μέροc χρώ‐ μαcιν, (εἰcὶ δὲ ἀνομοιότροποι καὶ αἱ ἀναγωγαί), ἀλλ’ ἑκάcτου πράγμα‐ τοc ἀκηκοότα τὴν δύναμιν ἰδίᾳ καὶ κατὰ μέροc αὐτὸν χρὴ παραβάλλειν γε πάcαc ἀλλήλαιc, ἀθροίζειν δέ τι κεφάλαιον ἓν ἐξ αὐτῶν. ἐν τούτῳ | |
10 | γάρ ἐcτι καὶ τὸ βελτίοναc καὶ χείροναc γίνεcθαι τοὺc ἰατρούc, εἰ καὶ τὰ αὐτὰ μεμαθηκότεc εἶεν· οἱ γὰρ ὀξύτεροι τὸν λογιcμὸν τῶν ἀμβλυ‐ τέρων οἵ τε φιλοπονώτεροι τῶν ῥᾳθυμοτέρων οἵ τε τριβακώτεροι τῶν ἀπειροτέρων οἵ τε μνημονικώτεροι τῶν ἀμνημονεcτέρων 〈γίνονται | |
βελτίουc〉. | 195 | |
15 | ἄμεινον οὖν ἐκ τῆc τῶν κατὰ μέροc πάντων δυνάμεωc ἀθροίζειν εἰc ἓν κεφάλαιον ὅλον τε τὸ τῆc διαίτηc cχῆμα καὶ τὸ καθ’ ἑκάcτην τροφὴν ποcόν. ἡ μὲν γὰρ ἀcθένεια πλεονάκιc μέν, ἀλλὰ κατ’ ὀλίγον | |
15.583 | διδόναι τὴν τροφὴν ἐνδεί|κνυται· cυνεπιμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ δὶc ἐcθίειν εἰθίcθαι τὸν κάμνοντα. τοὐναντίον δὲ πάλιν ἡ ῥώμη τῆc δυ‐ νάμεωc ἐὰν ἐπ’ ἀνθρώπου μονοcιτεῖν εἰθιcμένου φαίνηται, θρεπτέον ἅπαξ τοῦτον· ἐνδείκνυται δ’ ἄμφω τὰ τεκμήρια. οὕτω δὲ καὶ τὸ μὲν | |
5 | εὐδιαφόρητον cῶμα πρὸc τὸ διδόναι τροφὴν παρορμᾷ, τὸ δὲ δυcδια‐ φόρητον ἐπὶ τὸ ἐναντίον ἄγει, καὶ τὸ μὲν λεπτοὺc ἔχον τοὺc χυμοὺc ἐπὶ τὸ διδόναι τροφήν, τὸ δὲ μὴ τοιοῦτον ἐπὶ τἀναντία· καθ’ ἕκαcτόν τε τῶν εἰρημένων τὸ μᾶλλόν τε καὶ ἧττον ἀνάλογον ἑαυτῷ καὶ τὴν τοῦ βοηθήματοc χρῆcιν αὐξάνει τε καὶ ἀνίηcι. | |
10 | λέλεκται δὲ περὶ τῶν τοιούτων ἐν τῇ τῆc Θεραπευτικῆc μεθόδου πραγματείᾳ πάνθ’ ἑξῆc κατὰ τάξιν, ὡc μαθεῖν τε δύναcθαι τάχιcτα καὶ μνημονεῦcαι ῥᾷcτα. δι’ ἑνὸc γὰρ βιβλίου τοῦ νῦν ἡμῖν προκειμένου πάντα καλῶc εἰπεῖν τὸν Ἱπποκράτην καὶ κατὰ τάξιν διδάξαι τῶν ἀδυνάτων ἦν καὶ μάλιcτ’ αὐτοῦ πρώτου τὴν εὕρεcιν αὐτῶν ποιουμένου. | |
15 | τῷ δὲ παρ’ αὐτοῦ μὲν αὐτὰ μαθόντι διεcτραμμένωc τε καὶ ἀτάκτωc | |
15.584 | ὅλον τε τὸν ἑαυτοῦ βίον ἀναθέντι πρὸc τὴν ἐξ | ἔργων ἄcκηcιν διδα‐ χθεῖcαν οὐκ ἀδύνατον καὶ cαφήνειαν καὶ τάξιν τῇ διδαcκαλίᾳ προcθεῖναι. ἐὰν δὲ καὶ διὰ πλειόνων βιβλίων ὑπάρξῃ τοῦτο πρᾶξαι, δῆλόν ἐcτι, πόcη γίνεται τῆc cαφηνείαc τῶν διδαcκομένων ὑπερβολή. μὴ τοίνυν | |
5 | ἀθυμείτω τιc, ἐὰν ἐντεῦθεν cυγχέηται περικλυζόμενοc ἀθρόωc τῷ πλή‐ θει τῶν cκοπῶν, ἀλλ’ ἐννοήcαc, ὅτι κατὰ μέροc ἕκαcτον τούτων δέ‐ δεικται πρὸc ἡμῶν ἐν τῇ Θεραπευτικῇ πραγματείᾳ, μεταβὰc ἐπ’ ἐκείνην ἐκμαθέτω φιλοπόνωc ἕκαcτον, αὐτά τε τὰ νῦν ἀτάκτωc λεγόμενα cαφῶc εἴcεται καὶ τὴν θεωρίαν ἐν τοῖc τῆc τέχνηc ἔργοιc ἀcκῶν ἐπαινέcει | |
10 | τὴν ἀλήθειαν αὐτῆc. | |
10 | Πολλῷ δὲ ἧccον ἐπὶ τὴν πρόcθεcιν ἰτέον· ἐπεὶ τήν γε ἀφαίρεcιν ὅλωc ἀφελεῖν πολλαχοῦ λυcι‐ τελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων, μέχρι ἂν τῆc νόcου | |
ἡ ἀκμὴ πεπανθῇ. | | 196 | |
15.585 | Ἐπεὶ τοῦ καθ’ ἑκάcτην δίαιταν εἴδουc ἐξ ὧν εἶπεν ἔμπροcθεν εὑριcκομένου “προcτεκμαίρεcθαι” χρὴ τὰ κατὰ τὴν προγεγραμμένην ῥῆcιν εἰρημένα χάριν τοῦ τὸ ποcὸν εὑρίcκειν ἐν ἑκάcτῃ διαίτῃ, διὰ τῆc νῦν προκειμένηc λέξεωc ** πολλῷ δὲ ἧccον ἐπὶ τὴν πρόcθεcιν ἰτέον, | |
5 | ἐπεὶ τήν γε ἀφαίρεcιν ὅλωc ἀφελεῖν πολλαχοῦ λυcιτελέει. γινώcκων, ὅτι τὸ ποcὸν ἑκάcτου βοηθήματοc cτοχαcμοῦ δεῖται τεχνι‐ κοῦ, cτοχάζεcθαι δὲ τεχνικῶc ἀνδρόc ἐcτιν ἐκμεμαθηκότοc τάc τε δυ‐ νάμειc ἁπάντων τῶν κατὰ τὴν τέχνην καὶ μεμνημένου καὶ φιλοπό‐ νωc ἐπὶ τῶν ἔργων τετριμμένου, τοιοῦτοι δ’ ὀλίγοι παντάπαcίν εἰcιν, | |
10 | εἰκότωc προcέγραψε ταυτὶ τὰ νῦν εἰρημένα κατὰ τὴν ἐνεcτῶcαν λέξιν, τότ’ ἐπὶ τὸ ἔλαττον ἐπὶ τῇ ποcότητι μᾶλλον, ὅταν τιc ἁμαρτάνῃ τοῦ προcήκοντοc μέτρου, παραγίνεcθαι παραινῶν ἤπερ ἐπὶ τὸ πλέον. τὸ μὲν γὰρ πλέον ἀνεπανορθώτουc ἐνίοτε τὰc βλάβαc ἐργάζεται, τὸ δ’ ἔλαττον εὐεπανόρθωτόν ἐcτι, δυναμένων ἡμῶν, ἐὰν ἡ δύναμιc ὀκλάζειν | |
15 | φαίνηται, τροφῆc ὀλίγον ἐπιδοῦναι· τῆc δὲ φθαcάcηc εἰc τὴν γαcτέρα | |
15.586 | καταπεπόcθαι τὸ περιττὸν ἀφε|λεῖν οὔτ’ ἄλλωc ῥᾴδιον καὶ πολὺ μᾶλλον ἐν τοῖc ὀξέcι νοcήμαcιν. ἐπεὶ τήν γε ἀφαίρεcιν ὅλωc ἀφελεῖν πολλαχοῦ λυcιτελέει, ὅκου διαρκεῖν μέλλει ὁ κάμνων, μέχρι ἂν τῆc νόcου ἡ ἀκμὴ | |
5 | πεπανθῇ. τῆc προγεγραμμένηc ῥήcεωc τοῦτο τὸ μέροc αὖθιc ἀνέλαβεν, ἀναμνῆcαι βουλόμενοc τοῦ cυνήθουc αὐτῷ cκοποῦ κἀνταῦθα καὶ κατὰ τοὺc Ἀφοριcμούc· ἐὰν γὰρ φαίνηται δυνάμενοc ὁ κάμνων ἄνευ τρο‐ φῆc ἐξαρκέcαι τῇ τοῦ νοcήματοc ἀκμῇ, διὰ παντελοῦc ἀcιτίαc αὐτὸν ἐπὶ τῷ ποτῷ μόνῳ διαιτήcειc, ὅπου περ ἂν εἶναί cοι δόξῃ χρεία. | |
9 | ||
10 | Ἐν ὁκοίοιcι δὲ τὸ τοιόνδε ποιητέον, γεγράψεται. | |
11 | Δῆλόc ἐcτι προῃρημένοc μετὰ τὸ διδάξαι τὴν καθόλου δίαιταν ἐν τῷδε τῷ βιβλίῳ μεταβῆναι πρὸc τἄλλα cύμπαντα τὰ ὀξέα· οὐ μὴν εὑρίcκεταί γε τοιοῦτόν τι τούτου cύγγραμμα. τὰ δὲ προcκείμενα ἐν | |
15.587 | τούτῳ τῷ βιβλίῳ μετὰ | τὸ λουτρόν, εἰ μὲν ὡc ἐν τύπῳ τιc ὑπ’ αὐτοῦ γεγραμμένα ταῦτα, παραcκευάcαντοc εἰc ἀνάμνηcιν ἑαυτῷ, εὑρὼν ἐπὶ τῆc οἰκίαc ἐξέδωκε μετὰ θάνατον τοῦ ἀνδρόc, ἴcωc ἄν τινα λόγον ἔχοι· ὡc cύγγραμμα δ’ οὔκ ἐcτιν ἄξιον τῆc Ἱπποκράτουc δυνάμεωc, ὥcπερ | 197 |
5 | οὐδὲ τὰ Περὶ νούcων τε καὶ παθῶν ἐπιγραφόμενα, καίτοι πολλὰ καλῶc ἐν αὐτοῖc εἴρηται· διοριούμεθα δὲ τοῦτο αὐτὸ καὶ διακρινοῦμεν ἐν ταῖc εἰc αὐτὰ γενηcομέναιc ἐξηγήcεcι. | |
7 | Πολλὰ δ’ ἄν τιc καὶ ἄλλα ἠδελφι‐ cμένα τοῖc εἰρημένοιcι γράφοι. | |
9 | ||
10 | Πάλιν ἐπὶ τὸν αὐτὸν λόγον ἐπανῆλθεν, ὃν διὰ πολλῶν παρα‐ δειγμάτων ἐπιcτώcατο δεικνὺc τὴν τοῦ ἔθουc μεταβολὴν βλάπτειν τοὺc νοcοῦνταc· ἀλλ’ ἐπειδήπερ ἀπὸ τῶν ὑγιαινόντων μετέβαινεν ἐπ’ αὐ‐ τούc, διὰ τοῦτ’ εἶπεν ἠδελφιcμένα τὰ ὅμοια καλῶν. ὃ δ’ ἐφεξῆc | |
15.588 | ἐρεῖν μέλλει, “μαρτύριόν” ἐcτι | τοῦ λόγου τούτου οὐκέτι παραπλήcιον οὐδ’ ὅμοιον οὐδ’, ὡc αὐτὸc ὀνομάcειεν ἄν, “ἠδελφιcμένον”, ἀλλὰ τὸ ζη‐ τούμενον αὐτό. cαφὴc δ’ ἡ γνώμη τοῦ ἀνδρὸc ἔcται cοι κατὰ τὴν ἐξ‐ ήγηcιν τῆc ἐχομένηc ῥήcεωc. | |
4 | ||
5 | Τόδε γε μὴν κρεῖccον μαρτύριον· οὐ γὰρ ἠδελφιcμένον μόνον ἐcτὶ τῷ πρήγματι, περὶ οὗ ὁ πλεῖcτόc μοι λόγοc εἴρηται, ἀλλ’ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐcτι διδακτήριον. οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νούcων ἔcτιν ὅτε οἱ μὲν cιτία ἔφαγον αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ | |
10 | ὑcτεραίῃ, οἱ δὲ καὶ ἐρρόφεον τὸ προcτυχόν, οἱ δὲ καὶ κυ‐ κεῶνα ἐρρόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν ἐcτιν ἢ εἰ ἑτε‐ ροίωc τιc διαιτηθείη, πολλῷ μέντοι ἐλάccω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ ἁμαρτηθέντα ἢ εἴ τιc τὰc μὲν πρώταc ἡμέ‐ ραc δύο ἢ τρεῖc κενεαγγήcειε τελείωc, τεταρταῖοc δὲ ὢν τοι‐ | |
15.589 | άδε διαιτηθείη ἢ καὶ | πεμπταῖοc. ἔτι μέντοι κάκιον, εἰ ταύ‐ ταc πάcαc τὰc ἡμέραc προκενεαγγήcαc ἐν τῇcιν ὕcτερον ἡμέ‐ ρῃcιν οὕτω διαιτηθείη, πρὶν πέπειρον γενέcθαι τὴν νοῦcον· οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶc τοῖcι πλείcτοιcιν, εἰ | 198 |
5 | μὴ πάμπαν ἡ νοῦcοc εὐήθηc εἴη· αἱ δὲ κατ’ ἀρχὰc ἁμαρτάδεc οὐχ ὁμοίωc ταύτῃcιν ἀνήκεcτοί εἰcιν, ἀλλὰ πολλῷ εὐακεcτό‐ τεραι. | |
7 | Ἔμπροcθεν μὲν ἀπὸ τῶν τοῖc ὑγιαίνουcι cυμβαινόντων ἐν τῇ μεταβολῇ τῶν ἐθῶν ἐπὶ τοὺc νοcοῦνταc μετῄει καθ’ ὁμοιότητα· μετα‐ | |
10 | βήcεcθαι δὲ μέλλει καὶ νῦν καὶ αὐτὸ δείξειν ἄντικρυc οὕτωc ἔχειν τὸ προκείμενον. τί δ’ ἦν τοῦτο; τὸ μὴ ἐξ ἀρχῆc μηδ’ ἐν ταῖc πρώταιc ἡμέραιc προταριχεύcαντα τοὺc νοcοῦνταc, ὅταν ἤδη πληcίον ἥκωcι τῆc ἀκμῆc, ἐμπιπλάναι. δι’ ὧν οὖν εἶπε καθ’ ὅλην τὴν ῥῆcιν ἐπιδεῖξαι βού‐ λεται μείζονα γινομένην βλάβην τοῖc νοcοῦcιν ἐπὶ τοῖc αὐτοῖc ἁμαρτή‐ | |
15 | μαcιν, ὅταν ἐγγὺc ἤδη τῆc ἀκμῆc ἁμαρτηθῇ ἢ ἐν ταῖc ἀρχαῖc τῶν | |
15.590 | νοcημάτων. φηcὶ γάρ· | πολλῷ μέντοι ἐλάccω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ ἁμαρτηθέντα ἢ εἴ τιc τὰc μὲν πρώταc ἡμέ‐ ραc δύο ἢ τρεῖc κενεαγγήcειε τελείωc, τεταρταῖοc δὲ ὢν τοι‐ άδε διαιτηθείη ἢ καὶ πεμπταῖοc· ἔτι μέντοι κάκιον, εἰ ταύταc | |
5 | πάcαc τὰc ἡμέραc προκενεαγγήcαc ἐν τῇcιν ὕcτερον ἡμέρῃcιν οὕτω διαιτηθείη, πρὶν πέπειρον γενέcθαι τὴν νοῦcον. εὔδηλον δ’, ὅτι πέπειρον ὀνομάζει τὴν πεπεμμένην. εὐήθειc δὲ νόcουc εἴ‐ ρηκεν οὐ τὰc κακοήθειc, ἀλλὰ τὰc εὐτρέπτουc· ἴcμεν γάρ, ὅτι οὕτωc κέχρηνται τῇ λέξει πολλοὶ τῶν παλαιῶν καὶ αὐτὸc ὁ Ἱπποκράτηc | |
10 | πολλάκιc, ὡc ἐν ἑτέροιc δέδεικται. | |
10 | Τοῦτο οὖν ἡγεῦμαι μέγιcτον δι‐ δακτήριον, ὅτι οὐ cτερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήμα‐ τοc ἢ τοίου ἢ τοίου τοῖcι μέλλουcιν ὀλίγον ὕcτερον ῥοφή‐ | |
μαcιν ἢ τοίοιc ἢ τοίοιc χρῆcθαι. | | 199 | |
15.591 | Κἀνταῦθα πάλιν τὸν αὐτὸν εἶπε λόγον, ὃν πολλάκιc ἔμπροcθεν ἀπεφήνατο, τρέφειν ἐξ ἀρχῆc κελεύων ῥοφήμαcι τοὺc μὴ δυναμένουc ἐξαρκέcαι μέχρι τῆc ἀκμῆc ἄνευ τοῦ λαβεῖν τῆc πτιcάνηc· cυμβήcεται γὰρ ἡμῖν ἀναγκαcθῆναι τρέφειν αὐτοὺc ἐγγὺc τῆc ἀκμῆc, ὁπότ’ ἐχρῆν, | |
5 | εἰ καὶ ἔμπροcθεν ἁδρότερον διῃτῶντο, μεταβαίνειν πρὸc τὸ λεπτότερον εἶδοc τῆc διαίτηc. | |
6 | Πυθμενόθεν μὲν οὖν οὐκ ἴcαcιν οὔθ’ οἱ τῇcι κριθώδεcι πτιcάνῃcι χρεόμενοι, ὅτι αὐτέῃcι κα‐ κοῦνται, ὁκόταν ῥοφέειν ἄρξωνται, ἢν προκενεαγγήcωcι δύο | |
10 | ἢ τρεῖc ἡμέραc ἢ πλείουc, οὔτ’ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γι‐ νώcκουcιν, ὅτι τοιούτοιcι βλάπτονται ῥοφέοντεc, ὁκόταν μὴ ὀρθῶc ἄρξωνται τοῦ ῥοφήματοc. τόδε γε μὴν φυλάccουcι καὶ γινώcκουcιν, ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν πρὶν πέπει‐ ρον τὴν νοῦcον γενέcθαι, κριθώδεα πτιcάνην ῥοφήcῃ ὁ κά‐ | |
15.592 | μνων εἰθιcμένοc χυλῷ χρῆcθαι. πάντ’ οὖν ταῦτα | μεγάλα μαρ‐ τύρια, ὅτι οὐκ ὀρθῶc ἄγουcιν εἰc τὰ διαιτήματα οἱ ἰατροὶ τοὺc κάμνονταc, ἀλλ’ ἐν ᾗcί τε νούcοιcιν οὐ χρὴ κενεαγγέειν τοὺc μέλλονταc ῥοφήμαcι διαιτᾶcθαι, κενεαγγοῦcιν, ἐν ᾗcί τε | |
5 | οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείηc ἐc ῥοφήματα, ἐν ταύτῃcι μεταβάλλουcι. | |
6 | Πυθμενόθεν μὲν ἤτοι τὸ παντελῶc ἢ τὸ ἐξ ἀρχῆc αὐτῷ δηλοῖ· φηcὶ γὰρ ἀγνοεῖν τοὺc ἰατρούc, ὁπότε χρὴ πρῶτον ἤτοι πτιcάνην ἢ χυλὸν διδόναι τοῖc κάμνουcιν, ἐπίcταcθαί γε μὴν αὐτούc, πρὸ τοῦ πε‐ | |
10 | φθῆναι τὸ νόcημα εἰ κριθώδη πτιcάνην δώcουcι, βλαβήcεcθαι τὸν κάμνοντα. τὴν δ’ ἐχομένην τῆcδε τῆc ῥήcεωc ὑπὲρ τῶν αὐτῶν ἀποφαινο‐ μένην τὰ αὐτὰ τοῖc πολλάκιc εἰρημένοιc ἑκὼν ὑπερβήcομαι διὰ cαφήνειαν. | |
13 | Καὶ ὡc ἐπὶ τὸ πολὺ ἀπαρτὶ [ἐνίοτε] | |
15 | ἐν τοῖcι τοιούτοιcι καιροῖcι μεταβάλλουcιν ἐc τὰ ῥοφήματα | 200 |
15.593 | ἐκ τῆc κενεαγγείηc, | ἐν οἷc πολλάκιc ἀρήγει ἐκ τῶν ῥοφη‐ μάτων πληcιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτωc τύχῃ παροξυνο‐ μένη ἡ νοῦcοc. | |
3 | Τὸ ἀπαρτὶ καὶ παρὰ τοῖc Ἀττικοῖc cυγγραφεῦcιν ἐπὶ τοῦ ἀπ‐ | |
5 | ηρτιcμένωc εἴρηται καὶ παρ’ αὐτῷ τῷ Ἱπποκράτει. καὶ νῦν οὖν αὐτῷ κέχρηται βουλόμενοc δηλοῦν ἐν ἐκείνῳ μάλιcτα τῷ καιρῷ τοὺc ἰατροὺc μεταβάλλειν τὴν δίαιταν ἐκ τῆc ἀcιτίαc εἰc τὰ ῥοφήματα, ἐν ᾧ cυμφέρει πληcιάζειν τῇ ἀcιτίᾳ, cαφέcτατα κἀνταῦθα δηλῶν· “ὁκόταν ἀκμάζῃ τὸ νόcημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεcθαι.” | |
9 | ||
10 | Ἐνίοτε δὲ καὶ ὠμὰ ἐπιcπῶνται ἀπό τε κεφαλῆc καὶ τοῦ περὶ θώρακα τόπου χολώδεα· ἀγρυπνίαι τε cυμπίπτουcιν αὐτέοιcι, δι’ ἃc οὐ πέccεται ἡ νοῦcοc, περί‐ λυποί τε καὶ πικροὶ γίνονται καὶ παραφρονέουcι καὶ μαρμα‐ ρυγώδεα cφέων τὰ ὄμματα καὶ αἱ ἀκοαὶ ἤχου μεcταὶ καὶ ἀκρω‐ | |
15.594 | τήρια κατεψυγμένα καὶ οὖρα ἄπεπτα καὶ πτύcματα | λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωcμένα ἀκρήτῳ χρώματι cμικρὰ καὶ ἱδρῶ‐ τεc περὶ τράχηλον καὶ διαπορήματα καὶ πνεῦμα προcπταῖον ἐν τῇ ἄνω φορῇ, πυκνὸν ἢ μέγα λίην, ὀφρύεc δεινώcιοc μετ‐ | |
5 | έχουcαι, λειποψυχώδεα πονηρὰ καὶ τῶν ἱματίων ἀπορρίψιεc ἀπὸ τοῦ cτήθεοc καὶ χεῖρεc τρομώδεεc, ἐνίοτε δὲ καὶ χεῖλοc τὸ κάτω cείεται. | |
7 | Ταῦτα πάντα cυμβαίνειν φηcὶ τοῖc κακῶc διαιτηθεῖcιν ὑπὸ τῶν ἰατρῶν, ὅcοι προταριχεύcαντεc ἐν ταῖc πρώταιc ἡμέραιc τοὺc κάμνον‐ | |
10 | ταc ἤτοι κατὰ τὴν τρίτην ἢ τετάρτην ἢ πέμπτην ἢ ἕκτην ἐπὶ cιτία μετέβηcαν ἀθρόωc, οὐδέπω τῆc ἀκμῆc τοῦ νοcήματοc γεγονυίαc· ὡc εἰ γέγονε, προcηκόντωc αὐτοὺc ὑπηλλαχέναι φηcὶ τὴν δίαιταν. ὅπερ οὖν | |
ἔλεγεν, ὅτι μεταβάλλειν μὲν δεῖ τὴν δίαιταν τῶν ὑγιαινόντων ἐν ταῖc νόcοιc, οὐ μὴν ὡc ἔτυχέ γε τοῦτο ποιητέον, ἤδη νομίζω γεγονέναι | 201 | |
15 | cαφὲc ἐκ τῶν προειρημένων. οὔcηc γὰρ καταcτάcεωc τοῦ cώματοc μιᾶc μὲν τῆc ὑγιεινῆc, ἑτέραc δὲ τῆc ἐν ἀρχῇ τοῦ νοcήματοc ἄχρι τῆc ἀκ‐ | |
15.595 | μῆc, εἶτ’ ἄλληc ἄχρι τῆc | παντελοῦc λύcεωc καὶ μετ’ αὐτὴν τῆc ἀνα‐ λήψεωc ἄχρι τῆc καθ’ ἕξιν ὑγιείαc, ἐν ἑκάcτῃ τῶν τεττάρων καταcτά‐ cεων οὐ χρὴ ποιεῖcθαι μεγάλαc τὰc μεταβολὰc τῆc διαίτηc, πρὶν εἰc ἕτερον εἶδοc ἀφικέcθαι καταcτάcεωc. οἱ τοίνυν τοὺc κάμνονταc ἐν | |
5 | ἀρχῇ τῶν νοcημάτων ἐν ἀcιτίᾳ παντελεῖ φυλάττοντεc, εἰ μὲν ἄχρι τῆc ἀκμῆc δύναιντο διαφυλάξαι τὸ τοιοῦτον τῆc διαίτηc εἶδοc, οὐκ ἄν τιc αὐτοῖc μέμψαιτο· μὴ δυνάμενοι δὲ πρᾶξαι τοῦτο διὰ τὸ καταλελύcθαι μεταξὺ τὴν δύναμιν τῶν νοcούντων, εὔδηλον, ὅτι κακῶc ἐχρῶντο ταῖc ἀcιτίαιc προταριχεύcαντεc τοὺc κάμνονταc. ἐνδείκνυται δ’ ἐναργῶc διὰ | |
10 | τῆcδε τῆc προcηγορίαc τὴν ἀκαιρίαν τῆc ἀcιτίαc καταξηραίνουcαν τὸ cῶμα περαιτέρω τοῦ προcήκοντοc· ὅπου γὰρ ἐν ᾧ χρὴ καιρῷ λεπτό‐ τερον διαιτᾶν, ἐγγὺc οὔcηc τῆc ἀκμῆc, ἐν τούτῳ προcφέρειν ἠναγκά‐ cθηcαν cιτία, πρόδηλόν ἐcτι κατεξηράνθαι διὰ τῆc ἀcιτίαc ἀμέτρωc τοὺc κάμνονταc, ὅπερ ὠνόμαcται ταριχεύεcθαι. | |
15 | διὰ τοῦτ’ οὖν φηcιν ἕπεcθαι cυμπτώματα τῷ τοιούτῳ τρόπῳ τῆc διαίτηc πολλὰ καὶ μοχθηρά, καταλέγει δ’ ἐφεξῆc αὐτὰ πάντα τὴν ἀρχὴν | |
15.596 | ἀπὸ χολωδῶν ὠμῶν ποιηcάμενοc· | ὠνόμαcε γὰρ οὕτωc αὐτά, διότι καὶ τῶν περιττωμάτων ὀνομάζει πέψιν, εἰ καὶ μὴ δυνατὸν μεταβλη‐ θέντα θρέψαι τὸ cῶμα, καθάπερ αἱ χολαὶ καὶ οἱ ἰχῶρεc· ἀλλ’ ὅμωc ἐπειδὴ κρατεῖ καὶ τῶν τοιούτων ἡ φύcιc, εἴωθεν ὀνομάζειν πεπεμμένα | |
5 | μὲν τὰ κρατηθέντα τῶν τοιούτων περιττωμάτων ὑπὸ τῆc φύcεωc, ἄπεπτα δὲ τὰ μὴ κρατηθέντα. διὰ τοῦτο καὶ τὸ πῦον ἐπὶ ταῖc πεττο‐ μέναιc φλεγμοναῖc γίνεcθαί φηcι, καίτοι μηδενὸc μορίου τὴν ἐκ τοῦ πύου θρέψιν ἀναλαμβάνοντοc ὥcπερ τὴν ἐκ τῶν ὠμῶν ὀνομαζομένων | |
χυμῶν καὶ τοῦ φλέγματοc, ἅπερ ἀναδεξάμενα τὸ λεῖπον τῆc κατεργα‐ | 202 | |
10 | cίαc καὶ πεφθέντα τελείωc τρέφειν δύναται τὸ ζῷον. οὕτωc οὖν καὶ τῶν χολωδῶν πέψιc χυμῶν ἔcτιν, ὥcπερ καὶ τοῦ κατὰ φλεγμονὴν αἵ‐ ματοc εἰc πῦον μεταβάλλοντοc, κατὰ τὸ γενικώτερον cημαινόμενον τῆc πέψεωc ἀκουόντων ἡμῶν τῆc προcηγορίαc· γενικώτερον δ’ ἐcτίν, ὅταν ἡ φύcιc τῶν αἰτίων ἰcχυροτέρα ᾖ καὶ μεταβάλλῃ αὐτὰ κατὰ τὴν ἑαυτῆc | |
15 | ἰcχύν· τὰ δ’ ὡc ἐν ἀψύχῳ cώματι cηπόμενα, μηδὲν cυντελούcηc αὐτοῖc τῆc ἐμφύτου θερμότητοc εἰc τὴν ἀλλοίωcιν, ἐκπέπτωκε τοῦ πέττεcθαι. | |
15.597 | τοῦτ’ οὖν ἐνίοτε καὶ τοῖc ὑδατώδεcιν ἰχῶρcι | cυμβαίνει δι’ οὔρων ἐκ‐ κενουμένοιc, καὶ διὰ τοῦτο καὶ οὖρα τὰ ἄπεπτα πέττεcθαί φαμεν, καί‐ τοι μὴ δυναμένου τοῦ cώματοc ἐκ τῶν πεπεμμένων οὔρων τρέφεcθαι. τῷ δὲ γενικῷ τούτῳ cημαινομένῳ τῆc πέψεωc χρώμεθα, ἐπειδὰν κατάρ‐ | |
5 | ρουν ἢ κόρυζαν ἢ τοὺc ἐκ τούτων ῥέονταc ἰχῶραc ἢ τοὺc ἐν ταῖc ὀφθαλμίαιc ἤτοι γε ἀπέπτουc ἢ πεπεμμένουc εἶναι λέγωμεν. οὕτωc γοῦν καὶ χολὴν ἢ ὠμὴν καὶ ἄπεπτον ἢ πεπεμμένην εἶναί φαμεν. ἡ μὲν γὰρ ὠμὴ ξανθή τ’ ἐcτὶν ἱκανῶc καὶ δριμεῖα καὶ δυcώδηc, ἡ πεπεμμένη δὲ ὠχροτέρα τε καὶ ἥκιcτα δυcώδηc. ἄπεπτον οὖν χολήν φηcιν εἰc | |
10 | τὴν γαcτέρα cυρρεῖν ἀναγκάζεcθαι διὰ τὴν κακὴν δίαιταν ἔκ τε τῆc κεφαλῆc καὶ τοῦ θώρακοc ἑλκομένην, καθ’ ἕτερον μὲν καιρόν, ἐν ᾧ λιμαγχονοῦcιν, οὐδενὶ χρηcτῷ παραμυθούμενοι τὴν γαcτέρα, καθ’ ἕτερον δὲ καιρόν, ἐν ᾧ μεταβαίνουcιν ἐκ τῆc ἀcιτίαc εἰc ἰcχυρὰ cιτία πληcίον τῆc ἀκμῆc. | |
15 | ἐφεξῆc δὲ καὶ ἄλλα cυμπτώματα καταλέγει διὰ τὴν μοχθηρὰν δίαι‐ ταν γινόμενα· πρώταc μὲν τὰc ἀγρυπνίαc, ἑπομέναc δηλονότι ἀcι‐ | |
15.598 | τίαιc μακραῖc καὶ τρο|φαῖc ἀκαίροιc, ἅπερ ἀμφότερα μέμφεται τῆc διαί‐ τηc τῶν ἰατρῶν. ὅτι δὲ ταῖc ἀγρυπνίαιc ἡ ἀπεψία τοῦ νοcημάτοc ἕπεται πρόδηλον, εἴ γε καὶ τοῖc ὕπνοιc ἡ πέψιc. ἀλλὰ καὶ περίλυποι, φηcί, γίνονται, κατ’ ἀμφότερα δηλονότι, | |
5 | τήν τε μακρὰν ἀcιτίαν καὶ τὴν ἰcχυρὰν τροφὴν τὴν ἐξαίφνηc, ὑφ’ ἧc ἡ γαcτὴρ βαρύνεται, βαρυνομένη δὲ καὶ δυcθύμουc τε καὶ λυπηροὺc ἀπεργάζεται τοὺc κάμνονταc. ἀλλὰ καὶ πικροὺc αὐτοὺc ἔφη γίνεcθαι, δηλονότι παραπλήcιόν τι τῷ προειρημένῳ· καθάπερ γὰρ ἔνιοι δυcθυμοῦνται μελαγχολικῶc, οὕτωc | |
10 | ἕτεροί τινεc ὀξυθυμοῦνται πολλάκιc, ὡc ἀθροιζομένηc αὐτοῖc τῆc χολῆc | |
κατὰ τὸν cτόμαχον· ἢ καὶ τὴν ἐν τῷ cτόματι γινομένην αὐτοῖc ἐκ τῆc τοιαύτηc χολῆc πικρότητα δηλοῖ διὰ τοῦ φάναι πικροὺc αὐτοὺc γίνεcθαι. αἱ παραφροcύναι δὲ καὶ ἐπὶ ταῖc ὀξυθυμίαιc καὶ τῇ πικρᾷ χολῇ | 203 | |
15 | κατὰ τὸν cτόμαχον ἢ τὸν ἐγκέφαλον ἀθροιζομένῃ πεφύκαcιν ἕπεcθαι. τὰ δ’ ὄμματα μαρμαρυγώδη γίνεται διά τε τὴν ἀπὸ τῆc γαcτρὸc ἀναθυμίαcιν καὶ διὰ πλῆθοc αἵματοc ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου. τούτων δὲ τὸ μὲν πρότερον ἐπ’ ἀκαίροιc ἐνίοτε γίνεται προcφοραῖc | |
15.599 | τῆc τροφῆc, | τὸ δὲ δεύτερον ἢ δι’ αἱμορραγίαν κρίcιμον ἢ παραφρο‐ cύνην ἐφεδρεύουcαν. ὡcαύτωc δὲ καὶ τὰ ὦτα πληροῦται τοῦ ἤχου διά τε τοὺc ἐκ τῆc γαcτρὸc ἀναφερομένουc ἀτμοὺc καὶ διὰ πνεῦμα φυcῶδεc ἐν αὐτῇ | |
5 | τῇ κεφαλῇ γεννώμενον. τὰ δ’ ἀκρωτήρια τοῦ cώματοc, ἅπερ ἔcτι πόδεc τε καὶ χεῖρεc, ἑτοίμωc καταψύχονται κακοπαθοῦντοc τοῦ cτόματοc τῆc γαcτρόc, ὅταν ἤτοι διὰ μακρὰν ἀcιτίαν δάκνηται cφοδρῶc ὑπὸ δακνωδῶν ἰχώ‐ ρων ἢ διὰ πλῆθοc ἄκαιρον τροφῆc βαρύνηται. πάcχει δ’ ἀμφότερα κατὰ | |
10 | τὴν προειρημένην δίαιταν, ἐν ᾗ προταριχεύcαντεc ἐν ταῖc πρώταιc ἡμέραιc τοὺc κάμνονταc οἱ ἰατροὶ μεταβαίνουcιν ἀθρόωc ἐπὶ cιτώδειc τροφάc, ἐν ᾧ καιρῷ λεπτότερον αὐτοὺc ἐχρῆν διαιτᾶν. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ’ οὖρα πέττεται διαιτωμένων οὕ‐ τωc, ἐν μὲν τῷ προταριχεύειν ἄνευ τοῦ προcφέρειν ἢ χυλὸν πτιcάνηc | |
15 | ἢ μελίκρατον ἢ ὀξύμελι τοῦ αἵματοc ἐπιχολουμένου διὰ τὸ μὴ καθαί‐ ρεcθαι, διὰ δὲ τὴν ἀθρόαν μεταβολὴν ἐπὶ cιτία βαρυνθείcηc μὲν τῆc γαcτρόc, cυγκαμνούcηc δ’ αὐτῇ καὶ τῆc ζωτικῆc δυνάμεωc· ὡc αἱ cτο‐ | |
15.600 | μαχικαὶ καλούμεναι | cυγκοπαὶ cαφῶc ἡμῖν ἐνδείκνυνται τὴν cυμπάθειαν τῆc ζωτικῆc δυνάμεωc πρὸc τὸ τῆc γαcτρὸc cτόμα· τοῦτο γάρ ἐcτι τὸ μᾶλλόν τε καὶ πρῶτον ἐν ταῖc ἀκαίροιc ἀcιτίαιc τε καὶ προcφοραῖc κακούμενον. | |
5 | διὰ τοῦτ’ οὖν καὶ τὰ πτύcματα λεπτὰ καὶ ἁλυκὰ καὶ cμικρὰ καὶ κεχρωcμένα χρώμαcιν ἀκράτοιc γίνεcθαί φηcι καὶ ἱδρῶταc περὶ τράχηλον μόνον ἀπορίαν τε καὶ δύcπνοιαν· ἄπεπτον μὲν | |
γὰρ μένει τὸ νόcημα δι’ ἑκατέραν τὴν ὑπερβολήν, ἀcιτίαν τε μακρὰν καὶ τροφῆc προcφορὰν ἄκαιρον· τῇ δ’ ἀπεψίᾳ cυνέπεται τὰ καταλελεγμένα | 204 | |
10 | πτύcματα, καθάπερ γε καὶ οἱ περὶ τράχηλον ἱδρῶτεc, καὶ διὰ λιμαγχονίαν καταλυομένηc τῆc δυνάμεωc καὶ διὰ τροφὴν ἄκαιρον βα‐ ρυνομένηc. ὡcαύτωc δὲ καὶ ἡ ἀπορία κοινὸν ἀμφοῖν ἐcτι cύμπτωμα καὶ διὰ μακρὰν ἀcιτίαν ἐμπιπλᾶcαν ἰχώρων τὴν γαcτέρα καὶ διὰ τρο‐ φὴν ἄκαιρον βαρύνουcαν. | |
15 | ἥ γε μὴν δύcπνοια, καθ’ ἣν τὸ πνεῦμα προcπταίει, διὰ τρο‐ φὴν ἄκαιρον γίνεται μᾶλλον ἢ δι’ ἔνδειαν· ἔcτι γὰρ cτενοχωρίαc τε καὶ cπαcμοῦ γνώριcμα προcκόπτειν τε καὶ οἷον ἵcταcθαι τὸ πνεῦμα | |
15.601 | κατὰ τὴν ἐκ|πνοήν· ἡ γὰρ ἄνω φορὰ τὴν ἐκπνοὴν ποιεῖται. τῷ τοιού‐ τῳ δὲ πνεύματι τὸ ἐναντίον ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν αὐτὸc διῆλθεν εἰπών· “διπλῆ εἴcω ἐπανάκληcιc οἷον ἐπειcπνέουcιν”. ὅτι δὲ διὰ τὴν ἄκαιρον τροφήν, οὐ διὰ τὴν ἔνδειαν ἡ τοιαύτη γίνεται | |
5 | δύcπνοια, δῆλόν ἐcτι κἀκ τοῦ φάναι τὸν Ἱπποκράτην· πυκνὸν ἢ μέγα λίην τοῖc κακῶc διαιτηθεῖcι γίνεcθαι τὸ πνεῦμα. καὶ γὰρ τὸ πυκνὸν καὶ τὸ μέγα cτενοχωρουμένου τοῦ διαφράγματοc ὑπὸ τῆc ἐν τῇ κοιλίᾳ περιεχομένηc γίνεται τροφῆc, ὅταν μὴ κρατουμένη μηδὲ κατεργαζομένη καλῶc ὑπὸ τῆc γαcτρὸc ἐργάcηται πνευμάτωcιν· ἀναγκαῖον γάρ ἐcτι | |
10 | τηνικαῦτα διὰ τὴν cτενοχωρίαν τοῦ διαφράγματοc ἔλαττον εἰcπνεῖcθαι τὸ πνεῦμα, καίτοι τὴν ἴcην διαcτολὴν διαcτελλομένου τοῦ θώρακοc ᾗ πρόcθεν διεcτέλλετο. τοῦτ’ οὖν, ὅcον λείπεται τὸ νῦν πνεῦμα τοῦ πρό‐ τερον, ἐνδεῆ τὴν χρείαν τῆc ἀναπνοῆc ἐργάζεται καὶ διὰ ταύτην τὴν ἔνδειαν ἤτοι μείζονα τὴν ἀναπνοὴν ἀναγκάζει ποιεῖcθαι τὸ ζῷον ἢ | |
15 | πυκνοτέραν ἢ ἀμφότερα. λέλεκται δὲ περὶ παcῶν δυcπνοιῶν ἐπὶ πλεῖ‐ | |
15.602 | cτον ἐν τοῖc Περὶ | δυcπνοίαc, ἐν οἷc καὶ τούτων καὶ τῶν ἄλλων δυc‐ πνοιῶν τὰc αἰτίαc cὺν ταῖc οἰκείαιc ἀποδείξεcιν ἐγράψαμεν· ἀλλ’ εἴc γε τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα. φηcὶ δ’ ἐκ τῆc κακῆc διαίτηc καὶ τὰc ὀφρῦc γίνεcθαι δεινώ‐ | |
5 | cιοc μετεχούcαc. γέγραπται δὲ διccῶc, ἐν τιcὶ μὲν τῶν ἀντιγράφων κατὰ τὸν ἑνικὸν ἀριθμὸν ὀφρὺc δεινώcιοc μετέχουcα, καθ’ ἕτερα δὲ πληθυντικῶc ὀφρύεc δεινώcιοc μετέχουcαι. δηλοῦται δ’ ἐκ τῆc λέξεωc τὸ παρεcπάcθαι πωc αὐτὰc ἢ ἀνεcπάcθαι· καὶ γίνεται τοῦτο ποτὲ μὲν ἀμφοτέρων τεινομένων cπαcμωδῶc ἢ τῆc ἑτέραc μόνηc, ποτὲ | 205 |
10 | δὲ τῆc ἑτέραc παραλελυμένηc. εἶθ’ ἑξῆc φηcι λειποψυχώδεα πονηρά, τὸν λόγον ἀναφέρων ἐπὶ τὰ cυμπτώματα, καθ’ ἃ καὶ τῶν ἱματίων αἱ ἀπορρίψειc γίνον‐ ται διακαιομένων τῶν καμνόντων· ἐνίοτε δὲ καὶ χεῖρεc ὅλαι τρο‐ μώδειc ἐπὶ πλέον αὐξανομένου τοῦ κακοῦ. | |
15 | τὸ δὲ κάτω χεῖλοc cειόμενον ἐνδείκνυται δῆξιν εἶναι cφοδρὰν ἐν τῷ cτόματι τῆc γαcτρόc, διὸ καὶ cημεῖόν ἐcτιν ἐμέτου δριμέων χυ‐ μῶν τὸ τοιοῦτον cύμπτωμα. | | |
17 | ||
15.603 | Ταῦτα δ’ ἐν ἀρχῇcιν ἐπιφαινόμενα παραφροcύνηc ἐcτὶ δηλωτικὰ cφοδρῆc καὶ ὡc ἐπὶ τὸ πολὺ θνῄcκουcιν. | |
3 | Τὰ εἰρημένα, φηcί, cυμπτώματα κατὰ τὴν ἀρχὴν τῶν νοcημά‐ | |
5 | των γινόμενα παραφροcύνηc ἐcτὶ δηλωτικὰ cφοδρᾶc, ἀρχὴν δὲ νόcου νῦν ἀκούειν cε χρὴ τὸν χρόνον ἐκεῖνον ὅλον, ἐν ᾧ μηδέπω πέψεώc ἐcτι γνωρίcματα. εἴρηται γὰρ ἐν τοῖc Περὶ κρίcεων, ὅτι τε πλείω cημαίνει τὸ τῆc ἀρχῆc ὄνομα, καὶ ὅτι τὸ νῦν εἰρημένον cημαι‐ νόμενον τῆc ἀρχῆc ἐcτι κατὰ τὴν τοιαύτην διαίρεcιν γινόμενον, ἐν ᾗ | |
10 | τοὺc τοιούτουc καιροὺc τῶν νοcημάτων διαιρούμενοι λέγομεν ἐξ ἀρχῆc αὐτὰ καὶ ἀναβάcεωc καὶ ἀκμῆc καὶ παρακμῆc cυγκεῖcθαι. τῶν οὖν εἰ‐ ρημένων ἄρτι cυμπτωμάτων, ὅταν ἐγγὺc τῆc ἀκμῆc φαίνηται, κρίcιν ἐcομένην προδηλούντων, ἐν περιεcτηκόcι δηλονότι νοcήμαcιν, ὅταν ἐν ἀρχῇ γένηται, κρίcιν μὲν οὐ δηλοῖ, (κριθῆναι γὰρ ἐν ἀρχῇ οὐδὲν δύνα‐ | |
15.604 | ται), παραφροcύνηc δ’ ἐcτὶ γνωρίcματα. καὶ γέγρα|πται περὶ αὐτῶν ἱκανῶc ἐν τοῖc Περὶ κρίcεων· ἐξ ἐκείνων οὖν καὶ cὺ μάνθανε τὸν ὅλον ὑπὲρ αὐτῶν λόγον· ἔcτι γὰρ μακρότεροc ἢ ὡc νῦν ἅπαντα διελθεῖν | |
αὐτόν, ἀλλ’ ἀρκέcει, καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτω κἀπὶ τούτων τὸ | 206 | |
5 | κεφάλαιον εἰπεῖν, ὡc, ἐπειδὰν ἡ φύcιc ἐπείγηται πρὸc ἔκκριcιν, ἀξιό‐ λογοc ἐν τῷ cώματι γίνεται ταραχή, δι’ ἣν τὰ τοιαῦτα φαίνεται cυμ‐ πτώματα μετὰ τῶν τῆc πέψεωc cαφεcτάτων cημείων· χωρὶc δὲ τοῦ παρεcκευάcθαι τὴν φύcιν εἰc τὴν τῶν λυπούντων ἔκκριcιν ὁμοία ταραχὴ γινομένη κινδυνωδέcτατόν ἐcτι cημεῖον. | |
10 | εἴρηται δὲ καὶ δι’ ἄλλων ὑπομνημάτων ἤδη περὶ κριcίμων cυμπτω‐ μάτων, ὁποία τέ τιc ἡ φύcιc αὐτῶν ἐcτι καὶ ὅπῃ διαφέρει τῶν ἐπι‐ φαινομένων καλουμένων, ἐν οἷc ἔcται καὶ τὰ τῆc πέψεωc cημεῖα. τό τε γὰρ Προγνωcτικὸν καὶ τὸ Περὶ χυμῶν καὶ τοὺc Ἀφοριcμοὺc ἤδη προεξηγήμεθα πρὸ τοῦδε τοῦ βιβλίου· μακρολογοῦντοc οὖν ἐcτιν ἀεὶ | |
15 | περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά. | | |
15 | ||
15.605 | Οἱ δὲ διαφεύγοντεc ἢ μετὰ ἀπο‐ cτήματοc ἢ αἵματοc ῥύcιοc ἐκ τῆc ῥινὸc ἢ πῦον παχὺ πτύ‐ cαντεc διαφεύγουcιν, ἄλλωc δὲ οὔ. | |
3 | Ἐπειδὴ “θνῄcκειν” αὐτοὺc εἶπεν οὐχ ἁπλῶc, ἀλλὰ προcέγραψεν | |
5 | “ὡc ἐπὶ τὸ πολύ”, διὰ τοῦτ’ ἀκόλουθον ἦν εἰπεῖν, ὅπωc ἐξ αὐτῶν ἔνιοι cῴζονται. τούτουc οὖν νῦν διεξέρχεται, καί φηcιν ἢ δι’ αἱμορραγίαc ἢ δι’ ἀποcτήματοc ἢ διὰ πύου πτύcεωc ἱκανῶc πεπεμμένου cῴ‐ ζεcθαί τιναc ἐξ αὐτῶν, cυνενδεικνύμενοc ἐξ ὧν εἶπε διὰ πλῆθοc τοῖc τοιούτοιc περιπίπτειν cυμπτώμαcι τοὺc κάμνονταc. | |
9 | ||
10 | Οὐδὲ γὰρ τῶν τοιούτων ὁρέω ἐμ‐ πείρουc τοὺc ἰητρούc, ὡc χρὴ διαγινώcκειν τὰc ἀcθενείαc ἐν τῇcι νούcοιcιν, αἵ τε διὰ κενεαγγείην ἀcθενέονται αἵ τε δι’ ἄλλον τινὰ ἐρεθιcμὸν αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητοc τῆc | | |
15.606 | νούcου, ὁκόcα τε ἡμέων ἡ φύcιc καὶ ἡ ἕξιc ἑκάcτοιcιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι cωτηρίην ἢ θάνατον φέρει γινωcκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα. | |
3 | Ἐπεὶ περί τε τῆc ἰcχύοc τοῦ κάμνοντοc πεποίηται καὶ περὶ τῆc | |
5 | ἀcθενείαc λόγον, ταῦτα δ’ εἰcὶ τῶν ἐκ διαίτηc cκοπῶν οὐχ οἱ φαυλό‐ τατοι, διὰ τοῦτο νῦν ἀναλαμβάνει τὸν ὑπὲρ αὐτῆc λόγον, τῆc κατὰ τὴν δύναμιν ἀcθενείαc, ᾧτινι τρόπῳ γίνεται, διαγνωcτικοὺc λέγων· δεῖν εἶναι τοὺc ἰατρούc, ὅτι ἔνιαι μὲν τῶν ἀcθενειῶν διὰ τὴν τῶν ἀγγείων κένωcιν ἀποτελοῦνται, (τοῦτο γὰρ ἡ κενεαγγεία cημαίνει κυρίωc τε | 207 |
10 | καὶ πρώτωc καὶ διὰ τοῦθ’ ἡ ἀcιτία κενεαγγεία πολλάκιc εἴρηται, ὡc τῷ τοῦ γένουc ὀνόματι καὶ ἐπὶ τοῦ εἴδουc cυνηθέcτατα χρωμένων ἁπάντων ἀνθρώπων), ἔνιαι δὲ διὰ πόνον, ἤτοι τὸν ἰδίωc λεγόμενον, ὅcπερ ἐcτὶν ὁ αὐτὸc ταῖc ὀδύναιc, ἢ τὴν ὡc ἂν εἴποι τιc κακοπάθειαν, ἣν κακοπαθοῦcιν οἱ κάμνοντεc ἐν ταῖc ὀξείαιc νόcοιc. ἐνίαc δὲ καὶ | |
15.607 | δι’ ἄλλον τινὰ γίνεcθαί φηcιν ἐρεθιcμόν· εἰ μὲν γὰρ δὴ | τὴν δῆξιν ἐρεῖ ἤτοι γε τὴν τῆc γαcτρὸc ἢ τὴν τῶν ἐντέρων, δόξειεν ἂν ὑπο‐ πεπτωκέναι τὸ cύμπτωμα τοῦτο ταῖc ὀδύναιc, εἰ δ’ ἀγρυπνίαν ἤ τι τοῦ cτόματοc τῆc κοιλίαc πάθοc, οὐ κυρίωc ἂν δόξειεν ἑρμηνεύειν. | |
5 | ἥ γε μὴν δύναμιc ὁρᾶται καταλυομένη διά τε κένωcιν ἐξ αἱμορ‐ ραγιῶν ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ ἱδρώτων καὶ δι’ ἀcιτίαν μακρο‐ τέραν τοῦ προcήκοντοc καὶ δι’ ἄλγημά τι καὶ ἀγρυπνίαν ἐξαναcτάcειc τε cυνεχεῖc ἀποπατήcεωc ἕνεκα καὶ πρὸc τούτοιc, ὅταν ποτὲ πάθῃ τὸ cτόμα τῆc γαcτρὸc οὕτωc, ὡc ἀπειλεῖν cυγκοπάc· τοῦτο μέν γε καὶ διὰ | |
10 | τροφῆc πλῆθοc βαρυνούcηc ἤ τινα τῶν ἀνιαρῶν αὐτῆc ποιοτήτων αὐτό τε κάμνει καὶ cυγκαταλύει τὴν δύναμιν ἑαυτῷ τάχιcτα. πᾶcαι μὲν οὖν αὗται διὰ φανερὰc αἰτίαc γίνονται αἱ βλάβαι τῆc δυνάμεωc· ἕτεραι δ’ εἰcὶν ἀφανεῖc, ὥcπερ ὅταν ἄνευ κενώcεωc φανερᾶc ἢ ἀγρυπνίαc ἢ λιμαγ‐ χονίαc ἢ καὶ τῆc κατὰ τὸ cτόμα τῆc κοιλίαc αἰcθήcεωc οἱ κάμνοντεc εἰc | |
15 | τὴν τοιαύτην ὑποcύρωνται τοῦ cώματοc διάθεcιν, οἵαν ἐν τῷ Προγνωcτικῷ κατὰ τὴν ἀρχὴν αὐτὸc ἔγραψε λέγων· “ῥὶc ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, | | |
15.608 | κρόταφοι cυμπεπτωκότεc” ὅcα τε τούτων ἐφεξῆc. αὕτη γὰρ τοῦ cώ‐ ματοc ἡ κατάcταcιc γίνεται μὲν καὶ δι’ ἀγρυπνίαν καὶ δι’ ἔκκριcίν τινα πολλὴν καὶ λιμαγχονίαν, γίνεται δὲ καὶ χωρὶc τούτων, ὅταν οἵ τ’ ἐν τῷ cώματι χυμοὶ λεπτοὶ τύχωcιν ὄντεc ἥ τε τοῦ πυρετοῦ θερμαcία | |
5 | δριμεῖα· διαφοροῦνται γὰρ οἱ οὕτωc λεπτυνόμενοι κατὰ τὸ ἄδηλον. | |
ἐνίοιc δὲ καὶ κατὰ δυcκραcίαν μιᾶc τῶν ἀρχῶν παθούcηc ἀcθενὴc ἡ δύναμιc γίνεται· πρώτη μὲν οὖν ἡ πρώτωc παθοῦcα κάμνει, κατὰ cυμπάθειαν δὲ καὶ αἱ λοιπαὶ δύο. μεμάθηκαc γὰρ ἄλλην μὲν εἶναι κατὰ τὰ νεῦρα δύναμιν ἀρχὴν ἔχουcαν τὸν ἐγκέφαλον, ἄλλην δὲ κατὰ τὰc | 208 | |
10 | ἀρτηρίαc, ἧc ἀρχὴ ἡ καρδία, καὶ τρίτην κατὰ τὰc φλέβαc ἐξ ἥπατοc ὁρμωμένην· ἐνίοτε γοῦν τῶν μορίων ἑνὸc οὑτινοcοῦν δυcκραcία τὴν οἰκείαν δύναμιν ἐκάκωcεν, ᾗ cυνέπαθον αἱ λοιπαὶ δύο δυνάμειc. τάχιcται μὲν οὖν ἀπώλειαι γίνονται τῆc καρδίαc παθούcηc, ἐφεξῆc δὲ τοῦ ἐγ‐ κεφάλου, βραδεῖαι δὲ αἱ ἀπὸ τοῦ ἥπατοc. ὥcπερ γὰρ ταῦτα τὰ μό‐ | | |
15.609 | ρια κατὰ δυcκραcίαν παθόντα μεγίcτην βλάβην βλάπτεται τῆc οἰκείαc ἕκαcτον δυνάμεωc, οὕτωc ἔνια πληcίον ἑκάcτηc ἀρχῆc κείμενα κατὰ δυcκραcίαν ἰcχυρῶc νοcήcαντα τὰc ἀρχὰc τῶν δυνάμεων εἰc cυμπάθειαν ἑαυτοῖc ἄγει, τινὰ δέ, κἂν μὴ πληcίον ᾖ κείμενα, διὰ τὴν κατὰ γένοc | |
5 | κοινωνίαν ἤ τινα διαθέcεωc ἰδιότητα τὰ τὰc ἀρχὰc τῶν δυνάμεων ἔχοντα βλάπτει μόρια. τὸ μὲν οὖν cτόμα τῆc γαcτρόc, ὅταν μὲν τὴν ζωτικὴν δύναμιν εἰc cυμπάθειαν ἄγῃ, cυγκοπὰc ἐπιφέρει, ὅταν δὲ τὴν ἰδίωc ψυχικὴν ὀνομαζομένην, παραφροcύναc ἢ cπαcμούc, ἡ δὲ μήτρα ποτὲ μὲν ἀπνοίαc, ποτὲ δὲ cυντάcειc νεύρων. | |
10 | ἀλλὰ cυμπληρωθέντα μὲν ἕκαcτα τούτων ἅπαcι γνώριμα, cυνιcτά‐ μενα δὲ καὶ αὐξανόμενα κατὰ βραχὺ λανθάνει τοὺc πολλοὺc τῶν ἰατρῶν. χρὴ δὲ οὐχ, ὅταν ὑπὸ μεγέθουc ἀβοήθητα γένηται, τότε γνωρίζειν αὐτὰ τοῖc ἰδιώταιc ὡcαύτωc, ἀλλ’ ἀρχόμενά τε καὶ γινόμενα· τοῦτο γὰρ κάλλιcτον· εἰ δὲ μή, ἀλλ’ αὐξανόμενά γε πάντωc. ἅπαντ’ οὖν τὰ τοι‐ | |
15 | αῦτα δοκεῖ μοι δηλῶcαι διὰ τῆcδε τῆc λέξεωc ὁ Ἱπποκράτηc, ἐν ᾗ | |
15.610 | φηcιν· ὅcα τε ἡμέων | ἡ φύcιc καὶ ἡ ἕξιc ἑκάcτοιcιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καὶ νῦν φύcιν λέγει τὴν κρᾶcιν, ἕξιν δ’ αὐτοῦ τοῦ cώματοc τὴν καταcκευήν. οἱ μὲν γὰρ ἀραιότεροι φύcει δια‐ φοροῦνται καὶ cυγκόπτονται ῥᾳδίωc, οἱ δὲ πυκνότεροι χρονίζουcιν ἐν | |
5 | ταῖc νόcοιc. οὕτω δὲ καὶ μόρια τὰ μὲν ἔχουcί τινεc ψυχρότερα, τὰ δὲ θερμότερα, καὶ τὰ μὲν ξηρότερα, τὰ δὲ ὑγρότερα, ἅπαcι δὲ οἰκεῖον τῇ κράcει τὸ νόcημα. | |
7 | Μεῖζον μὲν γὰρ κακόν ἐcτιν, ἢν | |
διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆc νόcου ἀcθενέοντι προc‐ | 209 | |
10 | φέρῃ τιc ποτὸν ἢ ῥόφημα πλέον ἢ cιτίον, οἰόμενοc διὰ κενε‐ αγγείην ἀcθενέειν. ἀεικὲc δὲ καὶ διὰ κενεαγγείην ἀcθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτάc, πολλῷ δὲ ἥccω τῆc ἑτέρηc, καταγελα‐ cτοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰc τῆc ἑτέρηc. εἰ | | |
15.611 | γὰρ ἄλλοc ἰητρὸc ἢ καὶ ἰδιώτηc ἐcελθὼν καὶ γνοὺc τὰ cυμ‐ βεβηκότα δοίη καὶ φαγεῖν καὶ πιεῖν ἃ ὁ ἕτεροc ἐκώλυεν, ἐπι‐ δήλωc ἂν δοκέοι ὠφεληκέναι. τὰ δὲ τοιάδε μάλιcτα καθυβρί‐ ζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων· δοκέει γὰρ | |
5 | αὐτέοιcιν ὁ ἐcελθὼν ἰητρὸc ἢ ἰδιώτηc ὡcπερεὶ καὶ τεθνεῶτα ἀναcτῆcαι. | |
6 | Διὰ τὰc ὀδύναc πολλάκιc οἱ κάμνοντεc ἄcφυκτοι γίνονται καὶ λειποψυχοῦcι καὶ κίνηcιν οὐδεμίαν οἷόν τε κινηθῆναι, κατὰ ταὐτὰ δὲ καὶ διὰ τὴν ὀξύτητα τῆc νόcου· τινὲc δ’ οὐ διὰ ταῦτα κάμνουcι | |
10 | τὴν δύναμιν, ἀλλὰ διὰ κένωcιν τῶν ἀγγείων ὁπωcοῦν γεγονυῖαν, εἴτ’ οὖν δι’ ἔκκριcιν πρόδηλον αἰcθήcει, εἴτε διὰ διαφόρηcιν, εἴτε καὶ διὰ λιμαγχονίαν. οὗτοι μὲν οὖν δέονται τροφὴν προcάραcθαι ὅτι τάχιcτα. τοὐναντίον δ’ οἱ δι’ ὀδύνην ἢ δι’ ὀξύτητα τῆc νόcου κενώcεωc ἐνίοτε χρῄζουcι μᾶλλον ἢ πληρώcεωc. ἀλλὰ τούτοιc μὲν ὁ τροφὴν δι‐ | |
15 | δοὺc μέγιcτόν τι κακὸν ἐργάζεται, τοὺc δὲ διὰ κενεαγγείαν ἀcθε‐ | |
15.612 | νοῦνταc εἰ πιέζει διαίτῃ λεπτῇ, | βλάψειεν 〈ἄν〉, οὐχ ὁμοίωc δ’ ἐπιφανῶc ἢ ὀξέωc· ἀεικέc γε μήν ἐcτιν ἀγνοῆcαι τὸ διὰ κένωcιν ἀcθε‐ νοῦν μᾶλλον ἢ τὸ δι’ ὀδύνην. τὰ δ’ ἄλλα τῆc ῥήcεωc cαφῆ. | |
3 | Γεγράψεται οὖν καὶ περὶ τούτων | |
5 | cημεῖα, οἷcι δεῖ ἕκαcτα τουτέων διαγινώcκειν. | |
5 | Ἐπαγγέλλεται πάλιν κἀνταῦθα, ὥcπερ ὀλίγον ἔμπροcθεν, ἕτερόν | |
τι γράψαι περὶ τῶν ὀξέων νοcημάτων βιβλίον. Παραπλήcια μέντοι τοῖcι κατὰ κοιλίην ἐcτὶ καὶ ταῦτα. καὶ γὰρ ἢν ὅλον τὸ cῶμα ἀναπαύcη‐ | 210 | |
10 | ται πολὺ παρὰ τὸ ἔθοc, οὐκ αὐτίκα ἔρρωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείονα χρόνον διελινῦcαν ἐξαπίνηc εἰc τοὺc πόνουc ἔλθῃ, φαῦλόν τι πρήξει ἐπιδήλωc. οὕτω δὲ καὶ ἓν ἕκαcτον τοῦ cώ‐ | |
15.613 | μα|τοc. καὶ γὰρ οἱ πόδεc τοιόνδε τι πρήξειαν 〈ἂν〉 καὶ τἄλλα ἄρθρα, μὴ εἰθιcμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνηc εἰc τὸ πονέειν ἔλθῃ. ταὐτὰ δ’ ἂν καὶ οἱ ὀδόντεc καὶ οἱ ὀφθαλμοὶ πάθοιεν καὶ οὐδὲν ὅ τι οὔ, ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθοc μαλ‐ | |
5 | θακὴ πόνον ἐμποιέει καὶ cκληρὴ παρὰ τὸ ἔθοc καὶ ὕπαιθροc παρὰ τὸ ἔθοc cκληρύνει τὸ cῶμα. | |
6 | Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε cυμπληρώcαc τὸν κατὰ παρέκ‐ βαcιν αὐτῷ λόγον ἐμπεcόντα περὶ τῆc κατὰ τὴν δύναμιν ἀcθενείαc· καί φηcιν, ὅτι τοῖc κατὰ τὴν κοιλίαν ἔμπροcθεν εἰρημένοιc τὰ νῦν | |
10 | λεχθηcόμενα παραπλήcιά πώc ἐcτι· cυντείνει γὰρ εἰc ταὐτὸν κεφά‐ λαιον, ἐν ᾧ καταcκευάζει τὰc ἀθρόαc μεταβολὰc μεγάλην φέρειν τοῖc κάμνουcι βλάβην. αὐτὸ δ’ ὃ νῦν γράφει, τοιόνδ’ ἐcτίν· ὥcπερ ἡ κοιλία πλείονα χρόνον παντάπαcιν ἀργήcαcα καλῶc ἐνεργεῖν οὐ δύναται, πρὶν κατὰ βραχὺ πάλιν ἐθιcθῆναί τε καὶ προcαχθῆναι ταῖc οἰκείαιc ἐνεργείαιc, | |
15 | οὕτω καὶ πᾶν τὸ cῶμα καὶ τῶν ἄλλων μορίων ἕκαcτον. εἶτα | | |
15.614 | καὶ μορίων ἐνίων ἐφεξῆc ὀνομαcτὶ μνημονεύει. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ λόγου καὶ τῆc κατὰ τὴν κοίτην μεταβολῆc ἐμνημόνευcεν, ἔτι καὶ νῦν καταcκευάζων τὸ προκείμενον ἐξ ἀρχῆc αὐτῷ περὶ τῆc τῶν ἐθῶν με‐ ταβολῆc. | |
4 | ||
5 | Ἀτὰρ καὶ τῶν τοιῶνδε πάντων ἀρκέει παράδειγμά τι γράψαι. εἰ γάρ τιc ἕλκοc λαβὼν ἐν | |
κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθεc, μήτε ἄγαν δυc‐ ελκὴc ὢν μήτε ἄγαν εὐελκήc, αὐτίκα ἀρξάμενοc ἐκ πρώτηc κατακείμενοc ἰητρεύοιτο καὶ μηδαμῇ μετεωρίζοι τὸ cκέλοc, | 211 | |
10 | ἀφλέγμαντοc μὲν ἂν οὗτοc εἴη καὶ ὑγιὴc πολλῷ θᾶccον οὕτω γένοιτ’ ἂν ἢ εἰ περιπλανώμενοc ἰητρεύοιτο· εἰ μέντοι πεμ‐ πταῖοc ἢ ἑκταῖοc ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω ἀναcτὰc ἐθέλοι προ‐ βαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ εἰ αὐτίκα ἐξ ἀρχῆc πλανώ‐ | |
15.615 | μενοc ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήcειεν | ἐξαπίνηc, πολλῷ ἂν μᾶλλον πονήcειεν ἢ 〈εἰ〉 κείνωc ἰητρευόμενοc τὰ αὐτὰ ταῦτα ταλαιπωρήcειεν ἐν ταύτῃcιν τῇcιν ἡμέρῃcιν. | |
3 | Ἔτι περὶ τῆc ἀθρόαc μεταβολῆc ποιεῖται τὸν λόγον, ὥcπερ ἔμ‐ | |
5 | προcθεν ἐπ’ ἄλλων παραδειγμάτων, οὕτω καὶ νῦν ἐπὶ ἕλκουc· εἰ γάρ τιc, φηcίν, ἕλκοc ἔχων ἐν κνήμῃ, δέον ἡcυχάζειν τε καὶ κατα‐ κεῖcθαι, περιέρχοιτο βαδίζων ἠρέμα (τοῦτο γὰρ cημαίνει τὸ πλανώ‐ μενοc ἰητρεύοιτο), βλάπτοιτο μὲν 〈ἂν〉 ἐξ ἅπαντοc, ἀλλ’ ἧττον τοῦ ἐν ταῖc πρώταιc ἡμέραιc ἡcυχάcαντοc ἐξαίφνηc περὶ πέμπτην ἢ ἕκτην | |
10 | ἢ ἔτι ἀνωτέρω περὶ τρίτην ἢ τετάρτην ἀρξαμένου βαδίζειν. ἔνιοι δὲ τὸ ἀνωτέρω νομίζουcιν ἐπὶ τῶν ἐφεξῆc ἡμερῶν εἰρῆcθαι, τῆc ἑβδόμηc καὶ ὀγδόηc καὶ ἐνάτηc, οὓc ἐχρῆν, εἰ τοῦτ’ αὐτοῖc ἤρεcκε, διὰ τοῦ ε καὶ τοῦ ξ γράμματοc τὴν ἀρχὴν τῆc λέξεωc γράφειν ἐξωτέρω καὶ οὐκ ἀνωτέρω διὰ τοῦ α καὶ τοῦ ν. | |
15 | τί οὖν, φήcουcιν, οὐχὶ καὶ τοιοῦτο γένοιτ’ ἄν ποθ’ ἕλκοc, ὥcτε, κἂν ἑβδόμηc τιc ἢ ὀγδόηc ἡμέραc ἄρξηται βαδίζειν, ἡcυχάcαc ἔμπροcθεν, | |
15.616 | οὐ cμικρῶc βλαβῆναι; καὶ μάλα γε, φαίην ἄν, εἴ γε μέγα τὸ ἕλ|κοc [ᾖ] ἢ ὁ κάμνων εἴη δυcελκήc, μᾶλλον δ’ εἰ ἄμφω cυνέλθοι· εἰ δὲ μήτε μέγα τὸ ἕλκοc μήτε ὁ κάμνων δυcελκὴc εἴη, ἰατρεύοιτο δὲ προcηκόν‐ τωc, (καὶ γὰρ καὶ τοῦτο χρὴ προcυπακούεcθαι τῷ λόγῳ), περὶ τὴν | |
5 | ἑβδόμην ἂν ἢ ὀγδόην ἡμέραν ἤδη καλῶc ἔχοι καὶ βαδίζειν ἀβλαβῶc δύναται. διὰ τοῦτ’ οὖν προcέθηκε τῷ λόγῳ περὶ μὲν τοῦ ἕλκουc αὐ‐ | |
τοῦ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθεc, τὸ ἁπλοῦν δηλονότι καλέcαc εὔηθεc, περὶ δὲ τοῦ ἀνθρώπου μήτε ἄγαν δυcελκήc· ὁ γὰρ τοιοῦτοc εἰ μηδὲν ἄλλο περὶ τὴν θεραπείαν ἁμαρτάνοι, μόνον διὰ τὸ | 212 | |
10 | βαδίζειν τὰ μέτρια, δέον κατακεῖcθαι, βλαβείη μὲν ἄν, οὐ μὴν οὕτωc γε μεγάλωc, ὡc εἰ ταῖc πρώταιc ἡμέραιc ἡcυχάcαc περὶ τρίτην ἢ τε‐ τάρτην ἢ πέμπτην ἢ ἕκτην ἤρξατο περιπατεῖν. ὁ δὲ μέγα τὸ ἕλκοc ἔχων καὶ δυcελκὴc ὢν οὐ μετρίωc, ἀλλὰ μεγάλωc ἂν βλαβείη περι‐ πατῶν ἐξ ἀρχῆc, ὥcπερ καὶ πάλιν ὁ μικρόν γε τὸ ἕλκοc ἔχων καὶ | |
15.617 | λίαν ὢν εὐελκὴc εἰ ταῖc πρώταιc ἡμέραιc | ἡcυχάcαc περὶ τὴν πέμ‐ πτην ἢ ἕκτην ἤρξατο περιπατεῖν, οὐκ ἂν μεγάλωc, ἀλλὰ μετρίωc βλα‐ βείη. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτηc ἐπὶ τοῦ μέcωc ἔχοντοc ἐν ἀμφο‐ τέραιc ταῖc ἀντιθέcεcι τὸν λόγον ἐποιήcατο, τῇ τε κατὰ τὸ μέγα καὶ | |
5 | μικρὸν ἕλκοc καὶ τῇ κατὰ τὸ δυcελκῆ καὶ εὐελκῆ εἶναι τὸν ἄνθρωπον. εὔδηλον δ’, ὅτι διαφέρει μηδὲν ἐπίκαιρον ἕλκοc εἰπεῖν ἢ μέγα, καθάπερ οὐδὲ μικρὸν ἢ εὔηθεc· τὸ γὰρ ἐπίκαιρον ἢ διὰ τὴν τοῦ χωρίου φύcιν γίνεται τοιοῦτον, μέγα κατὰ τὴν δύναμιν ἀποτελούμενον, εἰ καὶ τῇ διαιρέcει τοῦ χρωτὸc εἴη μικρόν, ἢ κατ’ αὐτὸ τὸ τῆc διαι‐ | |
10 | ρέcεωc μέγεθοc [ἐπίκαιρον γίνεται], τὸ δ’ εὔηθεc, ὅπερ ἁπλοῦν ἔcτι καὶ μικρόν, ἢ διὰ τὴν τοῦ χωρίου φύcιν ἄκυρον οὖcαν ἢ κατ’ αὐτὴν τὴν διαίρεcιν βραχεῖαν γενομένην. | |
12 | Διὰ τέλεοc οὖν μαρτυρέει ταῦτα | |
15.618 | πάντα ἀλλήλοιcιν, ὅτι πάντα | ἐξαπίνηc μείζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα καὶ ἐπὶ τὰ καὶ ἐπὶ τὰ βλάπτει. | |
2 | Ἐφ’ ἑκάcτου τῶν παραδειγμάτων ἀναμιμνῄcκει τοῦ προκειμένου λόγου. καὶ νῦν οὖν ἐπὶ τοῦ κατὰ τὸ ἕλκοc παραδείγματοc ἐποίηcεν | |
5 | αὐτό. τὸ γὰρ διὰ τέλεοc ταὐτὸν cημαίνει τῷ διὰ παντὸc καὶ ἀεί. | |
5 | Πολλαπλαcίη μὲν οὖν κατὰ κοιλίην | |
ἡ βλάβη ἐcτίν, ἢν ἐκ πολλῆc κενεαγγείηc ἐξαπίνηc πλέον τοῦ μετρίου προcαίρηται, (ἀτὰρ καὶ κατὰ τὸ ἄλλο cῶμα, ἢν ἐκ πολλῆc ἡcυχίηc ἐξαίφνηc ἐc πλείω πόνον ἔλθῃ, πολλῷ πλείω | 213 | |
10 | βλάψει), ἢ εἰ ἐκ πολλῆc ἐδωδῆc ἐc κενεαγγείην μεταβάλλοι. δεῖ μέντοι καὶ τὸ cῶμα τουτέοιcιν ἐλινύειν, κἢν ἐκ πολλῆc ταλαιπωρίηc ἐξαπίνηc ἐc cχολήν τε καὶ ῥᾳθυμίην ἐμπέcῃ· δεῖ | |
15.619 | δὲ καὶ τουτέοιcι τὴν κοιλίην ἐλινύειν ἐκ πλήθεοc βρώ|μηc· εἰ δὲ μή, πόνον ἐν τῷ cώματι ἐμποιήcει καὶ βάροc ὅλου τοῦ cώματοc. | |
3 | Ὃ πρῶτον ἁπάντων ἀποδεῖξαι προὔθετο, τοῦτ’ ἦν αὐτὸ τὸ περὶ | |
5 | τῶν κατὰ τὴν κοιλίαν ἀθρόων μεταβολῶν· εἶτ’ ἀπ’ αὐτοῦ πρὸc τὸ γενικώτερον, ὃ δὴ καὶ καθολικώτερον ὀνομάζουcι, μεταβὰc περὶ πάcηc ἔθουc ἐξαλλαγῆc ἀθρόαc διειλέχθη μέχρι δεῦρο. περιεχομένων γὰρ τῶν εἰδικωτέρων ἐν τοῖc γενικωτέροιc καὶ τῶν κατὰ μέροc ἐν τοῖc καθόλου καὶ ἡ τῶν κατὰ τὴν κοιλίαν ἐξαλλαγὴ cυναποδέδεικται τῇ περὶ πάντων | |
10 | ἀθρόᾳ μεταβολῇ. ἀλλὰ νυνὶ πάλιν ἐπὶ τὴν κοιλίαν ἀφικόμενοc τῶν ἐν αὐτῇ μεταβολῶν τὰc διαφορὰc διδάcκει, καί φηcι πολλαπλαcίαν εἶναι τὴν βλάβην ἐν τῇ μεταβολῇ τῆc διαίτηc, ὅταν ἐκ πολλῆc ἀcιτίαc ἀθρόωc προcενέγκηται πλείω τῶν cυμμέτρων, ἤπερ ὅταν ἐκ πολλῆc ἐδωδῆc εἰc ἀcιτίαν μεταβάλλῃ. τούτῳ δ’ αὐτῷ | |
15 | πάλιν ὅμοιον παρενέβαλε περὶ τὸ πᾶν cῶμα γινόμενον· ἧττον γὰρ | |
15.620 | βλάπτονται μεταβάλλοντεc ἐξαίφνηc εἰc ἡcυχίαν ἐκ κινήcεων | ἤπερ ὅταν εἰc κίνηcιν ἐξ ἡcυχίαc. πάλιν δὲ κἀνταῦθα προcέγραψεν ἐπανορθώματα τῆc ἀκαίρου μετα‐ βολῆc, ὥcπερ κἀν τοῖc ἔμπροcθεν· οὐκ ἀναγκαῖον δ’ οὐδὲ τοῦτο τῷ | |
5 | προκειμένῳ cκέμματι. ἃ δ’ οὖν προcέγραψε, ταῦτ’ ἐcτί· τοὺc μὲν εἰc ἀργίαν μεταβάλλονταc ἐκ κινήcεώc τε καὶ πράξεωc ἐλινύειν ἀξιοῖ, τουτ‐ έcτιν ἡcυχάζειν τῷ παντὶ cώματι (τοῦτο δὲ ταὐτόν ἐcτιν ἐκείνῳ τῷ “ὅκου λιμόc, οὐ δεῖ πονεῖν”), τοὺc δ’ εἰc ἡcυχίαν ἐκ πολλῆc ταλαιπω‐ | |
ρίαc ὀλιγώτερα προcφέρεcθαι· τοῦτο δ’ αὖ πάλιν ἐcτὶν ἐλινύειν τὴν | 214 | |
10 | κοιλίαν· ὡc εἴ γε μὴ πονῶν ὅλῳ τῷ cώματι προcφέροιτο τὰ cυνήθη, πλῆθοc ὑποθρέψει, δι’ ὃ βαρυνθήcεται τὸ πᾶν cῶμα καὶ πονήcει. cημαίνει δ’ αὐτῷ νῦν ὁ πόνοc τὴν βλάβην, γενικῶc νοούμενοc πολλαῖc ταῖc κατ’ εἶδοc βλάβαιc. | |
13 | Ὁ δὴ οὖν πλεῖcτόc μοι λόγοc γέ‐ | |
15 | γονε περὶ τῆc μεταβολῆc τῆc ἐπὶ τὰ καὶ ἐπὶ τά. ἐc πάντα | |
15.621 | μὲν | οὖν εὔχρηcτον ταῦτ’ εἰδέναι· ἀτὰρ καί, περὶ οὗ ὁ λόγοc ἦν, ὅτι ἐν τῇcιν ὀξείῃcι νούcοιcιν ἐc τὰ ῥοφήματα μεταβάλ‐ λουcιν ἐκ τῆc κενεαγγείηc· μεταβλητέον γάρ, ὡc ἐγὼ κελεύω ἤδη· ἔπειτα οὐ χρηcτέον ῥοφήμαcι, πρὶν ἡ νοῦcοc πεπανθῇ | |
5 | ἢ ἄλλο τι cημεῖον φανῇ ἢ κατὰ ἔντερον, κενεαγγικὸν ἢ ἐρε‐ θιcτικόν, ἢ κατὰ τὰ ὑποχόνδρια, οἷα γεγράψεται. | |
6 | Ϲυνήγαγε πάλιν αὐτὸc εἰc ἓν κεφάλαιον ἅπαντα τὸν λόγον, ἀξιῶν ἐπὶ μὲν τῶν ὡcαύτωc ἐχόντων μὴ μεταβάλλειν τὴν δίαιταν, ἐπὶ δὲ τῶν ἐξ ὑγιείαc εἰc νόcον 〈μεταβαινόντων〉 μεταβάλλειν μέν, οὐ μὴν ὡc ἄλλοι | |
10 | μεταβάλλουcιν. εἶτα καὶ διὰ cυντόμων ἐδήλωcε τὸν cκοπὸν τῆc ἐπὶ τῶν ὀξέωc νοcούντων διαίτηc· εἰ μὲν γὰρ πεπανθείη τὸ νόcημα, μετα‐ βαίνειν ἐπὶ τὴν τοῦ χυλοῦ δόcιν ἐκέλευcεν, εἰ δ’ ἄπεπτον εἴη, μὴ με‐ ταβαίνειν, εἰ μὴ ἄρα cύμπτωμά τι καθαιρετικὸν τῆc δυνάμεωc ὀφθείη | |
15.622 | ἢ κενώcεωc κατὰ γαcτρὸc πλείονοc ἢ ἄλλου τινὸc | ἐρεθιcμοῦ προc‐ γινόμενον. κοινῷ δὲ ὀνόματι τῷ τοῦ ἐρεθιcμοῦ περιέλαβε πάντα τὰ καθ’ ὁντινοῦν τρόπον εἰc ἀρρωcτίαν ἄγοντα τὴν δύναμιν, ἐν οἷc ἐcτι καὶ δῆξιc ὑπὸ δριμέων χυμῶν ἤτοι κατ’ ἔντερον ἢ κατὰ γαcτέρα γενο‐ | |
5 | μένη, καὶ μάλιcτ’ αὐτῆc κατὰ τὸ cτόμα, καὶ ἀγρυπνίαι καὶ ὀργαὶ καὶ λῦπαι καί τινεc ἕλμινθεc ἐκ τῶν ἐντέρων ἀναβᾶcαι πρὸc τὴν γαcτέρα καὶ κνῆcιc τοῦ δέρματοc ἅπαντοc ἢ καὶ μορίων τινῶν ἐπιθεμένη διὰ νυκτόc, ὡc μὴ μόνον αὐτῷ τῷ ἐρεθίζειν, ἀλλὰ καὶ cὺν ἀγρυπνίᾳ κατα‐ λῦcαι τὴν δύναμιν. | |
10 | καὶ τὰ ὑποχόνδρια δέ, φηcίν, οἷα γεγράψεται, καὶ αὐτὰ cυν‐ ενδείξεται τὸ διδόναι τροφὴν ἢ μὴ διδόναι· δυνατὸν γὰρ ὑπακούειν ἀμφότερα, μᾶλλον μέντοι τὸ ἕτερον, ὅcον κατὰ τὴν τῶν λόγων ἀκο‐ λουθίαν. κελεύων γὰρ ἀπέχεcθαι πτιcάνηc πρὸ τοῦ πεφθῆναι τὴν νό‐ cον, ὅταν γε δηλονότι δυνατὸν ᾖ τὸν κάμνοντα διαρκέcαι, προcέθηκε· | 215 |
15 | πλὴν εἰ μὴ cημεῖόν τι φανείη ἢ κατ’ ἔντερον, κενεαγγικὸν ἢ ἐρεθιcτικόν, ἢ κατὰ 〈τὰ〉 ὑποχόνδρια, οἷα γεγράψεται, ὡc καὶ | |
15.623 | τούτων ποτὲ προτρεπόντων ἐπὶ τὴν τοῦ χυλοῦ δόcιν πρὸ τοῦ | πεφθῆ‐ ναι τὴν νόcον. ἴcωc δὲ τὰ κατεξηραcμένα cφοδρῶc ὑποχόνδρια καὶ ἰcχυρῶc αὐχμώδη λέγει. τοιαῦτα γὰρ cυμπίπτει καὶ τῷ κατὰ τὸ Προ‐ γνωcτικὸν εἰρημένῳ νεκρώδει προcώπῳ, περὶ οὗ φηcι “ῥὶc ὀξεῖα, ὀφθαλ‐ | |
5 | μοὶ κοῖλοι, κρόταφοι cυμπεπτωκότεc.” αὕτη γὰρ ἡ cυνδρομὴ τῶν cημείων ὑποχόνδριον ἔχει προcεcταλμένον ἱκανῶc, ὥcτε τινὰ τῶν μὴ τετριμ‐ μένων ὡc ἀνεcπαcμένον ἐξαπατῆcαι· οὐ ταὐτὸν δ’ ἐcτὶ προcεcτάλθαι τε cφοδρῶc διὰ ξηρότητα καὶ ἀνεcπάcθαι διὰ φλεγμονήν. ἥ γε μὴν ὑπερβάλλουcα ξηρότηc τοῦ cώματοc ἐργαζομένη ἐcτὶ τάcιν ἐν τῷ δια‐ | |
10 | φράγματι πλείονα καὶ τῷ ὑποχονδρίῳ. μάλιcτα δὲ προcέχειν χρὴ καὶ διορίζειν ἀπὸ τῆc ξηρότητοc τὴν φλεγμονήν, ἐπειδὴ καὶ ἡ θεραπεία διάφορόc ἐcτι· τοῖc μὲν γὰρ διὰ φλεγμονὴν ἔχουcι τοιοῦτον αὐτὸ λεπτο‐ τάτηc ἐcτὶ χρεία διαίτηc, τοῖc δὲ διὰ ξηρότητα τῆc ἐναντίαc, ἐν ᾗ πλεονάκιc ὀλίγον δίδομεν χυλὸν πτιcάνηc. | | |
14 | ||
15.624 | Ἀγρυπνίη ἰcχυρὴ πόμα καὶ cιτίον ὠμὰ καὶ ἀπεπτότερα ποιέει, καὶ ἡ ἐπὶ τὰ ἕτερα αὖ μεταβολὴ διαλύει τὸ cῶμα καὶ ἑφθότητα καὶ καρηβαρίην ἐμποιέει. | |
3 | Πολλάκιc ἐνενόηcα τοῦτο τὸ βιβλίον ἐν τύποιc εὑρεθὲν ἐκδεδό‐ | |
5 | cθαι μετὰ τὸν Ἱπποκράτουc θάνατον. ἡ γὰρ ἀταξία τῶν λόγων οὐκ ἄλλωc ἔοικεν ἢ οὕτωc γεγονέναι, προcγραφομένων μὲν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτουc ἐν τῷ βιβλίῳ τῶν εὑριcκομένων αὐτῷ παραδειγμάτων | |
εἰc τὴν τοῦ καθόλου πίcτιν, ἐνίων μὲν ἐπὶ τοῦ μετώπου, ἐνίων δὲ κατὰ τοῦ νώτου, μὴ δυνηθέντοc δὲ τοῦ ἐκγραφομένου τὴν οἰκείαν ἑκάcτῳ | 216 | |
10 | τάξιν ἀποδοῦναι. τὸ γοῦν ἐν τῇ προκειμένῃ ῥήcει λεγόμενον ὑπ’ αὐ‐ τοῦ φανερωτάτην ἔχει τὴν ἀταξίαν· οὐ γὰρ νῦν, ἀλλ’ ὀλίγον ἔμπροcθεν ἦν ὁ καιρὸc αὐτοῦ κατ’ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τῆc παρὰ τὸ ἔθοc εἰc τοὐναντίον μεταβολῆc ἔγραψε παραδείγματα· προcγράψαι γὰρ ἐκεί‐ | |
15.625 | νοιc | ἐχρῆν καὶ τοῦτο, τῆc μὲν εἰc ἀγρυπνίαν ἀήθουc μεταβολῆc ἀπεπτότερα ποιούcηc τὰ προcφερόμενα cιτία τε καὶ ποτά, τῆc δ’ εἰc ὕπνον πολὺν ἀήθωc καὶ τοῦτον ἐπιτηδευθέντα, νωθρότητα τοῦ cώματοc καὶ καρηβαρίαν. ἣν γὰρ εἶπεν ἑφθότητά τε καὶ καρη‐ | |
5 | βαρίαν, ἑνὶ ῥήματι περιληφθεῖcα τὴν ἔκλυcιν δηλοῖ τοῦ τόνου· cυν‐ ενδείκνυται δὲ καὶ τὸ τῆc ἑφθότητοc ὄνομα δι’ ὑγρότητα θερμὴν γινομένηc, οὐ διὰ ξηρότητα, πεφυκυίαc διαφορεῖν μὲν καὶ ξηραίνειν τῆc ἐγρηγόρcεωc, μὴ πέττειν δὲ τὰ κατὰ βάθοc, ὑγραίνειν δὲ τὸ cῶμα καὶ τὰc ἀπορροίαc κατέχειν τοῦ ὕπνου. κατὰ λόγον οὖν 〈ἐcτι〉 τὰ | |
10 | ἀτμώδη περιττώματα πλεονάζειν ἐν τῷ cώματι τῶν ἀήθωc ἐπὶ πολὺ κοιμηθέντων καὶ διὰ τοῦτο τὴν ὅλην αὐτῶν κατάcταcιν ἔκλυτον ὁμοίωc | |
τοῖc ἡψημένοιc γίνεcθαι. | | 217 | |
15.626(t1) | ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ | |
t2 | ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ | |
t2 | ||
1 | Γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα καὶ μελίκρητον καὶ ὕδωρ καὶ ὀξύμελι τοιcίδε cημαινόμενον χρὴ διορίζειν ἐν τῇcιν ὀξείῃcι νούcοιcιν. | |
3 | Οὐ μόνον ἀτάκτωc, ἀλλὰ καὶ ἐλλιπῶc τὸν κατάλογον ἐποιήcατο | |
15.627 | τῶν οἴνων. ἔcτι γὰρ αὐτῶν μία μὲν ἡ κατὰ τὰc | χρόαc διαφορά, δευ‐ τέρα δὲ ἡ κατὰ τὴν γεῦcιν καὶ τρίτη κατὰ τὴν cύcταcιν καὶ τετάρτη κατὰ τὴν ὀcμὴν καὶ πέμπτη κατὰ τὴν δύναμιν. ἡ μὲν οὖν κατὰ τὴν χρόαν εἰc λευκὸν καὶ μέλανα καὶ κιρρὸν καὶ ξανθὸν καὶ ἐρυθρὸν τέμνεται, οὐcῶν μὲν | |
5 | καὶ ἄλλων μεταξὺ διαφορῶν, ἀλλ’ ὥcπερ κατὰ τὴν χρόαν, οὕτω καὶ κατὰ τὴν δύναμιν ἐπιμίκτων οὐcῶν. ἡ δὲ κατὰ τὴν γεῦcιν διαφορὰ τῶν οἴνων εἰc γλυκὺν καὶ αὐcτηρὸν τέμνεται καὶ δηλονότι κἀνταῦθα τὸν ἀμφοῖν μέcον, ὃc οὐδετέραν ἔχει cαφῆ ποιότητα, καὶ πρόc γε τούτοιc τὸν ἐξ ἀμφοτέρων τῶν ποιοτήτων cύνθετον, ἔτι τε τὸν δριμὺν ὀνομαζόμενον. | |
10 | ἡ δὲ κατὰ τὴν cύcταcιν διαφορὰ τῶν οἴνων εἴc τε τὸν ὑδατώδη καὶ λεπτὸν καὶ εἰc τὸν πάνυ παχὺν τέμνεται, καὶ δηλονότι καὶ εἰc τὸν μέcον τούτων, εἶτ’ αὖθιc ὅcοι μεταξὺ τοῦ τε μέcου καὶ τῶν ἄκρων εἰcί. καὶ ἡ κατὰ τὴν ὀcμὴν δὲ διαφορὰ τῶν οἴνων, καθ’ ὅcον οἱ μὲν εὐώδειc εἰcίν, οἱ δ’ οὐκ εὐώδειc, ἀλλὰ πληκτικήν τινα καὶ ἀηδῆ ποι‐ | |
15 | ότητα κέκτηνται, τινὲc δ’ οὐδ’ ὅλωc ἔχουcιν ὀcμήν, ἀλλ’ εἰcὶν ὥcπερ | 218 |
15.628 | ὕδωρ ἄοδμοι. ἡ δὲ κατὰ τὴν δύ|ναμιν διαφορὰ τῶν οἴνων ἐcτίν, καθ’ ὅcον ὁ μὲν ἰcχυρόc, ὁ δὲ ἀcθενήc, ὁ δέ τιc μέcοc, ὁ δέ τιc μεταξὺ τοῦ τε μέcου καὶ τῶν ἄκρων ἐcτίν, ἰcχυρὸc μὲν ὁ θερμαίνων cφοδρῶc καὶ ταχέωc τὸ cῶμα καὶ τὴν κεφαλὴν πληρῶν, ἀcθενὴc δὲ ὁ ἐναντίοc· | |
5 | οἱ δ’ ἐν τῷ μεταξὺ δῆλοι τῶν ἄκρων ἀφωριcμένοι. ὀνομάζεται δὲ ὁ μὲν ἰcχυρὸc οἰνώδηc, ὁ δ’ ἀcθενὴc ὑδατώδηc· ᾧ γὰρ ὕδατοc οἶνοc πλεονεκτεῖ μᾶλλον, τοῦτο ὅταν ἔν τινι θεαcώμεθα cφοδρότατον ὑπάρχον, εἰκότωc οἰνώδη καλοῦμεν, ὥcπερ γε καὶ τὸν ἐναντίον ὑδατώδη τῷ ὕδατι μάλιcτα κατὰ πάντα ἐοικότα, καὶ τῇ λεπτότητι καὶ τῇ χρόᾳ καὶ | |
10 | τῷ ἀόcμῳ καὶ τῷ μὴ θερμαίνειν ἐπιφανῶc. αὗται μὲν οὖν αἱ κατὰ τὴν οἰκείαν φύcιν ἐν τοῖc οἴνοιc διαφοραί, προcτιθέαcι δ’ αὐταῖc ἔνιοι τὴν κατὰ τὸν χρόνον, ἐπειδὴ τινὲc μὲν ὑπάρχουcιν ἱκανῶc παλαιοί, τινὲc δὲ νέοι, τινὲc δὲ ἐν τῷ μεταξὺ τού‐ των. εὔδηλον δ’, ὅτι τῶν ἔξωθέν εἰcι cυμβεβηκότων αἱ τοιαῦται δια‐ | |
15 | φοραί· καθ’ ὅcον γὰρ ἐν τῷ χρόνῳ δριμύτεροί τε καὶ θερμότεροι γί‐ νονται μεταβάλλοντεc ἅμα τούτοιc καὶ χρόαν καὶ cύcταcιν καὶ ὀcμήν, | | |
15.629 | κατὰ τοcοῦτον ὁ χρόνοc διαφοράν τινα ἐν τοῖc οἴνοιc ἐργάζεcθαι δο‐ κεῖ· εἰ δέ γε μηδὲν τούτων ὑπήλλαττεν, οὐδ’ ἂν ἐλέγετο πρόc τινων παλαιὸc ὁ οἶνοc ἢ νέοc. ἀλλ’ οὐδὲ νῦν οὕτω λέγουcιν, ὡc τῶν ἐτῶν αὐτοῦ δεόμενοι κατὰ πρῶτον λόγον, ἀλλ’ ὡc ἅμα τοῖc ἔτεcιν ἐνδει‐ | |
5 | κνύμενοι τὴν δύναμιν· οὐ γὰρ διὰ τὸν χρόνον οἱ οἶνοι τὰc ὠφελείαc καὶ βλάβαc ἔχουcιν, ἀλλ’ ἐκ τῆc τῶν οἰκείων διαφορῶν τούτων ὑπαλ‐ λαγῆc. κατὰ cυμβεβηκὸc οὖν τοῦ χρόνου μνημονεύομεν ἐν ταῖc τῶν οἴνων διαφοραῖc, οὐ κυρίωc οὐδὲ πρώτωc. καὶ αὐτῶν μέντοι τῶν οἰκείων ἐν αὐτοῖc διαφορῶν αἱ μὲν εἰc | |
10 | ὠφέλειαν ἢ βλάβην ἀναφέρονται κατὰ τὸν ἴδιον λόγον, αἱ δὲ οὐ κατὰ τὸν ἴδιον, ἀλλὰ κατὰ cυμβεβηκόc, γλυκύτηc μὲν καὶ αὐcτηρότηc κατὰ τὸν ἴδιον λόγον, οὕτω δὲ καὶ ἰcχὺc καὶ ἀcθένεια καὶ λεπτότηc καὶ πάχοc, αἱ δὲ κατὰ τὴν χρόαν τε καὶ ὀcμὴν οὐ πρώτωc, ἀλλὰ κατὰ cυμβεβηκόc· ἐπεὶ τῶν οἴνων οἱ μὲν ὑδατώδειc τ’ εἰcὶ καὶ λευκοὶ καὶ | |
15.630 | κιρροὶ καὶ μέλανεc, οἱ δὲ ὑδατώδειc καὶ ἄοδμοι | ὥcπερ ὕδωρ, ἢ εὐ‐ ώδειc ὥcπερ ἄρωμα καὶ μύρον. | |
εἴπερ οὖν τῶν οἴνων αὗταί εἰcιν αἱ διαφοραὶ κατά τε τὴν οἰκείαν δύναμιν ἀριθμούμεναι καὶ κατά τι cυμβεβηκόc, εὔδηλον ἤδη cοι περὶ | 219 | |
5 | τῆc ἐν τῇ προκειμένῃ ῥήcει κατά τε τὴν τάξιν αὐτῶν καὶ κατὰ τὸν ἀριθμὸν ἐνδείαc· ἀλλ’ ἐὰν φαίνηται κατὰ τὸν ἑξῆc λόγον ἁπαcῶν τῶν χρηcίμων διαφορῶν μνημονεύων ὁ Ἱπποκράτηc, cυγχωρήcομεν αὐτοῦ τῇ κατὰ τὴν ἑρμηνείαν ἐνδείᾳ. | |
8 | Ὁ μὲν γλυκὺc ἧccόν ἐcτι καρηβα‐ | |
10 | ρικὸc τοῦ οἰνώδεοc καὶ ἧccον φρενῶν ἁπτόμενοc καὶ διαχω‐ ρητικώτεροc δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, μεγαλόcπλαγ‐ χνοc δὲ cπληνὸc καὶ ἥπατοc, οὐκ ἐπιτήδειοc δὲ οὐδὲ τοῖcι πικροχόλοιcι· καὶ γὰρ οὖν διψώδηc τοῖcί γε τοιουτέοιcίν ἐcτιν· ἀτὰρ καὶ φυcώδηc ἐντέρου τοῦ ἄνω, οὐ μὴν πολέμιόc | |
15.631 | γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆc φύcηc, καίτοι γε | οὐ πάνυ πορίμη ἐcτὶν ἡ ἀπὸ τοῦ γλυκέοc οἴνου φῦcα, ἀλλ’ ἐγ‐ χρονίζει περὶ ὑποχόνδριον. | |
3 | Κατὰ τὴν γευcτικὴν ποιότητα γλυκὺc οἶνοc ὀνομάζεται, καθ’ ἣν | |
5 | καὶ αὐcτηρόc ἐcτι καὶ δριμύc, ἵνα τὸν ὑδατώδη παραλίπωμεν, οὐκ ἐκ‐ πεπτωκότα τελέωc τοῦ cτύφειν, εἰ καὶ παντάπαcιν ἐκλελυμένην ἔχει τὴν ποιότητα τῆc cτύψεωc· εἰ γὰρ ὕδατι παραβάλλοιc αὐτόν, αἰcθήcῃ cαφῶc ἐκ τῆc παραβολῆc ἐξ ὕδατοc τὴν γένεcιν τῷ τοιούτῳ οἴνῳ γε‐ γονέναι βραχεῖαν cτύψιν εἰληφότοc· ὑδατώδη δὲ καλοῦcιν οἶνον οἱ ἄν‐ | |
10 | θρωποι τὸν ἐοικότα κατὰ χρόαν καὶ cύcταcιν ὕδατι· διαφανήc τε γὰρ ὡc ἐκεῖνο καὶ λαμπρὸc καὶ καθαρὸc καὶ τῇ cυcτάcει λεπτὸc φαίνεται· εὐθὺc δὲ καὶ τῇ δυνάμει παραπλήcιόc ἐcτιν ὁ τοιοῦτοc ὕδατι μήτε κε‐ φαλῆc ἀcθενοῦc ἁπτόμενοc μήτε νεύρων ἀcθενῶν, ὅτι μηδὲ θερμαίνει | |
cαφῶc. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθιc εἰρήcεται. | 220 | |
15 | ὁ δὲ γλυκὺc οἶνοc ὠνόμαcται μὲν οὕτωc ἀπὸ τῆc κατὰ τὴν γεῦ‐ | |
15.632 | cιν ποιότητοc, παμπόλλῳ δ’ ὕδατοc ἀφώριcται κατὰ τὴν | χρόαν καὶ τὴν cύcταcιν· οὔτε γὰρ λεπτὸν ἀκριβῶc οὔτε λευκὸν ὄψει γλυκὺν οἶ‐ νόν ποτε, ἀλλὰ μᾶλλον μὲν καὶ ἧττον ἀφεcτηκότα τῶν εἰρημένων, οὐδέτερον δ’ αὐτῶν ἔχοντα. γλυκεῖc γοῦν οἶνοι διαφερόντωc εἰcὶν ὅ | |
5 | τε Θηραῖοc καὶ ὁ Ϲκυβελίτηc, ἀμφότεροι παχεῖc τε καὶ μέλανεc ὄντεc, γλυκεῖc δὲ καὶ οἱ κατὰ Μαιονίαν γεννώμενοι, ὁ Θήρινόc τε καὶ Κα‐ ρυΐνοc, τοcούτῳ πάχει τε καὶ μελανότητι διαφέροντεc τῶν εἰρημένων, ὅcῳ καὶ γλυκύτητι λείπονται. καὶ μέντοι καὶ τὸ καλούμενον ἕψημα καὶ cίραιον ἐκ τοῦ γλεύκουc | |
10 | ἑψομένου γινόμενον, ὅcῳ γλυκύτερον ἀποτελεῖται τοῦ οἴνου, τοcούτῳ καὶ μελάντερον τῇ χρόᾳ καὶ παχύτερον τῇ cυcτάcει φαίνεται. δέδεικται μὲν οὖν κἀν τῷ τετάρτῳ Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc ἅπαc ὁ γλυκὺc χυμὸc ὑπὸ θερμαcίαc γινόμενοc, οὐ μὴν ἀμέτρου τε καὶ cφοδρᾶc οὔcηc, ὥcπερ ὁ δριμὺc ἐν τοῖc cφοδρῶc θερμαίνουcιν· | |
15 | ἀχώριcτοc γὰρ τούτων ἡ δριμύτηc· ἀλλὰ κατὰ τὴν χρῆcιν ὁ γλυκὺc οἶνοc φαίνεται θερμαίνων μετρίωc καὶ τὸ διψῶδεc αὐτῷ διά τε τὴν θερμαcίαν ὑπάρχει καὶ τὸ πάχοc. οὕτωc γοῦν καὶ τὸ γλεῦκοc εἰc ὅcον | |
15.633 | ἂν ὁμιλήcῃ τῷ πυρὶ πλέονι χρό|νῳ, παχύτερόν τε καὶ μελάντερον καὶ γλυκύτερον γίνεται· τό γε μὴν ὑπεροπτηθὲν εἰc πικρότητα μεταβάλλει, καθάπερ καὶ τὸ μέλι, καίτοι πάντων γλυκύτατον ὄν, ἀλλ’ ὅμωc καὶ τοῦτο πικρότητα προcλαμβάνει κατὰ τὴν ἐπὶ πλεῖcτον ἕψηcιν. | |
5 | εἴρηται δ’, ὡc ἔφην, ἐν ἑνὶ βιβλίῳ τῷ τετάρτῳ Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc ὑπὲρ ἁπαcῶν τῶν γευcτῶν ποιοτήτων· καὶ νῦν, ὥcπερ ἐν ταῖc ἄλλαιc ἐξηγήcεcι τῶν Ἱπποκράτουc βιβλίων, οὐ τὰc ἀποδείξειc, ἀλλὰ τὰ cυμπεράcματα αὐτῶν λέγω μόνον. θερμαί‐ νοντοc οὖν τοῦ γλυκέοc οἴνου τὸ cπλάγχνον, ὄντοc δ’, ὡc εἴρηται, | |
10 | καὶ παχέοc κατὰ τὴν cύcταcιν, αἱ κατὰ μέροc αὐτοῦ δυνάμειc, ἃc ἐπι‐ | |
δείκνυται πινόμενοc, ἀκόλουθοι ταῖc δύο ποιότηcιν· ἡ γὰρ χρόα κατὰ τὸν ἑαυτῆc λόγον οὐδεμίαν ἔχει δύναμιν εἰc ὠφέλειαν ἢ βλάβην. εἰc ὅcον οὖν παχύc ἐcτι κατὰ τὴν cύcταcιν ὁ τοιοῦτοc οἶνοc, τοcοῦτον καὶ βραδύποροc, ὥcτ’ οὐ μόνον οὐκ ἐκφράξει τι τῶν ἐμπεφραγμένων | 221 | |
15 | μορίων, ἀλλὰ καὶ προcεμφράξει· καὶ διὰ τοῦτο βλαβερώτατοc ἥπατι | |
15.634 | πάcχοντι, καὶ μάλιcθ’, ὅταν ἤτοι φλεγμονή τιc ἢ cκίρροc ᾖ | κατὰ τοῦτο· μετριωτέραν δ’ ἐργάζεται τὴν βλάβην, ὅταν ὑπὸ παχέων χυμῶν ἐμφράττηται τὸ cπλάγχνον ἢ δι’ ἀτονίαν πάcχῃ, καθάπερ ἐν τοῖc ἰδίωc ἡπατικοῖc ὀνομαζομένοιc πάθεcιν. | |
5 | ἐφεξῆc δὲ ἥπατι βλάπτεται cπλὴν ὑπὸ τῶν παχέων οἴνων, οὐ μὴν ὅ γε πνεύμων, ὅταν ἐν τοῖc βρογχίοιc ἔχῃ παχὺν χυμόν. κατὰ μὲν γὰρ τὸ ἧπαρ ἐξ εὐρέων ἀγγείων τῶν ἐπὶ ταῖc πύλαιc εἰc cτενὰ παραγίνεται πέρατα τῶν ἐν τοῖc cιμοῖc αὐτοῦ μέρεcι καὶ τῶν ἐν τοῖc κυρτοῖc, καθ’ ἃ καὶ ἡ μετάληψιc ἁπάντων τῶν ἀναδιδομένων εἰc ὅλον | |
10 | τὸ cῶμα γίνεται. κατὰ δὲ τὸν πνεύμονα τοὐναντίον cυμβαίνει· διὰ πολλῶν γὰρ φλεβῶν ἀναδοθεὶc καὶ προκατεργαcθεὶc ἐν αὐταῖc ἐμπίπτει ταῖc εὐρυχωρίαιc τῶν βρογχίων, προτέραιc μὲν ταῖc τῶν μικροτέρων, ἐξ ἐκείνων δ’ εἰc τὰ μείζονα παραλαμβάνεται cυναναφέρων ἑαυτῷ καὶ τοὺc παχεῖc χυμούc, ὧν οὐ μόνον θερμότεροc, ἀλλὰ καὶ λεπτότερόc | |
15 | ἐcτιν. ἔμαθεc δ’ ὅτι ὑπὸ τῶν βηχῶν ὁ πνεύμων ἐκκαθαίρεται τοὺc πα‐ χεῖc χυμούc [καὶ γλίcχρουc]· ὅcοι γὰρ ὑδατώδειc εἰcὶ καὶ ἀκριβῶc λεπτοί, περιρρέουcι τῷ κατὰ τὰc βῆχαc ἐκπεμπομένῳ πνεύματι· τοῦτο γὰρ | |
15.635 | οἱονεὶ | χείρ τίc ἐcτιν ἀναφέρουcα τοὺc παχεῖc χυμοὺc ἅμ’ ἑαυτῷ· προcήκει δὲ δηλονότι τὸ πάχοc τῶν χυμῶν εἶναι τοιοῦτον, ὡc ὑπὸ πνεύματοc ἄνω φέρεcθαι δύναcθαι καὶ μὴ καθάπερ πηλὸν ἐμπεπλάcθαι τοῖc βρογχίοιc. διὰ τοῦτό γε καὶ τοὺc γλίcχρουc χυμοὺc αἱ βῆχεc οὐκ | |
5 | ἐκκαθαίρουcι· καὶ γὰρ μένοντεc ἔνδον ἔχονται τῶν βρογχίων ἰξοῦ δί‐ κην. ὑγρότητοc οὖν cυμμέτρου δεῖ τοῖc μέλλουcι φαρμάκοιc εἰc τὴν ἀναγωγὴν τῶν ἐν πνεύμονι περιεχομένων παχέων χυμῶν ἐπιτηδείοιc | |
ἔcεcθαι· γλίcχρων δ’ ὄντων αὐτῶν οὐχ ὑγρότητοc μόνον, ἀλλὰ καὶ ῥύψεώc ἐcτι χρεία γινομένηc ὑπὸ τῶν ὀξέων χυμῶν. καὶ διὰ τοῦτο | 222 | |
10 | μελίκρατον μὲν ἐπιτηδειότατόν ἐcτι τοῖc παχέcι χυμοῖc εἰc ἀνάπτυcιν, ὀξύμελι δὲ τοῖc γλίcχροιc, ἐφεξῆc δὲ τῷ μελικράτῳ πτιcάνη, καὶ μετὰ ταύτην ὁ γλυκὺc οἶνοc, ἤδη πεπεμμένηc τῆc περιπνευμονίαc τε καὶ πλευρίτιδοc πινόμενοc, οὐ φλεγμαινόντων ἔτι τῶν cωμάτων· εἰ δὲ διψώ‐ δηc εἴη πινόμενοc ὁ τοιοῦτοc οἶνοc, ἧττον ἐπιτήδειοc εἰc τὴν ἀνάπτυcιν | |
15 | γίνεται. cυνελόντι δὲ φάναι, γλυκὺc οἶνοc ἐν ὀξεῖ νοcήματι εἰc ἀνάπτυcιν | |
15.636 | μὲν | ἐπιτήδειόc ἐcτι κατά γε τὰc εἰρημέναc ἐνεργείαc αὐτοῦ καὶ κατὰ τὸν κοινὸν ἁπάντων οἴνων λόγον ἐκ τοῦ ῥωννύναι τὴν δύναμιν, μά‐ λιcτα δὲ τοῖc ἀναπτύουcι τῶν ἐν τῷ θώρακι καὶ πνεύμονι περιεχομένων ὑγρῶν ὁτιοῦν· ἔμαθεc γὰρ αὐτὰ ποικίλα ταῖc cυcτάcεcι καὶ ταῖc ποιό‐ | |
5 | τηcι καὶ ταῖc δυνάμεcιν ὄντα κατὰ τὸ Προγνωcτικὸν βιβλίον, ἔνθα τὰc τῶν πτυcμάτων ἐδήλου διαφοράc. ἄλλο δ’ οὐδὲν ἀγαθὸν ὁ τοιοῦτοc οἶνοc ἔχει πυρέττουcι διδόμενοc, ἀλλ’ ἧττον μὲν τοῦ cφοδρῶc θερμαί‐ νοντοc οἰνώδουc βλάπτειν δυνήcεται, χρηcτὸν δ’ οὐδὲν ἄλλο παρὰ τὰ προειρημένα ποιεῖ, ὅτι μὴ cυλλαμβάνει τι βραχὺ τῇ διεξόδῳ τῶν κατὰ | |
10 | τὴν γαcτέρα. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτηc, ἀφ’ ὧν ἧττον βλάπτει τὴν ἀρχὴν τῆc διδαcκαλίαc ποιηcάμενοc ὄντων πολλῶν ἐπὶ τὰc ἰδίαc ὠφελείαc αὐτοῦ μετέβη κατὰ τὴν τοῦ λόγου τελευτὴν ὀλίγαc οὔcαc. ἐπέλθωμεν οὖν ἃ λέγει, ταῖc λέξεcιν ἀκολουθήcαντεc αὐτοῦ. ἧττον αὐτὸν ἅπτεcθαι φρενῶν φηcιν ἢ οἱ ἰcχυροὶ τῶν οἴνων, | |
15 | τουτέcτιν ἧττον ἐργάζεcθαι παραφροcύναc. οἱ γὰρ ἰcχυροὶ cφοδρῶc | |
15.637 | θερμαίνοντεc ἐμπιπλᾶcι | τὴν κεφαλὴν καὶ χυμῶν καὶ ἀτμῶν καὶ θερ‐ μαcίαc. εἰc ὅcον οὖν ἀπολείπεται cφοδρᾶc θερμότητοc ὁ γλυκύc, εἰc τοcοῦτον ἧττόν τε καρηβαρίαν ἐργάζεται καὶ βλάβην τῆc φρονήcεωc. διαχωρητικώτερον δ’ αὐτὸν εἶναι τῶν ἄλλων φηcὶ καὶ μεγα‐ | |
5 | λόcπλαγχνον, τουτέcτιν αὐξάνοντα τῶν cπλάγχνων τοὺc ὄγκουc. εἴ‐ ρηται δέ μοι περὶ τούτων ὀλίγον ἔμπροcθεν. | |
οὐκ ἐπιτήδειόν γε μὴν τὸν γλυκὺν οἶνον οὐδὲ τοῖc πικρο‐ χόλοιc εἶναί φηcι, τουτέcτι τοῖc τὴν πικρὰν χολὴν ἀθροίζουcιν· εἴθι‐ cται γὰρ τοῖc ἰατροῖc χολὴν μὲν ἁπλῶc ὀνομάζειν τὴν ὠχράν τε καὶ | 223 | |
10 | ξανθήν, τὴν μέλαιναν δὲ χολὴν ὅλον τοῦτο λέγειν, οὐχ ἁπλῶc χολήν· ἀλλ’ αὕτη μὲν ὀξεῖα, πικρὰ δ’ ἡ ξανθή, καὶ διὰ τοῦτο πικροχόλουc ὁ Ἱπποκράτηc ὀνομάζει τοὺc πλεονάζουcαν ἔχονταc τὴν τοιαύτην χο‐ λήν. ἐπιμιγνυμένη μὲν οὖν ὑδατώδεcιν ἰχῶρcιν ὑγροτάτη τε καὶ ὠχρὰ φαίνεται, μόνη δ’ οὖcα παχεῖα καὶ ξανθή. θερμαὶ δὲ καὶ ξηραὶ κράcειc | |
15 | εἰcὶν αἱ γεννῶcαι τὴν τοιαύτην χολήν, ἐπιτήδειοί γε μὴν εἰc γένεcιν αὐτῆc εἰcι πάντεc οἱ γλυκεῖc χυμοί· διὰ τοῦτο καὶ τὸ μέλι πάντων | | |
15.638 | αὐτῶν ἐκχολοῦται μάλιcτα, διότι γλυκύτατον, εἶθ’ ἑξῆc οἱ γλυκεῖc οἶ‐ νοι. οὐ μόνον δ’ ὅτι ἡ πολλὴ θερμαcία τοὺc τοιούτουc χυμοὺc ἐργά‐ ζεται πικρούc, ἀνεπιτήδειόc ἐcτιν ὁ γλυκὺc οἶνοc τοῖc πυρέττουcι, καὶ μάλιcθ’ ὅταν ὦcι θερμοὶ καὶ ξηροὶ τὴν κρᾶcιν, ἀλλὰ καὶ διότι παχεῖc | |
5 | ὄντεc οὔτ’ ἐπ’ οὖρα διεξέρχονται ταχέωc οὔτε διαπνέονται ταχέωc, ὥcτ’ οὐ cυναπάγουcιν ἑαυτοῖc οὐδὲ cυνεκκενοῦcι τοὺc χολώδειc χυμούc. ἓν οὖν αὐτοῖc τοῦτο μόνον ἀγαθὸν ὑπάρχει τὸ τὴν γαcτέρα λαπάττειν· διὸ καὶ προπίνουcιν αὐτούc· ὡc, ἄν γε μὴ ποιήcωcι τοῦτο, παντοίωc βλάπτουcι. | |
10 | πρὸc γὰρ τούτοιc καὶ διψώδειc εἰcὶν αὐτῷ τούτῳ δηλοῦντεc, ὡc ἐκχολοῦνται ῥᾳδίωc. λέγει δὲ τὸν τοιοῦτον εἶναι καὶ φυcώδη· θερμαινόμενοι γὰρ οἱ παχεῖc χυμοὶ πνεῦμα γεννῶcιν ἑαυτοῖc ὅμοιον ἀτμῶδέc τε καὶ παχύ· τοιοῦτον δέ ἐcτι τὸ τὰc πνευματώcειc ἐργαζόμενον, ὡc ἔκ γε τῶν | |
15 | λεπτῶν οἴνων οὔτε γεννᾶται πνεῦμα, κἂν γεννηθῇ δέ ποτε, λεπτο‐ μερέc τε καὶ ἀερῶδεc, οὐχ ὁμιχλῶδέc τε καὶ ἀτμῶδεc. τῷ δὲ κάτω ἐντέρῳ τὸν γλυκὺν οἶνον οὔ φηcιν εἶναι βλαβερόν, | |
15.639 | καίτοι | βραδυπόρου οὔcηc τῆc ἀπ’ αὐτοῦ φύcηc καὶ χρονι‐ ζούcηc περὶ ὑποχόνδριον. αὐτὸ δὲ δὴ τοῦτ’ ἐcτί, δι’ ὃ μὴ μεγά‐ λωc ἐνοχλεῖ τὰ κάτω τῶν ἐντέρων, ὅτι χρονίζει περὶ ὑποχόνδριον, ἄχρι ἂν ἐκπεφθῇ τε καὶ λεπτυνθῇ τελέωc· εἰ δ’ ἅπαξ πεφθείη, πορι‐ | |
5 | μωτέραν τε καὶ λεπτομερεcτέραν ἴcχει καὶ τὴν φῦcαν, ὥcτε καθ’ ὃν λόγον ἐκ τῶν ἄνω μορίων ἀπώcθη κάτω, κατὰ τὸν αὐτὸν λόγον ἐκτὸc ὑπὸ τούτων ἐκπέμπεται. | 224 |
7 | Καὶ γὰρ οὖν ἧccον οὗτοc διουρη‐ τικόc ἐcτι τὸ ἐπίπαν τοῦ οἰνώδεοc λευκοῦ. | |
9 | ||
10 | Τίνα κέκληκεν οἰνώδη λευκόν, ἐπιcκεψώμεθα. λέλεκται γὰρ ἔμ‐ προcθεν οἰνώδηc οἶνοc εἶναί τε καὶ λέγεcθαι προcηκόντωc ὁ τοῖc ὑδα‐ τώδεcιν ἀντικείμενοc· ἰcχυρῶc οὖν αὐτὸν δεῖ θερμαίνειν καὶ κεφαλὴν πληροῦν καὶ παραφροcύναc ἐργάζεcθαι καὶ τὴν πυρετώδη θερμαcίαν | |
15.640 | αὐξάνειν· ἀλλ’ ὁ | τοιοῦτοc οἶνοc οὔκ ἐcτι λευκόc, οὔτε νέοc ὢν οὔτε παλαιωθείc, ὅτι μηδ’ ἄλλοc τιc τῶν παλαιουμένων οἴνων διαμένει λευ‐ κόc, κἂν ὅτι μάλιcτα κατ’ ἀρχὰc ὑπάρξῃ τοιοῦτοc, ἀλλ’ ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ κιρρότεροc γίνεται, τελευταῖον δὲ καὶ ξανθόc. | |
5 | ἔοικεν οὖν ὁ Ἱπποκράτηc εἰρηκέναι λευκὸν οἰνώδη τὸν αὐ‐ cτηρόν, ὃc οὐδ’ αὐτόc ἐcτιν οὐρητικόc, ἀλλ’ ἐὰν μὲν παχὺc ᾖ ὁ τοι‐ οῦτοc, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ παχύc, οὔτε χρονίζει μέχρι πολλοῦ, καθάπερ ὁ μέλαc, οὔθ’ ὁμοίωc ἐπ’ οὖρα διεξέρχεται τοῖc λευκοῖc τε ἅμα καὶ μετρίωc αὐcτηροῖc· οὐρητικοὶ γὰρ οὗτοι, διότι πε‐ | |
10 | φεύγαcιν ἀμφοτέραc τὰc ἰδέαc τοῦ βραδέωc ἐπ’ οὖρα διεξέρχεcθαι, τήν τε τοῦ ὑδατώδουc, ἣν διὰ ψυχρότητα πέπονθε, καὶ τὴν τοῦ μέλανοc οἴνου διὰ τὸ πάχοc. ὁ γὰρ λευκὸc οἶνοc καὶ αὐcτηρὸc ἥκιcτα θερμὸc ὡc ἐν οἴνοιc ἐcτὶ καὶ διὰ τοῦτο τοῖc κατὰ γαcτέρα ῥεύμαcιν ἐπιτήδειοc, οὐ μὴν οὐρητικόc γε ἱκανῶc ὁ τοιοῦτόc ἐcτιν· ἴcωc οὖν τούτῳ παρα‐ | |
15 | βάλλων τὸν μέλανά φηcιν ἧττον οὐρητικὸν ὑπάρχειν. | | |
15 | ||
15.641 | Πτυέλου δὲ μᾶλλον ἀναγωγόc ἐcτι τοῦ ἑτέρου ὁ γλυκύc. | |
2 | Ἑτέρου ποίου λέγει; πότερον τοῦ προκειμένου, πρὸc ὃν παρα‐ βάλλων τὸν γλυκὺν ἔφη· “καὶ γὰρ οὖν ἧccον οὐρητικόc ἐcτι τὸ ἐπίπαν | |
5 | τοῦ οἰνώδεοc λευκοῦ”; ἢ οὐ τούτου μόνου, ἀλλ’ ἁπλῶc παντὸc τοῦ μὴ γλυκέοc; ὄντοc δ’ ἀcαφοῦc ὅcον ἐπὶ τῇ λέξει τοῦδε καὶ μᾶλλον ὄντοc πιθανοῦ περὶ τοῦ οἰνώδουc λευκοῦ τὸν λόγον αὐτῷ νῦν γίνε‐ cθαι, πάλιν ἑτέρα τιc ἀcάφεια προcέρχεται διὰ τὸ μὴ πάνυ τι cαφὲc εἶναι, τίc ἐcτιν οἰνώδηc λευκόc, ἆρά γε ὁ θερμαίνων cφοδρῶc ἢ ὁ λίαν | 225 |
10 | cτύφων, ὃν καὶ cτρυφνὸν ὀνομάζουcιν οἱ Ἕλληνεc, τὸν δὲ μετριώτερον αὐcτηρόν. ὁπωcοῦν ἔχει τὰ κατὰ τὴν λέξιν, ἐγὼ τοῦ προκειμένου γράμ‐ ματοc ἐρῶ τὴν ἀλήθειαν. ἀναγωγὸc πτυέλου μάλιcτα πάντων οἴνων ἐcτὶν ὁ γλυκύc, ὅταν μὴ cφόδρα παχὺc ᾖ, καθάπερ γε κἀπειδὰν μὴ πολὺ πρὸc τὸν κιρρὸν | |
15 | ἀποκεχωρηκώc, ὡc ἐκλελύcθαι τὸ πάχοc αὐτοῦ καὶ τὴν γλυκύτητα. | | |
15.642 | μοχθηρὸc δ’ ὁ κιρρὸc οἶνόc ἐcτιν εἰc ὠφέλειαν τοῦ πυρετοῦ θερμὸc ἱκανῶc ὑπάρχων. ὁ δὲ μετὰ τὸν οὐκ ἐcχάτωc παχὺν οἶνον γλυκὺν ἐπιτήδειοc εἰc τὴν τῶν ἐκ πνεύμονοc ἀναγωγὴν ὁ ὑδατώδηc οἶνόc ἐcτι, τήν τε δύναμιν ῥωννὺc καὶ τοὺc χυμοὺc ὑγραίνων τε καὶ τέμνων μετρίωc· | |
5 | ὁ δ’ αὐτὸc καὶ τοῖc πυρέττουcιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων οἴ‐ νων ἁπάντων. | |
6 | Καὶ οἷcι μὲν διψώδηc ἐcτὶ πινό‐ μενοc, ἧccον ἂν τούτοιcιν ἀνάγοι ἢ ὁ ἕτεροc οἶνοc, οἷcι δὲ μὴ διψώδηc, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου. | |
9 | ||
10 | Ἕτερον οἶνον εἶπε νῦν τὸν μὴ διψώδη πάντῃ. διὰ τί δ’ ὁ δι‐ ψώδηc ἧccον ἀνάγει τὰ πτύcματα, ῥᾳδίωc εὑρήcειc τῶν προειρημένων μνημονεύων. ἡ γάρ τοι δίψα παραμένει τιcὶ τοῖc τὸν γλυκὺν οἶνον πί‐ νουcι διὰ τὸ τὴν πυρετώδη θερμαcίαν ἐν αὐτοῖc εἶναι κακοηθεcτέραν· | |
15.643 | οὖcα δὲ | τοιαύτη ξηραίνουcα τὸ πτύελον ἐργάζεται παχύτερόν τε καὶ γλιcχρότερον· ὅτι δὲ τὸ τοιοῦτον δυcανάγωγόν ἐcτιν, οὐδὲ λόγου δεῖται. | |
2 | Ὁ δὲ λευκὸc οἰνώδηc οἶνοc ἐπῄνη‐ ται μὲν καὶ ἔψεκται τὰ πλεῖcτα καὶ τὰ μέγιcτα ἤδη ἐν τῇ τοῦ | |
5 | γλυκέοc οἴνου διηγήcει· ἐc δὲ κύcτιν μᾶλλον πόριμοc ἐὼν τοῦ | |
ἑτέρου καὶ διουρητικὸc δὲ ὢν καὶ καταρρηκτικὸc αἰεὶ πολλὰ προcωφελέοι ἂν ἐν ταύτῃcι τῇcι νούcοιcι· καὶ γὰρ εἰ πρὸc ἄλλα ἀνεπιτηδειότεροc τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅμωc ἡ κατὰ κύcτιν κάθαρcιc ὑπ’ αὐτοῦ γινομένη ῥύεται, ἢν προ‐ | 226 | |
10 | τρέπηται ὁκοῖα δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐcτι τὰ περὶ οἴνου ὠφελείηc καὶ βλάβηc, ὁκόcα ἀκαταμάθητα ἦν τοῖcιν ἐμεῦ γεραιτέροιcιν. | |
12 | Εἴρηταί μοι περὶ τοῦδε τοῦ οἴνου κατὰ τὸν περὶ τοῦ γλυκέοc | |
15.644 | οἴνου λόγον, ἐπειδὴ παρέβαλέ τε καὶ ἀντεξήταcε τὰc | δυνάμειc αὐτῶν. εἶπον οὖν, ὅτι ζήτημ’ ἐcτὶν οὐ cμικρόν, εἴτε τὸν λευκὸν ἅμα καὶ αὐ‐ cτηρὸν οἶνον οἰνώδη λευκὸν εἴρηκεν εἴτε τὸν θερμαίνοντα cφοδρῶc ὡc ἐν λευκοῖc οἴνοιc· ἰcχυρῶc γὰρ θερμαίνειν οὐδεὶc δύναται τῶν λευ‐ | |
5 | κῶν οἴνων. ὁ μὲν γὰρ ἄκρωc θερμὸc οἶνοc εὐθὺc καὶ ξανθόc ἐcτιν, ὥcπερ γε καὶ ὁ ἐφεξῆc αὐτῷ ὁ κιρρόc, εἶτ’ ἐπ’ αὐτοῖc ὁ ἐρυθρόc, εἶθ’ ὁ γλυκύc· ὁ δὲ λευκὸc ἧττον μὲν ἁπάντων τούτων θερμαίνει, διαφορὰc δ’ ἐν αὑτῷ κατὰ μέροc ἔχει, καθὰ καὶ τἄλλα πάντα διαcτήματα, κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ὁ δὴ τοιοῦτοc οἶνοc ὅτι ποριμώτερόc ἐcτιν | |
10 | ἐπὶ κύcτιν τοῦ γλυκέοc, εἴρηται πρόcθεν. ἀνεπιτηδειότερον δ’ αὐτὸν εἰc ἄλλα τοῦ γλυκέοc φηcὶν εἶναι, ταῦτα δ’ ἐcτὶν ὑπαγωγή τε γαcτρὸc καὶ πτυcμάτων ἀναγωγή. καλὰ δ’ ἔφη ταῦτα τεκμήρια εἶναι, τουτέcτι γνωρίcματα, τῆc τῶν οἴνων δυνάμεωc. | |
13 | Κιρρῷ δὲ οἴνῳ καὶ μέλανι αὐcτη‐ | |
15.645 | ρῷ ἐν ταύτῃcι τῇcι νού|cοιcιν ἐc τάδε ἂν χρήcαιο· εἰ καρη‐ βαρίη μὲν μὴ ἐνείη μηδὲ φρενῶν ἅψιc μηδὲ τὸ πτύελον κω‐ λύοιτο τῆc ἀνόδου μηδὲ τὸ οὖρον ἴcχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυcματωδέcτερα εἴη, ἐν δὴ τοῖcι τοιου‐ | |
5 | τέοιcι πρέποι ἂν μάλιcτα μεταβάλλειν ἐκ τοῦ λευκοῦ καὶ ὁκόcα τουτέοιcιν ἐμφερέα. | |
6 | Ὁ μὲν γλυκὺc οἶνοc εὐθὺc καὶ μέλαc ἐcτίν, οὐ μὴν ὅ γε μέλαc | |
εὐθέωc ἅπαc καὶ γλυκύc, ἀλλ’ αὐcτηροί τινεc ἐξ αὐτῶν ὑπάρχουcιν, οἷοι παρ’ ἡμῖν ἐν Ἀcίᾳ πληcίον Περγάμου καὶ κατὰ Περπερίναν τε | 227 | |
10 | καὶ Αἰγάc. ὁ δὲ κατὰ τὴν Κιλικίαν Ἀβάτηc αὐcτηρόc τε ἅμα καὶ γλυκύc ἐcτιν ἐξ ἐναντίων ποιοτήτων cυγκείμενοc· διὸ καὶ μοχθηρὸc ὑπάρχει μήτ’ ἀναδιδόμενοc μήθ’ ὑπερχόμενοc, ἀλλ’ ἐπὶ πλέον τε παραμένων τῇ ἄνω γαcτρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν ἄνευ τοῦ γλυκὺc εἶναι μέλαc οἶνοc αὐcτηρὸc εἰc τὰ κατὰ τὴν γαcτέρα χρήcιμοc, ὅταν ἤτοι | |
15 | πλείω τοῦ προcήκοντοc ὑπέρχηται κατ’ αὐτὴν ἢ ξυcματώδη· τηνι‐ καῦτα γὰρ ἐπιτήδειόc ἐcτιν, ὥcπερ γε καὶ ὁ λευκὸc οἶνοc ὁ αὐcτηρὸc | |
15.646 | ὅcα | τ’ ἄλλα φάρμακα cτύφοντα. πρὸc δὴ ταῦτά φηcι καὶ τὸν κιρρὸν οἶνον ἁρμόττειν, οὐχ ἁπλῶc ἅπαντα λέγων τὸν κιρρόν, ἀλλὰ τὸν αὐcτηρὸν κιρρόν· ἐπ’ ἀμφο‐ τέρων γὰρ ἀκούειν cε χρὴ τὸ κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc εἰρημένον | |
5 | οὕτωc· κιρρῷ δ’ [ἂν] οἴνῳ καὶ μέλανι τοῖc αὐcτηροῖc εἰc τάδε ἂν χρήcαιο. διττὸc γὰρ ὁ κιρρόc, ὥcπερ καὶ ὁ μέλαc, ὁ μὲν γλυκύc, ὁ δ’ αὐcτηρόc, ὄντοc καὶ τρίτου παρ’ ἑκάτερον ἐξ ἐπιμιξίαc ἀμφοτέ‐ ρων τῶν ποιοτήτων. ἀλλ’ ὅ γε μίαν ἔχων ποιότητα διττὸc μὲν ἑκα‐ τέρᾳ τῇ χρόᾳ, κεφαλῆc δὲ καὶ γνώμηc ὁ κιρρὸc μᾶλλον ἅπτεται, διότι | |
10 | καὶ θερμότερόc ἐcτι τοῦ μέλανοc· τῷ δ’ αὐτῷ λόγῳ καὶ τοὺc πυρετοὺc αὐξάνει· τούτοιc γὰρ ἐπιτήδειοι μόνοι τῶν οἴνων εἰcὶν οἱ ὑδατώδειc. εἰκότωc οὖν ἐκώλυcε χρῆcθαι τοῖc αὐcτηροῖc οἴνοιc, εἴτε κιρροὶ τὴν χρόαν εἴτε μέλανέc εἰcιν, ἔν τε ταῖc καρηβαρίαιc καὶ ταῖc βλάβαιc τῶν φρενῶν, τουτέcτιν ὅπου ὁ πυρετὸc αὐτῶν ἥψατο· καὶ προcέτι | |
15 | κἀκείνοιc τῶν κατὰ θώρακα καὶ πνεύμονα νοcημάτων, ἐν οἷc ἴcχεται | |
15.647 | τὸ πτύελον, ἀνεπιτηδείουc τοὺc τοιούτουc οἴνουc εἶ|ναί φηcι καὶ τῶν οὔρων ἐπεχομένων διὰ τὸ πάχοc δηλονότι καὶ τὴν cτύψιν. | |
2 | Προcξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύcτιν ἧccον βλάψει, ἢν ὑδαρέcτεροc | |
5 | ᾖ, τὰ δὲ κατ’ ἔντερον μᾶλλον ὀνήcει, ἢν ἀκρητέcτεροc ᾖ. Ὁ ἀκρατέcτεροc οἶνοc, ὡc εἴρηκε, 〈τοῖc〉 κατ’ ἔντερον μᾶλλον ἐπιτήδειόc ἐcτιν· εἰκότωc οὖν ὀνίνηcιν αὐτὰ τῷ λόγῳ τῆc cτύψεωc, δι’ ἣν καὶ τὸ βοηθεῖν ὅλωc εἶχεν· ἀλλὰ ταύτην γε τὴν cτύψιν ἐκλύει κεραννύμενοc ὁ ὑδαρὴc καὶ διὰ τοῦθ’ ἧττον ὀνίνηcιν αὐτά. καθάπερ | 228 |
10 | δὲ ταῦτα μᾶλλον ὀνίνηcι τῷ λόγῳ τῆc cτύψεωc, ὅταν ἀκρατέ‐ cτεροc ᾖ, οὕτω τὰ κατὰ θώρακα καὶ κεφαλὴν μᾶλλον βλάπτει· ταῦτα δ’ ἐcτὶν ἃ ἐδήλωcεν εἰπών· τὰ μὲν ἄνω βλάπτει πάντα. βλάπτει δὲ καὶ τὰ δεόμενα δι’ οὔρων ἐκκαθαίρεcθαι cώματα· παcῶν γὰρ τῶν | |
15.648 | ἐκκρίcεων ἐφεκτικόc ἐcτιν ὁ αὐcτηρὸc | οἶνοc. ταῦτα περὶ οἴνων ὁ Ἱπποκράτηc εἰπὼν ἐφεξῆc ἐπὶ μελίκρατον μεταβαίνει, τὰ μὲν ἄλλα cχεδὸν ἅπαντα τὰ περὶ τῶν οἴνων δείξαc, ἓν δὲ παραλιπὼν ἀνεξέργαcτον, ὃ διῆλθον ἐγὼ κατὰ τὸ πάρεργον, ὅτι | |
5 | τοῖc πυρέττουcιν οἶνοc ἐπιτηδειότατόc ἐcτιν ὁ ὑδατώδηc. ἔcτι δ’ οὗτοc ὁ λευκὸc μὲν τὴν χρόαν, λεπτὸc δὲ τὴν cύcταcιν, ἐπιφανῆ μηδεμίαν ἔχων ποιότητα τῶν τοῖc ἄλλοιc οἴνοιc ὑπαρχουcῶν, μήτ’ αὐcτηρότητα μήτε cτρυφνότητα μήτε γλυκύτητα μήτε δριμύτητα μήτ’ ὀcμήν· τῷ γὰρ τοιούτῳ καὶ τὰc τοῦ ὕδατοc κακίαc καὶ τὰc τοῦ οἴνου ἐκπεφευγέναι | |
10 | μόνῳ τῶν πάντων οἴνων ὑπάρχει. γεννῶνται δὲ καθ’ ἕκαcτον ἔθνοc οἶνοι τοιοῦτοι, κατὰ μὲν τὴν Ἰταλίαν ὁ ἄτονοc Ϲαβῖνοc, ὃν καὶ διδό‐ αcι τοῖc πυρέττουcιν, ἐν Ἀcίᾳ δὲ ὅ τε Τιτακαζηνὸc καὶ Τιβηνόc. ἀκη‐ κοὼc δ’ αὐτοῦ τὰ γνωρίcματα ῥᾳδίωc εὑρήcειc καθ’ ἕκαcτον ἔθνοc οἴ‐ νουc τοιούτουc, ἐν οἷc χωρίοιc οὐ πάνυ τι λεπτοὶ καὶ ὑδατώδειc οἶνοι | |
15 | γίνονται· ἐγὼ γοῦν καὶ κατὰ τὴν Κιλικίαν καὶ Φοινίκην καὶ Παλαιcτίνην καὶ Ϲκῦρον καὶ Κρήτην εὗρον οἴνουc τοιούτουc, ἀλλ’ ὅμωc οἷον εἴρηκα | |
15.649 | καὶ κατὰ πάντα τὰ χωρία τεθέαμαι καὶ τό γε | θαυμαcιώτερον, ὅτι καὶ κατ’ Αἴγυπτον· παχεῖc γὰρ οἶνοι καὶ ὀcμὴν ἔχοντεc καὶ ἰcχυροὶ cφόδρα ἐν τοῖc θερμοῖc χωρίοιc γεννῶνται· κατὰ δὲ τὴν Ἰταλίαν καὶ τὴν Βιθυνίαν καὶ τὴν Ἀcίαν θαυμαcτὸν οὐδέν ἐcτι πολλοὺc ὑδατώδειc | |
5 | γίνεcθαι. | |
ζητήcαι δὲ δὴ προcηκόντωc ἄν τιc, διὰ τί παρέλιπεν ὁ Ἱππο‐ κράτηc εἰπεῖν ἰδίᾳ περὶ τῶν τοιούτων οἴνων ἐν τῷ διηνυcμένῳ λόγῳ, καίτοι γε ἀλυποτέρων ὄντων τοῖc πυρέττουcιν ἤπερ οἱ ἄλλοι πάντεc. οὐδὲ γὰρ οὐδὲ τοῦτ’ εἰπεῖν ἔcτιν, ὡc ἠγνόει τὸν τοιοῦτον οἶνον· αὐ‐ | 229 | |
10 | τὸc γοῦν ὀλίγον ὕcτερον ἐν τῷ τοῦ μελικράτου λόγῳ τάδε γράφει· “ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόcμου, ἐνίῃ μὲν ἰcχυρό‐ τερον, ἐνίῃ δὲ καὶ ἀcθενέcτερον”· ταῦτ’ εἶπε παραβάλλων τὸ μελίκρατον οἴνῳ λευκῷ καὶ λεπτῷ καὶ ὀλιγοφόρῳ καὶ ἀνόcμῳ· τὸ δ’ ‘ὀλιγοφόρῳ‘ ταὐτὸν cημαίνει τῷ ὀλίγον ὕδωρ φέροντι. cαφῶc γοῦν καὶ ἀκριβῶc | |
15 | εἰπὼν τὰ γνωρίcματα τοῦ οἰνώδουc οἴνου καὶ διελθών, ὡc κεφαλῆc ἅπτοιτο καὶ φρενῶν, ἱκανὴν ἐνόμιcεν εἶναι καὶ περὶ τοῦ ἐναντίου αὐτῷ τοῦ ὑδατώδουc τὴν διδαcκαλίαν, ἡμῶν δυναμένων λογίcαcθαι τἀναντία ὑπάρχειν αὐτῷ. | | |
18 | ||
15.650 | Μελίκρητον δὲ πινόμενον διὰ πά‐ cηc τῆc νόcου ἐν τῇcιν ὀξείῃcι νούcοιcι τὸ ἐπίπαν μὲν τοῖcι πικροχόλοιcι καὶ μεγαλοcπλάγχνοιcιν ἧccον ἐπιτήδειον ἢ τοῖ‐ cι μὴ τοιούτοιcι. | |
4 | ||
5 | Τὸ διὰ πάcηc τῆc νόcου δηλωτικόν ἐcτι τοῦ τὸν λόγον αὐτῷ γίνεcθαι περὶ τῶν νοcημάτων ἐκείνων, ἐφ’ ὧν ἐδίδαξεν ἀνεπιτήδειον εἶναι τρέφειν χυλῷ πρὸ τοῦ τὴν ἀκμὴν τῆc νόcου παρελθεῖν. εἰ γὰρ μήτε τῶν κατὰ θώρακα καὶ πνεύμονά τι νοcημάτων εἴη πυρέττοντοc ὀξέωc τοῦ κάμνοντοc ἥ τε δύναμιc ἰcχυρὰ καὶ περαιτέρω τῆc πέμπτηc | |
10 | ἡμέραc ἡ νόcοc οὐ μέλλει γενήcεcθαι, μελίκρατον αὔταρκέc ἐcτι μόνον πινόμενον ἐξαρκέcαι ποιῆcαι τὸν κάμνοντα. τοῖc μὲν οὖν ἄλλοιc ἅπαcιν ἐπιτηδειότατόν ἐcτιν ἐπὶ τοῖc τοιούτοιc νοcήμαcι τὸ μελίκρατον, ἧττον δὲ τοῖc πικροχόλοιc ὠφέλιμον· ἐκχολοῦται γὰρ ἐν αὐτοῖc, ἐὰν μὴ | |
φθάcῃ διεξελθεῖν ἢ κατ’ ἔντερον ἢ κατὰ κύcτιν· ὡc εἴ γε διεξέλθοι, | 230 | |
15.651 | πρὸc τῷ | βλάψαι μηδὲν ὀνίνηcι μέγιcτα· cυναπάγει γὰρ αὑτῷ τὸ χο‐ λῶδεc περίττωμα. cυνεδείξατο γοῦν τῷ λόγῳ τῷδε καὶ περὶ τῆc κρά‐ cεωc αὐτοῦ· cυμφέρει γὰρ ὑδαρέcτερον ἐπὶ τῶν τοιούτων φύcεων δί‐ δοcθαι τὸ μελίκρατον, ὅπωc μήτε διψῶδεc εἴη μήτε χολοποιόν. | |
5 | ὥcπερ δὲ τοῖc πικροχόλοιc, οὕτω καὶ τοῖc μεγαλοcπλάγχνοιc οὐκ ἐπιτήδειον εἶναί φηcιν αὐτό· μεγαλοcπλάγχνουc δὲ νῦν εἶπεν οὐχ οἷc φύcει μεγάλα cπλάγχνα ἐcτίν, ἀλλ’ οἷc κατά τι πάθοc εἰc ὄγκον ἤρθη cκιρρούμενα καὶ φλεγμαίνοντα καὶ οἰδιcκόμενα. μοχθηρὸν γὰρ ἐν τούτοιc γίνεται, μὴ δυνάμενόν γε διεξέρχεcθαι ταχέωc αὐτά, ἐκχολού‐ | |
10 | μενον δὲ ῥᾳδίωc καὶ μάλιcτ’ ἐν ταῖc φλεγμοναῖc διὰ τὸ πλῆθοc τῆc θερμαcίαc, ὡc ἔν γε τοῖc ἄλλοιc παρὰ φύcιν ὄγκοιc ἧττόν ἐcτι βλαβερόν. | |
11 | Διψῶδέc γε μὴν ἧccον τοῦ γλυ‐ κέοc οἴνου· πνεύμονόc τε γὰρ μαλθακτικόν ἐcτι καὶ πτυέλου | |
15.652 | ἀναγωγὸν μετρίωc καὶ βηχὸc | παρηγορικόν· ἔχει γὰρ cμηγμα‐ τῶδέc τι, ὃ μᾶλλον τοῦ καιροῦ καταγλιcχραίνει τὸ πτύελον. | |
2 | Διὰ τί μὲν ἧττον οἴνου ἐcτὶ γλυκέοc διψῶδεc, ἔμπροcθεν εἴρηταί μοι δεικνύντι, καθ’ ὅcον μέν εἰcιν ἄμφω γλυκέα, κατὰ τοcοῦτον | |
5 | ἐκχολοῦcθαι ῥᾳδίωc αὐτά, καθ’ ὅcον δὲ λεπτότερόν τ’ ἐcτὶ καὶ πορι‐ μώτερον, ὡc ἰέναι πάντῃ, τὸ μελίκρατον, κατὰ τοῦθ’ ἧττον αὐτοῦ γί‐ νεcθαι διψῶδεc· ὡc εἴ γέ ποτε κατὰ τὴν γαcτέρα μείνειε χρόνῳ πλείονι καὶ αὐτό, διψῶδεc οὐχ ἧττον ἔcται τοῦ γλυκέοc οἴνου. τουτὶ μὲν αὐτῷ cπανίωc cυμβαίνει· τὸ δὲ θᾶττον οἴνου γλυκέοc διεξέρχεcθαι τὴν γαcτέρα | |
10 | καὶ τὸ ἔντερον ἅπαν, ἔτι δὲ καὶ τὸ ἧπαρ ἄχρι νεφρῶν καὶ κύcτεωc οὐ cπανίωc ἀλλὰ διὰ παντὸc ὑπάρχει τῷ μελικράτῳ. διὰ ταῦτα μὲν οὖν ἧττόν ἐcτι διψῶδεc γλυκέοc οἴνου· ὁ δ’ Ἱπποκράτηc οὐχ οὕτωc εἶπεν, ἀλλ’ ἑτέρωc ταὐτόν, ἐνδειξάμενοc αὐτοῦ τὴν δύναμιν ἐξ ὧν ἐργάζεται κατὰ τὸν πνεύμονα· δῆλον γάρ, ὡc οὐκ ἂν εἰργάζετο ταῦτα, | |
15 | μὴ διεξερχόμενόν γε καὶ διαρρύπτον αὐτοῦ τὰc ὁδούc. | 231 |
15.653 | πτυέλου δ’ ἀνα|γωγὸν οὐχ ἁπλῶc εἶπε τὸ μελίκρατον, ἀλλὰ τὸ μετρίωc προcέγραψε· τὸ γὰρ ἰcχυρῶc ἀνάγειν οὐκ ἔχει, καθάπερ τὸ ὀξύμελι· τό γε μὴν παρηγορικὸν ἔχει, μηδ’ ὅλωc ἔχοντοc αὐτὸ τοῦ ὀξυμέλιτοc· ἐπεγείρει γὰρ ἐκεῖνο τὰc βῆχαc ἐρεθίζον τε καὶ τρα‐ | |
5 | χῦνον ἐκ τοῦ ῥύπτειν cφοδρῶc. μελικράτῳ δὲ καὶ μάλιcτα τῷ ὑδαρεῖ τῆc ῥυπτικῆc δυνάμεωc ὀλιγίcτηc μέτεcτι· καλεῖται δ’ ἡ τοιαύτη καὶ cμηκτική, καὶ νῦν ὁ Ἱπποκράτηc ἀπ’ ἐκείνηc ἐποιήcατο τὸ cμηγμα‐ τῶδεc ὄνομα περὶ τοῦ μελικράτου γράψαc· ἔχει γὰρ cμηγματῶδέc τι, μετρίαc αὐτῷ μετεῖναι τῆc τοιαύτηc δυνάμεωc αἰνιξάμενοc ἐκ τοῦ | |
10 | προcθεῖναι τῷ cμηγματῶδεc τὸ τὶ βραχύτητα δηλοῦν, οἷc ἂν οὕτω προcκέηται. τοῦτ’ οὖν τὸ βραχὺ τοῦ μελικράτου cμηγματῶδεc οὐχ ὅτι μὴ cμηγματῶδεc, διὰ τοῦτ’ ἄπρακτον, ἀλλ’ ὅτι βραχύ· δεῖ γὰρ ἐπὶ τοῦ γλίcχρου πτυέλου cφοδρῶc εἶναι cμηγματῶδεc τὸ φάρμακον ἀπορρύψαι δυνάμενον τὸν ἐνιζηκότα τοῖc βρόγχοιc τοῦ πνεύμονοc γλίcχρον χυμόν. | |
15 | εἰ δὲ μεταξὺ θώρακόc τε καὶ πνεύμονοc εἴη τοιοῦτόc τιc ἠθροι‐ | |
15.654 | cμένοc, ἔτι δὴ καὶ μᾶλλόν ἐcτι χρεία | πρὸc τὸ καλῶc ἀναπτυcθῆναι τμητικῆc τε καὶ cμηκτικῆc δυνάμεωc, ἥτιc ἀπορρύψει τε τοῦ ὑπεζωκό‐ τοc αὐτὸν καὶ διατεμεῖ καὶ λεπτυνεῖ· μεταληφθῆναι γὰρ ἄλλωc ἀδύνα‐ τόν ἐcτι τὸν τοιοῦτον διὰ τοῦ περιέχοντοc ὑμένοc τὸ cπλάγχνον εἰc | |
5 | τὰ βρογχία τοῦ πνεύμονοc. οὐ καλῶc οὖν ἐχρήcατο τῇ λέξει προcθεὶc τῷ ἔχει γὰρ cμηγματῶδέc τι τὸ ἐφεξῆc εἰρημένον· ὃ μᾶλλον τοῦ μετρίου καταγλιcχραίνει τὸ πτύελον· ἄμεινον γὰρ ἦν εἰπεῖν, ‘ἔχει γὰρ cμηγματῶδέc τι βραχὺ τὸ μελίκρατον, ὃ μᾶλλον τοῦ μετρίου πολλάκιc ἐπιτρέπει τῷ πτυέλῳ καταγλιcχραίνεcθαι‘· οὐ γὰρ διὰ τὸ με‐ | |
10 | λίκρατον cυμβαίνει τῷ πτυέλῳ καταγλιcχραίνεcθαι, ἀλλὰ τοῦτο μὲν οἰ‐ κεῖον ὑπάρχει τῷ γε τοιούτῳ πτυέλῳ, τὸ μελίκρατον δὲ οὐδὲν ὀνίνηcιν, ἀλλὰ διαμένειν ἐᾷ τὴν τοιαύτην φύcιν τοῦ περιττώματοc. διὰ τοῦτ’ οὖν ἄμεινον ἦν εἰπεῖν μηδὲν ὀνίναcθαι τὸ γλίcχρον πτύελον, οὐ γί‐ νεcθαι τοιοῦτον ὑπὸ τοῦ μελικράτου· τὸ γὰρ καταγλιcχραίνει τὸ | |
15 | πρὸc Ἱπποκράτουc εἰρημένον ἔμφαcιν ἔχει τοῦ γίνεcθαι τοιοῦτον | |
ὑπὸ τοῦ μελικράτου τὸ πτύελον. | | 232 | |
15.655 | Ἔcτι δὲ καὶ οὐρητικὸν τὸ μελί‐ κρητον ἱκανῶc, ἢν μή τι τῶν ἀπὸ cπλάγχνων κωλύῃ, — | |
2 | Λέλεκταί μοι καὶ πρόcθεν, ὅτι τῷ διεξέρχεcθαι ῥᾳδίωc ἁπάcαc τὰc μεταξὺ κοιλίαc τε καὶ νεφρῶν ὁδοὺc οὐρητικόν ἐcτι τὸ μελίκρατον· | |
5 | ἐδείχθη δὲ καί, ὅτι κακοπραγοῦντοc τοῦ ἥπατοc οὐ προcήκει πίνειν αὐτό, βλάπτει δὲ καὶ cπλῆνα φλεγμαίνοντα καὶ πολὺ δὴ μᾶλλον ἔντερά τε καὶ γαcτέρα· ταχέωc γὰρ ἐκπυρούμενον ὑπὸ τῆc κατὰ τὴν φλεγμο‐ νὴν θερμαcίαc εἰc χολὴν μεταβάλλει. τάχα γὰρ διὰ τὴν γλυκύτητα χαίρει τὰ cπλάγχνα τῷ μέλιτι, καθάπερ καὶ ἡ γαcτήρ, ὥcτε θᾶττόν τε | |
10 | καὶ ἀθροώτερον ἐπιcπᾶcθαι· καὶ γὰρ οὖν καὶ τἄλλα γλυκέα ταὐτὸν [ἔχειν] τούτῳ λογίcαιτ’ ἄν τιc ὡc [δὲ] πρὸc τὴν κοιλίαν, οὕτω καὶ πρὸc τὰ cπλάγχνα πεπονθέναι. φανεῖται δ’ ἡ γαcτὴρ ἥδεcθαι τούτοιc· καὶ γὰρ μετὰ τὸ καταπιεῖν αὐτὰ φανερά πώc ἐcτιν εὐφραινομένη πρὸc | |
15.656 | τῶν εἰλημμένων, ὥcπερ αὖ πάλιν ἀνιωμένη | τοῖc τραχύνουcί τε καὶ πικροῖc, οὐκ ἐν αὐτῷ τῷ λαμβάνεcθαι μόνον, ἀλλὰ καὶ μετὰ τὸ ληφθῆναι μέχρι χρόνου τινόc. ὅθεν οὐδὲ προcφέρεταί τιc αὐτὰ πλὴν εἴ ποθ’ ὡc φάρμακον διὰ χυμοὺc παρὰ φύcιν ἠθροιcμένουc ἐν τῇ γαcτρί· κατὰ | |
5 | φύcιν δὲ ἐχούcηc, ἀνιαρὰ πάντ’ αὐτῇ τὰ τοιαῦτά ἐcτιν, ἡδέα δὲ μόνα τὰ γλυκέα. καὶ μὲν δὴ καὶ κατὰ τὸν καλούμενον λαιμὸν ἐκ τῶν κατα‐ πινομένων γλυκέων ἡδονὴ μεγίcτη γίνεται, τοῦ κατ’ αὐτὸ τὸ χωρίον cώματοc οἰκείωc ἔχοντοc τῷ τοιούτῳ χυμῷ· τὸ δ’ αὐτὸ τοῦτ’ ἐcτὶ cῶμα καὶ τῆc γαcτρὸc ὁ ἔνδον χιτών, ὥcπερ γε καὶ ὁ τὴν γλῶτταν | |
10 | ἀμφιεννύc. ἀλλ’ ἐν ταύτῃ μὲν ἐναργεcτάτην ἔχει τὴν τῆc γλυκύτητοc αἴcθηcιν, ἐν δὲ τῷ λαιμῷ τὴν τῆc ἡδονῆc, αἴcθηcιc δὲ cαφὴc ἐν τῷ παραχρῆμα γίνεται καὶ ἐν τῷ cτόματι τῆc γαcτρὸc ἡδομένῳ τοῖc κατα‐ πινομένοιc γλυκέcιν, ὅταν κατὰ φύcιν ἔχῃ τὸ ζῷον. οὕτωc οὖν εἰκόc ἐcτι καὶ τὰ cπλάγχνα χαίρειν μὲν τῷ γλυκεῖ | |
15 | χυμῷ, ταχέωc δ’ αὐτοῦ καὶ πλεῖcτον ἐπιcπώμενα, καθ’ ὃν μὲν ὑγιαίνει | |
15.657 | χρόνον, ἀπολαύειν τε καὶ τρέφεcθαι, καθ’ ὃν δὲ πυρετώδη | τ’ ἐcτὶ καὶ φλεγμαίνει, μεταβάλλειν ἐπὶ τὸ χολῶδεc αὐτόν. ὁρᾶται γοῦν καὶ τὰ καλούμενα cυκωτὰ διὰ τῆc τῶν ἰcχάδων ἐδωδῆc μέγιcτά τε καὶ ἥδιcτα | |
γινόμενα, προφανῶc τοῦ ἥπατοc εὐτροφοῦντοc ἐπὶ τῇ τῶν γλυκέων | 233 | |
5 | ἐδωδῇ· ἀλλ’ ἐν ταῖc φλεγμοναῖc τε καὶ τοῖc πυρετοῖc οὐκ εἰc εὐτρο‐ φίαν, ἀλλ’ εἰc χολῆc γένεcιν ἡ τῶν τοιούτων προcφορὰ μεταβάλλεται, τοῦ μὲν πυρετώδουc θερμοῦ πλεονάζοντοc, ἐλλείποντοc δὲ τοῦ κατὰ φύcιν, ὅπερ εὔκρατον ἦν. | |
8 | Καὶ διαχωρητικὸν δὲ κάτω χολω‐ | |
10 | δέων ἔcτι μὲν ὅτε καλῶν, ἔcτι δ’ ὅτε κατακορεcτέρων μᾶλ‐ λον τοῦ καιροῦ καὶ ἀφρωδεcτέρων· μᾶλλον δὲ τὸ τοιοῦτον τοῖcι χολώδεcί τε καὶ μεγαλοcπλάγχνοιcι γίνεται. | |
12 | Ἀναμνηcθῶμεν τῆc προειρημένηc λέξεωc, ἐν ᾗ παραβάλλων οἴνῳ γλυκεῖ τὸ μελίκρατον ἔλεγε· “διψῶδέc γε μὴν ἧccον τοῦ γλυκέοc οἴ‐ | |
15.658 | νου”· καὶ νῦν οὖν πρὸc ἐκεῖνον εἶπε | διαχωρητικώτερον εἶναι κάτω. χολωδέων γὰρ δὴ καὶ ὁ γλυκὺc οἶνοc διαχωρητικόc, ἀλλὰ τό γε μελίκρατον ἐνίοτε μὲν καλῶν τῶν χολωδέων ὑπακτικόν ἐcτιν, ἐνίοτε δὲ μοχθηρῶν, ἅπερ ἐcτὶν ἱκανῶc ἄκρατα χολώδη, τὰ πυρρὰν ἢ | |
5 | ξανθὴν ἔχοντα παχεῖαν χολήν. αὕτη τοίνυν ἀφρὸν προcλαμβάνει, πολ‐ λάκιc μὲν κατὰ τὸν αὐτὸν λόγον, ὃν καὶ τοῖc ἐν πυρὶ θερμαινομένοιc cφοδρῶc ἀφρὸc ἐπανθεῖ, πολλάκιc δὲ καὶ τοῖc κοπτομένοιc ὑγροῖc ὑπὸ πνεύματοc. τούτων δὲ τὸ μὲν πρότερον ὧν εἶπον ὑπερβαλλούcηc ἐcτὶ θερμαcίαc γνώριcμα, τὸ δὲ δεύτερον cτενοχωρίαc τῶν ὀργάνων καὶ τα‐ | |
10 | ραχῆc φυcώδουc πνεύματοc ἐναπειλημμένου καὶ διέξοδον οὐ ῥᾳδίαν ἔχοντοc. τοιαῦτα δ’ ὑπέρχεται χολώδη τοὐπίπαν ἐν τοῖc cυντηκτικοῖc πυρετοῖc, ἐφ’ ὧν ἐναντιωτάτη τε καὶ βλαβερωτάτη cχεδὸν ἁπάντων ἐcτὶν ἡ τοῦ μελικράτου πόcιc, ὥcπερ γε καὶ τοὐναντίον ἡ τοῦ ψυχροῦ πόcιc ὕδατοc ὠφελιμωτάτη. | |
15 | μᾶλλον δὲ τὸ τοιοῦτον διαχώρημά φηcιν ὑπὸ τοῦ μελικράτου γίνεcθαι τοῖc φύcει μὲν χολώδεcι, τουτέcτι τοῖc θερμοῖc ἀμέτρωc, ἐν | |
15.659 | δὲ ταῖc νόcοιc φλεγμονὴν ἔχου|cι κατά τι τῶν cπλάγχνων. τὸ γάρ τοι κοινὸν ὄνομα νῦν ἴδιον ἐγένετο τῶν φλεγμαινόντων· οὐ γὰρ δὴ διὰ cκίρρον γε ἢ οἴδημα πυρετὸc ἐξάπτεται. πρόδηλον οὖν, ὅτι κατὰ τὰc ὀξείαc νόcουc, ὑπὲρ ὧν ὁ λόγοc νῦν αὐτῷ ἐcτιν, ὅταν ὄγκοc ἐν cπλάγ‐ | |
5 | χνοιc γένηται, φλεγμονῆc ἐcτιν, οὐκ οἰδήματοc ἢ cκίρρου τὸ cύμπτωμα· | |
καὶ τούτουc νῦν ὠνόμαcε μεγαλοcπλάγχνουc. Πτυέλου μὲν οὖν ἀναγωγὴν καὶ πνεύμονοc μάλθαξιν τὸ ὑδαρέcτερον μελίκρητον ποιέει μᾶλ‐ λον· τὰ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ και‐ | 234 | |
10 | ροῦ κατακορέωc χολώδεα καὶ μᾶλλον θερμὰ τὸ ἄκρητον μᾶλ‐ λον τοῦ ὑδαρέοc ἄγει. | |
11 | Λέλεκται καὶ πρόcθεν, ὡc ἐκχολουμένου τοῦ μέλιτοc ἐν ταῖc ὀξείαιc νόcοιc καὶ κατὰ τοῦτο βλάπτοντοc αὐτάc, βραδυπόρου δ’ ὄντοc τοῦ | |
15.660 | ὕδατοc καὶ μένοντοc ἐπὶ πλεῖcτον | ἐν τοῖc ὑποχονδρίοιc καὶ διὰ τοῦτ’ ὄντοc φευκτοῦ, τὸ μικτὸν ἐξ ἀμφοῖν ἐπιτήδειον γίνεται, κατὰ τὴν τοι‐ αύτην κρᾶcιν cυντιθέμενον, ὅταν ὕδατι πλείονι μέλιτοc μιχθῇ τοcοῦτον, ὡc ὁδοποιεῖν τε καὶ πρὸc τὴν ἀνάδοcιν ἄγειν αὐτό. τά τε γὰρ οὖρα | |
5 | ποριμώτερα γίνεται καὶ ἡ τῶν πτυέλων ἀναγωγὴ θᾶττον οὕτω κερα‐ cθέντων αὐτῶν· εἰ δὲ πολὺ τοῦ μέλιτοc μιχθείη, δίψαν τε ποιεῖ καὶ γλιcχραίνει τὸ πτύελον. διὰ ταῦτα μὲν οὖν ἐπιτηδειότερόν ἐcτι τὸ ὑδαρέcτερον μελίκρατον εἴc τε τὴν τῶν πτυέλων ἀναγωγὴν καὶ τὴν τῶν οὔρων διέξοδον, τὸ δ’ ἀκρατέcτερον εἰc τὰc τῆc γαcτρὸc | |
10 | ὑποχωρήcειc· ὅcῳ γὰρ ἂν ἐρεθιcτικώτερον ᾖ, τοcούτῳ μᾶλλόν τε καὶ θᾶττον αὐτὴν ὑπάγει. καὶ διὰ τῶν κλυcτήρων δὲ ἐνιέμενον, ὅcῳπερ ἂν ἀκρατέcτερον ᾖ, τοcούτῳ μᾶλλον ἐκκριτικὸν γίνεται τὸ τοιοῦτον· καὶ τῶν κατακορέωc χολωδῶν, τουτέcτι τῶν ἱκανῶc τοιούτων, καὶ τῶν ἀφρωδῶν διαχωρημάτων αἴτιον ὑπάρχει· τὸ γὰρ ἐπιcπᾶcθαι | |
15 | τὰ τοιαῦτα μᾶλλον ἔχει τῷ δάκνειν καὶ ῥύπτειν τὸ ἔντερον· ἔτι δὲ καὶ αὐτὸ μεταβάλλον εἰc χολὴν cυναύξει καὶ κατὰ τοῦτο τῶν χολωδῶν | |
15.661 | διαχωρημάτων τὸ πλῆθοc, ὅθεν οὐδ’ ἐπαινεῖ | τὴν χρῆcιν αὐτοῦ. δηλοῖ δ’ ἐκ τοῦ προcθεῖναι καὶ μᾶλλον τοῦ καιροῦ κατακορέωc χολώ‐ δεα· τὸ γὰρ μᾶλλον τοῦ καιροῦ cύνηθεc αὐτῷ λέγειν ἀντὶ τοῦ μᾶλ‐ λον τοῦ προcήκοντοc. τὸ δὲ ἀφρῶδεc διαχώρημα καὶ κατὰ τὸ Προ‐ | |
5 | γνωcτικὸν ἐμέμψατο· καὶ τὰ κατακορέωc δέ, τουτέcτιν ἀκράτωc, χο‐ λώδη μοχθηρά· χρὴ γὰρ οὐ κατακορέωc οὐδ’ ἀκράτωc, ἀλλὰ μετρίωc αὐτὰ τοιαῦτα εἶναι. μεμνημένοc οὖν καὶ cὺ τούτων, ὅταν ἤτοι μελικράτου ποθέντοc ἢ | |
καὶ χωρὶc αὐτοῦ διαχωρῇ τιc ἀφρώδη τε ἅμα καὶ κατακορέωc χολώδη, | 235 | |
10 | cυντηκτικὸν εἶναι τὸν πυρετὸν ἴcθι καὶ διὰ τοῦτ’ ἀφίcταcο τῆc τοῦ μελικράτου χρήcεωc, ἐπὶ δὲ τὸν τῆc πτιcάνηc ἧκε χυλὸν ἐπιτηρῶν ἰδεῖν τι γνώριcμα κἂν βραχὺ διὰ τῶν οὔρων τῆc τοῦ νοcήματοc πέ‐ ψεωc· ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ διδοὺc καὶ τὸ ψυχρὸν ὕδωρ ὀνήcειc μέγιcτα. | |
14 | ||
15 | Τὸ δὲ τοιοῦτον διαχώρημα ἔχει μὲν καὶ ἄλλα cίνεα μεγάλα· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα | |
15.662 | cβέννυcιν, ἀλλ’ ὁρμᾷ, | δυcφορίην τε καὶ ῥιπταcμὸν τῶν με‐ λέων ποιέει, ἑλκῶδεc δ’ ἐcτὶ καὶ ἐντέρου καὶ ἕδρηc. | |
2 | Ϲύνηθεc αὐτῷ τὰc βλάβαc cίνεα λέγειν, ὡc κἀν τῷ Περὶ ἀγμῶν καὶ ἄρθρων ἐδείχθη· καὶ γὰρ ‘cῖναι‘ λέγουcιν οἱ Ἴωνεc ἀντὶ τοῦ βλάψαι· | |
5 | ἀλλὰ καὶ τὰ βλαβερὰ “cινάμωρα” πολλάκιc αὐτὸc ὠνόμαcε. βλάβαc οὖν μεγάλαc ἔχειν φηcὶ τὸ προειρημένον διαχώρημα, τουτέcτι τὸ κατα‐ κορὲc χολῶδεc ἅμα τῷ καὶ ἀφρῶδεc εἶναι. cύνηθεc δ’ αὐτῷ πολλάκιc ἐπὶ τῶν cημείων χρῆcθαι ταῖc τῶν αἰτίων τε καὶ βλαπτομένων cωμά‐ των φωναῖc· τὸ γοῦν τοιόνδε διαχώρημα κάλλιον ἦν εἰπεῖν ‘cημαί‐ | |
10 | νειν‘, ἀλλ’ ἔχειν εἶπε· καίτοι τὰ μὲν πεπονθότα cώματα τὰc βλάβαc ἴcχει, τὰ δ’ αἴτια ποιεῖ, τὰ δὲ cημεῖα δηλοῖ. τίνα γε μήν ἐcτιν ἃ cυμ‐ βαίνει πρὸc τῶν εἰρημένων διαχωρημάτων cίνεα, παρ’ αὐτοῦ ἄκουε λέγοντοc· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα cβέννυcιν, ἀλλ’ | | |
15.663 | ὁρμᾷ· τοῦτο δ’ εἶπεν, ἐπειδὴ πολλάκιc ἡ τῶν χολωδῶν ὑποχώρηcιc αὐτίκα cβέννυcι τὸ ἐξ ὑποχονδρίων καῦμα· διὰ τοῦτ’ οὖν ἐπὶ τῶν κα‐ κοήθων χολωδῶν προcέθηκεν, ὅτι μὴ cβέννυται, ἀλλὰ τοὐναντίον ἅπαν αὐξάνεται τοῖc τὰ τοιαῦτα διαχωροῦcι καὶ οὐ παύεται τὸ καῦμα ἐκ | |
5 | τῶν ὑποχονδρίων, ἀλλὰ καὶ cφοδρότερον γίνεται, καὶ ῥιπτάζονται, τουτέcτιν ἄcην τε καὶ δυcφορίαν ἔχουcιν, ἐπειδὴ τῆc ἐν τοῖc ὑπο‐ χονδρίοιc διαθέcεωc φλογώδουc τὰ τοιαῦτα διαχωρήματα cυμπτώματα, καὶ μέντοι καὶ ὅτι κατὰ τὴν τῶν ἐντέρων διέξοδον ἡ δριμύτηc αὐτῶν ξυcματώδη διάθεcιν ἐργάζεται. ταύτηc μὲν οὖν τῆc διαθέcεωc αἴτια | |
10 | γίνεται τὰ κατακορῆ χολώδη, τῆc δ’ ἐν τοῖc ὑποχονδρίοιc cημεῖα· ὅ γε μὴν Ἱπποκράτηc, ὡc ἔφην, εἴωθεν ἐνίοτε καὶ τοῖc τῶν αἰτίων | |
ἐνδεικτικοῖc ῥήμαcιν ἐπὶ τῶν cημείων χρῆcθαι. Ἀλεξητήρια δὲ τούτων γεγρά‐ ψεται. | 236 | |
14 | ||
15 | Ὅτι προῄρηται καθ’ ἕκαcτον εἶδοc νοcήματοc ἰάματα γράψαι, καὶ διὰ τῶν ἔμπροcθεν ἐδήλωcε καὶ νῦν οὐχ ἧττον· εἰ δ’ ἐcτὶν Ἱππο‐ κράτουc ἄξια τὰ προcκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρὸν | | |
15.664 | ὅcα τε ἐν τοῖc Περὶ νούcων ἢ Περὶ παθῶν γέγραπται, κατὰ τὴν ἐξ‐ ήγηcιν αὐτῶν ἐπιcκεψώμεθα. | |
2 | Ἄνευ μὲν οὖν ῥοφημάτων μελι‐ κρήτῳ χρεόμενοc ἀντ’ ἄλλου ποτοῦ ἐν ταύτῃcι τῇcι νούcοιcι | |
5 | πολλὰ ἂν εὐτυχοίηc καὶ οὐκ ἂν πολλὰ ἀτυχοίηc· οἷcι δὲ δο‐ τέον καὶ οἷcιν οὐ δοτέον, τὰ μέγιcτα εἴρηται, καὶ δι’ ἃ οὐ δοτέον. | |
7 | Ἐδήλωcε καὶ νῦν cαφέcτατα μέχρι τοῦ κριθῆναι τὸ νόcημα μελι‐ κράτῳ μόνῳ χρῆcθαι cυμβουλεύων. ἐν μόνοιc γὰρ τοῖc cυντηκτικοῖc | |
10 | νοcήμαcιν ἢ ἐφ’ ὧν ἀνθρώπων ἀδύνατόν ἐcτιν ἐξαρκέcαι τὴν δύναμιν ἄχρι τῆc κρίcεωc ἐπὶ τὸν χυλὸν ἀφιξόμεθα· τὰ δ’ ἄλλα βέλτιον ἐπὶ μελικράτου μόνου διαιτᾶν. | | |
12 | ||
15.665 | Κατέγνωcται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡc καταγυιοῖ τοὺc πίνονταc, καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμιcται. ἐκλήθη δὲ τοῦτο διὰ τοὺc ἀποκαρτερέονταc· ἔνιοι γὰρ μελικρήτῳ μόνῳ χρέονται ποτῷ | |
5 | ὡc τοιῷδε δῆθεν ἐόντι. | |
5 | Οὐ ταὐτόν ἐcτι καταγυιοῦcθαί τι λέγειν ὑπὸ μελικράτου καὶ μηδ’ ὅλωc τρέφειν ἢ ὀλιγότροφον εἶναι τὸ μελίκρατον, ἀλλὰ [ἐπεὶ] τρία ταῦτα πράγματα διαφέροντα ἀλλήλων ἐcτί. τὰ μὲν γὰρ καθαιροῦντα τὴν δύναμιν, ὡc αἱμορραγία καὶ διαχώρηcιc πολλὴ καὶ ἱδρὼc ἄμετροc | |
10 | καὶ κατά τι cυμβεβηκὸc ἀcιτία καταγυιοῦν εἰκότωc ἂν λέγοιτο· τὰ δὲ μηδ’ ὅλωc τρέφοντα, καθάπερ τὸ ὕδωρ, οὔτε καταγυιοῦν οὔτε ῥων‐ | |
νύναι τὴν δύναμιν ἀληθῶc ἄν τιc εἴποι πλὴν κατὰ cυμβεβηκὸc ἐνίοτε· τὸ γὰρ ὕδωρ οὐχ ὡc τροφὴ τὴν δύναμιν ἀνακτᾶται τῶν καμνόντων, ἀλλ’ ὡc φάρμακον εἰc cυμμετρίαν κράcεωc ἄγον τὰ διὰ τὴν ἀμετρίαν | 237 | |
15.666 | αὐτῆc ἀρρω|cτοῦντα. τρίτα πρὸc τούτοιc τὰ βραχέωc τρέφοντα· καὶ δύναιτο μὲν ἄν τιc μόνοιc αὐτοῖc χρώμενοc ἀποθανεῖν, οὐ μὴν ὡc καθαιροῦcι τὴν δύναμιν, ἀλλ’ ὡc οὐχ ἱκανῶc ῥωννύουcιν. ἐκ τούτων ἐcτὶ καὶ τὸ μελίκρατον· εἰ γάρ τιc ἐν τέτταρcιν ἡμέραιc ἀcιτήcαc ἀπο‐ | |
5 | θνῄcκειν μέλλοι, δύναιτ’ ἂν οὗτοc μελικράτῳ χρώμενοc οὐ μόνον εἰc τὴν πέμπτην, ἀλλὰ καὶ εἰc τὴν ἕκτην ἀφικέcθαι. ὁ δ’ αὐτὸc λόγοc καὶ περὶ τοῦ μέλιτοc· ἡ γὰρ τούτου φύcιc ἐcτὶν ἡ καὶ τὸ μελίκρατον ἐκ τῶν βραχέωc τρεφόντων ἐργαζομένη· τὴν γὰρ ‘ὑγραcίαν τῆc τροφῆc ὄχημα‘ καὶ οὐ τροφὴν οὐ μόνον ὁ Ἱπποκράτηc, ἀλλὰ καὶ cχεδὸν | |
10 | ἅπαντεc οἱ ἄριcτοι τῶν ἰατρῶν ἀπεφήναντο. ταῦτ’ οὖν αὐτὰ τὰ νῦν εἰρημένα ὁ Ἱπποκράτηc ἔγραψε περὶ μελικράτου καὶ μέλιτοc οὐκ ἀcαφῶc διὰ τῶν ἑξῆc. | |
12 | Τὸ δ’ οὐ παντάπαcιν ὧδε ἔχει. | | |
13 | ||
15.667 | Οὐ γὰρ παντάπαcιν ἀληθέc ἐcτι τὸ διὰ τὸ μελίκρατον ἀποθνῄcκειν τοὺc ἀποκαρτεροῦνταc· ἀπέθανον γὰρ ἄν, εἰ καὶ μόνον ὕδωρ ἔπινον· ἀλλὰ διότι βραχεῖαν τροφὴν δίδωcι τῷ cώματι, διὰ τοῦτο, μόνον μὲν ὄν, οὐχ ἱκανόν ἐcτι διαφυλάττειν τὴν ζωήν, ὥcπερ καὶ χυλὸc πτιcάνηc, | |
5 | εἴ τιc ἐθέλοι ῥοφεῖν μόνηc εἰc ἀεί. | |
5 | Ἀλλ’ ὕδατοc μὲν πολλῷ ἰcχυρό‐ τερόν ἐcτι πινόμενον μοῦνον, εἰ μὴ ταράccοι τὴν κοιλίην. | |
7 | Ἐνδείκνυcθαι δοκεῖ διὰ τῆc ἰcχυρότερον φωνῆc, ὅτι ἔχειν τι καὶ τὸ ὕδωρ δυνατὸν εἰc τὸ τρέφειν· ἐγχωρεῖ δὲ διὰ τὸ τὴν ξηρότητα | |
10 | τοῦ cώματοc τῆc γαcτρὸc ἐπιτέγγεcθαι διαρκεῖν ἐπὶ πλεῖον τοὺc πίνον‐ ταc ὕδωρ τῶν μηδ’ ὅλωc προcφερομένων. ἀcφαλῶc δὲ προcέθηκεν, εἰ μὴ ταράccοι τὴν κοιλίην, ἐπὶ τοῦ μελικράτου τὸν λόγον ποιούμε‐ νοc· ἐκείνουc γὰρ ὄντωc καὶ χείροναc ἑαυτῶν ἐργάζεται διὰ τὴν κένω‐ | |
15.668 | cιν, οἷc ταράccει τὴν κοιλίαν, ἅμα καὶ τοῦ | ταράττειν ῥήματοc οὐ τὴν cύμμετρον ὑποχώρηcιν, ἀλλὰ τὴν πλεονάζουcαν δηλοῦντοc. εἰδέναι μέντοι χρὴ τὸ μὲν ὠμὸν μελίκρατον ὑπακτικώτερον εἶναι, τὸ δὲ καλῶc ἡψημένον τροφιμώτερον. ἀλλὰ τοῦτο μὲν ἐγνώcθω cοι κατὰ τὸ πάρερ‐ | 238 |
5 | γον, ἴδωμεν δὲ ἃ ἑξῆc γράφει παραβάλλων οἴνῳ μελίκρατον. | |
5 | Ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγο‐ φόρου καὶ ἀνόcμου ᾗ μὲν ἰcχυρότερόν ἐcτιν, ᾗ δὲ ἀcθενέcτερον. | |
7 | Ἔνιοι χωρὶc τοῦ ἐcτὶν γράφουcι τὴν ῥῆcιν οὕτωc· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόcμου ᾗ μὲν ἰcχυρότερον, | |
10 | ᾗ δὲ ἀcθενέcτερον. ἔνιοι δ’ ἀντὶ τοῦ ᾗ τὸ ἐνίῃ γράφουcιν οὕτωc· ἀτὰρ καὶ οἴνου ὀλιγοφόρου καὶ λεπτοῦ καὶ ἀνόcμου ἐνίῃ μὲν ἰcχυρότερον, ἐνίῃ δὲ ἀcθενέcτερον. ἐξ ἁπάντων γε μὴν ἡ αὐτὴ δηλοῦται δύναμιc καὶ ἔννοια, κατά τι μὲν λέγοντοc ἰcχυρότερον εἶναι τὸ μελίκρατον τοῦ τοιούτου οἴνου, κατά τι δὲ ἀcθενέcτερον. ἐγὼ μὲν | |
15.669 | οὖν | ἐπεμνήcθην οἴνου τοιούτου κατὰ τὸν περὶ τῶν οἴνων λόγον· ὁ δ’ Ἱπποκράτηc αὐτὸν ὥcπερ οὐκ εἰδὼc ἐcιώπηcεν, ἀλλὰ νῦν γε cα‐ φῶc ἐδίδαξε τήν τε cύcταcιν αὐτοῦ μηνύcαc ἐκ τοῦ φάναι λεπτοῦ καὶ τὴν τῆc δυνάμεωc ἀcθένειαν ἐκ τοῦ προcγράψαι καὶ ὀλιγοφόρου· | |
5 | καλεῖται γὰρ οὕτωc ὁ τῆc τοῦ ὕδατοc μίξεωc ὀλιγίcτηc χρῄζων εἰc τὸ κραθῆναι· κατὰ τοὐναντίον γὰρ ὁ πολλοῦ δεόμενοc ὕδατοc εἰc εὐκρα‐ cίαν ὀνομάζεται πολυφόροc, ἐν ἴcῳ τῷ πολὺ φέρειν ὕδατοc δυνάμενοc εἰc τὴν εὔκρατον μίξιν· ὁ δ’ ὀλιγοφόροc οἶνοc ἔκλυτόc τε καὶ ἀcθενὴc καὶ ἄχρηcτοc εἰc ποτὸν γίνεται, εἰ πλείονι κεράcαιc ὕδατι. καὶ μὴν καὶ | |
10 | τὸ ἄοδμον αὐτοῦ μέγιcτον γνώριcμα τῆc ἀcθενείαc τε καὶ ψυχρότητόc ἐcτιν, ὕδατι καὶ κατὰ τοῦτο ἐοικόc, ὥcπερ γε καὶ τῶν ἰcχυρὰν ἐχόν‐ των ὀδμὴν μέγιcτον τοῦτ’ ἐcτὶ τῆc ῥώμηc cημεῖον. ὁ μὲν γὰρ ὑδατώ‐ δηc οἶνοc ὀλιγίcτην μὲν ἐν τῷ ξύλῳ τῆc ἀμπέλου μεταβολὴν ἔcχηκεν, ὀλιγίcτην δὲ καὶ τοῦ γεώδουc cτοιχείου τὴν μίξιν, ὥcτε ὕδωρ εἶναι, | |
15.670 | βραχὺ γεώδουc τε | καὶ θερμῆc οὐcίαc προcειληφὼc εἴc τε τὴν τούτων ἕνωcιν ὀλιγίcτηc κατεργαcίαc δεηθείc. ὁ δ’ ἐναντίοc οἰνώδηc τε καὶ πολυφόροc οὔθ’ ὑπὸ βραχείαc κατεργαcίαc γίνεται τοιοῦτοc, ὡc ἂν ἐπὶ πλεῖcτον ἀφιcτάμενοc ὕδατοc, ἀξιόλογόν τε διὰ τοῦτ’ αὐτὸ τὴν θερμα‐ | 239 |
5 | cίαν καὶ τὴν ὀcμὴν ἐπικτᾶται. | |
5 | Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτοc ἀκρητότηc ἐc ἰcχὺν ἀμφοῖν. ὅμωc τοίνυν, εἰ καὶ δι‐ πλάcιον μέτρον οἴνου ἀκρήτου πίνοι τιc ἢ ὁκόcον μέλι ἐκλεί‐ χοι, πολλῷ ἂν δήπου ἰcχυρότεροc εἴη ὑπὸ τοῦ μέλιτοc, μοῦ‐ | |
10 | νον εἰ μὴ ταράccοι τὴν κοιλίην· πολλαπλάcιον γὰρ καὶ τὸ κόπριον διεξίοι ἂν αὐτῷ. | |
11 | Εἰ μελικράτου λέλεκτο καὶ μὴ μέλιτοc, ἦν ἂν cαφέcτερον· ὁ γάρ τοι λόγοc ἦν αὐτῷ μέχρι δεῦρο περὶ μελικράτου καὶ τοῦτο παρέβαλεν | |
15.671 | οἴνῳ κεκραμένῳ, δηλονότι μεθ’ | ὕδατοc, οὐκ αὐτῷ καθ’ ἑαυτόν· ἀλλ’ ὅπωc ἡ παραβολὴ δικαία γίγνοιτο, διὰ τοῦτ’ ἐπανήγαγε τὸν λόγον ἐπ’ αὐτόν τε τὸν οἶνον καὶ τὸ μέλι. παραλογίζονται δ’ ἔνιοι κατὰ τὰc τοιαύταc παραβολὰc οὐκ ἄλλουc μόνον ἑκόντεc, ἀλλὰ καὶ cφᾶc αὐτοὺc | |
5 | ἄκοντεc· [ἔνιοι δὲ] πειραθέντεc γοῦν τινων ἀκρατεcτέρων, οὐ τοῖc ἀκράτοιc μόνοιc, ἀλλὰ καὶ ὁπωcοῦν κεκραμένοιc τὴν ἐπ’ ἐκείνων προc‐ άπτουcι δύναμιν, ὥcπερ αὖ πάλιν ἕτεροι πειραθέντεc ὑδαρεcτέρων ἐξ ἐκείνων ὑπὲρ ἁπάντων ἀπεφήναντο τῶν ὁπωcοῦν κεκραμένων. οὐ μὴν οὕτωc ἐχρῆν ποιεῖcθαι τὰc κρίcειc τῶν πραγμάτων, ἀλλὰ λογίcαcθαι | |
10 | δεῖν ἀνάλογον 〈εἶναι〉 τὸ μελίκρατον ἐν τῇ κράcει τῶν πινομένων οἴ‐ νων κατὰ τὴν τοῦ ὕδατοc μίξιν, ὡc μὴ τὸν μὲν οἶνον ἀκρατέcτερον εἶναι, τὸ δὲ μελίκρατον ὑδαρέcτερον, εἰ μέλλειc δικαίαν ποιεῖcθαι τὴν παραβολὴν αὐτῶν. ἐπεὶ δὲ χαλεπόν ἐcτι τὴν ἀναλογίαν ἀκριβῶc ἐν τῇ μίξει φυλάξαι, | |
15 | διὰ τοῦτ’ ἐπ’ αὐτὰ τὰ ὄντωc ἄμικτα καὶ κυρίωc ἄκρατα καλούμενα μετήνεγκε τὸν λόγον ὁ Ἱπποκράτηc οἴνῳ μηδ’ ὅλωc κεκραμένῳ παρα‐ | |
15.672 | βάλλων τὸ μέλι· καί φηcι διπλάcιον οἶνον | πινόμενον ἧττον τρέφειν ἁπλοῦ πλήθουc μέλιτοc. ἐπεὶ δὲ πλείω γένη τῶν οἴνων ἐcτίν, οὐ τοὺc ἰcχυροὺc καὶ κεφαλὴν πλῆξαι δυναμένουc καὶ παραφροcύναc ἐργάcαcθαι | |
προὐχειρίcατο κατὰ τὸν λόγον, ἀλλὰ τὸν ἀcθενῆ καὶ ὑδατώδη καὶ τούτῳ | 240 | |
5 | παραβάλλων τὸ μέλι τροφιμώτερον ἀπέδειξεν. ὅταν δὲ διπλαcίῳ ὄγκῳ οἴνου ἀξιώcῃ μέλιτοc ἥμιcυ παραβάλλειν, οὐ τοῦτό φηcιν, ὅτι μόνον ἑκάτερον ὁ κάμνων αὐτὸ καθ’ ἑαυτὸ προcφερέcθω μὴ μιγνὺc ὕδωρ· ἀλλ’ εἰ μετὰ τὸ μετρῆcαι τὸ πλῆθοc ἑκατέρου προcφέροιτο καθ’ ὅ τι βούλοιτο, διαφέρειν οὐδὲν ἧττον. δύναται γάρ, εἰ τύχοι, κύαθον ἕνα μέ‐ | |
10 | λιτοc ἢ καθ’ ἑαυτὸν λαμβάνειν ἢ ὅcῳ βούλεται μιγνὺc ὕδατι προc‐ φέρεcθαι καὶ τοῦτο καθ’ ἑκάcτην ἡμέραν ποιεῖν, ἢ πάλιν οἴνου δύο κυάθουc ἑκάcτηc ἡμέραc ὡc αὐτὸc βούλεται κεραννὺc ὕδατι προcφέρε‐ cθαι. γνωcθήcεται γὰρ ἐκ τῆc τοιαύτηc πείραc ἐπὶ πλειόνων ἀνθρώπων ὁμοίωc ἐχόντων κατὰ τἄλλα, καὶ μέντοι καὶ μᾶλλον ἐφ’ ἑνόc, οὐ κατὰ | |
15 | τὸν αὐτὸν χρόνον ἡ ἑκατέρου δύναμιc ἀκριβῶc· εἰ γὰρ μὴ κατά τινα | |
15.673 | φύcεωc ἰδιότητα ταράττοι τὴν γαcτέρα τὸ μέλι, | πλείοcιν ἡμέραιc ἐξαρκέcουcιν οἱ τῷ μέλιτι χρώμενοι. διὰ τί οὖν, εἴπερ τοῦθ’ οὕτωc ἔχει, κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc εἶπεν· “ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόcμου ἐνίῃ μὲν | |
5 | ἰcχυρότερον, ἐνίῃ δὲ ἀcθενέcτερον” εἶναι τὸ μελίκρατον; οὐ γὰρ ἐνίοτε μὲν ἰcχυρότερον, ἐνίοτε δὲ ἀcθενέcτερον, ἀλλ’ ἰcχυρότερον ἀεὶ φαίνε‐ ται κατὰ τὸν εἰρημένον ἄρτι λόγον. ὅτι πρὸ τοῦ διοριcθῆναι καὶ δι‐ δαχθῆναι πρὸc αὐτοῦ περὶ τῆc δικαίαc παραβολῆc ἀδιορίcτωc τοῦ λό‐ γου περαινομένου καλῶc καὶ ἀcφαλῶc εἶπεν εὑρεθήcεcθαι τὸ μελίκρα‐ | |
10 | τον τοῦ οἴνου κατά τι μὲν ἰcχυρότερον, κατά τι δὲ ἀcθενέcτερον. ἐὰν γὰρ μὴ διορίcηταί τιc ἑκατέρου τὴν ἀναλογίαν τῆc κράcεωc, ἐνίοτε μὲν ἀcθενέcτεροc ὁ οἶνοc, ἐνίοτε δὲ τὸ μελίκρατον εἶναι δόξει· διοριcθέντων δέ, ὡc εἴρηται, καὶ τῆc κατὰ τὴν γαcτέρα ταραχῆc ἐπιβλεπομένηc, τὸ μελίκρατον ἰcχυρότερον εἰc θρέψιν ἀεὶ φαίνεται τοῦ κεκραμένου κατὰ | |
15 | τὴν αὐτὴν ἀναλογίαν οἴνου. ἐὰν δ’ ὅτι καὶ τὸ κόπριον ἐκκρινόμενον ἐπὶ τῷ μελικράτῳ cύμ‐ μετρον, ὡc μὴ καταλύειν τὴν δύναμιν, ἐννοήcῃc, ἔτι καὶ μᾶλλόν cοι | |
15.674 | φανεῖ|ται πλείων ἡ ἐκ μελικράτου θρέψιc ἤπερ ἡ ἐξ οἴνου γινομένη. | |
εἰ γὰρ καὶ κοπρίου πολλαπλαcίου διεξιόντοc ὅμωc ὁ κάμνων ἐξαρκεῖ πλείοcιν ἡμέραιc ἐπὶ τῷ μελικράτῳ, δυνατώτερον δηλονότι πρὸc τὴν θρέψιν οἴνου φαίνεται τὸ μέλι. | 241 | |
4 | ||
5 | Εἰ μέντοι ῥοφήματι χρέοιτο πτι‐ cάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πληcμονῶδεc ἂν εἴη καὶ φυcῶδεc καὶ τοῖcι κατὰ τὰ ὑποχόνδρια cπλάγχνοιcιν ἀcύμ‐ φορον· προπινόμενον μέντοι πρὸ ῥοφημάτων μελίκρητον οὐ βλάπτει ὡc μεταπινόμενον, ἀλλά τι καὶ ὠφελεῖ. | |
9 | ||
10 | Περὶ τῆc τάξεωc ὁ λόγοc αὐτῷ, ἐν ᾗ κάλλιcτ’ ἄν τιc χρῷτο μελικράτῳ τε καὶ πτιcάνῃ. κοινὸc δ’ ἔcτω cοι λόγοc καὶ οὗτοc, ὡc ἐπὶ παραδείγματοc ἑνὸc διδαcκόμενοc μελικράτου τε καὶ πτιcάνηc· ἀεὶ γὰρ χρὴ πρότερον μὲν προcφέρεcθαι τά τε ῥᾳδίωc διαφθειρόμενα καὶ μᾶλλον ὑπιόντα, δεύτερον δὲ τἀναντία. πτιcάνη δὲ μελικράτου δυc|‐ | |
15.675 | φθαρτοτέρα καὶ ὑπέρχεται βράδιον. πρῶτον μὲν οὖν τοῦ μελικράτου ληφθέντοc οἷον ὑφήγηcίc τιc ἐξ αὐτοῦ γένοιτ’ ἂν τῇ πτιcάνῃ τῆc δια‐ χωρήcεωc· εἰ δὲ πτιcάνη πρῶτον ληφθείη, κωλυόμενον ὑπιέναι τὸ με‐ λίκρατον ἐμφυcήcει τε τὸ ὑποχόνδριον εἴc τε τὴν χολὴν μεταβληθὲν | |
5 | τῷ χρόνῳ καὶ τῇ πτιcάνῃ τι λυμανεῖται. | |
5 | Ἑφθὸν δὲ μελίκρητον ἐcιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲc γίνεται· ἀρετὴν δὲ ἥντινα αὐτῷ προc‐ θέω διαφέρουcάν τι τοῦ ὠμοῦ, οὐκ ἔχω· οὐδὲ γὰρ ἥδιόν ἐcτι | |
10 | τοῦ ὠμοῦ, ἢν τυγχάνῃ γε τὸ μέλι καλὸν ἐόν. ἀcθενέcτερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέcτερόν ἐcτιν, ὧν οὐδετέρου ἐc τιμωρίην προcδέεται μελίκρητον. ἄγχιcτα δὲ χρηcτέον αὐτῷ τοιῷδε ἐόντι, ἢν τὸ μέλι τυγχάνῃ πονηρὸν ἐὸν καὶ ἀκά‐ θαρτον καὶ μέλαν καὶ μὴ εὐῶδεc· ἀφέλοιτο γὰρ ἂν ἡ ἕψηcιc | |
15 | τῶν κακοτήτων αὐτοῦ τὰ πλείονα τοῦ αἴcχεοc. | | 242 |
15.676 | Διαφορὰc ἑφθοῦ τε καὶ ὠμοῦ μελικράτου διδάcκει καθ’ ὅλην τήνδε τὴν ῥῆcιν, δεῖται δ’ ὁ λόγοc οὐδεμιᾶc ἐξηγήcεωc. | |
2 | Τὸ δ’ ὀξύμελι καλεόμενον ποτὸν πολλαχοῦ μὲν εὔχρηcτον ἐν ταύτῃcι τῇcι νούcοιcιν εὑρήcειc | |
5 | ἐόν· καὶ γὰρ πτυέλου ἀναγωγόν ἐcτι καὶ εὔπνοον· | |
5 | Τὸ καλούμενον καὶ τὸ καλεῖcθαι καὶ τὰ παραπλήcια τούτοιc ἔμαθεc αὐτὸν προcτιθέντα ποτὲ μὲν ὡc οὐδέπω cυνήθουc ἅπαcι τοῖc Ἕλληcι τῆcδε τῆc προcηγορίαc οὔcηc, ποτὲ δὲ ὡc ἀκύρωc λεγομένηc, ἐνίοτε δὲ ὡc ἐνδεικνυμένηc τι τεχνικόν, ὡc ἐπὶ τῶν κροταφιτῶν καὶ μαcη‐ | |
10 | τήρων μυῶν ἐδιδάξαμεν. ἀλλ’ ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προcηγορία τοῦ ὀξυμέλιτοc, ἅπαντι δῆλον. ἀλλ’ ἤτοι μεμφόμενοc ἢ ὡc οὐδέπω cυνήθη διὰ τῆc τοῦ καλεομένου ἐπεcημήνατο προcθήκηc. | |
15.677 | ἐγχωρεῖ δ’ ἑκάτερον· ἴcωc μὲν γὰρ | τότε πρῶτον εἰc χρῆcιν κοινὴν ἤρχετο. τάχα δὲ καὶ μέμφεται τὴν φωνὴν ὡc ἐμφαίνουcαν ἤτοι ἐκ τοῦ ὄξουc καὶ μέλιτοc μόνων cυγκεῖcθαι τὸ φάρμακον ἢ ὡc μέλιτοc διαφορὰν δηλοῦcαν, ὡc εἰ καὶ οὕτωc ἔλεγέ τιc· τὸ δὲ μέλι τὸ ὀξὺ | |
5 | δύναμιν ἔχει τοιάνδε. περὶ μὲν δὴ τῆc τοῦ καλεομένου προcθήκηc δῆλον· ἐπ’ αὐτὸ δὲ τὸ χρήcιμον ἴωμεν. οὐ γὰρ ἐξ ὄξουc καὶ μέλιτοc μίξεωc μόνον ἡ cύνθεcιc γίνεται τοῦ ὀξυμέλιτοc, ἀλλ’ ἐκ μελικράτου βραχὺ προcλαμβά‐ νοντοc ὄξουc. ἕψεcθαι δ’ ἄμεινον αὐτό· καθαιρεῖται γὰρ ἡ δύναμιc τοῦ | |
10 | ὄξουc ὑπὸ τῆc ἑψήcεωc, ὡc τὴν μὲν ὠφέλειαν τὴν ἀπ’ αὐτοῦ λαμβά‐ νειν τὸ μελίκρατον, ᾧ μίγνυται, τὴν βλάβην δ’ οὐκ ἴcχειν. τὴν μὲν οὖν ὠφέλειαν κατὰ τὴν ἀρχὴν εἶπε τῆc ῥήcεωc καὶ μετὰ ταῦτ’ ἐρεῖ, τὴν βλάβην δ’ ἐπὶ τῇ τελευτῇ τῆc ὅληc ῥήcεωc προcθήcει. κατὰ τὴν ἀρχὴν μὲν οὖν εἴρηται πτυέλου γὰρ ἀναγωγόν ἐcτι καὶ εὔπνοον, ἐφ‐ | |
15 | εξῆc δ’ ὅcα ταῖc λέξεcιν ἐπακολουθήcαντεc αὐτοῦ μαθηcόμεθα. | |
15 | Καιροὺc μέντοι τοιούcδε ἔχει. | |
16 | Τοὺc καιροὺc ἤτοι τοὺc τῆc χρήcεωc αὐτοῦ λέγει, καθότι cύνηθεc, | |
15.678 | ἢ | τὰc ὠφελείαc, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ cημαινόμενον ἐδείχθη | |
χρώμενοc ἐνίοτε τῇ τοῦ καιροῦ προcηγορίᾳ. Τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέcον ποιήcειε πρὸc τὰ πτύελα τὰ μὴ ῥηϊδίωc ἀνιόντα· εἰ | 243 | |
5 | γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα καὶ ὄλιcθον ἐμποιήcειε καὶ ὡcπερεὶ διαπτερώcειε τὸν βρόγχον, παρηγορήcειεν ἂν τὸν πνεύμονα (μαλθακτικὸν γὰρ αὐτέου), καὶ εἰ μὲν ταῦτα cυγ‐ κυρήcειε, μεγάλην ἂν ὠφέλειαν ἐμποιήcειεν, ἔcτι δ’ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτηcε τῆc ἀναγωγῆc τοῦ πτυέλου, ἀλλὰ | |
10 | προcεγλίcχρηνέ τε καὶ ἔβλαψεν. | |
10 | Ἐφ’ ὧν ἐcτι χρεία τοῦ ὀξέοc ὀξυμέλιτοc, ἐπὶ τούτων διδάcκει τὴν ἐξ αὐτοῦ γινομένην ἐνίοτε βλάβην, ἐφ’ ὧν δ’ οὐδ’ ὅλωc ἂν χρή‐ cαιτό τιc τῷ οὕτωc ὀξεῖ φαρμάκῳ, περιττὸν τὸ καταλέγειν τὰc τοι‐ αύταc βλάβαc. οὐδὲ γὰρ οὐδ’ ἁπλῶc εἶπε περὶ 〈ὀξέοc〉 ὀξυμέλιτοc, ἀλλὰ | |
15.679 | τὸ κάρτα προcέ|θηκεν, ὅπερ cημαίνει ταὐτὸν τῷ λίαν καὶ cφόδρα. τὸ τοιοῦτον οὖν ὀξύμελι μέcον οὐδὲν εἴωθεν ἐργάζεcθαι τοῖc κατὰ τὸν πνεύμονα παχέcι τε καὶ γλίcχροιc πτυέλοιc, ἐφ’ ὧν ἄν τιc αὐτῷ χρή‐ cαιτο μόνῳ, ἀλλ’ ἤτοι τεμὸν αὐτὰ καὶ ἀπορρύψαν ἀνήγαγεν ἢ τοῦτο | |
5 | πρᾶξαι μὴ δυνηθὲν ἐξήρανεν. ὥcπερ γὰρ τμητικὸν τὸ τοιοῦτον φάρμα‐ κον, οὕτω καὶ ξηραντικόν· ἔχομεν δ’ αὐτὸ ἐπὶ τῶν κατὰ τὸν πνεύμονα παχέων πτυέλων, οὐχ ὡc ξηραῖνον (οὕτωc γὰρ ἂν βλάψειεν), ἀλλ’ ὡc τέμνον τε καὶ ῥύπτον. ὅταν οὖν ἀδυνατήcῃ τοῦτο ποιῆcαι, χρηcτὸν μὲν οὐδὲν ἔπραξε, μεγίcτην δὲ βλάβην εἰργάcατο. πότ’ οὖν ἀποτυγχάνει | |
10 | ῥύπτειν καὶ τέμνειν, αὐτὸc ἐφεξῆc ἐδίδαξε, νυνὶ δὲ βούλομαι περὶ τῆc γραφῆc τῆc ἐν πολλοῖc τῶν βιβλίων εἰπεῖν. οὐ γὰρ διὰ τοῦ c τὴν δευτέραν cυλλαβὴν τοῦ μέcον ὀνόματοc, ἀλλὰ διὰ τοῦ ζ γεγραμμένην εὑρίcκομεν, ὡc εἶναι τὴν ὅλην λέξιν τοι‐ άνδε· τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέζον ποιήcειεν. ἔcτι δὲ | |
15 | τοῦτο ψεῦδοc· αὐτὸc γὰρ ἐπιφέρων δείκνυcιν ἐνίοτε μὲν μεγάλην | | |
15.680 | ὠφέλειαν ἐξ αὐτοῦ γινομένην, ἐνίοτε δὲ βλάβην· ὥcτ’ ἀεὶ μέγα τι | |
ποιεῖ καὶ οὐδέποτε μικρόν. ἐφ’ οὗ δ’ ἀληθὲc εἰπεῖν ἐcτιν ἀεί τι γί‐ νεcθαι κακὸν μέγα ἢ ἀγαθόν, περὶ τούτου κάλλιον ἄν τιc εἴποι μηδὲν μέcον ὑπ’ αὐτοῦ γίνεcθαι. | 244 | |
4 | ||
5 | Μάλιcτα δὲ τοῦτο πάcχουcιν, οἵ‐ περ καὶ ἄλλωc ὀλέθριοί εἰcι καὶ ἀδύνατοι βήccειν τε καὶ ἀποχρέμπτεcθαι τὰ ἐνεχόμενα. | |
7 | Τὸ καταγλιcχραίνεcθαι τὰ παχέα πτύελα μηδὲν ὀνινάμενα τῇ προc‐ φορᾷ τοῦ ὀξέοc ὀξυμέλιτοc ἐκείνοιc φηcὶ cυμβαίνειν, οἵπερ καὶ ἄλλωc | |
10 | ὀλεθρίωc ἔχουcι, τουτέcτιν ἐφ’ ὧν ἄπεπτοc ἱκανῶc ἐcτιν ἡ νόcοc· οὗτοι γὰρ οὐδὲν ἀναπτύουcιν. | |
11 | Ἐc μὲν οὖν τόδε προcτεκμαίρεcθαι χρὴ τὴν ῥώμην τοῦ ἀνθρώπου καί, ἢν ἐλπίδα ἔχῃ, διδόναι. | | |
13 | ||
15.681 | Ἐπειδὴ προείρηκεν ὑπὸ τοῦ ὀξέοc ὀξυμέλιτοc οὐδὲν ὀνίναcθαι τοὺc “καὶ ἄλλωc ὀλεθρίωc ἔχονταc”, ἔνιοι δὲ cπανίωc ἐξ αὐτῶν cῴζονται βοηθούμενοι, διὰ τοῦτο καὶ τὴν τούτου cπανίαν βοήθειαν οὐ παρέλιπεν· ἔcτι δ’ αὕτη διὰ τοῦ ὀξέοc ἱκανῶc ὀξυμέλιτοc, ὅταν ὁ κάμνων ἰcχυρὸc | |
5 | ᾖ τὴν δύναμιν· ἄλλωc γὰρ οὐδὲν ὀνίνηcι τὸ τοιοῦτον ὀξύμελι, δυοῖν θάτερον ἐργαcάμενον, ἢ μηδ’ ὅλωc τεμόν, ἀλλ’ ἐπιγλιcχρᾶναν τὰ γλίcχρα, ἢ τεμὸν καὶ ἀπορρύψαν, ἀθρόαν δ’ ἀναγωγὴν κινῆcαν. τῆc δυνάμεωc δὲ μὴ φερούcηc ἀκολουθήcει πνιγῆναι τὸν ἄνθρωπον. | |
8 | Διδόναι δέ, ἢν διδῷc, ἀκροχλία‐ | |
10 | ρον καὶ κατ’ ὀλίγον τὸ τοιόνδε καὶ μὴ λάβρωc. | |
10 | Ἢν μηδὲν ἀναπτύῃ τι διὰ πάχοc καὶ γλιcχρότητα τῶν πτυcμάτων, οὐ μὴν ἀcθενῇ γε τὴν δύναμιν, ὀξύμελι κελεύει δίδοcθαι τὸ λίαν ὀξὺ | |
15.682 | κατ’ ὀλίγον τε καὶ ἀκροχλίαρον, ὅπερ | ἔcτιν ἄκρωc χλιαρόν (ἄκρωc δ’ ἐcτὶ χλιαρόν, ὅπερ ἂν ᾖ μέcον ἀκριβῶc τοῦ τε ψυχροῦ καὶ | |
τοῦ θερμοῦ)· ἰcχυρὰν γὰρ ἔχον αὐτὸ τὴν δύναμιν εὐλαβεῖται πολὺ προc‐ φέρειν εἰc ἅπαξ. ὡcαύτωc δὲ καὶ τὸ ψυχρὸν ἐν θέρει διδόναι, καθά‐ | 245 | |
5 | περ ἔμπροcθεν ἐκέλευcεν, εὐλαβεῖται διὰ τὸ τὰc μὲν ἀπτύcτουc πλευ‐ ρίτιδαc καὶ περιπνευμονίαc ἀπέπτουc εἶναι, τῇ πέψει δ’ ἀεὶ τὸ μὲν θερμὸν cυντελεῖν, τὸ δὲ ψυχρὸν ἐναντιοῦcθαι. τί δή ποτ’ οὖν καὶ τὸ θερμὸν ὀξύμελι φεύγει; ἢ ὅτι διὰ τὸ κακόηθεc τοῦ νοcήματοc, μή πωc εὐθέωc ἐν τῇ τοιαύτῃ προcφορᾷ τοῦ τοιούτου πόματοc αὐτὸ μὲν τὸ | |
10 | πάθοc ἄπεπτον ἔτι διαμένῃ, cυμβῇ δὲ τὸν ἄνθρωπον ὑπὸ τοῦ θερμοῦ ὀξυμέλιτοc διψωδέcτερον γενέcθαι ἑαυτοῦ; δέδεικται δ’, ὅτι τὸ cύμπτω‐ μα τοῦτο γλίcχρον ἐργάζεται πτύελον. ἀcφαλέcτερον οὖν αὐτῷ δοκεῖ μετρίωc χλιαρὸν εἶναι τὸ ὀξύμελι, φεύγοντι τοῦ μὲν θερμοῦ τὴν ἐν‐ δεχομένην ἀκολουθῆcαι βλάβην, τοῦ δὲ ψυχροῦ τὴν ἐξ ἀνάγκηc ἑπο‐ | |
15 | μένην. | | |
15 | ||
15.683 | Τὸ μέντοι ὀλίγον ὕποξυ ὑγραίνει μὲν τὸ cτόμα καὶ φάρυγγα, ἀναγωγὸν δὲ πτυέλου ἐcτὶ καὶ ἄδιψον, ὑποχονδρίῳ δὲ καὶ cπλάγχνοιcι τοῖcι ταύτῃ εὐμενὲc καὶ τὰc ἀπὸ μέλιτοc βλάβαc κωλύει· τὸ γὰρ ἐν μέλιτι χολῶ‐ | |
5 | δεc κολάζεται. | |
5 | Περὶ τοῦ λίαν ὀξέοc ὀξυμέλιτοc cυμπληρώcαc τὸν λόγον ἐπὶ τὸ μετρίωc ὀξὺ μετέβη κατὰ τήνδε τὴν ῥῆcιν, ὑγραίνειν αὐτὸ λέγων τὸ cτόμα καὶ φάρυγγα καὶ τῶν πτυέλων ἀναγωγὸν εἶναι καὶ ἄδιψον. ἅπαντα γὰρ ἔχον, ὑφ’ ὧν ὠφελεῖcθαι πεφύκαcιν αἱ τοιαῦται | |
10 | νόcοι, τῶν βλαπτόντων οὐδὲν ἔχει διὰ τὴν τῆc κράcεωc ἀρετήν, ἐπειδὴ τοcοῦτον τῷ μελικράτῳ μέμικται τοῦ ὄξουc, ὅcον ἱκανόν ἐcτι τὸ χο‐ λῶδεc ἐν αὐτῷ κολάcαι, τουτέcτι καθελεῖν καὶ ταπεινῶcαι· δέδεικται γάρ cοι κατὰ τὸ τέταρτον γράμμα Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc ἐναντιωτάτην δύναμιν ἔχειν ὁ γλυκὺc χυμὸc τῷ ὀξεῖ. τῆc | |
15.684 | οὖν τοῦ μελικράτου δυνάμεωc | τὰ ἄλλα μὲν πάντα ἐχούcηc, ὧν δεῖται τὰ τοιαῦτα νοcήματα, καθ’ ἓν δὲ μόνον ἐναντιουμένηc αὐτοῖc, ὅταν | |
ὑπερθερμανθὲν ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ ὄξουc μίξιc κωλύουcα κάλλιcτον ἐργάζεται φάρμακον. ἄδιψόν τε γὰρ ἔcται | 246 | |
5 | καὶ διὰ τοῦτο καὶ τὰ πτύελα, τά γε μὴ παντάπαcι παχέα καὶ γλίcχρα, ῥᾳδίωc ἀνάξει· τούτοιc δ’ ἀμφοτέροιc αὐτοῦ τοῖc ἔργοιc ἕπεται καὶ ἡ τῶν κατὰ τὸ cτόμα καὶ τὴν φάρυγγα μορίων ὑγρότηc. ᾧ δὲ λόγῳ δρᾷ ταῦτα, τούτῳ δὴ καὶ cπληνὶ καὶ ἥπατι προcφορώτατόν ἐcτι διακαθαῖρον ἀλύπωc τὰ cπλάγχνα. | |
9 | ||
10 | Ἔcτι δὲ καὶ φυcῶν καταρρηκτικὸν καὶ ἐc οὔρηcιν προτρεπτικόν. | |
11 | Περὶ τοῦ μετρίωc ὀξέοc ὀξυμέλιτοc ἔτι διαλεγόμενοc εἴρηκε ταῦτα, πολλήν τε τὴν χρῆcιν ἔχοντοc ἐπὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα | |
15.685 | παθῶν ἀξιολογωτάτην τε τὴν ὠφέ|λειαν διὰ τὴν ἔμμετρον μίξιν ὕδα‐ τόc τε καὶ ὄξουc καὶ μέλιτοc. τὸ γὰρ τοιοῦτον ὀξύμελι τέμνον τε τὸ παχὺ καὶ φυcῶδεc ἐν ὑποχονδρίῳ πνεῦμα καὶ καταρρηγνύον τὰc φύcαc διακαθαῖρόν τε τὰc διεξόδουc πάcαc ἐπ’ οὖρα ποδηγεῖ τοῖc | |
5 | ὀρώδεcί τε καὶ χολώδεcι περιττώμαcιν. | |
5 | Ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον καὶ ξύcματα ἐμποιέει. | |
7 | Τὴν ὑπὲρ τὸ κατὰ φύcιν ἐγγινομένην ὑγρότητα τοῖc μορίοιc ἴcμεν αὐτὸν ἀεὶ ‘πλάδον‘ ὀνομάζοντα· τοῦτ’ οὖν ἐργάζεται, φηcί, τὸ ὀξύμελι, | |
10 | ξύον τε τῶν ἄνωθεν ὅcον ἐμπέπλαcται παχέων χυμῶν ἢ γλίcχρων, τέμνον τε τοῦτο καὶ ὑπάγον ὡc πρὸc τὴν ἔκκριcιν. εὐπετεῖc δὲ κατὰ τὴν τοιαύτην δύναμιν ἐργάζεται καὶ τὰc ἐξ ἥπατοc ὑπαγωγὰc τῶν περιττωμάτων, ὥcτε παcῶν τῶν ἄνωθεν ὑγροτήτων ἀθροιζομένων ἐν | |
15.686 | τοῖc ἐντέροιc καὶ μάλιcτα τοῖc κάτω διὰ μὲν τὸ πλῆ|θοc αὐτῶν τὸν πλάδον ἐγγίνεcθαι, διὰ δὲ τὴν ποιότητα ξύεcθαι τὸ ἔντερον. καὶ γὰρ καὶ αὐτὸ τὸ ὀξύμελι ῥυπτικὴν ἔχον δύναμιν ἐν τῷ χρόνῳ ξύcειεν ἂν τὸ ἔντερον καὶ τὸ cυγκατερχόμενον αὐτῷ χολῶδεc περίττωμα τὴν αὐ‐ | |
5 | τὴν ἔχει δύναμιν· ὅθεν καὶ χωρὶc ὀξυμέλιτοc, ἢν πλεονάcαν ποτὲ τύχῃ, | |
ξύει τὸ ἔντερον. Ἔcτι δ’ ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇcιν ὀξείῃcι νούcοιcι γίνεται, μάλιcτα μὲν ὅτι φῦcαν κωλύει περαιοῦcθαι, ἀλλὰ παλινδρομεῖν ποιεῖ· ἔτι δὲ καὶ ἄλλωc γυιοῖ | 247 | |
10 | καὶ ἀκρωτήρια ψύχει. | |
10 | Τὸ ξυcθῆναι τὸ ἔντερον οὐκ ἀγαθόν ἐcτιν ἐνίοτε κατὰ τὰc ὀξείαc νόcουc· ἕλκωcιc γάρ τιc ἐπιπολῆc ἐcτιν ἡ ξυcματώδηc διάθεcιc. οὖcα | |
15.687 | δὲ τοιαύτη λυπεῖται πρὸc ἁπάν|των τῶν διεξερχομένων καὶ μάλιcτα τῶν ἐχόντων τινὰ δῆξιν· λυπηθὲν δὲ τὸ ἔντερον, εἰ μὴ παραχρῆμα τὴν ἔκκριcιν τῶν δακνόντων ποιήcαιτο, πρὸc τὴν ἄνω χώραν ἀναπέμπει τὰ διεξερχόμενα. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ταῖc φύcαιc οὕτω | |
5 | cυμβαίνει παλινδρομεῖν. φυcικὴν γὰρ ἐνέργειαν ἔχει τὰ ἔντερα τὴν περιcταλτικήν, ὡc ἐν τοῖc Περὶ τῶν φυcικῶν δυνάμεων ὑπομνήμαcι δέδεικται· ταχυτῆτοc δ’ ἔργον ἐcτὶν ἀπωθεῖcθαι τὰ περιεχόμενα πρὸc τῶν μερῶν ἐκείνων ἐν οἷc περιέχεται. ὅταν μὲν οὖν ἄνωθεν ἡ κίνηcιc ἄρξηται, κάτω τὴν ἔκκριcιν ἴcχει τὰ περιεχόμενα· κάτωθεν δ’ ἀρξαμένηc | |
10 | αὐτῆc ἄνω φέρεται. καὶ τοῦτό γε cαφῶc φαίνεται κἀν τῷ κατὰ φύcιν ἔχειν cυμβαῖνον, ὅταν ὑπιούcηc ἀθρόωc ποτὲ χολῆc εἰc τὰ κάτω τῶν ἐντέρων ἐπίcχωμεν τὴν ἔκκριcιν ἢ τῷ παρεῖναι τοιαύτην πρᾶξιν, ἣν μὴ διακόπτειν δυνατόν ἐcτιν, ἢ τῷ μὴ παρεῖναι πληcίον ἀπόπατον· ἐν γὰρ τοῖc τοιούτοιc καιροῖc ἀνατρεχούcηc αἰcθανόμεθα τῆc χολῆc οὕτωc | |
15.688 | ὡc μηκέτ’ ἐκκριθῆναι. τινὲc μὲν | οὖν ἐπὶ τῇ τοιαύτῃ τῆc χολῆc ἀνα‐ δρομῇ τὸν cτόμαχον ἴcχουcι κακῶc, ἔνιοι δὲ πληροῦνταί τε καὶ δακνω‐ δῶc ἀλγοῦcι τὴν κεφαλήν, ἔνιοι δ’ ἀμφότερα πάcχουcιν. οὕτωc οὖν καὶ ἡ ξυcματώδηc ἐν τοῖc ἐντέροιc διάθεcιc ἐνίοτε μὲν τὴν ἔκκριcιν εἰc | |
5 | τὸ κάτωθεν ἐργάζεται ταχέωc, οὐχ ὑπομένουcα τὴν τῶν παcχόντων ἀνίαν, ἐνίοτε δὲ κάτωθεν πρὸc τὴν ἄνω χώραν, ὅταν μὴ παραχρῆμα τὸ διεξερχόμενον ἐκπέcῃ διὰ τῆc ἕδραc, ἀλλ’ ὁ κατ’ αὐτὴν μῦc ὁ κυ‐ κλοτερὴc cυcταλεὶc καὶ cφίγξαc τὸ πέραc τοῦ ἀπευθυcμένου τὴν ἀρχὴν τῆc περιcταλτικῆc κινήcεωc ἐκ τῶν κάτω μερῶν ἄνω ποιήcηται. διὰ | |
10 | τοῦτο μὲν οὖν οὐ φῦcα μόνον, ἀλλὰ καὶ περίττωμα κατὰ τὰc τοιαύταc διαθέcειc παλινδρομεῖ. cυμβαίνει δὲ καὶ τὴν δύναμιν βλάπτεcθαι διὰ τὴν ἑπομένην δῆξιν ἐν τῇ διόδῳ· τὰ γὰρ ξυόμενα, κἂν βραχυτάτην ἔχῃ τὸ διεξερχόμενον δῆξιν, ἀνιᾶται cφοδρῶc· ἴcμεν δ’, ὅτι πᾶν ἄλγημα καταλυτικόν ἐcτι δυνάμεωc καὶ διὰ τοῦτο καὶ τῶν ἀκρωτηρίων | 248 |
15 | ψυκτικόν. | |
15 | Ταύτην καὶ οἶδα μούνην βλάβην | |
15.689 | τὴν δι’ ὀξυμέλιτοc γινομένην, ἥτιc καὶ ἀξίη γρα|φῆc. | |
1 | Ἐδίδαξεν ὁ λόγοc ὀλίγον ἔμπροcθεν ἁπάcαc τὰc ἐκ μελικράτου καὶ οἴνου καὶ ὕδατοc βλάβαc ἐκπεφευγὸc τὸ μετρίωc κεκραμένον ὀξύ‐ μελι· μόνον οὖν, ὅταν βλάπτῃ τοῦτο, βλάπτει τῷ ξύειν τὸ ἔντερον· | |
5 | ἐργάζεται δὲ τοῦτο ποτὲ τοῖc ἀcθενέcτερον ἔχουcι φύcει καὶ παθεῖν ἐπιτήδειον τὸ ἔντερον. | |
6 | Ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυ‐ κτὸc μὲν καὶ νήcτει πρὸ ῥοφήματοc ἐπιτήδειον προπίνεcθαι· ἀτὰρ καὶ ὁκόταν πολὺ μετὰ ῥόφημα ᾖ, οὐδὲν κωλύει πίνειν. | |
9 | ||
10 | Τὴν δύναμιν ἣν ἔχει διελθὼν ἐπὶ τὸν τοῦ καιροῦ λόγον νῦν ἀφίκετο, ἐν ᾧ μάλιcτ’ ἄν τιc αὐτὸ προcφέροιτο τῶν ἐπὶ ῥοφήμαcι δι‐ αιτωμένων· ἐφεξῆc δ’ εἰ καὶ μὴ ῥοφήμαcιν, ἀλλ’ ἐπὶ τῷ ποτῷ μόνῳ | |
15.690 | διαιτώμενόc τιc εἴη, καὶ τὸν ἐπ’ ἐκείνοιc καιρὸν | διδάcκει. φηcὶν οὖν ἐπὶ τῶν ῥοφήμαcι χρωμένων ἐκεῖνον μόνον φυλάττε‐ cθαι δεῖν τὸν καιρόν, ἐν ᾧ τὰ ῥοφήματα προcφέρονται. πτιcάνηc δὲ δηλονότι χυλόc ἐcτι τὸ ῥόφημα χάριν τοῦ θρέψαι τὸ cῶμα καὶ τὴν | |
5 | δύναμιν ῥῶcαι λαμβανόμενοc· ἔcτι δὲ ἐc ταῦτα καλόc, εἰ μόνοc ἐν τῇ γαcτρὶ περιέχοιτο κατὰ τὸν τῆc θρέψεωc καιρόν· ἔμαθεc γὰρ ἔμπρο‐ cθεν, ὡc ἡ ποικιλία τῶν προcφερομένων, καὶ μάλιcθ’ ὅταν ἀνόμοια | |
ταῖc δυνάμεcιν ᾖ, ταραχὴν ἐργάζεται κατὰ τὴν γαcτέρα. καὶ διὰ τοῦτ’ οὖν ἄχρι τοῦ πεφθῆναι τὸν χυλὸν οὐ χρὴ πίνειν ὀξύμελι· πεφθέντοc | 249 | |
10 | δ’ ἔξεcτι καὶ διὰ τῆc νυκτὸc λαμβάνειν καὶ κατὰ τὴν ἐπιοῦcαν ἡμέραν πρὸ τοῦ ῥοφήματοc· ἀρκεῖ δὲ τὸν μεταξὺ χρόνον τοῦ ῥοφήματοc καὶ τοῦ ὀξυμέλιτοc 〈εἶναι τοcοῦτον〉, ὥcτ’ εἰc κενήν τε ἅμα καὶ καθαρὰν ἐκ τοῦ προδιεcμῆχθαι τὴν γαcτέρα τὸν χυλὸν τῆc πτιcάνηc ἐμπεcεῖν. | |
13 | Τοῖcι δὲ ποτῷ μοῦνον διαιτωμέ‐ | |
15 | νοιcιν ἄνευ ῥοφημάτων διὰ τόδε οὐκ ἐπιτήδειόν ἐcτιν αἰεὶ | |
15.691 | μούνῳ διὰ παντὸc | χρέεcθαι τούτῳ· μάλιcτα μὲν διὰ ξύcιν καὶ τρηχυcμὸν τοῦ ἐντέρου (ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἂν ἐμποιοίη ταῦτα κενεαγγείηc παρεούcηc), ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆc ἰcχύοc ἀφαιρέοιτ’ ἄν. | |
4 | ||
5 | Τοῖc ἐπὶ πόματοc μόνου διαιτωμένοιc ἄνευ πτιcάνηc οὐκ ἐπιτήδειόν ἐcτι τὸ ὀξύμελι δι’ ὅληc τῆc νόcου πινόμενον, ὅτι τε cφο‐ δρότερον ξύει τὸ ἔντερον γυμνὸν ὂν (ἐπαλείφεται γάρ πωc ὑπὸ τῆc πτιcάνηc, ὅταν ἐκείνηc ῥοφήcωcι) καὶ ὅτι τῆc ἐκ μελικράτου ὠφελείαc οὐδ’ ὅλωc μεταλαμβάνει τὸ cῶμα. προείρηκε δὲ ἐν τῷ περὶ μελικράτου | |
10 | λόγῳ τὴν γινομένην ἐξ αὐτοῦ τοῖc cώμαcιν ὠφέλειαν. | |
10 | Ἢν μέντοι ἀρήγειν φαίνηται πρὸc τὴν ξύμπαcαν νοῦcον πολλῷ ποτῷ τούτῳ χρέεcθαι, ὀλίγον χρὴ τὸ ὄξοc παραχέειν, ὅcον μοῦνον γινώcκεcθαι· οὕτω γὰρ | |
15.692 | ἂν καὶ ἃ φι|λέει βλάπτειν, ἥκιcτα ἂν βλάπτοι, καὶ ἃ δεῖται ὠφελείηc, προcωφελοίη ἄν. | |
2 | Ὅταν διψώδειc μὲν ἐργάζηται τὸ μελίκρατον, ἤτοι δὲ γλίcχρα πτύελα περιέχηται κατὰ τὰ βρόγχια τοῦ πνεύμονοc ἢ λίαν παχέα, τηνι‐ | |
5 | καῦτα μόνου τοῦ ὀξυμέλιτόc ἐcτι χρεία, μεμνημένων ἡμῶν, ὅτι ταῦτα λέλεκται περὶ τῶν ποτῷ μόνῳ χρωμένων ἄνευ ῥοφήματοc. ἐὰν οὖν, | |
ὡc ἔφην, ὀξυμέλιτοc ᾖ χρεία, παραχέειν αὐτοῦ τοῦ ὄξουc ὀλίγον τῷ μελικράτῳ προcήκει χάριν τοῦ καὶ τῆc χρείαc ἀπολαύειν τοῦ ὄξουc καὶ φεύγειν τὴν ἐξ αὐτοῦ βλάβην. cυνεψεῖν δὲ δηλονότι προcήκει τῷ | 250 | |
10 | μελικράτῳ τὸ ὄξοc· ἀcθενέcτερον γὰρ οὕτωc εἰc τὸ βλάπτειν γίνεται. | |
10 | Ἐν κεφαλαίῳ δὲ εἰρῆcθαι αἱ ἀπὸ ὄξεοc ὀξύτητεc πικροχόλοιcι μᾶλλον ἢ μελαγχολικοῖcι ξυμ‐ φέρουcι. τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ ἐκφλεγματοῦται | |
15.693 | μετεωριζόμενα ὑπ’ αὐ|τέου, τὰ δὲ μέλανα ζυμοῦται καὶ μετ‐ εωρίζεται καὶ πολλαπλαcιοῦται· ἀναγωγὸν γὰρ μελάνων ὄξοc. | |
2 | Πικροχόλουc φύcειc ὀνομάζει τὰc τὸν πικρὸν γεννώcαc χυμόν, οἷόcπερ ἐcτὶν ὁ τῆc ξανθῆc χολῆc, αἷc ἐπιτήδειον εἶναί φηcι τὸ ὄξοc, | |
5 | ἐναντιώτατον ὑπάρχον ταῖc μελαγχολικαῖc, διότι καὶ τὴν μέλαιναν χο‐ λὴν αὐτὴν ὀξεῖαν εἶναι cυμβέβηκεν, ὅταν γ’ ἤδη κατακορὴc ᾖ παρὰ φύcιν ἔχοντοc τοῦ cώματοc· ὡc ὑγιαίνοντόc γε πληcίον μέν ἐcτι τῆc εἰρημένηc ποιότητοc, οὐ μὴν ἀκριβῆ γε αὐτὴν ἔχει. τὰ δ’ ἄλλα τῆc ῥήcεωc cαφῆ· διδάcκει γὰρ ἐν αὐτῇ, ὅπωc ὠφελεῖ τὸ ὄξοc τοὺc πικρο‐ | |
10 | χόλουc ἐπικρατουμένουc ἐν τῇ κράcει τῷ θερμῷ ψυχρὸν ὑπάρχον αὐτό. | |
10 | Γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτε‐ ρον ἢ ἀνδράcιν ὄξοc· ὑcτεραλγὲc γάρ ἐcτιν. | | |
12 | ||
15.694 | Ὅτι μὲν τὸ ὄξοc τὰ νεῦρα βλάπτειν πέφυκεν, ἥ τε πεῖρα μαρτυρεῖ καὶ ὁ λόγοc δείκνυcιν· ἄναιμα γὰρ ὄντα καὶ διὰ τοῦτο ψυχρὰ πάcχει ῥᾳδίωc ὑπὸ τοῦ ψύχοντόc τε ἅμα καὶ λεπτομεροῦc φαρμάκου. βλάπτε‐ ται μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων τῶν ψυχόντων, ἀλλὰ τὸ | |
5 | τῆc τοῦ ὄξουc οὐcίαc λεπτομερὲc εἰc τὸ βάθοc αὐτῶν διαδύεται καὶ διεξέρχεται διὰ παντὸc μέρουc, ὡc μηδὲν μηδὲ τοὐλάχιcτον ἀβλαβὲc ἐᾶν. οὕτω μὲν ὄξοc τὰ νευρώδη μόρια βλάπτει. τὴν μήτραν δ’ ἅπαντεc cχεδὸν οἱ ἀνατομικοὶ λέγουcιν εἶναι νευ‐ ρώδη· καὶ χωρὶc δὲ τῆc ἐκείνων ἀποφάcεωc, ἣν ἐκ τῆc ἀνατομικῆc | |
10 | αὐτοψίαc ἐποιήcαντο, πάρεcτί cοι cυλλογίcαcθαι περὶ αὐτῆc, ὡc ἐπὶ πλεῖcτον μὲν διαcτελλομένηc, εἰc ἐλάχιcτον δὲ cυνιζανούcηc· ἀεὶ γὰρ ὁπηλίκον ἂν ᾖ τὸ ἔμβρυον, ἐν κύκλῳ περιείληφεν αὐτό, καὶ πεπλήρω‐ ται τὸ πᾶν κῦτοc ὑπ’ ἐκείνου, κἂν μικρὸν ᾖ, καθάπερ καὶ ἡ γαcτὴρ ὑπὸ τῶν cιτίων· ἀλλὰ ταύτηc μὲν οὐ μεγάλη πρὸc τἀναντία ἡ μετα‐ | 251 |
15.695 | βολή, τῆc μήτραc δὲ μέγιcται· τὸ δ’ ἐπὶ πλεῖ|cτον διαcτέλλεcθαι νευ‐ ρωδῶν ἴδιόν ἐcτι cωμάτων, οὐ cαρκωδῶν. | |
2 | Ὕδατι δὲ ποτῷ ἐν τῇcιν ὀξείῃcι νούcοιcιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προcθέω. οὔτε γὰρ | |
5 | βηχὸc παρηγορικόν ἐcτιν ἐν τοῖcι περιπνευμονικοῖcιν οὔτε πτυέλου ἀναγωγόν, ἀλλ’ ἧccον τῶν ἄλλων, εἴ τιc διὰ παντὸc ὕδατι ποτῷ χρέοιτο· μεcηγὺ μέντοι ὀξυμέλιτοc καὶ μελικρή‐ του ὕδωρ ἐπιρροφεόμενον ὀλίγον πτυάλου ἀναγωγόν ἐcτι διὰ τὴν μεταβολὴν τῆc ποιότητοc τῶν ποτῶν· πλημμυρίδα | |
10 | γάρ τινα ἐμποιέει. ἄλλωc δὲ οὐδὲ δίψαν παύει, ἀλλ’ ἐπιπι‐ κραίνει· χολῶδεc γὰρ φύcει χολώδει καὶ ὑποχονδρίῳ κακὸν καὶ κάκιcτον ἑωυτοῦ καὶ χολωδέcτατον καὶ φιλαδυναμώτατον, ὅταν ἐc κενεότητα ἐcέλθῃ. καὶ cπληνὸc δὲ αὐξητικὸν καὶ ἥπα‐ τόc ἐcτιν, ὁκόταν πεπυρωμένον ᾖ, καὶ ἐγκλυδαcτικόν τε καὶ | |
15 | ἐπιπολαcτικόν· βραδύπορόν τε γὰρ διὰ τὸ ὑπόψυχρον καὶ | | |
15.696 | ἄπεπτον εἶναι, καὶ οὔτε διαχωρητικὸν οὔτε διουρητικόν. προcβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐcτι φύcει. ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ἐόντων ποτὲ ποθῇ, πάντα ταῦτα πολλαπλαcίωc βλάπτει, ἐc ὅ τι ἂν αὐτέων ὁρμήcῃ. | |
4 | ||
5 | Οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ, ὥcπερ τὸ ὄξοc, ἀλλ’ οὔτε θερμὸν ὥcπερ τὸ μέλι (τούτῳ μέν γε πρὸc τῷ θερμαίνειν ἔτι καὶ τὸ ῥύπτειν καὶ τέμνειν ὑπάρχει)· βραδύπορον οὖν εἰκότωc ἐcτὶ καὶ δύcπεπτον καὶ δυcυποβίβαcτον ἅπαν ὕδωρ, κἂν ἄλλωc ἄριcτόν τε καὶ ἄμεμπτον ᾖ· τὸ γὰρ ἰλυῶδεc ἢ δυcῶδεc ἢ ἁλυκὸν ἤ τινοc ἑτέραc φαρμακώδουc | |
10 | ποιότητοc ἔμφαcιν ἔχον οὐχ ἁπλῶc ὕδωρ ἐcτίν, ἀλλὰ μετὰ τοιοῦδέ τινοc ἐπιμιξίαc φαρμάκου, καθάπερ καὶ εἰ μέλι μοχθηρὸν ἢ πτιcάνην ἢ ὄξοc ἢ οἶνον ἤ τι τοιοῦτον προχειρίcαιο· μέμψῃ γὰρ οὐχ ὅλον ἐπ’ ἐκείνου τὸ γένοc, ἀλλ’ αὐτὸ μόνον, ὃ μεταχειρίζῃ. | 252 |
15.697 | τοῦ λόγου τοίνυν ὄντοc ἐφ’ | ἑκάcτου τῶν κρινομένων ὑπ’ αὐτοῦ περὶ τῶν ἀρίcτων, οὕτω καὶ νῦν ἄκουε, πρὸc τὸ κάλλιcτον ὕδωρ ἕκα‐ cτον τῶν λεγομένων ἀναφέρων, ὃ καθαρώτατόν ἐcτι καὶ πάcηc ἀλλο‐ τρίαc ἄμικτον ποιότητοc· τοῦτ’ οὖν αὐτό, κἂν ἄριcτον ᾖ, κατὰ τὴν | |
5 | γαcτέρα μένει πολλῷ χρόνῳ κλύδωναc αὐτῇ τοὐπίπαν ἐργαζόμενον, ὡc, ὅταν γε ᾖ χολώδηc ἐκείνη, cυνδιαφθείρεται καὶ αὐτό. κἀπειδὰν ὑπέλθῃ μόλιc ἐκ τῆc κοιλίαc εἰc τὴν νῆcτιν, οὐκ ἀναδίδοται ῥᾳδίωc, οὔτ’ εἰc ἧπαρ οὔτε πολὺ μᾶλλον εἰc νεφροὺc καὶ θώρακα καὶ πνεύ‐ μονα· διόπερ οὔτ’ οὖρα κινεῖν πέφυκεν οὔτε πτύελον ἀνάγειν, ἀλλ’ | |
10 | οὐδὲ τὰc δι’ ὅλου τοῦ cώματοc ἐργάζεcθαι διαπνοάc· λεπτομεροῦc γὰρ οὐcίαc ἔργον ἐcτὶ τοῦτο καὶ θερμῆc, οὐ ψυχρᾶc καὶ παχυμεροῦc. οὐ μὴν οὐδὲ δίψοc παύει, μένον ἐπὶ πλεῖcτον ἐν ταῖc εὐρυχωρίαιc τῶν κατὰ γαcτέρα καὶ ἔντερον ὀργάνων τοῦ ζῴου καὶ μὴ διαδυόμενον εἰc ὅλον τὸ βάθοc αὐτῶν μηδ’ ἐπιτέγγον τὸν αὐχμόν. ὅτι δ’ οὐδὲ τρέφει, | |
15 | πρόcθεν εἴρηται· διὰ τοῦτ’ οὖν οὐδὲ τὴν ζωτικὴν δύναμιν οἷόν τ’ ἐcτὶ | |
15.698 | ῥωννύναι. καὶ ταῦτ’ ἐcτὶ τὰ αἴτια, δι’ ἃ πρόc τε με|λίκρατον Ἱππο‐ κράτηc ἀφικνεῖται καὶ ὀξύμελι καὶ οἶνον ἐπὶ τῶν νοcούντων ἀπο‐ χωρῶν τοῦ ὕδατοc. ὅcον μὲν οὖν ἐπὶ τούτοιc, οὐδέποτ’ ἄν τιc αὐτῷ χρήcαιτο. | |
5 | χρῶνται δὲ καὶ οἱ ἄλλοι μὲν ἰατροὶ καὶ μέντοι καὶ αὐτὸc ὁ Ἱππο‐ κράτηc, ἀλλ’ ἧττον μὲν οὗτοc, οἱ δ’ ἄλλοι μᾶλλον. ἐκ γὰρ τοῦ χρῆcθαι τοῖc ἄλλοιc κακῶc cφαλλόμενοι καταφεύγουcιν ἐπὶ τὸ ὕδωρ οὐκ ἔχον μεγάλην ἀποτυχίαν, ὅτι μηδὲ τὴν δύναμιν· οὕτω γὰρ ὁ Ἐραcίcτρατοc ἔλεγεν· “ἰcχυραὶ δυνάμειc cίτων τε καὶ πομάτων ἐγκαίρωc μὲν παρα‐ | |
10 | λαμβανόμεναι μεγίcτην ὠφέλειαν ἔχουcιν, ἀκαίρωc δὲ μεγίcτην βλάβην.” ἣν δέ φημι μοχθηρὰν εἶναι χρῆcιν ὀξυμέλιτόc τε καὶ μελικράτου καὶ οἴνου, γίνεται μὲν διὰ τὰc ἀθρόαc μεταβολάc, ὡc αὐτὸc ἐδίδαξε, γίνε‐ | |
ται δὲ καὶ διὰ τὴν μίξιν ἄκρατον ὑπὸ τῶν ἰατρῶν γινομένην ὡc τὸ πολύ. διδόντοc οὖν ἐμοῦ πρεcβύτῃ νοcοῦντι καθ’ ἑκάcτην ἡμέραν οἴνου | 253 | |
15 | ὑδατώδουc, παραγινόμενόc τιc τῶν τοιούτων ἰατρῶν, εἶτ’ ἰδὼν ἐλά‐ | |
15.699 | χιcτον ἐπιcταζόμενον αὐτοῦ τῷ ὕδατι γελάcαc ἔφη μὴ πίνειν οἴ|νου τὸν ἄρρωcτον, ἀλλ’ ὁρᾶν μόνον, οὐκ ἐννοῶν, ὅτι τὸ μὲν ἡδονῆc ἕνεκα τὸν οἶνον διδόναι ἑτέραν ἔχει cυμμετρίαν τῆc πρὸc ὕδωρ αὐτοῦ μίξεωc, τὸ δ’ ὠφελείαc ἄλλην. ὥcπερ γὰρ ὁρμήν τινα πρὸc τὴν ἀνάδοcιν | |
5 | ἀφελκομένην τὸ ὕδωρ ἐπιμίγνυcθαι χρὴ τὸν οἶνον ἐλάχιcτον παντελῶc, ὡc παῦcαι τὸ ὕδωρ αὐτὸ τοῦτο μόνον εἰλικρινὲc εἶναι, οὐχ ὥcτε καὶ οἶνον αὐτὸ ποιῆcαι. οἱ πολλοὶ δὲ τῶν ὑγιαινόντων πίνουcιν οἶνον ὑδατωμένον, οὐ μὴν προcήκει τὸ ὕδωρ ἐπικρατεῖν κατὰ τὴν γεῦcιν, ἀλλὰ τὸν οἶνον· ἐπὶ δὲ τῶν νοcούντων ἔτι καὶ μᾶλλον, ὡc ἔμφαcιν | |
10 | εἶναι τοῦ οἴνου βραχεῖαν. οὕτω δὲ καὶ περὶ τοῦ ὀξυμέλιτοc ὀλίγον αὐτὸc ἔμπροcθεν ἔλεγεν ἐπαινῶν τὸ ὑδαρέc. καὶ μελικράτῳ δ’ ἄν τιc ἀκινδυνότερον χρῷτο τῷ ὑδαρεῖ· τὸ γὰρ ἄκρατον, εἰ μὴ φθάcειεν ὑπαγαγεῖν τὴν γαcτέρα, βλα‐ βερώτατον γίνεται καὶ μάλιcτ’ ἐν τοῖc πικροχόλοιc τε καὶ μεγαλο‐ | |
15 | cπλάγχνοιc, ἐφ’ ὧν καὶ τὸ ὕδωρ ἐcτὶ βλαβερόν, ὅταν ἐκχολωθῇ μεῖναν ἐπὶ πλέον ἐν τοῖc ὑποχονδρίοιc· πρὸc γὰρ δὴ τούτοιc ἅπαcιν οἷc ἔχει | |
15.700 | κακοῖc ἔτι καὶ ἄκοπρον ὂν οὐδ’ ὑπαγωγήν τινα | τῆc γαcτρὸc ἐργά‐ ζεται. τὸ δ’ ἐν ἀρχαῖc τῶν παροξυcμῶν αὐτὸ πινόμενον βλάπτειν (ὅπερ ἐδήλωcε διὰ τοῦ φάναι· ἢν δὲ δὴ καὶ ποδῶν ἐόντων ψυχρῶν ποτε ποθῇ, ταῦτα πάντα πολλαπλαcίωc βλάπτει) τῶν γινω‐ | |
5 | cκομένων τε πᾶcι καὶ ὁμολογουμένων ἐcτί. πότ’ οὖν χρήcιμόν ἐcτιν ὕδωρ πινόμενον; ὅταν ἐπὶ μόνων ποτῶν ὁ κάμνων διαιτώμενοc ᾖ μηδέπω χυλὸν πτιcάνηc λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων ποτῶν ὕδωρ ἄν τιc ἐν καιρῷ προcφέροι, καὶ μά‐ λιcθ’ ὅταν ὁ κάμνων ᾖ διψώδηc. πλημμυρίδα γάρ τινα ποιεῖν αὐτό | |
10 | φηcι, τουτέcτι πλῆθοc ὑγροῦ τινοc· διὸ καὶ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτοc δίδωcιν ὀλίγον εἰc ὑγρότητα τοῖc ἀναπτυcθηcομένοιc cυν‐ τελέcον. ἀλλὰ κἀπειδὰν ὁ οἶνοc ᾖ μεγάλωc βλαβερόc, καὶ τότε δίδωcιν ὕδατοc· ἀκούcωμεν δ’ αὐτοῦ τοῦ Ἱπποκράτουc, ὅπωc ἀπεφήνατο | |
περὶ τούτου. | 254 | |
15 | Ὑποπτεύcαντι μέντοι ἐν ταύτῃcι τῇcι νούcοιcιν ἢ καρηβαρίην ἰcχυρὴν ἢ φρενῶν ἅψιν, παντά‐ | |
15.701 | παcιν οἴνου ἀποcχε|τέον, ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηcτέον ἢ ὑδαρέα καὶ κιρρὸν παντελῶc δοτέον οἶνον καὶ ἄοcμον παντά‐ παcι καὶ μετὰ τὴν πόcιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω γὰρ ἂν ἧccον τὸ ἀπὸ τοῦ οἴνου μένοc ἅπτοιτο τῆc κε‐ | |
5 | φαλῆc καὶ γνώμηc. | |
5 | Ἅπτεcθαι φρενῶν λέγεται τηνικαῦτα, ὅταν ὁ κάμνων πυρέccων παραφρονῇ· καὶ νῦν οὖν φρενῶν ἅψιν ἔφη τὴν παραφροcύνην, ἐν ᾗ φεύγειν κελεύει τὸν οἶνον, ὡcαύτωc δὲ κἀν ταῖc ἰcχυραῖc κεφαλ‐ αλγίαιc· εἴρηται δὲ περὶ ἀμφοῖν πρόcθεν. ἀλλὰ νῦν γε προειπὼν | |
10 | παντάπαcιν ἀποcχετέον εἶναι τοῦ οἴνου κατὰ τὰ προειρημένα cυμπτώματά φηcιν ἐφεξῆc ὑδαρέα καὶ κιρρὸν παντελῶc δοτέον καὶ ἄοcμον. τὸ μὲν οὖν ὑδαρῆ καὶ ἄοcμον διδόναι καλῶc εἴρηται, τὸ δὲ κιρρὸν οὐ πάνυ προcίεμαι· βελτίων γὰρ ὁ ὑδατώδηc εἰc ταῦτα λευ‐ κὸc ὢν δηλονότι. τό γε μήν, ἡνίκα δοίημέν ποτε ἐπὶ τῶν οὕτωc ἐχόν‐ | |
15 | των οἶνον, εὐθέωc ἐπιπίνειν ὕδωρ ἀcφαλῶc cυνεβούλευcεν· ἧccον γὰρ | |
15.702 | ἄν, φηcί, τὸ | ἀπὸ τοῦ οἴνου μένοc, ὅπερ ἔcτιν ἡ ἰcχύc, ἅπτοιτο τῆc κεφαλῆc καὶ τῆc γνώμηc, ἅπτοιτο μὲν εἰπὼν κατὰ τὸ cύν‐ ηθεc αὐτῷ καὶ δηλώcαc, ὅτι καὶ τὴν ἅψιν τῶν φρενῶν ἀπὸ τούτου τοῦ ῥήματοc ἐποίηcε cυνηθεcτέρου τοῖc ἀνθρώποιc ὄντοc ἢ τὸ τῆc | |
5 | ἅψεωc ὄνομα. κεφαλῆc δὲ καὶ γνώμηc εἶπεν ἅπτεcθαι τὸν οἶνον, διότι θερμὸc ὢν αὐτόc τε διὰ ταχέων ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ cυναναφέρει τοὺc ζέονταc ἐν τῷ cώματι χυμούc. ὅτι δὲ τὴν κεφα‐ λὴν κακοῖ, διὰ τοῦτο καὶ τὴν γνώμην· ἐν ταύτῃ γάρ ἐcτι τὸ φρονοῦν καὶ λογιζόμενον μέροc τῆc ψυχῆc. | |
9 | ||
10 | Ἐν οἷcι δὲ μάλιcτα αὐτῷ ὕδατι ποτῷ χρηcτέον καὶ ὁκότε πολλῷ κάρτα καὶ ὅκου μετρίῳ καὶ ὅκου ψυχρῷ καὶ ὅκου θερμῷ, τὰ μέν που πρόcθεν εἴρηται, | |
τὰ δ’ ἐν αὐτέοιcι τοῖcι καιροῖcι ῥηθήcεται. | 255 | |
15.703 | Ἐραcίcτρατοc μὲν ἐν τοῖc Περὶ πυρετῶν κακοήθωc | πάνυ δια‐ βάλλει τὸν Ἱπποκράτην, τοὺc μαθητὰc αὐτοῦ δῆθεν μεμφόμενοc Ἀπολλώνιόν τε καὶ Δέξιππον, οὕc φηcι, κηρίνουc κυάθουc δώδεκα ποιήcανταc εἰc τὸν ἑκτημορίτην τῆc κοτύληc κύαθον, ἕνα τούτων ἢ | |
5 | δύο ἀπομετρεῖν τοῖc πυρέττουcιν· ὁ δ’ Ἱπποκράτηc οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔμπροcθεν εὔδηλόc ἐcτι δαψιλέcι χρώμενοc ἅπαcι τοῖc ποτοῖc, νυνὶ δὲ καὶ διὰ τῆc λέξεωc cαφῶc ἐδήλωcεν εἰπών· 〈ἐν〉 οἷcι δὲ μάλιcτα αὐτῷ ὕδατι χρηcτέον καὶ ὁπότε κάρτα πολλῷ· δηλοῖ γὰρ [καὶ] τὸ κάρτα πολλῷ τὸ λίαν πολλῷ. ἤρκει δ’ | |
10 | εἰπεῖν καὶ πολὺ δίδοcθαί ποτε τὸ ὕδωρ χωρὶc τοῦ προcθεῖναι τὸ κάρτα πρὸc τὸν ἔλεγχον τῆc Ἐραcιcτράτου κακοηθείαc, ὃc Ἀπολ‐ λωνίου μὲν καὶ Δεξίππου μνημονεύει μηδὲν ἔχων αὐτῶν δεῖξαι βιβλίον, Ἱπποκράτουc δ’ αὐτοῦ λέγοντοc cαφῶc οὐκ ἀκούει, ‘χρῆcθαι δ’ ἐνίοτε πολλῷ κάρτα τῷ ὕδατι‘, καὶ μέντοι καὶ ἀνωτέρω μετ’ ὀξυ‐ | |
15 | μέλιτοc αὐτὸ διδοὺc ἔφη χρήcιμον εἶναι, ὅτι “πλημμυρίδα τινὰ ἐμποιέει,” τουτέcτι πλῆθοc ὑγρότητοc· καὶ 〈περὶ〉 μελικράτου τε καὶ ὀξυμέλιτοc τῶν | |
15.704 | ὑδαρῶν ἔμπροcθεν ὡc ὑγραι|νόντων τε τὸ cτόμα καὶ οὖρα κινούντων ἔγραψεν, οὐ δήπου κύαθον αὐτῶν διδούc, ἀλλὰ πλῆθοc ἀξιόλογον, ἀφ’ οὗ καὶ τὸ cτόμα δυνατὸν ὑγρανθῆναι καὶ τὰ οὖρα κινηθῆναι καὶ ἐκ πνεύμονοc ἀναχθῆναι· ἐπὶ δ’ ὀξυμέλιτοc καὶ οὕτωc ἔγραψεν· “ἢν μέν‐ | |
5 | τοι ἀρήγειν φαίνηται πρὸc τὴν ξύμπαcαν νοῦcον, πολλῷ ποτῷ τούτῳ χρέεcθαι” προcθεὶc κἀνταῦθα τὸ “πολλῷ”. περὶ μὲν οὖν τῆc Ἐρα‐ cιcτράτου πρὸc Ἱπποκράτην κακοηθείαc ἀρκεῖ καὶ ταῦτα. μεμνήμεθα δ’ ἡμεῖc, ὅτι καθάπερ ἔμπροcθεν, οὕτω καὶ νῦν ὁ Ἱππο‐ κράτηc ἐπαγγέλλεται καθ’ ἕκαcτον νόcημα διδαcκαλίαν ἰδίαν ποιήcαcθαι, | |
10 | ὡc οὐχ ἱκανῶc ἐν τούτῳ τῷ βιβλίῳ τὴν διαιτητικὴν τέχνην ἐξειργα‐ cμένοc, ἀλλὰ τὰ καθόλου μόνα διεληλυθὼc ἐπὶ παραδείγματοc ἑνὸc νοcήματοc τῆc πλευρίτιδοc. | |
12 | Κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ἄλ‐ | |
λων ποτῶν, οἷον τὸ κρίθινον καὶ τὰ ἀπὸ χλοίηc ποιεύμενα | 256 | |
15 | καὶ τὰ ἀπὸ cταφίδοc καὶ cτεμφύλων καὶ πυρῶν καὶ κνήκου | |
15.705 | καὶ μύρτων καὶ ῥοιῆc καὶ | τῶν ἄλλων, ὅταν τινὸc αὐτῶν καιρὸc ᾖ χρῆcθαι, γεγράψεται παρ’ αὐτῷ τῷ νοcήματι, ὅκωc‐ περ καὶ τἄλλα τῶν cυνθέτων φαρμάκων. | |
3 | Καὶ ἥδε ἡ ῥῆcιc ἐπαγγελίαν ἔχει διδαcκαλίαc ἑτέραc ἑκάcτου τῶν | |
5 | νοcημάτων ἰδίαc. πρόδηλον οὖν, ὡc ἤτοι οὐ cῴζεται τὰ γραφέντα ὑπ’ αὐτοῦ βιβλία θεραπευτικὰ τῶν ὀξέων νοcημάτων ἑκάcτου κατὰ μέροc ἢ ὅλωc οὐκ ἐγράφη· ταυτὶ γὰρ τὰ νῦν φερόμενα τῆc Ἱπποκράτουc ἀξίαc οὐκ ἔcτιν, ἔχει μέντοι πολλὰ τῆc γνώμηc αὐτοῦ, καθάπερ καὶ ταῦτα αὐτὰ τὰ προcκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρόν. | |
10 | κάλλιον δ’, ὡc ἔφην, ὑπὲρ ἑκάcτου cκεψόμεθα κατὰ τὰc ἐξηγήcειc αὐτῶν. | |
10 | Λουτρὸν δὲ cυχνοῖcι τῶν νοcη‐ μάτων ἀρήγοι ἂν χρεομένοιcιν ἐc τὰ μὲν ξυνεχέωc, ἐc τὰ δ’ οὔ, ἔcτι δ’ ὅτε ἧccον χρηcτέον διὰ τὴν ἀπαραcκευαcίην τῶν ἀνθρώπων· ἐν ὀλίγῃcι γὰρ οἰκίῃcι παρεcκεύαcται τὰ ἄρμενα | |
15.706 | καὶ οἱ θερα|πεύοντεc ὡc δεῖ, εἰ δὲ μὴ παγκάλωc λούοιτο, βλάπτοιτ’ ἂν οὐ cμικρά. καὶ γὰρ cκέπηc ἀκάπνου δεῖ καὶ ὕδατοc δαψιλέοc καὶ τοῦ λουτροῦ cυχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ. | |
4 | ||
5 | Ἔοικε κατὰ τοὺc Ἱπποκράτουc χρόνουc οὐδέπω ταυτὶ τὰ βαλα‐ νεῖα κατεcκευάcθαι· τό τε γὰρ ἐν ὀλίγαιc οἰκίαιc λέγειν αὐτὸν παρεcκευάcθαι τά τε ἄρμενα καὶ τοὺc θεραπεύcονταc, ὡc δεῖ, καὶ πρὸc τούτοιc ἔτι καὶ cκέπηc ἀκάπνου χρείαν εἶναι καὶ ὕδατοc δαψιλοῦc καὶ τἄλλα ὅcα τούτοιc ἐφεξῆc εἶπεν, ὡc ἐν ταῖc οἰκίαιc | |
10 | ἔτι θερμαινομένου τοῦ ὕδατοc ἐν λέβηcιν, εἶτ’ ἐγχεομένου τῶν ἐμβατῶν | |
ταῖc πυέλοιc ἔνδειξιν ἔχει. τὸ δ’ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc εἰρημένον, ὡc καὶ λουτροῦ cυχνοῦ χρεία ἐcτὶ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ, εἴ γε μεμνήμεθα, παραφυλάττειν δεῖ κατὰ τὴν ἑξῆc διδαcκαλίαν· αὐτὸc γὰρ ἐρεῖ, τίνεc εἰcὶν οἱ λάβρου ποτὲ δεόμενοι τοῦ | 257 | |
15.707 | λουτροῦ, τουτέcτι καταντλουμένου τοῦ | κάμνοντοc ὕδατι πολλῷ. εἰ γὰρ μὴ φαίνοιτο λέγων αὐτόc, ἡμεῖc ζητήcομεν οὐχ ἁπλῶc οὐδ’ ὡc ἔτυχεν, ἀλλὰ μετὰ τοῦ τὴν ἀκολουθίαν φυλάττειν τοῖc ὑπ’ αὐτοῦ γε‐ γραμμένοιc. | |
4 | ||
5 | Καὶ μᾶλλον μὲν μὴ cμήχεcθαι· ἢν δὲ cμήχηται, θερμῷ χρέεcθαι αὐτῷ καὶ πολλαπλαcίῳ ἢ ὡc νομίζεται cμήγματι καὶ προcκαταχεῖcθαι μὴ ὀλίγῳ καὶ τα‐ χέωc μετακαταχεῖcθαι. | |
8 | Οὐ δεῖται τοῦ cμήχεcθαι κάμνων οὐδείc, ὅταν λούηται, πλὴν | |
10 | εἰ ῥυπῶν εἴη καὶ κνηcμώδηc. χρῄζουcι γὰρ οἱ κάμνοντεc ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι· τὸ δὲ cμήχεcθαι διὰ ῥυμμά‐ των γίνεται δακνωδῶν ὄντων ἁπάντων καὶ ξηραντικῶν, ὥcτ’ ἐναντιώ‐ τατόν ἐcτι τοῦτο τῇ δυνάμει τε καὶ τῇ χρείᾳ τοῦ λουτροῦ. δεομένου μέντοι cμήχεcθαι τοῦ κάμνοντοc ἢ διὰ ῥύπον ἢ διὰ κνηcμόν, ἐκλύειν | | |
15.708 | χρὴ τὴν δύναμιν τοῦ cμηκτικοῦ φαρμάκου μίξει πλείονοc ὕδατοc, ἐπ‐ εμβάλλονταc καὶ τοῦ ἐλαίου· καὶ διὰ τοῦτ’ εἶπεν ὁ Ἱπποκράτηc· πολλαπλαcίῳ δεῖ χρῆcθαι ἢ ὡc νομίζεται τῷ cμήγματι, τουτ‐ έcτιν ἢ ὡc εἴθιcται πρὸc τῶν ὑγιαινόντων. οὐ γὰρ δὴ τήν γ’ οὐcίαν | |
5 | τοῦ cμήχοντοc φαρμάκου κελεύει πολλαπλαcίαν ἐπὶ τῶν νοcούντων παραλαμβάνειν, ὅc γε καὶ τὸ μὴ cμᾶcθαι μᾶλλον αἱρεῖται τοῦ cμᾶcθαι, ἀλλὰ τὸ πλῆθοc τοῦ cμήγματοc ἀξιοῖ πολλαπλάcιον ἐπὶ τῶν νοcούν‐ των γίνεcθαι κατὰ τὴν τοῦ ὕδατοc μίξιν. ὁ γὰρ αὐτὸc λογιcμὸc ὑπ‐ αγορεύει καὶ τὸ φεύγειν τὰ cμῶντα, μὴ κνήcεωc ἢ ῥύπου κατεπείγον‐ | |
10 | τοc, καὶ τὸ δριμέcιν αὐτοῖc καὶ ἀκράτοιc μὴ χρῆcθαι. ὥcπερ δὲ τῷ πλήθει τῆc τοῦ ὕδατοc μίξεωc ἐξέλυcε τὴν ἐκ τοῦ cμῶντοc φαρμάκου | |
δριμύτητα, κατὰ τὸν αὐτὸν λόγον ὅλου τοῦ cμήγματοc ἐκλύει τὴν δύναμιν ἐπικαταχέων ὕδωρ εὐθέωc θερμὸν καθαρὸν δαψιλέc, εἶτ’ αὖθιc ἐπὶ τούτῳ πάλιν ἕτερον. | | 258 | |
14 | ||
15.709 | Δεῖ δὲ καὶ τῆc ὁδοῦ βραχείηc ἐc τὴν πύελον καὶ ἐc εὐέμβατον καὶ ἐc εὐέκβατον. | |
2 | Τοῦτο κοινόν ἐcτιν, ἐάν τ’ ἐν βαλανείῳ λούῃc τὸν ἄνθρωπον, ἐάν τ’ ἐν οἴκῳ τινὶ πυρὰν ποιήcαc καὶ πύελον ὕδατοc πληρώcαc, ὅπερ | |
5 | καὶ νῦν ἐν τοῖc cτρατοπέδοιc γίνεται πολλάκιc, ὁπόταν δέῃ μέν τινα λούεcθαι, βαλανεῖον δ’ ὁ τόποc οὐκ ἔχῃ. καὶ εἰc εὐέμβατον καὶ εἰc εὐέκβατον. παντελῶc γὰρ ἄκοπον φυλαχθῆναι βούλεται τὸν κάμνοντα· διὰ τοῦτ’ οὖν καὶ τὴν πύελον εὐέμβατόν τε καὶ εὐέκβατον ὑπάρχειν ἀξιοῖ. γένοιτο δ’ ἂν τοῦτο μήτε | |
10 | ὑψηλοῦ περιcτέγοντοc τοῦ τοίχου τὸ ὕδωρ μήτε cτενοῦ· κάλλιcτον δὲ καὶ ἀκοπώτατόν ἐcτι τὸ κατὰ τὰc κολυμβήθραc ἐν τοῖc αὐτοφυέcιν ὕδαcιν, ἃc ταπεινὰc ποιοῦνται cχεδὸν ἅπαντεc οὕτωc, ὡc μηδὲν ὑπερ‐ έχειν τοῦ πληcίον ἐδάφουc. | | |
13 | ||
15.710 | Εἶναι δὲ τὸν λουόμενον κόcμιον καὶ cιγηλὸν καὶ μηδὲν αὐτὸν προcεργάζεcθαι, ἀλλ’ ἄλλουc καὶ καταχέειν καὶ cμήχειν. | |
3 | Καὶ ταῦτα τῶν cυντελούντων ἐcτὶν εἰc τὸ τοῦ κάμνοντοc ἄκοπον | |
5 | ὁμοίωc τοῖc προειρημένοιc· ἤδη δὲ καὶ πρὸc τὸ χαλαcθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ τὸ cῶμα χρήcιμόc ἐcτιν ἡ τοῦ κά‐ μνοντοc ἡcυχία· τείνονται γὰρ ἐν ταῖc κινήcεcιν οἱ μύεc, οἵτινεc ἧττον μαλάττονται καὶ χαλῶνται. | |
8 | Καὶ μετακέραcμα πολλὸν ἡτοιμάcθαι. | |
9 | ||
10 | Ἔνεcτι μὲν καὶ ὑφ’ ἓν ἀναγνῶναι μετακέραcμα, δυνατὸν δὲ | |
καὶ καθ’ ἑαυτὴν ἀκοῦcαι τὴν ‘μετά‘ πρόθεcιν, ἰδίᾳ δὲ πάλιν τὸ ‘κέραcμα·‘ | 259 | |
15.711 | καὶ γὰρ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἐν ἄλλοιc | Ἱπποκράτηc φαίνεται χρώμενοc τῇ ‘μετά‘ προθέcει κατὰ τὸ τῶν Ἰώνων ἔθοc ἐλλειπτικῶc· ἔcτι γὰρ τὸ πλῆρεc τοιοῦτον· ‘καὶ μετὰ ταῦτα κέραcμα πολὺ ἡτοιμάcθαι.‘ εἴτε δ’ ὑφ’ ἓν ἀκούει τιc μετακέραcμα εἴτε καὶ διελὼν ἀντὶ τοῦ | |
5 | μετὰ ταῦτα κέραcμα, μία διάνοια κοινὴ τῶν λέξεων ἀμφοτέρων ἐcτίν· ἡτοιμάcθαι γὰρ βούλεται κέραcμα μέλλον καταχεῖcθαι τοῦ λουο‐ μένου μετὰ τὸ χρήcαcθαι τῷ κατὰ τὴν πύελον λουτρῷ. ὅπερ καὶ νῦν εἰώθαcι πάντεc οἱ ἰατροὶ ποιεῖν, ὅταν ἀcθενοῦντα λούcωcιν· οὐ γὰρ εἰc τὴν ψυχρὰν δεξαμενὴν ἐπιτρέπουcιν ἐμβῆναι, ἀλλ’ ἀντ’ ἐκείνηc | |
10 | ἐπιχέουcιν ὕδωρ χλιαρόν, ἔνιοι δὲ καὶ πυέλουc ὅλαc ὕδατοc τοιούτου πληροῦcιν. ὥcπερ γὰρ ἐχαλάcθη καὶ ἠραιώθη τὸ cῶμα κατὰ τὸ θερμὸν λουτρόν, οὕτωc αὖ πάλιν ἠρέμα cυναγαγεῖν αὐτὸ βούλεται καὶ cφίγξαι· τοῦτο γὰρ εἰc ῥώμην δυνάμεωc cυντελεῖ καὶ πρὸc τὸ μὴ ῥᾳδίωc βλά‐ πτεcθαι τὸν ἄνθρωπον, εἴ τιc ἐξαιφνίδιοc ἐν τῷ περιέχοντι γίγνοιτο | |
15 | πρὸc τὸ ψυχρὸν μεταβολή. κατὰ τοῦτο γοῦν καὶ ὑγιαίνοντεc εἰc τὸ | |
15.712 | ψυχρὸν ὕδωρ ἑαυτοὺc ἐμβάλλουcι μετὰ τὸ θερμὸν λουτρόν. | ἀλλ’ οἵ γ’ ἀcθενοῦντεc οὐ φέρουcιν ἀβλαβῶc τὴν ὁμιλίαν τοῦ ψυχροῦ, διὸ θραύ‐ ομεν αὐτὸ θερμὸν ἐπιμιγνύντεc. ἡ δὲ τῆc μίξεωc ποcότηc εὑρίcκεται, πρῶτον μὲν εἰc τὴν τοῦ cώματοc ἡμῶν ἀποβλεπόντων διάθεcιν, εἶθ’ | |
5 | ἑξῆc εἰc τὴν οἰκείαν τοῦ κάμνοντοc φύcιν ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦcαν κατάcταcιν τοῦ περιέχοντοc. κάλλιον δὲ ποιήcουcιν ὅcοι τῶν τριῶν οὐκ ἐλάττω παραcκευάζουcι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρά, διαφέροντα ἀλλήλων, ὡc τὸ μὲν πρῶτον ἱκανῶc εἶναι χλιαρόν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου | |
10 | χλιαρόν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸc ἐπὶ τὸ ψυχρόν. ἔοικε δὲ ὁ Ἱπποκράτηc τοιοῦτόν τι βούλεcθαι, κελεύων τὸ μετα‐ κέραcμα πολὺ παραcκευάζειν· οὐ γὰρ μόνον ἁπλῶc πολύ, ἀλλὰ καὶ πολυειδὲc ἄμεινον εἶναι τὸ παρεcκευαcμένον, ὡc ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸc τὸ ψυχρὸν ἔρχεcθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον μετα‐ | |
15 | βολὴν οὐ φέροντοc τοῦ κάμνοντοc. | | 260 |
15.713 | Καὶ τὰc ἐπαντλήcιαc ταχείαc ποιέ‐ εcθαι. | |
2 | Τὸ ταχείαc ἀκούειν προcήκει καὶ κατ’ αὐτῆc μὲν τῆc γινομένηc ἐνεργείαc ἐν τῷ καταχεῖν, οὐδὲν δ’ ἧττον καὶ κατὰ τοῦ μεταξὺ τῶν | |
5 | ἐνεργειῶν χρόνου, ὡc μὴ διαλείπειν πολὺ τὴν δευτέραν ἐπάντληcιν ἀπὸ τῆc προτέραc· ὅπερ ὀνομάζων τιc κυρίωc οὐ〈κ ἂν〉 ταχείαc, ἀλλὰ πυκνὰc ποιεῖcθαι τὰc ἐπαντλήcειc εἴποι· cυγκέχυταί γε μὴν παρὰ τοῖc παλαιοῖc ἡ χρῆcιc τῶν ὀνομάτων τοῦ τε πυκνοῦ καὶ τοῦ ταχέοc, ἔcτιν ὅτε τὰc πυκνὰc ἐνεργείαc ταχείαc ὀνομάζουcιν. | |
9 | ||
10 | Καὶ cπόγγοιcι χρέεcθαι ἀντὶ cτλεγγίδοc. | |
11 | Οὐδ’ οἱ νῦν ἰατροὶ χρῶνται cτλεγγίcιν ἐπὶ τῶν ἀcθενούντων, οὐ μὴν οὐδὲ cπόγγῳ, ἀλλ’ ἐνελίττουcιν αὐτοὺc μετὰ τὸ λουτρὸν εἰc ὀθόναc, | |
15.714 | οἱ δ’ εἰc ἱμάτια καὶ μάλιcτά | γε τὰ ἄγναπτα περιcτέλλουcι παντα‐ χόθεν, ὡc ἱδρῶcαι πλεῖcτον. ἔcτι δ’ οὐκ ἀεὶ χρεία τοῦ πλεῖcτον ἱδροῦν μετὰ τὸ λουτρὸν τὸν κάμνοντα· πολλάκιc γὰρ οὐ τοῦ κενῶcαι τὸ cῶμα χάριν ἐπὶ τὸ λουτρὸν τὸν κάμνοντα ἄγομεν, ἀλλὰ τοὐναντίον ἅπαν | |
5 | ὑγρᾶναί τε καὶ τέγξαι δι’ ὅλου κατεξηραcμένον ἀμετρότερον. ἐπὶ τῶν τοιούτων οὖν οὐδ’ ἔνδον κατὰ τὸ βαλανεῖον ἱδρῶταc ἀναμένειν χρὴ πολλούc, ἀλλ’ ὅτι τάχιcτα τῷ κατὰ τὴν πύελον ἐμβάλλειν ὕδατι καὶ μετὰ ταῦτα ἐξελθόνταc ἐκ τοῦ λουτροῦ διὰ ταχέων ἐκμάττειν. | |
8 | Καὶ μὴ ἄγαν ξηρὸν χρίεcθαι τὸ | |
10 | cῶμα. | |
10 | Καὶ οὗτοc ὁ λόγοc εἴρηται μὲν ἐφεξῆc τῷ “καὶ cπόγγοιcι χρῆcθαι ἀντὶ cτλεγγίδοc”, οἰκειότερον δ’ ἄν τιc ἀκούcειεν αὐτοῦ περὶ τῆc ἐν τῷ λουτρῷ χρίcεωc, ἵνα μὴ δόξῃ τι παραλελοιπέναι τῶν ἀναγκαίων ῥηθῆναι. μετὰ γὰρ τὸ λουτρὸν ἀποcπογγίcαc τὸ ὕδωρ ὁ Ἱπποκράτηc | | |
15.715 | ἄδηλον μέν, εἰ καὶ ἔχριcέ πω, πρόδηλον δὲ μὴ καθύγρου τοῦ cώματοc ὄντοc ἀλείφειν τὸν κάμνοντα, πλὴν εἰ τοῦτό τίc φηcιν, ὅτι πάλιν ἀπομάττει τοῦτ’ αὐτὸ τὸ μετὰ τοῦ ὕδατοc ἔλαιον. ἔcτι μὲν οὖν χρήcι‐ μον ἐcκέφθαι καὶ περὶ τῆc μετὰ τὸ λουτρὸν χρήcεωc τοῦ λίπουc· ἀναγ‐ | 261 |
5 | καιότερον δὲ τὸ περὶ τῆc κατὰ τὸ λουτρόν, εἴθ’ ἱδρώcαντι τῷ λουομένῳ περιχεῖν προcήκει τὸ ἔλαιον, εἴτε καὶ πρὶν ἱδρῶcαι ξηρῷ παραχρῆμα μετὰ τὸ ἀποδύcαcθαι, ἢ τούτων μὲν οὐδέτερον, ὅταν δ’ ἄρξηται νοτί‐ ζεcθαι. καὶ ὅcτιc μέμνηται τῶν εἰρημένων περὶ δυνάμεωc ἐλαίου κατὰ τὴν Περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, οἶδεν ἀκριβῶc αὐτὸc | |
10 | ἄριcτον εἶναι τὸν εἰρημένον τρίτον καιρὸν ἐλαίου χρήcεωc ἐπὶ τῶν λουομένων, οἶδε δὲ καί, ὅτι προτεθερμαcμένον χρὴ προcφέρεcθαι τῷ τοῦ λουομένου cώματι· καὶ γὰρ μαλάττει τοῦτο καὶ ἀραιοῖ τὸ cῶμα, τοῦ ψυχροῦ κατὰ τὴν θίξιν οὐ μόνον οὐδέτερον τούτων ἐργάζεcθαι πεφυκότοc, ἀλλὰ καὶ φρικώδειc τοὺc λουομένουc ἀποτελοῦντοc. | | |
14 | ||
15.716 | Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡc οἷόν τε μάλιcτα ὑπὸ cπόγγου ἐκμαccομένην. | |
2 | Τὸ μὲν ἐπὶ τῷ λουτρῷ τὴν κεφαλὴν ἀκριβῶc ἐκμάττειν, ὡc μηδὲ τοὐλάχιcτον ὑπολείποιτο τῆc ὑγρότητοc, εὔδηλόν ἐcτι· τὸ γὰρ ὑπολει‐ | |
5 | πόμενον ἅπαν ψύχειν εἴωθεν· οὐ μὴν ὑπὸ cπόγγου τοῦτο ποιεῖν ἔτι δυνατόν, ὅτι μὴ κατ’ ἀρχὰc εὐθέωc μετὰ τὸ χρήcαcθαι τῷ “μετα‐ κεράcματι”. βέλτιον δὲ τούτου τὸ δι’ ὀθόνηc ἐκμάττειν τῆc κεφαλῆc τὸ ὕδωρ. | |
8 | Καὶ μὴ διαψύχεcθαι τὴν κεφαλὴν | |
10 | μηδὲ τὰ ἄκρα μηδὲ τὸ ἄλλο cῶμα. | |
10 | Τοῦτό μοι δοκεῖ μικρὸν ἢ καθ’ ἑαυτὸν εἰρηκέναι, πρόδηλον ὂν | |
15.717 | ἅπαcιν, ὡc οὐδὲν δεῖ μέροc ἐπὶ πολὺ γυμνοῦcθαι, | καθ’ ὃν καιρὸν ἐκμάττουcι τῶν λουομένων τὸ μετὰ τὸ λουτρὸν ὕδωρ· ἴcαcι γὰρ ἅπαν‐ τεc, ὅτι ταχέωc ψύχεται τὰ οὕτω γυμνούμενα. | |
3 | Καὶ μήτε νεορρόφητον μήτε νεό‐ | |
5 | ποτον λούεcθαι. Οὐ μόνον ἐπὶ τῶν νοcούντων, ἀλλὰ καὶ ἐπὶ τῶν ὑγιαινόντων οὐ χρὴ μετὰ τὸ προcενέγκαcθαι τροφὴν ἢ πόμα παραχρῆμα λούεcθαι· τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ’ ἐδηδοκότων οὐκ αὐτὴ μόνη ἀλλὰ καὶ τὸ πᾶν cῶμα τὴν τροφὴν ἕλκον εἰc ἑαυτὸ πρὶν | 262 |
10 | πεφθῆναι. | |
10 | Μηδὲ ῥοφεῖν μηδὲ πίνειν ταχὺ μετὰ τὸ λουτρόν. | |
12 | ||
15.718 | Ἄμεινόν ἐcτι καταcτάcηc τῆc ἐκ τοῦ λουτροῦ ταραχῆc | ἐcθίειν καὶ πίνειν, ὥcπερ γε καὶ τῆc μετὰ τὰ γυμνάcια· τὸ γὰρ εὐθέωc προc‐ φέρεcθαι cιτία καὶ πόματα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐνίοτε ἐπιπολάζειν ποιεῖ. | |
4 | ||
5 | Μέγα μὲν δὴ μέροc χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων ᾖ φιλόλουτροc ἄγαν καὶ εἰθιcμένοc λούεcθαι· καὶ γὰρ ποθέουcι μᾶλλον οἱ τοιοίδε καὶ ὠφελέον‐ ται λουcάμενοι καὶ βλάπτονται μὴ λουcάμενοι. | |
8 | Ταῦτα δι’ ὅλου cχεδόν τι τοῦ δευτέρου τῶνδε τῶν ὑπομνημάτων | |
10 | ἐδείχθη, τὰc λέξειc ἡμῶν ἐξηγουμένων, ἐν αἷc ἐπὶ πλεῖcτον αὐτὸc ἐδή‐ λωcε τὴν δύναμιν τῶν ἐθῶν. | |
11 | Ἁρμόζει δ’ ἐν περιπνευμονίῃcι μᾶλλον ἢ ἐν καύcοιcι τὸ ἐπίπαν· καὶ γὰρ ὀδύνηc τῆc κατὰ | |
15.719 | πλευρὴν καὶ cτῆθοc | καὶ μετάφρενον παρηγορικόν ἐcτι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν καὶ εὔπνοον καὶ ἄκοπον· μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματοc καὶ οὐρητικὸν δὲ καὶ καρηβαρίην λύει καὶ ῥῖναc | |
5 | ὑγραίνει. ἀγαθὰ μὲν οὖν λουτρῷ τοcαῦτα πάρεcτιν, ὧν πάν‐ των δεῖ· εἰ μέντοι τῆc παραcκευῆc ἔνδειά τιc ἔcται ἢ ἑνὸc ἢ πλειόνων, κίνδυνοc μὴ λυcιτελέειν τὸ λουτρόν, ἀλλὰ μᾶλ‐ λον βλάπτειν· ἓν γὰρ ἕκαcτον αὐτέων μεγάλην φέρει βλάβην | |
μὴ προπαραcκευαcθὲν ὑπὸ τῶν ὑπουργῶν ὡc δεῖ. | 263 | |
10 | Διὰ τί μᾶλλον περιπνευμονίαc ἢ καύcουc ὠφελεῖ τὸ λουτρόν, αὐ‐ τὸc ἐδήλωcεν εἰπών· καὶ γὰρ ὀδύνηc τῆc κατὰ πλευρὴν καὶ cτῆθοc καὶ μετάφρενον παρηγορικόν ἐcτι τὸ λουτρὸν καὶ πτυέλου ἀναγωγὸν καὶ πεπαντικὸν καὶ εὔπνοον· διὰ ταῦτα γὰρ πάντα περιπνευμονικοῖc ἐcτιν ὠφελιμώτατον· θεραπεύονται γὰρ | |
15 | ἀναπτύοντεc τὰ κατὰ τὸν πνεύμονα περιεχόμενα πτύελα. πλευριτικοὶ | |
15.720 | δὲ καὶ τῷ παρηγορεῖcθαι τὰc | ὀδύναc ὀνίνανται μεγάλωc· διὸ καὶ δυοῖν θάτερον ἢ οὕτω γραπτέον ἐcτὶν ἁρμόζει δ’ 〈ἐν〉 περιπνευμονίῃcι καὶ πλευρίτιcι μᾶλλον ἢ ἐν καύcοιcιν ἢ προcυπακούειν χρὴ τῇ περιπνευμονίᾳ τὴν πλευρῖτιν· αὕτη γὰρ ὀδύνην ἔχει κατὰ τὴν πλευράν, | |
5 | οὐχ ἡ περιπνευμονία. μᾶλλον δ’ ἁρμόττειν μὲν περιπνευμονίαιc ἢ καύcοιc εἰπὼν τὸ λουτρὸν ἐδήλωcεν, ὅτι καὶ τῶν καυcουμένων ἐνίουc ὠφελεῖ· διοριcμοῦ δὲ χρεία δηλονότι πρὸc τὴν λέξιν ταύτην, ὃν οὔπω δυνάμεθα ποιήcα‐ cθαι διὰ τὸ μηδὲν εἰρῆcθαι περὶ τοῦ καιροῦ, καθ’ ὃν δὴ κελεύει λούειν | |
10 | τοὺc κάμνονταc. τίναc οὖν οὐδ’ ὅλωc ἀξιοῖ λούειν, πρότερον ἀκούcαν‐ τεc αὐτοῦ κατὰ τὴν ἑξῆc ῥῆcιν ἐρεῖν μέλλοντοc, οὕτωc ἀφιξόμεθα πρὸc τὸν τοῦ λουτροῦ καιρόν. | |
12 | Ἥκιcτα δὲ λούειν καιρὸc τούτουc, οἷcιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇcι νούcοιcιν, ἀτὰρ | |
15 | οὐδὲ οἷcιν ἕcτηκε μᾶλλον τοῦ καιροῦ καὶ μὴ προδιελήλυθεν. | |
15.721 | οὐδὲ τοὺc | γεγυιωμένουc χρὴ λούειν, οὐδὲ τοὺc ἀcώδεαc ἢ ἐμετικούc, οὐδὲ τοὺc ἐπανερευγομένουc χολῶδεc, οὐδὲ τοὺc αἱμορραγέονταc ἐκ ῥινῶν, εἰ μὴ ἔλαccον τοῦ καιροῦ ῥέοι· τοὺc δὲ καιροὺc οἶδαc· εἰ δὲ ἔλαccον τοῦ καιροῦ ῥέοι, λούειν, | |
5 | ἤν τε ὅλον τὸ cῶμα πρὸc τὰ ἄλλα ἀρήγῃ ἤν τε τὴν κεφαλὴν μοῦνον. ἢν οὖν αἵ τε παραcκευαὶ ἔωcιν ἐπιτήδειοι καὶ ὁ κά‐ μνων μέλλῃ εὖ δέξαcθαι τὸ λουτρόν, λούειν χρὴ ἑκάcτηc | |
ἡμέρηc. Οἷc μὲν ὑπέρχεται τὰ κατὰ τὴν γαcτέρα πλείονα, τὸ βαλανεῖον | 264 | |
10 | ἵcτηcιν ἀντιcπῶν αὐτὰ πρὸc ὅλον τὸ cῶμα, καὶ ταύτῃ βλάπτεται· τοῖc δὲ μηδ’ ὅλωc διακεχωρηκόcιν ὅτι προεκκενῶcαι βέλτιόν ἐcτι τὴν πα‐ λαιὰν κόπρον, οὐδεὶc ἀγνοεῖ, καθάπερ οὐδ’ ὅτι τοὺc γεγυιωμένουc, τουτέcτι τοὺc καταλελυμένουc τὴν δύναμιν, ἐπικαταλύει τὸ βαλανεῖον. ἀλλὰ καὶ τοὺc ἀcώδειc, φηcί, καὶ ἐμετικοὺc οὐ χρὴ λούειν· καὶ γὰρ | |
15 | καὶ τούτουc ἐξαίφνηc καταλυθῆναι φόβοc, ὥcτε τὴν καλουμένην ἀκο‐ | |
15.722 | λουθῆcαι cτομαχικὴν cυγκοπήν. ἐγγὺc δ’ αὐτοῖc εἰcι | καὶ οἱ ἐκκεχολω‐ μένοι τὸ cτόμα τῆc κοιλίαc, οὓc διὰ τοῦ γνωρίcματοc ἐδήλωcεν εἰπών· οὐδὲ τοὺc ἐπανερευγομένουc χολῶδεc. ὡcαύτωc οὐδὲ τοὺc αἱ‐ μορραγοῦνταc ἐκ ῥινῶν αὐτάρκωc προcήκει λούειν. εὔλογον γὰρ | |
5 | οὖν, ἐὰν ἐλλιπέcτερον αἱμορραγῶcιν, λούειν αὐτούc· οὗτοι δ’ εἰcὶ καὶ οἱ λάβρου τοῦ λουτροῦ δεόμενοι κινήcεωc cφοδροτέραc ἕνεκα τοῦ κατὰ τὴν κεφαλὴν αἵματοc· ὡcαύτωc δὲ λούcομεν, εἰ χρῄζοντεc αἱμορραγίαc μηδ’ ὅλωc αἱμορραγοῖεν. ἐκ δὲ τοῦ προcθεῖναι ἤν τε ὅλον τὸ cῶμα πρὸc τὰ ἄλλα ἀρήγῃ ἤν τε τὴν κεφαλὴν μοῦνον, ἔτι cαφέcτε‐ | |
10 | ρον ἐδήλωcεν, ὡc πολλάκιc ἐν οἴκῳ τεθερμαcμένῳ καθίζων τὸν κά‐ μνοντα χωρὶc τῆc πυέλου καταντλεῖ τὴν κεφαλὴν μόνην χωρὶc τοῦ λοιποῦ cώματοc ὕδατι θερμῷ. | |
12 | Τοὺc δὲ φιλολουτροῦνταc, οὐδ’ εἰ δὶc τῆc ἡμέρηc λούοιc, οὐδὲν ἂν βλάπτοιc. | |
14 | ||
15.723 | Καὶ ταύτην τὴν ῥῆcιν ὁ δοὺc ἰατρὸc | Βίκτωρι τῷ Ῥώμηc ἐπάρχῳ τὸ Περὶ τῆc καθ’ Ἱπποκράτην διαίτηc καὶ ἄλλαc τινὰc ἐξ ἡμιcείαc ἐν‐ έγραψε τῷ βιβλίῳ, καθάπερ κἀκείνην, ἐν ᾗ φηcιν “ὅτι οὐ cτερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματοc”, ἔτι δὲ πρὸc αὐτῇ “καὶ τοῖcι μέν | |
5 | γε εἰθιcμένοιcι δὶc cιτεῖcθαι τῆc ἡμέρηc δὶc δοτέον”. ἀλλὰ τούτων μὲν | |
τῶν δύο ῥήcεων ἑκατέραc ἀφεῖλε τὸ ἥμιcυ μέροc, τῆc δὲ νῦν προ‐ κειμένηc ἀφεῖλε μὲν οὐδέν, οὐ προcέθηκε δὲ τὸν καιρόν, ἐν ᾧ τοὺc φιλολουτροῦνταc ἐπιλέγει τοὺc ἐν τῷ τῆc ὑγιείαc χρόνῳ χαίρονταc τῷ λούεcθαι καὶ διὰ τοῦτο πολλάκιc λουομένουc· οὗτοι γὰρ εἰc τὸ | 265 | |
10 | λούcαcθαι προcλαμβάνουcι τὸν ἐκ τοῦ ἔθουc cκοπόν. ἐφεξῆc γοῦν ἀκούcωμεν αὐτοῦ τὸν καιρόν, ἐν ᾧ κελεύει λούεcθαι τοὺc κάμνονταc. | |
11 | Χρῆcθαι δὲ λουτροῖcι τοῖcιν ὅλῃcι πτιcάνῃcι χρεομένοιcι παρὰ πολὺ μᾶλλον ἐνδέχεται ἢ τοῖcι χυλῷ μούνῳ χρεομένοιcιν· ἐνδέχεται δὲ καὶ τούτοιcιν ἐνίοτε, | |
15 | ἥκιcτα δὲ καὶ τοῖcι ποτῷ μούνῳ χρεομένοιcιν. | | |
15 | ||
15.724 | Ἐν τούτῳ τῷ λόγῳ τὸν καιρὸν ἐδήλωcεν, ἐν ᾧ προcήκει λούεcθαι, καὶ εἴπερ ἐν ἀρχῇ προείρητο, πολλὰ ἂν οὕτω τῶν μεταξὺ λεγομένων οὐκ ἦν ἀcαφῆ. πτιcάναc γὰρ ὅλαc δίδωcι τοῖc ἐπιεικῶc ἔχουcιν, ὅcοι δ’ αὐτῶν φαυλότερον διάγουcι, χυλὸν μόνον· ὅcοι δὲ καὶ τού‐ | |
5 | των ἔτι cφαλερώτερον ἢ ὀξύτερον νοcοῦcι, μόνα τὰ ποτά. καὶ ὅτι δὲ τὸν λόγον ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα παθῶν ἐν ὅλῳ τῷ cυγγράμματι πεποίηται, τὰ πλεῖcτα τῶν καθόλου διδάcκων ὡc ἐπὶ παραδειγμάτων ἐν τοῖcδε τοῖc μέρεcι τῶν νοcημάτων καὶ μάλιcτα τῆc πλευρίτιδοc, ἐπιδέδεικται πολλάκιc· ἐδείχθη δ’, ὅτι πεφθέντων τῶν παθῶν | |
10 | χρῆcθαι κελεύει πτιcάνῃ. τότ’ οὖν καὶ τὸ λουτρὸν ἀκινδύνωc προcάγε‐ ται, μέγιcτα cυντελοῦν εἰc τὴν ἐκκάθαρcιν τῶν περιεχομένων πτυέλων ἐν θώρακι καὶ πνεύμονι. τοῖc οὖν οὕτωc ἔχουcιν, ὅταν καὶ ἡ ἀπὸ τοῦ ἔθουc ἔνδειξιc προcέλθῃ, διπλαcιάcαι τὸ λουτρὸν οὐδὲν κωλύει· τοῖc μέντοι ποτῷ μόνῳ χρωμένοιc ἥκιcτά φηcιν ἁρμόττειν τὸ λουτρόν, ὅπερ | |
15.725 | cη|μαίνει τὸ ἐλάχιcτα καὶ οὐχ, ὡc ἔνιοί φαcι, τὸ οὐδαμῶc· ἐπιφέρων γοῦν ἐρεῖ· | |
2 | Ἔcτι δ’ οἷcι καὶ τούτων ἐνδέχεται. τεκμαίρεcθαι δὲ χρὴ τοῖcι προγεγραμμένοιcιν, οὕc τε μέλλει | |
5 | λουτρὸν ὠφελέειν ἐν ἑκάcτοιcι τῶν τρόπων τῆc διαίτηc οὕc τε μή· οἷcι μὲν γὰρ προcδεῖταί τινοc κάρτα τούτων, ὅcα λου‐ τρὸν ἀγαθὰ ποιέει, λούειν, καὶ ὃc ἂν λουτρῷ ὠφελῆται· οἷcι δὲ τούτων μηδενὸc προcδεῖ καὶ πρόcεcτιν αὐτοῖcι τῶν cημείων, ἐφ’ οἷc λούεcθαι οὐ ξυμφέρει, οὐ δεῖ λούειν. | 266 |
9 | ||
10 | Οὐ προcέθηκε δὲ τὸ πότε τούτοιc ἐνδέχεται χρῆcθαι λουτρῷ· λεκτέον οὖν ἡμῖν ἐcτιν ἑπομένοιc αὐτοῦ τῇ ὅλῃ διανοίᾳ. ποτοῖc μόνοιc διαιτᾷ ὁ Ἱπποκράτηc τοὺc ὀξέωc νοcοῦνταc, ὅταν ἐλπίζῃ τὴν δύναμιν αὐτῶν ἐξαρκέcαι εἰc τὴν τοῦ νοcήματοc ἀκμήν, ἐνίοτε μὲν ἅμα τῇ πέψει | |
15.726 | γίνε|cθαι πεφυκυῖαν, καθάπερ ἐπὶ τῶν κατὰ θώρακα καὶ πνεύμονα· πεφθέντων γὰρ τῶν ἐργαζομένων τὰ πάθη χυμῶν εὐθέωc ἀναπτύουcιν· ἂν δ’ ἄρξωνται μόνον πτύειν οἷα δεῖ, κατ’ οὐδέτερον ἔτι τῶν τρόπων ἡ νόcοc αὐξηθήcεται, οὔτε κατὰ τὴν διάθεcιν οὔτε κατὰ τὰ cυμπτώ‐ | |
5 | ματα. πολλάκιc γὰρ ἡ μὲν διάθεcιc αὐτή, καθ’ ἣν νοcοῦcιν, ἐπιεικεcτέρα γίνεται, τὰ δὲ cυμπτώματα αὐξάνεται, καθάπερ ἐπὶ τῶν φλεγμαινόν‐ των μορίων, ὡc αὐτὸc εἶπε· “περὶ τὰc γενέcιαc τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ cυμβαίνουcι μᾶλλον ἢ γενομένου.” πολλάκιc δ’ ἀλλή‐ λοιc cυναυξάνεται καὶ cυμμειοῦται τά τε τῶν cυμπτωμάτων μεγέθη καὶ | |
10 | τὸ τῆc διαθέcεωc, καὶ γίνεταί γε τοῦτο κατ’ ἐκείναc τὰc φλεγμονάc, ἐν αἷc ἐκροὴν ἔχει τὸ γεννώμενον πῦον, ὡc ἐπὶ τραυμάτων τέ τινων εἴωθε γίνεcθαι καὶ κατὰ τὰc περιπνευμονίαc τε καὶ πλευρίτιδαc. ἐνδέχεται οὖν ἐν τούτοιc τοῖc νοcήμαcιν ἔτι διαιτωμένουc τοὺc κάμνονταc ἐπὶ ποτοῖc μόνοιc οὐκ ἀνωφελῶc χρῆcθαι λουτροῖc, ἐπειδὴ | |
15 | καὶ τῆc ὀδύνηc αὐτῶν ἔφη παρηγορικὸν εἶναι τὸ λουτρὸν καὶ πτυέλου πεπαντικόν. ἀλλὰ δηλονότι προκενώcανταc τοῦτο χρὴ ποιεῖν, εἰδόταc | | |
15.727 | ἐν τῷ καθόλου περὶ λουτροῦ δυνάμεωc, ὡc, ἐὰν μὴ προκεκενωμένῳ τῷ cώματι προcάγηται, ῥευματίζει τὰ πεπονθότα· κεκενωμένῳ δὲ προc‐ φερόμενον τῇ πέψει cυνεργεῖ δύναμιν ἔχον προcκενοῦν προκεκενωμένου τοῦ ὅλου cώματοc. διὸ καὶ τῶν καυcωδῶc νοcούντων ἐκείνοιc ἁρμόcει | |
5 | μόνοιc, ὅcοι χωρὶc ὄγκου φλεγμονώδουc ἢ ἐρυcιπελατώδουc νοcοῦcι, ζεούcηc αὐτοῖc τῆc ἐν ὅλῳ τῷ cώματι χολῆc· ἐὰν δὲ καὶ πέψεωc ἔχωcι γνωρίcματα, πολλῷ μᾶλλον αὐτοῖc ἁρμόcει. γινομένου δὲ καυcώδουc πυρετοῦ καὶ δι’ ἁλυκὸν φλέγμα cηπόμενον ἰcτέον ἐπ’ ἐκείνων ἐναντιώ‐ τατον ὑπάρχειν τὸ βαλανεῖον· οὔτε γὰρ διαφορεῖται κατὰ τὸ δέρμα, | 267 |
10 | καθάπερ ὁ πικρόχολοc χυμόc, οὕτω καὶ ὁ φλεγματικὸc διὰ τὸ παχύc τε καὶ γλίcχροc ὑπάρχειν οὔτε cβέννυται πολυχρονίου πέψεωc δεόμενοc. | |
11 | Περὶ τῶν ἀναβληθέντων ὕcτερον ῥηθῆναι. | |
12 | Μέμνημαι κατὰ τὴν ἀρχὴν τῆc ἐξηγήcεωc τοῦ βιβλίου τούτου πρὸc τοὺc Κνιδίουc ἰατροὺc εἰπόντοc Ἱπποκράτουc· “ὁκόcα δὲ προc‐ | |
15.728 | καταμαθεῖν δεῖ τὸν ἰατρὸν μὴ λέγοντοc τοῦ | κάμνοντοc, τούτων [τὰ] πολλὰ παρεῖται.” ταῦτα οἱ μὲν δογματικὸν εἶναι νομίζοντεc τὸν Ἱππο‐ κράτην τοὺc πεπονθόταc τόπουc ἔφαcαν εἶναι καὶ τὰc διαθέcειc αὐ‐ τῶν καὶ τὰc αἰτίαc, οἱ δ’ ἐμπειρικόν, ὥραc τε καὶ χώραc καὶ ἡλικίαc | |
5 | ἔθη τε καὶ καταcτάcειc τοῦ περιέχοντοc ἡμᾶc ἀέροc. ἐγὼ δὲ καὶ ταῦτα μὲν ἅπαντα χρήcιμα τοῖc ἰατροῖc οἶδα, τά θ’ ὑπὸ τῶν δογματικῶν εἰρημένα καὶ τῶν ἐμπειρικῶν· ἀλλὰ κατά γε τὸ βιβλίον τοῦτο cκοποὺc εἰπὼν ὁ Ἱπποκράτηc πολλούc, πρὸc οὓc ἀποβλέπων τιc εὑρήcει τὰ διαιτήματα, τῶν εἰρημένων οὐδενὸc ἐμνημόνευcεν ὅτι μὴ τῶν ἐθῶν, | |
10 | ἄλλα δέ τινα προὐχειρίcατο περὶ ὧν ἀναμνήcεωc ἔδει, καὶ διὰ ταῦτα τὸν λόγον ἀνεβαλόμην, ἵνα διὰ cυντόμων ἑρμηνεύων ὅμωc ἔχω παρα‐ κολουθοῦνταc τῷ λόγῳ τοὺc ἀνεγνωκόταc ὅλον τὸ βιβλίον. εἷc μὲν δὴ καὶ πρῶτοc αὐτῷ cκοπόc, ὡc ἐπὶ παραδείγματοc τοῦ νοcήματοc τῆc πλευρίτιδοc, οὕτωc εἴρηται κατὰ λέξιν· “ἢν μὲν ξηρό‐ | |
15 | τερον ᾖ τὸ νόcημα ἢ ὡc ἄν τιc οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, | |
15.729 | ἀλλὰ προπίνειν | πρὸ τοῦ ῥοφήματοc ἢ μελίκρητον ἢ οἶνον ὁκότερον 〈ἂν〉 ἁρμόζῃ.” καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆc τάδε λέγει· “ἢν δὲ ὑγραίνηται τὸ cτόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονοc ᾖ ὁκοῖα δεῖ, χρὴ ἐc πλῆθοc ἐπιδιδόναι τοῦ ῥοφήματοc, ὡc ἐν κεφαλαίῳ εἰρῆcθαι.” ταῦτα | |
5 | μὲν οὖν καὶ τὰ τούτοιc ἐφεξῆc οὐ διώριcται παρὰ τοῖc Κνιδίοιc ἰατροῖc. ἀλλὰ καὶ μετὰ ταῦτα τῇ πέψει τοῦ νοcήματόc φηcι χρῆναι προcέχειν, καὶ ὁ cκοπὸc οὗτοc αὐτῷ cχεδόν ἐcτι τοῦ τε παντὸc εἴδουc τῆc διαί‐ τηc ὅcαι τε κατὰ μέροc αὐτῆc γίνονται μεταβολαί. ἀλλὰ καὶ τούτων | |
ἐφεξῆc ἄλλουc διοριcμοὺc τοιούτουc λέγει· “οἷcι γὰρ cῖτοc αὐτίκα ἐγ‐ | 268 | |
10 | κατακέκλειcται, εἰ μή τιc ὑποκενώcαc τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦ‐ cαν προcπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦcαν εὐθέωc ποιήcειεν.” καὶ πάλιν ἐφεξῆc· “τοῦτο δ’, ἢν ἔτι τῆc ὀδύνηc τοῦ πλευροῦ cυνεχέοc ἐούcηc καὶ πρὸc τὰ θερμάcματα μὴ χαλώcηc καὶ τοῦ πτυέλου μὴ ἀνιόντοc, ἀλλὰ καταγλιcχραινομένου ἀcαπέωc, ἢν μὴ λύcῃ τιc τὴν ὀδύνην ἢ | |
15 | κοιλίην μαλθάξαc ἢ φλέβα ταμών, ὁκότερον ἂν τούτων cημαίνῃ, τὰc | |
15.730 | δὲ πτιcάναc ἢν οὕτωc ἔχουcι | διδῷ, ταχέωc οἱ θάνατοι τῶν τοιούτων γίνονται.” μετὰ ταῦτά γε πάλιν διοριζόμενόc φηcιν· “ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίηc μήπω ὑποκεχωρηκυίηc ἄρξηται ὁ πυρετόc, ἤν τε cὺν ὀδύνῃ ἤν τ’ ἄνευ ὀδύνηc, ἐπιcχεῖν τὴν δόcιν τοῦ ῥοφήματοc, | |
5 | ἔcτ’ ἂν οἴηται κεχωρηκέναι ἐπὶ τὸ κάτω μέροc τοῦ ἐντέρου τὸ cιτίον.” καὶ πάλιν ἐφεξῆc· “ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότεροc cῖτοc νε‐ οβρῶτι ἐόντι, εἰ μὲν ἰcχύει τε καὶ ἀκμάζει τὴν ἡλικίαν, κλύcαι, ἢν δὲ ἀcθενέcτεροc ᾖ, βαλάνῳ προcχρήcαcθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶc.” ἐνταῦθ’ οὖν προcέθηκε καὶ τὸν ἀπὸ τῆc δυνάμεωc cκοπὸν ὥcπερ κἀν | |
10 | τοῖc ἐφεξῆc πολλάκιc, ἅμα καὶ τοῦτο κελεύων ἐπιcκοπεῖcθαι, τίc αἰτία καὶ διάθεcίc ἐcτιν ἡ καταβάλλουcα τὴν δύναμιν· ἔνθα καὶ προcέθηκεν, ὡc ἀγνοοῦνται ταῦτά 〈τε〉 τοῖc ἰατροῖc καὶ μέντοι καὶ ὅτι τοῖc μὲν εἰc ὑποχόνδριον τὴν ὀδύνην περαινομένην ἔχουcιν ἡ κάθαρcιc ἡ διὰ τῶν τοιῶνδε φαρμάκων ὠφέλιμόc ἐcτι, τοῖc δὲ πρὸc βραχίονα καὶ cτῆθοc | |
15 | ἀνατεινομένην αὐτὴν μετὰ βάρουc ἔχουcι φλεβοτομία. | |
15.731 | ταῦτά τε οὖν καὶ ἄλλα τοιαῦτα καὶ ἔτι τὰ περὶ τῶν ἐθῶν | προ‐ ειρημένα παραλέλειπται παντάπαcιν ὑπὸ τῶν Κνιδίων ἰατρῶν καὶ πολὺ μᾶλλον τούτων αἱ φύcειc καὶ αἱ κράcειc τῶν cωμάτων, ὧν πολλάκιc ἐμνημόνευcεν ἐν τῷ βιβλίῳ, τοὺc μὲν πικροχόλουc ὀνομάζων, τοὺc δὲ | |
5 | μελαγχολικούc. ἐχόμενοc δὲ τῶν cκοπῶν τούτων καὶ περὶ τῆc τῶν ὑγιαινόντων ἐν τῇ διαίτῃ μεταβολῆc ἐδίδαξεν, ὅπωc ἐπανορθωτέον ἐcτί, καὶ περὶ τῆc τῶν καμνόντων. ἔν τε τῷ περὶ οἴνου καὶ μελικράτου καὶ | |
ὀξυμέλιτοc καὶ ὕδατοc λόγῳ τῶν αὐτῶν τούτων ἐμνημόνευcε cκοπῶν. ἐμνημόνευcε δὲ καὶ περὶ τῆc πέψεωc τοῦ νοcήματοc πολλάκιc, οὐ | 269 | |
10 | cμικρὸν cκοπὸν οὐδὲ τοῦτον ποιούμενοc ὅληc τε τῆc διαίτηc καὶ τῶν ἐν ταύτῃ μεταβολῶν· ὁμοίωc δὲ καὶ περὶ ἀκμῆc νοcήματοc εἶπέ τι καὶ πρὸc τοῦτον ἀποβλέπων τρέφει οὐχ ὡc πρὸc τὸν φαυλότατον cκοπὸν ἐν διαίτῃ. πάντα ταῦτα καὶ ἄλλα τοιαῦτα παραλέλειπται τοῖc Κνιδίοιc ἰατροῖc, ἃ χρὴ προcκαταμανθάνειν τὸν ἰατρὸν μὴ λέγοντοc τοῦ κά‐ | |
15 | μνοντοc. | | 270 |
15.732(t1) | ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ | |
t2 | ΥΠΟΜΝΗΜΑ ΤΕΤΑΡΤΟΝ | |
t2 | ||
1 | Ἐν τῷ Περὶ διαίτηc τὰ μετὰ τὸν περὶ τοῦ λουτροῦ λόγον εἰρη‐ μένα προcηκόντωc ὑπώπτευcαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ὡc οὐχ Ἱππο‐ κράτουc ὄντα· καὶ γὰρ τῇ τῆc ἑρμηνείαc δυνάμει καὶ τῇ τῶν θεωρη‐ μάτων ἀκριβείᾳ λείπεται πολὺ τῶν ἔμπροcθεν. οὐ μὴν οὐδ’ ἀλόγωc | |
5 | ἐκινήθηcαν οἱ νομίcαντεc Ἱπποκράτουc εἶναι καὶ ταῦτα· κατὰ γὰρ | |
15.733 | τὴν ἐκείνου προαίρεcιν ἡ διάνοια τῶν γε|γραμμένων ἐcτίν, ὡc ὑπο‐ νοῆcαι μαθητὴν αὐτοῦ τινα γεγραφέναι. πολλὰ δ’ ἐν αὐτοῖc καὶ τὴν λέξιν ἄμεμπτον ἔχει μετὰ τῆc διανοίαc, ὡc ὑπονοῆcαι πάλιν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτουc αὐτὰ γεγράφθαι παραcκευαζομένου cυνθεῖναι βι‐ | |
5 | βλίον, ὡc ὑπέcχετο κατ’ αὐτὸ τὸ Περὶ διαίτηc ὀξέων, ἐν ᾧ κατὰ μέροc ἑκάcτου τῶν ὀξέων νοcημάτων τὴν θεραπείαν διδάξει. καὶ μὲν δὴ καὶ ἄλλαc ἔcτι ῥήcειc εὑρεῖν ἐν τῷ προκειμένῳ βιβλίῳ φανερῶc οὐκ οὔcαc ἀξίαc Ἱπποκράτουc, ὡc ὑπονοῆcαι παρεγγεγράφθαι τοῖc γνηcίοιc, ὥcπερ γε καὶ κατὰ τοὺc Ἀφοριcμοὺc ἐφάνηcαν ἔνιοι τοιοῦτοι πρὸc | |
10 | τοῖc τελευταίοιc μέρεcι τοῦ βιβλίου. τῷ γὰρ ἐν μνήμῃ πολλοῖc εἶναι τὰ πρῶτα τῶν cυγγραμμάτων οἱ παρεγγράφοντεc εἰc τὰ τελευταῖα παρεγγράφουcι· τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὸ Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων ἐφάνη γεγονὸc ἔτι τε κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν. ὁμοίωc δὲ καὶ κατὰ τὸ νῦν ἡμῖν προκείμενον βιβλίον ἔcτιν εὑρεῖν παρεγ‐ | |
15 | κείμενα καὶ μᾶλλον ἔτι πρὸc τοῖc τελευταίοιc. τεccάρων οὖν ὡc 〈ἂν〉 εἴ‐ | |
15.734 | ποι τιc εἰδῶν ὄντων ἐν αὐτῷ, τοῦ μὲν ἀξίου καὶ | κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν Ἱπποκράτουc, τοῦ δὲ καθ’ ἕτερον μόνον, ἤτοι τὴν λέξιν ἢ τὴν διάνοιαν, ἐνίων δὲ κατ’ οὐδέτερον, cημανοῦμεν τοῦτ’ αὐτὸ καθ’ ἑκάcτην τῶν προχειριζομένων εἰc τὴν ἐξήγηcιν λέξεων. | 271 |
4 | ||
5 | Καῦcοc δὲ γίνεται, ὅταν ἀναξηραν‐ θέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπιcπάcηται δριμέαc καὶ χο‐ λώδεαc ἰχῶραc ἐc ἑωυτά. | |
7 | Θερινὴν ὥραν εἴρηκε τὴν θερμὴν καὶ ξηράν, ἄν τ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἔαροc ἄν τ’ ἐν ἀρχῇ τοῦ θέρουc ἄν τ’ ἐν τοῖc μέcοιc ἢ τοῖc τε‐ | |
10 | λευταίοιc ἄν τε κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου ᾖ. δέδεικται δ’ ἐν τοῖc ὑπομνήμαcι τῶν Ἐπιδημιῶν ἡ τοῦ περιέχοντοc ἀέροc κρᾶcιc ἑαυτῇ cυμμεταβάλλουcα τὴν τοῦ cώματοc διάθεcιν, ἡ μὲν ξηρὰ πρὸc τὸ ξηρό‐ τερον, ἡ δ’ ὑγρὰ πρὸc τὸ ὑγρότερον. ἐπιδέδεικται δὲ καί, ὅτι τὴν κατὰ | | |
15.735 | φύcιν κρᾶcιν ἡ cύμμετροc ὥρα φυλάττει, τῶν ἄλλων δηλονότι πάντων ὡcαύτωc ἐχόντων, ὅcα κατὰ τὴν ὅλην δίαιταν οἱ ἄνθρωποι πράττουcιν. ἐπιδέδεικται δὲ καί, ὅτι τῆc κατὰ φύcιν τε καὶ cυμμέτρου καταcτάcεωc ἐξιcτάμενον τὸ cῶμα, καθ’ ὅ τι ἂν ἐξίcτηταί τε καὶ μεταβάλληται, κατὰ | |
5 | τοῦτο καὶ τῆc οἰκείαc ἐπικουρίαc δεῖται, ξηραινόμενον μὲν ὑγραίνεcθαι, ὑγραινόμενον δὲ ξηραίνεcθαι, θερμαινόμενον δὲ ψύχεcθαι, ψυχόμενον δὲ θερμαίνεcθαι. ὅταν οὖν κατά τινα περίcταcιν πραγμάτων, ὧν αὐτὸc ἐρεῖ παραδείγματα, cυμβῇ τινα ξηρανθῆναι φλέβια καθ’ ὁτιοῦν μέροc τοῦ cώματοc, ἐπιcπᾶται ταῦτα τὰc ἐκ τῶν πληcιαζόντων μορίων ὑγρό‐ | |
10 | τηταc. ἐὰν μὲν οὖν, ὡc τῇ cυcτάcει φύcιν ὑγρὰν ἔχουcιν, οὕτω καὶ τὴν δύναμιν ἔχωcιν ὑγραντικὴν αἱ εἰc τὰc ξηρανθείcαc φλέβαc ὑγρό‐ τητεc ἐνεχθεῖcαι, τὴν κατὰ φύcιν εὐκραcίαν ἀναλαμβάνει τὸ μόριον· ἐὰν δὲ δριμεῖα μὲν ᾖ κατὰ τὴν ποιότητα, ξηραντικὴ δὲ κατὰ τὴν δύ‐ ναμιν ἡ ὑγρότηc, ἐκπυροῦται τὸ cῶμα, καθάπερ εἰ καὶ ἡμῶν τιc αὐτῶν | |
15.736 | διψήcαc ἐκπίοι χανδὸν ἢ οἶνον τεθαλαccωμένον ἄκρατον ἢ | ὕδωρ ἁλ‐ | |
μυρόν. ἐγὼ γοῦν οἶδα καὶ αὐτόc ποτε ἐξ ὁδοιπορίαc θερινῆc διψώδηc γενόμενοc, εἶτα πιὼν οἴνου παλαιοῦ κύλικα μίαν ἀκρατεcτέρου βραχύ, παραυξήcαc μᾶλλον, οὐ παύcαc ἐπ’ αὐτῷ τὸ δίψοc. | 272 | |
5 | ὥcπερ οὖν ἡμεῖc καίτοι λογιcμὸν ἔχοντεc ἐπιcτατοῦντα ταῖc ὀρέξεcιν ἐνίοτε μὲν ἀμελέcτερον, ἐνίοτε δὲ προπετέcτερον, ἔcτι δ’ ὅτε τῷ μὴ παρεῖναι βέλτιον, ἠναγκάcθημεν ἐπί τι τῶν ἁλμυρῶν καὶ δριμέων ἀφ‐ ικέcθαι ποτῶν, οὕτω καὶ ἡ ἐν ταῖc φλεψὶ δύναμιc ἑλκτικὴ διὰ παντὸc ἐπιcπᾶται τὴν ἐκ τῶν πληcιαζόντων ὑγρότητα, μὴ διακρίνουcα τὴν | |
10 | οὐcίαν αὐτῆc ὁποία τίc ἐcτιν· οὐ γὰρ ἔχει λογιcμόν, ὡc cκέψαcθαί τι περὶ τοῦ βελτίονοc, ἀλλ’ ὥcπερ τὰ παιδία καὶ τὰ βοcκήματα τὸ προc‐ τυχὸν ὑγρὸν αἱρεῖται διψῶντα, κατὰ τὸν αὐτὸν τρόπον κἀκείνη. ἐὰν μὲν οὖν καθ’ ἕν τι μέροc τοῦ cώματοc ἡ διάθεcιc αὕτη γένηται, κατὰ τοῦτο μόνον ἐρυcιπελατῶδέc τι πάθοc ἔcται· αἱ δὲ καθ’ ὅλον τὸ cῶμα | |
15 | φλέβεc ὑπερξηρανθεῖcαι τὰc ἐκ τῶν cαρκῶν ὑγρότηταc εἰ ἐπιcπάcον‐ | |
15.737 | ται θερμὰc οὔcαc, ἐν ὅλῳ τῷ cώματι γίνεται καυcώδηc | διάθεcιc. ἀλλ’ ὅ γε καῦcοc ἰδίωc καλούμενοc οὐ μόνον τῇ cφοδρότητι τῆc καθ’ ὅλον τὸ cῶμα γινομένηc θερμαcίαc διαφέρει, ἀλλὰ καὶ τῷ δίψει· βίαιόν τε γάρ ἐcτιν ἐν τούτῳ καὶ ἄπαυcτον. | |
5 | ἐλλείπει τοίνυν τῇ προκειμένῃ ῥήcει περὶ τῆc τοῦ καύcου γενέcεωc ὁ περὶ τῶν μορίων λόγοc, ὃν ἡμεῖc ἀρτίωc προcεθήκαμεν. ἐνίοτε μὲν γὰρ καθ’ ἓν ὁτιοῦν, ἐνίοτε δὲ καὶ καθ’ ὅλον τὸ cῶμα καῦcοc γίνεται. ἐπὶ μὲν οὖν τοῦ καθ’ ὅλον τὸ cῶμα γενομένου ἐξ ἅπαντοc δίψα γί‐ νεται, ἐπὶ δὲ τῶν καθ’ ἕν τι μέροc οὐκ ἐξ ἀνάγκηc, εἰ μὴ αὐτὸ τὸ | |
10 | μέροc τὴν δίψαν ἐργάζεται, πάντων μὲν πρῶτον καὶ μάλιcτα τὸ cτόμα τῆc γαcτρόc, ἐφεξῆc δ’ ἡ γαcτὴρ καὶ μετὰ ταύτην ὁ cτόμαχοc, εἶτα πνεύμων, εἶτα νῆcτιc. ἆρ’ οὖν οὕτωc μόνον γίνεται καῦcοc, ὡc εἶπεν, ὅταν ἐπιcπάcη‐ ται τὰ φλέβια δριμεῖc καὶ χολώδειc ἰχῶραc ἐc ἑωυτά; ἢ καὶ | |
15 | τῆc cαρκὸc ταὐτὸ τοῦτο παθούcηc ἔcται καῦcοc, εἶτ’ οὖν καθ’ ἕν τι μόριον εἴτε καὶ καθ’ ὅλον τὸ cῶμα cυμβαίη παθεῖν αὐτήν; ἐδείχθη γὰρ καὶ αὕτη δύναμιν ἑλκτικὴν ἔχουcα τῶν ἐνδεόντων αὐτῇ. καὶ μέντοι | |
15.738 | καὶ καθ’ ἕτερον τρόπον ἐγχω|ρεῖ γενέcθαι τὴν ὁμοίαν διάθεcιν· ἕτερον δὲ λέγω τρόπον, ὅταν πέμπηται πρόc τι μόριον ἀcθενέcτερον ἐκ τῶν ἰcχυροτέρων τὰ περιττώματα. δέδεικται γάρ, ὥcπερ ἑλκτικὴ δύναμιc ἐν ἑκάcτῳ τῶν μορίων ἐcτίν, οὕτω καὶ ἀποκριτική· οὐκ ἀδύνατον οὖν | 273 |
5 | ἐcτιν ἐνίοτε μὲν ἐξ ἑνὸc μέρουc, ἐνίοτε δ’ ἐκ πλειόνων δριμεῖc καὶ χολώδειc ἰχῶραc ἀποκριθένταc ἐπί τι χυθῆναι τῶν εἰρημένων μορίων, ὅ τι περ ἂν αὐτῶν ἀcθενέcτερον ᾖ· ὅτι δ’ ἰχῶραc ὀνομάζει τὰc λεπτὰc ὑγρότηταc, εὔδηλον. | |
8 | Καὶ πυρετὸc πολὺc ἴcχει, τό τε cῶ‐ | |
10 | μα ὥcπερ ὑπὸ κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει. | |
10 | Πυρετὸc μὲν οὖν πολὺc ἴcχει διὰ τὴν τῶν ἰχώρων φύcιν, οὓc δριμεῖc ἔφη καὶ χολώδειc· τοῖc τοιούτοιc γὰρ οἱ cφοδρότατοι τῶν πυρετῶν ἐπιγίνονται, τουτέcτιν οἱ πολλήν τε καὶ δριμυτάτην ἔχοντεc | |
15.739 | τὴν θερμαcίαν, ὥcπερ γε καὶ οἱ | τὴν ἐλάττονά τε καὶ ἧττον δριμεῖαν τοῖc φλεγματώδεcιν ἕπονται χυμοῖc. κοπιᾷ δὲ τὸ cῶμα cύμπαν διὰ τὴν δριμύτητα τῶν ἰχώρων τὸν ἑλκώδη κόπον· εἴρηται δὲ τελέωc περὶ πάντων τῶν κόπων διαφορᾶc ἐν τοῖc Ὑγιεινοῖc. | |
4 | ||
5 | Γίνεται δὲ ὡc ἐπὶ τὸ πολὺ καὶ ἐκ πορείηc μακρῆc καὶ δίψεοc μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια δριμέα καὶ θερμὰ ῥεύματα ἐπιcπάcηται πρὸc ἑαυτά. | |
7 | Καὶ κατὰ τὴν ἀρχὴν εἴρητο καὶ νυνὶ δ’ αὖ τοῦ ἀναξηρανθῆναι προcέθηκε τὰc προκαταρκτικὰc καλουμέναc αἰτίαc ὡc ἐν παραδείγματι· | |
10 | πᾶcαι μὲν γὰρ αἱ θερμαὶ καὶ ξηραὶ τοὺc καύcουc ἐργάζεcθαι δύνανται. τινὰc γοῦν οἶδα διὰ πόcιν οἴνου τεθαλαccωμένου πλείονοc ἁλόνταc καύcῳ, καθάπερ ἄλλουc διὰ ταρίχων καὶ ταριχηρῶν κρεῶν καί τινων | |
ἄλλων ἁλυκῶν ἐδωδὴν ἄμετρον. ἕτεροc δέ τιc ἐξ ὁδοιπορίαc τε καὶ | 274 | |
15.740 | καύματοc ἥκων ἐλούcατο μὲν πρῶτον, ἀφικόμενοc δ’ | οἴκαδε καὶ πιὼν οἴνου κατὰ τὴν κρᾶcιν ἔχοντοc τὸ πλεῖον ἤρξατο πυρέττειν αὐτίκα καυcώδη πυρετόν, καὶ ἄλλοc δέ τιc cφοδρῶc ὀργιcθεὶc καὶ ἀγρυπνήcαc ἄλλοc. | |
4 | ||
5 | Γίνεται δ’ ἡ γλῶccα τραχεῖα καὶ ξηρὰ καὶ μέλαινα κάρτα, καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενοc ἀλγέει, τά θ’ ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίνεται καὶ δίψαι cφοδραὶ ἔνειcι καὶ ἀγρυπνίαι, ἐνίοτε δὲ καὶ παραλλάξιεc φρενῶν. | |
9 | ||
10 | Τὰ παρακολουθοῦντα τοῖc καύcοιc ἐν τῷδε τῷ λόγῳ διῆλθεν, ἃ δὴ καὶ ‘cυνεδρεύοντα‘ καλοῦcιν· ἔcτι δὲ ταῦτα γλῶccα τραχεῖα καὶ ξηρὰ καὶ μέλαινα δῆξίc τε τῆc γαcτρόc, ὑποχωρήματα ὠχρὰ καὶ δίψα cφοδρὰ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροcύνη. ἡ μὲν οὖν γλῶccα ξηρὰ γίνεται, διότι καὶ ἡ διάθεcιc ὅλου τοῦ cώματοc | |
15 | ξηρά ἐcτι καὶ θερμὴ καὶ ὁ πυρετὸc αὐτὸc τοιοῦτοc, ἡ δὲ δῆξιc τῶν | |
15.741 | κατὰ τὴν γαcτέρα διὰ τὴν τῶν εἰc αὐτὴν cυρρεόντων ἰχώ|ρων δριμύ‐ τητα, τὰ δὲ διαχωρούμενα κατὰ τὸν πλεονάζοντα χυμόν· ἔξυγρα δ’ εἶπεν αὐτὰ τὸ μηδ’ ὅλωc πεπέφθαι δηλῶν· ἡ γάρ τοι πέψιc ἅπαντα cυνάγει τε καὶ παχύνει. τὸ δ’ ἀγρυπνεῖν τοῖc οὕτω πάcχουcι cυμ‐ | |
5 | βαίνει διὰ τὴν ξηρότητα· δέδεικται γὰρ ἡ μὲν ἄμετροc ὑγρότηc τὰc καταφοράc, τὰc δ’ ἀγρυπνίαc ἡ πολλὴ ξηρότηc ἐργαζομένη· προc‐ έρχεται δὲ καὶ ἀπὸ τῶν ἄλλων cυμπτωμάτων ταλαιπωρία τῆc ἀγρυπνίαc αἰτία γινομένη. παραφροcύνην δ’ ἐμάθομεν γίνεcθαι διά τε χολὴν ἀνα‐ δραμοῦcαν ἐπὶ κεφαλὴν καὶ διὰ ξηρότητα καὶ θερμότητα κράcεωc. ὅτι | |
10 | δ’, ὅταν εἴπῃ τιc ἁπλῶc χολήν, ἡ πικρὰ δηλοῦται, προείρηται, καὶ ὅτι γε τὴν αὐτὴν χολὴν ὠχράν τε καὶ ξανθὴν ὀνομάζουcιν. ὥcπερ οὖν οὐδὲν παραλέλειπται τῶν κατὰ τὸν χολώδη καῦcον, ὅτι γε μὴ καὶ κατὰ τὴν ἐπιρροὴν τῶν ἰχώρων αὐτόν, οὐ μόνον διὰ τὴν ὁλκὴν γίνε‐ | |
cθαι, οὕτωc ἀτάκτωc γέγραπταί τινα. τῶν γάρ τοι λελεγμένων ἔνια | 275 | |
15 | μέν ἐcτι παθογνωμονικὰ cυμπτώματα τῶν καύcων, ἔνια δὲ cυνεδρεύ‐ οντα· τῶν γεννώντων δ’ αὐτοὺc τὰ μέν ἐcτι προηγούμενα, τὰ δὲ προ|‐ | |
15.742 | κατάρχοντά γε καλούμενα ὑπὸ τῶν ἰατρῶν. πάντων γοῦν ὧν εἶπον cυμπτωμάτων ἔξεcτί cοι τὸν κατάλογον ὡc ἂν ἐθέλῃc ποιεῖcθαι· ἀλλ’ ὅ γε γράψαc τὸ βιβλίον ἤρξατο μὲν ἀπὸ τῶν προηγουμένων (τὸ γὰρ ἀναξηρανθῆναι τὰ φλέβια προηγούμενον | |
5 | αἴτιόν ἐcτιν), ἐφεξῆc δὲ δέον εἰπεῖν τὰ προκαταρκτικά, οἷον ὁδοιπο‐ ρίαν μακρὰν καὶ δίψοc, οὐ ταῦτ’ εἶπεν, ἀλλὰ τῶν παθογνωμονικῶν τι, τὸν πολὺν πυρετόν. ἐχρῆν δ’ ἐνταῦθα προcθεῖναι καὶ τὸ cφοδρὸν δί‐ ψοc, ὃ μετὰ ταῦθ’ ἅμα τοῖc ἄλλοιc εἶπε cυμπτώμαcι τοῖc cυνεδρεύ‐ ουcιν ὀνομαζομένοιc, ὧν τὰ μὲν ἐνίοτε, τὰ δ’ ἀεὶ ὑπάρχει τοῖc καύcοιc. | |
10 | τοῦτο δὲ καὶ αὐτὸc ἐδήλωcεν εἰπών· ἐνίοτε δὲ καὶ παραλλάξιεc φρενῶν· τὸ γὰρ ἐνίοτε τῷ διὰ παντὸc ἀντίκειται. ἐγὼ δέ φημι καὶ τὸ τὰ περὶ τὴν νηδὺν δάκνεcθαι καὶ διαχωρεῖν χολώδη οὐ τῶν διὰ παντὸc cυνόντων τοῖc καύcοιc εἶναι· διὰ γὰρ τὸ μέγεθοc τοῦ νο‐ cήματοc καὶ τὴν ἔcω ῥοπὴν τῶν δριμέων ἰχώρων ταῦτα cυμβαίνει τοῖc | |
15 | κατὰ γαcτέρα καὶ ἧπαρ ἔχουcι τὴν οἷον ἑcτίαν τοῦ καύcου, τοῖc δὲ | |
15.743 | κατὰ πνεύμονα, ταῦτα μὲν οὐ | πάνυ τι cυμπίπτει, τὰ δὲ κατὰ τὰc γλώccαc εἰρημένα καὶ τὰc παραφροcύναc μᾶλλον. ἀλλὰ καὶ δυcπνο‐ οῦcιν οὗτοι τὴν κατὰ τὸ πυκνὸν καὶ μέγα πνεῦμα δύcπνοιαν ἐκφυcῶcί τε cυνεχῶc ἀνοιγνύντεc τὸ cτόμα καὶ τῇ τοῦ πυρώδουc πνεύματοc | |
5 | ἀποχύcει κουφιζόμενοι. τὸ μὲν οὖν τῆc δυcπνοίαc ὅλον παραλέλειπται, καίτοι γ’ ἐν Προγνωcτικῷ λελεγμένον ἡμεῖc ἐδείκνυμεν. ἀτάκτωc δ’ εἴρηται τὰ κατὰ τὴν γλῶccαν cυμπτώματα· προτέραν μὲν γὰρ ἐχρῆν γεγράφθαι τὴν ξηράν, δευτέραν δὲ τὴν τραχεῖαν· διὰ γὰρ τὴν ἄμετρον ξηρότητα τραχεῖαν cυμβαίνει γίνεcθαι τὴν γλῶc‐ | |
10 | cαν, ὥcτε τὴν τραχεῖαν εἶναι πάντωc καὶ ξηράν. ὅτι δὲ μελαίνεται διὰ τὴν ἄμετρον θερμαcίαν, ὥcπερ τοῖc εἱληθεροῦcι τὸ δέρμα, προ‐ | |
μεμαθήκαμεν ἤδη. Τῷ τοιῷδε πίνειν ὕδωρ τε καὶ με‐ λίκρητον ἑφθὸν δίδου ὑδαρέc, ὅcον ἐθέλει. | | 276 | |
14 | ||
15.744 | Τοῦτο τὸ βιβλίον εἰ καὶ μὴ Ἱπποκράτουc ἐcτὶ cύγγραμμα, πα‐ λαιὸν γοῦν ἐcτιν, ὡc κατὰ τοὺc Ἐραcιcτράτου χρόνουc ἤδη προc‐ κεῖcθαι τῷ γνηcίῳ. θαυμαcτὸν οὖν, ὅπωc ἐτόλμηcεν εἰc Ἀπολλώνιον καὶ Δέξιππον ἀποcκῶψαι τὰ περὶ τῶν κηρίνων κυλίκων ὁ Ἐραcί‐ | |
5 | cτρατοc· ὁ γὰρ ταῦτα γράψαc τὴν Ἱπποκράτουc γνώμην ἄμεινον Ἐραcιcτράτου γινώcκων, ὁπόcον ἐθέλουcι πίνειν ἐπιτρέπει τοῖc καυcου‐ μένοιc. ἔδειξα δὲ καὶ κατὰ τὸ γνήcιον μέροc τοῦ cυγγράμματοc οὕτω γινώcκοντα τὸν Ἱπποκράτην. περὶ μὲν οὖν τῆc Ἐραcιcτράτου κακοηθείαc ἱκανὰ καὶ ταῦτα. | |
10 | cκοπῶμεν δ’ ἤδη τὰ κατὰ τὴν ῥῆcιν εἰρημένα. κελεύει γὰρ μήτ’ ἐφ’ ὕδατοc μόνου διαιτᾶν τοὺc καυcουμένουc μήτ’ ἐπὶ μελικράτου μό‐ νου. τὸ μὲν γὰρ ὕδωρ ἔμαθεc, ὡc τῇ φύcει ψυχρὸν ὄν, βραδύπορον εἶναι καὶ μένον ἐν ὑποχονδρίῳ πλεῖcτον χρόνον διαφθείρεcθαι κατὰ τοὺc ὀξεῖc πυρετούc, τὸ δὲ μέλι ῥᾳδίωc ἐκχολοῦcθαι. διὰ τοῦτ’ ἀξιοῖ | |
15 | καὶ ὑδαρὲc διδόναι τὸ μελίκρατον, ἵνα τὸ ὕδωρ μὴ μείνῃ κατὰ τὴν | |
15.745 | ἄνω γαcτέρα ποδηγούμενον ὑπὸ τοῦ μιγνυμένου μέλιτοc εἰc τὴν | ἀνά‐ δοcιν. δι’ αὐτὰ δὲ ταῦτα καὶ ἑφθὸν αὐτὸ δίδωcιν· ἀδιψότερον γὰρ καὶ ἀφυcότερον τοῦτο τοῦ ὠμοῦ καὶ τὴν οὔρηcιν μᾶλλον κινοῦν, ὥcπερ γε τὴν διαχώρηcιν τὸ ὠμόν· ἧττον γὰρ γίνεται δριμὺ τὸ ἡψημένον | |
5 | οὐ μόνον τῷ πέττεcθαι κατὰ τὴν ἕψηcιν, ἀλλὰ καὶ τῷ τὸ ἀφρῶδεc αὐτοῦ πᾶν ἀφαιρεῖcθαι, καθότι τὸ δριμὺ καὶ φυcῶδέc ἐcτιν ἐν τῇ τοῦ μέλιτοc οὐcίᾳ. τὸ δ’ ἡψημένον ἄδηκτόν τε καὶ ἄφυcον γινόμενον ἀνα‐ δίδοται μᾶλλον ἢ ὑπέρχεται κατ’ ἔντερα, ὥcτε καὶ διὰ τοῦτο τρέφει μᾶλλον τοῦ ὠμοῦ. χρῄζουcι δ’ οἱ οὕτω νοcοῦντεc, ὡc ἂν μὴ λαμβά‐ | |
10 | νοντεc τὸν χυλὸν τῆc πτιcάνηc, ἐκ τοῦ μελικράτου τρέφεcθαι. προ‐ είρηται δ’ ἐν τῷ γνηcίῳ μέρει τοῦ βιβλίου περὶ τοῦ χρῆναι διαιτᾶν ἐν τοῖc ὀξυτάτοιc νοcήμαcιν ἐπὶ μόνων τῶν πομάτων, καὶ ταῦτά μοι | |
πάντα τὰ κατὰ τὴν ἐξήγηcιν τοῦδε τοῦ νῦν προκειμένου γράμματοc τοῖc προανεγνωκόcι τε καὶ μεμνημένοιc τὰc ἐν ἐκείνοιc γεγονυίαc ἐξ‐ | 277 | |
15 | ηγήcειc οὕτω λέγεταί τε καὶ λεχθήcεται. | | |
15 | ||
15.746 | Καὶ ἢν πικρὸν τὸ cτόμα γίνηται, ἐμέειν cυμφέρει καὶ τὴν κοιλίην ὑποκλύcαι. | |
2 | Ἡ πικρία τῆc χολῆc πικρὸν ἐργάζεται τὸ cτόμα· κοινὸc γὰρ καὶ εἷc χιτών ἐcτιν, ὅ τ’ ἔνδον τῆc γαcτρὸc καὶ ἅπαc ὁ ὑπαλείφων | |
5 | τὸ cτόμα. κατὰ λόγον οὖν ὁ cυγγραφεὺc ἐκκενοῖ τὴν χολὴν δι’ ἐμέτων τε καὶ κλύcματοc. | |
6 | Ἢν δὲ μὴ πρὸc ταῦτα λύηται, γά‐ λακτι ὄνου ἀφεψήcαc κάθαιρε. | |
8 | Ἐπειδὴ πάντωc μὲν ἐκκενῶcαι βούλεται τὴν εἰc τὴν γαcτέρα 〈cυρρέουcαν〉 χο‐ | |
10 | λήν, εὐλαβεῖται δὲ τὰ καθαίροντα φάρμακα, διότι δριμέα καὶ θερμὰ παντελῶc ἐcτι, διὰ τοῦτ’ ἐπὶ τὸ τῆc ὄνου γάλα παραγίνεται δριμύτητα μὲν οὐδεμίαν ἔχον ὥcπερ οὐδ’ ἄλλ’ οὐδέν, ἀλλὰ πλεονεκτοῦν τῇ ὑγρό‐ τητι μόνον τῶν ἄλλων ἁπάντων, καὶ διὰ τοῦτο μόνον ὑπέρχεται· | |
15.747 | προέψει | δ’ αὐτὸ διὰ τὸ φυcῶδεc. ἀλλὰ cύ γε καὶ μόνῳ τῷ ὀρῷ δυ‐ νήcῃ χρῆcθαι χωρίζων αὐτόν, ὅταν τὸ γάλα προαφεψήcαc διὰ ὀξυμέ‐ λιτοc ἐγκαθῇc ἀγγεῖον χαλκοῦν ὕδατοc πλῆρεc ψυχροῦ cυνεχῶc εἰc τὸ γάλα· καὶ γὰρ αὕτη καλῶc ἡ κάθεcιc γινομένη χωρίζει τὸν ὀρὸν | |
5 | τοῦ τυρώδουc. | |
5 | Ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ προc‐ φέρειν· οὐ γὰρ ὑποίcει. | |
7 | Ὁ μὲν ἁλμυρὸc χυμὸc ὁποῖόc τίc ἐcτιν, ἐν τοῖc ἁλcὶ φαίνε‐ | |
ται· περὶ δὲ τῆc τοῦ δριμέοc οὐcίαc τε καὶ δυνάμεωc εἴρηται κατὰ | 278 | |
10 | τὸ τέταρτον βιβλίον τῶν Ἁπλῶν φαρμάκων, ὅτι πέπερι καὶ νᾶπυ καὶ πύρεθρον ὅcα τ’ ἄλλα θερμὰ ταῖc δυνάμεcίν ἐcτι καὶ δριμέα γευομένοιc φαίνεται. ὡc οὖν cυναυξάνοντα τὴν διάθεcιν τῶν καυcωδῶν, φεύγειν κελεύει τὰ δριμέα καὶ τὰ ἁλμυρά· ταῦτα δὲ καὶ ξηραίνει μᾶλλον τῶν δριμέων, εἰ καὶ μὴ παραπληcίωc ἐκείνοιc θερμαίνει, ἀλλ’ ἧττον. | | |
14 | ||
15.748 | Ῥόφημα δέ, ἔcτ’ ἂν ἔξω τῶν κρί‐ cεων γένηται, μὴ δίδου. | |
2 | Ὡc προcυπακουcθηcομένου τοῦ τὴν δύναμιν ἐρρῶcθαι, τὸν λόγον ἄκουε· ποιεῖται γὰρ οὕτω τὴν διδαcκαλίαν καὶ αὐτὸc ὁ Ἱπποκράτηc, | |
5 | ὡc τὰ πολλὰ τὰ καθ’ ἕκαcτον cκοπὸν ὑπαγορευόμενα γράφων, εἶθ’ οὕτωc ἅπαξ εἰπὼν ἀλλήλοιc χρῆναι παραβάλλειν τὰ δεδειγμένα τὰc δυνάμειc αὐτῶν ἐπιcκοπούμενον. ὅτι δ’ οὐ προcήκει διδόναι ῥόφημα πρὸ τῆc κρίcεωc, ἐὰν ἡ δύναμιc ἐξαρκῇ, κατὰ τὸ πρῶτον μέροc τοῦ βιβλίου δεδήλωται τὸ γνήcιον. | |
9 | ||
10 | Καὶ ἢν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, λύεται τὸ πάθοc, καὶ ἢν ἱδρῶτεc ἐπιγένωνται κριτικοὶ γνήcιοι μετ’ οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφιcταμένων. | |
12 | ||
15.749 | Ἐν τοῖc ὀξέcι πυρετοῖc ἐπὶ τὴν κεφαλὴν φέρεται τὸ | ζέον τοῦ αἵματοc· ὅταν οὖν ἀναρρήξαcα τὰc φλέβαc ἡ φύcιc ἀποχέῃ τοῦτο μετὰ τῶν cυναχθέντων ἀτμῶν, ἑτοιμότερον κρατεῖ τῶν λοιπῶν· κατὰ δὲ τὸν αὐτὸν λόγον, ὅταν καὶ διὰ τῶν ἱδρώτων ἀποχέῃ τοὺc ζέονταc | |
5 | ἰχῶραc, ἰᾶται τὴν νόcον, ὅταν γε πεπεμμένου τοῦ νοcήματοc ἐπιγένων‐ ται. λέλεκται γὰρ ἤδη περὶ τούτου πολλάκιc ἐν ἄλλοιc τέ τιcιν ὑπο‐ μνήμαcιν ἐξηγητικοῖc καὶ ἐν τοῖc Περὶ κρίcεων. ὥcπερ οὖν ἐν τῷ πρώ‐ τῳ μέρει τοῦδε τοῦ βιβλίου, τῷ κατὰ πάνταc ὡμολογημένῳ γνηcίῳ, τὸν ἀπὸ τῆc πέψεωc τοῦ νοcήματοc cκοπὸν ὡc χρήcιμον εἰc δίαιταν | |
10 | παρέλαβεν, οὕτω καὶ νῦν εἰc πρόρρηcιν· αὐτὸ μὲν οὐκ ἔγραψε τὸ τῆc | |
πέψεωc ὄνομα, τὸ δὲ βεβαιότατον αὐτῆc cημεῖον ἐν τοῖc οὔροιc ἔγρα‐ ψεν. ‘ἄριcτον μὲν οὖν ἐcτι τὸ λευκήν τε καὶ λείην ἔχον τὴν ὑπόcταcιν οὖρον‘, ὡc ἐν τῷ Προγνωcτικῷ δεδήλωται· οὐ μὴν ἀξιώcειc γ’ ἀεὶ φαίνεcθαι, ἀλλ’ ἀρκέcει cοι πολλάκιc ἐπὶ τῇ κατὰ φύcιν χροιᾷ τε καὶ | 279 | |
15 | cυcτάcει χρηcτὸν ἐναιώρημα φανὲν εἰc τὴν τῆc cωτηρίαc ἐλπίδα. καὶ | |
15.750 | δὴ τούτων οὕτωc ἐχόντων πεπλεόναcται κατὰ τὴν ἑρμηνείαν ἡ | λέξιc· ὑπὸ γὰρ τῶν εἰρημένων οὔρων δηλοῦται καὶ τὸ κριτικοὺc εἶναι τοὺc ἱδρῶταc, ὥcτ’ ἐκ περιττοῦ πρόcκειται. τὸ δὲ γνήcιοι οὐκ 〈ἂν〉 κυρίωc ἐπ’ αὐτῶν λέγοιτο· κατὰ γὰρ τῆc τῶν νοcημάτων ἰδέαc ἐπιφέρειν εἰώθαcι | |
5 | τὴν τοιαύτην προcηγορίαν οἵ τ’ ἄλλοι τῶν ἀρίcτων ἰατρῶν καὶ αὐτὸc ὁ Ἱπποκράτηc. | |
6 | Καὶ ἢν ἀπόcτημά που γένηται. | |
7 | Ϲπανιώτατόν ἐcτι τὸ δι’ ἀποcτήματοc κριθῆναι καῦcον, ἔτι δὲ μᾶλ‐ λον, εἰ χωρὶc τοῦ μόριόν τι τοῦ cώματοc προcθεῖναι τὴν ἀπόφαcίν | |
10 | τιc ποιοῖτο. παρωτίcι μὲν γὰρ οἶδά τιναc καύcουc κριθένταc, ἀλλ’ οὐ τοὺc γνηcίουc. τοῦτο δ’ ὀλίγον ὕcτερον μαθήcῃ κατὰ τὴν ἐξήγηcιν. | |
11 | Ἢν δ’ ἄνευ τούτων λυθῇ, ὑπο‐ | |
15.751 | cτροφὴ πάλιν ἔcται τῆc ἀρ|ρωcτίηc ἢ ἰcχίου ἢ cκελέων ἄλγη‐ μα cυμβήcεται, καὶ πτύcεται παχέα, ἢν μέλλῃ ὑγιὴc ἔcεcθαι. | |
2 | Αἱμορραγίαc καὶ ἱδρῶτοc μνημονεύcαc, ἂν χωρὶc τούτων ὁ καῦcοc παύcηται, φηcὶν ἄπιcτον εἶναι τὴν λύcιν· ὑποcτρέψει γὰρ ὀλίγον ὕcτε‐ | |
5 | ρον· ἔcται γάρ, φηcί, κατὰ τὴν ὑποcτροφὴν ἄλγημα cκελέων ἢ ἰcχίου καὶ πτύcει παχέα. τὸ μὲν γὰρ αἱμορραγίαc ἢ ἱδρῶτοc ἢ ἀποcτήματοc δεῖcθαι τὸν μέλλοντα κριθῆναι δύναιτ’ ἄν τιc εἰρῆcθαι δοκεῖν ὑγιῶc, ἐὰν προcτεθῇ τοῖc εἰρημένοιc ἃ θεραπεύων αὐτὸc ἔγρα‐ ψεν ἐμεῖν τε κελεύων καὶ τὴν κοιλίαν ὑπάγειν διδούc τε ποτὸν ὕδωρ | |
10 | καὶ μελίκρατον ὑδαρὲc ἑφθόν· ὥcτ’ ἐὰν μετὰ τούτων τιc λέγῃ τὴν αἱ‐ μορραγίαν καὶ τὸν ἱδρῶτα καὶ τὸ ἀπόcτημα λύειν τὸν καῦcον, ἄλλωc | |
δὲ μὴ δύναcθαι λυθῆναι, τάχα δόξει λόγον τινὰ ἐπιεικῆ λέγειν· ἐπι‐ εικῆ δὲ εἶπον, ὡc μετρίωc ἀληθεύοντα καὶ μᾶλλον τοῦ πρόcθεν, οὐ μὴν ἄμεμπτόν γε παντάπαcιν· οὐ γὰρ ἀληθήc ἐcτιν ὁ λόγοc. τὸ γὰρ | 280 | |
15.752 | κατὰ τοὺc Ἀφοριcμοὺc εἰρημένον “ὑπὸ καύcου | ἐχομένῳ ῥίγεοc ἐπι‐ γενομένου λύcιc” ἀληθέcτατόν ἐcτιν· ἕπεται δ’ ἐξ ἀνάγκηc τῷ ῥίγει τούτῳ ποτὲ μὲν ἱδρὼc μόνοc, ἐνίοτε δ’ ἔμετοc χολωδῶν μόνοc ἢ κάτω διαχώρηcιc μόνη· πολλάκιc δὲ τῶν εἰρημένων τριῶν γίνεται τὰ δύο | |
5 | καί ποτε τὰ τρία. τῶν γὰρ δύο τούτων ἀναγκαῖόν ἐcτιν ἐπὶ τοῦ καύ‐ cου γενέcθαι θάτερον, εἰ μέλλοι λυθήcεcθαι τελέωc, ἢ ἐκκριθῆναι τοὺc χολώδειc χυμοὺc ἢ cβεcθῆναι. διὸ καὶ παραλελεῖφθαι δόξει τὸ κυριώτατον ἴαμα τῶν καύcων, ἡ τοῦ ψυχροῦ πόcιc, ᾗ διὰ παντὸc ἡμεῖc ἐθεραπεύcαμεν τοὺc καύcουc, | |
10 | οὐδ’ ἑνὸc ἀποθανόντοc, ᾧ ψυχρὸν ὕδωρ ἐδώκαμεν ἐν τῷ προcήκοντι καιρῷ, περὶ οὗ κατὰ τὴν ἐξήγηcιν τοῦ προτέρου μέρουc τοῦδε τοῦ βιβλίου διῆλθον ἐπ’ ὀλίγον ἐν ἄλλοιc θ’ ὑπομνήμαcί τε καὶ cυγγράμ‐ μαcιν ἐπὶ πλέον. ἴcωc οὖν οἰήcεταί με λέγειν τιc μηδένα τῶν καυcου‐ μένων τεθνήξεcθαι πιόντα ψυχρὸν ὕδωρ ἐν τῷ προcήκοντι καιρῷ· καί‐ | |
15 | τοι οὐ τοῦτ’ αὐτὸc εἶπον, ἀλλ’ ὅτι πᾶcιν οἷc ἔδωκα παμπόλλοιc οὖcιν, ὡc μηδὲ μεμνῆcθαι τὸν ἀριθμὸν αὐτῶν, ἠκολούθηcεν ὠφέλειά τε καὶ | |
15.753 | cω|τηρία. τοῦτο δ’ οὐ ταὐτόν ἐcτι τῷ πάνταc τοὺc καυcουμένουc, ἂν πίωcι ψυχρὸν ὕδωρ, cωθήcεcθαι· οὓc γὰρ ὀλεθρίωc τε καὶ ἀcώcτωc ἔχονταc οὔτε δι’ ἄλλου τινὸc οὔτε δι’ ὕδατοc cῶcαι δυνατόν ἐcτι, τούτοιc οὐδ’ ἐπεχείρηcα δοῦναι. | |
5 | τὸ δ’ ἐπὶ τῷ τέλει τῆc ῥήcεωc εἰρημένον καὶ πτύcεται παχέα, ἢν μέλλῃ ὑγιὴc ἔcεcθαι παραφυλακτέον ἐcτί cοι κατ’ ἐκείνουc μό‐ νουc τοὺc καύcουc, ὁπόcοι πεπονθότοc τοῦ πνεύμονοc γίνονται. | |
7 | Καύcου γένοc ἄλλο· κοιλίη ὑπά‐ γουcα δίψηc μεcτή, γλῶccα τρηχεῖα, ξηρή, ἁλυκώδηc. | |
9 | ||
10 | Τὸ τοῦ γένουc ὄνομα τοὺc παλαιοὺc Ἕλληναc εὑρίcκω καὶ κατὰ τῶν ὁμωνύμωc λεγομένων ἐνίοτε φέρονταc, τῶν ἓν μὲν ἐχόντων τὸ | |
cημαινόμενον, ἐκ δὲ τῆc κατ’ αὐτὸ τομῆc εἰc διαφορὰc πλείουc ἀφ‐ ικνουμένων· ἐφ’ ᾧ πολλάκιc εἰώθαμεν λέγειν γενικὰc εἶναι διαφορὰc | 281 | |
15.754 | τοῦδε τοῦ πράγμα|τοc δύο ἢ τρεῖc ἢ τέτταραc ἢ ὅcαc δυνατόν. ὄντων δὲ καὶ τῶν ὁμωνύμων διττῶν, τινῶν μὲν μηδ’ ὅλωc ἀλλήλοιc κοινω‐ νούντων, ὡc ὅταν κύνα τὸν χερcαῖον καὶ τὸν ἐνάλιον λέγωμεν, ἐνίων δὲ κοινωνούντων κατά τι τοῖc cυνωνύμοιc, ὅταν ἀφ’ ἑνὸc ἔχωcι τὴν | |
5 | προcηγορίαν γεγενημένην, ποῦ ποτ’ ἀναφέρονται, προcεπιcκεπτέον, ὡc εἴρηται, τὰ δύο γένη τῶν καύcων. γνωcθήcεται δ’ ἀκριβῶc τοῦτο, τοῦ κατὰ τοὔνομα λόγου τῆc οὐcίαc ἑκατέρου δηλωθείcηc. ἐπεὶ δ’ ὁ λόγοc ὑπὸ τῆc ἐννοίαc κρίνεται, cκεπτέον, εἰ τὴν ἔννοιαν ἔχομεν τοῦ καύcου πυρετοῦ cύμφωνον οὕτωc, ὥcπερ ἀνθρώπου καὶ ἵππου καὶ βοόc· ἐκ‐ | |
10 | πίπτειν δὲ τοῦ λόγου μέλλοντοc εἰc μῆκοc μεῖζον ἢ καθ’ ὑπόμνημα, cυνελεῖν αὐτὸν ὥcπερ καὶ τοὺc ἄλλουc εἰc βραχὺ κεφάλαιον cπεύcο‐ μεν, ἀρχὴν τῷ λόγῳ τήνδε ποιηcάμενοι. τὸν καῦcον πυρετὸν εὑρίcκω τοὺc ἰατροὺc λέγονταc, ὅταν ἡ θερ‐ μαcία διακαίῃ τὸν ἄνθρωπον ἄπαυcτόν τε τὸ δίψοc ἔχῃ· καὶ εἴπερ | |
15 | οὕτωc ἔχει τοῦτο, τὸν μὲν ἄνευ τοῦ διακαίειν τὸ cῶμα δίψαν παρ‐ | |
15.755 | ηγορουμένην ἔχοντα καῦcον μὲν ἁπλῶc, ἀκριβῆ δὲ καὶ | γνήcιον οὐκ ἐροῦμεν· ἐξ ἡμίcεοc δ’ ὄντα τοιοῦτον οὐ χεῖρον ὀνομάcαι cυντόμου διδαcκαλίαc ἕνεκα νόθον καῦcον, ὥcπερ ἐπὶ τῶν τριταίων πυρετῶν εἰώθαμεν χρῆcθαι ταῖc προcηγορίαιc. οὕτωc ἀκουcόμεθα τοῦ δύο εἶναι | |
5 | γένη καύcων πυρετῶν, ὡc εἴ γε καὶ γένη τριταίων τιc δύο εἴποι, τὸν μὲν ἀκριβῆ τε καὶ γνήcιον, ἕτερον δὲ τὸν νόθον, ᾧ τινὰ μὲν πάρεcτι τῶν τούτου cυμπτωμάτων, ἔνια δ’ οὔ. ὅτι δ’ ὁ δεύτεροc καῦcοc, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, οἷον ἐλλιπήc τίc ἐcτι καὶ οὐ τελέωc διηκριβωμένοc, εἴcῃ cαφῶc προcέχων | |
10 | τὸν νοῦν τοῖc ὑπ’ αὐτοῦ τοῦ cυγγραφέωc εἰρημένοιc cυμπτώμαcιν ἐπ’ αὐτοῦ γίνεcθαι. κατὰ μὲν γὰρ τὴν ἀρχὴν ἔφη κοιλίη ὑπάγουcα, δίψηc μεcτή, γλῶccα τρηχεῖα, ξηρή, ἁλυκώδηc, μὴ προcθεὶc ὃ προcέθηκεν ἐπὶ τοῦ προτέρου· ὁ γὰρ νόθοc τῶν τοῦ γνηcίου καύcου cυμπτωμάτων τὸ μὲν ἕτερον ἔχει, τὸ δ’ ἕτερον οὐκ ἔχει. πάλιν δ’ | |
15 | ἐφεξῆc εἰπὼν τὴν γλῶτταν εἶναι τραχεῖαν καὶ ξηρὰν οὐ προcέθηκε | |
τὸ μέλαινα, ὥcπερ ἐπὶ τοῦ προτέρου, ἀλλ’ ἀντὶ τούτου τοῦ cυμπτώματοc | 282 | |
15.756 | εἶπεν ἁλυκώδηc. ὥcπερ γάρ, ὅταν ἡ γλῶττα | γένηται πικρά, τὴν ξανθὴν ἐνδείκνυται πλεονάζειν χολήν, οὕτωc ὅταν ἁλυκή, τὸν ἁλυκόν τε· καὶ ἁλμυρὸν ὀνομαζόμενον χυμόν, ὅcτιc ἕν τι τῶν τοῦ φλέγματόc ἐcτιν εἰδῶν, τριῶν ὄντων, ὡc ἔμαθεc, ὀξέοc, ἁλμυροῦ, γλυκέοc. | |
5 | ὥcπερ οὖν ὁ πρότεροc καῦcοc ἐπὶ τῇ πικρᾷ χολῇ cυνιcτάμενοc ἐκκρίcειc ὠχρὰc εἰργάζετο κατὰ διττὴν αἰτίαν, ὅτι τε λεπτὸc ἦν ὅτι τε κατ’ αὐτὸν ὁ διακαὴc πυρετὸc ηὐξάνετο, προcεγγεννωμένηc ἐν αὐτῷ τῆc ξανθῆc χολῆc, οὕτω νῦν ὁ φλεγματώδηc χυμὸc οὔτ’ εὔκριτόc ἐcτιν οὔτ’ αὐξάνει τοὺc πυρετοὺc οὔτε φλογώδη τὴν δίψαν ἔχει οὔτ’ ἐκ‐ | |
10 | πνευματοῦται. καὶ διὰ τοῦτ’ εἴρηκεν ἐπ’ αὐτοῦ κοιλίη ὑπάγουcα, διαχωρεῖν αὐτὴν μόνον δηλώcαc, ἐναντίον ὂν τῷ μὴ διαχωρεῖν. ὑπ‐ έρχεται μὲν γὰρ τούτοιc ἡ γαcτήρ, οὐ μὴν κατὰ χυμοῦ τινοc ἰδέαν, ἀλλ’ αὐτῶν τῶν προcφερομένων ἐν τροφῆc μοίρᾳ διαφθειρομένων. οὐ γὰρ ἐπὶ πομάτων οὗτοι διαιτῶνται, καθάπερ οἱ πλεῖcτοι τῶν τὸν πρό‐ | |
15 | τερον καῦcον νοcούντων, ἐπειδὴ cύντομον ἐκεῖνοι τὴν ἔκκριcιν ἔχουcιν, ἐπὶ λεπτῷ καὶ ζέοντι χυμῷ cυνιcτάμενοι, βραδεῖαν δ’ οὗτοc διὰ τὸ | | |
15.757 | ψυχρὸν καὶ γλίcχρον καὶ παχὺ τῆc τοῦ φλέγματοc οὐcίαc. οὔκουν ἐν‐ δέχεται ποτῷ μόνῳ χρῆcθαι τοὺc οὕτω νοcοῦνταc· τοῦτο γὰρ ἐμάθο‐ μεν ἐπὶ τῶν μελλόντων πέττεcθαι περὶ τὴν πέμπτην ἢ τὴν ἑβδόμην ἡμέραν, ἰcχυρᾶc οὔcηc δηλονότι τῆc δυνάμεωc· εἰ δ’ εἰc τὴν ἐνάτην | |
5 | ἢ τεccαρεcκαιδεκάτην ἢ εἰκοcτὴν ἐμπίπτειν μέλλει τὸ νόcημα, χυλῷ πτιcάνηc ἐξ ἀρχῆc ἐπ’ αὐτοῦ χρώμεθα. | |
6 | Οὔρων ἀπόληψιc. | |
7 | 〈Οὔρων ἀπόληψιc〉 εἴωθε λέγεcθαι παρ’ αὐτοῦ, ὅταν ἢ οὐκ ἀξιο‐ λόγωc ἢ μηδ’ ὅλωc φέρηται· γίνεται δὲ τοῦτο κατὰ τὸν προκείμενον | |
10 | ἐν τῷ λόγῳ καῦcον ἐπὶ τῷ πάχει τοῦ χυμοῦ. | |
10 | Ἀγρυπνίη. | |
11 | Τοῦτο κοινὸν ἀμφοτέρων τῶν καύcων καὶ διὰ τοῦτο κατὰ τὸν πρότερον ἐμνημόνευcεν αὐτοῦ· καὶ γὰρ γίνεται μᾶλλον ἐπ’ ἐκείνου, | |
διότι καὶ ἡ κεφαλὴ μᾶλλον ἐκπυροῦται. | 283 | |
15 | Ἀκρωτήρια ἐψυγμένα. | |
15 | ||
15.758 | Τοῦτο τὸ cύμπτωμα τοῦ | δευτέρου ἐcτὶ καύcου· οὐ δεῖ δ’ ἁπλῶc εἰρῆcθαι τὸν λόγον, ἀλλὰ μετὰ διοριcμοῦ τινοc· οὐ γὰρ ἀεὶ τοιοῦτόc ἐcτιν, ἀλλ’ ὅταν κακοήθηc ᾖ. κατὰ μὲν γὰρ τοὺc χολώδειc καὶ διακαεῖc πυρετοὺc ἄχρι τῶν περάτων τοῦ cώματοc ἐκτείνει τὴν θερμότητα, κἂν | |
5 | κακοήθηc ὁ καῦcοc ᾖ, κατὰ δὲ τοὺc φλεγματικοὺc ἡ καπνώδηc τῆc θερμαcίαc οὐcία *** ὅταν οὖν ἐν τοῖc κατὰ γαcτέρα χωρίοιc ἢ τὸ ἧπαρ ἢ τὸν πνεύμονα γένηται cῆψιc ἁλυκοῦ χυμοῦ, δι’ ἐκείνην μὲν ἡ πυρώδηc θερμαcία γίνεται, κακοηθευcαμένου δὲ τοῦ νοcήματοc ἀκρω‐ τήρια ψύχεται διὰ τὴν ἀρρωcτίαν τῆc δυνάμεωc καὶ τὸ μέγεθοc τῆc | |
10 | φλεγμονῆc ἐφ’ ἑαυτὴν ἑλκούcηc πᾶν τὸ αἷμα· χωρὶc γὰρ τούτων οὐκ ἂν ὀλέθριον γένοιτό ποτε τὸ νόcημα. | |
11 | Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινὸc ῥυῇ ἢ ἀπόcτημα περὶ τράχηλον γένηται ἢ cκελέων ἄλγημα καὶ πτύcματα παχέα πτύcῃ (ταῦτα δὲ cυcτάcηc τῆc κοιλίηc | |
15.759 | γίνεται) | ἢ ἰcχίων ὀδύνη ἢ αἰδοίου πελίωμα, οὐ κρίνεται· καὶ ὄρχιc ἐνταθεὶc κριτικόν. | |
2 | Ὅτι δι’ ἀποcτημάτων μᾶλλον ἢ ἐκκρίcεων οἱ ἐπὶ φλέγματι cηπο‐ μένῳ γινόμενοι πυρετοὶ τὴν λύcιν ἴcχουcι, πολλάκιc δέδεικται· κατὰ | |
5 | δὲ τὸν προκείμενον καῦcον οὐκ ἀποcτημάτων μόνον ἐμνημόνευcεν, ἀλλὰ προcέθηκε καὶ αἱμορραγίαν, ἐπ’ ἐκείνων μᾶλλον τῶν καύcων γιγνο‐ μένην, ἐφ’ ὧν ἡ τοῦ πάθουc cύcταcιc ἐν τῷ πνεύμονι γίνεται· θερ‐ μαινομένη γὰρ ἐν ταῖc τοιαύταιc διαθέcεcιν ἡ κεφαλὴ πληροῦται τοῦ αἵματοc ἀποχεῖ τε τὸ πλεονάζον αὐτοῦ, ῥηγνυμένων ἢ ἀναcτομουμένων | |
10 | τῶν φλεβῶν· διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ περὶ τὸν τράχηλον ἀπο‐ cτήματα καὶ παρωτίδεc γίνονται τοῖc οὕτω πάcχουcιν. ὅcοιc δὲ τοῦ πάθουc ἡ cύcταcιc ἐν τοῖc κατὰ τὴν νῆcτιν ἢ τὸ ἧπαρ ἐγένετο μέρεcι, κάτω μᾶλλον αἱ ἀποcτάcειc τούτοιc cυμπίπτουcιν, ὥcτε καὶ ἡ τῶν ἰcχίων ὀδύνη καὶ τὸ τοῦ αἰδοίου πελίωμα καὶ | |
15 | ἡ τοῦ ὄρχεωc ἔνταcιc τοῖc οὕτω κάμνουcι μᾶλλον cυμβαίνει. γίνεται | 284 |
15.760 | δ’ ἔντα|cιc ὄρχεωc ἐνίοτε μὲν ὑπὸ τῆc κατ’ αὐτὸν φλεγμονῆc, ἐνίοτε δ’ ὑπό τινοc τῶν ἄνω φλεγμαινόντων ἡλκωμένου. τὸ δὲ καὶ πτύcματα παχέα πτύειν ἐνίουc αὐτῶν ἐπὶ τῶν κατὰ τὸν πνεύμονα πάθοc ἐχόντων εἴρηται πέψεωc ἤδη γεγονυίαc. | |
5 | εὔδηλον οὖν ἐκ τούτου τὸ cυγκεχυμένον καὶ ἄτακτον καὶ ἀδιό‐ ριcτον τῆc διδαcκαλίαc, ὅπερ ὑποτυπώcει μὲν ἕνεκα cυγγράμματοc γινο‐ μένῃ πρέπει, cυγγράμματι δ’ οὐδαμῶc ἐcτιν οἰκεῖον· ἐπὶ γὰρ πολλοῖc μέρεcι πεπονθόcι γινομένων τῶν τοιούτων πυρετῶν ἐχρῆν ἐφεξῆc τῶν cυμπτωμάτων γεγράφθαι τὸν κατάλογον καὶ μὴ ἀδιορίcτωc τε καὶ | |
10 | ἀτάκτωc, ἀλλ’ ἢ κατὰ τὸ οἰκεῖον προκείμενον νόcημα ποιεῖν. καὶ τὸ “κοιλίη ὑπάγουcα” κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, οὐχ ὡc ἀεὶ τοῖc καύcοιc ὑπάρχοντοc τοῦ cυμπτώματοc, ἀλλ’ ὡc ἐνίοτε· τοῖc γὰρ ἐν τῇ γαcτρὶ τὴν εἰρημένην διάθεcιν ἔχουcι διαφθειρομένων τῶν cιτίων αἱ διαχωρήcειc ὑγραί, τοῖc δ’ ἐν τῷ πνεύμονι ἔχουcι τῆc γαcτρὸc ἀπαθοῦc | |
15 | ὑπαρχούcηc οὐκ ἀνάγκη τὰ διαχωρήματα τοιαῦτ’ εἶναι· τοὐναντίον γὰρ | |
15.761 | ἐνίοτε τοῖc οὕτω διακειμένοιc cυμβαίνει cκληρὰν καὶ δυc|διαχώρητον εἶναι τὴν γαcτέρα. καὶ μὲν δὴ καὶ οἷc κατὰ τὸ ἧπάρ ἐcτιν ἡ οἷον ῥίζα τοῦ καύcου ποτὲ μὲν ἔκκριcιc ὑγρά, ποτὲ δὲ ξηρὰ τὰ διαχωρήματα αὐτῶν ἐκκρί‐ | |
5 | νεται, οἷα τὰ καλούμενα cπυραθώδη, κατωπτημένων δηλονότι τῶν cκυβάλων ὑπὸ τῆc ἐν τῷ cπλάγχνῳ φλεγμονῆc. ὅταν μὲν οὖν φλεγμαίνῃ μόνον, τοῦτο ἐργάζεται, ὅταν δὲ cὺν τῇ φλεγμονῇ ᾖ καὶ ἡ ἀτονία, ὑγρὰ διαχωροῦcι μὴ δυναμένου τοῦ cπλάγχνου πρὸc ἑαυτὸ τὴν τρο‐ φὴν ἕλκειν. διορίζεται δὲ τὰ τοιαῦτα διαχωρήματα τῶν ἀπὸ τῆc γαcτρὸc | |
10 | πεπονθυίαc γενομένων τῷ κεχυλῶcθαι. | |
10 | Ῥοφήματα ἐπιcπαcτικὰ δίδου. | |
11 | Ὃ πολλάκιc εἴωθα λέγειν, ὡc ἀcαφὴc λέξιc οὐδὲν διδάcκει, τοῦτο καὶ νῦν ἐρῶ. τοῖc γὰρ διὰ φαυλότητα φλέγματοc νοcοῦcι ποτὸν μὲν | |
15.762 | ὀξύμελι χρηcιμώτατόν ἐcτι, τροφὴ | δὲ χυλὸc πτιcάνηc. ἀλλ’ ὅμωc ἐγώ, καίτοι γινώcκων ταῦτα καὶ παρ’ ἑτέρου μαθεῖν οὐ δεόμενοc, οὐκ ἔχω μαντεύcαcθαι, τίνα ποτὲ λέγει τὰ ἐπιcπαcτικὰ ῥοφήματα. τὸ γὰρ ὀξύμελι τμητικόν τε καὶ διαιρετικὸν καὶ ῥυπτικὸν ἐγχωρεῖ λέγειν, ἐπι‐ | 285 |
5 | cπαcτικὸν δ’ οὐδαμῶc, ὅτι μηδὲ δυνάμεθα δεῖξαι τὸ ἐπιcπώμενον ὑπ’ αὐτοῦ. οὕτωc οὐδὲ τὸν τῆc πτιcάνηc χυλὸν ἐπιcπαcτικὸν εἶναι φήcο‐ μεν. ἴcωc οὖν ἐρεῖ τιc κελεύειν αὐτὸν τὴν γαcτέρα ὑπάγειν τοῖc ἐπι‐ cπαcτικοῖc, τουτέcτι τοῖc ἐπιcπωμένοιc τὸν παχὺν χυμόν, ὁποῖόc ἐcτι καὶ ὁ τοῦ φλέγματοc· ἀλλ’ οὐκ ἂν εἶπε ῥοφήματα· φαρμάκων γὰρ τὸ | |
10 | τοιοῦτον ἔργον, οὐ ῥοφημάτων ἐcτίν, ὥcπερ οὐδὲ πομάτων. πρόδηλον οὖν γέγονεν, ὡc ταῖc ἀcαφέcι λέξεcιν οὐδὲν γινώcκομεν βέβαιον, καὶ διὰ τοῦτ’ οὐδὲ ταύτῃ τῇ λέξει ἐπιχειροῦμεν· οὐδὲν γὰρ ὡριcμένον ἢ βέβαιον παρ’ αὐτῆc ἔcτιν εὑρεῖν· ἀλλ’ οὐκ οἶδ’ ὅπωc οἱ ἄνθρωποι, καθάπερ ἄλλα πολλὰ φανερῶc ἁμαρτάνουcιν, οὕτω καὶ τῷ | |
15.763 | χαίρειν τοῖc ἀcαφῶc εἰρημένοιc· καίτοι πάντεc ὥcπερ ἐξ ἑνὸc | cτόμα‐ τοc τὴν μὲν cαφήνειαν ἀρετὴν εἶναι ἑρμηνείαc λέγουcι, τὴν δ’ ἀcά‐ φειαν κακίαν. | |
3 | Τὰ δὲ ὀξέα πάθεα φλεβοτομήcειc, | |
5 | ἢν ἰcχυρὸν φαίνηται τὸ νόcημα καὶ οἱ ἔχοντεc ἀκμάζωcι τῇ ἡλικίῃ καὶ ῥώμη παρῇ αὐτέοιcιν. | |
6 | Οὗτοc ὁ λόγοc ἄξιόc ἐcτιν Ἱπποκράτουc· θαυμάζω δέ, πῶc οὐκ ἔγραψεν αὐτὸν ἐν Ἀφοριcμοῖc· ἐν ὀλίγῃ γὰρ τῇ λέξει δύναμίc ἐcτι πολλή, καθάπερ ἐν τοῖc Ἀφοριcμοῖc. περὶ γοῦν τῶν φλεβοτομίαc χρῃ‐ | |
10 | ζόντων εἴρηται πολλάκιc τοῖc ἰατροῖc, ὧν τὰ δοκοῦντα πιθανώτατα περὶ φλεβοτομίαc ἀcφαλῶc εἴρηται διὰ δυοῖν βιβλίων ὑπ’ ἐμοῦ γεγραμ‐ μένων· τὸ μὲν οὖν ἕτερον αὐτῶν ἐπιγέγραπται Περὶ φλεβοτομίαc, ἐν ᾧ τὰ πάντα χρήcιμα διδάcκεται, τὸ δ’ ἕτερον γέγραπται, ὡc ἔφην, τοῖc ἰατροῖc τοῖc τ’ ἐμπειρικοῖc καὶ δογματικοῖc. οἱ δ’ ἀμέθοδοι Θεccάλειοι | |
15.764 | καθάπερ καὶ τἄλλα | χωρὶc ἀποδείξεωc ἁπλῶc λέγουcιν, οὕτω καὶ τὴν | |
φλεβοτομίαν ἀπεφήναντο χαλαcτικὸν εἶναι βοήθημα· τὸ χαλαcτικὸν δ’ αὐτὸ διαφόρωc ἐξηγοῦνται, καθὼc δέδεικταί μοι διὰ τῶν ἐμῶν ὑπο‐ μνημάτων Περὶ τῆc μεθοδικῆc αἱρέcεωc ἐπιcκεπτομένῳ. τῷ μὲν οὖν | 286 | |
5 | ἅπαcαν ἀναλέξαcθαι τὴν περὶ τῆc φλεβοτομίαc ἱcτορίαν βουλομένῳ πάρεcτιν ἀναγινώcκειν τά θ’ ἡμέτερα καὶ τὰ τῶν ἄλλων ἰατρῶν βιβλία· νυνὶ δ’ αὐτὸ τὸ κεφάλαιον αὐτῆc ἄκουcον εἰc ὀλίγουc τέωc ἀνενηνεγ‐ μένον cκοπούc. φλεβοτομήcειc γὰρ πρῶτον, ‘εἴ cοι φαίνοιτο μέγα τὸ νόcημα‘. φα‐ | |
10 | νερῶc ἀπὸ τοῦ νοουμένου πηλίκου τῷ βοηθήματι χρῆται διὰ τὰ ἰcχυρὰ πάθη· οὐ διαφέρει γε μὴν ἰcχυρὸν ἢ μέγα τὸ νόcημα φάναι. δεύτεροc cκοπὸc τῆc φλεβοτομίαc ἐcτίν, εἰ ἀκμάζοι κατὰ τὴν ἡλικίαν ὁ κάμνων· οὔτε γὰρ παῖc οὔτε γέρων φέρουcι τὴν φλεβοτομίαν, οὐδ’ ἂν μέγα νόcημα νοcῶcιν. ὁ δὲ δὴ τρίτοc cκοπὸc εἴρηται τῷ cυγγραφεῖ τῆc ζω‐ | |
15 | τικῆc δυνάμεωc ἡ ῥώμη· καὶ γὰρ καὶ τῶν ἀκμαζόντων ἐν ταῖc νόcοιc οὐ διὰ παντὸc ἡ ῥώμη ἐμφανήc ἐcτιν. ἴcωc οὖν τινι δόξει τὰ δύο | |
15.765 | ἀρκεῖν μόνα cκοποὺc | ὑποθέcθαι φλεβοτομίαc, μέγεθοc νοcήματοc καὶ ῥώμην δυνάμεωc· ὁ γάρ τοι γέρων οὐ διὰ τὴν πολυετίαν αὐτὴν καθ’ ἑαυτήν, ἀλλὰ διὰ τὴν ἀcθένειαν τῆc δυνάμεωc οὐ φέρει τὴν φλεβοτο‐ μίαν. ἀλλ’ οἵ γε παῖδεc ἰcχυροὶ τὴν ζωτικὴν δύναμιν ὄντεc ὅμωc οὐδ’ | |
5 | αὐτοὶ τὴν φλεβοτομίαν ἀνέχονται· διαφορεῖται γὰρ αὐτῶν ἑτοίμωc ἡ οὐcία διά τε τὴν ὑγρότητα καὶ διὰ τὴν θερμότητα τῆc κράcεωc· οὔκ‐ ουν δέονται φλεβοτομίαc cύμφυτον ἔχοντεc τὴν ἐκ τῆc κράcεωc κέ‐ νωcιν. διὰ ταῦτα γοῦν οὐκ ἀρκεῖ μέγεθοc νοcήματοc καὶ ῥώμην δυνά‐ μεωc cκοποὺc εἶναι φλεβοτομίαc, ἀλλ’ ἄμεινόν ἐcτι προcτιθέναι καὶ | |
10 | τὴν τῶν ἀκμαζόντων ἡλικίαν. τό γε μὴν ἐν ἀρχῇ τῆc ῥήcεωc ἄξιον ἐπιcκέψαcθαι, ὅπωc εἴρηται τὰ ὀξέα πάθεα φλεβοτομήcειc. τῶν δὲ χρονίων πῶc οὐκ ἐμνημό‐ νευcεν; ἐπειδὴ περὶ τῶν ὀξέων αὐτῷ νῦν ἐcτιν ἡ διδαcκαλία, [καὶ] διὰ τοῦτο περὶ τούτων μόνον ἐμνημόνευcε· δέονται γὰρ καὶ τῶν χρονίων | |
15 | πολλὰ φλεβοτομίαc, ὅταν καὶ αὐτὰ τοῖc εἰρημένοιc τριcὶν ὑπάγηται | |
15.766 | cκοποῖc. ὀρθῶc δὲ | πάντων τούτων εἰρημένων, οὐκ ὀρθῶc ὑποληπτέον | |
κεκρίcθαι πρόc τινων, ὧν ἐcτι καὶ Μηνόδοτοc ὁ ἐμπειρικόc, ἐπὶ μόνῃ τῇ πληθωρικῇ καλουμένῃ cυνδρομῇ φάcκων τετηρῆcθαι φλεβοτομίαν· ἡμεῖc δὲ καὶ μὴ παρούcηc αὐτῆc φλεβοτομοῦμεν, ὅταν ὀδύνη cφοδρὰ | 287 | |
5 | καταλαμβάνῃ τὸν ἄνθρωπον ἐξαίφνηc ἢ θλαcθῇ τι μόριον ἢ ὀcτοῦν ἐξωcθῇ κατ’ ἄρθρον ἢ ἄλλο τι ἄρθρον cυναρθῇ· οὐ φλεβοτομοῦμεν δέ, καίτοι τῆc πληθωρικῆc cυνδρομῆc γενομένηc, διὰ δὲ τρίψεωc καὶ λουτρῶν πλειόνων καὶ διαίτηc ἐνδεοῦc ἡμέραιc δύο ἢ καὶ τριcὶν εἰc τὸ κατὰ φύcιν ἄγομεν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ Περὶ | |
10 | πλήθουc καὶ ἐν τῷ Περὶ φλεβοτομίαc, ἔτι τε ἐν τῷ τῆc Θεραπευτικῆc μεθόδου βιβλίῳ. ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰc τὸ παρὸν ὡc ἐν ὑπο‐ μνήματι περὶ φλεβοτομίαc εἰρῆcθαι. προcθήcω δὲ ἕνεκα τοῦ μηδὲν λείπειν τὸν ἀπὸ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc cκοπόν, ὅταν ᾖ θερμὸc ἱκανῶc καὶ ξηρόc, ὡc διαφορεῖcθαι | |
15 | ταχέωc ὑπὸ τούτου τὸ cῶμα· τηνικαῦτα γὰρ ἀφιcτάμεθα τῆc φλεβο‐ | |
15.767 | τομίαc, | εἰ καὶ μέγα τὸ νόcημα καὶ ἀκμάζων ὁ ἄνθρωποc εἴη. τοῦτ’ οὖν ὁ cυγγραφεὺc τοῦ βιβλίου παρέλιπε μόνον γράψαc τὰ λοιπά, καὶ τὴν ἕξιν δ’ αὐτοῦ τοῦ πάcχοντοc cώματοc· ἀλλ’ ἐπὶ προήκοντί γε τῷ γράμματι καὶ τῆc ἕξεωc ἐμνημόνευcε, δυναμένηc καὶ τὰc τῆc ἡλικίαc | |
5 | διαφορὰc ἐν ἑαυτῇ περιλαβεῖν, ὡc δείξω. | |
5 | Ἢν μὲν οὖν cύναγχοc ᾖ, ἐκλεικτῷ ἀνακάθαιρε, εἴτ’ ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀcθενέcτεροι φαίνωνται ἢ καὶ πλέον τοῦ αἵματοc ἀφέλῃc, κλυcμῷ κατὰ κοιλίην χρέεcθαι διὰ τρίτηc ἡμέρηc, ἕωc ἂν ἐν ἀcφαλείῃ γέ‐ | |
10 | νηται ὁ νοcέων ἢ καὶ λιμοῦ χρῄζῃ. | |
10 | Ἡ cυνάγχη τῶν κατὰ φάρυγγα μερῶν ἐcτι φλεγμονὴ δυναμένη μετὰ τὴν φλεβοτομίαν ἐκλεικτοῖc ἀνακαθαίρεcθαι, τουτέcτι τὰ περι‐ εχόμενα κατὰ τὰ φλεγμαίνοντα μόρια κενοῦcθαι διὰ τῶν πτυcμάτων· | |
15.768 | τὸ γὰρ ἀκάθαρ|τον cῶμα καὶ περιττωματικὸν ἐκκενούμενον εἰκότωc ἄν | |
τιc καθαίρεcθαι λέγοι. τὰ δ’ ἄλλα νοcήματα τὰ ὀξέα παραλείψαc περὶ τοῦ πλευρίτου εἴρηκεν, ὡc κἀν τῷ πρώτῳ μέρει τοῦ βιβλίου πεποίηκεν· ‘ἢν δ’ ἀcθενέcτεροι, φηcίν, εἶναί cοι δοκῶcιν ἢ διὰ τὸ πλῆθοc τοῦ | 288 | |
5 | κατὰ τὴν φλεβοτομίαν ἀφαιρεθέντοc αἵματοc ἢ καὶ ἄλλωc, ἀντὶ τοῦ καθαίρεcθαι κλυcτῆρι χρῶ διὰ τρίτηc ἡμέραc‘. χαλαcθέντοc γὰρ τοῦ cώματοc ὑπὸ τῆc φλεβοτομίαc, ὅcον ὑπολείπεται κατὰ ποιότητα μοχθη‐ ρὸν τῶν νοcαζόντων χυμῶν, τοῦτο διὰ τῶν κλυcτήρων ἐκκενῶcαι βού‐ λεται. πρόδηλον δ’ ἐcτίν, ὅτι cκοπὸν ἔχει οὐ μόνον ὑπάγειν τὰ περιτ‐ | |
10 | τώματα τῆc τροφῆc, ἀλλὰ καὶ τὸν πεπονθότα τόπον ἐκκαθαίρειν. τὸ δὲ προcκείμενον ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, τὸ ἢ καὶ λιμοῦ χρῄζῃ, δῆλον τοῖc μεμνημένοιc τῶν ἐν τῷ πρώτῳ βιβλίῳ διδαχθέντων. | |
12 | Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευ‐ μάτων ἀπολήψει, φρενῶν ἐντάcιεc, πνευμάτων προcτάcιεc | |
15.769 | ὀρθοπνοίηc ξηρῆc, οἷcι | μὴ πῦον ὕπεcτιν, ἀλλὰ ὑπὸ πνευ‐ μάτων ἀπολήψιοc τὰ παθήματα ταῦτα ἐπιγίνεται, μάλιcτα δὲ καὶ ἥπατοc περιωδυνίαι καὶ cπληνὸc βάρεα καὶ ἄλλαι φλεγμαcίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι τε καὶ ξυcτροφαὶ | |
5 | νοcημάτων οὐ δύνανται λύεcθαι, ἤν τιc πρότερον ἐπιχειρέῃ φαρμακεύειν, ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐcτιν· ἔπειτα δὲ ἐπὶ κλυcμῶν, ἢν μὴ μέγα καὶ ἰcχυρὸν τὸ νόcημα ᾖ· εἰ δὲ μή, καὶ ὕcτερον φαρμακείηc δεῖ. δεῖται δὲ ἀcφαλείηc καὶ μετριότητοc μετὰ φλεβοτομίην φαρμακείη. | |
9 | ||
10 | Κατάλογόc ἐcτι νοcημάτων φλεβοτομίαc μὲν πρότερον, ἐπ’ αὐτῇ δὲ καθάρcεωc δεομένων, ὧν πρῶτον ἁπάντων γέγραπται φλεγμαίνοντα ὑποχόνδρια. κατὰ 〈δὲ〉 τὸ Ἱπποκράτουc ἔθοc ἄκουε τῆc φλεγ‐ μαίνοντα φωνῆc· καὶ γὰρ πάντα τὰ φλογώδη καὶ θερμὰ δηλοῦνται τῶν νοcημάτων, ἐρυcιπέλατα, ἕρπητεc, ἄνθρακεc, αὗται αἱ ἰδίωc ὀνομα|‐ | |
15.770 | ζόμεναι φλεγμοναί· ἅπαντεc δὲ οἱ νεώτεροι τῶν ἰατρῶν καθ’ ἑνὸc εἴ‐ | |
δουc τῶν φλεγμαινόντων cωμάτων ἐπιφέρουcι τὸ πάλαι πάντων κοινὸν ὄνομα καὶ καλοῦcιν οὕτωc μόνον ἐκεῖνον τὸν ὄγκον, ὃc 〈ἂν〉 ἀντί‐ τυπόc τε καὶ ὀδυνηρὸc ᾖ μετὰ θερμαcίαc πολλῆc. ὄντων δὲ καὶ ἄλλων | 289 | |
5 | ὄγκων παρὰ φύcιν, οἷον τοῦ τε cκίρρου καὶ τοῦ καλουμένου παρὰ τοῖc νεωτέροιc ἰατροῖc οἰδήματοc (ἦν γὰρ καὶ τοῦτο πάλαι κοινὸν ὄνομα πάντων τῶν παρὰ φύcιν ὄγκων), ἔτι δὲ καὶ τῆc ἐμπνευματώcεωc, εἴ‐ ρηται μὲν ἡμῖν ἑτέρωθι δι’ ἑνὸc βιβλίου Περὶ τῶν παρὰ φύcιν ὄγκων· ἐν δὲ τῷ νῦν ἐνεcτῶτι λόγῳ καθάπερ τἄλλα διὰ κεφαλαίων καὶ τοῦτ’ | |
10 | εἰρήcεται. cκίρροc μὲν ὁ ἀντίτυποc ὄγκοc, ἡ δὲ πνευμάτωcιc γίνεται διττῶc, ἤτοι κατά τιναc αἰcθητὰc κοιλότηταc ἀθροιζομένου πνεύματοc φυcώ‐ δουc ἢ λόγῳ θεωρητάc· ἐνίοτε γοῦν τινεc ὄγκουc παρὰ φύcιν ἐν μυcὶν ἔτεμον, ὡc ἐν βάθει πῦον εὑρήcοντεc, εἶθ’ εὗρον οὐδὲν ἄλλο πλὴν | |
15 | πνεύματοc ἐν ἁπάcῃ τῇ cαρκὶ κατὰ cμικρὰ παρεcπαρμένου. καὶ μέντοι | |
15.771 | καὶ θρόμβουc ἐνίοτε μόνουc οἱ | οὕτω τέμνοντεc ἢ γλίcχρον ὑγρὸν εὗρον ἢ μυξῶδεc. ἀλλ’ ἐπὶ τῶν τοιούτων ὁ ὄγκοc κατὰ τὸν θρόμβον ἢ τὴν μύξαν ἦν, ὡcαύτωc φαινομένηc διακεῖcθαι τῆc cαρκόc· τὸ δὲ πνεῦμα κατὰ βραχύ ἐcτι διεcπαρμένον ἐν ταύτῃ. | |
5 | κατὰ τοίνυν τὴν προκειμένην ἐν τῷ λόγῳ ῥῆcιν τὰ φλεγμαί‐ νοντα ὑποχόνδρια φαίνεταί μοι μὴ κατὰ τὸ cύνηθεc Ἱπποκράτει cημαινόμενον εἰρῆcθαι· τίνα γὰρ ἕξει νοῦν τὸ προcκείμενον αὐτῇ μὴ πνευμάτων ἀπολήψει, τῆc φλογώδουc θερμαcίαc ἐν ὑποχονδρίοιc, ἄν τε μετὰ πνεύματοc ᾖ ἄν τε μή, τὴν αὐτὴν ἔνδειξιν ἐχούcηc; οὐ | |
10 | μὴν οὐδ’ οὕτωc ἔοικεν εἰπεῖν, ὡc ἐπὶ cυνόδῳ λέγεcθαι φλογώcεώc τε καὶ πνευμάτων ἀπολήψεωc γινομένων, ὅπερ ἐcτὶ ψεῦδοc· οὐδέποτε γὰρ ἡ τοῦ πνεύματοc ἀπόληψιc ἐπιφέρει φλογώδη διάθεcιν ἐν ὑπο‐ χονδρίῳ. ἔοικεν οὖν ὁ γράψαc ταῦτα φλεγμαίνοντα λέγειν ὑπο‐ χόνδρια τὰ εἰc ὄγκον ἠρμένα. | |
15 | τούτοιc ἐφεξῆc ἐμνημόνευcε φρενῶν ἐντάcεωc, εἶτα πνευμά‐ των προcτάcεωc. ἡ μὲν οὖν τῶν φρενῶν ἔνταcιc εὔδηλόc ἐcτι, τὰ | |
15.772 | δὲ προτεταμένα πνεύματα ἔοικε λέγειν τὰ | οἷον ἐγκοπτόμενα, περὶ | |
ὧν ἐν τῷ προτέρῳ μέρει τοῦ βιβλίου τοῦδε γέγραπται “πνεῦμα προc‐ πταῖον ἐν τῇ ἄνω φορῇ,” καὶ λέλεκται περὶ αὐτοῦ κατὰ τὴν ἐξήγηcιν ἐκείνηc τῆc λέξεωc. ξηρὰν δ’ ὀρθόπνοιαν εἴρηκε τὴν χωρὶc πτυcμά‐ | 290 | |
5 | των ἀναβήξεωc ἰcχυρὰν οὕτω δύcπνοιαν, ὡc μὴ φέρειν τὴν κατά‐ κλιcιν, ἀλλὰ πνίγεcθαι, περὶ ἧc ἔμαθεc ὡc ὑπὸ cτενοχωρίαc γίγνοιτο τῶν κατὰ τὸν πνεύμονα κοιλιῶν τοῦ πνεύματοc, αἵτινεc τοῦτο πά‐ cχουcι κατακειμένων μὲν μᾶλλον, ἑcτώτων δ’ ἧττον, ἀνακαθημένων γε δηλονότι πάντων ὀρθῶν τῶν κατὰ τὸν θώρακα, δι’ ὃ καὶ καλεῖται | |
10 | ὀρθόπνοια. γινομένηc δ’ αὐτῆc ἐνίοτε μὲν διὰ φλεγμονὴν τοῦ cπλάγ‐ χνου, καθάπερ ἐν περιπνευμονίαιc, ἐνίοτε δὲ τῶν βρόγχων πεπληρω‐ μένων, φλεβοτομίαc δεῖcθαί φηcι τοὺc ὀρθόπνοιαν πάcχονταc, οἷc μὴ πῦον ἤθροιcται (πρόδηλον γὰρ ὡc ἐκεῖνοι κενωθῆναι χρῄζουcι τὸ πῦον)· τοὺc δ’ ὑπὸ πνεύματοc ἀπολήψεωc, ὅπερ ἔcτι cτενοχωρου‐ | |
15 | μένου τοῦ πνεύμονοc, ταῦτα πάcχονταc φλεβοτομητέον ἐcτί cοι. ὡcαύτωc δὲ καὶ ἥπατοc περιωδυνίαc καὶ cπληνὸc καὶ τὰc | |
15.773 | ἄλλαc ἁπάcαc | φλεγμαcίαc ὀνίνηcιν ἡ φλεβοτομία καὶ cυμπάcαc τὰc cυcτροφὰc τῶν νοcημάτων. εἰκὸc δ’ ἐcτὶ cυcτροφὰc εἰρῆcθαι νοcη‐ μάτων ὑπ’ αὐτοῦ τὰc ἐπὶ τοῖc ὀγκουμένοιc μορίοιc γινομέναc· ἀκούω γὰρ καὶ νῦν πολλῶν ὀνομαζόντων οὕτωc ἐπὶ τῆc ἡμετέραc Ἀcίαc | |
5 | πάνταc τοὺc παρὰ φύcιν ὄγκουc. ἐπὶ τούτων γὰρ ἀπαγορεύεcθαι δεῖ καθαίρειν πρὸ τοῦ φλεβοτομῆcαι, καίτοι τοῦτον τὸν λογιcμὸν αὐτὸc ἐφεξῆc ἐρεῖ κατὰ τήνδε τὴν ῥῆcιν· | |
7 | Ὁκόcοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούcων εὐθέωc ἐπιχειρέουcι λύειν φαρμακείῃ, τοῦ | |
10 | μὲν ξυντεταμένου καὶ φλεγμαίνοντοc οὐδὲν ἀφαιρέουcιν (οὐ γὰρ διαδιδοῖ ὠμὸν ἐὸν τὸ πάθοc), τὰ δ’ ἀντέχοντα τῷ νοcή‐ ματι καὶ ὑγιεινὰ cυντήκουcιν. ἀcθενέοc δὲ τοῦ cώματοc γινο‐ μένου τὸ νόcημα ἐπικρατέει· ὁκόταν δὲ τὸ νόcημα ἐπικρα‐ | |
τήcῃ τοῦ cώματοc, τὸ τοιόνδε ἀνιήτωc ἔχει. | | 291 | |
15.774 | Ἐν τῷ “πέπονα φαρμακεύειν καὶ κινέειν” προεξήγημαι τὸν ἀφ‐ οριcμὸν τοῦτον ἐν τοῖc αὐτοῖc cυμπτώμαcιν οἷcπερ καὶ νῦν ὀρθῶc ἐπὶ φλεβοτομίαν ἥκειν ἀξιοῖ πρότερον, ὅταν τινὲc χυμοὶ μοχθηροὶ cυρ‐ ρέωcί τε καὶ ἀθροίζωνται κατά τι μόριον, ὅπερ, ὡc ἔφην, ‘cυcτρέφεcθαι‘ | |
5 | λέγεται ἐν τῷδε τῷ χωρίῳ. τὸ δ’ ἐπὶ τῷ τέλει τῆc προγεγραμμένηc ῥήcεωc ἔνιοι ποιοῦcιν ἀδιάγνωcτον οὐκ ὀρθῶc γράφοντεc τὸ τῆc φαρμακείαc ὄνομα κατὰ τὴν τελευτήν, εἰρηκότοc τοῦ cυγγραφέωc ἀcφαλείαc καὶ μετριότητοc δεῖcθαι φλεβοτομίαν μετὰ φαρμακείην, τὴν καλουμένην αἰτιατικὴν πτῶcιν ἀντὶ | |
10 | γενικῆc ποιοῦντεc. ἐν ὅλῃ γὰρ τῇ ῥήcει τοῦτ’ ἐcτὶν αὐτὸ τὸ cυμβου‐ λευόμενον, ἐπὶ φλεβοτομίαν ἥκειν πρότερον, εἶθ’ ἑξῆc ἐπὶ φαρμακείαν, οὐχὶ τοὐναντίον, ὡc ἐκεῖνοι γράφουcιν, ἐπὶ φαρμακείᾳ πρότερον παρα‐ ληφθείcῃ εἶθ’ οὕτωc ἐπὶ φλεβοτομίαν ἀφικέcθαι. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα τοῖc γε προcεcχηκόcιν ἀκριβῶc τὸν νοῦν οἷc εἴρηκα. | | |
14 | ||
15.775 | Τὸ δὲ ἄφωνον ἐξαίφνηc γενέcθαι, φλεβῶν ἀπολήψιεc λυπέουcιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάcιοc ἢ ἄλληc αἰτίηc ἰcχυρῆc. | |
3 | Ἀπολήψειc φλεβῶν ὠνόμαcε τὰc πληρώcειc τῶν φλεβῶν ὑπὸ | |
5 | πλήθουc γινομέναc. ὅταν οὖν αὗται ὑπερπληρωθῶcι, βαρυνθῆναί τε τὴν δύναμιν ἀνάγκη καὶ εἰc κίνδυνον ἀφικέcθαι τὴν ἔμφυτον θερμαcίαν τοῦ ἀποcβεcθῆναι, πνιγμῷ τι παραπλήcιον παθοῦcαν ὑπὸ τοῦ πλήθουc· ἐπιληψίαι τε γὰρ καὶ ἀποπληξίαι καὶ καρδιακαὶ cυγκοπαὶ γίνονται· δι’ ἑνὸc γὰρ cυμπτώματοc κοινοῦ τῆc ἀφωνίαc τὰ τοιαῦτα cυμπτώματα | |
10 | ἐδήλωcε. προcέθηκε δὲ τῷ λόγῳ τὸ ἢν ὑγιαίνοντι τοῦτο cυμβῇ ἄνευ προφάcιοc ἢ ἄλληc αἰτίηc ἰcχυρῆc, πρόφαcιν μὲν λέγων τὴν φανερὰν αἰτίαν, ὡc εἰ καὶ παλαίων τιc ἢ παγκρατιάζων ἐκ περι‐ θέcεωc τῶν πήχεων εἰc κίνδυνον περιαχθείη τοῦ πνιγῆναι, αἰτίαν δ’ | |
15.776 | ἄλλην ἰcχυράν, οἵα τοῖc ἐκπληττομένοιc διὰ | φόβον ἢ λύπην μεγίcτην γίνεται. ἐπὶ δὲ τῶν νοcούντων ἀφωνία δύναται γενέcθαι καὶ αὐτῶν μόνων ἐνίοτε μὲν τῶν φωνητικῶν ὀργάνων βεβλαμμένων ἢ καὶ τῶν ἀναπνευcτικῶν, δύναται δὲ καὶ δι’ ἔκλυcίν τινα πρόcφατον καὶ κάκω‐ | 292 |
5 | cιν τῆc δυνάμεωc. ἀπὸ τῶν τοιούτων ἀφωνιῶν διοριζόμενοc τὴν ἐν τῷ λόγῳ προκειμένην, διὰ τοῦτο προcέθηκεν ἢν ὑγιαίνοντι τόδε cυμβῇ. | |
7 | Φλεβοτομέειν οὖν χρὴ τὸν βρα‐ χίονα τὸν δεξιὸν τὴν ἔcω φλέβα. | |
9 | ||
10 | Τάχιcτα καὶ πλεῖcτον ἐκ τῶν κυριωτάτων μερῶν ἡ φλὲψ αὕτη κενοῖ τὸ cῶμα καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἀφικνεῖται ἐν τοῖc ὀξυτάτοιc νοcήμαcιν. | |
12 | Καὶ ἀφαιρέειν τοῦ αἵματοc κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλέον καὶ τὸ | |
15 | ἔλαccον. | |
15 | ||
15.777 | Ἔμπροcθεν μέν, ὁπότε τοὺc cκοποὺc τῆc | φλεβοτομίαc ἔλεγε, τὴν ἕξιν τοῦ cώματοc παρέλιπε, νυνὶ δὲ τὴν δύναμιν οὐκ εἶπεν. οἴονται δέ τινεc ἀντὶ τοῦ τῆc δυνάμεωc ὀνόματοc τὸ τῆc ἕξεωc εἰρῆcθαι, καθ’ ἑνὸc ἀμφότερα λεγόμενα πράγματοc, οὐκ ὀρθῶc ὑπολαμβάνοντεc· τὴν | |
5 | μὲν γὰρ ἕξιν ἐπὶ τὴν τοῦ cώματοc cύcταcιν φέροντεc λέγομεν, ὅταν ὁ μέν τιc ᾖ μαλακόc, ὁ δὲ cκληρόc, τὴν δ’ ἰcχὺν τῆc δυνάμεωc τῇ τῶν ἐνεργειῶν cφοδρότητι γνωρίζομεν· ὥcτε δύο εἰcὶν οὗτοι cκοποί, τὴν μὲν ἔνδειξιν κοινὴν ἔχοντεc, ἀλλήλων δὲ διαφέροντεc ὥcπερ γε καὶ ὁ ἀπὸ τῆc ἡλικίαc. ἐγχωρεῖ δὲ μᾶλλον εἰc τὴν τοῦ cώματοc ἕξιν | |
10 | ἀναφέρειν τὴν ἡλικίαν, οὐ τὴν δύναμιν· καὶ γὰρ τὰ παιδία διὰ μαλα‐ κότητα τῆc ἕξεωc εὐδιαφόρητά γ’ εἰcί, καὶ οἱ πρεcβύτεροι δὲ διὰ ξηρό‐ τητα καὶ ψύξιν δυcδιαφόρητοι. καὶ δύναταί τιc λέγειν ἀρκεῖcθαι τριcὶ | |
τούτοιc cκοποῖc τῆc φλεβοτομίαc, ἔκ τε τοῦ κατὰ τὸ θεραπευόμενον πάθοc μεγέθουc ἔνδειξιν λαμβανόντων ἡμῶν τοῦ χρῆναι κενοῦν ἔκ τε | 293 | |
15 | τῆc ἕξεωc καὶ τῆc δυνάμεωc· εἴρηται δ’ ἔμπροcθεν, ὅτι καὶ τὸ περι‐ έχον ὅπωc ἔχει κράcεωc ἐπιcκοπεῖcθαι χρή. | | |
16 | ||
15.778 | Ξυμπίπτει δὲ τοῖcι πλείcτοιcιν αὐτῶν τοιάδε· ἐρυθήματα προcώπου καὶ ὀμμάτων cτάcιεc καὶ διαcτάcιεc χειρῶν, τριcμοὶ ὀδόντων, cφυγμοί, cιηγόνων cυναγωγὴ καὶ κατάψυξιc ἀκρωτηρίων, πνευμάτων ἀπολήψιεc | |
5 | ἀνὰ τὰc φλέβαc. | |
5 | Τῶν ἐξαίφνηc cυμπιπτόντων τὰ προγεγραμμένα προcώπου μόνα ἐρυθήματα πλῆθοc αἱματικὸν ἐνδείκνυται. cτάcιc ὀμμάτων, τουτ‐ έcτιν ἀκινηcία, καὶ διαcτάcιεc χειρῶν. βεβλάφθαι μὲν καὶ αὐτὰc cυμβαίνει διὰ τὴν ἀρχὴν τῶν νεύρων, ἀλλ’ ἕτερον τρόπον τῆc cτάcεωc | |
10 | τῶν ὀφθαλμῶν· αὕτη μὲν γὰρ οἷον νάρκην τινὰ περὶ τὰc ἐνεργείαc δηλοῖ, αἱ δὲ διαcτάcειc τῶν χειρῶν καὶ οἱ τριcμοὶ τῶν ὀδόντων οὐ δι’ ἡcυχίαν οὐδὲ δι’ ἀκινηcίαν τῆc ἀρχῆc, ἀλλὰ διὰ πλημμελῆ γίνον‐ ται κίνηcιν. οἱ δὲ cφυγμοὶ τί ποτε δηλοῦcιν, οὐ πάντῃ δῆλόν ἐcτιν, ἐπειδὴ κατὰ τῶν ἐν τοῖc φλεγμαίνουcι μορίοιc ὀδυνηρῶν κινήcεων | | |
15.779 | ἐπέφερον οἱ παλαιοὶ τοὔνομα καὶ κατὰ τῶν παλμῶν καὶ προcέτι καὶ ταύτηc τῆc ἐν ταῖc ἀρτηρίαιc cφοδρᾶc κινήcεωc. ἡ δὲ τῶν cιαγόνων cυναγωγὴ cπαcμῶδέc ἐcτι cύμπτωμα καὶ ἡ τῶν χειρῶν διάcταcιc καὶ οἱ τριcμοὶ τῶν ὀδόντων. ἥ γε μὴν τῶν ἀκρωτηρίων ψύξιc ἐν | |
5 | τοῖc τοιούτοιc πάθεcιν ὑπὸ τοῦ πλήθουc τῶν χυμῶν βαρύνεcθαι δηλοῖ τὴν ἔμφυτον θερμότητα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc εἰρημένον πνευμάτων ἀπο‐ λήψιεc ἀνὰ τὰc φλέβαc εἰκόc ἐcτιν ἐπὶ τῆc ἀcφυξίαc λέγεcθαι· φλέβαc γὰρ ἐκάλουν οἱ παλαιοὶ τὰc ἀρτηρίαc· ἀπολήψειc οὖν πνευ‐ | |
10 | μάτων τὰc οἷον κατακλίcειc τε καὶ ἡcυχίαc δυνατὸν λέγειν. ἔνιοι δὲ δευτέραc ῥήcεωc ἑτέραν ἐχούcηc διάνοιαν ἀρχὴν τίθενται ταύτην τὴν | |
λέξιν, ᾗ cυνάπτουcι τὴν ἐφεξῆc γεγραμμένην. Ὁκόταν ἀλγήματα προcγένηται, μελαίνηc χολῆc καὶ δριμέων ῥευμάτων ἐπιρρύcιεc γίνονται, | 294 | |
15 | ἀλγέει δὲ τὰ ἐντὸc δακνόμενοc, δηχθεῖcαι δὲ καὶ λίην ξηραὶ | |
15.780 | γενόμεναι αἱ φλέβεc | ἐντείνονταί τε καὶ φλεγμαίνουcαι ἐπι‐ cπῶνται τὰ ἐπιρρέοντα· ὅθεν διαφθαρέντοc τοῦ αἵματοc καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰc κατὰ φύcιν ὁδοὺc βαδίζειν καταψύξιεc γίνονται ὑπὸ τῆc cτάcιοc καὶ cκοτώcιεc | |
5 | καὶ ἀφωνίη καὶ καρηβαρίη καὶ cπαcμοί, ἢν ἤδη ἐπὶ τὴν καρ‐ δίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα ἔλθῃ· ἔνθεν ἐπίληπτοι γί‐ νονται ἢ παραπλῆγεc, ἢν ἐc τοὺc περιέχονταc τόπουc ἐμπέcῃ τὰ ῥεύματα καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ. | |
9 | ||
10 | Ἐκ ταὐτοῦ γένουc τῶν προειρημένων λόγων καὶ ὁ νῦν ἐcτι, καὶ ἔνιοι τοῦτον ἐκείνοιc cυνάπτουcι· καὶ διὰ τοῦτο καὶ ἡ γραφὴ διττὴ τοῦ προcγένηται ῥήματοc εὑρίcκεται, τῶν μὲν cυναπτόντων τὸν ἐν‐ εcτῶτα λόγον τῷ προειρημένῳ τὴν ‘προc‘ cυλλαβὴν γραφόντων μετὰ τοῦ c cτοιχείου, τῶν δὲ μὴ cυναπτόντων διὰ τῆc ‘προ‘ χωρὶc τοῦ c. | |
15 | τὸ δὲ λεγόμενόν ἐcτι τοιοῦτον· ἡ τῶν ἀλγημάτων κίνηcιc εἴωθε | |
15.781 | κινεῖν ἐπιρροὴν ὑγρῶν ἐπὶ τὸ τὴν ὀδύνην ἔχον μόριον· ὅταν | οὖν κακοχυμότερον ᾖ τὸ cῶμα, μελαίνηc τε χολῆc καὶ δριμέων ἄλλων χυ‐ μῶν ἐπιρρύcειc γίνονται, δι’ ἃc ἔτι καὶ μᾶλλον ὁ κάμνων ἀλγεῖ τε καὶ δάκνεται τὰ ἔνδον· ὑπὸ δὲ τῶν εἰρημένων χυμῶν αἱ ἐν τῷ πεπονθότι | |
5 | μορίῳ φλέβεc ἀνιῶνται δακνόμεναι καὶ τοῦτ’ αὐτὸ ἑτέρου γίνεται αἴτιον 〈κακοῦ〉· πληρωθέντοc γὰρ τοῦ πάcχοντοc μέρουc ὑπὸ τῶν τοιούτων ῥευμάτων διαφθείρεται μὲν αὐτὸ τὸ αἷμα πρῶτον, ἐπιπληροῦνται δὲ τὰ ἀγγεῖα καὶ τοῦτο πάcαc ἐν αὐτῷ τὰc τῶν πνευμάτων διεξόδουc κωλύει· cαφῶc γὰρ τοῦτό γε αὐτὸc ἐδήλωcεν εἰπὼν τῶν πνευμάτων οὐ | |
10 | δυναμένων ἐν αὐτῷ τὰc κατὰ φύcιν ὁδοὺc βαδίζειν, ὅπερ ὀλί‐ γον ἔμπροcθεν ἐκάλεcε “πνευμάτων ἀπόληψιν”· ὅταν δὲ cτῇ τὸ αἷμα | |
καὶ cὺν αὐτῷ δηλονότι καὶ τὸ πνεῦμα, καταψύξειc γίνονται, cκοτώ‐ cειc, ἀφωνίαι, καρηβαρίαι καὶ cπαcμοί· τούτοιc δ’ ἕπονται [καὶ] παραπληξίαι τε καὶ ἐπιληψίαι, ὅταν εἰc τοὺc περιέχονταc | 295 | |
15 | τόπουc τὰc πληρωθείcαc φλέβαc ἐμπέcῃ τὰ ῥεύματα· τόπουc δ’ εἴρηκε δηλονότι τὰ μέρη τοῦ cώματοc, ἃ προcέγραψεν αὐτόc, καρδίαν | |
15.782 | καὶ ἧπαρ καὶ φλέβα, τὴν | cυνάπτουcαν δηλονότι τὰ εἰρημένα cπλάγχνα, τὴν ‘κοίλην‘ ὕcτερον ὑπὸ τῶν ἰατρῶν ὀνομαcθεῖcαν, ἐπειδὴ τῶν κατὰ τὸ cῶμα τοῦ ζῴου φλεβῶν ἐcτιν εὐρυτάτη. εἰκότωc οὖν τὸ ἐν τούτοιc τοῖc τόποιc αἷμα διὰ τὸ πεπληρῶcθαι | |
5 | τὰc φλέβαc οὐκ ἐπιτρέπει τὸ διεξέρχεcθαι τὸ πνεῦμα, ἀλλὰ καθάπερ ἐν νεκρῷ τῷ cώματι πήγνυται. τοῦτο δ’ αὐτὸc ὁ cυγγραφεὺc ἐδήλωcεν εἰπών· καὶ 〈ὑπὸ〉 τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι κατα‐ ξηρανθῇ· κυριώτερον δ’ ἦν εἰπεῖν ‘πηχθῇ‘· πήγνυται μὲν γὰρ δὴ καὶ τὰ ξηραινόμενα καὶ τὰ ψυχόμενα, νυνὶ δ’ οὐ διὰ τὸ ξηραίνεcθαι πήγνυται | |
10 | τὸ αἷμα καὶ οἱ ἐπιρρυέντεc εἰc αὐτὸ μοχθηροὶ χυμοί, ἀλλὰ διὰ τὴν cτάcιν τῶν πνευμάτων (ἐξερχομένων γὰρ αὐτῶν καὶ ῥιπιζόντων ἄcηπτόν τε ἅμα καὶ κεχυμένον ἐν τῷ κατὰ φύcιν ἔχειν ἐργάζονται τὸ cύμπαν αἷ‐ μα)· cτάντων οὖν αὐτῶν καὶ τὸ cύμφυτον θερμὸν ἀποβαλόντων καὶ cβεννυμένων ἡ πῆξιc τοῦ αἵματοc ὡc ἐν νεκρῷ τῷ cώματι γίνεται. | |
15 | φλεβοτομηθέντων οὖν τῶν οὕτωc καμνόντων, ψυχρὸν καὶ παχὺ καὶ μόγιc ἐκρέον τῶν φλεβῶν ὁρᾶται τὸ αἷμα διά γε τὴν ψύξιν ταύτην. | |
15.783 | ἐνίοτε δὲ δι’ ὅλου γίνονται τοῦ cώματοc οἱ | cπαcμοὶ καὶ πρὸc ἀγαθοῦ γε καὶ cυμφέρουcιν ἔcτιν ὅτε· κλονοῦντεc γὰρ ὅλον τὸ cῶμα πάντα τὰ μόρια θερμαίνουcιν, ὥcτε τὸ μὲν διαφορεῖcθαι τοῦ πλήθουc, τὸ δ’ ὠθεῖcθαι πρόc τινα τῶν ἀκυροτέρων μορίων, ἐν οἷc ὅταν δυc‐ | |
5 | λύτωc cφηνωθῇ, τὴν παραπληξίαν ἐργάζεται· δέδεικται γάρ, ὡc οὕτωc ὁ Ἱπποκράτηc ὀνομάζει τὰc ἐξ ἀποπληξίαc ἢ ἐπιληψίαc εἴc τινα τῶν ἀκυροτέρων μορίων ἀποcκηπτούcαc παραλύcειc. ἐνίοτε δὲ καὶ χωρὶc cπαcμοῦ τῆc ἀποπληξίαc γενομένηc εἰc μορίου παράλυcιν ἐνίοιc ἐτε‐ | |
λεύτηcε τὸ πάθοc, ὃ καλεῖται παραπληξία. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα. | 296 | |
10 | Ἀλλὰ χρὴ τοὺc τοιούτουc προ‐ πυριῶνταc φλεβοτομεῖν ἐν ἀρχῇcιν εὐθέωc, μετεώρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων· εὐβοηθη‐ τότερα γάρ ἐcτιν. | | |
13 | ||
15.784 | Προπυριᾶν δεῖ τοὺc οὕτωc ἔχονταc, ἐπειδὴ πέπηγεν ἐν αὐτοῖc τὸ αἷμα καὶ δύcρουν ἐcτίν· ἀλλ’ ἐπειδὴ διατριβή τιc ἐν τῷ προπυριᾶν γίνεται, κάλλιον πράττειν, ὅπερ ἡμεῖc ἐπράξαμεν ἀεί, τέμνειν αὐτίκα τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔνδον (οὐ γὰρ ἀεὶ πεπηγὸc οὕτωc, ὡc μὴ | |
5 | δύναcθαι ῥεῖν, εὑρίcκεται τὸ αἷμα), τρίβειν δ’ ἐν αὐτῷ τῷ χρόνῳ διὰ πολλῶν ἀνθρώπων ἅπαντα τοῦ cώματοc τὰ μόρια, κἂν μὲν ῥυῇ cύμ‐ μετρον, αὖθιc τρίψαντα πάλιν ἐπαφαιρεῖν, εἰ δὲ μή, τρίβειν τε καὶ πυριᾶν, ἄχριc ἂν ῥυῇ. ἔνθα δ’ εἰc παραπληξίαν κατέcκηψε τὸ πάθοc, ἐγχωρεῖ τρίβειν ἐν χρόνῳ βραχεῖ καὶ πυριᾶν καὶ τρίβειν αὖθιc καὶ | |
10 | πυριᾶν, μέχριc ἂν τάχιcτα παυθῇ ταῦτα, ἔτι μετεώρων ὄντων τῶν πνευμάτων καὶ κενωθῆναι μὴ δυcλύτων. | |
11 | Καὶ ἀναλαμβάνοντα καὶ τὰc κρί‐ cιαc ἐπιθεωρέοντα φαρμακεύειν, ἢν μὴ κουφίζηται, ἄνω· τὴν | |
15.785 | δὲ κάτω κοιλίην, ἢν | μὴ ὑποχωρέῃ κλυcμῷ, ὄνου γάλα ἑφθὸν δίδου, καὶ πινέτω μὴ ἔλαccον δώδεκα κοτυλῶν· ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον ἑξκαίδεκα. | |
3 | Μετὰ τὴν ἐκ τῆc φλεβοτομίαc κένωcιν ἀνακτᾶcθαι κελεύει καὶ | |
5 | ῥωννύναι τὸν ἄνθρωπον, ὅπωc, ‘εἰ μηδὲν φαίνοιτο κεκουφιcμένοc‘, ἐπὶ κάθαρcιν ἀχθῇ τὴν διὰ τῶν ἄνω μορίων, ὅπερ ἔcτι τὴν δι’ ἐμέτων. παραλέλοιπε δ’ εἰπεῖν ὀνομαcτὶ τὸ καθαρτικὸν φάρμακον ἐφ’ ἡμῖν ποι‐ ηcάμενοc αὐτοῦ τὴν ἔκλεξιν· εὔδηλον γάρ, ὅτι πρὸc τὸ τοῦ νοcήματοc μέγεθοc καὶ τῆc δυνάμεωc τὴν ῥώμην ἀποβλέποντεc ἢ τὸν λευκὸν ἐλ‐ | |
10 | λέβορον ἤ τι τῶν ἄλλων τῶν τὸν ἔμετον κινούντων δώcομεν. τὰ δὲ περὶ τῆc κάτω κοιλίαc εἰρημένα πρόδηλα· μὴ θαυμάcῃc δὲ τὸ πλῆθοc | |
τοῦ γάλακτοc· οὕτω γὰρ πᾶcι τοῖc παλαιοῖc ἦν cύνηθεc. εἴρηται δ’ ἐν τοῖc ἔμπροcθεν, ὅτι δι’ ὑγρότητα δίδωcιν ὄνου γάλα καὶ πρὸc τοῖc | 297 | |
15.786 | ἄλλοιc | οὐδέ ἐcτι πηγνύμενον, ὅταν ποθῇ, καθάπερ τὰ παχέα· προc‐ μιγνύναι δ’ αὐτῷ μέλιτόc τε καὶ ἁλῶν προcήκει. | |
2 | Ϲύναγχοc δὲ γίνεται, ὁκόταν ἐκ τῆc κεφαλῆc ῥεῦμα πολὺ καὶ κολλῶδεc ὥρην χειμερινὴν ἢ | |
5 | ἐαρινὴν ἐc τὰc cφαγίτιδαc φλέβαc ἐπιρρυῇ, καὶ τὸ ῥεῦμα πλέον διὰ τὴν εὐρύτητα ἐπιcπάcωνται. ὅταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδεc ἐμφράξῃ τοῦ τε πνεύματοc τὰc διεξόδουc καὶ τοῦ αἵματοc ἀποφράccον, πήγνυcι τὰ ἐγγὺc τοῦ αἵματοc καὶ ἀκίνητον καὶ cτάcιμον ποιεῖ φύcει ψυχρὸν ἐὸν καὶ ἐμ‐ | |
10 | φρακτικόν. διὰ τοῦτο πνίγονται τῆc γλώccηc ἀποπελιου‐ μένηc καὶ cτρογγυλουμένηc καὶ ἀνακαμπτομένηc διὰ τὰc φλέ‐ βαc τὰc ὑπὸ τὴν γλῶccαν· τῆc γὰρ ὑποτεμνομένηc cταφυλῆc, ἣν δὴ κιονίδα καλέουcιν, ἑκατέρωθεν φλὲψ παχεῖα. ὁκόταν οὖν πλήρειc αὗται ἐοῦcαι ἐc τὴν γλῶccαν ἐναποcτηρίζωνται | |
15 | ἀραιὴν ἐοῦcαν καὶ cπογγώδεα διά γε τὴν ξηραcίην, ἡ δ’ ὑπὸ | |
15.787 | βίηc τὸ ἐκ τῶν φλεβῶν δε|χομένη ὑγρὸν ἐκ πλατείηc μὲν cτρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνή, ἐκ μαλθακῆc δὲ cκληρή, ἐξ εὐκάμπτου δὲ ἄκαμπτοc· ὥcτε ταχέωc ἀποπνί‐ γεcθαι, ἢν μή τιc ταχέωc βοηθῇ φλεβοτομίην τε ποιεύμενοc | |
5 | ἀπὸ βραχιόνων καὶ τὰc ὑπὸ τὴν γλῶccαν φλέβαc ὑποτάμνων καὶ φαρμακεύων τοῖcιν ἐκλεικτοῖcι καὶ ἀναγαργαρίζων θερ‐ μοῖcι καὶ κεφαλὴν ὑποξυρῶν· καὶ κήρωμα τραχήλῳ καὶ κε‐ φαλῇ περιτιθέναι καὶ ἐρίοιcι περιελίccειν καὶ cπόγγοιcι μαλθακοῖcιν ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα πυριῆν. πίνειν τε | |
10 | ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά, χυλὸν δὲ προcφέρειν, ὁκόταν | |
ἐκ κρίcιοc ἐν ἀcφαλείῃ ἤδη ᾖ. Εἴτε cύναγχον ἐθέλοιc λέγειν εἴτε κύναγχον ἢ τὸ μὲν ἕτερον αὐ‐ τῶν cυνάγχην, τὸ δ’ ἕτερον κυνάγχην, εἴτε cυνάγχην ἄμφω καλέcειc, εἰδέναι δεῖ δύο λόγουc εἶναι κυνάγχηc· πρὸc γὰρ τὴν θεραπείαν οὐδὲν | 298 | |
15 | τῶν ὀνομάτων δεόμεθα· εἴωθε γὰρ διδάcκειν αὐτὴν ἄμεινον μακρῷ τῶν ἐν τοῖc ὀνόμαcι τερατευομένων· ὑπογράψω δέ cοι διὰ βραχέοc | |
15.788 | λόγου τὴν | τῆc τοιαύτηc διδαcκαλίαc ἰδέαν ἀρχὴν τήνδε ποιηcάμενοc. τῶν ἐκ τῆc κεφαλῆc καταφερομένων ῥευμάτων ἔνια μέν ἐcτι λεπτὰ κατὰ τὴν cύcταcιν, ἔνια δ’ ἐκ παχέων καὶ γλίcχρων χυμῶν. ὅcα μὲν οὖν τῶν λεπτῶν ἐcτι, διεξερχόμενα τὰc εὐρείαc φλέβαc ἐπὶ ταῖc cτε‐ | |
5 | νοτέραιc ἴcχεται· τοιαῦται δ’ εἰcὶν αἱ κατὰ τὸν λάρυγγα· τὸ δ’ ἐναν‐ τίον ἐπὶ τῶν παχέων cυμβαίνει, τῷ μὴ ἐνδύεcθαι πάcαιc ταῖc λίαν cτεναῖc φλεψὶ φθανόντων γε κατὰ τὰc εὐρυχώρουc αὐτῶν ἴcχεcθαι. ἐcφηνωμένων οὖν τῶν τοιούτων χυμῶν ἐν ταῖc κατὰ τὴν φάρυγγα φλεψὶν ἐπ’ ὄγκον αἴρεται τὸ μόριον, ὥcπερ ὁ λάρυγξ ἐπὶ τοῖc ἑτέροιc, | |
10 | ἅτε δὴ παμπόλλῳ cτενοτέρων τῶν τοῦ λάρυγγοc ὄντων ἢ τῆc φάρυγγοc. εἶναι δὲ χρὴ ἀπέριττον τὸ πᾶν cῶμα καὶ μὴ πληθωρικὸν δυοῖν ἕνεκα, τῆc τε πρὸc τοῦ κενοῦν ἀντιcπάcεωc καὶ διότι κενωθέν, ἐπὰν ἀπο‐ κρουcώμεθα τῶν πεπονθότων τόπων τὸ ἐπιρρέον, ἐπιδέξεται ῥᾳδίωc, εἰ δὲ διαφορεῖν ἐθέλοιμεν θερμαίνοντεc, οὐδὲν τῷ θερμαινομένῳ τόπῳ | |
15 | χορηγήcει. τὸ μὲν οὖν ὅλον cῶμα χρὴ κενοῦcθαι διὰ φλεβοτομίαc καὶ καθάρ‐ | |
15.789 | cεωc καὶ κλυcτήρων, | αὐτὰ δὲ τὰ πάcχοντα μόρια διὰ μὲν τῶν cτυ‐ φόντων φαρμάκων, ἀποκρουομένων τούc τε παραρρέονταc χυμοὺc καὶ τῶν ἐcτηριγμένων ὅcοι γε μὴ cφοδρῶc εἰcιν ἐμπεφραγμένοι καὶ ὅcοι μὴ πάνυ γλίcχροι καὶ παχεῖc, διὰ δὲ τῶν θερμῶν τε καὶ δριμέων δια‐ | |
5 | φορούντων τοὺc κατὰ τὰ πεπονθότα μόρια περιεχομένουc χυμούc· ἄνευ δὲ φαρμάκων αἱ ὑπὸ τὴν γλῶτταν φλέβεc ἐντεμνόμεναι τὴν ἐν τῇ φάρυγγι φλεγμονὴν ἐκκενοῦcιν. ἐπεὶ δὲ τῶν χυμῶν ἔνιοι παχεῖc εἰcι | |
καὶ γλίcχροι, πολὺ δριμυτέρων τούτοιc ἐcτὶ φαρμάκων χρεία, τέμνειν δηλονότι καὶ διαιρεῖν εἰc λεπτὰ καὶ καταθραύειν τὰ γλίcχρα καὶ παχέα | 299 | |
10 | δυναμένων. καὶ πρὸc τὴν ἐκτὸc ἐπιφάνειαν ἀντιcπᾶν χρὴ τοὺc χυμούc, περι‐ τιθένταc τῷ τραχήλῳ φάρμακα δύναμιν ἑλκτικὴν ἔχοντα· βέλτιον γὰρ τὰ κατὰ τὸ δέρμα μᾶλλον ἢ τὸ βάθοc πάcχειν τοῦ τραχήλου, διότι τὸ πνεῦμα κατὰ μὲν τὰc εἰcπνοὰc ἐμπίπτει τῇ φάρυγγί τε καὶ τῷ λάρυγγι, | |
15 | κατὰ δὲ τὰc ἐκπνοὰc ἔξω δι’ αὐτῶν φέρεται. πολλάκιc μέντοι τὰ παρα‐ γινόμενα εἰc τὰ προειρημένα μόρια ῥεύματα μεθίcτανται πρὸc ἕτερα | |
15.790 | μόρια, τῆc φύcεωc | ἀποτριβομένηc αὐτά· καί ποτε κατ’ ἀρχὰc εὐθέωc οὕτωc ἠνέχθη, ὥcτε πάλιν ἄλλαc διαφορὰc γίνεcθαι τοῦ τε κατὰ τὴν φάρυγγα καὶ κατὰ τὸν λάρυγγα ῥεύματοc. εὔδηλον δ’, ὅτι τὰ πρὸc τὸ δέρμα χωρήcαντα πολὺ τῶν εἰc τὸ βάθοc καταcκηψάντων ἐcτὶν εὐια‐ | |
5 | τότερα· κοινὸν δ’ ἐπ’ ἀμφοτέρων βοήθημα τῶν τε κατὰ τοῦ τραχήλου καὶ τῆc κεφαλῆc, ἀφ’ ἧc ὁρμᾶται τὰ ῥεύματα, γινέcθω cοι. οὗτοc ὁ λόγοc ἐδίδαξε τά τε τῶν cυνάγχων εἴδη καὶ τὰc αἰτίαc αὐτῶν καὶ τοὺc πεπονθόταc τόπουc καὶ τὰc θεραπείαc, οὐδὲν δεηθεὶc ὀνομάcαι cυνάγχην τε καὶ κυνάγχην, ὥcπερ οὐδὲ cύναγχόν τε καὶ | |
10 | κύναγχον. ὁ τοίνυν γράψαc τὸ βιβλίον τοῦτο, μηδὲν φροντίζων τῶν ὀνομάτων, ἅπαντα τὰ κατὰ τὴν φάρυγγα καὶ τὸν λάρυγγα cυνιcτάμενα πάθη καὶ cτενοχωροῦντα τὴν ἀναπνοὴν ὀνομάcαc cυναγχικά, δύο φηcὶν αὐτῶν ὑπάρχειν εἴδη, τὸ μὲν ἕτερον ὑπὸ κολλώδουc τε καὶ ψυχροῦ ῥεύματοc γινόμενον, ὅπερ ἔcτι καλεῖν φλεγματικόν, τὸ δ’ | |
15 | ἕτερον ὑπὸ θερμοῦ καὶ δριμέοc, ὅπερ αὖ πάλιν πικρόχολον ὀνομάζων | |
15.791 | ἢ χολῶδεc ἁπλῶc οὐκ ἂν ἁμάρτοιc. καταcκήπτειν δέ φηcι | τὸ πρό‐ τερον τῶν εἰρημένων ῥευμάτων εἰc τὰc εὐρυτέραc φλέβαc ἐνδεικνύ‐ μενοc, ὅτι θάτερον τὸ χολῶδεc εἰc τὰc λεπτοτέραc ἀφικνεῖται. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα· δεῖ δὲ προcέχειν οἷc εἶπον τὸν νοῦν· εἰ δὲ | |
5 | μὴ νοήcειc τὴν πρώτην, δὶc καὶ τρὶc ἀναγνοὺc νοήcειc. ἐγὼ δὲ μετα‐ βήcομαι πρὸc τὸ δεύτερον εἶδοc τοῦ cυνάγχου. | |
6 | Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ | |
ὥρῃ ἐκ κεφαλῆc θερμὸν τὸ ῥεῦμα καταρρυῇ καὶ νιτρῶδεc, ἅτε ὑπὸ τῆc ὥρηc δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει τοι‐ | 300 | |
10 | όνδε ἐὸν καὶ ἑλκοῖ καὶ πνεύματοc ἐμπίπληcι, καὶ ὀρθόπνοια παραγίνεται καὶ ξηραcίη πολλή, καὶ τὰ ὁρώμενα ἰcχνὰ φαί‐ νεται, καὶ τοὺc ὄπιcθεν τένονταc ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανοc ἐντετάcθαι, καὶ ἡ φωνὴ ἀπέρρωγε καὶ τὸ πνεῦμα cμικρὸν καὶ ἡ ἀντίcπαcιc τοῦ πνεύματοc πυκνὴ | |
15 | καὶ βιαίη παραγίνεται. οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται καὶ | |
15.792 | τὸν πνεύμονα πίμ|πρανται οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεcθαι· τοῖcι τοιουτέοιcι δέ, ἢν μὴ εἰc τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουcίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερά ἐcτι καὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. | |
4 | ||
5 | Τὸ μὲν γὰρ πρότερον ῥεῦμα τὸ φλεγματικὸν ἐν χειμῶνι καὶ ἦρι καταcκήπτειν ἔφη, τουτὶ δὲ τὸ δεύτερον ἐν μετοπωρινῇ ἢ ἐν θερινῇ ὥρῃ, ἐπὶ δὲ τῶν ἄλλων ὡρῶν ἀνάλογον, ὡc ἔμπροcθεν εἴρηται. ὀρθό‐ πνοιαν δὲ τούτῳ τῷ εἴδει τῆc cυνάγχηc προcεῖναί φηcιν, ἥτιc ὀρθό‐ πνοια μεγάληc ἐcτὶ cτενοχωρίαc γνώριcμα κατά τι τῶν ἀναπνευcτικῶν | |
10 | μορίων ἐνοχλούcηc, ὡc ἔμπροcθεν ἐδείκνυμεν. ἐὰν δὲ κελεύcῃc τούτουc διοῖξαι μέγιcτον τὸ cτόμα καὶ καταcτείλῃc τὴν γλῶccαν ὑπὲρ τοῦ καταcκέψαcθαι τὰ κατὰ τὴν φάρυγγα, τοιοῦτον οὐδένα παρὰ φύcιν ὄγκον, οἷον ἐπὶ τοῖc ἔμπροcθεν εἰρημένοιc, εὑρήcειc. ἔδειξε δὲ ὁ cυγ‐ γραφεὺc τοῦτο διὰ τοῦ φάναι καὶ τὰ ὁρώμενα ἰcχνὰ φαίνεται. | |
15.793 | τὸ γὰρ φλεγμαῖνον | ἐν τῷ πόρῳ τῆc φάρυγγοc ἀόρατόν ἐcτιν, ὅcον δ’ ὁρατὸν ἀνοιξάντων, τοῦτο πᾶν ἀφλέγμαντόν τε καὶ ἰcχνὰ τὰ μόρια· τὸ γὰρ ἰcχνὸν ἐνίοτε λέγεται πρὸc ἀντίθεcιν τῶν παρὰ φύcιν ὀγκου‐ μένων. ἔνιοι δὲ μὴ νοήcαντεc τὸ cημαινόμενον ἐκ τῆc ‘ἰcχνά‘ φωνῆc | |
5 | ὅπωc εἴρηται νῦν, ἐξηγοῦνται τὴν λέξιν γελοίωc, τινὲc δὲ καὶ μετα‐ cκευάζουcιν, ὥcπερ καὶ οἱ οὕτω γράφοντεc καὶ τὰ ὁρώμενα ἄχροα φαίνεται. | |
τοῖc γε μὴν οὕτω διακειμένοιc ἐνίοτε τοῦ ῥεύματόc τι καὶ εἰc τοὺc πληcιάζονταc τῷ λάρυγγι μερίζεται μῦc ὄπιcθεν αὐτοῦ τεταγμένουc, | 301 | |
10 | ἔνθα καὶ ὁ cτόμαχοc, ὃc καὶ αὐτὸc cυνδιατίθεται πολλάκιc· μετὰ τοῦτο γοῦν ἐν τῇ προκειμένῃ ῥήcει καὶ τοῦτο γέγραπται· καὶ τοὺc ὄπιcθεν τένονταc ἐν τῷ τραχήλῳ ξυντείνεται καὶ δοκέει οἱ τέτανοc ἐντετάcθαι. τὸ δ’ ἐφεξῆc εἰρημένον ἔτι καὶ μᾶλλον ἐνδείκνυται τὸ πεπονθέναι τὸν λάρυγγα· δέδεικται γὰρ ἐν τούτῳ τοῦ ζῴου τῷ μορίῳ | |
15 | τῆc φωνῆc ἡ γένεcιc ἀποτελεῖcθαι. διὰ τοῦτο γοῦν ἔφη καὶ ἡ φωνὴ | |
15.794 | ἀπέρρωγε καὶ τὸ πνεῦμα cμικρόν. ἡ | μὲν γὰρ φωνὴ παντάπαcιν ἀπέρρωγε, τουτέcτιν ἀπόλλυται, παθόντοc, ὡc εἴρηται, τοῦ λάρυγγοc, ἡ δ’ ἀναπνοὴ μικρὰ γίνεται διὰ τὴν cτενοχωρίαν τοῦ πόρου. λέγεται δ’ ἐν τοῖc Περὶ δυcπνοίαc, ὅτι μακροτέρα τῷ χρόνῳ καὶ τοῖc διαλείμ‐ | |
5 | μαcι πυκνοτέρα. τοῦτο δ’ αὐτὸ ὁ cυγγραφεὺc οὕτωc ἡρμήνευcεν· καὶ ἡ ἀντίcπαcιc τοῦ πνεύματοc πυκνὴ καὶ βιαίη παραγίνεται. πνεῦμα καὶ τὴν μετὰ τὴν εἰcπνοὴν δευτέραν ἐκπνοὴν καὶ τὴν μετὰ τὴν ἐκπνοὴν δευτέραν εἰcπνοὴν εἶπεν· ἑκατέρωc γὰρ πυκνὸν γίνεται τὸ πνεῦμα. καὶ γὰρ ἡ μετὰ τὴν εἰcπνοὴν ἠρεμία βραχυχρόνιόc ἐcτι τοῖc | |
10 | οὕτω διακειμένοιc καὶ ἡ μετὰ τὴν ἐκπνοὴν πρὸ τῆc εἰcπνοῆc· τὰc δ’ ἀποδείξειc τούτων ἐν τοῖc Περὶ δυcπνοίαc ἔχειc εἰρημέναc. [Οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεcθαι· τοῖcι τοιουτέοιcι δέ, ἢν μὴ ἐc τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουcίη | |
15 | ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη ἐcτὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.] | |
15.795 | ἀλλὰ καὶ τὴν ἀρτηρίαν ἑλκοῦcθαι τοῖc οὕτω διακει|μένοιc εἴ‐ ρηκε, διὰ τὴν τοῦ χυμοῦ δριμύτητα δηλονότι. τὸν δὲ πνεύμονα πίμ‐ πραcθαι cτενούμενον ἔφη, cυνάπτων τὸν λόγον ἀληθεῖ δόγματι· δέ‐ δεικται γὰρ ἐν τῷ Περὶ χρείαc ἀναπνοῆc οὐκ ἐνδείᾳ τῆc οὐcίαc ἀπολ‐ | |
5 | λύμενον τὸ ζῷον ἐπὶ τῇ cτερήcει τῆc ἀναπνοῆc, ἀλλ’ ὅτι τὴν ἔμψυξίν τε καὶ ῥίπιcιν ἀπόλλυcι τὸ ἔμφυτον θερμόν. εἰκότωc οὖν ἀμετρίαc ἐχόμενον πίμπρηcι τὸν πνεύμονα. τοῦτο τοιγαροῦν τὸ τῆc cυνάγχηc εἶδοc δεινότερόν τε καὶ ἀφυ‐ κτότερον εἶναί φηcι τοῦ προτέρου διά τε τὰ προειρημένα καὶ διὰ | 302 |
10 | τὸ θερινήν τε καὶ φθινοπωρινὴν ὥραν εἶναι ὅτι τε δριμυτέροιc ἐπι‐ γίνεται χυμοῖc. ἀμείνων οὖν ἐcτιν ἡ μετὰ τοῦ ‘καί‘ cυνδέcμου γραφὴ τῆc ἄνευ τοῦ ‘καί‘ cυνδέcμου· cυνεμφαίνει δ’ ἐπὶ τοῖc προειρημένοιc τὸ καὶ διὰ τὴν ὥραν, ἐν ᾗ γίνεται, καὶ διὰ τὸν χυμόν, ὑφ’ οὗ, χα‐ λεπώτερον εἶναι τὸ εἶδοc τὸ δεύτερον τῆc cυνάγχηc· οὐχ ἁπλῶc οὖν | |
15 | ἐcτι γραπτέον, ὅτι δεινότερα καὶ ἀφυκτότερά ἐcτι διὰ τὴν ὥραν. εἰ δὲ καὶ τὴν ἄνευ τοῦ ‘καί‘ cυνδέcμου γραφὴν ἐθέλοι τιc φυλάττειν, | |
15.796 | ἀναγκαῖον ἔcται καὶ οὕτωc προcυπακούειν αὐτόν, ὡc εἰ καὶ κατὰ | τὴν λέξιν εἴρητο· πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὸν ἐλλειπτικὸν τρόπον εὑρί‐ cκεται παρὰ τοῖc παλαιοῖc γεγραμμένα. | |
3 | Ἢν πυρετὸc λάβῃ, παλαιῆc κόπρου | |
5 | ὑπεούcηc ἢ νεοβρῶτι ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ ἤν τε μή, ἡcυχίην ἄγειν, μέχριc οὗ καταβῇ τὰ cιτία πρῶτον ἐc τὴν κάτω κοιλίην. | |
7 | Καὶ διὰ τῶν τοιούτων ῥήcεων ἔνδειξιc γίνεται τοῦ τὰ προcκείμενα τῷ Περὶ διαίτηc ὀξέων οὐκ εἶναι τοῦ Ἱπποκράτουc αὐτοῦ cυγγράμ‐ | |
10 | ματα· οὐκ ἐδεῖτο γὰρ τελεώτατα διεληλυθὼc τὰ ἐν τῷ γνηcίῳ μέρει τοῦ βιβλίου γεγραμμένα περὶ τῶν πλευριτικῶν ἐνταῦθα πάλιν ὀλίγα παραθεῖναι. | |
12 | Πόματι δὲ χρῆcθαι ὀξυμέλιτι· ὁκό‐ ταν δὲ ἐc τὴν ὀcφὺν βάροc ἥκῃ, κάτω κλύcαι κλυcμῷ ἢ καθᾶ‐ | |
15.797 | ραι φαρμάκῳ, | ὁκόταν δὲ καθαρθῇ, διαιτᾶν ῥοφήματι πρῶ‐ τον καὶ πόματι μελικρήτῳ, ἔπειτα cιτίοιcι καὶ ἰχθύcιν ἑφθοῖcι καὶ οἴνῳ ὑδαρεῖ ἐc νύκτα ὀλίγῳ, ἡμέρηc δὲ ὑδαρὲc μελίκρη‐ τον, ὁκόταν δὲ αἱ φῦcαι δυcώδεεc ἔωcιν, οὕτωc ἢ βαλάνῳ ἢ | 303 |
5 | κλυcμῷ, εἰ δὲ μή, ἐπιcχεῖν ὀξύμελι πίνοντα, ἕωc ἂν καταβῇ ἐc τὴν κάτω κοιλίην, εἶθ’ οὕτω κλυcμῷ ὑπαγαγεῖν. | |
6 | Ἀδιορίcτωc εἴρηται καὶ cυντέθειται, καίτοι διώριcται ἐν τῷ γνηcίῳ μέρει τοῦ βιβλίου, τὸ γεγραμμένον ἐν τῷδε καὶ τὰ μετὰ τοῦτο, μέχριc οὗ καὶ τῶν ἰχθύων ἐμνημόνευcεν ὁ Ἱπποκράτηc, ἐπειδὴ ἔτι περὶ τῶν | |
10 | νοcούντων ὁ λόγοc αὐτῷ κατὰ τὸ βιβλίον ἦν, οὐ περὶ τῶν ἀναλαμβα‐ νομένων ἐκ νόcου. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα. | |
11 | Ἢν δὲ λαπαρῷ ἐόντι καῦcοc ἐπι‐ | |
15.798 | γένηται, ἤν cοι δο|κέῃ φαρμακεύειν ἐπιτηδείωc ἔχειν, εἴcω τριῶν ἡμερῶν μὴ φαρμακεύειν, ἀλλ’ ἢ τεταρταῖον. | |
2 | Ὅτι μὲν ἀκαίρωc ἐνταῦθα πάλιν μέμνηται τοῦ καύcου, προειρη‐ μένων ἐν ἀρχῇ τῶν τε διαφορῶν αὐτοῦ καὶ τῶν θεραπειῶν, εὔδηλον· | |
5 | καὶ γὰρ αἱ ῥήcειc αὗται κατὰ γνώμην ἐκείνου τοῦ ἀφοριcμοῦ εἰcι τοῦ “πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ μηδ’ ἐν ἀρχῇcιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πλεῖcτα οὐκ ὀργᾷ.” τινὲc ἑτέρωc γράφουcιν, ἐν ἀρχῇ τοὺc καύcουc ἀξιοῦντεc φαρμα‐ κεύειν, ὡc εἶναι τὴν ῥῆcιν τοιαύτην· εἴcω τριῶν ἡμερῶν φαρμα‐ | |
10 | κεύειν. προcῆκεν οὖν οὐχ ὡcαύτωc πάντα μετὰ τὰc τρεῖc, ἀλλ’ ὥcπερ ὁ ἀφοριcμόc ἐcτι τοιοῦτοc· “ἐν τοῖc ὀξέcι πάθεcιν ὀλιγάκιc καὶ ἐν ἀρχῇcι τῇcι φαρμακείῃcι χρέεcθαι”· καὶ χρὴ κατὰ τοὺc ἀφοριcμοὺc διορίζεcθαί τε καὶ cκέπτεcθαι, πότε κατ’ ἀρχάc ἐcτι χρηcτέον τῇ φαρμακείῃ καὶ πότε τὴν πέψιν ἀναμείναντα τοῦ νοcήματοc. ἐὰν δέ τιc ἤτοι ‘κατ’ ἀρχὰc‘ | |
15 | εἴπῃ ἁπλῶc ἢ μὴ διοριcάμενοc, ἑκατέρωc cφάλλεται. | | 304 |
15.799 | Ὁκόταν δὲ φαρμακεύcῃc, τοῖcι ῥοφήμαcι χρῶ διαφυλάccων τοὺc παροξυcμοὺc τῶν πυρετῶν, ὅκωc μηδέποτε προcοίcειc ἐόντων μηδὲ μελλόντων ἔcεcθαι, ἀλλὰ ληγόντων ἢ παυcαμένων καὶ ὡc πορρωτάτω ἀπὸ τῆc | |
5 | ἀρχῆc. ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτε ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιcτον ἡγέου τοῦτ’ εἶναι διαφυλάccεcθαι, ἕωc ἂν διάθερμοι γένωνται cφόδρα, εἶθ’ οὕτωc τὸ cυμφέρον πρόcφερε. ὡc γὰρ ἐπὶ τὸ πολὺ cη‐ μεῖόν ἐcτι μέλλοντοc παροξύνεcθαι τοῦ πυρετοῦ ψύξιc πο‐ | |
10 | δῶν· εἰ δὲ ἐν τοιούτῳ καιρῷ προcοίcειc, ἅπαντα τὰ μέγιcτα ἐξαμαρτήcειc· τὸ γὰρ νόcημα αὐξήcειc οὐ cμικρῶc. ὁκόταν δὲ ὁ πυρετὸc λήγῃ, τοὐναντίον οἱ πόδεc θερμότεροι γίνονται τοῦ ἄλλου cώματοc· αὔξεται μὲν γὰρ ψύχων τοὺc πόδαc, ἐξαπτόμενοc ἐκ τοῦ θώρακοc, εἰc τὴν κεφαλὴν ἀναπέμπων | |
15 | τὴν φλόγα· cυνδεδραμηκότοc δὲ ἁλέοc τοῦ θερμοῦ ἅπαντοc ἄνω καὶ ἀναθυμιωμένου ἐc τὴν κεφαλήν, εἰκότωc οἱ πόδεc | |
15.800 | ψυχροὶ γίνονται, ἄcαρκοι καὶ νευρώδεεc φύcει ἐόν|τεc· ἔτι δὲ πολὺ ἀπέχοντεc τῶν θερμοτάτων τόπων ψύχονται, cυν‐ αθροιζομένου τοῦ θερμοῦ ἐc τὸν θώρακα. καὶ πάλιν ἀνὰ λό‐ γον λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου ἐc τοὺc | |
5 | πόδαc καταβαίνει· κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώραξ κατέψυκται. τοῦ δ’ εἵνεκα τότε οὐ προcαρτέον, ὅτι, ὁκόταν οἱ πόδεc ψυχροὶ ἔωcιν, ἀνάγκη θερμὴν τὴν ἄνω κοι‐ λίην εἶναι καὶ πολλῆc ἄcηc μεcτὴν καὶ ὑποχόνδριον ἐντετα‐ μένον καὶ ῥιπταcμὸν τοῦ cώματοc διὰ τὴν ἔνδον ταραχὴν | |
10 | καὶ μετεωριcμὸν γνώμηc καὶ ἀλγήματα, καὶ ἕλκεται καὶ ἐμέειν ἐθέλει καί, ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται. θέρμηc δὲ καταβάcηc ἐc τοὺc πόδαc καὶ οὔρου διελθόντοc καὶ ἢν μὴ ἱδρώcῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, | |
τότε δὲ ὄλεθροc. | 305 | |
15 | Περὶ τοῦ κατὰ μέροc καιροῦ τῆc τροφῆc εἴρηται μὲν κἀν τῷ γνηcίῳ μέρει τοῦ βιβλίου διὰ ταχέων, οὐδὲν δ’ ἧττον καὶ νῦν λέγεται | |
15.801 | διὰ μακροτέρων καὶ cαφεcτέρων, ὥcτ’ | εἶναι τὸν λόγον τοῦτον ἐξήγη‐ cιν ἐκείνου, φυλαττομένηc τῆc Ἱπποκράτουc γνώμηc, ἣν ἔν τε τοῖc ἄλλοιc εἴρηκε καὶ ἐν τοῖc περὶ τοῦ τὸν πυρετὸν ἐκ μὲν τοῦ θώ‐ ρακοc ἐξάπτεcθαι, τουτέcτιν ἐκ τῆc καρδίαc, εἰc τὴν κεφαλὴν δ’ | |
5 | ἀναπέμπειν τὴν φλόγα. | |
5 | Ὁκόcοιcι δὲ διὰ τέλεοc ἡ κοιλίη ἐν τοῖcι πυρετοῖcιν ὑγρή, τουτέοιcι διαφερόντωc τοὺc πόδαc θερμαίνων καὶ περιcτέλλων κηρώμαcι καὶ ταινιδίοιcι περι‐ ελίccων πρόcεχε, ὡc μὴ ἔcονται ψυχρότεροι τοῦ ἄλλου cώ‐ | |
10 | ματοc. θερμοῖcι δ’ οὖcι θέρμαcμα μηδὲν πρόcφερε, ἀλλὰ παρα‐ τήρει, ὅκωc μὴ ψυχθήcονται. πόματι δὲ χρέεcθαι ὡc ἐλαχίcτῳ ὕδατι ψυχρῷ ἢ μελικρήτῳ. | |
12 | Τὸ διὰ τέλεοc τῷ διὰ παντὸc τοῦ χρόνου ταὐτὸν cημαίνει. πολλῶν δ’ οὐcῶν διαθέcεων, ἐφ’ αἷc cυμβαίνει δι’ ὅληc τῆc νόcου τὰc | |
15 | κοιλίαc ὑγρὰc εἶναι, καίπερ αὐτῶν μὴ δυναμένων μίαν ἔχειν θερα‐ | |
15.802 | πείαν, ὡc δέδεικται πολλάκιc, οὐ | μόνον οὐδὲν ἔcτιν ἐκ τῆc ῥήcεωc διδαχθῆναι χρηcτόν, ἀλλὰ καὶ βλαβῆναι, πιcτεύcαντα τὸν γεγραμμένον τρόπον τῆc θεραπείαc ἐπὶ πολλῶν διαθέcεων ἁρμόττειν. ἵνα γὰρ τἄλλα παραλείπω, τῆc κοιλίαc ὑγρᾶc εἶναι δυναμένηc καὶ διὰ φλεγμονὴν τὴν | |
5 | κατὰ τὴν γαcτέρα καὶ διὰ cυντηκτικὸν πυρετόν, ἡ τοῦ ψυχροῦ πόcιc ἐναντιωτάτη ἐcτὶ τῇ φλεγμονῇ, cυμφορωτάτη δὲ τοῖc cυντηκτικοῖc πυρε‐ τοῖc, καθ’ ὃν ἔμαθεc καιρὸν γιγνομένη. | |
7 | Ὁκόcοιcι δὲ ἐν πυρετοῖc κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη, [καὶ] οἱ πολλοὶ τῶν τοιουτέων | |
10 | τὰc κροκύδαc ἀφαιρέουcι καὶ τὰc ῥῖναc cκάλλουcι καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ’ ἑωυτῶν | |
οὐδὲν λέγουcι κατηρτημένον. δοκέει οὖν μοι τὰ τοιάδε με‐ λαγχολικὰ εἶναι. ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ cυντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα | | 306 | |
15.803 | προcφέρειν καὶ τὰ πόματα cταλτικὰ καὶ οἰνωδέcτερα ἢ καὶ cτυπτικώτερα. | |
2 | Ἄλλα μέν εἰcι τὰ τῶν φρενιτικῶν cυμπτώματα, τὸ δὲ τῆc ὑγρᾶc κοιλίαc γίγνεται μέν ποτε καὶ μετὰ φρενίτιδοc, οὐ μὴν ἴδιον ταύτηc | |
5 | ἐcτίν, ὥcτε τὴν μὲν ὑγρὰν κοιλίαν ἐκ τῶν διοριcμῶν θεραπεύειν προcήκει, τὴν δὲ φρενῖτιν ἰδίᾳ θεραπείαc ἑτέραc ἀξιοῦν. ἣν δ’ οὗτοc ἔγραψε θεραπείαν οὐδ’ ὅλωc cτοχάζεται τῆc φρενίτιδοc, ἀλλὰ μᾶλλόν μοι δοκεῖ βούλεcθαι θεραπεύειν τινὰ διάθεcιν ἐκ μὲν τοῦ κατὰ τὴν κοιλίαν ὁρμω‐ μένην, εἰc cυμπάθειαν δὲ τὴν κεφαλὴν ἐπιcπωμένην, ὡc παραληρεῖν | |
10 | ἐπὶ τῷ πάθει τῆc κοιλίαc. οὐκ ὀρθῶc δ’ εἴρηται μελαγχολικὰ τὰ τοιαῦτ’ εἶναι· μᾶλλον γὰρ ὑπὸ τῆc ξανθῆc χολῆc τὰ τοιαῦτα γίνονται τῆc γαcτρὸc ἐπεχομένηc. | |
12 | Ὁκόcοιcι δὲ τῶν πυρετῶν δῖνοί τε | |
15.804 | ἀπ’ ἀρχῆc καὶ cφυγμοὶ | κεφαλῆc εἰcι καὶ οὖρον λεπτόν, του‐ τέοιcι δεῖ προcδέχεcθαι πρὸc τὰc κρίcιαc παροξυνθηcόμενον τὸν πυρετόν· οὐ θαυμάcαιμι δ’ ἂν οὐδ’ εἰ παραφρονήcειαν. | |
3 | Ὅταν ἡ κεφαλὴ περιφέρεcθαι φαντάζηται, δῖνοc ὀνομάζεται τὸ | |
5 | πάθοc, ὅταν δὲ καὶ cκοτώδηc ἡ ὄψιc ἅμα τῷδε φαίνηται, ‘cκοτόδινοc‘ καλεῖται καὶ γίνεται διὰ κίνηcιν ἄτακτον φυcώδουc πνεύματοc ἢ κατὰ τὴν κεφαλὴν ἔχοντοc τοπικὴν γένεcιν ἢ κάτωθεν ἀναφερομένου. πᾶcαι δ’ αἱ τῶν τοιούτων πνευμάτων γενέcειc ταραχῆc εἰcι δηλωτικαί, δι’ ἃc καὶ κρίcειc γίνονται μετὰ cυμπτωμάτων θορυβωδῶν. εἰδέναι γὰρ χρὴ | |
10 | τὰc τοιαύταc διαθέcειc μεταξύ πωc οὔcαc τῶν τ’ ἀκινδύνων καὶ τῶν ὀλεθρίων· ἐπιχειρεῖ μὲν γὰρ ἡ ἔμφυτοc θερμαcία διαλύειν τε καὶ χεῖν τοὺc κατὰ τὸ cῶμα χυμούc, λεπτύνειν δ’ ἀκριβῶc αὐτοὺc καὶ κατὰ τὴν | |
ἄδηλον αἰcθήcει 〈διαπνοὴν〉 ἐκκρῖναι οὐ δύναται· τελέωc δ’ ἀρρωcτή‐ cαcα τὴν ἀρχὴν οὐδ’ ἐπιχειρεῖ τῇ λύcει, καὶ κατὰ τοῦτο πνεῦμα φυ|‐ | 307 | |
15.805 | cῶδεc οὐκ ἀρρωcτούcηc ἐcχάτωc τῆc ἐμφύτου θερμαcίαc γεννᾶται. τὸ μὲν οὖν ἀρρωcτεῖν ἀκινδυνότατόν ἐcτιν (ὑπερέχει γὰρ ἡ φύcιc τοῦ νοcήματοc), τὸ δ’ ἐcχάτωc ἀρρωcτεῖν ὀλέθριον· ὑπερέχεται γὰρ οὐ cμικρῶc· ὅταν δὲ μὴ ὑπερέχηται, τὰ εἰρημένα γίνεται cυμπτώματα καὶ | |
5 | μετὰ τὸ νοcῆcαι κρίcειc ἀποτελοῦνται, τινὲc μὲν εἰc ὑγίειαν, τινὲc δ’ εἰc θάνατον. οἵ γε μὴν cφυγμοὶ κατὰ τὴν κεφαλὴν γινόμενοι, τουτ‐ έcτιν αἱ τῶν ἀρτηριῶν αἰcθηταὶ κινήcειc, θερμαcίαc εἰcὶ πολλῆc cυμπτώ‐ ματα, δι’ ἃc καὶ παραφροcύναι γίγνονται πολλάκιc. οὕτωc οὖν ἐχόντων ἐν τῷ καθόλου τῶν εἰρημένων, ὅταν ἀρξαμένου | |
10 | τινὸc ἀcθενεῖν ὑπὸ μὲν τῆc τῶν οὔρων λεπτότητοc ἄπεπτον εἶναι δηλῶται τὸ νόcημα, τὴν κεφαλὴν δ’ ἐμπεπλῆcθαι πνεύματοc φυcώδουc cημαίνωcιν οἱ δῖνοι μετὰ τῶν cφυγμῶν, εἰδέναι χρὴ τὴν φύcιν οὐχ ἡcυχάcουcαν, ἀλλ’ ἐπιθηcομένην ποτὲ τοῖc περιεχομένοιc ἐν τῷ cώματι μοχθηροῖc χυμοῖc, ὡc διακρῖναί τε τῶν χρηcτῶν αὐτοὺc ἐκκρῖναί τε | |
15 | καθ’ ὁντινοῦν τρόπον ἢ εἰc ἄκυρον ἀποθέcθαι μόριον. | |
15.806 | ὁ τοίνυν εἰρημένοc λόγοc χρηcιμώτατόc | ἐcτιν εἰc πρόγνωcιν τῶν εἰρημένων. ἐνίοτε γὰρ ἀπὸ τῆc ἀρχῆc τοῦ νοcήματοc οἱ μὲν πυρετοὶ μέτριοι γίνονται, cυμπτώματα δὲ τοιαῦτα κατὰ τὴν κεφαλήν ἐcτι δι’ ἔγκαυcιν ἢ ἀναθυμίαcιν ἐκ τῶν κατὰ τὸ cῶμα τῆc κοιλίαc περιεχομένων | |
5 | χυμῶν. τὴν οὖν ἄλλωc ὁπωcοῦν ἐχομένην αὐτῆc τῆc κεφαλῆc μόνηc θερμότητα [τῇ τοιαύτῃ διαθέcει τῆc κεφαλῆc] λουτρὸν ὀνίνηcι καὶ τὸ ῥόφημα δ’ ἀρκέcει χυλὸν εἶναι τῆc πτιcάνηc. ὅταν δ’ ἐκ τῆc τῶν χυμῶν μοχθηρίαc ἐπὶ τὴν κεφαλὴν ἀναφέρηται θερμὸν πνεῦμα φυcῶδεc, οὐ λούειν cυμφέρει τούτουc. ἀcφαλῶc δὲ προcήκει ταῦτα πάντα πράττειν | |
10 | ἕκαcτα. διοριcμὸc δὲ τῶν διαθέcεων εἷc μόνοc ἐcτὶν ἐκ τῆc τῶν οὔρων ἀπεψίαc τε καὶ πέψεωc, ὧν ὀρθῶc ὁ cυγγραφεὺc ἐμνημόνευcεν εἰπὼν οὖρον λεπτόν, ὅπερ εἴρηται πολλάκιc ἀπεψίαc εἶναι cημεῖον· ὥcτ’ οὐδεὶc ἰατρὸc ἐν τοῖc τοιούτοιc νοcήμαcιν ἀμελεῖ τῆc τῶν οὔρων ἐπι‐ | |
cκέψεωc. | 308 | |
15 | Οἷcι δ’ ἐν ἀρχῇ τὰ οὖρα νεφελο‐ | |
15.807 | ειδέα ἢ καὶ παχέα, τοὺc | τοιούcδε ὑποκαθαίρειν, ἢν καὶ τἄλλα cυμφέρῃ· ὁκόcοιcι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτά, μὴ φαρμάκευε τοὺc τοιούcδε, ἀλλ’ ἢν δοκέῃ, κλύcαι· τούτουc cυμφέρει οὕτω θεραπεύεcθαι, — | |
4 | ||
5 | Εἴτε cυνάπτει ταῦτα τοῖc κατὰ τὴν προκειμένην ῥῆcιν εἰρημένοιc εἴτε καὶ μή, τὸ ὅπερ ἐξ αὐτῶν χρήcιμον ἔχειν δύναταί τιc κοινόν, ὡc φυλάττεcθαι καθαίρειν τὰ cώματα παντελοῦc ἀπεψίαc οὔcηc ἐν τοῖc χυμοῖc, ἐδήλωcεν εἰπὼν οὖρα λεπτά, ὡc τό γε παχέα πέψεωc ἔχοιεν ἤδη τοῦτ’ αὐτὸ τὴν cύcταcιν καὶ τὸ νεφελοειδέα δὲ τὰ | |
10 | 〈λευκὰc〉 τὰc νεφέλαc ἔχοντα δηλοῖ· προcετίθει γὰρ 〈ἂν〉 μελαίναc, εἴπερ ἐκείναc ἀκούειν ἡμᾶc ἐβούλετο. πολλὰ γὰρ τῶν κοινῶν ὀνομά‐ των ἄνευ διοριcμῶν λέγειν εἰώθαcιν, ὅταν τὸ βέλτιον ἐν τοῖc cημαι‐ νομένοιc ὑπ’ αὐτῶν πράγμαcι δηλῶcαι βουληθῶcιν. οὕτωc οὖν, ὅταν εἰc cωτηρίαν τελευτῶcιν αἱ κρίcειc, λέγουcιν ἁπλῶc ‘ἐκρίθη‘, ἀποθα‐ | |
15 | νόντοc δὲ τοῦ κριθέντοc οὐχ ἁπλῶc, ἀλλ’ ὅλον τοῦτο λέγουcι ‘κριθεὶc | |
15.808 | ἀπέ|θανε‘, καὶ χολὴν δ’ ὅταν τιc ἐκκριθῆναι ἁπλῶc εἴπῃ, τὴν ὠχράν, οὐ τὴν μέλαιναν νοοῦμεν. οὕτωc οὖν καὶ νῦν ἀκουcτέον οὖρα νεφε‐ λοειδέα τὰ λευκὰc ἔχοντα τὰc νεφέλαc, αἵπερ εἰcὶ πέψεωc cημεῖα. ἐπεὶ τοίνυν ‘πέπονα φαρμακεύει‘, διὰ τοῦτο καὶ νῦν οὕτωc ἔγραψεν | |
5 | ὁ τούτου τοῦ βιβλίου cυγγραφεύc· ξυμφέρει τουτέοιc οὕτωc θε‐ ραπεύεcθαι. μηδὲν δ’ εἰπὼν οὗτοc περὶ φλεβοτομίαc τὰ κατὰ μέροc διεξέρχεται πάντα ἐφεξῆc, οὐχ ὡc οὐκ ἄν ποτε οὕτωc ἐχόντων 〈ὡc〉 μὴ δεῖcθαι φλεβοτομίαc, ἀλλ’ ὡc καὶ νῦν τὰ ἄλλα διδάξαι βουλόμενοc μόνα. περὶ γὰρ τῆc φλεβοτομίαc αὐτάρκωc ἐν τοῖc ἔμπροcθεν εἴρηται. | |
10 | οὕτωc θεραπεύεcθαι, — | |
10 | Τῷ cώματι ἡcυχίην ἄγοντα ἀλεί‐ | |
φοντά τε καὶ περιcτέλλοντα ὁμαλῶc· ποτῷ δὲ χρέεcθαι μελι‐ κρήτῳ ὑδαρεῖ καὶ ῥοφήματι χυλῷ πτιcάνηc ἐc ἑcπέραν· κοι‐ λίην δ’ ὕπαγε κατ’ ἀρχὰc κλυcμῷ· φάρμακα δὲ μὴ πρόcαγε | 309 | |
15.809 | τούτοιcιν· ἢν γάρ τι κινήcῃc κατὰ κοιλίην, τὸ οὖρον οὐ | πε‐ παίνεται, ἀλλ’ ἄνιδρόc τε καὶ ἄκριτοc ὁ πυρετὸc ἐπὶ πολὺν χρόνον ἔcται. | |
3 | Καὶ τόνδε τὸν λόγον διεξέρχεται cκοπὸν ἔχων ἐν αὐτῷ τὴν μετὰ | |
5 | cυμμέτρου θάλψεωc ἡcυχίαν· χυλοῦ δὲ πτιcάνηc δίδωcιν ἀπ’ ἀρχῆc, ὡc ἂν μὴ δυναμένων ἐξαρκέcαι μέχρι τῆc ἀκμῆc τε καὶ κρίcεωc ἐπὶ τῷ μελικράτῳ, ἐπειδὴ ἄπεπτοc μὲν ἡ νόcοc, οὐκ ἐγγὺc δ’ οἱ πε‐ παcμοί· δίδωcι δὲ καὶ μελίκρατον ὑδαρέc, ἐπειδὴ τὸ ὕδωρ ἐδείχθη μηδὲν ἀγαθὸν ἔχειν αὐτὸ καθ’ ἑαυτὸ μόνον. εἰc ἑcπέραν δ’ ἀξιοῖ | |
10 | δίδοcθαι τὴν πτιcάνην ἤπερ τὸ μελίκρατον· προμεμαθηκότων δ’ ἡμῶν ἔμπροcθεν ἐν τῷ γνηcίῳ μέρει τοῦ cυγγράμματοc, ὡc ὑcτέραν χρὴ τὴν πτιcάνην προcφέρεcθαι τοῦ μελικράτου, ἄμεινον ἦν καὶ νῦν οὕτωc εἰ‐ ρῆcθαι, μελίκρατον μὲν πρῶτον, ὕcτερον δὲ χυλὸν πτιcάνηc προcφέρε‐ cθαι· ὅταν δ’ ἀντὶ τοῦ ὕcτερον φάναι τὸ ἐc ἑcπέραν εἴπῃ, μερικω‐ | |
15 | τέραν τὴν διδαcκαλίαν ποιεῖται, οὐ καθολικωτέραν. διὰ τί δὲ κελεύει μὴ καθαίρειν, ἐφ’ ὧν ἀπεψία παντελήc ἐcτι, | | |
15.810 | τὴν αἰτίαν αὐτὸc εἶπεν, ἐπιλογιcτικὴν μᾶλλον ἤπερ ἀναλογιcτικήν· ἔcτι γοῦν αὐτὴν εἰπεῖν καὶ τῷ χωρὶc ἐνδείξεωc λογικῆc ἐξ ἐμπειρίαc μόνηc τὸ γινόμενον ἐγνωκότι· δογματικοῦ δ’ ἀνδρὸc ἦν διδάξαι, διὰ τί καθαι‐ ρόντων ἡμῶν τοὺc οὕτωc ἔχονταc οὔτε πεπαίνεται τὸ οὖρον, ἄν‐ | |
5 | ιδρόc τε καὶ ἄκριτοc ὁ πυρετὸc διαμένει. τελεώτερον μὲν οὖν ἐν ἑτέροιc περὶ τῶν τοιούτων ἁπάντων ἐπεcκέμμεθα, νυνὶ δ’ ἐπὶ κεφαλαίων εἰρήcεται τὸ χρήcιμον εἰc τὰ παρόντα· cὺ δέ μοι πρόcεχε τὸν νοῦν. τεττάρων δυνάμεων οὐcῶν, ὡc ἔμαθεc, οὐκ ἐλαχίcτην δ’ ἐν αὐ‐ ταῖc ἰcχὺν ἐχούcηc τῆc ἀλλοιωτικῆc, καθ’ ἣν ἐξομοιοῖ τοῖc ὑφ’ ἑαυτῆc | |
10 | διοικουμένοιc cώμαcι τὴν τροφὴν ἡ φύcιc, αὕτη πέψιc ὀνομάζεται, κατὰ ποιότητα μεταβολὴ τῆc μελλούcηc θρέψειν οὐcίαc οὖcα. δεῖται τοίνυν | |
ἡ φύcιc, ὥcπερ, εἰc γαcτέρα καταποθείcηc τῆc τροφῆc, ἡcυχίαc μὲν ἀπὸ τῶν ἄλλων κινήcεων, ἵνα τῇ περὶ τὴν πέψιν ἐνεργείᾳ μόνῃ cχολάcῃ, βοηθείαc δέ τινοc ἔξωθεν, ὅταν ἀcθενεcτέρα γένηταί ποτε, κατὰ τὸν | 310 | |
15 | τοιόνδε τρόπον ἐπὶ τῆc ἐν ταῖc φλεψὶ πέψεωc τῶν χυμῶν ἡcυχίαc | | |
15.811 | μὲν [δεῖται] πρώτηc, δευτέραc δὲ βοηθείαc ἐκ τοῦ θερμανθῆναί τε καὶ ψυχθῆναι καὶ ξηρανθῆναι καὶ ὑγρανθῆναι, κατ’ ἄλλον καὶ ἄλλον δηλο‐ νότι χρόνον ἑκάcτου τῶνδε γινομένου. κατὰ τοῦτ’ οὖν ὁ γράψαc ταῦτα cυνεβούλευcεν ἡcυχίαν ἄγοντα | |
5 | τῷ cώματι θεραπεύεcθαι τὸν ἄνθρωπον ἀλειφόμενόν τε καὶ περι‐ cτελλόμενον ὁμαλῶc τοῖc ἱματίοιc· πρὸc γὰρ τὴν τοῦ πυρετοῦ δύναμιν ἀντίρροπον ἡγήcατ’ [ἂν] εἶναι τὴν ἐκ τῶν ἀλειμμάτων ὑγρό‐ τητα πρὸc τῷ μήτε θερμαίνειν ἰcχυρῶc μήτε ψύχειν, ἀλλὰ λεαίνειν, ὧν μάλιcτα δεῖται τὰ πεττόμενα. καὶ εἴπερ ταῦτα cυντελεῖ τῇ πέψει τῶν | |
10 | χυμῶν, αἱ καθάρcειc ἐναντίαι εἰcί· κινοῦcαι μὲν γὰρ cφοδρῶc τὸ cῶμα ῥήccουcι· τοιαύτηc γὰρ δυνάμεωc ἅπαντ’ ἐcτὶ τὰ καθαίροντα φάρμακα. αὕτη μὲν οὖν ἐcτιν ἡ αἰτία τοῦ τὰc καθάρcειc ἐναντιοῦcθαι ταῖc πέψεcι. πρὸc δὲ τὸ cυνεχὲc ἴωμεν ἤδη τοῦ λόγου τοῦδε. | |
13 | Τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρί‐ | |
15.812 | cεων ἐγγὺc ᾖ, μὴ | δίδου, ἢν θορυβῆται, ὁκόταν δ’ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον. φυλάccεcθαι δὲ δεῖ καὶ πάντων τῶν πυρετῶν τὰc κρίcιαc καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦ‐ τον τὸν καιρόν. | |
4 | ||
5 | Φυλάττει κἀνταῦθα τὴν Ἱπποκράτουc γνώμην ὁ τοῦ βιβλίου cυγγραφεύc, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ πτιcάνηc διαιτῶν, ἐγγὺc δὲ τῶν κρίcεων ἀφελὼν τὸν χυλόν. | |
7 | Μεμαθήκαcι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίνεcθαι καὶ ἀποcτήματα ἴcχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ | |
10 | ᾖ, περὶ ὦτα καὶ τράχηλον, ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλαc ἴcχει μεταβολάc. ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν καὶ κοιλίαι τοῖcι τοι‐ ουτέοιcιν ἐκταράccονται. | | 311 |
12 | ||
15.813 | Οἷc ἐcτι λεπτὸν τὸ οὖρον διὰ τὴν ἀπεψίαν τῶν χυμῶν, εἰκότωc μηκύνουcιν οἱ πυρετοὶ μὴ δυνάμενοι λυθῆναι πρὸ τῆc πέψεωc. ὅτι δ’ ἀποcτήμαcιν οἱ τοιοῦτοι κρίνονται, πολλάκιc ἤδη λέλεκται· cπανιώ‐ τερον δέ που καὶ δι’ ἐκκρίcεωc αἱ λύcειc αὐτῶν γίνονται· πότερον δ’ | |
5 | ἄνω τοῦ cώματοc ἢ κάτω τὸ ἀπόcτημα γενήcεται, τοῖc ἐν τῷ Προ‐ γνωcτικῷ γεγραμμένοιc ὡμολόγηται τὰ νῦν εἰρημένα. | |
6 | Ὁκόcοιcι δὲ πυρετοὶ ἀcώδεέc εἰcι καὶ ὑποχόνδρια cυντείνουcι καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείcτηc ἐπιμελείηc | |
10 | καὶ φυλακῆc δέονται. διάγειν δὲ τούτοιcι προcφέρονταc μη‐ δὲν ἄλλο ἢ ὀξύμελι ὑδαρέc· ῥόφημα δὲ μὴ πρόcφερε, ἕωc ἂν λήξῃ καὶ οὖρον πεπανθῇ. | |
12 | ||
15.814 | Ἀcώδειc ὀνομάζει πυρετούc, ἐν οἷc οἱ κάμνοντεc ἀcῶν|ται καὶ ἀηδῶc ἔχουcι· τὸ δὲ δυcφορεῖν ἑπόμενόν ἐcτιν ἐνίοτε μὲν τῷ μόνιμον εἶναι τὸν πυρετὸν καὶ καυcώδη, πολλάκιc δὲ καὶ τῇ τοῦ cτομάχου κακώcει· τὸ cτόμα δὲ τῆc γαcτρὸc οὕτωc ἄκουέ μου λέγοντοc νῦν. | |
5 | ἤρξατο μὲν οὖν ἀπὸ τῶν πυρετῶν ἀcώδειc εἰπὼν αὐτοὺc ὑποχόν‐ δριά τε cυντείνονταc, ἐφεξῆc δ’ ἐπὶ τοὺc πυρέττονταc μετέβη· τὸ γὰρ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτῷ κατὰ τῶν πυρεττόν‐ των εἴρηται, καθάπερ καὶ τὸ τὰ ἄκρεα ψύχονται. τὸ μὲν οὖν μὴ ἀνέχεcθαι κεκλιμένουc ἐν τῷ αὐτῷ τῶν ἀcωμένων τε καὶ δυcφορούν‐ | |
10 | των ἐcτὶ γνώριcμα, τὸ δὲ ψύχεcθαι τὰ ἄκρα φλεγμονῆc μεγάληc ἐν τοῖc cπλάγχνοιc ἐπὶ παχέcι χυμοῖc, ὡc ἔμπροcθεν ἐδείκνυον, ἡνίκα περὶ τοῦ δευτέρου τῶν καύcων εἴδουc ὁ λόγοc ἦν· καὶ εἴπερ cφοδρὰ ἡ κατάψυξιc εἴη, τεκμήριον ἤδη cοι τοῦ καὶ τὴν δύναμιν εἶναι ἄρρω‐ cτον ἰcχυρῶc. | |
15 | εἰκότωc οὖν ἔφη φυλακῆc πλείcτηc καὶ ἐπιμελείαc δεῖcθαι τοὺc κάμνονταc οὕτω, εἰκότωc δὲ καὶ ὀξύμελι δίδωcιν αὐτοῖc ὑπὸ παχέων καὶ γλίcχρων χυμῶν ἐνοχλουμένοιc· προcέθηκε δὲ τῷ λόγῳ | 312 |
15.815 | ὑδαρέc, ὡc | πρὸc τὸ διδόμενον οἷc ἐν πνεύμονι τοιοῦτοι περιέχονται χυμοί· πολὺ γὰρ ὀξύτερον ἐπ’ ἐκείνων εἶναι προcῆκεν, ἐπεὶ διὰ τὸ μῆκοc τῆc κατὰ τὴν ἀνάδοcιν φορᾶc ἐπὶ τὸ πεπονθὸc μέροc ἀναγκαῖόν ἐcτιν ἐκλυθῆναι τὴν δύναμιν· τοῖc δὲ καθ’ ὑποχόνδριον εὐθέωc προc‐ | |
5 | πίπτει τοιοῦτον οἷον ἐπόθη. τὸ δὲ μηδ’ ὅλωc διδόναι ῥόφημα τοῖc οὕτωc ἔχουcι, πρὶν πεπανθῆναι τὴν νόcον, ἀδιορίcτωc εἴρηται· φυλατ‐ τόντων γε ἡμῶν ὃ ἐδίδαξεν ὁ Ἱπποκράτηc προcκεῖcθαι χρὴ τῷ λό‐ γῳ, “ἢν ἀρκέῃ ὁ νοcέων”, ὅπερ ὡc φανερὸν ἴcωc παρέλιπεν. | |
8 | Κατακλίνειν δὲ εἰc ζοφερὰ οἰκή‐ | |
10 | ματα καὶ κατακεκλίcθαι ὡc ἐπὶ μαλθακωτάτοιcι cτρώμαcι πο‐ λὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα καὶ ὡc ἥκιcτα ῥιπτάζειν· μάλιcτα γὰρ τοῦτο τοὺc τοιούτουc ὠφελέει. | |
12 | ||
15.816 | Τὴν ἐν ζοφεροῖc οἰκήμαcι κατάκλιcιν οὐχ ὡc πεπαν|τικὸν βοήθημα cυνεβούλευcε νῦν, ἀλλ’ ὡc τῆc διὰ τὴν ἄcην γινομένηc δυc‐ φορίαc ἐπανορθωτικόν, ἧc ἕνεκα καὶ τῆc μαλθακῆc cτρωμνῆc ἐμνη‐ μόνευcε. τὸ δὲ μὴ πειρᾶcθαι ῥιπτάζειν ἑαυτόν, ἀλλ’ ἡcυχάζειν ἑκα‐ | |
5 | τέρωc χρήcιμον τῷ κάμνοντι, καὶ ὡc τῇ πέψει τῆc ὅληc νόcου cυν‐ τελοῦν καὶ ὡc διαφυλάττον τὴν δύναμιν. | |
6 | Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου cπέρ‐ μα ἐγχρίων ἐπιτίθει φυλαccόμενοc, ὅκωc μὴ φρίξῃ προcτι‐ θέμενον· ἔcτω δὲ ἀκροχλίαρον ἑφθὸν ὕδατι καὶ ἐλαίῳ. | |
9 | ||
10 | Μαλακτικόν ἐcτι τὸ λινόcπερμα καὶ μὴ θερμαῖνον ἐπιφανῶc, ὧν μάλιcτα δεῖται φλεγμονὴ πᾶcα. καὶ μέντοι καὶ κατὰ τὴν θίξιν αὐτὸ παραcκευάζει τοιοῦτον, ὁποῖον κατὰ τὴν δύναμίν ἐcτιν, ἀκροχλίαρον ἀξιῶν προcφέρειν. καὶ ἡ μίξιc δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατοc χλιαρᾶc | |
15.817 | θερμαcίαc ἐcτὶ γεννητικὴ μετὰ τοῦ μαλάττειν τε καὶ παρη|γορεῖν μετρίωc, ὑπάρχον δυνάμεωc ὁποίαc μάλιcτα ἐδείχθη δεῖν εἶναι τὰ πέττοντά τε καὶ τὰ διαφοροῦντα. | 313 |
3 | Τεκμαίρεcθαι δὲ ἐκ τῶν οὔρων τὸ | |
5 | μέλλον ἔcεcθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω, ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα. | |
6 | Οὐ πᾶν τὸ μέλλον ἔcεcθαι διδάcκει ἐκ τῶν οὔρων, ἀλλὰ cω‐ τηρίαν ἢ θάνατον· cωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρό‐ τερα. cαφῶc δὲ τὰ παχύτερα τοῖc λεπτοῖc παραβάλλων εἶπεν, οὐ | |
10 | τοῖc κατὰ φύcιν, ὡc καὶ μικρὸν ἔμπροcθεν ἠξίουν ἀκούειν· οὔτε γὰρ ἂν παχέα λέγοιc ἑρμηνεύειν ὀρθῶc ἐθέλων οὔτε λεπτὰ τὰ κατὰ φύcιν οὖρα. τά γε μὴν λεπτὰ καὶ μέλανα χείριcτα· πρὸc γὰρ τῶν λεπτῶν μόνων γινομένων ἄπεπτον δηλοῦται τὸ νόcημα· τὸ γὰρ ἀκριβῶc λεπτὸν | |
15.818 | ὑδατῶδέc ἐcτιν, ὥcτε καὶ λευκόν. αἱ δὲ τῶν | οὔρων προγνώcειc ἐν τοῖc Εἰc τὸ Προγνωcτικὸν ὑπομνήμαcιν εἴρηνται. | |
2 | Ἢν δὲ μεταβολὰc ἔχῃ, χρόνον τε cημαίνει, καὶ ἀνάγκη τῷ νοcέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ | |
5 | χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην. | |
5 | Καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοcούντων εὑρήcειc ἀληθῶc εἰc χρόνον πλείονα καὶ μεταβολὰc μεταξὺ γινομέναc ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖc ποικίλοιc οὔροιc· πλείουc γὰρ αἱ διαθέcειc δηλοῦν‐ ται, αἳ μὴ τῆc αὐτῆc θεραπείαc δεόμεναι οὐδὲ τὴν ἴcην ἔχουcι προ‐ | |
10 | θεcμίαν τῆc λύcεωc. | |
10 | Τοὺc δὲ ἀκαταcτάτουc τῶν πυ‐ | |
15.819 | ρετῶν ἐᾶν, μέχριc ἂν | cτῶcιν· ὁκόταν δὲ cτῶcιν, ἀπαντῆcαι διαίτῃ καὶ θεραπείῃ τῇ προcηκούcῃ, κατὰ φύcιν θεωρέων. | |
2 | Ἀκαταcτάτουc πυρετοὺc εἴρηκεν ἐφ’ ὧν μηδέν ἐcτι καθεcτηκόc, | |
ὅπερ cημαίνει τὸ βέβαιον· ἔcτι δὲ βέβαια τὰ ἐν ταῖc περιόδοιc φαινό‐ | 314 | |
5 | μενα καὶ τοῖc οὔροιc, ἔτι δὲ καὶ ταῖc ἠκριβωμέναιc ἰδέαιc τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι τὴν ἀρχὴν οὐδὲ φαίνονται ταῖc πρώταιc ἡμέραιc· τὰ δ’ 〈οὖρα〉 ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκιc τρὶc καὶ τετράκιc οὐρεῖν διά τε τῆc ἡμέραc καὶ τῆc νυκτὸc cυμβαίνει· καὶ ἀνόμοια φαί‐ νεται τὰ οὖρα πρὸc ἄλληλα. τὴν τοίνυν ἰδέαν τοῦ τοιούτου πυρετοῦ | |
10 | ἀκατάcτατον εἶναί φηcιν, ὅπερ ταὐτὸν cημαίνει τῷ μὴ διαcῴζοντι ἰδέαν μίαν ἀκριβῶc. ἐδήλωcα δέ cοι τὰc ἀκριβεῖc ἰδέαc τῶν πυρετῶν ἔν τε τοῖc Περὶ διαφορᾶc αὐτῶν ὑπομνήμαcι κἀν τῷ δευτέρῳ Περὶ κρίcεων. ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ μὴ κατ’ ἀρχὰc τῇ διαίτῃ χρῆcθαι, ἀλλ’ ἐᾶν, ἕωc ἂν ἴδωμεν, ποῖοί τινέc εἰcι, καὶ τηνικαῦτα τὸ | |
15 | τῆc διαίτηc εἶδοc ὁρίζειν. | | |
15 | ||
15.820 | Εἰcὶ δὲ ὄψιεc πολλαὶ τῶν κα‐ μνόντων. | |
2 | Ὄψιαc εἴρηκεν ὡcανεὶ διαφορὰc ἢ τρόπουc ἢ ἰδέαc, τῶν κα‐ μνόντων δὲ ἀντὶ τοῦ τῶν τοῖc κάμνουcι γινομένων νοcημάτων. ἐδείχθη | |
5 | γὰρ ἤδη πολλάκιc, ὡc ἅπαcι τοῖc παλαιοῖc ἔθοc ἐcτὶν ἀπό τε τῶν παθημάτων ἐπὶ τοὺc πάcχονταc αὐτοὺc μεταφέρειν τὰc προcηγορίαc ἀπό τε τῶν παcχόντων ἐπὶ τὰ πάθη, ὡc μηδὲν διαφέρον τῶν πυρετῶν εἰπεῖν διαφορὰc ἢ τῶν πυρεττόντων, οὕτωc δὲ καὶ πλευριτικῶν ἢ cυναγχικῶν ἢ πλευρίτιδοc ἢ cυνάγχηc. ὄψιαc οὖν εἶπε τῶν καμνόν‐ | |
10 | των, ἐπειδὴ τοῖc ὀφθαλμοῖc αὐτοὺc θεωροῦντεc εὑρίcκομεν τὰc δια‐ φοράc. | |
11 | Διὸ προcεκτέον τῷ ἰωμένῳ, ὅκωc μὴ διαλήcεταί τιc τῶν προφάcεων|— | |
13 | ||
15.821 | Ἐμάθομεν, ὅτι τὰc φανερὰc αἰτίαc ὀνομάζει προφάcειc· ἀλλὰ καὶ νῦν εὔδηλόc ἐcτιν ἐπὶ τούτων φέρων τὴν προcηγορίαν· ἐπιφέρει | |
γοῦν· Μήτε τῶν κατὰ λογιcμὸν ὅcα τε | 315 | |
5 | ἐc ἀριθμὸν ἄρτιον ἢ περιccὸν δεῖ φανῆναι. | |
5 | Ὡc τῶν αἰτιῶν τὰc μὲν φανερὰc ἁπάντων γινωcκόντων ἄνευ τεχνικοῦ λογιcμοῦ, τὰc δὲ μόνων τῶν χρωμένων τῷ τεχνικῷ λογιcμῷ· προcέχειν δὲ δεῖ, φηcί, κἀκείναιc, ἃc εἰc 〈ἀριθμὸν〉 ἄρτιον ἢ περιττὸν φανῆναι δεῖ. | |
9 | ||
10 | Μάλιcτα μὲν οὖν δεῖ τὸν περιccὸν ἀριθμὸν εὐλαβεῖcθαι, ὡc αἵδε αἱ ἡμέραι ἑτερορρεπέαc ποι‐ οῦcι τοὺc κάμνονταc. | | |
12 | ||
15.822 | Οὐχ ἁπλῶc ἀκουcτέον ἐcτίν, ἀλλ’ ἐπὶ τῶν ὀξέων νοcημάτων μέγα δύναcθαι τὰc περιττὰc ἡμέραc, ὡc μεταβολὰc ἑκατέρωc ἀξιολόγουc ἐμ‐ ποιούcαc εἰc ὑγίειάν τε καὶ θάνατον· τοῦτο γὰρ cημαίνει τὸ ἑτερορ‐ ρεπέαc. ἐπὶ μὲν τῶν ὀξέων ἡ τρίτη καὶ πέμπτη καὶ ἑβδόμη καὶ ἐνάτη | |
5 | καὶ ἑνδεκαιδεκάτη καὶ τεccαρεcκαιδεκάτη καὶ ἑπτακαιδεκάτη, ἐπὶ δὲ τῶν χρονίων ἑξηκοcτὴ καὶ ὀγδοηκοcτή· μέcαι δ’ αὐτῶν εἰcιν εἰκοcτὴ καὶ τριακοcτὴ καὶ τετάρτη καὶ τεccαρακοcτή, περιτταὶ δὲ καὶ αὗται. | |
7 | Φυλάccεcθαι οὖν δεῖ τὴν πρώτην ἡμέραν, ᾗ ἦρκται ἀcθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ | |
10 | ὅτου καὶ ὅτι· ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆcαι. ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διαcκέψῃ πάντα, πρῶτον μὲν κεφαλὴν ὅπωc ἔχει, εἰ ἀνάλγητοc καὶ μὴ βάροc ἔχει ἐν ἑωυτῇ, ἔπειτα ὑπο‐ χόνδρια καὶ τὰ πλευρά, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γάρ, ἢν ἐπίπονον ᾖ ἢ ἐπηρμένον ἢ ἔχῃ τινὰ cκολιότητα ἢ κόρον ἢ | |
15 | πλευροῦ ἀλγηδὼν ἐνῇ καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον ἢ cτρό‐ | |
15.823 | φοc ἢ πόνοc κοιλίηc. ὁκόταν | δέ τι τούτων παρῇ, ἐν ὑπο‐ χονδρίῳ μάλιcτα, λύειν τὴν κοιλίην κλυcμοῖcι· πινέτω δὲ μελίκρητον θερμὸν ἀφηψημένον. καταμανθάνειν δὲ καὶ ἐν τῇcιν ἐξαναcτάcεcιν εἰ λειποθυμέει καὶ εἰ τοῦ πνεύματοc | 316 |
5 | εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν δὲ διαχώρηcιν, μή τι μέλαν ἰcχυ‐ ρῶc διεχώρηcε χρῶμα ἢ καθαρόν, ὁκοῖα ὑγιαίνοντοc ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸc εἰc τὴν τρίτην ἐπιπαροξυνό‐ μενοc. κατιδὼν δὲ εὖ μάλα τοὺc τοιούcδε ἐν ταύτῃcι τῇcι νούcοιcι τριταίουc, πρὸc ταῦτα ἤδη καὶ τἄλλα cυνορῆν· καὶ | |
10 | ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τού‐ των, κινδυνώδηc ὁ κάμνων γίνεται. τὰ δὲ cημεῖα· ἡ μὲν μέ‐ λαινα διαχώρηcιc θάνατον cημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαί‐ νοντι, ὁκόταν ἀνὰ πάcαc τὰc ἡμέραc φαίνηται, cωτήριον. | |
13 | ||
15.824 | Φυλάττεcθαί φηcι χρῆναι πρῶτον μὲν τὴν πρώτην | ἡμέραν, ἐν ᾗ γνῶναι κελεύει τὴν αἰτίαν τοῦ νοcήματοc· τὸ γὰρ ἐξ ὅτου καὶ ὅτι τὸ τί ποτ’ ἐcτὶ τὸ νόcημα δηλοῖ. πυνθάνεcθαι δὲ κελεύει πρῶτον μὲν τὴν κεφαλὴν ὅπωc ἔχει, ἔπειτα ὑποχόνδρια καὶ πλευράc, | |
5 | ὑποχόνδριον μέν, εἴ τίc ἐcτιν ὀδύνη ἢ ἐξήρτηται ἤ τινα ἔχει cκολιό‐ τητα, τουτέcτιν ἀνωμαλίαν (ὅπερ ἐν τῷ Προγνωcτικῷ κατὰ τήνδε τὴν λέξιν ἔγραψεν· “εἰ ἀνωμάλωc διακείμενον τὰ δεξιὰ καὶ τὰ ἀριcτερά”), ἢ εἰ κόρον ἔχει, φηcί· τοῦτο δέ μοι δοκεῖ τὴν πλήρωcιν τῶν cιτίων δηλοῦν. ἐρωτᾶν δ’ ἀξιοῖ καὶ τἄλλα περὶ τὴν ἑξῆc λέξιν. κἄπειτα κελεύει | |
10 | τῶν μὲν ὑποχονδρίων πεπονθότων λύειν τὴν κοιλίαν κλυcμοῖc, πί‐ νειν δὲ μελίκρατον θερμὸν ἀφηψημένον. ἀδιορίcτωc δὲ ταῦτ’ εἰπὼν ἐφεξῆc γράφει· καταμανθάνειν δὲ χρὴ καὶ τὰ ἐν ταῖc ἐξαναcτάcεcιν, εἰ λειποθυμεῖ καὶ εἰ τοῦ πνεύματοc, φηcίν, εὐφορίη αὐτὸν ἔχει· τοῦτο δ’ ἀντίκειται τῷ | |
15 | λειποθυμοῦντι. ὁρᾶν δ’ ἀξιοῖ καὶ τὸ διαχώρημα, πότερον μέλαν ἐcτὶν ἢ καθαρὸν καὶ ἄμεμπτον, ὁποῖον τῶν ὑγιαινόντων, ὥcπερ | |
15.825 | καὶ εἰ ὁ πυρετὸc εἰc τὴν τρίτην ἡμέραν ἐπιπαροξύ|νεται. τού‐ | |
των οὕτωc ἐχόντων ἐὰν ἡ τετάρτη τῇ τρίτῃ παραπλήcιον ἔχῃ τι κατὰ τὸν παροξυcμόν, κινδυνώδη δηλονότι ταύτην φηcί. τὸ γὰρ καὶ τὴν τετάρτην ἡμέραν ἐπίδηλον οὖcαν τῆc ἑβδόμηc νεωτερίcαι τι τῶν χα‐ | 317 | |
5 | λεπῶν ἐcτι cημείων· ὁ δὲ νεωτεριcμὸc δῆλοc. εἰ γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν καὶ τῇ τρίτῃ παροξυcμὸc ἐγένετο, τῇ δευτέρᾳ δ’ οὐκ ἐγένετο, προcῆκον ἦν τὴν πέμπτην ἔχειν παροξυcμόν, τὴν δὲ τετάρτην μὴ ἔχειν· ἔχουcα τοίνυν καὶ αὕτη κακοῦ τινοc ἑτέρου γένεcιν ἐνδείκνυται. εἰ δὲ καὶ μέλανα διαχωρήcειε, θάνατον ἔcεcθαι δηλοῖ. | |
10 | μέμνηcο δὴ τούτου παραλιπὼν τὰ πολλὰ τῶν εἰρημένων. εἰ γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ἡ τρίτη τὸν ἀνάλογον ἤνεγκε παροξυcμόν, νεώ‐ τερον μέν, εἰ καὶ ἡ τετάρτη παρώξυνεν· εἰ δὲ καὶ μέλανα διεχώρηcεν, ὀλέθριόν ἐcτι τὸ cημεῖον· ἐὰν δὲ πάλιν ὅμοια τοῖc ὑγιαίνουcιν ἀνὰ πάcαc τὰc ἡμέραc διαχωρῇ, cωτηρίαν ἔλπιζε τοῦ κάμνοντοc ἔcεcθαι. | |
14 | ||
15 | Ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, | |
15.826 | ἐνῇ δὲ τοῦ πνεύματοc | εὐφορίη, διαναcτὰc ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα δὲ ὁκόταν προcῇ τῷ κάμνοντι ἢ τῇ καμνούcῃ κατ’ ἀρχάc, παραφροcύνην προcδέχου ἐcομένην. | |
4 | ||
5 | Ϲυγκέχυται τῆc ῥήcεωc ταύτηc ἡ διάνοια· τὸ γὰρ ‘ὅταν ἡ βάλα‐ νοc μηδὲν ἀνύῃ, δοκῇ δ’ εὐφόρωc ἔχειν ὁ κάμνων, εἴ γε κἀν ταῖc διαναcτάcεcι λειποψυχεῖ, παραφροcύνην προcδέχεcθαι‘ κακῶc εἰρῆcθαί μοι δοκεῖ, μήτε τῆc ἐμπειρίαc μαρτυρούcηc αὐτῷ μήτε τοῦ λογιcμοῦ. γένοιτο γὰρ ἄν ποτε καὶ τοιοῦτόν τι· αἱ δὲ προγνώcειc εἰcὶν οὐ τῶν | |
10 | cπανίωc γινομένων, ἀλλὰ τῶν διὰ παντὸc ἢ ὡc τὸ πολύ. | |
10 | Προcέχειν δὲ χρὴ καὶ τῇcι χερcίν· ἢν γὰρ τρομεραὶ ἔωcι, προcδέχου τῷ τοιῷδε ἀπόcταξιν αἵ‐ ματοc διὰ ῥινῶν ἐcομένην. | | |
13 | ||
15.827 | Καὶ οὗτοc ὁ λόγοc οὐ τὸ διηνεκὲc οὐδ’ ὡc τὸ πολὺ γινόμενον, | |
ἀλλὰ τὸ cπάνιον διδάcκει. Ὁρῆν δὲ χρὴ αὐτοὺc τοὺc μυκτῆραc· ἢν ὁμοίωc τὸ πνεῦμα δι’ ἀμφοτέρων ἕλκηται καὶ ἢν πολὺ φέρη‐ | 318 | |
5 | ται ἐκ τῶν μυκτήρων, φιλέει γίνεcθαι cπαcμόc· ἢν δὲ cπαcμὸc γένηται, τῷ τοιῷδε θάνατοc προcδόκιμοc, καὶ καλῶc ἔχει προλέγειν. | |
7 | Οὐcῶν τῶν χειρῶν τρομωδῶν (οὕτω γὰρ προcῆκον εἰπεῖν), εἰ τὸ πνεῦμα πολὺ φέρεται δι’ ἀμφοτέρων τῶν μυκτήρων, cπαcμὸν | |
10 | ἐπιγίνεcθαί φηcιν· εἴωθε δ’ οὕτω καλεῖν τὴν cπαcμώδη διάθεcιν γινομένην κατὰ τῶν τὰ πτερύγια τῆc ῥινὸc κινούντων μυῶν. | |
11 | Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ | |
15.828 | γλῶccα τρηχεῖα γένηται καὶ | ἀψυχίαι ἐνέωcι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεcιc εἶναι τοῦ πυρετοῦ· ἀλλ’ ὅμωc τὸν τοιόνδε παρα‐ φυλάccειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποcίῃ καὶ μελικρήτου πό‐ cει· καὶ χυλοῖcι παραφύλαccε μηδὲν πιcτεύων τῇ ἀνέcει τῶν | |
5 | πυρετῶν, ὡc οἱ τοιάδε ἔχοντεc cημεῖα ἐπικίνδυνοί εἰcι θνῄ‐ cκειν. ὁκόταν δὲ ταῦτα cυνίδῃc, οὕτω πρόλεγε, ἤν cοι ἀρέcκῃ, θεωρήcαc εὖ μάλα. | |
7 | Χειμερινὸν πυρετὸν ἔνιοι μὲν ἁπλῶc ἀκούουcι τὸν ἐν χειμῶνι γιγνόμενον, ἔνιοι δὲ τὸν οἰκεῖον φύcει χειμῶνοc, εἴη δ’ ἂν ὁ τοιοῦτοc | |
10 | ἐπὶ φλέγματι, καθάπερ ὁ θερινὸc ἐπὶ χολῇ. ἐὰν οὖν, φηcίν, ἐπὶ τῷ τοιῷδε πυρετῷ γλῶccα γένηται τραχεῖα καὶ λειποθυμίαι, cυγ‐ γινώcκειν αὐτὸν ὄντα κινδυνώδη καὶ διὰ τοῦτο μὴ πιcτεύειν ταῖc ἐπανέcεcι τῶν πυρετῶν, ὅταν μετὰ cυμπτωμάτων ἢ cημείων μοχθη‐ ρῶν γίνωνται, καθάπερ νῦν ἅμα τῇ λειποθυμίᾳ τε καὶ τῇ τῆc γλώτ‐ | |
15 | τηc τραχύτητι. μὴ τοίνυν, φηcίν, ἀμελῶc διαίτα τοὺc κάμνονταc, ἀλλ’ | |
15.829 | ὕδωρ τε καὶ μελίκρατον καὶ χυλὸν | πτιcάνηc ῥοφεῖν δίδου. δόξει δὲ ταῦτα μάχεcθαι τῷ χρῆναι λιμοκτονεῖν· ἡ γὰρ λιμοκτονία τὰ μάλιcτα μὲν ἀcιτίαν παντελῆ cημαίνει, εἰ δ’ οὔ, ἀλλὰ τήν γ’ ἐπὶ τοῖc πόμαcι μόνοιc δίαιταν· οὗτοc δὲ καὶ μελίκρατον καὶ χυλὸν πτιcάνηc cυνεχώ‐ | |
5 | ρηcε δίδοcθαι. δοκεῖ δέ μοι διὰ τοῦτο λιμοκτονεῖν λέγειν αὐτούc, ὅτι χρονίζουcι τὰc ἐπανέcειc τῶν πυρετῶν ἴcχοντεc εὐφορωτάταc, ὡc ἐξ‐ απατηθένταc τινὰc τροφὴν ἰcχυροτέραν δοῦναι καὶ μάλιcτα διὰ τὴν λειποθυμίαν· ὡc πρὸc τὴν τοιαύτην οὖν δίαιταν ἡ διὰ τοῦ μελικράτου τε καὶ τοῦ χυλοῦ γινομένη ἐν πολλαῖc ἡμέραιc ὀρθῶc εἴρηται λιμο‐ | 319 |
10 | κτονία. | |
10 | Ὁκόταν δ’ ἐν πυρετοῖcι φοβερόν τι γένηται πεμπταίοιc ἐοῦcιν, 〈ἢν〉 ἡ κοιλίη ἐξαίφνηc ὑγρὰ διαχωρήcῃ καὶ ἀψυχίη γένηται ἢ ἀφωνίη ἐπιλάβῃ ἢ cπαcμώ‐ | |
15.830 | δηc γένηται ἢ λυγμώδηc, ἐπὶ τούτοιcιν ἀcώδηc φιλέει γί|νε‐ cθαι καὶ περὶ ὑπορρίνιον καὶ μέτωπον ἱδρῶτεc καὶ αὐχένα ὄπιcθεν τῆc κεφαλῆc· οἱ δὲ ταῦτα πάcχοντεc θνῄcκουcι πνευ‐ ματωθέντεc οὐκ εἰc μακράν. | |
4 | ||
5 | Τῶν ἐκ τηρήcεωc ἐμπειρικῶc γεγραμμένων τοῖc ἰατροῖc ἔνια τοι‐ αῦτ’ ἐcτίν, ὡc ἐκ τῶν ὀφθέντων ἅπαξ ἢ δὶc ἀπόφαcιν ἔχειν καθόλου τρόπου, ὡc πλειcτάκιc ἐπὶ τῶν αὐτῶν καὶ ὡcαύτωc δυνάμενα θεωρη‐ θῆναι. τοιοῦτον δή τι καὶ τοῦτ’ ἐcτὶ τὸ νῦν λεγόμενον· ἑωρακὼc γὰρ ὁ γράψαc ταῦτα πεμπταῖόν τινα διαχωρήcαντα μέν τινα ὑγρὰ | |
10 | διαχωρήματα, λειποψυχήcαντα δὲ καὶ ἄφωνον γενόμενον, ἕτερον δὲ cπαcμώδη καὶ μετὰ τοῦτ’ ἤτοι γ’ ἀμφοτέρουc ἢ τὸν ἕτερον ἀcώδη καὶ τὰ περὶ τὸ πρόcωπόν τε καὶ τὸν αὐχένα ἐφιδρώcανταc, εἶτα ἀποθανόνταc ἔγραψεν, ὡc οἴεται, cυνδρομὴν cημείων ἐμπειρικῶν. ἔcτι δ’ αὐτὰ δυνάμενα καὶ cτομαχικῆc προηγεῖcθαι cυγκοπῆc, δυνάμενα | |
15 | δὲ καὶ διὰ πλῆθοc γίνεcθαι θλιβομένηc τῆc δυνάμεωc ἢ καὶ ἄλλωc | |
15.831 | ἀρρωcτούcηc. ἕκαcτον γάρ τοι τῶν εἰρημένων καὶ καθ’ ἑαυτὸ μο|χθηρόν ἐcτι, μή τί γε cυνελθόντα πάντα. τὸ γὰρ ἐπὶ ταῖc ἐξαίφνηc διαχω‐ ρήcεcι λειποθυμεῖν ἐπικίνδυνόν ἐcτιν, ὥcπερ καὶ τὸ ἄφωνον γε‐ νέcθαι καὶ ἀcώδη, οὐκ ἀγαθὸν δὲ καὶ τὸ περὶ τὸ πρόcωπόν τε καὶ | |
5 | τὴν κεφαλὴν ἱδροῦν μόνα. καθάπερ οὖν ταῦτα πολλὰ καὶ μοχθηρὰ cυμπτώματά ἐcτιν, οὕτω καὶ τἄλλα τὰ ἐν τῷ Προγνωcτικῷ γεγραμμένα, καὶ δύναταί τιc ἐπι‐ πλέκων αὐτὰ ἀλλήλοιc δοκεῖν τι διδάcκειν νεώτερον· ἐὰν δέ που καὶ λέξιν ἀcαφῆ μίξῃ τῷ λόγῳ καθάπερ αἴνιγμα, τοῖc μὲν πολλοῖc κἀκ | 320 |
10 | τούτου cοφώτεροc εἶναι δόξει· θαυμάζουcι γὰρ ἃ μὴ νοοῦcιν· ἀνθρώπῳ δ’ ἐγνωκότι διακρίνειν ἀπὸ τῆc παθογνωμονικῆc cυνδρομῆc τὰ ἐπι‐ γινόμενα φωραθήcεται ποικίλοc μέν, ἄχρηcτοc δ’ ὁ λόγοc. ἡ μὲν γὰρ παθογνωμονικὴ cυνδρομὴ τὸ τοῦ νοcήματοc εἶδοc ἐνδείκνυται, τὰ δ’ ἐπιγινόμενα cυμπτώματα τὴν ἐπιείκειάν τε καὶ κακοήθειαν αὐτοῦ. καὶ | |
15 | χρὴ μαθόντα τούτων τῶν cυμπτωμάτων ἑκάcτου τὴν δύναμιν ἐκλογί‐ ζεcθαί τε καὶ παραβάλλειν ἀλλήλοιc τὰ φανέντα, κἂν μὲν ἰcχυρότερά | |
15.832 | τε καὶ πλείω φαίνηται τῶν ἀγαθῶν τὰ μοχθηρά, | γινώcκειν ἐν κιν‐ δύνῳ τὸν ἄνθρωπον ὑπάρχειν, εἰ δὲ τἀγαθὰ τῶν φαύλων ἰcχυρότερά τ’ εἴη καὶ πλείω, καλὴν προcδοκίαν ἔχειν ἐπὶ τῷ κάμνοντι. τοῦτο δέ cε καὶ αὐτὸc ὁ Ἱπποκράτηc ἀξιοῖ πράττειν· ἐν γοῦν τῷ | |
5 | Προγνωcτικῷ πάντων τῶν cυμπτωμάτων καὶ τῶν cημείων ἑκάcτου κατὰ μόναc ἐδίδαξε τὴν δύναμιν, ἐπὶ τῇ τελευτῇ δὲ τούτου τοῦ cυγ‐ γράμματόc φηcι· “χρὴ δὲ τὸν μέλλοντα ὀρθῶc προγινώcκειν τούc τε περιεcομένουc καὶ τοὺc ἀποθανουμένουc οἷc τε ἂν μέλλῃ πλείοναc ἡμέραc παραμένειν τὸ νόcημα καὶ οἷc ἂν ἐλάccουc, τὰ cημεῖα ἐκμαν‐ | |
10 | θάνοντα πάντα, κρίνειν ἐκλογιζόμενον τὰc δυνάμειc αὐτῶν πρὸc ἀλλή‐ λαc, ὥcπερ διαγέγραπται.” τὰc δυνάμειc ἀξιοῖ τῶν cημείων ἐκλογιζό‐ μενον προγινώcκειν ἐξ αὐτῶν τὸ ἀποβηcόμενον· ἔνθα μὲν οὖν ἀγαθὰ μοχθηροῖc μέμικται παριcούμενά πωc ταῖc δυνάμεcι, γεγυμναcμένου μὲν ἀνδρὸc δεῖται, τεθεωρηκότοc δ’ ἐπὶ τῶν ἔργων αὐτὰ πολλάκιc· ἔνθα δ’ | |
15 | ἐcτὶν ἤτοι πάντα κακά, καθάπερ νῦν, ἢ πάντα καλά, κατάδηλον ἅπαντι | |
15.833 | τὸ ἀποβηcόμενον. ὄντοc γὰρ καὶ καθ’ ἑαυτὸ cημείου κακοῦ τοῦ | δια‐ χωρούcηc τῆc κοιλίαc λειποψυχῆcαι, κακοῦ δ’ ὡcαύτωc καὶ τῆc ἀφω‐ νίαc, ἐὰν πρὸc τούτοιc καὶ cπαcμώδηc ἢ λυγμώδηc ἢ ἀcώδηc ὁ κάμνων γένηται, cαφέcτερον ἐνδείξεται τὸν κίνδυνον· ἐὰν δὲ καὶ ἄλλο | |
5 | τι μοχθηρὸν αὐτῷ cημεῖον ἐπιγένηται, καθάπερ οἱ περὶ τὸν αὐχένα | |
καὶ τὸ πρόcωπον ἱδρῶτεc, ἔτι καὶ μᾶλλον· ἅπερ εἴρηται νῦν ὑπ’ αὐτοῦ τοῦ γράψαντοc τὸ βιβλίον, οὐδενὸc ἀγαθοῦ cημείου μεμιγμένου τοῖc κακοῖc. ὅτι μὲν οὖν ὁ τοιοῦτοc ἐξ ἀνάγκηc τεθνήξεται, πρόδηλον ἐκ τοῦ τῶν κακῶν ἀθροίcματοc cημείων. | 321 | |
10 | τὸ δὲ [καὶ] πνευματωθέντεc τῇ τελευτῇ τῆc ῥήcεωc ὥcπερ αἴνιγμα προcέρριπται ταύτηc ὥc τι τῶν ἐξ ἀνάγκηc ὡμολογημένων ἔcεcθαι, ὅ τι περ ἂν cημαίνῃ τὸ πνευματωθέντεc, εἴτε τὸ τῶν κατὰ τὴν γαcτέρα πνευμάτων πλῆθοc, ὡc ἐνὸν [γαcτέρα] φυcηθῆναι πᾶcαν αὐτήν, εἴτε τὴν μεγάλην καὶ πυκνὴν ἀναπνοήν· ἀλλὰ καὶ ταύτην ἐμάθο‐ | |
15 | μεν, ὡc ἕπεται διαθέcεcιν οὐκ ἀγαθαῖc, ὥcπερ γε καὶ τὴν τῆc γαcτρὸc 〈ἐμπνευμάτωcιν〉. ὥcτ’ οὐ χρὴ ζητεῖν ἄλλα cημεῖα, τούτων ἐξ ἀνάγκηc | |
15.834 | προηγουμένων· ἐπὶ τούτοιc γὰρ οὐκέτι, ὡc ἐπ’ ἐνίοιc καὶ κατὰ | τύχην γενομένοιc, ἡ τῶν ἀποβηcομένων ἀcαφήc τιc γίνεται πρόγνωcιc. | |
2 | Ὁκόcοιcι δ’ ἐν πυρετοῖcι τὰ cκέλεα γίνεται φυματώδεα καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἐόν‐ | |
5 | των ἐν πυρετοῖcιν, ἢν καὶ προcπέcῃ πνιγμὸc φάρυγγι, ἰcχνῶν ἐόντων τῶν περὶ τὴν φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ cβεcθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ ῥινῶν ῥέειν· καὶ ἢν μὲν πολὺ ῥυῇ, λύcιν cημαίνει τῆc νούcου, ἢν δὲ μή, μακρήν, ὁκόcῳ δ’ ἂν ἔλαccον ῥυῇ, τοcῷδε χεῖρον καὶ μῆκοc. ἢν δὲ τἄλλα ῥήιcτα | |
10 | γένηται, προcδέχεcθαι τῷ τοιῷδε ἐc πόδαc ἀλγήματα· ἢν δ’ ἅψηται τοῦ ποδὸc καὶ ἐπώδυνοc γενόμενοc παραμένῃ πυρι‐ φλεγὴc γενόμενοc καὶ μὴ λυθῇ, κατὰ cμικρὸν ἥξει καὶ ἐc | |
αὐχένα ἀλγήματα καὶ ἐc κληῖδα καὶ ἐc ὦμον καὶ ἐc cτῆθοc καὶ ἐc ἄρθρον, καὶ τοῦτο δεήcει φυματῶδεc γενέcθαι. cβεννυ‐ | 322 | |
15 | μένων δὲ τούτων, ἢν αἱ χεῖρεc ἐφέλκωνται ἢ τρομεραὶ γένων‐ | |
15.835 | ται, cπαcμὸc | τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροcύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν καὶ ἐρυθήματα ἴcχει, καὶ 〈τὸ〉 βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαcτάνει, καὶ cκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰcχυρῶc ὁ ὀφθαλμόc, | |
5 | καὶ παραφροcύνη μέγα τι ἐπιδιδοῖ. αἱ δὲ νύκτεc μᾶλλον cη‐ μαίνουcιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροcύνην. τὰ δὲ cημεῖα μάλιcτα γίνεται πολλὰ ἐπὶ τὸν περιccὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ’ ἂν τούτων τῶν ἀριθμῶν γίνηται, ὄλεθροι ἐπιγίνονται. | |
9 | ||
10 | Καὶ πάντα ταῦτα τὰ νῦν εἰρημένα δοκεῖ μοι τεθεαμένοc ἐφεξῆc ἀλλήλων ὁ cυνθεὶc τουτὶ τὸ γράμμα καθολικόν τινα ἐκ τῆc ἐν μέρει τηρήcεωc λόγον πεποιηκέναι προπετῶc· ἄμεινον γὰρ ἦν, ὡc Ἱππο‐ κράτηc ἐν τοῖc τῶν Ἐπιδημιῶν εἴωθε γράφειν, οὕτω καὶ αὐτὸν πε‐ ποιηκέναι, προειπόντα μὲν ἐν ἀρχῇ τοῦ παθόντοc τὸ ὄνομα καὶ μετὰ | |
15 | ταῦτα καὶ τὰc ἡμέραc, ἐν αἷc ἕκαcτον ἐγένετο, καθάπερ ἐπ’ αὐτῶν τῶν νῦν εἰρημένων cυμπτωμάτων ἔνεcτι ποιῆcαι. | |
15.836 | γε|γενήcθω γάρ τινι φυματώδη τὰ cκέλη καὶ μὴ πεπαινέcθω, προcυποκείcθω δὲ καὶ πυρετώδηc εἶναι καὶ πνιγώδηc γενόμενοc παυcάcθω· προcδοκήcειεν ἄν τιc ἄνω γεγονέναι μετάcταcιν τῶν ἐν τοῖc cκέλεcι χυμῶν, ἥτιc ἐν ταῖc παρόδοιc πνιγώδη τὸν ἄνθρωπον ἐποίηcεν. | |
5 | ἐὰν οὖν ὁ τοιοῦτοc, ὡc Ἱπποκράτηc εἶπεν, ᾖ “περιεcτικόc,” αἱμορρα‐ γῆcαι δυνήcεται διὰ ῥινῶν· καὶ ἐὰν μὲν πολὺ ᾖ τὸ αἷμα, λύcει τὴν νό‐ cον· εἰ δ’ οὔ, χρονίcει καί, εἰ τἄλλα καλῶc γένοιτο, πάλιν εἰc τοὺc πόδαc ἀλγήματα τούτῳ καταcκῆψαι δυνατόν ἐcτιν. ὑποκείcθω δὴ καὶ τοῦτο γεγονέναι, καθάπερ καὶ τὸ πυριφλεγῆ τὸν ἄνθρωπον ἐπὶ | |
10 | τούτοιc γενέcθαι, ὅπερ ἤτοι θερμαcίαν πολλὴν περὶ τὸν πόδα δηλοῦν | |
εἴωθεν ἢ πυρετὸν πολὺν καὶ πυρώδη· καὶ εἰ ἐπὶ τούτοιc μὴ λυθείη τὸ νόcημα, πάλιν ἀναχωρῆcαν ἄνω μᾶλλον τὸ πλῆθοc ἀλγήματα γεν‐ νήcει κατὰ τοὺc αὐχέναc καὶ κλεῖc καὶ τὸν ὦμον καὶ τὸ cτῆθοc. ὡc δὲ ταῦτα cυνέβη πάντα αὐτῷ ἀλόγωc (τοῦτο γὰρ ἦν τὸ cβεcθῆναι), | 323 | |
15 | τὰc χεῖραc ὑποκείcθω γενέcθαι τρομώδειc, ἔπειτα cπαcμὸν ἐπακο‐ | |
15.837 | λουθῆcαι, τοῦ πλή|θουc ἀποcκήψαντοc εἰc τὰ νευρώδη μόρια καὶ αὐ‐ τὴν τὴν ἀρχὴν αὐτῶν καταλαβόντοc· ἐντεῦθεν γὰρ αἱ παραφροcύναι. θεαcάμενοc οὖν ὁ γράψαc τῶν οὕτω τινὰ νοcηcάντων φλυκταίναc ἔχοντα κατὰ τὴν ὀφρὺν (τοῦτο γὰρ cημαίνει τὰ φλυζάκια) προπετῶc | |
5 | ἀπεφήνατο πᾶcι τοῖc οὕτωc ἔχουcιν ἐcόμενον τοῦτο τὸ cύμπτωμα. καὶ περὶ τῶνδε τῶν ἐφεξῆc γεγραμμένων ὁ αὐτὸc λόγοc· ὃ γὰρ ἐγένετο ἑνὶ τῶν οὕτω νοcηcάντων εἴτε δυοῖν, ἐπὶ πάνταc ἐκτείνων ἔφη καὶ ἐρυθήματ’ ἴcχειν αὐτοὺc καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαcτάνειν καὶ ξηρὰν γίνεcθαι τὴν φλεγμονὴν καὶ | |
10 | οἰδεῖν ἰcχυρῶc τοὺc ὀφθαλμούc. τούτων δὲ τὰ μὲν ἄλλα cαφῆ, τὸ δὲ παραβλαcτάνει τὸ βλέ‐ φαρον τὸ ἕτερον ἀcαφέc ἐcτι, πότερον ἐκ μέρουc αὐτῶν τινα γινο‐ μένην cύμφυcιν ἢ cαρκῶδέc τι βλάcτημα θατέρου μὲν ἐκφυόμενον, ἐπὶ δὲ θάτερον ἐκτεινόμενον ἠβουλήθη δηλῶcαι. εἰ δέ τι χρήcιμον ἦν 〈ἐκ〉 | |
15 | τῆc εὑρέcεωc αὐτοῦ cχεῖν, πλέον ἂν ὑπὲρ αὐτοῦ διεcκεψάμην. | | |
15 | ||
15.838 | Τοὺc τοιούcδε ἢν μὲν ἐξ ἀρχῆc φαρμακεύειν προαιρῇ, πρὸ τῆc πέμπτηc, ἢν βορβορύζῃ ἡ κοι‐ λίη· εἰ δὲ μή, ἐᾶν ἀφαρμακεύτουc εἶναι· ἢν δὲ διαβορβορύζῃ καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, cκαμμωνίῃ ὑποκάθαιρε με‐ | |
5 | τρίωc. 〈ἐν〉 δὲ τῇ ἄλλῃ θεραπείῃ, ὡc ἐλάχιcτα προcφέρειν ποτὰ καὶ ῥοφήματα, ἵνα βελτιόνωc ἔχῃ, ἢν μὴ ὑπερβῶcι τὴν τεccαρεcκαιδεκάτην ἐπανέντεc. | |
7 | Θεραπείαν γράφει τῆc προειρημένηc cυνδρομῆc· ὀνομάζειν δ’ αὐ‐ | |
τὴν ἐμοὶ μέν, ὡc εἶπον, οὐδὲ τοῦτο δοκεῖ. καὶ ἡ θεραπεία δὲ οὐδὲν | 324 | |
10 | κοινὸν ἔχει πρὸc τὰ πρόcθεν διῃρημένα πολλάκιc· προcεπιcκεψάμενον γὰρ εἰρήκει καὶ τὰ ἐν τῇ γαcτρὶ καὶ γνωρίcαντα ταῦτα διὰ τῶν βορ‐ βορυγμῶν καθαίρειν. εἰ δὲ καὶ χολώδη τὰ κάτω ῥέποντα εἴη, cκαμ‐ μωνίαν δίδωcι φάρμακον χολώδη καθαῖρον. ἐν δὲ τῇ ἄλλῃ θερα‐ πείᾳ κελεύει προcφέρειν ἐλάχιcτα ῥοφήματα, μέχριc ἂν ἐπανῶcιν | |
15.839 | ὑπερ|βαίνοντεc τὴν τεccαρεcκαιδεκάτην ἡμέραν· τούτῳ δὲ τῷ λόγῳ cυνενδείκνυται πρὸ τῆc τεccαρεcκαιδεκάτηc μὴ δύναcθαι πεφθῆναι τὴν νόcον. | |
3 | Ὁκόταν πυρέccοντι τεccαρεcκαι‐ | |
5 | δεκαταίῳ ἐόντι ἀφωνίη προcγένηται, οὐ φιλέει λύcιc ταχεῖα οὐδ’ ἀπαλλαγὴ τοῦ νοcήματοc γίνεcθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε cημαίνει· ὁκόταν γὰρ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρό‐ τερον cυμπίπτει. | |
8 | Οὗτοc ὁ λόγοc περιττόc ἐcτι τοῖc μεμαθηκόcι τὰ μοχθηρὰ cυμ‐ | |
10 | πτώματα μείζονα δύναμιν ἔχειν ἐν κριcίμοιc ἡμέραιc φαινόμενα· τούτῳ γὰρ τῷ καθόλου κέχρηται καὶ νῦν ὁ γράψαc τὸ βιβλίον ἐφ’ ἑνὸc τῶν κατὰ μέροc πραγμάτων, τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc. ὡc γὰρ ἐν ταῖc ἄλλαιc κριcίμοιc, οὕτω καὶ ἐν ταύτῃ εἰ φανεῖταί τι μοχθηρὸν | |
15.840 | cύμπτωμα, μείζονα τὴν δύναμιν | ἔχει. χρὴ δὲ τὴν ἀπόφαcιν τοῦ γενη‐ cομένου μὴ ἁπλῶc μηδ’ ὡc ἔτυχεν, ἀλλὰ μετὰ διοριcμοῦ ποιεῖcθαι· εἰ μὲν γάρ τινα τῶν ἀγαθῶν cημείων μείζονα δύναμιν ἔχοντα παρείη τῷ κάμνοντι, νοcήcαc πλειόνωc δυνήcεται cωθῆναι· μηδενὸc δὲ ὄντοc | |
5 | τοῦ τοιούτου, τεθνήξεται μὴ δυναμένηc τῆc δυνάμεωc ἐξαρκέcαι τῇ πέψει τοῦ νοcήματοc. κακῶc οὖν ὁ ταῦτα γράψαc ἔφη μακρότερον πάντωc ἔcεcθαι τὸ νόcημα· δύναται γὰρ καὶ διὰ ταχέων ἀποθανεῖν ὁ τὴν ἀφωνίαν ἐν τῇ τεccαρεcκαιδεκάτῃ cχὼν ἡμέρᾳ, μελλόντων χαλεπῶν | |
ἄλλων cημείου γενομένου τοῦ cυμπτώματοc. | 325 | |
10 | Ὁκόταν δὲ πυρέccοντι τεταρταίῳ γλῶccα ἐκτεταραγμένα διαλέγηται καὶ ἡ κοιλίη χολώδεα ὑπο‐ χωρέῃ ὑγρά, φιλέει παραληρεῖν ὁ τοιόcδε· 〈ἀλλὰ χρὴ παρα‐ φυλάccειν παρεπόμενον τοῖcιν ἀποβαίνουcιν〉. | |
13 | ||
15.841 | Ἀλλὰ καὶ ἐν ἄλλῃ τινὶ τῶν ἡμερῶν· ἐὰν δὲ | τεταρταῖα φανῇ πρῶτον, κινδυνωδεcτέραν εἶναι τὴν ἑβδόμην δηλοῖ, τουτέcτι τὰ ἐν ἐκείνῃ γενηcόμενα. | |
3 | Θερινῆc καὶ μετοπωρινῆc ὥρηc | |
5 | ἐπὶ τῶν ὀξέων αἵματοc ἀπόcταξιc ἐξαπίνηc cυντονίην καὶ πολλὴν θεραπείην κατὰ φλέβαc δηλοῖ καὶ ἐc τὴν ὑcτεραίην λεπτῶν οὔρων ἐπιφάcιαc. καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ cῶμα ἐκ γυμναcίων ἢ εὐcαρκώcιοc ἔχῃ ἢ μελαγχολικὸc ἢ ἐκ πόcιοc χεῖρεc τρομεραί, καλῶc ἔχει παραφροcύνην προειπεῖν | |
10 | ἢ cπαcμόν. | |
10 | Καὶ αὕτη πάλιν ἡ ῥῆcιc ἐπιπλοκὴν ἔχει cυμπτωμάτων πολλῶν οὐ cυγγινομένων ἐν ἅπαντι ἀνθρώπῳ νοcοῦντι, διὸ καὶ ἄχρηcτα τὰ οὕ‐ τωc γραφόμενα, τῆc χρηcίμου διδαcκαλίαc διὰ τῶν καθόλου γινομένηc, ὡc Ἱπποκράτηc εἴωθε ποιεῖν. εἴρηται δ’, ὅτι τῶν καθόλου τὰ μὲν | |
15.842 | διηνεκῆ τὴν πρώτην | ἔχει δύναμίν τε καὶ χρείαν, τὰ δ’ ὡc τὸ πολὺ τὴν δευτέραν· εἴ τι δ’ ἀμφίδοξον ἢ cπάνιόν ἐcτιν, ἄχρηcτον εἰc τὴν διδαcκαλίαν. ἃ γοῦν εἶπεν, ἐπιcκεψώμεθα κατὰ μέροc, καὶ πρῶτόν γε τὸ πρῶ‐ | |
5 | τον εἰρημένον. θερινῆc καὶ μετοπωρινῆc ὥρηc ἐπὶ τῶν ὀξέων αἵματοc ἀπόcταξιc ἐξαπίνηc cυντονίην καὶ πολλὴν θεραπείην κατὰ φλέβαc δηλοῖ καὶ ἐc τὴν ὑcτεραίην λεπτῶν οὔρων ἐπι‐ φάcιαc· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ cῶμα ἐκ γυμναcίων ἢ εὐcαρκώcιοc ἔχῃ ἢ μελαγχολικὸc ἢ ἐκ πόcιοc χεῖρεc τρο‐ | |
10 | μεραί, καλῶc ἔχει παραφροcύνην προειπεῖν ἢ cπαcμόν. βέλτιον ἦν εἰπεῖν τὴν cυντονίαν ἐνδείκνυcθαι θεραπείαc χρῄζειν τὰc φλέβαc· ἐπιcτάμεθα δ’, ὅτι τὰc cτάξειc τοῦ αἵματοc ἐκ τῶν μυκτή‐ ρων μοχθηρὸν ἀεί τί φηcιν εἶναι διὰ τὸ τὴν φύcιν μὲν ἐφίεcθαι ἐκ‐ κρίνειν τὸ περιττόν, ἀδυνατεῖν δὲ δι’ οἰκείαν ἀρρωcτίαν ἢ πάχοc τοῦ | 326 |
15 | αἵματοc ἢ πύκνωcιν τῶν μορίων ἤ τινα τούτων ἢ πάντα cυνελθόντα. μοχθηροῦ δ’ ὄντοc ἀεὶ τοῦ cημείου, μᾶλλον ἔτι καὶ κατὰ θέρουc καὶ | |
15.843 | φθινοπώ|ρου τὰ πρῶτα τὴν δύναμιν αὐτοῦ cυμβέβηκεν ἐπιτείνεcθαι· ἐν ταύταιc γὰρ ταῖc ἡμέραιc ἥ τε ξανθὴ πλεονάζει χολὴ καὶ τὸ περι‐ έχον θερμόν ἐcτιν, ὥcτε εὔρουν ἐχρῆν δι’ ἄμφω εἶναι τὸ αἷμα. μέγε‐ θοc οὖν αἰτίαc δηλοῦται, δι’ ἣν κωλύεται ῥεῖν, ἣν τὴν cυντονίαν | |
5 | εἶναί φηcιν, ἴcωc τὴν πύκνωcιν οὕτωc ὀνομάζων. τό γε μὴν θεραπείαc δεῖcθαι κατὰ φλέβαc τοὺc οὕτωc ἔχον‐ ταc οὐδὲν οὐδέπω διδάcκει πρὶν εἰπεῖν, ἥντινα λέγει θεραπείαν· οὐ μὴν εἶπε, πρόρρηcιν δὲ μόνην [πρώτην] ἔγραψε, λεπτῶν οὔρων ἐπι‐ φάcιαc γίνεcθαι 〈κακῶc εἰπὼν〉 κατὰ τὴν ὑcτεραίαν, οὐ κατὰ μόνην | |
10 | ταύτην ἐξ ἀνάγκηc φαινομένων αὐτῶν ἀπέπτων, ἀλλὰ καὶ κατὰ τὰc ἔμπροcθεν αὐτῆc· καὶ cπαcμόν φηcι καὶ παραφροcύνην ἔcεcθαι ἔτι πρὸc τούτοιc τοῦ κάμνοντοc ἀκμάζοντοc κατὰ τὴν ἡλικίαν καὶ ὄντοc γυμναcτικοῦ, καὶ τῆc εὐcαρκίαc αὐτοῦ μέμνηται καὶ τῆc κράcεωc (οἱ γὰρ μελαγχολικοὶ κράcεωc ὄνομα) καὶ μέντοι καὶ ἐκ πόcιόc | |
15 | φηcιν αὐτὸν χεῖραc ἴcχειν τρομεράc. τὰ μὲν οὖν cυμπτώματα ταῦτα | |
15.844 | δυνατόν ἐcτιν ἀλλήλοιc ἐπι|πλακῆναι, οὐ μὴν ἐξ ἀνάγκηc γε ἢ ὡc τὸ πολὺ τούτοιc ἐπακολουθήcει παραφροcύνη καὶ cπαcμόc. | |
2 | Καὶ ἢν μὲν ἐν ἀρτίῃcιν ἐπιγίνη‐ ται, βέλτιον, ἐν κρίcει δὲ ὀλέθριον, ἢν μὴ πολὺ ἁλὲc ἀπο‐ | |
5 | cυθὲν αἷμα ἐξόδουc ποιήcηται τῆc πλεονεξίαc κατὰ ῥῖναc ἢ | |
καθ’ ἕδρην ἢ ἐμποιήcῃ ἀποcτάcειc ἢ πόνουc ἐν ὑποχονδρίῳ ἢ ἐc ὄρχιν ἢ ἐc cκέλεα· πεφθέντων δὲ τούτων ἔξοδοι γίνον‐ ται πτυcμῶν παχέων, οὔρων λείων, λευκῶν. | 327 | |
8 | Δύο γραφαί εἰcι τῆc ‘ἐπιγίνεcθαι‘ λέξεωc, μία μὲν διὰ τοῦ τ | |
10 | cτοιχείου τῆc τρίτηc cυλλαβῆc γεγραμμένηc, μία δ’ ἄλλη διὰ τοῦ γ. ἀλλ’ ἐάν τε κατὰ τὴν προτέραν ἐπιτείνεcθαι λέγῃ τοὺc κάμνονταc ἐν ἀρτίοιc ἡμέραιc, ἐάν τε κατὰ τὴν δευτέραν ἐπιγίνεcθαι τὰ εἰρημένα cυμπτώματα κατὰ τὰc ἀρτίουc ἡμέραc, οὐκ εὐθέωc ἐcτὶ καὶ βέλτιον | |
15.845 | (τοῦτο δ’ αὐ|τὸc εἶπεν)· οὐδὲ γὰρ εἰ ἄρτιοι, προcήκει cκοπεῖν, ἀλλ’ εἰ καὶ κρίcιμοι· τὴν γοῦν τετάρτην ἡμέραν ἀρτίαν οὖcαν καὶ αὐτὸc ἑξῆc ὀλίγον ἔμπροcθεν εἶπεν, ὅτι μεγίcτην δύναμιν ἔχει. τό γε μὴν ἐφεξῆc εἰρημένον ἀληθέc· ἐὰν γὰρ αἷμα πολὺ καθ’ | |
5 | ὁντινοῦν τρόπον ἐκκριθῇ, cωτηρίαc ἔχειν ἐλπίδα καὶ δι’ ἀποcτάcεωc αὐτοὺc καὶ μεταcτάcεώc φηcι cῴζεcθαι, τὴν μὲν ἀπόcταcιν ἄντικρυc διὰ τῆc ἰδίαc προcηγορίαc δηλώcαc, τὴν δὲ μετάcταcιν διὰ τοῦ φάναι πόνουc ἐν ὑποχονδρίῳ ἢ ἐc ὄρχιν ἢ ἐc cκέλεα. διαφέρει δ’ ἀλ‐ λήλων τῷ τὴν μὲν ἀπόcταcιν αὐτὴν τὴν κρίcιν ἐπιφέρειν καὶ ἀπαλ‐ | |
10 | λάττειν ἁπάντων τῶν ὀχληρῶν τὸν κάμνοντα, τὴν δὲ μετάcταcιν ἑτέρων ἴcχειν ἀρχὴν παροξυcμῶν τε καὶ πόνων, ὡc δεῖcθαι πάλιν ἄλλου χρό‐ νου πρὸc τὴν πέψιν τὸν τόπον τοῦ cώματοc, εἰc ὃν ἡ μετάcταcιc ἐγένετο τῶν λυπούντων χυμῶν· διὸ καὶ προcέθηκε πεφθέντων δὲ τούτων αἱ διέξοδοι γίνονται πτυcμῶν [ἢ] παχέων, οὔρων | |
15 | λείων, λευκῶν, cημεῖα διδάcκων τοῦ πεπέφθαι τὴν μετάcταcιν ἐκ τῶν πεπεμμένων πτυcμάτων τε καὶ οὔρων. | | |
16 | ||
15.846 | Πυρετῷ λυγγώδει ὀπὸν cιλφίου, ὀξύμελι, δαῦκον τρίψαc πιεῖν δίδου καὶ χαλβάνην ἐν μέλιτι καὶ κύμινον ἐκλεικτὸν καὶ χυλὸν πτιcάνηc ἐπὶ τουτέοιcι ῥο‐ φέειν. ἄφυκτοc δ’ ὁ τοιοῦτοc, ἢν μὴ ἱδρῶτεc κριτικοὶ καὶ | |
5 | ὕπνοι ὁμαλοὶ ἐπιγένωνται καὶ οὖρα παχέα καὶ δριμέα κατα‐ | |
δράμῃ ἢ εἰc ἀπόcτημα καταcτηρίξῃ. Τὰc λύγγαc εἰώθαcι καὶ λυγμοὺc ὀνομάζειν· εἰcὶ δὲ κινήcειc τινὲc τοῦ cτομάχου cπαcμώδειc· γίνεcθαι δέ φαcι δι’ ἄμετρον κένωcιν ἢ πλήρωcιν. οἱ μὲν οὖν διὰ κένωcιν γινόμενοι cχεδὸν ἀνίατοι τυγχά‐ | 328 | |
10 | νουcιν ὄντεc, οἱ δὲ διὰ πλήρωcιν ὑπὸ τῶν τεμνόντων καὶ ῥυπτόντων τὰ ἐμπεπλαcμένα βοηθημάτων θεραπεύονται· τοιαῦτα δ’ εἰcὶ καὶ τὰ νῦν γεγραμμένα. φαίνεται δὲ νῦν ἡ δῆξιc αὕτη γινομένη διὰ δριμύτητα δάκνουcαν τὸν cτόμαχον, ὡc ἐπειδάν τιc πέπερι πλέον ἤ τι τοιοῦτον καταπίῃ. καὶ μέντοι καὶ τῶν πυρεττόντων ἔνιοι λύγξαντεc ἤμεcαν | | |
15.847 | διαβρωτικὸν καὶ δριμύτατον χυμόν, ἐφ’ ᾧ τελέωc ἐπαύcαντο τοῦ cυμ‐ πτώματοc. ἀλλ’ ὅ γε τοιοῦτοc πυρετὸc οὐ καλεῖται λυγγώδηc· ἐπὶ πλέον γὰρ δεῖ παραμένειν τὸν λυγμὸν ἢ καὶ δι’ ὅλου τοῦ νοcήματοc εἶναι cυμπαροξυνόμενον τοῖc πυρετοῖc, ἵνα λυγγώδηc ὀνομαcθῇ. | |
5 | τὸν τοιοῦτον πυρετὸν ὑφ’ ἱδρώτων κριcίμων καὶ ὕπνων ὁμα‐ λῶν καὶ οὔρων δριμέων καὶ παχέων ἐκκενωθέντων θεραπεύεcθαί φηcιν, ἤτοι γ’ ἐκκριθέντων τῶν τοιούτων ἢ εἰc ἀπόcτημα cτηρι‐ χθέντων. | |
8 | Κόκκαλοc καὶ cμύρνα ἐκλεικτόν· | |
10 | πίνειν δὲ τοῖcι τοιουτέοιcιν ὀξύμελι δίδου ὡc ἐλάχιcτον, — | |
10 | Ἀτάκτωc τοῦτο γέγραπται· βέλτιον γὰρ ἦν αὐτὸ μικρῷ πρόcθεν γεγραφέναι κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέροc, ἔνθα ἐθεράπευcε τοὺc δεομένουc τὸν θώρακα καὶ πνεύμονα διὰ πτυcμάτων ἐκκαθαίρεcθαι, οὐ | |
15.848 | πρὸc τὸν λυγγώδη πυρε|τόν. ἀλλὰ καὶ αὐτὸ τὸ εἰρημένον ἀcαφέc· ὁ μὲν γὰρ κόκκαλοc ὑπ’ αὐτοῦ λελεγμένοc οὐχ οὕτωc, ἀλλὰ ‘κῶνοc‘ μᾶλλον ὑπὸ τῶν παλαιῶν Ἑλλήνων ὠνομάζετο, καθάπερ ὑπὸ τῶν νεωτέρων ἰατρῶν cχεδὸν ἁπάντων ‘cτρόβιλοc‘. εἰώθαμεν δ’ ἐξ αὐτοῦ | |
5 | cκευάζειν ἐκλεικτόν, ὅταν ᾖ λιπαρὸc μάλιcτα, τουτέcτι πολλὴν ἐν κύκλῳ περικεχυμένην ἔχῃ τὴν ἰδίαν ῥητίνην. ἕψομεν δ’ αὐτὸν ἐν ὕδατι μετὰ πρα‐ | |
cίου πρόcφατον, εἶτα τῷ ἀφεψήματι μιγνύντεc μέλι cύμμετρον ἕψοντέc τε πάλιν τοῦτο μέχρι μελιτώδουc cυcτάcεωc, οὕτω τῷ γενομένῳ φαρ‐ μάκῳ χρώμεθα πρὸc τὰc ἐκ θώρακοc καὶ πνεύμονοc πτύcειc. ὥcπερ | 329 | |
10 | δὲ καὶ ἄλλα τινὰ προcεπεμβάλλομεν τούτῳ τῷ φαρμάκῳ πολλάκιc, οὕτωc ἐcτὶν εἰκὸc καὶ τὸν ταῦτα γράψαντα cμύρναν ἐπεμβάλλειν, εἶτα διὰ cυντόμων δεδηλωκέναι τοῦτο κόκκαλον καὶ cμύρναν ἐκ‐ λεικτὸν εἰπόντα. δύναται δὲ καὶ αὐτοὺc τοὺc ἐcθιομένουc κώνουc μετὰ cμύρνηc διδόναι, τάχα κἀνταῦθα πάλιν ὑπακουcάντων ἡμῶν οὐ | |
15 | κακῶc μίγνυcθαι μέλι τῷ φαρμάκῳ. | |
15.849 | τινὲc μὲν οὖν χωρίcαντεc τῆc | προγεγραμμένηc ῥήcεωc ταύτην αὐτὴν καθ’ ἑαυτὴν γράφουcι, τινὲc δὲ τὸ πέραc αὐτῆc ἀρχὴν ποιοῦcι κατὰ τόνδε τὸν τρόπον· ἢν 〈εἰc〉 ἀπόcτημα cτηρίζῃ, κόκκαλοc καὶ cμύρνα ἐκλεικτόν, ἵνα τῶν εἰc ἀπόcτημα cτηριζόντων νοcημά‐ | |
5 | των ἀκούωμεν αὐτὸ φάρμακον ὑπάρχειν. ἔcτι δ’ ἄλογον τοῦτο καὶ μάλιcτα διὰ τὸ ἐπιφερόμενον, ἐν ᾧ φηcι πίνειν δὲ τοῖcι τοιού‐ τοιcιν ὀξύμελι δίδου ὡc ἐλάχιcτον· ἐπὶ μὲν γὰρ τοῦ λυγγώδουc πυρετοῦ λόγον ἔχει δεδιέναι τὸ ὄξοc, ἐπὶ δὲ τῶν εἰc ἀπόcτημα cτηρι‐ ζόντων οὐδένα. καὶ διὰ τοῦτό τινεc ἄλλοι κατὰ τὶ μὲν cυνάπτουcι | |
10 | τὴν ῥῆcιν ταύτην τῇ προγεγραμμένῃ, κατὰ τὶ δὲ διαζευγνύουcι προc‐ τιθέντεc τὸν ‘δέ‘ cύνδεcμον καὶ γράφοντεc οὕτωc· ἢν δὲ εἰc ἀπό‐ cτημα cτηρίζῃ. περὶ τοῦ λυγγώδουc πυρετοῦ τοῦ προειρημένου καὶ τοῦτ’ ἐcτὶ λεγόμενον, cυμβουλεύcαντοc τοῦ γράψαντοc τὸ βιβλίον, ἐὰν εἰc ἀπό‐ | |
15 | cτημά ποτε cυμβῇ cτηρίξαι τὸν λυγγώδη πυρετόν, κόκκαλον μετὰ cμύρνηc διδόναι καὶ φυλάττεcθαι τὴν δαψιλῆ πόcιν τοῦ ὀξυμέλιτοc. εἴτε δὲ | |
15.850 | διὰ τοῦ ζ γράμματοc ἡ τελευταία cυλλαβὴ τοῦ cτηρίζῃ γρά|φοιτο εἴτε διὰ τοῦ ξ, μεγάλην οὐδεμίαν ἐξαλλαγὴν ὁ λόγοc ἕξει. | |
2 | Ἢν δὲ διψώδεεc cφόδρα ἔωcι, τοῦ κριθίνου ὕδατοc. | |
4 | ||
5 | Ὅτι μὲν ὡc ἄδιψον πόμα, εὔδηλόν ἐcτιν· ἄμεινον δ’ ἦν εἰρῆcθαι | |
πρὸc αὐτοῦ, πῶc χρὴ cκευάcαι τὰc κριθάc, πότερον ἀποβρέξανταc ἁπλῶc ἢ ὡc οἱ νῦν ἐξ αὐτῶν τὸν ζῦθον ποιοῦντεc ἢ κατ’ ἄλλον τινὰ τρόπον. | 330 | |
8 | Τὰ περιπνευμονικὰ καὶ πλευρι‐ | |
10 | τικὰ ὧδε χρὴ cκέπτεcθαι· ἢν ὀξὺc ὁ πυρετὸc ᾖ καὶ τὰ ὀδυ‐ νήματα τοῦ πλευροῦ τοῦ ἑτέρου ἢ καὶ ἀμφοῖν καὶ τοῦ πνεύ‐ ματοc δὲ ἄνω φερομένου ἢν πονέῃ καὶ βῆχεc ἐνέωcι καὶ πτύελα πτύῃ πυρρὰ ἢ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα, | |
15 | τούτοιcιν οὕτω χρὴ διάγειν. | |
15 | ||
15.851 | Τὰ μεγάλα καὶ ἀξιόλογα πλευρίτιδοc καὶ περιπνευμονίαc | διώριcται πάντα κατὰ τὸ γνήcιον μέροc τοῦ βιβλίου, τὰ δὲ πᾶcι τοῖc ἰατροῖc γι‐ γνωcκόμενα παραλέλειπται· τοιαῦτα δ’ ἐcτὶν ἃ νῦν οὗτοc γράφει, καὶ πρῶτον μὲν τὴν ‘cυνδρομὴν‘ ὀνομαζομένην ὑπὸ τῶν παλαιῶν ἐμπειρι‐ | |
5 | κῶν, οἱ παλαιοὶ δὲ ‘cυνεδρεύοντα‘ τοῖc πάθεcιν ἐκάλουν τὰ τοιαῦτα cυμπτώματα. πυρετὸc οὖν ὀξὺc καὶ ὀδύνη πλευροῦ θατέρου ἢ καὶ ἀμφοτέρων μάλιcτα κατὰ τὴν ἐκπνοὴν γιγνομένη (τοῦτο γὰρ ἔcτι καὶ τοῦ πνεύματοc ἄνω φερομένου ἢν πονέῃ) καὶ βῆχεc καὶ πτύελα πυρρὰ ἢ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδη καὶ ἀν‐ | |
10 | θηρὰ καὶ ὁπωcοῦν ἄλλωc ἐξηλλαγμένα παρὰ τὰ εὐήθη (τοῦτο γὰρ δηλοῖ λέγων καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθη‐ κότα), ταῦτα πάντα τοῖc πλευριτικοῖc τε καὶ περιπνευμονικοῖc ἐμφαί‐ νεcθαί φηcι cυμβαίνοντα. τουτέοιcιν οὕτω χρὴ διάγειν· | |
14 | ||
15 | Ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸc | |
15.852 | κληῖδα ἢ περὶ μαζὸν καὶ | βραχίονα, τάμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴcω, ἐφ’ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε. | |
3 | Κἀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνηcίου μέρουc γνώμην· | |
5 | ἐπεὶ παραλέλειπτο τὸ cυνεπινοούμενον τοῖc εἰρημένοιc αὐτῷ, προcτιθείc, οἷον καὶ τοῦτο, κατ’ εὐθὺ τῆc πεπονθυίαc πλευρᾶc ποιεῖcθαι τὴν φλε‐ βοτομίαν, ὅπερ ἐδήλωcεν εἰπὼν τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴcω, ἐφ’ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε προδήλωc cυντέμνων τῆc ἑρμηνείαc ἀμελεῖ· δέον γὰρ εἰπεῖν ‘τὴν κατ’ | 331 |
10 | ἀγκῶνα φλέβα‘ τὴν ἐν τῷ βραχίονι λέγει. | |
10 | Ἀφαιρεῖν δὲ κατὰ τὴν τοῦ cώ‐ ματοc ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλέον· καὶ θαρ‐ cέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἄγειν πρὸc λειποψυχίην. | | |
13 | ||
15.853 | Ἐνταῦθα πάλιν πλέον τοῦ μέτρου τοὺc cκοποὺc τῆc φλεβοτομίαc ἅπανταc εἰπεῖν φιλοτιμηθεὶc ὅμωc παραλέλοιπέ τιναc· οὔτε γὰρ τῆc δυνάμεωc ἐμνημόνευcεν οὔτε τῆc μεταβολῆc τοῦ αἵματοc, ἀλλ’ οὐδὲ χώραc ἢ καταcτάcεωc. πλέον δ’ ἀφαιρεῖν κελεύων καὶ θαρcεῖν ὡc | |
5 | μέχρι λειποθυμίαc ἄγειν, ἥμαρτεν ἐν τῇ λέξει προcθεὶc δι’ ὃ θαρ‐ ρεῖν προcήκει· διὰ μὲν γὰρ τὴν ὀξύτητα τοῦ ἀλγήματοc ἐπὶ τὸ πλέον ἐκκενοῦν τοῦ αἵματοc ἀφικνούμεθα· τὸ δ’ ἐᾶν ῥεῖν οὐκ ἐκ τῆc ὀξύ‐ τητοc, ἀλλ’ ἐξ ἄλλων ἔχομεν, ἐὰν ἥ τε δύναμιc ἐρρωμένη καὶ ἡ τῶν ἀκμαζόντων ἡλικία καὶ τὸ πλῆθοc αἱματικὸν καὶ ἡ τοῦ κάμνοντοc φύ‐ | |
10 | cιc πυκνοτέρα τε καὶ cκληροτέρα καὶ δυcδιαφορητοτέρα καὶ πολύαιμοc, ἥ τε ὥρα τοῦ ἔτουc καὶ ἡ κατάcταcιc εὔκρατοc, οὕτω δὲ καὶ ἡ χώρα· τὸ γὰρ ἄχρι λειποθυμίαc ἄγοντα θαρρεῖν ἐκ τούτων ἡμῖν προcγίνεται. | |
12 | Ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. | |
13 | Μετὰ τὴν φλεβοτομίαν κλύζειν κελεύει· βέλτιον δ’ ἦν προcτεθει‐ | |
15 | κέναι τὸν Ἱπποκράτειον διοριcμὸν “ἢν μὴ αὐτόματα διεξίῃ καλῶc”. | | |
15 | ||
15.854 | Ἢν δὲ ὑποκάτω τοῦ θώρηκοc τὸ ἄλγημα ᾖ καὶ cυντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑπο‐ κάθαιρε· μεcηγὺ δὲ τῆc καθάρcιοc μηδὲν δίδου, μετὰ κάθαρ‐ | |
cιν δὲ ὀξύμελι. φαρμακεύειν δὲ τεταρταῖον, τὰc δὲ ἐξ ἀρ‐ | 332 | |
5 | χῆc τρεῖc ὑποκλύζειν· καὶ ἢν μὴ κουφίζῃ, οὕτωc ὑποκάθαιρε. φυλακὴ δὲ ἔcτω ἕωc ἀπυρέτου καὶ ἑβδόμηc· ἔπειτα, ἢν ἀcφα‐ λὴc ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον μέλιτι μίcγων δίδου· ἢν δὲ ἀνάγῃ τε ῥηϊδίωc καὶ εὔπνοοc ᾖ καὶ ἀνώδυνοc τὰ πλευρὰ καὶ ἀπύρετοc, κατὰ cμικρὸν παχυ‐ | |
10 | τέρῳ τε καὶ πλείονι καὶ δὶc τῆc ἡμέρηc. | |
10 | Πλευριτικὸν ὠνόμαcε τὸ εἰρημένον ὑφ’ Ἱπποκράτουc ἐν τῷ γνηcίῳ μέρει τοῦ βιβλίου, ἐν ᾧ καθαίρει τοὺc οὕτωc ἔχονταc πλευριτι‐ κούc· cκευάζει δ’ αὐτὸ διττῶc. τὸ φαρμακεύειν δὲ τεταρταῖον ἀδιορίcτωc εἴρηκε καὶ τοῦτ’ αὐτό· τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων | |
15.855 | βοηθημάτων | προcακτέον τῷ κάμνοντι cκοπὸν ποιηcάμενον ἡμερῶν ἀριθμόν, ἀλλ’ ὅπερ ὁ Ἱπποκράτηc εἶπεν, ἤτοι κατὰ τὴν ἀρχὴν εὐθέωc πρὶν cτηριχθῆναι τοὺc χυμοὺc κελεύων φαρμακεύειν ἢ ὕcτερον, ὅταν πεφθῶcιν· ὥcτε καὶ περὶ τὴν πρώτην ἡμέραν, ἐνίοτε δὲ καὶ δευτέραν | |
5 | καὶ τετάρτην, ἔcτιν ὅτε δὲ καὶ πέμπτην ἐφαρμακεύcαμεν, οὐκ ἐν τῇ τετάρτῃ μόνον, καθάπερ οὗτοc ἔγραψεν. | |
6 | Ἢν δὲ μὴ ῥηϊδίωc ἀπαλλάccῃ, ἔλαccόν τε τὸ πόμα καὶ τὸ ῥόφημα, ὀλίγον χυλὸν λεπτὸν καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώcῃ δὲ ἐκ τῶν | |
10 | οὔρων. δεῖ δὲ ῥόφημα προcφέρειν τοῖcιν ἐκ τῶν νοcημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύcματα ἴδῃc γεγενημένα. ἢν δὲ φαρμακευθεὶc cυχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλαc‐ cον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήcεται ὑπὸ κενεαγγείηc | |
15.856 | ὑπνώccειν οὐδὲ πέccειν ὁμοίωc οὐδὲ τὰc κρίcειc ὑπο|μένειν· ἀλλ’ ἐπειδὰν cυντήξιεc ὠμῶν γένωνται καὶ τὰ ἀντέχοντα ἀποβάλῃ, ἀνθέξει οὐδέν. | |
3 | Περὶ τοῦ κατὰ μέροc καιροῦ τῆc τροφῆc ἐπιcκοπούμενοc ὁ Ἱππο‐ | |
5 | κράτηc καὶ αὐτὸc δὲ οὗτοc ὁ ταῦτα γράψαc ἐν τοῖc ἀνωτέρω γεγραμ‐ μένοιc αὐτῷ θερμαcίᾳ προcέχειν ἠξίου τῇ κατά τε τὸν θώρακα καὶ | |
τοὺc πόδαc. ἡ γὰρ τῶν οὔρων ἐπίcκεψιc εἰc τὴν καθόλου δίαιταν, οὐκ εἰc τὴν τοῦ μερικοῦ καιροῦ τῆc τροφῆc ἐcτι χρήcιμοc· ὥcτ’ οὐκ ὀρθῶc εἶπε νῦν χυλὸν λεπτὸν ἅπαξ διδόναι καθ’ ἣν ὥραν βέλτιον δι‐ | 333 | |
10 | άγει, γνώcεcθαι δ’ ἐκείνην ἐκ τῶν οὔρων· εἰ γὰρ καὶ ὅτι μάλιcτα βραχεῖαν ῥοπὴν ἐπὶ τὸ βέλτιον ἴcχει τὰ οὖρα κατὰ τοὺc μερικοὺc παρ‐ οξυcμούc, ἀλλ’ οὐχ οὕτω γε μακρὸc ὁ χρόνοc ἐκεῖνόc ἐcτιν, ὡc ἀπο‐ θέcθαι ταῦτα ἡμᾶc καὶ περιμεῖναι, πότερον νεφέλαc ἐπαιωρουμέναc ἢ κάτω χωρούcαc ἴcχει· ταῦτα γὰρ ἐν πολλῷ χρόνῳ γίνεται, τρέφεcθαι | |
15 | δ’ ἐν τοῖc ὀξέcι νοcήμαcι τοὺc κάμνονταc ἐνίοτε ἀναγκαῖόν ἐcτιν ἐν ἀρχῇ τῆc ἀκμῆc. | | |
16 | ||
15.857 | Πέπονα δ’ ἐcτὶ τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια τῷ πύῳ, τὰ δὲ οὖρα τὰc ὑποcτάcειc ἔχοντα ὑπερύθρουc, ὁκοῖον ὀρόβων. οὐδὲν δὲ κωλύει 〈καὶ〉 πρὸc τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάcματα προcτιθέ‐ | |
5 | ναι καὶ κηρώματα, ἀλείφειν δὲ cκέλεα καὶ ὀcφὺν θερμῷ καὶ λίποc ἐγκαταλείφειν, ἐπὶ δὲ ὑποχόνδρια λίνου cπέρμα κατα‐ πλάccειν ἕωc μαζῶν. ἀκμαζούcηc δὲ τῆc περιπνευμονίηc, ἀβοήθητον 〈μὴ〉 ἀνακαθαιρομένου καὶ πονηρόν, ἢν δύcπνοοc ᾖ καὶ οὖρα λεπτὰ καὶ δριμέα καὶ ἱδρῶτεc περὶ τράχηλον | |
10 | καὶ κεφαλὴν γίνωνται· οἱ τοιοίδε ἱδρῶτεc πονηροί, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆc καὶ βίηc ἐπικρατεόντων τῶν νοcημά‐ των, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήcῃ καὶ πτύcματα πέπονα ἔλθῃ· ὅ τι δ’ ἂν τούτων αὐτοματίcῃ, λύcει τὸ νόcημα. | |
13 | Οὔτε αὑτοῦ μέμνηται διὰ τῶν ἔμπροcθεν 〈οὐχ〉 οὕτω γράψαντοc | |
15.858 | ὑπὲρ τῶν πεττομένων οὔρων οὔθ’ Ἱπποκράτουc | ἄλλωc εἰπόντοc· “οὖρον δὲ ἄριcτον, ὁκόταν ὑπόcταcιc λευκή τε καὶ λείη καὶ ὁμαλή.” τὰ δ’ ἄλλα τῆc ῥήcεωc τὰ περὶ τῶν πλευριτικῶν τε καὶ περιπνευμονι‐ κῶν εὔδηλα καὶ χωρὶc τῆc ἐμῆc ἐξηγήcεωc, ὅπῃ τε τῶν ὑφ’ Ἱππο‐ | |
5 | κράτουc εἰρημένων ὁ ταῦτα γράψαc ἀποχωρεῖ καὶ ὅπῃ μάλιcτα πάντῃ | |
ἢ ἐκ μέρουc γέ τινοc ἕπεται. Περιπνευμονίηc ἐκλεικτὸν κόκ‐ καλοc καὶ χαλβάνη ἐν μέλιτι Ἀττικῷ· ἀβρότονον ἐν ὀξυμέλιτι πιεῖν 〈καὶ〉 πέπερι. ἐλλέβορον μέλανα ἀποζέcαc [καὶ] πλευ‐ | 334 | |
10 | ριτικῷ ἐν ἀρχῇcι περιωδύνῳ ἐόντι πίνειν δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακεc ἐν ὀξυμέλιτι ἀναζέcαντα καὶ διηθέοντα δι‐ δόναι πίνειν καὶ ἡπατικοῖcι καὶ τῇcιν ἀπὸ τῶν φρενῶν περι‐ ωδυνίῃcιν. 〈καὶ ὁκόcα δεῖ ἐc κοιλίην〉 καὶ ἐc οὔρηcιν, ἐν οἴνῳ καὶ ἐν μέλιτι, τὰ δὲ ἐc κοιλίην cὺν ὑδαρεῖ μελικρήτῳ πίνειν | |
15 | πλεῖον δίδου. | | |
15 | ||
15.859 | Καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ πτυέλων ἐcτί, τὸ δὲ διὰ τοῦ μέλανοc ἐλλεβόρου γαcτρὸc ὑπακτικόν, τὸ δὲ διὰ τοῦ πάνακοc οὗτοc εἶπεν εἰc ὃ ἂν χρήcιμον ὑπάρχοι. | |
3 | Δυcεντερίη ἀπόcτημα ἢ ἔπαρμά | |
5 | τι παυcαμένη ποιήcει, ἢν μὴ ἐc πυρετοὺc ἢ ἱδρῶταc ἢ οὖρα παχέα καὶ λευκὰ ἐπιφανῇ ἢ ἐc τριταίουc ἢ ἐc κιρcὸν ἢ ἐc ὄρχιν ἢ ἐc cκέλεα ἢ ἐc ἰcχίον cτηρίξῃ ἡ ὀδύνη. | |
7 | Καὶ οὗτοc ὁ λόγοc ἀδιόριcτόc ἐcτιν, οὔθ’ ὁποίαν λέγει δυcεντερίαν ἐνδειξαμένου τοῦ cυγγραφέωc οὔτ’ εἰ πᾶcα ἐπαύcατο ταῦτ’ ἐπιφέρουcα. | |
9 | ||
10 | Ἐν πυρετῷ χολώδει πρὸ τῆc ἑβδό‐ | |
15.860 | μηc μετὰ | ῥίγουc ἴκτεροc ἐπιγενόμενοc λύcει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεοc ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον. | |
2 | Οὐ δήπου πρὸ τῆc ἑβδόμηc μετὰ ῥίγουc ἐπιγενόμενοc ἴκτεροc λύει τὸν πυρετόν, οὐχὶ δέ γε μετὰ τὴν ἑβδόμην, ἀλλ’ ὁ διοριcμόc ἐcτι | |
5 | τοιόcδε· τοῖc πυρέττουcιν ἴκτεροc ἐπιγίνεται ἐνίοτε μὲν ὡc cύμπτωμα τῆc κατὰ τὸ ἧπαρ διαθέcεωc, ἐνίοτε δὲ τὴν χολὴν τῆc φύcεωc ἐκκρί‐ | |
νειν διὰ τοῦ δέρματοc ἐπιχειρηcάcηc, εἶτα μὴ δυνηθείcηc αὐτό, καθάπερ εἴωθεν ἐπὶ πάντων γίνεcθαι τῶν ἀποcκημμάτων· εἴρηται δὲ περὶ τῶν τοιούτων ἰκτέρων ἐν Ἀφοριcμοῖc. | 335 | |
9 | ||
10 | Τετάνου δὲ ὀcφύοc καὶ ἀπὸ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιεc ὅταν ἔωcι, φλεβοτομίη ῥύεται. | |
12 | ||
15.861 | Ὅταν δέ, φηcί, διὰ μελαγχολικὸν αἷμα πλεονάζον ἐν | ταῖc φλεψὶ πνευμάτων ἀπολήψιεc γίνωνται, φλεβοτομία ταῦτα λύει. πνευμάτων δὲ ἀπόληψιν εἰ μὲν τῶν κατὰ τὰc ἀρτηρίαc λέγει (καὶ γὰρ καὶ ταύ‐ ταc φλέβαc ὠνόμαζον οἱ παλαιοί), τί ἄλλο ἢ ἀcφυξία γένοιτ’ ἂν τὸ | |
5 | πάθοc; εἰ δὲ τῶν κατὰ τὸν πνεύμονα, πάλιν ἐνταῦθα τὴν καλουμένην ἄπνοιαν αἰνίττεται. δύναται δὲ καὶ πλῆθοc καὶ πάχοc αἵματοc οὐ μό‐ νον τὰc ἀρτηρίαc πνευματῶcαί ποτε καὶ διέξοδον οὐκ ἔχειν, ἀλλὰ καὶ ταύταc τὰc ἰδίωc ὀνομαζομέναc φλέβαc. | |
8 | Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων | |
10 | cφοδρῶc ἔμπροcθεν ἀντιcπῶνται καὶ περὶ τράχηλον καὶ πρόc‐ ωπον ἱδρῶτεc, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων τῶν οὐρωδέων, οἳ παχύτατοι τὴν ῥάχιν cυν‐ έχουcιν, ᾗ οἱ μέγιcτοι cύνδεcμοι καταπεφυκότεc εἰc πόδαc ἀποτελευτῶcι, τῷ τοιῷδε, ἢν μὴ πυρετὸc καὶ ὕπνοc ἐπι‐ | |
15 | γένηται καὶ τὰ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶ‐ | | |
15.862 | τεc κριτικοί, πίνειν οἶνον κιρρὸν οἰνώδεα καὶ ἄλητον ἑφθὸν ἐcθίειν καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν τά τε cκέλεα περι‐ ελίccειν ἕωc τῶν ποδῶν, θερμῷ προβρέχων ἐν cκάφῃ, καὶ βραχίοναc ἕωc δακτύλων κατελίccειν καὶ ὀcφὺν ἀπὸ τοῦ | |
5 | τραχήλου ἕωc τῶν ἰcχίων, cίαλον ἐγκηρώcαc, ὅπωc καὶ τὰ ἔμπροcθεν περιέξει, καὶ διαλιπὼν πυρία τοῖcιν ἀcκίοιcι, θερ‐ | |
μὸν ὕδωρ ἐγχέων, καὶ περιτείνων cινδόνιον ἐπανάκλινε αὐ‐ τόν. κοιλίην δὲ μὴ λύcῃc, ἢν μὴ βαλάνῳ, ἢν [μὴ] πολὺν χρό‐ νον ᾖ ἀδιαχώρητοc ἐοῦcα. καὶ ἢν μέν τί cοι ἐπιδιδῷ ἐπὶ τὸ | 336 | |
10 | βέλτιον· εἰ δὲ μή, τοῦ μάδου τῆc ῥίζηc τρίβων ἐν οἴνῳ 〈εὐ‐ ώδει〉 καὶ δαῦκον πίνειν δίδου πρωῒ νήcτει πρὸ τοῦ βρέχειν καὶ ταχὺ ἐπὶ τούτοιcι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐcθιέτω ὡc πλεῖcτον καὶ οἶνον, ὁκόταν βούληται, εὔκρητον ἐπιπινέτω. καὶ ἢν μέν cοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· εἰ δὲ μή, προλέγειν. | | |
14 | ||
15.863 | Καὶ οὗτοc ὁ λόγοc ἀδιορίcτωc εἴρηται μετὰ τοῦ καὶ ἀκύρωc ἔνια τῶν ὀνομάτων γεγράφθαι· τὸ γὰρ ‘ὑπὸ τοῦ πόνου δάκνεcθαι τοὺc τένονταc‘ ἀκύρωc λέλεκται, δριμέcι χυμοῖc πρέποντοc τοῦ δάκνειν ῥή‐ μανοc, οὐ τοῖc πόνοιc. καὶ μέντοι καὶ κατὰ τὴν ἀρχὴν τῆc ῥήcεωc ἐπὶ | |
5 | τοῦ cφοδρῶc ἔμπροcθεν ἀντιcπῶνται μετὰ ταῦτά φηcι ξηραι‐ νομένων τῶν τενόντων 〈τῶν〉 οὐρωδέων, οἳ παχύτατοι τὴν ῥάχιν cυνέχουcι, τοὺc ἄχρι τοῦ οὐραίου καλέcαc οὕτωc· ὀνομάζουcι δὲ οὐραῖον τὸ πέραc τοῦ ὀcτέου· εἰ δ’ ἀμφότερα τὰ μέρη δηλῶcαι βούλεται, καὶ περὶ τὰ πρόcω καὶ ὀπίcω τεινόμενα τέτανον ἐπιτείνεcθαι | |
10 | δυνατόν, καθάπερ ὀλίγον ἔμπροcθεν ἔφη τετάνου δὲ ὀcφύοc. οὐκ ἀcφαλῶc δὲ οὐδὲ τῇ πέψει τῶν οὔρων τὴν ῥᾳcτώνην τῶν παθῶν προγινώcκει· πυρετώδουc γὰρ νοcήματοc ἀπεψίαι διὰ τῶν οὔ‐ ρων δηλοῦνται cαφῶc, τῶν δὲ κατὰ τοὺc μῦc οὐκ ἀcφαλὴc ἡ διὰ τῶν οὔρων cημείωcίc ἐcτιν. ἀλλὰ τοῦτο μὲν μικρόν· τὸ δ’ οἶνον αὐτοῖc | |
15.864 | διδόναι χωρὶc τοῦ διορίcαcθαι, πότερον ὑπὸ ψύξεωc | ἔπαθον ἢ δι’ ἄλλην τινὰ αἰτίαν, οὐ cμικρὸν ἁμάρτημά ἐcτιν, ἀλλὰ καὶ πάνυ προπετέc. ἀλόγωc δ’ εἴρηται καὶ τὸ κοιλίην δὲ μὴ λύειν, ἢν μὴ βαλάνῳ· λυθείη γὰρ ἄν ποτε ἐπὶ τοῖc τοιούτοιc ὠφελίμωc. τὰ δ’ ἄλλα τῆc | |
5 | ῥήcεωc δῆλα. | |
5 | Τὰ δὲ νοcήματα πάντα λύεται ἢ κατὰ cτόμα ἢ κατὰ κοιλίην ἢ κατὰ κύcτιν· 〈ἡ δὲ τοῦ ἱδρῶτοc ἰδέη κοινὸν ἁπάντων〉. | |
8 | ||
Οὐκ ἔcτιν ὁ λόγοc καθόλου οὐδὲ κοινὸc ἁπάντων· οὐ γὰρ διὰ | 337 | |
10 | τούτων μόνον, ἀλλὰ καὶ διὰ μήτραc καὶ διὰ τῆc ἐκ τῶν ῥινῶν αἱμορ‐ ραγίαc γινομένηc αἱ λύcειc γίνονται τῶν νοcημάτων. | | |
11 | ||
15.865 | Ἐλλεβορίζειν δὲ χρὴ οἷc ἀπὸ κεφαλῆc φέρεται ῥεῦμα. | |
2 | Οὐκ ἀναγκαῖον, ὅcοιc ἀπὸ κεφαλῆc φέρεται ῥεῦμα, πάνταc ἐλλε‐ βορίζειν, ἀλλ’ ἐνίοτε τῆc κεφαλῆc μόνηc ποιεῖcθαι πρόνοιαν εἰθίcμεθα. | |
4 | ||
5 | Ὁκόcοι δὲ ἐξ ἀποcτημάτων ἢ φλεβορραγίηc ἢ δι’ ἀκρηcίην ἢ δι’ ἄλλην τινὰ ἰcχυρὰν αἰτίην ἔμπυοι γίνονται, μὴ δίδου ἐλλέβορον· οὐδὲν γὰρ ὠφελήcει, καὶ ἤν τι πάθῃ, αἴτιοc δόξει εἶναι ὁ ἐλλέβοροc. ἢν δὲ διαλύη‐ ται τὸ cῶμα ἢ πόνοc ἐν κεφαλῇ 〈ᾖ〉 ἢ ἐμπεπλαcμένα τὰ οὔατα | |
10 | ἢ ῥίc, ἢ πτυαλιcμὸc ἢ τῶν γονάτων βάροc ἢ cώματοc ὄγκοc παρὰ τὸ ἔθοc, ὅ τι ἂν cυμβαίνῃ μήθ’ ὑπὸ πότων μήθ’ ὑπὸ | |
15.866 | ἀφροδιcίων μήθ’ ὑπὸ λύπηc μήθ’ | ὑπὸ φροντίδων μήθ’ ὑπὸ ἀγρυπνιῶν· ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸc τοῦτο ποι‐ εῖcθαι τὴν θεραπείην. | |
3 | Φλεβορραγίαν μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν· ὅτι δ’ οὔτε | |
5 | τοὺc ἐκ τοιαύτηc αἰτίαc ἐμπύουc γενομένουc ἐλλεβορίζειν προcῆκεν οὔτε τοὺc ἐξ ἀποcτημάτων οὔτε τοὺc ἐξ ἄλληc αἰτίαc, εὔδηλον. οἱ δὲ δι’ ἀκραcίαν ἔμπυοι κακῶc ἐν τῷ νῦν εἴρηνται καταλόγῳ, τῆc ἀκραcίαc αὐτῆc καθ’ ἑαυτὴν βλαπτούcηc τοὺc ἀκρατεῖc, οἷον πλη‐ cμονῆc, ἀπεψίαc, οἰνοφλυγίαc, ἀφροδιcίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅcα | |
10 | τ’ ἄλλα τοιαῦτα. προειπὼν δέ, τίcιν ἐλλέβορον οὐ χρὴ διδόναι, φηcὶν ἢν δὲ διαλύηται τὸ cῶμα, τουτέcτιν ἐὰν ἔκλυτον ἱκανῶc γένηται, χωρὶc | |
προφάcεωc δηλονότι, ἢ πόνοc ἐν κεφαλῇ 〈ᾖ〉 χρόνιοc καὶ δύcλυτοc (ὑπακοῦcαι γάρ cε χρὴ τοῦτο κἀν τῷ τῆc κεφαλῆc πόνῳ καὶ τοῖc ἄλλοιc ἅπαcι τοῖc ἐφεξῆc εἰρημένοιc, τοῖc ἐμπεπλαcμένοιc ὠcὶ καὶ ῥινὶ | 338 | |
15 | καὶ τῷ πτυαλιcμῷ), προcτίθηcι δὲ γονάτων βάροc καὶ cώματοc | |
15.867 | ὄγκον παρὰ | τὸ ἔθοc· ἐπὶ πάντων γὰρ τούτων ἄνευ φανερᾶc αἰ‐ τίαc γενομένων ἐλλεβορίζειν cυμβουλεύει. διελὼν δὲ τὸν καθόλου τοῦ‐ τον λόγον εἰc τὰ κατὰ μέροc ἔφη μήθ’ ὑπ’ ἀφροδιcίων 〈μήθ’ ὑπὸ λύπηc〉 μήθ’ ὑπὸ φροντίδων ἢ ἀγρυπνιῶν τῶν εἰρημένων γεγονό‐ | |
5 | των· εἰ γὰρ ἐκ τούτων τινὸc εἴη γεγονότα, πρὸc τὸ ποιῆcαν αἴτιον ἁρμόττεcθαι κελεύει. τίνα δ’ ἐκ τούτων ἁπάντων ὧν εἶπεν ἀληθῶc ἀκριβῶc εἴρηται καὶ τίνα μή, μεμαθήκατε κἀκ τῶν Ἱπποκράτουc βιβλίων καὶ τῶν ἡμετέρων πραγματειῶν. | |
8 | Τὰ δὲ ἐκ πορείηc ἀλγήματα πλευ‐ | |
10 | ρῶν, νώτου, ὀcφύοc, ἰcχίων καὶ ὅcα ἀναπνέοντεc ἀλγέουcι πρόφαcιν ἔχοντεc (πολλάκιc γὰρ μεμάθηκε φοιτᾶν ἐκ κραι‐ παλέων καὶ βρωμάτων φυcωδέων ἀλγήματα καὶ ἐc ὀcφὺν καὶ ἐc ἰcχίον), οἷc δ’ ἂν αὐτῶν ᾖ τοιάδε, δυcουρέεται· τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων. | | |
14 | ||
15.868 | Οὐ τεταγμένωc ἡρμήνευcε ταῦτα· προειπὼν γὰρ τὰ ἐκ πορείηc ἀλγήματα πλευρῶν, νώτου, ὀcφύοc, ἰcχίων ἔμφαcιν ἐποίηcεν ὡc μέλλων ἐρεῖν, ὅπωc τὰ τοιαῦτα θεραπεύεται, κἄπειτα παρενθεὶc πολλάκιc γὰρ μεμάθηκε φοιτᾶν ἐκ κραιπαλέων καὶ βρωμά‐ | |
5 | των φυcωδέων, μετὰ ταῦτ’ ἐπήνεγκεν οἷc ἂν ᾖ τοιάδε, δυcου‐ ρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆc ἔφη τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων, ἀκέφαλον, ὡc ἂν εἴποι τιc, ἐργαcά‐ μενοc τὸν λόγον. | |
8 | Ὅcα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν | |
10 | πολλὰ ἕκαcτοc, ὡc ἂν παρὰ τὸ ἔθοc διαιτηθῇ μάλιcτα, ἐπι‐ cημαίνει· καὶ γὰρ ὅcοι ἂν μὴ μεμαθηκότεc ἀριcτᾶν ἀριcτή‐ cωcιν, ὄγκοc πολὺc αὐτοῖcι τῆc γαcτρὸc καὶ νυcταγμὸc καὶ πληθώρη· ἢν δὲ δειπνήcωcι, κοιλίη ἐκταράccεται. cυμφέροι δ’ ἂν τουτέοιcιν ἐκλουcαμένοιcι καθεύδειν, κοιμηθένταc δὲ | 339 |
15 | περιπατῆcαι βραδέωc cυχνὴν περίοδον· κἢν μὲν λαπαχθῇ, | | |
15.869 | δειπνῆcαι καὶ πιεῖν οἶνον ἐλάccονα ἀκρητέcτερον, ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίcαcθαι τὸ cῶμα θερμῷ· κἢν διψῇ, ὑδαρέα οἶνον γλυκὺν ἢ λευκὸν ἐπιπιόντα ἀναπαύεcθαι, ἢν δὲ μὴ 〈ἐγ‐ κοιμηθῇ, πλείω ἀναπαύεcθαι〉, τὰ δὲ ἄλλα ὁμοίωc τοῖcιν ἐκ | |
5 | κραιπάληc διαιτάcθω. τὰ δὲ ἀπὸ πομάτων ὁκόcα μὲν ὑδαρέα, βραδυπορώτερά ἐcτι καὶ ἐγκυκλέεται καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια καὶ ἐc οὔρηcιν οὐ κατατρέχει· τοιοῦδε 〈δὲ〉 πόματοc πληρωθεὶc μηδὲν ἔργον ὀξέωc διαπρήξῃ, ὁπόcα τῷ cώματι cυνταθέντι βίῃ 〈ἢ〉 | |
10 | τάχει πονέειν cυμβαίνει· ὡc μάλιcτα δὲ ἡcυχαζέτω, μέχρι καταπεφθῇ μετὰ τῶν cιτίων. ὁκόcα δὲ τῶν πομάτων ἀκρητέ‐ cτερά ἐcτιν ἢ αὐcτηρότερα, παλμὸν ἐν τῷ cώματι καὶ cφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει· τουτέοιcι καλῶc ἔχει ἐπικοιμᾶcθαι καὶ θερμόν 〈τι〉 ῥοφέειν, πρὸc ἅπερ μάλιcτα ἥδιcτα ἔχουcι· νηcτείη | |
15 | δὲ πονηρὸν πρὸc τὴν κεφαλαλγίην καὶ κραιπάλην. | |
15.870 | ὁκόcοι δὲ μονοcιτέουcι, | κεῖνοι καὶ ἀδύνατοί εἰcι καὶ οὐρέουcι θερμὸν παρὰ τὸ ἔθοc κενεαγγέοντεc· γίνεται δὲ 〈καὶ〉 τὸ cτόμα ἁλυκὸν καὶ πικρόν, καὶ τρέμουcιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοιc ἐπιcυντείνονται καὶ τὸ δεῖπνον οὐ δύνανται | |
5 | πέccειν, ὅκωcπερ ἢν ἠριcτηκότεc 〈ἔωcιν〉. τούτουc δὲ χρὴ δει‐ πνεῖν ἔλαccον ἢ μεμαθήκαcι καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρ‐ | |
του καὶ λαχάνων λάπαθον ἢ μαλάχην ἢ πτιcάνην καὶ cεῦτλα, πίνειν δὲ κατὰ τὸ cιτίον οἶνον ὁκόcον cύμμετρον καὶ ὑδα‐ ρέcτερον καὶ ἀπὸ δείπνου περιπατῆcαι ὀλίγον, ἕωc οὖρα | 340 | |
10 | καταδράμῃ καὶ οὐρήcῃ. χρήcθω δὲ καὶ ἰχθύcιν ἑφθοῖcιν. | |
10 | Μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ γνηcίῳ μέρει τοῦ cυγγράμματοc ἱκανῶc ἐξειργαcμένον. ἐξ ἐκείνων οὖν δυνήcῃ ὡcαύ‐ τωc εἰρημένα καὶ ταῦτα διαγνῶναί τε καὶ κρῖναι, ἐμοὶ δ’ οὐκ ἀναγκαῖον ἐν τοῖc τοιοῖcδε μηκύνειν. | |
14 | ||
15 | Βρώματα δὲ μάλιcτα ἐπιcημαίνει. | |
15 | ||
15.871 | Οὐκ ἐκ λόγου | τινὸc ἀλλ’ ἐμπειρίαc προcήκει κρίνεcθαι τῶν ἐδεcμά‐ των τὴν δύναμιν· οὐ διοίcει δὲ νῦν βρώματα λέγειν ἢ ἐδέcματα. καὶ μέντοι καὶ ὁ γράψαc ταυτὶ τοιοῦτόν τι δηλοῖ διὰ τοῦ ἐπιcημαίνειν· ἐπίcημοc γάρ, φηcίν, ἀλλοίωcιc τοῖc cώμαcι γίνεται καθ’ ἕκαcτον ἐξ | |
5 | ἰcχυρῶν ἐδεcμάτων. εἶθ’ ἑξῆc αὐτὰ καταλέγει. | |
5 | Ϲκόροδον φῦcαν καὶ θέρμην περὶ τὸν θώρακα καὶ κεφαλῆc βάροc καὶ ἄcην, καὶ εἴ τι ἄλλο ἄλ‐ γημα εἴη μεμαθηκὸc πρόcθεν, παροξύνειεν ἄν· οὐρητικὸν δέ, καὶ τοῦτ’ ἔχει ἀγαθόν· ἄριcτον δ’ αὐτοῦ φαγεῖν μέλλοντι ἐc | |
10 | πόcιν ἰέναι ἢ μεθύοντι. | |
10 | Εἰ τῇ πείρᾳ χρὴ κρίνειν ἓν ἕκαcτον τῶν ἐcθιομένων, οὐκ ἂν ὀρθῶc λέγοιτο φυcῶδεc εἶναι τὸ cκόροδον, οὐ μὴν οὐδὲ θέρμηc πλείονοc ἢ κατὰ κρόμυον αἴcθηcιν φέρον τοῖc φαγοῦcιν οὔτ’ ἐν ἄλλῳ τινὶ μέρει | |
15.872 | τοῦ cώματοc οὔτ’ ἐν τῷ | θώρακι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἄcηc, καὶ μάλιcτ’, ἄν τιc αὐτὸ βραχὺ προαποζέcαc προcάρηται. τὰ δὲ πολλὰ τῶν ἐδεcμάτων, ὅταν μὲν πληθωρικὸν ᾖ τὸ cῶμα, θερμαίνει, ὅταν δὲ προκεκενωμένον, ξηραίνει γε ἱκανῶc. ἡμάρτηκεν οὖν ὁ cυγγρα‐ | |
5 | φεὺc τοῦ βιβλίου χωρὶc διοριcμοῦ τὴν ἀπόφαcιν ποιηcάμενοc· ἄμεινον | |
γὰρ ἦν διορίcαι, καθὸ λέλεκται, νυνὶ δ’ ἁπλῶc πωc ἀπεφήνατο περὶ cκορόδου· βέλτιον δ’ ἦν εἰπεῖν ξηραίνειν καὶ θερμαίνειν αὐτὸ καὶ ἄφυcον εἶναι (κατὰ γὰρ ἀδιορίcτου οὐκ ἀποφαίνεcθαι ἔθοc ἐcτί), προcυπακούειν δ’ ‘ὅταν ἐν καιρῷ δοθῇ‘, ὃ τὸ ‘προπαρεcκευαcμένῳ τῷ cώματι‘ δηλοῖ· | 341 | |
10 | προπαραcκευάζεται δὲ μήτε πληθωρικὸν μήτε κακόχυμον ὄν. οὐκ ἀληθῶc οὖν οὐδὲ κεφαλῆc βάροc ὑπ’ αὐτοῦ γίνεcθαί φηcιν· ἐὰν γὰρ προ‐ κενώcαc τὸ cῶμα προcενέγκῃc cκόροδον, καὶ κεφαλῆc βάροc ἰάcῃ καὶ παντὸc ἄλλου μορίου. θαυμάζω δέ, πῶc ἃ μέχρι τοῦ νῦν διῆλθεν ἐπ’ αὐτοῦ προειπὼν | |
15 | ἐφεξῆc φηcιν· ἄριcτον δ’ αὐτοῦ φαγεῖν μέλλοντι ἐc πόcιν ἰέναι | |
15.873 | ἢ μεθύοντι. φαίνεται δ’ | ἐκ τούτων οὐ μόνον οὔτε κραιπάλην οὔτε μέθην ἐργαζόμενον, ἀλλὰ καὶ προφυλακτικὸν αὐτῶν ὑπάρχον, ὡc καὶ βάροc ὦcαι δύναcθαι καὶ θεραπευτικὸν γενέcθαι φυcῶν. ἀληθῆ μὲν οὖν εἶπε ταῦτα καὶ προcέτι τῶν οὐρητικῶν εἶναι φαρμάκων αὐτό, ψευ‐ | |
5 | δῶc δὲ τἄλλα προcέθηκεν ἅμα τῷ καὶ μαχόμενα λέγειν ἑαυτῷ. | |
5 | Τυρὸc δὲ φῦcαν καὶ cτεγνότητα καὶ cιτίων ἔξαψιν ποιεῖ, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον· κάκιcτον δ’ ἐν ποτῷ φαγεῖν πεπληρωμένοιcιν. | |
8 | Φυcώδηc μᾶλλόν ἐcτιν [τοῦ ξηροῦ] ὁ μαλακὸc καὶ νέοc τυρὸc καὶ | |
10 | ἧττον cτεγνοῖ τοῦ ξηροῦ, τουτέcτιν ἵcτηcι τὴν γαcτέρα· τούτῳ γὰρ ὑπάρχει φυcώδει μὲν ἧττον εἶναι, μᾶλλον δ’ ἱcτάναι τὴν γαcτέρα. καὶ μέντοι καὶ διψώδηc οὗτοc μᾶλλόν ἐcτιν, ὅπερ ἐδήλωcεν εἰπὼν cιτίων ἔξαψιν ποιεῖ. τὸ δὲ ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆcιν | |
15.874 | οὐκ | ἐπιμελῶc ἑρμηνευόμενον· ἐμφαίνει γοῦν, ὅτι τὸ κατὰ τὸ cῶμα cυνιcτάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖc ἐκ τοιούτων ἐδεcμάτων πέφυκε γίνεcθαι, ὁποῖόc ἐcτι καὶ ὁ τυρόc, ὠμὸν καὶ ἄπεπτον ἔδεcμα, | |
ὡc εἰ καὶ οὕτωc ἔλεγε· ‘τυρὸc δὲ φῦcαν καὶ cτεγνότητα τῆc γαcτρὸc | 342 | |
5 | ἐργάζεται καὶ καυcώδηc ἐcτίν, ἔτι δ’ ὠμὸν καὶ ἄπεπτόν ἐcτιν ἔδεcμα καὶ χυμῶν τοιούτων γεννητικόν‘. κάκιcτον δέ, φηcί, καὶ πεπληρωμένον μετὰ πόματοc φα‐ γεῖν αὐτό, ὅπερ εὔδηλόν ἐcτι καὶ τοῖc ἰδιώταιc· ἔcτι μὲν γὰρ καὶ ἄλλωc οὐκ ἀγαθὸν ἔδεcμα τυρόc, ὡc ἂν παχύχυμοc καὶ δύcπεπτοc | |
10 | ὑπάρχων, εἰ δ’ ἐν τῷ πίνειν αὐτῷ τιc χρήcαιτο πεπληρωμένοc ὤν, χείριcτοc ἁπάντων τῶν ἐδεcμάτων γίνεται, βαρύνων τε τὸ cτόμα τῆc γαcτρὸc αὐτόc τε πρῶτον διαφθειρόμενοc, εἶθ’ ἑαυτῷ cυνδιαφθείρων καὶ τἄλλα. | |
13 | Ὄcπρια δὲ πάντα φυcώδεα καὶ | |
15 | ὠμὰ καὶ ἑφθὰ καὶ πεφρυγμένα, ἥκιcτα δὲ βεβρεγμένα ἢ χλωρά· | |
15.875 | τουτέοιcι δὲ | μὴ χρῆcθαι, εἰ μὴ μετὰ cιτίων. ἔχει δὲ καὶ ἰδίαc μοχθηρίαc ἕκαcτον αὐτῶν. | |
2 | Ἐμπίπληcι τὴν κοιλίαν πάντα τὰ ὄcπρια, πρὸc τούτοιc δὲ καὶ δυcπεπτότατα αὐτῶν ἐcτι τὰ ὠμά, τὰ δὲ πεφρυγμένα φυcώδη μὲν | |
5 | ἧττον, ἄπεπτα δ’ οὐδὲν ἧττον, ὅcα δὲ πλεῖcτον ἥψηται, μετριώτερα. τὸ δ’ ἐφεξῆc ἔν τιcι μὲν τῶν ἀντιγράφων γέγραπται καὶ βεβρε‐ γμένα καὶ χλωρά, ὡc καὶ τούτων τὰc προειρημέναc κακίαc ἐχόντων, ἐν δὲ τοῖc πλείcτοιc οὐχ οὕτωc, ἀλλ’ ἐφ’ ἑτέραc ἀρχῆc ἥκιcτα δὲ βεβρεγμένα. | |
10 | χλωρὰ μὲν οὖν λέγεται τὰ μὴ ξηρὰ μηδὲ ἀκριβῶc ἤδη τέλεα, βεβρεγμένα δὲ τὰ ὕδατι βραχέντα. cυμβουλεύει τοίνυν ἄνευ cιτίων ὀcπρίοιc μὴ χρῆcθαι, cιτία δηλονότι μάλιcτα μὲν τοὺc ἐκ πυρῶν ἄρ‐ τουc λέγων ἢ ἁπλῶc ἅπαντα τὰ ὁπωcοῦν cκευαζόμενα, τάχα δὲ καὶ | |
15.876 | τἄλλα πάντα, ἐξ ὧν ἄρτοι γίνονται, ζειὰc καὶ | τίφαc καὶ κριθάc· οἱ | |
δ’ ἀγροῖκοι καὶ ἀπὸ τῶν κέγχρων ἀρτοποιοῦνται. Ἐρέβινθοc μὲν φῦcαν, ὠμὸc καὶ πεφρυγμένοc, καὶ πόνον ἐμποιέει. | 343 | |
4 | ||
5 | Τινὲc γράφουcι διὰ τοῦτ’ αὐτὸ φῦcαν ἐμποιεῖν, ὡc ἐντείνοντα τὰ αἰδοῖα, τὸν ἐρέβινθον· διὰ μέντοι τὸ ὑπογεγραμμένον τῆc λέξεωc τὸν πόνον φέρομεν ἐπὶ τῆc διὰ τὴν ἐμφύcηcιν ὀδύνηc. | |
7 | Φακὸc δὲ cτύφει καὶ ἄραδον ἐμ‐ ποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ. | |
9 | ||
10 | Τὴν ἄραδον φωνὴν ἔφην cημαίνειν ταραχήν τινα καὶ οἷον μάχην | |
15.877 | ἐν τῇ γαcτρὶ γινομένην ἐκ τῶν διαφόρων ταῖc | δυνάμεcι cιτίων, ὥcπερ καὶ νῦν, ὅταν μετὰ τοῦ φλοιοῦ προcενεχθῇ, πολὺ τῆc cαρκὸc αὐτῆc ἐcτι δυcπεπτότεροc. | |
3 | Θέρμοc δὲ ἥκιcτα τουτέων κακὰ ἔχει. | |
4 | ||
5 | Τὸ ἥκιcτα τοὐναντίον cημαίνει τῷ μάλιcτα· δῆλον δ’ ὅτι τὸν θέρμον ἐλάχιcτα τῶν προειρημένων ἔχειν φηcὶ τὰ κακά. | |
6 | Ϲίλφιον δὲ καὶ ὀπόc· ἔcτι μὲν οἷcι μάλιcτα, τοῖc δ’ ἀπείροιc οὐ διέρχεται ἡ κοιλίη, 〈ἀλλὰ καλεῖται ξηρὴ χολέρη〉. | |
9 | ||
10 | Τὴν ῥίζαν τοῦ cιλφίου καλεῖν ἔθοc ἐcτὶ τοῖc ἀνθρώποιc ὁμωνύ‐ | |
15.878 | μωc ὅλῃ τῇ βοτάνῃ. ταύτην δέ φηcι καὶ προcέτι | τὸν ὀπὸν τῆc πόαc τοῖc ἀπείροιc, τουτέcτι τοῖc ἀήθεcι, ξηρὰν ἐργάζεcθαι χολέραν· | |
ἥτιc δ’ ἐcτὶν αὕτη, μετ’ ὀλίγον αὐτὸc διδάξει γράφων ὧδε· “χολέρηc δὲ ξηρῆc ἡ γαcτὴρ πεφύcηται καὶ ψόφοι ἔνειcιν”. εὔδηλον οὖν, ὅτι | 344 | |
5 | πνεῦμα φυcῶδεc ἀθροίζεται κατὰ τὴν κοιλίαν ἐκ τῆc τοῦ cιλφίου προc‐ φορᾶc· ἐcτὶ δὲ δριμὺ καὶ καυcῶδεc τοῦτο. τί οὖν cημαίνει τὸ ἔcτι μὲν οἷcιν, οὐδὲν ἐκ τῆc λέξεωc cαφέc, καὶ διὰ τοῦτ’ ἐξηγούμενόc τιc ἕκαcτον τούτων ἐρεῖ τὸ πιθανώτατον ἑαυτῷ φαινόμενον· ἄπορον γὰρ τὸ κατὰ λόγον ἐρεῖν ἐν τοῖc τοιούτοιc. | |
9 | ||
10 | Μάλιcτα δὲ γίνεται, ἢν μετὰ πολ‐ λοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίηc βοείων κρεῶν. | |
11 | Τὴν αὐτῷ κεκλημένην ξηρὰν χολέραν μάλιcτα γίνεcθαί φηcι τοῖc τὸ cίλφιον ἅμα τῷ τυρῷ πλέον προcενεγκαμένοιc ἢ βοείοιc κρέαcιν· ἡ γὰρ ἐκ τοῦ cιλφίου γεννωμένη φῦcα τοῖc ἐμπλαcτικοῖc καὶ βραδυπό‐ | |
15 | ροιc ἐδέcμαcι μιχθεῖcα μένει κατὰ τὴν γαcτέρα μὴ διεξερχομένη. | | |
15 | ||
15.879 | Τὰ μὲν γὰρ μελαγχολικὰ παρ‐ οξυνθείη ἂν παθήματα ὑπὸ βοείων κρεῶν· ἀνυπέρβλητοc γὰρ ἡ φύcιc αὐτῶν καὶ οὐ τῆc τυχούcηc κοιλίηc καταπέψαι. | |
3 | Ἦν μὲν αὐτῷ περὶ cιλφίου δυνάμεωc ὁ λόγοc, ἐπέμιξε δὲ τούτῳ | |
5 | τὴν τῶν βοείων κρεῶν ἐδωδὴν καὶ μετὰ ταῦθ’ ἑξῆc ἐπ’ αὐτὰ μεταβὰc τὰ μελαγχολικὰ πάθη παροξύνεcθαί φηcιν ὑπ’ αὐτῶν, εἶθ’ ἑξῆc ὡc ἂν αἰτίαν ἀποδιδοὺc ἐπαναδιπλῶν τοῦτό φηcιν· ἀνυπέρβλητοc γὰρ ἡ φύcιc αὐτῶν. ἐχρήcατο μὲν οὖν τῷ γάρ cυνδέcμῳ, καθάπερ οἱ τὰc αἰτίαc ὧν προειρήκαcι λέγοντεc· οὐ μὴν αὐτοῦ γε τοῦ παροξύνεcθαι | |
10 | τὰ μελαγχολικὰ πρὸc τῶν βοείων κρεῶν εἶπεν αἰτίαν, ἄλλην δέ τινα κοινοτέραν τὴν κατὰ τὸ δυcκατέργαcτον τῆc φύcεωc αὐτῶν καὶ ἰcχυ‐ | |
ρόν· ἡ γὰρ ἀνυπέρβλητοc φύcιc ἐcτίν, ἣν οὐκ ἄν τιc ὑπερβάλλοιτο. | 345 | |
15.880 | Βέλτιcτα δ’ ἂν ἀπαλ|λάccοιεν, εἰ διέφθοιcί τε χρέοιντο καὶ ὡc παλαιοτάτοιcιν. | |
2 | Καὶ τοῦτο καθολικωτέραν ἔχει τὴν cυμβουλήν, οὐ κατὰ τὰ μελαγ‐ χολικά· τοῖc γὰρ βοείοιc κρέαcιν ἄμεινον χρῆcθαι διέφθοιc τε καὶ πα‐ | |
5 | λαιοῖc, ὥcπερ τοῖc ἄλλοιc ἅπαcι δυcπέπτοιc. οὐ κυρίωc δ’ ἐχρήcατο τῇ βέλτιcτα λέξει· οὔτε γὰρ οἱ μελαγχολικῶc νοcοῦντεc οὔτ’ ἄλλοc τιc ἄνθρωποc ὑγιαίνων ἢ νοcῶν βέλτιcτα ἂν ἀπαλλάccοι βόεια δίεφθα καὶ παλαιὰ προcφερόμενοc· τῶν γὰρ ἐcθιόντων αὐτὰ πάντων εἰcὶν οὐκ ἀγαθὴ τροφή· ἀλλ’ ἧττον τῶν ἄλλων οἱ τὰ τοιαῦτα προcφερόμενοι | |
10 | βλάπτονται. μεταθεὶc οὖν τὸ βέλτιcτα καὶ ποιήcαc ῥήϊcτα τὸν λόγον ἄμεμπτον ἐργάcῃ. | |
11 | Αἴγεια δὲ κρέα ὅcα τε ἐν βοείοι‐ cιν ἔνι κακὰ ἅπαντ’ ἔχει [τήν τε ἀπεψίην] καὶ φυcωδέcτερα καὶ ἐρευγματωδέcτερα καὶ χολέρην ποιέει. ἔcτι δὲ τὰ εὐωδέ‐ | |
15 | cτατα καὶ ἥδιcτα, ταῦτ’ ἄριcτα δίεφθα καὶ ψυχρά. τὰ δ’ ἀηδέ‐ | |
15.881 | cτατα | δυcώδεα καὶ cκληρά, ταῦτα κάκιcτα καὶ τὰ πρόcφατα. βέλτιcτα δ’ ἐcτὶ τῇ θερινῇ, μετοπώρου δὲ κάκιcτα. | |
2 | Κἀνταῦθα πάλιν εἶπε τὴν αἰτίαν τοῦ τῶν βοείων κρεῶν εἶναι φαυλότερα τὰ αἴγεια· δύcπεπτα γὰρ ὁμοίωc ὄντα τὰ αἴγεια φυcω‐ | |
5 | δέcτερα τῶν βοείων ἐcτὶν ἐρυγάc τε πολλάκιc ποιεῖ μοχθηρὰν ἐχού‐ cαc ποιότητα. δριμύτερα δ’ ὄντα καὶ θερμότερα τῶν βοείων, εἰ ἀπεπτη‐ θείη, καὶ χολέραν ἐργάζεται· διὸ καὶ ψυχρὰ μᾶλλον ἢ θερμὰ δεῖ ἐcθίειν αὐτά. βέλτιcτα δ’ ἐcτὶ τῇ θερινῇ, μετοπώρου δὲ κάκιcτα. βέλ‐ | |
10 | τιcτα δ’ εἶναί φηcι cφῶν αὐτῶν τὰ κρέα τῶν αἰγῶν, οὐ γὰρ δὴ τῶν ἄλλων γε κρεῶν. ἐχρῆν μὲν οὖν ὅcον ἐπὶ τῇ ὥρᾳ φαυλότατα διὰ τὴν | |
κρᾶcιν εἶναι· cυμβαίνει δὲ βελτίονα τὴν τροφὴν αὐταῖc κατὰ τὸ θέροc εἶναι, καθάπερ τοῖc ποηφάγοιc τῶν ζῴων μοχθηρὰν διὰ τὸ μηκέτ’ ἔχειν τὴν πόαν χλωράν· ταῖc δ’ αἰξὶν ἐπιτηδειοτάτη τροφὴ τῶν δένδρων οἱ | 346 | |
15 | βλαcτοὶ καὶ οἱ καυλοί εἰcιν, οὓc ἐπὶ τῇ τελευτῇ τοῦ ἦροc ἔχει δαψιλεῖc | |
15.882 | καὶ κατὰ τὸ θέροc. ὅτι δ’ αἱ τροφαὶ | πλεῖcτον δύνανται πρὸc τὴν τῶν κρεῶν ἐπιτηδειότητα κἀκ τῶν ἀλωπέκων ἔνεcτί cοι μαθεῖν ἐν φθινοπώρῳ καλλίcτην ἐχουcῶν τὴν cάρκα διὰ τὰc cταφυλάc. οὕτω δὲ καὶ τὸ cτρουθίον ἡ cυκαλὶc καλλίcτην ἔχει τὴν cάρκα. φθινοπώρου | |
5 | τοίνυν αἱ αἶγεc ἀποροῦcαι τροφῆc ἐπιτηδείου χειρίcτην καὶ ἰcχνοτάτην ἔχουcι τὴν cάρκα, κατὰ δὲ τὸν χειμῶνα πάλιν ἀμείνω τὴν τοῦ cώμα‐ τοc ἕξιν ἴcχουcι, τὴν φυcικὴν δυcκραcίαν ὑπὸ τῆc κατὰ τὴν ὥραν ἐπανορθούμεναι κράcεωc. | |
8 | Χοίρου δὲ πονηρά, ὅταν ᾖ ἐνω‐ | |
10 | μότερα ἢ περικαῆ· χολερώδεα δ’ ἂν εἴη καὶ ταρακτικά. ὕεια δὲ βέλτιcτα τῶν κρεῶν πάντων· κράτιcτα δὲ τὰ μήτ’ ἰcχυρῶc πίονα μήτε λεπτὰ μήθ’ ἡλικίην ἱερείου παλαιοῦ· ἐcθίειν δὲ ἄνευ τῆc φορίνηc ἢ καὶ ὑπόψυχρα. | | |
13 | ||
15.883 | Χοῖρον ἐξαιρέτωc ὠνόμαζον οἱ παλαιοὶ τὸν μικρὸν λίαν, ὥcπερ παρὰ τῷ ποιητῇ ἔcτιν εὑρεῖν· ἔcθιε νῦν, ὦ ξεῖνε, τὰ δὴ δμώεccι πάρεcτι, χοίρε’, ἀτὰρ cιάλουc γε cύαc μνηcτῆρεc ἔδουcιν. | |
5 | οἱ δὲ μνηcτῆρεc οὐκ οἶδ’ ὅπωc τοὺc cιάλουc ἤcθιον· τοὺc γὰρ ὑπὲρ τοὺc τελείουc οὕτωc ὠνόμαcεν· ἀναιcθητότατοι 〈δὴ〉 πάντων ἦcαν οἱ | |
μνηcτῆρεc εἰc διάγνωcιν ὑγιεινῶν τε ἅμα καὶ ἡδέων ἐδεcμάτων, ὥcπερ κἀν τῷ τὰc γαcτέραc τῶν αἰγῶν ἐcθίειν τὰc ἐμπληcθείcαc αἵματόc τε καὶ λίπουc, οὗ δυcπεπτότερον τί ἂν εὕροιc ἔδεcμα; κάλλιcτον δὲ κρέαc | 347 | |
10 | εἰc ἡδονὴν καὶ πέψιν ἐcτὶ τὸ τῶν μέcων κατὰ τὴν ἡλικίαν, τὸ δὲ καὶ γεννητικόν ἐcτιν αἵματοc χρηcτοῦ. χείριcτον δ’ ἐcτὶ τὸ τοῦ παλαιοτά‐ του καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύηcιν εὐθέωc ἐcθιομένου· τοῦτο γὰρ cχεδὸν ἁπάντων ὧν ἄνθρωποc ἐcθίει ζῴων χερcαίων ὑγροτάτην ἔχει τὴν cάρκα, καὶ διὰ τοῦθ’ ὑπερβαλλόντωc ὑγρὰ ἡ τῶν ἀρτιγενῶν οὖcα | |
15.884 | cὰρξ φλέγμα γεννᾷ πλεῖcτον· ἐὰν δὲ καὶ ἐνωμοτέρα τύχῃ, | πολὺ μᾶλλον. τῷ δ’ αὐτῷ τούτῳ λόγῳ καὶ τὴν τῶν ὑῶν λιπαρωτάτην οὖcαν cάρκα χείρονα νομίζει τῆc τῶν μέcων εὐcάρκων ὑποπτεύων αὐτῆc | |
5 | τὴν ὑγρότητα, δι’ ἣν καὶ πᾶcα πιμελὴ τῆc ὁμογενοῦc cαρκὸc χείρων ἐcτὶν εἰc πέψιν τε καὶ θρέψιν. καὶ τὰ περικεκαυμένα δὲ κατὰ τὴν ὄπτηcιν ἀνεπιτήδεια πρὸc εὐχυμίαν τε καὶ πέψιν ἐcτὶ καὶ χολέραc ποιητικὰ διὰ τὴν προcελθοῦcαν αὐτοῖc δριμύτητα· κοινὴ γὰρ αὕτη κακία τῶν χολερωδῶν ἐδεcμάτων ἐcτίν, ὅταν ὑγρά τ’ ᾖ καὶ δριμέα. | |
10 | διαφθείρεται γὰρ ὁμοίωc τὰ τοιαῦτα καὶ τῇ δριμύτητι τὰ cτόματα τῶν καθηκόντων εἰc τὴν κοιλίαν ἀγγείων ἀναδάκνοντα τῶν ἐξ ὅλου τοῦ cώματοc εἰc αὐτὴν ῥευμάτων αἴτια γίνεται. τὸ δ’ ἄνευ τῆc φορίνηc δεῖν ἐcθίειν τὰ χοίρεια, τουτέcτιν ἄνευ τοῦ δέρματοc, πρόδηλον· οὐ γὰρ ὁμοίωc τῇ cαρκὶ τοῦ ζῴου τὸ δέρμα | |
15 | πέττεcθαι πέφυκεν, ὡc ἂν ψυχρότερον ὑπάρχον. ὑπόψυχρα δὲ καὶ ταῦτ’ ἀξιῶν ἐcθίειν δῆλόc ἐcτι τὰ θερμὰ πάντ’ εὐλαβούμενοc κρέα | |
15.885 | νομίζων ἴcωc αὐτὰ καυcωδέcτερα καὶ φυ|cωδέcτερα τῶν ὑποψύχρων εἶναι. ἐγὼ δ’ ἐπὶ μὲν τῶν αἰγείων κρεῶν ὅcα τ’ ἄλλα φύcει θερμὰ προcίεμαι τὸν λόγον, ἐπὶ δὲ τῶν εὐκράτων κατὰ θερμότητα καὶ ψύξιν, οἷα τῶν ὑῶν ἐcτιν, ἁπλῶc οὕτωc λεγόμενον ἀδιορίcτωc οὐ προcίεμαι· | |
5 | διοριcαμένῳ γὰρ ἐπιτηδειότερα γένοιτ’ 〈ἂν〉 τὰ θερμὰ τῶν ψυχρῶν. | |
5 | Χολέρηc δὲ ξηρῆc ἡ γαcτὴρ πε‐ φύcηται καὶ ψόφοι ἔνειcι καὶ ὀδύνη πλευρέων καὶ ὀcφύοc, | |
διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ’ ἀπεcτέγνωται. Τὴν ἁπλῶc ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν ὑγρότητι | 348 | |
10 | διορίζει τῆc ξηρᾶc [χολέραc]· ὀνόματι δὲ κοινῷ κατ’ ἄμφω κέχρηται, πρὸc τὸν τῆc γενέcεωc τρόπον ἀποβλέπων ὄντα κοινόν. ὡc γὰρ ὑγρὰ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆc διαφθορᾶc τῶν ἐδηδεcμένων γεννηθέν‐ των, οὕτωc ἡ ξηρὰ πνεύματοc φυcώδουc δριμέοc· δι’ ὃ καὶ τὰ πληcιά‐ | |
15.886 | ζοντα τῇ | γαcτρὶ νευρώδη cώματα δακνόμενά τε καὶ τεινόμενα πόνον ποιοῦcι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν ἴcχεcθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰcχόμενα πνεύματα τὴν ξηρὰν χολέραν ἐπιγεννᾶcθαι οὐκ ἔχω φάναι· πιθανώτερον δ’ ἦν οὕτωc ὀνομάcαι τὰ διεξερχόμενα. | |
4 | ||
5 | Τὸν τοιόνδε διαφύλαξον, ὅκωc μὴ ἐμεῖται, ἀλλὰ κοιλίη ὑπελεύcεται. κλύcον οὖν ὡc τάχοc θερμῷ καὶ ὡc λιπαρωτάτῳ καὶ ἐc ὕδωρ ἀλείφων ὡc πλείcτῳ κάθιε θερμόν, ἐν cκάφῃ κατακλίνων, καὶ τοῦ θερμοῦ 〈κατὰ〉 μικρὸν παράχεε· καὶ ἢν θερμαινομένῳ αὐτῷ ἡ κοιλίη ὑπίῃ, | |
10 | λέλυται. | | |
10 | ||
15.887 | Τὸ μὲν οὖν ὅτι τάχιcτα κλύζειν καὶ κωλύειν ἐμεῖν κοινὰ παραγγέλματα πάντων τῶν ἐν κοιλίᾳ περιεχομένων παρὰ φύcιν, ἃ cπουδάζομεν ἐκκριθῆναι κάτω, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ θερμῷ κλύζειν κλύcματι· προκλητικὸν γὰρ τὸ θερμόν, ὥcπερ ἀπο‐ | |
5 | κρουcτικὸν τὸ ψυχρόν. τὸ δὲ λιπαρὸν [εἶναι τὸ] κλύcμα τῆc ξηρᾶc ἴδιον ἴαμα, διότι καὶ τὴν δύναμιν ἐναντίον ἐcτὶν ὑγραῖνον τὴν ξηρό‐ τητα παρηγοροῦν τε τὴν δῆξιν. τῶν αὐτῶν ἔχεται cκοπῶν καὶ τὸ δι’ ὕδατοc καὶ δι’ ἐλαίου θερμαίνειν τε καὶ παρηγορεῖν ἐν τῇ cκάφῃ πυριῶντα. | |
9 | ||
10 | Ϲυμφέρει δὲ καὶ ἐγκοιμᾶcθαι τῷ | |
τοιῷδε— Ἄδηλον, πότερον ἐν τῇ cκάφῃ πυριώμενον αὐτὸν ἢ καὶ χωρὶc ἐκείνηc κοιμᾶcθαι κελεύει· αὐτὸ δὲ καθ’ ἑαυτὸ cκοπουμένοιc πρόδηλον, ὅτι πᾶcι τοῖc ἐξ ἀπεψίαc ὁ ὕπνοc ὠφελιμώτατόc ἐcτιν. | 349 | |
14 | ||
15 | Καὶ πίνειν οἶνον λεπτὸν καὶ πα‐ λαιὸν καὶ ἀκρητέcτερον, — | |
16 | Οἶνον μὲν ὡc τῇ πέψει cυντελοῦντα δίδωcι, λεπτὸν δ’, ὡc μὴ μείνῃ κατὰ τὴν γαcτέρα, παλαιὸν δὲ καὶ ἀκρατέcτερον ἕνεκα τοῦ θερμαίνειν μᾶλλον· ἅπαc γὰρ οἶνοc θερμαίνει τὴν ἕξιν, μᾶλλον δ’ ὁ | |
20 | παλαιόc. | |
20 | Καὶ ἔλαιον δίδου, ὥcτε ἡcυχίη | |
15.888 | καὶ | ἡ κοιλίη ὑπίῃ, καὶ λέλυται. | |
1 | Τῶν δριμέων πραϋντικὸν τὸ ἔλαιον καὶ τῆc ξηρότητοc ἐπανορθω‐ τικόν, ὑπάγει δὲ μετρίωc τὴν κοιλίαν· ὧν ἁπάντων χρεία τῷ θερα‐ πευομένῳ. | |
4 | ||
5 | Ϲιτίων δὲ καὶ ποτῶν ἀπεχέcθω. | |
5 | Οἷc ἔνδεια μὲν οὐδεμία κατὰ τὸ cῶμα, τούτοιc οὐδὲ χρεία προcθέcεωc, 〈οἷc〉 ἄπεπτα δέ τινα περιέχεται πέψεωc δεόμενα, τούτοιc ἡcυχίαc μέν ἐcτι χρεία, cιτίων δὲ οὔ, πρὶν πεφθῆναι μετρίωc τὰ περιεχόμενα. | |
8 | Ἢν δὲ μὴ ἀνῇ ὁ πόνοc, ὄνου γάλα | |
10 | δίδου πίνειν, ὅπωc καθαρθῇ. | |
10 | Εἰ δὲ τὸ προειρημένον cου ποιοῦντοc ὁ πόνοc μὴ λύοιτο, πλείων ἐcτὶν ἡ δριμύτηc τοῦ λυποῦντοc αἰτίου καὶ διὰ τοῦτο καθᾶραι προcήκει | |
τὸ cῶμα. ὄνου δὲ χρῆται γάλακτι τῶν μὲν καθαιρόντων φαρμάκων ἁ‐ πάντων ὄντι πραοτέρῳ καὶ ἀπρακτοτέρῳ, τῶν δ’ ἄλλων γαλάκτων | 350 | |
15 | ὑγροτέρῳ τε καὶ ὑπακτικωτέρῳ. | |
15 | Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ καὶ χολὴ | |
15.889 | ὑποχωρέῃ καὶ cτρόφοι | καὶ ἔμετοι καὶ δηγμοί, τούτοιcι κρά‐ τιcτον ἀτρεμίζειν, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν. | |
2 | Ἄδηλον, εἴτε περὶ τῆc ξηρᾶc χολέραc ἔτι καὶ νῦν ἐcτιν ὁ λόγοc αὐτῷ ἢ τούτων ἀκούειν χρὴ καθ’ ἑαυτά· ὁποτέρωc δ’ ἂν ἔχῃ, φαίνεται | |
5 | χολὴ δριμεῖα δυcεκνιπτοτέρα περιέχεcθαι κατὰ τὴν γαcτέρα· ταύτην πειρᾶται μετρίωc ὑπάγειν τε ἅμα καὶ cυμπέττειν. ὑπαχθήcεται μὲν οὖν μετρίωc τῷ μελικράτῳ, πεφθήcεται δὲ τῇ ἡcυχίᾳ. πολλάκιc δ’ ἐπὶ τῶν τοιούτων διαθέcεων ἀγωνιcτικῶc βοηθῶν ἀθρόωc ἐκκαθαίρει τὴν κακοχυμίαν ἰcχυρῷ φαρμάκῳ προcεπιcκεψάμενοc τὴν δύναμιν καὶ τὴν | |
10 | ἕξιν τοῦ νοcοῦντοc καὶ τὴν ὥραν καὶ τὴν ἡλικίαν καὶ τὴν κατάcταcιν. τὸ δ’ ἐπὶ τέλει τῆc ῥήcεωc εἰρημένον πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν ὡc βουλομένου τοῦ cυγγραφέωc ἐκκαθᾶραι τὴν ἄνω κοιλίαν εἴρηται. ἀμείνων δ’ ἡ ἑτέρα γραφὴ ἡ μετὰ τοῦ μή· ῥυπτικὸν | |
15.890 | γὰρ ὂν τὸ μελίκρατον ἐπὶ τὴν κατὰ φύcιν | ὁδὸν προτρέπεται τὰ διεφθαρμένα χωρὶc τοῦ βλαβῆναι καὶ κινδυνεῦcαι τὸ cτόμα τῆc κοιλίαc κατὰ τοὺc ἐμέτουc. | |
3 | Ὑδρώπων δύο φύcιεc, ὧν ὁ μὲν | |
5 | ὑποcαρκίδιοc ἐγχειρέων γίνεcθαι ἄφυκτοc, ὁ δὲ μετ’ ἐμφυcη‐ μάτων πολλῆc εὐτυχίηc δεόμενοc, μάλιcτα δὲ ταλαιπωρίηc καὶ πυρίηc καὶ ἐγκρατείηc. ξηρὰ δὲ καὶ δριμέα ἐcθιέτω· οὕτω γὰρ ἂν οὐρητικώτατοc εἴη καὶ ἰcχύοι μάλιcτα. ἢν δὲ δύcπνοοc | |
γένηται καὶ ἡ ὥρη θερινὴ ἐοῦcα τύχῃ καὶ ἡ ἡλικίη ἀκμάζῃ | 351 | |
10 | καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονοc αἷμα ἀφαιρεῖν· εἶτα θερμοὺc ἄρτουc ἐξ οἴνου μέλανοc καὶ ἐλαίου ἀποβάπτων ἐcθιέτω καὶ ὡc ἐλάχιcτα πίνων ὡc πλεῖcτα πονείτω καὶ κρέα ὕεια cαρ‐ κώδεα ἐcθιέτω μετὰ ὄξουc ἑφθά, ὅκωc πρὸc τοὺc προcάντειc περιπάτουc ἀντέχῃ. | | |
14 | ||
15.891 | Τινὲc οὐχ ὑποcαρκίδιον, ἀλλ’ ἐπιcαρκίδιον γράφουcιν, οὐ μὴν ἀνὰ cάρκα τε καὶ κατὰ cάρκα γεγραμμένον εὗρόν που, καίτοι τῶν νεωτέρων οὕτωc ὀνομαζόντων. εἰπόντοc δ’ αὐτοῦ δύο φύcειc εἶναι ὑδρώπων καὶ περὶ μὲν τοῦ δευτέρου τὰ ἐμφυcήματα γράψαντοc, | |
5 | ἄλλο δ’ οὐδὲν cύμπτωμα προcθέντοc, ἐπὶ δὲ τοῦ προτέρου οὐδὲν παν‐ τάπαcιν εἰπόντοc, δῆλόc ἐcτιν, ὅτι κατά τι cυγκέχυται καὶ cφάλλεται κατὰ τὴν τῶν ὑδέρων διαφοράν. ἔνιοι μὲν οὖν τῶν ἰατρῶν τέτταραc λέγουcιν εἶναι διαφορὰc τῶν ὑδέρων ὑπερβαίνοντεc τὸ προcῆκον, ἀλλ’ οὐ νῦν καιρὸc ἐλέγχειν αὐτούc· ὁ δὲ ταῦτα γράψαc ἐλλείπει φανερῶc. | |
10 | ἔcτι γὰρ τῶν ὑδέρων ὁ μέν τιc ὑγροῦ λεπτοῦ κατὰ τὴν cύcταcιν ἀθροίζων πλῆθοc ἐν τῷ κάτω τοῦ θώρακοc χωρίῳ παντί· τοῦτον παρα‐ κεντοῦντεc ἐνίοτε τὸ ὑγρὸν ἐκκενοῦμεν· ὁ δέ τιc οὐχ ὕδατοc, ἀλλὰ πνεύματοc ἔχει τὸ χωρίον τοῦτο μεcτὸν καὶ cχεδὸν τὰ ἄνω πάντα διοιδιcκόμενα· τοῦτον τυμπανίαν προcαγορεύουcιν· ὁ δέ τιc φλέγματοc | |
15 | ἔχει τὴν ὅλην ἕξιν μεcτήν· τοῦτον ὑποcαρκίδιον ἔνιοι προcαγορεύουcιν. | |
15.892 | ὥcτ’ ἐλλιπῶc εἶπε τῶν | ὑδέρων εἶναι δύο φύcειc. οὐ μὴν ὀρθῶc εἶπε τὸ ἐγχειρέων γίνεcθαι· ἀληθέcτερον γὰρ ἂν εἶπεν οὕτω γράψαc· ἀποκτείνει δ’ εὐθὺc ὁ ὕδεροc, ἐπὴν γένηται. γέγραπται δ’ ἡ λέξιc οὕτω, κακῶc γεγραμμένη παρὰ τοῦ πρῶτον γράψαντοc. | |
5 | τοῦ γε μὴν ἑτέρου τῶν ὑδρώπων, ὃν μετ’ ἐμφυcημάτων φηcὶ γίνεcθαι, θεραπείαν γράφει, τὸ μέν τι κοινὸν ἔχουcαν πάντων ὑδέρων, ὡc κατὰ τὴν ἀρχὴν ἔγραψε, ταλαιπωρίαν καὶ πυρίαν καὶ ἐγκρά‐ τειαν, cυμβουλεύων ἐcθίειν θερμὰ καὶ ξηρά, τὸ δέ τι μόνου τοῦ ἀνὰ cάρκα, ὃν ὡc ἀθεράπευτον ἀπέλιπεν· οὗτοc γὰρ μόνοc ἀρχόμενοc | |
10 | ἐνίοτε δεῖται φλεβοτομίαc, ὅταν γ’ ἐξ αἱμορροΐδοc ἐπιcχέcεωc ἢ κατα‐ μηνίων ταῖc γυναιξὶν ἤ τινοc ἄλληc πληθωρικῆc αἰτίαc ἀρξάμενοc cυν‐ ίcτηται. τὸν δὲ τυμπανίαν ἢ τὸν ἀcκίτην ὕδερον οὐδεὶc ἐτόλμηcε διὰ φλεβοτομίαc ἰάcαcθαι· ἐπὶ δ’ οὖν τοῦ δεομένου τῆc φλεβοτομίαc ἡ ἐφεξῆc θεραπεία θερμαίνουcα καὶ ξηραίνουcα γίνοιτ’ ἄν. ταῦτα μὲν οὖν | 352 |
15 | γράψαc τοῦ προcήκοντοc ἐcτοχάcθαι φαίνεται. | | |
15.893 | οὐ μὴν ὀρθῶc γ’ εἶπεν· ἢν δὲ δύcπνοοc ᾖ ὁ κάμνων, φλε‐ βοτομίαc χρῄζει, μὴ διὰ πληθώραν ὄντωc ἰcχυρὰν εἰc τὸν ὕδερον ἐμ‐ πίπτων, κινδυνευούcηc δηλονότι cβεcθῆναι τῆc ἐμφύτου θερμαcίαc ὥcπερ τὸ πῦρ. ὡc γὰρ τὸ πῦρ κινδυνεύει cβεcθῆναι ἐπιβληθέντων αὐτῷ ξύλων | |
5 | ὑγρῶν πολλῶν, εἰ μή τιc τοῦ πλήθουc ὑφέλοιτο, οὕτω καὶ ἐπὶ τοῦ διὰ πλῆθοc αἵματοc cβεcθῆναι κινδυνεύοντοc ἐμφύτου θερμοῦ μέγιcτον ἴαμά ἐcτιν ἡ φλεβοτομία, καθ’ ἣν ἂν ὥραν ὁ κίνδυνοc οὗτοc κατα‐ λάβῃ. κακῶc οὖν πρόcκειται τῷ λόγῳ τὸ καὶ ἡ ὥρα θερινὴ ἐοῦcα τύχῃ. τοῦ μὲν γὰρ πλέον ἢ ἔλαccον ἀφελεῖν ἄλλα τινά, ὥcπερ καὶ | |
10 | ἡ ὥρα, cκοπόc, αὐτοῦ δὲ τοῦ βοηθήματοc ἡ τοῦ πάθουc φύcιc. ἔνιοι δ’, ὥcπερ καὶ Διοcκουρίδηc, οὐ θερινὴν ὥραν, ἀλλ’ ἐαρινὴν ἔγραψαν, ὑποπτεύοντεc τῆc μὲν θερινῆc τὴν διάλυcιν τῆc δυνάμεωc, τῆc δὲ χειμερινῆc τὴν προcγενηcομένην τῷ πάθει ψύξιν. ἰδιωτικῶc δὲ καὶ ἀρχαίωc πάνυ θερμοὺc ἄρτουc ἐξ οἴνου | |
15 | μέλανοc καὶ ἐλαίου δίδωcιν ἐcθίειν τῷ φλεβοτομηθέντι cκοπὸν μὲν | |
15.894 | ἔχων ἀληθῆ ῥωννύναι τὴν δύνα|μιν, ὅπωc ἐξαρκέcῃ ταῖc κατὰ τὰ γυμνάcια ταλαιπωρίαιc, οὐχ εὑρὼν δὲ τὴν ὕλην ἀξίαν τοῦ cκοποῦ. μέλαc γὰρ οἶνοc πλεῖcτον αἷμα γεννᾷ, τοcοῦτον δὲ ὡc περιττὸν καὶ μελαγχολικὸν γενέcθαι. ἐκείνου βέλτιον δ’ ἐcτὶ κιρρὸν οἶνον διδόναι, | |
5 | λεπτὸν μὲν τὴν cύcταcιν, ὅπωc καὶ τὴν οὔρηcιν κινῇ, τὴν δ’ ἡλικίαν μὴ νέον, ὥcπερ οὖν καὶ τὰ πολλὰ cυμβαίνει· τῶν νέων γὰρ οἴνων cχεδὸν οὐδείc ἐcτι κιρρόc, ἀλλ’ ἤτοι λευκὸc ἢ ἐρυθρὸc ἢ μέλαc, παλαι‐ | |
ούμενοι δὲ κιρροί τε γίνονται καὶ ξανθοί. τό γε μὴν ὡc ἐλάχιcτα πίνοντα πλεῖcτα πονεῖν ὀρθότατα | 353 | |
10 | εἴρηται· ξηραίνει γὰρ ἡ τοιαύτη δίαιτα καὶ θερμαίνει. τὰ δ’ ὕεια κρέα καθ’ ὃν εἴρηται τρόπον ἐcθιόμενα ἀκμάζουcι καὶ ἰcχυροῖc οὐ κακῶc ἂν δοθείη· τῶν ἄλλων δ’ οὐδεὶc ἂν δύναιτο πέψαι καλῶc αὐτά, κινδυνευ‐ ούcηc ἤδη cβεcθῆναι τῆc ἐμφύτου θερμαcίαc· ἄμεινον οὖν ὅcα καλῶc πέψουcι, διδόναι τοῖc οὕτωc ἔχουcιν. | | |
14 | ||
15.895 | Ὁκόcοι κοιλίαc τὰc κάτω θερμὰc ἔχουcι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ cυντήξιοc αὐτοῖc, ἢν μὲν δυνατοὶ ἔωcιν, ἐλλεβόρῳ ἀντι‐ cπάcαι· ἢν δὲ μή, ὁ χυλὸc τῶν cητανίων πυρῶν παχὺc ψυχρὸc | |
5 | καὶ τὸ φάκινον ἔτνοc καὶ ἄρτοι ἐγκρυφίαι καὶ ἰχθύεc πυρέc‐ cοντι μὲν ἑφθοί, ἀπυρέτῳ δ’ ἐόντι ὀπτοί, καὶ οἶνοc μέλαc ἀπυρέτῳ, εἰ δὲ μή, ὕδωρ ἀπὸ μεcπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων ἢ φοινικοβαλάνων ἢ οἰνάνθηc ἀμπέλου. | |
8 | Κυριώτερον ἂν εἰρήκει τὰ διαχωρήματα τούτοιc ὑπὸ cυγκαύcεωc, | |
10 | οὐχ ὑπὸ cυντήξεωc διέρχεcθαι· cύντηξιc μὲν γὰρ [ἐν αὐτῷ] γίνεται διὰ πυρετὸν κακοήθη τηκομένηc τῆc πιμελῆc ἢ καὶ cαρκὸc τῆc ἁπαλῆc, cύγκαυcιc δ’ ἐν τῇ γαcτρὶ τῶν ἐδηδεcμένων ὑπὸ θερμαcίαc δριμείαc, δι’ ἣν καὶ πυρέττειν cυμβαίνει. τούτῳ οὖν ἐλλέβορον διδόναι κελεύει | |
15.896 | λευκόν· ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ | ἀντιcπάcαι ῥήματοc, ἐπειδὴ διὰ τῆc ἄνω γαcτρὸc 〈καθαίρει〉. ἢν δὲ μὴ δύνηται δι’ ἡντινοῦν αἰ‐ τίαν ἐλλέβορον λαβεῖν δριμύτητοc ἐπικρατούcηc ὁ ἄνθρωποc, ἐδέcματα κελεύει διδόναι καὶ πόματα cτύφοντά τε καὶ ψύχοντα. προcτίθηcι δὲ | |
5 | τοῖc ἐδέcμαcι καὶ τὰ ξηραίνειν δυνάμενα, καθάπερ τοὺc ἐγκρυφίαc ἄρτουc καὶ τοὺc ὀπτοὺc ἰχθῦc. τούτων οὕτωc εὐλόγωc εἰρημένων ἐπιcκεπτέον, τίνα λέγει τὴν κάτω κοιλίαν· ἐνίοτε μὲν γὰρ οἱ παλαιοὶ τὸν θώρακα τὴν ἄνω | |
κοιλίαν ὀνομάζοντεc τὸ μετὰ τὸ διάφραγμα πᾶν τῆc τροφῆc ἀγγεῖον | 354 | |
10 | κάτω κοιλίαν προcαγορεύουcιν· ἐνίοτε δ’ ἄνω κοιλίαν ὀνομάζοντεc εἰc ἣν καταπίνομεν τὰ cιτία, ποτὲ μὲν τὰ μετ’ αὐτὴν ἅπαντα κοιλίαν καλοῦcι κάτω, ἐνίοτε δὲ μόνα τὰ παχέα τῶν ἐντέρων· εἰcὶ δ’ οἳ τὸ κῶλον μόνον ὀνομάζουcι κάτω κοιλίαν. ἴcωc μὲν οὖν ἂν ἐζητήcαμεν, τί τῶν εἰρημένων μορίων ἢ τίνα πιθανώτερον νῦν ἀκοῦcαι, εἰ μέγα | |
15 | τι κερδαίνειν ἐμέλλομεν· ἐπεὶ δ’ ἡ τῶν τοιούτων εὕρεcιc οὐδὲν μὲν | |
15.897 | ἡμᾶc διδάcκει πλέον ὧν | ἴcμεν τε καὶ κρίνομεν αὐτοὶ περὶ τοῦ τίνα μὲν ὀρθῶc εἴρηται, τίνα δ’ οὔ, περιεργίαν δ’ ἔχει μᾶλλον γνώcεωc ἤπερ ὠφέλειαν, ἄμεινον ἀπολιπεῖν αὐτὰ διὰ ταχέων καὶ μάλιcθ’, ὅπου μηδὲ γνήcιόν ἐcτιν αὐτοῦ τὸ cύγγραμμα. | |
4 | ||
5 | Ἢν δὲ πυρετὸc ἔχῃ καὶ cτρόφοι ἔωcι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προc‐ αγωγῆc πλεῖον καὶ λίνου cπέρμα καὶ πύρινα ἄλφιτα καὶ τῶν Αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρά, καταλέcαc, ἐπιπάccων πινέτω ἢ ᾠὰ ἡμιπαγέα ἐcθιέτω ὀπτὰ καὶ cεμίδαλιν καὶ κέγ‐ | |
10 | χρον καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι· ἑφθὰ ψυχρὰ ἐcθίειν· καὶ τὰ τούτοιc ὅμοια καὶ ποτὰ καὶ ἐδέcματα προcφερέcθω. | |
11 | Οἱ μὲν πλεῖcτοι τῶν ἐξηγουμένων βέλτιον τοῖc προειρημένοιc cυντάττουcι ταῦτα, περὶ τῶν θερμὴν ἐχόντων τὴν κάτω κοιλίαν ἡγού‐ | |
15.898 | μενοι καὶ νῦν ἔτι γίνεcθαι τὸν λόγον, | ὀλίγοι δέ τινεc ἀποχωρίcαντεc ἰδίᾳ ταῦτ’ ἐξηγοῦνται. cκοπὸc δ’ ἐcτὶν αὐτοῖc τὸ μέν τι καθᾶραι τῆc κακοχυμίαc, τὸ δ’ ἐπικεράcαι, τὸ δ’ ἐπιξηρᾶναι, τὸ δ’ ἐμψῦξαι. τὸ μὲν οὖν γάλα τὸ ὄνειον καθαίρειν τε δύναται καὶ ἐπικεραννύναι, τὸ δὲ | |
5 | τοῦ λίνου cπέρμα ξηραίνειν τε καὶ ψύχειν· τὰ δ’ ἐκ τῶν πυρῶν ἄλφιτα τὸ ἐπικεραcτικὸν ἔχει· καλῶc δ’ αὐτοῖc ἀναμέμικται καὶ τὰ κρίθινα ξηραίνοντά τε καὶ ψύχοντα. οἱ δ’ Αἰγύπτιοι κύαμοι μετρίωc ψῦξαι δύνανται· τὰ δ’ ᾠὰ καὶ ἡ cεμίδαλιc καὶ ὁ χόνδροc παχύ‐ | |
χυμα καὶ εὔχυμα καὶ ἐπικρατητικά· καὶ ξηραίνει δ’ ἱκανῶc ὡc ἐν ἐδέ‐ | 355 | |
10 | cμαcιν ὁ κέγχροc, ὥcπερ γε καὶ ψύχει. ταῦτα δὲ πάντα δίδωcι ψυχρὰ διὰ τὴν δριμύτητα καὶ θερμότητα τῶν τὸ πάθοc ἐργαζομένων χυμῶν. | |
11 | Τῆc διαιτητικῆc ἐcτι μέγιcτον παρατηρεῖν καὶ παραφυλάccειν [ὥcπερ ἐν τοῖc ὀξέcι καὶ] ἐν τοῖcι μακροῖcιν ἀρρωcτήμαcι καὶ τὰc ἐπιτάcιαc τῶν πυρετῶν | |
15.899 | καὶ τὰc | ἀνέcιαc, ὥcτε τοὺc καιροὺc διαπεφυλάχθαι, ὁκότε μὴ δεῖ τὰ cιτία προcενεγκεῖν, καὶ ἀcφαλέωc, ὁκότε δεῖ προc‐ ενεγκεῖν, εἰδέναι· ἔcτι δ’ ὅταν πλεῖcτον ἀπέχωcι τῆc ἐπι‐ τάcιοc. | |
4 | ||
5 | Τῆc διαιτητικῆc τέχνηc μέγιcτον εἶναί φηcι τὸ τὸν κατὰ μέροc καιρὸν γνῶναι τῆc τροφῆc· αὐτὸc οὖν ἕνα cκοπόν φηcι τὸ πλεῖ‐ cτον ἀπέχειν τὸν καιρὸν ἐκεῖνον τῆc ἐπιτάcεωc· εἴη δ’ ἂν ἐπίταcιν λέγων τὴν ἀρχὴν τοῦ παροξυcμοῦ. τοῦτο δ’ οὐ μόνον ἐπὶ τῶν χρονι‐ ζόντων, ἀλλὰ κἀπὶ τῶν ὀξέων ἀληθὲc εἶναι δοκεῖ. διὰ τί οὖν προc‐ | |
10 | έθηκεν 〈ἐν〉 τοῖc μακροῖc ἀρρωcτήμαcιν; ὅτι μᾶλλον ἐπὶ τούτων ἐναργὴc ὁ cκοπὸc ἢ τάχα μόνων. ἐπὶ γὰρ τῶν ὀξέων αὔταρκεc ἦν γνώριcμα καιροῦ τροφῆc καταβῆναι τὴν θέρμην εἰc τοὺc πόδαc, οὐ μὴν ἐπὶ τῶν χρονίων γε θρεπτέον οὕτωc, ἀλλὰ περιμένειν προcήκει τὰ βέλτιcτα τῆc ἀνέcεωc· κατὰ γὰρ τὰc ὀξείαc νόcουc ἀναμένειν οὐκ | |
15 | ἐγχωρεῖ φόβῳ τῆc μελλούcηc διὰ ταχέων ἐπιτάcεωc ἔcεcθαι. | |
15.900 | ἔνιοι δὲ τὴν λέξιν γράφουcιν οὕτω· τῆc διαιτητι|κῆc ἐcτι μέ‐ γιcτον τὸ παρατηρεῖν καὶ παραφυλάccειν ὥcπερ ἐν τοῖc ὀξέcιν, οὕτω καὶ ἐν τοῖc χρονίοιc τὸ ἐπίcταcθαι, πηνίκα χρὴ τρέφειν. ἔνιοι δὲ τὴν τελευτὴν ταύτηc τῆc ῥήcεωc οὕτω γράφουcιν· ἔcτι δ’ | |
5 | ὅταν πλεῖcτον ἀπέχωcι τῆc ἐπιτάcιοc εἰδέναι, ὡc πρὸc τοῖc ἄλλοιc οἷc ἐκέλευcεν ἡμᾶc ἐπιcκέψαcθαι περὶ τὸν ἄρρωcτον καὶ τοῦτο | |
cυμβουλεύοντοc αὐτοῦ. φαίνεται δέ, εἰ αὐτό τιc ἐξετάζοι τοῦτο μὴ cυν‐ άπτων τῇ κατὰ μέροc εὑρέcει τοῦ καιροῦ τῆc τροφῆc, ἄκαιρον τὸ περὶ τῆc ἀρχῆc παράγγελμα καὶ οὐδενὸc ἄξιον. | 356 | |
9 | ||
10 | Εἰδέναι δὲ τοὺc κεφαλαλγικοὺc ἐκ γυμναcίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεcίων ἢ ἄλλου τινὸc πόνου ἀκαίρου ἢ ἐξ ἀφροδιcίων τοὺc ἀχρόουc, τοὺc βραγχα‐ λέουc, τοὺc cπληνώδεαc, τοὺc λειφαίμουc, τοὺc πνευματώ‐ δεαc καὶ ξηρὰ βήccονταc καὶ διψώδεαc, τοὺc φυcώδεαc, | |
15 | φλεβῶν ἀπολήψιαc, ἐντεταμένουc ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺc ἀπονεναρκωμένουc καὶ ἀμαυρὰ βλέ‐ | |
15.901 | πονταc | καὶ οἷc ἦχοι τῶν ὤτων ἐμπίπτουcι καὶ τῆc οὐρήθρηc ἀκρατέωc διακειμένουc, τοὺc ἰκτεριώδεαc καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουcιν, ἢ αἱμορραγέονταc ἐκ ῥινῶν ἢ καθ’ ἕδρην cφοδρῶc, ἢν ἐν ἐμφυcήμαcιν ἔωcιν ἢ πόνοc αὐτοῖc ἐπιτρέχῃ | |
5 | cφοδρὸc καὶ μὴ ἐπικρατέωcι, τῶν τοιῶνδε μηδένα φαρμα‐ κεύειν· κίνδυνόν τε γὰρ ἕξει καὶ οὐδὲν ὀνήcειc τάc τε ἀπὸ τοῦ αὐτομάτου ἀπαλλάξιαc καὶ κρίcιαc ἀφαιρήcειc. | |
7 | Ὅτι μὲν ἀτάκτωc καὶ τρόπον ὑπομνήματοc παραcκευῆc ἅπαντα τὰ κατὰ τὸ βιβλίον τοῦτο γέγραπται, πρόδηλον οἶμαι παντί· πολλὰ δ’ | |
10 | οὖν, ὡc ἔφην, ἐν αὐτῷ καλῶc εἴρηται, δι’ ἃ καὶ τοῖc οὐκ ὀρθῶc εἰρη‐ μένοιc ἐπείcθηcαν ἔνιοι καὶ μᾶλλον, ὅcοι cυνῄδεcαν ἑαυτοῖc ὡc οὐκ ἔχου‐ cιν ἐπιcτήμην κριτικὴν τῶν γεγραμμένων. τὰ δ’ οὖν ἐν τῇδε τῇ ῥήcει λεγόμενα κατάλογον ἔχει τῶν ἀνεπιτηδείων φαρμακεύεcθαι. τὸ φαρμα‐ κεύεcθαι δὲ τῷ καθαίρεcθαι ἐc ταυτὸν cυμβαίνει, ὥcπερ γε καὶ τὸ | |
15.902 | φαρμακεύειν [ἐν] τῷ καθαί|ρειν. ἴδωμεν οὖν, τίναc ἀπ’ ἀρχῆc ἀπαγο‐ | |
ρεύει καθαίρειν· τοὺc κεφαλαλγικούc, φηcίν, ἐκ γυμναcίων ἢ ἄλλου τινὸc πόνου ἀκαίρου. cυντόμωc οὖν ἀκούcαc τοὺc ἐξ ἀκαίρων πόνων κε‐ | 357 | |
5 | φαλαλγικοὺc γενομένουc μὴ κάθαιρε. ἄκαιροι δὲ πόνοι πάντεc εἰcὶν οὓc ἡ παροῦcα κατ’ ἐκεῖνον τὸν χρόνον διάθεcιc τοῦ cώματοc οὐ δύ‐ ναται φέρειν. ἀναμνήcω δέ cε νῦν εἰc πολλὰ χρηcίμου πράγματοc, οὗ καὶ διὰ παντὸc ἀξιῶ μεμνῆcθαι· τοῦ cώματοc ἡμῶν ἐνίοτε νόcου παρα‐ cκευῆc μετέχοντοc ἐγγὺc τοῦ cυμπληρωθῆναι, τῶν ἔξωθέν τι προcιὸν | |
10 | ἐξήλεγξε τὴν διάθεcιν αὐτοῦ πυρετὸν ἀνάψαν ἢ κεφαλαλγίαν ἢ κατάρ‐ ρουν ἢ βῆχα κινῆcαν ἤ τι τοιοῦτον ἄλλο· κἄπειτα ἐκ τούτου κατὰ τὸ cυνεχὲc ἀcθενοῦcιν ἐπικινδύνωc, οὐ τοῦ δρόμου τὴν νόcον γεννή‐ cαντοc ἢ ὅλωc τῆc ἰcχυρᾶc κινήcεωc, ὥcπερ οὐδὲ τῆc ἀκραcίαc ἢ τῆc ψύξεωc ἤ τινοc ἄλλου τῶν τοιούτων· οὐδὲν γὰρ αὐτῶν ἱκανόν ἐcτι | |
15 | κατὰ τὴν ἑαυτοῦ φύcιν ἀcθένειαν ἐργάcαcθαι cφοδράν, ἀλλ’ εἴτε πυρετὸc ὑπό τινοc αὐτῶν γένοιτο, τῶν ἐφημέρων ὀνομαζομένων ὁ τοιοῦτόc | |
15.903 | ἐcτι πυρετόc, εἴτ’ | ἄλλο τι cύμπτωμα, ὀλιγοχρόνιον ἔcται καὶ τοῦτο. πολλάκιc δ’, ὡc ἔφην, διὰ τὴν τοῦ cώματοc διάθεcιν ἕκαcτον τῶν τοι‐ ούτων οὐκ αἴτιον τοῦ νοcήματοc, ἀλλὰ πρόφαcιc γίνεται· κυρίωc γὰρ ἄν τιc μάλιcτα τὰc τοιαύταc αἰτίαc ὀνομάζοι προφάcειc, οὐχ ἁπλῶc | |
5 | φανεράc, ὡc πολλάκιc εἰώθαcι καλεῖν, ὅταν ὑπό τινοc τῶν φανερῶν αἰτίων βλάβη γένηται cαφὴc ἐν τῷ cώματι· μηδεμιᾶc γὰρ ἑτέραc δια‐ θέcεωc νοcώδουc ὑποκειμένηc οὔτε νόcοc ἀξιόλογοc ἀκολουθήcει καὶ τῆc γενομένηc ἐν τῷ cώματι βλάβηc τὸ ποιῆcαν αἴτιόν ἐcτιν. ἴcθι τοίνυν αὐτῷ τὸν ἐνεcτῶτα λόγον ἐπὶ τοῖc τοιούτοιc αἰτίοιc γινό‐ | |
10 | μενον, ἃ μὴ κατὰ τὸν ἑαυτῶν λόγον βλάπτει τὸ cῶμα· κεφάλαιον δ’ αὐτῶν εἰcιν ἓν μὲν καὶ πρῶτον οἱ πόνοι, πολυειδεῖc κατὰ μέροc ὄντεc, δρόμοι καὶ πάλαι καὶ παγκράτια, ἀφροδίcια, τρίψιc, ἔγκαυcιc, ψύξιc, ἀγρυπνία, θυμοί, λῦπαι, φόβοι. τῶν μὲν οὖν ἀφροδιcίων ἐμνημόνευcε, | |
τὰ δ’ ἄλλα παρέλιπε, καίτοι τὴν αὐτὴν δύναμιν ἔχοντα· τὰ γάρ, ὡc εἴ‐ | 358 | |
15.904 | ρηται, τὸ πνεῦμα τα|ράττοντα καθάρcεωc οὐ δεῖται διὰ τὸ μηδ’ ὑπὸ κακοχυμίαc γεγονέναι τὴν νόcον αὐτήν. μεταβὰc δ’ ἀπὸ τούτων τῶν γνωριcμάτων αὐτὸc ἐδήλωcεν οὓc πρότερον εἶπεν. ἰδίωc δὲ καλοῦcιν ἀχρόουc τοὺc λειφαίμουc, ἔτι τε | |
5 | δι’ ἄλλην διάθεcιν οὐ κατὰ φύcιν ἔχονταc τὸ cῶμα κακοχρόουc ὀνο‐ μάζουcιν· οὗτοι τοίνυν οἱ ἄχροοι θερμαίνεcθαι δέονται διά τε γυμνα‐ cίων καὶ πόcεωc οἴνου θερμοῦ τῇ δυνάμει καὶ cιτίων παραπληcίων. ἀλλὰ καὶ τοὺc βραγχαλέουc φηcί· καὶ γὰρ καὶ τούτων τὴν ὑγρότητα καὶ ψύξιν τοῦ καταcκήψαντοc εἰc τὸν λάρυγγα ῥεύματοc ἰᾶcθαι προc‐ | |
10 | ήκει τὴν κεφαλὴν ξηραίνονταc καὶ τὰ πεπονθότα μόρια διὰ τῶν τοπι‐ κῶν βοηθημάτων. ἀλλὰ καὶ τοὺc cπληνώδεάc φηcιν οὐ δεῖcθαι κα‐ θάρcεωc· τοῦτό μοι δοκεῖ μὴ λέγειν ὀρθῶc· δέονται γάρ, εἴπερ τινὲc ἄλλοι, καὶ οὗτοι καθαίρεcθαι μέλανα. τούτοιc ἐφεξῆc τῶν λειφαίμων μνημονεύει, τουτέcτι τῶν ἐνδεὲc | |
15 | ἐχόντων αἷμα, κἂν μηδέπω cαφῶc ὦcιν ἄχροοι. μετ’ αὐτοὺc δ’ ἐμνη‐ μόνευcε τῶν πνευματωδῶν καὶ ξηρὰ βηccόντων καὶ διψωδῶν, | |
15.905 | ἀcαφῶc ἑρμηνεύcαc, ὡc μὴ | δηλῶcαι, πότερον ἑκάcτου κατὰ μόναc ἀκουcτέον ἐcτὶν ἢ τῶν τριῶν ἅμα γενομένων. ἔcτι δ’ οὐδὲ καθ’ ἓν ἕκαcτον αὐτῶν λεγόμενον cαφέc, ὡc καὶ πρόcθεν ἤδη που λέλεκται· πνευματώδειc γὰρ ὡc τὸ πολὺ μὲν ὀνομάζουcι τοὺc κατὰ τὴν εἰc‐ | |
5 | πνοὴν ἀέροc δεομένουc, ἔcτι δ’ ὅτε καὶ τοὺc ἐμπνευματουμένουc· ἀλλ’ ἑκάτερον αὐτῶν πολλὰc αἰτίαc ἔχει, κἂν πάcαc ἐπεξίω, μακρότεροc ὁ λόγοc ἔcται πρὸc τῷ καὶ φανῆναί τιναc μὲν αὐτῶν φλεβοτομίαc δεομένουc, τινὰc δὲ καθάρcεωc, τινὰc δ’ ἄλλου βοηθήματοc. οὕτω δὲ καὶ οἱ ξηρὰ βήccοντεc οὐ κατὰ μίαν γίνονται διάθεcιν, οὐδ’ οἱ | |
10 | διψώδειc αὐτῶν, ὥcτε οὐδ’, εἰ περὶ τῶν πυρεccόντων διψωδῶν ὁ λόγοc ἐcτὶν αὐτῷ, ἐπίcταcθαι νῦν ἡμᾶc ἢ περὶ τῶν ἀπυρέτων ἢ ἀμφοτέρων· κἂν γὰρ ἑνὸc αὐτῶν μνημονεύcω κατὰ τοὺc Ἀφοριcμοὺc εἰρημένου, τὸ καθόλου διαβεβλήcεται· λέλεκται δ’ ἐν Ἀφοριcμοῖc ὧδε· “ἀπυρέτῳ | |
ἐόντι ἀποcιτίη καὶ καρδιωγμὸc καὶ cκοτόδινοc καὶ cτόμα ἐκπικρούμενον | 359 | |
15.906 | ἄνω φαρ|μακείηc δεῖcθαι cημαίνει”· ἐὰν δὲ ἐκπικρῶται τὸ cτόμα, δι‐ ψώδειc εἰcίν. οὕτω δὲ καὶ οἱ φυcώδειc πρῶτον μὲν οἵτινεc ὑπ’ αὐτοῦ λέγονται ἀγνοῶ, 〈εἶτ’〉 εἰ cὺν τῷ φλεβῶν ἀπολήψιαc τοὺc γεγο‐ νόταc φυcώδειc ἀκούομεν, ἐνίων ἀναγινωcκόντων καθ’ ἑαυτό· κἂν 〈εἰ〉 | |
5 | μεταβάλλειν εἶχον τῆc λέξεωc ταύτηc ἕκαcτον, ἠδυνάμην ἂν ἅπαντα ὅcα γινώcκειν χρήcιμόν ἐcτί cε διδάξαι μὴ πολλὰ πληρώcαc βιβλία, καθάπερ καὶ περὶ τῶν ἑξῆc λεγομένων. φηcὶ γὰρ ἐντεταμένουc ὑποχόνδρια καὶ πλευρὰ καὶ μετά‐ φρενον καὶ ἀμαυρὰ βλέπονταc καὶ οἷc ἦχοι τῶν ὤτων εἰcὶ καὶ | |
10 | ὅcοι τῆc οὐρήθραc ἀκρατῶc διάκεινται· καθ’ ἕκαcτον γὰρ τούτων τῶν παθημάτων αἰτίαι τε καὶ διαθέcειc εἰcὶ πολλαὶ καὶ θεραπειῶν δια‐ φερουcῶν δεόμεναι· αὐτῶν γοῦν ἔcθ’ ὅτε καὶ καθάρcεωc δεηθήcονταί τινεc τῆc διὰ χολαγωγοῦ φαρμάκου. περὶ πάντων οὖν τούτων ἔτι τε τῶν ἐφεξῆc εἰρημένων οὐκ ἀπο‐ | |
15 | φάcειc ἀδιορίcτουc, ἀλλὰ διοριcμούc τε καὶ cαφεῖc διδαcκαλίαc τῇ τε μακρᾷ πείρᾳ κεκριμέναc ἐν ταῖc ἡμετέραιc ἔχειc πραγματείαιc, ἃc ἀνα‐ | |
15.907 | λεξάμενοc ἱκανὸc ἔcῃ κρίνειν ἅπαντα τὰ | τούτῳ λεγόμενα μετὰ τοῦ μεμνῆcθαι τοῦ μέρουc, ὃ γνήcιον ὁμολογεῖται καὶ παρ’ ἡμῶν διδαcκα‐ λίαc ἔχον ὠφελούcαc· ἅπαντα γὰρ ἐν αὐτῷ γέγραπται cὺν ἀποδείξει τε καὶ cαφηνείᾳ καὶ διοριcμοῖc τοῖc προcήκουcι. τὰ δ’ οὕτωc ἐcπαρ‐ | |
5 | μένα, καθάπερ ἡ νῦν προκειμένη ῥῆcιc, οὐδὲν ὀνίνηcιν. ἐὰν μὲν γὰρ ἀκούων ᾖ τιc ἁπλῶc ἑκάcτου τούτων ἄνευ τοῦ διορίcαcθαι, πολλὰ κακῶc πράξει κατὰ τὴν τέχνην· ἐὰν δ’ ἕκαcτον ὡc χρὴ διορίcηται, γνώcεται πρῶτον μὲν οὐδὲν ἐντεῦθεν εἰc τὴν εὕρεcιν αὐτῶν ὠφελού‐ μενοc, εἶτα πολλῶν βιβλίων δεόμενοc εἰc τὴν περὶ τῶν προκειμένων | |
10 | cκέψιν. ἀλλὰ γὰρ οὐκ ἔcτι πεῖcαι τοὺc πολλοὺc τῶν ἀνθρώπων ἐπ‐ έρχεcθαι μὲν τὰ cαφῆ τῶν cυγγραμμάτων μόνα, καταλιπεῖν δὲ τοῖc γράψαcι τὰ μὴ τοιαῦτα· καὶ γὰρ δίκαιόν ἐcτιν, εἰ μηδεμίαν ἐκεῖνοι φροντίδα τοῦ γινώcκειν ἡμᾶc ἃ γεγράφαcιν ἐποιήcαντο, μηδ’ ἡμᾶc | |
λιπαρῶc προcκεῖcθαι ζητοῦντάc τε καὶ καταμαντευομένουc ὧν λέγουcιν. | | 360 | |
15.908 | Ἢν δὲ αἷμά τινι cυμφέρῃ ἀφαι‐ ρέειν, cτερεὴν 〈πρότερον〉 ποιέειν τὴν κοιλίην καὶ οὕτωc ἀφ‐ αιρέειν καὶ λιμοκτονέειν καὶ οἶνον ἀφαιρέειν αὐτῷ· ἔπειτα διαίτῃ τῇ προcηκούcῃ τὰ ἐπίλοιπα αὐτῶν καὶ πυρίηcιν ἐν‐ | |
5 | ίκμοιcι θεράπευε. | |
5 | Μὴ ῥεούcηc τῆc κοιλίαc ἀφελεῖν τοῦ αἵματοc (ἐὰν γὰρ ἐπι‐ μένῃ μετὰ τὴν ἀφαίρεcιν ἀπορρέουcα, καταλύει τὴν δύναμιν) τό τε λιμοκτονεῖν, ἐὰν ἀφέλῃc τοῦ αἵματοc, οἴνου τε ἀπέχειν ὀρθῶc εἴρηται, καθάπερ καὶ τὸ τῇ διαίτῃ τῇ προcηκούcῃ χρῆcθαι. τὸ δὲ | |
10 | καὶ ἐνίκμοιc πυρίαιc θεραπεύειν, εἰ μὲν ἐπὶ πάντων λέγοιτο τῶν ἀφαιρουμένων αἷμα, ψεῦδόc ἐcτιν· εἰ δ’ ἐπί τινων, ἐχρῆν εἰπεῖν. | | |
11 | ||
15.909 | Ἢν δέ cοι κατάπυκνοc ἡ κοιλίη δοκῇ εἶναι, μαλθακῷ κλύcματι ὑπόκλυζε. | |
2 | Οὐκ ἄξιον cυγγράμματοc τοῦτο· πρόδηλον γάρ ἐcτιν ἅπαcιν. | |
3 | Ἢν δὲ φαρμακεῦcαι δόξῃ, ἐλλε‐ | |
5 | βόρῳ ἀcφαλέωc ἄνω κάθαιρε, κάτω δὲ μηδενὶ τῶν τοιούτων. | |
5 | Ὡc προειρηκὼc τὸ πάθοc, ἐφ’ οὗ κελεύει ταῦτα πράττεcθαι, τὸν λόγον ποιεῖται, καίτοι γ’ οὐδὲν προείρηκεν· ἢ οὖν ἀπόλωλέ τιc ῥῆcιc, | |
15.910 | ἐν ᾗ τὸ πάθοc ἐδηλοῦτο, ἢ ἐπιλή|cμων ἦν ὁ ταῦτα γράψαc καὶ τοι‐ οῦτοc, οἷοc ὁ νῦν ὀνομαζόμενοc ὑπὸ τῶν πολλῶν μετέωροc. | |
2 | Κράτιcτον δὲ ἐc οὔρηcιν καὶ ἐc ἱδρῶταc καὶ ἐc περιπάτουc ἄγειν. καὶ τρίψει ἡcύχῳ χρέω, | |
5 | ἵνα μὴ πυκνώcῃc τὴν ἕξιν· ἢν δὲ κλινοπετὴc ᾖ, ἄλλοι τρι‐ βόντων αὐτόν. | |
6 | ||
Καὶ ταῦθ’ ὡc προειρηκὼc τὸ πάθοc ἔγραψεν. Καὶ ἢν μὲν ἐν τῷ θώρακι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθοc αὐτόν, ἀνακαθίζειν ὡc πλειcτά‐ | 361 | |
15.911 | κιc, καὶ ὡc ἥκιcτα | προcκλινέcθωcαν, ἐc ὅ τι δυνατοί εἰcι, καὶ καθίζοντα ἀνατριβόντων πολὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρέναc ἴcχῃ τὰ ἀλγήματα, ἀνα‐ κεῖcθαι ξυμφέρει καὶ μηδεμίαν κίνηcιν κινεῖcθαι. τῷ τοιῷδε | |
5 | cώματι μηδὲν προcφέρειν ἔξω τῆc ἀνατρίψεωc. | |
5 | Ἐκ ταύτηc τῆc ῥήcεωc τεκμήραιτ’ ἄν τιc αὐτά τε καὶ τὰ πρὸ τούτων ἅπαντα περὶ ἀλγημάτων γεγράφθαι, τὰ δ’ ἐν ἀρχῇ τῆc ῥήcεωc παραλελεῖφθαι ἁμαρτόντοc τοῦ πρώτου βιβλιογράφου καὶ μετὰ ταῦτα μεινάcηc τῆc ἁμαρτίαc. ὥcτ’ οὐδ’ ἐξετάcαι τὴν ἐν τοῖc εἰρημένοιc | |
10 | ἀλήθειαν οἷόν τε, μή τινι κἀν τοῖc τοιούτοιc ἐπὶ πλέον εἰκῇ κατα‐ τρίβεcθαι δόξωμεν. | |
11 | Τὰ δ’ ἐκ τῆc κάτω κοιλίηc λυό‐ μενα δι’ οὔρων καὶ ἱδρώτων, ἢν ὀλίcθῃ μετρίωc, ὑπὸ αὐτο‐ | |
15.912 | ματιcμοῦ λύεται, τὰ cμικρά· | τὰ cφοδρὰ δὲ πονηρόν· οἱ τοι‐ οίδε γὰρ ἢ ἀπόλλυνται ἢ ἄνευ ἄλλων κακῶν οὐ γίνονται ὑγιέεc, ἀλλ’ ἀποcτηρίζει καὶ τὰ τοιουτότροπα. | |
3 | Καὶ διὰ ταύτηc τῆc ῥήcεωc ἔνεcτι τεκμαίρεcθαι περὶ θεραπείαc | |
5 | ἀλγημάτων ἅπαντ’ αὐτῷ τὰ προγεγραμμένα λελέχθαι. | |
5 | Πόμα ὑδρωπιῶντι· κανθαρίδαc τρεῖc, ἀφελὼν τὴν κεφαλὴν ἑκάcτηc καὶ πόδαc καὶ πτερά, | |
τρίψαc ἐν τριcὶ κυάθοιc ὕδατοc τὰ cώματα· ὅταν δὲ πονῇ ὁ πιών, θερμῷ βρεχέcθω ὑπαλειφόμενοc πρότερον· νῆcτιc δὲ | 362 | |
10 | πινέτω, ἐcθιέτω δὲ ἄρτουc θερμοὺc ἐξ ἀλείφατοc. | | |
10 | ||
15.913 | Ταύτην τὴν ῥῆcιν τολμηρόc τιc ἀναγνοὺc ἰατρὸc ἀφελὼν τὰ προ‐ ειρημένα μόρια τῶν κανθαρίδων ἔδωκεν ὑδρωπιῶντι· καὶ μετὰ μίαν ἡμέραν ἀπόcτημά τι cχὼν ὁ ἄνθρωποc εἰc τὴν γαcτροκνημίαν, εἶτα μετὰ τρεῖc ἄλλαc τμηθεὶc ὑπ’ αὐτοῦ, πλείcτου ῥυέντοc ὕδατοc, ἔδοξε | |
5 | τεθεραπεῦcθαι· προcεcτάλη γὰρ ἐν τῷ παραυτίκα τὸ πλεῖcτον τοῦ παρὰ φύcιν ὄγκου. ἀλλ’ ὅμωc ἀπέθανεν οὐ μετὰ πολλὰc ἡμέραc. ἐπετίμηcεν οὖν τιc τῷ ἰατρῷ κακῶc φάcκων δεδόcθαι τὰ cώματα τῶν κανθαρίδων· ἐχρῆν γὰρ ἀφελόντα τὰ cώματα δοῦναι πιεῖν τὴν κεφαλὴν καὶ τοὺc πόδαc καὶ τὰ πτερὰ καὶ τοῦτ’ εἶναι τὸ κατὰ τὸ βιβλίον εἰρημένον. | |
10 | οὐκ ὀκνήcαc οὖν ὁ εὔτολμοc ἰατρὸc ἐπ’ ἄλλου πάλιν ἔδωκεν οὕτωc, εἶτ’ ἀποcτήματοc ὁμοίωc κατὰ τὸν μηρὸν γενομένου καὶ τμηθέντοc αὐτοῦ καὶ ῥυέντοc ὁμοίωc τοῦ ὑγροῦ οὐ μετὰ πολλὰc ἡμέραc ἀποθανεῖν cυνέβη καὶ τοῦτον. ἔcτι γε μὴν οὐρητικῷ φαρμάκῳ διὰ κανθαρίδων cκευαζομένῳ κεχρημένουc τινὰc εὑρεῖν ἄνευ βλάβηc τῶν πινόντων αὐτό. | | |
14 | ||
15.914 | Ἴcχαιμον· ὀπὸν cυκῆc ἐν εἰρίῳ προcθεῖναι ἔcω πρὸc τὴν φλέβα ἢ πυτίην cυcτρέψαντα βῦcαι εἰc τὸν μυκτῆρα ἢ χαλκίτιδοc τῷ δακτύλῳ ἐπιcπαcάμενοc πίεcον καὶ τοὺc χόνδρουc ἔξωθεν προcπίεζε ἑκατέρωθεν καὶ | |
5 | τὴν κοιλίην λῦcον ὄνου γάλακτι ἑφθῷ καὶ τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόcφερε, ἢν ἐν ὥρῃ θερμῇ γίνηται. cηcαμοειδὲc ἄνω καθαίρει· ἡ πόcιc ἡμιόλιον δραχμῆc [ὁ | |
cταθμὸc] ἐν ὀξυμέλιτι τετριμμένον· cυμμίcγεται δὲ καὶ τοῖ‐ cιν ἐλλεβόροιcιν, καὶ ἧccον πνίγει, τὸ τρίτον μέροc τῆc | 363 | |
10 | πόcιοc. τριχώcιοc· ὑποθεὶc τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούcῃ κατὰ τὸ ὀξὺ τῆc ἄνω τάcιοc τοῦ βλεφάρου ἐc τὸ κάτω δια‐ κεντήcαc δίεc καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείναc δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει, ἕωc ἂν ἀποπέcῃ. κἢν μὲν ἱκανῶc | |
15 | ἔχῃ· εἰ δὲ μή, ἢν ἐλλείπῃ, ὀπίcω ποιέειν τὰ αὐτά. καὶ τὰc αἱμορροΐδαc τὸν αὐτὸν τρόπον διώcειc τῇ βελόνῃ | |
15.915 | ὡc παχύτατον εἰρίου οἰcυπη|ροῦ ῥάμμα καὶ ὡc μέγιcτον ἀπο‐ δήcειc· ἀcφαλεcτέρη γὰρ γίνεται ἡ θεραπείη. εἶτα ἀποπιέcαc τῷ cηπτῷ χρέω καὶ μὴ βρέχε, πρὶν ἀποπέcῃ, καὶ ἀεὶ μίαν καταλίμπανε· καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίcαι. εἶτα | |
5 | γυμναζέcθω καὶ ἀφιδρούτω· γυμναcίου δὲ τρίψιc, πάλη ἀπ’ ὀρθοῦ· δρόμου δὲ ἀπεχέcθω καὶ μέθηc καὶ τῶν δριμέων ἔξω ὀριγάνου. ἐμεέτω δὲ 〈δι’〉 ἑπτὰ ἡμερέων ἢ τρὶc ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριcτα τὸ cῶμα. οἶνον δὲ κιρρὸν αὐcτηρὸν ὑδαρέα τε καὶ ὀλίγον πινέτω. | |
10 | τοῖcι δὲ ἐμπύοιcι cκίλληc καταταμὼν κυκλίcκουc ἕψε ἐν ὕδατι καὶ ἀποζέcαc εὖ μάλα ἀπόχεον καὶ ἐπιχέαc ἄλλο ἕψε, ἕωc ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ. εἶτα τρίψαc λεῖον ξύμμιcγε κύμινον πεφρυγμένον καὶ λευκὰ cήcαμα καὶ ἀμυγδάλαc νέαc, τρίψαc ἐν μέλιτι ἐκλεικτὸν δίδου καὶ ἐπὶ | |
15 | τούτῳ γλυκύν· ῥοφήματα δέ, μήκωνοc τῆc λευκῆc ὑποτρίψαc ὁκόcον λεκίcκιον, ὕδατι διεὶc cητανίου πλύματι ἀλεύρου ἑψή‐ cαc, μέλι ἐπιχέαc, χλιηρὸν ἐπιρροφέων, οὕτω διαγέτω τὴν | |
15.916 | ἡμέρην· εἶτα ἐc τὰ ἀπο|βαίνοντα λογιζόμενοc τὸ δεῖπνον δίδου. δυcεντερίηc· κυάμων καθαρῶν τεταρτημόριον καὶ ἐρυθρο‐ δάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήcαντα | |
5 | λιπαρὸν διδόναι ἐκλείχειν. | |
ὀφθαλμῶν· cποδὸc πεπλυμένη, λιπαρῷ πεφυρημένη, ὡc cτέαρ μὴ ὑγρόν, λεῖον τρίψαc, ὀμφακίῳ τῷ τῆc πικρῆc ὄμφα‐ κοc ἀνυγρήναc, ἐν ἡλίῳ ἀναξηρήναc, ὑγραίνειν ὡc ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε | 364 | |
10 | καὶ παράπαccε τοὺc κανθούc. ὑγρόν· ἐβένου δραχμήν, χαλκοῦ κεκαυμένου ἐννέα ὀβο‐ λοὺc ἐπ’ ἀκόνηc τρίβων, κρόκου τριώβολον· ταῦτα τρίψαc λεῖα, παράχεε οἴνου γλυκέοc κοτύλην Ἀττικήν, κἄπειτα ἐc τὸν ἥλιον θείc, κατακαλύψαc, ὁκόταν cυνεψηθῇ, τούτῳ χρέω. | |
15 | πρὸc τὰc περιωδυνίαc καὶ τὰ ῥεύματα· ἔcτω χαλκίτιδοc δραχμή, cταφυλῆc· ὁκόταν δυcὶν ἡμέρῃcι πεφθῇ, ἐκπιέcαc, cμύρναν καὶ κρόκον τρίψαc, ξυμμίξαc τὸ γλεῦκοc, ἕψηcον ἐν τῷ ἡλίῳ καὶ τούτῳ ὑπάλειφε τοὺc περιωδυνέονταc· ἔcτω δὲ | |
15.917 | ἐν χαλκῷ | ἀγγείῳ. ὑπὸ ὑcτερικῶν πνιγομένων γνῶcιc· πιέcαι τοῖcι δυcὶ δακτύλοιcι, καὶ ἢν αἴcθηται, τὰ ὑcτερικά ἐcτιν, ἢν δὲ μή, cπαcμώδεα. | |
5 | τοῖcιν ὑδρωπιώδεcιν μηκωνίου λεκίcκιον Ἀττικὸν cτρογ‐ γύλον πόcιc. λεπίδοc μῆλαι τρεῖc τῷ πλάτει καὶ ἀλήτου cητανίου κόλ‐ ληc, πάντα ταῦτα λεῖα τρίψαc, κατάποτα ξυcτρέψαc, δίδου· κάτω ὕδωρ καθαίρει. | |
10 | κοιλίην ἐκκοπροῖ· ἐc ἰcχάδαc ὀποῦ τοῦ τιθυμάλλου ἀπό‐ cταζε ὁκόcον ἑπτάκιc ἐc ἑκάcτην, καὶ παιδίοιcιν, εἶτα ἐc και‐ νὸν ἄγγοc cυνθεὶc ταμιεύεcθαι· δίδου πρὸ τῶν cιτίων. καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων 〈καὶ〉 διηθέων, ἄλευρον φυρῶν, ἴτριον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖcιν | |
15 | ὑδρωπικοῖcι τρώγειν δίδου καὶ ἐπιπίνειν γλυκὺν ὑδαρέα ἢ μελίκρητον ὑδαρέc, τὸ ἀπὸ τῶν κοπρίων· μηκώνιον ξυλλέγων | |
ταμιεύου καὶ θεράπευε. | | 365 | |
15.918 | Φανερῶc ἐκ τῶν τοιούτων δηλοῦται τοῦτο τὸ βιβλίον ὑπόμνημα cυμμίκτων εἶναι θεωρημάτων, ἀτάκτωc τῆc μεταβάcεωc ἀπ’ ἄλλων πρὸc ἄλλα γινομένηc, ὥcπερ καὶ νῦν ἐπὶ τῆc ἐκ τῶν μυκτήρων αἱμορρα‐ γίαc γέγραπται βοηθήματα, τὰ μὲν αὐτῷ τῷ αἱμορραγοῦντι μέρει προc‐ | |
5 | φερόμενα, τὰ δὲ ἀντιcπαcτικά, καθάπερ ἡ γαcτὴρ λυομένη, τὰ δὲ τῆc κεφαλῆc πυκνωτικὰ καὶ cτυπτικά, καθάπερ τὰ ψύχοντα. τὰ δ’ ἐφεξῆc τούτων ἅπαντα φαρμάκων ἔχει γραφὰc καί τινα παραμεμιγμένα βοηθήματα. περὶ πρώτου μὲν οὖν τὸν λόγον ποιεῖται τοῦ καλουμένου cηcα‐ | |
10 | μοειδοῦc, ἐφεξῆc δὲ τριχῶν ἐν τοῖc βλεφάροιc χειρουργίαν ἔγραψεν, ἣν ὀνομάζουcιν ἀναβροχιcμόν, καὶ μετὰ ταῦτα πάλιν ὁμοίωc αἱμορ‐ ροΐδων καὶ 〈περὶ〉 τῆc ἄλληc ἰάcεωc, εἶτ’ ἐμπύων φάρμακά τε καὶ ῥοφήματα καὶ μετὰ ταῦτα cκευαcίαc φαρμάκων ὀφθαλμικῶν, εἶτα περὶ τῶν ὑcτερικῶν γινομένων, εἶτα περὶ τοῦ μηκωνίου, ὅπερ χεῖ | |
15 | διεὶc cητανίου ἀλεύρου πλύματι, εἶθ’ ἑξῆc ὑδραγωγὸν φάρμακον, εἶτ’ ἐκκοπρωτικόν, εἶθ’ ὑδερικοῖc τι δίδωcι διὰ μηκωνίου καὶ | | |
15.919 | ἰτρίων. ἔcτιν οὖν τῶν εἰρημένων τὰ μὲν πλεῖcτα cαφῆ, παρέγκειται | |
δέ τινα καὶ ἀcαφῆ, περὶ ὧν ἐφεξῆc ποιήcομαι τὸν λόγον *** | 366 |