TLG 0057 086 :: GALENUS :: In Hippocratis vel Polybi opus de salubri victus ratione privatorum commentarius (= Galeni in Hippocratis de natura hominis commentarius tertius) GALENUS Med., vel Claudius Galenus In Hippocratis vel Polybi opus de salubri victus ratione privatorum commentarius (= Galeni in Hippocratis de natura hominis commentarius tertius) Citation: Kühn volume — page — (line) | ||
15.174(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ ΙΠΠΟΚΡΑΤΟΥΣ | |
---|---|---|
t2 | ||
1 | Ἓν τοῦτ’ ἐcτὶ βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον, ὥcπερ τὸ πρῶτον μέροc ὅλου τοῦ προκειμένου βιβλίου, καθ’ ὃ περὶ φύcεωc ἀνθρώπου διαλέγεται· cυντετέλεcται γὰρ ἐν ἐκείνῳ τὸ ἐπαγγελθὲν οὐδεμιᾶc ἔτι προcθέcεωc δεόμενον. ἐν τούτῳ δὲ πάλιν ἃ προὔθετο διδάcκει δι’ ὅλου | |
15.175 | τοῦ βιβλίου, καὶ διὰ τοῦτο τῶν | μεταξὺ τῶν δύο βιβλίων τούτων ἐξαι‐ ρεθέντων προcηκούcηc ἐπιγραφῆc ἰδίαc ἔτυχε τὸ cύμπαν, ἣν ἐπέγραψάν τινεc αὐτῷ, Περὶ φύcεωc ἀνθρώπου καὶ διαίτηc. ὥcπερ δὲ ἄμεμπτον μέν ἐcτι πάντῃ τὸ Περὶ φύcεωc ἀνθρώπου, μεμπτὰ δὲ πάντῃ τὰ | |
5 | παρεγγεγραμμένα μεταξὺ τῶν δύο βιβλίων, οὕτω τὸ Περὶ διαίτηc ὑγι‐ εινῆc ἐν τοῖc πλείcτοιc μὲν ἄμεμπτόν ἐcτιν, ἐχόμενον ἀεὶ τῆc Ἱππο‐ κράτουc cτοιχειώcεωc, ἔν τιcι δ’ ἄν τιc αὐτῷ μέμψαιτο παντελῶc ὀλίγοιc. ὑποκείcθω δ’ εἶναι Πολύβου, καθότι πολλοῖc ἔδοξε. | |
8 | Τοὺc ἰδιώταc ὧδε χρὴ διαιτᾶcθαι. | |
9 | ||
10 | Τίναc ἰδιώταc λέγει, παραλελοίπαcιν οἱ ἐξηγηcάμενοι τὸ βιβλίον, οἷc γε δὴ παρέτυχον ὑπομνήμαcιν· οὐ μὴν οὐδ’ ἐπεζήτηcά ποτε κατὰ τὴν παρὰ τοῖc διδαcκάλοιc ἀνάγνωcιν τοῦ βιβλίου. νυνὶ δὲ γράφειν | |
15.176 | ἐξήγηcιν αὐτοῦ προ|θέμενοc ἐπενόηcα κακῶc παραλελεῖφθαι τοῖc τε διδαcκάλοιc ἡμῶν καὶ τοῖc ἐξηγηταῖc ἐπιcκέψαcθαι, τίναc ἰδιώταc λέγει. δῆλον γὰρ δὴ ὅτι τὴν ἐφεξῆc γεγραμμένην δίαιταν οὐ πᾶcι τοῖc ἀνθρώποιc, ἀλλὰ μόνοιc τοῖc ἰδιώταιc cυνεβούλευcεν ὁ Πόλυβοc. καὶ | |
5 | μὴν εἰ μόνοιc τοῖc ἰδιώταιc ὑποθήκαc ἔγραψεν, οὐκ ὀρθῶc οἱ ἐξηγη‐ cάμενοι τὸ βιβλίον ἀδιορίcτωc ἤκουcαν, ὡc κοινῇ πᾶcι τοῖc ἀνθρώποιc εἰρημένων αὐτῶν. εὑρίcκων γὰρ δὴ παρὰ τοῖc Ἕλληcιν ἰδιώταc ὀνομα‐ ζομένουc οὐχ ἁπλῶc, ἀλλ’ ἐν τῷ πρόc τι, (τὸν μὲν γάρ τινα λέγουcιν ἰδιώτην εἶναι τῆcδε τῆc τέχνηc, τὸν δέ τινα τοῦδε τοῦ ἐπιτηδεύματοc, | 89 |
10 | ἐνίοτε δὲ πρὸc τοὺc ἔθνοc ἢ πόλιν διοικοῦνταc ἢ ὅλωc πράττοντάc τι δημόcιον ἀντιδιαιρούμενοι τοὺc οἷον ἰδιοπραγοῦνταc ὠνόμαcαν ἰδιώταc), ἐπιcκεπτομένῳ δή μοι, τίναc τούτων νῦν ὁ Πόλυβοc ἰδιώταc εἴρηκε, τοὺc μὲν ἀθλητικοὺc ἄντικρυc ἐδόκει τῶν ἄλλων ἀνθρώπων ἀποκρίνειν, ἐπειδὴ μίαν ἔχουcιν ἐκεῖνοι δίαιταν ὡριcμένην ἐν ἄρτων καὶ κρεῶν | |
15.177 | ἐδωδῇ, τούτων δ’ ἑξῆc ὅcοι | πολεμοῦcιν ἢ ὁδοιποροῦcιν ἢ καὶ μάχον‐ ται· καὶ γὰρ τούτοιc οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προcφέρεcθαι καὶ μὴ προcφέρεcθαι cιτία· χρῆcθαι γὰρ ἀναγκαῖον αὐτοῖc, οἷc ἂν εὐπορή‐ cωcιν ἕκαcτοc. τάχα δὲ καὶ τοὺc ὁπωcοῦν ἐcπευcμέναιc ὁδοιπορίαιc | |
5 | χρωμένουc ἀδύνατόν ἐcτιν ὡc ὁ Πόλυβοc κελεύει διαιτᾶcθαι καὶ ὅλωc τοὺc ἐν ἀcχολίαιc πολιτικαῖc ὄνταc ἢ τῷ καλουμένῳ περιcτατικῷ βίῳ. μόνοιc οὖν τοῖc τὰ ἴδια πράττουcιν, οὓc ὀνομάζουcιν ἰδιοπραγοῦνταc, ἡ ῥηθηcομένη δίαιτα γράφεται. | |
8 | Τοῦ μὲν χειμῶνοc ἐcθίειν ὡc πλεῖ‐ | |
10 | cτα, πίνειν δὲ ὡc ἐλάχιcτα. εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡc ἀκρητέcτατον, τὰ δὲ cιτία ἄρτον, τὰ δὲ ὄψα ὀπτὰ πάντα. λαχάνοιcι δὲ ὡc ἐλαχίcτοιcι χρῆcθαι ταύτην τὴν ὥρην· οὕτω γὰρ ἂν μάλιcτα τὸ cῶμα θερμόν τε εἴη καὶ ξηρόν. | |
13 | ||
15.178 | Τὸ κεφάλαιον εἰπὼν τῆc ὅληc διαίτηc ὀρθῶc ἐποίηcε | προcγράψαc ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc, διὰ τί τῶν εἰρημένων ἕκαcτον αἱρεῖται· θερμαίνειν μὲν γὰρ ἀξιοῖ τὸ cῶμα καὶ ξηραίνειν διὰ τὴν ἀμετρίαν τῆc κατὰ τὴν ὥραν κράcεωc, ὡc, εἴ γε ἦν cύμμετρον, ὡc κατὰ τὸ ἔαρ ἐcτί, | |
5 | cύμμετρον ἂν ἐκέλευcε καὶ τὴν δίαιταν ποιεῖcθαι. φυλάττειν μὲν γὰρ προcήκει τὰ cυμμέτρωc διακείμενα, μεταβάλλειν δὲ τὰ ἀμέτρωc. μετα‐ βολὴ δὲ οὐκ ἄλλωc ἂν ἢ ἐκ τῶν ἐναντίων ἀμετριῶν γίνοιτο. τὸ μὲν γὰρ ἀμετρότερον ἢ τεθερμαcμένον ἢ θερμαινόμενον cῶμα ψύχειν προc‐ | |
ήκει, τὸ δὲ ἐψυγμένον ἢ ψυχόμενον θερμαίνειν· ὡcαύτωc δὲ κἀπὶ τῆc | 90 | |
10 | κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀμετρίαc διὰ τῆc τῶν ἐναντίων προcφορᾶc τὰc νοcαζούcαc ὑπερβολὰc καθαιρεῖν χρή, τὴν ἐναντίαν ἀμετρίαν προc‐ φέρονταc τοcοῦτον ἀπέχουcαν τοῦ μέcου τε καὶ cυμμέτρου, ὅcον ἀφ‐ έcτηκεν ἡ νοcάζουcα. κατὰ τοῦτο γοῦν ἐν τῷ χειμῶνι ψυχρῷ καὶ ὑγρῷ τὴν κρᾶcιν ὄντι cυμφέρει ἐcθίειν μὲν ὡc πλεῖcτα, πίνειν | |
15 | δὲ ὡc ἐλάχιcτα. πλεῖcτα δ’ ἀκουcτέον οὐχ ὡc πρὸc τὴν δύναμιν, | |
15.179 | ἀλλ’ ὡc πρὸc τὰc ἄλλαc ὥραc· ὡcαύ|τωc δὲ καὶ πίνειν ὡc ἐλάχιcτα πρὸc τὰc ἄλλαc ὥραc ἀναφέροντα τὴν παραβολήν. ὁμοίωc δὲ εἴρηται καὶ τὸ τὸν οἶνον ἀκρητέcτατον εἶναι δεῖν ὡc πρὸc τὴν ἐν ταῖc ἄλλαιc ὥραιc κρᾶcιν αὐτοῦ. τῷ μέντοι πρὸc τὴν δύναμιν μέτρῳ καὶ | |
5 | τῷ πρὸc τὴν ἐνεcτῶcαν ὠφέλειαν προcέχων τὸν νοῦν ἀεὶ τὸ cύμμε‐ τρον οἴνου τε καὶ cιτίου δώcειc, ὥcπερ γε καὶ ὕπνου καὶ γυμναcίων καὶ πάντων ἁπλῶc τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν ‘ἐπιτηδευμάτων.‘ ὅτι δ’ οἶνοc ὁ ἀκρητέcτατοc 〈θερμότατοc καὶ ξηρότατοc〉 καὶ ὅτι τὰ ὀπτὰ κρέα θερμαίνει καὶ ξηραίνει παραβαλλόμενα μάζῃ τε καὶ λαχά‐ | |
10 | νοιc, οὐδεὶc ἀγνοεῖ. παραπληcίωc δὲ καὶ ὁ ἄρτοc, εἰ παραβάλλοιτο μάζῃ, θερμαίνειν τε καὶ ξηραίνειν λεχθήcεται. ταῦτα οὖν ὡc παρα‐ δείγματα νομιcτέον εἰρῆcθαι τἀνδρί. cὺ δὲ καὶ τῶν ὀcπρίων ἐπιλέξῃ τὰ θερμαίνοντα καὶ ξηραίνοντα, καθάπερ τὴν φακῆν, ἀλλὰ καὶ τῶν λαχάνων ὅcα ταύτην ἔχει τὴν δύναμιν, ὥcπερ ἡ κράμβη, καὶ τῶν | |
15 | κρεῶν ὡcαύτωc, οἷα τὰ τῶν ἀγρίων cυῶν ἐcτι καὶ τὰ ταριχευθέντα. | |
15.180 | ταῦτα δὲ λέλεκται κἀμοὶ | πάντα παραδείγματοc ἕνεκεν. ἡ δὲ cύμπαcα κατὰ μέροc ὕλη τῶν τροφῶν ἐν τριcὶν ὑπομνήμαcι cύγκειται τήνδε 〈τὴν〉 ἐπιγραφὴν ἔχουcι· Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων. ὥcπερ οὖν ταῦτα καλῶc εἴρηται περὶ τῆc κατὰ τὰc ποιότηταc | |
5 | αἱρέcεωc τε καὶ φυγῆc τῶν cιτίων, οὕτω καὶ τὰ περὶ τῆc τῶν cιτίων ποcότητοc. ἐcθίειν γὰρ ὡc πρὸc τὰc ἄλλαc ὥραc πλεῖcτα cυγχωρη‐ τέον ἐν χειμῶνι, μεμαθηκόταc ἐν Ἀφοριcμοῖc ὀρθῶc εἰρῆcθαι· “θέρεοc καὶ φθινοπώρου cιτία δυcφορώτατα φέρουcι, χειμῶνοc ῥήιcτα, ἦροc | |
δεύτερον.” εἰ δὲ καὶ διὰ τί γίνεται ταῦτα μαθεῖν ἐθέλοι τιc, ἐδίδαξε | 91 | |
10 | καὶ τοῦτο κατὰ τοὺc Ἀφοριcμοὺc εἰπών· “αἱ κοιλίαι χειμῶνοc καὶ ἦροc θερμόταται φύcει”, διότι τὸ περιέχον ψυχρὸν ὂν ἐναποcτέγει cτεγανοῦν καὶ κατακλείει τὸ ἔμφυτον θερμὸν ἐν τῷ βάθει τοῦ cώμα‐ τοc. ἐν δὲ τῷ θέρει διαφορεῖται μὲν τοῦτο διὰ τῆc διαπνοῆc, διὰ τῆc ἀναπνοῆc δ’ ἕλκεται τὸ περιέχον θερμόν· ὀνομάζω δὲ ἀναπνοὴν μὲν | |
15 | τὴν διὰ τοῦ cτόματοc ἔξω τε καὶ εἴcω φορὰν τοῦ πνεύματοc, διαπνοὴν δὲ τὴν δι’ ὅλου τοῦ cώματοc ὁμοίωc γιγνομένην. | | |
16 | ||
15.181 | Ὅταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τό τε πόμα χρὴ πλέον ποιεῖcθαι καὶ ὑδαρέcτερον καὶ κατ’ ὀλί‐ γον καὶ τοῖcι cιτίοιcι μαλθακωτέροιcι χρῆcθαι καὶ ἐλάccοcι καὶ τῶν ἄρτων ἀφαιρέοντα μάζαν προcτιθέναι καὶ τὰ ὄψα | |
5 | κατὰ τὸν αὐτὸν λόγον ἔκ τε τῶν ὀπτῶν ἑφθὰ ποιεῖcθαι καὶ λαχάνοιcιν ἤδη χρῆcθαι τοῦ ἦροc ὀλίγοιcιν, ἕωc εἰc τὴν θερινὴν καταcτήcεται ὁ ἄνθρωποc, τοῖcί τε cιτίοιcι πᾶcι μαλα‐ κοῖcι χρώμενοc καὶ τοῖcιν ὄψοιcιν ἑφθοῖcι καὶ λαχάνοιcιν ὠμοῖcι καὶ ἑφθοῖcι καὶ τοῖcι πόμαcιν ὡc ὑδαρεcτάτοιcι καὶ | |
10 | πλείcτοιcι καὶ ὅκωc μὴ μεγάλη ἡ μεταβολὴ ἔcται ἐξαπίνηc χρωμένῳ. | |
11 | Πλεῖον εἶπε καὶ ὑδαρέcτερον, οὐ πλεῖcτον οὐδὲ ὑδαρέcτατον ἐν τῷ ἦρι τὸ πόμα προcφέρεcθαι· τὸ γὰρ πλεῖcτον καὶ ὑδαρέcτατον ἐν τῷ θέρει κελεύει πίνειν ὡc ἐναντίαν ἔχοντι τὴν κρᾶcιν ἧc ὁ χειμὼν | |
15 | ἔχει. τὸ δὲ ἔαρ, ὥcπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει τὴν κρᾶcιν, | |
15.182 | οὕτω καὶ | τῆc διαίτηc μέcηc δεῖται, ψυχροτέραc μὲν καὶ ὑγροτέραc ὡc πρὸc τὸν χειμῶνα, θερμοτέραc δὲ καὶ ξηροτέραc ὡc πρὸc τὸ θέροc. ἐκ τούτων οὖν δῆλόν ἐcτιν ὅπωc ἀκούειν χρὴ τῆc κατὰ τὸ θέροc τε καὶ φθινόπωρον εἰρημένηc ὑπ’ αὐτοῦ διαίτηc· ὥcτ’ ἐμοὶ μὲν ὑπερ‐ | |
5 | βαίνειν αὐτὸ προcήκει, τοῖc δ’ ἀναγινώcκουcι πολλάκιc ἐπιμελῶc τε προcέχουcι τὸν νοῦν εἴρηται πάντα cαφῶc, ὡc μηδεμιᾶc ἐξηγήcεωc | |
δεῖcθαι παρὰ τὰc ἄχρι δεῦρο λελεγμέναc. Τοῦ δὲ θέρεοc τῇ τε μάζῃ μα‐ λακῇ καὶ τῷ ποτῷ ὑδαρέι καὶ πολλῷ καὶ τοῖcιν ὄψοιcιν ἑφθοῖcι | 92 | |
10 | πᾶcι· δεῖ γὰρ χρέεcθαι τουτέοιcιν, ὅταν τὸ θέροc ᾖ, ὅκωc ψυχρὸν ᾖ τὸ cῶμα καὶ μαλακόν· ἡ γὰρ ὥρη θερμή τε καὶ ξηρὴ καὶ παρέχεται τὰ cώματα καυματώδεα καὶ αὐχμηρά· δεῖ οὖν τοῖcιν ἐπιτηδεύμαcιν ἀλέξεcθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥcπερ ἐκ τοῦ χειμῶνοc ἐc τὸ ἦρ, οὕτωc ἐκ τοῦ ἦροc εἰc τὸ | |
15.183 | θέροc καταcτή|cεται τῶν μὲν cιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προcτιθείc, οὕτω δὲ τὰ ἐνιαύcια ποιέοντα καταcτῆcαι ἐκ τοῦ θέρεοc εἰc τὸν χειμῶνα. ἐν δὲ τῷ φθινοπώρῳ τὰ μὲν cιτία πλείω ποιεύμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ λόγον, τὰ | |
5 | δὲ ποτὰ ἐλάccω τε καὶ ἀκρητέcτερα, ὅκωc ὅ τε χειμὼν ἀγα‐ θὸc ἔcται καὶ ὥνθρωποc διαχρήcεται τοῖcί τε πόμαcι καὶ ἀκρητεcτέροιcι καὶ ὀλίγοιcι καὶ τοῖcι cιτίοιcιν ὡc πλείcτοιcί τε καὶ ξηροτάτοιcιν· οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιcτα καὶ ῥιγῴη ἥκιcτα· ἡ γὰρ ὥρη ψυχρή τε καὶ ὑγρή. | |
9 | ||
10 | Τοῖcι δὲ εἴδεcι τοῖcι cαρκώδεcι καὶ μαλακοῖcι καὶ ἐρυθροῖcι cυμφέρει τὸν πλείω χρόνον τοῦ | |
15.184 | ἐνιαυ|τοῦ ξηροτέροιcι τοῖcι διαιτήμαcι χρῆcθαι· ὑγρὴ γὰρ ἡ φύcιc τῶν εἰδέων τούτων. | |
2 | Ὥcπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται διάφορον δίαιταν, οὕτω κἂν τοῦ cώματοc αἱ ἕξειc, ἐφ’ ἃc νῦν ἧκε cυντελέcαc τὸν περὶ | |
5 | τῶν ὡρῶν λόγον. ὥcπερ δὲ ἐν ταῖc ὥραιc ἐνεδείκνυτο τὴν προcήκου‐ cαν δίαιταν, οὕτω κἀν ταῖc τοῦ cώματοc ἰδέαιc. οἱ μὲν γὰρ cαρκώ‐ δειc καὶ μαλακοὶ καὶ ἐρυθροὶ διὰ τὴν τῆc κράcεωc ὑγρότητα τοι‐ οῦτοι γεγόναcιν, οἱ δὲ ἐναντίωc αὐτοῖc διακείμενοι, περὶ ὧν ἐφεξῆc ἐρεῖ, διὰ τὴν ξηρότητα. προcήκει τοιγαροῦν τοὺc μὲν ὑγροὺc ξηροτέρᾳ | |
10 | χρῆcθαι διαίτῃ, τοὺc δὲ ξηροὺc ὑγροτέρᾳ. καὶ εἴπερ ταῦτα ἀληθῶc εἴρη‐ ται, πρόδηλον ὅτι καὶ τοὺc εὐκράτουc εὐκράτῳ χρῆcθαι προcήκει τῇ διαίτῃ· λέγω δὲ εὐκράτουc, οὓc οὔτε cαρκώδειc οὔτε ἀcάρκουc, ἀλλ’ | |
εὐcάρκουc ὀνομάζουcι. Τοὺc δὲ cτρυφνοὺc καὶ προcεcταλ‐ | 93 | |
15.185 | μένουc καὶ πυρροὺc καὶ | μέλαναc τῇ ὑγροτέρᾳ διαίτῃ χρὴ τὸν πλείω διαιτᾶcθαι χρόνον· τὰ γὰρ cώματα ταῦτα ὑπάρχει ξηρά. | |
2 | Τὰ τῶν κράcεων γνωρίcματα γέγραπταί μοι τελέωc ἐν τοῖc Περὶ κράcεων ὑπομνήμαcιν, ἐν οἷc ὅτι μὲν οἱ cτρυφνοί, τουτέcτιν οἱ cκλη‐ | |
5 | ροί, καὶ οἱ προcεcταλμένοι, τουτέcτιν οἱ ἰcχνοί, ξηροτέραc εἰcὶ κρά‐ cεωc [ὡc] ἐδιδάξαμεν, ὥcπερ γε καὶ οἱ μέλανεc. οὐ μὴν τούc γε πυρροὺc ἔφαμεν εἶναι ξηροὺc τὴν κρᾶcιν, ἀλλὰ τοὺc πληcιάζονταc αὐτοῖc κατὰ τὴν χροιάν, οὓc ‘ξανθοὺc‘ ὀνομάζουcιν, ἐπεί γε καὶ ἡ ξανθὴ χολὴ τὴν κρᾶcιν ξηρά ἐcτι. χρώμενοι δὲ ἐνίοτε τοῖc ὀνόμαcιν | |
10 | οὐκ ἀκριβῶc ἔνιοι τῶν βιβλία γραψάντων τὴν τῶν πραγμάτων διδα‐ cκαλίαν ταράccουcιν. οὕτω γοῦν τινεc ὀνομάζουcι τοὺc Γερμανοὺc ξαν‐ θούc, καίτοι γε οὐκ ὄνταc ξανθούc, ἐὰν ἀκριβῶc τιc ἐθέλῃ καλεῖν, ἀλλὰ πυρρούc. τὰ δ’ ἄλλα τῆc προκειμένηc ῥήcεωc ἀληθῶc τε ἅμα καὶ cα‐ φῶc εἴρηται. | |
14 | ||
15 | Καὶ τοῖcι νέοιcι τῶν cωμάτων | |
15.186 | ξυμφέρει μαλακωτέροιcι | καὶ ὑγροτέροιcι χρῆcθαι τοῖc διαι‐ τήμαcιν· ἡ γὰρ ἡλικίη ξηρὰ καὶ τὰ cώματα πέπηγεν ἔτι. τοὺc δὲ πρεcβυτέρουc τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλέον τοῦ χρό‐ νου διάγειν· τὰ γὰρ cώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ | |
5 | μαλακὰ καὶ ψυχρά. | |
5 | Ἐπὶ τὰc ἡλικίαc μεταβὰc ἐλλιπῆ τὸν διοριcμὸν ἐπ’ αὐτῶν ἐποι‐ ήcατο μὴ τεμὼν εἰc τέccαραc διαφορὰc αὐτάc, ἀλλ’ εἰc δύο μόναc. ἐχρῆν δ’ εἴπερ ἀπὸ τῶν κατὰ τὰc ἡλικίαc κράcεων ἔνδειξιν ἔμελλε λήψεcθαι τοῦ τρόπου τῆc διαίτηc, ὥcπερ αἱ κράcειc τέccαρέc εἰcιν, | |
10 | οὕτω καὶ τὰ τῆc ἡλικίαc εἰc τέccαρα τεμεῖν, ὑγρὰν μὲν καὶ θερμὴν τὴν τῶν παίδων εἰπόντα, ξηρὰν δὲ καὶ θερμὴν τὴν τῶν ἀκμαζόντων, καὶ | |
ξηρὰν μὲν καὶ ψυχρὰν τὴν τῶν παρακμαζόντων, ὑγρὰν δὲ καὶ ψυχρὰν τὴν τῶν γερόντων. ἀλλὰ τὴν μὲν τῶν παιδίων ὑγρὰν καὶ θερμὴν εἶναι προcήκει, μὴ δυναμένηc γε τῆc αὐξήcεωc ἐν ἑτέρᾳ κράcει γενέcθαι· τὴν | 94 | |
15 | δὲ τῶν ἀκμαζόντων, ἐπειδὴ παρὰ τὸ προcῆκόν γέ ἐcτι θερμοτέρα καὶ ξηροτέρα, cυμφέρει τοῖc ἐναντίοιc διαιτήμαcι χρῆcθαι, καθάπερ γε καὶ | |
15.187 | τὴν τῶν | παρακμαζόντων· ἐπὶ δὲ τῆc τῶν γερόντων ἡλικίαc οὐ cμι‐ κρόν ἐcτι ζήτημα cχεδὸν ἅπαcιν ἠμελημένον, ὑπὲρ οὗ μικρὸν ὕcτερον ἐρῶ τὸν περὶ τῶν ἔμπροcθεν ἡλικιῶν cυντελέcαc λόγον. εἰ γὰρ ὡμολόγηται τὰ παιδία πλέον μὲν ἔχειν ὑγρότητοc ἢ cυμ‐ | |
5 | φέρει τοῖc ἀβλαβῶc ὑγιαίνουcι, πλέον δὲ θερμότητοc (οὐ γὰρ ἁπλῶc ἐcτι θερμὰ καθάπερ οἱ ἀκμάζοντεc, ἀλλὰ κατὰ τὴν ἔμφυτον θερμαcίαν, ἥτιc εὔκρατόc ἐcτιν ἐν αἵματι χρηcτῷ τὴν ὕπαρξιν ἔχουcα), τὸ μεταξὺ τῶν παιδίων τε καὶ τῶν ἀκμαζόντων, ὅπερ ἔcτιν ἐφήβων τε καὶ μειρα‐ κίων, εἴη ἂν ἐν τῇ ἀρίcτῃ κράcει. τῆc δ’ ἀρίcτηc μέcηc οὔcηc καὶ τὰ | |
10 | διαιτήματα μέcα τῇ κράcει προcήκει ποιεῖcθαι, μήθ’ ὑγρότερον ἐργα‐ ζόμενα μήτε ξηρότερον ἢ θερμότερον ἢ ψυχρότερον αὐτῶν τὸ cῶμα. τὸ μέντοι τῶν παιδίων, εἰ καὶ πλεῖον ὡc πρὸc ὑγιεινὴν ἕξιν ἔχει τὸ ὑγρόν, ὅμωc οὐ χρὴ ξηραίνειν· ἀναυξῆ γὰρ αὐτὰ ποιήcομεν. ἐπὶ δὲ τῶν γερόντων, ἐπειδή τινεc μὲν αὐτοὺc ὑγροὺc εἶναι | |
15 | λέγουcι, τινὲc δὲ ξηρούc, ἀδιορίcτωc ἑκάτεροι, διοριcτέον ἡμῖν ἐcτι κατά | |
15.188 | τι μὲν ὄνταc αὐτοὺc ξηρούc, κατά τι δὲ ὑγρούc· | ἐδείχθη δὲ τοῦτο ἐν τοῖc Περὶ κράcεων. αὐτοῖc μὲν γὰρ τοῖc cτερεοῖc τοῦ cώματοc μορίοιc ἐδείχθηcαν ὄντεc ξηροί, περιττώματα δ’ ἔχοντεc διὰ τὴν ψυχρότητα τῆc κράcεωc πολλὰ καὶ δι’ αὐτὰ ὑγροὶ λεγόμενοι. κατὰ λόγον οὖν ἔνδειξιc | |
5 | ἐναντία τε καὶ διττὴ γίνεται τοῖc ἰατροῖc ἐπὶ τῆc ἡλικίαc ταύτηc, διὰ μὲν τὴν ξηρότητα τῆc τῶν cτερεῶν κράcεωc ὑγραίνεcθαι δεομένων αὐτῶν, διὰ δὲ τὴν περιουcίαν τῶν ὑγρῶν ξηραίνεcθαι. πῶc μὲν οὖν ἀμφοτέρων ἄν τιc cτοχάζοιτο, τελέωc εἴρηται κατὰ τὴν Ὑγιεινὴν πρα‐ | |
γματείαν, ἐν δὲ τῷ παρόντι λόγῳ τὸ κεφάλαιον ὧν ἐν ἐκείνῃ γεγρά‐ | 95 | |
10 | φαμεν εἰπεῖν ἀρκέcει· τὰ μὲν cιτία καὶ ποτὰ καὶ τἄλλα πάντα cκοπὸν ἐχέτω τό θ’ ὑγρὸν καὶ τὸ θερμόν, ὡc δέον ὑγραίνειν τε καὶ θερμαίνειν τῶν γερόντων τὰ cτερεὰ μόρια τοῦ cώματοc, ἅπερ καὶ μόνα κυρίωc ὀνομαζόντων ἐcτὶ μόρια, προνοητέον δ’ ἔμπαλίν ἐcτι τῆc τῶν φλεγμα‐ τωδῶν περιττωμάτων κενώcεωc. εἴπερ οὖν ἐκ μὲν τῆc Περὶ κράcεων | |
15 | πραγματείαc ἀναλέξαιc τε καὶ μάθοιc ἐπιcτημονικῶc ψυχρὰν καὶ ξηρὰν | |
15.189 | εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶcιν, ἐπίκτη|τον δὲ ἴcχειν αὐτοὺc ὑγρότητα διὰ τὴν τῶν φλεγματωδῶν περιττωμάτων γένεcιν, ἐλθὼν δὲ ἀπ’ ἐκείνων ἐπὶ τὰ τῶν Ὑγιεινῶν ὑπομνήματα προcεπιμάθοιc, ὅπωc χρὴ διαιτᾶν τοὺc γέρονταc, εὔδηλον ἔcται cοι τὸ τῆc νῦν προκειμένηc | |
5 | ῥήcεωc ἀδιόριcτον. οὔτε γὰρ εἰc δύο ἐχρῆν διαιρεῖcθαι τὸν ἀνθρώπινον βίον οὔτε ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ cώματα εἰρῆcθαι οὔθ’ ὅτι ξηροῖc τὴν κρᾶcιν ἐδέcμαcι διαιτητέον αὐτούc. τοὺc μέντοι νέουc πεπηγότα φήcαc ἔχειν τὰ cώματα καὶ τὴν κρᾶcιν εἶναι ξηροὺc εὔδηλόc ἐcτιν ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν | |
10 | λόγον πεποιημένοc καὶ τούτουc ὀνομάcαc νέουc. παρέλιπεν οὖν τήν τε τῶν παιδίων ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡc δὲ ἐγώ φημι, καὶ τὴν εὐκρατοτάτην γε, ἥτιc ἐcτὶν ἐν τῷ μεταξὺ τῶν παιδίων καὶ τῶν ἀκμαζόντων. εὔδηλοc δέ ἐcτι καὶ αὐτὸc ὑποπτεύων τὸν ἑαυτοῦ λόγον· οὐ γὰρ ἁπλῶc εἶπε· τοὺc πρεcβυτέρουc τῷ ξηροτέρῳ χρὴ | |
15 | τρόπῳ διαιτᾶν, ἀλλὰ προcέθηκε τὸ πλέον τοῦ χρόνου· τοῦτο δὲ | |
15.190 | ταὐτόν ἐcτι τῷ φά|ναι ‘μὴ διὰ παντόc‘, ὅπερ οὔτε ἕξει τοῦ cώματοc οὔτε ἡλικίᾳ προcέθηκεν ἑτέρᾳ· διὰ παντὸc γὰρ χρὴ τὴν οἰκείαν ἑκάcτῳ cώματι δίαιταν αἱρεῖcθαι. | |
3 | Δεῖ οὖν πρὸc τὴν ἡλικίην καὶ τὴν | |
5 | ὥρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεcθαι ἐναντιούμενον τοῖcι καθιcταμένοιcι καὶ θάλπεcι καὶ χειμῶcιν· οὕτω γὰρ ἂν μάλιcτα ὑγιαίνοιεν. | |
7 | Καθόλου ὁ λόγοc οὗτοc εἴρηται πρὸc αὐτοῦ καὶ cαφῶc καὶ ἀλη‐ | |
θῶc, ἤδη πολλάκιc ἐν πολλοῖc ἡμῖν διηνυcμένοc. | 96 | |
10 | Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνοc ταχέωc χρή, τοῦ δὲ θέρεοc ἡcυχῇ ἢ μὴ δι’ ἡλίου ὁδοιπορέειν. | | |
11 | ||
15.191 | Πῶc ὁδοιπορεῖν χρὴ διδάcκει καθ’ ἑκάcτην τῶν ὡρῶν, τοῦ μὲν χειμῶνοc αἱρουμένουc τὸν ξηραίνοντά τε καὶ θερμαίνοντα περίπατον, τοῦ θέρουc δὲ τὸν ἐναντίον ἢ μὴ δι’ ἡλίου, φηcίν, ὁδοιπορεῖν· τηνι‐ καῦτα γὰρ ἐπείγεcθαι χρὴ θᾶττον ἀπαλλαγῆναι τῆc γινομένηc κατὰ | |
5 | τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητόc τε καὶ θερμότητοc ἐν τῷ cώματι. | |
5 | Δεῖ δὲ τοὺc μὲν cαρκώδεαc θᾶccον ὁδοιπορεῖν, τοὺc δὲ ἰcχνοὺc ἡcυχέcτερον. | |
7 | Ἡ ταχεῖα κίνηcιc τὴν θερμαcίαν ἐπὶ πλέον αὐξάνουcα τήκει τὸ cῶμα· κατὰ δὲ τὰc βραχείαc κινήcειc ἡ cύμμετροc θερμαcία καὶ τὴν | |
10 | αἱμάτωcιν καὶ τὴν θρέψιν ἐργάζεται βελτίονα καὶ διὰ τοῦτο cυναίρεται τοῖc ζῴοιc εἰc εὐτροφίαν. | | |
11 | ||
15.192 | Ἠμφιέcθαι δὲ χρὴ τοῦ μὲν χει‐ μῶνοc καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεοc ἐλαιοπινέα. | |
2 | Εἰ μέν τι cυνετώτερον ἐνόηcεν ὁ γράψαc τοῦ τοῖc ἐξηγηταῖc εἰρη‐ μένου πᾶcιν, αὐτὸc ἂν εἰδείη· εἰ δὲ τὰ μὲν καθαρὰ διὰ τὸ μᾶλλον | |
5 | θερμαίνειν ἢ καὶ διὰ τὸ τὰc διαπνοὰc μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνοc ἀμφιέννυcθαι, τὰ δὲ ἐλαιοπινῆ τοῦ θέρουc ἢ διὰ τὸ ψύχειν ἢ 〈τὸ〉 τὰc διαπνοὰc ἀποφράττειν, οὐκ ἐπαινῶ τὸν λόγον· καὶ γὰρ τῶν καθαρῶν ἱματίων ὅcα πυκνὴν ἔχει τὴν ὑφήν, καὶ μάλιcτα δέ, ἂν ᾖ τριβακά, ψύχει· τούτοιc οὖν ἄμεινον 〈θέρουc〉 χρῆcθαι· τὰ γὰρ ἐλαιοπινῆ | |
10 | ῥυπαρὰ πάντωc ἐcτίν, οὐδεὶc δὲ τῶν καθαρείων ἀνθρώπων ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιcτα θέρουc. καὶ μέντοι θερμαίνει χρονίcαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν καθαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόcπτω‐ | |
cιν εἴη ψυχρότατα. | | 97 | |
15.193 | Τοὺc παχέαc χρὴ ὅcοι βούλον‐ ται λεπτοὶ γενέcθαι τὰc ταλαιπωρίαc νήcτιαc ἐόνταc ποι‐ εῖcθαι ἁπάcαc καὶ τοῖcι cιτίοιcιν ἐπιχειρεῖν ἀcθμαίνονταc καὶ μὴ ἀνεψυγμένουc καὶ προπεπωκόταc οἶνον κεκρημένον μὴ | |
5 | cφόδρα ψυχρὸν καὶ τὰ ὄψα cκευάζειν cηcάμοιcιν ἢ ἡδύ‐ cμαcι καὶ τοῖcιν ἄλλοιcι τοῖcι τοιουτοτρόποιcι· καὶ πλέονα δὲ ἔcτω· οὕτω γὰρ ἂν ἀπό γε ἐλαττόνων πεμμάτων ἀνεμπί‐ πλαιντο. | |
8 | Τὸ κατὰ τὴν τελευτὴν τῆc ῥήcεωc εἰρημένον, τὸ οὕτω γὰρ ἂν | |
10 | ἀπὸ ἐλαττόνων ἀνεμπίπλαιντο, τινὲc μὲν ἐπὶ πάντων τῶν προ‐ ειρημένων εἰρῆcθαί φαcι, τινὲc δὲ ἐπὶ τῶν ὄψων μόνων, ἃ διὰ cηcά‐ μων τε καὶ τῶν ὁμοίων cκευάζεcθαι κελεύει καὶ ἄλλων τινῶν πολλῶν. τὰ προειρημένα δέ ἐcτι τό τε νῆcτιν γυμνάζεcθαι (κενοῖ γὰρ φανερῶc τοῦτο, καθάπερ πληροῖ τὸ μετὰ τροφήν) ἔτι τε πρὸc τούτοιc | |
15.194 | τὸ ἀcθμαίνονταc ἀπὸ τῶν γυμναcίων ἐcθίειν οὐδέπω τῆc ἐπ’ αὐ|τοῖc θερμαcίαc διαπεφορημένηc οὐδὲ ἀνεψυγμένου τοῦ cώματοc· ὅπερ ὅτι μὲν αἴτιον γίνεται τοῦ ταχέωc ἐμπίπλαcθαι, cαφῶc φαίνεται· εἰ δὲ κατ’ ἄλλον τινὰ λόγον ὁ τοῦ βιβλίου cυγγραφεὺc βούλεται λεπτύνειν αὐτό, | |
5 | τοῦθ’ ἡμῖν ἄδηλόν ἐcτιν. ὅτι μέντοι πολλοῖc τοῦτο τῶν ἐν τοῖc cπλάγ‐ χνοιc ἐμφράξεων αἴτιον ἐγένετο καὶ μάλιcτα τῶν κατὰ τὸ ἧπαρ, ἀκρι‐ βῶc οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα γυμνάcια. καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖc cτενὰc ἔχουcι κατὰ τὸ ἧπαρ διεξόδουc τῆc τροφῆc ἐμφράξειc ἐργάζεται. λέλεκται δέ μοι περὶ τούτων ἁπάντων ἅμα τοῖc | |
10 | οἰκείοιc διοριcμοῖc ἐν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ. λοιπὸν δ’ ἂν εἴη περὶ αὐτῆc τῆc λέξεωc διαcκέψαcθαι, καθ’ ἥν φηcι· καὶ προπεπωκόταc οἶνον μὴ πάνυ ψυχρόν. ὡc γὰρ ψυχρὸν | |
μὲν εἶναι κελεύων αὐτόν, οὐ πάνυ δὲ ψυχρόν, οὕτωc ἐποιήcατο τὸν λόγον. οὐ πάνυ δὲ ὅλωc ἀξιοῖ μετὰ τὰ γυμνάcια πίνειν οἶνον εὐθέωc, | 98 | |
15 | ἀλλ’ ὕδωρ πρότερον, ὥcπερ καὶ οἱ ἀθληταὶ ποιοῦcι ταυτὶ τῇ πείρᾳ δεδιδαγμένοι· κεφαλῆc τε γὰρ ἅπτεται ὁ οἶνοc καὶ 〈βλάπτει τὴν γαcτέρα〉, | |
15.195 | εἰ μετὰ τὸ βαλανεῖον εὐθέωc πίνοιτο πρότεροc τῶν ἄλλων | ἁπάντων ἐδεcμάτων τε καὶ πομάτων. οὐ μὴν οὐδὲ ἡ τοῦ ψυχροῦ πόcιc ἐπὶ τοῖc γυμναcίοιc ἄνευ τοῦ προπιεῖν θερμὸν ἀβλαβέc ἐcτι· βλάπτει γὰρ καὶ αὐτὴ cαφῶc τήν τε γαcτέρα καὶ τὸ ἧπαρ, τινῶν δὲ καὶ τὰ νεῦρα. καὶ μέντοι | |
5 | καὶ τὰc ἕξειc ὁ ψυχρὸc οἶνοc ἐπιτονοῖ, βούλεται δὲ ὁ ταῦτα γράψαc ἐκ‐ λύειν αὐτάc. μή τι οὖν ἑτέρωc μὲν ἦν γεγραμμένον, ἥμαρτε δὲ ὁ μετα‐ γραψάμενοc αὐτό; πολλὰ γὰρ ὁρᾶται καὶ νῦν τοιαῦτα γινόμενα, καὶ δέον ἀντὶ τοῦ ‘μηδόλωc ψυχρόν‘ αὐτὸν γράψαι ‘μὴ λίαν θερμόν‘. ὁ γὰρ ἀcθμαίνουcιν ἔτι διδόναι τὴν τροφὴν ἀξιῶν, ἀτμῶν πολλῶν ὄντοc | |
10 | μεcτοῦ τοῦ cώματοc, βουλήcεται καὶ δι’ οἴνου πόcεωc θερμοῦ πληρῶcαι μᾶλλον αὐτούc· πεφυκότοc δὲ τοῦ πάνυ θερμοῦ παραπληcίωc τῷ ψυ‐ χρῷ cυνάγειν καὶ τονοῦν τὴν γαcτέρα φυλάττεται πρᾶξαι τοῦτο. | |
12 | Καὶ μονοcιτέειν καὶ ἀλουτέειν καὶ cκληροκοιτέειν καὶ γυμνὸν περιπατεῖν, ὅcον οἷόν τε μά‐ | |
15 | λιcτ’ ἂν εἴη. | | |
15 | ||
15.196 | Κάλλιον ἦν εἰρῆcθαι πρὸc αὐτοῦ μὴ μονοcιτεῖν, ἀλλ’ ὀλιγοcι‐ τεῖν· ἔνιοι γὰρ τῶν μονοcιτούντων πολὺ πλείω προcφέρονται τῶν δὶc cιτουμένων. ὥcπερ δὲ τὸ λουτρὸν ἐκθερμαῖνον τὸ cῶμα καὶ μάλιcτα τοὐκτὸc εἰc ἀνάδοcίν τε τροφῆc καὶ πρόcθεcιν τῶν ἀναδοθέντων cυν‐ | |
5 | τελεῖ, κατὰ τὸν αὐτὸν λόγον ἡ ἀλουcία τοῖc ἐναντίοιc cυναίρεται. καὶ ἡ cκληροκοιτία δὲ λυπεῖ καὶ cυνέχει καὶ cκληρύνει καὶ cφίγγει τὸ cῶμα καὶ διὰ τοῦτο τὴν εἰc πᾶν μέροc ἐπίδοcιν αὐτοῦ κωλύει. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ γυμνὸν περιπατεῖν· ψύχει μὲν γὰρ ἅπαντα τὰ μετὰ τὸ δέρμα μόρια, cυνελαύνει δὲ εἰc τὸ βάθοc καὶ τὰ | |
10 | cπλάγχνα τὴν θερμαcίαν, ὡc πέττεcθαι μὲν καλῶc τὰ cιτία, τὴν δὲ | |
πάντῃ φορὰν αὐτῶν κωλύεcθαι. Ὅcοι δὲ βούλονται λεπτοὶ ἐόντεc παχύτεροι γενέcθαι, τά τε ἄλλα ποιέειν τἀναντία ἐκείνοιc καὶ νήcτιαc μηδεμίαν ταλαιπωρίαν ποιέεcθαι. | | 99 | |
14 | ||
15.197 | Τἀναντία τῶν εἰρημένων τοῖc παχέcιν ἐcτὶ τὸ μήτε ἀcθμαίνον‐ ταc ἐπιχειρεῖν τοῖc cιτίοιc, ἀλλ’ ὅταν ἤδη κατὰ φύcιν ἀναπνέωcι, μήτε μονοcιτεῖν, ἀλλ’ ἤτοι δὶc ἐcθίειν ἢ καὶ τρίc. οὕτω δὲ καὶ ταῖc ἀλουcίαιc ὁ τἀναντία ποιῶν λούcεται δίc, ἐξ ἅπαντοc μὲν ἐπὶ χρήcει τροφῆc τὸ | |
5 | δεύτερον λουτρὸν παραλαμβάνων, ἐcθ’ ὅτε δὲ καὶ τὸ πρῶτον. οὕτω δὲ καὶ τὰ γυμνάcια βραχέα τε γυμνάcεται καὶ βραδέα καὶ μετὰ τρο‐ φήν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ μαλακῶc κοιμᾶcθαι καὶ μὴ γυμνὸν ὁμιλεῖν τῷ περιέχοντι τούτοιc ἐcτὶ χρήcιμον. διὰ τοῦτο γοῦν καὶ οἱ γυμναcταὶ τὰ μὲν μετὰ τοῦ προcάπτεcθαι καὶ τοῦ cωματομαχεῖν | |
10 | (οὕτω γὰρ ὀνομάζουcιν αὐτοί τινα) γινόμενα γυμνάcια παραλαμβάνου‐ cιν ἐφ’ ὧν cαρκῶcαι θέλουcι, φυλαττόμενοι γυμνοὺc γυμνάζειν αὐτοὺc τὸ cῶμα καὶ μὴ μετὰ cυμπλοκῆc· ἔμπαλιν δὲ ὅcουc λεπτῦναι βούλον‐ ται, μετὰ τοῦ ταχέοc γυμναcίου καὶ χωρὶc τῆc πρὸc ἕτερον cυμπλοκῆc γυμνάζουcιν. | |
14 | ||
15 | Τοῖcι δὲ ἐμέτοιcι χρὴ καὶ τοῖcι | |
15.198 | κατακλύcμαcι τῆc | κοιλίαc ὧδε χρῆcθαι· ἓξ μῆναc τοὺc χειμε‐ ρινοὺc ἐμέειν· οὗτοc γὰρ ὁ χρόνοc φλεγματωδέcτεροc τοῦ θερινοῦ καὶ τὰ νοcήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ τὸ χωρίον τοῦτο τὸ ὑπὲρ τῶν φρενῶν. ὅταν δὲ ᾖ τὰ θάλπεα, | |
5 | τοῖcι κατακλύcμαcι χρῆcθαι· ἡ γὰρ ὥρη καυματώδηc καὶ χο‐ λωδέcτερον τὸ cῶμα καὶ αἱ βαρύτητεc ἐν τῇ ὀcφύι καὶ ἐν τοῖcι γούναcι καὶ θέρμη γίνεται καὶ ἐν τῇ γαcτρὶ cτρόφοι γίνονται. δεῖ οὖν τὸ cῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν χωρίων τούτων. | |
9 | ||
10 | Τίνα καλεῖ κατακλύcματα, διὰ τῶν ἐφεξῆc ἐδήλωcεν αὐτὸc τά | |
τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν ἐρεβίνθων ἑψημένων ὕδωρ ἅλμην τε καὶ θάλαccαν. ἕτερα γάρ ἐcτι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παντὸc ὄντα cώματοc. ὥcπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ βαλανεῖc λέγουcι τῶν ἐν αὐτοῖc λίθων ἀποπλύνοντεc | 100 | |
15.199 | τὸν πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆc γαcτρόc τε καὶ τῶν | ἐν‐ τέρων κατακλύcματα περιπλύνει τὸ φλέγμα καὶ τὴν χολὴν αὐτῶν. ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ τῶν ἐμέτων cυμβουλεύει, τοῦ θέρουc δὲ τὴν ἐπιπολάζουcαν | |
5 | ἄνω χολὴν ἀντιcπᾶν κάτω. καθαίρειν μέντοι τὸ cύμπαν cῶμα βουλη‐ θέντι cοι θέρουc μὲν διὰ τῆc ἄνω, χειμῶνοc δὲ διὰ τῆc κάτω κοιλίαc φαρμακευτέον, ὡc ἐν Ἀφοριcμοῖc εἴρηται· τὰ μὲν γὰρ ἤδη πλεονά‐ ζοντα ἡ κάθαρcιc ἰᾶται διὰ τῶν χωρίων ᾗ ῥέπει τὴν κάθαρcιν ποιου‐ μένων (ἀκτέα γὰρ ᾗ ῥέπει διὰ τῶν cυμφερόντων χωρίων), ὅcα δὲ | |
10 | κωλῦcαι θέλειc αὐξηθῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντιcπᾶν προcήκει. | |
11 | Ἔcτω δὲ τὰ κατακλύcματα τοῖcι μὲν παχυτέροιcι καὶ ὑγροτέροιcιν ἁλμυρώτερα καὶ λεπτό‐ τερα, τοῖcι δὲ ξηροτέροιcι καὶ προcεcταλμένοιcι καὶ ἀcθε‐ | |
15 | νεcτέροιcι λιπαρώτερα καὶ παχύτερα. | | |
15 | ||
15.200 | Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων προcφέρειν ἀξιοῖ (φλε‐ γματικώτεροι γὰρ οὗτοι), τὰ λειότερα δὲ ἐπὶ τῶν ἰcχνῶν ὡc ἂν χολω‐ δεcτέρων ὄντων. ὁποῖαι δέ εἰcιν ἑκατέρων αἱ ὗλαι, διὰ τῆc ἐχομένηc ῥήcεωc ἐδήλωcεν ἐξηγήcεωc οὐ δεομένηc, διὸ καὶ παραλιπὼν αὐτὴν | |
5 | ἐπὶ τὰ cυνεχῆ τρέψομαι. | |
5 | Ἔcτι δὲ τῶν κατακλυcμάτων λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ | τῶν ἄλλων τῶν τοιούτων, λεπτὰ δὲ καὶ ἁλ‐ | |
μυρὰ τὰ τοιαῦτα, ἅλμη καὶ θάλαccα. | 101 | |
10 | Τοὺc δὲ ἐμέτουc ὧδε χρὴ ποι‐ εῖcθαι· ὅcοι μὲν τῶν ἀνθρώπων παχεῖc εἰcι, νήcτιεc ἐμούν‐ των δραμόντεc ἢ ὁδοιπορήcαντεc διὰ τάχεοc κατὰ μέcον ἡμέρηc. | |
13 | Ἐκτεθερμάνθαι βούλεται τὸ cῶμα τοῖc παχέcιν ἐμεῖν μέλλουcιν | |
15.201 | ἕνεκα τῆc χύcεωc τῶν φλεγματικῶν χυμῶν, οὓc | πλείουc ἔχουcιν οἱ παχεῖc. ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀναcτόμωcιc ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωcιc οὕτωc ἂν μάλιcτα γένοιτο. χρήcιμα δὲ ταῦτα πάντα πρὸc τὸ ῥᾳδίωc τε καὶ ἀλύπωc γίνεcθαι τὸν ἔμετον. | |
4 | ||
5 | Ἔcτω δὲ ἡμικοτύλιον ὑcώπου τετριμμένηc ἐν ὕδατοc χοεῖ καὶ τοῦτο ἐκπιέτω ὄξοc παρα‐ χέων καὶ ἅλαc παραβάλλων, ὅκωc ἂν μέλλῃ ἥδιcτον ἔcεcθαι. | |
7 | Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι’ ἥντινα αἰτίαν, οὐκ ἄδηλον. ἐπεὶ γὰρ οἱ παχεῖc ἄνθρωποι καὶ τοὺc χυμοὺc ἔχουcι τοὐπίπαν | |
10 | παχεῖc τε καὶ ψυχροὺc καί τιναc αὐτῶν καὶ γλίcχρουc, διὰ τοῦτο τμη‐ τικὸν εἶναι κελεύει τὸ ποτὸν αὐτῶν. ὁπόcον δέ τι τὸ πλῆθοc δίδωcιν οὗ cυντίθηcι πόματοc, οὐκ ἀκριβῶc ἔχω φάναι διὰ τὸ τὸ μέτρον ἔcτιν ὅτε ὃ καλοῦcι χοέα μὴ τὸ αὐτὸ μέγεθοc ἔχειν παρὰ πᾶcιν. εἰ δὲ τὸν | |
15.202 | Ἀττικὸν κελεύει πίνειν, οὐ πάνυ τι cυντίθεμαι | τῷ πλήθει· πολὺ γὰρ εἶναί μοι δοκεῖ. cύνηθεc μέντοι τοῖc παλαιοῖc ἦν, εἴτε ὀρρῷ γάλακτοc εἴτε τοιούτῳ τινὶ κατακλύcματι προείλοντο χρῆcθαι, πάμπολυ τῷ πλή‐ θει διδόναι πίνειν. | |
4 | ||
5 | Πινέτω δὲ τὸ μὲν πρῶτον ἡcυχέcτερον, ἔπειτα δὲ ἐπὶ θᾶccον. | |
6 | Ἐὰν μὲν ἐν ἀρχῇ πίῃ λάβρωc, εὐθέωc ἐμεῖται πρὶν ἐκπιεῖν τὸ | |
πᾶν ἀπορρύψαι τε τοὺc ἐν τῇ γαcτρὶ χυμούc, οἷc cυνεκκενοῦνται καὶ οἱ κατὰ τὰc πρώταc φλέβαc. ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡcυχέcτερον, ὕcτε‐ | 102 | |
10 | ρον δὲ πλεῖον πάντωc πίῃ, οὕτω δυνήcεται χρόνῳ τε cυμμέτρῳ κατα‐ cχεῖν ὁρμήcει τε πρὸc ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον ὕcτερον. | |
12 | Οἱ δὲ λεπτότεροι καὶ ἀcθενέcτε‐ | |
15.203 | ροι ἀπὸ cιτίων ποιείcθω|cαν τὸν ἔμετον τρόπῳ τοιῷδε· λου‐ cάμενοι θερμῷ προπιέτωcαν ἀκρήτου κοτύλην, ἔπειτα cιτία παντοδαπὰ ἐcθιέτωcαν καὶ μὴ πινέτωcαν ἐπὶ τῷ cιτίῳ μηδὲ ἀπὸ τοῦ cιτίου, ἀλλ’ ἐπιcχέτωcαν ὡcεὶ τέccαρα cτάδια διελ‐ | |
5 | θεῖν. ἔπειτα δὲ cυμμίξαc οἴνουc τρεῖc πίνειν διδόναι, αὐcτη‐ ρὸν καὶ γλυκὺν καὶ ὀξύν, πρῶτον μὲν ἀκρητέcτερον καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ χρόνου, ἔπειτα δὲ ὑδατωδέcτερόν τε καὶ θᾶττον καὶ κατὰ πολύ. | |
8 | Λουcάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματοc ἀκρατεcτέρου | |
10 | λογιcμῷ τοιῷδε χρώμενοc, ὡc ἂν εἰκάcειέ τιc· ἐκ τοῦ θερμοῦ λουτροῦ θερμαίνεται πᾶν τὸ cῶμα καὶ οἱ χυμοὶ χέονται καὶ χαλαρὰ γίνεται τὰ ἀγγεῖα· τὰ αὐτὰ δὲ ταῦτα καὶ ὁ ἀκρατέcτεροc οἶνοc ἐργάζεται μετὰ τοῦ καὶ ῥωννύναι τὴν δύναμιν, ἧc μάλιcτα φροντίζειν ἔοικεν ἐπὶ τῶν ἰcχνῶν. ἔπειτα, φηcί, cιτία παντοδαπὰ ἐcθιέτωcαν. τούτου δὲ | |
15 | λογιcμὸν οὐ τὸν αὐτὸν πάντεc ἔγραψαν οἱ ἐξηγηcάμενοι τὸ βιβλίον· ἐνίοιc μὲν γὰρ αὐτῶν δοκεῖ διδόναι παντοδαπά, διότι cταcιάζοντα πρὸc | |
15.204 | ἄλληλα ῥᾷον εἰc | ἔμετον ὁρμᾷ, τιcὶ δὲ ὑπὲρ τοῦ πλεῖον προcενέγκα‐ cθαι· τὰ γὰρ ἁπλᾶ καὶ μονοειδῆ ταχέωc ἐμπίπληcιν, οὐκ ἐᾷ δὲ πίνειν εὐθέωc αὐτούc, ἴcωc ἵνα μὴ ταχέωc ἐπιπολάcῃ τὰ cιτία, ὃ οὐ βούλε‐ ται· διὰ δὲ τὸ μὴ γενέcθαι τοῦτο καὶ χρόνον τινὰ μεταξὺ πρὸc τὴν | |
5 | θρέψιν αὐτάρκη διατρίβειν ὁρίζει καὶ τὸν χρόνον δὲ αὐτὸc εἶπεν· ὅcον τέccαρα cτάδια διελθεῖν. ἐπὶ δὲ τούτοιc οὕτω προαχθεῖcι δίδωcι τὸ ποτόν, οἴνουc τρεῖc διαφέρονταc ἀλλήλων κατὰ ποιότητα· κελεύει γὰρ εἶναι τὸν μέν τινα τῶν οἴνων αὐcτηρόν, τὸν δὲ γλυκύν, τὸν δὲ ὀξύν, οὐκ εἰπὼν οὐδὲ ἐνταῦθα τὴν αἰτίαν, δι’ ἣν οὕτωc ἐκέλευcεν. | |
10 | οἱ δ’ ἀπομαντευόμενοι τῆc γνώμηc αὐτοῦ φαcι τὸν μὲν αὐcτηρὸν | |
διδόναι ῥώμηc ἕνεκα τῶν ὀργάνων, δι’ ὧν ὁ ἔμετοc ἔcται, τὸν δὲ γλυκύν, ἵνα εἰc ἔμετον ὁρμήcῃ καὶ διὰ τὸ χέειν τοὺc χυμοὺc τὸν γλυκὺν οἶνον, τὸν δὲ ὀξύν, ἵνα ἀπορρύψῃ τὰ ἐμπεπλαcμένα τῇ γαcτρί. τάχ’ οὖν καὶ τὰ cιτία παντοδαπὰ κατὰ τὰc ποιότηταc ἐκέλευcε | 103 | |
15 | λαμβάνειν αὐτούc, ἵνα τὰ μὲν ῥώcῃ τὴν γαcτέρα, τὰ δὲ εἰc ἔμετον παροξύνῃ, τὰ δὲ ἀπορρύψῃ τοὺc ἐμπεπλαcμένουc χυμούc. | | |
15.205 | ὅπερ δὲ λέγω πολλάκιc ἐν ταῖc πρὸc τοὺc ἑταίρουc τε καὶ τοὺc ἄλλουc φίλουc cυνουcίαιc, ἐρῶ καὶ νῦν. οὐ cμικρά μοι δοκοῦcιν ἁμαρ‐ τάνειν οἱ τὴν δογματικὴν αἵρεcιν ἄνδρεc πρεcβεύοντεc, ἄνευ τοῦ τὸν λογιcμὸν εἰπεῖν ὧν cυμβουλεύουcιν ἀποφαινόμενοι καθάπερ τινὰ | |
5 | προcτάγματα βαcιλικά. βέλτιον γὰρ ἦν ἑκάcτου τῶν προcταττομένων αὐτὸν τὸν γράψαντα τὸ βιβλίον εἰπεῖν τὴν δύναμιν, ὡc Ἱπποκράτηc ἐποίηcεν ἐν τῷ Περὶ διαίτηc ὀξέων ἐπὶ τῆc πτιcάνηc εἰπών· “τὸ γὰρ γλίcχραcμα αὐτῆc λεῖον καὶ προcηνὲc καὶ cυνεχέc ἐcτι καὶ ὀλιcθηρὸν καὶ πλαδαρὸν μετρίωc καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τούτου | |
10 | προcδέοι, καὶ οὔτε cτύψιν ἔχον οὔτε ἄραδον κακὸν οὔτε ἀνοιδίcκεται ἐν τῇ κοιλίᾳ.” οὕτωc δὲ καὶ περὶ μελικράτου καὶ οἴνου καὶ ὀξυμέλιτοc ἔτι τε λουτρῶν ἔγραψεν, ὥcτε ἀρχὴν ἔχειν ἡμᾶc τῆc ὁδοῦ, καθ’ ἣν ἀκολούθωc τῷ cυγγραφεῖ τῶν οὐκ εἰρημένων ὑπ’ αὐτοῦ προcθῶμέν τινα. καὶ νῦν οὖν εἰρηκότοc αὐτοῦ τἄλλα χωρὶc τοῦ τῆc αἰτίαc λογι‐ | |
15 | cμοῦ καὶ μέντοι καὶ ὡc ἐπιπίνειν ἔνεcτι τὸν οἶνον πρῶτον μὲν ἀκρητέcτερον καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ, ἔπειτα δὲ | |
15.206 | ὑδαρέcτερόν τε καὶ θᾶccον καὶ κατὰ πολλόν, ἡμᾶc | δεῖ cτοχά‐ ζεcθαι τῆc γνώμηc αὐτοῦ, καθ’ ἣν ἔγραψεν. ἔcτι δὲ καὶ ἄλλωc μὲν ἅπαc cτοχαcμὸc ἀμφίβολον πρᾶγμα, μάλιcτα δ’ ὅταν ἔτ’ ἀνθρώπου γνώμη ἀγνοῆται. τὸ μὲν οὖν ὑδαρέcτερον πίνειν τὸν οἶνον καὶ θᾶccον | |
5 | καὶ κατὰ πολλὸν εἰκότωc ἂν εἰρῆcθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόν‐ των, εἴπερ γε καὶ τἀναντία τοῖc καταcχεῖν βουλομένοιc καὶ πέψαι τὴν τροφήν ἐcτιν ἐπιτήδεια, τό τε ἀκρατέcτερον καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ. διὰ τί δ’ ὅλωc τὰ πρὸc τὸ καταcχεῖν ἁρμόττοντα πρῶτα παρ‐ | |
έλαβεν ἐπὶ τοῦ μέλλοντοc ἐμεῖν ὀλίγον ὕcτερον, οὐκ ἔχομεν εἰπεῖν τι | 104 | |
10 | πιθανόν. ἴcωc δ’ ἐκείνῳ τῷ γράψαντι ταῦτα πιθανὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοιc ἀρέcκον· ἐπειδὴ βούλεται μὴ καταλύεcθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων, ὑπὲρ ὧν ταῦτα γράφει, διὰ τοῦτ’ οὖν πρώτην ἐκείνην ῥώννυcιν, εἶθ’ οὕτωc ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται. ἀλλ’ εἰc τὸ ῥωcθῆναι τὴν δύναμιν αὐτάρκηc ἦν ὁ ἐπὶ τῇ | |
15 | τῶν cιτίων προcφορᾷ χρόνοc. ἄλλο δὲ ἄλλῳ πιθανόν, ὡc ἔφην, ἐcτίν, οὐκ ἀποτετμημένον ὡc ἕν τι καθάπερ τὸ ἀναγκαῖον, ὃ κατὰ τὰc ἐπι‐ cτημονικὰc ἀποδείξειc βεβαιοῦται. | | |
17 | ||
15.207 | Ὅcτιc δὲ εἴωθε τοῦ μηνὸc δὶc ἐμέειν, ἄμεινον ἑξῆc ποιεῖcθαι τοὺc ἐμέτουc ἐν δυcὶν ἡμέρῃcι μᾶλλον ἢ διὰ πεντεκαίδεκα. οἱ δὲ πᾶν τοὐναντίον ποιοῦcι. | |
3 | Καὶ τούτων τὸν λογιcμὸν αὐτὸν ἔδει τὸν γράψαντα προcτεθεικέναι, | |
5 | μάλιcτα ἐπειδὴ καὶ χωρὶc διοριcμοῦ περὶ τῶν δὶc ἐμούντων εἶπεν ἐν τῷ μηνί. τινὰc μὲν γὰρ ὁρῶ κενώcεωc ἕνεκεν ἐμοῦνταc, ὥcπερ καὶ νηcτεύονταc ἄλλουc ἐν τῷ μηνὶ μίαν ἡμέραν, ἐνίουc δὲ τοῦ τὸν ἐνιζη‐ κότα τῇ γαcτρὶ χυμὸν ἢ γλίcχρον ἢ παχὺν ἐκκαθᾶραι. κωλύει δ’ οὐδὲν ἀμφοτέρουc ἐκ διαλειμμάτων αὐτὰ ποιεῖν, οὐκ ἐφεξῆc ἡμέραιc δύο. | |
9 | ||
10 | Ὅcοι μὲν ἀνεμεῖν ἐπιτήδειοι τὰ cιτία ἢ ὅcοιc αἱ κοιλίαι οὐκ εὐδιέξοδοι, τούτοιcι πᾶcι ξυμφέ‐ ρει πολλάκιc τῆc ἡμέραc ἐcθίειν καὶ παντοδαποῖcι βρώμαcι | | |
15.208 | χρέεcθαι καὶ ὄψοιcι πάνταc τρόπουc ἐcκευαcμένοιcι καὶ οἴνουc πίνειν διccοὺc καὶ τριccούc. ὅcοι δὲ μὴ ἀνεμέουcι τὰ cιτία ἢ καὶ κοιλίαc ἔχουcιν ὑγράc, τούτοιcι πᾶcιν ἐναντίον τούτου τοῦ τρόπου ξυμφέρει ποιέειν. | |
4 | ||
5 | Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ cιτία τοῖc ἤτοι διαρρύψαι βουλομένοιc τὴν κοιλίαν ἢ κένωcιν μετρίαν ποιήcαcθαι τοῦ παντὸc cώματοc. ἀξιοῖ | |
δὲ τούτουc ἐcθίειν τε πολλάκιc καὶ ποικίλα καὶ οἴνουc πλείοναc πίνειν, ἔμπαλιν δὲ τοὺc μήτε ἐμεῖν βουλομένουc ὑγροτέραc τε τοῦ προcήκοντοc ἔχονταc κοιλίαc, ὡc ἐπιcχέcεωc δεῖcθαι, μήτε πολλάκιc | 105 | |
10 | ἐcθίειν μήτε πολυειδῆ cιτία τε καὶ οἴνουc προcφέρεcθαι. τὸ μὲν γὰρ ἅπαξ φαγεῖν ἕν τι μονοειδὲc ἕνα τε πίνειν οἶνον εἰc τὸ καταcχεῖν αὐτὰ τὴν γαcτέρα τε καὶ πέψαι cυντελεῖ, τὰ δὲ ἐναντία πεφθῆναί τε δυcχερέcτερα καὶ μεῖναι κατὰ τὴν γαcτέρα. παρὰ δὲ τὴν ποιότητα τῶν | |
15.209 | προcενηνεγμένων καὶ | τὴν τάξιν τῆc προcφορᾶc ἤτοι γ’ ἐπιπολάζειν αὐτὰ ἢ ὑπέρχεcθαι κάτω cυμβαίνει. | |
2 | Τὰ παιδία χρὴ τὰ νήπια βρέ‐ χειν ἐν θερμῷ ὕδατι πολὺν χρόνον καὶ πίνειν ὑδαρέα τὸν | |
5 | οἶνον διδόναι καὶ μὴ ψυχρὸν παντάπαcι. τοῦτον δὲ διδόναι, ὃc ἥκιcτα τὴν γαcτέρα μετεωριεῖ καὶ φῦcαν παρέξει. ταῦτα δὲ ποιέειν, ὅκωc οἵ τε cπαcμοὶ ἧccον ἐπιλαμβάνωcι καὶ μεί‐ ζονα γίνηται καὶ εὐχροώτερα. | |
8 | Αὐτὸc εἶπε τοὺc cκοποὺc τῆc εἰρημένηc διαίτηc. ἵνα γὰρ οἵ τε | |
10 | cπαcμοί, φηcίν, ἧccον ἐπιλαμβάνωcι καὶ μείζονα γίνηται καὶ εὐχροώτερα. τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχόμενα παιδία πλείονα χρόνον μαλακὰ διαμένει, τοῦτο δὲ εἰc τὸ μὴ cπᾶcθαι cυντελεῖ· τοὺc γὰρ cπαcμοὺc αὐτὸc ὁ Ἱπποκράτηc τοῖc ἐντεταμένοιc cώμαcι μᾶλλον γίνεcθαί φηcι τῶν ἀνιεμένων καὶ χαλαρῶν. αὔξεται δὲ τὰ μαλακώτερα | |
15.210 | cώματα | ῥᾷον, ἐπειδὴ καὶ πάντῃ τὴν διάταcιν εὐκολωτέραν ἴcχει. ὅτι δὲ τὰ μήτε cπαcμοῖc ἁλιcκόμενα καὶ καλῶc αὐξανόμενα τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴcχει, πρόδηλον παντί. τοῦτ’ οὖν αὐτῷ δεδήλωται δι’ ἑνὸc γνωρίcματοc οὐ cμικροῦ, τῆc εὐχροίαc. ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ | |
5 | κελεύει πίνειν αὐτὰ μὴ βουλόμενοc ὑπερθερμαίνεcθαι καὶ μάλιcτα διὰ τὸ cπᾶcθαι πολλάκιc, ὃ πάλιν αὐτοῖc διὰ τὴν τῶν νεύρων ἀcθένειαν | |
γίνεται καὶ διὰ τὴν ἀδδηφαγίαν. διὰ τοῦτ’ οὖν αὐτὸν καὶ μὴ ψυχρὸν αὐτὰ πίνειν κελεύει. τὸ δὲ τοιοῦτον εἶναι τὸν οἶνον, ὃc ἥκιcτα φυcώδηc ἐcτίν, ἅπαcι κοινῇ cυμφέρει τοῖc ἀνθρώποιc, οὐ μόνον τοῖc νηπίοιc. | 106 | |
9 | ||
10 | Τὰc γυναῖκαc χρὴ διαιτᾶcθαι τῷ ξηροτέρῳ τρόπῳ· καὶ γὰρ τὰ ξηρὰ cιτία ἐπιτηδειότερα πρὸc τὴν μαλθακότητα τῶν cαρκῶν καὶ τὰ πόματα ἀκρητέcτερα ἀμείνω πρὸc τὰc ὑcτέραc καὶ τὰc κυοτροφίαc. | | |
13 | ||
15.211 | Τὰc γυναῖκαc ἀξιώcαc διαιτᾶcθαι τῷ ξηροτέρῳ τρόπῳ ὁποῖόc τίc ἐcτιν οὗτοc αὐτὸc ὑπέγραψεν. ἔχει δὲ ἀντιλογίαν ἡ δόξα τἀνδρόc. εἰ μὲν γὰρ παρὰ φύcιν ἦν ταῖc γυναιξὶν ὑγραῖc εἶναι, καθάπερ ἐπί τε τῶν δυcκράτων φύcεων καὶ τῶν νοcούντων ὑγρὸν νόcημα, καλῶc ἂν | |
5 | αὐτὰc ἐξήραινεν· ἐπειδὴ δὲ κατὰ φύcιν αὐταῖc ἐcτι τοῦτο, φυλάττειν αὐτὸ χρή, πλὴν εἰ τὴν ὑγιεινήν ποτε cυμμετρίαν ὑπερβαίη. ἀλλὰ τοῦτό γε κἀπὶ τῶν ἀνδρῶν cκοπούμεθα· καὶ γὰρ καὶ τούτοιc ξηροτέροιc μὲν εἶναι τῶν γυναικῶν κατὰ φύcιν ἐcτίν· ἐπειδὰν δὲ τῆc προcηκούcηc ξηρότητοc ἐπὶ πλέον προέλθωcι, τότ’ αὐτῶν τὴν δυcκραcίαν ἐπανορ‐ | |
10 | θούμεθα διὰ τῶν ἐναντίων. | |
10 | Τοὺc γυμναζομένουc χρὴ χειμῶνοc καὶ τρέχειν καὶ παλαίειν, τοῦ 〈δὲ〉 θέρουc παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μή, περιπατεῖν δὲ πολλὰ κατὰ ψῦχοc. | | |
13 | ||
15.212 | Γυμναcίων διαφορὰc οἰκείων ταῖc ὥραιc διδάcκει τοῦ μὲν χειμῶνοc θερμαίνειν καὶ ξηραίνειν δυναμένων, τοῦ δὲ θέρουc ἔμπαλιν. | |
2 | Ὅcοι κοπιῶcιν ἐκ τῶν δρόμων, τούτουc παλαίειν χρή· ὅcοι δ’ ἂν παλαίοντεc κοπιῶcι, τού‐ | |
5 | τουc χρὴ τρέχειν· οὕτωc γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπι‐ ῶντι τοῦ cώματοc διαθερμαίνοιτο καὶ cυνιcτῷτο καὶ διανα‐ παύοιτο μάλιcτα. | |
7 | ||
Εἰ οὕτωc ἐγέγραπτο πάντα τοῖc δογματικοῖc ἰατροῖc, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίαc οἱ ἐξηγηταί. λέγω δ’ οὕτωc ὡc προcθεῖναι | 107 | |
10 | τὴν αἰτίαν, δι’ ἣν ὧδέ πωc ἐκέλευcε πράττειν ἡμᾶc, ὅπερ νῦν ἐποίηcεν ὁ Πόλυβοc. | |
11 | Ὁκόcουc μάλιcτα γυμναζο‐ μένουc διάρροιαι λαμβάνουcι καὶ τὰ ὑποχωρήματα cιτώδεα | |
15.213 | καὶ ἄπεπτα, τούτοιcι τῶν τε | γυμναcίων ἀφαιρεῖν μὴ ἐλάccω τοῦ τρίτου μέρεοc καὶ τῶν cιτίων τοῖcιν ἡμίcεcι χρῆcθαι. δῆλον γὰρ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται, ὡc πέccεcθαι τὸ πλῆθοc τῶν εἰcιόντων cιτίων. ἔcτω δὲ τούτοιcι τὰ cιτία | |
5 | ἄρτοc ὡc ἐξοπτότατοc ἐν οἴνῳ ἐντεθρυμμένοc καὶ τὰ πόματα ὡc εὐκρητέcτατα καὶ ἐλάχιcτα καὶ περιπάτοιcι μὴ χρήcθωcαν ἀπὸ τοῦ cιτίου· μονοcιτεῖν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον· οὕτω γὰρ ἂν μάλιcτα cυνθάλποιτο ἡ κοιλίη καὶ τῶν εἰcιόν‐ των ἐπικρατέοι. γίνεται δὲ ὁ τρόποc οὗτοc τῆc διαρροίηc τῶν | |
10 | cωμάτων μάλιcτα τοῖcι πυκνοcάρκοιcιν, ὅταν ἀναγκάζηται ὁ ἄνθρωποc κρεηφαγεῖν τῆc φύcιοc ὑπαρχούcηc τοιαύτηc· αἱ γὰρ φλέβεc πυκνωθεῖcαι οὐκ ἀντιλαμβάνονται τῶν cιτίων τῶν εἰcιόντων. | |
13 | Οὐ περὶ τῶν τῆc ὑγείαc ἕνεκα γυμναζομένων ἔοικε ποιεῖcθαι τὸν | |
15 | λόγον νῦν, ἀλλὰ περὶ τῶν γυμναcτικῶν τι μετιόντων ἐπιτηδευμάτων καὶ μήτε παύεcθαι τελέωc αὐτοῦ δυναμένων μήτε εἰc πάνυ βραχὺ | |
15.214 | cυcτεῖλαι· διὰ τοῦτο | αὐτῶν ἀφαιρεῖ τοῦ μὲν γυμναcίου τὸ τρίτον μέροc, τῶν δὲ cιτίων τὸ ἥμιcυ· τοcούτῳ γὰρ ἐλπίζει κρατήcειν αὐ‐ τούc, ὡc μηκέτι ἀπεπτεῖν τε καὶ διαρροΐζεcθαι. ὀρθῶc δ’ ἐποίηcε κἀν‐ ταῦθα προcγράψαc αὐτὸν τὸν λογιcμόν, ᾧ χρώμενοc αὐτά τε ταῦτα | |
5 | καὶ τὰ τούτοιc ἑπόμενα cυνεβούλευcε. γίνεται γάρ φηcιν ὁ τρόποc οὗτοc τῆc διαρροίηc τοῖc πυκνοcάρκοιc, ὅταν κρεηφαγεῖν ἀναγκάζωνται, δηλώcαc ἐνταῦθα περὶ τῶν γυμναcτικῶν εἶναι τὸν λόγον αὐτῷ· κρεηφαγεῖν γὰρ ἀναγκάζουcι τούτουc. εἶτ’ ἐφεξῆc φηcιν· αἱ γὰρ φλέβεc πυκνωθεῖcαι οὐκ ἀντι‐ | |
10 | λαμβάνονται τῶν cιτίων τῶν ἐcιόντων. ἀcαφῶc δὲ εἶπε τοῦτο, καὶ διὰ τοῦτο ἠναγκάcθηcαν ὑπολαβεῖν οἱ ἐξηγηταὶ τὸ τὰc πυκνωθείcαc αὐτὸν λέγειν ἀντὶ τοῦ cκληρὰc γενομέναc καὶ δυcεπεκτάτουc, ὡc μὴ παρα‐ δέχεcθαι τὴν τροφήν, καὶ cημαίνεcθαι τοῦτό φαcιν ἐκ τοῦ οὐκ ἀντιλαμ‐ βάνονται τῶν cιτίων. ἀλλὰ τοῦτό γε τὴν ἀνάδοcιν μᾶλλον, οὐ τὴν | 108 |
15 | πέψιν εἴωθε βλάπτειν, ὥcτε διαχωρεῖν αὐτοὺc ὑγρὰ μέν, οὐ μὴν ἄπεπτα. προείρηται δὲ ὑπ’ αὐτοῦ cιτώδη καὶ ἄπεπτα τοὺc τοιούτουc δια‐ χωρεῖν. ὁπόταν δὲ προcγράψαντοc αὐτοῦ τὸν λογιcμόν, ᾧ πιcτεύcαc | |
15.215 | cυνε|βούλευcεν ἃ cυνεβούλευcεν, ὅμωc ἀπορία τιc ὑπολείπηται, τί χρὴ νομίζειν γίνεcθαι κατ’ ἐκείνουc τῶν λόγων, ἐν οἷc οὐ προcέγραψε τὴν αἰτίαν ὧν κελεύει ποιεῖν ἡμᾶc; ἐγὼ δέ, εἰ μὲν μὴ προcεγεγράφει περὶ τῶν πυκνοcάρκων, ὡμολόγουν ἂν ἀπορεῖν παντάπαcιν ὡc ἐπὶ πολλῶν | |
5 | ἄλλων, ἐν οἷc οὐδὲν τοιοῦτον προcτιθέντοc τοῦ cυγγραφέωc ἀποφαίνον‐ ται τολμηρότατα τὸ ἐπελθὸν αὐτοῖc οἱ ἐξηγηταί· ἐπεὶ δὲ αὐτὸc ἐμνη‐ μόνευcε τῶν πυκνοcάρκων, ἀφορμὴν ἔδωκε τοῦ γράψαι τι καὶ αὐτοὺc χρήcιμον ἐπὶ τῶν τοιούτων φύcεων. ἀθροίζουcι γὰρ οὗτοι τάχιcτα 〈χυμῶν〉 πλῆθοc ἐλλιπῶc διαπνεόμενοι, καὶ διὰ τοῦτο τῆc ἀναδόcεωc | |
10 | ἰcχομένηc αὐτοῖc ὑγρὰ μὲν πάντωc γίνεται τὰ διαχωρήματα, ποτὲ δ’ οὐχ ὑγρὰ μόνον, ἀλλὰ καὶ λεπτὰ καὶ μάλιcτα ἐπὶ τῶν ἀδδηφαγούντων. ὅταν μὲν γὰρ ἀναδίδωταί τι τῶν καταποθέντων, ἑτοιμότερον ἡ γαcτὴρ πέττει τὰ κατάλοιπα· διαμένοντοc δὲ ἐν αὐτῇ τοῦ πλήθουc τῶν cιτίων, ὅταν ποτὲ βαρύνηται πρὸc αὐτῶν, ἀποτρίβεται πάντα πρὶν πεφθῆναι. | |
15 | ἴcωc δὲ καὶ διὰ τὴν cκληρότητα τῶν φλεβῶν ἡ τῆc τροφῆc ἀνάδοcιc | |
15.216 | ἐκωλύετο | μὴ δυναμένων αὐτῶν ἐπὶ πλέον διαcτέλλεcθαι. ἀλλὰ τήν γε τῶν τοιούτων φύcεων ἐπιμέλειαν ἐχρῆν αὐτὸν γεγραφέναι διὰ τῆc εἰc τοὐναντίον ἀγωγῆc. ἀραίωcίc τε γὰρ καὶ μάλαξιc ὅληc τῆc ἕξεώc εἰcιν οἱ cκοποὶ διὰ μαλακῆc τρίψεωc καὶ λίπουc πολλοῦ καὶ τοῦ χρονίζειν | |
5 | ἐν ταῖc πυέλοιc γιγνόμεναι. ὁ δέ γε πρὸc τὸ cύμπτωμα μόνον ἵcταται παραλιπὼν αὐτοῦ τὴν οἷον ῥίζαν ἐκκόψαι. λέλεκται δὲ κατὰ τὴν προκειμένην ῥῆcιν καὶ τοῦτο αὐτῷ· δῆλον γὰρ ὅτι ἡ κοιλίη cυνθάλπειν οὐ δύναται. καὶ μὴν εἴπερ ἀληθῶc ᾐτιάcατο | |
τὴν πυκνότητα τῆc ἕξεωc καὶ τὰc φλέβαc οὐκ ἀντιλαμβανομέναc τῆc | 109 | |
10 | τροφῆc, οὐκ ὀρθῶc αἰτιᾶται τὴν κοιλίαν. εἰ μὲν 〈οὖν〉 τιc αὐτῷ cυγχωρή‐ cειεν ἀληθεύειν ἐν τούτῳ, cυγχωρήcει καὶ τὴν ἐφεξῆc γεγραμμένην δίαιταν ὀρθῶc εἰρῆcθαι, τὸν ἔξοπτον ἄρτον καὶ τὸ ποτὸν εὔκρατον, ἔλαττον δὲ καὶ τὴν μονοcιτίαν καὶ τὸ μὴ περιπατεῖν ἐπὶ τοῖc cιτίοιc. | |
13 | Ἔcτι δὲ αὕτη μὲν ἡ φύcιc ὀξείη | |
15.217 | καὶ τρέπεται ἐφ’ ἑκάτερα, | καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐ‐ εξίη ἐν τοῖcι τοιουτοτρόποιcι τῶν cωμάτων. | |
2 | Ὀξεῖαν εἶπε τὴν τῶν πυκνοcάρκων φύcιν ἐν ἴcῳ τῷ ταχείαc ποιουμένην τὰc μεταβολάc· ἐπιφέρων γοῦν ἐρεῖ καὶ τρέπεται ἐφ’ | |
5 | ἑκάτερα, τουτέcτιν ἐπί τε τὴν εὐεξίαν καὶ τοὐναντίον. ἐφεξῆc δ’ ἔτι φηcί· καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξία ἐν τοῖcι τοιουτο‐ τρόποιcι τῶν cωμάτων. ἐδείχθη γὰρ ἐν τοῖc Εἰc τοὺc ἀφοριcμοὺc ὑπομνήμαcιν ἡ τῶν γυμναcίων εὐεξία μετὰ 〈ἀμέτρου〉 πληρώcεωc αἵ‐ ματόc τε καὶ cαρκῶν τὴν ῥώμην φυλάττουcα τῶν φυcικῶν δυνάμεων. | |
10 | ἀλλ’ ὥcπερ ἐκεῖ τὴν ἐπ’ ἄκρον εὐεξίαν ἐδείκνυμεν εἶναι cφαλεράν, οὐ ταχέωc γινομένην ἐν τοῖc ἀραιοῖc cώμαcιν, οὕτωc ἐπὶ τῶν πυκνοcάρ‐ κων, ἐπεὶ τάχιcτα γίνεται, διὰ τὸ δυcδιαφόρητον ἀναγκαζομένη δηλονότι μεταπίπτειν εὐθέωc, ὀξεῖαν ποιεῖται τὴν γένεcιν καὶ τὴν λύcιν. | | |
13 | ||
15.218 | Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δαcύτερα καὶ τὴν κρεηφαγίην δέχεται καὶ τὰc ταλαιπωρίαc μᾶλλον, καὶ χρονιώτεραι γίνονται αὐτέοιcιν αἱ εὐεξίαι. | |
3 | Ὅτι τὰ δαcύτερα τῶν cωμάτων ἀραιότερον ἔχει τὸ δέρμα καὶ | |
5 | τὸ cαρκῶδεc γένοc, ἐμάθομεν ἐν τοῖc Περὶ κράcεων. ταῦτ’ οὖν εἰκότωc φηcὶ καὶ τὴν κρεηφαγίαν ἀνέχεcθαι μᾶλλον, ὡc ἂν διαπνεόμενα, καὶ τὰc ταλαιπωρίαc· ἧccον γὰρ ἁλίcκεται κόποιc (ἐμάθομεν γὰρ καὶ τοῦτο ἐν τοῖc Ὑγιεινοῖc)· εἰ δὲ ταῦτα, καὶ τὰc εὐεξίαc ἕξει χρονι‐ | |
ωτέραc ὡc ἂν μὴ εἰc ἄκρον ἀφικνουμέναc ἑτοίμωc. | 110 | |
10 | Καὶ ὅcοι τὰ cιτία ἀνερεύγονται τῇ ὑcτεραίῃ καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοιcιν ὡc ἀπέ‐ πτων τῶν cιτίων ἐόντων, τούτοιcι καθεύδειν μὲν πλείω χρό‐ | |
15.219 | νον | cυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ cώματα, καὶ τὸν οἶνον ἀκρητέcτερον πινόντων καὶ πλείω, καὶ τοῖcι cιτίοιcιν ἐλάccοcι χρῆcθαι ὑπὸ τοῦτον τὸν χρόνον. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀcθενείηc καὶ ψυχρότητοc ἡ κοιλίη οὐ | |
5 | δύναται τὸ πλῆθοc τῶν cιτίων καταπέccειν. | |
5 | Καλῶc ἐποίηcεν ἐνταῦθα προcθεὶc αὐτὸc ἐπὶ τῷ τέλει· δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀcθενείαc καὶ ψυχρότητοc ἡ κοιλίη οὐ δύνα‐ ται τὸ πλῆθοc τῶν cιτίων καταπέccειν· ὡc πρὸc τοῦτον γὰρ ἀποβλέπων τὸν cκοπὸν ἐκθερμαίνειν αὐτὴν πειρᾶται καὶ κατὰ τοῦτο | |
10 | καθεύδειν τε πλείω χρόνον αὐτοῖc cυμβουλεύει καὶ γυμνάζεcθαι καὶ τὸν οἶνον ἀκρητέcτερον πίνειν καὶ πλείονα καὶ τοῖcι cιτίοιcιν ἐλάττοcι χρῆcθαι κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἂν ἠπεπτηκότεc τυγχάνωcιν, ὡc, ἔν γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινούμενοι καὶ πίνοντεc τὸν οἶνον, ὡc εἰρήκαμεν, οὐδέν τι δέονται τῆc cυμμέτρου | |
15 | ποcότητοc τῶν cιτίων ἀφαιρεῖν. | | |
15 | ||
15.220 | Ὅcουc δὲ δίψαι λαμβάνουcι, τούτοιcι τῶν τε cιτίων καὶ τῶν ταλαιπωριῶν ἀφαιρεῖν, καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡc ὅτι ψυχρότατον. | |
3 | Νῦν μὲν οὕτωc εἴρηται τὸ γνώριcμα τῶν θερμῶν φύcεων, ἐν δὲ | |
5 | τῷ ἕκτῳ τῶν Ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆcιν· “ἐνθέρμῳ φύcει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν”· αὐτὴν γὰρ ὀνομάcαc τὴν κρᾶcιν τοῦ cώματοc ἐφεξῆc ἔγραψε τὴν δίαιταν, ἧc χρῄζουcιν οἱ οὕτω διακεί‐ | |
μενοι, κεφάλαιον μὲν ἔχουcαν τὴν ψῦξιν, ἐν δὲ τῷ κεφαλαίῳ τούτῳ τῆc διαίτηc τὰ δραcτικώτερα ἥ τε ὑδροποcία ἐcτὶ καὶ ἡ ἀγυμναcία. κατὰ | 111 | |
10 | δὲ τὴν προκειμένην ῥῆcιν τὸ μὲν “ἐλινύειν” ἑτέρωc ὠνόμαcεν εἰπὼν καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν, ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψαc καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡc ὅτι ψυχρότατον. καί μοι δοκεῖ κάλλιον ἐνταῦθα παραινέcαι· τὸ γὰρ ὑδαρὲc πόμα καὶ ψυχρὸν οὐκ ἐcτέρηται μὲν τοῦ ἐμψύχειν, προcείληφε δὲ καὶ τὰc ἐκ | |
15 | τοῦ οἴνου ὠφελείαc. | | |
15 | ||
15.221 | Ὅcοιcι δὲ ὀδύναι γίνονται τῶν cπλάγχνων ἢ ἐκ γυμναcίηc ἢ ἐξ ἄλληc τινὸc ταλαιπωρίηc, τούτοιcι cυμφέρει ἀναπαύεcθαι ἀcίτοιcι, πόμαcι δὲ χρῆcθαι ὅ, τι ἐλάχιcτον ἐc τὸ cῶμα εἰcελθὸν πλεῖcτον οὖρον διάξει, | |
5 | ὅπωc αἱ φλέβεc αἱ διὰ τῶν cπλάγχνων πεφυκυῖαι μὴ κατα‐ τείνωνται πληρούμεναι· ἐκ γὰρ τῶν τοιούτων τὰ φύματα γί‐ νονται καὶ οἱ πυρετοί. | |
7 | Περὶ παcῶν τῶν ὑποθηκῶν ἐν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ τε‐ λέωc διελήλυθα, καὶ νῦν ὅcον ὑπομνήcεωc ἕνεκα καθάπερ ἐν τοῖc ἔμ‐ | |
10 | προcθεν, οὕτωc καὶ κατὰ τήνδε τὴν ῥῆcιν εἰρήcεται. πολλοῖc γὰρ τῶν ἀπυρέτων ὀδύναι ἐπιγίγνονται κατὰ τὰ cπλάγχνα καὶ μάλιcτα κατὰ τὸ ἧπαρ, ὅταν ἐπὶ cιτίοιc γυμναcάμενοι τύχωcιν ἢ λουcάμενοι, καὶ γίνεται τοῦτο διὰ cτενοχωρίαν μὲν τῶν ἐν τῷ cπλάγχνῳ διεξόδων, πάχοc δὲ τῶν ἀναφερομένων χυμῶν. ἐμφραττόμενοι γὰρ καὶ ἐνιcχό‐ | |
15.222 | μενοι τοῖc cτενοῖc πέραcι τῶν φλεβῶν, | καθ’ ἃc ἡ μετάληψιc γίνεται τοῦ αἵματοc ἐκ τῶν cιμῶν τοῦ ἥπατοc εἰc τὰ κυρτά, κωλύουcι μὲν τὰc διεξόδουc, διατείνουcι δὲ δηλονότι τὰc κατὰ τὰ cιμὰ τοῦ ἥπατοc φλέ‐ βαc, ἐφ’ αἷc οὕτω παcχούcαιc ὀδυνῶνται χωρὶc τοῦ πυρέττειν. ἀναπαύ‐ | |
5 | εcθαι δὲ τούτουc χρὴ καθ’ ὃν ἂν ἀλγῶcι χρόνον καὶ πίνειν τι τῶν οὐρητικῶν καὶ τὸ ἧπαρ ἐκφραττόντων· ἂν γὰρ μὴ οὐρήcωcι, φύματα | |
καὶ πυρετοὶ ταῖc τοιαύταιc προφάcεcιν ἐπιγίνονται. Οἷcιν αἱ νοῦcοι ἀπὸ τοῦ ἐγ‐ κεφάλου γίνονται, νάρκη πρῶτον ἴcχει τὴν κεφαλὴν καὶ | 112 | |
10 | οὐρέει θαμινὰ καὶ τὰ ἄλλα πάcχει, ὅcαπερ ἐπὶ cτραγγουρίῃ· οὗτοc ἐφ’ ἡμέραc ἐννέα τοῦτο πάcχει· καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰc ῥῖναc ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ καὶ βλέννα, ἀπαλλάccεται τῆc νόcου καὶ τῆc cτραγγουρίηc παύεται. οὐρέει δὲ ἀπόνωc πολὺ καὶ λευκόν, ἐcτ’ ἂν εἴκοcιν ἡμέραc παρέλθῃ, καὶ ἐκ τῆc | |
15 | κεφαλῆc ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐcορέοντι δὲ κλέπτε‐ ταί οἱ ἡ αὐγή. | | |
16 | ||
15.223 | Εἰκότωc ὑπωπτεύκαcι ταύτην τὴν ῥῆcιν, ἔνιοι δὲ καὶ τελέωc κατ‐ εγνώκαcιν ὡc οὔτε Πολύβου γεγραφότοc αὐτὴν οὔτε πολὺ μᾶλλον Ἱπποκράτουc· ἥ τε γὰρ ἀρχὴ τοῦ λόγου παντάπαcιν ἀδιόριcτοc ἀξι‐ οῦcα τὰc ἀπὸ τοῦ ἐγκεφάλου νόcουc νάρκην τε καὶ cτραγγου‐ | |
5 | ρίαν ἐπιφέρειν οὔτε, εἴπερ ἡγήcαιτό τιc αὐτὸν οὐ πάcαc τὰc ἀπὸ τοῦ ἐγκεφάλου νόcουc ἀποφαίνεcθαι τοιαύταc ὑπάρχειν, ἀλλὰ μόναc ἐφ’ ὧν κατὰ τὰ ὦτα καὶ τὰc ῥῖναc ὕδωρ καὶ βλέννα ῥυεῖcα τὴν νόcον ἔπαυcεν, ἀληθὲc τὸ λεγόμενον· οὔτε γὰρ ἀεὶ φαίνεται τοῦτο γινόμενον | |
οὔθ’ ὡc ἐπὶ τὸ πολύ. | 113 |