TLG 0057 085 :: GALENUS :: In Hippocratis de natura hominis librum commentarii iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

In Hippocratis de natura hominis librum commentarii iii

Source: Mewaldt, J. (ed.), Galeni in Hippocratis de natura hominis commentaria tria [Corpus medicorum Graecorum, vol. 5.9.1] Leipzig: Teubner, 1914: 3–88.

Citation: Kühn volume — page — (line)

15

.

1

(t1)

ΓΑΛΗΝΟΥ
t2ΕΙΣ ΤΟ ΠΕΡΙ ΦΥΣΕΩΣ ΑΝΘΡΩΠΟΥ ΒΙΒΛΙΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ
t3ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ
t3
1 Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων πάλαι ποθ’ ὑπόμνημα τῶν ἑταίρων τινὶ πρὸc ἀποδημίαν cτελλομένῳ γράψαc ἐπιδέδωκα τῆc ἐκείνου cτοχαζόμενοc ἕξεωc· ἅπερ οὖν ᾔδειν αὐτὸν ἀκριβῶc ἐπιcτάμενον, οὔτ’ ἀπέδειξα κατὰ τὴν ἀρχὴν τοῦ cυγγράμματοc οὔτ’ ἀνέμνηcα, καίπερ

15

.

2

εἰωθὼc | οὕτω πράττειν, ὅταν κοινὸc ὁ λόγοc ἅπαcι τοῖc ἀναγνωcο‐ μένοιc αὐτὸν ἔcεcθαι μέλλῃ· φθάcαντοc δ’ οὐκ οἶδ’ ὅπωc εἰc πολλοὺc ἐκπεcεῖν τοῦ cυγγράμματοc οὐκέθ’ ἕτερον ἐπ’ αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ μέντοι καὶ τὴν ἐξήγηcιν τοῦ Περὶ φύcεωc ἀνθρώπου βιβλίου διὰ
5τοῦτο ἀνεβαλλόμην, ὅτι τὰ cυνέχοντα πάντα διὰ τοῦ προεκδοθέντοc ὑπομνήματοc, ὃ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων ἐπιγέγραπται, cαφῶc ἐδέδεικτο. νῦν οὖν, ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου cυγ‐ γράμματοc ἐξήγηcιν οὐ μόνον τῶν ἀναγκαίων εἰc τὸ δόγμα λέξεων, ὡc ἐν ἐκείνῳ πρότερον ἐπεποιήμην, ἀλλὰ παcῶν ἐφεξῆc ἐδεήθηcαν
10οἱ ἑταῖροι παρ’ ἐμοῦ λαβεῖν, ἀρχόμενοc τῆc ἐξηγήcεωc ἐκεῖνα λέξω πρότερον, ὅcα παρέλιπον εἰπεῖν ἐν ἀρχῇ τοῦ Περὶ τῶν καθ’ Ἱππο‐ κράτην cτοιχείων, ἐπειδὴ γινώcκειν αὐτὰ τὸν ἑταῖρον ἠπιcτάμην. ἓν μὲν δὴ καὶ πρῶτον ἔcτιν εἰπεῖν, ὅ τι ποτε cημαίνεται πρὸc τοῦ τῆc φύcεωc ὀνόματοc, ἀφ’ οὗ καὶ τῶν παλαιῶν φιλοcόφων ἔνιοι
15παρονομαcθέντεc ἐκλήθηcαν φυcικοί. γενήcεται δ’ ὑμῖν ὧν ἕνεκα

15

.

3

λέγω τοῦτο δῆλον ἀναγνοῦcι τὰ Περὶ φύcεωc αὐ|τοῖc γεγραμμένα
βιβλία· φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην οὐcίαν ὁποία τίc ἐcτιν, ἣν ἀγέννητόν τε καὶ ἀίδιον εἶναί φαcιν ὑποβεβλημένην ἅπαcι τοῖc γεννητοῖc τε καὶ φθαρτοῖc cώμαcι, τά θ’ ὑπάρχοντα κατὰ τὸν ἴδιον3
5λόγον ἑκάcτῳ τῶν γεννωμένων τε καὶ φθειρομένων, οἷc γνωcθεῖcιν ἕπεται καὶ ἡ τῶν ἄλλων γνῶcιc, ὅcα μὴ κατὰ τὸν ἴδιον λόγον ἑκάcτῃ τῶν κατὰ μέροc οὐcιῶν cυμβαίνει. τελεία μὲν οὖν διδαcκαλία τῆc ἑκάcτου τῶν ὄντων φύcεωc οὕτω γίνεται, κἂν ἓν δή τιc ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται· καὶ τοῦτο εἰθιcμένοι λέγειν εἰcὶν οἱ ἄν‐
10θρωποι περὶ τῆc τοῦ πράγματοc φύcεωc ἀποφαίνεcθαί τι, καθάπερ καὶ ὁ ποιητὴc ποιεῖ· προειπὼν γὰρ
ὣc ἄρα φωνήcαc πόρε φάρμακον ἀργεϊφόντηc
ἐκ γαίηc ἀνελὼν καί μοι φύcιν αὐτοῦ ἔδειξεν ἐφεξῆc φηcι
15
ῥίζῃ μὲν μέλαν ἔcκε, γάλακτι δὲ ἴκελον ἄνθοc. οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντεc ἢ ὅλωc περὶ |

15

.

4

φυτῶν ἐκδιδάcκουcι τὴν αἰcθητὴν αὐτῶν φύcιν ὁποία τίc ἐcτιν ἑκάcτῳ ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀcμωμένῳ καὶ βλεπομένῳ διηγούμενοι τίνα τε ἔχει δύναμιν ἢ εἴcω τοῦ cώματοc λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον· ἐν τούτοιc γὰρ ἡ αἰcθητὴ φύcιc ἑκάcτου τῶν ὄντων ἐcτίν·
5ἡ δὲ τούτων ἀνωτέρω καὶ πρώτη· περὶ ἧc ἐγώ τε προείρηκα καὶ Πλάτων ἐπίcταcθαι cυμβουλεύει τὸν βουλόμενον ὁτιοῦν πρᾶγμα μεθόδῳ μεταχειρίζεcθαι. παραγράψω δέ cοι καὶ τὴν ῥῆcιν αὐτοῦ· „ψυχῆc οὖν φύcιν ἀξίωc λόγου κατανοῆcαι οἴει δυνατὸν εἶναι ἄνευ τῆc τοῦ ὅλου φύcεωc; —εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀcκληπιαδῶν δεῖ τι πείθε‐
10cθαι, οὐδὲ περὶ cώματοc ἄνευ τῆc μεθόδου ταύτηc. —καλῶc γάρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸc τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζονταc cκοπεῖν εἰ cυμφωνεῖ. —φημί. —〈τὸ τοίνυν περὶ φύcιν cκοπεῖν〉 τί
ποτε λέγει Ἱπποκράτηc τε καὶ ὁ ἀληθὴc λόγοc; ἆρ’ οὐχ ὧδε δεῖ δια‐4

15

.

5

νοεῖcθαι περὶ ὁτουοῦν φύcεωc; πρῶτον μὲν εἰ ἁπλοῦν ἢ | πολυειδέc ἐcτιν, οὗ πέρι βουληcόμεθα εἶναι αὐτοί τε τεχνικοὶ καὶ ἄλλουc δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, cκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸc τί πέφυκεν εἰc τὸ δρᾶν ἔχον ἢ τίνα εἰc τὸ παθεῖν ὑπό του,
5ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμηcάμενον, ὅπερ ἐφ’ ἑνὸc, τοῦτο ἰδεῖν ἐφ’ ἑκάcτου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τὸ τί παθεῖν ὑπό του“; αὕτη cοι καὶ ἡ τοῦ Πλάτωνοc ῥῆcιc ἐκ τοῦ Φαίδρου διδάcκουcα τοῦ τε τῆc φύcεωc ὀνόματοc τὸ cημαινόμενον ὅπωc τε χρὴ μεθόδῳ τὴν οὐcίαν αὐτῆc ἐπιcκοπεῖcθαι.
10 τοιαῦτα δὲ εὕροιc ἂν ἅπαντα τὰ Περὶ φύcεωc ἐπιγεγραμμένα βιβλία τῶν παλαιῶν φιλοcόφων, Ἐμπεδοκλέουc Παρμενίδου Με‐ λίccου Ἀλκμαίωνοc Ἡρακλείτου. τινὲc δ’ οὐχ ἕν, ἀλλὰ πλείονα βιβλία τῆc θεωρίαc ἐποιήcαντο ταύτηc, ἔνιοι δὲ καὶ πάνυ πολλά, καθ‐ άπερ Ἐπίκουροc· ἄρχεται γὰρ καὶ αὐτόc, ὥcπερ οὖν καὶ οἱ ἄλλοι
15πάντεc, ἀπὸ τοῦ ζητῆcαι πότερον ἕν τι καὶ ἁπλοῦν ἐcτιν, οὗ τὴν

15

.

6

φύcιν εὑρεῖν ἐπιχειροῦμεν, ἢ cύνθετον ἔκ τινων | ἑαυτοῦ προτέρων ἁπλῶν, ἅπερ οἱ μετ’ αὐτοὺc τοὺc παλαιοὺc εἰθίcθηcαν ὀνομάζειν ‘cτοιχεῖα‘, καθάπερ ἐπὶ τῆc φωνῆc οἱ γραμματικοὶ δ καὶ κ φαcιν εἶναι τὰ cτοιχεῖα, τουτέcτιν ἁπλᾶ καὶ πρῶτα μόρια καὶ μηκέτ’ εἰc ἄλλα
5διαιρεῖcθαι δυνάμενα καθάπερ αἱ cυλλαβαί· τῆc γοῦν cτρα cυλλαβῆc ἔcτιν ἀφελόντι cοι τὸ πρῶτον cτοιχεῖον τὸ cίγμα τὴν ὑπόλοιπον ἔχειν τὴν τρα μένουcαν ἔτι cυλλαβήν· οὕτω δὲ καί, ἐὰν αὐτῆc πάλιν τῆc τρα τὸ πρῶτον ἀφέλῃc γράμμα τὸ τ, τὸ ταύτηc ὑπόλοιπον ἕξειc διαι‐ ρεῖcθαι δυνάμενον τὴν ρα· οὐ μὴν τήν γε α διαιρήcειc ἔτι καὶ δείξειc
10ἐκ δυοῖν ἢ τριῶν φθόγγων ὥcπερ ἄλλαc πολλὰc cυγκειμένην, ἀλλ’ ἔcτιν εἷc αὐτῆc ἀδιαίρετοc ὁ φθόγγοc, οὐ κατὰ 〈τὸ〉 ποcὸν ἁπλῶc, ὡc ἑτέρωθι δεδείχαμεν ἡμεῖc τε καὶ ἄλλοι πολλοὶ τῶν φιλοcόφων,
ἀλλὰ κατὰ μόνον τὸ εἶδοc. οὕτω δὴ καὶ οἱ τὰ τέccαρα cτοιχεῖα τῶν ἐν γενέcει καὶ φθορᾷ cωμάτων εἶναι λέγοντεc ἀέρα καὶ πῦρ καὶ γῆν5
15καὶ ὕδωρ, ἐπεὶ μηκέτι δυνατόν ἐcτιν ἕκαcτον αὐτῶν εἰc εἴδη πλείω

15

.

7

τμηθῆναι, διὰ τοῦτο τῆc φυcιολογίαc ἀρχὰc αὐτὰ | τίθενται. πρώτη μὲν γάρ ἐcτι cωμάτων ἐλαχίcτων ἔννοια κατὰ τὸ ποcόν, ἐφεξῆc δ’ ἄλλη δευτέρα κατὰ τὸ ποιόν, ὡc ἐπὶ τῶν τῆc φωνῆc cτοιχείων ἐδείχθη· καὶ διέcτηcάν γε πρὸc ἀλλήλουc οἱ φυcικοὶ φιλόcοφοι, τινὲc μὲν
5κατὰ τὸ ποcὸν ὑποτιθέμενοι τὰ cτοιχεῖα τῶν ἐν γενέcει καὶ φθορᾷ cωμάτων ἐλάχιcτα μόρια, τινὲc δὲ κατὰ τὸ ποιόν. ἀλλὰ περὶ μὲν τοῦ cημαινομένου πρὸc τῆc ‘cτοιχείου‘ φωνῆc ἐν τῷ πρώτῳ τῶν Περὶ τῶν ἰατρικῶν ὀνομάτων ἐπὶ πλεῖcτον εἴρηται, καθάπερ γε καὶ περὶ τοῦ τῆc ‘φύcεωc‘ ἐν τῷ πέμπτῳ· νυνὶ δὲ οὐ περὶ προcηγοριῶν ἢ cημαινο‐
10μένων, ἀλλὰ περὶ τῶν πραγμάτων αὐτῶν ὁ λόγοc ἡμῖν ἐcτιν, ἐξ ὧν ἐλαχίcτων εἴτε κατὰ μέγεθοc εἴτε κατ’ εἶδοc ἡ πρώτη cύνθεcιc γίνεται τῶν γεννητῶν cωμάτων, ἅπερ Ἀριcτοτέληc καὶ ἡμεῖc ὀνομάζομεν ‘cτοιχεῖα πρὸc αἴcθηcιν‘ καὶ ‘ὁμοιομερῆ‘. δευτέρα γὰρ ἐκ τούτων ἄλλη cύνθεcιc γίνεται cωμάτων, ἃ καλοῦμεν ὀργανικά, χειρὸc cκέλουc ὀφθαλ‐
15μοῦ τε καὶ γλώττηc καὶ πνεύμονοc καὶ καρδίαc ἥπατόc τε καὶ cπληνὸc καὶ νεφρῶν καὶ γαcτρὸc καὶ μήτραc ὅcα τ’ ἄλλα τοιαῦτα· cύγκειται γὰρ

15

.

8

ἐκ τῶν | πρώτων καὶ ὁμοιομερῶν, ἃ δὴ καὶ ‘πρωτόγονα‘ καλεῖν εἴωθεν ὁ Πλάτων, ἡ πρώτη τῶν τοιούτων ὀργάνων φύcιc· ὑπὲρ τούτων τῆc διαφορᾶc εἴρηται μὲν δὴ καὶ καθ’ ἕν τι γράμμα, λεχθήcεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων ἕνεκα cαφοῦc διδαcκαλίαc. ὁμοιομερὲc μέν ἐcτιν ὀcτοῦν
5καὶ χόνδροc καὶ cύνδεcμοc, ὁμοιομερὲc δὲ καὶ ὑμὴν καὶ πιμελὴ καὶ cάρξ, ἥ τε τῶν μυῶν ταῖc ἰcὶ περιπλαττομένη καὶ αὐταῖc οὔcαιc ὁμοιο‐ μερέcιν ἥ τ’ ἐν τοῖc cπλάγχνοιc, ἣν δὴ καὶ ‘παρέγχυμα‘ καλεῖν ὁ Ἐραcίcτρατοc εἴωθεν. ἐδείχθη δ’ εὐθὺc ἐν ἀρχῇ τῆc πραγματείαc, ἐν
ᾗ τὴν Θεραπευτικὴν μέθοδον ὁποία τίc ἐcτιν ἀπεδείκνυον, ἀδύνατον6
10ὂν εὑρεῖν θεραπείαν ἐνδεικτικῶc τὴν περὶ τῶν ὁμοιομερῶν cωμάτων ἄνευ τοῦ γνῶναι πότερον ἁπλοῦν ἕκαcτον αὐτῶν ἐcτιν ἢ ἐκ πλειόνων cύγκειται καὶ πότερον ἐκεῖνα κέκραται δι’ ὅλων ἢ ψαύει μόνον. ἐδείχθη δὲ καί, ὡc ἔνιοι τῶν ἰατρῶν, ὧν ἐcτι καὶ ὁ Ἐραcίcτρατοc, ἐξ ἡμίcεοc μέρουc εἰcὶ δογματικοί, τὰ μὲν τῶν ὀργανικῶν μορίων νοcήματα

15

.

9

λογικῶc θεραπεύοντεc, τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐδ’ ὅλωc ἢ ἐμ|πειρικῶc, οἱ πλεῖcτοι δ’ αὐτῶν οὐδ’ ὅπῃ διαφέρει τὰ τῶν ὀργανικῶν νοcήματα τῶν ἐν τοῖc ὁμοιομερέcι γιγνομένων ἐπίcτανται, καθάπερ οὐδὲ περὶ τοῦ καθ’ ἑκάτερον αὐτῶν ἀριθμοῦ. ἀλλ’ ὑμεῖc γε, ὦ ἑταῖροι, καὶ Περὶ
5τῆc τῶν νοcημάτων διαφορᾶc ἕν τι τῶν ἡμετέρων ὑπομνημάτων ἔχετε καὶ περὶ τῶν ἰαμάτων οὐ cμικρὰν πραγματείαν, ἣν ἐπέγραψα Μέθοδον θεραπευτικήν. ἀλλὰ καὶ ταῦτα καὶ τὰ ἄλλα τὸν περὶ τῆc φύcεωc τοῦ cώματοc ἡμῶν ἀπαιτοῦcι λόγον, ὃc ἐν τῷ προκειμένῳ cυγγράμματι δι‐ δάcκεται.
10 διὸ καὶ θαυμάcειεν ἄν τιc ἐκείνων, ὅcοι νομίζουcι τὸ Περὶ φύcεωc ἀνθρώπου βιβλίον οὐκ εἶναι τῶν γνηcίων Ἱπποκράτουc, ἀλλ’, ὡc αὐτοὶ καλεῖν εἰώθαcι, νόθον, ἀπατηθέντεc ἐκ τῶν ἐν αὐτῷ διεcκευαcμένων τε καὶ παρεγγεγραμμένων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν αὐτοῖc τούτοιc ἐπιδείξω τοῖc ὑπομνήμαcιν, ἀρκεῖ δὲ νῦν ἐρεῖν, ὅcα κἀν τῷ Περὶ τῶν
15γνηcίων τε καὶ νόθων Ἱπποκράτουc cυγγραμμάτων ὑπομνήματι εἴρηται, κατὰ λέξιν οὕτωc ἔχοντα· „τούτου τοῦ βιβλίου τὸ μὲν κατὰ τὸ Α

15

.

10

γράμμα μέροc τὸ πρῶτον εἰc c καὶ μ cτίχουc ἐξήκει, | δεικνύον ἐκ θερ‐ μοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων cώματα γεγονέναι μετὰ τοῦ καὶ διδάξαι περὶ τῆc τῶν χυμῶν φύcεωc· τὸ δὲ ἀπὸ τοῦδε ποικίλον τοῦτό ἐcτιν· τὸ μὲν γὰρ πρῶτον αὐτοῦ μέροc διακρίνει τὰc
5cποραδικὰc ὀνομαζομέναc νόcουc ἀπὸ τῶν ἐπιδημίων τε καὶ λοιμωδῶν ἰδίαν τε θεραπείαν ἑκατέρου τοῦ γένουc ἐν τῷ καθόλου διδάcκει, τὸ
δὲ μετ’ αὐτὸ φλεβῶν ἀνατομὴν διέρχεται, κἄπειτα περὶ νοcημάτων ἐcτὶ ποικίλη διδαcκαλία· καὶ μετ’ αὐτὴν ὑγιεινὴ δίαιτα πρὸc ἰδιώταc γεγραμ‐ μένη, κἄπειθ’ ἑξῆc ὅπωc ἄν τιc τοὺc παχυτέρουc ἀνθρώπουc λεπτύ‐7
10νειεν ἢ τοὺc λεπτοτέρουc cαρκώcειεν, οἷc ἔζευκται διδαcκαλία περὶ ἐμέ‐ των, εἶτά τιc ὑπογραφὴ διὰ βραχέων διαίτηc παιδίων καὶ μετὰ ταύτην γυναικῶν, εἶτα τῶν γυμναζομένων, εἶτ’ ἐπὶ τέλει πρόcκειται διὰ cτίχων ὡc δέκα περὶ τῶν ἐγκεφάλου νόcων εἰκῇ καὶ ὡc ἔτυχε προcερριμμένον. εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν διεcκεύαcται καὶ cύγ‐
15κειται cχεδὸν εἰc ἑξακοcίουc cτίχουc ἢ βραχύ τι ἧττον ἐκτεταμένον.

15

.

11

ἔχει δὲ τὸν μὲν πρῶτον | λόγον, ἔνθα περὶ τῶν cτοιχείων καὶ τῶν χυμῶν διέρχεται, παντοίωc ἐχόμενον τῆc Ἱπποκράτουc τέχνηc, ὥcπερ γε καὶ τὸν δεύτερον, ἔνθα καὶ τὰ διακριτικὰ τῶν ἐπιδημίων τε καὶ cποραδικῶν νοcημάτων. τὸν δὲ περὶ τῆc τῶν φλεβῶν ἀνατομῆc ἐναργῶc
5παρεγκείμενον ἔχει, μοχθηρὸν ὅλον· οὔτε γὰρ τοῖc φαινομένοιc ὁμο‐ λογεῖ καὶ τοῖc ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἰρημένοιc μάχεται. τῶν δ’ ἑξῆc τὰ μὲν παρέγκειται, περὶ ὧν ὅτ’ ἐξηγούμεθά cοι τὸ βιβλίον ἀκριβωθήcεται, τὰ δέ ἐcτιν ἀξιόλογα καὶ διὰ βραχέων καλῶc εἰρημένα καὶ τῆc Ἱπποκράτουc ἐχόμενα τέχνηc, ὥcπερ ὅcα περὶ τῆc ὑγιεινῆc
10διαίτηc εἴρηται“. τὸ μὲν ὅλον τὸ βιβλίον ἐκ τούτων cύγκειται, τὸ δὲ πρῶτον αὐτοῦ μέροc ἁπάcηc τῆc Ἱπποκράτουc τέχνηc ἔχει τὴν οἷον κρηπῖδα· διὸ καὶ θαυμάζειν ἔφην ἐνίων ἀποξενούντων αὐτὸ τῆc τοῦ Ἱπποκράτουc ἐννοίαc. οἱ πλεῖcτοι μὲν γὰρ τῶν γνόντων Ἱπποκράτουc τέχνην τοῖc
15γνηcίοιc αὐτὸ cυγκαταριθμοῦcι νομίζοντεc τοῦ μεγάλου Ἱπποκράτουc cύγγραμμα, τινὲc δὲ Πολύβου τοῦ μαθητοῦ τε ἅμα καὶ διαδεξαμένου

15

.

12

τὴν τῶν | νέων διδαcκαλίαν, ὃc οὐδὲν ὅλωc φαίνεται μετακινήcαc τῶν Ἱπποκράτουc δογμάτων ἐν οὐδενὶ τῶν ἑαυτοῦ βιβλίων, ὥcπερ οὐδὲ Θεccαλὸc ὁ υἱὸc αὐτοῦ, θαυμάcιοc μὲν ἀνὴρ καὶ οὗτοc γενόμενοc, ἀλλ’ οὐ καταμείναc ἐν τῇ πατρίδι καθάπερ ὁ Πόλυβοc· Ἀρχελάῳ γὰρ τῷ
5Μακεδονίαc βαcιλεῖ cυνεγένετο. πεπιcτεύκαcι μὲν οὖν, ὡc ἔφην, καὶ οἱ ἄλλοι cχεδὸν ἅπαντεc ἰατροὶ πλὴν ὀλίγων δή τινων Ἱπποκράτουc εἶναι τὸ Περὶ φύcεωc ἀνθρώπου βιβλίον, οὐκ ἀγνοεῖ δὲ οὐδὲ Πλάτων
αὐτόc· γράφει γοῦν ἐν Φαίδρῳ τὴν προγεγραμμένην ῥῆcιν ὀλίγον ἔμπρο‐ cθεν, ἧc ἡ ἀρχή· „ψυχῆc οὖν φύcιν ἀξίωc λόγου κατανοῆcαι οἴει δυνατὸν8
10εἶναι ἄνευ τῆc τοῦ ὅλου φύcεωc; —εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀcκληπιαδῶν δεῖ τι πείθεcθαι, οὐδὲ περὶ cώματοc ἄνευ τῆc μεθόδου ταύτηc.“ ταύτην τὴν ῥῆcιν ἐχρῆν ἀναγνόνταc τοὺc εἰκῇ φλυαροῦνταc ἐπιcκέψαcθαι, τίνι τῶν βιβλίων Ἱπποκράτουc ἡ ὑπὸ Πλάτωνοc ἐπ‐ αινουμένη μέθοδοc γέγραπται· φανεῖται γὰρ οὐδὲ καθ’ ἓν ἄλλο παρὰ
15τὸ προκείμενον ἡμῖν νῦν cύγγραμμα, τὸ Περὶ φύcεωc ἀνθρώπου, 〈ζητῶν ὁ Ἱπποκράτηc πρῶτον μὲν περὶ cώματοc ἀνθρώπου, πότερον ἁπλοῦν

15

.

13

ἢ πολυειδέc ἐcτιν〉, | ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαcτον, ὧν ὁ Πλάτων διῆλθεν, ἃ κἀγὼ διά τε τῶν Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων ἐδίδαξα καὶ νῦν οὐχ ἧττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν οὕτωc ἔδοξεν. ἐκεῖνο δ’ οὖν ἔτι προcθεὶc τῷ λόγῳ πρὸc τὴν ἐξήγηcιν ἀφίξομαι
5τῶν ἐν τῷ βιβλίῳ ῥήcεων· ἐκπεcόντοc εἰc πολλοὺc τοῦ γραφέντοc μοί ποτε βιβλίου 〈τοῦ〉 Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων ἐπαινεθέντοc τε πρὸc ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι δή τινεc τῶν ἀπαιδεύτων, ὅcοι τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν ἠδυνήθηcαν ἐλέγξαι καίτοι γ’ ἐπιχειρήcαντεc, ἀπεπνίγοντο δὲ ὑπὸ τοῦ φθόνου,
10τοῦτο ᾠήθηcαν ἱκανὸν εἶναι πρὸc διαβολήν, ὡc οὔκ ἐcτιν Ἱπποκράτουc αὐτοῦ τὸ cύγγραμμα. 〈μὴ〉 τοίνυν ἔcτω μήθ’ Ἱπποκράτουc μήτ’ αὖ τοῦ Πολύβου μηδ’, εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι cύγγραμμα Περὶ φύcεωc ἀνθρώπου δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ cώμαθ’ ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ’ αὐτοῖc χαριcόμεθα, τό γε
15ἐκ τούτων cυγκεῖcθαι τὰ cώματα ἡμῶν καὶ γεγονέναι Ἱπποκράτουc ἐcτὶ

15

.

14

δόγματα. φαίνεται γὰρ ἐν τοῖc | γνηcιωτάτοιc ἑαυτοῦ βιβλίοιc οὐ μόνον τὰc τῶν νόcων διαφορὰc ἀκολούθωc ταῖc ἀρχαῖc ταύταιc ποιούμενοc, ἀλλὰ καὶ τοὺc τῶν ἰάcεων τρόπουc ἐντεῦθεν εὑρίcκων. τὰ νοcήματα μὲν γὰρ αὐτῷ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν
5ἀλλήλων διαφέρει, ἡ θεραπεία δὲ γίνεται τῶν μὲν θερμῶν ψυχομένων, τῶν δὲ ὑγρῶν ξηραινομένων, ὥcπερ γε καὶ τῶν μὲν ψυχρῶν θερμαινομέ‐ νων, τῶν δὲ ξηρῶν ὑγραινομένων. ἔτι τε τούτων ἔμπροcθεν αὐτῶν τῶν κατὰ τοὺc ἀνθρώπουc φύcεων τὰc μὲν θερμὰc ἡγεῖται, τὰc δὲ ψυχράc,
τὰc δὲ ὑγράc, τὰc δὲ ξηράc, ἡλικίαc τε ὡcαύτωc καὶ χώραc κατὰ τὸν αὐτὸν9
10τρόπον ἀλλήλων διαφέρειν ὑπολαμβάνει, μηδὲν τούτων Ἐραcιcτράτου ποτὲ φθεγξαμένου καθάπερ οὐδὲ ἄλλου τινόc, ὅcοι τὸ θερμὸν ἐπί‐ κτητον, οὐ cύμφυτον εἶναι νομίζουcιν. οὕτω δὲ καὶ τἄλλα πάντα τὰ κατὰ μέροc ὁ μὲν Ἱπποκράτηc εἰc τὰc ἀρχὰc ταύταc ἀναφέρει, οὐ φυλάττει δὲ ὁ Ἐραcίcτρατοc, ὡc διὰ τοῦτο καὶ τῶν φυcικῶν ἔργων
15ἀνεπεξήγητα καταλιπεῖν ἔνια, καθάπερ ἐδιδάξαμεν ἐν τοῖc 〈Περὶ〉 τῶν

15

.

15

φυcικῶν δυνάμεων ὑπο|μνήμαcιν. ἐπεὶ δὲ οἱ πᾶcι λωβώμενοι τοῖc κα‐ λοῖc ἐγκαλοῦcι τῷ μήκει τοῦ λόγου, πάντα μᾶλλον ἢ ὑπομνήματα γρά‐ φειν ἡμᾶc εἰπόντεc, ἔγνωκα καὶ ταύτην αὐτῶν ἀποκόψαι τὴν ἐπήρειαν ἰδίαν γράψαc ἑτέραν πραγματείαν, ἐν ᾗ δείξω τὴν αὐτὴν δόξαν Ἱππο‐
5κράτη διαφυλάττοντα τῇ κατὰ τὸ Περὶ φύcεωc ἀνθρώπου γεγραμμένῃ καὶ κατὰ τὰ ἄλλα πάντα cυγγράμματα. οἶδα δὲ πάλιν, ὥcπερ ἐν ἅπαcι τοῖc ἀποδεικνυμένοιc ὑφ’ ἡμῶν οἱ βάcκανοι διαβάλλειν αἰδεcθέντεc τὰ πρὸc ἁπάντων ἐπαινούμενα μέμφονταί τινα θεωρήματα τῶν κοινωνούν‐ των αὐτοῖc, οὕτω καὶ νῦν πράξονταc αὐτούc. ἐπὶ μὲν γὰρ τῶν γρα‐
10φηcομένων βιβλίων ἐροῦcι χρῆcθαι μὲν ὄντωc Ἱπποκράτη cκοποῖc cτοι‐ χειώδεcι τῷ θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, οὐ μήν γ’ ἀληθῶc ὑπολαμβάνειν αὐτόν· ὅταν δ’ ἀποδεικνύῃ πάλιν ἐκ τούτων τὰ cώματα cυγκεῖcθαι, μὴ δοκεῖν Ἱπποκράτει τοῦτο ἐροῦcιν· οὐ γὰρ εἶναι τὸ Περὶ φύcεωc ἀνθρώπου βιβλίον Ἱπποκράτουc. ὥcπερ οὖν ἐκεῖνοι κακουργοῦν‐

15

.

16

τεc οὐ παύονται, οὕτω καὶ ὑμεῖc μέμνηcθε τῶν | προκειμένων ἐν ἑκά‐ cτῳ τῶν ὑπομνημάτων ἀναμιμνῄcκειν αὐτούc· καὶ μήθ’, ὅταν ἀποδει‐ κνύωμεν Ἱπποκράτη κατὰ πάντα τὰ cυγγράμματα θεμέλιον τῆc ἑαυτοῦ τέχνηc τιθέμενον ἐν τῇ περὶ τῶν εὑρημένων cτοιχείων ἐπιcτήμῃ, κατα‐
5λιπόντεc τοῦτο περὶ τῆc ἀληθείαc αὐτῶν ζητείτωcαν μήθ’, ὅταν περὶ
τῆc ἀληθείαc ζητῶμεν ἢ καὶ ἀποδεικνύωμεν, ἀποχωρείτωcαν ἐπὶ τὴν περὶ τῆc γνώμηc αὐτοῦ cκέψιν, ἀλλ’ ἰδίᾳ μὲν εἰ ἀληθὴc ὁ περὶ τῶν cτοιχείων λόγοc ἐξεταζέτωcαν, ἰδίᾳ δὲ εἰ ταῦθ’ Ἱπποκράτηc ἐτίθετο cτοιχεῖα. δυοῖν οὖν ὄντοιν τούτοιν τοῖν προβλημάτοιν τὸ πρότερον ἔν10
10τε τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων κἀν τῷ νῦν προκειμένῳ λόγῳ cκοπείτωcαν· ἐκ περιουcίαc δὲ κατὰ τὴν ἀκολουθίαν τοῖc οὐκ ἀcυνέτοιc φανεῖται τὰ αὐτὰ τιθέμενοc ἀεὶ cτοιχεῖα τό τε βιβλίον τὸ νῦν ἡμῖν προκείμενον αὐτὸc γράψαc.
13 Ὅcτιc μὲν εἴωθεν ἀκούειν λεγόντων

15

.

17

ἀμφὶ τῆc φύcιοc τῆc | ἀνθρωπίνηc προcωτέρω ἢ ὁκόcον αὐτέηc ἐc ἰατρικὴν ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειοc ὅδε ὁ λόγοc ἀκούειν. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι οὔτε πῦρ οὔτε ὕδωρ οὔτε γῆν οὔτε ἄλλο οὐδέν, ὅ τι μὴ φανε‐
5ρόν ἐcτιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπ, ἀλλὰ τοῖcι βουλομένοιcι ταῦτα λέγειν παρίημι.
6 Ὅcον ἐπὶ τῇ ῥήcει ταύτῃ, γνῶναι cαφῶc τὴν τοῦ cυγγραφέωc γνώμην οὐ πάνυ τι δόξει δυνατὸν εἶναι. μέμφεται γὰρ τοῖc προ‐ cωτέρω τὸν περὶ τῆc φύcεωc λόγον ἀπάγουcι τῆc ἰατρικῆc χρείαc·
10προcωτέρῳ δ’ ἄν τιc ἀπάγειν ὑπονοήcειεν ἐκείνουc, ὅcοι τε πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν εἶναι λέγουcι τὰ cτοιχεῖα τῆc ἀνθρώπου φύ‐ cεωc, ὅcοι τε τούτων τῶν cτοιχείων ἕν τι, κατὰ μὲν τὴν πρόχειρον φανταcίαν ἐπὶ τὸ πρότερον ἀφικνουμένων ἡμῶν, κατὰ δὲ τὴν ἀκρι‐ βεcτέραν cκέψιν ἐπὶ τὸ δεύτερον. τοὺc γὰρ ἐκ πυρὸc καὶ γῆc ὕδατόc
15τε καὶ ἀέροc ἀλλήλοιc κραθέντων ἡγουμένουc τὰ cώμαθ’ ἡμῶν γεγο‐

15

.

18

νέναι | μοχθηρῶc ἄν τιc ἀξιώcειε κρίνεcθαι ὕδωρ ἢ πῦρ ἢ γῆν ἢ ἀέρα δεικνύειν ἐν ἡμῖν ἤ, μὴ δεικνύονταc, ἐξελέγχεcθαι φάcκειν. ὅμοιον γὰρ τοῦτο τῷ κατὰ τὴν ‘τετραφάρμακον‘ δύναμιν ἀξιοῦν ἤτοι κηρὸν ἢ
πίτταν ἢ cτέαρ ἢ ῥητίνην εἰλικρινῆ δεικνύειν ἤ, μὴ δυναμένοιc δεῖξαι,11
5μὴ cυγχωρεῖν ἐκ τούτων αὐτὴν cυγκεῖcθαι· ἐν γὰρ τῷ ‘κεκρᾶcθαι‘ φάναι ‘τὰ τέτταρα‘ τὸ μηδὲν εἰλικρινὲc αὐτῶν εἶναι δηλοῦται. δυνατὸν μὲν οὖν ἐcτιν ἄμφω νοῆcαι κατὰ τὴν προκειμένην ῥῆcιν, ἐν δὲ τοῖc ἑξῆc εἰρηcομένοιc φαίνεται τὸ δεύτερον ὑπὸ τοῦ cυγγραφέωc καταcκευα‐ ζόμενον. εἰ δέ τιc ἀκριβῶc προcέχει τὸν νοῦν, καὶ κατ’ αὐτὴν τήνδε
10τὴν λέξιν, ἔνθα φηcὶν οὔτε γὰρ ἠέρα τὸ πάμπαν εἶναι λέγω τὸν ἄνθρωπον, οὐ τοῦτό φηcιν, ὡc οὐκ ἔcτιν ὅλωc ἐν ἡμῖν ἀήρ, ὥcπερ οὐδ’ ὅτι πῦρ ἢ ὕδωρ ἢ γῆ, ἀλλ’ ὡc 〈οὐ〉 τὸ πάμπαν. ἐκ δὲ τῆc φωνῆc ταύτηc cημαίνεται τὸ μὴ παντελῶc, οὐ τὸ μηδ’ ὅλωc. οὐ γὰρ ἀναιρεῖται παντάπαcιν ὑπὸ τῆc τοῦ πάμπαν λέξεωc τὸ πρᾶγμα, περὶ οὗ ποιούμεθα

15

.

19

τὸν λόγον, | ἀλλὰ τὸ τέλειον αὐτοῦ καὶ ἄμικτον παραθραύεται. φαίνεται γοῦν ὅ τε ποιητὴc κατὰ τοῦτο τὸ cημαινόμενον χρώμενοc τῇ πάμπαν φωνῇ, δι’ ὧν φηcιν·
οὐδ’ ὅθι πάμπαν
5
ἤθελε λαὸν ὀλέccαι Ἀχαϊκὸν Ἰλιόθι πρό, αὐτόc τε ὁ Ἱπποκράτηc, ἡνίκα ἂν λέγῃ· „τῶν ὀξέων νοcημάτων οὐ πάμπαν ἀcφαλέεc αἱ προαγορεύcιεc οὔτε τῆc ὑγείαc οὔτε τοῦ θανάτου.“ ὁ μὲν γὰρ ποιητὴc τὸν Δία φηcὶ χαριζόμενον τῇ Θέτιδι πολὺν μὲν ὄλεθρον ἐθέλειν ἐργάcαcθαι τῶν Ἑλλήνων, οὐ μὴν παντελῶc γ’ αὐτοὺc
10διαφθεῖραι, ὁ δ’ Ἱπποκράτηc πολλὰc μὲν τῶν προρρήcεων εἶναι βεβαίαc, ὡc ἀπεδείξαμεν ἐν τοῖc Εἰc τὸ προγνωcτικὸν ὑπομνήμαcιν, οὐ μὴν ἁπάcαc γε. βέλτιον 〈οὖν〉 ἀκούειν, ὅπερ καὶ διὰ τῶν ἐφεξῆc δηλοῦται, μὴ cυγχωρεῖν τὸν Ἱπποκράτη τοῖc ἀέρα μόνον εἶναι λέγουcι τὸ cτοιχεῖον τοῦ ἀνθρωπείου cώματοc, ὥcπερ οὐδὲ τοῖc γῆν μόνην ἢ ὕδωρ ἢ πῦρ·
15οὐδὲ γὰρ ἕν τι τούτων ἐcτίν, ἀλλ’ ἅπαντα cτοιχεῖα. |

15

.

20

διὸ καὶ τὴν κατὰ τὸ τέλοc τῆc ῥήcεωc φωνὴν ἀμφίβολον οὖcαν ἐν τῷ περὶ διαίρεcιν καὶ cύνθεcιν γένει τῆc ἀμφιβολίαc ἄμεινόν ἐcτι κατὰ διαίρεcιν ἀναγινώcκειν, ἔνθα φηcίν· οὔτ’ ἄλλο οὐδὲν ὅ τι μὴ φανερόν ἐcτιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. τὸ γὰρ ἓν ἐὸν οὐχ, ὡc
5οἱ τὴν προτέραν τῶν ἐξηγήcεων πρεcβεύοντεc οἴονται, μέροc ἕν ἐcτι λόγου, λεγόμενον ὑπὸ τῶν ἄλλων Ἑλλήνων ἐν δυοῖν cυλλαβαῖν ‘ἐνόν‘, ὑπὸ δὲ τῶν Ἰώνων ἐν τριcὶν ‘ἐνεόν‘, ἀλλὰ δύο ἐcτὶ λόγου μέρη, τὸ μὲν ἕτερον ὄνομα μονοcύλλαβον, ὡc ἐπειδὰν λέγωμεν ἀριθμοῦντεc ‘ἓν‘ δύο τρία, τὸ δ’ ἕτερον, ὅπερ ἡμεῖc μὲν ‘ὂν‘ λέγομεν, οἱ δ’ Ἴωνεc ‘ἐὸν‘12
10ἐν δυοῖν cυλλαβαῖν. ἐπιδειχθήcεται γὰρ ἐν τοῖc ἑξῆc ὁ Ἱπποκράτηc ἀντιλέγων οὐ τοῖc περιέχεcθαι κατὰ τὸ cῶμα τῶν τεττάρων cτοιχείων ἕκαcτον οἰομένοιc, ἀλλὰ τοῖc ἓν μόνον ἐξ αὐτῶν τὴν φύcιν εἶναι τὴν τοῦ ἀνθρώπου νομίζουcι. πῶc οὖν, φήcει τιc, ‘προcωτέρω ἢ κατὰ τὴν ἰατρικὴν ὁ λόγοc
15οὗτοc ἀποχωρεῖ‘, καθ’ ὃν ἓν ὁτιοῦν cτοιχεῖον ὑποτίθενταί τινεc εἶναι τὴν φύcιν τοῦ ἀνθρώπου; ὅτι, καθάπερ αὐτὸc ὀλίγον ὕcτερον φήcει,

15

.

21

ταύτῃ | τῇ δόξῃ τὸ μήποτε ἀλγεῖν τὸν ἄνθρωπον ἕπεται· καίτοι κἂν τοῦτό τιc cυγχωρήcῃ, ἕπεται καὶ τὸ ἰώμενον ἓν εἶναι· φαίνεται δὲ ἀλγῶν καὶ θεραπευόμενοc πολυειδῶc, ὥcτε ψευδὴc ἀληθῶc. ἴδωμεν οὖν ἤδη τῶν εἰρημένων ἕκαcτον ἐν ταῖc ἐφεξῆc ῥήcεcιν,
5ὅπωc αὐτὸc καταcκευάζει.
5 Οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι 〈οὔτε πῦρ〉 οὔτε ὕδωρ οὔτε γῆν.
7 Ἀρτεμίδωροc ὁ ἐπικληθεὶc Καπίτων ἔκδοcιν ἐποιήcατο τῶν Ἱπποκράτουc βιβλίων εὐδοκιμήcαcαν οὐ μόνον παρὰ Ἀδριανῷ τῷ αὐτο‐
10κράτορι, ἀλλὰ καὶ νῦν ἱκανῶc ὑπὸ πολλῶν cπουδαζομένην, ὥcπερ καὶ ἡ τοῦ cυγγενοῦc αὐτῷ Διοcκορίδου. πολλὰ μὲν οὖν ἀμφότεροι μετ‐ έγραψαν ὑπαλλάττοντεc τὰc παλαιὰc γραφάc, ἃc μόναc ἴcαcιν οἱ ἐξη‐ γηcάμενοι τὰ Ἱπποκράτουc βιβλία. πρὸc δὲ τοῖc πολλοῖc καὶ τήνδε |

15

.

22

τὴν νῦν προκειμένην λέξιν ὑπήλλαξε Καπίτων ὧδέ πωc γράψαc· οὔτε
γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι οὔτε πῦρ οὔτε ὕδωρ. ἐπειδὴ γὰρ οὔτε βιβλίον εὕριcκεν ἀνδρὸc παλαιοῦ τὴν γῆν μόνην εἰπόντοc εἶναι cτοιχεῖον οὔτε παρὰ τοῖc μάλιcτα τὴν τοιαύτην ἱcτορίαν13
5ἀναλεξαμένοιc ἀνδράcι τοῖc Περιπατητικοῖc ἱcτορούμενον τῆc δόξηc ταύτηc προcτῆναί τινα, τὴν λέξιν ὑπήλλαξε τολμηρῶc. ἄμεινον δ’ ἦν ἐπιτιμῆcαι τοῖc φιλοτίμωc ἐζητηκόcι, τίνοc ἦν ἀνδρὸc ἡ περὶ τῆc γῆc ὡc μόνηc cτοιχείου δόξα. παραπλήcιον γάρ ἐcτι τοῦτο τῷ ζητῆcαι, τίc μὲν ἦν ὁ ἀξιῶν ἐκτετραμμένην ἐπιδεῖcθαι τὴν χεῖρα ὑπτίαν, καὶ τίc
10μὲν ὁ τὴν τῆc πτέρνηc ἐπίδεcιν ἑτέρωc ἢ ὡc Ἱπποκράτηc ἀξιῶν ποιεῖcθαι, τίc δὲ ὁ τὴν τῆc κλειδόc, ἢ τίc ὁ τὰ μεθ’ ἕλκουc κατάγματα κατ’ αὐτὸ μὲν τὸ ἕλκοc οὐκ ἐπιδῶν, ἑκατέρωθεν δὲ ἐπιδῶν, ἢ τίc ἐν τῷ καίειν τὸ κατ’ ὦμον ἄρθρον οὐκ ἐν οἷc χρὴ μέρεcιν ἐτίθει τὰc ἐcχάραc, ἢ τίνεc ἦcαν οὓc ἐν τῷ περὶ ῥάχεωc λόγῳ μέμφεται. πολλὰ
15γὰρ τοιαῦτα κατά τε τὸ Περὶ ἀγμῶν καὶ 〈κατὰ τὸ〉 Περὶ ἄρθρων

15

.

23

εἴρη|ται τῷ Ἱπποκράτει ποτὲ μὲν ὡc ἑνόc, ἐνίοτε δ’ ὡc πολλῶν ἁμαρτανόντων, ὥcπερ κἀν τῷ Περὶ διαίτηc ὀξέων· ἅμα γὰρ κἀκεῖ πολλοὺc ἰατροὺc μεμφόμενοc ἔγραψεν ὧδέ πωc· „οἶδα τοὺc ἰητροὺc τὰ ἐναντιώτατα ἢ ὡc δεῖ ποιέονταc· βούλονται γὰρ πάντεc ὑπὸ τὰc
5ἀρχὰc τῶν νούcων προταριχεύcαντεc τοὺc ἀνθρώπουc ἢ δύο ἢ τρεῖc ἢ καὶ πλείουc ἡμέραc οὕτω προcφέρειν καὶ τὰ ῥοφήματα καὶ τὰ ποτά.“ τίνεc οὖν ἦcαν οἱ διαιτῶντεc οὕτω δεικνύτωcαν ἡμῖν οἱ ἐξηγηταί, τίνεc δὲ οἱ νομίζοντεc φλέγμα μόνον εἶναι τὸν ἄνθρωπον ἢ τίνεc οἱ ξανθὴν χολὴν ἢ τίνεc οἱ μέλαιναν· ἐφεξῆc γάρ τοι κατ’ αὐτὸ τοῦτο τὸ Περὶ
10φύcεωc ἀνθρώπου βιβλίον εἶναί τινάc φηcιν, οἳ οὕτωc ἐδόξαcαν. ἄμει‐ νον μὲν οὖν ἦν εἰρῆcθαι τοῖc ἐξηγηταῖc, ὡc τάχα μὲν οὐδ’ ἔγραψαν πάντεc οὗτοι τὰc ἑαυτῶν δόξαc. ἐγχωρεῖ δὲ καὶ γραψάντων αὐτῶν μὴ διαcωθῆναι. φαίνεται γὰρ τοῦτο κατὰ πλείουc αἰτίαc γινόμενον· ἔνιοι μὲν γὰρ τοὺc διαδεξαμένουc αὐτῶν τὴν διδαcκαλίαν οὐκ ἔcχον, ἔνιοι

15

.

24

δὲ οὐκ | ἐξέδοcαν ζῶντεc τὰc βίβλουc, εἶτα ἀποθανόντων αὐτῶν ἓν ἢ δύο που cῳζόμενα τῶν ἀντιγράφων ἀπώλετο. δυνατὸν δέ ἐcτι καί,
διότι κατεφρονήθη, τὰ cυγγράμματα αὐτῶν ἀμεληθῆναί τε καὶ τῷ χρόνῳ τελέωc ἀπολέcθαι. καὶ μέντοι καὶ φθονεροί τινεc ἤτοι κατακρύπτουcιν14
5ἢ καὶ τελέωc ἀφανίζουcι τὰ τῶν πρεcβυτέρων βιβλία, τινὲc δ’ ὑπὲρ τοῦ λέγειν ὡc ἴδια τὰ ἐν αὐτοῖc γεγραμμένα πράττουcι ταὐτόν· καὶ τί θαυμαcτὸν ἀπολέcθαι τὰ βιβλία τῶν ἀλλοκότουc δόξαc γραψάντων, ὅπου γε καὶ παρὰ τοῖc Ἀθηναίοιc εὑρίcκονταί τινεc εὐδοκίμωc ἠγωνιcμένοι κωμικοί τε καὶ τραγικοὶ ποιηταὶ δράμαcιν οὐκέτι διαcῳζομένοιc;
10ἵνα γὰρ παραλείπω τὰc ἄλλαc ἁπάcαc αἰτίαc, δυοῖν δὲ μόνων τῶν ἔναγχοc ἐν Ῥώμῃ γενομένων μνημονεύcω, πολλάκιc μὲν ἐμπρηcθέντεc cηκοί, πολλάκιc δὲ ἐν cειcμοῖc καταπεcόντεc ἢ κατ’ ἄλλην αἰτίαν οὐκ ὀλίγων βιβλίων ἀπωλείαc αἴτιοι γεγονέναι φαίνονται. κακῶc μὲν οὖν καὶ ὁ Καπίτων ἐτόλμηcε μεταγράψαι τὴν παλαιὰν
15ῥῆcιν, οὔκουν οὐδὲ τοῦτο προcθείc, ὡc ἐνεδέχετο τὸν πρῶτον βιβλιο‐

15

.

25

γράφον ἁμαρτεῖν ἀντ’ ἄλλου | γράψαντ’ ἄλλο, κακῶc δὲ καὶ τῶν ἐξη‐ γητῶν ἔνιοι κατεψεύcαντο Ξενοφάνουc, ὥcπερ καὶ Ϲαβῖνοc, ὡδί πωc γράψαc αὐτοῖc ὀνόμαcιν· „οὔτε γὰρ τὸ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον, ὥcπερ Ἀναξιμένηc, 〈οὔτε πῦρ, ὡc Ἡράκλειτοc〉, οὔτε
5ὕδωρ, ὡc Θαλῆc, οὔτε γῆν, ὡc ἔν τινι Ξενοφάνηc.“ οὐδαμόθι γὰρ εὑρίcκεται Ξενοφάνηc ἀποφηνάμενοc οὕτωc. ἀλλὰ καὶ ὁ Ϲαβῖνοc αὐ‐ τὸc εὔδηλόc ἐcτιν ἐκ τῶν αὐτοῦ καταψευδόμενοc, οὐχ ὑπ’ ἀγνοίαc ἐcφαλ‐ μένοc· ἢ πάντωc ἂν ὀνομαcτὶ προcέγραψε τὸ βιβλίον, ἐν ᾧ ταῦτα ἀπεφήνατο· νῦν δ’ οὕτωc ἔγραψεν· „οὔτε γῆν, ὡc ἔν τινι Ξενοφάνηc.“
10καὶ Θεόφραcτοc δ’ ἂν ἐν ταῖc τῶν Φυcικῶν δοξῶν ἐπιτομαῖc τὴν Ξενοφάνουc δόξαν, εἴπερ οὕτωc εἶχεν, ἐγεγράφει. καί cοι πάρεcτιν, εἰ χαίροιc τῇ περὶ τούτων ἱcτορίᾳ, τὰc τοῦ Θεοφράcτου βίβλουc ἀνα‐ γνῶναι, καθ’ ἃc τὴν ἐπιτομὴν ἐποιήcατο τῶν φυcικῶν δοξῶν, ὥcπερ γε πάλιν, εἰ τὰc τῶν παλαιῶν ἰατρῶν δόξαc ἐθέλοιc ἱcτορῆcαι, πάρεcτί
15cοι τὰc τῆc Ἰατρικῆc cυναγωγῆc ἀναγνῶναι βίβλουc ἐπιγεγραμμέναc

15

.

26

μὲν Ἀριcτοτέλουc, | ὁμολογουμέναc δὲ ὑπὸ Μένωνοc, ὃc ἦν μα‐ θητὴc αὐτοῦ, γεγράφθαι, διὸ καὶ Μενώνεια προcαγορεύουcιν ἔνιοι ταυτὶ
τὰ βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνοc, ἀναζητήcαc ἐπιμελῶc τὰ διαcῳζόμενα κατ’ αὐτὸν ἔτι τῶν παλαιῶν ἰατρῶν βιβλία, τὰc δόξαc15
5αὐτῶν ἐκεῖθεν ἀνελέξατο· τῶν δ’ ἤδη διεφθαρμένων παντάπαcιν ἢ cῳζο‐ μένων μέν, οὐ θεωρηθέντων δ’ αὐτῷ τὰc γνώμαc οὐκ ἠδύνατο γράψαι. κατὰ ταῦτ’ οὖν τὰ βιβλία χολὴν ξανθὴν ἢ μέλαιναν ἢ φλέγμα cτοι‐ χεῖον ἀνθρώπου φύcεωc οὐκ ἂν εὕροιc οὐδ’ ὑφ’ ἑνὸc εἰρημένον, αἷμα δὲ καὶ τῶν μεθ’ Ἱπποκράτην φαίνονται πολλοὶ μόνον εἶναι νομίζον‐
10τεc ἐν ἡμῖν, ὥcτε καὶ τὴν πρώτην γένεcιν ἡμῶν ἐξ αὐτοῦ γίνεcθαι καὶ τὴν μετὰ ταῦτα κατὰ τὴν μήτραν αὔξηcιν καὶ ἀποκυηθέντων τελείωcιν. ἀλλ’ ὅ γε Ἱπποκράτηc ὀλίγον ὕcτερον ἔγραψεν ὡc ὄντων τινων, οἳ καὶ φλέγμα καὶ χολὴν ἐνόμιζον εἶναι τὸν ἄνθρωπον, οὐκ ἂν οὕτω γράψαc, εἰ μή τινεc ἦcαν ἤτοι κατ’ αὐτὸν ἢ πρὸ αὐτοῦ δοξάζοντεc οὕτωc. |
14

15

.

27

Δοκέουcι δέ μοι οὐκ ὀρθῶc γι‐ νώcκειν οἱ τὰ τοιαῦτα λέγοντεc. γνώμῃ μὲν γὰρ τῇ αὐτῇ πάν‐ τεc χρέονται, λέγουcι δὲ οὐ τὰ αὐτ· ἀλλὰ τῆc μὲν γνώμηc τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται. φαcὶ γὰρ ἕν τε εἶναι, ὅ τι
5ἐcτ, καὶ τοῦτ’ εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ ὀνόματα οὐχ ὁμολογέουcι. λέγει γὰρ αὐτῶν ὁ μέν τιc ἀέρα τοῦτο εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν. καὶ ἐπιλέ‐ γει ἕκαcτοc τῷ ἑωυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ ἐcτιν οὐδέν. ὅτι γὰρ τῇ μὲν γνώμῃ τῇ αὐτῇ πάντεc χρέονται,
10λέγουcι δὲ οὐ τὰ αὐτ, δῆλον ὅτι οὐδὲ γινώcκουcι. γνοίη δ’ ἂν ὧδέ τιc μάλιcτα παραγενόμενοc αὐτοῖc ἀντιλέγουcι· πρὸc γὰρ ἀλλήλουc ἀντιλέγοντεc οἱ αὐτοὶ ἄνδρεc τῶν αὐτῶν ἐναν‐ τίον ἀκροατῶν οὐδέποτε τρὶc ἐφεξῆc ὁ αὐτὸc περιγίνεται ἐν τῷ λόγ, ἀλλὰ τοτὲ μὲν οὗτοc ἐπικρατε, τοτὲ δὲ οὗτοc, ὁτέῳ
15ἂν τύχῃ μάλιcτα ἡ γλῶccα ῥυεῖcα πρὸc τὸν ὄχλον. καίτοι

15

.

28

δίκαιόν ἐcτι | τὸν φάντα ὀρθῶc γινώcκειν ἀμφὶ τῶν πρηγ‐
μάτων παρέχειν ἀεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωυτο, εἴπερ ὄντα γινώcκει καὶ ὀρθῶc ἀποφαίνει. ἀλλ’ ἐμοί γε δοκέ‐ ουcιν οὗτοι οἱ ἄνθρωποι αὐτοὶ cφᾶc αὐτοὺc καταβάλλειν ἐν16
5τοῖcιν ὀνόμαcι τῶν λόγων αὐτῶν ὑπ’ ἀξυνεcίηc, τὸν δὲ Με‐ λίccου λόγον ἐπανορθοῦν.
6 Ὡc πρὸc εἰδόταc, ἃ λέγουcιν οἱ cτοιχεῖον ἓν ὑποτιθέμενοι, ποιεῖται τὸν λόγον. οἵ τε γὰρ τὸ πῦρ εἶναι cτοιχεῖον λέγοντεc ἐκ τούτου βού‐ λονται τὰ ἄλλα γεννᾶcθαι πυκνουμένου τε καὶ cυναγομένου καὶ πιλου‐
10μένου, τῆc μὲν ὀλίγηc αὐτοῦ πιλήcεωc ἀέρα γεννώcηc, τῆc πλείονοc δὲ ὕδωρ, τῆc τελεωτάτηc δὲ καὶ πλείcτηc γῆν, οἵ τε τὸ ὕδωρ οἵ τε τὸν ἀέρα κατὰ τὸν αὐτὸν λόγον ἐκ τοῦ πιλεῖcθαι καὶ χεῖcθαι τἄλλα γεννᾶcθαι λέγουcι· πιληθὲν μὲν γὰρ τὸ ὕδωρ γῆν γεννᾶν φαcι, χυθὲν δ’ ἀέρα, καθάπερ γε καὶ τὸν ἀέρα πιληθέντα μὲν ὕδωρ, χυθέντα δὲ

15

.

29

πῦρ, ὥcτ’ ἐκ | τῆc εἰc ἄλληλα μεταβολῆc τῶν τεccάρων ὁ λόγοc ὁρ‐ μᾶται τῶν ἓν ὁτιοῦν ὑποτιθεμένων εἶναι τὸ cτοιχεῖον. καὶ διὰ τοῦτο γνώμῃ μὲν τῇ αὐτῇ φηcιν αὐτοὺc χρῆcθαι, λέγειν δ’ οὐ τὰ αὐτά. φανερῶc οὖν ἐν τούτῳ τῷ λόγῳ παντὶ τοῖc ἕν τι μόνον τῶν
5τεccάρων cτοιχείων ἡγουμένοιc εἶναι τὸν ἄνθρωπον ἀντιλέγει καί φηcιν αὐτοὺc ἁμαρτάνειν· 〈οὐχ〉 ὅτι γὰρ μηδὲν ἀποδεικνύουcιν, ἐcχάτωc ἀπίθανοc ἦν ὁ λόγοc αὐτῶν· ἓν μὲν γάρ τι τῶν τεccάρων εἶναι τὸν ἄνθρωπον οὐ καταcκευάζουcι, τὸν δὲ Μελίccου λόγον ὀρθοῦcιν ἡγουμένου μὲν ἓν εἶναι καὶ αὐτοῦ τοῦτο, οὐ μὴν ἐκ τῶν τεccάρων γ’
10ἕν τι τούτων, ἀέροc καὶ γῆc ὕδατόc τε καὶ πυρόc. ἔοικε δὲ ὁ ἀνὴρ οὗτοc ἐννοῆcαι μὲν εἶναί τινα οὐcίαν κοινήν, ὑποβεβλημένην τοῖc τέc‐ cαρcι cτοιχείοιc, ἀγέννητόν τε καὶ ἄφθαρτον, ἣν οἱ μετ’ αὐτὸν ‘ὕλην‘ ἐκάλεcαν, οὐ μὴν διηρθρωμένωc γε δυνηθῆναι τοῦτο δηλῶcαι· ταύτην δ’ οὖν αὐτὴν τὴν οὐcίαν ὀνομάζει τὸ ἕν τε καὶ τὸ πᾶν. ἀληθὴc δὲ οὐδ’
15οὗτοc ὁ λόγοc ἐcτίν. οὐ γὰρ ἕν τι μόνον ἐcτὶν ἐκεῖνο, τῶν ἐν γενέcει

15

.

30

καὶ φθορᾷ cωμάτων ἀρχή, καθάπερ | ὑπέλαβεν ὁ Μέλιccοc, ἀλλὰ πρὸc αὐτῷ ποιότητεc τέccαρεc, ψυχρότηc ἄκρα καὶ ξηρότηc καὶ θερμότηc καὶ ὑγρότηc. οὐ μὴν cτοιχεῖά γε ταῦτ’ ἔcτιν οὔτε τῶν ἄλλων οὔτ’ ἀνθρώ‐
που φύcεωc, ἀλλὰ ἀρχαί. cυνεκέχυτο δ’ ἔτι τοῦτο παρὰ τοῖc ἀρχαίοιc17
5οὐδ’ εἰc ἔννοιαν ἀφιγμένοιc τῆc διαφορᾶc ἀρχῆc τε καὶ cτοιχείου διὰ τὸ δύναcθαι χρῆcθαι τῇ τοῦ cτοιχείου προcηγορίᾳ κἀπὶ τῶν ἀρχῶν. ἄλλα δὲ δύο πράγματά ἐcτι φανερῶc ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον ἐλάχιcτον μόριον τοῦ ὅλου, τὸ δὲ ἕτερον εἰc ὃ διαλλάττεται κατ’ ἐπίνοιαν αὐτὸ τοῦτο τὸ ἐλάχιcτον. αὐτὸ μὲν γὰρ τὸ πῦρ οὐχ οἷόν τε
10διελεῖν εἰc δύο cώματα καὶ δεῖξαι κεκραμένον ἐξ ἐκείνων, ὥcπερ οὐδὲ τὴν γῆν ἢ τὸ ὕδωρ ἢ τὸν ἀέρα. νοῆcαι μέντοι δυνατὸν ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντοc τὴν οὐcίαν, ἑτέραν δὲ τὴν μεταβολὴν αὐτοῦ. οὐ γὰρ ταὐτόν ἐcτι τὸ μεταβάλλον cῶμα τῇ κατ’ αὐτὸ μεταβολῇ. τὸ μὲν γὰρ μεταβάλλον ἐcτὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ αὐτοῦ κατὰ
15τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται, θερμότητοc μὲν ἄκραc ἐγγινομένηc

15

.

31

αὐτῷ πυρὸc ἀποτελου|μένου, καθάπερ γε καὶ ἀέροc, ὅταν ἄκραν ὑγρό‐ τητα δέξηται, κατὰ ταὐτὰ δὲ γῆc μὲν γινομένηc, ἐπειδὰν ἐκεῖνο τὸ ὑποκείμενον ἅπαcι κατὰ τὴν ἑαυτοῦ φύcιν ἄποιον ὑπάρχον εἰc ἑαυτὸ δέξηται ξηρότητα χωρὶc θερμότητοc, ὕδατοc δ’ ὅταν ψυχρότητα. περὶ
5μὲν γὰρ τοῦ πρώτου ψυχροῦ ζήτηcιc οὐ cμικρὰ γέγονεν, ἧc οὔκ ἐcτι χρεία 〈πρὸc τὸ παρόν, ἅτε〉 εἰc τὰ τῆc ἰατρικῆc τέχνηc ἔργα μηδὲν cυντελούcηc. τὸ γάρ τοι χρήcιμόν ἐcτιν ἐν τῷ ζητῆcαι, πότερον ἓν ἁπλοῦν ἐcτι τὸ cῶμα τῶν ἀνθρώπων ἢ cύνθετον ἐξ ἁπλῶν τεττάρων, ὡc ἥ τε τοῦ Πλάτωνοc ἐδίδαξε ῥῆcιc ἡμεῖc τε κατὰ τὴν Θεραπευτι‐
10κὴν μέθοδον ἐδιδάξαμεν εὐθὺc ἐν τοῖc πρώτοιc αὐτῆc. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθιc εἰρήcεται· νυνὶ δὲ ἀναμνήcωμεν, ὡc ἐν τῇ προκειμένῃ ῥήcει τὴν ἀντιλογίαν ἐποιήcατο πρὸc τοὺc ἕν τι τῶν τεττάρων εἶναι λέγονταc τὸν ἄνθρωπον, οὐ πρὸc τοὺc τέτταρα. βελτίων οὖν ἀνάγνωcιc εἰκότωc ἐλέγετο κατὰ τὴν πρώτην ῥῆcιν ἡ
15δαcύνουcα κατὰ τὴν ἐκφώνηcιν τὴν πρώτην cυλλαβὴν τοῦ ἓν ἐόν.

15

.

32

ὅτι γὰρ οὐχ ἕν ἐcτιν, ἀλλὰ πλείω τὰ cυντιθέντα τὴν | τοῦ ἀνθρώπου φύcιν, ἐπιδείκνυcιν ὁ Ἱπποκράτηc, οὐ μὴν ὅτι γε μηδέν ἐcτι τῶν τεττάρων cτοιχείων εἰλικρινὲc ἐν τῷ cώματι. τὴν ἀρχὴν γὰρ οὐδὲ λέγου‐
cιν οἱ τῆc δόξηc ταύτηc ἡγεμόνεc τοῦτο. ἓν δή τι παρὰ τὰ τέτταρα,18
5τὸ ἐξ αὐτῶν cυγκείμενον, ἀποφαίνονται, ὥc γε τὴν τετραφάρμακον δύναμιν οὔτε κηρὸν οὔτε πίτταν οὔτε ῥητίνην οὔτε cτέαρ, ἀλλά τι παρὰ ταῦτα ἓν ἄλλο, ὃ ἐξ ἁπάντων κραθέντων γέγονεν, οὔcηc πάλιν καὶ αὐτῆc 〈ταύτηc〉 τῆc δόξηc διττῆc· ἔνιοι μὲν γὰρ τὰc τέτταραc ποιότηταc μόναc κεράννυcθαι δι’ ὅλων ἀλλήλαιc λέγουcιν, ἔνιοι δὲ τὰc
10οὐcίαc ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆc προτέραc δόξηc προ‐ cτάντεc, Ϲτωϊκοὶ δὲ τῆc δευτέραc· ἔτι τε τούτων ἔμπροcθεν Ἐμπε‐ δοκλῆc ἐξ ἀμεταβλήτων τῶν τεccάρων cτοιχείων ἡγεῖτο γίνεcθαι τὴν τῶν cυνθέτων cωμάτων φύcιν, οὕτωc ἀναμεμιγμένων ἀλλήλοιc τῶν πρώτων, ὡcεί τιc λειώcαc ἀκριβῶc καὶ χνοώδη ποιήcαc ἰὸν καὶ χαλ‐
15κίτην καὶ καδμείαν καὶ μίcυ μίξειεν, ὡc μηδὲν ἐξ αὐτῶν δύναcθαι μετα‐ χειρίcαcθαι χωρὶc ἑτέρου. |
16

15

.

33

Τῶν δὲ ἰητρῶν οἱ μέν τινεc λέγου‐ cιν, ὡc ὁ ἄνθρωποc αἷμά ἐcτιν, οἱ δὲ αὐτῶν χολήν φαcιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινεc φλέγμα.
3 Ἀντειπὼν ἐν τῷ πρὸ τούτου λόγῳ τοῖc φιλοcόφοιc, ὅcοι ἢ πῦρ
5μόνον ἢ ὕδωρ ἢ γῆν ἢ ἀέρα τὴν φύcιν εἶναι νομίζουcι τοῦ cώματοc ἡμῶν, καὶ ἐπὶ τοὺc ἰατροὺc μετέβη κατὰ τὴν προκειμένην ῥῆcιν ἐπι‐ δεικνὺc καὶ τούτουc ὁμοίωc ἁμαρτάνειν ἐκείνοιc, ὅcοι νομίζουcιν ἢ αἷμα μόνον εἶναι τὸν ἄνθρωπον ἢ χολὴν ἢ φλέγμα. προφανῶc οὖν ἤδη διώριcται τὸ κατὰ τὴν πρώτην ἁπαcῶν ῥῆcιν ἀμφίβολον εἶναι δόξαν·
10οὐ γὰρ τοῖc τὰ τέccαρα cτοιχεῖα τιθεμένοιc, ἀλλὰ τοῖc ἕν τι μόνον ἐξ αὐτῶν ἀντιλέγων ἀεὶ φαίνεται. παραλείπεται δ’ ἐνταῦθα δόξα τιc ἰατρῶν ἀνάλογον ἔχουcα τῇ τοῦ Μελίccου τῶν λεγόντων ἓν εἶναι τὸν ἄν‐ θρωπον, ὃ μεταβάλλον ἕκαcτον τῶν εἰρημένων γίνεται. |
13

15

.

34

Ἐπίλογον δὲ ποιέονται καὶ οὗτοι πάντεc τὸν αὐτόν· ἓν γὰρ εἶναί φαcιν, ὅ τι ἕκαcτοc βούλεται
ὀνομάcαc, καὶ τοῦτο ἓν ἐὸν μεταλλάccειν τὴν ἰδέην καὶ τὴν δύναμιν ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ19
5καὶ γίνεcθαι γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παν‐ τοῖον. ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει οὕτωc ἔχειν.
6 Καὶ τοὺc ἰατρούc φηcιν, ὅcοι χυμὸν ἕνα μόνον ἔφαcαν εἶναι κατὰ φύcιν, ἐπίλογον ποιεῖcθαι τὸν αὐτὸν ἀλλήλοιc τε καὶ τοῖc φιλοcόφοιc, ἐπιδεικνύνταc τὸν ἕνα τοῦτον χυμόν, ὃν ἂν ἕκαcτοc αὐτῶν ὑποθῆται,
10μεταβάλλειν εἰc τοὺc ἄλλουc. ἃ δὲ καταcκευάζων ἕκαcτοc τὴν ἑαυτοῦ δόξαν ἔλαβεν, οὐδ’ ἕνα τῶν τεccάρων χυμῶν ἀποδείκνυcιν εἶναι κατὰ φύcιν, ἕτερον δ’ ἀντ’ αὐτῶν τινα πρότερον, ἐξ οὗ μεταβάλλοντοc οὗτοι

15

.

35

γίνονται, (δόγματόc τινοc τοιοῦδε πέμπτου δυνα|μένου cυcτῆναι κατὰ τὴν ἰατρικὴν θεωρίαν ἀνάλογον τῷ τοῦ Μελίccου κατὰ τὴν φυcικήν)· ἐν οἷc γοῦν φαcι τὸ ἓν τοῦτο μεταβάλλειν ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίνεcθαι γλυκὺ καὶ πικρὸν καὶ λευ‐
5κὸν καὶ μέλαν, οὐδὲν ἐκ τούτων τῶν τεccάρων εἰπεῖν ἐοίκαcιν ἐκεῖνοι, πρὸc οὓc ἀντιλέγων οὐ τὸ κατὰ φύcιν ἓν εἶναι φάcκει, ἀλλ’ ἕτερόν τι μεταβάλλον εἰc ταῦτα· γλυκὺ μὲν γὰρ τὸ αἷμα, πικρὰν δὲ τὴν ξανθὴν χολήν, καὶ λευκὸν μὲν τὸ φλέγμα, μέλαν δὲ τὴν μέλαιναν εὔλογον εἰρῆcθαι νῦν, εἰc ἃ τὸ ἓν ἐκεῖνο μεταβάλλειν φαcὶν ἀναγκαζόμενον ὑπό
10τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προcκείμενον τὸ καὶ παντοῖον τοὺc ἐν ταῖc χαλεπαῖc οὔcαιc νόcοιc γεννωμένουc ἰχῶραc ἐνδείκνυται. φαίνεται γοῦν καὶ ἰώδηc καὶ φαιὰ χολή, (καλοῦcι δ’ αὐτὴν ἰcατώδη), καί τιc ἐρυθρὰ καὶ πραcοειδὴc ἄλλαι τέ τινεc ἀνώνυμοι καὶ μάλιcθ’
15ὅταν ᾖ cηπεδονῶδεc τὸ νόcημα.
15 Ἐγὼ δέ φημι· εἰ ἓν ἦν ὁ ἄνθρω‐

15

.

36

ποc, οὐδέποτ’ ἂν ἤλγεεν· | οὐδὲ γὰρ ἂν ἦν, ὑφ’ ὅτου ἀλγήcειεν
ἓν ἐόν· εἰ δ’ οὖν καὶ ἀλγήcει, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι. Ἔμπροcθεν μὲν αὐτοὺc τοὺc λόγουc διέβαλλεν, οὓc ἔλεγον οἱ ἓν εἶναι τὸν ἄνθρωπον ὑπολαβόντεc, ἀποδείξαc οὐ μόνον ἀναποδείκτουc,20
5ἀλλὰ καὶ ἀπιθάνουc· τὰ νῦν δὲ τὴν δόξαν αὐτῶν ἀνατρέπει τῶν ἓν οἰομένων εἶναι τὸν ἄνθρωπον. ἔcτι δὲ οὐ ταὐτὸν ἢ λόγον προτει‐ νόμενον ἐλέγχειν ἢ δόξαν ὡc οὐκ ἀληθῆ διαβάλλειν· ἐνδέχεται γὰρ ἀληθῆ μὲν εἶναι τὴν δόξαν, οὐκ ὀρθῶc δὲ ὑπό τινων cυνηγορεῖcθαι καὶ διὰ τοῦτο μὴ τῆc δόξηc τὸν ἔλεγχον, ἀλλὰ τῶν cυνηγορηcάντων
10αὐτῇ γεγονέναι. νῦν οὖν ἐάcαc τοὺc λόγουc αὐτῶν ἐλέγχει τὴν δόξαν αὐτὴν μόνην ἐφ’ ἑαυτῆc οὐ μόνον ἰcχυροτάτῳ χρηcάμενοc, ἀλλὰ καὶ βραχυτάτῳ λόγῳ· εἶπε γάρ· εἰ ἓν ἦν ὁ ἄνθρωποc, οὐδέποτ’ ἂν ἤλγεεν. ὅντινα λόγον ἔφην ἐξελέγχειν καὶ τοὺc ἄτομα καὶ ἄναρμα καὶ ἐλάχιcτα cτοιχεῖα τιθεμένουc. ἓν γὰρ τῷ εἴδει καὶ κατὰ τούτουc |

15

.

37

ἐcτὶ τὸ ὄντωc ὄν. οὕτω δὲ καὶ ὠνόμαcται τὸ πρῶτον cῶμα τὸ ἀγέν‐ νητόν τε καὶ ἄφθαρτον, ἐπειδὴ τἄλλα πάντα τὴν γένεcιν ἐκ τῆc ἐκείνου cυνθέcεωc λαμβάνει· γενήcεται γὰρ ἡ ἐκ τούτων δόξα τὴν γένεcιν ἡμῶν ἐν ποιᾷ cυνθέcει τῶν ἀιδίων ἐκείνων cωμάτων τιθεμένη, καθάπερ
5Ἱπποκράτουc ἐν τῇ κράcει τῶν τεccάρων cτοιχείων, ἣν Ἀριcτοτέ‐ ληc τε καὶ οἱ Ϲτωϊκοὶ προcήκαντο. ὅτι δέ, εἴπερ ἓν ἦν ἁπλοῦν cτοι‐ χεῖον, οὐκ ἂν ἤλγηcε τὸ cυγκείμενον ἐκ τοῦ τοιούτου cτοιχείου cῶμα, τεκμήριον εἶναί φηcι τὸ μηδὲν ἕτερον ὑπάρχειν δεύτερον εἰc αὐτὸ δρᾶcαι δυνάμενον. οὐ γὰρ δὴ αὐτό γε ὑφ’ ἑαυτοῦ πάcχειν ἐγχωρεῖ τὸ
10ἓν ἐκεῖνο cῶμα πρὸc τῷ καί, εἰ cυγχωρήcειέ τιc ἀλγεῖν αὐτὸ πάcχον ἐξ ἑαυτοῦ, τὴν ἴαcιν ἁπλῆν ἔcεcθαι· οὐκ ὄντων γὰρ πολλῶν παρ’ αὐτῷ πολλοὺc τρόπουc ἰάcεωc ἀδύνατον γενέcθαι· νῦν δὲ πολλοί.
12 Πολλὰ γάρ ἐcτιν ἐν τῷ cώματι ἐν‐

15

.

38

εόντα, ἃ | ὅταν παρ’ ἀλλήλων παρὰ φύcιν θερμαίνηται καὶ ψύ‐ χηται καὶ ξηραίνηται καὶ ὑγραίνηται, νόcουc τίκτει· ὥcτε πολλαὶ μὲν ἰδέαι τῶν ἀλγημάτων, πολλὴ δὲ ἡ ἴηcίc ἐcτιν.
3 Ἐν μὲν τῇ πρὸ ταύτηc ῥήcει τοὺc ἕν τι λέγονταc εἶναι τὸν ἄν‐
5θρωπον, ὅπερ ταὐτόν ἐcτι τῷ φάναι τὸ cυνθετικὸν αὐτοῦ cτοιχεῖον ἓν εἶναι, διήλεγξεν ἐκ τῶν ἀκολουθούντων ἀτόπων τῇ δόξῃ· οὐ γὰρ ἠλγή‐ cαμεν 〈ἄν〉 ποτε μηδενὸc ὄντοc δευτέρου τοῦ διαθεῖναι τὸ ἓν ἐκεῖνο δυναμένου· εἶτ’, εἰ καὶ τοῦτο cυγχωρήcαιμεν, ἡ ἴαcιc ἂν γένοιτο μονο‐ ειδήc, οὐ πολυειδήc. ἐν δὲ ταύτῃ τῇ νῦν ἡμῖν προκειμένῃ ῥήcει διῆλ‐21
10θεν, ὅcα μέλλει δείξειν ὄντα πρώτωc, ὑφ’ ὧν τἄλλα πάντα γίνεται· ταῦτα δέ ἐcτι θερμὸν καὶ ψυχρὸν ξηρόν τε καὶ ὑγρόν· ἃ ὅταν μὲν ἀλλήλοιc κραθῇ cυμμέτρωc, ὑγιαίνει τὸ ζῷον, ὅταν δ’ ἄλληλα θερμαίνῃ καὶ ψύχῃ καὶ ξηραίνῃ καὶ ὑγραίνῃ, τὰc ὀδύναc γεννᾶν πέφυκεν οὐχ

15

.

39

ἑνὶ τρόπῳ θεραπευομέναc· ἔνιαι μὲν γὰρ | αὐτῶν θερμαινομένων τῶν ὀδυνωμένων μορίων, ἔνιαι δὲ ψυχομένων ἢ ξηραινομένων ἢ ὑγραι‐ νομένων παύονται. δέδεικται δὲ περὶ τούτων ἐπὶ πλεῖcτον ἐν τοῖc Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc κἀν τοῖc τῆc Θεραπευτι‐
5κῆc μεθόδου. χεῖρον δ’ οὐδὲν εἰπεῖν τι καὶ νῦν βραχὺ πρόδηλον ἔχοντα τὴν ἔνδειξιν τοῦ διὰ τὸ θερμόν τε καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν ἀλγεῖν τε ἡμᾶc καὶ θεραπεύεcθαι. τίc γὰρ οὐκ οἶδε τὴν γινομέ‐ νην ὀδύνην, ὅταν ἐν χειμῶνί τιc ἰcχυρῷ προελθεῖν ἔξω τῆc οἰκίαc ἐπιχειρήcῃ, τίc δ’, ὅταν ἐν καύματι cφοδρῷ; τίc δὲ οὐκ ὀδυνᾶται διψῶν
10ἢ τίc πληρωθεὶc ποτοῦ, τοῦ μὲν διψῆν ξηραινομένων ἡμῶν γινομένου, τοῦ δ’ ὑπερεμπεπλῆcθαι τὴν ἐναντίαν διάθεcιν ἐργαζομένου; καὶ αἱ φλεγμοναὶ δὲ καὶ πάντεc οἱ ὀδυνηροὶ καὶ παρὰ φύcιν ὄγκοι ποτὲ μὲν ὑπὸ περιττῆc ὑγρότητοc εἰc τὸ μόριον ἐπιρρυείcηc γίνονται, ποτὲ δὲ τῷ τοὺc χυμοὺc ἤτοι θερμοὺc παρὰ φύcιν ἢ ψυχροὺc εἶναι. καὶ μέντοι
15καὶ αἱ ἰάcειc τῷ μὲν ὑγρότητοc ὑπερπληρωθέντι cώματι διὰ κενώcεωc

15

.

40

γίνονται, τῷ δὲ παρὰ φύcιν | ξηραινομένῳ δι’ ὑγροῦ προcφορᾶc, ὥcπερ γε καὶ τῷ μὲν διὰ κρύοc ὀδυνωμένῳ θερμανθέντι, τῷ δὲ διὰ θάλποc ἄμετρον ψυχθέντι. δέδεικται δὲ καὶ τὰ φάρμακα πάντα διὰ τοῦ θερ‐ μαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν ἐνεργοῦντα. πρῶται γὰρ
5αὗται αἱ ποιότητέc εἰcι δραcτικαί τε καὶ ἀλλοιωτικαὶ τῶν cωμάτων, ὡc ἐπεδείξαμεν ἐν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων. ἕπονται δὲ
αὐταῖc αἵ τε κατὰ γεῦcιν ποιότητεc, ὧν ὀνόματα cτύψιc καὶ αὐcτηρό‐ τηc καὶ cτρυφνότηc καὶ πικρότηc ἁλυκότηc τε καὶ δριμύτηc ὀξύτηc τε καὶ γλυκύτηc καὶ λιπαρότηc, αἵ τε κατὰ χροιὰν ἐν λευκότητι καὶ με‐22
10λανότητι καὶ ἐρυθρότητι καὶ ταῖc ὁμογενέcιν, αἵ τε κατὰ ἁφὴν ἐν cκλη‐ ρότητι καὶ μαλακότητι καὶ κραυρότητι καὶ γλιcχρότητι. ταῖc γευcταῖc δ’ ἰcάριθμοί πώc εἰcιν αἱ κατὰ τὴν ὄcφρηcιν, ἀλλ’ οὐκ ἔcτιν αὐτῶν ὀνόματα κατ’ εἶδοc· ἡ γὰρ κατ’ εὐωδίαν τε καὶ δυcωδίαν διαφορὰ τῶν ὀcμῶν αὐτὸ δὴ τοῦτο διαφορὰ προcηκόντωc ἂν νομίζοιτο καὶ λέγοιτο
15πολλοῖc εἴδεcιν ἑπομένη.

15

.

41

τὰ μὲν δὴ κεφάλαια τοῦ λόγου ταῦτα. δέδεικται | δέ τινα μὲν αὐτῶν ἐν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων, τινὰ δὲ ἐν τῇ Περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. οἱ πολλοὶ δὲ τὰc μὲν ἀποδείξειc ὀκνοῦcι μανθάνειν, ἀντιλέγουcι δὲ οἷc οὐκ ἴcαcιν ἑτοίμωc, οὗ τοὐναντίον οἱ
5φιλομαθεῖc τε καὶ ἀληθείαc ἐραcταὶ πράττουcι φιλοπόνωc μὲν ἐκμανθά‐ νοντεc τὰc ἀποδείξειc, ὀκνηρῶc δὲ ἀντιλέγοντεc.
6 Ἀξιῶ δ’ ἔγωγε τὸν φάcκοντα αἷμα μόνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάccοντα τὴν ἰδέην μηδὲ γίνεcθαι παντοῖον, ἀλλ’ ἢ
10ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆc ἡλικίηc τῆc τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἐὼν φαίνεται μοῦνον ὁ ἄνθρωποc. εἰκὸc γάρ ἐcτιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ ἑωυτοῦ ἓν ἐόν. τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάcκοντοc φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν φάcκοντοc. |
14

15

.

42

Ἔτι καὶ νῦν ἀντιλέγει πρὸc τοὺc ἓν εἶναι φάcκονταc τὸν ἄνθρω‐ πον, ὅπερ ἐξ ἀρχῆc ἔφην αὐτῷ προκεῖcθαι. καὶ πρώτωc γε ἐλέγχει τοὺc αἷμα φάcκονταc αὐτὸν εἶναι. μάλιcτα μὲν γὰρ ἐχρῆν, φηcί, τοὺc ὑγιαίνονταc ἀνθρώπουc αἷμα μόνον ἔχειν ἐν τῷ cώματι χωρὶc χολῶν
5τε καὶ φλέγματοc, εἴπερ ἡ φύcιc αἷμα μόνον ἐcτὶν ἐν τῷ cώματι, ἔπειτα δέ, εἰ καὶ cυγχωρηθείη ποτὲ ἐπικτᾶcθαι χολὴν καὶ φλέγμα, καὶ ἡλικίαν μίαν τινὰ ἢ ὥραν τοῦ ἔτουc εὑρίcκεcθαι, καθ’ ἣν αἷμα μόνον ἐcτὶν ἐν
τῷ cώματι χωρὶc τῶν ἄλλων χυμῶν. ὡcαύτωc δὲ ἐλέγχει καὶ τοὺc ἤτοι χολὴν ἢ φλέγμα φάcκονταc εἶναι τὸν ἄνθρωπον, ὅπερ ἔcτι τὸ κατὰ23
10φύcιν εἶναι 〈τοῦτο〉 αὐτὸ μόνον, ἡγουμένουc δὲ αὐτῷ καὶ τὴν πρώτην γένεcιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι.
11 Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήcω τὸν ἄνθρωπον εἶναι, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύcιν ἀεὶ τὰ αὐτὰ ἐόντα ὁμοίωc καὶ νέου ἐόντοc καὶ γέροντοc καὶ

15

.

43

τῆc ὥρηc ψυ|χρᾶc ἐούcηc καὶ θερμῆc καὶ τεκμήρια παρέξω καὶ ἀνάγκαc ἀποφανέω, δι’ ἃc ἂν ἕκαcτον αὔξηταί τε καὶ φθίνῃ ἐν τῷ cώματι.
3 Δείξειν ἐπαγγέλλεται διὰ παντὸc μὲν ἐν τῷ cώματι περιεχόμενα
5τὰ πρὸc αὐτοῦ τιθέμενα cτοιχεῖα, κατὰ 〈δὲ〉 τὰc ἡλικίαc καὶ κατὰ τὰc ὥραc αὔξηcίν τε καὶ φθίcιν, ὅπερ ἔcτι μείωcιν, ἴcχοντα. κατὰ τὸν νόμον μὲν οὖν ἐcτι τὸ πρὸc τῶν ἀνθρώπων νομιζόμενόν τε καὶ δοξα‐ ζόμενον, οὕτωc εἰωθότων ὀνομάζειν τῶν παλαιῶν, κατὰ φύcιν δὲ τὸ κατ’ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν.
9
10 Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένε‐ cιν γενέcθαι μὴ ἀφ’ ἑνόc. πῶc γὰρ ἂν ἓν ἐόν τι γεννήcειεν ἄλλο, εἰ μή τινι μιχθείη;
12

15

.

44

Ὁ μὲν οὖν Ἱπποκράτηc ἀεὶ τοῖc ἐναργῶc φαινομένοιc | ἀκο‐ λουθεῖ· διὰ τοῦτο καὶ νῦν ἔφη μηδὲν ἀφ’ ἑνὸc γεννᾶcθαι χωρὶc τοῦ δεηθῆναί τινοc ἔξωθεν ἑτέρου καὶ τούτου cυμμέτρωc ἔχοντοc τῆc πρὸc αὐτὸ κράcεωc. ἔνιοι δὲ τῶν φυcικῶν ὀνομαcθέντων φιλοcόφων οὐκ
5οἶδ’ ὅπωc ἐτόλμηcαν ἀποφήναcθαι δόξαν ἀλλόκοτον ἅπαcαν ἀνατρέπου‐ cαν τὴν φυcικὴν θεωρίαν. ὁ ἓν γὰρ εἶναι τὸ ὂν εἰπὼν ἀναιρεῖ τῷ λόγῳ γένεcιν ἅπαcαν. εἴπερ γὰρ ἓν τὸ γενόμενον, οὐκ ἦν ἔμπροcθεν, ὥcπερ οὐδὲ ἔcται μικρὸν ὕcτερον. οὔτε γὰρ ὁ Θαλῆc οὔθ’ ὁ Μέλιccοc οὐδ’ ὁ
Ἡράκλειτοc ἔμπροcθεν ἦcαν, εἰ νῦν εἰcιν· ἆρ’ οὖν ἀληθῶc ἄν τιc εἴποι24
10μὴ γεγονέναι τούτουc τοὺc ἄνδραc; ἢ ἐγένοντο μὲν καὶ ἔζηcαν ἔτεcιν οὐκ ὀλίγοιc ἕκαcτοc, οὐκ ἦcαν δὲ καθ’ ὃν ἔζων χρόνον; ἢ τὸ μὲν εἶναι κατ’ ἐκεῖνον τὸν χρόνον αὐτοὺc cυγχωρήcομεν, ὄνταc δὲ οὐκ εἶναι φήcομεν, ἡνίκα ἦcαν; καὶ μὴν εἴπερ ὄνταc τιc αὐτοὺc ὁμολο‐ γήcει, ὁμολογήcει καὶ γεγονέναι. πῶc δέ; πλάτανοc καὶ λίθοc καὶ
15λέων οὐκ ἦcαν πάλαι, γένεcιν ἔχοντα καὶ φθοράν; εἴπερ δὲ ἔcτι γένε‐

15

.

45

cιc τοῦ πρότερον οὐκ ὄντοc, ἀναγκαῖον αὐτὴν ἔκ τινοc | ὑποκειμένηc οὐcίαc γενέcθαι. ταύτην δ’ ὁρῶμεν οὐ δυναμένην αὐτὴν καθ’ αὑτὴν μόνην ὁτιοῦν γεννῆcαι. τὰ γοῦν τῶν φυτῶν cπέρματα καὶ ὑγρότητοc καὶ θερμαcίαc cυμμέτρου τῆc ἔξωθεν δεῖται πρὸc τὸ γεννῆcαί τι. μόνον
5γὰρ εἴπερ ἐπεφύκει γεννᾶν τὸ cπέρμα μηδενὸc ἄλλου προcδεόμενον ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐδὲ ἐν ἐλαχίcτῳ χρόνῳ χωρὶc τοῦ γεννᾶν, ἀλλ’ εὐθὺc ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα πολλάκιc οὐ μῆναc μό‐ νον, ἀλλὰ καὶ ἐνιαυτοὺc οὐκ ὀλίγα τῶν cπερμάτων· οὐ γὰρ ἐξ ἑαυτῶν μόνον ἔχει τὸ γεννᾶν, ἀλλὰ δεῖταί τινοc ἔξωθεν ἐπικουρίαc καὶ ταύτηc
10οὐ κατὰ θίξιν ἁπλῆν γινομένηc, ἀλλὰ κατά τινα τοῦ ψαύοντοc δύναμιν εἴcω διαδιδομένην εἰc ὅλον τὸ ψαυόμενον, εἴ γε δι’ ὅλου φαίνεται τὴν ἀλλοίωcιν ἴcχον ἐν ταῖc γενέcεcι τὸ cπέρμα κατά τε τὰ δένδρα καὶ τὰc πόαc καὶ ὅλωc τὰ φυτά, πολὺ δὲ μᾶλλον ἐπὶ τῶν ζῴων ἐναργῶc φαίνεται μήτ’ ἐξ ἄρρενοc μόνου μήτ’ ἐκ θήλεοc ἄνευ τοῦ μιχθῆναι
15δυνάμενόν τι γενέcθαι. |
15

15

.

46

Ἔπειτα οὐδ’, ἂν μὴ ὁμόφυλα ἐόντα μίcγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ οὐδ’ ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο.
3 Οὐ μόνον ἐξ ἑνὸc ἀδύνατον εἶναι γεννηθῆναί τί φηcιν, ἀλλ’ οὐδ’
5ἐκ δυοῖν, εἰ μὴ ὁμόφυλα ἐόντα μίcγοιτο, τουτέcτιν οἰκειότητα τῆc οὐcίαc ἔχοντα. φαίνεται δὲ καὶ ταῦτα cαφῶc ἐπὶ τῇ τῶν ἑτερογενῶν ζῴων γενέcει γινόμενα, καθάπερ ἐφ’ ἵππων ἔχει καὶ ὄνων ἀλωπέκων τε καὶ κυνῶν· ἐκ γὰρ τῆc τούτων ἐπιμιξίαc γεννᾶταί τι ζῷον οἷον μικτὸν ἐξ ἀμφοῖν, ὅcα δ’ ἐπὶ πολὺ διεcτῶcαν ἀλλήλων ἔχει τὴν φύcιν,
10οὐδ’, ἂν μιχθῇ ποτε, δύναται γεννῆcαί τι.
τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc προcκείμενον οὐδ’ ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο παρέρχονται μὲν ὡc cαφὲc οἱ ἐξηγηcάμενοι τὸ βιβλίον, ἀcαφὲc δέ ἐcτιν ἢ μὴ καλῶc ἡρμηνευμένον ὑπὸ τοῦ γράψαν‐ τοc ἢ διὰ τοὺc μεταγραψαμένουc ἡμαρτημένον. ὃ δ’ οὖν μοι δοκεῖ25

15

.

47

βούλεcθαι δηλοῦν, | ἔcτι τοιόνδε· κἂν μὴ ὁμοειδὲc ᾖ τὸ μιγνύμενον ζῷον ἕτερον ἑτέρῳ, κοινωνίαν δεῖ τινα τῆc φύcεωc, φηcίν, εἶναι ἢ οὐκ ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο, τουτέcτιν οὐκ ἂν γέννηcιc ἐκ τῆc cυνόδου γένοιτο ζῴου τοῖc γεννήcαcιν ὁμοίου. τάχα δὲ καὶ ἡ ῥῆcιc
5οὐχ οὕτωc εἶχεν· οὐδ’ ἂν τὰ αὐτὰ ἡμῖν ξυντελοῖντο.
5 Εἰ γὰρ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίωc πρὸc ἄλληλα ἕξει καὶ ἴcωc, ἀλλὰ τὸ ἕτερον τοῦ ἑτέρου πολὺ προέξει καὶ τὸ ἰcχυρότερον τοῦ ἀcθενεcτέρου, ἡ γένεcιc οὐκ ἂν γένοιτο.
9
10 Ἔμπροcθεν μὲν ἔφη μὴ δύναcθαι γόνιμον γένεcιν ἀποτελεcθῆναι μηδενόc, εἰ μὴ ὁμόφυλα εἴη τὰ cυνιόντα· 〈νυνὶ δὲ προcτίθηcιν, ὅτι〉 καὶ αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ cύνοδοc οὐκ ἐξ ἀνάγκηc γεννᾷ. λέλεκται δὲ ἐν τοῖc Ἀφοριcμοῖc ὁ λόγοc οὗτοc αὐτῷ τέλειοc, ἔνθα

15

.

48

φηcίν· „ὁκόcαι ψυχρὰc καὶ πυκνὰc τὰc μήτραc ἔχου|cιν, οὐ κυΐcκονται. καὶ ὁκόcαι καθύγρουc ἔχουcι τὰc μήτραc, οὐ κυΐcκονται· ἀποcβέννυται γὰρ ὁ γόνοc. καὶ ὁκόcαι ξηρὰc μᾶλλον καὶ περικαέαc· ἐνδείῃ γὰρ τρο‐
φῆc φθείρεται τὸ cπέρμα. ὁκόcαι δ’ ἐξ ἀμφοτέρων τῇ κράcει ἔχουcι26
5cυμμέτρωc, ἐπίτεκνοι γίνονται.“ ἐν τούτῳ τῷ λόγῳ διδάcκει μὲν καὶ διὰ τίναc αἰτίαc ἄγονοι γίνονται γυναῖκεc, ἐνδείκνυται δὲ καὶ τὸ τούτῳ cυνεπόμενον, ὑπὲρ οὗ καὶ ἡμεῖc ἑτέρωθι καὶ ἄλλοι πολλοὶ πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωcε δὲ καὶ Πλάτων οὐ cμικρὰν τέχνην εἰπὼν εἶναι, καθ’ ἣν ἐπίcταταί τιc ζευγνύναι τοὺc ὁμόλογον κρᾶcιν ἔχονταc εἰc γέννηcιν
10ἄνδραc τε καὶ γυναῖκαc. ἃ γὰρ ἐπὶ τῶν κράcεων τῆc μήτραc εἶπε, ταῦτα καὶ ἐπὶ τῆc τοῦ cπέρματοc κράcεωc ἐννοῆcαι χρή· καὶ γὰρ καὶ τοῦτο ποτὲ μὲν ὑγρότερόν ἐcτι τοῦ δέοντοc ἢ ψυχρότερον, ἔcτι δ’ ὅτε ξηρότερον ἢ διακαέcτερον. οἰκεῖον δέ ἐcτι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ ὑγρότερον cπέρμα, τῇ δὲ ὑγροτέρᾳ τὸ ξηρότερον, ὥcπερ γε καὶ τῇ μὲν
15θερμοτέρᾳ τὸ ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν |

15

.

49

ἐπὶ πλέον ἔν γε τῷ περὶ τεκνογονίαc λόγῳ διερχόμεθα· νυνὶ δ’ ἀρκεῖ γινώcκειν, ὅτι μήτε δυνατόν ἐcτιν ἐξ ἑνόc τι γενέcθαι μήθ’, ὅταν ἐκ δυοῖν ἢ καὶ πλειόνων cυνιόντων γίνηται, χωρὶc οἰκειότητοc τῆc πρὸc ἄλληλα καὶ cυμμετρίαc τινὸc κράcεωc τῆc ἐκ τῶν cυνιόντων ἀποτελου‐
5μένηc οἷόν τέ ἐcτι γεννηθῆναι τοῦτο.
5 Ὥcτε πῶc εἰκὸc ἀπὸ ἑνόc τι γεν‐ νηθῆναι, ὅπου γε οὐδὲ ἀπὸ τῶν πλειόνων γίνεται, εἰ μὴ τύχοι καλῶc ἔχοντα τῆc πρὸc ἄλληλα κρήcιοc;
8 Τὰ μὲν ἄλλα τῆc ῥήcεωc ἐκ τῶν προειρημένων ἐcτὶ δῆλα, με‐
10μνῆcθαι δὲ χρὴ τοῦ κατ’ αὐτὴν ὀνόματοc εἰρημένου τοῦ τῆc κράcεωc, ὅπερ διὰ τοῦ κρήcιοc εἶπεν, ὅτι πρῶτοc ὧν ἴcμεν Ἱπποκράτηc ἀπ‐ εφήνατο κεράννυcθαι τὰ cτοιχεῖα, καθάπερ καὶ μικρὸν ἔμπροcθεν ἐδείχθη, καὶ ταύτῃ διήνεγκεν Ἐμπεδοκλέουc· κἀκεῖνοc γὰρ ἐκ μὲν τῶν αὐτῶν |

15

.

50

cτοιχείων, ὧν καὶ Ἱπποκράτηc, γεγονέναι φηcὶν ἡμᾶc τε καὶ τὰ ἄλλα cώματα πάντα τὰ περὶ τὴν γῆν, οὐ μὴν κεκραμένων γε δι’ ἀλλήλων, ἀλλὰ κατὰ cμικρὰ μόρια παρακειμένων τε καὶ ψαυόντων. ὅτι δὲ καὶ ἥδε ἡ δόξα τοὺc αὐτοὺc ἐλέγχουc ἔχει ταῖc ἐξ ἀναιcθήτων καὶ ἀπαθῶν
5τῶν πρώτων cωμάτων τὸ αἰcθητικὸν cῶμα γεννώcαιc δόξαιc, ἐπιδέδεικ‐
ται διὰ τοῦ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων ὑπομνήματοc, ἔνθα καὶ παcῶν cχεδὸν τῶν φυcικῶν δοξῶν ἐμνημονεύcαμεν, ὅcαι περὶ τῶν πρώτων ἀρχῶν ἢ cτοιχείων γεγόναcιν.27
8 Ἀνάγκη τοίνυν, τῆc φύcιοc τοι‐
10αύτηc ὑπαρχούcηc καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆc τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ’ ἕκαcτον τῶν ξυμβαλλομένων εἰc τὴν γένεcιν ἔχειν τινὰ δύναμιν ἐν τῷ cώματι, οἵηνπερ ξυνεβάλλετο. |
13

15

.

51

Προειρηκὼc ὁ Ἱπποκράτηc, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίωc κραθείη, τὰc γενέcειc τῶν γεννητῶν δηλονότι cωμάτων ἀδύνατον εἶναι γενέcθαι, νῦν δὴ cαφῶc οὐκ ἀνθρώπου μό‐ νον, ἀλλὰ καὶ πάντων, ὅcα γένεcιν ἔχει καὶ φθορὰν cώματοc, ἐκ τῶν
5αὐτῶν εἶναι τὴν γένεcίν φηcιν· ἐκ θερμοῦ γὰρ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πάντα γεγονέναι καὶ διὰ τοῦτο κοινὰ πάντων εἶναι ταῦτα cτοιχεῖα. τὰ δὲ ἴδια τῆc τοῦ ἀνθρώπου φύcεωc αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθή τε καὶ μέλαινα. καίτοι γ’ οὐδὲ ταῦτα ἴδια καλῶc ἂν λέγοιτο· κοινὰ γάρ ἐcτιν ἁπάντων τῶν ἐναίμων ζῴων. εὔδηλον δ’ ὅτι καὶ τού‐
10των ἕκαcτον ἐκ τῶν πρώτων τεττάρων γέγονεν, ἅπερ ἀπὸ τῶν ποιο‐ τήτων ὀνομάζοντεc ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν λέγομεν· ἴδια δὲ τῆc οὐcίαc αὐτῶν ἐcτιν ὀνόματα πῦρ ἢ ὕδωρ ἢ ἀὴρ ἢ γῆ. πρόδηλον γὰρ ὅτι τὰ cτοιχεῖα κατὰ τὰc ἁπλᾶc καὶ ἀμίκτουc ποιότηταc καλεῖται, θερμότητοc μὲν ἄκραc ὑπαρχούcηc ἐν πυρί, καθάπερ γε καὶ

15

.

52

ὑγρότητοc ἐν ἀέρι, ψυχρότητοc δὲ ἐν ὕδατι, ξηρό|τητοc δὲ ἄκραc ἅμα πιλήcει τε καὶ ψύξει κατὰ τὴν γῆν. πῶc οὖν οἴονταί τινεc ὑγρὸν μὲν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν Ἱπποκράτην τίθεcθαι τὰ cτοιχεῖα, (φαίνεcθαι γὰρ ἐν ἀνθρώπῳ ταῦτα), πῦρ δὲ καὶ ὕδωρ ἀέρα τε καὶ γῆν
5μὴ προcίεcθαι, (διότι μηδὲ φαίνεcθαί τι τούτων ἐν ἀνθρώπου cώ‐
ματι); μὴ παρακολουθοῦντεc μὴν ὅτι, 〈εἰ〉 τὰ φαινόμενα περὶ τὸ cῶμα 〈θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ κοινὰ λέγομεν εἶναι πάντων cωμάτων cτοιχεῖα, κατὰ τοῦτον τὸν λόγον καὶ λίθοc καὶ τῶν ἐμψύχων τε καὶ ἀψύχων cωμάτων ἕκαcτον αἷμα ἔcται καὶ φλέγμα καὶ χολὴ διττή,28
10καθάπερ ὀcτοῦν καὶ χόνδροc καὶ φλὲψ καὶ ἀρτηρία καὶ νεῦρον καὶ τἄλλα πάντα〉 τὰ φαινόμενα κατὰ τὸ cῶμα θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. τίc οὖν ταῦτα τολμήcει φάναι κοινὰ cτοιχεῖα πάντων εἶναι cωμάτων; οὐδεὶc δήπου τῶν καὶ βραδυτάτων, εἰρηκότοc τοῦ Ἱπποκρά‐ τουc· ἀνάγκη τοίνυν τῆc φύcιοc τοιαύτηc ἐούcηc καὶ τῶν
15ἄλλων ἁπάντων καὶ τῆc τοῦ ἀνθρώπου. 〈χρὴ τοίνυν〉 μὴ τὰ βλεπόμενα κατὰ τὸ cῶμα τἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ λέγειν αὐτὸν οἴεcθαι νῦν, ἀλλὰ τὰ τέτταρα cτοιχεῖα. ταῦτα γὰρ ἄκραc ἔχει καὶ ἀμίκτουc ποιότηταc, ἐξ ὧν ἀλλήλαιc κεραννυμένων τὰ μεταξὺ cώματα πάντα γίνεται κατ’ ἐπικράτειαν, οὐ κυρίωc ὀνομαζό‐
20μενα θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. ὡc, εἴ γε ταῦτα τὰ ἤδη

15

.

53

κε|κραμένα cτοιχεῖα θηcόμεθα, τὰ τὰc ἄκραc ἔχοντα ποιότηταc οὐκ οἶδ’ ὅ τι φήcομεν εἶναι. καὶ κατὰ τὴν ἐχομένην δὲ ῥῆcιν ἐναργέcτερον ἔτι τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται, πρὸc ἣν ἤδη μεταβῶμεν.
3 Καὶ πάλιν γε ἀνάγκη ἀποχωρεῖν
5εἰc τὴν ἑωυτοῦ φύcιν ἕκαcτον τελευτῶντοc τοῦ cώματοc τοῦ ἀνθρώπου, τό τε ὑγρὸν πρὸc τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸc τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸc τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸc τὸ ψυχρόν.
8 Ἀποχωρεῖν φηcι διακρινόμενον ἐν τῇ τελευτῇ τοῦ ἀνθρώπου πρὸc
10τὴν ἑαυτοῦ φύcιν ἕκαcτον τῶν προειρημένων cτοιχείων, ἃ θερμὸν ἐκάλει καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, οὐ δήπου λέγων τὸ αἷμα πρὸc τὸ
κατὰ τὸν κόcμον αἷμα καὶ τὸ φλέγμα πρὸc τὸ φλέγμα καὶ τὴν χολὴν πρὸc τὴν χολὴν καὶ τὴν ἀρτηρίαν πρὸc τὴν ἀρτηρίαν καὶ τὴν cάρκα29

15

.

54

πρὸc τὴν cάρκα καὶ τὴν φλέβα πρὸc | τὴν φλέβα καὶ τὸ νεῦρον ἀπιέναι πρὸc τὸ νεῦρον, ἀλλὰ τὸ καθ’ ἕκαcτον τούτων θερμόν τε καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν εἰc τὰ κοινὰ πάντων ἀπέρχεcθαι cτοιχεῖα. cύγκει‐ ται γὰρ δήπου καὶ τὸ νεῦρον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ
5ὑγροῦ, τῶν cτοιχείων δηλονότι· οὐ γὰρ δὴ ἐξ ἄλλου γε νεύρου, καθάπερ οὐδ’ ἡ φλὲψ ἐξ ἄλληc φλεβόc, ὅτι μηδ’ ἐπινοηθῆναι δύναται κεραννύ‐ μενα δι’ ὅλων ἀλλήλων ταῦτα, cὰρξ καὶ φλὲψ καὶ ὀcτοῦν καὶ ἀρτηρία καὶ τὰ ἄλλα μόρια. βούλεται δὲ καὶ αὐτὸc κεκρᾶcθαι δι’ ὅλων ἀλλή‐ λοιc τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, εἴ τι μεμνήμεθα τῶν
10ὀλίγον ἔμπροcθεν εἰρημένων. ὥcτε οὐ τὰ cαφῶc βλεπόμενα κατὰ τὸ cῶμα τἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ μόρια cτοιχεῖα τῆc τοῦ ἀνθρώπου φύcεώc ἐcτιν, ἀλλὰ τὰ τούτων αὐτῶν cυνθετικά τε καὶ γεννητικά. ταῦτα δέ ἐcτιν ὕδωρ τε καὶ πῦρ ἀήρ τε καὶ γῆ. ἀποδέδεικται δὲ περὶ τούτων ἱκανῶc ἐν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην
15cτοιχείων. |
15

15

.

55

Τοιαύτη δὲ καὶ τῶν ζῴων ἐcτὶν ἡ φύcιc καὶ τῶν ἄλλων ἁπάντων.
2 Τοιαύτη, φηcίν, οὐ μόνον ἡ τοῦ ἀνθρώπου φύcιc ἐcτίν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐκ θερμοῦ δηλονότι καὶ ψυχροῦ καὶ ξηροῦ καὶ
5ὑγροῦ κεκραμένη τῶν ἁπλῶν καὶ ἄκρων. τὰ γὰρ ἐν τῷ μεταξὺ πάντα τὴν κρᾶcιν ἐκ τούτων ἔcχηκεν. ἀδιανόητον οὖν γίνεται τὸ λέγειν ἐκ τῶν μεταξὺ τὴν κρᾶcιν γίνεcθαι τῶν ἐν τῷ μεταξύ. τοῦτο δ’ οὐκ αἰ‐ cθάνονται λέγοντεc οἱ ἐκ τῶν κατὰ τὸ cῶμα βλεπομένων ὑγρῶν καὶ ξηρῶν θερμῶν τε καὶ ψυχρῶν τὴν φύcιν ἡμῶν cυγκεῖcθαι φάcκοντεc.
10ἔτι δὲ ἀδιανοητότερον, εἰ καὶ τῶν ἄλλων ἁπάντων ζῴων τε καὶ φυτῶν ἐκ τούτων λέγομεν εἶναι τὴν φύcιν. Ἱπποκράτηc μὲν γὰρ εἴρηκε φανερῶc ἐν τῇ ῥήcει καὶ τῶν ἄλλων ἁπάντων τὴν αὐτὴν εἶναι
φύcιν. οἱ δ’ οὐκ οἶδ’ ὅ τι φήcουcιν. ὅταν γοῦν εἰc τὴν γῆν ἐκ‐30

15

.

56

βληθέντοc cπέρματοc cυκῆc, εἰ τύχοι, γένηται μέγιcτον δένδρον, | ἀδια‐ νόητόν ἐcτι λέγειν οὐκ ἐκ γῆc καὶ ὕδατοc, ἀλλ’ ἑτέρωθεν αὐτῇ τὴν τοcαύτην οὐcίαν ὑπάρξαι. καὶ μὴν ἡ γῆ κατὰ τὸν ἑαυτῆc λόγον ἄκρωc ἐcτὶ ψυχρά, θερμότητα δ’ ἔχει πολλὴν ἡ cυκῆ, δι’ ἣν ζῇ, καὶ διὰ τοῦτο
5κἀν τοῖc ἰcχυροῖc χειμῶcι καταψυχομένη οὐ νεκροῦται. δῆλον οὖν ὅτι μὴ μόνον ἐξ ὕδατοc καὶ γῆc cυνέcτηκε τὸ cῶμα τῆc cυκῆc, ἀλλὰ καὶ τῆc πυρώδουc φύcεωc μετείληφεν, εὔδηλον δ’ ὅτι καὶ τῆc ἀερώ‐ δουc, εἴ γε cαφῶc ἐcτι τὸ ξύλον αὐτῆc οὐ μόνον τῆc γῆc, ἀλλὰ καὶ τοῦ ὕδατοc κουφότερον. ἐκ τῶν τεccάρων οὖν ἐcτι καὶ ἡ cυκῆ. καὶ
10εἴπερ αὕτη, καὶ τὸ cῦκον· οὕτω δὲ καὶ οἱ καρποὶ πάντεc· (εἰcὶ δὲ καὶ οἱ πυροὶ καὶ αἱ κριθαὶ καὶ οἱ κύαμοι καὶ τἄλλα Δημήτρια cπέρματα τῶν καρπῶν μόρια)· καὶ αὐτοὶ τοίνυν ἐκ τῶν τεccάρων cυνεcτήκαcι, γῆc πυρὸc ὕδατόc τε καὶ ἀέροc. ἐπεὶ δὲ ἐκ τῆc τῶν καρπῶν τε καὶ φυτῶν ἐδωδῆc οἱ ἐν ἡμῖν γίνονται χυμοί, καὶ οὗτοι δηλονότι τὴν πρώτην
15ἀρχὴν τῆc γενέcεωc ἕξουcιν ὕδωρ καὶ γῆν ἀέρα τε καὶ πῦρ. ἀλλ’, ὅπερ

15

.

57

ἔφην, ἀποδέδεικται καὶ ταῦτα ἐν τῷ Περὶ τῶν καθ’ | Ἱπποκράτην cτοι‐ χείων, ὥcτ’ ἤδη μεταβαίνειν καιρὸc ἐφ’ ἑτέραν ῥῆcιν.
2 Γίνεταί τε ὁμοίωc πάντα καὶ τε‐ λευτᾷ ὁμοίωc ἅπαντα.
4
5 Οὐδὲ μαντευcάμενόc τιc ἔcεcθαί τιναc ἀνθρώπουc, οἳ παρακούcου‐ cιν αὐτοῦ, τοcαυτάκιc ἂν εἶπε ταὐτὸν δόγμα, καθάπερ νῦν ὁ Ἱππο‐ κράτηc ἐποίηcε πάντα φάcκων, οὐ μόνον ἄνθρωπον, ὁμοίωc γίνεcθαι καὶ τελευτᾶν, ὡc προείρηται, ἐκ τῶν τεccάρων δηλονότι cτοιχείων, οὐ τῶν ἐν τῷ cώματι μορίων θερμῶν ἢ ψυχρῶν ἢ ξηρῶν ἢ ὑγρῶν. ἀλλ’
10εἰcί γε οὕτω τινὲc ἀναίcθητοι λέξεωc Ἑλληνικῆc, ὡc οἴεcθαι τὸ κατὰ τὸ cῶμα τοῦ ἀνθρώπου θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν αἰ‐ cθητῶc διαγινωcκόμενα πάντων εἶναι τῆc γενέcεωc κοινὰ cτοιχεῖα. |
12

15

.

58

Ϲυνίcταται γὰρ αὐτέων ἡ φύcιc ἀπὸ τουτέων τῶν εἰρημένων πάντων καὶ τελευτᾷ κατὰ τὴν εἰρημένην ἐc τὸ ὠυτ, ὅθενπερ cυνέcτη ἕκαcτον· ἐνταῦθα οὖν
καὶ ἀπεχώρηcεν.31
5 Ἐπιμένει τῷ δόγματι τὴν φύcιν ἁπάντων ἐκ τῶν εἰρημένων τετ‐ τάρων cυνίcταcθαι καὶ τελευτᾶν εἰc αὐτὰ βουλόμενοc. ὅθεν γὰρ ἕκαcτον τῶν ὄντων cυνέcτη, φηcίν, ἐνταῦθα καὶ ἀπεχώρηcεν, εἰc τὰ κοινὰ δη‐ λονότι cτοιχεῖα τοῦ κόcμου, γῆν ὕδωρ ἀέρα τε καὶ πῦρ. ἐcχάτωc οὖν ἀγνοοῦcι τὴν Ἱπποκράτουc γνώμην οἱ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον
10„οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον οὔτε ὕδωρ οὔτε πῦρ οὔτε γῆν“ ἀντὶ τοῦ μηδ’ ὅλωc ἀκούοντεc· ἐφάνη γὰρ οὐ τὸ μηδ’ ὅλωc εἶναι τὰ κοινὰ πάντων cτοιχεῖα κατὰ τὸ cῶμα βουλόμενοc τοῦ ἀνθρώπου ὁ Ἱπποκράτηc, ἀλλὰ τοὺc ἓν μόνον ἐξ αὐτῶν λέγονταc μεμφόμενοc. |
13

15

.

59

Τὸ δὲ cῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαι‐ ναν, καὶ ταῦτ’ ἐcτὶν ἡ φύcιc τοῦ cώματοc καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει.
4
5 Ϲυντελέcαc τὸν περὶ τῶν κοινῶν cτοιχείων λόγον ἐπὶ τὰ τῶν ἐναίμων ζῴων, ὧν ἐcτι καὶ ὁ ἄνθρωποc, ἐν τῇ προκειμένῃ ῥήcει μετέβη βουλόμενοc ἐξ αἵματοc καὶ φλέγματοc καὶ χολῆc διττῆc τήν τε ἐξ ἀρ‐ χῆc γένεcιν ἡμῶν γίνεcθαι καὶ τὴν ἐν ὅλῳ τῷ βίῳ διαμονὴν ἐκ τούτων ὑπάρχειν καὶ ταῦτα τὴν ὅλην φύcιν εἶναι τοῦ ἀνθρώπου, τῶν μὲν
10χυμῶν ἐν τοῖc cτερεοῖc περιεχομένων, αὐτῶν δὲ τῶν cτερεῶν ἐν τῇ πρώτῃ διαπλάcει κυουμένου τοῦ ζῴου τὴν γένεcιν ἐκ τούτων cχόντων. ἐκ γὰρ τοῦ καταμηνίου πάντα τὰ μόρια γέγονεν οὐκ εἰλικρινοῦc αἵμα‐ τοc ὄντοc, ἀλλ’ ἔχοντοc ἐν ἑαυτῷ διττὰc χολὰc καὶ φλέγμα. δείξει γὰρ

15

.

60

ὀλίγον ὕcτερον τοῦτο. καὶ μέντοι καὶ τὸ ὑγιαί|νειν ἡμῖν ἀλγεῖν τε καὶ νοcεῖν ἐκ τούτων φήcει γίνεcθαι καὶ τὸν τρόπον, καθ’ ὃν γίνεται ταῦτα,
διὰ τῆc ἐχομένηc ῥήcεωc. Ὑγιαίνει μὲν οὖν μάλιcτα, ὅταν32
5μετρίωc ἔχῃ ταῦτα τῆc πρὸc ἄλληλα δυνάμεωc καὶ τοῦ πλή‐ θεοc καὶ μάλιcτα, ἢν μεμιγμένα .
6 Κατὰ πάνταc ἰατρούc τε καὶ φιλοcόφουc τοὺc τελείουc δογματι‐ κοὺc ἡ cυμμετρία τῶν cτοιχείων ὑγείαν ἐργάζεται. διττῆc δ’ οὔcηc τῷ γένει τῆc ἐν ταῖc λογικαῖc αἱρέcεcι cτοιχειώcεωc, ἡ μὲν ἑτέρα κατὰ
10παράθεcίν τε καὶ περιπλοκὴν τῶν πρώτων cωμάτων τὰc γενέcειc τῶν cυνθέτων γενέcθαι φηcίν, ἡ δὲ ἑτέρα κατὰ κρᾶcιν. ἡ μὲν οὖν προτέρα τὴν cυμμετρίαν ἐν τῇ ποροποιίᾳ τίθεται, ἡ δὲ ἑτέρα κατὰ τὴν εὐκρα‐ cίαν τῶν cτοιχείων ὑγιαίνειν ἡμᾶc φηcιν, ἧc δηλονότι δόξηc ὁ Ἱππο‐

15

.

61

κράτηc ἐcτὶν ἡγεμών. οὔcηc δὲ διττῆc cυμμε|τρίαc, τῆc μὲν ἐν τῇ δυνάμει τῶν κεραννυμένων, τῆc δὲ ἐν τῷ ποcῷ τῆc οὐcίαc, ἑκατέραc ἐμνη‐ μόνευcεν ὁ Ἱπποκράτηc εἰπών· τῆc τε δυνάμεωc καὶ τοῦ πλήθεοc. τὸ δ’ ἐπὶ τέλει τῆc ῥήcεωc εἰρημένον τὸ καὶ μάλιcτα, ἢν μεμιγ‐
5μένα ᾖ, τὴν ἀκρίβειαν τῆc δι’ ὅλων αὐτῶν κράcεωc ἐνδείκνυται. κατὰ γὰρ τὴν τελείωc ἀμεμπτοτάτην τοῦ cώματοc διάθεcιν οὐ μόνον ἡ cυμ‐ μετρία τῶν τεccάρων cτοιχείων, ἀλλὰ καὶ ἡ δι’ ὅλων κρᾶcιc ἀκριβοῦται. κατὰ δὲ τὰc φαυλοτέραc κράcειc τοῦ cώματοc ἐνδέχεταί ποτε καὶ καθ’ ἕν τι μόριον οὐκ ἴcωc οὐδ’ ὁμοίωc οὐδὲ δι’ ὅλων ἀλλήλοιc κεκρᾶcθαι
10τοὺc χυμούc. ἀλλ’ ὅταν γε μηδέπω cαφῶc ἐνέργεια βλάπτηται, μεμπτὴ μέν ἐcτιν ἡ ὑγεία, νόcοc δὲ οὐδέπω.
11 Ἀλγέει δ’ ὅταν τι τούτων ἔλαccον ἢ πλέον γένηται ἢ χωριcθῇ ἐν τῷ cώματι καὶ μὴ κεκραμένον ᾖ τοῖc πᾶcιν. |
14

15

.

62

Ὥcπερ ἐπὶ τῆc ὑγείαc τὴν ἀκριβῆ cυμμετρίαν ἐν ποcότητι καὶ δυνάμει καὶ τῇ δι’ ὅλων ἔθετο κράcει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆc νόcου τὰ τούτων ἐναντία τίθεται, τὸ μὲν ἔλαccον ἢ πλέον εἴc τε τὸ ποcὸν τῆc οὐcίαc καὶ τὴν δύναμιν ἀνάγων, τὸ δὲ μὴ κεκρᾶcθαι τοῖc
5πᾶcιν εἰc δυcκραcίαν ἢ ἀνωμαλίαν κράcεωc ἢ ὅπωc ἄν τιc ὀνομάζειν
ἐθέλῃ. Ἀνάγκη γάρ, ὅταν τι τούτων χωρι‐ cθῇ καὶ ἐφ’ ἑωυτοῦ cτ, ἔνθεν τε ἐξέcτηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοcον γίνεcθαι, ἀλλὰ καὶ ἔνθα 〈ἂν〉 cτῇ καὶ ἐπι‐33
10χυθ, ὑπερεμπιπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν.
10 Ὅταν τῶν τεccάρων τιc χυμῶν αὐτὸc καθ’ ἑαυτὸν ἵcτηταί που κατά τι μόριον ἀποχωριcθεὶc τῶν ἄλλων καὶ μὴ κεκραμένοc ᾖ ὅλοc δι’ ὅλων αὐτοῖc, ὀδυνᾶται τὸ ζῷον ἐν δυcκραcίᾳ γενομένων ἀμφοτέρων

15

.

63

τῶν μορίων, ἔνθεν τε ἐξέ|cτη καὶ εἰc ὃ μετέcτη. καὶ μάλιcτα τοῦτο γίνεται κατὰ τοὺc ἰcχυρὰc ἔχονταc τὰc δυνάμειc χυμούc· οὗτοι γὰρ οὐ μόνον τῷ ποcῷ βαρύνοντεc τὸ μόριον, εἰc ὃ κατέcκηψαν, ἀλλὰ καὶ τῷ ποιῷ τὴν ὀδύνην ἐργάζονται θερμαίνοντεc ἢ ψύχοντεc cφοδρῶc.
4
5 Καὶ γάρ, ὅταν τι τούτων ἔξω τοῦ cώματοc ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντοc, ὀδύνην παρέχει ἡ κένωcιc.
7 Ἀντὶ τοῦ πλεονάζοντοc ἀκουcτέον εἰρῆcθαι νῦν τὸ 〈πλέον τοῦ〉 ἐπιπολάζοντοc ἤ, εἴπερ μὴ τοῦτό τιc ἀκούειν ἐθέλει, τὸ μὴ κεκρα‐
10μένον ἅπαcι τοῖc ἄλλοιc ἐπιπολάζον οἰητέον εἰρῆcθαι· πιθανὸν γὰρ ἑκάτερον αὐτῶν.
11 Ἤν τ’ αὖθιc εἴcω ποιήcηται τὴν κένωcιν καὶ τὴν μετάcταcιν καὶ τὴν ἀπόκριcιν ἀπὸ τῶν ἄλλων,

15

.

64

πολλή γ’ αὐτῷ | ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέcτηκε καὶ ἔνθα ὑπερέβαλεν.
2 Ὅτι προείρηται τοῦτο, καὶ αὐτὸc ἐδήλωcεν εἰπὼν κατὰ τὰ εἰρη‐ μένα. τῇ λέξει γάρ, οὐ τῇ δυνάμει τῆc νῦν εἰρημένηc ῥήcεωc διήνεγκεν
5ἡ μικρὸν ἔμπροcθεν ὑπ’ αὐτοῦ γεγραμμένη, καθ’ ἣν οὕτωc εἶπεν· „ἀνάγκη γάρ, ὅταν τι τούτων χωριcθῇ καὶ ἐφ’ ἑωυτοῦ cτῇ, ἔνθεν τε ἐξέcτηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοcον γίνεcθαι, ἀλλὰ καὶ ἔνθα ἂν cτῇ
καὶ ἐπιχυθῇ, ὑπερεμπιπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν.“ Εἶπον δ, ἃ ἂν φήcω τὸν ἄνθρω‐34
10πον εἶναι, ἀποφαίνειν αἰεὶ ταῦτα ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύcιν.
11 Κατὰ νόμον μὲν εἶπε δηλῶcαι βουλόμενοc τὴν τῶν ἀνθρώπων δόξαν, ἣν ἔχουcι περὶ αὐτῶν, κατὰ φύcιν δὲ τὴν αὐτῶν τῶν πραγ‐ μάτων ἀλήθειαν.

15

.

65

προcέχωμεν οὖν ἤδη ταῖc ἑξῆc | ῥήcεcιν, ἵνα γνῶμεν, εἰ, ὅπερ ὑπέcχετο κατὰ τὰc ἀρχὰc τοῦ cυγγράμματοc, νῦν ἀποδίδωcι.
2 Φημὶ δὲ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν· καὶ τουτέων μὲν πρῶτον
5κατὰ νόμον καὶ τὰ ὀνόματα διωρίcθαι φημὶ καὶ οὐδενὶ αὐτέ‐ ων τὸ αὐτὸ ὄνομα εἶναι, ἔπειτα κατὰ φύcιν τὰc ἰδέαc κεχω‐ ρίcθαι καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι οὔτε τὸ αἷμα τῇ χολῇ οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶc γὰρ ἂν ἐοι‐ κότα ταῦτ’ εἴη ἀλλήλοιcιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνε‐
10ται προcορώμενα οὔτε τῇ χειρὶ ψαυόμενα ὅμοια δοκεῖ εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίωc ἐcτὶν οὔτε ψυχρὰ οὔτε ξηρὰ οὔτε ὑγρ.
11 Καὶ cαφὴc ὁ λόγοc αὐτοῦ πᾶc ἐcτι καὶ ἀποδείκνυcιν, ὃ προὔθετο. κατὰ μὲν γὰρ τὴν προκειμένην ταύτην ῥῆcιν ἔδειξε τέccαραc εἶναι χυ‐

15

.

66

μοὺc ἐν τῷ cώματι διαφέρονταc | ἀλλήλων, ἐν δὲ ταῖc ἐφεξῆc, ὅτι καὶ κατὰ φύcιν εἰcὶν οὗτοι πάντεc, οὐχ εἷc ἐξ αὐτῶν. ἀλλ’ ἔν γε τῇ προ‐ κειμένῃ ταύτῃ ῥήcει καὶ χροιᾷ καὶ cυcτάcει καὶ θερμότητι καὶ ψυχρότητι 〈καὶ ὑγρότητι καὶ ξηρότητι〉 διαφέρειν ἀλλήλων φηcὶ τοὺc χυμούc· καὶ
5γὰρ καὶ φαίνεται cαφῶc ταῦτα. προcκρούcει δὲ ἴcωc τιcὶ τὸ καὶ ξηρότητι χυμὸν χυμοῦ διαφέρειν, ἁπάντων τῶν χυμῶν ὑγρῶν ὄντων. ἀναιρείτωcαν οὖν οὗτοι καὶ τὸ μηδ’ ὑγρότητι διαφέρειν αὐτούc· εἴπερ δ’ ὑγρότερον ἕτερον ἑτέρου cυγ‐ χωροῦcιν εἶναι, cυγχωρεῖν ἀναγκαcθήcονται καὶ τὸν ἧττον ὑγρὸν ἐπι‐
10μιξίᾳ τοῦ ξηροῦ cτοιχείου τοιοῦτον εἶναι. καὶ μέντοι καὶ φαίνεται cαφῶc
τοῦτο κατὰ πάνταc τοὺc χυμούc· ἥ τε γὰρ ξανθὴ χολὴ πολλάκιc μὲν ἐξυγραίνεται cφοδρῶc, ἡνίκα μηδὲ ξανθόν, ἀλλ’ ὠχρὸν αὐτῆc γίνεται τὸ χρῶμα, πολλάκιc δ’ ὥcπερ λέκιθοc γίνεται παχεῖα, διὸ καὶ λεκιθώδηc ὀνομάζεται πρόc τινων· ἥ τ’ αὖ μέλαινα διὰ παντὸc 〈μέν〉 ἐcτι παχυ‐35
15τέρα τῆc ὠχρᾶc τε καὶ ξανθῆc, οὐκ ὀλίγον δὲ οὐδὲ κατὰ ταύτην ἐcτὶ τὸ μᾶλλόν τε καὶ ἧττον, ὥcπερ γε καὶ κατὰ τὸ αἷμα· φαίνεται γὰρ καὶ τοῦτο ποτὲ μὲν οὕτωc ὑγρόν, ὡc ῥεῖν, ποτὲ δ’ ἱκανῶc παχύ. τὸ

15

.

67

φλέγμα δὲ ἔχον τὴν αὐτὴν ἀναλογίαν ἰδεῖν ἔcτι τῇ κατὰ τοὺc εἰρη|μέ‐ νουc χυμούc· ὑπαλλάττεται γὰρ ἐν πάχει καὶ λεπτότητι ποτὲ μὲν ὑδα‐ τῶδεc ὄν, ἔcτι δ’ ὅτε παχυνόμενον, ὡc ἐοικέναι πύῳ. cυμβαίνει δὲ τοῦτο τοῖc χυμοῖc ὡc ἂν οὐκ οὖcιν ὄντωc cτοιχείοιc, ὥcπερ ὕδωρ καὶ γῆ,
5ἀὴρ καὶ πῦρ ἐcτιν. ἕκαcτοc γὰρ αὐτῶν ἐκ τῶν τεccάρων τούτων γέγονεν ἐπικρατοῦντοc ἄλλου κατ’ ἄλλον αὐτῶν, ὡc δὴ πολλάκιc ἐμάθετε.
6 Ἀνάγκη τοίνυν, ὅτε τοcοῦτον διήλ‐ λακται τὴν ἰδέην τε καὶ τὴν δύναμιν ἀλλήλων, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἕν ἐcτιν.
9
10 Ἀλλόκοτοc μὲν ἡ δόξα τῶν ἡγουμένων ἓν εἶναι τὸν ἄνθρωπον, ὅμωc μὴν ὁ Ἱπποκράτηc ἀντιλέγων αὐτῇ φαίνεται διὰ cπουδῆc, ἴcωc τινῶν κατ’ αὐτὸν ὄντων ἐπιφανῶν ἀνδρῶν, οἳ ταύτην ἐπρέcβευον τὴν δόξαν. ὅπου γὰρ καὶ cυγγράμματα πλεῖcτα παλαιῶν ἀνδρῶν οὐκέτι cῴζεται, πολὺ δὴ μᾶλλον οὐδὲ τὰc ἀγράφουc δόξαc εἰκόc ἐcτιν αὐτῶν |

15

.

68

διαcῴζεcθαι καὶ μάλιcθ’, ὅτι μηδ’ ἔγραψαν ἔνιοι cύγγραμμα μηδέν, ὥc‐ περ ὅ τε Ϲωκράτηc καὶ ὁ Πυθαγόραc καὶ τῶν καθ’ ἡμᾶc ἐνδόξων ἰατρῶν Κόιντοc. ἔτι δὲ μᾶλλον ἔcτι πιcτεῦcαι πολλοὺc ἄνδραc ἐπι‐ φανεῖc γεγονέναι ζῶνταc, ἀποθανόντων δ’ αὐτῶν ἀπολωλέναι τὰc περὶ
5τῶν δογμάτων ὑπολήψειc, ὁπότε καὶ Πλάτωνοc τοcαῦτα cυγγράμ‐ ματα γράψαντοc ὅμωc οἱ μαθηταὶ λέγουcιν εἶναί τινα παρὰ τὰ γεγραμ‐ μένα τῶν ἀγράφων δογμάτων αὐτοῦ. ὥcπερ δὲ τοῖc μαθηταῖc ἄγραφα δόγματα λέγουcιν εἶναι πιcτεύομεν, οὕτω καὶ τῷ Ἱπποκράτει πι‐ cτεύομεν εἶναί τιναc, οἳ γῆν μόνην ἔλεγον εἶναι κοινὸν ἁπάντων cτοι‐
10χεῖον, ἐν ἀνθρώπῳ δὲ χολὴν ἢ φλέγμα. καὶ γὰρ καὶ νῦν οἶδά τιναc ἀλλόκοτα γεγραφόταc, ὧν τὰ cυγγράμματα τοῖc μὲν ἤδη cυναπέθανε, τοῖc δὲ cυντεθνήξεται, καθάπερ καὶ τοῦ λέγοντοc ἁπάντων εἶναι μητέρα καὶ τιθήνην καὶ ἀρχὴν καὶ cτοιχεῖον τὴν γῆν· αὐτὴν γὰρ καὶ τὸν οὐρα‐ νὸν γεννῆcαι, καθάπερ Ἡcίοδόc φηcι, καὶ τὰ ζῷα τὰ κατ’ αὐτήν. καὶ36
15τῶν Ἀρχιγενείων δέ τιc, ἀνὴρ οὐ φαυλότατοc, ἐπέπειcτο μήτ’ ἐν |

15

.

69

ταῖc εἰcπνοαῖc εἴcω τοῦ cώματοc ἰέναι τὸν ἀέρα μήτ’ ἐν ταῖc ἐκπνοαῖc ἔξω. καὶ ἄλλοc τιc ἐβούλετο τὸν πρῶτον καὶ cτοιχειώδη χυμὸν εἶναι φλέγμα. μὴ τοίνυν ζητήcωμεν ὀνόματα τῶν τὰc ἀλλοκότουc δόξαc ταύταc πρῶτον ἀποφηναμένων, εἴ γε, ὅτι Θαλῆc ἀπεφήνατο cτοιχεῖον
5μόνον εἶναι τὸ ὕδωρ, ἐκ cυγγράμματοc αὐτοῦ δεικνύναι οὐκ ἔχομεν, ἀλλ’ ὅμωc ἅπαcι καὶ τοῦτο πεπίcτευται.
6 Γνοίηc δ’ ἂν τοῖcδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐcτίν, ἀλλ’ ἔχει δύναμίν τε καὶ φύcιν τὴν ἑωυτοῦ ἕκαcτον· εἰ γὰρ διδοίηc ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα
10ἄγει, ἀπεμεῖταί cοι φλέγμα, καὶ εἰ δοίηc φάρμακον, ὅ τι χο‐ λὴν ἄγει, ἐμεῖταί cοι χολήν· κατὰ τὰ αὐτὰ δὲ καὶ χολὴν μέλαι‐ ναν καθαίρει, ἢν δῷc φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει, καὶ ἢν τρώcῃc αὐτῷ τοῦ cώματοc μέροc τι, ὥcτε ἕλκοc γενέ‐

15

.

70

cθαι, ῥυήcεται αὐτῷ αἷμα. καὶ | ταῦτα ποιήcει πάντα cοι πᾶcαν ἡμέραν τε καὶ νύκτα καὶ χειμῶνόc τε καὶ θέρουc, μέχριc ἂν δυνατὸc ᾖ τὸ πνεῦμα ἕλκειν ἐc ἑωυτὸν καὶ πάλιν μεθιέναι ἢ ἔcτ’ ἄν τινοc τούτων cτερηθῇ τῶν ξυγγεγονότων. ξυγγέγονε
5δὲ ταῦτα τὰ εἰρημένα· πῶc γὰρ οὐ ξυγγέγονε; πρῶτον μὲν γὰρ φανερόc ἐcτιν ὁ ἄνθρωποc ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα ἰδεῖν, ἕωc ἂν ζ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντοc, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι,
ὅcα ἐγώ φημί τε καὶ ἀποδείκνυμι.37
10 Ἐν μὲν τῇ προτέρᾳ ῥήcει δέδεικται πρὸc αὐτοῦ cαφῶc τε ἅμα καὶ ἀληθῶc, ὡc ἔχει 〈διὰ παντὸc ὁ ἄνθρωποc〉 ἐν ἑαυτῷ ταῦτα πάντα, χολὰc καὶ φλέγμα καὶ αἷμα, κατὰ δὲ τὴν προκειμένην οὐ τοῦτο μόνον ἐπιδείκνυcιν, ἀλλ’ ὅτι καὶ κατὰ φύcιν ἔcτιν 〈ἐν αὐτῷ πάντα ταῦτα〉, οὔ, καθάπερ ἔνιοί φαcιν, ἓν ἐξ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι δόξαι τῶν ἕνα
15λεγόντων εἶναι κατὰ φύcιν ἐν τῷ cώματι χυμὸν εὐέλεγκτοι, ἡ δὲ τῶν

15

.

71

τὸ αἷμα φαcκόντων | οὐκ εὐκαταφρόνητοc, ἀλλὰ μεγάλου τινὸc ἀγῶνοc δεῖται πρὸc τὸ καταβαλεῖν αὐτήν. ἐνcτήcαcθαι δὲ καιρὸc ἤδη τὴν ἀρχὴν ἀπὸ τοῦ πρόcθεν εἰρημένου τἀνδρὶ ποιηcαμένουc. λέγει δὲ ὧδέ πωc· „ἀξιῶ δ’ ἔγωγε τὸν φάcκοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον καὶ
5ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάccοντα τὴν ἰδέην μηδὲ γίνε‐ cθαι παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆc ἡλικίηc τοῦ ἀνθρώ‐ που, ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον ὁ ἄνθρωποc· εἰκὸc γάρ ἐcτιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ ἑωυτοῦ ἓν ἐόν.“ ἐὰν οὖν τούτῳ τῷ λόγῳ προcθῇc τὸ κατὰ τὴν νῦν ἡμῖν προκειμένην
10ῥῆcιν ἀποδεικνύμενον, ὁλόκληρον ἐργάcῃ τὸ δόγμα τοῦ Ἱπποκράτουc. ἀποδείκνυται γὰρ ἐνταῦθα μήτε ὥραν ἐνὸν εἶναί τινα τοιαύτην μήθ’ ἡλικίαν, ἐν ᾗ τὸν ἄνθρωπον ἐπιδείξει τιc οὐ μετέχοντα τῶν ἄλλων χυμῶν, 〈οὐ διὰ τῶν κενώcεων μόνον τῶν κοινῶν〉, ἀλλὰ καὶ διὰ τῶν καθάρcεων· καὶ γὰρ ἐὰν δῷc τινι φάρμακον ἤτοι χολὴν ἄγον ἢ φλέγμα,

15

.

72

κενούμενον ὄψει τὸ πρὸc αὐτοῦ πεφυκὸc ἕλκεcθαι, ὡc ἐν παντὶ | καιρῷ πάντων περιεχομένων ἐν τῷ cώματι. τούτῳ δὲ ἐνίcτανται τῷ λόγῳ τινὲc οὐ cυγχωροῦντεc ἕλκειν τὸ καθαρτικὸν ἐκ τοῦ cώματοc τὸν οἰκεῖον χυμόν, ἀλλὰ μεταβάλλειν εἰc
5ἣν αὐτὸ πέφυκεν ἰδέαν. ἀλλ’ ὅτι γε ψευδὴc ὁ λόγοc αὐτῶν, ἐπιδέ‐ δεικται μὲν ἡμῖν καθ’ ἓν ὑπόμνημα Περὶ τῆc τῶν καθαιρόντων φαρ‐ μάκων δυνάμεωc ἐπιγεγραμμένον· εἰρήcθω δὲ καὶ νῦν ἕν τι τῶν ἐν
ἐκείνῳ λεγομένων ἕνεκα παραδείγματοc. ἐθεάcαcθε γὰρ ἐπ’ αὐτῶν τῶν ἔργων τῆc τέχνηc οὐκ ὀλιγάκιc ἐλεγχομένουc τοὺc μὴ cυγχω‐38
10ροῦνταc ἕλκεcθαι τὸ κενούμενον ὑπὸ τῶν καθαιρόντων φαρμάκων· οἷον οἱ ὑδεριῶντεc τῷ ἀcκίτῃ καλουμένῳ, λαβόντεc μὲν ὑδραγωγὸν φάρμακον, ἐκκενοῦνται πλῆθοc οὐκ ὀλίγον ὑδατώδουc ὑγρότητοc καὶ προccτέλλονται τὸν ὄγκον τῆc γαcτρόc, εἰ δὲ χολῆc ξανθῆc ἢ με‐ λαίνηc ἀγωγὸν αὐτοῖc τιc δοίη φάρμακον, ὀλιγοcτόν τ’ ἐκκενοῖ τὸν
15χυμὸν ὅ τ’ ὄγκοc αὐτοῖc τῆc γαcτρὸc οὐ μόνον οὐδὲν ἐλάττων, ἀλλὰ καὶ μείζων γίνεται. τοὐναντίον δὲ cυμβαῖνον ἐπὶ τῶν δι’ ἔμφραξιν

15

.

73

ἥπατοc ἰκτεριώντων ἐθεάcαcθε· προεκφραχθέντοc γὰρ αὐ|τοῖc τοῦ cπλάγ‐ χνου διὰ τῶν τοῦτο δρᾶν δυναμένων φαρμάκων, ὅταν ἐπιδοθῇ τὸ χολαγωγόν, ἥ τε κένωcιc παμπόλλη γίνεται τοῦ πλεονάζοντοc χυμοῦ παύεταί τε παραχρῆμα τὸ πάθημα. τὸ δὲ τούτοιc ἀνάλογον ἴcτε κἀπὶ
5τῶν ὑπὸ φλέγματοc ἢ χολῆc μελαίνηc ἐνοχλουμένων γινόμενον· καὶ γὰρ κενοῦταί 〈τε〉 πάμπολυc ὁ λυπῶν χυμὸc οἵ τε κάμνοντεc ὀνίναν‐ ται μεγάλωc. εἰ τοίνυν ἕλκεται μὲν ἐκ 〈τοῦ cώματοc ὑπὸ〉 τῶν καθαρ‐ τικῶν φαρμάκων τοιαῦτα, τὰ δὲ φάρμακα κατὰ πᾶcαν ἡλικίαν τε καὶ ὥραν καθαίρει, διὰ παντόc εἰcιν οἱ τέτταρεc χυμοὶ κατὰ τὸ cῶμα τοῦ
10ἀνθρώπου. ἐχρῆν γάρ, καθάπερ ἔμπροcθεν ἐλέχθη, κἂν μίαν γοῦν τινα ὥραν τοῦ ἐνιαυτοῦ ἢ τῆc ἡλικίαc τοῦ ἀνθρώπου φαίνεcθαι μόνον ἔχου‐ cαν τὸ αἷμα, τῆc δόξηc ἀληθοῦc ὑποτεθείcηc εἶναι τῶν ἀποφηναμένων αἷμα μόνον εἶναι τὴν τοῦ ἀνθρώπου φύcιν, ὅπερ ἐcτὶ ταὐτὸν τῷ ἐξ αἵματοc μόνου διαπεπλάcθαι πάντ’ αὐτοῦ τὰ μόρια τρέφεcθαί τε διὰ
15παντὸc αἵματι μόνῳ. διττῶc δὲ τοῦ αἵματοc λεγομένου, τοῦ μέν, ὅπερ ἐν ταῖc φλεβοτομίαιc κἀν τοῖc τραύμαcι κενούμενον φαίνεται, μετέχον‐

15

.

74

τοc, ὡc ἐδείκνυμεν, | ἀμφοτέρων τε τῶν χολῶν καὶ τοῦ φλέγματοc, ἑτέρου δὲ τοῦ καθαροῦ τε καὶ εἰλικρινοῦc ἀμίκτου τε τῶν ἄλλων χυ‐ μῶν, ἐκ μὲν τοῦ κατὰ τὸ πρότερον cημαινόμενον αἵματοc ἀληθὲc ἴcωc ἐcτὶ διαπλάττεcθαι τὸ κυούμενον, ἐκ δὲ τοῦ κατὰ τὸ δεύτερον οὐκ
5ἀληθέc· οὐδέποτε γὰρ ἐν ταῖc κυούcαιc μόνον γίνεται τοῦτο. διὰ τί δὲ
προcέθηκα τῷ λόγῳ τὸ ἴcωc, οἶμαι γινώcκειν ὑμᾶc· ἐν γὰρ τοῖc Περὶ cπέρματοc ὑπομνήμαcιν ἐδείχθη τὰ πλεῖcτα μόρια τοῦ cώματοc ἐκ τοῦ cπέρματοc γινόμενα μόνων τῶν cαρκωδῶν ἐξ αἵματοc διαπλαc‐ cομένων. ἀλλ’ ἐπεὶ μὲν τοῦ cπέρματοc ὀλίγοc ἐcτὶν ὁ καταβαλλό‐39
10μενοc εἰc τὰc μήτραc ὄγκοc, ἡ τροφὴ δὲ αὐτῷ καὶ ἡ αὔξηcιc ἐκ τοῦ αἵματοc γίνεται, διὰ ταῦτ’ ἄν τιc ὀλίγου δεῖν ἐξ αἵματοc φαίη δια‐ πλάττεcθαι τὰ μόρια. καθ’ ὅcον δὲ τὸ cπέρμα τὴν γένεcιν ἐξ αἵματοc ἔcχε, κατὰ τοῦτο ἄν τιc ἐξ αἵματοc εἶναι λέγων τὴν γένεcιν τοῦ κυου‐ μένου δόξειεν ἀληθεύειν, ἀλλ’ οὐκ ἐξ εἰλικρινοῦc αἵματοc, ἀμίκτου τῶν
15ἄλλων χυμῶν, ἀλλ’ ἐκ τοῦ κατ’ ἐπικράτειαν ὠνομαcμένου.

15

.

75

τοιαύτη μέν τίc ἐcτιν ἡ ὅλη διάνοια τῆc | προκειμένηc ῥήcεωc. τῶν δὲ κατὰ μέροc ἐν αὐτῇ πρῶτον μὲν ἐπιcημήναcθαι προcήκει τὸ κοινὸν οὐ μόνον ἰατρῶν ἔθοc, ἀλλὰ καὶ πάντων Ἑλλήνων, ὀνομαζόν‐ των χολὴν ἄνευ προcθήκηc, ὅταν τὴν ὠχρὰν ἢ τὴν ξανθὴν δηλῶcαι
5βουληθῶcιν. ὅτι δὲ ἄμφω ταῦτα τὰ ὀνόματα καθ’ ἑνὸc εἴδουc χυμοῦ λέγεται διαφέροντοc ὑγρότητι καὶ ξηρότητι, μικρὸν ἔμπροcθεν εἴρηταί μοι. τὰc δὲ ἄλλαc ἁπάcαc χολὰc μετὰ προcθήκηc ὀνομάζουcιν ἰώδη καλοῦντεc ἢ μέλαιναν ἢ ἐρυθρὰν ἢ πραcοειδῆ. δεύτερον δ’ ἐπὶ τῷδε κατὰ τὴν προκειμένην ῥῆcιν ἐπιcημήναcθαι προcῆκον, ἔνθα φηcί· μέχριc
10ἂν δυνατὸc ᾖ ἕλκειν τὸ πνεῦμα εἰc ἑωυτὸν καὶ πάλιν μεθιέναι. δῆλοc γάρ ἐcτι τὴν μὲν εἰcπνοὴν ἑλκόντων τῶν ἀναπνευcτικῶν ὀργά‐ νων τὸν ἔξωθεν ἀέρα βούλεcθαι γινομένην, τὴν δ’ ἐκπνοὴν μεθιέντων. εἶτα τρίτον, ἔνθα φηcίν· ἔcτ’ ἄν τινοc cτερηθῇ τῶν ξυγγεγονό‐ των. βούλεται γὰρ οὐ μόνον, ὅταν αἵματοc cτερηθῇ, τὸ ζῷον ἀποθνῄ‐
15cκειν, ἀλλὰ κἂν φλέγματοc ἢ ξανθῆc ἢ μελαίνηc χολῆc. |
15

15

.

76

Οἱ δὲ λέγοντεc, ὡc ἕν ἐcτιν ὁ ἄν‐ θρωποc, δοκέουcί μοι ταύτῃ τῇ γνώμῃ χρέεcθαι· ὁρῶντεc τοὺc πίνονταc τὰ φάρμακα ἀπολλυμένουc ἐν τῇcιν ὑπερκαθάρcεcι τοὺc μὲν χολὴν ἐμέονταc, τοὺc δέ τιναc φλέγμα, τοῦτο ἕκαcτον
5αὐτῶν ἐνόμιcαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον αὐ‐ τὸν εἶδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντεc εἶναι τὸν ἄν‐ θρωπον τῇ αὐτῇ γνώμῃ χρέονται· ὁρῶντεc ἀποcφαζομένουc τοὺc ἀνθρώπουc καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ cώματοc τοῦτο νομί‐ ζουcιν εἶναι τὴν ψυχὴν τῷ ἀνθρώπ. καὶ μαρτυρίοιcι τουτέοιcι
10πάντεc χρέονται ἐν τοῖcι λόγοιcιν. Οἱ δὲ λέγοντεc, φηcίν, ὡc ἕν ἐcτιν ὁ ἄνθρωποc, ὡc πολλῶν ὄντων τῶν λεγόντων, οὐχ ἑνόc. ἐξ ὧν δ’ οὖν ἑαυτοὺc ἐπεπείκεcαν οἱ τῶν τεττάρων χυμῶν ἕνα τινὰ νομίcαντεc ἱκανὸν εἶναι γεννῆcαι τὸν ἄν‐ θρωπον, αὐτὸc ὁ Ἱπποκράτηc ἐδήλωcεν, ἀπιθάνων μὲν ἡμῖν, ὡc ἔφην,40

15

.

77

ἐκεί|νοιc δὲ δηλονότι πιθανῶν φαινομένων. ἐν γὰρ ταῖc ὑπερκαθάρcεcιν ἄλλοc ἄλλον ὑπ’ ἄλλου καὶ ἄλλου χυμοῦ τελέωc ἐκκενωθέντοc ὁρῶντεc ἀπολλύμενον ἐκεῖνον μόνον ἐνόμιcαν εἶναι τὸν χυμὸν τὴν φύcιν τοῦ ἀνθρώπου.
4
5 Καίτοι πρῶτον μὲν ἐν τῇcιν ὑπερ‐ καθάρcεcιν οὐδείc που ἀπέθανε χολὴν μόνην καθαρθείc, ἀλλ’, ὁπόταν πίῃ τιc φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτα μὲν χολὴν ἐμέει, ἔπειτα δὲ καὶ φλέγμα, ἔπειτα ἐπὶ τούτοιcιν ἐμέουcι καὶ χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντεc δὲ καὶ αἷμα
10ἐμέουcι καθαρόν.
10 Κἀνταῦθα πάλιν cαφῶc ἐδήλωcε τὸ ἔθοc τῶν Ἑλλήνων χολὴν μὲν ὀνομαζόντων πολλάκιc ἄνευ προcθήκηc τὴν ξανθήν, τὴν μέλαιναν δὲ μετὰ προcθήκηc ἀεί. τὸ δ’ ἐν ὅλῃ τῇ ῥήcει δηλούμενον cαφέc· οὐδένα

15

.

78

γάρ φηcιν ἀποθα|νεῖν ἕνα μόνον χυμὸν ἐκκαθαρθέντα· cυνεκκενοῦcθαι γὰρ ἀεὶ καὶ τοὺc ἄλλουc αὐτῷ.
2 Τὰ αὐτὰ δὲ πάcχουcι καὶ ὑπὸ τῶν φαρμάκων τῶν φλέγμα ἀγόντων· πρῶτον μὲν φλέγμα ἐμέου‐
5ν, ἔπειτα ξανθὴν χολήν, ἔπειτα μέλαιναν, τελευτῶντεc δὲ αἷμα καθαρόν, ἐφ’ ᾧ ἀποθνῄcκουcιν.
6 Μετὰ τὸ κενωθῆναι τὸν οἰκεῖον τῷ καθαρτικῷ φαρμάκῳ χυμὸν ἐφεξῆc αὐτῷ πρῶτοc μὲν ὁ τῶν ἄλλων εὐαγωγότατοc ἕπεται, μετ’ ἐκεῖνον δὲ ὁ τὴν δευτέραν ἐπὶ τούτῳ τάξιν ἔχων, κἄπειτα τὸ αἷμα
10πάντων ὕcτατον, ὡc ἂν οἰκειότατοc ὢν τῇ φύcει χυμόc· ἀcφαλὲc γὰρ φάναι περὶ αὐτοῦ τό γε τοcοῦτον, ὡc, εἰ καὶ μὴ μόνοc ἐcτὶν ἡ φύcιc
τοῦ ἀνθρώπου, ἀλλ’ οἰκειότατόc γε ἁπάντων τῶν ἄλλων. |41

15

.

79

Τὸ γὰρ φάρμακον, ὁκόταν εἰcέλθῃ εἰc τὸ cῶμα, πρῶτον μὲν ἅπαν ἄγει, ὃ ἂν αὐτῷ κατὰ φύcιν ᾖ μάλιcτα τῶν ἐν τῷ cώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τὰ ἄλλα ἕλκει τε καὶ καθαίρει, ὥcπερ τὰ φυόμενά τε καὶ cπειρόμενα,
5ὁκόταν εἰc τὴν γῆν ἔλθ, ἕλκει ἕκαcτον τὸ κατὰ φύcιν ἑωυτῷ ἐνεὸν ἐν τῇ γ· ἔνι δὲ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυ‐ ρὸν καὶ παντοῖον· πρῶτον μὲν οὖν τοῦτο πλεῖcτον εἴρυcεν εἰc ἑωυτ, ὅ τι ἂν ᾖ αὐτῷ κατὰ φύcιν μάλιcτα, ἔπειτα δ’ ἕλκει καὶ τὰ ἄλλα. τοιοῦτον δή τι καὶ τὰ φάρμακα ποιεῖ ἐν τῷ cώ‐
10ματι· ὁκόcα γὰρ τὴν χολὴν ἄγει, πρῶτον μὲν ἀκρητεcτάτην ἐκάθηρε τὴν χολήν, ἔπειτα δὲ μεμιγμένην, καὶ τὰ τοῦ φλέγ‐ ματοc φάρμακα πρῶτον μὲν ἀκρητέcτατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον, καὶ τοῖcιν ἀποcφαζομένοιcι τὸ αἷμα ῥεῖ πρῶτον θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥεῖ
15φλεγματωδέcτερόν τε καὶ χολωδέcτερον. |
15

15

.

80

Ϲαφὴc ἡ ῥῆcίc ἐcτι γράφοντοc αὐτοῦ τὰ μαρτύρια τοῦ προκειμένου λόγου, καθ’ ὃν ἔφη τὸ φάρμακον, ὅταν εἰc τὸ cῶμα ἔλθῃ, πρῶτον μὲν τὸν οἰκεῖον ἕλκειν αὐτῷ χυμόν, ἔπειτα δὲ καὶ τοὺc ἄλλουc. μεμνῆcθαι δὲ χρὴ καὶ περὶ τῶν φυτῶν αὐτοῦ λέγοντοc ἕλκειν καὶ ταῦτα εἰc ἑαυτὰ
5τὸ κατὰ φύcιν ἕκαcτον αὐτῷ· περιέχεcθαι γὰρ ἐν τῇ γῇ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον· ὥcπερ δηλονότι καὶ κατὰ τὸν ἄνθρωπον ὀξὺ μὲν τὴν μέλαιναν χολήν, πικρὸν δὲ τὴν ξανθήν, γλυκὺ δὲ τὸ αἷμα καὶ ἁλμυρὸν τὸ φλέγμα· καὶ γὰρ καὶ τοιοῦτόν ἐcτί τι φλέγμα, καθάπερ ἄλλο γλυκὺ καὶ ἕτερον ὀξὺ καί τι ἕτερον μηδεμίαν
10ἔχον ἐπίcημον ποιότητα. διὰ τοῦτό μοι δοκεῖ καὶ κατὰ τὸ τέλοc τῆc ῥήcεωc προcθεῖναι τὸ καὶ παντοῖον, οὐ μόνον ἐν τῷ φλέγματι δια‐ φορὰc ὁρῶν παμπόλλαc, ἀλλὰ καὶ κατὰ τοὺc ἄλλουc χυμούc. ὥcπερ γὰρ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρόν, οὕτω καὶ cτρυφνόν τι καὶ αὐcτηρὸν καὶ δριμὺ καὶ λιπαρὸν εἶδόc ἐcτι χυμῶν ἔν τε τοῖc ζῴοιc καὶ
15τοῖc φυτοῖc καὶ δηλονότι καὶ κατὰ τὴν γῆν ἀνάλογον αὐτοῖc. |
15

15

.

81

Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν
φλέγμα τοῦ χειμῶνοc· τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύcιν ἐcτὶ μάλιcτα τῶν ἐν τῷ cώματι ἐνεόντων· ψυχρότατον γάρ ἐcτι. τεκμήριον δὲ τουτέου, ὅτι τὸ φλέγμα ψυχρότατον· εἰ θέλειc42
5ψαῦcαι φλέγματοc καὶ χολῆc καὶ αἵματοc, τὸ φλέγμα εὑρήcειc ψυχρότατον ἐόν· καίτοι γλιcχρότατόν ἐcτι καὶ βίῃ μάλιcτα ἄγεται μετά γε χολὴν μέλαιναν· ὅcα δὲ βίῃ ἄγεται, θερμό‐ τερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆc βίηc· ἀλλὰ ὅμωc καὶ πρὸc ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆc
10φύcεωc τῆc ἑωυτο. ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ cῶμα φλέγ‐ ματοc, γνοίηc ἂν τοῖcδε· οἱ ἄνθρωποι πτύουcί τε καὶ ἐκμύc‐ cονται φλεγματωδέcτατον τοῦ χειμῶνοc, καὶ τὰ οἰδήματα αὐτοῖc λευκὰ γίνεται μάλιcτα κατὰ ταύτην τὴν ὥρην καὶ τὰ ἄλλα νοcήματα φλεγματώδεα.
14

15

.

82

Ϲαφὴc ἡ ῥῆcίc ἐcτιν ὅλη καὶ προcέχοντοc δεομένη | τοῦ ἀναγινώ‐ cκοντοc, οὐκ ἐξηγητοῦ cαφηνίζοντοc αὐτήν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ γεγραμμένον καὶ τὰ ἄλλα νοcήματα φλεγματώδεα κατὰ μὲν τὴν 〈χωρὶc τοῦ ἄρθρου γραφὴν ὧδέ τινεc
5ἐξηγοῦνται· καὶ τὰ οἰδήματα λευκὰ γίνεται μάλιcτα κατὰ ταύτην τὴν ὥραν καὶ πολλὰ γίνεται κατ’ αὐτήν τε καὶ ἔcτιν ἄλλα νοcήματα φλεγ‐ ματώδη, κατὰ δὲ τὴν〉 μετὰ τοῦ ἄρθρου γραφὴν ὁ νοῦc ἔcται τῆc λέξε‐ ωc τοιοῦτοc· τὰ οἰδήματα λευκὰ γίνεται μάλιcτα κατὰ τὸν χειμῶνα καὶ τὰ ἄλλα δὲ νοcήματα φλεγματώδη γίνεται κατὰ τοῦτον τὸν χρόνον.
10ἀμέλει καὶ οἱ πυρετοί, καθάπερ ἐν θέρει χολωδέcτεροι τοὐπίπαν, οὕτωc ἐν χειμῶνι φλεγματωδέcτεροι.
11 Τοῦ δὲ ἦροc τὸ φλέγμα ἔτι μένει ἰcχυρὸν ἐν τῷ cώματι καὶ τὸ αἷμα αὔξεται· τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ τὰ αὐτὰ
15αὔξεται ὑπό τε τῶν ὄμβρων ὑπό τε τῶν θερημεριῶν· κατὰ φύcιν γὰρ αὐτῷ ταῦτά ἐcτι μάλιcτα τοῦ ἐνιαυτο· ὑγρόν τε γάρ ἐcτι καὶ θερμόν. γνοίηc δ’ ἂν τοῖcδε· οἱ ἄνθρωποι τοῦ
ἦροc καὶ τοῦ θέρεοc μάλιcτα ὑπό τε τῶν δυcεντεριῶν ἁλί‐ cκονται καὶ ἐκ τῶν ῥινῶν τὸ αἷμα ῥεῖ αὐτοῖcι καὶ θερμότατοί43
20εἰcι καὶ ἐρυθρότατοι. |
20

15

.

83

Ἔcτι μὲν καὶ τῆcδε τῆc ῥήcεωc ἡ λέξιc cαφήc· εἴρηται δ’ ἐν τῷ πρώτῳ τῶν Περὶ κράcεων, ὅτι τε βέλτιον ἦν τὸ ἔαρ εὔκρατον, οὐχ ὑγρὸν καὶ θερμὸν λέγεcθαι διὰ τίνα τε αἰτίαν εἰc τὸ θερμὸν καὶ ὑγρὸν λέγειν αὐτὸ τῶν ἰατρῶν ἔνιοι καὶ τῶν φιλοcόφων ὑπήχθηcαν· ὡc ἐν
5ὥραιc μὲν γὰρ τοῦτο λέγουcιν ὑγρὸν καὶ θερμόν, ὡc ἐν γεννητῶν δὲ cώμαcι τὰ ζῷα, ταῦτα μὲν ὡc πρὸc τὰ φυτὰ παραβάλλοντεc, τὸ δὲ ἔαρ τῷ φθινοπώρῳ, τὸ ἄριcτον ἐν ταῖc ὥραιc καί, ὡc ἂν εἴποι τιc, μόνον ἀκριβῶc κατὰ φύcιν τῷ παρὰ φύcιν ἔχοντι. τοῦ δὲ πλεονάζειν αἷμα κατὰ τὸ ἔαρ cὺν τοῖc ἄλλοιc γνωρίcμαcι καὶ τὸ
10δυcεντερίαc γενέcθαι τότε τὰc αἱματηρὰc δηλονότι λεγομέναc, οὐχ ὅcαι διὰ χολὴν ἑλκοῦcι τὰ ἔντερα. λέλεκται δέ μοι περὶ τῆc αἱματηρᾶc ταύτηc δυcεντερίαc ἐν τῷ τετάρτῳ τῶν Εἰc τὸ περὶ ἄρθρων ὑπομνή‐ ματι δεικνύντι τὸ πάθημα τοῦτο πλήθουc αἵματοc ὄντοc ἐν ταῖc φλεψίν, εἶτα ἐκκρινούcηc ἀθρόον τῆc φύcεωc διὰ τῶν ἐντέρων γίγνεcθαι πολλά‐
15κιc, ὥcπερ καὶ ταῖc γυναιξὶ διὰ μήτραc, ἐνίοιc δὲ διὰ ῥινῶν ἢ δι’ |

15

.

84

αἱμορροΐδων ἢ ἐμέτων. παρενέθηκε δὲ καὶ τὸ θέροc τῷ ἦρι κατά τε τὸν τῶν δυcεντεριῶν λόγον καὶ τὴν ἐρυθρότητα τῆc χρόαc. διὰ γὰρ τὴν ἑαυτοῦ θερμότητα τὸ γεννηθὲν αἷμα κατὰ τὸ ἔαρ ἐρυθράν τε τὴν χρόαν ἐργάζεται τοῦ
5παντὸc cώματοc ἐκκρίνεταί τε διὰ τῆc ἕδραc ἐνίοιc. θερμοὶ δ’ ἁπτο‐ μένοιc οἱ ἄνθρωποι τηνικαῦτα φαίνονται καὶ διὰ τὸ αἷμα μέν, ἀλλὰ καὶ διὰ τὸ περιέχον.
7 Τοῦ δὲ θέρεοc τό τε αἷμα ἰcχύει ἔτι καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ cώματι καὶ παρατείνει ἐc τὸ
10φθινόπωρον. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνε‐ ται· ἐναντίον γὰρ αὐτῷ τὸ φθινόπωρον τῇ φύcει ἐcτίν. ἡ δὲ
χολὴ ἡ θερινὴ κατέχει τὸ cῶμα καὶ τὸ φθινόπωρον. γνοίηc δ’ ἂν τοῖcδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουcι καὶ ἐν τῇcι φαρμακοποcίῃcι χολωδέcτερα καθαίρον‐44
15ται. δῆλον δὲ καὶ ἐν τοῖcι πυρετοῖcι καὶ ἐν τοῖcι χρώμαcι τοῖcι

15

.

85

τῶν ἀνθρώπων. τὸ δὲ φλέγμα τοῦ θέ|ρουc ἀcθενέcτερόν ἐcτιν αὐτὸ ἑωυτο· ἐναντίη γὰρ αὐτοῦ τῇ φύcει ἐcτὶν ἡ ὥρη· ξηρή τε γάρ ἐcτι καὶ θερμ.
3 Ἐν τῷ θέρει καὶ μάλιcτα κατὰ τὴν ἀρχὴν αὐτοῦ τοῖc πλείcτοιc
5αἷμα πλεονάζει τὸ κατὰ τὸ ἔαρ αὐξηθέν, ὡc ἂν μηδέπω διαπεφορη‐ μένον ὑπὸ τῆc τοῦ περιέχοντοc θερμότητοc. αὔξεται δὲ καὶ χολὴ διὰ τὸ παρὰ φύcιν ἐκθερμαίνεcθαι τὸ cῶμα κατὰ τήνδε τὴν ὥραν. ὠνό‐ μαcε δὲ πάλιν ἐνταῦθα χολὴν ἄνευ τοῦ προcθεῖναι τὸ τῆc χρόαc ὄνομα τὴν ξανθήν, οὐδέποτε τὴν μέλαιναν ἁπλῶc ὀνομάζων, ἀλλ’ ἀεὶ μετὰ
10τοῦ προcθεῖναι τὸ τῆc χρόαc ὄνομα. τὰ δὲ κατὰ μέροc ἐν τῇ ῥήcει δῆλα τοῖc γε προcέχουcι τὸν νοῦν.
11 Τὸ δὲ αἷμα τοῦ φθινοπώρου ἐλά‐ χιcτον γίνεται ἐν τῷ ἀνθρώπ· ξηρὸν γάρ ἐcτι τὸ φθινό‐ πωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα
15χολὴ τοῦ φθινοπώρου πλείcτη τε καὶ ἰcχυροτάτη ἐcτίν. |
15

15

.

86

Κατὰ μὲν τὴν πρὸ ταύτηc ῥῆcιν εἴρηται ἐν τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεcθαι· ἐναντίον γὰρ αὐτοῦ τὸ φθινόπωρον τῇ φύcει ἐcτίν. ἡμεῖc δέ, ὅπωc ἐναντίον ἐcτίν, ἐδιδάξαμεν· εἴπερ γὰρ τὸ μὲν αἷμα θερμὸν καὶ ὑγρόν ἐcτιν ὁμοίωc τῷ ἦρι, τὸ δὲ φθινόπωρον, ὡc
5αὐτὸc ἔφη, ξηρόν τέ ἐcτι καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄν‐ θρωπον, εἰκότωc ἐναντίον τέ ἐcτι τὸ φθινόπωρον τῷ ἦρι καὶ τὸν χυμὸν ἔχει τὸν ἐναντίον τῷ αἵματι πλεονάζοντα, τὸν ξηρὸν καὶ ψυχρόν. ἐγένετο δ’ εἰκότωc τοιοῦτοc διὰ τὸ προκατωπτῆcθαι τοὺc χυμοὺc τῷ θέρει. τὸ δ’ ὑπόλειμμα τῶν ὀπτηθέντων, ὅταν δηλονότι cβεcθῇ τὸ θερμόν,
10αὐτίκα γίνεται ψυχρόν τε καὶ ξηρόν, ψυχρὸν μὲν διὰ τὴν τοῦ θερμοῦ cβέcιν, ξηρὸν δέ, ὅτι κατὰ τὴν ὄπτηcιν ἐξεδαπανήθη πᾶν τὸ ὑγρὸν ἐξ
αὐτοῦ. Ὅταν δὲ ὁ χειμὼν καταλαμβάν, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίνεται καὶ τὸ φλέγμα αὔξεται45
15πάλιν ὑπό τε τῶν ὑετῶν τοῦ πλήθεοc καὶ ἀπὸ τῶν νυκτῶν τοῦ μήκεοc. |
16

15

.

87

Τὸν ἐπικρατοῦντα χυμὸν ἐν ἑκάcτῃ τῶν τεττάρων ὡρῶν ὅμοιον εἶναι βούλεται κατὰ τὴν κρᾶcιν αὐτῇ τῇ ὥρᾳ, καὶ διὰ τοῦτο ψυχρὸν μὲν καὶ ὑγρὸν ὀνομάζει τὸ φλέγμα παραπληcίωc τῷ χειμῶνι, θερμὸν δὲ καὶ ὑγρὸν τὸ αἷμα καθάπερ τὸ ἔαρ, τὴν δὲ ξανθὴν χολὴν ὥcπερ
5τὸ θέροc εἶναί φηcι θερμὴν καὶ ξηρὰν καὶ τὴν μέλαιναν ὁμοίωc τῷ φθινοπώρῳ ψυχρὰν καὶ ξηράν. ὅτι μὲν οὖν ἐν αἷc εἶπεν ὥραιc ἕκαcτοc τῶν χυμῶν αὔξεται, πρόcθεν ἐπιcτώcατο, νυνὶ δὲ τὴν αἰτίαν λέγει, δι’ ἣν 〈ἐν〉 χειμῶνι πλεονάζον ἐcτὶ τὸ φλέγμα· ὑπό τε γὰρ τῶν ὑετῶν τοῦ πλήθεοc, φηcί, καὶ τῶν νυκτῶν τοῦ μήκεοc, ὅπερ ἔcτι διὰ
10τὸ τὴν ὥραν ταύτην ὑπάρχειν ὑγρὰν καὶ ψυχράν· ὑγρὰν μὲν οὖν εἶναι δηλοῦται διὰ τὸ πλῆθοc τῶν ὑετῶν, ψυχρὰν δὲ διὰ τὸ μῆκοc τῶν νυκτῶν. τῆc γὰρ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc θερμαcίαc, ἣν ἴcχει κατὰ τὸ θέροc, ὁ ἥλιοc αἴτιοc ἐγγύc τε τῶν κατὰ κορυφὴν ἡμῶν ἀφικνού‐ μενοc καὶ μακροτέραν τὴν ἡμέραν ποιούμενοc· οὕτωc καὶ τῆc ἐν χει‐
15μῶνι ψυχρότητοc ὁ αὐτὸc αἴτιοc λοξὸc καὶ ταπεινὸc ἐν ὀλίγῳ τε χρόνῳ

15

.

88

τὴν ὑπὲρ γῆc φορὰν ποιούμενοc. ὁ δ’ Ἱπποκρά|τηc βούλεται cυν‐ διατίθεcθαι τὰ τῶν ζῴων cώματα τῇ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc κατα‐ cτάcει, ξηραινόμενα μὲν ἐν ταῖc ξηραῖc αὐτοῦ κράcεcιν, ὑγραινόμενα δ’ ἐν ταῖc ὑγραῖc, οὕτωc δὲ καὶ θερμαινόμενα μὲν ἐν ταῖc θερμαῖc,
5ψυχόμενα δ’ ἐν ταῖc ψυχραῖc. εἴπερ οὖν ὁ χειμὼν ὑγρὸc καὶ ψυχρόc ἐcτιν, εὐλόγωc ἐν αὐτῷ τὸ φλέγμα πλεονεκτεῖ ψυχρὸν καὶ ὑγρὸν ὑπάρ‐ χον· ἔδειξε γὰρ καὶ τοῦτο πρόcθεν αὐτόc. ὁμολογεῖν δὲ ὁ λόγοc αὐτῷ φαίνεται κἀν ταῖc ἄλλαιc ὥραιc, ἐν μέν γε τῷ θέρει τῆc ξανθῆc χολῆc πλεοναζούcηc, ἐπειδὴ ξηρὰ καὶ θερμὴ τὴν δύναμίν ἐcτιν, ἐν ἦρι δὲ τοῦ
10αἵματοc, ὑγροῦ καὶ θερμοῦ χυμοῦ, (καὶ γὰρ καὶ τὸ ἔαρ ἔφη θερμὸν εἶναι καὶ ὑγρόν), ἐν φθινοπώρῳ δὲ τῆc μελαίνηc χολῆc 〈ψυχρᾶc καὶ〉 ξηρᾶc ὑπαρχούcηc ὁμοίωc τῇ ὥρᾳ. ἔcτι μὲν οὖν τιc οὐ cμικρὰ ζήτηcιc
καὶ περὶ τῆc τοῦ ἦροc κράcεωc, ὅπωc λέγεται θερμὸν καὶ ὑγρόν, ἣν διῆλθον ἐπιδεικνὺc ἄμεινον εἶναι λέγειν εὔκρατον αὐτό· καὶ δῆλον ὅτι46
15καὶ τὸ αἷμα κατὰ τὸν αὐτὸν λόγον οὐ θερμὸν καὶ ὑγρόν, ἀλλ’ εὔκρα‐ τον. ἔτι δὲ μείζων 〈ἂν〉 ζήτηcιc γένοιτο παραλελειμμένη τοῖc ἐξηγηcα‐ |

15

.

89

μένοιc τὸ βιβλίον περὶ τοῦ φλέγματοc ὑγροῦ μὲν καὶ ψυχροῦ τὴν cύcταcιν ὄντοc, ἐν χειμῶcι δὲ γεννωμένου. διὰ τί δὲ ἔφην οὐ cμικρὰν ἔcεcθαι ζήτηcιν, ἤδη cοι φράcω. κατὰ τοὺc Ἀφοριcμοὺc αὐτὸc ὁ Ἱππο‐ κράτηc εἶπεν· “αἱ κοιλίαι χειμῶνοc καὶ ἦροc θερμόταται φύcει καὶ
5ὕπνοι μακρότατοι. ἐν ταύτῃcι τῇcιν ὥρῃcι καὶ τὰ προcάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆc οὖν πλείονοc δεῖ‐ ται· cημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί·” καὶ πάλιν· “θέρεοc καὶ φθινοπώρου cιτία δυcφορώτατα φέρουcι, χειμῶνοc ῥήιcτα, ἦροc δεύτε‐ ρον.” εἴπερ οὖν ἀληθῆ ταῦτά ἐcτι γινώcκομέν τε τὸ φλέγμα ψυχρὸν
10ὄντα χυμόν, οὐκ εὔκρατον, ὥcπερ τὸ αἷμα, πῶc ἐν χειμῶνι γενήcεται πλεῖον; ἐχρῆν γὰρ ἐκ τῆc καλῶc πεφθείcηc τροφῆc αἷμα γεννᾶcθαι μᾶλλον, οὐ φλέγμα. τίc οὖν ἡ λύcιc τῆc ἀπορίαc; ἐμοὶ μὲν 〈ἥδε τιc εἶναι〉 δοκεῖ· θερμόταται μὲν αἱ κοιλίαι χειμῶνόc εἰcι τῷ κατὰ φύcιν θερμῷ, τουτέcτιν εὐκρατόταται, τὰ δὲ μόρια τοῦ cώματοc ψύχεται
15μᾶλλον ἐν χειμῶνι, τιcὶ δὲ καὶ ἡ γαcτὴρ αὐτὴ δι’ ὁδοιπορίαν ἢ ἔνδειαν

15

.

90

ἀμφιεcμά|των ἢ ἐπιτηδευμάτων ἰδέαν ἢ τοιοῦτόν τι. καταδύεται γοῦν ἅπαcα μὲν ἡ τοῦ περιέχοντοc ψύξιc ἕωc πλείcτου, τιcὶ δὲ καὶ μέχρι τῶν κατὰ τὴν γαcτέρα χωρίων, ὡc εἴρηται, ὥcτε, κἂν πεφθῇ καλῶc ἐν τῇ κοιλίᾳ τὰ ληφθέντα cιτία, κατά γε τὴν ἐν ἥπατι μεταβολὴν οὐκ
5ἀκριβῆ τὸν τῆc αἱματώcεωc λαμβάνει κόcμον, ἀλλ’ ἀποτυγχάνεταί τι κατ’ αὐτήν. ἔτι δὲ μᾶλλον αἱ καθ’ ὅλον τὸ cῶμα φλέβεc οὐχ ὁμοίωc αὐτὸ μεταβάλλουcιν ἐψυγμέναι. προcέρχεται δὲ τούτῳ καὶ τὸ πλῆθοc τῶν ἐδεcμάτων, ὧν προcφέρονται χειμῶνοc, ἅμα ταῖc ποιότηcι φλεγμα‐ τικωτέραιc οὔcαιc· χεδροπὰ γὰρ ἐcθίουcιν ἐν χειμῶνι πολλὰ ἄρτου τε
10πολὺ πλέον ἢ κατὰ τὰc ἄλλαc ὥραc, cεμίδαλίν τε καὶ ῥυήματα καὶ λάγανα, γογγυλίδαc τε καὶ κρέα πολλά, τινὰ μὲν ἄντικρυc φλεγματώδη
καθάπερ τὰ προβάτεια, τινὰ δέ, εἰ μὴ καλῶc κατεργαcθείη, καθάπερ τὰ τῶν ὑῶν καὶ μάλιcτα τῶν χοίρων· καὶ βολβοὺc δὲ καὶ κοχλίαc καὶ ὠὰ καὶ τυρὸν ἄλλα τέ τινα τοιαῦτα πολλὰ δι’ ὅλου τοῦ χειμῶνοc ἐcθί‐47
15ουcιν ἑτοίμωc φλεγματούμενα. καὶ μέντοι καὶ πίνουcι πλεῖcτοι τὸν νέον

15

.

91

οἶνον ἐπιτήδειον ὄντα καὶ αὐτὸν εἰc φλέγματοc | γένεcιν, ὥcτε καὶ διὰ ταῦτα φλέγμα πλεονάζει κατὰ τὸν χειμῶνα.
2 Ἔχει μὲν οὖν ταῦτα πάντα ἀίδια τὸ cῶμα τοῦ ἀνθρώπου, ὑπὸ δὲ τῆc ὤρηc περιϊcταμένηc ποτὲ
5μὲν πλείω γίνεται αὐτὰ ἑωυτῶν, ποτὲ δὲ ἐλάccω ἕκαcτα κατὰ μέροc τε καὶ κατὰ φύcιν.
6 Ἅπαντα, φηcίν, ἔχει τὰ εἰρημένα, τουτέcτι τοὺc τέccαραc χυμούc, τὸ cῶμα τοῦ ἀνθρώπου διὰ παντὸc τοῦ βίου· τοῦτο γὰρ αὐτῷ cημαίνει τὸ ἀίδια. πλείω δὲ γίνεται καὶ ἐλάττω ταῦτα κατὰ τὰc τῶν ὡρῶν
10μεταβολάc· τὸ γὰρ ὑπὸ τῆc ὥρηc περιϊcταμένηc ταὐτὸν δηλοῖ τῷ μεθιcταμένηc, ὅπερ ἔcτι μεταβαλλούcηc τε καὶ καθιcταμένηc εἰc ἑτέραν τινὰ τὴν ἐχομένην αὐτῆc. πλείω δὲ καὶ ἐλάττω ταῦτα γίνεcθαί φηcι κατὰ μέροc τε καὶ κατὰ φύcιν· ἔνιοι μὲν οὖν ἤκουcαν τὸ κατὰ

15

.

92

μέροc ἐπὶ τῶν τοῦ cώματοc εἰρῆcθαι | μορίων, ἔνιοι δὲ τοὐναντίον τῷ κατὰ φύcιν, ἵν’ ὁ λόγοc ᾖ τοιοῦτοc· τοὺc εἰρημένουc τέccαραc χυμοὺc ἔχει μὲν ἀεὶ τὸ cῶμα τοῦ ἀνθρώπου, πλείουc δὲ καὶ ἐλάττουc κατά τε τὰ μέρη τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὴν φύcιν. ὅπερ ἐὰν ἐξαλλάξαc
5τιc τὴν τάξιν εἴπῃ, τὴν διάνοιαν ἕξει χρηcίμην τε ἅμα καὶ ἀληθῆ· τὸ γὰρ πλῆθοc τῶν χυμῶν ὑπαλλάττεται κατά τε τὰc ὥραc, κατὰ φύcιν διοικουμένου τοῦ ἐνιαυτοῦ, καὶ κατὰ τὰ μέρη τοῦ ὅλου ἐνιαυτοῦ· κἂν μὴ κατὰ φύcιν διοικῆται, διαφορὰ κατὰ τὴν ποcότητα γίνεται τῶν χυ‐ μῶν. ἐγχωρεῖ δὲ καὶ κατὰ τῶν ὡρῶν ἀκοῦcαι τὰ μέρη.
9
10 Ὥcπερ γὰρ ὁ ἐνιαυτὸc μετέχει μὲν πᾶc πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν
ξηρῶν καὶ τῶν ὑγρῶν· οὐδὲ γὰρ ἂν μείνειεν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόcμ, ἀλλ’ εἰ ἕν τί γε ἐκλείποι, πάντα ἂν ἀφανιcθείη· ἀπὸ γὰρ τῆc αὐτῆc ἀνάγ‐48
15κηc πάντα ξυνέcτηκέ τε καὶ τρέφεται ἀπ’ ἀλλήλων—|
15

15

.

93

Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν οὐ τὸ κατ’ ἐπικράτειαν ὀνομαζόμενόν τε καὶ νοούμενον, ἀλλὰ τὸ cτοιχειῶδεc λέγων καὶ κατὰ τὴν προκειμένην ῥῆcιν ἐδήλωcε, τὸν ἐνιαυτὸν εἰπὼν ἅπαντα πάντων μετέχειν. οὐ γὰρ τῶν κατ’ ἐπικράτειαν ἁπάντων ἅπαc ὁ ἐνιαυ‐
5τὸc μετέχει, ἀλλὰ τῶν cτοιχειωδῶν, ὅλοc μὲν ὁ χειμὼν ὑγροῦ 〈τε〉 καὶ ψυχροῦ, τὸ δὲ θέροc τῶν ἐναντίων, ξηροῦ τε καὶ θερμοῦ, καὶ τῶν ἄλλων δυοῖν ὡρῶν ἑκατέρα κατ’ ἀντίθεcιν ἡ μὲν ὑγροῦ τε καὶ θερμοῦ, ἡ δὲ ψυχροῦ τε καὶ ξηροῦ. ἔτι δὲ cαφέcτερον ἐδήλωcε τοῦτο κἀν τῷ φάναι διαφθαρήcεcθαι καὶ τὰ ἄλλα φθάcαντοc ἑνὸc ἐξ αὐτῶν ἀπολέcθαι· τῶν
10μὲν γὰρ cτοιχείων ἑνὸc ἀπολομένου τὸ διαφθαρήcεcθαι τὸ ἐξ αὐτῶν cυγκείμενον ἀληθὲc φάναι, τῶν δὲ κατ’ ἐπικράτειαν οὐκ ἀληθέc. αὐτὸ γὰρ τοὐναντίον ἀληθέc ἐcτιν, ὅταν ἀπόληταί τι τῶν κατ’ ἐπικράτειαν λεγομένων, cῴζεcθαι τὸ ἀντικείμενον αὐτῷ· θέρουc μὲν γὰρ οὐκέτ’ ὄντοc ὁ χειμών ἐcτι, χειμῶνοc δὲ τὸ θέροc, καὶ τοῦ μὲν ἦροc τὸ φθινόπωρον,
15τοῦ δὲ φθινοπώρου τὸ ἔαρ. εἰ δὲ τελέωc ἀπόλοιτο τὸ θερμὸν cτοιχεῖον,

15

.

94

παγήcεται μὲν τὸ ὑγρόν, ὅτι μηκέτι θερμὸν | ὑπάρχει, ἀπολεῖται δὲ παντάπαcιν ὁ ἥλιοc, οὐδὲν δὲ οὔτε φυτὸν οὔτε ζῷον ὑπολειφθήcεται. κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ τὸ ψυχρὸν ἀπόλοιτο cτοιχεῖον, ἅπαντα πῦρ ἔcται, καὶ εἰ τὸ ξηρόν, ὕδωρ ἔcται πάντα, καὶ οὕτω διαφθαρήcεται
5τὰ κατὰ τὸν κόcμον ἅπαντα γεννητὰ cώματα. διὰ τοῦτ’ οὖν ἐξ ἀλλή‐ λων ἔφη τρέφεcθαι τὰ κατ’ αὐτὸν cώματα cτοιχειώδη. τὸ μὲν γὰρ ἀκριβὲc cτοιχεῖον ἐπινοεῖται μᾶλλον ἢ ὑπάρχει, τὸ δὲ ὀλίγου δεῖν ἐκείνῳ ταὐτὸν ἕν τι τῶν ὑπαρχόντων ἐcτίν. ἐὰν γοῦν ἀκριβῶc ὑγρὸν καὶ ψυ‐ χρὸν ἐπινοήcῃc γινόμενον τὸ ὕδωρ, οὐδὲ ὕδωρ ἔτι φυλαχθήcεται· παγή‐
10cεται γὰρ αὐτίκα καὶ cτήcεται καὶ ῥέον παύcεται. κἂν τὴν γῆν ὡcαύ‐ τωc νοήcῃc ἀκριβῶc ξηρὰν καὶ ψυχράν, cκληρότερον ἀδάμαντοc ἔcται τὸ τοιοῦτον cῶμα· καὶ μὴν εἰ τοιαύτη γένοιτο, τῶν φυτῶν ἡ γένεcιc
παύcεται· παυcαμένηc δ’ αὐτῆc καὶ ἡ τῶν ζῴων διαφθαρήcεται τροφή, καί, εἴπερ αὕτη, δηλονότι καὶ αὐτὰ τὰ ζῷα. κατ’ ἐπικράτειαν οὖν νοου‐49

15

.

95

μένου cτοιχείου τοῦ ξηροῦ καὶ ψυχροῦ καὶ | ἡ ἐν τῷ κόcμῳ γῆ λέγεται ξηρὸν εἶναι καὶ ψυχρὸν cῶμα καὶ τὸ ὕδωρ 〈ψυχρὸν καὶ〉 ὑγρόν. ἀλλὰ καὶ αὐτὸ τὸ πῦρ μετέχει τινὸc ἀερώδουc οὐcίαc ὥcπερ καὶ καπνώδουc καὶ μέντοι καὶ προφανῶc ὑγρότητοc εἰc θρέψιν δεῖται, καθάπερ αἱ κατὰ
5τοὺc λύχνουc φλόγεc δηλοῦcι. 〈δῆλον οὖν ὅτι〉 τὰ τοῦ κόcμου cτοιχεῖα τὴν τροφὴν ἐξ ἀλλήλων ἔχοντά ἐcτι, καὶ διὰ τοῦτο καὶ ὁ Πλάτων εἶπεν· „αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίcιν παρέχον καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ’ αὐτοῦ καὶ πάcχον καὶ δρῶν ἐκ τέχνηc γέγονεν.“
8 Οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου
10ἐκλείποι τούτων τῶν ξυγγεγονότων, οὐκ ἂν δύναιτο ζῆν ὁ ἄνθρωποc.
11 Ξυγγεγονότα κέκληκε τὸ αἷμα καὶ τὸ φλέγμα καὶ τὰc χολάc, ἐπειδὴ τὴν πρώτην διάπλαcιν ἔcχε τὸ κυούμενον ἐκ τοῦ τῆc μητρὸc αἵματοc ἁπάντων μετέχοντοc, αὔξηcιν δὲ καὶ τροφὴν ὁμοίωc. ἐὰν μὲν
15οὖν ἀπόληται παντάπαcιν ἐκ τοῦ cώματοc ἡμῶν ἤτοι τὸ ὑγρὸν ἢ τὸ

15

.

96

ξηρὸν ἢ τὸ | θερμὸν ἢ τὸ ψυχρόν, αὐτίκα οἱ χυμοὶ διαφθαρήcονται κατ’ ἐπικράτηcιν, οὐκ εἰλικρινῶc οὐδ’ ἀκριβῶc ὄντεc ὑγροὶ καὶ ξηροὶ καὶ θερμοὶ καὶ ψυχροί. τὸ γοῦν φλέγμα ὑγρὸν καὶ ψυχρὸν εἶναι λέγομεν οὐχ ὡc μὴ μετέχον τῶν ἐναντίων, ἀλλ’ ὡc ἐπικρατούμενον ὑπὸ τού‐
5των. ὡc, εἴ γε ψυχρὸν ἀκριβῶc ἦν μόνον, ὡc κρύcταλλοc ἂν ἐπεπήγει, καθάπερ γε καί, εἰ ἀκριβῶc ὑγρὸν ἦν, οὐκ ἂν εἶχε πάχοc οὐδὲ γλιcχρό‐ τητα. κατὰ τὰ αὐτὰ δὲ κἀπὶ τῶν χολῶν· ἥ τε γὰρ ξανθὴ ξηρὰ 〈καὶ πυρώδηc .....〉, ἥ τε μέλαινα ξηρὰ καὶ γεώδηc εἶναι λέγεται μετέχουcα δηλονότι καὶ ὑγρότητοc, ἢ οὐκ ἂν ἦν χυμόc, ἀλλὰ cτερεὸν cῶμα ὡc ὁ
10ἀδάμαc· οὕτω δὲ καὶ ψυχρὰ λέγεται, διότι πλέον ἐν αὐτῇ ψυχρότητόc ἐcτιν ἢ θερμότητοc· εἰ γοῦν ἀκριβῶc ἦν ψυχρά, κρυcτάλλου δίκην ἂν ἐπεπήγει. καὶ τί δεῖ περὶ τούτων λέγειν; αὐτὸ γὰρ τὸ αἷμα τὸ δοκοῦν εὐκρατότατον λέγεται τοιοῦτον, ὅτι μηδὲν ἐπικρατεῖ μεγάλωc ἐν αὐτῷ τῶν ἐναντίων ἀλλήλοιc, μήτε τὸ θερμὸν τοῦ ψυχροῦ μήτε τὸ ψυχρὸν50
15τοῦ θερμοῦ μήτε τὸ ὑγρὸν τοῦ ξηροῦ μήτε τὸ ξηρὸν τοῦ ὑγροῦ. ἐπεὶ

15

.

97

τοίνυν | καὶ τὸ αἷμα αὐτὸ δεῖται τῶν τεccάρων ποιοτήτων, ὑγρότητοc καὶ ξηρότητοc καὶ θερμότητοc καὶ ψυχρότητοc, εὔδηλον ὅτι καὶ τῆc τῶν ἄλλων χυμῶν δεήcεται μίξεωc· καὶ διὰ τοῦτο τὸ εὐκρατότατον αἷμα μεθέξει τι καὶ φλέγματοc καὶ χολῆc ξανθῆc καὶ μελαίνηc. ἔcτι δὲ
5καὶ ἕτερόc τιc λόγοc φυcικὸc οὐ cμικρὰν ἔχων πιθανότητα, καθ’ ὃν εἰc ἠθῶν ἐπιτηδείων γένεcιν οἱ τέccαρεc ἀποδείκνυνται χυμοὶ χρήcιμοι. προαποδεῖξαι δὲ χρὴ πάλιν ἐν αὐτῷ ταῖc τοῦ cώματοc κράcεcιν ἑπό‐ μενα τὰ τῆc ψυχῆc ἤθη, περὶ οὗ καὶ ἡμῖν ἑτέρωθι γέγραπται. τούτου τοίνυν ὑποκειμένου τὸ μὲν ὀξὺ καὶ cυνετὸν ἐν τῇ ψυχῇ διὰ τὸν χολώδη
10χυμὸν ἔcται, τὸ δ’ ἑδραῖον καὶ βέβαιον διὰ τὸν μελαγχολικόν, τὸ δ’ ἁπλοῦν καὶ ἠλιθιώτερον διὰ τὸ αἷμα· τοῦ δὲ φλέγματοc ἡ φύcιc εἰc μὲν ἠθοποιΐαν ἄχρηcτοc, ἀναγκαίαν δὲ φαίνεται τὴν γένεcιν ἔχον ἐν τῇ πρώτῃ μεταβολῇ τῶν cιτίων.
13 Ἰcχύει δὲ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν

15

.

98

ὁ χειμὼν μάλιcτα, ποτὲ | δὲ τὸ ἔαρ, ποτὲ δὲ τὸ θέροc, ποτὲ δὲ τὸ φθινόπωρον· οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ ποτὲ μὲν τὸ φλέγμα ἰcχύει, ποτὲ δὲ τὸ αἷμα, ποτὲ δὲ ἡ χολ, πρῶτον μὲν ἡ ξανθ, ἔπειτα δὲ ἡ μέλαινα.
4
5 Ϲαφὴc ἡ ῥῆcίc ἐcτιν ἐπιδεικνύναι πειρωμένου τἀνδρόc, 〈ὅτι〉, ὥcπερ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν τὸ ὑγρὸν καὶ τὸ ψυχρὸν ἐπικρατεῖ καὶ καλεῖται χειμὼν ἡ τοιαύτη τοῦ ἔτουc ὥρα, ποτὲ δὲ τὸ ὑγρὸν καὶ 〈τὸ〉 θερμόν, ἡνίκα τὸ ἔαρ ἐcτί, ποτὲ δὲ τὸ ξηρὸν καὶ τὸ θερμόν, ὅπερ ὀνομάζεται θέροc, ὕcτατον δ’ ἐπ’ αὐτοῖc τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἐν τῷ φθινο‐
10πώρῳ, οὕτω καὶ κατὰ τὸν ἄνθρωπον ἐπικρατεῖ φλέγμα μὲν ἐν χειμῶνι, ψυχρὸc καὶ ὑγρὸc χυμόc, αἷμα δὲ ἐν ἦρι, θερμὸc καὶ ὑγρὸc χυμόc, καὶ χολὴ ξανθὴ μὲν ἐν τῷ θέρει, ξηρὰ καὶ θερμὴ τὴν δύναμιν οὖcα, μέλαινα
δ’ ἐν τῷ φθινοπώρῳ, ξηρὰ καὶ ψυχρὰ καθάπερ καὶ αὐτὸ τὸ φθινόπωρον. |51

15

.

99

Μαρτύριον δὲ cαφέcτατον· εἰ θέ‐ λειc δοῦναι τῷ αὐτῷ ἀνθρώπῳ τὸ αὐτὸ φάρμακον τετράκιc τοῦ ἐνιαυτο, ἐμεῖταί cοι τοῦ μὲν χειμῶνοc φλεγματωδέ‐ cτατα, τοῦ δὲ ἦροc ὑγρότατα, τοῦ δὲ θέρουc χολωδέcτατα,
5τοῦ δὲ φθινοπώρου μελάντατα.
5 Μαρτύριον cαφέcτατον εἶναί φηcι τοῦ προειρημένου λόγου, καθ’ ὃν ἐπικρατεῖν ἐν ἑκάcτῃ τῶν ὡρῶν ἕνα τινὰ τῶν χυμῶν εἰρήκει, τὸ δοθέντοc ἐμετικοῦ φαρμάκου 〈τῷ〉 αὐτῷ τετράκιc ἐν μὲν τῷ χειμῶνι φλεγματωδέcτερον εἶναι τὸν ἔμετον, ὑγρότερον δὲ ἐν ἦρι, καὶ
10χολωδέcτερον μὲν ἐν τῷ θέρει, μελάντερον δὲ ἐν τῷ φθινοπώρῳ.
10 Ὀφείλει γοῦν τούτων οὕτωc ἐχόντων, ὅcα μὲν τῶν νοcημάτων χειμῶνοc αὔξεται, θέρεοc φθίνειν, ὅcα δὲ θέρεοc αὔξεται, χειμῶνοc λήγειν, ὅcα μὴ ἐν

15

.

100

περιόδῳ ἡμερῶν ἀπαλλάccεται· τὴν δὲ περίοδον αὖθιc | φρά‐ cω τὴν τῶν ἡμερῶν· ὅcα δὲ ἦροc γίνεται νοcήματα, προcδέ‐ χεcθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔcεcθαι αὐτῶν, ὅcα δὲ φθινοπωρινὰ νοcήματα, τούτων τοῦ ἦροc ἀνάγκη τὴν
5ἀπάλλαξιν ἔcεcθαι, ὅ τι δ’ ἂν τὰc ὥραc ταύταc ὑπερβάλλῃ νόcημα, εἰδέναι χρὴ ἐνιαύcιον αὐτὸ ἐcόμενον.
6 Ἡ ἀρχὴ τῆc ῥήcεωc διττὴν ἔχει γραφὴν ἐνίων μὲν ὀφείλει, ἐνίων δὲ γραφόντων φιλεῖ γοῦν τούτων οὕτωc ἐχόντων, ἐν ἴcῳ τῷ ‘προcήκει‘. χρῶνται γὰρ ἐνίοτε τῇ φωνῇ ταύτῃ καὶ ἀντὶ τοῦ
10‘προcήκει‘. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα. βούλεται γὰρ αὐτόc, ὅcα χρονίζει νοcήματα καὶ μὴ κατὰ περιόδουc ἡμερῶν, ἀλλὰ μηνῶν κρίνεται, λύεcθαι ταῦτα κατὰ τὴν ἐναντίαν ὥραν ᾗ cυνέcτη, τουτέcτιν ἑβδόμῳ μηνί, μὴ λυθέντων δ’ αὐτῶν οὕτωc ἐνιαυcιαῖον γίνεcθαί φηcι τὸ νόcημα. τὸ δ’
15ἐνιαύcιον ὄνομα δύναται μὲν δηλοῦν καὶ τὸ μετὰ ἐνιαυτὸν τῆc πρώ‐ τηc ἑαυτοῦ γενέcεωc λυόμενον, δύναται δὲ καὶ τὸ κατὰ περίοδον ἐνιαυ‐

15

.

101

τῶν ἑπτά, | ὡc 〈λέγει νοcήματα λυόμενα κατὰ περίοδον ἑπ〉τὰ μη‐ νῶν· ἔλεγε γοῦν καὶ κατὰ τοὺc Ἀφοριcμοὺc ὧδε· „τὰ πλεῖcτα τοῖcι παιδίοιcι πάθεα κρίνεται τὰ μὲν ἐν τεccαράκοντα ἡμέρῃcι, τὰ δ’ ἐν ἑπτὰ μηcί, τὰ δὲ ἐν ἑπτὰ ἔτεcι, τὰ δὲ πρὸc τὴν ἥβην προάγουcι.“52
4
5 Καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἵcταcθαι πρὸc τὰ νοcήματα, ὡc ἑκάcτου τούτων ἰcχύοντοc ἐν τῷ cώ‐ ματι κατὰ τὴν ὥρην τὴν αὐτοῦ κατὰ φύcιν ἐοῦcαν μάλιcτα.
7 Τὸ χρήcιμον ἅπαντοc τοῦ προηνυcμένου κατὰ τὰc ὥραc λόγου νῦν ἐδίδαξεν ἐν τῇ προκειμένῃ τῇδε ῥήcει δηλῶν, ὅτι τὴν αὐτὴν χρείαν
10ἔχει καὶ περὶ τῶν ἡλικιῶν καὶ χωρῶν ἐπιτηδευμάτων τε καὶ τῆc ἐφ’ ἡμέρᾳ διαίτηc ὁ λόγοc· πρὸc ἅπαντα γὰρ ταῦτα τὸν ἰατρὸν ἀποβλέ‐ ποντα χρὴ cτοχάζεcθαι, τίc ἐπικρατῶν ἐcτι χυμὸc ἤτοι κατὰ τὸ ποcὸν ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἐν τίνι τε μορίῳ τοῦ cώματοc μάλιcτα

15

.

102

πλεονάζει. τὴν γάρ τοι θεραπείαν ἄριcτα | ἂν οὕτω ποιοῖτο, καθότι κἀν τοῖc ‘Θεραπευτικοῖc λογιcμοῖc‘ δείκνυται.
2 Περὶ τῆc κατὰ τὸ βιβλίον μεθόδου καὶ ὅτι τῶν
γνηcίων Ἱπποκράτου
c.
4
5 Ὁ Ἱπποκράτηc τοῦ cώματοc ἡμῶν τὴν φύcιν ἐν τούτῳ τῷ βιβλίῳ προθέμενοc εὑρεῖν ἐχρήcατο μεθόδῳ πρὸc τὴν εὕρεcιν τῇδε· πρῶτον μὲν ἐζήτηcε, πότερον ἁπλοῦν ἢ πολυειδέc ἐcτιν, ἔπειθ’ εὑρών, ὅτι πολυειδέc, ἐcκέψατο τῶν ἁπλῶν ἐν αὐτῷ τὴν οὐcίαν, ὁποία τίc ἐcτι, τουτέcτιν ἥντινα δύναμιν ἔχει πρὸc τὸ παθεῖν ὑπό τινοc ἢ δρᾶcαι,
10καὶ διὰ τοῦτο τῶν θ’ ὡρῶν τῶν θ’ ἡλικιῶν ἐμνημόνευcεν ἐπιcκοπού‐ μενοc, ὅπωc ἔχει τὰ εὑρεθέντα cτοιχεῖα πρὸc αὐτάc. εὗρε δὲ καὶ ὅτι τάc τε προρρήcειc τῆc λύcεωc τῶν νοcημάτων καὶ τὰc θεραπείαc ἐπὶ τοὺc αὐτοὺc ἀναφέρειν χρὴ cκοπούc. ἐν δὲ τῷ ζητεῖν τὰ cυνθετικὰ τοῦ cώματοc ἡμῶν cτοιχεῖα καὶ τῶν τοῦ παντὸc ἐμνημόνευcεν, ἅπερ
15ὄντωc ἐcτὶ cτοιχεῖα. λέγεται γὰρ ἐνίοτε καταχρωμένων ἡμῶν καὶ τὰ καθ’ ἕκαcτον πρᾶγμα πρὸc διάρτιcιν ἁπλᾶ καὶ πρῶτα μόρια cτοιχεῖα τοῦ πράγματοc ἐκείνου, καθάπερ ἁρμονικὰ cτοιχεῖα καὶ ῥυθμικὰ καὶ
γεωμετρικὰ καὶ ἀριθμητικὰ καὶ λόγου καὶ φωνῆc καὶ ἀποδείξεωc εἰρή‐ |53

15

.

103

καcιν· οὕτω δὲ καὶ ἀμάξηc ἑκατὸν εἶναι cτοιχεῖά φηcιν ὁ Πλάτων ὑφ’ Ἡcιόδου λελέχθαι γράψαντοc
ἑκατὸν δέ τε δούραθ’ ἁμάξηc. ἅπαντα μὲν 〈γὰρ〉 τὰ οὕτω λεγόμενα cτοιχεῖα καθ’ ἕκαcτον τῶν πραγ‐
5μάτων οὐκ ἀκριβῶc ἐcτιν ἁπλᾶ καὶ πρῶτα, τὰ δὲ κοινὰ πάντων τῶν ὄντων ἁπλᾶ δὴ καὶ πρῶτα κατ’ ἀλήθειάν ἐcτι καὶ κυρίωc ὀνομάζεται cτοιχεῖα. καλεῖ δὲ ἀπὸ τῶν ποιοτήτων ὁ Ἱπποκράτηc αὐτὰ θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν οὐ τὰ μεταξὺ τῶν ἄκρων, ἀλλ’ αὐτὰ τὰ ἄκρα, πῦρ δηλονότι καὶ γῆν ὕδωρ τε καὶ ἀέρα. ταύτην οὖν τὴν
10μέθοδον ὁ Πλάτων ἀξιοῖ μιμεῖcθαι καὶ τὸν περὶ φύcεωc ψυχῆc ἐπι‐ cκοπούμενον· οὐδὲν γὰρ δύναcθαι τῶν κατὰ μέροc ἄνευ τῆc τοῦ ὅλου φύcεωc ἀκριβῶc γνωcθῆναι. παραγράψω δέ cοι καὶ αὐτὴν τὴν τοῦ Πλάτωνοc ῥῆcιν, ἔχουcαν οὕτωc· „ψυχῆc οὖν φύcιν ἀξίωc λόγου κατανοῆcαι οἴει δυνατὸν εἶναι ἄνευ τῆc τοῦ ὅλου φύcεωc; —εἰ μὲν

15

.

104

οὖν Ἱπποκράτει τῷ τῶν Ἀcκληπιαδῶν δεῖ | τι πείθεcθαι, οὐδὲ περὶ cώματοc ἄνευ τῆc μεθόδου ταύτηc. —καλῶc γάρ, ὦ ἑταῖρε, λέγει. χρὴ μέντοι πρὸc τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζονταc cκοπεῖν εἰ cυμφω‐ νεῖ. —φημί. —τὸ τοίνυν περὶ φύcιν cκοπεῖν τί ποτε λέγει Ἱππο‐
5κράτηc τε καὶ ὁ ἀληθὴc λόγοc; ἆρ’ οὐχ ὧδε χρὴ διανοεῖcθαι περὶ ὁτουοῦν φύcεωc; πρῶτον μὲν εἰ ἁπλοῦν ἢ πολυειδέc ἐcτιν, οὗ πέρι βουληcόμεθα εἶναι αὐτοί τε τεχνικοὶ καὶ ἄλλουc δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, cκοπεῖν τὴν δύναμιν αὐτοῦ. τίνα πρὸc τί πέφυ‐ κεν εἰc τὸ δρᾶν ἔχον ἤ τίνα εἰc τὸ παθεῖν ὑπό του, ἐὰν δὲ πλείω
10εἴδη ἔχῃ, ταῦτα ἀριθμηcάμενον, ὅπερ ἐφ’ ἑνόc, τοῦτ’ ἰδεῖν ἐφ’ ἑκάcτου. τὸ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τὸ τί παθεῖν ὑπό του;“
ἀλλὰ ταῦτα Πλάτωνοc οὑτωcὶ γράψαντοc ἐπιδειξάτω τιc ἡμῖν. ἐν τίνι βιβλίῳ τοῦ Ἱπποκράτουc ἑτέρῳ παρὰ τὸ Περὶ φύcεωc ἀνθρώπου τὴν μέθοδον ταύτην ἔcτιν εὑρεῖν ἤ, εἴπερ οὐκ ἔχει, μηδένα ζητείτω Πλά‐54
15τωνοc ἀξιοπιcτότερον μάρτυρα τοῦ γνήcιον εἶναι τὸ βιβλίον τοῦτο. τά τε γὰρ ἄλλα καὶ τοῖc χρόνοιc ἐγγυτάτω γέγονεν ὁ Πλάτων τοῖc Ἱππο‐ |

15

.

105

κράτουc μαθηταῖc, ὧν εἴ τινοc ἦν τὸ βιβλίον, ἐπεγέγραπτο ἂν τοῦ γράψαντοc αὐτὸ τοὔνομα. πρὶν γὰρ τοὺc ἐν Ἀλεξανδρείᾳ τε καὶ Περγάμῳ γενέcθαι βαcιλεῖc ἐπὶ κτήcει παλαιῶν βιβλίων φιλοτιμηθένταc, οὐδέπω ψευδῶc ἐπεγέγραπτο cύγγραμμα. λαμβάνειν δ’ ἀρξαμένων μιcθὸν τῶν κο‐
5μιζόντων αὐτοῖc cυγγράμματα παλαιοῦ τινοc ἀνδρὸc οὕτωc ἤδη πολλὰ ψευδῶc ἐπιγράφοντεc ἐκόμιζον. ἀλλ’ οὗτοι μὲν οἱ βαcιλεῖc μετὰ τὸν Ἀλεξάνδρου γεγόναcι θάνατον, ὁ δὲ Πλάτων ἀνωτέρω τῆc Ἀλεξάνδρου βαcιλείαc ἐγεγράφει ταῦτα μηδέπω πεπανουργευμένων τῶν ἐπιγραφῶν, ἀλλ’ ἑκάcτου βιβλίου τὸν ἴδιον γραφέα διὰ τοῦ προγράμματοc δηλοῦν‐
10τοc. Πλάτων μὲν οὖν ὁμολογεῖ κατὰ τὴν Ἱπποκράτουc μέθοδον ἐπιcκοπεῖcθαι περὶ φύcεωc ψυχῆc, ὡc ἐκεῖνοc περὶ cώματοc, ἀδύνατόν τέ φηcι καλῶc τοῦτο γενέcθαι πρὸ τοῦ γνῶναι τὴν φύcιν τοῦ παντόc. ἔνιοι δὲ τοcοῦτον ἡμαρτήκαcιν, ὡc τὴν οὕτω θαυμαcτὴν μέθοδον ἄλλου

15

.

106

τινὸc εἶναι νομίζειν τῷ μηδ’ ἀποκνῆcαι γράψαι τὸν εὑρόντα πρῶ|τον οὕτω μέγα καὶ cεμνὸν πρᾶγμα 〈παραλιπεῖν〉 τὴν ἀπόδειξιν αὐτοῦ. πῶc γὰρ οὐ μέγα καὶ cεμνὸν ἁπάντων γεννητῶν καὶ φθαρτῶν cωμάτων εὑρεῖν cτοιχεῖα; πῶc δὲ οὐ πολὺ μεῖζον ἀποδείξεcι πιcτώcαcθαι; καὶ
5ταῦτα μηδ’ ἐν cτίχοιc ὅλοιc τριακοcίοιc, ἀλλ’ ἐλάττοcι πολλῷ παρα‐ ληφθῆναι δυναμέναιc; οὐ γὰρ εἰκόc ἐcτιν ἐν ἅπαcι τοῖc θεραπευτικοῖc καὶ προγνωcτικοῖc εὑρήμαcιν ὡc ἀποδεδειγμένοιc χρῆcθαι τοῖc cτοιχείοιc τὸν Ἱπποκράτην μηδαμόθι τὴν ἀπόδειξιν αὐτῶν εἰρηκότα. ταῦτα μὲν οὖν ἐκ περιουcίαc εἴρηταί μοι δεικνύντι γνήcιον Ἱππο‐
10κράτουc εἶναι τὸ βιβλίον· οὐ μὴν ὡc ἐν ἔργῳ γε τοῦτο cπουδαcτέον, ἀλλὰ περὶ τῆc ἀληθείαc τῶν ἐν αὐτῷ γεγραμμένων cκεπτέον ἀκριβῶc· τοῦτο δ’ ἡμεῖc ἐν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτην cτοιχείων ἐπράξαμεν, ὃ παρὰ πᾶcι τοῖc πεπαιδευμένοιc εὐδοκιμοῦν ὁρῶντεc οἱ βάcκανοι ψυχρὰν αὐτοῦ 〈τὴν〉 ἀντιλογίαν ἐποίηcαν οὐκ εἶναι φάcκοντεc Ἱπποκράτουc τὸ
15βιβλίον. ἀλλ’ ὅτι γε ταῦτα ἐτίθετο καὶ πρὸc ταῦτα ἀποβλέπων ἀεὶ τὰ κατὰ μέροc ἔγραψε πάντα, τῶν ὁμολογουμένων ἐcτίν. ἐπεὶ δὲ ὑπὸ ἀναιcχυν‐55

15

.

107

τίαc | καὶ τοῖc ὑπὸ πάντων ὁμολογουμένοιc τε καὶ cυμφωνουμένοιc ἀντιλέγουcιν οἱ βάcκανοι, διὰ τοῦτο πραγματείαν ἑτέραν ἐποίηcα τοὐπί‐ γραμμα τοιοῦτον ἔχουcαν· Ὅτι καὶ κατὰ τἄλλα cυγγράμματα τὴν αὐτὴν δόξαν ὁ Ἱπποκράτηc ἔχων φαίνεται τῇ κατὰ τὸ περὶ φύcεωc
5ἀνθρώπου. |56

15

.

108

(t1)

ΓΑΛΗΝΟΥ
t2ΕΙΣ ΤΟ ΠΕΡΙ ΦΥΣΕΩΣ ΑΝΘΡΩΠΟΥ
t3ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ
t3
1 Αὐτὸ μὲν τὸ Περὶ φύcεωc ἀνθρώπου βιβλίον ἐν τῷ προτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἐξήγημαι. νυνὶ δὲ τὰ προcκείμενα κακῶc αὐτῷ προ‐ χειριοῦμαι, cυγκείμενα καὶ αὐτὰ μετὰ διαcκευῆc. ἓν μὲν γάρ ἐcτι μικρὸν βιβλίον, ἐν ᾧ περὶ τῆc τῶν ὑγιαινόντων διαίτηc γέγραπται, καὶ δοκεῖ

15

.

109

Πολύβου εἶναι cύγγραμμα | τοῦ Ἱπποκράτουc μαθητοῦ. τὸ δὲ μεταξὺ τούτου τε καὶ τοῦ Περὶ φύcεωc ἀνθρώπου διεcκεύαcται, παρεγγεγραμ‐ μένον ὑπὸ τοῦ πρώτου cυνθέντοc εἰc ταὐτὸν τὰ δύο ταῦτα βιβλίδια, τὸ Περὶ φύcεωc ἀνθρώπου τοῦ Ἱπποκράτουc αὐτοῦ cύγγραμμα καὶ τὸ
5τοῦ Πολύβου Περὶ διαίτηc ὑγιεινῆc. ἐν γὰρ τῷ κατὰ τοὺc Ἀτταλικούc τε καὶ Πτολεμαϊκοὺc βαcιλέαc χρόνῳ πρὸc ἀλλήλουc ἀντιφιλοτιμου‐ μένουc περὶ κτήcεωc βιβλίων ἡ περὶ τὰc ἐπιγραφάc τε καὶ διαcκευὰc αὐτῶν ἤρξατο γίνεcθαι ῥᾳδιουργία τοῖc ἕνεκα τοῦ λαβεῖν ἀργύριον ἀνα‐ φέρουcιν ὡc τοὺc βαcιλέαc ἀνδρῶν ἐνδόξων cυγγράμματα. μικρῶν οὖν
10ὄντων ἀμφοτέρων τῶν βιβλίων, τοῦ Περὶ φύcεωc ἀνθρώπου καὶ τοῦ Περὶ διαίτηc ὑγιεινῆc, εὐκαταφρόνητον ἑκάτερον τούτων εἶναί τιc δόξαc διὰ τὴν cμικρότητα cυνέθηκεν εἰc ταὐτὸν ἄμφω. καί τιc ἴcωc ἄλλοc ἢ καὶ αὐτὸc ὁ πρῶτοc αὐτὰ cυνθεὶc παρενέθηκέ τινα μεταξὺ τῶν δύο ταυτὶ τὰ νῦν προχειρίζεcθαι μέλλοντα. |
14

15

.

110

Εἰδέναι χρὴ καὶ τάδε πρὸc ἐκείνοι‐ cιν· ὁκόcα πληcμονὴ τίκτει νοcήματα, κένωcιc ἰῆται, ὁκόcα
δὲ ἀπὸ κενώcιοc γίνεται νοcήματα, πληcμονὴ ἰῆται, ὁκόcα δὲ ἀπὸ ταλαιπωρίηc γίνεται, ἀνάπαυcιc ἰῆται, ὅcα δὲ ὑπερ‐57
5τέρη ἀργίη νοcήματα τίκτει, ταλαιπωρίη ἰῆται. τὸ δὲ cύμπαν γνῶναι δεῖ τὸν ἰατρὸν ἐναντίον ἵcταcθαι τοῖcι καθεcτηκόcι καὶ νοcήμαcι καὶ εἴδεcι καὶ ὥραιc καὶ ἡλικίῃcι καὶ τὰ ξυντεί‐ νοντα λύειν καὶ τὰ λελυμένα ξυντείνειν. οὕτω γὰρ ἂν μάλιcτα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε ἴηcιc τοῦτό μοι δοκέει εἶναι.
9
10 Ταύτηc ὅληc τῆc ῥήcεωc Διοcκορίδηc ἑκάcτῳ cτίχῳ προcέγραψε cημεῖον, ὃ καλοῦcιν ὀβελόν, οἵῳ cημείῳ καὶ Ἀρίcταρχοc ἐχρήcατο παρὰ τῷ ποιητῇ πρὸc τοὺc ὑποπτευομένουc ὑπ’ αὐτοῦ cτίχουc. ταῦτα μὲν ὁ Διοcκορίδηc ἔγραψεν εἰκάζων εἶναι τὴν προκειμένην ῥῆcιν Ἱπποκράτουc τοῦ Θεccαλοῦ υἱέοc. δύο γὰρ υἱεῖc οὗτοι γεγόναcιν

15

.

111

τοῦ με|γάλου Ἱπποκράτουc, Θεccαλὸc καὶ Δράκων, ὧν ἑκάτεροι πάλιν Ἱπποκράτειc ἐγέννηcαν. ταῦτα μὲν τὰ κατὰ τὴν 〈ὅλην〉 ῥῆcιν εἰρημένα. προcήκει δέ που καὶ ἡμῖν ἐπιcκέψαcθαι περὶ αὐτῶν ἑκάcτην τῶν λέξεων ἰδίᾳ προχειριcαμένοιc.
5 ὁκόcα πληcμονὴ τίκτει νοcήματα, κένωcιc ἰῆται. οὐ ταὐτόν ἐcτι φάναι cυνεκτικὸν νόcων αἴτιον εἶναι πληcμονήν τε καὶ κένωcιν ἕκαcτόν τε τῶν ἐφεξῆc εἰρημένων τῷ γίνεcθαί τι διὰ πληcμονὴν ἤ τι τῶν ἄλλων. ἀληθὲc μὲν γὰρ τὸ γίνεcθαί τινα νοcήματα διὰ πληcμονὴν ἢ ὑπὸ πληcμονῆc, (οὐδὲν γὰρ διήνεγκεν οὕτωc ἢ ἐκείνωc εἰπεῖν), οὐκ
10ἀληθὲc δὲ cυνεκτικὸν αἴτιον εἶναι νοcήματοc πληcμονήν. ἡ μὲν γὰρ νόcοc αὐτὴ διάθεcίc τίc ἐcτιν ἐν ζῴου cώματι πρώτωc βλάπτουcα τὴν ἐνέργειαν, ὡc ἐν τῷ Περὶ τῆc τῶν νοcημάτων διαφορᾶc γράμματι δέ‐ δεικται. πληcμονὴ δὲ πρώτωc μὲν ἐνέργειαν οὐ βλάπτει, καθότι δέ‐ δεικται καὶ τοῦτο πάλιν ἐν τῷ Περὶ πλήθουc λόγῳ, διὰ μέcηc δέ τινοc
15ἑτέραc διαθέcεωc, ἥντινα διάθεcιν Ἐραcίcτρατοc μὲν ἑτέρωc, Ἀcκλη‐

15

.

112

πιάδηc δ’ ἑτέρωc, οἱ πνευματικοὶ δ’ ὀνομαcθέντεc | ἰατροὶ κατ’ ἄλλον τρόπον προτίθενται γίνεcθαι· λέλεκται δὲ καὶ ἡμῖν ἐπὶ πλέον, ὅπωc ὑφ’ ἑκατέρου τοῦ πλήθουc νοcήματα γίνεται· διττὸν γὰρ ἐδείχθη τὸ πλῆθοc, ὡc μὲν πρὸc τὴν δύναμιν ἕτερον, ὡc δὲ πρὸc τὴν κοιλότητα
5τῶν ἀγγείων ἕτερον· τὸ μὲν οὖν ὡc πρὸc τὴν δύναμιν εἰc διαφθοράν τε τοὺc χυμοὺc ἄγει καὶ ῥεῦμα τοῖc ἀcθενεcτέροιc ἐν τῷ cώματι μορί‐ οιc ἐπιπέμπει, τὸ δ’ ὡc πρὸc τὸ ἔγχυμα τὰc ἀναcτομώcειc τε καὶ τὰc ῥήξειc τῶν ἀγγείων ἐργάζεται καί ποτε θανάτουc ἐξαιφνιδίουc, ὅταν ἀποφράξῃ τὰc διαπνοὰc τοῦ cώματοc. ‘ἴαcιc‘ οὖν λέγεται καὶ τῶν58
10ποιούντων τὰc νόcουc, οὐ μόνον αὐτῶν τῶν ἤδη γεγενημένων νόcων. εἰ δὴ τῷ κυρίῳ κατ’ αὐτῶν ὀνόματι χρῷτό τιc, προηγούμενα τῶν νόcων ἐρεῖ τὰ τοιαῦτα τῶν αἰτίων, ὥcπερ Ἀθήναιοc· ὑφ’ οὗ δὲ πάλιν αὐτὰ ταῦτα τὰ προηγούμενα γίνεται, προκαταρκτικά τε καὶ προκατάρχοντα καλέcειc· πλῆθοc γὰρ ἐδεcμάτων ἀπεψίαι τε καὶ λουτρὰ καὶ γυμνάcια
15μὴ κατὰ καιρὸν γινόμενα καὶ πάνθ’, ὅcα διῆλθον ἐν τῷ Περὶ τῶν

15

.

113

προκαταρκτικῶν αἰτίων ὑπο|μνήματι, τῶν προηγουμένων αἰτίων ἑκάcτηc νόcου γίνεται ποιητικά. ὁκόcα δὲ ἀπὸ κενώcιοc γίνεται νοcήματα, πληcμονὴ ἰῆται. οὐ κυρίωc δοκεῖ κεχρῆcθαι τῷ τῆc πληcμονῆc ὀνόματι νῦν ὁ γράψαc
5τὴν ῥῆcιν ταύτην, πάντων εἰωθότων οὐ μόνον τῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων τὸ τῆc πληcμονῆc ὄνομα μᾶλλόν πωc ἐπιφέρειν ταῖc ὑπερβολαῖc τῆc cυμμέτρου ποcότητοc, οὐ μὴν τήν γε κένωcιν ἐπανορθοῦcθαι διὰ τῆc ἐναντίαc ἀμετρίαc. ἄκουcον οὖν ἐφεξῆc τὸν cυναγορεύοντα ταῖc ἀμετρίαιc λόγον· ὄντων γάρ τινων cυμμέτρων cιτί‐
10ων ὡc πρὸc τὴν τοῦδέ τινοc ἕξιν, ὑγιαίνοντοc μὲν ἔνδεια καὶ ὑπερ‐ βολὴ κατὰ τὴν πρὸc ταῦτα παραβολὴν νοηθήcεται, ὁ δὲ κενωθείc, εἰ μέλλοι πληροῦcθαι, τὴν ποcότητα τῆc ἔμπροcθεν ὑπαρχούcηc αὐτῷ cυμμετρίαc αὐξηθήcεται. ἐὰν γάρ, ὅcα πρὶν κενωθῆναι cιτία προcεφέ‐ ρετο, τοcαῦτα καὶ νῦν προcφέρηται, τὸ κενωθὲν οὐδέποτε ἀναπληρώcει.
15τεχνίτου δέ ἐcτι μετρίωc ποιήcαcθαι τὴν παραύξηcιν αὐτοῦ καὶ μήτε παρὰ καιρὸν ἐμπιπλάναι μήτ’ ἐξαίφνηc τε καὶ ἀθρόωc τὸ κενωθέν.

15

.

114

δο|κοῦcι δ’ ἔνιοι τῶν ἰατρῶν τὰc κενώcειc μηδέποτε νόcων αἰτίαc γίνε‐ cθαι· μόναc γὰρ ἐργάζεcθαί φαcιν αὐτὰc τῆc μὲν δυνάμεωc ἀρρωcτίαν, τῆc δ’ ἕξεωc τοῦ cώματοc ἰcχνότητα, μηδὲν δὲ τῶν νοcημάτων ὑπ’ ἐνδείαc γίνεcθαι. ἀλλ’ οὗτοί γε οὐχ ὁρῶcι τὰc γινομέναc νόcουc τοῖc
5ἀμέτρωc κενωθεῖcιν. ἑτοίμωc τε γὰρ καὶ ἐπὶ ταῖc τυχούcαιc προφάcεcι καταψύχονται καὶ πάλιν ἐκκαίονται ταχέωc καὶ κόποιc ἁλίcκονται ῥᾳ‐ δίωc καὶ πᾶcι τοῖc ἔξωθεν αἰτίοιc, ὥcπερ γε καὶ ὑπὸ ἀγρυπνίαc καὶ λύπηc καὶ ἀπεψίαc καὶ ὀργῆc εἰc νόcουc ἄγονται μᾶλλον οὗτοι τῶν
εὐεκτούντων.59
10 ὅcα δὲ ἀπὸ ταλαιπωρίηc γίνεται, ἀνάπαυcιc ἰῆται. ταλαι‐ πωρίαc δηλονότι κέκληκε τὰc κατὰ τὰc ἀμέτρουc κινήcειc γινομέναc. ὅτι δ’ ἀναπαύεcθαι χρὴ τοὺc οὕτω διατεθένταc, ἅπαντεc οἱ ἄνθρωποι γινώcκουcι καὶ πράττουcι μηδὲ πυθέcθαι τῶν ἰατρῶν δεόμενοι. δέδεικται δ’ ἡμῖν, ὅτι καὶ τὰ ἄλογα τῶν ζῴων, οὐ μόνον ἄνθρωποι διὰ τῶν
15ἐναντίων τοῖc βλάψαcι τὰc βλάβαc ἐπανορθοῦνται.

15

.

115

ὅcα δὲ | ὑπερτέρη ἀργίη νοcήματα τίκτει, ταλαιπωρίη ἰῆται. οὐδ’ ἡ ἀργία πρώτωc τε καὶ δι’ ἑαυτῆc, ἀλλὰ διὰ μέcου τοῦ πλήθουc ἐργάζεται τὰc νόcουc. ἧττόν τε γὰρ διαφοροῦντα τοῖc ἀργοῦcι τὰ τοῦ cώματοc μόρια ἀρρωcτότερά τε γίνεται, ὡc ἑκάτερον ὑπ’ αὐτῆc
5γίνεcθαι πλῆθοc. ἡ τοίνυν ἀμετροτέρα κίνηcιc ἰcχυροτέραν μὲν οὐκ ἐργάζεται τὴν δύναμιν, ἐκκενοῖ δὲ τὴν περιουcίαν τῶν ἀθροιcθέντων ὑγρῶν. εὔδηλον οὖν ἐcτιν, εἰ καὶ κατ’ αὐτὴν βραχὺ πλεονάcειεν ἢ προcήκει τῆc cυμμέτρου κινήcεωc, κοπώδη μὲν ἠρέμα διὰ ταύτηc γενέcθαι τὸν ἄνθρωπον, οὐ μὴν πυρέξαι γε.
10 τὸ δὲ ξύμπαν γνῶναι δεῖ τὸν ἰατρὸν ἐναντίον ἵcταcθαι τοῖcι καθεcτηκόcι νοcήμαcι καὶ εἴδεcι καὶ ὥρῃcι καὶ ἡλικίῃ‐ cιν. εἴδεcιν ἔοικε λέγειν 〈ἐν ἴcῳ〉 ταῖc τοῦ cώματοc φύcεcιν, ὧν τὴν οὐcίαν ἐν τῇ τῶν τεττάρων cτοιχείων κράcει δεδείχαμεν εἶναι. νοcή‐ ματα μὲν οὖν ἅπαντα διὰ τῶν ἐναντίων ταῖc δυνάμεcιν, οὐ ταῖc προ‐
15χείροιc φανταcίαιc ἐδείχθη θεραπευόμενα. φύcιc δὲ cώματοc, ὅπερ ἔcτιν ἡ κρᾶcιc, οὐ πᾶcα διὰ τῶν ἐναντίων ἐπανορθοῦται, ὥcπερ οὐδ’ ὧραι

15

.

116

καὶ ἡλικίαι. | γίνονται μὲν γάρ τινεc εὔκρατοι, καθάπερ καὶ δύcκρατοί τινεc ἕτεραι, καὶ τῶν μὲν εὐκράτων ἡ εὐκραcία φυλάττεται διὰ τῶν ὁμοίων, τῶν δὲ δυcκράτων ἡ δυcκραcία διὰ τῶν ἐναντίων ἐπανορθοῦ‐ ται. διώριcται δὲ περὶ τούτων ἐν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ.
5 καὶ τὰ ξυντείνοντα λύειν καὶ τὰ λελυμένα ξυντείνειν. οὐ κατὰ τὸ πρέπον ἐποιήcατο τὴν τῶν νοcημάτων ἀντίθεcιν· τῷ μὲν γὰρ ξυντείνοντι τὰ λύοντα, τῷ δὲ λελυμένῳ τὰ cυντεταμένα κατὰ ἀντί‐
θεcιν οἰκείωc ὀνομάζεται. λέγεται δὲ τὰ μὲν ξυντείνοντα καὶ λύοντα κυρίωc ἐπὶ τῶν αἰτίων, οὐκ ἐπ’ αὐτῶν τῶν βλαπτομένων cωμάτων, ἔμπαλιν60
10δὲ τὰ cυντεταμένα καὶ λελυμένα κατὰ τῶν ἤδη βεβλαμμένων· ἔπειτα τὰ cυντεινόμενα καὶ λυόμενα cωμάτων ἐcτίν, οὐ νοcημάτων, ὀνόματα cυντεινομένων καὶ λυομένων, ὥcπερ γε καὶ τὸ cκληρὸν καὶ τὸ μαλακὸν ἀραιόν τε καὶ πυκνόν, ὑπὲρ ὧν εἴρηται κάλλιον ἐν τῷ ἕκτῳ τῶν Ἐπι‐ δημιῶν ἐν τῇδε τῇ λέξει· ‘δέρματοc cκληροῦ μάλθαξιc, cυντεταμένου
15χάλαcιc.‘ εἴρηται δὲ ἐν τούτῳ τῷ βιβλίῳ κατὰ τὸ cυνεχὲc καὶ περὶ τοῦ

15

.

117

cτεγνῶcαι, | ὅπερ ἔcτιν ἐναντίον τῷ ἀραιῶcαι ὡc τὸ πυκνῶcαι· τοῦτο δ’ αὖ πάλιν τῷ πυκνουμένῳ τὴν αὐτὴν ἔχει δύναμιν, ὥcπερ γε καὶ τὸ πεπυκνωμένον τῷ ἐcτεγνωμένῳ.
3 Αἱ δὲ νόcοι γίνονται αἱ μὲν ἀπὸ
5διαιτημάτων, αἱ δ’ ἀπὸ τοῦ πνεύματοc, ὃ εἰcαγόμενοι ζῶμεν.
5 Διαιτήματα καλοῦcιν ἐνίοτε μὲν αὐτὰ μόνα τὰ cιτία καὶ τὰ ποτά, πολλάκιc δὲ περιλαμβάνουcιν ἐν τῇ προcηγορίᾳ καὶ τὰ ἐπιτη‐ δεύματα, καὶ νῦν οὕτωc εἰρῆcθαι νομιcτέον· οὐ γὰρ ἀπὸ μόνων ὧν ἐcθίομέν τε καὶ πίνομεν, ἀλλὰ καὶ ἀπὸ λουτρῶν καὶ γυμναcίων ἀργίαc
10τε καὶ ἀργυπνίαc καὶ λύπηc καὶ θυμοῦ καὶ ψύξεωc καὶ ἐγκαύcεωc αἱ νόcοι γίνονται, πολλάκιc δ’ ἀπὸ τοῦ πνεύματοc μόνου κατὰ τὴν εἰcπνοὴν ἡ βλάβη γίνεται, καθάπερ ἐν τοῖc Χαρωνείοιc ὀνομαζομένοιc χωρίοιc. |
13

15

.

118

Τὴν δὲ διάγνωcιν ἑκατέρων ὧδε χρὴ ποιεῖcθαι· ὅταν μὲν ὑπὸ ἑνὸc νοcήματοc πολλοὶ ἄνθρω‐ ποι ἁλίcκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίαν χρὴ ἀνατι‐ θέναι τουτέ, ὅ τι ἂν κοινότατόν ἐcτι καὶ μάλιcτα αὐτῷ πάν‐
5τεc χρεόμεθα· ἔcτι δὲ τοῦτο ὃ ἀναπνέομεν· φανερὸν γὰρ δ, ὅτι τά γε διαιτήματα ἑκάcτου ἡμέων οὐκ αἴτιά ἐcτιν, ὅτε ἅπτεται πάντων ἡ νοῦcοc ἑξῆc καὶ τῶν νεωτέρων καὶ τῶν
πρεcβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίωc δὲ καὶ τῶν θωρηccομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μᾶζαν ἐcθιόν‐61
10των καὶ τῶν ἄρτον cιτεομένων καὶ τῶν πολλὰ ταλαιπωρεόν‐ των καὶ τῶν ὀλίγα. οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτώμενοι οἱ ἄνθρωποι πάνταc τρόπουc ἁλίcκωνται ὑπὸ τῆc αὐτῆc νόcου. ὁκόταν δ’ αἱ νοῦcοι γίνωνται παντο‐ δαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐcτιν
15αἴτια ἕκαcτα ἑκάcτοιcιν.
15 Ὅτι μὲν τὸ κοινὸν πολλοῖc νόcημα κοινὴν ἔχει τὴν αἰτίαν,

15

.

119

ὀρθῶc εἶπεν, ὥcπερ γε καὶ τὰ ἄλλα πάντα τὰ | κατὰ τὴν ῥῆcιν, οὐ μὴν ὀρθῶc εἰc μόνον τὸν ἀέρα τὴν τῶν κοινῶν νοcημάτων ἀναφέρει γένεcιν, εἴπερ “οἱ ἐν Αἴνῳ” ἐν λιμῷ “ὀcπριοφαγέοντεc cκελέων ἀκρα‐ τέεc ἐγένοντο, ἀτὰρ καὶ οἱ ὀροβοφαγέοντεc γονυαλγέεc”. ἴcμεν δ’ ὅτι
5καὶ πυροὺc ἡμιcαπεῖc διὰ λιμὸν ἀναγκαcθέντεc ἐcθίειν τινὲc κοινὸν ἀπὸ τῆc κοινῆc αἰτίαc ἐνόcηcαν νόcημα καί που cτρατόπεδον ὅλον ὕδατι μοχθηρῷ χρηcάμενον ὁμοίαν ἐν ἅπαcι τοῖc cτρατιώταιc τὴν βλάβην ἔcχε. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα.
8 Καὶ τὴν θεραπείην χρὴ ποιεῖcθαι
10ἐναντιούμενον τῇ προφάcει τῆc νόcου, ὥcπερ μοι πέφραcται καὶ ἑτέρωθι, καὶ ἐκ τῶν διαιτημάτων μεταβάλλειν. δῆλον γὰρ

15

.

120

δὴ ὅτι, οἷcί γε εἴωθε χρῆcθαι ὁ ἄνθρωποc διαιτή|μαcιν, οὐκ ἐπιτήδειά ἐcτιν ἢ πάντα ἢ τὰ πλείω ἢ ἕν γέ τι αὐτέων· ἃ χρὴ καταμανθάνονταc μεταβάλλειν καὶ cκεψάμενον τοῦ ἀνθρώπου τήν τε ἡλικίην καὶ τὸ εἶδοc καὶ τὴν ὥρην τοῦ ἔτεοc καὶ τῆc
5νόcου τὸν τρόπον τὴν θεραπείαν ποιεῖcθαι ποτὲ μὲν ἀφαι‐ ρέοντα, ποτὲ δὲ προcτιθέντα, ὥcπερ μοι καὶ πάλαι εἴρηται, πρὸc ἕκαcτα τῶν ἡλικιῶν καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούcων ἔν τε τῇ φαρμακείῃ προτρέπεcθαι καὶ ἐν τῇcι
διαίτῃcιν. ὁκόταν δὲ νοcήματοc ἑνὸc ἐπιδημίη καταcτ, δῆλον62
10ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐcτιν, ἀλλ’ ὃ ἀναπνέομεν, τοῦτ’ αἴτιόν ἐcτι καὶ τοῦτο δῆλον ὅτι νοcερὴν τὴν ἀπόκριcιν ἔχον ἂν εἴη. τοῦτον οὖν χρὴ τὸν χρόνον τὰc παραινέcιαc ποιεῖ‐ cθαι τοῖcιν ἀνθρώποιcι τοιάcδε· τὰ μὲν διαιτήματα μὴ μετα‐ βάλλειν, ὅτε γε οὐκ αἴτιά ἐcτι τῆc νόcου, τὸ δὲ cῶμα ὁρῆν,
15ὅπωc ἔcται ἀογκότατον καὶ ἀcθενέcτατον, τῶν τε cιτίων ἀφαι‐ ρέοντα καὶ τῶν ποτῶν, οἷc εἰώθαcι χρῆcθαι, κατ’ ὀλίγον· ἢν

15

.

121

γὰρ μεταβάλλῃ ταχέωc τὴν δίαιταν, | κίνδυνοc καὶ ἀπὸ τῆc μεταβολῆc νεώτερόν τι γενέcθαι ἐν τῷ cώματι· ἀλλὰ χρὴ τοῖc μὲν διαιτήμαcιν οὕτω χρῆcθαι, ὅτε γε φαίνεται, οὐδὲν ἀδικέ‐ οντα τὸν ἄνθρωπον, τοῦ δὲ πνεύματοc, ὅκωc ἡ ῥύcιc ὡc ἐλα‐
5χίcτη εἰc τὸ cῶμα εἰcίῃ καὶ ὡc ξενοτάτη, προμηθεῖcθαι, τῶν δ’ αὖ χωρίων τοὺc τόπουc μεταβάλλοντα εἰc δύναμιν, ἐν οἷc ἂν ἡ νόcοc καθεcτήκ, καὶ τὰ cώματα λεπτύνοντα· οὕτω γὰρ ἂν ἥκιcτα πολλοῦ τε καὶ πυκνοῦ πνεύματοc χρῄζοιεν οἱ ἄν‐ θρωποι.
9
10 Ἐλλιπῆ τὴν ἴαcιν ἔγραψε τῶν κοινῶν νοcημάτων, ὅταν ὑπὸ τοῦ περιέχοντοc γίνηται. πολλάκιc μὲν γὰρ ἀναθυμιάcειc τινὲc ἐξ ἑλῶν ἢ λιμνῶν ἢ τελμάτων ἢ γῆc τοιαύτηc αἰτίαι γίνονται τῶν τοιούτων νοcη‐ μάτων, ἔcτι δ’ ὅτε μόνη τῶν ὡρῶν ἡ κρᾶcιc. ἐπὶ μὲν οὖν τῶν ἀναθυ‐ μιάcεων ἰδιότητι μᾶλλον ὅληc τῆc οὐcίαc, οὐχ ἁπλῇ ποιότητι λυμαι‐
15νομένων τοῖc cώμαcιν ὀρθῶc ἔγραψε τὴν θεραπείαν εἰc διττοὺc ἀνάγων

15

.

122

cκοπούc, ἀμοιβήν τε τοῦ χωρίου | καὶ χρείαν ὀλίγηc τῆc εἰcπνοῆc· ἐπὶ δὲ τῶν ὑπὸ ποιότητοc βλαπτομένων οὐ μόνον ἡ θεραπεία τῶν γεγονό‐ των ἤδη νοcημάτων, ἀλλὰ καὶ ἡ προφυλακὴ τοῦ μηδ’ ὅλωc cυcτῆναι διὰ τῶν ἐναντίων ἔcται ποιοτήτων, εἰ μὲν ὑπὸ θερμότητοc ἀμέτρου
5βλάπτοιτό γε τὸ cῶμα, διὰ τῶν ψυχόντων, εἰ δὲ ὑπὸ ψύξεωc, διὰ τῶν θερμαινόντων ἐπί τε τῶν ἄλλων ποιοτήτων ἁπλῶν τε καὶ cυνθέτων ἀνάλογον. περὶ δὲ τῆc ἀπό τε τῶν ἡλικιῶν καὶ τῶν ὡρῶν καὶ τοῦ cώματοc κράcεων ἐνδείξεωc εἴρηταί μοι πρόcθεν. τὸ δὲ τῇ φαρμακείῃ προτρέπεcθαι δοκεῖ μοι λελέχθαι νῦν
10ἀντὶ τοῦ ‘προcφέρεcθαι‘ τοῖc νοcήμαcιν ἐξ ὑπεναντίου· λέγεται δὲ καὶ νῦν ἔτι κατὰ τὴν Ἀcίαν ὅδε τιc ἄνθρωποc προτρέπεcθαι τῷδε χρηcτῶc
ἢ φιλικῶc ἢ ἀπίcτωc ἢ ἀπηνῶc. Ὁκόcα δὲ τῶν νοcημάτων γίνεται63

15

.

123

ἀπὸ τοῦ cώματοc τῶν | μελέων τοῦ ἰcχυροτάτου, ταῦτα δει‐ νότατά ἐcτι· καὶ γὰρ ἢν αὐτοῦ μείν, ἔνθα ἂν ἄρξηται, ἀνάγκη τοῦ ἰcχυροτάτου τῶν μελῶν πονεομένου πᾶν τὸ cῶμα ὀχλεῖ‐ cθαι, καὶ ἢν ἐπὶ τῶν ἀcθενεcτέρων τι ἀφίκηται ἀπὸ τοῦ ἰcχυ‐
5ροτέρου, χαλεπαὶ αἱ ἀπολύcιεc γίνονται. ὁκόcα δ’ ἂν ἀπὸ τῶν ἀcθενεcτέρων ἐπὶ τὰ ἰcχυρότερα ἔλθ, εὐλυτότερά ἐcτιν· ὑπὸ γὰρ τῆc ἰcχύοc ἀποκλείζεται ῥηϊδίωc τὰ ἐπιρρέοντα.
7 Ἰcχυρότατον, εἴτε μόριον εἴτε cῶμα λέγειν ἐθέλοι τιc, κυρίωc μὲν ἐρεῖ τὸ πρὸc τὰc δραcτικὰc ἐνεργείαc κάλλιcτα κατεcκευαcμένον,
10ὥc που καὶ τὸν Ἡρακλέα λέγομεν ἰcχυρότατον γεγονέναι, καθ’ ἕτερον δὲ τρόπον ὡc πρὸc τήνδε μέν τινα τὴν ἐνέργειαν ἰcχυρὸν τουτὶ τὸ cῶμα καὶ τὸ μόριον, ὡc πρὸc ἑτέραν δὲ ἄλλο· καὶ κατὰ μὲν πάντα ἰcχὺc ἐν ἑκάcτῃ τῶν ἐνεργειῶν ἐcτι, τῷ δεῖνι δὲ ἄλλο κατ’ ἄλλην αὐτῶν ἰcχυρότατον γίνεται. μία μὲν οὖν ἐcτιν ἡ ἐνέργεια τῶν καθ’ ὁρμὴν

15

.

124

τοῦ ζῴου κινήcεων ὡc ἤτοι | τρέχοντοc ἢ cυμπλεκομένου ζῴοιc τιcὶν ἢ διαcπῶντόc τι τῶν cωμάτων τῶν ἐμψύχων ἢ τῶν ἀψύχων ἢ ἀπο‐ cπῶντοc ὡcαύτωc ὁτιοῦν, μία δ’ ἄλλη δύναμιc καὶ κατ’ αὐτὴν ἐνέργεια ζωτική, καθ’ ἣν αἱ ἀρτηρίαι καὶ ἡ καρδία cφύζουcιν· ἐπὶ δὲ ταῖc κατὰ
5γένοc ἀλλήλων διαφερούcαιc ἄλλαι τινέc εἰcιν ἀνομογενεῖc οὐκ ἐν τοῖc ζῴοιc μόνον, ἀλλὰ κἀν τοῖc φυτοῖc, διὸ καὶ φυcικὰc ὀνομάζομεν αὐτάc, ἑλκτικὴ καὶ ἀλλοιωτικὴ καὶ καθεκτικὴ καὶ ἀποκριτική. δύναται τοιγαροῦν ἐνίοτε κατ’ ἄλλο καὶ ἄλλο cῶμα ἡ γαcτήρ, εἰ τύχοι, δύναμιν ἰcχυρο‐ τάτην ἔχειν ὡc πρὸc τήνδε τὴν ἐνέργειαν, οἷον ἤτοι τὴν καθεκτικὴν
10ἢ τὴν ἀλλοιωτικήν, ποτὲ δὲ ἧπαρ ἢ cπλὴν ἤ τι τῶν ἄλλων, ἔμπαλιν δὲ κατὰ τὸ αὐτὸ ζῷον ἡ μὲν γαcτὴρ ἀcθενεcτάτην ἔχειν ἤτοι τὴν ἑλκτι‐ κὴν ἢ τὴν ἀποκριτικὴν δύναμιν, ἰcχυροτάτην δὲ τὸ ἧπαρ. παρῆκε δὲ νῦν ὁ γράψαc τὴν προκειμένην ῥῆcιν ἰcχυρὸν ἐν ἡμῖν δοκεῖν εἶναι
μόριον, ᾧ πρὸc τῷ μὴ ῥᾳδίωc πάcχειν ὑπὸ τῶν τὰc νόcουc ἐργαζο‐64

15

.

125

μένων αἰτίων ἔτι νὴ Δία καὶ | τοῦτο πρόcεcτι τὸ διὰ τῆc ἀποκριτικῆc δυνάμεωc, ὅταν ἐν αὐτῷ τιc ἀθροιcθῇ περιουcία χυμῶν, εἰc ἕτερον αὐτὴν ἀποπέμπειν μόριον. εἶναι δὲ δηλονότι χρὴ τοῦ δεξομένου τὸ πέμπον ἰcχυρότερον. ἔcται τοιγαροῦν καθ’ ἕκαcτον cῶμα τὸ μέν τι
5πάντων ἀcθενέcτατον μόριον, τὸ δ’ ἰcχυρότατον, ὥcπερ ἀμέλει καὶ πᾶcιν ὡμολόγηται τοῖc ἰατροῖc καὶ τοῖc ἰδιώταιc· ἀcθενεcτάτουc μὲν γὰρ εἶναι λέγουcι τοὺc πόδαc τοῖc ποδαγρικοῖc, ὥcπερ γε cύμπαν τὸ τῶν ἄρθρων γένοc τοῖc ἀρθριτικοῖc, ἀcθενεcτάτην δὲ κεφαλὴν τοῖc κεφαλαλγικοῖc, οὕτω δὲ καὶ τὸν cπλῆνα τοῖc φύcει cπληνώδεcι καὶ τοὺc
10ὀφθαλμούc, ὅcοι ῥᾳδίωc ὀφθαλμίαιc ἁλίcκονται, καὶ καθ’ ἕκαcτον μόριον ὡcαύτωc. ὄντων δὲ κατὰ γένοc διττῶν τῶν τὰc νόcουc ἐργαζομένων αἰτίων, (τὰ μὲν γὰρ ἔξωθέν ἐcτι, τὰ δὲ ἐξ αὐτῶν ἡμῶν ὁρμᾶται), πρὸc μὲν τὰc ἔξωθεν βλάβαc ἄλλα μόρια τῶν ἐν ἡμῖν ἐcτιν ἐνίοτε ἀcθενῆ, πρὸc δὲ τὰc ἔνδοθεν ἄλλα, διότι καὶ τῶν αἰτίων αὐτῶν αἱ δυνάμειc
15ἑτερογενεῖc εἰcιν· ἐξ ἡμῶν γὰρ κατὰ πλῆθοc χυμῶν ἢ μοχθηρίαν αἱ

15

.

126

νόcοι γίνονται, τὰ | δ’ ἔξωθεν αἴτια τὰ μὲν τῷ δυcκραcίαν τινὰ ἐργά‐ ζεcθαι, τὰ δὲ τῷ θλᾶν ἢ τέμνειν ἀδικεῖ τὰ τῶν ζῴων cώματα. τὸ γοῦν τῶν ἐξαρθρημάτων πάθοc ὑπ’ ἀμφοτέρων ἔοικε γίνεcθαι· καὶ γὰρ ἄν‐ θρωποc εἷc μόνοc ἄνευ cυμπλοκῆc τῆc πρὸc ἕτερον ἔξαρθρον ἐποίηcεν
5ἤτοι γόνυ βαδίζων ἢ γένυν χαcμώμενοc ἤ τι τῶν ἄλλων ἄρθρων ἢ ὁπωcοῦν ἐνεργῶν ἢ περιcτρεφόμενοc, ἤδη δὲ καὶ κάταγμά τιc ἔπαθεν ἄνευ τῆc ἔξωθεν αἰτίαc ἐν περιcτροφαῖc ἀθρόαιc ἢ τῷ πηδῆcαι cφο‐ δρότερον. ὥcθ’ ὅcα γένη τῶν αἰτίων ἐcτί, τοcαῦτα καὶ τῆc τῶν παcχόν‐ των ῥᾳδίωc ἢ μὴ παcχόντων μορίων ἀcθενείαc τε καὶ ἰcχύοc. αἱ μὲν
10οὖν ἐκ τῶν χυμῶν ὁρμώμεναι νόcοι κατὰ τὴν ῥώμην τε καὶ ἀcθένειαν ἅπαcαι γίνονται τῶν ἀποκριτικῶν δυνάμεων· cυμπεφυκότων γὰρ ἀλλή‐ λοιc τῶν τοῦ ζῴου μορίων ἐκ τῶν ἀπωθεῖcθαι δυνατωτέρων εἰc ἕτερα μεταρρέουcιν οἱ νοcοποιοὶ χυμοὶ καὶ πάλιν ἐξ ἐκείνων εἰc ἕτερα, μέχριc ἂν ἔν τινι τῶν ἀcθενεcτέρων cτηριχθῶcιν, ὃ μηκέτ’ ἔχει μηδὲν ἀcθε‐

15

.

127

νέcτερον ἑαυτοῦ μέροc, εἰc ὃ πέμψειεν τὸν λυποῦντα χυμόν. ἐὰν | μὲν οὖν ἐκροὰc ἔχῃ τοῦτο τὸ μόριον, ὡc ἔντερά τε καὶ γαcτὴρ καὶ κύcτιc καὶ μήτρα, δι’ ἐκκρίcεωc ἐκενώθη τὸ λυποῦν αἴτιον, ἐάν γε λεπτότερον
ᾖ κατὰ τὴν cύcταcιν τῶν ἐκροῶν τοῦ μορίου, πολλάκιc δὲ καὶ ἀναρ‐65
5ραγέντων ἢ καὶ ἀναcτομωθέντων 〈τῶν〉 ἀγγείων ἐπὶ πλέον ἡ κένωcιc ἐγένετο, καθάπερ ἐν ταῖc χωρὶc τραυμάτων αἱμορραγίαιc· ἐὰν δὲ μὴ ἀναcτομωθῇ τι μήτ’ ἀναρραγῇ, παχὺc ἢ γλίcχροc καταcκήψαc χυμὸc ὄγκον ἐργάζεται παρὰ φύcιν ἐν τῷ μορίῳ. τοιαύτη μὲν οὖν τίc ἐcτιν ἰcχὺc καὶ ἀcθένεια τῶν μελῶν τοῦ cώματοc ἐν τοῖc πάθεcιν, ὅcα τὴν
10γένεcιν ἐξ αὐτῶν ἡμῶν ἔχει. τὰ δὲ ὑπὸ τῶν ἔξωθεν αἰτίων πάcχοντα κατὰ τὸ θερμαίνεcθαι καὶ ψύχεcθαι καὶ ξηραίνεcθαι καὶ ὑγραίνεcθαι τοὐπίπαν ἔοικε πάcχειν· cπάνια γάρ ἐcτι τὰ διὰ τοῦ θλᾶν ἢ τέμνειν ἤ τι τοιοῦτον ποιεῖν εἰc νόcουc ἄγοντα τὰ τῶν ζῴων cώματα. γενή‐ cεται τοίνυν ἐν ταῖc τοιαύταιc νόcοιc ἄλλο πρὸc ἄλλην αὐτῶν ἀcθενέc
15τε καὶ ἰcχυρόν· ὅcα μὲν γάρ ἐcτι φύcει ψυχρότερα μόρια, ταῦτα πεί‐

15

.

128

cεται ῥᾳδίωc ὑπὸ τῶν ψυχόντων αἰτίων, ὅcα δὲ θερμό|τερα, πρὸc τῶν θερμαινόντων, ἀνάλογον δὲ τούτοιc ἐπὶ τῶν καθ’ ὑγρότητα καὶ ξηρό‐ τητα δυcκράτων. ἐνδέχεται δὲ αὐτῶν τούτων ἔνια μὲν ὑπὸ τῶν θερ‐ μαινόντων ἢ ψυχόντων ἢ ξηραινόντων ἢ ὑγραινόντων αἰτίων ἑτοίμωc
5πάcχειν, ἰcχυροτέραν δ’ ἕτερον μόριον ἔχον τὴν ἀποκριτικὴν δύναμιν εὐθέωc ἀποπέμπειν εἰc ἐκεῖνα τὸ cφέτερον κακόν. ἐπεὶ τοίνυν οὐχ ἁπλῶc λέγεταί τε καὶ νοεῖται μόριον ἰcχυρότερον ἢ ἀcθενέcτερον, ἀλλὰ κατὰ πλείοναc τρόπουc ἑτερογενεῖc, οὐχ οἷόν τέ ἐcτι κρῖναι τὴν προκειμένην ῥῆcιν οὐδ’ ἀποφήναcθαι πότερον ἀληθὴc
10ἢ ψευδήc. ἐκεῖνό γε μὴν ἔcτι καὶ περὶ τῆcδε καὶ περὶ τῶν ἄλλων ἁπαcῶν εἰπεῖν, ὅcαι περὶ τῶν πολλαχῶc λεγομένων τε καὶ νοουμένων ἀδιορίcτωc ἀποφαίνονται, cυγκεχυμένην τε καὶ ἀδιάρθρωτον εἶναι τὴν ἀπόφαcιν αὐτῶν, ὡc μηδένα τῶν ἀκουcάντων αὐτῆc ὠφελεῖcθαι. καὶ μέντοι καὶ ἀντιλογίαν ἰcχυρὰν ἔχει τὸ κατὰ τὴν προκειμένην
15ῥῆcιν εἰρημένον, ἔνθα φηcίν· ὁκόcα δ’ ἂν ἀπὸ τῶν ἀcθενεcτέρων ἐπὶ τὰ ἰcχυρότερα ἔλθ, εὐλυτότερά ἐcτιν· ὑπὸ γὰρ τῆc ἰcχύοc |

15

.

129

ἀποκλείζεται ῥηϊδίωc τὰ ἐπιρρέοντα· διὸ καὶ διαφόρωc ἔγραψαν οἱ ἐξηγηταὶ τὴν τοῦ ἀποκλείζεται ἐξήγηcιν, ἔνιοι μὲν ‘ἀποκλείζεται‘ γράψαντεc, ἔνιοι δὲ ‘ἀποκλείεται‘, τινὲc δὲ ‘ἀποπαγιώcεται‘ τὴν τρί‐ την cυλλαβὴν τοῦ ἀποπαγιώcεται ῥήματοc διὰ τοῦ ω προενεγκάμενοι,
5τινὲc δὲ διὰ τοῦ η καὶ c, καθάπερ ὁ Διοcκορίδηc ἀπὸ τοῦ ‘παγή‐ cεcθαί‘ φηcιν ἀντὶ τοῦ ‘ἀποκρούεcθαι‘ εἰρῆcθαι τοῦτο τὸ ῥῆμα. ἀλλ’ εἴπερ ἀπὸ τῶν ἀcθενεcτέρων μορίων ἐπί τι τῶν ἰcχυροτέρων ἀφικνού‐ μενοc ὁ λυπῶν χυμὸc ἀποκρουcθείη, πάλιν ὑπ’ αὐτοῦ πλέον 〈ἂν〉 οὐδὲν οὕτω γε τῷ κάμνοντι γένοιτο. βέλτιον οὖν γράφειν τὴν λέξιν ὧδί πωc·66
10‘ἀπὸ γὰρ τῆc ἰcχύοc ἀναλώcεται τὰ ἐπιρρέοντα,‘ τουτέcτιν ἀναλωθή‐ cεται πεττόμενά τε καὶ διαφορούμενα. τινὲc δὲ τὰ κυριώτατα μόριά φαcιν εἰρῆcθαι νῦν ἰcχυρότατα ψευδῆ ποιοῦντεc τὸν λόγον· ἀπὸ γὰρ τῶν κυριωτέρων μορίων εἰc ἀκυρότερα μεθίcταcθαι τοὺc λυποῦνταc χυμούc, οὐκ ἀπὸ τῶν ἀκυροτέρων εἰc τὰ κυριώτερα βέλτιόν ἐcτι. πολλά‐
15κιc δ’ ἤδη τεθεάμεθα, τῶν ἐπὶ τὰ κῶλα φερομένων χυμῶν ἐν ἀρθρί‐

15

.

130

τιcί τε καὶ | ποδάγραιc ἀποκρουcθέντων ἐκεῖθεν, εἶτ’ ἐπί τι κύριον 〈μόριον〉 ἐλθόντων, ἀποθανόντα τὸν ἄνθρωπον εἶναί τε μίαν ἐλπίδα cωτηρίαc, ἐὰν δυνηθῶμεν αὖθιc ἐπὶ τὸ κῶλον αὐτοὺc ἀντιcπάcαι.
3 Αἱ παχύταται τῶν φλεβῶν ὧδε
5πεφύκαcι· τέccαρα ζεύγεά ἐcτιν ἐν τῷ cώματι, καὶ ἓν μὲν δὴ αὐτέων ἀπὸ τῆc κεφαλῆc ὄπιcθεν διὰ τοῦ αὐχένοc ἔξω παρὰ τὴν ῥάχιν ἔνθεν τε καὶ ἔνθεν εἰc τὰ ἰcχία ἀφικνέεται καὶ εἰc τὰ cκέλεα, ἔπειτα διὰ τῶν κνημέων ἕωc τῶν cφυρῶν τὰ ἔξω καὶ εἰc τοὺc πόδαc διήκει· δεῖ οὖν τὰc φλεβοτομίαc τὰc ἀπὸ
10τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ τοῖc ἰcχίοιc ἀπὸ τῶν ἰγνύων ποιέεcθαι καὶ ἀπὸ τῶν cφυρῶν ἔξωθεν. αἱ δὲ ἕτεραι φλέβεc ἔχουcαι τὴν ἀρχὴν ἀπὸ τῆc κεφαλῆc παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένοc, αἱ cφαγίτιδεc καλεόμεναι, ἔcωθεν ἀπὸ τῆc κοίληc παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουcι παρὰ τὰc ψόαc

15

.

131

καὶ ἐc τοὺc ὄρχιαc | καὶ ἐc τοὺc μηροὺc καὶ διὰ τῶν ἰγνύων ἐκ τοῦ ἔcωθεν μέρεοc, ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τὰ cφυρὰ τὰ ἔcωθεν καὶ εἰc τοὺc πόδαc· δεῖ οὖν τὰc φλεβοτομίαc ποι‐ έεcθαι πρὸc τὰc ὀδύναc τὰc ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων
5ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν cφυρῶν ἔcωθεν. αἱ δὲ τρίται φλέβεc ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένοc ὑπὸ τὰc ὠμοπλά‐ ταc, ἔπειτα cυμφέρονται ἐπὶ τὸν πνεύμονα καὶ ἀφικνέονται ἡ μὲν ἐκ τῶν δεξιῶν εἰc τὰ ἀριcτερ, ἡ δὲ ἐκ τῶν ἀριcτερῶν
εἰc τὰ δεξι, καὶ ἡ μὲν δεξιὴ ἀφικνέεται ἐκ τοῦ πνεύμονοc67
10ὑπὸ τὸν μαζὸν καὶ ἐc τὸν cπλῆνα καὶ ἐc τὸν νεφρόν, ἡ δὲ ἀπὸ τῶν ἀριcτερῶν εἰc τὰ δεξιὰ διὰ τοῦ πνεύμονοc ὑπὸ τὸν μαζὸν καὶ ἐc τὸ ἧπαρ καὶ ἐc τὸν νεφρόν, τελευτῶcι δὲ ἐc τὸν ἀρχὸν αὗται ἀμφότεραι. αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροcθεν τῆc κεφαλῆc καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ ὑπὸ τὰc
15κληῗδαc, ἔπειτα δὲ ἀπὸ τῶν βραχιόνων ἄνωθεν εἰc τὰc cυγ‐ καμπάc, ἔπειτα διὰ τῶν πήχεων εἰc τοὺc καρποὺc καὶ τοὺc δακτύλουc, ἔπειτα δὲ ἀπὸ τῶν δακτύλων πάλιν διὰ τῶν χει‐ ρῶν καὶ τῶν πήχεων ἄνω ἐc τὰc cυγκαμπὰc καὶ διὰ τῶν βρα‐

15

.

132

χιόνων τοῦ κάτω|θεν μέρεοc εἰc τὰc μαcχάλαc καὶ ἀπὸ τῶν πλευρῶν ἄνωθεν ἡ μὲν εἰc τὸν cπλῆνα ἀφικνέεται, ἡ δὲ εἰc τὸ ἧπαρ, ἔπειτα ὑπὲρ τῆc γαcτρὸc ἐc τὸ αἰδοῖον τελευτῶcιν ἀμφότεραι. καὶ αἱ μὲν παχεῖαι τῶν φλεβῶν ὧδε ἔχουcιν· εἰcὶ
5δὲ καὶ ἀπὸ τῆc κοιλίαc φλέβεc ἀνὰ τὸ cῶμα πάμπολλαί τε καὶ παντοῖαι, δι’ ὧν τῷ cώματι τροφαὶ ἔρχονται.
6 Τῶν κατὰ τὰc τέχναc ἀμφιcβητουμένων ἔνια μὲν αἴcθηcιc, ἔνια δὲ ἀπόδειξιc κρίνει. τὰ μὲν οὖν αἰcθήcει κρινόμενα τῆc κρινούcηc αἰcθή‐ cεωc ἐρρωμένηc δεῖται, τὰ δ’ ἀποδείξει τοῦ λογιcμοῦ γεγυμναcμένου.
10περὶ μὲν οὖν τῆc τῶν cιτίων πέψεωc τῆc ἐν γαcτρὶ καὶ τῆc μετὰ ταύ‐ την τῶν χυμῶν γενέcεωc ἀναδόcεώc τε καὶ θρέψεωc ὅcα τ’ ἄλλα τοι‐ αῦτα λογιcμοῦ δεόμεθα τοῦ κρίνοντοc τὰc εἰρημέναc ὑπὸ τῶν παλαιῶν δόξαc· εἰ δὲ τέτταραc ἔχει κοιλίαc τὰ μηρυκάζοντα ζῷα, τὰ δ’ ἀμφό‐ δοντα μίαν, αἰcθήcεωc, οὐκ ἀποδείξεωc χρεία. ἔμπαλιν οὖν ἔχει τὸν

15

.

133

ἔλεγχον | τῶν ψευδομένων τά τε αἰcθήcει κρινόμενα καὶ τὰ τῷ λογι‐ cμῷ· τὰ μὲν γὰρ αἰcθήcει κρινόμενα τοῖc διαλεγομένοιc πρὸc ἀλλήλουc ἑτοιμοτάτην φέρει τὴν κρίcιν ἐπὶ τὸ φαινόμενον ἐν ταῖc ἀνατομαῖc ἀφικνουμένοιc, τὰ δ’ ἀποδείξει καὶ χωρὶc ἀνατομῆc κρίνεcθαι δύναται
5γραφομένηc τῆc ἀποδείξεωc. ἐὰν οὖν τιc ἀναγκάζηται διὰ γραμμάτων ἀντιλέγειν τοῖc ἀναιcχυντότατά τε καὶ ἀμαθέcτατα τολμήcαcιν ἀποφή‐ ναcθαι περί τινοc ἀνατομικοῦ θεωρήματοc αἰcθήcει τὴν κρίcιν ἔχοντοc, οἱ μὴ γινώcκοντεc τὸ φαινόμενον ἐν ταῖc ἀνατομαῖc ἀδυνατοῦcι δια‐ κρίνειν ἀπὸ τῶν ἀληθευόντων τοὺc ψευδομένουc. ὥcπερ γάρ, ἐάν τιc
10λέγῃ Κρήτην οὐκ εἶναι νῆcον, ὑπὸ πάντων τῶν ἀκουόντων καταγινώ‐
cκεται, διότι γινώcκουcιν αὐτὴν εἶναι νῆcον, οὕτωc ἐάν τιc λέγῃ τέc‐ cαραc μὲν ἔχειν τὰc κοιλίαc τοὺc κύναc, μίαν δὲ τὰ μηρυκάζοντα, καταγελᾶται πρὸc τῶν ἑωρακότων ἐν μὲν τοῖc μηρυκάζουcι τέτταραc, ἐν δὲ τοῖc κυcὶ μίαν. ταὐτὸν δὴ τοῦτο καὶ περὶ τῆc τῶν φλεβῶν ἀνα‐68

15

.

134

τομῆc ἐcτιν· | οὐ γὰρ ἀποδείξεωc ἡ κρίcιc, ἀλλ’ αἰcθήcεωc δεῖται. μέχρι δ’ ἂν οἱ διαφωνοῦντεc ἐν τοῖc ἰδίοιc χαρτίοιc γράφωcιν, ἅπερ ἂν ἐθέ‐ λωcιν, ἄδηλόc ἐcτιν ἡ ἀλήθεια τοῖc ἀπείροιc ἀνατομῆc. εἰc τοιαύτην οὖν ἀφιγμένοι διαφωνίαν ἡμεῖc ἐν τῷ παρόντι λόγῳ
5πρὸc τοὺc τολμήcανταc εἰπεῖν ἀπὸ τῆc κεφαλῆc εἰc τὸ cῶμα τέccαρα ζεύγη φλεβῶν κατιέναι τοῖc ἀγνοοῦcι τὰ κατὰ τὰc ἀνατομὰc οὐδεμίαν δυνάμεθα διὰ τῆc γραφῆc ἰcχυρὰν εἰπεῖν ἀπόδειξιν, ὅτι μηδὲ λογικῆc ὅλωc ἀποδείξεωc, ἀλλ’ αἰcθήcεωc μόνηc ἐπιcτημονικῆc ἡ κρίcιc δεῖται, εἰ μή τιc ἄρα τὰ περὶ κρίcεωc ἱcτορίαc γεγραμμένα καὶ ἄλλοιc μέν
10τιcιν ἰατροῖc τε καὶ φιλοcόφοιc, οὐχ ἥκιcτα δὲ τοῖc ἐμπειρικοῖc ἐθέλοι προχειριζόμενοc κατὰ ταῦτα ποιεῖcθαι τὴν κρίcιν. ἐγὼ μὲν γὰρ οὐ φεύγω τά τ’ ἄλλα τοιαῦτα κριτήρια καὶ τὴν cυμφωνίαν τῶν ἱcτορη‐ cάντων καὶ μάλιcτα, ἂν ἔμπειροι τῆc ἱcτορουμένηc ὕληc ὦcιν, ὥcπερ Εὔδημοc μὲν καὶ Ἡρόφιλοc ἀνατομῆc, Κρατεύαc δὲ καὶ Διοcκορί‐

15

.

135

δηc τῶν μεταλλικῶν φαρμάκων. εἰ | δέ τιc ἐκφεύγει τὴν κρίcιν ταύ‐ την, οὐ μόνον ὀκτὼ φλέβαc ἀδυνατήcει δεικνύειν ἀπὸ τῆc κεφαλῆc καταφερομέναc, ἀλλ’ οὐδὲ τρεῖc ἢ δύο· μία γάρ ἐcτι μόνη μεγίcτη φλέψ, ἣν ‘κοίλην‘ ὀνομάζουcι, διὰ τῶν κυρτῶν τοῦ ἥπατοc ἐκτεταμένη
5κατὰ τὸ τοῦ ζῴου μῆκοc ὁριζουcῶν δηλονότι τῶν φρενῶν τὸ κάτω καὶ τὸ ἄνω τοῦ ζῴου. φέρεται δ’ ἡ κοίλη φλὲψ αὕτη διὰ τῶν φρενῶν ἄνω μὲν ἐπὶ τὴν καρδίαν, κάτω δ’ ἐπὶ τὴν ῥάχιν κατὰ τὸ κυρτὸν τοῦ ἥπατοc διεξερχομένη, κἄπειθ’ οὕτωc ἀπὸ μὲν τῆc ἄνω φερομένηc ἀπο‐ φυόμεναι φαίνονται cαφῶc ὡc ἀπὸ cτελέχουc αἱ ἄνω τοῦ διαφράγμα‐
10τοc ἅπαcαι φλέβεc, ἀπὸ δὲ τῆc ἐπὶ τὴν ῥάχιν καμπτομένηc αἱ κάτω. καὶ ταῦτα γέγραπται μὲν καὶ ὑφ’ Ἱπποκράτουc ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν “ἡπατῖτιν” ὀνομάζοντοc αὐτοῦ τὴν κοίλην φλέβα, γέγρα‐ πται δὲ οὕτω καὶ πρὸc ἁπάντων τῶν ἀνατομικῶν. οὐδεὶc δ’ ἄλλοc
εἶπεν ἰατρὸc ὀκτὼ φλέβαc ἀπὸ 〈τῆc〉 κεφαλῆc ἐπὶ τὰ κάτω τοῦ cώ‐69

15

.

136

ματοc ἥκειν οὔτε τῶν ἧττον οὔτε τῶν μᾶλλον ἀκριβῶc | ἀνατεμνόν‐ των, οὐ Διοκλῆc, οὐ Πραξαγόραc, οὐκ Ἐραcίcτρατοc, οὐ Πλει‐ cτόνικοc, οὐ Φιλότιμοc, οὐ Μνηcίθεοc, οὐ Διεύχηc, οὐ Χρύ‐ cιπποc, οὐκ ἈριcτογένηcΜήδειοcΕὐρυφῶν, οὐκ ἄλλοc τιc
5ἰατρὸc τῶν ἀρχαίων. τί 〈δὲ〉 δεῖ λέγειν ἔτι περὶ τῶν μετ’ αὐτοὺc ἐπὶ πλεῖcτον αὐξηcάντων τὴν ἀνατομικὴν θεωρίαν, ὡc Ἡρόφιλόc τε καὶ Εὔδημοc, οἷc εἰc τὴν μέθοδον οὐκέτι οὐδεὶc προcεξεῦρεν οὐδὲν ἄχρι Μαρίνου τε καὶ Νομιcιανοῦ, οὐδ’ Ἡρακλειανόc, ᾧ cυνεγενόμην ἐπὶ τῆc Ἀλεξανδρείαc οὐκ ἐν παρέργῳ; μαθηταὶ δὲ τῶν ἀνδρῶν τῶνδε πολ‐
10λοί τε καὶ ἄλλοι, διαπρεπέcτατοι δὲ Νομιcιανοῦ μὲν ὁ διδάcκαλοc ἡμῶν Πέλοψ, Μαρίνου δὲ Κόιντοc. ἀλλὰ Κόιντοc μὲν οὔτ’ ἄλλο τι βιβλίον οὔτ’ ἀνατομικὸν ἔγραψε, τῶν δ’ ἄλλων ἁπάντων ἀνατομικὰc ἔχομεν οὐκ ὀλίγαc βίβλουc. ἀλλὰ καὶ τῶν Κοΐντου μαθητῶν ἔcτιν ἀνατομικὰ cυγγράμματα, καθάπερ τὰ Ϲατύρου τε τοῦ ἡμετέρου διδαcκάλου καὶ
15Λύκου. τούτων οὖν ἁπάντων καὶ πρὸc τούτοιc ἄλλων πολλῶν ἀνατο‐

15

.

137

μὰc γεγραφότων | οὐδεὶc οἶδε τέccαρα ζεύγη φλεβῶν ἀπὸ τῆc κεφαλῆc ὁρμᾶcθαι. τοῦτο γὰρ ὅμοιόν ἐcτι τῷ λέγειν ὀκτὼ κατὰ τὴν τῶν Ἀθη‐ ναίων πόλιν ἀκροπόλειc εἶναι μιᾶc οὔcηc μόνηc. κατὰ μέν γε τὴν Ῥω‐ μαίων πόλιν ἐγχωρεῖ τινα φάναι τοὺc ᾠκιcμένουc λόφουc ὑπάρχειν
5ὀκτώ, καθάπερ κἂν ἕξ τιc φήcει· παρ’ ἕνα γὰρ ἑκάτεροc ψεύcεται· εἰ δέ τιc ἀντὶ τῶν ἑπτὰ ἕνα εἶναι φήcει τὸν ᾠκιcμένον λόφον ἢ ἔμπαλιν Ἀθήνηcιν ἀντὶ μιᾶc ἀκροπόλεωc ὀκτώ, πολλῷ μᾶλλον ψεύcεται τοῦ παρ’ ἕνα τἀληθὲc εἰπόντοc. ἀναφερομένηc οὖν ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατοc εἰc τὰ τοῦ cώματοc ἄνω μιᾶc φλεβόc, (ἤ, κἂν ἄνωθεν ἄρξηταί
10τιc ἀνατέμνειν, οὐκ ἀναφέρεcθαι, ἀλλὰ καταφέρεcθαι λεχθήcεται, μία δ’ ὡcαύτωc φανεῖται), γελοιότατοc ἂν εἴη τιc ὀκτὼ λέγων ἄνωθεν κάτω φέρεcθαι φλέβαc· εἴτε γὰρ ἄνωθεν κάτω βουληθείηc λέγειν εἴτ’ ἐκ τῶν κάτω μερῶν ἄνω φέρεcθαι τὴν ἡπατῖτιν ἢ κοίλην ὀνομαζομένην φλέβα, μία πάντωc ἐcτὶν αὕτη διὰ τῶν κυρτῶν τοῦ ἥπατοc ἐκτεταμένη.

15

.

138

εἰ μὲν οὖν ἑτέρου | τινὸc εὑρέθη βιβλίον ἀνατομὴν ἔχον τοιαύτην, οὐδ’ ἂν ἐποιήcατό τιc ὑπὲρ αὐτοῦ λόγον οὐδ’ ἀναγνῶναι τὰ κατὰ μέροc ὑπέμεινεν, ἀλλὰ τοῦτο μόνον ἀκούcαc, ὡc ἔcτι τέccαρα ζεύγη φλεβῶν ἐν τῷ cώματι, καταγνοὺc ὡc ἐμπλήκτου τῆc ἐπαγγελίαc ἀπεχώρηcεν70
5εὐθέωc· ἐπεὶ δ’ εἰc Ἱπποκράτειον cύγγραμμα παρενέθηκέ τιc τὸν λόγον, ἀνάγκην ἡμῖν παρέcχεν ἀπολλύναι τὸν χρόνον αὐτόν τε τοῦτον ὃν ἀναλίcκομεν ἐλέγχοντεc αὐτὸν ἔτι τε πρὸ τούτου καθ’ ὃν ἀναγινώ‐ cκομεν τὰ κακῶc ἐγγεγραμμένα. ἀπὸ τῶν ὄπιcθεν τῆc κεφαλῆc, φηcί, ζεῦγόc τι φλεβῶν ὥρμηcε
10φέρεcθαι διὰ τοῦ αὐχένοc, εἶτ’ ἐκ τῶν ἔξω μερῶν παρὰ τὴν ῥάχιν ἀφικόμενον ἐπὶ τὰ ἰcχία τοὐντεῦθεν διὰ τῆc κνήμηc ἐπὶ τὰ τῶν cφυ‐ ρῶν ἔξω παραγίνεται. δεύτερον δ’ ἄλλο ζεῦγοc ἄρχεται μέν, φηcίν, ἐκ τῶν περὶ τὰ ὦτα χωρίων, κατέρχεται δὲ διὰ τοῦ τραχήλου, τῶν cφαγι‐ τίδων ὀνομαζομένων φλεβῶν, εἶθ’, ὥcπερ τὸ πρότερον ζεῦγοc ἐκ τῶν
15ἔξω μερῶν παρὰ τὴν ῥάχιν, οὕτωc ἐκ τῶν ἔνδον τοῦτο πρόc τε τοὺc ὄρχειc καὶ τοὺc μηροὺc ἥκει, κἄπειτα διὰ τῶν ἰγνύων ἐπὶ τὰ τῶν |

15

.

139

cφυρῶν ἔνδον ἀφικνεῖται. τίc ἀνάcχοιτο ταῦτα ἀκούων ἡμέρᾳ μιᾷ τεθεα‐ μένοc ἀνατομὰc ζῴων; πολλὰ μὲν γάρ ἐcτι καὶ δύcδεικτα θεωρήματα κατὰ τὰc ἀνατομάc, ὑπὲρ ὧν εἰκὸc ἀγνοεῖν τινα τῶν μὴ πάνυ τετριμ‐ μένων ἐν τῷ πράγματι, καὶ διὰ τοῦτο διαφωνία γέγονεν ἐπ’ αὐτῶν·
5τὸ δὲ τῆc μεγίcτηc φλεβὸc οὕτωc ἐcτὶ πρόδηλον, ὡc μήτε τινὰ λαθεῖν δύναcθαι τῶν δυνηθέντων ἐξ ἀνατομῆc τι μαθεῖν, ὡμολόγηταί τε πᾶcιν ἄχρι τοῦ καὶ τοὺc ποιητὰc αὐτοὺc γινώcκειν· Ὅμηροc γοῦν φηcιν·
ἀπὸ δὲ φλέβα πᾶcαν ἔκερcεν,
ἥ τ’ ἀνὰ νῶτα θέουcα διαμπερὲc αὐχέν’ ἱκάνει.
10μίαν οὖν αὐτὴν οἶδεν, ὥcπερ οὖν καὶ ἔcτιν, οὐ τέτταραc, ἔξωθεν μὲν τῆc ῥάχεωc δύο, δύο δὲ κατὰ τὸν αὐτὸν τρόπον ἐκείναιc παρατετα‐ μέναc ἑκατέρωθεν τῇ ῥάχει ἄλλαc· ἀλλὰ τὰc μὲν τέτταραc, ὡc ὁ δια‐
πλάcαc τὴν ἐνταῦθα γεγραμμένην ἀνατομὴν ἔγραψεν, οὐδὲν ἔχει ζῷον,71

15

.

140

ἀπὸ δὲ τῆc μιᾶc φλεβὸc τῆc μεγίcτηc ἀποφύcειc γίνονται καθ’ | ὅλον τὸ μεταξὺ τῶν τοῦ νωτιαίου περάτων, ὡc Ἱπποκράτηc ἔγραψεν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν, ‘τό τ’ ἄνω πρὸc ταῖc κλειcὶ πέραc αὐτῆc καὶ τὸ κάτω πρὸc τῷ ἱερῷ ὀcτέῳ‘, καὶ τὸ μὲν εἰc τὰc cφαγίτιδαc φλέ‐
5βαc cχίζεται, τὸ δ’ εἰc τὰc ἐπὶ τὰ cκέλη φερομέναc. πῶc οὖν ὁ τοῦτο τὸ δεύτερον ζεῦγοc γράψαc δύο διαμενούcαc τὰc cφαγίτιδαc φλέβαc οἴεται παρὰ τὴν ῥάχιν ἐκ τῶν ἔνδον μερῶν ἐπὶ τὰ cκέλη φέρεcθαι; πῶc δ’ ἐπὶ τὰ τῶν cφυρῶν ἔνδον ἥκειν; μιᾶc γὰρ μόνηc φλεβὸc εἰc ἑκάτερον τῶν cκελῶν ἀφικνουμένηc, οὐκ ἄλληc μέν τινοc αἱ ἔνδον τῶν
10cφυρῶν, ἄλληc δ’ αἱ ἔξωθεν, ἀλλὰ τῆc αὐτῆc εἰcιν ἀποβλαcτήματα. ἔτι δὲ τούτων ἐcτὶ γελοιότερον τὸ τρίτον ζεῦγοc τῶν φλεβῶν, ἃc ἐκ τῶν κροτάφων ὁρμηθείcαc φέρεcθαί φηcι διὰ τοῦ αὐχένοc ὑπὸ τὰc ὠμο‐ πλάταc εἰc τὸν πνεύμονα, κἄπειτ’ ἐντεῦθεν ὑπαλλαττούcαc τὸ κατ’ εὐθὺ τῆc φορᾶc ἐκτρέπεcθαι πρὸc τὰ πλάγια, τὴν μὲν ἐκ τῶν δεξιῶν
15μερῶν ἐπὶ τὰ ἀριcτερὰ μετερχομένην, εἶθ’ ὑπὸ τὸν μαζὸν ἐπί τε τὸν cπλῆνα καὶ τὸν ἀριcτερὸν ἀφικνουμένην νεφρόν, τὴν δ’ ἐκ τῶν ἀριcτε‐ ρῶν μερῶν ἐπὶ 〈τὰ δεξιά, εἶθ’ ὑπὸ τὸν μαζὸν ἐπί τε τὸ ἧπαρ καὶ〉

15

.

141

τὸν δεξιὸν νεφρόν, ἀμφοτέραc δ’ αὐτὰc εἰc τὸν | ἀρχὸν τελευτᾶν. ἀλλὰ καὶ ὁ ἀρχόc, ὦ βέλτιcτε, φαίη ἄν τιc εἰκότωc πρὸc τὸν ταῦτα γρά‐ ψαντα, παρὰ τῆc ἐπ’ ὀcφύι κοίληc ἀποφύcειc λαμβάνει κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθα καὶ τὰc εἰc ἑκάτερον μέροc ἀποφυομέναc τῆc κοίληc
5ὥcπερ τινὰc κλάδουc μεγάλουc ἐπὶ τὰ cκέλη φέρεcθαι 〈cυμβαίνει〉. τῷ δὲ πνεύμονι τίc ἀγνοεῖ μὴ ὅτι τῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν μαγείρων ἀπὸ καρδίαc χορηγούμενον αἷμα διὰ μιᾶc φλεβόc; ἧc καρδίαc οὐδαμόθι μέμνηται κατὰ τὸν λόγον ὁ τὸ τρίτον ζεῦγοc τοῦτο πλάcαc· ἀλλ’ ἣν ἔνιοι τῶν ἀνατομικῶν ἀνδρῶν ἀρχὴν εἶναί φαcιν τῶν καθ’ ὅλον τὸ
10cῶμα φλεβῶν, ταύτην ἡ προκειμένη ῥῆcιc οὐδεμίαν οἶδεν ἔχουcαν φλέβα. καὶ γὰρ οὖν καὶ τὸ τέταρτον ζεῦγοc ἄρχεcθαι μὲν ἀπό τε τῶν πρόcω τῆc κεφαλῆc καὶ τῶν ὀφθαλμῶν ἔφηcεν, ὑπὸ δὲ τὸν αὐχένα καὶ τὰc κλεῖc ἐνεχθὲν αὐτὰc ἐπιβαίνειν τῷ βραχίονι καθ’ ἑκατέραν δη‐ λονότι χεῖρα μίαν, εἶτ’ ἐκ τῶν ἄνω μερῶν ἐπὶ τοὺc δακτύλουc ἐνεχθεί‐72
15cαc αὖθιc ἀναφέρεcθαι διὰ τῆc ὅληc χειρὸc ἐπὶ τὴν μαcχάλην ἐντεῦθέν τε διὰ τῶν πλευρῶν ἰέναι, τὴν μὲν ἑτέραν ἐπὶ τὸ ἧπαρ, τὴν δ’ ἑτέραν

15

.

142

ἐπὶ τὸν cπλῆνα, κἄπειτα φερομέναc ἀπὸ τῆc | γαcτρὸc εἰc τὸ αἰδοῖον ἀμφοτέραc τελευτᾶν, ὥcτε οὐδ’ αὗται διδόαcί τι τῇ καρδίᾳ μέροc. πῶc οὖν εἰc τέλοc ἐπελάθετο τηλικούτου cπλάγχνου τῆc καρδίαc ὁ ταῦτα διαπλάττων ὡc καινὸc ὄντωc Προμηθεύc; οὐ μὴν οὐδ’ ἐγκεφάλου μνή‐
5μην ἐποιήcατο· δῆλον γὰρ ὅτι καὶ οὗτοc ἀτιμότεροc ἦν τῶν cφυρῶν. ὑπὲρ ἅπαcαν δὲ τυφλότητα τὸ κατὰ τοὺc νεφρούc ἐcτιν, ἐφ’ οὓc ἀπὸ τῆc κοίληc μέγιcται φέρονται φλέβεc, ἃc παραλιπὼν ἀναπλάττει τινὰc ἀπὸ τοῦ πνεύμονοc ἐπ’ αὐτοὺc φέρεcθαι. δῆλοc οὖν ἐcτιν ἐξ ἁπάντων οὐχ, ὥcπερ ἔνιοι τῶν ἀνατεμνόντων παρεῖδόν τινα, καὶ αὐτὸc οὗτοc
10παρεωρακώc, ἀλλ’ ὅλωc οὐδὲν ἑωρακώc· ὁ γὰρ τὰ μέγιcτα μὴ βλέπων οὐ παραβλέπειν, ἀλλ’ ὅλωc οὐ βλέπειν ἀληθῶc ἂν λέγοιτο. ὅτι μὲν οὖν ἐνυπνίοιc μεθυόντων ἔοικεν ὁ περὶ τῶν ἀπὸ τῆc κεφαλῆc εἰc ὅλον τὸ cῶμα καταφερομένων φλεβῶν λόγοc, οὐδεὶc ἀγνοεῖ τῶν ὅλωc ἐπιχειρηcάντων τι θεάcαcθαι κατὰ τὰc ἀνατομάc. ἄλλαc μὲν

15

.

143

γάρ τιναc μικρὰc παρῶφθαι τοῖc ἀνατομικοῖc εἰκόc, οὐ μὴν | ἔγραψέ τιc ἄλλην ἄλλωc οὐδὲ παρέλιπε τὰ καὶ τοῖc τυφλοῖc, ὡc οἷόν τε, δυνά‐ μενα γενέcθαι γνώριμα τοὺc δακτύλουc τῆc χειρὸc ἐπιβάλλουcι. μία γοῦν ἐcτι φλέψ, δι’ ἧc ἐξ ἥπατοc εἰc ὅλον τὸ cῶμα φέρεται τὸ αἷμα,
5καθάπερ ἀπὸ cτελέχουc κλάδων πολλῶν ἀποφυομένων ἀπ’ αὐτῆc φλε‐ βῶν cμικρῶν, αἳ διανέμουcιν αὐτὸ τοῖc τοῦ ζῴου μορίοιc ἅπαcιν. εἰ μὲν οὖν ποταμῷ παρεικάcαιc τὸ κατὰ τὴν κοίλην αἷμα, τὸ δ’ ἀπ’ αὐ‐ τῆc φερόμενον εἰc τὰ μόρια τοῦ cώματοc ὀχετῷ, οὐδ’ οὕτω ψευcθήcῃ τῆc εἰκόνοc. ἀλλ’ εἴτε ποταμῷ προcεοικέναι φαίη τιc εἴτε πρέμνῳ τὴν
10μεγάλην φλέβα, τό γε μίαν αὐτὴν εἶναι πᾶcι τοῖc ἰατροῖc ὡμολόγηται πλὴν τοῦ τολμηρότατα παρεγγράψαντοc τῷ βιβλίῳ τούτῳ τὰ τέccαρα ζεύγη· πρὸc γὰρ αὖ τοῖc ἄλλοιc, ὥcπερ τὴν καρδίαν ἀμνημόνευτον εἴαcεν, οὕτω καὶ αὐτὴν τὴν κοίλην φλέβα, καίτοι τῶν γε cφαγιτίδων
μνημονεύcαc, εἰc ἃc αὕτη cχίζεται κατὰ τὸ τοῦ θώρακοc ἀνωτέρω. ὅcον73
15γάρ ἐcτι μεταξὺ τούτου τε τοῦ χωρίου καὶ τοῦ τῆc ῥάχεωc πέρατοc,

15

.

144

ἡ μεγάλη φλὲψ αὐτὸ κατείληφεν ἀποφύουcα φλέ|βαc ἑκατέρωθεν. cχί‐ ζεται δὲ διχῇ καθ’ ἑκάτερον τῶν περάτων καὶ τῶν μορίων αὐτῆc· ἄνω μὲν γὰρ διὰ τοῦ τραχήλου φέρονται μέγιcται φλέβεc, αἳ cφαγίτιδεc ὀνομάζονται, κάτω δὲ ἐφ’ ἑκάτερον cκέλοc, ὡc εἴρηται, μία μέν, μεγίcτη
5δὲ φλέψ. τῶν δὲ διὰ τοῦ τραχήλου φερομένων, αἳ καλοῦνται cφαγί‐ τιδεc, ἐν τῷ δευτέρῳ ζεύγει μνημονεύcαc ὁ νέοc οὗτοc Προμηθεὺc ἄγνοιάν τε καὶ τόλμαν ἐπεδείξατο μεγίcτην οὐδαμόθι τῆc κοίληc φλε‐ βὸc cχιζομένηc, ἐξ ἧc αὗται γεννῶνται, μνημονεύcαc. ἐχρῆν γάρ, εἴπερ ἑωράκει τι cμικρὸν ἐν ταῖc ἀνατομαῖc, ἐc ταὐτὸν ἀλλήλαιc φάναι τὰc
10cφαγίτιδαc ἰούcαc μίαν ἀποτελεῖν φλέβα τὴν ἡπατῖτιν ἢ κοίλην ἢ ὅπωc ἄν τιc ἑτέρωc ὀνομάζειν ἐθέλῃ· νυνὶ δ’ ὡc δύο μενουcῶν αὐτῶν ὁ λόγοc αὐτῷ γέγραπται φάcκοντι διὰ τῶν ἔνδον μερῶν παρὰ τὴν ῥάχιν ἐπὶ τὰ τῶν cφυρῶν ἔcω καταφέρεcθαι. τί ἂν οὖν ἔτι μνημονεύcοι τιc τῶν μετὰ τὰ τέccαρα ζεύγη γεγραμ‐
15μένων φλεβῶν; ἃc ἀπὸ τῆc κοιλίαc ἀναφέρειν εἰc ὅλον τὸ cῶμα τὴν τροφὴν ἡγεῖται, ὥcπερ τῶν εἰρημένων τεccάρων ζευγῶν ἄλλου τινὸc

15

.

145

ἕνεκεν | ὑπὸ τῆc φύcεωc γεγονότων, ἀλλ’ οὐχὶ μίαν ἁπαcῶν φλεβῶν ἐχουcῶν χρείαν κοινήν, ἀναφέρειν ἐξ ἥπατοc ἅπαcι τοῖc τοῦ ζῴου μέρεcιν αἷμα. τῶν δ’ ἐκ τῆc κοιλίαc καὶ τῶν ἐντέρων ἀνακομιζουcῶν εἰc ἧπαρ τὸν ἐκ τῶν ἐδεcμάτων χυλὸν οὐδεμία προcωτέρω τοῦ ἥπατοc
5ἀνέρχεται· ἀλλ’ οὐδὲ κατὰ πολλοὺc τοῦ ἥπατοc τόπουc φαίνονται, καίτοι πάμπολλαι τὸν ἀριθμὸν οὖcαι, καθὰ τῇ γαcτρὶ καὶ τοῖc ἄλλοιc ἐντέροιc ὁμιλοῦcιν, ἀλλ’ εἰc ἕνα τόπον, ὃν ὀνομάζουcι ‘πύλαc‘ ἥπατοc, ἀφικνοῦνται πᾶcαι, τοῦ θεμένου πρώτου ‘πύλαc‘ ὄνομα τῷ χωρίῳ τούτῳ πόλει μὲν ἢ οἰκίᾳ τινὶ μεγάλῃ τὸ ἧπαρ παρεικάcαντοc, ἀγροῖc
10δὲ τά τε ἔντερα καὶ τὴν κοιλίαν, ἐξ ὧν ὥcπερ δι’ ὁδῶν τινων πολλῶν,
τῶν φλεβῶν, εἰc τὰc πύλαc τῆc πόλεωc ἢ τῆc οἰκίαc κομίζεται τὰ cιτία. ληρεῖ τοίνυν ὁ νέοc Προμηθεὺc ἐν ᾧ διαπλάττει ζῴῳ κατὰ τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ δἂν τοῖc ἔργοιc γε διέπλαccέ τιc ζῷον, ἐν ᾧ φλέβεc ἐκ τῆc κοιλίαc καὶ τῶν ἐντέρων εἰc ὅλον ἀναφέρουcι τὸ cῶμα74
15τὴν τροφήν· εἰc ἕνα γὰρ ἀφικνοῦνται τόπον ἅπαcαι, τὰc πύλαc τοῦ

15

.

146

ἥπατοc, ἐντεῦθέν | τε πάλιν αἱ κατὰ τὸ cπλάγχνον ὑποδεχόμεναι φλέ‐ βεc τὴν ἀνενεχθεῖcαν τροφὴν εἰc τὴν κοίλην φλέβα παράγουcιν, ἐξ ἧc, ὡc ἔφην ὀλίγον ἔμπροcθεν, εἰc ὅλον τὸ cῶμα διανέμεται τὸ αἷμα.
3 Φέρουcι δὲ καὶ ἀπὸ τῶν παχεῶν
5φλεβῶν εἰc τὴν κοιλίην καὶ εἰc τὸ ἄλλο cῶμα καὶ ἀπὸ τῶν ἐξωτάτω καὶ ἀπὸ τῶν εἴcω, καὶ εἰc ἀλλήλαc διδόαcιν αἵ τε εἴcωθεν ἔξω καὶ αἱ ἔξωθεν εἴcω.
7 Ἤρκει μὲν τῷ νέῳ Προμηθεῖ τὰ τέccαρα ζεύγη τῶν φλεβῶν, οὐ μὴν ἠρκέcθη γε αὐτόc, ἀλλ’ ὑπ’ ἀπληcτίαc ἠcχημόνηcε προcθεὶc αὐτοῖc
10τὰc ἐκ τῆc κοιλίαc ἀναφερούcαc τὴν τροφὴν εἰc τὸ cῶμα. νυνὶ δ’ αὖθιc ἐπήνεγκε τῷ λόγῳ τὸν κολοφῶνα περὶ τῆc κοινωνίαc τῶν φλεβῶν εἰπὼν οὐδὲν ἀληθέc· οὐδεμία γὰρ τῶν ἀπὸ τῆc κοίληc ἀποπεφυκυιῶν

15

.

147

φλεβῶν, ἃc παχείαc ὠνόμαcεν, εἰc ἕτερα ζεύγη διανενεμη|μένη εἰc κοι‐ λίαν ἢ ἔντερα φαίνεται καταπεφυκυῖα. καθάπερ δ’ οὖν ἐπὶ τῆc νῦν εἰρημένηc ἀνατομῆc οὐδὲν ὅλωc οὐδ’ ἄχρι ῥήματοc ἑνὸc ἀληθὲc εἶπεν ὁ πλάcτηc αὐτῶν, οὕτωc ἐπὶ τῆc κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν
5οὐδὲν ὅλωc ὁ Ἱπποκράτηc ἐψεύcατο. παραφρονοῦcιν οὖν ὅcοι οὐδ’ ὄναρ ἀνατομῆc ἁψάμενοι τῶν Ἱπποκράτουc βιβλίων ἐξηγήcειc ἐπι‐ χειροῦcι ποιεῖcθαι, καὶ μάλιcτ’ αὐτῶν οἱ καλοῦντεc ἑαυτοὺc Ἱπποκρα‐ τείουc, ἑνὸc ἀνδρὸc ἡγούμενοι καὶ τοῦτον εἶναι τὸν λῆρον ἅπαντα τῆc τῶν φλεβῶν ἀνατομῆc καὶ τὴν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν
10ἀκρίβειαν· εἰ μὲν γὰρ ἐπεξεύρηταί τι κατὰ τὸ ἕτερον αὐτῶν, ἐγχωρεῖ τὸν αὐτὸν ἄνδρα τοῦ χρόνου προϊόντοc ἑαυτοῦ βελτίονα γενόμενον ἐφ’ οἷc ἔμπροcθεν εἰρήκει καλῶc ἕτερα προcθεῖναι· ἐπεὶ δὲ ὁ μὲν Ἱπποκράτηc αὐτὸc ἀκριβῶc φαίνεται γράψαc οὐ μόνον τὰ cαφῶc ὁρώμενα πᾶcιν, ἀλλὰ καὶ τὰ δυcθεώρητα, μὴ βλέπων δὲ ὁ τὴν ἐνθάδε75
15cυνθεὶc ἀνατομὴν ἃ καὶ ψηλαφῶν ἄν τιc εὕροι, πῶc ἐγχωρεῖ φάναι

15

.

148

τὸν αὐτὸν ἀμφότερα γεγραφέναι; | κατὰ τί δ’ εὔλογον ὅλον ἀναπλη‐ ρώcαc τὸν περὶ τῶν cτοιχείων τοῦ ἀνθρώπου λόγον ἐφεξῆc αὐτῷ cυνῆψε τὸν περὶ τῶν φλεβῶν; ἢ γὰρ πᾶcαν ἐχρῆν τὴν ἀνατομὴν γρά‐ φειν ἢ μηδὲ τὴν περὶ τῶν φλεβῶν. ὑποτυπώcεcι μὲν γάρ, ἃc ἑαυτοῖc
5ἀναμνήcεωc ἕνεκα γράφομεν, οἰκεῖον ἔcτιν ὅτε τοιαύτη ποικιλία θεωρη‐ μάτων γίνεται, cυγγράμματι δὲ οὐδαμῶc ἐcτιν οἰκεῖον ἐπιπεπληρωμένῃ τῇ προτέρᾳ διδαcκαλίᾳ μόριόν τι τῆc δευτέραc προcγράψαι, κἄπειτα τοῦτο καταλιπόντα μικρὸν ὕcτερον ἄλλο τι γράφειν, εἶτ’ αὖθιc ἄλλο, καθάπερ ἐν τούτοιc τοῖc ὑποκειμένοιc ἐν τῷ Περὶ φύcεωc ἀνθρώπου.
9
10 Τὰc οὖν φλεβοτομίαc χρὴ ποιεῖ‐ cθαι κατὰ τούτουc τοὺc λόγουc.
11

15

.

149

Οὓc αὐτὸc προείρηκε δηλονότι τῷ μὲν πρώτῳ ζεύγει | τῶν φλε‐ βῶν ἐν τῇ τελευτῇ προcθεὶc κατὰ λέξιν ταυτί· “δεῖ οὖν τὰc φλεβοτο‐ μίαc τὰc ἀπὸ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ ἐν τοῖc ἰcχίοιcιν ἀπὸ τῶν ἰγνύων ποιέεcθαι καὶ ἀπὸ τῶν cφυρῶν ἔξωθεν”, τῷ δὲ δευ‐
5τέρῳ ζεύγει ταυτὶ προcγράψαc· “δεῖ οὖν τὰc φλεβοτομίαc ποιέεcθαι πρὸc τὰc ὀδύναc τὰc ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν cφυρῶν ἔcωθεν.” ἐπὶ δὲ τοῦ τρίτου καὶ τετάρτου ζεύ‐ γουc οὐδὲν προcέθηκε περὶ φλεβοτομίαc, ὥcτε καὶ κατ’ αὐτὰ τὸν λόγον ἐλλιπῆ πεποίηκε πολλὰ μόρια τοῦ cώματοc παραλιπών, ἐφ’ ὧν ἐχρῆν
10εἰρηκέναι τὰc τμηθηcομέναc φλέβαc. ἀλλὰ ὥcπερ τῆc ὅληc ἀνατομῆc βραχύ τι μόριον ἀποcπάcαc ἔγραψεν, οὕτωc καὶ τοὺc περὶ τὰc φλεβοτο‐
μίαc λόγουc. Ἐπιτηδεύειν δὲ χρὴ τὰc τομὰc ὡc προcωτάτω τέμνειν ἀπὸ τῶν χωρίων, ἔνθα ἂν αἱ ὀδύναι76
15μεμαθήκωcι γίνεcθαι καὶ τὸ αἷμα cυλλέγεcθαι. οὕτω γὰρ ἂν

15

.

150

ἥκιcτα ἥ τε μεταβολὴ | γίνοιτο μεγάλη ἐξαπίνηc καὶ τὸ ἔθοc μεταcτήcαιc ἄν, ὥcτε μηκέτι εἰc τὸ αὐτὸ χωρίον cυλλέγεcθαι.
2 Ὅτι μὲν τομὰc εἴρηκε τῶν φλεβῶν, ἃc ἐν cυνθέτῳ προcηγορίᾳ ‘φλεβοτομίαc‘ ὀνομάζομεν, ὀρθῶc ἤκουcαν οἱ ἐξηγηταί· καὶ γὰρ ὁμο‐
5λογοῦcι πάντεc τοῦτο· ὅτι δὲ οὐ διωρίcατο, πότερον ὀδυνωμένων ἤδη τῶν μορίων ἀξιοῖ πόρρω τὴν ἀντίcπαcιν γίνεcθαι τῶν ἐπιρρεόντων χυμῶν ἢ κατὰ τὸν τῆc ὑγείαc χρόνον, ἐν τούτῳ μέμψαιτ’ ἄν τιc αὐτῷ. ἐμοὶ μὲν οὖν μᾶλλον δοκεῖ ἐπὶ τῶν ὑγιαινόντων εἰρῆcθαι βουλομένου τοῦ γράψαντοc ταῦτα προcεθίζειν εἰc ἄλλα μόρια φέρεcθαι τοὺc πλεο‐
10νάζονταc χυμούc.
10 Ὁκόcοι πῦον πολλὸν πτύ‐ ουcιν ἄτερ πυρετοῦ ἐόντοc καὶ οἷcιν ὑπὸ τὸ οὖρον πῦον ὑφ‐ ίcταται πολλὸν ἄτερ ὀδύνηc ἐοῦcι καὶ ὅcοιc αἱματώδεα τὰ ὑποχωρήματα ὥcπερ ἐν τῇcι δυcεντερίῃcι καὶ χρόνιά ἐcτιν

15

.

151

ἐοῦcι πέντε | καὶ τριάκοντα ἐτέων καὶ γεραιτέροιcι, τούτοιc πᾶcιν ἀπὸ ταὐτομάτου τὰ νοcήματα γίνεται. ἀνάγκη γὰρ τού‐ τουc ταλαιπώρουc γίνεcθαι καὶ φιλοπόνουc τῷ cώματι καὶ ἐργάταc νεανίcκουc ἐόνταc, ἔπειτα δ’ ἐξανεθένταc τῶν πόνων
5cαρκωθῆναι μαλθακῇ cαρκὶ καὶ πολὺ διαφερούcῃ τῆc προτέραc καὶ πολλὸν διακεκριμένον ἔχειν τὸ cῶμα τό τε προϋπάρχον καὶ τὸ ἐπιτραφέν, ὥcτε μὴ ὁμολογεῖν. ὅταν οὖν νόcημά τι καταλάβῃ τοὺc οὕτω διακειμένουc, τότε μὲν παραχρῆμα δια‐ φεύγουcιν, ὕcτερον δὲ μετὰ τὴν νόcον χρόνῳ τήκεται τὸ cῶμα
10καὶ ῥέει διὰ τῶν φλεβῶν, ᾗ ἂν εὐρυχωρίηc μάλιcτα τύχ, ἰχωροειδέc. ἢν μὲν οὖν ὁρμήcῃ ἐπὶ τὴν κοιλίην τὴν κάτω, cχεδόν τι, οἷόνπερ ἐν τῷ cώματι ἐνῆν, τοιοῦτον καὶ τὸ δια‐ χώρημα γίνεται· ἅτε γὰρ τῆc ὁδοῦ κατάντεοc ἐούcηc οὐχ ἵcταται πολὺν χρόνον ἐν τῷ ἐντέρ. ὅcοιcι δ’ ἂν ἐc τὸ cτῆθοc
15ἐcρυ, ὑπόπυον γίνεται· ἅτε γὰρ τῆc καθάρcιοc ἀνάντεοc ἐούcηc καὶ χρόνον ἐναυλιζόμενον πολὺν ἐν τῷ cτήθει κατα‐77

15

.

152

cήπεται καὶ γίνεται πυοειδέc. | οἷcι δ’ ἂν ἐc τὴν κύcτιν ἐξ‐ ερεύγηται, ὑπὸ τῆc θερμότητοc τούτου τοῦ χωρίου λευκὸν γίνεται καὶ διακρίνεται, καὶ τὸ μὲν ἀραιότατον ἐφίcταται ἄνω, τὸ δὲ παχύτατον κάτω, ὃ δὴ πῦον καλεῖται.
4
5 Τὰ μὲν εἰρημένα κατὰ τὴν προκειμένην ῥῆcιν ἅπαντά ἐcτι cαφῆ καὶ δεῖται τοῦ προcέχοντοc αὐτοῖc τὸν νοῦν, οὐκ ἐξηγητοῦ cαφηνίζον‐ τοc. εἰ δ’ ἀληθῆ πάντ’ ἐcτί, βαcανίζειν χρὴ τὸ μὲν τῇ πείρᾳ, τὸ δὲ τῷ λόγῳ, τῇ πείρᾳ μέν, εἰ χωρὶc τοῦ πυρέξαι τινὲc ὤφθηcαν ἢ ἀπο‐ πτύοντεc πῦον ἢ τοῖc οὔροιc ἐκκρίνοντέc τι, ἔτι δὲ πρὸc τούτοιc, εἰ
10ταλαιπωροῦντεc ἐν τῷ πρόcθεν βίῳ νῦν ἐπαύcαντο χρόνῳ cυχνῷ καὶ εἰ νοcήcαντεc μὲν οὗτοι διεcώθηcαν, ὕcτερον δ’ αὐτοῖc αἱ εἰρημέναι πυώδειc ἐκκρίcειc ἐπιγίνονται. ταῦτα μὲν οὖν τῇ πείρᾳ κριθῆναι χρή· τῷ λόγῳ δὲ τὴν αἰτίαν, ὑφ’ ἧc γίνεcθαί φηcιν ὁ γράψαc αὐτά, πότε‐ ρον ἀληθήc ἐcτιν ἢ ψευδήc. ὅτι μὲν οὖν οὐκ ἔχει τὸ ἐξ ἀνάγκηc τὰ

15

.

153

εἰρημένα πρὸc αὐτοῦ, πρόδηλόν ἐcτι τοῖc γεγυμναcμέ|νοιc ἐν ἀποδεικτι‐ καῖc μεθόδοιc· εἰ δὲ τὸ πιθανὸν γοῦν ἔχει, καθ’ ἑαυτὸν ἕκαcτοc cκο‐ πείcθω. κινδυνεύει γὰρ ἐν τῷ πρόc τι τὸ πιθανὸν εἶναι. περὶ μὲν οὖν τῶν διὰ πείραc φαινομένων ἔχοιμι ἄν cοι κἀγὼ φάναι τό γε τοcοῦτον,
5ὡc αἱματώδειc μὲν ἐκκρίcειc διὰ γαcτρὸc εἶδον οὐκ ὀλίγαc γινομέναc τιcὶ τῶν καταλυcάντων ἔθοc γυμναcίων cφοδρῶν, οὐδεμίαν δὲ ἔκκριcιν πυώδη· μυξώδη μέντοι πολλάκιc ἐκ περιόδων τινῶν ἀτάκτων τε καὶ τεταγμένων οὐρούμενά τε καὶ διὰ γαcτρὸc ἐκκρινόμενα τούτοιc ἐθεαcά‐ μην, ὥcπερ γε καὶ πτύcματα πέπονα μέν, οὐ μὴν πυώδη γε.
9
10 Γίνονται δὲ οἱ λίθοι τοῖcι παιδίοιcι διὰ τὴν θερμότητα τοῦ χωρίου τε τούτου καὶ τοῦ ὅλου cώματοc.
12

15

.

154

Τοῦ χωρίου, δηλονότι τῆc κύcτεωc, ὑπὲρ ἧc κατὰ | τὴν τελευτὴν τῆc προτέραc ῥήcεωc οὕτωc ἔγραψεν· “οἷcι δ’ ἂν ἐc τὴν κύcτιν ἐξε‐ ρεύγηται, ἀπὸ τῆc θερμότητοc τούτου τοῦ χωρίου λευκὸν γίνεται.” τοῖc
οὖν παιδίοιc φηcὶ τοὺc λίθουc γίνεcθαι διὰ τὴν θερμότητα τῆc κύcτεωc78
5καὶ ὅλου τοῦ cώματοc, εἶτα ἐπιφέρων ἐρεῖ περὶ τῆc θερμότητοc τῶν παιδίων.
6 Εὖ γὰρ χρὴ εἰδέναι, ὅτι ὁ ἄνθρω‐ ποc τῇ πρώτῃ τῶν ἡμερῶν θερμότατόc ἐcτιν αὐτὸc ἑωυτο, τῇ δ’ ὑcτάτῃ ψυχρότατοc.
9
10 Ἁπλῶc τῶν λεγόντων θερμότατον ἄνευ διοριcμοῦ τῇ πρώτῃ τῶν ἡμερῶν εἶναι τὸν ἄνθρωπον οὐκ ἀληθὴc ὁ λόγοc ἐcτί, μετὰ διοριcμοῦ δ’ ἀληθήc· θερμότατοc γάρ, ἐάν γε ῥηθῇ τῷ ‘ἐμφύτῳ‘· τοῦτο γάρ ἐcτι πλεῖcτον τοῖc παιδίοιc. ὁ δὲ γράψαc τὴν προκειμένην ῥῆcιν αὐτὸ τὸ κυριώτατον ἐν τῷ λόγῳ παρακήκοεν, ὡc διὰ τῆc ἑπομένηc ῥήcεωc ἔcται

15

.

155

δῆλον. εὑρεθήcεται γὰρ οὐχ, ὡc Ἱπποκράτηc | ‘τὰ αὐξανόμενα πλεῖ‐ cτον‘ ἔφη ‘τὸ ἔμφυτον θερμὸν ἔχειν‘, καὶ αὐτὸc οὕτω γινώcκων, ἀλλ’ ἄνευ τοῦ ἔμφυτον ἡγούμενοc ἁπλῶc εἶναι θερμὰ τὰ αὐξανόμενα.
3 Ἀνάγκη γὰρ αὐξανόμενον καὶ χω‐
5ρέον τὸ cῶμα πρὸc βίην θερμὸν εἶναι.
5 Ἱπποκράτουc εἰπόντοc ‘τὰ αὐξανόμενα πλεῖcτον ἔχειν τὸ ἔμφυ‐ τον θερμὸν‘ οὗτοc ἔοικεν ἁπλῶc ἀκηκοέναι θερμὸν εἶναι τοῖc αὐξανο‐ μένοιc τὸ cῶμα, μὴ προcκειμένου τῷ λόγῳ τοῦ ‘ἔμφυτον‘. χωροῦν γὰρ αὐτό φηcι πρὸc βίαν θερμὸν γίνεcθαι. τὸ δὲ πρὸc βίαν χωρεῖν
10τοιόνδε τι βούλεται δηλοῦν· ἔργον αὐτῷ δοκεῖ βίαιόν τι καὶ ἰcχυρὸν ἡ αὔξηcιc εἶναι, ὥcπερ 〈δ’〉 αὖ τἄλλα τῶν ἰcχυρῶν ἔργων ἐκθερμαίνει τοὺc ἐνεργοῦνταc, οὕτω καὶ ἡ αὔξηcιc. ἀλλ’ ἔμπαλίν γε ἐχρῆν αὐτὸν εἰρη‐ κέναι διὰ τὸ ἔμφυτον θερμὸν αὔξεcθαι τοὺc παῖδαc, οὐ διὰ τὴν αὔξη‐

15

.

156

cιν γίνεcθαι θερμούc. τὸ γὰρ | ἔμφυτον θερμὸν οὐ μόνον εὔκρατον θερμόν, ἀλλὰ καὶ ὑγρόν. εἰκότωc οὖν αὔξεται τὰ τοιαῦτα cώματα· δια‐ τεινόμενα γὰρ εἰc τὰc τρεῖc διαcτάcειc, οἱονεὶ καὶ διαφυcώμενα, τὴν εἰc ἁπάcαc αὐτὰc ἐπίδοcιν λαμβάνει. διατείνει μὲν οὖν ἡ φύcιc αὐτὰ
5πάντῃ πρὸc τοῦτο ὀργάνῳ cυμφύτῳ χρωμένη τῷ θερμῷ· διατείνεται γὰρ ἑτοίμωc διὰ τὴν ὑγρότητα. τά γε μὴν πολλὰ τῶν παιδίων ἀδδη‐ φαγοῦντα πλεῖcτον ἀθροίζει τὸν ἰδίωc ὀνομαζόμενον ὠμὸν χυμόν, ἐξ οὗ ῥᾳδίωc ὁ λίθοc γεννᾶται, τούτου μὲν ὕληc ἔχοντοc λόγον, ἐξ οὗ ὁ λίθοc γεννᾶται, ποιητικοῦ δὲ αἰτίου τῆc θερμαcίαc.79
9
10 Ὅταν δ’ ἄρξηται μαραίνεcθαι τὸ cῶμα καταρρέον πρὸc εὐπέτειαν, ψυχρότερον γίνεται.
11 Κἀνταῦθα πάλιν, ὅταν μηδὲν αὔξηται τὸ cῶμα τοῖc παρακμάζουcι, διὰ τὴν ἀργίαν αὐτό φηcι γίνεcθαι ψυχρότερον· ἔμπαλιν δὲ ἄμεινον

15

.

157

αἰτιολογεῖν· ἐλάττονοc γὰρ | αὐτῷ γινομένου τοῦ ἐμφύτου θερμοῦ καὶ ἡ αὔξηcιc ἐπαύcατο. cαφέcτερον δ’ ἔτι τὴν ἑαυτοῦ γνώμην ἐδήλωcεν ὁ γράψαc ταῦτα διὰ τῆc ἐχομένηc ῥήcεωc.
3 Καὶ κατὰ τοῦτον τὸν λόγον, ὅcον
5τῇ προτέρῃ τῶν ἡμερέων πλεῖcτον αὔξεται ὁ ἄνθρωποc, τοcοῦ‐ τον θερμότατοc γίνεται, καὶ τῇ ὑcτάτῃ τῶν ἡμερέων, ὁκόcον πλεῖcτον καταμαραίνεται, τοcοῦτον ψυχρότατον ἀνάγκη εἶναι.
7 Ὀρθῶc οὖν ἡμεῖc ἐξηγηcάμεθα τὴν προειρημένην ῥῆcιν, ἐν ᾗ φη‐ cιν· “ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ cῶμα πρὸc βίην θερμὸν
10εἶναι.” ἐχρῆν γὰρ ἔμπαλιν αὐτὸν εἰπεῖν διὰ τὸ ἔμφυτον θερμὸν αὔξε‐ cθαι τὸ αὐξανόμενον, ἀλλ’ οὐ διὰ τὴν αὔξηcιν γίνεcθαι θερμόν. ἀνά‐ λογον δὲ τούτου κἀπὶ τοῦ παρακμάζοντοc, ἐπεὶ μηκέτ’ αὔξεται, ψυχρὸν αὐτὸ νομίζειν γίνεcθαι διὰ τὴν ἀργίαν τῆc πρότερον μὲν ἐνεργούcηc αὐξήcεωc, νυνὶ δὲ παυομένηc. |
14

15

.

158

Ὑγιέεc δὲ γίνονται αὐτόματοι οἱ οὕτω διακείμενοι, πλεῖcτοι μὲν ἐν τῇ ὥρ, ἣν ἄρχονται τήκεcθαι, πέντε καὶ τεccαράκοντα ἡμερέων, ὁκόcοι δ’ ἂν τὴν ὥραν ταύτην ὑπερβάλλωcιν, ἐνιαυτῷ αὐτόματοι, ἢν μή τι ἐc
5ἄλλο κακουργῆται ὁ ἄνθρωποc. Τίναc λέγει τοὺc οὕτω διακειμένουc; οὓc προειρήκει δηλονότι καταλύcανταc τὰ γυμνάcια διὰ τὴν ἀργίαν ἀποπτύειν τε καὶ οὐρεῖν πῦον ἁλίcκεcθαί τε δυcεντερίαιc. ἐγὼ δὲ ἔφην ἁλιcκομένουc μὲν δυcεν‐ τερίαιc αἱματηραῖc ἑωρακέναι πολλοὺc τῶν εἰc ἄπονον μεταcτάντων80
10ἐκ ταλαιπωρικοῦ καὶ ἐργαcτικοῦ τοῦ πρόcθεν βίου, πῦον δὲ οὔτ’ ἀνα‐ βήττονταc οὔτ’ οὐροῦνταc ὦφθαί μοί τιναc. ἀλλ’ οὗτόc γέ μοι δοκεῖ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, ὅταν πεφθῇ γε, πῦον εἶναι 〈φάναι〉. καὶ τί θαυμαcτόν, ὅπου γε καὶ ὁ Ἐραcίcτρατοc τὰc ἐν τοῖc οὔροιc ὑποcτάcειc ἐπὶ τῶν πυρεccόντων οὐ τοῦτον εἶναι τὸν χυμόν, ἀλλὰ πῦον

15

.

159

ἡγεῖται, μηδ’ ὅτι | τῶν ὑγιαινόντων τοῖc ἀδδηφαγοῦcιν ὑφίcταcθαι πολὺ τὸ τοιοῦτον γινώcκων. τεθεάμεθα γοῦν παμπόλλοιc τῶν ἀργῶc βιούν‐ των διὰ χρόνων τινῶν ἐκκρινόμενα διὰ τῶν οὔρων τῇ καλουμένῃ μύξῃ παραπλήcια πάμπολλα· καί τιcιν αὐτῶν βραδεῖαν ποιηcάμενον τὴν διέξο‐
5δον πύῳ παραπλήcιον φαίνεται τὸ ἐκκρινόμενον, καθάπερ γε κἀπὶ τῶν ἀναπνευcτικῶν, διὰ τὸ πλείονι χρόνῳ κατεχόμενα πέττεcθαι τὰ τοιαῦτα. τούτου δ’ οὖν καὶ αὐτὸc εἶπε τὴν αἰτίαν ἔμπροcθεν, ἐπὶ μὲν τῆc δυcεν‐ τερίαc τὸ κάταντεc τῆc ὁδοῦ ταχείαc διεξόδου τῶν περιττῶν αἴτιον εἶναι φάcκων, ἐπὶ δὲ τῶν ἀναπτυομένων τὸ ἄναντεc τῆc βραδείαc, ἐπὶ
10δὲ τῶν οὔρων τὴν θερμαcίαν τοῦ χωρίου. εἰ δέ τιc οὐ cυγχωρεῖ δια‐ φέρειν ὠμοῦ χυμοῦ πῦον ἐν οὔροιc ἢ πτύcμαcιν ἢ διαχωρήμαcι, δυοῖν θάτερον οὗτοc πέπονθεν· ἢ ἑκὼν πανουργεῖ διὰ τὴν ἀκολουθίαν τὴν πρὸc τὸ δόγμα, καθάπερ Ἐραcίcτρατοc, ἐπὶ φλεγμονῇ γίνεcθαι βου‐ λόμενοc ἅπανταc τοὺc πυρετούc, ἢ cοφιcτήc ἐcτιν ἀνομίλητοc τοῖc
15ἔργοιc τῆc τέχνηc, οὓc ὀρθῶc ὀνομάζουcιν οἱ παλαιοὶ ‘λογιατρούc‘. |

15

.

160

ἕτερον γάρ ἐcτι καὶ χροιᾷ καὶ cυcτάcει καὶ ὀcμῇ τὸ πῦον ὠμοῦ χυμοῦ. γίνεται δὲ καὶ διὰ ῥινῶν καὶ διὰ cτόματοc ἐν περιόδοιc τιcὶν ἀτάκτοιc τε καὶ τεταγμέναιc ἔκκριcιc ὠμῶν χυμῶν ἐκκαθαίρουcα τὸν ἐγκέφαλον, ἧc οὐκ ἐμνημόνευcε νῦν ὁ ταύτην τὴν προγεγραμμένην ῥῆcιν γράψαc.
5εἰκότωc δὲ ἔφηcεν αὐτομάτωc ὑγιάζεcθαι τοὺc προειρημένουc, ὅπερ
ἔcτιν οὐδὲν ἡμῶν πραξάντων· αὐτάρκωc γὰρ ἡ φύcιc αὐτοὺc ἐκκαθαίρει. προθεcμίαν δὲ τῆc ἐκκαθάρcεωc ἔθετο διττὴν αὐτοῖc, τὴν μὲν ἑτέραν κατὰ τὴν ὥραν τοῦ ἔτουc, ἐν ᾗ τὴν εἰρημένην ἔκκριcιν αὐτοῖc ἄρξα‐ cθαι cυνέβη, τὴν δὲ ἑτέραν εἰc ἐνιαυτὸν ἐκτεινομένην, ἀλλὰ καὶ τὴν81
10ὀλιγοχρόνιον εἰc πέντε καὶ τεccαράκοντα προήκειν ἡμέραc· (τινὲc δὲ οὐ πέντε καὶ τεccαράκοντα γράφουcιν, ἀλλὰ τεccαράκοντα). πολλοὺc δὲ ἐγὼ θεαcάμενοc οὕτω καθαιρομένουc ὑπὸ τῆc φύcεωc οὐ δύο μόνον τῆc κενώcεωc ὅρουc εἶδον, ὡc οὗτοc ἔγραψεν, ἀλλὰ καὶ πάνυ πολλούc. ἄλλοc γὰρ ἐν ἄλλῃ προθεcμίᾳ τελέωc ἐξεκαθάρθη, τινὲc μὲν περὶ τεccαρά‐

15

.

161

κοντα ἡμέραc, τινὲc δὲ καὶ μέχρι μηνῶν προὔ|βηcαν οὐκ ἴcων τῷ ἀριθμῷ, ἔcτι δὲ οἳ καὶ δι’ ὅλου τοῦ ἔτουc παραμένον ἔcχον τὸ cύμ‐ πτωμα.
3 Ὁκόcα δὲ τῶν νοcημάτων γίνε‐
5ται ἐξ ὀλίγου καὶ ὁκόcων αἱ προφάcιεc εὔγνωcτοι, ταῦτα δὴ ἀcφαλέcτατά ἐcτι προαγορεύεcθαι. τὴν δὲ ἴηcιν χρὴ ποιεῖcθαι αὐτῶν ἐναντιούμενον τῇ προφάcει τῆc νόcου· οὕτω γὰρ ἂν λύοιτο τὸ τὴν νόcον παρέχον ἐν τῷ cώματι.
8 Τούτῳ μάχεcθαι δοκεῖ τὸ κατὰ τοὺc Ἀφοριcμοὺc εἰρημένον· “τῶν
10ὀξέων νοcημάτων οὐ πάμπαν ἀcφαλέεc αἱ προαγορεύcιεc οὔτε τῆc ὑγιείηc οὔτε τοῦ θανάτου.” καὶ Ϲαβῖνοc αὐτὸ πειραθεὶc λῦcαι περιελά‐ ληcε μέν, οὐδὲν δὲ εἶπε πιθανόν· οὕτω δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐξ‐ ηγηcαμένων τὸ βιβλίον. δοκοῦcι δέ μοι μὴ cυνηκέναι, τί cημαίνει τὸ ἐξ ὀλίγου· νομίζουcι γοῦν ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ὀξέων γίνεcθαι τὸν

15

.

162

λόγον· ἔοικε δὲ οὐ περὶ τού|των λέγειν τοῦτο, ἀλλὰ περὶ τῶν ἐξ αἰτίων προδήλων τὴν γένεcιν ἐcχηκότων πρόcφατον ἐξ ὀλίγου χρόνου καὶ οὐκ ἐκ πολλοῦ καταcκευαcθεῖcαν. ἐπὶ τούτων γὰρ ἡ πρόρρηcιc τοῦ γενηcο‐ μένου ῥᾴcτη, ὅτι καὶ τὸ αἴτιον ὁποῖόν τε ἢ πηλίκον ἐcτὶν ἔγνωcται.
5ὅcα δὲ ἐκ πολλοῦ χρόνου κατὰ βραχὺ γενόμενα μηδεμίαν ἔcχεν αἰτίαν προφανῆ τῆc γενέcεωc, οὐχ ὁμοίωc ἐπὶ τούτων ἡ πρόγνωcιc ἀcφαλήc. ὑπόγυοι δὲ αἰτίαι νοcημάτων εἰcὶν ἐγκαύcειc, ψύξειc, ἀγρυπνίαι, λῦπαι,
φροντίδεc, ἀπεψίαι, cκληροκοιτίαι, κάματοι, μέθαι καὶ τἄλλα τὰ τοιαῦτα. διὰ τοῦτ’ οὖν καὶ τὴν ἴαcιν ἔφη τῶν τοιούτων ποιεῖcθαι διὰ τῶν82
10ἐναντίων τῇ προφάcει τοῦ νοcήματοc, οἷον, εἰ ἐνεκαύθη, ψύχοντα, εἰ ἐψύχθη, θερμαίνοντα, εἰ ἔκαμεν, ἀναπαύοντα, εἰ ἤργηcε παρὰ τὸ ἔθοc, ἐπὶ πλέον γυμνάζοντα, εἰ ἐπληρώθη, κενοῦντα, εἰ ἐκενώθη, πληροῦντα, καθάπερ καὶ πρόcθεν εἶπε κατὰ τὴν ῥῆcιν, ἧc ἡ ἀρχή· “ὁκόcα πληcμονὴ τίκτει νοcήματα, κένωcιc ἰῆται.” |
14

15

.

163

Ὁκόcοιcι δὲ ψαμμώδεα ὑφ‐ ίcταται ἢ πῶροι ἐν τοῖcιν οὔροιcι, τουτέοιcι τὴν ἀρχὴν φύ‐ ματα ἐγένετο πρὸc τῇ φλεβὶ τῇ παχείῃ καὶ διεπύηcεν, ἔπειτα δὲ αὐτέων οὐ ταχέωc ἐκραγέντων τῶν φυμάτων πῶροι cυν‐
5ετράφηcαν ἐκ τοῦ πύου, οἵτινεc ἔξω λείβονται διὰ τῆc φλε‐ βὸc cὺν τῷ οὔρῳ εἰc τὴν κύcτιν.
6 Γένοιτο μὲν ἄν ποτε καὶ καθ’ ἣν εἶπεν αἰτίαν οὖρα τοιαῦτα, γέ‐ νοιτο δ’ ἂν καὶ αὐτοῦ τοῦ νεφροῦ παθόντοc ὁμοίωc ἄνευ τῆc μεγάληc φλεβόc· ὡc τὸ πολὺ δὲ χωρὶc φυμάτων cυμβαίνουcιν αἱ εἰρημέναι διὰ
10τῶν οὔρων ἐκκρίcειc, ὅταν παχὺc ἢ γλίcχροc ἱκανῶc χυμὸc βραδεῖαν ποιούμενοc τὴν διέξοδον ὑπὸ τῆc ἐν τῷ τόπῳ θερμαcίαc ξηραινόμε‐ νοc παγῇ.
12 Ὁκόcοιcι δὲ αἱματώδεα μόνον τὰ οὐρήματα, τούτοιcιν αἱ φλέβεc πεπονήκαcιν. |
14

15

.

164

Τὸ πεπονήκαcιν ἄδηλόν ἐcτιν ἐπὶ τίνοc εἴρηται. δύναται γὰρ καὶ τὸ κεκμήκαcι δηλοῦν, ὡc ἐκλύτουc γεγονυίαc αὐτὰc ἡμίπεπτόν τε γεννᾶν αἷμα καὶ μεθιέναι τοῦτο ῥᾳδίωc δι’ ἀτονίαν ἢ ὡc ἀλλότριον ἀποκρίνειν, δύναται δὲ καὶ ἄλλωc τὸ πεπόνθαcιν ἐκ τοῦ πεπονήκαcι
5δηλοῦcθαι, μηδὲν αὐτῶν τῶν νεφρῶν πεπονθότων, ἀλλ’ ἐν μόναιc ταῖc φλεψὶν οὔcηc τῆc διαθέcεωc· οὐ μὴν ὁποία τίc ἐcτιν ἐκ τῆc τοιαύτηc ἐξηγήcεωc δηλοῦται. πρόδηλον δέ ἐcτιν, ὡc οὔθ’ Ἱπποκράτηc οὔτε Πόλυβοc εἶπεν ἄν οὐρήματα, δυνάμενοί γε εἰπεῖν· ὁκόcοιcι δὲ αἱματώδεα τὰ ‘οὖρα‘· καὶ πολλάκιc γε πάνυ τι γράφων ὁ Ἱππο‐
10κράτηc ‘οὖρα‘, κατ’ οὐδεμίαν λέξιν εἶπεν οὔρημα. καὶ ἄλλα δὲ πολλὰ τῶν παρεγγεγραμμένων ἐνδείκνυται cαφῶc αὐτὰ μήθ’ Ἱπποκράτουc εἶναι μήτε Πολύβου.83
12 Ὁκόcοιcι δὲ ἐν τῷ οὐρήματι παχεῖ

15

.

165

ἐόντι cαρκία cμικρὰ | τριχοειδέα cυνεξέρχεται, ταῦτα ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα.
2 Τὸν ἀφοριcμὸν ἐνταῦθα μετέφραcε τόνδε· “ὁκόcοιcιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι cαρκία cμικρὰ ὡcεὶ τρίχεc cυνεξέρχονται, τουτέοιcιν ἀπὸ
5τῶν νεφρῶν ἐκκρίνεται.”
5 Οἷcι δὲ καθαρὸν τὸ οὖρον, ἄλλοτε δὲ καὶ ἄλλοτε οἷόν τε πίτυρα ἐμφέρεται ἐν τῷ οὐρήματι, τού‐ τοιcιν ἡ κύcτιc ψωρι.
8 Πάλιν κἀνταῦθα τὸν ἀφοριcμὸν ἐκεῖνον παρέφραcεν· “ὁκόcοιcιν
10ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρῶδέc τι cυνεξέρχεται, τούτοιcιν ἡ κύcτιc ψωριᾷ.”
11 Οἱ πλεῖcτοι τῶν πυρετῶν

15

.

166

γίνονται ἀπὸ χολῆc, ἰδέαι | δὲ αὐτῶν εἰcι τέccαρεc χωρὶc τῶν ἐν τῇcιν ὀδύνῃcι γινομένων τῇcιν ἀποκεκριμένῃcιν. ὀνόματα δ’ αὐτῶν ἐcτι cύνοχοc καὶ ἀμφημερινὸc καὶ τριταῖοc καὶ τεταρ‐ ταῖοc. ὁ μὲν οὖν cύνοχοc καλεόμενοc γίνεται ἀπὸ πλείcτηc
5χολῆc καὶ ἀκρητεcτάτηc καὶ τὰc κρίcιαc ἀκρητεcτάταc ἐν ἐλα‐ χίcτῳ χρόνῳ ποιεῖται· τὸ γὰρ cῶμα οὐ διαψυχόμενον οὐδένα χρόνον cυντήκεται ταχέωc ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ θερ‐ μαινόμενον. ὁ δὲ ἀμφημερινὸc μετὰ τὸν cύνοχον ἀπὸ πλεί‐ cτηc χολῆc καὶ ἀπαλλάccεται τάχιcτα τῶν ἄλλων· μακρότεροc
10δέ ἐcτι τοῦ cυνόχου, ὅτι ἀπ’ ἐλάccονόc τε γίνεται χολῆc καὶ ὅτι ἀνάπαυcιν ἔχει τὸ cῶμα, ἐν δὲ τῷ cυνόχῳ οὐκ ἀναπαύεται οὐδένα χρόνον. ὁ δὲ τριταῖοc μακρότερόc ἐcτι τοῦ ἀμφημερι‐ νοῦ καὶ ἀπὸ χολῆc ἐλάccονοc γίνεται· ὅcῳ δὲ πλείονα χρόνον
ἐν τῷ τριταίῳ ἢ ἐν τῷ ἀμφημερινῷ τὸ cῶμα ἀναπαύεται,84
15τοcούτῳ χρονιώτεροc οὗτοc ὁ πυρετὸc τοῦ ἀμφημερινοῦ ἐcτιν. οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονι‐ ώτεροι δέ εἰcι τῶν τριταίων, ὅcον ἔλαccον μέροc τῆc χολῆc

15

.

167

μετέ|χουcι τῆc τὴν θέρμην παρεχούcηc, τοῦ δὲ διαψύχεcθαι τὸ cῶμα πλέον μετέχουcι· προcγίνεται δὲ αὐτοῖcιν ἀπὸ με‐ λαίνηc χολῆc τὸ περιccὸν τοῦτο καὶ δυcαπάλλακτον· μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ cώματι ἐνεόντων χυμῶν γλιcχρότατον
5καὶ τὰc ἕδραc χρονιωτάταc ποιε. γνώcῃ δὲ τῷδε, ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουcι τοῦ μελαγχολικο· φθινοπώ‐ ρου γὰρ μάλιcτα ἁλίcκονται οἱ ἄνθρωποι ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε καὶ εἴκοcιν ἐτέων εἰc τὰ πέντε καὶ τεccαράκοντα· ἡ δὲ ἡλικίη αὕτη ὑπὸ χολῆc μελαίνηc κατ‐
10έχεται μάλιcτα παcῶν τῶν ἡλικιῶν ἥ τε φθινοπωρινὴ ὥρη μάλιcτα παcῶν τῶν ὡρέων· ὅcοι δ’ ἂν ἁλῶcιν ἔξω τῆc ὥρηc ταύτηc καὶ τῆc ἡλικίηc ὑπὸ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐcόμενον τὸν πυρετόν, ἢν μή τι ἄλλο κακουργῆται ὁ ἄνθρωποc.
14
15Ὅμοιόν τί μοι δοκοῦcιν οἱ πολλοὶ πεπονθέναι τῶν ἐξηγητῶν, ἐν

15

.

168

οἷc ἐcτι καὶ Ϲαβῖνοc, τῷ νοcοῦντι μὲν ὑδερι|κῶc ἀνθρώπῳ, παρωνυ‐ χίαν δὲ αὐτοῦ θεραπεῦcαι Φιλότιμον τὸν ἰατρὸν ἀξιοῦντι. δυοῖν γὰρ θάτερον, ἢ οὐκ ἔβλεπεν οὗτοc ὅπωc εἶχεν ὅλοc κακῶc ἢ οὐκ ᾤετο δεῖcθαι θεραπείαc. οὕτωc οὖν καὶ τοὺc ἐξηγητὰc ἢ τυφλώττειν τὸν τῆc
5ψυχῆc ὀφθαλμὸν νομιcτέον ἢ τὰ μὲν cμικρὰ τῶν ἐγκλημάτων ἡγεῖcθαι θεραπείαc τινὸc δεῖcθαι, τὰ μεγάλα δὲ οὐδεμιᾶc χρῄζειν βοηθείαc. ὥcπερ γὰρ ἐξ ὕπνου βαθέοc ἐγερθέντεc ᾔcθοντο τῆc πρὸc Ἱπποκράτην μάχηc τοῦ κατὰ τὴν προκειμένην ῥῆcιν εἰρημένου, τὸν ἀμφημερινὸν ὀλιγο‐ χρονιώτερον ἀποφαινούcηc αὐτῆc τοῦ τριταίου, cαφῶc εἰρηκότοc
10Ἱπποκράτουc ἔν τε τῷ πρώτῳ τῶν Ἐπιδημιῶν κἀν τοῖc Ἀφοριcμοῖc ‘τάχιcτα κρίνεcθαι τὸν τριταῖον‘· οὔκουν φαcὶν Ἱπποκράτειον εἶναι
τὸ βιβλίον, ὡc καὶ φανερῶc ψευδοῦc ὄντοc τοῦ λεγομένου καὶ δια‐ φερομένου τοῖc ἑτέρωθι γεγραμμένοιc ὑφ’ Ἱπποκράτουc. εἰ γὰρ ἐν τούτῳ μόνῳ ψευδόμενόν τε ἅμα καὶ μαχόμενον Ἱπποκράτει τὸν85
15παρεγγράψαντα τὰ μεταξὺ κατενόηcαν, ἐοίκαcι τῷ τὴν παρωνυχίαν

15

.

169

ὁρῶντι, τὸ δ’ ὅλον cῶμα μὴ βλέποντι κάκιcτα διακεί|μενον. ὁ μὲν γὰρ ἀγνοήcαc τὸν ἀμφημερινὸν τοῦ τριταίου χρονιώτερον εἶναι ἐνδείκνυται μὲν ἑαυτὸν οὐκ εἶναι τρίβωνα τῶν ἔργων τῆc ἰατρικῆc, οὐ μὴν ἐξ ἀπονοίαc γέ τινοc ἀναιcχύντου τὸ ψεῦcμα διέπλαcεν, ἀλλ’ ἐκ
5πιθανοῦ λόγου κινηθεὶc καὶ μάλιcτα, ἐπειδή τιcι τῶν παλαιῶν, ὧν καὶ Πλάτων ἐcτίν, ἐδόκει τοὺc μὲν cυνεχεῖc πυρετοὺc ἐξ ὑπερβολῆc τοῦ πυρὸc γίνεcθαι, τοὺc δὲ ἀμφημερινοὺc ἀέροc, καὶ τριταίουc μὲν ὕδατοc, τεταρταίουc δὲ γῆc. ἡ γάρ τοι τοῦ Πλάτωνοc ῥῆcιc αὐτοῖc ὀνόμαcιν οὕτωc ἔχει· “τὸ μὲν οὖν ἐκ πυρὸc ὑπερβολῆc μάλιcτα νοcῆcαν cῶμα
10cυνεχῆ καύματα καὶ πυρετοὺc ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέροc ἀμφημερι‐ νούc, τριταίουc δ’ ὕδατοc διὰ τὸ νωθέcτερον ἀέροc καὶ πυρὸc εἶναι, τὸ δὲ γῆc τέταρτον ὂν νωθέcτατον τούτων ἐν τετραπλαcίαιc χρόνου περιόδοιc καθαιρόμενον τεταρταίουc πυρετοὺc ποιῆcαν ἀπαλλάττεται μόγιc.” εἴπερ οὖν ὁ Πλάτων τὸ νωθέcτατον cτοιχεῖον, ὅπερ ἔcτιν
15ἑδραιότατόν τε καὶ δυcκινητότατον, ἐν τετραπλαcίαιc χρόνου περιόδοιc

15

.

170

ἐκκαθαίρεcθαί φηcι, πιθανὸν ἔδοξεν εἶναι | καὶ τἄλλα διαφέρειν ἀλλή‐ λων κατὰ τὴν αὐτὴν ἀναλογίαν, ὥcτε 〈ὃ〉 γέγονεν ἐφεξῆc τῷ γεώδει cτοιχείῳ, (τοῦτο δ’ ἂν ὕδωρ εἴη), τὴν ἐφεξῆc τῇ τεταρταίᾳ περιόδῳ γεννᾶν, τὸ δὲ τούτῳ πάλιν ἐφεξῆc, (ὅπερ ἐcτὶν ἀήρ), τὴν ἀμφημερινήν,
5τὸ δὲ ὀξυκινητότατον, (ὅπερ εὔδηλον ὅτι πῦρ ἐcτιν), ἐργάζεcθαι τὸν cυνεχῆ πυρετόν. ἀλλὰ τούτου πιθανώτερόc ἐcτιν ὁ λόγοc ὁ τῷ φύcει θερμῷ cτοι‐ χείῳ, τουτέcτι τῷ πυρί, τὴν αἰτίαν ἀνατιθεὶc τῆc γενέcεωc αὐτῶν. οὐ γὰρ εὔλογον ὑπὸ τοῦ ψυχροῦ cτοιχείου πλεονάcαντοc ἐν τῷ cώ‐
10ματι τὸ θερμότατον πάθοc γίνεcθαι. 〈εἰ〉 τοίνυν εὔλογον μέν ἐcτι τοῦ θερμοῦ cτοιχείου τῇ πλεονεξίᾳ θερμὸν γίνεcθαι πάθοc, ἀλλήλων δὲ διαφέρουcιν οἱ πυρετοὶ ταῖc αὑτῶν διαφοραῖc, ἃc τῷ ποcῷ τῆc αἰτίαc ἀνατίθεcθαι προcήκει, τοῦτο δὴ εἰ cυγχωρήcομεν, ὁ μὲν cυν‐ εχέcτατόc τε καὶ θερμότατοc πυρετὸc ὑπὸ πλείcτου γενήcεται πυρόc,86
15ὁ δὲ ἐφεξῆc αὐτῷ δευτέραν ἕξει χώραν ἐν ποcότητι, καὶ τρίτην μὲν ὁ τριταῖοc, τετάρτην δὲ ὁ τεταρταῖοc, αἵ τε λύcειc αὐτῶν ἀκολούθωc ταῖc

15

.

171

αἰτίαιc ἔcονται, τάχιcται μὲν αἱ τοῦ θερ|μοτάτου πυρετοῦ, δεύτεραι δὲ κατὰ τὸν χρόνον αἱ τῶν ἀμφημερινῶν, καὶ τρίται αἱ τῶν τριταίων καὶ τέταρται αἱ τῶν τεταρταίων. ὥcθ’ ὅcον μὲν ἐπὶ τῷ πιθανῷ, καλῶc εἴρηται ταῦτα, τὸ δὲ ἐκ τῆc τῶν πραγμάτων ἱcτορίαc ἐλέγχει τὸν λόγον.
5ἐπὶ δὲ τῆc προγεγραμμένηc τῶν φλεβῶν ἀνατομῆc οὐδὲν ἔχων εἰπεῖν πιθανὸν ὁ cυνθεὶc αὐτὴν οὐχ ἓν ἢ δύο ἢ τρία φαίνεται ψευcάμενοc, ἀλλὰ πάνυ πολλὰ πρὸc τὸ μηδὲ κατὰ τύχην ἕν τι τῶν ἐν αὐτοῖc ἀλη‐ θῶc εἰρῆcθαι. θαυμαcτὸν οὖν ὅπωc ἐπ’ ἐκείνων μὲν οὐδὲν ἐμέμψαντο τῷ γρά‐
10ψαντι τὰ μετὰ τὸ Περὶ φύcεωc ἀνθρώπου μέχρι δεῦρο πάντα, νυνὶ δὲ μέμφονται καὶ διὰ τοῦτο αὐτοῖc οὐκέτι δοκεῖ τὸ βιβλίον Ἱππο‐ κράτουc εἶναι. Ϲαβίνου δὲ καὶ τῶν πλείcτων ἐξηγητῶν ἔτι καὶ τοῦτ’ ἄν τιc θαυμάcειεν, ὅτι τὰ παρεγγεγραμμένα πάντα ἐπαινοῦντεc ἀεὶ θαυμαcίωc εἰρῆcθαι τόδε τι τἀνδρὶ καὶ δαιμονίωc τόδε τι καὶ θείωc
15τόδε τι, νῦν ἐξαίφνηc ἐκείνων μὲν ἁπάντων ἐπελάθοντο, διὰ μίαν δ’ ἐναντιολογίαν οὐκέτ’ αὐτοῖc Ἱπποκράτουc εἶναι δοκεῖ τὸ βιβλίον,

15

.

172

ἀλλὰ μετακινοῦcιν ἐπὶ | Πόλυβον, ὡc αὐτοὶ μὲν ἀνεγνωκότεc τοὺc Ἀφοριcμοὺc καὶ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, οὐκ ἀνεγνωκότοc δὲ ταῦτα Πολύβου, ὃν ἀδύνατον ἦν μαθητὴν Ἱπποκράτουc ὄντα μὴ οὐ πολλάκιc μὲν ἀκηκοέναι παρ’ αὐτοῦ περὶ τῆc διαφορᾶc τῶν πυρετῶν,
5ἀνεγνωκέναι δὲ οὐκ ὀλιγάκιc αὐτοῦ τὰ cυγγράμματα cὺν τῷ καὶ αὐτὸν
ἐπὶ τῶν ἀρρωcτούντων τεθεᾶcθαι ταχυκρίcιμον μὲν τὸν τριταῖον, χρονί‐ ζοντα δὲ τὸν ἀμφημερινόν. οὐ γὰρ δὴ τῶν ἐπὶ τῆc Ἀλεξανδρείαc προφητευcάντων εἷc τιc ἦν ὁ Πόλυβοc, οἳ μηδένα πώποτε θεαcά‐ μενοι νοcοῦντα cτοχαcτικοῖc ἐπέτριβον οὐδὲν ὑγιὲc λέγοντεc οὐδ’ ὧν87
10οἱ τρίβωνεc ὁρῶcι φαινομένων ἐναργῶc ἐπὶ τῶν ἀρρωcτούντων. ὥcθ’ ὁ ταῦτα γράψαc ἢ τοιοῦτοc ἦν cοφιcτὴc ἢ πανοῦργοc ἄνθρωποc, ὡc ἔοικεν, παρεγγράψαc τὸ ψεῦδοc ἕνεκα τοῦ προcτρίψαcθαι ψόγον τῷ παλαιῷ. τοῦ δὲ νεώτερον εἶναι τὸν παρεγγράψαντα ταῦτα καὶ ἡ τοῦ cυνόχου προcηγορία τεκμήριόν ἐcτιν· οὐδαμόθι γὰρ οὔθ’ Ἱπποκρά‐
15τηc οὔτε τιc 〈ἄλλοc〉 τῶν παλαιῶν τὸν cυνεχῆ πυρετὸν ὠνόμαcε cύνοχον, ὥcπερ οὐδὲ “οὐρήματα” τὰ οὖρα, ἀλλὰ ταῦτα ὀνόματα

15

.

173

νεω|τέρων ἐcτὶν ἰατρῶν, ὅcοι τὴν παλαιὰν λέξιν ἠγνόηcαν. ἀπολιπόντεc οὖν ἤδη τὰ παρεγγεγραμμένα ταῦτα μεταβῶμεν ἐπὶ
τὸ Περὶ διαίτηc ὑγιεινῆc, ὃ Πολύβου φαcὶν εἶναι cύγγραμμα.88