TLG 0057 083 :: GALENUS :: De praenotione ad Posthumum (Epigenem) GALENUS Med., vel Claudius Galenus De praenotione ad Posthumum (Epigenem) Citation: Volume — page — (line) | ||
14.599(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΙ‐ | |
t2 | ΝΩΣΚΕΙΝ ΠΡΟΣ ΕΠΙΓΕΝΗΝ | |
---|---|---|
t3 | ΒΙΒΛΙΟΝ. | |
1 | Ὅσον μὲν ἐπὶ τοῖς πολλοῖς τῶν ἰατρῶν, ὦ Ἐπίγενες, ἀδύνατόν ἐστι προγινώσκειν τὰ τοῖς κάμνουσιν ἐσόμενα καθ’ ἑκάστην νόσον. ἀφ’ οὗ γὰρ οἱ τὸ δοκεῖν μᾶλλον ἢ εἶναι σπουδάσαντες οὐ κατὰ τὴν ἰατρι‐ | |
5 | κὴν μόνον, ἀλλὰ καὶ κατὰ τὰς ἄλλας τέχνας ἐπλεόνασαν, | |
ἠμέληται μὲν τὰ κάλλιστα τῶν τεχνῶν, ἤσκηται δ’ ἐξ ὧν | 599 | |
14.600 | ἄν τις εὐδοκιμήσειεν παρὰ τοῖς πολλοῖς, εἰπεῖν τι καὶ πρᾶ‐ ξαι πρὸς ἡδονὴν, κολακεύεσθαι, θωπευτικῶς προσαγορεύειν ἑκάστης ἡμέρας, τοὺς πλουτοῦντάς τε καὶ δυναμένους ἐν ταῖς πόλεσι συμπροέρχεσθαι, παραπέμπειν προερχομένους | |
5 | οἴκαδε, δορυφορεῖν ἐν τοῖς δείπνοις, βωμολοχεύεσθαι. τινὲς δ’ αὐτῶν οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τῇ τῶν ἱματίων καὶ δακτυλίων πολυτελείᾳ καὶ τῷ πλήθει τῶν ἀκολουθούντων καὶ σκευῶν ἀργυρῶν παρασκευῇ τοὺς ἰδιώτας ἀναπείθουσιν, ὡς ἀξιοζήλωτοί τινες ὄντες. ἐκ τούτων οὖν ἁπάντων τὰ μὲν | |
10 | ἥδοντες, τὰ δ’ ἐκπλήττοντες ἀνθρώπους ἀπείρους ἀληθινῆς κρίσεως πραγμάτων, ὡς μὲν οὗτοι νομίζουσιν, ἀγαθῶν πολ‐ λῶν τυγχάνουσιν, ὡς δ’ ἐγὼ φαίην ἂν οὕτως ὄντων ἀγαθῶν ἄλλων, αὐτοὶ ψευδῆ ὑπειλήφασιν. ἅτε δ’ ὄντες τοιοῦτοι, τἄλλα παρανομεῖν οὐκ ὀκνοῦσιν, ἐλαχίστῳ τε χρόνῳ τὰς | |
15 | τέχνας ἐπαγγελλόμενοι διδάσκειν ἀθροίζουσι πλῆθος μαθη‐ τῶν, ἐξ ὧν καὶ αὐτοὶ προσλαμβάνουσι τὸ δύνασθαι κατὰ τὰς πόλεις, ἐν αἷς διατρίβουσιν. αὕτη μὲν οὖν κοινὴ τῶν | |
τεχνῶν ἁπασῶν δυστυχία κατείληφε τὸν νῦν βίον. ἡ δὲ τῆς | 600 | |
14.601 | ἰατρικῆς ἐστι μὲν πολυειδὴς, ἀλλ’ ἕν τι τῶν κατ’ αὐτὴν ἔγνωκα προχειρίσασθαι τῶν ἐμοὶ μάλιστα διαφερόντων. ὅταν γάρ τις ἰατρὸς τῷ νόμῳ μεμαθηκότων αὐτὴν, ἢ πα‐ ραφροσύνην ἐσομένην ἐπινοσοῦντος, ἢ ῥῖγος, ἢ καταφορὰν, | |
5 | ἢ αἱμοῤῥαγίας, ἢ παρωτίδας, ἢ ἀπόστασιν ἄλλην ἐς ὁτιοῦν μέρος, ἢ ἔμετον, ἢ ἱδρῶτας, ἢ κοιλίαν ταραχθησομένην, ἢ συγκοπὴν, ἤ τι τῶν τοιούτων προείπῃ ἄλλο, ξένον τε καὶ τέρας τοῖς ἰδιώταις ὑπ’ ἀηθείας φαίνεται καὶ το‐ σοῦτον ἀποδεῖ τοῦ θαυμάζεσθαι παρ’ αὐτοῖς ὁ προειπὼν, | |
10 | ὥστε ἀγαπήσειεν ἂν, εἰ μὴ καὶ γόης τις εἶναι δόξειεν. ὀλί‐ γοι δέ τινες αὐτῶν οὐκ ἀπογινώσκουσι μὲν, ὡς ἀδυνάτου τῆς τοιαύτης θεωρίας· ἐρωτῶσι δ’ εὐθέως καὶ αὐτὸν τὸν προειπόντα καὶ τοὺς ἄλλους ἰατροὺς, εἰ καὶ τοῖς ἔμπροσθεν εὕρηταί τι τοιοῦτον, ἢ μόνον αὐτοῦ τοῦ προειπόντος ἐστὶν | |
15 | εὕρημα. τοὐντεῦθεν οὖν ἀναγκαῖον γίγνεται τοὺς μὲν ἰα‐ τροὺς ἀποκρυπτομένους σφετέραν ἀμαθείαν, ἴσως δέ τινας | |
καὶ ὄντως ἀγνοοῦντας, οὐδενὶ φάναι τῶν ἔμπροσθεν οὐδὲν | 601 | |
14.602 | τοιοῦτο γεγράφθαι, γόητα δ’ εἶναι τὸν ἐπιδεικνύμενον τοι‐ αύτην πρόῤῥησιν. αὐτὸν δὲ τὸν προειπόντα, μήθ’ ὅτι γέ‐ γραπται πολλοῖς τῶν ἔμπροσθεν καὶ μάλιστα τῷ Ἱπποκρά‐ τει, τῷ πάντων ἡμῖν τῶν καλῶν ἡγεμόνι, τολμᾷν εἰπεῖν | |
5 | αἰδοῖ τε ἅμα τῶν παρόντων ἰατρῶν καὶ μίσους ὑποψίᾳ, μήθ’ ὡς αὐτὸς εὑρηκὼς εἴη, ψεύδεσθαι γὰρ οὕτως καὶ μᾶλ‐ λον μισηθήσεσθαι πρὸς αὐτῶν. ἄπορον δὴ πανταχόθεν ἐρώ‐ τημά τις ὑπεχόμενος, ὀκνῶν οἶμαι καὶ διαβουλευόμενος, αὐ‐ ξάνει μὲν τὴν τῆς γοητείας ὑποψίαν αὐτῷ τῷ μέλλειν ἀεὶ, | |
10 | τελευταῖον δὲ φθόνον ὑφ’ ἑαυτὸν ἤγειρεν, ὥστ’ ἐπιβουλεύ‐ εσθαι πρὸς αὐτῶν. πρώτη μέντοι τῆς φαρμακείας ἐνέδρα· δευτέρα δὲ ᾗ Κόϊντος ἥλω, βελτίων μὲν ὢν ἰατρὸς τῶν καθ’ ἑαυτὸν, ἐκβληθεὶς δὲ τῆς πόλεως, ὡς ἀναιρῶν τοὺς νοσοῦν‐ τας, ὥστε δυοῖν θάτερον ἀναγκαῖον γίνεται παθεῖν τὸν | |
15 | φιλοσόφως τὴν τέχνην μετιόντα καὶ τῶν Ἀσκληπιαδῶν ἀξίως ἢ παραπλησίως Κοΐντῳ φαγαδευθέντων, λαμπρὰ τῆς | |
αἰσθήσεως τὰ ἐπίχειρα κομίσασθαι ἢ διαβαλλόμενόν γε φα‐ | 602 | |
14.603 | νερῶς, εἰ μὲν ἀτολμηρότερος εἴη, τὰ δὲ ἀπολογούμενον, τὰ δὲ ὑποπτήσσοντα, λαγῶ βίον ζῇν, ἀεὶ τρέμοντα καὶ τί πεί‐ σεσθαι προσδοκῶντα, πρὸς τῷ καὶ τὴν τῆς γοητείας ὑπο‐ ψίαν αὐξάνειν. εἰ δ’ εὐτονώτερος ὢν ὁμόσε χωρεῖ καὶ δια‐ | |
5 | μάχεται μόνος πολλοῖς πανούργοις ἀνθρώποις καὶ πολλοὺς ἀδοκιμωτάτους τρόπους ἠσκηκόσιν αὐτὸς ἐκ παιδείας καὶ μαθημάτων ὁρμώμενος καὶ τῶν τοιούτων ἄπειρος κακῶν, ἤτοι κατὰ κράτος ἁλόντα, γενέσθαι τὸ λοιπὸν ἐπ’ ἐκείνοις, ὅ τι ἂν αὐτῷ χρῆσθαι βουληθῶσιν, ἢ εἴπερ ἐπὶ πλέον ἀν‐ | |
10 | τέχοι καὶ διαγωνίζοιτο, τύχῃ τινὶ χρησάμενος θαυμαστῇ. τὸ μὲν οὖν ἀεὶ πολεμεῖν τε καὶ πολεμεῖσθαι τὸν χείριστον τῶν πολέμων, ὃν ὀνομάζουσιν ἐμφύλιον, ἐκφεύγειν μὴ δύνασθαι. συμβαίνειν οὖν ἀναγκαῖον πολλοῖς τῶν οὕτως παρεσκευασμέ‐ νων καὶ τῶν ἄλλων ὅσοι τετιμήκασιν ἀλήθειαν εἰλικρινῶς, | |
15 | οὐ διὰ τί τῶν ἔξωθεν, ἀλλ’ αὐτὴν δι’ ἑαυτῆς, ὅταν ἅπαξ πειραθῶσι τῆς κατεχούσης τὸν νῦν βίον ἀδικίας καὶ γνῶσι σαφῶς, ὡς οὐδὲν ἔσονται τοῖς ἀνθρώποις ὄφελος, ἐξαναχω‐ | |
ρεῖν τοῦ τῶν πολλῶν συρφετοῦ καὶ ὥσπερ χειμῶνι μεγάλῳ | 603 | |
14.604 | καὶ ζάλῃ πνευμάτων, ἑαυτοὺς γοῦν σῶσαι σπεύδοντας. οὗτοι δὲ τοῖς πολλοῖς μὲν ἄγνωστοι, γνώριμοι δὲ καὶ φίλοι μά‐ λιστα μὲν καὶ πρῶτον θεοῖς, εἶτα τῶν ἀνθρώπων τοῖς ἀρί‐ στοις ἐν ἡσυχίᾳ βιοῦσιν, ἐπιτρέψαντες τοῖς πανούργοις εὐ‐ | |
5 | δοκιμεῖν παρὰ τοῖς πολλοῖς ἀνθρώποις. ἁπάντων δὲ τού‐ των τὰ αἴτια τοῖς ἀνθρώποις ἐστὶ, τῶν πλουτούντων ἐν ταῖς πόλεσι καὶ δυναμένων ἡ τρυφή. οἱ περαιτέρω ἡδονὴν ἀρετῆς τετιμηκότες ἐν οὐδενὶ λόγῳ τίθενται τούς τι καλὸν ἐγνωκότας, τοῖς δὲ ἄλλοις ὑφηγήσασθαι δυναμένους. ὅλοι δ’ | |
10 | ἐπὶ τοῖς τὰς ἡδονὰς ἐκπορίζουσίν εἰσι καὶ τούτους πλουτί‐ ζουσι καὶ θαυμάζουσι καὶ ὑψηλοὺς αἴρουσιν, ὥστε τῶν μὲν ὀρχηστῶν καὶ τῶν ἡνιόχων εἰκόνας ποιοῦνται, τοῖς τῶν θεῶν ἀγάλμασι συνέδρους. τοὺς δ’ ἀπὸ τῶν μαθη‐ μάτων τοσαῦτα τιμῶσιν, ὅσα τῆς χρείας αὐτῶν δέονται. τὸ | |
15 | γὰρ ἐν ἑκάστῳ καλὸν οὐ θεωροῦσιν, οὔτε τῶν δεινῶν αὐ‐ τῶν ἀνέχονται, ἀλλὰ γεωμετρίας μὲν καὶ ἀριθμητικῆς ὅσον εἰς ἀναλωμάτων λογισμοὺς καὶ οἰκίας κατασκευὴν, ἀστρονο‐ | |
μίας δὲ καὶ μαντικῆς ὅσον εἰς τὸ προγνῶναι τίνων κλη‐ | 604 | |
14.605 | ρονομήσουσι χρῄζουσιν, ὥσπερ γε καὶ μουσικῆς· ὅσον εἰς ἡδονὴν ἀκοῆς. τὴν δὲ τούτων συμπάντων τὸ κῦρος ἔχουσαν φιλοσοφίαν, ἀποδεικτικῆς θεωρίας οὐδὲν αὐτοῖς μέλει, πλὴν ὅσον ἡ χρεία προσάγει τινὰς τῶν ῥητορικῶν ἀνδρῶν, ὀρ‐ | |
5 | γάνῳ πανούργῳ, τῇ σοφιστικῆ καλουμένῃ χρῆσθαι θεωρίᾳ. φιλοσοφίας γὰρ αὐτῆς οὐδὲν ἐπαΐουσιν, ἀλλὰ πάντων μαθημάτων ἀχρηστότατον τοῦτο νενομίκασιν ὁμοίως τῷ κέγ‐ χρον τρυπᾷν. οὗτοι τοίνυν εἰσὶν οἳ καὶ τῆς ἰατρικῆς τὴν ἀναγκαίαν χρείαν ὁρῶσι μόνην, οὐδὲ ταύτην ὀρθῶς. ἀλλ’ | |
10 | ὡς Πλάτων πού φησιν, εἰ δέοι κρίνεσθαι παρὰ παισὶν, ἢ ἀνθρώποις ἄφροσιν ἰατρὸν καὶ μάγειρον, ὁ μάγειρος ἂν οὐκ ὀλίγῳ δή τινι πλέον ἐνέγκαιτο. Ταῦτ’ οὖν ἐγὼ ἀγνοῶν, κατὰ τὴν προτέραν ἐπιδημίαν ἐν Ῥώμῃ μοι γενομένην οὐδὲν ὑφορώμενος ἐπε‐ | |
15 | δεικνύμην οὐ διὰ λόγων ψιλῶν, ἀλλὰ τοῖς ἔργοις τάς τε τῶν ἐσομένων προγνώσεις καὶ τὰς θεραπείας ἄχρι τοῦ γε‐ νέσθαι τι τοιοῦτον, ὡς ἐπίστασαι σὺ ὁ μάλιστα παρὼν τῇ | |
νόσῳ πάσῃ, μέχρι τέλους ἀπ’ ἀρχῆς Εὐδήμου τοῦ περιπα‐ | 605 | |
14.606 | τητικοῦ φιλοσόφου. ἤρξατο μὲν γὰρ ἡμέρᾳ τινι μετὰ λου‐ τρὸν ἀνωμαλία τις αὐτῷ, φρίκη δ’ ἀπὸ ὥρας ὀγδόης, δι’ ἧς ἀναγκασθεὶς ἀσιτῆσαι, κατὰ τὴν ὑστεραίαν ἀμέμπτως διάγων ὑπέλαβεν ἀσφαλέστερον εἶναι τὴν ὀγδόην ὥραν | |
5 | ὑπερβάλλειν. ὡς δ’ οὐ κατ’ αὐτὴν ἀπήντησέ τι δυσχερὲς ἀντήσαντί γε μέχρι τῆς ἐνάτης καὶ πρόσω οὐδεμία παραλ‐ λαγή τις ἐφαίνετο, λουσάμενός τε καὶ βραχέα προσενεγκάμε‐ νος ἐπὶ τῇ τρίτῃ ἡμέρᾳ συνεγένετο μὲν, ὡς ἔθος, ἡμῖν. ἀσφαλείας δ’ ἕνεκεν ἔδοξεν αὐτῷ καὶ κατ’ ἐκείνην ὑπερβάλ‐ | |
10 | λειν τὰς ὑπόπτους ὥρας. ἐλούσατο οὖν μετὰ τὴν ὀγδόην καὶ τραφεὶς εὐφόρως ἐπέπειστο μηδὲν αὐτῷ γενήσεσθαι δυσχε‐ ρές. ἐν τῇ τετάρτῃ δὲ τῶν ἡμερῶν, ἐν ᾗ συγγενόμενος ἡμῖν ἐπὶ τὸ βαλανεῖον ἐστέλλετο, μειδιάσας τε ἅμα καὶ ἀποβλέ‐ ψας πρός σε, πότερα, ἔφη, καὶ κατὰ τήνδε τὴν ἡμέραν τε‐ | |
15 | τάρτην οὖσαν ἀσφαλέστερόν ἐστιν ὑπερβάλλειν τὴν ὀγδόην ὥραν ἢ τῷ λουτρῷ χρηστέον ἤδη; σὺ μὲν οὖν, ὡς οὐδενὸς ἐσομένου δυσχεροῦς, ἐκέλευσας ἐπιέναι λουσόμενον, οἵ τ’ | |
ἄλλοι πάντες οἱ παρόντες, ἐγὼ δ’ ἐσιώπων μόνος. ἐρομένῳ | 606 | |
14.607 | δὲ αὐτῷ περὶ τῆς σιωπῆς ἀπεκρινάμην οὐκ εἶναί μοι τε‐ λέως ἀνύποπτον ἀρχὴν γεγονέναι τεταρταίας περιόδου κατὰ τὴν πρώτην ἡμέραν, ἡνίκα με τὸν σφυγμὸν ἐκέλευσας ἅψα‐ σθαι. τὸ δὲ μὴ προεγνωκέναι μέ ποτε τὸν κατὰ φύσιν σου | |
5 | σφυγμὸν ὁποῖός τις ἦν, οὗ χωρὶς οὐχ οἷόν τε τὰς βραχείας αὐτοῦ μεταβολὰς εἰς τὸ παρὰ φύσιν ἐπιγνῶναι, σαφῶς οὐδὲν ἀπεφηνάμην, ὥσπερ οὐδὲ νῦν πλέον ἔχω τι τῆς τότε μοι γενομένης ὑποψίας εἰπεῖν. ἐλούσατό τε οὖν εὐφόρως καὶ ἐτράφη μετρίως, εἶτα περὶ τὴν ἑσπέραν μετακαλεσάμενός | |
10 | με καὶ πάλιν τὸν σφυγμὸν αὐτοῦ κελεύσας ἅψασθαι, τὴν αὐτὴν ἀπόφασιν ἤκουσεν ἣν πρὸ τοῦ λουτροῦ, καὶ μᾶλλον ἔτι θαῤῥαλεώτερον, ἢ τότε. διὰ τοῦτο οὖν ἔδοξε τὴν ἑξῆς ἡμέραν, ἑβδόμην μὲν ἀπὸ τῆς ἀρχῆς ἐσομένην, τετάρ‐ την δὲ ἀπ’ ἐκείνης, ἀκριβέστερον παραφυλάξαι καὶ διατρί‐ | |
15 | ψας ἐπὶ τῆς οἰκίας ἐλούσατό τε καὶ σιτίων προσηνέγκατο πλειόνων, ὡς οἶσθα, τελέως ἀπύρετον αὐτὸν εἶναι φάντων. ἐγὼ μὲν οὖν ἐρομένῳ σοι, μέμνησαι γὰρ πάντως καὶ τοῦτο, | |
τὴν ὑποψίαν μοι νῦν φήσας, ὡς μικροτάτης τινὸς αὐτῷ τε‐ | 607 | |
14.608 | ταρταίας περιόδου προοίμιον εἴη συμβαῖνον. ἐχωρίσθην ἔχων ἐπισκοπεῖσθαί τινα περὶ τὴν ἑσπέραν ἄῤῥωστον οὐκ ἐγγὺς οἰκοῦντα. λουσάμενος δ’ Εὔδημος ἐτράφη μὲν εὐθέως, οὐ μετὰ πολὺ δὲ θερμασίας ᾔσθετο δι’ ὅλου τοῦ σώματος, ἣν | |
5 | ἐν τῷ ποθέντι πόματι γεγονέναι νομίσας. οἴνου γὰρ πα‐ λαιοῦ προσηνέγκατο κατὰ τὴν ὑστεραίαν αὐτὸ τοῦτο διηγή‐ σατο τοῖς συνήθεσιν ἰατροῖς, αἰτιασαμένων τε κᾀκείνων ἑτοίμως τὸν οἶνον, οὐδὲν ἔτι νομίσας ἔσεσθαι δυσχερὲς ἐν τῇ τετάρτῃ μετὰ τὴν γενομένην θερμασίαν, ἐλούσατό τε καὶ | |
10 | διῃτήθη τῷ συνήθει τρόπῳ, σαφῶς δὲ πυρέττειν ἀρξάμενος, ἐπείσθη τεταρταίου μὲν εἶναι περίοδον. ἐπῄνει δὲ τοὐντεῦ‐ θεν ἐμὲ μόνον, ὡς ἀκριβῶς ἁπτόμενον σφυγμοῦ κατὰ τὸν ἔμπροσθεν χρόνον, ἐν φιλοσοφίας θεωρίᾳ μόνῃ πεπεισμένος ἀξιόλογον ἕξιν εἶναί μοι, τῶν δὲ κατὰ τὴν ἰατρικὴν ἐν | |
15 | παρέργῳ πεφροντικέναι. καὶ γὰρ ἐπέπειστο τοῦ πατρὸς ἐπὶ φιλοσοφίαν ἄγοντός με, προσταχθὲν αὐτῷ δι’ ὀνείρων ἐναρ‐ γῶν, ἐκδιδάξαι καὶ τὰ τῆς ἰατρικῆς, οὐχ ὡς πάρεργόν τι | |
μάθημα τοῦτο. συνέβη μοι γεγονέναι τότε κατά τινα τύχην, | 608 | |
14.609 | ὡς οἶσθα καὶ αὐτὸς, νενοσηκότος τινὸς ἀνθρώπου κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου νόσον ὀξεῖαν, εἶτα κατὰ τὴν ἀνάλη‐ ψιν, ἀρξαμένου περὶ πέμπτην ὥραν πυρέττειν, θεασάμενον τὸν ἄνθρωπον ἀποφήνασθαί σοι παρόντι σαφεστάτην εἰσβο‐ | |
5 | λὴν εἶναι τεταρταίου περιόδου. ὁπότε γὰρ κατὰ τὴν ἀναλο‐ γίαν ἡ διὰ τὴν τετάρτην ἀνταπόδοσις ἐγένετο, πυθόμενος παρὰ σοῦ τὴν γενομένην πρόῤῥησιν ὁ Εὔδημος, ἔτι μᾶλλον ἐπείσθη προσέχειν ἐμοί· ὥστε ἐπειδὰν προύβαινεν ὁ κατὰ τὴν περίοδον παροξυσμὸς εἰς μέγεθος, ἀθροίσας τοὺς ἀρί‐ | |
10 | στους τῶν κατὰ τὴν πόλιν ἰατρῶν ἠξίωσε σκέψασθαι περὶ τῆς θεραπείας τοῦ νοσήματος. ἐγὼ δὲ ἑκὼν ἀπελείφθην, οὐ βουλόμενος ἁμιλλᾶσθαι διὰ λόγων αὐτοῖς. ὡς δὲ τοῖς ἐνδο‐ ξοτάτοις αὐτῶν ἔδοξε τῆς θηριακῆς αὐτὸν πιεῖν, ἕωθεν ἐκείνῃ τῶν ἡμερῶν, ἐν ᾗ προσδοκώμενος ἦν ὁ διὰ τῆς τε‐ | |
15 | τάρτης παροξυσμὸς ἔσεσθαι, χωρισθέντων αὐτῶν, ὡς οἶσθα, σοῦ παρόντος, ἐπυνθάνετό μου τίνα τὴν ἐλπίδα τῆς τοῦ φαρμάκου χρήσεως ἔχοιμι. γινώσκεις οὖν ὅπως ἀπεκρινάμην | |
αὐτῷ μηδὲν ἀμφιβάλλων ὡς οὐ μόνον οὐδὲν ὀνήσει τὸ φάρ‐ | 609 | |
14.610 | μακον, ἀλλὰ καὶ διπλοῦν ἐργάσεται τὸν τεταρταῖον. καὶ τήν γ’ αἰτίαν ἐρωτήσαντος αὐτοῦ, δι’ ἣν οὕτως ἀπεκρινάμην, ἄπεπτον ἔφην ἔτι εἶναι τὸ νόσημα, τό τε φάρμακον τοῦτο κακοχυμίαν ἄπεπτον καὶ μάλιστα ἐν χειμῶνος ἀρχῇ, μέχρι | |
5 | μὲν τοῦ ταράξαι δύνασθαι προσαγαγεῖν, οὐ μὴν οὔτε πέ‐ ψαι τελέως οὔτε διαφορῆσαι. ταῦτα μὲν οὖν ἀπεκρινάμην ἐγὼ τῷ Εὐδήμῳ. κατὰ δὲ τὴν ὑστεραίαν ἕωθεν ἀφικόμενοι πρὸς αὐτὸν, οὐδέπω παρόντων ἡμῶν, ἔδοσαν τὸ φάρμακον αἰδεσθέντος διηγήσασθαι τὰ ὑπ’ ἐμοῦ λεγόμενα αὐτῷ καὶ | |
10 | ἅμα θεασάμενος μετ’ ἐνστάσεως, ὡς ὑποσχομένους τοὺς ἀφικνουμένους ἰατροὺς ἅπαντας, ὀνήσειν αὐτὸν οὐ σμικρὰ τὴν τοῦ φαρμάκου προσφοράν. γενομένου δὲ τοῦ παροξυσμοῦ κατὰ τὴν αὐτὴν ὥραν, ἐνίοτε συμβαίνειν οὕτως ἔφασαν ἐπὶ τῆς πρώτης πόσεως, ὡς κινεῖσθαι καὶ μοχλεύεσθαι τὸ νό‐ | |
15 | σημα. δεύτερον δὲ πιόντα ἀπαλλάττεσθαι τελέως, εἰ κατὰ τὴν ἡμέραν, ἐν ᾗ προσδοκᾶται γενησόμενος ὁ διὰ τε‐ τάρτης παροξυσμὸς, ὁμοίως ἕωθεν αὐτοῦ προσενέγκαιτο. | |
ἐκεῖνοι μὲν οὖν οὕτως εἰπόντες ἐχωρίσθησαν εὐέλπιδες. οὐ | 610 | |
14.611 | περιμείνας δὲ τὴν ἑξῆς περίοδον ὁ τεταρταῖος ἀπροσδοκή‐ τως ἐνέβαλε τὴν ὀγδόην ὥραν, ἰσχυρότερος ἢ κατὰ τὴν προτέραν ἡμέραν ἐγεγόνει. ἐλθοῦσιν οὖν ἕωθεν αὐτοῖς, ὡς οἶσθα, δεύτερον ἐδόκει διδόναι τοῦ φαρμάκου. καὶ δὴ καὶ | |
5 | δόντες ἐπὶ τῆς ἡμέρας ἀνάλογον τῷ προτέρῳ παροξυσμῷ τὸ φάρμακον ἐχωρίσθησαν. ὁ γοῦν ἀνάλογος τῷ προτέρῳ παρο‐ ξυσμῷ κατ’ αὐτὸν ἀπήντησε καὶ ὁ μετ’ αὐτὸν ἐπιγενόμενος δεύτερον· ἐφ’ ᾧ κατὰ τὴν ἑσπέραν ἐπυνθάνετό μου τίνα προσδοκίαν ἔχοιμι τῶν μελλόντων. ἐγὼ δὲ, ὡς οἶσθα, κατα‐ | |
10 | μαθὼν αὐτοῦ τὴν κίνησιν τῶν ἀρτηριῶν, νῦν μὲν, ἔφην, ἀποκρίνασθαί σοί τι πρὸς τὴν ἐρώτησιν ἀσφαλῶς ἀδύνατος ὑπάρχω, ἕωθεν δὲ τάχα ἂν δυνηθείην, θεασάμενος ἅπαντα τὰ διὰ τῆς νυκτὸς οὐρηθησόμενα. παραγενόμενος οὖν ὑπὸ τῆς ἕω καὶ θεασάμενος αὐτὰ, ἐαθῆναί τε κελεύσας | |
15 | αὖθις, ἐὰν οὐρήσῃ τι μεταξὺ, περὶ τετάρτην ὥραν ἔφην ἀφίξεσθαι. καὶ μὴν καὶ παραγενόμενος, ὡς ἐθεασάμην τε τὰ οὖρα καὶ τῶν σφυγμῶν ἐπὶ πλέον ἡψάμην, ἀπεφηνάμην αὐτῷ τρίτον τεταρταίου γενήσεσθαι παροξυσμὸν, ὡς περὶ | |
τὴν αὐτὴν ὥραν. ἐγὼ μὲν οὖν ἐχωρίσθην· ὀλίγον δ’ ὕστερον | 611 | |
14.612 | ἐπισκεψόμενοι τὸν Εὔδημον ἀφίκοντο Σέργιός τε καὶ ὁ Παῦλος, ὃς οὐ μετὰ πολὺν χρόνον ὕπαρχος ἐγένετο τῆς πόλεως, καὶ Φλάβιος ὑπατικὸς μὲν ὢν ἤδη καὶ αὐτὸς, ἐσπευ‐ κὼς δὲ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν, ὥσπερ καὶ ὁ | |
5 | Παῦλος, οἷς διηγησάμενος ἅπαντα ὁ Εὔδημος τὰ κατ’ ἐμὲ, λυπεῖν ἔφη τὴν σήμερον ἐσομένην πρόῤῥησιν ἐπὶ τοῦ μέλ‐ λοντος παροξυσμοῦ, παραφυλάττειν δ’ ὅπως ἀποβήσοιτο. γενομένου δὲ κᾀκείνου περὶ τὴν αὐτὴν ὥραν τοῖς προγεγενη‐ μένοις ὁ μὲν Εὔδημος ἐθαύμαζέ τε καὶ τοῖς ἐπισκοπουμέ‐ | |
10 | νοις αὐτὸν ἅπασιν ἐδήλου τὰς ἐμὰς προῤῥήσεις. ἦσαν δὲ οὗτοι σχεδὸν ἅπαντες οἱ κατὰ τὴν Ῥωμαίων πόλιν ἀξιώ‐ ματί τε καὶ παιδείᾳ προὔχοντες. ὁ δ’ οὖν Βοηθὸς, ἀκηκοὼς εἰς ἄκρον ἠσκῆσθαί με τὴν ἀνατομικὴν θεωρίαν, ἔτυχεν ἤδη παρακαλῶν ἐπιδεῖξαί τι περὶ φωνῆς τε καὶ ἀναπνοῆς, | |
15 | ὅπως τε γίγνοιτο καὶ διὰ τίνων ὀργάνων. ὡς οὖν ἐγνώρισέ μου τὸ ὄνομα καὶ τοῦτ’ αὐτὸ τῷ τε Παύλῳ διηγήσατο καὶ μετὰ τὴν πεῖραν ἔφη παρακαλεῖν με, δεῖξαί τε καὶ αὐτῷ· | |
πᾶν γὰρ ἔφη δεῖσθαι τῆς θέας τῶν κατὰ τὰς ἀνατομὰς φαι‐ | 612 | |
14.613 | νομένων ὁ Παῦλος. ὁμοίως δὲ καὶ Βάρβαρος ὁ θεῖος τοῦ βασιλεύοντος Λευκίου, κατὰ τὴν Μεσοποταμίαν ὀνομαζομέ‐ νην ὄντος ὑπάρχου, ἐδεῖτο τοῦ μαθήματος καὶ αὐτὸς, ὥσπερ ὁ Παῦλος. ὕστερον δὲ καὶ Σεβῆρος ὕπατος μὲν ὢν, ἐσπου‐ | |
5 | δακὼς δὲ καὶ περὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν. ὅπως μὲν οὖν τὰ κατὰ τὰς ἀνατομὰς ἐγένετο, γινώσκοντί σοι βραχείας ἀναμνήσεως δεήσει, μικρὸν ὕστερον ἐσομένης. Ἐπὶ δὲ τὰ κατὰ Εὔδημον ἐπάνειμι. κατα‐ πονούμενος γὰρ ὑπὸ τῶν τριῶν τεταρταίων ἀπήλπιστο πρὸς | |
10 | τῶν ἰατρῶν ὄντος ἤδη που μέσου χειμῶνος. ἐγὼ δὲ οἷα δι‐ δασκάλῳ μὲν, ἀλλὰ καὶ κατὰ τύχην οἰκῶν αὐτοῦ πλησίον, ἀνάγκην εἶχον ὑπακούειν δὶς τῆς ἡμέρας καλοῦντι. καταγελῶν δέ μου κατὰ τὸν καιρὸν ἐκεῖνον Ἀντιγένης εἷς τῶν Κοΐντου μαθητῶν, συγγεγονὼς δὲ καὶ Μαρίνῳ, πρω‐ | |
15 | τεύειν τε τῶν ἰατρῶν πεπιστευμένος, ἅπαντάς τε τοὺς πολὺ δυναμένους ἰώμενος, οὐκ οἶδ’ ὅ τι δόξαν αὐτῷ τοῖς ἐπαι‐ νοῦσι καταγελῶν ἔφασκεν, ὀλίγον ὕστερον αὐτοὺς γνώσεσθαι | |
τίνα τυγχάνουσιν ἐπαινοῦντες, ὅταν ἐκφερόμενον ἴδωσιν Εὔ‐ | 613 | |
14.614 | δημον καὶ ταῦτα λέγων πρὸς τοὺς παρόντας ἰδιώτας, ἀπο‐ στρέφων ἐνίοτε μὲν τὸν λόγον, ἀποβλέπων τε πρὸς τοὺς ἰατροὺς ἔφασκεν, Εὔδημον ἑξηκοστὸν καὶ τρίτον ἔτος ἄγον‐ τα, τρεῖς ἔχοντα τεταρταίους ἐν μέσῳ χειμῶνος, θεραπεύειν | |
5 | ὑπισχνεῖται Γαληνός. σὺ μὲν οὖν, Ἐπίγενες φίλτατε, τάς τε μετὰ ταῦτα γενομένας προῤῥήσεις ἐπ’ αὐτοῦ καὶ τὴν θερα‐ πείαν οἶδ’ ὅτι κηρύττων διετέλεσας. ἐμοὶ δ’ ἀρχὴ φθόνου τότε πρῶτον ἐγένετο, θαυμαζομένῳ ἐπί τε βίου σεμνότητι καὶ τοῖς κατὰ τὴν τέχνην ἔργοις. ἐκ γὰρ τῶν τριῶν τεταρ‐ | |
10 | ταίων τὸν μὲν πρῶτον ἀρξάμενον ἐν τῇδε παύσασθαι τῇ ἡμέρᾳ προειπὼν ἐθαυμάσθην· ἐπεὶ δὲ καὶ τοῦ δευτέρου τὴν προθεσμίαν τῆς λύσεως ἠλήθευσα, ἅπαντες μὲν ἐξεπλάγη‐ σαν· ἐπὶ τοῦ τρίτου γοῦν ἀποτυχεῖν με τοῖς θεοῖς ηὔχοντο. παυσαμένου δὲ κᾀκείνου κατὰ τὴν ὑπ’ ἐμοῦ προῤῥηθεῖσαν | |
15 | ἡμέραν, οὐκ ἐπὶ ταῖς προῤῥήσεσι μόνον, ἀλλὰ καὶ τῇ θερα‐ πείᾳ δόξαν ἔσχον οὐ σμικράν. ὁ οὖν Ἀντιγένης μονονοὺ κατὰ γῆς ἐδύετο διὰ τὰς προπετῶς αὐτῷ γενομένας εἰς | |
ἐμὲ βλασφημίας· ὁμοίως δ’ αὐτῷ καὶ Μαρτιανὸς, οὗ καὶ | 614 | |
14.615 | αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι δὲ πρότερον ὡς ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις ἦν. ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς ἐφ’ οἷς Εὔδημος οὐ μόνον | |
5 | ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ θαυ‐ μάζεσθαι δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις, ἀλλ’ ἐκ μαντικῆς γίνεσθαι ταύτας ὑπ’ ἐμοῦ διέβαλε. καὶ τήν γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων τινῶν, ἐνίοτε μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ’ ὅτε | |
10 | συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐ‐ δήμῳ τοιοῦτον ἐγένετο, τοῦ τρίτου τῶν τεταρταίων τῆς ἡμέρας ἐνστάσεις, ἐν ᾗ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρή‐ κειν ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδη‐ μον ὥρας ἐνάτης, οὐ σμικρῷ σφοδρότερον, ἀλλὰ καὶ πάνυ | |
15 | πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φα‐ νερῶς ἐνδεικνύμενος ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς | |
προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας ὁποίας | 615 | |
14.616 | οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφα‐ λησομένῳ μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ | |
5 | τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου τῶν τεταρταίων ἀτυχῆσαί με τῆς τε προῤῥήσεως καὶ τῆς ἀπ’ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους ἀπο‐ φήνασθαι πῶς ἔχειν αὐτοῖς τὰ κατ’ αὐτὸν δοκοίη, τὴν δ’ αὐτὴν ἀπόκρισιν ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ | |
10 | προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ, φαιδροτέροις γε‐ γονόσιν, ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀπο‐ τετευγμένης τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ’ ἐχρό‐ νιζον ἐγὼ παρὰ τὸ ἔθος ἐν ἐπισκέψει τινι κατεχόμενος, ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην, | |
15 | ἐπικριθῆναι τὴν εὐφορίαν ἣν εἶχεν ὑπ’ ἐμοῦ βου‐ λόμενος. ὡς δ’ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας ἐξέτεινε τὴν χεῖρα, κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψα‐ | |
μένου δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε ἀγγέλλοιμι. | 616 | |
14.617 | κᾀγὼ μειδιάσας, τί ἄλλο, ἔφην, ἢ ἀγαθά; ποῖα, εἶπε, ταῦτα ἰδικῶς μοι φράσον. ἐγὼ δ’, οὐκ ἀρκέσει, ἔφην, σοὶ τὸ κε‐ φάλαιον αὐτὸ ἀθρόως ἀκηκοότι χαίρειν ἐπὶ τοῖς ἐσομένοις; οὐδαμῶς, εἶπεν. ἀκοῦσαι γὰρ ποθῶ καὶ τὰ κατὰ μέρος. | |
5 | ἄκουε δή· ἀπαλλαγήσῃ τῇ νυκτὶ ταύτῃ τελέως ἁπάσης τῆς νοσώδους διαθέσεως, ἧς ἀπαλλαγείσης, τῶν τ’ ἐπιγενομένων καὶ τῶν ἐσομένων αὐτῇ συμπτωμάτων ἁπάντων ἡ λύσις ἀκολουθήσει. καὶ τοῦτ’ ἔφην ἄρτι μοι διὰ σφυγμῶν δεδη‐ λωκέναι τὴν διοικοῦσάν σου τὸ σῶμα φύσιν ἐπεγηγερμένην | |
10 | ἤδη καὶ κινουμένην, ὡς ἐκβαλεῖν ἐκ τοῦ σώματος ἅπασαν οὖσαν ἔν σοι μοχθηρίαν τὴν ἐν τοῖς κατὰ τὸ σῶμα χυμοῖς. πῶς οὖν δὴ παρὰ τῆς φύσεως τοῦτο λέγεις σοι δεδηλῶσθαι; οὐ γὰρ δὴ φθεγξαμένη γε ταῦτ’ εἶπε, ἀπόκριναί μοι, πάν‐ τως γὰρ οἶσθα παρακολουθήσαντά με τῷ λόγῳ μᾶλλον ἁπάν‐ | |
15 | των τούτων ἰαλέμων ἰατρῶν. ὅτι τὴν κίνησιν, ἔφην, τῶν ἀρτηριῶν εἰς ὕψος ἀνήγαγεν, ἐπὶ πλέον τῆς ἐφ’ ἑκά‐ τερον διαστάσεως, ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐγχειροῦσα τὸ | |
λυποῦν ἐκκρίνειν τοῦ σώματος. ἐπὶ τούτοις ῥηθεῖσιν ὁ Εὔ‐ | 617 | |
14.618 | δημος ὑπολαβὼν ἔφη, ἀλλ’ ἐπεὶ πολλαὶ τῆς ἐκκρίσεως ὁδοὶ τετάχαται τῇ φύσει· καὶ γὰρ ἔμετος καὶ γαστὴρ καταῤῥήξασα, τάχα δὲ καὶ οὔρων πλῆθος, ἱδρώτων τε πολλῶν ἐκκρίσεις, αἱμοῤῥαγία τε καὶ συνήθης αἱμοῤῥοῒς ἀναστομωθεῖσα κέ‐ | |
5 | νωσιν ἀθρόαν ἐργάζεται· τῆς σῆς ἂν εἴη τέχνης ἔργον οἰ‐ κεῖον ἑρμηνεῦσαί μοι τὸ τῆς κενώσεως εἶδος. αἱμοῤῥαγίας μὲν οὖν, ἔφην, ἐσομένης τάδε καὶ τάδε προηγεῖται σημεῖα, καθάπερ γε καὶ ἱδρώτων ταυτί. προσέθηκα δ’ ἐν τῷ λόγῳ καὶ τὰ τῶν ἐμέτων προηγούμενα. τῆς δὲ διὰ τῆς κάτω | |
10 | γαστρὸς κενώσεως ἀθρόας κριτικῆς οὐδὲν ἔχομεν ἴδιον ἐξαί‐ ρετον σημεῖον, ἀλλ’ ἐκ τοῦ μηδὲν τῶν ἄλλων παρεῖναι κα‐ ταλείποιτ’ ἂν ἐλπίζειν ἐπὶ σοῦ γενήσεσθαι τοῦτο. διαλεκτι‐ κῶς, ἔφη, συνελογίσω τὴν εὕρεσιν τοῦ γενησομένου. ταῦτα μὲν ἑσπέρας οὔσης ἤδη διελέχθημεν ἀλλήλοις. παραγενόμε‐ | |
15 | νος δ’ ἕωθεν ἤκουσας αὐτὸς σὺ τοῦ κεφαλαίου τῆς προῤ‐ ῥήσεως, οὐχ ὑπομένοντος μετρίως φθέγγεσθαι τοῦ φιλοσό‐ φου, καθάπερ εἴωθεν· κεκραγότος δὲ πρὸς ἅπαντας ἡμᾶς | |
τοὺς εἰσιόντας φίλους, ὡς ὁ Πύθιος Ἀπόλλων, διὰ τοῦ | 618 | |
14.619 | Γαληνοῦ στόματος, ἐβουλήθη θεσπίζειν τοῖς νοσοῦσι μετὰ τοῦ θεραπεύειν αὐτοὺς, ἀπαλλάττειν τε τελέως αὐτοὺς ἐν ἡμέρᾳ τῇ προῤῥηθείσῃ. τὴν γοῦν γεγενημένην λύσιν τοῦ νοσήματος, πέπεισμαι γὰρ ἤδη τελέως ὑγιαίνειν, ἐπαγγει‐ | |
5 | λάμενος ἐκ πολλοῦ καὶ τῆς θεραπείας καὶ τῆς προῤῥήσεως ἔτυχον. ἀπήλλαξε δέ με τριῶν τεταρταίων, οἷς ἀκαίρου πό‐ σεως τοῦ θηριακοῦ φαρμάκου περιπεσὼν, ὁπότε καιρὸς αὐ‐ τῆς ἐγένετο, μηδὲν ἐκείνων φθεγγομένων δοὺς τοῦτο ἀπήλ‐ λαξέ με καταγελώμενος ὑπ’ αὐτῶν, εἴ γε νομίζει γέροντα χει‐ | |
10 | μῶνος ὥρᾳ κάμνοντα τρισὶ τεταρταίοις ἀπαλλάξειν. Οἱ μὲν οὖν ἰδιῶται τῆς ἰατρικῆς τέχνης ἀκούοντες ταῦτα, κοινὸν ἀγαθὸν ἡγούμενοί με τοῖς ἐν Ῥώ‐ μῃ γενήσεσθαι, πάντες ἔχαιρον. ὁ δ’ οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ φίλος εἶναι μαρτυρούμενος Μαρτιανὸς, ἀκούσας τήν τε | |
15 | κατὰ τὴν γεγονυῖαν ἡμέραν ἀπόφασίν μου, περὶ τῆς ἐν ταῖς ἀρτηρίαις κινήσεως, ἣν ἐκεῖνοι θορυβώδη νομίζον‐ τες, οὐ κριτὴν ἐδεδίεσαν, εὑρόντες κατὰ φύσιν ἀκριβῶς | |
ἔχοντα τὸν Εὔδημον, ἐπαινέσαι μὲν οὐδ’ ἄχρι ῥήματος | 619 | |
14.620 | ἑνὸς ὑπέμεινέ με. καταβὰς δὲ εἰς τὸ Σανταλάριον ἀπήντησέ μοι κατὰ τύχην, εὐθέως δὲ μήτε προσαγορεύσας, ὡς ἔθος εἶχεν, ἐπύθετο πότερον ἀνεγνωκὼς εἴην τὸ δεύτερον τῶν Ἱπποκράτους προῤῥητικῶν, ἢ ὅλως ἀγνοοῖμι τὸ σύγγραμμα, | |
5 | κᾄπειτα ἀκούσας ὡς ἀνεγνωκὼς εἴην καί μοι δοκοῖεν ὀρ‐ θῶς, ἔνιοι τῶν ἰατρῶν οὐκέτι εἶναι τῶν γνησίων Ἱππο‐ κράτους βιβλίων αὐτὸ καὶ προσηκόντως ἀποφήνασθαι. πάν‐ τως γοῦν γινώσκεις, ἔφη, τῶν γεγραμμένων ἐν αὐτῷ; ἐγὼ δὲ τοιαῦτα οὐ μαντεύομαι· πρὸς τί δὲ, ἔφην, εἴρηταί σοι | |
10 | νῦν τοῦτο; καὶ ὡς ἄρτι κεχωρίσθαι παρ’ Εὐδήμου θαυμά‐ ζοντος ἔλεγεν ἐπὶ τοῦ χθὲς ἑσπέρας, ἁψάμενον σε τὸν σφυγμὸν προειπεῖν ἔκκρισιν ἔσεσθαι διὰ τῆς κάτω γαστρὸς, ἐφ’ ἧς μηκέτι πυρέξειν. εἰπόντος οὖν αὐτοῦ ταῦτα, μόνον ἀποκρινάμενος ἐγὼ, παρ’ Εὐδήμου ταῦτ’ ἀκήκοας, οὐ παρ’ | |
15 | ἐμοῦ, παρῆλθον αὐτίκα. πορευθείς τε πρὸς τὸν Εὔδημον ἀπήγγειλα τὸ γεγονὸς, ἐθαύμαζόν τε τὴν κακόνοιαν τῶν εὐ‐ δοκιμούντων ἰατρῶν ἐν τῇ Ῥωμαίων πόλει. ὁ δὲ κατὰ λό‐ | |
γον ἔφη μοι τοῦτο πεπονθέναι, ἀπεικάζων τοῖς ἐν πατρίδι | 620 | |
14.621 | τοὺς τῇδε, κατὰ πλείους αἰτίας εἰς ἄκρον ἥκοντας κακοη‐ θείας, καὶ διῆλθεν ἁπάσας ἑξῆς ὡδί πως. μὴ νόμιζε τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταύτῃ τῇ πόλει γίνεσθαι πονηροὺς, ἀλλ’ ὅσοι φθάνουσιν εἶναι πονηροὶ, πραγμάτων ὕλην εὑρόντες | |
5 | ἐνταῦθα καὶ κέρδη πολὺ μείζονα τῶν ἐν ταῖς ἔξω πόλεσιν ἔχουσιν. ὁρῶντές τε πεπλουτηκότας ὁμοίους αὐτοῖς πολλοὺς, ἐμιμήσαντο τὰς πράξεις αὐτῶν πολυειδεῖς οὔσας καὶ ἐκ πλειόνων αἰτιῶν εἰς ἔσχατον ἥκουσιν πονηρίας. ἐρῶ δέ σοί τινας αὐτῶν, ὡς ἂν ἐκ πολλοῦ χρόνου πεπειραμένος. οὐ | |
10 | γὰρ μόνον ἡ φύσις, οὐδὲ ἡ τῶν κερδαλέων πραγμάτων ὕλη τὴν πονηρίαν ηὔξησε τῶν φύσει πονηρῶν, ἀλλὰ καὶ μάθη‐ σις ἠκολούθησε πανουργίας ὁδῶν, ἃς ἑώρων ὁσημέραι γι‐ νομένας ὑπὸ τῶν ὁμοίων ἑαυτοῖς· εἶτα ἐν τῷ μιμεῖσθαι ταύτας διετρίβησαν. κᾂν φωραθῶσιν ὑπό τινος πανουργοῦν‐ | |
15 | τες, ἐπ’ ἄλλους ἔχειν ἀγνῶτας ἑαυτῶν μεταβαίνειν, οἷς ἐκ τῆς πρώτης πείρας ὧν πράττοντες κακῶς ἐγνώσθησαν | |
ἀσφαλέστερον προσφέρονται, οὐ σμικρὰν ἔχει δύναμιν οὐδ’ | 621 | |
14.622 | αὐτὸ πρὸς τὸ μηδέποτε παύεσθαι πανουργοῦντας. οἱ δ’ ἐν ταῖς σμικραῖς πόλεσιν οὔθ’ ὑπὸ μεγέθους κερδῶν δελεαζό‐ μενοι, καθάπερ οἱ τῆσδε, γινωσκόμενοί τε ῥᾳδίως ὑπὸ τῶν πολιτῶν, εἰ καὶ μικρὸν ἁμάρτοιεν, ἀγύμναστον ἔχουσι τὴν | |
5 | θεωρίαν. ἐνταυθοῖ δὲ καὶ τὸ μὴ γιγνώσκεσθαι πρὸς ἁπάν‐ των, ἃ πράττουσιν ἑκάστοτε πανουργοῦντες, αὐξάνει τὴν κα‐ κίαν τῆς φύσεως αὐτῶν. ἐπιτίθενται γὰρ τοῖς ἀγνοοῦσιν αὐτοὺς ἀπροοράτοις, καὶ μάλισθ’ ὅταν ἀντιδακεῖν αὐτοὺς οἳ δι’ ἁπλότητα γνώμης μὴ δύνανται, καθάπερ αὐτοὶ δά‐ | |
10 | κνουσιν ἀλλήλους, ἐάν τι καὶ σμικρὸν ἀδικηθῶσιν. ὡς οὖν οἱ παρ’ ἡμῶν λῃσταὶ βοηθοῦσι μὲν ἀλλήλοις ἐπὶ τῇ τῶν ἄλλων ἀδικίᾳ, ἑαυτοῖς δὲ φείδονται, κατὰ τὸν αὐτὸν δὴ τρό‐ πον οἱ τῇδε καθ’ ἡμῶν ποιοῦντες τὰς συνωμοσίας, μόνῳ τούτῳ διαφέροντες τῶν λῃστῶν τῷ κατὰ τὴν πόλιν, οὐκ ἐν | |
15 | τοῖς ὄρεσι κακουργεῖν. ἀλλὰ τό γέ μοι προκείμενον, ἔφην, ἀκήκοας ἤδη πολλάκις, ὡς ἐπειδὰν ἡ κατὰ τὴν πατρίδα μου στάσις παύσηται, παραχρῆμα θεάσῃ με τῆς πόλεως τῆσδε | |
χωριζόμενον, καὶ ὀλιγοχρόνιον ἔτι ποιήσω τὴν ἐνταῦθα δια‐ | 622 | |
14.623 | τριβὴν, ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μο‐ χθηρῶν τούτων ἀνθρώπων. ἀλλ’ οὔτε γινώσκουσιν, ὁ Εὔδη‐ μος ἔφη, δεδογμένον σοι τοῦτο· καὶ εἰ γνῶσιν, ὥσπερ αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν ὁμοίως αὐτοῖς ψεύ‐ | |
5 | δεσθαι. καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων ὄντες ἐν ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γι‐ νώσκεσθαι τἄλλα ὅσα προείρηκα πανουργοῦντες μαθεῖν, εἰς τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται παρα‐ γεγονότας εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν | |
10 | ἀργύριον ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ τῶν ἀπόρων εἴης, κα‐ τεσκευάσθαι πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων ὑπονοοῦσιν. εἰπόντος οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ’ ἕτερα | |
15 | καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς βλάψαι δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται· καὶ φάντος γε ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς | |
δέκα παραγενόμενον εἰς τὴν πόλιν, ἐπιδεικνύντα τε δι’ | 623 | |
14.624 | ἔργων ὁμοίως ἐμοὶ τὴν ἐν τῇ τέχνῃ παρασκευὴν, ὑπὸ φαρ‐ μάκων ἀναιρεθῆναι μεθ’ ὧν ἧκε δυοῖν ἱκετῶν· χά‐ ριν, ἔφην, γινώσκω σοὶ, φίλτατε διδάσκαλε, πάντα μοι διη‐ γησαμένῳ τὰ τῆς πονηρίας αὐτῶν. ἐγὼ γὰρ ἀσφαλῶς ἐμαυ‐ | |
5 | τὸν φυλάξω, χωρήσας αὐτοῖς ὁμόσε, κατάφωρόν τε τὴν ἀμαθίαν αὐτῶν ἐργασάμενος ἀπαλλάξομαι τῆς μεγάλης τῆσ‐ δε καὶ πολυανθρώπου πόλεως εἰς τὴν ὀλιγάνθρωπόν τε καὶ σμικρὰν, ἐν ᾗ πάντες ἴσμεν ἀλλήλους ἐκ τίνων τε γεγόνα‐ μεν ὅπως τε παιδείας ἔχομεν καὶ κτήσεως καὶ τρόπου | |
10 | καὶ βίου. τραπόμενος οὖν ἐπὶ τοῦτο τὴν ἀμαθίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν ἐλέγχειν οὐκ ἐφρόντισα. Ἀλλὰ τόν τε προειρημένον νεανίσκον, ᾧ πα‐ ραγενόμενος εὐθέως κατὰ τὴν πρώτην ἡμέραν ἔφην εἰσβο‐ λὴν παροξυσμοῦ τεταρταίου πυρετοῦ γεγονέναι παραλαβὼν, | |
15 | ἐθεράπευσα, τὴν προθεσμίαν τῆς λύσεως τοῦ νοσήματος ὡς ἐπ’ Εὐδήμου προειπὼν, ὑπὸ σοῦ τε παρακληθεὶς, ἄνθρω‐ πόν τινα Χαριλαμποῦς τοῦ κοιτωνητοῦ μὲν, ὡς ἅπαντες οἱ | |
νῦν Ἕλληνες ὀνομάζουσι, σωματοφύλακος δὲ, ὡς οἱ περιέρ‐ | 624 | |
14.625 | γως ἀττικίζοντες, νευρότρωπον γενόμενον ἐθεράπευσα, μηδε‐ νὸς τῶν κατὰ τὴν αὐλὴν ἰατρῶν δυναμένου τοῦτο ποιῆσαι· καὶ μετὰ αὐτὸν ἐν τῷ Σανδαλαρίῳ ῥήτορος Διομήδους, οὗ μηδ’ αὐτοῦ τῶν ἐκ τῆς αὐλῆς οἱ εὐδοκιμώτατοι τὴν διάθε‐ | |
5 | σιν τοῦ νοσήματος εὕρισκον, ἀλλὰ διὰ τῶν ἐναντίων ἢ προσ‐ ῆκεν ἐποιοῦντο τὴν θεραπείαν, ἡμέραις ὀλίγαις προνοησά‐ μενος ἰασάμην τελέως χρόνιον τὸ νόσημα. καὶ τοῦ θέρους ἐπιστάντος ἐπὶ τῶν πρωτευόντων ἐν τῇ Ῥώμῃ προῤῥήσεις τε καὶ θεραπείας ἐποιησάμην ἀξίας ἐπαίνου μεγάλου καὶ | |
10 | ἐν πολλῇ δόξῃ παρὰ πᾶσιν ἦν, ὡς οἶσθα, καὶ μέγα ἦν τοὔνομα Γαληνοῦ. συνηυξάνετό τε τῇ δόξῃ φθόνος ἐκ τῶν οἰομένων εἶναί τι καὶ αὐτῶν, ὡς ἂν ἐν παντὶ μέρει τῆς τέχνης ὑπ’ ἐμοῦ νικωμένων, ἔλεγόν τε περιθέοντες τὴν πόλιν ἄλλος ἄλλο τι διαβάλλων, ὁ μὲν ὡς κατὰ τύχην ἰασά‐ | |
15 | μην τόνδε τινα ῥιψοκινδύνῳ τρόπῳ θεραπείας χρησάμε‐ νος, ὁ δ’ ὡς ἐκ μαντικῆς αἱ προῤῥήσεις καὶ οὐκ ἐκ θεωρίας ἰατρικῆς γίγνοιντο. προσεγένετο δὲ καὶ τὸ κατὰ τὴν ζήτησιν, | |
ἣν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπατητικοὺς ἐποιησάμην, | 625 | |
14.626 | ἀθροίσαντος αὐτοῦ τοῦ Βοηθοῦ. καὶ μετὰ ταῦτα τῆς Ἰουστοῦ γυναικὸς, ἧς συντηκομένης ἄνευ τοῦ φαίνεσθαί τι μόριον πεπονθέναι ἐξεῦρον οὐ μόνον ἐρῶσαν, ἀλλὰ καὶ τίνος ἤρα, καὶ μικρὸν ὕστερον ὅθεν εὗρον τοῦτο λεχθήσε‐ | |
5 | ται. τὸν δὲ κατὰ τὸν πρὸς τοὺς Στωϊκούς τε καὶ Περιπα‐ τητικοὺς ἀγῶνα, παρόντων καὶ ἄλλων τινῶν ἅμα μετ’ αὐ‐ τοῖς ἰατρῶν τε καὶ φιλοσόφων, ἀναμνήσω σε πρῶτον ὅθεν ἤρξατο διελθὼν, ἵν’, εἰ καί τινων τῶν ἀξίων κοινωνίας τοι‐ ούτων λόγων ἐθελήσαις μεταδοῦναι τουτὶ τὸ γράμμα, τὴν | |
10 | ἀκολουθίαν ἅπασαν ἴδοις τῶν γενομένων· καὶ μὴ διὰ παν‐ τὸς ἀσχολίαν ἔχοις αὐτὸς διηγούμενος, ὅσα διά τε τῶν ἔρ‐ γων τῆς ἰατρικῆς τέχνης, ἀνατομῶν τε καὶ τῶν ἐπ’ αὐταῖς λόγων ἐπράχθη μοι τοὺς φθονεροὺς ἰατρούς τε καὶ φιλο‐ σόφους ἐλέγχοντι. προπηλακιζόμενος γὰρ ὑπ’ αὐτῶν ἐπὶ | |
15 | τοῦτ’ ἦλθον, Ὁμήρου με παιδεύσαντος Ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις προτέρως χαλεπήνῃ. | |
τοιαύτην οὖν ἀρχὴν ἔσχεν ἡ πρὸς αὐτοὺς συνουσία. Φλά‐ | 626 | |
14.627 | βιος Βοηθὸς ὑπατικὸς ἀνὴρ, ὅπως μὲν ἦν φιλόκαλός τε καὶ φιλομαθὴς οἶσθα καὶ σύ. διδασκάλῳ δ’ ἐχρῆτο τῶν Περι‐ πατητικῶν δογμάτων Ἀλεξάνδρῳ τῷ Δαμασκηνῷ, γινώσκοντι μὲν καὶ τὰ τοῦ Πλάτωνος, ἀλλὰ τοῖς Ἀριστοτέλους προσ‐ | |
5 | κειμένῳ μᾶλλον. ὁπότ’ οὖν παρεκάλεσέ με, διδάξαι διὰ τῶν ἀνατομῶν ὅπως ἀναπνοή τε καὶ φωνὴ γίνεται, παρεσκεύα‐ σεν ἐρίφους τε καὶ χοίρους πλείονας· πιθήκων γὰρ οὐδὲν ἔφην δεῖσθαι τὴν ἀνατομὴν, ὁμοίως τε τὴν κατασκευὴν ἐχόντων οὐ μόνον τούτων τῶν ζώων, ἀλλὰ καὶ πεζῶν σχε‐ | |
10 | δὸν ἁπάντων· ὅσα δὲ φωνὴν ἔχει μεγάλην, ἐπιτηδειότερα τῶν μικροφώνων εἶναι, παρασχεῖν ἀποδεικτικὰ λήμματα πρὸς τὴν τοῦ προκειμένου πίστιν. παρῆσαν δ’ ἐν τῇ μελ‐ λούσῃ γενήσεσθαι δείξει καὶ ἄλλοι μέν τινες, ἀτὰρ οὖν καὶ Ἀδριανὸς ὁ ῥήτωρ, οὔπω σοφιστεύων, ἀλλ’ ἔτι συνὼν τῷ | |
15 | Βοηθῷ· καὶ ὁ Δημήτριος Ἀλεξανδρεὺς ἑταῖρος Φαβωρίνου, δημοσίᾳ λέγων ἑκάστης ἡμέρας εἰς τὰ προβαλλόμενα κατὰ τὴν ἰδέαν τῆς Φαβωρίνου λέξεως. ἐμοῦ δὲ πρὶν ἀνατέμνειν | |
εἰπόντος ὡς αὐτὸς μὲν δείξαιμι τὰ ἐκ τῆς ἀνατομῆς φαι‐ | 627 | |
14.628 | νόμενα, συλλογίσασθαι δὲ τὰ ἐξ αὐτῶν περαινόμενα, οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ἁπάντων μᾶλλον ἐλπίζοιμι δύνα‐ σθαι τὸν διδάσκαλον Ἀλέξανδρον· οἱ μὲν ἄλλοι πάντες ὡς ἐπιεικῆ τὸν λόγον ἀπεδείξαντο, τιμὴν εἰς τὸν Ἀλέξανδρον | |
5 | ἔχοντες καὶ ἅμα προτροπὴν εἰς τὴν ὅλην οὐσίαν ἄνευ φι‐ λονεικίας γενέσθαι. γινώσκεις γὰρ ὡς ἐπὶ τούτῳ τῷ πάθει πρὸς ἁπάντων καὶ Ἀλέξανδρος ἐγινώσκετο, καθάπερ καὶ τότε σαφῶς ἐδήλωσε. δείξειν γὰρ ὑποσχομένου μου νευρίων λεπτοτάτων, ὡς εἶναι τριχοειδῆ συζυγίαν τινὰ τοῖς τοῦ | |
10 | φάρυγγος μυσὶν ἐκφυομένην, τοῖς μὲν ἐκ τῶν ἀριστερῶν μερῶν, τοῖς δὲ ἐκ τῶν δεξιῶν· ἐφ’ οἷς βρόχῳ διαληφθεῖ‐ σιν, ἢ τμηθεῖσιν ἄφωνον γίνεται τὸ ζῶον, οὔτ’ εἰς τὴν ζωήν τι βλαπτομένου, οὔτ’ εἰς τὴν ἐνέργειαν· ὁ Ἀλέξαν‐ δρος ὑπολαβὼν πρὶν δειχθῆναι, τοῦτο πρῶτον, ἔφη, ἄν σοι | |
15 | συγχωρηθῇ, τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις πιστεύειν ἡμᾶς δεῖν. ἀκούσας δ’ ἐγὼ ταῦτα, καταλιπὼν αὐτοὺς ἐχω‐ ρίσθην ἓν μόνον φθεγξάμενος, ὡς ἐσφάλην οἰόμενος οὐκ | |
εἰς τοὺς ἀγροικοπυῤῥωνείους ἥκειν, ἢ οὐκ ἂν ἀφικνεῖσθαι. | 628 | |
14.629 | ἐμοῦ δὲ χωρισθέντος οἵ τ’ ἄλλοι τοῦ Ἀλεξάνδρου κατέγνω‐ σαν ὅ τ’ Ἀδριανὸς καὶ ὁ Δημήτριος, ἐχθρῶς ἀεὶ διακεί‐ μενοι πρὸς τὴν φιλονεικίαν αὐτῷ, πιθανὴν ἀφορμὴν εἶχον ἐπιτιμῆσαι σφοδρῶς. ἐπεὶ δὲ καὶ τοῖς φιλολόγοις ἅπασιν, | |
5 | ὅσοι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν ἦσαν, ἐγνώσθη τοῦτο καὶ τῷ Σεβήρῳ καὶ τῷ Παύλῳ καὶ τῷ Βαρβάρῳ, πάντες οὖν σφοδρῶς ἐπετίμησαν αὐτῷ καὶ παρόντων αὐτῶν ἠξίωσαν γενέσθαι τὰς ἀνατομὰς, ἀθροίσαντες εἰς αὐτὸ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ τὴν ἰατρικήν τε καὶ φιλο‐ | |
10 | σοφίαν ἦσαν ἔνδοξοι. γινομένης δὲ πλείοσιν ἡμέραις τῆς συνουσίας καὶ δείξαντος ἐμοῦ τὴν μὲν εἰσπνοὴν γίνεσθαι διαστελλομένου τοῦ θώρακος, τὴν δὲ ἐκπνοὴν συστελλομέ‐ νου, δείξαντος δὲ καὶ τοὺς μῦς, ὑφ’ ὧν τε διαστέλλονται καὶ πρὸς τοῦτό γε τὰ εἰς αὐτοὺς κατεσχημένα νεῦρα, τὴν | |
15 | ἔκφυσιν ἐκ τοῦ νωτιαίου μυελοῦ ποιούμενα καὶ ὡς μὲν ἀβίαστος ἔξω φορὰ τοῦ πνεύματος ἐκπνοὴν ἄψοφον ἐργά‐ ζοιτο, βιαίαν δ’ εἶναι τὴν ἑτέραν αὐτῆς γινομένην μετὰ | |
ψόφου, ἣν ἐκφύσησιν ὀνομάζομεν· ἐπιδείξαντος δὲ καὶ ὡς ἡ | 629 | |
14.630 | τοιαύτη μόνη κατὰ τὴν διὰ τοῦ φάρυγγος ἔξοδον ὑπὸ τῶν κατὰ τὸν χόνδρον πληττομένη τὴν φωνὴν ἐργάζοιτο, καὶ ὡς ὑπὸ μυῶν οὗτοι κινοῖντο καὶ ὡς τὰ νεῦρα τὰ τούτους κι‐ νοῦντα κακωθέντα, τὴν ἀφωνίαν ἐργάζοιτο καὶ τῶν παρα‐ | |
5 | φθεγξαμένων ὁπότε ἐδείκνυον ταῦτα πάντων ἐλεγχθέντων, ὁ Βοηθὸς ἐδεήθη μου σχεῖν αὐτῶν ὑπομνήματα. καὶ πέμψαν‐ τός γε αὐτοῦ τοὺς διὰ σημείων ἠσκημένους ἐν τάχει γράφειν, ὑπηγόρευσα πάντα τὰ δειχθέντα καὶ λεχθέντα μὴ προορώ‐ μενος εἰ μέλλει δώσειν αὐτὰ πολλοῖς. καὶ μέχρι δὲ νῦν, ὦ | |
10 | Ἐπίγενες, οὐδὲν ἐτόλμησέ τις ἀντειπεῖν αὐτοῖς ἐτῶν ἐν τῷ μεταξὺ γεγονότων ιεʹ. καίτοι γε διαβουλευομένων γε πολλῶν ἀντειπεῖν, ὅπως ἀκουσθῶσιν αὐτὸ τοῦτο μόνον, ὡς ἀντειρήκασιν, οὐ μὴν τολμώντων γε εἰς κρίσιν ἐπὶ φιλολό‐ γων ἀνδρῶν ἀγαγεῖν τὰ γραφέντα. | |
15 | Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δὲ τῷ παρόντι λόγῳ, μάλιστ’ ἐπειδὰν καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμε‐ | |
νοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρα‐ | 630 | |
14.631 | σίστρατος ἐγνώρισεν, ἔγραψαν τῶν ἀρτηριῶν τοὺς σφυγμοὺς τοῦ νεανίσκου, σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτὸν, οὐκέθ’ ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι. ἐγὼ δ’ ὅπως μὲν Ἐρασίστρατος ἔγνω, τοῦτο λέγειν οὐκ ἔχω. ὅπως | |
5 | δὲ αὐτὸς ἔγνων ἤδη σοι φράσω. παρεκλήθημεν εἰς τὴν ἐπίσκεψίν τινος γυναικὸς, ὡς ἀγρυπνούσης ἐν ταῖς νυξὶ καὶ μεταβαλλούσης ἑαυτὴν ἄλλοτε εἰς ἄλλο σχῆμα κατακλίσεως, εὗρον δ’ ἀπύρετον, ἐπυθόμην ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος αὐτῇ γεγονότων, ἐξ ὧν ἴσμεν ἀγρυπνίας συμβαινούσας. ἡ δὲ | |
10 | μόγις, ἢ οὐδ’ ὅλως ἀπεκρίνετο, ὡς μάτην ἐρωτωμένην ἐν‐ δεικνυμένη καὶ τὸ τελευταῖον ἀποστραφεῖσα, τοῖς μὲν ἐπι‐ βεβλημένοις ἱματίοις ὅλῳ τῷ σώματι σκεπάσασα πᾶσαν ἑαυτὴν, ἄλλῳ δέ τινι μικρῷ ταραντινιδίῳ τὴν κεφαλὴν ἕκειτο καθάπερ οἱ χρῄζοντες ὕπνου. χωρισθεὶς οὖν ἐγὼ | |
15 | δυοῖν θάτερον αὐτὴν ἐνόησα πάσχειν, ἢ μελαγχολικῶς δυσ‐ θυμεῖν, ἤ τι λυπουμένην οὐκ ἐθέλειν ὁμολογεῖν. εἰς τὴν | |
ὑστέραιαν οὖν ἀνεβαλλόμην ἀκριβέστερον διασκέψασθαι περὶ | 631 | |
14.632 | αὐτῶν καὶ πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παρα‐ μενούσης οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι θεάσασθαι· δεύτερον δ’ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταυτὸ, τρίτον πάλιν ἧκον. εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάτ‐ | |
5 | τεσθαι, μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν γυναῖκα, καὶ γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνή‐ θως προσενεγκαμένην, ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ τειρομένην, ἣν ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρα‐ | |
10 | σιστράτῳ γενέσθαι. προεγνωσμένου γάρ μοι τοῦ μηδὲν εἶναι κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνο‐ χλεῖσθαι τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο, παραγενομένου τινὸς ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλά‐ | |
15 | δην· ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ προσώπου, κᾀγὼ θεασάμενος τοῦτο, τῷ καρπῷ τῆς γυναι‐ κὸς ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τε‐ | |
θορυβῆσθαι· ὁ αὐτὸς οὖν καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα | 632 | |
14.633 | συμβαίνειν. κατὰ τὴν ὑστεραίαν οὖν εἰπὼν ἀκολούθῳ τινι τῶν ἐμῶν, ὅταν ἐπισκεψάμενος ἔλθω πρὸς τὴν γυναῖκα, μετ’ ὀλίγον ἀφικόμενος ἀνάγγειλόν μοι, Μόρφον ὀρχεῖσθαι σήμερον, εἶθ’ ὡς ἤγγειλεν, ἄτρεπτον εὗρον τὸν σφυγμόν. | |
5 | ὁμοίως δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ποιήσας ἀγγελθῆναι περὶ τοῦ τρίτου τῶν ὀρχηστῶν, ὁμοίως μείναντος ἀτρέπτου τοῦ σφυγμοῦ. κατὰ τὴν τετάρτην ἠκρίβωσα νύκτα πάνυ παραφυλάξας, ἡνίκα Πυλάδης ὀρχούμενος ἠγγέλθη, ταρα‐ χθέντα πολυειδῶς αὐτὸν ὁρῶν, εὗρον οὕτως ἐρῶσαν τοῦ Πυ‐ | |
10 | λάδου τὴν γυναῖκα καὶ τοῦτο παραφυλαχθὲν ἀκριβῶς ἐν ταῖς ἐφεξῆς ἡμέραις εὑρέθη βεβαίως. καθάπερ γε καί τινος ἄλλου τῶν πλουσίων δοῦλος οἰκονόμος ὁμοίως κάμνων ἐγνώ‐ σθη μοι. λυπούμενος γὰρ ἐν τῷ μέλλειν ἀποδιδόναι λο‐ γισμοὺς ὧν διῴκησεν, ἐν οἷς ἠπίστατο λεῖπον οὐκ ὀλίγον | |
15 | ἀργύριον, ὑπὸ τῆς φροντίδος ἠγρύπνει τε καὶ λυπούμενος ἐτήκετο, προειπὼν δὲ αὐτοῦ τῷ δεσπότῃ μηδὲν εἶναι σω‐ ματικὸν πάθημα τῷ πρεσβύτῃ, σκέψασθαι συνεβουλευσάμην, | |
ὅτι φοβοῖτο μέλλοντος αὐτοῦ τοὺς λόγους, ὧν ἐνεχείρισεν | 633 | |
14.634 | ἀπαιτεῖν, καὶ διὰ τοῦτο λυποῖτο, γινώσκων οὐκ ὀλίγον ἐν αὐτοῖς εὑρήσεσθαι λεῖπον. ἐπειδὴ καλῶς ἔφη με στοχά‐ ζεσθαι, τοῦτο συνεβούλευσα βεβαίας ἕνεκεν διαγνώσεως, εἰ‐ πεῖν αὐτῷ ὅσον ἔχει παρακείμενον ἀργύριον αἰτῆσαι τοῦτο, | |
5 | μή πως ἐξ αἰφνιδίου τελευτήσαντος ἀπόληται, μεταστάσης εἰς ἄλλον οἰκέτην τῆς διοικήσεως, οὗ μήπω πεῖραν ἔχει· παρὰ γὰρ ἐκείνου μὴ χρῄζειν ἀπαιτήσεως λογισμῶν. ὡς δὲ ὁ δε‐ σπότης αὐτῷ ταῦτα διελέχθη, πεισθεὶς οὐκ ἐξετασθήσε‐ σθαι καὶ διὰ τοῦτο γινόμενος ἄλυπος ἐν τῇ τρίτῃ τῶν ἡμε‐ | |
10 | ρῶν τὴν κατὰ φύσιν ἕξιν τοῦ σώματος ἀνεκτήσατο. τί δή ποτ’ οὖν ἐλάνθανε τοὺς ἔμπροσθεν ἰατροὺς τήν τε προει‐ ρημένην γυναῖκα καὶ τὸν προειρημένον οἰκέτην ἐπισκοπου‐ μένους; ἐκ γὰρ κοινῶν ἐπιλογισμῶν εὑρίσκεται τὰ τοιαῦτα, κᾂν βραχεῖαν ἐπιστήμην ἔχῃ τῆς ἰατρικῆς θεωρίας. ἐγὼ μὲν | |
15 | ἡγοῦμαι διότι μηδεμίαν ἔχουσι διάγνωσιν, ὧν τὸ σῶμα διὰ τῆς ψυχῆς πάθη πάσχειν εἰώθει. ἴσως δὲ ὅτι οὐδὲ διὰ τοὺς ἀγῶνας καὶ τοὺς φόβους ἐξαίφνης τὴν ψυχὴν ταράξαντας | |
οἱ σφυγμοὶ τρέπονται γινώσκουσιν. ὅπερ Ἐρασίστρατος ἐπι‐ | 634 | |
14.635 | στάμενος ἐπὶ τῆς αὐτῆς οἰκίας τῷ νοσοῦντι τῆς γυναικὸς ὑπαρχούσης εὐκολώτερον ἐξεῦρεν, ὡς ἂν δυναμένου αὐτοῦ συνεχέστερον ὁρᾶσθαι τὸν νεανίσκον, μὴ διὰ πλειόνων ἡμε‐ ρῶν καθάπερ ὁ Πυλάδης· οὐδ’ οὖν οὐδὲ τότε φαινομένου, | |
5 | ἀλλ’ ἀκουομένου ἐκταράττειν τὴν γυναῖκα. λῆρος οὖν μα‐ κρὸς ἐρωτικῶς κινούμενοι σφυγμοὶ τῶν οὐ γινωσκόντων ἔρω‐ τος μὲν οὐδένα δηλωτικὸν σφυγμὸν εἶναι, θορυβουμένης δὲ ψυχῆς τοὺς σφυγμοὺς ἀλλοιοῦσθαι, μήτε τὴν κατὰ φύσιν ὁμαλότητα μήτε τὴν τάξιν ἀποσώζοντας. | |
10 | [Διὰ τίνων τεχνῶν τὸν Κύριλλον τὸν Βοηθοῦ υἱέα κατέλαβε ἐσθίειν λάθρα.] Ἓν οὖν ἔτι προσθεὶς, ἐφ’ οὗ παραχρῆμα μὲν ἐξεπλάγη Βοηθὸς, ἀκούσας δ’ ὅπως εὑρέθη θαυμάζειν οὐκέτι ἔφασκεν, ἀλλὰ τῶν ἀγνοούντων τὸ θεώρημα καταγινώσκειν ὡς ἀμαθῶν, ἐπ’ ἄλλο τι μεταβή‐ | |
15 | σομαι. νοσήσαντος γὰρ αὐτῷ θατέρου τῶν υἱῶν, εἶτα ῥω‐ σθέντος ὑποστρέψαντός τε τοῦ νοσήματος, εἶτ’ αὖθις παυ‐ σαμένου καὶ μετὰ ταῦτα πάλιν ἐπιπυρέξαντος τοῦ παιδὸς, | |
ἐμοῦ τε λέγοντος ἐσθίειν αὐτὸν λάθρα· τὰ γὰρ ἐν τῷ φα‐ | 635 | |
14.636 | νερῷ διδόμενα πρὸς τῷ ταῖς ποιότησιν ὑπάρχειν ἐπιτήδεια καὶ τῇ ποσότητι σύμμετρα εἶναι, τὴν μητέρα τοῦ παιδὸς ὑποσχομένην ἀκριβῶς αὐτὸν φυλάξαι ἐπέστησε φύλακα παρα‐ καθημένην τε δι’ ὅλης τῆς ἡμέρας, ἀποκωλύουσάν τε τοὺς | |
5 | εἰς τὸν οἶκον ἐκεῖνον εἰσιόντας, κατὰ τὸν οἶκον αὐτοῦ κοι‐ μωμένου, ἀποκεκλεισμένον ἔνδοθεν ἀκριβῶς ἀπ’ αὐτῆς. ἐπεὶ δὲ τέτρασιν ἡμέραις οὕτω φυλαττόμενος ἐθερμάνθη διὰ τῆς νυκτὸς, ὁ Βοηθὸς ἀναρτήσας με καὶ παραλαβὼν ἦγεν εἰς τὴν οἰκίαν ἐπὶ τὸν παῖδα, συνηκολούθησαν δ’ αὐτῷ καὶ | |
10 | οἱ κατὰ τὴν ὁδὸν ἀπαντῶντες, ἐν οἷς ἦσθα καὶ σύ. κατέ‐ λαβον δὲ ἐκ μὲν τοῦ κοιτῶνος ἅμα τῇ μητρὶ προεληλυθότα τὸν παῖδα πρὸς ἕτερον οἴκημα, ἐν ᾧ καὶ κλίνη, καθ’ ἧς ἡ μήτηρ τοῦ παιδὸς ἐκαθέζετο· σκίμπους δέ τις ἔζευκτο μι‐ κρὸν τῶν μέσων αὐτοῦ κατωτέρω, καθ’ οὗ τὸν παῖδα κατα‐ | |
15 | κλίνασα παρεφύλαττεν, ὡς μηδεὶς αὐτῷ προσέρχοιτο. κα‐ θέδρα δὲ ἦν μία τοῦ σκίμποδος, οἷα σύμμετρον ἐφ’ ἑαυτῇ ἐπ’ αὐχένι ἔχουσι. κατάντικρυς δὲ τοῦ σκίμποδος πρὸς τοῖς | |
ἄνω πέρασι τῆς κλίνης ἐφεξῆς ἀλλήλων ἔκειντο δύο βάθραι, | 636 | |
14.637 | καθ’ ὧν ὁ Βοηθὸς ἡμᾶς καθίσας αὐτὸς, τῇ γυναικὶ παρα‐ καθεσθεὶς, ἤγαγον Γαληνὸν, ἔφη, τοῦτον ὅπως ἀκού‐ σῃ παρὰ σοῦ περὶ τῆς ἀκριβοῦς φυλακῆς ἐν ταύταις ταῖς ἡμέραις γεγενημένης τοῦ παιδὸς, ὡς οὐδὲν ἐν τῇ διαίτῃ | |
5 | πλημμελοῖτο· θεασάμενός τε πότερον ὄντως ἐπύρεξε διὰ τῆς νυκτὸς, ἢ σὺ φάσκουσά μοι θερμότερον αὐτὸν γεγονέναι παρελογίσθης ὑπὸ δειλίας, ὡς οἰηθῆναι πυρετὸν εἶναι τὴν θερμότητα δι’ ἄλλην ἴσως αἰτίαν γενομένην· ἵνα μὲν ὅπως διάγει σαφῶς ἡμῖν δηλώσειεν, ἅμα δὲ καὶ τὰ τῆς διαίτης | |
10 | αὐτῷ πάντα σε διδάξειεν. ἁψάμενος οὖν ἐγὼ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας τοῦ παιδὸς ἀπύρετον μὲν αὐτὸν ἔφην εἶναι, παρέχειν δέ μοι σκωμμάτων ἀρχὴν τοῖς ὀνομάζουσί με μάντιν. ὑπολαβὼν οὖν ὁ Βοηθὸς ἔφη· κᾀγὼ πρὸς ἐκεί‐ νους, ὡς οἶσθα, καλεῖν εἴωθά σε μάντιν ὄντα, ὅταν τοιοῦ‐ | |
15 | τον εἴπῃς, ὁποῖον οἱ ἀντίτεχνοί σου φάσκουσιν ἀδύνατον εἶναι, διὰ τῶν τῆς ἰατρικῆς θεωρημάτων γνωσθῆναι. ἀλλά τοι μέχρι δεῦρο πάντ’, ἔφην, ἔδειξά σοι τὰ τοιαῦτα διὰ | |
θεωρίας ἰατρικῆς εὑρισκόμενα καί τινάς τε τῶν ἰατρῶν | 637 | |
14.638 | αὐτὰ γεγραφότων. λέγειν οὖν ἐκελεύετε πάντες ἤδη τὸ μάν‐ τευμα· κᾀγὼ δεηθεὶς ἅπαξ ἔτι συγχωρήσειν μοι τῶν σφυ‐ γμῶν ἅψασθαι τοῦ παιδὸς, ἐπειδὴ τοῦτ’ ἔπραξα, μαρτυρή‐ σεις, ἔφην, ὦ Βοηθὲ, μηδένα μοι παραγινομένῳ μετὰ σοῦ | |
5 | διαλεγομένων ἡμῶν δι’ ὅλης τῆς ὁδοῦ προσεληλυθότα τὸ μέλλον λέγεσθαι μάντευμα μεμηνυκέναι. φάντος οὖν αὐτοῦ μαρτυρήσειν, οἶσθα ὅπως γελάσας ἐγὼ προσέχειν τε καὶ ἀκούειν ὑμᾶς ἐκέλευσα τὸ τοῦ μάντεως θέσπισμα τοιόνδε τι φήσας εἶναι· τῷ Κυρίλλῳ τούτῳ κατὰ τὸν οἶκον τοῦτον ἀπο‐ | |
10 | κέκρυπταί τι τῶν ἐδωδίμων, ὅπως ὅταν εἰς τὸ βαλανεῖον ἡ μήτηρ αὐτοῦ πορευομένη κλείσῃ τὸν οἶκον, εἶτα ὑπὲρ ἀσφαλείας εἰς γλωττόκομον ἐμβάλλουσα τὴν κλεῖν καταση‐ μήνηται, τοῦτο γὰρ ἀκούω ποιεῖν αὐτὴν ἑκάστοτε, κατακε‐ κρυμμένον ἀνελόμενος ὁ υἱὸς αὐτῆς οὕτως προσενέγκηται. | |
15 | ταῦτ’ ἀκούσας Βοηθὸς εὐθέως ἐξορμήσας πρὸς τὸν παῖδα συναρπάζει τε καὶ μετακομίσας ἐπὶ τὴν κλίνην, ἀναστορε‐ θῆναι τὸν σκίμποδα κελεύσας, ἐπειρᾶτο τὸ κατακεκρυμμένον ὡς αὐτίκα φανησόμενον. ἐπειδὴ τά τ’ ἐπιβλήματα πάντα | |
καὶ τὸ ὑπεστορεσμένον αὐτοῖς ἀνετινάχθη, τὸ γνάφαλον ἑξῆς | 638 | |
14.639 | ἀνετίναξεν. εἶτα τὴν καθέδραν ἐπάρας ἐπεσκοπεῖτο μή τι κατακεκρυμμένον ὑπ’ αὐτῇ φανείη. ὡς δ’ οὐδὲν οὐδ’ οὕτως ἐφάνη, μετακομίσας ἀπὸ τῆς κλίνης τὸ παιδίον ἐπὶ τὸν σκίμποδα τὴν κλίνην ὅλην ἀναστορέσας, ἐκέλευσεν αὖθις | |
5 | στρώννυσθαι. γελάσας τε, τί, φησὶν, ὁ μάντις λέγει; θαυμά‐ σας δ’ ἐγὼ διότι μηδὲν εὗρεν ἐφ’ ὧν ᾤετο κατακεκρυμμένον, ὃ μόνον ἀζήτητον, ὡς οὐδενὸς ὑποπτεύοντος ἐν αὐτῷ περιέ‐ χεσθαι τὸ ζητούμενον ἐπάρας ἀνέσειον· ἦν δὲ τοῦτο παν‐ τελῶς σμικρὸν τῆς μητρὸς αὐτοῦ ταραντινίδος ἐπικείμενον | |
10 | τῇ καθέδρᾳ, σεισθέντος δ’ αὐτοῦ μέρος ἄρτου τὸ περιεχό‐ μενον ὑπ’ αὐτοῦ κατὰ γῆς ἔπεσε καὶ ὑμεῖς πάντες ἀνακε‐ κράγατε μέγιστον ἅμα τῷ Βοηθῷ γελῶντες καὶ τὴν μαντι‐ κὴν ἐπαινοῦντες. ὁ δ’ οὖν Βοηθὸς ὑπὲρ πάντας γελῶν ἐθαύ‐ μαζε πῶς ὁ σφυγμὸς, εἰ καὶ τὸ κατακεκρυμμένον ἐδώδι‐ | |
15 | μον, ἱκανός ἐστι δηλοῦν. ἀλλὰ τό γε μέλλον ὑπὸ τοῦ παι‐ δὸς ἔσεσθαι λουομένης τῆς μητρὸς ἐμήνυσα· κᾀγὼ πρὸς αὐ‐ τὸν ἔτι ἔφην, ὦ δριμύτατε, μὴ δηλωσάντων τοῦτο τῶν | |
σφυγμῶν ὁ Γαληνὸς ἐτεκμήρατο. κλεισθείσης γὰρ ἀκριβῶς | 639 | |
14.640 | τῆς θύρας κατὰ πολλὴν σχολὴν, τὴν ἐδωδὴν αὐτῷ τῷ παι‐ δὶ γενέσθαι δυναμένην ἀδεῶς, οὐ χαλεπὸν ἦν τεκμήρασθαι, ἀλλὰ καὶ ὅτι κατακέκρυπταί τι καὶ τὸ κατακεκρυμμένον ἐδώδιμόν ἐστιν, ὁ μὲν σφυγμὸς οὐκ ἤγγειλέ μοι· τεταραγμέ‐ | |
5 | νον δ’ αὐτὸν θεασάμενος ἐνόησα, καθάπερ ἐπὶ τῆς ἐρώσης γυναικὸς καὶ τοῦ φοβουμένου δούλου τὴν ταραχὴν ἐπὶ ψυχικῷ τινι πάθει γενέσθαι, ἀπυρέτου τελέως γε ὄντος τοῦ παιδός. ἐρωτήσεις οὖν ἴσως ἐκ τίνος ἐτεκμηράμην ἐδώ‐ διμον εἶναι τὸ κατακεκρυμμένον· ἄκουε δὴ καὶ περὶ τούτου | |
10 | τὴν ταραχὴν τῆς ψυχῆς. οὔτε δίκην μέλλων ἐρεῖν ὁ παῖς οὔτε παλαίειν, ἢ παγκρατιάζειν, ἢ ὅλως ἐπιδείκνυσθαι πλε‐ ονέκτημά τι σωματικὸν, ἢ ψυχικὸν, οὐχ ὅλως ἐγκαλούμενός τι διαμένουσιν ἴσχειν. ἀκούσας οὖν ὁ Βοηθὸς ταῦτα, νὴ τοὺς θεοὺς ἔφη θαυμάζειν, εἰ οὕτως εὔγνωστα φάρμακα τῶν | |
15 | ἰατρῶν οὐδεὶς οἶδεν. εὔδηλον γὰρ ὅτι μήτ’ αὐτοὶ τοιοῦτον ἔργον ἐπεδείξαντο πώποτε, καὶ σὲ πάντα μᾶλλον ἢ ἐξ ἰα‐ τρικῆς αὐτὰ πράττειν φασίν. ἐοίκασι δ’, ἔφη, μὴ μόνον ἀγνοεῖν | |
ὁποῖός ἐστι τῶν ἀγωνιώντων ὁ σφυγμὸς, ἀλλὰ μηδ’ εἴπερ | 640 | |
14.641 | ἔγνω τις αὐτῶν κατὰ τύχην ἃ προσελογίσω, προσεπιλογί‐ σασθαι δύνασθαι. διὰ τὸ μήτε φῦναι συνετοὶ μήτε μαθή‐ σει γεγυμνάσθαι τὸν λογισμόν. ἀλλά γε τῆς κακοηθείας ἔφην ἔργα γεγυμνασμένοι τέ εἰσι καὶ σοφοί. | |
5 | [Τὴν γυναῖκα τοῦ Βοηθοῦ τῷ γυναικείῳ ῥῷ περιπεσοῦσαν ἰᾶται παρὰ τὴν ἄλλων δόξαν.] Τούτων μὲν οὖν, ὦ Ἐπίγενες, αὐτὸν ἔχω μάρτυρά σε, πολλῶν δ’ ἄλλων ἑτέρους ἁπάντων τῶν πραχθέντων μοι κατὰ τὴν πρώτην ἐπιδημίαν. ἤκουες δ’ αὐτὸ παρ’ αὐτῶν τῶν ὑπ’ ἐμοῦ | |
10 | θεραπευθέντων. ἓν οὖν ὄντως θαυμάσιον πραχθὲν, ὃ οὐ μόνον με παραδοξολόγον ὡς ἔμπροσθεν οἱ πολλοὶ τῶν ἰα‐ τρῶν ὠνόμαζον, ἀλλὰ καὶ παραδοξοποιὸν ἐποίησε κληθῆ‐ ναι σιωπήσω. ἡ γὰρ τοῦ Βοηθοῦ γυνὴ τῷ καλουμένῳ ῥῷ γυναικείῳ περιπεσοῦσα κατ’ ἀρχὰς μὲν αἰδουμένη | |
15 | τοὺς ἀξιολόγους ἰατροὺς, ὧν εἷς ἤδη κᾀγὼ πᾶσιν ἐδόκουν εἶναι, ταῖς συνήθεσι μαίαις ἀρίσταις οὔσαις τῶν κατὰ τὴν πόλιν ἑαυτὴν ἐπέτρεπεν. ὡς δ’ οὐδὲν ὠφελεῖτο, πάντας ἡμᾶς | |
ὁ Βοηθὸς ἀθροίσας ἐπεσκοπεῖτο τί χρὴ ποιεῖν. ὡς δὲ συν‐ | 641 | |
14.642 | ωμολογήθη, κατὰ τὴν γεγραμμένην ὑφ’ Ἱπποκράτους τε καὶ τῶν ἀρίστων μετ’ αὐτὸν ἰατρῶν θεραπείαν, ἅπαντα πράττειν ἀξιώσαντος αὐτοῦ καὶ συνεχῶς ἐπιφαίνεσθαί με ταῖς ὑπη‐ ρετούσαις αὐτῇ γυναιξὶν, ὁρᾷν τε τὰς ὕλας τῶν κατὰ μέρος | |
5 | βοηθημάτων πρὸς τὸν καθόλου σκοπὸν ἀποβλέποντα, κε‐ φάλαιον ἔχοντα, ξηραίνειν μὲν οὐ μόνον τῆς μήτρας τὰ χωρία, ἀλλὰ καὶ σύμπαν τὸ σῶμα, προσφέρειν τε καὶ ἀλειμ‐ μάτων στυφόντων τοῖς γυναικείοις τόποις, ἐποίουν οὕτως. ἐπεὶ δὲ ταῦτα πραττόντων ἐφαίνετο χείρων ἡ διάθεσις ἀπο‐ | |
10 | τελουμένη, κατὰ τὸ εἰκὸς ἀπορία πᾶσιν ἡμῖν ἐγίνετο καὶ ζη‐ τοῦσιν ἑτέραν ἀγωγὴν θεραπείας, ἐφ’ ἣν μεταβῶμεν, οὔτ’ ἐκ λογισμοῦ τις εὕρισκεν οὔτ’ ἐκ πείρας ἀνεμιμνήσκετο βέλ‐ τιον τῆς ὑπὸ τῶν ἀρίστων ἰατρῶν ὁμολογουμένης. ἐν τούτῳ δὲ καὶ ὄγκος τις ὤφθη κατὰ τὴν γαστέρα παραπλήσιος τῷ | |
15 | γινομένῳ ταῖς κυούσαις, ὃν ἔνιαι τῶν θεραπευουσῶν αὐτὴν γυναικῶν ᾠήθησαν ὄντως ἐπὶ κυήσει γενέσθαι, οὐ μὴν τῶν γε ἄλλων ἰατρῶν τις ἐπείθετο. τὰ γὰρ ἐκκρινόμενα γνωρί‐ | |
σματα ὄντα τοῦ ῥοῦ τοῦ γυναικείου καθ’ ἑκάστην ἡμέραν | 642 | |
14.643 | ἀντιμαρτυρήσει τῇ δόξῃ ταύτῃ. τῆς φυλαττούσης οὖν αὐτὴν, ἣν ἐπεπιστεύκειμεν ἀρίστην εἶναι, τά τ’ ἄλλα πραττούσης ὡς ἐπὶ κυούσης λουούσης τε καθ’ ἑκάστην ἡμέραν, συνέβη κατὰ τὸν πρῶτον οἶκον τοῦ βαλανείου σφοδροτάτης ὠδίνης γενομένης, | |
5 | οἷαι ταῖς τικτούσαις εἰώθασι συμπίπτειν, ὑδατῶδες ὑγρὸν ἐκκενωθῆναι τοσοῦτον ὡς λειποθυμήσασαν ἐξενεχθῆναι τοῦ βαλανείου τὴν γυναῖκα. καλουσῶν δὲ καὶ κεκραγυιῶν τῶν ἀμφ’ αὐτὴν, οὐδεμιᾶς δὲ οὐδὲ πόδας οὐδὲ χεῖρας οὐδὲ τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσι | |
10 | κατὰ τὸ σύνηθες, ἀνατριβούσης, ἐγὼ κατὰ τύχην ἑστὼς πρὸ τῆς ἔξω θύρας τοῦ βαλανείου, κραυγῆς ἀκούσας, εἰσεπήδησα καὶ θεασάμενος ἀπεψυγμένην αὐτὴν, εἰς χεῖρας λαβὼν ναρ‐ δίνου μύρου τὸν στόμαχον ἀνατρίβειν ἐγκελευσάμενος ταῖς παρούσαις, μὴ μάτην ἑστάναι κεκραγυίας, ἀλλὰ τὰς μὲν | |
15 | τοὺς πόδας ἐκθερμαίνειν, τὰς δὲ τὰς χεῖρας, ἐνίας δ’ ὀσφραν‐ τὰ προσφέρειν τῇ ῥινί· τότε μὲν ἀνεκτησάμεθα ταχέως αὐ‐ τήν. ἥδετο δὲ μεγάλως ἡ μαῖα, προσταλείσης ἐπὶ τῇ κενώσει | |
τῆς γαστρὸς, οὐχ οὕτως ἐπὶ τῷ σφαλῆναι ἐπὶ τῇ τοῦ τίκτειν | 643 | |
14.644 | δόξῃ, ἀλλ’ ἐπὶ τὸ διατεταγμένον ἀπιστοῦσιν ἡμῖν ἀντιλέγειν, ὡς ἐπιστημονικῶς εἰδυῖα τὸ πρᾶγμα. ἀποροῦντος δ’ ἑκάστου ὅ τι δεῖ πράττειν καὶ μὴ κατὰ τὸν αὐτὸν σκοπὸν τῷ πρό‐ σθεν ἰᾶσθαι τὴν γυναῖκα, κατατολμῶντας ἐφ’ ἕτερον μετα‐ | |
5 | βῆναι, φροντίζοντι νύκτωρ ἐπῆλθε τοιόνδε τι. λειποψυχίας αὐτῇ γεγενημένης, ὡς ἔφην, ὁπότε καὶ τὰς γυναῖκας εἶπον οὐδὲν μὲν βοηθεῖν, ἑστάναι δὲ κλαιούσας, ἐμαυτόν τε μύρον νάρδινον εἰς τὰς χεῖρας λαβόντα τὸ στόμα τῆς γαστρὸς καὶ τὸ ὑποχόνδριον παρατρίβειν, ἀνεμνήσθην ὅτι τοσαύτην εὗρον | |
10 | ἐν τοῖς χωρίοις τούτοις μαλακότητα τῶν ὑποχονδρίων μυῶν, ὡς ἐμὲ γοῦν ἐν ἀρχῇ βιαιότερον ἀνατρίβειν αὐτὰ διεγνω‐ κότα, φοβηθέντα μὴ θλίψας τὴν σάρκα πελιδνὸν ἐργασαίμην τι μόριον, ἀποστῆναι τοῦ βιαίου. ὡς γὰρ ἄν τις ἄκρως εἰκάσαι βουληθείη παραπλήσια γάλακτι μὲν πηγνυμένῳ εἰς | |
15 | τυροῦ γένεσιν, οὐ μὴν ἤδη γε πεπηγότι, κατεφάνη μοι κατὰ τὸ ὑποχόνδριον ἅπαντα. τοῦ μὲν οὖν ξηραίνειν τὴν ἄμε‐ τρον ὑγρότητα τοῦ πάθους ὑδατώδους ὄντος τυροῦ πάν‐ | |
τες ἔχεσθαι διεγνώκαμεν, ἐξευρεῖν δὲ τρόπον ἰάσεως, | 644 | |
14.645 | οὐ διὰ ξηραινούσης ὕλης μόνον, ἀλλὰ καὶ θερμαι‐ νούσης, ὅπως μὴ τήκοιτο τὸ σῶμα, ψυχρᾶς κράσεως ἀμέ‐ τρως ὑπάρχον· καὶ μάλιστ’ ἐπειδὴ θέρους ὥρᾳ κατ’ ἐκεῖνον τὸν καιρὸν ἡμεῖς τοὐναντίον ἐπράττομεν, ἐν θαλαττίᾳ ψάμ‐ | |
5 | μῳ θερμῇ κατακλίναντες αὐτήν· λογισάμενος δέ τι καὶ ἄλλο κοινότερον ἁμάρτημα κατὰ τὰ πλεῖστα τῶν παθῶν ἑκάστοτε γιγνόμενον ὑπὸ τῶν ἰατρῶν κενούντων μὲν τὸ περιττὸν, ὅπως δὲ μὴ γεννῷτο παραπλήσιον τῷ κενωθέντι παραλει‐ πόντων, ἐνενόησα τὸν σκοπὸν τῆς διαίτης ποιήσασθαι διά | |
10 | τε πόματος ἐλαχίστου καὶ τρίψεως ὅλου τοῦ σώματος, ἔτι τε χρίσεως οὕτω σκευαζομένης, οὐ διὰ πίττης τε καὶ ῥητί‐ νης, ἀλλὰ διὰ μέλιτος μόνου μέχρι πλείονος μὲν ἑψηθέντος, ἀποψυχθέντος δ’ εἰς τοσοῦτον, ὡς τούτῳ δὴ τῷ κατὰ τὰς κρήνας ὕδατι θέρους ὥρᾳ παραπλήσιον εἶναι. καθάπερ δὲ | |
15 | διὰ τοῦ δέρματος ἔγνων ἄμεινον εἶναι διαφορεῖν τὴν περιτ‐ τὴν ὑγρότητα, τὸν αὐτὸν τρόπον οὐρητικοῖς τε φαρμάκοις ἐπὶ τὴν κύστιν αὐτὴν ποδηγεῖν· ἐπιμελεῖσθαι δὲ τοῦ καὶ | |
διὰ κάτω γαστρὸς ὑπάγεσθαι. πειραθεὶς δ’ ἐν ταῖς μετὰ | 645 | |
14.646 | τὴν ἀθρόαν ἔκκρισιν ἡμέραις ἐφεξῆς ὡς ἑπτὰ, καθ’ ἃς ὁ μὲν Βοηθὸς ἅπαντας ἡμᾶς ἰδίᾳ τε καὶ κοινῇ παρεκάλει σκο‐ πεῖσθαί τινα θεραπείας τρόπον, ἀπαγαγὼν αὐτὸν ἀπὸ τῶν παρόντων οἰκετῶν τε καὶ φίλων ἰδίᾳ ἐπὶ τῆς οἰκίας διε‐ | |
5 | λέχθην, οὐδὲν, εἰπὼν, ἄχρι τήμερον οὐδὲ καθ’ ἕν με σφα‐ λέντα τῶν ἰατρικῶν ἔργων ἐπιστάμενος ἐπίσκεψαι κατὰ σαυτὸν εἰ συγχωρεῖς δέκα ταῖς πάσαις ἡμέραις, ὡς βούλο‐ μαι πρᾶξαι περὶ τὴν γυναῖκά σου· κᾂν μὲν ἄμεινον ἴσχειν ἑκάστοτε φαίνηται, μετὰ ταῦτα ἄλλαις τοσαύταις ἐπιτρέ‐ | |
10 | ψεις μοι πράττειν τι περὶ αὐτήν· εἰ δὲ μὴ, τότε κᾀγὼ χω‐ ρισθήσομαι τελέως αὐτῆς. ἑτοίμως δέ μοι συγχωρήσαντος αὐτοῦ, πρῶτον μὲν ὑδραγωγῷ φαρμάκῳ διὰ τῆς κάτω γα‐ στρὸς ἐκένωσα, μετὰ ταῦτα δὲ πίνειν ὕδωρ ἐναφεψηθέντος ἀσάρου τε καὶ σελίνου. ἐπεὶ δὲ ταῖς πρώταις ἡμέραις δύο | |
15 | τούτων γενομένων οὐδὲν ἐφάνη τοῦ ῥοῦ, κατὰ τὴν τρίτην ἔδωκα πάλιν οὐ πολὺ τοῦ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦν‐ τος τὸ ῥέπον ἔμπροσθεν εἰς τὴν μήτραν, οὐ μόνον δι’ οὔ‐ | |
ρων, ἀλλὰ καὶ διὰ τῆς κάτω γαστρὸς παροχετεύειν βουλό‐ | 646 | |
14.647 | μενος. καὶ μετ’ αὐτὸ ἔχριόν τε τῷ μέλιτι καθ’ ἑκάστην ἡμέ‐ ραν, ἀνέτριβόν τε τὸ σῶμα τὰ μὲν πρῶτα διὰ σινδόνων μαλακωτάτων, εἶτα διὰ σκληροτάτων· ἐδίδουν τε κρέα τῶν ὀρείων ὀρνίθων, ἰχθύων δὲ πετραίων. ὡς δὲ διὰ τούτων | |
5 | ἡμέραις πεντεκαίδεκα τῆς θεραπείας γινομένης οὐδὲν ὅλως ἐφάνη τοῦ πάθους γνώρισμα, γνοὺς ὁ Βοηθὸς μεῖζον ἢ κατὰ τὴν ὑπόσχεσιν εἰργασμένον με, τελέως ἐκθεραπεῦσαι τὴν διάθεσιν ἐδεῖτο, ὑποθήκας τε δοῦναι πρὸς τὸν λοιπὸν χρόνον, ὅπως μηκέθ’ ὁμοίως νοσήσειε. ἐπεὶ δὲ πληρωθέντος | |
10 | τοῦ μηνὸς εὔχρους τε ἦν ἀκριβῶς, ὡς μηδὲν ἀποδεῖν ἀκρι‐ βῶς τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν δὲ τοῦ ῥεύματος ἐπε‐ φάνη, τετρακοσίους μὲν ἔπεμψέ μοι χρυσοῦς, ηὔξησέ τε τὸν φθόνον τούτων τῶν γενναίων ἰατρῶν ἐφ’ οἷς ἐτύγχανεν ἐπαινῶν με. καὶ μέντοι καὶ αὐτὸς ἕτοιμος ἦν, ὥσπερ ὅ τε | |
15 | Σεβῆρος, τὸ μηνῦσαι τὰ κατ’ ἐμὲ τῷ τε κατὰ τὴν τῶν Ῥω‐ μαίων πόλιν ὄντι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ αὐτοκράτορι. Λεύκιος γὰρ ἀπεδήμει τῆς πόλεως ἕνεκα τοῦ Παρθικοῦ πο‐ | |
λέμου γενηθέντος ὑπὸ Βολογέσου. | 647 | |
14.648 | [Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.] Κἀγὼ θεα‐ σάμενος αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι πρᾶξαι κωλυθῶ τῆς ἐς Ἀσίαν ἐπανόδου, παρε‐ | |
5 | κάλεσα βραχὺν ἐπισχεῖν χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι. καὶ τοίνυν ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥω‐ μαίων πόλεως ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν οἴκησιν· ᾧ | |
10 | προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων, ἡμέρᾳ μιᾷ τῶν ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν τε παραχρῆ‐ μα καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν εἰς τὴν πατρίδα παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστε‐ | |
15 | ρον ἐπράχθη. ἐγὼ δ’ ἀνὰ Καμπανίαν γενόμενος, εἶτ’ ἐκεῖ‐ θεν ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα κατὰ τὴν πρώτην ἀναγενομένην ναῦν, εἴτ’ ἐς Δυῤῥάχιον | |
εἴτ’ ἐπὶ τῆς Ἑλλάδος πλέοι, διαπεραιωθῆναι· δεδιὼς μή | 648 | |
14.649 | τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ αὐτο‐ κράτωρ γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρα‐ τιώτην εἰς Ῥώμην ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕ‐ τως μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα. ζητοῦντες | |
5 | δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰ‐ κέτου πυνθανόμενοι ποῦ ποτ’ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμ‐ πανίᾳ διατρίβειν με, τὸ μὲν πρῶτον ὑπώπτευον τὸ γεγονός· προϊόντος δὲ τοῦ χρόνου μήθ’ ὁρῶντες μήτε τὸν ἐμὸν ἄν‐ θρωπον ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λε‐ | |
10 | γόμενα· καὶ τότε μόγις ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν Ῥώμην, ὅτι μὴ ψευδῶς, ἀλλ’ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ’ οὐ πολὺν ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ’ ἑτέρου τοῦ πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ κα‐ | |
15 | θεστήκει. γενομένου δὲ λόγου περὶ τῶν ἔργοις, οὐ λόγοις ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες | |
οὖν ἤδη τῆς πόλεως, ὡς ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ | 649 | |
14.650 | χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι, παρεσκευακότες τε καὶ συγ‐ κροτοῦντες τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος με‐ ταστάντος εἰς θεοὺς ὁ ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην | |
5 | τὸ σῶμα καὶ ποιήσας ἀμφ’ αὐτῷ τὰ νομιζόμενα, τῆς ἐπὶ τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ. χρηστὸν δ’ ὄντα καὶ φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶ‐ σθα, πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ τα‐ χέων ἐπανήξειν. παντὶ δ’ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρό‐ | |
10 | νῳ μεμνημένος τῆς συνήθους κακοηθείας τῶν κατὰ τὴν πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν αὐτῆς ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμο‐ δος, ὑπὸ Πειθολάῳ τρεφόμενος ἐντολὰς ἔχοντι παρ’ αὐτοῦ τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν ἐπιμέλειαν | |
15 | ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ’ αὐτοῦ χρονίσαντος ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους τε καὶ ἰα‐ τρικὰς, ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην | |
αἰτήσασι τοῖς φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας | 650 | |
14.651 | αὐτὰς ἔσεσθαι. ὡς εἴ γε ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς ἀναξίοις, οὐκ ἂν οὐδ’ ἐκείνοις ἔδωκα. καλῶ δ’ ἀναξίους ὅσοι μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν ἀνάγνωσιν ἥκουσιν, ἀλλ’ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν | |
5 | ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία πᾶσα γέ‐ γραπται τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν ἄλλων προγνωστικῶν σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησά‐ μην ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν βουλη‐ θέντι σοι μαθεῖν ἐκ τίνος θεωρίας ἐγένετο, ῥᾳδία | |
10 | καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀνα‐ γνόντι, γεγυμνασμένῳ τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμε‐ τρίᾳ τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις ἰατροῖς, ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς πανουργίαν δ’ ἐκτραπόμενοι τὴν ἐπ’ αὐτῇ τέχνην ἤσκη‐ | |
15 | σαν, οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων δύνανται οὔτε ἀκουσθῆναι [Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις αὐτῆς δι’ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου υἱὸς ἤρξατο | |
μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν | 651 | |
14.652 | ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ’ αὐτοῦ τούτου πρόγνωσίς ἐστι, διὰ τῶν περὶ κρίσεως ὑπομνημάτων γέγραπται, δι’ ὧν καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ περιμείνασα τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ | |
5 | Ἕξστῳ δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ κοιτωνίτῃ ὅ τι θεσπίζοιμι περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνά‐ των εἶναι προειρηκότος. ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς | |
10 | μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν τὸ νό‐ σημα· κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον. ἑκταῖον μὲν οὖν κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ βεβαίαν ἕξειν τὴν κρίσιν· ἔσεσθαι μέντοι τὴν κρίσιν ἐξ ἀνάγκης δι’ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως | |
15 | γε ἐκρίθη, φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο μὲν καθ’ ἑκάστην ἡμέραν, οὔτε δ’ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν | |
χυλοῦ πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις | 652 | |
14.653 | δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν ὕδατι βρέξας ἠρκεῖτο μόνον. ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ’ αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν τρισκαιδεκάτην ἡμέραν τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ | |
5 | τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ ποιήσα‐ σθαι τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ κατά τε τὴν ἑξῆς ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσ‐ σαρεσκαιδεκάτην οὖσαν ἀρξάμενος πυρέττειν ἐκέλευσε μηδένα μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν | |
10 | μηδὲ πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊ‐ ούσης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἐφαιδρύνετο, Κλαύδιος Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐ‐ τὸν, εὑρών τε σφοδρῶς ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύ‐ | |
15 | θετο τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου πυ‐ ρετοῦ νῦν αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ’ αὐτοῦ τὸ ἀληθὲς, ὡς διὰ φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν ἐπίσκεψιν τοῦ | |
Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων | 653 | |
14.654 | γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς τοῦ νοσήματος. ἀπεκρινάμην οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς· | |
5 | εἶτα κριθησομένου κατὰ τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει γενησομέ‐ νην λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δη‐ λονότι, τοῦτο καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ’ ὅτι οὐκ ἂν σφαλείην ὑπὲρ τοῦ σωθήσεσθαι τὸν Ἕξστον ἐπί‐ | |
10 | στευσέ μοι· τὸ δὲ τῆς ἡμέρας ἐν ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον ὑπὲρ τῶν εἰς τετάρτην ἡμέραν ἐσομένων. ἅτε δ’ οὕτως διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν Ἕξστου | |
15 | περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην ἐπίσκεψιν. ὡς δὲ θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ διαμενεῖς ἐπὶ τῶν | |
αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι | 654 | |
14.655 | τὰ αὐτὰ, μετ’ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ βεβαίως εἴην πεπεισμένος Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν οὖν παρ’ ἐμοῦ μᾶλλον ἢ χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι | |
5 | τὴν αὐτὴν γνώμην ἐπὶ τοῖς προειρημένοις, ἤ τι καὶ μετα‐ κινοῖμι τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων κινεῖν, προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὃς αὖθις ἤρε‐ το τί τοῦτό ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδε‐ κάτης ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ δευτέραν ὥραν | |
10 | νυκτερινήν. ἆρ’ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ’ εἶπας; εἰρη‐ κέναι τε ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ. πάντως οὖν ἔφη καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην, οὗτος ἔφη· ἐμοὶ δ’ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης, | |
15 | οὐ γὰρ περιέρχομαι κηρύττων τὰς ἐμὰς προγνώσεις τε καὶ θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μι‐ σῶσι, γόητά τε καὶ μάντιν ἕτερά τε κατ’ ἐμοῦ τοιαῦτα | |
θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις ὅσοι κατεγνώκατε | 655 | |
14.656 | τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας, ἐπιδείκνυμι τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς δὲ ἰατροὺς τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσό‐ φους φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου βέλτιον βιοῦντες | |
5 | ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα μὲν εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, ὦ Ἐπίγενες, ἔγνως τὴν κα‐ κοήθειαν τῶν ἰατρῶν σχεδὸν ἁπάντων εὐχομένων φανερῶς ἀποτυχεῖν με πεμπόντων τε δι’ ὅλης ἡμέρας τοὺς γνωσομέ‐ νους τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔ‐ | |
10 | δεσάν με τῷ Σεβήρῳ καὶ Πειθολάῳ προειρηκότα δείλης ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ τὴν ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, κα‐ ταγελῶντες καὶ φανερῶς ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶ‐ σιν ἔλεγον κερτομοῦντες ὡς ἡ θαυμαστὴ μαντεία τοῦ Γα‐ | |
15 | ληνοῦ κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρί‐ σεως, ὡς προειρήκειν κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπο‐ μένην ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ ταῦτα | |
τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι | 656 | |
14.657 | διά τε τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν περὶ τῶν κρίσεων πραγματείαν. τούτοις μέντοι τοῖς ἰατροῖς, οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς, ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ | |
5 | μάλιστα ἐὰν ἀπύρετος γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑπο‐ στροφῆς πυρέττῃ. καίτοι παρ’ Ἱπποκράτους κατὰ τῶν ἐπι‐ δημιῶν βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ’ ἑκάστῳ τῶν ἀῤῥώστων ἄχρι τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ τὴν ιδʹ. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξʹ. ἢ πʹ. τύχῃ γεγενη‐ | |
10 | μένη. αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ τοῖς πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ’ οὐ τοιαύτη γε κατ’ ἀλήθειαν ἦν, ὥσπερ οὐδ’ ἡ μετὰ γνώσεως τῶν ἐνεστώτων θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν ἐκείνου γενομένη. | |
15 | [Διάγνωσις τῆς κοιλίας παθούσης ὑπὸ τῆς εἰσβολῆς τοῦ πυρετοῦ.] Θαυμαστὴ δ’ ὄντως ἡ | |
νῦν ἐπ’ αὐτοῦ τοῦ βασιλέως συμβᾶσα, δόξαντος μὲν καὶ | 657 | |
14.658 | αὐτοῦ καὶ τῶν ἀμφ’ αὐτὸν ἰατρῶν, ὅσοι συναπεδήμησαν αὐτῷ, παροξυσμόν τινα πυρεκτικὸν ἄρξασθαι, σφαλέντων δὲ πάντων καὶ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἕωθεν καὶ περὶ τὴν ὀγδόην ὥραν. εἰλήφει δὲ τῆς προτεραίας τοῦ διὰ | |
5 | τῆς ἀλόης πικροῦ φαρμάκου πρώτης ὥρας, εἶτα τῆς θηρια‐ κῆς, ὡς ἔθος ἦν αὐτῷ καθ’ ἑκάστην ἡμέραν προσφέρεσθαι, καὶ τότε προσενεγκαμένου περὶ ὥραν ὡς ἕκτην, εἶτα λουσα‐ μένου περὶ δυσμὰς ἡλίου καὶ βραχὺ τραφέντος καὶ ἐπιγενο‐ μένων ὅλης τῆς νυκτὸς στρόφων ἅμα τῇ διὰ τῆς κάτω γα‐ | |
10 | στρὸς κενώσει, καὶ διὰ τοῦτο πυρέξαντος αὐτοῦ, καὶ τῶν ἀμφ’ αὐτὸν ἰατρῶν θεασαμένων, ἡσυχάσαι τε κελευσάντων, εἶτα ῥοφήματι θρεψαμένων ὥρας ἐννάτης, ἐμοῦ δὲ μετὰ ταῦτα κληθέντος, ὅπως καὶ αὐτὸς ἐν τῷ Παλατίῳ κοιμη‐ θείην, ἧκέ τις καλῶν ἡμᾶς ἄρτι λύχνων ἡμμένων ὑπὸ τοῦ | |
15 | αὐτοκράτορος στελλόμενος. ὡς δὲ τριῶν ὄντων τῶν ἕωθέν τε καὶ περὶ τὴν ἕω ἑωρακότων αὐτὸν, ἁψαμένων τε δυοῖν τῶν σφυγμῶν, ἐπισημασίας ἀρχή τις εἶναι πᾶσιν ἐφαίνετο, | |
σιωπῶν δὲ εἱστήκειν ἐγὼ, προσβλέψας με πρῶτον ἐπύθετο, | 658 | |
14.659 | διὰ τί τῶν ἄλλων ἁψαμένων ἐγὼ μόνος οὐχ ἡψάμην. εἶπον οὖν αὐτῷ, ὅτι δύο ἤδη τούτων ἡμμένων, ἤδη δὲ ἴσως καὶ κατὰ τὴν μετά σου γεγενημένην αὐτοῖς ἀποδημίαν ἐγνωσμέ‐ νης τῇ πείρᾳ τῆς ἰδιότητος τῶν σφυγμῶν σου, μᾶλλον αὐ‐ | |
5 | τοὺς ἐλπίζω διαγινώσκεσθαι τὴν ἐνεστῶσαν ἄρτι διάθεσιν. ὡς δ’ εἰπόντος μου ταῦτα καὶ αὐτὸν ἐμὲ κελεύσαντος ἅψα‐ σθαι, φανέντος μου τοῦ σφυγμοῦ περὶ τὸ κοινὸν μέτρον ἁπάσης ἡλικίας τε καὶ φύσεως ἀφεστηκέναι τοῦ δηλοῦντος ἀρχὴν ἐπισημασίας, ἀπεφηνάμην εἰσβολὴν μὲν οὐδεμίαν εἶναι | |
10 | πυρετοῦ, θλίβεσθαι δὲ αὐτοῦ τὸν στόμαχον ὑπὸ τῆς εἰλημ‐ μένης τροφῆς, φλεγματωθείσης μὲν πρὸ τῆς ἐκκρίσεως, ἐμφαινούσης δ’ ἔπαινόν τινα τῆς διαγνώσεως αὐτῇ λέξει τῇδε, τρὶς ἐφεξῆς εἰπὼν αὐτό ἐστιν, αὐτὸ τοῦτο ὃ εἶπες ἔστιν. αἰ‐ σθάνομαι γὰρ ὑπὸ ψυχροτέρας τῆς τροφῆς βαρυνόμενος. καὶ | |
15 | ἤρετο τί ποιεῖν χρή. ἐγὼ δ’ ἀπεκρινάμην ἅπερ ἔγνων καὶ ἐλέχθη μοι πρὸς αὐτὸν, ὡς, εἰ ἄλλος τις ἦν ὁ διακείμενος οὕτως, ἔδωκα ἂν αὐτῷ, καθάπερ εἴωθα, πιεῖν οἶνον πεπέρεως | |
ἐπιπάσας. ἐφ’ ὑμῶν δὲ τῶν βασιλέων, ἀσφαλεστάτοις βοη‐ | 659 | |
14.660 | θήμασιν εἰωθότων χρῆσθαι τῶν ἰατρῶν, ἀρκεῖ ναρδίνῳ μύρῳ θερμῷ δεύσαντα μαλλὸν ἐρίου, θεῖναι κατὰ τοῦ στό‐ ματος τῆς κοιλίας. ὁ δὲ καὶ ἄλλως εἰπὼν ἔθος ἐκείνῳ ὅταν ποτὲ μέμψηται τὸν στόμαχον, ἀνειλημμένον πορφυρέῳ ἐρίῳ | |
5 | τὸ νάρδινον μύρον ἐπιτιθέναι θερμὸν, κελεύσας τε Πειθο‐ λάῳ πρᾶξαι τοῦτο καὶ ἡμᾶς ἀπολῦσαι, ἐπιθέντος δ’ αὐτοῦ καὶ τῶν ποδῶν ἐκθερμανθέντων ὑπὸ τῶν ἀνατριβόντων θερμαῖς ταῖς χερσὶν, ᾔτησεν οἴνου Σαβίνου καὶ πεπέρεως ἐπιβαλὼν ἔπιε· καὶ εἰπὼν τῷ Πειθολάῳ μετὰ τὸ πιεῖν ὡς | |
10 | ἰατρὸν ἔχων ἕνα καὶ τοῦτον ἐλεύθερον πάνυ διετέλει τε περὶ ἐμοῦ λέγων ἀεὶ, καθάπερ οἶσθα καὶ σὺ, τῶν μὲν ἰα‐ τρῶν πρῶτον εἶναι, τῶν δὲ φιλοσόφων μόνον· ἐπεπείρατο γὰρ ἤδη πολλῶν, οὐ μόνον φιλοχρημάτων, ἀλλὰ καὶ φιλο‐ νείκων καὶ φιλοδόξων καὶ φθονερῶν καὶ κακοήθων. ὅπερ | |
15 | οὖν ἔφην ἐγὼ, ταύτης τῆς ἐπισκέψεως οὐδεμίαν ἄλλην ἡγοῦμαί μοι γεγονέναι θαυμαστοτέραν. ἐζητημένου γὰρ ἅπασι τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἀσκήσα‐ | |
σιν, ὧν εἷς καὶ Ἀρχιγένης ἐγένετο, τί σημεῖον ἴδιον ἐπι‐ | 660 | |
14.661 | σημασίας, καί τινων μὲν ἐν ἀρχῇ τῆς κατὰ τὴν ἀρ‐ τηρίαν συστολῆς εὑρίσκεσθαι φάντων αὐτῶν, τινῶν δὲ μηδόλως αἰσθητὴν εἶναι τὴν συστολὴν, εὐτυχήσας ἐγὼ, τί γὰρ ἂν ἄλλο φαίη τις αἰσθητικωτάτην ἁφὴν τῆς παρὰ μικρὸν ἐν τοῖς | |
5 | σφυγμοῖς διαφορᾶς, ἁμαρτανόντων εἰς τοσοῦτον ἐνίων ἰα‐ τρῶν ἐπειράθην, ὡς ἀρχομένους ἐπισημαίνεσθαί τινας εἰς τὸ βαλανεῖον ἐκπέμπειν, ἢ τραφῆναι κελεύειν ἐκώλυσα. διαπαντὸς οὖν ἀκριβῶς ἐμαυτοῦ πεπειραμένος διαγνόντος ἀρχὴν παροξυσμοῦ προπετέστερον μὲν ἴσως, ὅμως δ’ ἐτόλ‐ | |
10 | μησα βασιλεῖ διατεινάμενος εἰπεῖν, ὅτε πρῶτον ἡψάμην, ἐναντίαν ἀπόφασιν ἧς αὐτός τε καθ’ ἑαυτὸν ἐδόξαζε καὶ τῶν ἰατρῶν ἤκουε. τὸ μέντοι κατὰ Κόμμοδον ἔχειν μέν φασί τι μέγιστον, τῇ δ’ ἀληθείᾳ πάμπολυ λείπεται τοῦδε. [Ἐκ τῶν σφυγμῶν διαγινώσκει τὴν φλεγ‐ | |
15 | μονὴν τῶν παρισθμίων.] Τῆς παλαίστρας γὰρ ἀπαλλαγέν‐ τος αὐτοῦ πρὶν σιτίων, ὥρας ὀγδόης εἰσέβαλε θερμὸς ἱκα‐ νῶς πυρετός· ἁψαμένῳ δέ μοι τῶν σφυγμῶν φλεγμαίνειν | |
τι μόριον ἐφαίνετο· καὶ ταῦτα ἀκούσας ὁ Πειθόλαος θαυ‐ | 661 | |
14.662 | μάζειν ἔφησεν, εἰ τῶν παρισθμίων ἡ φλεγμονὴ τὸν σφυγμὸν ἠλλοίωσε τοῦ παιδὸς, οὐδὲν γὰρ ἄλλο μέρος αὐτοῦ φλεγμαί‐ νει· κᾀν τούτῳ διανοίξας αὐτῷ τὸ στόμα κελεύει μοι θεά‐ σασθαι. φανέντων δὲ τόπων τραχέων καὶ λίαν ἐρυθρῶν, οὐ | |
5 | μέντοι μέγαν ὄγκον ἐχούσης τῆς φλεγμονῆς, ἠρόμην τίς ὁ ἀνατρίψας εἴη στοματικῷ φαρμάκῳ σφοδροτέραν τῆς ἁρ‐ μοζούσης τῷ παιδὶ στύψιν ἔχοντι. τοῦ δὲ φάντος ἑαυτὸν εἶναι τὸν ἀνατρίψαντα τῷ διὰ μέλιτος καὶ ῥοῦ φαρμάκῳ, μεταβῆναι μὲν ἐπὶ μελίκρατον ἐναφεψημένων ῥόδων | |
10 | ἐκέλευσα καὶ τούτῳ μόνῳ χρῆσθαι διά τε τῆς νυκτὸς καὶ τῆς ἐχομένης ἡμέρας ὅλης πολλάκις ἅμα τῇ μετ’ αὐτὴν νυκτὶ, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἕωθεν, ἐπειδὴ τά τε τῆς φλεγμονῆς ἐπέπαυτο τελέως ἀπύρετός τε ἦν μικροῦ δεῖν ὁ παῖς. ἔπεισα δ’ οὖν τὸν Πειθόλαον εἰς βαλανεῖον ἐγγὺς ὂν | |
15 | τοῦ κοιτῶνος εἰσαγαγόντα, μεθ’ οὗ πολὺ τῷ κατὰ τὴν πύε‐ λον ὕδατι χρήσασθαι, διαβρεχομένων μὲν ἁπάντων τῶν ἄλ‐ λων μορίων, μόνης δὲ τῆς κεφαλῆς καταντλουμένης δαψι‐ | |
λῶς. τραφέντι αὐτῷ περὶ τρίτην ὥραν ἧκεν Ἀνία Φαυστίνη | 662 | |
14.663 | συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι δευτεραῖον αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ’ ἄριστον ἐγνω‐ κέναι περὶ τοῦ γενομένου πυρετοῦ· καὶ τούτοις ἔτι προσε‐ τίθει δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην, | |
5 | καθ’ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθό‐ λαος, πῶς δὲ οὐ μέλλομεν, ἔφη, τὸν Θεσσάλειον ὑπερβάλ‐ λειν διάτριτον; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος ἕω‐ θεν ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ λούειν αὖθις ἑσπέρας ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν | |
10 | ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι χρόνου αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ συνεξήγαγεν, ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ με‐ θοδικῶν παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι μὴ λόγοις, ἀλλ’ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη | |
15 | πολλοὺς τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν πρώτην, ἐνίους τῇ τρίτῃ τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάν‐ | |
τες ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαν‐ | 663 | |
14.664 | τες, ὑπερβάλλειν τὰς ὑπόπτους ὥρας κατακειμένους φυλάτ‐ τεσθαι. καὶ νῦν οὖν, ἔφη, τὸ τῆς ἐπιστήμης βέβαιον ἐπι‐ δείκνυται, βασιλικοῦ παιδὸς ἀποδημοῦντος τοῦ πατρὸς ἐν ταῖς πρώταις δύο πυρέξαντος σφοδρῶς, ὡς καὶ ὑμεῖς χθὲς | |
5 | ἠκούσατε, κατὰ τὴν τρίτην ἡμέραν οὐχ ὑπερβάλλειν, ὡς ὑμεῖς ἀξιοῦτε, τὴν ὀγδόην ὥραν ἀναμείνας, ἀλλ’ ἤδη λούσας τε καὶ θρέψας· ὅ τε τροφεὺς αὐτῷ Πειθόλαος ἀκριβέστα‐ τος ὢν περὶ τὰ τοιαῦτα, ὡς δειλίαν εἶναι τὴν ἀκρίβειαν αὐτοῦ, διὰ τὸ προπειρᾶσθαι τῆς τέχνης τοῦ ἀνδρὸς ἐπεί‐ | |
10 | σθη καὶ λοῦσαι καὶ θρέψαι πρὸ τῆς ὑπόπτου. ἡ μὲν τοι‐ αῦτα ἔλεγε διαβαδίζουσα μέχρι τοῦ ὀχήματος· ἐγὼ δὲ μελ‐ λούσης αὐτῆς ἐπιβαίνειν αὐτοῦ χωριζόμενος εἶπον· ἐποί‐ ησάς με πολὺ μᾶλλον ἢ πρόσθεν ὑπὸ τῶν ἰατρῶν μισεῖσθαι. χωρισθείς τε τῷ Πειθολάῳ διηγούμην αὐτός. καὶ μέντοι καὶ | |
15 | ὅτι διὰ τοὺς τοιούτους ἰατροὺς ἔναγχος ἔγραψα τὰς πραγ‐ ματείας, μίαν μὲν τὴν περὶ τὰς διαφορὰς τῶν πυρετῶν, ἑτέραν δὲ τὴν περὶ τῶν κρισίμων ἡμερῶν, καὶ τρίτην τὴν περὶ τῶν κρίσεων, ἐπιδεικνὺς ὑφ’ Ἱπποκράτους γεγράφθαι | |
τὴν θεωρίαν, ἐφ’ ἧς ἄν τις προγινώσκοι τὰ γενησόμενα περὶ | 664 | |
14.665 | τοὺς ἀῤῥώστους. οἱ δ’ οὕτως εἰσὶν ἀφυεῖς, ὥστε μηδὲ μετὰ τῆς ἐμῆς ἐξηγήσεως δύνασθαι αὐτὰ μαθεῖν. αὐτὸς γὰρ σὺ, Ἐπίγενες φίλτατε, τὰ γεγραμμένα μοι περὶ τούτων ἁπάν‐ των ὧν ἐθεάσω με προλέγοντα γινώσκεις ἐπιδεδειγμένα πρὸς | |
5 | Ἱπποκράτους εἰρῆσθαι, μόνην αὐτοῖς προσθέντος τὴν περὶ τοὺς σφυγμοὺς θεωρίαν, ἥνπερ καὶ μόνην οὐκ ἐξειργάσατο, καθάπερ οἱ μετ’ αὐτὸν ἄλλος ἄλλο τι προσθεὶς αὐτῇ μέχρι τοῦ καθ’ ἡμᾶς χρόνου ἐπεκόσμησαν. καὶ γὰρ ἡ γνῶσις τῶν τοῦ σώματος διαθέσεων ἐκ θεωρίας γίνεται, ὥσπερ ἐκ | |
10 | τούτων ἀκριβοῦς γνώσεως, ἡ τῶν μελλόντων ἔσεσθαι πρό‐ γνωσις. [Πρόγνωσις τῆς ἐσομένης κρίσεως διὰ τῆς κατὰ τοὺς μυκτῆρας αἱμοῤῥαγίας.] Καὶ τό γε σοῦ πα‐ ρόντος γενόμενον, ἡνίκα περὶ φλεβοτομίας ἐσκέπτοντο τῶν | |
15 | ἐν Ῥώμῃ πρωτευόντων ἔνιοι, διὰ τῶν ὑπομνημάτων ὧν ἐποίησα δείκνυται, δεδειγμένων ὑφ’ Ἱπποκράτους τελεώτατα. πέμπτην γὰρ ἡμέραν ἦγε τοῦ νοσήματος ὁ νεανίσκος, ἐφαί‐ | |
νετο δὲ παραλελεῖφθαι τὸ τῆς φλεβοτομίας βοήθημα, δεο‐ | 665 | |
14.666 | μένου τοῦ πάθους ἐν ἀρχῇ γεγονέναι περὶ δευτέραν, ἢ τρί‐ την, ἢ πάντως γε τὴν τετάρτην ἡμέραν αὐτήν. εἶτ’ ἐπειδὴ μήθ’ ἡ ὥρα τοῦ ἔτους, μήθ’ ἡλικία τοῦ κάμνοντος, ὥσπερ γε μήθ’ ἡ κατὰ τὴν ζωτικὴν δύναμιν ἀσθένεια μήθ’ ἡ | |
5 | προγεγενημένη δίαιτα τοῦ νοσήματος ἀντεδείκνυτο, πάντα δ’ ἀλλήλοις ὡμολόγει τὴν φλεβοτομίαν ἐνδεικνύμενα, συνε‐ βούλευσαν οἱ ἰατροὶ τέμνειν τὴν φλέβα, προσηκόντως φρο‐ νοῦντες. ἐγὼ δὲ περινοήσας ἀκριβῶς ἅπαντα τὰ φαινόμενα, τὰ πρὸς Ἱπποκράτους εἰρημένα τῶν αἱμοῤῥαγήσειν μελλόν‐ | |
10 | των σημεῖα, καλῶς μὲν ἔφην αὐτοὺς ὁρίζειν τὴν ἀφαίρεσιν τοῦ αἵματος, ἔρχεσθαι δὲ ἐπὶ τοῦτο καὶ τὴν φύσιν ἐπει‐ γομένην ἀποκρῖναι τὸ βαρῦνον αὐτήν· καὶ τοῦτο αὐ‐ τίκα μάλα γενήσεσθαι, κᾂν ἡμεῖς μὴ ποιῶμεν. οἱ μὲν οὖν ἰατροὶ ταῦτ’ ἀκούσαντες ἐθαύμαζον δῆθεν. ἐξαναστάν‐ | |
15 | τος δ’ ἐπὶ τῆς κλίνης τοῦ νοσοῦντος, ὡς ἀναπηδῆσαι θέ‐ λοντος, ἐρωτηθέντος δὲ, τίνος ἕνεκεν ἀνεπήδησε μηδενὸς | |
φοβεροῦ παρόντος, φάντος δὲ τὸν ἐρυθρὸν ὄφιν ἐξέρποντα | 666 | |
14.667 | τῆς ὀροφῆς θεασάμενον αὐτὸν δεῖσθαι, μή πως ἀποσφαλεὶς ἐπ’ αὐτὸν κατενεχθείη, καὶ διὰ τοῦτο φυγεῖν τὸν τόπον, ἐν ᾧ κατέκειτο. τοῖς μέντοι οὐδέν τι συντελεῖν ἐδόκει τοῦτο πρὸς τὴν μέλλουσαν αἱμοῤῥαγίαν. ἐμοὶ δὲ τά τ’ ἄλλα δια‐ | |
5 | σκεψαμένῳ πάντα καὶ τὸ κατὰ τὸ δεξιὸν μέρος τῆς ῥινὸς ἄχρι τοῦ μήλου θεασαμένῳ τὴν τέως ἀμυδρὰν ἐρυθρότητα πολὺ δή τι νῦν ἐμφανέστερον γενομένην, ἐπίδοξον ὅσον οὔπω κατὰ τὸν δεξιὸν μυκτῆρα τὸ τῆς αἱμοῤῥαγίας ἔσεσθαι σαφῶς ἐφαίνετο. καί τινι τῶν παρόντων οἰκετῶν | |
10 | τοῦ κάμνοντος ἠρέμα διαλεχθεὶς, ἀγγεῖον ἔχειν ἕτοιμον ὑπὸ τὴν ἐφεστρίδα τῶν ἐπιτηδείων δέξασθαι τὸ αἷμα, κᾄπειτα φθεγξάμενος εἰς ἐπήκοον πάντων ἰατρῶν, ἐὰν βραχύτατον προσμείνωσι, θεάσεσθαι τὸν ἄνθρωπον ἐκ δεξιοῦ μυκτῆρος αἱμοῤῥαγοῦντα. τῶν δὲ γελασάντων ἐν τῷ προειρῆσθαι προ‐ | |
15 | σκεῖσθαι κατὰ τὸν λόγον τὸν δεξιὸν μυκτῆρα, καὶ μὴν, ἔφην, ἢ ἀμφότερα δεῖ γενέσθαι, ἢ περὶ θάτερά με σφα‐ λῆναι. ὑπὸ γὰρ τῆς θεωρίας ἀμφότερα τὴν πρόγνωσιν ἔχει, | |
τό θ’ αἱμοῤῥαγῆσαι τὸν νοσοῦντα, τό τ’ ἐκ δεξιοῦ μυκτῆ‐ | 667 | |
14.668 | ρος, ἐφ’ ᾧ τεκμήρασθαι προσέχειν ἠξίωσα. θεασάμενος οὖν τὸν νοσοῦντα δάκτυλον ὡς κνίζοντι τῷ μυκτῆρι ἐνερείδοντα, προσέχειν ἠξίωσα τῷ γινομένῳ τὸν κρύπτοντα τὸ ἀγγεῖον, ὅπως, ἐπειδὰν ἴδῃ τὸ αἷμα τοῦ μυκτῆρος ἐκχεόμενον, προσ‐ | |
5 | δραμὼν ὑποθῇ τὸ σκεῦος. ἅμα τε οὖν ἔλεγον ταῦτα καὶ τὸν δάκτυλον ᾑμαγμένον ἐξείλκυσεν, ὅ τε οἰκέτης προσδραμὼν ὑπέθηκεν αὐτῷ τὸ ἀγγεῖον, ἐφ’ ᾧ μεγίστης κραυγῆς, ὡς οἶσθα, γενομένης οἱ μὲν ἰατροὶ πάντες ἔφυγον, ἐγὼ δ’ ἐρο‐ μένῳ σοι τὴν θεωρίαν τῆς προγνώσεως ἐδήλωσα πᾶσαν ἐκ | |
10 | τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων δεδιδαγμένος· ἔτι δὲ καὶ τοῦτο προσέθηκα, σφοδρὰν ἔσεσθαι προσδοκᾷν τὴν αἱμοῤ‐ ῥαγίαν. ἥ τε γὰρ ὁρμὴ τῆς φύσεώς ἐστιν ἰσχυρὰ καὶ ἡ νό‐ σος ἄπεπτος· εἰώθασι δὲ τοῖς τοιούτοις αἰτίοις ἄμετροι κενώσεις γίγνεσθαι. διὸ καὶ παραμεῖναι ὀλίγον χρόνον τῷ | |
15 | κάμνοντι κάλλιον εἶναι νομίσας ἔπεμψα τὸν ἀκόλουθόν μου παῖδα κομίσαντα σικυίαν μεγάλην ἀφανῶς τοῖς πολλοῖς· ἐν τάχει τε αἵματος πολλοῦ κατὰ τὸ ἀγγεῖον ἀθροισθέν‐ | |
τος ἕτερον αἰτήσας δεξάμενος τὸ αἷμα καὶ τὸν σταθμὸν | 668 | |
14.669 | ἰδὼν τοῦ κενουμένου λιτρῶν ὄντα δʹ. καὶ ἡμισείας ἀνάῤῥο‐ πον τε τὸν κάμνοντα σχηματίσας καὶ ψυχρὸν ὀξύκρατον ἀναῤ‐ ῥοφεῖν τῷ μυκτῆρι κελεύσας, ἐπιθείς τε τῷ μετώπῳ σπόγγον ἐκ ψυχροῦ βεβρεγμένον μελικράτου καὶ τὰ κῶλα διαδήσας, | |
5 | ὡς οὐδὲν ὅλως ἤνυσε ταῦτα, τὴν σικυίαν κατὰ τὸ δεξιὸν ὑποχόνδριον ὑποβαλὼν εὐθέως ἔστησα τὴν αἱμοῤῥαγίαν· ὅπερ ὅτι καὶ αὐτὸ τῆς Ἱπποκράτους ἐστὶ τέχνης, ἐδήλωσά σοι· καί μοι διὰ τοῦτο καὶ ταῦτα καὶ τἄλλα πάνθ’ ὅσα διὰ τῶν ἔργων ἐπεδειξάμην ἐγράφη. καὶ γὰρ ῥῖγος ἐσόμενον | |
10 | ὅπως χρὴ προγινώσκειν ἔγραψα, καὶ διάῤῥοιαν γαστρὸς, ἔμετόν τε καὶ πλῆθος οὔρων ἀμέτρων ἢ ἐπίσχεσιν, ἱδρῶτάς τε καὶ παρωτίδας ἐσομένας, ἀποσκήμματά τε παραφροσύ‐ νην τε καὶ παραφορὰν, ἅπαντά τ’ ἄλλα συμπτώματα. τινὰ δὲ, ὡς ἔφην καὶ πρόσθεν, ὁ προμαθεὶς ταῦτα προσεπιλογί‐ | |
15 | ζεται πρὸς ἑαυτοῦ, καθάπερ ἐπὶ τοῦ Βοηθοῦ παιδὸς προσ‐ επελογισάμην ἐγὼ, ἐπί τε τῆς ἐρώσης καὶ τοῦ διὰ φόβου ἀθυμοῦντος. [Διάγνωσις τοῦ διαλιπόντος μὲν, ἀλλά γε | |
κατὰ φύσιν σφυγμοῦ.] Ἔναγχος, ὡς οἶσθα, καὶ τοιόνδε τι | 669 | |
14.670 | προειπόντος μου, τοὺς πολλοὺς ἐξέπλησσεν ἡ πρόγνωσις. οἰκονόμος γάρ τις, ἅπαντα διοικῶν ὀρθῶς τὰ τοῦ δεσπότου καὶ διὰ τοῦτο τιμώμενος, ἑτέρων αὐτὸν ἰατρῶν ἰωμένων, ἐκρίθη μὲν ἑβδομαῖος ἱδρῶτι, τῇ δ’ ὑστεραίᾳ διαλείποντα | |
5 | τὸν σφυγμὸν εὑρόντες αὐτοῦ κακοήθη διάθεσιν ἐν τῷ σώ‐ ματι φωλεύειν ἔδοξαν, σφαλέντες μεγάλως. εἶτα τῆς οἰκίας ἐξελθόντος ἅμα τῷ δεσπότῃ τοῦ νεανίσκου, κατὰ τύχην ἀπήντησάν μοι, διηγησάμενοι τὰ προγεγονότα καὶ τὰ πα‐ ρόντα συμπτώματα, τί ποτε σημαίνει τὸ κατὰ τὸν | |
10 | σφυγμὸν ἀλόγως γεγονὸς, ἐδέοντο μαθεῖν. κᾀγὼ πυθόμενος πλησίον εἶναι τὴν οἰκίαν, ἐν ᾗ κατέκειτο, συνῆλθον αὐτοῖς ἁψάμενος τὸν σφυγμὸν τοῦ νεανίσκου. κατὰ γὰρ αὐτὴν τὴν αἰσθητικὴν διάθεσιν, εἶπόν σοι, πολλάκις οὐκ ὀλίγα σφάλ‐ λονται καὶ τῶν ἀξιολόγων ἰατρῶν ἔνιοι, μέγαν ἡγούμενοι | |
15 | τὸν οὐ μέγαν σφυγμὸν, ὥσπερ γε ἐνίοτε καὶ ταχὺν τὸν οὐ ταχὺν, ἢ βραδὺν τὸν μὴ βραδύν. ὡσαύτως δὲ περὶ τὴν τῶν ἀμυδρῶν τε καὶ σφοδρῶν καὶ σκληρῶν καὶ μαλακῶν σφυγ‐ | |
μῶν διάγνωσιν σφάλλονται, καὶ μᾶλλον ἔτι περὶ τὴν τῶν | 670 | |
14.671 | ἀτάκτων τε καὶ τεταγμένων, ὁμαλῶν τε καὶ ἀνωμάλων, ἐν ἀθροίσματί τε καὶ κατὰ μίαν διαστολὴν, δι’ οὓς κᾀγὼ τέτ‐ ταρα περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔγραψα βιβλία, προηγούμενα τεττάρων ἑτέρων, ἂ περὶ τῶν ἐν σφυγμοῖς αἰ‐ | |
5 | τιῶν ἐπιγέγραπται. δεῖται γὰρ ἀμφοτέρᾳ τῶν πραγματειῶν ἡ περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ἐν τέτρασί τε καὶ αὐτὴ γεγραμμένη βιβλίοις, δι’ ἣν καὶ αἱ προειρημέναι δύο τυγχάνουσιν οὖσαι. χρησιμωτάτης δὲ τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας οὔσης, γυμνασίας ἰσχυροτέρας δεομένης | |
10 | εἰς διάγνωσιν, ὡς ἐπιδέδεικται, ὡς ἂν πολλὰς ἐχούσης δια‐ φοράς. ὅταν ὁ σφυγμὸς ὅ τε κατὰ μίαν ἐνέργειαν ὅ τε κα‐ τὰ πλείους ἐφεξῆς ἀλλήλων μηδὲν ἔχῃ παρὰ φύσιν ἄλλο, πλὴν τοῦτο μόνον, ὃ κατὰ διάλειψιν γίνεται. γινώσκειν οὖν χρὴ τὸ τοιοῦτον ἐκ γενετῆς εἶναι σύμπτωμα, διαγινώσκεσθαι | |
15 | δὲ χαλεπώτατόν ἐστιν, μᾶλλον δ’ ἀδύνατον ἄνευ τῶν πα‐ σῶν τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἀκριβῶς αἰσθά‐ | |
νεσθαι. θεασάμενος οὖν τὸν ἄνθρωπον οὕτως ἔχοντα, συνε‐ | 671 | |
14.672 | βούλευσά τε τοῖς ἰατροῖς ἀναληπτικῶς ἄγειν αὐτὸν ἀσφα‐ λῶς κεκριμένον, εἶθ’ ὅταν προέρχηται ἤδη καὶ τὰ συνήθη πράττῃ, τότε τῶν σφυγμῶν ἁψάμενος αὐτοῦ διαλιπόντας εὑρήσειν ἔφην, ὡς καὶ νῦν. τοῦτο γὰρ αὐτῷ φύσει συμβε‐ | |
5 | βηκέναι, οὐκ ἐξ ὑποπιπτούσης αἰτίας τινὸς νοσώδους. ἐκ μὲν οὖν τοῦ παραχρῆμα τὸ ῥηθὲν αὐτοῖς ἄπιστον ἐφαίνετο· κατὰ δὲ τὸν ἑξῆς λόγον ἅπαντα διαλιπόντα μίαν πληγὴν τὸν σφυγμὸν εὑρίσκεσθαι ἄλλοτε κατ’ ἄλλον ἀριθμόν. ὕστε‐ ρον δέ ποτε προσελθόντες μοι παρεκάλουν ἀκοῦσαί μου, διὰ | |
10 | τίνος σημείου τὴν φύσιν ἐγνώρισα τοῦ νεανίσκου τοιαύτην οὖσαν. ἀπεκρινάμην οὖν αὐτοῖς, ὅπερ ἤκουσά ποτε εἰπεῖν Ἰσοκράτην τὸν ῥήτορα τινὶ τῶν ἑταίρων πυνθανομένῳ περὶ τριῶν ἐτῶν ἀσκήσεως, εἰ δυνήσεται καὶ ἀσκήσας ἐν τοσού‐ τῳ χρόνῳ ἕκαστον τῶν προβαλλομένων εἰπεῖν, ὡς ἑώρα | |
15 | λέγοντα τὸν Ἰσοκράτην, φασὶ γὰρ ἀποκρίνασθαι τῷ μειρα‐ κίῳ τὸν ἄνδρα· σὲ μὲν ἂν, ὦ παῖ, συνηυξάμην κᾂν ἐν ἡμέρᾳ μιᾷ δύνασθαι μαθεῖν ὅπερ πυνθάνῃ· αὐτὸς δ’ ἂν | |
ἐμοὶ τοῦ κατὰ γνώμην ἀφυΐαν, ἔτεσι πολλοῖς ἀσκήσας αὐτόν. | 672 | |
14.673 | γνώσεσθαι δὲ ἔφην ὅσαι παρὰ φύσιν εἰσὶν ἐν τοῖς σφυγμοῖς διαφοραὶ, τουτὶ τὸ βιβλίον ἀναγνόντας. ἦν δὲ τὸ πρῶτον περὶ τοῦ τὰς τῶν σφυγμῶν διαφορὰς ἁπάσας διαγινώσκειν, ἐπαγομένων ἀσκήσεως τὴν ὁδὸν ἐν τέτταρσι γεγράφθαι βι‐ | |
5 | βλίοις. ἃ λαβεῖν ἔξεστιν ὑμῖν, ὅταν ἀπὸ στόματός μου τὰς γεγραμμένας ἐν τῷδε τῷ βιβλίῳ διαφορὰς εἴπητε. τοῦτ’ οὖν, ὦ Ἐπίγενες, ἀξιόλογον ἔργον ἰατρικῆς προγνώσεώς ἐστιν, ὥσπερ καὶ τὸ κατὰ τὸν αὐτοκράτορα τῆς δοκούσης αὐτῷ εἰσβολῆς γεγενῆσθαι τοῦ παροξυσμοῦ. τῶν δ’ ἄλλων ὅσα | |
10 | θαυμάζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐδὲν οὐδ’ ἐγγὺς ὅμοιόν ἐστι. τοῖς δὲ θαυμαστὸν γὰρ εἶναι φαίνεται διὰ τὴν τῶν πολλῶν ἄγνοιαν, οὐ δι’ ἑαυτὰ τοῖς νομίμως ἠσκηκόσι τὰ | |
κατὰ τὴν τέχνην, οὐκ ἔχοντα δύσκολον τὴν πρόγνωσιν. | 673 |