TLG 0057 082 :: GALENUS :: De sophismatis seu captionibus penes dictionem

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De sophismatis seu captionibus penes dictionem

Source: Gabler, K. (ed.), Galeni libellus de captionibus quae per dictionem fiunt [Diss. Rostock] 1903: 1–16.

Citation: Kühn volume — page — (line)

14

.

582

(t1)

ΓΑΛΗΝΟΥ
t2ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΗΝ ΛΕΞΙΝ ΣΟΦΙΣΜΑΤΩΝ.
1 Ἀριστοτέλης ὁ φιλόσοφος διδάσκων ἡμᾶς ἐν τῷ περὶ τῶν σοφιστικῶν ἐλέγχων συγγράμματι, παρ’ ὅσους τρόπους γίγνεται τὰ παρὰ τὴν λέξιν σοφίσματα, τρόπους μὲν ἓξ τὸν ἀριθμὸν εἶναί φησιν, ἐκτίθεται δὲ αὐτοὺς οὕτως· παρ’
5ὁμωνυμίαν, ἀμφιβολίαν, προσῳδίαν, σύνθεσιν, διαίρεσιν,

14

.

583

σχῆμα λέξεως. καλεῖ δὲ παρ’ ὁμωνυμίαν μέν, ὅταν διὰ τῶν ὀνομάτων ἐν τῷ λόγῳ 〈πλείω σημαίνηται〉, καθάπερ ἐν τῷ ‘κύνα τεθήρακα‘· πλείω γὰρ οὗτος ὁ λόγος σημαίνει διὰ τοὔνομα τὸν κύνα. παρ’ ἀμφιβολίαν δέ, ὅταν παρ’ αὐτὸν τὸν λόγον ἐν
5αὐτῷ τὸ διττὸν ᾖ, καθάπερ ἔχει τὸ ‘γένοιτο καταλαβεῖν τὸν ὗν ἐμέ‘· ἐνταῦθα τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, αὐτὸς δὲ ὁ λόγος ἐφ’ ἑαυτοῦ σημαίνει τὸ ἑλεῖν τε καὶ ἀναιρεθῆναι. παρὰ δὲ τὴν προσῳδίαν, ὅταν 〈διὰ ταύτην τὸ〉 διττὸν γίγνηται, καθάπερ ἐν τῷ ‘ορος ἕστηκε‘· τὸ γὰρ διπλοῦν παρὰ τὴν δασεῖαν προσῳδίαν,1
10τιθεμένην κατ’ ἀρχὰς ἢ περιαιρουμένην. παρὰ δὲ τὴν σύν‐ θεσιν καὶ διαίρεσιν, ὅταν αὕτη ποιῇ τοῦ σημαινομένου τὴν διαφοράν, ὥσπερ Πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς· ἡ γὰρ διαφορὰ τοῦ ἀνδρῶν ἢ 〈συντιθεμένου ἢ〉 διαιρουμένου
15ἀπὸ τῶν νʹ ἐστι. παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως, ὁπόταν ἕτερον τῷ ὄντι σημαίνῃ, ἕτερον δὲ διὰ τὸ εἶδος καὶ τὸ σχῆμα δοκῇ [δὲ], οἷον τὸ ‘ἀκούω‘ ἔστι μὲν τοῦ πάσχειν,

14

.

584

δόξειε δ’ ἂν τοῦ ποιεῖν διὰ τὴν προφοράν, ὅπερ ἐστὶ τὸ
σχῆμα † παραπλήσια κρατεῖσθαι τοῖς τοῦ ποιεῖν, τῷ τρέχω καὶ νοῶ· ἑλκύσει γὰρ ἂν ὁ σοφιστικὸς πρὸς ἑκάτερον· πρὸς μὲν τὸ πάσχειν, ὅτι ἔστι, πρὸς δὲ τὸ ποιεῖν, ὅτι φαίνεται. τούτους2
5δ’ ἐξηριθμημένος τοὺς τρόπους ἐφεξῆς δείκνυσιν, ὅτι [τὸ] μηδεὶς ἔστιν, ὃν παραλέλοιπε, μηδὲ οἷόν τέ ἐστι τῶν παρὰ τὴν λέξιν τι σοφισμάτων ἔξω πεσεῖν τῶν εἰρημένων. ὁ δὲ λόγος, δι’ οὗ ταῦτα δείκνυσιν, ἐστὶν οὗτος· ‘τούτου δὲ πίστις ἡ διὰ τῆς ἐπαγω‐ γῆς καὶ συλλογισμός, ἄν τε ληφθῇ τις ἕτερος, καὶ ὅτι
10τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτὸν [μέντοι] δηλώσαιμεν.‘ τὸ μὲν οὖν τῆς ἐπαγωγῆς γνώριμον· εἰ γὰρ καθ’ ἕκαστον εἰπόντι καὶ λαβόντι τῶν παρὰ τὴν λέξιν σοφισμάτων φαίνοιτο μηδὲν πίπτειν ἔξω τῶν εἰρη‐ μένων τρόπων, δῆλον ἤδη ταύτῃ γε, ὅτι μηδεὶς παραλέλειπται
15τρόπος· τὸ δ’ ἐφεξῆς παντάπασιν ἀσαφές ἐστι, τί ποτε βούλεται λέγειν ἐν τῷ ‘καὶ συλλογισμός, ἄν τε ληφθῇ τις ἕτε‐ ρος, 〈καὶ ὅτι τοσαυταχῶς ἂν〉 τοῖς αὐτοῖς ὀνόμασι

14

.

585

καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν‘· οὐδὲ γὰρ ὅπως ἂν ἕτερόν τινα λάβοιμεν συλλογισμὸν εἴρηται, τὸ δὲ ‘καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν‘ συλλογισμοῦ συμπεράσματι μᾶλλον
5ἔοικεν ἢ συλλογισμῷ. σύνηθες δὲ τὸ τοιοῦτον τάχος τῷ φιλοσόφῳ καὶ καθάπερ ἐπὶ σημείων ἐκφέρειν τὰ πολλὰ [καὶ]
διὰ τὸ πρὸς τοὺς ἀκηκοότας ἤδη γράφεσθαι. τῶν οὖν ἐξηγησαμένων αὐτὸν οἱ μὲν οὐδ’ ἐπεχείρησαν ταῦτ’ ἀκριβῶσαι τὸν προσήκοντα τρόπον, οἱ δ’ οὐκ ἔτυχον. ἡμεῖς δὲ πειραθῶμεν, οὐκ Ἀριστοτέλους3
10ἕνεκεν οὐδ’ ὡς τῷ λόγῳ βοήθειάν τινα πορίζοντες, ἀλλ’ ἡμῶν αὐτῶν· φιλοσόφου γὰρ οὐ μόνον τὰς προτάσεις λαβόντα συλλο‐ γίσασθαι, καθάπερ τοῖς πλείστοις 〈ἔθοσ〉, ἀλλὰ καὶ τοῦ συμ‐ περάσματος κειμένου τὰς προτάσεις κατασκευάσαι. Ἐπεὶ δὲ δεῖξαι πρόκειται τοσαυταχῶς γίγνεσθαι
15τὰ παρὰ τὴν λέξιν σοφίσματα, ὁσαχῶς Ἀριστοτέλης ἔφη τὰ

14

.

586

παρὰ τὸ διττόν, δῆλον ὡς δύο δεικτέον ἡμῖν, ἓν μὲν ὅτι πάντα τὰ παρὰ τὴν λέξιν παρὰ τὸ διττόν ἐστιν, ἕτερον δ’ ὅτι παρὰ τὸ διττὸν τοσαῦτα. δῆλον δ’ ἐκεῖνό γε πᾶσιν, ὅτι πάν‐ τα τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ κακίαν αὐτῆς ἀνάγκη
5συμβαίνειν· ταύτης γὰρ ὥσπερ ἀρχῆς ἐχόμενοι καὶ ἐξαπατῶσιν οἱ σοφισταὶ τοὺς ἀπειροτέρους ἐν τούτοις καὶ μὴ συνορῶντας τὸ κίβδηλον. εἰ δὴ βουλοίμεθα καλῶς λαβεῖν, ὁπόσα παρὰ τὴν λέξιν συμβαίνει σοφίσματα, ληπτέον, πόσαι ποτ’ εἰσὶν 〈αὐτῆς αἱ κακίαι〉· ὃ ἂν συνοφθείη τῆς ἀρετῆς ληφθείσης εἴτε ἐστὶ
10μία εἴτε πλείους· [ἁπασῶν] ἁμαρτία γὰρ τῆς ἀρετῆς ἔοικεν εἶναι 〈κακία〉 καὶ ταύτης ὀρθῶς ληφθείσης εὐθὺς κἀκείνη γνωρίζεσθαι. ἐπεὶ δέ, καθάπερ 〈ἐν〉 ἑτέροις ἀποδέδεικται λόγοις, τὸ εὖ τε καὶ ἡ ἀρετὴ ἐν ἐκείνῳ, πρὸς ὃ πέφυκεν ἢ γέγονεν, ἀνθρώπου μὲν τὸ ζῆν, μαχαίρας δὲ τὸ τέμνειν, ληπτέον ἂν
15εἴη τὸ πρὸς τί πέφυκεν ἢ γέγονεν ἡ λέξις. φαίνεται δὲ πρὸς
ἕν, τὸ σημαίνειν· δῆλον οὖν ὅτι καὶ 〈τὸ〉 εὖ καὶ κακῶς ἐν τούτῳ. δῆλον δὲ ὅτι καὶ μόνη τῶν ἀρετῶν αὕτη κατ’ αὐτὴν τὴν λέξιν.4

14

.

587

αἱ δ’ ἄλλαι κατὰ συμβεβηκὸς καὶ ἔξωθεν καὶ οὐ τοῦ πράγματος, οἷον εὐαρμοστία καὶ εὐγραμματία· τοῦτο γὰρ εἰ καὶ φαίνεταί τισιν εὖ, ἀλλ’ οὐ κατὰ τὸ πρᾶγμα, ἀλλ’ ὥσπερ εἰ ξίφος ἐλεφαντόκωπον εἴη ἢ ὀφθαλμὸς ὑπογεγραμμένος· καὶ γὰρ τούτοις
5ταῦτα ἔξωθεν, τὰ δὲ κατ’ αὐτὰ ἐν τῷ τέμνειν τε καὶ ὁρᾶν. εἰ δὴ ταύτην ἀρετὴν ἑκάστου τυγχάνειν ὀρθῶς λέγεται, καθ’ ἣν ἕδραν ἔχει, πρὸς ὃ πέφυκεν ἢ γέγονεν, δῆλον ὡς καὶ τὸν ἀριθμὸν τῶν ἀρετῶν ἐντεῦθεν ἄν τις 〈λάβοι〉 ὁπόσος ἐστίν· εἰ μὲν γὰρ πρὸς πολλά, πλείους, εἰ δὲ πρὸς ἕν, μία. φαίνεταί γε μὴν ἡ
10λέξις πρὸς ἕν, τὸ σημαίνειν· εἴπερ 〈οὖν〉 τὸ καλῶς πρὸς τοῦτο 〈ἀνήκει, κακία τῆς λέξεως ἔσται τὸ〉 μὴ σημαίνειν ἢ μὴ εὖ σημαίνειν. καίτοι ἴσως δεῖται σκέψεως, εἰ θετέον εἶναι λέξιν ἔτι τὴν μὴ σημαίνουσαν· οὐδὲ γὰρ αὐλητὴς ὁ μὴ πεφυκὼς αὐλεῖν ὅλως· οὐκοῦν οὐδὲ κακὸς αὐλητής· οὐδὲ λέξεως ἄρα
15κακία τὸ μὴ σημαίνειν· τοῦτο δὲ εὐθὺς καὶ σημεῖον τοῦ μόνην τὴν ὑφ’ ἡμῶν [τούτων δὲ] λεγομένην ἀρετὴν εἶναι τῆς λέξεως καθ’ αὑτήν· ἐν ᾧ γὰρ ἑκάστῳ τὸ εἶναι, ἐν τούτῳ καὶ ἡ ἀρετή·

14

.

588

ἡ δὲ λέξις ἐν τῷ σημαίνειν, τούτου γέ τοι διαφθαρέντος οὐδὲ λέξις· οὐκοῦν ἐν τούτῳ καὶ ἡ ἀρετή. διὸ καὶ μόνη συναπο‐
βάλλεται, αἱ δ’ ἄλλαι διὰ τὸ μὴ κατ’ αὐτὸ τὸ πρᾶγμα εἶναι οὐδὲν κωλύονται καὶ περὶ τὴν μὴ σημαίνουσαν ὑπάρχειν, οἷον ἡ5
5εὐαρμοστία καὶ ἡ εὐγραμματία. κρείττω γοῦν διὰ ταῦτα καὶ τῶν βαρβαρικῶν διαλέκτων ἑτέραν ἑτέρας φαμέν, οἷον τὴν Περσίδα τῆς Αἰθιοπικῆς, καίτοι μὴ σημαίνουσαν ἡμῖν· τὸ δ’ αἴτιον, ὅτι φωνῆς μᾶλλον 〈ποιοῦμεν κρ〉ίσιν ἢ λέξεως· ἀλλ’ εἴ τῳ καὶ δοκεῖ τοῦτο κακία, τὸ μὴ σημαίνειν, καὶ πλανᾶταί τις 〈τῷ〉 διὰ τὴν
10ὁμοιότητα 〈κακίαν〉 καὶ τοῦ〈το〉 καλεῖσθαι, ἀλλ’ ἐκεῖνό γε δῆλον, ὡς οὐδὲν ἂν διὰ ταύτην 〈τὴν〉 κακίαν σόφισμα συμβαίη· τίς γὰρ ἂν ὁμολογήσειεν ἢ θείη τι πρὸς ἄσημον καὶ ἀσαφὴ λέξιν; λείπεται δὴ διὰ τὸ 〈μὴ〉 εὖ σημαίνειν· τοῦτο δὲ ὅτι διττῶς· ἐν τούτῳ γὰρ ὑπάρχει μόνῳ τῇ λέξει σημαίνειν μέν τι,
15μὴ εὖ δὲ σημαίνειν· τὸ γὰρ ‘κύων‘ ὄνομα σημαίνει μέν τι, οὔπω δὲ τόδε τι οὐδὲ ἀφωρισμένον, ὅπερ ἦν τὸ εὔληπτον.

14

.

589

κἀκεῖνο δὲ λέγεται καλῶς ὑπὸ Πλάτωνος, ὅτι πάντα, ὅσα φθαρτά,
τῇ σφετέρᾳ κακίᾳ φθείρεται· φθείρει δὲ καὶ τοῦτο τὴν λέξιν· ἄγει γὰρ ἀπειρότερόν τινα εἰς ἀσάφειαν, ἀλλ’ οὐχὶ ἁπλῶς, ὥσπερ τὰ μηδὲν σημαίνοντα· ἡ δ’ ἀσάφεια καὶ πρόσθεν ἐλέγετο διαφθορά τις6
5εἶναι παντελὴς τῆς λέξεως· ὥστε πάλιν καὶ διὰ τοῦτο μόνη κακία τὸ διττόν, χωρὶς εἰ μή τις οἴεται κἀκεῖνα κακίας οἷον ἔνδειαν ἢ μακρολογίαν ἢ περιττολογίαν· λανθάνει δὲ τοῦτο, νομίζω, ἀπατώμενος καὶ μὴ συνιείς, ὅτι τούτων οὐδὲν ἁπλῶς κακὸν τῆς λέξεως, εἰ μὴ τὴν ἀσάφειαν ἢ τὸ διττὸν ἐργάζοιτο.
10εἰ δὲ μόνη κακία λέξεως αὕτη καὶ καλῶς τὰ πρόσθεν εἴρηται, πάντα δὲ τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν ταύτην γίγνεται, πάντα τὰ παρὰ τὴν λέξιν ἔσται παρὰ τὸ διττόν. Δεικτέον δὲ τὸ μετὰ τοῦτ’ ἂν εἴη, διὰ τί τὰ παρὰ τὸ διττὸν τοσαυταχῶς, ὁσαχῶς Ἀριστοτέλης φησί, συνίσταται.

14

.

590

εἰ δὲ καὶ τοῦτο μέλλει καλῶς εὑρεθήσεσθαι, ληπτέον πρότερον, ὅ,τι ποτέ ἐστι λόγος τε καὶ † ἐκ λόγων. λόγοι γὰρ καὶ αἱ προτάσεις· τούτων 〈δ’ ἔν〉 τινι ἤ τισι διττόν 〈τι〉 ζητοῦμεν. ἔσται δὴ λόγος, ὡς πρὸς τὸ παρὸν ἀποχρώντως εἰπεῖν, σύνθεσις
5ὀνομάτων· καλῶ δὲ ὀνόματα νῦν καὶ τὰ ῥήματα καὶ ὅλως
ὅ,τι σημαίνει, διὰ τὸ γνωριμώτερον. ἀνάγκη 〈δὴ〉 τὸ διττὸν ἢ ἔν τινι τούτων εἶναι τῶν ὀνομάτων ἢ ἐν αὐτῷ τῷ λόγῳ· τρίτον γὰρ οὐδὲν ἔχομεν ὅπως συσταίη ποτ’ ἄν, ὥσπερ οὐδ’ ἄν τις ἔχοι *** παρ’ ἕκαστα τῶν λίθων ἢ τὸ συγκείμενον. καὶ τοῦτο7
10ἢ ἐνεργείᾳ ἢ δυνάμει ἢ φαντασίᾳ· παρὰ ταῦτα γὰρ οὐδὲν 〈ἂν〉 ἕτερόν τις εὕροι ὑπάρχον ἢ λεγόμενον, καθάπερ ἐν ἄλλοις ἀπο‐ δέδεικται. πάντα δὲ ταῦτα συλλαβόντες ἔχουσιν οἱ εἰρημένοι τρό‐ ποι· ἐνεργείᾳ μὲν γὰρ τὸ διττὸν ἔχουσι παρά τε τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν, καὶ 〈ἐν〉 ὀνόματι μὲν ὁ παρὰ τὴν ὁμωνυ‐
15μίαν, ἐν λόγῳ δὲ ὁ παρὰ τὴν ἀμφιβολίαν, ἐνεργείᾳ δέ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· δυνάμει δ’ ὁπότε τῇ προσῳδίᾳ γίγνονται διττοί,

14

.

591

καὶ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν· οὗτοι γὰρ οὐ
σημαίνουσι πλείω, ἀλλὰ πάντως ἕν, διὰ δὲ τὸ ἑκάτερον ἐνδέ‐ χεσθαι διττοὶ λέγονται· διὸ καὶ δυνάμει φαμὲν αὐτούς, τοιοῦτον γὰρ τὸ δυνάμει. [οἷον] τοῦτο 〈δ’〉 αὖ πάλιν, ὥσπερ καὶ8
5πρόσθεν διῄρητο, ἢ ἐν ὀνόμασιν ἢ ἐν λόγῳ. ἐν μὲν οὖν ὀνόμασιν ἡ προσῳδία ποιεῖ τὸ διττόν· αὕτη γὰρ ἐφ’ ἑκάτερον ἕλκει τοὔνομα, ὥσπερ ἐν τῷ ‘ορος ἕστηκεν‘ ἡ δασεῖα κατ’ ἀρχὰς τεθεῖσα ἢ μή. ἐν δὲ λόγῳ δηλονότι σύνθεσις καὶ διαίρεσις 〈τὸ〉 διττὸν ποιεῖ· δύναται δὲ κἀν τοῖς συνθέτοις τῶν ὀνομάτων
10αὕτη, διὰ τὸ προσεικέναι λόγῳ, καθάπερ ἐν τῷ ‘Νεάπολις‘ καὶ ‘καλοσκἀγαθός‘, μεταβάλλειν τι τῶν ἁπλῶν, ἀλλ’ οὐκ εἰς ἕτερον ὄνομα, τοῦτο γὰρ ἡ προσῳδία μόνη ποιεῖ, ἀλλ’ εἰς λόγον, ὥσπερ τὸ ‘αὐλητρὶς‘ δηλονότι, καὶ τὸν λόγον συνθείη ποτ’ ἂν εἰς ὄνομα, ὥσπερ τὸ προκείμενον. δόξει δ’ οὐδὲν 〈ἧττον〉
15ἄτοπον ἴσως τὸ φάσκειν διὰ τὴν προσῳδίαν τε καὶ τὴν σύνθεσιν συμβαίνειν τὰ σοφίσματα, εἴπερ ταῦτα μὲν διὰ τὸ διττόν, κα‐

14

.

592

θάπερ ἐλέγετο [ταῦτα] πρόσθεν, ἡ δὲ προσῳδία τε καὶ τὰ ὁμογενῆ καὶ τῶν δυνάμει διττῶν ἐξαιρεῖ τὸ διττόν· ποιεῖ γὰρ ἤδη ταῦτα θάτερον σημαίνειν. καὶ λέγεται ἀληθῶς συμ‐ βαίνειν οὐδὲν ἧττον τὰ σοφίσματα διὰ ταῦτα· τῷ γὰρ τὸν λόγον
5ἐπιδέχεσθαι διὰ τούτων τὸ διττόν, λαβόντες θάτερον κατ’ ἀρχὰς οἱ σοφισταὶ θάτερον συνάγουσι, μεταβάλλοντες μὲν διὰ τούτων τὸν λόγον, πάντως γὰρ οὐκ ἂν ἄλλως τὸ σόφισμα συμβαίη, συλλογι‐
ζόμενοι δὲ ὡς ταὐτὸ λαμβάνοντες· ὥσπερ ‘ἕν τι 〈τὸ〉 λογικὸν ὄνομα, καὶ ἴδιον ἀνθρώπου· τὸ λογικὸν ἄρα ἓν ἴδιον ἀνθρώπου‘·9
10καὶ † εἰ ὄρος ἐνταῦθα στήκει ὃ τὸ χωρίον· ὄρος δ’ ἐνταῦθα οὐχ ἕστηκε.‘ καὶ λάθοι μὲν ἂν οὐδένα τὸ κίβδηλον· ἀτὰρ οὐκ ὀκνοῦσιν οἱ σοφισταὶ πανταχῇ σμικρὸν φροντίζειν τοῦ εὐλόγου· ἐπεὶ κἀν τοῖς ἐνεργείᾳ διττοῖς οὗτοί γε ταὐτὸν τοῦτο [ἕτερον] ποιοῦσι· λαβόντες γὰρ ἕτερον 〈ἕτερον〉 συλλογίζονται. ἀλλ’
15ἐκεῖ μὲν ἀφανέστερον, ὅτι καθ’ ἑκάτερον σημαινόμενον ἂν ὁ λόγος

14

.

593

ὁμολογηθείη, ἐνταῦθα δὲ προδήλως· διὸ καὶ 〈τὸ〉 ‘τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις‘ 〈οὐκ ἀκριβῶσ〉 Ἀρι‐ στοτέλης ἔφη. † οἱ μὲν γάρ εἰσιν, οἱ τὸ εἶδος σοφισταὶ βιάζονται. ἐπεὶ δὲ ἔχομεν τὸ ἐνεργείᾳ τε καὶ δυνάμει, λείπεται 〈τὸ〉 φαντασίᾳ·
5τοῦτο δέ ἐστι τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως, καθάπερ ἐλέγετο ἔμπροσθεν· φαίνοιτο γὰρ ἄν τι καὶ ὄνομα διττὸν οὐχ οὕτως ἔχον, καὶ ὁ λόγος ὁμοίως [καὶ] οὐ τοιοῦτος 〈ὤν. καὶ〉 καθ’ ἕκαστον τῶν προειρημένων τὰ παραδείγματα λάβοι τις ἂν ἔκ
τε τῶν Εὐδήμου κἀξ ἄλλων. ἐπεὶ δ’ οὖν ἔχομεν πάντας10
10κατειλεγμένους τοὺς τρόπους, 〈παρ’ οὓσ〉 ἂν γένοιτό τι διττόν. ἔχομεν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα· ταῦτα γὰρ οὐκ 〈ἂν ἄλλως συμβαίη〉 ἢ παρὰ τὸ διττόν· ἔχομεν δὲ καὶ τὸ [τὴν] ‘τοσαυταχῶς ἂν τοῖς 〈αὐτοῖσ〉 ὀνόμασι καὶ λόγοις οὐ ταὐτὸν δηλώσαιμεν‘, ὅτι ἢ ἐνεργείᾳ ἢ δυνάμει
15ἢ φαντασίᾳ· δῆλον δ’ ὅτι καὶ συλλογισμοῦ τρόπον, ὁποῖόν τις ἂν προέληται, δυνατὸν ποιεῖν, ἅπαξ γε τὴν διαίρεσιν ἔχοντα, καὶ ἐξ εὐθείας καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντα· εἰ γὰρ δυνατὸν 〈εἴη ὑπάρχειν ἄλλο τι διττόν〉, ἀλλ’ ἔσται οὔτ’ ἐν ὀνόματι

14

.

594

οὔτ’ ἐν λόγῳ, οὔτ’ ἐνεργείᾳ οὔτε δυνάμει οὔτε φαντασίᾳ· παρὰ ταῦτα δ’ οὐδὲν ὁ λόγος ἐδείκνυ. —καὶ ταῦτα μὲν ἀφωρίσθω τὸν τρόπον τοῦτον· ὅτι δ’ οὐκ 〈ἐκ〉 ταὐτο〈μάτου〉 τὴν διαίρεσιν εὑρήκαμεν, —οὐ 〈γὰρ〉 Ἀριστοτέλει χαριζόμεθα νῦν—,
5ἀλλὰ ταῦτα ἅπαντα κατὰ τὴν μέθοδον γέγραπται, δῆλον. τὸ μὲν γὰρ ἢ ἐν ὀνόματι δεῖν ἢ ἐν λόγῳ τὸ διττὸν εἶναι σαφῶς αὐτὸς εἴρηκεν ἐν οἷς φησιν ὅτι ‘τοῖς αὐτοῖς ὀνόμασι καὶ
λόγοις‘· τὸ 〈δ’〉 ἐνεργείᾳ ἢ δυνάμει ἢ φαντασίᾳ γνώριμον ἐκ τῆς τάξεως· γέγραπται γοῦν ἀφωρισμένα καθ’ ἕκαστον εἶδος11
10ἢ 〈γένοσ〉 τὰ ὁμογενῆ, καὶ πρῶτον μὲν τὰ ἐνεργείᾳ, δεύτερον δὲ τὰ δυνάμει, τρίτον δὲ τὰ φαντασίᾳ, καθάπερ δίκαιον, ἢ διὰ τί ποτ’ οὐ συγκέχυται ταῦτα; ἀλλὰ γελοῖον ἴσως καὶ τὸ τῶν τοιούτων ἑτέραν πίστιν πειρᾶσθαι φέρειν, μὴ τὴν ἐκ τοῦ πράγματος· εἰ γὰρ οὕτως ἔχει, καθάπερ ἡ τέχνη φησί, δηλονότι καὶ γέγονε
15κατ’ αὐτήν, ὥσπερ ἡ ἰατρικὴ τομήν τινα οὐκ ἂν τύχῃ οὐδὲ 〈ἐκ〉 ταὐτομάτου ἐργάσαιτο. —ταῦτα μὲν οὖν ὑπὲρ τούτων ἱκανὰ πρὸς τὸ παρόν ἐστιν.

14

.

595

〈Ἐπεὶ δ’〉 εἴρηταί τινα καὶ τοῖς Στωϊκοῖς περὶ τούτου 〈τοῦ〉 μέρους, δίκαιον ἐπελθόντα ἰδεῖν, εἴ τις ἔξω πίπτει τρόπος τῶν εἰρημένων· εἴη γὰρ 〈ἂν〉 ἐπαγωγ〈ικ〉ή τις αὕτη πίστις, καὶ δίκαιον ἄλλως μηδεμίαν δόξαν ἀνδρῶν
5εὐδοκίμων πάρεργον τίθεσθαι. τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον, ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων [νοσεῖν] σκοπεῖν πραγματείας· τὰς δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν
αὐτὰς ληπτέον· εἰσί γε πρὸς τῶν χαριεστέρων λεγόμεναι τὸν12
10ἀριθμὸν ηʹ. μία μέν, ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρομένου καὶ τοῦ διαιρετοῦ, οἵα ἐστὶν ἡ ‘ΑΥΛΗΤΡΙΣΠΕΣΟΥΣΑ‘· κοινὴ γὰρ αὕτη τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ 〈δι〉ῃρημένου. δευτέρα δὲ παρὰ τὴν ἐν τοῖς ἁπλοῖς 〈ὁμωνυμίαν〉, οἷον ‘ἀνδρεῖος‘, ἢ γὰρ χιτὼν ἢ ἄνθρωπος· τρίτη δὲ παρὰ τὴν ἐν
15τοῖς συνθέτοις ὁμωνυμίαν, οἷον ‘ἄνθρωπός ἐστιν‘· ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει.

14

.

596

τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, 〈ὡσ〉 ‘σός ἐστιν [ὡς] υἱός· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσου, οἷον δεσπότου ἢ πατρός. πέμπτη δὲ παρὰ τὸν πλεονασμόν, ὥσπερ ἡ τοιαύτη ‘ἀπηγόρευσεν αὐτῷ μὴ πλεῖν‘· τὸ γὰρ ‘μὴ‘ προσκείμενον ἀμφί‐
5δοξον ποιεῖ τὸ πᾶν, εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν. ἕκτην φασὶν εἶναι τὴν μὴ διασαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς ἐν τῷ ‘ΚΑΙΝΥΚΕΝΗΠΑΡΕΛΑΣΣΕΝ.‘ τὸ γὰρ 〈η〉 στοιχεῖον 〈ἢ πρῶτον ἢ τελευταῖον〉 ἂν γένοιτο 〈ἢ〉 διαζευκτικόν. ἑβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ
10τίνος τέτακται σημαντικὸν μόριον, ὡς ἐν τῷ ‘Πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς‘. ὀγδόη 〈δέ ἐστιν ἡ〉 μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ ‘ΔΙΩΝΘΕΩΝΕΣΤΙΝ‘· ἄδηλον γάρ ἐστιν, εἴτε ἐπὶ τὴν ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται εἴτε ἐπὶ τοιοῦτον13
15οἷον ὁ Δίων Θέων ἐστὶν ἢ πάλιν. οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι κατηρίθμηνται. δῆλον δέ, ὅστις μὴ παρέργως τῶν ἔμπροσθεν ἤκουσεν, ὅτι πάντες πίπτουσιν εἰς

14

.

597

τοὺς κατειλεγμένους ὑφ’ ἡμῶν τρόπους, τὸ δ’ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον· οὔτε γὰρ ἐκ τῶν εἰρημένων ἀπόδει‐ ξιν 〈ἄν〉 τις λάβοι τοῦ μηδὲ καθ’ ἕνα τρόπον ἕτερον ἀμφίβολόν τι δύνασθαι συστῆναι, τό τε κἀν τοῖς πεπλεγμένοις
5ὁμωνυμίαν φάσκειν συμβαίνειν παντελῶς οὐδ’ ἀκουόντων ἐστὶν ὀνομάτων. ἔτι δὲ πῶς οὐκ εὔηθες ταῖς γενικαῖς διαφοραῖς εἰδικὰς 〈προσ〉καταριθμεῖσθαι, καθάπερ ἐπὶ τῶν κατὰ τὴν διαίρεσιν ποιοῦσιν ἀσήμαντον μόριον 〈καὶ〉 σημαῖνον διαιρούμενοι· λάβοι γὰρ 〈ἄν τισ〉 οὕτως γε πλείους τὰς εἰδικὰς διαφοράς·
10ἔτι δ’ ἂν τοῦτον τὸν τρόπον τις καὶ τῆς ὁμωνυμίας ποιήσειε [δὲ] πλείους τὰς εἰδικὰς λεγομένας διαφοράς, ὅτι 〈αἱ μὲν〉 αὐτῶν παρὰ τὸ ἀπὸ τύχης, αἱ δὲ παρὰ τὴν ἀναλογίαν ἢ ὁμοιόητα ἢ ἄλλον τινὰ τρόπον συνίστανται. καὶ μὲν 〈δὴ〉 καὶ τῆς ἐν λόγῳ ὁμωνυμίας ὑπ’ αὐτῶν λεγομένης πλείους οἱ τρόποι, 〈ὧν οἱ〉 μὲν14
15τῇ παραθέσει τῶν ὁμοίων πτώσεων γίγνονται, ὡς ἐν τῷ ‘εἴη Μέλητον Σωκράτην νικῆσαι‘· οἱ δ’ ἄλλοι τρόποι 〈****** ἀλλὰ〉 ταῦτα μὲν ἐλάττω, ἐκεῖνο δ’ ἄξιον ἀπορίας, πῶς ποτε 〈παρα‐ λείπουσι τὰ〉 περὶ τὰς φαντασίας διττά, πολὺ δὲ μᾶλλον ἔτι,

14

.

598

πῶς τὰ τῆς προσῳδίας· οἱ γὰρ τιθέμενοι διττοὺς [τοὺς] παρὰ τὴν 〈σύν〉θεσιν, πῶς οὐχὶ καὶ παρὰ τὴν προσῳδίαν; ὥσπερ 〈γὰρ〉 ἐκείνη τῇ διαλήψει τοῦ ὅλου καὶ τῇ μεταξὺ σιωπῇ δύναται πρὸς τὸ διττὸν ἕλκεσθαι, οὕτω δὴ καὶ τὸ ὄνομα τῇ
5προσῳδίᾳ· 〈καὶ〉 καθάπερ ἔξωθεν ὢν ὁ κενὸς χρόνος τοῦ λόγου καὶ οὐ μόριον αὐτοῦ διττὸν ποιεῖν αὐτὸν πέφυκεν, οὕτω δὴ καὶ ἡ προσῳδία. ἔτι δὲ καὶ οἱ σοφισταὶ καθάπερ ἐκείνῳ χρῶνται πρὸς τὰς ἔριδας, 〈οὕτω δὴ〉 καὶ ταύτῃ· καὶ μὴν αὐτὸς ἄν τις ἐφ’ ἑαυτοῦ σκοπούμενος ὥσπερ ἂν παρὰ τὴν
10σύνθεσιν ἢ διαίρεσιν ἀμφισβητοίη, οὕτω δὴ καὶ παρὰ τὴν
προσῳδίαν· δῆλον δὲ ἐπὶ τῶν γεγραμμένων λόγων, οἷς μὴ πρόσκειται διακρίνοντα σημεῖα· δεῖται γὰρ ὥσπερ ἐκείνων εἰς τὴν διάκρισιν, οὕτω δὴ καὶ τῆς προσῳδίας, οὐκ ἀεί γε15
μήν· καὶ δι’ αὐτὴν 〈ἄρ’〉 ἐγίγνετο διττὸς ὁ λόγος.16