TLG 0057 078 :: GALENUS :: De antidotis libri ii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De antidotis libri ii

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 14. Leipzig: Knobloch, 1827 (repr. Hildesheim: Olms, 1965): 1–209.

Citation: Volume — page — (line)

14

.

1

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΤΙΔΟΤΩΝ ΒΙ‐
t2ΒΛΙΑ ΔΥΟ. ΒΙΒΛΙΟΝ Α.
1 [Τί ἐστιν ἡ ἀντίδοτος καὶ πόθεν τὴν γένεσιν ἔχει ἡ θηριακή.] Τὰς ἰωμένας τὰ πάθη δυ‐ νάμεις οὐκ ἔξωθεν ἐπιτιθεμένας, ἀλλ’ εἴσω τοῦ σώμα‐ τος λαμβανομένας ἀντιδότους ὀνομάζουσιν οἱ ἰατροί. τρεῖς
5δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τινὲς μὲν γὰρ ἕνε‐ κα τῶν θανασίμων προσφέρονται φαρμάκων, τινὲς δὲ τῶν ἰοβόλων ὀνομαζομένων θηρίων, τινὲς δὲ τοῖς ἐκ φαύλης διαίτης γιγνομένοις πάθεσιν ἀρήγουσιν. ἔνιαι δὲ
τὰς τρεῖς ἐπαγγέλλονται χρείας, ὥσπερ καὶ ἡ θηριακὴ κα‐1

14

.

2

λουμένη, συντεθεῖσα μὲν ὑπὸ Ἀνδρομάχου τοῦ ἰατροῦ, παρωσαμένη δὲ τὴν Μιθριδάτειον ὀνομαζομένην, καὶ αὐτὴν ἀπὸ τοῦ συνθέντος αὐτὴν οὕτω κληθεῖσαν. ὁ γάρ τοι Μιθριδάτης οὗτος, ὥσπερ καὶ ὁ καθ’ ἡμᾶς Ἄτταλος, ἔσπευ‐
5σεν ἐμπειρίαν ἔχειν ἁπάντων σχεδὸν τῶν ἁπλῶν φαρμάκων, ὅσα τοῖς ὀλεθρίοις ἀντιτέτακται, πειράζων αὐτῶν τὰς δυνά‐ μεις ἐπὶ πονηρῶν ἀνθρώπων, ὧν θάνατος κατέγνωστο. τινὰ μὲν οὖν αὐτῶν ἀνεῦρεν ἐπὶ φαλαγγίων ἰδίως ἁρμόζοντα, τινὰ δὲ ἐπὶ σκορπίων, ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν ἄλλα. καὶ
10ἐπὶ τῶν ἀναιρούντων φαρμάκων τὰ μὲν ἐπὶ ἀκονίτου, τὰ δὲ ἐπὶ λαγωοῦ τοῦ θαλαττίου, τὰ δ’ ἐπ’ ἄλλου τινὸς ἢ ἄλλου. πάντα δ’ οὖν αὐτὰ μίξας ὁ Μιθριδάτης ἓν ἐποίησε φάρμακον, ἐλπίσας ἕξειν ἀρωγὸν ἐπὶ πᾶσι τοῖς ὀλεθρίοις. ὕστερον δὲ Ἀνδρόμαχος ὁ Νέρωνος ἀρχιατρὸς, ἔνια μὲν
15προσθεὶς, ἔνια δὲ ἀφελὼν, ἐποίησε τὴν θηριακὴν ὀνομαζο‐ μένην ἀντίδοτον, οὐκ ὀλίγην ἐχιδνῶν σάρκα μίξας τοῖς
ἄλλοις, ἣν οὐκ εἶχεν ἡ Μιθριδάτειος. καὶ διὰ τοῦτο πρὸς2

14

.

3

μὲν τὰ τῶν ἐχιδνῶν δήγματα καλλίων ἐστὶν ἡ θηριακὴ τῆς Μιθριδάτειος ὀνομαζομένης· πρὸς τὰ ἄλλα δὲ οὐδὲν ἥττων ἡ Μιθριδάτειος, ἀλλ’ ἔστιν ἐφ’ ὧν καὶ βελτίων. οὐ τὴν αὐτὴν δὲ δύναμιν ἔχουσιν ἐπιλαμβανόμεναι καὶ προ‐
5λαμβανόμεναι τῶν ἀναιρούντων φαρμάκων. ὃ γὰρ αὔταρκες αὐτῶν ἐστι μέγεθος εἰς τὸ μηδὲν παθεῖν προ‐ ληφθέντων, τοῦτο αὐξηθὲν εἰς τετραπλάσιον ἢ πενταπλά‐ σιον ἐπιδιδόμενον ὀνίνησι, καὶ οὐχ ἅπαξ γε τῆς ἡμέρας, ἀλλὰ δίς. εἰ δέ τις ἤτοι καθ’ ἑκάστην τὴν ἡμέραν, ὡς ὁ
10καθ’ ἡμᾶς γενόμενος αὐτοκράτωρ Αὐρήλιος Ἀντωνῖνος ἢ ὡς αὐτὸς ὁ Μιθριδάτης, λαμβάνοι τοῦ φαρμάκου, παντά‐ πασιν ἀβλαβὴς ὑπὸ τῶν θανασίμων τε καὶ δηλητηρίων φαρμάκων ὀνομαζομένων ἔσται, ὥσπερ φασὶ καὶ τὸν Μι‐ θριδάτην αὐτὸν, ἡνίκα προείλετο δι’ ὀλεθρίου φαρμάκου
15μᾶλλον ἀποθανεῖν, ἢ ὑπὸ Ῥωμαίοις γενέσθαι, μηδὲν εὑρεῖν ἀνελεῖν αὐτὸν δυνάμενον. τὰ μὲν οὖν κατὰ Μιθριδάτην ἀκούομεν· αὐτοὶ δ’ ἡμεῖς ἴσμεν κατὰ τὸν Ἀντωνῖνον, ὃς
τὸ μὲν πρῶτον εἰς ἀσφάλειαν ἑαυτοῦ κατασκευάζων ἑκάστης3

14

.

4

ἡμέρας, ὅσον Αἰγυπτίου κυάμου μέγεθος ἐλάμβανεν, ἢ καταπίνων ἄνευ μίξεως ὕδατος ἢ οἴνου ἢ τοιούτου μιγνύς. ἐπεὶ δὲ συνέβαινεν αὐτῷ νυστάζειν καρωδῶς ἐν ταῖς ὁση‐ μέραι πράξεσιν, ἀφεῖλε τὸν ὀπὸν τῆς μήκωνος. πάλιν οὖν
5αὐτὸν συνέβη διὰ τὸ πρόσθεν ἔθος, ὡς ἂν αὐτῷ τε φύσει ξηροτέρας ὄντι κράσεως, καὶ ξηραῖνον φάρμακον ἐκ πολλοῦ προσφερόμενον, τό γε πλεῖστον μέρος τῆς νυκτὸς ἄγρυπνον διατελεῖν, καὶ διὰ τοῦτο ἠναγκάσθη προσφέρεσθαι, καὶ τοῦ τὸν ὀπὸν ἔχοντος ἤδη πως κεχρονικότος. εἴρηται γάρ
10μοι πολλάκις ἤδη τὰ τοιαῦτα φάρμακα χρονίζοντα πρᾳότε‐ ρον ἴσχειν αὐτόν. ἦν δὲ τηνικαῦτα διὰ τὸν Γερμανικὸν πόλεμον ἐν τοῖς περὶ τὸν Ἴστρον χωρίοις, ἐμοῦ παραιτη‐ σαμένου τὴν ἀποδημίαν ἐκείνην. ἐπεὶ δὲ τὴν ὑπὸ Δημη‐ τρίου τοῦ ἀρχιατροῦ σκευαζομένην ἀντίδοτον ἐπῄνει, μετὰ
15θάνατον αὐτοῦ γράψας Εὐφράτει τῷ καθολικῷ, παρ’ οὗ τὰ πρὸς τὴν σύνθεσιν ἐλάμβανεν ἁπλᾶ φάρμακα, δηλῶσαι τίς αὐτῷ παρῆν τῶν λαμβανόντων σύνταξιν αὐτοκρατορικὴν,
καὶ πυθόμενος ἐμὲ διὰ παντὸς αὐτῷ κατὰ πάσας τὰς συν‐4

14

.

5

θέσεις παραγεγονέναι, σκευάζεσθαι μὲν ἐκέλευσεν ὑπὸ ἐμοῦ τὴν ἀντίδοτον. ἀρεσθεὶς δὲ αὐτῇ μόνῃ, παραγενόμενος εἰς Ῥώμην, ἐπυνθάνετο κατὰ τίνα συμμετρίαν τῶν ἁπλῶν φαρ‐ μάκων σκευάζοιμι, κᾀγὼ τἀληθὲς αὐτῷ διῆλθον, ὡς οὐδὲν
5οὐδὲ τοὐλάχιστον, οὔτ’ ἐνέλιπον, οὔτε προσέθηκα τῶν ἐμ‐ βαλλομένων ἐξ ἔθους παλαιοῦ τοῖς κατὰ τὴν αὐλὴν ἰατροῖς, ἐδήλωσά τε τὴν αἰτίαν, δι’ ἣν ἀρέσκει μάλιστα αὐτῷ ἐμοὶ σκευασία, περὶ ἧς εἰπεῖν καὶ νῦν προθέμενος, ἐμνημόνευσα τῶν τότε πραχθέντων. ἅτε γὰρ ἑκάστης ἡμέρας λαμβάνων
10ὁ Ἀντωνῖνος ἅμα πολλῷ μέλιτι τοῦ φαρμάκου, ἀκριβέστατα διεγίνωσκε τήν τε κακίαν αὐτοῦ καὶ τὴν ἀρετήν. [Πῶς ἂν καλλίστη σκευάζηται ἡ θηριακή.] Γίνεται δὲ κάλλιστον τοῦτο, καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα φάρμακα, διὰ τὴν τῶν ἐμβαλλομένων ἀρετήν τε καὶ ἀνα‐
15λογίαν τῆς πρὸς ἄλληλα δυνάμεως. οἱ πολλοὶ δ’ οὐδὲ τὴν ἀρχὴν ἴσασι δοκιμάζειν ἕκαστον αὐτῶν καταμόνας, εἰς ὅσον ἥκει κακίας ἢ ἀρετῆς, ὥστ’ οὐδὲ τὴν ἀναλογίαν τῆς πρὸς
ἄλληλα δυνάμεως ἐπίστανται. καὶ διὰ τοῦτο βάλλοντες5

14

.

6

ἐνίοτε τὰ πλεῖστα τῶν φαρμάκων ἀσθενῆ, ἢ διὰ χρόνον, ἢ διὰ γένος, ἔμιξαν αὐτοῖς τῶν ἰσχυροτάτων. ἐμβαλὼν γοῦν τίς ποτε ἐκ τῶν Θηβῶν τῶν Αἰγυπτίων ὀπὸν ἰσχυρό‐ τατον ὄντα, παραπλήσιον Φιλωνείῳ φαρμάκῳ καὶ τῇ γεύ‐
5σει καὶ τῇ δυνάμει τὴν ἀντίδοτον εἰργάσατο. σμύρναν δὲ αὖθις ἐμβαλὼν, ἰσχυρότατον ἅμα τοῖς πλείστοις ἀσθενέσιν, ἐπικρατηθῆναι τὴν ἀντίδοτον ὑπ’ ἐκείνης ἐποίη‐ σε, καί τις ἄλλος ὅμως ἐν κρόκῳ ταὐτὸν ἥμαρτεν, ὁ δὲ ἐν σαγαπηνῷ, καθάπερ γε πάλιν ἄλλος ἐν ἀσφάλτῳ καὶ χαλ‐
10βάνῃ. τινὲς δὲ καὶ δύο καὶ τρία τῶν οὕτως ἰσχυρῶν ἀσθενέσι τοῖς ἄλλοις μίξαντες ὑπ’ ἐκείνων ἐπικρατουμένην τὴν ἀντίδοτον εἰργάσαντο. τὴν σκευασίαν μὲν οὖν αὐτὴν κᾂν ἅπαξ τις ἤδη δριμὺς ἄνθρωπος εὐκόλως μαθήσεται· τῶν δ’ ἐμβαλλομένων φαρμάκων τὴν διάγνωσιν οὐχ ἅπαξ
15ἢ δὶς ἢ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι δεῖται, κᾂν ἀκριβῶς ὑπό τινος δεικνύντος τε ἅμα καὶ λόγου διδάσκον‐ τος, ὁποῖόν ἐστι τὸ ἄριστον ἐκμάθοι, τῷ δὲ χωρὶς τοῦ
δείξαντος ἐξ ἀναγνώσεως βιβλίου τινὸς, ὁποῖα τά θ’ Ἡρα‐6

14

.

7

κλείδου τοῦ Ταραντίνου θηριακὰ καὶ Κρατεύα καὶ Διο‐ σκορίδου καὶ Νίγρου καὶ Ἰόλλα καὶ Ῥούφου τοῦ Ἐφε‐ σίου καὶ ἄλλων τινῶν ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἥκοντι, πολὺ πλείονος αὐτοψίας δεῖ πρὸς τὸ διαγινώσκειν ἀκριβῶς
5ἑκάστου φαρμάκου τήν τε ἀρετὴν καὶ τὴν κακίαν. ἔνια μὲν γὰρ παραποιοῦσιν οἱ καπηλεύοντες οὕτω σαφῶς, ὡς καὶ τοὺς τριβακωτάτους ἐν αὐτοῖς λανθάνειν, ἐφ’ ὧν κάλ‐ λιστόν ἐστιν αὐτῶν ἐκ πολλοῦ παρεσκευάσθαι διὰ φίλον ἀνόθευτον ἐκ τοῦ χωρίου, καθ’ ὃ κάλλιστον γεννᾶται, πορί‐
10ζεσθαι τὸ φάρμακον, ἢ ἅπαξ πορευθέντα παρασκευάσασθαι τὰ διαμεῖναι δυνάμενα πρὸς ὅλον τὸν βίον, ὁποία σχεδὸν ἅπαντά ἐστι τὰ μεταλλικὰ καλούμενα. Κύπρον γοῦν ἱστο‐ ρῆσαι βουληθεὶς ἐγὼ διὰ ταῦτα, φίλον τε ἔχων τὸν ἐν αὐτῇ πολὺ δυνάμενον, ἑταῖρον ὄντα τοῦ προεστῶτος τῶν
15μετάλλων ἐπιτρόπου Καίσαρος, καδμείαν τε πολλὴν ἐκεῖθεν ἐκόμισα καὶ διφρυγὲς καὶ σπόδιον καὶ πομφόλυγα χαλ‐ κῖτίν τε καὶ μίσυ καὶ σῶρυ καὶ χάλκανθον, ὥσπερ γε
πάλιν ἐκ τῆς Παλαιστίνης Συρίας ὀποβάλσαμον ἀκριβές.7

14

.

8

ἄσφαλτος μὲν γὰρ οὐδὲ δολωθῆναι δύναται πανούργως, ὥσπερ οὐδὲ ὁ τοῦ ὀποβαλσάμου καρπὸς ἢ τὸ ξυλοβάλσα‐ μον. ἔπλευσα δὲ καὶ εἰς Λῆμνον, ἴσασι δὲ οἱ θεοὶ, δι’ οὐδὲν ἄλλο ἢ διὰ τὴν Λημνίαν, εἴτε γῆν ἐθέλει τις ὀνο‐
5μάζειν, εἴτε σφραγῖδα, λέλεκται δὲ περὶ αὐτῆς αὐτάρκως ἐν τῷ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐνάτῳ. ταύτην οὖν εἴτε Λημνίαν γῆν, εἴτε σφραγῖδα καλεῖν ἐθέ‐ λεις, παραποιοῦσιν, ὡς μηδένα δυνάσθαι διαγνῶναι τὴν ἀληθινὴν ἀπὸ τῆς παραπεποιημένης. καθάπερ γε τὸ κα‐
10λούμενον Ἰνδικὸν Λύκιον, ἕτερά τε πολλὰ δυσκολωτάτην ἔχοντα διάγνωσιν ἀπὸ τῶν νενοθευμένων, ἃ χρὴ παρὰ τῶν εἰς τὰ χωρία πορευομένων, ἐπιτρόπων τε καὶ συγκλητι‐ κῶν ἀρξάντων τῆς χώρας ἀθροίζειν, ἢ καὶ τῶν κατοικούν‐ των ἐν αὐτοῖς φίλων, ὥσπερ ἐμὲ ποιοῦντα τεθέασθε. κο‐
15μίζεται γάρ μοι τὰ μὲν ἐκ τῆς μεγάλης Συρίας, τὰ δ’ ἐκ τῆς Παλαιστίνης, τὰ δὲ ἐξ Αἰγύπτου, τὰ δὲ ἐκ Καππα‐ δοκίας, ἐκ Πόντου δ’ ἄλλα, καθάπερ γε καὶ Μακεδονίας
τε καὶ τῶν πρὸς τὴν δύσιν χωρίων, ἔνθα Κελτοὶ καὶ Ἴβη‐8

14

.

9

ρες, οἵ τε κατὰ τὴν ἀντικειμένην χώραν οἰκοῦντες Μαυρού‐ σιοι. τίνα μὲν οὖν ἐν ἑκάστῃ χώρᾳ γίνεται κάλλιστα φάρ‐ μακα, Διοσκουρίδης τε καὶ οἱ ἄλλοι γεγράφασιν ἀληθῶς. ἡμᾶς δ’, ὡς ἔφην, χρὴ παρασκευάσασθαι καθ’ ὃν εἴρηκα
5τρόπον αὐτὰ, καὶ μάλιστα ἐὰν ἐν Ῥώμῃ κατοικῶμεν, εἰς ἣν ἐξ ἁπάντων τῶν ἐθνῶν καθ’ ἕκαστον ἐνιαυτὸν ἐξικνοῦνται πάμπολλα. τίνα δὲ καὶ κατ’ αὐτὴν τὴν Ἰταλίαν τὰ μὲν αὐτοφυῶς γεννᾶται, τὰ δὲ κατασκευάζεται, καθάπερ ἐν Δικαιαρχίᾳ τῇ νῦν καλουμένῃ Ποτιόλοις, ἰὸς καὶ ψιμύ‐
10θιον καὶ χαλκὸς καὶ λεπὶς χαλκοῦ καὶ ἄλλα τινὰ, κατὰ δὲ τὴν Ῥώμην αὐτὴν ἡ λιθάργυρος. ἔνια δὲ μόνον οὐχὶ καθ’ ἑκάστην ἡμέραν κομίζεται, καθάπερ τά τ’ ἐκ τῆς Σι‐ κελίας καὶ τῆς μεγάλης Λιβύης καθ’ ἕκαστον ἐνιαυτὸν ὥρᾳ θέρους ἀπό τε Κρήτης πολλὰ, τῶν ἐκεῖ βοτανικῶν ἀνδρῶν
15ὑπὸ Καίσαρος τρεφομένων, οὐκ αὐτῷ Καίσαρι μόνῳ, ἀλλὰ καὶ πάσῃ τῇ Ῥωμαίων πόλει, πλήρη πεμπόν‐ των ἀγγεῖα ταυτὶ τὰ πλεκτὰ καλούμενα, διὰ τὸ τῶν λυγῶν εἶναι πλέγματα. φέρεται δὲ ἀπὸ Κρήτης τὰ τοιαῦτα καὶ
εἰς ἄλλα πολλὰ τῶν ἐθνῶν, ὡς μηδὲν τῶν ἀπ’ αὐτῆς ἐνδεῖν,9

14

.

10

μήτε βοτανῶν, μήτε καρπῶν, μήτε σπερμάτων, μήτε ῥιζῶν, μήτε χυλῶν. τὰ μὲν οὖν ἄλλα πάντα εἰλικρινῆ· νοθεύονται δὲ ἔνιοι τῶν χυλῶν, ἀλλὰ καὶ τοῦτο σπανίως γίνεται. διὰ γὰρ τὸ πλῆθος τῶν γενομένων βοτανῶν ἐν τῇ νήσῳ οὐ
5πάνυ τι πανουργεῖν ἐπιχειροῦσιν οἱ κατ’ αὐτὴν βοτανικοὶ, οὐ μὴν οὐδ’ ἡ καινουργία μεγάλη, καθάπερ ἐπ’ ἄλλων, ἀλλ’ ἀντὶ τοῦ χυλὸν ἀψινθίου μόνου ποιήσασθαι πρασίου μι‐ γνύουσιν, ἤ τι τοιοῦτον παραποιοῦσι μικρὸν, ὥστε τοὺς ἐν Ῥώμῃ μυροπώλας ὠνουμένους καθ’ ἕκαστον ἔτος τὰ πλήρη
10τῶν φαρμάκων ἀγγεῖα τὰ πλεκτὰ, πρῶτον μὲν ἕκαστον αὐ‐ τὸν διδάσκεσθαι γνωρίζειν, εἰ καὶ μὴ πρότερον ἑορακώς τις εἴη. πρὸς τούτῳ δὲ καὶ τὸ κάλλιστον ἐκ τῆς συνεχοῦς θέας, ὁποῖόν ἐστι διδάσκεσθαι. μεμνημένοι γὰρ ὧν ὠνή‐ σαντο πέρυσι, ὅταν ἴδωσιν ἕτερον, ἄμεινον αὐτοῦ γνωρί‐
15ζουσιν· ἐν μὲν ταῖς βοτάναις, ὅσαι μετὰ τοῦ καρποῦ προσ‐ κειμένου τοῖς ἀκρέμοσι κομίζονται, πολυκαρπότερον· εὐθα‐ λέστερόν τε καὶ ἁδρότερον, ἐσφιγμένον τε κατὰ τὴν οἰκείαν
οὐσίαν, ἔν τε τῷ χρόνῳ μὴ διαφθειρόμενον, ἐννοοῦντες10

14

.

11

εἶναι κρεῖττον τῶν ἀτροφωτέρων τε καὶ ἀκαρποτέρων, ἀραιῶν τε καὶ κούφων καὶ διαφθειρομένων ταχέως. ὄνος γὰρ ἂν εἴη σαφῶς ὁ μηδὲν τούτων ἐννοῆσαι δυνάμενος. ὥσπερ γε καὶ κατὰ τὴν γεῦσίν τε καὶ ὄσφρησιν οὐδὲν χαλε‐
5πὸν ἐννοῆσαι τὸ ἄριστον, ἑορακότας πολλάκις ταὐτόν. ἐν ᾧ γὰρ τῶν ἄλλων διαφέρει κατ’ ὀσμὴν ἢ γεῦσιν ἕκαστον τῶν φαρμάκων, ἐν ἐκείνῳ σφοδρυνόμενον πρωτεύει τῶν ὁμοειδῶν. οὕτω γοῦν καὶ τὸ μέλι λέγομεν ἄριστον εἶναι τὸ γλυκύτατόν τε καὶ δριμύτατον τῶν ἄλλων ἁπάντων, ἐπειδὴ
10τὸ γένος αὐτοῦ τὴν ἐν γλυκύτητι τοιαύτην ὑπεροχὴν ἔχειν φαίνεται. ὅταν οὖν ἐκ γλυκειῶν φύσει σταφυλῶν τὸ γλεῦ‐ κος εἰς ἥμισυ μέρος ἢ καὶ τρίτον ἑψηθείη, γλυκύτητι μὲν οὐδὲν ἀποδεῖ μέλιτος, ἀμβλὺ δ’ ἐστὶ καὶ ἄδηκτον, ὥσπερ τὸ ὕδωρ· ἀλλ’ οὐ τό γε μέλι τοιοῦτον· ἔχει γάρ τινα δρι‐
15μύτητα μετὰ τῆς γλυκύτητος, ὥστε ἄριστόν ἐστι τὸ πρω‐ τεῦον ἐν τούτοις, καὶ πρῶτά γε αὐτῶν τὰ γνωρίσματα τῆς οἰκείας ἀρετῆς ἐκ τούτων ἔσται. κατὰ συμβεβηκὸς δέ τι
καὶ παρεπόμενον αὐτῇ κατὰ χροιὰν καὶ σύστασιν καὶ11

14

.

12

ὀσμὴν καὶ τὴν οἷον ἀλληλουχίαν τῶν μορίων. ὠχρὸν μὲν οὖν ἐστι τῇ χροιᾷ, τῇ συστάσει δὲ οὔτε παχὺ καὶ θρομ‐ βῶδες οὔτε λίαν ὑγρὸν ἡνωμένον τε δι’ ὅλου καὶ γλίσχρον, ὡς ἐάν γε βαστάσας ἀπ’ αὐτοῦ τῷ δακτύλῳ ῥεῖν ἐπιτρέψῃς,
5κατατείνεσθαι συνεχὲς αὐτὸ, καθάπερ ἰξὸν, οὐ διασπώμενον, οὐδὲ ἀποῤῥηγνύμενον, ἀλλ’ οὐ διὰ ταῦτ’ ἔστιν ἄριστον, ἀλλ’ ὅτι τὸ κατὰ τὴν οἰκείαν φύσιν ἄριστον μέλι ταῦτ’ ἔχει συμβεβηκότα διὰ παντὸς ἑαυτῷ, καὶ διὰ τοῦτο γνωρίσματα γίνεται τοῦ βελτίστου. διὸ καὶ πολλάκις ἑωρᾶσθαί φημι
10δεῖν ἕκαστον τῶν ἁπλῶν φαρμάκων, ἵνα διὰ μνήμης ἔχω‐ μεν εἰς ὅσον ἥκει δριμύτητος, ἢ γλυκύτητος, ἤ τινος τῶν ἄλλων αἰσθητῶν ποιοτήτων, ὧν τὸ ποσὸν ἀδύνατον λόγῳ δηλωθῆναι. προσέρχεται δέ τις καὶ ἄλλη κρίσις τῆς ἑκά‐ στου φαρμάκου δυνάμεως ἐξ ἐμπειρίας πολυχρονίου, μηδὲν
15ὑπὸ τοῦ λόγου βοηθουμένη. τὸ γοῦν ἀπὸ Κνίδου κάλλιστον μέλι φαινόμενον οἷς εἶπον ἄρτι γνωρίσμασιν, ὡς ἐγγὺς εἶναι τῷ Θασίῳ τε καὶ Ὑμηττίῳ, κακίαν οὐ μικρὰν ἐνδείκνυται
χρονίζον, εἰς οἰνώδη μεταβάλλον ποιότητα. παραπλήσιον12

14

.

13

δέ τι πέπονθεν αὐτῷ καὶ τὸ Ῥόδιον. ὥστε τις ἐμβαλὼν τούτου τοῦ μέλιτος εἰς τὴν θηριακὴν εἶτα μετὰ γʹ ἐνιαυ‐ τὸν εὑρὼν αὐτὴν οἰνίζουσαν, οὐ κατὰ τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ κατὰ τὴν ὀσμὴν ἔδειξέ μοι, κᾀγὼ θεασάμενος
5εἶπον τὸ γεγονὸς αὐτῷ παρὰ τοῦ βεβλημένου μέλιτος, ὥστε θαυμάσαι τὸν ἄνθρωπον. ἔτι δὲ προσεπυθόμην, εἴ γε ἐπὶ πλέον ἥψησέ τε καὶ ἀπήφρισεν αὐτό. προσωμολόγει δὲ καὶ ταῦτα, καὶ διὰ τοῦτο ἐθαύμαζε μὲν ὥς τι σοφὸν ἀκηκοὼς παρ’ ἐμοῦ, κατέγνω δὲ τῆς ἑαυτοῦ προπετείας, ἐπιχειρή‐
10σαντος σκευάζειν φάρμακον ἐκ μόνης τῆς γραφῆς. ἄλλως δ’ ὀξώδη γενομένην, ἣν ἐσκεύασε θηριακὴν ἔδειξέ μοι, πυν‐ θανόμενος τὴν αἰτίαν. ἀκούσας οὖν παρ’ ἐμοῦ πλείονα τοῦ δέοντος ἐμβεβλῆσθαι οἶνον, καὶ τοῦτον οὐκ ἄριστον οὐδὲ παλαιὸν, ἴσως δὲ καὶ ἄρτου μὴ καλῶς κατεσκευασμένου,
15πλέον μεμίχθαι τῇ σαρκὶ τῶν ἐχιδνῶν, ὁμολογήσας οὕτως ἔχειν, ἑαυτοῦ κατέγνω τῆς προπετείας.
[Ὁποῖον δεῖ τὸν οἶνον ἐμβαλεῖν ταῖς ἀντι‐13

14

.

14

δότοις.] Διὸ καὶ προνοητέον ἐστὶν οἶνον ἐμβαλεῖν τῷ γένει τοιοῦτον, ὁποῖος μὲν ἐκ τῆς ἐμπειρίας ἔγνωσται μονιμώτα‐ τος ὑπάρχειν, ἔπειτα δ’ ἰσχυρὸν, ἔτεσι πλείοσιν ἤδη δεδω‐ κότα βάσανον, ὡς οὐκ ἔτι μεταβληθήσοιτο. καὶ γάρ τοι
5καὶ ἀσθενέστατοί γε καὶ ὡς ἂν εἴποι τις ὑδατωδέστατοι τῶν οἴνων ἢ σφόδρα αὐστηροὶ, καὶ μάλιστα πάντων οἴνων ὀξυνόμενοι, φθάσαντες ἐν τοῖς πρώτοις ἔτεσιν ὀξυνθῆναι, διαμένουσι τοῦ λοιποῦ. χρόνος δὲ τῆς τοιαύτης κρίσεως ἄλλος ἄλλῳ οἴνων ἐστὶν, οὐ πολλῶν μὲν ἐτῶν τοῖς ὑδα‐
10τώδεσιν· οὕτω δ’ ὀνομάζουσι τοὺς λευκοὺς τῇ χρόᾳ καὶ λεπτοὺς τῇ συστάσει, καὶ μὴ πολλοῦ δεομένους ὕδατος ἐν τῷ κεράννυσθαι. πάντως δ’ αὐτοῖς ὑπάρχει τοιούτοις οὖ‐ σιν, ὥσπερ οὐδ’ ὅλως πλήττουσι τὴν κεφαλὴν, οὕτω μηδὲ θερμαίνειν σαφῶς τὸ σῶμα, μηδὲ πέψει τῇ κατὰ γαστέρα,
15καὶ φλέβας ἐναργῶς συντελεῖν τι, μηδὲ εὐτροφίᾳ συναίρε‐ σθαι. τάχιστα πάντων οἴνων οὗτοι παλαιοῦνται. καλοῦσι δὲ οἱ περὶ ταῦτα δεινοὶ παλαιοῦσθαι τὸ μεταβάλλειν ἑτοί‐
μως εἰς τὴν τοιαύτην ποιότητα τῶν παλαιουμένων. δρι‐14

14

.

15

μύτης δ’ ἐστὶν αὕτη μετὰ τοῦ θερμαίνειν σαφῶς, ὕστερον δὲ καὶ πικρότης, εἰς ἣν μετέστη. ἐνίοτε δὲ καὶ τοὺς ὑδα‐ τώδεις οἴνους ἀφικνουμένους ἐστὶν ἰδεῖν, ὅταν γε μὴ φθά‐ σωσιν ἐν τοῖς πρώτοις, ἢ τρισὶν, ἢ τέτρασιν ἔτεσιν ὀξυν‐
5θῆναι· τοῖς δ’ ἰσχυροῖς τε ἅμα καὶ αὐστηροῖς καὶ λευκοῖς μετὰ πάχους οἴνοις καὶ μετὰ δεκαετίαν ἐνίοτε συνέπεσε μὴ καλῶς ἀποκειμένοις ὀξυνθῆναι. συνέβαινε δ’ αὐτοῖς καὶ παλαιοῦσθαι χρόνῳ παμπόλλῳ· τοιοῦτοι κατὰ τὴν Ἰταλίαν εἰσὶν, ὅ τε Τιβουρτῖνος καὶ Σιγνῖνος καὶ Μάρσος καὶ
10Σουῤῥεντῖνος. ὁ μέντοι Τιβουρτῖνος καὶ Μάρσος αὐστηροί τε, καὶ ῥᾳδίως ὀξυνόμενοι κατὰ τὴν ἀπρονόητον ἀπόθεσιν. ὁ δὲ Σιγνῖνος ἰσχυρότερός τε τούτων ὑπάρχει, καὶ ἧττον ὀξύνεται καὶ παλαιωθεὶς κάλλιστος γίνεται. περὶ δὲ τοῦ Σουῤῥεντίνου τί δεῖ καὶ λέγειν; ἅπαντες γὰρ τοῦτ’ ἤδη γι‐
15νώσκουσιν ὡς σχεδὸν πρὸ κʹ ἐτῶν ἔτι ἐστὶν ἄπεπτος. ἀκμάζει δὲ τοσούτων ἐτῶν γιγνόμενος, ἐπὶ πολύ τε παρα‐ μένει πότιμος, οὐκ εὐκόλως ἐκπικρούμενος, συνάμιλλος κατ’ ἀρετὴν ὑπάρχων τῷ Φαλερίνῳ. ἐναντία δὲ τούτοις τοῖς
οἴνοις οἱ ὑδατώδεις πάσχουσιν, ὅ τε Σαβῖνος καὶ ὁ Ἀλβα‐15

14

.

16

νὸς καὶ ὁ Γαυριανὸς ἐν τῷ Ποτιόλων λόφῳ γενόμενος, ὅ τε ἐν Νεαπόλει κατὰ τοὺς ὑποκειμένους αὐτῇ λόφους, Ἀμι‐ ναῖος μὲν ὀνομαζόμενος, ἀλλὰ λεπτὸς μὲν ὑπάρχων, οὐχ ὥσπερ οἱ κατὰ τὴν Σικελίαν τε καὶ Βιθυνίαν Ἀμιναῖοι,
5καίτοι κᾀν τούτοις τοῖς ἔθνεσιν ὀλίγος μὲν ὁ ὑδατώδης καὶ λεπτὸς οἶνος γεννᾶται, οὐ μὴν ἀποδεῖ γε οὔτε τοῦ Σαβίνου κατὰ τὴν Ἰταλίαν οὔτε κατὰ τὴν Ἀσίαν Ἀρσι‐ νίου τε καὶ Τιτακαζηνοῦ καὶ τοῦ παρ’ ἡμῖν ὀνομαζομένου Τιβηνοῦ διὰ τὸ χωρίον ἐν ᾧ γεωργεῖται Τίβας ὀνομα‐
10ζόμενον. οὗτοι πάντες ῥᾳδίως μεταβάλλονται πρὸς τὰς ἐναντίας ποιότητας, ἤτοι τὴν ὀξεῖαν ἢ τὴν πικρὰν, ἐν μὲν ἀρχῇ τὴν ὀξεῖαν, ἐὰν δὲ διαμένωσι, τὴν πικράν. πολὺ δὲ εἰς ἑκάτερα τὴν ἀλλοίωσιν αὐτοῖς συμβάλλεται τὸ χωρίον ἐν ᾧ κεῖνται. καταρχὰς μὲν ἄριστόν ἐστι τὸ ψυ‐
15χρὸν, ὕστερον δὲ τὸ θερμὸν, ἢ πάλιν ἱκανῶς θερμὸν ἐξ ἀρχῆς, ὡς τό γε χλιαρὸν ὀξύνει ῥᾳδίως αὐτούς. ἐὰν δὲ ἐν τῷ ψυχρῷ κείμενοι διαμένωσιν ἔτεσι βʹ καὶ γʹ, τοὐντεῦθεν
ἱκανῶς θερμαίνεσθαι δέονται, τοῦ χλιαροῦ δὲ χωρίου καὶ16

14

.

17

τοῦ μέσου, κατὰ τὴν κρᾶσιν οὐδέποτε δέονται. τινές γε μὴν οὕτως ἀσθενεῖς εἰσι καὶ ὑδατώδεις, ὡς μηδ’ ἐξ ἀρχῆς φέρειν τὸ ψυχρὸν, ἐφ’ ὧν ὁ πατήρ μου πείρας ἕνεκεν εἰς θερμότατον οἶκον ἐμβαλὼν στοιβὴν πολλὴν καὶ θερμὴν
5ἐνέκρυψεν αὐτῇ πληρώσας κεράμια, καὶ τυχὼν τῆς ἐλπίδος οὐδέποτε ἔσχεν οἶνον ὀξυνόμενον, ἀλλὰ πάντας τάχιστα παλαιουμένους. ὅπως δ’ ἄν τις οἴκημα παρασκευάσειε θερ‐ μὸν, ὡς ἐκεῖνος παρεσκεύασεν, καὶ δὴ φράσω. κατὰ τοὺς ἀγροὺς ἅπαντας παρ’ ἡμῖν οἶκοι γίνονται μεγάλοι, τὴν μὲν
10ἑστίαν, ἐφ’ ἧς καίουσι τὸ πῦρ, ἐν μέσοις ἑαυτῶν ἔχοντες, οὐ πολὺ δὲ αὐτῆς ἀπέχουσιν αἱ τῶν ὑποζυγίων στάσεις, ἤτοι κατ’ ἀμφότερα τὰ μέρη, δεξιόν τε καὶ ἀριστερὸν, ἢ πάντως γε κατὰ θάτερον. εἰσὶ δὲ κρίβανοι συνεζευγμένοι ταῖς ἑστίαις κατὰ τὸ πρόσω μέρος ἑαυτῶν, ὃ πρὸς τὴν
15θύραν βλέπει τοῦ παντὸς οἴκου. τοιοῦτοι μὲν οὖν ἅπαντες οἱ κατὰ τοὺς ἀγροὺς οἶκοι κατασκευάζονται, κᾂν εὐτελεῖς ὦσιν. οἱ δ’ ἐπιμελέστερον αὐτῶν κατασκευαζόμενοι κατὰ τὸν ἔνδον τοῖχον ἔχουσι τὴν κατ’ ἄντικρυ τῇ θύρᾳ τεταγ‐
μένην ἐξέδραν. ἑκατέρωθεν δ’ αὐτῆς κοιτῶνα, καθ’ ὃν ἄνω‐17

14

.

18

θέν ἐστιν ὑπερῶα οἰκήματα, καθάπερ καὶ κατὰ πολλὰ τῶν πανδοχείων ἐν κύκλῳ κατὰ τρεῖς τοίχους τοῦ οἴκου τοῦ με‐ γάλου, πολλάκις δὲ καὶ κατὰ τέτταρας. ἐκ τούτων οὖν τῶν οἰκημάτων τὸ μάλιστα σκεπόμενον ἑκατέρωθέν ἐστι, τὸ
5κατὰ τῆς ἐξέδρας ἐπικείμενον, ἐν ᾧ τὸν οἶνον ὁ πατήρ μου κατετίθετο, μετὰ τὸ κατὰ τοὺς πίθους ζέσαι. τὸ δὲ μονι‐ μώτερον ἐπὶ τῶν κεραμίων ἀποτίθεται πρότερον, ὥσπερ καὶ τοὺς ἄλλους ἐστὶ παρ’ ἡμῖν δι’ ἔτους θερμαίνειν διόλου. ἀμεί‐ νων δὲ τῶν οἴκων ὁ πρὸς μεσημβρίαν μὲν ἐστραμμένος,
10ἀπεστραμμένος δὲ τὰς ἄρκτους. ἔστι δέ τις παρ’ ἡμῖν γενομένη βοτάνη θαμνώδης, πάνυ θερμὴ καὶ δριμεῖα, καὶ ἀρωματίζον ἔχουσά τι, καλοῦσι δ’ αὐτὴν οἱ ἐπιχώριοι κολυμβάδα, ἔνιοι δὲ στοιβὴν, ἐπιτηδειοτάτην οὖσαν εἰς φυλακὴν οἴνου. συντί‐ θεται οὖν ἐν ταύτῃ τῇ βοτάνῃ τὰ κεράμια, καὶ τῶν οἴκων
15τῶν ὑπερώων τοῦ μέρους τὸν ἕνα τοῖχον διετίτρα τρήμασιν ἀξιολόγοις, ἐστραμμένοις εἰς τὸν μέγαν οἶκον, ἐν ᾧ τόν τε κρίβανον ἔφην εἶναι καὶ τὴν ἑστίαν, προμηθούμενος, διὰ
τῶν τρημάτων εἰσιέναι θερμασίαν εἰς τὸν οἶκον, ἐν ᾧ τὰ18

14

.

19

κεράμια κατετίθετο. ἔκ τε οὖν τῆς κατὰ τὸν μέγαν οἶκον θερμασίας ἡ ἀποθήκη θερμαινομένη, κᾀκ τῆς στοιβῆς θαλ‐ πομένη, διεφύλαττε πάντα τὸν οἶνον, ὡς μηδέποτε ὀξυν‐ θῆναι. πρὸς δὲ τὸ μᾶλλον ἐπιτυγχάνειν, καὶ μηδέποτε
5ἁμαρτεῖν τοῦ σκοποῦ, τοῖς κεραμίοις ἐνέχει τὸν οἶνον οὐ καινοῖς, ἀλλ’ ἐξ ὧν ἐκεκένωτό τις τῶν πεπαλαιωμένων. παρα‐ πλήσιον δ’ οἷς εἴρηκα καὶ κατὰ τὴν Ἰταλίαν εἶδον ἐν τοῖς περὶ Νεάπολιν, καὶ τὸν γειτνιῶντα λόφον αὐτῇ τῇ χώρᾳ γενόμενον, ὃν ὀνομάζουσι Τριφύλλινον. ἐπυθόμην δὲ καὶ
10κατ’ ἄλλα πολλὰ χωρία τῆς Ἰταλίας οὕτω θερμαίνεσθαι τὸν οἶνον, ἄλλ’ ὅ γε τοιοῦτος, ὥσπερ μόνιμος, οὕτω καὶ κεφα‐ λαλγὴς γίνεται, διὰ τὴν ἐκ τοῦ καπνοῦ προσερχομένην αὐτῷ ποιότητα. φευκτέον οὖν σοι τοὺς τοιούτους ἅπαντας οἴνους ἐν τοῖς συντιθεμένοις φαρμάκοις, ἃ μέλλομεν εἴσω τοῦ σώ‐
15ματος λήψεσθαι. κατὰ δὲ τὰς ἐμπλάστρους καὶ τὰ ἄλλα τὰ ἔξωθεν ἐπιτιθέμενα φάρμακα, καὶ τοῖς τοιούτοις, οὐδὲν κωλύει χρῆσθαι, μὴ παρόντων ἀρίστων. αἱρετέον οὖν εἰς τὰς ἀντιδότους οἴνους φύσει μονίμους, ὧν πρῶτος οὐκ εἰς
τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ὁ Φαλε‐19

14

.

20

ρῖνός ἐστιν. αἱρετέον δὲ καὶ τούτου τὸν μήπω πικρὸν ὑπὸ παλαιότητος, ὡς ἔνιοι καὶ κατὰ τοῦτο σφάλλονται τῶν τὴν θηριακὴν σκευαζόντων. ἀκηκοότες γὰρ ἀεὶ τὸν περιφερό‐ μενον λόγον τοῦτον, ὡς τἄλλα πάντα γηρᾷ τῷ χρόνῳ πλὴν
5οἴνου, τὸν παλαιότατον ἐμβάλλουσιν, οὐδὲ τῆς ποσότητος ἔνιοι στοχαζόμενοι, διὰ τὸ μηδὲ γεγράφθαι τὴν συμμετρίαν αὐτοῦ κατὰ τὰς φαρμακίτιδας βίβλους. δυοῖν δ’ ὄντοιν εἰδῶν αὐτοῦ, μηδὲν ἀλλήλων διαφερόντων ἀρετῇ, ἡδίονα τὴν ἀντίδοτον ὁ γλυκύτερος ἐργάζεται, καὶ καλοῦσιν αὐτὸν
10ἰδίως Φαυστιανόν. καθάπερ οὖν οἱ τὸν μεταβάλλοντα καὶ ὀξυνόμενον οἶνον ἐμβάλλοντες ἁμαρτάνουσιν, εἰ γὰρ καὶ μη‐ δὲν ἔχον ἔγκλημα καθ’ ἑαυτὸν ἀναμιχθείη τοῖς τῆς ἀντι‐ δότου φαρμάκοις, ὀξύνεται πολλάκις, οὕτως ὁ παλαιότατος Φαλερῖνος, καὶ μάλισθ’ ὅταν βραχὺ πλείων ληφθῇ, πικρὸν
15ἐργάζεται τὸ φάρμακον. [Περὶ μέλιτος ταῖς ἀντιδότοις ἐμβληθῆναι
δεομένου.] Εἷς δέ τις ἰατρὸς καὶ τὸ μέλι πάνυ παλαιὸν20

14

.

21

ἐνέβαλεν ὁμοίως τῷ Φαλερίνῳ, κατὰ τοῖόνδε τινὰ λογισμόν. οἰνῶδές ποτε μέλι τι γέγονε τὸ κεκραμένον, ἔμπροσθεν ἄρι‐ στον αὐτὸ φαινόμενον. ἀσφαλέστερον οὖν ἔδοξε, καθάπερ ἐπ’ οἴνου τοῦ τῷ μήκει τοῦ χρόνου κεκριμένου ὡς οὐ φθεί‐
5ροιτο, μῖξαι τῷ φαρμάκῳ. τὸ δὲ ἦν ἄρα διὰ τὸν χρόνον ὑπόπικρον, εἶτα καὶ τὴν ἕψησιν προσλαβὸν ἐπὶ πλέον γενο‐ μένην, ἔτι μᾶλλον ἐδείχθη πικρὸν, ὅπερ ἅπαντι μέλιτι τῷ παλαιοτέρῳ συμβαίνει κατὰ τὴν ἕψησιν. καὶ θαυμαστὸν οὐδὲν, ὅπου γε καὶ χωρὶς τῆς ἑψήσεως ἐν τῷ χρόνῳ πι‐
10κρότερον ἀντὶ τοῦ γλυκυτέρου γίνεται. καὶ παρά γε τῷ ἐμῷ πατρὶ μέλι τι πικρὸν οὕτως ἦν, οἷον ἐν τῷ Πόντῳ γίνεται κατά τινα τῶν χωρίων, ἐν οἷς αἱ μέλιτται συνάγου‐ σιν ἀπὸ τῶν ἀψινθίων. αὐτὸ τοῦτο δ’ ἔφασκε τὸ μέλι τὸ παρὰ Ἀθηναίοις ἄριστον χρόνῳ παμπόλλῳ παλαιωθὲν γε‐
15γονέναι πικρόν. ἐπεὶ δ’ ἄχρηστον ἐφάνη μοι, καὶ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς ἄχρι νῦν φυλάττω, πικρότερον μὲν ἔτι καὶ μᾶλλον, ἢ τότε ἦν γεγονὸς, ὥσπερ γε καὶ μελάντερον,
οὐ μὴν παχύτερόν γε πολλῷ. καὶ τοῦτ’ ἔοικεν ἐξαίρετον21

14

.

22

ὑπάρχον τῷ καλλίστῳ μέλιτι. καὶ γάρ τοι καὶ τὸ ἐν Ἐλε‐ οῦντι τῆς Χεῤῥονήσου κατὰ τὴν χώραν ἐκείνην ἔνθα τὸ ἡρῷόν ἐστι τοῦ Πρωτεσιλάου γενόμενον μέλι, πάντ’ ἔχον Ὑμηττίου μέλιτος, μέχρι πολλοῦ τὰ αὐτὰ, τῷ χρόνῳ προϊ‐
5όντι, πρὸς τὸ παχύτερον γίνεσθαι, καὶ θρομβοῦται πολλά‐ κις. μέλι μὲν οὖν πάντως ἐμβλητέον ἐστὶ τὸ κάλλιστον ταῖς ἀντιδότοις Ὑμήττιον ἢ Θάσιον ἢ πάντως γε Ἀττικόν· εἰ δὲ ἀποροῖμέν ποτε αὐτοῦ, τοῦ ἐν ταῖς Κυκλάσι νήσοις γινομένου, ὅ τί περ ἂν ὁμοιότατον ᾖ τούτῳ. γίνεται δὲ
10κατὰ τὸν Ἰσθμὸν μέλι ἀγαθὸν, καὶ καλεῖταί γε τοῦτο Ἰσθμιακὸν ἰδίως ἀπὸ τοῦ χωρίου, καθάπερ καὶ Τούβρεον καὶ αὐτὸ τὴν ἐπωνυμίαν ἔχον. ἔνδοξα μὲν οὖν ταῦτα. γίνεται δὲ καὶ κατ’ ἄλλα χωρία κάλλιστον μέλι, διὰ βραχύ‐ τητα δ’ ἅπαν δαπανώμενον ὑπὸ τῶν ἐγχωρίων, ὡς μὴ
15περιττεύειν εἰς ἄλλην χώραν ἐξάγεσθαι, καὶ διὰ τοῦτ’ ἀγνοεῖσθαι. καὶ γὰρ οὖν ἐν τῇ παρ’ ἡμῖν χώρᾳ τῇ μεταξὺ Περγάμου τε καὶ τῆς ἐπὶ θαλάττῃ πόλεως Ἐλαίας
ἔστι τις λόφος θύμων μεστὸς, ἐν ᾧ κάλλιστον αἱ μέλιτται22

14

.

23

συντιθέασι μέλι, δαπανώμενον αὐτόθι. κεῖται δὲ ὁ λόφος οὗτος ἀπὸ Περγάμου πορευομένῳ εἰς Ἐλαίαν ἐν τοῖς ἀρι‐ στεροῖς μέρεσιν, οὐ μὴν ἐγγὺς τῆς ὁδοῦ, καὶ κατὰ τὴν ὑπερκειμένην δὲ τῆς ἡμετέρας χώρας Μυσίαν, ἣν ὀνομά‐
5ζουσι Βρῖττον, ἐθαύμασα θεασάμενος μέλι παραπλήσιον ἀκριβῶς Ἀττικῷ, καίτοι τοῦ ἄλλου μέλιτος ἀκριβῶς ἐν αὐτῷ φαυλοτάτου γενομένου. ἀλλὰ γὰρ κᾀκεῖ λόφος τις ἦν οὐ μέγας, πετρώδης ὅλως, θύμων τε καὶ ὀριγάνων μεστός. ἄλλοθι δὲ κυτίσου μὲν ἦν τὸ χωρίον μεστόν. ἐγεώργει δ’
10ὁ δεσπότης αὐτοῦ μέλι γλυκύτατον, ὡς ὑπερβάλλειν ἐν τού‐ τῳ τὸ Ἀττικὸν, οὐ μὴν δριμύ γε, καὶ διὰ τοῦτο ταχέως μὲν ἀποστρέφον τοὺς χρησαμένους αὐτῷ, ταχέως δὲ ναυτίαν κινοῦν, εἰ καὶ βραχὺ πλέον ληφθείη. καὶ γὰρ οὖν καὶ τοῖς γράψασι περὶ τῆς κυτίσου ταῦθ’ ὁμολογεῖται πᾶσιν, ὡς
15πλεῖστον μέλιτος ἐκ τῶν ἀνθέων αὐτῆς αἱ μέλιτται δρέπον‐ ται. θαμνῶδες δ’ ἐστὶ φυτὸν ἡ κύτισος, εἰς ὕψος ἀνῆκον ὅσον αἱ μυῤῥίναι. εἴρηται δέ μοι ταῦτα χρησιμώτατα τοῖς
μὴ μόνον ἐν Ῥώμῃ κατοικοῦσιν ἰατροῖς, εἰς ἣν τὰ παντα‐23

14

.

24

χόθεν ἥκει καλὰ διὰ παντὸς ἔτους, ἀλλὰ καὶ τοῖς ἐν ἅπαντι μέρει τῆς οἰκουμένης, ὅπως εἰδότες τὰ γνωρίσματα τῶν ἀρίστων ἐκλέγοιντ’ ἂν τῶν παρ’ ἑαυτοῖς ἢ πάντως γε τῶν ἀστυγειτόνων ἢ ὁμοεθνῶν τὰ κάλλιστα. Φιλώνειον
5μὲν οὖν τις ἀντίδοτον ἤ τινα ἄλλην τῶν εὐτελῶν συντιθεὶς, οὐ πάνυ τι δεῖται τῶν εἰς ἄκρον ἀρίστων φαρμάκων. εἰ δὲ τὴν Μιθριδάτειον ἢ τὴν θηριακὴν ἤ τινα ἄλλην τῶν πολυμιγμάτων τε καὶ κιννάμωμον ἐχουσῶν συντιθείη, πάν‐ των τῶν ἀρίστων δεῖται φαρμάκων. καὶ οὐκ ἂν εὐπορή‐
10σειεν ἐν ἄλλῳ χωρίῳ, καὶ διὰ τοῦτο ἐν Ῥώμῃ σκευάζουσι τὰς τοιαύτας ἀντιδότους οὐχ οἱ ἄριστοι μόνοι τῶν ἰατρῶν, ἀλλὰ καὶ οἱ μυροπῶλαι, πάντες μέντοι τῶν ἐν αὐταῖς ἁμαρ‐ τάνοντες ἔλαττον ἢ μεῖζον, ὅμως μὴ συντιθέντες ἄχρηστον φάρμακον. Ἀντωνίνου μὲν οὖν βασιλεύοντος τῶν πλου‐
15σίων ἡ θηριακὴ ἐσκευάζετο πολλοῖς, καὶ διὰ τοῦτο ἐνίοτε τῶν δυσπορίστων ἀπέλιπέ τινα θαυμαστὸν γὰρ ὅπως οἱ πλούσιοι τὰ τῶν αὐτοκρατόρων ζηλοῦσιν, ἢ βούλονταί γε
φαίνεσθαι ζηλοῦντες. ἐπεὶ δ’ ἐκεῖνος ἐξ ἀνθρώπων ἀπῆλθεν,24

14

.

25

ὀλίγιστοι κατασκευάζουσι τὴν ἀντίδοτον ταύτην, ὥσπερ γε καὶ τὴν Μιθριδάτειον. ὡς οὖν ἐν Ῥώμῃ τῶν ἀρίστων φαρ‐ μάκων ἁπάντων εὐπορῆσαι μᾶλλόν ἐστιν, ἢ κατ’ ἄλλο χω‐ ρίον, οὕτως ἐν αὐτῇ τῇ Ῥώμῃ Καίσαρι σκευάζων τις, ἔτι
5μᾶλλον εὐπορεῖ πάντων τῶν εἰς ἄκρον ἀρετῆς ἡκόντων, οἴ‐ νου μὲν τοῦ Φαλερίνου καὶ μέλιτος Ὑμηττίου, ὀποβαλσά‐ μου τε τοῦ Συριακοῦ καλουμένου. διὰ δὲ τὸν τόπον ἐν ᾧ γεννᾶται πλεῖστόν τε καὶ κάλλιστον, ἕτερον ὄνομα δεύτερον ἔχον, τὸ Ἐγγαδηνὸν γὰρ ὀνομάζεται, κρεῖττον ὂν τῶν ἐν
10ἄλλοις χωρίοις τῆς Παλαιστίνης γινομένων. ὅσῳ δ’ ὁ οἶνος ὁ Φαλερῖνος ἀμείνων ἐστὶ τοῦ κατὰ τὰ καπηλεῖα, τοσούτῳ τοῦ κατ’ Αἴγυπτον γενομένου. τῷ τοίνυν ἐπισταμένῳ γνω‐ ρίζειν ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν ἀρετὴν ἐὰν ὑπάρξῃ Καίσαρι σκευάζειν ὡς ὑπῆρξεν ἐμοὶ, τὸ κάλλιστον
15σκευασθήσεται. κομιζομένων γὰρ τοῖς βασιλεῦσι τῶν ἀρί‐ στων ἁπανταχόθεν, ἐξ αὐτῶν πάλιν τούτων τὸ κάλλιστον αἱρήσεται, ἔγωγέ τοι τῶν οἴνων τῶν Φαλερίνων ἑκάστου
τὴν ἡλικίαν ἀναγινώσκων ἐπιγεγραμμένην τοῖς κεραμίοις,25

14

.

26

εἰχόμην τῆς γεύσεως, ὅσοι πλειόνων ἐτῶν ἦσαν εἴκοσι, προ‐ ερχόμενος ἀπ’ αὐτῶν ἄχρι τῶν οὐδὲν ὑπόπικρον ἐχόντων. ὁ γὰρ παλαιὸς τῶν οὐδέπω πικρότητα προσειληφότων ἄρι‐ στός ἐστιν, ὡς ἐφ’ ἡλικίᾳ. τοῦ δ’ Ὑμηττίου μέλιτος ἐν
5ταῖς αὐτοκρατορικαῖς ἀποθήκαις ὄντος πολλοῦ, τοῦ διετοῦς γευομένου, ἐκλέγων ἐξ αὐτοῦ πάλιν τὸ γλυκύτατον καὶ δρι‐ μύτατον. ἄμεινον γὰρ τοῦτο τοῦ προσφάτου καὶ παλαιο‐ τέρου. ἐπεὶ δ’ οὐ μόνοις τοῖς βασιλικὴν ἀφθονίαν ἔχουσι τῆς τοιαύτης παρασκευῆς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν
10ἰατροῖς ὠφέλιμον εἶναι χρὴ τὴν γραφὴν, ὁ λόγος μοι γίνεται μακρότερος. αὐτίκα γέ τοι πολλὰ τῶν Ἀθήνησι πιπρασκο‐ μένων, ἔχει μόρια πολλὰ κατακεκρυμμένα μὲν ἐν τῷ βάθει, καὶ διὰ τοῦτο μὴ βλεπόμενα, δριμύτητα δὲ τῷ μέλιτι παρέ‐ χοντα, τῷ χρόνῳ δὲ ἐπιπολῆς γίνεται τὰ θύμα, καθάπερ
15καὶ τἄλλα ὅσα τῶν ἑτερογενῶν ἐμφέρεται τῷ μέλιτι, καὶ πολλὰ τῶν πιπρασκομένων ἐν Ῥώμῃ τοιαῦτα φαίνεται, πλὴν εἰ τρίβωνες ὄντες οἱ κομίζοντες αὐτὰ φθάσειαν ἀφελεῖν ὅσα
τῶν θύμων ἐπεπόλασεν, ὡς τοὺς πολλοὺς ἐξαπατᾶσθαι γευο‐26

14

.

27

μένους τοῦ μέλιτος, ἐπικρατοῦσαν ἔχοντος τὴν τῶν θύμων ποιότητα. τοῦτο δ’ οὐ γίνεται κατὰ τὸ μὴ δολωθέν. ἐάν ποτ’ οὖν αἴσθῃ θύμου ὄζον τὸ μέλι, τὴν εἰρημένην ἄρτι πανουργίαν τεκμαίρου. τὸ γὰρ ἄριστον μέλι τὴν μὲν δρι‐
5μύτητα τῶν θύμων ἐπισπᾶται, τὴν ὀσμὴν δ’ οὐκ ἐκμάττε‐ ται, καθάπερ οὐδὲ τὸ τῆς γεύσεως σφοδρόν. περὶ μὲν οὖν τῆς μέλιτος ἀρετῆς αὐτάρκως εἴρηται. μέχρι γὰρ πόσου χρὴ ἕψειν αὐτὰ, ἐν τῷ τῆς σκευασίας εἰρήσεται λόγῳ. περὶ δὲ τῶν οἴνων λεκτέον ἐφεξῆς, ὅσα μικρῷ πρόσθεν ἀπελί‐
10πομεν. [Ὅτι κατὰ πάσας τὰς χώρας ζητεῖν χρὴ τό τε μέλι καὶ τὸν οἶνον καὶ τὰς ἁπλᾶς δυνάμεις.] Ἐὰν γὰρ ἐν Ἀσίᾳ σκευάζων ἤ τινι τῶν ἐθνῶν τῶν ἄλλων δεη‐ θῇς οἴνου χρησίμου τῷ φαρμάκῳ, τὴν μὲν χροιὰν ζητεῖν
15τὸν κιῤῥόν. οὐδεὶς γὰρ οὔτε τῶν μελάνων οὔτε τῶν λευ‐ κῶν, ἀλλ’ οὐδὲ τῶν ἐρυθρῶν ἐπιτήδειος εἰς τὰς τοιαύτας ἀντιδότους ἐστὶ, τῇ συστάσει δὲ τὸν λεπτὸν, ὡς διαυ‐ γεῖσθαι, τῇ γεύσει δ’, ὡς ἐπὶ τοῦ Φαλερίνου προείρηται,
τὸν μηδέπω μὲν πικρὸν, οὐ μὴν ἄπεπτον ἔτι διὰ τὴν νεό‐27

14

.

28

τητα. γράψω δέ σοι καὶ παράδειγμα τῶν τοιούτων οἴνων ὀνομαστὶ, τῶν γε κατὰ τὴν ἡμετέραν Ἀσίαν γενομένων, καὶ πρὶν αὐξηθῆναι τὴν Ῥωμαίων δύναμιν, ἔνδοξον γεγενῆσθαι τὸν Φαλερῖνον, οἱ παλαιοὶ τῶν ἰατρῶν ἔγραψαν τὰς προσ‐
5ηγορίας. εἰσὶ δ’ οὗτοι τρεῖς ἐν Ἀσίᾳ. γεννᾶται δὲ ὁ μὲν ἐπῃνημένος ὑπ’ αὐτῶν Ἀριούσιος ἐν Χίῳ, τὴν προσηγορίαν ἀπὸ τοῦ χωρίου κτησάμενος ἐν ᾧ γίνεται. καθάπερ καὶ ὁ Λέσβιος ἀπὸ τοῦ τῆς νήσου πάσης ὀνόματος. ὁ δὲ Τμω‐ λίτης ἀπὸ τοῦ λόφου καθ’ ὃν γίνεται. Τμῶλος γὰρ αὐτῷ
10τοὔνομα. δῆλον δ’ ὅτι τὸν ἄριστον αὐτῶν τούτων ἐκλέγε‐ σθαί σε χρὴ κατὰ τὰ προειρημένα γνωρίσματα, καθάπερ ἐπὶ τοῦ μέλιτος εἶπον. ὄντος γὰρ ἅπαντος σχεδὸν τοῦ κατὰ τὴν Ἀττικὴν καλοῦ, τούτου πάλιν αὐτοῦ τὸ Ὑμήττιόν ἐστι κάλλιστον, εἶτ’ ἐπ’ αὐτῷ τὸ Θάσιον. οὕτως οὖν καὶ τῶν
15οἴνων πολλῶν ὄντων τῶν ἐν Λέσβῳ γενομένων, ὁ κιῤῥὸς καὶ μὴ παχὺς, εὐώδης δὲ καὶ στύφων μὲν ἥκιστα, βραχυτάτην δὲ γλυκύτητα ἔχων, οὐ μὴν ἀσαφὲς τοῦτο, κα‐
λεῖται μὲν ἰδίως Λέσβιος. ἄριστος δέ ἐστιν ἐν Ἐρεσῷ28

14

.

29

γεννώμενος τοιοῦτος, εἶτα δεύτερος ὁ ἐν Μηθύμνῃ, καὶ τρί‐ τος ὁ ἐν Μιτυλήνῃ. τὸν ἄριστον οὖν ἐν τούτοις ἐκλέξῃ, τοῖς εἰρημένοις γνωρίσμασι κρίνων. ὃς γὰρ ἂν ἐν τοῖς εὐωδεστέροις ᾖ τοῦ παραλαμβανομένου, καὶ γλυκύτερος, καὶ
5κατὰ τὴν σύστασιν λεπτότερος, οὗτός ἐστιν ἄριστος. τοῦ μὲν οὖν Λεσβίου τοιοῦτο τὸ εἶδός ἐστιν, ὥσπερ γε καὶ τοῦ Ἀριουσίου, βραχεῖαν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἐχόντων. οὐ μὴν τοῦτό γε Τμωλίτου, οὐδὲ τοῦ Φαλερίνου. δύο γὰρ αὐτῶν εἴδη, γλυκὺς μὲν ὁ ἕτερος, ὁ
10δὲ ἕτερος ὥσπερ οὐ γλυκὺς, οὕτως οὐδ’ αὐστηρὸς, ἀλλ’ ἐν τῷ μέσῳ κατά γε ταῦτα τῶν τε αὐστηρῶν καὶ τῶν γλυ‐ κέων οἴνων. ἐμβάλοις οὖν τῇ θηριακῇ τὸν γλυκὺν, οὐχ ὡς εἰς τὴν ὅλην τοῦ φαρμάκου δύναμιν ὄντα βελτίονα προαι‐ ρούμενος, ἀλλ’ ἕνεκα τῆς ἐν τῷ γεύεσθαι χάριτος, ἧς χρὴ
15φροντίζειν ἐν τοῖς καταπινομένοις φαρμάκοις, ὅταν ἐν αὐτοῖς ἔχῃ πάμπολλα πικρὰ, καθάπερ ἡ Μιθριδάτειός τε καὶ ἡ θηριακή. καὶ τὰ ἄλλα δὲ πάντα φάρμακα διὰ πολ‐ λῆς πείρας κεκριμένα τοῖς ἰοβόλοις θηρίοις ἀντιτετάχθαι
πικρὰ ταῖς ποιότησίν ἐστιν, ὡς κᾀν τῷ περὶ αὐτῶν λόγῳ29

14

.

30

φανεῖται. Ὅμηρος δ’, ὡς ἔοικεν, οἴεται καὶ τὰς ὀδύνας ἰώ‐ μενα τοιαῦτ’ εἶναι πάντα. λέγει γοῦν οὕτως·
Ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν Χερσὶ, διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
5 Ἔσχ’ ὀδύνας. ἔμπειρον εἶναι συμβουλεύω τὸν ἰατρὸν, εἰ οἷόν τε πάντων φυτῶν. εἰ δὲ μὴ, ἀλλὰ τῶν πλείστων γε, καὶ ὧν ἡ χρεία πολλή. γένη δ’ αὐτῶν, εἰ δὲ βούλει διαφορὰς ὀνομάζειν, αἵδε εἰσὶν, δένδρα καὶ θάμνοι καὶ πόαι καὶ ἄκανθαι καὶ
10φρύγανα. δυνάμενος γὰρ αὐτὰ γνωρίζειν ἀπ’ ἀρχῆς εἰς τέλος, ἐν πολλοῖς τῆς γῆς εὑρήσεις τόποις, ὥσπερ κᾀγὼ κατὰ τὴν Ἰταλίαν εὗρον ἐν πολλοῖς χωρίοις, ὅσα μήτε φυό‐ μενα μήτε αὐξανόμενα γνωρίζουσιν οἳ τὰ ξηρανθέντα μόνα διαγινώσκουσιν. οὐδεὶς γοῦν ἐστι τῶν μυροπωλῶν, ὃς
15οὐκ οἶδεν τὰς ἐκ Κρήτης κομιζομένας βοτάνας, ὥσπερ καὶ τοὺς καρποὺς αὐτῶν, ἀλλ’ ἐν τοῖς προαστείοις Ῥώμης ἐξ αὐτῶν οὐκ ὀλίγας φυομένας παντάπασιν ἀγνοοῦσι, καὶ διὰ
τοῦτο κατὰ τὸν καιρὸν, ἐν ᾧ τοὺς καρποὺς αὐτῶν ἐκφέ‐30

14

.

31

ρουσιν, οὐκ ἐπιτηροῦσιν. ἐγὼ δ’ εἶδον καὶ χαμαιπίτυν καὶ χαμαίδρυν καὶ θλάσπι καὶ κενταύριον, ὑπερικόν τε καὶ πόλιον, ἄλλα τε τοιαῦτα κατὰ τὸν καιρὸν ἐπιτηρῶν, ἀκμαῖα λαμβάνων, μήθ’ ὑπερξηρανθέντα κατὰ τὸν θερινὸν
5ἥλιον, ἀλλὰ μηδὲ θᾶττον ἢ προσήκει ληφθέντα, τῶν καρ‐ πῶν ἀπέπτων ἔτι καὶ ἀτελῶν ὑπαρχόντων. ἡ γάρ τοι τῶν συνθέτων φαρμάκων ἀρετὴ ταῖς τῶν ἁπλῶν ἀρεταῖς ἕπεται, βραχείας τινὸς τῆς ἐν αὐτῇ τῇ σκευασίᾳ γιγνομένης δια‐ φορᾶς, ἐφ’ ἣν ἤδη μεταβήσομαι, προσγράψας τὴν συμμε‐
10τρίαν τῶν μιγνυμένων ἀλλήλοις ἁπλῶν φαρμάκων. ἐπεὶ δ’ ἔνιαι κακῶς εἰσι γεγραμμέναι, τινῶν μὲν ἐν τῷ τοῖς αἰτή‐ σασι διδόναι τὰς γραφὰς ἑκοντὶ ψευδομένων, ἐνίων δὲ καὶ διαστρεφόντων ἃ παρά τινων ἔλαβον ἀντίγραφα. τὰ δὲ δὴ βιβλία τὰ κατὰ τὰς βιβλιοθήκας ἀποκείμενα, τὰ τῶν ἀριθ‐
15μῶν ἔχοντα σημεῖα, ῥᾳδίως διαστρέφεται, τὸ μὲν πέντε ποιούντων ἐννέα, καθάπερ καὶ τὸ ο, τὸ δὲ ιγ, προσθέσει μιᾶς γραμμῆς, ὥσπερ γε καὶ ἀφαιρέσει μιᾶς ἑτέρας, διὰ
τοῦτο ἐγὼ, καθάπερ ὁ Μενεκράτης ἔγραψε βιβλίον, ἐπι‐31

14

.

32

γράψας ὁλογράμματα αὐτοκράτορος, καθότι τὰ μὲν ζ, διὰ δυοῖν γέγραπται συλλαβῶν, οὐ διὰ τοῦ ζ μόνον, τὰ δὲ κ διὰ τριῶν, οὐ διὰ τοῦ κ μόνον, τὰ δὲ τριάκοντα διὰ τετ‐ τάρων, οὐ διὰ τοῦ λ μόνον, καὶ τἄλλα ὁμοίως, οὕτω ποιή‐
5σω καὶ αὐτός. ἐπαινῶ δὲ καὶ τὸν Ἀνδρόμαχον ἐμμέτρως γράψαντα τὴν θηριακὴν αὐτὴν, ὥσπερ καὶ ἄλλοι τινές. ὁ δὲ Δαμοκράτης καὶ τἄλλα πάντα διὰ μέτρων ἔγραψεν ὀρθῶς ποιήσας. ἥκιστα γὰρ οἱ πανοῦργοι δύνανται δια‐ στρέφειν αὐτά. καὶ πρῶτόν γέ σοι τὴν ἐκείνου γραφὴν ἔμ‐
10μετρον ἐνταῦθα παραθησόμεθα. [Ἀνδρομάχου πρεσβυτέρου θηριακὴ δι’ ἐχιδνῶν, ἡ καλουμένη Γαλήνη.] Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο,
Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης.
15Κλῦθι Νέρων, ἱλαρήν μιν ἐπικλείουσι, Γαλήνην,
Εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων.32

14

.

33

Οὐδ’ εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας, Χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχοι κύλικος. Οὐδ’ εἰ κωνείου πλήσοι γένυν, οὐκ ἀκονίτου, Μέμψατο δ’ οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου.
5Οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης, Οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων. Οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου Τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι. Σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτὴ
10 Ἀσπὶς, ἀδηρίτων ἰὸν ἔχουσα γόων. Οὐ μὲν ἀπεχθόμενος καὶ δρύας ἀντιάσειε, Καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι. Οὐκ ἀλέγοι δρύϊνα ἂν ἀναίμακτον δ’ ἔχει ἰὸν Αἱμόῤῥους, τοιῷ δαμναμένη πόματι.
15Οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως Ἀνέρα, φρικαλέον δ’ ἄχθος ἔθηκε πόνων, Οὐχ ὕδρος, οὐκ ἐπὶ χέρσον, ὅθ’ ὕδατα καρκίνος αἴθει
Βοσκόμενος, θερμῆς ἤρξατο πρῶτον ἄλης,33

14

.

34

Χέρσυδρος, θανάτῳ πεπαλαγμένα χείλεα σύρων, Ἀντόμενος, γλυκεροῦ τέρμα φέροι βιότου. Τῇ πίσυνος λειμῶσι θέρους ἐπιτέρπεο Καῖσαρ, Καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ψάμαθον.
5Οὐδὲ μὲν ἀμφίσβαινα φέρει μόρον, οὐδέ τις ἤδη Φρύνος ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις. Ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος, Καὶ θοὸν ἰήσαις ἆσθμα κυλινδόμενον. Ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα
10 Κυμαίνῃ, κωφὸν κῦμα βιαζόμενον. Ἢ ὅτ’ ἐνὶ στροφάλιγγι ἀπηνέϊ κυμήνειεν Ἔντερον, ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου, Ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ’ ὄσσε, Καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι,
15Ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ’ ἐπὶ θοίνας, Εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας Νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες,
Φεύγωσι σφετέρων ἤθεα κηδομένων.34

14

.

35

Εἰ δέ που ἢ κακόεργον ἴδοις ἐπὶ σώμασιν ὦχρον, Ῥύσαις ὑδρηλὴν νοῦσον ἐπεσσυμένην, Καὶ φαέων ἀμβλεῖαν ἄφαρ λάμψειεν ὀπωπὴν Τῷ, καὶ ἀρχομένης οὐκ ἀλέγοις φθίσιος.
5Οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων Σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου, Ἤτ’ ἄρα καὶ θώρακος, ὅσην ὠτρύνατο χώρην, Λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν. Ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην
10 Ἕλκεος, ἢ καί που δαμναμένοιο πόρου Οὖρον ἐπιφράσσοιτο, ὅτ’ ἔσχετο πολλάκι καυλὸς Ὁρμὴν, ἢ κενεὴν σεύμενος ἐς Κυθέρην. Νεφρῶν δ’ ἡνίκα φῶτα κατ’ ἰξύος ἄλγος ἐπείγοι, Θαῤῥῶν τοιαύτην ἐξελάσεις ὀδύνην,
15Καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλὺν, Πινομένη πολλοὺς μέχρις ἐπ’ ἠελίους. Ἀλθαίνει, καὶ λοιμὸν ἀηδέα, πᾶσαν ἐπ’ ἠὼ
Δύσπνοον, ἐκ τοίης παρθέμενος πόσιος,35

14

.

36

Καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινὺν Φεύξεται εὐόδμῳ γαῦρος ἐπ’ ἀντιδότῳ. Τῆς δή τοι κυάμοιο, τὸν ἔτρεφεν εὔσκιον ὕδωρ, Τέλμασι, καὶ πολλοῖς κρυπτόμενον πετάλοις
5Νειλώου κυάμοιο, διὰ βάρος ἄμμιγα χεύας, Θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων. Πίνοιεν δ’ ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ’ ἠοῦς, Ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι. Ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμὴν,
10 Ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος. Νυκτὶ δ’ ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη, Εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν. Ἰοβόλων δ’ εἰ καί τις ὑπὸ γναμπτῆρι δαμείη, Ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου,
15Ἴσην δ’ ἐντύναιο κατ’ ὀρφναίην τε καὶ ἠὼ, Δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα. Καί κεν ἀεὶ πνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως
Γηθαλέους ταύτῃ Καῖσαρ ἀνωδυνίῃ.36

14

.

37

Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φὼς, Τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας. Τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος, οὐκέτι γαίης Κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοὶ,
5Εἰαρινὴν ἐφ’ ἅλωα, χυτὸν βόσκονται ἂν ἄλσος Διζόμενοι χλωροῦ σπέρμα λαβεῖν μαράθρου. Ὀξυτέρην τὸ τίθησιν ἐφ’ ἑρπυστῆρσιν ὀπωπὴν, Πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις. Τῶν δ’ αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας
10 Τάμνοις, καὶ κενεὰς γαστέρας ἐξερύοις. Οὖλα γὰρ ἀμφοτέρῳ φερέει ἐπὶ τύμμασι ἄχθη, Λυγρὸν ὑπ’ οὐραίην ἰὸν ἔχων φολίδα. Τοὔνεκα οἱ τμήσαιο κατ’ αὐχένα, ἠδὲ κατ’ ἄκρα, Ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος.
15Λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν Ἐκτὸς ἔχων, ἱλαρὴν δέρξεται ἀντολίην. Ὁππότε δὴ τὰ γένοιτο, τότ’ ἐν κεραμηΐδι χύτρῃ
Κατθέμενος πυρσοῦ σάρκας ἐπιφλεγέτω,37

14

.

38

Ὕδατι ἐγχεύσας ὅσσον ἄρκιον, καὶ ἀνήθου Κλῶνας ἐχιδναίῃ σαρκὶ συνεψομένας. Ἡνίκα δὲ σκολιαί γε ἀποῤῥείωσιν ἄκανθαι, Καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις
5Ἐκτὸς ἕλοι, ζείοντα καταψύχων κυκεῶνα, Ὄφρ’ ἑκὰς ἐντύναις σάρκας ἀπεχθομένας Ἑρπυστῶν τ’ ἰόεντας ἀποῤῥίψειεν ἀκάνθας Πάμπαν ὑπ’ εὐδίφρου χειρὸς ἐλεγχομένας. Αὐαλέου δ’ ἐπὶ ταῖσι βάλοις εὐεργέος ἄρτου,
10 Ὅσσον τερσύναι σάρκα, δύναιτο τροχοὺς Πλάσασθαι δ’ ὅτε μίγδα κύτει περιαγέος ὅλμου Θλασθείη, σκιεροῦ κάτθες ὑπὲρ δαπέδου. Αὐτίκα δὲ σκίλλην τριχώδεσιν ἄμμιγα φλοιοῖς, Σταιτὶ περιπλάσας, θάλπε κατὰ φλογιῆς
15Ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην Ἐντείναις σποδιῆς ἠρέμα δαιομένης, Καί ῥ’ ὅτε θαλπομένη ῥῆξαι σέλας ἔκτοθι πυρσοῦ
Κάτθεο, καὶ τρισσὴν σαρκὸς ἔχεις μερίδα,38

14

.

39

Ὄλμοις, καὶ στρυφνοῖο βάλοις δυοῖν ὀρόβοιο, Ἐν δ’ ὑπέρῳ μίξας συνδονέων μυχόθεν Αἴνυσο, καὶ δινήεντας ἀνάπλασσε τροχίσκους, Τοὺς δ’ ἑκὰς ἠελίου ψύχεο τερσομένους.
5Τῶν δ’ ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις Δοιὰς, τὴν πέμπτην παρθέμενος δεκάδα, Ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου, Καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι. Ἶσα δ’ ὀποῦ μήκωνος ἔχοι, καὶ μάγματος αὕτως,
10 Μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου. Δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις Φύλλα, καὶ Ἰλλυρίην ἴριδα κατθέμενος, Κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης Τόσσον, καὶ γλυκερῆς σπέρματα βουνιάδος.
15Σκόρδιον καὶ κεῖνον ὀπὸν μίσγοιο θυώδη, Βαλσάμου Ἀσσυρίης ἔνδοθεν αἰνύμενος. Τοῖς δ’ ἐπὶ κιννάμωμον ἰσάζεο, μηδέ σε λήθῃ
Ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι,39

14

.

40

Ἢ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο Καὶ κρόκου, ὃν ἄντρον θρέψατο Κωρύκιον, Καὶ κασίην, Ἰνδήν τε βάλοις εὐώδεα νάρδον, Καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων,
5Καὶ λίβανον μίσγοιο, καὶ ἀγλαϊὴν στήσαιο Ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει, Δικτάμνου τε κλῶνας, ἠδὲ χλοεροῦ πρασίοιο, Καὶ ῥῆον. στοιχὰς δ’ οὐκ ἀπάνευθε μένοι, Οὐδέ νυ πετροσέλινον. ἠδ’ εὐώδης καλαμίνθη,
10 Δριμύ τε τερμίνθου δάκρυ λιβυστιάδος, Ζιγγίβερι θερμὸν, κ’ εὔκλωνον πενταπέτηλον, Τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας Αὐτίκα, καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας. Ἠδὲ χαμαιζήλου πτόρθους ἄγοις πίτυος,
15Καὶ στύρακος, μήου τε καὶ βοτρυόεντος ἀμώμου, Καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνὴρ, Λημνιάδος μίλτοιο, καὶ ἐκ Πόντοιο βάλοιο
Φοῦ, καὶ Κρηταίης σπέρμα χαμαιδρυάδος,40

14

.

41

Μαλαβάθρου καλὰ φύλλα, καὶ ὀπταλέην χαλκῖτιν, Μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος Ἄνισον, χυλόν θ’ ὑποκιστίδος, ἠδέ νυ καρπὸν Βαλσάμου, λιπαρὸν κόμμι διῃνάμενος,
5Καὶ μαράθρου σπέρμα, καὶ Ἰδαῖον καρδάμωμον, Καὶ ψαφαρὸν στήσεις παρθέμενος σέσελι. Δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης, Θλάσπι σὺν τούτοις ἰσοβαρὲς τελέθοι. Τόσσον δ’ ὑπερικοῦ, τόσσον δ’ ἐπιμίσγεται ἄμμι,
10 Καὶ σαγαπηνὸν ἄγοις τετράδα τοσσατίην, Δοιὰς δ’ εἰσάξεις, τά περ Ἴστριος ἔκβαλε κάστωρ Μήδεα, καὶ λεπτὴν ῥίζαν ἀριστολόχου, Δαύκου τε σπέρμα, καὶ αὐαλέην ἄσφαλτον Ἰοβόλων κοίταις ἀντία δαιομένην.
15Ἶσα δ’ ὀποῦ πάνακος συμμίσγεο κενταυρίῳ, Χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος. Καὶ τὰ μὲν ἐν θυίῃ πολλῷ μαλθάσσεο οἴνῳ,
Ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται.41

14

.

42

Κόψαι δ’ εὖ λεπτῶς, τὰ δέ κεν ξυλοειδέα πάντα Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι. Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο Παίων, Εἴτε σὲ Τρικκαῖοι δαῖμον ἔχουσι λόφοι,
5Ἢ Ῥόδος ἢ Βουρίννα καὶ ἀγχιάλη Ἐπίδαυρος. Ἱλήκοις, ἱλαρὴν δ’ αἰὲν ἄνακτι δίδου Παῖδα τεὴν Πανάκειαν. ὁ δ’ εὐαγεέσσι θυηλαῖς Ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην. [Ἀνδρομάχου νέου θηριακὴ δι’ ἐχιδνῶν, ἡ
10καλουμένη Γαλήνη.] Ταῦτα μὲν ὁ πρεσβύτερος Ἀνδρόμαχος ἔγραψεν· ὁ δὲ υἱὸς αὐτοῦ κατὰ τὴν φαρμα‐ κῖτιν βίβλον, ἣν τῶν ἐντὸς ἐπιγράφει, ταύτην ἐποιήσατο τὴν γραφὴν, λέξει πεζῇ χρησάμενος. ἀντίδοτος ἡ καλουμένη Γαλήνη, πρὸς πᾶν πάθος ἐντοσθίδιον, μάλιστα πρὸς τὰ
15τοῦ στομάχου πάθη καὶ πρὸς τὰ θανάσιμα καὶ περιόδους. Ἀρτίσκων σκιλλητικῶν 𐅻 μηʹ. ἀρτίσκων θηριακῶν 𐅻 κδʹ. μάγματος ἡδυχρόου, πεπέρεως μέλανος, ἀνὰ 𐅻 κδʹ.
ὀπίου 𐅻 κδʹ. ῥόδων ξηρῶν, σκορδίου Κρητικοῦ, βουνιά‐42

14

.

43

δος σπέρματος, ἴρεως Ἰλλυρικῆς, ἀγαρικοῦ ποντι‐ κοῦ, κινναμώμου, γλυκυῤῥίζης χυλοῦ, ὀποβαλσάμου ἀνὰ 𐅻 ιβʹ. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥήου Ποντικοῦ, πεν‐ ταφύλλου ῥίζης, νεπέτου, οὕτως οἱ Ῥωμαῖοι τὴν καλαμίν‐
5θην ὀνομάζουσι, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, καὶ μακροῦ, δικτάμνου Κρητικοῦ, σχοίνου ἄνθους, λιβάνου, τερμινθίνης, κασσίας σύριγγος, νάρδου Ἰνδικῆς, ἀνὰ 𐅻 στʹ. πολίου Κρητικοῦ, σεσέλεως, στύρα‐ κος, θλάσπεως, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, ὑπο‐
10κιστίδος, χυλοῦ μαλαβάθρου, νάρδου Κελτικῆς, γεντιανῆς ῥίζης, ἀνίσου, μείου ἀθαμαντικοῦ, μαράθρου σπέρματος, Λημνίας μίλτου, χαλκίτεως ὀπτῆς, ἀμώμου, ἀκόρου, φοῦ Ποντικοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, ἀκακίας, κόμμεως, καρδαμώμου, ἑκάστου 𐅻 δʹ. δαύκου σπέρματος, χαλβάνης,
15σαγαπηνοῦ, ὀποπάνακος, ἀσφάλτου, καστορίου, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἑκάστου 𐅻 βʹ. μέλιτος Ἀττι‐ κοῦ 𐅻 ρνʹ. τοῦ δὲ ὀρόβου 𐅻 πʹ. ταῦτα γράψαντος Ἀν‐
δρομάχου τοῦ νεωτέρου πεζῇ, πάρεστι τῷ μὴ νοοῦντι τῶν43

14

.

44

εἰρημένων ὁτιοῦν ἐν τοῖς ἐλεγείοις τοῦ πρεσβυτέρου, τὴν εὕρεσιν ἐντεῦθεν ποιεῖσθαι. διὸ κᾀγὼ τῶν δοκούντων ἀσα‐ φέστερον ἐν αὐτῷ λελέχθαι τὴν ἐξήγησιν οὐ προσέθηκα τὸ μῆκος τῆς γραφῆς εὐλαβούμενος. ἐθαύμασα δὲ ἓν μό‐
5νον τοῦ νεωτέρου Ἀνδρομάχου, γράψαντος ἐν τῷ κατα‐ λόγῳ τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν ἀντίδο‐ τον ἀντὶ καλαμίνθης τὸν νέπετον, Ῥωμαῖοι γὰρ οὕτω ὀνο‐ μάζουσι τὴν καλαμίνθην. οὐκ ἐχρῆν δ’ αὐτὸν ἑλληνιστὶ πάντα γράψαντα, τοῦτο μόνον ἐνθεῖναι Ῥωμαϊκὸν ὄνομα
10τοῖς Ἑλληνικοῖς. ἐν ἑνὶ μέντοι διαφωνεῖ πρὸς τὴν ἔμμε‐ τρον γραφὴν τῷ τὴν ἔμμετρον 𐅻 κδʹ. ἔχειν τοῦ μακροῦ πεπέρεως, τὴν δὲ πεζῇ γεγραμμένην στʹ. ἐπεὶ δ’, ὡς ἔφην, πολλὰ τῶν ἀντιγράφων ἡμαρτημένας ἔχει τὰς ποσότητας τῶν φαρμάκων, διὰ τοῦτο αʹ. μὲν ὁλογραμμάτως αὐτὰς
15ἔγραψα, μιμησάμενος τὸν Μενεκράτην· δεύτερον δὲ ἐπὶ τῷ‐ δε καὶ διὰ τῶν ἐμμέτρως γεγραμμένων. ἀσαφέστερον δὲ συγκειμένων τῶν τοῦ Ἀνδρομάχου ἐλεγείων ἄμεινον ἔδοξέ
μοι τὰ Δαμοκράτους προσθεῖναι πάνυ σαφῶς ἡρμηνευμένα.44

14

.

45

ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἔσται. νυνὶ δὲ ἐπειδὴ τῶν ἐμβαλλομένων εἰς τὴν ἀντίδοτον φαρμάκων ἁπλῶν εἴρηταί μοι πολλὰ, προσθεῖναι βέλτιον αὐτοῖς τὰ λείποντα. [Ἀρτίσκων θηριακῶν σκευασία.] Τὰς
5ἐχίδνας οὐχ ὥσπερ ἔνιοι μέσου θέρους, οὐ μὴν οὐδ’ ἄρτι τῆς φωλεᾶς παυσαμένας θηρεύειν προσῆκεν. ἐν μὲν γὰρ τῷ θέρει διψώδης ἡ σὰρξ αὐτῶν ἐστιν, ἐπὶ δὲ τῇ φωλεᾷ ξηρὰ καὶ ψυχρὰ καὶ ἄτροφος. κάλλιστος οὖν ἐστι και‐ ρὸς ὁ μεταξὺ τούτων, ὃν καὶ αὐτὸς ὁ Ἀνδρόμαχος ἐδήλω‐
10σεν, ἡνίκα καὶ οἱ τῷ Διονύσῳ βακχεύοντες εἰώθασι δια‐ σπᾷν τὰς ἐχίδνας, παυομένου μὲν τοῦ ἦρος, οὔπω δ’ ἠργ‐ μένου θέρους, ἢ εἰ χειμέριον ἐπὶ πολὺ τὸ ἔαρ γίγνοιτο, κατὰ τὴν ἀρχὴν τοῦ θέρους, οὐ κατὰ πολὺ τῆς τῶν πλει‐ άδων ἐπιτολῆς. ὅσαι δὲ ἐγκύμονές εἰσι τῶν ἐχιδνῶν, παρ‐
15αιτεῖσθαι ταύτας. ἀποτέμνειν δὲ τάς τε κεφαλὰς καὶ τὰς οὐρὰς αὐτῶν. πρὸς γὰρ τῷ δοκεῖν ἰωδέστερα ταῦτ’ εἶναι τὰ μόρια καὶ τὸ σκληροῖς, καὶ ὀλιγοσάρκοις ὑπάρ‐
χειν αὐτοῖς πρόσεστιν. αὔταρκες δ’ ἐπὶ τῶν μεγάλων ἐχιδ‐45

14

.

46

νῶν τὸ ἀφαιρεθησόμενον ἑκατέρωθεν, εἶναι δακτύλων δʹ. ὅλον δὲ τὸ λοιπὸν σῶμα, τῶν μὲν ἐντέρων ἐξαιρεθέντων, ἀποδαρέντος δὲ τοῦ δέρματος, ὕδατι περιπλύναντα, ἐμβάλ‐ λειν κακάβῃ προσήκει καθαρὸν ὕδωρ, καὶ ἄνηθον χλωρὸν,
5ἀκμάζει γὰρ τηνικαῦτα, καὶ ἕψειν ἐπ’ ἀνθράκων διακε‐ καυμένων, ἢ ξύλων ξηρῶν, ἃ καλοῦσιν ἄκαπνα. βέλτιον δ’ αὐτὰ τὰ τῶν ἀμπέλων εἶναι κλήματα. προσεπεμβάλλειν δ’ ἁλῶν, ἐὰν μὲν ἐν τῷ προσήκοντι καιρῷ λάβῃς τὰς ἐχίδνας, ἐλάχιστον, ἐὰν δὲ θέρους, μηδέν. φυλάττεσθαι δὲ τὰς ἐκ
10παραθαλαττίων χωρίων λαμβάνειν, ἤ τινος ἁλμυρᾶς ὑδά‐ των συστάσεως. διψώδης γὰρ ἡ ἀντίδοτος ἡ ἐκ τῶν τοι‐ ούτων ἐχιδνῶν γίνεται. καλῶς δὲ ἑψηθεισῶν αὐτῶν, ὥσπερ εἰ καί τις ἐσθίειν ἔμελλεν, ἐξαίρειν μὲν χρὴ τοῦ ὕδατος, ἀφαιρεῖν δὲ τὰς σάρκας, ἄνευ τοῦ συναφαιρεῖν τι τῶν ἀκαν‐
15θῶν, καὶ ταύτας ἀκριβῶς λειώσαντα, μιγνύειν ἄρτου κα‐ θαρωτάτου, καλῶς ἐξηρασμένου βραχύ τι. πρὸ πάντων δ’ εὔζυμός τε καὶ καλῶς ὠπτημένος ὁ ἄρτος ἔσται κριβανίτης,
οὐκ ἰπνίτης. ἔνιοι μὲν οὖν ἥμισυ μέρος σταθμοῦ βάλλουσι46

14

.

47

τοῦ ἄρτου, τινὲς δὲ τὸ τρίτον μέρος. ἐγὼ δὲ καὶ τέταρ‐ τον καὶ πέμπτον ἐνίοτε ἔβαλλον. εἰ μὴ γὰρ καλῶς ὠπτη‐ μένος εἴη, κίνδυνος ὀξύτητός τι προστρίψασθαι τῷ φαρμά‐ κῳ. κάλλιον δὲ καὶ προεξηράνθαι τισὶν ἡμέραις ἐν οἴκῳ
5ξηρῷ τὸν οὕτως ὠπτημένον. μιχθέντων δὲ αὐτῶν καὶ λειωθέντων ἀκριβῶς, ὡς μηδεμίαν τῆς σαρκὸς τῶν ἐχιδνῶν ἀλείωτον ὑπολείπεσθαι, κυκλίσκους ἀναπλάττειν λεπτούς. οἱ γὰρ παχεῖς δυσξήραντοι γενόμενοι τὰς μὲν τῆς ἐχίδνης σάρκας σήπεσθαι συγχωροῦσι, τὸν δ’ ἄρτον ὀξύνεσθαι.
10διὸ καὶ ξηρὸν λειοῦν τὸν ἄρτον ἄμεινόν ἐστιν, οὐχ ὡς οἱ πρὸ ἐμοῦ σκευάζοντες τῷ Καίσαρι συνετίθεσαν, ἐμβρέχον‐ τες αὐτὸν τῷ τῶν ἐχιδνῶν ἀφεψήματι, κᾀγὼ μέχρι πολλοῦ τοῦτ’ ἐποίουν, ἀλλ’ ὕστερόν μοι βέλτιον ἔδοξεν εἶναι λειώ‐ σαντι τὸν ἄρτον οὕτως ἀναμιγνύναι τῇ σαρκὶ τῶν ἐχιδνῶν
15ἀκριβῶς προλελειωμένῃ, θᾶττον γὰρ οὕτως οἱ κυκλίσκοι ξηραίνονται, τὸν ξηρὸν ἄρτον, οὐ τὸν ὑγρὸν ἀναμιξάντων ἡμῶν. ἔστω δὲ καὶ ὁ οἶκος ἐν ᾧ ξηραίνεσθαι μέλλουσι,
πάντως μὲν ὑπερῶος, ἐστραμμένος δὲ πρὸς μεσημβρίαν, ἢ47

14

.

48

πάντως γε μὴ πρὸς ἄρκτον, ὅπως δέχηται τὰς ἡλιακὰς ἀκ‐ τῖνας ἐν πολλῷ χρόνῳ τῆς ἡμέρας, ἐν τοιούτῳ γὰρ ἀλύπως ξηρανθήσονται. μετὰ τὴν ἀνάπλασιν εὐθέως ἐν ἐκείνῳ τῷ μέρει τιθέντες, ἔνθα μὴ προσβάλλουσιν αἱ ἀκτῖνες τοῦ
5ἡλίου. στρέφεσθαι δὲ αὐτοὺς χρὴ συνεχῶς, ὅπως ὁμαλῶς ξηραίνωνται καθ’ ἑκάτερον μέρος. εἰ μὴ γὰρ τοῦτο πράτ‐ τοι τις, τὸ μὲν ἕτερον μέρος ὑπερξηρανθήσεται, τὸ δὲ ἕτερον, ὑγρὸν ἕως πολλοῦ διαμένον, σηπεδόνι περιπεσεῖν κινδυνεύσει, καὶ μετὰ τὸ ξηρανθῆναι δὲ κείσθωσαν ἄλλαις
10ἡμέραις πλείοσι κατὰ τὸν αὐτὸν οἶκον, ἔξω τῶν ἡλιακῶν ἀκτίνων στρεφόμενοι συνεχῶς. ἀρκεῖ δ’ ὁ χρόνος οὗτος ὁ πλεῖστος ἡμερῶν ιεʹ. μεθ’ ἃς ἀποτίθεσθαί σοι και‐ ρός ἐστιν, ἕως ἂν μέλλῃς σκευάζειν τὸ φάρμακον. ἡ δ’ ἀπό‐ θεσις ἐν ἀγγείῳ καττιτερινῷ ἢ ὑαλίνῳ ἢ χρυσῷ γινέσθω.
15τὸ μὲν οὖν ὑάλινον καὶ τὸ χρυσοῦν οὐδεμίαν ἔχει τὴν δό‐ λωσιν, ὁ δὲ καττιτερινὸς μίξει μολύβδου δολοῦται. τὸν τοιοῦτον οὖν φεύγειν προσήκει, οὐ μόνον ἐπὶ ταύτης, ἀλλὰ
καὶ τῶν ἄλλων ἀντιδότων ἁπασῶν, ὥσπερ γε καὶ τὸν ἐξ48

14

.

49

ἀργύρου μὴ κεκαθαρμένου, τάχιστα γὰρ καὶ οὗτος ἰὸν ἐπι‐ τρεφόμενον ἔχει. καλοῦσι δ’ οἱ Ῥωμαῖοι τὸν κεκαθαρμένον ἄργυρον κάνδιδον. ἄμεινον δὲ μὴ μετὰ πολὺν χρόνον χρῆ‐ σθαι τοῖς ἀρτίσκοις, οὐ μὴν πολύ γέ τοι βλάπτονται, κᾂν
5μετ’ ἐνιαυτὸν ἐμβληθῶσι, κᾂν μετὰ πλείονα χρόνον ἔτι τοῦδε. καλῶς γὰρ ξηρανθέντες ἐν ἀρχῇ καὶ τριῶν ἐτῶν καὶ τεττάρων ἀκμαῖοι παραμένουσιν, ἐάν γε καλῶς ὦσιν ἀποκείμενοι, καὶ καθαροῖς ὀθονίοις δι’ ἡμερῶν τινων ἀπο‐ μάττοιτο τὸ ἐπιτρεφόμενον αὐτοῖς κονιορτῶδες. ἐὰν γὰρ
10προσμείνῃ τοῦτο χρόνῳ πλέονι, διατίτρησιν αὐτούς. εὔδη‐ λον δ’ ὅτι τοῦτο παθόντες ἄχρηστοι γίνονται, ὡς πρίν γε τοῦτο παθεῖν αὐτοὺς, κᾂν χρονίσωσιν ἱκανῶς διαμένουσι χρήσιμοι. [Ἀρτίσκων σκιλλητικῶν σκευασία.]
15Εἴτε σκιλλητικοὺς, εἴτε σκιλλίνους ἐθέλοι τις ὀνομάζειν τοὺς διὰ σκίλλης σκευαζομένους ἀρτίσκους, ἢ κυκλίσκους, ἢ τρο‐ χίσκους, διαφέρει οὐδέν. οὐδὲν γὰρ βλάψεις τὸ φάρμακον,
ὅπως ἂν ὀνομάζῃς, ἐάν γε ἐν τῇ συνθέσει μηδὲν ἁμάρτῃς.49

14

.

50

ἐγὼ δέ σοι φράσω καὶ ταύτην σαφῶς. σκίλλαν εὔτροφον ἀναιρήσῃ μὲν ἐκ τῆς γῆς, ὁπόταν ἀκριβῶς αὐτῆς ξηρανθῇ τά τε φύλλα καὶ ὁ καυλός. περιελὼν δὲ τὸ φλοιῶδες, εἶτα περιπλάσας τὶ πυρῶν νέων καλλίστων ὡς ὅτι μάλιστα,
5μετὰ ταῦτα ὄπτησον ἐν θερμῇ τέφρᾳ πολλῇ, μέχρις ἂν ἀκριβῶς ὀστρακωθῇ τὸ περιπλασθὲν σταίς. εἰ δὲ καὶ κατὰ τὸ χωρίον ἐν ᾧ σκευάζεις, ἴπνος εἴη τις, ἐν ἐκείνῳ κατα‐ θέμενος ἅμα τοῖς ἄρτοις, ὅταν ξηρανθῇ τὸ σταὶς, ἀφελὼν αὐτὸ, λείωσον τὴν σκίλλαν. αὐτάρκως δ’ ὠπτῆσθαι γνώσῃ,
10καὶ διὰ καταθέσεως κάρφους. ἑτοίμως γὰρ αὐτὸ καταδέχε‐ ται τὸ σῶμα τῆς σκίλλης, ἐπειδὰν καλῶς ὀπτηθῇ. λειω‐ θείσης δὲ ἀκριβῶς αὐτῆς μίγνυε τὸ τῶν λευκῶν ὀρόβων ἄλευρον, ἰσχυρῶς γάρ ἐστι τὸ τῶν μὴ λευκῶν πικρόν. εὔ‐ δηλον δ’ ὅτι σεσῆσθαι τοῦτο χρὴ λεπτῷ κοσκίνῳ, καὶ μετὰ
15ταῦτα ἀκριβῶς λελειῶσθαι, τῷ σταθμῷ δὲ ἡμιολίαν εἶναι χρὴ τὴν σκίλλαν. λέγω δὲ ἡμιολίαν, ὡς δύο μὲν ἀλεύρου μοίρας εἶναι, τρεῖς δὲ τῆς σκίλλης. ὡς δὲ ταὐτὸν λέγων ὁ
νεώτερος Ἀνδρόμαχος, οὐκ οἶδεν ὅπως πʹ. μὲν εἶναι δραχ‐50

14

.

51

μὰς βούλεται τοῦ ὀροβίνου ἀλεύρου, τῆς σκίλλης δὲ ρκʹ. ἤρκει γὰρ εἰπεῖν ἡμιόλιον. εἶτα λεπτοὺς κυκλίσκους ἐκ τῆς μίξεως ταύτης ἀναπλάσας ἐν οἴκῳ τίθει πρὸς μεσημβρίαν ἐστραμμένῳ, καθότι προείπομεν, οὐ μὴν ἐν αὐταῖς γε ταῖς
5αὐγαῖς τοῦ ἡλίου ξήραινε. καὶ τὰ ἄλλα τὰ προειρημένα περὶ τῶν θηριακῶν κᾀπὶ τούτων πρᾶττε. [Ἡδυχρόου σκευασία.] Ἐν τῇ προγεγραμ‐ μένῃ συνθέσει τῆς θηριακῆς δυνάμεως ὁ Ἀνδρόμαχος, ὅπως μὲν χρὴ σκευάζειν τούς τε θηριακοὺς καὶ τοὺς σκιλ‐
10λητικοὺς κυκλίσκους, δεδήλωκεν· ὅπως δὲ τὸ ἡδύχροον, οὐδὲν εἶπεν. καὶ ἄλλοι δὲ πολλοὶ τῶν γεγραφότων σύνθετα φάρ‐ μακα παρέλιπον εἰπεῖν τὴν σκευασίαν τοῦ ἡδυχρόου κατὰ τὴν περὶ τῆς θηριακῆς διήγησιν, ὥστε τις ἰατρὸς ἐν Ῥώμῃ τῶν μὴ τεθεαμένων σκευαζόμενον τὸ φάρμακον, ἐκ τῆς
15γραφῆς ἐπ’ αὐτὸ παραγίνεσθαι τολμῶν, ἐζήτει παρὰ τοῖς μυροπώλαις ἡδύχροον, οἰόμενος εἶναι βοτάνην, ἤ τι τοιοῦτο
τῶν ἁπλῶν φαρμάκων. ἐγὼ δὲ καὶ τοῦτο δηλώσω κατὰ51

14

.

52

τὴν Ἀνδρομάχου διαδοχὴν τῶν Καίσαρι σκευαζόντων αὐτὸ μέχρι νῦν, ὅπως συντιθέασιν. ἵνα δὲ καὶ αὐτὴ δυσπαρα‐ ποίητος ᾖ, διὰ λέξεως ἐμμέτρου δηλωθήσεται τοῖς ὑπογε‐ γραμμένοις.
5Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμὰς, Ἴσας δ’ αὖ ἀσάρου τε, καὶ ἀμαράκου, ἀσπαλάθου τε Καὶ σχοίνου, καλάμου τ’ εὐώδεος, ἐκ πόντου τε Φοῦ, ξυλοβαλσάμου τ’, ὀποβαλσάμου τε δραχμὰς τρεῖς, Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ’ αὐτῷ.
10Σμύρνης θ’ ἓξ δραχμὰς, καὶ φύλλου μαλαβάθροιο, Ἴσον δ’ αὖ Ἰνδῆς νάρδου ξανθοῦ τε κρόκοιο. Καὶ μὴν καὶ κασίης ἴσαι, διπλαῖ δέ τ’ ἀμώμου. Λοιπὴ δ’ ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη, Μαστίχη, οἴνῳ δ’ αὖ Φαλερίνῳ φυρήσασθαι.
15ὅταν ταῦτα μιχθῇ, κυκλίσκοι δηλονότι γίνονται παρα‐
πλήσιοι τοῖς θηριακοῖς τε καὶ σκιλλητικοῖς, καὶ ξηραίνονται52

14

.

53

κατὰ τὸν αὐτὸν τρόπον. αὕτη μὲν ἐκ διαδοχῆς, ὡς ἔφην, εἰς ἡμᾶς ἦλθεν ἀπ’ Ἀνδρομάχου σύνθεσις τοῦ ἡδυχρόου. διαφέρουσαι δ’ ἄλλαι γεγραμμέναι πρὸς τινῶν εἰσιν, ὑπὸ μὲν τῶν ἐπιμεληθέντων ἐμπειρίας φαρμάκων ἐν τῷ σταθ‐
5μῷ τῶν βαλλομένων διαλλάττουσαι. τινὲς δ’ οὐδ’ ὅλως ἔχουσι τὸ ἀμάρακον καὶ τὸ μάρον, ἔνιαι δὲ τὸ ἕτερον αὐτῶν ἔχουσαι μόνον. οὐδὲ γὰρ οἱ μυροπῶλαι πάντες αὐτὰ γι‐ νώσκουσι, διὰ τὸ μόνας ὠνεῖσθαι τὰς ἀπὸ Κρήτης κομιζο‐ μένας βοτάνας ἅμα τοῖς σπέρμασί τε καὶ χυλοῖς. ἐγὼ δὲ
10καὶ τὰς βοτάνας αὐτὰς ἠπιστάμην ἐν Ἀσίᾳ γεννωμένας, ἐν ἄλλοις μὲν χωρίοις ὀλίγας, ἐν Κυζίκῳ δὲ πλείστας, καὶ κατά γε τὴν Ἰταλίαν ὥσπερ ἄλλας τινὰς, οὕτω καὶ τὸ ἀμάρακον εἶδον γεννώμενον. ἀπολείπεται δὲ τὸ φυτὸν τοῦτο τοῦ μάρου πάμπολυ κατὰ τὴν εὐωδίαν. ἱκανῶς γὰρ εὐῶδες
15τὸ μάρον, καὶ τό γε καλούμενον ἀμαράκινον μύρον ἐν Κυ‐ ζίκῳ σκευαζόμενον, ὅσον μὲν ἐπὶ τῇ προσηγορίᾳ, δόξειεν ἄν τις ἀμαράκου ἔχειν πλεῖστον, καὶ ἴσως οὕτως ὑπὸ τῶν
παλαιῶν ἐσκευάζετο, νυνὶ δὲ τὸ μάρον ἐμβάλλουσι μόνον.53

14

.

54

ἐγὼ μέντοι γευσάμενος τῆς πόας, εὑρών τε πικρότητα μὲν ἐν αὐτῇ παμπόλλην, δριμύτητα δὲ οὐ πολλὴν, παρεκάλεσά τινα τῶν συνήθως ἀμαράκινον σκευαζόντων, ἐπεμβάλλειν ἀμαράκου τῇ σκευασίᾳ τοσοῦτον ὅσον καὶ τοῦ μάρου. καί
5μοι τὸ σκευασθὲν οὕτως ἧττον μὲν εὐῶδες ἐφάνη, χείρω δ’ οὐδὲν ἐνήργει. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω. [Περὶ βασάνου τῆς ὡντινῶν δυνάμεων εἰ‐ λικρινείας.] Μεταβῶμεν δ’ ἤδη πρὸς τὴν σκευασίαν ταύτης τῆς ἀντιδότου, κατὰ τὴν αὐτὴν τάξιν, ἑκάστου τῶν ἐμβαλ‐
10λομένων αὐτῇ μνημονεύοντες, ἣν διὰ τῶν προγεγραμμένων ἐπῶν τῆς ἐλεγείας ὁ Ἀνδρόμαχος ἐποιήσατο, πεντήκοντα μὲν ἀξιῶν δραχμὰς δυοῖν δεούσας ἐμβάλλειν τῶν σκιλλητι‐ κῶν ἀρτίσκων, ὅπερ ταὐτόν ἐστι τῷ φάναι μηʹ. τούτων δ’ ἡμισείας, ὅπερ ἐστὶ κδʹ. δραχμὰς τῶν θηριακῶν,
15ὀπίου τε καὶ ἡδυχρόου καὶ μακροῦ πεπέρεως. περὶ μὲν οὖν τῶν γʹ. εἴρηται. τὸ δὲ μακρὸν πέπερι πανούργως κατασκευαζόμενον ἐλέγξεις διαβρέχων ὕδατι. λύεται γὰρ τὸ
σκευασθὲν, ἄλυτον δὲ μένει τὸ αὐτοφυές. ἔστι δὲ αὐτὸ54

14

.

55

βοτάνη τις ξανθὴ ἀπὸ τῆς Ξένης κομιζομένη παραπλησία ἰδεῖν, οὐ μὴν τῇ γεύσει γε ἐοικυῖα, διὸ καὶ ῥᾷστόν ἐστιν αὐτὴν διακρῖναι μακροῦ πεπέρεως. ἐλέγξεται δὲ καὶ τὸ σαγαπηνὸν καλούμενον ὕδατι βρεχόμενον, ἢ οἴνῳ. διαλύεται
5γὰρ εὐθὺς τὸ ἀληθινὸν, ἀτήκτου μένοντος τοῦ μὴ τοιούτου. εἴτε δ’, ὡς οὐδέτερον ὄνομα τὸ σαγαπηνὸν ἐθέ‐ λεις λέγειν, εἴτε δ’, ὡς ἀρσενικὸν, ὅλον τοῦτο καλῶν σαγα‐ πηνὸν ὀπὸν, ἔστι γὰρ ὄντως ὀπὸς νάρθηκός τινος ὁμοίου τῷ πάνακι, διήνεγκεν οὐδέν. ἀλλ’ ὁ μὲν τοῦ πάνακος ὀπὸς
10οὐδὲν ἔχει παραπλήσιον τῷ ἐν τῇ χαλβάνῃ λευκοτέρῳ. ἔστι δ’ αὐτῆς τὸ μὲν ὄντως εἰς σαγαπηνὸν μεταπίπτον, ὅσον ἀφρῶδές τε καὶ κοῦφόν ἐστι, τὸ δὲ τῇ καλλίστῃ χαλβάνῃ σαγαπηνιζούσῃ. πυκνὸν δ’ ἐστὶ τοῦτο, καὶ πολὺ μᾶλλον ἐσφιγμένον τῆς ἄλλης χαλβάνης. κεχρῆσθαι δ’ αὐτῷ προσ‐
15ῆκεν, ὡς ἀρίστῳ μορίῳ χαλβάνης. ἐπεὶ δὲ μεταπίπτειν εἶπον ἐκ χαλβάνης εἰς σαγαπηνὸν, ὅσον ἂν ἀφρῶδες ἐν αὐτῷ, συστὰν καὶ λευκὸν, ἑτοίμως ἐν ὑγρῷ λύεται.
προσθεῖναι μέντοι χρὴ τῷ λόγῳ καὶ μάλιστα διὰ τὴν55

14

.

56

ὁμοιότητα τῆς μεταπτώσεως ἐκ τῆς ἀρίστης κασσίας εἰς κιννάμωμον. ἐθεασάμην γὰρ ἤδη πολλάκις ὑψηλῆς καὶ εὐθαλοῦς κασσίας ὡς εἰς θάμνου μέγεθος ἀνήκειν ἀκρέ‐ μονάς τινας ἀκριβῶς ὁμοίους κινναμώμῳ κατά τε τὴν ὄψιν
5καὶ τοῦ φλοιοῦ τὴν λεπτότητα, καὶ πρὸς τούτοις ἔτι τὰ βεβαιότατα γνωρίσματα κινναμώμου διὰ τῆς γεύσεώς τε καὶ ὀσφρήσεως γινόμενα. οὕτω δὲ καὶ κατὰ τὴν ἀρίστην σμύρναν ὀποκάλπασον εὑρίσκεται, διαφέρον σμύρνης, καὶ κατά γε τὰ τρία ταῦτα, λέγω δὲ τό τε σαγαπηνὸν καὶ τὸ
10ὀποκάλπασον καὶ τὴν κασσίαν, ἐν μὲν τῷ μεταξὺ γίνεταί τινα μηκέτι μένοντα, μήτε χαλβάνη, μήτε κασσία, μήτε σμύρνη, μηδέπω ἀκριβῆ τὴν ἰδέαν ἔχοντα σαγαπηνοῦ καὶ κινναμώμου καὶ ὀποκαλπάσου. διὸ καὶ πολλάκις χρὴ τε‐ θεᾶσθαι τὸν μέλλοντα διαγιγνώσκειν καὶ διακρίνειν ἀλλήλων
15τὰ παραπλήσια· καθάπερ γε ἐπὶ τῶν ὁμοίων ἀλλήλοις παι‐ δαρίων διδύμων οἱ μὲν ἀήθεις ὄντες οὐ δύνανται διακρί‐ νειν τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου, ῥᾴστη δὲ ἡ διάγνωσις
γίνεται τοῖς ὁμοδιαίτοις, οὕτως ἔχει κᾀπὶ τῶν φαρμάκων56

14

.

57

ἁπάντων. ὁ γὰρ ἐντεθραμμένος αὐτοῖς καὶ πολλάκις ἑορα‐ κὼς εὑρίσκει τε καὶ γνωρίζει ῥᾳδίως τὰς παρὰ μικρὸν δια‐ φοράς· ὁ δ’ ἅπαξ ἢ δὶς ἑορακὼς ὡς ἀπαράλλακτον τε‐ θέαται τῷ ἑτέρῳ τὸ ἕτερον, ἔχον ἐνίοτε σαφεστάτην διά‐
5κρισιν, ἐναργῶς φαινομένην τῷ πολλάκις ἑορακότι, ὥστε καὶ δι’ ἑνὸς τῶν συμβεβηκότων αὐτοῖς γνωρίζεσθαι ῥᾳδίως. τὸ γοῦν ἐκ χαλβάνης σαγαπηνὸν οὐκ ἔχει τὴν ὀσμὴν τῆς ἰδιότητος τὴν αὐτὴν τῷ κυρίως ὀνομαζομένῳ σαγαπηνῷ. τὸ γὰρ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ὀνομαζόμενον ὀσμῆς
10εἶδος τραγίζον οὐκ ἀποτίθεται τὸ ἐκ τῆς χαλβάνης σαγα‐ πηνόν. ἀλλὰ ἐπὶ μὲν τοῦ τοιούτου σαγαπηνοῦ καὶ τῆς χαλβάνης ταύτης οὐ μεγάλη τίς ἐστιν ἡ διαφορὰ πρὸς τὴν τοῦ φαρμάκου σύνθεσιν. ἄμφω γὰρ ἁρμόττει καὶ ἀντιτέ‐ τακται τοῖς ἰοβόλοις τε καὶ δηλητηρίοις, ἀλλ’ ἧττον ἡ χαλ‐
15βάνη τοῦ σαγαπηνοῦ. τὸ δὲ ὀποκάλπασον ἀναιρετικόν ἐστι, καὶ πολλοὺς κατά τινα τύχην ἐν τοῖς τῆς ἡμετέρας ζωῆς χρόνοις ἀποθανόντας οἶδα διὰ τὴν ἄγνοιαν τῆς ὀποκάλ‐
πασον ἐχούσης σμύρνης. ἐξεπίτηδες γὰρ ἔνιοι τῶν σκευα‐57

14

.

58

ζόντων αὐτὴν ὡς ἀρίστην ἔβαλον, ἐπειδὴ τοῖς κολλυρίοις ἐμβαλλομένην ὁρῶσι κάλλιστον οὖσαν φάρμακον, ἀδήκτως γὰρ διαφορεῖ τὸ πῦον. ἔστι δ’ ὅτε καὶ ἀρχόμενον ὑπόχυμα λε‐ πτὸν τῇ συστάσει, κᾂν εἰς ἔμπλαστρον δὲ, κᾂν εἰς κηρωτὴν,
5ἤ τι τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων διαφορητικῶν ἐμ‐ βάλῃς τὴν τοιαύτην σμύρναν, αὐξήσεις αὐτοῦ τὴν δύναμιν, ἀλλ’ εἴσω τοῦ σώματος λαμβανομένη θανάσιμόν ἐστι φάρ‐ μακον. ταῦτα μὲν οὖν ἐπὶ πλέον εἴρηται διά τε τὴν ἀκο‐ λουθίαν τοῦ λόγου καὶ τὸ χρήσιμον τῆς θεωρίας.
10 [Περὶ τῶν ἐν τῇ τρίτῃ τάξει γεγραμμένων δυνάμεων.] Ἐπὶ δὲ τὴν ὑπὸ Ἀνδρομάχου τάξιν γεγραμ‐ μένην τῶν ἐμβαλλομένων ἁπλῶν φαρμάκων τῇ θηριακῇ και‐ ρὸς ἐπανελθεῖν. γράφει οὖν τρίτην τάξιν φαρμάκων ἀνὰ 𐅻 ιβʹ. λαμβανόντων, ἃ προπαρασκευάσεις ἅπαντα δηλονότι
15κατὰ τὴν ἰδίαν ἀκμὴν ἐκλέγων, οἷον εὐθέως τὰ ῥόδα ξη‐ ραίνων μὲν, ὡς ἐπὶ τῶν ἀρτίσκων εἴρηται, τὰ κάλλιστα, λαμβάνων δ’ αὐτῶν ἅπερ εὐοδμότατα πάντως ἐστὶ, καὶ μέν‐
τοι καὶ ἐρυθρότερα τῶν ἄλλων. φυλαττόμενος δὲ τοὺς58

14

.

59

καταγείους οἴκους, ὡς μηδὲν αὐτοῖς φάρμακον ἀποτίθεσθαι, καὶ μάλιστα τοὺς ὑγροὺς αὐτῶν, ἐν οἷς εὐρὼς ἐν τάχει γίνεται. ἐφεξῆς δὲ τῆς Ἰλλυρικῆς ἴρεως ὁ Ἀνδρό‐ μαχος ἀξιοῖ βάλλειν τοῖς ῥόδοις· οὗ λόγου μὴ παρέργως
5ἀκούσῃς, ὡς ὑπὲρ ἄλλου τινὸς φαρμάκου, περὶ ὧν ἐφε‐ ξῆς ἐρῶ, τὸ κάλλιστον ἐν ἑκάστῳ γένει διδάσκων ὁποῖόν ἐστι. πόλιον μὲν οὖν καὶ χαμαίδρυς εἰς Ῥώμην κομίζεται, βραχὺ βελτίων τῶν ἐν Ἰταλίᾳ γεννωμένων. ἔν τισι γὰρ τό‐ ποις τῶν Ἰταλικῶν οὐ πολύ τι λειπόμενα γεννᾶται κατ’
10ἐκεῖνα τῶν ἐτῶν, ἐν οἷς οὐκ ἐγίνετο σύμπαν τὸ ἔαρ ὑγρὸν, ὥσπερ πολλάκις γίνεται κατὰ τὸν τρόπον τοῦ θέρους. ἀλλ’ ὅταν γε κατάστασις γίνηται ξηροτέρα, τοῖς πλείστοις τῶν ἀπὸ Κρήτης ὅμοια τὰ κατὰ τὴν Ἰταλίαν, ἢ οὐ πολύ γε λειπόμενα γεννᾶταί τινα, καθάπερ ἥ τε χαμαίδρυς καὶ ἡ
15χαμαιπίτυς καὶ τὸ ὑπερικὸν, ἥ τε γεντιανὴ, καὶ τὸ θλάσπι, καὶ ὁ μέλας ἐλλέβορος, ἕτερά τε τοιαῦτα. τὸ δὲ τῆς ἴρεως οὐχ οὕτως ἔχει. παραβαλλομένη γὰρ ἡ ἐκ τῆς μεγάλης
Λιβύης, ἥπερ εἰς Ῥώμην φέρεται πλείστη, τοσοῦτον ἀπο‐59

14

.

60

λείπεται τῆς Ἰλλυρικῆς, ὅσον τὸ νεκρὸν σῶμα τοῦ ζῶντος, οὐ μὴν ἔν γε τοῖς ἄλλοις ἔθνεσιν οὕτω πολὺ φαίνεται λει‐ πομένη. καὶ ταύτης γοῦν ἐκλέγου τὴν εὐωδεστέραν, ὥσπερ γε τῶν ἄλλων φαρμάκων. ἕκαστον γὰρ ἄριστόν ἐστι τὸ
5τὴν τοῦ γένους ἰδίαν ὀσμὴν ἰσχυροτάτην ἔχον, ὅπερ ἐκ τοῦ πολλὰ τεθεᾶσθαι γίνεται δῆλον ἑκάστῳ. καὶ μέντοι καὶ περὶ τῆς κατὰ τὴν γεῦσιν ποιότητος ὁμοίως τὸ ἴδιον ἐν ἑκάστῳ γένει πρωτεῦον ἄριστον ἀποφανεῖ τὸ φάρμακον, ἀδόκιμα δὲ καὶ τὰ λεπτότερα καὶ ἀτροφώτερα τῶν ὁμο‐
10γενῶν. ἀμείνω γὰρ ἐν ἅπαντι γένει τὰ μὴ ῥυσὰ μηδὲ ἄτροφα, καθάπερ γε καὶ τὰ ὑπερβάλλοντα τῶν συμμέτρων χείρω τῶν εὔτροφόν τε καὶ ἐσφιγμένην τὴν σύστασιν ἐχόν‐ των. διόπερ, ὡς ἔφην, ἑορακέναι χρὴ πολλὰ πολλάκις, καὶ μάλιστα τὰ κάλλιστα, καὶ πολλῷ χρόνῳ πεῖραν ἐκ
15γενετῆς σφῶν αὐτῶν παρεσχηκότα, καὶ συμφώνως ὑπὸ τῶν ἐμπείρων ὕλης ἰατρικῆς ἐπῃνημένα. πάντες γοῦν ἔγραψαν ἴριν μὲν ἀρίστην εἶναι τὴν ἐν Ἰλλυριοῖς γεννωμένην, πετρο‐
σέλινον δὲ τὸ Μακεδονικὸν, ἄσφαλτον δὲ τὴν Ἰουδαϊκὴν,60

14

.

61

ὥσπερ γε καὶ ὀποβάλσαμον, ἐπί τε τῶν ἄλλων ὁμοίως, ὑπὲρ ὧν ἐφεξῆς κατὰ τὸν ἴδιον ἑκάστου λόγον οὐ παραλείψω τὴν ἀπὸ τῆς χώρας ἀρετήν. ἐφεξῆς δὲ γλυκυῤῥίζης τε χυλοῦ καὶ βουνιάδος ἀγρίας σπέρματος μνημονεύει, καλλίστων
5ἡμῖν ἀμφοτέρων ἐκ Κρήτης φερομένων, καὶ μάλιστα τῆς γλυκυῤῥίζης αὐτῆς τε καὶ τοῦ χυλοῦ. σκόρδιον δὲ κάλλι‐ στον ἡμῖν ἐκ Κρήτης φέρεται. εὕροις δ’ ἂν οὐ φαῦλον οὐδ’ ἐν ἄλλοις τῶν ἐθνῶν. γέγραπται δ’ ὑπό τινων ἀνδρῶν ἀξιολόγων, πολέμῳ νεκρῶν ἀτάφων ἡμέραις πλείοσι γενο‐
10μένων, ὅσα τῶν σωμάτων ἐπὶ τοῦ σκορδίου κατὰ τύχην ἔκειτο, πολὺ τῶν ἄλλων ἀσηπτότερα διαμεῖναι, καὶ μάλιστα αὐτῶν ἐκεῖνα τὰ μόρια τοῦ σώματος, ὅσα τῆς πόας ἔψαυε τοῦ σκορδίου· καὶ δὴ καὶ πεπίστευται τοῖς σηπεδονώδεσιν ἰοῖς τῶν ζώων, καὶ φαρμάκων δηλητηρίοις ἀντι‐
15τετάχθαι. γέγραπται δὲ αὐτάρκως περὶ πάσης τῆς κατ’ ἰατρικὴν ὕλης ἐν εʹ. βιβλίοις Διοσκορίδου, παρ’ οὗ τά τε ἄλλα καὶ τὰς ὀσφρητὰς καὶ γευστὰς ποιότητας, αἷς γνω‐
ρίζεται μάλιστα καὶ διακρίνεται τὰ δοκιμώτερα φάρμακα61

14

.

62

τῶν φαυλοτέρων, ἔνεστί σοι μανθάνειν. ἐπ’ ἐνίων δὲ καὶ τὰς ὁρατὰς ποιότητας οὐ σμικρὰ συντελούσας εὑρήσεις. ἐμοὶ δ’ οὐ πρόκειται κατὰ τὴν ἐνεστῶσαν πραγματείαν, ὅσα καλῶς ἑτέροις γέγραπται μεταφέρειν, ἀλλ’ ἐξεργάσασθαι σα‐
5φῶς τὰ λείποντα. [Περὶ τοῦ ὀποβαλσάμου τε καὶ κινναμώ‐ μου.] Ἐφεξῆς ὀποβαλσάμου τε καὶ κινναμώμου διὰ τῶν προγεγραμμένων ἐπῶν ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ἐφ’ ὧν ἐπὶ τοῖς γεγραμμένοις ὑπὸ τοῦ Διοσκορίδου γνωρίσμασι
10μέγιστόν ἐστι τεθεᾶσθαι πρότερον αὐτὰ κατὰ τί χωρίον ἕκαστον αὐτῶν ἄριστον γεννᾶται, καθάπερ ἐπειράθην ἐγὼ, γνοὺς πολυειδῶς παραποιούμενον ὀποβάλσαμον, ὡς εἶναι δυσδιάγνωστον, αὐτὸς ἰδεῖν ὀπιζόμενον αὐτὸ, καὶ σχεῖν ἐξ ἐκείνου, καθάπερ τινὰ κανόνα τῶν ἄλλων. ἔμαθον δὲ παρα‐
15ποιήσεις αὐτοῦ πολλὰς, ὡς καὶ τοὺς τριβακωτάτους λαθεῖν, ἃς οὐκ ἀξιῶ δημοσιεύειν τοὺς γνόντας, ὅπως μὴ κατὰ τὸ πάρεργον οἱ πονηροὶ μανθάνοντες αὐτὰς, ἐν ἔργῳ μετα‐
φέροιεν ἐπὶ τὰς κακὰς πράξεις. οὐδὲ γὰρ οὐδὲ τὰς τῶν62

14

.

63

δηλητηρίων φαρμάκων γραφὰς τοὺς δημοσιεύοντας ἐπαινῶ. τὰς γοῦν ὑπὸ τοῦ Διοσκορίδου τε καὶ τῶν ἄλλων, ὅσοι περὶ ὕλης ἔγραψαν ἑκάστου τῶν φαρμάκων, δοκιμασίας ἐπιφέρον‐ τες αὐτοῖς, ὅταν προσθῆτε τὴν ἰδίαν αὐτοψίαν ἐπὶ πολλῶν,
5ἀκριβῶς δυνήσεσθε διακρίνειν ἀλλήλων, ὅσα γε διακρίνεσθαι δύνανται. τινῶν γὰρ, ὡς ἔφην, ἢ οὐδ’ ὅλως ἐστὶν ἢ οὐκ ἀκριβὴς ἡ διάκρισις, ἀλλὰ συγκέχυται τὰ γνωρίσματα τῶν πανούργως ἐσκευασμένων. περὶ δὲ κινναμώμου τἀναντία τοῖς εἰρημένοις ἐπὶ τοῦ ὀποβαλσάμου γινώσκω. πέπεισμαι
10γὰρ αὐτὸ πάντων εὐδιαγνωστότατον εἶναι τοῖς ἑορακόσι πολλάκις ἄριστον κιννάμωμον. τούτου δ’ οὐχ οἷόν τέ τινα τυχεῖν, εἰ μή τις θεάσοιτο τὴν παρασκευὴν τῶν αὐτοκρα‐ τόρων κινναμώμων, σχεδὸν εἰς ἕξ που διαφορὰς γενικὰς ἡκόντων. ἔστι γὰρ κᾀν τούτοις αὐτοῖς ἀξιόλογος ὑπεροχὴ
15τοῦ καλλίστου πρὸς τὸ χείριστον, ὥσπερ κᾀν ταῖς κασσίαις, ὥστε τὴν καλλίστην κασσίαν ἀπολείπεσθαι βραχὺ τοῦ φαυ‐ λοτάτου κινναμώμου, καὶ ὅτι οὐ γίνεται μακροχρόνιος ἡ
κατὰ τὴν χρῆσιν ἀρετὴ τοῦ κινναμώμου. οὐδὲ γὰρ μέχρι λʹ.63

14

.

64

χρόνων ὁλόκληρον αὐτοῦ τὴν ἀπ’ ἀρχῆς διασώζεσθαι δύνα‐ μιν. ληροῦσι δ’ ἔνιοι τῶν τοιούτων φαρμάκων τὸ κιννά‐ μωμον ἀγήρω διαμένειν φάσκοντες. οὐδὲ γὰρ ρʹ. οὐδὲ δια‐ κοσίων ἐτῶν μεταξὺ γεγενημένων, ἀλλ’ ὀλίγων, ὡς πρὸς
5τοσοῦτον ἀριθμὸν, ἤδη τινὰ μεταβολὴν ἑόρακα τῷ παλαι‐ οτέρῳ κινναμώμῳ γεγενημένην. Ἀντωνίνῳ γοῦν σκευάζων τὴν θηριακὴν ἐθεασάμην ἀγγεῖα πολλὰ ξύλινα, τὰ μὲν ἐπὶ Τραϊανοῦ ταῖς ἀποθήκαις ἐγκαθέντα μετὰ κινναμώμου, τὰ δὲ ἐπ’ Ἀδριανοῦ, τὰ δὲ ἐπ’ Ἀντωνίνου τοῦ μετὰ τὸν
10Ἀδριανὸν ἄρξαντος, καὶ πάντα γε τῷ ὁμογενεῖ κινναμώ‐ μῳ σαφῶς ἀλλήλων ὑπερεῖχε, κατά τε τὴν τῆς γεύσεως, καὶ τῆς ὀσφρήσεως ἀτονίαν καὶ εὐτονίαν, ὅσον καὶ τῷ χρόνῳ, καὶ μέντοι κομισθέντος ποτὲ ἐκ τῆς βαρβάρου, γλωττοκω‐ μίου μακροῦ πηχέων δʹ. καὶ ἡμίσεος, ἐν ᾧ δένδρον ὅλον ἦν
15κινναμώμου τοῦ πρώτου γένους, ἐξ αὐτοῦ σύνθεσίν τινα τῷ αὐτοκράτορι Μάρκῳ Ἀντωνίνῳ ποιησάμενος, ὅλην εὗρον τὴν ἀντίδοτον ἱκανῶς τῶν ἄλλων ὑπερέχουσαν, ὥστε γευ‐
σάμενον αὐτῆς τὸν αὐτοκράτορα μὴ περιμεῖναι χρόνον,64

14

.

65

ὥσπερ ἐπὶ τῶν ἄλλων, ἐν ᾧ πεφθήσεται τὸ φάρμακον, ἀλλ’ εὐθέως χρῆσθαι, μηδὲ δύο μηνῶν ὁλοκλήρων ἐν τῷ μεταξὺ γενομένων. διαδεξαμένου δ’ αὐτὸν Κομμόδου, μήτε τῆς θηριακῆς ἀντιδότου μήτε τοῦ κινναμώμου πεφροντικότος,
5ἐκείνου τε τοῦ δένδρου τὸ περιττὸν, ὅσον τ’ ἄλλο μετὰ τοὺς Ἀδριανοῦ χρόνους ἐκομίσθη, διαπώλετο τὸ πᾶν, ὥστε τοῦ νῦν ὄντος ἡμῶν αὐτὸ κράτορος Σεβήρου, κελεύσαν‐ τος αὐτῷ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἐσκεύαζον Ἀντωνίνῳ συνθεῖναι τὴν ἀντίδοτον, ἠναγκάσθην ἐκ τῶν ἐπὶ Τραϊανοῦ
10καὶ Ἀδριανοῦ κατατεθειμένων ἐκλέγειν, καί μοι σαφῶς ἀσθενέστερα γεγονέναι νῦν ἐφαίνετο, μηδὲ λʹ. πεπληρωμένων ἐτῶν τῶν μεταξύ. περὶ δ’ οὖν τοῦ καλλίστου κινναμώμου προσθεῖναί τι τῷ λόγῳ βούλομαι τῶν ἀναγκαίων, εἶναι μὲν εὐωδέστατον, ἄῤῥητόν τέ τινα εὐωδίαν ὑπὲρ ἅπαντα τὰ
15ἄλλα ἔχειν, γευομένῳ δὲ θερμὸν ἱκανῶς, οὐ μὴν, ὥστε δάκνειν, λυπηρόν. τῇ χροιᾷ δὲ τοιοῦτον, ὡς εἴ τις μίξειε τὸ τοῦ γάλακτος χρῶμα τῷ φαιῷ, μετὰ βραχέος τοῦ κυανοῦ
καλουμένου. λαβὼν δ’ ὅσον ἐβουλόμην ἐξ αὐτοῦ, καθάπερ65

14

.

66

εἰώθειν, ἀπεθέμην ὀλίγα παρ’ ἐμαυτῷ κλώνια κατὰ τὴν ἀποθήκην, ἐν ᾗ πάντα μου τὰ τιμαλφέστατα κτήματα περι‐ είχετο. κατακαυθείσης δ’ αὐτῆς, ὁπότε καὶ τὸ τῆς Εἰρή‐ νης τέμενος ἐκαύθη, καὶ τῶν ἄλλων πέντε διαφορῶν τοῦ
5κινναμώμου πᾶν ὅσον ἐκεκτήμην ἀπώλετο. τῷ μὲν οὖν νῦν ἡμῶν αὐτοκράτορι Σεβήρῳ τὴν ἀντίδοτον ἐσκεύασα, τῶν Ἀδριανείων ἐκλέξας κινναμώμων, περὶ ὧν καὶ αὐτῶν χρή‐ σιμόν τι τοῖς ἀναγνωσομένοις ἔχων προσθεῖναι, διελθεῖν οὐκ ὀκνήσω. πολλὰ μὲν οὖν ἐστιν αὐτοῦ καὶ νῦν ἔτι τὰ
10σωζόμενα ξύλινα σκεύη. πάντα δ’ ἔχει τῶν πολυῤῥίζων, ἢ πολυκλάδων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ κινναμώμων τὰς διαφοράς. οὐδὲν δ’ ὥσπερ πρέμνον εἰς πολλοὺς κλά‐ δους σχιζόμενον εἰς μῆκος ἐκτέταται πλέον, ἀλλ’ οἵα περὶ τῶν ἑλλεβόρων ἀμφοτέρων ἰδέα ἐστὶ, καὶ μᾶλλον ἔτι τοῦ
15καλουμένου μὲν δαμασωνίου, φερομένου δ’ ἐκ Κρήτης ἡμῖν. ἕκαστον δ’ αὐτῶν ἐστιν ἐξ ἑνὸς πυθμένος φυόμενον, οἷον
θαμνίσκος τις, ὁ μὲν στʹ. ὁ δὲ ζʹ. τὰς ἐκφύσεις ἔχων, ἢ66

14

.

67

βραχὺ πλείους, ἢ ἐλάττους, οὐκ ἴσων μὲν ἁπάντων κατὰ τὸ μῆκος, ἀλλὰ τὸ μέγιστον αὐτῶν οὐ μεῖόν ἐστιν ἡμίσεος ποδὸς Ῥωμαϊκοῦ. ἡ δ’ ὅλη τῆς οὐσίας αὐτοῦ φύσις, παρα‐ πλησία πώς ἐστιν ἀρίστῃ κασσίᾳ, καλουμένῃ μὲν ὑπὸ τῶν
5κομιζόντων αὐτὴν ὀνόματι βαρβαρικῷ δισυλλάβῳ, τὴν μὲν πρώτην συλλαβὴν ἐκ τοῦ γ καὶ ι ἔχοντι, τὴν δὲ δευτέραν ἐκ τοῦ ζ καὶ ι. ταῦθ’ ἡμῖν ἱκανὰ καὶ περὶ κινναμώμου λέλεκται. [Περὶ τῆς τῶν ὑπολοίπων δυνάμεων δοκι‐
10μασίας τε καὶ ἐκλέξεως.] Γεγραμμένου δὲ ἐφεξῆς ἀγαρι‐ κοῦ δόλωσιν οὐδεμίαν ἐπιδεχομένου, τοῦτ’ ἀρκέσει μόνον ἀκούειν, ὃ καὶ παρὰ τοῖς πρόσθεν εἴρηται, τὸ κουφότατον ἐν αὐτῷ κάλλιστον εἶναι· τὸ πυκνὸν δὲ καὶ βαρὺ καὶ ξυ‐ λῶδες φαυλότατον. ὅσον δ’ ἐν τῷ μεταξὺ τούτων ἀφέστηκε
15τοῖς γνωρίσμασιν ἑκατέρου, τοσοῦτον καὶ τῇ δυνάμει. τὰ δὲ ἐφεξῆς τῶν προγεγραμμένων, ἥ τε σμύρνα καὶ ὁ κόστος,
οὐ χαλεπὰ γνωρίσαι τοῖς ἤδη προεορακόσιν· εἰδέναι δὲ δεῖ67

14

.

68

ἐπιτήδειον οὖσαν εἰς τὰς ἀντιδότους τὴν τρωγλοδύτιν λεγο‐ μένην σμύρναν· ἔνιοι δ’ αὐτὴν ὀνομάζουσι Μιναίαν ἀπὸ χωρίου καθ’ ὃ γεννᾶσθαί φασι τὴν καλλίστην. εὐοδμοτάτη δὲ ἔστω καὶ, ὡς πρόσθεν εἴρηται, μηδὲν ὀποκαλπαθίζον
5ἐχέτω. κρόκον δὲ τὸν κωρύκιον ἐπαινοῦσι μὲν ἅπαντες οἱ παλαιοὶ, μέχρι καὶ τῶν ποιητῶν· ἐγὼ δὲ ἀκριβῶς τό τε κωρύκιον ἄντρον ἐν ᾧ γεννᾶται, καὶ τὸν κρόκον αὐτὸν ἐθεασάμην, εὐτραφῆ μὲν, οὐ μὴν ὑπὲρ ἅπαν‐ τας τοὺς ἄλλους, οὔτ’ ἰσχύϊ τῆς ἐν τῷ παραυτίκα ὀδμῆς
10οὔτ’ ἐν τῷ μονίμῳ διαφέροντα. τούτοις δ’ ἀξιῶ κρίνειν ὑμᾶς τὸν ἄριστον, οὐ τῷ κατὰ τὴν εὐτροφίαν ὑπερβάλλειν. πρόδηλον δ’ ὅτι καὶ ξανθότατός ἐστιν, ὥσπερ εὐοδμότατος ὁ ἄριστος, καὶ χρόνῳ πλείονι παραμένων ἀκμαῖος. ἐπεὶ δὲ καὶ τούτου τίς ἐστι παραποίησις, οὐκ εὔγνωστος τοῖς μὴ
15πάνυ πολλάκις ἑορακόσι τὸν ἄριστον, ἄμεινον ἡμῖν ἐστιν ἐκ πολλοῦ προεωνημένοις αὐτὸν ἔχειν ἀποκείμενον ἐν ἐπι‐ τηδείῳ τινὶ τῶν κατὰ τὴν οἰκείαν οἰκήματι, ὡς πρόσθεν
εἴρηται. μέγιστον γάρ ἐστι δοκίμιον, ἐὰν παραμένῃ τοιοῦ‐68

14

.

69

τος ὢν ὁποῖος ἐλήφθη. τοῦ γὰρ νενοθευμένου καὶ ἡ χρόα καὶ ὀδμὴ διὰ ταχέων ἐκλύονται. περὶ δὲ κασσίας ἀναγκαῖόν ἐστι μοι μνημονεῦσαι τοῦ γεγραμμένου κατὰ πολλὰς τῶν φαρμακιτίδων βίβλων, ὡς ἄρα τοῖς ἀποροῦσι κινναμώμου
5διπλάσιος ὁ τῆς κασσίας σταθμὸς ἐμβλητέος ἐστί. σκώ‐ πτων γὰρ τοῦτο Σάτυρος ὁ διδάσκαλος ἡμῶν ἔλεγεν, ὡς Κοΐντου τῶν εὐπραπέλων λόγων ἕνα καὶ τόνδε λέγοντος, ὅμοιόν τι ποιεῖν τοὺς κελεύοντας διπλασίαν ἐμβάλλειν ἡμᾶς κασσίαν, ὅταν ἀπορῶμεν κινναμώμου τοῖς ἀξιοῦσιν, ὅταν
10μὴ σχῶμεν οἶνον Φαλερῖνον, ποιεῖν διπλάσιον πίνειν τοῦ πιπρασκομένου κατὰ τὰ καπηλεῖα, κᾂν ἄρτου ποτ’ ἀπορῶ‐ μεν καθαροῦ, διπλάσιον ἐσθίειν τοῦ πιτυρίου καλουμένου. ἐμοὶ δ’ ὁ λόγος οὗτος, ἢν μὲν περὶ ἑνός τινος αὐτοῦ καθ’ αὑτὸ μόνου μέλλοντος εἰς χρῆσιν ἄγεσθαι, λέγηται, κατὰ
15πᾶν ἀληθής τε καὶ ἄμεμπτος εἶναι δοκεῖ, ἐν συνθέσει δὲ πολλῶν, οὐκέθ’ ὁμοίως ἀληθής. ἓν μὲν γὰρ ὁτιοῦν εἰ δέοι προσενέγκασθαι, καθάπερ εἰ τύχοι ῥοῦν, ἢ ἀψίνθιον, ἢ
ἴριν, ἢ γεντιανὴν, ἢ ὁτιοῦν ἄλλο τοιοῦτο φάρμακον, εἰ69

14

.

70

διπλάσιον αὐτοῦ μοχθηρὸν ἀντὶ τοῦ καλλίστου προσφέροι τις, ἢ εἴσωθεν, ἢ ἔξωθεν ἐν τῷ σώματι, βλάψει διπλάσιον. ὅταν δὲ ἀναμίξαι δέῃ πολλοῖς τοῖς κατὰ μέρος ἕν τι κάλλι‐ στον, αὐξήσειν τὴν τῶν ἄλλων δύναμιν ὑπισχνούμενον, ἂν
5ἀπορῶμεν τοῦ γενναιοτάτου, διπλασίῳ χρῆσθαι τῷ τὴν αὐτὴν ἔχοντι κατὰ γένος ἐπαγγελίαν, οὐδὲν ἂν εἴη χεῖρον, εἰ καὶ φαυλότερον φαίνοιτο τοῦ καλλίστου. ἔστι δ’ ἡ κασσία πλησίον τοῦ κινναμώμου τῷ γένει. καὶ γὰρ καὶ γίνεταί ποτε κιννάμωμον ἐκ μεταβολῆς αὐτῆς, ὥστε ὅλον μὲν ὁρᾶ‐
10σθαι τὸ οἷον δένδρον ἀκριβὲς κασσίαν. ἀκρέμονας δέ τινας ἐν αὐτῷ κινναμώμου, συνεχεῖς τοῖς κλάδοις τῆς κασσίας εὑρίσκεσθαι. παραπλήσιον δέ ἐστι τὸ τοιοῦτον οὐ τῷ κατὰ τοὺς οἴνους ἢ τοὺς ἄρτους, οἷα ὁ Κόϊντος ἔλεγεν, ἀλλὰ τῷ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις, ἐν οἰκοδομίαις, ἐν
15ναυπηγίαις, ἐν ἄρσεσι βαρέων σωμάτων, καὶ μεταφοραῖς, ἐν πόλεσιν, ἐν ἁπάσαις ταῖς βοηθείαις, ἐν αἷς τὸ δι’ ἑνὸς ἰσχυροῦ γινόμενον, ὅταν οὗτος μὴ παρῇ, διὰ δυοῖν ἀσθε‐
νεστέρων ἐπιτελεῖται. ταῦτα μὲν οὖν ἐκ τοὐναντίου ἐπι‐70

14

.

71

κεχειρήσθω τῷ τοῦ Κοΐντου λόγῳ, πρὸς τῷ μὴ πάντῃ δο‐ κεῖν ἀπόβλητον εἶναι τὴν πρόσταξιν τῶν ἀξιούντων, ἀντὶ τοῦ κινναμώμου διπλάσιον ἐμβάλλειν τῆς κασσίας. ἐγὼ μέντοι διὰ παντὸς ἐνέβαλον κινναμώμου. πᾶσι γὰρ οἷς
5ἐσκεύασα τὸ φάρμακον, ἢ φίλοις αὐτοκράτορσιν, ἢ πλουσίοις, οὐ χαλεπὸν ἦν τοῖς μὲν αἰτῆσαι παρὰ τοῦ βασιλέως, τοῖς δὲ καὶ πρίασθαι παρά τινος. τὸ δὲ προσθεῖναι τούτῳ ὅτι μηδ’ ὁσάκις ἐσκεύασα τοῖς αὐτοκράτορσιν, ἠπόρησά ποτε κινναμώμου, προφανῶς ἐστι περιττόν. περὶ μέντοι τοῦ
10καρπησίου τὴν Κοΐντου γνώμην, ἣν οὐ παρὰ Σατύρου μόνον, ἀλλὰ καὶ ἄλλων μαθητῶν ἤκουσα τοῦ Κοΐντου, διελ‐ θεῖν ἄμεινον. ἐνέβαλλε γὰρ ἐκεῖνος, ὥς φασιν, ὅταν ἠπόρει κινναμώμου, τὸ καρπήσιον, ὡς οὐδὲν ἀπολει‐ πόμενον εἰς δύναμιν ἀρίστης κασσίας, καὶ πλεῖστον γοῦν
15αὐτοῦ κομίσας ἐγὼ διὰ τοῦτο, κατὰ τὴν γενομένην μοι τῶν ἀντολικῶν χωρίων ὁδοιπορίαν ἐπιμελῶς κατατιθέμενος, ἔχω μέχρι νῦν πάμπολυ, διασῶζον ὀσμήν τε καὶ γεῦσιν, εἰ καὶ
μὴ τὴν ἴσην τῇ πρόσθεν, ἀλλ’ οὐκ ἐξίτηλόν γε παντάπα‐71

14

.

72

σιν. ἔστι δ’ ὁμοία μὲν τῷ καλουμένῳ φοῦ κατὰ γένος, ἰσχυροτέρα μέντοι, καί τι καὶ ἀρωματίζον ἔχουσα. πλεῖ‐ στον δ’ ἐν τῇ Σίδῃ τῆς Παμφυλίας τὸ καρπήσιον τοῦτο γεννᾶται· διὰ τοῦτο καὶ εὐωνότατόν ἐστιν, ὡς εἴ τις ὑμῶν
5ἐκεῖ ποτε γένοιτο, λαμβανέτω πλεῖστον, εἰδὼς ἐπὶ πλείονα χρόνον ἐξαρκοῦν αὐτῷ. λεπτὰ δέ ἐστι τὰ κάρφη, παρα‐ πλήσια τοῖς ἀκρέμοσι τοῦ κινναμώμου, καὶ καλοῦσιν οἱ ἐπι‐ χώριοι τὸ μὲν ἕτερον αὐτῶν λαέρκινον, τὸ δὲ ἕτερον τὸ πικρὸν, ὅπερ καὶ βέλτιόν ἐστιν. ἑκατέρου δὲ ἀπὸ τοῦ
10ὄρους ἡ ἐπωνυμία καθ’ ὃ φύεται. πολὺ δ’ ἔχων αὐτοῦ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ μέρος ἐπειράθην, εἰς ἅπερ καὶ τοῦ καλουμένου φοῦ βάλλομεν. ἔστι γὰρ αὐτὸ παρα‐ πλήσιον μὲν, ἰσχυρότερον δὲ, καὶ ὡς ἔφην, ἔχον τι ποιό‐ τητος ἀρωματιζούσης ἐν ὀσμῇ τε καὶ γεύσει. τούτων δ’
15ἁπάντων ὧν περὶ κασσίας εἶπον ἀναγκαιότατόν ἐστι διορί‐ σασθαι ποίαν ἐμβλητέον ἐστὶ κασσίαν, ἐπειδὴ τὴν μὲν Γιζὶ μάλιστα ἐπαινοῦσιν, ἐφεξῆς δὲ τὴν μοτὼ καλουμένην,
εἰσὶ δὲ οἳ καὶ τὴν ἀρηβὼ καὶ τὴν δαφνῖτιν. ὅτι μὲν οὖν72

14

.

73

ἡ Γιζὶ παραπλήσιον κινναμώμῳ κατὰ πάντα ἐστὶν εἴρηταί μοι καὶ πρόσθεν. ἡ γοῦν συνεχέστατα παρὰ τῶν περὶ τὰ τοιαῦτα δεινῶν, ὡς κιννάμωμον πιπρασκομένη, ταὐτοῦ γένους ἐστίν. ἀλλὰ τῆς γε συριγγίδος ὑπό τινων ὀνομαζο‐
5μένης, ὁ νεώτερος Ἀνδρόμαχος ἐμβάλλειν ἀξιοῖ. πᾶσι δ’ αὕτη γινώσκεται, καὶ γὰρ καὶ εὐωνοτάτη πάντων ἐστὶ, τὸν μὲν ἔξωθεν φλοιὸν, ὅνπερ καὶ σύριγγα καλοῦσιν, ἰσχυρὸν ἔχουσα κατ’ ὀσμήν τε καὶ γεῦσιν, τὸ δ’ ἔνδον ἀσθενέστατον, ὡς μηδεμίαν αὐτοῦ χρείαν ἡμῖν γίνεσθαι. διὰ μὲν οὖν τῶν
10προγεγραμμένων ἐλεγείων ἀδιορίστως εἴρηται τὸ τῆς κασ‐ σίας ὄνομα. κατὰ δὲ τὴν πεζῇ γεγραμμένην ὑπὸ τοῦ υἱέως αὐτοῦ πρόσκειται τῷ τῆς κασσίας ὀνόματι τὸ τῆς σύριγγος, ἥ τ’ ἀπ’ ἐκείνου μέχρι νῦν ἡμῖν παραδεδομένη διαδοχὴ τῶν σκευαζόντων τῷ αὐτοκράτορι, τὸ τῆς σύριγγος ὄνομα προσ‐
15κείμενον ἔχει. ἐφεξῆς δὲ τῆς προγεγραμμένης ὁ Ἀνδρό‐ μαχος Ἰνδικὴν νάρδον κελεύει βαλεῖν, ἥνπερ καὶ στάχυν ὀνομάζομεν νάρδου, καίτοι ῥίζαν οὖσαν, ἀπὸ τῆς πρὸς τοὺς
ἀστάχυας ὁμοιότητος κατὰ τὴν μορφὴν, ἐφ’ ἧς φυλάττεσθαι73

14

.

74

χρὴ, μή πως ἀποδῷ τις ἡμῖν τὴν ἔκπλυτον ὀνομαζομένην. ἔστι δ’ αὐτὴ τοῖς τὰ μύρα σκευάζουσι προϋπηρετηκυῖα κατὰ τὴν ἕψησιν αὐτῶν, ὡς εἰώθασιν, ἀκέραιος πιπρασκομένη. διὸ καὶ τὰς ὄμφας ὀνομαζομένας βαρβάρῳ γλώττῃ προσήκει
5λαμβάνειν, ὧν καὶ ἡ περιπεπλασμένη γῆ τῇ ῥίζῃ ἀφεψη‐ θεῖσα τὴν ὀσμὴν ἔχει τῆς νάρδου. σχοῖνον δὲ ἐπὶ τούτοις τὴν ἐξ Ἀραβίας ἐμβάλλειν κελεύει, καλουμένην ὑπὸ τῶν πολλῶν, οὐκ οἶδ’ ὅπως ἄνθος σχοίνου, καίτοι γ’ ἡμῶν οὐ πάνυ τι τοῦ ἄνθους εὐπορούντων, ὅλης τῆς κομιζομένης
10πόας ἐπιβεβρωμένης πολλάκις ἄνωθεν ὑπὸ τῶν καμήλων· ἥδιστά τε γὰρ αὐτὴν νέμονται καὶ πλείστην ἔχουσιν ἐν ταῖς Ἀραβίαις ὁδοῖς γεννωμένην. ἔστι δ’ εὔωνόν τε τὸ φάρμακον καὶ μόνῳ τῷ τῆς ὀσμῆς ἀκμαίῳ κρινόμενον, ἐπειδὴ διὰ ταχέων ἀποπνεῖ τὸ εὐῶδες αὐτῆς. ἐφεξῆς δὲ
15γράφοντος τοῦ Ἀνδρομάχου, καὶ λίβανον μίσγοιο καὶ ἀγλαΐην στήσαιο, τὴν ἀγλαΐην οὐ χρὴ ζητεῖν ἡμᾶς ὡς ἄλλου τινὸς φαρμάκου ὄνομα. διὰ γὰρ τῆς πεζῇ γεγραμμένης
τῷ νεωτέρῳ Ἀνδρομάχῳ συνθέσεως τῆς ἀντιδότου74

14

.

75

καὶ διὰ τῆς ἄχρι νῦν εἰς ἡμᾶς καθηκούσης παραδόσεως, οὔτε φαρμάκου τινὸς ὄνομά ἐστιν ἡ ἀγλαΐα· καὶ τὰς 𐅻 ιβʹ. ἕλκον τῷ σταθμῷ τὸ φάρμακον πάντα συμφώνως εἴρηται τῷ τε πρεσβυτέρῳ καὶ τῷ νεωτέρῳ Ἀνδρομάχω, καὶ οὐδὲν
5ἔξωθεν ἐκείνων πρόσκειται, καθ’ οὗ τὸ τῆς ἀγλαΐας ὄνομα λέγεσθαί τις ἡγήσεται, ὥστ’ ἴσως τὴν ἀγλαΐαν ἐπίθετον τοῦ λιβανωτοῦ τῷ συντιθέντι τὴν ἐλεγείαν ἔδοξε προσθεῖναι. ἐφεξῆς δὲ μέλανός τε πεπέρεως καὶ δικτάμνου καὶ πρα‐ σίου καὶ ῥήου μνημονεύει, γνωρίμων ἅπασι πραγμάτων.
10ἡ δ’ ἐκ παραδόσεως ἡμῖν δεδομένη γραφὴ προσκείμενον ἔχει τοῦ πεπέρεως τὸ βαρύσταθμον. μεῖζον δ’ ἐστὶ τοῦτο τοῦ ἄλλου πεπέρεως, καὶ τὸν φλοιὸν ἔχει λεπτότερόν τε καὶ ἧττον ῥυσσόν. ἐπὶ δὲ τοῦ ῥήου καὶ αὐτοῦ παραποίησις μέν ἐστιν, ἐπειδὴ εὐθέως ἐν τοῖς χωρίοις ἐν οἷς γεννᾶται,
15πρόσφατον ἔνιοι λαμβάνοντες αὐτὸ καὶ ἀφέψοντες, ὡς ἀνεῖ‐ ναι τὸν χυλὸν, ἐκεῖνον μὲν ἑψήσαντες πέμπουσιν ἡμῖν, ὡς εἰλικρινῆ καὶ ἄμικτον ὕδατι. τὸ δὲ ῥῆον ξηράναντες ὡς
οὐδὲ αὐτὸ προαφεψημένον ἀποστέλλουσι. διὰ τοῦτ’ ἐπί‐75

14

.

76

στασθαι χρὴ γνωρίζειν τὸ πανουργηθὲν, εὐγνωστότατον ὂν τοῖς ἑορακόσι τὸ αὐτοφυὲς ῥῆον. οὔτε γὰρ τὸ διὰ τῆς ὄψεως αὐτοῦ κρινόμενον πυκνὸν καὶ συνηγμένον ἔχει τῆς ὅλης οὐσίας, ἀλλ’ ἔστιν ἀραιότερον, ἐν τῇ γεύσει τε τὴν
5στύφουσαν ποιότητα παντάπασιν ἀμυδρὰν, ἢ οὐδ’ ὅλως ἔχει, καίτοι γε ἰσχυρὰν ἔχοντος τοῦ ἀκμαίου ῥήου, τίτραται μέν‐ τοι καὶ αὐτὸ ταχέως. στοιχὰς δὲ φύεται μὲν πολλὴ πολλα‐ χόθι τῆς γῆς. πλείστης δ’ οὔσης ἐν Κρήτῃ καὶ ταῖς Κυ‐ κλάσιν ὀνομαζομέναις νήσοις, ἀφ’ οὗ καὶ τοὔνομα αὐτῇ
10κατὰ τὴν Ἰβηρικὴν θάλασσαν κειμέναις. εὐτροφωτέρα δέ ἐστι καὶ κρείττων ἡ ἐκ τῶν νήσων τῆς Κρητικῆς. πετρο‐ σέλινον γινώσκεται μὲν πᾶσιν ἐπῃνημένον τὸ Μακεδονικὸν, ὃ καὶ καλοῦσί τινες Ἐστρεατικὸν, ἀπὸ τοῦ χωρίου καθ’ ὃ φύεται τὴν ἐπωνυμίαν αὐτῇ τιθέμενοι. παντελῶς δ’ ὀλίγον
15ἐστὶ τὸ γεννώμενον ἐν ἐκείνῳ τῷ χωρίῳ, κρημνώδει τε ὄντι καὶ οὐ μεγάλῳ. τὸ δὲ Ἐστρεατικὸν Μακεδονικὸν ἐκ Μα‐ κεδόνων εἰς πάντα τὰ ἔθνη κομιζόμενον, ὀλίγον μὲν καὶ
αὐτὸ κατὰ τὴν Μακεδόνων φύεται γῆν. ἀλλ’ ὅπερ ἐπὶ τοῦ76

14

.

77

μέλιτος καὶ τοῦ οἴνου τοῦ Φαλερίνου, τοῦτο καὶ ἐπὶ τοῦ πετροσελίνου συμβέβηκεν. εἰς ἅπασαν γὰρ σχεδόν γε τὴν οἰκουμένην οἱ ἔμποροι κομίζουσιν ὡς Ἀττικὸν μέλι καὶ οἶνον Φαλερῖνον, οὕτω καὶ Μακεδονικὸν πετροσέλινον, οὐ
5τοσούτου αὐτοῦ γεννωμένου, ὡς ἅπασι τοῖς ἔθνεσιν ἐξαρ‐ κεῖν, ἀλλ’ ἐν Ἠπείρῳ πλεῖστον γεννᾶται πετροσέλινον, ὥσπερ ἐν ταῖς Κυκλάσι νήσοις τὸ μέλι. καὶ κομίζεταί γε τὸ μὲν ἐκ τῶν νήσων Ἀθήναζε, τὸ δὲ ἐξ Ἠπείρου πρότερον μὲν εἰς Μακεδονίαν, καὶ πλεῖστόν γε, καὶ σχεδὸν ἅπαν εἰς
10Θεσσαλονίκην, ἐκεῖθεν δ’ ὡς Μακεδονικὸν ἐκφέρεται. καὶ κατὰ τὸν οἶνον δὲ τὸν Φαλερῖνον ὅμοιόν τι συμβέβηκεν. ἐν μικρῷ γάρ τινι χωρίῳ τῆς Ἰταλίας ὀλίγος γεννώμενος, ὡς δῆθεν αὐτὸς ἐκεῖνος ὢν εἰς ἅπασαν τὴν ὑπὸ Ῥωμαίοις γῆν εἰσκομίζεται, σκευαζομένων δ’ ἄλλων οἴνων εἰς ὁμοίου πα‐
15νουργίαν ὑπὸ τῶν περὶ ταῦτα δεινῶν. ἐὰν δ’ ἀπορήσῃς ποτὲ Ἐστρεατικοῦ πετροσελίνου, μηδὲν ἡγοῦ χεῖρον ἔσεσθαί σοι τὸ τῆς θηριακῆς φάρμακον, ἐὰν ἕτερον ἐμβάλῃς. οὐ
γὰρ ὡς δηλητηρίοις φαρμάκοις, ἢ ἰοβόλων θηρίων τοῖς77

14

.

78

δήγμασιν ἐναντιοῦται, ἀλλ’ ἐῤῥιμμένοις τοῖς ὑδερικοῖς, καὶ ὅσα πάθη ἄλλα τοιαῦτά ἐστιν, οὐ μὴν τῷ κυριωτάτῳ γε τῆς θηριακῆς ἐπαγγέλματι. ποιεῖ δ’ αὐτὴν καὶ πικροτέραν δηλονότι τὸ Ἐστρεατικὸν πετροσέλινον, καὶ μάλιστα ἐὰν
5πρόσφατον ᾖ. διαφέρει γὰρ ὥσπερ δριμύτατον τῶν ἄλλων πετροσελίνων, οὕτω καὶ πικρότατον. τὴν δὲ τερμινθίνην οὐκ οἶδ’ ὅπως τὴν ἐκ Λιβύης ἐμβάλλειν ἐκέλευσεν ὁ Ἀνδρόμαχος, ἀτιμάσας γε τὴν ἐκ τῆς Χίου προκεκριμένην σχεδὸν ὑπὸ πάντων. ἐπαινῶ μὲν γὰρ καὶ τὴν ἐκ τῆς Λι‐
10βύης κομιζομένην ἀρίστην. οὐ γὰρ δὴ πᾶσά γέ ἐστιν ἀρίστη, καθάπερ ἡ ἐκ Χίου. γίνεται δὲ καὶ κατὰ τὴν Ποντικὴν γῆν καί τισιν ἄλλοις ἔθνεσι καλλίστη τερμινθίνη ῥητίνη, ἀλλ’ ὑπερέχει πασῶν ἡ Χία κατ’ ὀσμήν τε καὶ γεῦσιν. ἐφε‐ ξῆς δὲ τῶν προγεγραμμένων ὁ Ἀνδρόμαχος ἐν τῇ συνθέ‐
15σει τῆς θηριακῆς ἔγραψε, ζιγγίβερι καὶ πενταπέτηλον ὅπερ ἐστὶ πεντάφυλλον πόαν ἐμβάλλομεν, οὔτε παραποιούμενα φάρμακα καὶ πᾶσι γιγνωσκόμενα. μετὰ δὲ ταῦτα πολίου
μνημονεύει πᾶσι γνωρίμου καὶ μηδὲν ἔχοντος ὅμοιον, εἶτα78

14

.

79

χαμαιπίτυος, ἐφ’ ἧς τοσοῦτον χρὴ προσθεῖναί με κατὰ τὸν λόγον, ὡς πολλαχόθι τῆς γῆς γεννᾶται, καὶ κατ’ ὀδμὴν καὶ γεῦσιν ἀκμαιότερον τῆς ἐν τῇ Κρήτῃ. φέρεται δ’ ἡμῖν ἐκεῖθεν, ὡς καὶ τοὺς Καίσαρι σκευάζοντας ἀεὶ τῇ Κρητικῇ
5χρῆσθαι, καίτοι καὶ κατ’ αὐτὴν τὴν Ῥώμην ἐν τοῖς προα‐ στείοις καὶ τὴν χαμαιπίτυν καὶ τὴν χαμαίδρυν εὗρον εὐο‐ σμοτέρας τῶν ἀπὸ τῆς Κρήτης, ὅταν γε μὴ πολλῷ κατα‐ κλυσθῶσιν ὄμβρῳ. ἔτι τε καὶ τοῦτο χρὴ γινώσκειν, ὡς φερομένων ἀπὸ Κρήτης τῶν βοτανῶν, ἐνειλιγμένων χαρ‐
10τίοις, οἷς ἐπιγέγραπται τὸ τῆς ἑκάστης βοτάνης ὄνομα, τινὲς μὲν ἁπλῆν ἔχουσι τὴν ἐπιγραφὴν, τινὲς δὲ μετὰ προσθήκης τῆς πεδιάδος. εὑρήσεις δὲ τὴν πεδιάδα γεν‐ ναιοτέραν, καίτοι τῶν πλείστων βοτανῶν ἐν τοῖς πεδίοις ἀσθενεστέρων γεννωμένων. στύρακα δὲ δῆλον ὅτι τὸν
15ἐν τοῖς καλάμοις φερόμενον ἐκ Παμφυλίας, ἐμβάλλειν προσῆκεν, ὀλίγιστόν τε γεννώμενον καὶ τοσούτῳ διαφέροντα τοῦ πολλοῦ τούτου στύρακος, ὅσον ὁ Φαλερῖνος οἶνος τοῦ
πιπρασκομένου κατὰ τὰ καπηλεῖα. λαμβάνειν δ’ αὐτοῦ χρὴ79

14

.

80

τὸν ὠχρότατον, εὔδηλον δ’ ὅτι καὶ κατὰ ὀσμὴν οὗτός ἐστιν ἰσχυρότατος, καὶ κατὰ γεῦσιν οὐδὲν ἧττον. νάρδου δ’ ἐφε‐ ξῆς ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ὡς αὐτὸς προσέγραψε τῆς ἐκ Γαλατείας, ἣν συνήθως οἱ περὶ ταῦτα δεινοὶ Κελτικὴν
5ὀνομάζουσι. συγκέχυται γάρ πως τὰ τρία ταῦτα ὀνόματα καθ’ ἑνὸς ἔθνους φερόμενα τοῦ Κελτικοῦ. καλοῦσι γοῦν αὐτοὺς ἔνιοι μὲν Γαλάτας, ἔνιοι δὲ Γάλλους, συνηθέστερον δὲ τὸ τῶν Κελτῶν ὄνομα. περὶ δὲ τῶν ἐφεξῆς γεγραμμέ‐ νων τὸ μέν πού τι πρόσθεν εἴρηται, καθάπερ ἐπὶ Λη‐
10μνίας γῆς καὶ μίλτου· καλεῖν δ’ αὐτὴν ἄμεινον οὐ μίλτον, ἀλλὰ γῆν· ἔστι γάρ τις Λημνία μίλτος ἐν τῇ Μίλτῳ γεν‐ νωμένη, πρὸς ἄλλας χρείας ἐπιτήδειος, οὐ μὴν εἰς ἃς ἡ καλουμένη Λημνία σφραγίς. γέγραπται δὲ καὶ περὶ τού‐ των, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων ἐν τῇ περὶ τῶν ἁπλῶν
15φαρμάκων πραγματείᾳ. τὰ δ’ ἐφεξῆς γεγραμμένα φάρμακα σχεδὸν ἅπαντα καὶ γινώσκεται πᾶσιν ἰατροῖς, καὶ πανουρ‐ γίαν οὐκ ἐπιδέχεται. τινὰ δ’ αὐτῶν σαφέστερον δηλοῦται
διὰ τῆς πεζῇ γεγραμμένης θηριακῆς. καὶ τὸ80

14

.

81

Δάκρυον εὖ μίσγοιο, βαλὼν κυανωπὸν ἀκάνθης. δηλοῖ γὰρ τὴν ἐκ τῆς Αἰγυπτίας ἀκάνθης γεννωμένην ἀκα‐ κίαν. μόνον οὖν εἰπεῖν ἔτι περὶ θλάσπεως ἀναγκαῖόν ἐστιν, ἐπειδὴ καὶ σχεδὸν ἅπαντα ἐμβάλλουσι, τό τ’ ἐκ Κρήτης
5φερόμενον καὶ τὸ πανταχόθι γεννώμενον, ὅπερ ἐστὶ τῇ χρόᾳ μὲν ὠχρόξανθον, τῷ σχήματι δὲ στρογγύλον πάνυ σμικρὸν, ὡς εἶναι κέγχρου πολλοστὸν μόριον. ἄμει‐ νον δὲ τὸ ἀπὸ Καππαδοκίας κομιζόμενον ἐμβάλλειν, τῇ χρόᾳ μὲν ἐπὶ τὸ μελάντερον ἀποκεχωρηκὸς πάμπολυ, τῷ σχήματι
10δὲ οὐκ ἀκριβῶς στρογγύλον, καὶ τῷ μεγέθει πολλῷ γε μεῖ‐ ζον ἢ κατὰ τὸ προειρημένον. ἔχον δὲ κατά τι μέρος ἑαυ‐ τοῦ, καὶ οἷον ἔνθλασμά τι μικρὸν, ἀφ’ οὗ καὶ ὠνο‐ μάσθη θλάσπι. γεννᾶται δὲ ὥσπερ καὶ τοῦτο, οὕτω καὶ ἕτερον ἐν Καππαδοκίᾳ πάμπολυ. ὥστε οὐχ ἁπλῶς τὸ ἀπὸ
15Καππαδοκίας φερόμενον ἄριστόν ἐστιν, ἀλλὰ τὸ ἰδίως ἐν αὐτῷ γεννώμενον, ἀνόμοιον δὲ τῷ Κρητικῷ τε καὶ πολλα‐ χόθι τῆς γῆς φυομένῳ. εἰ δέ τι καὶ ἄλλο μὴ σαφῶς εἴρη‐
ται διὰ τῶν ἐλεγείων μέτρων ὑπὸ τοῦ πρεσβυτέρου Ἀνδρο‐81

14

.

82

μάχου, τουτέστι κεκρυμμένον, γινώσκοντί σοι τὴν ἄνευ μέ‐ τρου γραφὴν ὑπὸ τοῦ υἱέως αὐτοῦ γεγραμμένην Ἀνδρομά‐ χου, καθάπερ καὶ τὸ,
Ἀκταίῳ μίσγοις,
5
Συγκεράσας μέλιτι, τουτέστι μέλιτι τῷ Ἀττικῷ. κενταύριον γοῦν κατὰ μὲν τὴν ἔμμετρον γραφὴν οὐ προσδιώρισται ποῖον λέγει, κατὰ δὲ τὴν πεζῇ γεγραμμένην πρόσκειται τὸ λεπτὸν, διὰ τὸ καὶ ἄλλων εἶναι κενταύριον ἁδρόν. οὕτω καὶ ἀριστολοχίας
10εἴρηται λεπτῆς, ἔστι γὰρ καὶ ἄλλη τις ἁδρὰν ἔχουσα τὴν ῥίζαν, ὥσπερ καὶ τρίτη τίς ἐστιν ἐπὶ ταῖσδε στρογγύλη. [Περὶ τῆς σκευασίας τῆς θηριακῆς.] Εἴ‐ ρηταί μοι καὶ πρόσθεν ὡς ἅπαξ μέν τις ἰδὼν σκευαζόμε‐ νον τὸ φάρμακον οὐκέτι δεήσεται θεάσασθαι δεύτερον, ἢ
15γʹ. εἰς δὲ τὴν διάκρισιν τῶν ἀρίστων ἐν ἑκάστῳ γένει φαρ‐ μάκου οὐχ ἅπαξ καὶ δὶς καὶ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι χρὴ τὰ δόξαν ἔχοντα γεννᾶσθαι κάλλιστα καθ’
ἑκάστην χώραν. ἔχειν δ’ οὖν χρὴ καὶ πρὸς τὴν τούτων82

14

.

83

χρῆσιν παραγγέλματα, περὶ ὧν εἴπομεν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἐν ὀλίγοις κεφαλαίοις περὶ πάντων ἐρῶ. τὰς μὲν ῥίζας ὧν ἂν ὦσι χρήσιμοι τεταμένον ἔχειν χρὴ τὸν φλοιὸν, οὐ ῥυσόν· ἀτρόφου γὰρ ῥίζης τοῦτο σημεῖον· τοὺς
5δὲ καρποὺς μετὰ τῶν ἀκρεμόνων τε καὶ βλαστημάτων ὀνο‐ μαζομένων εὐθαλεῖς, καὶ πολλοὺς ἅμα τοῖς περικαρπίοις· τὰ σπέρματα δὲ, ὥσπερ καὶ τὰς ῥίζας, εὔτροφα διὰ τοῦ τετάσθαι τὸν φλοιὸν γνωριζόμενα· τοὺς δὲ ὀποὺς καὶ τοὺς χυλοὺς μὴ κατεξηραμμένα ἐν τῷ χρόνῳ, μήτ’ ἀμυδρὰς ἔχοντα
10ἑκάστου τὰς ἑαυτῶν ποιότητας, ὀσμῇ τε καὶ γεύσει κρινο‐ μένας. οἱ μὲν οὖν καρποὶ μετὰ τῶν βλαστημάτων τε καὶ περικαρπίων, ἀνθῶν τε καὶ φύλλων, ὅσα περ τούτων εἰς τὴν θηριακὴν ἐμβάλλονται. τῶν δὲ βοτανῶν, σκορδίου, καλαμίνθης, πρασίου, στοιχάδος, δικτάμνου, πολίου, χα‐
15μαίδρυος, χαμαιπίτυος, ὑπερικοῦ, κενταυρίου. αἱ ῥίζαι δὲ τῶν‐ δε, ζιγγιβέρεως, ἴρεως, ῥήου, πενταφύλλου, κόστου, νάρδου Ἰν‐ δικῆς, νάρδου Κελτικῆς, γεντιανῆς, μήου, ἀκόρου, φοῦ, ἀριστο‐
λοχίας λεπτῆς. σπέρματα δὲ ἐμβάλλεται τῷ φαρμάκῳ ταυτί.83

14

.

84

βουνιάδος, πετροσελίνου, θλάσπεως, ἄμμεως, ἀνήθου, μαρά‐ θρου, δαύκου, καρδαμώμου. ταῦτα μὲν οὖν πάντα τὰ τρία γένη τοῖς Αἰγυπτίοις ὅλμοις ἐμβάλλειν προσήκει, ἐπειδὴ σκληρότατοι τυγχάνουσιν ὄντες, ὡς μηδὲν ἐν τῷ κόπτεσθαι
5τῆς ἑαυτῶν οὐσίας προστρίβεσθαι τοῖς κοπτομένοις. ἐμβαλ‐ λέσθω δὲ ἅμα τοῖσδε καὶ ταυτὶ, ἀρτίσκοι σκιλλητικοὶ, ἀρ‐ τίσκοι θηριακοὶ, ἡδυχρόου μάγμα, πεπέρεως τε τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὸ μακρὸν, καὶ ῥόδα ξηρὰ, καὶ πρὸς τούτοις ἀγαρικὸν, καὶ κρόκος ἐὰν ξηρὸς ᾖ, σφραγὶς, καὶ ἡ
10ὀπτὴ χαλκῖτις, ἄμωμόν τε καὶ κιννάμωμον, καὶ ἡ σῦριγξ τῆς κασσίας, ὅ τε τοῦ βαλσάμου ὀπὸς, ἥ τ’ ἀκακίας, πλὴν εἰ μαλακή τις εἴη καὶ ὑγρὰ, τό τε καστόριον καὶ ἡ ἄσφαλ‐ τος, ἢ ὥς τινες ἀῤῥενικῶς ὁ ἄσφαλτος. εἴρηται γὰρ πολ‐ λάκις ὡς οὐδὲν χρὴ φροντίζειν τῆς τοιαύτης λεπτολογίας.
15οἴνῳ δὲ διαβραχέντα λελειώσθω σμύρνα καὶ κρόκος, ἐάν γε ἀσφαλέστερον εἶναί σοι δόξῃ, μὴ κόπτειν αὐτὸν ὑγρὸν ὄντα. πάντες δὲ οἱ ὀποὶ οἴνῳ διαβρεχέσθωσαν, ὥστε καὶ
λυθῆναι καὶ πρὸς τὴν λείωσιν ἐπιτήδειοι γενέσθαι, ὁ τοῦ84

14

.

85

σαγαπηνοῦ, ὁ τοῦ πάνακος, ὁ τῆς μήκωνος, ὃν δὴ καὶ μη‐ κώεινόν τε καὶ ὄπιον ὀνομάζουσιν, ἥ τε ἀκακία, ὅταν ὑγρο‐ τέρα σοι δόξῃ, καὶ δύσκοπτος ὑπάρχῃ, ὅ τε τῆς ὑποκυστί‐ δος χυλὸς καὶ ὁ τῆς γλυκυῤῥίζης. τὸ δὲ θλάσπι καὶ τὸ
5τῆς γογγυλίδος σπέρμα κατὰ μὲν τὰς πρώτας σκευασίας, ὥσπερ ἑώρων τοὺς πρὸ ἐμοῦ σκευάζοντας, καὶ αὐτὸς ἐνέ‐ βαλον ἅμα τοῖς κοπτομένοις εἰς ὅλμον, εἶτά ποτε θεασά‐ μενος ἐμπεπλασμένα διὰ γλισχρότητα τῷ κύτει τοῦ ὅλμου, κατὰ θυίαν ἐδικαίωσα μόνα προλειώσας, ἐπιχέαι οἶνον ἐπ’
10ἐκεῖνα, μέχρις ἂν ἀκριβῶς ὅλα διαλυθῇ, καὶ μετὰ ταῦτα μιγνύναι τοῖς ἐν τῷ οἴνῳ ἰδίᾳ βεβρεγμένοις τε καὶ λελειω‐ μένοις. καὶ τὸν λιβανωτὸν δὲ λειοῦν ἄμεινον ἰδίᾳ καθ’ ἑαυτὸν ἐν θυείᾳ κούφως, ὡς μὴ πλατύνοιτο, κᾄπειτα διατ‐ τήσαντας ἔχειν ἕτοιμον ὡς ἐπιπάττειν, εἴπερ ἐθελήσειας,
15τοῖς μετὰ τοῦ οἴνου λελειωμένοις. τὸ δὲ κόμμι καὶ δια‐ βρέχειν ἐν οἴνῳ ἀναγκαῖον καὶ λειοῦν αὐτό τε καθ’ ἑαυτὸ καὶ μετὰ τοῦ λιβανωτοῦ. ταῦτα μὲν οὖν ἅπαντα καθ’ ὃν
εἴρηται τρόπον παρασκευαζέσθω, τὰ μὲν ἐν θυείᾳ μετὰ τὸ85

14

.

86

εἶναι λελειωμένα, τὰ δὲ διηττημένα καὶ λελειωμένα ξηρά. κατὰ δὲ τὸν καιρὸν αὐτὸν τῆς ἁπάντων ἑνώσεως τηκέσθω μετὰ μέλιτος ἐν ἀγγείῳ διπλῷ πρώτη μὲν ἡ ῥητίνη, μετὰ ταύτην δὲ ὁ στύραξ καὶ ἡ χαλβάνη, προτεθλασμένα καὶ
5προκεκομμένα κατὰ τὸν ὅλμον ὑπέροις, ἢ μοχλοῖς σιδηροῖς, παρασταζομένου βραχυτάτου μέλιτος ὠμοῦ, καὶ μετὰ ταῦτα διὰ τῶν ἡμετέρων δακτύλων πλατυνόμενα, προσεμβαλλέσθω τὶ καὶ τοῦ μέλιτος τετηγμένῃ ῥητίνῃ, καὶ οὕτω πάλιν ἐπι‐ τεθειμένου τοῦ πώματος τῷ ἀγγείῳ διαλυέσθω. βέλτιον
10γὰρ μηκέτι κινεῖν τὸ μέλι τούτων ἐμβληθέντων, ἀλλὰ πω‐ μάσαντας τὸ ἐνεστηκὸς ἀγγεῖον τῷ ὕδατι τὴν ἕψησιν ποιεῖ‐ σθαι. τηκομένων δὲ τούτων ἐπεμβαλλέσθω τοῖς μετὰ τοῦ οἴνου λελειωμένοις τὰ ξηρὰ, καὶ ἀναμιγνύσθω μέχρι πάχους ἱκανοῦ, καὶ οὕτω μετὰ βραχὺ τετηγμένα χλιαρὰ παραχεί‐
15σθω τοῖς ἐν τῇ θυείᾳ διὰ μεγάλου δοίδυκος, ἰσχυροῦ τινος ἀνδρὸς ἑνοῦντος. καὶ ἐπειδὰν ἑνωθῇ καλῶς ἤδη τέ πως παχὺ φαίνηται τὸ ἐξ αὐτῶν, ἐπεμβάλλειν τοῦ μέλιτος ἀφε‐
ψημένου τε μετρίως καὶ δηλονότι καὶ ἀπηφρισμένου, καὶ86

14

.

87

μετὰ τοῦτο τῶν διηττημένων, εἶτ’ αὖθις τοῦ μέλιτος, εἶτ’ ἤδη μιγνύναι χλιαρὰ τὰ τηχθέντα, καὶ τρίβειν ἰσχυρῶς πάντα κατὰ τὴν μεγάλην θυείαν μεγάλῳ δοίδυκι, προσεμ‐ βαλλομένων ὅσα περιττὰ τῶν ξηρῶν ἐστι καὶ τοῦ μέλιτος.
5ὅταν δ’ ὑπὸ τοῦ δοίδυκος ἑνωθῇ πάντα κατὰ τὴν θυείαν, ἐμβάλλειν ὅλμῳ τηνικαῦτα, καὶ διὰ μοχλῶν σιδηρῶν ἀκρι‐ βῶς καθαρῶν, ὡς μηδὲν ἔχειν ἰοῦ, κόπτειν συνεχῶς ἐπα‐ λείφοντα τοὺς μοχλοὺς ὀποβαλσάμῳ, κατέχονται γὰρ ἐν τῷ γλίσχρῳ τοῦ φαρμάκου, καὶ δυσκόλως ὑπὸ τῶν κοπτόντων
10ἀναφέρονται. ὅπως οὖν ἑτοίμως ἀνύοιτο τὸ ἔργον, χρίειν ὀποβαλσάμῳ χρὴ τὰ τοῦ μοχλοῦ πέρατος συνεχῶς, εἰς αὐτὸ τοῦτο δαπανῶντα πᾶν αὐτό. βέλτιον δ’ ἐν ἡλίῳ κόπτειν, ἑνοῦται γὰρ οὕτω θᾶττον ἅπαντα, καὶ τοῦτο πράξαντας σκεπάζειν χρὴ τὸν ὅλμον ἔχοντα τὸ φάρμακον ἐν
15αὐτῷ, καὶ μετὰ δʹ ἡμέρας ἢ εʹ κόπτειν ὁμοίως ἐν ἡλίῳ, καὶ τοῦτο ποιεῖν ἐκ διαλειμμάτων αὖθις καὶ αὖθις, ἡμερῶν στʹ
ἢ ζʹ μέχρι δύο μηνῶν, ἢ πάντως μʹ ἡμερῶν. ταῦτα μὲν οὖν87

14

.

88

ὡς πρὸς τὴν ἀρετὴν τοῦ φαρμάκου γέγραπται πάντα. τὸ δὲ μέλαιναν αὐτὴν γίνεσθαι, τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως εἴ‐ θισται, καὶ ὅστις ἀποτυγχάνει τῆς χρόας ταύτης, καταγε‐ λᾶται, φυλακτέον μὲν ἡμῖν ἐστι, γνωστέον δὲ μηδὲν ἐκ τῆς
5χροιᾶς ὑπαλλάττεσθαι τῆς τοῦ φαρμάκου δυνάμεως. γί‐ νεται δὲ ἡ ἀποτυχία διὰ τὴν κεκαυμένην χαλκῖτιν ξανθὴν καὶ πυῤῥὰν γινομένην. καὶ γὰρ ἐλάχιστον αὐτῆς ἐμβαλλόμενον ὅμως ἐπικρατεῖ κατὰ τὴν χροιάν. ὅπως οὖν μηδὲ κατ’ αὐτὸ τοῦτο δοκῇ τις σφάλλεσθαι, προσεχέτω τὸν νοῦν οἷς ἐρῶ.
10τέτταρας μὲν τὰς πάσας δραχμὰς ἡ ἀντίδοτος λαμβάνει τῆς χαλκίτεως, ὀπτᾷν δὲ προσῆκεν αὐτὴν πολὺ πλέονα κατὰ τόνδε τὸν τρόπον. ἔμβαλε εἰς χυτρίδιον δραχμὰς τῆς ὠμῆς χαλκίτεως οὐχ ἥττους τῶν μʹ. κᾄπειτα διακεκαυμένοις ἄν‐ θραξιν ἐντιθεὶς τὸ χυτρίδιον ἄνευ πωμάτων, ὅταν χυθῇ τὸ
15φάρμακον, ἐποχούμενόν τε θεάσῃ τὸ κουφότατον καὶ ἀφρω‐ δέστατον, αἴρειν αὐτίκα, καὶ θέντα χαμαὶ μὴ καθάπερ εἰ‐ ώθαμεν ἐνίοτε, παραπλησίως τοῖς τὸ πῦρ ἐξάπτουσιν, ἐμ‐
φυσᾷν αὐτῇ. θαυμαστὸν γὰρ ὅπως ἐν τῷδε τὸ πυῤῥὸν88

14

.

89

τῆς χρόας ἴσχει καὶ ξανθὸν, ἀλλὰ μηδ’ ἐν ἡλίῳ τιθέναι. ψυγείσης δὲ λαμβάνειν ὅσον ἀφρωδέστερον ἐποχεῖται, μηδὲν ἔχον ἐν ἑαυτῷ μήτε πυῤῥὸν μήτε ξανθὸν μήτε ὠχρὸν, εἶτ’ ἐξ αὐτοῦ πείρας ἕνεκα λαβόντα βραχὺ καὶ λειώσαντα
5θεάσασθαι μή τι κατὰ τὴν λείωσιν ἐμφαίνοιτο τῶν εἰρημέ‐ νων χρωμάτων. ἐὰν δὲ οἷον ἐλήφθη μένῃ πρασίζον, ἢ τε‐ φρῶδες κατὰ τὴν χρόαν, ἐκ τούτου 𐅻 δʹ. ἐμβάλλειν. ὀλί‐ γον γὰρ τὸ τοιοῦτον εὑρήσεις ἐν πολλῷ τῷ κεκαυμένῳ. τὰ μὲν οὖν ἀναγκαῖα πρὸς τὴν τῆς ἀντιδότου σύνθεσίν τε καὶ
10κατασκευὴν ἤδη λέλεκται πάντα. διαφωνησάντων δέ τι πρὸς τὴν γραφὴν ταύτην Δαμοκράτους τε καὶ Κρίτωνος, ἄμεινον ἔδοξέ μοι καὶ τὰ πρὸς ἐκείνων γεγραμμένα παρα‐ θέσθαι, καὶ πρότερον τὰ Δαμοκράτους, ἐπειδὴ καὶ τὴν χρῆσιν αὐτῆς ὅλην ἔγραψε σαφῶς. ἔστι δὲ δι’ ἐμμέτρου
15λέξεως, ὡς εἴωθεν, ἥτις οὐ μόνον τὸ μνημονεύεσθαι ῥᾳδίως, ἀλλὰ καὶ τὸ μὴ παραποιεῖσθαι τὰς συμμετρίας ἀγαθὸν
ἔχει. ἄρχεται τοίνυν ὁ Δαμοκράτης ἐν τῷ βιβλίῳ καθ’ ὃ89

14

.

90

τὰς ἀντιδότους γράφει, τόνδε τὸν τρόπον ἀπὸ τῆς κοινῆς χρήσεως αὐτῶν, καὶ τῆς κατὰ τὴν θηριακὴν ἰδέας. Τὰς ἀντιδότους ἔχε προπαρεσκευασμένας, Πρὸ πάντων θ’ ἁπλῶς τὰ φαῦλα δηλητήρια,
5Ὧν καὶ χάριν δοκοῦσιν εὕρεσιν λαβεῖν, Καὶ τοῖς θανασίμοις ἀντιδώσεις φαρμάκοις. Προδιδούς τι τοῖς ἔχουσιν ὑπόνοιάν τινα, Μή τις μετὰ τροφὴν φάρμακον φαῦλον λάβῃ, Ἐπὶ τῇ τροφῇ τε. προσφέρεσθαι δ’ ὅταν δοκῇ,
10Ἀναιρετικόν τις, μετὰ τροφὴν εἰληφέναι, Ἐμέσαντι πάντως τὴν προσενεχθεῖσαν τροφὴν, Καὶ δὶς δὲ διδόναι καὶ τρὶς αὐτὰς ἐπίτρεπε, Ὅταν μένῃ σημεῖα φαύλων φαρμάκων. Δώσεις δὲ καὶ τοῖς ἐντυχοῦσιν ἑρπετοῖς,
15Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασιν, Ὕδρων, κεραστῶν, ἀσπίδων, καὶ διψάδων, Καὶ τῶν ἐχιδνῶν, τῶν τε λυσσώντων κυνῶν.
Καὶ γὰρ τὰ τούτων ἐστὶ φαῦλα δήγματα,90

14

.

91

Τῶν τ’ ἐν θαλάττῃ ἰοβόλων πάντων ἁπλῶς, Καὶ τῶν τε λεπτῶν λεγομένων θηραφίων Σφηκῶν, μελιττῶν, σκορπίων, ἀνθηδόνων, Φαλαγγίων τε θανασίμων, καὶ μυγαλῆς.
5Τῆς ἀντιδότου μὲν πλεῖον ἢ δραχμὴν μίαν, Τοῦ καρύου τὸ μέγεθος, καὶ μικρῷ πλέον, Κεκραμένων δὲ ζωρότερον κυάθων δέκα. Οὐκ ἀρκέσει δὲ τοῖς κακῶς δεδηγμένοις Ἅπαξ προσενεγκεῖν, ἀλλὰ διδόναι πολλάκις
10Δεῖ, τοὺς θέλοντας ἐξαλεῖψαι τοὺς φόβους. Δίδου δὲ πρὸς πάντα τὰ πάθη καὶ τὰς νόσους, Ὅσαι φέρουσι τῷ χρόνῳ καχεξίας, Τοὺς περιοδικοὺς πυρετούς τε καὶ ῥίγεα, Μάλισθ’ ὅσα μένει μετὰ πόνου πολὺν χρόνον,
15Ἀποστάσεις φέροντα κυρίων τόπων, Ταῖς πνευματουμέναις τε μήτραις, ἢ κόλον, Ὅσοι τε κύστιν, ἢ νεφροὺς ἀλγήμασι
Χρονίοις ὀχλοῦνται, κᾂν μεθ’ ἑλκῶν, ἢ λίθων.91

14

.

92

Δώσεις δὲ καὶ τοῖς ἡπατικοῖς αὐτὰς καλῶς, Ἀνάγουσί τ’ ἐκ τοῦ θώρακος αἷμα πολλάκις, Καὶ τοῖς τρυγῶδες ἀναφέρουσι καὶ πύον, Ὅθεν ἂν φέρηται τοῦτο, κᾂν ἐκ πνεύμονος.
5Δίδου δὲ καὶ τοῖς ῥήγματα, ἢ καὶ σπάσματα Ἐσχηκέναι λέγουσι τῶν ἐντός τινος, Αἴρεις γὰρ αὐτῶν τοὺς φόβους τε τοὺς πόνους. Προσενεγκέον δὲ τὴν τροφὴν μὴ ῥᾳδίως Πέττουσι, κᾂν λάβωσιν ὀλίγην παντελῶς,
10Ἀεὶ δ’ ἀποξύνουσι, καὶ παραυτίκα Ὅσοις τ’ ἀνάγκη δι’ ἀποδημίας μακρᾶς, Χρῆσθαι πάνυ φαύλοις ὕδασι, καὶ τούτοις δίδου Τῆς ἀντιδότου μὲν ὅσον ἄγειν τριώβολον, Ὕδατος δὲ θερμοῦ τρεῖς κυάθους, ἢ τέσσαρας
15Πρὸ τῆς τροφῆς, ὥραισι τρισὶν, ἢ πλείοσι. Τοῖς δὲ περὶ κύστιν, ἐκ γλυκέος κεκραμένης, Αἱμοπτυϊκοῖς τε καὶ στόμαχον ἡλκωμένοις.
Τοῖς ῥευματιζομένοις δὲ τὸν θώραχ’ ὅλον92

14

.

93

Δώσεις, ἀφεψῶν εἰς ὕδωρ δεσμίδιον Πολίου, τὸ μὲν βέλτιον, ἢ τοῦ Κρητικοῦ, Ἢ καὶ Σκυθικοῦ τὸ κρεῖσσον, τοῦ Ποντικοῦ Θᾶττον. στελεῖς γὰρ τὰς φορὰς τῶν ῥευμάτων,
5Ἐν τρισὶ δὲ κυάθοις, ὡς προεῖπον, πρόσφερε. Τινὲς δὲ καὶ τοῖς σφόδρα πονοῦσιν ὠτίον, Ἀνέντες αὐτὴν ἐν γλυκεῖ τῷ Κρητικῷ Εἰς τοὺς πόρους ἐνέθεσαν ἔριον διάβροχον. Ἐχέτω δ’ ὁ ποιεῖν ἀντίδοτον θέλων καλὴν,
10Πάντα μὲν ἄκρως τὰ μίγματά τ’ ἐξηρασμένα, Τὸν λεγόμενόν τε θηριακὸν πεπονημένον Ἀρτίσκον οὕτω γεγονόθ’, ὡς ὑποδείξομεν. Ἔστιν γὰρ οὗτος τῶν καλῶν ἐκ μιγμάτων. Λαβὼν ἐχίδνας τὰς ἀληθεῖς τοῦ θέρους
15Τὰς ἀρτιθήρους, τὰς μεγάλας ὡς εἴκοσι, Μικρῷ τε πλείους, οὐ γάρ ἐστ’ αὐτῶν πολὺ, Ὃ δεῖ λαβόντας σκευάσαι τὸ φάρμακον,
Τῶν μὲν κεφαλῶν ἀπόκοψον, ὡς τρεῖς δακτύλους,93

14

.

94

Μικρῷ τε πλείους τῶν ἀπὸ τῆς οὐρᾶς μερῶν, Πρῶτον κεφαλὰς μὲν, εἶτα τὰς οὐρὰς τότε. Τοῦτο δὲ ποιεῖν δεῖ προσφάτων ζωσῶν τ’ ἔτι, Εἶτα περιδείρας ῥᾳδίως, ὡς ἐγχέλεις,
5Ἔκβαλλέ τ’ αὐτὸς καὶ τὸ λίπος αὐτῶν ἅπαν, Πλύνας τε καθαρῶς, εἰς λοπάδιον ἐντίθει, Ξηροῦ τ’ ἀνήθου σύμμετρον δεσμίδιον, Ὕδατος δέ τ’ ἀρκοῦν παραχέας, ἕψει μέχρι Ἡ σὰρξ ἀποστῇ ῥᾳδίως τῶν ὀστέων.
10Τὸ λοπάδιόν τε βαστάσας ἀπὸ τοῦ πυρὸς, Τῶν ὀσταρίων τὴν σάρκα καθαρὰν ἀπόβαλε, Στήσας ἀκριβῶς ἰσοβαρῆ ταύτης σταθμὸν Τῆς σαρκὸς, ἄρτου τοῦ καθαροῦ τοῦ πυρίνου, Πρόσμισγε καὶ λείαινε, παραχέων βραχὺ
15Τοῦ ζωμαρίου, ποιῶν τὰ λεπτὰ πέμματα, Ξήραινε καὶ χρῶ θηριακοῖς ἀρτισκίοις. Σκιλλητικοὺς δὲ σκευάσεις οὕτω πάλιν.
Τῷ πυραμητῷ σκίλλαν εὐμεγέθη λαβὼν,94

14

.

95

Λευκήν τε, κάθῃρον πάντα τὸν ξηρὸν φλοιὸν, Πᾶσαν δὲ ῥίζαν τὴν ξυλώδη περίελε, Σταιτί τε περιπλάσας ἔμβαλ’ αὐτὴν εἰς ἴπνον. Ὅταν δὲ νομίσῃς πάνυ καλῶς ὀπτὴν,
5Τότε στήσας αὐτῆς ὅσον ἄγει λίτρας βάρος, Ταύτῃ κατάμισγε λεπτοτάτῃ μίαν ἥμισυ Λίτραν, ἀλεύρου γεγονότος πεφρυγμένων Ὀρόβων ἐπ’ ὀλίγον, καὶ παραχρῆμα λεοτριβῶν, Ποίησον οὕτω λεπτὰ πάνυ κυκλίσκια,
10Ξηρά τε γιγνόμενα, στῆσον ᾗ σοι φίλον· Βαλεῖν τοιοῦτον μίγμα γεγονὸς μὴ πάνυ, Τὴν θηριακήν τε λεγομένην, ἀπορῇς, φράσω, Ἧι καὶ λέγουσι τὸν Μιθριδάτην χρώμενον, Ὅτ’ ἐγένετ’ αὐτῷ θανάσιμα πιεῖν φάρμακα,
15Ἅπας’ ἀνάγκη μετὰ τέκνων πολεμουμένων, Αὐτὸν μὲν οὐ λαβεῖν τινος αἴσθησιν βλάβης. Ξίφει δ’ ἀναιρεθέντα περιγραφῆς τυχεῖν,
Τὰς δ’ αὖ θυγατέρας ἀποβαλεῖν τῷ φαρμάκῳ.95

14

.

96

Σκεύαζε δ’ αὐτὴν, σκιλλίνων κυκλισκίων Δὶς εἴκοσι δραχμὰς, χἀτέρας δὶς τέσσαρας, Ἀρτισκίων δὲ θηριακῶν δὶς δώδεκα, Μέλανός τε πεπέρεως καὶ ὀπίου καὶ μάγματος
5Ξηροῦ, πάλαι κληθέντος ἡδυχρόου μύρου, Τῶν τ’ ἐξ ἑκάστου μίγματος δὶς δώδεκα, Ξηροῦ γλυκυῤῥίζου χυλαρίου δραχμὰς δέκα, Καὶ δύ’ ἐπὶ ταύταις, καὶ ῥόδων ξηρῶν ἴσας, Καὶ κινναμώμου, καὶ ὀποβαλσάμου καλοῦ,
10Ἧς τ’ Ἰλλυριοὶ πέμπουσιν ἴσας ἴρεως, Λευκοῦ τ’ ἀγαρικοῦ, βουνιάδος τοῦ σπέρματος, Τούτων ἑκάστου τὰς ἴσας δυώδεκα, Καὶ Κρητικὸν σκόρδιον ἑνὶ τούτων ἴσον, Σμύρνης, κρόκου, ῥᾶ, πετροσελίνου, στοιχάδος,
15Ξηρᾶς καλαμίνθης, πενταφύλλου ῥιζίων, Καὶ τοῦ πρασίου σπέρματος τῶν σφαιρίων, Λευκοῦ πεπέρεως καὶ μακροῦ, τῆς Ἰνδικῆς
Νάρδου στάχυος, λιβάνου τε καὶ τερμινθίνης,96

14

.

97

Κόστου τε λευκοῦ, καὶ ἔτι δικτάμνου πόας, Σχοίνου τε, μὴ τῶν καρφίων, τοῦ δ’ ἄνθεος, Ξηροῦ τ’ ἀβρέκτου ζιγγιβέρεως τὰς ἴσας, Κασίας μελαίνης τοῦ φλοιοῦ, τούτων πάλιν
5Δὶς τρεῖς ἑκάστου μίγματος δραχμῆς σταθμῷ, Πολίου τε καὶ φοῦ Ποντικοῦ, καὶ θλάσπεως, Χαμαίδρυός τε καὶ στύρακος, καὶ κόμμεως, Καὶ γεντιανῆς, καὶ ἀκόρου, μήου τ’ ἔτι Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος
10Ὑποκυστίδος χυλοῦ τε, καὶ χαλκίτιδος Ὀπτῆς, ὑπερικοῦ σπέρματος τοῦ Κρητικοῦ, Χυλοῦ τ’ ἀκακίας τῆς καλῆς ὑγρᾶς ἔτι, Καθαρᾶς τε νάρδου Κελτικῆς, καὶ Λημνίας, Χαμαιπίτυός τε καὶ ἄμμεως καὶ σεσέλεως,
15Ἀνισαρίου τε σπέρματος πεφρυγμένου, Βότρυός τ’ ἀμώμου, μαλαβάθρου φύλλων ἴσας, Πάντων δ’ ἑκάστου δύο δραχμὰς ρʹ. ἐπιτίθει,
Καὶ βαλσάμου, καρποῦ τε τὰς αὐτὰς δύο.97

14

.

98

Τινὲς δὲ τούτων οὐ καλῶς ἀνὰ τέτταρας. Ὀποπάνακος δὲ τοῦ δακρύου, καὶ χαλβάνης, Δαύκου τε καθαροῦ σπέρματος τοῦ Κρητικοῦ, Καὶ καστορίου, καὶ σαγαπηνοῦ προσφάτου,
5Κενταυρίου τε Κρητικοῦ, μὴ προσφάτου, Ἀριστολοχίας τε λεπτῆς ξηρᾶς καλῶς. Τούτων ἑκάστου πάλιν δραχμὰς βʹ. ἐπιτίθει Ἴσον θ’ ἑνὶ τούτων, στῆσον ἀσφάλτου καλῆς. Τινὲς δ’ ἀνὰ δύο φασὶν, ὅπερ οὐ βούλομαι.
10Πολλάκι γὰρ αὐτὴν, ὡς ἔγραψ’, ἐσκεύασα Οἴνου Φαλερίνου τοῦ καλοῦ τὸ σύμμετρον, Μέλιτος δέκα λίτρας Ἀττικοῦ τοῦ προσφάτου. Τούτων δ’, ἃ μέν ἐστι σπέρμαθ’, ἃ δὲ χυλοί τινων, Ἃ δ’ ἐστὶ φύλλα καὶ δάκρυα καὶ ῥιζία,
15Ἐλάχιστα δ’ αὐτῶν κᾀν μετάλλοις γίνεται. Χυλοὺς μὲν οὖν δάκρυα καὶ μεταλλικὰ Οἴνῳ λέαινε, καὶ μέλιτος ποιῶν πάχος.
Τὰ λοίπ’ ἀποδίδου ξηρὰ πάντα μίγματα,98

14

.

99

Κοπέντα καὶ σηθέντα λεπτῷ κοσκίνῳ, Μίξας τ’ ἐπιμελῶς αὐτὰ, παραχέων τότε, Ζέσας δὶς ἢ τρὶς τὸ μέλι, καὶ δεύσας πάλιν Ἀπόθου, φυλάττων μὴ ξυλίνοις ἀγγείοις,
5Ὑαλίνοις δὲ μᾶλλον, κερατίνοις τε κᾀργυροῖς, Καὶ κασσιτερινοῖς, καὶ κεραμίοις τε πυκνοῖς. Δίδου τε πίνειν, μήτε γεγονὸς ἀρτίως Τὸ φάρμακον, μήτε πάλιν ἐξηρασμένον, Ὅπερ εἰ γένοιτο διὰ τὸ μῆκος τοῦ χρόνου,
10Πάλιν ζέσας πρόσβαλλε μέλιτος σύμμετρον, Συνεκλεάνας τ’ ἐφ’ ἱκανὸν τοῦτο χρόνον, Εὔχρηστον ἕξεις τὴν ἄχρηστον τῷ χρόνῳ, Πολλῷ δ’ ἐλάττω τῆς κεκραμένης ἅπαξ. [Θηριακῆς ἑτέρας σκευασία.] Ὅτι μὲν
15οὖν διαφωνοῦσί τινα πρὸς τὸν Ἀνδρόμαχον, Δαμοκράτης αὐτὸς ἐδήλωσεν εἰπὼν, Τινὲς δὲ τούτων οὐ καλῶς ἀνὰ τέτταρας,
καὶ πάλιν.99

14

.

100

Τινὲς δ’ ἀνὰ δύο φασὶν, ὅπερ οὐ βούλομαι, ὅτι δὲ καὶ σαφέστερον εἴρηται τῶν ὑπὸ Δαμοκράτους γε‐ γραμμένων, καὶ τοῦτο πρόδηλον. οὔσης δὲ καὶ ἄλλης παρ’ ἡμῖν καὶ αὐτοῦ ἐμμέτρου συνθέσεως τῆς θηριακῆς, ἔδοξέ
5μοι κᾀκείνην παραγράψαι, κατὰ τὴν ἐκ παραδόσεως τῶν ἐν αὐτῇ συμμετρίαν, διὰ τὸ σαφεστέραν τε καὶ συντομωτέραν εἶναι τῶν ἤδη γεγραμμένων. Θηριακὴν ᾧδ’ ἄν τις ἐπικεράσαιτο, Δαύκου μὲν καρπὸς, πάνακός τ’ ὀπὸς, ἀσφάλτου τε
10Καὶ σαγαπηνὸν ἴσον, καὶ χαλβάνη, ἄμμι δ’ αὖτις, Λεπτὴ ἀριστολοχία, καὶ ὄρχις κάστορος εἴη, Καὶ κενταυρίου κόμης ἶσον αὖτις ἐπ’ αὐτοῖς Διπλάσιον, στύρακός τε καὶ ἄμμεως, ἀνίσου τε Καὶ φοῦ, καὶ πολίοιο κόμης, μήου τ’ ἀκόρου τε.
15Ἠδὲ χαμαιπίτυος καὶ φύλλα μαλαβάθροιο, Ἔστω καὶ σφραγὶς Λήμνου, ἀπὸ χαλκίτεώς τε Χυλὸν καὶ ξανθὸν ὑποκιστίδος αὖτις ἐπ’ αὐτοῖς,
Κόμμι τε καὶ νάρδου Κελτῶν, ἀπὸ θλάσπεως λεπτῆς,100

14

.

101

Καὶ σεσέλεως τὸ σπέρμα, καὶ ἐκ Κρήτης μαράθροιο, Καὶ καρδαμώμου, ἀπὸ πάντων τέτταρες ἔστων Δραχμαὶ, σμύρνης δ’ αὖ καὶ στοιχάδος, ἠδὲ πρασίου, Κόστου, δικτάμνου τε δραχμὰς στʹ. ἔμβαλ’ ἑκάστου,
5Καὶ μὴν καὶ πεπέρεως μακροῦ, ἑτέρην δ’ ἐπὶ τῇδε, Ἀργεννὴν, ῥῆόν τε ἴσον, ξανθοῖό τε χάλτην. Κωρυκίου τε κρόκου, καὶ ῥίζαν πενταπετήλου, Καὶ δέ νυ, καὶ καλάμην, ἶσα σχοίνου τ’ εὐώδους. Τερμίνθου δ’ ἀπὸ ῥητίνην, νάρδοιό τε ῥίζαν
10Ἰνδῆς, καὶ κασίης σῦριγξ, λιβάνοιό τ’ ἀμήτου Χόνδροι, σπέρμα τε λεπτὸν ἐν οὔρεσιν ἀλδήσκοντος, Πετροσελίνου μίσγε δραχμὰς στʹ. σταθμὸν ἰσάζων. Διπλάσιον δ’ ἔστω σκορδίου, γογγυλίδος τε Σπέρματος ἀγροτέρης, ἴριδός τε, ῥόδων τε πέτηλα
15Ξηρὰ, καὶ ἀγαρικὸν, ῥίζης ἐπὶ τοῖσι γλυκείης Χυλὸς, καὶ βαλσάμου ὀπὸς, καὶ κινναμώμου, Καὶ δριμὺ ζιγγίβερι δραχμὰς βʹ. μάγματος ἔστω
Δὶς τόσον ἡδυχρόου, πεπέρεώς τε μέλανος, καὶ αὐτοὶ101

14

.

102

Ἀρτίσκοι θηρίων ἶσοι, μήκωνος ὀποῖο Σταθμῷ, δὶς δέ τι τόσσον ἐν ἀρτίσκοις βάρος εἴη, Πικρῆς ἐκ σκίλλης μέλιτος δ’ ἐπὶ πᾶσι χέασθαι. Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμάς.
5Ἴσας δ’ αὖτ’ ἀσάρου, καὶ ἀμαράκου, ἀσπαλάθου τε, Καὶ σχοίνου καλάμου τ’ εὐώδεος, ἐκ πόντου τε Φοῦ, ξυλοβαλσάμου τ’ ὀποβαλσάμου τε δραχμὰς τρεῖς. Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ’ αὐτῷ. Σμύρνης δ’ ἓξ δραχμὰς καὶ φύλλα μαλαβάθροιο,
10 Ἴσον δ’ αὖτ’ Ἰνδῆς νάρδου, ξανθοῦ τε κρόκοιο. Καὶ μὴν καὶ κασίης ἶσαι, διπλαῖ δέ τ’ ἀμώμου. Λοιπὴ δ’ ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη Μαστίχη, οἴνῳ δ’ αὖ Φαλερίνῳ φυράσασθαι. ὑπόλοιπον εἶναί μοι δοκεῖ πρὸς τὸ συμπεπληρῶσθαι τὴν
15περὶ τῆς θηριακῆς ἅπασαν διδασκαλίαν, ἐν οἷς ὁ Κρίτων ἤτοι διεφώνησε πρός τι τῶν πρόσθεν γεγραμμένων, ἢ
προσέθηκέ τι τῶν παραλελειμμένων ὑπογράφειν.102

14

.

103

[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμέ‐ νων περὶ τῆς θηριακῆς, ἐν τῷ γʹ. τῶν φαρμακιτίδων βί‐ βλων.] Ἐν μὲν τῇ συμμετρίᾳ τῶν φαρμάκων, βάλλει καὶ αὐτὸς 𐅻 κδʹ. τοῦ μέλανος πεπέρεως, ὥσπερ τοῦ μα‐
5κροῦ 𐅻 στʹ. βάλλει δὲ καὶ χαλκίτεως κεκαυμένης 𐅻 δʹ. καὶ μέλιτος Ἀττικοῦ λίτρας ιʹ. τὰ δὲ θηρία, περὶ τὰ τε‐ λευταῖα τοῦ ἔαρος κατὰ τὸ θέρος, ἢ τῷ τρυγητῷ κελεύει συλλέγειν εὐλαβούμενος δηλονότι τό τε τοῦ θέρους, μετὰ τὰ πρῶτα σύμπαντος, ἄχρι κυνὸς ἐπιτολῆς, καὶ τὸ μετὰ
10τοῦτο, ὃ καλοῦσί τινες ἰδίως ὀπώρας καιρὸν, ἡνίκα καὶ τοῖς ἀνθρώποις τὸ χολῶδες πλεῖστον ὑποτρέφεται. κατὰ δὲ τὸν τρυγητὸν, ὅπερ ἐστὶ τὸ μέσον τοῦ φθινοπώρου, συλ‐ λέγειν ἀξιοῖ καὶ συλλαμβάνειν ἐξ αὐτῶν τὰ μεγάλα καὶ εὔτροφα, καὶ ἕψειν μετὰ ἀνήθου μόνου. τὸ δὲ τῆς σαρ‐
15κὸς αὐτῶν ἐκ δέκα θηρίων ἀθροισθὲν, μιγνύειν ἀξιοῖ σιλιγνίτου ἄρτου μίαν οὐγγίαν, καὶ οὕτως ἀναπλάττειν τοὺς καλουμένους ἀρτίσκους θηριακούς. τοὺς δὲ σκιλλητι‐
κοὺς τόνδε τὸν τρόπον σκευάζειν κελεύει. λαμβάνειν σκίλ‐103

14

.

104

λας ἐν τῷ πυραμητῷ, τηνικαῦτα γὰρ εἶναι μάλιστα ἀκ‐ μαίαν. εὔδηλον δ’ ὅτι πυραμητὸν κέκληκε τὸν χρόνον, ἐν ᾧ τοὺς πυροὺς ἀμῶσιν, ὀπτῆσαι δ’ αὐτὰς ἀποχρώντως ἐν ἴπνῳ κελεύει, περιπλασθείσας γύψῳ ἢ πηλῷ ἐγκρύπτειν
5πυρὶ, μέχρις ἂν αὐτάρκως ὀπτηθῶσι, εἶτα ἀνελομένους λαμβάνειν αὐτῶν τὸ ἐγκάρδιον, οὕτως γὰρ αὐτὸς ὠνόμασε, καὶ λεαίνειν τε μιγνύντας ὀρόβου μέρος ἓν τῷ διπλασίῳ τῆς σκίλλης, ἀναπλάσσειν τε μετὰ ταῦτα τροχίσκους, καὶ ψύχειν ἐν σκιᾷ. περὶ δὲ τῶν ἐν ὅλμῳ κοπτομένων φαρ‐
10μάκων ἐπιμελῶς ἔγραψε, περιδεδέσθαι κελεύων δέρμα περὶ τὸν ὅλμον ἀσφαλῶς, κατὰ τὴν μεσότητα διατετρημένον τοσοῦτον, ὡς δύνασθαι μὴ μόνον τὸ κόπτον ἔλασμα διὰ τῆς ἐκτρήσεως καθίεσθαι, ἀλλὰ καὶ μετὰ τὸ ἀρθῆναι τὸ ἔλασμα, τὴν χεῖρα μετὰ τοῦ μύακος, ὥστε αἴρειν δι’ αὐτοῦ
15τὸ κεκομμένον, καὶ ὀφεῖλον σήθεσθαι. δεήσει δὲ, φησὶ, καὶ ἄλλο δέρμα εἶναι, τὴν ἔκτρησιν ἔχον μικροτέραν, ὡς δι’ αὐτῆς μόνον τὸ ἔλασμα καθίεσθαι πρὸς τὸ κόπτειν τὰ ἐν
τῷ ὅλμῳ, καὶ τοῦτο ἐπιβεβλῆσθαι τῷ προτέρῳ ἄνωθεν. καὶ104

14

.

105

μὴ εὐθέως ἀποκαλύπτειν αὐτὰ, πρὶν ἢ τὸ χνοῶδες κατα‐ στῆναι. κατὰ ταὐτὰ δὲ καὶ διαττώντων ἡμῶν διὰ τοῦ κοσκίνου κεκαλύφθαι κελεύει τὸ διαττώμενον ἄνωθεν, ὅταν τε καταστῇ ἡ κίνησις, τότε ἀνοίγεσθαι, κᾄπειτα αἰρόμενον
5τὸν κόσκινον ἀπομάττεσθαι πτεροῖς.105

14

.

106

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΤΙΔΟΤΩΝ ΒΙ‐
t2ΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
1 [Περὶ τῶν Μιθριδατείων τε καὶ ἄλλων τινῶν Ἀνδρομάχου ἀντιδότων.] Ὁ περὶ τῆς θηριακῆς λόγος εἰς ὅλον βιβλίον ἐκταθεὶς, σύντομον ἐργάζεται τὸν περὶ ἄλλων ἀντιδότων λόγον, ἃς ἐν τῷδε τῷ γράμματι
5πρόκειταί μοι διελθεῖν, ἀπὸ τῆς Μιθριδατείου καλουμένης ἀρξαμένῳ, πρὸς μὲν τὰ πλεῖστα τῶν δηλητηρίων φαρμάκων δραστικωτέρας ὑπαρχούσης, ἀπολειπομένης δὲ ἐν τῇ τῶν ὑπ’ ἐχίδνης δηχθέντων ἰάσει τῆς θηριακῆς ὀνομαζομένης.
ἐπεὶ δὲ καὶ ταύτην καὶ σχεδὸν ἁπάσας τὰς ἀρίστας ἔγραψεν106

14

.

107

ἐφεξῆς ὁ Ἀνδρόμαχος ἐν τῇ τῶν ἐντὸς φαρμάκων διδασκα‐ λίᾳ, διὰ τοῦτο κᾀγὼ πάσας αὐτὰς, ὡς ἐκεῖνος ἔγραψεν, ἐφεξῆς παραθήσομαι. [Ἀνδρομάχου ἀντίδοτοι.] Ἀντίδοτος Μιθριδάτειος, πρὸς
5τὰ θανάσιμα ἰδίως ποιοῦσα, καὶ πρὸς τὰ ἐντὸς πάθη πάντα. Γλυκυῤῥίζης 𐅻 ζʹ 𐅶ʹʹ. καὶ τετρώβολον, ὀπίου 𐅻 δʹ. ὀβολοὺς βʹ. καστορίου 𐅻 στʹ. πολίου 𐅻 εʹ. ὀβολοὺς βʹ. κόστου 𐅻 εʹ. καὶ ὀβολοὺς βʹ. ναρδοστάχυος 𐅻 στʹ. ὀβολοὺς βʹ. κασίας 𐅻 εʹ. ὀβολοὺς βʹ. λιβάνου 𐅻 στʹ. σεσέλεως 𐅻 εʹ.
10ὀβολοὺς βʹ. ὑποκυστίδος χυλοῦ 𐅻 στʹ. ἀκόρου 𐅻 βʹ. σκορ‐ δίου 𐅻 στʹ. ὀβολοὺς βʹ. φύλλου 𐅻 δʹ. γάλλου 𐅻 εʹ. τριώ‐ βολον. οἱ δὲ 𐅻 στʹ. κύφεως 𐅻 στʹ. ὀβολοὺς βʹ. σμύρνης 𐅻 στʹ. κρόκου 𐅻 ζʹ. ὀβολοὺς βʹ. κινναμώμου 𐅻 ζʹ. ὀβολοὺς βʹ. στύρακος 𐅻 εʹ. ὀβολοὺς δʹ. δαύκου σπέρματος
15𐅻 στʹ. τριώβολον, ζιγγιβέρεως 𐅻 ζʹ. ὀβολοὺς βʹ. φοῦ Πον‐ τικοῦ 𐅻 βʹ. πετροσελίνου 𐅻 δʹ. ὀβολοὺς γʹ. νάρδου Κελτι‐
κῆς 𐅻 δʹ. μαράθρου σπέρματος 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ.107

14

.

108

ὑπερικοῦ 𐅻 βʹ. ἀκακίας 𐅻 βʹ. Γεντιανῆς 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. ἀνίσου 𐅻 γʹ. θλάσπεως 𐅻 στʹ. ὀβολοὺς δʹ. μήου ἀθαμαντικοῦ 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. κόμ‐ μεως 𐅻 βʹ. καρδαμώμου 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. σχοίνου 𐅻 στʹ.
5ὀβολοὺς βʹ. ὀποπάνακος 𐅻 στʹ. ὀβολοὺς βʹ. ὀποβαλσάμου 𐅻 στʹ. ὀβολοὺς δʹ. χαλβάνης 𐅻 ζʹ. σκίγκου 𐅻 βʹ. ὀβο‐ λοὺς βʹ. τερμινθίνης 𐅻 στʹ. ὀβολοὺς βʹ. οἴνου Χίου τὸ ἱκα‐ νὸν, μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν. [Ἄλλως ἡ Μιθριδάτειος ὡς Ἀντίπατρος καὶ Κλεό‐
10φαντος.] Σμύρνης 𐅻 ζʹ 𐅶ʹʹ. ὀβολοὺς δʹ. οἱ δὲ γʹ. νάρδου ἶσον, κρόκου 𐅻 ζʹ. ὀβολοὺς γʹ. ὀπίου 𐅻 δʹ. ὀβολοὺς βʹ 𐅶ʹʹ. στύρακος 𐅻 εʹ. καστορίου 𐅻 στʹ. ὀβολὸν ἕνα, κινναμώμου 𐅻 ζʹ. ὀβολοὺς γʹ. πολίου 𐅻 στʹ. ὀβολοὺς γʹ. σκορδίου 𐅻 ζʹ. ὀβολοὺς γʹ. ζιγγιβέρεως τὸ ἶσον, κόστου 𐅻 στʹ. ὀβολοὺς
15γʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. ὀβολοὺς βʹ. πεπέρεως μακροῦ 𐅻 στʹ. ὀβολοὺς γʹ. σεσέλεως 𐅻 εʹ. ὀβολοὺς βʹ. ἀβροτόνου 𐅻 εʹ. ὀβολοὺς βʹ. πετροσελίνου 𐅻 ιδʹ. δαύκου σπέρματος
𐅻 στʹ. ὀβολοὺς γʹ. κασσίας 𐅻 εʹ. ὀβολοὺς γʹ. λιβάνου 𐅻108

14

.

109

στʹ. ὀβολοὺς βʹ. ὑποκυστίδος χυλοῦ 𐅻 στʹ. ὀβολὸν αʹ 𐅶ʹʹ. νάρδου Κελτικῆς 𐅻 δʹ. μαράθρου σπέρματος 𐅻 δʹ. μαλα‐ βάθρου φύλλων 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. ἀκόρου, φοῦ Ποντικοῦ, σαγαπηνοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, Ἰλλυ‐
5ρίδος, ἀνὰ 𐅻 βʹ. μίλτου Λημνίου 𐅻 στʹ. κύφεως, σκίγ‐ κου ὀσφύος, ἀνὰ 𐅻 στʹ. ἀκακίας, κόμμεως, καρδαμώμου, πελεκίνου, ἀνὰ 𐅻 βʹ. θλάσπεως 𐅻 στʹ. ὀβολοὺς δʹ. Γεν‐ τιανῆς 𐅻 δʹ. οἱ δὲ γʹ. ἀνίσου 𐅻 γʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. μήου ἀθαμαντικοῦ ἶσον, σχοίνου 𐅻 στʹ. ὀβολοὺς γʹ. ὀπο‐
10πάνακος 𐅻 στʹ. χαλβάνης 𐅻 στʹ. ὀβολοὺς γʹ. ὀποβαλσάμου τὸ ἶσον, ἀριστολοχίας 𐅻 αʹ. ὑσσώπου 𐅻 γʹ. πρασίου 𐅻 αʹ. χαμαιπίτυος 𐅻 γʹ. λιβανωτίδος 𐅻 εʹ. τερμινθίνης 𐅻 στʹ. τριώβολον, μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, οἶνον μὴ βάλε. [Ἀντίδοτος ἡ Ὀρβανοῦ λεγομένη τοῦ Ἰνδοῦ, πρὸς τὸ
15τὰ ἐντὸς βρέφη ἐκβάλλειν.] Σμύρνης 𐅻 ιεʹ. κρόκου
𐅻 ιστʹ. νάρδου Ἰνδικῆς 𐅻 ιστʹ. κινναμώμου, κασσίας,109

14

.

110

πάνακος, ἀνὰ 𐅻 ιγʹ. ἀμώμου 𐅻 ηʹ. σκορδίου 𐅻 κεʹ. ἐν ἄλλῳ 𐅻 εʹ. σχοίνου ἄνθους 𐅻 ηʹ. μήου ἀθαμαντικοῦ 𐅻 γʹ. ῥόδων χυλοῦ 𐅻 ιβʹ. ὀβολοὺς γʹ. φοῦ 𐅻 εʹ. ὀβολοὺς γʹ. ὑπερικοῦ 𐅻 εʹ. ζιγγιβέρεως 𐅻 στʹ. πεπέρεως μέλανος 𐅻 στʹ.
5πεπέρεως λευκοῦ 𐅻 ηʹ. στύρακος 𐅻 εʹ. ὀβολοὺς γʹ. μαρά‐ θρου ἀγρίου σπέρματος 𐅻 γʹ. ὀβολοὺς δʹ. πεπέρεως μακροῦ 𐅻 εʹ. οἱ δὲ στʹ. κόστου 𐅻 ζʹ. ὀβολοὺς γʹ. τριφύλλου σπέρ‐ ματος 𐅻 εʹ. Γεντιανῆς 𐅻 δʹ. ἀριστολοχίας στρογγύλης 𐅻 δʹ. πολίου 𐅻 εʹ. τριφύλλου ῥίζης 𐅻 εʹ. ὀβολοὺς γʹ. καρδα‐
10μώμου 𐅻 εʹ. ἐχίου ῥίζης 𐅻 δʹ. λιβάνου δραχμὰς στʹ. πε‐ τροσελίνου δραχμὰς στʹ. φλόμου δραχμὰς στʹ. σεσέλεως δραχμὰς εʹ. κυμίνου Αἰθιοπικοῦ δραχμὰς γʹ. βαλσάμου καρ‐ ποῦ δραχμὰς δʹ. νάρδου Κελτικῆς 𐅻 ζʹ. Λημνίας δραχμὰς δʹ. μηκωνείου 𐅻 δʹ. ὀβολοὺς γʹ. κάγχρυος σπέρματος δραχ‐
15μὰς γʹ. κύφεως δραχμὰς δʹ. ἴρεως Ἰλλυρικῆς ἴσον, μανδρα‐ γόρου χυλοῦ δραχμὰς στʹ. ὀβολοὺς γʹ. σαγαπηνοῦ δραχμὰς δʹ.
ὀποπάνακος δραχμὰς γʹ. ἀνίσου δραχμὰς δʹ. ὑποκυστίδος110

14

.

111

χυλοῦ δραχμὰς στʹ. τερμινθίνης δραχμὰς εʹ. ὀβολοὺς γʹ. κα‐ στορίου δραχμὰς εʹ. ὀποβαλσάμου δραχμὰς ιστʹ. πηγάνου ἀγρίου σπέρματος δραχμὰς γʹ. χαλβάνης δραχμὰς δʹ. βουνιά‐ δος σπέρματος ἶσον, ἐλαφείου μυελοῦ δραχμὰς στʹ. ὀβολοὺς
5γʹ. μύρου νάρδου δραχμὰς κʹ. αἵματος ἐριφείου ξηροῦ δραχ‐ μὰς εʹ. ὀβολοὺς τρεῖς, καὶ χηνείου ξηροῦ ἶσον, νήσσης αἵ‐ ματος δραχμὰς γʹ. τριώβολον, βουφθάλμου Αἰγυπτίου χυλοῦ δραχμὰς ηʹ. οἴνου Χίου ἀθαμαντικοῦ τὸ ἱκανόν. [Ἀντίδοτος πανάκεια δι’ αἱμάτων, ᾗ χρῶμαι, πλεί‐
10στην ἐπαγγελίαν ἔχουσα ἐκ τῶν Ἀφροδᾶ.] Κινναμώμου 𐅻 ηʹ. ἀμώμου 𐅻 δʹ. κασσίας σύριγγος μελαίνης 𐅻 ιστʹ. κρόκου 𐅻 ιστʹ. σχοίνου 𐅻 εʹ. λιβάνου 𐅻 εʹ. πεπέρεως λευ‐ κοῦ 𐅻 δʹ. ὀβολοὺς γʹ. καὶ μακροῦ 𐅻 αʹ. ὀβολοὺς γʹ. σμύρ‐ νης 𐅻 ιαʹ. ὀβολοὺς βʹ. νάρδου Ἰνδικῆς 𐅻 ιαʹ. τετρώβολον,
15Κελτικῆς 𐅻 ιστʹ. ὀβολοὺς βʹ. ῥόδων ξηρῶν 𐅻 στʹ. κόστου 𐅻 βʹ. ὀβολοὺς γʹ 𐅶ʹʹ. ὀποβαλσάμου 𐅻 δʹ. ὀβολοὺς βʹ. ὀποῦ
Κυρηναϊκοῦ 𐅻 γʹ. ἄλλοι 𐅻 δʹ 𐅶ʹʹ. στοιχάδος 𐅻 εʹ. ὀβο‐111

14

.

112

λοὺς βʹ. τριφύλλου ῥίζης 𐅻 δʹ. ἢ τοῦ σπέρματος 𐅻 γʹ. σκορδίου ἄνθους 𐅻 ιαʹ. ὀβολοὺς βʹ. πολίου Κρητικοῦ 𐅻 στʹ. ὀβολοὺς βʹ. ἀσάρου 𐅻 βʹ. ἀκόρου 𐅻 γʹ. ὀβολοὺς γʹ 𐅶ʹʹ. δαύκου σπέρματος τὸ ἴσον, ἀνίσου σπέρματος 𐅻 βʹ. κυμί‐
5νου Αἰθιοπικοῦ ἴσον, ῥήου Ποντικοῦ 𐅻 εʹ. ὀβολοὺς γʹ 𐅶ʹʹ. βουνιάδος σπέρματος ἀγρίας 𐅻 γʹ. ἢ γογγυλίδος σπέρματος ἴσον, φοῦ Ποντικοῦ 𐅻 βʹ. μέλιτος ἑφθοῦ τὸ ἱκανόν. [Ἀντίδοτος ἀσύγκριτος ἣν συνέθηκα, ποιοῦσα πρὸς πάντα τὰ ἐντὸς πάθη, ὡς Νικόστρατος.] Ῥίζης γλυ‐
10κείας, μαλαβάθρου φύλλου, ὀποβαλσάμου, ἀγαρικοῦ, κιννα‐ μώμου ἀνὰ 𐅻 ιγʹ. ζιγγιβέρεως, τριφύλλου σπέρματος, ἀμώ‐ μου, πηγάνου ἀγρίου σπέρματος, ἀρκευθίδων μὴ πεπείρων ξηρῶν ἀνὰ 𐅻 ιεʹ. πετροσελίνου ἀνὰ 𐅻 ηʹ. ὀποῦ μήκωνος ἴσον, καστορίου, πεπέρεως μακροῦ, ὑποκυστίδος χυλοῦ,
15κύφεως ἀνὰ 𐅻 ιβʹ. ὀβολοὺς βʹ. πολίου, πεπέρεως λευκοῦ, σεσέλεως, βδελλίου ἀνὰ 𐅻 ιεʹ. ὀβολοὺς γʹ. σχοίνου ἄνθους,
κόστου ἀνὰ 𐅻 ιβʹ 𐅶ʹʹ. δαύκου σπέρματος, θλάσπεως ἀνὰ112

14

.

113

𐅻 ιγʹ. ναρδοστάχυος 𐅻 κδʹ. κασσίας μελαίνης ῥίζης 𐅻 ιστʹ. λιβάνου, πάνακος, ὀποπάνακος, ἀνὰ 𐅻 ιβʹ. ἀκόρου 𐅻 εʹ. σκορδίου 𐅻 ιζʹ. μαράθρου, νάρδου Κελτικῆς, Γεντιανῆς, ῥόδων ἄνθους, κόμμεως, ὀποῦ Κυρηναϊκοῦ, καρδαμώμου,
5ἀμμωνιακοῦ θυμιάματος, ἐχίου ῥίζης, ἀπαρίνης χυλοῦ, ἀνὰ 𐅻 ηʹ. σαγαπηνοῦ, ὑπερικοῦ, ἀκακίας χυλοῦ, ἴρεως Ἰλλυρι‐ κῆς, ἀνὰ 𐅻 ιδʹ. σμύρνης στακτῆς 𐅻 κʹ. κρόκου δραχμὰς λʹ. στύρακος δραχμὰς ιαʹ. ὀβολοὺς βʹ. φοῦ, μήου, δικτά‐ μνου, βουνιάδος σπέρματος, καλάμου ἀρωματικοῦ, ἀνὰ δραχ‐
10μὰς ηʹ ἢ ιʹ. ἀνίσου, ἀσάρου, ἀγαρικοῦ, σκίγκου, ἀνὰ δραχ‐ μὰς στʹ. τερμινθίνης, ἀνὰ δραχμὰς ιδʹ. ὀβολοὺς δʹ. χαλβά‐ νης δραχμὰς εʹ. νήσσης θηλείας αἵματος, ἐριφείου αἵματος, ἀνὰ δραχμὰς ζʹ. πεπέρεως μέλανος καὶ πεπέρεως μακροῦ, ἀνὰ 𐅻 κδʹ. κροκομάγματος ἴσας, πενταφύλλου ῥίζης,
15ὀριγάνου ἀγρίου, πρασίου, στοιχάδος, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἀνὰ
𐅻 στʹ. λημνίας σφραγῖδος 𐅻 λʹ. χηνείου αἵματος, χελώνης113

14

.

114

θαλασσίας, ῥήου Ποντικοῦ ἀνὰ 𐅻 ζʹ. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν· ἡ πόσις κυάμου μέγεθος ἐν ὕδατι. ποιεῖ καὶ πρὸς τεταρταῖον, πρὸς δὲ τὰ θανάσιμα, ὡς οὐκ ἄλλη. Ἀντί‐ δοτος Αἰλίου Γάλλου, ᾗ Καῖσαρ συμφώνως, ταύτῃ καὶ Χάρ‐
5μης ἐχρήσατο, ποιοῦσα πρὸς τὰ θανάσιμα καὶ ἰοβόλα, κᾂν τόπον ἑρπετῶν καταῤῥάνῃς, φυγαδεύσεις. ποιεῖ πρὸς ῥεῦμα πᾶν ὀφθαλμῶν, καὶ τῶν λοιπῶν ἀναξηραίνουσα, δυσαρεστή‐ ματα λύει, πυρετοὺς χρονίους καὶ περιοδικούς. ποιεῖ δὲ καὶ ἐπὶ τῶν δυστραπέλως καθαιρομένων γυναικῶν, ἀλύπως
10ἔμβρυα ἐκκρίνει, ποιεῖ καὶ πρὸς φθισικούς. ἡ δόσις καρύου Ποντικοῦ μεθ’ ὕδατος κυάθων δʹ. ἐπὶ δὲ τῶν ἐχεοδήκτων σὺν οἴνῳ. Σμύρνης 𐅻 ιβʹ. κρόκου 𐅻 ιδʹ. νάρδου ιδʹ. σχοίνου ιβʹ. κινναμώμου βʹ. ἀμώμου δʹ. χαλβάνης ιαʹ. τερ‐ μινθίνης 𐅻 εʹ. πεπέρεως λευκοῦ ιʹ, καὶ μακροῦ λβʹ. κόστου
15𐅻 ηʹ. λιβάνου ιβʹ. ὀποῦ μήκωνος ἶσον, σκορδίου 𐅻 νʹ. ἐν ἄλλῳ ηʹ. πολίου δʹ. ὑποκυστίδος χυλοῦ ιβʹ. πετροσελίνου ιηʹ.
σεσέλεως ιδʹ. δαύκου σπέρματος ιστʹ. ὀποβαλσάμου ιβʹ. ὀπο‐114

14

.

115

πάνακος ἴσον, καστορίου ηʹ. μέλιτος Ἀττικοῦ ξε. βʹ. Ἀν‐ τίδοτος Ζωπύριος. Κινναμώμου 𐅻 γʹ. σμύρνης στακτῆς 𐅻 εʹ. νάρδου εʹ. δίδοται καρύου Ποντικοῦ μέγεθος σὺν ὕδατι, κυάθοις τρισὶν ἐπ’ ἐνιαυτόν.
5 [Περὶ τῆς Μιθριδατείου ἀντιδότου, ὡς Δα‐ μοκράτης.] Ταύτας μὲν οὖν τὰς ἀντιδότους τὰς γεγραμ‐ μένας πάσας ὁ Ἀνδρόμαχος ἔγραψεν. ἐπεὶ δὲ τὰ διὰ μέ‐ τρων γεγραμμένα, καὶ πρὸς ἀκρίβειαν τῶν σταθμῶν τῶν φαρμάκων, καὶ πρὸς μνήμην ἐστὶ χρησιμώτατα, διὰ τοῦτο
10καὶ τὰς ὑπὸ Δαμοκράτους συγγεγραμμένας ἀξιολόγους ἀντι‐ δότους ἐφεξῆς ὑπέταξα, τὴν ἀρχὴν ἀπὸ τῆς Μιθριδατείου ποιησάμενος. [Αἱ ὑπὸ Δαμοκράτους ἀντίδοτοι γεγραμμέναι.] Ἀν‐ τίδοτος ἣν λέγουσι Μιθριδάτειόν τινες τῶν σφόδρα ἐπισή‐
15μων, δραστικὸν φάρμακον πρὸς πᾶν πάθος πᾶσάν τ’ ἀν‐ τίδοτον εἶπον ποιεῖν. Σμύρνης Ἀραβικῆς Τρωγλοδύτιδος δραχ. ιʹ.
Κρόκου ιʹ. ἀγαρικοῦ ιʹ. ζιγγιβέρεως115

14

.

116

Ιʹ. Κινναμώμου ιʹ. ναρδοστάχυος Ιʹ. λιβάνου ιʹ. θλάσπεως ιʹ. Καὶ σεσέλεως, ὀποβαλσάμου, σχοίνου τε καὶ Στοιχάδος, κόστου, χαλβάνης, τερμινθίνης,
5Μακροῦ πεπέρεως, καστορίου τε Ποντικοῦ, Ὑποκυστίδος χυλοῦ τε, καὶ στύρακος καλοῦ, Ὀποπάνακος, καὶ μαλαβάθρου φύλλων νέου, Πάντων ἑκάστου τὰς ἴσας δὶς δʹ. Κασίας μελαίνης ζʹ. πολίου ζʹ.
10Λευκοῦ πεπέρεως ταὐτὸ, σκορδίου τ’ ἴσον, Τοῦ Κρητικοῦ δαύκου τε ταὐτὸν σπέρματος. Ἴσας δ’ ἔνι τούτων, βαλσάμου καρποῦ δραχμὰς, Καὶ κύφεως τὸν αὐτὸν ἐνίοτε τούτων σταθμόν. Τινὲς δὲ καὶ βδελλίου ἐπὶ τούτων ἴσον,
15Νάρδου καθαρᾶς δὲ Κελτικῆς, καὶ κόμμεως, Καὶ πετροσελίνου, καὶ ὀπίου, μηκωνείου, Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος,
Καὶ Γεντιανῆς, καὶ ῥόδων φύλλων ἴσας,116

14

.

117

Ἀνὰ εʹ. δραχμὰς μικρὸν ἐπιῤῥεπέστερον. Τοῦ Κρητικοῦ τε ταὐτὸ δικτάμνου μέρος, Ἀνίσου τε καὶ ἀσάρου τε γʹ. δραχ. Ἀκόρου τε καὶ φοῦ, καὶ σαγαπηνοῦ τὰς ἴσας,
5Ἀθαμαντικοῦ μήου τε καὶ τῆς ἀκακίας, Σκίγκου τε γαστρὸς, ὑπερικοῦ τε σπέρματος. Τούτων ἴσα πάντων ἀνὰ βʹ 𐅶ʹʹ. Ὁλκάδας, οἴνου τὸ μέτριον, καὶ μέλιτος Τὸ σύμμετρον, ὡς τάσδ’ ὁμοίως οὕτως σκεύασον.
10Ἐπεὶ οὖν κύφεως ἐμνημόνευσεν ὁ Δαμοκράτης, ὃ καὶ αὐτὸς κατασκευάζεται, διὰ τοῦτο καλῶς ἐποίησε, προσγράψας αὐ‐ τοῦ τὴν κατασκευὴν, ἐφεξῆς γεγραμμένην. Τὸ κῦφι δ’ οὐδέν ἐστιν οὐδὲ μίγμ’ ἁπλοῦν, Οὐδ’ αὐτὸ γῆ φέρει τις, οὐδ’ ὀπίζεται.
15Αἰγύπτιοι δὲ τοῦτο τῶν θεῶν τισιν Ἐπιθυμιῶσι σκευάσαντες, ὡς φράσω. Λευκὴν λαβόντες σταφίδα τὴν λιπαρωτάτην,
Αἴρουσι τὸν φλοιόν τε καὶ τὸ σπέρμ’ ἅπαν.117

14

.

118

Τὴν σάρκα δ’ αὐτῆς λεοτριβήσαντες καλῶς Ἱστᾶσι δραχμὰς Ἀττικὰς δὶς δώδεκα, Τερμινθίνης τε ταὐτὸ τῆς κεκαυμένης, Σμύρνης τε ιβʹ. κινναμώμου δʹ.
5Σχοίνου ιβʹ. καὶ κρόκου μία, βδελλίου Ὄνυχας δραχ. γʹ. ἀσπαλάθου βʹ 𐅶ʹʹ. Ναρδοστάχυος γʹ. καὶ κασίας γʹ. τῆς καλῆς Καθαρᾶς, κυπείρου γʹ. δραχμὰς, ἀρκευθίδων Ἐκ τῶν μεγίστων καὶ λιπαρῶν ταύταις ἴσας,
10Θʹ. δὲ καλάμου τοῦ μυρεψικοῦ δραχμὰς, Μέλιτος τὸ μέτριον, παντελῶς οἴνου βραχὺ, Βδέλλιον, οἶνον, σμύρναν εἰς θυΐδιον Βαλόντες, εὖ τρίβουσιν ὡς μέλιτος πάχος Ὑγροῦ ποιῆσαι, καὶ προσαποδόντες μέλι
15Τὴν σταφίδα συντρίβουσιν, εἶτα λεῖα δὲ Ἅπαντα καταμίξαντες ἐκ τούτου κύκλους
Βραχεῖς ποιοῦντες θυμιῶσι τοῖς θεοῖς.118

14

.

119

Ῥοῦφος μὲν οὕτω δεῖν ἔφασκε σκευάσαι, Ἀνὴρ ἄριστος ἑκτικός τ’ ἐν τῇ τέχνῃ. Ἔνιοι δὲ κιννάμωμον οὐ σχόντες βαλεῖν Μίσγουσι ταὐτὸ καρδαμώμου σπέρματος.
5Χρῶνται δ’ ὁμοίως τῇ πρὸ ταύτης συνθέσει. Τινὲς δὲ καὶ τοῖς ἧπαρ ἢ τὸν πνεύμονα, Ἢ καί τι ἕτερον σπλάγχνον ἐξηλκωμένοις Πίνειν διδόασιν, ὡς δραχμὴν τοῦ φαρμάκου. [Περὶ τριῶν ἀντιδότων ἀξιολόγων, δυοῖν
10πρὸς τὴν φθίσιν καὶ μιᾶς πρὸς τὰ δηλητήρια.] Μεμνη‐ μένου δὲ τοῦ Δαμοκράτους καὶ ἄλλων ἀντιδότων ἀξιολόγων, ἄμεινον ἔδοξέ μοι κᾀκείνας διὰ τὴν αὐτὴν χρείαν ἐν μέτρῳ γεγραμμένας ὑπ’ αὐτοῦ παραθέσθαι. τὴν μὲν οὖν θηρια‐ κὴν ὀνομαζομένην ὅπως συντίθησιν ἐν τῷ πρὸ τούτου λόγῳ
15δεδήλωκα· νυνὶ δὲ τὰς ἐφεξῆς αὐτῆς γεγραμμένας παρα‐ θήσομαι.
Ἄλλη σφόδρα καλὴ πρὸς φθισικοὺς κεχρονισμένους,
Τούς θ’ αἷμ’ ἀνάγοντας, καὶ πυρέσσοντας λάθρα,119

14

.

120

Καὶ τοὺς ἔχοντας ἀσθενῆ θώρηκα, Καὶ τοὺς στομαχικοὺς, ἡπατικοὺς, νεφριτικοὺς, Καὶ πρὸς ἃ προεῖπον πάντα. τοῖς τρυφερωτέροις Μᾶλλον προσηνὴς, ἀλλ’ ἔλαττον δραστική.
5Ταύτῃ λέγουσι τὸν Σεβαστὸν ἡδέως Χρησάμενον ὑγιᾶ γεγονέναι ἐν βραχεῖ χρόνῳ, Πλευροῖς τε καὶ θώρακι δυσχρηστούμενον. Ἔχει δὲ ψυλλίου τε καὶ κασίας κιῤῥᾶς, Ναρδοστάχυός τε, καὶ καθαρᾶς τῆς Κελτικῆς,
10Καὶ κινναμώμου, καὶ κρόκου τοῦ προσφάτου, Ἀνὰ ιβʹ δραχμὰς, καὶ ὀποβαλσάμου δέκα, Στακτῆς Ἀραβικῆς παχυτάτης ιστʹ. Σχοίνου τε λεπτῆς, Λημνίας τε τῆς καλῆς, Ῥᾶ Ποντικοῦ τε, πηγάνου τε σπέρματος,
15Τὸ δ’ ἄγριόν ἐστι πήγανον κρεῖττον πολὺ, Καλοῦ τ’ ἀμώμου καὶ ῥόδων ξηρῶν ἴσον, Λευκοῦ τε πεπέρεως, βουνιάδος τοῦ σπέρματος.
Ἔστω δ’ ἀγρίας τοῦτο, μὴ τῆς ἡμέρου,120

14

.

121

Τούτων ἀνὰ δραχμὰς δʹ. λιβάνου τε γʹ. Ἴσον τε λιβάνῳ προσβαλεῖς τὸ Κρητικὸν Δίκταμνον, ἱκανῶς ξηρὸν, ἀλλὰ πρόσφατον. Ταὐτό τε κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος.
5Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ, Μόνον δὲ τὸ ψύλλιον εἰς ὅλμον βαλὼν, Κόψον πολὺ πλέον, ἵνα λάβῃς ὅσον θέλῃς. Ἅπαν γὰρ αὐτὸ λεπτὸν ἀδύνατον ποιεῖν. Σκεύαζε δ’ οὕτω, τὴν καλὴν στακτὴν βαλὼν
10Εἰς πλατυτέραν θυείαν, οἴνου παραχέων Λιπαροῦ Φαλερίνου τὸ μέτριον, λέαινέ τε Ἐπ’ ὀλίγον αὐτὰ, καὶ ὀποβάλσαμον τότε Μιγνὺς, δίϋγρον τοῦτο δ’ ἐστὶ χρήσιμον, Παρεμπάσσων τε τὰ ξηρὰ πάντα μίγματα,
15Ἄφες δ’ ὀλίγον συμπιεῖν τὸ φάρμακον, Τό, τε μέλι ζέσας, δὶς ἢ τρὶς αὐτῶν καταχέαι, Ἑνῶν τε τὴν ἀντίδοτον ἀποθήσεις τότε,
Εἰς πυξίδ’ οἵαν εἶπον ἔμπροσθεν βραχὺ,121

14

.

122

Διδοὺς ὁμοίως κᾀπὶ τῶν αὐτῶν παθῶν. Ἄλλη σφόδρα καλὴ πρὸς ἃ εἶπον πάνθ’ ἁπλῶς, Φασὶν δ’ ἀμείνω τήνδε πρὸς τὰ πνεύματα Πολλοῖς χρόνοις λυποῦντα τὸν στόμαχον, ποιεῖν,
5Καὶ βορβορυγμοὺς τοὺς ἐνοχλουμένους ἀεὶ, Τῶν ἐντέρων, κώλου τε, καὶ τῆς γαστέρος. Ποιεῖ δὲ καὶ γέρουσιν ὀξυωπίαν. Τοῖς θηριοδήκτοις δ’ ἐστὶ συμφορωτάτη. Σκεύαζε δ’ αὐτὴν, ταῦτ’ ἔχων τὰ μίγματα.
10Κυρηναϊκοῦ τοῦ καλοῦ δραχμὴν ὀποῦ, Ἀκόρου τε καὶ φοῦ καστορίου τε καὶ ἀσάρου, Καὶ καρδαμώμου σπέρματος καὶ κόμμεως, Χυλοῦ τ’ ἀκακίας, τῆς ἀρίστης ἴρεως, Καθαροῦ σαγαπηνοῦ, ὑπερικοῦ τοῦ Κρητικοῦ,
15Τούτων ἑκάστου βʹ. δραχμὰς ῥεπέστερον, Ὀποβαλσάμου τε τοῦ διαυγοῦς γʹ. δραχμὰς, Ὀποβαλσάμῳ δὲ ταὐτὸ ψυλλίου βάρος,
Λευκοῦ τε πεπέρεως, πετροσελίνου, Κελτικῆς122

14

.

123

Στάχυός τε νάρδου, μαλαβάθρου φύλλου νέου Αἰθιοπικοῦ τε, καὶ κυμίνου σπέρματος, Ἀθαμαντικοῦ μήου τε, κἀμώμου καλοῦ, Μήκωνος, ὀπίου, γεντιανῆς καὶ βαλσάμου,
5Στήσας ἑκάστου δραχμὰς δʹ. σταθμῷ, Στύρακος σταγόνας δὲ εʹ. καὶ τριώβολον. Κόστου δὲ λευκοῦ καὶ σεσέλεως, θλάσπεως, Κασίας μελαίνης εʹ. ἑκάστου βʹ. ὀβολοὺς, Σχοίνου τε, πολίου ἀνὰ εʹ. τριώβολον,
10Καὶ Κρητικοῦ δὲ ταὐτὸ, δικτάμνου πόας Ταύτης ἴσον, πρόσβαλλε σκορδίου σταθμόν. Μακροῦ πεπέρεως καὶ λιβάνου καὶ Λημνίας Σμύρνης, γλυκυῤῥίζης, χαλβάνης, τερμινθίνης, Ξηροῦ τε νήσσης αἵματος, τοῦ προσφάτου,
15Ὀποπάνακός τε καὶ μαράθρου τοῦ σπέρματος, Ξηρῶν ῥόδων φύλλων, καὶ τῆς ὑποκιστίδος Χυλοῦ καλῶς γεγονότος, ἀγαρικοῦ τ’ ἴσα,
Τοῦ Κρητικοῦ δαύκου τε καθαροῦ σπέρματος,123

14

.

124

Ἀνισαρίου τε σπέρματος, σκίγκου τ’ ἴσον, Δὶς τρὶς ἑκάστου μίγματος βαλεῖς σταθμὸν, Καὶ ζιγγιβέρεώς τε τοῦ ξηροῦ καλῶς, Καὶ κινναμώμου καὶ κρόκου δὶς τέσσαρας,
5Μέλιτός τε χρηστοῦ τὸν διπλοῦν πᾶσι σταθμὸν, Οἴνου τε Χίου τοῦ καλοῦ τὸ σύμμετρον. Ἢ τοῦ Φαλερίνου ταὐτὸ τοῦ κεχρονισμένου. Σκεύαζε δ’ αὐτὴν, ὡς προεῖπον δεῖν ποιεῖν, Τὴν θηριακὴν ἀντίδοτον ἔμπροσθεν βραχὺ,
10Διδόναι θ’ ὁμοίως πᾶσιν, ὡς ἐκείνην ἔφην. Ἄλλη δι’ αἱμάτων ἀντίδοτος, ἥν φασίν τινες Ποιεῖν ἄμεινον πρὸς τὰ δηλητήρια. Ἔχει δὲ χηνὸς αἵματος ξηροῦ δύο, Καὶ τρεῖς χελώνης τῆς θαλασσίας δραχμὰς,
15Τὸ δ’ αὐτὸ νήσσης, καὶ ἐρίφου γʹ. τὰς ἴσας. Νήσσης δ’ ἄμεινον αἷμα θηλείας δοκεῖ, Στακτῆς Ἀραβικῆς παχυτάτης δραχμὰς ιʹ.
Ναρδοστάχυός τε τὰς ἴσας σμύρνης δραχμὰς,124

14

.

125

Καὶ κινναμώμου τοῦ καλοῦ δὶς τρεῖς δραχμάς. Ῥόδων δὲ φύλλων ξηροτάτων δὶς τέσσαρας, Σχοίνου, λιβάνου, κόστου, μία ἑκάστου δραχμὴ, Καὶ τρεῖς ἀμώμου, πεπέρεως λευκοῦ τὰς ἴσας,
5Καὶ τοῦ μακροῦ δὲ πεπέρεως μίαν ἥμισυ, Κρόκου δὲ δώδεκα καὶ κασίας δὶς δʹ. Ῥίζης τριφύλλου εʹ. πολίου τὰς ἴσας, Ὀποβαλσάμου τρεῖς, πετροσελίνου δʹ. Ἀρκευθίδων τῶν λιπαρῶν, καὶ ἀκόρου δύο,
10Ῥᾶ Ποντικοῦ, μήου τε, δικτάμνου δύο, Τουτέστι ἀνὰ δύο, φοῦ τε τὰς αὐτὰς βʹ. Ἀμμωνιακοῦ τε ὡσαύτως θυμιάματος, Μαράθρου δραχμὰς βʹ. ἀγαρικοῦ δύο ἥμισυ, Τρεῖς τοῦ πετραίου πηγάνου, δαύκου βʹ.
15Ἀνισαρίου τε καὶ ἀσάρου μίαν ἥμισυ, Ἴσον δὲ τούτοις, τούτοις πάλιν Ἴσον κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος,
Καὶ γʹ. δραχμὰς βουνιάδος ἀγρίας σπέρματος,125

14

.

126

Τούτοις προσαπόδος εʹ. σκορδίου δραχμὰς, Τὸ Κρητικὸν δ’ ἄμεινον ὡς προείπομεν, Μέλιτος ἅπασι τοῦ καλοῦ διπλοῦν σταθμόν. Ἅπαντα λεπτὰ λεῖα τὰ προειρημένα,
5 Ἑφθῷ τε τῷ μέλιτι δεύσας ἀποτίθου. [Περὶ Χάρμου ἀντιδότου.] Μετὰ τὰς γε‐ γραμμένας ἀντιδότους ἄχρι δεῦρο, τὴν Μιθριδάτειον ἔγρα‐ ψεν ὁ Δαμοκράτης, ἣν ὀλίγον ἔμπροσθεν ἐγὼ παρεθέμην. ὑπερβὰς οὖν αὐτὴν, ὡς ἐφεξῆς γράφει, προσθήσω.
10 Ἀντίδοτος, ἥν φασιν οἱ νεώτεροι Χάρμην, Θεραπεύει δὲ διαθέσεις κεχρονισμένας, Ἃς οὐδὲν ὠφέλησεν ἕτερα φάρμακα. Σμύρνης ἔχει δὲ τῆς καλῆς, ὀποβαλσάμου, Ὑποκιστίδος χυλοῦ τε, καὶ λιβάνου καλοῦ,
15Ὀποπάνακος καθαροῦ τε καὶ νέου κρόκου, Τούτων ἑκάστου μίγματος δυοκαίδεκα. Κόστου δὲ λευκοῦ, καστορίου τε Ποντικοῦ,
Τερμινθίνης τε τῆς καθαρᾶς, σχοίνου τ’ ἴσον.126

14

.

127

Πάλιν δ’ ἑκάστου μίγματος δὶς δʹ. Βότρυός τ’ ἀμώμου τέσσαρας, πολίου τ’ ἴσας, Καὶ κινναμώμου δʹ. πάλιν καλοῦ, Δὶς τρεῖς δὲ δαύκου Κρητικοῦ τοῦ σπέρματος.
5Τὸ δ’ αὐτὸ δαύκῳ σεσέλεως τοῦ σπέρματος, Κασσίας δὲ κιῤῥᾶς τοῦ φλοιοῦ δὶς θʹ. Καὶ πετροσελίνου σπέρματος ταύταις ἴσας, Μακροῦ πεπέρεως προσφάτου δὶς δώδεκα, Τὸ γὰρ παλαιὸν σητοκόπον εὑρίσκεται,
10Λευκοῦ ιʹ. δραχμὰς, χαλβάνης καθαρᾶς ιʹ. Ναρδοστάχυος δὲ τῆς καλῆς ἑκκαίδεκα, Δὶς δ’ εἴκοσιν καὶ εʹ. Κρητικοῦ καλοῦ, Καὶ προσφάτου. πρόσβαλλε σκορδίου δραχμὰς, Τριπλοῦν δὲ μέλιτος πᾶσι τοῖς ξηροῖς βάρος.
15Σκεύαζε δ’ αὐτὸν, ὡς προεῖπον σκευάσαι. Ἄλλας τε δυνάμεις καὶ διδοὺς αὕτως πάλιν. Ταύτην ἐπώλει Χάρμης Ἀττικῶν δραχμῶν
Δὶς πεντακοσίων, οὐδ’ ὅλην λίτραν διδοὺς,127

14

.

128

Ἐδόκει δὲ χάριτα διδόναι τοῖς ὠνουμένοις. Τῶν δ’ ἀξιοπίστων Χάρμιδός τις γνωρίμων Ταύτην ἔφασκε τὴν γραφὴν δοκιμωτάτην. Νάρδου δὶς ηʹ. στάχυος Ἰνδικῆς δραχμὰς,
5Σμύρνης τε χρηστῆς, καὶ ὀπίου, μηκωνείου, Ὑποκιστίδος τε χυλοῦ, καὶ ὀποβαλσάμου, Ὀποπάνακός τε τοῦ καθαροῦ καὶ προσφάτου, Καὶ καστορίου καὶ λιβάνου πάντων ἴσα, Ἀνὰ ιβʹ. δραχμὰς δʹ. δὲ χαλβάνης,
10Τερμινθίνης τε εʹ. πολίου τέσσαρας, Κασίας μελαίνης τῆς καλῆς δὶς δʹ. Λευκοῦ πεπέρεως βʹ. δραχμὰς, μακροῦ μίαν Καὶ βʹ. ὀβολούς. κρόκου δὲ κωρυκίου ιʹ. Μίαν δὲ πρὸς ταύταισι καὶ δὶς δʹ.
15Σχοίνου πάνυ λεπτῆς, τοῦ τ’ ἀμώμου δʹ. Βʹ. κινναμώμου, σεσέλεως δραχμὰς δύο, Δαύκου δραχμὰς στʹ. σπέρματος τοῦ Κρητικοῦ,
Καὶ πετροσελίνου σπέρματος δὶς θʹ.128

14

.

129

Δὶς δʹ. δὲ σκορδίου κόμης δραχ. ζʹ. Βδέλλης ὄνυχός τε τῆς διαυγοῦς, ὡς δραχμὴν, Μέλιτός τε λίτρας εʹ. καὶ μικρῷ πλέον. Σκεύαζε δ’ οὕτω, προδιαλύσας τοὺς ὀποὺς
5Τῷ μέλιτι θερμῷ, τήν τε ῥητίνην καλῶς, Τὰ ξηρὰ πάντα παραπλάσσεις σεσησμένα. Οὕτω δ’ ἑνώσας πάντα, δώσεις Ποντικοῦ Καρύου τὸ μέγεθος τοῖς ὀφείλουσιν λαβεῖν. [Περί τινων ἄλλων ἀντιδότων τῶν ὑπὸ
10Δαμοκράτους γεγραμμένον.] Ἐφεκτικὴν δ’ ἀντίδοτον εἰ βούλει ποιεῖν, Αἵματος ἄνω τε καὶ κάτω πολλοῦ φορᾶς, Ταύτην ἀκριβῶς σκευάσας, ἕξεις καλὴν, Κρόκου Κιλικίου τοῦ καλοῦ καὶ προσφάτου
15Δραχμὰς δὶς ηʹ. καὶ ὀπίου, μηκωνείου, Λιβάνου τ’ ἀτμήτου, καὶ καθαρᾶς σμύρνης ἴσον, Πάντων ἑκάστου πάλιν δραχμὰς ιστʹ.
Φλοιοῦ δὲ ῥίζης μανδραγόρου δὶς δʹ.129

14

.

130

Ὑοσκυάμου δὲ σπέρματος τρὶς δʹ. Τρὶς βʹ. δραχ. μηκωναρίου τοῦ σπέρματος, Τρεῖς κινναμώμου τοῦ καλοῦ δραχμὰς σταθμῷ. Ῥοὸς δὲ χυλοῦ Παταρικῆς ἢ Συριακῆς
5Τρὶς κεʹ. καὶ ἑτέρας δὶς δώδεκα. Σκεύαζε δ’ οὕτω, τὸν κρόκον κεκαθαρμένον, Ἀπόβρεχε δ’ οἴνῳ Κρητικῷ λευκῷ γλυκεῖ Δίδου βʹ. τὸ πλεῖστον ἡμέρας. ὅταν ἴδῃς Μαλακὸν ἄγαν εὔτριπτον εἰς ἴγδην βαλὼν,
10Λέαινε τῷ δοίδυκι, καὶ λεῖον ποιῶν, Πρόσβαλλε τὸν ὀπὸν τὸν λίβανον τῇ σμύρνῃ. Χυλὸν δ’ ὁμοίως κατ’ ἰδίαν τὸν τῆς ῥοὸς Διάβρεχε καὶ πρόσβαλλε τοῖς εἰρημένοις, Καὶ πάλιν ἑνώσας λεῖα καὶ σεσησμένα,
15Τὰ λοιπὰ πάντα προσαποδώσεις μίγματα, Ἑφθοῦ τε μέλιτος Ἀττικοῦ βαλὼν βραχὺ, Πάλιν λέανον ὡς γενέσθ’ ἓν φάρμακον
Ἐκ τῆς θυΐδος εἰς ὑαλοῦν ἀγγεῖον,130

14

.

131

Καὶ κασσιτερινὸν μετακόμιζ’ ἡνωμένον. Δίδου δὲ τοῖς μὲν ἐκ φάρυγγος καὶ γαστέρος Ἀνάγουσι καὶ θώρακος, ἔτι δὲ πνεύμονος, Τριωβόλου τὸ πλῆθος, ἢ μικρῷ πλέον
5Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου. Οἴνου δ’ ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου, Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, ἢ τῆς κύστεως, Δίδου λέον τε φαρμάκου κεκραμένου. Ἀπὸ νήστεώς τε καταφέρει καὶ κώλου,
10Λεπτῶν τε πάντων ἐντέρων τῆς θ’ ὑστέρας, Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν. Δι’ ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις, Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου, Ἤτοι δ’ ἀπὸ μύρτων ἢ γλυκέος τοῦ Κρητικοῦ.
15Εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον Ἀντίδοτον, ἀλλ’ ἔχουσαν ὀλίγα μίγματα Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν
Πρὸς τοὺς ἀτόνους στομάχους τε καὶ ἀνορέκτους,131

14

.

132

Καὶ τοὺς καχέκτας, τούς τ’ ἀπεπτοῦντας ταχύ. Πρὸς πάνθ’ ἁπλῶς ἀλγήματα, κύτος Κεχρονισμένον τε καὶ κατασκευὴν ἔχον. Ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον
5Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ. Ἔχει δὲ μέλανος πεπέρεως πέντ’ οὐγγίας, Κροκομάγματος ιεʹ. καὶ ῥόδων ιʹ. Σεσησμένα ταῦτα πάντα μέλιτ’ ἀναλάμβανε. Ἄλλη ποιοῦσα ταυτὰ τῇ προγεγραμμένῃ.
10Ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας, Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα, Ἀναλάμβαν’ ἑφθῷ μέλιτι τῷ λίαν καλῷ, Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ, Μετ’ οἰνομέλιτος ἢ μελικράτου προσφάτου,
15Ἑψημένου καλῶς τε καὶ πεφρισμένου, Τοῖς θηριοδήκτοις, ἢ τὰ δηλητήρια Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος
Τοῦ βασιλικοῦ μεθ’ ἑπτὰ κυάθων κράματος.132

14

.

133

Ῥοδίδος σκευή. Αὐτὸν δ’ ἐπιμελῶς δεῖ σε προδιασκευάσαι Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα, Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον,
5Ἢ τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσας τε τρεῖς Λίτρας, ἀπ’ αὐτῶν ὅλμῳ κόπτων συμμέτρως, Σχοίνου τε δραχ. κʹ. εὖ κεκομμένης Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας, Προσέμπασον, καὶ κόπτε πάνθ’ ὁμοῦ πάλιν
10Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς, Οὕτω θ’ ὅσον δεῖ λάμβαν’ εἰς τὸ φάρμακον.
Κροκομάγματος σκευασία. Κροκόμαγμα δ’ εἰ βούλοιο καλὸν ἔχειν ἄγαν, Σκεύαζ’ ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς
15Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα Δὶς κεʹ. καὶ ῥόδων ξηρῶν ἴσον, Ἀμύλου δὲ νʹ. λευκοῦ κόμμεως
Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς,133

14

.

134

Πρόσβαλλ’ ἀθάλασσον οἶνον εὐώδη βραχὺν, Δεύσας ἐπιμελῶς κᾀναπλάσας ψῦξον κύκλους Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι.
Ἀντίδοτος προγνωστική.
5 Προγνωστικὴν δ’ ἀντίδοτον οὕτως σκευάσεις, Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον, Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα. Οἱ δ’ εὐλαβῶς ἔχοντες ὡς εἰληφότες, Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν,
10Σὺν τῷ μετ’ αὐτῆς καταποθέντι φαρμάκῳ. Ὁ δὲ μηδὲν ἄτοπον, μηδὲ δηλητήριον, Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις, Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν. Ποιεῖ δὲ ταὐτὸ φάρμακον καὶ πρὸς πόνους
15Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν, Ἐπέχει τ’ ἀλύπως αἷμα φερόμενον πολὺ Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κᾂν ἐκ πνεύμονος.
Σκεύαζε δ’ οὕτω, Λημνίαν ἔχων καλὴν134

14

.

135

Ἀπαραχάρακτον, τὴν ὁμοίως εἰρημένην Στήσας ἀπ’ αὐτῆς δύ’ ὀβολοὺς δραχμὴν μίαν, Ἀρκευθίδων τε τῶν λιπαρῶν δραχ. βʹ. Λέαιν’ ἐπὶ πολὺ, παραχέων χρηστὸν βραχὺ
5Ἔλαιον ἱκανῶς πρόσφατόν τε καὶ γλυκὺ, Διὰ μελικράτου δ’ ὡς καρύου τοῦ Ποντικοῦ Μέγεθος προσοίσεις, οἷς ἐχρῆν σε προσφέρειν. Ἐπέχειν δὲ πλεῖον αἷμα φερόμενον θέλων, Δι’ ὀξυμέλιτος σφόδρα καθέφθου πρόσφερε.
10 [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων κατὰ τὸ εʹ. τῶν ἐντὸς παθῶν, ὃ Ἄσωνος ἐπιγράφεται.] Καλεῖν μὲν οὖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἀντιδότους οὐ μόνον ὅσα πρὸς τὰ θανάσιμα φάρμακα διδόασιν, ἀλλὰ καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα, καὶ προσέτι
15πάθη, καὶ μάλιστα χρόνια, κατά τι τῶν σπλαγχνῶν, ἢ ἀποστήματα. τεμὼν δὲ τριχῇ τὴν διδασκαλίαν αὐτῶν ὁ Ἀσκληπιάδης, πρῶτα μὲν ἔγραψεν ὅσα φησὶ τοῖς κατὰ
περίοδον πυρέττουσιν ἁρμόττειν, ἅμα τῷ καὶ συγχρίσματά135

14

.

136

τινα, καλεῖ γὰρ οὕτως αὐτὸς, ἐφεξῆς προσγράψαι. ταῦτα μὲν οὖν ἅπαντα ληξιφάρμακα καὶ ληξιπύρετα καλεῖ· τὸ δὲ βʹ. γένος αὐτῶν θηριακὰ φάρμακα, πρὸς λυσσοδήκτους καὶ σκορπιοδήκτους, ἔτι τε τούς τε ὑπὸ φαλαγγίων δεδηγμένους
5καὶ ἐχιδνῶν. τὸ δὲ τρίτον γένος τῶν φαρμάκων διχῇ τε‐ μὼν καὶ αὐτὸ, τὸ μὲν ἕτερον αὐτῶν πρὸς τοὺς τὰ θανά‐ σιμα πεπωκότας ὀνομάζει. τὸ δ’ ἕτερον προφυλακτικὸν θα‐ νασίμων φαρμάκων, οὐ κατὰ τὴν αὐτὴν τάξιν τῷ Ἀνδρο‐ μάχῳ τὴν διδασκαλίαν ποιησάμενος. ἐκεῖνος γὰρ, ὡς ἐν
10ἀρχῇ τοῦδε τοῦ γράμματος εἴρηταί μοι κατὰ τὴν ἐντὸς ἐπι‐ γραφομένην τῶν βιβλίων αὐτοῦ, προτάξας ἀντίδοτα πάντα, ἐφεξῆς γράφει τὰ πινόμενα φάρμακα πρὸς ἡντιναοῦν διά‐ θεσιν, οὐ μόνον ἀποστημάτων ἢ θανασίμων φαρμάκων ἢ θηρίων ἰοβόλων, ἀλλὰ κᾂν ἔμβρυον ἐκβαλεῖν δέῃ, καὶ τοῦτο
15τὸ φάρμακον ἀντίδοτον ὀνομάζει, καὶ πρὸς σπάσματα καὶ ῥήγματα, καὶ συνελόντι φάναι πρὸς πάντα τὰ ἐντὸς πάθη,
περὶ ὅ τι ἂν ᾖ μέρος τοῦ σώματος ἡ σύστασις αὐτῶν γε‐136

14

.

137

γενημένη. τὰ δὲ πρὸς τὰ τοιαῦτα πάθη πινόμενα φάρ‐ μακα καὶ ποτίσματα κέκληκεν ὁ Ἀσκληπιάδης ἐν τῷ δʹ. τῶν Ἄσωνος κατὰ τὸ τέλος αὐτὰ γεγραφώς. ὑστάτας μὲν οὖν ἔγραψεν ἀντιδότους ὁ Ἀσκληπιάδης ἐπὶ τῇ τελευτῇ τοῦ
5ἐν Ἄσωνος, τὰ πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ἢ προ‐ φυλακτικὰ τοῦ μηδὲν παθεῖν ὧν πίωσιν. ἐγὼ δὲ πρώτας ἐνταῦθα γράψαι τὰς τοιαύτας ἔγνωκα, διά τε τὴν πρὸς τὰς γεγραμμένας κοινωνίαν καὶ ὅτι πολύχρηστοι τυγχάνου‐ σιν οὖσαι. καὶ γὰρ πρὸς τὰ ἀποστήματα καθ’ ὁτιοῦν σπλάγχ‐
10νον καὶ μόριον ἐν τῷ βάθει κείμενον ἁρμόττουσι, καὶ πρὸς ἀτονίαν αὐτῶν ἔνιαι, καὶ πρὸς κακοχυμίαν, ἀνωδυνίαν τε καὶ πέψιν ἀπέπτων χυμῶν, δι’ ὅλης τῆς ἐπιφανείας κένω‐ σιν ἄδηλον αἰσθήσει, καθάπερ καὶ τὰς αἰσθητὰς, δι’ οὔρων καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὅσα μετὰ βηχὸς συνεκ‐
15καθαίρει πνεύμονά τε καὶ θώρακα. τὰ πλεῖστα δ’ αὐτῶν καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς πέφυκε, καὶ τέμνειν, καὶ
ἀποῤῥύπτειν τοὺς γλίσχρους, οἷς ἕπεται καὶ τὸ τὰς ἐμφρά‐137

14

.

138

ξεις ὠφελεῖν, ὅσαι συνεχῶς μὲν καθ’ ἧπαρ εἰώθασι γίνεσθαι, συνίστανται δὲ καὶ κατὰ τὰ ἄλλα σπλάγχνα καὶ μόρια· σκοπὸς γὰρ ἐπ’ αὐτῶν ἐστι λεπτῦναί τε καὶ ἀποῤῥύψαι τοὺς χυμοὺς, ἀναστομῶσαί τε τὰ πεφραγμένα τῶν ἀγγείων
5πέρατα. [Ἀσκληπιάδου πρὸς τοὺς τὰ θανάσιμα πε‐ πωκότας, ὡς αὐτὸς ἔγραψε κατὰ λέξιν.] [Πρὸς τὸν τῆς μήκωνος ὀπόν.] Τοῖς μὲν οὖν τὸν τῆς μήκωνος ὀπὸν πιοῦσι συνοίσει ὑδρέλαιον συνεχῶς θερμὸν διδόμενον πίνειν,
10καὶ ἀναγκαζόμενον ἐμεῖσθαι· ἢ θερμὸν ὕδωρ μετ’ ὀξυμέλι‐ τος διδόναι καὶ ἀναγκάζειν ἐμεῖν· ἁρμόσει δὲ καὶ διὰ κλυ‐ στῆρος τὴν κοιλίαν κενοῦν. [Πρὸς μηκώνιον.] Τοῖς δὲ μηκώνειον πίνουσιν ἁρ‐ μόσει ἄκρατον πολὺ παραχρῆμα διδόμενον· ἢ πέπερι μετὰ
15οἴνου, ἢ κάρδαμον, ἢ καρδάμωμον. ἁρμόσει δὲ καὶ γάλα πίνειν ὄνειον ἢ βόειον καὶ τὰ περὶ τὴν κοιλίαν κατα‐ πλάττειν ἀλεύρῳ πυρίνῳ ἢ κριθίνῳ ἡψημένῳ μετ’ οἴνου,
καὶ κλύσμασι χρῆσθαι πρᾳοτέροις.138

14

.

139

[Πρὸς ἀκόνιτον.] Τοῖς δὲ ἀκόνιτον πεπωκόσι βοηθεῖ ποθὲν πήγανον χειροπληθὲς, λεανθὲν μὲν μετ’ οἴνου ἀκράτου, καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς. [Πρὸς ὑοσκύαμον.] Τοῖς δὲ τὸν ὑοσκύαμον πιοῦσι
5συμφέρει γάλα ποθὲν, μάλιστα μὲν ὄνειον· εἰ δὲ μὴ, ἄλλο κατ’ ἰδίαν, καὶ μετὰ μελικράτου θερμοῦ. [Πρὸς κορίανον.] Τοῖς δὲ χλωρὸν κορίανον πιοῦσι βοηθεῖ οἶνος ἄκρατος ποθεὶς καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς. [Πρὸς λαγωὸν θαλάττιον.] Τοῖς δὲ λαγωὸν θαλάττιον
10εἰληφόσιν ἁρμόττει γάλα πίνειν μάλιστα μὲν ὄνειον, εἰ δὲ μή γε, βόειον ἢ αἴγειον. δοτέον δὲ καὶ καυλοὺς μαλάχης ἡψημένους ἐπιμελῶς φαγεῖν, ἢ γλήχωνος χειροπληθοῦς μετὰ γλυκέος τριβέντος πίνειν, ἢ κυκλαμίνου ῥίζαν τριβεῖ‐ σαν μετ’ οἴνου· ἢ κεδρίας ὅσον ὀβολοῦ ἑνὸς, ἢ ἡμιώβολον,
15γλυκεῖ διεὶς πότιζε.
[Πρὸς τοξικόν.] Τοῖς δὲ τοξικὸν πιοῦσι βοηθεῖ οἶνος139

14

.

140

πινόμενος γλυκύς, καὶ ῥόδινον ἔλαιον, καὶ αἴγειον αἷμα, καὶ σπέρμα βουνιάδος τριβὲν μετ’ οἴνου. [Πρὸς ἐφήμερον.] Τοῖς δ’ ἐφήμερον πεπωκόσι βοη‐ θεῖ χυλὸς πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ ὀριγάνου,
5ἢ θύμου μέρος τι οἴνῳ διαλυθέν. [Πρὸς δορύκνιον.] Τοῖς δὲ δορύκνιον πιοῦσι βοηθεῖ γάλα βόειον ποθὲν, καὶ γλυκὺ, καὶ ζωμὸς κογχυλίων. [Πρὸς μύκητας.] Τοῖς δὲ μύκητας εἰληφόσι δοτέον ῥαφάνους ὠμὰς, ὥστε πλείστας ἐσθίειν· δοτέον καὶ οἶνον
10ἄκρατον καὶ κονίας κληματίνης ἀφέψημα, καὶ νίτρον λεαν‐ θὲν μετ’ ὄξους· ἢ τρύγα οἴνου καύσας, καὶ τρίψας μεθ’ ὕδατος δίδου πίνειν· ἢ ἀψίνθιον μετ’ ὄξους· ἢ πήγανον λεῖον μετ’ ὄξους· ποιεῖ δὲ καὶ αὐτὸ καθ’ αὑτὸ ἐσθιόμενον πήγανον.
15 [Πρὸς ἰξίαν.] Τοῖς δὲ τὴν ἰξίαν πεπωκόσι βοηθεῖ ἀψίνθιον πινόμενον μετ’ οἴνου καὶ καστορίου καὶ πηγάνου. συνοίσει δὲ καὶ ὀξύμελι ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συν‐
οίσει δὲ καὶ ὀρίγανον μετ’ οἴνου. χρηστέον δὲ καὶ τῇ τοι‐140

14

.

141

αύτῃ σκευασίᾳ. πηγάνου 𐅻 στʹ. ῥητίνης 𐅻 δʹ. καστο‐ ρίου 𐅻 βʹ. χαμαιλέοντος κοχλιάρια γʹ. ταῦτα τρίψας καὶ ὄξει θερμῷ διαλύσας, πότιζε. [Πρὸς βουπρήστην.] Τοῖς δὲ τὴν βουπρήστην πεπω‐
5κόσι βοηθεῖ διδόναι γλυκὺ πλεῖστον πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν· καὶ ζωμὸν καθηψημένον κρεῶν ὑῶν, καὶ θερμὸν γάλα, καὶ οὐκ ἄπληστα φαγεῖν. καὶ ἀφέψημα σύκων δοτέον πίνειν, ἢ νίτρου ἐρυθροῦ 𐅻 δʹ. λεάνας καὶ μίξας ὕδατι δίδου πίνειν.
10 [Πρὸς κανθαρίδας.] Τοῖς δὲ κανθαρίδας πεπωκόσι συμφέρει πίνειν γλυκὺ μετ’ ἐλαίου, καὶ στέαρ ἑφθὸν ὕδατι διηθημένον, καὶ ἀναγκάζειν ἐμεῖν. συμφέρει δὲ καὶ γάλακτι πολλῷ ποτίζειν καὶ κώνους πλείονας τρώγειν· ἢ κώνους πλείστας τρίψας μετὰ μελικράτου δίδου πίνειν· ἢ πήγα‐
15νον λεάνας καὶ ἰρίνῳ μύρῳ μίξας δίδου πίνειν· ἢ τῶν κανθαρίδων τὰ πτερὰ καὶ τοὺς πόδας σὺν μέλιτι τρίψας
ἐκλείχειν δίδου.141

14

.

142

[Πρὸς ψίλωθρον.] Τοῖς δὲ ψίλωθρον πιοῦσι συμ‐ φέρει θερμῷ ἐλαίῳ ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα αἴγειον πίνειν, καὶ μαλάχης ἑφθῆς χυλὸν μετὰ μελικράτου θερμοῦ, ἢ μετ’ ἐλαίου· ἢ ἰσχάδων ἀφέψημα μετ’
5ἐλαίου, ἢ σήσαμον μετ’ οἴνου τρίψας δίδου πίνειν· ἢ κάρυα βασιλικὰ εʹ. λεάνας μετ’ ἐλαίου δίδου· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου πίνειν. [Πρὸς λιθάργυρον.] Τοῖς δὲ λιθάργυρον πεπωκόσι βοηθεῖ πέπερι, σέλινον, σμύρνα μετ’ οἴνου λειωθέντα, καὶ
10πινόμενα. [Πρὸς γύψον.] Τοῖς δὲ γύψον πιοῦσι δοτέον πί‐ νειν τέφρας κληματίνης ἀπήθημα, καὶ θύμον μεθ’ ὕδατος τριβέντα. [Πρὸς τὰς τοῦ γάλακτος ἐκθρομβώσεις.] Πρὸς δὲ
15τὰς τοῦ γάλακτος ἐκθρομβώσεις συμφέρει ποτίζειν ὄξος· διδόναι δὲ χρὴ καὶ πητυὰν μεθ’ ὕδατος κρηναίου ἢ σιλ‐ φίου καὶ θείου τὸ ἴσον λεανθέντα μετ’ ὀξυκράτου διδόναι
πίνειν.142

14

.

143

[Πρὸς ταύρειον αἷμα.] Τοῖς δὲ ταύρειον αἷμα πιοῦσι συμφέρει ὄξος θερμὸν διδόναι πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν, ἢ σιλφίου ὀβολὸν, ἢ ἡμιωβόλιον, ἢ νίτρου διώβολον, διέντας οἴνῳ διδόναι πίνειν, ἢ ἐρινεῶν καρπὸν τρίψας μετ’ ὄξους
5δίδου. ἁρμόσει δὲ καὶ τὴν κοιλίαν κενοῦν, καὶ θερμίνῳ ἀλεύρῳ, καὶ νίτρῳ, ἡψημένοις μετ’ ὀξυμέλιτος κατα‐ πλάττειν. [Πρὸς βδέλλας.] Τοῖς δὲ βδέλλας καταπιοῦσιν οἱ μὲν ἅλμην παρῄνουν πίνειν, οἱ δὲ χιόνα. ὁ δὲ Ἀσκληπιά‐
10δης λούειν παρῄνει, καὶ σπόγγον ἁπαλὸν ψυχρῷ δεύσαντα καθιέναι, ὥστε τὴν βδέλλαν ἐπιβᾶσαν τῷ σπόγγῳ κομί‐ ζεσθαι, καὶ ἔπειτα φακῆς χυλὸν ἐδίδου· τοὺς δὲ ἔξωθεν τοῦ τραχήλου τόπους τοῖς ψύχουσι καταπλάττειν παρῄνει. ὁ δὲ Μῦς Ἀπολλώνιος ὄξει δριμυτάτῳ ἐπότιζε, καὶ μετὰ
15ἅλμης ἐχρήσατο. ὁ δὲ χιόνα θερμήνας καὶ λύσας ἐχρήσατο, καὶ τοῖς κατὰ καιρὸν τὴν κοιλίαν καθαίρουσιν, ἐδεστοῖς τε
καὶ ποτοῖς, πρὸς τὴν τῶν βδελλῶν ἔκκρισιν· συγκατα‐143

14

.

144

φέρεσθαι γάρ φησι ταύτας τοῖς κατὰ τὴν κοιλίαν ἐκκρινο‐ μένοις πολλάκις. [Πρὸς ψιμύθιον.] Τοῖς δὲ ψιμύθιον πιοῦσι συν‐ οίσει ἐλαίῳ θερμῷ ποτίζεσθαι καὶ ἀναγκάζειν ἐμέσαι.
5συνοίσει δὲ καὶ γλυκὺ καὶ θερμὸν ποτίζεσθαι ὕδωρ, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα ὄνειον πίνειν δι‐ δόναι, καὶ μαλάχης ἑφθῆς χυλὸν, καὶ μελίκρατον θερμὸν, μετ’ ἐλαίου ἀνακόψας δίδου πίνειν· ἢ ἀφέψημα ἰσχάδων μετ’ ἄλλων δίδου πίνειν, κάρυα βασιλικὰ εʹ. λεάνας μετ’
10ἐλαίου, δίδου πίνειν· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου. καὶ περὶ μὲν τῶν ἁπλῶν θανασίμων ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τῶν συνθέτων λεχθήσεται. ἐκτίθεσθαι δὲ τὰς τούτων σκευασίας μοχθηρόν μοι δοκεῖ, καίπερ πολλῶν ἐπι‐ χειρησάντων ταῖς τούτων συγγραφαῖς, ὧς ἐστιν Ὀρφεὺς ὁ
15ἐπικληθεὶς Θεολόγος καὶ Ὦρος ὁ Μενδήσιος ὁ νεώτερος καὶ Ἡλιόδωρος ὁ Ἀθηναῖος τραγῳδιῶν ποιητὴς, καὶ Ἄρατος, καὶ ἄλλοι τινὲς τῶν τοιούτων συγγραφεῖς.
τούτους μὲν οὖν ἄν τις θαυμάσειεν ἐμμέτρως ἐπιχειρήσαν‐144

14

.

145

τας ταῖς περὶ τούτων πραγματείαις· μέμψαιτο δ’ ἂν εὐλόγως διὰ τὰ πράγματα. διδάσκειν γὰρ μᾶλλόν ἐστι καὶ προσά‐ γειν τοὺς βουλομένους ἐπὶ κακῷ, τὸ πλησίον ἐπιχειρεῖν ταῖς τούτων σκευασίαις. οἱ γοῦν τῶν καλῶν τούτων ποιημάτων
5συγγραφεῖς τὴν παρὰ τοῖς πολλοῖς εὐλαβούμενοι καταδρο‐ μὴν, ἐναρχόμενοι τῆς τούτων παραδόσεως, τοὺς ἐντευξομέ‐ νους πείθειν ἐπιχειροῦσιν ὡς οὐκ ἂν εἴησαν φαῦλοι τὸ ἦθος, οὐδὲ τῶν τοιούτων φθοροποιῶν διδάσκαλοι, ὥσπερ καὶ Ἡλιόδωρον ἐν τοῖς πρὸς Νικόμαχον ἀπολυτικοῖς ἐναρχό‐
10μενόν ἐστιν εὑρεῖν οὕτω γράφοντα. Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεὸν, οὐ μὰ τὸν ὑψοῦ Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην, Οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα. Οὔτε μέ τις δώροισι παρήγαγεν, οὔθ’ ὑπ’ ἀνάγκης,
15Οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην. Ἀλλ’ ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω,
Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.145

14

.

146

Ἐκ τῶν λεγομένων πείθειν ἐπιχειροῦσι τοὺς ἐντευξο‐ μένους ταῖς τοιαύταις πραγματείαις, τὴν παρὰ τοῖς πολλοῖς καταδρομὴν εὐλαβούμενοι. ἀλλ’ οὐδέ ἐστιν εἰπεῖν ὅτι διὰ τοῦτο χρὴ τὰς τῶν τοιούτων θανασίμων φαρμάκων σκευα‐
5σίας εἰδέναι, πρὸς εὐχερῆ εὕρεσιν τοῦ βοηθηθῆναι τοῖς δυναμένοις· τοῦτο γάρ ἐστι ψεῦδος. ὁ γὰρ δυνάμενος τοῖς ὑπὸ τῶν ἁπλῶν θανασίμων βλαπτομένοις βοηθεῖν, ἕκαστον τῶν κατὰ μέρος ἐπὶ συμβαινόντων ἐποπτεύων, οὗτος ἂν εἴη ἄριστος προστάτης, καὶ τῶν ὑπὸ τῶν συνθέτων βλαπτομέ‐
10νων, εὐμηχάνως ἐκλαμβάνων ἕκαστον τῶν κατὰ τὴν τῶν συμπτωμάτων ἐπιπλοκὴν ἐξεχόντων. ἀνιτέον δὲ ἐπὶ τὸ προ‐ κείμενον. ἀδήλων γὰρ ὄντων τῶν βρωθέντων ἢ πωθέντων δηλητηρίων, χρὴ ὑδρέλαιον θερμὸν διδόναι, καὶ πολὺ πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν. χρήσιμον δ’ ἂν εἴη καὶ τοὺς ὕπνους
15περιγράφειν, οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν τούτων φυλακὴν χρη‐ στέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. [Προφυλακτικὰ θανασίμων φαρμάκων Ἀπολ‐
λωνίου Μυός.] Πηγάνου φύλλα κʹ. κάρυα βασιλικὰ βʹ.146

14

.

147

ἁλὸς χόνδρον ἕνα, ἰσχάδας βʹ. ταῦτα νήστει ἐσθίειν δίδου, καὶ κωλύει βλάπτεσθαι ὑπὸ τῶν θανασίμων. [Ἀντίδοτος προφυλακτικὴ διδομένη.] Ἀρ‐ κευθίδος 𐅻 βʹ. Λημνίας σφραγῖδος 𐅻 βʹ. καὶ διώβολον.
5ταῦτα τρίψας καὶ ἀναλαβὼν ἐλαίῳ ἀποτίθου. ἐπὶ δὲ τῆς χρήσεως καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὑδρομέλιτος καὶ κυάθων βʹ. προπίνειν. ταύτῃ Νικομήδης ὁ βασιλεὺς ἐχρῆτο, εἴ ποτε ὑπόπτους εἶχε τοὺς κεκληκότας. τὸ μὲν οὖν φάρμα‐ κον, μηδεμιᾶς τοιαύτης δυνάμεως ὑποκειμένης, κατὰ χώραν
10μένει. ἐπὰν δέ τι τῶν θανασίμων δοθῇ, ναυτίαν κινεῖ, καὶ ἐμεῖν ἀναγκάζει, ὥστε τὸ δοθὲν δηλητήριον ἐκκρίνεται τῇ ἀντιδότῳ. [Ἀντίδοτος Κωδίου Τούκου, ᾗ καὶ Κρατερὸς ἐχρή‐ σατο.] Πρασίου, ἱερᾶς βοτάνης, πηγάνου ἀγρίου σπέρ‐
15ματος, σκορδίου, ῥάμνου ῥίζης τοῦ φλοιοῦ, ἑκάστου τὸ ἴσον, μέλιτι ἀναλάμβανε καὶ δίδου, πρὸς μὲν τὰ θηρία 𐅻 βʹ. μετ’ οἴνου, πρὸς δὲ τὰ θανάσιμα μετ’ οἰνομέλιτος
καὶ ἐλαίου.147

14

.

148

[Ἄλλη, ὡς Ἀπελλῆς.] Δικτάμνου 𐅻 βʹ. πολίου 𐅻 γʹ. πεπέρεως μακροῦ 𐅻 δʹ. πηγάνου ἀγρίου 𐅻 στʹ. σκορδίου 𐅻 γʹ. μέλιτι ἀναλάμβανε καὶ δίδου, καθάπερ εἴ‐ ρηται. ἔστι δὲ καὶ πλευριτικὴ ἀγαθὴ ὀβολῶν γʹ. διδομένη.
5ἔμμηνά τε γυναιξὶ κατάγει ὁλκῆς μιᾶς διδομένη. Ἀντίδο‐ τος Μιθριδάτου, ἀθανασία λεγομένη, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ στομα‐ χικοῖς ἀποξύνουσιν τὴν τροφὴν, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως, καὶ ἡπατικοῖς, καὶ σπληνικοῖς. ποιεῖ καὶ πρὸς τὰς
10περὶ κύστιν ἢ μήτρας διαθέσεις. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Πεπέρεως λευκοῦ κόκκους μʹ. κόστου, μήου, ἀσάρου, ἀκόρου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου, νάρδου Ἰνδικῆς, λίθου νηστωρίτου ἀνὰ 𐅻 δʹ. κρόκου, σμύρνης ἀνὰ 𐅻 ηʹ. κινναμώμου, κασσίας ἀνὰ 𐅻 ιβʹ. μέλιτος Ἀττικοῦ
15ἑψημένου τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγε‐ θος μετ’ οἰνομέλιτος κεκραμένου. [Ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει.] Ναρδοστάχυος,
πεπέρεως λευκοῦ, κόστου, μήου, ἀσάρου, ἀκόρου, ὀποβαλ‐148

14

.

149

σάμου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου σπέρμα‐ τος, ἑκάστου ἀνὰ 𐅻 δʹ. κρόκου, σμύρνης, σχοίνου ἄνθους ἀνὰ 𐅻 ηʹ. κινναμώμου, κασσίας ἀνὰ 𐅻 ιβʹ. μέλιτος τὸ ἀρκοῦν.
5 [Ἐν ἄλλαις ἔχει οὕτως.] Πεπέρεως λευκοῦ κόκ‐ κους μʹ. κόστου, μήου, ἀκόρου, ἀγαρικοῦ, σκορδίου, δαύ‐ κου Κρητικοῦ, πετροσελίνου ἀνὰ 𐅻 δʹ. κρόκου, σμύρνης ἀνὰ 𐅻 ηʹ. κινναμώμου, κασσίας, σχοίνου ἄνθους ἀνὰ 𐅻 ιβʹ. μέλιτος τὸ αὔταρκες.
10 [Ἀμβροσία Φιλίππου Μακεδόνος, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ καὶ πρὸς τὰς ἐντὸς διαθέσεις.] Στύρακος, χαλβάνης, πεπέρεως λευκοῦ καὶ μακροῦ, καὶ κινναμώμου, ἀνὰ 𐅻 βʹ. σελίνου σπέρματος, ἀνίσου, σχοίνου ἄνθους, κόστου, κυμίνου Αἰ‐
15θιοπικοῦ, σεσέλεως, κύφεως, ῥήου Ποντικοῦ, καρδαμώμου, ἀμώμου, νάρδου, σμύρνης, κασσίας ἀνὰ 𐅻 δʹ. πυρήνων
καθαρῶν φοινίκων, καὶ καρύων τῆς σαρκὸς ἀνὰ 𐅻 στʹ.149

14

.

150

κρόκου 𐅻 ηʹ. σταφίδας ἐκγεγιγαρτισμένας ιβʹ. μέλιτος Ἀτ‐ τικοῦ τὸ αὔταρκες. συντίθει κατὰ τρόπον. [Ἀντίδοτος ζωπύριος. ποιεῖ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἑρπετοῦ πληγήν.] Ἐπὶ ταύτης
5τοιοῦτόν τι φέρεται, ὅτι Ζώπυρος δι’ ἐπιστολῆς προτρέπει τὸν Μιθριδάτην εἰς ἐπίκρισιν τῆς ἀντιδότου, μεταπεμψά‐ μενος ἕνα τῶν κατακρίτων, τούτῳ θανάσιμον διδόναι φάρ‐ μακον, καὶ τότε παραινεῖ ἐπιπίνειν τὴν ἀντίδοτον. ἢ πρό‐ τερον διδόναι τὴν ἀντίδοτον, καὶ τότε τὸ θανάσιμον ἐπι‐
10πίνειν. τὸ δ’ αὐτὸ παρῄνει καὶ ἐπὶ ἑρπετῶν ἢ καὶ τοξι‐ κῶν πράσσειν. τούτων γὰρ οὕτω γινομένων συνέβαινε τὸν ἄνθρωπον ἀδιάπτωτον εἶναι. ποιεῖ δὲ καὶ στομαχικοῖς πρὸς ὀξυρεγμίαν, αἱμοπτυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἡπατικοῖς, σπληνικοῖς, ἐπιληπτικοῖς, νεφριτικοῖς. ὑγιάζει δὲ καὶ τὰς περὶ
15μήτραν ἢ κύστιν διαθέσεις. κατάγει τὰ ἐναποθνήσκοντα τῶν ἐμβρύων, κατεχόμενα δεύτερα. τὰ δὲ τῆς σκευασίας ἔχει γε οὕτως. Ὀποβαλσάμου 𐅻 δʹ. νάρδου Ἰνδικῆς,
σμύρνης Τρωγλοδύτιδος, σχοίνου ἄνθους, κινναμώμου, χαρα‐150

14

.

151

κίου, κόστου προσφάτου, πεπέρεως μακροῦ, ὑποκυστίδος, πολίου, πεπέρεως περεατικοῦ, σκορδίου, μήου Κρητικοῦ, καρδαμώμου ἀνὰ 𐅻 δʹ. λιβάνου ἄῤῥενος, χόνδρου ὀποβαλ‐ σάμου, δικτάμνου ἀνὰ 𐅻 στʹ. πετροσελίνου, κασσίας κιῤ‐
5ῥᾶς ἀνὰ 𐅻 ζʹ. κρόκου κωρυκίου 𐅻 ηʹ. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος, ἀπυρέτοις μετ’ οἴνου, πυρέττουσι μεθ’ ὑδρομέλιτος. [Ἡ διὰ τῶν αἱμάτων πρὸς τὰ θανάσιμα τῶν φαρμά‐ κων, καὶ παντὸς ἰοβόλου πληγήν.] Πεπέρεως μακροῦ
10καὶ λευκοῦ, κόστου, ἀκόρου, κρόκου, φοῦ, μήου, δικτά‐ μνου Κρητικοῦ, ἀμμωνιακοῦ, ἀγαρικοῦ ἀνὰ 𐅻 βʹ. ἀμώμου, ὀποβαλσάμου, πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιο‐ πικοῦ, ἀνίσου, νήσσης αἵματος, ἄῤῥενος καὶ θηλείας ξη‐ ροῦ, ἐριφείου αἵματος, χηνείου αἵματος, βουνιάδος ἀγρίας
15σπέρματος ἀνὰ 𐅻 γʹ. Γεντιανῆς, τριφυλλίου, σχοίνου ἄν‐ θους, λιβανωτοῦ, ῥόδων ξηρῶν ἀνὰ 𐅻 δʹ. πετροσελίνου 𐅻 εʹ. πολίου Κρητικοῦ τὸ ἴσον, κινναμώμου 𐅻 στʹ. σκορ‐
δίου ἄνθους 𐅻 ηʹ. σμύρνης, νάρδου ἀνὰ 𐅻 ιʹ. κρόκου151

14

.

152

𐅻 ιβʹ. κασσίας 𐅻 ηʹ. κόψας καὶ σήσας ἐπιμελῶς, ἀνά‐ κοπτε μέλιτι Ἀττικῷ ἀφηψημένῳ, καὶ ἀνελόμενος εἰς πυξίδα ἀργυρᾶν, χρῶ ὡς μεγίστῳ φαρμάκῳ. [Περὶ τῆς διὰ σκίγκου ἀντιδότου, περὶ
5θηριακῆς, καὶ ἑκατονταμιγμάτου.] Ἀντίδοτος Μιθριδά‐ του Εὐπάτορος, ἡ διὰ σκίγκου λεγομένη, ποιοῦσα πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς δια‐ θέσεις, καὶ πρὸς συλλήψεις συνεργεῖ, κατάγει ἔμμηνα· καὶ
10τὰ ἐναποθνήσκοντα ἔμβρυα, καὶ τὰ κατεχόμενα δεύτερα λύει, καὶ τοῖς κατὰ περίοδον πυρετοῖς βοηθεῖ, καὶ παρέτοις, τρομώδεσιν, ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, ποδαγρικοῖς, καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Σκίγκου, σαγαπηνοῦ, ἀκόρου, φοῦ, ὑπερικοῦ,
15ἀκακίας, ἴρεως, μήου, κόμμεως ἀνὰ 𐅻 βʹ. ῥόδων ξηρῶν, γεντιανῆς, καρδαμώμου ἀνὰ 𐅻 δʹ. μηκωναρίου σπέρματος 𐅻 εʹ. καὶ διώβολον, στύρακος 𐅻 ηʹ. πολίου, κασσίας με‐
λαίνης, σεσέλεως, βδελλίου, βαλσάμου, πεπέρεως λευκοῦ152

14

.

153

ἀνὰ 𐅻 εʹ. καὶ διώβολον, ὑποκυστίδος χυλοῦ, ὀποπάνακος, σμύρνης, λιβάνου ἄῤῥενος, καστορίου, πεπέρεως μακροῦ, κύφεως, μαλαβάθρου φύλλων ἀνὰ 𐅻 στʹ. σκορδίου, κόστου, σχοίνου ἄνθους, χαλβάνης, ῥητίνης τερμινθίνης ἀνὰ 𐅻 στʹ.
5καὶ διώβολον, νάρδου Συριακῆς, ὀποβαλσάμου, θλάσπεως, δαύκου Κρητικοῦ ἀνὰ 𐅻 στʹ. καὶ τριώβολον, κρόκου, κινναμώμου, ζιγγιβέρεως ἀνὰ 𐅻 στʹ. καὶ διώβο‐ λον, γλυκυῤῥίζης χυλοῦ, ἀγαρικοῦ, ἀνὰ 𐅻 ζʹ. καὶ τριώβο‐ λον, μέλιτος τὸ αὔταρκες, οἴνου καλοῦ τὸ ἀρκοῦν εἰς τὸ
10διαλῦσαι τοὺς χυλούς. συντίθεται δὲ τοῦτον τὸν τρόπον. κῦφι, ὑπόκιστις, σαγαπηνὸν, κόμμι, μηκώνειον, στύραξ, ὀποπάναξ ἐν οἴνῳ Χίῳ βρέχεται, μέχρι παντελῶς διαλυθῆ‐ ναι, ἡμέραν καὶ νύκτα, τὰ δὲ λοιπὰ κόπτεται καὶ σήθεται λεπτῷ κοσκίνῳ, καὶ μίγνυται τοῖς ἀποβρεχθεῖσι καὶ λεαν‐
15θεῖσιν. ἡ δὲ ὅλη σύνθεσις ἀναλαμβάνεται μέλιτι Ἀττικῷ ἀφηψημένῳ, ὡς πάχος ἔχειν· εἶτ’ ἐπὶ πᾶσι βάλλομεν ὀπο‐ βάλσαμον, εἶτ’ ἀνελόμενοι κατατίθεμεν εἰς ἄγγος ἀργυροῦν,
καὶ ἡ χρῆσις εἰς πολλὰ, ἡ δόσις πρὸς δύναμιν. ἡμεῖς πρὸς153

14

.

154

ἐπίτασιν τοῦ φαρμάκου, ἕνεκα τῆς τῶν ἐμμήνων ἐποχῆς, καὶ τῶν συλλημμάτων, ὥστε ἀκινδύνως φέρεσθαι, δικτάμνου Κρητικοῦ 𐅻 δʹ. ἀμμωνιακοῦ 𐅻 γʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 γʹ. κυμίνου Αἰθιοπικοῦ στʹ. τριφύλλου σπέρ‐
5ματος δʹ. βουνιάδος ἀγρίας δʹ. χαμαίδρυος 𐅻 δʹ. ῥᾶ Πον‐ τικοῦ γʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 βʹ. τούτων προσβαλλομένων ἡ τοῦ φαρμάκου χρῆσις γίνεται πρὸς πολλὰ χρήσιμος· φθεί‐ ρει γὰρ τετραμηνιαῖα, καὶ τριμηνιαῖα κατάγει. [Μιθριδάτου θηριακή.] Ταύτῃ ὁ βασιλεὺς Μιθρι‐
10δάτης ἀεὶ ἐχρῆτο προφυλακῆς χάριν θανασίμου. ἡνίκα γοῦν ὑπὸ Ῥωμαίων ἑάλω, δὶς πιὼν θανάσιμον, καὶ μὴ δυνηθεὶς ἀποθανεῖν, ξίφει ἑαυτὸν διεχρήσατο. πρὸς τὰ θανάσιμα δὲ τῶν φαρμάκων ποιεῖ, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις. ταύτῃ ἐχρήσατο ὁ Ἀνδρόμαχος.
15τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ἀρτίσκων σκιλλητικῶν 𐅻 μηʹ. θηριακῶν ἀρτίσκων, πεπέρεως μέλανος, ἡδυχρόου μάγματος, ὀποῦ μήκωνος Σπανοῦ, ἀνὰ 𐅻 κδʹ. ῥόδων ξη‐
ρῶν, σκορδίου, σπέρματος βουνιάδος, ἴρεως Ἰλλυρικῆς,154

14

.

155

ἀγαρικοῦ, κινναμώμου, γλυκυῤῥίζης χυλοῦ, ὀποβαλσάμου, ἀνὰ 𐅻 ιβʹ. λιβανωτίδος 𐅻 ηʹ. σμύρνης, κρόκου, ζιγγιβέ‐ ρεως, ῥᾶ Ποντικοῦ, πενταφύλλου ῥίζης, καλαμίνθης ὀρεινῆς, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευ‐
5κοῦ, πεπέρεως μακροῦ, λιβάνου, ἀνὰ ὀβολοὺς βʹ. κασσίας μελαίνης 𐅻 δʹ. κόστου 𐅻 αʹ. κρόκου δʹ. πεπέρεως λευκοῦ μίαν, καὶ μακροῦ μίαν, Ἰλλυρίδος, σχοίνου, πολίου, σκορδίου, ῥόδων ξηρῶν, νήσσης αἵματος, ἀνὰ 𐅻 γʹ. μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.
10 [Ἀντίδοτος ἑκατονταμίγματος, ᾗ χρῶμαι, ἣν ἐσκεύασα Καίσαρι πρὸς πάντα, ἰδίως δὲ πρὸς τὰ θανάσιμα.] Ἀβρο‐ τόνου 𐅻 βʹ. ἥμισυ, ἀριστολοχίας 𐅻 κʹ. ἀκακίας 𐅻 δʹ. ἀρκευθίδων σαρκὸς ἴσον, κρόκου 𐅻 βʹ. ἀσάρου 𐅻 δʹ. ἀνί‐ σου 𐅻 γʹ. ἀμώμου 𐅻 στʹ. ἀγαρικοῦ 𐅻 γʹ. καρποῦ βαλσά‐
15μου 𐅻 βʹ. βδελλίου 𐅻 γʹ. ὀβολοὺς γʹ. βαλαυστίου 𐅻 βʹ. γεντιανῆς 𐅻 δʹ. γλυκείας χυλοῦ ἴσον, γογγυλίδος σπέρματος
𐅻 δʹ. ἐν ἄλλῳ 𐅻 ηʹ. γῆς Σαμίας μίαν, δαύκου σπέρματος155

14

.

156

𐅻 δʹ. δρακοντίου ῥίζης 𐅻 γʹ. ὀβολοὺς γʹ. ἐρυσίμου σπέρμα‐ τος 𐅻 κʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 βʹ. σμύρνης 𐅻 ζʹ. ὀβολοὺς γʹ. ζιγγιβέρεως ἶσον, ἠρυγγίου ῥίζης 𐅻 δʹ. ὀβολοὺς βʹ. θλά‐ σπεως 𐅻 κʹ. κονύζης λεπτῆς 𐅻 στʹ. ἀκόρου 𐅻 στʹ. ὀβολοὺς
5γʹ. κυπέρου 𐅻 στʹ. κωνείου σπέρματος ἐπτισμένου 𐅻 αʹ. ὀβολοὺς γʹ. ἄμμεως 𐅻 δʹ. κνίκου σπέρματος 𐅻 ζʹ. ὀβολοὺς βʹ. κινναμώμου 𐅻 ζʹ. κόστου 𐅻 ζʹ. ὀβολοὺς βʹ. κασσίας 𐅻 εʹ. ὀβολοὺς βʹ. κενταυρίου χυλοῦ 𐅻 δʹ. ὀβολοὺς εʹ. καστο‐ ρίου στʹ. καλάμου ἀρωματικοῦ βʹ. οἱ δὲ δʹ. κόμμεως 𐅻 βʹ.
10καρδαμώμου δʹ. κάγχρυος 𐅻 γʹ. ὀβολοὺς γʹ. κύφεως 𐅻 στʹ. χαλβάνης 𐅻 στʹ. ὀβολοὺς βʹ. λιβανωτίδος φύλλων 𐅻 δʹ. ἐλε‐ λισφάκου ἴσον, λογχίτιδος σπέρματος 𐅻 βʹ. ὀβολοὺς γʹ. λι‐ θοσπέρμου 𐅻 γʹ. λιβάνου 𐅻 στʹ. τριώβολον, μαράθρου σπέρ‐ ματος 𐅻 στʹ. ὀποῦ μήκωνος 𐅻 στʹ. μίλτου Λημνίας 𐅻 αʹ.
15μαλαβάθρου ιʹ. μήου 𐅻 στʹ. νήσσης αἵματος στʹ. νάρδου Συ‐ ριακῆς 𐅻 στʹ. ὀβολοὺς γʹ. νάρδου Κελτικῆς 𐅻 ηʹ. ξυλοβαλ‐ σάμου 𐅻 γʹ. ὀποπάνακος ἴσον, ὀρμίνου σπέρματος ηʹ. ὀρό‐
βων λευκῶν ἴσον, πανακείας ῥίζης 𐅻 στʹ. ὀποβαλσάμου 𐅻 γʹ.156

14

.

157

πελεκίνου 𐅻 στʹ. πολίου εʹ. ὀβολοὺς βʹ. πολυγόνου φύλλων 𐅻 θʹ. ἑλενίου ῥίζης 𐅻 εʹ. ὀβολοὺς γʹ. πετροσελίνου στʹ. ὀβολοὺς βʹ. πενταφύλλου 𐅻 ηʹ. ὀποῦ πευκεδάνου τὸ ἴσον, πεπέρεως μέλανος 𐅻 εʹ. τριώβολον, καὶ λευκοῦ δʹ. ὀβολοὺς
5γʹ. καὶ μακροῦ 𐅻 αʹ. σκίγκου δραχμὰς γʹ. τερμινθίνης βʹ. ῥόδων ξηρῶν 𐅻 στʹ. σαγαπηνοῦ δραχμὰς ηʹ. στοιχάδος δʹ. στροβίλων πεφρυγμένων 𐅻 στʹ. σχοίνου δραχμὰς δʹ. ὀβο‐ λοὺς βʹ. σταφίδος σαρκὸς 𐅻 δʹ. σεσέλεως δραχμὰς εʹ. ὀβο‐ λοὺς βʹ. σταφυλίνου σπέρματος 𐅻 δʹ. χολῆς ταυρείας 𐅻 εʹ.
10χολῆς ἀρκείας ἴσον, χαμαιπίτυος 𐅻 γʹ. ψυλλίου σπέρμα‐ τος δʹ. χαμαίδρυος ἶσον, σησάμου πεφρυγμένου 𐅻 στʹ. συμ‐ φύτου ῥίζης δραχμὰς βʹ. σκορδίου κορύμβων δραχμὴν αʹ. ὀβολοὺς δʹ. σταφίδος ἀγρίας δραχμὰς εʹ. στύρακος 𐅻 εʹ. ὀβολοὺς βʹ. τριφύλλου καρποῦ 𐅻 ιʹ. τορδύλου σπέρματος βʹ.
15τευκρίου φύλλων, ὅ τινές φασιν εἶναι χαμαίδρυν, δραχμὴν μίαν, ὑποκυστίδος χυλοῦ δραχμὰς βʹ 𐅶ʹʹ. ὑπερικοῦ καρποῦ
βʹ. ὑοσκυάμου σπέρματος δραχμὰς βʹ. ῥοῦ Ποντικοῦ 𐅻 βʹ.157

14

.

158

φοῦ 𐅻 ηʹ. ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα 𐅻 εʹ. τριώβολον· κο‐ τυληδόνος ῥίζης 𐅻 αʹ. ὀβολοὺς γʹ. οἴνου καὶ μέλιτος τὸ ἱκανόν. ἐγὼ οἶνον οὐ βάλλω. [Ποικίλαι τῶν πολλῶν ἀντίδοτοι πρὸς πολλὰ
5καὶ διάφορα πάθη.] [Ἀντίδοτος Αἰλίου Γάλλου πρὸς ἄλλα καὶ πρὸς λυσσοδήκτους.] Νάρδου Συριακῆς 𐅻 δʹ. σμύρνης 𐅻 ηʹ. κινναμώμου 𐅻 ιβʹ. κασσίας μελαίνης ἴσον, κρόκου 𐅻 ηʹ. κόστου 𐅻 δʹ. δαύκου σπέρματος ἴσον, μήου ἴσον, οἱ δὲ μίαν, πετροσελίνου 𐅻 δʹ. πεπέρεως λευκοῦ κόκκους μʹ. βαλ‐
10σάμου καρποῦ 𐅻 δʹ. ἀκόρου, ἀσάρου ἀνὰ ἴσον, σχοίνου 𐅻 ηʹ. οἱ δὲ οὐ βάλλουσι. μέλιτος ἑφθοῦ τὸ ἱκανὸν, πλῆθος δίδοται ἐσθίειν. [Ἄλλη ἀντίδοτος Αἰλίου Γάλλου πρὸς τὰ ἐντὸς πάθη ἐνεργής.] Κινναμώμου 𐅻 στʹ. κρόκου 𐅻 βʹ. ὀβολοὺς
15γʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. ὀβολοὺς βʹ. καὶ μακροῦ δὲ 𐅻 γʹ. ὀβολοὺς γʹ. ὀπίου 𐅻 γʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. ὀβολοὺς βʹ. ἀκόρου 𐅻 γʹ. νάρδου Κελτικῆς 𐅻 δʹ.
στύρακος μίαν, ὀβολοὺς βʹ. χαλβάνης 𐅻 δʹ. καστορίου 𐅻158

14

.

159

γʹ. ὀβολοὺς βʹ. κόστου 𐅻 βʹ. ὀβολοὺς βʹ. μέλιτι φύρα, δί‐ δοται καταπότια, τοῖς δὲ πότιμα. ἔστι δὲ πεπτικὴ καὶ ἀνώδυνος. [Ἀρωματικὴ ἀρίστη Γάλλου ποιοῦσα πρὸς πάντα.]
5 Κινναμώμου οὐγγίας ἥμισυ, κασσίας 𐅻 αʹ. κρόκου δραχ‐ μῆς ἥμισυ, ἀμώμου 𐅻 εʹ. μαλαβάθρου 𐅻 βʹ. σμύρνης 𐅻 𐅶ʹʹ. οἱ δὲ 𐅻 αʹ. σχοίνου ἄνθους αʹ. κόστου οὐγγίας τὸ ἥμισυ, πεπέρεως 𐅻 γʹ. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. ἐγὼ δὲ τοῦ κινναμώμου τὸ διπλοῦν, καὶ γίνεται καλλίων.
10 [Ἀμβροσία Ἀρχιβίου ἱερὰ, πρὸς πάντα τὰ ἐντὸς ποιοῦσα, ᾗ χρῶμαι.] Ἀνίσου 𐅻 δʹ. σελίνου σπέρ‐ ματος ἶσον, σμύρνης 𐅻 αʹ. πάνακος 𐅻 αʹ. κινναμώμου 𐅻 βʹ. πικρολώτου σπέρματος 𐅻 βʹ. κασσίας 𐅻 βʹ. νάρδου 𐅻 βʹ. κρόκου 𐅻 βʹ. ὀβολοὺς γʹ. πεπέρεως τριώβολον, ὀπίου
15μήκωνος 𐅻 δʹ. μέλιτος τὸ ἀρκοῦν. γίνεται πότιμα πρὸς δυσεντερικοὺς μετὰ μυρτίτου κοτύλης τετάρτης καὶ ὕδατος, πρὸς ἧπαρ μετὰ μελικράτου κοτύλης ἡμισείας, πρὸς ἀγρυ‐
πνίαν καὶ ὀφθαλμίαν καὶ πλευρῖτιν μετὰ μελικράτου, πρὸς159

14

.

160

δὲ κακοστομάχους μετὰ ῥοΐτου οἴνου κυάθους βʹ. καὶ ὕδα‐ δος ἴσον. [Ἀντίδοτος Ἀντιπάτρου θηριακὴ, καὶ πρὸς ἀσπιδοδήκτους, προδιδομένη καὶ ἐπιδιδομένη, ᾗ χρῶμαι.]
5 Γεντιανῆς 𐅻 δʹ. τριφύλλου ῥίζης 𐅻 δʹ. καὶ τοῦ καρποῦ 𐅻 βʹ. πολίου 𐅻 δʹ. ἀριστολοχίας λεπτῆς 𐅻 βʹ. πευκεδάνου ῥίζης ἴσον, χαλβάνης 𐅻 βʹ. πετροσελίνου 𐅻 δʹ. πηγάνου ἀγρίου γʹ. πυρέθρου 𐅻 αʹ. σταφίδος ἀγρίας ἴσον, ἀκόρου 𐅻 γʹ. βρυωνίας ῥίζης 𐅻 βʹ. πεπέρεως λευκοῦ ἴσον, καὶ
10μακροῦ 𐅻 γʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 αʹ. τριώβολον, φλόμου, ἰδαίου χαμαιπίτυος, χαμελαίας, πρασίου λεπτοῦ, κονύζης λεπτῆς, κυμίνου Αἰθιοπικοῦ, ὀποῦ μήκωνος, κα‐ στορίου, μαράθρου σπέρματος, ἀγαρικοῦ, κασσίας κιῤῥᾶς, σχοίνου ἀνθοὺς, ῥήου ἀνὰ 𐅻 βʹ. δαύκου Κρητικοῦ 𐅻 αʹ. ὀβο‐
15λοὺς γʹ. ὀποπάνακος ἶσον, σαγαπηνοῦ 𐅻 βʹ. ὀβολοὺς γʹ. ἀβροτό‐ νου 𐅻 αʹ. ὀβολοὺς γʹ. δικτάμνου ἴσον, στύρακος ἴσον, κινναμώμου
𐅻 γʹ. νάρδου 𐅻 γʹ. σμύρνης 𐅻 δʹ. λιβανωτοῦ 𐅻 αʹ. κρόκου 𐅻 ηʹ.160

14

.

161

ἀνίσου 𐅻 αʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 αʹ. πιτυᾶς νεβροῦ 𐅻 γʹ. μέλι Ἀττικόν. ταύτης λαμβάνεται καρύου Ποντικοῦ μέγεθος εἰς προφυλακήν. [Θηριακὴ Αἰλίου Γάλλου, ᾗ χρῶμαι, καλή.] Βρυ‐
5ωνίας ῥίζης 𐅻 ιστʹ. τριφύλλου σπέρματος, ὀποπάνακος ἀνὰ 𐅻 ηʹ. ἀριστολοχίας λεπτῆς 𐅻 ιβʹ. λιβανωτίδος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ζιγγιβέρεως, μηκωνείου ἀνὰ 𐅻 ηʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 ιβʹ. κυμίνου Αἰθιοπικοῦ 𐅻 ιστʹ. σμύρνης, κασσίας, καστορίου, σεσέλεως, ἠρυγγίου ῥίζης, ἑρπύλλου,
10ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 στʹ. Μηδικοῦ 𐅻 ιβʹ. σαγαπηνοῦ 𐅻 στʹ. κρόκου 𐅻 εʹ. ἀλεύρου ὀροβίνου 𐅻 κδʹ. σὺν ὕδατι ἀνάπλαττε τριωβολιαίους τροχίσκους, δίδου σὺν οἴνῳ. [Θηριακὴ ἄλλη Αἰλίου Γάλλου σφόδρα ἐνεργής.] Τριφύλλου σπέρματος 𐅻 ιβʹ. ἀριστολοχίας 𐅻 στʹ. ἡδυ‐
15χρόου μάγματος 𐅻 ηʹ. πενταφύλλου 𐅻 δʹ. ἐχίου βοτάνης 𐅻 στʹ. φιλοκράτου 𐅻 εʹ. σαγαπηνοῦ 𐅻 δʹ. πολίου 𐅻 στʹ.
καστορίου 𐅻 γʹ. κρόκου 𐅻 ηʹ. σελίνου σπέρματος, ἀνίσου,161

14

.

162

μαράθρου, πετροσελίνου, ἀνὰ 𐅻 στʹ. ὀποπάνακος 𐅻 δʹ. ὀποβαλσάμου 𐅻 στʹ. σεσέλεως 𐅻 δʹ. κυμίνου Αἰθιοπικοῦ ἢ Θηβαίου 𐅻 εʹ. σμύρνης, σκορδίου, φοῦ, μήου ἀνὰ 𐅻 στʹ. ἀλύσσου Κρητικοῦ σπέρματος 𐅻 στʹ. ὀροβίνου ἀλεύρου 𐅻 ηʹ.
5λεῖος οἶνος παραχεῖται Ἀριούσιος, ἀνάπλασσε τροχίσκους, ἀνὰ τετρώβολον, ἕνα δίδου σὺν οἴνῳ Χίῳ ἀθαλάσσῳ ἀκράτῳ, κοτύλῃ ἡμισείᾳ. Θηριακὴ πρὸς τοὺς ἐντὸς πόνους, Εὐκλεί‐ δου Παλατιανοῦ, ἣν ἐσκεύασεν, ὡς ἔλεγεν Εὐκλείδης, ἐπὶ ἀσπιδοδήκτων. ταῦτα καὶ πρὸς πλευριτικοὺς καὶ πρὸς τε‐
10ταρταίους, προεμηκόσι, μέγεθος καρύου Ποντικοῦ· βήσσου‐ σιν, ἀναφορικοῖς δι’ ὕδατος, θηριοδήκτοις, σὺν οἴνῳ· πλευ‐ ριτικοῖς καὶ αἷμα ἀνάγουσι μεθ’ ὕδατος κυάθων βʹ. καὶ ὄξους κυάθου ἑνός. Καστορίου 𐅻 στʹ. ὀποπάνακος, σα‐ γαπηνοῦ, σεσέλεως, κάγχρυος, χαμαίδρυος, χαμαιπίτυος
15πρασίου, ἀνὰ 𐅻 ιστʹ. στύρακος, ἀσφάλτου Ἰουδαϊκῆς, σμύρνης, ἀνὰ 𐅻 ζʹ. ὀποῦ μήκωνος 𐅻 ηʹ. μέλιτος λίτραν αʹ.
πότιζε θηριοδήκτους, εἰ οἷόν τε ἠμεμηκότας, μετὰ χυλοῦ162

14

.

163

μελίης πλείονος· εἰ δὲ μὴ, μετ’ οἴνου 𐅻 αʹ. τοῦ φαρμά‐ κου, ἢ καὶ πλέον· τεταρταϊκοῖς, καρύου μέγεθος, χρῶ. [Θηριακὴ Ζήνωνος Λαοδικέως, ὡς Μηνουκιανὸς λα‐ βὼν ἔδωκεν.] Καρδαμώμου κεκαθαρμένου καὶ ἀφῃρη‐
5μένου τῶν λοβῶν, ἑρπύλλου, σελίνου σπέρματος, βρυωνίας ῥίζης, τριφύλλου σπέρματος, ἀνίσου, πετροσελίνου, μαρά‐ θρου ῥίζης καὶ τοῦ σπέρματος, ἄμμεως, ἀριστολοχίας λε‐ πτῆς, ὀροβίνου ἀλεύρου, ὀποπάνακος, ἴσον ἑκάστου· κόψας ἰδίᾳ μίσγε, ἀναλάμβανε οἴνῳ αὐστηρῷ, καὶ ποίει
10τροχίσκους τριωβολιαίους. ὅταν ξηρανθῶσιν ἐν σκιᾷ, ἐχέ‐ τωσαν τὸ τριώβολον. πότιζε ἕνα σὺν δραχμαῖς δυσὶν ὕδα‐ τος τρὶς τῆς ἡμέρας, καὶ ἅπαξ τῆς νυκτὸς ἕνα τροχίσκον. ὁτὲ δὲ πλεονάκις, καὶ μάλιστα τοὺς συνεχῶς ἀπεμοῦντας, ποτὲ καὶ διὰ μυκτήρων ἔγχει, ἐὰν μὴ δύνηται καταπίνειν,
15ἤδη καταφερομένοις, καὶ ἄλλως δυσχερεῖ συμπτώματι περι‐ πεπτωκόσι. τοὺς δὲ μετὰ φλυκταινώσεως μελανουμένους τὸ δῆγμα καὶ ἄλλως ῥέοντας σάρκας ὡς ἕλκη κακοήθη ἔχον‐
τας θεράπευε. Ἀντίδοτος πρὸς σπάσματα ποιοῦσα, καὶ163

14

.

164

ῥήγματα, αἱμοπτοϊκοὺς, σπληνικοὺς, ἡπατικοὺς, τοὺς περὶ κύστιν εἰλεώδεις, στομαχικοὺς, κοιλιακοὺς, πνευματώδεις, ἰκτερικούς. πρὸς πάντας ἀγαθὴ διδόναι μέγεθος ἐλαίας μετ’ οἰνομέλιτος. Κινναμώμου, κόστου, ἀνὰ 𐅻 στʹ. νάρ‐
5δου Συριακῆς 𐅻 κʹ. κρόκου, σμύρνης, μαλαβάθρου, ἀνὰ 𐅻 ηʹ. κασσίας 𐅻 ιβʹ. πεπέρεως λευκοῦ 𐅻 ιʹ. λιβάνου 𐅻 δʹ. σχοίνου 𐅻 ιστʹ. νάρδου Ἰλλυρικῆς 𐅻 ιβʹ. Λημνίας 𐅻 κʹ. μήου, σεσέλεως, ἀνὰ 𐅻 ηʹ. σελίνου σπέρματος 𐅻 δʹ. στρο‐ βίλων 𐅻 ιβʹ. ἐρυσίμου 𐅻 στʹ. σικύου σπέρματος πεφωγ‐
10μένου 𐅻 στʹ. τερμινθίνης 𐅻 γʹ. πετροσελίνου 𐅻 δʹ. ἀμώ‐ μου γʹ. σκορδίου, πολίου, ὀποβαλσάμου, γεντιανῆς, κυμί‐ νου Αἰθιοπικοῦ, ἀνὰ 𐅻 εʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 γʹ. ἀνίσου, τραγακάνθης, ἀνὰ 𐅻 ηʹ. φοῦ, στοιχάδος, κνεώ‐ ρου, ἀνὰ 𐅻 βʹ. τὸ ἐρύσιμον δι’ ὀθονίου ἐν ὕδατι ἕψησον,
15ὥστε τὸ φάρμακον ἀναλαβεῖν, μίξον πᾶσι λείοις, εἶτα ἐπέμβαλε τὴν τραγάκανθαν ὕδατι βεβρεγμένην, δίδου ἡλίκον κύαμον Αἰγύπτιον, μετὰ κυάθων δύο δι’ ὕδατος, ἀπυρέτοις
δι’ οἰνομέλιτος. Ἀντίδοτος Μιθριδάτειος, ὡς Ξενοκράτης164

14

.

165

παρὰ Νικοστράτῳ, πρὸς πάντα θανάσιμα, καὶ πρὸς θη‐ ριοδήκτους, δυσπεψίας, πνευματώσεις, στομαχικοὺς, κοι‐ λιακοὺς, ἡπατικοὺς, σπληνικοὺς, ἰσχιαδικοὺς, νεφριτικοὺς, πλευριτικοὺς, περιπνευμονικούς. Ὑποκιστίδος χυλοῦ 𐅻
5στʹ. σκορδίου 𐅻 εʹ. καστορίου 𐅻 δʹ. πετροσελίνου 𐅻 εʹ. σεσέλεως 𐅻 αʹ. λιβάνου 𐅻 στʹ. πολίου 𐅻 βʹ. δαύκου Κρη‐ τικοῦ 𐅻 ιʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. ὀβολοὺς γʹ. καὶ μακροῦ 𐅻 αʹ. κόστου 𐅻 δʹ. τριώβολον, κινναμώμου βʹ. κρόκου 𐅻 εʹ. ὀβολοὺς γʹ. κασσίας μελαίνης 𐅻 δʹ. νάρδου
10𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. σχοίνου 𐅻 δʹ. ἀμώμου 𐅻 βʹ. χαλ‐ βάνης 𐅻 βʹ. τερμινθίνης 𐅻 αʹ. ὀβολοὺς γʹ. ὀποῦ μήκωνος 𐅻 κʹ. μέλιτι Ἀττικῷ δίδου, ὡς τὰς λοιπάς. Ἀντίδοτος τυραννὶς καλουμένη, ὡς Νεῖλος Ἀντιπάτρου, ποιοῦσα πρὸς λιθιῶντας, καὶ τοὺς πνιγομένους. ἐκβάλλει καὶ τὰ ἐγκατε‐
15χόμενα δεύτερα καὶ ἔμβρυα. ἐπιληπτικοῖς, ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς, ἄγουσα παχέα οὖρα πλεῖστα. πό‐ τιζε κυάθου μέγεθος οἰνομέλιτι καὶ πρὸς τὰ θανάσιμα,
θηριοδήκτοις οἴνῳ, ἐπιληπτικοῖς πυρέσσουσι, σὺν ὑδρομέ‐165

14

.

166

λιτι. Σκίγκου 𐅻 ηʹ. σμύρνης 𐅻 κηʹ. Λημνίας μίλτου 𐅻 δʹ. νάρδου 𐅻 ηʹ. σχοίνου 𐅻 δʹ. κινναμώμου 𐅻 κδʹ. ῥίζης γλυκείας 𐅻 κηʹ. σμύρνης 𐅻 κʹ. ἠρυγγίου 𐅻 κδʹ. ἀμώμου 𐅻 ιβʹ. καρδαμώμου 𐅻 ηʹ. κρόκου 𐅻 ηʹ. κεδρίδων
5μελαινῶν 𐅻 ιβʹ. μελιλώτου 𐅻 ιβʹ. ὑακινθίνου σπέρματος 𐅻 δʹ. πεπέρεως μακροῦ 𐅻 δʹ. καὶ λευκοῦ κόκκους πεʹ. σφονδυλίου 𐅻 ιβʹ. στοιχάδος 𐅻 εʹ. πυρέθρου 𐅻 στʹ. μα‐ λάχης ἀγρίας σπέρματος 𐅻 ιβʹ. λευκοΐου σπέρματος 𐅻 γʹ. ὀποβαλσάμου δραχμὰς στʹ. κόστου 𐅻 ηʹ. ὀβολὸν ἕνα, ἄμ‐
10μεως δραχμὰς ιβʹ. κοτυληδόνος ῥίζης δραχμὰς ιδʹ. δαύκου σπέρματος 𐅻 ιβʹ. καρποβαλσάμου 𐅻 δʹ. ξυλοβαλσάμου δρα‐ χμὰς δʹ. κασσίας 𐅻 ηʹ. κυμίνου Αἰθιοπικοῦ 𐅻 δʹ. ὠκίμου σπέρματος 𐅻 ηʹ. ἀκόρου 𐅻 ηʹ. οἰνάνθης 𐅻 ηʹ. σελίνου σπέρματος ιβʹ. σαγαπηνοῦ 𐅻 ηʹ. καππάρεως ῥίζης 𐅻 δʹ.
15γεντιανῆς 𐅻 ιδʹ. περικλυμένου ῥίζης 𐅻 ηʹ. λιβάνου 𐅻 ηʹ. στύρακος 𐅻 αʹ. κέγχρου ἀγρίας 𐅻 κδʹ. σμυρνίου ῥίζης 𐅻 δʹ. σισάρου σπέρματος 𐅻 ηʹ. ἀμμωνιακοῦ θυμιά‐
ματος 𐅻 ιστʹ. σεσέλεως 𐅻 δʹ. κάγχρυος 𐅻 δʹ. οἱ δὲ 𐅻 αʹ.166

14

.

167

Ἰλλυρίδος 𐅻 δʹ. ἀνίσου 𐅻 δʹ. χαμαιπίτυος 𐅻 ιεʹ. χα‐ μαίδρυος ἴσον, σμυρνίου σπέρματος 𐅻 ηʹ. ζιγγιβέρεως 𐅻 ιδʹ. κενταυρίου λεπτοῦ 𐅻 ηʹ. σταφυλίνου σπέρματος, μήου ἀνὰ 𐅻 ηʹ. καλάμου ῥίζης 𐅻 δʹ. μύρου καλοῦ κοτύλην αʹ.
5μέλιτος Ἀττικοῦ τὸ ἱκανόν. [Πρὸς τεταρταίους, ὡς Ἅρπαλος.] Σμύρνης 𐅻 δʹ. πεπέρεως μακροῦ ἢ λευκοῦ 𐅻 βʹ. μηκωνείου 𐅻 βʹ. καστο‐ ρίου ὀβολοὺς γʹ 𐅶ʹʹ. καρδαμώμου 𐅻 δʹ. σαγαπηνοῦ 𐅻 βʹ. λεῖα σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, ἀνὰ ὀβολοὺς βʹ.
10τοῖς περιοδικοῖς σὺν οἴνου κυάθοις βʹ. ἀδριανοῦ, ἢ ἀμι‐ ναίου, καὶ ὕδατος πηγαίου ἀφηψημένου κυάθοις δʹ. πυρέσ‐ σουσιν σὺν ὑδρομέλιτι. ποιεῖ δὲ καὶ πρὸς τὰς λοιπὰς περι‐ όδους. ἐπεὶ δὲ καὶ πρὸς τοὺς δηχθέντας ἢ νυχθέντας ὑπό τινος τῶν ἰοβόλων ζώων, ἅμα τοῖς προγεγραμμένοις
15φαρμάκοις, ἐπέγραψαν οἱ περὶ τὸν Ἀσκληπιάδην τε καὶ Δαμοκράτην, διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι κατὰ τὸ προκείμενον τοῦτο βιβλίον ἐφεξῆς αὐτὰ προσθεῖναι, καὶ
πρῶτά γε τὰ τοῦ Ἀσκληπιάδου.167

14

.

168

[Τὰ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ εʹ. τῶν Ἄσωνος, πρὸς τὰς ἐκ τῶν ἰοβόλων βλά‐ βας.] [Πόμα λυσσοδήκτοις προφυλακτικὸν σφόδρα γεν‐ ναῖον.] Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γʹ.
5μεθ’ ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δί‐ δου ἐφ’ ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν ῥοφητὸν βαλὼν τὸ λύκιον. [Ἄλλη.] Καστορίου 𐅻 αʹ. ῥοδίνου λευκοῦ κύαθον, δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ
10ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. Ἄλυσ‐ σον βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου κοχλιάριον λυσσοδήκτοις, μεθ’ ὕδατος καὶ ὑδρομέλιτος κυά‐ θων γʹ. ἀπὸ αʹ. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μʹ. εἰ δὲ
15μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζʹ. ἄλυσσος δέ ἐστι βοτάνη τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκαν‐ θώδης περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην
χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντας168

14

.

169

κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. Ἄλλη ἔνδοξος πάνυ. Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημά‐ των λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ιʹ. ῥίζης γεντιανῆς μύστρα γʹ. τερμινθίνης μύστρα βʹ. δίδου
5δηχθεῖσιν εὐθέως μετ’ οἴνου ἀκράτου παλαιοῦ κυάθων γʹ. ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων· δίδου ἐπὶ ἡμέ‐ ρας γʹ. τοῖς δὲ ὕστερον τῆς αʹ. ἡμέρας, ἢ τῆς βʹ. ἢ καὶ τῆς γʹ. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε
10τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ δι‐ πλοῦν τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπλη‐ ρώσαντα δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα βʹ. ἐπ’ ἄλλας ἡμέρας γʹ. μετ’ οἴνου κυάθων γʹ. τὸ δὲ λεγόμενόν ἐστι τοι‐
15οῦτον. τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον, καὶ γεντιανῆς μύστρα βʹ. καὶ οἴνου ἀκράτου κυάθους γʹ. καθ’ ἑκάστην ἐπὶ ἡμέρας στʹ. εἰ δέ τις ἀφυστερήσει
τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρ‐169

14

.

170

μάκου τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος, λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ’ ἄλλας ἡμέρας λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ’ ἑκάστην ἡμέραν λαμβά‐ νειν. τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε
5μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ. [Κρατίππου ἀνδρὸς, καὶ ἐπισήμου καὶ κυνοτρόφου.] Καρκίνων 𐅻 κʹ. σμύρνης 𐅻 βʹ. κρόκου 𐅻 αʹ 𐅶ʹʹ. γεν‐ τιανῆς 𐅻 αʹ. πεπέρεως λευκοῦ κόκκους ιʹ. οἴνου ὅσον ἐξαρ‐ κεῖ εἰς ἀνάληψιν. ἡ δόσις 𐅻 αʹ. μετ’ οἴνου κυάθων γʹ.
10κεκραμένου. [Ἄλλη, ᾗ ἐχρήσατο Ἥρας ὁ Καππαδόκης.] Σκορ‐ δίου 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 βʹ 𐅶ʹʹ. ὀπίου 𐅻 γʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 γʹ 𐅶ʹʹ. κάγχρυος 𐅻 δʹ. γεντιανῆς, πηγάνου ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ 𐅻 εʹ. σμύρνης 𐅻
15ζʹ· ὀποβαλσάμου 𐅻 ηʹ. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτο‐ νωτέροις κυάμου Αἰγυπτίου. τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ κυάθους γʹ.
[Ἄλλη Αἰλίου Γάλλου, ὡς Βελχιόνιος ἔφη παρὰ Καί‐170

14

.

171

σαρος εἰληφέναι.] Πολίου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 γʹ 𐅶ʹʹ. κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ 𐅻 δʹ. γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ 𐅻 εʹ. σμύρνης 𐅻 στʹ. ἢ ζʹ. ὀποβαλσάμου 𐅻 ηʹ. σκορδίου, πεπέρεως, ἀνὰ 𐅻 ιβʹ. μέλιτι
5ἀναλάμβανε. [Ζήνωνος Λαοδικέως λυσσοδήκτοις. ἔστι δὲ καὶ θη‐ ριακὴ ἀγαθή.] Πετροσελίνου σπέρματος, ἄμμεως, ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος, ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρμα‐
10τος, ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντε‐ ριώνης, ἀνὰ 𐅻 δʹ. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν ἑτοίμῳ· τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυ‐ ράσας καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις 𐅻 αʹ. μετ’ οἴνου
15ἀκράτου κυάθων γʹ. ἐπὶ ἡμέρας γʹ. τοῖς δὲ ἤδη κατισχο‐ μένοις δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διό‐ νυσον ἀναφέρεται τὸν Μιλήσιον.
[Κλαυδίου Ἀπολλωνίου φάρμακον ἐπιτετευγμένον λυσ‐171

14

.

172

σοδήκτοις. ἔστι καὶ θηριακή.] Τριφύλλου σπέρματος, μαράθρου ῥίζης, ἀνὰ 𐅻 στʹ. σκίλλης τῶν φύλλων ξηρῶν, ἀριστολοχίας μακρᾶς, ἀνὰ 𐅻 εʹ. σκίγκου, ἑρπύλλου κλάδων, ἀνὰ 𐅻 δʹ. καρδαμώμου κεκαθαρμένου, γλυκυῤῥίζης, ἀνὰ
5𐅻 γʹ. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ 𐅻 βʹ. ὀποπάνακος, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 αʹ. οἴνου Φαλερίνου ξέστας γʹ. καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γʹ. εἰς τὸν οἶνον ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ,
10μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου τριώβολον μετ’ οἴνου ἀκράτου κυάθου αʹ 𐅶ʹʹ. ἐπὶ ἡμέρας γʹ. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας. [Μενίππου πρὸς λυσσοδήκτους, ᾗ ἐχρήσατο Πέλοψ.]
15 Πίσσης Βρυττίας λίτραν αʹ. ὀποπάνακος γο δʹ. ὄξους ξέστην ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δʹ. καὶ τὸ λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ
ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ· καὶ172

14

.

173

ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ ἡμέρας μʹ. [Μενελάου λυσσοδήκτοις, ποιεῖ καὶ πρὸς αἰγίλωπας
5καὶ παντὸς ἑρπετοῦ πληγήν.] Νίτρου ἐρυθροῦ 𐅻 βʹ. τρυγὸς οἴνου κεκαυμένης 𐅻 ζʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ζʹ. στέατος αἰγείου λίτραν αʹ. ἐλαίου λίτραν αʹ 𐅶ʹʹ. κη‐ ροῦ λίτρας βʹ. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ’ ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος· τὸ δ’ ὑπολειπόμενον
10τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν, καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. Λευκὴ Βα‐ φούλλου, ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη,
15δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέ‐ γεθος, καὶ καταπίνεται ἐπὶ ἡμέρας μʹ. καὶ μάλιστα τοῖς κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ
τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο173

14

.

174

δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ φάρμακον. ἔχει δὲ οὕτως. Κηροῦ Ποντικοῦ λίτρας βʹ. λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ
5ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ 𐅻 βʹ. λιβάνου ἄῤῥενος 𐅻 αʹ. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μετα‐ βάλλῃ, κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν· καὶ ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων
10χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. Κηροῦ λίτρας βʹ. ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ 𐅻 αʹ. ἐλαίου παλαιοῦ κοτύλην αʹ. [Ἐν ἄλλαις οὕτως ἔχει.] Κηροῦ Ποντικοῦ λίτραν
15αʹ. ψιμυθίου, λιθαργύρου, ἀνὰ 𐅻 γʹ. λιβάνου, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ γο 𐅶ʹʹ. 𐅻 αʹ. ἐλαίου παλαιοῦ 𐅻 δʹ.
[Βασιλικὴ πρὸς λυσσοδήκτους, φάρμακον ἐπιτετευγμέ‐174

14

.

175

νον, ὃ κωλύει περιπεσεῖν τῷ λεγομένῳ ὑδροφόβῳ. ταύτην Σεβαστὴ ἔσχε συγκειμένην ἀεί.] Ἁλὸς ἀμμωνιακοῦ, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 βʹ. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς, τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ 𐅻 δʹ.
5ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ 𐅻 εʹ. σύκων ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ τὸ διπλοῦν· στέατος ὑαίνης 𐅻 ηʹ. ῥητίνης τερμινθίνης 𐅻 θʹ. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ 𐅻 ιαʹ. κηροῦ Ποντικοῦ 𐅻 λστʹ. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ
10κυάθους γʹ. τὰ ξηρὰ τρῖβε μετ’ ὄξους, τὰ δὲ τηκτὰ τήκε‐ ται, εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπι‐ τήδειον γίνεται. [Τὰ τῶν ἐντός τε καὶ τῶν ἐκτὸς πρὸς σκορπιοδήκτους φάρμακα.] [Πρὸς δὲ τὰς τῶν σκορπίων
15πληγὰς χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. σκορ‐ πιοδήκτοις καὶ πρὸς φαλαγγίων δήγματα ἐχρήσατο Διόφαν‐ τος.] Ἀριστολοχίας 𐅻 δʹ. πεπέρεως 𐅻 βʹ. ὀπίου
𐅻 αʹ. πυρέθρου 𐅻 δʹ. ἀνάπλαττε τροχίσκους κυάμου175

14

.

176

Αἰγυπτίου τὸ μέγεθος, καὶ δίδου καταπίνειν βʹ. καὶ οἴνου ἀκράτου κυάθους βʹ. [Ἄλλο πρὸς σκορπίους καὶ τὰ δηκτά.] Ἀριστολο‐ χίας, ζιγγιβέρεως, ἀνὰ 𐅻 ηʹ. καλαμίνθης, πηγάνου ἀγρίου
5καρποῦ, ἀνὰ τριώβολον, πεπέρεως διώβολον. φύρα αἵματι χελώνης, καὶ ἀνάπλασσε τροχίσκους τριωβολιαίους, καὶ δί‐ δου μετ’ οἴνου ἀκράτου. [Ἄλλο.] Κυμίνου Αἰθιοπικοῦ, θείου ἀπύρου, πε‐ πέρεως λευκοῦ, ἀνὰ 𐅻 βʹ. καστορίου, σιλφίου, τριφύλλου,
10ἀνὰ 𐅻 αʹ. οἴνῳ ἀνάπλασσε καὶ δίδου μετ’ οἴνου ἀκράτου. [Πρὸς τοὺς ἐπικινδύνως πεπληγμένους ὑπὸ σκορπίων, ἢ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ.] Πηγάνου ἀγρίου καρποῦ, εὐζώμου καρποῦ, πυρέθρου, στύρακος, θείου ἀπύ‐ ρου, ἀνὰ 𐅻 στʹ. καστορίου 𐅻 βʹ. ἀνάπλασσε αἵματι χελώ‐
15νης, καὶ δίδου τετρώβολον μετ’ οἴνου ἀκράτου, ἢ ὄξους ἡμικοτυλίου. [Ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς σκορπίων
καὶ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ποιεῖ καὶ ταῖς176

14

.

177

δυστοκούσαις. ἐπιγράφεται δὲ Καλλίστη.] Σμύρνης, καστορίου, στύρακος, ἀνὰ 𐅻 αʹ. ὀπίου 𐅻 βʹ. χαλβάνης 𐅻 γʹ. σελίνου σπέρματος ὀξύβαφον, ἀνίσου τὸ ἴσον, πε‐ πέρεως κόκκους λʹ. ἀνάπλαττε δι’ οἴνου, καὶ δίδου 𐅻 αʹ.
5μετ’ οἴνου κοτύλης μιᾶς. τὸ φάρμακον ἄγαν ἐστὶ καλόν. [Ἀβασκάντου ἰατρεύοντος ἐν Λουγδούνῳ.] Πε‐ πέρεως λευκοῦ, κόκκους κʹ. καστορίου, ὀπίου, κρόκου, σμύρ‐ νης, ἴρεως Ἰλλυρικῆς, σταφίδος ἀγρίας, χαμαίδρυος, βρυω‐ νίας ῥίζης, πυρέθρου, ἑκάστου τὸ ἴσον, οἴνῳ ἀνάπλαττε,
10καὶ δίδου 𐅻 αʹ. μετ’ οἴνου ἀκράτου κυάθους γʹ. Ἀν‐ τίδοτος σκορπιακὴ, καὶ ἀδιάπτωτος, μετὰ σπουδῆς ἡμῖν δο‐ θεῖσα, ὑπό τινος τῶν τὴν Λιβύην οἰκούντων ταύτῃ χρω‐ μένου· ἀπήλλαττε παντὸς κινδύνου τοὺς σκορπιοδήκτους. ἔστι δὲ προφυλακτικὴ ἀγαθή. πίνεται δὲ ὑπὸ τῶν μηδέπω
15πεπληγότων πρὸς ἀσφάλειαν τῶν ἐσομένων. Θείου ἀπύ‐ ρου, θείου ὀρυκτοῦ, ἀνὰ λίτρας βʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. ὀποπάνακος, βράθυος, λιβάνου ἄῤῥενος ἀνὰ 𐅻 γʹ. ἀριστο‐
λοχίας στρογγύλης, πευκεδάνου, σμύρνης, κενταυρίου, ἑρ‐177

14

.

178

πύλλου, χαμαίδρυος, χαμαιπίτυος, σκορπιακῆς βοτάνης, ἀναγαλλίδος, ἀσφάλτου ἀνὰ 𐅻 βʹ. γέγραπται δὲ ἐν τῇ γρα‐ φῇ, καὶ Ῥωμαϊστὶ ἑρβανικάτου κέστρου 𐅻 βʹ. τουτέστι βε‐ τονικῆς, μυελοῦ ἐλαφείου, κροκοδείλου χερσαίου τῆς σαρκὸς,
5ἢ τοῦ λεγομένου σκίγκου, ἀνὰ 𐅻 αʹ. ἕκαστον δὲ τῶν εἰρη‐ μένων κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, εἶθ’ ὁμοῦ μίγνυται καὶ ἀδιάπνευστον φυλάττεται. ἐν δὲ τῇ χρήσει δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κυά‐ θους βʹ. προφυλακτικῆς δὲ χάριν ἐπ’ ἐνιαυτὸν πινέτωσαν,
10ὥστε ἀκινδύνως διάγειν τοὺς παθησομένους. δεῖ δὲ τοὺς ἀρχῇ πίνοντας τοῦτο τὸ φάρμακον ἕνεκεν προφυλακῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μήτε λούσασθαι μήτε συνουσιάζειν. [Παρὰ Ζωΐλου, ᾗ ἐχρήσατο Ἐπαφρόδιτος ὁ Καρχη‐ δόνιος. ἄπονον ποιεῖ παραχρῆμα, ἔστι δὲ καὶ προφυλακτι‐
15κὴ ἀγαθὴ, ἐνιαυτὸν πινομένη.] Θείου ἀπύρου λίτρας δʹ. λιβάνου λίτραν αʹ. βράθυος, στοιχάδος, ἀριστολοχίας ἀνὰ 𐅻 στʹ. σμύρνης 𐅻 εʹ. μυελοῦ ἐλαφείου, ὀποπάνακος
ἀνὰ 𐅻 δʹ. δικτάμνου Κρητικοῦ 𐅻 γʹ. ἀσφάλτου, ἑρπύλλου,178

14

.

179

σκορδίου, ῥοῦ, τριφύλλου, κενταυρίου, χαμαίδρυος, πεπέ‐ ρεως λευκοῦ, ἀβροτόνου, κέστρου, πολίου, πιτυῶν ἐριφείων, ἀναγαλλίδος ἀνὰ 𐅻 βʹ. κροκοδείλου χερσαίου 𐅻 ιʹ. σκεύαζε καθάπερ εἴρηται, καὶ δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ
5οἴνου ἀκράτου κύαθον. ποιεῖ δὲ καὶ πρὸς φυλακὴν, ἐνιαυ‐ τοῦ ἅπαξ δοθεῖσα. [Ἐπίθεμα σκορπιοπλήκτων.] Δάφνης φύλλα ἑψή‐ σας μετ’ οἴνου, καὶ τρίψας ἐπιτίθει, ἢ κρίνων τὰς ῥίζας τρίψας μετ’ ὄξους, ἐπιτίθει.
10 [Ἄλλο.] Ἀριστολοχίας ἐν οἴνῳ ἡψημένης, καὶ πηγάνου ἀκρεμόνων, καὶ νίτρου τὸ ἴσον τρίψας μετ’ οἴνου, ἐπιτίθει. [Ἄλλο.] Καρκίνων ποταμίων, κάγχρυος, σταφίδος ἀγρίας, πηγάνου τὸ ἴσον μετ’ οἴνου, ἐπιτίθει.
15 [Ἄλλο.] Χαμαιμήλων, καὶ μελανθίου, καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον, τρίψας μετ’ ὄξους, ἐπιτίθει. [Ἀραβᾶ Θηβαίου, ἐπιτετευγμένον φάρμακον, πρὸς
σκορπίου πληγάς.] Χαλβάνης, τερμινθίνης ἀνὰ 𐅻 βʹ.179

14

.

180

σταφίδος ἀγρίας, πυρέθρου, θείου ἀπύρου, ἀνὰ 𐅻 αʹ. σμύρνης, πεπέρεως, ἀνὰ 𐅻 αʹ 𐅶ʹʹ. πίσσης ὑγρᾶς τὸ αὔ‐ ταρκες. [Διάφορα πρὸς τὰ τῶν φαλαγγίων δή‐
5γματα φάρμακα.] [Πρὸς φαλαγγίων δήγματα Χαρίτωνος ὀχλαγωγοῦ.] Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον, τρίψας ὁμοῦ, δίδου ὅσον 𐅻 αʹ. μετ’ οἴνου κυάθων βʹ. πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις.
10 [Ἄλλο. Σιμμία τοῦ Μηδίου.] Ὀποῦ Κυρηναϊ‐ κοῦ, δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι’ ὄξους, καὶ δίδου 𐅻 αʹ. μετ’ ὄξους κυάθων δʹ. καὶ πιόντα εἰς θερμὸν ὕδωρ κάθιε.
15 [Ἀνδρέου, πρὸς φαλαγγιοδήκτους.] Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης ἴσον ἑκάστου, ἀνάπλασσε μετ’ οἴνου εὐώδους, καὶ διδοὺς
𐅻 αʹ. μετὰ γλυκέος κοτύλης μίας.180

14

.

181

[Ἄλλο, σφόδρα γενναῖον.] Κάγχρυος, πηγάνου ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρ‐ νης, ἑκάστου 𐅻 αʹ. κυπρίου ῥίζης 𐅻 βʹ. ἀνάπλαττε μετ’ οἴνου εὐώδους κυάθων δʹ. καὶ μέλιτος κύαθον αʹ.
5 [Πρὸς φαλάγγια, καὶ σκορπίους, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ὡς ἐχρήσατο Διόφαντος.] Καστορίου, πεπέρεως λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ’ οἴνου ἀκράτου κυάθων γʹ. ὡς Διόφαντος.
10 [Ἄλλη.] Μανδραγόρου φλοιοῦ ῥίζης, πε‐ πέρεως λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολ‐ λοδώρου, ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότα‐
15τα τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. Κωνείου χυλοῦ, ὑοσκυάμου, ἀνὰ 𐅻 δʹ. καστορίου, πεπέρεως λευκοῦ, κόστου, σμύρνης, ὀπίου, ἀνὰ 𐅻 αʹ. ταῦτα λεάνας καὶ ἐπιβα‐
λὼν κυάθους βʹ. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ,181

14

.

182

καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ δίδου μετ’ οἴνου κυάθων βʹ. [Ἄλλη Ἡρακλείδου Ταραντίνου πρὸς φαλάγγια, καὶ παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ’ αὐτὸ πινόμενον βοηθεῖ.]
5 Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ, σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει. [Ἄλλη πρὸς φαλάγγια, καὶ παντὸς ἰοβόλου ἑρπετοῦ
10πληγήν.] Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ Λιβυκοῦ, ἀνὰ 𐅻 δʹ. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ’ αὐτὸ καὶ πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πλη‐ γὰς καὶ παντὸς ἑρπετοῦ. τὸ δ’ αὐτὸ καὶ πινόμενον βοηθεῖ.
15τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. Θείου ἀπύρου, χαλβάνης ἀνὰ 𐅻 δʹ. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κε‐ καθαρμένων, ἀνὰ 𐅻 βʹ. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλα‐
βὼν ἐπιτίθει.182

14

.

183

[Ἄλλη.] Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀστα‐ φίδος, εὐζώμου σπέρματος, κάγχρυος, ἄγνου καρποῦ, κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ’ αὐτὸ καὶ πινόμενον
5βοηθεῖ. [Φάρμακα πρὸς ἐχιοδήκτους, ἐν οἷς καὶ ἡ Ἀντιόχου θηριακὴ περιέχεται, ἣν Πλίνιός φησι παρὰ πυλῶν Ἀσκληπιοῦ ἀναγεγράφθαι.] Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπὶ δὲ τῶν ἐχιοδήκτων χρηστέον ταῖς ὑπογε‐
10γραμμέναις σκευασίαις. [Πρὸς ἐχιοδήκτους Δωροθέου Ἡλίου.] Λέγει δὲ οὕ‐ τως. ποτήμασι μὲν οὖν ἐχρησάμην ἁπλοῖς τοῖς δι’ ὄξους· ὄξος γὰρ ὅσον ἡμικοτύλιον θερμανθὲν καὶ ποθὲν ὠφελεῖ. Ἀριστολοχίας ὅσον 𐅻 βʹ. τοῦ φλοιοῦ ἐν οἴνῳ, ἢ ὄξει
15κοτύλας ἡμισείας. καὶ Τριφύλλου καρποῦ ὅσον τριώ‐ βολον ἐν οἴνῳ κυάθου ἥμισυ. καὶ πάνακος τοῦ χειρωνείου 𐅻 βʹ. ἐν ὄξει. καὶ πιτυᾶς νεβρείας 𐅻 αʹ. ἐν οἴνῳ. καὶ
χελώνης θαλασσίας ἐξηραμμένου αἵματος 𐅻 βʹ. ἐν ὄξει.183

14

.

184

[Τῶν δὲ συνθέτων, ἡ μὲν παρ’ Ἀπολλοδώρου τεθει‐ μένη, καὶ ὑπὸ Σωστράτου ἐπαινουμένη, καὶ πάντων δὲ τῶν μετενεγκόντων παρ’ αὐτοῦ, ἡ διὰ τοῦ αἵματος τοῦ χελώνης ἐστὶν ἥδε.] Κυμίνου ἀγρίου σπέρματος ὀξύβαφον, χε‐
5λώνης θαλασσίας αἵματος ξηροῦ 𐅻 δʹ. στατῆρας βʹ. πιτυᾶς νεβροῦ, εἰ δὲ μὴ, λαγωοῦ 𐅻 γʹ. ἐριφείου αἵματος 𐅻 δʹ. πάντα μίξας, καὶ οἴνῳ βελτίστῳ ἀναλαβὼν, ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν ἐλαίας τὸ μέγεθος, τρίψας μετ’ οἴνου, ὡς βελτίστου, κυάθου ἥμισυ δίδου πίνειν. ἐὰν δὲ
10ἀπεμέσει τὸ φάρμακον, πάλιν δίδου ἐλαίας τὸ ἥμισυ, καθὰ προείρηται, καὶ πάλιν εἰ ἀποβάλλειν, ἐκ τρίτου δίδου κυά‐ μου Αἰγυπτίου τὸ μέγεθος, καθὰ προείρηται. [Ἡ τοῦ ἀγροίκου ἐχιοδήκτου.] Τριφύλλου, στά‐ χυος, ὀρόβου ἠλεσμένου, πηγάνου ἀγρίου σπέρματος, ἀρι‐
15στολοχίας στρογγύλης, ἀνὰ 𐅻 ηʹ. οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους, καὶ δίδου 𐅻 αʹ. μετ’ οἴνου κυάθων γʹ. δὶς καὶ
τρὶς τῆς ἡμέρας.184

14

.

185

[Ἄλλη τῶν παρ’ Εὐδήμου ἐμμέτρως ἀναγεγραμμένη, θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος, ἧς ἡ ἀρχὴ ἥδε.] Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ
Νικήσας, πείρᾳ κέκρικεν Ἀντίοχος.
5
Τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας, Σὺν τῷ δ’ ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας. Σὺν δ’ ὀπὸν ἐκ πάνακος στήσας ἴσον ἠδὲ τριφύλλου Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,
10Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον. Σὺν δ’ ὀρόβου λείου δύο ὀξύβαφ’ ἔμπας’ ἀλεύρου, Πάντα δ’ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας, Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,
15 Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ’ ἂν ἕκαστος ἔχῃ. Χίῳ δ’ ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης,
Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις.185

14

.

186

Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο
Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ’ ὀδύνας. Τὰ δὲ κατὰ μέρος ἐστὶ ταῦτα. Μήου ῥίζης, ἑρπύλ‐ λου, ὀποπάνακος, ἀνὰ 𐅻 βʹ. τριφύλλου σπέρματος 𐅻 αʹ.
5ἀνίσου, μαράθρου, ἄμμεως, σελίνου σπέρματος, ἀνὰ ὀξύ‐ βαφον, ἀλεύρου ὀροβίνου λεπτοτάτου ὀξύβαφα βʹ. οἴνου παλαιοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλασσε τροχί‐ σκους, καὶ ξήρανε ἐν σκιᾷ, καὶ δίδου τριώβολον μετ’ οἴνου κυάθων γʹ.
10 [Ἡρακλείδου Ταραντίνου ἐννεαφάρμακος· ταύτην ἔθη‐ κεν ἐν τῇ περὶ θηρίων αὐτοῦ πραγματείᾳ. ἔχει δὲ οὕτως.] Σμύρνης τρωγλοδύτιδος, ὀποπάνακος, ὀποῦ μήκωνος, ἀνὰ 𐅻 βʹ. βρυωνίας ῥίζης 𐅻 δʹ. ταύτην οἱ μὲν ψίλωθρον, οἱ δὲ ἄμπελον ἀγρίαν, οἱ δὲ μάδον, οἱ δὲ χειρωνείαν, οἱ
15δὲ κερκίδα καλοῦσιν. ἀριστολοχίας μακρᾶς τοῦ φλοιοῦ 𐅻 δʹ. καθόλου γὰρ τῶν ῥιζῶν χρησιμώτεροί εἰσιν οἱ φλοιοὶ μᾶλλον, ἤπερ ἐντεριῶναι. πυρέθρου ῥίζης 𐅻 δʹ. πηγάνου
ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, τριφύλλου σπέρμα‐186

14

.

187

τος, ἀνὰ ὀξύβαφον, πάντα κόψας καὶ σήσας, ἀναλάμβανε ὄξει, ἐναποβεβρεγμένου κόμμεως, ὥστ’ ἔχειν τι κολλῶδες, καὶ ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει δίδου τροχίσκου ἥμισυ, ἤτοι μετ’ οἴνου, ἢ μετ’ ὄξους
5ἐναφηψημένων πηγάνου φύλλων. ποίει τοῦτο πολλάκις τῆς ἡμέρας, ὥστε εἶναι τὴν τελείαν δόσιν τοῦ φαρμάκου 𐅻 βʹ. πλεῖον γὰρ διδόμενον ἔμετον κινεῖ, ὥστε μὴ πλέον διδόναι παραινοῦμεν. ἐμέτου δὲ γενομένου πάλιν δοτέον πολλάκις τὸ φάρμακον τῆς ἡμέρας. δεῖ δὲ καὶ τρέφειν τὸν πεπον‐
10θότα, καὶ οἴνῳ κεκραμένῳ ποτίζειν, καὶ πολλάκις τοῦτο ποιεῖν. ἀλλὰ καὶ πυριᾷν ὕδατι πολλῷ, καὶ καταντλεῖν τοῖς ὠφελεῖν δυναμένοις. ἡ δὲ κατάκλυσις ἔστω τοῦ πεπονθότος τόπου κατάῤῥοπος. [Δωροθέου φάρμακον ἐπιτετευγμένον πρὸς παν‐
15τὸς ἑρπετοῦ πληγήν.] Ῥίζης φλόμου θήλεως τοῦ φλοιοῦ, τριφύλλου καρποῦ, ἀνὰ 𐅻 αʹ. ὀποπάνακος, ἑρπύλλου, μήου, νεβροῦ πιτυᾶς, ἀνὰ 𐅻 βʹ. σελίνου σπέρματος, ἄμμεως,
μαράθρου σπέρματος, ἀνίσου σπέρματος, ἀνὰ ὀξύβαφον,187

14

.

188

ὀρόβων ἠλεσμένων 𐅻 βʹ. τὰ ξηρὰ κόψας καὶ σήσας ἀνα‐ λάμβανε οἴνῳ Ἀριουσίῳ· ἐν τούτῳ διαλυθείσης τῆς πιτυᾶς καὶ τοῦ ὀποπάνακος, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν· τοῖς μὲν ἤδη συντόνως κατεχομένοις 𐅻 αʹ. καὶ
5οἴνου κοτύλην αʹ. τοῖς δὲ ἄλλοις τριώβολον. ἐχρήσατο δὲ τῷ φαρμάκῳ καὶ πρὸς τὰς περὶ ἔντερα διαθέσεις, καὶ ὧν ἐβούλετο τὴν κύστιν ῥευματίζειν, καὶ πρὸς βῆχας, καὶ ἄλλας περιστάσεις, ὡς σφόδρα γενναίῳ. ἡ χρῆσις ἐπὶ μὲν τῶν ἰοβόλων μετ’ οἴνου, ἐπὶ δὲ τῶν ἄλλων μεθ’ ὕδατος. Ἄλλη
10Ὑβριστοῦ Ὀξυῤῥυγχίτου, φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἰοβόλου πληγήν. ἀνεγράφη ὑπὸ Ἀπολλωνίου τοῦ Μεμφίτου. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ἀριστο‐ λοχίας, πάνακος, ἄγνου σπέρματος, ἀνὰ 𐅻 δʹ. κάγχρυος καὶ σμύρνης, πεπέρεως, σεσέλεως Μασσαλεωτικοῦ, νάρδου
15Ἰνδικῆς, καστορίου, κινναμώμου μέλανος, ὡς λεπτοτάτου, πεπέρεως μακροῦ, Κυρηναϊκοῦ ὀποῦ, ἴριδος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ 𐅻 βʹ. ὑπερικοῦ 𐅻 αʹ. πάντα κό‐
ψας, καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀνάπλασσε τροχίσκους,188

14

.

189

οἴνῳ ἀθαλάσσῳ φυράσας, ξήραινε ἐν σκιᾷ, καὶ δίδου 𐅻 αʹ. ἐν οἴνῳ ἀκράτῳ κοτύλης αʹ. καὶ ὕδατος δʹ. ἐπιτίθει δὲ καὶ ἐπὶ τὸ δῆγμα θλάσας ἕνα τῶν τροχίσκων, καὶ οἴνῳ διαλύ‐ σας, καὶ προσβαλὼν ἀριστολοχίας τῆς καλῆς λείας, ὅσον
5𐅻 βʹ. καὶ ἀλφίτου πάλιν 𐅻 δʹ. ταῦτα συλλεάνας καὶ τρί‐ ψας ἐπιμελῶς, ἐπιτίθει ἔξωθεν σκεπάσας συκῆς φύλλῳ, καὶ ταινιδίῳ καταδήσας. Ἀντίδοτος θηριακὴ ἐχιοδή‐ κτοις. ποιεῖ δὲ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ταύτην Γάλλος παραγενόμενος ἐκ τῆς Ἀραβίας ἔδωκε Καίσαρι,
10πολλοὺς τῶν συστρατευσαμένων αὐτῷ πληγέντας ἀπό τε λυσ‐ σοδήκτων καὶ σκορπίων, καὶ φαλαγγίων, καὶ τῶν ἄλλων ἑρπετῶν διασώσας. ἔχει δὲ οὕτως. Ὀρόβων ἠλεσμένων 𐅻 κεʹ. βρυωνίας ῥίζας 𐅻 ιστʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 ιβʹ. τριφύλλου καρποῦ, ἴρεως Καρχηδονίας, ὀποπάνα‐
15κος, ἀριστολοχίας μακρᾶς, ὀποῦ μήκωνος, ζιγγιβέρεως, ἑκά‐ στου 𐅻 ηʹ. κυμίνου Αἰθιοπικοῦ, σμύρνης, ἠρυγγίου, ὀποῦ Κυρηναϊκοῦ, κρόκου, ἑρπύλλου, κόστου, σαγαπηνοῦ, ἑκά‐
στου 𐅻 στʹ. οἴνῳ Ἀμιναίῳ φυράσας, ἀνάπλαττε τρο‐189

14

.

190

χίσκους, καὶ δίδου πρὸς δύναμιν. ἔστω δὲ ἡ τελεία δόσις τριώβολον ἐξ οἴνου κοτύλης αʹ. πρὸς δὲ τὰς λοιπὰς διαθέ‐ σεις μετ’ οἰνομέλιτος. [Ἐπίθεμα ἐχιοδήκτοις.] Σαγαπηνοῦ, πεπέρεως,
5ὀποῦ Κυρηναϊκοῦ, ὀποπάνακος ἀνὰ μέρος ἓν, χαλβάνης, θείου ἀπύρου, ἀνὰ 𐅻 βʹ. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτο‐ τάτῳ κοσκίνῳ, τοὺς δ’ ὀποὺς διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς, καὶ ποίει ἐμπλάστρου τὸ πάχος, καὶ ἐπιτίθει κατὰ τῶν πληγῶν, ἔξωθεν δὲ τούτων φύλλα συκῆς ἢ κνίδης.
10 [Ἄλλο.] Καρδαμώμου, ἠρυγγίου ῥίζης, θείου ἀπύρου, πεπέρεως, ἑκάστου μέρος ἓν, σμύρνης, χαλβάνης, ἀνὰ βʹ. μέρη, σκεύαζε καθὰ προείρηται. [Ἄλλο.] Κενταυρίου, ἀριστολοχίας, πευκεδανοῦ ῥίζης, ἴσον ἑκάστου, κόψας, καὶ σήσας, καὶ ὄξει φυράσας,
15ἀναλάμβανε χαλβάνῃ, καὶ χρῶ καθὰ προείρηται. [Ἄλλο.] Κάγχρυος, σταφίδος ἀγρίας, βρυωνίας ῥίζης, ἀριστολοχίας, ἑκάστου μέρος ἓν, σμύρνης, ὀποπάνακος,
ἀνὰ μέρη βʹ. ὄξει φυράσας ἀναλάμβανε, καθὰ προείρηται.190

14

.

191

[Ἀντίδοτοι Δαμοκράτους πρὸς ἑρπετὰ καὶ λυσσοδήκτους.] Ἐπεὶ δὲ τὰ ἔμμετρα τό τ’ εὐμνημόνευτον ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων, ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γρά‐
5ψαι μέτρα, τόνδε τὸν τρόπον ἔχοντα.
Νυνὶ δ’ ἀποδοῦναι βούλομαι τὰς δυνάμεις, Μόνον θεραπεύειν ἰοβόλων δήγματα, Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων, Πληγάς τε θηρίων, καὶ δήγματα
10Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων. Σκεύαζε δ’ οὕτως. ἴρεως δὶς δʹ. Τῆς Ἰλλυρικῆς. τὸ δ’ ἀπὸ ζιγγιβέρεως Ὀποπάνακός τε καὶ ὀπίου, μηκωνίου, Λιβανωτίδος ῥίζης τε, καὶ τοῦ Κρητικοῦ
15Παντὸς τριφύλλου σπέρματος δὶς δʹ. Ἀριστολοχίας τῆς μακρᾶς, καὶ πηγάνου Σπέρματος ἀγρίου τε, τὰς ἴσας ἀνὰ δώδεκα,
Ἑκκαίδεκα ῥίζης λευκοτάτης βρυωνίας.191

14

.

192

Ἑρπυλλαρίου δὲ τῆς πόας καὶ σμυρνίου, Καστορίοιό τε Ποντικοῦ πάντων ἴσα. Ἠρυγγίου δὲ καὶ σελίνου σπέρματος Αἰθιοπικοῦ μάλιστα, καί τι ἐπὶ προσφάτου
5Δραχμὰς ἑκάστου γʹ. δύο ἐκ πάντων σταθμῶν, Ὀρόβου τε λευκοῦ, τοῦ καθαροῦ δύο δώδεκα. Ἅπαντα ταῦτα ξηρὰ καὶ σεσησμένα, Ἀναλάμβαν’ οἴνῳ καὶ ποιήσας σφαιρία, Ἢ καὶ τροχίσκους, δὸς δραχμὴν πιεῖν μίαν,
10Τοῦ φαρμάκου κοτύλην τε μὴ κεκραμένην, Οἴνου λιπαροῦ, καλοῦ τε καὶ μὴ προσφάτου. Ποιεῖ δὲ καὶ δι’ ὕδατος ἀνεθὲν ἥμισυ Τοῖς πνευματουμένοισι κῶλον, ἢ γαστέρα, Δίχ’ αἰτίας φανερᾶς τε τοῖς πονοῦσί τι.
15
Ἄλλη. Σφόδρα ἀγαθὴ δύναμις, ᾗ καὶ χρωμένους
Πίνοντας αὐτοὺς οἶδα, δηχθέντας κακῶς192

14

.

193

Τοῖς ἀρτιθήροις ἔχεσι, τοῖς καλουμένοις Ψυλλίοις. ἔθνος δέ φασι τοῦτο δυσπαθὲς Φύσει νενομίσθαι πρὸς τῶν δακετῶν φόβους. Ἑτέροις δὲ δόντας, σφόδρα κακῶς δεδηγμένοις.
5Μελισσόφυλλον μαλακὸν ἐν σκιᾷ ψυγὲν, Ξηρὸν γενόμενον κόψον, ἐκ τούτου λαβὼν Δραχμὰς δὶς ὀκτὼ, πρόσβαλ’ αὐτῷ στρογγύλης Ἀριστολοχίας, ἢ μακρᾶς, δραχμὰς δέκα Ξηρᾶς, χαμαίδρυος δὲ τὰς αὐτὰς δέκα,
10Σμύρνης τε χρηστῆς Τρωγλοδύτιδος δραχμὰς δέκα. Ταῦθ’ ὁλμοκοπήσας, σῆθε λεπτῷ κοσκίνῳ, Μέλιτός τε μέτριον προσβαλὼν αὐτοῖς, ἑνοῦ. Δίδου τε δραχμῆς πλῆθος, ἢ μικρῷ πλέον Ἐν ζωροτέροις κυάθοισι κράματα δέκα.
15Τινὲς δὲ φύλλων τῶν μακρῶν καὶ προσφάτων Τὸν χυλὸν ἀποθλίψαντες, ἶσον αὖ καλῷ Οἴνῳ κατέμιξαν, καὶ ἔδοσαν πιεῖν αὐτίκα.
Πλῆθος τὸ πᾶν δὶς εʹ. κυάθους, ἢ βραχὺ193

14

.

194

Ἐλαττόνων, βραχύ τε δαψιλέστερον, Τά τε φύλλα λεῖα κατέπλασαν τοῖς δήγμασι.
Ἄλλη. Πρὸς θηρίων μὲν πάντων ἰὸν ἑρπετῶν
5Μάλιστα δ’ ἔχεων φάρμακον δραστήριον. Ἔχε δὲ διὰ παντὸς πιτυὰν ἀποκειμένην Νεβρῶν ἐλάφου, καὶ μὲν ἂν τὴν πρόσφατον. Τῆς γὰρ παλαιᾶς ἐστὶν εὐστομαχωτέρα, Ταύτης δραχμῶν τὸ πλῆθος ἐν κυάθοις δυσὶν
10Οἴνου Φαλερίνου καὶ ὕδατος τοῦ συμμέτρου Κεράσας, προσένεγκε τοῖς σφόδρα δεδηγμένοις, Κέλευε τούτοις γρηγορεῖν, καὶ περιπατεῖν. Ἂν ἐπιτρέπωσιν οἱ δεδηγμένοι τόποι, Εἰς τὰ βαλανεῖά τ’ εἰσιέναι χρόνους τινὰς
15Μένοντας ἐν τούτοισι, καὶ μετ’ οὐ πολὺ Πάλιν ὡς προεῖπον, λαμβάνειν τὴν πιτυάν.
Ἐκ τοῦ γένους τε τῶν πρὸς τοὺς θανασίμους.194

14

.

195

Ἄλλη. Ἀντίδοτός ἐστι πρὸς τὰ τῶν λυσσώντων κυνῶν, Δήγματα φέροντα παρακοπὰς ὑλακτικὰς, Φόβους ἀλόγους τε παντὸς ὑγροῦ καὶ ποτοῦ,
5Ὡς κᾂν ἴδωσι παντελῶς ὕδωρ βραχὺ, Τρόμοισι καὶ σπασμοῖσι κατέχοντ’ αὐτίκα, Ἐν ἀγρυπνίαις τε καὶ παρακοπαῖς συνεχέσι Διάγοντες, ἀποθνήσκουσι συντομώτατα. Κἂν τῷ παραχρῆμα δ’ ἐκφύγωσι τοὺς φόβους,
10Μένει τὰ τοιαῦτα κατὰ χρόνους συμπτώματα Ἄφνω γενόμενα τοῖς πάλαι δεδηγμένοις. Πρὸς τοὺς φόβους οὖν τῶν τοιούτων δηγμάτων Ἱερὰν ἔχε πάντως ἀντίδοτον παρακειμένην. Οἱ γὰρ πιόντες, ὡς ἐρῶ, ταύτην ἐγὼ,
15Εἰς οὐδὲν ἄτοπον ἐμπεσοῦνται ῥᾳδίως. Σκεύαζε δ’ αὐτὴν, καρκίνους τοὺς ποταμίους Ἐπὶ κληματίδων κατάκαιε λευκῆς ἀμπέλου,
Τήρει τε λειῶν ἐπιμελῶς ἐν πυξίδι,195

14

.

196

Καὶ γεντιανῆς τὴν ῥίζαν εὖ σεσησμένην Ἐν πυξίδι δ’ ἑτέρᾳ τῆς δὲ χρείας γενομένης Κατάπασον οἴνου τρισὶ κυάθοις ἡδέος, Μύστρα δὲ βʹ. μακρὰ τῆς σποδοῦ τῶν καρκίνων,
5Τῆς γεντιανῆς δ’, ὡς ἔφην, λελεασμένης Ἓν μύστρον, οὕτως ἐκπιεῖν κέλευ’ ἄθρουν Τρισὶν καθεξῆς ἡμέρας νήστει διδούς. Πρώτην κατὰ τύχην δ’ ὑστερήσας ἡμέραν, Ἄλλαις δυσίν τε προσφέρων ἁπλοῦν μέτρον
10Διπλοῦν προσοίσεις δεύτερον τῷ φαρμάκῳ, Εἰς τρεῖς δὲ κυάθους, ὡς ἔφην, οἴνου βαλὼν Ἢ κᾀν τρισίν γε τοῖς σφοδρῶς δεδηγμένοις, Τῆς γεντιανῆς δ’ αὖ μόνοις τρισὶν δοκεῖ Τριωβόλου τὸ πλῆθος ὁλκῆς προσφέρειν
15Λείας ἐπιμελῶς ἡμέραις δυσὶν εἴκοσιν Ἐν ζωροτέροις κυάθοις τρισὶν, ἢ μικρῷ πλέον.
Ἄλλη.
Καὶ τοῦτο πρὸς τοὺς ὑδροφόβους δεδοικότας196

14

.

197

Ἔλεγε διὰ πείρας γεγονέναι Νικήρατος. Αὐτῷ τε καὶ φίλοις κρίνειν δυναμένοις, Τὰ τῶν παραδόξων φαρμάκων ἰδιώματα. Λυκίου κρατίστου Παταρικοῦ τριώβολον,
5Τοῦ δ’ Ἰνδικοῦ βέλτιστον ἂν ᾖ σοι παρὸν, Διδόναι προσέταττεν ἡμέρας δυσὶν εἴκοσι, Νήστεσι δι’ ὕδατος, ὥσπερ εἶπον ἀρτίως. Λέγεται δὲ ποιεῖν ταῦτα καὶ Βρεττανικῆς Δοθεὶς ὁμοίως χυλὸς, ὥσπερ τὸ Λύκιον.
10Καὶ τοῦτο δ’ ἱκανῶς παρ’ ἐνίοις θαυμάζεται, Ἄρκτου χολῆς βʹ. μύστρα καταμίξας δυσὶν Ὕδατος κυάθοις, πρόσφερ’ ἐπὶ τρεῖς ἡμέρας, Μήπω λαβοῦσι τὴν τροφὴν, ὄρθρον τ’ ἄγαν. Πρὸς λυσσοδήκτους ἔχε μάλισθ’ ὅπου πολὺς
15Εἰς τὸ πάθος ἐμπίπτει καὶ λυσσᾷ κύων. Ἔμπλαστρος ᾗ χρῶμαι πρὸς τὸν τῶν δηγμάτων Ἰχῶρ’, ἀρέσκει τὶ πέλιόν τ’, ἢ καὶ μέλαν
Τοῖς τραύμασιν πρόσεστι, τοῦτο περικνίσας197

14

.

198

Ἐπίβαλλε τὴν ἔμπλαστρον ἐπὶ χρόνον πολὺν, Δι’ ἡμερῶν τὸ τραῦμα πλατύτερον ποιῶν, Ἑλκοῦν δυναμένῳ φαρμάκῳ ἐσχαρωτικῷ, Ποιοῦσαν ἀμέλει καὶ πρὸς ἄλλων θηρίων
5Τῶν ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα, Ἀκίδων τε φαύλοις φαρμάκοις βεβλαμμένων, Καὶ πρὸς κακοήθη πάντα ἐξηλκωμένα, Τῆς γῆς μελαίνης κᾀμπελίτιδος δραχμὰς Δὶς κεʹ. καὶ λιθαργύρου καλῆς
10Σταθμὸν τὸν αὐτὸν, ταὐτό τ’ ἀσφάλτου βάρος Ἴσας τ’ ἐλαίου. τοῖς τρισὶν τούτοις δραχμὰς Τῆς Ἀττικῆς τε προπόλεως δὶς εἴκοσι, Ἀριστολοχίας, συμφύτου τ’ ἀνὰ τέσσαρας, Δὶς δύο πρασίου, καὶ ἑλενίου τὰς ἴσας,
15Χαμαιλέοντος τέσσαρας, τρεῖς σμυρνίου. Τὸ δ’ αὐτὸ λευκῆς ἴρεως ξηρᾶς καλῆς. Τρεῖς δ’ ὀμφακίνης κηκίδος, ἓξ στυπτηρίας,
Πολίου τε ταὐτὸ, χαλβάνης τ’ ὀβολοῦ πλέον,198

14

.

199

Λιβάνου τ’ ἀτμήτου ιβʹ. ὁλκῆς ἥμισυ, Χαλκίτεως ὀπτῆς τε τέσσαρας δραχμὰς, Κενταυρίου λεπτοῦ τε δραχμὰς τρὶς βʹ. Δὶς πέντε καὶ δέκα μέλιτος Ἀττικοῦ νέου.
5Σκεύαζε δ’ αὐτὴν ἐπιμελῶς αὐτὸς παρών. Καὶ γὰρ σφόδρ’ εἰ καὶ κατακαίεται ταχὺ, Τὴν ἀμπελῖτιν καὶ λιθάργυρον βαλὼν, Εἰς λοπάδα καινὴν εὐμεγέθη προσέμβαλε, Λεῖον ἔλαιον ἕψε μαλθακῷ πυρὶ,
10Ὅταν δ’ ἴδῃς ῥυπῶδες, ἔμπασον τότε Στυπτηρίαν, χαλκῖτιν, ἑτέραν δῆτ’ ἔχων Χύτραν τε, τῆκε τὸ μέλι καὶ τὴν χαλβάνην, Πρόπολίν τε καὶ τὰ λοιπὰ τηκτὰ μίγματα Κατάχει μετρίως ζέοντα τῆς λιθαργύρου,
15Καὶ συζέσας ἐπ’ ὀλίγον, ὅταν ἴδῃς ὅτι Ἔμπλαστρος ἔσται ἀμόλυντος, ἐμπάσσεις τότε Τὰς πόας τε καὶ τὰ λοιπὰ ῥιζία,
Ἄρας τε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,199

14

.

200

Ψῦξον, διακινῶν ἐπ’ ὀλίγον τὸ φάρμακον, Συνεκμαλάσσων χερσὶν εὐτονωτέραις, Ἀπόθου, φυλάττων δέρματ’ ἐσκεπασμένην, Καὶ τῶν ἀκίδων τῶν πεφαρμακευμένων,
5Τὰ τραύματ’ ἔγνω ταὐτὰ ποιεῖν ἑρπετοῖς Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασι. Διὸ καὶ θεραπείας ἐστὶν ὁμογενὴς τρόπος, Καὶ γὰρ ἐπὶ τούτοις σάρκα τὴν τετρωμένην Ταχέως περικόπτειν σμιλίῳ δεῖ, καὶ πυρὶ
10Συκίας τ’ ἐπιβάλλειν εἰ δυνατὸν τοῖς τραύμασι, Τοῖς δριμέσιν τε φαρμάκοις καὶ καυστικοῖς, Τηρεῖν τὸ τραῦμα πλείονας χρόνους πλατὺ, Ὥσπερ ὑπέδειξα θᾶττον ἐν συντάγματι Ἑτέρῳ, γραφέντι τοῖς θέλουσι φάρμακα
15Ποιεῖν ὅσα καύσοις σμιλίῳ τε γίγνεται. Χρῆσθαι δὲ καὶ ταῖς ἀντιδότοις ποτήμασι Τοῖς ἐχιοδήκτοις, ἃς ἐκέλευσα προσφέρειν, Καὶ πητύας δὲ τῶν νεβρῶν αὐτοῖς δίδου,
Καὶ γεντιανῆς, ὡς ἔφην, δεῖ προσφέρειν200

14

.

201

Τοῖς λυσσοδήκτοις, καὶ τὰ λοίφ’, ὡς εἴπομεν Ποεῖν ἐπ’ ἐκείνων ταῦτα, καὶ τοῖς δ’ ἁρμόττει Ὀπόν τε Κυρηναῖον αὐτοῖς προσφέρειν. Οὗ μὴ παρόντος δὲ, διδόναι καὶ Μηδικὸν
5 Ὀβολοῦ τὸ πλῆθος μεθ’ ὕδατος κυάθων δυοῖν, Τῆς γεντιανῆς δ’ ὅσον ἄγει τριώβολον, Χυλὸς δ’ ἀμείνων ἐστὶ τῆς ῥίζης πολύ. [Αἱ ὑφ’ Ἥρα γεγραμμέναι ἀντίδοτοι θηριακαὶ, ὧν καὶ ἡμεῖς πεπειράμεθα.] Θηριακὴ ᾗ ἐχρήσατο
10Μάρκος ὁ αὐτοκράτωρ. Τριφύλλου ἀσφαλτώδους σπέρ‐ ματος μέρος ἓν, ἀριστολοχίας στρογγύλης μέρος ἓν, πηγά‐ νου ἀγρίου μέρος ἓν, ὀρόβου ἠλεσμένου μέρος ἓν, οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους 𐅻 δʹ. δίδου ἕνα μετ’ οἴνου καὶ ἐλαίου.
15 [Ἀντίδοτος ἄλλη ποιοῦσα πρὸς τὰ αὐτὰ, λίαν καλῶς.] Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ
Νικήσας πείρᾳ κέκρικεν Ἀντίοχος.201

14

.

202

Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας, Σὺν τῷ δ’ ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας. Σὺν δ’ ὀπὸν ἐκ πάνακος στήσας, ἴσον ἠδὲ τριφύλλου Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,
5Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον. Σὺν δ’ ὀρόβου λείου δύο ὀξύβαφ’ ἔμπας’ ἀλεύρου, Πάντα δ’ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας, Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,
10 Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ’ ἂν ἕκαστος ἔχῃ. Χίῳ δ’ ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης, Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις. Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ’ ὀδύνας.
15 Ἡ αὐτὴ ἠκριβωμένη ταῖς συσταθμίαις. Μήου Κρη‐ τικοῦ 𐅻 βʹ. τριφύλλου σπέρματος 𐅻 βʹ. ἑρπύλλου ξηροῦ 𐅻 δʹ. μαράθρου 𐅻 δʹ. ἄμμεως 𐅻 δʹ. σελίνου σπέρματος
𐅻 δʹ. ὀροβίνου ἀλεύρου 𐅻 ηʹ. λεῖα ποιήσας, ἀναλάμβανε202

14

.

203

οἴνῳ Χίῳ, καὶ ποίει τροχίσκους τριωβολιαίους, καὶ δίδου ἕνα μετ’ οἴνου. Ἄλλη θηριακὴ πρὸς σκορπίων πληγὰς, καὶ ὅσα τῶν δακνόντων, ἰοῦ ἕνα ἀφιέναι δοκεῖ, καὶ πρὸς ῥή‐ γματα καὶ σπάσματα, ἐμπνευματώσεις κώλου, καὶ πρὸς
5πολλὰ τῶν ὁμοίων. ταύτην τὴν δύναμιν Γάλλος ἐκ τῆς Ἀραβίας παραγενόμενος Καίσαρι ἔδωκε, πολλοὺς αὐτῇ τῶν συστρατευσαμένων διασώσας. Βρυωνίας λευκῆς ῥίζης 𐅻 ηʹ. τριφύλλου σπέρματος 𐅻 δʹ. ἴρεως, χαλκίτιδος ἀνὰ 𐅻 δʹ. ἀριστολοχίας λεπτῆς 𐅻 δʹ. λιβανωτίδος ῥίζης 𐅻 δʹ.
10ὀποῦ μήκωνος 𐅻 δʹ. ζιγγιβέρεως 𐅻 δʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 στʹ. ἑρπύλλου 𐅻 γʹ. κυμίνου Αἰθιοπικοῦ 𐅻 γʹ. ἠρυγγίου ῥίζης 𐅻 γʹ. ὀρόβου ἀλεύρου λευκοῦ 𐅻 ιʹ. οἴνου Χίου ἀθαλάσσου τὸ ἱκανὸν, ἀνάπλασσε τροχίσκους, ἀνὰ δραχμιαίους, καὶ δίδου μετ’ οἴνου ἀκράτου κοτύλης.
15 [Ἄλλη πρὸς ἐχιοδήκτους.] Μελίας φύλλα κόψας, καὶ ἐκθλίψας τὸν χυλὸν, δίδου μετ’ οἴνου πίνειν, καὶ τοῖς φύλ‐ λοις τοῖς ἀποτεθλιμμένοις τὸ τραῦμα κατάπλασσε.
[Ἄλλη πρὸς φαλαγγιοδήκτους.] Ἑνὶ τροχίσκῳ τῆς203

14

.

204

τρυγόνος μίσγε πεπέρεως κόκκους ιγʹ. σπέρματος φύλλου κόκκους μʹ. ἐξ οἴνου κράματος πότιζε θερμοῦ ἐπὶ ἡμέρας γʹ. [Ἄλλη ὁμοίως ποιοῦσα.] Ἀριστολοχίας Κρητικῆς μακρᾶς 𐅻 αʹ. κυμίνου Αἰγυπτίου τριώβολον, πηγάνου ἀγρίου
5σπέρματος 𐅻 στʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 γʹ 𐅶ʹʹ. μίλτου Λημνίας 𐅻 ιʹ. σμύρνης 𐅻 ζʹ. ὀποβαλσάμου 𐅻 ηʹ. πεπέ‐ ρεως λευκοῦ 𐅻 βʹ 𐅶ʹʹ. κάγχρυος 𐅻 δʹ. κόψας καὶ σή‐ σας, φύρα μέλιτι, καὶ δίδου δι’ ὕδατος θερμοῦ κυάμου Αἰγυ‐ πτίου τὸ μέγεθος. ἐὰν δ’ εὐτονώτερον θελήσῃ χρήσασθαι,
10διπλοῦν δίδου. [Ἄλλη μετὰ τὰς πρώτας γεγραμμένας ἀντιδότους θη‐ ριακή.] Οὐκ οἶδ’ ὅπως ἀτάκτως πρὸς ἰσχιαδικοὺς ποτή‐ ματα γράψας βʹ. μετὰ ταῦτα πάλιν ἔγραψεν ἀντιδότους, τὴν Ζωπύριον ὀνομαζομένην, καὶ ἄλλην θινὰ πολυμίγματον
15ἅπασι τοῖς θανασίμοις ἁρμόττουσαν, ὥς φησι, προλαμβανο‐ μένην τε καὶ ἐπιλαμβανομένην. ἁρμόττει δὲ καὶ λυσσοδή‐ κτοις, καὶ πλευριτικοῖς, καὶ τοῖς ἐντὸς ἀλγήμασιν ἅπασιν,
ὥσπερ γε καὶ τοῖς γυναικείοις πάθεσι, καὶ μετὰ ταύτην204

14

.

205

πάλιν ἑτέραν πολύχρηστον ἔγραψεν ἐξ ρʹ. συγκειμένην, ἐξαιρέ‐ τως δὲ, ὥς φησι, πρὸς τὰ θανάσιμα καὶ τοὺς πνιγομένους ὑπὸ ψιμμυθίου. εἶτα μετὰ ταύτας τὴν διὰ τῆς Λημνίας μίλτου, περὶ ἧς ἤδη καὶ πρόσθεν ἔγραψα, παραγράψας τὰ
5Δαμοκράτους ἔπη. τὴν ἄλλην οὖν παραλιπὼν, τὴν ἐξ ρʹ. συγκειμένην, ἀρκεσθήσομαι τῇ τε Ζωπυρίῳ καὶ τῇ μετ’ αὐτὴν γεγραμμένῃ. καὶ προσέτι τὴν διὰ τῆς Λη‐ μνίας μίλτου παραλιπὼν τὴν ἑκατονταμίγματον. ἡ αὐτὴ γὰρ ἐστὶ τῇ ὑπ’ Ἀνδρομάχου γεγραμμένῃ Ζωπύριος ἀντί‐
10δοτος, ποιοῦσα πρὸς ἅπαντα, ἰδιαίτερον δὲ πρὸς τὰ θανά‐ σιμα καὶ πρὸς ἡπατικοὺς, καὶ τὰς ἐμπνευματώσεις τῆς κοι‐ λίας, καὶ τὰς ἀρχομένας παρεγχύσεις, καὶ μάλιστ’ ἐφ’ ὧν ἐστι πλέον πνεῦμα, τὸ παρακείμενον. Σμύρνης 𐅻 εʹ. νάρδου Συριακῆς 𐅻 εʹ 𐅶ʹʹ. κρόκου 𐅻 δʹ 𐅶ʹʹ. σχοίνου ἄν‐
15θους 𐅻 βʹ 𐅶ʹʹ. κασσίας 𐅻 δʹ. κινναμώμου 𐅻 γʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ 𐅶ʹʹ. λιβάνου 𐅻 αʹ. ὀβολὸν αʹ. κόστου 𐅻 αʹ. μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ ποιῶν τροχίσκους καρύου
Ποντικοῦ τὸ μέγεθος, δίδου μετ’ οἰνομέλιτος ἢ μεθ’ ὕδα‐205

14

.

206

τος. Ἄλλη ἀντίδοτος, ποιοῦσα πρὸς πάντα τὰ θανάσιμα, καὶ προλαμβανομένη, καὶ ἐπιλαμβανομένη. ποιεῖ καὶ πρὸς λυσσοδήκτους. ποιεῖ δὲ καὶ πρὸς πλευριτικοὺς, καὶ τὰ ἐκ‐ τὸς ἀλγήματα· εὐθετεῖ δὲ καὶ πρὸς τὰ γυναικεῖα ἀλγήματα
5καὶ πάθη. Γλυκυῤῥίζης 𐅻 στʹ. καὶ ὀβολὸν αʹ 𐅶ʹʹ. δαύ‐ κου Κρητικοῦ σπέρματος 𐅻 στʹ. ὀβολὸν αʹ 𐅶ʹʹ. ὀπίου 𐅻 δʹ. ὀβολοὺς βʹ. καστορίου 𐅻 βʹ. ὀβολὸν ἕνα, πεπέρεως μακροῦ 𐅻 στʹ. τετρώβολον, κόστου 𐅻 στʹ. ὀβολοὺς βʹ. ναρδοστά‐ χυος 𐅻 στʹ. ὀβολὸν αʹ 𐅶ʹʹ. κασσίας μελαίνης 𐅻 εʹ. ὀβολοὺς
10βʹ. λιβάνου ἄῤῥενος 𐅻 αʹ 𐅶ʹʹ. σεσέλεως 𐅻 εʹ. ὀβολοὺς βʹ. σκορδίου 𐅻 στʹ. ὀβολοὺς βʹ 𐅶ʹʹ. ὑποκυστίδος χυλοῦ 𐅻 στʹ. ἀκόρου 𐅻 βʹ. μαλαβάθρου φύλλων 𐅻 στʹ. ὀβολὸν ἕνα, σα‐ γαπηνοῦ 𐅻 βʹ. βαλσάμου καρποῦ 𐅻 εʹ. ὀβολοὺς βʹ. σμύρ‐ νης 𐅻 στʹ. κρόκου 𐅻 ζʹ. ὀβολοὺς βʹ. στύρακος 𐅻 στʹ.
15κινναμώμου 𐅻 ζʹ. ὀβολοὺς βʹ. ζιγγιβέρεως 𐅻 ζʹ. ὀβολοὺς βʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. ὀβολοὺς βʹ. φοῦ 𐅻 εʹ. πετρο‐ σελίνου 𐅻 δʹ. νάρδου Κελτικῆς 𐅻 δʹ. ὀβολοὺς βʹ 𐅶ʹʹ. ὑπε‐
ρικοῦ 𐅻 βʹ. ἀκακίας χυλοῦ 𐅻 βʹ. γεντιανῆς 𐅻 δʹ. Ἰλλυρι‐206

14

.

207

κῆς 𐅻 βʹ. ἀνίσου 𐅻 γʹ. θλάσπεως 𐅻 στʹ. ὀβολοὺς βʹ 𐅶ʹʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. μήου 𐅻 βʹ. κόμμεως 𐅻 βʹ. καρδα‐ μώμου 𐅻 δʹ. σχοίνου ἄνθους 𐅻 στʹ. ὀβολοὺς βʹ. ὀποπάνα‐ κος 𐅻 ζʹ. ὀποβαλσάμου 𐅻 στʹ 𐅶ʹʹ. χαλβάνης 𐅻 γʹ. ὀβο‐
5λοὺς βʹ. τερμινθίνης 𐅻 στʹ. ὀβολοὺς βʹ. ἀγαρικοῦ 𐅻 ζʹ 𐅶ʹʹ. κύφεως 𐅻 στʹ. βδελλίου 𐅻 στʹ. σκίγκου 𐅻 βʹ. ἀμώμου 𐅻 γʹ. πολίου 𐅻 εʹ. ὀβολοὺς βʹ. δικτάμνου 𐅻 στʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 δʹ. σφραγῖδος Λημνίας 𐅻 βʹ 𐅶ʹʹ. ἐρυσίμου 𐅻 δʹ. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, καὶ μέλιτι
10Ἀττικῷ. [Ἄλλη ἀντίδοτος· ποιεῖ καὶ πρὸς θανάσιμα, προ‐ διδομένη καὶ ἐπιδιδομένη, καὶ οὐδὲν ἐμποδίζουσα πρὸς τὰ λοιπὰ διδόμενα φάρμακα· ὅταν δὲ δοθῇ, ναυτίαν κινεῖ, ὥστε ἀνα‐ βάλλεσθαι πᾶν τὸ φθαρτικόν.] Μίλτου σφραγῖδος Λη‐
15μνίας 𐅻 αʹ. ὀβολοὺς βʹ. ἀρκευθίδων 𐅻 βʹ. λεῖα τρίψας, ἀναλάμβανε ἐλαίῳ καλλίστῳ, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος σὺν οἰνομέλιτι.
[Ἐκ τῶν Ἀφροδᾶ πρὸς ὑδροφόβους.] Λαθυρίδος207

14

.

208

οὐγγίας αʹ. καστορίου 𐅻 γʹ. λειώσας, δίδου μετὰ κοτύλης δραχμῆς ῥοδίνου πίνειν. [Καταπότιον τοῦ αὐτοῦ ὑδροφοβικόν.] Καστορίου 𐅻 αʹ 𐅶ʹʹ. λαθυρίδων κόκκους θʹ. δίδου.
5 [Ἄλλως, παρὰ Νικοστράτου.] Καστορίου 𐅻 ηʹ. λυκίου Ἰνδικοῦ 𐅻 δʹ. γεντιανῆς 𐅻 βʹ. καρκίνων κεκαυμέ‐ νων 𐅻 αʹ 𐅶ʹʹ. μέλιτι μίξας δίδου. [Πρὸς δὲ ὑδροφόβον, θαυμαζόμενον.] Εἰ ὕδωρ εἰς ὃ ἀποκαταῤῥίπτουσιν οἱ σιδηρουργοὶ τὰ σιδηρᾶ, ἀγνοοῦντος
10τοῦ τεχνίτου δίδοται, λίαν θαυμάζεται. τοῖς δὲ ἤδη φο‐ βουμένοις τὸ ὕδωρ, ἵνα πίῃ, ὑπόθες τῷ ποτηρίῳ ῥάκος ἀπὸ ἀφέδρου, καὶ πίεται. ποιεῖ δὲ καὶ γεντιανὴ καθ’ ἑαυτὴν, κοχλιάρια γʹ. σὺν ὕδατι. [Ἀμαράντου Γραμματικοῦ πρὸς ποδαλγικοὺς, ᾧ καὶ
15αὐτὸς ἐχρῆτο.] Ῥήου Ποντικοῦ 𐅻 ιʹ. πεπέρεως λευκοῦ 𐅻 ηʹ. πετροσελίνου, ἀγαρικοῦ, ὑπερικοῦ, ἀκόρου, ἠρυγγίου, ἀνὰ 𐅻 ιστʹ. καρδαμώμου, θλάσπεως, ἀκακίας, γλυκείας
χυλοῦ 𐅻 βʹ. ῥόδων ξηρῶν, ἀνὰ 𐅻 ιδʹ. μαράθρου σπέρματος208

14

.

209

𐅻 βʹ. ἀριστολοχίας μακρᾶς 𐅻 βʹ. καὶ στρογγύλης, ὀξυμυρ‐ σίνης καρποῦ, ἀνὰ 𐅻 γʹ. σελίνου σπέρματος 𐅻 γʹ. βου‐ νιάδος ἀγρίας σπέρματος 𐅻 γʹ. ζιγγιβέρεως 𐅻 γʹ. γεντια‐ νῆς 𐅻 στʹ. σκίγκου 𐅻 βʹ. λιβανωτοῦ 𐅻 εʹ. φοῦ Ποντικοῦ
5𐅻 γʹ. ἐρυσίμου 𐅻 στʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιγʹ. κασσίας, λιγυστικοῦ, σχοίνου ἄνθους, ναρδοστάχυος, σίου, σκορπιού‐ ρου, ἀνὰ 𐅻 στʹ. μέλιτος τὸ ἱκανόν. δίδου μέγεθος Πον‐ τικοῦ καρύου ἐπ’ ἐνιαυτόν. [Ἄλλο, ᾧ ἐγὼ χρῶμαι.] Χαμαίδρυος 𐅻 οδʹ. σκορ‐
10δίου 𐅻 γʹ. πετροσελίνου 𐅻 γʹ. καρδαμώμου 𐅻 γʹ. πρασίου, γεντιανῆς ἀνὰ 𐅻 δʹ. κενταυρίου 𐅻 δʹ 𐅶ʹʹ. ἀριστολοχίας στρογγύλης ἴσον, μέλιτος τὸ ἱκανόν. δίδου Ποντικοῦ καρύου
μέγεθος σὺν ὕδατι ἐπ’ ἐνιαυτόν.209