TLG 0057 076 :: GALENUS :: De compositione medicamentorum secundum locos libri x

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De compositione medicamentorum secundum locos libri x

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vols. 12–13. Leipzig: Knobloch, 12:1826; 13:1827 (repr. Hildesheim: Olms, 1965): 12:378–1007; 13:1–361.

Citation: Volume — page — (line)

12

.

378

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Α.
1 Ὅτι μὲν οὐ μόνον τὸ θεραπευόμενον πάθος ἐνδείκνυται τὴν θεραπείαν, ἀλλ’ ἥ τε τοῦ κάμνοντος κρᾶσις ἥ τε τοῦ πάσχοντος μορίου φύσις οὐ μικρὸν συνεν‐ δείκνυται, δέδεικται πρόσθεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου
5γράμμασιν, ὥσπερ γε καὶ ὅπως ἄν τις ἐκ τῶν ἁπλῶν φαρ‐ μάκων σύνθετον αὐτὸς ποιοῖ διὰ συντόμου μὲν ἐν ἐκείνοις,
πλατύτερον δ’ ἐν τοῖς πρὸ τούτου βιβλίοις ἑπτὰ τὴν μέθο‐378 in vol. 12

12

.

379

δον ἅπασαν ἐδήλωσα. νυνὶ δὲ τὰς καθ’ ἕκαστον μέρος τοῦ σώματος ἁρμοττούσας δυνάμεις φαρμάκων, ὅπως ἄν τις αὐ‐ τός τε κατασκευάζοι μεθόδῳ καὶ ταῖς ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν εὑρημέναις ὀρθῶς χρῷτο, πρόκειται διελθεῖν ἀπὸ τῆς
5κεφαλῆς ἀρξαμένοις, ὡς καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἔδοξεν. συμβαίνει δ’ αὐτῇ τὰ μὲν πλεῖστα τῶν παθῶν κοινὰ τοῖς ἄλλοις πᾶσι μέρεσιν, τὸ δὲ τῶν τριχῶν πάθος ὀλίγοις κεκοι‐ νώνηται, διότι καὶ τὸ τετριχῶσθαι κατὰ πρῶτον λόγον οὐ πολλοῖς ὑπάρχει. γένεσις μὲν γὰρ ταῖς θριξὶν, οἵαπερ ἡ τῶν
10ἐκ τῆς γῆς φυομένων, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμα‐ σιν ἐδείχθη. καθάπερ δὲ ἐν τούτοις τὰ μὲν κατὰ τέχνην καὶ προαίρεσιν τοῦ γεωργοῦ, τὰ δὲ κατὰ τὰς φυσικὰς αἰ‐ τίας γεννᾶται, τὸν αὐτὸν τρόπον κᾀν τοῖς τῶν ζώων σώ‐ μασιν ἀρούρᾳ μέν τινι πυροὺς ἢ κριθὰς ἤ τι τῶν
15ἄλλων δημητρίων σπερμάτων ἐν αὐτῇ φυομένων ἐχούσῃ τῆς κεφαλῆς ἐοικυίας, ταῖς δ’ ἄλλαις πόαις ὅσαι κατὰ τἀνώ‐
τερα χωρία φύονται τῶν ἐν ὅλῳ τῷ σώματι τριχῶν ὁμοίαν379 in vol. 12

12

.

380

ἐχουσῶν τὴν γένεσιν. οὐ γὰρ κατὰ πρῶτον λόγον ἡ φύσις αὐτὰς εἴωθε γεννᾷν, ἀλλὰ κατά τι συμβεβηκός. αἵ γε μὴν κατά τε βλέφαρα καὶ τὰς ὀφρῦς ἐδείκνυντο χρείαν οὐ μι‐ κρὰν παρέχουσαι τοῖς ζώοις. αἱ δ’ ἐπὶ τῶν γενείων τε
5καὶ τῶν αἰδοίων ἕνεκα μικροτέρων χρειῶν γεγονέναι δοκοῦσι, διὸ καὶ τὰ πάθη μάλιστα μὲν τῶν ἐν ὀφθαλμοῖς τε καὶ ταῖς ὀφρύσιν ἐπὶ τὴν ἑαυτῶν θεραπείαν ἡμᾶς προτρέπει, δεύτερα δ’ ἐπ’ αὐτοῖς τῶν κατὰ τὴν κεφαλὴν, εἶτα γενείων τε καὶ αἰδοίων. ἔστι δὲ τὰ πάθη τῶν τριχῶν ἥ τε παντε‐
10λὴς ἀπώλεια καὶ ἡ κατὰ χρόαν ὑπαλλαγὴ, καθάπερ ἐν ταῖς καλουμέναις λεύκαις γίνεται, καὶ πρὸς τούτοις ἐν ἀλωπε‐ κίαις τε καὶ ὀφιάσεσιν οὐ μικρὰ καὶ ἀπρεπὴς ἅμα βλάβη γίγνεται τῶν τριχῶν. ἔνιοι μὲν οὖν ὑπέσχοντο καθάπερ ταύτας, οὕτω καὶ τὰς ἀρχομένας φαλακρώσεις κωλύειν αὐ‐
15ξηθῆναι. εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀδύνατον εἶναί φασιν, ἐπὶ δὲ τὴν τῶν ἀλωπεκιῶν τε καὶ ὀφιάσεων ἀφικόμενοι θεραπείαν ἔγραψαν φάρμακα δι’ ὧν ἐπαγγέλλονται τελέως αὐτὰς ἰά‐
σασθαι. καὶ δὴ καὶ χρώμενοι τοῖς γεγραμμένοις ὑπ’ αὐτῶν380 in vol. 12

12

.

381

φαρμάκοις οἱ πολλοὶ τῶν ἰατρῶν οὐ μόνον ἀποτυγχάνουσιν ἐνίοτε μεγάλως, ἀλλὰ καὶ βλάπτουσιν ἰσχυρῶς, ὡς ἀνίατον ἐργάζεσθαι τὴν διάθεσιν, ὅπερ αὐτοῖς συμβαίνει καὶ κατ’ ἄλλα φάρμακα πολλὰ, χωρὶς μεθόδου χρωμένοις. ἐγὼ δ’ ὅπερ
5Ἱπποκράτης ἐκέλευσεν, ἀεὶ πεπείραμαι πράττειν ἐπὶ τῶν τῆς τέχνης ἔργων, ὡς τὸ προσφερόμενον βοήθημα, καθάπερ ἐκεῖ‐ νος ἔγραψεν, ὠφελέειν ἢ μὴ βλάπτειν. ὅτι δ’ ἡ χωρὶς μεθόδου τῶν φαρμάκων χρῆσις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει πολλάκις, ἔνεστί σοι μαθεῖν ἐντεῦθεν· ἤδη
10γὰρ αὐτοῦ τοῦ προκειμένου καιρὸς ἄρξασθαι. [Περὶ ἀλωπεκίας καὶ φαλακρώσεως καὶ ὀφιά‐ σεως.] Καθάπερ τῶν φυτῶν ἔνια μὲν ὑγρότητος ἐνδείᾳ δια‐ φθείρεται ξηραινόμενα, τινὰ δ’ ὑγροῖς ἀλλοτρίοις τῆς ἑαυ‐ τῶν φύσεως ὁμιλοῦντα, τὸν αὐτὸν τρόπον καὶ ταῖς θριξὶν
15ἤτοι δι’ ἔνδειαν ὑγρῶν, ὑφ’ ὧν τρέφεσθαι πεφύκασιν, ἢ διὰ φαυλότητα φθείρεσθαι συμβαίνει. δι’ ἔνδειαν μὲν ὑγρῶν ἡ φαλάκρωσις γίγνεται, διὰ μοχθηρίαν δὲ χυμῶν ἀλωπεκία τε
καὶ ὀφίασις, ἓν μέν γε ἄμφω κατά γε τὴν νοσώδη διάθεσιν381 in vol. 12

12

.

382

οὖσαι πάθος, ὀνόματα δ’ ἐσχηκυῖαι διαφέροντα παρὰ τὸ σχῆμα. παραπλήσιον γὰρ ὄφει τὸ βεβλαμμένον μέρος τῆς κεφαλῆς φαίνεται κατὰ τὰς ὀφιάσεις· αἱ δ’ ἀλωπεκίαι διὰ τοῦτο, ὥς φασιν, οὕτως ὠνομάσθησαν, ὅτι συνεχῶς γίγνονται
5ταῖς ἀλώπεξιν. ἡμεῖς δὲ διὰ τί μὲν ὠνομάσθησαν οὕτως οὐ ζητοῦμεν, ὅπως δὲ γίγνονται ζητήσαντες ὑγρῶν μοχθηρῶν περιουσίαν αἰτίαν εὕρομεν. ὁποῖα δέ ἐστι ταῦτα, διὰ τῆς χροιᾶς τοῦ τῆς κεφαλῆς δέρματος διαγνώσῃ. φαίνεται γὰρ ἐνίων μὲν ἐπὶ τὸ λευκότερον ἐκτρεπόμενον, ἐνίων δ’ ἐπὶ τὸ
10μελάντερον ἢ ὠχρότερον, ὥστε καὶ κάθαρσιν πρῶτον ἐπ’ αὐ‐ τῶν ἐργάσῃ τοῦ παντὸς σώματος, ἤτοι φλέγματος ἀγωγὸν δοὺς φάρμακον ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης, ἐκ τῆς χροιᾶς τεκμαιρόμενος τὸν πλεονάζοντα χυμόν. ἐγὼ δ’ ἀεὶ διὰ τῆς ἱερᾶς ἐκάθηρα, προσβαλὼν ἐνίοτε μὲν ἐλλεβόρου μέ‐
15λανος, εἰ μελαγχολικώτερον ἐβουλόμην ἐκκαθᾶραι χυμὸν, ἐνί‐ οτε δὲ σκαμμωνίας εἰ πικρόχολον. εἰ δὲ φλεγματικώτερον ἐπικρατεῖν ὑπέλαβον, οὐδὲν ἔμιξα. τοὺς γὰρ τοιούτους, καὶ
μάλιστα ἐκ τῆς κεφαλῆς, ἡ διὰ τῆς κολοκυνθίδος ἱερὰ καθαί‐382 in vol. 12

12

.

383

ρειν πέφυκεν ἅμα τῷ καὶ ἄλλους τινὰς χυμοὺς δηλονότι, κᾂν μὴ προσλάβῃ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ἢ ἐπι‐ θύμου, καὶ τὰ διὰ τῆς ἀλόης δὲ καταπότια τὰ καὶ τῆς σκαμ‐ μωνίας καὶ τῆς κολοκυνθίδος ἔχοντα, χρησιμώτερα καθαίρειν
5πέφυκε τοὺς οὕτω διακειμένους. μετὰ δὲ τὴν τοῦ ὅλου σώ‐ ματος κάθαρσιν ἀποφλεγματίζειν ἄμεινον, εἶθ’ οὕτως χρῆ‐ σθαι τοῖς τοπικοῖς βοηθήμασιν, ὑπὲρ ὧν τῆς συνθέσεως ἐρῶν ἔρχομαι. χρὴ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω καὶ ἐπὶ τούτων ἰᾶσθαι τὴν διάθεσιν, ἧς σύμπτωμά ἐστι κάκω‐
10σις τῶν τριχῶν. εἴπερ οὖν ἔστι τις κακοχυμία καθ’ ἕνα τό‐ πον ἠθροισμένη, σκοπὸς ἔσται τῆς ἰάσεως ἡ κένωσις ταύτης ὅτι τάχιστα, πρὶν εἴς τινα καχεξίαν ὑπ’ αὐτῆς ἀχθῆναι τὸ δέρμα τηλικαύτην, ὥστε κᾂν ἐκκενώσῃ τις αὐτοῦ τὴν κακο‐ χυμίαν, ἐπιῤῥεῖν τε παρασκευάσῃ χρηστὸν αἷμα καὶ διαφθεί‐
15ρεσθαι τοῦθ’ ὑπὸ τῆς ἐν αὐτῷ κατασκευασθείσης καχεξίας. εἴπερ οὖν ἐκκενῶσαι πρόκειται τὴν ἐν τῷ δέρματι κακοχυ‐ μίαν, διαφορητικῶν φαρμάκων ἐστὶ χρεία, καίτοι τάχ’ ἄν
τις ἀντερεῖ, τὸν κοινὸν σκοπὸν ἐπὶ πάντων παθῶν ὅσα δι’383 in vol. 12

12

.

384

ἐπιῤῥοὴν ὑγρῶν γίγνεται καταφρονεῖσθαί τε καὶ ἀνατρέπε‐ σθαι νομίζων. ἀποκρούεσθαι γὰρ αὐτὰ προσήκειν φαμὲν ἐμψύχοντάς τε καὶ στύφοντας τὸ μέρος, οὐχ ἕλκειν θερμαί‐ νοντας, εἶναι δὲ τὰ διαφορητικὰ πάντα θερμὰ ταῖς δυνά‐
5μεσι. καὶ ἀληθῶς γε φήσομεν εἰρῆσθαι ταῦτα. τὰς γὰρ ἀρ‐ χομένας ὀφιάσεις ἢ ἀλωπεκίας κωλύειν αὐξάνεσθαι χρὴ τοῖς τοιούτοις φαρμάκοις, οὐ μὴν ἤδη γέ πω καλεῖσθαι τὴν ἀρχὴν αὐτῶν ἀλωπεκίαν ἢ ὀφίασιν, ὥσπερ οὐδὲ ψώραν ἢ λέπραν ἤδη τὴν ἐκ λειχῆνος ἀρχομένην. ἐγὼ γοῦν, ὡς ἴστε, καὶ τὰς
10ἤδη γεγονυίας ἀλωπεκίας ἰασάμην ἐνίοτε καθάρσει μόνῃ μη‐ δὲν ἔτι φάρμακον μετ’ αὐτὴν προσαγαγὼν τῷ πεπονθότι τόπῳ, προὐτράπην δ’ ἐπὶ τῷ καὶ τούτου πλείονα πεῖραν ἔχειν ἔκ τινος τοιαύτης συντυχίας. νεανίσκος τις εὐέκτης τε καὶ γυμναστικὸς ἔσχεν ἐν τῇ κεφαλῇ τὸ πάθος τοῦτο. συνή‐
15θης δ’ ἦν ἡμῖν ἱκανῶς, ὥστε καὶ τὴν δίαιταν αὐτοῦ γινώ‐ σκειν, ᾗ μηνῶν ἤδη τριῶν ἢ τεττάρων ἐκέχρητο, καθ’ ἑκά‐ στην σχεδὸν ἡμέραν ἐμπιπλάμενος μυκήτων. τοῦτον ἐκάθηρα
μόνῃ τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ, δὶς ἐν ἡμέραις πέντε,384 in vol. 12

12

.

385

τὴν μὲν πρώτην κάθαρσιν ἐπὶ τέσσαρσι δραχμαῖς, τὴν δὲ δευ‐ τέραν ἐπὶ πέντε. πρὶν δὲ ἐπὶ τὰς καθάρσεις ταύτας ἐλθεῖν, ἔδωκα τῶν διὰ τῆς ἀλόης αὐτῷ καταποτίων ἕνδεκα, παραπλή‐ σιά πως ἐρεβίνθοις τὸ μέγεθος. ἔχει δὲ ταῦτα τῆς μὲν κολο‐
5κυνθίδος ἓν μέρος, ἀλόης δὲ καὶ σκαμμωνίας ἑκατέρου δύο, τούτοις ἓν μέρος ἐγὼ μιγνύω χυλοῦ ἀψινθίου, πρότερον δὲ καὶ μαστίχης χίας ἔβαλον καὶ βδελλίου, οὕτω γὰρ ἐχρῆτο Κόϊντος. ἀλλὰ διὰ τί περιεῖλον ὕστερον αὐτὰ λόγος ἕτερος, ὃν ἐν τοῖς περὶ τῶν καθαιρόντων φαρμάκων συνθέσεως ἐρεῖν ἀναβάλλο‐
10μαι. μέλλοντος οὖν μου μετὰ τρεῖς ταύτας καθάρσεις ἀποφλε‐ γματίζειν τὸν ἄνθρωπον, εἶτα χρήσασθαί τινι φαρμάκῳ κατὰ τοῦ πεπονθότος μορίου, συνέβη στείλασθαι αὐτόν τινα ἀποδη‐ μίαν ἐξαιφνίδιον, ἐν ᾗ διαιτώμενος εὐχύμοις ἐδέσμασιν, οἷς ἠκηκόει παρ’ ἐμοῦ μεθ’ ἡμέρας ὡς εἴκοσιν ὑπέστρεψεν ἐκτε‐
15θεραπευμένος τὸ περὶ τὰς τρίχας πάθος. ἐντεῦθεν οὖν ὁρμη‐ θεὶς ἐγὼ τὴν αὐτὴν θεραπείαν ἐφ’ ἑτέρων ποιησάμενος ἀνέμει‐
να θεάσασθαι χωρὶς τῶν ἐπιτιθεμένων τῇ κεφαλῇ φαρμάκων385 in vol. 12

12

.

386

τὸ γενησόμενον. ἐθεραπεύθησαν οὖν πάντες οὕτως, οὐ μὴν ἐπί γε τῶν ἤδη κεχρονισμένων ἐπεχείρησα τῇ τοιαύτῃ πείρᾳ, δυσ‐ έκνιπτοι γὰρ ἐπὶ τούτων εἰσὶν οἱ ἐνιζηκότες ἰχῶρες τῷ δέρ‐ ματι. πολὺ δὲ μᾶλλον ἐφ’ ὧν ἤδη καὶ αὐτὸ τὸ δέρμα καχε‐
5ξίαν τινὰ ἔσχεν, οὐ χρὴ θαῤῥεῖν μόναις ταῖς καθάρσεσιν. ταυτὶ μὲν οὖν ἀναγκαίως μοι προείρηται· περὶ δὲ τῶν ὠφε‐ λούντων τὸ πάθος φαρμάκων ἄρξομαι λέγειν ἤδη. κενω‐ τικὰ μὲν οὖν εἶναι χρὴ πάντως αὐτὰ τοῦ λυποῦντος χυμοῦ, κενοῦν δ’ οὐδὲν δύναται χωρὶς τοῦ διαφορητικὴν ἔχειν δύ‐
10ναμιν, ἔχειν δὲ αὐτὴν οὐ δύναται χωρὶς τοῦ θερμαίνειν, ἀλλ’ ἐὰν μὲν τῶν πάνυ θερμαινόντων ᾖ, καύσει τὸ δέρμα, καὶ χωρὶς δὲ τοῦ καίειν ἐν ἀρχῇ μὲν ὀνήσει γενναίως, ὑπερ‐ ξηρανθὲν δὲ τῷ χρόνῳ τὸ δέρμα τῆς κεφαλῆς ἔσται τοιοῦ‐ τον ὁποῖον οἱ φαλακρωθέντες ἔχουσιν. οὐ μὴν οὐδ’ ἁπλῶς
15χρὴ μετρίως εἶναι τὸ φάρμακον θερμὸν, ἐντὸς τῶν ὅρων ἧκον τοῦ προκειμένου σκοποῦ. καὶ γὰρ καὶ λεπτομερὲς εἶναι προσήκει αὐτὸ, μέχρι γε τοῦ βάθους καταδύεσθαι μέλλον,
ἐξ οὗ ταῖς τῶν τριχῶν ῥίζαις ἡ τῆς γενέσεως ἀρχὴ, καὶ τῇ386 in vol. 12

12

.

387

δυνάμει τοιοῦτον οἷον προείρηται πρὸς τὸ παχύτερον καὶ σκληρότερον εἶναι τὸ τῆς κεφαλῆς δέρμα καὶ διὰ τοῦτο φαρμάκου δεῖσθαι δραστικωτέρου. εἴγε μὴν πρὸς τῷ διαφο‐ ρεῖν τοὺς μοχθηροὺς χυμοὺς ἐπιτήδειον εἴη τὸ φάρμακον
5ἕλκειν αἷμα χρηστὸν, ὥσπερ ἡ θαψία, κάλλιστον ἂν εἴη τοῦτο. πολλῷ δ’ οὔσης θερμοτέρας τῆς θαψίας ἢ κατὰ τὴν τοῦ πάθους χρείαν, εἰκότως ἄν τις αὐτὴν φυλαξάτω μόνην προσφέρειν. ἑλκώσεις τε γὰρ εἴωθεν ποιεῖν ἐν τῷ δέρματι καὶ πάντως γε φλεγμονώδη τινὰ οἰδήματα. διὰ τοῦτο οὖν
10ἐπὶ τὸ μιγνύειν αὐτῇ τινα παραγιγνόμεθα τῶν πραϋνόντων τὴν σφοδρότητα. δύναται δὲ τοῦτο ποιῆσαι κηρωτὴ δι’ ἐλαίου σκευασθεῖσα. λεπτομερὲς δ’ ἔστω τὸ ἔλαιον ὁποῖον τὸ Σα‐ βῖνόν ἐστιν, ἄμεινον δ’ εἰ καὶ συμμέτρως εἴη παλαιόν. ἀγα‐ θὸν δὲ καὶ τὸ κίκινον ἔλαιον εἰς τοῦτο, φύσιν ἐξ ἀρχῆς
15ἔχον τοιαύτην ὁποίαν ἴσχει τὸ Σαβῖνον παλαιούμενον. εἰ δὲ μηδ’ ἑτέρου τούτων εὐποροίης, τῶν γοῦν ἄλλων τῶν Ἑλληνικῶν ἐλαίων ὁτιοῦν, ἄνευ θαλλῶν ἐλαίας ἐσκευασμένον
μιγνύναι καὶ μᾶλλον ἐὰν ᾖ παλαιόν. εὔδηλον οὖν ὅτι τό387 in vol. 12

12

.

388

γε ἀπὸ τῆς Ἰβηρίας ἢ Ἱσπανίας, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, φευκτέον τό τε ἐκ μηδέπω πεπείρων ἀκριβῶς τῶν ἐλαιῶν, ὃ καλοῦσιν ὠμοτριβές τε καὶ ὀμφάκινον. ἐχρησάμην δὲ καὶ μόνῃ θαψίᾳ μίξει δαψιλοῦς ὕδατος, ἐκλύσας αὐτῆς
5τὸ σφοδρὸν τῆς δυνάμεως. ἐπίστασθαι δὲ χρὴ περὶ θαψίας τὸν χρησόμενον αὐτῇ μεγίστην εἶναι διαφορὰν τῆς προσφά‐ του πρὸς τὴν παλαιοτέραν. ἐκλύεται γὰρ ἡ δύναμις ἱκανῶς τοῦ φαρμάκου μετ’ ἐνιαυτὸν, ἔτι δὲ μᾶλλον εἰ δυοῖν ἐτῶν γένοιτο· τολμήσειε δ’ ἄν τις εἰπεῖν ἄχρηστον αὐτὴν γίγνε‐
10σθαι παντάπασιν εἰς τριετίαν ἐκταθεῖσαν. ἐπιστάμενος οὖν ταῦτα, τὴν μίξιν τοῦ ὕδατος ἄνισον ἐργάζου, τῇ μὲν προσ‐ φάτῳ μιγνὺς πάμπολυ καὶ διὰ τοῦτο πλεονάκις ἐπιχρίων ἑκάστης ἡμέρας, τῇ δ’ ἀσθενεστέρᾳ διὰ τὸν χρόνον ἔλατ‐ τον, ὡς καὶ προσμένειν ἐπιπλεῖον δύνασθαι διὰ τὸ πάχος
15καὶ μὴ ἀποῤῥεῖν αὐτίκα δι’ ὑγρότητα. καὶ μέντοι κᾂν σύν‐ θετον φάρμακον ποιῇς, ἔχον καὶ τῆς θαψίας, ὁποῖόν ἐστιν
ᾧ συνεχῶς ἐγὼ χρῶμαι, μίξεις οὐκ ἴσον ἀεὶ στα‐388 in vol. 12

12

.

389

θμὸν τῆς θαψίας, ἀλλ’ ὅσον τῷ χρόνῳ τῆς ἡλικίας προσ‐ ήκει τοσοῦτον αὐξήσεις. διορισθήσεται δ’ ἀκριβέστερον ἔτι περὶ τοῦδε μικρὸν ὕστερον, ὅταν ἐπὶ τὰ σύνθετα παρα‐ γένωμαι, διελθὼν πρότερον ὅσα τῶν ἁπλῶν φαρμάκων
5ἐστὶν οἰκεῖα τῷ πάθει τούτῳ. τῶν μὲν γὰρ ἰσχυρῶς θερ‐ μαινόντων ἐστὶν εὐφόρβιον, τῶν δ’ αὐτάρκως τὸ δάφνι‐ νον εἴτ’ οὖν ἔλαιόν ἐστιν εἴτε μύρον εἴθ’ ὅ τι βούλει κα‐ λεῖν αὐτὸ, καὶ γὰρ καὶ τούτοις ὑπάρχει μετὰ τοῦ θερμαί‐ νειν τε καὶ διαφορεῖν ἐπισπᾶσθαί τι τοῦ αἵματος εἰς τὸν
10ὑπ’ αὐτῶν θερμαινόμενον τόπον. ἔνεστι γοῦν αὐτοῖς χρῆ‐ σθαι καὶ καταμόνας, τὸ μὲν εὐφόρβιον ἐν ἐλαίῳ λειοῦντα, τῷ δαφνίνῳ δ’ ἐπαλείφοντα μόνῳ χωρὶς ἑτέρου μίξεως. εἰ δ’ εὐαπόῤῥυτον φαίνοιτο, βραχὺ κηροῦ μιγνύσθω. παμ‐ πόλλῳ δ’ ὄντος θερμοτέρου τοῦ νέου εὐφορβίου, τῷ
15μὲν ἤδη δυοῖν ἢ τριῶν ἐτῶν ὄντι χρώμενος ἐμβαλεῖς ἐλαίου λίτρᾳ μιᾷ Ῥωμαϊκῇ οὐγγίαν μίαν εὐφορβίου, ὅπερ ἐστὶ δω‐ δέκατον μέρος τοῦ ἐλαίου, τῷ δὲ νέῳ πεφεισμένως χρήσῃ
βραχύτατον μιγνὺς τὴν πρώτην ἢ καὶ κηροῦ προσεπεμβάλ‐389 in vol. 12

12

.

390

λων οὐγγίαν μίαν, ὡς θεάσασθαι πῶς ἐκθερμαίνει τὸν ἄν‐ θρωπον. ἐξέσται γάρ σοι κατὰ τὴν δευτέραν χρῆσιν αὖθις ἐπεμβάλλειν, εἴτ’ ἐλαίου βουληθείης εἴτε κηροῦ. παραπλησίως δὲ καὶ τῇ θαψίᾳ χρηστέον ἅπασί τε τοῖς ἰσχυροῖς φαρμά‐
5κοις. ἡ μὲν γὰρ ἐπὶ τοὔλαττον ἁμαρτία βλάβην οὐδεμίαν ἔχει, τὸ δὲ πλέον ἐνίοτε τραχύνει καὶ ἑλκοῖ τὸ δέρμα καὶ φλεγμονὴν ἐργάζεται. καὶ μέντοι κᾂν ἐπὶ τῶν ἐφεξῆς, κατὰ τὰ σύνθετα φάρμακα γράφηταί ποτε εὐφόρβιον ἢ θαψία, τὸν σταθμὸν αὐτῶν ἐπὶ τῶν ἀκμαίων φαρμάκων, οὐ τῶν
10παλαιῶν ἀκούειν σε χρή. τὰ μὲν οὖν λίαν παλαιὰ φεύ‐ γειν προσήκει παντάπασιν οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καὶ τῶν ἄλλων φαρμάκων ὅσα χυλοὶ καὶ ὀποὶ καὶ ἄνθη καὶ φύλλα καὶ καρποὶ καὶ ῥίζαι καὶ σπέρματά ἐστιν, ὁπότε γε καὶ τὰ μεταλλιστὰ πολυχρόνια γενόμενα καταλύεται καὶ
15αὐτὰ ταῖς δυνάμεσιν. χρώμεθα δ’ ἐνίοις φαρμάκοις ἐτῶν εἴ‐ κοσιν οὖσιν ἢ τριάκοντα, διὰ τὸ μηδέπω παντελῆ τὴν πα‐ ρακμὴν ἔχειν. ἄλλη γὰρ ἄλλου παρακμή τ’ ἐστὶ καὶ ἀκμὴ
καὶ ὡς ἂν εἴποι τις καὶ γῆρας. ἐνδείκνυται δὲ τὴν ἰδίαν390 in vol. 12

12

.

391

ἀκμὴν ἕκαστον τοῖς πολλάκις ἑωρακόσιν ἐξ ὀσμῆς καὶ γεύ‐ σεως, ἐνίοτε δὲ καὶ χρόας καὶ συστάσεως τῆς κατὰ πάχος. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων ἁπάντων φαρμάκων ἠξίωσα μὴ μόνον ὅτι θερμαίνει γινώσκειν, ἀλλὰ καὶ κατὰ πόσην ἀπό‐
5στασιν, οὕτω κᾀπὶ τῶν πρὸς τὰς ἀλωπεκίας ἁρμοζόντων ἀξιῶ σε γινώσκειν ὅτι θερμότατον μέν ἐστι τὸ εὐφόρβιον, ἧττον δ’ αὐτοῦ θερμὸν ἡ θαψία, μετὰ θαψίαν δὲ νᾶπύ τε καὶ κάρδαμόν ἐστιν, καθ’ ἕτερον δὲ τόπον ἡ λιμνῆτις, οὐδε‐ νὸς τούτων δεύτερον. ὀνομάζεται δ’ οὐ τοῦτο μόνον, ἀλλὰ
10καὶ διτταῖς ἄλλαις προσηγορίαις ἀδάρκιόν τε καὶ ἀδάρκη. τούτων δ’ ἐφεξῆς ἐστι θεῖόν τε καὶ ὁ τοῦ νίτρου ἀφρὸς, αὐτό τε τὸ μαλακὸν νίτρον καυθέν. ὀνομάζουσι δ’ αὐτὸ καὶ βερενικάριον, ὥσπερ γε καὶ τὸ λευκὸν ἀφρόνιτρον κοῦ‐ φόν τε καὶ χαῦνον ὑπάρχον, οὐδεμίαν ἔχον ἐν ἑαυτῷ γεώδη
15τραχύτητα, οἵ τ’ ἐλλέβοροι ἀμφότεροι καὶ τὸ τοῦ εὐζώμου σπέρμα καὶ τὸ δάφνινον εἴτε μύρον ἐθέλοις ὀνομάζειν εἴτ’
ἔλαιον αὐτὸ, καὶ πρὸς τούτοις ἀλκυόνια τὰ ἀμφότερα, κεκαυ‐391 in vol. 12

12

.

392

μένα τε καὶ ἄκαυστα, βελτίω δὲ τὰ κεκαυμένα. καὶ αἱ ῥί‐ ζαι δὲ τοῦ καλάμου καὶ ὁ φλοιὸς, ἄμφω καὶ ταῦτα καυ‐ θέντα. ἀλλὰ καὶ ὑγρὰ πίττα καὶ τὸ κέδρινον, ὅπερ ἔνιοι κεδρίαν ὀνομάζουσιν, ἥ τε τῶν μυῶν κόπρος ἄρκτου τε τὸ
5στέαρ, ἄμεινον δ’ εἰ παλαιότερον εἴη. καὶ μὲν δὴ καὶ τὸ τῆς ὑαίνης, λέοντός τε καὶ παρδάλεως καὶ χηνὸς ἐπι‐ τήδεια, καὶ πάνθ’ ὅσα λεπτομερῆ ταῖς οὐσίαις ἐστὶν, ὡς ἑτοί‐ μως εἰς τὸ βάθος καταδύεσθαι τοῦ δέρματος, ἄχρι τῶν κατὰ τὰς τρίχας ῥιζῶν, ἀλλὰ καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὅλα
10κεκαυμένα, χρήσιμα καὶ λιβανωτὸς ἐν ὄξει δριμυτάτῳ κατειρ‐ γασμένος. ἄκουε δέ μου τὸ κατειργάσθαι ῥῆμα λεγόμενον, ὅταν ἡμέραις πλείοσιν καὶ μάλιστ’ ἐπὶ πλέον ἐν ἡλίῳ τρί‐ βηταί τι σὺν ὄξει δριμεῖ. τούτοις ἅπασιν τοῖς φαρμάκοις ἔνεστι χρῆσθαι, τοῖς μὲν ἰσχυροῖς κηρωτὴν ὑγρὰν μιγνύντα,
15τὰ δ’ ἀσθενῆ δεύοντα ἐλαίῳ δαφνίνῳ, καὶ τὰς μὲν κεχρο‐ νισμένας καὶ δυσιάτους τοῖς ἰσχυροῖς ἐξιώμενον, τὰς δ’ ἀρ‐ χομένας καὶ μικρὰς τοῖς ἀσθενέσιν.
[Πρὸς ἀλωπεκίας σύνθετα.] Σύνθετα δὲ φάρμακα τὰ392 in vol. 12

12

.

393

μὲν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν, ὅσοι γε ἀξιόλογοι, μεγά‐ λως ἐπῃνημένα, τὰ δ’ ὑφ’ ἡμῶν αὐτῶν διὰ μακρᾶς πείρας βεβασανισμένα τὰ τοιαῦτά ἐστιν. εὐφορβίου καὶ θαψίας καὶ δαφνίνου, ἑκάστου 𐅻 βʹ. θείου ἀπύρου καὶ ἐλλεβόρου
5ἀνὰ 𐅻 μίαν, ἄν τε μέλανος εὐπορῇς ἄν τε λευκοῦ. τού‐ τοις δὲ μίγνυε κηροῦ 𐅻 στʹ, δαφνίνῳ τήξας ἢ κικίνῳ ἢ ἐλαίῳ παλαιῷ, καὶ χρῷ τούτῳ ὡς ἰσχυροτάτῳ φαρμάκῳ ἐπὶ τῶν κεχρονισμένων καὶ δυσθεραπεύτων, τούτοις ἔμιξά ποτε καὶ καρδάμου δραχμὴν μίαν ἢ ἀλκυονίου κεκαυμένου 𐅻 αʹ.
10ἄμεινον δ’ εἰς ταῦτα τὸ σκληρότερον καὶ τραχύτερον. θα‐ ψίας δὲ μὴ παρούσης, ἀντ’ αὐτῆς τοσοῦτον σταθμὸν ἤτοι καρδάμου σπέρματος ἢ εὐζώμου μικτέον ἐστὶν ἢ τὸ κάρδα‐ μον. εἰ δὲ δάφνινον οὐκ ἔχεις καλὸν, ὑγρὰν πίσσαν μίγνυε. τῷ μὲν οὖν δαφνίνῳ πρὸς τὴν ὑγρὰν πίτταν οὐ με‐
15γάλη ἡ ὑπεροχὴ, τῇ θαψίᾳ δὲ πρὸς τἄλλα μεγίστη. τὸ γὰρ ἰσχυρότατον τῶν πρὸς τὸ πάθος ἐνεργῶς ποιούντων τοῦτο
τὸ φάρμακόν ἐστιν, ὅταν γε, ὡς ἔφην, δυσθεράπευτον ᾖ. τὰ393 in vol. 12

12

.

394

γὰρ μικρὰ καὶ ἀρχόμενα καὶ κάθαρσις ἰᾶται μόνη καὶ τῶν ἁπλῶν ὧν εἶπον ἕκαστον κεκαυμένον, ἀναλαμβανόμενον ἤτοι δαφνίνῳ ἢ κεδρίνῳ ἢ πίττῃ ὑγρᾷ ἢ κικίνῳ, ἐλαίῳ παλαιῷ. ἔμιξα δέ ποτε καὶ μέλιτος ἀντὶ τῆς κηρωτῆς ἐλάττονος ὄγκῳ
5τε καὶ σταθμῷ, καὶ οὐδενὶ χεῖρον ἐγένετο τὸ φάρμακον. καὶ τὰ διὰ τῶν στεάτων δὲ συντιθέμενα, προσλαβόντα θα‐ ψίας ὀλίγον, ὀνίνησιν καὶ μᾶλλον ὅταν αὐτοῖς μίξῃς ἀδάρ‐ κιόν τε καὶ εὐφόρβιον. ἔστω δὲ τῶν μὲν στεάτων ἑκάστου μέρος ἓν, ὄντων τριῶν, λεοντείου, παρδαλείου καὶ ὑαίνης.
10εἰ δὲ μὴ παρείη τὸ τῆς ὑαίνης, ἀρκεῖ τοῖς παροῦσι δύο χρῆσθαι μίξαντα τὸ χήνειον. εἰ δὲ καὶ πάντ’ ἔχοις τὰ τέτ‐ ταρα, μιγνύναι πάντα, καὶ σὺν αὐτοῖς γε τὸ ἄρκτειον, εἰ ἔχοις καὶ τοῦτο. τῷ δ’ ἐξ αὐτῶν ἠθροισμένῳ δωδέκατον ἀρκεῖ μίξαι μέρος θαψίας ἢ εὐφορβίου· εἰ δ’ ἰσχυρότερον
15ἐθέλοις ποιῆσαι, ἀμφοτέρων ἅμα, τῇ πείρᾳ γὰρ καὶ ταῦτα κριθέντα τὰ φάρμακα τῶν ἐνεργῶν εὑρέθη· χάριν γὰρ τοῦ
πλειόνων πεῖραν ἔχειν ἑκάστῳ τῶν αἰτούντων ἰατρῶν φί‐394 in vol. 12

12

.

395

λων ἄλλο τι καὶ ἄλλο σχεδιάζων ἐδίδουν τῶν τῇ πείρᾳ κρι‐ θέντων καὶ εὑρέθη τὰ πλεῖστα βέλτιστα. πρὸ πάντων δὲ ἡμᾶς χρὴ μεμνῆσθαι τῆς κατὰ τὴν χρῆσιν αὐτῶν μεθόδου, κοινῆς οὔσης ἐπὶ πάντων καὶ μάλιστα τῶν ἰσχυρῶν φαρμά‐
5κων, καὶ διὰ τοῦτό γε πολλάκις αὐτῆς ἀναμιμνήσκω, διότι μεγάλην ἔχει δύναμιν. ὁ γὰρ ἑκάστῳ τῶν ἰσχυρῶν φαρ‐ μάκων χρώμενος ἐν ἀρχῇ μὲν αὐτὸ μαλακώτερον προσφε‐ ρέτω, μίξει δηλονότι τῶν ἐκλυόντων τὴν δύναμιν, οἷα πέρ ἐστιν ἔλαιόν τε καὶ κηρὸς καὶ τῶν ἁπλῶν ὅσα προείπομεν
10ἀσθενῆ λιβανωτός τε καὶ καλάμου φλοιὸς καὶ ῥίζαι κεκαυ‐ μέναι καὶ ἀμύγδαλα πικρὰ καὶ ὅσα τοιαῦτα. μετὰ δὲ τὴν πρώτην χρῆσιν ὅταν ἐπὶ τὴν δευτέραν παραγίνηται, σκοπεῖ‐ σθαι χρὴ τίνα παραλλαγὴν ἐν τῷ πεπονθότι μορίῳ τὸ προσ‐ αχθὲν φάρμακον εἰργάσατο καὶ πρὸς ἐκείνην ἀποβλέποντας
15ἤτοι πραΰνειν αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ἢ αὐξάνειν. οἷον ἐπ’ αὐτοῦ τοῦ νῦν προκειμένου πάθους ἀφελεῖν μὲν
χρὴ ξυρῷ τὰς τρίχας, ἀνατρίβειν δὲ τὸ πεπονθὸς δέρμα δι’395 in vol. 12

12

.

396

ὀθόνης μήτε πάνυ τραχείας μήτε μαλακῆς, ὁρῶντα πόσον ἐρεύθους τούτῳ προσέρχεται μετὰ τοιᾶσδε κινήσεως καὶ ἀνα‐ τρίψεως. ἔσται γάρ σοι τοῦτο πρὸς τὴν τῆς ἰάσεως ἐλπίδα χρήσιμον, εἰ μὲν ἐπ’ ὀλίγαις ἀνατρίψεσιν ἐρυθραίνοιτο, με‐
5τρίαν ἡγούμενος τὴν διάθεσιν, εἰ δ’ ἐπὶ πολλαῖς, χαλεπωτέ‐ ραν, ὡς ἔνιά γε δέρματα, κᾂν ἐπὶ πολὺ τρίβῃς, οὐκ ἐρυ‐ θραίνεται. πρόδηλον οὖν ὅτι ταῦτα μέν ἐστι χαλεπώτατα, καθάπερ τὰ ῥᾳδίως ἐρυθραινόμενα πρᾳότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἅπαντα κατὰ τοσοῦτον ἀλλήλων διαφέροντα
10καθ’ ὅσον ἤτοι τοῖς χειρίστοις ἢ τοῖς μετριωτάτοις πλησιά‐ ζει. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω καίτοι γε οὐκ ὄντα πάρεργα. πάλιν δὲ ἐπὶ τὸ προκείμενον ἀνελθὼν ἀναμνήσω σε τῆς ἐν τῇ χρήσει μεθόδου. μετὰ γὰρ τὴν πρώ‐ την προσφορὰν τοῦ δοκιμασθέντος φαρμάκου σκέπτεσθαι
15προσήκει πρῶτον μὲν εἰ καὶ πρὸ τῆς ἀνατρίψεως εὐχρού‐ στερον φανείη τὸ δέρμα, δεύτερον δὲ εἰ μετ’ ὀλιγωτέρας ἀνα‐ τρίψεως ἢ πρόσθεν ἢ εἰ μετὰ τῆς ἴσης μὲν, ἀλλὰ μᾶλλον
ἢ πρόσθεν ἐρυθρὸν γένοιτο. σκοπεῖσθαι δὲ πρὸ πάντων,396 in vol. 12

12

.

397

ὅταν ἰσχυρὰ προσενέγκης φάρμακα, μή τι περαιτέρω τοῦ προσ‐ ήκοντος ἐκθερμαίνοιτο τὸ δέρμα, φανεῖται δὲ τοῦτο θεω‐ μένῳ τέ σοι τὴν χρόαν αὐτοῦ καὶ τοὺς δακτύλους ἐπιβάλ‐ λοντι· τῇ χροιᾷ μὲν γὰρ ἔσται ξανθότερον, ἐπιβάλλοντι δὲ
5τοὺς δακτύλους θερμὸν ἱκανῶς φανεῖται. προσέχειν οὖν ἐπὶ τοιούτων χρὴ, κίνδυνος γὰρ ἐπικαυθῆναι τὸ δέρμα, δεύτε‐ ρον ἢ τρίτον αὐτοῖς χρησαμένῳ. μεταβαίνειν οὖν ἐπί τι τῶν μαλακωτέρων, ἢ τῷ μὲν αὐτῷ χρηστέον, ἀλλ’ ἐκλύσαντα τὴν δύναμιν αὐτοῦ μίξει κηρωτῆς ἢ στέατος ἢ ὑγρότητός τινος
10ἐλαιώδους. χρῆσθαι δὲ καταβροχῇ δι’ ἐλαίου γλυκέος θερ‐ μοῦ καὶ ἄρτῳ ἐν καταπλάσματι, πυρίαις τε καὶ κατασχα‐ σμοῖς καὶ σικύαις καὶ κηρωτῆς ἐπαλείψεσιν. χρονίσαντος δὲ τοῦ πάθους καὶ συνεχέσι ξυρήσεσιν καὶ φοινιγμῷ διὰ νά‐ πυος, ὡς προείρηται, καὶ ἀνατρίψεσιν ταῖς γεγραμμέναις
15ταῖς ἑξῆς, ἐπιχριομένης πίσσης ἢ κεδρίνου ἐλαίου καὶ μετὰ τὴν ἀνάτριψιν κατασχασμοῖς. ἔνιοι δὲ βελόνας συνδήσαντες,
ὥστε τὰς ἀκμὰς ἔχειν ἐπὶ τὸ δέρμα, κατεκέντησαν ταύταις397 in vol. 12

12

.

398

αὐτὸ, μετὰ δὲ τὸν διὰ τῆς ἀνατρίψεως φοινιγμὸν καὶ τὸν κατασχασμὸν φαρμάκοις χρῆσθαι μετασυγκριτικοῖς· ἐπὶ πάν‐ των δὲ κοινὸς σκοπὸς ἐν τῷ ἀέρι θερμῷ τὴν προσφορὰν ποιεῖσθαι τοῦ φαρμάκου, καὶ εἴ γε ἡλιούμενον ἔχοις τι
5χωρίον, ἐν ἐκείνῳ μάλιστα χωρὶς αὔρας καταπνεούσης αὐτὸ, χειμῶνος δὲ κάλλιον ἐπὶ λουτρῷ χρῆσθαι τοῖς φαρμάκοις. [Περὶ τῶν γεγραμμένων φαρμάκων συνθέτων ἐπὶ τοῦ τῆς ἀλωπεκίας πάθους τοῖς ἐμοῦ πρεσβυτέροις ἰατροῖς.] Ἥρας μὲν οὖν ἐν τῷ νάρθηκι κατὰ λέξιν οὕτως ἔγραψεν·
10πρὸς ἀλωπεκίας. ἀλκυόνιον τὸ τραχύτερον, καύσας καὶ λειο‐ τριβήσας σὺν ἐλαίῳ κατάχριε τὸν τόπον, μάλιστα ἐν λύχνῳ λαμβάνων τὸ ἔλαιον. αὕτη μὲν ἡ τοῦ Ἥρα γραφή. καὶ χρὴ γινώσκειν ἡμᾶς τὸ φάρμακον τοῦτο μέσον εἶναι τῇ δυνάμει καὶ διὰ τοῦτο καὶ τὰς μέσας κατὰ μέγεθος ἀλωπεκίας ἰάσα‐
15σθαι ἱκανόν. μέτριον μὲν γάρ ἐστι φάρμακον, εἰ καλάμου ῥίζαν ἢ φλοιὸν ἢ ἀμύγδαλα πικρὰ ἤ τι τῶν τοιούτων καύ‐
σας ἐλαίῳ μίξαις, ἰσχυρὰ δὲ τὰ δι’ εὐφορβίου καὶ θαψίας398 in vol. 12

12

.

399

καὶ ἀδάρκης. ἐν τῷ μεταξὺ δ’ αὐτῶν ἐστι τὸ κεκαυμένον ἀλκυόνιον. ἀλλὰ καὶ αὐτὸ τοῦτο μετριώτερον μέν ἐστιν ἐλαίῳ μιχθὲν, ἰσχυρότερον δ’ ὑγρᾷ πίσσῃ καὶ δαφνίνῳ. μίγνυται δὲ καὶ τοῖς εἰρημένοις στέασι. καὶ χρωμένῳ γέ τινι
5πρὸς τὸ πάθος ἀρκτείῳ στέατι μηδὲν ἀνύοντος αὐτοῦ συνε‐ βούλευσα μίξαι τὸ κεκαυμένον ἀλκυόνιον, ὑφ’ οὗ διὰ ταχέων ἐθεραπεύθη. τὸ δὲ τοῦ λύχνου ἔλαιον οὐ κατ’ ἄλλον τινὰ λόγον ἐπιτήδειόν ἐστιν ἢ τῷ λεπτομερέστερον εἶναι τοῦ λοι‐ ποῦ. προσέρχεται δὲ τοῦτο αὐτῷ κατὰ τὴν οἷον ἕψησιν τὴν
10ἐν τῷ λύχνῳ καὶ γίγνεται τῷ τε παλαιῷ καὶ τῷ κικίνῳ πα‐ ραπλήσιον, ὡς εἰ καὶ ἄλλως ἐπὶ πυρὸς ἐθέλοις ἔλαιον θερ‐ μῆναι. καὶ γὰρ οὖν καὶ ὁ ῥύπος ὁ ἐπὶ ταῖς λυχνίαις γιγνό‐ μενος ἐοικὼς ὑγρῷ πηλῷ τοῖς ἐπὶ τῆς ἀγροικίας παρ’ ἡμῖν, ἔγνωσται θεραπεύων τὰ ἐν τῷ μέσῳ τῶν ἐν τοῖς ποσὶ δα‐
15κτύλων ἕλκη, συνεχῶς αὐτοῖς γιγνόμενα δι’ ἀλουσίαν τε καὶ ἀμέλειαν τοῦ διανίζειν αὐτὰ καθ’ ἑκάστην ἡμέραν. τούτῳ τοίνυν αὐτῷ τῷ ῥύπῳ πηλώδει συνεβούλευσά τινι τῶν
ἀγροίκων ξύσαντι τὴν ἀλωπεκίαν, ἣν ἔδειξέ μοι, κατα‐399 in vol. 12

12

.

400

χρίεσθαι μετὰ τοῦ ξυρᾷν τὸν τόπον συνεχῶς, ἐκθεραπευθεὶς δὲ ὑπ’ αὐτοῦ καὶ ἄλλους ἐπεχείρησεν οὕτως ἰᾶσθαι, νομί‐ σας ἅπασαν ἀλωπεκίαν ὑπὸ τοῦ φαρμάκου τούτου δύνα‐ σθαι θεραπεύεσθαι. ἐγὼ δὲ μετρίαν αὐτοῦ τὴν διάθεσιν
5θεασάμενος, ἤλπισα διὰ τοῦ ῥύπου θεραπευθήσεσθαι. [Ἕτερον τοῦ Ἥρα ἐπὶ παίδων ἁρμόττον.] Ἕτερον δ’ ἑξῆς τῷ προγεγραμμένῳ φαρμάκῳ ὁ Ἥρας ἔγραψε κατὰ λέ‐ ξιν οὕτως. εὐζώμου σπέρματος μέρος ἓν, καρδάμου μέρος αʹ. νίτρου μέρος αʹ. ἐν ἐνίοις δὲ ἀντιγράφοις ἁπλῶς γέγρα‐
10πται εὐζώμου μέρος ἓν, καρδάμου μέρος ἓν, νίτρου μέ‐ ρος ἓν, λεάνας πίσσαν ὑγρὰν παράχει καὶ προανατρίβων τὸν τόπον ἐπίπλασσε. καὶ ὅταν ἄρῃς τὸ φάρμακον ἀπό‐ μασσε τὸν τόπον σπόγγῳ ἐκ θερμοῦ, ἆραι δὲ δὶς τῆς ἡμέ‐ ρας. ἐνεργεῖ δὲ μάλιστα ἐπὶ τῶν παιδίων τοῦτο τὸ
15φάρμακον, ἰσχυρότερον μὲν γάρ ἐστι τοῦ προτέρου, κεχρο‐ νισμένην δὲ καὶ δυσθεράπευτον ἀλωπεκίαν οὐκ ἂν ἰάσαιτο· δηλοῖ δὲ τοῦτο καὶ ὁ Ἥρας αὐτὸς προσγράψας ἐνεργεῖν
ἐπὶ παίδων αὐτὸ μάλιστα, τουτέστιν ἐπὶ σωμάτων μαλακὸν400 in vol. 12

12

.

401

ἐχόντων τὸ δέρμα. ῥᾳδίως γὰρ ἐκ τῶν τοιούτων οἱ μοχθη‐ ροὶ διαφοροῦνται χυμοὶ, παραπλήσιον δὲ δηλονότι οἱ εὐνοῦ‐ χοι καὶ αἱ γυναῖκες ἔχουσι τὸ δέρμα τοῖς παιδίοις. [Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων πρὸς ἀλωπε‐
5κίας.] Κρίτων δὲ ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγρα‐ ψεν. πρὸς δὲ τὰς λεγομένας ἀλωπεκίας, πάθος τριχῶν λυ‐ μαντικὸν καὶ κοινῶς δυσμορφίας ποιητικὸν, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις, ὡς Ἡρακλείδης ὁ Ταραντῖνος. ἀμύγδαλα πικρὰ σὺν τοῖς λεπύροις κατακαύσας καὶ τρίψας
10μετ’ ὄξους ἀναλάμβανε μικρὸν μέλιτος ἐπιβαλὼν, ἐπὶ δὲ τῆς χρήσεως προανατρίβων τὸν πεπονθότα τόπον ὀθονίῳ κα‐ θαρῷ ἐπίχριε συνεχῶς. ὠφελεῖ δὲ μάλιστα καὶ ἡ συνεχὴς ξύρησις, πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου. ἄλλο ᾧ Μόσχος ἐχρῆτο. ἐχίνων θαλασσίων τὰ ὄστρακα κατακαύσας καὶ ὕδατι
15ἀναλαβὼν ἐπιτίθει προανατρίβων τοὺς τόπους. ἔν τισιν ἀντιγράφοις εὗρον οὐχ ὕδατι ἀλλὰ στέατι ἀρκτείῳ, ἀναλαμ‐ βανομένης τῆς τῶν ἐχίνων σποδιᾶς, καὶ μᾶλλον οὕτως ἐμοὶ
ἤρεσεν· ἔστι γὰρ ἐνεργέστερον. ἄλλο. καλάμου ῥίζας κατα‐401 in vol. 12

12

.

402

καύσας, ἀναλαβὼν στέατι ἀρκτείῳ, οὕτως ἐπιτίθει. ἄλλο. θα‐ ψίας φλοιὸν τρίψας μετ’ ὄξους ἐπιτίθει. ἄλλο. χαμαιλέον‐ τος ῥίζαν τρίψας ἐπιμελῶς μετὰ ὄξους ἐπιτίθει. ταῦτα προ‐ ειπὼν ὁ Κρίτων ἐφεξῆς τάδε γράφει. χρονιζούσης δὲ τῆς
5διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις· ἐνδει‐ κνύμενος ἐκ τούτων τὰ προγεγραμμένα φάρμακα μετρίων εἶναι διαθέσεων ἰατικά. γράφει τοίνυν ἐφεξῆς καὶ τὰ πρὸς τὰς ἰσχυροτέρας διαθέσεις ἁρμόττοντα κατὰ τὴν ἐκείνου λέ‐ ξιν οὕτως ἔχοντα.
10 [Περὶ τῶν ὑπὸ Ἡρακλείδου γεγραμμένων πρὸς ἀλωπε‐ κίας χρονίας.] Πρὸς ἀλωπεκίας ὡς Ἡρακλείδης ὁ Ταραντῖ‐ νος. Ὀρεστίνου πρὸς τὰς κεχρονισμένας ἀλωπεκίας μυο‐ χόδων 𐅻 βʹ. λιβανωτοῦ 𐅻 βʹ. ὄξει δριμυτάτῳ διαλύσας ἐπίχριε, προξυρήσας τοὺς τόπους. ἄλλο. ἐχίνων θαλασ‐
15σίων σὺν τοῖς ὀστράκοις κεκαυμένων 𐅻 βʹ. κηκίδων ὀμ‐ φακιτίδων τὸ ἴσον, ἀμυγδάλων πικρῶν κεκαυμένων τὸ ἴσον. μυοχόδων 𐅻 αʹ. ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἐπι‐ τίθει. ἄλλο ὡς Ὀρεστῖνος. ἀρκτείων τριχῶν κεκαυμένων,
ἀδιάντου κεκαυμένου, καλάμου ῥιζῶν κεκαυμένων, συκῆς φύλ‐402 in vol. 12

12

.

403

λων κεκαυμένων, κιλικίου ῥάκους κεκαυμένου ἑκάστου τὸ ἴσον ἀναλάμβανε στέατι ἀρκτείῳ καὶ κεδρίᾳ. ἐπὶ δὲ τῆς χρήσεως πυρία, ἀνατρίβων τὸν τόπον συκῆς φύλλοις καὶ νίτρῳ ἀπο‐ σμήχων, κατάχριε τῷ φαρμάκῳ καθ’ ἡμέραν, ἑλκωθείσης δὲ
5τῆς ἐπιφανείας ἐπιτίθει κηρωτὴν διὰ λεκίθου καὶ πυρίνων καὶ κριθίνων ἀλεύρων, χυλῷ προσφάτῳ ἐπίχριε. ἄλλο Ὄθω‐ νος Σικελοῦ ἐπιτετευγμένον. βατράχων τῶν σμικροτάτων κεκαυμένων ἐν χυτριδίῳ, τῆς σποδοῦ μέρος αʹ. μυοχόδων, ἐλ‐ λεβόρου λευκοῦ, καλάμου ῥίζης κεκαυμένης, πεπέρεως λευκοῦ,
10ἑκάστου τὸ ἴσον, ὄξει προσανάλαβε καὶ χρῶ προανατρίβων καὶ ἀποξυρῶν τὸν τόπον. ἄλλο. ὀνύχων αἰγείων κεκαυ‐ μένων τῆς σποδοῦ, θαψίας χυλοῦ, ἀλκυονίου, μυοχόδων, ἀφρονίτρου, σμύρνης, πεπέρεως λευκοῦ, ζιγγιβέρεως, ἑκάστου τὸ ἴσον τρίψας ἐπιμελῶς ἀναλάμβανε αἰγείᾳ χολῇ.
15 [Περὶ τῶν ὑπὸ Κλεοπάτρας γεγραμμένων ἐν τῷ κοσμητικῷ.] Ἐν τῷ Κλεοπάτρας κοσμητικῷ πρὸς ἀλωπεκίας γέγραπται φάρμακα κατὰ τὴν αὐτῆς ἐκείνης λέξιν, ᾧδέ πως
ἔχουσαν. πρὸς ἀλωπεκίας. σανδαράχην λειώσας ἀναλάμβανε403 in vol. 12

12

.

404

ἰξῷ δρυΐνῳ, ὡς ὅτι πλείστῳ καὶ προεκνιτρώσας, ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει. ἐγὼ δὲ καὶ νίτρου ἀφρῷ προσέμιξα τὰ προειρημένα καὶ ἐνήργησεν καλῶς. ἄλλο. σκίλλης 𐅻 αʹ. ἐλλεβόρου λευκοῦ 𐅻 αʹ. λεῖα ποιήσας σὺν ὄξει καὶ
5ξυρήσας καὶ προεκνιτρώσας κατάχριε. ἄλλο. νάπυος 𐅻 αʹ. καρδάμου 𐅻 αʹ. λεῖα μετ’ ὄξους ἐπιτίθει, προξυρήσας καὶ ἐκνιτρώσας τὸν τόπον, βέλτιον δὲ κατασχάζειν. ἄλλο. φλοιοῦ καλάμου 𐅻 δʹ. ἀφρονίτρου 𐅻 δʹ. πίσσῃ ὑγρᾷ ἀναλαβὼν χρῶ. συνεχῶς δὲ ἐπιξύρα τὸν τόπον καὶ τάχιστα
10τριχοφυήσει, ἔτι δὲ καὶ προσανάτριβε ὀθονίῳ. ἄλλο. μυῶν κεφαλὰς συναπόθλα ἀνατρίβων. ἄλλο. μυόχοδα λεῖα κατά‐ χριε, ὀθονίῳ ἐφαιμάξας τὸν τόπον. ἄλλο. ἀμύγδαλα πικρὰ σὺν τοῖς λεπύροις καύσας, τρῖψον μετ’ ὄξους καὶ μέλιτος καὶ τὸν τόπον ἐφαιμάσσων τῇ ἀνατρίψει κατάχριε. ποίει δὲ
15τοῦτο συνεχῶς καὶ ἀναξύρα τὸν τόπον, καὶ ταχέως τρίχες ἀναβήσονται. ἄλλο. αὕτη ἡ δύναμις πασῶν ἐστι βελτίων,
ποιοῦσα καὶ πρὸς ῥεούσας τρίχας, σὺν ἐλαίῳ ἢ μύρῳ ἐνιε‐404 in vol. 12

12

.

405

μένη καὶ τοῖς ἐν ἀρχῇ μαδαριῶσιν ἢ εἰς φαλακρότητα ἐμπί‐ πτουσιν, ἔστι δὲ θαυμάσιος. μυῶν τῶν κατοικιδίων κε‐ καυμένων, μέρος αʹ. ἀμπελίνου ῥάκους κεκαυμένου μέρος ἓν, ἱππείων ὀδόντων κεκαυμένων μέρος ἓν, στέατος ἀρκτείου
5μέρος ἓν, μυελοῦ ἐλαφείου μέρος αʹ. καλάμου φλοιοῦ μέρος ἓν, ταῦτα ξηρὰ λειούσθω καὶ προσμισγομένου μέλιτος ἱκα‐ νοῦ, ἕως ἂν σχῇ μέλιτος πάχος, τριβέσθω καὶ μιγνυέσθω τὸ στέαρ καὶ ὁ μυελὸς τακέντα, καὶ ἀποτιθέσθω εἰς πυξίδα χαλκῆν τὸ φάρμακον καὶ ἀνατριβέσθω ἡ ἀλωπεκία, μέχρις
10οὗ ἀνατριχοφυήσῃ. ὁμοίως δὲ καὶ αἱ ῥέουσαι τρίχες καθ’ ἡμέραν ὑποχριέσθωσαν. καὶ τούτων τῶν φαρμάκων καὶ τῶν ἐφεξῆς γραφησομένων οὐ χαλεπὸν διακρῖναι τά τε δριμύτερα καὶ ἰσχυρότερα καὶ τὰ μαλακώτερα καὶ ἀσθενέστερα, μεμνη‐ μένους ὧν κατ’ ἀρχὰς εἶπον. οὕτω γὰρ ὑπάρχει καὶ τὸ κε‐
15χρῆσθαι καλῶς αὐτοῖς, ἐπὶ μὲν τῶν μετριωτέρων ἀλω‐ πεκιῶν τοῖς μετριωτέροις, ἐπὶ δὲ τῶν ἰσχυροτέρων τοῖς ἰσχυ‐
ροτέροις, ὥσπερ γε κᾀπὶ τῶν ἰσχυροτάτων τοῖς ἰσχυροτάτοις.405 in vol. 12

12

.

406

[Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ταῖς ἀλωπε‐ κίαις χρησίμων.] Ἔγραψε καὶ Ἀρχιγένης ταῦτα τὰ φάρμακα πρὸς ἀλωπεκίας διὰ τῆσδε τῆς λέξεως. τὰς ἐπιπολαίους ἀλω‐ πεκίας ἐκνιτρώσας καὶ ὀθονίῳ ἐκμάξας περιστερεῶνι ἐν ἡλίῳ
5τριβέντι καὶ ὄξει διέντι, κατάχριε ἱκανῶς ἢ ὁμοίως σμήξας σεύτλου φύλλα ἐπίθες, ἐπάνω δὲ ὑγρὸν ὀθόνιον, ἀφαίρει δὲ βρέχων τὸν τόπον. τὰς δὲ βαθείας ἀνάτριβε σὺν ὄξει, νίτρου βώλῳ ἢ σηπίας ὀστράκῳ ἢ ἰχθύᾳ ἢ συκῆς φύλλοις, μέχρις ἀναξασμοῦ, εἶτα ἀπομάξας τὸ αἷμα σεῦτλον ἐν οἴνῳ
10ἑφθὸν ἐπίθες, ἢ ἰσχάδας κεκαυμένας ἐν οἴνῳ ἢ φα‐ κοῦ ἄλευρον σὺν οἴνῳ κατάπλασσε ἢ φλυκταινώσας τὴν ἀλω‐ πεκίαν βουπρήστει μετ’ ὄξους ἢ βατραχίῳ ἢ ἄρου ῥίζῃ σύν τινι τούτων κηρωτοειδὲς ποιήσας καὶ ἐπιθεὶς εἰς νύκτα, πρωὶ δ’ ἀποσχάσας τὰς φλυκταίνας κατάπλασσε σκορόδῳ ἢ βου‐
15σελίνῳ ἢ ἀνεμώνης φύλλοις, καλῶς ποιοῦσι μετὰ τὰς φλυ‐ κταινώσεις καὶ ἱππόκαμποι θαλάσσιοι καέντες καὶ ἐπιπασσό‐
μενοι μετ’ ὀλίγου χαλκάνθου, ὠμοῦ λείου ἢ ὑείων σιαγόνων406 in vol. 12

12

.

407

ὀστᾶ κεκαυμένα. ἄλλο. ἢ ξυρήσας καὶ σμήξας ἀφρονίτρῳ καὶ ἀλκυονίῳ μετὰ δριμέος ὄξους ἀνάτριβε, μέχρις ἂν αἱμάξῃ, εἶτα κατάχριε καρύων Ποντικῶν κελύφεσιν κεκαυμένοις λεά‐ νας μετὰ μέλιτος, θεράπευε δὶς τῆς ἡμέρας. τὸ πολὺ καθί‐
5στησιν ἐν ἡμέραις δέκα. ἢ μύας κατοικιδίους ἐν χύτρᾳ καύ‐ σας, λείους ἀναλάμβανε ἀξουγγίῳ καὶ προανατρίβων σκορόδῳ τὰς ἀλωπεκίας ἐν σπληνίῳ ἐπιτίθει, καὶ τοῦτο καθ’ ἡμέραν ποίει, μέχρις ἂν ἐκφυῶσιν τρίχες. ἢ βατράχια τὰ μικτὰ ὁμοίως κατακαύσας τὴν τέφραν μετὰ πίσσης πολλάκις ἀνεξεσμένης,
10μέχρις ἂν παχεῖα γένηται, ἐπίχριε μήτε προξυρῶν μήτε προ‐ σμήχων. ἢ μυόχοδα καὶ λίβανον ἴσα σὺν ὄξει μέλιτος πάχος κατάχριε προφοινίσσων, ἢ σῦκα ξηρὰ κεκαυμένα κατάχριε μετ’ ἐλαίου ὁμοίως λειώσας. ἢ ἐλλέβορον λευκὸν, πέπερι, μυόχοδα προσμήξας καὶ καταξύσας, σὺν ὄξει κατάχριε. ἢ ῥαφάνῳ καὶ
15κρομμύῳ, ἐπικαρσίως τμηθέντι ἀνατρίψας εὖ μάλα κατάχριε. ἢ ἀλκυονίῳ πεφοσμένῳ καὶ βάπτων τὸν δάκτυλον ἐν ἐλαίῳ
τρῖβε ἐπιμελῶς, μέχρις ἂν δηχθῇ, καὶ κατορθώσεις. ἢ ἀλκυό‐407 in vol. 12

12

.

408

νιον πρὸς λύχνον φώξας καὶ στέαρ ἄρκτειον ὁμοίως τήξας, μίξον καὶ κατάχριε προσμήχων ἐν ἡλίῳ. ἢ προκεντήσας ὡς ἔθος, κατάπλασσε κρομμύῳ λείῳ μετὰ μέλιτος. ἢ ῥαφάνου φλοιῷ ὁμοίως. ἢ κατασχάσας καλάμου ἐπιφάνειαν, ἣν Αἰ‐
5γύπτιοι σιφθείριον καλοῦσι, κεκαυμένην πίσσῃ ὑγρᾷ πρόσ‐ μιγε καὶ σπλήνιον ἐπιτιθεὶς λῦε τετράκις ἢ πεντάκις, εἶτα ἀποσμήξας ἄλλο σπλήνιον ἐπιτίθει. ἔνιοι νίτρον πρὸς τὸ δέκατον τῆς τέφρας μίσγουσι καὶ λίαν ὠφελοῦσιν. ἢ λεπίδι στομώματος μετ’ ὄξους καὶ ἐλαίου κατάχριε ὁμοίως. ἢ αἰ‐
10λούρου ἢ κροκοδείλου κόπρου 𐅻 στʹ. νάπυος 𐅻 δʹ. μετ’ ὄξους δριμέος κατάχριε. ἢ κανθαρίδας κεκαυμένας πίσσῃ ὑγρᾷ ἀναλαβὼν ὡς κηρωτὴν ὑγρὰν γενέσθαι, προαποσμήξας νίτρῳ ὀπτῷ καὶ ἐκμάξας ἐν σπληνίῳ, ἐπίθες καὶ ἔα διανυ‐ κτερεῦσαι, πρωὶ δὲ ἄρας ἔα ξηρανθῆναι τὸν τόπον, μέχρις
15ἂν περιῤῥαγῇ. ὅταν δὲ ἀναστείλωσιν αἱ τρίχες, ξύρα συνε‐ χῶς. ἢ κάρδαμον, οἱ δὲ πέπερι, μυόχοδα, ἐλλέβορον λευκὸν,
ἴσα μετ’ ὄξους κατάχριε ἢ αἱμάξας ἐπιπολῆς ἰχθύᾳ ἢ συ‐408 in vol. 12

12

.

409

κίνῳ φύλλῳ ἢ κισσήρει λείᾳ, ἀμύγδαλα πικρὰ καύσας μετ’ ὀξυμέλιτος κατάχριε. συνεχῶς δὲ τοῦτο ποίει καὶ ξύρα, αὐ‐ ξήσουσι γὰρ ταχέως. ἢ χελώνης θαλασσίας αἵματι κατάχριε, ἐπαινεῖται. ἢ ἱπποποτάμου δέρμα καύσας κατάχριε. ἢ καρύοις
5Ποντικοῖς κεκαυμένοις καὶ σταφίσιν ἀγρίαις σὺν δαφνίνῳ μύρῳ, τοῦτο γὰρ Ἀρχιγένης ἐπαινεῖ. ἢ μυόχοδα καὶ ἐλλέ‐ βορον κατάχριε λευκόν. ἢ καλάμου φλοιοῦ κεκαυμένου καὶ νίτρου ἑκάστου ἴσον, πίσσῃ ὑγρᾷ μαλαγματῶδες ποίει. ἢ κάρυα πικρὰ σὺν τοῖς λεπύροις καύσας μετ’ ὄξους ἢ μέλι‐
10τος, πυκνῶς κατάχριε προεκμάξας ὀθονίῳ καὶ ξύρα τὸν τό‐ πον πυκνῶς. ἢ ἀμμωνιακοῦ θυμιάματος μετ’ ὀποῦ τιθυμάλ‐ λου ἀνάτριβε. ἢ αἰλούρου ἀφοδεύματι ξηρῷ μετ’ ὄξους ἢ ῥοὸς 𐅻 δʹ ἢ βʹ. σινήπεως 𐅻 βʹ σὺν ὄξει δριμεῖ κα‐ τάχριε. ἢ ἀμυγδάλοις πικροῖς καὶ κισσήρει ἐπίχριε. Διονυσί‐
15δωρος δὲ ὁ ἰατρὸς, κάσσυμα καινὸν καίων μετ’ ὄξους δρι‐ μέος κατάχριε. ἄκρως δὲ ποιεῖ ἐπὶ τῶν χρονίων, εἰ θαψίας
χυλὸν ἢ ῥίζαν ἀναλαβὼν κηρωτῇ ἐπιθείης τῷ τόπῳ μετὰ409 in vol. 12

12

.

410

τοῦ μηδὲν ἄλλο προσαπεργάσασθαι. ἀφίσταται γὰρ ἡ ἄνω‐ θεν ἐπιφάνεια καὶ ἰχωῤῥοεῖ, ὑποφύονταί τε αἱ τρίχες αὐτό‐ ματοι. ὁρᾷς ὅπως καὶ ὁ Ἀρχιγένης ἐπαινεῖ τὸ διὰ τῆς θα‐ ψίας, οὐ γὰρ ἂν εὕροις ἄμεινον αὐτοῦ φάρμακον. αὐξάνε‐
5ται δ’ ἡ πίστις τῶν ὠφελούντων κᾀκ τῆς συμφώνου ἱστο‐ ρίας, καὶ διὰ τοῦτο κᾀγὼ τὰ παρὰ τοῖς ἐμπείροις ἰατροῖς φάρμακα γράφω πάντα. [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ περὶ ἀλωπεκίας βιβλίῳ.] Οὐ τοῦ νεωτέρου δηλονότι μέμνημαι νῦν
10Ἀσκληπιάδου, τοῦ συνθέσεις φαρμάκων ἀξιολόγους ἐν πολ‐ λοῖς γράψαντος βιβλίοις, ἀλλὰ τοῦ παλαιοτέρου τοῦ Βιθυ‐ νοῦ. οὗτος τοίνυν ὁ Ἀσκληπιάδης σεμνύνεται θεραπείας ἀγωγὴν εὑρηκέναι δι’ ἧς ἰᾶσθαί φησιν πολλοὺς, ἀλωπεκίας δυσθεραπεύτους ἔχοντας, πλέον δέ φησιν εἰς τὴν θεραπείαν
15δύνασθαι τὴν ὅλην δίαιταν ἢ τὰ φάρμακα· περὶ μὲν οὖν τῆς διαίτης τάδε γράφει. ἀφεκτέον οὖν παντὸς οἴνου εἰς τέλος, διὰ ταύτας τὰς αἰτίας. εὔδηλον δ’ ὅτι προείρηκεν
αὐτὸς τὰς αἰτίας, ἃς ἔξεστι βουλομένῳ μαθεῖν, ἀναγνόντι410 in vol. 12

12

.

411

τὸ βιβλίον. εἶτ’ ἐφεξῆς φησιν· ἀφεκτέον δὲ καὶ τοῦ λίαν ὑπερεμπίπλασθαι, κωλύει δὲ καὶ κρεῶν ἐσθίειν καὶ τυροῦ καὶ γάλακτος καὶ ὀσπρίων καὶ πάντων ἁπλῶς ὅσα δυνάμεις ἐν μικροῖς ὄγκοις ἔχει πολυτρόφους τε καὶ πνευματούσας,
5ἀλλὰ καὶ τὰ πολλὰ τῶν γυμνασίων κελεύει φεύγειν, ὥσπερ γε καὶ τὰ συνεχῆ λουτρὰ καὶ τοὺς πολλοὺς ἱδρῶτας. περὶ δὲ τῶν φαρμάκων τάδε γράφει κατὰ λέξιν. ἔστι δὲ τὸ μὲν πρῶτον σύγχρισμα τοιοῦτον. ἀφρονίτρου μέρη δύο, ἁλὸς ἀμμωνιακοῦ μέρος ἓν, κεκαυμένα λεάναντες, ὄξει διέντες ὡς
10δριμυτάτῳ μέχρι τοῦ λαβεῖν γλοιοῦ πάχος, προκαταξυσθεί‐ σης τῆς ἀλωπεκίας κούφως, ὥστε δασυνθῆναι καὶ ἔναιμον γενέσθαι τὸν τόπον, μετρίως καταχρίοντες τὴν κεφαλὴν καὶ τρίψαντες μέχρι τοῦ συλλαβεῖν καὶ εἰς βάθος παρενεχθῆναι τὸ φάρμακον, καλῶς προκαταχρίσαντες ἡσυχάζειν ἐῶμεν ἕως
15δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες τῇ ἑσπέρᾳ καὶ τῇ ἑξῆς καὶ τῇ τρίτῃ παραπλησίως, μεγάλην παραλλαγὴν εὑρίσκο‐ μεν. ἵσταται γὰρ ἡ νομὴ καὶ αἱ τρίχες καταψώμεναι καὶ μὴ
διελκόμεναι μετὰ βίας ἀντείχοντο καὶ οὐκ ἀνεσπῶντο. ἔπειτα411 in vol. 12

12

.

412

τῇ ἑξῆς ἐπανατρίψαντες ἐν ὄξει καταπλάττομεν, μέχρι τοῦ φλυκταίνας ἐπαναστῆναι καὶ ἕλκωσιν ἐπιπόλαιον λαβεῖν τὸ δέρμα. παρασχάσαντες δὲ τὰς φλυκταίνας καὶ ἄχρι δυεῖν ἡμερῶν ὑποδεξάμενοι τὸ ὑδατῶδες, τὸ ἀπὸ τῶν ἑλκῶν ῥέον,
5ἐχρώμεθα πάλιν τῷ αὐτῷ συγχρίσματι, φειδόμενοι τῶν ἑλ‐ κωδῶν τόπων καὶ ὑπερβαίνοντες, αὐτοὺς δὲ τοὺς ὑγιεῖς λαμβάνοντες καὶ τούτους καταψῶντες ἡσυχάζειν ἐῶμεν ἕως δείλης. ἔπειτα τὸ αὐτὸ ποιήσαντες καὶ ἀνατρίβοντες ἐπὶ βραχὺ, μέχρις ἑπτὰ καὶ ὀκτὼ ποιοῦντες ἡμερῶν, ἤδη που
10συνθεωροῦμεν ἀπὸ τῶν περάτων τῆς ἀλωπεκίας, οὐκ ἔτι λεπτὰς καὶ χνοώδεις τρίχας ὡς ἔμπροσθεν, ἀλλ’ ἐμβριθεστέ‐ ρας, ἔπειτα κατὰ μικρὸν ἀεὶ ταύτας ἐπιβαινούσας τοῖς ἐψι‐ λωμένοις, συνεκλειπούσας δὲ πάλιν τὰς λεπτὰς καὶ ἀσθενεῖς ὁμοίου τινὸς συμβαίνοντος τοῖς ἡλκωμένοις. καὶ γὰρ
15ἐπὶ τῶν ἑλκῶν ἀπὸ τοῦ πέρατος ἡ οὐλὴ τὴν ἀρχὴν λαμβά‐ νουσα τὸ ἔσχατον εἰς τὰ μέσα τοῦ ἕλκους ἀποτελευτᾷ, ἐπί τε τῆς ἀλωπεκίας τὰ πρὸς τῷ τετριχωμένῳ πρῶτα ἐξισχύει
καὶ δασύνεται, τὰ δ’ ἐν τοῖς μέσοις ὕστατα πάντων τριχο‐412 in vol. 12

12

.

413

φυεῖ. προκοπτούσης μὲν οὖν τῆς θεραπείας οὕτως, οὐδὲν προσδεόμεθα φαρμάκων ἑτέρων, ἀλλ’ ἑνὶ τούτῳ διὰ πλείονος ἀεὶ χρόνου χρώμεθα καὶ ὑπήκουεν ἐπιεικῶς τὸ πάθος, εἰ μὴ παντελῶς εὐμεγέθης ἡ ψιλότης εἴη. τὸν δὲ μέσον χρόνον
5τῷ τε καταξυσμῷ τῷ διὰ τοῦ σμιλίου συνεχῶς ἐνηργοῦμεν καὶ ἔστιν ὅτε τῇ ἀκμῇ τοῦ ὀξυβελοῦς ἐπικρούοντες τὸν χρῶτα διὰ τῶν νυγμάτων αἱμάτιον ἐκομισάμεθα σύμμετρον. ταῦτα προειπὼν ὁ Ἀσκληπιάδης αὐτοῖς ὀνόμασιν ἐφεξῆς ἀπεφήνατο περὶ ξυρήσεως ἐναντίως τοῖς ἄλλοις. οὐ γὰρ συν‐
10εχῶς, ἀλλ’ ἐκ διαλειμμάτων κελεύει ξυρᾶσθαι τὸ πεπονθὸς μόριον, ὅταν ἤδη μετρίως παχεῖαι τρίχες ἐν αὐτῷ φύωνται. τὰς δ’ ἀρχομένας ἔτι καὶ λεπτὰς οὐκ ἀξιοῖ ξυρᾷν. μετὰ δὲ τὸν περὶ τῆς ξυρήσεως λόγον ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. εἰ δὲ καταβραδύνοιτο τῆς τριχώσεως, ἐπὶ τὰς ὑπο‐
15γεγραμμένας δυνάμεις καταφεύγομεν, εἰσὶ δὲ τοιαῦταί τινες. ἐχίνου χερσαίου τὴν κεφαλὴν ἢ τὸ δέρμα κατακαύσας καὶ τρίψας λεῖον μέλιτι δεύσας ἐπίχριε. ἄλλο. ἱπποκάμπον θα‐
λάσσιον καὶ νίτρου μικρὸν συγκατακαύσας καὶ στέαρ χήνειον413 in vol. 12

12

.

414

μίξας, κατάχριε προεκνιτρώσας τὸν τόπον. ἄλλο. θαψίαν ἐν ὕδατι δεύσας κατάχριε. ἄλλο. μυῶν τὰ διαχωρήματα μετ’ ὄξους λειώσας κατάχριε. ἄλλο. καλάμου κυπρίου λαβὼν τὰ φύλλα καὶ κατακαύσας ἐπὶ κεραμίδος, ἔπειτα ῥητίνῃ πιτυΐνῃ
5ὡς πλεῖστον τῆς τέφρας ἀναλαβὼν, ἔμπλασσε καὶ προκατα‐ σχάσας τὴν ἀλωπεκίαν ἐπίθες καὶ ἐπίδησον. ἢ τὸν φλοιὸν ἢ τὴν κόμην τῶν καλάμων ὡσαύτως σκεύασον, ἔτι δὲ καὶ νίτρου τῆς τέφρας τὸ ἴσον μίξας καὶ πίττῃ ἀναλαβὼν χρῶ. ἔστι δὲ οὐκ ἄπρακτον, ἀλλ’ ἱκανῶς ἐνεργοῦν. ἐπὶ τούτοις
10ὁ Ἀσκληπιάδης μνημονεύει καὶ τῶν μυιῶν, ἃς κελεύει θη‐ ρεύσαντας ὡς πλείστας εὐθέως ἐνθλίβειν τὰς κεφαλὰς αὐ‐ τῶν εἰς τὰ ἐψιλωμένα τῆς ἀλωπεκίας, καὶ μάλιστα, φησὶν, ἐπειδὰν ἑλκώσωμεν αὐτήν. καὶ γὰρ καὶ συμφέρει, φησὶ, τὸ ἀπὸ τῶν μυιῶν αἷμα παροξυνομένῃ τηνικαῦτα τοῖς διὰ
15τοῦ νίτρου καὶ τῶν ἁλῶν συντιθεμένοις φαρμάκοις, ὑφ’ ὧν οὐ μόνον δάκνεσθαί φησιν αὐτὰς, ἀλλὰ καὶ φλυκταινοῦσθαι. [Περὶ τῶν ὑπὸ Σωρανοῦ γεγραμμένων πρὸς ἀλωπεκίας.]
Προειπών τινα κατὰ τὴν ἰδίαν ἀγωγὴν μνημονεύσας τε καὶ414 in vol. 12

12

.

415

τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων, ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. διὸ καὶ προσφάτου τυγχάνοντος αὐτοῦ συ‐ στολὴ τὸ πρῶτον ἁρμόσει, καὶ μετὰ ταῦτα ἁπλοῦν τρόφιον εὔχυλον καὶ καταβροχὴ δι’ ἐλαίου γλυκέος θερμοῦ, καὶ ἄρτος
5ἐν καταπλάσμασι, πυρίαι τε καὶ καταξυσμοὶ καὶ σικύαι καὶ κηρωτὴ καὶ ἀνάληψις. χρονίσαντος δὲ συνεχὴς ξύρησις καὶ φοινιγμὸς διὰ νάπυος καὶ ἀνατρίψεις αἱ γεγραμμέναι, ταῖς ἑξῆς ἐπιχριομένης πίσσης ἢ κεδρίνου ἐλαίου, καὶ δι’ ἀνατρί‐ ψεως τῆς διὰ φύλλων συκῆς ἢ κρομμύων ἢ ὀθονίου περιει‐
10λημμένου τῷ λιχανῷ δακτύλῳ ἢ τῷ ἀντίχειρι καὶ μετὰ τὴν ἀνάτριψιν κατασχασμοί. ἔνιοι δὲ βελόνας συνδήσαντες, ὥστε τὰς ἀκμὰς ὑφ’ ἓν ἔχειν, κατεκέντησαν δι’ αὐτῶν τὸ δέρμα, μετὰ δὲ τὸν διὰ τῆς ἀνατρίψεως φοινιγμὸν καὶ τὸν κατα‐ σχασμὸν φάρμακα μετασυγκριτικὰ ἐπίχριστα ἢ ἐπίπλαστα.
15τοιαῦτα δὲ πολλὰ κατὰ μέρος ἐστί. καὶ γὰρ καὶ κρόμ‐ μυον λεῖον ἢ ῥαφάνου φλοιὸς ἑκάτερον μετὰ μέλιτος ἐπι‐
πλασσόμενον ἢ ἀφρονίτρου μέρος ἓν, ῥοῦ μέρη βʹ. καὶ ἁλὸς415 in vol. 12

12

.

416

ἀμμωνιακοῦ μέρος ἓν, κεκαυμένα καὶ λελειωμένα μετ’ ὄξους δριμέος, ἄχρι τοῦ λαβεῖν γλοιοῦ πάχος. γέγραπται δὲ καὶ ἄλλα πολλὰ, φησὶν, παρά τε Ἀσκληπιάδῃ καὶ Ἡρακλείδῃ τῷ Ταραντίνῳ καὶ Ἐλεφαντίδῃ καὶ Μοσχίωνι διὰ τοῦ κοσμη‐
5τικοῦ, ἐξ ὧν ἔγραψε καὶ αὐτὸς τά θ’ ὑπ’ Ἀσκληπιάδου προ‐ γεγραμμένα καὶ ἄλλα τινὰ ὧν ἐφεξῆς μνημονεύσω. ἀρ‐ κτείου στέατος μέρος ἓν, καλάμου φύλλων κεκαυμένων τέ‐ φρας μέρος ἓν, σιδήρου στομώματος λεπίδα, ὄξει καὶ ἐλαίῳ μίξας παλαιῷ κατάχριε. ἄλλο. αἰλούρου ἢ κροκοδείλου
10κόπρου 𐅻 ηʹ. νάπυος 𐅻 δʹ. μετ’ ὄξους δριμέος. ἄλλο. κριθῶν κεκαυμένων καὶ μυοχόδων ἴσον, μετ’ ὄξους δριμέος. ἄλλο. κάρδαμον καὶ μυόχοδα καὶ ἐλλέβορον λευκὸν καὶ πέπερι, ἴσα μετ’ ὄξους δριμυτάτου. ἄλλο. νᾶπυ καὶ κάρδα‐ μον ἢ σφονδύλιον καύσας καὶ λειώσας, ὄξει κατάχριε. ἄλλο.
15 βατράχων κεκαυμένων 𐅻 ιηʹ. κισσήρεως κεκαυμένης 𐅻 ιβʹ. ἐν ἄλλῳ ιεʹ. νάπυος 𐅻 ηʹ. νίτρου 𐅻 δʹ. καρύων κε‐ καυμένων 𐅻 κδʹ. ἄλλο. καὶ κηρωτὴ διὰ πεπέρεως καὶ πυ‐
ρέθρου καὶ ἀσβέστου καὶ μυρσίνου ἐλαίου. δεῖ δὲ καὶ416 in vol. 12

12

.

417

προανατρίβειν τὸ πεπονθὸς, ἤτοι δι’ ἀλκυονίου κεκαυμένου ἄχρις ὅτου δηχθῇ, ἢ ἐχίνου θαλασσίου κεκαυμένου τῆς σπο‐ δοῦ ὀθονίῳ ἐνηλειμμένης, μέχρις ἂν ἔρευθος γένηται. ἄλλα φάρμακα ἐν χρήσει γεγονότα τὰ μὲν ἐμοὶ, τὰ δὲ τοῖς διδα‐
5σκάλοις μου, τὰ δὲ φίλοις ἰατροῖς. προσμίξας φοινίξουσι κίσσηριν, προπυριάσας καὶ χρίσας θαψίας χυλῷ ἄχρις ἂν ἐπαρθῇ, εἶτα πυριάσας κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. καλά‐ μου φύλλων καὶ ῥίζης αὐτῶν κεκαυμένων καὶ ἄρκτου τρι‐ χῶν καὶ ἀδιάντου καὶ στέατος ἀρκτείου καὶ πίσσης ὑγρᾶς
10καὶ τριχῶν αἰγείων κεκαυμένων καὶ κεδρίας, ἁπάντων ἴσων ὄντων ὀκτὼ καὶ οὕτως ἔγχεε τὰ τηκτὰ μετὰ τῶν ξηρῶν προαποσμήχων. ἄλλο. συκῆς φύλλοις μετὰ ὄξους ἄχρι χνοώ‐ δεις ἀναβῶσιν καὶ τότε βοτάνης τῆς λεγομένης στοιβῆς, χυλῷ κατάχριε. ἄλλο. βατράχους λεπτοὺς καύσας ἐπίπασον μετὰ
15πίσσης ὑγρᾶς χλιαρᾶς, εἶτα ἐπίχριε μήτε προξυρῶν μήτε προ‐ σμήχων. ἄλλο. ἀφρονίτρου 𐅻 δʹ, μυῶν ἀφοδεύματος 𐅻 βʹ, καλάμου φλοιοῦ κεκαυμένου 𐅻 βʹ, πίσσῃ ὑγρᾷ ἀνα‐
λαμβάνων, ποίει σπλήνιον καὶ προξυρῶν τὸν τόπον καὶ417 in vol. 12

12

.

418

προεκνιτρῶν, ἐπιτίθει καὶ μὴ ἀφαίρει πρὸ δυεῖν ἢ τριῶν ἡμε‐ ρῶν. ἄλλο. νάπυος καὶ κόπρου αἰλούρου τὸ ἴσον ἑκα‐ τέρου προσμήξας, τὸν τόπον κατάχριε. ἄλλο. κατασχάσας κατάχριε σηπίας τῷ μέλανι ἢ πράσιον χλωρὸν τρίψας κατά‐
5χριε. ἄλλο. σφαιρίτιδος φύλλα πεφρυγμένα λειοτρίβει μετ’ ὄξους καὶ ἐπιτίθει. καλεῖται δὲ σφαιρῖτις ἡ τὰ σφαιρία φέρουσα κυπάρισσος. ἄλλο. κάρυα πικρὰ σὺν τοῖς λέμμα‐ σιν κατακαύσας μετὰ μέλιτος καὶ ὄξους κατάχριε προξυρή‐ σας. ἄλλο. ἐχίνων θαλασσίων τὰ ὄστρακα κατακαύσας μετὰ
10μέλιτος καὶ ὄξους προξυρήσας κατάχριε. ἄλλο. ἀλκυονίου κε‐ καυμένου καὶ μυῶν ἀφοδεύματα μετὰ πράσου χυλοῦ κατά‐ χριε. ἄλλο. θαψίας ῥίζης 𐅻 δʹ. χαμαιλέοντος ῥίζης 𐅻 βʹ. ἀναλάμβανε ἰξῷ εἰργασμένῳ καὶ ἀναπλάσας ἐπιτίθει καὶ ὅταν προερεθισθῇ, ἐξάρπαζε. ἄλλο. καλάμου Ἑλληνικοῦ
15φύλλων κεκαυμένων 𐅻 δʹ. μυοχόδων 𐅻 βʹ. ἐχίνων κεκαυ‐ μένων 𐅻 αʹ. μετὰ ὄξους λεάνας κατάχριε. ἄλλο. ἁλὸς ἀμμωνιακοῦ 𐅻 αʹ. νίτρου 𐅻 αʹ. φώξας ἀμφότερα καὶ δεύ‐
σας ὄξει, κατάχριε τρὶς τῆς ἡμέρας προεκνιτρώσας τὸν τόπον.418 in vol. 12

12

.

419

ἄλλο. ἀμυγδάλων πικρῶν ὀπτῶν τριόβολον, κισσήρεως ὀβολοὺς δύο, ἁλὸς ἀμμωνιακοῦ τριόβολον, ὁμοίως κατάχριε δι’ ὄξους. ἄλλο. πέπερι, μυόχοδα, ἐλλέβορος λευ‐ κὸς ἴσα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου κατάχριε. ἄλλο. στο‐
5μώματος λεπίδα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου κατάχριε. ἄλλο. προσερεθίσας τὸν τόπον διὰ κισσήρεως κατάχριε, μίξας θείου καὶ νίτρου ἀφροῦ καὶ ἀμμωνιακοῦ τὸ ἴσον ἑκάστου μετ’ ὄξους. ἄλλο. ἀλκυονίου δραχμὴν μίαν, θείου ἀπύρου 𐅻 στʹ. μυιῶν πεφωσμένων ὥστε ἀναξηρανθῆναι κύαθον ἕνα, τὰς
10μυίας λέαινε ἰδίᾳ καὶ τὸ θεῖον, τὸ δὲ ἀλκυόνιον ἑψήσας ἐν ὕδατι συλλέαινε τοῖς ξηροῖς, παραχέον ἀνὰ μέρος χολῆς ὑείας καὶ ὄξους, ἕως γλοιῶδες γένηται, εἶτα ἀξουγγίαν τὴν ἀπὸ τῶν τροχῶν ξύσας καὶ ἐπὶ τῆς χειρὸς ἀναμαλάξας μίξον, ὡς ἐμπλαστρῶδες γενέσθαι καὶ προξυρήσας τὴν ἀλωπεκίαν
15καὶ προφοινίξας, ἐπίχριε τῷ φαρμάκῳ θαῤῥῶν ὡς ἀρίστῳ. ἄλλο. προαποσμήξας τὸν τόπον, ὄξει διαβεβρεγμένον χόνδρον λειώσας καὶ προσβαλὼν ὀποῦ Κυρηναϊκοῦ βραχὺ, κατάχριε.
ἄλλο. προαποσμήξας τὸν τόπον καὶ κατασχάσας ἰσχάδας419 in vol. 12

12

.

420

ὀπτὰς, μετὰ γλυκέος κατάπλασσε. ἄλλο. κατάχριε γλυκεῖ, εἶτα νάρθηκα κεκαυμένον κατάπλασσε. τὰ ἐφεξῆς γεγραμμένα δύο φάρμακα θαυμάσιά ἐστιν, τὴν λέξιν ἔχοντα τοῦ δόντος αὐτὰ πρὸς ἀλωπεκίας φαλακρώσεις, ἀραιότητας τριχῶν δυσαλθεῖς,
5ἐπὶ κεφαλῆς, ἐπὶ γενείων, ἐπὶ ὀφρύων. προβάτου τῶν τρι‐ χῶν γο αʹ. καλάμου ῥίζης γο στʹ. πτέρεως σὺν τῇ ῥίζῃ γο γʹ. 𐅶ʹʹ. λοπίμου τῶν πωγώνων γο γʹ, ἐρίων οἰσυπηρῶν ὡς ὅτι λιπαρωτάτων γο στʹ. κεφαλὰς μυιῶν ἀριθμῷ λστʹ. μυίας εʹ χωρὶς κεφαλῶν. πάντα εἰς καινὴν χύτραν ἐμβαλὼν ἔνθες
10ἐν ἰπνῷ, εἶτα τὴν τέφραν αὐτῶν λέαινε. προτετρίφθω δέ σοι ἐν οἴνῳ Ἀμιναίῳ λαδάνου γο αʹ. σμύρνης γο αʹ. καὶ προσ‐ εμβεβλήσθωσαν ἐλαίου παλαιοῦ γο βʹ. κεδρίνου γο αʹ. μα‐ λαβάθρου γο βʹ. εἶτα περιπάσας τὰ ξηρὰ ἀνελοῦ, προανα‐ τρίψας δὲ ὀθονίῳ τὴν ἀλωπεκίαν, εἶτα κούφως κατακνίσας
15ἢ κρομμύῳ ἢ σκίλλῃ ἢ συκῆς φύλλῳ ἀναξύσας σχολαίως,
ἐπίχριε ἀνατρίβων τὸ φάρμακον καὶ λουσάμενος ἐντόνῳ420 in vol. 12

12

.

421

ὀθονίῳ ξέων, ταῖς ἐχομέναις ἀρκοῦ ἐπιχρίων ἕως διμήνου, ἐπιμένων δὲ καὶ φαλάκρωσιν ἰάσῃ. [Πρὸς τοὺς παρ’ ἡλικίαν φαλακρουμένους βοήθεια.] Στέατος ταυρείου ἡλιωμένου λίτραν μίαν, ἀδάρκης γο αʹ.
5θαψίας χυλοῦ γο αʹ. 𐅶ʹʹ. οἱ δὲ γο 𐅶ʹʹ. σμύρνης καλῆς γο αʹ. πολυτρίχου λίτρας 𐅶ʹʹ. καλλιτρίχου λίτρας 𐅶ʹʹ. ὄνου μορίου λίτραν μίαν, σπληνὸς ὄνου λίτραν αʹ. λαδάνου τὸ ἴσον. τὸ λάδανον ἐγὼ βρέξας ἐν οἴνῳ βραχεῖ ἐλείωσα τὸ στέαρ, τήξας ἐφ’ ὕδατος ἀτμῷ, εἶτα τοῦ ὄνου τὸ μόριον ὀπτὸν ξύε, ἕως
10οὗ δαπανηθῇ. τὸν δὲ σπλῆνα φρύγε σὺν τῷ καλλιτρίχῳ καὶ πολυτρίχῳ ἐν χύτρᾳ καινῇ καὶ κόψας τὰ κοπτὰ καὶ κοσκινήσας ἀναλάμβανε ἐν γλευκίνῳ ἢ Σαβίνῳ ἐλαίῳ χρῶ πρὸ βαλανείου προκτενίζων τὴν κεφαλήν. εὔδηλον δ’ ὅτι τὰ αὐτὰ φάρμακα καὶ πρὸς τὰς τῶν γενείων τρίχας μὴ φυο‐
15μένας ἁρμόττει. ἄλλο. τήλεως ξέστας δʹ. λινοσπέρμου ξέ‐ στας βʹ. λαδάνου γο ηʹ. ἀκακίας χυλοῦ γο στʹ. φύλλου μα‐ λαβάθρου γο στʹ. κηκίδας ἀριθμῷ κʹ. ὄνυχος ἀρωματικοῦ
γο βʹ. καλάμου Συριακῆς γο βʹ. 𐅶ʹʹ. οἱ δὲ γο αʹ. βδελλίου421 in vol. 12

12

.

422

γο βʹ. μυρσίνης κεκαυμένης ξέστην μίαν, βρύου, οἱ δὲ σπλά‐ χνου, οἱ δὲ ἀρωματικοῦ γο γʹ. ἴρεως ἀστραγαλίτιδος, οἱ δὲ Ἰλλυρικῆς γο βʹ. κόψας καθ’ ἓν ἕκαστον καὶ σήσας λεπτῷ κοσκίνῳ, μίξεις κατὰ τὸ ἑξῆς ὡς προγέγραπται. ἐπὶ
5δὲ τῆς χρείας, βάλῃς τοῦ φαρμάκου ὡς τὸ τρίτον ἢ τὸ ἀρ‐ κοῦν εἰς χαλκοῦν ἢ ὀστράκινον ἀγγεῖον, ἔπειτα προσμίξας οἴνου ἰταλικοῦ εὐώδους, ἵνα ἔξυγρον γένηται, εἶτα ἐπ’ ἄνθρα‐ κας ἐπιθεὶς κίνει ξυλαρίῳ, ἄχρις οὗ ζέσῃ ἅπαξ, προσέχων μήπως καυθῇ, εἶτα καταχρίσεις κελεύων ἐνιδροῦν τῷ φαρ‐
10μάκῳ, ἔπειτα ἡσυχῇ ἀνατρίψεις ἐν τῇ ἐμβάσει καὶ ὡς ἔθος ἔχει. καταντλῶν τὴν κεφαλὴν ἀπόπλυνε, ἑξῆς δὲ σταφίδα ἀγρίαν κεκομμένην κατ’ ἰδίαν καὶ σεσημμένην παρ’ ἡμέρας τέσσαρας τῆς χρήσεως προσμίξεις τῷ φαρμάκῳ καὶ ὁμοίως ἑψήσεις καὶ ὡσαύτως καταχρίσεις, φειδόμενος μὴ εἰς τοὺς
15ὀφθαλμοὺς καταῤῥεύσῃ. ἀλείμματι δὲ χρήσῃ μετὰ βαλανεῖον, ἐλαίου μυρσίνου λίτραν μίαν τετριμμένου μετὰ λαδάνου γο
δʹ. ἀμετάπτωτος ἡ δύναμις. ἄλλο πρὸς τὰ αὐτά. περικα‐422 in vol. 12

12

.

423

λαμίτιδος γο αʹ. μυροπισσοκήρου, ἀποτραγοπώγωνος γλοιοῦ τοῦ ἐκ τῶν τριχῶν ἀνὰ γο ἥμισυ, βρέφους ἀμόρφου στέα‐ τος λίτραν μίαν, διονυσιακοῦ φύλλων ἁπαλῶν τοῦ χυλοῦ λαδώνιδος φύλλων ἁπαλῶν χυλοῦ, καλλικέρεως χυλοῦ, περι‐
5στερεῶνος βοτάνης χυλοῦ, καλάμου φύλλων χυλοῦ ἑκάστου ἀνὰ κυάθους γʹ. καὶ ἥμισυ, κυνομόρου, ἐχίνων θαλασσίων κεκαυμένων ἑκάστου ἀνὰ γο βʹ. κᾂν πλέον δὲ, ἄμεινον ποι‐ ήσεις, ἀκανθίωνος ἐπιγείου τὸ δέρμα κεκαυμένον, πάντα λειοτριβεῖν δεῖ ἐν θυίᾳ μολυβδίνῃ ἐπὶ πλείονας ἡμέρας, ἕως
10πάντα λειωθέντα καλῶς ἑνωθῇ. καὶ ἀπὸ τῆς θυίας τι πο‐ σὸν ἀποσμηχθῇ, χρῶ προανατρίψας τὸν τόπον εὐτόνως ὠμο‐ λίνῳ, εἶτα προαποσμήξας τῇ τῆς ἀλθαίας σὺν ἐφήβου ῥίζῃ κατάχριε. τοῦτο τὸ φάρμακον οὕτω γεγραμμένον εὗρε Κλαυ‐ διανὸς ὁ ἑταῖρος ἡμῶν ἐκ πυκτίδι διφθέρᾳ, τοῦ χρωμένου
15αὐτῷ ἀποθανόντος, περὶ πολλοῦ ποιησάμενος κτήσασθαι διὰ τὸ θεάσασθαι δύο τινὰς ἀρχομένους φαλακροῦσθαι θε‐
ραπευθέντας ὑπ’ αὐτοῦ, ὡς μήτε προβῆναι τὴν φαλάκρωσιν423 in vol. 12

12

.

424

αὐτό τε τὸ ἐψιλωμένον δασυνθῆναι, καὶ συμβολικῶς δὲ γεγραμμένον. τοῦτο λαβόντες ἡμεῖς ἐσκοπούμεθα καθ’ ἕκα‐ στον, ὁποῖόν τι τὸ δηλούμενόν ἐστιν. ἐπινοοῦντες οὖν ἄλλοτ’ ἄλλο, διὰ μακρᾶς πείρας εὑρήσειν τὸ ἀληθὲς ἠλπίζομεν.
5ἀλλ’ ἔν γε τῷ παρόντι γεγράφθω τοῖς ἔπειτα, γραψόντων καὶ ἡμῶν ὕστερον ἐὰν εὕρωμέν τι μεταξὺ τῇ πείρᾳ κρίναν‐ τες. ἐν δὲ τῷ παρόντι τὸ μὲν περικαλαμίτιδος φλοιὸν κα‐ λάμου νομίζομεν εἰρῆσθαι· καὶ γὰρ καὶ ἄλλως ἴσμεν αὐτῶν ἁρμόττοντα ταῖς τοιαύταις διαθέσεσιν, ἐπειδὰν καυθῇ, καὶ
10γεγραφότας ἑτέρους δι’ αὐτοῦ φάρμακα τοιαῦτα. πιθανὸν οὖν ἐστιν, ἐπειδὴ περίκειται τῷ καλάμῳ ὁ φλοιὸς, περικαλα‐ μίτιν αὐτὸν εἰρῆσθαι. δύναται δὲ καὶ τὸ καλούμενον ὑπὸ τινῶν μὲν λίμνηστρον, ὑπὸ τινῶν δὲ ἀδάρκη τε καὶ ἀδάρ‐ κιον οὕτως εἰρῆσθαι διὰ τὸ περιφύεσθαι τοῖς καλά‐
15μοις. τὸ δὲ μυροπισσοκήρου νομίζομεν εἰρῆσθαι πίσσης καὶ κηροῦ τετηκότων μύρῳ τινὶ τῶν πρὸς τὰ τοιαῦτα δοκούν‐ των ἁρμόττειν, ὁποῖόν ἐστιν γλεύκινον καὶ δάφνινον καὶ
νάρδινον καὶ σχίνινον καὶ σησάμινον καὶ κέδρινον. τὸ δὲ424 in vol. 12

12

.

425

ἀποτραγοπώγωνος, ἄντικρυς ἡμῖν ἐδόκει περὶ τοῦ λαδάνου λελέχθαι. καὶ γὰρ συμπεφώνηται πρὸς τὰς τοιαύτας διαθέ‐ σεις ἁρμόττειν. καὶ ἡ γένεσις αὐτοῦ κατὰ τὰ γένεια τῶν τράγων ἔν τισι χωρίοις ἐπιγίγνεται. δηλοῖ δὲ τοῦτο καὶ Ῥοῦ‐
5φος ὁ Ἐφέσιος διὰ τῶνδε τῶν ἐπῶν· Ἄλλο δέ που κατὰ γαῖαν Ἐρέμβων λήδανον εὕροις Αἰγῶν ἀμφὶ γένεια. τὸ γὰρ καταθύμιον αἰξὶ, Κίστου ἀνθηέντος ἐπέδμεναι ἄκρα πέτηλα. Τοῦ δ’ ἀπὸ λαχνήεντος, ἀνεπλήσθησαν ἀλοιφῆς
10 Αἶγες ὑπαὶ λασίῃσι γενειάσι, πλευρά τε πάντα. Οὐ μὲν δὴ νούσοις τόδε κάλλιον, ἀλλ’ ἄρα πνοιὴ, Ἔξοχον, οὕνεκα πολλὰ μεμιγμένα φάρμακ’ ἔχουσιν Ἀμβρόσι’, οἷά τε γαῖα φύει πεδίοισιν Ἐρέμβων. εἰ μὲν οὖν τοῦτο μόνον τὸ λάδανον ὁ συνθεὶς τὸ φάρμα‐
15κον ἐμβάλλεσθαι κελεύει, τῶν ἀδήλων ἐστίν. ἐγχωρεῖ δὲ καὶ ἀφ’ ἑνὸς εἴδους τὸ πᾶν εἰρῆσθαι γένος αὐτῷ. βρέφους δ’ ἀμόρφου δοκεῖ μοι λέγειν τῆς ἄρκτου. ταύτην γάρ φασιν
ἀποκυΐσκεσθαι μὲν ἄμορφον, ὡσανεὶ σαρκῶδές τι μέρος.425 in vol. 12

12

.

426

ἐκλειχούσης δὲ τοῦτο τῆς μητρὸς διαμορφοῦσθαι τὸ ζῶον. διονυσιακοῦ δὲ δοκεῖ μοι λέγειν τῆς ἀμπέλου, τάχα δ’ ἄν τις φαίη καὶ κιττοῦ λέγεσθαι δύνασθαι. λαδώνιδος δὲ, ὅτι τῆς δάφνης λέγει, οὐκ ἂν οἶμαί τινα διαπορῆσαι, καλλικέρως δὲ
5τῆς τήλεως δοκεῖ μοι λέγειν. ὀνομάζεται δὲ παρ’ ἡμῖν ἐν Ἀσίᾳ τοῦτο τὸ φυτὸν αἰγόκερως. κυνόμορον δὲ τὴν κυνόσ‐ βατον εἰκὸς λέγεσθαι. ἀκανθίωνα δὲ ἐπίγειον ἡγοῦμαι τὸν ἐπίγειον ἐχῖνον λελέχθαι. [Περὶ ῥεουσῶν τριχῶν.] Πάθος ἕτερον τρι‐
10χῶν ἐστιν, ἀραιότητι μὲν τοῦ δέρματος, ἐνδείᾳ δὲ τῆς γεν‐ νώσης αὐτὰς οὐσίας ἑπόμενον, διὸ καὶ ἡ θεραπεία τῶν οὕ‐ τως βεβλαμμένων οὐ τὸν αὐτὸν ἔχει σκοπὸν ταῖς ἀλωπε‐ κίαις. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκδαπανῆσαι τὴν κακοχυμίαν ὁ σκοπὸς, ἐπὶ τούτων δὲ ῥῶσαί τε τὴν ἕξιν τῆς κεφαλῆς καὶ
15χρηστοῦ παρουσίαν ἐργάσασθαι χυμοῦ καὶ τοῦ δέρματος τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα συμμετρίαν ἀνακαλέσα‐
σθαι. διὸ καὶ τοῖς ὑγραίνουσι φαρμάκοις μεμίχθαι χρή τι426 in vol. 12

12

.

427

μετρίως στῦφον, ὁποῖόν ἐστι τὸ λάδανον, ἔχον ἐν ἑαυτῷ συμμέτρως ἀμφότερα τὰ πρὸς τὸ σύμπτωμα τοῦτο ἐπιτή‐ δεια, θερμότητά τε μετρίαν καὶ στύψιν ἀνάλογον αὐτῇ. διὰ τοῦτο τοιγαροῦν ἐλαίῳ μιγνύμενον ὡς ἐγχρίεσθαι καθίστησι
5τὸ σύμπτωμα τῶν ῥεουσῶν τριχῶν. εὔδηλον δ’ ὅτι προηγεῖ‐ σθαι χρὴ τῆς τοῦ φαρμάκου χρήσεως, τρίψιν τῆς κεφαλῆς καὶ τῶν πολλῶν τριχῶν ἀφαίρεσιν, εἰ δ’ ἡ ὥρα τοῦ ἔτους ἐπιτρέπει, καὶ τελείαν ἄρσιν. οὕτω γὰρ ἐπὶ ταῖς τρίψεσί τε καὶ χρίσεσι ῥωμαλέον τε καὶ θερμὸν ἔσται τὸ δέρμα καὶ
10τὴν συμμετρίαν τῆς πυκνώσεως ἕξει τὴν κατὰ φύσιν. εἴωθε δὲ τὸ πάθημα τοῦτο περὶ τὰς τρίχας γίγνεσθαι, πλειστά‐ κις μὲν τοῖς νοσήσασιν, σπανιάκις δὲ καὶ χωρὶς νόσου, καὶ μᾶλλον αὐτῷ διαίτης ἀναληπτικῆς τε καὶ ὑγιεινῆς ἐστι χρεία. καὶ πολλοὶ χωρὶς φαρμάκου τελείως ἐξυγιάσθησαν ἐν τάχει.
15συνέθεσαν δ’ οὖν ὅμως ἕνεκεν αὐτοῦ φάρμακα, σύμμετρον πύκνωσιν ἐργαζόμενα τοῦ δέρματος, ἅμα τῷ μὴ ψύχειν αὐτό.
τὰ γάρ τοι σφοδρῶς στύφοντα πάντως μὲν καὶ ψύχει καὶ427 in vol. 12

12

.

428

τὴν ἐπιῤῥοὴν δὲ τῆς τροφῆς ἀναστέλλει, δι’ ἣν ἐνδεῶς γι‐ γνομένην αἱ τρίχες ἐκρέουσιν. σκοπὸς οὖν ἐστι τοῖς φαρ‐ μάκοις τὸ μὲν ἐπιῤῥέον αἷμα μὴ ὅτι κωλύειν, ἀλλὰ καὶ προτρέπειν, συνάγειν δ’ ἀτρέμα καὶ σφίγγειν τὸ κεχαυνωμέ‐
5νον δέρμα. τοιοῦτον δ’ αὐτοφυές ἐστι τὸ λάδανον, ὃ διὰ τὸ σύστασιν ἔχειν ὁμοίως κηρῷ δεῖταί τινος ὑγρότητος ἐπι‐ τηδείου δαψιλοῦς, ὅπως ἐναλείφοιτο τῇ κεφαλῇ. βέλτιον οὖν ἐστι τὴν ὑγρότητα ταύτην ὁμοίαν εἶναι τῷ λαδάνῳ. τουτέστι μικτὴν ἐξ ἐναντίων δυνάμεων, ἑλκτικῆς τε καὶ συν‐
10ακτικῆς. οὔκουν οὔτε τὸ Σαβῖνον οὔτε τὸ παλαιὸν ἔλαιον οὔτε τὸ κίκινον ἐπιτήδειον, ἀλλὰ τὸ κατὰ τὴν Ἰβη‐ ρίαν ἢ Ἱσπανίαν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτὴν γεν‐ νώμενον, ἔχει γάρ τι καὶ στύψεως, ἔτι δὲ τοῦδε μᾶλλον τὸ σχίνινον αὐτοφυῶς ὑπάρχον τοιοῦτον, οἷόν περ καὶ τὸ λά‐
15δανον. ὥστε οὔτε ἐπειράθην οὔτε ἐπινοῶ κρεῖττον ἔσεσθαι φάρμακον ἐπὶ τῶν ῥεουσῶν τριχῶν τοῦ μιχθέντος ἔκ τε
τοῦ λαδάνου καὶ τοῦ σχινίνου. πρόδηλον δ’ ὅτι ξυρηθέντι428 in vol. 12

12

.

429

μέν τινι παχύτερον χρὴ προσφέρεσθαι τὸ φάρμακον, ἐν χρῷ δὲ κειρομένοις ὑγρότερον. ὅτι γὰρ οὐ χρὴ κομᾷν, πρὶν ἂν οὕτω τις θεραπεύηται, ἐστὶ πρόδηλον. εἰ δὲ πολλὴ ῥύσις εἴη καὶ τεκμαίροιο τοῦ τῆς κεφαλῆς δέρματος ἀραιότητα γε‐
5γονέναι πολλὴν, οὐκ ἀνεπιτήδειον εἰς τὰ παρόντα καὶ τὸ μύρσινον ἀντὶ τοῦ σχινίνου μίγνυσθαι τῷ λαδάνῳ. μίξαις δ’ ἄν ποτε καὶ τὸ νάρδινον μύρον ἐν ἡλικίᾳ ψυχρᾷ καὶ ὥρᾳ χειμερινῇ· ἀγαθὸν δὲ φάρμακον εἰς πάντα καὶ τὸ τῶν πλου‐ σίων γυναικῶν μύρον, ὃ καλοῦσιν ἐν Ῥώμῃ φουλίατον. οὐχ
10ἧττον δὲ τοῦτο χρηστὸν, ἀλλὰ καὶ μᾶλλον, ὃ προσαγορεύ‐ ουσι σπικάτον, ὥστε τούτοις μὲν καταμόνας χρίεσθαι κέ‐ λευε τὰς πλουσίας καὶ μετὰ νάρδου τῆς ἀρίστης. τὸ λάδανον δὲ τῆκε κατὰ διπλοῦν ἀγγεῖον δηλονότι καὶ τηχθέντος μετὰ νάρδου πρόσμιγε τῶν εἰρημένων πολυτελῶν μύρων, ὅτουπερ
15ἂν εὐποροίης. ἐμοὶ μὲν οὖν ἤρκεσε ταῦτα μετὰ τῆς ἀνα‐ ληπτικῆς τε καὶ ὑγιεινῆς διαίτης, ἥτις ἐπὶ τῶν πλείστων
ἐστὶν αὐτάρκης μόνη. συνέθηκαν δὲ, ὡς ἔφην, ἔνιοι τῶν429 in vol. 12

12

.

430

ἔμπροσθεν ἰατρῶν φάρμακα πρὸς ῥεούσας τρίχας, ὧν ἐγὼ μνημονεύσας, ὅπῃ διενήνοχεν ἀλλήλων διηγήσομαι. πρώτας δὲ ἐρῶ τὰς ὑφ’ Ἥρα γεγραμμένας συνθέσεις φαρμάκων, ὧν τὴν μὲν προτέραν ἐπαινῶ, τὴν δὲ δευτέραν περίεργον ἡγοῦ‐
5μαι. γράφει δὲ περὶ τῆς προτέρας ὡδί. [Αἱ ὑφ’ Ἥρα γεγραμμέναι συνθέσεις φαρμάκων πρὸς ῥεούσας τρίχας.] Ἥρας ἔγραψεν ἐν τῷ νάρθηκι δύο φάρ‐ μακα τὰ ὑπογεγραμμένα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ, πρὸς τὸ μὴ ἀποῤῥεῖν τὰς ἐν τῇ κεφαλῇ τρίχας. λάδανον ἀποβρέ‐
10χων ἐν οἴνῳ αὐστηρῷ λέαινε, ἐπαλλὰξ παρεπιχέων μύρσινον ἔλαιον καὶ οἶνον, ὡς μέλιτος σχεῖν πάχος καὶ χρῖε τὴν κε‐ φαλὴν πρὸ βαλανείου καὶ μετὰ βαλανεῖον. βέλτιον δέ ἐστιν καὶ πολυτρίχου ὅ τινες καὶ ἀδίαντον καλοῦσιν καὶ τὸ ἥμισυ μέρος τοῦ λαδάνου προσβάλλειν καὶ χρῆσθαι μετὰ
15μυρσίνου ἢ μετὰ ναρδίνου. ταῦτα περὶ τῆς προτέρας συν‐ θέσεως εἰπὼν ὁ Ἥρας ἐφεξῆς γράφει ταῦτα. [Σύνθεσις ἐλαίου πρὸς ῥεούσας τρίχας, ἡ δ’ αὐτὴ καὶ
μελαίνει.] Μεταξὺ καλανδῶν Ἰουλίων καὶ ἰδῶν κάρυα χλωρὰ430 in vol. 12

12

.

431

ἑκατὸν θλάσας καὶ μίξας ἐλαίου πρωτείου Greek Xestes Sign Alternate Form αʹ. καὶ στυ‐ πτηρίας ὑγρᾶς λίτρας γʹ. βάλε εἰς σκεῦος καινὸν ὀστράκινον προβρέξας τὸ σκεῦος καὶ ἐπιμελέστατα περιχρίσας, κατάθου αὐτὸ ἐν τόπῳ μήτε λίαν νοτερῷ μήτε θερμῷ καὶ ἔα ὑπὸ
5τὴν γῆν μῆνας τρεῖς, εἶτα ἀνελόμενος χρῶ τῷ ἐλαίῳ. αὕτη σοι καὶ ἡ τοῦ δευτέρου φαρμάκου γραφὴ, πλέον ἢ δεῖ στυ‐ πτικὸν ἐργαζομένη τὸ φάρμακον. καὶ διὰ τοῦτο ἐπανορθού‐ μενος αὐτοῦ τὸ σφοδρὸν τῆς στύψεως ὁ πρῶτος συνθεὶς ἐκ τοῦ κατορύξαι τε καὶ οἷον σῆψαι τὰ μιχθέντα λεπτομερε‐
10στέραν αὐτῶν τὴν οὐσίαν ἐπειράθη ποιῆσαι. τὸ δὲ τοιοῦ‐ τον φάρμακον ἐν ὥρᾳ καὶ χώρᾳ καὶ φύσει σώματος θερμῇ χρήσιμον, ὡς ἐπί γε τῶν ἐναντίων οὐκ ἀσφαλὲς χρῆ‐ σθαι. καὶ γὰρ οὖν καὶ ψυχθείσας ὑπ’ αὐτοῦ γυναῖκας εἶδον, ὡς κορύζῃ τε καὶ βράγχῳ καὶ κατάῤῥῳ περιπεσεῖν ἐξ αὐτοῦ.
15 [Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς ῥεού‐ σας τρίχας.] Ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων Ἀρ‐
χιγένης ἔγραψεν πρὸς ῥεούσας τρίχας ὡδί πως κατὰ λέξιν·431 in vol. 12

12

.

432

λαδάνου καὶ ἀψινθίου ἴσα καὶ ἀρκευθίδας δέκα λείας, ὀθονίῳ ἐνδήσας καὶ βρέξας ἐλαίῳ ἐφ’ ἡμέρας εʹ. ἐκ τούτου ἀλείφου τὴν κεφαλὴν καὶ οὔτε ῥέουσιν αἱ τρίχες οὔτε πί‐ τυρα ἕξει. ἢ κτενιζόμενος ἀδιάντῳ μετὰ μυρσίνου ἢ ῥοδίνου
5ἐλαίου, ἢ ἀδιάντῳ, μυρσίνης μελαίνης ἴσα, κηκίδος διπλοῦν σὺν ἐλαίῳ παλαιῷ ἢ σχινίνῳ ἢ μυρσίνῳ μέλιτος πάχος ποι‐ ῶν χρῶ. ἢ λίβανον ἢ μίσυ ἢ κηκίδα ἢ ἀδίαντον ἴσα σὺν οἴνῳ ἀθαλάσσῳ μέλιτος πάχος ποιῶν τρῖβε ἐν ἡλίῳ. ἢ ἕψε μαλακῶς, ἕως ἂν μελανθῇ, εἶτα σὺν ἐλαίῳ παλαιῷ ἢ σχι‐
10νίνῳ ἢ μυρσίνῳ μίξας χρῶ. ἢ κράμβην ξηρὰν κόψας μεθ’ ὕδατος κατάπλασσε, ἢ λωτοῦ ῥίζαν ὁμοίως. [Περὶ τῶν ἐν τῷ Κλεοπάτρας κοσμητικῷ γεγραμμένων.] Καὶ τὰ γεγραμμένα κατὰ τὸ Κλεοπάτρας κοσμητικὸν αὐ‐ τοῖς ὀνόμασιν οὕτως ἔχει· πρὸς τὸ τρίχας γεννῆσαι ἐν τῇ
15κεφαλῇ· καλάμων ἁπαλῶν τὰς ῥίζας κόψας χύλισον καὶ μυίας
ἐν πολταρίῳ φρύξας μίξον, καὶ στέαρ ἄρκτειον καὶ ἔλαιον432 in vol. 12

12

.

433

κέδρινον καθ’ ἓν τρίψας καὶ ἐπὶ τὸ αὐτὸ μίξας δὸς κατα‐ χρίεσθαι. ἵνα δὲ τὴν ὀσμὴν ἀπαμβλύνῃς, μῖξον οἶνον ἢ γλυκύ. ἄλλο γεγραμμένον οὐ μετὰ πολλὰ τοῦ πρόσθεν ὧδέ πως κατὰ λέξιν πρὸς τριχοφυΐαν. λινόσπερμα ξηρὸν κατάκαυσον, σὺν
5τῇ λινοκαλάμῃ καὶ τρίψας σὺν ἐλαίῳ σησαμίνῳ κατάχριε. ἄλλο κατωτέρω γεγραμμένον ὡδί πως πρὸς τρίχας ῥεούσας. γῆν κιμωλίαν ἁδροτάτην βρέξον οἴνῳ αὐστηρῷ καὶ μόρων χυλῷ τοσούτῳ ὅσον συμπιεῖν μόνον, καὶ πρόσβαλε ὡς λειο‐ τάτου ὑοσκυάμου ὀξύβαφον, εἶτα ἀναπλάσας τροχίσκους καὶ
10ξηράνας ἐν σκιᾷ ἀπόθου εἰς ἀγγεῖον κεραμεοῦν καινόν. ἐπὶ δὲ τῆς χρήσεως διεὶς ὕδατι καταχρίεσθαι κέλευε. εἶτα ὅταν ξηρανθῇ, ἐκκλυζέσθω δι’ ἡμερῶν εʹ. τὸ αὐτὸ ποιεῖ. ἔτι δὲ ποιεῖ καὶ πρὸς τὰ ἐν τῷ προσώπῳ καὶ τραχήλῳ λειχηνώδη. ἄλλη αὔξουσα ταχέως καὶ δασύνουσα καὶ μελαίνουσα. λά‐
15δανον λέανον μετ’ ἐλαίου καὶ γλυκέος οἴνου καὶ ποιήσας πάχος τοῦτο κατάχριε προσμηξάμενος. καὶ μετ’ ὀλίγα πάλιν
ἕτερον γέγραπται φάρμακον κατὰ λέξιν οὕτως. πρὸς ῥύσιν433 in vol. 12

12

.

434

τριχῶν τὴν χωρὶς νόσου γιγνομένην. κράμβην ξηρὰν λείαν μεθ’ ὕδατος κατάπλασσε ἢ λωτοῦ ῥίζαν ὁμοίως. [Τίνι διαφέρει τοῦ κομμωτικοῦ τὸ κοσμητικὸν τῆς ἰα‐ τρικῆς μέρος.] Τῷ μὲν κομμωτικῷ σκοπός ἐστι κάλλος ἐπί‐
5κτητον ἐργάσασθαι, τῷ δὲ τῆς ἰατρικῆς μέρει τῷ κοσμητικῷ τὸ κατὰ φύσιν ἅπαν ἐν τῷ σώματι φυλάττειν, ᾧ καὶ τὸ κατὰ φύσιν ἕπεται κάλλος. ἀπρεπὴς γὰρ ὀφθῆναι κεφαλὴ πάθος ἀλωπεκίας ἔχουσα, καθάπερ γε κᾂν ἐκ τῶν ὀφθαλ‐ μῶν αἱ βλεφαρίδες ἐκπέσωσι καὶ τῶν ὀφρύων αἱ τρίχες. οὐ
10μόνον δ’ εἰς κάλλος, ἀλλὰ καὶ πολὺ πρότερον εἰς αὐτὴν τὴν ὑγείαν τῶν μορίων αἱ τρίχες αὗται συντελοῦσιν, ὡς ἐν τοῖς περὶ χρείας μορίων ἐδείχθη. τί δεῖ λέγειν περὶ λειχήνων ἢ ψώρας ἢ λέπρας ὡς παρὰ φύσιν ταῦτα; τὸ μέντοι λευκότερον τὸ χρῶμα τοῦ προσώπου ποιεῖν ἐκ φαρμάκων ἢ
15ἐρυθρότερον ἢ τὰς τρίχας τῆς κεφαλῆς οὔλας ἢ πυῤῥὰς ἢ μελαίνας ἢ καθάπερ αἱ γυναῖκες ἐπὶ μήκιστον αὐξανομένας,
ταῦτα καὶ τὰ τοιαῦτα τῆς κομμωτικῆς κακίας ἐστὶν, οὐ τῆς434 in vol. 12

12

.

435

ἰατρικῆς τέχνης ἔργα. διὰ δὲ τὴν κοινωνίαν τούτων ἐνίοτε καὶ βασιλικαὶ γυναῖκες ἢ οἱ βασιλεῖς αὐτοὶ προστάττουσιν ἡμῖν καὶ τὰ τῆς κομμωτικῆς, οἷς οὐκ ἔνεστιν ἀρνεῖσθαι δι‐ δάσκοντας διαφέρειν τὴν κομμωτικὴν τοῦ κοσμητικοῦ μέρους
5τῆς ἰατρικῆς. διὰ τοῦτο οὖν ἔδοξέ μοι καὶ τὰ ὑπὸ Κρί‐ τωνος γεγραμμένα φάρμακα διαφυλακτικὰ τριχῶν καὶ αὐξη‐ τικὰ κατὰ τὸ πρῶτον τῶν κοσμητικῶν ἐφεξῆς ὑπογράψαι. [Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα φάρμακα διαφυλακτικὰ τριχῶν καὶ αὐξητικὰ καὶ προφυλακτικὰ τῆς ῥύσεως αὐτῶν.]
10Ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν ὁ Κρίτων εὐθέως ἐν ἀρχῇ μετὰ τὸ προοίμιον οὑτωσί πως ἔγραψεν αὐτοῖς ὀνόμασιν. πρὸς μὲν οὖν διατήρησιν τῶν τριχῶν χρηστέον ταῖς ὑπογε‐ γραμμέναις σκευασίαις. Ἡρακλείδου Ταραντίνου διαφυλακτικὰ τριχῶν. ἀνεμώνης τὸ ἄνθος τρίψας μετ’ ἐλαίου κατάχριε.
15τὸ δ’ αὐτὸ καὶ μελαίνει. ἄλλο. λάδανον πρόβρεχε οἴνῳ αὐ‐ στηρῷ καὶ τρίψας ἀναλάμβανε μυρσίνῳ ἐλαίῳ καὶ ὑπόχριε
τὰς τρίχας πρὸ βαλανείου. ἄλλο. περιστερεῶνα τὸν ὀρθὸν435 in vol. 12

12

.

436

λεγόμενον σὺν ταῖς ῥίζαις ξηράνας καὶ κόψας σῆθε λεπτο‐ τάτῳ κοσκίνῳ, εἶτα μίξας ἐλαίῳ, ὥστε γλοιοῦ ἔχειν τὸ πά‐ χος εἰς ἀγγεῖον χαλκοῦν ἀπόθου, καὶ ὅταν σαπῇ, χρῶ ἀντ’ ἐλαίου ὁμοίως. ἄλλο. λαδάνου μέρη δύο, πολυτρίχου ὅ
5τινες ἀδίαντον καλοῦσι μέρος αʹ. οἴνου καὶ μυρσίνου ἐλαίου μέρος ἓν, ἡμεῖς δὲ ἀντὶ τοῦ μυρσίνου ἐλαίου ἐχρησάμεθα ναρδίνῳ. ἄλλο. τὸ δ’ αὐτὸ καὶ ὑπομελαίνει. μύρτων με‐ λάνων γο γʹ. λαδάνου τὸ ἴσον τρῖβε διαλύων ἀκακίας καρ‐ ποῦ τῷ ἀφεψήματι, τουτέστι τῶν λεγομένων ἀκάνθης κερα‐
10τίων. ὅταν δὲ σχῇ γλοιοῦ τὸ πάχος, ἀναλάμβανε, ναρδίνῳ ἢ μυρσίνῳ ἢ ἄλλῳ τινὶ τῶν ἡδυσμάτων. ἄλλο ἄλειμμα δια‐ φυλακτικὸν τριχῶν, τὸ δ’ αὐτὸ καὶ ὑπομελαίνει. μύρτων μελάνων Greek Xestes Sign Alternate Form αʹ. σελίνου σπέρματος Greek Xestes Sign Alternate Form αʹ. σεύτλου σπέρ‐ ματος Greek Xestes Sign Alternate Form αʹ. μυρσίνης ἀκρεμόνων Greek Xestes Sign Alternate Form αʹ. ἀδιάντου Greek Xestes Sign Alternate Form τὸ
15𐅶ʹʹ. λαδάνου τὸ ἴσον, οἴνου μέλανος Greek Xestes Sign Alternate Form στʹ. ἕψε μέχρι
παντελοῦς διαλύσεως, καὶ ὅταν τὸ τρίτον ἀπολειφθῇ, ἐπί‐436 in vol. 12

12

.

437

βαλλον ἐλαίου ἤ τινος ἡδύσματος Greek Xestes Sign Alternate Form βʹ ἢ τρεῖς, καὶ πάλιν ἕψε. ὅταν δὲ δὶς ἢ τρὶς ἀναβράσῃ, ἐκθλίψας τὸ ὑγρὸν καὶ σακκίσας ἐπιμελῶς ἀπόθου εἰς ὑδρίαν, ἐπὶ τῆς χρήσεως κείρων παντελῶς χρῶ, περιαλείφων δὶς τῆς ἡμέρας τὰς τρί‐
5χας. ἄλλο. γλυκέος Κρητικοῦ Greek Xestes Sign Alternate Form αʹ. λαδάνου γο αʹ. φλοιοῦ στροβίλων κεκαυμένων γο βʹ. πολυτρίχου κεκαυμένου γο αʹ. στέατος ἀρκτείου λίτραν αʹ. σεύτλου χυλοῦ 𐆂υ γʹ. ἕψε τὸ λάδανον καὶ τὸ γλυκὺ μέχρι συστάσεως, εἶτα ἐπέμβαλε τὰ λοιπὰ καὶ ἀνελόμενος εἰς ἀγγεῖον μολυβδοῦν φύλαττε. ἐπὶ
10δὲ τῆς χρήσεως ἀνιεὶς ὅσον ἐξαρκεῖ, ἐν ᾧ θέλεις ἡδύσματι ἡ χρῆσις καθ’ ἡμέραν. ἔνιοι δὲ ξυρήσαντες τὴν κεφαλὴν ἐπέ‐ χρισαν τῷ φαρμάκῳ, μηδέ τινι διαλύσαντες. ἄλλο. λαδά‐ νου γο αʹ. γλυκέος Greek Xestes Sign Alternate Form αʹ. φλοιοῦ στροβίλων κεκαυμένων 𐅻 βʹ. ἐν ἄλλῳ 𐅻 αʹ. 𐅶ʹʹ. σφαῖραν θαλασσίαν κεκαυμένην καὶ
15τετριμμένην αʹ. Κιλικίου μέλανος κεκαυμένου καὶ τετριμμέ‐ νου 𐆂υ γʹ. πολυτρίχου κεκαυμένου καὶ τετριμμένου 𐆂υ βʹ.
στέατος ἀρκτείου λίτραν αʹ. ἕψε καὶ σκεύαζε καθὰ προεί‐437 in vol. 12

12

.

438

ρηται. ἄλλο διαφυλακτικὸν τριχῶν καὶ ταῖς ῥεού‐ σαις θριξὶν βοηθοῦν. σελίνου σπέρματος γο βʹ. καλλι‐ τρίχου οὐγγίας βʹ. λιβάνου γο βʹ. κάρυα βασιλικὰ ἀριθμῷ ιεʹ. λαδάνου γο βʹ. στροβίλου φλοιοῦ λίτραν αʹ. πάντα βα‐
5λὼν εἰς χύτραν καινὴν καὶ στόμα ἀργίλῃ περιπλάσας, ὄπτα ἐν καμίνῳ βαλανείου, εἶτα ἐξελὼν τρῖψον τὰ ἐγκείμενα καὶ τούτοις ἐπιβαλὼν στέατος ἀρκτείου λίτραν καὶ μίξας ἀνε‐ λοῦ εἰς πυξίδα πρινίνην. ἐπὶ δὲ τῆς χρήσεως αἱρῶν τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ, ἀνάκοπτε ᾧ θέλεις ἡδύσματι καὶ
10χρῖε τὴν κεφαλὴν δὶς τῆς ἡμέρας. ἔνιοι δὲ καὶ ξυρῶντες τὴν κεφαλὴν ἐπιχρίουσι τῷ φαρμάκῳ ἀνειλημμένῳ στέατι ἀρκτείῳ. ἄλλο πρὸς φαλάκρωσιν, ᾧ ἐχρήσατο Ἀνδρόμαχος ὁ νεώτε‐ ρος. λαγωῶν κοιλίας ἓξ ἐκλαβὼν καὶ ξηράνας ἐπιμελῶς φρῦγε ἐν ἀγγείῳ ὀστρακίνῳ. πρὸς τούτοις λάμβανε μύρτων γο γʹ.
15καὶ τῶν ἀκρεμόνων τὸ ἴσον, ἀδιάντου γο γʹ. ταῦτα πάντα προσεχῶς φρύξας κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ, εἶτα
ἐπιβαλὼν στέατος ἀρκτείου καὶ φώκης τὸ ἴσον ἀνάκοπτε438 in vol. 12

12

.

439

καὶ ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύλαττε, ἐπὶ δὲ τῆς χρήσεως ἄνιε ᾧ βούλει ἡδύσματι. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον. [Περὶ βαμμάτων τῶν τριχῶν.] Μετὰ τὰ γε‐
5γραμμένα φάρμακα γράφοντος ἄλλα τοῦ Κρίτωνος, ἃ καὶ τὰς τρίχας μὲν ἐπαγγέλλεται διαφυλάττειν, τὸ πρῶτον δ’ αὐ‐ τῶν ἔργον ἐστὶ βάπτειν αὐτὰς, ὡς ἤτοι μελαίνας ἢ ξανθὰς γίγνεσθαι, παραλιπεῖν ἔδοξέ μοι τό γε κατ’ ἀρχὰς ἅπαντα τὰ τοιαῦτα προφανῶς ὄντα κομμωτικὰ, ἐπεὶ οὐκ οἶδ’ ὅπως
10ἤδη δόγμα κοινὸν γέγονε τὰς γυναῖκας γηρώσας μελαίνειν τὰς τρίχας τῆς κεφαλῆς, ὡς αἰσχρὸν ὂν ἔχειν πολιὰς, καὶ τοῦτο καὶ αὐτοῖς τοῖς ἄῤῥεσι δοκεῖ καί φασιν ἐπαχθὲς εἶναι γραῦν γυναῖκα πολιὰν ἔχειν τὴν κεφαλήν. ὅσαι μὲν τρυφῶ‐ σαι κοσμοῦσιν ἑαυτὰς, οὐδεμιᾷ τούτων ἀξιούσῃ τι τοιοῦτον
15ὑπ’ ἐμοῦ δοθῆναι παρέσχον, ὅσαι δὲ σεμνότεραι τό τε πα‐ ράσημον φεύγουσαι καὶ τὰς ὑπ’ αὐτῶν τῶν ἀῤῥένων ἐνο‐
χλήσεις ἐξιστάμεναι μελαίνειν ἠβουλήθησάν πως τὰς τρίχας439 in vol. 12

12

.

440

ἄνευ τῆς ἐκ τοῦ μελασμοῦ τῶν στυφόντων βλάβης, ἐκείναις συνεβούλευσα χρῆσθαι τῇ καλουμένῃ κεδρίᾳ, χριομέναις μὲν αὐτῇ πρὸ τριῶν ἢ τεσσάρων ὡρῶν τοῦ λουτροῦ, σμωμέναις δὲ μετὰ ταῦτα, καὶ τοῦτο ποιεῖν δι’ ἡμερῶν τεσσάρων ἢ
5πέντε. πρὸς γὰρ τῷ μηδὲν βλάπτειν ἔτι καὶ προσωφελεῖ τὰς ἑτοίμως ὑπὸ ψύξεως βλαπτομένας, ἱκανῶς θερμαῖνον φάρ‐ μακον οὖσα ἡ κεδρία. χρὴ δ’ αὐτὴν ἄμικτον ἐλαίου παρα‐ λαμβάνειν ἐπὶ τῶν ξηρανθῆναί τε καὶ θερμανθῆναι σφοδρῶς δεομένων κεφαλῶν, αἷς ὑγρὰ δηλονότι καὶ ψυχρὰ δυσκρασία
10κατ’ αὐτάς ἐστιν. ἐπὶ δὲ τῶν ἄλλων ἐλαίῳ μιγνύντας τοῦτο τὸ φάρμακον καὶ τὰς ῥεούσας τρίχας ἐπανορθοῦται καὶ τὰς μὴ ῥεούσας ἐναυξεστέρας ἐργάζεται. τὴν δ’ ὀσμὴν αὐτοῦ φεύγουσιν αἱ τρυφῶσαι γυναῖκες, οὖσαν οὐκ ἀηδῆ ταῖς εἰς ἔθος ἀφικέσθαι τῆς χρήσεως ὑπομεινάσαις. ἐν Ἀσίᾳ δὲ παρ’
15ἡμῖν αἱ ἐν τοῖς ὄρεσιν ἄγροικοι γυναῖκες οὐ μόνον κεδρίᾳ χρίονται μετ’ ἐλαίου μιγνύουσαι τό τε σύμπαν σῶμα καὶ
τὴν κεφαλὴν, ἀλλὰ καὶ πίττῃ τῇ ὑγρᾷ μετ’ ἐλαίου κατὰ τὸν440 in vol. 12

12

.

441

αὐτὸν τρόπον μεμιγμένῃ καταχρίουσι τὰς ἐν τῇ κεφαλῇ ῥίζας τῶν τριχῶν καὶ καλοῦσι τὸ σύνθετον τοῦτο φάρμακον πισ‐ σέλαιον, ἕτερον ὂν τοῦ πισσάνθου καλουμένου, ὃ ταῖς ὑγραῖς ἐφίσταται πίτταις, λεπτομερέστερον ὑπάρχον αὐτῶν
5καὶ τῇ συστάσει καὶ τῇ δυνάμει. τὰ μὲν οὖν τοιαῦτα φάρ‐ μακα βραδέως ποιεῖ πολιοῦσθαι, μηδὲν βλάπτοντα τοὺς χρω‐ μένους, τὰ δὲ διὰ τῶν αὐστηρῶν τε καὶ στρυφνῶν συγκεί‐ μενα βλάπτει μεγάλως. τὴν δ’ ὕλην ἐξ ὧν σύγκειται ταῦτα, τῆς στυπτικῆς ὀνομαζομένης ποιότητός τε καὶ δυνάμεως οὖ‐
10σαν, ἔχειν τι χρὴ καὶ λεπτομερὲς, ὡς μὴ μόνον ἐπιπολῆς, ἀλλὰ καὶ διὰ βάθους ἀλλοιοῦν τὸ δέρμα, μέχρι τοῦ κατὰ τὰς ῥίζας τῶν τριχῶν τόπου. αὕτη μὲν οὖν ἡ τῆς συνθέ‐ σεως αὐτῶν ἐστι μέθοδος. ἔχεις δὲ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τὰς κατὰ μέρος αὐτῶν ὕλας, ἐν αἷς
15αὐτῶν αἱ δυνάμεις τε καὶ ποιότητες εἴρηνται. δυνήσῃ τοι‐ γαροῦν ἐξ ἐκείνων τά τ’ ἤδη συγκείμενα τοῖς ἔμπροσθεν
ὁποίας ἐστὶ δυνάμεως εὑρίσκειν αὐτός τε συντιθέναι. χρή‐441 in vol. 12

12

.

442

σιμον δὲ τοῦτο καὶ πρὸς διάγνωσίν ἐστι τῶν γιγνομένων παθῶν ἐνίοτε ταῖς βλαπτομέναις γυναιξὶν καὶ πρὸς τὴν τῶν ἀποβησομένων πρόγνωσιν, ἴασίν τε τῶν παρόντων. οὐ μόνον γὰρ ἐν κινδύνῳ γενομένας οἶδα πολλάκις γυναῖκας, ἀλλὰ καὶ
5ἀποθανούσας ἐκ τοῦ καταψυχθῆναι τὴν κεφαλὴν ὑπὸ τῶν τοιούτων φαρμάκων. ἡ βλάβη δ’ αὐταῖς μάλιστα γίγνεται ποτὲ μὲν εἰς ἀποπληξίαν ἢ ἐπιληψίαν ἢ καταφορὰν ἢ κάρον ἢ τὴν καλουμένην κατάληψιν ἐμπιπτούσαις. ἔστι δ’ ὅτε κα‐ τάῤῥοις ἁλισκομέναις δυσλύτοις, ὡς φθάσαι τὸν πνεύμονα
10παθεῖν καὶ φθόην ἐξ αὐτῶν ἀκολουθῆσαι. βλάπτονται δὲ θᾶττον μὲν αἱ ψυχροτέραν τὴν κρᾶσιν τῆς κεφαλῆς ἔχουσαι, βραδύτερον δὲ αἱ θερμοτέραν. τὰ μὲν γὰρ ψυχρὰ μόρια τοῖς ψυχροῖς πάθεσι, τὰ δὲ θερμὰ τοῖς θερμοῖς ἁλίσκεται ῥᾷον. ὅ γε μὴν κίνδυνος ἥττων, ὡς ἂν ἐπὶ μικροτέροις αἰτίοις
15βλαπτομένων τῶν ψυχροτέραν ἐχουσῶν τὴν κρᾶσιν. αἱ δὲ θερμαὶ διότι δυσπαθεῖς εἰσιν τοῖς ψύχουσιν αἰτίοις, ὅταν
ὑπὸ μεγάλων νικηθῶσι, μείζονα φέρουσι τὴν βλάβην ὑπο‐442 in vol. 12

12

.

443

πεπτωκυῖαν τῷ κοινῷ καὶ καθόλου λόγῳ, τῷ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένῳ. ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύου‐ σιν οἷς ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος μᾶλλον ἢ οἷς ἂν μὴ οἰκείη κατά
5τι τουτέων. [Περὶ τῶν μελαινόντων τὰς τρίχας φαρμάκων Ἀρχι‐ γένους.] Εἶπον ὀλίγον ἔμπροσθεν, ὡς οὐ κατὰ τὴν ἐμὴν γνώμην ἰατρὸς ἂν τὰ τοιαῦτα μεταχειρίζοιτο, προστάττουσι δ’ ἐνίοτε βασιλικαὶ γυναῖκες, αἷς οὐκ ἔστιν ἀρνήσασθαι, με‐
10λανθῆναι βουλόμεναι τὰς τρίχας ἢ ξανθισθῆναι, διὸ καὶ τὸν Ἀρχιγένη νομίζω καίτοι σεμνότατον ὄντα, γεγραφέναι περὶ αὐτῶν ὧδέ πως αὐτοῖς ὀνόμασιν. μελαίνει τρίχας ταῦτα. καππάρεως ῥίζα λεία σὺν γάλακτι γυναικείῳ, ἔνιοι δὲ ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας, κατάπλασσον εἰς νύκτα. ἢ
15οὔρῳ κυνείῳ τηρηθέντι ἐπὶ ἡμέρας πέντε ἢ ἓξ σμήχου. ἢ πρίνου ῥίζης φλοιὸν ἑψήσας μέχρις ἁπαλὸς γένηται, τούτῳ
μὲν κατάπλασσε, τῷ δὲ ὕδατι σμήχου. ἢ ἀνεμώνης τὸ ἐντὸς443 in vol. 12

12

.

444

μέλαν, τριβὲν σὺν ἐλαίῳ μυρσίνῳ καταψῶ. ἢ λιθάργυρον, κιμωλίαν, στυπτηρίαν ὑγρὰν ἴσα προσμηξάμενος καὶ τὰς τρί‐ χας ξηράνας εἰς νύκτα κατάχριε καὶ φύλλοις τεύτλου ἐπάνω ἐπίδει. ἢ γῆν Σελινουσίαν, λιθάργυρον, ἄσβεστον, ὕδατι μέ‐
5λιτος πάχος, κονίᾳ ὑγρᾷ προσμήξας κατάχριε ἀνὰ τρίχα καὶ ὁμοίως φύλλα τεύτλου ἐπιθεὶς κατάδει, πρωΐας δὲ ἀποτινά‐ ξας τὰς τρίχας κατάψησον. ἢ ἀψινθίου, ὀστῶν φοινικίων Συριακῶν, κυάμων Αἰγυπτίων πάντων κεκαυμένων ἰδίᾳ τῆς σποδοῦ ἴσα οἴνῳ Μενδησίῳ γλοιῶδες ποιήσας, κηρω‐
10τὴν μυρσίνην ὑγρὰν μῖξον καὶ καταψῶ. ἢ ἰτέας φλοιοῦ χυλὸν μετ’ ἐλαίου τρῖβε, ἄκρως μελαίνει. ἢ ἀπὸ καρύας τὰ ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μῖξον καὶ χρῶ. ἐφεξῆς τοῖς προειρημένοις καὶ ταῦτα ἔγραψεν ὁ Ἀρ‐ χιγένης. μελαίνει πώγωνα φελλὸς ἄβροχος καὶ μόλυβδος κε‐
15καυμένος, σὺν τεύτλου ὠμοῦ χυλῷ μέλιτος πάχος χρίσας, ἔασον ἕως ἀρίστου, εἶτα κλύζου. ἢ σκωρίαν σιδήρου καὶ μό‐
λυβδον ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ, ἐπιχρίου444 in vol. 12

12

.

445

ἐλαίου ἀπεχόμενος. τούτοις ἐφεξῆς ὁ Ἀρχιγένης ἐκ τῆς κομ‐ μωτικῆς κακοτεχνίας ὄντα καὶ ταῦτα ἔγραψε· πυῤῥὰς δὲ ποιοῦσιν θέρμοι ὠμοὶ σὺν ὕδατι καὶ νίτρῳ καταχριόμενοι. καὶ ταῦτα δὲ περὶ ξανθισμοῦ. περὶ δὲ τῆς οὐλοποιήσεως
5τριχῶν ὧδε. οὐλὰς δὲ ποιήσεις τρίχας, ἐὰν ἀφρῷ ἁλὸς μετὰ σμύρνης σμήχῃς. ἢ ὀπῷ καρπάσου χρῖε καὶ μένουσιν οὖλαι καὶ μέλαιναι. ἢ μύρτοις καὶ τεύτλου σπέρματι ἴσοις, λείοις σὺν ἐλαίῳ χρῶ. ἢ ἀσφοδέλου ῥίζῃ μετὰ ἀκράτου συγχρίου ἢ λεπύχανα θέρμων καὶ ὀλίγον νίτρον ἐν ὕδατι βρέξον ἐφ’
10ἡμέρας τέσσαρας καὶ χρῶ. τούτων τῶν φαρμάκων ἐμνημό‐ νευσα, δηλῶσαι βουλόμενος ἀναγκάζεσθαί τινας καὶ τῶν σε‐ μνοτάτων ἀνδρῶν, ἐμπειρίαν κτᾶσθαι καὶ τῶν κομμωτικῶν φαρμάκων. ὅπου γὰρ Ἀρχιγένης οὐκ ᾐδέσθη γράφων αὐτὰ, πολὺ μᾶλλον ἄν τις Κρίτωνι συγγνῴη κατὰ τὴν αὐτοκρα‐
15τορικὴν οἰκίαν ἰατρεύσαντι. φαίνεται δὲ καὶ ὁ Ταραντῖνος Ἡρακλείδης πολλὰ καὶ δόκιμα φάρμακα τῆς κομμωτικῆς θεωρίας γεγραφὼς, καίτοι μήπω τοσαύτης τρυφῆς κατεχού‐
σης τὰς γυναῖκας ὅση νῦν ἐστιν. ἀλλὰ καὶ τὰ τοῦ Ἡρα‐445 in vol. 12

12

.

446

κλείδου καὶ Κλεοπάτρας, ὅσοι τ’ ἄλλοι μετ’ αὐτοὺς ἐν τῷ μεταξὺ γεγόνασιν ἰατροὶ φάρμακα πάντα συνήθροισεν ὁ Κρίτων. πρὸς ἐκεῖνον οὖν ἀναπέμπω τοὺς βουλομένους με‐ λασμούς τε καὶ ξανθίσεις τριχῶν ὅσα τ’ ἄλλα τοιαῦτα μαν‐
5θάνειν. ἔγραψε γὰρ τέτταρα βιβλία κοσμητικῶν, ἃ πάντες ἔχουσιν. τί ἂν οὖν ἔγωγε μεταγράφοιμι νῦν αὐτὰ, δυναμέ‐ νων τῶν βουλομένων παρ’ ἐκείνου μανθάνειν; ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τὰ περὶ τῶν τριχῶν πάντα καταρχὰς εὐθὺς γεγραμμένα, τῶν δ’ ἄλλων τῶν ἐφεξῆς κατὰ τὴν οἰκείαν
10τάξιν. ὅπως οὖν ῥᾳδίως εὑρίσκοιεν οἱ ζητοῦντες, ἕκαστα τῶν τοιούτων φαρμάκων ἔδοξέ μοι δηλῶσαι τὰ κεφάλαια τῶν καθ’ ἕκαστον βιβλίων. ἐν μὲν οὖν τῷ πρώτῳ ταῦτά ἐστιν. Τοῦ πρώτου τῶν Κρίτωνος κοσμητικῶν κεφάλαια.
15διαφυλακτικὰ τριχῶν. αὐξητικὰ τριχῶν. προφυλακτικὰ τρι‐ χῶν. βάμματα πολιῶν. βάμματα ὥστε ξανθὰς καὶ χρυσιζού‐ σας ποιεῖν. σμήξεις τριχῶν. ἐπίχριστα προφυλακτικά. προσώ‐
που τετανώματα. προσώπου ἐπίχριστα λαμπρυντικά. προσώ‐446 in vol. 12

12

.

447

που καταπλάσματα λαμπρυντικά. ὀφρύων ἐπίχριστα. ὀφρύων μελάσματα. ὀφθαλμῶν ἐπίχριστα. στιμμίσματα ἔγχριστα. πρὸς δυσωδίαν μυκτήρων. ὀδόντων ἀποτρίμματα. διαμασή‐ ματα πρὸς μασχαλῶν δυσωδίαν. περιτρίμματα. διαμασήματα
5πρὸς δυσωδίαν στόματος. Τοῦ δευτέρου κεφάλαια. ῥύμματα πρὸς τὰς ἐπὶ τοῦ τραχήλου μελανίας. ἐπίχριστα πρὸς τὰς τῶν μασχαλῶν συνι‐ δρώσεις. ἐπίχριστα μαστῶν διαφυλακτικά. κοιλίας καθαρτικά. σμήγματα χειρῶν λαμπρυντικά. πρὸς τὰς ἐκ τόκου μελανίας.
10πρὸς τὰς ἐκ τόκου ῥυτίδας. πρὸς τὰς ἐκ τόκου ῥαγάδας. ἐπιχρίσματα πρὸς τὰς τῶν ὀμφαλῶν ἐξοχάς. ἀνήβων παι‐ δίων διαφυλακτικά. παρθενίας διαφυλακτικά. πρὸς τὰς κα‐ θύγρους καὶ καταψύχρους γυναῖκας. πρὸς οὐλὰς με‐ λαίνας. ψίλωθρα τριχῶν. σμήγματα λεπτυντικὰ παντοῖα.
15ἐπίχριστα ἀφανιστικὰ τριχῶν. σμήγματα ὅλου τοῦ σώματος. καθαρτικὰ λαμπρυντικὰ παντοῖα. καταπλάσματα ἀρωματικὰ τοῖς ἱματίοις. εὐώδεις βαφαὶ ἱματίων. ῥάσματα θαλάμων καὶ
περιπάτων. θυμιαμάτων παντοίων σκευασία. χρισμάτων καὶ447 in vol. 12

12

.

448

μύρων παντοίων σκευασίαι. ἀμυγδαλίνου, βαλανίνου, καρυΐ‐ νου, σησαμίνου, μυρσίνου, σχινίνου, δαφνίνου, ῥοδίνου, γλευ‐ κίνου, μηλίνου, οἰνανθίνου, σαμψυχίνου, τηλίνου, σουσίνου, ὃ ἔνιοι κρίνινον καλοῦσι, κικίνου, ἰρίνου, ναρκισσίνου, φοι‐
5νικίνου, κυπρίνου, κροκίνου, ναρδίνου, ἀμαρακίνου, ἡδυ‐ χρόου, μενδησίου, μαλαβαθρίνου. Τοῦ τρίτου κεφάλαια. πρὸς πίτυρα παντοῖα. πρὸς τὰ ἐν τῇ κεφαλῇ ἐκβράσματα. πρὸς ἀχῶρας. πρὸς φθεῖρας καὶ κόνι‐ δας. πρὸς ἀλωπεκίας. πρὸς τὰς ἐν τῷ προσώπῳ ψωρώδεις
10διαθέσεις. πρὸς φακούς. πρὸς ἐφήλεις. νίμματα προσώπου. πρὸς στίγματα. πρὸς πελιώματα. πρὸς ὑπώπια. πρὸς ἰόνθους. πρὸς ἐπινυκτίδας. πρὸς τὰ ἐπὶ τῶν γενείων ὀχθώδη. πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας. λειχήνων ἐπιχρίσματα. ἐπιθέ‐ ματα ἐκδόρεια. χλωραὶ μετὰ τὰς ἐκδορὰς ἐπιτιθέμεναι. λευκαὶ
15πρὸς ἀπούλωσιν. φάρμακα μαλακτικὰ ἐπιτριβέντα λειχήνων. Τοῦ τετάρτου κεφάλαια. πρὸς ἀλφοὺς μέλανας καὶ
λευκούς. πρὸς οὐλὰς μελαίνας. πρὸς λεύκας. πρὸς λέπρας.448 in vol. 12

12

.

449

πρὸς ὄνυχας ψωριῶντας. πρὸς κνησμώδεις διαθέσεις. πρὸς ψύδρακας καὶ ἐκδάρματα. πρὸς τὰς ἑρπυστικὰς διαθέσεις. πρὸς ψωριάσεις. πρὸς θύμους. πρὸς ἀκροχορδόνας. πρὸς μυρμηκίας. πρὸς ὀμφαλοῦ ἐμπνευμάτωσιν. πρὸς ἐντέρων κα‐
5τολίσθησιν. πρὸς ὑδροκήλας. πρὸς λειποδέρμους. πρὸς τοὺς προσπίπτοντας ἀρχούς. πρὸς χείμεθλα. πρὸς τὰς ἐν ποσὶ ῥωγμάς. ἐν τούτοις τοῖς τέσσαρσι βιβλίοις ὁ Κρίτων ἐπι‐ μελέστατα σχεδὸν ἅπαντα ἔγραψε τὰ δόκιμα κοσμητικὰ φάρ‐ μακα, προσθεὶς αὐτοῖς καὶ τὰ κομμωτικὰ, νόθον κάλλος,
10οὐκ ἀληθινὸν ἐκπορίζοντα, διὸ κᾀγὼ παραλείψω μὲν αὐτὰ, μόνον δὲ μνημονεύσω τῶν τὸ κατὰ φύσιν κάλλος φυλατ‐ τόντων. εἰ γὰρ καὶ ὅτι μάλιστα γιγνώσκω τὰ λαμπρυντικὰ τοῦ σώματος σμήγματα καὶ τὰ τῶν τιτθῶν διαφυλακτικὰ ταῖς παρθένοις ἐπὶ πλεῖστον, ἀνήβων τε παιδίων ὄρχεις μι‐
15κροὺς διαφυλάττοντα μέχρι πλείστου καὶ τὴν τῶν τριχῶν γένεσιν ἐπέχοντα, γράφειν αἰδοῦμαι τὰ τοιαῦτα καὶ πολὺ μᾶλλον ἃ Κρίτων ἔγραψε καταπλάσματα τῶν ἀρωμάτων ἐν
ἱματίοις, εὐώδεις τε βαφὰς ἱματίων καὶ ῥάσματα θαλάμων449 in vol. 12

12

.

450

καὶ περιπάτων, θυμιαμάτων τε παντοίων ποικιλίας καὶ χρι‐ σμάτων καὶ μύρων, ἔξω γὰρ ταῦτα τῆς ἰατρικῆς. ὅταν δὲ τοῦ κατὰ φύσιν φυλακτικὰ γέγραφεν, ὅταν που δεήσῃ, μνη‐ μονεύσω, καὶ πρῶτόν γε τῶν κατὰ τὰς τρίχας, ὅσα μοι δο‐
5κεῖ χρήσιμα τοῖς ἰατροῖς ἔσεσθαι διδάξω. [Περὶ τῶν φθειρόντων τὰς τρίχας φαρμά‐ κων.] Ὡς τῶν αὐξανόντων τὰς τρίχας φαρμάκων ἑτέρα μέν ἐστιν ἰατρικὴ χρῆσις, ἑτέρα δὲ κομμωτικὴ, κατὰ τὸν αὐ‐ τὸν τρόπον καὶ τῶν φθειρόντων αὐτάς. γίγνεται γάρ ποτε
10καὶ τοῖς ἰατροῖς ἀνάγκη χρήσασθαι τοιούτοις φαρμάκοις κατὰ τὰς τρεῖς αὐτῶν διαφοράς. λέγω δὲ τρεῖς, ἐπειδὴ τὰ μὲν ἰδίως καλεῖται ψίλωθρα, τὰ δὲ λεπτυντικὰ τριχῶν, τὰ δὲ εἰς τὸ παντελὲς ἀναιρετικά. ταῦτα μὲν οὖν τὰ ὕστατα ῥηθέντα σφαλερὰν ἔχει τὴν χρῆσιν. ἐνίοτε γὰρ οὐ
15μόνον τὰ χρισθέντα μόρια τοῦ σώματος ἄτριχα τοῦ λοιποῦ πάντα γίγνεται διὰ παντὸς, ἀλλὰ καὶ μέχρι τῆς κε‐
φαλῆς καὶ τῶν γενείων καὶ τῶν ὀφρύων καὶ τῶν βλεφαρί‐450 in vol. 12

12

.

451

δων ἡ ψίλωσις τῶν τριχῶν ἐξικνεῖται. τὰ δὲ ἕτερα δύο τὴν χρῆσιν ἀκίνδυνον ἔχει, τὰ μὲν ψιλωτικὰ τῶν τριχῶν, ἅπερ ἔφην ἰδίως καλεῖσθαι ψίλωθρα, καθ’ ἑκάστην ἡμέραν ἐν χρήσει γιγνόμενα ταῖς γυναιξὶν ἁπάσαις σχεδὸν καί τισι τῶν
5ἀνδρῶν, ἕτερα δὲ τὰς λεπτοτέρας τὰς τρίχας ἐργαζόμενα καὶ μικροτέρας, ἐπιτήδεια τοῖς σκληρὰς καὶ μεγάλας καὶ πολλὰς καὶ παχείας ἔχουσιν καὶ διὰ τοῦτο φαινομένοις ὑώδεσιν. ἀλλήλων δὲ διαφέρει ταῦτα τῷ μᾶλλόν τε καὶ τῷ ἧττον, ἐπεὶ τὸ γένος αὐτῶν ἓν, ἐξ ἐκείνων συγκείμενον τῶν φαρ‐
10μάκων, ὅσα σηπτικὴν ἔχει ἢ καυστικὴν δύναμιν, ἀμείνω δὲ δηλονότι τὰ σηπτικὴν ἔχοντα, τὴν γὰρ χρῆσιν ἀκινδυνοτέραν ἴσχει. κινδυνωδεστέρα δέ πώς ἐστιν ἡ τῶν καυστικῶν, ἐάν τις ἀμελήσῃ βραχὺ, φλυκταινούντων ἢ ἑλκούντων ἢ ὁπωσοῦν ἐπικαιόντων τὸ δέρμα. τὴν δὲ κατὰ μέρος ὕλην αὐτῶν ἐν
15τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν ἅπασαν ἔγραψα. παραδείγματος δ’ ἕνεκεν οἷς συνεχῶς χρώ‐ μεθα καὶ δὴ φράσω. τῶν μὲν οὖν ὑγρῶν ἡ στακτὴ καλου‐
μένη κονία τοιαύτην ἔχει δύναμιν· τῶν δὲ ξηρῶν καὶ μεταλ‐451 in vol. 12

12

.

452

λικῶν, ἀρσενικόν τε καὶ σανδαράχη καὶ τίτανος ἡ ἀκατά‐ σβεστος, ἣν οἱ πολλοὶ καλοῦσιν αὐτὸ δὴ τοῦτο μόνον ἄσβε‐ στον. εὔδηλον οὖν ὅτι τῶν σφοδρῶν ἐν αὐτοῖς ἡ δύναμις θραύεται μίξει τῶν ἀσθενεστέρων φαρμάκων ὑγρῶν τε καὶ
5ξηρῶν, ὧν τὴν συμμετρίαν στοχαστικῶς μὲν πρῶτον ὁ τῆς δυνάμεως αὐτῶν ἔμπειρος ποιεῖται, διὰ δὲ τῆς ἐμπειρίας ἐπανορθοῦται τὸ ἐλλεῖπον ἢ προστίθησιν. ὅπως δὲ καὶ τούτων ὅσαι διὰ τῆς πείρας ἐκρίθησαν ἔχητε, παραγράψω τὰς ὑπὸ Κρίτωνος ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν εἰρημένας
10ἐπιδείξας πρότερον, ὅτι καὶ τοῖς ἰατροῖς ἀναγκαία πολλάκις ἡ χρῆσις αὐτῶν γίγνεται. ὥσπερ τὰ βάμματα δυνατὸν ἡμῖν ἀρνεῖσθαι τῆς κομμωτικῆς ὄντα κακίας, οὕτως ἀδύνατον ἀρνεῖσθαι τὰ ψιλωτικὰ τῶν τριχῶν. ἐὰν μὲν γὰρ ἔχῃ συμ‐ μέτρους τις τρίχας, οὐχ ὑπηρετήσομεν αὐτῷ τρυφῶντι πε‐
15ριττῶς. ἐὰν δὲ πάνυ πολλὰς καὶ μακρὰς καὶ σκληρὰς, εὔ‐ λογον εἶναι δοκεῖ ταύτας ἐλάττους τε καὶ λεπτοτέρας καὶ
μαλακωτέρας καὶ ἀραιοτέρας ἐργάζεσθαι. γίγνεται δέ ποτε452 in vol. 12

12

.

453

χρεία καὶ τοῖς πολλὰς ἔχουσι καὶ βαθείας, οὐ μὴν σκληρᾶς γε παντελοῦς αὐτῶν ἀφαιρέσεως, ὅτε ἤτοι πιττώσεως δέηται τὸ πᾶν σῶμα, χρώμεθα γὰρ ἐνίοτε τῷ βοηθήματι τούτῳ κατὰ τὸν τῆς ἰατρικῆς λόγον, ἢ καί τι φάρμακον ἐμπλαστὸν
5ἐπιτεθέντων ἡμῶν, ἀναγκαῖον ἦν πάσας τοῦ μέρους προαφε‐ λεῖν τὰς τρίχας, ὅπερ ἔνεστι μὲν καὶ διὰ ξυροῦ ποιεῖν, ἔνιοι δὲ εἴτε κατ’ ἀλήθειαν ἢ καὶ πλαττόμενοι δεδιέναι φασὶ τὸ ξυρόν. ἐνδέχεται γὰρ ὑπ’ αὐτοῦ τρωθῆναι τὸ δέρμα. τινὲς δὲ ἴσως καὶ δεδίασιν εὐλόγως καὶ μάλισθ’ ὅταν δεήσῃ ξυ‐
10ρᾶσθαι τὰ κατὰ τὸν λάρυγγα χωρία. διὰ ταῦτα ὁμοῦ ἀναγ‐ καῖόν ἐστι τῷ ἰατρῷ καὶ τῶν τοιούτων φαρμάκων ἐμπει‐ ρίας ἔχειν τῆς τε συνθέσεως καὶ τῆς χρήσεως. [Ψίλωθρα τὰ ὑπὸ Κρίτωνος γεγραμμένα κατὰ λέξιν οὕτως.] Ψίλωθρα τριχῶν. ἀρσενικοῦ χρυσίζοντος ζʹ,
15ἢ ιʹ, ἀσβέστου τὸ ἴσον, ἀμύλου γο βʹ, γῆς τῆς λεγομένης Ῥωμαϊστὶ Σελινουσίας γο αʹ. ἅπαντα τρίψας σήσας λεπτο‐
τάτῳ κοσκίνῳ ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως, αἱρῶν τοῦ φαρ‐453 in vol. 12

12

.

454

μάκου ὅσον ἐξαρκεῖ ἀνάκοπτε ὕδατι, εἶτα ἐπιχρίεσθαι παραίνει καὶ προσέχειν ὅπως μὴ ἐπικαῇ. ἄλλο παραχρῆμα λεῖον ποιεῖ. ἀσβέστου μέρη δύο, ἀρσενικοῦ μέρος αʹ. ταῦτα βαλὼν εἰς θυίαν μολυβδίνην καὶ ὕδωρ ἐπιχέας ἢ
5πτισάνης χυλὸν τρῖβε, καὶ ὅταν μέλαν γένηται, θερμαίνον‐ τας κέλευε καταχρίεσθαι καὶ τοῦτο ποιεῖν ἐν βαλανείῳ, λεῖον γὰρ ποιεῖ τὸ σῶμα. εἰ δὲ φυομένη λεπτὴ ἀναβαίνει, ἕψε τὴν κονίαν καὶ τὸ ἀρσενικὸν τρῖβε μεθ’ ὕδατος καὶ εἰς ἀγγεῖον κεραμεοῦν ἀκόνιτον βαλὼν ἕψε, καὶ ὅτε συστραφῇ καὶ μέλαν
10γένηται, ἐπιχριέσθω. Πάριδος τοῦ ὀρχηστοῦ παραχρῆμα τὰς τρίχας αἴρει. σανδαράχης γο αʹ. ἀσβέστου Greek Xestes Sign Alternate Form αʹ. ἕψε μεθ’ ὕδατος ἐπιμελῶς καὶ ὅταν ἄρξηται ἀναζεῖν, ἀνελόμενος χρῶ. τοῦτο δὲ ἔσται φανερὸν εἰ πτερὸν καθιέντι σοι εἰς τὸ ψίλω‐ θρον ἀπομαδίσει συντόμως. ἄλλο. ἀμύλου γο αʹ. ἀσβέ‐
15στου γο αʹ. ἀρσενικοῦ γο αʹ. κόψας καὶ σήσας ἀπόθου καὶ χρῶ καθάπερ εἴρηται. Ἡρακλείδου Ταραντίνου παραχρῆμα
αἴρει τὰς τρίχας. ἀσβέστου Greek Xestes Sign Alternate Form αʹ. κιμωλίας Greek Xestes Sign Alternate Form αʹ. κισσή‐454 in vol. 12

12

.

455

ρεως κεκαυμένης Greek Xestes Sign Alternate Form αʹ. ἀρσενικοῦ μέρη δʹ, λεῖα ποιήσας ἀπόθου, ἐπὶ δὲ τῆς χρήσεως ἄνιε ὕδατι καὶ χρῶ καθάπερ προείρηται. ταῦτα μὲν οὖν ὁ Κρίτων ἔγραψε, χρῆσθαι δὲ αὐτοῖς ἄμεινον, ὡς καὶ νῦν αἱ γυναῖκες χρῶνται καταχρίου‐
5σαι τὸ σῶμα, κᾄπειτα εἰς χλιαρὸν οἶκον εἰσιοῦσαι βαλανείου, κᾀπειδὰν ἱδροῦν ἄρξωνται, στλεγγίδι τὸ φάρμακον ἀφαιροῦσι κατά τι μέρος τοῦ σώματος, εἶτα ἂν αἴσθωνται τὰς τρίχας συναφαιρουμένας αὐτῷ, τὸ λοιπὸν ἅπαν ἀποπλύνουσι σῶμα. [Ἀφανιστικὰ τριχῶν.] Γέγραπται καὶ περὶ τούτων
10ἐν τοῖς κομμωτικοῖς βιβλίοις, ἐκπεπτωκότων ἤδη τῆς ἰατρι‐ κῆς ὕλης, διὸ κᾀγὼ μόνον τῶν ἁπλῶν ἐν αὐτοῖς ἀναμνήσω, λεγομένων κᾀν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. συντιθέασι γὰρ τὰ προκείμενα κατὰ τὸν λόγον φάρμακα, διά τε τοῦ λαγωοῦ θαλαττίου καὶ ἥπατος θύννου σεσηπό‐
15τος καὶ κεδρίας καὶ βατράχου τῶν ἐν τοῖς χλωροῖς καλά‐ μοις νεμομένων τῶν ἰχώρων καὶ χελώνης θαλαττίας τοῦ αἵ‐
ματος, ἀμπέλου τε λευκῆς τοῦ δακρύου κισσοῦ τοῦ δακρύου455 in vol. 12

12

.

456

καὶ βρυωνίας ὁμοίως, ἐλαίου τε τοῦ ἀνάλου καλουμένου καὶ διὰ τῶν θαλασσίων σκολοπένδρων καὶ κνίδης τῆς θαλασσίας ἀστέρων τε τῶν θαλασσίων, νίτρον τούτοις καὶ ἀμόργην μιγνύντες. ἄλλα δὲ ἰσχυρότερα δι’ ἐχίνων τε καὶ σαλαμάν‐
5δρας συντιθέασιν, ἕψοντες ἐν ἐλαίῳ, μιγνύουσι δ’ αὐτοῖς καὶ τὰ ἀλκυόνια καὶ τὴν σανδαράχην καὶ ὅσα ἄλλα τοιαῦτα. [Λεπτυντικὰ τριχῶν.] Τοῖς λεπτυντικοῖς τῶν τριχῶν χρήσαιτο ἄν ποτε καὶ ἰατρὸς, ὡς ἔφην, οὐ τῆς αὐτῆς δυνάμεως οὖσι τοῖς ψιλωτικοῖς. ἣν γὰρ ἐκαλέσαμεν ἐν
10τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασι δύναμιν ῥυπτι‐ κὴν, ταύτης ἐστὶ τὰ λεπτυντικὰ τῶν τριχῶν. ὥσπερ δὲ ἐν ἅπασι τοῖς ὁμογενέσι φαρμάκοις ἡ διαφορὰ κατὰ τὸ μᾶλ‐ λόν τε καὶ ἧττόν ἐστιν, οὕτω καὶ ἐν τοῖς ῥυπτικοῖς. τὸ μὲν οὖν τῶν κριθῶν καὶ τὸ τῶν κυάμων, ἔτι τε πρὸς τούτοις
15ὀρόβων, ἀφρονίτρου τε καὶ νίτρου συνήθη πᾶσίν εἰσιν εἰς ἀφαίρεσιν ῥύπου χρωμένοις αὐτοῖς. ἡ δὲ συνεχὴς χρῆσις καὶ λεπτύνει τὰς τρίχας. ὅσα δὲ ἰσχυροτέραν ἔχει τὴν ῥυπτικὴν
δύναμιν, ἐπὶ τῶν πάνυ σκληρὰς καὶ μεγάλας ἐχόντων456 in vol. 12

12

.

457

τὰς τρίχας ἁρμόττει παραλαμβανόμενα. τῶν τοιούτων μὲν οὖν ἤδη φαρμάκων ἐστὶ καὶ τὸ κεκαυμένον νίτρον καὶ ὁ ἀφρὸς τοῦ νίτρου τό τε ἀφρῶδες ἀφρόνιτρον. ἐν δὲ τῇ συν‐ εχεῖ χρήσει καὶ τὰ μέλαινα καλούμενα σκεύη τὰ Ἀλεξαν‐
5δριωτικὰ κοπτόμενα δηλονότι καὶ διαττώμενα λεπτῷ κοσκίνῳ. τοῖς πένησι δ’ ἐγὼ καὶ τὰ τῶν κεραμίδων ὄστρακα καὶ τὰ τοῦ κλιβάνου καὶ τὴν κίσσηριν ἄκαυστόν τε καὶ κεκαυμένην ἐδήλωσα. προῖκα δ’ ἂν ἔχοι τις ἐπὶ θαλάττῃ διατρίβων ἢ πόλει μὴ πόῤῥω θαλάττης, ὄστρακα κεκαυμένα
10κηρύκων τε καὶ πορφυρῶν καὶ τῶν ἄλλων ὀστρέων. τὸ δὲ τῆς σηπίας ὄστρακον καὶ χωρὶς τοῦ καυθῆναι. ταῦτα μὲν τοῖς πάνυ πένησιν, τοῖς δ’ ἄλλοις ἀλκυόνιόν τε καὶ στρού‐ θιον οἵ τε ἐλλέβοροι καὶ ἡ τῆς βρυωνίας ῥίζα καὶ ἡ τοῦ δρακοντίου καὶ ἀριστολοχίαι καὶ κάγχρου καὶ πάνακος ῥίζα
15καὶ τἄλλα ὅσα τοιαῦτα. λελέκται γὰρ, ὡς ἔφην, πολλὰ διὰ τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας. ταῦτα δ’ εὐώδη
ποιῆσαι βουλόμενος μίξεις κυπέρου καὶ μελιλώτου καὶ ῥόδων457 in vol. 12

12

.

458

ξηρῶν καὶ σχίνου ἄνθους ἴρεώς τε τῆς Ἰλλυρίδος μελισσο‐ φύλλου τε καὶ τῆς κυδωνίας πόας. καὶ εἰ πλουσίοις σκευά‐ ζοις, ἐμβαλεῖς στάχυος νάρδου τῆς τε Ἰνδικῆς καὶ τῆς Κελτι‐ κῆς καὶ τῆς ὀρείας καὶ γῆς Ἐρετριάδος, ἐμβαλεῖς δὲ καὶ
5μαλαβάθρου καὶ φύλλου μαλαβάθρου καὶ ἀμώμου καὶ σμύρ‐ νης καὶ κρόκου καὶ κόστου καὶ ἡδυχρόου. τῷ δὲ ἀποροῦντι πολυτελοῦς ὕλης καὶ δι’ εὐτελεστέρας οἱ τὰ κοσμητικὰ συν‐ θέντες ἐπενόησαν, ὧν καὶ Κρίτων μέμνηται ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν γράφων ὧδε. λαβὼν χύτραν ὀστρακίνην και‐
10νὴν, πῶμα ἔχουσαν μεγάλην, ἔμβαλλε εἰς αὐτὴν κατὰ θέσιν βώλους κιμωλίας. συγκείσθωσαν δὲ οὗτοι κατὰ τὸ ἐνδεχό‐ μενον θεατροειδῶς, ὥστε τὸ μέσον αὐτῶν εἶναι κενόν. μεταξὺ δὲ τῶν βώλων τεθέσθω παραλλήλως μῆλα κυδώνια πρόσ‐ φατα εἴκοσι, ταῦτα ἐκ διαλειμμάτων ἀλλάσσειν παραίνει,
15εἶτα πωμάσας ἔα μαραίνεσθαι τὰ μῆλα. ἐπὶ δὲ τῆς χρήσεως αἱρῶν ὅσον ἐξαρκεῖ καὶ λεαίνων χρῆσθαι παραίνει. μετὰ δὲ τὴν
τῶν ψιλώθρων ἐπίθεσιν, ἔχει ἡδεῖάν τινα ὀσμήν. ἄλλο. ῥόδα458 in vol. 12

12

.

459

μάλιστα εὐωδέστατα ψύξας ἐν σκιᾷ, ἐπὶ μίαν ἡμέραν ὥστε αὐτὰ μόνα ἰκμάδα μὴ ἔχειν, συντίθει εἰς ἀγγεῖον ὀστράκι‐ νον καὶ βώλους κιμωλίας καθὰ προείρηται, ὥστε ὑπεστρῶ‐ σθαι τὰ ῥόδα καὶ πάλιν μεταξὺ τῶν βώλων ἐντίθεσθαι,
5εἶτα πωμάσας ἔα συμπίνειν. ἡ χρῆσις δεδήλωται. [Περὶ πιτυριάσεως.] Πιτύροις ὅμοια ἀπὸ τοῦ τῆς κεφαλῆς δέρματος ἀποπίπτει πολλάκις ἐνίοις κνω‐ μένοις καὶ διὰ τοῦτο πιτυρίασιν ὀνομάζουσιν οἱ ἰατροὶ τὸ σύμπτωμα τοῦτο, γιγνόμενον ὑπὸ μοχθηρῶν ἰχώρων οὓς
10ἐκδαπανῆσαι σκοπός ἐστι τοῖς ἰωμένοις αὐτό. πρόδηλον οὖν ὅτι διαφορητικὰ καὶ ῥυπτικὰ προσακτέον ἐστὶ φάρμακα, προπαρασκευάσαντας τὸ σύμπαν σῶμα εἰ φαίνοιτο κακοχυ‐ μίας μεστόν. ἐπὶ πάντων γὰρ ἠξίωσα τούτου μεμνῆσθαι, κᾂν παραλείπηταί που κατὰ τὸν λόγον. ἔμιξαν δέ τινες τοῖς
15εἰρημένοις φαρμάκοις καὶ τῶν στυφόντων ἔνια, ῥωννύναι βουλόμενοι τὸ πεπονθὸς μόριον, ὡς μὴ ῥᾳδίως εἰς ἑαυτὸ
καταδέχοιτο τοὺς ἐπιῤῥέοντας ἰχῶρας, ἀλλ’ ἀντιβαίνοιτο καὶ459 in vol. 12

12

.

460

ἀποκρούοιτο, καὶ διὰ τοῦτο καὶ Ἀρχιγένης ἐπὶ τοῦ διὰ χαλ‐ κάνθου συντιθεμένου φαρμάκου προσέγραψε κατὰ λέ‐ ξιν οὕτως. τοῦτ’ ἐνεργεῖ ὡς μηδὲν τὸ λοιπὸν γενέσθαι. Κρί‐ των μὲν οὖν ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν τὴν τῶν τοιού‐
5των φαρμάκων ὕλην ἔγραψεν, εὐθέως κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου, καὶ διὰ τοῦτο, καθάπερ ἀρτίως εἶπον, οὐκ ἀναγκαῖον ἐμὲ γράφειν αὐτὰ πάντων ἐχόντων τὰ βιβλία. τῶν δ’ ὑπ’ Ἀρχιγένους γεγραμμένων μνημονεύσω μάλιστα, ἐπειδὴ καὶ προσέγραψεν αὐτῶν ἐνίοις τὸ μὴ αὖθις ἐᾷν γενέσθαι τὸ
10σύμπτωμα, γράφει δὲ οὕτω πως αὐτοῖς ὀνόμασιν. δίαιτα δὲ ἔστω τούτοις ἄφυσος μηδὲν τῶν παχυχύμων ἔχουσα, οἷά ἐστιν ὕδνα, μύκητες, βολβὸς, ὄσπριον καὶ κρέα μάλιστα βό‐ ειον καὶ τὰ ὅμοια. ἔστω δὲ τὰ προσφερόμενα εὔχυλα, εὔ‐ πεπτα καὶ προσπλεκέσθω μέλι ταῖς τροφαῖς. ἔμβαμμα, ὄξος
15μετὰ ἑψήματος, ἄρτυμα, κύμινον, μάραθρα. τῶν δὲ ἄλλων πεφεισμένη ἡ χρῆσις ἔστω καὶ μάλιστα τραγήματος παντὸς
φείδεσθαι καὶ οἶνος λευκὸς καὶ λεπτὸς χρήσιμος εἰς ἡδονὴν460 in vol. 12

12

.

461

δὲ ὁ γλυκὺς καὶ τὸ οἰνόμελι. ὀπώρας ἄριστον σταφυλὴ μα‐ ρανθεῖσα, εἶτα σῦκα πρὸ τροφῆς σιτεῖσθαι ἄμεινον. εὐπε‐ ψίας δὲ παντὸς μᾶλλον φροντιστέον, περίπατοι πρᾳεῖς πλεῖ‐ στοι καὶ ἕωθεν καὶ δείλης ἄριστοι. ψυχρολουσία βαλανείων
5κρείττων. θερμολουτοῦντι δὲ ἀνοίκειον ἡ πολλὴ διατριβὴ ἐν τῷ ἀέρι καὶ ἡ κατὰ κεφαλῆς περίχυσις μᾶλλον τῆς ἐμβά‐ σεως ἀμείνων καὶ μετὰ ταῦτα δαψιλῶς τῷ ψυχρῷ ἀνάψυχε. ὑπνοῦν εἰς κόρον χρήσιμον. ὀργῆς καὶ θυμοῦ καὶ ἡλιώσεως καὶ σφοδρᾶς ψύξεως ἀπέχεσθαι καὶ πάντων τῶν τὴν κεφα‐
10λὴν πληρούντων. Ἀρχιγένους πρὸς πιτυρίασιν. ἐφ’ ὧν δὲ πίτυρα ἐν τῇ κεφαλῇ ἐστιν, προσμίξας τήλει μετὰ τεύτλου χυλοῦ καὶ νίτρου, κιμωλίαν χολῇ βοείᾳ ἢ ὑείᾳ καὶ ὄξει φυ‐ ρῶν κατάχριε, εἶτα μεθ’ ὥραν ἀποκλύσας ἐπίχριε χαλκάνθῳ καὶ νίτρῳ μετ’ ἐλαίου λείοις ἢ μυροβάλανον καὶ κυάμινον
15ἄλευρον, ἴσα λεάνας ἐν ὕδατι ἕψε καὶ σμῶ. ἄλλο. ἀμυγδάλοις πικροῖς λελεπισμένοις μεθ’ ὕδατος ἢ ὄξους σμῶ. ὅταν δὲ
ξηρανθῶσιν αἱ τρίχες, ἀπόπλυνε θερμῷ. ἢ μαλάχην ἀγρίαν461 in vol. 12

12

.

462

ἐν θαλάσσῃ ἑψήσας μέχρι τὸ δέκατον λειφθῇ λέαινε καὶ σμῶ. ἢ νίτρου ἀφρὸν καὶ χάλκανθον, ἴσα μετ’ οἴνου χρῶ τρὶς ἢ τετράκις τοῦ μηνός. τοῦτο ἐνεργεῖ ὡς μὴ τὸ λοιπὸν γενέ‐ σθαι. ἢ τρυγὶ οἴνου Ῥοδίου ἢ κισσήρει καὶ νίτρῳ, ἴσοις
5μετὰ θέρμων σμῆχε. ἢ κιμωλίᾳ μετὰ τήλεως ἀποβρέγματος ἢ νίτρῳ ὀπτῷ καὶ βολβῷ, τούτοις ἅμα ὅλοις ἴσοις σμῶ. ἢ πίσσης ὑγρᾶς ὀῤῥὸν καταχρίσας στυττηρίαν ἐπίπασσε. [Περὶ φθειριάσεως.] Φθειρῶν γένεσις ἐν τῇ κεφαλῇ συμβαίνει τισὶν ἀθρόως. παμπόλλων ἐξ ὑγρῶν δηλο‐
10νότι θερμῶν μὲν, οὐ μὴν εἰς τοσοῦτον ἡκόντων θερμότητος εἰς ὅσον ἥκουσιν οἱ δριμεῖς ἰχῶρες, ὥστε δῆλόν ἐστιν ἐν τῷ βάθει τοῦ δέρματος γίγνεσθαι τὴν διάθεσιν τῆς φθειριά‐ σεως, ἔνθα καὶ γεννᾶσθαι τὰ ζῶα ταῦτα δυνατόν ἐστιν, οὐκ ἐπιπολῆς τοῦ δέρματος, ἐν ᾧ τὴν πιτυρίασιν ἐλέγομεν συνί‐
15στασθαι. φάρμακα τοίνυν αὐτῶν ἀναγκαῖον εἶναι ξηραντικὰ καὶ μᾶλλον ἐκ τοῦ βάθους ἕλκειν τε καὶ κενοῦν δυνάμενα
τῶν πρὸς τὰς πιτυριάσεις ἁρμοττόντων. αὕτη μὲν ἡ μέθο‐462 in vol. 12

12

.

463

δος αὐτῶν τῆς συνθέσεως. τὸ δὲ τῆς πεπειραμένης ὕλης, δεῖ γὰρ ἐν ἅπασιν, ὡς ἔφην, μάλιστα προσέχειν καὶ θαῤῥεῖν τοῖς ὑπὸ τῆς πείρας μαρτυρηθεῖσιν, ἐν μὲν τῷ τρίτῳ τῶν Κρίτωνος κοσμητικῶν γέγραπται. παραθήσομαι δὲ καὶ νῦν
5ἐγὼ τὰ τοῦ Ἀρχιγένους ὡδί πως ἔχοντα κατὰ λέξιν. βοηθήματα φθειριάσεως. ἐπὶ δὲ φθειριώντων σταφίδος ἀγρίας μέρη δύο, σανδαράχης καὶ νίτρου ἀνὰ μέρος αʹ. σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν. ἢ ῥοῦν τὸν ἐπὶ τὰ ὄψα, σὺν ἐλαίῳ λεάνας ἄλειφε ὁμοίως. ἢ ὀξυλαπάθου ῥίζαν μετ’
10ἐλαίου ὁμοίως, ἢ ἐλλέβορον λευκὸν καὶ σταφίδα ἀγρίαν καὶ νίτρον, ἴσα μετ’ ἐλαίου ἐν βαλανείῳ χρῶ. ἢ ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀκράτῳ μετ’ ὄξους κατάντλει. εἰ δὲ ἐψίλωται, τῇ ἀγρίᾳ σταφίδι μετ’ ὀξελαίου κατάπλασσε. ἢ στυπτηρίαν λείαν μετ’ ἐλαίου κατάχριε.
15 [Περὶ ἀχώρων.] Ἕν τι τῶν ἐν τῷ δέρματι τῆς κεφαλῆς γιγνομένων παθῶν ἐστιν ὁ καλούμενος ἀχὼρ,
ἐκ μὲν τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων ὑπάρχων, ἰδίας463 in vol. 12

12

.

464

δὲ ἐξαιρέτου προσηγορίας τυχὼν, ἐπὶ τῇ τῶν συμπτωμάτων ἰδιότητι. λεπτοῖς γὰρ πάνυ τρήμασι κατατιτρᾶται, νοτίδα λεπτὴν ἔχουσιν ὑγρότητος ἀτρέμα γλίσχρου. πλησιάζει δὲ αὐτῷ κατὰ τὴν ἰδέαν ἕτερον πάθος τοῦ δέρματος ὃ κα‐
5λοῦσι κηρίον, ἐπειδὴ τὰς κατατρήσεις ἔχει μείζονας, ὑγρό‐ τητά τε περιεχούσας ὑμηττίῳ μέλιτι παραπλησίαν. ἡ γένεσις δ’ αὐτοῖς ἐξ ὑγρότητός ἐστι μικτῆς, τὸ μέν τι λεπτὸν ἰχῶρα δακνώδη, τὸ δέ τι παχὺν ἐχούσης χυμόν. ὁ μὲν οὖν λεπτὸς, ἅτε δακνώδης ὢν, τὰ μὲν πρῶτα κνησσᾷν αὐτὰς ἀναγκάζει,
10τῷ χρόνῳ δ’ ἐπὶ ταῖς κνήσεσιν, ὅ τ’ ὄγκος αὐξάνεται τά τε τρήματα κατ’ αὐτῶν συνίσταται. δῆλον οὖν ὅτι κενῶσαι χρὴ τοὺς ἐργαζομένους τὸ πάθημα χυμούς. εἰ δὲ ἐπιῤῥέοιεν ἔτι, κωλῦσαι πρότερον τὴν ἐπιῤῥοὴν τῇ τε τῆς κεφαλῆς κε‐ νώσει καὶ πρὸς αὐτοῖς ὅλου τοῦ σώματος ὡς ἐπὶ τῶν
15ἀλωπεκιῶν προείρηται. μικροῦ δὲ τοῦ παθήματος ὄντος ἀρ‐ κεῖ πολλάκις μόνα τὰ τοπικά τε καὶ μερικὰ προσαγορευό‐
μενα, χωρὶς τῆς τοῦ παντὸς σώματος κενώσεως. ἁρμόσει δ’464 in vol. 12

12

.

465

αὐτοῖς διὰ μὲν τὸ πάχος καὶ τὸ γλίσχρον τοῦ γεννῶντος αὐτοὺς χυμοῦ τὰ τέμνοντα τοῦτο φάρμακα, τῇ δυνάμει δὲ αὐτῶν ὑπάρχοντα ἐξ ἀνάγκης τοῦ διαφορεῖν καὶ ἀναστέλ‐ λειν. καὶ τῷ ὄξει δὲ ἐξαίρετόν τι πρόσεστιν ἐκ τῶν τεμνόν‐
5των ὄντι, πρὸς τῷ διαφορεῖν ἀναστέλλειν τε καὶ ἀποκρούε‐ σθαι τὸ ἐπιῤῥέον, ὡς ἂν ἔχοντι μὲν κατὰ τὴν οὐσίαν ὀλί‐ γον θερμὸν, ἔχοντι δὲ τὸ πλεῖστον αὐτῆς ψυχρὸν λεπτομε‐ ρές. ἐδείχθη γὰρ ὂν τοιοῦτον ἐν τῷ πρώτῳ περὶ τῆς ἁπλῶν φαρμάκων δυνάμεως. ἔστω τοιγαροῦν ὀξὺ τὸ ὄξος ἀκριβῶς,
10οὐδὲν ὅλως ἐμφαῖνον οἴνου ποιότητος, καὶ τοῦτο δεύων ἄλλοτε ἄλλῳ τῶν μεταλλικῶν ὀνομαζομένων φαρμάκων ἰάσῃ τοὺς ἀχῶρας. ἄρξαι δὲ ἀπὸ τῶν ἀσθενεστέρων καὶ μάλιστ’ ἂν ὀδύνη τις αὐτοῖς συνῇ. κιμωλία τε οὖν ἐπιτήδειος εἰς τοῦτο καὶ ἡ Κρητικὴ καὶ ἡ Λημνία γῆ, πομφόλυξ τε καὶ
15σπόδιον καὶ λιθάργυρος, ἥ θ’ ἁπαλὴ καδμεία. μὴ παυομέ‐ νου δ’ ἐπὶ τούτοις, τὸ διὰ τοῦ χάρτου φάρμακον ξηρὸν ὄξει
δεύσας ἐπίχριε. δῆλον δ’ ὅτι προαφελὼν τὰς τρίχας ταῦτα465 in vol. 12

12

.

466

πράξεις. ἐὰν δὲ δριμύτερόν σοι φαίνοιτο τὸ διὰ χάρτου, μίξεις αὐτῷ λιθάργυρον. εἰ μὲν αὐτάρκως ἐκλῦσαι βούλοιο τὴν δῆξιν αὐτοῦ, τὴν ἴσην ἐν ὄγκῳ μίξεις· εἰ δ’ ἐπιτεῖναι βούλοιο, βραχέως ἐλάττονα, καθάπερ εἰ καὶ πλεῖστον ἐκλῦσαι
5βουληθείης, πλέονα. μὴ παρόντος δέ μοι τοῦ διὰ χάρτου ποτὲ κατ’ ἀγρὸν, ἐπὶ τῆς τοῦ πάσχοντος οἰκήσεως θεασά‐ μενος χαρτίον ἄχρηστον, αἰτήσας ἐλλύχνιον, εἶτα καύσας τὸ χαρτίον καὶ δεύσας ὄξει κατέχρισα τὸν πεπονθότα τόπον, ἀξιώσας τὸν ἄνθρωπον ἥκειν εἰς ἐμὲ κατὰ τὴν ὑστε‐
10ραίαν. ᾔδειν γὰρ ὅτι σκληρόσαρκος ὢν οἴσει τὸ φάρμακον. ὡς δὲ ἀφικόμενος ὀλίγου δεῖν τεθεράπευτο, μεταβῆναι μὲν ἐφ’ ἕτερον οὐκέτ’ ἐδικαίωσα, τῷ δ’ αὐτῷ χρῆσθαι συμβου‐ λεύσας ὑγιῆ τελέως ἐθεασάμην γεγονότα κατὰ τὴν ὑστε‐ ραίαν. συνετοῦ οὖν ἀνδρός ἐστι χρεία, καθάπερ εἴρηται πολ‐
15λάκις, ἐπιστήμονός τε τῆς τε τῶν θεραπευομένων παθῶν οὐσίας καὶ τῆς τοῦ κάμνοντος φύσεως, ὥσπερ γε καὶ τῆς δυνάμεως τῶν φαρμάκων, οὐ κατὰ τὸ γένος μόνον, ἀλλὰ
καὶ κατὰ τὴν ποσότητα γιγνώσκειν, ὡς στοχάζεσθαι καθ’466 in vol. 12

12

.

467

ἡμέραν ἑκάστην, ὁποίου δεῖται βοηθήματος. ἐν γὰρ τῷ τὸ προσενηνεγμένον ἐπὶ τῆς προτεραίας φάρμακον ἐπιτείνειν ἢ ἐκλύειν εἰς ὅσον ὑπαγορεύει τὸ πάθος ἡ προσήκουσα θερα‐ πεία γίγνεται. πρὸς ἀχῶρας φλεγμαίνοντας. ἐὰν δέ ποτε περι‐
5πέσῃς ἀχῶρι φλεγμονώδει τε καὶ ὀδυνώδει, παρηγορήσεις δη‐ λονότι τὴν ὀδύνην αὐτοῦ πρότερον ὑγρῷ φαρμάκῳ, πεπτικῷ τε καὶ μαλακτικῷ καὶ ἀδήκτῳ, ὁποῖόν ἐστι τὸ πάρυγρον ὑπό τε Ἥρα καὶ ἄλλων πολλῶν γεγραμμένον. εὔδηλον δ’ ὅτι τοῦτο αὐτὸ μαλάξας ἐπὶ τῆς χειρὸς διὰ σπαθομήλης
10ἅμα ῥοδίνῳ καὶ ποιήσας ἐπίχριστον οὐκ ἔμπλαστον οἷον ἐξ ἀρχῆς ἦν ἐπιθήσεις. ἐπιτήδεια δὲ ἐν τῷ τοιούτῳ καιρῷ καὶ τὰ πρὸς τὰς ὀδυνωμένας ἐφ’ ἕλκεσιν ἢ ῥήξεσιν ἕδρας ἁρμόττοντα. περὶ ὧν εἰρήσεται κατὰ τὸν οἰκεῖον λόγον ἢ καιρὸν, ὥσπερ γε καὶ τὰ τοὺς καρκίνους παρηγοροῦντα.
15ταῦτα οὖν ἅπαντα προεσκεμμένῳ σοι καὶ ἡ τῶν κατὰ μέ‐
ρος φαρμάκων ποικιλία γνωσθήσεται χρησίμως. ἧς ἄρξομαι467 in vol. 12

12

.

468

κᾀγὼ, τὰ παρὰ τοῖς ἀρίστοις ἰατροῖς ἐπῃνημένα φάρμακα γράψας ἐφεξῆς. [Περὶ ἀχώρων Ἀρχιγένους.] Ἃ ἔγραψεν Ἀρχιγένης περὶ ἀχώρων ἐν τῷ πρώτῳ περὶ τῶν κατὰ γένος φαρμάκων.
5ἐφ’ ὧν δὲ ἀχῶρες ἢ ἐκζέσματα ἢ ἐξανθήσεις τινές εἰσι περὶ τὴν κεφαλὴν μεθ’ ἑλκώσεως, ἀπεχέσθωσαν μὲν παντὸς δρι‐ μέος τε καὶ ἁλμυροῦ, ἔτι δὲ ὀξέος. εἶτα ξυρήσας τὰς τρί‐ χας ἢ τρὶς ἢ πλεονάκις ἑκάστης ἡμέρας πλύνας θερμῷ, ἐνα‐ φεψημένης μυρσίνης ἢ σχίνον ἢ βάτου ἢ βρυωνίας ἢ συκα‐
10μίνου ἢ θέρμων ἢ φακῶν ἢ ἀσπαράγου ῥίζης, καὶ μάλιστα ὅταν ἰχῶρες πλείονες ἐκρέωσιν, κατάπλασσε ἰτέας φύλλοις μεθ’ ὕδατος ἢ φακῷ μετὰ μέλιτος ἢ ἀσπαράγου ῥίζῃ ἑφθῇ ὁμοίως ἢ μίξας τῆλιν ἐν τεύτλου χυλῷ βεβρεγμένην, χρῶ ταῖς πεπειραμέναις λιπαραῖς. ἄλλο ἄκρως ποιοῦν. πίτυος
15φλοιὸς μετὰ κηρωτῆς ἢ καδμία μετ’ ἐλαίου παλαιοῦ κατα‐ χριομένη ἢ κινναβάρει ὁμοίως κατάπλασσε λείῳ μίξας αὐτῷ
μύρτα ἢ κόγχας ὀστρέων κεκαυμένας, ἕκαστον αὐτῶν μετὰ468 in vol. 12

12

.

469

παλαιοῦ ἐλαίου κατάχριε, ἢ σπόδιον καὶ μάνναν ἐν οἴνῳ. εὐ‐ τόνως ποιεῖ καὶ χαλκῖτις μετ’ ὄξους καὶ ἐλαίου παλαιοῦ καταχριομένη. ἢ τεύτλου ἀφεψήματι μετ’ ὀλίγης κιμωλίας, ἐν βαλανείῳ μίξας ἅλας καὶ οἶνον. ἢ ὑοσκύαμον καὶ ἀείζωον
5μικρὸν, λεῖα σὺν ῥοδίνῳ μελιτῶδες ποιῶν κατάχριε. ἢ κα‐ θάρας τὰ ἕλκη τινὶ τῶν σμηγμάτων, οἷον κιμωλίᾳ πεφρυ‐ γμένῃ σὺν οἴνῳ, ἢ τρυγὶ οἴνου ῥοδίου κεκαυμένῃ σὺν ὄξει παλαιῷ καλῶς ἢ σικύου ἀγρίου ῥίζης ἀφεψήματι κατάντλει. ἢ τραγάκανθαν ἢ λιθάργυρον ἢ σανδαράχης τὸ διπλοῦν σὺν
10οἴνῳ ἢ καὶ μυρσίνῳ ὡς λιπαρῷ κατάχριε. ἢ λιθαργύρῳ καὶ ἀσβέστῳ, ἴσοις μετ’ ὄξους καὶ ἐλαίου κατάχριε. ἢ χαλκίτει μετὰ μυρσίνου ἢ χολῇ ὑείᾳ ὑγρᾷ κατάχριε. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν, οὐ μόνον ἐμπειρικὴν ποιησάμε‐ νος διδασκαλίαν, ἀλλὰ καὶ ἀδιόριστον. εὑρεῖν γοῦν ἔστι παρὰ
15τοῖς ἐμπειρικοῖς, ὅσοι γε αὐτῶν οὐκ ἐν λόγοις ἐριστικοῖς κατέτριψαν τὸν βίον, ἀλλ’ ἐν τοῖς τῆς ἰατρικῆς τέχνης ἔρ‐ γοις φιλοπόνως ἐγυμνάσθησαν, ἐπί τισι φαινομένοις γνω‐
ρίσμασιν ἐναργεῖς διορισμοὺς εἰρημένους; ὁποίους κᾀγὼ469 in vol. 12

12

.

470

μικρὸν ἔμπροσθεν ἐπὶ τῆς ἀλωπεκίας ἐποιησάμην, ἐρῶ δὲ καὶ νῦν ἐπ’ αὐτῶν ὧν Ἀρχιγένης ἔγραψεν φαρμάκων. ἔνια μὲν γὰρ αὐτῶν ἀχῶρας ἀρχομένους ἄνευ τῆς ἐν ὅλῳ τῷ σώματι κακοχυμίας ἢ πλήθους ἰᾶται, στυπτικήν τε καὶ ἀπο‐
5κρουστικὴν ἔχοντα δύναμιν, ἔνια δὲ ἀπειλὴν μεγάλην ἐχόν‐ των τῶν ἀχώρων, ἐνίσταται ταῖς αὐξήσεσιν, ἅμα μὲν ἀπο‐ κρουόμενα τὸ ἐπιῤῥέον, ἅμα δὲ καὶ συμπέπτοντα καὶ δια‐ φοροῦντα τὸ περιεχόμενον, εὔδηλον δ’ ὅτι μικτῆς εἶναι χρὴ δυνάμεως. ἔνια δὲ τοῖς ἐπιπολῆς καὶ μικροῖς ἀρήγει μόνοις,
10ἃ χρὴ μέτρια ταῖς δυνάμεσιν εἶναι καὶ μηδὲν ἐρειστικὸν ἔχοντα ἐκ τῆς διαφορητικῆς ὄντα δυνάμεως. ἄλλα δὲ ἰσχυ‐ ρότατα ταῖς δυνάμεσίν ἐστιν, ὡς καὶ τοὺς ὑπὸ παχέων πάνυ καὶ γλίσχρων ὑγρῶν γεγονότας ἀχῶρας ἐμπεπλασμένους τε δυσεκνίπτως τῷ δέρματι δύνασθαι κενοῦν, ὥστε κᾂν ἤδη
15σκιῤῥῶδες ἔχωσί τι, καὶ τοῦτο ἐκμοχλεύειν, κᾂν αὐτὴν τὴν ἕξιν τοῦ δέρματος εἰς καχεξίαν τοιαύτην ἄγῃ, ὡς διαφθεί‐
ρειν τὸ ἐπιῤῥέον, εἰ καὶ χρηστὸν εἴη. ταῦτα δέ ἐστι τὰ ἐκ470 in vol. 12

12

.

471

τῶν δραστικωτάτων συγκείμενα φαρμάκων, ὁποίων ἐμνημό‐ νευσεν ὁ Ἀρχιγένης, ἀναμίξας τοὺς ἅλας τοῖς ἄλλοις δια‐ φορητικοῖς. ἅλες γὰρ καὶ χαλκῖτις καὶ ἡ κεκαυμένη τρὺξ οἴνου καὶ ἡ σανδαράχη καὶ ἡ ἀκατάσβεστος τίτανος ἰσχυ‐
5ρότατα ταῖς δυνάμεσι φάρμακα θερμαίνοντά τε καὶ δάκνοντα καὶ διαφοροῦντα. τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ χολαὶ τῶν θερμῶν καὶ ξηρῶν ζώων, ὧν οὐκ ἐμνημόνευσεν ὁ Ἀρ‐ χιγένης, ἀλλὰ τῆς ὑείας μόνης ἁπασῶν οὔσης μετριωτάτης, ἧς κατὰ τὴν δύναμίν ἐστι καὶ τὸ κιννάβαρι. πλησίον δὲ
10αὐτοῦ αἵ τε κεκαυμέναι κόγχαι καὶ αἱ κριθαὶ καὶ μετὰ ταῦτα τὸ παλαιὸν ἔλαιον. ὥσπερ δὲ ταῦτα μοχλεύει καὶ τέμνει καὶ διαφορεῖ τὸ βιαίως ἐσφηνωμένον, οὕτως ἀπο‐ κρούεται τὰ στύφοντα, τὰ μὲν ἁπλῶς ὄντα ἄμικτα ταῖς ἐναντίαις δυνάμεσι, τὰ δὲ ἐπικρατείᾳ τῆς στυφούσης. μυρ‐
15σίναι μὲν γὰρ καὶ μύρτα καὶ ὁ τῆς πίτυος φλοιὸς τῶν ἀμίκτων ἐστὶν ἐναντίαις δυνάμεσιν, ὥσπερ καὶ ἡ βάτος καὶ
ἡ συκάμινος, εἰ καὶ μετριωτέρας στύψεως ἢ κατὰ τὰ μύρτα471 in vol. 12

12

.

472

καὶ μυρσίνας, ἀλλὰ μετέχει γε ταύτης αἰσθητῶς. μικτῆς δὲ δυνάμεως τὸ μύρσινόν ἐστιν ἐξ ἐλαίου τε καὶ τοῦ τῶν μύρ‐ των ἢ τῆς μυρσίνης χυλοῦ συγκείμενον, ὧν τὸ μὲν ἔλαιον μαλακτικῆς ἐστι δυνάμεως. ἡ μυρσίνη δὲ καὶ τὰ μύρτα τῆς
5στυπτικῆς οὐ μαλάττειν, ἀλλὰ συνάγειν καὶ σφίγγειν πεφυ‐ κυίας. ἔστι δὲ τὸ ῥόδινον ἀσθενεστέραν μὲν ἔχον τὴν στύ‐ ψιν ἢ κατὰ τὸ μύρσινον, ὅμως γοῦν καὶ αὐτὸ μικτῆς δυνά‐ μεώς ἐστιν. ὥσπερ δὲ ταῦτα ταῖς σκευασίαις ἔσχε μικτὰς δυνάμεις, οὕτως αὐτοφυῶς ἕτερα, καθάπερ ἡ σχῖνός τε καὶ
10ἡ κύπερος καὶ οἱ φακοὶ, δέδεικται γὰρ ἐν τῷ περὶ αὐτῶν λόγῳ τοῦτο. διαφορητικῆς δὲ καὶ ῥυπτικῆς ἄνευ θερμασίας αἰσθητῆς ἐστι δυνάμεως ὧν ἐμνημόνευσεν ὁ Ἀρχιγένης ἄρτι, τὸ τεῦτλόν τε καὶ ἡ κεκαυμένη κιμωλία· πρὶν δὲ καυθῆναι ἀσθενεστέρα τῆς τοῦ τεύτλου δυνάμεως, ἀλλ’ ἰσχυροτέρα
15ἐστὶν ἡ τοῦ σικύου καὶ ἡ τῆς βρυωνίας καὶ ἡ τοῦ ἀσπα‐ ράγου. λιθάργυρος δὲ κιμωλίας μὲν ἀκαύστου γενναιότερον φάρμακον, ἀσθενέστερον δὲ πολλῷ τῆς τοῦ προκειμένου πά‐
θους ἰάσεως. ἡ καδμεία δὲ σύμμετρος ἐπὶ τῶν μέσων472 in vol. 12

12

.

473

κατὰ μέγεθος ἀχώρων. ἀδήκτως δὲ ξηραίνει τὸ σπόδιον, ἡ δὲ μάννα καὶ πέττει. τὸ ἔλαιον δὲ, ὡς εἶπον ἄρτι, χαλαστι‐ κῆς μέν ἐστι δυνάμεως, ἀλλ’ οὐκ ἰσχυρᾶς γε ταύτης, καὶ διὰ τοῦτο εὐνίκητον γίγνεται κατὰ τὴν μίξιν, ὡς μετὰ μὲν τῶν
5ἐμπλαστικῶν καὶ ψυκτικῶν, οἷόν ἐστι τὸ ψιμμύθιον, ἐκεῖνο μᾶλλον ἐγχωρεῖ ἐπιδείκνυσθαι τὴν ἑαυτοῦ δύναμιν, ὡς συνά‐ γειν τε καὶ πιλοῦν καὶ σφίγγειν τὴν οὐσίαν ὧν ψαύει σω‐ μάτων. ἀναμέμικται δὲ ταῦτα πάντα κατὰ τὸν Ἀρχιγένειον λόγον, οὔτε ἐπὶ ποίων ἀχώρων οὔτε πότε χρηστέον ἑκάστῳ
10διορίσαντος αὐτοῦ. χρῆται δὲ καὶ οἴνῳ κατὰ τὸν λόγον, οὐ προσθεὶς ὁποίῳ, καίτοι παμπόλλη διαφορὰ καὶ κατὰ τοὺς οἴνους ἐστί· ὁ μὲν γάρ τις αὐστηρὸς, ὁ δὲ στρυφνὸς, ὁ δὲ γλυκὺς, ὁ δὲ δριμὺς ὑπάρχει σαφῶς. ἔνιοι δὲ καὶ πλείους ἅμα ποιότητας ἐμφαίνουσιν, ἔχοντές τέ τι καὶ γλυκὺ καὶ
15στῦφον καὶ δριμύ. ὅταν οὖν ἁπλῶς τις γράφῃ δεύειν οἴνῳ τόδε τι, στοχάζεσθαι χρὴ τὸν ἀναγιγνώσκοντα τίνα σκοπὸν
ἡ σύθεσις ἔχει τοῦ φαρμάκου, καὶ πρὸς τοῦτον ἀποβλέποντα473 in vol. 12

12

.

474

τὸν ἐπιτήδειον αἱρεῖσθαι, στύφοντα μὲν ἐφ’ ὧν ἀποκρούσα‐ σθαι βούλει, δριμὺν δὲ ἐφ’ ὧν διαφορῆσαι, καὶ τοῖς ἄλλοις ὡς ἑκάστου τὴν δύναμιν ἐδηλώσαμεν ἔνθα περὶ διαφορᾶς τῶν οἴνων ἐδιδάσκομεν. ὄξος δὲ ἐπιτηδειότατόν ἐστιν ἐν
5παντὶ καιρῷ πρὸς ἀχῶρας, ὡς ἂν καὶ τέμνον τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ διαφοροῦν, ἀποκρουόμενόν τε τὸ ἐπιῤῥέον. οὐκ αὐτῷ δὲ δηλονότι μόνῳ καθ’ ἑαυτὸ χρήσαιτ’ ἄν τις, εἴ γε μὴ κατανίψαι τε καὶ καταπλῦναι βουλόμενος ἀχῶρας, ἀλλὰ δεύων αὐτῷ φάρμακα, μέτρια μὲν ἐφ’ ὧν
10ἄρχεταί τε καὶ μικρόν ἐστι τὸ πάθος, ἰσχυρὰ δὲ ἐπὶ τῶν μειζόνων τε καὶ χρονιωτέρων, ἰσχυρότερα δὲ ἐπὶ τῶν χρο‐ νιωτάτων τε καὶ δυσιατοτάτων. ἡ διαφορὰ δὲ ἡ κατὰ τὴν ἰσχὺν τῶν φαρμάκων ἄρτι μοι προείρηται. τῶν δὲ εἰρημέ‐ νων ὑπὸ Ἀρχιγένους φαρμάκων οὐδ’ ὅλως ἂν χρησαίμην
15ἀειζώῳ τε καὶ ψιμμυθίῳ· τὸ μὲν γὰρ ἐμψύχει γενναιότερον ἢ προσήκει ψύχεσθαι τοὺς ἀρχομένους ἀχῶρας, τὸ δὲ ψιμ‐
μύθιον ὀλίγην μὲν ἔχει τὴν ψύξιν, ἀλλ’ ἔστι τῶν ἐμπλα‐474 in vol. 12

12

.

475

στικῶν φαρμάκων, ἀντ’ αὐτοῦ δὲ χρῆσθαι πάρεστι σποδίῳ τε καὶ πομφόλυγι. [Περὶ τῶν ὑπὸ Ἀπολλωνίου γεγραμμένων ἐν τῷ πρώτῳ τῶν εὐπορίστων πρὸς ἀχῶρας.] Ἔγραψεν ὁ Ἀπολλώνιος ἐν
5τῷ πρώτῳ τῶν εὐπορίστων πρὸς ἀχῶρας πρῶτον μὲν ὡδί πως κατὰ λέξιν· ῥοδίνῳ ἐλαίῳ τὴν κεφαλὴν ἔγχριε. δεύτερον δ’ ἐπ’ αὐτῷ τεύτλου χυλῷ παραπλησίως. καὶ τρίτον ἐπ’ αὐτοῖς χελώνης αἵματι χρῶ τὸν αὐτὸν τρόπον. τέταρτον δὲ δαφνίνῳ ἐλαίῳ χρῖε τὴν κεφαλήν. καὶ πέμπτον κροκίνῳ μύρῳ
10χρῖε παραπλησίως. τούτων δὲ τὸ πρῶτον γεγραμμένον ἀσθε‐ νέστατόν ἐστιν ἐπὶ παιδίων καὶ γυναικῶν ἁπαλοσάρκων, ἀρχομένῳ τῷ παθήματι χρήσιμον ὄν· καὶ γὰρ πέττει καὶ δια‐ φορεῖ καὶ ἀποκρούεται, πάντα μετρίως ποιοῦν. τὸ δὲ δεύ‐ τερον, ἔνθα τὸ τοῦ τεύτλου χυλῷ χρῆσθαι συμβουλεύειν δρα‐
15στικώτερον μέν ἐστι τοῦ ῥοδίνου, διαφορητικῆς ὑπάρχον δυ‐ νάμεως, οὐ μὴν πρὸς τοὺς ἰσχυροὺς κατεσκευασμένους ἀχῶ‐ ρας ἁρμόττειν δυνάμενον. τὸ δὲ τῆς χελώνης αἷμα περίεργόν
ἐστι καὶ οὐδ’ ἐπεχείρησά ποτε πειραθῆναι αὐτοῦ. τὸ δ’475 in vol. 12

12

.

476

ἐφεξῆς γεγραμμένον τὸ δάφνινον ἰσχυρῶς θερμαίνει καὶ δια‐ φορεῖ. κεκενωμένου δὲ δεῖται τοῦ τε σώματος ὅλου καὶ τῆς κεφαλῆς, ὡς διαφορῆσαι τοὺς ἐργαζομένους τὸν ἀχῶρα χυ‐ μούς. τὸ δὲ κρόκινον μύρον ἔχει τι καὶ διαφορητικὸν καὶ στυ‐
5πτικὸν καὶ πεπτικόν. ἰσχυρότερα δὲ τὰ τρία τῆς ῥο‐ δίνου φύσεώς ἐστιν. ἐκ τῶν οὖν ἐπ’ ἐκείνῳ λεγομένων καὶ περὶ τούτων ἔνεστι λογίζεσθαι. ἐπὶ τούτοις ἑξῆς γέγραπται κατὰ λέξιν οὕτως. ταύρου οὔρῳ ἀπόσμα, εἶτ’ ἐφεξῆς τόδε, ποιεῖ καὶ καμήλου οὖρον τούτῳ παραπλήσιον. χρη‐
10στέον δ’ ἂν εἴη τούτοις, φησὶν, ἐφ’ ἡμέρας πλείους. ἀλλ’ ἔγωγε φαίην ἂν πρὸς αὐτὸν οὐχ ὅπως ἐπὶ πολλὰς ἡμέρας, ἀλλ’ οὐδεμιᾷ μόνῃ δύναιτο ἂν ἀνασχέσθαι καθάριος ἄν‐ θρωπος ἐπιχεομένου αὐτοῦ κατὰ τῆς κεφαλῆς οὔρου οὐδε‐ νὸς ζώου τοιούτου, καὶ ταῦτα ἐπὶ παθήματος οὕτω μι‐
15κροῦ καὶ ῥᾳδίως ἰαθῆναι δυναμένου. δὶς γάρ τοι κᾂν διὰ πασῶν ἐστι, τὸ δὴ λεγόμενον τοῦτο, ῥοδίνῳ τε χρῆσθαι, βρα‐ χυτάτην ἔχοντι δύναμιν, ὡς πρὸς τὸ προκείμενον σύμπτωμα, καὶ ταύρου καὶ καμήλου τῷ οὔρῳ, δριμυτάτοις τε καὶ χαλε‐
πωτάτοις καὶ ἀηδεστάτοις οὖσιν. ἐφεξῆς δὲ τούτοις γέγρα‐476 in vol. 12

12

.

477

πται τοιοῦτόν τι φάρμακον αὐτοῖς ὀνόμασι, πιτύρων χοί‐ νικος τὸ 𐅶ʹʹ. βρέξας ἐν ὕδατος κοτύλαις δύο, μετὰ δὲ ταῦτα τρίψας καὶ διηθήσας τὸν χυλὸν ἕψησον μετὰ ὄξους ἡμικο‐ τυλίου, μέχρις οὗ γλοιοῦ πάχος λάβῃ, καὶ τούτῳ τὴν κεφα‐
5λὴν ἀπόσμα, εἶτα κλύζε ὕδατι ἢ τεύτλου ἐναφεψημένου ἢ τήλεως ἢ θέρμων, χρίσματι δὲ χρῶ ἰρίνου μύρου ὑποστάθμῃ τοῦτο τὸ φάρμακον διαφορητικόν ἐστιν ἀδήκτως, ἐκ τῶν καλουμένων ῥυπτικῶν συγκείμενον. τοιαύτης γάρ ἐστι δυνά‐ μεως τό τε πίτυρον καὶ τὸ τεῦτλον καὶ οἱ θέρμοι. διαφο‐
10ρητικὸν δὲ μετὰ τοῦ θερμαίνειν μὴ σφοδρῶς ἡ τῆλις. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ἡ τοῦ ἰρίνου μύρου ὑπο‐ στάθμη. περὶ δὲ τῆς τοῦ ὄξους δυνάμεως εἴρηται καὶ πρό‐ σθεν, ὡς ἐπιτήδειόν ἐστιν εἰς τὸ τῶν ἀχώρων πάθος. χρη‐ στέον οὖν ὡς ἐπιτηδειοτάτῳ καὶ δραστικωτάτῳ φαρμάκῳ.
15ἄλλο μετὰ τοῦτο φάρμακον γέγραπται ὑπὸ Ἀπολλωνίου κατὰ λέξιν οὕτως. σικύου ἀγρίου ῥίζας ἀφεψήσας τῷ χυλῷ ἀπόσμα. ἐμάθομεν δὲ ὅτι διαφορητικῆς ἱκανῶς ἐστι δυνά‐
μεως ἡ τοῦ σικύου ῥίζα καὶ μετὰ τοῦτο γέγραπται τόδε τὸ477 in vol. 12

12

.

478

φάρμακον. γῆς κιμωλίας θείου ἀπύρου ἴσον τρίψας μετὰ ὄξους ἐν βαλανείῳ ἀπόσμα καὶ θερμῷ ὕδατι ἔκπλυνε. τούτῳ καὶ καταχρίειν δεῖ τῷ φαρμάκῳ, οὐ μόνον, ὡς εἶπεν, ἐν βα‐ λανείῳ χρῆσθαι, πάσας γὰρ ἔχει τὰς δυνάμεις ὧν δεῖται τὸ
5πάθος, τοῦ μὲν ὄξους ἔχοντος αὐτὰς ὡς καὶ πρόσθεν εἴ‐ ρηται, μόνου δὲ τοῦ θείου περαιτέρω τοῦ προσήκοντος ἐκ‐ θερμαίνειν τε καὶ διαφορεῖν δυναμένου, διὸ καλῶς αὐτῷ τὴν κιμωλίαν ἔμιξεν, εἰς συμμετρίαν κράσεως ἄγων τὸ ἐξ ἀμφοῖν συγκείμενον. τὸ δὲ μετὰ τοῦτο φάρμακον, ἔνθα φησὶ, μα‐
10λάχην ξηράνας καὶ κόψας εἰς οὖρον κατάπασον καὶ ἀπόσμα, μέμφομαι καθόσον ἐμεμψάμην καὶ πρόσθεν τὴν τοῦ οὔρου χρῆσιν, εἰ καὶ τήν γε δύναμιν αὐτοῦ κᾀγὼ φαίην ἂν ἁρ‐ μόττειν τῷ πάθει. τὸ δὲ ἐφεξῆς γεγραμμένον, ἐν ᾧ φησιν, συκῆς φύλλα ἑψήσας ἐν ὕδατι καὶ ἐξαιθριάσας τὸ ὕδωρ καὶ
15τρύγα ὀπτὴν ἐμβαλὼν εἰς αὐτὸ ἀπόσμα, μετὰ δὲ ταῦτα ἔκ‐ κλυζε ῥύμμασι τὴν τρίχα, δριμὺ ποιεῖ τὸ ῥύμμα, μέχρι μὲν τῆς ἐν βαλανείῳ χρίσεως οὐ δυνάμενον ἐρεθίσαι σφοδρῶς
τὸν ἀχῶρα, καὶ μάλιστα ἂν κατακλύζῃ τις ἐφεξῆς ὡς ἐκέ‐478 in vol. 12

12

.

479

λευσε, τουτέστιν ὕδατι γλυκεῖ καταντλήσει τὴν κεφαλὴν, ἐπι‐ χρίστῳ δὲ χρῆσθαι τοιούτῳ φαρμάκῳ σφαλερόν. ἔστι γὰρ ἱκανῶς δριμὺ φάρμακον ἡ κεκαυμένη τρὺξ, ὡς ἐδείχθη ἐν τῷ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τὸ δ’ ἐφεξῆς
5φάρμακον ἀσφαλῆ τε τὴν χρῆσιν ἔχει καὶ χρῷτο ἄν τις αὐτῷ θαῤῥῶν ἐκ λιθαργύρου καὶ δαφνίνου συγκειμένῳ. θαυμάζω δέ πως, ὡς ὅμοιον τῷ δαφνίνῳ μίγνυσι τὸ ἔλαιον ὡδί πως γράφων. λιθαργύρῳ λείῳ μετ’ ἐλαίου λευκοῦ ἢ δα‐ φνίνου προλούσας θερμῷ περίχριε. πάμπολυ γὰρ ἀπολείπε‐
10ται τῆς τοῦ δαφνίνου δυνάμεως τὸ κοινὸν τοῦτο ἔλαιον, ὃ κέκληκε λευκὸν, ἀντιδιορίζων αὐτὸ τοῦ δαφνίνου. καὶ τὸ μετ’ αὐτὸ δὲ γεγραμμένον ὁμοίαν ἔχει τὴν ἀτοπίαν· ἀντὶ μὲν γὰρ τῆς λιθαργύρου ψιμμυθίῳ χρῆται, δεύει δ’ αὐτὸ μυρ‐ σίνῳ ἢ δαφνίνῳ, παμπόλλην ἔχουσι διαφορὰν φαρμάκοις.
15τὸ μὲν γὰρ ἀποκρουστικόν ἐστι, τὸ δὲ ἱκανῶς θερμαίνει καὶ διαφορεῖ. καὶ χρεία δηλονότι τοῦ μὲν ἀποκρουστικοῦ καταρ‐
χάς ἐστι, τοῦ δὲ διαφορητικοῦ στηριχθέντος ἤδη τοῦ τὸν479 in vol. 12

12

.

480

ἀχῶρα γεννῶντος χυμοῦ. καὶ τὰ τοῦ κυνοσβάτου δὲ φύλλα, ὧν ἐφεξῆς μέμνηται κόπτειν καὶ χυλίζειν κελεύων, εἶτα ἐλαίῳ μιγνύειν, ἀσθενές ἐστι φάρμακον. ἀρχομένῳ δὲ τῷ πάθει μόνον ἐπιτήδειον, ὡς ἂν τοῦ κυνοσβάτου στύφοντος. τοιοῦ‐
5τον δ’ ἐστὶ φάρμακον καὶ ἡ μολύβδαινα μετὰ ψιμμυθίου φυραθεῖσα οἴνῳ, μέχρι συστάσεως ὡς κατάχριστον γίγνεσθαι φάρμακον. ἐναντίας δὲ τοῖς εἰρημένοις δυνάμεώς ἐστιν, ὧν ὁμοτίμως μέμνηται, μηδένα προσθεὶς διορισμὸν, τό τε διὰ τοῦ καρδάμου καὶ τὸ διὰ τῆς σκίλλης. γράφει δὲ περὶ μὲν
10τοῦ προτέρου κατὰ λέξιν οὕτως. καρδάμου καὶ ἁλὸς ἴσον στέατι χηνείῳ μίξας καὶ λεάνας χρῶ. περὶ δὲ τοῦ δευτέρου κατὰ τήνδε τὴν λέξιν. σκίλλαν εἰς κάμινον ἐγκρύψας, ὥσπερ κολοκύνθην, ὅταν μαλακὴ γένηται, ἐξίπωσον, εἶτα μίξας τῷ χυλῷ ἔλαιον μὴ πολὺ χρῖε. εὔδηλον δ’ ὅτι πολὺ τούτου
15σφοδρότερόν ἐστι τὸ διὰ τοῦ καρδάμου σκευαζόμενον. ὃ δὲ ἐφεξῆς γράφει τῶν παρηγορικωτέρων ἐστὶ φαρμάκων, εἰ μὲν ὀδύνη τις εἴη σφοδρὰ περὶ τὸν ἀχῶρα, μέχρι τοῦ παρηγο‐
ρῆσαι προσηκόντως παραλαμβανόμενον. εἰ δὲ διαφορῆσαι480 in vol. 12

12

.

481

σκληρὸν καὶ κεχρονισμένον ἀχῶρα βουλόμεθα, παντάπασιν ἀσθενές. ἔγραψε δὲ ὁ Ἀπολλώνιος ὡδί πως περὶ αὐτοῦ. κο‐ τύλην ἐλαίου χαριεστάτου ἐγχέας εἰς μολυβδίνην θυίαν καὶ δοίδυκα λαβὼν μολύβδινον τρῖβε μέχρις οὗ παχὺ ποιήσεις
5καὶ ὑπομελαῖνον, εἶτα χωρὶς τρίψας λιθαργύρου λίτραν μίαν καὶ ψιμμυθίου τὸ ἴσον μῖξον εἰς τὸ ἔλαιον, μετὰ δὲ ταῦτα τὴν κεφαλὴν ἐκκλύσας καὶ ξηράνας ἔγχρισον τὸ φάρμακον οὐ δι’ ἐλαίου ψιλῶς, ἀλλὰ ποτὲ μὲν διὰ ῥοδίνου, ποτὲ δὲ διὰ μυρσίνου κατασκευάσας, ἐπί τε τῶν ἐν ἕδρᾳ στολίδων
10καὶ ῥήξεων καὶ τῶν ἑλκῶν τῶν ὀδυνωμένων ἕξεις ἄριστον, ὅσα τ’ ἄλλα παροξύνονται, τῶν ἰσχυροτέρων φαρμάκων προσ‐ φερομένων. ἄκρως γὰρ ταῦτα παρηγορεῖ, κᾂν φαγεδαινικὰ κᾂν καρκινώδη κᾂν ὁπωσοῦν ἔχοντά τι κακόηθες ὑπάρχῃ. οὔκουν ἐχρῆν αὐτοῦ τὴν σκευασίαν γεγραφέναι νῦν, ἀλλ’
15ὡς ἐγὼ πρόσθεν εἶπον, αὔταρκες ἦν φάναι παρηγορεῖσθαι τοὺς ὀδυνώδεις ἀχῶρας τοῖς τοιούτοις φαρμάκοις. κοινὸν
γὰρ τοῦτο ἐπὶ πάντων ἐστὶ τῶν ὀδυνωμένων, ἰδίως δὲ ποι‐481 in vol. 12

12

.

482

οῦν ἐπὶ τῶν ἀχώρων. ἔγραψε δὲ ἐφεξῆς φάρμακον τοιοῦτον. λιθαργύρου 𐅻 ηʹ. πηγάνου τῶν ἁπαλῶν φύλλων 𐅻 εʹ. ἐλαίου δραχμὰς ηʹ. ὄξους κοτύλης τέταρτον, τρίψας ἐν τῷ αὐτῷ τὴν κεφαλὴν κατάχριε. τοῦτο τὸ φάρμακον ἱκανὴν
5ἡμῖν δέδωκε πεῖραν. παραπλήσιον δὲ αὐτῷ τὴν δύναμίν ἐστι καὶ τὸ γεγραμμένον ὑπ’ αὐτοῦ ἐφεξῆς κατὰ τήνδε τὴν συμμετρίαν. ψιμμυθίου δραχμὰς στʹ. λιθαργύρου δρα‐ χμὰς δʹ. κηροῦ τὸ ἴσον, θείου δραχμὰς στʹ. ἐλαίου ῥοδίνου ἢ μυρσίνου τὸ ἱκανὸν, ὥστε κηρωτὴν ὑγροτέραν ποιῆσαι.
10τὰ ξηρὰ τῇ κηρωτῇ μῖξον καὶ τὴν κεφαλὴν ἔγχριε. τοῦτο δὲ καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι ἐξανθήματα σφόδρα χρή‐ σιμόν ἐστιν, ὥστε ἀληθῶς καὶ τοῦτο γέγραπται τῷ Ἀπολ‐ λωνίῳ. καὶ τὸ μετ’ αὐτὸ δὲ διαφορητικὸν ἱκανῶς ἐστιν, ὡς ἂν ἀφρὸν ἔχων τοῦ νίτρου πολλὸν, ὡς εἴ γε μὴ τῷ
15πλήθει τοῦ ἐλαίου ἐκεκόλαστο, δριμύτερον ἂν ἦν ἢ προσή‐ κει. βούλεται γὰρ ἑνὶ μέρει τῆς λιθαργύρου πενταπλάσιον ἀφροῦ νίτρου μιχθῆναι καὶ τούτοις τριβομένοις παραχεῖσθαι
κατ’ ὀλίγον ἔλαιον, ἄχρι συστάσεως εἰς ἔγχρισιν ἐπιτήδειον.482 in vol. 12

12

.

483

[Περὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων φαρμάκων πρὸς ἀχῶρας.] Ἐν μὲν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι τὰς καθόλου δυνάμεις τῶν ὠφελούντων ἕκαστον πάθος εἰ‐ πὼν ὀλίγων ἐμνημόνευσα παραδειγμάτων ἀφωρισμένης ὕλης,
5ἀναβαλλόμενος ἐνταῦθα τὸ πλῆθος ἁπάντων αὐτῶν διελ‐ θεῖν. ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ πάντα μὲν ὅσα πᾶσι γέγραπται φάρμακα μακρὸν ἂν εἴη γράφειν. ὅσα δὲ τοῖς ἐνδόξοις περὶ τὴν ἐμπειρίαν αὐτῶν ἄμεινον ἐφάνη σοι πάντ’ ἐπελθεῖν, ἵνα καὶ τὰ πλησίον ἀλλήλων πάντῃ μὲν δοκοῦντα
10εἶναι τὰ αὐτὰ, βραχὺ δέ τι παραλλάττοντα κατὰ τὴν συ‐ σταθμίαν ἢ τὴν σκευασίαν ἱστορήσαντες οἱ τοῖσδε τοῖς γράμ‐ μασιν ὁμιλοῦντες ἐκεῖνα μάλιστα σκευάζωσιν ὧν τῆς ὕλης εὐποροῦσιν. ἐνίοτε γὰρ ἢ οὐδ’ ὅλως εὑρίσκομέν τινα τῶν μιγνυμένων ἢ τοιαῦτα εὑρίσκομεν, ὡς μὴ θαῤῥεῖν ἐμβαλεῖν
15αὐτά. τούτου δὲ χρὴ μάλιστα πεφροντικέναι κατὰ πάσας τὰς σκευασίας τῶν φαρμάκων, ὡς ἀκμαῖα καὶ δόκιμα πάντα εἶναι
τὰ μιγνύμενα. διὰ τοῦτο οὖν ἤδη καὶ τῶν Κρίτωνος μνη‐483 in vol. 12

12

.

484

μονεύσω πάντων, ἐπιμελέστερόν μοι δοκοῦντος πεπραγματεῦ‐ σθαι τὴν τῶν ἀχώρων θεραπείαν. εἰς πέντε γοῦν ἔτεμε λόγους τὴν διδασκαλίαν αὐτῶν, ὧν τοῦ πρώτου κᾀγὼ μνημονεύσω. Ὁ ΠΡΩΤΟΣ λόγος τοῦ Κρίτωνος ἐπὶ τῇ τῶν ἀχώρων
5θεραπείᾳ. γράφει τοίνυν αὐτοῖς ὀνόμασιν ὁ Κρίτων οὕτως. πρὸς τοὺς ἐπὶ τῆς κεφαλῆς συμβαίνοντας ἀχῶρας. γίγνονται δὲ οὗτοι τὰ πολλὰ πιτυριάσεως προηγησαμένης καὶ σχεδὸν ψωριάσεως, ἐς τὴν ἀρχὴν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. πρὸς ἀχῶρας προσφάτους. κόλλῃ τεκτονικῇ σὺν
10ὕδατι ἑψηθείσῃ κατάχριε. ἄλλο. μήκωνος ἀγρίας καὶ ὑοσκυά‐ μου φύλλα μετ’ ἐλαίου κατάπλασσε. ἄλλο. συκῆς ἀκρέμονας ἢ τῶν φύλλων τὰ ἁπαλὰ τρίψας μεθ’ ὕδατος κατάπλαττε, χρονίων δὲ ὄντων τρῖβε μετ’ ὄξους. ἄλλο. καρύων πικρῶν τὰ ἐντὸς εἰς ὕδωρ χλιαρὸν ἐμβαλὼν καὶ ἐκλεπίσας τρῖβε μετ’
15ὕδατος, καὶ ποιήσας κηρωτῆς τὸ πάχος ἐπιτίθει προξυρήσας. ἐπὶ δὲ τῶν κεχρονισμένων ἀνίει μετ’ ὄξους. ἄλλο. σκωρίας σι‐ δήρου καὶ ῥόδων τὸ ἴσον τρίψας μετ’ οἴνου ἐπιτίθει. ἔνιοι δὲ
τρίψαντες ἀναλαμβάνουσι κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.484 in vol. 12

12

.

485

ΤΟΝ ΔΕΥΤΕΡΟΝ λόγον ἐπὶ τῷ τῶν ἀχώρων πά‐ θει κατὰ τήνδε τὴν λέξιν ἔγραψε. περιτεινομένης δὲ τῆς ἐπι‐ φανείας καὶ διὰ τοῦτο παρενοχλούσης χρηστέον ταῖς ὑπο‐ γεγραμμέναις σκευασίαις. λιπαρὰ πρὸς ἀχῶρας, ψύδρακας,
5ἐκζέσματα, παρατρίμματα. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθή. λι‐ θαργύρου 𐅻 νʹ. πηγάνου τῶν ἁπαλῶν φύλλων 𐅻 κεʹ. ὄξει διαλύσας καὶ ῥοδίνῳ ἀναλαβὼν ἢ μυρσίνῳ ἐπίχριε πτερῷ. ἄλλη. λιθαργύρου 𐅻 ςʹ. ψιμμυθίου 𐅻 ρνʹ. πηγάνου 𐅻 ρʹ. σταφίδος ἀγρίας 𐅻 κεʹ. ὄξους Greek Xestes Sign Alternate Form γʹ. μυρσίνου λί‐
10τρας γʹ. τρῖβε κατὰ μέρος ἐπιβάλλων τὸ ὑγρὸν καὶ συντί‐ θει, καθάπερ προείρηται. ἄλλη. ψιμμυθίου 𐅻 ρνʹ. λι‐ θαργύρου 𐅻 ρʹ. πηγάνου 𐅻 ρʹ. μυρσίνου Greek Xestes Sign Alternate Form γʹ. τρῖβε, κατὰ μέρος ἐπιβάλλων τὸ ὑγρόν. ἄλλη. ψιμμυθίου κε‐ καυμένου 𐅻 ρʹ. πηγάνου 𐅻 ρʹ. μάννης λιβάνου ἴσα, πίτυος
15φλοιοῦ 𐅻 νʹ. ἐλαίου μυρσίνου Greek Xestes Sign Alternate Form βʹ. ὄξους τὸ ἴσον, συν‐ τίθει ὁμοίως. ἄλλη. σκωρίας μολύβδου 𐅻 ρʹ. ἑλί‐ κων ἀμπέλου 𐅻 ρʹ. λιβάνου 𐅻 ρʹ. σμύρνης καὶ ἀφρονίτρου
τὸ ἴσον, ὄξους καὶ μυρσίνου ὅσον ἐξαρκεῖ.485 in vol. 12

12

.

486

ἘΝ ΔΕ ΤΩΙ ΤΡΙΤΩΙ τοιαῦτά φησιν. χρονιζούσης δὲ τῆς διαθέσεως χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασί‐ αις, εἶθ’ ἑξῆς γράφει. Δαμοκράτειος πρὸς ἀχῶρας καθύγρους καὶ χρονίους. λαδάνου 𐅻 ηʹ. ψιμμυθίου τὸ ἴσον, θείου
5ἀπύρου 𐅻 δʹ. οἴνῳ καὶ μυρσίνῳ ἐλαίῳ χρῶ. ἄλλη. λι‐ θαργύρου 𐅻 ηʹ. ἑλίκων ἀμπέλου 𐅻 ηʹ. ὑποκυστίδος χυλοῦ 𐅻 δʹ. ἀφρονίτρου 𐅻 βʹ. κηκίδων 𐅻 γʹ. ἢ βʹ. ὄξει καὶ μυρ‐ σίνῳ χρῶ. ἄλλη. σιδίων καὶ κηκίδων ἀκακίας κιῤῥᾶς, οἴνῳ τὰ σίδια καὶ τὰς κηκίδας ἐμβρέξας ἕψε, τὴν δ’ ἀκακίαν
10οἴνῳ διαλύσας ἐπίβαλλε τοῖς λοιποῖς λειωθεῖσιν ἐπιμελῶς, καὶ ὅτε εὖ ἔχῃ, ἀναλάμβανε μυρσίνῳ. ἄλλη. λιθαργύρου, ψιμμυθίου, ὑοσκυάμου, μίσυος, κωνείου ἀκρεμόνων ἴσον κε‐ καυμένου λιβάνου, ἀκρεμόνων ἐλαίας ἴσον ἀναλάμβανε ὄξει καὶ σχινίνῳ ἐλαίῳ καὶ χρῶ. ἄλλη σφόδρα καλή. ψιμμυ‐
15θίου κεκαυμένου 𐅻 ηʹ. λιθαργύρου 𐅻 ηʹ. χαλκάνθου 𐅻 δʹ. ῥοῦ ἐρυθροῦ 𐅻 δʹ. θείου ἀπύρου 𐅻 βʹ. ὀπίου 𐅻 βʹ.
σμύρνης 𐅻 βʹ. ὄξει καὶ σχινίνῳ ἐλαίῳ.486 in vol. 12

12

.

487

ΤΟΝ ΔΕ ΤΕΤΑΡΤΟΝ λόγον ἐπὶ τῇ τῶν ἀχώρων θεραπείᾳ κατὰ λέξιν οὕτως ἔγραψεν. ἐπεὶ δὲ τῶν ἀναγε‐ γραμμένων πρὸς ἀχῶρας τὰ πολλὰ ξηραίνει τε καὶ μᾶλλον ὀδύνην ἐπιφέρει, ἅτε δὴ περιτεινομένης τῆς ἐπιφανείας, χρη‐
5στέον ταῖς ὑπογεγραμμέναις σκευασίαις, δι’ ὧν ἔνεστι χωρὶς ὀδύνης κατορθοῦν. λευκὴ ἀνίκητος ποιοῦσα πρὸς ἀχῶρας καθύγρους καὶ δυσαπαλλάκτους, ποιεῖ καὶ πρὸς ἐκζέσματα καὶ παρατρίμματα. λιθαργύρου 𐅻 ρʹ. κηροῦ 𐅻 ρʹ. οἱ δὲ πεντήκοντα. ψιμμυθίου 𐅻 ρʹ. λιβάνου 𐅻 κεʹ. στυπτη‐
10ρίας σχιστῆς 𐅻 ιστʹ. τερμινθίνης 𐅻 κεʹ. πεπέρεως λευκοῦ 𐅻 γʹ. ἐλαίου Greek Xestes Sign Alternate Form αʹ. τὰ ξηρὰ κόπτε. ἔλαιον δὲ καὶ λιθάρ‐ γυρον καὶ ψιμμύθιον εἰς καινὴν χύτραν ἐπ’ ἀνθράκων ἕψε. ὅταν δὲ μεταβάλλῃ, ἐπίβαλε κηρὸν καὶ ῥητίνην καὶ κίνει ἄχρις ἀμολύντου, εἶτα ἐπάρας ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς
15ἐάσας ψυγῆναι ἐπίβαλε τὰ ξηρὰ καὶ εἰς θυίαν μετεράσας καὶ μαλάξας ἐπιμελῶς χρῶ ἐμπλάσσων εἰς ὀθόνιον καὶ λύων
διὰ τρίτης. μᾶλλον δὲ ὠφελεῖ τὸ φάρμακον μιγνύμενον τῇ487 in vol. 12

12

.

488

λεγομένῃ Πασίωνος μηλίνῃ, ὥστε δύο μὲν εἶναι μέρη τῆς ἀνικήτου, ἓν δὲ τῆς εἰρημένης Πασίωνος μηλίνης. ἄλλο. ψιμμυθίου 𐅻 ρκʹ. λιθαργύρου 𐅻 πʹ. κηροῦ 𐅻 κδʹ. τερμιν‐ θίνης 𐅻 ιβʹ. μάννης 𐅻 ιστʹ. στυπτηρίας σχιστῆς 𐅻 ηʹ.
5ἐλαίου κοτύλας βʹ. συντίθει καθὼς προείρηται. μηλίνη Λευ‐ κίου ἀναξηραντικὴ παντὸς ῥεύματος, ποιοῦσα πρὸς ἀχῶρας χρονίους καὶ καθύγρους. κηροῦ δραχμὰς ηʹ. σανδαράχης δραχμὰς δʹ. στέατος μοσχείου δραχμὰς δʹ. τερμινθίνης δρα‐ χμὰς βʹ. λιβάνου 𐅻 αʹ. σμύρνης δραχμὴν μίαν, στυπτηρίας
10σχιστῆς κεκαυμένης 𐅻 αʹ. πίτυος φλοιοῦ δραχμὴν μίαν, ἐλαίου μυρσίνου τὸ ἀρκοῦν. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλη μηλίνη Ὑγιεινοῦ ἀναξηραντικὴ παντὸς ῥεύματος. λιθαργύρου λίτραν μίαν, ψιμμυθίου λίτραν μίαν. ἁλὸς ὀρυ‐ κτοῦ Λ̸ʹ αʹ. στυπτηρίας σχιστῆς λίτρας 𐅶ʹʹ. χαλκάνθους γο
15στʹ. ἐλαίου Greek Xestes Sign Alternate Form βʹ. ὄξους Greek Xestes Sign Alternate Form αʹ. ἕψε ἔλαιον, ἅλας, ψιμμύ‐ θιον, λιθάργυρον, μέχρις ἀμολύντου. τὰ δὲ ξηρὰ κόψας, σή‐ σας, ὄξει διαλύσας, ἐπίβαλε ψυχομένῳ τῷ φαρμάκῳ κατὰ
μικρὸν ἐπιῤῥαίνων καὶ κινῶν συνεχῶς, εἶτα εἰς θυίαν μετε‐488 in vol. 12

12

.

489

ράσας καὶ μαλάξας ἐπιμελῶς, ἀνελόμενος χρῶ. ἡ τοῦ Θηβαίου πρὸς ἀχῶρας καθύγρους. λιθαργύρου 𐅻 μηʹ. ψιμμυθίου 𐅻 κδʹ. φλοιοῦ λιβάνου δραχμὰς ιβʹ. κη‐ κίδος ὀμφακίτιδος 𐅻 ιβʹ. κηροῦ δραχμὰς ηʹ. ῥητίνης τερ‐
5μινθίνης δραχμὰς ιστʹ. ἐλαίου κοτύλην αʹ. 𐅶ʹʹ. συντίθει καθὰ προείρηται. Ἄρχεται δὲ τοῦ πέμπτου λόγου περὶ τῶν ἀχώρων ὁ Κρίτων οὕτως. παρακμαζούσης δὲ τῆς διαθέσεως καὶ παν‐ τελῶς οὐλῆς γενομένης εἰς μετάθεσιν τῆς ὅλης διαθέσεως
10χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. εἶθ’ ἑξῆς γράφει σμήγματα πλείω κατὰ τήνδε τὴν σύνθεσιν ἕκαστον. σμῆγμα πρὸς ἀχῶρας, πιτυριάσεις, τραχύτητας, ψωριάσεις. γῆς κι‐ κωλίας λίτραν μίαν, νίτρου ἐρυθροῦ λίτραν αʹ. μυροβαλάνου πιέσματος γο στʹ. οἱ δὲ Λ̸ʹ. 𐅶ʹʹ. σμύρνης δραχμὰς ηʹ. πε‐
15πέρεως λευκοῦ δραχμὰς ηʹ. νάρδου Κελτικῆς δραχμὰς δʹ. κασίας δραχμὰς δʹ. κόστου δραχμὰς δʹ. κόψας σήσας ἀπόθου. ἡ χρῆσις ἐν βαλανείῳ. ἄλλο. νίτρου ἐρυθροῦ λίτρας δʹ.
κιμωλίας γῆς τὸ ἴσον, μυροβαλάνου πιέσματος λίτρας βʹ.489 in vol. 12

12

.

490

κυπέρου λίτραν αʹ. οἱ δὲ δʹ. δαφνίδων λίτραν αʹ. ἴρεως ξηρᾶς λίτραν αʹ. βρυωνίας ῥίζης, ἀλκυονίου, ἀμυγδάλων κε‐ καθαρμένων, κέρατος ἐλαφείου κεκαυμένου ἑκάστου λίτραν μίαν, συντίθει καθὰ προείρηται. ἄλλο. τρυγὸς οἴνου κε‐
5καυμένης, ἣν Ῥωμαῖοι φέκλην καλοῦσιν λίτρας κδʹ. ὕδατος ὀμβρίου Greek Xestes Sign Alternate Form κηʹ. λιβανωτοῦ λίτρας βʹ. γῆς Σαμίας λίτρας βʹ. ἐλαίου Σαβίνου λίτρας δʹ. οἱ δὲ Greek Xestes Sign Alternate Form δʹ. κηροῦ λίτρας γʹ. 𐅶ʹʹ. τὴν τρύγα καὶ τὸ ὕδωρ βαλὼν εἰς πίθον κεραμεοῦν ἀκόνι‐ τον, ἔα βρέχεσθαι ἐπὶ ἡμέρας ζʹ. καὶ ἐπικίνει νάρθηκι τρὶς
10τῆς ἡμέρας, τῇ δὲ ἐπιούσῃ διαλύσας καὶ σακκίσας τὸ ὑγρὸν μετεράσας εἰς ἀγγεῖον χαλκοῦν γεγανωμένον καὶ θεὶς ἐπὶ τὸ πῦρ, ἕψε λαμπροτέρῳ τῷ πυρὶ χρώμενος, καὶ ὅταν τὸ τρίτον ὑπολειφθῇ, ἐπίβαλε ἔλαιον καὶ κηρὸν καὶ πάλιν ἕψε πυρὶ χρώμενος μαλθακῷ. ὅταν δὲ τὰ ἐμβληθέντα τακῇ, ἐπί‐
15βαλε λειωθέντα λιβανωτὸν καὶ γῆν Σαμίαν καὶ ἀνακόψας μεταίρα εἰς ἀγγεῖον ὑέλινον εὔτονον. τὰ γὰρ λεπτὰ ῥήγνυν‐
ται. ἐπὶ δὲ τῆς χρήσεως, περιαλείφων τοὺς πεπονθότας τό‐490 in vol. 12

12

.

491

πους καὶ ἀνατρίβων ἐπιμελῶς, ἀπονίπτεσθαι παραίνει. καλὸν μὲν ἐν βαλανείῳ· εἰ δὲ μὴ, κατ’ οἶκον. καὶ γὰρ χρήσιμόν ἐστι τὸ φάρμακον πρὸς πᾶσαν ῥυπαρίαν καὶ τραχύτητα καὶ ψωριάσεις καὶ λειχῆνας. ἄλλο. φέκλης λίτραν μίαν, ὕδα‐
5τος ὀμβρίου Greek Xestes Sign Alternate Form στʹ. λιβανωτοῦ λευκοῦ λίτρας βʹ. μαστίχης λίτρας βʹ. ἀλκυονίου λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λί‐ τρας βʹ. γῆς Σαμίας λίτρας βʹ. ἐλαίου ῥοδίνου λίτρας βʹ. κηροῦ Τυῤῥηνικοῦ λευκοῦ λίτρας βʹ. βρέχε τὴν τρύγα εἰς τὸ ὕδωρ, καθὰ προείρηται, κινῶν τρὶς τῆς ἡμέρας νάρθηκι
10εὐτόνως, ἔπειτα σακκίσας τὸ ὑγρὸν μετεράσας εἰς ἀγγεῖον γεγανωμένον καὶ θεὶς ἐπὶ τὸ πῦρ, ἕψε εἰς ἡμίσειαν, εἶτα ἐπίβαλε τὰ τηκτὰ, καὶ ὅταν διαλυθῇ, κατάπλασσε λειότατον τὸ ἀλκυόνιον. ἔστω δέ σοι ἐν ἑτοίμῳ διαλυθέντα τῷ τῆς τρυγὸς ὕδατι καὶ λεανθέντα καλῶς, λιβανωτὸς, ἀμμωνιακὸν,
15μαστίχη, γῆ Σαμία, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος, ταῦτα ἐπίπασσε, ἐπιβαλὼν καὶ ἀνακόψας ἐπιμελῶς καὶ ἀνελόμενος
χρῶ. ἄλλο διάσμυρνον ἐπικαλούμενον. τρυγὸς κεκαυμένης491 in vol. 12

12

.

492

λίτρας κδʹ. ὕδατος ὀμβρίου Greek Xestes Sign Alternate Form μηʹ. ἐλαίου Σαβίνου λίτρας δʹ. κηροῦ λίτρας δʹ. γῆς Σαμίας λίτρας βʹ. λιβάνου λίτρας βʹ. μαστίχης λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. ἀλκυονίου λίτραν αʹ. σμύρνης δραχμὰς ηʹ. συντίθει καθὰ
5προείρηται. [Περὶ τῶν ὑπὸ Κλεοπάτρας γεγραμμένων πρὸς ἀχῶρας ἐν τῷ κοσμητικῷ.] Καὶ τὰ τῇ Κλεοπάτρᾳ πρὸς ἀχῶρας γεγραμμένα ἐφεξῆς εἰρήσεται κατὰ τὴν ἐκείνης αὐ‐ τῆς λέξιν. πρὸς ἀχῶρας. τήλει λεπτῇ ἑφθῇ, μέλανος τεύ‐
10τλου χυλῷ βεβρεγμένῃ, ἐκκλυζέσθω ἡ κεφαλὴ ἢ τεύτλου ἀφε‐ ψήματι ἢ γῇ κιμωλίᾳ βεβρεγμένῃ τούτοις ἐκκλυσαμένῃ, κα‐ ταχριέσθω μυρσίνῃ λείᾳ μετ’ οἰνελαίου, ἄνωθεν δὲ ἐπιτιθέ‐ σθω φύλλα τεύτλου. ἄλλο πρὸς τοὺς λίαν ἑλκώδεις. ψιμ‐ μυθίου πεφρυγμένου 𐅻 βʹ. λιβάνου 𐅻 βʹ. θείου 𐅻 αʹ.
15λεῖα ποιήσας μετ’ ἐλαίου κατάχριε. ἄλλο καὶ πρὸς πίτυρα ποιοῦν. νίτρου, χαλκάνθου ἀνὰ 𐅻 αʹ. λειώσας ἔλαιον κατάχριε καὶ ἔγχριε. ἄλλο πρὸς ἀχῶρας. σμύρναν καὶ μυρ‐
σίνης λευκῆς χλωρὰ φύλλα λεῖα, ἐν οἴνῳ λειώσας κατάχριε.492 in vol. 12

12

.

493

ἢ γῇ κιμωλίᾳ φωσθείσῃ σὺν οἴνῳ μέλανι κατάχριε. ἢ ψιμ‐ μυθίου καὶ μολυβδαίνης ἴσον ἑκάστου, σὺν μυρσίνῳ λειώ‐ σας κατάχριε. ἢ θείου ἀπύρου 𐅻 στʹ. λιβάνου ἄῤῥενος 𐅻 αʹ. στυπτηρίας σχιστῆς, σταφίδος ἀγρίας, εὐζώμου, νί‐
5τρου ἀφροῦ ἀνὰ 𐅻 αʹ. χαλκάνθους 𐅻 αʹ. πηγάνου κλω‐ νία τρία, λειώσας, ὄξος βάλε σύμμετρον καὶ δάφνινον ἔλαιον ἢ μύρσινον ἢ κρόκινον ἢ παλαιὸν ἔλαιον καὶ ποιήσας λι‐ παρὰν κατάχριε, προαποσμήξας τῷ σμήγματι τούτῳ. σμῆ‐ γμα. ὑσσώπου χοίνικα αʹ. θέρμων χοίνικας βʹ. πτισά‐
10νης χοίνικα αʹ. ἐρεγμοῦ χοίνικα αʹ. σικύου ἀγρίου ῥίζης δρα‐ χμὰς δʹ. ταῦτα λειώσας μῖξον καὶ δίδου σμήχεσθαι. τὸ δ’ αὐτὸ ποιεῖ καὶ πρὸς λέπραν καὶ πρὸς ἰόνθους. [Περὶ τῶν ὑπὸ Σωρανοῦ γεγραμμένων φαρμάκων πρὸς ἀχῶρας.] Ἐπειδὴ καὶ ὁ Σωρανὸς ἔγραψε περί γε τῶν ἀχώ‐
15ρων ἔν τε τῷ τετάρτῳ περὶ φαρμακείας καὶ ἐν τῷ μονο‐ βίβλῳ φαρμακευτικῷ φάρμακά τινα καὶ ἡμῖν διὰ τῆς πεί‐
ρας ἐγνωσμένα, τὰ μὲν αὐτοῖς χρησαμένοις, τὰ δὲ παρὰ τοῖς493 in vol. 12

12

.

494

διδασκάλοις ἑωρακόσιν ἢ φίλοις ἰατροῖς καὶ ταῦτα προσθή‐ σομεν, κατὰ λέξιν οὕτω γεγραμμένα. πολλῆς δὲ τῆς τῶν ἰχώ‐ ρων ἀποκρίσεως ὑπαρχούσης, τῆς δὲ περιωδυνίας σφοδρῶς ἐγκειμένης, καταπλάττειν ἑφθῷ φακῷ λείῳ μετ’ ὀλίγου μέ‐
5λιτος, ἢ ἄρτῳ μετὰ κοριάννου ἢ ἀρνογλώσσου ἢ στρύχνου ἢ στέρεως ἢ πολυγόνου ἢ περδικίου βοτάνης. ὁ μὲν οὖν Σω‐ ρανὸς, ὡς ἐπὶ πεπληγμένῳ τῷ πάθει τούτῳ τὰ τοιαῦτα βοηθήματα προσφέρει κατὰ τὴν ἰδίαν αἵρεσιν αἰτιολογῶν, φαίνεται δὲ ὄντως ὠφελοῦντα κατὰ τὰς ἀρχὰς καὶ τὰς γε‐
10νέσεις, τῷ κοινῷ λόγῳ τῆς ἀποκρούσεως. ἐφεξῆς δέ φησι, τῶν δὲ παροξυσμῶν παρενδιδόντων, ξυρᾷν τοὺς τόπους καὶ σμή‐ χειν τῷ τῆς τήλεως ἀφεψήματι καὶ τῷ τοῦ τεύτλου καὶ τῶν ὁμοίων δι’ ὕδατος, οὐ δι’ οὔρου, ὡς καὶ ἡμεῖς ἔμπρο‐ σθεν ἐμεμψάμεθα τοὺς δι’ οὔρου τὰς μίξεις ποιουμένους. εἶθ’
15ἑξῆς γράφει φάρμακα καὶ ἡμῖν, ὡς ἔφην, ἐγνωσμένα. μο‐ λυβδαίνης, θείου ἀπύρου τὸ ἴσον, λειώσας δὲ παράχει ῥό‐
δινον ἢ μύρσινον ἢ σχίνινον, ἄχρι τοῦ γλοιῶδες ποιήσαντα494 in vol. 12

12

.

495

κατάχριε. ἄλλο. θείου ἀπύρου, λιθαργύρου, ψιμμυθίου, ἑκά‐ στου τὸ ἴσον, κρόκου τὸ ἥμισυ λειώσας μετὰ γλυκέος Κρη‐ τικοῦ κατάχριε. ἄλλο. πηγάνου λείου δραχμὰς δʹ. λιθαρ‐ γύρου 𐅻 ηʹ. ὄξος καὶ ἔλαιον ῥόδινον μίξας κατάχριε. ἄλλο.
5 λιθαργύρου 𐅻 κʹ. ἀσβέστου 𐅻 κʹ. ὄξους καὶ ἐλαίου ἀνὰ κοτύλην μίαν λεάνας ὡς τὴν λιπαρὰν κατάχριε. ἄλλο. χαλκίτεως δραχμὰς βʹ. σανδαράχης 𐅻 δʹ. λι‐ θαργύρου δραχμὴν αʹ. οἴνῳ αὐστηρῷ καὶ μυρσίνῳ συλλεά‐ νας ἐπίχριε. ἐφεξῆς δὲ τούτῳ ὁ Σωρανὸς ἔγραψεν ἄλλο φάρ‐
10μακον ἰσχυρὸν, ὃ κατὰ τὴν ἑαυτοῦ τῆς αἱρέσεως ἀγωγὴν ὠνόμασε μετασυγκριτικόν. ἔστι δὲ ἐπὶ τῶν χρονίων καὶ δυσ‐ λύτων ἁρμόζον, ᾧ καὶ χρώμενός τις τῶν φίλων ἰατρῶν εὐδοκίμει. ἐλαίου κεδρίνου Greek Xestes Sign Alternate Form αʹ. ὄξους δριμέος Greek Xestes Sign Alternate Form γʹ. ἕψε ἄχρις ἂν ἐξατμισθῇ τὸ ὄξος, εἶτα ἐπίβαλε στέατος χοι‐
15ρείου τεταριχευμένου παλαιοῦ λίτρας βʹ. τακέντος δὲ τού‐ του βαστάσας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν, προσεπίπλασσε
νίτρου λείου γο ηʹ. θείου ἀπύρου γο στʹ. σανδαράχης γο αʹ.495 in vol. 12

12

.

496

μετὰ δὲ τὸ ξηρανθῆναι τὸ καταχρισθὲν φάρμακον κέλευε σμήχεσθαι κατὰ τὸ βαλανεῖον, διά τε τῶν εἰρημένων καὶ δι’ οἴνου καὶ δι’ ὠῶν καὶ διὰ νίτρου καὶ δι’ ἀφεψήματος τῶν τοῦ ἀγρίου σικύου ῥιζῶν ἢ τρυγὶ ῥοδίᾳ καὶ κισσήρει
5μετὰ θερμοῦ ὕδατος. [Πρὸς ψυδράκια καὶ ἀχῶρας καὶ ἑλκύδρια καὶ ἐξανθήματα ἐν τῇ κεφαλῇ.] Πρὸς τὰ εἰρημένα πάθη δεῖ προσφέρεσθαι, ἐπιτήδειον δίαιταν καὶ καθάρσει χρῆσθαι τοῦ σώματος καὶ τοῦ κρανίου, τοῖς δι’ ἀλόης κοκκίοις καὶ
10κολοκυνθίδος καὶ σκαμμωνίας, ἀναληφθέντων χυλῷ κράμβης τῶν διδομένων κοκκίων, εἶτ’ αὖθις τῇ τοπικῇ θεραπείᾳ χρῆ‐ σθαι, οἷόν ἐστι τὸ ἀδίαντον μετὰ ῥοδίνου ἐπιχριόμενον. ἢ τήλεως ἀφέψημα σμώμενον. ἢ μαλάχη μετὰ κριθίνου ἀλεύ‐ ρου καταπλασσομένη. ἢ μελίλωτον σὺν τηλίνῳ ἀλεύρῳ, μετ’
15οἴνου καταπλασσόμενον καὶ ἐρεβίνθων ἀφεψήματος καὶ αὐ‐ τοὶ ἑφθοὶ καταπλασσόμενοι, κάρυα πικρὰ μασηθέντα καὶ ἐπιχριόμενα. διαφορεῖ δὲ καὶ μάλιστα καὶ κρίνου ῥίζα σμω‐
μένη καὶ λιβανωτὸς σὺν οἴνῳ καὶ ὕδατι καὶ θέρμων πι‐496 in vol. 12

12

.

497

κρῶν ἀφέψημα σμώμενον, βολβοὶ σὺν νίτρῳ σμώμενοι, λί‐ βανον μετ’ ὄξους καταχριόμενον, σίδια ῥόας μετὰ δαφνίνου ἐλαίου καταχριόμενα. καὶ ἀγχούσης ῥίζας καύσας καὶ λεά‐ νας μετ’ ἐλαίου, ἕως σχῇ γλοιοῦ πάχος, ἐπίχριε τῷ πτερῷ
5καὶ ὠφελήσεις.497 in vol. 12

12

.

498

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Β.
1 Ὅσοι μὲν ἔγραψαν ἄνευ διορισμοῦ κεφα‐ λαλγίας βοηθήματα, πλείονα βλάβην ἢ ὠφέλειαν εἰργάσαντο τοῖς πιστεύσασιν. οὐ γὰρ ἐπὶ μιᾷ διαθέσει πάντες ἀλγοῦσι κεφαλὴν, ἀλλ’ αὗταί τε πλείους εἰσὶν αἱ διαθέσεις, ἥ τε ἴασις
5ἑκάστης αὐτῶν ἰδία. μία μὲν γὰρ διάθεσίς ἐστι κατὰ δυσ‐ κρασίαν ἁπλῆν ἄνευ χυμῶν, ἑτέρα δὲ ἐπὶ τῇ τούτων ποιό‐
τητι, καθάπερ γε καὶ τρίτη τις ἄλλη διὰ τὸ πλῆθος αὐτῶν498 in vol. 12

12

.

499

μόνον γιγνομένη καὶ πρὸς αὐταῖς, ὅταν ἐμφράξωσιν οὗτοι τὰς διεξόδους τῶν ὑγρῶν τε καὶ τῶν ἀτμῶν καὶ πρὸς ταύ‐ ταις ἄλλη. ὅταν δι’ ἀσθένειαν ἔν τισι τῶν κατὰ τὴν κεφα‐ λὴν μορίων πνεῦμα φυσῶδες ἐγγεννηθῇ, ἔσθ’ ὅτε καὶ διὰ
5προκαταρκτικήν τινα αἰτίαν, οἷον ἔγκαυσιν ἔξωθεν ἢ ψύξιν ἢ μέθην ἢ πληγήν. σφοδρόταται μὲν οὖν κεφαλαλγίαι γί‐ γνονται κατὰ θερμότητα καὶ ψυχρότητα καὶ μάλισθ’ ὅταν ἀνώμαλοι τύχωσιν, μέτριαι δὲ αἱ κατὰ ξηρότητα. ταῖς δὲ ὑγρότησιν οὐδεὶς ἕπεται πόνος. ὡσαύτως δὲ κᾂν ἐπὶ χυμοῖς
10πλεονάσασιν, ἤτοι κατὰ πάντα τὰ μόρια τῆς κεφαλῆς ἢ καθ’ ἓν ὁτιοῦν ἢ δύο συμβαίνει τὸ ἄλγημα. σφοδρότερον μὲν ἐγ‐ γίνεται διὰ τοὺς θερμούς τε καὶ ψυχροὺς, μέτριον δὲ ἐπὶ τοῖς ξηραίνουσιν ἄνευ θερμότητος ἢ ψύξεως ἐπιφανοῦς. οἱ δὲ ὑγραίνοντες ἀνώδυνοι τελέως εἰσὶν, ὅσον ἐπὶ τῇ ποιότητι·
15διὰ γάρ τοι τὸ πλῆθος ὀργανικὰ νοσήματα ποιοῦσιν,
οὔτι τῶν ὁμοιομερῶν, ἐφ’ ὧν μόνων αἱ κατὰ δυσκρασίαν499 in vol. 12

12

.

500

ἁπλῆν γίγνονται διαθέσεις. αἱ δὲ διὰ πλῆθος ἄνευ μὲν ἐμφράξεως βαρύνουσι τὴν κεφαλὴν, σὺν ἐμφράξει δὲ μετρίως μὲν ὀδυνώδεις ἐπὶ ταῖς μετρίαις ἐμφράξεσιν, ἰσχυρῶς δὲ ἐπὶ ταῖς ἰσχυραῖς συμβαίνουσιν. ἐὰν δὲ καὶ δακνώδη ποιότητα
5τὸ πλῆθος ἔχει τοῦ χυμοῦ, καὶ κατὰ τοῦτο τὴν ὀδύνην αὐ‐ ξήσει. αὗται μὲν αἱ διαφοραὶ τῶν διαθέσεων, ὅσον ἐπὶ τοῖς ποιοῦσιν αἰτίοις, ἕτεραι δὲ παρὰ τὴν τῶν πασχόντων μο‐ ρίων φύσιν. ἐνίοτε μὲν γὰρ ἔξωθεν τοῦ κρανίου τὸ πάθος ἐστὶν, ἐνίοτε δὲ ἐντὸς, καὶ ποτὲ μὲν ἁπάντων τῶν ἐκτὸς ἢ
10τῶν ἐντός ἐστιν, ἐνίοτε δὲ οὐ πάντων, ἀλλ’ ἑνὸς γένους σωμάτων ἀρτηριώδους ἢ φλεβώδους ἢ νευρώδους ἢ ὑμενώ‐ δους ἢ τοῦ δέρματος ἢ αὐτοῦ τοῦ ἐγκεφάλου. δυσκολώτα‐ τον οὖν ἐστι τὸ διαγνῶναι τὸν πεπονθότα τόπον, εἴτε εἷς ἐστιν εἴτε πλείους ὑπάρχουσιν ἑνὸς, ἤ τινες οὗτοι τυγχάνου‐
15σιν ὄντες, οὐ μὴν οὐδὲ τὴν διάθεσιν εὑρεῖν ἕτοιμον, ἀλλὰ καὶ τοῦτο γεγυμνασμένου δεῖται, κατά γε τὴν διὰ τοῦ λό‐ γου γυμνασίαν, ἱστορίαν τε πολλὴν καὶ συνεχῆ τῆς τῶν
καμνόντων διαθέσεως. ἰδιότητες γὰρ ἔνιαι μὲν ἄῤῥητοι παν‐500 in vol. 12

12

.

501

τάπασιν, ἔνιαι δὲ δύσρητοι γίγνονται περὶ τὰ κάμνοντα σώματα, μόνοις τοῖς πολλάκις ἑωρακόσι γνώριμοι. συνεν‐ δείκνυνται δὲ τὴν διάθεσιν οὐ μικρῶς ἔνια τῶν προκαταρ‐ ξάντων αἰτίων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἰδίως προ‐
5καταρκτικὰ, καθάπερ ὅταν ἐναργὴς αἴσθησίς τε καὶ βλάβη τοῖς κάμνουσιν αὐτοῖς ἐγκαύσεως ἢ ψύξεως γένηται. καὶ ῥᾷ‐ στόν γε τὰς διαθέσεις ταύτας ἰᾶσθαι προσφάτους, καὶ καλῶς ἀπ’ αὐτῶν ἤρξαντο τῶν ἰατρῶν ὅσοι μετὰ διορισμῶν ἔγρα‐ ψαν τὰ βοηθήματα. πολλὰ μὲν οὖν τοῖς ἀρχαιοτέροις ἁπλᾶ
10τε καὶ σύνθετα φάρμακα γέγραπται τῶν τοιούτων διαθέ‐ σεων, ἐμοὶ δὲ κᾀνταῦθα τὰ τῶν νεωτέρων εἰπεῖν ἀρκέσει, τά τε τοῖς πρεσβυτέροις εὑρημένα γεγραφότων, αὐτῶν τε προστεθεικότων ἕτερα. τὸν μὲν γὰρ καθόλου τῆς ἰάσεως σκοπὸν ἑκάστου τῶν παθῶν ὁ λόγος ἡμᾶς διδάσκει, τὰς δὲ
15τῆς ὕλης δυνάμεις ἡ πεῖρα. διὰ ταύτην οὖν αὐξάνεται τὸ πλῆθος τῶν βοηθημάτων ἐπὶ προήκοντι τῷ χρόνῳ καὶ ἤδη
καιρὸς ἥκει τῷ λόγῳ τὰ καθ’ ἑκάστην διάθεσιν οἰκεῖα βοη‐501 in vol. 12

12

.

502

θήματα γράφειν, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ μόνος τὰς ποιό‐ τητας ἐξισταμένων τοῦ κατὰ φύσιν ἑκάστου μορίου ποιη‐ σαμένῳ. [Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα περὶ κεφαλαλγίας
5τῆς δι’ ἔγκαυσιν.] Ἀπολλώνιος μὲν οὖν ἐν τῷ πρώτῳ τῶν εὐπορίστων οὕτως ἔγραψε πρὸς κεφαλαλγίαν τὴν δι’ ἔγκαυ‐ σιν. ῥοδίνῳ διάβρεχε συνεχῶς τὴν κεφαλὴν ἢ καὶ ἔριον ἢ καὶ ῥάκος εἰς ῥόδινον ἀποβάπτων ἐπιτίθει. ἄλλο. ναρκισσίνῳ μύρῳ ὡσαύτως χρῶ. ἄλλο. μηλίνῳ μύρῳ χρῶ παραπλησίως.
10ἄλλο. συκαμίνου χυλῷ δι’ ὀθονίου ἐκτεθλιμμένῳ καὶ ῥοδίνῳ ἴσῳ χρῶ. ἄλλο. ἀνδράχνης φύλλα κόψας καὶ καθ’ αὑτὰ καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. κυ‐ πάρισσον ἁπαλὴν λείαν καὶ καθ’ ἑαυτὴν καὶ μετὰ παιπά‐ λης ἀλφίτων κατάπλασσε. ἄλλο. στρύχνον καὶ καθ’ ἑαυτὸ
15καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. σήσαμον τρίψας καὶ ῥόδινον παραστάξας ἐπιτίθει. ἄλλο. ἀμπέλου φύλλα ἑψήσας λεῖα ἐν μελικράτῳ λεάνας ἐπιτίθει. ἄλλο.
φύλλα κίκεως συγκόψας καὶ ἐμβαλὼν εἰς ὕδατος ὅσον502 in vol. 12

12

.

503

ὀκτὼ κοτύλας καὶ ἐξαιθριάσας, τούτῳ τὴν κεφαλὴν κατάν‐ τλει καὶ μετὰ ταῦτα κατάπλασσε τοῖς πρὸς ταῦτα ἀναγε‐ γραμμένοις. ἄλλο. κονύζης εὐώδους ἐμβαλὼν ὅσον δεσμὸν ἑκκαίδεκα δακτύλων εἰς ὕδατος ὅσον κοτύλας ηʹ. ἐξαιθριά‐
5σας κατάντλει πρᾳέως. χρηστέον δ’ ὑποστολῇ τροφῆς καὶ κοιλίας κενώσει καὶ ὕπνῳ καὶ ἡσυχίᾳ, φυλακτέον δὲ μάλιστα προσφορὰν οἴνου καὶ ἥλιον καὶ λουτρόν. ἔτι δὲ πυρίαν καὶ κραυγὴν καὶ διάτασιν καὶ πᾶσαν ταραχὴν διανοίας καὶ ἔκ‐ στασιν καὶ ἐν εὐπνοίᾳ διατριπτέον.
10 [Πρὸς κεφαλαλγίαν τὴν διὰ κατάψυξιν.] Ἰρίνῳ μύρῳ θερμῷ τὴν κεφαλὴν κατάβρεχε, χρῶ δὲ καὶ ἐρίοις καὶ ῥάκε‐ σιν εἰς αὐτὸ ἀποβεβρεγμένοις. ἄλλο. δαφνίνῳ μύρῳ ὡσαύ‐ τως. ἄλλο. ἀλεύρῳ ἑφθῷ μετὰ μελικράτου χρῶ. ἄλλο. δά‐ φνης φύλλα ἁπαλὰ μετὰ ἰρίνου μύρου τετριμμένα εἰς τὴν
15κεφαλὴν ἔγχει. ἄλλο. σαμψύχῳ λείᾳ μετ’ οἴνου ἢ ῥοδίνου παραπλησίως χρῶ. ἄλλο. κύπερον κόψας καὶ χηνείῳ μίξας στέατι τὴν κεφαλὴν κατάχριε. ἄλλο. ἐλάφειον κέρας κατα‐
καύσας καὶ λαβὼν ὅσον ὀξύβαφον, οἶνον εὐώδη μίξας διπλα‐503 in vol. 12

12

.

504

σίονα καὶ τρίψας κατάχριε. ἄλλο. ἁρμόσει δὲ καὶ πυρία διὰ σπόγγων εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων καὶ ἐκπεπιεσμέ‐ νων, καὶ μάλιστα δάφνης φύλλων ἁπαλῶν ἐναφεψημένων ἢ σαμψύχου ἢ κυπέρου, καὶ πιλήματα μαλακῶν ἐρίων, μύρῳ
5ἰρίνῳ καὶ οἴνῳ καταρερασμένα, περὶ τὴν κεφαλὴν τιθέμενα, καὶ σκέπη καὶ ἀλέα καὶ ὑποστολὴ σιτίων καὶ κοιλίας κένω‐ σις, ἔτι δὲ ὕπνος καὶ ἡσυχία, σώματος ἀνάπαυσις, εὐθυμία. φυλακτέον δὲ ὁμοίως καὶ κραυγὴν καὶ διάτασιν καὶ οἴνου προσφορὰν καὶ κατάψυξιν. ταῦτα μὲν ὁ Ἀπολλώνιος ἔγρα‐
10ψε βοηθήματα δι’ ἔγκαυσιν κεφαλαλγίας. ὀνομάζουσι δ’ ἔγκαυσιν τὴν ἐξ ἡλίου θερινοῦ κατὰ τὴν κεφαλὴν γινομένην θερμότητα μόνιμον. ἅπαντες γὰρ οἱ ἄνθρωποι θερμαίνονται τὴν κεφαλὴν ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἐπὶ πλέον, οὐ μὴν παραμένει γε πᾶσιν ὁμοίως ἡ θερμότης, ἀλλ’ εὐθὺς
15παύεται. τισὶ μὲν γὰρ καὶ πρὸ τοῦ λουτροῦ, τοῖς πλείστοις δὲ λουσαμένοις. ὅσοις δ’ ἂν παραμείνῃ, διάθεσιν τῆς κεφα‐ λῆς ἤδη κατὰ ἕξιν, οὐ κατὰ σχέσιν ἡγούμενοι γεγονέναι κα‐
λοῦσιν ἔγκαυσιν. ἐνίοτε μὲν οὖν μόνη συνίσταται δυσκρασία504 in vol. 12

12

.

505

τῆς ἐπὶ τὸ θερμότερον ἐν τῇ κεφαλῇ γινομένης διαθέσεως, ἐνίοτε δὲ καὶ πλῆθος χυμῶν ἢ ἀτμῶν ἐπ’ αὐτὴν ἀναθεῖ, καὶ μάλιστα ὅταν ἀνατρέφηταί τις ἐν ὅλῳ τῷ σώματι πλεονεξία χυμῶν, ἣν ὀνομάζουσιν οἱ περὶ τὸν Ἐρασίστρατον πληθώ‐
5ραν. γίνεται δὲ αὕτη τῶν τεττάρων χυμῶν ἀνάλογον αὐξη‐ θέντων ἢ τοῦ αἵματος μόνου, ὡς ὅταν γέ τις τῶν ἄλλων αὐξηθείη χυμῶν, οἵπερ εἰσὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέ‐ λαινα, τὴν τοιαύτην αὔξησιν οὔτε πληθώραν οὔτε ἁπλῶς πλῆθος, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι πλῆθος φλέγμα‐
10τος ἢ χολῆς ξανθῆς ἢ μελαίνης ὑπάρχειν ἐν τῷ σώματι φά‐ σκοντες. τοῖς δ’ ἐξ ἐγκαύσεως ἀλγοῦσι τὴν κεφαλὴν τὸ δέρμα ξηρότερον τῇ ἁφῇ κατὰ τὴν πρώτην ἐπιβολὴν φαίνε‐ ται, τούς τε ὀφθαλμοὺς ἐρυθροὺς ἔχουσι. χαίρουσι δὲ καὶ τοῖς ψυχροῖς προσαντλήμασί τε καὶ ἀλείμμασι. καταρχὰς μὲν
15οὖν ἀποκρουστικῇ θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων καὶ στυφόντων γινομένῃ. μετὰ δὲ ταῦτα τῶν παρηγορικῶν καὶ πεπτικῶν φαρμάκων τι μιγνύναι χρὴ τοῖς ἀποκρουστι‐
κοῖς, εἶτά τι καὶ τῶν διαφορητικῶν προσθετέον, ἀφαι‐505 in vol. 12

12

.

506

ροῦντα κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων. ἄριστα δὲ τῶν προσφερομένων μάλιστα ὅσα λεπτομερῆ ταῖς οὐ‐ σίαις ἐστί. διὸ καταρχὰς μὲν ἄμεινόν ἐστι τῷ ῥοδίνῳ καλῶς ἐσκευασμένῳ ψυχροτάτῳ καταντλεῖν τὴν κεφαλὴν, στρόφιον
5ἐρίου περιθέντας ἐν κύκλῳ, κατὰ μὲν τὸ μέτωπον ἔνθα παύεται τὸ τετριχωμένον αὐτῆς μέρος, ἐφ’ ἑκάτερα δὲ τοῦδε καθὸ τοῖς ὠσὶ συνάπτει τὸ τετριχωμένον καὶ τόδε ἀπὸ τοῦδε μετὰ τὴν κορυφὴν, οὐ μὴν πολλῷ ταύτης κατωτέρω. οὔτε γὰρ ἐκκαίεται ῥᾳδίως τὸ καλούμενον ἰνίον μέρος τῆς
10κεφαλῆς οὔτε ἀλύπως ἀνέχεται τῶν ψυχόντων διὰ τὸ τὴν ἀρχὴν ἐνταῦθα εἶναι τοῦ νωτιαίου μυελοῦ, στελέχους δίκην εἰς κλάδους πολλοὺς σχιζομένου, περὶ ἑξήκοντά που τὸν ἀριθμὸν νεῦρα. ἡ δὲ κατὰ τὸ βρέγμα καλούμενον χώρα τῆς κεφαλῆς διὰ τὸ χαλαρὸν τῆς κατὰ τὴν στεφανιαίαν ῥαφὴν
15συναρθρώσεως καὶ τὴν τῶν ὀστῶν λεπτότητά τε καὶ χαυ‐ νότητα, ῥᾳδίως τήν τε θερμότητα καὶ τὴν ψύξιν ἁπάντων τῶν ὁμιλούντων φαρμάκων εἴσω διαδίδωσιν, ὥστε κᾂν ψῦ‐
ξαί ποτε δέοι τὴν ἐξ ἐγκαύσεως θερμότητα, κᾂν θερμῆναι506 in vol. 12

12

.

507

τὴν ψύξιν, ἐπιτήδειος ἡ κατὰ τὸ βρέγμα χώρα τῆς κεφαλῆς. ἀρίστη δὲ κατὰ τὰς ἀρχὰς ψύξις ἡ διὰ ῥοδίνου ψυχροῦ, θερινῆς τῆς ὥρας οὔσης, ἐν ᾗ μάλιστα φιλεῖ τὸ τῆς ἐγκαύ‐ σεως πάθημα γίνεσθαι. λέλεκται δέ μοι περὶ ῥοδίνου πολ‐
5λάκις, ὡς ἄριστόν ἐστιν ἐξ ἐλαίου μὲν ὠμοτριβοῦς ἢ ὀμφα‐ κίνου, διττῶς γὰρ ὀνομάζουσιν αὐτὸ, χωρὶς ἁλῶν ἐσκευασμέ‐ νου, ῥόδων δὲ ἐναποβεβρεγμένων αὐτῷ πλείστων ἐσκευασμέ‐ νου. ἔστω δὲ μὴ παλαιὸν τὸ ῥόδινον, ἀλλὰ κατ’ ἐκεῖνο τὸ ἔτος ἐσκευασμένον, ἤτοι κατὰ τὸ ἔαρ ἢ ἀρχομένου τοῦ θέ‐
10ρους. ἐφεξῆς δὲ τῷ ῥοδίνῳ τὸ χαμαιμήλινόν ἐστιν, ἐφ’ ὧν σωμάτων δεδοίκαμεν ἔμψυξιν σφοδρὰν ἐργάσασθαι. ταῦτα δέ ἐστι τά τε τῶν γυναικῶν καὶ τὰ τῶν εὐνούχων καὶ τὰ τῶν παιδίων, ὅσοι τε μαλακὴν ἔχουσι τὴν σάρκα καὶ λευ‐ κὴν τὴν χρόαν, ἀήθεις τέ εἰσιν ἡλίου. καὶ τὸ μέτρον καὶ
15τῆς τοῦ ῥοδίνου καὶ χαμαιμηλίνου ψύξεως, ἔκ τε τῶν εἰρη‐ μένων ἕξεων τοῦ σώματος καὶ τοῦ τῆς ἐγκαύσεως μεγέθους εὑρίσκειν χρὴ, καὶ προσεπισκοπούμενον τήν τε ἡλικίαν τοῦ
κάμνοντος καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, οὐχ507 in vol. 12

12

.

508

ἥκιστα δὲ καὶ αὐτοῦ τοῦ οἴκου καθ’ ὃν ὁ κάμνων κατάκει‐ ται. ψύξεις δὲ ὅσα προσφέρεις ἐνιστὰς ὕδατι πάνυ ψυχρῷ. μὴ παρόντος δὲ τούτου χιόνι περιπλάσσεις τὸ ἀγγεῖον· ἡ τοιαύτη βοήθεια κᾂν χυμῶν ἢ ἀτμῶν πλῆθος ἐπὶ τὴν κε‐
5φαλὴν ὁρμήσῃ, βοηθεῖ γενναίως. ἀποκρούεται γὰρ ταῦτα καὶ ὠθεῖ κάτω τοῦ σώματος, ὥστε ἐγὼ ἐπὶ μυρίων τούτῳ τῆς ἰάσεως τῷ τρόπῳ χρησάμενος οὐκ ἐδεήθην ἑτέρου. καὶ γὰρ εὐπορία ψυχρῶν πηγῶν ἐν Ῥώμῃ πολλὴ καὶ χιόνος, ὥσπερ γε καὶ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὰς πλείστας
10τῶν ἐν Ἀσίᾳ τε καὶ κατὰ τὴν Ἑλλάδα πόλεων. ἐν δὲ ταῖς θερμαῖς χώραις, οἵα καὶ ἡ τῶν Αἰγυπτίων ἐστὶν, ἐν ᾗ καὶ πηγῶν ψυχρῶν ἀπορία καὶ χιόνος, ἀναγκαῖόν ἐστι προ‐ ψύξαντα τὸ ῥόδινον ἐκ τοῦ δι’ ὅλης νυκτὸς ὑπαίθριον θεῖναι, πρὸς αὔραν τινὰ μετεστραμμένον οὕτως ἐπεμβάλλειν
15αὐτῷ χυλὸν ἀειζώου ἢ ἀνδράχνης ἢ θριδακίνης ἢ ψυλλίου ἢ πολυγόνου καί τι καὶ στρύχνου ποτὲ βραχὺ καὶ ἑλίκων ἀμπέλου καὶ ὀμφάκων, ἔτι γὰρ ὄμφακές εἰσι θέρους ὥρᾳ.
μήκωνος δὲ καὶ μανδραγόρου φυλάττεσθαι χυλὸν, οὐκ ἀβλα‐508 in vol. 12

12

.

509

βῶς γὰρ ἐμψύχει. φυλάττεσθαι καὶ τὰ μετὰ τοῦ ψύχειν στύ‐ φοντα σαφῶς, ὥστε ἀνάγκης ποτὲ καταλαβούσης ὀλίγον αὐτῶν μιγνύναι χρὴ τοῖς ψύχουσι. διὰ τοῦτο καὶ στρύχνου χυλὸν ἢ οὐδ’ ὅλως μίγνυμεν ἢ βραχὺν παντάπασιν. οὕτω δὲ
5καὶ ῥοιᾶς καὶ μήλου καὶ μεσπίλου. καλλίων δὲ ὁ χυ‐ λὸς τῶν ὀξειῶν ῥοιῶν εἰς τοῦτο, μᾶλλον γὰρ ἐμψύχει. μη‐ δενὸς δὲ τοιούτου παρόντος, ἐν ἀγρῷ ποτε κολοκύνθης ξύσμα χυλίσας ἔμιξα χυλῷ σταφυλῆς ἀώρου· χρήσαιτο δ’ ἄν τις ἐν τοιούτῳ χωρίῳ καὶ στέρεως χυλῷ καὶ θριδακίνης τῆς
10ἀκηπεύτου τε καὶ ἀγρίας, ἣν ἰδίως ὀνομάζουσιν θριδακίνην, τὴν γὰρ κηπευομένην ὀνομάζουσι θρίδακα. καὶ ὁ τῶν συκα‐ μίνων δὲ χυλὸς ἐπιτήδειος εἰς ἔμψυξιν, ἔστω δὲ μὴ λίαν πέπειρα. φαλακροῦ δὲ τοῦ κάμνοντος ὄντος ἢ βραχείας παν‐ τελῶς ἔχοντος τὰς τρίχας, ἡ εὐπορία πλείστη τῶν ἐμψυχόν‐
15των ἐστίν. ὅσα γὰρ ἐρυσιπελάτων ἐπιστάμεθα βοηθήματα διὰ καταπλασμάτων τε καὶ κηρωμάτων ὑγρῶν, ταῦτα πάντα
τοῖς ἐγκεκαυμένοις ἁρμόττει. Ἀπολλώνιος δὲ καὶ τὰ τοῦ509 in vol. 12

12

.

510

κίκεως ἁπαλὰ φύλλα κοπέντα βαλεῖν εἰς ὕδωρ ἀξιοῖ, κᾄπειτα τῆς νυκτὸς ὅλης ὑπαίθριον θέντας ὅλον τὸ ἀγγεῖον, ἐν ᾧ ταῦτα περιέχεται, κατὰ τὴν ὑστεραίαν χρήσασθαι. ἐγὼ μὲν οὖν οὐ πάνυ τι πεπείραμαι τῆς τοῦ κίκεως δυνάμεως, εἰκὸς
5δὲ τὸν Ἀπολλώνιον ἐν Ἀλεξανδρείᾳ διατρίψαντα χρόνῳ πολλῷ κεκρικέναι διὰ μακρᾶς ἐμπειρίας τὴν δύναμιν αὐτοῦ· τὸ μέντοι γε γενόμενον ἔλαιον ἐκ τοῦ κίκεως οἶδα σαφῶς θερμότερον ὑπάρχον τῇ δυνάμει τοῦ παρ’ ἡμῖν ἐλαίου, διὸ καὶ μὴ παρόντος αὐτοῦ τῷ παλαιῷ χρώμεθα. νομίζω δὲ
10καὶ ποταμογείτονα καὶ τὸν Νειλῶον στρατιώτην ἔχειν τι ψυκτικὸν, καὶ θαυμάζω πῶς οὐκ ἐμνημόνευσεν αὐτῶν ὁ Ἀπολλώνιοις, ἀλλὰ καὶ ὁ παρ’ ἡμῖν τρίβολος, ὥσπερ καὶ τὸ πολύγονον, ἔχει τι καὶ αὐτὰ ψυκτικὸν, ἁπαλὰ δηλονότι καὶ οὐδέπω σκληρὰ καὶ ξηρὰ γεγονότα. τὴν δὲ κόνυζαν οὐ μό‐
15νον ἀδύνατον ψύχειν, ἀλλὰ καὶ θερμαίνειν μετρίως δυναμέ‐ νην οἶδα, καὶ θαυμάζω πῶς αὐτὴν ἔγραψεν ὁ Ἀπολλώνιος ἐν τοῖς ψύχουσιν. εἴπερ δὲ καὶ ἀπὸ δένδρων ἢ θάμνων ἐπι‐
κουρίαν δέοι πορίζεσθαι κεφαλῇ θερμοτέρᾳ τοῦ κατὰ φύσιν,510 in vol. 12

12

.

511

ἄγνος ἐπιτηδειοτέρα πρὸς τοῦτο καὶ ἄμπελος καὶ σχῖνος καὶ πλάτανος, εἴ τις λαβὼν αὐτῶν ἁπαλὰς τὰς βλάστας, εἶτα τρίψας ἐκθλίψειεν αὐτῶν τὸν χυλόν. Ἐρασίστρατος δέ φησι μέγιστον εἶναι προφυλακτικὸν ἐπὶ τῶν θερμαινόντων ἕξεων,
5ὅταν ἡλιοῦσθαι μέλλωσιν, εἰ σπόγγον πλατὺν καὶ πυκνὸν καὶ κοῖλον βρέξας εἰς ὕδωρ καὶ ἐκπιέσας σφόδρα ἐπιθήσεις τῇ κεφαλῇ. τοῖς ἐπ’ ἐγκαύσει κεφαλαλγοῦσιν ὑπεναντίως ἔχει τὰ σημεῖα τῶν ἐπὶ ψύξει· καὶ γὰρ καὶ ἀσύμπτωτον καὶ ἄχρουν ἐστὶν αὐτῶν τὸ πρόσωπον καὶ τοῖς ψυχροῖς οὔτε
10χαίρουσιν οὔτε πρὸς αὐτῶν ὠφελοῦνται. καθάπερ δ’ ἡ ἔγκαυ‐ σις οὐκ ἔστι δύσλυτος διάθεσις, οὕτως οὐδὲ ὅτε ψύξις ἐκ τοῦ περιέχοντος γένηται, δυσκόλως θεραπεύεται πρόσφατος, ἀλλ’ ἀρκεῖ πηγάνειον ἔλαιον θερμὸν καταντλήσαντα κατὰ τοῦ βρέγματος, ὡς εἴρηται, τελέως ἀπαλλάξαι τὸν ἄνθρω‐
15πον. εἰ δὲ καὶ σφοδροτέρας δεήσοι θερμασίας, ἐπεμβάλλειν εὐφόρβιον τῷ ἐλαίῳ καὶ ὅσα διὰ πεπέρεως σκευάζεται. ἀλεί‐ φειν δὲ μύροις τοῖσδε χρὴ τὸ μέτωπον καὶ ῥινῶν τοὺς πό‐
ρους, μάλιστα μὲν ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ ναρδίνῳ. καὶ511 in vol. 12

12

.

512

κομμωτικὰ δὲ τῶν θερμαινόντων ἐστὶ καὶ ταῦτα δὴ τὰ πο‐ λυτελῆ τῶν πλουσίων γυναικῶν ἀλείμματα. καλοῦσι δὲ αὐτὰ κατὰ τὴν τῶν Ῥωμαίων φωνὴν φουλιάτα τε καὶ σπικάτα. τοῦ δὲ ὀποβαλσάμου πολλάκις ἐπειράθημεν οὐδὲν σαφῶς
5ὀνήσαντος οὐδεμίαν διάθεσιν θερμαίνεσθαι δεομένην. ὥσπερ δὲ τὸ πηγάνειον ἁρμόττειν ἔφην, οὕτω καὶ τὸ σαμψύχινον καὶ τὸ δάφνινον ἐπαινῶ καὶ τὸ ἑρπύλλινον, πολλάκις καὶ ἐπὶ πολλῶν αὐτοῖς χρησάμενος· διδόναι δὲ καὶ οἶνον λεπτο‐ μερῆ καὶ κινήσει κεχρῆσθαι κελεύειν καὶ λουτροῖς θερμοῖς
10καί ποτε ἀπὸ ῥαφανίδων ἐμέτῳ. [Περὶ τῶν χρονιζουσῶν ἐν τῇ κεφαλῇ διαθέσεων θερμῶν τε καὶ ψυχρῶν.] Ἐπὶ τῶν χρονιζουσῶν κεφαλαλγι‐ κῶν διαθέσεων ἀναγκαῖον γίνεσθαι ξυρὰν τὴν κεφαλὴν, ἢ ἐν χρῷ πάνυ κείραντα φάρμακα προσφέρειν ἐμπλαστρώδη τε
15καὶ κηρωτοειδῆ καὶ ὑγρά. τὰ μὲν οὖν ἐμπλαστρώδη τε καὶ κηρωτοειδῆ τῇ ξυρηθείσῃ κεφαλῇ, τὰ δὲ ὑγρὰ τῇ βραχυτάτας
ἐχούσῃ τρίχας. ἔστι δὲ καὶ ἡ τούτων ὕλη πολυειδὴς, τῶν μὲν512 in vol. 12

12

.

513

μᾶλλον, τῶν δὲ ἧττον ψυχόντων τε καὶ θερμαινόντων. τὰ μὲν οὖν ψύχοντα μεταφέρειν ἀπὸ τῶν θεραπευόντων τὰ ἐρυσιπέλατα, τὰ δὲ θερμαίνοντα διὰ τῶν θερμαινόντων φαρ‐ μάκων συνθετέον, ὧν ἁπλούστατον μέν ἐστι τὸ δι’ εὐφορ‐
5βίου σκευαζόμενον, ἀρκεῖ δὲ μίαν γο ἐμβάλλειν εὐφορβίου τρισὶ κηροῦ τετηκυίαις ἐν ἐλαίου λίτρᾳ μιᾷ. χρῆσθαι δὲ ἐλαίῳ πρὸς πάντα τὰ θερμαίνεσθαι πάθη δεόμενα μήτε ὀμφακίνῳ μήτε τῷ συνήθως ὑπὸ πάντων ὀνημαζομένῳ Ἱσπα‐ νῷ μήθ’ ὅλως ἐσκευασμένῳ μετὰ θαλλῶν, ἀλλ’ οἷόν ἐστι
10τὸ ἐκ πεπείρων ἐλαιῶν γινόμενον, ἐν πολλοῖς ἔθνεσιν ἄνευ θαλλῶν ἐμβλήσεως. ἄριστον δὲ ὧν οἶδα τὸ Σαβῖνόν ἐστιν, οὐ πόῤῥω Ῥώμης ἐν τῇ Σαβίνων χώρᾳ γεννώμενον. ὅσα δὲ οἱ νεώτεροι τῶν ἰατρῶν, οἱ καλοῦντες ἑαυτοὺς μεθοδικοὺς, ὀνομάζουσι μετασυγκριτικὰ φάρμακα, ταῦτα πάντα χρήσιμα
15ταῖς τοιαύταις διαθέσεσίν ἐστιν, ὧν τὰ κάλλιστα ἐν τῷ τῆς
πραγματείας τῆς πρὸ ταύτης ἑβδόμῳ εἴρηταί μοι. μεταβαί‐513 in vol. 12

12

.

514

νειν οὖν ἤδη καιρὸς ἐπ’ ἄλλην διάθεσιν κεφαλῆς, παραγρά‐ ψαντα πρῶτα τὰ ὑπὸ Ἀπολλωνίου γεγραμμένα κατὰ λέξιν οὕτως ἔχοντα. [Τὰ ὑπὸ Ἀπολλωνίου γραφέντα πρὸς κεφαλαλγίαν
5τὴν διὰ μέθην καὶ ἀκρατοποσίαν.] Χρηστέον δὲ πᾶσι τοῖς ἀναγεγραμμένοις βοηθήμασι πρὸς τὰς γινομένας δι’ ἔγκαυ‐ σιν κεφαλαλγίας, ἐπιπλεῖστον δὲ τῶν ἀλγημάτων ἰσχυόντων πηγάνου φύλλοις τετριμμένοις μετὰ ὄξους καὶ ῥοδίνου, ὡς γλοιοῦ πάχος τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. καρύοις πι‐
10κροῖς μετ’ ὄξους καὶ ῥοδίνου τετριμμένοις, ὡς γλοιοῦ πάχος τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. ἴριδι ξηρᾷ καὶ ἄγνῳ ξηρᾷ μετ’ ὄξους τετριμμένοις καὶ ῥοδίνου παραπλησίως χρῶ. ἄλλο. δάφνιδι καὶ πηγάνου φύλλοις μετ’ ὄξους καὶ ῥοδίνου τετριμ‐ μένοις χρῶ. συνοίσει δὲ ὕπνος, ἔνδεια, ἡσυχία, σώματος ἀκι‐
15νησία, πόμα ὕδωρ θερμὸν, μελίκρατον, κένωσις. ταῦτα μὲν Ἀπολλώνιος ἔγραψε, καὶ τούτου γε αὐτοῦ χάριν ἐπαινεῖν χρὴ τὸν ἄνδρα, τοῦ μετὰ διορισμῶν ὑπὲρ ἑκάστου
τῶν βοηθημάτων γράψαι, μηδὲ Ἀρχιγένους αὐτὸ πεποιηκό‐514 in vol. 12

12

.

515

τος, ὃν ἐχρῆν ὕστερον Ἀπολλωνίου γεγονότα προστεθει‐ κέναι τι τῇ τῶν ὁρισμῶν ἀκριβείᾳ. ἀλλὰ τὰ μὲν ὑπ’ ἐκείνου κατὰ τὸ πρότερον τῶν φαρμάκων γεγραμμένα μικρὸν ὕστε‐ ρον εἰρήσεται· τὰ δέ μοι διὰ μακρᾶς πείρας κριθέντα περὶ
5τῆς ἐξ οἴνου πόσεως κεφαλαλγίας ἤδη διηγήσομαι, τὴν μὲν ἐλπίδα τῆς ἐξ αὐτῶν ὠφελείας ἐκ τῆς διαθέσεως εὑρόντι, τὴν δὲ ἀκριβῆ βάσανον αὐτῶν διὰ πολλῆς πείρας ποιησα‐ μένῳ. τὴν γάρ τοι κεφαλαλγίαν οἱ θερμότεροι τῶν οἴνων ταῖς κράσεσι γεννῶντες ἐνδείκνυνται πληροῦσθαι πάντως
10μὲν ἀτμῶν τὴν κεφαλὴν, ἔστι δ’ ὅτε καὶ χυμῶν, ὅσοι θερ‐ μοὶ ταῖς κράσεσιν. καὶ γὰρ καὶ χωρὶς οἴνου πόσεως οἱ τοι‐ οῦτοι πρὸς τὴν κεφαλὴν ἑτοίμως ἀναφέρονται. χρεία τοίνυν ἐστὶν ἰάσεως ἐχούσης σκοπὸν τὸν μὲν καθόλου πρῶτον ἁπάντων κοινὸν τὸν κενώσεως δεόμενον. ἐπεὶ δὲ θερμοὶ τυγ‐
15χάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ, καὶ τῆς ἐμψυχούσης αὐτοὺς βοηθείας ἐστὶ χρεία. κελεύειν οὖν πρότερον, εἰ ἄπεπτος ὁ οἶνος μένει, ἐμεῖν τοὺς κεφαλαλ‐
γοῦντας, ὕδωρ πεπωκότας χλιαρόν. εἰ δὲ καὶ μετὰ πέψιν515 in vol. 12

12

.

516

κεφαλαλγοῖεν, τοῖς ἐμψύχουσι κεχρῆσθαι καὶ ἀποκρουστικοῖς, οἷόν ἐστι τὸ ῥόδινον, καθ’ ἑαυτό τε καὶ σὺν ὄξει ἢ μετὰ χυλοῦ κισσοῦ ἢ κράμβης. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς κράμ‐ βης ἀποβρεχθέντα θερμῷ καὶ περιτεθέντα τῇ κεφαλῇ καὶ
5δεθέντα φυσικῶς ἀντιπαθεῖ τῇ μέθῃ. φροντιστέον δὲ ὕπνου τε καὶ ἡσυχίας, κᾀπειδὰν ταῦτα πραχθῇ, δι’ ὅλης ἡμέρας εἰς ἑσπέραν χρὴ λούσαντα θρέψαι τροφαῖς εὐχύμοις μὲν, οὐ μέντοι θερμαινούσαις. εἰσὶ δὲ τοιαῦται πτισάνης χυλὸς καὶ ῥόφημα ἐκ χόνδρου καὶ ἄρτος μεθ’ ὕδατος καὶ τὰ ῥοφού‐
10μενα τῶν ὠῶν ἄνευ γάρου. μιγνύσθω δὲ αὐτοῖς μέλιτος ὅσον αὔταρκες ἡδῦναι· εἰ δὲ πρὸς τοῦτο ἀνεπιτηδείως ἔχου‐ σιν οἱ λαμβάνοντες, ἁλῶν τῶν ἡδυσμένων. τῶν δὲ λαχάνων θριδακίνη μὲν, ὡς εὔχυλός τε καὶ ψυκτικὴ, κράμβη δὲ ὡς ἀτμῶν ξηραντική. οὕτω δὲ καὶ ὀσπρίων ἡ φακή. ποτῷ δὲ
15πάντως μὲν ὕδατι χρηστέον. ἀλλ’ ἐπεί τινων ὁ στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν αὐτοῖς ἐπιδοτέον ἢ μόνην καθ’ ἑαυτὴν ἢ μετὰ χόνδρου τακεροῦ, καλῶς ἑψη‐
μένου θερμοῦ. καὶ τὰ κεστιανὰ δὲ καλούμενα μῆλα κατὰ516 in vol. 12

12

.

517

τὴν Ῥωμαίων πόλιν ἄνευ μὲν ἑψήσεώς ἐστιν αὐστηρὰ, μετὰ δὲ τὴν ἕψησιν εὐστόμαχα γίνεται. χρὴ δὲ ἑψεῖν αὐτὰ κατὰ χύτραν καινὴν, ὕδωρ ἐπιχέοντα θερμὸν, εἶτα κρεμάσαντας ἐν τῷ ἀγγείῳ τὸ μῆλον ὑποκαίοντάς τε τὴν χύτραν, ὅπως
5ἐκ τοῦ ὕδατος ἀναφερόμενος ἀτμὸς θερμὸς τὴν ἕψησιν αὐ‐ τοῦ παρασχῇ. καὶ σταφίδες δὲ καὶ ἄπιοι τινὲς μὲν ὠμαὶ, τινὲς δὲ ὡς τὸ μῆλον ἑψημέναι ῥωννύουσι τὸν στόμαχον. ἀπέχεσθαι δὲ βαλάνων φοινίκων, ἔχουσι γὰρ ἰδιότητά τινα κεφαλαλγίας ποιητικήν. εἰ δὲ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς οὐ
10δυνηθεῖεν, ἐπὶ λουτρὸν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν ὅτι τάχιστα, καταχέοντας ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολ‐ λάκις, εἶθ’ ὑπνώσαντας ἢ πάντως ἡσυχάσαντας ἐν τῷ με‐ ταξὺ, πάλιν ἐπὶ τὸ λουτρὸν ἄγειν τὸ δεύτερον, εἶθ’ οὕτως τρέφειν, ὡς κατὰ τὴν προτεραίαν· εἰ δὲ μετρίως ἔχοιεν,
15ὑδροποτεῖν τε μὴ δύνηνται, συγχωρεῖν ὑδαρὲς πόμα προσφέ‐ ρεσθαι τῶν ὑδατωδῶν οἴνων, ὁποῖός ἐστι κατὰ μὲν τὴν Ἰταλίαν ὁ Σαβῖνος, ἐν Ἀσίᾳ δὲ Τιτακαζηνὸς καὶ Ἀρσυ‐
ήνιος καὶ Ἀριούσιος. αἱ δὲ τροφαὶ μετρίως ἔχουσιν αὐτοῖς517 in vol. 12

12

.

518

καὶ ὄρχεις ἀλεκτρυόνων καὶ τὰ πτερὰ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπαλόσαρκοι δοθήσονται καὶ περιστερᾶς που νεογνός. ἑψήσθω δὲ πάντα ταῦτα χωρὶς γάρου καὶ οἴνου κατὰ τοὺς λευκοὺς καὶ ἁπλοῦς ζωμοὺς, ἐν οἷς ὕδωρ ἐστὶ
5μόνον μετ’ ἐλαίου καὶ ἀνήθου καὶ βραχέος πράσου, τὴν ἕψησιν παρεσχημένον, ἐπεμβαλλομένων ἁλῶν ὀλίγων, οὐκ εὐθὺς τοῦ ἑψήματος ἐν ἀρχῇ, ἀλλ’ ὅταν ἤδη πως γένωνται τακεροί. εὔδηλον δ’ ὅτι καὶ αὐτοὺς καὶ πάντας τοὺς τὴν κεφαλὴν ἀλγοῦντας αὐξανομένης μὲν ἔτι καὶ ἀκμαζούσης τῆς
10ὀδύνης ἡσυχάζειν ἄμεινον, ἐνδιδούσης δὲ καὶ παρακμαζούσης, ἐν ἐπιτηδείοις χωρίοις περιπατεῖν. ἐπιτήδεια δὲ τοῖς μὲν θερ‐ μαίνεσθαι δεομένοις τὰ θερμότερα τοῖς δὲ ψύχεσθαι τὰ ψυ‐ χρότερα, καὶ πρὸ μὲν τῆς τροφῆς πλείοσι περιπάτοις χρη‐ στέον, ἐπὶ δὲ τῇ τροφῇ βραχέσι τε καὶ νωθροῖς. χρὴ δὲ
15μήτε ἐδηδοκέναι πολλὰ μήτε εὐθέως περιπατεῖν, ἀλλὰ μετὰ δύο που καὶ τρεῖς ὥρας ἢ καὶ πλείονας. ἐὰν δέ ποτε τῶν ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολει‐
φθῇ τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς καὶ διὰ τοῦτο518 in vol. 12

12

.

519

παραμένῃ τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν προσήκει τοῦ ῥοδίνου, χρῆσθαι δὲ πρῶτον μὲν τῷ χαμαιμηλίνῳ συμμέ‐ τρως θερμῷ, μετὰ τοῦτο δὲ τῷ ἰρίνῳ, μεγάλως γὰρ ὀνίνησι τὰς τοιαύτας διαθέσεις, ἐν δὲ τῷ βαλανείῳ τὴν κε‐
5φαλὴν ὕδατι θερμῷ καταντλητέον, οὐ μόνον ἕνεκα τοῦ δια‐ φορῆσαί τι τῶν κατ’ αὐτὴν, ἀλλὰ καὶ τῶν ὕπνων ἕνεκα. διόπερ καὶ τὸ δεύτερον ἢ τρίτον λουτρὸν ἑσπέρας ποιητέον, ἐσθίοντας ἐπ’ αὐτῷ θριδακίνας δι’ ὄξους, ἐλάχιστον μὲν ἴσχοντος ἢ μηδ’ ὅλως γάρου, πλεῖον δ’ ὕδατος, ὡς ἴσον εἶναι
10τῷ ὄξει, πλὴν εἰ μὴ παντάπασιν ὑδαρὲς ὑπάρχοι. καὶ γὰρ καὶ δέονται τοιούτου μᾶλλον ἢ τοῦ δριμυτάτου, θερμότη‐ τος γὰρ ἔχει τι τὸ τοιοῦτον ὄξος. ἐπὶ δὲ τούτοις κατὰ τὴν ὑστεραίαν τὰ μᾶλλον θερμαίνοντα τὴν κεφαλὴν παραλη‐ πτέον, μιγνύντα τῷ ἰρίνῳ ποτὲ μὲν ἀμαρακίνου μύρου, ποτὲ
15δὲ ναρδίνου, ποτὲ δὲ τῶν πολυτελῶν, οἷς αἱ πλούσιαι γυ‐ ναῖκες, κᾂν μηδὲν ἔχωσι κακὸν, εἰώθασι κεχρῆσθαι. διὰ ταύ‐
της ἐγὼ τῆς ἀγωγῆς τὰς ἐξ οἴνου κεφαλαλγίαις ἰασάμην519 in vol. 12

12

.

520

διὰ παντὸς, οὐδενὶ τῶν γεγραμμένων Ἀπολλωνίῳ χρησάμε‐ νος. ὅπου γὰρ δι’ ὧν εἶπον ἐτύγχανον τοῦ σκοποῦ καὶ τῶν Ἀπολλωνίῳ γεγραμμένων οὐδὲν ἐπέβαλλεν ἐλπίδα μοι καλῶς εἰρῆσθαι, περιττὸν ἦν εἰς πεῖραν ἄγειν ταῦτα. μετὰ δὲ τὰς
5προγεγραμμένας τρεῖς διαθέσεις κεφαλαλγικὰς ὁ Ἀπολλώ‐ νιος ἔγραψε ταύτην τήνδε τετάρτην. [Πρὸς κεφαλαλγίαν διὰ πληγὴν ἢ πτῶμα Ἀπολλω‐ νίου.] Ῥοδίνῳ καὶ ὄξει κεχλιασμένοις τὴν κεφαλὴν κατάβρεχε. ἄλλο. ῥόδοις ξηροῖς μάλιστα μὲν ἑφθοῖς, εἰ δὲ καὶ βεβρε‐
10γμένοις ἐν γλυκεῖ ἢ μελικράτῳ, λείοις κατάπλασσε. ἄλλο. με‐ λιλώτῳ παραπλησίως ἐσκευασμένῳ χρῶ. ἄλλο. μυρσίνης λευ‐ κῆς φύλλοις ἁπαλοῖς μετ’ οἴνου καὶ σμύρνης τετριμμένοις κατάπλασσε. ἄλλο. ἰρίνῳ μύρῳ καὶ ὄξει κατάχριε. ἄλλο. ἀψιν‐ θίῳ λείῳ μετ’ οἴνου καὶ σμύρνης τετριμμένης κατάπλασσε.
15ἄλλο. γλήχωνι λείᾳ μετ’ οἴνου παραπλησίως χρῶ. ἄλλο. γλή‐ χωνι καὶ σμύρνῃ τετριμμένοις ὁμοίως χρῶ. ἄλλο. σελίνου κόμαις ἑφθαῖς μετ’ οἴνου λείαις κατάπλασσε. ἄλλο. μήλοις
κυδωνίοις ἑφθοῖς δι’ οἴνου κατάπλασσε. ἁρμόσει δὲ καὶ πυ‐520 in vol. 12

12

.

521

ρία διὰ σπόγγων εἰς ὕδωρ θερμὸν ἀποβεβρεγμένων καὶ πι‐ λήματα μαλακῶν ἐρίων, ὄξει καὶ ῥοδίνῳ καταρερασμένα, πρὸς δὲ τούτοις ἡσυχία, σώματος ἀνάπαυσις, ὑποστολὴ τροφῆς, κένωσις, ἀποχὴ τῶν λυπούντων. ταῦτα δέ ἐστιν ἥλιος,
5λουτρὸν, οἰνοποσία, κραυγὴ, διάτασις καὶ τῶν ἐν τροφῇ προσ‐ φερομένων τά τε ὀξέα καὶ δριμέα καὶ ἁλυκά. ταῦτα μὲν ὁ Ἀπολλώνιος ἔγραψε περὶ τῶν ἐπὶ πληγαῖς προφανέσι κε‐ φαλαλγιῶν. εἰδέναι δὲ καὶ ἡμᾶς χρὴ τὴν τοιαύτην διάθεσιν οὐκ ἄλλην οὖσαν ἢ φλεγμονὴν, ἥτις οὐ μόνον ἐκ πληγῆς
10ἢ καταπτώσεως, ἀλλὰ καὶ χωρὶς φανερᾶς αἰτίας εἴωθε γί‐ νεσθαι κατὰ πάντα τοῦ σώματος τὰ μόρια δι’ ἐπιῤῥοὴν χυμῶν. ἐὰν μὲν οὖν ἡ πληγὴ τραύματος ἢ θλάσματος αἰτία γένηται, σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέ‐ σεως, εἷς μὲν ὁ ἐπὶ τραύματι, ἐφ’ ᾧ δεῖ χρῆσθαι τοῖς κολ‐
15λητικοῖς καὶ ἀφλεγμάντοις φαρμάκοις, προαγκτηριάσαντας τὰ χείλη τοῦ ἕλκους, δεύτερος δὲ ὁ ἐπὶ τῷ θλάσματι, καὶ τρίτος
ὁ ἐπὶ τοῖς ἀλγήμασιν, ἐνίοτε μὲν ἐν αὐτοῖς μόνοις τοῖς πλη‐521 in vol. 12

12

.

522

γεῖσι μορίοις γινομένοις, ὡς τὸ πολὺ δὲ καὶ τοῖς συνεχέσιν ἐπεκτεινομένοις. ὅ τε γὰρ περικράνιος ὑμὴν καὶ τὸ τούτῳ περιτεταμένον ἔξωθεν δέρμα συνεχῆ τὴν οἰκείαν οὐσίαν ἑκά‐ τερον ἔχον, ἐπὶ πᾶσαν ἐκτέταται τὴν κεφαλὴν καὶ κατὰ τοῦτο
5συμβαίνει πολλάκις αὐτὴν ὀδυνᾶσθαι, μάλιστα εἰ μέχρι τοῦ περιοστίου συγκαταβαίνοι ἡ πληγὴ, ἣν χρὴ ἐπιδιελόντας τὸν περικράνιον ὑμένα καὶ ξύσαντας θεραπεύειν κατὰ συσσάρ‐ κωσιν. εἰ δὲ καὶ διὰ τῆς κατὰ τὰς ῥαφὰς κοινωνίας τοῦ περικρανίου πρὸς τὴν σκληρὰν μήνιγγα διαδοθείη τι καὶ
10εἴσω τοῦ κρανίου τῆς φλεγμονῆς, οὐκ ἀκίνδυνος ἡ τοιαύτη κεφαλαλγία ἐστί. συμβαίνει δὲ οὐκ ὀλιγάκις ἐν ταῖς ἐξ ὑψη‐ λοῦ καταπτώσεσιν ἀποῤῥήγνυσθαί τι τῶν κατὰ τὸν ἐγκέ‐ φαλον ἢ τὰς μήνιγγας μορίων, οὗ συμβάντος ἔτι μᾶλλον ἡ κεφαλαλγία σφοδροτέρα γίνεται καὶ ἡ διάθεσις ὅλη δυσια‐
15τοτέρα καὶ ὁ κίνδυνος ὀξύτερός τε καὶ σφοδρότερος. ἄρι‐ στον οὖν ἐπὶ τούτων, εἰ μή τι τὰ τῆς ἡλικίας κωλύει, μήτε
ἡ ζωτικὴ δύναμις ἄῤῥωστος φαίνοιτο, τὴν ἀρχὴν τῆς ἰάσεως522 in vol. 12

12

.

523

ἀπὸ φλεβοτομίας ποιεῖσθαι καὶ ταῖς καταλλήλαις ἐμβροχαῖς ἐπὶ τῆς κεφαλῆς χρῆσθαι, ἐλαίῳ γλυκεῖ διαβρέχοντας ἔρια καὶ περισκέποντας αὐτήν. κωλυόμενοι δὲ διά τι τούτων, ἢ ἡλικίαν ἢ ἀδυναμίαν ἢ καὶ δι’ ἄμφω τὴν τοῦ αἵματος ἀφαί‐
5ρεσιν ποιήσασθαι, διὰ κλυστῆρος ἐκκενώσομεν τὴν γαστέρα, καὶ αὐτοῦ μὲν ἕνεκα τοῦ κενωθῆναι τὰ κατὰ ταύτην, ἔτι δὲ μᾶλλον ἀντισπάσεως χάριν τῶν εἰωθότων ἐπὶ τὰ πεπον‐ θότα μέρη φέρεσθαι χυμῶν. ἔπειτα τοῖς πρὸς τὰς φλεγμο‐ νὰς χρησόμεθα βοηθήμασιν. εἰ δὲ μῆνιγξ εἴη τετρωμένη, κα‐
10λῶς ταύτην κολλᾷ, ὥς φησιν Ἀρχιγένης, καλαμίνθης χύλισμα ἐγχεόμενον καὶ ἄλευρον κέγχρινον ξηρὸν ἐπιπασσόμενον, εἶτα βούτυρον καὶ ῥόδινον καὶ στέαρ ὕειον ἄναλον παλαιὸν μι‐ γνύμενα καὶ κεχλιασμένα ἐπιχεόμενα. ἀπέχεσθαι δὲ χρὴ τοὺς τοιούτους οἴνου καὶ σιτίων ἁδροτέρων, καὶ μάλιστα εἰ πυ‐
15ρέττοιεν. τὴν μέντοι εἰρημένην κένωσιν συμβουλεύει μὲν καὶ Ἀπολλώνιος, ὁποίαν δέ τινα χρὴ γίνεσθαι ταύτην, οὐκ ἐδή‐ λωσεν. ὄξος γε μὴν μιγνύναι τῷ ῥοδίνῳ κελεύει, καθάπερ
ἐπὶ τῶν φρενιτικῶν καὶ ληθαργικῶν, ἐν ταῖς ἀρχαῖς τῶν523 in vol. 12

12

.

524

παθῶν εἰώθασιν οἱ πλεῖστοι τῶν ἰατρῶν χρῆσθαι. παρέλιπε δὲ οὐκ ὀρθῶς καὶ τὸ μέτρον ἑκατέρου δηλῶσαι, τῇ τῶν ἐμπειρικῶν ὁμοίᾳ μεταβάσει χρησάμενος, οὐ τῇ τῶν δογματι‐ κῶν ἐνδείξει. ἡ μὲν γὰρ διάθεσις ἡμῖν ὑπαγορεύει τὰ βοη‐
5θήματα, τὸ δὲ ποσὸν ἑκάστου καὶ τὴν κατὰ μέρος ἐν ταῖς ὕλαις διαφορὰν συνενδείκνυται τὸ πεπονθὸς μόριον ἥ τε κρᾶσις τοῦ κάμνοντος ἀνθρώπου, καὶ πρὸς τούτοις ἡ ζωτικὴ δύναμις, εἶθ’ ἡ ἡλικία καὶ ἡ τοῦ περιέχοντος ἀέρος κρᾶσις, ἄλλοτε ἄλλη γινομένη παρά τε τὰς χώρας καὶ τὰς ὥρας
10τοῦ ἔτους, τήν τε κρατοῦσαν τοῦ ἔτους κατάστασιν. ἐπὶ μὲν οὖν τῶν φρενιτικῶν, ἀπαθῶν ὑπαρχόντων ἁπάντων τῶν ἐκτὸς τοῦ κρανίου, κατά τε τὸ δέρμα καὶ τὸν περικράνιον ὑμένα, προσηκόντως ἔμιξαν ὄξος οἱ πρώτως μίξαντες, ἐκείνῳ τῷ λογισμῷ πεισθέντες, ὃν ἐν τοῖς περὶ συνθέσεως φαρμά‐
15κων ὑπομνήμασιν ἐπιπλέον διῆλθον, ἡνίκα ταῖς ἐν τῷ βά‐ θει τοῦ σώματος γινομέναις διαθέσεσιν ἔφασκον χρῆναι προσ‐ φέρεσθαι φάρμακα τῶν ἐπιπολῆς γινομένων διαθέσεων δια‐
φέροντα. ἐκλύεται γὰρ ἁπάντων αὐτῶν ἡ δύναμις ἐν τῇ524 in vol. 12

12

.

525

πρὸς τὸ βάθος ὁδῷ καὶ διὰ τοῦτο ἐνίοτε τοῖς οἰκείοις τοῦ πάθους βοηθήμασιν μίγνυμεν ἐναντίας τε καὶ βλαβερᾶς δυ‐ νάμεως φάρμακα. φλεγμονῆς γὰρ ὀδυνώσης ἐναντιώτατόν ἐστι τοῖς ὠφελοῦσιν ὄξος μιγνύειν, ὡς ἂν μήτε παρηγορικὸν
5ἔχοντι μήτε χαλαστικόν. ἀλλ’ ὅταν διὰ τοῦ βρέγματος ἢ δι’ ἄλλου τινὸς μέρους τῆς κεφαλῆς εἴσω διϊκνεῖσθαι τὴν τοῦ φαρμάκου δύναμιν ἐθελήσωμεν, ἐπιμιγνύναι τι τῶν διὰ τὴν ἑαυτῶν φύσιν βοηθούντων τε καὶ ποδηγησόντων ἐς τὸ βά‐ θος τοῦτο παραγινόμεθα, λεπτομερῆ τινα οὐσίαν εὑρίσκον‐
10τες, ἐνίοτε μὲν ψυχρὰν ὡς ὄξος, ἔστι δ’ ὅτε μὲν θερμὴν ὡς εὐφόρβιον, ἐπισκοπούμενοι τὴν θεραπευομένην διάθεσιν, εἴτε τῶν θερμαινόντων δεῖται εἴτε τῶν ψυχόντων. κατὰ τοῦ‐ τον οὖν τὸν λογισμὸν, ἐὰν μὲν αὐτῇ παχείᾳ μήνιγγι γυμνῇ προσφέρηται τὸ ῥόδινον, ὡς ἐπὶ τῶν ἐκκοπτομένων τι τοῦ
15τῆς κεφαλῆς ὀστοῦ γίνεται, μόνον αὐτὸ προσφέρομεν ἀτρέμα
χλιαίνοντες. ὅταν δὲ χωρὶς τοῦ γεγυμνῶσθαι διὰ τοῦ κατὰ525 in vol. 12

12

.

526

τὸ βρέγμα τῆς κεφαλῆς μέρους, ὑγιοῦς ὑπάρχοντος τοῦ κρα‐ νίου, βουλώμεθα τὸ ῥόδινον ὁδοιπορῆσαι πρὸς τὴν μήνιγγα, μίγνυμεν ὄξος αὐτῷ τὸ ποδηγῆσον, οὗ πάλιν αὐτοῦ τὸ σφο‐ δρὸν τῆς δυνάμεως ἐκλύεται, κατά τε τὴν ὁδοιπορίαν καὶ
5τὴν τοῦ ῥοδίνου μίξιν. ἀδιορίστως οὖν ὁ Ἀπολλώνιος ὄξος μιγνύναι τῷ ῥοδίνῳ κελεύσας ἥμαρτε· αἱ γὰρ τοῦ δέρματος τῆς κεφαλῆς ἢ τοῦ μετ’ αὐτὸ περικρανίου φλεγμοναὶ χωρὶς μὲν ὀδύνης ἰσχυρᾶς γινόμεναι δύναιντο ἂν ὠφελεῖσθαι μι‐ χθέντος ὄξους ὀλίγου τῷ ῥοδίνῳ, βλαβήσονται δὲ, ὅταν αὗ‐
10ται μεγάλαι τύχωσιν οὖσαι, τό τε ἄλγημα σφοδρὸν ἐπιφέ‐ ρωσιν. ἥμαρτε δὲ Ἀπολλώνιος κᾀν τῷ μὴ προσθεῖναι τὸν καιρὸν τῆς χρήσεως, ἑκάστῳ τῶν ὑφ’ ἑαυτοῦ γεγραμμένων βοηθημάτων. ἔνια μὲν γὰρ ἀρχομένων τε καὶ γεννωμένων ἔτι τῶν φλεγμονῶν ἐστι βοηθήματα, τινὰ δὲ καὶ ἀκμαζου‐
15σῶν ἢ παρακμαζουσῶν ἢ σκιῤῥουμένων. ῥόδινον μὲν οὖν σὺν ὄξει τῶν ἀρχομένων, ἀκμαζουσῶν δὲ μόνον τὸ ῥόδινον,
ὥσπερ γε τῶν σκιῤῥουμένων, ἐν οἷς ἀψίνθιόν τε καὶ γλή‐526 in vol. 12

12

.

527

χωνα μίγνυμεν, ὡς αἵ γε χωρὶς τοῦ σκιῤῥοῦσθαι παρακμά‐ ζουσαι τῶν καλουμένων χαλαστικῶν δέονται φαρμάκων. εἴ‐ ρηται δὲ αὐτῶν ἥ τε ὕλη καὶ ἡ σύνθεσις ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν, πρὶν ἐπὶ ταύτην ἀφικέσθαι, δι’ ἣν οἱ πεπον‐
5θότες τόποι πολὺ τοῖς πάθεσιν συνενδείκνυνται τῆς τῶν βοηθημάτων εὑρέσεως. τέτταρας οὖν διαθέσεις γράψαντος τοῦ Ἀπολλωνίου ποιητικὰς ἀλγημάτων κεφαλῆς, ἐπὶ προ‐ δήλοις αἰτίοις γινομένας, εἶθ’ ἑξῆς μεταβάντος ἐπὶ τὰς ὑπὸ τῶν ἀδήλων ἀποτελουμένας, μέμψαιτ’ ἄν τις εὐλόγως αὐτῷ
10μὴ ὅτι δογματικῆς ἀποστάντι διδασκαλίας, ἀλλ’ οὐδὲ ἐμπει‐ ρικῇ χρησαμένῳ. διορίζονται γὰρ κᾀκεῖνοι τὰ πάθη ταῖς κα‐ λουμέναις ὑπ’ αὐτῶν συνδρομαῖς, αἵτινες ἀθροίσματα συμ‐ πτωμάτων εἰσὶν φαινομένων ἐναργῶς ἅπασιν, ἐν αἷς συνδρομαῖς καὶ τὰ προκαταρκτικὰ τῶν αἰτίων αὐτοὶ περι‐
15λαμβάνουσιν, ὡς μόρια τῆς ὅλης συνδρομῆς. ἀλλ’ οὐδὲν
τοιοῦτον ἄθρισμα συμπτωμάτων τε καὶ σημείων ὁ Ἀπολ‐527 in vol. 12

12

.

528

λώνιος ἔγραψεν, ὡς μαθησόμεθα προσέχοντες οὐχ ἥκιστα καὶ τῇδε τῇ ῥήσει τοῦ ἀνδρός. [Ἡ συνεχὴς ῥῆσις Ἀπολλωνίου τῇ προγεγραμμένῃ, πρὸς τὰς τῶν κροτάφων ἀλγηδόνας καὶ τὰς ὅλης τῆς κεφα‐
5λῆς τὰς χωρὶς φανερᾶς αἰτίας γεγενημένας.] Μενδησίῳ μύρῳ τὴν κεφαλὴν κατάχριε. ἄλλο. στέαρ χήνειον διεὶς Μενδησίῳ μύρῳ κατάχριε. ἄλλο. σμύρναν τρίψας οἴνῳ ὡς βελτίστῳ, πάχος ποιῶν χυλοῦ πτισάνης κατάχριε. ἄλλο. σμύρναν τρί‐ ψας μύρῳ πολυτελεστάτῳ παραπλησίως χρῶ. ἐπὶ δὲ τῶν
10παιδίων τῶν τὰ βρέγματα πονούντων σμύρνῃ μετ’ ἐλαίου τετριμμένῃ χρῶ. ἄλλο. ἄγνου σπέρμα τρίψας, καὶ ἐν ὕδατι διεὶς κατάπλασσε ἢ εἰς ὀθόνιον ἀναλείψας ἐπιτίθει. ἄλλο. αἰρῶν ἄλευρον, μετὰ στέατος χηνείου συνεκλειώσας κατά‐ πλασσε, προτήξας τὸ στέαρ. ἄλλο. ἀνδράχνην καθ’ ἑαυτὴν
15καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει. ἄλλο. ἐλαίας φύλλα τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέλανος
καὶ κατάπλασσε. ἄλλο. τέφραν ἣν ἔχεις ὄξει διεὶς ἢ ὕδατι,528 in vol. 12

12

.

529

κατάβρεχε τὴν κεφαλήν. ἄλλο. στρύχνον καὶ γῆν κεραμικὴν τρίψας λείαν κατάπλασσε. ἄλλο. ἁλικακάβου καρπὸν τρίψας μετὰ στέατος χηνείου ἢ μύρου βαλανίνου χρῶ. ἄλλο. φύλλα σχίνου τρίψας ἐν ὕδατι κατάπλασσε. ἄλλο. βλίτον τρίψας
5σὺν ἐλαίῳ διεὶς χρῶ. ἄλλο. κίκεως καρπὸν τρίψας ἐν ὕδατι κατάπλασσε. ἄλλο. κορίου σπέρμα καὶ ἀνήθου λεάνας καὶ μέλιτι μίξας κατάπλασσε. ἄλλο. μελάνθιον τρίψας καὶ ἐλαίῳ διεὶς κατάπλασσε. ἄλλο. κύμινον καὶ στέαρ χήνειον λεάνας ἐπιτίθει. ἄλλο. μηκωνείου ὅσον κύαμον Αἰγύπτιον καὶ ἁλὸς
10μέρη δύο καὶ γλήχωνος μέρος αʹ. τρίψας μετ’ ὄξους καὶ μύ‐ ρου ὡς βελτίστου κατάχριε. ἐπιτήδειον δ’ ἂν καὶ τροφῆς ἀφαιρεῖν καὶ τὴν κοιλίαν κενοῦν καὶ τὴν κεφαλὴν σκεπάζειν, ἔτι δ’ ἡσυχίαν ἄγειν καὶ πᾶσαν κίνησιν φυλάττεσθαι. ὅτι μὲν οὖν ἀδιορίστως, ὡς ἔφην, γράψας ὁ Ἀπολλώνιος ἐπὶ
15τῶν χωρὶς αἰτίας φανερᾶς γενομένων κεφαλαλγιῶν ἔγραψε τὰ βοηθήματα διττῶς ἥμαρτε, μήτε ὡς δογματικὸς ἀνὴρ τὰς διαθέσεις εἰπὼν μήτε ὡς ἐμπειρικὸς τὰς συνδρομὰς, ἐξ αὐ‐
τῆς αὐτοῦ τῆς ῥήσεως ἐμάθομεν. ὅτι δὲ καὶ τῶν φαρ‐529 in vol. 12

12

.

530

μάκων αἱ δυνάμεις ἀλλήλων διαφέρουσιν οὐκ ὀλίγον ἔστι μαθεῖν ἀναγνόντας τὰς ὅλας δυνάμεις αὐτῶν. τὸ μὲν γὰρ πρῶτον ὑπ’ αὐτοῦ γεγραμμένων ἁπλῆς ἐστι δυνάμεως χα‐ λαστικῆς. τοιαύτη γὰρ ἡ τοῦ Μενδησίου μύρου δύναμις. ἔχε‐
5ται δὲ τῆς δυνάμεως ἐπιτεταμένης τὸ δεύτερον, ἐν ᾧ μίγνυ‐ ται τῷ Μενδησίῳ μύρῳ τὸ τοῦ χηνὸς στέαρ. τὸ δὲ τρίτον διὰ μὲν τὴν σμύρνην ξηραντικόν ἐστι μετὰ τοῦ θερμαίνειν, διὰ δὲ τὸν οἶνον στυπτικόν ἐστιν, ἐφ’ ὧν ὑγρότητα πλεο‐ νάζουσαν ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν ἡμῖν πρόκει‐
10ται χρήσιμον ὑπάρχον. ἴσμεν δὲ δή που τὴν ὀσμὴν τῆς σμύρ‐ νης τοὺς πλείστους τῶν ὑγιαινόντων κεφαλαλγεῖς ἐργαζο‐ μένην, ὥστε τοὺς αὐτοὺς τούτους ὀδυνωμένους τὴν κεφαλὴν οὐ σμικρὰ βλάψει. τῆς δ’ αὐτῆς δυνάμεως τούτῳ τῷ βοη‐ θήματι καὶ τὸ τρίτον ἐστὶ καὶ τὸ τέταρτον. τὸ δὲ πέμπτον
15οὐκ ἐγγὺς ἥκει τῇ τούτων δυνάμει κατάπλασμα, συντιθέν‐ τος αὐτοῦ δι’ ὕδατός τε καὶ ἄγνου σπέρματος, οὐ μόνον ἀπολειπόμενον πολὺ τῶν διὰ τῆς σμύρνης συντιθεμένων κατ’
ἀμφοτέρας τὰς δυνάμεις, τήν τε τοῦ θερμαίνειν καὶ τὴν τοῦ530 in vol. 12

12

.

531

ξηραίνειν, ἀλλὰ καὶ τοὐναντίον ἐργάζεσθαι δυνάμενον ἐπὶ τῶν διὰ ψύξιν ἀλγούντων τὴν κεφαλήν. τὸ δ’ ἐπὶ τῷδε γε‐ γραμμένον, ὃ διὰ τοῦ τῶν αἰρῶν ἀλεύρου καὶ ἐπὶ τοῦ χη‐ νείου στέατος συντίθησιν, ἐφ’ ὧν ξηρᾶναι βουλόμεθα χρή‐
5σιμόν ἐστιν, οὐκ ἐπὶ μόνης κεφαλῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων μορίων εὐλόγως παραληφθησόμενον. εἴη δ’ ἂν τοῦτο διὰ τὸ τοῦ χηνὸς στέαρ ἀλύπως ξηραῖνον. ἔστι γὰρ περιττῶς ἀνώ‐ δυνόν τε καὶ παρηγορικὸν τὸ φάρμακον τοῦτο. ἀλλὰ τό γ’ ἐφεξῆς αὐτῷ, περὶ οὗ κατὰ λέξιν οὕτως ἔγραψεν· ἀνδρά‐
10χνην καθ’ ἑαυτὴν καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει. ψυκτικόν ἐστι φάρμακον, οὐκ ἀγεννῶς ἁρμόζον διαθέσεσι θερμαῖς. τὸ δὲ μετὰ τοῦτο γεγραμμένον ὡδί πως· ἐλαίας φύλλα τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέ‐ λανος καὶ κατάπλασσε, παρηγορικὸν μὲν ὀδύνης οὐκ ἔστι,
15κενωτικὸν δὲ ὑγρότητος χυμῶν ὑπάρχει. ἰσχυρὸν δὲ τῇ δυνά‐ μει τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ἐστὶν, ἐν ᾧ κελεύει τέφραν ὄξει διέντας ἢ ὕδατι καταβρέχειν τὴν κεφαλήν. ἐὰν μὲν δι’
ὄξους σκευασθῇ, χρονίας διαθέσεις σκιῤῥουμένας ἰᾶσθαι δυνά‐531 in vol. 12

12

.

532

μενον, οὐ μὴν ὀδύνης γε παρηγορικὸν ὑπάρχον. εἰ δὲ δι’ ὕδατος ἡ τέφρα διηθῇ, τῇ μὲν ἰσχύϊ πάμπολυ τοῦ δι’ ὄξους ἀπολειφθήσεται, πραϋντικὸν δ’ ὀδύνης οὐδ’ οὕτως ἔσται, καθάπερ οὐδὲ τὸ μετ’ αὐτὸ γεγραμμένον, ὃ διὰ τῆς κερα‐
5μικῆς γῆς καὶ στρύχνου συντίθησι. περίεργον δὲ ἐπι‐ δείκνυται τὴν σκευασίαν ὁ Ἀπολλώνιος ἐν τῷ διὰ ἁλικα‐ κάβου καρποῦ συντιθεμένῳ μηδὲν ἔχοντι μήτε τῶν προειρη‐ μένων μήτε τῶν ἐφεξῆς μελλόντων λεχθήσεσθαι πλέον, ὥσπερ γε καὶ τῶν ἐφεξῆς ἕκαστον, ἄλλης δ’ ἄλλο δυνάμεως ὑπάρ‐
10χον, οὐκ ὀρθῶς δὲ ἐποίησεν ἀδιορίστως γράψας. τί γὰρ ὅμοιον ἔχει τὸ διὰ βλίτου σὺν ἐλαίῳ λελειωμένου κατά‐ πλασμα τῷ διὰ κίκεως σπέρματος ἢ κορίου ἢ μελανθίου συγκειμένῳ; θερμαίνει μὲν γὰρ ταῦτα καὶ ξηραίνει, τὸ δὲ βλίτον ἀσθενῶς ὑγραίνει τε καὶ ψύχει. τὸ δ’ ἐπὶ τῇ τελευτῇ
15τοῦ λόγου γεγραμμένον τὴν ἀρχὴν οὐδ’ ἐφ’ ἑνὸς χρήσασθαί ποτε πείρας ἕνεκα συμβουλεύσω, μήτοι γε πολλάκις· ὀλιγά‐
κις μὲν ἀναγκαζόμεθα χρήσασθαι τοῖς δι’ ὀπίου φαρμάκοις,532 in vol. 12

12

.

533

ὅταν ὑπὸ σφοδρότητος ὀδύνης ὁ ἄνθρωπος ἀποθανεῖν κιν‐ δυνεύῃ. βλάβη δέ τις καὶ τότε τοῖς στερεοῖς μορίοις γίνεται, δεομένη τῆς μετὰ ταῦτα γενησομένης ἐπανορθώσεως. οὕτω καὶ τὰ δι’ ὀπίου κολλύρια πολλοὺς ἔβλαψεν, ὡς ἀσθενῆ τε
5τὸν ὀφθαλμὸν ἀποδεῖξαι καὶ τὴν καλουμένην ἀμβλυωπίαν ἐργάσασθαι, καθάπερ γε καὶ βαρυηκοΐαν, ὅσα πρὸς ὠταλ‐ γίαν σφοδρὰν συντίθεται δι’ ὀποῦ μήκωνος. ἀλλὰ διὰ κεφα‐ λαλγίαν σφοδρὰν οὔτε τις συγκοπεὶς ἀπέθανεν οὔθ’ ἑαυτὸν ἀπέκτεινεν, ὡς ἔνιοι τῶν κωλικῶν. ὅπως ἂν γὰρ ἀλγῶσιν,
10ἀπολείπονται τῶν τὸ κῶλον ἀλγούντων ἢ οὖς ἢ ὀφθαλμὸν ἢ ὀδόντα. παρηγοροῦνται δὲ διὰ καταντλημάτων καὶ κατα‐ πλασμάτων. [Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων βοηθημάτων πρὸς κεφαλαλγίαν.] Καταλιπόντες οὖν ἤδη τὸν Ἀπολλώ‐
15νιον ἐπὶ τὸν Ἀρχιγένη μεταβῶμεν, ἐν τῷ προτέρῳ τῶν ἐπιγραφομένων αὐτῷ περὶ τῶν κατὰ γένος φαρμάκων, ᾧδέ πως γράψαντα. Ἀρχιγένους πρὸς τὰς γινομένας κεφαλαλγίας
χωρὶς πυρετοῦ. κοινῶς ἐν ἀρχῇ ποιεῖ ὑδροποσία, ὀλι‐533 in vol. 12

12

.

534

γοσιτία, κοιλίας ἔκλυσις. ταῦτα προειπὼν ἐφεξῆς γράφει φάρμακα πολυειδῆ. βέλτιον οὖν μοι δοκεῖ κατὰ μόνας ἑκά‐ στην τῶν ῥήσεων αὐτοῦ προχειριζομένῳ σκοπῆσαι, καὶ πρῶ‐ τόν γε τὴν ἀρχὴν ἐπαινέσαι, σαφῶς εἰπόντος αὐτοῦ τὸν ἀπὸ
5τοῦ πυρέττειν διορισμόν. ἐγένετο μὲν οὖν καὶ ὁ Ἀρχιγένης οὐ τῶν τυχόντων ἰατρῶν, ὥσπερ γε καὶ Μαντίας καὶ Ἡρα‐ κλείδης ὁ ἐμπειρικὸς, ἀλλὰ τῇ περὶ τὴν τέχνην Ἀρχιγένους ἐπιμελείᾳ πρόσκειται καὶ τὸ μετ’ ἐκείνου γεγονέναι. μέγιστον δὲ τοῦτό ἐστι τοῖς ἐκμαθεῖν ἀληθῶς βουλομένοις ἡντιναοῦν
10τέχνην λογικὴν, ὅταν γε καὶ πεφυκότες ὦσιν ἀγχίνοοί τε καὶ γεγυμνασμένοι κατὰ τὴν τῶν παίδων ἡλικίαν ἐν τοῖς πρώ‐ τοις μαθήμασιν. οἱ πολλοὶ δὲ τῶν τὰς τοιαύτας τέχνας με‐ ταχειριζομένων οὐ γενέσθαι σοφοὶ κατ’ αὐτὰς, ἀλλὰ τοῖς πολλοῖς φαίνεσθαι τοιοῦτοι σπουδάζουσιν. ἀλλ’ ὅ γε Ἀρχι‐
15γένης εἴπερ τις καὶ ἄλλος ἐκμαθεῖν οὕτω τὰ κατὰ τὴν ἰα‐ τρικὴν θεωρίαν σπουδάσας εἰκότως ἀξιόλογα συγγράμματα
πάμπολλα κατέλιπεν, οὐ μὴν ἐν ἅπασί γε οἷς εἶπεν ἄμεμ‐534 in vol. 12

12

.

535

πτος εἶναί μοι φαίνεται, ἀλλ’ ὥσπερ αὐτὸς ὑφ’ ὧν ἀνδρῶν ὠφεληθεὶς ἄριστος ἐγένετο, τούτων ἐλέγχει πολλὰ, οὕτω καὶ αὐτὸν εἰκός ἐστιν ἁμαρτάνοντα πρὸς ἡμῶν τῶν μετ’ αὐτὸν γεγονότων ἐξελέγχεσθαι. χαλεπὸν γὰρ ἄνθρωπον ὄντα μὴ
5διαμαρτάνειν ἐν πολλοῖς, τὰ μὲν ὅλως ἀγνοήσαντα, τὰ δὲ κακῶς κρίναντα, τὰ δὲ ἀμελέστερον γράψαντα, καθάπερ καὶ νῦν μοι δοκεῖ σφαλῆναι τῷ τῶν ἀπυρέτων ἀπὸ τῶν πυρετ‐ τόντων διορισμῷ μὴ προσθεὶς τοὺς τῶν ἀπυρέτων ἅπαντας διορισμούς.
10 [Περὶ τῶν ἀπὸ στομάχου κεφαλαλγούντων.] Εὐ‐ θέως οὖν ὁ πρῶτος ἐν αὐτοῖς ἐστιν τῆς ἀπὸ στομάχου κε‐ φαλαλγίας. ἔνιοι γὰρ εἰ καὶ βραχύς τίς ἐστιν ἐν τῇ κοιλίᾳ καὶ μάλιστα κατὰ τὸ στόμα χυμὸς αὐτοῖς ἀθροισθείη δρι‐ μὺς, αὐτίκα κεφαλαλγοῦσιν καὶ διὰ τοῦτο βλάπτονται μέχρι
15πλείονος ἀσιτοῦντες. αὐξάνεται γὰρ αὐτοῖς ἐπὶ ταῖς ἀσιτίαις ἡ τῶν τοιούτων χυμῶν μοχθηρία. χρὴ τοίνυν τοὺς οὕτως
ἐνοχλουμένους ἰᾶσθαι μηδὲν μὲν τῇ κεφαλῇ προσφέροντας,535 in vol. 12

12

.

536

εἴ γε οὐδὲ πέπονθεν οὐδὲν ἴδιον πάθος, ἀλλ’ ὑπὸ τῆς ἀνό‐ δου τῶν ἐν τῇ γαστρὶ χυμῶν ἀτμοὺς ἐγειρόντων μοχθηροὺς λυπεῖται, καθάπερ ἄλλοι τοῖς τῶν ὑποχεομένων συπτώμα‐ σι περιπίπτουσιν ἐπὶ τοῖς τοιούτοις χυμοῖς. τίς οὖν ἡ θε‐
5ραπεία; κενῶσαι τῆς γαστρὸς ὅτι τάχιστα τοὺς λυποῦντας χυμούς. ἐκκενοῦνται δὲ εὐεμέσι ῥᾳδίως ὕδωρ πίνουσι, τοῖς δυσεμέσι δυσχερέστερον. ὡς ἔνιοί γε, κᾂν διὰ τῆς τῶν δακτύ‐ λων ἢ πτερῶν καθέσεως εἰς ἔμετον παροξύνωσι τὴν γαστέρα, πλέον αὐτοῖς οὐδὲν γίνεται. τοὺς τοιούτους οὖν ὅτι τάχιστα
10πειρᾶσθαι τροφὴν εὔχυμόν τε καὶ εὐστόμαχον προσφέρεσθαι, εἰ μὲν ἐγχωροίη, λουσαμένους, εἰ δὲ μὴ, πρὸ τοῦ λουτροῦ τοσοῦτον προσαραμένους τροφῆς ὡς μὴ βλαβῆναι λουομέ‐ νους. δειπνήσαντες δὲ ὀλίγου πιεῖν ἀψινθίου κατὰ τὴν ὑστε‐ ραίαν, οὕτω τε πειρᾶσθαι διαιτᾶσθαι τὸ λοιπὸν, ὡς ἄγαν
15αὐτοὺς εὐπεπτήσαντας ἄρτου προσφέρεσθαι βραχὺ κατὰ τρίτην ὥραν ἢ τετάρτην ἢ βραχὺ πρωϊαίτερον ἢ ὀψιαίτερον,
ὡς διάστημα σχεῖν ἱκανὸν ἐπὶ τὴν εἰθισμένην ὥραν τοῦ λου‐536 in vol. 12

12

.

537

τροῦ. ὅσοι δὲ οὐ δύνανται τὸν ἄρτον ἐσθίειν χωρὶς ὄψου, τούτοις ἢ ἐλαιῶν ἢ φοινίκων ἢ σταφυλῆς ἤ τινος τοιού‐ του διδόναι, τῇ πείρᾳ τὸ βέλτιστον αὐτῶν εὑρίσκοντας. ἄλλο γὰρ ἄλλῳ βέλτιόν ἐστιν, κατὰ τὴν ἰδιότητα τῆς φύσεως.
5εἰς δὲ τὴν τῶν μοχθηρῶν χυμῶν ἐν τῇ γαστρὶ πλεονεξίαν ἥ τε τῆς πεττικῆς δυνάμεως ἀσθένεια καὶ ἡ τοῦ στόματος τῆς κοιλίας ἀτονία τὰ μέγιστα συντελεῖ, καθάπερ γε καὶ ἡ εὐαισθησία καὶ πρὸς τούτοις ἡ κεφαλὴ δέχεσθαι τοὺς ἀτμοὺς τῶν τοιούτων χυμῶν ἐπιτηδείως ἔχουσα, καθάπερ ἐνίοις οἱ
10ὀφθαλμοί. ἐγὼ μὲν οὖν πολλάκις ἐπὶ πολλῶν ἐπειράθην ἧς διῆλθον ἀγωγῆς, ὠνησάσης τὴν ἀπὸ τῆς κοιλίας γενομένην κεφαλαλγίαν. ὁ δὲ Ἀρχιγένης, ἁπλῶς γράψας ἁπάσης κεφα‐ λαλγίας τῆς ἄνευ πυρετοῦ βοήθημα τὴν ὀλιγοσιτίαν, εὔδη‐ λός ἐστιν οὐδὲν εἰδὼς περὶ τῆς ἐπὶ χολώδει χυμῷ γενομένης.
15ἔτι δὲ μᾶλλον ἄν τις τούτῳ πεισθείη, τὴν τελευταίαν αὐ‐ τοῦ λέξιν ἀναγνοὺς, ἔχουσαν οὕτω· Ἀρχιγένης. ἐπὶ δὲ τῶν
ἀπὸ στομάχου κεφαλαλγούντων πνευματικῶς τε καὶ διατεινο‐537 in vol. 12

12

.

538

μένων, ὄξει κωδείας ἀναφεψημένας ἔχοντι κατάντλει ἢ τοὺς σπόγγους βρέχων ἐπιτίθει, εἶτα κατάπλασσε τὸ μέτωπον ἀλφίτῳ μετὰ ἡδυόσμου καὶ ὄξους ἢ γλήχωνα μετὰ τῶν αὐ‐ τῶν ἢ στρύχνου χυλῷ μετὰ ῥοδίνου χρῖε. στόμαχον μὲν γὰρ
5ὀνομάζει, δηλονότι τῆς κοιλίας τὸ στόμα εἰθικότων οὕτω τῶν ἰατρῶν καλεῖν τὸ μόριον τοῦτο, οἵ γε καὶ στομαχικὰς συγκοπὰς ὀνομάζουσι καὶ στομαχικούς τινας εἶναί φασιν ἀπό τινος τῶν ἐν τῷ τόπῳ τούτῳ γιγνομένων πάθους οὕ‐ τως ὀνομάζοντες, ὡς ἡπατικοὺς τοὺς ἀφ’ ἥπατος καὶ κωλι‐
10κοὺς τοὺς ἀπὸ κώλου καὶ νεφριτικοὺς τοὺς ἀπὸ νεφρῶν καὶ σπληνικοὺς τοὺς ἀπὸ σπληνὸς πάσχοντας. ἓν δὲ ἀπὸ τοῦ στομάχου τούτου πάθος ὀδυνηρὸν ἔγραψε, καταλαμβάνον τὴν κεφαλὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, πνευματικῶς διατεινο‐ μένων, ὅπερ ἐξ οἴνου πόσεως πολλῆς οἶδα μᾶλλον γινόμενον.
15οἱ δὲ διὰ χυμοὺς ἀλγοῦντες τὴν κεφαλὴν δακνώδους ἀλγήματος οὐ διατείνοντος αἰσθάνονται. ἔνδεια μὲν οὖν τρο‐ φῆς χρήσιμος ἐπὶ τῶν διατάσεων, οὐ μὴν τοῖς γε δακνώδεις χυμοὺς ἔχουσιν ἐν τῷ στόματι τῆς κοιλίας. ὅταν μὲν οὖν
ὁ δακνώδης χυμὸς οὕτως ᾖ πικρὸς, ὠχρά τε καὶ ξανθὴ κα‐538 in vol. 12

12

.

539

λεῖται χολὴ, φύσιν ἔχουσα διὰ κουφότητα πρὸς τὸ στόμα τῆς γαστρὸς ἀναφέρεσθαι. ὅταν δὲ φλεγματώδης ἢ ὀξὺς ἢ ἁλμυρὸς ᾖ, ἐν τῷ κύτει μᾶλλον ὅλης τῆς γαστρὸς ἤπερ ἐν τῷ στόματι στηρίξεται. κάλλιστον δὲ ὡς ἐν τοιούτοις ἐστὶν
5ἐν τῷ πυθμένι τῆς κοιλίας αὐτὸν περιέχεσθαι. ῥᾳδίως γὰρ εἰς τὸ ἔντερον ἀφικνεῖται καταλιπὼν τὴν γαστέρα. χειρίστη δὲ γίνεται διάθεσις ἐπὶ μοχθηροῖς χυμοῖς ἀναποθεῖσι δυσεκ‐ νίπτως εἰς τοὺς χιτῶνας τῆς γαστρὸς, ὧν ἄριστον βοήθημα τὸ δι’ ἀλόης ἐστὶ φάρμακον, ὃ καλοῦσιν ἔνιοι μὲν πικρὰν,
10ἔνιοι δὲ αὐτὸ τὴν διὰ τῆς ἀλόης ἱεράν. καὶ βάλλουσιν ἑκα‐ τὸν μὲν τῆς ἀλόης δραχμὰς, ἓξ δὲ τῶν ἄλλων ἑκάστου, ὄν‐ των καὶ αὐτῶν τῷ ἀριθμῷ ἓξ, κινναμώμου, ναρδοστάχυος, ξυλοβαλσάμου, μαστίχης Χίας, ἀσάρου, κρόκου. κάλλιον δὲ γίνεται τὸ φάρμακον, ἀλόης ἔλαττον λαβών. ἔδοξε γάρ μοι
15πολὺ τὸ πλῆθος αὐτῆς ἑκατὸν εἶναι δραχμὰς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν παραβαλλόμενον, καὶ διὰ τοῦτο καὶ δι’
ἐνενήκοντα δραχμῶν αὐτὸ συνέθηκα, καὶ δι’ ὀγδοήκοντα, καὶ539 in vol. 12

12

.

540

μέντοι καὶ δι’ ἐλάττονος ἐνίοτε τοῦ κρόκου, διὰ τό τινας τῶν προσφερομένων αὐτὸ πλήττεσθαι τὴν κεφαλὴν, ὅπερ καὶ διὰ τῆς ὀσμῆς μόνης τοῦ κρόκου πάσχομεν πολλάκις, ὥστε ἀρίστην αὐτοῦ σύνθεσιν κρίνας τὴν διὰ τῶν ἐνενή‐
5κοντα δραχμῶν τῆς ἀλόης καὶ τοῦ κρόκου πέντε ταύτῃ χρῶ‐ μαι. τοῖς δὲ μηδὲν τὴν ὀσμὴν ἀλύπως τοῦ κρόκου φέρου‐ σιν, ἀλλ’ εὐθέως πληρουμένοις τὴν κεφαλὴν, συντίθημι τὸ φάρμακον, τέτταρας ἐμβαλὼν τοῦ κρόκου δραχμάς. συν‐ εχῶς δὲ ἀναγκάζομεν σκευάζειν αὐτὸ, διὰ τὸ μὴ μόνοις οἷς
10διῆλθον, ἀλλὰ καὶ τοῖς πάσχουσι τὰ τῶν ὑποχεομένων φαν‐ τάσματα ἢ συμπτώματα διὰ πάθος στομάχου διδόναι. καὶ πρὸς τούτοις γε τοῖς ἐπεχομένοις τὴν γαστέρα καὶ γυναιξὶ μὴ καθαιρομέναις καλῶς ἐφ’ ὧν ἐνεργεῖ κάλλιον, ὅταν ὀγδοή‐ κοντα μὲν ἀλόης δραχμὰς, ἓξ δὲ τοῦ κρόκου λάβῃ. καὶ κάλ‐
15λιον δέ ἐστι τοῦ καρπησίου λαβεῖν ἀντὶ τοῦ ἀσάρου, συνέ‐ θηκα δὲ αὐτό ποτε καὶ ἀμφοῖν ἐμβαλών. ἔστι δὲ ἡ μὲν τελεία δόσις τοῦ φαρμάκου δραχμὴν μίαν, μεθ’ ὕδατος κυά‐
θων οὐ πλέονος τριῶν, ἡ δὲ ἐλλιπεστάτη κατὰ τὸ ἥμισυ.540 in vol. 12

12

.

541

μεταξὺ δὲ ἀμφοῖν αἱ ἄλλαι, καθ’ ἡλικίαν καὶ μέγεθος σώ‐ ματος καὶ ἔθος ὑπαλλαττομένης τῆς ποσότητος. [Ἀρχιγένους τὰ ἐφεξῆς τῇ πρώτῃ ῥήσει γραφέντα, ἐν οἷς καὶ Γαληνοῦ διορισμός.] Περὶ μὲν οὖν τῶν ἀπὸ στομά‐
5χου κεφαλαλγούντων ἱκανὰ ταῦτα. καιρὸς δὲ μεταβαίνειν ἤδη πρὸς τὰς ὑπὸ τοῦ Ἀρχιγένους γεγραμμένας ῥήσεις ἐφεξῆς τῇ πρώτῃ. ποιήσομαι δὲ καθ’ ἑκάστην αὐτῶν ὁμοίαν ἐξέτα‐ σιν ᾗ κατὰ τὴν πρώτην ἔπραξα, συνάψας αὐτῇ διὰ τῶν πραγμάτων ἀκολουθίαν καὶ τὴν ὑστάτην. ἀλλὰ νῦν γε ἀπὸ
10τῆς δευτέρας ἄρξομαι. ἐμβρέγματα δὲ ἐὰν μὲν ἀπὸ χειμῶνος ἢ ἀπὸ περιψύξεως πάσχωσιν, ἔλαιον χλιαρὸν καὶ διάχρισμα ῥινῶν, δαφνίδων ἐκπίεσμα ἢ δάφνινον ἔλαιον ἢ συριακὸν μύ‐ ρον ἢ κίκινον ἢ στυράκινον ἢ γλεύκινον, ἢ ἄλλο τι τοιοῦ‐ τον θερμαντικόν. ἵνα δ’ ἀπὸ τοῦ τελευταίου τὴν ἀρχὴν
15ποιήσωμαι, λέγειν αὐτὸν ἡγοῦμαι τήν τε καλουμένην αὐτόῤ‐ ῥυτον ῥητίνην, ἐν Λακεδαίμονι πλείστην γιγνομένην
καὶ τὸ καπνέλαιον ἐν Κιλικίᾳ, τό τε ἀμαράκινον καὶ τὸ541 in vol. 12

12

.

542

στυράκινον ἐν Κυζίκῳ, τό τε ἐν Πέργῃ σκευαζόμενον ἴρινον, ἀξιοῖ διαχρίειν τοῖς τοιούτοις μύροις τὰς ῥῖνας, ὡς διὰ τῆς ὀσμῆς αὐτῶν θερμαινομένης τῆς κεφαλῆς. καὶ γὰρ καὶ φαί‐ νεται σαφῶς τοῦτο γινόμενον, ὡς καὶ τοὺς ἰδιώτας αὐτοῖς
5χρῆσθαι, καὶ μάλιστα τοῖς εὐπορίστοις. εὐπόριστα δέ ἐστιν ἄλλοις ἄλλα τὰ παρ’ ἑκάστοις πλεονάζοντα, καὶ παρ’ ἡμῖν γε κατὰ τὴν Ἀσίαν ἔθος ἐστὶ τοῖς ἀγροίκοις τῷ καλου‐ μένῳ κεδρίνῳ χρῆσθαι, κᾂν ἀπορῶσι δέ ποτε αὐτοῦ, πισσε‐ λαίῳ. καλοῦσι δὲ οὕτω τὸ συγκείμενον ἐξ ἐλαίου τε καὶ πίτ‐
10της ὑγρᾶς. μιγνύουσι δὲ καὶ τούτῳ καὶ τῷ κεδρίνῳ τὸ ἔλαιον οἱ μὲν πλέον, οἱ δὲ ἔλαττον, εἰς ὅσον ἂν ἐκλῦσαι τὸ σφο‐ δρὸν τῆς δυνάμεως αὐτῶν βουληθῶσιν. ἅπασι δ’ οἷς εἶπον εἰώθασι καὶ τὰ τῆς κεφαλῆς χρῆσθαι καὶ μάλιστα, ὡς εἴρη‐ ται, κατὰ τὸ βρέγμα. διαχρίουσι δὲ καὶ τὸ μέτωπον αὐτοῖς
15καὶ τῶν ὤτων τοὺς πόρους, ἔνιοι δὲ καὶ τὰ τῶν ποδῶν ἴχνη καὶ τὴν ἕδραν. ὅταν δὲ ὁ Ἀρχιγένης εἴπῃ δαφνίδων ἐκ‐ πίεσμα τὸ καλούμενον ἁπλῶς δάφνινον, ἡγητέον οὕτως ὀνο‐
μάζειν αὐτὸν, ὡς τό τε προσλαβὸν ἐλαίου δάφνινον ἔλαιον542 in vol. 12

12

.

543

ὀνομάζεται. Συριακὸν δὲ μύρον ἡγοῦμαι λέγειν αὐτὸν τὸν Κομμαγηνὸν, ἐπειδὴ κομίζουσιν ἐκ Συρίας ἡμῖν αὐτό. Ἀρ‐ χιγένους. θέρους δὲ ἢ καυσωδῶς διατεινομένων δι’ ὄξους καὶ ἐλαίου ἢ ὕδατος καὶ ῥοδίνου, ἔτι δὲ χυλοῦ πολυγόνου ἢ
5ἀνδράχνης ἢ στρύχνου, ἤ τινος τῶν ψυχόντων, σπόγγους τε ἐξ ὀξυκράτου τίθει τῇ κεφαλῇ. ἐν τούτῳ τῷ λόγῳ δόξει μὲν ἴσως τισὶν ἀμελέστερον ἀναγινώσκουσιν μίαν ἁπλῆν θε‐ ραπεύειν θιάθεσιν ὁ Ἀρχιγένης. ἔχει δὲ οὐχ οὕτως. ἐκ μὲν τοῦ φάναι καυσωδῶς τὴν θερμὴν ἐνδείκνυται διάθεσιν, ἐκ
10δὲ τοῦ διατεινομένων τὴν ὑπὸ πνεύματος φυσώδους τοῦτο πάσχουσαν, ὡς μὴ μόνον ἠλλοιῶσθαι κατὰ τὴν δυσκρασίαν, ἀλλὰ πλεονεξίαν ὑπάρχειν ἀτμώδους πνεύματος. ἐν ἀρχῇ μὲν οὖν ἐπὶ τῶν τοιούτων διαθέσεων ἀμφοτέρων ἡ τῶν ψυχόν‐ των βοηθημάτων δύναμίς ἐστιν ἐπιτήδειος, ἐμψύχουσα μὲν
15τὴν κατὰ θερμότητα δυσκρασίαν, ἀνακρουομένη δὲ καὶ ἀνα‐ στέλλουσα τὴν ἀναφορὰν τοῦ φυσώδους πνεύματος. ἄμεινον
δ’ ἂν εἴη κατὰ τὴν ἐμὴν δόξαν ἀκριβέστερον ἐκζητῆσαι πότε543 in vol. 12

12

.

544

μὲν ἐκ τοῦ σώματος ἀναφέρεται τὸ φυσῶδες πνεῦμα, καθά‐ περ ἐπὶ τῶν ἀπὸ τοῦ στομάχου κεφαλαλγικῶν ἐλέχθη, πότε δὲ ἐν τῇ κεφαλῇ γεννᾶται· καὶ γὰρ ἡ γαστὴρ ἐκφυσᾶται ἐνίοτε δυσλύτως. ἐνίοτε δὲ καὶ τῶν μετ’ αὐτὴν ἐντέρων ποτὲ μὲν
5ἡ νῆστις ἢ τὸ λεπτὸν ἔντερον, ἔστι δ’ ὅτε τὸ κῶλον. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ ἀδύνατόν ἐστι τὴν αὐτὴν διάθεσιν ἔν τισι τῶν κατὰ τὴν κεφαλὴν μορίων γινομένην τὸ φυσῶδες πνεῦμα γεννᾷν, οὗ τῆς γενέσεως ἐν τοῖς κατὰ τὴν γαστέρα τόποις τὴν αἰτίαν εὕρομεν, ἔνδειαν θερμασίας τοσαύτης ὡς
10γεννᾷν ἐκ τῶν σιτίων τε καὶ ποτῶν ἀτμῶδές τε καὶ φυσῶ‐ δες πνεῦμα. δι’ ἀῤῥωστίαν δὲ τῆς περισταλτικῆς δυνάμεως ἐκφυσᾶσθαί τε καὶ πληροῦσθαι τὴν ἐντὸς εὐρυχωρίαν τῶν οὕτω παθόντων μορίων, ὥστε διατείνεσθαι μὲν διὰ τὴν πλήρωσιν, ὀδυνᾶσθαι δὲ διὰ τὴν τάσιν. εὑρέθη γὰρ οὖν καὶ
15τοῦθ’ ἡμῖν, ἐν οἷς περὶ τῶν ἀλγημάτων τὰς κοινὰς καὶ γε‐ νικὰς ἐσκοποῦμεν, ὡς ἐν τῷ διαλύεσθαι τὸ συνεχὲς τῶν ὁμοιομερῶν σωμάτων ἡ ὀδύνη γίνοιτο. διαλύει δ’ αὐτὴν τὰ
διαβιβρώσκοντα καὶ τὰ τέμνοντα καὶ τὰ διατείνοντα καὶ τὰ544 in vol. 12

12

.

545

σφοδρῶς θερμαίνοντα καὶ ψύχοντα. διὸ κᾀπὶ τῶν κατὰ τὴν κεφαλὴν ἀλγημάτων εἴωθα πυνθάνεσθαι τῶν πασχόντων, ὁποία τίς ἐστιν ἡ ποιότης αὐτῶν. ἔνιοι μὲν γὰρ ὡς διαβιβρωσκομένων τῶν σωμάτων αἰσθάνεσθαί φασι τῆς ὀδύ‐
5νης, ἔνιοι δὲ ὡς διατεινομένων ἢ βαρυνομένων ἢ θλωμένων ἢ μόνης ἐπικρατούσης σφοδρᾶς θερμότητος ἢ ψύξεως. εἰ μὲν γὰρ ὡς διαβιβρωσκομένων καὶ κεντουμένων, ἤτοι διὰ δριμύ‐ τητα χυμῶν ἢ τοιούτου πνεύματος αἰτιατέον· εἰ δὲ διατεί‐ νοιντο χωρὶς τοῦ δάκνεσθαι, πλήρωσιν τῶν διατεινομένων
10μορίων, ἤτοι διὰ πνεῦμα φυσῶδες ἢ χυμὸν ἐπιῤῥυέντα πο‐ λὺν, ἐν ᾧ γένει καὶ φλεγμονὴ καὶ τὸ ἐρυσίπελάς ἐστιν· ἡ μὲν φλεγμονὴ θερμὸν αἷμα πολὺ τοῦ φλεγμαίνοντος σώμα‐ τος ἐν αὑτῷ περιέχοντος, τὸ δὲ ἐρυσίπελας χολώδη χυμόν. εἰ δὲ ἐξ ἀμφοῖν πλεονεκτούντων πληρωθείη τι μόριον, ἤτοι
15τὴν ἐρυσιπελατώδη φλεγμονὴν ἢ τὸ φλεγμονῶδες ἐρυσίπελας γίνεσθαι. καὶ μή τις δοκείτω μακρὸν ἡμᾶς λόγον ἐφ’ ἑνὶ
μορίῳ καθ’ ἓν σύμπτωμα πάσχοντι ποιεῖσθαι. κοινὸς γὰρ545 in vol. 12

12

.

546

ἁπάντων τῶν ὀδυνωμένων ὁ λόγος ἐστὶν καὶ διαρθρώσας τις αὐτὸν ἀκριβῶς, εὐπορώτερος εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν ἐπὶ παντὸς μορίου πάσχοντος ἔσται. τὸ γάρ τοι τῆς τέχνης στοχαστικὸν ἐν τῷ τῶν διαθέσεων διαγνωστικῷ μάλιστά
5ἐστιν. εὑρισκόμεναι γὰρ αὗται τὴν θεραπείαν οὐ στοχαστι‐ κῶς, ἀλλ’ ἐπιστημονικῶς ἐνδείκνυνται μετὰ τοῦ καὶ γινώσκε‐ σθαι τὸ δύσλυτον ἐνίων διαθέσεων, ἐφ’ ὧν εὔλογον χρῆσθαι τοῖς κατὰ τὴν ἔνδειξιν, εἰ καὶ μηδὲν ἀνύειν φαίνοιτο κατὰ τὰς ἀρχάς. καὶ τοῦτ’ ἔστι τὸ κατὰ τὸν ἀφορισμὸν εἰρημέ‐
10νον, ἐν ᾧ φησι, πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων δὲ τῶν κατὰ λόγον μὴ μεταβαίνειν ἐφ’ ἕτερα, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς. ἔσθ’ ὅτε γὰρ οὕτω σφοδρῶς ἐν τοῖς στε‐ νοῖς πόροις σφηνοῦται τὸ ἀτμῶδες πνεῦμα, καὶ πολὺ μᾶλλον αὐτοῦ ὁ γλίσχρος χυμὸς ἢ παχὺς, ὡς χρόνου δεῖσθαι
15πλείονος εἰς τὴν ἴασιν. λεπτῦναί τε γὰρ τὰ οὕτως ἐσφηνω‐ μένα καὶ τοὺς πόρους εὐρῦναι χρὴ, δι’ ὧν ἐκκριθήσεται μετὰ
τοῦ προνοεῖσθαι μηκέτι ἐπιῤῥεῖν ἕτερον, ἤτοι χυμὸν ἢ πνεῦμα546 in vol. 12

12

.

547

τοιοῦτον, καὶ πρὸς τούτοις τονῶσαι τὸ πεπονθὸς, ὡς μηδὲ αὐτὸ τὴν τοῦ φυσώδους πνεύματος ἐργάσασθαι γένεσιν. οἱ μὲν οὖν πρῶτοι συνθέντες οἰκεῖα ταῖς τοιαύταις διαθέσεσι φάρμακα ποικίλης ἐδεήθησαν ὕλης εἰκότως· εἴ γε ἀποκρούε‐
5σθαι τὴν ἐπιῤῥέουσαν οὐσίαν, εἴτε ἐν χυμοῖς εἴτε ἐν ἀτμοῖς εἴη, τῶν ἀναγκαίων ἐστὶ πέττειν τε καὶ λεπτύνειν τὴν ἐσφη‐ νωμένην, διαφορεῖν τε ταύτην αὐτὴν καὶ τούτων ἁπάντων οὐδενὸς ἧττον, ἀλλ’ ἔτι καὶ μᾶλλον εὐτονίαν ἐργάζεσθαι περὶ τὸ πεπονθὸς μόριον, ὡς μὴ παραδέχοιτο μὲν τὸ ἐπιῤ‐
10ῥέον, ἀποκρίνοι δὲ τὸ λεπτυνθὲν, πέττοι δὲ καὶ λεπτύνοι τὸ ἐσφηνωμένον. ἀλλ’ ἐν τῇ μίξει τῶν τοῦτο δυναμένων ἐργάζεσθαι φαρμάκων ἄλλος ἄλλου στοχαστικώτερος γενό‐ μενος ὁ μὲν ἧττον ὠφελοῦσαν, ὁ δὲ μᾶλλον εἰργάσατο τὴν σύνθεσιν. ὅθεν, ὡς ἴστε, πρὸς γὰρ ὑμᾶς ἐρῶ τοὺς ἑταίρους,
15οἷς μάλιστα γράφεται ταῦτα, δύο πάντως ὁρᾶτέ μοι παρε‐ σκευασμένα φάρμακα τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόντων, ἔσθ’ ὅτε καὶ τρία καὶ τέτταρα, κᾀκ τῆς τούτων μίξεως πολ‐
λάκις ἐργαζομένῳ τὸ δέον ἐπὶ τῶν δυσιάτων διαθέσεων.547 in vol. 12

12

.

548

ἐπισκοποῦμαι γὰρ αὐτῶν ἐν τίνι μὲν πλέον ἐστὶ τὸ θερ‐ μαῖνον ἁπλοῦν φάρμακον, ἐν τίνι δὲ τὸ ψῦχον, ὥσπερ καὶ τὸ ξηραῖνον ἢ ὑγραῖνον ἢ λεπτομερὲς ἢ παχυμερὲς, εἶθ’ ὁρῶν ὅπως ἐνήργησε τὸ προσενεχθὲν τῷ πάσχοντι τὴν δευτέραν
5χρῆσιν ἤτοι δι’ ἄλλου τινὸς ἢ δι’ αὐτοῦ τούτου ποιοῦμαι, πολλάκις μὲν ἐφ’ ἕτερόν τι τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόν‐ των ἀφικνούμενος, ἐνίοτε δὲ μιγνὺς ἀμφότερα, κᾀξ αὐτῶν ἐρ‐ γαζόμενός τι μέσον. εἴρηται δὲ ἐπὶ πλέον οὐ καθόλου μόνον, ἀλλὰ καὶ κατὰ μέρος, ἐν τοῖς τῆς θεραπευτικῆς με‐
10θόδου γράμμασιν ἅπαντα τὰ τοιαῦτα. καὶ χρὴ γινώσκειν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, ἐκείνῃ ταύτην ἑπομένην. ὅμως δὲ ἀναγκάζομαι καὶ νῦν ἀναμιμνήσκειν αὐτῆς, ἕνεκα τοῦ μᾶλλον ἡμᾶς ἀκολουθῆσαι τοῖς ἐνταῦθα λεγομένοις. ἐπὶ γοῦν τῆς προκειμένης διαθέσεως, ὀδυνώδους ἐπικρατούσης
15θερμότητος, ἅμα φυσώδει πνεύματι κατ’ ἀρχὰς μὲν ἀπο‐ κρουστικῇ θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων δυνά‐ μεως γινομένῃ. συμμέτρως δὲ τούτου πραχθέντος ἐκ τῶν
παρηγορικῶν τε καὶ πεττικῶν μιγνύναι χρὴ τοῖς ἀποκρου‐548 in vol. 12

12

.

549

στικοῖς, εἶτα καὶ τῶν διαφορητικῶν τι προσθετέον ἀφαι‐ ροῦντα κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων, ἄχρις ἂν εἰς τὴν ἐναντίαν μίξιν ἀφίκηται τὸ φάρμακον ἣν ἐξ ἀρ‐ χῆς ἔσχε, τουτέστιν ἵνα πλεῖστον μὲν ᾖ τὸ λεπτυντικόν τε
5καὶ διαφορητικὸν, ἔλαττον δὲ τὸ πεττικόν τε καὶ παρηγορι‐ κὸν, ἐλάχιστον δὲ τὸ ἀποκρουστικόν. ἀνδράχνην μὲν οὖν ἐμάθετε ψυκτικῆς καὶ ὑδατώδους οὖσαν οὐσίας, ἧττον δὲ αὐτῆς τὸ πολύγονον. ἐπὶ δὲ τοῦ στρύχνου τοσοῦτον μεμί‐ χθαι παχυμεροῦς τε καὶ γεώδους, ὅσον καὶ τῆς στύψεως. τὸ
10δὲ ὄξος ἀποκρουστικήν τε ἅμα καὶ λεπτυντικὴν, ἀλλὰ καὶ διαφορητικὴν ἔχει δύναμιν, ὡς ἂν ἐπικρατούμενον ἐν τῇ κρά‐ σει λεπτομερεῖ ψυχρότητι, καθάπερ ὁ ἀκριβῶς αἴθριος ἀὴρ βόρειος. ἐμάθετε δὲ καὶ τὴν τοῦ ῥοδίνου δύναμιν, ὡς ἔχει μέν τι καὶ ἀποκρουστικὸν, ἔχει δὲ καὶ πεττικὸν καὶ παρη‐
15γορικὸν, ἔτι δὲ πρὸς τούτοις καὶ διαφορητικόν. εἰκότως οὖν ὁ Ἀρχιγένης ἐν ἀρχῇ τῆς εἰρημένης διαθέσεως τοῖς τοιού‐ τοις χρῆται φαρμάκοις, αὐτὸ μὲν καθ’ ἑαυτὸ μόνον ὄξος
οὔτ’ ἄλλοθι προσφέρων οὔτε ἐνταῦθα διὰ τὸ σφοδρὸν τῆς549 in vol. 12

12

.

550

δυνάμεως, μιγνὺς δὲ ἤτοι ῥόδινον ἢ ὕδωρ αὐτῷ. μεταβῶμεν οὖν ἤδη πρὸς τὰς ἐφεξῆς τοῦ Ἀρχιγένους ῥήσεις. ἐὰν δὲ ἐπιτείνοιτο, τελεία τροφῆς ἀποχὴ ἁρμόδιος, εἶτα φλεβοτομία ἀπ’ ἀγκῶνος κένωσίς τε τῆς κοιλίας διὰ κλυστῆρος εὐτόνου.
5περὶ τούτων τῶν βοηθημάτων εἴρηταί μοι πρότερον, ἡνίκα τὰς Ἀπολλωνίου ῥήσεις ἐσκοπούμην, ἀσιτίαν μὲν ἐπὶ τοῖς χολώδεσιν αἰτίοις ἀπαγορεύοντός μου, φλεβοτομίαν δὲ ἐπὶ παίδων καὶ γερόντων καὶ δυνάμεως ἀσθενοῦς, ἐπαινοῦντος δὲ τὴν διὰ κλυστῆρος κένωσιν, οὐ μόνον τῆς κενώσεως ἕνεκα
10τῶν περιεχομένων ἐν τοῖς ἐντέροις, ἀλλὰ καὶ τῆς ἀντισπά‐ σεως τῶν ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων. καὶ διὰ τοῦτο καλῶς ἐν οἷς ἔγραψε περὶ αὐτῆς ὁ Ἀρχιγένης, οὐχ ἁπλῶς εἶπεν κένωσίς τε κοιλίας διὰ κλυστῆρος, ἀλλὰ προσέθηκεν εὐτόνου. πολὺ γὰρ ἐν τῷ τοιούτῳ κλυστῆρι τὸ τῆς ἀντι‐
15σπάσεώς ἐστι, πρὸς τῷ μὴ μόνα τὰ κατὰ τὴν γαστέρα καὶ τὸ μεσάραιον ἐκκενοῦν, ἀλλὰ καὶ τὰ σιμὰ τοῦ ἥπατος. Ἀρ‐
χιγένους. ἐμβρέγματα δὲ πήγανον μετ’ ὄξους καὶ ἐλαίου λεαι‐550 in vol. 12

12

.

551

νόμενον. ἀναμνησθέντες ἧς ὑπέθετο διαθέσεως βοηθήματα γράφειν, οὕτω κρίνομεν ἕκαστον ὧν καταλέγειν ἤρξατο. τὴν μὲν οὖν διάθεσιν αὐτὸς οὕτως ἔγραψεν, θέρους δὲ ἢ καυ‐ σωδῶς διατεινομένων. ἐφεξῆς δὲ ψυκτικῆς δυνάμεως ὑπέταξε
5βοηθήματα καὶ μετὰ ταῦτα ἔφη. ἐὰν δὲ ἐπιτείνηται, τελεία τροφῆς ἀποχὴ καὶ φλεβοτομία καὶ κλυστὴρ εὔτονος προσφε‐ ρέσθω. καὶ τούτων ἐφεξῆς τὰ κατὰ τὴν προκειμένην ἐγράφη ῥῆσιν, ἐν ᾗ μετ’ ὄξους καὶ ἐλαίου λεανθὲν τὸ πήγανον προσ‐ φέρειν ἐκέλευσεν, οὐ προσθεὶς πότερον χλωρὸν ἢ ξηρόν.
10ἔστι γὰρ οὐ μικρὰ διαφορὰ, παμπόλλῳ δριμυτέρου τε καὶ θερμοτέρου τοῦ ξηροῦ παρὰ τὸ χλωρὸν ὑπάρχοντος. ἐμοὶ μὲν δὴ δοκεῖ τὸ χλωρὸν συμβουλεύειν· οὐ γὰρ ἂν ἀθρόως ἀπὸ τῶν ψυχόντων ἐπὶ τἀναντία μετέβη. τὸ δ’ ὄξος ὅτι πρὸς τῷ ψύχειν καὶ ἀποκρούεσθαι διαφορητικὸν ἔχει
15τι πρόσθεν εἴρηται, παρηγορικῆς δὲ καὶ χαλαστικῆς δυνάμεως ὑπάρχον τὸ ἔλαιον εἰκότως ἔμιξεν αὐτοῖς. ἄλλο. δαφνίδων ἐκπίεσμα μετ’ ὄξους καὶ πηγάνου. πολὺ τοῦτο τοῦ πρόσθεν
ὑπάρχει δραστικώτερον. ἰσχυρῶς γὰρ θερμαίνοντι τῷ τῶν551 in vol. 12

12

.

552

δαφνίδων ἐκπιέσματι τὸ πήγανον ἔμιξε μετ’ ὄξους, ἐλαίου χω‐ ρίς. ἄλλο. χύλισμα τῶν τῆς ἴρεως ῥιζῶν μετ’ ὄξους. τοῦτο βοήθημα θερμαντικὸν οὐδὲν ἔχει. βέλτιον οὖν ἦν ἐν τῇ πρὸς τὰ γενναιότερα βοηθήματα μεταβάσει πρῶτον αὐτὸ
5τετάχθαι, εἶτ’ ἰτέας φύλλα λεῖα μεθ’ ὕδατος. τοῦτο τοῦ προγεγραμμένου τοῦ διὰ τῆς ἴρεως ἀσθενέστερόν ἐστι καὶ τοῖς ἁπάντων πρώτοις γεγραμμένοις ὅμοιον, ὥστε οὐκ ἐν καιρῷ νῦν εἴρηται. ἕρπυλλος τετριμμένος μετ’ ὄξους καὶ ἐλαίου. περὶ μὲν ἐλαίου καὶ ὄξους ἔμπροσθεν εἴρηται· προσ‐
10έθηκε δ’ αὐτοῖς νῦν ἕρπυλλον, δριμείας ποιότητος φάρμα‐ κον, διὰ τοῦτο καὶ θερμαινούσης δυνάμεως. ἀμελῶς δὲ κᾀν‐ ταῦθα παρέλιπε μὴ δηλώσας πότερον χλωρὸν ἢ ξηρὸν αὐ‐ τὸν εἶναι βούλεται. βέλτιον δ’ ἴσως τὸν χλωρὸν ἀκούειν. ἄλλο. πολύγονον μετὰ πηγάνου διειμένον ἐλαίῳ καὶ ὄξει.
15τῷ τοῦ πολυγόνου χυλῷ κατὰ τὸν πρῶτον λόγον ὡς ψύ‐ χοντι κέχρηται. καὶ γὰρ καὶ ἔστιν ὄντως τοιοῦτος, ὥστε καὶ ἐπὶ τῶν χρονιζόντων ἀλγημάτων, κατὰ τὴν πρώτην μετά‐ βασιν, εὐλόγως ἄν τις αὐτῷ χρήσεται μίξας τὸ πήγανον.
ἐπινοεῖν δ’ ἡμᾶς χρὴ καθ’ ἑκάστην τῶν ἐναντίων ταῖς δυ‐552 in vol. 12

12

.

553

νάμεσι φαρμάκων μίξιν, ἐν ἀρχῇ μὲν ὀλίγον μιγνύναι τοῦ γενναίου, κατὰ δὲ τὴν δευτέραν καὶ τρίτην χρῆσιν αὐ‐ ξάνειν αὐτοῦ τὸν ὄγκον. ἄλλο. ἀμύγδαλα πικρὰ λεπιζόμενα, λεῖα μετ’ ὄξους καὶ ἐλαίου ἐμβρεχόμενα εἰς κηρωτῆς πάχος
5δι’ ὀθονίου μετώπῳ ἐπιτιθέμενα. καὶ τοῦτο τῆς πρώτης με‐ ταβάσεώς ἐστιν οἰκεῖον. ἐμάθομεν γὰρ διαφορητικὴν ἀδήκτως δύναμιν ἔχειν τὰ πικρὰ ἀμύγδαλα. ἄλλο. πήγανον ἄγριον μετ’ ἐλαίας καὶ ὄξους ὁμοίως· ἀτάκτως καὶ πάλιν τοῦτο παρενέ‐ θηκεν, ἰσχυρὸν πάνυ φάρμακον, ἐπὶ τῶν ἱκανῶς χρονιζόντων
10ἀλγημάτων εἰκότως παραληφθησόμενον. ἄλλο. λεύκης καρ‐ πὸς μετ’ ὄξους τριβόμενος. διαφορητικῆς ἐστι δυνάμεως καὶ ὁ τῆς λεύκης καρπός. ἔν τισι δὲ τῶν ἀντιγράφων οὐ μετ’ ὄξους, ἀλλὰ μετ’ ὀξυκράτου γέγραπται. ἄλλο. ὠκίμου σπέρμα σὺν ὕδατι. τὸ μὲν τοῦ ὠκίμου σπέρμα θερμαντικῆς τε καὶ
15λεπτυντικῆς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε, δι’ ὕδατος δὲ μόνου, χρονιζούσης τῆς διαθέσεως, οὐκ ἄν τις εὐλόγως αὐτῷ χρῷτο, βέλτιον γὰρ ἦν ἔλαιόν τε καὶ ὄξος ὡς καὶ ἐπὶ
τῶν ἄλλων εἶπε, μιγνύναι καὶ τούτῳ. ἄλλο. ποιεῖ καὶ βάλ‐553 in vol. 12

12

.

554

σαμον, πευκέδανον, καστόριον καὶ ὁμοῦ καὶ ἰδίᾳ ἕκαστον σὺν ἐλαίῳ καὶ ὄξει. τοῦτο πάλιν τὸ φάρμακον ἰσχυρόν ἐστι, καὶ μάλιστα ὅταν αὐτὸ μόνον τὸ πευκέδανον προσφέρηται, χωρὶς τοῦ μιχθῆναι τῷ καστορίῳ. βάλσαμον δὲ τί καλεῖ
5νῦν οὐκ ἔχω φάναι, πότερον τοῦ φυτοῦ τὸν καρπὸν ἢ τὸν ὀπὸν, ὃν ὀποβάλσαμον ὀνομάζουσιν, ἢ τοὺς κλῶνας αὐτοῦ, τοὺς καλουμένους ξυλοβάλσαμον. ἄμεινον δέ μοι δοκεῖ τὸ ὀποβάλσαμον ἀκούειν, λεπτομεροῦς τε καὶ διαφορητικῆς οὐ‐ σίας ὑπάρχον, οὐ μὴν ἐπιφανῶς γε θερμῆς. ἄλλο. φύλλα
10δάφνης καὶ λεύκης καὶ ἄγνου μετ’ ἐλαίου καὶ ὄξους. μικτὸν καὶ τοῦτο τὸ φάρμακον ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν ἁπλῶν συνέθηκε, τὰ μὲν φύλλα τῆς δάφνης θερμότατα, τὰ δὲ τῆς ἄγνου μετρίως ψύχοντα. μέσα δὲ ἀμφοῖν ἐστι τὰ τῆς λεύκης. ἄλλο. πάνακα μετὰ ἐλαίου ἄλειφε. οὐδὲν ἐνταῦθα
15τῶν ψυχόντων μέμικται καὶ διὰ τοῦτο ταῖς πάνυ κεχρονι‐ σμέναις διαθέσεσι καὶ μηδὲν ἔτι θερμότητος ἐχούσαις χρήσι‐ μον ὑπάρχει. διὸ καὶ μέμψαιτο ἄν τις αὐτῷ χωρὶς διορι‐
σμῶν τὰ βοηθήματα γράψαντι. πάνακα δὲ ἡγοῦμαι554 in vol. 12

12

.

555

νῦν λέγειν αὐτὸν ἀμελῶς ἀντὶ τοῦ φάναι πάνακος ῥίζαν. οὐ γὰρ δὴ τὸν ὀποπάνακα νομιστέον ὑπ’ αὐτοῦ λελέχθαι πάνακα. διαφέρει δὲ τῆς ῥίζης οὗτος οὐ μικράν τινα θερ‐ μότητος ὑπεροχήν. ἄλλο. ἄγνον ἢ ἡδύοσμον, ἀμύγδαλα πι‐
5κρὰ, ἴριν, ἴσα μίξας σὺν ὄξει καὶ ῥοδίνῳ ἔμβρεχε. τῶν μὲν ἄλλων ἡ δύναμις εἴρηται πρόσθεν. ἡδυόσμου δὲ νῦν πρῶτον ἐμνημόνευσε θερμαντικῆς δυνάμεως φαρμάκου. ἄλλο. συκα‐ μίνου χυλῷ προσμίξας ὄξος κατάβρεχε. προφανῶς τοῦτο τοῦ γένους ἐστὶ τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἀρχομένης τῆς δια‐
10θέσεως ἐμψυκτικῶν ἰαμάτων, οὐκ ὀρθῶς νῦν ἀναμεμιγμένον τοῖς πρὸς τὰς αὐξομένας διαθέσεις ἁρμόττουσι φαρμάκοις. χρονιζόντων δὲ ψιλώσας καταχρίσμασι μὲν τοῖς εἰρημένοις ἐμβρέγμασί τε παχύτερα ποιῶν αὐτὰ χρῶ. ἄλλο. ῥητίνην μετὰ μέλιτος κατάχριε κροτάφους καὶ μέτωπον. ἢ μυόχοδα μετ’
15ὄξους καὶ ῥοδίνου. τρίτος οὗτος αὐτῷ καιρὸς καὶ χρόνος ἐστὶν ἐπὶ τῶν τῆς κεφαλῆς βοηθημάτων. ὁ μὲν γὰρ πρῶτος
ἦν ἀρχομένου τοῦ πάθους, ὁ δὲ δεύτερος, ὡς αὐτὸς ἔγραψεν,555 in vol. 12

12

.

556

ἐπιτεινομένου. τρίτος δὲ οὗτος, ἐν ᾧ φησιν χρονιζόντων ὅσ‐ τις δεῖται σφοδροτέρων βοηθημάτων, ὧν ἔνια τοῖς πρόσθεν ἀνέμιξεν οὐκ ὀρθῶς. [Τὰ ὑπὸ Ἀσκληπιάδου γραφέντα ἐν τῷ πρώτῳ τῶν
5ἐκτὸς πρὸς τὰς προσφάτους κεφαλαλγίας.] Ἐμβροχὴ ᾗ ἐχρή‐ σατο Νικομήδης. Πηγάνου φύλλα 𐅻 βʹ. ἡδυόσμου 𐅻 βʹ. πευκεδάνου 𐅻 βʹ. ἴρεως 𐅻 βʹ. ὠκίμου σπέρματος 𐅻 ηʹ. μήκωνος μελαίνης σπέρματος 𐅻 δʹ. ὀξυκράτου Greek Xestes Sign Alternate Form αʹ. ἕψε εἰς τὸ ἥμισυ, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ
10συνεχῶς ἔμβρεχε τὴν κεφαλήν. [Ἄλλο ᾧ ἐχρήσατο Χαρικλῆς.] Ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 βʹ. λύγου ἄνθους 𐅻 βʹ. πευκεδάνου ῥίζης 𐅻 βʹ. ἡδυόσμου χλωροῦ ἢ ξηροῦ 𐅻 βʹ. πηγάνου ἀκρεμό‐ νων 𐅻 βʹ. δαφνίδων κεκαθαρμένων 𐅻 βʹ. σπονδύλου 𐅻 βʹ.
15ἑρπύλλου 𐅻 βʹ. καστορίου 𐅻 βʹ. ῥόδων χλωρῶν ἢ ξηρῶν 𐅻 δʹ. ὄξει διαλύσας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας, καὶ ξυρήσας τὰς τρί‐
χας, ἐπιτίθει καθ’ ὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδή‐556 in vol. 12

12

.

557

σας φύλαττε μέχρι τῆς ἐπιούσης ἡμέρας, καὶ πάλιν λύσας, καὶ ἀνανεώσας ἐπιτίθει. [Τροχίσκος πρὸς κεφαλαλγίαν Ἀντωνίου ῥιζοτόμου.] Ὀποῦ πευκεδάνου 𐅻 ιστʹ. ὀποῦ μήκωνος 𐅻 αʹ. ἀνίσου
5𐅻 δʹ. ὑοσκυάμου σπέρματος 𐅻 δʹ. κρόκου, σμύρνης ἀνὰ δραχμὰς δʹ. σκαμμωνίας 𐅻 δʹ. πάντα λεάνας μετ’ ὄξους, ἀνάπλασσε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ, ἐν δὲ τῇ χρή‐ σει ἀνιεὶς μετ’ ὄξους, ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου ἀρξάμενος, καὶ ἐπὶ τὸν ἕτερον κρόταφον καταλήγων. ἐπὶ δὲ
10τῶν πυρεσσόντων ὕδατι χρώμενος κατάχριε. [Ὡς δὲ Ἀλέξανδρος ἔχει οὕτως.] Πευκεδάνου ῥίζης 𐅻 δʹ. ἢ τοῦ ὀποῦ 𐅻 βʹ. κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. ὄξει ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐν δὲ τῇ χρήσει ὄξει διαλύων κατάχριε τοὺς ἐν αἰσθήσει τόπους,
15τοῦτο παραχρῆμα λύει τοὺς πόνους. [Ἄλλο Ἀντιγόνου ἐν στρατοπέδῳ ἐπισήμως ἰατρεύσαν‐
τος.] Δαφνίδων ξηρῶν, λείων, κεκαθαρμένων 𐅻 δʹ. σκαμμω‐557 in vol. 12

12

.

558

νίας 𐅻 δʹ. σελίνου σπέρματος 𐅻 ηʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. κρόκου 𐅻 ηʹ. σμύρνης 𐅻 δʹ. ὀμφάκου 𐅻 δʹ. ἑρπύλλου 𐅻 ηʹ. ὄξους τὸ αὔταρκες σκεύαζε καθὰ προείρηται. [Χρονίως κεφαλαλγούντων ἐπιθήματα ὡς ἐχρήσατο
5Χαρικλῆς.] Ἰρίνου μύρου πιέσματα, πευκεδάνου, καστορίου, ἀνὰ μέρος αʹ. δαφνιδίων μέρη δύο, ἄγνου σπέρματος μέρη δύο, ῥόδων ξηρῶν μέρη δύο, ὄξει διαλύσας, ἀναλάμβανε κη‐ ρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλά‐ σας ἐπιτίθει καθ’ ὅλης τῆς κεφαλῆς, προξυρήσας τὰς τρί‐
10χας καὶ ταινιδίῳ καταδήσας φύλαττε μέχρι τῆς ἐπιούσης, καὶ πάλιν ἐπιτίθει. [Περὶ τῶν ἐπὶ χολώδει χυμῷ κεφαλαλγούντων.] Τὰ μὲν σημεῖα παραπλήσια τοῖς ἐπ’ ἐγκαύσει, προσέρχεται δὲ αὐτοῖς δῆξίς τε πλείων καὶ ὠχρότης προσώπου, καί ποτε
15καὶ τοῦ στόματος ἐκπίκρωσις. ἡλικίαις δὲ μᾶλλον ἀκμαστι‐ καῖς καὶ κράσεσι θερμοτέραις καὶ βίῳ φροντιστικῷ καὶ τοῖς
χολὴν συνάγουσι ξανθὴν, τοῦτο τὸ πάθος εἴωθε συμβαί‐558 in vol. 12

12

.

559

νειν. λουτροῖς τε οὖν εὐκράτοις ἐπὶ τούτων καὶ ἀλείμμασι καὶ ὑδαρεῖ πόματι χρηστέον καὶ ἡ σύμπασα δίαιτα ὑγροτέρα τε καὶ εὔχυμος παραλαμβανέσθω. κενωτέον δὲ τὸν χολώδη χυμὸν ἀψινθίου ἀποβρέγματι ἢ διὰ τῆς ἀλόης καὶ αὐτῆς
5τῆς πικρᾶς ἀντιδότου καθ’ ἑαυτὴν ἢ καὶ σὺν ὀλίγῃ σκαμ‐ μωνίᾳ, ἢ διὰ τῶν τῆς ἀλόης καταποτίων. ἐπιχριστέον δὲ τὸ μέτωπον ἢ τῷ κροκώδει τροχίσκῳ ἢ τῷ τριγώνῳ ἤ τινι τῶν παραπλησίων. [Περὶ τῆς κατὰ τὴν συμπάθειαν κεφαλαλγίας.] Εἰ μὲν
10ὅλῳ τῷ σώματι συμπάσχει ἡ κεφαλὴ, τούτου προνοητέον πρός τε τὴν δυσκρασίαν καὶ πρὸς τὴν κρατοῦσαν ὕλην ἐπι‐ σταμένως. καὶ εἰ μὲν εἴη πλῆθος καὶ μάλιστα κατὰ τὰς φλέ‐ βας, φλεβοτομήσομεν· εἰ δὲ μᾶλλον ποιότης, καθαρτικῷ χρη‐ σόμεθα φαρμάκῳ. εἰ δὲ μορίῳ συμπάσχει, οἷον ἥπατι ἢ
15γαστρὶ ἢ στομάχω, τούτοις βοηθητέον, θερμῆς μὲν ἐν αὐ‐ τοῖς ὑποκειμένης δυσκρασίας, ἄρτον ἐξ ὑδαροῦς οἴνου παρα‐ σχόντας καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ τὰς ἔξωθεν με‐
τρίως ἐμψυχούσας τε καὶ τονούσας ἐπιβροχὰς, ὡς ἔμπροσθεν559 in vol. 12

12

.

560

εἴρηται. εἰ δὲ διὰ γλίσχρους τε καὶ παχεῖς χυμοὺς ἐν τῷ στομάχῳ περιεχομένους κεφαλαλγοῖεν, καὶ τούτους ἐκμοχλεύ‐ σομεν, ὀξύμελι πίνειν παρέχοντες τό τε ἁπλοῦν καὶ τὸ Ἰου‐ λιάνειον καὶ τοῖς δι’ ὑσσώπου τε καὶ ὀριγάνου. καὶ τοῖς
5τούτων ἔτι θερμοτέροις τε καὶ τμητικωτέροις καὶ τῷ ἀπὸ ῥαφανίδων ἐμέτῳ χρηστέον, ἐπιβροχαῖς τε θερμοτέραις καὶ καταπλάσμασι. [Περὶ τῆς ἐν πυρετοῖς κεφαλαλγίας.] Ἐπὶ δὲ τῶν ἐν πυρετοῖς συνεισβαλλουσῶν ἐξ ἀρχῆς κεφαλαλγιῶν, φλεβοτο‐
10μεῖν τῇ πρώτῃ ἢ τῇ δευτέρᾳ ἀνέσει, εἰ μή τι κωλύει, καὶ μά‐ λιστα ἐπὶ τῶν εὐεκτῶν καὶ πολυαίμων. προσέχειν δὲ μὴ διὰ τὰς ἀπὸ τῆς γαστρὸς ἀναθυμιάσεις γινομένας ἢ δι’ ἐποχὴν κοιλίας συμβαίνει τὰ τῆς κεφαλαλγίας. εἰ δὲ ὕστερον μετὰ τὴν ἑβδόμην εἰσβάλλοι, προκενώσαντες τὴν κοιλίαν διὰ
15κλυστῆρος ἀξιολόγως, σικυαστέον ἀπὸ ἰνίου ἢ αὐχένος καὶ παρηγορητέον τὴν κεφαλὴν ταῖς δι’ ἐλαίου ἐμβροχαῖς, ῥοδίνῳ
μὲν ἐπὶ τῶν θερμοτέρων καὶ ὥρᾳ θερινῇ καὶ μετὰ βραχέος560 in vol. 12

12

.

561

ὄξους, χαμαιμηλίνῳ δὲ ἐπὶ τῶν ψυχροτέρων ἕξεων καὶ ἐν χειμῶνι πέμπτον μέρος ὄξους προσειληφότι. ἐπιχρίειν δὲ τὸ μέτωπον κύφει μὲν ἐπὶ τῶν ψυχροτέρων, κροκομάγματι δὲ ἐπὶ τῶν θερμοτέρων. ἐπὶ μεγέθει δὲ πυρετοῦ γενομένης κε‐
5φαλαλγίας ἰάματα προγέγραπται ἐν τῷ περὶ πυρετῶν λόγῳ. δεῖ δὲ παραφυλάττεσθαι ταῦτα, οὐ μόνον ἐπὶ τῶν κατὰ συμπάθειαν τοῦ στομάχου κεφαλαλγούντων, ἀλλὰ καὶ κατὰ πάντων τῶν περὶ κεφαλὴν γενομένων παθῶν. ἔστι δὲ ταῦτα ἄγνου σπέρμα, ἀψινθίου χυλὸς, γάλα πινόμενον, βάλανοι δρύϊ‐
10νοι ἐσθιόμενα, ἐλαῖαι μέλαιναι μεμαίκυλα, ὄροβοι. οὗτοι δὲ καὶ τὰ ἄρθρα παραλύουσιν, ἐπιπλέον δὲ ἅπτεται σμύρνα, λίβανος, κισσοῦ κόρυμβοι, καὶ ταράττουσι τὴν διάνοιαν σχοί‐ νου καρπὸς, κρόκος, πευκέδανον, κυκλάμινος ξηρὰ σὺν οἴνῳ ποθεῖσα. στύραξ ὀλίγος μὲν ποθεὶς λύει σκυθρωπότητα, πο‐
15λὺς δὲ κατασκευάζει ταραχώδεις ὕπνους. [Περὶ κεφαλαίας.] Ἡ λεγομένη κεφαλαία χρό‐ νιός τε καὶ δύσλυτός ἐστι κεφαλαλγία, ἐπὶ μικραῖς προφά‐
σεσι μεγίστους ἔχουσα παροξυσμοὺς, ὥστε μήτε ψόφων ἀνέ‐561 in vol. 12

12

.

562

χεσθαι μήτε φωνῆς σφοδροτέρας μήτε λαμπροῦ φωτὸς μήτε οἰνοποσίας μήτε τῶν τὴν κεφαλὴν πληρούντων ὀσφραντῶν μήτε κινήσεως, ἀλλ’ ἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βού‐ λεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων· ὡς ὑπὸ σφυρᾶς γὰρ
5πλήττεσθαι δοκοῦσιν. ἔνιοι γὰρ ὡς θλωμένων ἢ διατεινο‐ μένων αἰσθάνονται τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δὲ εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. φέρει δὲ τὸ πάθος ποτὲ μὲν διηνεκῆ ἀλγήματα, ποτὲ δὲ παροξυσμοὺς καὶ διαλείμματα ἤτοι τεταγμένα ἢ ἄτακτα. διαλείπουσι γὰρ
10ἐνίοτε οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ τοῖς ἐπιληπτικοῖς, καί τις χρόνος ἐπιγίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ πάθος τοῦτο τὴν εὐπάθειαν μὲν ἔχει τῆς κεφα‐ λῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ δὲ μᾶλλον ἐκείνων ἀσθε‐ νείας ἥκει τὰ κατὰ τὴν κεφαλὴν πάσχοντα μόρια, καί τινες
15αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνῶνται μήνιγγας, ἔνιοι δὲ καὶ τὸν περικράνιον ὑμένα μόνον. τὰ μὲν οὖν μετὰ βάρους
ἀλγήματα πλῆθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως ἢ χυμῶν ἢ562 in vol. 12

12

.

563

ἀτμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονὴν, τὰ δὲ μετὰ τάσεων, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ γένοιτο, πνεύ‐ ματος λεπτοῦ καὶ φυσώδους πλῆθος δηλοῖ, εἰ δὲ μετὰ σφυ‐ γμοῦ, φλεγμονὴν ὑμενώδους σώματος. εἰ δὲ μετὰ βάρους
5γένοιτο ἡ διάτασις, πλῆθος ἐντὸς τῶν ὑμένων ἰσχόμενον καὶ τὰ μὲν ἐπιπολῆς ἀλγήματα τοῦ περιοστίου ὑμένος τὸ πάθος δηλοῖ, τὰ δὲ ἐν βάθει τῶν μηνίγγων. οἷς γὰρ ἡ διάθεσις ἔνδον τοῦ κρανίου ἐστὶν, τούτοις εἰς τὰς ῥίζας τῶν ὀφθαλ‐ μῶν ἀφικνοῦνται οἱ πόνοι, διὰ τὸ τοὺς χιτῶνας τῶν ὀφθαλ‐
10μῶν ἀπὸ τῶν μηνίγγων ἔχειν τὴν γένεσιν. εἰ δὲ καὶ σαπεὶς ὁ χυμὸς θερμότερος γένηται, σὺν πυρετῷ κεφαλαλγοῦσι. πυρέττουσι δὲ τοὐπίπαν καὶ οἱ διὰ φλεγμονὴν ὀδυνώμενοι. εἰ μὲν οὖν πλῆθος χυμῶν ἢ ἀτμῶν εὕροις αἴτιον, εἰ μὲν διὰ τὴν τοῦ παντὸς σώματος πλησμονὴν ἐγένετο, τὸ
15πᾶν σῶμα κενώσας ἰάσῃ τὴν κεφαλαλγίαν. εἰ δ’ ὡς ἀσθε‐ νὴς ὑπάρχουσα ἡ κεφαλὴ δέχεται τὰ ἀναφερόμενα, ἀντισπᾷν
δεῖ τὴν ὕλην εἰς ὅλον τὸ σῶμα καὶ οὕτως ἰᾶσθαι τὸ μό‐563 in vol. 12

12

.

564

ριον. κλυστῆρσι μὲν οὖν ἡ ἀντίσπασις γίνεται καὶ διαδέσεσι τῶν ἄκρων καὶ τρίψεσι πλείοσι τῶν κάτω μερῶν, ἐνίοτε δὲ καὶ αἵματος κενώσει ἀπ’ ἀγκῶνος. εἰ δὲ πλεονάζον ἔτι τὸ αἷμα φαίνοιτο, καὶ διὰ ῥινῶν ἀναστομώσαντας φλέβα καὶ
5κενοῦντας ὅσον αὔταρκες εἶναι δόξει, εἶτα τὴν ἱερὰν ὀξύ‐ ναντας, δοτέον, κᾄπειτα τοῖς ἀποφλεγματισμοῖς χρηστέον καὶ τοῖς ἐῤῥίνοις, οἷά ἐστι τὰ διὰ τοῦ ἐλατηρίου καὶ τῆς κυκλαμίνου μετὰ γάλακτος καὶ πράσου σκευαζόμενα. τὴν δὲ κεφαλὴν θεραπεύσεις, ἡνίκα μὲν δεῖ κεχρῆσθαι ἀντισπαστι‐
10κοῖς, διὰ τῶν ἀποκρουστικῶν ἐμβροχῶν, μετὰ δὲ τὴν τοῦ παντὸς σώματος κένωσιν ἤδη τοῖς κενοῦσι τὴν κεφαλὴν κε‐ χρῆσθαι, εἶτα τοῖς ῥωννύναι δυναμένοις. ἀποκρούεται μὲν οὖν τὸ ὀμφάκινον ἔλαιον καὶ τὸ ῥόδινον καθ’ ἑαυτὸ καὶ σὺν ὄξει καὶ τὸ διὰ τῶν κωδειῶν καὶ θαλλῶν ἁπα‐
15λῶν ἐλαίας καὶ κισσοῦ κορύμβων, καὶ ἡδυόσμου χλωροῦ σκευαζόμενον. προσάγει δὲ καὶ τὰ βοηθήματα, χλιαρὰ μὲν ψυχροτέρου καὶ ὠμοτέρου τοῦ πλήθους ὄντος, ψυχρὰ δὲ
θερμοτέρου καὶ χολωδεστέρου. διαφορεῖ δὲ τὸ γλυκύτατον564 in vol. 12

12

.

565

ἔλαιον θερμὸν καὶ μᾶλλον παλαιούμενον τοῦτο καὶ τὸ σι‐ κυώνιον. εἰ δὲ παχύτερον εἴη τὸ πλῆθος τῶν χυμῶν, σπον‐ δύλιον ἢ ἕρπυλλον ἐνεψῶν τῷ ἐλαίῳ ἢ γλήχωνος κόμην ἢ καλαμίνθην ἢ ἡδύοσμον κενώσεις τὸ πλῆθος. αὐτὰ δὲ ταῦτα
5καὶ τόνον ἐντίθησι τῷ μορίῳ, διὸ καὶ μέχρι παντελοῦς ἰά‐ σεως χρῆσθαι αὐτοῖς προσήκει. πλέον δὲ πάντων διαφορεῖ καὶ ῥωννύουσι παντελῶς περιστερεὼν ὁ ὀρθὸς, μάλιστα μὲν χλωρὸς, ἤδη δὲ καὶ ξηρὸς, σὺν ταῖς ῥίζαις ἅμα ἑρπύλλῳ ἑψόμενα τῷ ἐλαίῳ. συνεμβλητέον δὲ αὐτοῖς καὶ ῥίζαν τῆς
10παρὰ τὰ ὕδατα φυομένης κροκοδειλιάδος τῆς μεγίστης. καὶ αὐτὸν δὲ τὸν περιστερεῶνα καθ’ ἑαυτὸν, εἰ ἀφεψήσας τῷ ἐλαίῳ ἐμβρέχοις τὴν κεφαλὴν, ἰάσῃ πᾶσαν κεφαλαλγίαν χρο‐ νίαν ἐπὶ ψύξει γινομένην ἢ ὑπὸ παχέων χυμῶν. τὰ μέγιστα δὲ ὠφελοῦσι καὶ οἱ ὑπὸ τὰς ὑδρίας ὄνοι σὺν τῷ ἐλαίῳ
15ἑψόμενοι. [Ἀρχιγένους περὶ ἀποφλεγματισμῶν.] Μετὰ ταῦτα δὲ ἀποφλεγματισμοὶ διὰ νάπυος ἢ ὑσσώπου μετὰ γλυκέος κα‐
θεψημένου ἢ σταφίδος ἀγρίας μετὰ πεπέρεως τετριμμένης565 in vol. 12

12

.

566

καὶ μετὰ μέλιτος ἢ ἐλαίου μεμιγμένου μέλιτι ἢ σταφίδος ἀγρίας καὶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος τριβομένης. τὴν μὲν τῶν ὀνομαζομένων συνήθως τοῖς ἰατροῖς ἀποφλεγματιζόν‐ των φαρμάκων ὕλην ὕστερον ἐρῶ, νυνὶ δὲ τοσοῦτον ἐπι‐
5σημήνασθαι χρήσιμον, ὡς τὸ βοήθημα τοῦτο φλέγματος ἐνο‐ χλοῦντός ἐστιν ἴαμα, καθάπερ δὴ καὶ αὐτὸ τοὔνομα αὐτοῦ δηλοῖ. ὁ δὲ Ἀρχιγένης θερμὴν καὶ πνευματώδη διάθεσιν ὑπέσχετο θεραπεύειν, οὐ ψυχρὰν καὶ φλεγματώδη. ὠφελοῦν‐ ται δὲ ἱκανῶς καταντλούμενοι δάφνης ἀφεψήματι ἢ πηγά‐
10νου ἢ πάνακος ἢ κωδειῶν ἢ δαφνίδων. ἰσχυρῶς θερμαίνου‐ σι φαρμάκοις οὐκ οἶδα πῶς κατέλεξε κωδείας ψυχούσας οὐκ ἀγεννῶς, ἐνδειξάμενος ἐν τῇ τοῦ λόγου λέξει τῶν εἰρη‐ μένων ἑκάστῳ δύνασθαί τινα χρῆσθαι καθ’ ἑαυτὸ, τάχα δ’ ἄν ποτε καὶ μιχθεῖσιν, οὐ μὴν δηλώσας, εἴπερ ἐμβαλεῖν αὐ‐
15τοῖς τι κελεύει κωδειῶν, ἕνεκα τοῦ μειῶσαί τε καὶ πραῧναι τὴν σφοδρότητα τῶν φαρμάκων ἢ καὶ μόναις ποτὲ
χρῆσθαι, ὅπερ ἀρχομένης τε καὶ αὐξανομένης διαθέσεως εὐ‐566 in vol. 12

12

.

567

καιρότερον ἂν ἐγένετο. χρονιζούσης δὲ οὐ μόνον οὐδὲν ὄφε‐ λος, ἀλλὰ καὶ βλαβερώτεραι αἱ κώδιαι τυγχάνουσιν οὖσαι. ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν ἁλῶν πυρία. συνέχεεν ἐνταῦθα πάντα τὸν λόγον ὁ Ἀρχιγένης πυρίας μνημονεύσας διὰ φαρμάκου
5ξηραίνοντος μὲν οὐ γενναίως, ἔχοντος δέ τι καὶ θερμαντι‐ κόν. ἐχρῆν γὰρ αὐτὸν ἐπιστάμενον ὅτι διάθεσιν θερμὴν ὑπε‐ τίθετο θεραπεύειν, ἤτοι φυλάττειν ἀεὶ τὴν ἀπ’ αὐτῆς ἔνδει‐ ξιν ἢ περὶ τῆς μεταπτώσεως εἰρηκέναι τι καθ’ ἣν ἐν τῷ χρόνῳ τῆς θερμότητος παυσαμένης ἔμφραξις ἢ ἔντασις ἤ
10τι τοιοῦτον ἐγένετο, τῆς ἐναντίας θεραπείας δεόμενον τῆς καταρχὰς ὁρισθείσης. μετὰ δὲ τὰς καταντλήσεις ἢ πυρίας ὠφελοῦνται, ἐὰν λίνου σπέρμα ῥοδίνῳ ἐπιπάσας ἔρια ῥυ‐ παρὰ ἐξ ὀξυροδίνου θερμὰ περιθεὶς ἐπιδήσῃς. τοῦτο παρη‐ γορικόν ἐστι τὸ βοήθημα, σφοδρῶς ἐνοχλούσης τῆς ὀδύνης
15μετὰ τοῦ καὶ τὴν ὑποκειμένην διάθεσιν ὠφελεῖν, ὥσθ’ ὅπου βοηθήματα τῆς ἐπιτεταμένης κεφαλαλγίας ἔγραψεν, ἐκεῖ βέλ‐
τιον ἦν αὐτῷ καὶ περὶ τῆς πυρίας εἰρῆσθαι. κατὰ δὲ τὸν567 in vol. 12

12

.

568

καιρὸν τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐνέστηκεν, εἰ πυρίαις ἢ καταπλάσμασι χρῆσθαι δόξειεν ἂν, αἱ μὲν πυρίαι διὰ τῶν κέγχρων ἀμείνους· ὡς γὰρ Ἱπποκράτης ἔφη, καὶ κοῦφος καὶ προσηνὴς ὁ κέγχρος ἐστίν· οἱ δ’ ἅλες ἀνιαροὶ διὰ τὸ βάρος
5εἰσὶ καὶ μάλιστα ἐπὶ τῆς κεφαλῆς. [Περὶ καταπλασμάτων ἐν κεφαλαλγίᾳ.] Καταπλάσμασι δὲ χρῶ κριθίνῃ ὠμηλύσει, ἐχούσῃ ἴριν κεκομμένην, ἢ πη‐ γάνου σπέρματι ὁμοίως, ἢ μαράθρου ῥίζῃ ὁμοίως, ἢ τῇ ὠμηλύσει δι’ ὀξυμέλιτος γενομένῃ, ἢ μιγέντος ἀλφίτου καὶ
10γλήχωνος. καὶ ταῦτα τὰ καταπλάσματα τοῦ δευτέρου και‐ ροῦ τῶν ὑπ’ αὐτοῦ διωρισμένων ἐστὶν, ὃν ἐπιτεινομένης τῆς κεφαλαίας ἔθετο. παρηγορήσει τε γὰρ ἐκείνην καὶ τὴν διά‐ θεσιν ὠφελήσει. ἢ τῷ Νειλέως προσμίξας, καστορίου καὶ ἴριδος δέκατον, σὺν ὄξει καὶ ῥοδίνῳ ἐπιτίθει. τὸ μὲν οὖν
15τοῦ Νειλέως φάρμακον ἐμπλαστῶδες ἔνδοξον ἱκανῶς ἐστιν ἐκ παλαιοῦ, καὶ διὰ τοῦτο πᾶσι γνώριμον. ἐπαγγέλλεται δὲ
τὰ χρονίζοντα λείψανα τῶν ἐν ὑποχονδρίοις φλεγμονῶν ἐκ‐568 in vol. 12

12

.

569

θεραπεύειν. ἀσαφῶς δὲ τὴν πρὸς αὐτῷ μίξιν ὁ Ἀρχιγένης ἔγραψε, τοῦ τε καστορίου καὶ τῆς ἴρεως. ἄδηλον γὰρ εἴτε καθ’ ἕτερον αὐτῶν δέκατον μέρος εἶναι βούλεται τοῦ Νει‐ λιακοῦ μαλάγματος εἴτε συναμφοτέρων. ἄμεινον δέ μοι δο‐
5κεῖ μιγνύνειν ἑκατέρου τὸ δέκατον. εἶναι δὲ χρὴ δηλονότι τὸ μὲν καστόριον καὶ τὴν ἴριν ἀκριβῶς λεῖα, μαλαχθέντι δὲ ἐπιμελῶς τοῦ Νειλέως φαρμάκῳ κατὰ βραχὺ μίγνυσθαι διὰ τῶν χειρῶν ταῦτα, μετὰ καὶ τοῦ βρέχειν ἐν μέρει τῷ ῥοδίνῳ καὶ τῷ ὄξει τὰς χεῖρας. ἢ κάρυα πικρὰ λελεπισμένα
10καὶ πήγανον, ἴριδός τε ὀλίγον μίξας σὺν ὄξει καὶ ῥοδίνῳ μαλαγματῶδες ἐπιτίθει. τὰ τοιαῦτα φάρμακα πολλὰ κατὰ τὸν δεύτερον καιρὸν τῆς προκειμένης διαθέσεως γεγραφότος αὐτοῦ τὴν τῆς δυνάμεως ἐξήγησιν ἐπ’ ἐκείνων ἐποιησάμην. ἢ ἄγνου σπέρμα, Περσαίας χλωρὰ φύλλα καὶ σμύρνης ἴσα
15σὺν μύρῳ Αἰγυπτίῳ κατάπλασσε τὸ μέτωπον. ἐν Ἀλεξαν‐ δρείᾳ μόνῃ τὸ τῆς Περσαίας δένδρον εἶδον, οὐ μὴν ἐν ἄλλῳ γέ τινι τῶν ὑπὸ Ῥωμαίοις ἐθνῶν. ἔνιοι δὲ Πέρσιον ὀνο‐
μάζουσιν αὐτὸ καί φασιν ἐν Πέρσαις ὀλέθριον εἶναι τὸν569 in vol. 12

12

.

570

καρπὸν τοῦ δένδρου τούτου. κατὰ δὲ τὴν τῶν Αἰγυπτίων χώραν ἀβλαβὲς ὑπάρχον. τὸ δὲ Αἰγύπτιον μύρον οὐχ οὕτω μόνον, ἀλλὰ καὶ Μενδήσιον ὀνομάζεται. τινὲς δὲ αὐτὸ καὶ μεγαλεῖον καλεῖσθαί φασιν, ἀπὸ τοῦ συντεθέντος αὐτὸ
5Μεγάλου τὴν ἐπωνυμίαν ἑκατέραν λαβὸν, ἀπὸ μὲν αὐτοῦ τοῦ κατ’ ἐκεῖνον ὀνόματος ἐν τῇ τῶν καλουμένων παρωνύ‐ μων ἰδέᾳ, ἀπὸ δὲ τῆς πατρίδος αὐτοῦ Μενδήσιον. ἔστι δὲ χαλαστικόν τε καὶ ἀνώδυνον. ἢ θεῖον, καστόριον, δάφνιδος ἴσα, μετὰ κηρωτῆς ῥοδίνης ἐμπλάσας ἐπιτίθει κροτάφοις
10καὶ μετώπῳ. θερμαντικὸν ἱκανῶς ἐστι τὸ φάρμακον τοῦτο ψυχρὰς διαθέσεις ἀνῆναι δυνάμενον. ἢ καστόριον καὶ πευ‐ κέδανον ἴσα. παραπλήσιός ἐστι καὶ ἡ τοῦδε τοῦ φαρμάκου δύναμις τῇ προγεγραμμένῃ. ἐπιμενόντων δὲ φλεβοτομίᾳ ἀπὸ ῥινὸς ἢ μετώπου ἢ σικύαις κατὰ τοῦ ἰνίου χρῶ. αἱ μὲν ἀπὸ
15τῶν πεπονθότων μορίων ἀφαιρέσεις τοῦ αἵματος ἐπὶ τῶν χρονιζόντων παθῶν ἁρμόττειν ὡμολόγηνται σχεδὸν ἅπασι τοῖς ἰατροῖς. αἱ δὲ κατ’ ἰνίου σικύαι τῶν ἀντισπα‐
στικῶν εἰσι βοηθημάτων, ἐφ’ ὧν ἀποτρέψαι τοὺς ἐπ’ ὀφθαλ‐570 in vol. 12

12

.

571

μοὺς ἢ ἐπὶ τὰ πρόσω τῆς κεφαλῆς εἰθισμένους χυμοὺς φέρεσθαι ἐγχειροῦμεν. ἢ πταρμικῷ τινι διάσεισον, στραγγά‐ λην περιθεὶς καὶ τὸ πνεῦμα κελεύσας κατασχεῖν. τὴν ἐκ τοῦδε τοῦ βοηθήματος ὠφέλειαν ἐδήλωσε προσθεὶς τῷ λόγῳ τὸ
5διάσεισον. ἐκ δὲ τοῦ βρόχον περιθεῖναι τῷ τραχήλῳ νομί‐ ζει σφοδροτέραν ἔσεσθαι τὴν διάθεσιν. ἢ διὰ ῥινὸς κάθηρον. τοῦτο προειπὼν ἐφεξῆς καταλέγει τὰ διὰ ῥινῶν καθαίροντα, περὶ ὧν ἐγὼ ποιήσομαι τὸν λόγον, ὥσπερ καὶ περὶ τῶν ἀποφλεγματιζόντων, ὅταν ὁ τῶν τῇ κεφαλῇ προσφερομένων
10φαρμάκων λόγος συμπληρωθῇ. σφόδρα δὲ χρονισάντων σι‐ νάπιζε τὴν κεφαλὴν, ὡς ἔθος, καὶ διάκαιε πάντων τῶν ἐπι‐ πλεῖστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθή‐ ματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομέ‐ νην θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι, τῶν μὲν
15πρώτων ἐπ’ αὐτὴν ἀφικομένων ἰατρῶν οὐκ οἶδα τίνι λογι‐ σμῷ χρησαμένων. ἐγὼ δὲ ἐφ’ ὧν ἤτοι δυσκρασία τις ὑγρὰ
καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστὶν αὐτὴ καθ’ ἑαυτὴν571 in vol. 12

12

.

572

ἢ διὰ ψυχρότητα χυμῶν τοιούτων γεγενημένη, τὰ διὰ νάπυος καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα. ταῖς δὲ θερμαῖς καὶ ξηραῖς οὐ προσφέρω. τοῖς μέντοι μὴ δυναμένοις γνωρίζειν τὰς διαθέσεις ἡ καταφυγὴ, καθάπερ
5ἐπὶ τὴν καλουμένην ἱερὰν ἄγκυραν, εἰς τὰ τοιαῦτα γίνεται φάρμακα καὶ διὰ τοῦτο πολλάκις ἀνύουσι τὸ δέον, ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ τοιαῦται διαθέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις. [Ἀρχιγένους περὶ τῶν διὰ μέθην κεφαλαλγούντων.]
10Ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλγούντων ἴριδι ξηρᾷ καὶ ἄγνου φύλλοις, ἐν ὄξει καὶ ῥοδίνῳ χρῶ. ἢ σελίνου κόμαις ἑφθαῖς ἐν οἴνῳ κατάπλασσε· ἢ γλήχωνι μετ’ οἴνου ὁμοίως· ἢ Μενδησίῳ μύρῳ κατάβρεχε ἰδίᾳ ἢ μετὰ χηνείου στέατος· ἢ σμύρνῃ μετὰ οἴνου Μενδησίου ἔμπλασσε· ἢ πηγάνου φύλλα,
15δαφνίδας, ἄγνον, λεύκης καρπὸν, ἴσα λεῖα μετ’ ὀξελαίου χλιάνας ἔμβρεχε. τὰ δὲ ἀμέθυστα τοιαῦτα ἂν εἴη, ἀψίνθιον πρωῒ νῆστιν πότιζε. ἢ μυρσίνης ἄνθος καὶ σμύρναν καὶ πή‐
γανον λεῖα μεθ’ ὕδατος. ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλ‐572 in vol. 12

12

.

573

γούντων αὐτάρκως εἴρηταί μοι τὰ ὑπὸ Ἀπολλωνίου γε‐ γραμμένα σκοπουμένῳ. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἄλλη ῥῆσίς ἐστι τῶν ἀπὸ στομάχου κεφαλαλγούντων, ὑπὲρ ἧς ἤδη λέλεκται.
5 [Τοῦ αὐτοῦ Ἀρχιγένους περίαπτα πρὸς κεφα‐ λαλγίαν.] Ἐπειδὴ δὲ καὶ περίαπτα τοῖς κεφαλαλγοῦσιν ἔγρα‐ ψεν ὁ Ἀρχιγένης, ὅσα μὲν οὐδένα λόγον ἰατρικὸν ἔχει τοῖς πείρᾳ κεκρικόσι, ταῦτα παραλείπω, κατά τινα θαυμαστὴν ἀντιπάθειαν ἄγνωστον ἀνθρώπῳ φάσκουσιν ἐνεργεῖν, ὅσα δὲ
10λόγον ἰατρικὸν ἔχει τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐκλέ‐ ξας ἐρῶ μόνα, κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ, καθάπερ ἄχρι δεῦρο περὶ τῶν φαρμάκων ἔπραξα. πολυγόνου πλέξας δύο κλωνία στεφάνωσον. ὅτι τὸ πολύγονον ἁρμόττει ταῖς θερ‐ μαῖς καὶ πνευματώδεσι κεφαλαλγίαις αὐτὸς ἔμπροσθεν εἶ‐
15πεν. οὐδὲν οὖν θαυμαστὸν ἐπὶ τοιούτων αὐτὸ πολλάκις ὠφεληκέναι. καὶ γὰρ συνεχῶς αὗται συμβαίνουσι δι’ ἔγκαυ‐
σίν τε καὶ μέθην. τὸ δὲ δύο δεῖν εἶναι πάντως τὰ κλωνία573 in vol. 12

12

.

574

προσέῤῥιπται τοῖς βουλομένοις τὴν ὠφέλειαν ἀπὸ τοῦ πολυ‐ γόνου κατὰ ἀντιπάθειαν ἄγνωστον, οὐ κατὰ τὴν κρᾶσιν αὐτοῦ γίνεσθαι. ἢ κιχώριον, τὸ Ῥωμαϊστὶ καλούμενον ἴντυ‐ βον λάχανον, ἐπιτίθει τῇ τοῦ πάσχοντος κεφαλῇ, καὶ μάλιστα
5ἐὰν ἀπὸ ἐγκαύσεως ἀλγῇ. ἐγὼ δὲ καὶ προσθήσω, κᾂν ἀπὸ μέθης. οὕτω γὰρ ὠφελοῦσι καὶ οἱ ῥόδινοι στέφανοι καὶ τού‐ τους οὖν ἔξεστι γράφειν τῷ βουληθέντι καὶ προστιθέντι τὸν ἀριθμὸν οὗ ἂν βουληθῇ καὶ φάσκοντι τὸν ἐκ τοσῶνδε ῥόδων πεπλεγμένον στέφανον ἰᾶσθαι τὴν κεφαλήν. ἐφεξῆς
10καλλιτρίχῳ στέφειν ἀξιοῖ τὴν κεφαλὴν, ὅ τινες ὀνομάζουσι, φησὶ, τριχομανές. ἐγὼ δὲ οἶδα τοὺς περὶ βοτανῶν γράψαν‐ τας ἀδίαντον μᾶλλον ὀνομάζοντας τὸ καλλίτριχον τοῦ τρι‐ χομανοῦς. εἶτα μετ’ ὀλίγον τῇ φιλανθρωπείῳ βοτάνῃ στέφε‐ σθαι κελεύει καὶ φοίνικος ἄῤῥενος σεβενίῳ. καὶ μετὰ ταῦτα
15κατὰ λέξιν οὕτω γράφει· ἢ ἀντικρὺς τοῦ ἡλίου στήσας τὸν κεφαλαλγοῦντα ἔα μέχρι παύσεται τοῦ πόνου. ἐν τῷ τῶν περιάπτων καταλόγῳ καὶ τοῦτο ὑπ’ αὐτοῦ γέγραπται, τὴν
μὲν ἐκ καταψύξεως ἀλγοῦσαν κεφαλὴν ὠφελῆσαι δυνάμενον,574 in vol. 12

12

.

575

ἐὰν μήτε πληθωρικὸς εἴη ὁ ἄνθρωπος μήτε ἠπεπτηκὼς ἤ τινα χυμὸν μοχθηρὸν ἐν τῇ γαστρὶ καὶ μάλιστα κατὰ τὸ κύτος αὐτῆς ἔχοι. τὰς δὲ θερμὰς κεφαλαλγίας, ὧν εἰσι καὶ αἱ δι’ ἔγκαυσιν καὶ μέθην, οὐ μικρὰ βλάψει. παραπλήσια
5τούτοις ἐφεξῆς γράψας ἐπὶ χαμαίμηλον ἧκεν, οὗ πεῖραν ἔχο‐ μεν ὠφελοῦντος κεφαλαλγίαν, ἐὰν αὐτῷ τις, ὡς ἔμπροσθεν ἐῤῥέθη, δύναιτο χρῆσθαι. καλεῖ δὲ ὁ Ἀρχιγένης ἀνθεμίδα τὴν πόαν, ὥσπερ καὶ ἄλλοι πολλοὶ, καί φησι τὸ μὲν ἄνθος αὐ‐ τῆς τριβόμενον καὶ ὀσφραινόμενον ὠφελεῖν, τὰ δὲ φύλλα
10βλάπτειν ἄκρως. ἀπαλλάσσει κεφαλαλγίαν περιστερεὼν βο‐ τάνη, ἥν τινες ἱερὰν καλοῦσι, καὶ στεφομένη καὶ καταχριο‐ μένη μετ’ ὄξους καὶ ῥοδίνου. τοῦτο ἐχρῆν αὐτὸν βοήθημα μὴ νῦν ἐν τοῖς περιάπτοις, ἀλλ’ ἔμπροσθεν ἐν τοῖς φαρμα‐ κευτικοῖς, εἴπερ οὕτως αὐτὸ θαῤῥεῖ διὰ μακρᾶς πείρας ἐξη‐
15τακὼς γεγραφέναι. ἢ χελώνης λιμναίας, ἥν τινες ἀμύδα κα‐ λοῦσιν, αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα. καὶ τοῦτο εἴπερ ἀλη‐
θές ἐστιν, ἐχρῆν ἐν τοῖς φαρμάκοις αὐτὸ μετὰ διορισμοῦ575 in vol. 12

12

.

576

γεγράφθαι, πλὴν εἰ μὴ τοῦτό φησιν, ὡς ἅπασαν ὀνίνησι κεφαλαλγίαν κατὰ πάντα καιρόν. οὕτω γὰρ αὐτῷ καὶ ἡμεῖς ἀντιπάθειαν αὐτῷ μαρτυρήσομεν, οὐκ ἐνέργειαν ἧς ἔχει κρά‐ σεως. ὁπότε οὖν ἐπλήρωσε τὸν περὶ τῶν περιάπτων λόγον,
5ἐφεξῆς ἔγραψε ταῦτα. [Ἀρχιγένους περὶ τῶν ἐν τῇ κεφαλῇ γινομένων διαιρέσεων καὶ θλάσεων.] Περὶ δὲ τῶν ἐπὶ τῇ κεφαλῇ γινο‐ μένων τραυμάτων ἐφεξῆς ῥηθήσεται. μικρᾶς δὲ διαιρέσεως γινομένης, ἔνιοι σμύρναν ὄξει τρίψαντες ἢ ἀλόην μετὰ μο‐
10τῶν ἐπιτιθέασι, καὶ κολλᾷ καὶ ἀφλέγμαντα τηρεῖ θαυμα‐ στῶς. ἐπὶ δὲ τῶν δίχα διαιρέσεως γινομένων περὶ τὴν κε‐ φαλὴν θλασμάτων, ποιεῖ καὶ ἄλφιτα ἐπιτιθέμενα. ἔτι δὲ οἴσυπος καὶ τὰ οἰσυπηρὰ ἔρια ὁμοίως. ἄλλο. ἰδιαίτερον δὲ σεμίδαλιν μεθ’ ὕδατος κατάπλασσε. ἄλλο. ἢ ὀρίγανον μετὰ
15ἀλφίτου. ταῦτα δὲ ὅτι μέν ἐστι χρήσιμα ἐγνῶσθαι τί δεῖ καὶ λέγειν. ἑτέρας δὲ πραγματείας ἐστὶν οἰκεῖα, πλὴν ἢ τοῖς
διὰ τοιαύτην αἰτίαν κεφαλαλγοῦσιν ἐπιτήδεια νομίζων ὑπάρ‐576 in vol. 12

12

.

577

χειν αὐτὰ γέγραφεν, ἢ ὡς θεραπεῦσαι τὰς ἐπιγινομένας φλε‐ γμονὰς ἢ ὡς κωλῦσαι δυνάμενα. καὶ μέντοι καὶ κατὰ ἔνια τῶν ἀντιγράφων οὐδ’ ὅλως φέρεται ταῦτα, καθάπερ ἐν ἄλλοις, ἔτι καὶ πλείω τούτων ὡδί πως ἔχοντα. ἐπὶ δὲ
5τῶν γενομένων περὶ τὴν κεφαλὴν τραυμάτων ἐπί τε τῶν συμμέτρων ἢ μὴ πάντως ἰατροῦ νομίμου δεομένων, ἐφ’ ὧν μὲν οὐκ ἔστι ψίλωσις αὐτόθεν, ξυρήσαντες καὶ ἀγκτηριά‐ σαντες, κολλητικαῖς ταῖς διὰ πείρας χρησόμεθα. καλῶς κολλᾷ μήνιγγα τετρωμένην καλαμίνθης χύλισμα ἐγχεόμενον καὶ ἄλευ‐
10ρον κέγχρινον ξηρὸν ἐπιπασσόμενον. ἔπειτα βούτυρον καὶ ῥόδινον καὶ στέαρ ὕειον παλαιὸν μίξαντα καὶ χλιάναντα ἐπιχεῖν αὐτό. ἐφ’ ὧν δὲ γύμνωσίς ἐστιν ὀστέου, ἐπιδιελόντες τὸ περικράνιον ξύσομεν τὸ ὀστέον καὶ κατὰ θῆξιν, ὡς εἰ μηδὲ ἐψίλωτο θεραπεύσομεν. εἰ δὲ μὴ κρατήσαιεν αἱ ῥαφαὶ
15τό τε κατὰ συσσάρκωσιν, ὥσπερ καὶ τῶν λοιπῶν τραυμάτων ἐπιμελησόμεθα. τεθήσεται δὲ ἡ ἀγωγὴ ἐν ἰδίῳ τόπῳ. ἐφ’ ὧν
δὲ τραυμάτων ἢ διὰ μικρότητα ἢ ἄλλως οὐκ ἔνεστι ῥαφαῖς577 in vol. 12

12

.

578

χρῆσθαι, τιλμάτιον μετ’ ὀξελαίου ἐπιτίθει ἢ μετὰ χυλοῦ μυρ‐ σίνης ἢ σχίνου ἢ βάτου ἢ κονύζης τῆς λεπτοφύλλου, μίσγων τινὶ αὐτῶν μέλιτος ὀλίγον, βρέχων τὸ τίλμα ἐπιτίθει. κατά‐ πλασσε δὲ τῶν εἰρημένων τινὰ φύλλοις, ἢ σπόγγον καινὸν
5ἐν ὀξελαίῳ δεύσας ἐπίθες, ἢ ῥυπαρὸν ἔριον ὁμοίως. προστί‐ θει δὲ ἐπ’ αὐτὸ τὸ τραῦμα κράμβης φύλλα. ἢ ἄλφιτα ὄξει πεφυρημένα ἰδίᾳ κατάπλασσε ἢ μετὰ κράμβης φύλλων τετριμ‐ μένων. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψε περὶ κεφαλαλγίας ἅμα διορισμοῖς τισιν, ὡς καὶ ὁ Ἀπολλώνιος. Ἀσκληπιάδης
10δὲ ποικίλα μὲν ἔγραψε φάρμακα, διορισμοὺς δὲ αὐτοῖς οὐ πάνυ τι προσέθηκεν ἀπὸ τῶν διαθέσεων ἀλλ’ ἢ μόνον ἐπὶ τῶν ἀρχομένων τε καὶ χρονίων καὶ τοῦτ’ ἐποίησεν, οὐκ ἐπὶ πολλῶν, ἀλλ’ ἐπί τε τοῦ πρώτου καὶ τῶν τελευταίων δυοῖν. τὰ μὲν οὖν τελευταῖα πιστεύσειεν ἄν τις ἐπὶ τῶν χρονίων
15ἐνεργεῖν, ἐξ ἰσχυρῶν τῶν ἁπλῶν φαρμάκων συγκείμενα. τὸ δὲ πρῶτον ἴσως διὰ τοῦτο μόνον ἄν τις εἰς χρείαν ἀγάγοι
τοιαύτην, ὅτι τὸν τῆς μήκωνος ὀπὸν οὐκ ὀλίγον ἔχει. τὰ δὲ578 in vol. 12

12

.

579

τοιαῦτα μεμαθήκαμεν οὐ τῷ τὰς διαθέσεις ὠφελεῖν, ἀλλὰ τῷ τὴν αἰσθητικὴν δύναμιν ναρκοῦν, τὰς ὀδύνας εἰωθότα πραΰνειν. ἐφεξῆς οὖν καὶ ταῦτα πάντα γραφήσεται. [Τὰ ὑπ’ Ἀσκληπιάδου γραφέντα πρὸς κεφα‐
5λαλγίαν ἐν τῷ πρώτῳ τῶν ἐκτός.] Πρὸς τὰς προσφάτους κεφαλαλγίας ἐμβροχὴ, ᾗ ἐχρήσατο Νικομήδης. πηγάνου τῶν φύλλων 𐅻 βʹ. ἡδυόσμου 𐅻 βʹ. πευκεδάνου 𐅻 δʹ. ἴρεως 𐅻 βʹ. ὠκίμου σπέρματος 𐅻 ηʹ. μήκωνος μελαίνης σπέρματος 𐅻 αʹ, οἱ δὲ 𐅻 ηʹ. ὀξυκράτου 𐆂ο βʹ. ἕψε εἰς
10τὸ ἥμισυ καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ συν‐ εχῶς ἔμβρεχε τὴν κεφαλήν. ἄλλο ᾧ ἐχρήσατο Χαρικλῆς. ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 βʹ. λύγου ἄνθους 𐅻 βʹ. πευκεδάνου ῥίζης 𐅻 βʹ. ἡδυόσμου χλωρᾶς ἢ ξηρᾶς 𐅻 βʹ. πηγάνου ἀκρεμόνων 𐅻 βʹ. δαφνίδων κεκαθαρμένων
15𐅻 βʹ. ἑρπύλλου 𐅻 βʹ. σφονδυλίου 𐅻 βʹ. καστορίου δρα‐ χμὰς βʹ. ῥόδων χλωρῶν ἢ ξηρῶν δραχμὰς δʹ. ὄξους 𐆂ο βʹ.
ῥοδίνου τὸ ἀρκοῦν, σκεύαζε καὶ χρῶ καθὰ προείρηται.579 in vol. 12

12

.

580

[Τροχίσκος πρὸς κεφαλαλγίαν, ᾧ ἐχρήσατο Ἀντώνιος ὁ ῥιζοτόμος, πολλὴν ἔχων ἐμπειρίαν φαρμακείας.] Ὀποῦ πευκεδάνου 𐅻 στʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. κρόκου 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. σκαμμωνίας 𐅻 δʹ. ἅπαντα λεάνας μετ’ ὄξους
5ἀνάπλαττε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ. ἐν δὲ τῇ χρή‐ σει ἀνιὼν μετ’ ὄξους ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου ἀρξάμενος καὶ ἐπὶ τὸν ἕτερον καταλήγων. ἐπὶ δὲ τῶν πυ‐ ρεσσόντων ὕδατι χρώμενος κατάχριε. ὡς δὲ Ἀλέξανδρος ἐχρή‐ σατο, ἔχει οὕτως. πευκεδάνου ῥίζης ἢ τοῦ ὀποῦ 𐅻 αʹ.
10κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. ὄξει ἀναλάμβανε καὶ ποίει τροχίσκους, ἐν δὲ τῇ χρήσει ὄξει διαλύων κατάχριε τοὺς ἐν αἰσθήσει τόπους. ἄλλο. Ἀντιγόνου ἐν στρατοπέδῳ ἐπισήμως ἰατρεύσαντος. δαφνίδων ξηρῶν, λείων, κεκαθαρ‐ μένων 𐅻 δʹ. σκαμμωνίας 𐅻 δʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. σε‐
15λίνου σπέρματος 𐅻 ηʹ. κρόκου 𐅻 ηʹ. σμύρνης 𐅻 δʹ. ὀμφα‐ κίνου 𐅻 δʹ. ἑρπύλλου 𐅻 ηʹ. ὄξους τὸ αὔταρκες. σκεύαζε
καὶ χρῶ καθὰ προείρηται.580 in vol. 12

12

.

581

[Χρονίως κεφαλαλγούντων ἐπίθεμα ᾧ ἐχρήσατο Χαρι‐ κλῆς.] Ἰρίνου μύρου πιέσματος, πευκεδάνου, καστορίου ἀνὰ μέρος αʹ. δαφνίδων μέρη βʹ. ἄγνου σπέρματος μέρη βʹ. ῥόδων ξηρῶν μέρη βʹ. πηγάνου ἀκρεμόνων μέρη δʹ. ὄξει
5ἀναλύσας, ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας καὶ ξυρήσας τὰς τρίχας ἐπι‐ τίθει καθ’ ὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδήσας φύ‐ λαττε μέχρι τῆς ἐπιούσης ἡμέρας καὶ πάλιν ἐπιτίθει. ἄλλο σφόδρα καλόν. ἀμυγδάλων πικρῶν, λύγου ἄνθους, πευ‐
10κεδάνου ῥίζης, ἡδυόσμου χλωροῦ, πηγάνου ἀκρεμόνων, δα‐ φνίδων, ἑρπύλλου, σφονδυλίου, καστορίου, ἀνὰ μέρος αʹ. ῥόδων μέρη δύο, σκεύαζε καὶ χρῶ, καθάπερ εἴρηται. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ Ἀρχιγένης καὶ ὁ Ἀπολ‐ λώνιος καὶ ὁ Ἀσκληπιάδης φάρμακα τὰ μὲν διὰ στόματος,
15τὰ δὲ διὰ ῥινὸς καθαίροντα τὴν κεφαλήν. ἔστι δὲ τὰ μὲν ὑπ’ Ἀρχιγένους γεγραμμένα κατ’ αὐτὴν τὴν ἐκείνου λέ‐
ξιν τάδε.581 in vol. 12

12

.

582

[Ἀρχιγένους περὶ ἀποφλεγματισμῶν καὶ ῥινεγ‐ χύτων.] Μετὰ ταῦτα δὲ ἀποφλεγματισμοὶ διὰ νάπυος ἢ ὑσσώπου, μετὰ γλυκέος καθεψημένου, ἢ σταφίδος μετὰ πε‐ πέρεως τετριμμένης, ἢ μέλιτος ἐλαίῳ μεμιγμένου, ἢ σταφί‐
5δος ἀγρίας κατ’ ἰδίαν ἢ μετὰ μέλιτος τετριμμένης. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν ἐν τοῖς τῶν κεφαλαλγικῶν ἰάμασιν· ὁ δὲ Ἀπολλώνιος ἐν τοῖς πρὸς τὰ τῶν ὀδόντων ἀλγήματα κατὰ τὸ πρῶτον τῶν εὐπορίστων ὡδί πως ἔγραψεν αὐτῇ λέξει. πρὸς ὀδονταλγίαν ἔγχυτα εἰς τὴν ῥῖνα. τεύτλου ῥίζης
10τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν ἐγχυμάτιζε εἰς τὴν ῥῖνα καὶ λύει τοὺς πόνους τῶν ὀδόντων. ἄλλο. κυμίνου ὅσον τοῖς τρισὶ δακτύλοις καὶ σμύρνης ὅσον κύαμον καὶ σικύου ἀγρίου τὸ ἐντὸς ὅσον διπλάσιον τρίψας καὶ γάλακτι γυναικείῳ μί‐ ξας ἀνάπλασον κολλύρια καὶ ἔνθες εἰς ἑκάτερον τῶν μυ‐
15κτήρων, εἶθ’ οὕτω κέλευσον ἀνασπᾷν, ἐφ’ ὅσον ἄν τις διέλ‐ θοι στάδια εʹ. εἶτα ἐκμύξασθαι. τὸ φάρμακον τοῦτο καὶ πρὸς ὠταλγίαν ποιεῖ. ὁ δ’ Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν
ἐκτὸς οὕτως ἔγραψε κατὰ λέξιν· Ἀσκληπιάδης περὶ ἐῤῥίνων582 in vol. 12

12

.

583

καὶ πταρμικῶν καὶ ἀποφλεγματισμῶν. κεφαλῆς καθαρτικὰ ἔῤῥινα. ποιεῖ δὲ καὶ τοῖς ὑπὸ χρονίου ὀφθαλμίας ἐνοχλου‐ μένοις, ποιεῖ καὶ τοῖς ἐπιληπτικοῖς καὶ ἄγει πολλὴν ὑγρα‐ σίαν. μελανθίου 𐅻 ηʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 αʹ.
5ἐλατηρίου 𐅻 αʹ. τρίψας καὶ λειότατα ποιήσας ἀναλάμβανε σικυωνίῳ ἐλαίῳ ἢ μύρῳ ἰρίνῳ ἢ κυπρίνῳ, ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην χρῶ, ὑποχρίων τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο ὥστε ἀλύπως καθαίρειν ἄπονον ποιεῖ παραχρῆμα. κυκλα‐
10μίνου ξηρᾶς δραχμὰς ηʹ. ἴρεως ξηρᾶς 𐅻 βʹ. νίτρου ἐρυθροῦ δραχμὴν μίαν, αὐτὸς ἐλατηρίῳ ἐχρησάμην, τρίψας ἐπιμελῶς, ἐμφύσας διὰ καλαμίδος παραινῶν ἄνω ἀνασπᾷν, ἔπειτα δὲ κάτω νεύειν, ὥστε τὸ συναγόμενον ὑγρὸν ἀποῤῥεῖν. τούτων ἐφεξῆς ὁ Ἀσκληπιάδης ἔγραψεν αὐτοῖς ὀνόμασι τάδε. περὶ
15πταρμικῶν. πταρμικὰ κεφαλὴν καθαίροντα Ἡρακλείδου Τα‐ ραντίνου. κυμίνου Αἰθιοπικοῦ, πεπέρεως λευκοῦ, στρου‐
θίου, καστορίου, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπό‐583 in vol. 12

12

.

584

θου εἰς πυξίδα χαλκῆν, ἐν δὲ τῇ χρήσει σαλεύων τὴν πυξίδα, ἀναπωμάσας πρόσφερε τῇ ῥινὶ καὶ ἢ τῷ δακτύλῳ παρά‐ πτου ἢ διὰ καλαμίδος ἐμφύσα. ἄλλο. ζιγγιβέρεως δρα‐ χμὰς βʹ. στρουθίου 𐅻 βʹ. πεπέρεως λευκοῦ δραχμὴν μίαν,
5κασσίας δραχμὴν μίαν, χρῶ καθὰ προείρηται. χρονικῆς κεφα‐ λαλγίας πταρμικὰ Πτολεμαίου ποιεῖ σκοτωματικοῖς, ἐπιλη‐ πτικοῖς. ἐλλεβόρου λευκοῦ δραχμὰς δʹ. ἐν ἄλλῳ αʹ. σικύου ἀγρίου ῥίζης δραχμὴν μίαν, στρουθίου 𐅻 αʹ. νίτρου ἐρυ‐ θροῦ δραχμὴν μίαν, καστορίου 𐅻 αʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ.
10χρῶ καθὰ προείρηται. ἄλλο. ἐλλεβόρου λευκοῦ, σικύου ἀγρίου ῥίζης, στρουθίου ἀνὰ μέρη βʹ. καστορίου, ἀκόρου, νίτρου ἐρυθροῦ, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ μέρος αʹ. εὐφορ‐ βίου μέρος αʹ. λείοις χρῶ καθὰ προείρηται. μετὰ τὴν τῶν πταρμικῶν γραφὴν προγεγραμμένων ὁ Ἀσκληπιάδης ἔγρα‐
15ψεν ὡδί πως. διαμασήματα κεφαλῆς καθαρτικὰ ἄγει πολ‐ λὴν ὑγρασίαν. πεπέρεως λευκοῦ δραχμὰς βʹ. σταφίδος ἀγρίας δραχμὰς βʹ. κασσίας 𐅻 βʹ. ἀναλάμβανε σταφίδι χωρὶς
τῶν γιγάρτων ἢ σύκων λιπαρῶν τῇ σαρκὶ καὶ δίδου δια‐584 in vol. 12

12

.

585

μασᾶσθαι. δεῖ δὲ διαμασώμενον κάτω νεύειν καὶ κεχηνέ‐ ναι ἐκ διαλειμμάτων, ὥστε τὸ συλλεγόμενον ὑγρὸν ἀποῤῥεῖν. δεῖ δὲ μετὰ ταῦτα ἐν τῷ στόματι ὕδωρ θερμὸν δια‐ κρατεῖν. δήξεως δὲ πολλῆς γενομένης δοτέον διακατέχειν.
5ἄλλο. σταφίδος ἀγρίας, πυρέθρου, πεπέρεως λευκοῦ, ὑσ‐ σώπου, καρδαμώμου, ἑκάστου τὸ ἴσον, ἀλφίτων τὸ διπλοῦν, ὕδατι φυράσας, χρῶ καθὰ προείρηται. τῶν ἐφεξῆς γεγραμμέ‐ νων φαρμάκων ἐνίοις μὲν εἶδον τοὺς διδασκάλους χρωμέ‐ νους, ἐνίοις δὲ φίλους, ἔνια δὲ καὶ αὐτὸς εἰς χρῆσιν ἤγαγον,
10ὡς διὰ πείρας πολλῆς βασανίσαι τὴν ἐπαγγελίαν αὐτῶν. ἔστι δὲ τὰ ὑπογεγραμμένα. σικύων ἀγρίων φύλλων χυλὸς ἐγχεῖται ταῖς ῥισὶν, αὐτός τε καθ’ ἑαυτὸν καὶ μετὰ τεύτλων ἀφεψή‐ ματος ἢ χυλοῦ. ἄλλο. σμύρναν μέλιτι ἑψήσας ἔγχει ταῖς ῥισίν. ἄλλο. ἀλόης, νίτρου, μελανθίου ἴσα μετ’ ἐλαίου
15παλαιοῦ, ὥστε γενέσθαι γλοιῶδες. ἄλλο διαμασώμενον. νίτρου γο στʹ. ἀνίσου γο δʹ. σταφίδος ἀγρίας γο γʹ. δάφνης
φύλλα χλωρὰ καὶ σταφίδος ἡμέρου ἐκγιγαρτισμένης ἴσα ἀνα‐585 in vol. 12

12

.

586

λάμβανε, ἐκ τούτου τοῦ μίγματος ποίει τροχίσκους ἐκ τριῶν δραχμῶν, ὡς ἕκαστον αὐτῶν μασᾶσθαι τῆς χρείας καλού‐ σης. ἄλλο ἔῤῥινον. εὐφορβίου 𐅻 𐅶ʹʹ. θαψίας 𐅻 αʹ. ἴρεως 𐅻 αʹ. μέλιτος ἑφθοῦ 𐅻 αʹ 𐅶ʹʹ. τεύτλου ῥίζης χυλοῦ
5τὸ ἀρκοῦν. ἐκ τούτου λαμβάνων κέγχρου μέγεθος ἀνιεὶς ὕδατι, μήλῃ ἀναλαμβάνων ἔγχει τοῖς μυκτῆρσιν. ἄλλο ἔῤῥινον. κυκλαμίνου χυλοῦ κύαθοι βʹ. κισσοῦ φύλλων χυλοῦ κύαθος εἷς, πευκεδάνου ὀβολὸς αʹ. ἐλατηρίου ὀβολὸς αʹ. ἐν ὑελίνῳ ἀγγείῳ ἀποτίθενται, ἀναλυομένων ἐπὶ τῆς χρείας γάλακτι
10γυναικείῳ, ἔγχει ταῖς ῥισίν. ἄλλο. σμύρνης γο δʹ. εὐφορ‐ βίου γο δʹ. πεπέρεως λευκοῦ κόκκους κεʹ. προδιαλύσας ὕδατι τὴν σμύρναν καὶ τὸ εὐφόρβιον μῖξον λεῖον τὸ πέπερι καὶ πρόσβαλλε ἐλαίῳ γλευκίνῳ γο στʹ. καὶ οὕτω χρῶ. ἄλλο ἔῤῥι‐ νον ἀποφλεγματίζον διὰ στόματος ἱκανῶς. ἐλαίου κοινοῦ
15 Greek Xestes Sign Alternate Formβʹ. σάπωνος λίτραν αʹ. φρυκτῆς λίτραν αʹ 𐅶ʹʹ. ὀποπά‐ νακος γο αʹ. ἀγχούσῃ χρῶσον, καὶ χρῶ προπληρώσας ὕδατι
τὸ στόμα. ἄλλο διάχριστον στόματος. σάπωνα διεὶς τεύτλου586 in vol. 12

12

.

587

χυλῷ, χρῖσον τὰ κατὰ τὸν οὐρανίσκον καὶ τὸν κίονα τοῦ στόματος. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἔῤῥινόν ἐστι. [Τὰ ὑπὸ Κρίτωνος γραφέντα ἐν τῇ πρώτῃ βίβλῳ περὶ φαρμάκων αὐτοῖς ὀνόμασιν οὕτως.] ἀποφλεγματισμοί. Σταφὶς
5ἀγρία διαμασωμένη καὶ ἰδίᾳ καὶ μετὰ γλήχωνος. ἄλλο. σταφίδος ἀγρίας καὶ ὀριγάνου ἀνὰ ὀξύβαφον, νίτρου 𐅻 βʹ. λεῖα δίδου κοχλιαρίου πλῆθος διαμασᾶσθαι ἕως ἂν πλη‐ ρωθῇ τὸ στόμα, εἶτα χανὼν ἐάτω ῥεῖν. ἄλλο. ὀριγάνου γο δʹ. ὑσσώπου 𐅻 δʹ. σταφίδος ἀγρίας 𐅻 δʹ. ἀφρονίτρου
10𐅻 βʹ. σινήπεως 𐅻 βʹ. πυρέθρου 𐅻 γʹ. λεάνας χρῶ. ἄλλο. σινήπεως μέρος αʹ. σταφίδος ἀγρίας μέρος αʹ. κόψας χρῶ. τούτῳ οἱ φαρμακοπῶλαι χρῶνται. ἄλλο. ὑσσώπου, θύ‐ μου, ὀριγάνου καὶ ἰδίᾳ καὶ ὁμοῦ χρῶ. ἄλλο. κολοκυνθίδος τὸ ἐντὸς ἐν ὄξει ἑψημένον πλείονα χρόνον ἐν τῷ στόματι
15κρατουμένου τοῦ ὑγροῦ ἢ ἐν οἴνῳ ἀποβραχείσης κολοκυν‐ θίδος πλείονα χρόνον. ἄλλο. σκόροδα μετ’ εὐζώμου σπέρ‐
ματος καὶ νίτρου. ἄλλο. σταφίδος ἀγρίας 𐅻 ζʹ. πυρέ‐587 in vol. 12

12

.

588

θρου 𐅻 δʹ. ὑσσώπου 𐅻 αʹ. κόψας, ἀνάπλασσε κυκλίσκους ἀνὰ 𐅻 αʹ. καὶ δίδου διαμασᾶσθαι. [Τὰ ὑπὸ Κρίτωνος ἐπὶ τῶν ἰκτεριώντων ἔῤ‐ ῥινα φάρμακα γεγραμμένα.] Ἔῤῥινον ἐκκρίνει διὰ ῥινῶν καὶ
5στόματος. μὴ ξενισθῇς δὲ ἐὰν ἀναθερμάνῃ ἢ τραχύνῃ τὴν ὑπερώαν· μετασυγκρίνει γάρ. σταφίδος ἀγρίας 𐅻 αʹ. με‐ λανθίου 𐅻 γʹ. λεάνας μετ’ ὄξους, ὡς γλοιοῦ ὑγρότερον εἶναι, ἐγχυμάτιζε τὰς ῥῖνας ἐπὶ ἡμέρας εʹ, ἕως ἐκκαθαρθῇ. ποίει δὲ παρ’ ἡμέραν. ἄλλο. κισσοῦ φύλλα δέκα, δάφνης φύλλα
10δέκα, τρῖβε μετ’ ἐλαίου ἕως γλοιῶδες γένηται καὶ παράσταζε ταῖς ῥισὶν ὁμοίως. ἄλλο. ἄκρως δὲ ποιεῖ ἐπ’ αὐτῶν καὶ τὸ ἐλατήριον ἐμφυσώμενον εἰς τὰς ῥῖνας. δεῖ μέντοι ἀβλαβῶς αὐτὸ βουλόμενον ποιεῖν ἐμβιβάζειν εἰς ἔμβασιν θερμοῦ καὶ οὕτως ὅλου βαπτιζομένου τοῦ σώματος, πλὴν τοῦ προσώ‐
15που, ἐμφυσᾷν τὸ ἐλατήριον. ἄγει γὰρ χολὴν δαψιλῆ διὰ μυ‐ ξωτήρων. ἄλλο. ἐλατηρίου ἡλίκον ὄροβον διεὶς γυναικείῳ
γάλακτι, ἔγχεον εἰς τοὺς μυκτῆρας, καὶ ἐπὰν γένηται ἡ κά‐588 in vol. 12

12

.

589

θαρσις, κάθιζε εἰς μακρὰν καὶ ἀπόνιπτε καὶ διαίτῃ ἀνα‐ λάμβανε. [Τὰ ὑπ’ Αἰνείου παραδοθέντα ἐκ πείρας πρὸς ἀπο‐ φλεγματισμόν.] Ὧν πεῖραν ἔχον Αἰνείου χρωμένου, παρ’ οὗ
5καὶ τὰς γραφὰς ἔλαβον. ἔῤῥινον ἀποφλεγματίζον. σάπω‐ νος λίτρας στʹ. στέατος αἰγείου λίτραν αʹ. κηροῦ λίτρας γʹ. πίσσης ξηρᾶς γο δʹ. οἱ δὲ γο γʹ. νίτρου τὸ ἴσον. κονίας στα‐ κτῆς δριμείας κύαθοι δύο, ἄνιε ὕδατι καὶ χρῶ μήλῃ ἐγχέων καὶ κέλευε ἀνασπᾷν. προσέμβρεχε τὴν κεφαλὴν ἰρίνῳ
10καὶ μετὰ τὴν χρῆσιν μελικράτῳ πολλάκις ἀνακογχυλιζέσθω. ἄλλο. εὐφορβίου 𐅻 στʹ. λυκίου Ἰνδικοῦ 𐅻 δʹ. ἀναλάμ‐ βανε τεύτλου χυλῷ καὶ μέλιτι καὶ ἄνιε ὕδατι ἢ γάλακτι. ἄλλο. κυκλαμίνου χυλοῦ κύαθοι δύο, κισσοῦ κορύμβων χυ‐ λοῦ κύαθος εἷς, πευκεδάνου ὀποῦ ὀβολὸς εἷς, ἐλατηρίου ὀβο‐
15λὸς εἷς, χρῶ ἐν βαλανείῳ μετὰ γάλακτος γυναικείου. ἄλλο. πυρέθρου, πεπέρεως, ὑσσώπου, σταφίδος ἀγρίας ἴσον
ποίει τροχίσκους δραχμιαίους, ὧν ἕνεκα διαμασάσθω καὶ589 in vol. 12

12

.

590

μετὰ τὴν ὑπ’ αὐτοῦ κάθαρσιν ἁλσὶ καὶ μέλιτι ἀποθεραπευ‐ έσθω. πταρμικά. πεπέρεως λευκοῦ, ἐλλεβόρου λευκοῦ, κα‐ στορίου, εὐφορβίου, στρουθίου, κυκλαμίνου χυλοῦ ξηροῦ ἴσα προερεθίσας πτερῷ ἐμφύσα.
5 [Περὶ τῆς χρήσεως ἁπάντων τῶν ἰσχυρῶν φαρμάκων.] Ὃν ἂν περὶ τῶν προειρημένων φαρμάκων εἴπω λόγον τῆς χρήσεως, τοῦτον ἐπὶ πάντα τὰ ἄλλα ὅσα δύναμιν ἰσχυρὰν ἔχει μεταλαβεῖν χρή. προσήκει γὰρ οὐκ εὐθέως ἐξ ἀρχῆς τὰ δραστικώτατα προσφέρειν, ἀλλ’ ἀπὸ τῶν ἀσθενεστέρων ἄρ‐
10χεσθαι, καὶ μέντοι καὶ αὐτὰ τὰ ἰσχυρὰ φάρμακα πραϋνό‐ μενα τῇ μίξει τῶν παρηγορικῶν γίνεται μέτρια. καὶ διὰ τοῦτο ἐγὼ γάλακτι γυναικείῳ προσφάτῳ λειῶν αὐτῶν ἔνια καὶ ὕδατι καὶ μετὰ ταῦτα ἐλαίῳ γλυκεῖ, κᾄπειτα χυλοῦ τεύτλου καὶ ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης, οὕτως ἐκ
15προσαγωγῆς χρῶμαι, καὶ τὸ τελευταῖόν γε καὶ δι’ ὀποβαλ‐ σάμου λειῶν ταῦτα προσφέρω τὴν μὲν πρώτην γάλα μι‐ γνὺς, ἐπειδὰν δὲ ῥᾳδίως φέρῃ τοῦτο καὶ χωρὶς τοῦ γάλα‐
κτος. εὐπορίστῳ δὲ πολλάκις ἐχρησάμην φαρμάκῳ ἐγχεομένῳ590 in vol. 12

12

.

591

τῇ ῥινὶ μελανθίῳ, ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς ἡμέρας, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα διὰ τῶν μυκτήρων ἢ τὸν κάμνοντα κελεύων ἀναῤῥοφεῖν αὐτό. ἐνίοτε δὲ ἐλαίῳ παλαιῷ τὸ αὐτὸ
5μελάνθιον λειῶν καὶ ὁμοίως χρώμενος. οὕτω μὲν οὖν αὐτῷ χρῆται καὶ ὁ Ἀρχιγένης ἐπὶ ἐμφράξεως μυκτήρων. τῷ δὲ πρώτῳ μετὰ ὄξους ὁ Κρίτων ἐπὶ τῶν ἰκτεριώντων. [Περὶ ἡμικρανίας.] Πάθος ὀδυνηρὸν γίνεται κατὰ τὸ ἥμισυ μέρος τῆς κεφαλῆς ἐνίοτε μὲν τὸ δεξιὸν, ἔστι
10δ’ ὅτε καὶ κατὰ θάτερον, ὁριζόμενον τῇ κατὰ τὸ μῆκος αὐ‐ τῆς ἐκτεταμένῃ ῥαφῇ. καὶ τὰ πολλά γε κατὰ περίοδον πα‐ ροξύνεται τῆς ὀδύνης αἰτίαν ἐχούσης, ἐπιῤῥοὴν ἀτμῶν ἢ χυ‐ μῶν ἤτοι πολλῶν ἢ θερμῶν ἢ ψυχρῶν. ἔνιοι μὲν οὖν αὐ‐ τῶν κατὰ τοὺς κροταφίτας μῦς ἀλγοῦσι σφοδρῶς καὶ πλείους
15γέ εἰσιν οἱ οὕτως ἀλγοῦντες. ἔνιοι δὲ καὶ μέχρι πλείστου τὴν ὀδύνην ἐπαναβαίνουσαν ἔχουσι, καί τινές γε οὕτω σφοδρῶς
ἀλγοῦσιν, ὡς μηδὲ τὰς ἐπιβολὰς τῶν χειρῶν εὐκόλως φέρειν.591 in vol. 12

12

.

592

ἐφ’ ὧν εὔδηλός ἐστιν ὁ περικράνιος ὑμὴν πάσχων, οὐκ ἀπα‐ θοῦς τὸ πάμπαν οὐδὲ τοῦ δέρματος ὑπάρχοντος. εὔδηλον οὖν ἐστι τὴν ἐπιῤῥοὴν τῶν λυπούντων ἀτμῶν ἢ χυμῶν ἢ ἀμφοτέρων ἤτοι διὰ τῶν φλεβῶν ἢ ἀρτηριῶν ἢ δι’ ἀμφοῖν
5γίνεσθαι, ποτὲ μὲν αὐτῶν μόνων τῶν ἔνδον τοῦ κρανίου, τουτέστιν ἐγκεφάλου τε καὶ μηνίγγων τὸ περιττεῦον ἐν αὐ‐ τοῖς ἀπωθουμένων ἐκτὸς, ποτὲ δὲ τοῦ κάτω τῆς κεφαλῆς σώματος ἀναπέμποντος ἀτμοὺς ἢ χυμοὺς μοχθηρούς. διὸ καὶ θεραπεύειν τις ἐγχειρῶν ἡμικρανίαν ἐπισκεψάσθω πρό‐
10τερον ὁποίας δεῖται καθάρσεως ἢ φλεβοτομίας ὁ κάμνων, εἶθ’ οὕτως ἐπὶ τὰ τῆς κεφαλῆς αὐτῆς ἀφικνούμενος βοηθή‐ ματα διά τε τῶν δακτύλων τῆς ἑαυτοῦ χειρὸς καὶ διὰ σιν‐ δόνος ἀνατρίβων τὸ ἥμισυ μέρος τοῦ μετώπου, καὶ μάλιστα τὸ κατὰ τὸν κροταφίτην μῦν, ἐκθερμαινέτω, πρὸ τῶν παρο‐
15ξυντικῶν ὡρῶν πράττων τοῦτο. μετὰ δὲ τὸν παροξυσμὸν τοῖς καλουμένοις ὑπὸ τῶν ἰατρῶν ἡμικρανικοῖς φαρμάκοις χρήσθω. θερμασίας μὲν πολλῆς ἐν ταῖς ὀδύναις αἰσθανομέ‐
νης τοῖς ἔχουσί τι ψυκτικὸν, ἄνευ δὲ ταύτης τοῖς ἱκανῶς592 in vol. 12

12

.

593

θερμαίνουσι. μεμίχθω δὲ ἑκατέροις τῶν τονούντων τι στυ‐ πτικὴν ἔχον τὴν δύναμιν δηλονότι. θαυμάζω δὲ ὅπως οὔθ’ ὁ Ἀπολλώνιος οὔθ’ ὁ Ἀρχιγένης οὔτ’ Ἀσκληπιάδης ἐφε‐ ξῆς τοῖς πρὸς τὰς κεφαλαλγίας φαρμάκοις ἔγραψάν τι καὶ
5περὶ τῶν ἡμικρανικῶν ὀνομαζομένων. ἐχρῆν γὰρ αὐτοὺς, εἰ καὶ μηδὲν ἴδιον ἐπ’ αὐτῶν ἐστι, διὰ τὸ περιέχεσθαι κατὰ τὸ τῆς κεφαλαλγίας, αὐτό τε τοῦτο ἐπισημαίνεσθαι. παρα‐ πλησίως δὲ καὶ τῷ Ἥρᾳ καὶ τῷ Κρίτωνι τὸ περὶ τοῦ πά‐ θους τούτου διελθεῖν ἐπὶ πλέον ἠμέλουν. δι’ ὧν δὲ τοῖς
10κεχρονισμένοις ἀλγοῦσι τὴν κεφαλὴν βοηθοῦσι φαρμάκων, ἐνδείκνυται καὶ τοῖς ἡμικρανικοῖς τὴν αὐτὴν εἶναι βοήθειαν. ὁ μὲν οὖν Ἥρας ἐν τῇ φαρμακίτιδι βίβλῳ κατ’ ἀρχὴν εὐ‐ θέως ὡδί πως ἔγραψε πρὸς κεφαλαλγίαν. [Ἐκ τῶν τοῦ Ἥρα πρὸς κεφαλαλγίαν.] Κρο‐
15κομάγματος μέρος αʹ. κηκίδος μέρος αʹ. λεάνας μετ’ οἴνου κατάχριε τὸ μέτωπον καὶ τοὺς κροτάφους. τροχίσκος πρὸς
κεφαλαλγίαν ἄκρως ποιῶν, δὶς ἢ τρὶς ἐπιχριόμενος ἀπὸ κρο‐593 in vol. 12

12

.

594

τάφου ἕως κροτάφου. κρόκου 𐅻 ιεʹ. χαλκάνθου 𐅻 ιʹ. στυπτηρίας σχιστῆς 𐅻 ιγʹ. σμύρνης 𐅻 γʹ. ὀπίου 𐅻 γʹ. ὀμ‐ φακίου 𐅻 γʹ. χαλκίτεως 𐅻 γʹ. κόμμεως δραχμὰς ιεʹ. λεάνας ταῦτα πρόσβαλλε οἴνου αὐστηροῦ φαλερίνου τὸ αὔταρκες
5καὶ τρῖβε ὡς κολλύριον, εἶτα ποιήσας τροχίσκους, ἐπὶ τῆς χρείας ἀνιεὶς ὀξυκράτῳ ἢ ὄξει χρῶ. μάλαγμα πρὸς κεφαλαλ‐ γίαν. ἰοῦ ξυστοῦ 𐅻 δʹ. χαλκοῦ κεκαυμένου 𐅻 βʹ. λε‐ πίδος στομώματος δραχμὰς βʹ. κιμωλίας δραχμὰς δʹ. χαλκί‐ τεως δραχμὰς δʹ. κισσήρεως ὠμῆς δραχμὰς δʹ. τερμινθίνης
10γο αʹ. κηροῦ 𐅻 λζʹ 𐅶ʹʹ. ἐλαίου παλαιοῦ κυάθους βʹ. τοῖς ξηροῖς λειοτάτοις τὰ τηκτὰ ἐπικαταχέων μάλασσε καὶ χρῶ. ἐὰν δὲ σκληρότερον δοκῇ εἶναι τὸ φάρμακον, ἐλαίῳ ἀμυγδα‐ λίνῳ ἀναμάλασσε. ταῦτα μὲν ὁ Ἥρας πρὸς κεφαλαλγίαν ἔγραψε. χρῶνται δὲ αὐτοῖς ἔνιοι καὶ κατὰ τῶν ἡμικρανικῶν
15ἀλγημάτων, ὥσπερ καὶ τοῖς ἄλλοις φαρμάκοις, ὅσα γέγρα‐ πται τοῖς προγεγραμμένοις ἀνδράσι πρὸς τὰς χρονιζούσας κεφαλαλγίας. οὐ μέντοι κατὰ παντὸς ἐκτείνουσι τοῦ μετώ‐
που τὸ φάρμακον, ἀλλὰ κατὰ τοῦ πεπονθότος μορίου μόνον.594 in vol. 12

12

.

595

ἑνὶ δὲ τῶν ἡμετέρων διδασκάλων ἔθος ἦν χρήσασθαι πρὸς τὰς κεχρονισμένας ἡμικρανίας τῷδε τῷ φαρμάκῳ. πεπέ‐ ρεως λευκοῦ δραχμὰς βʹ. κροκομάγματος δραχμὰς βʹ. εὐφορ‐ βίου 𐅻 𐅶ʹʹ. χρῶ. λέλεκται δὲ περὶ τῆς εὐφορβίου δυνάμεως
5ἤδη μοι, διότι ταχέως ἐκλύεται. χρὴ τοίνυν ἐμβάλλειν εἰς τὰ τοιαῦτα φάρμακα τοῦ μὴ παλαιοῦ. λέλεκται δὲ καὶ ὡς τὸ μὲν πρόσφατον λευκότερόν ἐστιν, ἐπὶ δὲ τὸ ξανθότερον ἢ ὠχρότερον χρῶμα τρέπεται παλαιούμενον. ἐὰν δὲ μὴ πάνυ παλαιὸν ᾖ τὸ εὐφόρβιον, ἀλλὰ δυοῖν ἢ τριῶν ἐτῶν, διπλά‐
10σιον αὐτοῦ βάλλοις, τουτέστιν δραχμὴν μίαν. ὥσπερ δὲ τὸ εὐφόρβιον πρόσφατον χρὴ βάλλειν, οὕτω καὶ κόπρου περι‐ στερᾶς 𐅻 𐅶ʹʹ τῶν ὀρεινῶν περιστερῶν, ἃς ἐν πύργοις τρέ‐ φουσιν ἑαυταῖς τὴν τροφὴν ποριζούσας, οὐχ ὡς ἐν ταῖς πόλεσιν αἱ κατὰ τὴν οἰκίαν τρεφόμεναι. καὶ μέντοι καὶ
15τοῦ μέλανος τοῦ γραφικοῦ τὸ ἴσον ἐμβάλλεται τῇ τῶν πε‐ ριστερῶν κόπρῳ, τουτέστιν 𐅻 𐅶ʹʹ τοῦ μέλανος, κᾀνταῦθα τοῦ ἡμετέρου τοῦ Περγαμηνοῦ βαλλομένου, τούτῳ γὰρ ἐχρή‐
σατο διὰ παντὸς ὁ διδάσκαλος. ἢ οὖν αὐτὸ ἐκεῖνο χρὴ βάλλειν595 in vol. 12

12

.

596

τὸ ἐκ Περγάμου μέλαν, ἤ τι τῶν ἄριστα κατεσκευασμένων, καὶ μίξαντας ταῦτα πάντα φυρᾷν καὶ ἀναδεύειν ὄξει δρι‐ μυτάτῳ καὶ λειώσαντας ἐπαλείφειν τὸν κροταφίτην μῦν καὶ ὅλον τὸ ἥμισυ τοῦ μετώπου καὶ τὸ πεπονθὸς μέρος τῆς
5κεφαλῆς. ἕτερον φάρμακον οὐ μόνον ἡμικρανίας, ἀλλὰ καὶ πάσης κεφαλαλγίας κεχρονισμένης ἐπιχριόμενον, ἐν μὲν ταῖς κεφαλαλγίαις κατὰ τοῦ μετώπου παντὸς, ἐν δὲ ταῖς ἡμικρα‐ νίαις κατὰ τοῦ ἡμίσεως μέρους τῆς κεφαλῆς τοῦ πεπονθό‐ τος. κρόκου δραχμὰς εʹ. χαλκάνθους 𐅻 ιʹ. στυπτηρίας σχι‐
10στῆς δραχμὰς γʹ. σμύρνης δραχμὰς γʹ. ὀπίου δραχμὰς γʹ. ὀμφακίου δραχμὰς γʹ. κόμμεως δραχμὰς ιεʹ. λειώσας πάντα πρόσβαλλε οἴνου φαλερίνου καὶ λείου πάλιν ὡς κολλύριον, εἶτα ἀναπλάσας τροχίσκους ἐπὶ τῆς χρείας ἀνιεὶς ὀξυκράτῳ ἢ ὄξει κατάχριε. ἕτερον πρὸς τὰς αὐτὰς διαθέσεις. σκαμ‐
15μωνίας 𐅻 στʹ. κρόκου δραχμὰς βʹ. κισσοῦ κόμης δραχμὰς στʹ. θείου ἀπύρου δραχμὰς δʹ. ἀνίσου σπέρματος δραχμὰς ηʹ. σε‐ λίνου σπέρματος δραχμὰς ηʹ. λειώσας ἐπιμελῶς ὠκίμου χυλῷ
ἀνάπλασον. τοῦτο πλείονι ῥοδίνῳ λυθὲν ἐπιβροχὴ596 in vol. 12

12

.

597

τῆς κεφαλῆς γίνεται τοὺς ληθαργικοὺς ὠφελοῦσα. ἕτερον φάρμακον οὐ μόνον ἐπὶ τῶν αὐτῶν ἁρμόττον, ἀλλὰ καὶ τοὺς σκοτωματικοὺς ὠφελοῦν. πευκεδάνου ῥίζης 𐅻 δʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 βʹ. ἰοῦ 𐅻 αʹ. ἀκόρου 𐅻 αʹ. σφονδυλίου
5δραχμὰς δʹ. πεπέρεως μέλανος 𐅻 βʹ 𐅶ʹʹ. καστορίου 𐅻 βʹ 𐅶ʹʹ. ἑρπύλλου 𐅻 δʹ 𐅶ʹʹ. σμύρνης δραχμὰς βʹ. δαφνίδων ἀριθμὸν λεʹ. πηγάνου χλωροῦ 𐅻 ηʹ. ἡδυόσμου χλωροῦ δραχμὰς δʹ. ὀπίου 𐅻 αʹ. ὄξει ἀναλαβὼν ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρείας ὄξει καὶ ῥοδίνῳ διεὶς κατάχριε, ἀναληφθὲν δὲ κηρωτῇ
10διὰ ῥοδίνου ὡς μάλαγμα ἐπιτίθεται. τροχίσκος οὐ μόνον τοὺς ἡμικρανίᾳ κάμνοντας ὠφελῶν, ἀλλὰ καὶ τοὺς ἰσχιαδι‐ κούς. θαψίας 𐅻 γʹ. εὐφορβίου 𐅻 δʹ. ὀποῦ Μηδικοῦ 𐅻 γʹ. σμύρνης 𐅻 αʹ. ὀποπάνακος 𐅻 αʹ. ὁμοῦ κόψας ἐπί‐ πλασον, εἶτα ἐπὶ τῆς χρείας ὄξει ἀποτρίβων κατάχριε. ταῦτα
15μὲν σύνθετα φάρμακα. πολλάκις δὲ ἐχρησάμην αὐτοῖς, σχε‐ διάσας ἁπλῶς δι’ εὐφορβίου χρίσμα τι προσλαβὸν ὀλίγου κηροῦ, συστάσεως ἕνεκα. ἀρκεῖ δὲ εἰς λίτραν ἐλαίου ἤτοι
Σαβίνου ἤ τινος αὐτῷ παραπλησίου γο γʹ. ἐμβάλλειν κηροῦ597 in vol. 12

12

.

598

καὶ μίαν τοῦ εὐφορβίου καὶ τούτῳ καταχρίειν τὸ ἥμισυ μέ‐ ρος τοῦ μετώπου, μετὰ τοῦ κροταφίτου δηλονότι μυός. ἐφ’ ὧν δ’ ἂν ὑπονοήσης ὑπὸ θερμῶν ἀτμῶν ἢ χυμῶν γίνε‐ σθαι τὸ κατὰ τὴν ἡμικρανίαν ἄλγημα, μὴ πρόσφερε τὸ φάρ‐
5μακον τοῦτο. τοῖς δὲ ὑπὸ ψυχρῶν αἰτίων ἐνοχλουμένοις ὠφελιμώτατόν ἐστιν, ὥσπερ πολλάκις ἅπαξ καταχρισθὲν πρὸ τοῦ βαλανείου ταχέως ἐξιᾶσθαι τὸ πάθος, ὡς μετὰ λουτρὸν ὑγιεῖς γίνεσθαι παντελῶς τοὺς κάμνοντας. ὀνίνησι δὲ τούτους καὶ εἰς τὸ οὖς ἐγχεόμενον ἔλαιον χλιαρὸν, ἐμβεβλημένου βρα‐
10χέος εὐφορβίου εἰς λίτραν μίαν. τὸ βραχὺ τοῦτο ἥμισύ ἐστι γο, ὅταν εὔτονον τὸ εὐφόρβιον ᾖ. εἰ δὲ μὴ καὶ πλέον ἐμβάλλειν προσήκει. ἐπὶ δὲ τῶν εὐαισθήτων σωμάτων, κᾂν
ἔλασσον ἡμίσεως γο βάλῃς ἄμεινον ποιήσεις.598 in vol. 12

12

.

599

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Γ.
1 Ὤτων πόνοι γίνονται τινὲς μὲν διὰ ψύξιν, οὓς ἐν ὁδοιπορίαις καταπνευσθέντες ὑπὸ ἀνέμων ψυχρῶν ἴσχουσιν, ἔνιοι δὲ καὶ διὰ λουτρὰ ψυχρὰ καὶ διά τινα τῶν φαρμακωδῶν ὑδάτων, ἐν οἷς λούονται πολλάκις ἔνιοι τρυ‐
5φῶντες, εἰσὶ δ’ οἳ καὶ δι’ ὠφέλειαν. γίνονται δὲ ὠτὸς ὀδύ‐ ναι καὶ διὰ φλεγμονὴν, ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κατὰ
τὸν πόρον δέρματος, ποτὲ δὲ καὶ διὰ βάθους, ἡνίκα τὸ599 in vol. 12

12

.

600

νεῦρον τὸ ἀκουστικὸν εἰς φλεγμονώδη διάθεσιν ἀφίκηται. καθ’ ὃν δὲ λόγον ἡ φλεγμονὴ τείνουσα τὰ φλεγμαίνοντα μόρια τὴν ὀδύνην ἐργάζεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον ὀδυνηρὸν γίνεται. τῇ δὲ
5ἐκ τῶν ἔξωθεν ὑγρῶν δακνωδῶν ἐκπτώσει παραπλησίως ὀδυ‐ νῶσιν οἱ ἐν αὐτῷ τῷ σώματι γεννηθέντες ἰχῶρες. [Περὶ τῶν ἀπὸ ψύξεως ὠταλγιῶν.] Τὰς μὲν οὖν ὑπὸ ψύξεως μόνης γινομένας ὀδύνας τὰ θερμαίνοντα θεραπεύει τάχιστα. καί τινας τῶν ἀγροίκων οἶδα διαγλύφοντάς τι τῶν
10μεγάλων κρομμύων, εἶτα πληροῦντας ἐλαίου καὶ θερμαίνον‐ τας ἐν σποδιᾷ συμμέτρως, ἐγχέοντας τοῖς ὠσί. τινὰς δὲ ἐν ἐλαίῳ ζέοντας οὐ κρόμμυον μόνον, ἀλλὰ σκόροδον, εἶθ’ οὕ‐ τως ἐγχέοντας. ἐγὼ δὲ εὐφορβίου παντελῶς ὀλίγον ἐλαίῳ παλαιῷ πολλῷ μιγνὺς χρῶμαι, καθάπερ γε καὶ πεπέ‐
15ρεως ἀκριβέστατα λελειωμένου. τὰς γὰρ κατὰ ψύξιν ὠταλ‐
γίας τὰ οὕτω θερμαίνοντα μεγάλως ὀνίνησιν. ὠφελεῖ δὲ600 in vol. 12

12

.

601

αὐτοὺς καὶ τὸ ἀμαράκινον ἔλαιον ἐγχεόμενον καὶ ἡ ἀρίστη νάρδος καὶ τὸ καλούμενον Ῥωμαϊστὶ φουλίατόν τε καὶ σπι‐ κάτον. ὠφελεῖ δὲ καὶ τὸ Κομμαγηνόν. εἰ δὲ καὶ πήγανον ἑψήσεις ἐλαίῳ μὴ στύφοντι καὶ προσέτι λεπτομερεῖ, καθάπερ
5ἐστὶ τὸ Σαβῖνον, ὀνήσεις μεγάλως. [Περὶ τῶν ἐξ ὕδατος φαρμακώδους ὠταλγιῶν.] Ὅταν δὲ ἐξ ὕδατος φαρμακώδους περιέχηταί τι κατὰ τὸν ἀκου‐ στικὸν πόρον, συνεχῶς ἐγχεῖν ἔλαιον προσήκει, ἐκκλύζοντας αὐτὸ καὶ δι’ ἐρίου μαλακοῦ σπογγίζοντας καὶ αὖθις ἐγχέον‐
10τας. παρηγορεῖ δὲ αὐτοὺς μεγάλως καὶ ὠοῦ τὸ λευκὸν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, καὶ γάλα γυναικεῖον. εὔ‐ δηλον δὲ ὅτι πᾶν ὅ τι ἂν προσφέρηται θερμὸν εἶναι χρὴ μετρίως. ὠφελεῖ δὲ αὐτοὺς καὶ τὸ χήνειον στέαρ ἱκανῶς· ὠφελεῖ δὲ καὶ τὸ τῶν ἀλωπέκων.
15 [Περὶ τῆς διὰ φλεγμονὴν γινομένης ὠταλγίας.] Εἰ δὲ φλεγμονή τις εἴη, κάλλιστον πρὸς αὐτὴν φάρμακον ἐγχεό‐ μενον νάρδινον μύρον μετὰ βραχυτάτου βασιλικοῦ καλου‐
μένου φαρμάκου. προσαγορεύεται δὲ τοῦτο καὶ τετραφάρ‐601 in vol. 12

12

.

602

μακον· καὶ τὸ Κομμαγηνὸν δὲ ἐπιτήδειόν ἐστι. καὶ τὸ διὰ τῶν στεάτων φάρμακον, οὗ τὴν σύνθεσιν ὀλίγον ὕστερον γράψω. βιαζομένης δὲ τῆς ὀδύνης ἀναγκαῖόν ἐστι χρῆσθαι καὶ τοῖς ναρκῶσι μὲν αἴσθησιν, ὥσπερ καὶ τοῖς ἐπὶ κώλῳ
5καὶ νεφροῖς καὶ ὅλως ἅπαντα πάσχοντι μορίῳ σφοδρῶς ἀλ‐ γοῦσι. μίγνυται δὲ τοῦτο τῷ γυναικείῳ γάλακτι καὶ τῷ λευκῷ τοῦ ὠοῦ, ἃ καὶ καθ’ ἑαυτὰ πολλάκις ἥρμοσεν ὤτων φλεγμοναῖς. μίγνυται δὲ καὶ καστορίῳ τὸ ὄπιον καὶ χρὴ παρεσκευάσθαι τοῦτο πρὸ πολλοῦ μεμιγμένον, ἤτοι γε
10ἴσῳ κατὰ τὸν σταθμὸν ἢ διπλασίῳ τῷ καστορίῳ, πρὸς μὲν τὰς σφοδροτάτας ὀδύνας ἴσῳ, πρὸς δὲ τὰς ἐλάττονας δι‐ πλασίῳ. τὸ δὲ ὑγρὸν ἔστω τὸ ἐκ τοῦ γλεύκους ἕψημα, πολὺ γὰρ ἀνωδυνώτερον τοῦτο τῶν γλυκέων ἐστὶν οἴνων. εὐθέως οὖν ἀπ’ ἀρχῆς ἀκριβῶς λεῖα τὰ εἰρημένα φάρμακα τούτῳ
15μιγνύσθω, τὸ μὲν καστόριον προλελειωμένον ἀκριβῶς, ὁ δὲ τῆς μήκωνος ὀπὸς ἐν αὐτῷ τῷ ἑψήματι λελυμένος καὶ οὕτω μιχθέντα τὰ τρία λειούσθω καλῶς. εἶτα ἐπὶ τῆς χρήσεως
ἀνιέσθω πάλιν ἑψήματι μέχρι τοσαύτης συστάσεως, ὡς ἐγ‐602 in vol. 12

12

.

603

χεῖσθαι δύνασθαι διὰ τῶν καλουμένων ὠτεγχύτων, ἐπὶ λύ‐ χνῳ χλιανθέντων. ἐγὼ δὲ οὐκ ἐγχέω τοῖς περιωδυνοῦσιν οὐδὲν φάρμακον, οὐδ’ ἐκμάττω δι’ ἐρίου, τῇ πείρᾳ τοῦτο διδαχθεὶς, ὡς ἄμεινόν ἐστι μηδ’ ὅλως ψαύειν τοῦ πόρου
5τοῦ ἀκουστικοῦ κατὰ τὸν καιρὸν τῆς ὀδύνης. ἀλλὰ διὰ μη‐ λωτίδος ἀμφιεσθείσης ἐρίῳ μαλακωτάτῳ πυριῶ τε τοὺς πε‐ ριωδυνῶντας, ἐμβάλλω τε τὸ φάρμακον ὡδί πως ἑτοιμασθὲν, κεχλιασμένον ἐν ὠτεγχύτῃ μετρίως οὕτως, ὡς πυνθανομένων ἡμῶν τοῦ κάμνοντος, εἰ χλιαρὸν αὐτῷ φαίνοιτο καὶ εἰ ἔτι
10δύναται φέρειν αὐτὸ, θερμότερον γενόμενον μέχρι τοσούτου προσάγειν τὴν θερμασίαν, ὡς μηδέπω λυπεῖν. βάπτων οὖν εἰς τὸ οὕτω παρεσκευασμένον φάρμακον τὴν μηλωτίδα κατὰ τὴν ἀρχὴν τοῦ πόρου μετρίως ἐπιτιθεὶς, ἀποῤῥεῖν εἰς τὸ βά‐ θος ἐπίτρεπε καὶ μετὰ ταῦτα πάλιν αὖθις καὶ αὖθις καὶ
15πολλάκις βάπτων τὸ αὐτὸ τοῦτο ποίει, μηδένα διαλείπων χρόνον. εὔδηλον δ’ ὅτι τούτου γινομένου πάντως τι καὶ ἀποῤῥυήσεται πρὸς τοὐκτὸς πληρωθέντος ὅλου τοῦ
ἀκουστικοῦ πόρου. τοῦτο τοίνυν δέχου μετρίως, καθ’ ὅσον603 in vol. 12

12

.

604

οἷόν τε μὴ ψαύων τοῦ ὠτός. ἐπειδὰν δὲ καλῶς πυριάσῃς, ἐάσας τὸν πόρον, ὃς ἐπληρώθη τοῦ φαρμάκου, μαλακὸν ἐπί‐ θες ἔξωθεν ἔριον αὐτῷ τε τῷ στόματι τοῦ πόρου καὶ μετὰ τοῦτο παντὶ τῷ ὠτί. καὶ ἐὰν δεήσῃ πυριάσαι πάλιν, ἀτρέμα
5βαστάξας τὸ ἀντεπικείμενον ἔξωθεν ἔριον αὖθις ὁμοίως πυ‐ ρία φυλαττόμενος ὡς οἷόν τε μηδ’ ἄλλου τινὸς μέρους τοῦ ὠτὸς ἅψασθαι. καὶ τούτῳ γε πρόσεχε τὸν νοῦν ὡς μεγίστῳ παραγγέλματι τῆς τῶν ὤτων ἐπιμελείας. ἡ πυρία δέ σοι γι‐ νέσθω, καθὰ προείρηται, διὰ τῶν ἀνωδύνων, ἅπερ ἐστὶ τό
10τε κάλλιστον νάρδινον μύρον, ἔχον ὀλίγιστον ἐν αὑτῷ τοῦ τετραφαρμάκου, καὶ μετὰ τοῦτο τὸ Κομμαγηνόν τε καὶ Σού‐ σινον καὶ τὰ πολυτελῆ μύρα τῶν πλουσίων γυναικῶν, ἃ καλοῦσιν αὗται σπικάτα καὶ φουλιάτα. ἔστι δὲ παχύτερα ἢ ὥστε ἐγχεῖσθαι. λύειν οὖν αὐτὰ διά τε τοῦ ναρδίνου μύρου
15καὶ, εἰ θέρος εἴη καὶ θερμασίας αἴσθησις τῷ κάμνοντι, κατὰ τὸ φλεγμαῖνον οὖς διὰ ῥοδίνου καλοῦ, μὴ παρόντος δὲ
τούτου, δι’ ἀμυγδαλίνου. μέμνησο δ’ ὅτι καλὸν ἀεὶ λέγω604 in vol. 12

12

.

605

ῥόδινον, ἐν ᾧ πλεῖστα μὲν ἀποβέβρεκται ῥόδα, τὸ δὲ ἔλαιον, ἐν ᾧ ταῦτα ἀποβέβρεκται τῶν ὠμοτριβῶν καλουμένων ἔστω, εἰ οἷόν τε, χωρὶς ἁλῶν ἐσκευασμένον, οὐδενὸς ἄλλου προσ‐ εμβεβλημένου τοῖς ῥόδοις, καθάπερ οἱ τὰ στύμματα προσ‐
5εμβάλλοντες ποιοῦσιν, ἕνεκα τοῦ πολλῷ χρόνῳ διαμεῖναι τὸ ῥόδινον εὐῶδες. [Περὶ τῶν ἐπὶ πνεύματι φυσώδει ἢ παχέσι καὶ γλί‐ σχροις χυμοῖς ὠταλγιῶν.] Εἰ δὲ καὶ πνεῦμα φυσῶδες ἤ τινα παχὺν ἢ γλίσχρον χυμὸν, οὐκ ἔχοντα διέξοδον, ἐγκατακεκλεῖ‐
10σθαι στοχάσαιο καὶ τῶν ἐκφραττόντων τι φαρμάκων μίγνυε. τεχνικὸς γὰρ στοχασμός σοι γένοιτο τῶν τοιούτων αἰτίων τοῦ πόνου τά τε προηγησάμενα καὶ τὰ παρόντα πυθομένῳ. ψύξεως μὲν γὰρ προηγησαμένης τὸ φυσῶδες ἀθροίζεται πνεῦμα, βάρους δὲ κεφαλῆς ἐδεσμάτων τε φλεγματωδῶν καὶ
15κακοχύμων οἱ ψυχροὶ καὶ παχεῖς χυμοί. τούτοις γὰρ ἐπι‐ γενομένης ψύξεως αἱ ὀδύναι συμβαίνουσι τῶν πρότερον δια‐
πνεομένων ἐπισχεθέντων διὰ τὴν πύκνωσιν. ἐπὶ τούτων οὖν605 in vol. 12

12

.

606

ὁ ἀφρὸς τοῦ νίτρου καὶ τὸ νίτρον αὐτὸ τὸ μαλακὸν, ἀφρό‐ νιτρόν τε τὸ τοιοῦτον καὶ τὸ καλούμενον ἀμυγδάλινον ἔλαιον εὐλόγως μίγνυται τοῖς ὠτικοῖς φαρμάκοις. ἐκ τούτου τοῦ γένους ἐστὶν ὅ τε λευκὸς καὶ ὁ μέλας ἐλλέβορος καὶ τὸ
5στρουθίον, ἀμύγδαλά τε τὰ πικρὰ καὶ τῶν τριῶν ἀριστολο‐ χιῶν ἣν ἂν ἔχοις, ἥ τε Ἰλλυρικὴ ἴρις. εἰ δὲ καὶ τὸ κιννά‐ μωμον ἔχοις, ἐμβαλεῖς καὶ τούτου, μὴ παρόντος δὲ αὐτοῦ, κασσίαν τήν τε ζίγιρ καλουμένην καὶ τὴν μοτώδη καὶ τὸ καρπήσιον, ὃ πλεῖστον μέν ἐστιν ἐν Σίδῃ τῆς Παμφυλίας
10καὶ διὰ τοῦτο εὐωνότατον πιπράσκεται. Κόϊντος δὲ ὁπότε ἀποροίη κινναμώμου, τοῦτο ἐπέβαλλεν ἀντ’ αὐτοῦ διπλά‐ σιον, ὥσπερ ἔνιοι τὴν κασσίαν. ἐκφρακτικὰ δὲ τῶν ἐν τοῖς ὠσὶ πόρων εἰσὶ καὶ τὰ τοὺς ἐν τοῖς νεφροῖς λίθους θρύ‐ πτοντα καὶ πᾶν εἴ τι λεπτομερὲς ἄνευ δήξεως, ὅπως μὴ
15παροξύνῃ τὴν ὀδύνην. ἐν οἷς ἐστι καὶ σικύου τοῦ ἀγρίου ἡ ῥίζα καὶ βρυωνίας καὶ ἄρου καὶ δρακοντίου καὶ κενταυρίου καὶ πολίου καὶ ὅλως τῶν πικρῶν ἁπάντων. ἀδήκτως γὰρ
καὶ ἀλύπως ἐκκαθαίρει ταῦτα τοὺς πόρους, διαῤῥύπτει τε606 in vol. 12

12

.

607

καὶ διατέμνει τὰ ἐμπεφραγμένα. διὰ τοῦτο δὲ γράφω πολλὰ παραδείγματα τῶν τοιούτων, καίτοι γε ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων τῆς δυνάμεως εἰρηκὼς πάντα, διότι βού‐ λομαι κατὰ πάντα τόπον τῆς γῆς εὐπορεῖν ἡμᾶς βοηθη‐
5μάτων, ἔχοντας πρόχειρον αὐτῶν τὴν μνήμην. ἄλλα γὰρ ἐν ἄλλοις χωρίοις πλεονάζει τε καὶ βελτίω τῶν ἐν ἑτέροις γινομένων ἐστίν. ἐπεί τοι τό γε διὰ τῶν στεάτων ἀρκέσει σοι σύνθετον φάρμακον ἔκ τε τῶν ἁπλῶν, ὅσα μικρῷ πρό‐ σθεν διῆλθον ὀδύνης πραϋντικά. θαυμάσαι δέ ἐστι τῶν ἰα‐
10τρῶν, ὅσοι χωρὶς διορισμοῦ πρὸς ὀδύνας ὤτων ἔγραψάν τινα φάρμακα. τὰ μὲν γὰρ ὑπὸ ψύξεως ὀδυνώμενα τάχιστα θε‐ ραπεύεται διὰ τῶν θερμαινόντων. ἐὰν δὲ ὑπὸ δριμύτητος δακνώδους ἢ φλεγμονῆς σφυγματώδους ἡ ὀδύνη γίνηται, με‐ γίστη βλάβη συμπίπτει τοιούτων προσαχθέντων φαρμάκων.
15αἱ μέντοι μέτριαι φλεγμοναὶ καὶ μὴ σφυγματώδεις καὶ διὰ τῶν τοιούτων θεραπεύονται φαρμάκων, ὁποῖόν ἐστιν ὄξος μετὰ ῥοδίνου χλιανθὲν, ἀναμιχθέντων ἀμφοῖν ἀκριβῶς. οὕτω
δὲ καὶ γλαύκιον, ἐπ’ ἀκόνης ἰατρικῆς ἀποτριβόμενον μετ’607 in vol. 12

12

.

608

ὄξους ὀνίνησι τὰς ἐπὶ φλεγμονῆς βραχείας ὀδύνας. ἄμεινον δὲ τὸν ἐκ τοῦ γλαυκίου προκατεσκευασμένον τροχίσκον ἔχειν, πολυχρηστότατον φάρμακον, ὅστις γίνεται λειωθέντος ἀκρι‐ βῶς τοῦ γλαυκίου δι’ ὕδατος ὀμβρίου, κᾄπειτα ξηρανθέντος
5τε καὶ ἀναπλασθέντος. ἐὰν δὲ ψαθυρώτερον ᾖ, ὡς ἀνα‐ πλάττεσθαι φαίνηται, μίξεις αὐτῇ κόμμεως ὀλίγον. ἀρκεῖ δὲ δωδέκατον ἢ πεντεκαιδέκατον εἶναι μέρος αὐτοῦ τοῦ γλαυ‐ κίου. καὶ τὰ διὰ γλαυκίου δὲ κολλύρια κατὰ τὸν αὐτὸν τρόπον ἀποτριβόμενα δι’ ὄξους ὀνίνησιν ἐνσταζόμενα τοῖς
10ὠσὶ, καὶ τούτων οὐδὲν ἧττον τὰ διὰ κρόκου. ταῦτα μὲν οὖν εἰσιν ὀδύνης τε καὶ φλεγμονῆς ἰάματα· περὶ δὲ τῶν ἄλλων διαθέσεων τῶν ἐν τοῖς ὠσὶν γινομένων ἃ διὰ τῆς ἐμῆς ἐμπειρίας ἔκρινα διελθὼν, οὕτως ἐπὶ τὰ τοῖς πρὸ ἐμοῦ γεγραμμένα καταβήσομαι.
15 [Περὶ τῶν ἐν τοῖς ὠσὶν ἑλκῶν.] Ὅσα μὲν πρόσ‐ φατα τό τε γλαύκιον ἀποθεραπεύει, μόνον ἀποτριβόμενον μετ’ ὄξους, ὡς ἀρτίως εἴρηται, καὶ τὰ δι’ αὐτοῦ κολλύρια
πάντα καὶ τὰ διάκροκά τε καὶ τὰ διάῤῥοδα καλούμενα608 in vol. 12

12

.

609

παρὰ τῶν ἰατρῶν, ὥσπερ καὶ τὸ τοῦ Νείλου, θεραπεύει δὲ καὶ τὸ τοῦ Δαμοκράτους διάσμυρνον. τὰ δὲ πυοῤῥοοῦντα χωρὶς ὀδύνης, ὅσα μὲν μετρίως τοῦτο πάσχει, διὰ τῶν αὐ‐ τῶν θεραπεύεται, τὰ δὲ ἰσχυρῶς διὰ τῶν τοιούτων, ὁποῖός
5ἐστιν ὁ Ἀνδρώνειος τροχίσκος καὶ ὁ τοῦ Μούσα, μεθ’ ἑψή‐ ματος καὶ ὀλίγου ὄξους ἀνιέμενος, ὧν ἡ ποικιλία τῆς συν‐ θέσεως αὖθις εἰρήσεται. νικωμένων δὲ καὶ τούτων σκωρίαν σιδήρου μετ’ ὄξους δριμυτάτου λειώσας ἐπιπλεῖστον πολλαῖς ἡμέραις ἐν ἡλίῳ θαῤῥῶν χρῶ, εἰ καὶ παράλογον εἶναι δοκεῖ
10τῶν δριμυτάτων φαρμάκων ἀνέχεσθαι τὸ οὖς, ὃ μικρὸν ἔμ‐ προσθεν εἶπον, οὐδὲν δὲ τῶν μαλακωτάτων ἐγχεομένων ἀλύπως ὑπομένειν τὴν πρόπτωσιν, ἀλλὰ καὶ ταῦτα φαίνε‐ σθαι πλήττοντα. [Περὶ δυσηκοϊῶν καὶ ἤχων.] Λείποιτ’ ἂν οὖν ἔτι περὶ
15δυσηκοΐας τε καὶ ἤχων διελθεῖν, οὐδὲν κοινωνούντων ἀλγή‐ μασί τε καὶ ἑλκώσεσι, περὶ ὧν ἑξῆς ἐρῶ τὰς ἐπαινουμένας
μεγάλας ὑπὸ τῶν ἐνδόξων ἰατρῶν πρότερον διελθὼν ὠτι‐609 in vol. 12

12

.

610

κὰς δυνάμεις, καθ’ ὅντινα λόγον συνετέθησαν. ἄρξομαι δὲ ἀπὸ τῆς ὑφ’ Ἥρα γεγραμμένης. [Ὠτικὴ, ὡς Ἥρας.] Ἥρας μὲν οὖν οὕτως ἔγρα‐ ψεν. ὠτικὴ πρὸς πᾶν ἄλγημα καὶ πᾶν ἕλκος. ταύτῃ ἐχρησά‐
5μην ἐπί τινος πυρέσσοντος καὶ παρακόπτοντος διὰ τὰ ἀλγή‐ ματα καὶ ἐποίησε δαιμονίως. σμύρνης 𐅻 αʹ. λιβάνου 𐅻 γʹ. οἱ δὲ 𐅻 ζʹ. ἀφρονίτρου 𐅻 γʹ. κρόκου δραχμὰς δʹ. οἱ δὲ 𐅻 αʹ. μηκωνείου 𐅻 γʹ. χαλβάνης 𐅻 βʹ. ἀμύγδαλα πικρὰ λελεπισμένα κʹ. ἀναλάμβανε ὄξει, ἐπὶ δὲ τῆς χρείας περιω‐
10δυνίας μὴ οὔσης, ῥοδίνῳ διεὶς ἔνσταζε, δυσηκοΐας δὲ οὔσης ὄξει διείς. Ἥρας μὲν οὖν ἓν τοῦτο ἠρκέσθη γράψαι φάρ‐ μακον ἀλγήματός τε παντὸς ἴαμα καὶ ἕλκους ὤτων· ἐγὼ δὲ τὰς μὲν ὀδύνας τῇ τε διὰ τῶν στεάτων, ὡς εἴρηκα, γινομένῃ θάλψει καὶ τῷ ναρδίνῳ μύρῳ μετὰ τοῦ τετραφαρμάκου
15πραΰνεσθαί φημι, σὺν τῷ καὶ τὰς διαθέσεις αὐτὰς ὠφελεῖ‐ σθαι, καθάπερ γε καὶ ὠοῦ τῷ λευκῷ καὶ γάλακτι γυναι‐ κείῳ. πραΰνεσθαι δὲ μόνον ἄνευ τοῦ τὰς διαθέσεις ὠφελεῖ‐
σθαι διὰ τοῦ μηκωνείου, κατὰ δέ τι συμβεβηκὸς οὐ πρώτως610 in vol. 12

12

.

611

εἴποι τις ἂν καὶ τὰς διαθέσεις ὀνίνασθαι. παυσαμένης γὰρ τῆς ὀδύνης καὶ ὕπνων γενομένων ἡ φύσις πέττει τὰς τὴν ὀδύνην ἐργαζομένας διαθέσεις. τὰ δὲ ἕλκη τὰ ἐν τοῖς ὠσὶν ἐθεράπευσα διὰ παντὸς τῷ γλαυκίῳ δι’ ὄξους, ὥσπερ γε
5μετὰ ῥεύματος ἢ πύου τοῖς τροχίσκοις, ἀπὸ τῶν πρᾳοτέρων ἀρχόμενος, ὁποῖος ἐστιν ὁ Πολυείδου καὶ μετὰ τοῦτον ὁ Ἀνδρώνειος καὶ μετ’ ἐκεῖνον ὁ καλούμενος Βιθυνὸς, ᾧ πα‐ ραπλήσιός ἐστιν ὁ ἐμὸς, τουτέστιν ὁ διὰ χάρτου κεκαυμένης, ὡς δὲ ἐγὼ νομίζω, καὶ βελτίων. γίνεται δὲ οὐκ ἀεὶ χρεία
10πάντων, ἀλλ’ ἀρκεῖ τοὐπίπαν εἷς, ἐὰν ἐπίστηταί τις αὐτῷ χρῆσθαι, ποτὲ μὲν διὰ σιραίου λύων, ὁπόταν βούληται πρᾳό‐ τερον ἐργάσασθαι τὸ φάρμακον, αὖθις δὲ δι’ οἴνου γλυ‐ κέος, εἶτα δι’ ὄξους μὴ δριμέος, εἶτα διὰ τοῦ δριμέος, ἐπὶ τέλει δὲ διὰ τοῦ δριμυτάτου. διὸ καὶ διὰ τῆς τοιαύτης μί‐
15ξεως ἄλλοτε ἄλλης γινομένης ἐκλύειν δυνάμενος τὸ σφοδρὸν τοῦ φαρμάκου τὸ ἰσχυρότατον σκευάσας μόνον, ἔχειν δυ‐
νήσῃ. θαυμάσαι δὲ ἔστιν, ὡς ἔφην, τῶν πλείστων ἰατρῶν611 in vol. 12

12

.

612

ὠταλγίας φάρμακα γραψάντων πάμπολλα χωρὶς διορισμῶν, ἐφεξῆς ἀλλήλων ἐναντιωτάτας ἔχοντα δυνάμεις· οἷον εὐθέως, ἀπὸ γάρ τοι τῶν παλαιοτέρων ἄρξασθαι κάλλιον, Ἀπολ‐ λώνιος ὁ Ἡροφίλειος ἐν τῇ τῶν εὐπορίστων φαρμάκων
5γραφῇ κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου κεφαλαλγίας ἰά‐ ματα γράφων, πρῶτα μὲν πάντων ἔταξε τὰ δι’ ἔγκαυσιν, εἶτ’ ἐφεξῆς δεύτερα τὰ διὰ ψύξιν, εἶτ’ ἐπ’ αὐτῷ τὰ διὰ μέ‐ θης τε καὶ ἀκρατοποσίης· αὐτὸς γὰρ οὕτως ὠνόμασε· τέταρτα δὲ τὰ διὰ πληγὴν ἢ πτῶμα, τελευταῖα δ’, ὡς αὐτὸς προὔ‐
10γραψε, πρὸς τὰς τῶν κροτάφων ἀλγηδόνας καὶ τοὺς πό‐ νους ὅλους τῆς κεφαλῆς τοὺς χωρὶς φανερᾶς αἰτίας γινομέ‐ νους. ἐπὶ δὲ τῆς τῶν ὤτων ὀδύνης οὐδένα προσέθηκε διο‐ ρισμὸν, ἀλλ’ ἁπλῶς προγράψας πρὸς ὠταλγίαν ἑξῆς κατα‐ λέγει φάρμακα τὰ μὲν θερμαίνοντα, τὰ δὲ ψύχοντα, καὶ τὰ
15μὲν ὑγραίνοντα, τὰ δὲ ξηραίνοντα, καὶ κατὰ τὰς δευτέρας δυνάμεις τε καὶ ποιότητας τὰ μὲν αὐξηρὰ, τὰ δὲ στρυφνὰ,
τὰ δὲ πικρὰ, τὰ δὲ δριμέα, τὰ δ’ ὀξέα, τὰ δ’ ἁλυκὰ, καὶ πρὸς612 in vol. 12

12

.

613

τούτοις ἔτι τὰ μὲν διαφοροῦντα, τὰ δὲ σφίγγοντά τε καὶ συνάγοντα καὶ ἀποκρουόμενα τὰς ἐπιῤῥοὰς, τὰ δ’ ἑλκτικὰ τῶν ἐν βάθει, καὶ τὰ μὲν ἐκφρακτικὰ, τὰ δὲ ῥυπτικὰ, τὰ δὲ τῆς αἰσθήσεως ναρκωτικά. εἰ μὲν οὖν μία διαθεσίς ἐστιν
5ἀλγημάτων αἰτία, μίαν εὔλογον εἶναι καὶ τὴν τῶν ἰωμένων αὐτὴν δύναμιν· εἰ δὲ πολλαὶ, τοσοῦτον εἶναι χρὴ καὶ τὸν τῶν ἰωμένων ἀριθμὸν, ὅσος ὁ τῶν ἐργαζομένων αἰτίων ἐστίν. Ἡροφίλου τοίνυν οὕτως ἐπαινοῦντος τοὺς διορισμοὺς ὡς οὐκ οἶδ’ εἴ τις ἄλλος, αὐτοῦ τε τοῦ Ἀπολλωνίου τὰ
10τῆς κεφαλαλγίας φάρμακα μετὰ διορισμῶν γράψαντος, ἔτι μᾶλλον θαυμάζω τὸ κατὰ τὰς ὠταλγίας ἀδιόριστον αὐτοῦ. κατέλιπε μὲν οὖν καὶ τὸ πέμπτον γένος τῶν φαρμάκων ἀδιόριστον, ὃ κατὰ τὴν τελευτὴν ἔγραψα πρὸς τὰς χωρὶς φανερᾶς αἰτίας κεφαλαλγίας, καίτοι καὶ τὰς τοιαύτας κεφα‐
15λαλγίας ἀναγκαῖόν ἐστι πρῶτον μὲν τοῖς κοινοῖς γένεσι τῶν τὰς ὀδύνας ἐργαζομένων αἰτίων ὑποπεπτωκέναι συνε‐ χείας λύσει ἢ δυσκρασίᾳ, ὡς ἐδείξαμεν· εἶτα δηλονότι καὶ
τοῖς τὰς αὐτὰς ἐργαζομένοις, ἃ διώρισται μὲν ὑπ’ ἐμοῦ613 in vol. 12

12

.

614

πάντα κατὰ τὰς οἰκείας πραγματείας. νυνὶ δὲ τῶν ἐν ταῖς ὠταλγίαις μνημονεύσω μόνον, ὑστάτης ἁπασῶν τῆς πραγμα‐ τείας οὔσης ταύτης, ὡς πολλάκις εἴρηται, κατὰ τῆς θερα‐ πευτικῆς μεθόδου βιβλία. τὰς γὰρ μεθόδους τῆς θεραπείας
5ἐν ἐκείνῃ γράφων, ἐν ᾗ δύο που παραδείγματα τῶν κατὰ μέρος προσέθηκα, τὸ πλῆθος τῶν φαρμάκων ὅσα συντίθεμαι ἐκ πολλῶν, εἰς τὴν ἐνεστῶσαν ἀναβαλλόμενος πραγματείαν· ὡς ἡγεῖσθαι μὲν τῆς θεραπευτικῆς μεθόδου τὰ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἕνδεκα τὸν ἀριθμὸν ὄντα.
10μετὰ ταῦτα δὲ τὰ τῆς θεραπευτικῆς μεθόδου τεσσαρασκαί‐ δεκα, μεθ’ ἃ τὰ τῆς νῦν προκειμένης γράφεσθαι τὰ περὶ τῆς συνθέσεως τῶν φαρμάκων. [Περὶ τῶν ὑπὸ Ἀπολλωνίου γεγραμμένων πρὸς ὠταλ‐ γίαν.] Ὅτι δὲ λέγων τὸν Ἀπολλώνιον ἡμαρτηκέναι μὴ διο‐
15ρισάμενον ἐπὶ ποίας ὠταλγίας ἕκαστον ὧν γράφει φαρμά‐ κων ὑπάρχει χρήσιμον, οὐ καταψεύδομαι τἀνδρὸς, ἐξ ὀλίγων
ἀποδείξω παραδειγμάτων. προσγράψας γὰρ, ὡς ἔφην, πρὸς614 in vol. 12

12

.

615

ὠταλγίαν ἔγχυτα καὶ γράψας ἐν αὐτοῖς, χήνειον ἢ ὀρνίθειον στέαρ ἡσυχῇ τήξας ἔνσταζε· πόλιν ἐφεξῆς γράφει, χολὴν ταυρείαν ἢ αἰγείαν μετὰ χυλοῦ πράσου ἔνσταζε. τὸ μὲν οὖν στέαρ ὧν εἶπε ζώων παρηγορικώτατόν ἐστιν ἁπα‐
5σῶν τῶν τὰς ὀδύνας ἐργαζομένων διαθέσεων, μετὰ τοῦ καὶ μεγάλως αὐτῶν ὠφελεῖν ἐνίας. αἱ χολαὶ δὲ αἱ μετὰ πράσου τάς τε διὰ φλεγμονὴν ὀδύνας αὐξήσουσι καὶ τὰς ἐπὶ δρι‐ μέσι καὶ δάκνουσιν ὑγροῖς, μόνας δὲ ὠφελήσουσι τὰς δι’ ἔμφραξιν ἢ ψύξιν γεννωμένας ἤτοι κατὰ ψιλὴν δυσκρασίαν
10τῆς ψύξεως τῶν στερεῶν μορίων ὀδυνηρᾶς γενομένης ἢ διὰ τὸ γεννᾶσθαι μὲν ἐν ταῖς τοιαύταις διαθέσεσι φυσώδη πνεύ‐ ματα καὶ χυμοὺς ψυχροὺς, κωλύεσθαι δὲ ἐκκρίνεσθαι διὰ τὴν τοῦ περιέχοντος πύκνωσιν ἄνευ φλεγμονῆς γενομένην. ἐκκριθέντων γὰρ ὑπὸ τῶν οὕτω δριμέων καὶ θερμῶν φαρ‐
15μάκων τῶν ἀλγημάτων αἰτίων, θεραπεία τε ἅμα καὶ ἀνω‐ δυνία γίνεται. τὸ μὲν οὖν ὀρνίθειόν τε καὶ τὸ χήνειον στέαρ, ἐὰν μὲν εὕρῃ κεκενωμένον τὸ σῶμα καὶ μηκέτι ἐπιῤῥέοντα
τὸν τὴν φλεγμονώδη διάθεσιν ἐργαζόμενον χυμὸν, κατὰ τοὺς615 in vol. 12

12

.

616

δύο λόγους ὀνήσει, τόν τε παρηγορικὸν καὶ τὸν θεραπευτι‐ κόν. ἐὰν δὲ ἐπιῤῥέοντος ἔτι τοῦ αἰτίου προσενεχθῇ, τὴν διάθεσιν μὲν οὐδὲν ὀνίνησι, παρηγορεῖ δὲ τὸ τῆς ὀδύνης σύμπτωμα, καθάπερ γε κᾂν ἐπὶ χυμῶν δριμύτητι ἡ δῆξις
5γίνηται. χολὴ δὲ οὐδέποτε μετὰ πράσου χυλοῦ δύναταί τι χρηστὸν ἐπὶ τῶν εἰρημένων διαθέσεων ἐργάζεσθαι, καθάπερ οὐδὲ πέπερι, καίτοι τοῦτό γε οἶδα τῶν ἰατρῶν τινα πρά‐ ξαντα γυναικὸς ἀλγησάσης οὖς, ἐν χρήσει θερμῶν ὑδάτων αὐτοφυῶν. εἰωθὼς γὰρ πάντα πιστεύειν τοῖς τῶν
10εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλίοις, κεχρημένος τε κατὰ τύχην πολλάκις ἤδη τῷ διὰ τοῦ πεπέρεως βοηθήματι, καὶ τότε ἤλπισεν ὠφελήσειν τι τὴν ὠταλγίαν· ἀλλ’ οὕτω γε ὑπ’ αὐτοῦ παρωξύνθη τὸ γύναιον, ὡς ὀλίγου δεῖν ἀπάγ‐ ξασθαι. γράφει οὖν ὁ Ἀπολλώνιος ὡδί. πεπέρεως ἐν οἴνῳ
15ἀπεξεσμένου λεάνας καὶ σύμμετρον τῷ πάχει ποιήσας ἔν‐ σταζε. γράφει δὲ ἐν αὐτοῖς τούτοις ἐφεξῆς τὰ διὰ πεπέρεως καὶ ταῦτα. λύκειόν τε καὶ μηκώνειον ἴσα, γάλακτι γυναικείῳ
διεὶς χρῶ, καὶ τούτῳ γε ἐφεξῆς ἕτερον τουτί· καστορίου καὶ616 in vol. 12

12

.

617

μηκωνείου ἴσον, φώξας ἐπ’ ὀστράκου μάλιστα μὲν Ἀττι‐ κοῦ, εἰ δὲ μὴ, Ῥωμαϊκοῦ, καὶ λεάνας διεὶς γλυκεῖ ἔνσταζε. τὰ μὲν οὖν διὰ τοῦ μηκωνείου πάντα φάρμακα, ναρκωτικὰ τῆς αἰσθήσεως ὄντα, κατὰ τοῦθ’ ἡμᾶς ἀναγκάζει ποτὲ αὐ‐
5τοῖς ἐπὶ τῶν ὑπὸ μηδενὸς τῶν παρηγορικῶν ὠφελουμένων χρῆσθαι, τὸ δὲ διὰ τοῦ πεπέρεως φάρμακον ἐξ ἑτέρου γένους ἐστὶν, ὥσπερ γε καὶ τὸ διὰ τῶν στεάτων ἐξ ἄλλου, καθά‐ περ γε καὶ τὸ μετὰ ταῦτα γεγραμμένον ἐφεξῆς φάρμακον ὡδί πως. χαλβάνην Σουσίνῳ μύρῳ διεὶς πρόσμιξον μέλι καὶ
10ῥόδινον καὶ οἰσυπηρὸν ἔριον περὶ μηλωτίδα συστρέψας, κί‐ νει καὶ χλιαίνων ἔνσταζε. διαφορητικὸν γὰρ ἀλύπως ἐστὶ τοῦτο, δυνάμενον ἁρμόττειν φλεγμοναῖς ἐν αἷς οὐκέτι οὐδὲν ἐπιῤῥεῖ. καλῶς δὲ ποιήσειε κᾀπὶ τῶν διὰ ψύξιν ἀλγούντων. ἴσως δέ τις ἐπιζητήσει διὰ τίνα τὴν αἰτίαν οὐ μόνον τοῦ
15Ἀπολλωνίου, ἀλλὰ καὶ ἄλλων τινῶν ἀξιολόγων ἀνδρῶν φῶξαι κελευόντων τὸ μηκώνειόν τε καὶ τὸ καστόριον, ὅπως
αὐτῶν τὸ σφοδρὸν τῆς δυνάμεως μειωθείη, παρέλιπον ἐγὼ617 in vol. 12

12

.

618

τοῦτο προσθεῖναι κατὰ τὸν ἔμπροσθεν λόγον, ἡνίκα τὴν ἐμὴν ἀγωγὴν τῆς θεραπείας τῶν ὠταλγιῶν ἔγραφον. ἀπολο‐ γητέον οὖν αὐτῷ κατὰ τάδε. τὸ μὲν οὖν καστόριον οὐδ’ ὅλως ἀξιῶ φώσσειν· οὐ γὰρ ὡς ναρκωτικὸν αὐτὸ τῆς αἰ‐
5σθήσεως τῷ μηκωνείῳ μίγνυμεν, ἀλλὰ τοὐναντίον ἅπαν ὡς ἀμβλῦνον τὸ σφοδρὸν τῆς ψυκτικῆς δυνάμεως, ὅπερ οἱ φῶξαι κελεύοντες ἐπὶ μὲν τοῦ μηκωνείου οὐκ ἀτόπως ποι‐ οῦσιν, ἐπὶ δὲ τοῦ καστορίου παντάπασιν ἀτόπως. αὐτὸ γὰρ καθ’ αὑτὸ πεπτικὴν τῶν δυσλύτων τε καὶ σκιῤῥωδῶν δια‐
10θέσεων ἔχει δύναμιν. αὐτάρκης οὖν ἐστι καὶ ἡ ἐκ τοῦ μη‐ κωνείου κεχρονίσθαι τὸ συντεθὲν ἐξ αὐτῶν πραΰνης, φω‐ γνύμενον γὰρ ἀπόλλυσι τὸ δραστήριον, εἰ δὲ μιχθὲν τῷ κα‐ στορίῳ χρονίσειε, μένει μὲν ἔτι καὶ νῦν ἱκανῶς δραστικὸν, ἀμαυροῦται δὲ αὐτοῦ τὸ κακόηθες, διὸ καὶ βλάπτονταί τινες,
15ὡς ἀχλυῶδες ὁρᾷν ἄχρι πολλῶν ἡμερῶν καὶ καρηβαρεῖν καὶ μὴ καλῶς πέττειν τὰς τροφὰς ποιεῖ, εἰ ποθείη· καὶ διὰ ταύ‐
την αὐτοῦ τὴν κακοήθειαν ἐπὶ τὴν φῶξιν ἀφίκοντο πολλοὶ618 in vol. 12

12

.

619

τῶν ἰατρῶν. ἀλλ’ ἐπεὶ πάλιν ἐν τῷ φωχθῆναι τὸ δραστή‐ ριον αὐτοῦ ἀμαυροῦσθαι φαίνεται, τούτου γὰρ ἐπειράθην πολλάκις, ἄμεινον ἡγησάμην ἄφωκτον μὲν μιγνύναι, μετὰ χρόνον δὲ χρῆσθαι. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρη‐
5ται γιγνώσκεσθαι χρήσιμα· τὸ δὲ προκείμενον ἦν οὐ μικρῶς βλάβην γενέσθαι τοῖς πιστεύουσιν ἀδιορίστοις γραφαῖς φαρ‐ μάκων. γέγραπται δὲ καὶ ἄλλοις πολλοῖς τὸν αὐτὸν τρόπον ἐπὶ πολλῶν μορίων τε καὶ παθῶν ἀδιόριστα φάρμακα, μὴ γινώσκουσιν ὅσην ὁ διορισμὸς ἔχει δύναμιν εἰς τέχνης σύ‐
10στασιν. ἐφ’ ὧν οὖν θαυμάζω τὸ συγκεχυμένον τε καὶ ἀδιό‐ ριστον, ὡς ἐπ’ Ἀπολλωνίου τοῦ Ἡροφιλείου, γινώσκοντος τἀνδρὸς ὅτι κελεύει διὰ παντὸς ὁ Ἡρόφιλος τί τε καὶ ποῖον καὶ πηλίκον ἐστὶ τὸ τοῦ νοσήματος αἴτιον καὶ κατὰ τί μάλιστα δυναστεῦον ἐπίστασθαι τὸν ἰατρὸν, ὅπως
15καὶ τὴν θεραπείαν ἁρμόττουσαν ἑκάστῳ ποιεῖται. ἔτι δὲ
μᾶλλον ἐπ’ Ἀρχιγένους ἄν τις θαυμάσειεν, ἀδιορίστως οὐκ619 in vol. 12

12

.

620

ὀλίγα καὶ αὐτοῦ γράφοντος ἔν τε ταῖς ἄλλαις θεραπείαις καὶ ταῖς τῶν ὠταλγιῶν. ἕνα γὰρ ἔγραψεν αὐτὸς ἐπ’ αὐτῶν μόνον διορισμὸν, τὸν ἀπὸ τοῦ μετρίου τε καὶ σφοδροῦ τῆς ὀδύνης, καί σοι παραγράψω τὴν λέξιν ὅλην αὐτοῦ.
5 [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα πρὸς ὤτων ἀλγήματα.] Ἐν τῷ προτέρῳ τῶν κατὰ γένος φαρμάκων ὁ Ἀρχιγένης ὧδέ πως ἔγραψε κατὰ λέξιν. ἐπὶ δὲ ὠταλγίας τῆς ἄλλης προηγουμένης διαίτης, ἥνπερ καὶ ἐπὶ κεφαλαλγίας ἐτάττομεν. ἐπὶ μὲν τῶν μετρίων τῶν ἁπλῶν μύρων χλια‐
10ρῶν ἐνέσταξεν, οἷον κρόκινον ἢ ἴρινον ἢ ῥόδινον ἢ καρύων πικρῶν ἀπόθλιμμα, ἢ τῆς κασσίας τὸ μύρον, ἢ νάρδον ἁπλῆν ἢ Σούσινον ἢ ἀμυγδάλινον, ἢ ῥόδων ἢ ῥοιᾶς ἢ μήκωνος χύλισμα μετ’ ἐλαίου θερμοῦ ἢ πράσου σπέρμα λεῖον ἢ ἐλ‐ λέβορον λευκὸν λεῖον μετὰ ῥοδίνου χλιαρὸν ἔγχει ἐν ξύστρᾳ.
15ἢ μηκωνείου ὀλίγον σὺν γάλακτι γυναικείῳ, ἢ μηκωνίου χύ‐ λισμα σὺν γάλακτι ὁμοίως. σφοδρυνομένης δὲ ἥ τε κοιλία
διὰ κλυστῆρος εὐτόνως ὑπαγέσθω καὶ ἀπ’ ἀγκῶνος αἷμα620 in vol. 12

12

.

621

ἀφαιρείσθω καὶ ὅσα τοιαῦτα. τοὐντεῦθεν πυριάσθωσαν ἀφε‐ ψήματι δάφνης ἢ τοιούτου τινὸς ἢ θείου ἀπύρου ἐμπασσο‐ μένῳ τῷ ὕδατι. σφόδρα δὲ ἀποθλιβέσθωσαν οἱ σπόγγοι καὶ τῷ ὠτὶ προστιθέσθωσαν. καὶ γὰρ τὸ ὑγρὸν ῥᾷστα αὐτοὺς
5περιψύχει, παρ’ ὃ καὶ μακρῶς αἱ πυρίαι αὐτοῖς αἱ ξηραὶ ὠφε‐ λιμώτεραί εἰσιν, αἵ τε δι’ ἁλῶν ἢ κέγχρου ἢ δι’ ἁπαλῶν πι‐ λημάτων ἢ διὰ λιπαρῶν ἐκμαγείων. ἢ ἀποζέσας πήγανον βάλε εἰς στενόστομον ἀγγεῖον τὸ ὕδωρ, ἐρίῳ τε ἔμφραξον τὸ στόμα καὶ τῷ ὠτίῳ πρόσφερε, ὥστε διικνεῖσθαι εἰς τὸ
10οὖς διὰ τοῦ ἐρίου τὴν ἀτμίδα. ἔνιοι δὲ ἐν ὀξυκράτῳ καὶ ὀλίγῳ ἐλαίῳ τὸ πήγανον ἑψήσαντες οὕτως ἐγχέουσι τὸ ὑγρὸν εἰς τὸ ἀγγεῖον καὶ πυριῶσι. μετὰ δὲ τὰς πυ‐ ρίας διαψήσας τὸ οὖς καὶ ἐγχυματίσας ἢ βαλσάμῳ σὺν ῥο‐ δίνῳ λεανθέντι, ἤ τινι τῶν προειρημένων μύρων χλιαρῷ ἢ
15ἄλλῳ τινὶ συμφώνῳ πρὸς ὠταλγίαν τῶν αὐτίκα ἀναγραφη‐ σομένων κατάπλασσε. ἢ κωδίαν λεπτὴν, ἀλεύρῳ μεμιγμένην
καὶ ἐν μελικράτῳ ἑψημένην ἢ αὐτῇ τῇ κωδίᾳ λεπτῇ μετὰ621 in vol. 12

12

.

622

κριθίνου ἀλεύρου ἐν οἴνῳ ἑψημένῃ. ἢ βουκέρατι ἐν μελικράτῳ ἑφθῷ ἢ λινοσπέρμῳ ὁμοίως. ἄκρως ποιεῖ σπόγγος ὀφθαλ‐ μικὸς μέλιτι ἑφθῷ καὶ ἔτι θερμῷ βρεχόμενος καὶ ἐπιτιθέ‐ μενος, ἢ κηρωτὴ ἰρίνου, μιγέντος αὐτῇ στύρακος. ἄκρως
5ποιεῖ πρὸς ὠταλγίαν ἀλόη μεμιγμένη μετὰ ῥοδίνου καὶ μέ‐ λιτος τὸ πάχος ἐγχεομένη, ἢ χαλκῖτις ἐν οἴνῳ διειμένη, ἢ περδικίου χυλὸς χλιαρὸς ἐνσταζόμενος ἰδίᾳ ἢ μετὰ μέλιτος, ἢ νίτρον διεὶς ὀλίγῳ ὕδατι, μίσγε ἔλαιον καὶ χλιαίνων ἔν‐ σταζε. ἢ ἀριστολόχου ῥίζαν μετ’ ἐλαίου. ἢ ἐλλέβορον λευκὸν
10λεάνας σὺν ῥοδίνῳ, χλιαρὸν διὰ ξύστρας ἔνσταζε. καλῶς ποιεῖ ὄπιον ἐπ’ ὀστράκου ὀπτηθέν. καὶ καστόριον ὁμοίως, ἴσα λεανθέντα μετὰ ῥοδίνου καὶ γλυκέος, μέχρι μέλιτος σχῇ πάχος, εἶτα μετὰ τὴν πυρίαν περὶ τὴν ὀξεῖαν ἔριον περιει‐ λιχθὲν ἐμβάπτεται καὶ ἐπιτίθεται. ἢ μαράθρου χυλὸν μετά
15τινος τῶν εἰρημένων μύρων ἐν ἀρχῇ ἔνσταζε. ἢ μετὰ κω‐ δυῶν μήκωνος ἀφέψει καὶ ἔγχει τὸ τοῦ ὄφεως γῆρας, ἢ μετά τινος τῶν εἰρημένων μύρων, ἢ τὸ Σπανὸν γάρος θερ‐
μαίνων διὰ ξύστρας. ποιεῖ καὶ τὸ δυσῶδες ἄκοπον ἐγχεό‐622 in vol. 12

12

.

623

μενον χλιαρόν. ἢ μηκώνειον διεθὲν ῥοδίνῳ καὶ ὀλίγον κρό‐ κιον. καὶ παντὸς μᾶλλον ἡ ἱερὰ ἀρωματικὴ μετά τινος τῶν μύρων. ποιεῖ δὲ ἄκρως λευκὸς ἐλλέβορος λεανθεὶς μετὰ μέ‐ λιτος καὶ ῥοδίνου ἐγχεόμενος, ἐμφρασσομένου τοῦ πόρου πορ‐
5φύρας μαλλῷ. καλῶς ποιεῖ καὶ ὁ ἐλλέβορος μετὰ ἰρίνου μύ‐ ρου. ποιεῖ δὲ καὶ κεδρία σὺν ναρδίνῳ μύρῳ ἐγχεομένη. Σε‐ βῆρος δὲ τοὺς ἐπὶ ταῖς ὑδρίαις ὄνους λείους μετὰ μύρων εἰς τὰ ἡλκωμένα ἐνέχει, ἔνιοι δὲ ψυχρὸν ὕδωρ εἰς τὸ ἀλ‐ γοῦν ἐγχέουσιν οὖς, καὶ παραχρῆμα μὲν ὑπεραλγοῦσι, μετὰ
10βραχὺ δὲ τελέως παύονται. ἄλλοι δὲ κάλλιον ποιοῦντες εἰς τὸ ἕτερον τοῦ ἀλγοῦντος ψυχρὸν ἐγχέουσιν, ὥσπερ Λεύκιος. ποιεῖ καλῶς ἀλόη καὶ κρόκινον μετὰ ἀμυγδαλίνου μύρου ἐγχεόμενα. ἢ χαλκὸς λεῖος μετ’ ὄξους καί τινος μύρου. ἄκρως ποιεῖ σίλφιον μετὰ ῥοδίνου ἐὰν ἕλκωσις ᾖ. θαυμαστῶς ὠφε‐
15λεῖ τὰς ὑπερβαλλούσας ὠταλγίας, πράσου χυλὸς καὶ οὖρον αἴγειον καὶ ῥόδινον μετ’ ὀλίγης σμύρνης ἐγχεόμενα. ἢ σκιού‐
ρου στέαρ, ἐν ξύστρᾳ χλιαίνων ἔνσταζε. ἢ σχιστὴν καὶ623 in vol. 12

12

.

624

ἡδυόσμου χυλὸν μετὰ γλυκέος. ἢ πέπερι λευκὸν καὶ ἅλας ἴσα μεθ’ ἑψήματος, ἔγχει ἀριστερᾷ χειρὶ πεντάκις ἢ ἑπτάκις. ἢ κοχλίαν σεσηπότα Ἀφρικανὸν παρακεντήσας, ῥοδίνου πλη‐ ρώσας καὶ ζέσας, διὰ ξύστρας ἐγχυμάτιζε θερμοτέρῳ. ἐὰν δὲ
5ἐκ πληγῆς ἀλγῇ τὸ ἐκτὸς τοῦ ὠτὸς, λιβάνου χόνδρῳ γάλα ἐπιχέας δὶς καὶ ἀποχέας τὸ τρίτον, ἔασον βραχῆναι καὶ κι‐ νήσας ἔγχει, εὐθὺς γὰρ παύει. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγρα‐ ψεν ἀδιορίστως πάνυ. δύναιτο δ’ ἄν τις νοῦν ἔχων ἀνα‐ μνησκόμενος ὧν ἔμπροσθεν εἶπον ἐννοεῖν ὁποῖόν τι τῶν
10εἰρημένων φαρμάκων ἑκάστῃ τῶν εἰρημένων ὠταλγιῶν ἁρ‐ μόττει, μεμνημένος τῆς δυνάμεως αὐτῶν ἐξ ὧν ἔμαθεν ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν. ἐγὼ δὲ ἐπὶ τὰς ὑπ’ Ἀνδρομάχου γεγραμμένας ὠτικὰς δυνά‐ μεις ἤδη μεταβήσομαι.
15 [Ὠτικαὶ Ἀνδρομάχου τὸν ἀριθμὸν κδʹ.] Τέσσαρας ἐπὶ τὰς εἴκοσι δυνάμεις ὠτικὰς, ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ
Ἀνδρόμαχος, ἐνίαις μὲν προσθείς τινα διορισμὸν, ἐνίαις δὲ624 in vol. 12

12

.

625

οὐδένα. καὶ πρώτη γε αὐτῶν ἐστιν οὕτω γεγραμμένη. ὠτικὴ ἐκ τῶν Γάλλου ᾗ χρῶμαι. σμύρνης 𐅻 αʹ. ἁλὸς 𐅻 δʹ. λιβάνου 𐅻 γʹ. ἀφρονίτρου 𐅻 γʹ. κρόκου 𐅻 δʹ. μηκωνείου 𐅻 γʹ. ἀμύγδαλα πικρὰ κʹ. χαλβάνης 𐅻 βʹ. ὄξους καλοῦ
5τὸ ἱκανόν. ἀναφέρεται ἡ γραφὴ εἰς Μενέμαχον. πολύχρηστόν τινα ταύτην ὠτικὴν ὁ Ἀνδρόμαχος ἔγραψεν, ἐστοχασμένην πολλῶν ἅμα διαθέσεων ἐν ὠσὶ γινομένων. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς αἱ τοιαῦται δυνάμεις οὔτε κατορθώματα μεγάλα ποιοῦσιν οὔτε σφάλματα, διὰ παντὸς αὐταῖς χρωμέ‐
10νων ἡμῶν. ὅσαι δὲ πρὸς μίαν διάθεσιν ἁρμόττουσιν, ἐκείνην μὲν ἄριστα θεραπεύουσιν, τὰς δὲ ἄλλας ἐνίοτε πρὸς τῷ μη‐ δὲν ὠφελεῖν ἔτι καὶ παροξύνουσι. δευτέραν ὁ Ἀνδρόμαχος δύναμιν ἔγραψεν ἐφεξῆς τῇ προειρημένῃ τήνδε. ὠτικὴ Αἰλίου Γάλλου πρὸς φλεγμονὴν καὶ ἐπιτεταμένας ἀλγηδόνας.
15χαλβάνης 𐅻 ηʹ. κινναμώμου 𐅻 βʹ. σμύρνης 𐅻 ηʹ. κρόκου 𐅻 ηʹ. λιβάνου 𐅻 γʹ. ἀφρονίτρου 𐅻 γʹ. ὀποῦ μήκωνος
𐅻 γʹ. ὄξους ὡς μέλιτος ἔχειν πάχος. δεῖ δὲ προεκνιτροῦν,625 in vol. 12

12

.

626

ἵνα μὴ λίπος ἔχῃ, εἶθ’ οὕτως ἐγχεῖν τὸ φάρμακον. κᾀνταῦθα πάλιν ἐκφρακτικά τε καὶ πεπτικὰ καὶ χαλαστικὰ καὶ διαφορητικὰ μέμικται φάρμακα, μὴ δυνάμενα σφοδρὰς ὀδύνας ἰᾶσθαι. διὰ τοῦτο οὖν αὐτοῖς ὁ τοῦ μήκωνος ὀπὸς
5ἐμίχθη. τρίτην ὠτικὴν ἔγραψε τοιάνδε κατὰ λέξιν. ὠτικὴ Λαοδίκου βασιλέως, ᾗ κέχρημαι συνεχῶς. καστορίου 𐅻 βʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. ὀποπάνακος 𐅻 βʹ. λυκίου ἀφροῦ 𐅻 αʹ. γλυκεῖ ἀναλάμβανε καὶ χρῶ χλιαίνων. αὕτη μὲν προφανῶς ἁρμόττει ταῖς ἐπιτεταμέναις ὀδύναις, οὐ μὴν ταῖς γε ἄλλαις
10διαθέσεσιν. ἐγὼ δὲ, ὡς ἔφην, ἐφ’ ἑκάστῃ τῶν διαθέσεων οἰκείῳ χρῶμαι φαρμάκῳ, φεύγων ἀεὶ τὸν ὀπὸν τοῦ μήκω‐ νος, ἔνθα μή τις ἀνάγκη μεγάλη πρὸς αὐτὸν ἡμᾶς ἔρχεσθαι βιάζεται. τετάρτην ἔγραψε δύναμιν ὠτικὴν ὡδί πως. ἄλλη πρὸς φλεγμονὴν καὶ πυοῤῥοῦν καὶ παλαιὰς διαθέσεις.
15κυάμων Αἰγυπτίων τοῦ ἐντὸς πικροῦ, στυπτηρίας σχιστῆς, πεπέρεως λευκοῦ, ἀφρονίτρου, κρόκου, ὀπίου, σιδίων, σμύρ‐ νης, λιβάνου, νάρδου ἀνὰ 𐅻 βʹ. καστορίου 𐅻 αʹ. μέλιτος
καὶ ὄξους τὸ ἱκανόν. οἱ δὲ μέλιτος 𐅻 στʹ. ἐν ταύτῃ τὰ626 in vol. 12

12

.

627

ἄλλα φάρμακα διαφορητικὰ καὶ ξηραντικὰ καὶ τῶν ἐμφρά‐ ξεων ἐκφρακτικὰ καί τινα καὶ τῶν πεπτικῶν, οἷον ἥ τε σμύρνα καὶ ὁ λιβανωτὸς ἔγκειται. στυπτηρία δὲ σχιστὴ στυ‐ πτικὸν ἰσχυρῶς φάρμακον ὑπὲρ τοῦ ξηραίνεσθαι τὰ πυοῤ‐
5ῥοοῦντα μέμικται. πρόσκειται δὲ καὶ τὸ ὄπιον, ἀνωδυνίας ἕνεκεν. ἀντιτέτακται δὲ αὐτῷ τὸ καστόριον, ὡς ἔμπροσθεν ἔφην. ἀλλ’ ἐπὶ τῶν τοιούτων διαθέσεων οὐ μόνον ὡς ἀν‐ τιτεταγμένον, ἀλλὰ καὶ ὡς πέττον αὐτὰς καὶ ὡς ξηραῖνον εἰκότως ἐμβάλλεται. πέμπτην ἔγραψεν ὁ Ἀνδρόμαχος ὠτι‐
10κὴν τήνδε κατὰ λέξιν. ἄλλη ἀπὸ Ξενοκράτους, ᾗ κέχρημαι πολλάκις. ἀφροῦ λυκίου 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. λιβάνου 𐅻 αʹ. σχιστῆς τριώβολον, κρόκου τριώβολον, ἀφρονίτρου ὀβολοὺς δύο, λεῖα σὺν ὄξει ἀπόθου, χρῶ σὺν ὄξει. καὶ αὕτη πολύχρηστος μέν ἐστιν, οὐ μὴν ἔνθα πόνος ἰσχυρὸς ἁρμότ‐
15τει, μήτε ὄπιον ἔχουσα μήτε καστόριον μήτε τῶν ἀνωδύνων τι στεάτων μήτε χαλβάνης. ἕκτη δύναμις ὠτικὴ κατὰ τήνδε
τὴν λέξιν γέγραπται. ἄλλη ἀπὸ Πρυτάνιδος συμπεφώνηκε τῇ627 in vol. 12

12

.

628

Ἁρπάλου. σμύρνης τριώβολον, νάρδου τριώβολον, κρόκου τριώβολον, χαλκῆς κεκαυμένης ὀβολοὺς εʹ. ὀπίου ὀβο‐ λοὺς δύο, καστορίου τετρώβολον, σχιστῆς 𐅻 αʹ. καὶ στρογ‐ γύλου 𐅻 αʹ. σὺν γλυκεῖ, ὅταν ῥεῦμα, ὅταν δὲ ὀδύνη, σὺν
5ῥοδίνῳ. ὅταν δὲ σκώληκες γεννῶνται, ἐλλεβόρου μέλανος μίσγε 𐅻 βʹ. καλῶς ἐποίησεν ἐπὶ τῇ τελευτῇ τὴν χρῆσιν αὐτῆς εἰπὼν, ἣν ἡμεῖς ἂν εἰρήκειμεν, εἴπερ αὐτὸς αὐτὴν ὤκνησε προσγράψαι. ἑβδόμη παραπλησία τῇ προγεγραμμένῃ γέγρα‐ πται κατὰ τόνδε τὸν τρόπον· ἄλλη δίου Γαίου σύμφωνος.
10 ἐλλεβόρου μέλανος ὀβολοὺς βʹ. σμύρνης ὀβολὸν αʹ 𐅶ʹʹ. ὀπίου τριώβολον, χαλκοῦ κεκαυμένου τετρώβολον, στυπτη‐ ρίας σχιστῆς ὀβολοὺς βʹ. καστορίου ὀβολὸν αʹ. κρόκου τετρώ‐ βολον, νάρδου τετρώβολον γλυκεῖ χρῶ. ἔστι δὲ ἡ ὀγδόη πα‐ ραπλησία ταῖς προγεγραμμέναις. περὶ δὲ τῆς ἐνάτης ὡδί
15πως αὐτὸς ἔγραψεν. ἄλλη ᾗ χρῶμαι πρὸς περιωδυνίας καὶ ἤχους. νίτρου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. ῥοδίνου κύαθος αʹ. ὄξους κύαθος εἷς, ὁμοῦ λεάνας χρῶ. οὐ πρὸς τὰς ἐν φλε‐ γμονῇ περιωδυνίας ἁρμόττει τοῦτο τὸ φάρμακον, ἀλλὰ τὰς
ἐπ’ ἐμφράξει καὶ πνεύματι ψυχρῷ καὶ ἀτμώδει καὶ χυμῷ628 in vol. 12

12

.

629

παραπλησίως. δεκάτην ἄλλην ἔγραψεν ὡδί πως. πρὸς ὦτα πυοῤῥοοῦντα παρὰ Ἁρποκρατίωνος. κυτίων, σιδίων, ἀρι‐ στολοχίας, χαλκίτεως, μίσυος κυπρίου, κηκίδος, λεπίδος χαλ‐ κοῦ, ἀνὰ 𐅻 αʹ. σμύρνης, λιβάνου ἀνὰ τριώβολον, χαλ‐
5κάνθης ὀπτῆς, στυπτηρίας σχιστῆς ἀνὰ τριώβολον, σὺν γλυ‐ κεῖ τροχίσκους ποιῶν χρῶ. εἰ δὲ καὶ μὴ προσέγραψεν αὐ‐ τὸς ἐν ἀρχῇ τὴν ἐπαγγελίαν τοῦ φαρμάκου, προχειρότατον ἦν ἡμῖν νοῆσαι, μεμνημένοις ὧν ἐν ἀρχῇ προεῖπον, ὅτι ξη‐ ραντικόν ἐστι τὸ φάρμακον ὤτων πυοῤῥοούντων. ὅπερ γί‐
10νεται καταφερομένου τινὸς ἐκ τῆς κεφαλῆς ῥεύματος, ἐφ’ ᾧ καὶ τὰς ἑλκώσεις χρονίζοντι συμβαινούσας ὁρῶμεν. ἑνδεκά‐ την ὠτικὴν ἔγραψεν οὕτως. ὠτικὴ ἐν πολλοῖς σύμφωνος. κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. καστορίου 𐅻 βʹ. σχιστῆς 𐅻 δʹ. λιβάνου 𐅻 αʹ. σὺν γλυκεῖ μέλιτος πάχος ποιῶν, εἶθ’
15οὕτως ἀνιεὶς χρῶ. καὶ αὕτη τῶν μετρίων διαθέσεών ἐστιν ἰατικὴ, καθάπερ καὶ ἡ ἐφεξῆς αὐτῇ γεγραμμένη, τὰς δὲ ἐφε‐
ξῆς ταύτῃ προγεγραμμένας δυνάμεις ὠτικὰς ὑπὸ τοῦ Ἀν‐629 in vol. 12

12

.

630

δρομάχου χωρὶς τῆς ἐμῆς ἐξηγήσεως παραγράψω, γνωρίζειν αὐτὰς ἤδη δυναμένων ὅσοι μέμνηνται τῶν προειρημένων. ἐφ’ ὧν δὲ καὶ αὐτὸς πεποίηται μετὰ διορισμοῦ τὴν γραφὴν, οὐδὲν ἔτι τούτων οὐδεμία τῆς ἡμετέρας ἐξηγήσεως χρῄζει.
5ἐφεξῆς οὖν ἅπασαι γεγράψονται, χάριν τοῦ μηκέτι μνημο‐ νεύειν ἡμᾶς ἄλλης ὠτικῆς δυνάμεως ὑφ’ ἑτέρου τῶν ἰατρῶν γεγραμμένης, ἐνταῦθα γὰρ ἡ ποικιλία πασῶν αὐτῶν περι‐ έχεται. ὠτικὴ ὡς Σόλων διαιτητής. σμύρνης 𐅻 δʹ. σχι‐ στῆς 𐅻 δʹ. καστορίου 𐅻 βʹ. λιβάνου 𐅻 αʹ. κρόκου 𐅻 αʹ.
10ὀπίου 𐅻 αʹ. Κρητικῷ ἢ οἰνομέλιτι πάχος μέλιτος. ὠτικὴ Ἀντιπάτρου πρὸς περιωδυνίας. κρόκου γο βʹ. οἱ δὲ γο αʹ. σμύρνης γο αʹ. ἁλὸς ἀμμωνιακοῦ γο αʹ. σχιστῆς, ἀμμωνια‐ κοῦ θυμιάματος ἀνὰ γο 𐅶ʹʹ. μύρου ἰρίνου ἢ Συριακοῦ ὑπο‐ στάθμης γο βʹ. σὺν οἰνομέλιτι ἢ Κρητικῷ ποιῶν μέλιτος
15πάχος λεπτοῦ χρῶ. ὠτικὴ ἄλλη λίαν καλή. ὀποπάνακος
𐅻 βʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. ἀφροῦ λυκίου 𐅻 δʹ. καστορίου630 in vol. 12

12

.

631

𐅻 βʹ. σχιστῆς τριώβολον, κρόκου τριώβολον, σμύρνης 𐅻 αʹ. ἡ χρῆσις σὺν γάλακτι γυναικείῳ. πρὸς ὦτα πυοῤῥοοῦντα παρὰ Σπενδούσης. χοίρου ἐκτομίου χολῆς μέρη βʹ. μέλι‐ τος Ἀττικοῦ μέρος αʹ. ὁμοῦ ἐν ὑελίνῳ ἀγγείῳ ἐπὶ θερμο‐
5σποδιᾶς θέρμαινε ἄχρι τοῦ ἡμίσεως καὶ οὕτω χρῶ. ὠτικὴ παρὰ Ἁρποκράτους πρὸς διαθέσεις καὶ ὀδύνας. ναρδο‐ στάχυος 𐅻 στʹ. σμύρνης 𐅻 στʹ. πεπέρεως 𐅻 στʹ. ἀφρονί‐ τρου 𐅻 στʹ. ἁλὸς ἄνθους 𐅻 στʹ. κρόκου 𐅻 ζʹ. κάρυα πι‐ κρὰ ιʹ. ὀποῦ μήκωνος 𐅻 ιβʹ. οἴνου παλαιοῦ τὸ ἱκανὸν,
10ἔγχει κασσιτερίνῳ ἀγγείῳ τὸ φάρμακον. πρὸς δυσηκοΐαν καὶ ἤχους. ἐλλεβόρου λευκοῦ 𐅻 αʹ. καστορίου ὀβολὸν αʹ. ἀφρονίτρου ὀβολὸν αʹ 𐅶ʹʹ. χρῶ μετ’ ὄξους ὡς καλλίστῳ. στρουθίου 𐅻 αʹ. κρόκου Κιλικίου 𐅻 αʹ. καστορίου 𐅻 αʹ. ἐλλεβόρου λευκοῦ 𐅻 δʹ. νίτρου 𐅻 αʹ. τροχίσκους ποιῶν
15ἐπὶ τῆς χρήσεως ἀνιεὶς οἴνῳ χρῶ. πρὸς ὦτα πυοῤῥοοῦντα. στυπτηρίαν ἐκκεκαυμένην καὶ σμύρναν μετὰ μέλιτος λεάνας, προεκκλύσας τὸ ὠτίον ἐρίῳ τὸ φάρμακον ἐπιτίθει. ὠτικὴ
παρὰ Χρυσάνθου Γρατιανοῦ πρὸς φλεγμονὰς καὶ ἑλκώσεις.631 in vol. 12

12

.

632

σίλφας χωρὶς πτερῶν δεκαδύο, οἴνου παλαιοῦ καὶ μέλι‐ τος γο στʹ. ῥοιᾶς κέλυφον αʹ. πράσου χυλοῦ κύαθον αʹ 𐅶ʹʹ. ἐν χύτρᾳ καινῇ ἕψε, ἕως τακερωθῇ ἡ ῥοιὰ, εἶτα λέαινε καὶ πρόσβαλε μύρου Συριακοῦ γο αʹ. πίσσης ὑγρᾶς γο αʹ 𐅶ʹʹ.
5κρομμύων δʹ. τὸν χυλὸν ἐκθλίψας καὶ συλλεάνας ἀπόθου, ἐπὶ δὲ τῆς χρείας χλιάνας σὺν ἐρίῳ ἐπιτίθει. ὠτικὴ πρὸς φλεγμονὰς καὶ πυῤῥοοῦντας. νάρδου Ἰνδικῆς 𐅻 αʹ. στυπτηρίας σχιστῆς 𐅻 βʹ. ὀπίου 𐅻 δʹ. σιδίων 𐅻 δʹ. κρό‐ κου 𐅻 γʹ. σμύρνης 𐅻 δʹ. λιβάνου 𐅻 δʹ. μέλιτος Ἀττικοῦ
10𐅻 δʹ. ἀφρονίτρου 𐅻 δʹ. καστορίου 𐅻 βʹ. ἀμυγδάλων πι‐ κρῶν 𐅻 ηʹ. πεπέρεως λευκοῦ κόκκους λʹ. ὄξους κύαθον αʹ. οὔρου συάγρου τὸ ἴσον, κυάμων Αἰγυπτίων χλωρῶν τοῦ ἐντὸς 𐅻 δʹ. λεάνας ὁμοῦ ἀπόθου εἰς κασσιτέρινον ἀγγεῖον, ἐπὶ δὲ τῆς χρήσεως μετὰ ῥοδίνου ἔνσταζε καὶ κροκίδα ἐντί‐
15θει πορφυρᾶν. ὠτικὴ πρὸς τὰ ἀπεγνωσμένα, ὡς Ζωΐλος ὁ ὀφθαλμικός. ὑοσκυάμου σπέρματος τριώβολον, στυπτηρίας
σχιστῆς ὀβολοῦ τὸ 𐅶ʹʹ. σμύρνης 𐅻 αʹ. καστορίου τριώβολον,632 in vol. 12

12

.

633

μηκωνείου τριώβολον, κηκίδος τριώβολον, κρόκου τετρώβολον, κινναμώμου τετρώβολον, λιβάνου ὀβολοὺς βʹ. ἀφρονίτρου ὀβολοὺς δύο, σανδαράχης ὀβολοὺς βʹ. ὀπίου προσφάτου κο‐ χλιάρια τρία, οὔρου συάγρου ἄῤῥενος κοχλιάρια τρία, κογχυ‐
5λίου αἵματος τριώβολον, μανδραγόρου χυλοῦ ὀβολὸν αʹ. μέ‐ λιτος Ἀττικοῦ τὸ ἱκανὸν, κογχυλίῳ ἔμφρασσε τὸ οὖς. ὠτικὴ ἄλλη πρὸς φλεγμονὰς καὶ πυοῤῥοοῦντα θαυμαστή. πη‐ γάνου τριώβολον, σμύρνης τριώβολον, δαφνίδων ἀληλεσμένων τριώβολον, ὑοσκυάμου χυλοῦ 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. κρόκου
10𐅻 αʹ. σὺν γάλακτι γυναικείῳ χρῶ, ἐγχυματίζων χλιαρόν. ὠτικὴ λίαν καλὴ καὶ δεδοκιμασμένη ἐκ τῶν Ἀπολλωνίου. σμύρνης 𐅻 βʹ. λιβανωτοῦ 𐅻 βʹ. καρύων πικρῶν 𐅻 αʹ. ἀφρονίτρου 𐅻 βʹ. σχιστῆς 𐅻 αʹ. σιδίων 𐅻 αʹ. ναρδοστάχυος 𐅻 βʹ. ἀλόης 𐅻 γʹ. οἰνομέλιτος παλαιοῦ κυάθους γʹ. τὰ
15ξηρὰ λεῖα μίσγε τῷ οἰνομέλιτι καὶ ἑψήσας, ἀπόθου εἰς ἀγ‐ γεῖον κασσιτέρινον, ἐπὶ δὲ τῆς χρείας χλιαρῷ χρῶ. [Αἱ ὑπὸ Ἀσκληπιάδου γεγραμμέναι δυνάμεις ὠτικαὶ
ἐν τῷ πρώτῳ τῶν ἐκτός.] Ὠτικὴ πρὸς τὰς προσφάτους περιω‐633 in vol. 12

12

.

634

δυνίας, αἷς ἐχρήσατο Νικήρατος, κάλλιστον τοῦτό ἐστιν. ὀνίσκον τῶν κατοικιδίων. ζῶον δέ ἐστιν πολύπουν ἐν τοῖς ὑδρηροῖς ἀγγείοις καὶ ἐν ταῖς κοπρίαις γεννώμενον, κατὰ δὲ τὰς τῶν δακτύλων ἐπαιρήσεις σφαιρούμενον. τούτων λαβὼν
5τρεῖς ἢ τέτταρας καὶ σὺν ἐλαίῳ ἀποζέσας καὶ τὸ ἔλαιον ἀποθλίψας ἐγχυμάτιζε. ποιεῖ δὲ καὶ ὁ κολοκύνθης χυλὸς, μετὰ ῥοδίνου ἢ ναρδίνου μιγνύμενος καὶ χλιαινόμενος. καὶ περδικίου βοτάνης χυλὸς μετὰ ἐλαίου ἑψόμενος. καὶ κενταυ‐ ρίου χυλὸς μελικράτῳ διαλυθεὶς, καὶ ὑοσκυάμου χυλὸς ῥο‐
10δίνῳ μιγνύμενος. ποιεῖ καὶ ὀποῦ μήκωνος ὀλίγον, γάλακτι γυναικείῳ διαλυθέν. καὶ βοείων κρεῶν οἱ ἀποῤῥέοντες ἰχῶ‐ ρες ὅτε ὀπτᾶται, ταῦτα δεῖ ὠμὰ πρόσφατα ἐπιτιθέναι ἀν‐ θρακιαῖς καὶ ἔνωμα ὄντα ἐκθλίβειν καὶ τῷ ἐκθλιβομένῳ θερ‐ μῷ ὑγρῷ ἐγχυματίζειν. ποιεῖ δὲ καὶ καρύων σεσηπότων τοῦ
15ἐντὸς τὸ ὑγρὸν, ὄξει διαλυθὲν καὶ ῥοδίνῳ. ποιεῖ δὲ καὶ ὁ Λιβυκὸς κοχλίας, ἀποσβεννύμενος ἐν τῷ οἰκείῳ ὀστράκῳ μετὰ ἐλαίου ναρδίνου ἢ ῥοδίνου. ποιεῖ δὲ καὶ ὑὸς ἀτόκου
χολὴ, ἰσοστάθμῳ μέλιτι Ἀττικῷ μιγνυμένη. ἄλλο. ὀποῦ634 in vol. 12

12

.

635

μήκωνος, καστορίου, ἀνὰ ὀβολοὺς βʹ. γλυκεῖ διαλύσας καὶ ὀλίγον ῥοδίνου ἐπιβαλὼν χλιαίνων ἐγχυμάτιζε. ἄλλο. ὀποῦ μήκωνος καὶ ὀποῦ πευκεδάνου τὸ ἴσον, διαλύων ἐγχυμάτιζε. [Πρὸς τὰς μεθ’ ἑλκώσεως φλεγμονὰς Χαριξένου.]
5σμύρνης, ὀπίου, καστορίου τὸ ἴσον γλυκεῖ διαλύσας, χλιαί‐ νων ἐγχυμάτιζε. ἄλλο. ὑοσκυάμου χυλοῦ, ὀποῦ μήκωνος, σμύρνης, καστορίου, ἀνὰ 𐅻 δʹ. πεπέρεως 𐅻 αʹ. προτρόπου τὸ ἱκανόν. πρὸς ξηρὰς καὶ ἀνίκμους ἑλκώσεις. ἔστι δὲ καὶ πεσσὸς ἀγαθός. οἰσύπου 𐅻 δʹ. μυελοῦ ἐλαφείου 𐅻 δʹ.
10βουτύρου 𐅻 δʹ. στέατος χηνείου 𐅻 δʹ. κηροῦ Τυῤῥηνικοῦ 𐅻 δʹ. τερμινθίνης 𐅻 αʹ. ἐλαίου κικίνου κυάθους βʹ. ἐλαίου ἀμυγδαλίνου κυάθους βʹ. ἐλαίου κυπρίνου κυάθους δύο, πισ‐ σελαίου κύαθον αʹ. συντίθει καὶ χρῶ ἐξανιεὶς ὅσον ἐξαρκεῖ ἐλαίῳ ναρδίνῳ μίσγε, ὥστε μέλιτος ἔχειν πάχος. σφόδρα κα‐
15λὸν καὶ πρὸς τὰς τῶν νεύρων διαθέσεις. ἐλαίου κυπρίνου κυάθους βʹ. ἰρίνου, ῥοδίνου, ἀμυγδαλίνου, ἐλαίου παλαιοῦ
ἀνὰ κυάθους βʹ. πισσελαίου κύαθον αʹ. κηροῦ γο βʹ. τερ‐635 in vol. 12

12

.

636

μινθίνης γο αʹ. στέατος χηνείου γο αʹ. συντίθει καὶ χρῶ. ἄλλο πρὸς τὰς ἐν βάθει ἀποστάσεις, Ἀντωνίου Μούσα. κρόκου 𐅻 βʹ. σμύρνης 𐅻 βʹ. βδελλίου 𐅻 δʹ. καρύων πι‐ κρῶν 𐅻 ηʹ. πρασίου χυλοῦ κοτύλης τὸ ἥμισυ, προτρόπου
5κοτύλης τὸ ἥμισυ, ἕψε τὰ ὑγρὰ καὶ τοῖς λοιποῖς ἐπιβαλὼν ἀνελόμενος χρῶ γλυκεῖ διαλύων ὅσον ἐξαρκεῖ. ἄλλο. κρό‐ κου, σμύρνης, καστορίου, κενταυρίου ἀνὰ 𐅻 βʹ. ἀφρονίτρου 𐅻 αʹ. ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 ηʹ. ἑλξίνης χυλοῦ Greek Xestes Sign Alternate Formαʹ 𐅶ʹʹ. προτρόπου Greek Xestes Sign Alternate Form αʹ 𐅶ʹʹ. συντίθει καὶ χρῶ καθὰ προ‐
10είρηται. πρὸς τὰς σὺν ῥεύματι φλεγμονὰς, ᾧ ἐχρήσατο Κλέων. σμύρνης, ἀλόης, λιβάνου, ὀποῦ μήκωνος ἀνὰ 𐅻 βʹ. μί‐ συος ὠμοῦ 𐅻 αʹ. ὄξει ἀναλάμβανε, ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύων ἐγχυμάτιζε. ἄλλο. Ἀρείου Ταρσέως. σμύρνης 𐅻 δʹ. λιβάνου 𐅻 δʹ. μίσυος ὠμοῦ 𐅻 βʹ. λυκίου Ἰνδικοῦ
15𐅻 δʹ. ἀναλάμβανε ὄξει. ἡ χρῆσις ὡς δεδήλωται. πολλοῦ δὲ ῥεύ‐ ματος ἐπιγινομένου, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευα‐ σίαις. κρόκου, λιβάνου, σμύρνης, ὀπίου, λύγου σπέρματος
ἀνὰ 𐅻 αʹ. λυκίου Ἰνδικοῦ, κυτίνων ῥοιᾶς, ῥόδων ἄνθους636 in vol. 12

12

.

637

ἀνὰ 𐅻 βʹ. ὄξους κοτύτην αʹ. ἕψε λύγου σπέρμα, κυτίνους, ῥόδων ἄνθος εἰς τὸ ὄξος ἐμβαλὼν καὶ ὅταν διαλυθῇ, ἐπί‐ βαλλε τοῖς λοιποῖς καὶ ἀνελόμενος ἀπόθου. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύσας ἐγχυμάτιζε. πρὸς τὰ πυοῤῥοοῦντα ὦτα μετ’
5ὀδύνης ᾧ ἐχρήσατο Κίμων. καστορίου 𐅻 βʹ. σχιστῆς, κρόκου, σμύρνης, λιβανωτοῦ ἀνὰ 𐅻 αʹ. γλυκεῖ ἀναλάμβανε ἢ μυρτίνῃ καὶ χρῶ, ἐπὶ μὲν τῶν προσφάτων μετ’ οἰνομέλι‐ τος, ἐπὶ δὲ κεχρονισμένων μετ’ ὄξους. Κλαυδίου Δαμονίκου πρὸς πυοῤῥοοῦντα καὶ χρονίας διαθέσεις. κρόκου 𐅻 γʹ.
10σμύρνης 𐅻 αʹ. κάρυα πικρὰ κεκαθαρμένα ἀριθμῷ λʹ. νίτρου ἀφροῦ, νάρδου Συριακῆς, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 αʹ. λι‐ βάνου τριώβολον, ὄξει δριμυτάτῳ ἀναλαμβάνεται καὶ δι’ ὄξους ἀνίεται. πρὸς δυσωδίαν καὶ νομὴν ἡ τῶν Ἱσπανῶν λεγομένη. γάρου μέλανος ῥωμαϊστὶ λεγομένου ὀξυπόρου
15 Greek Xestes Sign Alternate Formαʹ. ὄξους σκιλλητικοῦ Greek Xestes Sign Alternate Form αʹ. μέλιτος Ἀττικοῦ Greek Xestes Sign Alternate Form αʹ 𐅶ʹʹ. ἕψε μέχρι συστάσεως καὶ ἀνελόμενος εἰς ἀγγεῖον ὑέλινον χρῶ.
ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. κολοκύνθης χυλοῦ Greek Xestes Sign Alternate Form αʹ. συν‐637 in vol. 12

12

.

638

τίθει, ποιεῖ πρὸς τὰς μετὰ φλεγμονῆς δυσωδίας. Χαριξένου πρὸς φθορὰς καὶ δυσωδίας. στυπτηρίας Μιλησίας λί‐ τραν αʹ. χαλκάνθου λίτρας ηʹ. ἀλόης 𐅻 ηʹ. κροκομάγματος 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. οἴνου μυρτίνου Greek Xestes Sign Alternate Form γʹ. ἕψε στυπτη‐
5ρίαν καὶ τὸν γλυκὺν, καὶ ὅταν συστῇ ἐπίβαλε τὰ λοιπὰ ὄξει διαλύσας καὶ ἀνελόμενος χρῶ. πρὸς τὰς τῶν σαρκῶν ἐπαναστάσεις, ᾧ ἐχρήσατο Ἡρακλείδης ὁ Ταραντῖνος. ἰοῦ ξυστοῦ 𐅻 ηʹ. λεπίδος χαλκοῦ 𐅻 ηʹ. ἐν ἄλλῳ 𐅻 δʹ. μέλι‐ τος κοτύλης 𐅶ʹʹ. τὰ ξηρὰ τρίψας καὶ μέλιτι ἀναλαβὼν ἕως
10ἐρυθρὸν γενέσθαι καὶ ἀνελόμενος χρῶ. ἄλλο. ἰοῦ 𐅻 δʹ. χαλκάνθου 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. πρασίου χυλοῦ κυάθους γʹ. μέλιτος τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. Χαλκηδονία πρὸς τὰς κεχρονισμένας διαθέσεις. ἐλλεβόρου λευκοῦ 𐅻 δʹ. κρόκου 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. καστορίου 𐅻 δʹ. λιβανωτοῦ
15𐅻 δʹ. ὀπίου 𐅻 δʹ. χαλκάνθου 𐅻 ιστʹ. πεπέρεως 𐅻 βʹ. σμύρναν, ὄπιον λιβανωτὸν, καστόριον, ἔμβρεχε ὄξει ἐναφε‐ ψημένων σιδίων μέχρι διαλύσεως, εἶτα ἔμβαλε κεκομ‐
μένα, ἐλλέβορον, κρόκον, πέπερι, χάλκανθον, εἶτα τρῖβε ὁμοῦ638 in vol. 12

12

.

639

πάντα ἐπιμελῶς, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε οἰνομέλιτος τὸ αὔταρκες, ὥστε τὸ πάχος ἔχειν μέλιτος ἀνιεμένου. ἐπὶ δὲ τῆς χρήσεως χλιαίνων ἐγχυμάτιζε. τούτῳ τῷ φαρμάκῳ χρώμενος πολλάκις κατώρθωσα καὶ προκόπτοντος τοῦ χρόνου προσέ‐
5θηκα τῇ γραφῇ ὀμφακίνου 𐅻 αʹ. Αἰγυπτία πρὸς τὰς αὐτὰς διαθέσεις, κᾂν ὦσι συγγεγενημέναι. ἀμυγδάλων πι‐ κρῶν κεκαθαρμένων 𐅻 βʹ. κυάμων Αἰγυπτίων τοῦ ἐντὸς, πεπέρεως λευκοῦ, κρόκου, σμύρνης, ὀπίου ἀνὰ 𐅻 βʹ. λι‐ βανωτοῦ 𐅻 βʹ. ὀμφακίου 𐅻 δʹ. σχιστῆς 𐅻 δʹ. καστορίου
10𐅻 βʹ. χαλκάνθου 𐅻 δʹ. ἀφρονίτρου 𐅻 βʹ. ἀναλάμβανε ὄξει ἐναφεψημένων σιδίων, ὡς γλοιοῦ ἔχειν τὸ πάχος. ἐπὶ δὲ τῆς χρήσεως, αὔταρκες λαβὼν τοῦ φαρμάκου καὶ μύρῳ ναρδίνῳ διαλύσας ἐγχυμάτιζε. πρὸς τὰς ἐκ τῶν ὤτων αἱ‐ μοῤῥαγίας Ἡρακλείδου Ταραντίνου, ὥστε μὴ θρομβοῦσθαι.
15πρασίου τὸν χυλὸν ἑψήσας καὶ ὄξος μίξας ἐγχυμάτιζε. ἢ ῥοιᾶς ἐν ὄξει ἑψημένης τὸν χυλὸν ἐκθλίψας ἐγχυμάτιζε. ἢ
πολυγόνου χυλὸν ἐν ὄξει βραχεῖ ἢ ἀκακίαν ἢ ἀμόργην ἢ639 in vol. 12

12

.

640

λύκιον μετ’ ὄξους. ἄλλο Βότρυος, ἐφεκτικὸν αἱμοῤῥαγίας. βάτου χυλὸν καὶ κυκίδων ἐν ὄξει ἑψημένων τὸν χυλὸν ὁμοῦ μίξας ἐγχυμάτιζε. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα τῶν προ‐
5γεγραμμένων ἐφεξῆς.] Ὅσα μὲν πρὸς τὰς ὠταλγίας ἔγραψεν ὁ Ἀρχιγένης φάρμακα, πρόσθεν εἴρηται. νυνὶ δὲ προσθήσω καὶ τὰ πρὸς τὰς ἄλλας διαθέσεις ὑπ’ αὐτοῦ γεγραμμένα. ἐπὶ δὲ τῶν ὑγραινομένων πολυγόνου χυλὸν μετὰ ἴσου ῥόδων χυλοῦ ἐγχυμάτιζε. ἢ κρόκον καὶ σμύρναν μετὰ γλυκέος καὶ
10ῥοδίνου χλιάνας ἔγχει. ἐπὶ δὲ τῶν πυοῤῥοούντων ποιεῖ μὲν καὶ πολύγονον σὺν ῥοδίνῳ ἐγχεόμενον, συμφωνεῖ δὲ ἄκρως οἶνος ἐνσταζόμενος, ἐναφεψημένων αὐτῷ κονύζης τῆς λεπτο‐ φύλλου φύλλων. ἔνιοι δὲ καὶ λίβανον προσμίσγουσι τῷ οἴνῳ. ἢ λύκιον ῥοδίνῳ διεὶς ἔνσταζε. ἢ πρασίου ἀγρίου
15σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ ὁμοίως. ἢ κυμίνου καὶ κρόκου ἴσον σὺν οἴνῳ αὐστηρῷ· ἢ κρόκου καὶ σμύρνης ἀνὰ 𐅻 βʹ.
κάρυα λεπτὰ λελεπισμένα λεάνας μῖξον μετὰ μέλιτος 𐆂ο 𐅶ʹʹ.640 in vol. 12

12

.

641

καὶ πράσον χυλοῦ 𐆂ο 𐅶ʹʹ. λεάνας τὰ ξηρὰ εὖ μάλα καὶ διεὶς τοῖς ὑγροῖς συλλεαίνων ἔνσταζε. [Περὶ ἡλκωμένων ὤτων.] Ἐπὶ δὲ τῶν ἡλκωμένων ὤτων καὶ αἱμασσομένων καὶ ἀλγούντων χαλβάνην καὶ ὄπιον
5μετὰ γλυκέος καὶ ῥοδίνου μέλιτος πάχος ἔνσταζε. ἢ ἀντὶ τῆς χαλβάνης ὀπὸν πευκεδάνου μίσγε, καὶ μᾶλλον ποιεῖ. ἢ σπόδιον ὀπτηθὲν λεῖον μετὰ ῥοδίνου ἔγχει. ἢ λύκιον μετὰ γυναικείου γάλακτος μεγάλως ἐνεργεῖ. καὶ τὸ μέλι καθ’ ἑαυτὸ χλιαρὸν ἐγχεόμενον, μάλιστα δὲ ἐφ’ ὧν καὶ δυσωδίαι
10εἰσίν. ἔνιοι δὲ τοὺς ἐπὶ ταῖς ὑδρίαις ὄνους μετά τινος μύ‐ ρου ἐνστάζουσι, καὶ ἄκρως ὠφελεῖ. ἢ τὰς κατοικιδίους σίλ‐ φας, μετὰ ῥοδίνου ἔνσταζε. καλῶς ποιεῖ πρὸς πᾶσαν ὠτὸς διάθεσιν ἀλώπεκος στέαρ τεταριχευμένον, τηκόμενον καὶ ἐν‐ σταζόμενον. ἢ σπονδυλίου τὸ ἐντὸς σὺν μέλιτι καὶ ῥοδίνῳ
15ἔγχει, ἢ κλύσας καὶ διαψήσας τὸ οὖς, πράσου ἢ πρασίου χυλὸν μετὰ μέλιτος ἔγχει. ἢ κονίαν τὴν τῶν πηλοποιῶν μετὰ
μέλιτος ἀνεζεσμένην, ἢ λίβανον μετὰ ὄξους ἐν ῥοιᾶς κελύ‐641 in vol. 12

12

.

642

φει ζέσας ἔγχει. ἢ κρόκον καὶ σχιστὴν μετ’ οἰνομέλιτος ὁμοίως ἐν τῷ κελύφει ζέσας ἔγχει. ἢ κηκίδα λείαν ὀθονίῳ ἐνδήσας ἕψε ἐν οἴνῳ καὶ ἐκ τούτου ἔνσταζε, εὐθέως ἀπό‐ νους ποιεῖ.
5 [Περὶ σκωλήκων ἐν ὠσίν.] Ἐφ’ ὧν δὲ σκώλη‐ κές εἰσιν, ἐλλέβορον λευκὸν μετὰ μέλιτος κάθιε ἢ ξηρὸν ἐμφύσα ἢ χυλὸν βάτου ἔγχει. εἰ δὲ λελεπισμένον τὸ τοῦ ὠτὸς ὀστέον τύχῃ, διελὼν ὄπισθεν τοῦ ὠτὸς ξύσον, ἔπειτα καύσας ἀπούλου ἀλύπως.
10 [Περὶ τῶν ἐν τοῖς ὠσὶν ἤχων.] Ἔνιοι μὲν αὐτῶν φυσώδους πνεύματός εἰσιν ἔκγονοι, τινὲς δὲ διὰ τὴν ἀκρί‐ βειαν τῆς ἀκουστικῆς αἰσθήσεως γίνονται, καθάπερ ἐν ὀφθαλ‐ μοῖς τὰ τῶν ὑποχεομένων φαντάσματα διὰ τὰς ἀπὸ τοῦ τῆς γαστρὸς στόματος ἀναθυμιάσεις, ἀκριβὲς δὲ οὐδετέρας
15τῶν διαθέσεων γνώρισμα δυνατὸν ἐν ἀρχῇ σχεῖν, οὐ μὴν οὐδὲ ἀτέχνως προσήκει ἄρχεσθαι τῆς τε διαγνώσεως αὐτῶν καὶ τῆς ἰάσεως. εἴρηται γὰρ καὶ δέδεικται πολλάκις οὐχ ἕν
τι γένος ὂν ἐλπίδος στοχαστικῆς. εἶναι γὰρ τεχνικὸν στο‐642 in vol. 12

12

.

643

χασμόν τινα ἐκ τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων, ὅταν ἐπίστηταί τις αὐτῶν τὰς δυνάμεις, ἄλλης μὲν ἐπὶ ψύξει διαθέσεως γινομένης, ἄλλης δὲ ἐπ’ ἐγκαύσει, καθάπερ γε καὶ πληγῆς προηγησαμένης ἢ νόσου τοίας ἢ τοίας, ὥσπερ
5γε καὶ ἀπεψίας ἢ οἰνοποσίας δαψιλοῦς ἢ ἐμέτων βιαίων τε καὶ πολλῶν. ἔσθ’ ὅτε καὶ ἐπὶ φαρμάκων ὠτικῶν χρήσει γί‐ νονταί τινες ἦχοι. καὶ τὸ κατὰ βραχὺ δὲ συστῆναι τὸν ἦχον ἢ ἀθρόως γενέσθαι συντελεῖται πρὸς τὴν τῆς διαθέσεως εὕρεσιν. ἔτι τε τὸ διαλείμματα ποιεῖν ἢ παραμένειν τὸ σύμ‐
10πτωμα διηνεκῶς. ἀκριβὴς δὲ διάγνωσις ἐν τῷ χρόνῳ γίγνε‐ ται μετὰ τὴν τῶν τεχνικῶς στοχασθέντων χρῆσιν φαρμάκων. εἰ μὲν οὖν ἐπὶ πυρετοῖς ἦχοι γίνονται, μὴ παρενοχλεῖν, παύ‐ ονται γὰρ παραυτίκα ὡς ἐπὶ τὸ πολύ. ἐὰν δὲ ὑπονοήσας τις ἐπὶ πνεύματι φυσώδει διέξοδον οὐκ ἔχοντι γίνεσθαι
15τοὺς ἤχους τὰ τέμνοντα καὶ λεπτύνοντα καὶ διαφοροῦντα φάρμακα προσφέρων ἀνύῃ μηθὲν, ἅμα τῷ δηλονότι καὶ
ἀποφλεγματισμοῖς χρῆσθαι καὶ τῇ τῆς ὅλης κεφαλῆς προ‐643 in vol. 12

12

.

644

νοίᾳ, πολλὴν ἕξει ῥοπὴν εἰς ὑπόνοιαν εὐαισθησίας ἀκριβοῦς, καὶ μάλιστα ἐὰν ὀξυήκους ὁ πάσχων φαίνηται. τοιούτῳ γοῦν τινι περιπεσὼν ἐγὼ, κεχρημένῳ φαρμάκοις οἷς εἶπον, οὐδὲν δὲ ὠφελουμένῳ, προσέμιξά τι τῶν ναρκούντων τὴν αἴσθησιν,
5ὁποῖόν ἐστιν ὅ τε τοῦ μανδραγόρου χυλὸς καὶ ὁ τοῦ μή‐ κωνος ὀπός· ὅπερ ἀπήλλαξε τοῦ συμπτώματος αὐτόν. αἱ δὴ οὖν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν ὠτικαὶ δυνάμεις, πρὸς τὰ τοιαῦτα συμπτώματα γεγραμμέναι, διαφορητικῶν καὶ τμη‐ τικῶν φαρμάκων εἰσίν. ἔμπροσθεν μὲν οὖν ἐν τῷ καταλόγῳ
10τῶν ὠτικῶν δυνάμεων, ἃς ἔγραψεν Ἀνδρόμαχος, ἦσαν ὑπ’ αὐτοῦ τινες λεγόμεναι πρὸς ἤχους ἁρμόττειν ἐκ τῆς τοιαύ‐ της ὕλης συγκείμεναι. νυνὶ δὲ προσθήσω τὰς ὑπ’ Ἀρχιγέ‐ νους γεγραμμένας. [Αἱ ὑπ’ Ἀρχιγένους γεγραμμέναι δυνάμεις πρὸς ἤχους]
15Ἐπὶ δὲ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ῥοδίνου ἔγχεε, ἢ κύ‐
μινον καὶ ἔλαιον, μέλιτος πάχος ποιῶν, ἢ σικύου ἀγρίου ῥί‐644 in vol. 12

12

.

645

ζης χυλὸν, ἢ αὐτὴν ἕψε τὴν ῥίζαν τῷ ἐλαίῳ. εἰ δὲ ἐπιμένοι πλείονα χρόνον, πᾶσι τοῖς πικροῖς καὶ δριμέσι καὶ λεπτυν‐ τικοῖς καὶ διαφορητικοῖς, τοῖς ἀναγραφεῖσιν ἐπὶ τῶν διὰ πά‐ χος χυμῶν ὀδυνωμένων, ἕκαστον ἕψων σὺν ὄξει καὶ μέλιτι,
5προσπλέκων ἢ κατακλίνας τὸν πάσχοντα καὶ νίτρον ὠμὸν λεῖον ἐμπάσας εἰς τὸ οὖς, ὄξος δριμὺ χλιαρὸν ἔγχει. εἶτα ἐπειδὰν παύσηται ζέον, ἐρίῳ ἑψήσας καρύων πικρῶν χυλὸν ἔγχει καὶ ἀπόφραττε ἐρίῳ. ἢ νίτρον καὶ σμύρναν εὖ ἑνώσας μετὰ ῥοδίνου καὶ ὄξους καὶ μέλανος γραφικοῦ πα‐
10χέος ἔνσταζε. ἢ πτερῷ βάπτων δὶς τῆς ἡμέρας ἐπιτίθει, ἢ καστορίῳ καὶ ναρδίνῳ ἴσοις μετ’ ὄξους καὶ ῥοδίνου χρῶ, ἢ ὄξει καὶ νίτρῳ καὶ μέλιτι κλύζε. ἐφ’ ὧν δὲ διὰ πολλὴν αἴσθησιν ἐγγίνεται ἦχος, καστόριον καὶ κωνείου σπέρμα λειώ‐ σας σὺν ὄξει ἐπίσταζε. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων ἀψινθίου
15ἀφεψήματος πυριάσας, τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει, ἢ ῥα‐ φάνου χυλὸν μετὰ ῥοδίνου, ἢ ἀλόην καλλίστην μετ’ οἰνομέ‐
λιτος ἀνεθεῖσαν. εἰ δ’ ἐπιμένοι, ἐλλέβορον μέλανα ἑψήσας645 in vol. 12

12

.

646

μετ’ ὄξους χρῶ. τοιαῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψε πρὸς τοὺς ἐν τοῖς ὠσὶν ἤχους, ὁ δ’ Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων τὰ ὑπογεγραμμένα. [Τὰ ὑπ’ Ἀπολλωνίου πρὸς ἤχους καὶ βόμβους καὶ
5συριγμοὺς καὶ ἐμπνευματώσεις.] Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἔλαιον καὶ ὄξος χλιαίνων ἔνσταζε. μέλι Ἀττικὸν θερμὸν ἔν‐ σταζε. δάφνινον ἔλαιον ὡσαύτως. πράσου χυλὸν μετὰ γά‐ λακτος γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. σικύου ἀγρίου τὸν καρπὸν χυλίσας ἢ φύλλα δι’ ὀθονίου ἔνσταζε. κολοκύνθης
10ἀγρίας ἐντεριώνην ἐλαίῳ διεὶς ἔγχει, κύμινον λεῖον καὶ μυε‐ λὸν μόσχειον ἔνσταζε. σικύου ἀγρίου ἐντεριώνην ἐλαίῳ διεὶς ἔγχει, βάλανον μυρεψικὴν τρίψας καὶ στέαρ χήνειον καὶ ῥη‐ τίνην, ἴσα μίξας ἔνσταζε. λινόσπερμα τρίψας καὶ διεὶς μύρῳ Ἀραβικῷ ἔνσταζε. μίσυ λεάνας καὶ διεὶς μύρῳ ῥοδίνῳ χρῶ.
15πήγανον καὶ κύμινον ἴσα τρίψας καὶ διεὶς καὶ εἰς μέλι μί‐ ξας ἔγχει. ὕσσωπον τρίψας καὶ κεδρίνῳ διεὶς ἐλαίῳ ἔνσταζε,
ἀμυγδάλων πικρῶν ἔλαιον μέλιτι μίξας. ἐὰν δὲ ἐνεργεστέρῳ646 in vol. 12

12

.

647

βούλῃ χρῆσθαι, σύμπλεξον τοῦτο τῷ προτέρῳ, ἄγνου καὶ ἀσκαλαβώτου κεφαλὴν τρίψας ἐξ ἴσου καὶ μίξας ἔλαιον ἔν‐ σταζε. νίτρον καὶ ῥητίνην καὶ στέαρ χήνειον, ἴσα μετ’ ἐλαίου μίξας καὶ διαλύσας χρῶ. κρόμμυον καὶ σκόροδον καὶ στέαρ
5χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει καὶ προεκκλύσας ὕδατι θερμῷ νίτρον λεῖον ἐμφύσα. [Πρὸς ὦτα ἡλκωμένα καὶ ἰχωῤῥοοῦντα τοῦ αὐτοῦ.] Πρώτους μὲν ἔγραψε κλυσμοὺς Ἀπολλώνιος, δεύτερα δὲ τὰ ἔγχυτα φάρμακα καὶ τρίτα τὰ ξηραντικὰ καὶ τέταρτα τὰ
10ἐμφυσώμενα κατὰ τὴν ὑπογεγραμμένην λέξιν ἑρμηνεύων ταῦτα. κλυσμοί. ὕδατι θερμῷ συνεχέστερον ἔκκλυζε. φακοῦ ἀφεψήματι ὡσαύτως. ὑδρομέλιτι θερμῷ παραπλησίως ἔκκλυζε. κισσοῦ ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου χρῶ. σιδίων ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου παραπλησίως. κηκίδος
15ἁδρᾶς ἀφεψήματι μετ’ οἴνου μυρσίνην ἀφεψημένην ἐν οἴνῳ κλύζε. οἴνῳ μετ’ ὀλίγης στυπτηρίας τετριμμένης χρῶ. στοι‐ βῆς καρπὸν ἐν οἴνῳ ἑψήσας κλύζε. οὖρον καὶ οἶνον μίξας
καὶ θερμάνας ἔκκλυζε, πίσσης ὀῤῥῷ ἐγχυμάτιζε. ἐλαίας φύλλα647 in vol. 12

12

.

648

χυλίσας καὶ μέλιτι μίξας, συνέψησον καὶ τούτῳ χρῶ. μη‐ κώνιον διεὶς γλυκεῖ ἔνσταζε. κρομμύου χυλίσματι μετὰ μέλι‐ τος χρῶ. πηγάνου ἀγρίου χυλὸν μετ’ οἴνου καὶ ῥοδίνου ἐλαίου, ἐν ῥοιᾶς σιδίῳ τεθερμασμένον ἔνσταζε. χολὴν βοὸς
5ἢ συὸς ἐν σιδίῳ ῥοιᾶς χλιαρὰν ἔνσταζε. χολὴν αἰγὸς ἢ προ‐ βάτου. ἢ χελώνης θαλασσίας μετὰ γάλακτος γυναικείου χλια‐ ρὰν ἔνσταζε. καρδάμωμον τρίψας μετὰ μέλιτος ἔνσταζε. πευ‐ κεδάνου ὀπὸν ῥοδίνῳ διεὶς χρῶ. ἀλόην καὶ κροκόμαγμα διεὶς ἔνσταζε. ἀψινθίῳ λείῳ μετὰ μέλιτος χρῶ. σμύρνην
10καὶ ῥητίνην καὶ στέαρ χήνειον μετ’ ἐλαίου τρίψας ἐγχυμά‐ τιζε. τὸ λίπος τὸ ἐπιγινόμενον ἐπὶ τοῦ τυροῦ ἐν τοῖς κε‐ ραμείοις συγκειμένου χλιάνας ἔνσταζε. διφρυγὲς λεάνας μετὰ μέλιτος ἔνσταζε. στυπτηρίαν σχιστὴν λεάνας μετὰ γλυκέος καὶ ὄξους ἕψησον, ἕως ἂν μέλιτος σχῇ πάχος καὶ χρῶ. ξη‐
15ραντικά. κεδρίαν μέλιτι μίξας ἔνσταζε. πεπέρεως λευκοῦ κόκ‐ κους τρεῖς διεὶς μύρῳ Αἰγυπτίῳ, κόγχῃ μικρᾷ λεάνας ἔνσταζε. κρόκου καὶ ψιμμυθίου ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ ἔγχει.
μελάνθιον καὶ θεῖον ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ καὶ μίξας648 in vol. 12

12

.

649

μύρον ἴρινον καὶ στέαρ αἴγειον, ἴσα καὶ αὖθις τρίψας χρῶ. σμύρναν καὶ θεῖον ἴσα τρίψας καὶ ἐλαίῳ μίξας ἔνσταζε. σμύρναν καὶ σίδιον ῥοιᾶς γλυκείας ἴσα τρίψας καὶ μέλιτι διεὶς ἔγχει. θηρία τὰ ἀπὸ τῶν δένδρων, ὥσπερ σκώληκας
5ἐρυθροὺς, τρίψας καὶ διεὶς ἐλαίῳ χρῶ. θηρίον ὃ γῆς ἔντερον καλεῖται, ἑψήσας καὶ διασήσας ἔνσταζε. ῥητίνην καὶ μέλι καὶ ἔλαιον ἴσα μίξας καὶ διαλύσας ἔνσταζε. ῥοιὰν λαβὼν γλυκεῖαν καὶ περιτεμὼν τὸν ὀμφαλὸν ἐκκόκκισον, εἶτα ἐγχέας γλυκέος κύαθον καὶ προσεπιπάσας χαλκάνθου λείου ὀβολοὺς δύο,
10συνέψησον μέχρις ἂν σύμμετρον πάχος σχῇ καὶ χλιαρῷ χρῶ. [Ἐμφυσητικά.] Κηκίδα λείαν ἐμφύσα. πέπερι στρογγύ‐ λον μετ’ οἴνου συντρίψας ἔμπασον. τῷ δ’ αὐτῷ χρηστέον καὶ ἐγχύματι μᾶλλον διειμένῳ. ὀμφάκινον καὶ κηκίδα πεφω‐ γμένην, ἴσην λεάνας ἐμφύσα. χρηστέον δὲ καὶ περιπάτοις
15καὶ κοιλίας κενώσεσι καὶ σιτίων ὑποστολῇ καὶ διακαθάρσει τῶν ὤτων ἐπιμελέστερον. πρὸς τὰ κάθυγρα ὦτα. πρὸς δὲ
τὰ κάθυγρα τῶν ὤτων, οὕτω γὰρ αὐτὸς ὀνομάζει, φάρμακα649 in vol. 12

12

.

650

χρήσιμά φησιν ὁ Ἀπολλώνιος τὰ ὑπογεγραμμένα. μίσυ καύ‐ σας ἐν ὀθονίῳ καὶ σὺν αὐτῷ λεάνας ἐμφύσα. κηκίδα καύ‐ σας καὶ τρίψας παραπλησίως χρῶ. σποδὸν λείαν ὡσαύτως, στυπτηρίαν ὀπτήσας ἐπ’ ὀστράκῳ καὶ λεάνας, ἔλαιον προσ‐
5εγχέας ἐμφύσα. τῷ δ’ αὐτῷ τῆς ἐπιμελείας τρόπῳ χρῶ. [Πρὸς δυσηκοΐας.] Πρὸς δὲ τοὺς ὑποκώφους, εἴτε δυσ‐ κώφους εἴτε δυσηκόους ἐθέλοι τις ὀνομάζειν, τῶν μὲν μι‐ κρῶν φωνῶν μηδ’ ὅλως ἀκούοντας, τῶν δὲ μεγάλων μόγις, ὑποπτευτέον τὸ σύμπτωμα, κατὰ βραχὺ γὰρ αὐξανόμενον
10ἐν τῷ χρόνῳ κωφότητα τελείαν ἀπεργάζεται. καθαρτέον τοίνυν ἐστὶ τῇ ἱερᾷ καὶ τοῖς διὰ τῆς κολοκυνθίδος καταπο‐ τίοις, ἀποφλεγματιστέον τε καὶ κεφαλὴν ξηραντέον, ἅπαντί τε τρόπῳ ῥωστέον, ὡς ἐπιδέδεικται πολλάκις. ἔστι δὲ καὶ διαίτῃ λεπτυνούσῃ χρηστέον, εἰς αὐτὸ δὲ τὸ οὖς ἐμβλητέον
15φάρμακα διαιρετικά τε καὶ τμητικὰ καὶ λεπτυντικὰ γλίσχρων
τε καὶ παχέων χυμῶν, ὧν ἡ ὕλη τοιάδε τίς ἐστιν.650 in vol. 12

12

.

651

[Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα κατὰ τὸ πρῶτον τῶν εὐπορίστων, πρὸς δυσηκοΐαν φάρμακα κατὰ λέξιν οὕ‐ τως.] Πρὸς τὰς δυσηκοΐας τὰς ἐξαπίνης καὶ τὰς ἐκ τῶν κε‐ φαλαλγιῶν ἀψίνθιον μεθ’ ὕδατος ἑψήσας, πυρία διὰ καλά‐
5μης κατὰ τὸν ὑποδεδειγμένον διὰ καλάμου τρόπον. δαφνίδας ἢ φύλλα δάφνης ἑψήσας ἐν ὕδατι παραπλησίως χρῶ. ὀρί‐ γανον ὁμοίως, ὕσσωπον ὁμοίως, θάλασσαν καὶ ὄξος ὁμοίως. τοῖς δ’ αὐτοῖς τούτοις χρηστέον καὶ ἐν χυτρίδι ἑψημένοις, καὶ τῇ διὰ τῆς χυτρίδος δεδηλωμένῃ πυρίᾳ. κλυσμοί.
10ὄξει λευκῷ καὶ ὕδατι ἴσοις καὶ νίτρῳ λείῳ ὁμοῦ ἐξεσμένοις κλύζε ἐφ’ ἡμέρας πλείους, καὶ μετὰ ταῦτα κλύζε ὕδατι θερμῷ δαψιλεῖ. ἐνστάξεις. καὶ οὕτως ἐγχυμάτιζε τοῖς πρὸς ταῦτα ἀναγεγραμμένοις. πράσου χυλὸν καὶ ἴρινον μύρον μίξας ἔν‐ σταζε. χολὴν βοείαν καὶ αἰγείαν καὶ μύρον ῥόδινον μίξας
15ἔνσταζε. κρομμύων χύλισμα καὶ ῥητίνην ἐλαίῳ διεὶς ἐξ ἴσου χρῶ. καρύων ἔλαιον καὶ ῥητίνην μίξας, ἐξ ἴσου χρῶ. στυ‐
πτηρίαν ὄξει διεὶς ἔνσταζε. σμύρναν καὶ στυπτηρίαν ἴσην651 in vol. 12

12

.

652

λεάνας καὶ διεὶς ὄξει ἐγχυμάτιζε. στέαρ χήνειον καὶ χο‐ λὴν βοὸς καὶ δάφνινον ἴσα μίξας ἔνσταζε. κισσοῦ ἀγρίου τὸν καρπὸν χυλίσας δι’ ὀθονίου ἔνσταζε. ἐλλέβορον μέλανα σὺν ὄξει λεάνας καὶ μέλιτι ἐπὶ πολὺ ἑψημένῳ ἀναλαβὼν
5ποίει κολλύρια βαλανοειδῆ μικρὰ καὶ ἐντίθει τῷ πόρῳ καὶ ἔα ἐπὶ ἡμέρας εʹ. γῆρας ὄφεως τρίψας μετ’ ὄξους ἔνσταζε. τῷ δ’ αὐτῷ καὶ μετὰ χολῆς βοείας ἢ αἰγείας ἢ χελώνης θα‐ λασσίας ἢ τοῦ καλλιωνύμου διειμένου χρῶ. καρδάμου τὸ ἱκα‐ νὸν καὶ νίτρου βραχὺ, σύκου σαρκὶ χωρὶς τῶν κεγχραμίδων
10ἀναλαβὼν ποίησον κολλύριον ἁρμόττον τῷ πόρῳ τῆς ἀκοῆς καὶ ἔνθες, κομίζου δὲ αὐτὸ τριταῖον. τοῦτο ἄγει ῥύπον ἱκα‐ νὸν καὶ παραχρῆμα κουφίζει. ἐπιμελητέον δὲ καὶ τοῦ λοι‐ ποῦ σώματος, περιπάτοις τε πρὸς δύναμιν ἱκανῶς καὶ τρί‐ ψει τῆς κεφαλῆς καὶ τῶν ἄλλων μερῶν, ἔτι δὲ ἀποφλεγμα‐
15τισμοῖς καὶ διακλύσμασιν ἀποκρίνειν δυναμένοις, τροφαῖς τε χρηστέον πλήθει συμμέτροις καὶ κατὰ τὸ γένος εὐλύτοις τε
καὶ εὐεκκρίτοις. βοηθεῖ δὲ ἱκανῶς τοῖς ἐν ταύτῃ τῇ διαθέ‐652 in vol. 12

12

.

653

σει καθεστῶσι καὶ σπογγίον εἰς λεπτὰ κατατετριμμένον καὶ συνεστραμμένον καὶ μέλιτι καταβεβρεγμένον καὶ εἰς τὴν ἀκοὴν ἐπιτιθέμενον. τὸ δ’ αὐτὸ τοῦτο χρήσιμόν ἐστι καὶ πρὸς τὴν σάρκα, τὴν φυομένην ἐν τῷ πόρῳ τῆς ἀκοῆς. ἐπὶ δὲ
5τούτοις ἔφησε χρηστέον εἶναι τῇ διὰ τῆς χυτρίδος δεδηλω‐ μένῃ πυρίᾳ, ἣν αὐτὸς δηλονότι πρόσθεν ἐγεγράφει κατὰ τὰ τῆς ἀκοῆς βοηθήματα. παραλέλοιπα δὲ αὐτὴν ἐγὼ, κατεγνω‐ κὼς διὰ τὸ κλυσμὸν μέν τινα ποιεῖν τοῖς ὀδυνωμένοις, ὠφέλειαν δὲ οὐδεμίαν. διὰ τοῦτο νῦν αὐτὴν προσθήσω. τοὺς
10γὰρ δυσκωφοῦντας εἰκός ἐστιν ὑπ’ αὐτῆς ὠφεληθήσεσθαί τι τῶν ἐναντίων βοηθημάτων δεομένους τοῖς ὀδυνωμένοις. ἡσυ‐ χίας μὲν γὰρ ἀκριβοῦς ἐν ταῖς ὀδύναις χρήζει τὰ πεπον‐ θότα μόρια, κινήσεως δὲ σφοδρᾶς καὶ ὡς ἂν εἴποι τις με‐ ταποιήσεως εἰς ἐναντίαν διάθεσιν τῆς οὔσης τὰ δυσκω‐
15φοῦντα. [Πυρίαι πρὸς ὠταλγίαν αἱ ὑπὸ Ἀπολλωνίου γεγραμ‐
μέναι κατὰ λέξιν οὕτως.] Πυρίαις δὲ χρηστέον ταῖς διὰ τῶν653 in vol. 12

12

.

654

σπόγγων, εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων τούτων, ἱκανῶς τε ἐκτεθλιμμένων καὶ ταῖς διὰ τῆς σικύας, ἔτι τε ταῖς διὰ τοῦ ἀτμοῦ τῶν τετρημένων καλάμων. χρὴ δὲ τὸ μὲν ἕτερον τοῦ καλάμου πέρας ἡρμόσθαι τῇ κοιλότητι τοῦ ὠτίου, τὸ
5δὲ ἕτερον ἐν χύτρᾳ πῶμα τετρημένον ἐχούσῃ καὶ πάντοθεν ἐστεγνωμένῃ ἐγκεῖσθαι. ἔστω δὲ ἀψίνθιον ἐν ὕδατι ἀπεζε‐ σμένον ἐχούσῃ ἐν αὐτῇ, ὥστε τὸν ἀναφερόμενον χυμὸν προσ‐ πίπτειν τῷ τῆς ἀκοῆς πόρῳ, ὡσαύτως δὲ πυριατέον καὶ στέατι περὶ ὀβελίσκον ὠπτημένῳ. σφόδρα δὲ ἁρμόζει καὶ ὁ
10ὑπογεγραμμένος τῆς πυρίας τρόπος. οὖρον μάλιστα μὲν ταύ‐ ρου, εἰ δὲ μὴ, βοὸς, ὡς παλαιότατον εἰς χύτραν ἐγχέοντα και‐ νὴν στενόστομον καὶ ὄξος τὸ τρίτον μέρος, τοῦ οὔρου μί‐ ξαντα καὶ μυρσίνην κεκομμένην, ὄστρακα πίθου τοῖς μεγέθεσιν ἱκανὰ διάπυρα ποιήσαντα, ἐμβάλλειν εἰς τὴν χύ‐
15τραν, εἶτα κλίναντα τὸν ἄνθρωπον εἰς τὸ οὖς προσθεῖναι τὴν χυτρίδα καὶ οὕτω πυριᾷν. περὶ δὲ τὸ οὖς σπεῖραν χρὴ ποιεῖν ἐξ ἐρίου, πρὸς τὸ μὴ κατακαίεσθαι τοὺς ἐν κύκλῳ
τόπους. χρηστέον δὲ καὶ ἀλεύρῳ κριθίνῳ τε καὶ πυρίνῳ μετ’654 in vol. 12

12

.

655

οἴνου ἑψημένῳ καὶ ἰρίνῳ μύρῳ θερμῷ πυρίας χάριν. ἐπὶ δὲ τὸ οὖς ἄνωθεν ἐπιθετέον ἔρια μαλακὰ καὶ καθαρὰ οἴνῳ καὶ ἐλαίῳ κατειργασμένα καὶ ἄλευρον κρίθινον ἢ πύρινον, ποτὲ μὲν αὐτὸ καθ’ αὑτὸ ἑψημένον μετ’ οἴνου καὶ ἰρίνου μύρου,
5ποτὲ δὲ καὶ μίγμα ἔχον περιστερᾶς ἀφόδου καὶ ἀριστολο‐ χίας λεπτῆς ἴσον. συνοίσει δὲ καὶ τροφῆς ἔνδεια καὶ λεπτὴ δίαιτα καὶ κοιλίας κένωσις ἀξιόλογος, ἔτι δὲ ἀνάπαυσις, ἡσυ‐ χία, σκέπη τῆς κεφαλῆς, πόμα θερμὸν ὕδωρ, μελίκρατον, πτι‐ σάνης χυλὸς μετὰ μέλιτος ἄχρις ἂν ἐνδῶσιν οἱ πόνοι.
10 [Ἀρχιγένους τὰ πρὸς δυσηκοΐας καὶ κωφώσεις αὐτοῖς ὀνόμασι γεγραμμένα.] Ἐπὶ δὲ δυσηκοΐας τοῦ φλοιοῦ τῆς ῥα‐ φάνου τὸν χυλὸν σὺν ῥοδίνῳ ἢ κυπρίνῳ χλιάνας ἔνσταζε. ἢ χαλβάνην σὺν ὄξει καὶ μέλιτι ζέσας. ἐπὶ δὲ τῶν ἐπιγενο‐ μένων κωφώσεων ἐλλεβόρου μέλανος ὅσον ὄροβον, ἐν μέλιτι
15ἑφθῷ τίθει καὶ ἔα ἕως ἂν τὸ ἐμποδίζον διαφράγῃ. ἢ ἀψιν‐ θίου ἐκκλύσας ἀφεψήματι μέλι καὶ ἔλαιον ἔνσταζε. ἢ κολ‐ λύριον καθέντες διὰ νίτρου καὶ σύκου καὶ νάπυος, οὐκ ἐξαι‐
ροῦμεν ἡμέρας τρεῖς. μετὰ τοῦτο δὲ ὀξείαις φωναῖς ἐμβοῶ‐655 in vol. 12

12

.

656

μεν συνεχέσι καὶ αὖθις βαρείαις, ἐνσαλπίσαντες δὲ αὐτοῖς ὕστερον ἀποκαθιστῶμεν, μεθ’ ἃ ἐγχέομεν ὠφελίμως ἀσφοδέ‐ λου ῥίζας ἐλαίῳ παλαιῷ ἀφεψήσαντες, αἰγείῳ τε οὔρῳ ἐκ‐ κλύζομεν συνεχῶς. πρὸς δὲ τὰς ἐκ κεφαλαλγιῶν κωφώσεις
5ῥαφάνου χυλὸν μετὰ ῥοδίνου ἔγχεον. ἢ σικύου ἀγρίου χυλὸν τῶν φύλλων. ἢ καστορίου μετὰ δαφνίδων καὶ ὄξους ἢ ἀλ‐ λεβόρου μέλανος λευκῷ ὄξει πεφυραμένου ὅσον ὄροβον, μέ‐ λιτι μίξας ἑφθῷ βαλάνια ποιῶν ἐντίθει. τοῦ αὐτοῦ περὶ τῶν ἐμπιπτομένων τοῖς ὠσὶ σωμάτων. εἰ δὲ ὕδωρ εἰς τὸ
10οὖς ἐμπέσοι, βοηθεῖ μὲν τὸ ὄξος καὶ ἐφ’ ἑνὶ ποδὶ τῷ κατὰ τὸ πάσχον οὖς ἅλλεσθαι, παρεκκλίναντά πως ἑαυτὸν, ἐκκρί‐ νεται γὰρ αὐτόθι εὐχερῶς. καὶ ὁ ἐκμυξησμὸς δὲ ἄκρως ἐπι‐ σπᾶται διὰ ψιλοῦ τοῦ στόματος ἢ καὶ διὰ καλαμίδος, εἶτα δι’ ἐρίου διαψήσας τῶν προειρημένων τι μύρων ἔνσταζε.
15ψηφῖδος δὲ ἐμπεσούσης τῷ πόρῳ τοῦ ὠτὸς ἢ κυάμου ἤ τινος παραπλησίου ἔκκλυζε. ἢ μηλωτρίδι περιελίξας ἔριον καὶ
ἐμβάψας ῥητίνῃ ἀνάσπα ἢ διά τινος τῶν ἐχεκόλλων φαρ‐656 in vol. 12

12

.

657

μάκων. εἰ δὲ μὴ ὑπακούοι, πταρμικὸν εἰς τὰς ῥῖνας ἐνιεὶς ἔμφραττε τὸ στόμα καὶ τοὺς ῥώθωνας. κατὰ γὰρ τὴν γε‐ γενημένην ἔντασιν τοῦ πνεύματος ἐκφυσᾶται τὸ ἐμπεσόν. ποίει δὲ συνεχῶς ἄχρις ἂν ἐκπέσῃ. εἰ γὰρ ἐμμείνῃ ἐπιφλε‐
5γμαῖνον τὸ οὖς, σπασμοὺς ἐπιφέρει. κάλλιστα δὲ συνεργεῖ εἰς τὴν τῶν ἐμπεσόντων ἀποβολὴν καὶ ὁ κατασεισμὸς, εἰ μὲν παιδίον ᾖ, τῷ ποδὶ κατεχόμενον καὶ ἐπὶ κεφαλῇ αἰωρούμε‐ νον μετὰ κατασεισμοῦ, εἰ δὲ τέλειος εἴη ὁ πάσχων, κατακλί‐ νας αὐτὸν ἐπὶ σανίδα κατὰ τὸ πάσχον οὖς, καὶ κελεύων
10τὴν κεφαλὴν ἐρείδειν τῇ σανίδι, ἔπειτα κουφίζων τὸ πρὸς τὴν κεφαλὴν μέρος τῆς σανίδος, ἔα καταφέρεσθαι καὶ τοῦτο ποίει πλειστάκις. κινηθήσεται γὰρ τὸ ἐμπεσὸν καὶ προβιβα‐ σθήσεται περὶ τὰ προχειρότερα μέρη τοῦ πόρου, μετὰ δὲ ταῦτα κυαθίσκῳ στενῷ μικρῷ μηλωτρίδος ἀνάσπα εὐφυῶς.
15εἰ δὲ κύαμος ἐμπεσὼν ἤ τι ἕτερον παραπλήσιον καὶ ἐμμεῖ‐ ναν, διάβροχόν τε γενόμενον καὶ ἐξοιδῆσαν, ὀδύνας ἐπιφέροι,
ὁλόκληρον μὲν αὐτὸ ἐξελεῖν ἀδύνατον, χρὴ δὲ τῷ κυαθίσκῳ657 in vol. 12

12

.

658

τῆς μηλωτρίδος εὐφυῶς αὐτὸ διαμερίζειν καὶ οὕτω κατὰ βραχὺ ἐκφέρειν, ἔπειτα ἕψημα ἢ γλυκὺν οἶνον θερμὸν ἐγχεῖν καὶ παρηγορεῖν τὸν πόρον διὰ τὸν γινόμενον σπαραγμόν. ζώου δέ τινος ἐμπεσόντος, σκαμμωνίαν διεὶς ὄξει ἢ ἀψιν‐
5θίου χυλὸν ἢ πευκεδάνου χυλὸν, καὶ νίτρου καὶ θείου μετὰ χυλοῦ ῥαφάνου ἔνσταζε. [Ἀπολλωνίου περὶ τῶν αὐτῶν.] Ἀπολλώνιος δὲ περὶ τῶν αὐτῶν οὕτως ἔγραψε. πρὸς ψύλλας καὶ σκώληκας ἐν ὠσὶ καὶ τὰ λοιπὰ τὰ εἰς τὸν πόρον τῆς ἀκοῆς εἰσδυόμενα.
10ὄξος καὶ ἔλαιον ἔνσταζε. ἢ καππάρεως χυλὸν ἔνσταζε. ἢ ἀμύγδαλα πικρὰ τρίψας καὶ τὸ ἐλαιῶδες αὐτῶν ἐκθλίψας ἔνσταζε. ἄλλο. ἐλλέβορον λευκὸν λεῖον ἔμπασσε. ἢ ἀριστο‐ λοχίαν λείαν ἔμπασον. ἢ καλαμίνθης χυλὸν ἔγχει. ἢ κιννα‐ βάρεως χλωρᾶς ἔνσταζε. ἢ ἐλλέβορον λευκὸν μετ’ οἴνου ἐγχυ‐
15μάτιζε. ἢ στυπτηρίας καὶ κολοκύνθης τῆς ἀγρίας τοῦ σπέρματος ἢ τῆς ἐντεριώνης ἴσον τρίψας μετὰ κεδρίνου ἐλαίου ἔνσταζε. ἢ κρόμμυον τρίψας καὶ ὑσσώπου τὸ ἴσον
οὔρῳ παλαιῷ διεὶς ἐγχυμάτιζε. ἢ σμύρναν τρίψας ὄξει τε καὶ658 in vol. 12

12

.

659

μέλιτι διεὶς ἴσοις χρῶ. ἢ χαλκῖτιν ὠμὴν τρίψας καὶ μέλιτι διεὶς ἐγχυμάτιζε. καθόλου δὲ ἐξαιρετέον τὰ εἰς τὸν πόρον ἐμπίπτοντα τοῦτον τὸν τρόπον. ὠτογλυφίδι ἢ λαβίδι ἢ ἐρίῳ μαλακῷ περὶ μηλωτρίδα περιειλημένῳ καὶ περιεῤῥητινωμένῳ
5ἢ ἄγκιστρον ἔχοντι λεπτόν. πρὸς ῥύπον τὸν ἐν ὠσί. νίτρον ὀπτὸν λεάνας ἔμπλασον εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ ἔριον προσθεὶς, ἔασον διὰ νυκτὸς, τῇ δ’ ὑστεραίᾳ κλύσον ὕδατι καὶ ἐλαίῳ θερμῷ. πρὸς δὲ τὸ ἐναπολαμβανόμενον ὕδωρ κρομμύου χυλὸν καὶ στέαρ χήνειον χλιάνας ἔνσταζε.
10ἢ ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας ἐν χαλκῷ ἀγγείῳ, ἕως λειφθῇ τὰ δύο μέρη, χρῶ, ὅσον δύο σταλα‐ γμοὶ ἐνστάζων. ἢ σμύρναν τρίψας ὄξει καὶ μέλιτι ἐγχυμάτιζε. [Ἐκ τῶν Κρίτωνος ὠτικῶν φαρμάκων γεγραμμένων αὐτοῖς ὀνόμασι.] Ὠτικαὶ πρὸς τοὺς ἀπὸ νόσων ἤχους. ἀψίν‐
15θιον ἑψήσας ἐν ὕδατι πυρία καὶ ῥόδινον μετ’ ὄξους ἔνσταζε. ἢ ῥαφάνου χυλὸν τοῦ φλοιοῦ μετὰ ῥοδίνου ἔνσταζε. ἢ ἀλόην
μετ’ οἴνου καὶ μέλιτος. ἢ λίβανον μετ’ ὄξους καὶ ῥοδίνου,659 in vol. 12

12

.

660

ἐν κελύφῳ ῥοιᾶς ἑψηθέντα, ὡς γενέσθαι μελιτῶδες. ἢ ὑοσ‐ κυάμου χυλὸν σὺν ῥοδίνῳ χλιαρόν. ἢ καλάμου χλωροῦ χυ‐ λὸν τῶν ῥιζῶν σὺν γάλακτι. ἢ ῥάμνου χυλὸν σὺν νάρδῳ Κελτικῇ. ἢ κηκίδα μέλαιναν μετὰ σμύρνης ἴσης σὺν μέλιτι.
5ἢ λύκιον μετ’ οἰνομέλιτος ἔνσταζε. ἢ ἀλώπεκος στέαρ. πρὸς τὰς χωρὶς ὑγρότητος περιωδυνίας τὰς ἐν ὠσὶ καὶ πυοῤῥοίας. οἴνου παλαιοῦ γο αʹ 𐅶ʹʹ. μέλιτος Κορσικοῦ γο αʹ. νίτρου ἐρυθροῦ γο τὸ 𐅶ʹʹ. λυκίου Ἰνδικοῦ γο αʹ. λειοτρίβει τὸ λύ‐ κιον μετὰ τοῦ οἴνου καὶ τοῦ νίτρου καὶ ἐπίμιξον τὸ μέλι
10καὶ εἰς ὑέλινον ἀγγεῖον ἀπόθου καὶ ἐγχυμάτιζε χειμῶνος μὲν δὶς τῆς ἡμέρας, θέρους δὲ πλεονάκις, καὶ ἐντίθει κροκύδα κογχυλίου. πρὸς ὦτα πυοῤῥοοῦντα. στυπτηρίαν σχιστὴν λειώ‐ σας παρέγχει ὄξος καὶ τρίψας ὡς γλοιοῦ ὑγροτέραν σχεῖν σύστασιν, ἀναλάμβανε πλακὶ ἐρίου καὶ ξηράνας τὸ ἔριον. ἐκ
15τούτου ἐντίθει εἰς τὸ οὖς. ἢ αὐτὸ τὸ φάρμακον ὑγρὸν δι’ ἐρίου περὶ μηλωτίδα καθιεὶς εἰς τὴν ἀκοὴν, διάχριε αὐτὴν καθ’ ἡμέραν. πρόσβαλλε δὲ καὶ γλυκέος ὀλίγου, ἵνα μὴ ξη‐
ραίνηται.660 in vol. 12

12

.

661

[Ἀρχιγένους πρὸς τὰ ἔξωθεν τοῦ πόρου τῶν ὤτων πάθη.] Πρὸς δὲ τὰ τῶν ὤτων ἔξωθεν τοῦ πόρου πάθη Ἀρχιγένης μὲν οὕτως ἔγραψεν. ἐπὶ δὲ τῶν τεθλασμέ‐ νων ὤτων, σμύρναν, λίβανον, γῆν μέλαιναν ᾗ τινες σμῶν‐
5ται σὺν ὄξει δριμεῖ, εὖ ἑνώσας κηρωτῆς πάχος κατάπλασσε καὶ μὴ ἐρέθιζε μηδαμῶς. ἢ ψιμμυθίου καὶ σελίνου σπέρμα ἴσα μετὰ μέλιτος κατάχριε, τινὲς ἀψίνθιον ἀντὶ ψιμμυθίου γράφουσιν. ἢ θεῖον ἄπυρον, σμύρναν καὶ λίβανον μετὰ πίσ‐ σης ὑγρᾶς σπλήνιον ἐπιτίθει. ἢ κόλλαν τεκτονικὴν καὶ ἄσφαλ‐
10τον ὁμοίως, ἔνιοι καὶ μάνναν μίσγουσιν. ἢ τῇ Ἀσκληπια‐ δείῳ χρῶ κεφαλικῇ. ἢ τοῖς πρὸς τὰ αἰδοῖα τροχίσκοις κατά‐ χριε. ἐφ’ ὧν δὲ τέθλασται τὰ ὦτα, πληρώσας ἔσωθεν τὴν κοιλότητα τὴν προχειροτέραν τοῦ χόνδρου, γῆς κεραμικῆς τῇ ἑξῆς, ὅταν ξηρανθῇ, στρύχνον μετὰ ψιμμυθίου ἐπάλειφε μέ‐
15χρι καταστῇ. ἐπὶ δὲ τῶν περὶ τὰ ὦτα τραυμάτων καὶ διαι‐ ρέσεων ἐγχονδρίσας ἐπιμελῶς ἀγκτηρίασον, εἶτα τοῖς ἀφλε‐
γμάντοις καὶ τῇ λοιπῇ κολλητικῇ ἀγωγῇ χρῶ. τὰ δὲ φλε‐661 in vol. 12

12

.

662

γμαίνοντα τρήματα τῶν λοβῶν ἐπὶ παίδων, ἐλαίῳ ἐν χαλκῷ λύχνῳ ἰωθέντι καταχρίων ὑγιάσεις. Ἀσκληπιάδης δὲ τούτῳ πρὸς ὦτα τεθλασμένα ἐχρήσατο. κοχλίας τοὺς μικροὺς σὺν τοῖς ὀστράκοις τρίψας καὶ μίλτῳ χρώσας ἐπιτίθει. ἄλλο.
5ἀλόης μέρος αʹ. κόλλης τεκτονικῆς ἑψημένης μετ’ ὄξους μέ‐ ρος αʹ. μίξας ἐπιτίθει, ἔνιοι καὶ μάνναν μίσγουσιν. [Ἐπιθέματα πρὸς τεθλασμένα ὦτα.] Κοτυληδόνος βοτάνης 𐅻 ηʹ. ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 βʹ. τρα‐ γακάνθου 𐅻 βʹ. ὄξει διαλύσας ἀναλάμβανε ἰξῷ δρυΐνῳ,
10ἔπειτα ἐμπλάσας ἐπιτίθει. ἢ κηροῦ 𐅻 ηʹ. χαλβάνης 𐅻 ηʹ. κάρυος 𐅻 ηʹ. ἰξοῦ δρυΐνου 𐅻 ιστʹ. λιβανωτοῦ 𐅻 ηʹ. μί‐ συος ὀπτοῦ 𐅻 ηʹ. συντίθει καὶ χρῶ. Ἀπολλώνιος δὲ οὕτω πρὸς τὰς τῶν ὤτων φλεγμονὰς τὰς ἐν τῇ ἐπιφανείᾳ γινο‐ μένας ἐξ ἐπιφορᾶς ἢ πληγῆς, καὶ τὰ οἰδήματα καὶ τὰ ἐρυ‐
15θήματα ἐθεράπευε. βούτυρον πρόσφατον διηθήσας ἔνσταζε. ἢ στέαρ χήνειον διηθήσας ἐγχυμάτιζε. ἢ στέαρ χήνειον καὶ
γάλα γυναικεῖον μίξας ἔνσταζε. ἢ βαλάνου πίεσμα καὶ ῥητί‐662 in vol. 12

12

.

663

νην ὑγρὰν χλιαρὰν ἔγχει. ἢ στέαρ βόειον καὶ χήνειον ἴσα λεάνας ἔνσταζε. ἢ ὠκίμου χυλὸν καὶ στέαρ χήνειον ἴσα μί‐ ξας ἔνσταζε. ἄλλο ἐπίχριστον. μηκώνειον ὕδατι διεὶς πτερῷ ἔγχριε. ἢ κρόκον τρίψας καὶ γάλακτι γυναικείῳ διεὶς κατά‐
5χριε. ἢ λιθάργυρον τρίψας μεθ’ ὕδατος καὶ νάρδου λεπτῆς ἐπίχριε. ἢ ψιμμύθιον, κορίων χυλῷ ἢ πολυγόνου ἢ στρύχνου διεὶς κατάχριε. καταπλάσματα. ἀψίνθιον τρίψας μεθ’ ὕδατος κατάπλασσε. ἢ σήσαμον τρίψας ἐν ὕδατι κατάπλασσε. φακὸν ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ μέλιτος κατάπλασσε. ἢ
10ῥοιᾶς γλυκείας σίδια ἑψήσας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε, ἀγαθὸν πάνυ τὸ φάρμακον. σμύρναν καὶ στέαρ χήνειον ἢ βούτυρον ἢ ῥητίνην καὶ κογχυλίου τὸ ἐντὸς ἴσα τρίψας ἐπιτίθει ἐπὶ τὸ οὖς καὶ τὸν κατ’ αὐτῷ κρόταφον. ἔνδεια δὲ σιτίων ἁρμόζει καὶ κοιλίας κένωσις. ἔτι δὲ ἡσυχία καὶ
15σκέπη κεφαλῆς καὶ σώματος ἀνάπαυσις. ἀλλότρια δέ ἐστιν ἔγκαυσις, κατάψυξις, λουτρὸν, ἔμετος, κραυγὴ καὶ πᾶσα
διάστασις.663 in vol. 12

12

.

664

[Τοῦ αὐτοῦ πρὸς τὰ ἐκ πληγῆς εἱλκωμένα καὶ τὰ κα‐ ταγνύμενα τῶν ὤτων.] Ἄρτου θερμοῦ τὸ ἐντὸς τρίψας μετὰ μέλιτος ἐπιτίθει. σμύρναν μετ’ οἴνου τρίψας πα‐ λαιοῦ ἐπίχριε. κοχλιῶν τοὺς τραχήλους τρίψας σὺν τοῖς
5ὀστράκοις καὶ σμύρνης μίξας τὸ ἥμισυ μέρος ἐπιτίθει. ἀψιν‐ θίου καὶ σελίνου σπέρματος τὸ ἴσον λεάνας μετὰ μέλιτος ἐπιτίθει. πίσσῃ περιχρίσας θεῖον λεῖον ἢ μάνναν ἐπίπασσε, μὴ ἐπίδει δὲ ταῦτα, μηδὲ πυκνὰς ποίει τὰς τῶν ἐπιθεμάτων ἀφαιρέσεις.
10 [Περὶ παρωτίδων.] Αἱ παρωτίδες ἐν τῷ γένει μέν εἰσι τῶν φλεγμονῶν. γίνονται δὲ τῶν παρὰ τοῖς ὠσὶν ἀδένων πασχόντων, οὐ μὴν χρώμεθά γε ἐπ’ αὐτῶν τῷ πρώτῳ μέρει τῆς τῶν φλεγμαινόντων μορίων θεραπείας. ἐπ’ ἐκείνων μὲν γὰρ ὡς τὸ πολὺ τῇ καλουμένῃ πρὸς τῶν ἰα‐
15τρῶν ἀποκρουστικῇ καὶ ἀνασταλτικῇ θεραπείᾳ προσήκει χρῆ‐ σθαι, καὶ μάλισθ’ ὅταν μήτε κακόηθες ᾖ τὸ ἐπιῤῥέον μήτε πολὺ μήτε πληθωρικοῦ τοῦ σώματος ὑπάρχοντος. οὕτω γοῦν καὶ σπόγγος μόνος ἐπιτιθεὶς ἐξ ὀξυκράτου κατέστειλεν ἀρχο‐
μένας φλεγμονὰς, οὐδὲν ἐκ τούτου παθόντος τοῦ παντὸς664 in vol. 12

12

.

665

σώματος· ἐπὶ δὲ τῶν παρωτίδων αὐτὸ τοὐναντίον ἐργαζό‐ μεθα φαρμάκοις ἑλκτικοῖς χρώμενοι, κᾂν μηδὲν ἀξιόλογον ἀνύῃ ταῦτα, καὶ σικύαν προσφέροντες ἢ πυρίαις χρώμενοι συχναῖς. βουλόμεθα γὰρ ἐκ τοῦ βάθους εἰς τὸ δέρμα τὸν
5λυποῦντα χυμὸν ἐπισπάσασθαι, καὶ μάλισθ’ ὅταν ἐν τῇ κε‐ φαλῇ τὸ πάθος ἐστηριγμένον ὑπάρχῃ ἐστηριγμένων ἐν αὐτῇ χυμῶν, καὶ μέντοι κᾀπειδὰν ἄνευ τοῦ πεπονθέναι τὴν κεφαλὴν ἐν πυρετοῖς ὀξέσιν ἡ φύσις ἀποτίθεται τοὺς περισ‐ σοὺς χυμοὺς ἐκ τῶν ἀγγείων ἐκχέουσα πρὸς τὴν μεταξὺ χώ‐
10ραν τοῦ δέρματός τε καὶ τῶν ὑποκειμένων σωμάτων, ἡνίκα καὶ οἱ ἀδένες ἀπολαύσουσι τῶν ἐκπιπτόντων χυμῶν, ἄμει‐ νον εἶναι καὶ τότε δοκεῖ συνεργῆσαι τῇ φύσει, δι’ ἀπο‐ σκήμματος ἰωμένῃ τοὺς πυρετούς. ὅταν μέντοι σφοδρὰν ὁρ‐ μὴν ἔχῃ τὸ ἐπιῤῥέον, οὐδὲν ἡμεῖς προσπεριεργαζόμεθα τῇ
15φύσει τὸ πᾶν ἐπιτρέποντες. ἐὰν γὰρ ἤτοι σικύαν ἤτοι φάρ‐ μακον ἕλκον ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τοὺς χυμοὺς ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡς
δι’ αὐτὴν ἀγρυπνίας τε γίνεσθαι καὶ τοὺς πυρετοὺς ἐπιγί‐665 in vol. 12

12

.

666

γνεσθαι καὶ τὴν δύναμιν καταλύεσθαι. παρηγορεῖν οὖν τηνι‐ καῦτα μᾶλλον, οὐ συμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν προσ‐ ήκει, καταπλάσμασι χρωμένους παρηγορικωτάτοις· οἷόν ἐστι τὸ διὰ σιτίνου ἢ κριθίνου ἢ λινοσπέρματος ἀλεύρου σὺν
5μελικράτῳ ἢ τήλεως ἢ ἀλθαίας ἢ χαμαιμήλων ἀποζέματι ἑψόμενον καὶ ὅσα πρὸς τῷ συμμέτρῳ τῆς ὑγρᾶς θερμότητος, ἐξ ἧς τὸ παρηγορεῖν ἔχει τὰς ὀδύνας, ἔτι καὶ πέττειν δύνα‐ ται τοὺς ἐπιῤῥέοντας χυμοὺς καὶ διαπυΐσκειν, ὡς ἐν τῇ περὶ τῶν καταπλασμάτων διδασκαλίᾳ τὸν λόγον ἐποιούμεθα. εἰ
10δὲ καὶ πλεονάζον αἷμα φανείη σοι, προσκενωτέον αὐτὸ διὰ φλεβοτομίας ἐπιτρεπούσης μάλιστα τῆς δυνάμεως. νυνὶ δ’ ἐπὶ τὴν τῶν φαρμάκων σύνθεσιν, ἥτις ἐξ ἀρχῆς ἡμῖν πρό‐ κειται μεταβάντες εἴπωμεν ᾧτινι λόγῳ τήν τε σύνθεσιν αὐτῶν καὶ τὴν χρῆσίν ἐστι ποιητέον. μὴ διαφορουμένου μὲν
15τοῦ ὄγκου τοῖς διαπυΐσκουσι χρηστέον φαρμάκοις, οἷόν ἐστι τὸ σίτινον ἄλευρον μετὰ ἰσχάδος ἀφεψήματος καὶ ἐλαίου τό
τε διὰ γύρεως καὶ τὸ διὰ ζύμης φάρμακον. ἐὰν δὲ ἐκπυΐ‐666 in vol. 12

12

.

667

σκωσιν αἱ παρωτίδες, ἤτοι διὰ τομῆς ἐκκρῖναι δεῖ τὸ πῦον, ἐξιᾶσθαί τε χρὴ τὸ ἕλκος, ὡς ἐπὶ τῶν τοιούτων ὡμολόγη‐ ται πᾶσιν, ἢ δριμεῖ διαῤῥήξειν φαρμάκῳ, οἷόν ἐστι τὸ σμί‐ λιον καὶ τὸ διὰ σκορόδων, ἢ πειρᾶσθαι διαφορεῖν
5αὐτὸ φαρμάκοις, ἑλκτικήν τε ἅμα καὶ λεπτομερῆ δύναμιν ἔχουσιν, ἀφαιροῦντας δὶς τῆς ἡμέρας αὐτὰ καὶ πυριῶντας μέχρις ἂν ἐνδῶσί τι καὶ χαλάσωσιν αἱ ὀδύναι, διαφορηθέν‐ τος τοῦ πλείονος πύου. τηνικαῦτα γὰρ ἤδη πρῶτον μὲν ἅπαξ λύειν καὶ πυριᾷν, εἶτα δὲ οὐδὲ τοῦτο συμφέρει πράτ‐
10τειν, ἀλλ’ ἐπιτρέπειν τοῖς φαρμάκοις, εἴ τι λείψανον ἐν βά‐ θει περιέχεται, δυσφορεῖν τοῦτο, κᾂν σκληρότης εἴη, μαλάτ‐ τειν καὶ αὐτὴν, ὥστε κατὰ μὲν τὸν καιρὸν τοῦτον ἐκ μι‐ κτῆς δυνάμεως φαρμάκων ἡ σύνθεσις ἔσται τοῦ κατασκευα‐ ζομένου φαρμάκου τοῖς ἑλκτικοῖς τῶν μαλακτικῶν μιγνυμέ‐
15νων. ἐπειδὰν δὲ πᾶν μὲν ᾖ κεκενωμένον τὸ πῦον, ὑπολείπη‐ ται δέ τις σκληρότης, τοῖς καλουμένοις μαλακτικοῖς φαρμά‐
κοις χρηστέον, ὧν τὴν ποικιλίαν τῆς ὕλης τε καὶ τῆς συν‐667 in vol. 12

12

.

668

θέσεως ἐν τῷ περὶ μαλαγμάτων ἐδήλωσα λόγῳ. πρόδηλον δ’ ὅτι τὰς μετρίας παρωτίδας, ἐφ’ ὧν οὔτε πλῆθός ἐστι τὸ κατασκῆψαν εἰς τὰ μόρια τοσοῦτον ὡς ὀδύνας σφοδρὰς ἐρ‐ γάζεσθαι οὔτε θερμότης σύνεστι τῷ χυμῷ, ῥᾳδίως ἰᾶσθαι
5ταῦτα δυνατόν. οὔτε γὰρ σπεύδουσι πρὸς τὴν ἐκπύησιν, οὔτε ὀδύνην ἐπάγουσι σφοδρὰν, ἀλλ’ ἔξεστι τηνικαῦτα καὶ ταῖς πυρίαις χρῆσθαι δι’ ἅλμης καὶ καταπλάσματα θερμαν‐ τικώτερά τε καὶ διαφορητικώτερα προσφέρειν καὶ φάρμακα τῆς αὐτῆς ἐχόμενα δυνάμεως· ἀδιορίστως δὲ καὶ τὰ τῶν
10παρωτίδων φάρμακα γεγραφότων τῶν πλείστων ἰατρῶν, ἐάν τις τῶν νῦν εἰρημένων μεμνημένος ἐπὶ τὴν χρῆσιν αὐτῶν ἀφίκηται, συνήσει τίσιν ἐπὶ τίνων παρωτίδων χρηστέον. προ‐ γυμνάσω δὲ ὑμᾶς κᾀγὼ διὰ παραδειγμάτων ὧν Ἀρχιγένης ἔγραψεν ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων αὐτοῖς
15ὀνόμασιν ὡδί. [Ἀρχιγένους πρὸς παρωτίδας.] Παρωτίδας διαλύεσθαι
θέλοντες καταπλάσσομεν συνεχῶς ἀρνογλώσσῳ λείῳ μετὰ668 in vol. 12

12

.

669

ἁλῶν. ἢ αἰγείῳ κόπρῳ μετ’ ὄξους. ἢ λαπάθου ἀγρίου ῥίζαις ἑψημέναις ἐν οἴνῳ. ἢ σύκῳ λείῳ μετὰ χαλκάνθης. ἢ σύκῳ ἑφθῷ μετὰ ἀψινθίου καὶ οἴνου λελειωμένοις. ἢ κήρυκας καύ‐ σας θαλασσίους. ἢ πορφύρας ἀναλαβὼν μέλιτι ἢ ἀξουγγείῳ
5ἐπιτίθει καὶ εὐθέως διαφοροῦνται. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ ὀστρέου ὄστρακον καὲν καὶ μετὰ μέλιτος ἐπιτιθέμενον. ἢ κηρωτὴ ῥοδίνη ἢ κυπρίνη, πηγάνῳ ἀναληφθεῖσα. ἢ θείῳ ἀπύρῳ συμμαλαχθεῖσα. ἢ κιμωλίαν μετ’ ὄξους. διαφορεῖ δὲ μάλιστα τὸ σῦκον ἐν θαλάσσῃ ἑψημένον. ἢ ἅλμῃ ἐπιτιθέ‐
10μενον λεῖον. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ πράσιον λεῖον μεθ’ ἁλῶν καὶ ἔριον βουτύρῳ βαπτισθὲν καὶ ἐπιτεθὲν τὰς ἀρ‐ χομένας παρωτίδας ὠφελεῖ. ὥσπερ τούτῳ τῷ τελευταίῳ ῥη‐ θέντι καλῶς προσέθηκεν ὁ Ἀρχιγένης τὸν διορισμὸν, εἰπὼν τὰς ἀρχομένας παρωτίδας ὠφελεῖσθαι ὑπὸ τοῦ βουτύρου,
15οὕτως ἐχρῆν αὐτὸν καὶ περὶ τῶν ἄλλων εἰρηκέναι τὸν και‐ ρὸν, ὥσπερ ἐγὼ μικρὸν ἔμπροσθεν ἔπραξα καὶ κατ’ αὐτὸ δὲ τοῦτο τὸ βούτυρον οὐκ αὐτάρκης ὁ ἀπὸ μόνης διορισμὸς
τῆς ἀρχῆς, εἰ μὴ προστεθείη πότερον σφοδρῶς ἢ μαλακῶς669 in vol. 12

12

.

670

ἐξορμᾶται. καὶ πότερον ὀδυνηρῶς, ὡς μετὰ σφυγμῶν καὶ ἀγρυπνιῶν ἐνοχλεῖν ἢ μετὰ μετρίας ὀδύνης, ἥτις τε τοῦ νο‐ σήματός ἐστιν ἡ κατάστασις, ἆρά γε μεγάλης ἀποστάσεως δεομένη πάντως ἢ διὰ μικροτέρας κριθῆναι δυναμένη. τῇ τοι‐
5αύτῃ γὰρ ἀρκεῖ τὸ βούτυρον καὶ μάλιστα ἐπὶ μαλακῶν σω‐ μάτων, εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῶν ἁπα‐ λοσάρκων. εἰ δὲ σὺν ὀδύνη σφοδρᾷ γένοιτο, καταπλάσματος ἀνωδύνου δεῖται μετὰ συνεχοῦς πυρίας ἤτοι δι’ ὕδατος μό‐ νου γινομένης ἢ καὶ βραχυτάτων ἁλῶν ἐμβεβλημένων.
10ἐπεὶ δὲ πρῶτον πάντων ἔγραψε φάρμακον ἀρνόγλωσσον μεθ’ ἁλῶν, ἀπ’ ἐκείνου καὶ ἡμεῖς αὖθις ἀρξόμεθα τῆς ἀρνογλώσ‐ σου φύσεως ἀναμνησθέντες ἐκ μικτῶν δυνάμεων συγκειμέ‐ νου, διαφορητικῆς τε καὶ ἀποκρουστικῆς. ἐγὼ δὲ οὐδέποτε ἀξιῶ τὰ ἀποκρουστικὰ μεμίχθαι τοῖς ὠφελοῦσι τὰς παρωτί‐
15δας φαρμάκοις, πλὴν εἴποτε ἂν σπανίως μικρὸν παμπόλλῳ τῷ διαφορητικῷ καὶ τούτῳ δηλονότι, χωρὶς ὀδύνης σφοδρᾶς
ἐξορμώσης τῆς παρωτίδος. ὃ δ’ ἐφεξῆς τούτῳ γέγραπται·670 in vol. 12

12

.

671

κόπρος αἰγεία μετ’ ὄξους κεχρονισμένης καὶ σκιῤῥουμένης καὶ μηκέτι μηδὲ ἀξιόλογον ὀδύνην ἐχούσης παρωτίδος εἴη ἂν φάρμακον, ὥσπέρ γε καὶ σπληνὸς σκιῤῥουμένου. ὃ δὲ τρί‐ τον ἐπ’ αὐτοῖς ἔγραψε· ῥίζας ἀγρίας λαπάθου μετ’ οἴνου
5ἑψημένας. εἰ καὶ τὴν ποιότητα καὶ τὸν χρόνον προσέθηκε τοῦ οἴνου τάχ’ ἂν ἐπεχείρησα καὶ αὐτὸ κρίνειν. ἐπεὶ δὲ οὐ προσέθηκε, παμπόλλῳ δὲ διαφέρει στρυφνὸν ἢ αὐστηρὸν ἢ δριμὺν ἢ γλυκὺν ἢ νέον ἢ παλαιὸν ἢ παχὺν ἢ λεπτὸν ἢ κιῤῥὸν ἢ λευκὸν ἢ μέλανα τὸν οἶνον εἶναι, διὰ τοῦτο κᾀγὼ
10λέγειν οὐδὲν ἔχω περὶ τοῦ γεγραμμένου φαρμάκου. γινώ‐ σκοντες δὲ ὑμεῖς ὅτι διαφορητικώτερος μέν ἐστιν ὁ παλαιὸς, καὶ μάλιστα ἐὰν ᾖ τῶν φύσει θερμοτέρων, οἷοίπερ εἰσὶν οἱ κιῤῥοὶ τοὐπίπαν. ἐναντίοι δὲ τούτῳ κατὰ δύναμιν ὅ τε αὐ‐ στηρὸς καὶ ὁ στρυφνός. δεῖ μὲν φυλάξασθαι τὸν τοιοῦτον
15οἶνον. ἐν δὲ κιῤῥῷ καὶ συμμέτρως παλαιῷ καὶ λεπτομερεῖ τὰς τοῦ λαπάθου ῥίζας ἑψήσαντες, ἐπὶ παρωτίδων χωρὶς ὀδύνης σφοδρᾶς γινομένων χρῆσθαι δυνήσεσθε. γράφει
δ’ ἐφεξῆς τῷδε· σῦκον λεῖον μετὰ χαλκάνθου. διαφορητικῆς671 in vol. 12

12

.

672

μὲν οὖν καὶ πεπτικῆς δυνάμεώς ἐστι τὸ σῦκον, εἰ μὲν ξη‐ ρὸν εἴη μάλιστα, πρόσφατον δὲ ὂν ἔχει μὲν τὸ διαφορη‐ τικὸν, οὐ μὴν πέπτειν γε δύναται. χάλκανθον δὲ ὅτι σφο‐ δρότατόν ἐστι φάρμακον, ἰσχυρὰς ἀμφοτέρας ἔχον τὰς δυ‐
5νάμεις, τήν τε ἀποκρουστικὴν καὶ διαφορητικὴν, οὐδεὶς ἀγνοεῖ, διὸ καὶ φυλακτέον αὐτοῦ τὴν σφοδρότητα. ἑφθῷ δὲ σύκῳ δηλονότι τῷ ξηρῷ, μετ’ ἀψινθίου καὶ οἴνου λελεασμένοις ἀξιοῖ χρῆσθαι καὶ ἐχρησάμεθά γε αὐτῷ καὶ ἡμεῖς ἐν καιρῷ κατὰ τὰς μέσας μεγέθει τε καὶ χρόνῳ φλεγμονὰς, ὥσπερ γε
10καὶ τοῖς κεκαυμένοις κήρυξι καὶ πορφύραις καὶ ὀστρέοις, ἐπὶ τῶν ἤδη σκιῤῥουμένων καὶ χρονιζουσῶν, ἔστι γὰρ ἄλυπόν τε καὶ ἄδηκτον φάρμακον, οὐ μόνον εἰ μέλιτι δεύσειέ τις αὐτῶν τὴν σποδιὰν, ἀλλὰ καὶ πολὺ μᾶλλον εἰ παλαιὸν στέαρ ὑὸς ἄναλον ἐξινίσας μίξειεν. ἀλυπότατα γὰρ τοῦτο διαφορεῖ
15τὰς κεχρονισμένας ἁπάσας φλεγμονὰς, κᾂν ἐκ ῥευματικῆς διαθέσεως ὦσιν. ἐφεξῆς δὲ κηρωτῇ ῥοδίνῃ καὶ κυπρίνῃ μετὰ
πηγάνου κελεύει χρῆσθαι, διαφορητικῷ μὲν φαρμάκῳ, σφο‐672 in vol. 12

12

.

673

δρὸν δ’ οὐδὲν οὐδὲ βίαιον ἔχοντι. βραχὺ δ’ αὐτοῦ σφοδρό‐ τερον γίνεται τὸ σύνθετον φάρμακον, εἰ θεῖον ἄπυρον ἀντὶ τοῦ πηγάνου μίξαιμεν. ἡ δὲ ἐφεξῆς γεγραμμένη κιμωλία μετ’ ὄξους οὔτε ἰσχυρᾶς οὔτε ὀδυνώδους οὔτε μεγάλης παρωτίδος
5ἐστὶν ἴαμα. τὸ δ’ ἐν τῇ θαλάσσῃ σῦκον ἑψημένον ἐπὶ τῶν ἤδη σκιῤῥουμένων χρήσιμον ἂν εἴη διαφορητικὸν ὑπάρχον. ὡσαύτως δὲ καὶ εἰ τῆς θαλάσσης μὴ παρούσης ἅλμῃ τις χρήσαιτο. παραπλήσιον δὲ τούτῳ, καθάπερ καὶ ὁ Ἀρχιγένης ἔφη, καὶ τὸ πράσιόν ἐστι μεθ’ ἁλῶν. ἐφεξῆς δὲ τούτων ἔγρα‐
10ψεν οὐ μικρὸν ἔμπροσθεν, ὑστάτου κατὰ τὴν ῥῆσιν οὕτως ἐμνημόνευσα, τοῦ βουτύρου καὶ μετ’ αὐτὸ πάλιν ἐπὶ γενναῖον φάρμακον κατέβη. πύρεθρον λεῖον ἀναλαμβάνεσθαι σύκῳ κε‐ λεύων, εἶθ’ ἑξῆς ἀσβέστῳ λείᾳ μετὰ μέλιτος χρῆσθαι προσ‐ τάττει. καὶ μετὰ τοῦτο γαλῆς αἵματος καταχριομένου μέ‐
15μνηται. περίεργα δ’ ἡγούμενος εἶναι τὰ τοιαῦτα καὶ πενιχρὰν ἀποφαίνοντα τὴν ἰατρικὴν, εἰ διὰ τῶν ἄλλων βοη‐ θημάτων ἄνευ γαλῆς αἵματος ἀδυνατεῖ θεραπεῦσαι παρωτί‐
δας, οὔτ’ ἐχρησάμην αὐτοῖς οὔτε πεῖραν ἔσχον, ἀλλ’ οὐδὲ673 in vol. 12

12

.

674

ἄλλος τις τῶν φίλων ἐπεχείρησε χρῆσθαι. τῷ δ’ ἐγκεφάλῳ καταχρίειν οἵῳ δήποτε μετρίων παρωτίδων ἐστὶν ἴαμα. τούτῳ δ’ ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. ὄξει ζεστῷ κα‐ ταντλήσας ἢ σπόγγον ὀξάλμῃ βρέχων ἐπιτίθει. σκαπανέων
5δ’ ἂν εἴη τοῦτο καὶ θεριστῶν, οὐ πολιτικῶν σωμάτων βοή‐ θημα. μετὰ τοῦτο δὲ δριμέος μέμνηται φαρμάκου τοῦ διὰ τῆς κεκαυμένης γαλῆς, ἧς τὴν σποδὸν ἐκέλευσεν ἀναλαμβάνε‐ σθαι κηρωτῇ ἰρίνῃ. κατ’ ἐκεῖνον δὲ δηλονότι τὸν καιρὸν, ἡνίκα χρονίζει τε καὶ σκιῤῥοῦται, τοῖς τοιούτοις δηλονότι
10φαρμάκοις χρηστέον. τὰ γάρ τοι πλεῖστα τῶν γεγραμμένων ὑπ’ αὐτοῦ τῶν χρονιζουσῶν δυσλύτως παρωτίδων ἐστὶν ἰά‐ ματα. διὰ τοῦτο καὶ προσέθηκε τῷ φαρμάκῳ τούτῳ τὸ δύ‐ νασθαι καὶ χοιράδα καλῶς ἰᾶσθαι. παρέγκειται δ’ ἀτάκτως μετὰ τοῦτο τοιάδε τις λέξις, ἥ τε συνεχὴς καταιόνησις τοῦ
15θερμοῦ καὶ ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις, ὅπερ εἴτε καθ’ αὑτό τις ἀναγινώσκοι εἴτε καὶ τὴν τελευτὴν τῆς προ‐ τέρας ῥήσεως ἀρχὴν ταύτης τῆς λέξεως ποιοῖτο, κατ’ ἀμφό‐
τερα καλῶς εἴρηται. δῆλον δὲ ἔσται προταξάντων ἡμῶν τὴν674 in vol. 12

12

.

675

τελευτὴν τῆς πρὸ ταύτης ῥήσεως, ὥστε γενέσθαι τὸν ὅλον λόγον τοιοῦτον. θαυμαστῶς διαφορεῖ καὶ χοιράδας, πολλά‐ κις καὶ παρωτίδας, ἥ τε συνεχὴς καταιόνησις τοῦ θερμοῦ καὶ ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις. ψευδὲς γάρ ἐστι φανε‐
5ρῶς τὸ φάναι τὸ διαφορεῖσθαι θαυμαστῶς τὰς χοιράδας καὶ τὰς παρωτίδας ἐκ τῆς συνεχοῦς καταιονήσεως τοῦ θερμοῦ καὶ τῆς συνεχοῦς ἐπιθέσεως τῆς ὠμηλύσεως. εἰ δέ γε περὶ τῶν παρωτίδων μόνον λέγοιτο ὁ διορισμὸς, λείψει τῇ λέξει, διδάσκων ἡμᾶς ἐπὶ τίνων καὶ ὁποίων παρωτίδων καταιόνη‐
10σις ὕδατος θερμοῦ καὶ συνεχὴς ὠμηλύσεως ἐπίθεσις ἁρ‐ μόττει. οὐ γὰρ ἐπὶ πάσης γε, ἀλλ’ ἢν ἐθέλωμεν ἐκπυῆσαι τάχιστα, καθάπερ ἐν τῷ πρόσθεν λόγῳ διῆλθον. τοῦτο μὲν οὖν ὡς ἔφην παράκειται μοχθηρῶς· ἐπὶ δὲ τὰ συνεχῆ μετα‐ βὰς ὁ Ἀρχιγένης αὖθις γράφει φάρμακα, μὴ προσθεὶς μὲν
15ὅτι τῶν σκληρυνομένων καὶ χρονιζουσῶν παρωτίδων ἐστὶν ἀλεξητήρια, γινωσκόντων δὲ ἡμῶν ἐκ τῆς ὕλης ἐκείνων ὑπάρ‐ χειν αὐτά. παραγράψω δ’ ὑμῖν ἤδη καὶ τὴν αὐτοῦ τοῦ
Ἀρχιγένους λέξιν ἔχουσαν οὕτω. ἰδίως δὲ θέρμους πικροὺς675 in vol. 12

12

.

676

ἀληλεσμένους ἑψήσας μετὰ μέλιτος, ὀλίγην ἄσβεστον πρόσμι‐ ξον καὶ κατάπλασσε. διαφορεῖ δὲ καὶ τοῦτο ἄκρως. πίσσης βρυτίας, μάννης, λιβάνου ἴσον, τερμινθίνης, φοινίκων συρια‐ κῶν μὴ παλαιῶν, λιπαρῶν τῆς σαρκὸς καθαρᾶς, ἑκάστου τὸ
5διπλοῦν, χαλβάνης ὡς ἥμισυ τῆς μάννης ἑνώσας εὖ χρῶ. ἐὰν δὲ ᾖ σκληρὰ, ῥητίνην πρόσμισγε. ἢ νίτρου καὶ σινωπίδος τὸ τρίτον μετὰ κυπρίνου γλοιῶδες ποιῶν ἔμπλασσε καὶ ἐπιτί‐ θει. ἢ ἄσβεστον μετὰ γλοιοῦ ὁμοίως. ἢ ἰσχάδα, χαλβάνην, νίτρον ἴσα, θείου τὸ τρίτον, τερμινθίνης, ὀποπάνακος ἀνὰ
10ἐλάχιστον ἑνώσας χρῶ. ἢ ἄσβεστον μετ’ ὄξους λείου καὶ ἐπιτίθει. εἰ δὲ μηδ’ ἐπὶ τούτοις διαφοροῖντο, συνεργητέον τῇ μεταβολῇ εἰς πῦον, καταπλάσσοντας πυκνῶς θερμῇ τῇ ὠμη‐ λύσει. εἶτα πάλιν διαφορητέον διά τε καταντλήσεως πολλῆς ἢ δάφνης ἢ δαφνίδος ἀφεψήματι καταντλοῦντας, ἢ θεῖον ἤ τι
15τοιοῦτον ἐμπάσσοντας εἰς τὸ ὕδωρ ἢ καὶ νίτρον ἢ περιστε‐
ρᾶς κόπρον αὐτῇ μιγνύντας. ἢ καὶ σικύαν προσκολλητέον676 in vol. 12

12

.

677

μετὰ ἀμύξεως. εἶτα ἐπὶ τὴν χειρουργίαν ἰτέον καὶ ὠμοτομη‐ τέον. κράτιστον γὰρ ἐπὶ τούτων τὸ τάχιστα εἰς τὰ ἐκτὸς τὸν ῥευματισμὸν ἐπισπᾶσθαι. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν. εἰσὶ δὲ καὶ ἔμπλαστροι πολλαὶ, διαφοροῦσαι πα‐
5ρωτίδας, αἱ μέν τινες τὰς ἤδη σκιῤῥουμένας καὶ κεχρονισμέ‐ νας, αἱ δὲ τὰς πεπαυμένας μὲν τῆς ὀδύνης, οὐδεμίαν δὲ ὑπόφασιν ἐχούσας πύου, καθάπερ γε καὶ τὰς ἤδη διαπυϊ‐ σκομένας ἐκθεραπεύουσαι. γεγραμμέναι δέ εἰσι μετὰ τῆς ἰδίας ἐπαγγελίας ἐν ταῖς ἐμπλάστροις ταῖς διαφορητικαῖς αἱ
10τοιαῦται· καθάπερ γε καὶ αἵδε τὰς ἁπλᾶς παρωτίδας ἐκθε‐ ραπεύουσαι χαλαστικαὶ καλούμεναι πᾶσίν εἰσι γνώριμοι. παραδείγματα αὐτῶν ἥ τε Μνασέου καὶ ἡ διὰ χυλῶν καὶ ἡ διὰ πτισάνης, καὶ τούτων ἔτι μαλακώτεραι αἱ κηρωτοει‐ δεῖς, αἵ τε διὰ τοῦ βουτύρου καὶ αἱ διὰ τοῦ οἰσύπου προσ‐
15λαμβάνουσαι ὀστρέων κεκαυμένων ἢ κηρύκων ἢ πορφυρῶν, οἵαπερ ἐστὶν αὕτη. στέατος χοιρείου παλαιοῦ ἀνάλου πάντων ἀνὰ γο γʹ. βουτύρου γο αʹ. κηροῦ γο βʹ 𐅶ʹʹ.
ὀστρέων κεκαυμένων λειοτάτων γο βʹ. τὰ τηκτὰ τήξας,677 in vol. 12

12

.

678

ἐπίπασσε τὰ ὄστρεα. καὶ ἑνώσας χρῶ θαῤῥῶν ὡς ἐνεργέ‐ στατα πρὸς παρωτίδας. [Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν.] Ἐκ μὲν τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων οἱ πολύποδες ἐν ταῖς ῥισὶ
5γεννῶνται· κατὰ δὲ τὸ τῶν ἑλκώσεων αἱ ὄζαιναι· κατὰ δὲ τὸ τῶν παρὰ φύσιν ἐκκρίσεων αἱ αἱμοῤῥαγίαι γινόμεναι ταῖς ὀξέως νοσοῦσι, κατὰ τὰς καλουμένας ἰδίως παρὰ τοῖς νεω‐ τέροις ἰατροῖς ὑπερεκκρίσεις, ἐν αἷς ἡ φύσις ἐπὶ κριτικὸν ὁρμήσασα βοήθημα τῆς συμμετρίας οὐκ ἐκράτησε. πρῶτον
10οὖν τῶν ὀζαινῶν ποιήσομαι τὸν λόγον, ἐξ ἐπιῤῥοῆς ὑγρῶν δριμέων καὶ σηπεδονωδῶν γινομένων, ὡς ἐάν γε μόνον ᾖ δριμέα, δυσίατα μὲν ἕλκη ποιεῖν πέφυκεν, οὐ μὴν ὄζοντα μοχθηρῶς. ἡ δὲ θεραπεία κοινὴ μὲν ἀμφοῖν τε τού‐ τοιν καὶ τοῦ πολύπου ξηρᾶναι τὸ πρῶτον, καὶ ῥῶσαι τὴν
15κεφαλήν. εὔδηλον γὰρ ὅτι διὰ περιουσίαν ὑγρῶν μοχθηρῶν ἐπιῤῥεῖ τι ταῖς ῥισὶν ἐξ αὐτῆς. ὅπως δὲ χρὴ ῥωννύναι τὴν
κεφαλὴν ὅλην, ὡς μηδὲν ἐξ αὐτῆς περίττωμα τοῖς κάτω μέ‐678 in vol. 12

12

.

679

ρεσιν ἐπιῤῥεῖν, εἴρηται πολλάκις. ὅταν οὖν δι’ ἐκείνων παρα‐ σκευάσῃς τὴν κεφαλὴν ἐῤῥωμένην, ἐπὶ τὴν τῆς ῥινὸς ἀφίξῃ θεραπείαν, ἐν ταῖς ὀζαίναις σκοπὸν ἔχων ξηρᾶναι τὸ πεπον‐ θὸς μόριον διὰ φαρμάκων μικτῆς δυνάμεως, ἀποκρουομένων
5τε καὶ διαφορούντων. ἀποκρούεται μὲν οὖν δηλονότι τά τε αὐστηρὰ καὶ στρυφνὰ κοινῇ προσηγορίᾳ κεχρημένα τῇ τῶν στυφόντων. διαφορεῖ δὲ τὰ θερμὰ καὶ ξηρὰ ταῖς δυνάμεσιν, ὧν ἡ ὕλη τοιάδε ἐστίν. [Ἀρχιγένους φάρμακα πρὸς ὀζαίνας.] Ὀζαίνης δ’ οὔ‐
10σης ἐν ταῖς ῥισὶ, καλαμίνθης χυλὸν ἐγχυμάτιζε. ἢ αὐτὴν ξηρὰν τὴν καλαμίνθην ἐμφύσα διὰ σίφωνος. ἢ ἐλλέβορον λευκὸν μετὰ σπέρματος καρδάμου χήμης ἐμφύσα καθ’ ἡμέ‐ ραν. μετὰ δὲ τοῦτο τὴν κεφαλὴν κατάντλει. διάχριε δ’ αὐ‐ τοὺς ἢ χαλκίτιδι ἢ χαλκάνθῳ ἢ ψορικῷ μετὰ μέλιτος ἢ μέλι
15ἐνστάξας τὴν εἰς ῥῖνα καὶ διασήσας πταρμικῷ τὰς ἐφελκίδας ἐκτίναξον, εἶτα τὸ προγεγραμμένον διὰ τοῦ καρδάμου καὶ τοῦ ἐλλεβόρου φάρμακον ἀνασπᾷν ποίει τῇ ῥινὶ ὡς πλεῖ‐
στον καὶ μετὰ τοῦτο διάχριε ἀμόργῃ μετὰ μέλιτος. ἢ σμύρ‐679 in vol. 12

12

.

680

νην καὶ κάρδαμον μετὰ μέλιτος. ἢ βατραχίου χυλὸν μετὰ στυπτηρίας ὑγρᾶς ἐγχυμάτιζε εἰς τὴν ῥῖνα, ὕπτιον κατακλί‐ νας, καὶ κέλευε ἀνασπᾷν, μέχρις οὗ εἰς τὸ στόμα διέλθῃ, καὶ τοῦτο ποίει μέχρις ἂν ἀποθεραπεύσῃς. ἐὰν δὲ ᾖ παλαιὰ καὶ
5ὄξος παλαιὸν πρόσμισγε ἢ θεῖον λεῖον, καὶ δριμὺ ὄξος εἰς στενόστομον ἀγγεῖον βαλὼν, προστίθει τῇ ἀναπνοῇ αὐ‐ τῶν ἐφ’ ἱκανὸν, εἶτα μίσυος κυπρίου καὶ νάρδου Ἰνδικῆς τὸ ἥμισυ μετὰ χίου οἴνου λεάνας, μέχρι μελιτῶδες γένηται, πτερῷ διάχριε τοὺς πόρους καὶ ἐρίῳ ἔμφρασσε.
10 [Πρὸς τὰ ἐν τοῖς μυκτῆρσιν ἕλκη.] Τὰ δὲ ἐν τοῖς μυκτῆρσιν ἕλκη, ῥοιῶν χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας μέ‐ χρι ἡμίσους διάχριε. ἢ ῥόαν γλυκεῖαν ὅλην ἐν οἴνῳ ἑψήσας λέανον καὶ ἔξωθεν κατάπλασον. ἢ λευκοίῳ μεθ’ ὕδατος διά‐ ψα. ἢ βάτου χυλὸν καὶ στυπτηρίαν, λεῖα διεὶς μεθ’ ὕδατος.
15ἐὰν δὲ ᾖ παλαιὸν, μετ’ ὄξους. ἢ ἴριδι καὶ σανδαράχῃ μετὰ
μέλιτος. ἢ στέατι μοσχείῳ καὶ ῥητίνῃ διάχριε.680 in vol. 12

12

.

681

[Περὶ τοῦ κατὰ τὰς ῥῖνας πολύποδος.] Ὄγκος ἐστὶ παρὰ φύσιν ἐν ταῖς ῥισὶ γεννώμενος, ἐοικὼς κατὰ τὴν τῆς οὐσίας ἰδιότητα τῇ τοῦ πολύποδος σαρκί. πρόδηλον οὖν ὅτι παχέων καὶ γλίσχρων χυμῶν ἔγγονόν ἐστι τὸ πάθημα καὶ
5διὰ τοῦτο μικτῆς ὕλης δεόμενον, ὡς τὸ μέν τι στύφειν αὐ‐ τῆς δύνασθαι, τὸ δὲ τέμνειν καὶ λεπτύνειν, τὸ δὲ διαφορεῖν καὶ παχύνειν. Ἀρχιγένους πρὸς πολύποδας. ἐπὶ δὲ πολύ‐ ποδος. καρδάμου λεπτοῦ χήμην ἤτοι 𐅻 𐅶ʹʹ. σὺν ἐλλε‐ βόρου λευκοῦ ὀβολοῖς δύο, λεῖα κέλευε τῇ ῥινὶ ἀνασπᾷν.
10ὅταν δὲ ἐκπέσῃ, μοτοῖς σὺν τῇ ἀνθηρᾷ διὰ μέλιτος χρῶ ἢ λυκίῳ ὁμοίως. Ἀσκληπιάδου πρὸς ὀζαίνας καὶ πολύποδας. ἐν μὲν τῷ πέμπτῳ τῶν ἐκτὸς οὕτως ἔγραψεν ὁ Ἀσκληπιά‐ δης. ξηρὸν πρὸς ὀζαίνας. στυπτηρίας σχιστῆς 𐅻 δʹ. σμύρ‐ νης 𐅻 δʹ. σανδαράχης 𐅻 δʹ. κηκίδος 𐅻 αʹ. χαλκάνθου κε‐
15καυμένης 𐅻 αʹ. λείοις χρῶ, πρότερον ἐκκλύζων τοὺς μυκτῆ‐ ρας οἴνῳ εὐώδει, καὶ τότε παραπτόμενος πυρῆνι μήλης. ἄλλο. ἐρείκης καρποῦ 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. νίτρου ἐρυ‐
θροῦ 𐅻 ηʹ. σιδίων 𐅻 ηʹ. μυρίκης καρποῦ 𐅻 αʹ. κροκομά‐681 in vol. 12

12

.

682

γματος 𐅻 βʹ. λείοις χρῶ. ἄλλο. σώρεως Αἰγυπτίου εὐ‐ θρύπτου 𐅻 βʹ. χαλκίτεως ὀπτῆς 𐅻 βʹ. μυρίκης καρποῦ 𐅻 αʹ. κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. λείοις χρῶ. ἄλλο. χαλκί‐ τεως ὀπτῆς 𐅻 βʹ. χαλκάνθου ὀπτῆς 𐅻 βʹ. μίσυος 𐅻 βʹ.
5ἀμώμου 𐅻 αʹ. σμύρνης 𐅻 δʹ. κρόκου 𐅻 αʹ. λείοις χρῶ. ἄλλη σύνθεσις ξανθίζουσα λεγομένη. στυπτηρίας σχιστῆς 𐅻 ηʹ. χαλκίτεως ὠμῆς 𐅻 στʹ. σανδαράχης 𐅻 γʹ. σιδίων ῥοιᾶς 𐅻 βʹ. χαλκάνθου κεκαυμένου 𐅻 βʹ. μίσυος 𐅻 βʹ. λείοις χρῶ. ἄλλο. χαλκάνθου κεκαυμένου 𐅻 δʹ. διφρυ‐
10γοῦς 𐅻 βʹ. ἀσβέστου 𐅻 βʹ. σανδαράχης 𐅻 βʹ. ξηροῖς πα‐ ράπτου. ἢ στρεπτῷ προβρέχων ὕδατι καὶ μολύνων τὸ φάρ‐ μακον. ἄλλο. μίσυος ὀπτοῦ 𐅻 βʹ. μάννης λιβάνου 𐅻 βʹ. χαλκίτεως ὀπτῆς 𐅻 βʹ. λεπίδος χαλκοῦ 𐅻 αʹ 𐅶ʹʹ. ἰοῦ 𐅻 αʹ. ξηροῖς παράπτου.
15 [Λάμπωνος πρὸς ὀζαίνας καὶ αἰγίλωπας καὶ πολύπο‐ δας καὶ ἄλλα πολλά.] Πρὸς ὀζαίνας καὶ αἰγίλωπας καὶ πολύποδας καὶ ὅσα βούλει χωρὶς τομῆς καὶ καύσεως ἀπαλ‐
λάττειν. ἀφίστησι δὲ καὶ ὀστᾶ διεφθορότα, ποιεῖ δὲ καὶ682 in vol. 12

12

.

683

πρὸς νομὰς καὶ σηπεδόνας ἐπιπασσομένη καὶ πρὸς τὰ ῥυ‐ παρὰ ἕλκη, ἐν μοτῷ μετὰ μέλιτος. χαλκοῦ ἐρυθροῦ ῥινή‐ ματα γο αʹ. ἁλῶν ἀμμωνιακῶν γο βʹ. ἀμμωνιακοῦ θυμιάμα‐ τος γο βʹ. στυπτηρίας στρογγύλης γο γʹ. ὄξους δριμυτάτου
5𐆂ο στʹ. τὰ ξηρὰ λειώσας καὶ ἐπιβαλὼν ὄξος, ἀναλάμβανε εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ κίνει ἐν ἡλίῳ κερκίδι ἐρυθροῦ χαλκοῦ, ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἕως ἂν ξηρανθῇ τὸ φάρμακον, εἶτα κατεράσας εἰς θυίαν καὶ τρίψας ἐπιμε‐ λῶς ἀνελοῦ εἰς ἄγγος κεραμεοῦν. ἐπὶ δὲ τῆς χρήσεως δίδου
10ὕδωρ ἀναῤῥοφῆσαι, εἶτα ἐν τῷ στόματι κατέχειν, τὸ δὲ φάρ‐ μακον ἐμφύσα διὰ συριγγίου. Σκριβωνίου Λάργου, ποιεῖ πρὸς πᾶσαν ἐξοχήν. μίσυος κεκαυμένης, χαλκίτεως κεκαυμένης, χαλκάνθης κεκαυμένης, σώρεως, λεπίδος χαλκοῦ ἀνὰ 𐅻 ηʹ. ξηρῷ παράπτου. δεῖ δὲ προαναπαύειν πρὸ μιᾶς ἡμέρας καὶ
15τῇ ἐπιούσῃ τὸ φάρμακον ἐπιτιθέναι μετὰ τὴν τροφήν. πρό‐ τερον δὲ δεῖ ὑποχρῖσαι τοὺς μυκτῆρας ἀσφάλτῳ ἢ πίσσῃ ὑγρᾷ ἢ σμύρνης στακτῇ.
[Φιλοξένου χειρουργοῦ πρὸς πολύποδας, ὀζαίνας, πᾶν683 in vol. 12

12

.

684

ὑπερσάρκωμα, αἱμοῤῥοΐδας καὶ ἐὰν βούλῃ ἐσχαρῶσαι.] Χαλκοῦ κεκαυμένου ἀρσενικοῦ πεφυρμένου, μίσυος ὀπτοῦ ἀνὰ 𐅻 βʹ. διφρυγοῦς 𐅻 γʹ. χαλκίτεως κεκαυμένης, χαλκάν‐ θης κεκαυμένης, λεπίδος χαλκοῦ ἀνὰ 𐅻 δʹ. λείοις χρῶ μετὰ
5δὲ τὴν τῶν φαρμάκων ἐπίθεσιν χρώμεθα πταρμικοῖς τὰς ἐφελκίδας βουλόμενοι σαλεύειν, αἳ ἐκπίπτουσι διὰ τριῶν ἢ τεσσάρων. καὶ μετὰ τὸ ἐκπεσεῖν ἀποθεραπεύονται στέατι χηνείῳ καὶ βουτύρῳ μετὰ κηρωτῆς ῥοδίνης. ἐν δὲ τῷ πρώτῳ τῶν ἐκτὸς φαρμάκων οὕτως ἔγραψεν ὁ Ἀσκληπιάδης.
10Ἀσκληπιάδου πρὸς ὀζαίνας, ᾧ ἐχρήσατο Μέγης. ἐρείκης καρποῦ 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. νίτρου ἐρυθροῦ 𐅻 δʹ. σιδίων ῥοιᾶς 𐅻 δʹ. κρόκου 𐅻 βʹ. κόστου 𐅻 βʹ. λείοις ἐμφύσα. ἄλλο. στυπτηρίας σχιστῆς 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. σανδαράχης 𐅻 βʹ. ῥοῦ ἐρυθροῦ 𐅻 βʹ. ἁλῶν ὀρυκτῶν 𐅻 βʹ. κρόκου
15𐅻 βʹ. κόστου 𐅻 βʹ. λείοις ἐμφύσα. πρὸ δὲ τῆς θεραπείας, ἐκκλύζειν τοὺς μυκτῆρας πειρώμεθα οἴνῳ εὐώδει καὶ μέλιτι καλῷ. πρὸς τὰ ἐν μυκτῆρσι πολύποδα, ᾧ ἐχρήσατο Ἀν‐
τίπατρος. χαλκοῦ κεκαυμένου 𐅻 δʹ. μίλτου σινωπίδος 𐅻 αʹ.684 in vol. 12

12

.

685

λείοις ἐμφύσα διὰ καλαμίδος, ἀλλὰ καὶ παράπτου πυρῆνι μήλης. ἄλλο Ἀντωνίου Μούσα. χαλκάνθου μέρος αʹ. σανδαράχης μέρος αʹ. λείοις ἐμφύσα. ἄλλο Χαριξένους μετὰ χειρουργίαν. κέρατος ἐλαφείου κεκαυμένου 𐅻 δʹ. λεπίδος
5ἐρυθρᾶς 𐅻 δʹ. ἀρσενικοῦ 𐅻 αʹ. λείοις ἐμφύσα. ἄλλο. βρυωνίας ῥίζης κεκαυμένης 𐅻 δʹ. χαλκάνθης 𐅻 δʹ. ἀφρονί‐ τρου 𐅻 δʹ. ἐλατηρίου 𐅻 δʹ. λείοις ἐμφύσα. [Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] Μολύβδου σκωρίας, οἴνου παλαιοῦ, ἐλαίου μυρσίνου, ἑκάστου τὸ ἴσον. τὴν σκω‐
10ρίαν τοῦ μολύβδου λειοτρίβει, ὥστε λειοτάτην γενέσθαι, καὶ ταύτῃ ἐπιβάλλων τὸν οἶνον λειοτρίβει. ἔπειτα τὸ μύρσινον καὶ πάντα ὁμοῦ μίξας καὶ ἀνακόψας βαλὼν εἰς ἄγγος κερα‐ μεοῦν τίθει ἐπ’ ἀνθράκων κινῶν συνεχῶς καὶ ὅταν γλοιῶδες γένηται τὸ φάρμακον, ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύ‐
15λαττε. ἄλλο. μολύβδου κεκαυμένου καὶ πεπλυμμένου 𐅻 ηʹ. οἴνου ῥοδίνου τὸ αὔταρκες, ἐλαίου μυρσίνου ὅσον ἐξαρκεῖ σκεύαζε καὶ χρῶ καθὼς ἄνω προείρηται. ἄλλο. λιθαργύ‐
ρου 𐅻 στʹ. ψιμμυθίου 𐅻 ηʹ. σιδίων 𐅻 δʹ. στυπτηρίας σχι‐685 in vol. 12

12

.

686

στῆς 𐅻 δʹ. οἴνου Ἀμιναίου ὅσον ἐξαρκεῖ, ἐλαίου μυρσίνου τὸ αὔταρκες. τὰ ξηρὰ κόψας καὶ σήσας καὶ εἰς θυίαν βα‐ λὼν λέαινε μετ’ οἴνου, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ μύρσινον καὶ ἀνακόψας καὶ ἀνελόμενος
5εἰς πυξίδα μολυβδίνην χρῶ καθὼς προείρηται. ἔστω δὲ τοῦ μὲν μυρσίνου κοτύλαι τέσσαρες, τοῦ δὲ οἴνου κύαθοι δʹ. Διογένους φάρμακον ἐπιτετευγμένον. στέατος χηνείου 𐅻 δʹ. οἰσύπου 𐅻 αʹ 𐅶ʹʹ. μυελοῦ ἐλαφείου 𐅻 βʹ. κηροῦ Τυῤῥηνι‐ κοῦ 𐅻 ηʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμμένου 𐅻 δʹ.
10στίμμεως κεκαυμένου καὶ πεπλυμμένου 𐅻 ηʹ. λαδά‐ νου 𐅻 βʹ. στέατος μοσχείου 𐅻 βʹ. τερμινθίνης 𐅻 δʹ. ψιμ‐ μυθίου 𐅻 βʹ. λιθαργύρου 𐅻 αʹ. ῥοδίνου τὸ αὔταρκες. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ, ἐν δὲ τῇ χρή‐ σει αἴρων ὅσον ἐξαρκεῖ καὶ ῥοδίνῳ διαλύων ὑπόχριε τοὺς
15μυκτῆρας. [Ἀπολλωνίου πρὸς τὰς ἐν μυκτῆρσι διαθέσεις ἐκ τοῦ πρώτου τῶν εὐπορίστων.] Πρὸς τὰς ἐν μυκτῆρσιν ἑλκώσεις καὶ σηπεδόνας καὶ ὀσμάς· ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ
ὀξείας χυλὸν ἑψήσας ἐν χαλκῷ ἀγγείῳ μέχρι λειφθῇ τὰ δύο686 in vol. 12

12

.

687

μέρη χρῶ, διαχρίων ἐσωτάτω. ποιεῖ δὲ καὶ ῥοιὰ γλυκεῖα μετ’ οἴνου ἑψηθεῖσα καὶ λειανθεῖσα καὶ ἔξωθεν καταπλασ‐ σομένη καὶ ἔσωθεν διαχριομένη. [Πρὸς σαρκώματα ἐν μυκτῆρσι καὶ πολύποδας.] Διφρυ‐
5γεῖ λείῳ προσάπτου καὶ μοτῷ διάστελλε τοὺς μυκτῆρας. ἄλλο. ἐλλέβορον τρίψας μῖξον ὀρίγανον ἴσην λείαν, καὶ ἐμφύσα εἰς τοὺς μυκτῆρας δὶς τῆς ἡμέρας. ἄλλο. ἐλλέβορον μέλανα καὶ σανδαράχην ἴσην τρίψας καὶ μίξας ἔλαιον, ἀνα‐ λαβὼν ἐρίῳ, πλήρωσον τὸν μυκτῆρα. ἄλλο χαλκοῦ ἄνθος καὶ
10ἰὸν καὶ ὀπὸν σιλφίου ἐξ ἴσου τρίψας ἐλαίῳ μίξον καὶ πά‐ χος ὑπαλείπτου ποιήσας ὑπάλειφε μέχρι πέντε ἡμερῶν, ἔπειτα λαβιδίῳ ἐξαίρει. ἄλλο. ἀρσενικὸν καὶ τιτάνην τρίψας, μήλῃ προσάπτου δαψιλεῖ χρώμενος τῷ φαρμάκῳ, ἐπειδὰν δὲ ἐξοι‐ δήσῃ καὶ ἐπαρθῇ, ἐλλεβόρῳ μέλανι ξηρῷ λείῳ συμμέτρως
15χρῶ. ἐν ἡμέραις γὰρ ἑπτὰ ταῖς πλείσταις κενὸς ὁ μυκτὴρ γίνεται, εἶτα προκάθαιρε διφρυγεῖ λείῳ μετὰ μέλιτος χρώ‐ μενος. ἄλλο. ἀρσενικὸν καὶ τίτανον καὶ ἐλλέβορον λευκὸν
λεάνας μήλῃ προσάπτου.687 in vol. 12

12

.

688

[Πρὸς τὰ ἐμπίπτοντα εἰς τοὺς μυκτῆρας.] Τὰ δὲ ἐμπίπτοντα εἰς τοὺς μυκτῆρας ἔξαιρε ὠτογλυφίδι ἢ λαβίδι ἢ πταρμικὸν πρόσφερε φάρμακον καὶ τὸ στόμα καταλάμβανε καὶ τὸν ἕτερον τῶν μυκτήρων προσπίεζε, ἐάν περ μὴ ἐν
5ἀμφοτέροις τοῖς μυκτῆρσι τὸ πάθος ὑπάρχῃ. ταῦτα μὲν καὶ τὰ τοῦ Ἀπολλωνίου οἷς αὐτὸς ἐχρήσατο. ὡς δ’ ἐγὼ κέχρη‐ μαι καὶ ἐπὶ τῶν ἐν ταῖς ῥισὶ πολυπύδων τε καὶ ὀζαινῶν εὗρον εὐδοκιμώτατα τὰ ὑπογεγραμμένα, πρῶτον μὲν τὸ διὰ τῶν ῥοιῶν. ἔστωσαν δὲ ἴσαι τόν τε ἀριθμὸν καὶ τὸ μέγε‐
10θος, ἐκ τῶν τριῶν διαφορῶν λαμβανόμεναι. αἱ μὲν γὰρ αὐτῶν εἰσιν αὐστηραὶ, τινὲς δὲ γλυκεῖαι, τινὲς δὲ ὀξεῖαι. κόπτειν οὖν αὐτὰς προσφάτους καὶ πεπείρους καὶ συνθλᾷν ὅλας ἀκριβῶς, ὡς ἐκθλιβῆναι δύνασθαι τὸν ἐξ αὐτῶν χυλὸν, ὃν χρὴ καταθέμενον ἐν ἀγγείῳ κασσιτερίνῳ φυλάττειν, ἐπ’
15ὀλίγον ἀφεψήσαντα εἴ ποτε φαίνοιτο τοῦ δέοντος ὑγρότερον, τὸ δὲ ὑπολειπόμενον αὐτῶν στερεὸν καὶ παχὺ κόπτειν αὖθις ἀκριβῶς, ὡς δύνασθαι μετὰ τὸ κοπῆναι λειωθῆναι πάλιν
εἰς θυίαν καὶ ἀναπλασθῆναι κολλυρίοις ὅμοια, συμμέτρως688 in vol. 12

12

.

689

ἔχοντα πρὸς τὴν ῥῖνα τοῦ θεραπευομένου. καθίεται γὰρ εἰς τὸν πόρον τῆς ῥινὸς, ἐν ᾧ ὁ πολύπους, ὥστε ἄνευ δήξεως καὶ συμπαθείας, ὁποῖον ἐργάζεται τὰ δριμέα τῶν φαρμάκων, ἐν χρόνῳ πλείονι καθαίρειν αὐτόν. ἐὰν δὲ ὑγρότερος καὶ
5μαλακώτερος ὁ πολύπους σοι φαίνηται, πλεῖον ἐμβάλλῃς τῶν αὐστηρῶν ῥοιῶν, εἰ δὲ σκληρότερος, τῶν ὀξειῶν. ἐπεὶ δὲ δύσ‐ φορόν ἐστιν ἀνέχεσθαι διὰ παντὸς τοῦ κολλυρίου, δια‐ παύειν προσήκει, χρώμενον ἐν αἷς οὐκ ἐντίθεται αὐτὸ τῷ τεθλιμμένῳ χυλῷ, καὶ μέντοι καὶ χαίνοντα μέγα τὸν πεπον‐
10θότα διαχρίειν κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ συντέτρηται ἡ ῥὶς πρὸς τὸν οὐρανίσκον, τῷ ὑγρῷ φαρμάκῳ ἐκθλιβέντι χρώ‐ μενον, ἢ πτεροῖς ἢ ἐρίῳ περιβεβλημένῳ μήλῃ ἢ πυ‐ ρῆνι. τῶν δὲ ξηρῶν φαρμάκων ἀδήκτως οἶδά ποτε τῷ δι‐ φρυγεῖ δαπανηθέντα χρόνῳ πλείονι πολύπουν. εὐδοκιμεῖ δὲ
15ἐπ’ αὐτῶν καὶ τὸ προειρημένον κολλύριον, τὸ ἐκ τῶν ῥοιῶν ἀναπλαττόμενον, ὅταν ξηρὸν γένηται καλῶς κοπτόμενόν τε
καὶ διαττώμενον καὶ λειούμενον, εἶτ’ ἐμφυσώμενον ἢ689 in vol. 12

12

.

690

καὶ διὰ πυρῆνος μήλης ἐντιθέμενον. ἅπαντα δὲ ταῦτα συνε‐ χῶς δεῖ ποιεῖν, ὡς μηδέποτε λείπειν τὸ φάρμακον τῷ πεπον‐ θότι μορίῳ, ῥᾳδίως γὰρ ὑπὸ τῆς ὑγρότητος ἐκκλύζεται. κα‐ θάπερ οὖν ἐπὶ τῶν ὀφθαλμιώντων, οὕτω κᾀπὶ τούτων, εἰ
5οἷόν τε, διὰ παντὸς ἐπιτιθέναι χρὴ τὸ φάρμακον, ἀποπλύνε‐ ται γὰρ ῥᾳδίως, ὡς ἔφην, ὑπὸ τῆς ἐπιῤῥεούσης ὑγρότητος. μὴ φέροντος δέ τινος εὐνούχου μηδενὸς τῶν φαρμάκων τὴν προσφορὰν, ἀλλ’ ὑπὸ πάντων ἐρεθιζομένου, ῥόδα ξηρὰ κό‐ ψας καὶ λειώσας ἀκριβῶς καὶ ἐπιθεὶς ἀδήκτως τε ἅμα καὶ
10θαυμαστῶς, ὅπως ἔγνων ὑπ’ αὐτῶν ὠφεληθέντα τὸν ἄν‐ θρωπον, ὥστε καὶ αὖθις ἐπὶ τῶν μαλακῶν καὶ ὑγρῶν ἢ δυσελκῶν σωμάτων ἐχρησάμην αὐτῷ. δυοῖν γὰρ θάτερον, ἢ οὐδὲν ἔβλαψεν ἢ πάντως γε ἐνήργησεν ἀλύπως. τὰ γὰρ πλεῖ‐ στα τῶν δραστικῶς καθαιρόντων τοὺς πολύποδας παροξυν‐
15τικά πως αὐτῶν ἐστιν, ὅταν μὴ τύχῃ τοῦ σκοποῦ. τὰ δὲ ἕλκη τὰ ἐν τοῖς πόροις τῆς ῥινὸς, ἀεὶ διὰ τῶν τροχίσκων ἐθεράπευσα τοῦ τε Ἀνδρωνείου καὶ τοῦ Πασίωνος καὶ τοῦ
Πολυείδου καὶ τοῦ Βιθυνοῦ καὶ τοῦ συντεθέντος ὑπ’ ἐμοῦ,690 in vol. 12

12

.

691

ποτὲ μὲν οἴνῳ γλυκεῖ λειῶν αὐτοὺς, ποτὲ δὲ αὐστηρῷ, καὶ ποτὲ μὲν συμμέτρῳ κατὰ τὴν ἡλικίαν, ποτὲ δὲ παλαιῷ, ποτὲ δὲ καὶ δι’ ὄξους ἢ οἰνώδους ἢ ἁπλῶς ὀξέος ἢ καὶ δριμέος πάνυ καὶ παλαιοῦ, κατὰ τὰς εἰρημένας ἐνδείξεις ἀπὸ τῶν
5κατὰ τὰ πάθη συμπτωμάτων τῆς χρήσεως τῶν φαρμάκων εὑρισκομένης ἐπὶ δὲ πλουσίου τινὸς, ἀξιοῦντος εὐῶδες εἶναι τὸ προσφερόμενον φάρμακον, ἐπὶ τὴν τῆς ὀζαίνης θεραπείαν ἐπενόησα χρήσασθαι τῷ καλουμένῳ ἡδυχρόῳ, δεύων αὐτὸ φαλερίνῳ παλαιῷ, καὶ θαυμαστῶς ὅπως ἐν τάχει τὸ πάθος
10ἐθεραπεύθη. λέλεκται δὲ ἡ τοῦ ἡδυχρόου σκευασία κατὰ τὴν τῆς θηριακῆς ἀντιδότου γραφήν. [Ἡρακλείδου πρὸς τὰς ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίας πρὸς Ἀντιοχίδα.] Εἴρηται μὲν ἱκανῶς καὶ περὶ τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ἀλλὰ νῦν ὅσα διὰ τῆς
15πεπειραμένης ὕλης ἐγνώσθη τοῖς πρὸ ἡμῶν εἰρήσεται. τοὺς θρόμβους κομισαμένη, κᾄπειτα περὶ μηλωτίδα περιθεῖσα ἔριον
κάθες εἰς λύκιον, διεὶς δ’ αὐτὸ ὕδατι διάχριε τὸν αἱμοῤῥοοῦντα691 in vol. 12

12

.

692

τόπον. ἢ μοτὸν μακρὸν δεύσασα τῷ λυκίῳ ἔνθες, εἶτα ἔξω‐ θεν περιλαβοῦσα τοῖς δακτύλοις τὸν ῥώθωνα προσπίεσον, ἕως ἂν στῇ τὸ αἷμα. ἢ χαλκῖτιν λεάνασα συμμέτρως καὶ συ‐ στρέψασα ἐλλύχνιον κάθες εἰς ψυχρὸν ὕδωρ, εἶτα κυλίσασα
5ἐν τῇ χαλκίτιδι ἢ πριαπίσκῳ ἐντίθει τοῖς μυξωτῆρσιν. ἢ τῷ σχιστῷ μοτῷ χρῶ, ὡς ἐσωτάτω προσερείδουσα. βέλτιον δὲ καὶ εἰς τὴν ὑπερῴαν τὸν δάκτυλον καθεῖναι, ὅπως μήποτε ὁ σχιστὸς ἔκχηται. ἢ λιβανωτὸν θραύσασα καὶ διαχέασα πο‐ λυγόνου χυλῷ. ἢ πράσου καρπὸν χυλίσασα τὸν σχιστόν. ἢ
10τὸ ἐλλύχνιον κάθιε. ἢ ἡδύοσμον λεάνας κάθιε. ἢ σπόγγον ξηρὸν ἔνθες. ἢ εἰς ἐζεσμένον ὄξος δριμὺ καταθεῖσα τὸ σπογ‐ γίον, ἐπιτίθει ἔξωθεν τοῦ αἱμοῤῥοοῦντος μυκτῆρος, πιέζου‐ σα μηλωτρίδι μέχρι τοῦ προωσθῆναι. βέλτιον δὲ τὴν ἀρχὴν ἀποδεδέσθαι λίνῳ διὰ βελόνης, ἵνα εὐεξέλκυστον ᾖ. ἐξαίρει
15δὲ, ὅταν καταπιστεύσῃς. ἐὰν δὲ ξηρὸν γένηται τὸ σπογγίον καὶ κεκολλημένον ἐντὸς, ὠτικῷ κλυστῆρι δίει ψυ‐
χρὸν ὕδωρ ἔχοντι καὶ ἐκκλύζουσα ἐνύγραινε καὶ οὕτω κο‐692 in vol. 12

12

.

693

μίζου. χρῶ δὲ καὶ ταῖς ἀναγραφησομέναις τραυματικαῖς καὶ ἰσχαίμοις. εὐθετεῖ δὲ καὶ τὸ μέτωπον ψύχειν σπογγίοις καὶ μετέωρα ποιεῖν τὰ ἀπὸ τῆς κεφαλῆς καὶ βραχίονας καὶ καρ‐ ποὺς καὶ μηροὺς καὶ βουβῶνας καὶ γόνατα ἐν τοῖς συνε‐
5σταλμένοις ἀποδεσμεύειν, καθάπερ ἐπὶ φλεβοτομιῶν, καὶ κε‐ λεύειν κινεῖν αὐτὰ, χεῖρας μὲν ἀνατρίβοντας, πόδας δὲ βαδί‐ ζοντας. πληρουμένων γὰρ αἵματος τῶν ἐνταῦθα φλεβῶν, τὰ περὶ τὰς ῥῖνας λιφαιμήσουσι, καὶ ποτίζειν τοῖς πρὸς τὰς ἀγωγὰς τοῦ αἵματος γραφησομένοις καὶ τὰ ὦτα ἐμφράτ‐
10τειν εὐτόνως ὀθονίοις καὶ κηρῷ, κᾀν τῷ στόματι διακατέ‐ χειν ὕδωρ ὄμβριον ψυχρόν. ἐὰν δὲ φαίνηται καταπεπόσθαι τι τοῦ αἵματος, καὶ τοῦθ’ ἱκανὸν ὂν τῷ πλήθει κενώματι κομίζου. θρομβούμενον γὰρ ἐν κοιλίᾳ καὶ ἐντέροις ἔμπρη‐ σιν κατασκευάζει.
15 [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, ἐν τῷ πέμπτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλης ἐπι‐
γράφει.] Τὰ τῆς πλατάνου σφαιρία συλλέγων ξήραινε ἐν693 in vol. 12

12

.

694

σκιᾷ καὶ ξηράνας, ἐν δίσκῳ τινὰ χιτῶνα τραχὺν ἐπίτριβε τὰ σφαιρία τῷ ὕφει τοῦ χιτῶνος· εἰ δὲ μή γε, ἐπί τινος τρι‐ χίνου παράτριβε, καὶ τὸ μὲν σπέρμα τῶν σφαιρίων ἀπόῤῥι‐ πτε, τὰ δὲ γνάφαλα συλλέγων, ἀποτίθεσο εἰς ἀγγεῖον ὀστρά‐
5κινον καινόν. ἐπὶ δὲ τῆς χρήσεως τὰ ἐριώδη τῆς πλατάνου ἐνθεὶς εἰς κάλαμον ἀφῃρημένα τὰ γόνατα ἔχοντα, ἀπογλυ‐ φὴν δ’ ἔχοντα καθ’ ὃ μέρος ἐπιτίθεται, τῷ μυκτῆρι ἐμφύσα, συντόμως περιγίνεται τῆς αἱμοῤῥαγίας. ἄλλο. χάλκανθον τρί‐ ψας ἐπιμελῶς ἀπόθου, ἐπὶ δὲ τῆς χρήσεως ξύσματι ὀθονίων
10καταβάπτων εἰς τὸ φάρμακον ἐντίθει. σπόγγον ὠμῇ πίσσῃ δεύσας κατάκαυσον καὶ ἐκ τούτου στρεπτὸν ἀναλαβὼν ἐντί‐ θει. ἄλλο. ὠοῦ κελύφου μέρος ἓν, κηκίδος ὀμφακίτιδος μέρος ἓν, λεῖα στρεπτῷ ὕδατι δεδευμένῳ ἢ ὄξει ἀναλαμβά‐ νων ἐντίθει, τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύ‐
15ψῳ ἢ πηλῷ κεραμικῷ, κρατεῖν δὲ τὰ ὦτα εὐτόνως παραί‐ νει. ἔνιοι δὲ σπόγγον Ἀφρικανὸν καθεψήσαντες ἐν ὄξει
δριμυτάτῳ, εἶτα ἐκπιέσαντες καὶ τούτῳ περιειλήσαντες διά‐694 in vol. 12

12

.

695

πυρον λίθον πυκνὸν ὑπεθυμίασαν, κελεύοντες τὸν ἀτμὸν ἀνασπᾷν. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα.] Πρὸς μὲν τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας ἰδίως οὐδὲν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐπὶ
5δὲ τῶν ἰσχαίμων τὰ πλεῖστα καὶ ταύτας ἵστησι, διὰ τοῦτο κᾀγὼ γράψω τὰ ὑπ’ αὐτοῦ γεγραμμένα τοιαῦτα φάρμακα. ἴσχαιμος ᾗ χρῶμαι. χαλκίτεως, μίσυος, μάννης, ἀνὰ 𐅻 δʹ. λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. χαλκίτεως 𐅻 ρʹ. χαλκάνθου 𐅻 νʹ. μίσυος ὀπτοῦ 𐅻 κεʹ. χαλκοῦ κεκαυμένου 𐅻 ιβʹ 𐅶ʹʹ. λείοις
10χρῶ. ἴσχαιμος ἡ μεγάλη. μίσυος κυπρίου 𐅻 ζʹ. χαλκάνθου 𐅻 ζʹ. φλοιοῦ πίτυος 𐅻 δʹ. λεπίδος χαλκοῦ 𐅻 δʹ. μάννης λι‐ βάνου 𐅻 δʹ. οἱ δὲ 𐅻 ιεʹ. χαλκοῦ κεκαυμένου 𐅻 ιεʹ. χαλκί‐ τεως 𐅻 ιεʹ. ἀσβέστου 𐅻 ηʹ. οἱ δὲ 𐅻 μʹ. γύψου πεφωγμένης 𐅻 δʹ. οἱ δὲ 𐅻 ηʹ. λείοις χρῶ. ἴσχαιμος Ἀφρόδα. χαλκί‐
15τεως 𐅻 στʹ. μάννης λιβάνου 𐅻 βʹ. ῥητίνης τερμινθίνης φρυ‐
κτῆς 𐅻 δʹ. οἱ δὲ γʹ. λείοις χρῶ.695 in vol. 12

12

.

696

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Δ.
1 Οὐκ ἄλλη μέν τίς ἐστι τῆς συνθέσεως αὐτῶν ἡ μέθοδος, ἄλλη δὲ τῆς χρήσεως. αὕτη γὰρ ἡ σύν‐ θεσις, ὡς πρὸς τὴν χρῆσιν ἀναφερομένη γίγνεται, σκοπὸν ἐχόντων τῶν συντιθέντων τὰ φάρμακα τὴν ἐκ τῆς χρήσεως
5αὐτῶν ὠφέλειαν. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις, οὕτω κᾀν τού‐ τοις ἔνιοι μὲν ἄνευ διορισμοῦ γεγράφασι τὰς χρήσεις τῶν
φαρμάκων, οἷον ὅτι πρὸς ὀδύνην ἐπιτήδειόν ἐστιν, οὐκ ἔτι696 in vol. 12

12

.

697

προσθέντες ἐπὶ τίνι διαθέσει τῆς ὀδύνης γινομένης. ἔνιοι δὲ καὶ τὰς διαθέσεις ἔγραψαν, οἱ μὲν ἐμπειρικώτερον, οἱ δὲ λογικώτερον· ἐμπειρικώτερον μὲν ὅσοι τοῖς φαινομένοις ἐναρ‐ γῶς κατὰ τοὺς ὀφθαλμοὺς σημείοις τὸν διορισμὸν ἐποιή‐
5σαντο, λογικώτερον δὲ ὅσοι τοῖς ἀμυδρῶς φαινομένοις ἢ μηδ’ ὅλως φαινομένοις. ἐναργῶς μὲν γὰρ φαίνεται ῥεῦμα πολὺ καὶ ὀλίγον, ἄδηκτόν τε καὶ δακνῶδες ἔρευθός τε πλέον ἢ ἔλαττον, ὥσπερ γε καὶ φλέβες ὀλίγου τε καὶ πολλοῦ πλή‐ ρεις αἵματος, ὅ τε τῆς φλεγμονῆς ὄγκος ἐλάττων ἢ μείζων,
10ὥσπερ καὶ αἱ ποικιλίαι τῶν παρὰ φύσιν χρωμάτων, αἵ τε διεξιοῦσαι λῆμαι πλείους ἢ ἐλάττους ἢ μικρότεραι ἢ μείζους. φαίνονται δ’ ἐναργῶς ἡμῖν καὶ αἱ γινόμεναι τραχύτητες ἐν τοῖς βλεφάροις τῶν ὀφθαλμῶν. τί δὲ δεῖ λέγειν, ὅτι καὶ τὰ ἕλκη καὶ αἱ φλύκταιναι κατά τε τοὺς τόπους καὶ τὰ με‐
15γέθη διαφορὰν οὐκ ὀλίγην ἔχουσι καὶ τὰ ἄλλα ὅσα τοι‐ αῦτα, καὶ καθ’ ἕτερόν γε τρόπον ἐκ τῶν φαινομένων ἐναρ‐
γῶς εἰσι καὶ αἱ ὀδύναι. διαφέρουσι γὰρ οὐδὲν, ἄν θ’ ἡμῖν697 in vol. 12

12

.

698

ἄν τε τοῖς κάμνουσι φαίνωνται. καὶ γὰρ ὅτι ἀλγοῦσι καὶ ὅπως ἀλγοῦσι δῆλον, ὅτι μετὰ θλίψεως ἢ τάσεως ἢ σφηνώ‐ σεως ἢ διαβρώσεως ἤ τινων σφυγμῶν ἀλγοῦσιν, ἡμῖν σαφῶς ἐνδείκνυται. οὐ φαίνονται δὲ οἱ τοιοῦτοι διορισμοὶ,
5καθάπερ ἔνιοι γράφουσι, πρὸς ῥεῦμα. τὸ δ’ ἀπὸ τῶν ἔνδον τοῦ κρανίου πρὸς ῥεῦμα τὸ ἀπὸ τῶν ἐκτὸς ἢ νὴ Δία τὸ ἀπὸ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν χορηγούμενον. ὅταν τε λέ‐ γωσί τινες ἔντασιν ἢ σφήνωσιν ἐν τῷ βάθει τῶν ὀφθαλμῶν εἶναι χυμῶν παχέων ἢ γλίσχρων ἢ πολλῶν, οὐδὲν τούτων
10σύμπτωμα βαρύνει τοὺς κάμνοντας, ὡς ὀδύνη σφοδρὰ καθ’ ὁτιοῦν μόριον, οὐ γὰρ δὴ κατ’ ὀφθαλμούς γε μόνους γινο‐ μένη, ὥστε καὶ ἀποθανεῖν εἵλοντό τινες, ἄμεινον εἶναι τοῦτο παθεῖν ἡγησάμενοι τοῦ δι’ ὅλης ἡμέρας ἀνέχεσθαι τῆς ὀδύ‐ νης. ἐμοὶ δὲ ἐν ἄλλοις τέ τισι καὶ τῷ δωδεκάτῳ τῆς θερα‐
15πευτικῆς μεθόδου γέγραπται σαφῶς καθόλου περί τε τῆς διαφορᾶς τῶν διαθέσεων ἐφ’ αἷς ὀδυνῶνται σφοδρῶς ἥ τε
αἰτία ἑκάστης αὐτῶν. γέγραπται δὲ κᾀν τῷ τρισκαιδεκάτῳ698 in vol. 12

12

.

699

τῆς θεραπευτικῆς μεθόδου πάντα ὅσα γε χρὴ περὶ τῶν ἐν ὀφθαλμοῖς διαθέσεων ἐπίστασθαι τὸν ἰατρὸν, εἰς τὰς ἰά‐ σεις αὐτῶν ἀναγκαῖα. λεχθήσεται δὲ καὶ νῦν ἐν κεφαλαίοις βραχέσιν ὅσον αὐτῶν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, του‐
5τέστιν ὅσα συνῆπται τῇ τῶν ὑλῶν διδασκαλίᾳ. καὶ γὰρ ὀποὶ καὶ χυμοὶ καὶ σπέρματα καὶ καρποὶ καὶ μόρια φυτῶν ἐμβάλλεται ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, ὥσπερ γε καὶ τῶν μεταλλικῶν ὀνομαζομένων οὐκ ὀλίγα, τὰ μὲν ἐσχάτως αὐ‐ στηρὰ καὶ στρυφνὰ καὶ δριμέα, τὰ δὲ μετριώτερα μὲν τού‐
10των, ὅμως δ’ οὖν ἰσχυρὰ, καθάπερ γε καὶ ἀδηκτότατά τινα ταῖς πλύσεσι γεγονότα. [Περὶ ἀδήκτων φαρμάκων.] Πομφόλυξ οὖν πεπλυμμέ‐ νος οὐδενὸς ἀπολείπεται τῶν ἀδηκτοτάτων φαρμάκων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα πρός τε τὰ λεπτὰ καὶ δριμέα ῥεύ‐
15ματα προκεκενωμένης δηλονότι τῆς κεφαλῆς ἅμα τῷ παντὶ σώματι· τὸ μὲν οὖν ὅλον σῶμα πρόδηλον ὅτι διὰ φλεβο‐
τομίας τε καὶ καθάρσεως ἐκκενοῦμεν, ἀποφλεγματισμοῖς δὲ699 in vol. 12

12

.

700

τὴν κεφαλήν. δύναται γὰρ ὁ πεπλυμμένος πομφόλυξ, ὥσπερ καὶ τὸ σπόδιον καὶ τὸ ἄμυλον ἅμα μὲν καὶ ξηραίνειν με‐ τρίως ὑγρότητας, ἅμα δὲ καὶ κωλῦσαι κενοῦσθαι διὰ τῶν χιτώνων τὴν ἐν τοῖς τελείοις ἀγγείοις αὐτῶν περιεχομένην
5ὑγρότητα περιττὴν, ὡς ὅταν γε πρὶν κεκενῶσθαι τὴν κεφα‐ λὴν, ἐπιῤῥεόντων ἔτι τοῖς ὀφθαλμοῖς ὑγρῶν, ἐμφρακτικοῖς χρήσαιτό τις φαρμάκοις, ὀδύνην τε σφοδρὰν ἐργάσεται δια‐ τεινομένων τῶν χιτώνων καὶ ὑπὸ τοῦ πλήθους τῶν περιῤ‐ ῥεόντων ὑγρῶν καί ποτε ῥῆξιν ἢ διάβρωσιν αὐτῶν ἐμποιεῖ.
10ἐκ τοῦ αὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις φαρμάκοις ὑπόλεπτον ὑγρὸν τὸ ἐν τοῖς ὠοῖς, ἔχον ἐκ περιττοῦ τὸ ἀπο‐ πλύνειν τὰς ὑγρότητας, ἐπαλείφειν τε τὰ τραχυνθέντα. τὸ δὲ ἐμφράττεσθαι τοῖς κατὰ λεπτὸν πόροις ὁμοίως ἐκείνοις οὐκ ἔχει, καθάπερ οὐδὲ τὸ ξηραίνειν. ὁ μέντοι τῆς τήλεως
15χυλὸς ὅσον μὲν ἐπὶ τῇ γλισχρότητι παραπλήσιός ἐστι τῇ λευκῇ τῶν ὠῶν ὑγρότητι, διαφορητικῆς δέ ἐστι δυνάμεως, ὥσπερ δὴ καὶ μετρίως θερμαντικῆς, καὶ διὰ τοῦτο πολλὰς τῶν ὀδυνῶν εἴωθε πραΰνειν.
[Περὶ τῶν δριμέων.] Ἐναντιωτάτη δὲ τῇ τούτων ὕλῃ700 in vol. 12

12

.

701

κατὰ γένος ἐστὶν ἡ τῶν δριμέων ὀπῶν, οἷον τοῦ τε Κυ‐ ρηναίου καὶ Μηδικοῦ καὶ σαγαπηνοῦ καὶ εὐφορβίου καὶ ἁπλῶς εἰπεῖν ἡ τῶν θερμαινόντων σφοδρῶς ἄνευ τοῦ τρα‐ χύνειν οὐ μόνον ἐν ὀποῖς, ἀλλὰ καὶ ἐν χυλοῖς καὶ ἐν σπέρ‐
5μασι καὶ ἄνθεσι καὶ καρποῖς φυτῶν περιεχομένη. [Περὶ τῶν ῥυπτικῶν.] Τρίτη δὲ ἐπὶ ταῖς εἰρη‐ μέναις ἐστὶν ἰσχυρὰ δύναμις ἡ τῶν ῥυπτικῶν φαρμάκων, ὁποία χαλκοῦ τε λεπίς ἐστι καὶ ἡ κεκαυμένη χαλκῖτις, ὅ τε κεκαυμένος χαλκὸς, ὥσπερ δὴ καὶ τὸ ἄνθος αὐτοῦ καὶ τὸ
10μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι. [Περὶ τῶν σηπτικῶν.] Καὶ παρακείμενον ἄλλο γένος τούτοις ἐστὶ τὸ τῶν σηπτικῶν, ὁποῖόν ἐστιν ἀρσενικόν τε καὶ σανδαράχη τό τε τῆς Ἀσίας πέτρας ἄνθος ἐπ’ ὀλίγον δὲ τῆς τοιαύτης δυνάμεως καὶ τῷ μίσει μέτεστιν.
15 [Περὶ τῶν στυφόντων.] Ἄλλο δὲ γένος ἐστὶ φαρμά‐ κων εἰς τὰς ὀφθαλμικὰς δυνάμεις ἐμβαλλομένων ὅσα στύφειν πέφυκε. τὰ μὲν οὖν μετρίως τοιαῦτα τὰς ἐπιῤῥοὰς ἀπο‐
κρούεται, τὰ δὲ σφοδρὰ πλέον ὀδυνᾷ, τραχύνοντα τοὺς χι‐701 in vol. 12

12

.

702

τῶνας ἢ τὴν τῶν ἐπιῤῥεόντων ὁρμὴν ἀναστέλλει. μίγνυται δέ ποτε χρησίμως αὐτῶν ὀλίγον ταῖς καλουμέναις ὀξυδερκέσι δυνάμεσι συνάγοντα καὶ σφίγγοντα τὴν οὐσίαν τῶν ὀφθαλμῶν. τὰ δὲ μετρίως στύφοντα χρησιμώτατα μέν ἐστι
5ταῖς καλουμέναις ὀφθαλμίαις, χρήσιμα δὲ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις διαθέσεσιν ἑλκῶν τε καὶ φλυκταινῶν καὶ ῥευμάτων. ἔστι δὲ τοιαῦτα ῥόδων φύλλα καὶ ἄνθη καὶ χυ‐ λὸς ἐρείκης τε καρπὸς, ὅ τε τῆς νάρδου στάχυς, ἔτι τε τὸ τοῦ μαλαβάθρου φύλλον, ὅ τε κρόκος καὶ τὸ λύκιον, ἥ θ’
10ὑποκυστὶς ὀνομαζομένη. σφοδροτέρας δὲ τούτων στύψεως ἥ τε ἀκακία μετέχει καὶ τὸ ὀμφάκινον τοῦ γένους τῶν χυ‐ λῶν ὄντα καὶ αὐτὰ καὶ τὸ βαλαύστιόν τε καὶ οἱ κύτινοι καὶ αἱ κηκίδες αἱ ὀμφακίτιδες τοῦ γένους εἰσὶ τῶν ἱκανῶς στυφόντων.
15 [Περὶ πεπτικῶν.] Πεπτικὰ δὲ φλεγμονῶν τε καὶ τῶν ἄλλων διαθέσεών ἐστι φάρμακα, σμύρνα καὶ κρόκος καὶ κα‐
στόριον καὶ λιβανωτὸς, ὅ τε τῆς τήλεως ἑψηθείσης χυλὸς,702 in vol. 12

12

.

703

ἅπερ καὶ διαφορεῖν πέφυκε, καὶ μάλιστα ἡ σμύρνα. τοιαύτη μέν ἐστιν ἡ τῶν ὀφθαλμικῶν ὕλη, καὶ ὅσοι γε φύσει συνε‐ τοὶ τυγχάνουσιν ὄντες, ἐγυμνάσαντό τε τὸν λογισμὸν, οὐδὲν ἔτι δέονται τῆς παρ’ ἐμοῦ διδασκαλίας, αὐτοὶ δυνάμενοι
5πρὸς ἕκαστον πάθημα τῶν ἐν ὀφθαλμοῖς γινομένων ἐπιτή‐ δειον συντιθέναι φάρμακον. ἐπειδὴ δὲ ὀλίγοι μέν εἰσι τοι‐ οῦτοι, στοχάζεσθαι δὲ χρὴ καὶ τῆς τῶν πολλῶν ὠφελείας, ἄμεινον ἔνδοξέ μοι τὸν περὶ συνθέσεως αὐτῶν λόγον ὁλο‐ κλήρως διελθεῖν, ἐπαναλαβόντι πρότερον ἕνεκα συνόψεως ὧν
10ἐμνημόνευσα φαρμάκων ἑκάστου, τὴν κοινὴν κατὰ γένος δύ‐ ναμιν, εἰρημένην μὲν καθόλου κατὰ τὸ πέμπτον ὑπόμνημα τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας καὶ διὰ τῶν ἐφεξῆς δὲ κατὰ μέρος ἐν ἓξ βιβλίοις ἄχρι τοῦ τελευταίου. χρήσομαι δὲ ταῖς προσηγορίαις τῶν ἐν τοῖς φαρμάκοις δυνάμεων, ἃς
15ἐθέμην ἐν τῇ προειρημένῃ πραγματείᾳ ἕνεκα σαφηνείας, τινὰ μὲν εἶναι λέγων γεώδη ταῖς οὐσίαις, ἄνευ ψύξεως ἐπιφανοῦς
ἢ θερμασίας ἐν τῷ μέσῳ πως τούτων καθεστηκότα, καὶ τού‐703 in vol. 12

12

.

704

των αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεως ἢ θερμασίας μετέ‐ χοντα, τινὰ δὲ ὅλως οὐδεμίαν ἐμφαίνοντα τοιαύτην δύνα‐ μιν. ὅλον δ’ οὖν τὸ γένος αὐτῶν ἐμπλαστικῶν φαρμάκων ὠνόμασα, δύναμιν ἐναντίαν ἐχόντων τοῖς ἐκφρακτικοῖς, ὁποῖος
5ὅ τε Σάμιος ἀστήρ ἐστι, λεπτομερέστερος ὢν τῆς ἁπλῆς οὕτως ὀνομαζομένης Σαμίας γῆς, ὅ τε πεπλυμμένος πομφό‐ λυξ, ὥσπερ γε καὶ ἡ σποδὸς αὐτοῦ πλυνθεῖσα καὶ ἡ καδμεία κεκαυμένη καὶ πεπλυμμένη. δοκεῖ δέ μοι αὐτῇ μὲν ἔτι βραχύ τι ῥυπτικὸν ἐνυπάρχειν, ἐάν τε μετὰ τὴν καῦσιν, ἐάν τε χω‐
10ρὶς ταύτης πλυνθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ σποδίῳ βραχύ τι στυπτικὸν, ὥσπερ γε καὶ τῷ μολύβδῳ μετὰ τὸ καυθῆναι καὶ πλυνθῆναι. καὶ γὰρ καὶ τοῦτο τὸ φάρμακον ἀδηκτότα‐ τον μέν ἐστιν, ἔχει δὲ βραχύ τι στύψεως. εἴτε δὲ ἀρσενικῶς καλεῖν ἐθέλοι τις εἴτε θηλυκῶς τὴν πομφόλυγα, διήνεγκεν
15οὐδέν· ὥσπερ γε καὶ τὸ ἄμυλον, ὃ καὶ αὐτὸ πλυνθὲν ἀκρι‐ βῶς ἐστιν ἀδηκτότατόν τε καὶ μέσον, ὡς μήτε στύψιν ἔχειν μήτε δριμύτητα, τουτέστι μήτε ψύξεως μήτε θερμότητος
μετέχειν. καὶ τὸ ψιμύθιον δὲ πλυνθὲν ἔγγιστα τῇ δυνάμει704 in vol. 12

12

.

705

τοῦ κεκαυμένου καὶ πεπλυμμένου μολύβδου γίνεται, σαφές τε διὰ τῆς στύψεως ἐνδεικνύμενον γνώρισμα τελέως ἄποιον, ὡς πρὸς τὴν γεῦσίν τε καὶ ὄσφρησιν φαινόμενον τῆς τε ἀμύ‐ λου καὶ Σαμίου ἀστέρος. ἅπαν δ’ οὖν τὸ τῶν τοιούτων γέ‐
5νος φαρμάκων, ἐάν τε βραχεῖαν ἐμφαίνῃ ποιότητα κατὰ γεῦ‐ σιν ἢ ὀσμὴν, ἐάν τε μηδ’ ὅλως ἐμφαίνῃ, παραπλησίως τοῖς καθαρωτάτοις ὕδασιν ἄποιον καλεῖται, καὶ μόνον τῷ γεώ‐ δει τῆς οὐσίας ξηραίνειν πέφυκε μετρίως. διὸ καὶ χρόνῳ πλέονι τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν αἰσθητὴν ἐργάζεται, κατὰ
10τὰς πρώτας ἡμέρας οὐδὲν ὀνινάναι δοκοῦντα. προσφερόμενα δ’ ὅμως ὑπὸ τῶν ἰατρῶν ὡς ἀδηκτότατα, κατὰ τὰς δυσιά‐ τους διαθέσεις, ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον ἢ καὶ μετὰ δια‐ βρώσεως τοῦ τε κερατοειδοῦς χιτῶνος καὶ προπτώσεως τοῦ ῥαγοειδοῦς, ἐκρεόντων ἰχώρων δακνωδεστάτων. ἐπὶ τούτων
15γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν δύναται, τῶν μὲν στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ
τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν705 in vol. 12

12

.

706

δὲ δριμέων συναυξανόντων τὴν διάθεσιν, ἐάν τε ἐν τοῖς ὀφθαλμοῖς ᾖ μόνοις εἰς καχεξίαν τοιαύτην ἀφιγμένων τῶν μορίων ὡς διαφθείρειν τὸ ἐπιῤῥέον, ἐάν τε καὶ αὐτὸ τὸ ἐπιῤῥέον μοχθηρὸν ᾖ, ἢ διὰ τὴν κεφαλὴν μόνην ἢ καὶ ὅλον
5τὸ σῶμα τοιοῦτον ὑπάρχον, ὅθεν καὶ προπαρασκευάζομεν εἰς τὴν ἴασιν ἐπιτήδειον τὸ πεπονθὸς μόριον, ὅλου τε τοῦ σώματος ταῖς καθάρσεσι καὶ ταῖς ἀντισπάσεσι, πρώταις μὲν ταῖς κάτω τοῦ σώματος, ἔπειτα δὲ καὶ ταῖς ἐπὶ τὸ ἰνίον τε καὶ τὸ δέρμα τῆς κεφαλῆς. χρώμεθα δὲ καὶ ἀρτη‐
10ριοτομίαις ἐνίοτε τέμνοντες τὰς ὀπίσω τῆς κεφαλῆς περὶ τὰ ὦτα τεταμένας ἀρτηρίας, ἐκκόπτοντές τε μόριον τῶν ἐν τοῖς κροτάφοις, ὡς μόνον ἡμᾶς ἔτι θεραπεύειν τὴν ἐν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν γεγενημένην διάθεσιν, ἐφ’ ἧς καὶ τὸ διὰ τῶν φλεβῶν ἐπ’ αὐτοὺς παραγινόμενον αἷμα χρηστὸν
15διαφθείρεται. πρὸς ταύτας οὖν τὰς διαθέσεις ἁρμόττειν μό‐ νας φαίνεται τὸ τῶν προειρημένων φαρμάκων γένος, ἀδή‐ κτως ξηραῖνον τὴν ἐν τῷ πεπονθότι μορίῳ κακοχυμίαν, ἥτις,
ὡς ἐλέχθη, διαφθείρει τὸ ἐπιῤῥέον. ἡ μὲν γὰρ τῶν στυπτι‐706 in vol. 12

12

.

707

κῶν δύναμις οὔτε ξηραίνει τὴν τοιαύτην διάθεσιν, ἐπέχει τε τῶν δακνωδῶν ἰχώρων τὰς ἐκροάς. ἡ δὲ τῶν θερμῶν καὶ δριμέων οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ συναυξάνει τὴν ποιότητα τῶν δακνωδῶν χυμῶν, ἡ δὲ τῶν χαλαστικῶν τε
5καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται τὸ γεννώμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀναστρέφειν ἢ ἐπου‐ λοῦν οὔτε τὸ προπεπτωκὸς προστέλλειν τε καὶ κατακλείειν. ὥσπερ οὐδ’ ἡ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰς διαθέσεις ἀγαθὸν οὐ σμικρὸν ἔχει. κρόκος δέ ἐστιν, ὡς ἔφην,
10καὶ σμύρνα καὶ λιβανωτὸς ἐκ τῶν τοιούτων φαρμάκων. τί δεῖ λέγειν ἔτι περὶ τῶν ὀξείας ἢ πικρὰς ἐχόντων δυνάμεις φαρμάκων, ὡς δακνώδη τε καὶ παροξυντικὰ τῶν τοιούτων ἐστὶ διαθέσεων, ἐπὶ πλέον δ’ αὐτῶν ἥκει κακίας τὰ νιτρώδη δύναμιν ἢ ἁλμυρὰν ἢ αὐστηρὰν ἔχοντα. ὑπόλοιπον οὖν ἐστι
15γένος ἐκθεραπεύειν δυνάμενον ἕλκη μετὰ ῥεύματος δριμέος, ὅσα διῆλθον ἀρτίως ἀδήκτων φαρμάκων, ἐν πλέονι χρόνῳ
τὴν κακοχυμίαν τοῦ πεπονθότος μορίου ἐκδαπανῶντα. κα‐707 in vol. 12

12

.

708

λεῖται δὲ παρὰ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια λιβιανὰ καὶ κύκνοι, διὰ μὲν τὴν χρόαν λευκὴν οὖσαν, ὡς οἱ κύκνοι, κρα‐ τοῦντος ἐν αὐτοῖς ἀμύλου τε καὶ γῆς Σαμίας καὶ ψιμυ‐ θίου τοῦ Ῥοδιακοῦ. καὶ γὰρ καὶ ἄλλως ἄριστον τοῦτο καὶ
5τῇ χρόᾳ λευκότερόν τε καὶ κουφότερον καὶ λεπτομερέστερον τῶν ἐν τῷ ἑτέρῳ τινὶ χωρίῳ γινομένων. ἐν οἷς δὲ ἐπικρατεῖ τὰ ἄλλα φάρμακα, τὴν χρόαν ἐργάζεται κατὰ τὴν ἑαυτῶν οὐσίαν, ὥσπερ εἴ τις τῷ λευκῷ χρώματι μίξειεν ὀλίγον κυα‐ νοῦν. ταῦτα δὲ τὰ κολλύρια διὰ τοῦτο ἀποτρίβουσί τινες
10ταῖς ἀκόναις ἐπιστάζοντες ἐκ τῶν τιτθῶν εὔχυμον γάλα, διότι βούλονται φυλάττεσθαι τὸ τῶν ὠῶν ἐμπλαστι‐ κόν. ἐν δὲ τῷ γάλακτι περιεχομένου τινὸς ὀῤῥώδους ῥυπτι‐ κοῦ, σύμμετρος ἡ χρῆσις αὐτοῦ γίνεται τῇ προκειμένῃ θερα‐ πείᾳ. δέδεικται γὰρ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου
15ῥυπτικῶν ἀδήκτων δεόμενα τὰ πληρωθησόμενα τῶν ἑλκῶν εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆς τήλεως ἀφεψή‐ ματος ἄμεινον ἀποτρίβειν τὰ κολλύρια, ῥυπτικὸν ἐχούσης τι
καὶ ταύτης, ὃ μηδ’ ὅλως μέτεστι τοῖς ὠοῖς.708 in vol. 12

12

.

709

[Περὶ τραχωμάτων.] Οὐσῶν δὲ δυσιάτων τῶν εἰρημένων διαθέσεων, ὑπερβάλλουσι χαλεπότητι προσγε‐ νόμεναι τῶν βλεφάρων αἱ τραχύτητες, ὑφ’ ὧν καὶ κατὰ τὰς ὀφθαλμίας οἱ χιτῶνες τῶν ὀφθαλμῶν ὀδυνῶνται κοπτόμενοι.
5ἀλλ’ ἐπ’ ἐκείνων μὲν τολμῶμεν τοῖς ἰδίοις τῆς φλεγμονῆς φαρμάκοις μιγνύναι τι βραχὺ τῶν ῥυπτικῶν, ὁποῖόν ἐστι τὸ δι’ οἴνου τραχωματικὸν κολλύριον, ὡς καταστεῖλαι μὲν πρῶ‐ τον ὅσα τοῖς βλεφάροις ἐπετράφη, ἀφλεγμαντοτέρων δὲ γε‐ νομένων τῶν κατὰ τῶν ὀφθαλμῶν ἀποῤῥύψαι τὰς τραχύ‐
10τητας. ἐπὶ δὲ τῶν ἕλκους ἐχόντων μετὰ ῥεύματος δακνώ‐ δους οὐχ οἷόν τε τοιούτῳ χρήσασθαι φαρμάκῳ, διαβρωθή‐ σεται γὰρ ἐπὶ πλέον ὁ κερατοειδὴς ἥ τε τοῦ ῥαγοειδοῦς πρό‐ πτωσις ἔσται μείζων, ὀδύνη τε σφοδρὰ καταλήψεται τὸν ἄν‐ θρωπον, ἐπιταθήσεται δὲ καὶ τὸ κακόηθες ῥεῦμα. καταστάν‐
15τες οὖν εἰς ἀπορίαν τῆς τοιαύτης ἐπιπλοκῆς τῶν παθῶν οἱ ἰατροὶ μόνην ἐξευρήκασι βοήθειαν, ὡς ἐν ἀπόροις ἐκστρέφον‐ τες τὰ βλέφαρα διαῤῥύπτειν αὐτὰ καὶ ἀποσμᾷν ἄνευ φαρ‐
μάκων, ἔνιοι μὲν αὐτῷ τῷ κυαθίσκῳ τῆς σμίλης ἐπιπολῆς709 in vol. 12

12

.

710

ἀποξύοντες, εἶτα σπόγγῳ μαλακῷ τὸ ἀποῤῥέον ἐκλαμβάνον‐ τες, προστέλλοντές τε τὰ βλέφαρα τὸ λοιπὸν τῆς τραχύτη‐ τος. ἔνιοι δὲ καὶ δέρματα θαλαττίων ζώων τινῶν ἐπιπολῆς τραχέα συμμέτρως εἰς τὴν τοιαύτην χρείαν παραλαμβάνου‐
5σιν. εἷς δέ τις τῶν ἐμῶν διδασκάλων καὶ κολλύριον ἐποίησε διὰ κισσήρεως καὶ τὰς τραχύτητας ἀπέῤῥυπτεν, ἐκστρέφων τὰ βλέφαρα. πρόδηλον δ’ ὅτι λελειῶσθαι τὴν κίσσηριν ἀκρι‐ βῶς χρὴ, κᾀπειδὰν τοῦτο γένηται διὰ τραγακάνθης ἢ κόμ‐ μεως ἀναπλάττεσθαι. παυομένου δ’ ἐν τῷ χρόνῳ διὰ
10τῶν εἰρημένων κολλυρίων τοῦ ῥεύματος, ἐπιτολμῶμεν ἤδη τὰ ῥυπτικὰ τῶν φαρμάκων προσφέρειν τοῖς βλεφάροις ὀλίγον τι μιγνύντες αὐτῶν τὸ κατ’ ἀρχὰς, εἶτ’ ἐὰν τοῦτο φέρειν ὁ ἄνθρωπος φαίνηται κατὰ βραχὺ παροξύνοντες. ἐπειδὰν δὲ καὶ τὸ ῥεῦμα ξηρανθῇ καὶ τὰ βλέφαρα μετρίως ἔχῃ τὴν
15πλήρωσιν τῶν κοίλων ἑλκῶν, τῷ διὰ λιβάνου κολλυρίῳ ποι‐ ούμεθα, μιγνύντες αὐτῷ κατ’ ἀρχὰς μὲν ὀλίγιστον τοῦ δι’
οἴνου, κατὰ βραχὺ δὲ τὴν μίξιν αὐξάνοντες, ὥστε τὰ βλέ‐710 in vol. 12

12

.

711

φαρα μηκέτι ἐνοχλεῖν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν, ἀκριβῶς τε τὰ ἕλκη καθαρὰ γενόμενα πληροῦσθαί τε καὶ συνουλοῦ‐ σθαι. περὶ μὲν οὖν τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν δ’ ἤδη καιρὸς ἐπὶ τὰ λοιπὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς
5παθῶν τε καὶ φαρμάκων. [Περὶ ὀφθαλμίας.] Ἄρξομαι δὲ ἀπὸ τοῦ συνεχεστάτου γινομένου πάθους ἐν τοῖς ὀφθαλμοῖς, ὃ καλοῦ‐ σιν ἰδίως ὀφθαλμίαν. ἔστι δ’, ὡς ἐμάθετε, φλεγμονὴ τοῦ πε‐ ριοστίου τε καὶ περικρανίου καλουμένου χιτῶνος ἢ ὑμένος
10ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. καλοῦσι δὲ τὸν αὐτὸν τοῦ‐ τον ἐπιπεφυκότα, διότι τοῖς ἄλλοις ὅσοι τὸν ὀφθαλμὸν αὐ‐ τὸν συνιστῶσι χιτῶσιν ἐπιπέφυκεν ἔξωθεν, σύνδεσμος ὢν καὶ αὐτὸς ὅλῳ τῷ ὀφθαλμῷ, πρὸς τὰ περικείμενα τῶν ὀστῶν, καὶ διὰ τοῦτο συνεπαίρεται τὰ πέριξ τῶν ὀφθαλμῶν ἄχρι
15τῶν μήλων ἐνίοτε κατὰ τὰς σφοδροτέρας ὀφθαλμίας. εὔδη‐ λον οὖν ὅτι τὰ θεραπεύοντα φάρμακα τὸ τοιοῦτο πάθος
ὑποπεπτωκέναι μὲν χρὴ πάντως τῇ κοινῇ τῶν πάντων. θε‐711 in vol. 12

12

.

712

ραπείᾳ φλεγμαινόντων, προσειληφέναι δέ τι καὶ τῆς τοῦ μορίου φύσεως, εὐπάθειαν ἐξαίρετον ὑπὲρ πᾶν τὸ καθόλου τοῦ σώματος δέρμα διά τε τὴν εὐαισθησίαν καὶ τὴν ἀραι‐ ότητα τῆς οὐσίας προσειληφότος. ἀποκρουστικὰ δὲ παραλη‐
5πτέον φάρμακα τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν ἔχοντα τὴν στύψιν, ἀλλὰ μετριώτερα μὲν αὐτὰ κατὰ τὴν οἰκείαν οὐσίαν, ἐπιμιξίᾳ δὲ παρηγορικῆς ὑγρότητος ἔτι καὶ μᾶλλον τοιαῦτα γινόμενα. παρηγορικὰς δὲ ὑγρότητας ἔφην ὠοῦ τε τὸ λευκὸν καὶ τὸ τῆς τήλεως ἀφέψημα καὶ πρὸς
10τούτοις ἔτι τὸ γάλα. προνοεῖσθαι δὲ ὅταν αὐτὸ χρὴ τοῦ νέας ἅμα καὶ εὐχύμου γυναικὸς εἶναι τοῦτο, τῶν τιτθῶν ἐκθλιβομένων ἐπὶ τὴν ἀκόνην, ἐφ’ ἧς ἀποτρίβεται τὸ κολ‐ λύριον, ὅπως ἔτι χλιαρὸν ἐγχέηται τοῖς ὀφθαλμοῖς. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν σφοδρῶς ὀδυνωμένων ἢ διὰ μέγεθος
15φλεγμονῆς ἢ διὰ δριμύτητα τῶν ἐπιῤῥεόντων ὑγρῶν ἀναγκα‐ ζόμεθα πράττειν, ὡς τὸ πολὺ δ’ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν ἐπιτηδείων φαρμάκων, ἐκθεραπεύειν τὰς ὀφθαλ‐
μίας διὰ τῶν καλουμένων μονοημέρων κολλυρίων. οὕτω γὰρ712 in vol. 12

12

.

713

οὐκ ὀλιγάκις ταῦτα μεγάλας φλεγμονὰς ἐπράϋνεν οὕτως, ὡς εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆς ὑστεραίας τῷ καλουμένῳ ναρδίνῳ κολλυρίῳ, πρὸς ἀπο‐ κατάστασίν τε καὶ τόνωσιν ὑπαλείψασθαι. παραμιγνύναι
5δ’ αὐτῷ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν δριμέων καὶ σταλτικῶν ὀνομαζομένων, κατὰ δὲ τὴν δευτέ‐ ραν βραχύ τι τοῦδε πλεῖον. ἀρκοῦσι γὰρ αἱ δύο προσφοραὶ τοῦ φαρμάκου καί τις περίπατος οὐ πολὺς πρὸ τοῦ βαλα‐ νείου. τὰ δ’ οὖν μονοήμερα καλούμενα κολλύρια ἔνια μὲν
10ἰδίως ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια δὲ ἤτοι παντάπασιν ὀλίγην ἢ οὐδ’ ὅλως ἔχοντα προσ‐ είληφε τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμέ‐ νον χαλκὸν ὀλίγον, ἅμα πολλοῖς τοῖς ἄλλοις ὅσα στύφει με‐ τρίως καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐστι κρόκος καὶ
15σμύρνα καὶ λύκιον Ἰνδικὸν, καὶ καστόριον δὲ καὶ λιβανωτὸς ἄνευ τοῦ στύφειν πέττει τε ἅμα καὶ διαφορεῖ. ἐφ’ ὧν μὲν
οὖν ἐπικρατεῖ τὰ στύφοντα πλεῖστον μὲν εἶναι χρὴ τὸ ὑγρὸν713 in vol. 12

12

.

714

τοῦ αὐτοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιστα ἐὰν ἔχῃ τι τῶν μεταλλικῶν τὸ φάρμακον. ἐφ’ ὧν δ’ ἂν ὅ τε κρόκος καὶ ἡ σμύρνα καὶ τὸ καστόριον, ὅ τε λιβανωτὸς καὶ τὸ λύκιον ἐπικρατῇ βραχὺ παχυτέρῳ χρηστέον ἐστὶ τῷ φαρ‐
5μάκῳ. πυρίᾳ τε χρηστέον πάντως ἐπ’ αὐτοῖς διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφο‐ δρότερον ὀδυνώμενοι τυγχάνοιεν, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι, μάλιστα ἐν ταῖς μεγάλαις ἡμέραις ταῖς θεριναῖς. ἡ πυρία δὲ δι’ ἀφεψήματος γινέσθω
10μελιλώτου καὶ τήλεως. περὶ μὲν οὖν ὀφθαλμίας αὐτάρκως εἴρηται, περὶ δὲ τῶν ἑλκῶν ἐφεξῆς ἐρῶ. [Περὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν.] Δεῖ‐ ται μὲν καὶ ταῦτα τῆς αὐτῆς κατὰ γένος θεραπείας τοῖς ἄλλοις ἕλκεσιν, ἣν ἐπιπλεῖστον διῆλθον ἐν τῷ τρίτῳ καὶ τε‐
15τάρτῳ τῆς θεραπευτικῆς μεθόδου, διὰ δὲ τὴν τοῦ μορίου φύσιν ἀδηκτότατα προσοιστέον, ἐν οἷς ἔφην εἶναι τὸ διὰ πομφόλυγος πεπλυμμένης. μίγνυνται δ’ αὐτοῖς καὶ χυλοί τινες
οὐ μόνον ἄδηκτοι παντάπασιν, ἀλλὰ καὶ τὰς σφοδροτάτας714 in vol. 12

12

.

715

ὀδύνας πραΰνειν δυνάμενοι, καθάπερ ὁ τοῦ μανδραγόρου χυλός. ἔνιοι δὲ καὶ πολυγόνου χυλὸν ἔμιξαν, ὥσπερ ἕτεροι, καὶ αὐτῶν τῶν ὠῶν τὸ λευκόν. εὔδηλον δ’ ὅτι πλησίον ἀνα‐ πλάσεως ὄντι τῷ φαρμάκῳ τὰ τοιαῦτα μίγνυται διὰ τὸ τα‐
5χέως ὀξύνεσθαι. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν ῥό‐ δων μίγνυται χυλός. ἡ δὲ ἰδίως ὕλη τῶν ἐν ὀφθαλμοῖς ἑλ‐ κῶν εὔδηλον ὅτι καὶ αὕτη σκοπὸν ἔχει καθαρὸν φυλάττειν τὸ ἕλκος, ὡς τῆς φύσεως τῶν μορίων πληρούσης τε καὶ πρὸς οὐλὴν ἀγούσης αὐτὸ, καθάπερ ἐπὶ τῶν ἄλλων ἑλκῶν προ‐
10είρηται. φλεγμονῆς μὲν οὖν ἔτι κατὰ τὸν ὀφθαλμὸν οὔσης ἢ καί τινος ὀδύνης, τὰ διὰ λιβανωτοῦ τε κολλύρια καὶ τῶν πεπλυμμένων μεταλλικῶν καὶ τῶν ἀδήκτων χυλῶν προσφέ‐ ρεται. ῥυπαρῶν δὲ ἐν τῇ χρήσει ταύτῃ τῶν ἑλκῶν γενομέ‐ νων, μίγνυσθαί τι χρὴ τῶν ῥυπτόντων, ὁποῖόν ἐστι τὸ Πακ‐
15κιανὸν δι’ οἴνου κροκῶδες, ᾧ χρώμεθα παραμιγνύντες ἐλά‐ χιστον αὐτοῦ τοῖς προειρημένοις φαρμάκοις. ἔχει δὲ τοῦτο
πλεῖστον μὲν τὸν κρόκον, ἀφ’ οὗ καὶ κροκῶδες ὀνομάζεται,715 in vol. 12

12

.

716

μέμικται δ’ αὐτῷ καὶ τῶν ῥυπτόντων μεταλλικῶν ἔνια· διὸ καὶ τραχωμάτων ἐστὶ καθαιρετικὸν οὐ μόνον τῶν μικρῶν, ἀλλὰ καὶ τῶν μεγάλων, ἃ προσαγορεύουσι συκώσεις· λεπτύ‐ νει δὲ καὶ τὰ πτερύγια. περὶ μὲν οὖν τῶν τοιούτων φαρ‐
5μάκων μικρὸν ὕστερον εἰρήσεται· τῶν δ’ ἑλκῶν ὅσα δι’ ἀνά‐ βρωσιν γίνεται τοῦ κερατοειδοῦς, ὡς προκύπτειν τι καὶ τοῦ ῥαγοειδοῦς, ὅτι δὴ καὶ ταῦτα δι’ ἑαυτό τε καὶ τὸ προπε‐ σὸν ἀποκρουστικῶν τε καὶ στυπτικῶν δεῖται φαρμάκων εὔ‐ δηλόν ἐστι. πειρᾶσθαι δὲ ἐπ’ αὐτῶν δεῖ ἐκλέγεσθαι τὰ μη‐
10δεμίαν ἐργαζόμενα τραχύτητα. τῶν δ’ ἐναντίων τούτοις φαρ‐ μάκων, ὅπερ ἐστὶ τῶν διαφορητικῶν, αἱ φλύκταιναι χρῄζου‐ σι καὶ τὸ γεννώμενόν ποτε πῦον ἔνδον τοῦ κερατοειδοῦς. τὰ μὲν οὖν πρόσφατα καὶ ἔτι φλεγμαίνοντα τοῖς διὰ σμύρνης καὶ λιβανωτοῦ καὶ κρόκου καθίσταται φαρμάκοις.
15τὰ χρονιώτερα δὲ καὶ τῶν διαφορητικῶν τι προσλαμβάνουσι, καθάπερ γε καὶ αἱ σκιῤῥούμεναι φλεγμοναὶ τῶν χιτώνων. ἐπὶ τούτων γὰρ καὶ διὰ τῶν δριμέων ὀπῶν εὐδοκιμεῖ φάρ‐ μακα τάδε· εἰς κολλυρίων εἴδη ἀναπλαττόμενα αἱ καλούμεναι
πρὸς τῶν ἰατρῶν ἰδίως ἔγχρισται δυνάμεις ὑγραὶ, ὁποίας καὶ716 in vol. 12

12

.

717

τοῖς ἀρχομένοις ὑποχεῖσθαι σκευάζουσιν. ἐπὶ δὲ τῶν πτερυ‐ γίων τε καὶ τῶν συκώσεων, ὡς ἔφην, τὰ ῥυπτικὰ φάρμακα προσφέρεται, τὰ μὲν εἰς κολλυρίων ἰδέαν ἀναπλαττόμενα, τὰ δὲ καὶ ξηρὰ χωρὶς ἀναπλάσεως, ἐφ’ ὧν ἔμιξάν τινες ὀλί‐
5γον τι τῶν σηπτικῶν φαρμάκων. ἐγγὺς δὲ τούτων ἐστὶ τὰ τὰς ψωρώδεις διαθέσεις ἐν τοῖς βλεφάροις ἰώμενα, καὶ διὰ τοῦτο προσαγορευόμενα ψωρικά. πάντων δ’ αὐτῶν ἐστιν ἰσχυρότατα τά τε τοὺς παλαιοὺς τύλους ἐκτήκοντα καὶ τὰ καλούμενα πτερύγια θεραπεύοντα, διὰ τῶν ῥυπτικῶν τε καὶ
10σηπτικῶν φαρμάκων συγκείμενα. [Περὶ τῆς τῶν ὀφθαλμικῶν φαρμάκων δυ‐ νάμεως.] Καί μοι σχεδὸν ἤδη τῆς ἁπάντων τῶν ἐν ὀφθαλ‐ μοῖς παθῶν τε καὶ κατὰ γένος φαρμάκων ἐξηγήσεως γενο‐ μένης, εἰρημένων δὲ καὶ τῶν κατὰ γένος ἀδήκτων φαρμάκων,
15ὁποῖα τὰ διὰ τῶν πεπλυμμένων μεταλλικῶν ἔφην συντίθε‐ σθαι, βέλτιον εἶναι δοκεῖ καὶ τῶν ἄλλων ὀφθαλμικῶν φαρ‐ μάκων ἐξηγήσασθαι τὰς δυνάμεις. ἐκ τούτου γὰρ ἡγοῦμαι
συνθετικωτέρους γενέσθαι καὶ τῶν ἤδη συγκειμένων κριτι‐717 in vol. 12

12

.

718

κωτέρους, τοὺς ἐν αὐτοῖς γεγυμνασμένους. ἀδηκτοτάτων οὖν ὄντων ὧν εἶπον ἔμπροσθεν φαρμάκων, ἀδήκτων δὲ καὶ τῶν τριῶν ὑγρῶν, ὧν τὸ μὲν ἀφέψημα τῆς τήλεως ἦν, τὸ δὲ γάλα, τὸ δὲ τὸ ἐν τοῖς ὠοῖς ὑγρὸν τὸ λεπτὸν, ἐν τῷ γένει
5τούτων ἡγητέον εἶναι τό τε κόμμι καὶ τὴν τραγάκανθαν, καὶ εἰ μὴ τὰ προειρημένα τρία πρόχειρον εἶχε τὴν κτῆσίν τε καὶ χρῆσιν, ἀποβρέχοντες ἂν ἐν ὕδατι πολλῷ βραχὺ κόμμεως ἢ τραγακάνθης εἰς τὴν αὐτὴν χρείαν ἄγομεν τοῖς τρισὶν, ὡς ἀποτρίβειν τε δι’ αὐτῶν ἐπὶ τῆς ἰατρικῆς ἀκόνης τὰ κολλύ‐
10ρια καὶ μόνοις ἐγχεομένοις, ἐκκλύζειν τοὺς ἐν τοῖς πάσχου‐ σιν ὀφθαλμοῖς γενομένους ἰχῶρας. ἀλλὰ καὶ νῦν αὐτοῖς χρώ‐ μεθα κατὰ πάντα σχεδὸν τὰ κολλύρια. πλὴν γὰρ ὀλιγίστων ἀναλαμβάνεται πάντα μετὰ τὸ λειωθῆναι διαβεβρεγμένα συμ‐ μέτρως τοῖς φαρμάκοις τούτοις. ἓν μὲν δὴ τοῦτο γένος ἡμῖν
15ἀριθμείσθω φαρμάκων ὀφθαλμικῶν, ἔν τε τοῖς τρισὶν ὑγροῖς καὶ τῇ τραγακάνθῃ καὶ τῷ κόμμει καὶ τοῖς πεπλυμένοις μεταλλικοῖς. ἑτέρα δ’ ἐπ’ αὐτοῖς τὰ βραχεῖαν ἔχοντα δῆξιν
ἐκ τοῦ μεμίχθαι τινὰ αὐτοῖς τῶν ἐπ’ ὀλίγον στυφόντων ἢ718 in vol. 12

12

.

719

ῥυπτόντων, ὁποῖα φάρμακά ἐστι ῥόδα τε καὶ λιβανωτὸς, ὀλίγην μὲν ἐχόντων τῶν ῥόδων τὴν στύψιν, ὀλίγον δὲ καὶ τὸ ῥυπτικὸν τοῦ λιβανωτοῦ. θερμὸς δὲ συμμέτρως κατὰ τὴν δύναμιν ὁ λιβανωτὸς ὑπάρχων ἔχει τι διὰ τοῦτο πεπτικόν
5τε καὶ ἀνώδυνον. ἐκ τοῦ αὐτοῦ δὲ γένους αὐτῷ κατά γε τὸ πέττειν τε καὶ διαφορεῖν μετρίως ἡγητέον εἶναι τόν τε κρό‐ κον καὶ τὴν σμύρναν, ἀλλήλων διαφέροντα τῷ τὸν μὲν στύ‐ φειν μετρίως, τὴν δὲ ἄνευ στύψεως, οὐκ ἀγεννῶς διαφορεῖν τε καὶ ξηραίνειν ὑγρότητας. γενναιότερα δὴ ταῦτα ταῖς δυ‐
10νάμεσίν ἐστι τοῦ λιβανωτοῦ καὶ διὰ τοῦτο καὶ διαφορητι‐ κώτερα. τὸ ῥυπτικὸν δ’ οὐκ ἔχοντα πρὸς τὴν τῶν ἑλκῶν θεραπείαν ἀπολείπονται τοῦ λιβανωτοῦ. τοῦ γένους τούτου τῶν φαρμάκων, λέγω δὲ τοῦ πεπτικοῦ τε καὶ διαφο‐ ρητικοῦ, καὶ τὸ λύκιόν ἐστι καὶ τὸ καστόριον. εὔδηλον δ’ ὅτι
15λύκιον λέγω τὸ Ἰνδικὸν, οὐ τουτὶ τὸ καὶ τοῖς παρ’ ἡμῖν ἔθνεσι γινόμενον. ἐγγὺς δὲ τούτων ἥκει τῇ δυνάμει καὶ ἡ καλουμένη σαρκοκόλλα, πεπτικόν τε καὶ διαφορητικὸν οὖσα
φάρμακον· ἔτι δὲ μᾶλλον αὐτῆς ἡ χαλβάνη τὰς εἰρημένας719 in vol. 12

12

.

720

ἔχει δυνάμεις. ἀφέψημα δὲ μελιλώτου τῷ πεπτικῷ προσεί‐ ληφέ τι καὶ στυπτικὸν, ὁμογενές πως ὑπάρχον τῷ κρόκῳ. ἐμβάλλεται δ’ εἰς τὰς ὀφθαλμικὰς δυνάμεις καὶ ὁ καλούμε‐ νος αἱματίτης λίθος ξηραντικὴν ὑγρῶν ἔχων δύναμιν, ὥσπερ
5καὶ ἡ καδμεία. πρᾳότερον δὲ αὐτῆς ἐστι φάρμακον ὁ λίθος, ὡς ἂν ἐξ ὑγρᾶς οὐσίας οὐ γεώδους ὥσπερ ἡ καδμεία τὴν γένεσιν ἐσχηκώς. δηλοῖ γὰρ αὐτοῦ τὴν φύσιν οὖσαν τοιαύ‐ την ἡ ἐπὶ τῆς ἰατρικῆς ἀκόνης λύσις εἰς χυλὸν ἀναλυομένου κατὰ τὴν μεθ’ ὑγροῦ τινος τρίψιν. καὶ κατὰ μόνας δὲ χωρὶς
10ὑγρότητος ἀποτριβόμενος οὐκ εἰς γεώδη θραύματα διαλύε‐ ται τῇ καδμείᾳ παραπλησίως, ἀλλ’ εἰς ὁμοιομερές τε καὶ συνεχὲς αὐτῷ σῶμα. παραπλησίως αὐτῷ καὶ ὁ σχιστὸς κα‐ λούμενος λίθος ὑπάρχων ἰσχυρότερός ἐστι τῇ δυνάμει. τὸ δὲ στίμμι καλούμενον ἄπλυτον μὲν ἰσχυρὰν ἐπιδείκνυται τὴν
15στυπτικὴν δύναμιν, ἐκλύεται δὲ πλυνθὲν, ὡς ἐγγὺς ἥκειν ἀδήκτου. ἰσχυροτέρας δὲ δυνάμεως ῥυπτικῆς ὅ τε κε‐
καυμένος χαλκός ἐστι καὶ ἡ λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος.720 in vol. 12

12

.

721

οὐχ ἧττον δὲ δραστήριον, ἀλλ’ ἧττον ἄδηκτον ἡ κεκαυμένη χαλκῖτίς ἐστιν. εἰ δὲ καὶ πλυθείη τὰ τοιαῦτα, ῥυπτικὰ μὲν ἔτι διαμένει, τοσούτῳ δὲ ἀσθενέστερα ταῖς ἐνεργείαις, ὅσον καὶ ἀδηκτότερα γίνεται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ
5μίσυ καὶ ὁ ἰὸς, ἰσχυρότατα φάρμακα τοῖς πρὸς συκώσεις καὶ τύλους ἁρμόττουσι μιγνύμενα. τινὲς δὲ αὐτοῖς ἐπέβαλον καὶ κηκίδας, σφοδρῶς στῦφον φάρμακον, ὥσπερ ἔνιοι τὸ πάντων τούτων σφοδρότατον εἰς στύψιν ἅμα δριμύτητι, καλούμενον δὲ χάλκανθον οὐδετέρως ἢ, ὡς ἔνιοι, χάλκανθος ἀρσενικῶς
10ἢ θηλυκῶς. εὔδηλον δ’ ὅτι μετριώτερον πολὺ γίνεται καυ‐ θέν τε καὶ πλυνθέν. ἐκ τῆς τοιαύτης ὕλης καὶ ἡ τοῦ στο‐ μώματός ἐστι λεπίς. ὁ δὲ τοῦ λιβανωτοῦ φλοιὸς στύφει μὲν καὶ αὐτὸς οὐκ ἀγεννῶς, ἀπολείπεται δὲ τῶν εἰρημένων ἁπάν‐ των πάμπολυ. καὶ μέντοι καὶ τὸ μίσυ καλούμενον εἴς τε τὰς
15αὐτὰς διαθέσεις καὶ προσέτι τὰ ψωρώδη βλέφαρα τοῖς κολ‐ λυρίοις ἔμιξάν τινες. ἐπεὶ δὲ καὶ μάννης ἐμνημόνευσάν τινες
καὶ δοκεῖ τισιν οὐδὲν διαφέρειν λιβανωτοῦ λελειωμένου, γνω‐721 in vol. 12

12

.

722

στέον ὅτι καλοῦσιν ἰδίως μάνναν τὸ ὑπόσεισμα τοῦ ὑποτε‐ θρυμμένου κατὰ τὰ μεγάλα φορτία λιβάνου. συμφέρεται γὰρ αὐτῷ θραύσματά τινα μικρὰ λιβανωτοῦ φλοιοῦ, ὥστε διαφέρειν τοῦ λιβανωτοῦ τὸ τοιοῦτον φάρμακον τῷ προσει‐
5ληφέναι βραχύ τι τῆς στύψεως. ὅσα μὲν οὖν τῶν στυφόν‐ των ἱκανῶς γεώδη ταῖς συστάσεσίν ἐστι, τραχώματά τε καὶ συκώσεις καὶ τύλους ἐκτήκει. τὰ δὲ ἐν τῷ γένει τῶν χυλῶν ὄντα, καθάπερ ὀμφάκιόν τε καὶ ὑποκυστὶς, ἐκπλύνεται ῥᾳ‐ δίως ἐν ταῖς ὑπαλείψεσιν ἐκρέοντα μετὰ τοῦ δακρύου. τού‐
10του δὲ τοῦ γένους ἐστὶ καὶ γλαύκιον καὶ ἀκακία. ῥυπτικὰ δὲ ἀδήκτως ἐστὶν ἐλάφου κέρας καυθὲν, ὥσπερ γε καὶ ὁ τῶν αἰγῶν. εἴρηται δὲ ὅτι καὶ ὁ λιβανωτὸς ἐκ τῶν τοιούτων ἐστὶν, ἀλλ’ οὗτος, ὥσπερ ἐῤῥέθη, βραχυτάτης μετείληφε τῆς ῥυπτικῆς δυνάμεως, ἀνώδυνος τε καὶ πεπτικὸς ὑπάρχων. τὰ
15δὲ τῶν εἰρημένων ζώων κέρατα ῥυπτικὰ μέν ἐστιν, οὔτε δὲ ἀνώδυνον οὔτε πεπτικὸν ἔχει τι, ψυχρὰ καὶ ξηρὰ ταῖς
κράσεσιν ὄντα. ῥυπτικὸν δέ τι καὶ τὸ καλούμενον Ἀρμένιον722 in vol. 12

12

.

723

ἔχει, καθάπερ καὶ τὸ καλούμενον Ἰνδικὸν μέλαν, καὶ διὰ τοῦτο τοῖς ἀφλεγμάντοις ἕλκεσιν ἀλύπως ὁμιλεῖ. μικτῆς δέ πώς ἐστι δυνάμεως ἡ ἀλόη, καθάπερ τὸ ῥόδον. ἔχει μὲν γάρ τι καὶ πικρὸν τὸ ῥύπτειν πεφυκὸς, ἔχει δέ τι καὶ στυπτι‐
5κὸν, ὡς συνάγειν τε καὶ συνουλοῦν τὰ ἕλκη. [Τίνα πρὸς τὰς ψωρώδεις διαθέσεις ἁρμόττει.] Τῶν δὲ πρὸς τὰς ψωρώδεις ἐν βλεφάροις διαθέσεις ἁρμοττόντων φαρμάκων ἅλες εἰσὶν ἀμμωνιακοὶ καὶ λίθος Ἄσιος, αὐτός τε καὶ τὸ ἄνθος αὐτοῦ, καὶ τὸ καλούμενον ψωρικὸν, οὐχ
10ἁπλοῦν οὐδ’ αὐτοφυὲς ὂν, ἀλλ’ ἔχον τινὰ σκευασίαν, ἣν καὶ Διοσκουρίδης ἔγραψε καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες, ὅσοι περὶ ὕλης ἐποιήσαντο πραγματείας. ἐπιμίγνυται δὲ τούτοις καὶ τὸ κεκαυμένον μίσυ καὶ ἡ σανδαράχη καὶ τὸ καλούμε‐ νον ἀῤῥενικὸν μὲν ὑπὸ τῶν παλαιῶν Ἑλλήνων, ἀρσενικὸν
15δὲ ὑπὸ τῶν νῦν. ἐκ δὲ τῶν ἀρωματικῶν φαρμάκων κασσία τε καὶ τὸ τοῦ μαλαβάθρου φύλλον, ἄμωμόν τε καὶ κιννά‐
μωμον ἔμιξάν τινες ὀφθαλμικαῖς δυνάμεσι, διαφορητικῆς723 in vol. 12

12

.

724

μὲν ὑπάρχον δυνάμεως τὸ κιννάμωμον, τὰ δὲ ἄλλα καὶ στύ‐ ψεως μετέχοντα. κοινῇ δὲ περὶ πάντων ἐγνωκέναι χρὴ τῶν ῥυπτικῶν φαρμάκων, ὅσα τε μέτρια καὶ ὅσα συκώσεις καὶ τύλους ἐκτήκει, ταῦτα πάντα καὶ πρὸς οὐλὰς παχείας ἁρ‐
5μόττειν. λεπτύνει γὰρ αὐτῶν τὸ πάχος καὶ ἀποῤῥύπτει τῆς ἐπιπολῆς οὐσίας. [Τίνα τοῖς ἐσκιῤῥωμένοις βοηθεῖ.] Αἱ δὲ πρὸς ἐσκιῤ‐ ῥωμένους χιτῶνας ἁρμόττουσαι δυνάμεις, ὡς καὶ πρόσθεν ἐῤῥέθη, διά τε τῶν ὀπῶν συντίθενται καὶ τοῦ ἀμμωνιακοῦ
10θυμιάματος. μιγνυμένων δ’ αὐτοῖς καὶ μετριωτέρων μὲν, οὐκ ἀντιπραττόντων δὲ τῇ δυνάμει, σμύρνης δηλονότι καὶ λιβανωτοῦ καὶ χαλβάνης, ὅσα τ’ ἄλλα τοιαῦτα. [Τίνα πρὸς τοὺς ὑποχεομένους ἁρμόττει.] Πρὸς δὲ τοὺς ὑποχεομένους συνετέθησάν τινες ὑπὸ τῶν ἰατρῶν δυ‐
15νάμεις ἐν ὑγροῖς φαρμάκοις, πρώτη μὲν σχεδόν τι πασῶν ἡ διὰ μαράθρου χυλοῦ καὶ ὑαίνης χολῆς καὶ μέλιτος Ἀτ‐ τικοῦ, οἱ δὲ καὶ αἰγείας. μετὰ ταῦτα δὲ ἄλλος ἄλλην
ἔμιξε χολὴν, ὁ μὲν ἀλεκτρυόνος, ὁ δὲ ἐχίδνης, ὁ δὲ θα‐724 in vol. 12

12

.

725

λαττίας χελώνης, ὁ δὲ καλλιωνύμου. νυνὶ δὲ ἔνδοξόν ἐστι τὸ διὰ τῶν σκάρων τῆς χολῆς φάρμακον, ὥσπερ καὶ τὸ διὰ τῆς στακτῆς σμύρνης. ἐπαγγελίαι μὲν οὖν ἁπάντων αὐτῶν εἰσι μεγάλαι. τὸ δὲ ἔργον αὐτῶν ἐνίοτε μὲν οὐδὲν, ἔστι δ’
5ὅτε πάνυ σπικρόν. [Περὶ τῶν χρησίμων τοῖς ὀφθαλμοῖς φαρ‐ μάκων ξηρῶν] Ἐκ τῆς προγεγραμμένης ὕλης συνετέθη τοῖς ἰατροῖς φάρμακα ξηρὰ τὰ καλούμενα πρὸς αὐτῶν ἰδίως ξη‐ ροκολλύρια, τινὰ μὲν ἐκτήκοντα τύλους καὶ συκώσεις, ἀκαν‐
10θίδας τε καὶ πτερύγια, τινὰ δὲ τοῖς ψωρώδεσι βλεφάροις ἁρμόττοντα καὶ τοὺς ὀνομαζομένους μίλφους ὠφελοῦντα. τῶν δριμέων δὲ κολλυρίων ἑτέραν δύναμιν ἔχοντα, διὸ καὶ καλοῦνται πρός τινων ἰατρῶν ἀποδακρυτικὰ καὶ ἀπο‐ κρουστικὰ, καθάπερ καὶ αὐτὰ τὰ κολλύρια. τούτων δὲ αὐ‐
15τῶν τὰ πλεῖστα καὶ τοῖς ἀμβλυωποῦσι διὰ γῆρας ἢ πάχος
ἢ ψύξιν ὑγρῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς ἢ καὶ πνεύματος725 in vol. 12

12

.

726

ἀχλυώδους περιουσίαν οὐ μικρῶς βοηθεῖ. ἔνια δὲ τῶν ξηρῶν φαρμάκων κωλύει συστῆναι τὸ πάθος ἐν αὐτοῖς, τὰς ἐπιῤ‐ ῥοὰς εἴργοντα δηλονότι τῶν ὑγρῶν, ἐξ ὧν εἰώθασιν οἱ ὀφθαλμοὶ κακοῦσθαι. κάλλιστον δ’ αὐτῶν ἐφάνη τῇ πείρᾳ
5κριθὲν τὸ ὑπ’ ἐμοῦ συντεθὲν, καὶ διὰ τοῦτο παρὰ πολλοῖς ὂν ἐν χρήσει σχεδὸν ἐν ἅπασι τοῖς ἔθνεσιν, ὧν ἄρχουσι Ῥωμαῖοι. καὶ πρῶτόν γε αὐτοῦ τὴν κατασκευὴν γράψω, βέλ‐ τιον ἡγούμενος εἶναι τὸ μηδ’ ὅλως ἁλίσκεσθαι πάθεσι τοῦ θεραπεύεσθαι καλῶς τὰ γενέσθαι φθάσαντα. ἐπεὶ δὲ καὶ
10Ἀσκληπιάδης πλείστην τε καὶ καλλίστην ἔγραψεν ὕλην τῶν τε ξηρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν κολλυρίων, ἀρξάμενος ἀπὸ τῶν ξηρῶν, κᾀγώ μοι δοκῶ πράξειν οὕτω τῇ τάξει τῆς γρα‐ φῆς ὁμοίᾳ χρησάμενος, ὥστε μετὰ τὸ προσγράψαι τὸ ἐμὸν ξηρὸν ἐφεξῆς ἅπαντα γράψαι τὰ ὑπ’ Ἀσκληπιάδου κατα‐
15τεταγμένα κατὰ τὸ πρῶτον βιβλίον τῶν ἐκτὸς, ὃ Μαρ‐ κέλλᾳ ἐπιγράφει. καὶ μετὰ ταῦτά γε καταπλασμάτων τῶν τοῖς ὀφθαλμοῖς ἁρμοττόντων, ἀνακολλημάτων τε καί τινων ἐπι‐
χρίστων φαρμάκων ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένων,726 in vol. 12

12

.

727

ἄμεινον εἶναί μοι δοκεῖ κᾀκείνων φυλάξαντα τὴν τάξιν τῆς γραφῆς, οὕτως ἐπὶ τὴν τάξιν τῶν κολλυρίων τε καὶ τῶν ὑγρῶν φαρμάκων ἀφικέσθαι πάντα παραθέμενον, ὡς ὁ Ἀσκληπιάδης ἡρμήνευσεν αὐτοῖς τοῖς ἐκείνου ῥήμασιν.
5 [Τὸ ὑπ’ ἐμοῦ συντεθὲν εἰς ὑγείαν ὀφθαλμῶν φάρμακον ξηρόν.] Χρησιμώτατον ὑγιαίνουσιν ὀφθαλμοῖς προ‐ φυλακτικὸν ἐγὼ συνέθηκα φάρμακον, ὃ πάντες ἔχουσιν ἤδη. καίεται γὰρ λίθος Φρύγιος εἰς λεπτὰ καταθραυσθεὶς, ὡς εἶναι μείζων τοῦ καλουμένου μὲν ὑπό τινων καρύου ποντι‐
10κοῦ, πρὸς ἄλλων δὲ λεπτοκαρύου. ὁ δὲ τρόπος τῆς καύσεως, ὡς κᾀπὶ τῶν ἄλλων ποιούμεθα, εἰς χυτρίδιον καινὸν ἐμβάλ‐ λοντες, εἶτα περιπηλοῦντες ἔξωθεν, ἐπιτιθέντες δὲ πῶμα τε‐ τρημένον ἤτοι κατὰ μόνην τὴν κορυφὴν ἢ, ὅπερ βέλτιόν ἐστι, καὶ κατὰ ἄλλα μέρη πλείονα, πρὸς τὸ ῥᾳδίως ἀναφέρεσθαι
15δι’ αὐτῶν τὰς λιγνυώδεις τε καὶ καπνώδεις τῶν καιομένων ἀποῤῥοάς. ἐπειδὰν δὲ ὁ λίθος ὅλος διάπυρος γένηται, τηνι‐ καῦτα χρὴ τὸ χυτρίδιον ἐκκενώσαντας εἰς ἀγγεῖόν τι καθα‐
ρὸν ἐπιχεῖν βούτυρον οὐ παλαιὸν, ἀνακινοῦντα τὰ μόρια727 in vol. 12

12

.

728

τοῦ κεκαυμένου λίθου, καὶ τοῦτο ποιεῖν ἄχρις ἂν ἅπαντα σβεσθῇ, τηνικαῦτα δὲ παύεσθαι, καὶ οὕτω πάλιν εἰς τὸ χυ‐ τρίδιον ἐμβάλλοντας αὐτὰ καίειν αὖθις, ἐνιστάντας τὸ χυτρί‐ διον ἄνθραξι διακεκαυμένοις, ὡς μηδὲν ἔχειν καπνῶδες, ῥιπί‐
5ζειν δὲ τούτους ἕνεκα τοῦ θᾶττον γενέσθαι τὴν καῦσιν. εἶθ’ ὅταν διάπυροι γενηθῶσιν οἱ λίθοι καὶ μηκέτ’ ἀναφέρηται μηδεμία λιγνὺς, ἐκχέοντας πάλιν αὐτοὺς σβεννύειν οἴνῳ Φα‐ λερίνῳ ἤ τινι τῶν κιῤῥῶν καὶ εὐωδῶν, οἷος ὁ Τμωλίτης, Ἀριούσιός τε καὶ Λέσβιος, εἶτα πάλιν εἰς τὸ χυτρίδιον
10ἐμβάλλοντας ἐκ τρίτου καίειν, κᾀπειδὰν διάπυρος ὁ λίθος γένηται, σβεννύειν αὖθις μέλιτι Ἀττικῷ μὴ πολλῷ, γενήσε‐ ται γὰρ οὐ ξηρὸν τὸ φάρμακον, ἀλλ’ ἔχον τι γλισχρότητος. ἔστω δέ σοι προλελειωμένα πλείοσιν ἡμέραις ἀκριβῶς, ὡς χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα. χαλκοῦ κεκαυ‐
15μένου γο αʹ. ὅπερ ἐστὶ 𐅻 ηʹ. πεπέρεως λευκοῦ τὸ ἴσον, φύλλου μαλαβάθρου τὸ ἴσον, στίμμεως τὸ ἡμιόλιον, ὅπερ ἐστὶ 𐅻 ιβʹ. τούτοις μίγνυε τοῦ κεκαυμένου λίθου λίτραν αʹ.
κᾀπειδὰν ἅπαντα καλῶς λειωθῇ καὶ μέλλῃς ἀνελέσθαι τὸ728 in vol. 12

12

.

729

φάρμακον, ἐπέμβαλλε τοῦ Συριακοῦ ὀποβαλσάμου γο αʹ 𐅶ʹʹ. ὅπερ ἐστὶν αὐτῶν τὸ πᾶν 𐅻 ιβʹ. λεπτὸν δὲ καὶ διαφανὲς ἔστω κατὰ τὴν σύστασιν τὸ ὀποβάλσαμον, μὴ παχὺ, καθά‐ περ εἴωθεν ἐν τοῖς ἀγγείοις αὐτὸ κατὰ τὸν πυθμένα συνί‐
5στασθαι. κωλύσει γὰρ τὸ οὕτω παχὺ ξηρὸν εἶναι τὸ φάρ‐ μακον, χρῆσθαι δ’ αὐτῷ δεῖ κατὰ τῶν βλεφάρων μόνον ἐπι‐ φέροντα τὴν μήλην χωρὶς τοῦ τῶν χιτώνων αὐτῶν ἅψασθαι τοῦ ὀφθαλμοῦ. τὰ πολλὰ μὲν οὖν ἀρκεῖ κατὰ μόνου τοῦ κάτω βλεφάρου τὴν μήλην ἐπιφέρειν. οὐδὲν δὲ κωλύει καὶ
10τὸ ἄνω βλέφαρον ὁμοίως ὑπαλείφειν, ὅταν ἡ χρεία μείζων ᾖ τοῦ φαρμάκου, τουτέστιν ὅταν ἤδη σαφῶς ἔχῃ τινὰ ταρα‐ χὴν ὁ ὀφθαλμὸς, οὐ μὴν περιμένειν γε χρὴ γενέσθαι τοῦτο. φθάνοντα δὲ χρῆσθαι κατὰ τὴν πρώτην αἴσθησιν τοῦ πά‐ θους ἐν παντὶ καιρῷ τῆς ἡμέρας, εἰ καὶ πεπωκώς τις εἴη
15καὶ δεδειπνηκὼς, καὶ πολλάκις γε χρῆσθαι φυλαττόμενον, ὡς ἔφην, ἅπτεσθαι τῶν χιτώνων. χρὴ δὲ καὶ τὸν ὑπαλειφόμε‐ νον αὐτὸν ἀνεῳγμένα παρέχειν τὰ βλέφαρα, κᾀπειδὰν ὑπα‐
λείψηται, μὴ ἐπιμύειν αὐτοῖς. τοῦτο μὲν ὑπ’ ἐμοῦ συνετέθη729 in vol. 12

12

.

730

τὸ φάρμακον, οὐκ ἐπιτρέπον ὀφθαλμιάσαι τὸν καλῶς τούτῳ χρώμενον. ἐφεξῆς δὲ γράψω τὰ πρὸς διαθέσεις ἁρμόττοντα, τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ποιη‐ σάμενος.
5 [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ πρὸς ὀφθαλμούς.] Ἐν τῷ πρώτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλας ἐπιγράφει, γράφεται κατὰ λέξιν οὕτως. ξηρὸν ἐκ τῶν τοῦ Ἡρακλείδου ψωρικῶν πρὸς περιβεβρωμένους κανθούς. σπο‐ δίου Κυπρίας 𐅻 δʹ. ὀμφάκου ξηροῦ 𐅻 βʹ. νάρδου τριώβο‐
10λον, πεπέρεως πεφρυγμένου κόκκους ιεʹ. λείοις χρῶ. ψωρικὸν Αἰλίου. καδμείας 𐅻 δʹ. χαλκοῦ κεκαυμένου 𐅻 βʹ. τρῖβε μετ’ ὄξους ἐν ἡλίῳ καὶ ξηράνας καὶ διαλύσας, ἀνελόμενος χρῶ. ἄλλο. καδμείας 𐅻 αʹ. χαλκοῦ κεκαυμένου 𐅻 αʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ. πεπέρεως πεφρυγμένου ὀβολοὺς βʹ.
15λείοις χρῶ, ὡς σπουδαίῳ φαρμάκῳ. ἄλλο. χαλκίτιδος μέρη δύο, καδμείας μέρος αʹ. κόψας καὶ σήσας τρῖβε ἐν ἡλίῳ,
οἴνου ἐπιβάλλων ὅσον ἐξαρκεῖ, ἔπειτα ξηράνας καὶ διυλίσας730 in vol. 12

12

.

731

ἀνελόμενος χρῶ. ἐκ τῶν Φιλοξένου ξηρὸν ἀχάριστον. κα‐ δμείας 𐅻 βʹ. χαλκίτεως 𐅻 ηʹ. ἀλόης ὀβολοὺς βʹ. ἰοῦ ὀβο‐ λοὺς βʹ. πεπέρεως κόκκους δέκα, ῥόδων ἄνθους 𐅻 αʹ. λείοις χρῶ. τοῦ αὐτοῦ πρὸς ξηροφθαλμίαν καὶ σύκωσιν καὶ σηπε‐
5δόνας καὶ ὑπερσαρκώματα. καδμείας 𐅻 ιʹ. χαλκίτεως 𐅻 ηʹ. πεπέρεως κόκκους ιεʹ. νάρδου Κελτικῆς 𐅻 αʹ. τρῖβε καδμείαν καὶ τὴν χαλκῖτιν μετ’ οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπί‐ βαλλε νάρδον καὶ τὸ πέπερι καὶ χνοῶδες ποιήσας χρῶ. ἄλλο. καδμείας 𐅻 κʹ. χαλκίτεως 𐅻 μʹ. νάρδου Ἰνδικῆς δρα‐
10χμὰς βʹ. σμύρνης πεφωγμένης 𐅻 βʹ. πεπέρεως κόκκους λεʹ. σκεύαζε δι’ ὄξους δριμυτάτου. [Καπίτωνος πρὸς ξηροφθαλμίας καὶ καθύγρους ὀφθαλμοὺς καὶ περιβεβρωμένους κανθοὺς καὶ βλέφαρα καὶ συκώδη.] Καδμείαν Κυπρίαν λαβόντες θραύομεν, ὥστε ἀλ‐
15φίτων ἔχειν τὸ μέγεθος, ἔπειτα Ἀττικῷ μέλιτι φυράσαντες βάλλομεν εἰς κώθωνα κεράμεον, τούτου δὲ τὸ στόμιον φι‐ μώσαντες καὶ πηλῷ περιπλάσαντες τρῆμα ποιοῦμεν κατὰ
τὴν τοῦ στόματος μεσότητα, ὥστε ἀναπνοὴν ἔχειν τὸ ὀπτώ‐731 in vol. 12

12

.

732

μενον, αὐτὸ δὲ τὸ ἀγγεῖον ὀρθὸν στήσαντες μεταξὺ ἀνθρά‐ κων ὑποκαίομεν. ἐκπύρου δὲ γενομένου προσέχομεν τοῖς διὰ τοῦ τρήματος ἀναφερομένοις ἀτμοῖς, καὶ εἰ μὲν μελάντεροι ἀναφέροιντο, ἔτι καίομεν· ὁπόταν δὲ λευκότεροι ἀναφαίνοιντο,
5αὐτάρκως ὠπτῆσθαι νομίσαντες, ἄραντες τὸ ἀγγεῖον καὶ ἀναπωμάσαντες κατασβεννύομεν τὴν καδμείαν οἴνῳ Ἰταλικῷ καὶ εἰς θυίαν ἐξεράσαντες τρίβομεν καὶ ξηραίνοντες ἀποτι‐ θέμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, ἔχει δὲ οὕτω. καδμείας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου 𐅻 ηʹ. στίμμεως 𐅻 ηʹ.
10τρίψας καὶ ἀνελόμενος χρῶ πυρῆνι μήλης ὑποστιμμίζων τὰ βλέφαρα καὶ πρωῒ καὶ πρὸς ἑσπέραν. ἄλλο. καδμείας καυ‐ θείσης καθὰ προείρηται, 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου 𐅻 ηʹ. στίμμεως 𐅻 δʹ. Ἀρμενίου 𐅻 βʹ. τρίψας καὶ ἀνελόμενος χρῶ. ἡμεῖς τὴν καδμείαν καὶ τὰ λοιπὰ στέατι ἐχίδνης φυρά‐
15σαντες ὠπτήσαμεν, ἔπειτα οἴνῳ κατασβέσαντες καὶ λεάναν‐ τες ἐχρησάμεθα. [Τὰ δι’ αἱματίτου Καπίτωνος ὀφθαλμικοῦ φάρ‐
μακα ἐπιτετευγμένα πρὸς τὰ ψωριῶντα βλέφαρα.] Κα‐732 in vol. 12

12

.

733

δμείας Κυπρίας δραχμὰς κδʹ. λίθου αἱματίτου δραχμὰς στʹ. ἐν ἄλλῳ ιστʹ. χαλκοῦ κεκαυμένου 𐅻 κδʹ. τὰ ξηρὰ κόπτεται, ὥστε ἔχειν ἀλφίτων τὸ μέγεθος, καὶ μέλιτι φυρᾶται καὶ ὀπτᾶ‐ ται, καθὰ προείρηται, καὶ οἴνῳ κατασβέννυται καὶ ξηραν‐
5θέντα λεαίνεται. ἡ χρῆσις δεδήλωται. ἄλλο. καδμείας 𐅻 κʹ. χαλκοῦ κεκαυμένου δραχμὰς ιʹ. λίθου αἱματίτου δραχμὰς ιʹ. κροκύδων πορφύρας Λακωνικῆς δραχμὰς ηʹ. μέλιτι φυράσας καὶ καύσας συντίθει καθὰ προείρηται. [Σωσάνδρου πρὸς μιλφώσεις καὶ κεχρονισμένας διαθέ‐
10σεις, ποιεῖ δὲ πρὸς ἐγκανθίδας.] Καδμείας, στίμμεως, χαλκίτεως ὠμῆς, μίσυος ξενικοῦ ἀνὰ 𐅻 ηʹ. κόψας καὶ μέλιτι φυράσας, ὄπτα καθὰ προείρηται, ἔπειτα οἴνῳ καταβρέξας καὶ λεάνας καὶ ξηράνας ἀνελόμενος χρῶ. ἄλλο. χαλκίτεως ὠμῆς, καδμείας, στίμμεως, μίσυος ξενικοῦ ἀνὰ δραχμὰς ηʹ.
15νάρδου Ἰνδικῆς 𐅻 βʹ. κρόκου πεφωγμένου δραχμὰς βʹ. πε‐ πέρεως 𐅻 αʹ. τὰ μεταλλικὰ μέλιτι φυρᾶται καὶ καίεται καθὰ
προείρηται, ἔπειτα οἴνῳ κατασβέννυται καὶ λεαίνεται, τού‐733 in vol. 12

12

.

734

τοις ἐπιβάλλεται τό τε νάρδινον καὶ τὸ κρόκινον πεφωγμέ‐ νον καὶ τὸ πέπερι, ἔπειτα συλλεάναντες ἀνελόμενοι χρώμεθα. [Καλλιβλέφαρον φάρμακον ἐπιτετευγμένον ποιεῖ καὶ πρὸς κεχρονισμένας ὀφθαλμίας.] Στίμμεως κεκαυμένου καὶ
5οἴνου κατεσβεσμένου 𐅻 ιστʹ. μολύβδου κεκαυμένου καὶ πε‐ πλυμένου 𐅻 ηʹ. λιβάνου αἰθάλης, ναρδοστάχυος, σμύρνης πεφωγμένης, κρόκου, λεπίδος χαλκοῦ, ἀνὰ 𐅻 αʹ. ἅπαντα λεάνας ἀνελόμενος χρῶ. ἄλλο διὰ κρόκου. κρόκου γο αʹ. γλαυκίου γο αʹ. σαρκοκόλλης γο αʹ. ἐγὼ καὶ ὀπίου γο αʹ.
10ἔβαλλον. ἄλλο τὸ Σεβεριανόν. καδμείας κεκαυμένης καὶ πεπλυμένης γο βʹ. ἁλῶν ἀμμωνιακῶν, πεπέρεως λευκοῦ γο βʹ. φύλλου 𐅻 βʹ. λειώσας ἐπιμελῶς χρῶ. ἄλλο μάλιστα νηπίοις χρήσιμον. στίμμεως δραχμὰς ιστʹ. μολύβδου 𐅻 ηʹ. λεπίδος 𐅻 αʹ. κρόκου 𐅻 αʹ. ῥόδων ἄνθους δραχμὴν μίαν,
15σμύρνης 𐅻 αʹ. νάρδου Ἰνδικῆς, λιβάνου ἄῤῥενος, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, φοινικοβαλάνων ὀστέα δέκα, πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς
θυίαν κατεράσας καὶ τρίψας ἐπίβαλε ὀποβαλσάμου κοχλιά‐734 in vol. 12

12

.

735

ρια δύο, ἔπειτα ἀνακόψας καὶ ξηνάνας χρῶ. ξηρὸν Φιλο‐ ξένου πρὸς κνησμώδεις κανθοὺς καὶ περιβεβρωμένους, ποιεῖ καὶ πρὸς ἀμβλυωπίαν. καδμείας δραχμὰς δʹ. ἁλὸς ἀμμω‐ νιακοῦ 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. λείοις χρῶ. ταῦτα
5οὕτω σκευάζων. καδμείας δραχμὰς ηʹ. κρόκου δραχμὰς βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 βʹ. νάρδου Ἰν‐ δικῆς 𐅻 αʹ. λείοις χρῶ. [Ὑγραὶ ὀφθαλμικαὶ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πάσης σαρκὸς ἐξοχήν. ποιεῖ καὶ πρὸς ἐγκαν‐
10θίδας καὶ πρὸς ἀρχομένας ὀφθαλμίας, ᾗ ἐχρήσατο Φίλιππος ἐν Καισαρείᾳ.] Μίσυος ὀπτοῦ δραχμὰς ηʹ. σμύρνης 𐅻 δʹ. καδμείας δραχμὰς ηʹ. κρόκου 𐅻 βʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 βʹ. νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, μέλιτος Ἀττικοῦ κύαθον αʹ. ἄλλο. μίσυος ὀπτοῦ δραχμὰς στʹ.
15χαλκάνθου δραχμὰς δʹ. σμύρνης δραχμὰς δʹ. χαλκοῦ κεκαυμέ‐ νου 𐅻 αʹ. μέλιτος Ἀττικοῦ κυάθους ιʹ. [Πάγχρηστος Ἐρασιστράτου πρὸς τὰ τραχώματα καὶ
πάσας ὀφθαλμίας καὶ ὦτα πυοῤῥοοῦντα καὶ πρὸς τὰ δυσ‐735 in vol. 12

12

.

736

επούλωτα ἕλκη καὶ τὰς ἐν στόματι νομάς.] Χαλκοῦ κε‐ καυμένου δραχμὰς βʹ. σμύρνης 𐅻 αʹ. πεπέρεως ὀβολοὺς βʹ. μίσυος ὀπτοῦ 𐅻 αʹ. κρόκου τριώβολον, οἴνου Χίου κοτύ‐ λην αʹ. γλυκέος Κρητικοῦ κοτύλης τὸ ἥμισυ, τρῖβε τὰ ξηρὰ
5τὸν οἶνον ἐπιβάλλων, καὶ ὅταν συμπίῃ, ἐπίβαλλε τὸν γλυ‐ κὺν καὶ ἀνακόψας κατέρα εἰς χαλκοῦν ἀγγεῖον καὶ ἕψε πυρὶ μαλακῷ χρώμενος, εἶτα ἀπόθου εἰς χαλκῆν πυξίδα. πρὸς τύλους καὶ πᾶσαν ἐξοχήν. χαλκοῦ κεκαυμένου δραχμὰς βʹ. μίσυος κεκαυμένου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. κρόκου δραχμὴν
10μίαν, ὀμφακίου 𐅻 αʹ. οἴνου Χίου κυάθους βʹ. μέλιτος Ἀτ‐ τικοῦ λίτρας 𐅶ʹʹ. χρῶ. Φιλοξένου ὑγρὰ ὀξυδερκικὴ, οὐλὰς καὶ τύλους ἀποσμήχει. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δʹ. ἰοῦ 𐅻 βʹ. οἴνῳ διαλύσας καὶ συντρίψας ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβʹ. ἰοῦ
15𐅻 στʹ. σμύρνης δραχμὰς βʹ. συντίθει καθὰ προείρηται. ἄλλο. Φαίδρου τὸ ῥινίον. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δʹ. ἰοῦ 𐅻 αʹ. ἀλκυονίου πεφωγμένου δραχμὴν μίαν, λίθου
Ἀσίου ἄνθους τριώβολον, συντίθει καὶ χρῶ καθὰ προεί‐736 in vol. 12

12

.

737

ρηται. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ηʹ. ἰοῦ 𐅻 ηʹ. λίθου Ἀσίου ἄνθους δραχμὰς βʹ. ὀβολοὺς βʹ. ἀλ‐ κυονίου δραχμὴν μίαν, ὀβολοὺς βʹ. ὀπίου 𐅻 αʹ 𐅶ʹʹ. σμύρνης 𐅻 αʹ 𐅶ʹʹ. συντίθει καὶ χρῶ καθὰ προείρηται.
5 [Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα, ἀφαιρεῖ καὶ δέρματα παραυτίκα.] Ἰοῦ Κορινθίου 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. ὀβολοὺς δʹ. ἁλὸς ὀρυκτοῦ 𐅻 δʹ. κολο‐ κυνθίδος ἐντεριώνης 𐅻 δʹ. ταυρείας χολῆς δραχμὰς βʹ. νίτρου μέλανος 𐅻 αʹ 𐅶ʹʹ. πεπέρεως λευκοῦ, κόκκους μʹ. μέλιτος
10Ἀττικοῦ κυάθους στʹ. συντίθει καθὰ προείρηται καὶ ἀνε‐ λόμενος εἰς πυξίδα πρινίνην χρῶ. ἄλλη Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα καὶ κεχρονισμένας διαθέσεις. ἰοῦ δραχμὰς στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. κολοκυνθίδος ἐντεριώνης δραχμὰς γʹ. χολῆς ταυρείας 𐅻 βʹ. νίτρου μέλα‐
15νος 𐅻 βʹ. κυάθοις στʹ. ἀναλάμβανε μέλιτι Ἀττικῷ καὶ χρῶ. πρὸς ὀξυδερκίαν Ἀντωνίου Μούσα, ποιεῖ καὶ πρὸς γλαυ‐ κώσεις. πέρδικος ἀγρίου χολῆς μέρος αʹ. ἐν ἄλλῳ. περ‐
δικίου βοτάνης χυλοῦ, ἔνιοι κενταυρείου χυλοῦ μέρη τρία,737 in vol. 12

12

.

738

μέλιτος Ἀττικοῦ τὸ ἴσον. ἄλλο. ὄρνιθος γηραιοῦ χολῆς μέρος αʹ. κενταυρείου χυλοῦ μέρος αʹ. μέλιτος Ἀττικοῦ μέρη τρία, ποιεῖ πρὸς γλαυκώσεις. ὀξυδερκικὴ Λάργου. μαράθρου χυλοῦ τῆς ῥίζης μέρος αʹ. μέλιτος τὸ ἴσον, ἀνελοῦ εἰς πυ‐
5ξίδα χαλκῆν, χρῶ. ἄλλο μαράθρου χυλοῦ τῆς ῥίζης μέ‐ ρος αʹ. χελιδονίας χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ τὸ ἴσον. Αἰλίου Γάλλου πρὸς ὑποχύσεις. ἀλεκτρυόνος χο‐ λῆς δραχμὰς ηʹ. χελώνης θαλασσίας χολῆς 𐅻 ηʹ. μέλιτος Ἀττικοῦ τὸ ἴσον, ταυρείας χολῆς δραχμὰς βʹ. κρόκου 𐅻 βʹ.
10ὀποβαλσάμου δραχμὰς βʹ. κόψας χρῶ. Κασσίου πρὸς ὑπο‐ χύσεις. χολὴν ταυρείαν κενώσας εἰς πυξίδα χαλκῆν ἔα ἐπὶ ἡμέρας ιʹ. εἶτα ἀναλαβὼν δραχμὰς βʹ. σμύρνης, κρόκου 𐅻 βʹ. ὀποπάνακος δραχμὰς βʹ. ὀποβαλσάμου 𐅻 βʹ. πεπέρεως κόκ‐ κους ιβʹ. μέλιτος Ἀττικοῦ τὸ διπλοῦν, τῇ χολῇ ἅπαντα μί‐
15ξας, ἕψε ἐν ἀγγείῳ χαλκῷ καὶ ἀπόθου εἰς πυξίδα χαλκῆν καὶ χρῶ. ὑγρὰ ἡ βασιλὶς, ταύτην καλοῦμεν ἀναληπτικήν. ὀμφάκου δραχμὰς βʹ. σμύρνης 𐅻 βʹ. ἀετοῦ χολῆς δραχμὰς βʹ.
ὀποβαλσάμου δραχμὰς βʹ. ἐλαίας δακρύου 𐅻 βʹ. ἀμμωνια‐738 in vol. 12

12

.

739

κοῦ θυμιάματος δραχμὴν μίαν, χολῆς ὑαίνης 𐅻 βʹ. μέλιτι ἀναλάμβανε. ἄλλο. ὀμφάκου δραχμὰς βʹ. σμύρνης 𐅻 αʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 αʹ. κρόκου 𐅻 αʹ. ὀποβαλσάμου 𐅻 αʹ. ἐλαίας δακρύου 𐅻 αʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 αʹ. χολῆς
5ὑαίνης 𐅻 ηʹ. ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἐν ἄλλῳ, ἐλαίου παλαιοῦ κυάθους βʹ. Ἀντωνίου Μούσα. χολῆς ὑαίνης 𐅻 αʹ. ἀρκείου χολῆς 𐅻 ιβʹ. ὀποβαλσάμου δραχμὰς βʹ. ἁλὸς ὀρυκτοῦ δραχμὴν μίαν, κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. μέλι‐ τος Ἀττικοῦ κυάθους βʹ. μαράθρου χυλοῦ κυάθους βʹ. Φι‐
10λοξένου. χολῆς ὑαίνης 𐅻 αʹ 𐅶ʹʹ. στέατος ἐχίδνης 𐅻 αʹ 𐅶ʹʹ. κρόκου δραχμὴν μίαν, ὀμφάκου 𐅻 αʹ. σμύρνης 𐅻 τὸ ἥμισυ, ὀποβαλσάμου 𐅻 αʹ. μέλιτος Ἀττικοῦ δραχμὰς ηʹ. [Βάμματα λευκωμάτων.] Κηκίδα λείαν ἔχε ἐν ἀπο‐ θέτῳ, ἐν δὲ τῇ χρήσει παράπτου πυρῆνι μήλης θερμαίνων
15τὸν πυρῆνα, ἔπειτα χαλκάνθῳ ὕδατι ἀναλυθέντι παράπτου. ἄλλο. σιδίοις λείοις παράπτου, ἔπειτα χαλκάνθῳ ὕδατι δια‐
λυθείσῃ παράπτου. ἄλλο. μίσυος, χαλκάνθου, κηκίδων739 in vol. 12

12

.

740

ὀμφακίνων, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπόθου, ἐν δὲ τῇ χρήσει παράπτου ξηρῷ. ἄλλο. στυπτηρίας σχιστῆς, σιδίων, ῥοιᾶς, μέλιτος, ἀκακίας καρποῦ, ἑκάστου τὸ ἴσον κόψας παράπτου.
5 [Πρὸς γλαυκοφθάλμους, ὥστε μελαίνας ἔχειν κόρας.] Σιδίων γλυκέων τὸν χυλὸν παρεγχυμάτιζε, ἔπειτα διαστήσας ἔνσταζε ὑοσκυάμου τὸ ἄνθος τρίψας μετ’ οἴνου ἢ ὑοσκυά‐ μου χυλοῦ, δεῖ δὲ τῷ δέοντι καιρῷ ταῦτα συνάγειν καὶ ἀποτίθεσθαι. ἄλλο. ἀκακίας τὸν καρπὸν καὶ κηκίδων ὀλίγον
10τρίψας ἐπιμελῶς, ἀναλάμβανε ἀνεμώνης τῷ χυλῷ, ὥστε μέ‐ λιτος ἔχειν τὸ πάχος, ἔπειτα ἐκθλίψας διὰ ῥάκους ἐπιμελῶς, ὡς ὑγρὸν ἀπόθου καὶ χρῶ καθὰ προείρηται. [Πρὸς τριχῶντας, Ἀντωνίου Μούσα.] Ὀρνέου τοῦ καλουμένου κιναίδου τὴν χολὴν καὶ ἀκονίτου ἥμισυ μί‐
15ξας ἀπόθου, ἐν δὲ τῇ χρήσει τὴν τρίχα ἀποτίλας ἐπίχριε τὸν τόπον τῷ φαρμάκῳ. ἄλλο. ἰχθύος φάγρου τὴν χο‐ λὴν καὶ ἀκονίτου ἥμισυ, ἐπὶ λεπίδος σιδηρᾶς πεπλυμένης
στέατι δεῦσον καὶ τούτοις ἐπίβαλε ἀμυγδαλίνου ἐλαίου ὀλίγον740 in vol. 12

12

.

741

καὶ νυκτερίδος αἵματος ὅσον ἐξαρκεῖ, ἔπειτα μίξας καὶ ἀνε‐ λόμενος χρῶ καθάπερ προείρηται. [Ἀνακολλήματα τριχῶν, Ἡρακλείδου Ταραντίνου.] Κηροῦ 𐅻 αʹ. πίσσης 𐅻 αʹ. λιθοκόλλης 𐅻 αʹ. ταυροκόλλης
5𐅻 αʹ. μαστίχης δραχμὴν μίαν, ὁμοῦ τήξας ἀπόθου, ἐν δὲ τῇ χρήσει μηλωτίδος τὸ ἄκρον πυρώσας παράπτου τῷ φαρ‐ μάκῳ καὶ τὸ διαλυόμενον αἴρων ἀνακόλλα τὰς τρίχας. ἄλλο. ῥητίνης ξηρᾶς, πίσσης ξηρᾶς ἀνὰ 𐅻 αʹ. θείου ἀπύρου δραχμὴν μίαν, ἀσφάλτου 𐅻 μίαν, κηροῦ 𐅻 βʹ. τήξας χρῶ.
10 [Πρὸς τὰς ἐπὶ τῶν βλεφάρων κριθὰς, ἃς ποσθίας κα‐ λοῦσιν, Ἀντωνίου Μούσα.] Χαλβάνης μέρος αʹ. νίτρου ὀλίγον μίξας ἐπιτίθει· καὶ μίσυος ὠμοῦ ὅσον ὀλίγον μίξας ἐπιτίθει. ποιεῖ δὲ καὶ σῦκα ξηρὰ, ἐν οἰνομέλιτι ἑψηθέντα καὶ λεανθέντα, ὀλίγης χαλβάνης συλλεανθείσης. ποιεῖ δὲ καὶ
15ἄλευρον κρίθινον, ἐν οἰνομέλιτι ἑψηθὲν καὶ λεανθὲν μετ’ ὀλίγου χαλβάνης συλλεανθείσης.
[Διονυσίου Μιλησίου πρὸς τριχῶντας.] Λαγωὸν θαλάσ‐741 in vol. 12

12

.

742

σιον καύσας ἐπὶ ὀστράκου καινοῦ καὶ τὴν σποδὸν τρίψας, ἀναλάμβανε κροτώνων τῷ αἵματι καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην χρῶ προεκτίλας τὴν τρίχα. ἄλλο. σαλαμάνδρας κεκαυμένης τὴν σποδὸν, ἀναλάμβανε ἐχίνων χερσαίων τῇ χολῇ
5καὶ χρῶ καθὰ προείρηται. ἔνιοι δὲ ἐχρήσαντο καστορίῳ μι‐ χθέντι μέλιτι ἢ καστορίῳ καὶ βδέλλης κεκαυμένης τῇ τέφρᾳ ἢ κωνείου τὸν καρπὸν τρίψαντες καὶ αἵματι θύννης ἀνα‐ λαβόντες ἐπέχρισαν προαποτίλαντες τὴν τρίχα. [Πρὸς κριθὰς καὶ χαλάζια.] Σαγαπηνὸν μετ’ ὄξους
10τρίψας χρῶ. ἄλλο πρὸς αἰγίλωπας. ἰλλεκέβρας χυλοῦ, στρύχνου χυλοῦ ἀνὰ λίτρας 𐅶ʹʹ. λιβάνου 𐅻 ηʹ. μαστίχης γο γʹ. χαλβάνης λίτρας 𐅶ʹʹ. ἕψε τοὺς χυλοὺς μετὰ τοῦ λι‐ βάνου, καὶ ὅταν διαλυθῇ, ἐπίβαλε τὴν χαλβάνην, τὴν γὰρ μαστίχην παραιτούμεθα. ἄλλο. λιβάνου δραχμὰς ηʹ. λαδά‐
15νου 𐅻 δʹ. σχιστῆς δραχμὰς δʹ. σμύρνης 𐅻 ηʹ. κηροῦ 𐅻 δʹ. ἀφρονίτρου 𐅻 δʹ. πιτυᾶς λαγωοῦ 𐅻 δʹ. κόπτεται τὸ φάρ‐ μακον καὶ μαλάσσεται ἰρίνου μύρου ὑποστάθμῃ.
[Τὰ πρὸς ὀφθαλμοὺς, ἐν τῷ αὐτῷ βιβλίῳ τῷ πρώτῳ742 in vol. 12

12

.

743

τῶν ἐκτὸς Ἀσκληπιάδου γεγραμμένα καταπλάσματα καὶ ἀνακολλήματα καὶ περιχρίσματα.] Καταπλάσματα ὀφθαλ‐ μιώντων πρὸς περιωδυνίας καὶ μεγίστας ἐπιφορὰς, οἷς ἐχρή‐ σατο Ἡρακλείδης ὁ Ταραντῖνος. ῥόδων χλωρῶν ἢ ξηρῶν
5𐅻 δʹ. κρόκου 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. ἀναλάμβανε μελιλώτου ἀφεψήματι ἐν γλυκεῖ. ἄλλο. ῥόδων, λευκοΐων, μελιλώτων, κωδυῶν μήκωνος ἀνὰ 𐅻 βʹ. κρόκου 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. ὠοῦ ὀπτοῦ τὴν λέκυθον τρίψας καὶ γλυκεῖ ἀναλαβὼν χρῶ καθὰ προείρηται.
10 [Ἐπιχρίσματα πρὸς περιωδυνίας, οἷς ἐχρήσατο Γλαῦκος.] Ἀλόης, λυκίου Ἰνδικοῦ, ῥόδων χλω‐ ρῶν, κρόκου, ὀπίου, σμύρνης, ἑκάστου τὸ ἴσον, οἴνῳ φυ‐ ράσας ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύσας ἐπίχριε τοὺς ὀφθαλμοὺς καὶ τὸ μέ‐
15τωπον καὶ τοὺς κροτάφους. Φιλοξένου πρὸς ῥεῦμα πολὺ καὶ περιωδυνίας. ῥόδων ἁπαλῶν φύλλων 𐅻 βʹ. ὑοσκυά‐ μου σπέρματος δραχμὰς ηʹ. λιβανωτοῦ δραχμὰς γʹ. σμύρνης
𐅻 δʹ. ἀλεύρου ἀλφίτων ὀξύβαφον, ὠοῦ ὀπτοῦ ἑνὸς τὸ ἐντὸς,743 in vol. 12

12

.

744

μανδραγόρου χυλοῦ δραχμὰς δʹ. κρόκου 𐅻 βʹ. ὀπίου δρα‐ χμὰς δʹ. οἴνου αὐστηροῦ ὅσον ἐξαρκεῖ ἀνάπλαττε καὶ χρῶ καθὰ προείρηται. ἐπίχριστος ἀνθηρά. κρόκου 𐅻 δʹ. λι‐ βάνου δραχμὰς βʹ. κινναβάρεως δραχμὰς δʹ. κόμμεως 𐅻 βʹ.
5οἴνῳ ἀναλάμβανε. ἐν δὲ τῇ χρήσει τρίψας καὶ στερεὸν ποιή‐ σας ἐπίβαλλε μέλιτος ὀλίγον. ἄλλο τὸ λύχνιον ἐπιγραφόμε‐ νον. κρόκου δραχμὴν μίαν, λιβάνου δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. κόμμεως δραχμὰς βʹ. κινναβάρεως 𐅻 βʹ. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἐν ἄλλοις κρόκου ῥοδοειδοῦς 𐅻 δʹ. κινναβάρεως
10𐅻 βʹ. σμύρνης, ὀπίου, ἀνὰ δραχμὰς βʹ. ὕδατι ὀμβρίῳ ἀνα‐ λάμβανε. [Ἐπίχριστα δακνηρὰ παραχρῆμα ἐπέχει τὸ ῥεῦμα, ποιεῖ καὶ πρὸς ψωροφθαλμίαν.] Χαλκοῦ κεκαυμένου δρα‐ χμὰς δʹ. κρόκου 𐅻 δʹ. πεπέρεως λευκοῦ δραχμὰς βʹ. ὀπίου
15𐅻 βʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ ἔξωθεν ἐπιχριόμε‐ νον, ἀνακόπτει μεγίστας ἐπιφορὰς, φυλάττεσθαι δὲ δεῖ τὰς παρεμπτώσεις τοῦ φαρμάκου. ἄλλο τὸ φλόγινον ἐπιγραφό‐
μενον. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβʹ.744 in vol. 12

12

.

745

κρόκου 𐅻 στʹ. πεπέρεως λευκοῦ δραχμὰς δʹ. σμύρνης 𐅻 γʹ. ὀπίου δραχμὰς γʹ. κόμμεως δραχμὰς ιβʹ. οἴνῳ Ἀμιναίῳ. [Ἀνακολλήματα ῥευμάτων ἐφεκτικά.] Γύρεως μέ‐ ρος αʹ. σμύρνης μέρος αʹ. μάννης λιβάνου μέρος αʹ. ἀνα‐
5λάμβανε ὠοῦ τῷ λευκῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπι‐ τίθει κατὰ τῶν κροτάφων καὶ τοῦ μετώπου. ἄλλο. ὑοσ‐ κυάμου σπέρματος δραχμὰς ιβʹ. ὀπίου 𐅻 αʹ. κρόκου 𐅻 αʹ. γύρεως δραχμὰς δʹ. ὠῶν ὀπτῶν λεκίθους βʹ. καστορίου 𐅻 αʹ. ἅπαντα φυράσας ἀναλάμβανε καὶ χρῶ. κολλύριον πρὸς ἐπι‐
10φορὰν καὶ περιωδυνίαν καὶ ῥεῦμα πολὺ, ᾧ ἐχρήσατο Μο‐ σχίων γνώριμος. γλαυκίου δραχμὰς ιστʹ. σαρκοκόλλης 𐅻 ηʹ. κρόκου δραχμὰς δʹ. κόμμεως δραχμὰς βʹ. τραγακάνθης δρα‐ χμὰς βʹ. μανδραγόρου χυλοῦ 𐅻 βʹ. ὀπίου δραχμὴν μίαν, ὕδατι ὀμβρίῳ ἀναλάμβανε καὶ χρῶ δι’ ὠοῦ.
15 [Ἥρωνος ὀφθαλμικοῦ ὁ ψιττακὸς πρὸς περιωδυνίας καὶ ῥεῦμα πολὺ ὑπνοποιεῖ παραχρῆμα.] Γλαυκίου 𐅻 ιστʹ. κρόκου δραχμὰς ηʹ. σαρκοκόλλης 𐅻 ηʹ. ὀπίου δραχμὰς δʹ.
μανδραγόρου χυλοῦ 𐅻 βʹ. τραγακάνθης 𐅻 ηʹ. ὕδατι ὀμβρίῳ.745 in vol. 12

12

.

746

πρὸς τὰς εἰρημένας διαθέσεις τοῦ Νεαπολίτου. γλαυκίου δραχμὰς μηʹ. σαρκοκόλλης 𐅻 κδʹ. κρόκου 𐅻 κδʹ. λίθου αἱ‐ ματίτου 𐅻 ιβʹ. ὀπίου δραχμὰς ιβʹ. μανδραγόρου χυλοῦ 𐅻 ηʹ. κόμμεως 𐅻 ιστʹ. τραγακάνθης 𐅻 ιβʹ. ὕδωρ ὄμβριον. Σερ‐
5γίου ὀφθαλμικοῦ Βαβυλωνίου. γλαυκίου 𐅻 κδʹ. σαρκο‐ κόλλης 𐅻 ιστʹ. κρόκου δραχμὰς ιβʹ. ὀπίου 𐅻 δʹ. λίθου αἱ‐ ματίτου 𐅻 στʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδωρ ὄμβριον ἔγχριε μέχρι μιᾶς καὶ δευτέρας ἡμέρας, μὴ λυομένης δὲ τῆς διαθέ‐ σεως καταβαίνομεν ἐπὶ τὰς τῶν ἀκολούθων ἐγχρίσεις.
10ἄλλο. διάσμυρνον γλαυκιδανὸν ἐπιγραφόμενον. γλαυκίου 𐅻 μηʹ. σαρκοκόλλης δραχμὰς μηʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δρα‐ χμὰς στʹ. σμύρνης δραχμὰς στʹ. αἱματίτου 𐅻 στʹ. τραγακάν‐ θης δραχμὰς μηʹ. ὕδωρ ὄμβριον, ἡ χρῆσις δι’ ὠοῦ. διάσμυρ‐ νον δι’ αἱματίτου. γλαυκίου 𐅻 ξδʹ. σαρκοκόλλης 𐅻 λβʹ.
15κρόκου 𐅻 ιβʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης 𐅻 στʹ. αἱματίτου 𐅻 ιστʹ. τραγακάνθης δραχμὰς μηʹ. κόμμεως 𐅻 ιστʹ. ἐν ἄλλῳ
𐅻 μηʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο. γλαυκίου746 in vol. 12

12

.

747

𐅻 ξδʹ. σαρκοκόλλης δραχμὰς λβʹ. κρόκου 𐅻 κδʹ. ὀπίου 𐅻 στʹ. σμύρνης δραχμὰς στʹ. αἱματίτου 𐅻 στʹ. τραγακάν‐ θης 𐅻 ιστʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ.
5 [Ὁ φωσφόρος πρὸς περιωδυνίαν καὶ πᾶσαν φλεγμο‐ νὴν καὶ τὰς ἐπιτεταμένας ἐπιφοράς.] Γλαυκίου 𐅻 κδʹ. σαρκοκόλλης δραχμὰς ηʹ. κρόκου, ὀπίου ἀνὰ δραχμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. μίσυος κεκαυμένου δραχμὰς ηʹ. κόμμεως 𐅻 ιθʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. εὔχρουν καθ’ ὑπερβολὴν
10καὶ θαυμαζόμενον ἐπὶ τῶν ἔργων. γλαυκίου 𐅻 κʹ. σαρ‐ κοκόλλης δραχμὰς ζʹ. κρόκου 𐅻 ζʹ. σμύρνης δραχμὰς ζʹ. ὀπίου 𐅻 ζʹ. μίσυος κεκαυμένου 𐅻 ζʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἀνώδυνον διὰ χυλῶν πρὸς πᾶσαν περιωδυνίαν, ὕπνον ποιεῖ παραχρῆμα. γλαυκίου δραχμὰς
15μηʹ. σαρκοκόλλης, τραγακάνθης ἀνὰ 𐅻 ιστʹ. κρόκου δρα‐ χμὰς ηʹ. ὀπίου 𐅻 δʹ. ῥόδων χυλοῦ δραχμὰς δʹ. λυκίου Ἰνδι‐
κοῦ 𐅻 δʹ. ὑοσκυάμου 𐅻 δʹ. μανδραγόρου χυλοῦ 𐅻 δʹ. κω‐747 in vol. 12

12

.

748

νείου χυλοῦ δραχμὰς δʹ. κόμμεως 𐅻 ηʹ. ἀναλαμβάνεται μελι‐ λώτου ἀφεψήματι, συντίθεται δὲ τὸν τρόπον τοῦτον· λα‐ βὼν μελιλώτου λίτραν μίαν καὶ ὕδατος ὀμβρίου κοτύλας ιβʹ. ἕψε εἰς τὸ τρίτον, καὶ διαλύσας τὸ ὑγρὸν χρῶ πρὸς τὴν
5τοῦ φαρμάκου σκευασίαν. ἄλλο. γλαυκίου δραχμὰς μηʹ. σαρκοκόλλης 𐅻 κδʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δραχμὰς ιβʹ. λυ‐ κίου Ἰνδικοῦ 𐅻 ιβʹ. ὑοσκυάμου χυλοῦ δραχμὰς ιβʹ. κωνείου χυλοῦ 𐅻 ιβʹ. ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν δραχμὰς μηʹ. κόμμεως 𐅻 μηʹ. ἀναλάμβανε ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.
10φαιὸν ἐπιγραφόμενον, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς περιωδυνίας. καδμείας 𐅻 ιβʹ. ἢ δραχμὰς ιστʹ. χαλκοῦ κε‐ καυμένου 𐅻 στʹ. σμύρνης 𐅻 γʹ. ὀπίου δραχμὰς γʹ. ἀκακίας 𐅻 ζʹ. ὕδωρ ὄμβριον ὡς δεδήλωται. ἄλλο τὸ φαιὸν πρὸς πᾶν ῥεῦμα καὶ πᾶσαν ὀφθαλμίαν, ἐν ἄλλῳ παιδικόν. χαλ‐
15κοῦ κεκαυμένου 𐅻 ιβʹ. καδμείας δραχμὰς λβʹ. κόμμεως 𐅻 λβʹ. ἀκακίας 𐅻 λβʹ. σμύρνης δραχμὰς δʹ. ὀπίου 𐅻 δʹ. ὕδωρ ὄμβριον. ἄλλο ἐκ τῶν Φιλοξένου. σποδοῦ Κυπρίας 𐅻 ιβʹ.
χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γʹ. ὀπίου,748 in vol. 12

12

.

749

σμύρνης ἀνὰ 𐅻 γʹ. ἀκακίας, κόμμεως ἀνὰ δραχμὰς ζʹ. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ ὡς δεδήλωται. [Τὸ Βηρύτιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Στράτων Βηρύτιος πρὸς τὰς μεγίστας ἐπιφορὰς, ὠφελεῖ πα‐
5ραχρῆμα.] Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιστʹ. ἀκακίας δραχμὰς ιστʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. ὀπίου 𐅻 ιστʹ. κόμμεως δραχμὰς ιστʹ. κρόκου 𐅻 ιβʹ. σμύρνης δρα‐ χμὰς βʹ. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ, δεῖ δὲ ἐγχυματί‐ ζειν συνεχῶς. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. σποδοῦ
10πομφόλυγος δραχμὰς ιστʹ. ὀπίου 𐅻 ιβʹ. σμύρνης δραχμὰς ιβʹ. κόμμεως δραχμὰς ιστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυ‐ μένου 𐅻 ιστʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις ὡς δεδήλωται. [Τὸ ἀχάριστον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπι‐ φοράς. μόνῳ τούτῳ ἐν Αἰγύπτῳ οἱ ἰατροὶ χρώμενοι εὐημε‐
15ροῦσι καὶ μάλιστα ἐπὶ τῶν ἀγροικοτέρων.] Καδμείας δρα‐ χμὰς ιστʹ. ἀκακίας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμέ‐ νου 𐅻 ηʹ. ὀπίου δραχμὰς δʹ. ἐρείκης καρποῦ δραχμὰς δʹ.
σμύρνης 𐅻 δʹ. κόμμεως δραχμὰς ιστʹ. ὕδατι ἀναλάμβανε. ἡ749 in vol. 12

12

.

750

χρῆσις διὰ γάλακτος γυναικείου, ἡ κρᾶσις μέση, ὅπου δέ ἐστι περὶ τοὺς ὀφθαλμοὺς διάθεσις, ἀπέχεσθαι δεῖ τοῦ κολ‐ λυρίου. ᾧ δ’ αὐτὸς ἐχρησάμην ἔχει οὕτως. καδμείας δρα‐ χμὰς ιστʹ. ἐρείκης καρποῦ 𐅻 βʹ. χαλκοῦ κεκαυμένου δρα‐
5χμὰς δʹ. ὀπίου 𐅻 βʹ. σμύρνης δραχμὴν μίαν, ἀκακίας 𐅻 στʹ. κόμμεως δραχμὰς ηʹ. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δεδήλωται. ἄλλο. καδμείας 𐅻 στʹ. ἐρείκης καρποῦ δραχμὰς δʹ. ὀπίου 𐅻 στʹ. λιβανωτοῦ δραχμὰς βʹ. σμύρνης 𐅻 ηʹ. λίθου σχι‐ στοῦ δραχμὰς βʹ. ἀκακίας δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου
10καὶ πεπλυμένου 𐅻 δʹ. κόμμεως 𐅻 κʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. [Τὸ Νεκτάριον Μάρκου ποιεῖ πρὸς ἀρχομένας ὀφθαλ‐ μίας, ποιεῖ καὶ πρὸς ἐπιφορὰς ῥεύματος λεπτοῦ, χημώσεις, οἰδήματα, ὑμένων ἐπαναστάσεις, σχεδὸν πρὸς πᾶσαν ὀφθαλ‐
15μίαν ποιεῖ καὶ πρὸς βλέφαρα τραχέα.] Δεῖ δὲ πρὸ παντὸς προπυριᾷν, εἶτα ἐγχυματίζειν, ἐν ἀρχῇ μὲν τοῦ ῥεύματος δι’ ὠοῦ ὑδαροῦς, προκοπτούσης δὲ τῆς ἐπιμελείας κατὰ μικρὸν
ἐπιτείνειν τὴν κρᾶσιν. πρὸς δὲ τὰ τραχέα βλέφαρα χρώμεθα750 in vol. 12

12

.

751

τῷ δι’ ὕδατος κολλυρίῳ, παρ’ ἄλλοις καλεῖται σφραγίς. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δʹ. καδμείας 𐅻 δʹ. κρόκου δραχμὰς βʹ. ὀπίου δραχμὰς βʹ. κόμμεως 𐅻 στʹ. ὕδατι ἀναλάμβανε καὶ χρῶ, ὡς δεδήλωται. Σεργίου ὀφθαλ‐
5μικοῦ. μονοήμερον ἐπιγραφόμενον. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς δʹ. σποδοῦ πομφόλυγος πεπλυμέ‐ νου 𐅻 δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. κρό‐ κου δραχμὰς βʹ. ὀπίου δραχμὰς βʹ. ἀκακίας 𐅻 στʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδα‐
10ρὴς, μετὰ τὸ ἀποδακρῦσαι ἐγχυματίζειν χρὴ ὠοῦ τῷ λευκῷ καὶ πάλιν ὑπαλείφειν. δήξεως δὲ γενομένης ἀποπυριᾷν δεῖ καὶ πάλιν ἐγχυματίζειν ὠοῦ τῷ λευκῷ, μετὰ δὲ ταῦτα ἐπί‐ χριε τῷ ἐπιγραφομένῳ μέλανι κολλυρίῳ. ἡ τοῦ Νεαπολίτου σφραγίς. καδμείας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυ‐
15μένου 𐅻 ηʹ. ἀκακίας δραχμὰς ηʹ. σποδοῦ Κυπρίας 𐅻 δʹ. κρό‐ κου 𐅻 δʹ. ὀπίου δραχμὰς δʹ. κόμμεως 𐅻 ιβʹ. ὕδατι ἀνα‐ λάμβανε, ἡ χρῆσις δεδήλωται. Πακκίου σφραγίς. καδμείας
κεκαυμένης καὶ ἐσβεσμένης γάλακτι αἰγείῳ ἢ γυναικείῳ καὶ751 in vol. 12

12

.

752

πεπλυμένης καὶ ἐξηραμμένης ἐν σκιᾷ 𐅻 ιʹ. χαλκοῦ κεκαυ‐ μένου καὶ πεπλυμένου δραχμὰς ιʹ. ἀκακίας 𐅻 ιʹ. ὀπίου 𐅻 στʹ. κρόκου δραχμὰς στʹ. κόμμεως 𐅻 ιεʹ. ὕδωρ ὄμβριον. ἡ Ζωίλου συμφωνεῖ τῷ ἐκ τῶν Πακκίου. Φιλώτου ἀφρο‐
5διτάριον ἐπιγραφόμενον. καδμείας πεπλυμένης 𐅻 κδʹ. ἀκακίας δραχμὰς λστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβʹ. κρόκου δραχμὰς ιβʹ. ὀπίου 𐅻 ιβʹ. σποδοῦ Κυπρίας πεπλυμένης δραχμὰς ιβʹ. κόμμεως 𐅻 μηʹ. ἀναλάμβανε ὕδατι ὀμβρίω καὶ χρῶ δι’ ὠοῦ ἐγχυματίζων συνεχῶς. μετὰ δὲ τὴν
10ἐπιμέλειαν λούεσθαι παραίνει. τούτῳ συνεχῶς ἐχρησάμην ἐπὶ τῶν μεγίστων ἐπιφορῶν. [Ἄλλο τὸ τοῦ Νεαπολίτου· ποιεῖ καὶ πρὸς τὰς μεγίστας ἐπιφορὰς, καὶ μάλιστα ἐπὶ τῶν δυσίκμων ὀφθαλμῶν καὶ ὑπολευκανθιζόντων κατὰ τὰς φλεγμονὰς,
15ὥστε ὅμοιον τῇ χημώσει ὑποφαίνειν. τούτῳ ἡμεῖς ἐχρη‐ σάμεθα μετὰ τὰς ἐγχρίσεις λούεσθαι παραινοῦντες.] Λίθου σχιστοῦ δραχμὰς ηʹ. λιβάνου 𐅻 ζʹ. χαλκοῦ κεκαυ‐ μένου καὶ πεπλυμένου 𐅻 ηʹ. ὀπίου δραχμὰς ηʹ. σμύρ‐
νης δραχμὰς δʹ. κόμμεως 𐅻 ηʹ. οἴνῳ. ἡ χρῆσις δι’ ὠοῦ,752 in vol. 12

12

.

753

ἡ κρᾶσις ὑδαρής. πολλάκις δὲ ἐγχυματίσαντας καὶ διαστή‐ σαντας ἀπὸ τῆς ἐγχρίσεως λούεσθαι παραινεῖν. [Φαιὸν τὸ τοῦ Ὀλυμπιονίκου ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς μεγίστας περιωδυνίας, ποιεῖ καὶ πρὸς χημώσεις καὶ
5καθόλου τῶν ἐπιτετευγμένων ἐστὶ κολλυρίων· καὶ γὰρ εὐ‐ θέως ἀπαλλάττει.] Καδμείας κεκαυμένης καὶ πεπλυμέ‐ νης δραχμὰς ηʹ. ἀκακίας δραχμὰς ηʹ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. ἀλόης Ἰνδικῆς 𐅻 ηʹ. κρό‐ κου δραχμὰς δʹ. σμύρνης δραχμὰς δʹ. ὀπίου 𐅻 δʹ. κόμ‐
10μεως δραχμὰς ηʹ. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα. ἐγὼ δὲ προσέθηκα πομφόλυγος δραχμὰς δʹ. καὶ λιβανωτοῦ δραχμὰς δʹ. ἄλλο Ζωσίμου ἐπιγραφόμενον εὐῶδες. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ προσφάτους διαθέ‐ σεις. καδμείας κεκαυμένης καὶ πεπλυμένης οἴνῳ Ἰταλικῷ,
15τουτέστι κατεσβεσμένης 𐅻 ηʹ. ἀλόης δραχμὰς ηʹ. στίμμεως 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ ἢ βʹ. κρόκου δραχμὰς βʹ. σμύρνης δραχμὴν μίαν, νάρδου Ἰνδικῆς 𐅻 αʹ. ὀπίου δραχμὴν μίαν, ἀκακίας δραχμὰς ιθʹ. κόμμεως
δραχμὰς ιβʹ. ὕδωρ ὄμβριον.753 in vol. 12

12

.

754

[Ἑρμείου ὀφθαλμικοῦ τὸ λουτρὸν, πρὸς τὰς μεγίστας ὀδύνας αὐθημερὸν τὸ μέγιστον. ποιεῖ καὶ πρὸς τὰς κεχρονισμένας ὀφθαλμίας.] Ἀλόης δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστʹ. ὀπίου 𐅻 ιστʹ.
5σμύρνης δραχμὰς ιβʹ. κρόκου δραχμὰς ηʹ. καδμείας 𐅻 δʹ. λιβανωτοῦ δραχμὰς γʹ. κόμμεως δραχμὰς ιστʹ. οἴνῳ Μενδη‐ σίῳ ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρής. δεῖ δὲ ἐκ διαστημάτων τριῶν ἢ τεσσάρων ὡρῶν ἐγχυματίσαντας ἐᾷν μέχρι ἀποκαταστάσεως, καί ποτε λούεσθαι παραινεῖν.
10 [Θεοδότιον φλακιανὸν, Ἁρποκράτιον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ περιωδυνίας, ἀπαλλάττει χωρὶς φλεβοτομίας.] Ἀκακίας χυλοῦ δραχμὰς κδʹ. καδμείας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. στίμ‐ μεως 𐅻 ιστʹ. ἀλόης δραχμὰς δʹ. κρόκου 𐅻 γʹ. σμύρνης δρα‐
15χμὰς γʹ. λυκίου Ἰνδικοῦ δραχμὰς βʹ. καστορίου 𐅻 αʹ. ὀπίου δραχμὰς βʹ. κόμμεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα, τὸ κολλύριον οἰδημάτων τοῖς
βλεφάροις ἐπιφέρει.754 in vol. 12

12

.

755

[Σκυλάκιον, αὐθημερὸν φάρμακον ἐπιτετευγμένον πα‐ ραχρῆμα λύει τὰς φλεγμονάς.] Στίμμεως δραχμὰς μʹ. ἀκα‐ κίας 𐅻 μʹ. καδμείας δραχμὰς ιστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιδʹ. ψιμμυθίου δραχμὰς ηʹ. σμύρνης 𐅻 δʹ.
5νάρδου Ἰνδικῆς δραχμὰς δʹ. κρόκου 𐅻 βʹ. λυκίου Ἰνδικοῦ δραχμὰς δʹ. καστορίου δραχμὰς βʹ. ἀλόης δραχμὰς βʹ. ὀπίου δραχμὰς βʹ. χαλκίτεως ὀπτῆς δραχμὰς βʹ. κόμμεως δραχμὰς βʹ. ἀναλάμβανε ῥόδων ἀφεψήματι, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα.
10 [Τὸ τοῦ Νεαπολίτου φανίον πρὸς τὰς μεγίστας ἐπι‐ φορὰς καὶ πρὸς περιωδυνίας, ποιεῖ καὶ πρὸς διαθέσεις.] Καδμείας πεπλυμένης δραχμὰς ηʹ. ἀκακίας δραχμὰς ηʹ. χαλ‐ κοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 στʹ. στίμμεως πεπλυ‐ μένου δραχμὰς κʹ. ψιμυθίου δραχμὰς στʹ. σμύρνης δρα‐
15χμὰς βʹ. ἀλόης δραχμὰς βʹ. νάρδου Κελτικῆς 𐅻 αʹ 𐅶ʹʹ. ὀπίου 𐅻 αʹ 𐅶ʹʹ. κρόκου δραχμὴν μίαν, καστορίου 𐅻 τὸ ἥμισυ, κόμμεως δραχμὰς κʹ, ὕδωρ ὄμβριον χρῶ ἐπαλείφων. ἄλλο φανίον σαραπιακὸν ἐπιγραφόμενον. ἀκακίας δραχμὰς μʹ.
στίμμεως δραχμὰς μʹ. καδμείας δραχμὰς ιστʹ. χαλκοῦ κεκαυ‐755 in vol. 12

12

.

756

μένου καὶ πεπλυμένου 𐅻 ιβʹ. ἀλόης δραχμὰς γʹ. σμύρνης δραχμὰς δʹ. ψιμυθίου δραχμὰς ιβʹ. ὀπίου δραχμὰς βʹ. κρό‐ κου δραχμὰς βʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ 𐅶ʹʹ. κόμμεως δραχμὰς κεʹ. ὕδωρ ὄμβριον, χρῶ ἐπαλείφων.
5 [Μαλαβάθρινον ἡμέτερον, ποιεῖ πρὸς περιωδυνίας καὶ διαθέσεις ἐν ταῖς παρακμαῖς.] Καδμείας δραχμὰς ιστʹ. ἀκακίας 𐅻 μʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιδʹ. ὀπίου δραχμὰς βʹ. λυκίου Ἰνδικοῦ δραχμὰς βʹ. σμύρνης δρα‐ χμὰς δʹ. μαλαβάθρου δραχμὰς βʹ. νάρδου Ἰνδικῆς 𐅻 βʹ. κα‐
10στορίου δραχμὰς βʹ. ἀλόης δραχμὰς βʹ. ψιμυθίου 𐅻 ηʹ. στίμμεως πεπλυμένου δραχμὰς ηʹ. κόμμεως 𐅻 μʹ. ὕδατι ἡ χρῆσις δι’ ὠοῦ, ἐν ἀρχῇ τῶν διαθέσεων καὶ ἐν παρακμῇ γι‐ γνομένου ἀπὸ μέρους τοῦ λεγομένου παγχρήστου. ἀναγέγρα‐ πται δὲ τοῦτο ἐν τοῖς δακνηροῖς κολλυρίοις. ἄλλο φιλαδέλ‐
15φιον ἐπιγραφόμενον, ποιεῖ πρὸς τὰς τῶν φλεγμονῶν παρα‐ κμὰς καὶ ἕλκη ῥυπαρὰ καὶ φλυκταινῶν ἐπαναστάσεις, παρα‐ χρῆμα ὠφελεῖ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δρα‐
χμὰς κʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιʹ.756 in vol. 12

12

.

757

καδμείας δραχμὰς ηʹ. ἀκακίας 𐅻 βʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γʹ. ἀλόης 𐅻 γʹ. ψιμυθίου δραχμὰς γʹ. λυκίου Ἰνδικοῦ 𐅻 βʹ 𐅶ʹʹ. σμύρνης 𐅻 βʹ 𐅶ʹʹ. νάρδου Ἰνδι‐ κῆς δραχμὰς βʹ. κρόκου 𐅻 βʹ. καστορίου δραχμὴν μίαν,
5ὀπίου 𐅻 αʹ. κόμμεως δραχμὰς ηʹ. ὕδωρ καὶ πρὸς τὴν ἀνά‐ ληψιν ὠῶν ιʹ. κολλύριον τὸ λευκὸν, πρὸς ἐπιφορὰς καὶ δια‐ θέσεις ἐπιγράφεται τρυφερόν. καδμείας πεπλυμένης 𐅻 ιστʹ. ψιμυθίου δραχμὰς ηʹ. ἀμύλου 𐅻 δʹ. κόμμεως 𐅻 δʹ. τραγακάνθης δραχμὰς δʹ. ὀπίου 𐅻 βʹ. ὕδατι ὀμβρίῳ ἀνα‐
10λάμβανε. ἡ χρῆσις δι’ ὠοῦ. τὸ διὰ γῆς Σαμίας τέρεννον ἐπι‐ γραφόμενον, πρὸς ἐπιφορὰς καὶ διαθέσεις. καδμείας πε‐ πλυμένης δραχμὰς ιβʹ. ψιμυθίου 𐅻 ιβʹ. γῆς Σαμίας δρα‐ χμὰς ιβʹ. ὀπίου 𐅻 αʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ἀναλάμ‐ βανε, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο ἀνώδυνον πρὸς ῥεῦμα παν‐
15τοῖον, ἕλκη, περιωδυνίας, ψύδρακας, προπτώσεις, χημώσεις, παντοίας διαθέσεις. ψιμυθίου δραχμὰς ηʹ. γῆς Σαμίας
δραχμὰς ηʹ. σποδοῦ πομφόλυγος 𐅻 ιβʹ. τραγακάνθης δρα‐757 in vol. 12

12

.

758

χμὰς βʹ. ὀπίου 𐅻 βʹ. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆ‐ σις δι’ ὠοῦ. [Ἄλλο, Διόκλειον ἐπιγραφόμενον πρὸς περιω‐ δυνίας καὶ ἐπιφορὰς, ὑποπύους ὀφθαλμοὺς, φλυκτίδας, ἕλκη,
5τοῦτο τὸ φάρμακόν ἐστι τρυφερώτερον.] Τραγακάνθης δραχμὰς ηʹ. κόμμεως 𐅻 δʹ. ἀμύλου δραχμὰς δʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. ψιμυθίου 𐅻 ηʹ. ὀπίου πεφωγμένου δραχμὰς βʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. τὸ διὰ λιβά‐ νου φάρμακον ἐπιτετευγμένον πρὸς ῥεύματα καὶ χημώσεις.
10 καδμείας δραχμὰς κʹ. λιβάνου 𐅻 κʹ. ψιμυθίου δραχμὰς μʹ. ὀπίου 𐅻 στʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. ἡμεῖς δὲ οὕτως ἐσκευάσαμεν. καδμείας 𐅻 δέκα, πομφόλυγος δρα‐ χμὰς ιʹ. λιβάνου 𐅻 ιʹ. ψιμυθίου δραχμὰς μʹ. ὀπίου 𐅻 στʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.
15 [Ἄλλο, τρυφερὸν ἐπιγραφόμενον, πρὸς ἐπικαύματα, φλυκταίνας, χημώσεις καὶ μάλιστα ἐπὶ τῶν μηδ’ ἡντιναοῦν
δῆξιν ὑπομένειν δυναμένων.] Καδμείας πεπλυμένης 𐅻 ηʹ.758 in vol. 12

12

.

759

ἀμύλου δραχμὰς ηʹ. λιβάνου δραχμὰς ηʹ. ψιμμυθίου 𐅻 μηʹ. ὀπίου δραχμὰς στʹ. κόμμεως δραχμὰς ιστʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δεδήλωται. [Ὁ κύκνος ἐπιγραφόμενος, ὁ τῆς βασιλίσσης
5πρὸς τὰς μεγίστας περιωδυνίας καὶ διαθέσεις.] Καδμείας δραχμὰς ιστʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ηʹ. ἀμύλου 𐅻 βʹ. τραγακάνθης δραχμὰς βʹ. ἀκακίας δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. κόμμεως 𐅻 ιβʹ. ἀναλάμβανε ὕδατι ὀμβρίῳ καὶ πρὸς τὴν ἀνάληψιν ἐπίβαλε ὠῶν ὠμῶν προσφάτων τεσσάρων
10λευκά. Ἀερίανον, Διομήδους ἐπιγραφόμενον, κολλύριον ἐπι‐ τετευγμένον πρὸς ἐπιφορὰς καὶ παλαιὰς διαθέσεις καὶ προσ‐ φάτους. σποδοῦ πομφόλυγος 𐅻 ηʹ. ψιμυθίου δραχμὰς κʹ. ἰοῦ 𐅻 δʹ. σμύρνης δραχμὰς ιδʹ. λιβάνου δραχμὰς γʹ. ὀπίου 𐅻 γʹ. κόμμεως δραχμὰς ηʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.
15κύκνος διὰ γῆς Σαμίας, πρὸς ἕλκη παντοῖα, πρὸς ἐπιφορὰς, περιωδυνίας, ὑπόπυα ὀφθαλμοῦ. σποδοῦ πεπλυμένης 𐅻 ιστʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ηʹ. γῆς Σαμίας
𐅻 δʹ. ἀμύλου 𐅻 δʹ. ἀκακίας 𐅻 δʹ. ὀπίου δραχμὰς δʹ. κόμ‐759 in vol. 12

12

.

760

μεως 𐅻 δʹ. τραγακάνθης 𐅻 βʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο, Διονυσίου ἐπιγραφόμενον. ψιμυθίου δρα‐ χμὰς ληʹ. ἰοῦ σκώληκος 𐅻 ιστʹ. μηκωνείου 𐅻 ηʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις διὰ γάλακτος. Ἀερίανον
5ἡμέτερον φάρμακον ἐπιτετευγμένον, πρὸς παλαιὰς διαθέσεις καὶ προσφάτους. ψιμυθίου 𐅻 κδʹ. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ιʹ. στίμμεως κεκαυμένου καὶ πε‐ πλυμένου 𐅻 ιʹ. λιβάνου δραχμὰς ιʹ. λεπίδος χαλκοῦ δρα‐ χμὰς εʹ. ὀπίου 𐅻 γʹ. σμύρνης δραχμὰς γʹ. κόμμεως δραχμὰς ιβʹ.
10ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. κολλύριον Γενναδίου. ψιμυθίου 𐅻 ιηʹ. στίμμεως δραχμὰς ιβʹ. σμύρνης δραχμὰς ιβʹ. λεπίδος χαλκοῦ 𐅻 ιβʹ. ὀπίου 𐅻 στʹ. κόμμεως δραχμὰς κδʹ. ὕδωρ ὄμβριον. τὸ διὰ γῆς Σαμίας Πακκίου ὀφθαλμικοῦ, πρὸς τὰς ἐπιτεταμένας διαθέσεις. καδμείας δραχμὰς ιστʹ.
15ψιμυθίου 𐅻 ιστʹ. Σαμίας γῆς δραχμὰς δʹ. ὀπίου 𐅻 βʹ. λιβάνου δραχμὰς βʹ. στίμμεως 𐅻 εʹ. κόμμεως δραχμὰς εʹ.
ὕδατι ἀναλάμβανε. ἡ χρῆσις δι’ ὠοῦ. θερινὸν ἐπιγραφόμε‐760 in vol. 12

12

.

761

νον. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κʹ. ἀκακίας 𐅻 βʹ. γῆς Σαμίας 𐅻 κʹ. ψιμμυθίου δραχμὰς κʹ. λεπίδος χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβʹ. φλοιοῦ λιβάνου 𐅻 βʹ. τραγακάνθης δραχμὰς εʹ. κόμ‐
5μεως δραχμὰς ιστʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. [Κολλύριον ὑγείδιον λεγόμενον.] Καδμείας δραχμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. ἀκακίας 𐅻 στʹ. ὀπίου 𐅻 βʹ. χαλκοῦ κε‐ καυμένου καὶ πεπλυμένου δραχμὰς βʹ. κόμμεως δραχμὰς στʹ. ἐρείκης καρποῦ 𐅻 αʹ. ὕδωρ ὄμβριον.
10 [Ἀνίκητος ἀστὴρ πρὸς περιωδυνίας, φλυκτίδας, στα‐ φυλώματα, ἕλκη ῥυπαρὰ καὶ νεμόμενα. ποιεῖ καὶ πρὸς κεχρο‐ νισμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει.] Καδμείας κεκαυ‐ μένης καὶ πεπλυμένης δραχμὰς ιστʹ. ψιμυθίου πεπλυμέ‐ νου δραχμὰς ιστʹ. ἀμύλου 𐅻 ιβʹ. στίμμεως κεκαυμένου δρα‐
15χμὰς ιβʹ. σποδοῦ 𐅻 ηʹ. μολύβδου κεκαυμένου καὶ πεπλυ‐ μένου δραχμὰς ηʹ. γῆς Σαμίας 𐅻 ηʹ. σμύρνης δραχμὰς βʹ.
ὀπίου 𐅻 βʹ. τραγακάνθης 𐅻 ηʹ. ὕδωρ ὄμβριον.761 in vol. 12

12

.

762

[Λιβιανὸν ἐπιγραφόμενον πρὸς φλυκτίδας, ἐπικαύματα, ῥήξεις, κοιλώματα, ὑποπύους ὀφθαλμοὺς, χημώσεις, σταφυ‐ λώματα. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ διαθέσεις καὶ οὐλὰς ἀποσμήχει.] Καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιστʹ.
5ψιμυθίου πεπλυμένου δραχμὰς ιστʹ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιστʹ. μολύβδου κεκαυμένου καὶ πεπλυ‐ μένου δραχμὰς ηʹ. ἀμύλου 𐅻 ιβʹ. σποδοῦ πομφόλυγος δρα‐ χμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. γῆς ἀστέρος δραχμὰς ηʹ. τραγακάν‐ θης 𐅻 ηʹ. ὀπίου δραχμὰς βʹ. ὕδωρ ὄμβριον καὶ πρὸς τῇ
10ἀναλήψει ὠῶν κʹ. τὰ λευκά. ἄλλο τὸ Λιβιανόν. πομφό‐ λυγος δραχμὰς ηʹ. καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιστʹ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ιστʹ. ἀμύλου 𐅻 ιβʹ. γῆς Σαμίας 𐅻 ηʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ.
15σμύρνης 𐅻 βʹ. ὀπίου δραχμὰς βʹ. τραγακάνθης 𐅻 βʹ. ὕδωρ ὄμβριον. [Τὸ διὰ τοῦ ἐλαφείου κέρατος πρὸς ἕλκη, φλυκτίδας,
οὐλὰς ἀποσμήχει.] Κέρατος ἐλαφείου κεκαυμένου καὶ762 in vol. 12

12

.

763

πεπλυμένου 𐅻 δʹ. λιβάνου δραχμὰς δʹ. μολύβδου κεκαυμέ‐ νου καὶ πεπλυμένου 𐅻 δʹ. λεπίδος χαλκοῦ πεπλυμένης δρα‐ χμὰς βʹ. ὀπίου δραχμὴν μίαν, κόμμεως 𐅻 δʹ. ὕδωρ ὄμβριον. ἄλλο δι’ ἐλάφου κέρατος τοῦ Νεαπολίτου. μολύβδου
5κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιστʹ. κέρατος ἐλαφείου κεκαυ‐ μένου δραχμὰς ιστʹ. λιβάνου 𐅻 ηʹ. ἀκακίαν δραχμὰς ηʹ. σπο‐ δοῦ Κυπρίου δραχμὰς ηʹ. ἀμύλου 𐅻 δʹ. ὀπίου δραχμὰς βʹ. λεπίδος χαλκῆς 𐅻 βʹ. κρόκου δραχμὰς ηʹ. σμύρνης 𐅻 δʹ. τραγακάνθης δραχμὴν μίαν, κόμμεως 𐅻 ηʹ. ὑοσκυάμου ἀπο‐
10βρέγματι ἀναλάμβανε. χλωρὸν πρὸς διαθέσεις. σποδοῦ Κυπρίου 𐅻 ιστʹ. ἀμύλου 𐅻 ιστʹ. κρόκου δραχμὰς ηʹ. στίμ‐ μεως 𐅻 ηʹ. ὀπίου 𐅻 δʹ. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο χλωρὸν Ζωΐλου ὀφθαλμικοῦ. σπο‐ δοῦ Κυπρίας δραχμὰς ηʹ. κρόκου 𐅻 ηʹ. ἀμύλου δραχμὰς ηʹ.
15ὀπίου δραχμὰς βʹ. στίμμεως 𐅻 ηʹ. κόμμεως δραχμὰς δʹ. ἀνα‐ λάμβανε ἀναγαλλίδος χυλῷ. ἄλλο ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω, Ζωΐλου τὸ χλωρόν. καδμείας κεκαυμένης καὶ πε‐
πλυμένης καὶ οἴνῳ Ἰταλικῷ κατεσβεσμένης 𐅻 ηʹ. κρόκου 𐅻 δʹ.763 in vol. 12

12

.

764

στίμμεως κεκαυμένου καὶ γάλακτι κατεσβεσμένου δραχμὰς δʹ. ἀμύλου δραχμὴν μίαν, κόμμεως δραχμὰς βʹ. ἀναλάμβανε χυλῷ ἀναγαλλίδος τῆς τὸ κυανὸν ἄνθος ἐχούσης. [Ἐκ τῶν Σκριβωνίου Λάργου τὸ ψιττά‐
5κιον ἐπιγραφόμενον, πρὸς περιωδυνίας, φλυκτίδας, ἐπικαύ‐ ματα, οὐλὰς ἀναλυομένας, προπτώσεις, συγχύσεις, ὅπου πολλὴ αἵματος παρέγχυσις θεωρεῖται. χρήσιμον δέ ἐστι καὶ πρὸς τὰς ἄλλας διαθέσεις, καὶ μάλιστα ἐπὶ τῶν εὐαισθήτων ὀφθαλ‐ μῶν, ἐφ’ ὧν δάκρυον λεπτὸν ἀποκρίνεται. τὰ δὲ τῆς σκευ‐
10ασίας ἔχει οὕτως.] Καδμείας δραχμὰς ηʹ. κρόκου 𐅻 ηʹ. στίμμεως 𐅻 ηʹ. ἀμύλου προσφάτου δραχμὰς ηʹ. ὀπίου 𐅻 δʹ. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. τὸ τοῦ Ναυκρατίτου πρὸς διαθέσεις φάρμακον ἐπιτετευγμένον. καδμείας 𐅻 ιβʹ. κρόκου δραχμὰς ιβʹ. ὀπίου 𐅻 στʹ. λεπίδος
15στομώματος κεκαθαρμένης δραχμὰς εʹ. λεπίδος χαλκοῦ 𐅻 στʹ. ῥόδων χυλοῦ δραχμὰς ιστʹ. μολύβδου κεκαυμένου καὶ πεπλυ‐ μένου δραχμὰς εʹ. σμύρνης 𐅻 γʹ. νάρδου δραχμὰς βʹ. ἀκα‐
κίας δραχμὰς βʹ. κόμμεως 𐅻 ιβʹ. ὕδωρ ὄμβριον. Ἀνθαίου764 in vol. 12

12

.

765

τὸ χλωρόν. καδμείας 𐅻 μηʹ. σμύρνης δραχμὰς κδʹ. κρό‐ κου 𐅻 μηʹ. ὀπίου δραχμὰς κδʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. λεπίδος χαλκοῦ δραχμὰς στʹ. νάρδου Ἰνδικῆς 𐅻 στʹ. ἀκακίας 𐅻 στʹ. κόμμεως 𐅻 κδʹ. ὕδωρ ὄμβριον.
5τὸ διὰ χαλβάνης πρὸς περιωδυνίας καὶ ὀφθαλμίας, ᾧ ἐχρή‐ σατο Νικήτης. καδμείας δραχμὰς ηʹ. σποδοῦ Κυπρίας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ὀπίου δρα‐ χμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. χαλβάνης δραχμὰς ηʹ. ὕδατι ἀνα‐ λάμβανε τὸ φάρμακον. τῶν ἄγαν ἐστὶ πεπιστευμένων, ἔχει
10δὲ καὶ κόμμεως 𐅻 ηʹ. ἐν ἄλλαις γραφαῖς σπόδιον οὐκ ἔχει. ἄλλο. καδμείας 𐅻 ιστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυ‐ μένου 𐅻 ηʹ. σμύρνης, χαλβάνης ἀνὰ 𐅻 ηʹ. ὀπίου 𐅻 ηʹ. χαλκάνθης 𐅻 στʹ. κόμμεως 𐅻 στʹ. ὕδατι ὀμβρίῳ. [Διάῤῥοδον Νείλου, ὡς Ἀνδρέας πρὸς περιωδυνίας,
15ῥεῦμα πολὺ καὶ λεπτὸν, φλυκτίδας, προπτώσεις.] Ῥόδων φύλλων χωρὶς τῶν λοβῶν δραχμὰς δʹ. κρόκου δραχμὰς βʹ.
ὀπίου ὀβολὸν αʹ. νάρδου Ἰνδικῆς ὀβολὸν αʹ. κόμμεως δρα‐765 in vol. 12

12

.

766

χμὰς γʹ. ἐν ἄλλῳ κόμμεως 𐅻 αʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ἀνειμένη. ἄλλο διάῤῥοδον Νείλου, ᾧ ἐχρή‐ σατο Γαλλίων ὁ ὀφθαλμικός. ῥόδων δραχμὰς δʹ. κρόκου 𐅻 βʹ. ἀκακίας 𐅻 αʹ. ὀπίου ὀβολὸν αʹ. νάρδου Ἰνδικῆς
5ὀβολὸν ἕνα, κόμμεως δραχμὰς γʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ἀνειμένη. ἄλλο διάῤῥοδον, ὡραῖον λεγόμενον πρὸς τὰς αὐτὰς διαθέσεις. ῥόδων ὠνυχισμένων δραχμὰς κδʹ. κρόκου δραχμὰς ιβʹ. ἀμύλου 𐅻 στʹ. βαλαυστίου δρα‐ χμὰς δʹ. ὀπίου δραχμὰς δʹ. τραγακάνθης 𐅻 ηʹ. ὑοσκυάμου
10τῶν φύλλων τῷ χυλῷ ἀναλάμβανε. ἐν τῷ διδασκάλου τε καὶ Ἰωάννου βιβλίῳ γέγραπται τῷ κυπαρίσσου χυλῷ. ἄλλο. ῥόδων 𐅻 ηʹ. κρόκου δραχμὰς δʹ. χαλκοῦ κεκαυμένου καὶ πε‐ πλυμένου 𐅻 αʹ. κόμμεως 𐅻 αʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. διάῤῥοδον Τερεντίου διὰ τῆς πομφόλυγος. ῥόδων
15ἁπαλῶν 𐅻 ιβʹ. σποδοῦ Κυπρίας δραχμὰς δʹ. κρόκου 𐅻 δʹ. ὀπίου δραχμὰς δʹ. νάρδου δραχμὰς δʹ. κόμμεως δραχμὰς δʹ.
ὕδατι ὀμβρίῳ. ἄλλο διάῤῥοδον. ῥόδων ἁπαλῶν δραχμὰς βʹ.766 in vol. 12

12

.

767

κρόκου δραχμὰς στʹ. σποδοῦ Κυπρίου 𐅻 βʹ. ἀμύλου δρα‐ χμὰς βʹ. ἀκακίας δραχμὴν μίαν, νάρδου Ἰνδικῆς 𐅻 αʹ. κόμ‐ μεως δραχμὰς ιβʹ. τραγακάνθης 𐅻 αʹ. ὕδατι ὀμβρίῳ. διάῤ‐ ῥοδον εὐελπιδίου, διάσμυρνον ἐπικαλούμενον. ῥόδων 𐅻 ρʹ.
5κρόκου δραχμὰς νʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης δραχμὴν μίαν 𐅶ʹʹ. κόμμεως δραχμὰς νʹ. οἴνῳ εὐώδει. ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο διάῤῥοδον. ῥόδων 𐅻 ρʹ. κρόκου δραχμὰς νʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης 𐅻 νʹ. κόμμεως 𐅻 ηʹ. οἴνῳ εὐ‐ ώδει, ἡ χρῆσις δι’ ὠοῦ. ἐγὼ τοῦτο ἐπεσκεύασα, ἀντὶ τῶν
10φύλλων τῶν ῥόδων, ἐμβάλλων ῥόδων ἄνθους 𐅻 βʹ. καὶ ὤφθη δαιμονίως ποιοῦν. [Διάῤῥοδον τὸ διὰ τῶν οβʹ. τὸ μέγα λεγόμενον, ἐχρή‐ σατο τούτῳ Λεύκιος ὁ καθηγητὴς πρὸς περιωδυνίας, φλυ‐ κτίδας, ἐπικαύματα, σταφυλώματα, προπτώσεις, πρὸς ὑπο‐
15πύους ὀφθαλμοὺς, πρὸς ῥεύματα παλαιὰ, κεχρονισμένας ὀφθαλμίας καὶ δυσαπαλλάκτους διαθέσεις.] Ῥόδων χλω‐ ρῶν χωρὶς τῶν λοβῶν δραχμὰς οβʹ. καδμείας κεκαυμένης καὶ
πεπλυμένης δραχμὰς κδʹ. κρόκου δραχμὰς ξʹ. ὀπίου 𐅻 γʹ.767 in vol. 12

12

.

768

στίμμεως δραχμὰς γʹ. οἱ δὲ 𐅻 στʹ. ἰοῦ 𐅻 βʹ. οἱ δὲ δρα‐ χμὰς γʹ. λεπίδος χαλκοῦ 𐅻 βʹ. νάρδου Ἰνδικῆς δραχμὰς βʹ. σμύρνης 𐅻 στʹ. οἱ δὲ δραχμὰς δʹ. κόμμεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἄλλο διὰ τῶν οβʹ. ῥόδων
5𐅻 οβʹ. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κδʹ. κρόκου 𐅻 στʹ. οἱ δὲ ηʹ. ὀπίου δραχμὰς γʹ. στίμμεως 𐅻 γʹ. σμύρνης 𐅻 γʹ. λεπίδος χαλκοῦ 𐅻 βʹ. ἰοῦ 𐅻 βʹ. νάρδου 𐅻 αʹ. οἱ δὲ βʹ. κόμμεως 𐅻 κδʹ. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις διὰ τοῦ γάλακτος. τὸ διὰ τῶν λευκοΐων φάρμακον ἐπιτετευγμένον
10πρὸς ἐπιφορὰς καὶ διαθέσεις. ἀκακίας δραχμὰς μηʹ. λευ‐ κοΐων χυλοῦ 𐅻 μηʹ. σποδοῦ Κυπρίας 𐅻 κδʹ. κρόκου δρα‐ χμὰς κδʹ. σμύρνης 𐅻 δʹ. ὀπίου 𐅻 δʹ. οἱ δὲ στʹ. ὑοσκυάμου χυλοῦ 𐅻 δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δʹ. κόμμεως 𐅻 δʹ. οἴνῳ Φαλερίνῳ.
15 [Κολλύριον ᾧ ἐχρήσατο Φλῶρος ἐπὶ Ἀντωνίας τῆς Δρούσου μητρὸς, παρ’ ὀλίγον ὑπὸ τῶν ἄλλων ἰατρῶν πη‐
ρωθείσης.] Ἀκακίας δραχμὰς μηʹ. ῥόδων ξηρῶν 𐅻 μηʹ.768 in vol. 12

12

.

769

μελιλώτων δραχμὰς μηʹ. σποδοῦ Κυπρίας 𐅻 κδʹ. μανδρα‐ γόρου μήλων δραχμὰς βʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δραχμὰς στʹ. ὑοσκυάμου σπέρματος ὀξύβαφα βʹ. ἐν ἄλλῳ 𐅻 κδʹ. σμύρνης δραχμὰς δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. κόμ‐
5μεως 𐅻 μʹ. οἴνου Φαλερίνου, ὕδατος ὀμβρίου ἀνὰ κοτύλας γʹ. τὸν οἶνον καὶ τὸ ὕδωρ μίξας καὶ τούτοις ἐπιβαλὼν ῥόδα, μελίλωτον, ὑοσκυάμου σπέρμα, μανδραγόρου τὰ μῆλα. εἰ δὲ μή γε, τὸν φλοιὸν ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γʹ, ἢ πέντε. ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας χρῶ πρὸς τὴν τοῦ φαρμάκου
10σκευασίαν, καὶ ἀναπλάσας χρῶ ὡς δοκιμωτάτῳ. [Μήλινον τρυφερὸν ποιοῦν πρὸς τοὺς μηδ’ ἡν‐ τιναοῦν δῆξιν φαρμάκων ὑπομένοντας, ποιοῦν πρὸς φλυκτί‐ δας, προπτώσεις, ῥεῦμα δριμὺ καὶ πολὺ καὶ ἐπικαύματα καὶ πρὸς τὰς προσφάτους διαθέσεις.] Καδμείας κεκαυμένης
15καὶ γάλακτι ἐσβεσμένης 𐅻 ιστʹ. ψιμυθίου πεπλυμένου δρα‐ χμὰς ηʹ. κρόκου 𐅻 δʹ. ὀπίου 𐅻 αʹ. τραγακάνθης δραχμὰς βʹ.
ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο πρὸς ἐπικαύματα,769 in vol. 12

12

.

770

φλυκτίδας, προπτώσεις, περιωδυνίας. ψιμυθίου δραχμὰς κδʹ. ἀμύλου 𐅻 ιβʹ. καδμείας πεπλυμένης 𐅻 ιʹ. λιβάνου δρα‐ χμὰς ιʹ. κρόκου 𐅻 ηʹ. ὀπίου δραχμὰς ηʹ. κόμμεως 𐅻 ιʹ. τραγακάνθης 𐅻 βʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. διάῤῥο‐
5δον ἀνέγκλητον. καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 κδʹ. ψιμυθίου δραχμὰς ιβʹ. ὀπίου 𐅻 στʹ. ῥόδων ἄν‐ θους 𐅻 στʹ. κρόκου δραχμὰς στʹ. λίθου σχιστοῦ 𐅻 ιβʹ. κόμμεως 𐅻 ιʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ ὠοῦ.
10ἄλλο. καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 κδʹ. ψι‐ μυθίου δραχμὰς ιβʹ. λίθου σχιστοῦ 𐅻 δʹ. ῥόδων ἄνθους δρα‐ χμὰς στʹ. κρόκου 𐅻 στʹ. ὀπίου δραχμὰς στʹ. κόμμεως 𐅻 στʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ ὠοῦ.
15 [Κροκῶδες παιδικὸν ἐπιγραφόμενον τὸ διὰ τῆς πομφό‐ λυγος, πρὸς ἐπιφορὰς καὶ περιωδυνίας καὶ τὰς ἐκ πληγῶν διαθέσεις.] Σποδοῦ πομφόλυγος δραχμὰς ιστʹ. κρόκου
𐅻 ιστʹ. ὀπίου δραχμὰς ιστʹ. τραγακάνθης 𐅻 ηʹ. ὕδατι770 in vol. 12

12

.

771

ὀμβρίῳ, καὶ πρὸς τῇ ἀναλήψει ὠῶν τεσσάρων τὸ λευκόν. κολλύριον Γαΐου ὀφθαλμικοῦ. σποδοῦ Κυπρίας δραχμὰς δʹ. ἀμύλου προσφάτου δραχμὰς ιβʹ. κρόκου 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. μανδραγόρου χυλοῦ 𐅻 αʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ,
5ἡ χρῆσις δι’ ὠοῦ. Ἀτιμητροῦ λυσιπόνιον. χαλκάνθης ὠμῆς δραχμὰς μʹ. πομφόλυγος ὠμῆς δραχμὰς μʹ. ψιμυθίου δραχμὰς κδʹ. ὀπίου 𐅻 βʹ. κρόκου δραχμὰς δʹ. τὸ κρόκον εἰς ὕδωρ βάλλεται καὶ ἀποβρέχεται καὶ τῷ ἀποβρέγματι σκευάζεται τὸ κολλύριον. τὸ δ’ ὑπολειφθὲν τοῦ κρόκου λε‐
10αίνεται καὶ μίγνυται τοῖς λοιποῖς, κόμμεως δραχμαῖς λβʹ. Διομήδους λυσιπόνιον πρὸς περιωδυνίας παραχρῆμα λύει τοὺς πόνους. χαλκάνθης ὠμῆς δραχμὰς λβʹ. ψιμυθίου δραχμὰς λαʹ. σποδοῦ πομφόλυγος δραχμὰς ιστʹ. κρόκου δρα‐ χμὰς ιστʹ. λιβάνου 𐅻 ηʹ. σμύρνης δραχμὰς βʹ. κόμμεως δρα‐
15χμὰς ιστʹ. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ. γενναῖόν ἐστι τὸ κολλύριον. τοῦ Ζωΐλου, ποιοῦν πρὸς τὰς παλαιὰς ὀφθαλ‐
μίας, μυοκεφάλους, σταφυλώματα καὶ παλαιὰ ῥεύματα. 771 in vol. 12

12

.

772

καδμείας δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου δραχμὰς ηʹ. ψιμμυ‐ θίου δραχμὰς δʹ. ἀλόης δραχμὴν μίαν 𐅶ʹʹ. φύλλου κρόκου, χαλκίτεως ὀπτῆς, χαλκάνθου, ὀπίου λυκίου, ἀνὰ δραχμὴν μίαν, σμύρνης δραχμὰς βʹ. ἀκακίας δραχμὰς κʹ. ναρδοστά‐
5χυος δραχμὴν μίαν 𐅶ʹʹ. κόμμεως δραχμὰς κʹ. καστορίου 𐅻 δʹ. στίμμεως κεκαυμένου δραχμὰς ηʹ. ὕδωρ ὄμβριον. [Ἀσκληπιάδου Πακκίου πρὸς περιωδυνίας, ῥεῦμα λε‐ πτὸν καὶ πολὺ ἐπίκαυμα, φλυκτίδας, ὑμένων ἐπαναστάσεις, τραχώματα, κεχρονισμένας διαθέσεις καὶ τοὺς ὑπὸ πολλῶν
10ἐγχρίσεων βλαβέντας, παραχρῆμα ὠφελεῖ. τὰ δὲ τῆς σκευ‐ ασίας ἔχει οὕτως.] Καδμείας δραχμὰς ιβʹ. χαλκοῦ κεκαυ‐ μένου 𐅻 ιβʹ. κρόκου δραχμὰς ιβʹ. λεπίδος χαλκοῦ κεκαυμέ‐ νου 𐅻 ιβʹ. σμύρνης δραχμὰς δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. ῥό‐ δων ξηρῶν δραχμὰς δʹ. ὀπίου 𐅻 δʹ. λίθου αἱματίτου δρα‐
15χμὰς δʹ. πεπέρεως λευκοῦ κόκκους κδʹ. κόμμεως δραχμὰς ιβʹ. οἴνου Χίου τὸ αὔταρκες. ἡ χρῆσις δι’ ὠοῦ. ἐν ἄλλαις γρα‐
φαῖς ἔχει ῥόδων δραχμὰς γʹ. πεπέρεως κόκκους κεʹ. τὸ νε‐772 in vol. 12

12

.

773

κτάριον ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον. καδμείας δραχμὰς ιβʹ. λεπίδος Κυπρίας πεπλυμένης 𐅻 ιβʹ. κρόκου δραχμὰς ιβʹ. ὀπίου 𐅻 δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμέ‐ νου δραχμὰς ιβʹ. σμύρνης 𐅻 δʹ. λίθου αἱματίτου 𐅻 δʹ. ῥόδων
5ξηρῶν δραχμὰς δʹ. ναρδοστάχυος 𐅻 δʹ. μίσυος ὀπτοῦ δρα‐ χμὰς δʹ. κασσίας σύριγγος 𐅻 δʹ. πεπέρεως λευκοῦ κόκκους κεʹ. κόμμεως 𐅻 ιβʹ. οἴνῳ χρῶ. [Ἀντιγόνου κροκῶδες λεοντάριον ἐπιγραφόμε‐ νον, ἐπειδή περ γλύμματι τούτῳ ἐσφραγίζετο, ποιεῖ πρὸς
10ἐπιφορὰς, περιωδυνίας, κεχρονισμένας διαθέσεις. ἔστι δὲ καὶ τοῖς τραχωματικοῖς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει, μάλιστα δὲ νηπίοις ἐστὶ χρήσιμον.] Σποδοῦ Κυπρίας 𐅻 μηʹ. κρόκου 𐅻 κδʹ. σμύρνης δραχμὰς ιβʹ. λίθου αἱμα‐ τίτου 𐅻 ηʹ. ὀπίου δραχμὰς ιβʹ. πεπέρεως λευκοῦ κόκκους
15λστʹ. κόμμεως δραχμὰς πʹ. οἴνῳ Φαλερίνῳ. ἄλλο. σποδοῦ
Κυπρίας δραχμὰς πʹ. κρόκου δραχμὰς μʹ. σμύρνης 𐅻 κʹ.773 in vol. 12

12

.

774

ὀπίου 𐅻 κʹ. αἱματίτου λίθου 𐅻 ιβʹ. πεπέρεως κόκκους ξʹ. κόμμεως δραχμὰς πʹ. οἴνῳ Φαλερίνῳ. [Ἐκ τῶν Σκριβωνίου Λάργου, Μαχάωνος Ἀσκλη‐ πιὸς, πρὸς παλαιὰς διαθέσεις καὶ ὑποπύους ὀφθαλμούς.]
5Σποδοῦ πομφόλυγος δραχμὰς λβʹ. χαλκοῦ κεκαυμένου δρα‐ χμὰς λβʹ. κρόκου Σικελοῦ 𐅻 ιστʹ. σμύρνης 𐅻 στʹ. λίθου αἱματίτου δραχμὰς ιʹ. νάρδου Ἰνδικῆς 𐅻 στʹ. ὀπίου δρα‐ χμὰς στʹ. πεπέρεως κόκκους μʹ. οἴνῳ Χίῳ. ἐν τῷ Ἀθη‐ νίππων Ἀσκληπιῶν ἔχει οὕτως, ὀπίου δραχμὰς ηʹ.
10 [Εὐημέρου πρὸς περιωδυνίας καὶ διαθέσεις.] Χαλ‐ κοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 λβʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. κρόκου 𐅻 ιστʹ. σμύρνης δραχμὰς ηʹ. λίθου αἱμα‐ τίτου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ναρδοστάχυος δρα‐ χμὰς δʹ. μίσυος κεκαυμένου 𐅻 δʹ. ὀπίου πεφωγμένου δρα‐
15χμὰς δʹ. κόμμεως 𐅻 ιστʹ. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες. [Διάσμυρνον εὐῶδες Συνέρωτος, φάρμακον ἐπιτε‐ τευγμένον πρὸς τὰς κεχρονισμένας διαθέσεις. ποιεῖ πρὸς ῥυά‐
δας καὶ αἰγίλωπας.] Καδμείας πεπλυμένης 𐅻 κηʹ. λίθου774 in vol. 12

12

.

775

αἱματίτου κεκαυμένου καὶ πεπλυμένου 𐅻 κεʹ. σποδοῦ Κυ‐ πρίας 𐅻 κδʹ. σμύρνης δραχμὰς μηʹ. κρόκου δραχμὰς δʹ. ὀπίου Ἱσπανοῦ δραχμὰς ηʹ. πεπέρεως λευκοῦ κόκκους λʹ. κόμμεως 𐅻 στʹ. οἴνῳ Ἰταλικῷ· ἡ χρῆσις δι’ ὠοῦ ἐπὶ τῶν προσφά‐
5των καὶ ἡ κρᾶσις ὑδαρής. ἔνιοι κρόκου δραχμὰς ιβʹ. [Αἱμάτινον Συνέρωτος τραχωματικὸν ἀγαθόν. ποιεῖ πρὸς τὰς παλαιὰς διαθέσεις καὶ πρὸς συκώματα καὶ πᾶσαν ἐξοχὴν, μιγνύμενον τῷ Συνέρωτος εὐώδει.] Χαλκοῦ κεκαυ‐ μένου καὶ πεπλυμένου 𐅻 κδʹ. λίθου αἱματίτου 𐅻 αʹ. κρό‐
10κου 𐅻 δʹ. ὀπίου 𐅻 δʹ. κόμμεως 𐅻 ιβʹ. ὄξει δριμυτάτῳ. ἄλλο. χαλκοῦ κεκαυμένου 𐅻 μηʹ. κρόκου δραχμὰς κδʹ. ὀπίου 𐅻 δʹ. κόμμεως Θηβαϊκῆς 𐅻 κδʹ. πομφόλυγος δρα‐ χμὰς ιηʹ. σμύρνης 𐅻 ιηʹ. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ιβʹ. λί‐ θου αἱματίτου 𐅻 αʹ. ἰοῦ δραχμὰς δʹ. οἴνῳ ἀναλάμβανε. τοῦ
15Ἱέρακος τραχωματικόν. μίσυος κεκαυμένου δραχμὰς ηʹ.
κρόκου 𐅻 ηʹ. ὀπίου δραχμὰς ηʹ. λίθου αἱματίτου πεπλυμέ‐775 in vol. 12

12

.

776

νου 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβʹ. σμύρ‐ νης 𐅻 ιβʹ. κόμμεως 𐅻 ιβʹ. ὄξει δριμυτάτῳ. [Ἀπολλωνίου σκυλάκιον ἐπισήμως ἰατρεύσαντος, του‐ τέστι τὸ ἱεράκιον κολλύριον τραχωματικόν· ἐπιγράφεται φοῖ‐
5νιξ. ποιεῖ καὶ πρὸς μίλφους καὶ πρὸς κεχρονισμένας διαθέ‐ σεις] Λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου 𐅻 λβʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστʹ. ἰοῦ ξυστοῦ δραχμὰς ιστʹ. ὀπίου 𐅻 ηʹ. οἱ δὲ στʹ. καδμείας βοτρυΐτιδος 𐅻 δʹ. χαλκίτεως ὀπτῆς 𐅻 δʹ. κόμμεως 𐅻 ιστʹ. ὕδωρ ὄμβριον.
10 [Ἄλλως ὁ Φοῖνιξ Ἀπολλωνίου, ὡς Ἄρειος Ἀσκληπιάδειος ἐνέγραψεν ἐν ταῖς ἰδίαις συναγωγαῖς τῶν φαρμάκων.] Λίθου αἱματίτου δραχμὰς κδʹ. λίθου σχι‐ στῆς κεκαυμένης καὶ πεπλυμένης 𐅻 κδʹ. καδμείας 𐅻 ιβʹ. χαλκοῦ κεκαυμένου δραχμὰς ιβʹ. ὀπίου 𐅻 ηʹ. χαλκίτεως ὀπτῆς
15δραχμὰς δʹ. οἱ δὲ 𐅻 ηʹ. ἐν ἄλλῳ καὶ ἰοῦ δραχμὰς ιβʹ. κόμ‐ μεως δραχμὰς ιστʹ. ὕδωρ ὄμβριον. [Ἄλλο κολλύριον τραχωματικόν.] Χαλκίτεως κεκαυ‐
μένης δραχμὰς ιβʹ. μίσυος κεκαυμένης καὶ πεπλυμένης 𐅻 ηʹ.776 in vol. 12

12

.

777

κρόκου, ὀπίου ἀνὰ δραχμὰς στʹ. λίθου αἱματίτου 𐅻 ηʹ. κόμμεως 𐅻 ιβʹ. ὄξει δριμυτάτῳ. [Κολλύριον τραχωματικὸν, οὐλὰς καὶ τύλους ἀποσμή‐ χει. ποιεῖ δὲ καὶ πρὸς κεχρονισμένας διαθέσεις.] Χαλκοῦ
5κεκαυμένου καὶ πεπλυμένου 𐅻 κδʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. σμύρνης 𐅻 ιστʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 ιβʹ. λίθου αἱματίτου 𐅻 κδʹ. ὀπίου 𐅻 δʹ. πεπέρεως κόκκους ιβʹ. ἐν ἄλλῳ κόκ‐ κους ιστʹ. κόμμεως 𐅻 ηʹ. οἴνῳ ἀναλάμβανε καὶ χρῶ. [Εὐημέρου, οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιοῦν καὶ
10πρὸς κεχρονισμένας διαθέσεις.] Καδμείας 𐅻 ξʹ. κρόκου δραχμὰς νʹ. ναρδοστάχυος 𐅻 κʹ. λεπίδος χαλκοῦ πεφωγμένου καὶ πεπλυμένου 𐅻 νʹ. σμύρνης 𐅻 νʹ. ὀπίου 𐅻 λʹ. χαλκοῦ κεκαυμένου 𐅻 ξʹ. μίσυος ὠμοῦ δραχμὰς νʹ. κόμμεως 𐅻 οʹ. οἴνῳ Χίῳ ἀναλάμβανε.
15 [Ἄλλο Πυράμου, οὐλὰς καὶ τύλους ἀποσμῆχον κατα‐ στέλλει πᾶσαν ἐξοχήν.] Καδμείας Κυπρίας 𐅻 μʹ. λίθου αἱματίτου δραχμὰς μʹ. χαλκοῦ κεκαυμένου 𐅻 μʹ. μίσυος κε‐
καυμένου δραχμὰς κʹ. κρόκου 𐅻 κʹ. ἀμμωνιακοῦ θυμιάματος777 in vol. 12

12

.

778

δραχμὰς κʹ. λεπίδος χαλκοῦ κεκαυμένης καὶ πεπλυμένης 𐅻 κʹ. ὀπίου δραχμὰς κʹ. σμύρνης 𐅻 κʹ. κόμμεως λίτραν μίαν, ὄξει δριμυτάτῳ χρῶ. [Ἄλλο Εὐημέρου πρὸς τὰς αὐτὰς διαθέσεις.] Χαλ‐
5κοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδʹ. σποδοῦ πομφό‐ λυγος δραχμὰς ιβʹ. σμύρνης 𐅻 ηʹ. ἁλὸς ἀμμωνιακοῦ δρα‐ χμὰς ιβʹ. λίθου αἱματίτου 𐅻 δʹ. πεπέρεως δραχμὰς ιβʹ. κόμ‐ μεως δραχμὰς ηʹ. οἴνου Χίου τὸ ἀρκοῦν. [Λυγκεὺς ἐπιγραφόμενον πρὸς τετυλωμένας διαθέσεις,
10ὀξυδερκὲς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] Καδμείας 𐅻 ιβʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβʹ. ἀμμω‐ νιακοῦ θυμιάματος 𐅻 ιβʹ. σμύρνης 𐅻 ιστʹ. λίθου αἱματί‐ του 𐅻 στʹ. ὀπίου 𐅻 στʹ. ἀλόης 𐅻 δʹ. χολῆς ταυρείας 𐅻 δʹ. χαλβάνης 𐅻 δʹ. ἰοῦ 𐅻 αʹ. ὀποπάνακος 𐅻 δʹ. ἁλὸς
15ἀμμωνιακοῦ 𐅻 βʹ. κόμμεως 𐅻 στʹ. οἱ δὲ 𐅻 βʹ. ὕδωρ ὄμβριον. [Ῥίνημα ἐπιγραφόμενον. ποιεῖ πρὸς τετυλωμένας δια‐ θέσεις καὶ οὐλὰς ἀποσμήχει, ποιεῖ καὶ πρὸς ὑποχύματα.]
Καδμείας δραχμὰς μηʹ. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς μηʹ.778 in vol. 12

12

.

779

χαλκοῦ κεκαυμένου 𐅻 μηʹ. ὀπίου δραχμὰς ιστʹ. ἰοῦ Κυπρίου δραχμὰς ιστʹ. ἀλόης 𐅻 ιστʹ. σμύρνης δραχμὰς ιστʹ. λίθου αἱματίτου δραχμὰς κδʹ. χαλβάνης δραχμὰς ιδʹ. ὀποπάνακος δραχμὰς ιηʹ. χολῆς ταυρείας 𐅻 ηʹ. ἁλὸς ἀμμωνιακοῦ δρα‐
5χμὰς δʹ. κόμμεως δραχμὰς ξʹ. ὕδωρ ὄμβριον. ἡ χρῆσις ὑδαρής. [Κολλύριον ἁρμάτιον ἐπιγραφόμενον, ᾧ ἐχρή‐ σατο Πτολεμαῖος ὁ βασιλεὺς, σμηκτικὸν, οὐλὰς ἀποσμήχει. ἔστι δὲ καὶ ὀξυδερκικὸν καὶ τραχωματικὸν ἀγαθόν.] Χαλ‐ κοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ἀμμωνιακοῦ θυμιά‐
10ματος δραχμὰς ηʹ. λίθου αἱματίτου 𐅻 ηʹ. φλοιοῦ λιβάνου δραχμὰς ηʹ. κόμμεως 𐅻 ηʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὕδα‐ τος, ἐν ἄλλαις γραφαῖς ἔχει καὶ ἰοῦ δραχμὰς βʹ. [Τὸ διὰ τοῦ αἱματίτου ὀξυδερκικὸν οὐλὰς καὶ τύλους ἀποσμήχει.] Ἀμμωνιακοῦ θυμιάματος δραχμὰς κδʹ. χαλ‐
15κοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδʹ. λίθου αἱματί‐ του δραχμὰς κδʹ. κόμμεως δραχμὰς κδʹ. ἰοῦ δραχμὰς ηʹ. ὕδωρ
ὄμβριον.779 in vol. 12

12

.

780

[Ἀρτεμώνιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Βάσσος ὁ ἑταῖρος. ποιεῖ πρὸς τὰ χρόνια ῥεύματα καὶ πρὸς τὰς τῶν βλεφάρων τραχύτητας καὶ πρὸς τοὺς μυδῶντας καὶ βεβρω‐ μένους κανθοὺς, καθύγρους ὀφθαλμοὺς καὶ τὰς τῶν ὑμένων
5ἐξοχάς· οὐλὰς καὶ τύλους ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν.] Στίμμεως δραχμὰς δʹ. χαλκοῦ κεκαυμένου 𐅻 βʹ. ψιμυθίου δραχμὰς βʹ. κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. φλοιοῦ λιβάνου 𐅻 αʹ. ἰοῦ σκώληκος 𐅻 αʹ.
10κηκίδων ὀμφακίνων 𐅻 αʹ. πεπέρεως λευκοῦ δραχμὴν μίαν, κόμμεως 𐅻 αʹ. οἴνῳ ἀναλάμβανε, ἡ χρῆσις δι’ ὕδατος. ἄλλο φάρμακον ἐπιτετευγμένον. καδμείας δραχμὰς ηʹ. στίμ‐ μεως 𐅻 ηʹ. ψιμυθίου δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου δρα‐ χμὰς δʹ. φλοιοῦ λιβάνου δραχμὰς βʹ. κρόκου 𐅻 βʹ. σμύρνης
15δραχμὰς βʹ. ἰοῦ σκώληκος δραχμὰς βʹ. κηκίδων ὀμφακίνων 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. κόμμεως δραχμὰς δʹ. οἴνῳ ἀναλάμβανε.
[Κολλύριον Ἰνδικὸν ἀέρινον ἐπιγραφόμενον προκατα‐780 in vol. 12

12

.

781

ληπτικὸν ἁπάσης ὀφθαλμίας, ποιεῖ πρὸς ἀμβλυωπίας καὶ ψωρώδεις διαθέσεις καὶ πρὸς βεβρωμένους κανθοὺς καὶ οὐ‐ λὰς ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν.]
5 Ψιμυθίου Ῥοδιακοῦ δραχμὰς μηʹ. καδμείας Κυπρίας 𐅻 κδʹ. μέλανος Ἰνδικοῦ δραχμὰς ηʹ. ὀπίου 𐅻 ηʹ. πεπέρεως λευκοῦ δραχμὰς ηʹ. ἢ στʹ. ὀποβαλσάμου 𐅻 ηʹ. ἢ στʹ. κόμ‐ μεως 𐅻 ιστʹ. κινναμώμου 𐅻 βʹ. ἐν ἄλλῳ 𐅻 ιβʹ. ὕδατι ὀμβρίῳ.
10 [Ἑρμοφίλου θαλασσερὸς κολλύριον ἐπιτετευγμένον πρὸς ὑποχύσεις καὶ πᾶσαν ἀμβλυωπίαν, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύσεως. ἔστι δὲ εὐωδέστατον φάρμακον.] Καδμείας δραχμὰς ιστʹ. μέλανος Ἰνδικοῦ 𐅻 ιστʹ. πεπέρεως λευκοῦ δρα‐ χμὰς ηʹ. ἰοῦ 𐅻 δʹ. ὀπίου Μηδικοῦ 𐅻 δʹ. ὀποβαλσάμου 𐅻 δʹ.
15κόμμεως 𐅻 ιβʹ. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις μεθ’ ὕδατος, ἡ κρᾶσις διαφέρουσα πρὸς τὰς διαθέσεις. [Πομπωνίου Βάσσου, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύ‐
σεως.] Καδμείας δραχμὰς κζʹ. μέλανος Ἰνδικοῦ 𐅻 ιστʹ.781 in vol. 12

12

.

782

πεπέρεως μακροῦ δραχμὰς ιστʹ. πεπέρεως λευκοῦ δραχμὰς ιβʹ. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς εʹ. ὀποβαλσάμου 𐅻 στʹ. ναρδο‐ στάχυος δραχμὰς στʹ. σαγαπηνοῦ 𐅻 εʹ. ὀποπάνακος 𐅻 εʹ. ὀπίου δραχμὰς δʹ. εὐφορβίου 𐅻 κινναμώμου δραχμὴν μίαν,
5κόμμεως δραχμὰς λʹ. τὸ ὑγρὸν χυλῷ μαράθρου. [Ἰνδικὸν βασιλικὸν ἐπιγραφόμενον, ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πᾶσαν ἀμβλυωπίαν καὶ οὐλὰς ἀπο‐ σμήχει.] Καδμείας κεκαυμένης καὶ πεπλυμένης λίτραν μίαν, γο δʹ. μέλανος Ἰνδικοῦ δραχμὰς στʹ. ψιμυθίου γο δʹ. πεπέ‐
10ρεως λευκοῦ γο στʹ. χολῆς ὑαίνης τὸ ὅλον ὅσον ἔχει. σκάρων χολὰς ιʹ. περδίκων χολὰς δʹ. ὀποῦ μήκωνος γο αʹ. ὀποβαλ‐ σάμου γο βʹ. ὀποπάνακος γο βʹ. σαγαπηνοῦ γο βʹ. κόμμεως λίτραν αʹ. ἀναλάμβανε μαράθρου χυλῷ ἢ τῆς λεγομένης ἡρακλείας βοτάνης.
15 [Ἔνστακτον Πακκίου, ὡς Θεμίσων.] Καδμείας δρα‐ χμὰς ξδʹ. μίσυος δραχμὰς λβʹ. χαλκάνθου δραχμὰς λβʹ. στίμ‐
μεως δραχμὰς λβʹ. πεπέρεως λευκοῦ δραχμὰς λβʹ. ὀπίου δρα‐782 in vol. 12

12

.

783

χμὰς ιστʹ. ἰοῦ δραχμὰς ιστʹ. ὀποβαλσάμου δραχμὰς ιστʹ. κόμ‐ μεως δραχμὰς ξδʹ. ὕδατι ὀμβρίῳ. [Τὸ χελιδόνιον ἐπιγραφόμενον.] Καδμείας δραχμὰς μηʹ. στίμμεως δραχμὰς ιβʹ. μίσυος δραχμὰς ηʹ. πεπέρεως
5𐅻 λστʹ. χαλκάνθου δραχμὰς στʹ. ὀπίου δραχμὰς στʹ. ὀποβαλ‐ σάμου 𐅻 τέσσαρας, κόμμεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ. [Τὸ ἱεράκιον πρὸς ἀμβλυωπίαν καὶ ψωρώδεις διαθέ‐ σεις.] Ψιμυθίου δραχμὰς ιστʹ. καδμείας δραχμὰς ηʹ. ἰοῦ δραχμὰς βʹ. πεπέρεως λευκοῦ δραχμὰς βʹ. ὀμφακίου δραχμὰς βʹ.
10ὀπίου 𐅻 βʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὕδατος. [Ἄλλο. οὐλὰς καὶ τύλους ἀποσμήχει.] Καδμείας δραχμὰς ιστʹ. ψιμυθίου δραχμὰς ηʹ. πεπέρεως λευκοῦ δρα‐ χμὰς δʹ. ἰοῦ δραχμὰς βʹ. ὀποβαλσάμου δραχμὰς βʹ. ὀμφακίου
15𐅻 βʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ. [Κολλύριον κιῤῥὸν πάγχρηστον ἐπιγραφόμενον φάρμα‐
κον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ περιβεβρωμένους καν‐783 in vol. 12

12

.

784

θοὺς καὶ ἐπιτεταμένους κνησμοὺς καὶ βλέφαρα συκώδη.] Καδμείας 𐅻 πʹ. χαλκίτεως κεκαυμένης 𐅻 μʹ. πεπέρεως λευ‐ κοῦ δραχμὰς μʹ. κόμμεως 𐅻 μʹ. ὕδατι ὀμβρίῳ. ἐν ἄλλαις γραφαῖς ἐπίσης ἔχει τὰς συσταθμίας. ἄλλο. καδμείας
5δραχμὰς πʹ. χαλκίτεως κεκαυμένης δραχμὰς μʹ. πεπέρεως λευ‐ κοῦ δραχμὰς μʹ. κρόκου δραχμὰς ιβʹ. σμύρνης δραχμὰς ιβʹ. κόμμεως 𐅻 μʹ. ὕδωρ ὄμβριον. [Τρύφωνος τὸ σφαιρικόν.] Καδμείας 𐅻 μʹ. λεπί‐ δος χαλκοῦ 𐅻 λβʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 λβʹ.
10πεπέρεως λευκοῦ 𐅻 λβʹ. ὀπίου 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. ὀπο‐ βαλσάμου 𐅻 δʹ. κόμμεως 𐅻 λβʹ. ὕδωρ ὄμβριον. [Κολλύριον Γάλλου ὀξυδερκικόν.] Καδμείας 𐅻 μηʹ. χαλκίτεως κεκαυμένης 𐅻 κδʹ. πεπέρεως λευκοῦ 𐅻 στʹ. λεπί‐ δος χαλκοῦ 𐅻 ηʹ. ὀπίου 𐅻 στʹ. ὀμφακίου 𐅻 δʹ. σμύρνης
15𐅻 βʹ. ὀποβαλσάμου 𐅻 δʹ. κόμμεως 𐅻 ιβʹ. πεπέρεως λευ‐ κοῦ κόκκους ιʹ. ὕδατος ὀμβρίου τὸ αὔταρκες.
[Κολλύριον ἀρωματικὸν ἐπιγραφόμενον.] 784 in vol. 12

12

.

785

Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστʹ. ἰοῦ δρα‐ χμὰς δʹ. σμύρνης δραχμὰς δʹ. ὀπίου δραχμὰς δʹ. πεπέρεως λευκοῦ δραχμὰς δʹ. νάρδου δραχμὰς βʹ. κρόκου δραχμὰς δʹ. ὀποβαλσάμου δραχμὰς βʹ. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ.
5 [Ἡρακλείδου ἀρωματικὸν κροκῶδες δι’ αἱματίτου.] Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μηʹ. καδμείας δραχμὰς κδʹ. κρόκου δραχμὰς κδʹ. λίθου αἱματίτου δραχμὰς κδʹ. ὀπίου δραχμὰς ιβʹ. πεπέρεως λευκοῦ δραχμὰς ιβʹ. κόμ‐ μεως 𐅻 κδʹ. οἴνῳ Φαλερίνῳ.
10 [Κροκῶδες Ἀσκληπιὸς ὀξυδερκικόν.] Χαλκοῦ κεκαυ‐ μένου 𐅻 μηʹ. κρόκου δραχμὰς ιβʹ. ὀμφακίου δραχμὰς 𐅻 δʹ. ὀπίου 𐅻 ιβʹ. σμύρνης δραχμὰς βʹ. ὀποβαλσάμου 𐅻 δʹ. κόμ‐ μεως 𐅻 ιβʹ. πεπέρεως λευκοῦ κόκκους ιʹ. ὕδατος ὀμβρίου τὸ αὔταρκες.
15 [Ἰσοχρύσου πρὸς βεβρωμένους κανθοὺς, ψωρώδεις δια‐ θέσεις, χρονιζούσας ὀφθαλμίας, τραχώματα, συκώδεις ἐπα‐
ναστάσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει.] Καδμείας δρα‐785 in vol. 12

12

.

786

χμὰς στʹ. λίθου αἱματίτου δραχμὰς ιστʹ. σμύρνης δραχμὰς ιστʹ. ὀπίου δραχμὰς ιστʹ. κρόκου δραχμὰς κδʹ. πεπέρεως μα‐ κροῦ δραχμὰς ιβʹ. πεπέρεως λευκοῦ δραχμὰς κδʹ. κόμμεως 𐅻 ξδʹ. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες.
5 [Κινναβάριον ἀξίου ὀφθαλμικοῦ Στόλου Βρεττανικοῦ πρὸς περιβεβρωμένους κανθοὺς, καχεκτικὰς ὀφθαλμίας, ἐπι‐ τεταμένους κνησμοὺς, χρονίας διαθέσεις.] Ψωρι‐ κοῦ δραχμὰς κδʹ. καδμείας δραχμὰς κδʹ. κρόκου δραχμὰς ιστʹ. πεπέρεως δραχμὰς ιστʹ. κινναβάρεως δραχμὰς ιστʹ. ὀπίου
10δραχμὰς ιβʹ. κόμμεως δραχμὰς κδʹ. ὕδωρ ὄμβριον. ἄλλο. ψωρικοῦ 𐅻 κδʹ. πεπέρεως δραχμὰς κδʹ. καδμείας δραχμὰς κδʹ. κρόκου δραχμὰς κδʹ. σανδαράχης δραχμὰς ηʹ. ὀπίου δραχμὰς ηʹ. κινναβάρεως δραχμὰς ηʹ. κόμμεως δραχμὰς ηʹ. ὕδατι ὀμβρίῳ. [Μήλινον ἀτάραχον ἐπιγραφόμενον. ποιεῖ πρὸς πᾶσαν
15ἀμβλυωπίαν καὶ πρὸς παλαιὰς διαθέσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει.] Καδμείας δραχμὰς κδʹ. ὀμφακίου δραχμὰς ιβʹ.
ἁλὸς ἀμμωνιακοῦ δραχμὰς δʹ. ἀμμωνιακοῦ θυμιάματος δρα‐786 in vol. 12

12

.

787

χμὰς ιβʹ. ὀπίου δραχμὰς ηʹ. κόμμεως 𐅻 κδʹ. ψιμυθίου 𐅻 κδʹ. κρόκου 𐅻 ιστʹ. πεπέρεως λευκοῦ 𐅻 κδʹ. ὕδωρ ὄμβριον. [Λουκίου καθηγητοῦ μήλινον, πρὸς ψωρώδεις καὶ πε‐ ριβεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, καθύγρους
5ὀφθαλμούς. πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] Ψιμυθίου δραχμὰς κδʹ. κρόκου 𐅻 κδʹ. ἀμμω‐ νιακοῦ θυμιάματος 𐅻 στʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 στʹ. νάρδου Ἰνδικῆς 𐅻 στʹ. ὀπίου 𐅻 στʹ. σμύρνης 𐅻 στʹ. ὀμφακίου 𐅻 στʹ. κόμμεως 𐅻 κδʹ. ὕδατι ὀμβρίῳ.
10 [Ἄλλο κολλύριον ὁ Πρωτεύς. ᾧ οὐδὲν ἴσον· ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] Καδμείας δραχμὰς βʹ. χαλ‐ κίτεως ὠμῆς 𐅻 μʹ. ψιμυθίου δραχμὰς μʹ. πεπέρεως λευκοῦ 𐅻 λʹ. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς κʹ. κρόκου 𐅻 ιστʹ. ὀπίου
15δραχμὰς ιβʹ. σαγαπηνοῦ δραχμὰς ιβʹ. ἐλαίας δακρύου 𐅻 ιβʹ.
ἀρσενικοῦ δραχμὰς ηʹ. σμύρνης 𐅻 ιβʹ. κόμμεως 𐅻 κʹ. ὀπο‐787 in vol. 12

12

.

788

πάνακος 𐅻 κʹ. ὀποβαλσάμου δραχμὰς ιβʹ. σκεύαζε ὕδατι ὀμβρίῳ, ἡ χρῆσις μεθ’ ὕδατος. [Ὑγιεινοῦ τὸ χρυσοῦν, πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις διαθέσεις.] Σανδαράχης δραχμὰς κδʹ. πεπέρεως
5λευκοῦ κόκκους ιβʹ. σμύρνης δραχμὰς στʹ. κρόκου 𐅻 στʹ. κόμ‐ μεως 𐅻 ιβʹ. ὕδατι ὀμβρίῳ. ἄλλως τὸ χρυσοῦν. σανδαράχης 𐅻 ιστʹ. κρόκου δραχμὰς ιστʹ. πεπέρεως 𐅻 ιστʹ. σμύρνης δρα‐ χμὰς δʹ. κόμμεως δραχμὰς ιβʹ. ἡ χρῆσις δεδήλωται. ἄλλως. σανδαράχης 𐅻 κδʹ. πεπέρεως λευκοῦ δραχμὰς ιβʹ. σμύρνης
10𐅻 στʹ. κρόκου δραχμὰς στʹ. κόμμεως 𐅻 ιβʹ. ὕδατι ὀμβρίῳ. [Εὐημέρου ψωρικόν. ποιεῖ πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ καχεκτικὰς ὀφθαλμίας καὶ τρα‐ χώματα.] Ψωρικοῦ δραχμὰς κδʹ. κρόκου 𐅻 ιβʹ. ὀπίου,
15ψιμυθίου ἀνὰ δραχμὰς δʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. ὀμφακίου 𐅻 δʹ. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε. βασιλίδιον ψωρικόν.
ψωρικοῦ δραχμὰς μηʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δραχμὰς ηʹ. λί‐788 in vol. 12

12

.

789

θου Ἀσίου τοῦ ἄνθους δραχμὰς ηʹ. ψιμυθίου 𐅻 ηʹ. πεπέ‐ ρεως δραχμὰς στʹ. ὀποβαλσάμου 𐅻 δʹ. ὀμφακίου δραχμὰς δʹ. κόμμεως δραχμὰς ιστʹ. οἴνῳ Φαλερίνῳ. πάγχρηστον Ἀθηνί‐ πιον. ψωρικοῦ δραχμὰς ξδʹ. κρόκου 𐅻 ιστʹ. χαλκίτεως
5κεκαυμένης δραχμὰς ιστʹ. σανδαράχης 𐅻 κʹ. σμύρνης δρα‐ χμὰς ηʹ. πεπέρεως λευκοῦ δραχμὰς ιστʹ. κασσίας σύριγγος δραχμὰς ηʹ. μαλαβάθρου φύλλων 𐅻 δʹ. ὀπίου δραχμὰς στʹ. ὀμφακίου δραχμὰς δʹ. μίσυος κεκαυμένου δραχμὰς βʹ. κόμ‐ μεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ.
10 [Πτολεμαίου γνωρίμου φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ βεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, μιλφώσεις, ἀμβλυωπίας.] Ψωρικοῦ 𐅻 ξʹ. σανδαράχης δρα‐ χμὰς λʹ. χαλκίτεως κεκαυμένης 𐅻 κδʹ. κρόκου 𐅻 κδʹ. σμύρ‐ νης 𐅻 ιβʹ. ὀπίου 𐅻 βʹ. κασσίας σύριγγος δραχμὰς ιβʹ. πε‐
15πέρεως 𐅻 δʹ. πεπέρεως λευκοῦ 𐅻 ζʹ. ὀμφακίου δραχμὰς στʹ. μίσυος κεκαυμένου 𐅻 γʹ. μαλαβάθρου φύλλων 𐅻 αʹ. κόμ‐
μεως 𐅻 λστʹ. ὕδωρ ὄμβριον.789 in vol. 12

12

.

790

[Κολλύριον μαλαβάθρου ὀξυδερκικὸν, πρὸς περιβεβρω‐ μένους κανθούς.] Στίμμεως δραχμὰς κδʹ. ἀκακίας 𐅻 κδʹ. πεπέρεως λευκοῦ δραχμὰς κδʹ. νάρδου Ἰνδικῆς 𐅻 ιβʹ. ὀπίου 𐅻 στʹ. κρόκου δραχμὰς στʹ. σμύρνης 𐅻 στʹ. ὀμφακίου δρα‐
5χμὰς στʹ. κόμμεως δραχμὰς λστʹ. ὕδατι ὀμβρίῳ. ἄλλο. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μʹ. ἀκακίας 𐅻 μστʹ. νάρδου Κελτικῆς δραχμὰς στʹ. σμύρνης 𐅻 ηʹ. κρό‐ κου 𐅻 ηʹ. ὀμφακίου δραχμὰς στʹ. ὀπίου 𐅻 στʹ. καδμείας δραχμὰς λστʹ. κόμμεως δραχμὰς λβʹ. ὕδωρ ὄμβριον.
10 [Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένα πρὸς ὀφθαλμοὺς πάσχον‐ τας βοηθήματα.] Ἐπὶ δὲ τῶν περὶ τοὺς ὀφθαλμοὺς ῥευμα‐ τισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία, ὀλιγοποσία, ὑδρο‐ ποσία καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, ἥ τε κοιλία
15ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ τὸ πρῶτον, εἶτα καὶ ὀλίγου μιγέντος ὄξους, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν. ἔνιοι δὲ χάλκανθον ὕδατι διϊέντες διδόασι προσκλύζεσθαι
περικαμπτέτωσαν ὀσμὰς δριμείας καὶ κονιορτοὺς καπνόν τε790 in vol. 12

12

.

791

καὶ τὴν ἀπὸ τοῦ ἡλίου καὶ λύχνων αὐγὴν, εἰς νύκτα δὲ ἔρια καθαρὰ ἐξ οἴνου ἢ ῥυπαρὰ ἐξ ὕδατος ψυχροῦ ἐπιτι‐ θέτωσαν, ἕωθέν τε, ὡς εἴρηται, προσκλυζέσθωσαν. εἰ δ’ ἐπι‐ τείνοιτο ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένοιτο, φλεβοτομία
5τε ἁρμόδιος καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκαίοιτο καὶ ἐπιτείνοιτο, κοιλίας εὔτονος λύσις ἤτοι διὰ συμφώνου κα‐ θαρτικοῦ ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα βοηθεῖ. ἢ μυρσίνης ἢ σχίνου ἢ βάτου χύλισμα ἢ κράμβης ἢ
10ἀμπέλου φύλλα, μετὰ πάλης ἀλφίτου. ἢ κυπάρισσος, σάμ‐ ψυχον, ὤκιμον, σισύμβριον, οἰνάνθη, κρόκος ἥμερος, ἄγριος, ἀνδράχνη καὶ ῥοᾶς κύτινοι, ἄγνος, μήλου κυδωνίου τὰ ἁπαλὰ τῶν φύλλων, ἕκαστον μετὰ οἴνου καὶ πάλης ἀλφίτων. κατ’ αὐτῶν δὲ τῶν ὀφθαλμῶν ἔριον καθαρὸν, ὠοῦ τῷ λευκῷ
15διάβροχον ἢ ὠοῦ λέκυθον ὀπτοῦ ἢ μελίλωτον ἐν γλυκεῖ κα‐ θεψημένον, ἢ ἀσφοδέλου ῥίζαν μετ’ οἴνου καὶ πάλης ἀλφί‐
των, ἢ ἴριν κεκομμένην μετ’ οἴνου καὶ πάλης ἀλφίτων ἢ ῥοᾶς791 in vol. 12

12

.

792

χυλὸν μετὰ πάλης ἀλφίτων καὶ αὐτὴν καθεψημένην ἐν οἴνῳ ἀθαλάσσῳ. ἢ ἀρκευθίδες λεῖαι μετ’ οἴνου καὶ πάλης ἀλφί‐ των ἐπὶ τὸ μέτωπον ἐπιπλαττόμεναι καὶ ἐπ’ αὐτοὺς ἐπιτι‐ θέμεναι τοὺς ὀφθαλμούς. πρὸς δὲ τούτοις ἠρυγγίου καὶ ἱπ‐
5πομαράθρου ῥίζαν λείαν μεθ’ ὕδατος καὶ κωνείου σπέρμα τὸν αὐτὸν σκευαζόμενον τρόπον ὠφελεῖ. τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσόμενος. ἢ μήκων ἀγρία ἐν γλυκεῖ ἑψηθεῖσα καὶ λεία καταπλασθεῖσα. ὁμοίως καὶ μελίλωτον ἑψη‐ θὲν ἐν γλυκεῖ, ὀλίγον μιγέντος κρόκου καὶ ὀποῦ μήκωνος. ἢ
10ἄρτος ἐξ οἴνου, ῥοδίνῳ φυραθεὶς, ὠφελεῖ θαυμαστῶς. ἢ τριβόλῳ ἁπαλῷ κατάπλασσε, καθ’ ἑαυτὸν ἢ καὶ μιγεὶς ἀλφίτῳ θαυμαστῶς ποιεῖ. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος καὶ ἀποκρουόμενον ἐν ἀρχαῖς, οἷά ἐστι κώνειόν τε καὶ ψύλλιον, σέλινον, στρύχνον, οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, φύλλα ἀμπέ‐
15λου, κόριον, ἀνδράχνη, φακὸς ὁ ἐπὶ τοῦ ὕδατος, ἀείζωον, μή‐ κωνος φύλλα, ἀκαλήφη. τούτων ἕκαστον λεαίνων μετ’ οἴνου κατάπλασσε, τὸ δὲ ψύλλιον μεθ’ ὕδατος καὶ τὸν ἀπὸ τῶν
τελμάτων φακόν.792 in vol. 12

12

.

793

[Πρὸς θερμὸν ῥεῦμα.] Κράμβην λείαν μετὰ πάλης ἀλφίτου σὺν ὕδατι κατάπλασσε. ἢ ὠκίμου φύλλοις ὁμοίως. ἢ πηγάνου φύλλοις μετὰ στέατος χηνείου, ἢ σαμψύχου πέ‐ ταλα, ἢ καὶ ἁλικάκαβον λείαν κατάπλασσε. ἵστησι δὲ πολὺ
5ῥεῦμα κωδύα καὶ ὑοσκύαμος μετὰ ἀλφίτου πάλης σὺν οἴνῳ. προπυρία δὲ καὶ οὕτω κατάπλασσε, μετὰ δὲ τοῦτο τὴν ἀκμὴν παραλλάξαι, καὶ ὅ τε καιρὸς οὐκέτι ἐστὶ τῶν στυφόντων χρήσαιτο ἄν τις τῶν τε ὀφθαλμῶν καὶ τῆς κεφαλῆς πυρίᾳ. μεγάλως δὲ ὠφελεῖ, λύει τε τὰς φλεγμονὰς καὶ εἴ τις
10διάστασις εἴη, ὀθόνιον ἁπαλὸν βουτύρῳ βρεχόμενον καὶ ἐπι‐ βαλλόμενον τοῖς ὀφθαλμοῖς. [Περὶ χυμώσεως.] Ἐφ’ ὧν δὲ χύμωσις ἰσχυρὰ γένοιτο, λαβὼν ὠοῦ λέκιθον σάρκα μυΐας προσεκλέανον, εἶτα ὅταν κηροτοειδὲς γένηται, εἰς ῥάκος ἐπιτίθει, παραχρῆμα παύει.
15 [Περίχριστον ὀφθαλμῶν.] Ἄρτος καθαρὸς κεκαυμένος μιγεὶς ἀκακίᾳ καὶ κιττῷ σὺν ὕδατι. πρὸς δὲ τὰς περιωδυ‐
νίας ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λέαινε καὶ μίξας793 in vol. 12

12

.

794

ὠοῦ ὀπτοῦ τὴν λέκιθον καὶ κρόκου τὸ αὔταρκες ἐν γλυκεῖ. ἢ ὠμῇ λύσει κριθίνῃ ἢ πυρίνῃ ἐν γλυκεῖ ἑψημένῃ. ἐὰν δὲ πλείων ἡ ὀδύνη εἴη, πρόσμιγε μήκωνος ἁπαλῆς φύλλα, ἢ τὰ κελύφη τῶν κωδυῶν, ἢ ὑοσκυάμου φύλλα, ὅσον ὁλκὰς τέσ‐
5σαρας σὺν λεκίθῳ ὠοῦ. ἢ σισύμβριον ἑψήσας ἐν ὕδατι λέα‐ νον, παραχέων οἴνου τὸ αὔταρκες καὶ κατάπλασσε. ἢ μήκω‐ νος λευκῆς κωδύας ἑψήσας ἐν γλυκεῖ καὶ λεάνας κατάπλασσε. ἢ σελίνου ἁπαλῇ κόμῃ ἢ γλήχωνι ἁπαλῇ ὁμοίως. ἢ πέπονος ἢ σικύου τῇ σαρκί. ἢ λέκιθον ὠοῦ ὀπτοῦ καὶ ὀλίγον κρό‐
10κου λεάνας σὺν οἴνῳ ὀλίγῳ κατάπλασσε. ἐν δὲ ταῖς φλεγμο‐ ναῖς τοὺς ἀλγοῦντας ὀφθαλμοὺς πάνακι μετὰ γλήχωνος σὺν οἴνῳ φυρῶν κατάπλασσε. καλῶς ποιεῖ πίτυος φλοιὸς καὶ ἄλφιτα σὺν οἴνῳ. ἢ ὑοσκυάμου φύλλα καὶ ὄπιον τρίψας κα‐ τάπλασσε. ἢ τῆς μήκωνος τὰ κελύφη λεάνας καὶ ῥόδα καὶ
15μελίλωτα καὶ σμύρνης μικρὸν μίξας καὶ διεὶς ὠοῦ τῷ λευκῷ, οὕτω κατάπλασσε ἢ ἀλόην καὶ ὄπιον, σὺν ὕδατι εἰς ῥάκος ἀναλαβὼν κατάπλασσε, φυλάσσου δὲ μὴ παρενστάζῃς εἰς τὸν
ὀφθαλμόν. ἐπὶ δὲ τῶν περιωδυνώντων κρόκον καλὸν μετὰ794 in vol. 12

12

.

795

γάλακτος λαβὼν ἔνσταζε. πρὸς δὲ τὰς σφοδρὰς περιωδυνίας, κορίου χυλὸς μετὰ γυναικείου γάλακτος, εἰς τοὺς ὀφθαλμοὺς ἐνσταζόμενος, ὁμοίως δὲ μήκωνος ὀπὸς ὀπτός. φύλλα πλα‐ τάνου λεῖα μετὰ πάλης ἀλφίτων ἄνωθεν ἐπὶ τοὺς ὀφθαλ‐
5μοὺς ἐπιπλαττόμενα. ἐπὶ δὲ τῶν ῥευμάτων καταπλάσματα. κυπάρισσος χλωρὰ μετ’ οἴνου ἢ παλιούρου φύλλα ἢ ἀνδρά‐ χνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου. ἢ ἴρις ξηρὰ μετὰ μέλιτος. ἢ μάνναν καὶ σμύρναν μετὰ ὠοῦ τοῦ λευκοῦ, ἐν ἐρίῳ ἐπιτίθει τῷ μετώπῳ. κατάπλασσε δὲ σελίνῳ μετὰ ἀλφί‐
10των. ἢ σεσέλεως ἄνθη οἴνῳ βεβρεγμένα. ἢ μήκωνος ἁπαλοῖς φύλλοις. εἰ δὲ ἀγρυπνοῖεν, μανδραγόρου ῥίζαν καὶ ὀπὸν, μή‐ κωνος φύλλα καὶ ἀλφίτων ἴσα ὡς μᾶζαν ποιήσας ὄσφραινε καὶ ὑπνώσονται. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, μάλιστα τὸν χυλὸν εὖ μάλα σὺν ὄξει
15μαλαγματῶδες ποιήσας, ἐπιτίθει κατὰ τοῦ βρέγματος ἐπάνω ἔρια καὶ ἐπιδέσμει ἐλαφρῶς, ἔνιοι δὲ καὶ μήκωνος ἁπαλῆς
προσμίσγουσιν αὐτῷ. ἢ ὀπίου ἐλάχιστον ἢ ῥόδα καὶ μελί‐795 in vol. 12

12

.

796

λωτα ἑφθά. ἢ ἄμυλον σὺν οἴνῳ, ὠοῦ λευκῷ αὐτοὺς τοὺς ὀφθαλμοὺς κατάπλασσε. ἄκρως ποιεῖ πρὸς πολὺ καὶ λεπτὸν καὶ παλαιὸν ῥεῦμα καὶ ἕλκη. πομφόλυγος 𐅻 δʹ. ὀπίου πε‐ φωγμένου γʹ. τριώβολα, κόμμεως 𐅻 δʹ. ὕδωρ ὄμβριον ἢ πη‐
5γαῖον. παράκολλον πρὸς ῥεῦμα. σεμίδαλιν καὶ μάννης ἥμισυ μετ’ ὠοῦ τοῦ λευκοῦ ἐμπλαστρῶδες ποιῶν, ἐν ἀρχῇ ῥάκει ἐπιτίθει τῷ μετώπῳ. ἢ ὠοῦ λεπτοῦ λέκιθον μετὰ λιβανω‐ τοῦ. ἢ κοχλίαν σὺν τῷ ὀστράκῳ, μετὰ ὠοῦ τοῦ λευκοῦ γλοιῶδες ποιήσας ἐν σπληνίῳ ἀπὸ κροτάφου, ἐπὶ κρόταφον
10ἐπιτίθει, αὐτόματον πίπτει ὅταν ῥεῦμα στῇ, ἢ τοῦ μόσχου μαλάγματος ἢ γῆς βαρβάρου ἢ χλωρᾶς ἢ ἄλλης τραυ‐ ματικῆς τῶν δι’ ὄξους, σπληνίον ἐπιτίθει τῷ μετώπῳ. [Πρὸς αἱμάλωπας καὶ ὑποσφάγματα.] Πρὸς δὲ τὰς εἰς τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαι‐
15νούσας αἱματώδεις ὑποχύσεις, εὐθὺς ἐν ἀρχῇ πρὸς τὰς φλε‐ γμονὰς καὶ τὸ ἄλγημα ποιεῖ περιστερᾶς ἐνσταζόμενον αἷμα
καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον καὶ τὸ796 in vol. 12

12

.

797

λευκὸν τοῦ ὠοῦ τὸν αὐτὸν τρόπον ποιεῖ εἰς τὸν ὀφθαλμὸν ἐγχεόμενον. ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτη‐ μένου, μετ’ οἴνου καταπλασσομένη ἢ μελίλωτον ἑψόμενον
5οἴνῳ τὸν αὐτὸν τρόπον ἐπιτιθέμενον. ἔτι δὲ ῥόδων τὰ φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ καὶ ὁμοῦ μετ’ οἴνου τριβόμενα καὶ μετὰ πάλης ἀλφίτων ἢ κράμβης φύλλα καταπλασσόμενα. χρονι‐ σάντων δὲ, ἂν ἐπιμένῃ ὁ αἱμάλωψ, λιβανωτὸν ἄσφαλτον ἴσα μίξας ὑποθυμία τὸν ὀφθαλμὸν, ἢ ὑσσώπου κόμην λείαν βα‐
10λὼν εἰς λινοῦν ῥάκος, καθεὶς εἰς ζέον ὕδωρ πρόσαγε τῷ ὀφθαλμῷ. ἀκολουθεῖ γὰρ τὸ αἷμα, ὥστε ἐκ τοῦ ὀθονίου ἐκ‐ πιέζεσθαι ἐκθλιβόμενον. ἢ νίτρον καὶ γῆν Αἰθιοπικὴν, σμύρ‐ ναν ἴσα σὺν ὕδατι ἔγχριε, ἢ ἐλαίας φύλλων χυλὸν χλωρῶν ὑπόχριε, ἢ ἄμμι καὶ ὕσσωπον μετὰ γάλακτος βοείου λείου εἵ‐
15λισσον καὶ ὑπάλειφε, ἢ λινόσπερμα λεῖον μετὰ βουτύρου ἐκθλί‐ ψας δι’ ὀθονίου ὑπάλειφε, τὴν δὲ κεφαλὴν ψυχρῷ κατάντλει. [Θεραπεία οἰδημάτων.] Πρὸς δὲ τὰ γινόμενα περὶ τοὺς
ὀφθαλμοὺς οἰδήματα διὰ τὰς πληγὰς λίαν ἁρμόττει πυρία797 in vol. 12

12

.

798

μαλακῷ σπόγγῳ συνεχῶς γινομένη, εἶτα ὄξει βρεχόμενος κε‐ κραμένῳ καλῶς ὁ σπόγγος καὶ ἐπιτιθέμενος. ἔτι δὲ παλαιὸν νᾶπυ τριβόμενον μεθ’ ὕδατος καὶ περιτιθέμενον συνεχῶς καὶ ἀφαιρούμενον. ὁμοίως δὲ κάρδαμον κατὰ τὴν ἀφαίρεσιν, πυ‐
5ριωμένων ὕδατι θερμῷ συνεχῶς τῶν τόπων. [Πρὸς ψωροφθάλμους.] Πρὸς δὲ τὰς περὶ τοὺς ὀφθαλ‐ μοὺς διὰ τὸν ἥλιον καὶ κονιορτὸν, ὡς ἐπίπαν ψωροφθαλ‐ μίας καὶ ξηροφθαλμίας, ὕδωρ πλεῖον προσκλυζόμενον, θέρους μὲν ψυχρὸν, χειμῶνος δὲ θερμὸν, ἁρμόζει καὶ πυρία
10σπόγγου ἐκ θερμοῦ ὕδατος ἢ φακοῦ ἀφεψήματος, αὐτοῖς δὲ πρόσαγε τοῖς κανθοῖς, βάτου, σχίνου, μυρσίνης, ῥόδων χυλὸν κατ’ ἰδίαν ἕκαστον σὺν ὕδατι. ἢ ῥόδα ξηρὰ τριβόμενα σὺν οἴνῳ, ἢ τὸ ἄνθος αὐτῶν, ἢ οἶνον ἀθάλασσον καὶ παλαιὸν ἔλαιον, καὶ μάλιστα ὅταν κοιμᾶσθαι θέλωσι. συμφέρει δὲ καὶ
15ἐπὶ τούτων τῶν ἁλμυρῶν δριμέων, ἔτι δὲ καὶ ὀξέων ἀπέ‐ χεσθαι πάντων. καὶ πρὸς δὲ τὰς χρονίους περὶ τὰ βλέφαρα διαθέσεις καὶ τετυλωμένας ἀμόργην ἑφθὴν μετ’ ἐλαίου
ἔγχριε τριβομένην.798 in vol. 12

12

.

799

[Πρὸς πτίλους.] Ἐπὶ δὲ τῶν πτίλων καὶ τρίχας μὴ ἐχόντων ἄκρως ποιεῖ καὶ τρίχας ἀνάγει. ἀκακίας 𐅻 βʹ. μέλανος γραφικοῦ ξηροῦ, ἢ εἰ οἷόν τε Μεμφιτικοῦ 𐅻 εʹ. χυ‐ λοῦ πράσου κοτύλας δʹ. οἴνου ἀθαλάσσου κοτύλας δʹ. ἕψε
5μέχρις ἂν γλοιῶδες γένηται καὶ εἰς πυξίδα ἀνελόμενος χρῶ, ἢ μυόχοδα καὶ κόπρον αἰγείαν κεκαυμένην ἴσον, καλάμου Ἑλ‐ ληνικοῦ τῆς τέφρας τὸ διπλοῦν σὺν μέλιτι Ἀττικῷ ἔγχριε. τοῦτο δὲ μίλφους ὠφελεῖ, ἰοῦ λείου μέρος αʹ. ἀμμωνιακοῦ θυμιάματος τὸ ἴσον, λείοις προσάπτου, τοῦτο ποιεῖ ἄκρως
10καὶ ψωροφθαλμιῶσιν. ἢ καδμείαν λείαν μέλιτι φυράσας, ὄπτησον ἐν χυτριδίῳ, εἶτα χαλκοῦ κεκαυμένου τὸ ἴσον μίξας λείοις χρῶ. [Περὶ τριχιάσεως.] Τὰς δὲ ἐπιφυομένας ἐπὶ τῶν βλεφάρων τρίχας τίλλων, αἵματι κόρεως κατάχριε καὶ οὐ φυή‐
15σονται. Παπίας Λαοδικεὺς Αὐτολύκου ἰατρὸς πολλὰ ᾑρεῖτο ἐπὶ τῶν τριχιώντων, τίλλων τὰς τρίχας, εἶτα δρωπακίζων
τὸν τόπον ἐπιμελῶς, χαμαιλέοντί τε λευκῷ λείῳ πεφυραμένῳ799 in vol. 12

12

.

800

αἵματι βρατράχων χλωρῶν, οἳ ἐπὶ τῶν καλάμων γίνονται, καταχρίων, οὐ γὰρ ἐπιφύονται. ἢ τίλας τὰς τρίχας κατά‐ χριε κεδρίαν μετὰ τελλινῶν ὀστράκων λεπτῶν λεάνας, ἢ ὀρνέου τοῦ λεγομένου κιναίδου χολῇ χρῶ, ἢ φάγρου θαλασσίου χολῇ.
5ἢ κρότωνος ἀπὸ κυνὸς θηλείας αἵματι. ἄκρως ποιεῖ τοῦτο. ἐχίνου χερσαίου χολὴ καὶ τοῦ αἵματος τὰ ἴσα. χαμαιλέοντος χολῆς ἴσον, καστορίου τὸ σύμμετρον ἀνάπλασσε, ὡς λεπίδας ὀψαρίου, χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τὰς τρίχας, εἶτα λεπίδα μίαν τῷ ἐκ τοῦ στόματος σιάλῳ νήστης διαλύων κατάχριε
10καὶ κράτει τὸν τόπον, ὡς ἡμιώριον ἀλγοῦσι μὲν, ἀλλ’ οὐκ ἔτι φυήσονται. ἢ χολὴν ὑαίνης θηλείας τίλλων εὐθέως κα‐ τάχριε. ἢ τελλίναις λειοτάταις κατάχριε. ἢ τίλας φύλλον κω‐ νείου, κεδρίαν ἴσα μετὰ νυκτερίδος αἵματος κατάχριε καὶ κρά‐ τει ἕως ξηρανθῇ. ἐὰν γὰρ θίγῃ τοῦτο τοῦ ὀφθαλμοῦ τὸ ὑγρὸν,
15ἀδικεῖ. ἢ τίλας αἰγείᾳ χολῇ μετὰ κράμβης χυλοῦ κατάχριε. ἢ
καπνοῦ τῆς βοτάνης χρῖε τὸν ταρσὸν, εἶτα τίλας τὰς τρίχας800 in vol. 12

12

.

801

πάλιν ἐπίχριε. ἔλεγε δὲ Ἑρμείας, ἀφρὸν ὕδατος καταχριόμενον μετὰ τοῦ δρωπακισθῆναι ἄκρως ποιεῖν. [Περὶ σταφυλωμάτων καὶ λευκωμάτων.] Σταφυλώ‐ ματα αἴρεις, κανθαρίδων χυλὸν ἐναλείφων, λευκώματα δὲ τα‐
5χέως ἰᾶται νίτρον μετ’ ἐλαίου παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ χριόμενον, ἢ σαύρας ἀφόδευμα ἔγχριε καὶ αἴρεις, ἢ νυ‐ κτικόρακος ὠῷ ἔγχριε καὶ βάψεις αὐτὰ, ἢ κρόκον, πέπερι, ἴσα μετ’ αἰλούρου χολῆς κολλύρια ποιῶν ἔγχριε, ἢ σηπίας ὄστρα‐ κον λεῖον, φυράσας μετὰ μέλιτος κατάκαυσον καὶ λείῳ
10ὑπάλειφε. [Θεραπεία ἀμαυρώσεως καὶ ὑποχύσεως.] Ἀμαύρωσιν πᾶσαν ἢ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ, ἢ σμύρνης καὶ πεπέ‐ ρεως ἴσα σὺν μέλιτι, ἢ στρύχνῳ μέλανι ἔγχριε. ποιεῖ καὶ
15κύπρος ἀποτεθεῖσα ἐν χαλκῷ πυξιδίῳ, ἢ μαράθρου χυλὸν καὶ χολὴν ταυρείαν ὑγρὰν ἴσα, μέλιτος Ἀττικοῦ τὸ διπλοῦν
ἔγχριε, ἢ κρόκου καὶ πεπέρεως ἴσα μετὰ χολῆς ταυρείας ἀνα‐801 in vol. 12

12

.

802

λαβὼν, ὡς κολλύρια ποιῶν ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος Ἀττικοῦ ἔγχριε. [Περὶ ὑποχυμάτων.] Χελώνης θαλασσίας τῆς χο‐ λῆς μέρος αʹ. μέλιτος Ἀττικοῦ τὸ τετράπλουν ἔγχριε. ἡ
5χολὴ ἀρκεῖ μεθ’ ὕδατος. [Πρὸς πτερύγια.] Ἐπὶ δὲ τῶν πτερυγίων χαλκάν‐ θου, ἁλὸς ἀμμωνιακοῦ ἴσα, κόμμεως τὸ ἥμισυ, ὄξει ἀνα‐ πλάσας κολλύρια ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλι‐ τος ἔγχριε λείῳ.
10 [Πρὸς γλαυκοὺς καὶ νυκτάλωτας.] Πρὸς γλαυκοὺς στρύχνου χυλὸς ἐγχυματιζόμενος μέλανας ὀφθαλμοὺς ποιεῖ. καὶ ἀνάπαλιν ἐπὶ τῶν νυκταλωπιώντων, ἧπαρ τρά‐ γειον ὀπτήσας, αὐτὸν τὸν ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα ἰχῶρα διάκρινε, καὶ οὕτω μὲν ἔγχριε αὐτοὺς, αὐτὸ δὲ τὸ ἧπαρ
15ἐσθίειν δίδου. ὠφελεῖ καὶ αἷμα περιστερᾶς ἐγχριόμενον ἢ χολὴ αἰγεία. ἢ ἧπαρ αἴγειον ἕψων, κέλευε αὐτοὺς περικαλυ‐ ψαμένους ἀτενίζειν εἰς τὴν χύτραν καὶ δέχεσθαι τὴν ἀτμῖδα
τοῖς ὀφθαλμοῖς, ἐξ αὐτοῦ δὲ τοῦ ἥπατος ἐσθίειν δίδου802 in vol. 12

12

.

803

συνεχῶς, τοῦτο ποίει καὶ ὠφεληθήσονται ταχέως. ἢ ἐλατη‐ ρίου ὀβολὸν καὶ ἀνδράχνης σπέρματος 𐅻 αʹ. σὺν μέλιτι ἔγχριε, ἢ ὀνίδα πρόσφατον χυλίσας ὑπάλειφε, τρωγέτω δὲ σεῦτλον· ἢ γυπὸς ἧπαρ ὀπτὸν ἢ τῇ χολῇ ἐγχριέσθω.
5 [Πρὸς κριθὰς, ἃς καὶ ποσθίας καλοῦσιν.] Τὰς γινομέ‐ νας κριθὰς ἐπὶ τῶν βλεφάρων, κηρῷ πυριάσας λευκῷ δια‐ φορήσεις, ἢ μυίας τὴν κεφαλὴν ἀποβαλὼν, τῷ λοιπῷ σώ‐
ματι παράτριβε τὴν κριθήν.803 in vol. 12

12

.

804

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ε.
1 Τὸ ὑπώπιον ὅτι μὲν ὑπὸ τοὺς ὦπας γίνεται, καὶ τοὔνομα αὐτὸ δηλοῖ, καθάπερ εἴ τις ὑποφθάλ‐ μιον ὠνόμασεν αὐτό. τοῦ γένους δέ ἐστιν τῶν ἐκχυμωμάτων, ὀνομάζουσι δ’ οὕτως Ἱπποκράτης τε καὶ ἄλλοι πολλοὶ τῶν
5ἰατρῶν τὸ κατὰ τὸ δέρμα πάθος, ὅταν τῶν ἐν αὐτῷ λε‐ πτῶν φλεβῶν θλασθεισῶν αἷμα διὰ τῶν θλασμάτων ἐκ‐
χυθῇ, μὴ καθ’ ἕνα τόπον ἀθρόως θρομβούμενον αὐτίκα τὸ804 in vol. 12

12

.

805

οὕτως ἐκκριθὲν, ἀλλ’ ἐπειδὰν, ὡς αὐτοὶ καλοῦσιν, κατὰ δια‐ πήδησιν ἡ ἔκχυσις γίνεται. συμβαίνει γε μὴν ἐνίοτε, κᾂν οὕτω συστῇ, πελιδνοῦσθαί τε καὶ μελαίνεσθαι τῷ χρόνῳ, μικρῶν δηλονότι θρομβίων γενομένων ἐκ τοῦ διασπαρέντος
5αἵματος εἰς πολλὰ μόρια τοῦ δέρματος, ὅθεν εἰκότως οἱ ἰατροὶ σπεύδουσιν αὐτὸ θεραπεύειν αὐτίκα πρὶν μελανθῆ‐ ναι, σκοπὸν μὲν ἔχοντες τῆς ἰάσεως διαφορῆσαι τὸ αἷμα, δυσδιαφόρητον εἰδότες γινόμενον τὸ θρομβωθέν. ἐπεὶ δὲ ὁ χι‐ τὼν θλᾶται τῶν φλεβίων ἐξ ὧν διαπηδᾷ τὸ αἷμα,
10μίγνυταί τι βραχὺ τοῖς διαφορητικοῖς φαρμάκοις τῶν στυπτι‐ κῶν. ἂν γὰρ ἁπλῆς εἴη δυνάμεως μόνης τῆς διαφορητικῆς τὸ φάρμακον, ἐξ ἀρχῆς παραλαμβανόμενον, οὐ μόνον διαφο‐ ρήσει τὸ ἐκχυθὲν, ἀλλὰ καὶ διὰ τῶν θλασμάτων ἕλξει τι τοῦ περιεχομένου κατὰ τὰς τεθλασμένας φλέβας αἵματος.
15ὅταν δ’ εἰς τὸ κατὰ φύσιν ἐπανέλθῃ τὰ φλεβία καὶ χωρὶς τοῦ παραστύφειν, ἐπὶ τὰ διαφορητικὰ τῶν φαρμάκων μετα‐ βαίνειν καιρός. ὥσπερ δ’ ἐπὶ τῶν ἄλλων παθῶν ἀδιορίστως
οἱ πλεῖστοι τῶν ἰατρῶν τὰ βοηθήματα γεγράφασιν, οὕτω805 in vol. 12

12

.

806

κᾀπὶ τούτων ἄνευ τῶν ἄρτι μοι λελεγμένων διορισμῶν, ἔγραψαν ἁπλῶς ὑπωπίων βοηθήματα. μεμνημένοι δὲ ὑμεῖς ὧν ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐμάθετε διακρίνειν δυνήσεσθε, τίνα μὲν αὐτῶν διαφορεῖν χρὴ μόνον
5ἄνευ τοῦ παραστύφειν, ἐπὶ τίνων δὲ μιγνύναι τῶν ἐπ’ ὀλί‐ γον τι στυφόντων. καὶ μέντοι καὶ διαφορούντων αὐτῶν εὔδηλον ὅτι τὰ μὲν ἀσθενέστερα πρῶτα παραληπτέον ἐστὶ, τὰ δ’ ἰσχυρότερα τοῖς χρονίζουσί τε καὶ μελαινομένοις προσ‐ ακτέα. παραδείγματος γοῦν ἕνεκα οἷς ἐγὼ χρῶμαι δηλώσω
10πρῶτον, εἶθ’ οὕτως ἐπὶ τῶν ἀξιοπίστων ἰατρῶν τὴν ἱστο‐ ρίαν μεταβήσομαι. καλεῖται δὲ Νείλου διάῤῥοδον ἔνδοξον ἐκ παλαιοῦ κολλύριον, οὗ καὶ τὴν σύνθεσιν ἐν τῷ πρὸ τούτου γράμματι διῆλθον. τοῦτο δι’ ὕδατος ἐπιτρίβων ἐπ’ ἀκόνης ὀφθαλμικῆς ἐπαλείφω τὸ ὑπώπιον, ἀφεψήματι πυριῶν μελι‐
15λώτου τε καὶ τήλεως, εἶθ’ ἑξῆς τὸ κολλύριον αὐτὸ διὰ τού‐ του λύω, κᾄπειτα δι’ αὐτῆς μόνης τῆς τήλεως. εἰ δέ τι κα‐
ταλείποι τὸ λείψανον τοῦ παθήματος, ἐν τῷ τῆς τήλεως806 in vol. 12

12

.

807

ἀφεψήματι τὰ καλούμενα διάσμυρνα κολλύρια λύων ἐπιχρίω. συμφέρει δὲ δὶς τῆς ἡμέρας ἐπαλείφειν τὸ φάρμακον ἅμα τῷ προπυριᾶσαι διὰ σπόγγου μαλακοῦ θερμοῖς τοῖς ἀφεψήμα‐ σιν, ἐν ἀρχῇ μὲν δι’ ἀμφοῖν γεγενημένου τῆς τε τήλεως καὶ
5τοῦ μελιλώτου, χρονίζοντος δὲ διὰ μόνης τῆς τήλεως. οὗτος ὁ τρόπος τῆς θεραπείας ὡς τὸ πολὺ τελέως ἐκθεραπεύει τὰ ὑπώπια, παντάπασιν ὀλίγων διαφευγόντων αὐτῶν, ἐφ’ ὧν τό τε διὰ σάνδικος κολλύριόν ἐστι χρήσιμον καὶ τῶν γε‐ γραμμένων τοῖς ἰατροῖς πρὸς ὑπώπια φαρμάκων ὅσα δια‐
10φορεῖ γενναίως. ἄρξομαι δ’ ἀπὸ τῶν ὑπ’ Ἀρχιγένους γε‐ γραμμένων ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων, προ‐ γράφων μὲν τὴν λέξιν αὐτοῦ, μετὰ τοῦτο δὲ καὶ εἴ τις αὐτῷ λείποιτο διορισμὸς προστιθείς. [Ἀρχιγένους φάρμακα πρὸς ὑπώπια κατὰ τὴν ἐκείνου
15λέξιν.] Τὰ ὑπώπια ἰᾶται παραχρῆμα καταπλασσομένη ῥάφα‐ νος, ἀφαιρεῖν δὲ χρὴ αὐτὴν, ὅταν ἄρχηται δάκνειν. ὀρθῶς
ἐποίησεν προσγράψας αὐτὴν αἱρεῖν, ὅταν ἄρξηται δάκνειν.807 in vol. 12

12

.

808

ἀναστομώσει γὰρ, ἐὰν ἐπιμείνῃ δάκνουσα τὰ τῶν φλεβίων θλάσματα, διὸ καὶ κατ’ ἀρχὰς οὐ χρηστέον αὐτῇ, κεχρονισμέ‐ νων μέντοι τῶν ὑπωπίων, ἡνίκα καὶ μελαίνεται, κᾂν πλείονα χρόνον ἐπικειμένην τις αὐτὴν φυλάξῃ, μᾶλλον ὠφελήσει. ποιεῖ
5δὲ καὶ τυρὸς νεαλὴς καταπλασσόμενος. καὶ αὐτὸς μὲν ὁ τυ‐ ρὸς ἐμπλαστικός ἐστιν, ὁ δὲ νεαλὴς τουτέστιν ὁ νεωστὶ τοὺς ἅλας προσειληφὼς καὶ μήπω κεχρονισμένος μικτῆς ἐστι δυ‐ νάμεως, ἐμπλαστικῆς δι’ ἑαυτὸν, διαφορητικῆς δὲ καί τι στυ‐ πτικὸν ἐχούσης διὰ τοὺς ἅλας, ὥστε χρῆσθαι τούτῳ καὶ κατ’
10ἀρχὰς, οὐδὲν ἄτοπον. ἢ κηρωτὴ μετὰ ἀψινθίου, ἢ χυλῷ ῥα‐ φάνου ἀναληφθεῖσα, ἢ ὑσσώπου κόμη λεία ὁμοίως. ἄν τε μετὰ κόμης ἀψινθίου λελειωμένης, ἄν τε μετὰ τοῦ χυλοῦ τὴν κηρωτὴν ἀναμίξας προσενέγκῃς, ὁμοίαν ἐπιδείξεται δύναμιν. εὐαφέστερον δ’ ἂν εἴη τὸ φάρμακον, εἰ τοῦ χυλοῦ
15τῇ κηρωτῇ μιχθείη. ἡ μέντοι τῆς ῥαφανῖδος τὸ χύλισμα ἢ τὸ ὕσσωπον λαβοῦσα κηρωτὴ δραστικώτερόν ἐστι φάρμακον ἢ ὡς κατὰ τὴν ἀρχὴν εὐθέως προσφέρεσθαι, πλὴν εἰ φθά‐
σειεν ἢ πελιδνὸν ἢ μέλαν γενέσθαι τὸ ὑπώπιον, ὅπερ καὶ808 in vol. 12

12

.

809

αὐτὸς ἐφεξῆς ἐρεῖ. ἄκρως ποιεῖ πρὸς τὰ πρόσφατα καὶ πε‐ λιδνὰ τῶν ὑπωπίων σπόγγος εἰς ἅλμην ἀποβαπτόμενος καὶ συνεχῶς προστιθέμενος καὶ ἀφαιρούμενος, μετὰ τοῦτο δὲ πυρία συνεχὴς δι’ ὕδατος θερμοῦ ὠφελεῖ. ὥσπερ δὲ τῇ ῥα‐
5φανῖδι κατ’ ἀρχὰς χρῆσθαι οὐκ ἀσφαλὲς, δι’ ἣν εἶπον αἰ‐ τίαν, οὕτως οὐδὲ τῇ ἅλμῃ. διὸ καὶ μετὰ ταῦτα δι’ ὕδατος θερμοῦ κελεύει πυριᾷν, ἕνεκα τοῦ παρηγορῆσαι τὴν ἐκ τῆς ἅλμης δῆξιν. οὐ μὴν οὐδ’ ἐπὶ πάντων ὑπωπίων ἐν ἀρχῇ συνεβούλευε χρῆσθαι τῇ διὰ τῆς ἅλμης πυρίᾳ, ἀλλ’ ἐπὶ τῶν
10εὐθέως πελιδνῶν γινομένων. ἐπ’ ὀλίγον οὖν χρόνον ἐπὶ τού‐ των ἅλμῃ χρηστέον, ἐφ’ ὧν δὲ αἱματώδης ἐστὶν ἢ ὑπόξαν‐ θος ἢ ὕπωχρος ἡ χρόα φεύγειν δεῖ τὴν ἅλμην. κατάπλασσε δὲ ἐρεγμῷ λείῳ, ἀψινθίῳ, ὑσσώπῳ, ὀριγάνῳ, ῥαφάνου φλοιῷ, σταφίδι χωρὶς τῶν γιγάρτων κατ’ ἰδίαν ἑκάστῳ μετὰ μέλι‐
15τος ἢ ὄξους ἢ ὕδατος. ἐλλιπῶς ἔγραψε τὰ πρῶτα τῶν βοη‐ θημάτων μὴ προσθεὶς τῷ λόγῳ πότερον ἑφθοῖς ἢ ὠμοῖς χρῆσθαι κελεύει τῷ τε ἐρεγμῷ καὶ τῷ ἀψινθίῳ καὶ τῷ ὑσ‐
σώπῳ. ἔοικε δ’ ὠμοῖς χρῆσθαι κελεύειν, εἰπὼν ἐπὶ τῷ τέλει809 in vol. 12

12

.

810

τῆς ῥήσεως μετὰ μέλιτος ἢ ὄξους ἢ ὕδατος ἑκάστῳ τῶν εἰ‐ ρημένων χρῆσθαι, προσέθηκε γὰρ ἂν νῦν τὸ ἑψηθεῖσιν. ἀλλὰ καὶ κατ’ αὐτὸν τοῦτον τὸν λόγον, ἀνόμοια ταῖς δυνάμεσιν εἰπὼν τρία φάρμακα, μοχθηρῶς μοι δοκεῖ κελεῦσαι μετὰ
5τοῦδε ἢ τοῦδε χρῆσθαι. τὸ μὲν γὰρ ὕδωρ ἀδηκτότατόν ἐστιν, οὐ τῷ δέρματι μόνον, ἀλλὰ καὶ τοῖς ἕλκεσιν. τὸ μέλι δὲ τοῖς μὲν ἕλκεσι δακνῶδες, ἄδηκτον δὲ τῷ δέρματι. τὸ δὲ ὄξος ἀμφοτέροις δακνῶδες. οὐ μὴν οὐδὲ ῥαφάνου φλοιὸς ἔοικε τῇ σταφίδι κατὰ δύναμιν, ὥσπερ οὐδ’ ἀψίνθιον ὕσσωπόν
10τε καὶ ὀρίγανον. ἰσχυρὰ μὲν γὰρ ταῦτά ἐστι καὶ διαφορη‐ τικὰ, μετρίας δὲ καὶ ἀδήκτου δυνάμεως ἡ σταφὶς καὶ λευ‐ κὸς βολβὸς μετ’ ὠοῦ καὶ μέλιτος. ὡς δριμύτερον τὸν ξανθὸν βολβὸν παραιτεῖται κατ’ ἀρχὰς εὐθέως προσφέρειν. ἴσμεν δ’ ὅτι καὶ τὸ μέλι διαφορητικῆς ἐστι δυνάμεως. διό
15μοι δοκεῖ μιγνύναι τὸ ὠὸν αὐτοῖς, ἱκανῶς παρηγορικὸν ὑπάρ‐ χον. κυκλάμινος κατ’ ἰδίαν καὶ μετὰ σταφίδος. οὐδὲ ἐνταῦθα μικρόν ἐστι τὸ ἐν μέσῳ κυκλαμίνου καὶ σταφίδος, ὥστε οὐκ
οἶδα τίνι λόγῳ καταμόνας κέχρηται τῇ κυκλαμίνῳ καὶ μιγνὺς810 in vol. 12

12

.

811

σταφίδι. καταμόνας μὲν γὰρ ἰσχυρότατόν ἐστι φάρμακον, ἅμα δὲ τῇ σταφίδι τοσοῦτον ἀφαιρήσει τῆς δυνάμεως, ὅσῳ περ ἂν ὄγκῳ συμμιχθῇ τῆς σταφίδος. ἢ νίτρον μετὰ ὑσσώπου καὶ σταφίδος μέλιτι μιχθέν. βελτίων οὗτος ὁ λόγος τοῦ πρό‐
5σθεν, ἐν ᾧ καὶ μόνῃ ποτὲ χρῆσθαι τῇ κυκλαμίνῳ συνεχώ‐ ρει. ὡς εἴ γε καὶ νῦν τὸ ὕσσωπον αὐτό τε καθ’ ἑαυτὸ προσ‐ φέρειν συνεβούλευε μὴ προσθεὶς ἐπὶ τῶν πάνυ κεχρονισμέ‐ νων ὑπωπίων, ὁμοίως ἂν ἥμαρτε. μυρσίνην μετὰ ἁλῶν καὶ ὕδατος. εἴρηταί μοι καὶ πρόσθεν ὡς ἐν ἀρχῇ βελτίονα τῶν
10διαφορούντων μόνον ἐστὶ τὰ προσειληφότα βραχείας στύ‐ ψεως, ὁποῖα τά τε ῥόδα καὶ τὸ μελίλωτόν ἐστι καὶ ὁ κρό‐ κος. οὐ μὴν ἔκ γε τῶν τοιούτων φαρμάκων ἐστὶν ἡ μυρ‐ σίνη σφοδρῶς στύφουσα, διόπερ οὐκ ἂν ἔγωγέ ποτε χρη‐ σαίμην αὐτῇ, καὶ μάλιστα, ἐὰν ἤδη πελιδνὸν εἴη τὸ χρῶμα
15τῶν ὑπωπίων. νᾶπυ μετὰ στέατος προβατείου. τοῖς κεχρονι‐ σμένοις καὶ μεμελασμένοις ὑπωπίοις μόνοις ἁρμόσειεν ἂν
τοῦτο, καὶ μάλιστα ἐὰν μὴ παντάπασιν ὀλίγον ᾖ τὸ811 in vol. 12

12

.

812

μιγνύμενον νᾶπυ τῷ στέατι. μυρίκης φύλλα καὶ ὁ καρπὸς λεῖα μεθ’ ὕδατος κατ’ ἰδίαν καὶ ὁμοῦ μιγνύμενα. καὶ τοῦτο τὸ φάρμακον οὐ μόνον διαφορητικὸν, ἀλλὰ καὶ συνακτικὸν ἔχει τι, διόπερ οὐχ ἁρμόττει τοῖς χρονίοις καὶ μελανθεῖσιν
5ὑπωπίοις. ποιεῖ δὲ καὶ σπόγγος καὶ ὀθόνιον ὄξει καὶ μέ‐ λιτι διάβροχα προστιθέμενα. τοῦτο τὸ βοήθημα κατ’ ἀρ‐ χὰς μὲν προσφερόμενον οὐ πάνυ δριμέος ὄξους δεῖται, προ‐ ήκοντος δὲ τοῦ χρόνου καὶ πελιδνωθέντος ἢ μελανθέντος οὐδὲν ὀνίνησι χωρὶς ὄξους δριμυτάτου σκευασθέν. ἢ ἐρεγμὸν
10μασησάμενος ἐπίθες σὺν μέλιτι. καὶ χωρὶς τοῦ μασήσα‐ σθαι κυάμινον ἄλευρον εἰ μετὰ μέλιτος φυραθείη διαφορεῖ πελιώματα. διαφορητικώτατον δὲ γίνεται μασησάμενον αὐτὸ, προσλαμβάνον τὴν ἀπὸ τοῦ σιέλου δύναμιν. ὠοῦ λέκιθον ὁμοίως. ἐὰν μίξωμεν ὠοῦ λεκύθῳ μέλι, καθάπερ ἔμπροσθεν
15εἶπον τὸν ἐρεγμὸν, ὅμοιον ἐργασόμεθα τῷ προειρημένῳ φαρ‐ μάκῳ ἔν τε τῇ σκευασίᾳ καὶ τῇ δυνάμει. ἢ χοίρου πνεύ‐ μονα θερμὸν ἐπιτίθει. οὐκ ἄν τις ἀνάσχοιτο καθάριος ἀνὴρ
τοιούτου βοηθήματος. ἢ μυρίκης ἀφεψήματι πρόσκλυζε. οὐ812 in vol. 12

12

.

813

πρὸ πολλοῦ περὶ μυρίκης δυνάμεως εἴρηται. ἢ καρδάμωμον μετὰ σμύρνης ἐπιτίθει. διαφορητικὸν μὲν ἡ σμύρνα φάρμα‐ κόν ἐστι, τὸ δὲ καρδάμωμον δριμύ. ταῦτα ἀρκεῖν μοι δοκεῖ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐν παραδείγματος μοίρᾳ
5λελέχθαι, δεικνύντι τὸν τρόπον τῆς ἐξετάσεως τῶν φαρμά‐ κων, ὁποῖα μέν ἐστι κατ’ ἀρχὰς ἁρμόττοντα χωρὶς τοῦ πε‐ λιδνὸν ἢ μέλαν ἤδη τὸ ὑπώπιον ὑπάρχειν. ὁποῖα δὲ πελι‐ δνῶν ἢ μελάνων ἤδη γεγονότων ἢ κεχρονισμένων, ὥστε τὰ τούτων ἐφεξῆς αὐτὰ γράψω μόνα κατὰ τὴν τοῦ Ἀρχιγένους
10λέξιν. ἢ ψιμυθίου καὶ λιθαργύρου ἴσα μετὰ μέλιτος λεάνας ἐρεγμὸν μίσγε, ὥστε κηρωτῶδες γενέσθαι, καὶ χρῶ. ἢ ὄφεως γῆρας μετὰ θαλάσσης τρίβων ἐπίχριε, ἢ κύμινον ῥάκει ἐνδή‐ σας ζεστὸν ἀποβάπτων πυρία, ἢ σίνηπι μετὰ κηρωτῆς ἐπι‐ τίθει, ἢ μάραθρον λεῖον ἐπιτίθει, ἢ λίβανον καὶ θαψίαν
15ἴσα μετὰ ῥοδίνης κηρωτῆς, ἢ ἡδύοσμον καὶ λιθάργυρον ἴσα ἐπιτίθει, ἢ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος ἑψημένον, ἢ
κύαμον ἐν οἴνῳ βεβρεγμένον μέχρις ἂν λυθῇ λεάνας, ὡς813 in vol. 12

12

.

814

σπληνίον ἐπιτίθει, ἢ ἐρέβινθον ὀροβιαῖον ὁμοίως, ἢ τὴν ἐπὶ τῶν ἰπνῶν αἰθάλην μετὰ ἴσου ψιμυθίου σὺν οἴνῳ εὐώδει κατάχριε, ἢ θαψίαν καὶ ἀλεύρου ὀροβίνου τὸ τριπλοῦν ὁμοίως, ἢ ὠμὸν τάριχον βρέξας ἀπόθλιψον, εἶτα ἐν οἴνῳ
5εὐώδει λεάνας ἐπίθες. πρὸς δὲ τὰ παλαιότερα ὑπώπια σμί‐ λακος καρπὸς μετὰ μελαίνης σταφυλῆς λεῖος, ἢ θαψίας ῥίζα κοπεῖσα καὶ ὁ χυλὸς ἀναληφθεὶς στέατι καὶ συνεχῶς προστι‐ θέμενος. γέγραπται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ παλαι‐ ότερα παραβλητικῶς, ἀλλ’ ὑπερθετικῶς παλαιότατα. λέλεκται
10δέ μοι κατ’ ἀρχὰς εὐθέως ὡς ἐπὶ τῶν τοιούτων ὑπωπίων ἰσχυρῶς διαφορητικοῖς χρῆσθαι δεῖ φαρμάκοις, ὁποῖα τά τε κατὰ τὴν προκειμένην ῥῆσίν ἐστιν ὑπ’ αὐτοῦ γεγραμμένα καί τινα τῶν ἔμπροσθεν ὡς ἐδείχθη. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν, ὁ δὲ Ἀπολλώνιος ἅμα διορισμοῖς πλείοσιν ἐπιμε‐
15λέστερον ἐν τῷ πρώτῳ τῶν εὐπορίστων ὡδί πως ἔγραψεν. [Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα φάρμακα, πρὸς ὑπώ‐
πια πρόσφατα καὶ πελιώματα.] Σπόγγον εἰς θάλατταν ἀπο‐814 in vol. 12

12

.

815

βάπτων ἀπεζεσμένην πυρία συνεχῶς τοὺς τόπους, ἢ σπόγ‐ γον εἰς ἅλμην δριμεῖαν ἀποβάπτων πυρία παραπλησίως. ἢ εἰς ὄξος ἀπεζεσμένον καὶ οἶνον ὁμοίως. ἐπιτίθει τε καὶ σπλή‐ νιον μέλιτι καὶ ὄξει καταβρέχων ἢ ἔριον ἢ σπόγγον.
5ἀψινθίῳ λείῳ μετὰ μέλιτος ἀνάπλασσε, ἢ ὑσσώπῳ λείῳ μετὰ μέλιτος ἐρεγμῷ παραπλησίως, ὀριγάνῳ ὁμοίως, ῥαφανῖδος φλοιῷ μετὰ μέλιτος, βολβοῖς λείοις καθ’ αὑτοὺς, ἢ μετὰ μέλιτος καὶ μετὰ λεκίθου ὠοῦ. λίνου σπέρματι καὶ ἁλσὶ λείοις μετ’ ἐλαίου καὶ λεκίθου ὠοῦ. σιλφίῳ λείῳ μετ’ ἐλαίου
10καὶ οἴνου, σαμψύχῳ λείῳ μετὰ μέλιτος, μυρσίνῃ καὶ ἁλσὶ λείοις μετ’ ὄξους, μαράθρῳ λείῳ μετὰ κηρωτῆς, ὑσσώπῳ καὶ νίτρῳ μετὰ μέλιτος καὶ ὄξους, ἀσβέστῳ μετὰ κηρωτῆς, νά‐ πυϊ λείῳ μετὰ μοσχείου στέατος ἢ μετὰ κηρωτῆς. [Πρὸς ὑπώπια χρόνια.] Ἄρου ῥίζαν ξύσας καὶ μέλιτι
15μίξας εἰς ὀθόνιον ἐγχρίσας ἐπιτίθει, χρῶ δὲ καὶ ταῖς δια‐ φορητικαῖς τῶν δυνάμεων, αἵτινες ἀναγραφῆς τεύξονται. [Πρὸς ὑπώπια μετ’ οἰδήματος.] Σπογγίον ὄξει κατα‐
βρέξας ἐπιτίθει καὶ ταῖς ὑποδεδειγμέναις πυρίαις χρῶ συνε‐815 in vol. 12

12

.

816

χέστερον, κατάπλασσε δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὀξυμέλιτος ἑψημένῳ μέχρι ταπεινώσεως καὶ τὸ λοιπὸν ἤδη χρῶ τοῖς ὑπογεγραμμένοις καταπλάσμασιν. [Πρὸς ὑπώπια μετὰ φλεγμονῆς.] Ὕδατι θερμῷ πυρία
5καὶ καταπλάσσων φακῷ ἑφθῷ λείῳ μετὰ μέλιτος ἐπιτίθει. κοχλίαν Αἰγύπτιον κεκομμένον ἐπιτίθει, ὅταν δὲ τὰ τῆς φλε‐ γμονῆς ἔνδοσιν λάβῃ, τότε ἤδη καὶ τοῖς λοιποῖς χρῶ φαρ‐ μάκοις. [Πρὸς ὑπώπια μετὰ διακόμματος.] Ἐπὶ μὲν τὴν δια‐
10κοπὴν ἐπιτίθει τι τῶν ἐναίμων τραυματικῶν, τὰ δὲ κύκλῳ κατάπλασσε τοῖς πρὸς τὰ χωρὶς διακοπῆς ὑπώπια γεγραμ‐ μένοις φαρμάκοις. ἤρκει μὲν οὖν ἴσως καταπαύειν ἐνταῦθα τὸν περὶ τῶν ὑπωπίων λόγον, ἀλλ’ ἐπειδὴ τὰ παρὰ τῆς συμφωνουμένης πείρας κεκριμένα τῶν γε ἄλλων βεβαιότερά
15ἐστιν, ἔδοξέ μοι καὶ τὰ ὑπὸ Κρίτωνος ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν γεγραμμένα προσθεῖναι κατὰ τὴν ἐκείνου λέξιν
οὕτως ἔχουσαν.816 in vol. 12

12

.

817

[Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα πρὸς ὑπώπια πρόσφατα.] Κώνειον λεῖον μεθ’ ὕδατος κατάπλασσε. ἀψίνθιον τρίψας μεθ’ ὕδατος καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. ἐὰν δὲ ᾖ ἁπαλὸς ὁ χρὼς, μέλιτος βραχὺ ἐπιβαλὼν ἐπιτίθει. ὕσσω‐
5πον Κιλίκιον τρίψας μεθ’ ὕδατος ἢ εἰς ῥάκος ἐνδήσας ποίει σφαιρώματα, καὶ ταῦτα εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ ἀποπυρία. βρυωνίας ῥίζαν τρίψας μετὰ μέλιτος ἐπιτίθει. ἢ τετριμμένην κηρωτῇ ἀναλαβὼν ἐπιτίθει. ἅλμην δριμεῖαν ποι‐ ήσας καὶ σπόγγους ἐπιβρέχων ἀποπυρία καὶ μετὰ ταῦτα τῆς
10ῥαφανῖδος τὸν φλοιὸν τρίψας μετὰ μέλιτος καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. ἢ σίνηπι λεῖον κηρωτῇ ἀναλαβὼν καὶ μικρὸν στέατος μοσχείου ἐπιβαλὼν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. χρονίων δὲ ὄντων τῶν ὑπωπίων ἢ καὶ τῶν λεγομένων πελιωμάτων,
15χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. [Πρὸς πελιώματα καὶ βαθύτατα ὑπώπια.] Τορ‐
δύλου μέρη δύο, γῆς Σαμίας μέρος ἓν, ὄξει ἀναλαβὼν ἐπι‐817 in vol. 12

12

.

818

τίθει, μέλιτος ὀλίγον ἀνακόψας, προσέχειν δὲ δεῖ ἐπιμελῶς μή ποτε ἑλκωθῇ ὁ χρώς. [Ἀπόψηκτρον ὑπωπίων Ἀριστάρχου.] Ὑσ‐ σώπου Κιλικίου 𐅻 αʹ. θαψίας ῥίζης τὸ ἴσον, λιβανωτοῦ
5ἀτόμου τὸ ἴσον, κηροῦ Τυῤῥηνικοῦ 𐅻 βʹ. ῥητίνης τερμινθί‐ νης 𐅻 αʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, εἶτ’ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει προσέχων μὴ ἑλκωθῇ, καὶ διὰ τοῦτο αἴρειν δεήσει συνεχῶς. ἄλλο. θαψίας ῥίζης 𐅻 ιβʹ. ἢ τοῦ χυλί‐ σματος 𐅻 στʹ. λιβανωτοῦ ἀτόμου 𐅻 ηʹ. ἐλλεβόρου λευκοῦ
10𐅻 βʹ. ἀψινθίου 𐅻 αʹ. καὶ κηρωτῆς ῥοδίνης 𐅻 ιστʹ. μαλά‐ ξας ἀπόθου καὶ χρῶ, ἐμπλάσσων εἰς ὀθόνιον, αἴρειν δὲ δεῖ συνεχῶς. ἄλλο. ἄγνου λευκοῦ ὀβολοὺς γʹ. στρουθίου τὸ ἴσον, βαλάνου Αἰγυπτίας τὸ ἴσον, πνεύμονος αἰγείου κεκαυ‐ μένου τὸ ἴσον, ἀσπαράγου ῥίζης τὸ ἴσον, βδελλίου τὸ ἴσον,
15θαψίας χυλοῦ τὸ ἴσον, ὀξυμέλιτι ἀναλαβὼν χρῶ. ἄγνου λευκοῦ τοῦ καρποῦ 𐅻 γʹ. στρουθίου ῥίζης τὸ ἴσον, νίτρου ἐρυθροῦ τὸ ἴσον, ῥαφάνου χυλοῦ τὸ ἴσον, ὑσσώπου Κιλι‐
κίου τὸ ἴσον, ἀλεύρου κυαμίνου τὸ ἴσον, βαλάνου μυρεψι‐818 in vol. 12

12

.

819

κῆς δραχμὰς μʹ. μυρίκης δραχμὰς μʹ. πνεύμονος αἰγείου κε‐ καυμένου τῆς σποδοῦ 𐅻 μʹ. βολβῶν ἐρυθρῶν δραχμὰς μʹ. θαψίας ῥίζης 𐅻 μʹ. λιβανωτοῦ δραχμὰς ιβʹ. ἀναλάμβανε κη‐ ρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου καὶ χρῶ καθὰ προείρηται.
5 [Τὸ ὑφ’ Ἥρα γεγραμμένον πρὸς ὑπώπια, αἴροντος, ὥς φησιν, ὥραις τρισίν.] Προσκαταπλάττειν δὲ ἀξιοῖ φλεγμονῆς γενομένης τυρῷ χλωρῷ καὶ ἄρτῳ πυριᾷν. ἢ κωνείου χυ‐ λοῦ ὀβολοὺς βʹ. κρόκου 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. ἀκακίας 𐅻 αʹ. ὀπίου 𐅻 βʹ. θαψίας χυλοῦ 𐅻 αʹ. κόμμεως 𐅻 αʹ. ὕδωρ.
10τοῦτο μὲν ὁ Ἥρας ἔγραψεν. ἐγὼ δὲ ἐπειράθην καρύου, διὰ χρόνου ἤδη γεγονότος ἐλαιηροῦ, θεραπεύσαντος ἐνίοτε τοὺς αἱμάλωπας. δεῖ δὲ δηλονότι τρίβειν ἐπιμελῶς αὐτὸ καὶ οὕ‐ τως ἐπιτιθέναι κατακλίναντα τὸν ἄνθρωπον ὕπτιον, ὅπως προσμείνῃ τὸ φάρμακον ὥραις δύο καὶ γʹ. οὕτω γὰρ ποιή‐
15σαντος, εἰ καὶ μετὰ ταῦτα ἀνασταίη, προσμένει μέχρι πολ‐ λοῦ, καὶ χρὴ δηλονότι τοῦ προτέρου ἀποπεσόντος, ἕτερον εὐθέως τιθέναι. τοῦ αὐτοῦ Ἥρα πρὸς αἰγίλωπας. μα‐
λάχης φύλλα μετὰ ἁλῶν καὶ μέλιτος λειώσας ἐπίθες, ἀνα‐819 in vol. 12

12

.

820

σκευάζει αἰγίλωπας. καὶ χόνδρον ἑψήσας ὄξει, ἐπίθες ἀρχο‐ μένῳ αἰγίλωπι. ἢ μυρσίνης νεαρωτάτῳ καρπῷ κατάπλασσε, ὅταν ῥευματίζηται. ὡσαύτως δὲ ποιεῖ καὶ ἡ Λημνία ἐπι‐ χριομένη.
5 [Περὶ αἰγίλωπος.] Ὅμοιον ἀποστήματι μικρῷ γίνεταί τι, μεταξὺ τοῦ τε τῆς ῥινὸς ὀστοῦ καὶ τοῦ μεγάλου κατὰ τὸν ὀφθαλμὸν κανθοῦ, καὶ συῤῥήγνυται δὲ πολλάκις εἰς τὸν κανθὸν, ὡς δυσθεράπευτον γενέσθαι φθάνειν. χρὴ οὖν θεραπεύειν αὐτὸ διαφορητικοῖς φαρμάκοις, ὅσα χωρὶς
10δήξεως ἐνεργεῖ. συμπάσχει τε γὰρ ὁ ὀφθαλμὸς ἐπὶ τοῖς δρι‐ μέσιν, οὕτω τε τὸ πεπονθὸς μόριον αὐξάνεται φλεγμαῖνον. οὐ μόνον δὲ διὰ τοῦτο δυσθεράπευτόν ἐστι τὸ πάθος, ἀλλὰ καὶ διότι πολλῶν φαρμάκων ὑγρῶν κατὰ τὴν σύστασιν εἰς πεῖραν ἄγεσθαι δυναμένων οὐκ ἀνέχεται τὸ μέρος. εἰσρεῖν
15γὰρ ἐξ αὐτῶν εἰς τὸν ὀφθαλμὸν ἀναγκαῖον, οὐ μὴν οὐδὲ προσμεῖναι δύνανται τὰ τοιαῦτα χωρὶς ἐπιδέσεως ἐπιλαμβα‐ νούσης ὅλον τὸν ὀφθαλμὸν, ἣν οὐχ οἷόν τε φέρειν ἡμέραις
τοσαύταις ὅσον εἰς θεραπείαν χρῄζει τὸ πάθος. διὰ τοῦτο820 in vol. 12

12

.

821

οὖν ὁ μὲν Ἀπολλώνιος οὐδὲν ἔγραψε τῶν πρὸς αἰγίλωπας φαρμάκων· ὁ δ’ Ἀρχιγένης ὀλίγων μνημονεύσας ἐφε‐ ξῆς αὐτῶν ἔγραψε τὴν διὰ χειρουργίας αὐτῶν θεραπείαν, καίτοι τῆς πραγματείας οὐ χειρουργικῆς, ἀλλὰ τῶν περὶ τῶν
5κατὰ γένος φαρμάκων οὔσης. ὅλην οὖν αὐτοῦ παραγράψω τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς αἰγίλωπας, ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων.] Τοὺς δὲ γινομένους περὶ τοὺς κανθοὺς αἰγίλωπας καταπλάττομεν ὀρόβοις μετὰ
10μέλιτος, ἢ σποδὸν ἀμπελίνην ὄξει φυράσαντες. καλῶς ποιεῖ καὶ λιβανωτὸς μετὰ περιστερᾶς κόπρου νεαρᾶς καταπλα‐ σθεῖσα. ἢ χυλὸν αἰγίλωπος βοτάνης μετὰ μέλιτος ἔγχριε. ἐπὶ δὲ τῶν μήπω συντετρημένων σταφίδα ἀγρίαν καὶ ἀμμωνια‐ κὸν θυμίαμα σὺν μέλιτι ὡς σπλήνιον ἐπίθες. ἢ σχιστὴν μετὰ
15τερμινθίνης ὡς σπλήνιον ἐπίθες. ἢ λαγωοῦ θαλασσίου αἵ‐ ματι κροκύδα βάψας ἐντίθει. ἢ μελαντηρίαν λεάνας προσά‐ πτου. εἰ δὲ μηδ’ οὕτως ἀφυγιάζοιντο, διελὼν τὸν κανθὸν
καὶ διαστήσας κατατίτρα λεπτῷ τρυπανίῳ συνεχεῖς κατα‐821 in vol. 12

12

.

822

τρήσεις, εἶτα τῇ κεφαλικῇ χρῶ, ἀποστήσονται γὰρ λεπίδες καὶ ὑγιασθήσονται. ἢ καυτήριον ἐπέρειδε, ψιλώσας τὸ ὀστέον, καὶ οὕτω λεπίδες ἀφίστανται καὶ ὑγιάζονται. ἔνιοι δὲ διελόν‐ τες τὸν κανθὸν ἐπερείδουσι τῷ ὀστέῳ, καθὸ τέτρηται χω‐
5νεῖον λεπτὸν καὶ μόλυβδον τετηκότα ἐγχέοντες καίουσι καὶ ἄριστα οὕτως ὑγιάζουσιν. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς αἰγίλωπας.] Ὁ δὲ Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐκτός. ἰλλεκέβρας χυλοῦ λίτρας 𐅶ʹʹ. στρύχνου χυλοῦ λίτρας 𐅶ʹʹ. λιβάνου 𐅻 ηʹ.
10μαστίχης 𐅻 γʹ. χαλβάνης λίτρας 𐅶ʹʹ. ἕψε τοὺς χυλοὺς μετὰ τοῦ λιβάνου καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τὴν χαλβάνην, τὴν δὲ μαστίχην παραιτούμεθα. ἄλλο. λιβάνου 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. λαδάνου 𐅻 δʹ. κηροῦ 𐅻 δʹ. σχιστῆς, πιτύας λαγωοῦ ἀνὰ 𐅻 δʹ. ἀφρονίτρου 𐅻 δʹ. κόπτε τὸ φάρμακον καὶ μά‐
15λασσε ἰρίνου μύρου ὑποστάθμη. [Περὶ ἰόνθων, συκωδῶν ὄγκων, λει‐
χηνωδῶν καὶ ἐξανθημάτων καὶ δοθιηνῶν.] Ὄγκος μικρὸς καὶ822 in vol. 12

12

.

823

σκληρὸς ἐν τῷ κατὰ τὸ πρόσωπον δέρματι γίνεται καλού‐ μενος ἴονθος, ὑπὸ παχέος δηλονότι χυμοῦ συνιστάμενος, ἐν‐ δεικνύμενός τε τὴν ἑαυτοῦ θεραπείαν εὐλόγως ἐσομένην διὰ φαρμάκων μαλαττόντων τε καὶ διαφορούντων. ἡ μὲν γὰρ
5σκληρότης αὐτοῦ τῶν μαλαττόντων, ὁ δὲ παρὰ φύσιν ὄγκος τῶν διαφορούντων δεῖται. προειρηκότος οὖν ἤδη μου πολ‐ λάκις ἔν τε τοῖς ἔμπροσθεν ὑπομνήμασι κᾀν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, τὰς ὕλας τῶν διαφο‐ ρούντων τε καὶ μαλαττόντων φαρμάκων, ἡ τῶν κατὰ μέρος
10σύνθεσις ὑπὸ τῆς πείρας κεκριμένη χρήσιμος ἔσται πρὸς τὸ καλῶς χρῆσθαι τοῖς εἰρημένοις, ἃ μετ’ ὀλίγον εἰρήσεται, διο‐ ρίσαντός μου πρότερον, ὅσα παραπλήσια τοῖς ἰόνθοις ἐστὶ πάθη, διαφορὰν ἔχοντα κατά τι πρὸς αὐτούς. [Περὶ συκωδῶν ὄγκων.] Ἕν τι τοῦτο πάθημα τῶν
15ἐπὶ τοῦ γενείου γεννωμένων ἐστὶ, διαφέρον τοῦ κατὰ τοὺς ἰόνθους τῷ μὴ μόνον παχὺν εἶναι τὸν ἐργαζόμενον αὐτὰ χυμὸν, ἀλλὰ καὶ λεπτότητος ἰχωροειδοῦς μετέχειν, δι’ ἣν
καὶ ταχέως ἑλκοῦται μὴ θεραπευόμενον ὡς προσήκει, καὶ823 in vol. 12

12

.

824

διὰ τοῦτο δεῖται ξηραντικωτέρων ἢ κατὰ τοὺς ἰόνθους φαρμάκων. [Περὶ τῶν ἐν τῷ γενείῳ λειχηνωδῶν ὄγκων.] Καὶ τοῦτο τὸ πάθος ἐκ μικτοῦ τινος γίνεται χυμοῦ μεμι‐
5γμένων τῶν ἰχωροειδῶν τε καὶ λεπτῶν καὶ δριμέων τοῖς πα‐ χέσι, καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ψώραν τε καὶ λέπραν μετα‐ πίπτει, δεόμενον καὶ αὐτὸ τῶν ἰσχυρῶς ξηραινόντων φαρμά‐ κων. ὅταν δ’ εἰς ψώραν ἢ λέπραν μεταπέσῃ, πρὸς τῷ τῶν ξη‐ ραινόντων δεῖσθαι φαρμάκων, ἔτι καὶ τῶν ῥυπτόντων χρῄζει.
10 [Περὶ τῶν ἐν τοῖς γενείοις ἐξανθημάτων.] Κοινόν γε τοῦτο τοὔνομα, κατὰ τῶν αὐτομάτως γιγνομένων ἑλκωδῶν τε καὶ τραχέων ἐν τοῖς γενείοις παθημάτων ἐπιφέρουσιν ἔνιοι, καθάπερ γε καὶ ὁ Ἀρχιγένης ξηραντικῶν καὶ αὐτὸ δεόμενον φαρμάκων.
15 [Περὶ τῶν δοθιήνων.] Ἐκ παραπλησίων τοῖς ἰόνθοις χυμῶν οἱ δοθιῆνες γίνονται καθ’ ὅλον τὸ σῶμα διττοί πως
ὄντες· ἔνιοι μὲν, ὡς ἂν εἴποι τις, ἰονθώδεις, σκληροὶ καὶ δύσ‐824 in vol. 12

12

.

825

πεπτοι, τινὲς δὲ φλεγματώδεις, ἐφ’ ὧν καὶ πυρετοὶ συνί‐ στανται ἐνίοτε καὶ μέγεθος ὁ ὄγκος ἔχει καὶ μεταβολὴν εἰς πῦον, ὅθεν καὶ ἡ θεραπεία τὸ πλεῖστον ἔχει αὐτῶν τῆς φλεγμονῆς.
5 [Ἐκ τῶν Κρίτωνος πρὸς ἰόνθους.] Κρίτων μὲν ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι πρὸς ἰόνθους τοὺς ἐν τοῖς προσώποις. μέλιτος Ἀττικοῦ 𐆂υ αʹ. ἤτοι 𐅻 ιβʹ. ὄξους δριμυτάτου τὸ ἴσον, μίξας ἐπι‐ μελῶς ἐπίχριε τοὺς ἰόνθους τῷ δακτύλῳ ἐπιχρίων καὶ παρα‐
10τρίβων. ἄλλο. λιθαργύρου χήμην, ἤτοι 𐅻 γʹ. τερμινθί‐ νης καθαρᾶς κυάμου Αἰγυπτίου μέγεθος, εἶτα βαλὼν ἐλαίου λευκοῦ ὀλίγον, ἔπειτα προαποσμήξας τὸ πρόσωπον λάμβανε τοῦ φαρμάκου βραχὺ τῷ δακτύλῳ, ἔπειτα ἀμφοτέραις ταῖς χερσὶ διατρίψας περιάλειφε τοὺς ἰόνθους τοῦτο καὶ τετα‐
15νὸν καὶ καθαρὸν διαφυλάττει τὸ πρόσωπον. ἄλλο. ἀμύγδαλα πικρὰ ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς κατάχριε τὸ πρόσ‐ ωπον. σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερμινθίνῃ καὶ
μαλάξας ἐπιτίθει. ἄλλο. κόστον Ἰνδικὸν κόψας καὶ σήσας825 in vol. 12

12

.

826

λεπτοτάτῳ κοσκίνῳ, ἀναλάμβανε αἰγείᾳ χολῇ καὶ ποιήσας κηρωτῆς τὸ πάχος, ἐπίχριε τοὺς ἰόνθους περὶ ἑσπέραν, καὶ πρωῒ ἀναστὰς κέλευε γάλακτι τῷ παθόντι προσκλύζεσθαι τὸ πρόσωπον. ἐγχρονιζόντων δὲ τῶν ἰόνθων χρηστέον ταῖς
5ὑπογεγραμμέναις σκευασίαις. [Πρὸς τετυλωμένους ἰόνθους.] Σάπωνος Γαλλικοῦ δραχμὰς δʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 αʹ. λιβανωτοῦ 𐅻 αʹ. ὕδατι διαλύσας ποίει κηρωτῆς τὸ πάχος, τούτῳ ἐπιχρίσας καὶ διαστήσας ὥραν μίαν, ἀπονίπτεσθαι παραίνει χλιαρῷ. ἄλλο.
10 νίτρου ἐρυθροῦ, ὑσσώπου, γλήχωνος, ἁλῶν ὀρυκτῶν τὸ ἴσον, κόψας, σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀναλαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. ὠκίμου σπέρματος, νίτρου ἐρυθροῦ, γλήχωνος χλωροῦ, σχιστῆς, κόστου Ἰνδικοῦ, κόψας, σήσας, ὁμοῦ ἀναλαβὼν στέατι χηνείῳ ἢ ὀρνιθείῳ, ὥστε κηρωτῶδες ἔχειν τὸ
15πάχος, ἐκ τούτου ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει μέχρι παν‐ τελοῦς ἀπαλλαγῆς. ἄλλο. ἁλῶν ὀπτῶν, γλήχωνος, ὑσσώπου, ἀμμωνιακοῦ θυμιάματος, ῥοῦ βυρσοδεψικοῦ, ἑκάστου τὸ ἴσον,
κηρωτῇ ῥοδίνῃ ἀναλαβὼν, ἐπιτίθει μέχρι ἀπαλλαγῆς.826 in vol. 12

12

.

827

[Πρὸς τὰς ὀχθώδεις διαθέσεις καὶ τοὺς ἐπὶ τοῦ προσώπου κνησμοὺς καὶ ἀρχὴν ἐλεφαντιάσεως.] Κόμμεως λευκοῦ, νίτρου ἀφροῦ, λιβανωτοῦ, θείου ἀπύρου, ἑκάστου τὸ ἴσον ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς, ἀνάπλασσε τρο‐
5χίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως ὄξει δια‐ λύων ἐπίχριε. ὅταν δὲ ξηρανθῇ, ἀπόσμηχε τῇ ὑπογεγραμμένῃ σκευασίᾳ. σάπωνος Γαλλικοῦ λίτραν μίαν, ἀμμωνιακοῦ θυμιάματος τὸ ἴσον, λιβανωτοῦ γο γʹ. μαστίχης γο γʹ. ἀφρο‐ νίτρου γο γʹ. ἕψε σάπωνα καὶ ἀμμωνιακὸν, εἰς ἀγγεῖον κε‐
10ραμεοῦν ἐμβαλὼν καὶ ὕδατος Greek Xestes Sign Alternate Form βʹ. καὶ ὅταν διαλυθῇ, ἐπί‐ βαλε τὰ ξηρὰ, κεκομμένα καὶ σεσησμένα λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα μεταίρων εἰς θυίαν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελοῦ εἰς ἀγγεῖον ὑέλινον, ἐπὶ δὲ τῆς χρήσεως μολύνων τὸ πρόσ‐ ωπον καὶ μικρὸν διαστήσας ἀπονίπτου ὕδατι δαψιλεῖ προ‐
15ανατρίβων μαλακῶς. χρηστέον δὲ τῷ σμήγματι παρ’ ὅλην τὴν ἐπιμέλειαν τῶν ἰόνθων. [Πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις.]
Ὁ μὲν Κρίτων ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψε827 in vol. 12

12

.

828

περὶ αὐτῶν πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπανα‐ στάσεις, ὡς Λεύκιος ὁ καθηγητής. λιθαργύρου, μίσυος ὠμοῦ τὸ ἴσον τρίψας κατάπλασσε. ἄλλο. λιβανωτοῦ 𐅻 βʹ. λιθαργύρου δραχμὰς δʹ. ἁλῶν ὀρυκτῶν 𐅻 ηʹ. σανδαράχου
5δραχμὰς βʹ. λείοις κατάπλασσε. ἄλλο. ψιμυθίου 𐅻 δʹ. μίσυος ὠμοῦ 𐅻 δʹ. ἁλῶν ὀρυκτῶν δραχμὰς βʹ. σανδαράχης 𐅻 βʹ. λείοις κατάπλασσε. ἄλλο. χαλκάνθης δραχμὰς βʹ. θείου ἀπύρου 𐅻 βʹ. ἰοῦ 𐅻 αʹ. νίτρου ἐρυθροῦ δραχμὰς βʹ. λείοις κατάπλασσε. ἄλλο. ἐλατηρίου δραχμὰς δʹ. ἁλῶν
10ὀρυκτῶν 𐅻 δʹ. χαλκάνθου 𐅻 βʹ. μίξας κατάπλασσε, παρα‐ πτόμενος πυρῆνι μήλης καθύγρου, ὥστε τὸ φάρμακον προσ‐ καθίσαι. μετὰ δὲ τὴν τοῦ φαρμάκου ἐπίθεσιν χρηστέον λίνου σπέρματι λεανθέντι μεθ’ ὕδατος. καθύγρων δὲ ὄντων τῶν ἑλκῶν, καὶ γὰρ ἀπ’ αὐτῶν ὕδωρ καθαρὸν ἀποῤῥεῖ, ὥσπερ
15ἀπὸ πηγῆς, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. τρο‐ χίσκος πρὸς τὰς ἐπὶ τῶν γενείων συκώδεις ἐπαναστάσεις. ἐχρήσατο Ἀρτεμίδωρος, ἔστι δὲ καὶ παντὸς ὄγκου κατα‐
σταλτικὸς, ὃς συμβαίνει ἐπὶ τῶν κακῶς συνουλωκότων,828 in vol. 12

12

.

829

ὥσπερ ἐπὶ τῶν συνεῤῥαμμένων, ἡ δὲ σύνθεσις ἥδε. λε‐ πίδος χαλκοῦ δραχμὰς δʹ. χαλκάνθου δραχμὰς βʹ. σχιστῆς δραχμὰς βʹ. κόλλης τεκτονικῆς διαυγοῦς δραχμὰς βʹ. τὰ ξηρὰ κόπτεται καὶ σήθεται, ἡ δὲ κόλλα ὄξει βρέχεται καὶ τοῖς λε‐
5λειωμένοις ἐπιβάλλεται ὑγροῖς καὶ πάλιν λεαίνεται καὶ τρο‐ χίσκους ἀναπλάσσομεν, ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύοντες ἐπιχρίομεν, καὶ σύριγγας ἐκτυλοῖ. [Μάγνου κλινικοῦ.] Στυπτηρίας σχιστῆς, ἰοῦ Κο‐ ρινθίου, μίλτου σινώπιδος, χαλκίτεως, κόλλης τεκτονικῆς τὸ
10ἴσον, συντίθει καὶ χρῶ καθὰ προείρηται. [Ἀρείου Ἀσκληπιαδείου.] Μίλτου σινώπιδος, ἰοῦ Κορινθίου, σχιστῆς, κηκίδος ὀμφακίτιδος, σιδίων ῥοιᾶς τὸ ἴσον, κόμμεως τὸ διπλοῦν, ὄξει ἀναλαβὼν χρῶ ὡς προείρηται. [Ἀπολλωνίου, ὡς Χαρίξενος.] Λεπίδος χαλ‐
15κοῦ, μίσυος ὀπτοῦ, ἀρσενικοῦ, ἑκάστου δραχμὰς βʹ. διφρυ‐
γοῦς 𐅻 γʹ. χαλκοῦ κεκαυμένου 𐅻 δʹ. χαλκίτεως κεκαυμένης829 in vol. 12

12

.

830

𐅻 δʹ. κόλλης τεκτονικῆς 𐅻 δʹ. ὄξει διαλύσας, ἀνάπλαττε τροχίσκους καὶ χρῶ καθὰ προείρηται. [Ἄνδρωνος φάρμακον ἐπιτετευγμένον.] Χαλκάνθου δραχμὰς βʹ. σμύρνης 𐅻 βʹ. λιβανωτοῦ δραχμὰς δʹ. σχιστῆς
5𐅻 δʹ. σιδίων 𐅻 ηʹ. κηκίδων δραχμὰς ηʹ. ἀριστολοχίας δρα‐ χμὰς ηʹ. οἴνῳ αὐστηρῷ ἀναλαβὼν χρῶ καθὰ προείρηται. [Κρίτωνος πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας.] Ἐφε‐ ξῆς τούτων, ὁ Κρίτων ἔγραψε πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας ὧδέ πως. πρὸς δὲ τοὺς ἐπὶ τῶν γενείων λειχῆνας
10πάθος ἀηδέστατον, καὶ γὰρ κνησμοὺς ἐπιφέρει καὶ περίστα‐ σιν τῶν πεπονθότων καὶ κίνδυνον οὐκ ὀλίγον, ἕρπει γὰρ ἔστιν ὅτε καθ’ ὅλου τοῦ προσώπου, καὶ ὀφθαλμῶν ἅπτε‐ ται καὶ σχεδὸν τῆς ἀνωτάτω δυσμορφίας ἐστὶν αἴτιον, καὶ διὰ τοῦτο χρηστέον ἂν εἴη ἐπιμελέστερον τῇ θεραπείᾳ, ἐφο‐
15ρῶντα τοὺς παροξυσμοὺς καὶ τὰ διαλείμματα καὶ συγκρί‐ νοντα ἀπὸ τῶν κεχρονισμένων τὰ νεοσύστατα, ἐφ’ ὧν ἁρμό‐
σει χρῆσθαι τοῖς ξηραίνουσι φαρμάκοις. ὅταν δ’ εἰς ψώραν830 in vol. 12

12

.

831

ἢ λέπραν μεταπέσῃ, πρὸς τοῖς ξηραίνουσι χρῆσθαι καὶ τοῖς ῥύπτουσιν, ἔπειτα δὲ καὶ ταῖς ὑπογεγραμμέναις σκευασίαις. [Κρίσπου τοῦ φίλου πρὸς τοὺς ἐπὶ τῶν γενείων προσ‐ φάτους λειχῆνας ἢ ἄλλο τι μέρος τοῦ προσώπου.] Πυροὺς
5πολλοὺς λαμβάνων, ἐπιτίθει ἐπί τινος ἄκμονος, εἶτα πλάτυσμα χαλκοῦν πυρώσας ἐπιτίθει τοῖς πυροῖς καὶ τὸ ἀνιέμενον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν ἀνελὼν ἐπίχριε τοὺς λειχῆνας. τούτῳ μόνῳ πολλοὺς θεραπευθέντας ἱστορήσαμεν. ἄλλο. μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν ὄντα καθαρίσας συλλέ‐
10γων, κόψας τὸν χυλὸν ἀπόθου καὶ τούτῳ συνεχῶς ἐπίχριε. ἄλλο. ἀνδράχνης χυλὸν κατάχριε συνεχῶς. ἄλλο. ἐλαίας Αἰ‐ θιοπικῆς δάκρυον τρίψας μεθ’ ὕδατος καὶ στύρακος ὀλίγον ἐπιβαλὼν καὶ μίξας ἐπιτίθει. ἄλλο. πτελέας δάκρυον ὕδατι διαλύων ἐπιτίθει. ἐγχρονιζόντων δὲ τῶν λειχήνων χρηστέον
15ταῖς ὑπογεγραμμέναις σκευασίαις πρὸς τοὺς ἐγχρονίζοντας. ἀσφοδέλου ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας ἐπίχριε. ἄγνου τὰ φύλλα τρίψας ὄξος ἐπιβαλὼν ὀλίγον κατάπλασσε. καπ‐ πάρεως τὰ φύλλα τρίψας μετ’ ὄξους ἐπιτίθει. λαπάθου ἡμέ‐
ρου τὸν φλοιὸν τῆς ῥίζης μετ’ ὄξους λεάνας κατάπλασσε προ‐831 in vol. 12

12

.

832

εκνιτρώσας. χαμαιλέοντος ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας κατάπλασσε. πρὸς δὲ τὴν τῶν λειχήνων ἐπιμέλειαν, ἐπεὶ τὰ κατὰ μέρος πολλά ἐστι καὶ ποικίλα, ἐν μέρει περὶ ἑκάστου ἐρῶ, ἄρξομαι δὲ ἀπὸ σῶν λεγομένων τροχίσκων.
5 [Τροχίσκος λειχηνικός.] Κόλλης τεκτονικῆς 𐅻 δʹ. ἐν ἄλλῳ δραχμὰς βʹ. θείου ἀπύρου 𐅻 βʹ. χαμαιλέοντος δρα‐ χμὰς δʹ. λιβανωτοῦ 𐅻 βʹ. ὄξους κοτύλης 𐅶ʹʹ. ἡ κόλλα ὄξει διαλύεται, εἶτα ἐπιβάλλεται τοῖς ξηροῖς. ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων, ὅσον ἐξαρκεῖ θερμαίνων ἐπιτίθει. ἐν ἄλλοις
10ἴσα ἔχει. ἄλλος. χαμαιλέοντος, θείου ἀπύρου ἀνὰ 𐅻 δʹ. ἐλαίας Αἰθιοπικῆς δακρύου δραχμὰς βʹ. λιβανωτοῦ δραχμὴν μίαν, ὄξους ὅσον ἐξαρκεῖ. παρ’ ἄλλοις. ἀλκυονίου 𐅻 βʹ. χαμαιλέοντος μέλανος δραχμὰς δʹ. πυρέθρου 𐅻 βʹ. θείου ἀπύρου δραχμὰς δʹ. λιβανωτοῦ 𐅻 δʹ. ταυροκόλλης δρα‐
15χμὰς δʹ. ὄξους δριμυτάτου κοτύλας δʹ. ἄλλος. ἐλαίας Αἰ‐ θιοπικῆς δραχμὰς δʹ. θείου ἀπύρου 𐅻 δʹ. ἀλκυονίου 𐅻 ηʹ. ἀφρονίτρου δραχμὰς ηʹ. ἄλικος ἐν ὄξει ἑψημένου 𐅻 ηʹ. τὸ
αὔταρκες ὄξους. ἄλλος. ἀλκυονίου κεκαυμένου 𐅻 βʹ.832 in vol. 12

12

.

833

χαμαιλέοντος μέλανος 𐅻 δʹ. ἀσφοδέλου ῥίζης 𐅻 δʹ. θείου ἀπύρου 𐅻 βʹ. λιβανωτοῦ 𐅻 βʹ. πυρέθρου 𐅻 βʹ. νίτρου ἀφροῦ 𐅻 βʹ. ταυροκόλλης 𐅻 δʹ. ὄξους τὸ αὔταρκες. ἐπιτει‐ νομένης δὲ τῆς διαθέσεως καὶ τυλώδους γενομένης, χρηστέον
5ταῖς ὑπογεγραμμέναις σκευασίαις. ὑγρὰ πρὸς λειχῆνας διαθέ‐ σεις. μίσυος ξενικοῦ, λιβάνου, σμύρνης σχιστῆς, ἑκάστου 𐅻 ηʹ. ἀλόης, θείου ἀπύρου ἀνὰ 𐅻 δʹ. ἀναλάμβανε γλυκεῖ, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος, καὶ δὶς ἢ τρὶς τῆς ἡμέρας προα‐ ποσμήχων ἐπίχριε καὶ ἔξωθεν ἐπιτίθει φυλακῆς χάριν τοῦ
10φαρμάκου, κύστεως ὑμένα ἢ ὠοῦ τῶν λεπύρων ἢ χλωρῶν φύλλων ὅσον ἐξαρκεῖ. ἄλλο. μίσυος 𐅻 δʹ. ἀκακίας 𐅻 βʹ. λεπίδος χαλκῆς 𐅻 δʹ. θείου ἀπύρου 𐅻 στʹ. χαλκίτεως 𐅻 ηʹ. κόμμεως 𐅻 ηʹ. ὄξους ὅσον ἐξαρκεῖ. ὅταν δὲ διαλυθῇ, ἀμόρ‐ γην ἐπιβαλὼν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελόμενος χρῶ, ὡς
15προείρηται. ἄλλο. θείου ἀπύρου, λιβάνου, σμύρνης, χαλ‐ κάνθου, μίσυος ὠμοῦ ἑκάστου 𐅻 βʹ. κόμμεως 𐅻 δʹ. ὄξει
διαλύσας καὶ κεδρίνῳ ἐλαίῳ ὅσον ἐξαρκεῖ χρῶ ὁμοίως.833 in vol. 12

12

.

834

[Ἐκ τῶν Ζεύξιδος.] Χαλκίτεως ὠμῆς, μίσυος ὠμοῦ, σμύρνης Ἀμιναίας, θείου ἀπύρου τὸ ἴσον, κόμμεως τὸ δι‐ πλοῦν, ὄξει διαλύσας, ἀναλάμβανε κεδρίνῳ ἐλαίῳ· δεῖ δὲ τὸ κέδρινον πρότερον ἕψειν, ὡς μέλιτος ἔχειν πάχος. ἄλλο Διο‐
5δώρου. δάκρυον Αἰθιοπικῆς ἐλαίας 𐅻 ηʹ. κόμμεως 𐅻 μʹ. χαλκάνθου δραχμὰς ιστʹ. θείου ἀπύρου 𐅻 ιʹ. λιβάνου 𐅻 ιʹ. ἰοῦ 𐅻 ιʹ. ἀκακίας 𐅻 ιʹ. σμύρνης Ἀμιναίας 𐅻 ιʹ. ὄξους τὸ αὔταρκες, καὶ ὅταν διαλυθῇ καὶ λειότατον γένηται, ἕκαστον αὐτῶν ἀναλάμβανε συνεστραμμένῃ ἀμόργῃ καὶ ἀνελόμενος
10χρῶ, συναπτέον δὲ τούτοις καὶ ἄλλας σκευασίας. [Περίχριστος ἑφθὴ πρὸς λειχῆνας χρονίους, ὥστε χωρὶς ἑλκώσεως ἀπαλλάττειν.] Χαλκάνθου, τήλεως ἀληλεσμένης, καρδαμώμου ἀνὰ δραχμὰς βʹ. μελανθίου δραχμὴν μίαν 𐅶ʹʹ. συκῆς ἡμέρου φύλλων δραχμὴν μίαν 𐅶ʹʹ. ὄξους δριμέος τὸ
15ἱκανὸν, λεῖα ποιήσας μίξον ὥστε μέλιτος ἔχειν τὸ πάχος, εἶτα ἕψε, καὶ ὅταν μέλαν γένηται καὶ συνεστραμμένον, αἴρων
ἐπίχριε προαπονίπτων αὐτούς.834 in vol. 12

12

.

835

[Ἡρακλείδου Ταραντίνου λειχηνικὴ, ὥστε χωρὶς ἑλκώ‐ σεως ἀπαλλάττειν.] Ἀλφίτων δραχμὰς ηʹ. ταυροκόλλης δραχμὰς στʹ. χαλκάνθου δραχμὰς δʹ. χαλκίτεως δραχμὰς δʹ. θείου ἀπύρου δραχμὰς δʹ. ἀφρονίτρου δραχμὰς στʹ.
5ἀλκυονίου δραχμὰς δʹ. σμύρνης Ἀμιναίας 𐅻 βʹ. ὄξους κο‐ τύλας γʹ. Διονυσίου συμμαθητοῦ, ὥστε δίχα ἑλκώσεως ἀπαλ‐ λάττειν. ἀλεύρου κριθίνου Greek Xestes Sign Alternate Form αʹ. χαλκάνθου γο αʹ. λα‐ πάθου ἀγρίου τῶν ῥιζῶν τῶν φλοιῶν δραχμὴν μίαν. θείου ἀπύρου 𐅻 αʹ. σμύρνης γο αʹ 𐅶ʹʹ. κόμμεως γο αʹ. ὄξους κοτύ‐
10λας στʹ. ἕψε λαπάθου ῥίζαν. ὅταν δὲ διαλυθῇ, ἐξελὼν τρῖβε, τὸ δὲ κρίθινον λαβὼν εἰς τὸ λειπόμενον ὑγρὸν ἕψε, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε τὰ λοιπὰ καὶ ἀνελόμενος χρῶ. [Σωκρατίωνος ἑφθή.] Ἄλικος ἀληλεσμένου Greek Xestes Sign Alternate Form στʹ. θείου ἀπύρου 𐅻 ιστʹ. μίσυος ξενικοῦ δραχμὰς ιστʹ. χαλκί‐
15τεως 𐅻 ιστʹ. κιμωλίας δραχμὰς ιστʹ. ἀφρονίτρου 𐅻 ηʹ. ἀλ‐ κυονίου δραχμὰς ηʹ. σχιστῆς δραχμὰς ηʹ. ἀσφοδέλου ῥίζης
𐅻 ηʹ. σμύρνης δραχμὰς ηʹ. λιβάνου δραχμὰς ηʹ. ἐλαίας835 in vol. 12

12

.

836

δακρύου 𐅻 ηʹ. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ηʹ. ὄξους κοτύλας γʹ. ἕψε ἀλκυόνιον ἀσφόδελον ὄξος, ὅταν δὲ εἰς ἥμισυ καταντλήσῃ, διύλιζε. ἐκ δὲ τοῦ διυλίσματος ἀνάλυε ἀμμωνια‐ κὸν καὶ σμύρναν, λίβανον, ἐλαίας δάκρυον, εἶτα τρίβεται,
5εἶτα ἐπιβάλλεται τούτοις τὰ ξηρά. τὸν δὲ ἄλικα ἕψε ἐν τῷ ὑπολειφθέντι ὑγρῷ, καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τοῖς λοιποῖς καὶ τρῖβε ὁμοῦ καὶ χρῶ. ἐν ἄλλαις συναγωγαῖς ἔχει οὕτω. θείου ἀπύρου, μίσυος ξενικοῦ, χαλκίτιδος, ἑκάστου 𐅻 ιστʹ. νίτρου σχιστοῦ, ἀλκυονίου, ἀσφοδέλου ῥίζης, λιβανωτοῦ,
10ἐλαίας δακρύου, κιμωλίας γῆς, ἀμμωνιακοῦ θυμιάματος, ἑκά‐ στου ἀνὰ 𐅻 ηʹ. ὄξους 𐆂ο αʹ. ἄλλη σφόδρα ἐνεργής. ὄξους δριμυτάτου Greek Xestes Sign Alternate Form στʹ. ἀλεύρου κριθίνου Greek Xestes Sign Alternate Form βʹ. μάννης Greek Xestes Sign Alternate Form αʹ. λαπάθου ἀγρίου ῥίζης δραχμὰς ηʹ. ἐλλεβόρου λευκοῦ 𐅻 ιʹ. ἀλκυονίου δραχμὰς ιεʹ. καρδαμώμου 𐅻 αʹ. κιμωλίας γῆς 𐅻 ηʹ.
15ταυροκόλλης δραχμὰς ιστʹ. ἀφρονίτρου 𐅻 ιστʹ. ἁλικακάβου δέσμιον χειροπληθὲς τῶν ἀκρεμόνων χλωρῶν συντίθει. ἐπεὶ
δὲ οἱ πολλοὶ τὰς μὲν τῶν ἐπιχριομένων φαρμάκων δυνάμεις836 in vol. 12

12

.

837

παραιτοῦνται, αἱροῦνται δὲ μᾶλλον τὰς τῶν ἐμπλάστρων ἐπιθέσεις, αἵτινες οὔθ’ ἱδρώτων ἐπιγενομένων περιῤῥέουσιν οὔτε ξηραινόμεναι περιτείνουσι τὸν χρῶτα, συναπτέον ἂν εἴη καὶ τὰς τοιαύτας σκευασίας.
5 [Ἔμπλαστρα λειχηνικὰ, ὥστε χωρὶς ἑλκώσεως ἀπαλ‐ λάττειν.] Κηροῦ, πίσσης ἑφθῆς, λιβανωτοῦ, τερμινθίνης, θείου ἀπύρου, ἑκάστου ἀνὰ λίτραν 𐅶ʹʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο. λιβάνου 𐅻 ηʹ. στυπτηρίας 𐅻 ηʹ. χαλκάν‐ θου 𐅻 ηʹ. θείου ἀπύρου δραχμὰς δʹ. ταυροκόλλης 𐅻 δʹ. χα‐
10μαιλέοντος ῥίζης δραχμὰς δʹ. κηροῦ 𐅻 ηʹ. πίσσης ὠμῆς κοτύλας βʹ. ἕψε πίσσαν, ταυροκόλλαν, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε κηρὸν, καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ. [Ἄλλο ποιεῖ πρὸς τοὺς ἐπαιρομένους λειχῆνας, ὥστε καταστέλλειν τὰ δοκοῦντα ὑπολείπεσθαι.] Μάννης λιβά‐
15νου, πίσσης ἀνὰ 𐅻 ηʹ. ἀσφάλτου 𐅻 ηʹ. κηροῦ δραχμὰς ηʹ.
πιτυΐνης 𐅻 ηʹ. θείου ἀπύρου δραχμὰς ηʹ. ἐλαίου Κυπρίνου837 in vol. 12

12

.

838

ὀλίγον, ἕψε, ὡς προείρηται, καὶ ἀνελόμενος χρῶ καὶ ἔμπλασσε εἰς ὀθόνιον ἢ δέρμα λεπτόν. [Ἄλλο χωρὶς ἑλκώσεως ἀπαλλάττει.] Πίσσης βρυ‐ τίας ὑγρᾶς Greek Xestes Sign Alternate Form αʹ. μάννης λίτραν αʹ. θείου ἀπύρου λίτραν αʹ.
5θερμίνου ἀλεύρου λίτραν αʹ. συντίθει κατὰ τρόπον, εἶτα ἐπίβαλλε χαλβάνης γο βʹ. ἔστι δὲ τῶν ἄγαν σπουδαίων. ἐν ἄλλαις γραφαῖς οὐκ ἔχει τὸ ἄλευρον, οὐδὲ τὴν χαλβάνην. [Φιλώτου λειχηνικὸν ἐπιτετευγμένον χωρὶς ἑλ‐ κώσεως ἀπαλλάττει. ἐδόθη ὑπὸ Φιλώτου τοῦ ἑταίρου, διὰ
10στίχων ἀναγέγραπται.] Χαλκίτεως ὀπτῆς, χρυσοκόλλης, μίσυος ὀπτοῦ, λεπίδος χαλκοῦ, διφρυγοῦς, ἁλὸς ἀμμωνια‐ κοῦ, γῆς Ἐρετριάδος, ἑκάστου ἀνὰ 𐅻 δʹ. θείου ἀπύρου 𐅻 ιβʹ. χαλκάνθου, λίθου Ἀσίου τὸ ἄνθος, χαλκοῦ κεκαυμένου ἀνὰ 𐅻 στʹ. σώρεος 𐅻 εʹ. στυπτηρίας ὑγρᾶς 𐅻 δʹ. ἅπαντα ταῦτα
15λεάνας, εἶτα ἐπιβάλλων κοτύλας ιβʹ. ὄξους, τρῖβε ἐπιμελῶς ἐν ἡλίῳ, ἐν ταῖς ὑπὸ κύνα ἡμέραις εʹ. ἕως ἂν ξηρανθῇ τὸ φάρμακον. σκευαζέσθω δὲ ἐν ἄλλῃ θυείᾳ λιβανωτοῦ γο αʹ.
σμύρνης γο βʹ. ἀλόης γο αʹ. λαδάνου γο γʹ. ὀποπάνακος γο γʹ.838 in vol. 12

12

.

839

ὄξει διαλυθέντα, ὡς γλοιοῦ ἔχειν πάχος, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε τοῖς ἐν ἡλίῳ λεανθεῖσι καὶ πάλιν τρῖβε, καὶ τού‐ τοις ἐπίβαλε κεκομμένης καὶ σεσησμένης λεπτοτάτῳ κοσκίνῳ ἀριστολοχίας στρογγύλης καὶ μακρᾶς ἀνὰ 𐅻 αʹ. ὅταν δὲ ἤδη
5ἐμπλαστρώδη τὰ τριβόμενα γένηται, ἐπίβαλε τὰ τηκτὰ, τήξας πρότερον καὶ ψύξας. ἔστι δὲ ταῦτα. κηροῦ 𐅻 ριʹ. τερ‐ μινθίνης 𐅻 κʹ. χαλβάνης 𐅻 θʹ. ἐλαίου κοτύλην αʹ. καὶ μα‐ λάξας ἐπιμελῶς ἀνελόμενος χρῶ. κείμενον δὲ τὸ φάρμακον διπρόσωπον γίνεται. τῆς δὲ διαθέσεως ἐμμόνου γενομένης
10καὶ πρὸς τὴν τῶν φαρμάκων ἐπίθεσιν ἀντιβαινούσης χρη‐ στέον τοῖς λεγομένοις ἐκδορίοις, καὶ γὰρ ἀφιστᾶσι τὴν ἐπι‐ φάνειαν ἐκ προχείρου. [Περὶ ἐκδορίων.] Ἐκδόριον λειχήνων. ταύτῃ Πάμφιλος χρησάμενος ἐπὶ Ῥώμης πλεῖστον ἐπορίσατο ἐπικρατούσης
15ἐν τῇ πόλει τῆς μεντάγρας λεγομένης. λεπίδος χαλκῆς 𐅻 στʹ. ἀρσενικοῦ 𐅻 δʹ. σανδαράχης 𐅻 δʹ. χαλκοῦ κεκαυμέ‐ νου 𐅻 αʹ 𐅶ʹʹ. ἐλλεβόρου λευκοῦ 𐅻 αʹ 𐅶ʹʹ. κανθαρίδων κοι‐
λιδίων 𐅻 αʹ 𐅶ʹʹ. ἕκαστον τρῖβε κατ’ ἰδίαν, εἶθ’ ὁμοῦ μίξας839 in vol. 12

12

.

840

ἀναλάμβανε κεδρίᾳ, καὶ γλοιοῦ ποιήσας τὸ πάχος κατάθου εἰς πυξίδα Κυπρίου χαλκοῦ. ἐπὶ δὲ τῆς χρήσεως νίτρῳ καὶ ὄξει βραχεῖ ἀποσμήχων τὰς λειχῆνας ἐπίχριε, σπαθομήλῃ χρώ‐ μενος καὶ παρατρίβων, ἔπειτα ἀποσμήξας ἀπόξυε καὶ πάλιν
5ἐπιτίθει τὸ φάρμακον. ἔπειτα δὶς καὶ τρὶς τοῦτο ποιήσας. ὥστε κούφως ἀποξύειν, πάλιν ἐπιτιθέναι πειρῶ σκεπάζων τοὺς ἐπιχρισθέντας τόπους ὑμένι κύστεως βοείας ἢ ἑτέρου τινὸς ζώου, καὶ γὰρ τὸ φάρμακον ἀδιάῤῥευστον φυλάττει καὶ κοῦφόν ἐστι. μετὰ δὲ τὴν τοῦ ὑμένος ἀφαίρεσιν ἐπιθέσει
10ταινιδίου κούφως ἐπιδήσας ἔα. καλὸν μὲν διανυκτερεύειν· εἰ δὲ μή γε, μέχρις ὡρῶν τινων, ἕως φλυκταίνας γενέσθαι ἰχῶ‐ ρας περιεχούσας παχεῖς καὶ κολλώδεις, εἶτα λούεσθαι παραι‐ νοῦμεν καὶ παρατείνειν ἐν τῷ βαλανείῳ. καὶ γὰρ τοῦτο συν‐ εργεῖ τῇ τοιαύτῃ θεραπείᾳ, ἔστω δὲ θερμὸν τὸ βαλανεῖον.
15εἰ δέ τι κωλύει βαλανείῳ χρῆσθαι, ἀποπυριατέον θερμῷ ὕδατι πολλῷ, εἶτα περιμάττειν χρὴ καὶ καταπλάττειν ἄρτῳ φυραθέντι ὑδρομέλιτι. ῥυπαρῶν δὲ γενομένων τῆς χλωρᾶς
ἐπιτίθει σπλήνιον, προσλαβὼν ὀλίγον τοῦ ἐκδορίου. ἰχώρων840 in vol. 12

12

.

841

δὲ ἐκκρινομένων καὶ μηδεμιᾶς ἐπικειμένης ἐφελκίδος, ἐπιτίθει λευκὸν σπλήνιον, καὶ ταύτῃ χρῶ τῇ θεραπείᾳ μέχρι παντε‐ λοῦς ἀπουλώσεως, ἀποπυριῶν τε καθ’ ἑκάστην ἡμέραν καὶ νεαρῷ χρώμενος σπληνίῳ. μετὰ δὲ τὴν παντελῆ ἀπούλωσιν
5ὑπολειπομένης τινὸς ὑποψίας, χρηστέον ταῖς αὐταῖς ἀγωγαῖς. πρὸ δὲ τῆς τῶν ἐκδορίων ἐπιθέσεως περιλαμβάνειν δεῖ τὰ ἔξωθεν τοῦ λειχῆνος φαρμάκου ἀφλεγμάντου σπλη‐ νίῳ, προσχαριζόμενον τῇ ἐξωτάτῳ γραμμῇ τοῦ λειχῆνος μι‐ κρόν τι τῶν ἀπαθῶν σωμάτων. αὕτη κοινὴ ἐπιμέλεια τῆς
10μεντάγρας. [Ἀξιορίου.] Λεπίδος χαλκοῦ 𐅻 στʹ. χαλ‐ κάνθου 𐅻 δʹ. κανθαρίδων 𐅻 αʹ 𐅶ʹʹ. ἐλλεβόρου λευκοῦ 𐅻 αʹ 𐅶ʹʹ. σανδαράχης 𐅻 αʹ. κεδρίᾳ ἀναλάμβανε. [Ἄλλο Ἀπίου Φάσκου πρὸς τὰς μεντάγρας, ὥστε
15χωρὶς οὐλῆς ἀποθεραπεύειν. ποιεῖ δὲ καὶ πρὸς ἀλωπεκίας χρονίας.] Ἐπίχριε δὲ τὰς μὲν ἀλωπεκίας ἐν ἡλίῳ ἢ παρὰ
πυρί. φλυκταίνης δὲ γενομένης βελόνῃ χρὴ διακεντεῖν, ὑγροῦ841 in vol. 12

12

.

842

δὲ ἐκκριθέντος κηρωταῖς ἀποθεραπεύειν. μετὰ δὲ τὴν ἀπού‐ λωσιν ἐκφύουσιν αἱ τρίχες. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀλωπε‐ κίων. ἐπὶ δὲ τῶν λειχήνων χρηστέον καθὰ προείρηται, τὸ δὲ φάρμακον ἔχει οὕτως. σανδαράχης 𐅻 βʹ. ἀρσενικοῦ 𐅻 βʹ.
5λεπίδος χαλκοῦ 𐅻 βʹ. ἐλλεβόρου μέλανος 𐅻 αʹ. ἐλατηρίου 𐅻 αʹ. κανθαρίδος τῆς κοιλίας 𐅻 αʹ. ἀναλάμβανε κεδρίᾳ. ἄλλο. κανθαρίδων 𐅻 αʹ 𐅶ʹʹ. ἐλλεβόρου λευκοῦ 𐅻 αʹ 𐅶ʹʹ. ἀρσενικοῦ 𐅻 βʹ. λεπίδος χαλκοῦ τὸ ἴσον, χαλκάνθου 𐅻 αʹ. σκαμμωνίας 𐅻 βʹ. ἀναλάμβανε κεδρίᾳ. ἄλλο. ἀρσενικοῦ
10κεκαυμένου 𐅻 βʹ. λεπίδος Κυπρίας 𐅻 στʹ. χρυσοκόλλης 𐅻 αʹ. χαλκάνθου 𐅻 αʹ. ἐλλεβόρου μέλανος 𐅻 αʹ. σχιστῆς 𐅻 αʹ. θαψίας χυλοῦ 𐅻 αʹ. σκαμμωνίας 𐅻 αʹ. κανθαρίδων 𐅻 αʹ. κεδρίας τὸ αὔταρκες. [Ἔμπλαστρα χλωρὰ λειχηνικά.] Μετὰ δὲ τὴν ἐκδορίων
15χρῆσιν ἔμπλαστρα χλωρὰ καὶ λευκὰ ἐπιτιθέναι δεῖ. εὔλογον δ’ ἂν εἴη καὶ τὰς τούτων σκευασίας ἀναγράφειν. [Χλωρὸν ᾧ ἐχρήσατο Πάμφιλος ἐπὶ τῆς μεντάγρας
λεγομένης μετὰ τὴν ῥῆξιν τῆς φλυκταίνης.] Κηροῦ λί‐842 in vol. 12

12

.

843

τραν αʹ. ἰοῦ ξυστοῦ γο στʹ. φρυκτοῦ λίτρας βʹ. ἐλαίου κυά‐ θους δʹ. ὄξους δριμυτάτου ὅσον ἐξαρκεῖ, τὸν ἰὸν χρὴ μετ’ ὄξους τρίβειν ἐν ἡλίῳ. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται, ἔπειτα ἀναξύεται καὶ τοῖς ὑγροῖς ἐπιβάλλεται.
5 [Δημοσθένους χλωρόν.] Κηροῦ λίτρας βʹ. φρυκτοῦ λίτραν αʹ. ἰοῦ ξυστοῦ γο δʹ. ἐλαίου, θέρους κυάθους δʹ. χει‐ μῶνος κυάθους στʹ. ὄξους ὅσον ἐξαρκεῖ. [Ἡροφίλου χλωρόν.] Ἰοῦ 𐅻 βʹ. μάννης 𐅻 δʹ. στέα‐ τος μοσχείου 𐅻 ιβʹ. χαλβάνης 𐅻 γʹ. κηροῦ 𐅻 πʹ. ῥητίνης
10𐅻 κʹ. ὄξους τὸ ἀρκοῦν. [Τρύφωνος ἀρχαίου ἡ εὔχρους λεγομένη.] Χαλκοῦ κεκαυμένου γο δʹ. στυπτηρίας στρογγύλης γο βʹ. ἰοῦ ξυστοῦ γο βʹ. ἁλὸς ἀμμωνιακοῦ γο βʹ. μάννης γο βʹ. κηροῦ λίτρας βʹ. φρυκτῆς λίτρας βʹ. ἐλαίου γο ιʹ. ὄξους τὸ ἀρκοῦν.
15 [Ἀντωνίνου, ταύτην Τιμοκράτης μετὰ τὴν ἐκδορὰν τῶν λειχήνων ἐπιτίθησιν.] Κηροῦ 𐅻 ρʹ. κολοφωνίας 𐅻 ςʹ.
λεπίδος Κυπρίας 𐅻 ιβʹ. στυπτηρίας στρογγύλης 𐅻 ιβʹ. ἰοῦ843 in vol. 12

12

.

844

𐅻 ιβʹ. μάννης 𐅻 ιβʹ. χαλβάνης 𐅻 ιβʹ. ἐλαίου κοτύλην μίαν, ὄξους τὸ ἀρκοῦν. συναπτέον δὲ τούτοις καὶ τὰς τῶν λευ‐ κῶν σκευασίας, καὶ γὰρ ταύταις χρηστέον ἐστὶ μετὰ τὰς χλω‐ ρὰς, καθαρῶν γενομένων τῶν περὶ τὴν ἐκδοράν. καὶ γὰρ
5φροντιστέον, ὥστε χωρὶς τύλου ἀπουλοῦσθαι, καὶ διὰ τοῦτο χρηστέον τοῖς τοιούτοις φαρμάκοις, ἅτινα πολλὴν εὐάφειαν ἐπιφέρει. [Λευκὴ ὑδατίνη λεγομένη. ταύτῃ Μάγνος ὁ πε‐ ριοδευτὴς ἐχρήσατο μετὰ τὴν τῶν λειχήνων ἐκδοράν.]
10Λιθαργύρου λίτραν αʹ. κηροῦ Τυῤῥηνικοῦ λίτραν αʹ. ἐλαίου Greek Xestes Sign Alternate Formαʹ. ψιμυθίου λίτραν μίαν, ὕδατος Greek Xestes Sign Alternate Form αʹ. τρῖβε λιθάρ‐ γυρον, ψιμύθιον καὶ τὸ ὕδωρ, καὶ ὅταν λειότερα γένηται, ἐπίβαλλε κατὰ μικρὸν τὸ ἔλαιον καὶ τρῖβε συνεχῶς, καὶ ὅταν ἑνωθῇ, μετέρα εἰς ἀγγεῖον κεραμοῦν καὶ ἐπιτίθει ἐπὶ τὸ πῦρ
15συνεχῶς κινῶν. ὅταν δὲ τὸ ὕδωρ ἀναποθῇ, ἐπίβαλλε τὸν κη‐ ρὸν καταπλάσας, καὶ ὅταν διαλυθῇ, εἰς θυείαν μετεράσας καὶ μαλάξας ἀνελόμενος χρῶ.
[Ἡ τῶν παγκρατιαστῶν λεγομένη τρυφερὰ, ποιεῖ καὶ844 in vol. 12

12

.

845

πρὸς πυρίκαυστα, ὥστε χωρὶς οὐλῆς ἀπαλλάττειν.] Λιθαρ‐ γύρου 𐅻 κεʹ. ψιμυθίου 𐅻 κεʹ. μολυβδαίνης 𐅻 κεʹ. κηροῦ 𐅻 ιστʹ. τερμινθίνης 𐅻 ιστʹ. ἐλαίου 𐆂ο αʹ. ὕδατος τὸ ἴσον, συντίθει καθὰ προείρηται.
5 [Μέγητος χειρουργοῦ.] Ψιμυθίου λίτρας βʹ. κηροῦ λίτραν αʹ. τερμινθίνης γο αʹ. λιθαργύρου λίτραν αʹ. ἐλαίου λίτρας γʹ. ὕδατος Greek Xestes Sign Alternate Form βʹ. συντίθει. [Διοφάντου πρὸς πυρίκαυστα καὶ παρατρίμματα. ἔστι δὲ καὶ τοῦ προσώπου φυλακτικὴ ἀνιεμένη ῥοδίνῳ.] Λι‐
10θαργύρου πεφωγμένου 𐅻 βʹ. μυελοῦ ἐλαφείου 𐅻 ιστʹ. ψιμυ‐ θίου πεφωγμένου 𐅻 ιβʹ. κηροῦ 𐅻 ηʹ. τερμινθίνης 𐅻 ηʹ. λι‐ βανωτοῦ 𐅻 ηʹ. ἐλαίου 𐆂ο δʹ. συντίθει κατὰ τρόπον. [Μάννη, φάρμακον ἐπιτετευγμένον.] Λιθαργύρου 𐅻 ρʹ. ψιμυθίου 𐅻 ρʹ. κηροῦ 𐅻 νʹ. τερμινθίνης 𐅻 κεʹ. μάν‐
15νης 𐅻 ιστʹ. σχιστῆς 𐅻 μʹ. ἐλαίου 𐆂ο βʹ. 𐅶ʹʹ. συντίθει καὶ ἀνελόμενος χρῶ. ἐπιτριβομένων δὲ τῶν λειχήνων ὑφ’ ἧς δη‐ ποτοῦν φαρμακείας, μάλιστα δὲ ἐπὶ τῶν ἐκδορῶν χρηστέον
τοῖς ὑπογεγραμμένοις.845 in vol. 12

12

.

846

[Σκευασία Μενεκράτους ἡ διὰ τῆς ἐκδορίου λεγομένη.] Πίσσης βρυτίας διαυγοῦς ξηρᾶς, ἐξαιρέτου 𐅻 βʹ 𐅶ʹ. πι‐ τυΐνης διαυγοῦς λίτραν αʹ καὶ γο γʹ. κηροῦ Ποντικοῦ τὸ ἴσον, χαλβάνης γο γʹ. ὄξους 𐆂ο αʹ. τὰ τηκτὰ ἕψε λαμπρο‐
5τέρῳ πυρὶ, μέχρις ἀμολύντου, εἶτα ἐπίβαλλε τὴν χαλβάνην, καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίῤῥιπτε κατὰ μι‐ κρὸν τὸ ὄξος καὶ κίνει συνεχῶς προσέχων μὴ ἀναζέσῃ, καὶ ὅταν δαπανήσῃς τὸ ὄξος, μετέρα τὸ φάρμακον εἰς θύειαν μεγάλην καὶ τρῖβε φιλοπόνως, ὥστε ἔχειν μήλινον τὸ χρῶμα,
10εἶτα ἀποθέμενος εἰς δέρμα λευκὸν ἐστυμμένον φύλαττε. ἐπὶ δὲ τῆς χρήσεως, ἐμπλάσας εἰς δέρματα ὅσον ἐξαρκεῖ σκεπάσαι τοὺς πεπονθότας τόπους, ἐπιτίθει καὶ λύων διὰ τρίτης νεα‐ ρὸν ἐπιτίθει μέχρις ἡμερῶν ιβʹ. ὡς τέσσαρας εἶναι τὰς ἐπιλύ‐ σεις. ἀφίστησι λεπίδας τὸ φάρμακον καὶ λεπτύνει τὰ σώματα
15καὶ στερεὰ ποιεῖ πρὸς τὰς ἐπιτηδείας ἐκδοράς. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα ἐν τῷ δευτέρῳ
τῶν κατὰ γένος φαρμάκων, πρὸς τὰ ἐν τοῖς γενείοις ἐξαν‐846 in vol. 12

12

.

847

θήματα καὶ τἄλλα καὶ τὰ συκώδη.] Τὰ δὲ ἐπὶ τοῦ γενείου ἐξανθήματα, μύρτα, σίδια, λιθάργυρον, χαλκοῦ ἄνθος, ἴσα σὺν οἴνῳ περίχριε. ἐπὶ δὲ τῶν συκωδῶν τῶν ἐπὶ τοῦ γενείου, λεγομένων δὲ μανταγρῶν, ὑπὸ δέ τινων λειχήνων ἀγρίων,
5ποιεῖ μὲν καὶ τὰ εὐτονώτερα τῶν πρὸς λειχῆνας, ἔτι δὲ καὶ ψώρας καὶ λέπρας ἀναγραφησομένων, θαυμαστῶς δὲ συμπεφώνηκεν αὕτη. χαλκάνθου 𐅻 αʹ. ἐλλεβόρου μέλανος 𐅻 αʹ. ἀρσενικοῦ 𐅻 αʹ. κανθαρίδων κοιλίας 𐅻 βʹ. ἔνιοι δὲ καὶ τριώβολον, λείοις χρῶ μετ’ ἐλαίου ἢ κεδρίας. ἢ ῥοδίνου
10προσμήχων τὸν τόπον. γίνονται φλύκταιναι, ταύτας ῥήσσων πυρῆνι μήλης ἐπιλέαινε, ὥστε παρεισέρχεσθαι τοῦ φαρμάκου καὶ δάκνειν, εἶτα μετὰ ὥραν πυριάσας κηρωτὴν ῥοδίνην ἐπίῤ‐ ῥιπτε. τοῦτο μέχρι κατουλώσεως ποιεῖ. ἐὰν δὲ τὸ πρῶτον μὴ κρατῇ, καὶ δὶς καὶ τρὶς κατάχριε. ποιεῖ καὶ λέπραις καὶ
15λεύκαις καὶ ἀλωπεκίαις καὶ ψώραις ἄκρως. [Ἡρακλείδου Ταραντίνου ἐκ τῶν πρὸς Ἀντιοχίδα,
πρὸς τὰ ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ γενείου συκώδη οἰδήματα,847 in vol. 12

12

.

848

κᾄν που ἀλλαχῇ ἐξέχοντα ἕλκη.] Ἐλατηρίου καὶ ἁλῶν ἴσον μίξας χρῶ, ἄνωθεν δὲ ἐπιτίθει λείου σπέρμα ὠμὸν μεθ’ ὕδατος ἢ σῦκα λεπτὰ λεῖα. τῷ δὲ αὐτῷ καὶ πρὸς τὰ φύ‐ ματα χρηστέον.
5 [Περὶ τῶν ἐν τοῖς ὀδοῦσι παθῶν.] Τῶν ἐν τοῖς ὀδοῦσι παθῶν ἔνια μὲν ἅπασιν ἐναργῶς φαίνεται, κα‐ θάπερ ὅταν οὕτω τρηθῶσιν ἢ μελανθῶσιν ἢ ἐκτριβῶσιν, ἢ μήτε τῶν ψυχρῶν ἀνέχωνται μήτε τῶν θερμῶν, ἀλλ’ ἐπ’ ἀμφοτέροις ἢ θατέρῳ μόνῳ συμβαίνῃ τις ὀδύνη. τινὰ δ’ οὐ
10φαίνεται σαφῶς ἐν αὐτοῖς παθῶν, ὥσπερ ὅταν ὁ πάσχων αὐτὸς αἰσθάνεσθαι φῇ τῆς κατὰ τὸ σῶμα τοῦ ὀδόντος ὀδύ‐ νης, ἐν τῷ βάθει γινομένης. ἀντιλέγουσι γὰρ ἔνιοι φάσκον‐ τες ὀστοῦν ὄντα τὸν ὀδόντα, χωρὶς ὀδύνης πάσχειν, ὥσπερ ὅταν τῇ καλουμένῃ ῥίνῃ τὰς ὑπεροχὰς αὐτῶν ἀναγκασθῶμεν
15πρίζειν ἢ καὶ δι’ ἄλλην τινὰ πρόφασιν, ἣν ὀλίγον ὕστερον ἐρῶ. νυνὶ γὰρ βούλομαι χωρὶς λογικῆς τε καὶ φυσικῆς ἀπο‐ δείξεως μαρτυρῆσαι τοῖς φάσκουσιν αὐτὸν ἀλγεῖν τὸν ὀδόντα.
καὶ γὰρ κᾀγὼ ἀλγήσας ἀκριβῶς ἑαυτῷ προσεῖχον, ὡς ἂν ἤδη848 in vol. 12

12

.

849

προακηκοὼς τῆς ἀμφισβητήσεως, ᾐσθανόμην τε σαφῶς, οὐ μόνον ἀλγοῦντος, ἀλλὰ καὶ σφύζοντος τοῦ ὀδόντος, ὁμοίως ταῖς φλεγμονούσαις σαρξὶν, ὥστε με θαυμάζειν εἰ καὶ τοῦτο τὸ πάθος, ὃ καλοῦμεν φλεγμονὴν, ἐν ὀδόντι γενέσθαι δύνα‐
5ται, λιθώδη καὶ σκληρὰν οὐσίαν ἔχοντι. καὶ μέντοι καὶ καθ’ ἕτερον καιρὸν ἀλγήσας ὀδόντα, σαφῶς ᾐσθανόμην οὐκ αὐ‐ τοῦ τοῦ ὀδόντος, ἀλλὰ τῶν οὔλων εἶναι τὸ ἄλγημα, φλε‐ γμαινόντων δὲ αὐτῶν, ὡς καὶ χωρὶς τῆς θλίψεως ἀλγεῖν. ἀλλὰ καὶ γειτνιάσει τῶν ὀδόντων σκληρῶν ὄντων, αὐξανο‐
10μένης τῆς ὀδύνης διὰ τὴν θλίψιν, ὡς ἑκατέρας τῆς αἰσθή‐ σεως πεπειραμένος, ἄλλης μὲν ἐπὶ τοῖς οὔλοις, ἄλλης δὲ ἐπ’ αὐτῆς τῆς τοῦ ὀδόντος οὐσίας, σαφῶς οἶδα καὶ μαρτυρῶ τοῖς λέγουσιν ἀλγεῖν αὐτοὺς τοὺς ὀδόντας ποτὲ καὶ μέντοι καὶ τοῦ καταφυομένου νεύρου τῇ ῥίζῃ τοῦ ὀδόντος ὀδύνην
15γενέσθαι ποτὲ τοῦ νεύρου, φαντασίαν συγκεχυμένην καὶ ἀδιάρθρωτον τοῖς πολλοῖς φέροντος, ὡς αὐτοῦ ὀδόντος ἀλ‐
γοῦντος, εὔλογόν ἐστι. καὶ γὰρ καὶ τούτου σαφῶς ᾐσθόμην849 in vol. 12

12

.

850

συμβάντος μοι. καὶ τό γε διαμένειν ἔτι μέρος μικρὸν τῆς ὀδύνης ἐξαιρεθέντος τοῦ ὀδόντος ἐπὶ τῇ τοῦ νεύρου ἐγγίνε‐ ται φλεγμονῇ, κουφιζομένου μόνον ἐκ τοῦ μηκέτι μήτε τεί‐ νεσθαι τῆς πρὸς τὸ τεῖνον ὀστοῦν συμφύσεως ἐλευθερωθὲν
5ἀναπνοήν τέ τινα σχεῖν καὶ τῶν προσφερομένων ἰαμάτων ψαύειν. οὔτε γὰρ κατὰ ψαῦσιν οὔτε κατὰ διάδοσιν οἷόν τε τὸ φλεγμαῖνον ἰᾶσθαι νεῦρον ἑκατέρωθεν ὑπὸ τῶν φατνίων στεγόμενον, ἔμπροσθέν τε ὑπ’ αὐτοῦ τοῦ ὀδόντος. εἰ δὲ πελιδνοὶ δι’ ὅλης ἑαυτῶν τῆς οὐσίας οἱ ὀδόντες φαί‐
10νονταί ποτε γινόμενοι, θαυμαστὸν οὐδέν ἐστι πάσχειν αὐ‐ τούς τι καὶ τῇ φλεγμονῇ παραπλήσιον. ἔτι δὲ καὶ μᾶλλον ἄν τις τούτῳ πιστεύσειεν ἐν τῷ τρέφεσθαί τε καὶ σχεδὸν ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ τὴν αὔξησιν ἔχειν. ἐναργῶς γὰρ τοῦτο φαίνεται πολλάκις ἐπὶ τῶν ἀντικειμένων ἐξαιρε‐
15θεῖσιν ὀδοῦσιν, ὥστε αὐξανομένων μὲν αὐτῶν διὰ παντὸς, ὅσον δ’ αὔξονται τοσοῦτον ἐν τῇ τῶν σιτίων λειώσει τρι‐
βομένων. εἰ δὲ ἀδύνατόν ἐστιν αὐξάνεσθαι χωρὶς τοῦ τρέ‐850 in vol. 12

12

.

851

φεσθαι πάντως που καὶ δυσὶν ὑποκείσονται παθήμασιν ἐναν‐ τίοις, ἐνδείᾳ τε καὶ πλεονεξίᾳ τῆς χορηγουμένης αὐτοῖς τρο‐ φῆς. ἡ μὲν οὖν ἔνδεια ξηροτέρους τε καὶ ἀτροφωτέρους καὶ διὰ τοῦτο λεπτοτέρους ἐργάζεται. ἡ πλεονεξία δὲ ποιήσειέ
5ποτε διάθεσιν αὐτοῖς ἀνάλογον τῇ κατὰ σαρκώδη μόρια φλεγμονῇ. ταύτης μὲν οὖν ἰάματα γενήσεται τὸν αὐτὸν ἔχοντα σκοπὸν τοῖς τὰς φλεγμονὰς ἰωμένοις, ὅπερ ἐστὶ κε‐ νῶσαι τὴν πλεονεξίαν, τὸ μέν τι διαφοροῦντα, τὸ δὲ ἀποκρου‐ όμενον αὐτῆς. τῆς δὲ δι’ ἔνδειαν τροφῆς λεπτότητος τῶν
10ὀδόντων ἴαμα μὲν οὐδέν ἐστι, τὸ χαλάσαι δὲ ἀναγκαῖον τη‐ νικαῦτα καὶ σείεσθαι χαλαρωτέρας τῆς ἐγγομφώσεως γενο‐ μένης, οὐ μόνον αὐτῶν τῶν ὀδόντων λεπτυνθέντων, ἀλλὰ καὶ τῶν περιεχόντων αὐτοὺς φατνίων. αὕτη μὲν οὖν ἡ διά‐ θεσις ἐπιγίνεται τοῖς γηρῶσιν ἢ πρωϊαίτερον ἢ ὀψιαίτερον
15ὥσπερ γε καὶ μᾶλλον καὶ ἧττον· ἣ δ’ ἀνάλογον τῇ φλε‐ γμονῇ ἔχει, μᾶλλον τοῖς νέοις. βοηθητέον οὖν ἐστι καὶ τοῖς γέρουσιν τῇ διὰ τῶν οὔλων βοηθείᾳ. καλοῦνται δ’ οὕτως
αἱ ἀντιπεριλαμβάνουσαι τοὺς ὀδόντας σάρκες, ἔνθα πρῶτον851 in vol. 12

12

.

852

ἀνίσχουσι τῶν φατνίων. αὐτὰς οὖν χρὴ στύφουσι φαρμάκοις εὐτονωτέρας τε καὶ μᾶλλον ἐσφιγμένας περὶ τὸν ὀδόντα ποιεῖν, ὥσπερ καὶ αὐτὰς ὠφελούσας τι τῷ μονίμῳ τε καὶ δυσκινήτῳ διὰ τὴν τῆς ἐγγομφώσεως ἀκρίβειαν γεγονότι. καὶ
5μὴν καὶ τὰ τρήματα τῶν ὀδόντων ἐξ ἐπιῤῥοῆς ὑγρῶν δρι‐ μέων τε καὶ διαβρωτικῶν ἀποτελεῖται, καθάπερ τὰ ἐπὶ τοῦ δέρματος ἕλκη χωρὶς τῆς ἔξωθεν αἰτίας. ἀλλ’ ἐπ’ ἐκείνου μὲν συνεχῶς καὶ πολλοῖς, ἐπὶ δὲ τῶν ὀστῶν σπανιάκις ὅσῳ δυσπαθέστερα δέρματός ἐστι διὰ τὴν σκληρότητα. δῆλον οὖν
10ὅτι καὶ ἴασις ἔσται τῶν ἀναβιβρωσκομένων σωμάτων, ἀνα‐ ξηραινομένης τῆς ἐπιῤῥεούσης κακοχυμίας. εἰ μὲν ὀλίγη τις εἴη, τοῖς τοπικοῖς βοηθήμασι διὰ τῶν ξηραινόντων φαρμάκων, ὧν τὴν ὕλην ὀλίγον ὕστερον ἐροῦμεν· εἰ δὲ πλείων, ὅλης τῆς κεφαλῆς τῇ προνοίᾳ, κᾂν αὕτη ποτὲ πάσχῃ, διὰ τὸ σύμ‐
15παν σῶμα καὶ τῇ κατ’ ἐκεῖνο θεραπείᾳ. τοὺς δὲ βεβρωμέ‐ νους ὀδόντας, ὡς ἂν ὑπὸ μαλακότητος τοῦτο πάσχοντας,
ἐργάζεσθαι χρὴ σκληροτέρους καὶ δυσπαθεστέρους διὰ τῶν852 in vol. 12

12

.

853

αὐστηρῶν τε καὶ στρυφνῶν φαρμάκων. καὶ τοὺς πελιδνου‐ μένους δὲ διὰ τῶν ξηραινόντων, ὡς ἂν ἐξ ἐπιῤῥοῆς ὑγρῶν μοχθηρῶν τοῦτο πάσχοντας. ὁμοίως οὖν δέονται θεραπείας τοῖς τετρημένοις.
5 [Περὶ οὔλων θεραπείας.] Οὔλων διὰ φλεγμονὴν ὀδυνωμένων ἄριστόν ἐστι φάρμακον ἔλαιον σχί‐ νινον, εὔκρατον κατὰ θερμότητα διακρατούμενον. ἔστω δὲ νέον, ὡς τό γε παλαιότερον εἰς τοσοῦτον τοῦ νέου φαυλό‐ τερον, εἰς ὅσον παλαιότερον. ἐνιστάσθω δὲ τὸ ἀγγεῖον, ἐν
10ᾧ θερμαίνεται τὸ σχίνινον, ἑτέρῳ μείζονι θερμὸν ἱκανῶς ὕδωρ ἔχοντι. μάλιστα μὲν οὖν ἁρμόττει τοῦτο τῇ φλεγμονῇ τῶν οὔλων, οὐ μὴν κᾂν κατὰ ἄλλο τι μέρος τοῦ τε τὴν γλῶτταν ἀμφιεννύντος ὑμένος ὑπεζωκότος τε σύμπαν τὸ στόμα γένηταί τις ὀδύνη διὰ φλεγμονὴν, ἀνωδυνίας ἐστὶ
15ποιητικὸν τὸ σχίνινον. ἀποκρούεται γὰρ ἀλύπως ἄνευ τρα‐ χύτητος, ἣν ἔχει τὰ πλεῖστα τῶν αὐστηρῶν, διαφορεῖ τε ἀδήκτως, οὗ χρεία μᾶλλον τοῖς φλεγμαίνουσιν. ἔνιοι δὲ τῶν
ἰατρῶν κοινῷ τινι χρώμενοι παραλογισμῷ βλάπτουσι τὰ853 in vol. 12

12

.

854

φλεγμαίνοντα. καὶ χρὴ διασκεψαμένους ἅπαξ ὑπὲρ αὐτοῦ φυ‐ λάττεσθαι τοῦ λοιποῦ. νομίζουσι γὰρ εἰ τὰ στύφοντα μό‐ νον ὀνίνησι τὰς φλεγμονὰς ἀποκρούοντα τὸ ἐπιῤῥέον, ἔστι δ’ ὅτε καὶ τοῦ περιεχομένου τι κατὰ τὸ φλεγμαῖνον ἐκθλί‐
5βοντα πρὸς τὰς τρεφούσας φλέβας τὸ μόριον, εἰκὸς εἶναι τὸ μᾶλλον στῦφον ὀνήσειν μᾶλλον. οὕτω δὲ καὶ τὸ διαφο‐ ροῦν μᾶλλον ὀνήσειν μᾶλλον οἴονται τοῦ μετρίως τοῦτο δρῶντος, οὐκ ἐννοοῦντες ὡς τὸ ἑκάτερον αὐτῶν ἐπιτεταμέ‐ νον ὀδυνηρὸν γίνεται τοῖς φλεγμαίνουσιν. ὑπὸ μὲν γὰρ τῶν
10σφοδρῶς στυφόντων ὅμοιόν τι θλάσει πάσχει τὰ μόρια συν‐ αγομένης αὐτῶν τῆς οὐσίας βιαίως. ὑπὸ δὲ τῶν δριμέων διαβρώσει τι παραπλήσιον. εἰκότως οὖν τὸ σύμμετρον ἐν ἑκα‐ τέρᾳ βέλτιόν ἐστι τῶν ἀμέτρων. ταῦτα μὲν οὖν αὐτάρκως μοι προείρηται. περὶ δὲ τῶν κατὰ τὰς ὀδύνας διαθέσεων
15ἐφεξῆς ἐρῶ. [Περὶ τῆς τῶν ὀδόντων ὀδύνης.] Τῶν ὀδυνωμένων
ὀδόντων ἄνευ τῆς τῶν οὔλων φλεγμονῆς ἔσθ’ ὅτε μὲν, ὡς854 in vol. 12

12

.

855

ἔφην, ἐν αὐτῷ τῷ οἰκείῳ σώματι τὴν ὀδύνην, ἔσθ’ ὅτε δὲ ἐν τῷ νεύρῳ συμβαίνει γίνεσθαι. σφοδροτάτων οὖν ἐστι χρεία φαρμάκων, εἴτε ἀποκρούεσθαί τις εἴτε διαφορεῖν ἐθέλοι τὸ τῆς ὀδύνης αἴτιον, ἐάν τε χυμὸς ἐάν τε φυσῶδες ᾖ πνεῦμα.
5καὶ διὰ τοῦτο τὰ πλεῖστα αὐτῶν δι’ ὄξους σκευάζεται δρι‐ μυτάτου. παραγράψω δὲ ἐφεξῆς καὶ τὰ διὰ τῆς ἱστορίας ἡμῖν παραδεδομένα, τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ποιησάμενος. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἀλγοῦντας ὀδόν‐
10τας.] Ἀλγοῦντας δὲ ὀδόντας διακλυζέσθωσαν ὄξει θερμῷ δριμεῖ μετὰ κηκίδος, ἢ ἁλικακάβου ῥίζῃ μετ’ ὄξους καὶ κηκί‐ δος. ἢ δᾳδίοις λιπαροῖς ἀνεζεσμένοις ἐν ὄξει ἢ μυρσίνης κλω‐ νίοις καὶ μετὰ πίσσης ἐν ὄξει χλιαινομένοις, ἢ ὑοσκυάμου τῷ σπέρματι καὶ τοῖς φύλλοις σὺν ὄξει, ἢ κεδρίᾳ ἢ προπό‐
15λει ἢ νάρδῳ ἢ στρύχνῳ ἢ τῷ χυλίσματι αὐτοῦ ἢ καππάρει ἢ σκορόδοις ἢ μυρσίνης κλωνίοις ἢ ἐν ὄξει ἀνεζεσμένοις ἢ οἴνου τρυγὶ θερμῇ ἢ πολίου φύλλοις ἢ καὶ αὐτῇ τῇ βο‐ τάνῃ ἢ σικύου ἀγρίου ῥίζῃ ἢ πρασίου, ἕκαστον αὐτῶν σὺν
ὄξει μετὰ νίτρου καὶ πεπέρεως ἢ χαμαιλέοντος ῥίζης ὁμοίως855 in vol. 12

12

.

856

ἢ ὑσσώπῳ ἢ σταφίδι ἀγρίᾳ ἢ πηγάνῳ μετ’ οἴνου, ἢ γλήχωνι μετ’ ὀξυμέλιτος ἢ πλατάνου σφαιρία ἢ ῥόδα ξηρὰ ἕψε ἐν οἴνῳ λευκῷ, μέχρι τὸ τρίτον τοῦ οἴνου λειφθῇ, εἶτα τοῦτο ἔχε ἐν ἀγγείῳ φυλάττων ἐπὶ τῆς χρείας συνεχῶς διακλύζου.
5ὡσαύτως δὲ καὶ ἡ τῆς πενταφύλλου ῥίζα, ὑπὸ δέ τινων εὐ‐ πατορίου λεγομένης καθεψηθεῖσα ἐν οἴνῳ ἢ γλήχωνος ἐπι‐ πολὺ ἑψηθείσης ἀφεψήματι, ἢ κέρας ἐλάφειον ἐν ὀξυκράτῳ ἑψηθὲν ἐπιπολὺ διακλύζου, ἢ κράμβης καυλοὺς τρεῖς καὶ σώρεος 𐅻 βʹ. ἐν ὄξει Greek Xestes Sign Alternate Form αʹ, μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας
10διακλύζου. ἄκρως δὲ λέγεται ποιεῖν βατράχου ἐν ὄξει καὶ ὕδατι εὖ μάλα ἑψηθέντος τὸ ἀφέψημα ἐπιπολὺ διακρατού‐ μενον ἐν τῷ στόματι. θαυμαστῶς ποιεῖ ἐὰν κυνόδοντα καύ‐ σῃς καὶ τρίψῃς, εἶτα σὺν ὄξει θερμῷ ἱκανῶς ἑψήσας δια‐ κρατήσῃς, ἢ σίδια καὶ κηκίδα ὄξει ἀναφεψήσας χρῶ, ἢ σκίλ‐
15λης ὄξει θερμῷ, ἢ σκίλλης τὸ ἐντὸς εἰς λεπτὰ τέμνων λί‐ τραν αʹ. καὶ εἰς τὸν ξέστην τοῦ ὄξους βαλὼν εἰς ἄγγος ταρίχευσον ὀνείᾳ κόπρῳ κατορύξας ἐφ’ ἡμέρας λʹ. καὶ χρῶ,
ἢ ὀνείῳ γάλακτι διακλύζου, τοῦτο καὶ τοὺς κινουμένους στε‐856 in vol. 12

12

.

857

ρεοῖ, ἢ ἁλικακάβου φλοιοῦ καὶ δᾳδίου ἐναπεσβεσμένου ὄξει διακλύζου, ἐπιπολὺ ἑψηθείσης ἀφεψήματι, ἢ κέρας ἐλάφειον ἐν ὀξυγάρῳ ἐναφεψήσας ἢ ἐν ὄξει διακλύζου, ἢ τιθυμάλλου ῥίζαν ἐν οἴνῳ, μέχρι τὸ ἥμισυ λειφθῇ, ἑψήσας διακλύζου, ἢ
5ὑοσκυάμου ῥίζαν ὀξυμέλιτι ἑψήσας διακλύζου, ἢ δᾳδίων ξύ‐ σματα. σίδια, στυπτηρίαν στρογγύλην ἢ σχιστὴν, ἐν ὄξει ἑψή‐ σας, μέχρι τὸ τρίτον λειφθῇ, διακλύζου χλιαρῷ, ἢ ἑλξίνης ῥίζαν ἐν ὄξει ἑψήσας, μέχρι τὸ τρίτον λειφθῇ, διακράτει. ὅταν δὲ σιέλου τὸ στόμα πληρωθῇ, ἀνοίξας ἔα φέρεσθαι,
10ἢ σκόροδα καὶ Ἀλεξάνδρινον κάλαμον ὄξει δριμυτάτῳ ἀπο‐ ζέσας διακλύζου, ἢ ὕσσωπον ἢ θύμον ἢ ὀρίγανον κατ’ ἰδίαν καὶ ὁμοῦ σὺν τῷ ὄξει ἕψων διακλύζου, ἢ πύρεθρον μετὰ ὑσσώπου καὶ κολοκυνθίδος τοῦ ἐντὸς, ὁμοίως ἐν ὄξει καθε‐ ψήσας διακράτει πλέονα χρόνον ἐν τῷ στόματι τὸ ὑγρὸν,
15ἢ οἴνῳ θερμῷ κολοκυνθίδος ἐναποβραχείσης διακράτει πλείονα χρόνον, πολὺ γὰρ φλέγμα ἄγει καὶ κουφίζει τὸν πόνον, ἢ σκορόδων καὶ εὐζώμου σπέρματι καὶ νίτρου ἀφεψήματι, ἢ
βατράχιον ἐν οἴνῳ ἑψήσας περικαθάρας τὸν ὀδόντα διακλύ‐857 in vol. 12

12

.

858

ζου, ἢ συκαμίνου, τουτέστι μορέας γάλα εἰς οἶνον ἐκχέας, ὁμοῦ οἰσυπηρὰ ἔρια ἐναπόθλιβε χλιαίνων καὶ δι’ ἐρίων ῥυ‐ παρῶν ἔγχει τῇ μύλῃ. ἀνασπᾷ γὰρ φλέγμα καὶ ἀπόνους ποιεῖ. ἐν τούτοις ἅπασιν ὁ Ἀρχιγένης κατάλογον ἐποιήσατο φαρ‐
5μάκων τιμητικῶν τε καὶ διαφορητικῶν καὶ θερμαινόντων, σπανίως τῶν στρυφνῶν τι μίξας, ὁποῖόν ἐστι φάρμακον ἡ κηκίς. ἅπαξ δέ που κειμένου τοῦ στρύχνου τεθαύμακα περὶ τῆς μίξεως αὐτοῦ κατ’ οὐδένα λόγον ὠφελεῖν δυναμένου, πλὴν εἴπερ ἄρα καθ’ ὃν καὶ τὰ κωλικὰ φάρμακα, τῷ ναρ‐
10κωτικῷ τῆς ὀδύνης. τί ἂν οὖν ἔτι τῶν εὐπορίστων Ἀπολ‐ λωνίου μνημονεύοιμι, περιεχομένων ὀλίγου δεῖν ἁπάντων ἐν τοῖς ὑπ’ Ἀρχιγένους γεγραμμένοις; ἐπεὶ δὲ αὐτὸς ὁ Ἀπολ‐ λώνιος ἐνίοις τῶν ὑπ’ αὐτοῦ γεγραμμένων ἐμαρτύρησεν, ὡς παραχρῆμα παύουσι τοὺς πόνους τῶν ὀδόντων, ἄμεινον ἔδοξέ
15μοι κᾀκεῖνα γράψαι, κατὰ τὴν αὐτοῦ τοῦ Ἀπολλωνίου λέξιν οὕτως ἔχουσαν. [Ἀπολλωνίου παραχρῆμα παῦον τοὺς πόνους τῶν ὀδόν‐
των.] Σκορόδων πυρῆνας εʹ. λιβάνου ἄῤῥενος ὀβολοὺς γʹ.858 in vol. 12

12

.

859

μυρσίνης κλωνία διπάλαιστα δύο, τούτων ἀμέλξας τὰ φύλλα κατ’ ἰδίαν λέανον ὁμοίως καὶ τὰ σκόροδα καὶ τὸν λιβανω‐ τὸν, εἶθ’ ὁμοῦ πάντα ἐμβαλὼν εἰς καινὴν χύτραν καὶ ἐπι‐ χέας ὄξους κοτύλην αʹ. ἕψε κινῶν σπάθῃ δᾳδίνῃ, μέχρις οὗ
5λειφθῇ τὸ ἥμισυ, καὶ οὕτω χλιαρῷ χρῶ. δεῖ δὲ κρατεῖν τὸ ὑγρὸν ἐπὶ τῷ ἀλγοῦντι μέρει πρὸς πλείονα χρόνον, τοῦτο δὲ πρακτέον ἄχρις ἂν τὸ ὑγρὸν δαπανηθῇ. χρήσιμον δὲ καὶ πρὸ τοῦ διακλύσασθαι βαλσάμου ὀπὸν ἢ φλοιὸν ἐπι‐ τιθέναι ἐπὶ τὸν ἀλγούμενον ὀδόντα· εἰ δὲ μὴ, πάνακος ὀπὸν
10θλάσαντα ἐλαφρῶς ἐᾶσαι τὸ ὑγρὸν ἀποῤῥεῖν. [Ἐφεξῆς τῶν γεγραμμένων ὁ Ἀρχιγένης ἔγραψε βοη‐ θήματα τετρημένων ὀδόντων ὀδυνωμένων τε καὶ ἀνωδύνων κατὰ τήνδε τὴν λέξιν.] Περιπλάσμασι δὲ καὶ ἐπιθέμασι τοι‐ ούτοις τισὶ χρῶ. σῶρυ Αἰγύπτιον ῥητίνῃ τερμινθίνῃ ἀνα‐
15ληφθὲν περίπλασσε καὶ τῷ βρώματι ἐντίθει αὐτὴν, ἢ τὴν διὰ δύο πεπέρεων ἐντίθει, ἀνιεὶς αὐτὴν νάρδῳ ἢ ῥοδίνῳ, μάλιστα δὲ ἀμυγδαλίνῳ, καὶ εἰς τὸ οὖς δὲ τὸ κατ’ αὐτὸ ἔν‐
σταζε, τὸ αὐτὸ ποιεῖ ἄκρως. ἢ θεῖον ἄπυρον μετὰ λυκίου859 in vol. 12

12

.

860

ἀναλαβὼν εἰς τὸ βρῶμα ἐντίθει, ἢ κηκίδα λείαν ἢ λυκίῳ ἢ ῥητίνῃ τερεβινθίνῃ ἀναλαβὼν περίπλασσε τὸν ἀλγοῦντα περι‐ καθάρας πρότερον, ἢ κόμην γλήχωνος τρίψας ἐντίθει τῷ ὀδόντι. ἐπὶ δὲ τῶν μεγίστων ὀδονταλγιῶν ἄκρως ποιεῖ τοῦτο.
5ὄφεως γῆρας κατακαύσας καὶ μετ’ ἐλαίου, μέλιτος ποιῶν πάχος στερεοῦ, περικαθάρας περίπλασσε καὶ τὰ κύκλῳ πάντα περίχριε καὶ τοῖς βρώμασιν ἐντίθει, ἢ προσπίεζε τῷ γήρᾳ μὴ κεκαυμένῳ τοὺς ὀδόντας, καὶ ἐκπίπτουσιν. ἢ γῆς ἔντερα φρύξας ἔμπασον εἰς τὸ βρῶμα περικαθάρας, ἢ ὠὰ ἀραχνίων
10ἀνιεὶς μύρῳ ναρδίνῳ ἐντίθει, ἢ μελάνθιον φρυγὲν μετ’ ἐλαίου περίπλασσε καὶ μικρὸν μύσας ἀποφλεγματίζου, ἢ πεπέρεως ἢ κάγχρυ ὀπίῳ ἀναλαβὼν ἐντίθει εἰς τὸ βρῶμα. ἐπὶ δὲ τῶν ὡσανεὶ ἐν φλεγμονῇ νίτρον ἐρυθρὸν καὶ Περσαίων ὀστέων τὸ ἐντὸς ἑνώσας ῥητίνῃ ἀναλάμβανε καὶ περίπλασσε τὸν
15ὀδόντα καὶ ἔα ἕως ἂν ἀποτακῇ. ἐπὶ δὲ τοῦ βρώματος πε‐ πέρεως καὶ νίτρου ἀφρὸν καὶ χαλβάνην σὺν μέλιτι ἐπιτίθει,
ἢ γλοιῷ μετὰ πεπέρεως ὁμοίως, ἢ πύρεθρον μετὰ σμύρνης,860 in vol. 12

12

.

861

ἢ ὀπὸν Κυρηναϊκὸν καὶ πέπερι ἴσα μετὰ χαλβάνης, ἢ μελάν‐ θιον καὶ σκορόδου τὸ ἥμισυ καὶ ἁλὸς ὀλίγον συλλεάνας περί‐ πλασσε, ἀπόνους ποιεῖ. ἢ σίλφης τῆς κεφαλῆς δεούσης τὸ στῆρ σὺν ῥοδίνῳ θερμάνας εἴς τε τὸ οὖς ἔνσταζε καὶ εἰς τὸ βρῶμα
5ἐντίθει, ἢ κηκίδα λείαν μετὰ κεδρίας χρῶ, ἢ εἰς τὸ κατὰ τὸν ἀλγοῦντα οὖς σησαμέλαιον ἐναφεψημένων αὐτῷ γῆς ἐντέρων ἔγχει. αὐτῷ δὲ τῷ ἀλγοῦντι ὑοσκύαμον δακνέτωσαν, ἢ κισσοῦ λευκοῦ κορύμβους εʹ. μετὰ ῥοδίνου τρίψας καὶ ἐν σιδίῳ χλι‐ άνας ἔνσταζε, δεύτερον καὶ τρίτον τῆς ἡμέρας εἰς τὸ κατὰ τὸν
10ἀλγοῦντα οὖς. καὶ αὐτὸς δὲ ὁ καρπὸς μετ’ οἴνου λεῖος ἐπι‐ χριόμενος ἐπὶ τὸν ὀδόντα ὠφελεῖ. τούτων ἐφεξῆς ὁ Ἀρχι‐ γένης καὶ τάδε γράφει. ἄκρως γὰρ ποιεῖ καὶ αἱμασσομένοις οὔλοις ὑγρὰ στυπτηρία μετὰ τοῦ διπλοῦ ἀλόης προσάπτου ἢ σχιστῇ καὶ μυρσίνῃ λειοτάτοις παράτριβε. στυφθέντων δὲ
15μέλιτι χρῖε, ἢ Περσαίων τῶν μαχαιρίων μέρη δύο, σμύρνης μέρος ἓν περικαθάρας ἔνθες, ἄπονον ποιεῖ. τοῖς δὲ τεθραυ‐
σμένοις καὶ ἀλγοῦσιν ὀδοῦσιν καυτήριον ἐπιτίθει πυρώσας.861 in vol. 12

12

.

862

[Περὶ ἀποφλεγματισμῶν.] Ἐφεξῆς τῶν προγεγραμμέ‐ νων ὁ Ἀρχιγένης οὕτως ἔγραψεν. ἀποφλεγματισμοὶ δὲ ἄρι‐ στοι τοῖς ὀδονταλγοῦσιν· σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ καὶ μετὰ γλήχωνος ἢ κηκίδος τὸ ἔνδοθεν μέλαν, δακέτω τῷ
5ἀλγοῦντι ὀδόντι καὶ ἔα ἀποῤῥεῖν. εἰς δὲ τὸ ἀντικείμενον οὖς ἔνσταζε κισσοῦ δύο κορύμβους μετὰ ῥοδίνου λελεασμένους, ἢ μυρίκης καρποῦ δραχμὰς βʹ. ἀφρονίτρου 𐅻 αʹ. στυπτηρίας ὀλίγον, σκορόδων πυρῆνας εʹ. μυρσίνης φύλλα ὀλίγα, σὺν ὄξει κινῶν σπάθῃ δᾳδίνῃ, ἕψε μέχρι ἡμίσεος καὶ δίδου δια‐
10κλύζεσθαι καὶ διακρατεῖν, εἶτα χαίνοντες ἐάτωσαν ῥεῖν τὸ φλέγμα, καὶ μετὰ τοῦτο ῥοδίνῳ ἐλαίῳ διακλυσάμενοι πτι‐ σάνην δίδου ῥοφῆσαι. ἐὰν δέ τινα ἐκ τοῦ διακλύσματος περὶ στόμα ἑλκωθῇ, κρόκῳ καὶ ῥόδων χυλῷ διάχριε. [Περὶ πυριῶν.] Πυρίαι δὲ ποιοῦσι πρὸς ὀδονταλγίαν,
15ἔξωθεν μὲν αἱ δι’ ἁλὸς πεφρυγμένου ἢ κέγχρου εἰς μαρ‐ σύππους ἐμβεβλημένων ἢ καὶ διὰ ῥυπαρῶν ῥακίδων εὖ μάλα
θερμανθέντων, ἢ καὶ ἐπιθέματα διὰ τῶν χωρὶς ὑδάτων, ὡς862 in vol. 12

12

.

863

τὰ δι’ ὠμῆς λύσεως, εἴτε κρίθινον εἴτε λινόσπερμα. αὐτοῦ δὲ τοῦ ἀλγοῦντος ὀδόντος πυρίᾳ οὕτω χρηστέον. ὀρι‐ γάνου ξηροῦ κλώνιον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν ἐπέρειδε, ἢ κίκεως καυλὸν ὁμοίως, ἢ σταφίδα
5ἀγρίαν εἰς ὀξύ τι αὐτὴν πήξας, ἢ κηρὸν ἐπιτιθεὶς τῷ ἀλ‐ γοῦντι ὀδόντι, πυρῆνι μήλης θερμοτάτῳ προσάπτου συνε‐ χῶς, ἢ ὀποπάνακα καὶ ὀπὸν πευκεδάνου, ἴσα ἑνώσας ὀθονίῳ ἔνδησον καὶ εἰς ζεστὸν ἔλαιον τῆξον. ὅταν δὲ ἄρξηται ζέειν τὸ φάρμακον, ἐπιτίθει τῷ ὀδόντι καὶ προσπίεζε μύλῃ, χρῶ
10πρωῒ καὶ δείλης καὶ καθὸ εἶπον, συμπυρία ἐκτός τε καὶ ἐντὸς πρὸ τροφῆς. καὶ μετὰ τροφὴν μὴ πολὺ λίαν διαστη‐ σάντων ἀπὸ τροφῆς χρῶ. εἶδος δὲ πυρίας ἐστὶ καὶ τὸ τοι‐ οῦτον, εὖ μάλα περικαθάρας τὸν ὀδόντα καὶ σκεπάσας τὸν πάσχοντα, ἀναγκάσας τε χαίνειν ὑποθυμία ὑοσκυάμου σπέρ‐
15ματι. εἰ δὲ πρὸς μηδὲν τῶν προγεγραμμένων εἴκει, ἔγκειται δὲ ἰσχυρῶς ὁ πόνος, λεπτῷ τρυπάνῳ τρήσας τὸν ὀδόντα,
χρῶ τοῖς εἰρημένοις βοηθήμασιν, εἴωθε γὰρ μᾶλλον οὕτως863 in vol. 12

12

.

864

ὠφελεῖν. εἰ δὲ μηδ’ οὕτως ὑπακούει καὶ δόξειεν ἀρθῆναι τὸν ὀδόντα, ἀπόνως ἀρθείη φαρμάκῳ συμφωνοῦντι λίαν τῷδε. πύρεθρον δριμυτάτῳ ὄξει ἐφ’ ἡμέρας μʹ. ταριχεύσας τρῖψον καὶ ἀπόθου. ἐπὶ δὲ τῆς χρείας τοὺς λοιποὺς κηρώσας καὶ
5ἀσφαλισάμενος αὐτόν τε τὸν ἀλγοῦντα περικαθάρας περί‐ πλασον τῷ φαρμάκῳ, εἶτα διαστήσας ὥραν ἔκλυσον τοῖς δακτύλοις ἢ γραφείῳ ἀνάλαβε, ἢ σῶρυ μετ’ ὄξους δριμυτά‐ του ἐπὶ πολλὰς ἡμέρας κατάπλασσε, καὶ ἐκπεσεῖται. ἢ μο‐ λύβδαιναν λείαν κηρωτῇ ἀναληφθεῖσαν ἐπίθες. ἐξάγει σφο‐
10δρῶς τιθυμάλλου ὀπὸς καὶ σῶρυ μετὰ χαλβάνης καταπλασ‐ σόμενα. [Περὶ τῶν ὑπ’ Ἀπολλωνίου γεγραμμένων ἐν τῷ πρώτῳ τῶν εὐπορίστων.] Πρῶτον μὲν αὐτῶν κεφάλαιόν ἐστι τὰ πρὸς ὀδονταλγίας διακλύσματα, μηδὲν ἔχοντα πλέον τῶν ὑπ’
15Ἀρχιγένους γεγραμμένων. δεύτερον δὲ πρὸς ὀδόντας βεβρω‐ μένους ἐπαλγεῖς, ἐπιθέματα καὶ ἐμπλάσματα. τρίτον ἐπὶ τούτοις πυρίαι καὶ καύσεις, πρὸς ὀδονταλγίας. τέταρτον ὑπο‐
θυμιάματα πρὸς τοὺς πόνους τῶν ὀδόντων. πέμπτον ὀδοντικὰ864 in vol. 12

12

.

865

διαμασήματα καὶ καθαρτικά. καὶ πρὸς τούτοις ἕκτον ἀνα‐ γαργαρίσματα πρὸς ὀδονταλγίας. ἕβδομον δὲ κεφάλαιον ἔγραψε πρὸς ὀδονταλγίας ἐγχύματα εἰς τὸ οὖς, ὧν οὐδενὸς μνημονεύειν ἔτι ἠξίωσα τῷ βουλομένῳ παραναγινώσκειν τὸ
5βιβλίον, οὐ πάνυ τι τῶν δυσπορίστων ὑπάρχον. ἐγὼ δὲ τοῖς ὑπ’ Ἀρχιγένους γεγραμμένοις ἠρκέσθην, ἐφεξῆς δὲ γράψαντος τοῦ Ἀπολλωνίου ἔγχυτα εἰς τὴν ῥῖνα ἔδοξέ μοι προσθεῖναι. [Πρὸς ὀδονταλγίας ἐγχύματα εἰς τὴν ῥῖνα, ὡς Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων.] Σεύτλου ῥί‐
10ζης τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν ἐγχυμάτιζε εἰς τὴν ῥῖνα καὶ λύσεις τοὺς πόνους τῶν ὀδόντων. κυμίνου ὅσον τοῖς τρισὶ δακτύλοις καὶ σμύρνης ὅσον κύαμον καὶ σικύου τὸ ἐντὸς ὅσον διπλάσιον, τρίψας καὶ γάλακτι γυναικὸς μίξας ἀνάπλασον κολλύρια καὶ ἔνθες εἰς ἑκάτερον τῶν μυκτήρων,
15εἶθ’ οὕτω κέλευσον ἀνασπᾷν, ἐφ’ ὅσον ἄν τις διέλθοι στά‐ δια πέντε, εἶτα ἐκμάξασθαι τὸ φάρμακον τοῦτο καὶ πρὸς ὠταλγίαν ποιεῖ.
[Πρὸς τὸ μὴ κόπτεσθαι τοὺς βεβρωμένους ὀδόντας865 in vol. 12

12

.

866

μηδὲ ποιεῖν δυσωδίαν.] Ἐλλεβόρου μέλανος ἡλίκον ὄροβον ἐν μέλιτι ἑφθῷ ἐντίθει. [Πρὸς ὀδόντας μεμελασμένους.] Ὄστρακον καλ‐ λάϊνον ὀπτήσας καὶ λεάνας παράτριβε τοὺς ὀδόντας, οὕτω
5δὲ οὖλα κρατύνει. ἄλλο. ἅλα ὀρυκτὸν μέλιτι φυράσας ὄπτη‐ σον ἐπικληματίσι καὶ τρίψας μῖξον σμύρνης βραχὺ καὶ χρῶ παραπλησίως. ἄλλο. γλήχωνος μέρος ἓν, ἁλὸς τὸ ἴσον, ταῦτα φυράσας ὕδατι ὄπτησον ἐν τῷ αὐτῷ, ἕως ἄνθραξ γέ‐ νηται καὶ λεάνας ἀπόσμα τοὺς ὀδόντας. ἄλλο. ἰσχάδας κα‐
10τακαύσας καὶ τρίψας νάρδου βραχὺ καὶ μέλιτι διεὶς χρῶ. τοῦτο καὶ οὖλα συστέλλει. ἄλλο. ἄλφιτον φυράσας ἐν ὄξει δριμυτάτῳ κατάκαυσον καὶ λεάνας παράτριβε τοὺς ὀδόντας, τοῦτο καὶ τὰ οὖλα κρατύνει. ἄλλο. ἀλαβάστρου κεκαυ‐ μένου 𐅻 ηʹ. κισσήρεως κεκαυμένου 𐅻 δʹ. ἁλὸς πεφρυγμένου
15𐅻 γʹ. λεάνας ὡσαύτως χρῶ. διακλύσματι δὲ χρηστέον ἀπὸ τούτων, οἴνῳ εὐώδει ἀποβεβρεγμένης ἐν αὐτῷ πρὸ χρόνου πλείονος ἴριδος ξηρᾶς.
[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς ὀδόντας ἐν866 in vol. 12

12

.

867

τῷ πρώτῳ τῶν ἐντός. Ἡρακλείδου Ταραντίνου πρὸς σειομέ‐ νους ὀδόντας.] Χρηστέον τῇ Κυπρίᾳ σποδῷ παραστέλλον‐ τας τὰ οὖλα καὶ φλόμου ταῖς ῥίζαις ἑψημέναις, ἔπειτα ἀπο‐ πλύνειν ὕδατι ἢ μυρσίνης ἢ βάτου ἢ δάφνης, ἔπειτα τῇ σπο‐
5δῷ παραψάμενος ἡσυχάζειν κελεύειν. ἄλλο. ἐλλεβόρου μέ‐ λανος χειρόπληθες, μανδραγόρου τῆς ῥίζης 𐅻 δʹ. ὑοσκυάμου τῆς ῥίζης 𐅻 δʹ. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ οἴνου Χίου κοτύλας γʹ. ἢ Κώου ὡς βελτίστου ἕψε ἐπ’ ἀνθρακιᾶς μεγά‐ λης, ὑπολειφθείσης δὲ τῆς ἡμισείας χυλίσας τὸ ὑγρὸν, δίδου
10ἐν τῷ στόματι διακρατεῖν. [Ξηρὸν πρὸς σειομένους ὀδόντας.] Τερμίνθου καρ‐ ποῦ πεφρυγμένου 𐅻 ηʹ. στυπτηρίας σχιστῆς κεκαυμένης 𐅻 ηʹ. βαλαυστίου 𐅻 βʹ. κηκίδων 𐅻 αʹ. κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. λείοις χρῶ. ἄλλο. κέρατος ἐλαφείου κεκαυμένου 𐅻 ηʹ. ῥοῦ
15ἐρυθροῦ 𐅻 δʹ. ὀμφακίου 𐅻 βʹ. βαλαυστίου 𐅻 δʹ. πίτυος φλοιοῦ 𐅻 αʹ. σμύρνης Ἀμιναίας 𐅻 αʹ. λείοις χρῶ. [Διάκλυσμα πρὸς μυλαλγίας.] Σμυρνίου τὰς ῥίζας
ἕψε μετ’ ὀξυμέλιτος καὶ τὸ ὑγρὸν διυλίσας δίδου ἐν τῷ867 in vol. 12

12

.

868

στόματι κρατεῖν. ἄλλο. λαπάθου ἀγρίου ῥίζας καὶ πλατά‐ νου σφαιρία ἕψε μετ’ ὀξυμέλιτος καὶ δίδου καθὰ προείρηται. [Διαμασήματα πρὸς μυλαλγίας.] Κάγχρυος δρα‐ χμὰς βʹ. ὀριγάνου 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. σμύρνης 𐅻 αʹ.
5σταφίδος γνησίας ἢ τῆς ἄλλης λιπαρωτάτης Greek Xestes Sign Alternate Form 𐅶ʹʹ. τὴν στα‐ φίδα κόπτε φιλοπόνως· τὸ δὲ σμύρνιον μέλιτι διαλύσας, τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ ἐπίβαλλε τῇ στα‐ φίδι καὶ τῇ σμύρνῃ καὶ μίξας ποίει μαλαγματῶδες· ἐν δὲ τῇ χρήσει δίδου καρύου Ποντικοῦ τὸ μέγεθος διαμασᾶ‐
10σθαι. ὑγρῶν δὲ συναγομένων τὸν κάμνοντα κεχηνέναι δεήσει καὶ κάτω νεύειν, ὥστε τὸ ὑγρὸν εὐχερῶς ἀποῤῥεῖν. μετὰ δὲ τὴν χρῆσιν τοῦ φαρμάκου οἴνῳ προσκλύζεσθαι παραίνει. ἄλλο. σταφίδος λιπαρᾶς χωρὶς τῶν γιγάρτων Greek Xestes Sign Alternate Form 𐅶ʹʹ. πε‐ πέρεως λευκοῦ ὀξύβαφον, κόκκου κνιδίου 𐅻 βʹ. ναρδοστά‐
15χυος 𐅻 βʹ. κασσίας 𐅻 αʹ. πυρέθρου 𐅻 βʹ. σμύρνης 𐅻 βʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.
[Πρὸς βεβρωμένους ὀδόντας φυλακτικόν. τούτῳ868 in vol. 12

12

.

869

χρησάμενος διετήρησα βεβρωμένους ὀδόντας ἀνωδύνους.] Ζίγ‐ γιβερ ἕψε μετ’ ὀξυμέλιτος καὶ τρίψας ἐπιμελῶς ἐντίθει εἰς τὸ τρῆμα καὶ περίπλαττε ἔξωθεν. ἄλλο. κισσοῦ δάκρυον χαλβάνῃ μίξας ἢ ὀπῷ τιθυμάλλου ἢ συκῆς ἀγρίας διαλύσας
5χρῶ ὡς προείρηται. [Ἄλλο ἀνώδυνον πρὸς περιωδυνῶντας καὶ βεβρωμέ‐ νους ὀδόντας. ἔστι δὲ καὶ βηχικὸν ἀγαθόν.] Ὀποῦ μή‐ κωνος 𐅻 βʹ. πεπέρεως λευκοῦ κεκομμένου καὶ σεσησμένου 𐅻 αʹ. σμύρνης δραχμὰς βʹ. στύρακος 𐅻 βʹ. χαλβάνης 𐅻 αʹ.
10γλυκέος εἰς ἀνάληψιν ὅσον ἀρκεῖ, κόπτε ὁμοῦ καὶ ἀνάπλαττε καταπότια καὶ περίπλαττε τὸν ὀδόντα καὶ ἐντίθει τῷ βρώ‐ ματι. ἄλλο. ὑοσκυάμου χυλοῦ 𐅻 βʹ. σμύρνης δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. χαλβάνης δραχμὰς βʹ. στύρακος 𐅻 βʹ. ζιγγιβέ‐ ρεως δραχμὰς βʹ. πεπέρεως 𐅻 αʹ. ὀποῦ Συριακοῦ τὸ ἴσον,
15γλυκέος ὅσον ἐξαρκεῖ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. [Μυλικὴ ἀγαθὴ, ἐπὶ πολλῶν θαυμασθεῖσα.] Ἐλαίας δακρύου 𐅻 αʹ. σμύρνης δραχμὰς βʹ. ἐλλεβόρου μέλανος 𐅻 αʹ.
ὀποβαλσάμου σπέρματος δραχμὴν μίαν, στύρακος 𐅻 αʹ. πε‐869 in vol. 12

12

.

870

πέρεως δραχμὴν μίαν, ὑοσκυάμου δραχμὴν μίαν, μηκωνείου 𐅻 αʹ. καστορίου τετρώβολον, χαλβάνης δραχμὰς στʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 αʹ. ὀποῦ καρπάσου 𐅻 αʹ. πάνακος 𐅻 αʹ. σαγαπηνοῦ τετρώβολον, πυρέθρου τετρώβολον, σταφίδος
5ἀγρίας 𐅻 βʹ. κεδρίας τὸ αὔταρκες, ὥστε ἐμπλαστρῶδες γενέ‐ σθαι. ἄλλο. θείου ἀπύρου 𐅻 δʹ. ἀσφάλτου δραχμὰς βʹ. ἀμόργης ἐλαίου 𐅻 δʹ. πίσσης ὑγρᾶς δραχμὰς ηʹ. κεδρίας δρα‐ χμὰς ιβʹ. πεπέρεως μακροῦ δραχμὰς δʹ. ὀπίου δραχμὰς δʹ. πυρέθρου 𐅻 δʹ. σταφίδος ἀγρίας 𐅻 αʹ. ἐλλεβόρου μέλανος
10𐅻 αʹ. κόκκου Κνιδίου 𐅻 αʹ. ὀποπάνακος 𐅻 αʹ. πίσσης ξη‐ ρᾶς λίτραν μίαν. ὄξει ἀναλάμβανε τὰ ξηρὰ, εἶτα ἐπίβαλλε τὰ τηκτὰ καὶ ἀνελόμενος χρῶ, περιπλάττων τὴν μύλην τῷ φαρμάκῳ. [Πρὸς τοὺς ἐῤῥωμένους ὀδόντας, ὥστε ἀπόνως σα‐
15λεύεσθαι.] Πύρεθρον εἰς ὄξος βαλὼν, ἔα ἐπὶ ἡμέρας γʹ ἢ δʹ. ἔπειτα τρίψας ἐπιτίθει τῷ πεπονθότι ὀδόντι, φυλαττόμενος τοὺς παρακειμένους ὀδόντας. δεῖ δὲ περικαθαίρειν ἐπιμελῶς
καὶ τότε περιπλάττειν τὸ φάρμακον καὶ τοῦτο ποιεῖν ἐπὶ δύο870 in vol. 12

12

.

871

ἢ τρεῖς ἡμέρας, οὕτω γὰρ ἀπόνως σαλεύεται. ἄλλο. σι‐ κύου ἀγρίου τὰς ῥίζας, τοῦτο σκευάσας, ὥσπερ τὸ πύρε‐ θρον, χρῶ καθὰ προείρηται. [Περὶ τῶν σειομένων ὀδόντων καὶ τῶν ἐξεχόν‐
5των.] Εἴρηται μέν μοι καὶ πρόσθεν, ὡς διὰ γεροντικὴν ἡλι‐ κίαν ἔνιοι σείονται ξηραινόμενοι, βραχεῖαν ἐκ τῶν συναγο‐ μένων οὔλων φαρμάκοις στύφουσι βοήθειαν ἔχοντες, εἰρή‐ σεται δὲ καὶ νῦν ὅπως ἔνιοι πληγέντες ἐσείσθησαν. εἰσὶ δὲ οἳ καὶ χωρὶς πληγῆς, ἐφ’ ὧν τεκμαίρομαι διαβρεχόμενον ὑγρό‐
10τητι πολλῇ τὸ καταφυόμενον εἰς τὰς ῥίζας αὐτῶν νεῦρον χαλᾶσθαι καὶ διὰ τοῦτο τοῖς ξηραίνουσι φαρμάκοις θερα‐ πεύεσθαι. ἐπεὶ δὲ προπετεστέρους τῶν ἄλλων ἑώρων τοὺς σειομένους ὀδόντας γινομένους, καὶ μάλιστα ὅταν ἐκ πληγῆς πάθωσιν, ἔδοξέ μοι ῥινᾷν αὐτῶν τοσοῦτον, ὅσον ὑπὲρ τοὺς
15ἄλλους ἐστὶν, ὅπως μὴ προσκρούσωσι τοῖς ἀντιτεταγμένοις ἐν τῷ διαλέγεσθαι καὶ μασᾶσθαι. εὑρὼν δὲ καὶ τὴν πεῖράν
μοι μαρτυρήσασαν σιδήριον ἐποίησα ῥινίον, ὡς ἐνερ‐871 in vol. 12

12

.

872

γεῖν ταχέως. αἱ γὰρ πολλαὶ παραγωγαὶ σείουσι τὸν ὀδόντα δεόμενον ἀκινησίας, εἰ μέλλοι παγήσεσθαι. ποτὲ μὲν οὖν ἐξο‐ χαί τινες ἀνώμαλοι φαίνονται τῶν ὀδόντων κατά τινα μέρη ῥινήσεως δεόμεναι, ἔσθ’ ὅτε δὲ καὶ ὁμαλὲς ἔχουσαι τὸ πέρας
5ὁμαλοῦς καὶ τῆς ῥινήσεως δέονται. χρὴ δὲ περιθέντα τοῖς οὔλοις ἄχρι τῆς ῥίζης τῶν ὀδόντων ὀθόνην μαλακὴν, εἶτα περιλαμβάνοντα πρᾴως τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς, ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως, ὅπως μὴ σείοιτο ῥινώμενος, οὕτως ἐπιχειρεῖν τῇ χειρουργίᾳ. ἐὰν δὲ ἀλγήματος αἰσθάνη‐
10ται ἐν τῷ παράγεσθαι τὴν ῥίνην καὶ μὴ διακρατεῖσθαι σφο‐ δρότερον τοῖς δακτύλοις τὸ πεπονθὸς, παύεσθαι μὲν ἐν τῷ παραυτίκα, προσενεγκόντα δὲ ἐν τῷ μεταξὺ τῶν ῥηθησομέ‐ νων τι φαρμάκων αὖθις ἐπιφέρειν, ὡς εἴρηται, βραχύ τε δια‐ στήσαντα μέχρι τοῦ κατὰ τὸν ὀδόντα πέρατα ἀποτρῖψαι, καὶ
15τοῦτο ποιεῖν οὐ τῇ πρώτῃ μόνον ἡμέρᾳ δίς που καὶ τρὶς, ἀλλὰ τῇ δευτέρᾳ προστάξαντα τῷ πάσχοντι μήτε διαλέγε‐
σθαί τι μήτε σκληρὸν ἔδεσμα προσφέρεσθαι, χρῆσθαι δὲ872 in vol. 12

12

.

873

τροφῇ χυλῷ πτισάνης καὶ ῥοφήματι τῷ ἐκ χόνδρου καὶ ἄρτῳ διαβρόχῳ καὶ τοῖς οὕτω μαλακοῖς. ἡ δὲ τῶν ὠφε‐ λούντων τοὺς σειομένους ὕλη τοιάδε τίς ἐστι. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς σειομένους
5ὀδόντας κρατυντικά.] Τοὺς δὲ σειομένους ὀδόντας στῆσαι θέλων, σμύρνης, πομφόλυγος, στυπτηρίας σχιστῆς, ἀμύλου ἴσα λείοις προσάπτου. ἢ ἐλαιῶν λευκῶν χυλὸν καὶ πήγανον μέλιτι μίξας παράτριβε, εἶτα περίπλασσε νάρδῳ μετὰ στυ‐ πτηρίας ὑγρᾶς. ἢ στρογγύλῃ στυπτηρίᾳ μεθ’ ἁλὸς διπλοῦ
10τοῖς ὀδοῦσι περίπλασσε. ἢ σχιστῆς καὶ μίσυος ἴσα μετὰ κε‐ δρίας, πάχος ὑγρᾶς κηρωτῆς περίχριε τοὺς ὀδόντας καὶ ἔα ἀποῤῥεῖν φλέγμα, εἶτα διακλυζέσθω ὀνείῳ γάλακτι θερμῷ ἢ ὄξει ἢ οἴνῳ ἐναφεψημένων σιδίων καὶ κηκίδος. [Πρὸς τοὺς ἠσθενηκότας ὀδόντας ἢ μύλας.] Μέλι, κη‐
15ρὸν, ἴσα ἐν ἡλίῳ θερμῷ ὕδατι ἀνιεὶς, πίσσης τὸ ἥμισυ πρόσ‐ μιξον, καὶ ποιήσας ἐμπλαστρῶδες, δίδου διαμασᾶσθαι. ἐὰν
δὲ ᾖ ξηρὸν, βραχὺ ἔλαιον πρόσμιξον· ἄκρως ποιεῖ καὶ ἡ Χία873 in vol. 12

12

.

874

μαστίχη μασωμένη. πρὸς αἱμωδίαν. ἐπὶ δὲ αἱμωδίας ἀνδρά‐ χνην διαμασάσθωσαν ἢ ἔλαιον θερμὸν διακρατείτωσαν. [Περὶ δὲ τῶν ὀδοντοφυούντων ἔγραψεν ὁ Ἀρχιγένης.] Περὶ δὲ τῶν ὀδοντοφυούντων βρεφῶν, ἐὰν ὦσιν ἐπαλγεῖς,
5κυνείῳ γάλακτι τὰ οὖλα περίχριε. ἢ λαγωοῦ ἐγκεφάλῳ, ἐὰν χρίσῃς τὰ οὖλα βρέφους, ταχέως ὀδοντοφυεῖ. [Περίαπτα δὲ ἀντιπαθῆ ὀδοῦσιν, ἃ δοκεῖ πιστευθῆναι, τάδε.] Ἐὰν ὀδονταλγοῦντι βατραχίου φύλλα ἐπὶ τοῦ κατὰ τὸν ἀλγοῦντα βραχίονος ἐπιθῇς, ἀπόνους μὲν ποιεῖ, ἑλκοῖ δὲ
10τὸν βραχίονα, ὃν θεραπεύσεις ὡς προσήκει. ἐὰν δὲ ὀδοντο‐ φυοῦν παιδίον ἀλγήματα ἔχῃ, τὸ τοῦ παλαιοῦ κοχλίου κέρας ἐνδήσας δέρματι περίαπτε. [Περὶ οὔλων πόνων.] Οὔλων πονούντων διακλύσματα μὲν ποιεῖ σχεδὸν τὰ καὶ πρὸς ὀδονταλγίαν γεγραμμένα, πλὴν
15ἰδιαίτερον ποιεῖ ὄξος, ἀπεζεσμένης ὑοσκυάμου ῥίζης. τὰ δὲ φλεγμαίνοντα οὖλα στυπτηρίαν μεθ’ ἁλὸς τετάρτου
μέρους λείοις προσάπτου, μετὰ δὲ τὸν δηγμὸν οἴνῳ ἢ ἐλαίας874 in vol. 12

12

.

875

φύλλων ἀφεψήματι διακλυζέσθωσαν. ἐπὶ δὲ τῶν ῥευματιζο‐ μένων καὶ περιβιβρωσκομένων μετὰ ἐξοιδήσεώς τε καὶ ὀδύνης καὶ ὑπονεμομένων ἄκρως ποιεῖ ἡ πυρία. πυριᾷν δὲ μηλω‐ τίδι ἔριον περιδήσας, εἰς ζεστὸν ἔλαιον ἀπόβαπτε καὶ πρόσ‐
5αγε τοῖς οὔλοις ἕως ἐξομαλισθῇ καὶ λευκὰ τὰ κύκλῳ γένη‐ ται. οὕτω γὰρ ἵσταται ἡ νομὴ καὶ ἐξ ὑγιοῦς τῆς σαρκὸς τὸ περιβρωθὲν τρέφεται. μετὰ ταῦτα δὲ χρῶ προστρίμμασι καὶ τοῖς ἀναγεγραμμένοις περὶ ὀδόντων. ἰδίως δὲ συμφωνεῖ κη‐ κὶς λειοτάτη, ὀξύβαφον μετὰ σμύρνης ὡς κυάθου τὸ μέγε‐
10θος, χρῶ λείοις ξηροῖς. ἐὰν δὲ ἐκφυόμενος ὀδοὺς δυσχερῶς ἀναστέλλῃ καὶ διακεντῇ τὸ οὖλον, κύπρον μετὰ βουτύρου καὶ μύρου σουσίνου χρῖε κατὰ τὴν ἔκφυσιν. περὶ ἐπουλίδων. ἐπὶ δὲ τῶν ἐπουλίδων προσάπτου χαλκάνθῳ καὶ μυρσίνῳ ἴσοις μετ’ ὀλίγης σχιστῆς. ποιοῦσι δὲ καὶ αἱ πλείους τῶν
15ἀνθηρῶν. [Προφυλακτικὰ ὀδόντων.] Καὶ τὰ προφυλακτικὰ δὲ
τῶν ὀδόντων τῆς ἀλγηδόνος Ἀρχιγένης οὕτως ἔγραψε κατὰ875 in vol. 12

12

.

876

λέξιν. ἐπὶ δὲ τῶν περὶ τοὺς ὀδόντας ἀλγημάτων φυλακτικὰ μὲν ἁρμόζει τὰ τοιαῦτα, τιθυμάλλου ῥίζας ἑψήσας ἐν οἴνῳ μέχρι ἡμίσεος, δὶς τοῦ μηνὸς διακλύζου καὶ οὐδέποτε ἀλ‐ γήσεις. καλῶς διατηρεῖ ἀπόνους καὶ ἰσχυροὺς τοὺς ὀδόντας,
5ἐὰν κύαμον Αἰγύπτιον δίχα τοῦ ἐντὸς πικροῦ λεῖον ποιῶν, παρατρίβῃς τοὺς ὀδόντας καὶ τὰ οὖλα ἅπαξ τοῦ ἔτους. ἢ σχιστῇ μετ’ ὀλίγης σμύρνης παράτριβε καὶ οὐδέποτε βρωθή‐ σονται. ἐὰν δὲ ἀποστύφῃ, μέλιτι χρῶ. ἢ ἀρκευθίδας λεπτὰς καὶ κυπαρίσσου φύλλων τὸ ἴσον, κηκίδος ὀλίγον σὺν μέλιτι
10ἑφθῷ δραχμιαίους τροχίσκους ποιήσας χρῶ, προδιαμασῶ καὶ ἐπιδιακλύζου οἴνῳ εὐώδει. ἢ ἴρεως Ἰλλυρικῆς καρύου Ποντι‐ κοῦ μέγεθος διαμάσησαι καὶ ὁμοίως διακλύζου. ἢ προσμί‐ ξας ἁλσὶν ὀμφακίνην κηκίδα ἐν οἴνῳ εὐώδει ἑψημένην δια‐ μασῶ. ἄριστα δὲ ποιεῖ πρός τε φυλακὴν ἀλγημάτων ῥῶ‐
15σίν τε τῶν οὔλων καὶ τῶν ὀδόντων, ἔτι δὲ εὐπρέπειαν καὶ τὰ ὑπογεγραμμένα σμήγματα. ἔρια οἰσυπηρὰ ὀθονίῳ ἐνδή‐
σας καῦσον, εἶτα ἁλῶν τὸ τρίτον μίξας λείοις σμήχου. ἢ876 in vol. 12

12

.

877

δασύποδος κεφαλὴν κεκαυμένην λεάνας χρῶ. ἢ ἅλας καὶ μέλι λεάνας, μέχρι κηρωτῶδες γένηται, καθαρῷ ὀθονίῳ ἐνδήσας καῦσον, εἶτα μίξας ἴριν Ἰλλυρικὴν ὀλίγην σμῆχε τοὺς ὀδόντας. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἁπάσας
5ὀδύνας ὀδόντων μυλικὴ αὐθωρὸν παύουσα.] Πεπέρεως, πυρέθρου, ὀποῦ τιθυμάλλου, χαλβάνης ἀνὰ 𐅻 αʹ. λεάνας, ἀνα‐ λάμβανε τὴν χαλβάνην καὶ ἐντίθει εἰς τὸ βρῶμα. [Μυλητικὴ Ἀντιφάνους, κᾂν μὴ περικαθάρῃς, ἐντίθει καὶ περίπασσε τὸν ὀδόντα.] Ὑοσκυάμου σπέρματος, ὀπίου,
10νίτρου, σμύρνης, πυρέθρου, πεπέρεως ἀνὰ 𐅻 αʹ. χαλβάνης 𐅻 βʹ. μετ’ οἴνου λείοις χρῶ. ἄλλη μυλικὴ ᾗ χρῶμαι. Στυ‐ πτηρίας σχιστῆς 𐅻 αʹ. πεπέρεως λευκοῦ 𐅻 βʹ. ὀποπάνακος ἢ πεπέρεως μακροῦ τετρώβολον, σώρεως τετρώβολον, κόμ‐ μεως βεβρεγμένου ἐν ὕδατι 𐅻 βʹ. τῆς ὅλης σταθμίας, κηροῦ
15τὸ διπλοῦν, ἀνατρίβων ἐν ὕδατι θερμῷ πρόσμιξον καὶ οὕτω χρῶ. ἄλλη ἡ Χαιρέα. σμύρνης 𐅻 αʹ. ἐλλεβόρου 𐅻 αʹ 𐅶ʹʹ.
πυρέθρου 𐅻 αʹ 𐅶ʹʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 αʹ 𐅶ʹʹ. στυπτηρίας σχι‐877 in vol. 12

12

.

878

στῆς τριώβολον, ὕδατι λεάνας περίχριε τὸν ὀδόντα καὶ ἐπάνω κηρὸν ἐπίθες. ἄλλη μυλικὴ ἐκ τῶν Ἀφρόδα. στυ‐ πτηρίας σχιστῆς 𐅻 δʹ. σμύρνης τριώβολον, πεπέρεως κόκκους εʹ. ἐγὼ δὲ τριώβολον καὶ κάλλιον ποιεῖ, ῥητίνῃ ἀναλάμβανε
5προπερικαθάρας, ἐντίθει εἰς τὸ βρῶμα ἐπάνω καὶ σπλήνιον ἐγχρίσας ἐπιτίθει. ἄλλη μυλικὴ τοῦ αὐτοῦ· καὶ μὴ περικα‐ θάρας ἐντίθει εἰς τὸ βρῶμα καὶ ἐπάνω τοῦ φαρμάκου σπλή‐ νιον περίπλασσε, ποιεῖ ὑοσκυάμου σπέρματος, ὀποῦ μήκω‐ νος, σμύρνης, νίτρου, πυρέθρου, πεπέρεως λευκοῦ, ἑκάστου
10μέρος αʹ. χαλβάνης μέρη βʹ. μετ’ ὄξους λεάνας χρῶ. ἄλλη ἐκ τῶν Ἀφρόδα. ὀποῦ πευκεδάνου 𐅻 αʹ. ὀποῦ μήκωνος 𐅻 αʹ. τιθυμάλλου μυρσινήτου, ὀποῦ Κυρηναϊκοῦ ἀνὰ 𐅻 αʹ. χαλβάνης 𐅻 αʹ 𐅶ʹʹ. τῇ χαλβάνῃ ἀναλάμβανε καὶ εἰς τὸ βρῶμα ἐντίθει καὶ περικαθάρας σπληνίῳ ἔμπλασσε, ὥρᾳ μιᾷ παύει.
15μυλικὴ καλή. στυπτηρίας σχιστῆς μηκωνείῳ ἀναλαβὼν χρῶ, ἐντιθεὶς καὶ περιπλάσσων. μυλικὴ ἄλλη ὡς Ἀριστοκράτης. μήκωνος 𐅻 βʹ. σαγαπηνοῦ ὀβολὸν αʹ 𐅶ʹʹ. ὀποῦ Κυρηναϊ‐
κοῦ τὸ ἴσον, πεπέρεως 𐅻 αʹ. σφονδύλου τὸ ἴσον, σμύρνης878 in vol. 12

12

.

879

τὸ ἴσον, χαλβάνης τὸ ἴσον, πυρέθρου τὸ ἴσον, κρόκου τὸ ἴσον, μέλι ὡς γλοιῶδες γενέσθαι. [Πρὸς ἀλγήματα ὀδόντων καὶ οὔλων καὶ πολλὰ τοῦ Ἀριστοκράτους γραμματικοῦ.] Μέλιτος λίτραν μίαν, ὄξους
5δριμέος Greek Xestes Sign Alternate Form αʹ. στυπτηρίας σχιστῆς γο στʹ. οἱ δὲ ὑγρᾶς γο δʹ. ἕψε μέχρις ἂν μελανθῇ. πρὸς ὀδόντας σειομένους. στυ‐ πτηρίας σχιστῆς μέρος αʹ. μάννης μέρος αʹ. λείοις χρῶ, προσ‐ πάσσων τὸν σειόμενον ὀδόντα. [Πρὸς ὀδόντων βρῶσιν καὶ πόνους.] Πενταφύλλου ῥί‐
10ζας σὺν οἴνῳ ἑψήσας δίδου διακλύζεσθαι μετὰ τὸ δεῖπνον, ἀφέψου δὲ εἰς τὸ τρίτον μέρος. ἄλλο. λαπάθου ῥίζας σὺν οἴνῳ ἢ ὄξει ἑψήσας, ἀρσενικὸν λεῖον ἐπιπάσας, ὀλίγον τοῦ ὑγροῦ δίδου διακρατεῖν, ἑψέσθω δὲ ἄχρις ἂν εἰς τὸ τρίτον ἔλθῃ. πρὸς οὖλα πλαδαρά. πυρέθρου 𐅻 γʹ. θύμου 𐅻 βʹ.
15στυπτηρίας σχιστῆς τριώβολον, ἴρεως Ἰλλυρικῆς 𐅻 αʹ. λείοις χρῶ καὶ ἐπιτίθει τοῖς οὔλοις. [Παρὰ Πυθίου πρὸς σειομένους ὀδόντας καὶ οὖλα
πλαδαρὰ καὶ ὑποφθοράς] Στυπτηρία στρογγύλη ἐνειληθεῖσα879 in vol. 12

12

.

880

χάρτῃ καίεται, εἶτα λεανθεῖσα χρωΐζεται μίλτῳ. τούτων προσ‐ άπτου τῶν οὔλων καὶ ἐντίθει τοῖς ὑποφθορίοις. [Παρὰ Διοκλέους ἰατροῦ πρὸς ὀδόντων πόνους.] Χαλβάνης, ὀπίου, πεπέρεως, κηροῦ, σταφίδος ἀγρίας, κόκκου
5κνιδίου ἀνὰ 𐅻 αʹ. λεάνας ἀναλάμβανε κηρῷ καὶ περίπλασσε. [Πρὸς βεβρωμένους ὀδόντας ἄλλο εὔθετον.] Ὀπὸν σιλ‐ φίου ἐντίθει ἢ αὐτὴν τὴν ῥίζαν ἢ χαλβάνην μετὰ πεπέρεως ἢ ὄπιον μετὰ χαλβάνης ἢ ὀποπάναξ ἐμπλασσόμενος. πρὸς ὀδόντων πόνους. σώρεως 𐅻 βʹ. στυπτηρίας σχιστῆς 𐅻 βʹ.
10μίσυος 𐅻 αʹ. ξηρῷ χρῶ. [Σμῆγμα ᾧ χρῶμαι σταλτικὸν οὔλων.] Κέρατος ἐλα‐ φείου κεκαυμένου λίτρας βʹ. ἐρίων οἰσυπηρῶν ἁπαλῶν γο γʹ. ἁλὸς ἀμμωνιακοῦ γο δʹ. πεπέρεως λευκοῦ γο βʹ. κόστου γο αʹ. σχιστῆς γο βʹ. σχίνου καὶ περδικίου βοτάνης κεκαυμένης σὺν
15τοῖς ἐρίοις ἢ μόνης, τέταρτον λίτρας, μαλαβάθρου φύλλων γο αʹ. κόψας ὁμοῦ χρῶ. [Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα πρὸς ἅπαντα
τῶν ὀδόντων τὰ πάθη, τινὰ δὲ τούτων καὶ πρὸς οὖλα πρὸς880 in vol. 12

12

.

881

στόματα δυσώδη καὶ μέλανας ὀδόντας ἐξ ἐπιπολῆς.] Κριθὰς καὶ ἅλας μέλιτι καὶ οἴνῳ δεύσας ἔνδησον εἰς χάρτην καὶ καύσας καὶ λειώσας τρῖβε τὰ οὖλα. ἄλλο. χαλκάνθην, στυ‐ πτηρίαν, σίδια ῥοιᾶς γλυκείας ἴσα λεάνας παράτριβε τὰ οὖλα
5νῆστις, εἶτα οἴνῳ στυπτικῷ διακλύζου. ἄλλο πρὸς οὖλα ἡλκω‐ μένα. νίτρου κεκαυμένου, κυπέρου κεκαυμένου, ἑκάστου ἴσον, λείοις μετὰ μέλιτος διάχριε. ἄλλο πρὸς οὖλα καὶ ὀδόν‐ τας σειομένους. Ἴρεως γο δʹ. πίτυος φλοιοῦ γο δʹ. σχι‐ στῆς γο αʹ. ξηρῷ χρῶ. ἄλλο πρὸς σειομένους ὀδόντας.
10σχῖνον, μυρσίνην, κηκίδα ἑψήσας ἐν οἴνῳ δίδου διακλύζε‐ σθαι. ἄλλο. ἁλὸς μέρη δύο, στυπτηρίας σχιστῆς κεκαυ‐ μένης καὶ ἐσβεσμένης ὄξει δριμεῖ μέρος ἓν, λείοις χρῶ, εἶτα οἴνῳ διακλυζέσθω. [Πρὸς σειομένους ὀδόντας ἵνα παγῶσι.] Χάλκανθον
15τρίψας μετὰ ἐλαίου παράπτου τῶν ῥιζῶν ἐρίῳ. ποιεῖ καὶ πρὸς βεβρωμένους ὀδόντας ἀναληφθὲν κηρῷ, καὶ ἐντιθέμε‐ νον μετὰ μυρσίνης ἴσης τριβὲν καὶ μέλιτι ἀναληφθέν. πρὸς
σειομένους ὀδόντας. πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακρα‐881 in vol. 12

12

.

882

τεῖν ποίει. καὶ κέρατα τοῦ ἐλάφου ἐν οἴνῳ ἑψημένα. πρὸς δὲ τοὺς βεβρωμένους ὀδόντας καππάρεως ῥίζαν σὺν ὄξει δρι‐ μεῖ ἕψε εἰς ἥμισυ καὶ χλιαρῷ διακλύζου ἢ τὸν φλοιὸν ὁμοίως. τὸ δ’ αὐτὸ καὶ πρὸς πόνους ποιεῖ.
5 [Ἄλλη πυρία ὀδόντων καὶ βεβρωμένων καὶ πονούν‐ των.] Θείου ἀπύρου μέρος αʹ. βουτύρου μέρος αʹ. πήξας πυρία διὰ μηλωτίδος. ἄλλη πρὸς ὀδόντων πόνους. ἅλατι προσμίξας τοὺς ὀδόντας, κονίαν στακτὴν λαβὼν, χλιάνας κα‐ τάσχες ἐν τῷ στόματι μέχρι χρόνου συμμέτρου. ἔδει προσκεῖ‐
10σθαι ἐπὶ τοῦ τῶν οὔλων πόνου. [Ἄλλη μυλικὴ αὐθωρὸν παύουσα.] Πεπέρεως, πυ‐ ρέθρου, τιθυμάλλου ὀποῦ, χαλβάνης ἀνὰ 𐅻 αʹ. λεάνας ἀνα‐ λάμβανε τῇ χαλβάνῃ καὶ ἐντίθει εἰς τὸ βρῶμα. ἄλλη. πεπέρεως ὀβολὸν αʹ 𐅶ʹʹ. κόκκου κνιδίου τὸ ἴσον, χαλβάνης
15𐅻 αʹ 𐅶ʹʹ. ἀφρονίτρου ὀβολοὺς δύο, κρόκου ὀβολὸν αʹ 𐅶ʹʹ. ἴρεως ξηρᾶς ὀβολὸν αʹ 𐅶ʹʹ. ῥόδων ἁπαλῶν 𐅻 𐅶ʹʹ. τρίψας, μέλιτι ἀναλάμβανε καὶ ἐμπλαστρῶδες ποιήσας ἔμπλασσε τὴν
μύλην.882 in vol. 12

12

.

883

[Πρὸς βεβρωμένην μύλην.] Μελάνθιον φώξας καὶ τρί‐ ψας μετ’ ὄξους δριμέος κατάπλασσε τὸ βρῶμα τῆς μύλης καὶ οὐκ ἔτι βρωθήσεται, ἀλλὰ μένει οἷόν ἐστιν. οἱ δὲ καὶ νίτρου 𐅻 αʹ. μετ’ ὄξους δριμέος. πρὸς τὸ αὐτό. καστο‐
5ρίου, πυρέθρου ὀπτοῦ, χαλβάνης ἴσον ἑκάστου μίξας ἐντίθει. [Πρὸς μύλην ἀπόνως ἆραι.] Ἀλεύρου ἐρεβίνθου καθαροῦ 𐅻 βʹ. φυράσας ὀπῷ τιθυμάλλου, ἐπίθες ἐπὶ τὸν ὀδόντα καὶ ἐπάνω κισσοῦ φύλλα καὶ ἐάσας ὥραν αἶρε καὶ αὐτομάτως θρυβήσεται. ποιεῖ τοῦτο καὶ πρὸς βεβρωμένους,
10κηρωτὴν δ’ ἐπὶ τῆς χρείας μαλάξας περιτίθει. [Ἄλλο, ὥστε τοῖς δακτύλοις ἆραι τὸν ὀδόντα, περι‐ καθάρας καλῶς.] Σώρεως, κηκίδος ὀμφακίνης, σταφίδος ἀγρίας, στυπτηρίας σχιστῆς, θείου ἀπύρου, πεπέρεως μα‐ κροῦ, λεῖα ποιήσας, κεδρίᾳ μίσγων λέαινε καὶ κηρὸν τήξας
15καλῶς περίχρισον τὸν ὀδόντα. ἐκβάλλει δὲ αὐτοὺς καὶ πύρεθρον καὶ τιθυμάλλου μυρσινίτου ὀπὸς μετὰ ἀλεύρου
ὀροβίνου, ὥστε στεατώδη γενέσθαι καταπλασθείς. ἢ πύρε‐883 in vol. 12

12

.

884

θρον ἡμέραις μʹ. βραχὲν ὄξει καὶ περιπλαττόμενον τῷ ὀδόντι. ἄλλο πρὸς τοὺς τετρημένους. Καστορίου, πυρέθρου, ὀπίου, χαλβάνης ἴσον ἑκάστου μίξας ἐντίθει. [Περὶ ὀδοντοτριμμάτων συνθέσεως, οἷς χρῶμαι.] Ἔνια
5τῶν ὑπ’ ἐμοῦ συντεθέντων ὀδοντοτριμμάτων τῇ πείρᾳ δοκι‐ μασθέντα καὶ φανέντα γενναίαν ἔχειν ἐνέργειαν, ἄξια γρα‐ φῆς ἔδοξεν εἶναί μοι, καὶ πρῶτόν γε τὰς ψυχρὰς διαθέσεις τῶν ὀδόντων ἰωμένων, ἐάν τε διὰ ψυχροῦ πόσιν ὕδατος ἄμε‐ τρον ἢ τῶν ὑπὸ χιόνος ψυχθεισῶν ὀπωρῶν ἤ τινων ἐδε‐
10σμάτων ἢ πομάτων ὦσι γεγονυῖαι καὶ πρὸς τούτοις, ἐὰν διὰ χυμὸν ψυχρὸν ἐκ τῆς κεφαλῆς εἰς αὐτοὺς καταῤῥέοντα. τοὺς μὲν οὖν διὰ χυμὸν ἐψυγμένους μεγάλως ὀνίνησιν ὁ ἀπο‐ φλεγματισμός. ὅπως δὲ δεῖ ποιεῖν τοῦτον, καθ’ ἕτερον κε‐ φάλαιον ἰδίᾳ γεγραμμένον ἔχεις. τοὺς δὲ ἄνευ χυμοῦ διὰ
15μόνου τοῦ νῦν εἰρημένου φαρμάκου θεραπεύειν προσήκει, χρῆσθαί τε αὐτῷ καὶ μετὰ τὸν ἀποφλεγματισμὸν ἄμεινόν ἐστιν, ὅπως ἐκκενώσῃς μὴ μόνον τὸν βλάπτοντα χυμὸν, ἀλλὰ
καὶ τὴν ὑπ’ αὐτοῦ γεννωμένην διάθεσιν ἐκθεραπεύσῃς. ἡ δὲ884 in vol. 12

12

.

885

σύνθεσις τοῦ φαρμάκου τῷδε τῷ τρόπῳ γίνεται. λαβὼν δύο βοτάνας, ὧν ἡ μὲν σιδηρῖτις, ἡ δὲ περδικίας ὀνομάζεται, ξήρανον ἐν οἴκῳ ἀτρέμα χωρὶς ἡλίου προσβολῆς, ὡς μήτε ὑγρὰς ἔτι μήτε ξηρὰς εἶναι, καὶ καῦσον εἰς τοσοῦτον, ὡς
5ὅτε πρῶτον ἐπιτήδειοι γένοιντο κοπῆναι καὶ διατμηθῆναι παύσασθαι καίοντα. διαφθείρεται γὰρ ἡ δύναμις αὐτῶν ἐπι‐ πλέον καυθεισῶν. ἐν ἑτέρῳ δὲ χυτριδίῳ καυθήτωσαν ἅλες ὀρυκτοὶ μετὰ σχιστῆς στυπτηρίας Ἀττικῷ μέλιτι φυραθέν‐ τες, εἶτα μετὰ τῶν ἄλλων ταῦτα μιχθέντα κοπτέσθωσαν καὶ
10διασησθέντα καλῶς λεπτῷ κοσκίνῳ, πάλιν ἐν θυΐᾳ τριβέ‐ σθωσαν, βέλτιον γὰρ ἔσται τὸ φάρμακον εἰς ὅσον ἂν ἀκρι‐ βέστερον λειωθῇ. χρῆσθαι δὲ αὐτῷ δεῖ, μόνους τοὺς ὀδόν‐ τας τρίβοντας χωρὶς τῶν περικειμένων οὔλων, εἰ μὴ τύχοι ταῦτα ὄντα πλαδαρὰ, ξηραντικὴν γὰρ ἔχον δύναμιν τὸ φάρ‐
15μακον. ἐπιτήδειον μέν ἐστιν τοῖς ὑγροῖς οὔλοις, ἐναντίον δὲ τοῖς ξηροῖς, τὰς μέντοι μετὰ τὰ οὖλα ῥίζας τῶν ὀδόντων ἀνατρίβειν αὐτῷ χρὴ, καθάπερ γε καὶ αὐτοὺς τοὺς ὀδόντας.
ἡ δὲ τῶν μιγνυμένων εἰς τὴν σύνθεσιν τοῦ φαρμάκου συμ‐885 in vol. 12

12

.

886

μετρία τοιαύτη ἐστὶ, τῶν μὲν βοτανῶν μετὰ τὸ καυθῆναι 𐅻 ιστʹ. τῶν δὲ ἁλῶν τῶν μετὰ τῆς στυπτηρίας καυθέν‐ των 𐅻 ιαʹ. ἔστω δὲ τῶν μὲν βοτανῶν ἴσος ἑκατέρας στα‐ θμὸς μιγνύμενος πρὶν καυθῆναι. οἱ δὲ ἅλες τετραπλάσιοι
5τῷ σταθμῷ τῆς στυπτηρίας ἔστωσαν, τῶν δὲ ἄλλων μηδὲν καέσθω. ξηρὰ δ’ ἐμβαλλέσθω κατὰ τὴν ὑπογεγραμμένην συμ‐ μετρίαν. ὀριγάνου κόμης 𐅻 βʹ. πεπέρεως 𐅻 θʹ. ἐν ἄλλῳ 𐅻 βʹ. πυρέθρου 𐅻 βʹ. κόστου 𐅻 γʹ. σελίνου σπέρματος 𐅻 γʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 εʹ. ἡδυόσμου ξηροῦ 𐅻 βʹ. κέρα‐
10τος ἐλαφείου ἢ αἰγείου κεκαυμένου 𐅻 βʹ. σεσέλεως, ὑσσώπου ἀνὰ 𐅻 βʹ. ἐὰν εὐῶδες αὐτὸ βουληθῇς εἶναι, κασσίας ἢ ἀμώ‐ μου μίξας 𐅻 βʹ. εἰ δὲ βασιλεῖ σκευάσεις, ἐμβαλεῖς κινναμώ‐ μου 𐅻 αʹ. [Πρὸς τοὺς σειομένους ὀδόντας ᾧ χρῶμαι.]
15Καλλιτρίχου καρποῦ λίτραν αʹ. στυπτηρίας σχιστῆς καὶ στρογγύλης ἀνὰ γο γʹ. ναρδοστάχυος γο βʹ. μαλαβάθρου φύλ‐ λων γο αʹ. πεπέρεως λευκοῦ γο αʹ. πυρέθρου 𐅻 εʹ. κόψας καὶ λειώσας ὁμοῦ πάντα παράπτου τῶν οὔλων, ἄχρι τῶν
ῥιζῶν τῶν ὀδόντων.886 in vol. 12

12

.

887

[Τὸ Τιμοκράτους ὀδοντότριμμα. πρὸς οὖλα πλα‐ δῶντα, μυδῶντα αἱμασσόμενα, σειομένους ὀδόντας, κινουμένας μύλας, ὀζαίνας, σηπεδόνας, παρουλίδας καὶ πάντα τὰ ἐν τῷ στόματι καὶ ὀδονταλγίας.] Λαβὼν τῆς περδικίας βοτάνης μό‐
5διον Ἰταλικὸν, ἐν ἄλλῳ μνᾶν, ἁλῶν λευκῶν καὶ λεπτῶν Greek Xestes Sign Alternate Form αʹ. μέλιτος ἑξάγειον αʹ. κόψον, ὡς γενέσθαι μάζαν ψαφαρωτέραν, εἶτα ἐμβαλὼν εἰς χύτραν καινὴν περίπλασον πηλῷ κεραμικῷ. τὸ δὲ πῶμα ἡρμοσμένον, κατὰ μέσον τρῆμα ἔχον, δι’ οὗ κινεί‐ σθω ῥάβδῳ ἐξ ἀνθρακιᾶς ὠπτημένῳ, ἕως οὗ μήτε καπνῶ‐
10δες μήτε ἀτμῶδες ἀναφέρηται, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ψύξας λάμβανε ἐπ’ αὐτοῦ 𐅻 ιδʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. πεπέρεως μέλανος 𐅻 στʹ. πυρέθρου 𐅻 στʹ. στυπτηρίας σχι‐ στῆς κεκαυμένης καὶ ἐσβεσμένης οἴνῳ αὐστηρῷ 𐅻 βʹ. κισσή‐ ρεως, σμύρνης, ὑσσώπου, σελίνου σπέρματος, γλήχωνος ἀνὰ
15γο βʹ. ἡδυόσμου, ἴρεως Ἰλλυρικῆς, ἀνὰ 𐅻 γʹ. ταῦτα προξη‐ ράνας ἐν ἡλίῳ, κόπτε, σῆθε καὶ μίγνυε τῷ ἐκ τῆς χύτρας
προλελειωμένῳ. ἄλλο. περδικίου προσφάτου 𐅻 ιʹ. μέλι‐887 in vol. 12

12

.

888

τος 𐅻 δʹ. στυπτηρίας σχιστῆς 𐅻 δʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 δʹ. πεπέρεως λευκοῦ 𐅻 ηʹ. μέλανος 𐅻 γʹ. κισσήρεως 𐅻 βʹ. σμύρ‐ νης 𐅻 γʹ. πυρέθρου 𐅻 βʹ. ἡδυόσμου ξηροῦ 𐅻 γʹ. ὑσσώπου 𐅻 βʹ. γλήχωνος 𐅻 βʹ. σελίνου σπέρματος 𐅻 βʹ. σιδηρίτιδος
5βοτάνης 𐅻 γʹ. ἁλῶν ὀρυκτῶν 𐅻 ιδʹ. τὴν περδίκιον καὶ τὴν σιδηρίτιδα καὶ τὸ μέλι καὶ τοὺς ἅλας φυράσας καῦσον, τὴν δὲ σχιστὴν ἰδίᾳ καύσας οἴνῳ σβέσον, εἶτα ὁμοῦ πάντα κό‐ ψας χρῶ. ἄλλο. ἁλῶν ὀπτῶν διὰ μέλιτος τῶν μετὰ τοῦ περδικίου 𐅻 ιδʹ. στυπτηρίας σχιστῆς, ὀπτῆς, ἐσβεσμένης οἴνῳ
10αὐστηρῷ, ἴρεως Ἰλλυρικῆς ἀνὰ 𐅻 δʹ. ἑλξίνης, σμύρνης, ἡδυ‐ όσμου ξηροῦ ἀνὰ 𐅻 γʹ. γλήχωνος ξηρᾶς, κισσήρεως, πυ‐ ρέθρου, ὑσσώπου, σελίνου σπέρματος ἀνὰ 𐅻 βʹ. φύλλου μαλαβάθρου 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. μέλανος 𐅻 στʹ. κόψας, σήσας χρῶ. ἄλλο. ἁλῶν ὀπτῶν διὰ τοῦ μέλι‐
15τος τῶν μετὰ τοῦ περδικίου 𐅻 ιδʹ. γλήχωνος 𐅻 βʹ. στυ‐ πτηρίας σχιστῆς, ὀπτῆς καὶ ἐσβεσμένης οἴνῳ αὐστηρῷ 𐅻 δʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 δʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. καὶ μέλανος 𐅻 στʹ. κισσήρεως 𐅻 βʹ. σμύρνης 𐅻 γʹ. ἡδυόσμου 𐅻 γʹ. πυ‐
ρέθρου 𐅻 βʹ. ὑσσώπου 𐅻 βʹ. σελίνου σπέρματος 𐅻 βʹ. οἱ888 in vol. 12

12

.

889

ἅλες πεπλυμένοι μέλιτι καλῶς φυρῶνται, τριβέντες καὶ ἐν‐ τεθέντες εἰς χύτραν καινήν· ἔπειτα δεῖ τὸ περδίκιον ἐπιτι‐ θέναι μεταξὺ τῶν ἁλῶν αὐτοῦ ἐνσπειρομένων, ἔπειτα δὲ ἐπιθέματος ἐπιτιθέντος περιπλάσσεται πηλῷ καὶ ἐν τῷ κλι‐
5βάνῳ ὀπτᾶται, ἐξαιρεθέντα δὲ τρίβεται συντριβομένων τῶν ἁλῶν, πάνυ δὲ λείοις χρῆσθαι. [Σμῆγμα ὀδόντων, ἵνα λευκοὶ ὦσι καὶ εὐώδεις καὶ ἵνα μὴ διαβιβρώσκωνται.] Νίτρου γο αʹ. σηπίας ὀστράκου γο αʹ. σμύρνης γο αʹ. λείοις χρῶ. ὀδοντότριμμα κάλλιστον.
10 στυπτηρίας σχιστῆς γο στʹ. μαστίχης γο αʹ. ῥόδων κό‐ μης γο γʹ. ἴρεως γο δʹ. λείοις χρῶ καὶ ὕδατι χλιαρῷ δια‐ κλύζου. [Τὸ Δαμοκράτους ἐγγραφόμενον ὀδοντότριμμα.] Πυ‐ θικοῦ λεγόμενόν τι βιβλίδιον εἶναι μικρὸν, ὁ Δαμοκράτης
15ἐπέγραψε Πυθικὸν, ἀπὸ τοῦ δόντος αὐτῷ τὰς τῶν στομα‐ τικῶν φαρμάκων συνθέσεις ὀνομάσας οὕτω, ἐν ᾧ κατὰ τὸ
τέλος καὶ ταῦτα γέγραπται·889 in vol. 12

12

.

890

Ὀδοντοτρίμμασιν δὲ τούτοις χρώμενος Λευκοὺς τηρήσεις τοὺς ὀδόντας κᾀσινεῖς. Τὰ πλαδαρά τε οὖλα καταστέλλεις ἅμα. Αἴρεις δὲ καὶ τὰς τῶν στομάτων δυσωδίας,
5 Ποιῶν τὸ μὲν ἄκρως λευκὸν οὕτω σκευάσας, Κέρατος ἐλαφείου τετράκις κεκαυμένου Λίτρας τέσσαρας, ἁλὸς λίτραν αʹ. Ἐν ἄλλῳ δ’ εὗρον οὕτω. Κέρατος ἐλαφείου κεκαυμένου τετράκις
10Λίτρας 𐅶. ἁλὸς γο διπλᾶς, Ἀμμωνιακοῦ ξηροῦ τε καὶ μὴ τοῦ πικροῦ, Χόνδρου τε λίτραν αʹ. μαστίχης Χίας λίτραν μίαν. Κόστου λίτρας γο γʹ. ἢ πλεῖον βραχὺ, Σχίνου τε λευκῆς ταὐτὸ καὶ λευκοῦ πεπέρεως
15γο αʹ. φύλλου μαλαβάθρου γο βʹ. Κόψας ἐν ὅλμῳ πάντα καὶ σήσας ἅμα Χρῆσθαι κελεύσεις, ὡς φράσω μετ’ οὐ πολύ.
Εἰ δὲ θελήσεις αὐτὸ σκευάσαι ποτὲ890 in vol. 12

12

.

891

Πρὸς φλεγμονὴν οὔλων καὶ τραύματα ἔχοντα, Σαρκῶν ἐπιφύσεις τετυλωμένας, σχιστῆς Προσέμβαλε στυπτηρίας λίτραν μίαν. Ἄλλο Δαμοκράτους ὀδοντότριμμα.
5Τὸ δὲ μᾶλλον οὕτω γενέσθαι δυνάμενον, Μετὰ εὐχερείας καὶ τὸ συμφέρον πολὺ Ἔχον, μετά τινος ἡδονῆς τῶν χρωμένων. Χλωρὰν ἐπὶ πολὺ, τὴν σιδηρῖτιν πόαν, Εἰς λοπάδα καινὴν εὐμεγέθη πολλὴν ἐμβαλὼν,
10Κριθῆς παράμισγε τὸ μέτριον τῆς προσφάτου, Κᾆτα θές γε ἐπ’ αὐτῆς τῆς πόας δεσμίδιον, Ἅλας περίπασσε, εἶτα τῆς πόας πάλιν, Εἶτα κριθὴν πάλιν, εἶτα τοῦτο πολλάκις Ποιῶν, ἀποπλήρου τὸ πᾶν κύτος τῆς λοπάδος.
15Ἄνωθεν δὲ ἱκανὸν τῆς πόας τιθεὶς πάλιν, Εἰς ἴπνον ἔχοντα θερμασίαν ἢ κλιβάνῳ Θεῖναι κέλευσον νύκτα ὅλην ἵνα ἐκφρυγῇ,
Μᾶλλον δ’ ἵνα ἐκκαῇ καὶ δυνηθῇ ῥᾳδίως891 in vol. 12

12

.

892

Λεῖον γενέσθαι καὶ διελθεῖν κοσκίνῳ. Εὐωδίας δὲ χάριν πρόσβαλλε βραχὺ Λευκοῦ πεπέρεως καὶ λιβάνου μὴ πολύ. Σχίνου δὲ πλεῖον καὶ κυπείρου τῆς καλῆς.
5Ταῦτα ἀφαιρῶν πάντα καταμίσγεις μόνον, Χίας πολὺ πλέον, μαστίχης ξηρᾶς πάνυ Διδόναι χρὴ τοῖς θέλουσι εἰς ἑσπέραν. Ὄρθρου δὲ πάλιν τοῖς καθαρίοις ἀνδράσιν, Ἐπὶ διακλύζεσθαι μετὰ φάρμακα κράματι,
10 Πρόσταττε χρῆσθαι καὶ μάλιστ’ εἰς ἑσπέραν, Ὄρθρου δ’ ὀξυμέλιτος εὖ κεκραμένου, Μάλιστα πρὸς τὰς τῶν στομάτων δυσωδίας. [Παρὰ Αὐρηλίου.] Στυπτηρίας καύσας ἐπὶ μύ‐ ακος χαλκοῦ καὶ ὀστράκου, κατασβέννυε οἴνῳ αὐστηρῷ, ἀπὸ
15ταύτης λάβε γο θʹ. μαστίχης γο στʹ. λιβάνου γο αʹ. φύλλου 𐅻 δʹ. κυπέρου 𐅻 δʹ. καὶ χρῶ. ἄλλη ᾗ χρῶμαι. κέρατος ἐλαφείου κεκαυμένου 𐅻 βʹ. μαρμάρου γο αʹ. ὀριγάνου 𐅻 δʹ.
χρῶ.892 in vol. 12

12

.

893

[Περὶ φαρμάκου συνθέσεως προφυλακτικοῦ ὀδόντων.] Τραγοριγάνου 𐅻 βʹ. ὑσσώπου 𐅻 δʹ. περδικίου βοτάνης, τῆς τιβερίας ἀναδευθείσης μέλιτι καὶ ἅλατι λεπτῷ καὶ καυ‐ θείσης ἐν χύτρᾳ ὡς ἀνθρακωθῆναι γο γʹ. πεπέρεως 𐅻 δʹ.
5κόψας, σήσας, τούτῳ χρώμενος ἀπόθου, οὔτε ἀλγήσονται ὀδόντες οὔτε τμηθήσονται οὔτε παρουλίδες αἱμαχθήσονται οὔτε ὑπερσαρκώσουσιν οὔτε ῥευματισθήσονται, ἕξεις δὲ εὐῶ‐ δες τὸ στόμα καὶ λαμπροὺς τοὺς ὀδόντας. τινὲς δὲ ταρίχους καύσαντες ἐν χύτρᾳ προσβάλλουσι τῷ φαρμάκῳ ἢ κύβιον.
10κατ’ ἰδίαν γὰρ ἐάν τις χρήσηται τῇ σποδιᾷ, οὐκ ἀλγήσει.893 in vol. 12

12

.

894

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ζ.
1 Ἀληθὴς μὲν ἀμέλει καὶ ὁ λεγόμενος ὑπὸ τῶν πλείστων τεχνιτῶν ἐστι λόγος, ὡς οὐκ ἴσον οὐδ’ ὅμοιον εἴη παρὰ ζώσης φωνῆς μαθεῖν ἢ ἐκ συγγράμματος ἀναλέξασθαι. τοῖς γε μὴν φιλοπόνοις καὶ φύσει συνετοῖς
5οὐχ ἡ τυχοῦσα πολλάκις ὠφέλεια γίνεται βιβλίοις ἐντυγχά‐ νουσι σαφῶς γεγραμμένοις. ἐπιστάμενος οὖν κᾀγὼ πρώτοις
μὲν τοῖς ἑταίροις, ὅσοι καὶ διὰ τῶν ἔργων ἔγνωσαν ὁπόσην894 in vol. 12

12

.

895

ἔχει δύναμιν ἡ λογικὴ μέθοδος εἰς εὐπορίαν φαρμάκων, οὐ σμικρὸν ὄφελος ἐκ τῆσδε τῆς πραγματείας ἔσεσθαι, βουλόμενος δὲ καὶ τοῖς ἄλλοις βοηθεῖν, ὅσοι κάμνειν ἐπὶ τοῖς καλλί‐ στοις οὐκ ὀκνοῦσιν, τὴν τοῦ λόγου τοῦδε διέξοδον ἐνεστη‐
5σάμην, οὐκ ἐσπευμένην οὐδὲ σύντομον ἐν αὐτῇ τὴν διδα‐ σκαλίαν ποιούμενος, ἀλλ’ ἐκτεταμένην τε καὶ μακροτέραν, ὁποίαν διὰ τῶν ἄνευ γραφῆς λόγων ἑκάστοτε πρὸς τοὺς ἑταίρους εἴωθα ποιεῖσθαι. διαφέρει γὰρ ἡ λογικὴ τῶν βοηθη‐ μάτων εὕρεσις τῆς ἐμπειρικῆς, ὡς καὶ πρόσθεν ἤδη μοι κατὰ
10τὸν τῶν νευροτρώτων λόγον εἴρηται, τῇ καθόλου γνώσει τῆς δυνάμεως τῶν φαρμάκων, οἷς χρῆσθαι προσήκει καθ’ ἕκα‐ στον τῶν παθῶν. ἐπὶ γοῦν τῶν στοματικῶν ὀνομαζομένων φαρμάκων, ὁποῖόν ἐστι τὸ διὰ τῶν μόρων ἅπασι γινωσκό‐ μενον, ὁ πρῶτος σκοπὸς τῆς ἰάσεως ἐστὶ κοινὸς ἁπάντων
15τῶν φλεγμαινόντων μορίων, εἶθ’ ἑξῆς ὁ δεύτερος, ἴδιος ἐξ αὐτοῦ θεραπευομένου. τίς οὖν ἡ τῶν φλεγμαινόντων ἐστὶ
διάθεσις ἐγνῶσθαι χρὴ πρότερον, εἰ μέλλοιμεν ἐξ αὐτῆς ἔν‐895 in vol. 12

12

.

896

δειξίν τινα τῶν βοηθημάτων λήψεσθαι. προμεμαθήκαμεν δὲ καὶ προαποδεδειγμένον ἔχομεν, ἐξ ἐπιῤῥοῆς αἵματος θερμοῦ γίνεσθαι τὰς φλεγμονάς. ἐμάθομεν δὲ καὶ ὡς τὸ ἐπιῤῥέον τοῦτο κατ’ ἀρχὰς μὲν ἀναστεῖλαί τε καὶ ἀποκρούσασθαι
5προσήκει, πλὴν εἰ παλινδρομήσει ἐπί τι κύριον μόριον, ἕτερόν τι μεῖζον ἐργάζεσθαι πολὺ κακόν. ἀλλ’ οὐ νῦν ἐστι χρεία τῶν τοιούτων διορισμῶν, ὡς μεμνημένων γὰρ ἡμῶν ὅπως χρὴ τὸ σύμπαν σῶμα προπαρασκευάζειν εἰς τὴν κατὰ τὸ μόριον ὁτιοῦν συνισταμένων παθῶν ἴασιν, ἐπὶ τὸ προ‐
10κείμενον ἀφίξομαι. καὶ γὰρ φλεβοτομίᾳ χρώμεθα καὶ καθάρ‐ σει καὶ κλυστῆρσι καὶ ἀσιτίαις, ὅταν ἡμῖν τὸ πᾶν σῶμα φαίνηται πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον. εἰ δὲ μηδέτε‐ ρον εἴη τούτων, ἐπὶ τὴν διὰ τῶν τοπικῶν ἴασιν εὐθέως ἀφικνούμεθα. πῶς οὖν εὑρίσκειν αὐτὰ χρὴ τὸν μέλλοντα
15καλῶς ἰᾶσθαι τὰς ἐν τῷ στόματι φλεγμονάς; ὁ γάρτοι λόγος οὕτως εὐθέως σε διδάσκει, καὶ πῶς δεῖ τοῖς εὑρημένοις χρή‐ σασθαι προσηκόντως ἑωρακότας δὲ τοὺς ἑταίρους πολλάκις
ἀναμιμνήσκω τοῖς τῶν καλεσάντων ἰατρῶν εἰς συμβουλήν με896 in vol. 12

12

.

897

φαρμάκοις θεραπεύσαντα τὰς διαθέσεις, ὧν ἕνεκεν ἐκλήθην. ἀδύνατον γάρ ἐστι καλῶς χρῆσθαι φαρμάκῳ μὴ γινώσκοντα τὴν δύναμιν αὐτοῦ, καθ’ ἣν ἐνεργοῦν ὠφελεῖ. κατὰ τὸν οὖν αὐτὸν τρόπον ἐπὶ τῶν ἐν τῷ στόματι συνισταμένων φλε‐
5γμονῶν ὁ κοινὸς σκοπὸς ἁπασῶν αὐτῶν, ἐὰν προσλάβῃ τὴν ἐκ τῆς τοῦ μορίου φύσεως ἔνδειξιν, εὑρήσει πρῶτον μὲν τὸ γένος τῶν φαρμάκων οἷς χρῆσθαι προσήκει, εἶτα ἑξῆς τὰς κατὰ μέρος ἐν αὐτοῖς διαφορὰς, ἐάν γε προγινώσκῃ τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, ὡς ἤδη πολλάκις ἐδείχθη.
10τὸ μὲν οὖν γένος τῶν ἀποκρουστικῶν φαρμάκων ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν ἐν τῇ τῶν ψυχόντων ἐστὶν ὕλῃ. τού‐ των δὲ αὐτῶν διττῶν ὄντων, ὡς ἐμάθομεν, ὅσα στύφειν πέφυκεν, ἐναργεστέραν ἔχει τὴν δύναμιν εἰς τὸ θᾶττον ἀπο‐ κρούσασθαι τὸ ἐπιῤῥέον, ὑπάρχει δ’ εὐθέως αὐτοῖς καὶ τὸ
15συνάγειν καὶ πυκνοῦν τὴν ἐπιφάνειαν τοῦ σώματος, ᾧ προσ‐ άγεται. κοινὸς μὲν οὖν ὁ σκοπὸς οὗτός ἐστι τῆς τῶν ἀρχο‐
μένων φλεγμονῶν κωλύσεως ἀπὸ τοῦ πάθους ἐνδεικτικῶς897 in vol. 12

12

.

898

εὑρημένος. ὁ δὲ ἀπὸ τῆς τοῦ θεραπευομένου μορίου φύσεως αὐτῷ προσέρχεται, γινωσκόντων ἡμῶν ἀραιοτέραν εἶναι καὶ μαλακωτέραν τὴν ἐπιφάνειαν τοῦ κατὰ τὸ στόμα χιτῶνος, οὐ σμικρῷ τῆς τοῦ περιέχοντος ὅλον τὸ σῶμα δέρματος.
5ὑπάρχει δέ τι καὶ ἄλλο τοῖς κατὰ τὸ στόμα μορίοις διττὸν, οὐχ ὑπάρχον τῷ δέρματι. τῆς τε γὰρ ἀηδίας τῶν προσαγο‐ μένων αἰσθάνεται φαρμάκων, ὑποκειμένους τε δύο πόρους ἔχει, δι’ ὧν εἴς τε τὴν γαστέρα καὶ τὸν πνεύμονα καταῤ‐ ῥυῆναί τι δύναται τῶν στοματικῶν φαρμάκων, ὁποῖόν ἐστι
10καὶ τὸ διὰ χαλκάνθου. καί τις ἰατρὸς οὔτε ἀσύνετος οὔτε ἄπειρος φαρμάκων δυνάμεως μίξας τοῦτο τῷ στοματικῷ πολὺ μὲν ἰσχυρότερον εἰργάσατο, βλάπτων δὲ ἱκανῶς, ὁπότε παρεῤῥύη τι πρὸς τὸν στόμαχον ἢ τὸν λάρυγγα καὶ ταῦτα μὲν εὐθέως αὐτὰ καὶ δι’ αὐτῶν δὲ τὴν γαστέρα τε καὶ τὴν
15τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα. συνυπάρχει δὲ τῷ φαρ‐ μάκῳ καὶ ἡ κατὰ τὴν γεῦσιν ἀηδία, κατά τε τὴν χρῆσιν
αὐτὴν ἀνιῶσα καὶ παραμένουσα δι’ ὅλης ἡμέρας, ὡς κᾀν898 in vol. 12

12

.

899

ταῖς ἐδωδαῖς εἶναι λυπηράν. τοῖς οὖν οὕτως ἰσχυροῖς τε ἅμα καί τινα δηλητηρίαν ἔχουσι δύναμιν οὐ προσήκει χρῆσθαι θεραπεύοντι τὰς ἐν τῷ στόματι διαθέσεις ἄνευ μεγάλης ἀνάγ‐ κης. οὐ γὰρ περὶ φλεγμονῶν μόνον εἰρῆσθαι χρὴ νομίζειν
5τὸν λόγον, ὅτι μηδ’ ἐκ τῆς τούτων ἐνδείξεως εὕρομεν αὐτὸν, ἀλλὰ κοινὸν εἶναι πάντων τῶν κατὰ τὸ στόμα τὴν ἔνδειξιν ἐκ τῆς φύσεως τοῦ μορίου ἐσχηκότα. ταῦτ’ οὖν ἐννοήσας ὁ τὸ διὰ χυλοῦ τῶν συκαμίνων φάρμακον συνθεὶς, πρῶτον μὲν ἕψησεν αὐτὸ μετὰ μέλιτος, ὅπως ἀποκείμενον
10ἕτοιμον ἔχοι καθ’ ὅλον τὸν ἐνιαυτὸν, οὐ μόνον ἐκείνῳ τῷ καιρῷ, καθ’ ὃν ἐκθλίψαντα τὴν ὀπώραν ἔστι τῷ χυλῷ χρῆσθαι. βελτίων γὰρ μόνος ἐπὶ τῶν ἀρχομένων φλε‐ γμονῶν, καί με πολλάκις οὕτως ἐπὶ τῶν τοιούτων φλεγμο‐ νῶν χρώμενον ἐθεάσασθε. διαρκέστερος δὲ ἰδίως ὁ μετὰ τοῦ
15μέλιτος σκευαζόμενος. ὠνόμασα δὲ αὐτὸν διαρκέστερον οὐ μόνον ὅτι ταχέως διαφθείρεται χωρὶς τῆς μετὰ τοῦ μέλιτος ἑψήσεως ἀποτεθεὶς, ὡς μηκέτι ἔχειν ἡμᾶς αὐτῷ χρῆσθαι
κατὰ τὸν ἐφεξῆς χρόνον, ἀλλὰ καὶ ὅτι χρησιμώτερός ἐστιν899 in vol. 12

12

.

900

εἰς τοὺς ἑπομένους καιροὺς τῆς φλεγμονῆς ἄχρι τῆς παντε‐ λοῦς ἰάσεως. ὥσπερ γὰρ ἐν ἀρχῇ τῶν ἀπωθουμένων τὸ ἐπιῤ‐ ῥέον ἐστὶ χρεία φαρμάκων, οὕτω μετὰ τὴν ἀρχὴν ἄχρι τοῦ τέλους μικτοῦ τινος ἐξ ἀμφοῖν, τοῦ τε ἀποκρουομένου καὶ
5τοῦ διαφοροῦντος. ἐπικρατεῖν δὲ χρὴ κατὰ μὲν τοὺς πρώτους χρόνους τὸ στῦφον, ἐπὶ δὲ τῆς τελευτῆς τὸ διαφοροῦν, ἐν δὲ τῷ μεταξὺ τὴν τούτων ἰσομοιρίαν ὑπάρχειν ἀμφοῖν. ὅταν δὲ οἷον σκιῤῥῶδές τι λείπηται τῆς φλεγμονῆς, οὐδ’ ὅλως χρὴ μεμίχθαι τῷ διαφοροῦντι τὸ στῦφον, ἐὰν κεκενωμένον εἴη
10τὸ σύμπαν σῶμα, οὐ μὴν οὐδὲ ἐν ἀρχῇ τῷ στύφοντι τὸ διαφοροῦν ἄμεινόν ἐστι μιγνύειν. ὁ δὲ τὸ διὰ τοῦ χυλοῦ τῶν συκαμίνων φάρμακον συνθεὶς ὀλίγον γε φαίνεται κρό‐ κου τε καὶ σμύρνης αὐτῷ συμμίξας, κοινὴν μὲν ἐχόντων δύναμιν τὴν πεπτικὴν τῶν φλεγμονῶν, ἰδίαν δὲ ἑκατέρου·
15τοῦ μὲν κρόκου τὸ στῦφον, τῆς σμύρνης δὲ τὸ θερμαίνειν εἰς τοσοῦτον, ὡς διαφορεῖν ἱκανῶς. ἐξικνεῖται γάρ τοι μέχρι
τοῦ βάθους τῶν σωμάτων ἡ σμύρνα μᾶλλον τοῦ κρόκου,900 in vol. 12

12

.

901

λεπτομερῆ τὴν οὐσίαν ἔχουσα, καὶ ἐκ τούτου διττὴν ὠφέ‐ λειαν παρέχεται, συνεπαγομένη μέν πως ἅμα αὑτῇ καὶ τὰς τῶν μεμιγμένων δυνάμεις, ἐκθεραπεύουσα δὲ μέχρι τοῦ βά‐ θους τὰ φλεγμαίνοντα. καὶ μέντοι καὶ συμπράττουσιν ἀλλή‐
5λοις ὅ τε κρόκος καὶ ἡ σμύρνη πρὸς τὴν εἰς τὸ βάθος δίοδον, ὁ μὲν οἷον ἐπωθῶν τὴν σμύρναν, ἡ δ’, ὡς ἂν εἴποι τις, ποδηγοῦσα τὸν κρόκον. ὥσπερ γὰρ ἧττον ἔχει λεπτομερῆ τὴν οὐσίαν ὁ κρόκος τῆς σμύρνης διὰ τὴν στύψιν, οὕτως ἡ σμύρνα λεπτομερεστέραν ἔχουσα, θᾶττον μὲν εἰς τὸ βάθος
10διαπέμπει τὴν ἑαυτῆς δύναμιν, θᾶττον δὲ παλινδρομεῖ πρὸς τὸ δέρμα, συναναφέρουσα τὰ λεπτυνθέντα τῶν ἐν τῷ βά‐ θει. τοῦτο οὖν αὐτῆς τὸ τάχος τῆς ἐπανόδου κωλύουσιν αἱ τῶν στυφόντων μίξεις, οὐ γὰρ δὴ μόνος ὁ κρόκος. ἔστι γοῦν ἐν τῷ διὰ μόρων ὀνομαζομένῳ φαρμάκῳ στοματικῷ
15τῶν τε συκαμίνων ὁ χυλὸς, οὐκ ὀλίγην στύφουσαν ἔχων ποιότητά τε καὶ δύναμιν, ἕτερά τε τῶν ἐπιμιγνυμένων, ὅταν
ἰσχυρόν τις τὸ φάρμακον γενέσθαι βουληθῇ· ταῦτ’ οὖν τὰ901 in vol. 12

12

.

902

στύφοντα ποδηγεῖται μὲν ὑπὸ τῆς σμύρνης, συνεπωθεῖ δ’ ἐκείνην αὐτὰ καὶ οὕτως ἀλλήλοις συμπράττει πρὸς τὸ μέχρι πλείονος ἐξικνεῖσθαι τὴν δύναμιν αὐτῶν. ἐθεάσασθε δέ με πολλάκις τῷ διὰ μόρων φαρμάκῳ κατ’ ἀρχὰς μὲν μιγνύντα
5ῥοῦ χυλὸν ἢ ὄμφακος, ὃ καλοῦσιν ἰδίως ὀμφάκιον. εἰ δὲ μὴ παρείη ταῦτα, ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα ξηρὰ βαλαύ‐ στιόν τε καὶ κυτίνους καὶ σίδια ξηρὰ καὶ κηκίδα τὴν ὀμφα‐ κῖτιν ὀνομαζομένην, ἔτι τε τὸν τῆς πίτυος φλοιὸν καὶ τὸν τοῦ λιβανωτοῦ καὶ τὸν τῆς ὑποκυστίδος τε καὶ σχίνου χυ‐
10λὸν καὶ συνελόντι φάναι τὰ στύφοντα πάντα χωρὶς τὴν φθαρτικὴν δύναμιν ἐχόντων, ἣν ὀνομάζουσι δηλητήριον, εἶδός τι τῶν θανασίμων οὖσαν. ἐμάθετε γὰρ ὡς οὐ πᾶν τὸ θα‐ νάσιμον εὐθύς ἐστι καὶ δηλητήριον. ὥσπερ δὲ ἐν ἀρχῇ τῆς φλεγμονῆς ἡ τῶν τοιούτων μίξις ἰσχυρότερον ἐργάζεται
15τὸ στοματικὸν φάρμακον, οὕτως ὅταν στῇ τὸ ἐπιῤῥέον, οὐ‐ δενὸς τῶν τοιούτων ἐστὶ χρεία μόνον. ἀρκεῖ γὰρ τηνικαῦτα
τὸ τοῦ κρόκου τε καὶ τῆς σμύρνης προσειληφὸς εἰς τὸ πέψαι902 in vol. 12

12

.

903

τὴν φλεγμονὴν, ὡς ὁπόταν γε πεφθῇ, μίγνυμεν ἤδη τι καὶ τῶν διαφορούντων, ὡς ἐθεάσασθε πολλάκις ἐμβάλλοντά με τὸν ἀφρὸν τοῦ νίτρου καί ποτε καὶ αὐτὸ τὸ νίτρον, ὅσον ἐστὶ λεπτομερὲς, ὀνομαζόμενον ὑπὸ πάντων ἤδη βερενίκιον,
5ἔτι τε πρὸς τοῦτο καὶ θεῖον ὃ καλοῦσιν ἄπυρον, ἐνίοτε δὲ σίρον. ἐναφεψημένου αὐτῷ ποτὲ μὲν ὀριγάνου, ποτὲ δὲ ὑσσώπου, ποτὲ δὲ ἄλλου τινὸς τῶν ὁμοίων, οἷον γλήχωνος, θύμβρας, θύμου, καλαμίνθης ἡμέρου τε καὶ ἀγρίας. οὕτω μὲν ἄν τις αὐτῷ τῷ διὰ μόρων φαρμάκῳ καλῶς χρῷτο, τῷ
10ποσῷ τῶν καθόλου σκοπῶν, ἐξαλλάττων αὐτοῦ τὴν χρῆσιν. ἄχρι μὲν ἐπιῤῥεῖ τι, τοῦτο ἀποκρούεσθαι προσήκει. στάντος δὲ αὐτοῦ τὰ πέπτοντα προσφέρειν, εἶτα ἑξῆς τὰ διαφο‐ ροῦντα. δῆλον γὰρ ὅτι ταύτῃ χρώμενος τῇ μεθόδῳ καὶ ἐπιγινώσκων τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν οὐδέ ποτε
15ἀπορήσει βοηθημάτων, ἐάν τε κυνηγετῇ κατ’ ὄρος, ἐάν τε καταπράττηταί τι τῶν κατ’ ἀγρὸν ἔργων, ἐάν τε ἐν ὁδοι‐ πορίᾳ ποτὲ τῶν παρεσκευασμένων ἀπορῇ φαρμάκων, ὡς Ἐρα‐
σίστρατος ἔγραψεν, ἐθεράπευσεν ἑαυτὸν ἐπὶ τὸν τοῦ βάτου903 in vol. 12

12

.

904

χυλὸν ἐλθὼν οὐ παρόντος ἐν ἐκείνῳ τῷ χωρίῳ τοῦ Ἀν‐ δρωνείου. γινώσκων γὰρ ὅτι καὶ αὐτὸ τὸ Ἀνδρώνειον ἐν τῷ στύφειν ἔχει τὸ κῦρος τῆς θεραπείας, ἐζήτησεν ὕλην στύ‐ φουσαν, οὐχ ὡς οἱ περὶ Σεραπίωνα καὶ Μηνόδοτόν φασιν,
5ἐμπειρικῇ χρησάμενος ὁμοίου μεταβάσει. κατὰ ταύτην γὰρ ὑμῖν ἔνδειξα πλείστην μὲν ἀνομοιότητα τοῦ χυλοῦ τοῦ βά‐ του πρὸς τὸν Ἀνδρώνειον τροχίσκον ὑπάρχουσαν, ὀλιγίστην δὲ ὁμοιότητα, καθ’ ἓν μόνον τὸ στύφειν. ἀλλ’ ὅ γε τὴν γε‐ νικὴν δύναμιν, ἣν καθόλου καλοῦσιν, ἐπιστάμενος, ἐν ᾗπερ
10ἂν ὕλῃ ταύτην εὑρίσκῃ, θαῤῥῶν ἐκείνῃ χρῆται. πάμπολυ δὲ πλῆθος ὑλῶν τοιούτων, αἷς ἁπάσαις ἔνεστι χρήσασθαι μό‐ νας φεύγοντα τὰς ἄγαν ἀηδῆ τινα δύναμιν ἐχούσας φθαρ‐ τικήν. οὕτως οὖν κᾀγὼ τὸ διὰ τοῦ χυλοῦ τῶν χλωρῶν καρύων ἐσκεύασα φάρμακον. οὔτε ἰδών τινα τῶν διδασκά‐
15λων οὔτε γεγραμμένον εὑρὼν, οὗ τῆς δυνάμεως πεπείραμαι πολλῷ τῆς τῶν ἄλλων στοματικῶν δυνάμεως ὑπερεχούσης. ἄλλα δὲ λέγω τό τε διὰ τῶν μόρων καὶ τὸ διὰ τῶν βατί‐
νων, οὕτω γὰρ ὀνομάσουσι τὸν καρπὸν τοῦ βάτου, καὶ τρί‐904 in vol. 12

12

.

905

του τοῦ διὰ γλεύκους καὶ τετάρτου τοῦ διὰ τῶν ῥοιῶν χυ‐ λοῦ καὶ πέμπτου διὰ τῶν στυφόντων μήλων, ὧν κάλλιστ’ ἐστὶ τὰ κυδώνια καὶ τὰ στρουθία καλούμενα, καὶ μετὰ ταῦτα πρὸς τὴν προκειμένην χρείαν τὰ κεστιανὰ παρὰ Ῥωμαίοις
5ὀνομαζόμενα. σύνθετα δὲ ἐκ πολλῶν τοιούτων ἐστὶ τὰ διὰ τῶν ὀπωρῶν σκευαζόμενα. [Περὶ τοῦ διὰ καρύων στοματικοῦ.] Ἐγὼ δ’ ὅτε πρῶτον ἐκ τῆς Ἀλεξανδρείας ἐπανῆλθον εἰς τὴν πατρίδα πορευθεὶς εἰς ἀγρὸν, εὗρόν τινα τῶν κηπουρῶν ὑπό τε στα‐
10φυλῆς καὶ παρισθμίων καὶ ἀντιάδων πνιγόμενον. ἐχρῆτο δὲ διακλύσματι μελικράτῳ, ῥόδων ἐνεψημένων ἐν αὐτῷ. θεασά‐ μενος οὖν ἀκμάζοντα τὸν καρπὸν τῶν καρύων, ἐκέλευσα πε‐ ριελόντας αὐτῶν τὸ ἔξωθεν λέπος, ᾧ καὶ τοὺς βα‐ φέας ἑωράκειν χρωμένους, αὐτίκα κόψαντας ἐν ὅλμῳ δι’
15ὀθονίου τὸν χυλὸν διηθῆσαι, μὴ γινώσκων ὅπως ἔχοι πά‐ χους ἢ λεπτότητος. εὑρεθέντος δὲ ὑδατώδους αὐτοῦ καὶ λεπτοῦ κατὰ τὴν σύστασιν, ἀνακογχυλίζεσθαι προστάξας
αὐτῷ τὸν κηπουρὸν, ἐπειδὴ πάνυ λεπτὸς ἐφαίνετο, προαφε‐905 in vol. 12

12

.

906

ψήσας ἔμιξα μέλι σύμμετρον, ὡς ἐπὶ τοῦ διὰ μόρων ἠπιστάμην μιγνύμενον, ἑψήσας τε μέχρι συστάσεως μελιτώ‐ δους, κατέλιπον χρῆσθαι τῷ κηπουρῷ. θεασάμενος δὲ ταχί‐ στην τὴν ὠφέλειαν ἀκολουθοῦσαν αὐτῷ, βέλτιον ἡγησάμην
5ἐπὶ πολλῶν πειραθῆναι, κᾀκ τούτου βάσανον ἱκανὴν λαβὼν τῆς δυνάμεως τοῦ φαρμάκου, διὰ παντὸς χρῶμαι, καθάπερ ἴστε. θαυμάζειν οὖν ἐπῆλθέ μοι τῶν ἔμπροσθεν ἰατρῶν, οὐ‐ δενὸς αὐτῶν ἐπινοήσαντος, εὐπορίστῳ τε καὶ γενναίῳ τῷ χυλῷ τούτῳ χρῆσθαι, καὶ ταῦτα μέντοι θεωμένων, ὅπως αἱ χεῖρες
10βάπτονται τῶν λεπιζόντων τὰ κάρυα τὰ χλωρά. φαίνεται γὰρ ἐκ τούτων ὁποῖός τις αὐτῶν ὁ χυλὸς καὶ δυσέκλυτος ὑπάρχει ἡ στύψις, ὥστε μηδὲ διὰ τῶν γενναιοτάτων ἐκπλύ‐ νεσθαι ῥυμμάτων. ἔτι δὲ μᾶλλον ἐθαύμασα τῶν ἰατρῶν εἰ καὶ τοὺς βαφέας ὁρῶντες, ὡς τοιούτοις χρωμένους τοῖς λέμ‐
15μασι τῶν καρύων, οὐκ ἐνόησαν ἰσχυρὰν εἶναι τὴν δύναμιν αὐτῶν. εἰ μὴ γὰρ ἐγκατέβαινε τῷ βάθει τῶν χειρῶν ἢ δι’
ὅλης διεδύετο τῆς οὐσίας τῶν ἐρίων, οὐκ ἂν ἦν δυσέκπλυ‐906 in vol. 12

12

.

907

τος. ἐγκαταβαίνουσα δὲ δηλοῖ λεπτομερῆ τὴν οὐσίαν εἶναι τοῦ χυλοῦ, μάλισα δὲ ὠφελεῖν εὔλογόν ἐστι τὴν στύψιν, ὅταν ἐν οὐσίᾳ τοιαύτῃ περιέχηται. τὰ γάρ τοι παχυμερῆ τῶν στυ‐ φόντων συνάγοντα τῇ στύψει καὶ πυκνοῦντα τὴν ἐπιφάνειαν
5αὐτῶν σωμάτων οἷς ὁμιλεῖ, μέχρι τοῦ βάθους τῶν σωμά‐ των ὁδοιπορεῖν ἑαυτὰ κωλύει. οἷς γὰρ καὶ ἄλλως διὰ τὸ παχυμερὲς τῆς οὐσίας ἀδύνατον ἦν ἐξικνεῖσθαι πρὸς τὸ βά‐ θος, τούτοις ἔτι ἀδυνατώτερον πυκνωθέντος τοῦ σώματος ὅλον ὠφελῆσαι τὸ φλεγμαῖνον. ἄριστον οὖν εἶναι τὸν χυλὸν
10τῶν καρύων πεισθεὶς, ἑψηθέντος τε μετὰ τοῦ μέλιτος αὐτοῦ γευσάμενος, οὐδὲν ἀηδὲς ἔχοντος εἰς τέτταρας μοίρας ἀεὶ διαιρῶν, ἐμβάλλω μὲν αὐτίκα τῇ μιᾷ τῶν στυφόντων τι, τῇ δευτέρᾳ δὲ σμύρνης καὶ κρόκου καὶ τῇ τρίτῃ θείου ἀπύ‐ ρου καὶ νίτρου. τὴν τετάρτην δὲ φυλάττω μόνην εἰλικρινῆ,
15παιδίοις τε χρήσιμον ἐσομένην διὰ τὴν γλυκύτητα καὶ τοῖς ἐκλύτοις τὴν γνώμην ἀνδράσι καὶ γυναιξίν. ἐγὼ μὲν οὖν ὑπὸ τοῦ λόγου ποδηγηθεὶς εὗρον ὥσπερ τὴν τῶν νευροτρώ‐
των ἀγωγὴν, οὕτω καὶ τοῦτο τὸ φάρμακον ἁπάντων ἄμει‐907 in vol. 12

12

.

908

νον. ἔστι μὲν γὰρ καὶ τὸ διὰ τῶν βατίνων ἰσχυρότερον τοῦ διὰ τῶν μόρων, ὥσπερ γε τοῦτο τοῦ διὰ τοῦ γλεύκους. ἁπάντων δὲ τούτων βέλτιόν ἐστι τὸ διὰ τοῦ χυλοῦ τῶν καρύων. ἐπὶ μὲν ἀρχομένων τῶν φλεγμονῶν ἅμα τοῖς στύ‐
5φουσιν ἰσχυρῶς σκευασθὲν, ἐπὶ δὲ τῶν ἀκμαζουσῶν, εἰ κρό‐ κου τι καὶ σμύρνης προσλάβοι, καὶ μέντοι καὶ μόνον ἐνίοτε δύναται τὰς μετρίας φλεγμονὰς ἰᾶσθαι. ἡνίκα δὲ διαφορεῖ‐ σθαι χρὴ τὸ σφηνωθὲν τοῦ τὴν φλεγμονὴν ἐργασαμένου χυμοῦ, μετὰ τῆς τῶν δριμέων μίξεως χρήσιμον ὑπάρχει. ἀλλ’
10ἴσως ἐρεῖ τίς μοι τῶν πενήτων ἰατρῶν, ἀγαπᾷν αὐτὸ εἰ πυ‐ ξίδα μίαν ἔχοι πληρῶσαι τοῦ φαρμάκου σκευάσας ἅπαξ, ἐμὲ δὲ κελεύειν ἢ ἐξ ἀρχῆς εὐθέως τέτταρας αὐτοῦ ποιῆσαι συν‐ θέσεις ἢ μίαν ἀποθέμενον ἐκ μέλιτός τε καὶ χυλοῦ συγκειμένην ἐπὶ τῆς χρείας αὐτῇ μιγνύειν, ἄχρι μὲν ἐπιῤῥεῖ
15τι τοῖς φλεγμαίνουσι τὰ στύφοντα σφοδρῶς, ἐπειδὰν δὲ παύ‐ σηται, τὰ πέπτοντα, κενώσεως δὲ χρῃζόντων τῶν ἐπιῤῥυέν‐
των τὰ διαφοροῦντα· δύσεργον δ’ εἶναι τοῦτο καὶ χαλεπὸν908 in vol. 12

12

.

909

οἷς οὐκ ἔστιν οἴκοι παρασκευὴ τῶν ἁπλῶν ἁπάντων φαρ‐ μάκων· ἀλλ’ οὐδ’ εἰς ὁδοιπορίας ἐπιτήδειόν με παρασκευὴν ὑφηγεῖσθαι, καθ’ ἃς οὐχ οἷόν τε τέτταρας ἑκάστου φαρμά‐ κου διαφορὰς ἐπιφέρεσθαι. διὰ τοῦτο οὖν καὶ ἐπενοήθη κᾀ‐
5μοὶ καὶ τοῖς πρὸ ἐμοῦ τὰ μέσα ταῖς δυνάμεσιν φάρμακα, πρός τε τὰς ὁδοιπορίας ἐπιτήδεια γεννησόμενα καὶ τοῖς πέ‐ νησιν ἰατροῖς χρήσιμα. τίνα μὲν οὖν ἐστι ταῦτα μικρὸν ὕστε‐ ρον ἐρῶ, νυνὶ δὲ ἀπαντῆσαι τῷ λόγῳ τῶν πενήτων ἰατρῶν βούλομαι. καθάπερ γὰρ αὐτοὶ τὴν πενιχρὰν παρασκευὴν
10ἐπαινοῦσιν, οὕτω χρὴ καὶ τοῖς πλουσίοις ἐπιτρέπειν αὐτοῖς ἀξίαν πλούτου παρασκευὴν φαρμάκων κεκτῆσθαι. γινώσκω γὰρ ἤδη που καὶ αὐτὸς οὐ μόνον ἰατροὺς πένητας ὄντας πολλοὺς, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτῶν θεραπευομένους, οἷς ἀγα‐ πητόν ἐστιν, ἐπειδὰν νοσῶσιν, χόνδρον ἅμα μελικράτῳ προσ‐
15ενέγκασθαι καὶ καθαρὸν ἄρτον ἔχειν ἤ τι τῶν εἰς κατά‐ πλασμα χρησίμων ἀλεύρων. ἀλλὰ τὸν γεγραφότα θεραπευτι‐
κὴν πραγματείαν εὔλογόν ἐστιν ἁπάσης τῆς ὕλης μνημο‐909 in vol. 12

12

.

910

νεύειν, ὅπως τοῖς τε εὐποροῦσιν αὐτοῖς ὑπάρχῃ τεχνικῶς χρῆσθαι τοῖς τε πένησιν ἐκείνοις μόνοις, ὧν ἂν ἑκάστοτε τύχωσιν εὐποροῦντες. [Περὶ τῆς τῶν μέσων συνθέσεως φαρμάκων.]
5Εἴπωμεν οὖν ἤδη τι περὶ τῆς τῶν μέσων φαρμάκων συνθέ‐ σεως, ἀπὸ τοῦ διὰ τῶν μόρων ἀρξάμενοι. κοινὸν δὲ αὐτοῖς ἐστι πρὸς τὰ μέσα τὴν συμμετρίαν ὁρίσαι τοῦ μέλιτος πρὸς τὸν χυλὸν, εὑρίσκεται δὲ αὕτη διὰ τῆς πείρας. ἀναμίξας γὰρ τῷ μέλιτι τὸν μιγνύμενον χυλὸν καὶ γευσάμενος, εἰ μέν σοι
10φαίνοιτο συμμέτρως ἔχειν, ὁμοίως αὖθις αὐτὰ μίξεις, εἰ δὲ ἐλλείπειν τι δοκοίη, προσθήσεις. οἷον εὐθέως ἐπὶ τοῦ τῶν συκαμίνων χυλοῦ τὸ πέμπτον εἰ μιχθείη μέλιτος, εἴη ἂν μέση κρᾶσις, ὡς ἑψηθέντος τοῦ φαρμάκου τοῖς πλείστοις μὲν ἀρέ‐ σκειν πάνυ τὴν μίξιν, ὀλίγους δὲ μέμψασθαι, τοὺς μὲν ὡς
15γλυκύτερον εἴη, τοὺς δὲ ὡς αὐστηρότερον. ὡς γὰρ καὶ τὸ μελίκρατον ἔνιοι μὲν ὑδαρέστερον, ἔνιοι δὲ γλυκύτερον ἡδέως
πίνουσιν, οὕτω καὶ τοῖς φαρμάκοις ἑκάτεροι χαίρουσι κατὰ910 in vol. 12

12

.

911

τὴν οἰκείαν φύσιν. ὅταν γοῦν τις αὑτῷ φάρμακον ἀξιώσῃ σκευασθῆναι, πάντως δεῖ που τεθεᾶσθαι τῷ μὲν γλυκυτέροις ἡδομένῳ πλέον τοῦ μέλιτος ἐμβάλλοντα, τῷ δὲ τοῖς ἐναν‐ τίοις ἧττον. ἐπὶ μὲν οὖν τῶν καταπινομένων φαρμάκων
5στοχάζεσθαι χρὴ μάλιστα τῆς τῶν προσφερομένων αὐτὰ φύ‐ σεως. τὸ γὰρ ἀηδῶς ληφθὲν ἀνατρέπει τὸν στόμαχον. ἐπὶ δὲ τῶν στοματικῶν ἐγχωρεῖ καταφρονῆσαί ποτε τῆς τοιαύ‐ της ἀκριβείας. ἡ τοίνυν μέση κρᾶσις, ὥσπερ ἔφην, τοῦ χυλοῦ πρὸς τὸ μέλι πενταπλάσιον ἐχέτω τὸν χυλὸν τῷ πλήθει.
10ἄκουε δέ μου προσέχων τὸν νοῦν ἀκριβῶς οἷς χρῶμαι ῥή‐ μασιν ἐν τῇ πρὸς ἄλληλα συμμετρίᾳ τῶν μιγνυμένων φαρ‐ μάκων. ἄρτι μὲν γὰρ ἐκέλευσα πενταπλάσιον εἶναι τῷ πλήθει τὸν χυλὸν τοῦ μέλιτος, οὐδὲν διαφέρον εἰ καὶ κατὰ τὸν ὄγκον εἴποιμι πενταπλάσιον εἶναι δεῖν αὐτόν. ὁποτέρως
15γὰρ ἂν ῥηθῇ, μετρῆσαι χρὴ τὰ μιγνύμενα φάρμακα. τῷ μέν‐ τοι σταθμῷ κελεύσαντός μου πενταπλάσιον εἶναι τόδε τὸ
φάρμακον, τοῦδε διὰ ζυγοῦ χρὴ ποιεῖσθαι τὴν συμμετρίαν911 in vol. 12

12

.

912

τοῦ βάρους αὐτῶν. ἄχρι μὲν οὖν τῆς τοῦ χυλοῦ πρὸς τὸ μέλι μίξεως, οὐκ ἀναγκαῖόν ἐστι κοτύλης ἢ κυάθου μνημο‐ νεύειν, ἀλλ’ ἀρκεῖ φάναι πενταπλάσιον εἶναι χρῆναι τὸν χυ‐ λὸν τοῦ μέλιτος. ἐὰν δέ τι τούτοις μιγνύῃς ἄλλο τῶν εἰρη‐
5μένων ἀρτίως ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὁπόσοις οὖσι κατὰ τὸν ὄγκον αὐτοῖς ὁπόσον μίξεις ἐκείνων, ἐπὶ ζυγοῦ στήσας, οἷον ἐπ’ αὐτοῦ τοῦ διὰ τῶν μόρων ἐν τῇ τοῦ Καππάδοκος Ἥρα βίβλῳ φαρμακίτιδι, μέλιτος μὲν ἐμβάλλεται λίτραν αʹ. τοῦ χυλοῦ δὲ τῶν μόρων λίτρας στʹ. ἐπιμίγνυσι δ’ αὐτοῖς
10𐅻 αʹ. τοῦ κρόκου, τῆς δὲ σμύρνης τὸ διπλάσιον. ἴσον δὲ τῷ κρόκῳ βάλλει καὶ τοῦ χυλοῦ τῆς ὄμφακος, ὅπερ ὀμφά‐ κιον ὀνομάζεται, καὶ τούτου πάλιν ἥμισυ τῆς σχιστῆς στυπτηρίας. ἐμοὶ δὲ ἀρέσκει πενταπλάσιον μὲν τοῦ μέλιτος βάλλειν τὸν χυλὸν, ἴσον δὲ κρόκου τε καὶ σμύρνης ἑκατέ‐
15ρου 𐅻 αʹ 𐅶ʹʹ. ὥστε ἐξ ἀμφοτέρων τὰς τρεῖς συνάγεσθαι. τοῦ δὲ ὀμφακίου βαλὼν μέν τις καὶ οἴνου αὐστηροῦ κοτύ‐ λην μίαν, ὡς ὁ Ἥρας ἀξιοῖ. καλῶς ἂν μίξῃ 𐅻 αʹ. εἰ δὲ
χωρὶς οἴνου σκευάζοιτο, πολὺ πλέον ἐμβάλλειν αὐτοῦ προσ‐912 in vol. 12

12

.

913

ήκει. εἰ μὲν μέσον τῇ κράσει βουληθῇς γενέσθαι τὸ φάρμα‐ κον, γο αʹ. εἰ δὲ αὐστηρότερον ὡς πρὸς τὰς ἀρχὰς ἁρμόσῃ, πάντως μὲν δύο καὶ τρεῖς ποτε μίξας οὐκ ἂν ἁμάρτοις. εἰ δὲ οὐκ ἔχοις ὀμφάκιον, ἀντ’ αὐτοῦ ῥοῦ χυλὸν ἔμβαλλε. καὶ
5εἰ βουληθῇς δὲ τὸ ἴσον ἑκατέρου βάλλειν, οὐδ’ οὕτω τι βλάψεις. ὅ γε μὴν Ἥρας ἐν τῇ συμμετρίᾳ τοῦ φαρμάκου καὶ τοῦτο προσέγραψεν οὕτω. τινὲς δὲ καὶ κοτύλην μίαν γλυ‐ κέος οἴνου, δηλονότι γλεῦκος δηλῶσαι βουληθεὶς, προείρηκε γὰρ οἴνου αὐστηροῦ ἀθαλάσσου κοτύλην αʹ. ἐμοὶ δὲ οὐκ
10ἀρέσκει, τοῦ μέλιτος αὐτάρκους βεβλημένου, μετὰ τοῦ καὶ κοτύλην αὐστηροῦ οἴνου προσειληφέναι, μιγνύει πάλιν οἴνου ἄλλην γλυκέος κοτύλην, ἔσται γὰρ οἰνῶδες πάνυ τὸ φάρμα‐ κον. ἕψουσι δὲ τὸ διὰ τῶν μόρων τοῦτο φάρμακον ἔνιοι μὲν ἐξ ἀρχῆς μίξαντες τὸν χυλὸν τῶν συκαμίνων, ἔνιοι δέ τι
15βραχὺ προεψήσαντες. ὁ δὲ Ἥρας ἔοικεν ἐπιπλέον ἀξιοῦν ἕψειν τὸν χυλὸν μόνον, ἔγραψε γοῦν οὕτως. μόρων χυλοῦ
κοτύλας στʹ. ἕψε ὡς γλοιοῦ ἔχειν τὸ πάχος, εἶτα πρόσμιξον913 in vol. 12

12

.

914

λεῖα κρόκου 𐅻 αʹ. καὶ τἄλλα δηλονότι τὰ εἰρημένα. κᾀγὼ δὲ ἀξιῶ προεψεῖσθαι τὸν χυλὸν μόνον αὐτὸν καθ’ ἑαυτὸν, εἶθ’ οὕτως προσλαμβάνειν τὸ μέλι. κᾀπειδὰν ἤδη μέλλῃς αἴ‐ ρειν τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐπιμιγνύειν τὰ λοιπά. φαί‐
5νεται δὲ ὁ Ἥρας ἅμα τῷ μέλιτι κελεύων καὶ τἄλλα μίγνυ‐ σθαι. τὸν μὲν οἶνον οὖν εὐλόγως ἄν τις τότε μιγνύοι. τὴν σμύρναν δὲ καὶ τὸν κρόκον ἄμεινον ἐπὶ τῷ τέλει τῆς ἑψή‐ σεως προσεμβάλλειν, ἄχρι τοσούτου μετὰ τῶν ἄλλων ἕψον‐ τας ἢ μετὰ τὸ θεῖναι κάτω τὴν κακάβην κινοῦντας, ἄχρις
10οὗ πάνθ’ ἑνωθῇ καλῶς. τὸ δ’ ἐπιπλέον ἕψειν αὐτὰ καθαι‐ ρετικὸν τῆς δυνάμεως γίνεται τῶν ἀρωματικῶν φαρμάκων. λιθάργυρος μὲν γὰρ καὶ μολύβδαινα, καὶ ἄλλα πολλὰ τῶν μεταλλικῶν ἑψόμενα βελτίω γίνεται. κρόκος δὲ καὶ σμύρνα καὶ ἄλλα πολλὰ τῶν ἀρωμάτων ἐν ταῖς ἑψήσεσιν ἀποβάλ‐
15λει τὴν δύναμιν. ἡ μὲν οὖν τοῦ μέσου τῇ δυνάμει φαρμά‐ κου συμμετρία τε καὶ ἕψησις ἁρμόττουσα ταῖς μετρίαις φλεγμοναῖς καὶ ταῖς τῶν μειζόνων ἀκμαῖς, ἔτι τε τὸ πρὸς τὰς
ἀρχὰς καὶ τὰς αὐξήσεις αὐτῶν ἁρμόττον φάρμακον εἴρηται.914 in vol. 12

12

.

915

πρὸς δὲ τὰς σκληρυνομένας φλεγμονὰς, ὅταν ἤδη παύ‐ σηται μὲν ἡ ἀκμὴ καὶ μηκέτι ἐπιῤῥέῃ μηδὲν, ἥκῃ δὲ τοῦ διαφορεῖν ὁ καιρὸς, ἐπιμίγνυσθαι προσήκει τῷ στοματικῷ φαρμάκῳ τῶν διαφορητικῶν ἔνια. τοιαῦτα δ’ ἐστὶν ὅ τε
5ἀφρὸς τοῦ νίτρου καὶ αὐτὸ τὸ μαλακὸν νίτρον, Ἀσίας τε πέτρας ἄνθος καὶ θεῖον ἄπυρον. ἀρκεῖ δὲ τῇ προειρημένῃ τοῦ μέσου συμμετρίᾳ συμμιχθῆναι νίτρου μὲν γο 𐅶ʹʹ. τοῦ θείου δὲ γο βʹ. εἰ δὲ μήτε ἐσκευασμένον ἔχοις αὐτὸ οὕτω μήτε παρείη σοι νίτρον ἢ θεῖον ἢ τὸ τῆς Ἀσίας πέτρας ἄν‐
10θος, ἀναζέσας ὀρίγανον ἐν σιρκίῳ, καλοῦσι δὲ αὐτὸ παρ’ ἡμῖν πάντες ἕψημα, μίξας τῷ στοματικῷ φαρμάκῳ κέλευσον ἀνακογχυλίζειν· μὴ παρόντος δὲ ἑψήματος, ἐν μελικράτῳ προαναζέσας τὸ ὀρίγανον. οὐδὲν δὲ διαφέρει κᾂν ὕσσωπον ἐμβάλῃς ἀντὶ τῆς ὀριγάνου, κᾂν εἰ γλήχωνα, κᾂν εἰ θύμον,
15κᾂν εἰ θύμβραν ἢ καλαμίνθην ἢ τὴν εὐώδη μίνθην, ἣν οἱ παλαιοὶ καλοῦσιν ἡδύοσμον. ἐν μέντοι ταῖς ἀκμαῖς τῶν φλε‐ γμονῶν οὐ μόνον οὐδὲν χρὴ τῶν τοιούτων φαρμάκων προσ‐
φέρειν, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὀλιγάκις μὲν χρῆσθαι915 in vol. 12

12

.

916

τοῖς στοματικοῖς φαρμάκοις, διακλύσμασι δὲ καὶ ἀναγαργα‐ λίσμασι παρηγορικωτέροις πέπτειν τὴν φλεγμονὴν, οἷόν ἐστι τό τε διὰ τῶν λιπαρῶν ἰσχάδων ἀφέψημα καὶ τὸ σχίνινον ἔλαιον, ἐπὶ διπλοῦ σκεύους χλιαινόμενον. ἀλλὰ καὶ αὐτὸ
5τὸ στοματικὸν φάρμακον ἐν ταῖς ἀκμαῖς ἀνακογχυλίζεσθαι προσήκει, μιγνύμενον ὑδαρεῖ μελικράτῳ ἢ θερμῷ τῷ σιραίῳ· μὴ παρόντων δὲ τούτων, ὕδατι θερμῷ. ἐπικρατεῖν γὰρ χρὴ τηνικαῦτα τὴν παρηγορικήν τε καὶ πεπτικὴν ἀγωγὴν, ὥσπερ ἐν ταῖς παρακμαῖς τὴν διαφορητικὴν, ἥτις διὰ τῶν ἰσχυρο‐
10τέρων γίνεται φαρμάκων. τὸ δὲ ἐμὸν φάρμακον, τὸ διὰ τοῦ χυλοῦ τῶν καρύων, ὅτι μὲν ἁπάντων τῶν ἄλλων ἐστὶ δρα‐ στικώτατον, ἔργῳ πεπείρασθε, πρὸς ὑμᾶς γὰρ ὁ λόγος ἐστί μοι τοὺς ἑταίρους, οἷς μάλιστα χαριζόμενος ἐπὶ τήνδε τὴν πραγματείαν ἥκω. ὅτι δὲ καὶ πάντων ἐστὶν εὐωνότατόν τε
15καὶ εὐποριστότατον οὐδεὶς ἀγνοεῖ. ῥίπτουσι γὰρ οἱ κηπου‐ ροὶ τὰ λέμματα τῶν χλωρῶν καρύων, ὅταν ἐκλέψαντες αὐτὰ τύχωσιν, ὥστε κοφίνους μεγίστους πληροῦν ἡμᾶς προῖκα. τὸ
μέλι τοίνυν μόνον ὡς πένησιν ἰατροῖς, καὶ γὰρ κᾀκείνοις916 in vol. 12

12

.

917

ἡμᾶς δεῖ κοινωνεῖν ὧν ἐροῦμεν, ὑπολείπεται μόνον ὅταν ᾖ δεόμενον, ἄλλο δ’ οὐδὲν, εἰ μὴ βούλοισθε, πολλάκις γὰρ οὕτω σκευασθὲν τὸ φάρμακον οὐδέν τι χεῖρον ἐφάνη τοῦ διὰ τῶν μόρων εἰς ὃ τὸν κρόκον καὶ τὴν σμύρναν ἐνεβάλομεν. ἀλλ’
5εἰ καὶ στυπτηρίας αὐτῷ προσμῖξαι βουληθείημεν, οὐκ ἀνάγκη τὴν σχιστὴν ἐμβάλλειν. αὐτάρκως γὰρ στύφει καὶ ἡ ὑγρὰ, ἣν καλοῦσιν ἔνιοι φόριμον, εὐωνοτάτην τε καὶ εὐποριστοτά‐ την ὑπάρχουσαν ἐν πᾶσι χωρίοις, ἀπολειπομένην μέντοι τῇ λεπτομερείᾳ τῆς σχιστῆς, καὶ διὰ τοῦτο ἧττον ἀνύουσαν. καὶ
10μέντοι κᾂν ὁ κηπουρὸς αὐτὸς ἤ τις ἄγροικος ἄλλος, ἐθέλῃ σοι σκευάσαι τὸ φάρμακον, ἔχοι προῖκα καὶ τοὺς κυτίνους ἐμβάλλειν ξηροὺς κόψας τε καὶ διασήσας, ὀνομάζονται δ’ οὕτως αἱ πρωτόγονοι ῥοιαὶ, καθ’ ὃν γὰρ χρόνον ἀνθοῦν παύεται τὸ δένδρον, ὁ καρπὸς αὐτοῦ φαίνεται σχηματιζό‐
15μενος εἰς ἰδέαν ῥοιᾶς, ὃν ἔνεστιν ἀφελόντα καὶ ξηραίνοντα φυλάττειν εἰς τὸν καιρὸν τοῦ καρποῦ τῶν καρύων. ἐν μὲν γὰρ τῇ τελευτῇ τοῦ ἦρος οἱ κύτινοι γεννῶνται· παυσαμένου
δὲ τοῦ θέρους εἰς τελείωσιν ἀφικνεῖται τὰ κάρυα, καὶ μέν‐917 in vol. 12

12

.

918

τοι καὶ καταπίπτουσιν ἐπὶ τὴν γῆν πολλοὶ τῶν κυτίνων ἢ ὑπὸ ἀνέμου διασεισθέντες ἢ καὶ ἄλλως πως οὓς ἔνε‐ στιν ἀνελομένους ξηραίνειν, ὡς μηδὲ κατὰ τοῦτο δοκεῖν τι δαπανᾷν τοὺς πένητας ἰατρούς. ἴστε δὲ δήπου καὶ ὡς ὁ
5τῶν ὀξέων τε καὶ στρυφνῶν ῥοιῶν, ὧν ὀλίγου δεῖν ἄβρω‐ τος ὁ καρπὸς, οἱ κύτινοι κρείττους εἰσὶν, ὥστε κᾂν ἀφέλῃς τῶν δένδρων αὐτοὺς, ἢ οὐδείς σε κωλύσει τὸ παράπαν ἢ βραχυτάτην αἰτήσει δοῦναι τιμήν. τὸ δὲ βαλαύστιον ὀνομα‐ ζόμενον ἄβρωτόν ἐστι τελέως, ἐπὶ τῷ βουλομένῳ συλλέγειν
10ὑπάρχον, ὥσπερ ὀρίγανος καὶ θύμβρα καὶ θύμος καὶ ὅσα τοιαῦτα. καὶ τοίνυν καὶ τὸ βαλαύστιον, εἰ θελήσει τις ὠμὸν κόψας καὶ διασήσας ἐμβαλεῖν κατὰ τὴν ἀναλογίαν ἣν ἔμπρο‐ σθεν εἶπον ἴσα ὀμφακίῳ, χρήσιμον ἐργάσεται τὸ φάρμακον. ἀλλὰ καὶ τὰ λέμματα τῶν ῥοιῶν, εὐποριστότατόν ἐστι πρᾶ‐
15γμα στύψιν ἱκανωτάτην ἔχοντα, συμβάλλεσθαι τοῖς εἰρημέ‐ νοις εὐθὺς ἐν ἀρχῇ δυνάμενα, κάλλιστον δ’ ἂν γένοιτο φάρ‐
μακον, εἰ κατ’ ἐκεῖνον τὸν καιρὸν τῶν ῥοιῶν οὔπω μὲν οὐ‐918 in vol. 12

12

.

919

σῶν τελείων, οὐ μὴν οὐδὲ πόῤῥω πάνυ τῆς τελειώσεως ἐμβάλλειν ἀπ’ ἀρχῆς ἑψημένῳ χυλῷ τῶν καρύων ἐθε‐ λήσαις. χρὴ δὲ θλᾷν ἐν ὅλμῳ πρότερον αὐτὰ, ἕνεκα τοῦ τα‐ χέως ἐς τὸ σκευαζόμενον φάρμακον ὅλην ἐκταθῆναι τὴν δύ‐
5ναμιν αὐτῶν. [Περὶ σκευασίας τοῦ διὰ ῥοιῶν καὶ μήλων καὶ ἄλλων στοματικῶν.] Οὐσῶν δ’ ἐν ταῖς ῥοιαῖς τριῶν δια‐ φορῶν, ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν αὐστηραὶ, στρυφναὶ δὲ ἕτεραι, καί τινες ὀξεῖαι, τὰς μὲν αὐστηρὰς μόνας ἐμβαλόντι
10σοι στυπτικώτερον ἔσται τὸ φάρμακον. τὰς δὲ γλυκείας ἥδιον, ὥσπερ γε καὶ σφοδρότερον, εἰ τὰς ὀξείας ἐμβάλλοις. ἐγὼ δ’ εἴωθα τὸ ἴσον ἑκάστου γένους μιγνύναι· καὶ γὰρ καὶ ἄλλως αὐτὰς μόνας τὰς πεπείρους ῥόας ὅλας κόπτων μετὰ τῶν λεμμάτων, εἶτα τὸν χυλὸν ἐκθλίβων ἕψων τε μετὰ μέ‐
15λιτος, οὐ μόνον στοματικὸν ἴσχω φάρμακον, ἀλλὰ καὶ πολ‐ λοῖς ἄλλοις ὠφέλιμον, ὡς αὖθις εἰρήσεται. καὶ γίνεται καὶ
οὗτος ὁ χυλὸς ἀμείνων εἰς πάντα τῶν τριῶν τῆς ῥοιᾶς919 in vol. 12

12

.

920

εἰδῶν ἢ γενῶν ἢ διαφορῶν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. μίγνυμεν δὲ καὶ τῶν βάτων τὸν καρπὸν, ὃν ἔνιοι μὲν ἀπὸ τοῦ φυτοῦ παρονομάζουσι βάτινα προσαγορεύοντες, ἔνιοι δὲ συνθέτῳ προσηγορίᾳ μόρα καλοῦσι, προστιθέντες τὰ
5ἀπὸ τῶν βάτων, ἐξ ὧν ὁ χυλὸς ὁμοίως σκευαζόμενος τῷ διὰ τῶν συκαμίνων ἄμεινον ἐκείνου γίνεται φάρμακον, ἀπο‐ λειπόμενον δὲ τοῦ διὰ τῶν καρύων. καὶ μήλων δὲ τῶν κυ‐ δωνίων ἀχράδων τε καὶ μεσπίλων ὁ χυλὸς ὁμοίως σκευ‐ ασθεὶς στοματικὸν γίνεται τὸ φάρμακον, ἐπιτήδειόν τε κατα‐
10ποθῆναι τοῦ διὰ τῶν καρύων, οὐκ ἔχοντος τοῦτο. βλαβε‐ ρὸν μὲν γὰρ οὐκ ἔστιν ὡς χάλκανθον, οὐ μὴν εὐστόμαχόν γε. πρόδηλον δ’ ὅτι καὶ τὸ διὰ τῶν ῥοιῶν ἐστιν ἐπιτήδειον ἐκλύτῳ καὶ ἀνορέκτῳ στομάχῳ, λείπεται μέντοι τοῦ διὰ τῶν μήλων. ἀβλαβὴς δὲ καὶ ὁ τῶν βατίνων χυλὸς εἰς κα‐
15τάποσιν, ὥσπερ γε καὶ ὁ τῶν συκαμίνων, ἀλλ’ ὁ τῶν βατί‐ νων ἔχει τι καὶ τονωτικὸν τοῦ στομάχου τοῦ τῶν συκαμί‐
νων οὐκ ἔχοντος. ἐμβάλλεται δὲ οὐ κατὰ τὴν αὐτὴν920 in vol. 12

12

.

921

ἀναλογίαν ἅπασι τοῖς χυλοῖς τὸ μέλι. πλείστου μὲν γὰρ ὅ τε τῶν καρύων δεῖται καὶ μετ’ αὐτὸν ὁ τῶν βατίνων τε καὶ συκαμίνων, ὀλίγου δὲ ὅ τε τῶν μήλων καὶ τῶν ῥοιῶν καὶ ἀχράδων, ἐν τῷ μεταξὺ δὲ αὐτῶν ὁ μεσπίλων, καὶ ἀπὸ κρα‐
5νίων δὲ καὶ βραβύλων καὶ τῶν καλουμένων παρ’ ἡμῖν πρού‐ μνων. σκευάζεται δὲ παρ’ ἡμῖν στοματικὰ φάρμακα κατὰ τὸν αὐτὸν τρόπον, ὃν κατ’ ἀρχὰς εἶπον ἐπὶ τῶν μόρων, ἐφ’ ὧν ἁπάντων τῆς κατασκευῆς ἐρῶ τινα λόγον κοινὸν τόνδε. πα‐ χεῖ μὲν φανέντι τῷ χυλῷ τὸ μέλι μιγνύειν εὐθέως προσῆκεν,
10εἰ δ’ ὑγρότερος εἴη, προεψηθέντι. δέχεται δὲ ὁ τῶν ἀπίων μὲν καὶ μήλων χυλὸς, ἔτι δὲ τῶν πλείστων ὀπωρῶν, ἴσον ἑαυτῶν τὸ μέλι, τῶν στρυφνῶν δ’ ἱκανῶς, οἷόσπερ ἐστὶν ὁ τῆς κρανίας καρπὸς, ἐνίοτε μὲν διπλάσιον, ἔστι δ’ ὅτε καὶ τριπλάσιον. πάντα δ’ οὖν ταῦτα καταπίνειν ἀκίνδυνον. χαλ‐
15κάνθου δὲ μιχθέντος ἢ μιχθείσης, ὁποτέρως σοι φίλον ὀνο‐ μάζειν, οὐ πάνυ τι χρὴ καταπίνειν τὸ σκευασθὲν τοῦτο φάρ‐
μακον, πλὴν εἰ κατὰ τὸν στόμαχον ἢ κατὰ τὴν κοιλίαν921 in vol. 12

12

.

922

ἑλκώδη διάθεσιν ὑπονοήσαιμεν γίνεσθαι. καὶ κατὰ τὸ στόμα δὲ αὐτὸ κακοήθων ἑλκῶν γινομένων, ἀμείνω τὰ διὰ χαλκάν‐ θου φάρμακα. δραχμὴ δὲ ἀρκεῖ μιγνυμένη τῇ προειρημένῃ συνθέσει, καθ’ ἣν ἡ μία τοῦ μέλιτος εἴρηται βάλλεσθαι λί‐
5τρα, καὶ πλέον δ’ ἄν ποτε καλῶς βληθείη πρὸς τὰ σηπε‐ δονώδη τῶν ἑλκῶν. ἕκαστον δὲ ὧν εἶπον ἐμβάλλειν ποτὲ καὶ γλεύκει σταφυλῶν αὐστηρῶν, ἃς ὀνομάζουσιν ἀμιναίας. ἄμει‐ νον δὲ τὸ τελευταῖον γλεῦκος εἰς τὰ τοιαῦτα. τὸ γὰρ ἐν ἀρχαῖς ῥέον ὑγρότερόν ἐστι καὶ ὑδατωδέστερον. ἐμβάλλειν
10δὲ χρὴ τῶν εἰρημένων φαρμάκων τὰ στρυφνότερα, καθάπερ ἐμὲ ἐθεάσασθε πολλάκις ἤτοι ῥοιὰς ἢ βαλαύστιον ἢ κυτί‐ νους ἢ ἀκάνθης Αἰγυπτίας καρπὸν ἢ τὸν τῆς κρανίας ἤ τι τῶν οὕτω στυφόντων μιγνύντα· μάλιστα δὲ ἐπιτήδειός ἐστι ῥοῦς, εἴτε ἀῤῥενικῶς ἐθέλοις ὀνομάζειν αὐτὸν εἴτε θηλυκῶς.
15ἔστι δὲ διττὸς, ὁ μὲν ἕτερος ἐπιπαττόμενος τοῖς ὄψοις εὐ‐ στόμαχος, ὁ δὲ ἕτερος τοῖς βυρσοδέψαις χρήσιμος. ἑκάτερος δὲ ἐνεψηθεὶς ἐν τῷ γλεύκει στοματικὸν ἐργάζεται φάρμακον,
ᾧ μιγνύειν ἔξεστί σοι τἄλλα κατὰ τὴν αὐτὴν ἀναλογίαν τῇ922 in vol. 12

12

.

923

διὰ τῶν μόρων εἰρημένῃ. χωρὶς δὲ τοῦ μιχθῆναι μέλιτι μό‐ νον αὐτὸ τὸ γλεῦκος εἰς μελιτώδη σύστασιν ἀχθὲν, ἐξαιρε‐ θέντων τε τῶν ἐμβληθέντων, ἀγαθὸν γίνεται φάρμακον εἰς ἀρχὰς καὶ ἀναβάσεις καὶ ἀκμάς· εἰς δὲ τὰς παρακμὰς, ἐὰν
5δᾷδας ἐπιμίξῃς λιπαρὰς ἢ καὶ κόψας εἰς λεπτὰ καὶ θλάσας ἐμβάλλῃς τῷ γλεύκει μετὰ τῆς ῥοῦ, κᾄπειτα μετὰ μίαν ἡμέ‐ ραν ἑψήσας, ἄχρις ἂν ἐναπόθωνται τῷ γλεύκει τὴν ἑαυτῶν ποιότητα, τηνικαῦτα δὲ ἐξαίρειν μὲν ἐκεῖνα καὶ ἀποῤῥίπτειν, ἕψειν δὲ τὸ γλεῦκος ἕως ἐπιτηδείου συστάσεως, ὡς διάχριστον
10γενέσθαι τὸ φάρμακον. ὅσα δὲ ἔμπροσθεν εἶπον ἐμβάλλε‐ σθαι τῶν στυφόντων εἰς τὸ διὰ τῶν καρύων τοῦ χυλοῦ σκευαζόμενον φάρμακον, ἅπαντα καὶ νῦν ἀκηκοέναι πίστευε τῷ γλεύκει μιγνύμενα. καὶ μέντοι κᾂν πολυτελέστερον ἐθέ‐ λῃς ποιῆσαι τὸ φάρμακον, ἐμβαλεῖς καὶ κασσίας φλοιὸν ἢ
15νάρδον Ἰνδικὴν ἢ τὸ τοῦ μαλαβάθρου φύλλον. ὥσπερ γὰρ τοῖς πένησιν, οὕτω καὶ τοῖς πλουσίοις χρὴ γράφειν ἡμᾶς
φάρμακα. τὰ δὲ αὐτὰ τοῖς προειρημένοις στοματικοῖς φαρ‐923 in vol. 12

12

.

924

μάκοις μίγνυται. δραχμὴ δὲ ἀρκεῖ τῶν τριῶν ἑκάστου, πρὸς τὴν τοσαύτην συμμετρίαν τοῦ φαρμάκου, καθ’ ἣν ἡ λίτρα τοῦ μέλιτος ἐμβάλλεται. βλάψεις δ’ οὐδὲν, εἰ προσθή‐ σεις ἑκάστης δραχμῆς τὸ ἥμισυ μέρος, ὡς γενέσθαι πάσας
5τέτταρας καὶ ἡμίσειαν. πρὸς δὲ τὰς σκληρυνομένας φλεγμο‐ νὰς τὰ δυνάμενα διαφορεῖν γενναιότερον ἐμβάλλεται κοπέντα δηλονότι καὶ διασηθέντα, καιρὸς δ’ ἐμβάλλειν αὐτὰ μὴ κατ’ ἀρχὰς, ἀλλ’ ὁπόταν ἐγγὺς γένηται τῆς παντελοῦς ἑψήσεως τὸ φάρμακον ἢ καὶ τελέως ἑψημένον, ὡς χαμαὶ τίθεσθαι τὸ
10ἀγγεῖον. ἔστι δὲ ταῦτα κόστος τε καὶ ἄμωμον καὶ τὸ καλού‐ μενον μάκερ. ὀνομάζεται δὲ οὕτω φλοιός τις ἀρωματικὸς ἐκ τῆς Ἰνδίας κομιζόμενος, ἱκανῶς θερμαίνων τε καὶ στύ‐ φων, ἀλλὰ καὶ ὁ Κυρηναῖος ὀπὸς εἰς διαφόρησιν τῶν σκλη‐ ρυνομένων φλεγμονῶν ἐπιτήδειος, ὥσπερ γε καὶ ὁ Μηδικὸς
15ἤ τις τῶν μετ’ αὐτούς. τοῖς πένησι δ’ ἐμβλητέον ἀντὶ τῶν πολυτελῶν φαρμάκων τῶν διαφορητικῶν ἤτοι δίκταμνον ἢ ἄκορον ἢ μῆον ἢ πύρεθρον ἢ καρδαμώμου τε καὶ νάπυος
ἴσον, εἰς τριῶν δραχμῶν σταθμοὺς συμπληρουμένου τοῦ τῶν924 in vol. 12

12

.

925

μιγνυμένων ὄγκου, πρὸς τὴν εἰρημένην ἐξ ἀρχῆς τῶν στο‐ ματικῶν φαρμάκων συμμετρίαν, ἐν οἷς ἦν ἡ λίτρα τοῦ μέ‐ λιτος. εἰ δὲ καὶ τεττάρων ἢ πέντε ποιῆσαι θελήσεις δρα‐ χμῶν τὸ συμπληρούμενον ἐκ τούτων, διαφορητικώτερον ἕξεις
5τὸ φάρμακον. ἀνάλογον γὰρ ἀεὶ χρὴ ταῖς κατασκευαῖς τῶν παθῶν συναυξάνεσθαι καὶ συμμειοῦσθαι τὴν σφοδρότητα τῶν φαρμάκων. [Περὶ σκευασίας τοῦ διὰ γλεύκους, ἐν οἷς καὶ εὐπόριστα διάφορα.] Ἐπὶ τοῦ διὰ γλεύκους εἰς κο‐
10τύλας δέκα τοῦ γλεύκους, τρεῖς μὲν ἐμβάλλομεν κοτύλας τοῦ ῥοῦ τῶν βυρσοδεψῶν ἢ τοῦ τοῖς ὄψοις ἐπιπαττομένου. συν‐ αμφοτέρων δὲ ἐμβαλλομένων, ἑκατέρου μίαν τε καὶ ἡμίσειαν καὶ βραχὺ πλέον. ἀνάλογον δὲ καὶ τῶν διαφορητικῶν, ὁποῖον ἂν εὐπορῶμεν. εἰ δὲ ἓν ἔχοιμεν μόνον ἢ κατ’ ἀρχὴν ἐμβάλ‐
15λειν τῶν στυπτικῶν ἢ κατὰ τὸ τέλος τῶν διαφορητικῶν, ἐκείνου τὸ πᾶν ἐμβάλλομεν, ὅπερ ἐξ ἁπάντων ἠθροίζετο. τῷ τ’
οὖν προειρημένῳ διὰ τῶν καρύων ἐπεμβάλλεσθαι πάντα καὶ925 in vol. 12

12

.

926

τῷ διὰ τοῦ γλεύκους. ἐμβάλλειν δ’ εἰ οἷόν τε καὶ εἴ τι μὴ λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, οἷον ἢ κηκίδα τὴν ὀμφα‐ κῖτιν ὀνομαζομένην ἢ ἀκρέμονας μαλακοῦ βάτου ἢ κυνοσβά‐ του καὶ κρανίας, ἧς καὶ τὸν καρπὸν ἔφαμεν ἐμβάλλεσθαι
5δεῖν, ὥσπερ καὶ τῶν προύμνων μύρτα τε καὶ τῆς μυρίκης καὶ Αἰγυπτίας ἀκάνθης τὸν καρπὸν, ἅπαντά τε τὰ στύ‐ φοντα χωρὶς τῶν φαρμακώδη δύναμιν ἐχόντων, ὅπως μὴ καταποθέντα βλάπτῃ. πάντα δὲ τὰ ὁπωσοῦν σκευασθέντα φάρμακα στοματικὰ χρήσιμα γίνεται κατά τινας ἰδίους και‐
10ροὺς, ἐὰν αὐστηρότερα μὲν γένηται, κατὰ τὰς ἀρχὰς καὶ τὰς σφοδρὰς ἐπιῤῥοὰς, ἐὰν δὲ μετριώτερα, κατὰ τὰς ἀκμὰς, ἐὰν δὲ διαφορητικώτερα, κατὰ τὰς παρακμὰς, ὥστε κᾂν μὴ σκευ‐ άσωμεν αὐτοί τι μηδὲ τὴν συμμετρίαν τῶν ἐμβληθέντων ἴδωμεν, ἀλλὰ γευσώμεθα μόνον αὐτοῦ συνθέτου φαρμάκου,
15γινώσκειν ἡμᾶς ὅπως αὐτῷ χρηστέον. τούτων οὖν ἡμᾶς με‐ μνημένους ὅταν ἀνάγκη ποτὲ καταλάβῃ τῶν ἐκ πολ‐
λῆς πείρας κεκριμένων φαρμάκων ἀποροῦντας αὐτοὺς σχεδιά‐926 in vol. 12

12

.

927

ζειν ἐκ τῆς κατ’ ἐκεῖνο τὸ χωρίον ὕλης εὐπορίστου, συν‐ θεῖναι δυνήσεσθε φάρμακον ἐπιτήδειον. οὐ μόνον δ’ εἰς τοῦτο χρήσιμόν ἐστι, μεμνῆσθαι τῶν προειρημένων, ἀλλὰ καὶ πρὸς τὴν τῶν εὑρημένων ἐπιτήδειον χρῆσιν. ἐὰν μὲν γὰρ ἐπικρα‐
5τοῦσαν ἐν αὐτοῖς εὑρίσκητε τὴν στυπτικὴν ποιότητα, κατ’ ἀρχὰς χρῆσθαι προσῆκεν· ἐὰν δὲ τὴν παρηγορικήν τε καὶ χαλαστικὴν καὶ πεττικὴν, ἐν ταῖς ὀδύναις τε καὶ ἀκμαῖς τῶν φλεγμονῶν· ἐὰν δὲ σκιῤῥούμενόν τι καὶ δύσλυτον ὑπολεί‐ πηται τῆς φλεγμονῆς, ἐν ταῖς παρακμαῖς διαφορητικήν. οὕτω
10δὲ κᾀν τοῖς μεταξὺ καιροῖς τὰ μεταξὺ τῶν εἰρημένων φαρ‐ μάκων προσοίσετε φάρμακα, μεταβαίνοντες ἀπὸ τῶν ἀπο‐ κρουστικῶν ἐπὶ τὰ διαφορητικὰ κατὰ βραχύ. κᾂν μὲν ἓν φάρμακον ὑμῖν ὑπάρχον ᾖ, ἐκλύοντες μὲν αὐτὸ μίξει μελι‐ κράτου τε καὶ ὕδατος, ἐπιτείνοντες δὲ διὰ τῆς τῶν εὐπορί‐
15στων ἐπιμιξίας. ἔστι δὲ εὐπόριστα μὲν τῶν στυφόντων ῥόδα καὶ μύρτα καὶ μυρσίνη καὶ σχῖνος καὶ βάτος καὶ κυνόσβα‐ τον καὶ κηκὶς ἡ ὀμφακῖτις ὀνομαζομένη καὶ ὁ τῆς Αἰγυ‐
πτίας ἀκάνθης καρπὸς, αἵ τε στυπτηρίαι πᾶσαι. ἐφεξῆς δὲ927 in vol. 12

12

.

928

αὐτῶν εὐπόριστα, ῥοῦς ὁ ἐπὶ τὰ ὄψα καὶ ὁ τῶν βυρσοδε‐ ψικῶν καὶ ὁ χυλὸς, ὃς ἀπὸ τῆς Συρίας κομίζεται. οὗτος μὲν οὖν αὐτὸς καθ’ ἑαυτὸν μίγνυται. ὁ δὲ τῶν σκυτοδεψῶν καὶ ὁ ἐπὶ τὰ ὄψα προαφεψηθέντες ὕδατι τοῦτο παρέχουσιν
5εὔχρηστον εἰς τὴν μίξιν. ἔστι δὲ ἐκ τῶν εὐπορίστων καὶ γλαύ‐ κιον καὶ ὀμφάκιον καὶ κύτινοι καὶ βαλαύστια, ἐκ δὲ τῶν διαφορούντων εὐπόριστα μέτρια μὲν ἰσχάδων ἀφέψημα καὶ πίτυρον καὶ μελίκρατον ἐναφεψημένης ὀριγάνου καὶ ὑσσώ‐ που ἢ θύμου ἢ καλαμίνθης ἢ γλήχωνος ἢ τῆς εὐώδους μίν‐
10θης, ἣν ἡδύοσμον ὀνομάζουσιν. ἰσχυρότερα δὲ καὶ ταῦτα μὲν ἐπὶ πλεῖον ἑψημένα. καὶ νίτρου δὲ ἀφρὸς ἢ καὶ αὐτὸ κεκαυμένον. ἰσχυρότερον δὲ τούτων ἐστὶ τὸ θεῖον ἄπυρον. [Στοματικῶν φαρμάκων σύνθεσις, ἐν οἷς καὶ διὰ μόρων κατὰ τὸν Ἥραν.] Καλεῖται μὲν ἰδίως στοματικὰ
15τὰ πρὸς σταφυλὰς παρίσθμια καὶ πάσας τὰς ἐν τῷ στόματι γινομένας ἐξαίφνης φλεγμονὰς ἁρμόττοντα. συντίθεται δὲ διὰ
τῆς προειρημένης ὕλης, ἧς αἱ κατὰ μέρος συνθέσεις πάμπολλαι928 in vol. 12

12

.

929

τετυχήκασι γεγενημέναι τοῖς ἰατροῖς, ἐγὼ δὲ κᾀνταῦθα τῶν ἐνδόξων μνημονεύσω. [Σύνθεσις τοῦ διὰ μόρων ὡς Ἥρας.] Τὸ διὰ τῶν μόρων φάρμακον στοματικὸν, ποιοῦν πρός τε παρίσθμια καὶ
5σταφυλὰς καὶ τὰς ἄλλας τὰς ἐν τῷ στόματι φλεγμονὰς δια‐ χριόμενόν τε καὶ ἀνακογχυλιζόμενον, ὡς προείρηται. σκευ‐ άζει δὲ αὐτὸ ὁ μὲν Ἥρας οὕτω. μόρων χυλοῦ κοτύλας στʹ. ἕψε ὡς γλοιοῦ πάχος ἔχειν, εἶτα πρόσμιξον λεῖα, κρό‐ κου 𐅻 αʹ. σμύρνης 𐅻 βʹ. ὀμφακίου 𐅻 αʹ. σχιστῆς τριώβο‐
10λον, μέλιτος κοτύλην αʹ. αὐτὸς δέ φησιν ὁ Ἥρας καὶ ἑτέ‐ ρως σκευάζειν αὐτὸ κατὰ τόνδε τὸν τρόπον· κρόκου 𐅻 τὸ ἥμισυ ἐπεμβαλλομένης καὶ γλυκέος κοτύλης μιᾶς καὶ οἴνου ἀθαλάσσου αὐστηροῦ, κοτύλης μιᾶς, ἡ δὲ ἕψησις μέχρι μελι‐ τώδους συστάσεως.
15 [Ἀνδρομάχου τὸ διὰ μόρων φάρμακον.] Ἀν‐ δρόμαχος δὲ περὶ τοῦ διὰ μόρων φαρμάκου κατὰ λέξιν οὕτω γράφει. μόρων χυλοῦ κοτύλας στʹ. βαλὼν εἰς αὐτὸ κηκί‐
δας εʹ. γλυκείας τε ῥίζης 𐅻 κʹ. οἴνου Χίου κοτύλην αʹ.929 in vol. 12

12

.

930

ἡλίαζε ἢ ἕψε. εἶθ’ ὅταν συστραφῇ, ἄρας τὰς ῥίζας ῥῖπτε, τὰς δὲ κηκίδας λειώσας μίγνυε σμύρνης 𐅻 αʹ. κρόκου 𐅻 αʹ. σχιστῆς 𐅻 αʹ. ὀμφακίου 𐅻 βʹ. τινὲς δὲ καὶ στυπτηρίας 𐅻 βʹ. μέλιτος Ἀττικοῦ κοτύλην μίαν. εὔδηλον δ’ ὅτι τοῦτο τὸ
5φάρμακον στυπτικώτερόν ἐστι τοῦ προγεγραμμένου, μάλιστα ἐὰν τὴν στυπτηρίαν προσλάβῃ. ἱκαναὶ μὲν γὰρ καὶ αἱ κη‐ κίδες καὶ τὸ ὀμφάκιον στυπτικώτερον ἱκανῶς ἀποτελεῖν αὐτό. τῆς στυπτηρίας δὲ προστεθείσης ἐπιπλέον αὐξηθήσεται τὰ τῆς στυπτικῆς δυνάμεως αὐτῷ. καλῶς μέντοι μέμικται κατὰ
10τὴν σκευασίαν ἡ γλυκεῖα ῥίζα, πραϋντικὴ τραχυτήτων ὑπάρ‐ χουσα καὶ κατὰ τοῦτο τὴν ἐκ τῶν στυφόντων τραχύτητα παρηγορεῖν δυναμένη. ἀντὶ δὲ τοῦ τῶν μόρων χυλοῦ βάλ‐ λεται καὶ ὁ τῶν βατίνων ὀνομαζομένων χυλὸς, τῶν ἄλλων ὅπως ἂν ἐθέλῃς προστιθεμένων, εἴθ’ ὡς Ἥρας εἴθ’ ὡς Ἀν‐
15δρόμαχος ἔγραψεν. εἴρηται δ’ ὑπ’ ἐμοῦ πρόσθεν, ὅπως ἐν‐ δέχεται ποικίλλειν αὐτὸ τῇ τῶν ἐπιβαλλομένων ἐπιμιξίᾳ. λέ‐ λεκται δ’ ὅτι καὶ διὰ τοῦ χυλοῦ τῶν καρύων, τῶν ἄλλων
ὁμοίως ἐμβαλλομένων, συντίθεσθαι δύναται τὸ φάρμακον,930 in vol. 12

12

.

931

ἀλλὰ καὶ διὰ ῥοιῶν χυλοῦ παραπλησίως σκευάζεται καὶ μό‐ νου τοῦ χυλοῦ μετὰ μέλιτος σκευαζομένου καὶ τῶν ἄρτι λε‐ λεγμένων ἐπεμβαλλομένων. οὕτω δὲ καὶ ὁ τῶν βάτων καρ‐ πὸς μετὰ μέλιτος σκευασθεὶς αὐτάρκως στῦφον γίνεται φάρ‐
5μακον, ὥσπερ γε καὶ ὁ διὰ τοῦ χυλοῦ τῶν καρύων, καθότι πρόσθεν εἴρηται. ἀλλὰ καὶ ποικίλα τῇ συνθέσει φάρμακα διὰ ῥοιῶν χυλοῦ γέγραπται τοῖς ἰατροῖς, ὥσπερ καὶ τῷ Ἀν‐ δρομάχῳ κατὰ τήνδε τὴν λέξιν. [Τὸ διὰ τῶν ῥοιῶν στοματικὸν Ἀνδρομάχου.]
10 Ῥοιῶν ἀπυρήνων γλυκειῶν μέρη δύο καὶ ὀξειῶν μέρος αʹ. ἔκθλιβε τὸν χυλὸν εἰς ἄγγος χάλκεον, ὥστε ἔχειν χοέα αʹ. εἶτα διυλίσας ἕψε ἐπὶ πυρὸς μαλακοῦ, ἕως λειφθῇ τὸ γʹ. ἔστω δὲ λείας σμύρνης ἀμιναίας 𐅻 ηʹ. κροκομάγματος 𐅻 ηʹ. ὀμφακίου 𐅻 ηʹ. Ἰλλυρίδος 𐅻 ηʹ. στυπτηρίας 𐅻 δʹ. κηκίδος
15𐅻 ηʹ. τούτοις παραχέας ὑγρὸν λέαινε καὶ ἕψε ὡς μέλιτος πάχος ἔχειν, εἶτα κατεράσας εἰς θυείαν λέαινε καὶ χρῶ, ὁτὲ
μὲν σὺν μέλιτι, ὁτὲ δὲ ἀκράτῳ. οὗτος οὐ συνέψει τὸ μέλι τῷ931 in vol. 12

12

.

932

χυλῷ τῶν ῥοιῶν, ἀλλ’ ὕστερον ὅταν σκευασθῇ χρῆσθαι κε‐ λεύει διττῷ φαρμάκῳ, ποτὲ μὲν ἀκράτῳ πρὸς τὰς δηλονότι στύψεως δεομένας φλεγμονὰς, ποτὲ δὲ καὶ μετὰ μέλιτος, ὅταν καὶ διαφορεῖσθαι δέωνται. τὸ πλῆθος δὲ τοῦ χυλοῦ χοέως
5εἶναι κελεύει, τουτέστι ξε. στʹ. τῶν Ῥωμαϊκῶν ξεστῶν. ἐν Ῥώμῃ γὰρ ἰατρεύσας τοῖς πᾶσι πόλεως ταύτης χρῆται μέ‐ τροις. ἐπεμβάλλει δὲ αὐτοῖς σμύρνης μὲν καὶ κροκομάγματος καὶ κηκίδος καὶ ἴρεως Ἰλλυρικῆς, Ἰλλυρίδα γὰρ αὐτὴν εἴω‐ θεν ὀνομάζειν, ἔτι δὲ πρὸς τούτοις καὶ ὀμφακίου τῶν πέντε
10ἀνὰ γο αʹ. αἱ γὰρ ὀκτὼ δραχμαὶ οὕτω δύνανται. τῆς δὲ στυπτηρίας τῆς σχιστῆς ἡμιούγγιον. ἔγραψε δὲ ἐφεξῆς ὁ Ἀν‐ δρόμαχος καὶ τὸ διὰ τοῦ γλεύκους στοματικὸν φάρμακον, ὡδί πως κατὰ λέξιν γράφων. [Ἀνδρομάχου στοματικὸν διὰ γλεύκους, ᾧ χρῶ‐
15μαι.] Κηκίδας λʹ. ῥοὸς βυρσοδεψικοῦ ξε. βʹ. γλεύκους ξε. στʹ. τὰς κηκίδας θλάσας ἔμβρεξον σὺν τῷ ῥοῒ, ἡμέραν καὶ
νύκτα ἐν τῷ γλεύκει, εἶτα ἕψε ἕως ἂν γένηται τὸ τέταρτον932 in vol. 12

12

.

933

τοῦ παντὸς, καὶ διηθήσας δι’ ὀθονίου καὶ ἐκθλίψας σύστρε‐ ψον ἐν λοπάδι, ἕως ἂν μελιτῶδες γένηται, εἶτα λεῖα πρόσ‐ βαλλε στυπτηρίας σχιστῆς 𐅻 αʹ. κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. συμμίξας ἀπόθου καὶ χρῶ. οὐδὲν περὶ τοῦ γλεύκους ἐδή‐
5λωσεν, ἐξ ὁποίας αὐτὸ σταφυλῆς βούλεται λαμβάνεσθαι, πό‐ τερον τῆς τὸν αὐστηρὸν οἶνον γεννώσης ἢ τὸν γλυκὺν, ἢ τὸν μέσον. ἡμᾶς οὖν χρὴ γινώσκειν, ὅτι τὸ μὲν διὰ τοῦ γλυκέος σκευασθὲν φάρμακον παρηγορικώτερόν τε καὶ μέτριον ἔσται καὶ ἧσσον δραστικὸν, ἐφ’ ὧν δὲ χρὴ στύψει χρῆσθαι σφο‐
10δροτέρᾳ, διὰ τῶν στρυφνῶν οἴνων σκευασθὲν σφοδρότερον μὲν στύφει, τὸ πραΰειν δ’ οὐκ ἔχει. δῆλον δ’ ὅτι καὶ τὸ διὰ τοῦ μέσου τούτων σκευασθὲν τὴν μέσην ἔχει δύναμιν. [Κρίτωνος στοματικὴ ἡ διὰ ῥοιῶν.] Κρίτων δὲ τὸ διὰ τοῦ χυλοῦ τῶν ῥοιῶν φάρμακον οὕτως ἔγραψεν αὐτοῖς ὀνό‐
15μασιν. στοματικὴ ἡ διὰ ῥοιῶν πρὸς ἕλκη καὶ τὰ ἀφθώδη. ῥοιῶν γλυκειῶν χυλοῦ κοτύλας στʹ. ἕψε ἐν χαλκῷ ἀγγείῳ εἰς τὸ γʹ. εἶτα λείου κινναμώμου 𐅻 αʹ. κασσίας 𐅻 αʹ. σμύρ‐
νης 𐅻 αʹ. ὀμφακίου τριώβολον, κρόκου τριώβολον, νάρδου933 in vol. 12

12

.

934

Ἰνδικῆς τριώβολον, τούτοις πρόσμιγε μέλιτος κοτύλην μίαν, καὶ οὕτω προσεμβαλὼν τὸν χυλὸν, ἐπὶ μαλθακοῦ πυρὸς κι‐ νῶν, ἕψε ἕως συστραφῇ, καὶ χρῶ. γράφει δὲ καὶ ἄλλην σύν‐ θεσιν τοῦ διὰ ῥοιῶν φαρμάκου τοιαύτην ἐφεξῆς. ῥοιῶν
5γλυκειῶν σὺν τοῖς λεπύροις τεθλασμένων καὶ ἐκπεπιεσμένων ξε. ἕξ. μέλιτος καλοῦ ξε. αʹ. βαλὼν εἰς χύτραν ἕψε, ἕως ἂν μέλιτος σχῇ πάχος, εἶτα σχιστῆς γο αʹ. σμύρνης γο 𐅶ʹʹ. λεῖα ποιήσας ἔμβαλλε καὶ μίξας χρῶ. στυπτικώτερον δηλονότι τοῦτο τὸ φάρμακον ὁ Κρίτων ἔγραψε τοῦ πρὸ αὐτοῦ. γε‐
10λοίως οὖν τινες ποιοῦσιν, ἐρωτῶντες, πότερόν ἐστιν αὐτῶν κρεῖττον θατέρου, ἑκάτερον γὰρ ἐν ἰδίῳ καιρῷ κρεῖττόν ἐστι θατέρου. πρὸς μὲν τὰ σφοδροτέρας στύψεως δεόμενα τοῦτο τὸ δεύτερον, πρὸς δὲ τὰ διαφορήσεως τὸ πρότερον μάλιστα, διότι καὶ τὸ κιννάμωμον ἐνέβαλλεν αὐτῷ διαφορητικὸν φάρ‐
15μακον. ἔγραψε δὲ καὶ τὸ διὰ γλεύκους ὁ Κρίτων ὡδί πως. [Κρίτωνος στοματικὴ ἡ διὰ τοῦ γλεύκους.] Στοματικὴ
ἡ διὰ τοῦ γλεύκους ποιεῖ καὶ πρὸς τὰ ἐν ὠσὶ καὶ ἐν ἕδρᾳ.934 in vol. 12

12

.

935

γλεύκους ξε. ἕξ. ἕψε μέχρι ξε. βʹ. εἶτα μῖξον ῥοὸς βυρ‐ σοδεψικῆς 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. καὶ κηκίδων 𐅻 δʹ. οἱ δὲ καὶ κηκίδας λʹ. κρόκου 𐅻 βʹ. οἱ δὲ 𐅻 αʹ. στυπτηρίας σχιστῆς 𐅻 βʹ. τινὲς δὲ σμύρνης 𐅻 αʹ. μέλιτος ξε. αʹ. μίξας χρῶ.
5πολλὰ δὲ καὶ ἄλλα φάρμακα διὰ τῶν εἰρημένων χυλῶν γέ‐ γραπται πολλοῖς τῶν ἰατρῶν, πεποικιλμένα ταῖς συμμετρίαις, ἐνίων μὲν ἅπαντα βαλλόντων τὰ προειρημένα, τινῶν δὲ καὶ ἀφαιρούντων ἄλλων ἄλλο, καὶ τῶν μὲν πλέον, τῶν δὲ ἔλατ‐ τον βαλλόντων, ἐφ’ ὧν ὡς εἶπον, ἐπισκοπεῖσθαι χρὴ τί τὸ
10πλεονάζον ἐστὶ, πότερον τὸ στυπτικόν τε καὶ ἀποκρουστι‐ κὸν ἢ τὸ παρηγορικόν τε καὶ πεπτικὸν ἢ τὸ διαφορητικόν. οὕτω γὰρ ἂν ἔσται καλῶς αὐτοῖς χρῆσθαι. διὸ καὶ κατα‐ λείψω τὰς κατὰ μέρος τῶν γεγραφότων διαφορὰς, ἐφ’ ἕτερα δὲ φάρμακα μεταβήσομαι, χωρὶς τῶν εἰρημένων χυλῶν σκευ‐
15αζόμενα. [Τὰ χωρὶς χυλῶν συντιθέμενα στοματικὰ φάρ‐ μακα δι’ ὄξους καὶ κηκίδων.] Στοματικὸν φάρμακον ἔγρα‐
ψεν ὅ τε Ἀνδρόμαχος καὶ ὁ Κρίτων τὴν αὐτὴν συμμετρίαν935 in vol. 12

12

.

936

ἔχον. ἀρκέσει τοιγαροῦν τὴν γραφὴν εἰπεῖν Ἀνδρομάχου ὡδί πως ἔχουσαν αὐτοῖς ὀνόμασιν. στοματικὴ Ἀριστοκλέους πρὸς συνάγχας καὶ τὰ λοιπὰ τὰ ἐν τῷ στόματι, ταύτῃ καὶ Ἀν‐ τίπατρος ἐχρήσατο. κηκίδας ἀριθμῷ λʹ. ὄξους λευκοῦ
5κύαθον αʹ 𐅶ʹʹ. οἱ δὲ κυάθους θʹ. σμύρνης 𐅻 ηʹ. νάρδου Ἰν‐ δικῆς 𐅻 αʹ. ῥοῦ τῆς ἐπὶ τὰ ὄψα, κύαθον αʹ 𐅶ʹʹ. οἱ δὲ κυά‐ θους θʹ. στυπτηρίας σχιστῆς 𐅻 αʹ. πεπέρεως κόκκους κʹ. μέλιτος Ἀττικοῦ κυάθους βʹ. οἱ δὲ κύαθον αʹ 𐅶ʹʹ. ἕψονται δ’ αἱ κηκίδες ἐν τῷ ὄξει, ἕως ἂν ἁπαλαὶ γένωνται, καὶ λεαν‐
10θεῖσαι μίγνυνται τῷ μέλιτι ἐπὶ τῆς χρήσεως, τινὲς δὲ καὶ μανδραγόρου σπέρματος γο αʹ. ταῦτα μὲν ὁ Ἀνδρόμαχος ἔγραψε, τάχα δ’ ἄν τις ἀπορήσειε διὰ τί γράψας ὄξους κύαθον ἕνα 𐅶ʹʹ. προσέγραψεν, οἱ δὲ κυάθους θʹ. παρὰ πολὺ γὰρ ἡ συμμετρία τῆς συμμετρίας ὑπερέχει, καθάπερ γε πάλιν
15κᾀν τῷ φάναι, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα κύαθον αʹ 𐅶ʹʹ. οἱ δὲ κυάθους θʹ. κατὰ μόνας οὖν ἐξεταζόμενον ἑκάτερον ἀπορίαν ἔχει, πρὸς ἄλληλα δὲ συμπλεκόμενα προσηκόντως γέγραπται.
ἐὰν μὲν γὰρ κυάθους θʹ. ἐμβάλλωμεν τοῦ ὄξους, ἐμβαλοῦμεν936 in vol. 12

12

.

937

καὶ τοῦ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα τοὺς αὐτοὺς θʹ. ἐὰν δὲ κύα‐ θον αʹ 𐅶ʹʹ. τοῦ ὄξους, ἀρκέσει καὶ τοῦ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα κύαθος αʹ 𐅶ʹʹ. ὥστε ἐπὶ μὲν τοῦ πλέον ἔχοντος ὄξους φαρ‐ μάκου τὴν ἕψησιν ἐπὶ πλέον γίνεσθαι, ἐπὶ δὲ τοῦ ἔλαττον
5ἐπ’ ὀλίγον. ἄμεινον δὲ πολλῷ τὸ ἐπὶ πλέον, οὕτω γὰρ καὶ αἱ κηκίδες ἔσονται μαλακαί. εὔδηλον δ’ ὅτι γενναῖόν ἐστι τὸ φάρμακον, ἐξ ἐναντίων συγκείμενον. αἱ μὲν γὰρ κηκίδες καὶ τὸ ὄξος καὶ ὁ ῥοῦς στυπτικώτερα ἔσται καὶ ἀποκρου‐ στικώτατα. διαφορητικώτατον δέ ἐστι τὸ πέπερι, μικτῆς δυ‐
10νάμεως ἡ νάρδος, ἡ σμύρνη δὲ διαφορητικῆς μὲν, ἀλλ’ ἀδή‐ κτου καὶ παρηγορικῆς μετὰ τοῦ συμπέττειν, διαφορητικῆς δὲ καὶ τὸ μέλι δυνάμεώς ἐστιν, ἀλλὰ χωρὶς τοῦ δάκνειν τὰ ἐν τῷ στόματι, ἐπειδὴ τοῖς ὀφθαλμοῖς δακνῶδές ἐστιν. περὶ δὲ τῆς τοῦ ὄξους δυνάμεως ἤδη πολλάκις ἀνεμνήσαμεν,
15ὡς καὶ τέμνει καὶ διαφορεῖ καὶ ἀποκρούεται. τὸ δὲ λευκὸν πρόσκειται κατὰ τὴν γραφὴν, ἵνα λεπτομερὲς ᾖ. ἔνιοι δὲ καὶ
τοῦ ὄξους πέντε κυάθους καὶ τοῦ ῥοῦ τοὺς αὐτοὺς ἐμβάλ‐937 in vol. 12

12

.

938

λουσι, μεταξύ πως ἱστάμενοι τῶν τε τὸ πλεῖστον ἐμβαλλόν‐ των καὶ τῶν τὸ ἐλάχιστον ἑκατέρου. δῆλον οὖν ὅτι μέσον ἐκείνων τῇ δυνάμει τὸ φάρμακον παρασκευάζουσιν, ὥσπερ καὶ τῇ συμμετρίᾳ.
5 [Ἡ διὰ τοῦ βήσασα στοματικὴ διάχριστος. ἔνδοξον δὲ καὶ τοῦτό ἐστι τὸ φάρμακον, ὑπὸ μὲν Ἀνδρομάχου κατὰ λέξιν οὕτω γεγραμμένον.] Στοματικὸν πρὸς συνάγχας ἡ διὰ βήσασα, πρὸς τὰ ἀπηλπισμένα ποιοῦσα ᾗ χρῶμαι. ἀνίσου σπέρματος, σελίνου σπέρματος, ἄμμεως σπέρματος, σχίνου
10ἄνθους· στυπτηρίας σχιστῆς, Ἰλλυρικῆς ἴρεως, βήσασα, ὅ τινες ἅρμαλα καλοῦσι, κινναμώμου, σμύρνης τρωγλοδυτικῆς, ἀριστολοχίας μακρᾶς ἀνὰ γο αʹ. κασσίας, ῥόδων ξηρῶν ἀνὰ γο αʹ. κροκομάγματος γο αʹ. κόστου, χελιδόνων σποδοῦ προσ‐ φάτου ἀνὰ γο γʹ. κρόκου γο αʹ 𐅶ʹʹ. νάρδου Ἰνδικῆς, ἀμώμου
15ἀνὰ γο 𐅶ʹʹ. κηκίδας ηʹ. λείοις σὺν μέλιτι χρῶ, ἐπὶ δὲ τῆς χρείας ἄνιε μέλιτι. τοῦτο δὲ αὐτὸ τὸ φάρμακον καὶ ὁ Ἥρας ἔγραψεν ὀλίγου δεῖν ἅπαν ὡσαύτως, μόνα γὰρ
ὑπήλλαξε τὰ τῶν ῥόδων καὶ οὐκ αὐτὰ μᾶλλον, ἀλλὰ τὸ938 in vol. 12

12

.

939

ἄνθος αὐτῶν καὶ προσθεὶς ἐπὶ τέλει, τινὲς δὲ καὶ κασσίας πυῤῥᾶς γο αʹ. περὶ δὲ τῶν χελιδόνων ἀμφότεροι γεγράφα‐ σιν ἀσαφῶς, καίτοι σαφῶς ἄλλων γεγραφότων, εἰ καὶ δια‐ φωνοῦσιν ἀλλήλοις. οἱ μὲν γὰρ τὴν νεοττιὰν κελεύουσι καίειν,
5ἐκ τῶν ἀποπατημάτων μάλιστα τῶν χελιδόνων συγκειμένην, οἱ δὲ αὐτὰς τὰς χελιδόνας, οἱ δὲ τοὺς νεοττοὺς αὐτῶν. οὗτοι δὲ ἀσαφέστερον ἔγραψαν, ὁ μὲν Ἀνδρόμαχος χελιδόνων σπο‐ δοῦ προσφάτου, ἔδει δὲ προσθεῖναι κεκαυμένων. τοιοῦτον γάρ τοι τὸ σποδοῦ δηλοῖ, πλὴν εἰ τὴν νεοττιὰν κελεύει λει‐
10οῦν. ὁ δὲ Ἥρας χελιδόνων τοῦ χέσματος, μὴ προσθεὶς μηδὲ αὐτὸς τὸ κεκαυμένου. ἴσως οὖν οὐδέτερος βούλεται τὸ κε‐ καῦσθαι τὸν ἀπόπατον τῶν χελιδόνων, ὥσπερ ἄλλοι. ἔν τισι μέντοι τῶν ἀντιγράφων οὕτω διαγέγραπται. χελιδόνων τῶν ἁπαλῶν γο αʹ. καθάπερ ἐν ἑτέροις χελιδόνων τῶν ἀπὸ
15δοκῶν. πρόδηλον δ’ ὅτι δριμὺ καὶ διαφορητικόν ἐστι τὸ φάρμακον τὸ ἐκ τῶν χελιδόνων ἀποπάτημα, καθάπερ καὶ τὰ ἄλλα πάντα ἁπάντων τῶν ζώων, τὰ μὲν μᾶλλον, τὰ δ’ ἧτ‐
τον, ὥσπερ καὶ αὐτῶν τῶν ζώων καυθέντων ἡ τέφρα. εἴρη‐939 in vol. 12

12

.

940

ται δὲ ἡμῖν καὶ περὶ τοῦ βήσασα κατὰ τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ὡς ἔστι τῆς τρίτης τάξεως τῶν θερ‐ μαντικῶν, καὶ νῦν ὡς τοιοῦτον ἀναμέμικται τῷ προκειμένῳ φαρμάκῳ, τὰ πλεῖστα τῆς διαφορητικῆς δυνάμεως ἔχοντι,
5καθάπερ ἔνια τῶν ἄλλων στοματικῶν τῆς στυπτικῆς τε καὶ ἀποκρουστικῆς. τά τε γὰρ εἰρημένα φάρμακα διαφορητικώ‐ τατα καὶ πρὸς αὐτοῖς ἔτι τὸ κιννάμωμον ὑπὲρ ἅπαντα, λε‐ πτομερῆ τε καὶ διαφορητικὴν ἔχον δύναμιν, ἀλλὰ καὶ τὰ σπέρματα τό τε τοῦ ἀνίσου καὶ τὸ τοῦ σελίνου καὶ τὸ τοῦ
10ἄμμεως διαφορητικά. καὶ ἡ ἴρις δὲ καὶ ἡ ἀριστολοχία τῶν διαφορητικῶν ἐστιν, ὥσπερ καὶ ἡ σμύρνα. μικτῆς δὲ δυνά‐ μεως ἔκ τε τῆς διαφορητικῆς καὶ τῆς στυπτικῆς ἐστὶ κασ‐ σία καὶ κρόκος καὶ νάρδος καὶ ἄμωμος καὶ κόστος. ἐπικρα‐ τεῖ δὲ ἐν αὐταῖς ἡ θερμαντική τε καὶ διαφορητικὴ καὶ μά‐
15λιστα ἐν τῷ κόστῳ. μικτῆς δὲ καὶ τὸ τοῦ σχίνου ἄνθος, ἀλλ’ ἀσθενοῦς καθ’ ἑκάτερα καὶ τὸ στύφειν καὶ τὸ θερμαίνειν. αἱ δὲ κηκίδες, δῆλον δ’ ὅτι τὰς ὀμφακίτιδας λέγω, τῶν στυ‐
φόντων ἱκανῶς εἰσὶ φαρμάκων, ὥσπερ καὶ ἡ σχιστὴ στυπτη‐940 in vol. 12

12

.

941

ρία. τὰ ῥόδα δ’ ἔμπαλιν ἀσθενεστάτην ἔχει τὴν στύψιν. ἐξ ἐναντίων οὖν ταῖς δυνάμεσι σύγκειται τῶν κατὰ μέρος φαρ‐ μάκων τὸ προκείμενον ἐν τῷ λόγῳ, καὶ οὐ μόνον γε ἐναν‐ τίων, ἀλλὰ καὶ ἰσχυρῶν ἑκατέρων, καὶ καθάπερ εἶπον ἔμ‐
5προσθεν, ἰσχυροτέρων πολὺ τῶν διαφορητικῶν ἢ τῶν στυ‐ πτικῶν. ἐπεὶ δὲ τὴν σκευασίαν αὐτοῦ σαφῶς ἔγραψεν Ἥρας, διὰ τοῦτο καὶ τὴν ἐκείνου λέξιν κοινῇ παραγράψω τόνδε τὸν τρόπον ἔχουσαν. [Ἥρα στοματικὴ διὰ τοῦ βήσασα.] Στοματικὴ ποι‐
10οῦσα πρὸς συνάγχας καὶ φλεγμονὰς παρισθμίων καὶ ἕλκη τὰ γινόμενα ἐν τῷ στόματι, ἁρμόζει δὲ καὶ στοματικοῖς καὶ δυσεντερικοῖς ἄκρως, ἐν ψυχρῷ διδομένη κυάμου μέγεθος. ἔστι δὲ καὶ ἀρτηριακὴ καλὴ καὶ ἀνώδυνος. ἀνίσου γο αʹ. ἄμμεως γο αʹ. σελίνου σπέρματος γο αʹ. κόστου γο αʹ 𐅶ʹʹ.
15σχίνου ἄνθους γο αʹ. κασσίας γο αʹ. ἴρεως Ἰλλυρικῆς γο αʹ. σχιστῆς γο αʹ. κηκίδας ὀμφακίτιδας μέσας τῷ μεγέθει ηʹ. κροκομάγματος γο αʹ. κρόκου γο αʹ 𐅶ʹʹ. σμύρνης γο 𐅶ʹʹ. ῥό‐
δων ἄνθους γο βʹ. ἀριστολοχίας μακρᾶς γο αʹ. βήσασα σπέρ‐941 in vol. 12

12

.

942

ματος γο αʹ. κινναμώμου γο αʹ. ναρδοστάχυος γο αʹ 𐅶ʹʹ. ἀμώμου βότρυος γο 𐅶ʹʹ. τινὲς δὲ καὶ κασσίας πυῤῥᾶς γο αʹ. σποδοῦ χελιδόνων τοῦ χέσματος γο αʹ. τὴν σμύρναν λειοτρί‐ βει μετὰ μέλιτος, τὰ δὲ λοιπὰ πάντα κόψας καὶ σήσας βάλλε
5εἰς ὅλμον, καὶ ἀναμίξας ὑπέρῳ κατάτεμνε τὴν σμύρναν μετὰ μέλιτος συμμέτρου, ἵνα γένηται τὸ φάρμακον μέλιτος παχύ‐ τερον. ἐπὶ δὲ τῆς χρείας μέλιτι διεὶς διάχριε καὶ δίδου ἀνα‐ γαργαρίζεσθαι δι’ ὕδατος ἢ ὑδρομέλιτος ἢ χυλοῦ πτισάνης. ἐν κασσιτερίνῳ δὲ ἀποτίθεται ἀγγείῳ.
10 [Ἄλλο διὰ χελιδόνων ἄνευ βήσασα στοματικὸν διά‐ χριστον, ὃ Ἀσκληπιάδης ἔγραψε κατὰ λέξιν οὕτως.] Ἄλλη, ποιεῖ καὶ συναγχικοῖς. χελιδόνων ἀγρίων κεκαυμένων τῆς σποδοῦ 𐅻 δʹ. κρόκου 𐅻 αʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ. μέλιτι ἀναλάμβανε, ἡ κρᾶσις πρὸς τὰς ὑποκειμένας διαθέσεις. δεῖ δὲ
15τὰς χελιδόνας καίειν τὸν τρόπον τοῦτον. ἁλσὶ καταπάσαντες τοὺς νεοττοὺς σὺν τοῖς πτεροῖς βάλλομεν εἰς ἄγγος κερα‐ μεοῦν καὶ τοῦτο φιμώσαντες τίθεμεν ἐπ’ ἀνθράκων. χάριν
εἰδέναι χρὴ τῷ Ἀσκληπιάδῃ οὕτω σαφῶς γράψαντι, ὅπως942 in vol. 12

12

.

943

κελεύει καίεσθαι τοὺς νεοττοὺς τῶν χελιδόνων. ὅτι τὰ ζῶα αὐτὰ καὶ μὴ τὸν ἀπόπατον αὐτὸν εἰς τὴν σύνθεσιν τοῦ φαρμάκου παρασκευάζειν ἀξιοῖ. γέγραπται δὲ καὶ τῷ Ἀν‐ δρομάχῳ διὰ χελιδόνων στοματικὸν φάρμακον ὡδί πως αὐ‐
5τοῖς ὀνόμασιν. [Τὸ διὰ χελιδόνων πρὸς συνάγχας, ὡς Ἁρπόκρας.] Χελιδόνων κεκαυμένων νεοττῶν ιαʹ. μέλιτος κυ. αʹ. οἱ δὲ κυάθους βʹ. μυρσίνης χλωρᾶς χυλοῦ κυ. αʹ. οἱ δὲ κυάθους βʹ. σμύρνης τριώβολον, καύσας τοὺς νεοττοὺς μίσγε πάντα
10καὶ λεάνας χρῶ. σαφῶς καὶ οὕτως ἐνταῦθα τοὺς νεοττοὺς κελεύει καίεσθαι. αὗται μὲν αἱ προγεγραμμέναι δύο διὰ χε‐ λιδόνων εἰσὶν ἄνευ τοῦ βήσασα. αἱ δὲ ἄλλαι πρὸ αὐτῶν δύο στοματικαὶ διά τε χελιδόνων καὶ τοῦ βήσασα. τρίτη δὲ ἄλλη συζυγία φαρμάκων ἐστὶν ὁμογενῶν, ἐν ᾗ χωρὶς τῶν χε‐
15λιδόνων αἱ διὰ τοῦ βήσασα σκευάζονται. [Ἄλλαι στοματικαὶ διάχριστοι Ἀνδρομάχου.] Βέλτιον
εἶναι νομίζω μηδὲ τὰς ἄλλας παραλιπεῖν ὁπόσας ἐπαινοῦσιν943 in vol. 12

12

.

944

οἱ περὶ τὴν τῶν φαρμάκων ἐμπειρίαν σπουδάζοντες, ἐνταῦθα προσγράψαι, καὶ μάλιστα ἐπειδὴ πολλῶν ἐνταῦθα καὶ αὐτοὶ πεῖραν ἔχομεν, τὰ μὲν αὐτοὶ χρησάμενοι, τὰ δὲ τοὺς συνια‐ τρεύοντας ἡμῖν εἰδότες. ἄρξομαι δὲ ἀπὸ τῶν ὑπ’ Ἀνδρομά‐
5χου γεγραμμένων, αὐτὰς συνθέμενος ὡς ἐκεῖνος ἔγραψεν. [Πρὸς κιονίδας κεχαλασμένας.] Μέλιτος λίτραν μίαν, στυπτηρίας ὑγρᾶς λίτραν μίαν, ῥόδων ἄνθους λίτρας 𐅶ʹʹ. ὑποκυστίδος χυλοῦ γο γʹ. ἕψε στυπτηρίαν μέλιτι, εἶτα τὰ ξηρὰ, καὶ οὕτω χρῶ. ἕψε δ’ ἐπ’ ὀλίγον. καλόν ἐστιν ὄντως
10τοῦτο τὸ φάρμακον καὶ δεῖ κεχρῆσθαι τρισὶ τρόποις αὐτῷ, καθάπερ ὁρᾶτε χρώμενον ἐμὲ τοῖς πλείστοις τῶν στοματι‐ κῶν φαρμάκων. εἷς μὲν γὰρ τρόπος χρήσεώς ἐστι καὶ μά‐ λιστα ἐν ἀρχῇ διαλύοντα τὸ φάρμακον ἢ δι’ ὕδατος θερμοῦ ἢ δι’ ὑδρομέλιτος, τουτέστι διὰ μελικράτου ἀνακογχυλίζεσθαι.
15καὶ γὰρ καὶ παρηγορικόν ἐστι τοῦτο καὶ τὸ δέον ἀνύει. μεταξὺ δὲ τῆς τοιαύτης χρήσεως καὶ ἀκράτῳ τῷ φαρμάκῳ χρῆσθαι προσήκει, τοῦτο μὲν διαχρίοντα τοῖς δακτύ‐
λοις, τοῦτο δὲ καὶ διὰ κοχλιαρίου προσαπτόμενον μετὰ τοῦ944 in vol. 12

12

.

945

ἀναπιέζειν καὶ ἀδεὲς πρὸς τοὐκτὸς ἄγειν τὴν κιονίδα. συμ‐ φέρει γὰρ ὡς ὅτι μάλιστα πρὸς τὴν γλῶσσαν αὐτὴν ῥέπειν ἀποχωροῦσαν τῆς εὐθύτητος ἣν ἴσχει τὰ πολλὰ πρὸς τὸν λάρυγγα.
5 [Ἑτέρα στοματικὴ τοῦ αὐτοῦ Ἀνδρομάχου πρὸς πάντα τὰ ἐν τῷ στόματι.] Κροκομάγματος 𐅻 βʹ. ἴρεως 𐅻 δʹ. σανδαράχης 𐅻 𐅶ʹʹ. τουτέστι τριώβολον, τερμινθίνης 𐅻 βʹ. λυκίου Ἰνδικοῦ 𐅻 αʹ. σταφίδος 𐅻 ηʹ. ἀλόης 𐅻 αʹ. ὀμφα‐ κίου 𐅻 αʹ. στροβύλων πεφωγμένων 𐅻 ηʹ. γλυκέος χυλοῦ
10𐅻 αʹ. σχιστῆς 𐅻 αʹ. βαλαυστίου 𐅻 αʹ. ῥόδων ἄνθους 𐅻 βʹ. μέλιτος κοτύλας βʹ 𐅶ʹʹ. ἔν τισι δὲ ἀντιγράφοις 𐆂ο αʹ 𐅶ʹʹ. γέγραπται. αὐτὸς μὲν ὁ Ἀνδρόμαχος οὐκ ἔγραψεν ὅπως μίγνυσθαι τὸ μέλι χρὴ, πότερον ὠμὸν ἢ ἑφθὸν ἢ μόνον ἀπηφρισμένον, ἐγὼ δ’ ἀξιῶ τὸ ἀπηφρισμένον μίγνυσθαι.
15ἔγραψε δὲ καὶ ἄλλας στοματικὰς διαχρίστους ὁ Ἀνδρόμαχος, ἁπάσας καλὰς, καὶ διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι μὴ παραλιπεῖν αὐτὰς, ἀλλ’ ὑπογράψαι πάσας ἑξῆς, ὡς ἐκεῖνος
ἔγραψεν. στοματικὴ ᾗ χρῆσθαί φησιν αὐτός. ἄνθους ῥό‐945 in vol. 12

12

.

946

δων 𐅻 βʹ. πιτυΐδων 𐅻 αʹ. κρόκου 𐅻 αʹ. σὺν μέλιτι. ἄλλη καὶ αὐτῇ κεχρῆσθαί φησι. ἴρεως Ἰλλυρικῆς 𐅻 ηʹ. κρόκου 𐅻 ηʹ. οἱ δὲ 𐅻 δʹ. ῥόδων ἄνθους 𐅻 δʹ. σὺν μέλιτι. ἄλλη μίσυος Κυπρίου 𐅻 ηʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 δʹ. σμύρνης
5𐅻 ηʹ. κρόκου 𐅻 αʹ. σὺν μέλιτι. ἄλλη εὐώδης ἁπαλὴ πρὸς φλεγμονὰς καὶ ἐσχάρας καλή. πυρῆνος 𐅻 γʹ. ἀμύλου 𐅻 βʹ. σχιστῆς 𐅻 αʹ. ῥόδων ἄνθους 𐅻 αʹ. κρόκου τριώβολον σὺν μέλιτι. ταῦτα ἐκ τοῦ Κρατίππου νάρθηκος εἶναί φησιν. ἄλλη στοματικὴ Μενεκράτους. κρόκου 𐅻 δʹ. βαλαυστίου 𐅻 γʹ.
10ῥόδων ἄνθους 𐅻 αʹ. οἱ δὲ 𐅻 𐅶ʹʹ. ἐρείκης καρποῦ 𐅻 αʹ. μαλαβάθρου 𐅻 αʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ. στροβύλους κʹ. μέλιτι. ἄλλη, ἣν ἐκ τῶν Μελίτου φησὶν εἶναι. ῥοῦ ἐρυ‐ θροῦ 𐅻 βʹ. ῥόδων ἄνθους 𐅻 αʹ. κόστου, κρόκου ἀνὰ τριώ‐ βολον σὺν μέλιτι. ταύτην καὶ ἀναγαργαρίζεσθαι σὺν γλυκεῖ
15ἢ ὑδρομέλιτί φησιν, οὐκ οἶδ’ ὅπως τοῦτο προσγράψας. ἅπα‐ σαι γὰρ ἀναγαργαρίζεσθαι δύνανται. ἄλλη στοματικὴ, ἣν καὶ αὐτὸς ἐπαινεῖ. σχοίνου ἄνθους, σμύρνης, κρόκου, κασσίας,
στυπτηρίας σχιστῆς, Ἰλλυρίδος ἀνὰ 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ.946 in vol. 12

12

.

947

σὺν μέλιτι ἑφθῷ. ἐνταῦθα μὲν οὖν προσέθηκε τὸ ἑφθῷ, κατὰ δὲ τὰς ἔμπροσθεν ἁπλῶς εἶπε μέλιτι, συγχωρῶν ἡμῖν ὡς ἂν θέλωμεν σκευάζειν. ἐγὼ δ’, ὡς ἔφην, μέλιτι ἀπηφρι‐ σμένῳ χρῶμαι.
5 [Ἄλλαι διάχριστοι στοματικαὶ, ἃς Ἀσκληπιάδης ἔγραψε.] Διάχριστοι πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας Ἀσκληπιά‐ δου. ῥοῦ ἐρυθροῦ 𐅻 δʹ. ἀκακίας 𐅻 αʹ. μυελοῦ 𐅻 δʹ. οἴνῳ Πραμνείῳ διαλύσας, ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ χρῶ δια‐ χρίων. οὐκ οἶδ’ ὅπως παρέλιπε προσγράψαι τῷ τοῦ μυελοῦ,
10πότερον ἐλαφείου ἢ μοσχείου βούλεται βάλλεσθαι. ἐπεὶ τοί‐ νυν οὐ προσέγραψεν, ἀσφαλέστερόν ἐστιν ἐλαφείου βάλλειν, ἰσχυρὸν γὰρ εἶναι βούλεται τὸ φάρμακον. ἔστι δὲ ἰσχυρότε‐ ρος ὁ ἐλάφειος μυελὸς τοῦ μοσχείου. ἄλλη. ὑποκυστίδος χυλοῦ 𐅻 βʹ. βαλαυστίου 𐅻 αʹ. λυκίου ὁλκὴν αʹ. ἀκακίας
15𐅻 αʹ. ἀναλάμβανε ἐλαίας ὀμφακιζούσης τῷ χυλῷ καὶ μέ‐ λιτι φυράσας χρῶ. [Διάχριστοι στοματικαὶ τοῖς δυσχεραίνουσι τὰς φαρμακώδεις ποιότητας ἐπιτήδειοι.] Περὶ μὲν τῶν γυναικῶν
τί δεῖ καὶ λέγειν, καὶ μάλιστα ὡς αἱ πλούσιαι δυσχεραί‐947 in vol. 12

12

.

948

νουσιν ὑπὸ τρυφῆς τὰς φαρμακώδεις στοματικάς; ἤδη δὲ καὶ ἄνδρες τινὲς οὐ μόνον ὑπὸ τρυφῆς, ἀλλὰ καὶ κακοστόμα‐ χοι φύσει πως ὄντες, οὐ φέρουσι τὰ τοιαῦτα φάρμακα. καὶ μέντοι καὶ παραῤῥυέντα πολλάκις εἰς στόμαχον οὐ μόνον
5ἀηδῆ πώς ἐστιν, ἀλλὰ καὶ βλαβερά. τὰ γοῦν ἐπιεικέστατα αὐτῶν κρόκον ἔχει καὶ σμύρναν καὶ στυπτηρίαν. ἄμεινον οὖν ἐνίας τῶν στοματικῶν ἄνευ τούτων γεγονυίας ἔχειν. ἐπὶ μὲν δὴ τῶν μετρίων φλεγμονῶν ἢ τῶν παρισθμίων ἢ σταφυλῆς, ἄν τε ἄλλου τινὸς μέρους, ἀρκοῦσιν οἱ χυλοὶ μό‐
10νοι τῶν εἰρημένων ἄρτι καρπῶν, ὅ τε τῶν βάτων καὶ ὁ τῶν μόρων, ῥοιαί τε καὶ μῆλα τὰ Κυδώνια. καὶ μέντοι καὶ ὁ τῶν καρύων χυλὸς, ὅταν μετὰ μέλιτος μόνον γένηται, τὴν γεῦσιν ἡδεῖαν ἔχει καὶ γλεῦκος τὸ ἐκ τῶν στρυφνοτέρων στα‐ φυλῶν, ἐξ ὧν ὁ Ἀμιναῖος οἶνος γεννᾶται, βληθέντος εἰς
15αὐτὸ ῥοῦ. τοῦθ’, ὡς προέγραψε, κάλλιστον γίνεται φάρμακον ἑψηθὲν, ὡς εἴρηται. πρὸς δὲ τὰς πλείονος δεομένας στύψεως φλεγμονὰς ἐποίησα διαχρίστους στοματικὰς τοιάσδε. τῶν
αὐστηρῶν ῥοιῶν τὸν χυλὸν ἢ τῶν αὐστηρῶν κυδωνίων ἢ948 in vol. 12

12

.

949

καὶ ἀμφοτέρων κατὰ τὴν ἔμπροσθεν εἰρημένην ἀναλογίαν ἔμιξα μέλιτι, καὶ ἦν αὔταρκες. ὁ δὲ τῶν συκαμίνων χυλὸς ἀσθενὲς φάρμακον. ἀλλὰ τούτου γε καὶ τῶν εἰρημένων μέ‐ σος ἐστὶ κατὰ τὴν στύψιν ὁ τῶν βάτων. ἰσχυρὸς δὲ οὐδενὸς
5ἧττόν ἐστι καὶ ὁ ἐκ τοῦ λέμματος τῶν καρύων, καίτοι γε οὐκ ὢν ἐν τῇ γεύσει στρυφνός. ἑκάστῳ δὲ τούτων ἔνεστιν ὄμφακας ἐκθλίψαντας μιγνύειν, ἐὰν μὲν βουληθῇς σφοδρότε‐ ρον ἐργάσασθαι, κατὰ τὸ ἴσον· εἰ δὲ μή γε, πάντως κατὰ τὸ ἥμισυ. σφοδρότατος δὲ αὐτῶν ἐστιν, ἐὰν τὰς ῥοιὰς ὅλας
10κόψας μετὰ τῶν λεμμάτων ἐκθλίψῃς τὸν χυλὸν, καὶ μᾶλλον δὲ ἂν ὦσι στρυφναί. καὶ ἔτι γε στρυφνότατον ἐν τούτοις ἔσται, προσμιχθέντος τῷ τῶν οὕτω κοπεισῶν αὐ‐ στηρῶν ῥοιῶν χυλῷ τοῦ τῆς ὄμφακος, ἅμα συμμέτρῳ μέλιτι. κάλλιον δὲ ἐὰν τὰς ὅλας κεκομμένας ῥοιὰς ἀνεψήσας γλυκεῖ
15διηθήσῃς. ἔσται δέ σοι καὶ διὰ μόνων τῶν γλυκειῶν ῥοιῶν σκευάζοντι τὸ φάρμακον, ὥσπερ ἀσθενέστερον οὕτως ἥδιον
ἐργάσασθαι, καὶ μᾶλλον ἐὰν διὰ τοῦ χυλοῦ μόνου χωρὶς τῶν949 in vol. 12

12

.

950

σιδίων αὐτὸ συνθῇς. ἐγὼ δὲ πολλάκις ἔμιξα τὰ τρία γένη τῶν ῥοιῶν, αὐστηρῶν τε καὶ ὀξέων καὶ γλυκειῶν. ὅπως δὲ μὴ λίαν τραχύνοι, γλυκυῤῥίζης χυλὸν μιγνύων ἐργάσῃ κάλλι‐ στον τὸ φάρμακον. καὶ διὰ τῶν ὀπωρῶν δὲ γενόμενον αὐτὸ
5καθ’ αὑτὸ μόνον κάλλιστόν ἐστι φάρμακον ἀνακογχυλίζε‐ σθαί τε καὶ διαχρίεσθαι βουλομένοις τὰς ἐν τῷ στόματι φλεγμονάς. ἔστι δὲ καὶ τοῦτο τὸ μὲν αὐστηρότερον, τὸ δὲ μετριώτερον τῇ στύψει, καὶ λεχθήσεται περὶ τῆς συνθέσεως αὐτοῦ μικρὸν ὕστερον. ἐπεὶ δ’ οὐ μόνον ἀποκρουστικὸν δεῖ
10ἡμᾶς ἔχειν φάρμακον, ἀλλὰ καὶ διαφορητικὸν, εἰ σκιῤῥούμενόν τι φαίνοιτο, σκευάσεις οὕτως αὐτό. τοῖς μέσοις κατὰ τὴν δύναμιν τῶν εἰρημένων τι ἐμβαλεῖς ἑψομένοις γλήχωνος ἢ θύμων ἢ ὀριγάνου ἢ ὑσσώπου ἢ ἡδυόσμου ἢ καλαμίνθης, εἶτα διηθήσας ἕξεις ἄριστον φάρμακον. εἰ δὲ θερμότερον
15ἐθέλεις εἶναι, πεπέρεως ἐπεμβάλλειν χρή. ἐσκεύασα δέ ποτε καὶ χωρὶς τοῦ γλήχωνος ἢ θύμων ἤ τινος τοιούτου τὸ διὰ τῶν χυλῶν, μόνον αὐτῷ πεπέρεως ἐπεμβαλών. ἅπασι δὲ αὐ‐
τοῖς τὸν τῆς γλυκυῤῥίζης χυλὸν μιγνὺς ἄμεινον ἐργάσῃ τὸ950 in vol. 12

12

.

951

φάρμακον. εἰ δὲ πλουσίοις σκευάζοις, καὶ ἀμώμου τι μίξεις. ἡ δὲ ποσότης τῶν τοιούτων ἡ αὐτή σοι γινέσθω τοῖς τὸν κρόκον καὶ τὴν στυπτηρίαν καὶ τὴν σμύρνην λαμ‐ βάνουσιν, ὡς προγέγραπται. ἀντ’ ἐκείνων γάρ σοι ἔσται τὸ
5ἄμωμον, καὶ τὴν μαστίχην δὲ τὴν Χίαν ἐνέβαλόν ποτε, μετὰ τὸ διηθῆσαι δὲ δηλονότι καὶ ἀφελεῖν ἤδη τά γε ἐνεψημένα τὰ τοιαῦτα. [Περὶ ἐσχαρῶν τῶν ἐν τῷ στόματι.] Ἐν τοῖς ὑγροῖς καὶ θερμοῖς τόποις τοῦ σώματος, ὁποῖόν ἐστι τὸ
10στόμα, ταχέως ἐπιγίνεται σηπεδὼν, ἐξ ἧς ἄν τινος αἰτίας ἑλκωθὲν τύχῃ, συντελεῖ δὲ εἰς τοῦτο καὶ τὸ μηδὲν ἐπικεῖ‐ σθαι δύνασθαι διὰ παντὸς φάρμακον, ὥσπερ ἐπὶ τῶν ἄλλων ἑλκῶν. ἐκκλύζεται γὰρ ὑπὸ τοῦ σιάλου πάντα, διὸ καὶ τοῖς ἰσχυροτάτοις φαρμάκοις ἀναγκαζόμεθα χρῆσθαι πολλάκις ἐπ’
15αὐτῶν. ἰσχυρότατα δέ ἐστιν ὅσα τὴν καλουμένην ἐσχάραν ἐργάζεται παραπλησίως τοῖς καυτηρίοις. ἐπὶ μὲν οὖν τῶν ἐκτὸς, ὅταν ἐσχαρωθῇ τὸ θεραπευόμενον μόριον, ἀφιστά‐
μεθα τῶν ἰσχυρῶν φαρμάκων, ἐπὶ τὰ τὰς ἐσχάρας ἀφαι‐951 in vol. 12

12

.

952

ροῦντα μετιόντες, ἅπερ εὔδηλον ὅτι τῆς ῥυπτικῆς ἐστι ποι‐ ότητός τε καὶ δυνάμεως. ἐπὶ δὲ τῶν ἐν τῷ στόματι διὰ τὴν τοῦ χωρίου φύσιν ἀσφαλὲς εἶναι δοκεῖ μοι μιγνύναι τοῖς ῥύπτουσι φαρμάκοις ἔνια τῶν ἰσχυρῶν, ἃ κατὰ μόνας προσ‐
5φερόμενα τὰς ἐσχάρας ἐργάζεται. διὰ ταύτην οὖν τὴν αἰτίαν ῥυπτικωτάτῳ μέλιτι μίγνυμεν φάρμακα τὰ αὐτὰς τὰς ἐσχά‐ ρας ἐργαζόμενα. καθάπερ ἐπὶ τῶν ῥυπαρῶν ἑλκῶν ἔν γε τῷ δέρματι γεννωμένων, ἔφαμεν χρῆναι μιγνύναι τῷ μέλιτι τὰ βραχέως ῥυπτικὰ, λιβανωτὸν, ὄροβον, ἴριν, ἀριστολοχίαν,
10ὅσα τε ἄλλα τοιαῦτα, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστι‐ θέντες, ὡς Ἱπποκράτης ἔφη. ὁ μὲν γὰρ ἐπ’ ἀμφοῖν λογι‐ σμὸς εἷς ἐστιν συμμέτρως ἔχων, ὡς πρὸς τὴν διάθεσιν τὸ ῥυπτικὸν προσφέρειν φάρμακον. ἕξεις δὲ σύμμετρον τὸ μέλι τῷ μὲν ἐπὶ τῶν ἑλκῶν ῥύπῳ τοῖς ἀσθενέσι τῶν ῥυπτικῶν
15μιχθέν. ἐφ’ ὧν δὲ διὰ τὴν τοῦ τόπου φύσιν ὑποστροφὴν σηπεδόνος εὐλαβούμεθα τῶν ἰσχυροτέρων τι προσλαβὸν, εὐ‐ λόγως οὖν ἔμιξαν τῷ μέλιτι τὰ ξηρὰ φάρμακα, δι’ ὧν τὰς
ἐσχάρας ἐργαζόμεθα. τινὰ μὲν οὖν τῶν τοιούτων φαρμάκων952 in vol. 12

12

.

953

ἔμπροσθεν διῆλθον ἐν ἐκείνῳ τῷ λόγῳ, καθ’ ὃν γέγραπται πρὸς τὰς ἐν τῷ στόματι νομάς. τὰ γὰρ αὐτὰ καὶ πρὸς ἐσχάρας ἔφασαν ἁρμόττειν, μέλιτος αὐτοῖς μιγνυμένου, καὶ νῦν δὲ ἐπ’ αὐτοῖς ἅπαντα γράψω καί τινα δόξει δεύτερον
5λέγεσθαι. τὰ μὲν οὖν ὑπ’ Ἀνδρομάχου γεγραμμένα μικρὸν ἔμπροσθεν ἀναμνῆσαί με χρὴ μόνον, ἐν οἷς ἐδίδαξέ τινα φάρμακα πρὸς τὰς ἐν στόματι νομὰς, παραθήσομαι δὲ τὰς ἀρχὰς αὐτῶν μόνας. ἓν μὲν οὖν φάρμακον οὕτως ἔγραψεν. [Ἀνδρομάχου στοματικὴ, εὐώδης ἁπαλὴ πρὸς φλεγμο‐
10νὰς καὶ ἐσχάρας καλή.] Συνέθηκεν αὐτὴν διὰ πυρῆνος, ἀμύ‐ λου καὶ σχιστῆς καὶ ῥόδων ἄνθους καὶ κρόκου μέλι μιγνύς. ἕτερον τοιοῦτον ἔγραψεν. τροχίσκος πρὸς τὰς ἐν τῷ στό‐ ματι διαθέσεις, ἐσχάρας, νομὰς, ᾧ καὶ αὐτῷ σὺν μέλιτι χρῆ‐ ται. καὶ τὰ ἄλλα δὲ πάντα τὰ πρὸς τὰς νομὰς ὑπ’ αὐτοῦ
15γεγραμμένα καὶ πρὸς ἐσχάρας ἁρμόττει μετὰ μέλιτος.
[Τὰ δὲ ὑπὸ Κρίτωνος γεγραμμένα πρὸς ἐσχά‐953 in vol. 12

12

.

954

ρας αὐτοῖς ὀνόμασιν οὕτως ἔχει.] Μίσυ ὠμὸν παραχρῆμα αἴρει· ἐν ἄλλῳ μετὰ μέλιτος ὀπτόν. πρὸς δὲ τὰς ἐν τῷ στό‐ ματι ὑδαρεῖ καὶ ὀλίγῳ χρῶ. ἔστωσαν δὲ μίσυος ὀπτοῦ δρα‐ χμαὶ γʹ. μέλιτος καλοῦ κύαθοι στʹ. χρῶ. ὁμοίως ποιεῖ καὶ
5χαλκῖτις ὀπτὴ μετὰ μέλιτος, ὡς εἶναι γλοιῶδες. [Ἀρχιγένης δὲ περὶ αὐτῶν οὕτως ἔγραψεν.] Ἐπὶ δὲ τῶν λεγομένων ἐσχαρῶν ἰδίως συμφωνεῖ κυνεία μετὰ μέλιτος διαχριομένη. ἢ χάλκανθον κηρύματι θαλασσίας πορφύρας εἱ‐ λήσας σύγκαυσον μὴ σκύλλων, εἶτα λεῖον μετὰ μέλιτος διά‐
10χριε. ἢ πίσσῃ ὑγρᾷ μετὰ μέλιτος ἴσου, ἐλάχιστον κεδρίας προσμίξας χρῶ. ἢ ῥοὸς βυρσοδεψικῆς, ἱκανῶς βραχείσης εἰς τὸ ὕδωρ, μέχρι γλοιῶδες γένηται, ἑψήσας μέλιτι μῖξον καὶ χρῶ, καὶ ὁ Συριακὸς ῥοῦς ποιεῖ μετὰ μέλιτος ἢ χελιδόνων κεκαυμένων τε καὶ ἀνθρωπείας κόπρου τὸ ἴσον σὺν μέλιτι
15διάχριε. ἢ λύκου ἥπατος ξηροῦ, ὡς κοχλιάρια δύο λεάνας δὸς πιεῖν. τούτων τῶν φαρμάκων τὰ μὲν ἄλλα πάντα ἐπαινῶ,
τὸ δὲ διὰ τῆς ῥοὸς μέμφομαι στυπτικῆς ὂν δυνάμεως, οὐ‐954 in vol. 12

12

.

955

δαμῶς ἁρμοττούσης ἐσχάραις. περὶ δὲ τοῦ λυκείου ἥπατος οὐκ ἔχω τί εἴπω. πρὸς μὲν γὰρ τὰς ἡπατικὰς διαθέσεις οἶδα ποτιζόμενον τὸ φάρμακον αὐτὸ καθ’ ἑαυτὸ καὶ μιγνύ‐ μενον τῷ δι’ εὐπατορίου. εἰ δὲ καὶ πρὸς ἐσχάρας τὰς ἐν
5τῷ στόματι πινόμενον ἁρμόττει, κατά τινα τῆς ὅλης οὐσίας ἰδιότητα τῇ πείρᾳ χρὴ κρῖναι μόνον, περὶ ἧς οὐδὲν ἔχω φά‐ ναι μὴ κεχρημένος αὐτοῖς ἐπὶ τῶν τοιούτων. ἡ δὲ κυνεία κόπρος, ὅταν ὀστᾶ βεβρωκότες ὦσιν οἱ κύνες, ἀρίστη κατὰ πάντα ἐστὶ καὶ ὡς βοηθοῦσα μεγάλως καὶ ὡς οὐδεμίαν
10ἀηδίαν ἐμφαίνουσα τῷ προσφερομένῳ. τὴν δὲ ἀνθρωπείαν ὡς βδελυρὰν ἀεὶ παρῃτησάμην. ἐχρήσατο γοῦν τις αὐτῇ μὴ προλέγων, ἀλλὰ λανθάνειν πειρώμενος. ἐλάμβανε δὲ οὐ τὴν ἐπιτυχοῦσαν, ἀλλὰ παιδίοις ἐδίδου τὸ πλεῖστον τῆς τροφῆς ἄρτον μετὰ τῶν ὀσπρίων, ἃ καλοῦνται θέρμοι, καὶ οὕτω
15ξηραίνων εἶχεν ἀποκειμένην πρὸς ἅ ποτε βούλοιτο χρῆ‐ σθαι. καὶ Μούσας δὲ ἐπὶ πλεῖστον ἐχρήσατο πρῶτος τῇ κυ‐ νείᾳ, λευκὴν ἀεὶ παραλαμβάνων. γράφει γοῦν ἐπ’ αὐτοῦ
τοῦ προκειμένου παθήματος ὡδί πως, ὁμοίως τῇ αὐτῇ κυνείᾳ955 in vol. 12

12

.

956

λευκῇ χρώμενος. καὶ μέντοι καὶ ταῦτα κατὰ λέξιν ὁ αὐτὸς Μούσας ἔγραψεν. [Μούσα πρὸς συνάγχην.] Πρὸς συνάγχην κυνείαν λευ‐ κὴν λαβὼν ξήρανον καὶ λεάνας σῆσον κοσκίνῳ ἰατρικῷ, ἔχε
5δὲ ἕτοιμον ἐν σταθμιδίῳ καινῷ, ἐπὶ δὲ τῆς χρείας ἄνιε μέ‐ λιτι καὶ τότε διάχριε, ὥστε καταπίνειν, ταῦτα γράψαντι τῷ Μούσᾳ δικαίως μαρτυρεῖν ἔστιν. ἰσχυρότερον γὰρ τούτου τοῦ φαρμάκου οὐδὲν ἔγνωμεν, οὐδ’ ἐπὶ κυναγχικῶν οὐδ’ ἐπὶ τῇ τῶν παρισθμίων μεγάλῃ φλεγμονῇ ἢ ἀντιάδων κιν‐
10δυνευόντων πνιγῆναι. [Σωρανοῦ.] Καὶ τῶν ὑπὸ Σωρανοῦ γεγραμμένων φαρ‐ μάκων πεπειράμεθα καλῶς ποιούντων, ἃ κατὰ λέξιν οὕτως ἔγραψεν. χαλκίτεως ὀπτῆς, μέλιτος Ἀττικοῦ τὸ αὔταρκες, τὴν χαλκῖτιν τρῖβε μετὰ τοῦ μέλιτος, ὡς λάβῃ γλοιοῦ πά‐
15χος, καὶ χρῶ. ἄλλη πρὸς ἐσχάρας ποιοῦσα καὶ μυδῶντα καὶ δυσώδη. μίσυος κεκαυμένου 𐅻 ηʹ. ἴρεως Ἰλλυρικῆς δραχμὰς δʹ. κρόκου 𐅻 αʹ. ταῦτα λεῖα ποιήσας καὶ μίξας
ἀπόθου εἰς πυξίδα ξυλίνην καὶ χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέ‐956 in vol. 12

12

.

957

λιτος. καὶ μέντοι καὶ τούτοις ἐφεξῆς ὧδέ πως ἔγραψεν. ἕτε‐ ρον φάρμακον ἡ ἀνθηρὰ πρὸς τὰ ὅμοια ποιοῦσα. ἴρεως Ἰλλυρικῆς, σανδαράχης, κυπέρου ἀνὰ 𐅻 δʹ. στυπτηρίας σχι‐ στῆς, σμύρνης, κρόκου, κροκομάγματος ἀνὰ 𐅻 βʹ. ταῦτα
5λειώσας καὶ μίξας χρῶ. τινὲς δὲ καὶ ῥόδων ἄνθος καὶ κη‐ κίδας προσβάλλουσιν ἀνὰ 𐅻 βʹ. χρῶ δὲ πρὸς μὲν τὰς σηπε‐ δόνας καὶ τὰ ἀφιστάμενα οὖλα καὶ αἱμασσόμενα ξηρῷ, πρὸς δὲ τὰς ἐσχάρας μετὰ μέλιτος. [Τὰ ὑπὸ τοῦ Ταραντίνου Ἡρακλείδου γεγραμμένα
10πρὸς τὰς ἐν τῷ στόματι ἐσχάρας.] Ὁ Ταραντῖνος Ἡρακλεί‐ δης ἐν τοῖς πρὸς Ἀντιοχίδα κατὰ λέξιν οὕτως ἔγραψε περὶ τῶν ἐν τῶν στόματι σηπεδόνων. ποιεῖ μὲν καὶ ἡ ἀν‐ θηρὰ προσαπτομένη. ἐὰν δὲ εὐτονωτέρα ὑπάρχῃ ἡ σηπεδὼν, εὔθετός ἐστιν ἡ δύναμις αὕτη. βδελλίου κεκαυμένου μέρη
15γʹ. ἀρσενικοῦ μέρος αʹ. λεῖα μίξας χρῶ καὶ ἄνωθεν δὲ τίλμα προσεπιτίθει καταβάψας εἰς ῥόδινον καὶ ἐκθλίψας. ἔνιοι δὲ τοῦ βδελλίου ἐμβάλλουσι μέρη γʹ.
[Ἄλλη πρὸς εὐτόνους σηπεδόνας τὰς ἐν τῷ στόματι957 in vol. 12

12

.

958

καὶ τὰς ἐν ἄλλῳ μέρει τοῦ σώματος.] Χαλκίτιδος μέρος αʹ. κονίας ἀσβέστου τὸ ἴσον, ἀρσενικοῦ μέρος 𐅶ʹʹ. μίξας λεῖα χρῶ. [Ἄλλη πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας καὶ οὖλα
5ἀφεστηκότα.] Ῥόδων ἄνθους 𐅻 δʹ. στυπτηρίας σχιστῆς 𐅻 βʹ. κηκίδος 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. λεάνας καὶ μέλιτι μί‐ ξας χρῶ. πρὸς τὰ δὲ ἐλαφρῶς ἐσχαρώδη ἕλκη ἔμβαλλε στυ‐ πτηρίας 𐅻 δʹ. σμύρνης τριώβολον, κηκίδων 𐅻 αʹ. ἄλλο. ὄξους δριμυτάτου ὅσον κοτύλην αʹ. λαβοῦσα ἔμβαλλε ἁλὸς τοσοῦ‐
10τον, ὥστε μηκέτι τήκεσθαι, εἶτα ἕψε ἕως ξηρανθῇ, καὶ λαμ‐ βάνουσα ἀπὸ τούτου, ἐπίχεε ὄξους κύαθον αʹ. καὶ δίδου διακατέχειν ἐν τῷ στόματι χρόνον ἱκανὸν, εἶτα τὸ δεύτερον, καὶ τοῦτο ποίει τρὶς ἢ τετράκις τῆς ἡμέρας πρὸς τὰ ὑπο‐ κείμενα θεωροῦσα. ἐπὶ δὲ τῶν παίδων ἔρια ἐπὶ μηλωτίδι
15περιτιθεῖσα, καταβάπτουσα τὸν τόπον, διάψα σχηματίζουσα, ὅπως μὴ καταπίῃ αὐτό. ἔνιοι δὲ ξηρῷ τῷ ἁλὶ χρῶνται τρί‐ ψαντες μετὰ τοῦ ὄξους καὶ ἀναξηράναντες. ποιεῖ δὲ καὶ στυ‐
πτηρία στρογγύλη, ἴσα καὶ σῶρυ. δεῖ δὲ καὶ διακλύζεσθαι958 in vol. 12

12

.

959

φακοῦ ἀφεψήματι μέλιτος μιγέντος ὀλίγου ἢ ῥόδων ἀποβρέ‐ γματι μετὰ μέλιτος. μὴ κρατουμένης δὲ τῆς σηπεδόνος καίειν κέλευε, τοὺς κύκλῳ τόπους σκεπάσαντα διαφανεῖ καυτηρίῳ, μέχρις ἂν μηδὲν ἀποῤῥέῃ ὑγρὸν, κεκρατημένος δὲ ὁ τόπος
5φαίνηται. μετὰ δὲ ταῦτα διακλύζεσθαι τοῖς εἰρημένοις καὶ τῇ ἀνθηρᾷ δυνάμει χρῆσθαι διὰ μέλιτος, ἕως ἂν περιῤῥα‐ γῶσιν αἱ ἐσχάραι, καὶ τότε δὴ μέλιτι χρῶ. ἄλλη εὐώδης ἁπαλὴ πρὸς φλεγμονὰς καὶ ἐσχάρας καλή. πυρῆνος δραχμὰς γʹ. ἀμύλου δραχμὰς βʹ. σχιστῆς 𐅻 αʹ. ῥόδων ἄνθους δραχμὴν
10μίαν, κρόκου τριώβολον σὺν μέλιτι. ταύτην ἐκ τοῦ Κρα‐ τίππου νάρθηκος εἶναί φησιν. [Πρὸς γαργαρεῶνας.] Σαρκῶδές τι μό‐ ριον ἐν τῷ τοῦ στόματος ὑψηλῷ φαίνεται κρεμάμενον, ἐὰν διανοίξας τις ἐπιπλεῖστον ὅλον τὸ στόμα τὴν γλῶτταν κατα‐
15στείλῃ. τοῦτο τὸ σαρκίον ὀνομάζεται δύο ὀνόμασι πρὸς τῶν παλαιῶν Ἑλλήνων, γαργαρεών τε καὶ κίων, οἱ δὲ μετὰ τού‐
τους ἰατροὶ σχεδὸν ἅπαντες οὐχ οὕτως, ἀλλὰ κιονίδα κα‐959 in vol. 12

12

.

960

λοῦσιν αὐτό. τῶν γὰρ σταφυλὴν ὀνομαζόντων αὐτὸ βέλτιόν ἐστι μηδ’ ὅλως μνημονεύειν, οὐ γὰρ τὸ μόριον, ἀλλ’ ἕν τι τῶν παθῶν αὐτοῦ σταφυλὴν ὀνομάζομεν. ὀλιγάκις οὖν τοῦτο τὸ πάθημα γίνεται κατὰ τὸν κίονα, φλεγμαίνει δὲ πάνυ πολ‐
5λάκις, καὶ δηλονότι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, ἐν οἷς ἐξ ἐπιῤῥοῆς ὑγρῶν ἡ νόσος, οὕτω καὶ τόδε τὰ πρῶτα τῶν βοηθημάτων ἀναστέλλει τὸ ῥεῦμα. στυπτικῆς οὖν δυνάμεως χρὴ ταῦτα εἶναι· μετρίας μὲν οὔσης τῆς ἐπιῤῥοῆς, μετρίως στυφούσης, ἣν αὐστηρὰν ἰδίως ὀνομάζουσιν· ὅταν δὲ σφο‐
10δροτέρα συστῇ, διὰ τῆς στρυφνῆς. ἄμφω μὲν γὰρ στύφουσιν, ἀλλ’ ἀσθενέστερον μὲν αὐστηρὰ, σφοδρότερον δὲ ἡ στρυφνή. εἴρηνται δὲ ἀμφοτέρων πολλάκις αἱ ὗλαι, ἀλλὰ καὶ νῦν ἀνα‐ μνῆσαι βέλτιον, ὅπως ἐπὶ μὲν τῶν μικρῶν φλεγμονῶν τὰς ἀσθενεῖς στύψεις, ἐπὶ δὲ τῶν μεγάλων τὰς σφοδρὰς παρα‐
15λαμβάνητε, διακλύσματα μὲν γὰρ σύμμετρα τά τε τῶν φοινί‐ κων ἐστὶν ἢ φοινικοβαλάνων ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν, ἀφεψημένων ποτὲ μὲν ὕδατι μόνῳ, ποτὲ δὲ καὶ βραχέος
μέλιτος ἐμβεβλημένου. παραπλησίως δὲ τούτῳ καὶ τὸ διὰ960 in vol. 12

12

.

961

ῥόδων, ἑλίκων τε ἀμπέλων καὶ βάτου καὶ κυνοσβάτου καὶ σχίνου καὶ κισσοῦ καὶ κύπρου καὶ τερεβινθίνης καὶ ῥάμνου καὶ ἀσπαλάθου καὶ κυπέρου καὶ κυτίνου καὶ τῶν καλουμέ‐ νων κερατίων καὶ μορέας ῥιζῶν. ὑποκυστίδος τε καὶ μήλων
5αὐστηρῶν ἢ στρυφνῶν ἀπίων τῶν τε καλουμένων ὄων, ἅπερ οὖα καλοῦσιν οἱ πολλοὶ, προστιθέντες κατὰ τὴν πρώτην συλλαβὴν τοῦ ὀνόματος τὸ υ, ὡς εἶναι τρία γράμματα τοῦ ὀνόματος τὰ πάντα, τό τε ο καὶ τὸ υ καὶ τὸ α, κατὰ δὲ τοὺς Ἑλληνίζοντας τό τε ο καὶ τὸ α. τούτων δὲ ἰσχυρό‐
10τερα τό τε τῆς μυρσίνης καὶ τὸ τῶν μύρτων ἐστὶν ἀφέ‐ ψημα καὶ τὸ τῶν στρυφνῶν κυδωνίων μήλων, ἀκρεμόνων τε τῶν μαλακῶν, πρίνου καὶ κομάρου καὶ σμίλακος καὶ φηγοῦ καὶ τῶν βαλάνων αὐτῶν, μεσπίλων τε καὶ κράνων καὶ με‐ μαικύλου καρποῦ. γενναιότατα δὲ κηκίδων καὶ ῥοῦ τοῦ ἐπὶ
15τὰ ὄψα καὶ τῆς βυρσοδεψικῆς καὶ μυρίκης καρποῦ καὶ τῆς ἀκάνθης τῆς Αἰγυπτίας ὀνομαζομένης, ὁμοίως τοῦ καρ‐ ποῦ. τούτων ἑκάστου κατὰ μόνας καὶ σὺν ἄλλοις ἑψηθέν‐ των ἀνακογχυλίζεσθαι χρὴ τῷ ὕδατι. θαυμαστὸν γὰρ ὅπως
αἱ μίξεις αὐτῶν ὠφελιμώτεραι πολλάκις γίνονται τῆς τῶν961 in vol. 12

12

.

962

ἁπλῶν χρήσεως. ξηροῖς δὲ λειωθεῖσι προσάπτεσθαι τοῦ γαρ‐ γαρεῶνος, ἀτρέμα πως ἀνάγοντα πρός τε τὴν ἄνω χώραν καὶ τὴν ἐκτὸς, ὡς ἐπὶ τὴν γλῶτταν. ἐμβεβλήσθω δὲ κοχλια‐ ρίῳ λειούμενα τὰ ξηρὰ φάρμακα καὶ βέλτιον, εἰ κατὰ τὸ
5πέρας εἰς ἐγκαρσίαν τομὴν ἢ εὐθεῖαν εἴη τελευτῶν τὸ κο‐ χλιάριον. καὶ τούτων δὲ αὐτῶν μέτρια μέν ἐστι τὰ ξηρὰ ῥόδα καὶ τὸ ἄνθος αὐτῶν ἀκρέμονές τε ξηρανθέντες, ὧν ἄρτι διῆλθον φυτῶν, ὑποκυστίς τε καὶ ῥῆον, ὅ τε τῶν σκυ‐ τέων λίθος, ᾧ λαμπρύνουσι τὰ τῶν γυναικῶν ὑποδήματα,
10καλεῖται δὲ ἀγήρατος, ἀλόη τε καὶ κύπρος, ἄνθος τε σχίνου καὶ ῥίζα νάρδου τῆς Ἰνδικῆς καὶ τῆς παρ’ ἡμῖν ὀρείας. ἰσχυ‐ ρότερον δὲ τούτων, ἀλλὰ χωρὶς τοῦ τραχύνειν ἐπιφανῶς στύφει τῆς Αἰγυπτίας ἀκάνθης ὁ καρπὸς, ῥῆόν τε καὶ τὸ διφρυγὲς ὀνομαζόμενον, ὅ τε τοῖς ὄψοις ἐπιβαλλόμενος ῥοῦς
15τά τε στρυφνὰ βαλαύστιόν τε καὶ κύτινοι καὶ σίδια καὶ κη‐ κὶς, καὶ μᾶλλον ὅταν ἀκριβῶς ὀμφακῖτις εἴη. στύφουσι δ’ ἀκριβῶς καὶ αἱ στυπτηρίαι πᾶσαι, λεπτομερεστέρα δὲ αὐ‐
τῶν οὖσα ἡ σχιστὴ καὶ χρησιμωτέρα ἐστὶν αὐτῶν. χάλκαν‐962 in vol. 12

12

.

963

θος δὲ σφοδροτάτην ἔχων στύψιν οὐκ ἀπήλλακται τοῦ θερ‐ μαίνειν, καὶ διὰ τοῦτο τοῖς σηπεδονώδεσιν ἕλκεσιν ἁρμόττει, ὅμως δὲ παροξύνει γαργαρεῶνα, κᾂν ἤδη ᾖ σκιῤῥώδης. οἱ χυλοὶ δὲ στύφοντες ἁπάντων τῶν εἰρημένων φυτῶν εἰσι καὶ
5τῶν καρπῶν αὐτῶν ὡσαύτως. εἴρηται δὲ περὶ αὐτῶν ἐν ταῖς διαχρίστοις στοματικαῖς, ὧν αἱ μὲν διὰ γλεύκους, αἱ δὲ διὰ μέλιτος μίξεως σκευάζονται. διαφθείρονται γὰρ οἱ χυλοὶ τοὐ‐ πίπαν, ἄνευ μέλιτος ἀποτεθέντες, ἢ πάλιν ἀποξηραίνονται μέχρι πλείονος ἑψηθέντες. ἔνιοι δὲ χυλοὶ, κᾂν ἐν ἡλίῳ θε‐
10ρινῷ ξηρανθῶσιν ἄχρι συμμέτρου πάχους, ἐν τῷ χρόνῳ ξη‐ ραίνονται, καὶ ἄν γε πλειόνων ἐτῶν γεννηθῶσιν, εἰς τοσοῦτον ἥκουσι ξηρότητος, ὡς λειοῦσθαι δύνασθαι παραπλησίως κυ‐ τίνοις καὶ βαλαυστίῳ. τοιοῦτοι δέ εἰσιν ὅ τε τῆς ὑποκυ‐ στίδος χυλὸς καὶ ὁ τῆς ὄμφακος καὶ τῆς γλυκυῤῥίζης καὶ
15ὁ τοῦ κενταυρίου καὶ καθόλου φάναι πάντες οἱ χυλοὶ, κᾂν χωρὶς μέλιτος ἐπιπλέον ἑψηθῶσιν, οὐ διαφθείρονται μὲν, ἐν τῷ χρόνῳ δὲ γίνονται ξηροὶ, τινὲς μὲν, ὡς ἔφην, λειοῦσθαι
δυνάμενοι, τινὲς δὲ ὅσοι τὸ γλίσχρον ἔχουσι φύσει πλατύνον‐963 in vol. 12

12

.

964

ται μᾶλλον ἢ λειοῦνται. ἁπλᾶ μὲν οὖν ταῦτα χρήσιμα, σύν‐ θετα δὲ ἐξ αὐτῶν κατὰ τρεῖς χρείας γίνονται, μίαν μὲν ἐκ τῶν ὁμογενῶν, ὅταν τῷ σφοδρῷ τὸ μαλακὸν μίξομεν, ἀπο‐ ροῦντες τοῦ μέσου, ῥόδων ἄνθος ἢ αὐτὰ τὰ ῥόδα μετὰ κη‐
5κίδος ἢ στυπτηρίας λειώσαντες, ἕκαστόν τε τῶν εἰρημένων ἔμπροσθεν πραέων φαρμάκων τῷ σφοδρῷ συμπλέξαντες. ἔσται γὰρ ἀριθμὸς οὐκ ὀλίγος κατὰ τὴν τῶν τοιούτων ὑπάλ‐ λαξιν, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν ἐκ δυοῖν τινων μίξιν ἔσται πλείω φάρμακα, κατ’ ἄλλην ἄλλου ποσότητα μιγνυμένων
10αὐτῶν, οἷον εἰ διαπλάσιον εἴη τὸ τῶν ῥόδων ἄνθος τῆς στυπτηρίας ἢ τοὐναντίον τοῦδε, διπλασία τοῦ ῥόδων ἄνθους ἡ στυπτηρία. δύναιτο δ’ ἄν τι διπλάσιον, ἀλλὰ καὶ τρι‐ πλάσιον καὶ τετραπλάσιον, ἑκάτερον ἑκατέρῳ μίγνυσθαι. πρό‐ δηλον δ’ ὅτι καὶ ἴσον ἴσῳ. τοῦτο μὲν οὖν μέσον ἂν εἴη
15τῶν ἄκρων, τὰ δ’ ἄλλα πάντα τινὰ μὲν ἐγγυτέρω τοῦ μα‐ λακωτέρου τὰ πλέον ἔχοντα τῶν ῥόδων, τὰ δὲ τοῦ σφοδρο‐ τάτου τὰ πλέον ἔχοντα τῆς στυπτηρίας. ἑκατέρων δ’ αὐ‐
τῶν οὐκ ἄδηλον τὸ μᾶλλον καὶ ἧττον. ὄντων γὰρ δυοῖν964 in vol. 12

12

.

965

φαρμάκων, ἰσχυρὸν μὲν ἐν οἷς πλείων ἐστὶν ἡ στυπτηρία τῶν ῥόδων, ἰσχυρότατον δ’ ἐστὶ καθὸ τριπλασία τῶν ῥό‐ δων ἡ στυπτηρία περιέχεται τοῦ διπλάσιον ἔχοντος φαρμά‐ κου. ὅπερ οὖν ἀεὶ λέγοντος ἀκούετέ μου καὶ νῦν ἐρῶ. μω‐
5ρίζουσιν οἱ ζητοῦντες ὁποῖόν ἐστι τὸ κρεῖττον ἐπὶ δυοῖν ὁμογενῶν φαρμάκων ἢ τὸ κάλλιστον ἁπάντων αὐτῶν. ὥσπερ εἰ ζητοίης γε εἰ χόνδρον ἄμεινον ἢ πτισάνην διδόναι τοῖς νοσοῦσιν, ἢ πότερον οἶνον ἢ ὀξύμελι ἢ τῶν καθαιρόντων φαρμάκων. ἆρά γε βελτίων ἐστὶν ἐλλέβορος λευκὸς ἢ μέλας
10ἢ καθόλου περὶ πάντων τῶν βοηθημάτων τί κάλλιστόν ἐστιν. ἅπαντα γὰρ ἐν τῷ πρός τι τό γε ὠφελεῖν ἔχει καὶ τὸ βλάπτειν, καὶ τοῦτο Ἱπποκράτους εἰπόντος, ὧν οἶδα πρώτου πάντων οἱ μετ’ αὐτὸν ἠκολούθησαν. ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν, ὥσπερ ἄλλα πολλὰ φλυαροῦσιν, οὕτω καὶ
15τὰ τοιαῦτα. τεθέασθε δὲ πολλάκις ἔργῳ τοῦ λεγομένου τὴν
ἀλήθειαν. ἀκαίρως γοῦν ἔνιοι χρησάμενοι φαρμάκοις οἷς εἶ‐965 in vol. 12

12

.

966

χον, εἶτ’ ἐκ τοῦ παροξῦναι τὸ πάθος ἐφ’ ἕτερα μεταβάντες ἄνευ μεθόδου καὶ μηδὲν τούτοις ἀνύσαντες τὴν τρίτην ἐφεξῆς ἐφ’ ἕτερα μετάβασιν, ἔστι δ’ ὅτε καὶ τετάρτην ἀλό‐ γως ποιήσαντες καὶ νομίσαντες τὸ πάθος εἶναι κακόηθες,
5ἐκάλεσάν με συμβουλεῦσαί τι. κᾀγὼ κελεύσας αὐτοὺς ἃ κέ‐ κτηνται φάρμακα δεῖξαί μοι τὸ συμφέρον τῇ παρούσῃ κατα‐ στάσει συνεβούλευον. καὶ φάντων αὐτῶν δι’ οὗ συνεβού‐ λευσα φαρμάκου παροξυνθῆναι τὸν κάμνοντα καὶ διὰ τοῦτο χρῆσθαι δεδιότων, ἀλλὰ νῦν γε πεισθέντας ἐμοὶ χρήσασθαι
10προτρέψας, ἐπέδειξα κᾀκείνοις καὶ ὑμῖν ἑκάτερον ὧν ἔλεγεν Ἡρόφιλος, ἀληθὲς ὑπάρχον. ἐάν τε γὰρ εἴπῃς οὐδὲν εἶναι τὰ φάρμακα μόνα καθ’ αὑτὰ, προσηκόντως ἐρεῖς, οὐδὲν γάρ ἐστιν, ἐὰν μὴ τὸν χρώμενον ὀρθῶς σχῇ, ἐάν τε πάλιν οἷόν περ θεῶν χεῖρας εἶναι τὰ φάρμακα, καὶ τοῦτο ὀρθῶς ἐρεῖς.
15ἀνύει γὰρ μεγάλα τὸν χρώμενον αὐτοῖς ἔχοντα γεγυμνασμέ‐ νον ἐν λογικῇ μεθόδῳ μετὰ τοῦ καὶ συνετὸν εἶναι φύσει.
τινὲς γὰρ οὐ μόνον βελτίους ὄντες ἀμφισβητοῦσι περὶ σοφίας966 in vol. 12

12

.

967

τοῖς συνετωτάτοις. ἡ μὲν οὖν τῶν ὁμογενῶν φαρμάκων μί‐ ξις ἕνεκα τῆς τῶν μεταξὺ χρείας γίνεται, καὶ διὰ τοῦτο ἀεὶ δύο ἔχειν ὑμᾶς ἐναντία ταῖς δυνάμεσιν ἐφ’ ἑκάστου πάθους ἀξιῶ. μιγνύντες γὰρ αὐτὰ παμπόλλων τῶν μεταξὺ φαρμά‐
5κων εὐπορήσετε. μία μὲν οὖν αἰτία τῆς τῶν ὁμογενῶν φαρ‐ μάκων μίξεως ἥδε καὶ δὴ λέλεκται· μία δὲ ἄλλη τῆς τῶν ἑτερογενῶν ἐκ τοιούτου γίνεται λογισμοῦ. σπανίως ἂν εὕ‐ ροι τις διάθεσιν ἤτοι διαφορούντων μόνον ἢ ἀποκρουομένων δεομένην. αἱ μὲν γὰρ μικραὶ, καθ’ ὧν οὐδὲ τὸ τῆς διαθέ‐
10σεως ὄνομα προφέρουσιν οἱ ἰατροὶ, παραχρῆμα καθίστανται· μείζονα δ’ ὑπόθεσιν ἔχοντος τοῦ γεννωμένου πάθους ἀδύ‐ νατόν ἐστι διὰ τῶν ἀποκρουομένων αὐτὸ τελέως ἰᾶσθαι, καὶ μάλισθ’ ὅταν ᾖ τὸ τοῦ κάμνοντος σῶμα πολύχυμον ἢ τὸ πεπονθὸς μόριον ἄῤῥωστον φύσει. διὰ τοῦτο οὖν ἀναγκαζό‐
15μεθα πολλάκις μὲν εὐθέως ἐν ἀρχῇ, πολλάκις δὲ ὀλίγον ὕστερον μιγνύναι τι τῶν διαφορητικῶν. ἢν δ’ ὀδύνη συνείη
σφοδρὰ καὶ τῶν παρηγορικῶν· χρεία τοίνυν ἐστὶ τηνικαῦτα967 in vol. 12

12

.

968

τῶν εἰρημένων φαρμάκων ἑκάστῳ μεμίχθαι τε τῶν διαφορη‐ τικῶν. ὄντων δὲ καὶ τούτων παμπόλλων, ἀπὸ τῶν μαλακω‐ τέρων ἄρχεσθαι χρὴ, παροξύνεται γὰρ ὑπὸ τῶν δριμέων τὰ φλεγμαίνοντα. διὰ τοῦτο οὖν ἐγένοντο σύνθετα φάρμακα
5πρός τε τὰς τῶν ἄλλων μορίων φλεγμονὰς καὶ πρὸς τὰς τοῦ γαργαρεῶνος, οἷον ὅταν τῇ στυπτηρίᾳ μίξωμεν ἴριν Ἰλλυρικὴν ἢ τὸ τῶν ὀρόβων ἄλευρον ἢ λιβανωτὸν ἢ σμύρ‐ νην. ὄντων δὲ καὶ τῶν στυφόντων πολλῶν καὶ τῶν ἀδήκτως διαφορούντων οὐκ ὀλίγων ἡ ποικιλία τῶν πρὸς τοὺς φλε‐
10γμαίνοντας κίονας ἁρμοττόντων φαρμάκων εἰκότως ἐγένετο παμπόλλη. σὺ δὲ θεασάμενος ὅπως ἔχῃ μεγέθους τε καὶ θερ‐ μότητος ἡ φλεγμονὴ τό τε ἀποῤῥέον αὐτῆς ὁπόσον ἐστὶ κα‐ τασκεψάμενος, ἔτι τε τὴν ποσότητα τῶν ἐν τῷ σώματι χυ‐ μῶν στοχασάμενος ἢ τῷ τοῖς στύφουσιν ἢ τῷ τοῖς διαφο‐
15ροῦσιν ἐπικρατουμένῳ φαρμάκῳ χρήσῃ. παραγράψω δὴ πά‐ λιν κᾀνταῦθα φάρμακα τὰ τοῖς ἐμπειροτάτοις γραφέντα τὰ
μὲν ἅμα τοῖς οἰκείοις διορισμοῖς, οὐκ ὀλίγα δὲ καὶ χωρὶς968 in vol. 12

12

.

969

τῶν διορισμῶν, ἐφ’ ὧν ἐγὼ προσθήσω καθάπερ ἐπὶ τῶν ἄλλων, ὅσα πρόσθεν ἔγραψα, τοὺς οἰκείους διορισμούς. [Περὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς τοὺς φλεγμαίνοντας γαργαρεῶνας.] Περὶ τοῦ προκειμένου παθή‐
5ματος οὕτως ἔγραψεν Ἀρχιγένης τὸ πρῶτον τῶν φαρμά‐ κων. σταφυλῆς δὲ χαλασθείσης προσάπτου ὀπῷ λείῳ ἢ κη‐ κίδι λείᾳ μετὰ ἁλῶν, ἢ αὐτοῖς ἁλσὶ διαλύτοις, ἢ λυκίου ῥίζῃ λείᾳ ἢ ὀμφακίῳ μετὰ μέλιτος. εἰ δὲ εὔτονον ἐθέλοις, χαλκάνθου, λεπίδος, σχιστῆς, μίσυος, σμύρνης, κηκίδος ἴσα
10λεῖα, οἴνῳ ἀναλαβὼν χρῖε. εἰ ταυτὶ μόνα γράψας ὁ Ἀρχι‐ γένης ἐπαύσατο, τελέως ἂν ἐμεμψάμην χωρὶς διορισμοῦ γρά‐ ψαντι φάρμακα δυνάμεως ἐναντιωτάτης. ἐπεὶ δὲ διὰ τῶν ἑξῆς γεγραμμένων ἐπανορθοῖ, καὶ αὐτὸ τούτων ἀδιόριστον ὀρθῶς ἐποίησεν. ὅτι δὲ ἀδιορίστως εἴρηται ταῦτα μαθεῖν
15πάρεστιν ἐντεῦθεν. σταφυλῆς, φησὶ, χαλασθείσης προσάπτου ὀπῷ λείῳ. ἔδει μὲν οὖν κᾀνταῦθα προστεθεικέναι ποίῳ φη‐
σὶν ὀπῷ, ἀλλ’ ἐπεὶ πᾶσιν ἤδη πεπίστευται τὸν Κυρηναϊκὸν969 in vol. 12

12

.

970

ὀπὸν ἄριστα ποιεῖν πρὸς τὰς φλεγμονὰς τοῦ κίονος, οὐ προσέθηκε τοῦ Κυρηναίου. κατὰ τοῦτο μὲν οὖν καί τις αὐτῷ μέμψαιτο. καθ’ ὅσον δὲ δριμύτατον καὶ θερμαντικώ‐ τατον φάρμακον τὸν Κυρηναϊκὸν ὀπὸν μετὰ τῶν ἐναντίων
5ἔγραψε, μὴ προσθεὶς διορισμὸν μηδὲ δηλώσας πότε μὲν τῷ ὀπῷ χρῆσθαι προσήκει, πότε δὲ τοῖς στυπτικοῖς φαρμάκοις, κατὰ τοῦτο κακῶς ἐποίησε. χάλκανθον γὰρ καὶ λεπίδα χαλ‐ κοῦ καὶ τὴν σχιστὴν, δῆλον δὲ ὅτι μὲν στυπτηρίαν λέγει καὶ μίσυ καὶ κηκίδα, πάντα ἴσα λειοῦν ἐν οἴνῳ κελεύσας,
10προσμίξας δὲ αὐτοῖς καὶ σμύρνης ἴσον τῷ συντεθέντι φαρ‐ μάκῳ χρίει τὴν σταφυλὴν, ἰσχυροτάτῳ δηλονότι κατὰ τὴν στύψιν ὑπάρχοντι. παρεμυθήσατο δὲ τὸ τῆς γραφῆς ἀδιόρι‐ στον, προσγράψας τῷ περὶ τοῦ φαρμάκου λόγῳ τὴν λέξιν ταύτην. εἰ δ’ εὔτονον ἐθέλοις, ὡς γὰρ ἐπισταμένοις ἡμῖν
15πότε τοῖς εὐτόνοις ἐστὶ χρηστέον, οὕτως ἔγραψε καὶ τοῦτο. μικτὸν δὲ φάρμακον ἐν οἷς ἔγραφεν ἔστιν ἡ κηκὶς μεθ’ ἁλῶν, αὐτὴ μὲν στύφουσα σφοδρῶς, οἱ δ’ ἅλες διαφοροῦν‐
τες μετά τινος βραχείας στύψεως. ἰδίᾳ δὲ τοῖς ἁλσὶν οὐκ970 in vol. 12

12

.

971

ἄν τις χρήσαιτο κατ’ ἀρχὰς, ὥσπερ οὐδὲ τῷ ὀπῷ, ἀλλ’ ἐπὶ σκιῤῥουμένης ἤδη καὶ χρονιζούσης τῆς φλεγμονῆς τοῦ κίονος. αὐτὸς δὲ οὐ κίονος ἔγραψεν, ἀλλὰ σταφυλῆς χαλασθείσης, ὁμοίως τοῖς πολλοῖς ἡγούμενος τὴν φλεγμονὴν τοῦ κίονος
5σταφυλὴν ὀνομάζεσθαι καὶ τί θαυμαστὸν ὅπου καὶ τῶν καθ’ ἡμᾶς τις ἐπ’ Ἀττικισμῷ σεμνυνόμενος, ὡς τὸ μόριον αὐτὸ σταφυλὴν ὀνομάζεσθαι. πλέον γὰρ αὐτὸς ἠγνόει τοῦ Ἀρχιγένους, καίτοι παρά τε τοῖς ἄλλοις παλαιοῖς εὐπορη‐ κὼς τὴν χρῆσιν τῆς προσηγορίας καὶ παρὰ τῷ Ἱπποκράτει
10κατὰ τὸ προγνωστικὸν ἐν τῇδε τῇ λέξει. οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτέμνεσθαι καὶ διακαίεσθαι καὶ ἀποσχά‐ ζεσθαι, ἔστ’ ἂν ἐρυθροὶ ὦσι καὶ μεγάλοι. καὶ γὰρ φλεγμονὴ ἐπιγίνεται τουτέοισι καὶ αἱμοῤῥαγία. ἀλλὰ χρὴ τὰ τοιαῦτα ἄλλοις μηχανήμασι πειρᾶσθαι κατισχναίνειν ἐν τούτῳ τῷ
15χρόνῳ. ταῦτα προειπὼν ὁ Ἱπποκράτης φησὶν ἐφεξῆς· ὅταν δὲ ἀποκριθείη πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ πελιὸν, τὸ δὲ
ἀνωτέρω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρί‐971 in vol. 12

12

.

972

ζειν. ἄμεινον δὲ καὶ ὑποκενώσαντα τὴν κοιλίην τῇ χειρουργίῃ χρῆσθαι, ἢν ὅ τε χρόνος ἐγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ ἄν‐ θρωπος. ἔτι δὲ σαφέστερον ὁ Διοκλῆς ἡρμήνευκεν ὁποῖόν ἐστι πάθος ἡ καλουμένη σταφυλὴ καὶ μετὰ τοῦτον Πραξα‐
5γόρας καὶ Μαντίας καὶ ὅσοι τὰ συνεδρεύοντα τοῖς πάθεσιν ἔγραψαν. ἔνιοι δὲ καὶ διὰ τοῦτο σταφυλὴν εἶπον κεκλῆ‐ σθαι τὸ πάθος, ὅτι ῥαγὶ σταφυλῆς ἔοικε τὸ ἄκρον τοῦ γαρ‐ γαρεῶνος. τὰ δὲ ἐφεξῆς ὑπὸ τοῦ Ἀρχιγένους γεγραμμένα καλῶς εἴρηται, καὶ διορισμοὺς τῆς χρήσεως αὐτῶν προσγρά‐
10ψαντος. ἔχει δὲ ἡ λέξις οὕτω. [Κοινὸν φάρμακον κίονος καὶ παρισθμίων.] Κοινῶς δὲ ἐπὶ τῶν κατὰ παρίσθμια ἢ τὸν κίονα φλεγμονῶν ἢ ἑλ‐ κώσεων ἀρχομένων μὲν εὐθὺς ἁρμόδιος ἡσυχία, ἀσιτία καὶ ἀκόλουθος δίαιτα. ἀναγαργαρίσματα δὲ ἁπλᾶ ἡσυχῆ
15στύφοντα, ὀξύκρατον ὑδαρὲς χλιαρὸν ἢ μελίκρατον ἢ φοινι‐ κοβαλάνων ἢ ἑλίκων ἀμπέλου ἢ μήλων κυδωνίων ἢ μεσπί‐ λων ἢ ἀχράδων ἢ ῥόδων ἀφεψήματος, μιγνυμένου μετὰ τῶν
ἀφεψημένων αὐστηρῶν μέλιτος ὀλίγου. καλῶς ἐνταῦθα προσ‐972 in vol. 12

12

.

973

έγραψε τοῖς αὐστηροῖς χρῆσθαι, μιγνύναι δὲ μέλιτος ὀλίγου. μικρὸν δ’ ἔμπροσθεν αὐτῷ καθ’ αὑτὸ τῷ μελικράτῳ κελεύ‐ σας χρῆσθαι κατὰ τὴν ἀρχὴν τῶν φλεγμονῶν οὐκ ὀρθῶς ἐποίησε. οὐδὲν γὰρ ἔχει στυπτικὸν τὸ μελίκρατον, ἀλλὰ κυ‐
5ριώτατον μὲν αὐτὸ ἄν τις ῥυπτικὸν εἴποι, σὺν τούτῳ δὲ καὶ διαφορητικὸν λέγων, οὐκ ἂν ἁμάρτοι. τὰ δ’ οὖν ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένα καλῶς εἴρηται κατὰ λέξιν οὕτως ἔχοντα. ποιεῖ καὶ ἀκακίας χυλὸς ὕδατι ἀνεθείς. διαχριστέον δὲ ταῖς παραπλησίαις τῶν στοματικῶν, οἷον καὶ ἡ διὰ μό‐
10ρων λιτὴ καὶ ῥοὸς Συριακῆς καὶ βυρσοδεψικῆς ἀποβρέγματι ἑψηθέντι μέχρι συστῇ, μέλι προσμίξας χρῶ. ἢ ῥοιῶν γλυ‐ κειῶν καὶ ὀξειῶν χυλὸν καθεψήσας μέχρι μέλιτος πάχος σχῇ, χρῶ. ἢ σταφυλῆς ὄμφακος ἐκπιέσματα αὐτὸς σκευάσας χρῶ. ἢ βάτου ἢ σχίνου ἢ τερμινθίνου ἢ σμύρνης ἢ ῥόδων χυλῷ
15μετὰ μέλιτος χρῶ. καὶ μετὰ ταῦτα δὲ καταπλάσσειν ἔξωθεν, σχιστὴν μετ’ ἀλόης τοῦ ἡμίσεος καὶ ὀλίγης ἀκακίας, σὺν χυλῷ στρύχνου, συμβουλεύσας ἐπιφέρει κατὰ λέξιν οὕτως.
ἐπιμενούσης δὲ τῆς φλεγμονῆς ἀναγαργαριζέσθω ὄξει χλιαρῷ973 in vol. 12

12

.

974

ἰδίᾳ, ἢ κηκίδος λείας προσμιγείσης ἢ βάτου ἢ ἀγριελαίου ῥίζης, ἢ κυπέρου ἀφεψήματι μετὰ μέλιτος, ἢ γλυκεῖ μεθ’ ὕδατος, ἢ συκίτῃ θερμῷ, ἢ μαλάχης ἀφεψήματι. πρόδηλον μὲν ὅτι κοινὰ ταῦτα βοηθήματα, καθότι προείρηται, τοῦ τε
5κίονός ἐστι καὶ τῶν παρισθμίων. οὐκ ὀρθῶς δέ μοι δοκεῖ τῷ γλυκεῖ μεθ’ ὕδατος θαῤῥεῖν, ἀσθενεῖ πρὸς τὰ τοιαῦτα φαρμάκῳ. καθάπερ καὶ τῷ συκίτῃ καὶ τῷ τῆς μαλάχης ἀφε‐ ψήματι, πρὶν ἢ πρὸς διαπύησιν ἀφίκοιτο τὸ πάθος, ἐχρῆν δὲ τοῦτον αὐτὸ τοῦτο δεδηλωκέναι. συνάπτων δὲ τοῖς
10προειρημένοις ὁ Ἀρχιγένης ὡδί πως ἔγραψεν. διάχριε δὲ καὶ τοῖς ἀνωτέρω πρὸς τὰ ἐν τοῖς ῥώθωσιν ἑλκύδρια μεταγρα‐ φεῖσιν. ἰδίως δὲ πίσσῃ σὺν ἐλαίῳ ἢ μέλιτι. ἢ κροκόμαγμα μετ’ ὀλίγης κηκίδος σὺν μέλιτι ἢ στυπτηρία στρογγύλη μετὰ ῥόδων ἄνθους λελειωμένη ἢ ῥόδα ξηρὰ ἢ τὸ ἄνθος αὐτῶν
15λεῖα προσέμπασσε ἢ ἐμφύσα εἴς τε τὰ παρίσθμια καὶ τὴν σταφυλήν. ἢ κυπέρου ῥίζαν ἢ μυρσίνην ἢ σχῖνον ἢ βάτον ἢ κηκίδα ἢ ἅλας λεπτοὺς ὁμοίως ἔμπαττε, ἢ ὀμφακίνῳ ἢ
σχίνῳ μετὰ μέλιτος διάχριε, ἢ ῥόδων ἄνθος ἢ κρόκον μετὰ974 in vol. 12

12

.

975

ῥοιᾶς χυλοῦ. ἐνταῦθα πάλιν ἔμιξε τὴν στυπτικὴν ἀγωγὴν τῇ διαφορητικῇ χωρὶς διορισμῶν. οὐδὲν γὰρ ὅμοιον ἐμπάττειν ἅλας λεπτοὺς ἢ ῥόδα ξηρὰ καὶ τὸ ἄνθος αὐτῶν, ἢ πίσσῃ σὺν ἐλαίῳ χρῆσθαι, θερμαντικῷ τε καὶ διαφορητικῷ φαρ‐
5μάκῳ, ἢ κηκίδι καὶ στυπτηρίᾳ, στυπτικωτάτοις φαρμάκοις. χρονιζούσης μὲν γὰρ καὶ σκιῤῥουμένης τῆς φλεγμονῆς καλῶς ἄν τις ὑγρὰν πίτταν προσφέρῃ ἢ τὴν ξηρὰν ἐλαίῳ τήξας. τηνικαῦτα δὲ καὶ οἱ ἅλες χρήσιμοι προκεκενωμένου δηλονότι τοῦ σώματος, ἀρχομένου δὲ ἢ αὐξανομένου καὶ μετὰ θερ‐
10μότητος πολλῆς ἀκμάζοντος, ἐναντιώτατον βοήθημα ἔλαιον καὶ ἡ πίττα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ οἱ ἅλες. ἐφεξῆς δὲ καλῶς ἔγραψεν ὁ Ἀρχιγένης ἐπ’ ἀκμάζοντος τοῦ πάθους βοηθήματα, δηλοῖ δὲ ἐκ τούτου αὐξανόμενον καὶ μηδὲν ὠφε‐ λούμενον ὑπὸ τῶν προγεγραμμένων. ἔχει δὲ ἡ λέξις αὐτοῦ
15κατὰ τόνδε τὸν τρόπον· εἰ δ’ ἐπακμάζοι τὸ πάθος ἢ κοιλία ὑποσυρέσθω ἢ ἀναγαργαριζέσθωσαν πιτύρων πλύμματι θερ‐ μῷ, ἢ πτισάνης χυλῷ ἢ γλυκεῖ χλιαρῷ ἢ ἀφεψήματι γλυ‐
κείας ῥίζης μετὰ γλυκέος καὶ ὑσσώπου ἢ σύκων οἴνῳ975 in vol. 12

12

.

976

ἀφεψημένων ἢ πτισάνης χυλῷ, ἐναφεψημένων αὐτῷ στα‐ φίδων. ὠφελοῦνται δὲ μεγάλως, ἐὰν ἀμυγδάλινον ἔλαιον εἰς τὰ ὦτα ἐγχέῃς, ἔξωθέν τε πυριατέον πραέως σπόγγοις ἀπο‐ τεθλιμμένοις καὶ ὠμὴν λύσιν ἐπιθετέον, τὴν διὰ κριθίνου
5ἀλεύρου ἢ διὰ λινοσπέρμου ἢ τήλεως, ἢ καὶ σμῆγμα ἐκ τού‐ των. ἐὰν μὲν οὖν πρὸς διαπύησιν φαίνηται ὄντα τὰ πα‐ ρίσθμια, συνεργητέον τῷ σύκων ἀφεψήματι συνεχῶς καὶ μονονουχὶ ἀδιαλείπτως διδόντας ἀναγαργαρίζεσθαι ἢ τῷ με‐ λικράτῳ θερμῷ ὁμοίως. εἰ δὲ μηδὲν ὑποφαίνοιτο τοιοῦτον,
10ἐπιτείνοιντο δὲ καὶ δυσκατάποτοι, ἐν ἀρχῇ τε πνιγμοῦ ὑπο‐ πτεύοιντο εἶναι, τήν τε κοιλίαν εὐτόνῳ κλυστῆρι ἢ βαλάνῳ ὑπακτέον ἢ φλεβοτομητέον ἀπ’ ἀγκῶνος, σικύας τε κατὰ τοῦ τραχήλου καὶ ἀνθερεῶνος κολλητέον μετὰ ἀμύξεως, πυρίαις τε καὶ καταπλάσμασι συνεχέστερον καὶ εὐτονώτερον χρησό‐
15μεθα καὶ τοῖς ἀναγαργαρίσμασι συνεχῶς. εἰ δὲ πρὸς μηδὲν τούτων εἴκοι, ἐπιτείνοιτο δὲ, τάς τε ὑπὸ τὴν γλῶτταν φλέ‐ βας τμητέον ἢ τὰς ἐγκανθίδας τε ἢ καὶ τὴν ἐν μετώπῳ.
διαχρηστέον δὲ αὐτοὺς συνεχῶς χολῇ ταυρείᾳ καὶ ἐλατηρίῳ976 in vol. 12

12

.

977

ὁμοῦ μετὰ μέλιτος ἢ ἁλσὶ σὺν ἐλαίῳ παλαιῷ μετὰ μέλιτος καὶ ὄξους ἢ κενταυρίῳ μετὰ μέλιτος ἢ ἀψινθίῳ μετὰ νίτρου καὶ μέλιτος, ἢ χελιδόνας ὅλας σὺν τοῖς πτεροῖς καύσας καὶ λεάνας σὺν μέλιτι κατάχριε. φασὶ δ’ ἔνιοι καὶ ἄκρως ποιεῖν
5χελιδόνος νεοττοὺς τοὺς λιπαροὺς λίαν προσφάτους, εἴτε τε‐ ταριχευμένους ὀπτοὺς καὶ διδομένους αὐτοῖς φαγεῖν, εὐθέως γὰρ κουφίζουσι τὸν πνιγμόν. ἐὰν δὲ παῖδες ἢ πρεσβῦται ὦσι, θεῖον καὶ ἴριν μετὰ μέλιτος δὸς ἐκλείχειν· ὅτι ταῦτα κοινὰ περὶ ἀμφοτέρων, ὥσπερ ἐν ἀρχῇ προεῖπεν, σταφυλῆς
10τε καὶ παρισθμίων ἐστὶν ἰάματα, δῆλον ἐποίησεν καὶ ἐξ ὧν ἐπιφέρων φησίν. ἔνιοι δὲ τοῖς συναγχικοῖς ἢ κυναγχικοῖς ἐλατηρίου ἢ χολῆς ταυρείας ἀνὰ βʹ. ὀβολοὺς μετὰ χλιαροῦ μελικράτου διδόασι πίνειν. τινὲς δὲ ὄνους τοὺς ὑπὸ τὰς ὑδρίας ποτίζουσι σὺν ὕδατι, ἢ ἐκλείχειν διδόασιν ἢ διαχρίουσι τὰ
15ἀλγοῦντα καὶ λίαν μαρτυροῦσιν ὠφελεῖσθαι. καὶ δι’ ἀτμοῦ πυριώμενοι ἔσωθεν τοῦτον τὸν τρόπον, ὀρίγανον ἢ ὕσσω‐
πον ἢ θύμβραν σὺν ἱκανῷ ὄξει ζέσας ἐπιμελῶς, ἐν χύτρᾳ977 in vol. 12

12

.

978

περιπεπλασμένῃ, τὸ δὲ πῶμα ἐχέτω κατὰ μέσον τρῆμα, εἶτα κάλαμον τῷ τοῦ πώματος τρήματι, ἕως τοῦ πάσχοντος ἐναρ‐ μόσας, ἔα πυριᾶσθαι. ἐὰν δὲ κατακαίηται τὸ στόμα ζέον‐ τος τοῦ καλάμου, ὠὸν κενὸν τετρημένον ἑκατέρωθεν ἐν τῷ
5στόματι κρατείτωσαν καὶ δι’ αὐτοῦ ὁ κάλαμος διερχέσθω. μαλακωτέρα δὲ ἡ πυρία γίνεται, ἐὰν ἀντὶ τοῦ ὄξους ὕδωρ ᾖ ἔνιοι δὲ νίτρον καὶ ὀρίγανον καὶ καρδάμου σπέρμα καὶ ἔλαιον τετριμμένα ἐν ὀξυκράτῳ μιγνύουσι καὶ ὁμοίως πυ‐ ριῶσιν. ἢ σποδῷ νεοσσῶν χελιδόνος μήπω ἐπτερωκότων
10διάχριε, ἢ στρύχνου χυλὸν καὶ βούτυρον ἴσον μετὰ ῥοδίνης κηρωτῆς τῷ ἀνθερεῶνι ἐπιτίθει. τοὺς πνιγομένους πισσαρίῳ μετὰ ὕδατος καὶ νίτρου πότιζε. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγρα‐ ψεν. ἐγὼ δ’ οὐδέποτε ἐπεχείρησα δοῦναι τῶν ἐν ταῖς τοι‐ αύταις διαθέσεσιν οὐδενὶ τῶν πινομένων φαρμάκων, ὁποίων
15αὐτός τε καὶ ἄλλοι τινὲς μέμνηνται. τοῦτ’ οὖν τὸ ἐπὶ τῷ τέλει τῆς λέξεως τῆς προγεγραμμένης γεγραμμένον κατὰ λέ‐ ξιν οὕτως τοὺς πνιγομένους πισσαρίῳ καὶ νίτρῳ μετὰ ὕδα‐
τος πότιζε. τίνι λόγῳ εἴρηται μὴ δυνάμενος ἐμαυτὸν πεῖσαι,978 in vol. 12

12

.

979

ἀλλὰ μηδὲ τῶν διδασκάλων τινὰ μηδὲ ἄλλον χρώμενον ἰδὼν, οὐδ’ αὐτὸς ἐπεχείρησα χρῆσθαι. τὸ μὲν γὰρ φλεβοτομεῖν τοὺς πνιγομένους καὶ τὸ κλύζειν δριμεῖ κλυστῆρι καὶ τὸ καθαρ‐ τικὰ διδόναι χάριν τοῦ κενῶσαι τὸ σύμπαν σῶμα
5καὶ μεταστῆσαι κάτω τὴν ῥοπὴν τῶν ἐπὶ τὰ πεπονθότα μέρη φερομένων χυμῶν, εὔλογόν τέ ἐστι καὶ διὰ πολλῆς πεί‐ ρας κεκριμένον. ὁμοίως δὲ καὶ τὸ μετὰ τὴν κένωσιν τοῦ παντὸς σώματος καὶ τὴν ἀντίσπασιν τὴν ἐπὶ τὰ κάτω δρι‐ μέσι χρῆσθαι φαρμάκοις ἱκανῶς διαφοροῦσιν, εὔλογόν τε ἅμα
10καὶ τῇ πείρᾳ μαρτυρούμενον. πίσσαν δὲ μεθ’ ὕδατος καὶ νί‐ τρου ποτίζειν οὔτε τινὰ θεασάμενος ἄλλον οὔτε τῷ λόγῳ ποδηγούμενος ἀπεσχόμην. [Ἀπολλωνίου ἐν τῷ πρώτῳ τῶν εὐπορίστων κατὰ λέξιν οὕτω γράψαντος.] Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν
15εὐπορίστων κατὰ λέξιν οὕτως ἔγραψεν. πρὸς τὰς τῆς κιονί‐ δος φλεγμονὰς διάχριστα. ἁλὶ λείῳ καὶ μέλιτι διαχρίων ἀνα‐ στέλλεις τὴν κιονίδα, πίσσῃ διαχρίων ἀναπίεζε τῷ δακτύλῳ,
ὀπὸν Κυρηναϊκὸν διεὶς ὕδατι προσάπτου τῆς κιονίδος. χαλ‐979 in vol. 12

12

.

980

κίτιδι λείᾳ προσάπτου παραπλησίως. ὀμφακίῳ λείῳ μετὰ μέ‐ λιτος χρῶ. ταῦτα μὲν ὁ Ἀπολλώνιος. ἔξεστι δὲ ἡμῖν ὁρᾷν ἐπὶ τῶν ἄνευ διορισμοῦ γεγραμμένων, εἰ μή τις εἰδείη τὰς ἄνευ διορισμοῦ γεγραμμένας δυνάμεις ἑκάστου ἐν τῷ προσ‐
5ήκοντι καιρῷ χρῆσθαι, μεγίστην ἐργάζεται βλάβην. γέγραπται γοῦν ἐνταῦθα πρῶτον μὲν ἁπάντων ἁλὶ λείῳ χρῆσθαι μετὰ μέλιτος, ὕστατον δὲ ὀμφακίῳ μετὰ μέλιτος. ἐναντία δὲ δύ‐ ναμίς ἐστιν ὀμφακίῳ πρὸς τοὺς ἅλας, ὥστε εἰ χρήσαιτό τις ἐν ἀρχῇ τοῖς ἁλσὶ καὶ μάλιστα πληθωρικοῦ τοῦ σώματος ἢ
10καὶ τῶν κατὰ τὴν κεφαλὴν ὄντων, ἐσχάτως βλάψει τὸν πά‐ σχοντα. τὸ δὲ ὀμφάκιον ἐν ἀρχῇ χρησιμώτατόν ἐστιν, οὐχ ἕλκον οὐδ’ ἐπισπώμενον ἐφ’ ἑαυτὸ τὸ ἐκ τοῦ βάθους, ὥσπερ οἱ ἅλες μετὰ τοῦ μέλιτος, ἀλλ’ ἀποκρουόμενον. ἅλες δὲ μετὰ μέλιτος διαφορητικὴν ἔχουσι δύναμιν, βραχυτάτου τοῦ στυ‐
15πτικοῦ μεμιγμένου τοῖς ἁλσίν. ὅταν δὲ τὸ μέλι μιχθῇ, κᾀκεῖνο τελείως ἀμαυροῦται καὶ τὸ διὰ τῆς πίσσης δὲ ταῖς κεχρονισμέναις φλεγμοναῖς, καὶ ὡς ἂν εἴποι τις, ἤδη σκιῤῥου‐
μέναις ἐπιτήδειος, ὥσπερ γε καὶ ὁ Κυρηναϊκὸς ὀπὸς οὐκ980 in vol. 12

12

.

981

ἀρχομέναις, ἀλλὰ μετὰ τὸ τοῖς στύφουσιν ἀποκρουσθῆναι τὸ ἐπιῤῥέον. ἡ δὲ χαλκῖτις οὐδ’ ὅλως ἐπιτήδειός ἐστι, πλὴν εἰ σφόδρα κεχρονικυῖά τε καὶ δυσθεράπευτος ἡ διάθεσις ᾖ. δα‐ κνῶδες γάρ ἐστι φάρμακον ὠμὴ παραλαμβανομένη καὶ διὰ
5τοῦτο καθαίρειν ταύτης τὴν δύναμιν βουλόμενοι, πολλάκις αὐτῇ χρώμεθα ὅταν καυθῇ. ἐφεξῆς τῶν προγεγραμμένων ὁ Ἀπολλώνιος ἔγραψε ταῦτα κατὰ λέξιν. ἀναγαργαρίσματα πρὸς τοὺς τῆς κιονίδος κατακρεμασμούς. ὀρίγανον τρίψας καὶ ὄξει καὶ ὕδατι μίξας ἀνάζεσον καὶ ἰσχάδων χυλῷ μίξας χρῶ
10καὶ δίδου ἀναγαργαρίζειν. ἢ ὕσσωπον τρίψας καὶ ἰσχάδων χυλῷ ἑφθῶν μίξας χρῶ. ὀρίγανον ὁμοίως, ἡδύοσμον καὶ πή‐ γανον καὶ κόριον τρίψας γάλακτι ὀνείῳ δίδου ἀναγαργαρίζε‐ σθαι. σέλινον καὶ δάφνης φύλλα λεῖα τρίψας καὶ διεὶς οἴνῳ ἢ ἀφεψήματι φακοῦ χρῶ. οἶδα δέ τινα πᾶσι τοῖς ὑπ’ αὐτοῦ
15χρώμενον ἀδιακρίτως ἐν ἀρχῇ φλεγμονῆς γαργαρεῶνος ἑνὶ τούτων χρησάμενον καὶ ἐσχάτως βλάψαντα. πρὸς γὰρ τοῖς ἄλλοις οὐδὲ τί ποτ’ ἐστὶν ὁ κατακρεμασμὸς τοῦ κίονος
ἐνόησε, βουλομένου τοῦ Ἀπολλωνίου τὴν πάνυ κεχαλασμέ‐981 in vol. 12

12

.

982

νην ἄνευ φλεγμονῆς ἐνδείκνυσθαι διάθεσιν τοῦ γαργαρεῶνος, ἥντινα καὶ ἀποτέμνειν εἰθίσμεθα καὶ ὄντως ἐπ’ αὐτῆς ταύ‐ της τὰ ὑποφλεγματίζοντα καὶ θερμαίνοντα φάρμακα χρή‐ σιμα. καὶ γὰρ τοὐπίπαν ὑπόλευκος γίνεται καὶ ἀναιμοτέρα.
5ἐφεξῆς δὲ γράφει κατὰ λέξιν ὁ Ἀπολλώνιος οὕτως. οὖρον ὄνου ὡς πλεῖστον καὶ θερμότατον δίδου πίνειν. τὸ δὲ αὐτὸ καὶ ἐπὶ συνάγχης. ἐπὶ τῶν τοιούτων βοηθημάτων θαυμάζω τοὺς γράψαντας, οἶδα γὰρ ἐγὼ πάντας ἀνθρώπους πλὴν ὀλίγων πάνυ θᾶττον ἀποθανεῖν ἐθέλοντας ἢ πιεῖν
10οὖρον ὄνου. ὁ δέ γε καὶ ὡς πλεῖστον προσέθηκεν, καὶ ἄλλως δὲ, καθάπερ ἔφην πρόσθεν, ἀτοπώτατόν ἐστι φλεγμονὴν ἐν στόματι θεραπεύοντα διδόναι φάρμακον ποτὸν, ὅτι μὴ τῶν καθαιρόντων εἴη τι. ταῦτα γὰρ ἑτέρας ἕνεκα χρείας δίδον‐ ται, τῶν δ’ ἄλλων ἱκανὰ καὶ χωρὶς τοῦ καταπίνεσθαι βοη‐
15θεῖν δυνάμενα. καὶ τὸ μετὰ τοῦτο δὲ γεγραμμένον ὁμοίαν ἔχει τὴν ἀτοπίαν, ὃ καὶ αὐτὸ κελεύει πίνειν. γράφει γοῦν οὕτω περὶ αὐτοῦ, δάφνης φύλλα τρίψας ἐν οἴνῳ καὶ ὕδατι
δίδου πίνειν. Ἥρας οὖν ἄμεινον Ἀπολλωνίου πολλῷ τόνδε982 in vol. 12

12

.

983

τὸν τρόπον ἔγραψε πρὸς κιονίδας κεχαλασμένας. κηκίδος ὀμφακίτιδος μέρος αʹ. ἁλὸς ἀμμωνιακοῦ μέρος αʹ. λειώσας ἕκαστον ἰδίᾳ καὶ ὁμοῦ πληρώσας κοχλιάριον παράπτου τῆς σταφυλῆς. λίθον τὸν καλούμενον ἀγήρατον, ᾧ χρῶνται οἱ
5σκυτεῖς εἰς τὸ λαμπρύνειν τὰ ὑποδήματα τῶν γυναικῶν ἀπο‐ ξύσας, πλήρου κοχλιάριον καὶ πρόσφερε τῇ σταφυλῇ. τούτων τῶν δύο φαρμάκων τὸ μὲν ἕτερον τὸ ὕστερον ἀλυπότατόν ἐστιν, οὐδὲν οὐδὲ βλάψαι δυνάμενον μέγα, οὐδ’ ὠφελῆσαι καθ’ ὃν ἄν τις αὐτῷ καιρὸν εἴη χρώμενος, ἰσχυρότερον δὲ τὸ
10πρῶτον. ἐπὶ οὖν τῶν ἀρχομένων ἢ σφοδρῶς ἐρυθρῶν οὐκ ἐπιτήδειον. εἰ δὲ προκεκενωμένου ὅλου τοῦ σώματος, ἀπο‐ κρουστικοῖς τε φαρμάκοις κεχρημένων ἡμῶν, μετὰ ταῦτα προσ‐ φέροιτο μὴ σφόδρα ἐνερευθοῦς ὄντος τοῦ γαργαρεῶνος ὠφε‐ λῆσαι δυνάμενον, ἐξ ἐναντίων γὰρ ἰσχυρῶν σύγκειται δυνά‐
15μεων, ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. οὐκ ὀρθῶς οὖν ἐποίησεν ὁ Ἥρας ἀδιορίστως αὐτὰ γράψας. ὁ δὲ Ταραντῖ‐ νος Ἡρακλείδης ἐν τοῖς πρὸς Ἀντιοχίδα καὶ αὐτὸς οὕτως
ἔγραψε πρὸς κιονίδας φλεγμαινούσας. ὀμφάκιον ξηρὸν λεάνας983 in vol. 12

12

.

984

ἀνάμιξον μέλιτος τὸ ἱκανὸν καὶ διάψα. ἢ κηκίδι λείᾳ μετὰ μέλιτος ἢ στυπτηρίας σχιστῆς ὁμοίως. ἢ ὀπῷ Κυρηναϊκῷ μετὰ μέλιτος. ἢ τῇ μελαντηρίᾳ, ᾗ οἱ σκυτεῖς χρῶνται. ἢ τῇ Ἀνδρωνείῳ δυνάμει, ἣν ἐν τοῖς τραυματικοῖς ἐκθήσομαι, μετ’
5οἴνου. δεῖ δὲ προσαναγαργαρίζεσθαι μετὰ ταῦτα τῷ τοῦ φακοῦ ἀφεψήματι. καλῶς ἐπὶ τῷ τέλει προσέγραψε τοῦτο, σφοδρὰ γάρ ἐστι πάντα τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα στρυφνὰ ταῖς ποιότησιν ὄντα καὶ διὰ τοῦτο τραχύνοντα. πραΰνειν οὖν βούλεται τὴν ὑπ’ αὐτῶν τραχύτητα τῷ τῶν
10φακῶν ἀφεψήματι, μετρίως δὲ φλεγμαινόντων οὐκ ἀνάγκη τούτοις χρῆσθαι, καθάπερ οὐδ’ ὅταν ἐξέρυθροί τε σφόδρα καὶ θερμὴν ἔχοντες φλεγμονὴν ὦσιν οἱ κίονες, ἀλλ’ οὐδ’ ἐπὶ ταῖς παρακμαῖς αὐτῶν. ἐπικρατεῖν γὰρ χρὴ τηνικαῦτα τὴν τῶν διαφορητικῶν φαρμάκων δύναμιν. Ἀσκληπιάδης δὲ περὶ
15αὐτῶν οὕτως ἔγραψε, ξηρὸν πρὸς κεχαλασμένας κιονίδας. ἀνήθου σὺν τῷ σπέρματι καὶ ταῖς ῥίζαις λαβὼν ὅσον ἐξαρ‐ κεῖ καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν τὸ στόμα φιμώσας καὶ
πηλῷ περιπλάσας ὄπτα ἐν καμίνῳ, ὥστε τὸ ἄγγος πυρω‐984 in vol. 12

12

.

985

θῆναι, ἔπειτα ἐξελὼν τῆς καμίνου, τρῖβε κεκαυμένον τὸ ἄνη‐ θον καὶ ἀνελόμενος ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν τοῦ ἀνήθου μέρη δύο καὶ Ἰλλύριδος χνοώδους μέρος αʹ. μίξας ἐμφύσα διὰ καλαμίδος. ἄλλο. ῥόδων ξηρῶν ξέστην αʹ.
5νάρδου Κελτικῆς σὺν ταῖς ῥίζαις καὶ τῇ περικειμένῃ γῇ δε‐ σμίδιον αʹ. χελιδόνων ἀγρίων τῆς νεοττιᾶς ξηρᾶς 𐅻 γʹ. σμύρ‐ νης 𐅻 ηʹ. κηκίδας ὀμφακίτιδας ἀριθμῷ ιεʹ. κόψας καὶ σή‐ σας ἐμφύσα καὶ παράπτου τοῖς δακτύλοις. τούτων τῶν δύο φαρμάκων τὸ μὲν πρότερον οὐδ’ ὅλως οὐδὲν ἔχει τῶν ἀπο‐
10κρουστικῶν, ἀλλ’ ἔστιν ὅλον διαφορητικὸν, τὸ δὲ δεύτερον μικτὸν ἐξ ἐναντίων, διαφορητικοῦ μὲν ἱκανῶς τῆς τῶν ἀγρίων χελιδόνων νεοττιᾶς, στυπτικοῦ δὲ τῶν κηκίδων, μέσης δὲ δυνάμεως τῆς σμύρνης, μικτῆς δὲ τῆς νάρδου τῆς Κελ‐ τικῆς, ἔχει γὰρ καὶ στῦφον καὶ διαφοροῦν ἄμφω μέτρια. τὸ
15μέντοι διὰ καλάμου ἐμφυσᾶσθαι τὰ τοιαῦτα φάρμακα πάνυ μέμφομαι, καταφέρεται γὰρ αὐτῶν πολὺ καὶ εἰς τὸν φάρυγγα
καὶ τὸν στόμαχον. βέλτιον οὖν εἰς κοχλιάριον ἐμβαλόντας985 in vol. 12

12

.

986

ἀναπιέζειν αὐτὸς, καθάπερ ὁρᾶτε ποιοῦντά με. καὶ τρίτον ἄλλο φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν ἐφεξῆς τῶν προει‐ ρημένων δυοῖν αὐτοῖς ὀνόμασιν οὕτω. [Ξηρὸν πρὸς κεχαλασμένην κιονίδα καὶ ὀγκώδη τοῦ
5Νεαπολίτου.] Πεπέρεως λευκοῦ 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. σχι‐ στῆς 𐅻 βʹ. κηκίδος ὀμφακίτιδος 𐅻 βʹ. λείοις παράπτου. τοῦτο τὸ φάρμακον μετὰ τὴν ἀρχὴν ἄχρι παντὸς δύναται χρήσιμον εἶναι χωρὶς τῶν σφοδρῶς ἐξερύθρων, ἐπ’ ἐκείνων γὰρ φυ‐ λάττεσθαι χρὴ μιγνύειν τὰ δριμέα καὶ δακνώδη σφοδρῶς,
10οἷόν πέρ ἐστιν ἐνταῦθα τὸ πέπερι. καὶ ἄλλο δὲ τῆς αὐτῆς δυνάμεως ἔγραψεν ἐφεξῆς πρὸς τὰς ὀγκώδεις ἐκ τῶνδε συγ‐ κείμενον. λίθου ἀγηράτου 𐅻 δʹ. λίθου Ἀσίου τοῦ ἄν‐ θους 𐅻 δʹ. γῆς Σαμίας 𐅻 δʹ. στυπτηρίας σχιστῆς 𐅻 βʹ. κρό‐ κου πεφωγμένου 𐅻 βʹ. κηκίδων ὀμφακιτίδων 𐅻 βʹ. λείοις
15χρῶ. τούτῳ δὲ ἡμεῖς κεχρήμεθα πολλάκις, ὄντι καλλίστῳ καὶ κατὰ πάντα καιρὸν ὠφελεῖν δυναμένῳ, πλὴν, ὡς ἐπὶ τοῦ πρὸ τούτου λέλεκταί μοι, μήτε κατ’ ἀρχὰς εὐθέως μήθ’
ὅταν ἐρυθρὸς ᾖ καὶ θερμὸς ὁ τῆς φλεγμονῆς ὄγκος. ἐπὶ δὲ986 in vol. 12

12

.

987

τῶν ἤδη κεχρονισμένων καὶ τοῦ σώματος κενοῦ, μετὰ μίαν χρῆσιν εὐθέως ἐπιδείκνυται μεγίστην ὠφέλειαν. καὶ γὰρ τὰ σφοδρῶς στύφοντα καὶ διαφοροῦντα καὶ τὰ τῆς μέσης ὕλης εὐκράτως ἐν αὐτῷ μέμικται.
5 [Κρίτωνος φάρμακον ὡδί πως γεγραμμένον πρὸς κιονί‐ δας.] Σκεύαζε πρὸς αὐτὸν τὸν καιρὸν φοινίκων ὀστᾶ καὶ καρύων ἁπαλῶν, ἀώρων, ξηρῶν, ἑκατέρου 𐅻 δʹ. καύσας καὶ λειοτριβήσας χρῶ, ξηρῷ παραπτόμενος. καὶ κατὰ τοῦτο τὸ φάρμακον ἡ τῶν κεκαυμένων ὀστῶν τοῦ φοίνικος δύναμις
10ἱκανῶς ἐστι διαφορητική. καὶ γὰρ ἐπ’ ἄλλων αὐτῆς παθῶν πεῖραν ἔχομεν ὡς τοιαύτης. καὶ ἡ τῶν καρύων δὲ τῶν ἁπα‐ λῶν ξηρανθέντων τέφρα τὸ διαφορητικὸν ἔχει μετὰ τοῦ στυπτικοῦ. καὶ Σωρανὸς δὲ φάρμακον ἀδιορίστως ἔγραψεν, ἐπὶ τίνων ἰδίως ποιεῖ μὴ προσθείς. ἔχει δὲ ἡ λέξις αὐτοῦ
15τόνδε τὸν τρόπον. γλυκύῤῥιζαν θλάσας ἐπίχει μέλι καὶ γλυκὺ ὕδωρ ἴσον, εἶτα ἑψήσας δίδου τὸν χυλὸν ἀναγαργαρίζεσθαι.
ἥμαρτε μὴ προσγράψας ὅτι παρηγορικώτατόν ἐστι τοῦτο τὸ987 in vol. 12

12

.

988

φάρμακον, ἐν ταῖς ἀκμαῖς τῶν φλεγμονῶν ὠφελεῖν μεγάλα δυνάμενον. γίνεται τούτου χρεία, κᾀπειδὰν ὑπὸ τῶν στρυ‐ φνῶν φαρμάκων ἀμετρότερόν τις ἐρεθίσῃ τε καὶ τραχύνῃ τὸν φλεγμαίνοντα κίονα, παρηγορεῖ γὰρ αὐτὸν τοῦτο τὸ φάρμακον.
5 [Περὶ τῶν πρὸς ἄφθας φαρμάκων.] Τὰς ἐπιπολῆς ἑλκώσεις ἐν τῷ στόματι γινομένας ὀνομάζουσιν ἄφθας, ἐχούσας τι καὶ θερμότητος πυρώδους. γίνονται δὲ τοὐπίπαν αὗται τοῖς βρέφεσιν, ὅταν ἤτοι μοχθηρὸν εἴη τὸ γάλα τῆς τιτθῆς ἢ μὴ καλῶς αὐτὸ πάνυ πέττῃ τὸ παιδίον.
10εὐίατοι δ’ εἰσὶ τοὐπίπαν ἐπὶ τοῖς μετρίως στύφουσι καθι‐ στάμεναι, ποτέ γε μὴν καὶ χρονίζουσι καὶ δύσλυτοι καὶ τῷ χρόνῳ σηπεδονῶδες ἔχουσι τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν νομήν. γέγραπται οὖν καὶ πρὸς αὐτὰς φάρμακα, μέτρια μὲν πρὸς τὰς μηδὲν ἐχούσας κακόηθες, ἰσχυρὰ δὲ πρὸς τὰς ἤδη
15νομῶδές τι καὶ σηπεδονῶδες ἐχούσας. μνημονεύσω δ’ ἐγὼ τῶν τοῖς νεωτέροις ἠθροισμένων, ἐπειδὴ τά τε τῶν πα‐
λαιῶν ἰατρῶν ἄριστα γεγράφασιν, ἐκλέξαντες αὐτοὶ μετὰ988 in vol. 12

12

.

989

πείρας μακρᾶς καί τινα τῶν ὕστερον μεθευρημένων προστε‐ θείκασιν. εὕροις δ’ ἂν μετὰ τοὺς παλαιοὺς Μαντίᾳ καὶ Ἡρακλείδῃ τῷ Ταραντίνῳ πλεῖστα φάρμακα γεγραμμένα. ὡσαύτως δὲ καὶ Μενεκράτης ἐνέγραψε βιβλίον ἀρίστων φαρ‐
5μάκων, ὧν αὐτὸς εὗρε τὰ πλεῖστα, καθάπερ γε καὶ ὁ Καπ‐ παδόκης Ἥρας. Ἀνδρόμαχος δὲ δύο καὶ τρίτον ἐν ᾧ τὰ τῶν ὀφθαλμῶν γέγραπται φάρμακα. πλείονα δὲ βιβλία συν‐ έθεσαν ὅ τε Ἀντώνιος Μούσας καὶ μετ’ αὐτὸν Ἀσκληπιά‐ δαι δύο καὶ μετ’ αὐτοὺς Κρίτων. ἀλλ’ οὗτοι μὲν οἱ τρεῖς
10μετὰ τὸν Ἀνδρόμαχον γεγόνασιν, Ἥρας δὲ ἔμπροσθεν Ἀν‐ δρομάχου καὶ μετ’ αὐτὸν Μούσας τε καὶ Μενεκράτης. πολὺ δ’ ἔτι τούτων ἀνωτέρω ὁ Ἡρακλείδης καὶ ὁ διδάσκαλος αὐτοῦ Μαντίας. ἀλλὰ Μαντίας μὲν, ὡς ἐξ ἀρχῆς ἦν Ἡρο‐ φίλειος, οὕτω καὶ διέμεινεν ἄχρι παντός. ὁ δ’ Ἡρακλείδης
15ἐπὶ τὴν τῶν ἐμπειρικῶν ἰατρῶν ἀγωγὴν ἐπέκρινεν ἰατρὸς ἄριστος τά τε ἄλλα τῆς τέχνης γεγονὼς καὶ πλείστων φαρ‐ μάκων ἔμπειρος. ὅταν οὖν αἱ ἄφθαι, περὶ τούτων γὰρ πρό‐
κειται λέγειν, ἐκτράπωνται πρὸς τὸ κακόηθες, ἰσχυροτέρων989 in vol. 12

12

.

990

δέονται φαρμάκων, ὁποῖα καὶ τὰς ἄλλας ἐν παρισθμίοις τε καὶ στόμασιν διαθέσεις ἰᾶται. προειρημένων οὖν μοι τῶν σκοπῶν τῆς ἐκείνων συνθέσεως, οὐδὲν ἔτι δέομαι περὶ τού‐ των λέγειν, ἀλλ’ ἐπὶ τὴν ἱστορίαν ἀφίξομαι τῶν προεγνω‐
5σμένων, ἀρξάμενος ἀπὸ τῶν Ἀνδρομάχῳ γεγραμμένων, ὡς εἴωθα κατὰ λέξιν αὐτὰ γράφειν. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἄφθας.] Οὐ μόνον Ἀνδρόμαχος, ἀλλὰ καὶ ἄλλοι διττὰ γένη φαρμάκων ἔγραψαν πρὸς ἄφθας. ἐπὶ μὲν τῶν οὐδέπω κακόηθες ἐχου‐
10σῶν, τὰ μέτρια ταῖς δυνάμεσι φάρμακα συνθέντες, ἐπὶ δὲ τῶν κακοηθευομένων ἰσχυρότερα. προσγράφουσι δ’ ἐν τού‐ τοις αὐτοὶ, ποτὲ μὲν ὅτι πρὸς ἄφθας καὶ ἕλκη τόδε τὸ φάρμακον ἁρμόττει, ποτὲ δ’ ὅτι πρὸς ἄφθας τὰς σηπεδονώ‐ δεις. ὅταν δὲ ἁπλῶς προσγράφωσι πρὸς ἄφθας, τὰς ἁπλᾶς
15δηλοῦσι καὶ μηδὲν ἐχούσας κακόηθες. ὁ δ’ οὖν Ἀνδρόμαχος πρὸς τὰς κακοήθεις ἄφθας οὕτως ἔγραψεν. πρὸς ἄφθας τὰς ἐν τῷ στόματι καὶ ἕλκη. σχιστῆς κεκαυμένης 𐅻 βʹ. ἐρεί‐
κης καρποῦ 𐅻 αʹ. σὺν ἐλαίῳ ἔκμασσε τῷ δακτύλῳ τοὺς990 in vol. 12

12

.

991

τόπους. ἄλλο πρὸς τὰ αὐτά. ἰοῦ 𐅻 βʹ. στυπτηρίας σχιστῆς μέρη βʹ. κηκίδος χνοώδους μέρος αʹ. λεάνας δι’ ὀθονίου χνόϊ‐ σον, εἶτα ἐλαίῳ ἐμβρέχων τὸν δάκτυλον καὶ ἀναλαμβάνων τὸ ξηρὸν, παράπτου ἐπιπολὺ ἐκμάσσων τὰ παρίσθμια καὶ
5τὴν ὑπερῴαν σὺν τῇ σταφυλῇ. ἀφίστησι δὲ δερμάτια καὶ αἴρει τοὺς περὶ τὸ σῶμα τραχυσμοὺς καὶ τύλους ἀποδερμα‐ τίζει, τὰ δ’ ἕλκη ἐπουλοῖ. πρὸς δὲ τὰς ἐπιπολαίους ἄφθας ὡδί πως ἔγραψεν. πρὸς ἄφθας λύκιον Ἰνδικὸν σὺν οἴνῳ λεανθὲν περιχριόμενον, ποιεῖ καὶ ἐρείκης καρπὸς λεῖος ἢ ῥόδα
10ξηρὰ σὺν μέλιτι. ταῦτα προειπὼν ἐπιφέρει, ἐὰν δὲ μέλανα ᾖ καὶ πονηρὰ, σταφίδος καθαρᾶς μέρη τρία, ἄνισον ἴσον, λεῖα σὺν μέλιτι διάχριε, εἶτα διάκλυζε. [Πρὸς ἄφθας Κρίτωνος.] Κρίτων δὲ οὕτως ἔγραψε πρὸς ἄφθας. ἀνδράχνην εἰς μέλι ἀποβάπτων μασῶ. ἢ ἐλαίας
15φύλλοις ἐν οἴνῳ ἑψημένοις διακλυζέσθω ἢ μυρσίνης λευκῆς τῶν φύλλων ἐν ἀφεψήματι μετ’ οἴνου. ἢ ἰοῦ σκώληκος τριώβολον ἐν οἴνου κοτύλης τετάρτῳ λειώσας διακλυζέσθω.
καὶ ἡ κηκὶς δὲ τριβεῖσα ἐν ὄξει δριμεῖ διαχρίεται· ἐπὶ δὲ991 in vol. 12

12

.

992

παιδίων δᾳδία καὶ μυελὸν βόειον ἑψήσας ψώμιζε. ποιεῖ δὲ καὶ ἀμύγδαλα πικρὰ μετὰ μέλιτος. πρὸς δὲ τὰς με‐ λαινομένας ἄφθας ἐκγεγιγαρτισμένῃ σταφίδι καὶ ἀνίσῳ λείοις μετὰ μέλιτος διάχριε. ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἀπο‐
5σμήξας ὀροβίῳ μετὰ μέλιτος καὶ κηκίδι μετὰ μέλιτος προσά‐ πτου. ἁρμόζει καὶ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα μετὰ μίνθης κλωνίων. ἔστω δὲ τοῦ μὲν ῥοῦ πλῆθος ὅσον τοῖς τρισὶ δακτύλοις, τῆς δὲ μίνθης κλωνία τρία καὶ ῥόδων φύλλα ὅσον ἑπτὰ καὶ στροβίλια ἑπτὰ, τούτοις πᾶσι μετὰ μέλιτος λειωθεῖσι χρῶ
10ἢ λυκίῳ μεθ’ ὕδατος. ἁρμόζει καὶ τρὺξ οἴνου γλυκέος μετὰ μέλιτος διαχριομένη. ἢ στυπτηρίαν καὶ σίδια ῥοιᾶς γλυκείας ἐξ ἴσου τρίψας καὶ στέατι χηνείῳ μίξας διάχριε, ὕδατι θερμῷ συνεχέστερον διάκλυζε καὶ πρόσαπτε χηνείῳ στέατι. ἄλλο Μούσα. μυρίκης καρποῦ 𐅻 στʹ. στυπτηρίας σχιστῆς 𐅻 βʹ.
15ἐν ἐλαίῳ. ἄλλο μάλιστα ἐπὶ παιδίων. ῥοῦν ἐρυθρὸν λεῖον μετὰ μέλιτος μίξας διάχριε ἢ στέαρ ὕειον καὶ μέλι τε‐
τηγμένα, δίδου δὲ αὐτοῖς διακλύζεσθαι γάλα ὄνειον, ἐπιπλεῖ‐992 in vol. 12

12

.

993

στον δὲ φερομένου τοῦ σιέλου, κηκίδα καὶ στρύχνον ὄξει διεὶς, ποίησον διακλύζεσθαι, λευκόϊα ξηρὰ τρίψας μετὰ μέ‐ λιτος διάχριε. ταῦτα γράψαντι τῷ Κρίτωνι μέμψαιτ’ ἄν τις εἰκότως ὅπερ τοῖς ἄλλοις ἀεὶ μέμφομαι, καταλέγουσιν ἐφε‐
5ξῆς ἀδιορίστως βοηθήματα μὴ ἀρχομένου τοῦ πάθους προσ‐ θεῖσιν ἢ ἀναβαίνοντος ἢ καταβαίνοντος ἢ ἀκμάζοντος ἢ παρακμάζοντος, μήθ’ ὅτι μικρὸν ᾖ, καὶ ἐπιεικὲς ἢ μοχθη‐ ρὸν οὕτως, ὡς ἐζεῦχθαί τι σηπεδονῶδες αὐτῷ. τούτων γὰρ τῶν γεγραμμένων φαρμάκων ἔνια μὲν ἁπλούστατά ἐστιν,
10ἐπὶ παιδίων ἁρμόττοντα μάλιστα μηδεμίαν ἐχόντων διάθε‐ σιν, οἷον ὅταν ὕειον στέαρ καὶ μέλι τετηγμένα παραλαμ‐ βάνῃ, καὶ πολὺ μᾶλλον ὅταν διακλύζεσθαι ὄνειον γάλα κε‐ λεύει. ἁπλούστατον δὲ φάρμακόν ἐστι καὶ ἡ ἀνδράχνη ἐμβα‐ φθεῖσα μέλιτι καὶ διαμασωμένη καὶ τὸ διὰ τῶν φύλλων
15τῆς ἐλαίας διάκλυσμα καὶ τὸ διὰ τῆς λευκῆς μυρσίνης ὁμοίως. ἰσχυρότατον δὲ καὶ τὸ διὰ τοῦ ἰοῦ καὶ τοῦ οἴνου, καθά‐ περ γε καὶ ἡ κηκὶς ὄξει δριμεῖ τριβεῖσα καὶ διαχριομένη.
πάνυ γὰρ ἰσχυρὸν τοῦτο τὸ φάρμακον, ὥσπερ καὶ τὸ διὰ993 in vol. 12

12

.

994

τοῦ ἰοῦ. ἀλλ’ ἐπ’ ἐκείνου μὲν ὀλίγιστον τοῦ ἰοῦ. τριώβολον γὰρ εἶπεν ἐν οἴνου κοτύλης τετάρτῳ λειωθὲν καὶ διακλυ‐ ζόμενον ἀσθενὲς γίνεται τῷ πλήθει τῆς τοῦ οἴνου μίξεως ἐκλυθέν. ἡ δὲ κηκὶς ἐν ὄξει δριμεῖ λειωθεῖσα παχεῖα οὕτως,
5ὡς διαχρίεσθαι, πάνυ σφοδρόν ἐστι φάρμακον, ὥσπερ γε καὶ τὸ διὰ τῆς στυπτηρίας καὶ σιδίων ῥοιᾶς γλυκείας συν‐ τιθέμενον, ὅπερ εἰ μὴ ἐμέμικτο τῷ χηνείῳ στέατι, πρὸς ση‐ πεδόνας ἂν ἥρμοττεν ἰσχυράς. ἰσχυρὸν δὲ καὶ τὸ διὰ τοῦ τῆς μυρίκης καρποῦ καὶ τῆς στυπτηρίας, ἀλλ’ οὐχ οὕτως,
10ὡς τὸ διὰ τῆς κηκίδος καὶ τοῦ ὄξους. ἅπαξ δὲ μόνον κα‐ λῶς ἐποίησε προσθεὶς κατὰ λέξιν οὕτως. ἐπιπλέον δὲ φερο‐ μένου τοῦ σιέλου κηκίδα καὶ στρύχνον ὄξει διεὶς ποίησον διακλύζεσθαι. τὸ γὰρ ἐπιπλέον φέρεσθαι τὸ σίελον ἐμφαν‐ τικόν ἐστι τοῦ τὴν διάθεσιν εἶναι μείζονα. κάλλιον δὲ ἦν
15ἄντικρυς εἰρηκέναι, νομώδους δὲ τῆς διαθέσεως γενομένης ἢ γενομένων ἑλκῶν βαθέων, ἤ τι τοιοῦτον προσγράψας. [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων πρὸς ἄφθας.]
Καλῶς οὖν ἐποίησεν ὁ Ἀσκληπιάδης, εἰ καὶ μὴ πολλὰ φάρ‐994 in vol. 12

12

.

995

μακα πρὸς ἄφθας ἔγραψεν, ἀλλ’ ἐπί γε τοῖν δυοῖν ἐν ἀρχῇ γράψας οὕτω. πρὸς ἄφθας χωρὶς νομῆς, ἔπειτα μετὰ δύο πάλιν προσγράψας πρὸς τὰς νεμομένας ἄφθας, ἄδηκτα γάρ ἐστι τὰ δύο φάρμακα τὸ μὲν ἕτερον τὸ πρότερον, ἐν ᾧ
5φησι, μυελὸν βόειον μέλιτι μίξας καὶ χλιάνας διάχριε, μά‐ λιστα δὲ νηπίοις ἐστὶ χρήσιμον. τὸ δὲ ἐφεξῆς εἰρημένον στέαρ ὕειον μέλιτι μίξας χρῶ. πρὸς δὲ τὰς νεμομέ‐ νας ἄφθας κηκίδων ἀφεψήματι κελεύσας κύαθον ἕνα καὶ μέλιτος ἴσον μίξαντα καὶ ἀναζέσαντα χρῆσθαι. ἐγὼ δὲ
10ἔφθασα καὶ τοῦτο καὶ ἄλλα τρία μετ’ αὐτὸ γεγραμμένα, μικρὸν ἔμπροσθεν ἐν τοῖς πρὸς τὰς νομὰς φαρμάκοις γρά‐ ψας, καὶ γὰρ οὐδὲν ἡγοῦμαι διαφέρειν, εἴτ’ ἐξ ἄφθης εἴτ’ ἐξ ἄλλου τινὸς ἡ μετάπτωσις εἰς τὴν νομὴν γένοιτο. [Περὶ τῶν ὑπ’ Ἀπολλωνίου γεγραμμένων πρὸς ἄφθας.]
15Ἀπολλώνιος δὲ ὁ Ἡροφίλειος ἐν τῷ πρώτῳ τῶν εὐπορί‐ στων φαρμάκων ὡδί πως ἔγραψε κατὰ λέξιν πρὸς τὰς λευ‐
κὰς ἄφθας. χαλκῖτιν ἐλαίῳ τρίψας διάχριε πτερῷ, τοῦτο995 in vol. 12

12

.

996

παραχρῆμα παύει. ἐπειδὰν δὲ καθαρὰ γένηται, μυρίκης καρ‐ πὸν λεάνας καὶ διεὶς μελικράτῳ ἢ οἴνῳ διάχριε, μάλιστα νη‐ πίοις. εἶτ’ ἐφεξῆς γράφει ἄλλο καὶ μάλιστα πρὸς τὰς μελαί‐ νας ἄφθας, σταφίδι ἐκγεγιγαρτισμένῃ καὶ ἀνίσῳ λείοις μετὰ
5μέλιτος διάχριε. καὶ πάλιν ἄλλο ἐφεξῆς. χαλκάνθῳ κεκαυ‐ μένῳ λείῳ μετὰ μέλιτος χρῶ. φαίνεται γὰρ ἐπὶ τῶν κακοή‐ θων τοῖς φαρμάκοις τούτοις κελεύων χρῆσθαι. ἔγραψε γοῦν κατὰ μὲν τὸ πρῶτον τῶν φαρμάκων πρὸς τὰς λευκὰς ἄφθας, κατὰ δὲ τὸ δεύτερον πρὸς τὰς μελαίνας, ἐνδεικνύ‐
10μενος τὸ παρὰ φύσιν τῆς χρόας καὶ τὸ μέγεθος τοῦ πά‐ θους. ἐφεξῆς δὲ προσγράψας διακλύσματα πρὸς ἄφθας, ἐπι‐ φέρει κατὰ λέξιν οὕτως, οἴνῳ μέλανι αὐστηρῷ καὶ ὑπο‐ στύφοντι διάκλυζε. ἐλαίας φύλλοις ἐν οἴνῳ ἑψημένοις διά‐ κλυζε. μυρσίνης λευκῆς φύλλα ἀφεψήματι μετ’ οἴνου παρα‐
15πλησίως χρῶ. ταῦτα τὰ διακλύσματα χωρὶς διορισμοῦ γε‐ γραμμένα βλάβην οὐδεμίαν ἐπιφέρει. καὶ γὰρ ἐπὶ τῶν με‐ τρίων καὶ ἐπὶ τῶν μειζόνων καὶ τῶν μεγίστων διαθέσεων ἁρμόζει. καλῶς δὲ ἐφεξῆς ἔγραψεν ἄλλο σφόδρα ἐνεργοῦν. ἰοῦ
σκώληκος τριώβολον τρίψας ἐν οἴνου κοτύλης τετάρτῳ δίδου996 in vol. 12

12

.

997

διακλύζεσθαι, εἶθ’ οὕτως οἴνῳ διάκλυζε. τοῦτο γὰρ ἐπὶ τῶν ἰσχυροτέρων ἁρμόζει, καθάπερ γε καὶ τὸ ἐφεξῆς οὕτω γε‐ γραμμένον ἅλμην ἐλαιῶν καὶ ὄξους ἴσον μίξας δίδου δια‐ κλύζεσθαι, εἶθ’ οὕτως οἴνῳ διάκλυζε. μετὰ δὲ ταῦτα μελι‐
5κράτῳ, εἶθ’ ἑξῆς ὕδατι χρῶ, ἐπὶ πᾶσι δ’ ἐλαίῳ διάκλυζε. μετὰ ταῦτα δὲ δύο γράφει φάρμακα διαφόροις εἴδεσιν ἀφθῶν ἁρμόζοντα. τὸ μὲν γὰρ ὕσσωπον τριφθὲν πρὸς τὰς θερμὰς καὶ ἀναβιβρωσκομένας διαθέσεις καὶ καθαρὰς ἐναντιώτατόν ἐστιν. ἁρμόζει δὲ ταῖς ῥυπαραῖς καὶ ταῖς φλεγμονώδεσιν
10ἄφθαις. τὸ δ’ ὀμφάκιον μετ’ οἴνου ἐπιτήδειον ταῖς καθα‐ ραῖς καὶ δακνομέναις καὶ ἀναβιβρωσκομέναις. κελεύει δὲ τὸ μὲν ὀμφάκιον μετ’ οἴνου τρίψαντα διακλύζεσθαι, τὸ δ’ ὕσ‐ σωπον μετ’ οἴνου ἢ μελικράτου. ἰσχυρὸν δὲ πάνυ τὸ μετὰ ταῦτα φάρμακον, ὡς ἤδη καὶ νομώδεσιν ἄφθας ἁρμόζον,
15ὃ συντίθησι, μυρίκης καρπὸν ἕψων μετ’ ὄξους. ἰσχυρὸν δὲ καὶ τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον, ἐφ’ οὗ φησι κηκίδα τρί‐ ψας, ἐν ὄξει δριμεῖ δίδου διακλύζεσθαι. τὸ δὲ μετὰ ταῦτα
γεγραμμένον, ἐφ’ οὗ φησιν, ὀπῷ σιλφίου διειμένῳ παρα‐997 in vol. 12

12

.

998

πλησίως χρῶ, μετὰ δὲ ταῦτα ἐλαίῳ διάκλυζε. καὶ αὐτὸ δριμὺ καὶ δακνῶδές ἐστι καὶ διαφορητικὸν, οὐ στυπτικόν. οὐκ ὀρ‐ θῶς οὖν ἀναμέμικται τὰ στυπτικὰ καὶ στρυφνὰ καὶ ἀπο‐ κρουστικὰ τοῖς διαφορητικοῖς καὶ δριμέσιν ἄνευ διορισμοῦ
5γεγραμμένα. τὸ δ’ ἐφεξῆς τούτοις, ὅτι μὲν δι’ ὄξους σκευ‐ άζεται γενναῖόν ἐστιν· ὅτι δὲ οὐ προσέθηκε τῷ ὄξει τὸ δριμὺ καὶ ὅτι διὰ λίνου καρποῦ μετριώτερον γίνεται, προσ‐ έθηκε δὲ αὐτῷ καὶ τὰς αἴρας, διαφορητικὸν ἱκανῶς φάρ‐ μακον. διὰ τοῦτο οὖν αὐτὸ καὶ πρὸς τὰ τῆς γλώττης οἰδή‐
10ματά φησιν ἁρμόττειν. παραγράψω δὲ καὶ πᾶσαν αὐτοῦ τὴν ῥῆσιν. λίνου καρπὸν καὶ αἴρας ἴσα τρίψας μετ’ ὄξους διάκλυζε. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ πρὸς τὰ τῆς γλώττης οἰδήματα. πραότερον δὲ πολὺ τούτων ἁπάντων φάρ‐ μακον ἐφεξῆς ἔγραψε κατὰ λέξιν οὕτως. φύλλα κοκκυμηλέας
15κόψας καὶ γάλακτι μίξας, οἴνῳ διάκλυζε. προσκειμένου γὰρ τῷ λόγῳ τοῦ διάκλυζε δῆλόν ἐστιν ὅτι πολλῷ τῷ γάλακτι μίγνυσιν ὀλίγα τῶν φύλλων, ὡς εἴ γε τὰ φύλλα τῷ γά‐
λακτι συλλειωθέντα φάρμακον ἐκέλευσεν εἶναι διάχριστον,998 in vol. 12

12

.

999

ἦν ἂν οὕτω γε δῆλον ὅτι πολλὰ μὲν τὰ φύλλα, τὸ γάλα δὲ ὀλίγον εἶναι ἐκέλευσεν. ἐφεξῆς δὲ προσγράψας διαμασητὰ πρὸς ἄφθας ἐπιφέρει, ἐλαίας ἁλμάδας διαμασητέον. εὔδηλον δ’ ὅτι πραότατον φάρμακόν ἐστιν. εἶτ’ αὖθις ἑξῆς·
5ἀνδράχνην εἰς μέλι ἀποβάπτοντα διαμασητέον. καὶ τοῦτο ὁμοίως πρᾶόν ἐστι. διαφέρει δ’ ἀλλήλων τὰ δύο ταῦτα τῷ τὰς μὲν ἁλμάδας καὶ στύφειν καὶ διαφορεῖν, πλεῖστον δ’ ἐν αὐταῖς ἔχειν τὸ στυπτικόν. τὴν δὲ ἀνδράχνην μετὰ τοῦ μέλιτος ἀσθενέστερον εἶναι φάρμακον. ἐφεξῆς δὲ καλῶς ἐποί‐
10ησεν εἰπὼν, ἐπὶ παιδίων ἁρμόττειν ἃ μέλλει λέγειν φάρ‐ μακα. γράφει δὲ περὶ αὐτῶν κατὰ λέξιν οὕτω. ὅταν παιδίον ἄφθας ἔχῃ, σεμίδαλιν καὶ μυελὸν βόειον καὶ ἄλευρον ἕψας ψώμιζε, ἐὰν δὲ μὴ δύνηται θηλάζειν. ἄλλο. σπλῆνα βοὸς ἑψήσας ἐν οἴνῳ καὶ τρίψας μετὰ μέλιτος ψώμιζε. τοῦτο μὲν
15οὖν περίεργον τὸ φάρμακον. ἐφεξῆς δὲ καλῶς ἔγραψεν, ἀπέ‐ χεσθαι κατὰ τὴν δίαιταν δριμέων τε καὶ ἁλυκῶν καὶ ὀξέων σιτίων τε καὶ ποτῶν, εἶτα οὐκ οἶδ’ ὅπως ἐφεξῆς τούτῳ
γράφει κατὰ λέξιν οὕτως. χαλκάνθην λείαν κεκαυμένην μετὰ999 in vol. 12

12

.

1000

μέλιτος διάχριε. τοῦτο ἐχρῆν ἀνωτέρω γεγράφθαι μετὰ τῶν ἰσχυρῶν φαρμάκων. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἄφθας.] Ἔνια μὲν καὶ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων πρὸς ἄφθας ταὐτὰ
5τοῖς προγεγραμμένοις ἐστὶν, ἀλλ’ ἔδοξέ μοι πᾶσαν αὐτοῦ τὴν λέξιν ἐφεξῆς γράψαι μηδὲν παραλιπόντι. γράφει οὖν οὕ‐ τως. πρὸς ἄφθας διακλύσματα μὲν ποιεῖ· ἐλαίας φύλλων ἀφέψημα ἢ μυρσίνης φύλλων λευκῆς ὁμοίως ἢ ἐλαίας κο‐ λυμβάδος ὕδωρ. ποιεῖ καὶ ἡ ἀμόργη καὶ πρασίου χυλὸς ἢ
10φακοῦ ἀφέψημα ἢ βάτου ἢ κύπρου ἢ ἰοῦ σκώληκος τριώ‐ βολον, ἐν οἴνου κνιδίου κοτύλης τετάρτῳ, τοῦ διακλυζέσθω. διάχριστοι δὲ ποιοῦσι καὶ αἱ πλείονες τῶν ἀναγραφησομέ‐ νων στοματικῶν, ἰδιαίτερον δὲ συμφωνεῖ ταῦτα. σχιστῆς, ῥόδων ἄνθη ἴσα, μυρίκης καρποῦ τὸ διπλοῦν, ξηροῖς χρῶ.
15ἢ λίβανον, γλυκυῤῥίζης χυλὸν ἴσα, κηκίδος, σμύρνης, ἀνί‐
σου ἀνὰ ὀλίγον, σὺν προτρόπῳ περίχριε. ἄλλο. μάνναν καὶ1000 in vol. 12

12

.

1001

ἅλας ἴσα ξηρὰ διὰ πτεροῦ κατάψα. ἄλλο. τρυγὶ οἴνου γλυ‐ κέος σὺν μέλιτι κατάχριε. ἄλλο. μίσυ καὶ στυπτηρίαν καὶ ῥοῦν σὺν μέλιτι. ἢ χαλκῖτιν μετ’ ἐλαίου πτερῷ διάχριε, ἀγα‐ θὸν σφόδρα. ἢ ἐλαίας φύλλα μετ’ ἐλαίου διάχριε. ὅταν δὲ
5καθαρθῇ, μυρίκης καρπῷ σὺν μελικράτῳ ἢ οἴνῳ διάχριε. ἢ ἀποσμήξας ὀροβίνῳ καὶ μέλιτι καὶ κηκίδι μετὰ μέλιτος προσ‐ άπτου. ἢ μυρίκης σπέρμα καὶ σχιστῆς τὸ γʹ. μετ’ ἐλαίου διάχριε. τοῦτο καὶ πρὸς νομὰς ποιεῖ. ἢ στέαρ ὕειον ἢ χή‐ νειον ἔμπασον μάννα καὶ διάχριε. ἢ κηκίδα λείαν μετ’ ἐλαίου.
10ἢ στυπτηρία ὑγρὰ ἀνιεμένη. ἢ φύλλα κύπρου διαμασάσθω‐ σαν. ἢ λυκίου ῥίζαν ξηρὰν παράπτου. ἢ θαλλία λεῖα μετὰ μέλιτος. ἢ κηκίδα μεθ’ ἁλῶν. ἐὰν δὲ ἐπιταθῇ καὶ νέμηται σηπεδονικῶς, διακλύσμασι μὲν καὶ ἀναγαργαρίσμασι χρηστέον τοῖς πρὸς ἄφθας τοῖς εὐτονωτέροις. ἰδίως δὲ ἅλμην συνεχέ‐
15στερον, ἢ ἱερὰν βοτάνην ὕδατι ἢ οἴνῳ ἐναφεψήσας δὸς δια‐ κλύζεσθαι ἢ ἀναγαργαρίζεσθαι. διαχρίσμασι μὲν τῶν πρὸς
ἄφθας τοῖς εὐτονωτέροις· ἰδίως δὲ κέρας ἐλάφειον1001 in vol. 12

12

.

1002

λεάνας παράτριβε. ἢ χαλκάνθῃ ὀπτῇ λείᾳ μετὰ μέλιτος. ἢ ἰῷ χαλκοῦ ἢ λεπίδι μετὰ μέλιτος. ἄκρως ποιεῖ πρὸς νομὰς μαράθρου ῥίζης κεκαυμένης σποδός. ταῦτα πρὸς ἄφθας ὁ Ἀρχιγένης ἔγραψεν ἐν τῷ πρώτῳ περὶ φαρμάκων, ὀλίγου
5δεῖν ἅπαντα καὶ τοῖς ἄλλοις γεγραμμένα. τί δή ποτ’ οὖν ἠξίωσα δὶς γράψαι ταῦτα καίτοι φυλαττόμενος οὕτως πράτ‐ τειν; ὅτι καὶ τὸν Ἀρχιγένην τῶν ἄλλων ἐπιστάμενος ἀξιο‐ λογώτερον, ἐν τῷ τὰ κοινὰ μετὰ τῶν οἰκείων γράφειν διο‐ ρισμῶν, ἑώρων καὶ αὐτὸν ἐν πολλοῖς ἀμελοῦντα τῆς τοι‐
10αύτης διδασκαλίας. νῦν οὖν ἐφεξῆς ἅπαντα χύδην ῥίπτει τὰ βοηθήματα, μετὰ τὸ συνεχὲς ἀλλήλοις εἰρημένα πραότατά τε καὶ δριμύτατα. τί γὰρ ὅμοιον ἰὸς ἔχει φακοῦ καὶ βάτου καὶ κύπρου ἀφεψήματι; τί δὲ κηκὶς στέατι χηνείῳ καὶ ὑείᾳ; δριμὺ μὲν γὰρ καὶ διαβρωτικὸν, ἰσχυρῶς τε ξηραῖνον φάρ‐
15μακόν ἐστιν ὁ ἰός· βάτος δὲ καὶ κύπρος καὶ φακὸς ἐλα‐ χίστην ἔχει στύψιν. οὕτω δὲ καὶ ἡ κηκὶς ἰσχυρότατα στύ‐
φουσα τὴν ἐναντίαν ἔχει δύναμιν ὑείῳ τε καὶ χηνείῳ στέατι.1002 in vol. 12

12

.

1003

γέγραπται δὲ ἐφεξῆς ἀλλήλων, καθάπερ τὰ πρότερα καὶ τὰ ἄλλα δὲ ὅσα ἐμνημόνευσε, τὴν αὐτὴν ἀταξίαν ἔχει. βέλτιον δ’ ἦν, ὥσπερ ἅπαξ που κατὰ τὸν λόγον ἔφη, τοῦτο καὶ πρὸς νομὰς ποιεῖ, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν
5ἄλλων διορίσαι προσγράψαντα, τοῦτο μὲν βρέφεσιν ἢ παισὶν ἁρμόττειν εἰπόντα, τουτὶ δὲ τοῖς τελείοις καὶ τουτὶ μὲν ἀρ‐ χομέναις ἢ μετρίαις ἄφθαις, τουτὶ δὲ ἀκμαζούσαις ἢ ἰσχυ‐ ραῖς, ἁπάντων δὲ μᾶλλον ἤτοι διαπύροις καὶ θερμαῖς ἢ ψυχροτέραις μᾶλλον· καὶ τῶν διαπύρων τουτὶ μὲν ταῖς
10ἐρυθροτέραις, τουτὶ δὲ ταῖς ξανθοτέραις. αἱ μὲν γὰρ τὸ φλεγμονῶδες, αἱ δὲ τὸ ἐρυσιπελατῶδες ἔχουσιν, ὥσπερ γε πάλιν αἱ μὴ διάπυροι φλεγμαντικαὶ τοὐπίπαν εἰσὶν, καθά‐ περ τῶν χρονιζουσῶν ἔνιαι τοῦ μελαγχολικοῦ χυμοῦ κακίαν ἐπικτῶνται. διαγνώσονται δ’ ἅπασαι ῥᾳδίως ὄψει τε ἅμα
15καὶ ἁφῇ, τῇ μὲν ὄψει διὰ τῶν χρωμάτων καθότι λέλεκταί μοι καὶ νῦν. αἱ μὲν γὰρ ἐρυθρότεραι τὸν αἱματικὸν ἐπικρα‐ τεῖν ἐνδείκνυνται χυμὸν, αἱ δὲ ξανθότεραι τὸν πικρόχολον,
ὥσπερ γε πάλιν αἱ μὲν λευκαινόμεναι τὸν φλεγματικώτερον1003 in vol. 12

12

.

1004

αἱ δὲ πελιδνούμεναί τε καὶ μελαινόμεναι τὸν μελαγχολικόν. ὁ γὰρ ταῦτα διορισάμενος ἐπιστάμενός τε τὴν ἑκάστου τῶν ἁπλῶν φαρμάκων δύναμιν, ὡς ἐν τῇ αὐτῶν διδασκαλίᾳ γέ‐ γραπται, καθ’ ἕκαστον εἶδος ἄφθης ἐπιστήσαιτο χρῆσθαι
5τοῖς τε ἁπλοῖς καὶ συνθέτοις φαρμάκοις, ὡς πολλάκις ἤδη προείρηται. συνεπισκέψεται δὲ καὶ τὰς τῶν σωμάτων φύσεις, εἰ καὶ μαλακαί τέ εἰσι καὶ ὑγραὶ, καθάπερ ἐπὶ παίδων εὐ‐ νούχων τε καὶ γυναικῶν· ἢ σκληραί τε καὶ ξηραὶ, καθάπερ ἐπὶ τῶν ἁλιέων καὶ ναυτῶν καὶ κυνηγετῶν καὶ γεωργῶν.
10τοῖς γὰρ ἰσχυροτέροις σώμασι τὰ ἰσχυρότερα προσάξεις φάρ‐ μακα, τοῖς δ’ ἀσθενεστέροις τὰ μαλακώτερα. ἐγὼ δὲ ἐπὶ μὲν τῶν βρεφῶν, ὅσα ψωμίζουσιν αἱ τροφοὶ, φακῆν μετὰ βραχέος ἄρτου καὶ μυελοῦ ἐλαφείου ἢ μοσχείου δίδωμι. μί‐ γνυμι δὲ τῇ τροφῇ καὶ μήλων κυδωνίων ἢ τῶν ἄλλων ὅσα
15στύφει, καθάπερ ἐν Ῥώμῃ τὰ κεστιανὰ καλούμενα καὶ τῶν τοιούτων ἀπίων, οὔων τε καὶ μεσπίλων καὶ κράνων καί ποτε καὶ θριδακίνης καὶ σέρεως καὶ στρύχνου καὶ ἀνδράχνης μί‐
γνυμι τῷ ψωμίσματι, διαπύρου τῆς ἄφθης ὑπαρχούσης. εἰ1004 in vol. 12

12

.

1005

δὲ μὴ ψωμίζεσθαι ἔτι δύναται, τὴν τροφὴν ἐπὶ τοῖς τοιού‐ τοις διαιτῶ μετ’ εὐπεψίας δηλονότι. καὶ μέντοι καὶ διαχρίω τὰ βρέφη φαρμάκοις, εἰ μὲν ὑπερύθρους βλέποιμι τὰς ἄφθας, ἐν ἀρχῇ μὲν τοῖς μετριώτατα στύφουσί τε καὶ ψύχουσιν·
5ἐφεξῆς δὲ τοῖς διαφοροῦσιν ἀδήκτως· εἰ δὲ ὑποξάν‐ θους, τοῖς αὐτοῖς μὲν, ἀλλὰ μᾶλλον ψύχουσι· εἰ δὲ φλε‐ γματικωτέρας, τοῖς στυπτικοῖς· εἰ δὲ μελαινομένας, τοῖς δια‐ φοροῦσι γενναιότερον. ἐπὶ δὲ τῶν μειζόνων παιδίων ταῖς ὁμοιογενέσι δυνάμεσι τῶν φαρμάκων χρώμενος ἐπιτείνω
10τὴν δύναμιν αὐτῶν, ὥσπερ γε καὶ τὰ τέλεια καὶ σκληρὰ σώματα ταῖς καθ’ ἕκαστον ὧν εἶπον ἰσχυροτάταις. ἤρκεσε δέ μοι διαπαντὸς ἐπὶ τούτων μίσυϊ χρῆσθαι μετ’ οἴνου στύ‐ φοντος, ἐπιτείνοντί τε καὶ ἀνιέντι τὴν δύναμιν αὐτοῦ. τὸ δὲ μᾶλλον ἢ ἧττον στύφειν τὸν οἶνον καὶ τὸ παχύτερον ἢ
15ὑγρότερον ἐργάζεσθαι τὸ σκευασθὲν, ἐκ τῆς τοῦ μίσυός τε καὶ οἴνου μίξεως γίνεται. εἰ δὲ ῥυπαρὰ ἡ ἄφθα ἐπιφαίνοιτο, σὺν οἰνομέλιτι τρίβω τὸ μίσυ. τοῖς δὲ ἰσχυροτέρων ἢ κατὰ
τὸ μίσυ φαρμάκων χρῄζουσιν ὁ ἰὸς ὁμοίως σὺν οἴνῳ τε καὶ1005 in vol. 12

12

.

1006

οἰνομέλιτι χρήσιμος ὑπάρχει. διαχριστέον δὲ δηλονότι τοῖς τοι‐ ούτοις φαρμάκοις τὰ πεπονθότα μόρια τοῦ στόματος, ἀγα‐ θὸν δὲ εἰς ταῦτα φάρμακόν ἐστι χαλκῖτις ἐλαίῳ λειωθεῖσα. τὰ μὲν δὴ τοιαῦτα δραστήρια, μέτρια δὲ καὶ μάλιστα πρὸς
5τὰς ἀρχομένας διαθέσεις ὀμφάκιον σὺν οἴνῳ καὶ οἰνομέλιτι καὶ ῥοῦς ὁμοίως. ἐπὶ δὲ τῶν παιδίων ἀρκεῖ καὶ τῶν ῥόδων τὸ ἄνθος καὶ αὐτὰ τὰ ῥόδα ξηρὰ καὶ τὰ διακλύσματα διὰ τῶν μετρίως στυφόντων ἐπὶ τῆς ἡλικίας τε καὶ φύσεως τῶν τοιού‐ των σωμάτων. ἑνὶ δὲ λόγῳ αἱ μέτριαι μὲν ἄφθαι μάλιστα ἐπὶ
10τῶν ἁπαλῶν σωμάτων μετρίων χρῄζουσι φαρμάκων· αἱ δὲ ἰσχυραὶ καὶ μάλιστα ἐπὶ σκληρῶν σωμάτων ὑπὸ τῶν ἰσχυρο‐ τέρων θεραπεύονται. ἰσχυρὰ δὲ δηλονότι λέγω φάρμακα τά τε ἰσχυρῶς στύφοντα καὶ δάκνοντα· καθάπερ γε μέτρια τὰ μηδό‐ λως μὲν δάκνοντα, μετρίαν δὲ στύψιν ἔχοντα. γίνεται δὲ κᾀπὶ
15τούτων, ὥσπερ ἐπὶ τῶν ἄλλων παθῶν ἔμπροσθεν εἴρηται, σύν‐ θετα φάρμακα καὶ πολλάκις ἐκ τῶν ἐναντίων, ὁποῖόν ἐστι καὶ τὸ δι’ ἐλαίου τε καὶ χαλκίτεως. αὐτὸ μὲν γὰρ καθ’ αὑτὸ τοὔ‐
λαιον ἐναντιώτατόν ἐστι τῇ διαθέσει τῆς ἄφθης, ὥσπερ γε1006 in vol. 12

12

.

1007

καὶ ἡ χαλκῖτις, ἐπειδὴ τὸ μὲν ὑγραίνει τε καὶ ῥυπαίνει, δάκνει δὲ σφοδρῶς ἡ χαλκῖτις. ἡ δὲ μίξις αὐτῶν ὅταν σύμμετρος γέ‐ νηται, κάλλιστον ἀποτελεῖ φάρμακον. ὥσπερ οὖν ἐκ κηρωτῆς τε καὶ ἰοῦ σαρκωτικὸν ἐδείκνυτο γίνεσθαι φάρμακον, ἀμφο‐
5τέρων ἐναντίων ὑπαρχόντων σαρκώσει, κατὰ τὸν αὐτὸν λό‐ γον ἐξ ἐλαίου τε καὶ χαλκίτεως ἐπιτήδειον γίνεται φάρμακον. εἰ δὲ εἰς σηπεδονῶδες τραπῇ, ἑλκώσεις τε ποιήσει, οὔτε ἄφθαν ἔτι προσήκει τὸ πάθος ὀνομάζειν, οὔτε τὰς τοιαύτας διαθέσεις ἰώμενα φάρμακα τοῖς πρὸς τὰς ἄφθας χρησίμοις ἐγκαταρι‐
10θμεῖν, ὥσπερ οὐδὲ τοῖς ἐρυσιπέλατα ἰωμένοις τὰ διαφοροῦντα γενναίως, ὅσα διὰ τῆς τῶν ψυχόντων φαρμάκων προσαγωγῆς ἐγένετο πελιδνὰ καὶ σκληρὰ μόρια, μεταπεσόντα πρὸς σκλη‐ ρώδη διάθεσιν ἐκ τῆς ἐρυσιπελατώδους. ἀμέλει καὶ τῷ ἀδιορί‐ στῳ τῶν τοιούτων γραφῶν ἀπατώμενοί τινες ἐρυσιπέλασί τε
15τὰ θερμὰ καὶ διαφορητικὰ φάρμακα, ταῖς τε ἄφθαις τὰ πρὸς σηπεδόνας ἁρμόττοντα προσφέροντες οὐ μικρὰς ἐργάζονται
τὰς βλάβας.1007 in vol. 12

13

.

1

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Η.
1 Ἔθος ἐστὶ τοῖς νεωτέροις ὀνομάζειν ἀρ‐ τηριακὰς, μὴ προστιθεῖσι πότερον ἀντιδότους λέγουσιν ἢ κατὰ σημαινόμενον ἕτερον. ἔνιοι δὲ ἐκλεικτὰ προσαγορεύουσιν αὐτὰ μὴ προστιθέντες φάρμακα, καί τινες μὲν ὅλως οὐδένα διο‐
5ρισμὸν αὐτοῖς προσέγραψαν, ἔνιοι δὲ ὀλιγάκις προσέθηκαν, οἱ μὲν πρὸς ἀποκεκομμένην φωνὴν, οἱ δὲ γενικώτερον ἔτι
πρὸς βεβλαμμένην φωνήν. εἰσὶ δὲ οἳ πρὸς τετραχυσμένην1 in vol. 13

13

.

2

ἀρτηρίαν καὶ πρὸς ἡλκωμένην ἔγραψαν, ὥστε εὐλόγως οἱ χρώμενοι ταῖς ἀρτηριακαῖς, φαρμάκοις ὀνομαζομένοις ἀδιο‐ ρίστως, ἐνίοτε μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ οὐδὲν ὅλως ὠφελοῦσι τοὺς πάσχοντας, ἀλλὰ βλάπτουσι τὰ μέγιστα. πρό‐
5δηλον δ’ ὅτι τὴν τραχεῖαν ἀρτηρίαν ἐπὶ τῶν τοιούτων πα‐ θῶν αἰτιῶνται. πάλαι μὲν οὖν, ὁπότ’ οὐδὲ τὰς ὁμοίως τῇ καρδίᾳ σφυζούσας ἀρτηρίας οὕτως ὠνόμαζον, ἐπὶ μόνης τῆς ἐκ τοῦ πνεύμονος ἀνισχούσης εἰς τὸν λάρυγγα τὸ τῆς ἀρτη‐ ρίας ἐπέφερον ὄνομα, φλέβας ὀνομάζοντες τοὐπίπαν, ὥσπερ
10τὰς ἄλλας ὅσαι μὴ σφύζουσιν, οὕτω καὶ τὰς σφυζούσας. ὕστερον δὲ τῆς προσηγορίας ἐθισθείσης ἐπὶ τῶν σφυζουσῶν λέγεσθαι, διὰ τὴν ὁμωνυμίαν προσθέντες τὸ τῆς τραχείας ὄνομα τὴν εἰς τὸν πνεύμονα καθήκουσαν ἐκ τῆς λάρυγγος ἀρτηρίαν οὕτως ὠνόμασαν, ἅμα τῷ καὶ βρόγχον αὐτὴν κα‐
15λεῖν, ἐπειδὴ τὰ χονδρώδη σώματα, τὸ πλεῖστον τῆς οὐσίας αὐτῆς μέρος ὄντα, βρογχία προσαγορεύουσιν. ὑπαλείφει δὲ τὴν ἀρτηρίαν αὐτὴν ἔνδοθεν παχὺς ὑμὴν, ὃν διὰ τὸ
πάχος ἔνιοι χιτῶνα προσαγορεύουσιν. ὅταν οὖν τι πάθος2 in vol. 13

13

.

3

ἤτοι κατὰ τοῦτον ἢ κατὰ τοὺς ἐν τῷ λάρυγγι γένηται μῦς, ἀρτηριακὰς ὀνομάζουσι τὰς ἰωμένας αὐτὰ, μὴ προστιθέντες, ὡς ἔφην, ἀντιδότους. ἀνόμοιαι δὲ κατ’ εἴδη ταῖς δυνάμεσίν εἰσιν αἱ γεγραμμέναι πρὸς αὐτῶν, καὶ διὰ τοῦτο συμβαίνει
5τοὺς χωρὶς διορισμοῦ χρωμένους αὐταῖς ἀποτυγχάνειν τοῦ σκοποῦ πολλάκις. ὅτι δὲ πολλή τίς ἐστιν ἡ διαφορὰ τῶν γεγραμμένων ἐν ταῖς φαρμακίτισι βίβλοις ὑπὸ τῶν ἰατρῶν, ἔνεστί σοι μαθεῖν ἐκ τριῶν παραδειγμάτων, ὧν τὸ μὲν ἀδη‐ κτότατόν ἐστι καὶ ἀκριβῶς ἐμπλαστικὸν ἐκλεαῖνον τὰς τρα‐
10χύτητας, τὸ δ’ ἐναντίον τῷδε δριμύτητος δακνώδους οὐκ ὀλίγον ἔχον, ὡς ἐὰν ἀκριβῶς ὑγιαίνοντι μορίῳ προσαχθῇ, τραχύνειν αὐτό. μέσον δὲ ἀμφοῖν τῶν εἰρημένων ἐστὶν ἄλλο γένος φαρμάκων ἀρτηριακῶν, ἀδήκτου ῥυπτικῆς δυνάμεως. τὸ μὲν οὖν ἐμπλαστικὸν ἔστι διὰ γλυκέος Κρητικοῦ καὶ
15κόμμεως καὶ τραγακάνθης καὶ γλυκυῤῥίζης κατασκευαζόμενον, τὸ δὲ δριμὺ διὰ πεπέρεως καὶ κασσίας καὶ κινναμώμου καὶ χαλβάνης καὶ ῥητίνης τερμινθίνης. τὸ μέσον δὲ ἀμφοῖν ἐκ
πτισάνης χυλοῦ καὶ ἀμυγδάλων καὶ κυάμων ἔτνους, ὅσα τε3 in vol. 13

13

.

4

ἄλλα τοιαῦτα. μεταξὺ δὲ τοῦ μέσου καὶ τῶν ἄκρων ἑκατέ‐ ρου πλείω φάρμακά ἐστι, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἀπο‐ κεχωρηκότα τοῦ μέσου. περὶ ὧν ἐφεξῆς διοριῶ, τοὺς μὲν προσθέντας τινὰ διορισμὸν ἐπαινῶν, τοὺς δὲ ἁπλῶς προσ‐
5γράψαντας οὐκ ἀποδεχόμενος. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν εἰσιν οἱ διορισμοὺς ἐλλιπεῖς ποιησάμενοι, ὁποῖός ἐστι καὶ τῶν γραψάντων, ἀρτηριακὴ ἡ πρὸς ἀποκεκομμένας φωνὰς, ἢ πά‐ λιν, ἀρτηριακὴ ἡ πρὸς τοὺς βραγχωδῶς φθεγγομένους. τό τε γὰρ ἀποκεκόφθαι τὴν φωνὴν, ὅπερ ἐστὶ μὴ δύνασθαι φθέγ‐
10γεσθαι, πλείοσιν αἰτίαις ἕπεται, τοῦτο μὲν τοῖς ἀπὸ κεφαλῆς χρονίσασι κατάῤῥοις, τοῦτο δ’ ἐμπύοις καὶ φθισικοῖς καὶ τοῖς ἐκ βοῆς μεγάλης καὶ πολλῆς παθοῦσιν, εἶτα μὴ καλῶς ἐκθεραπευθεῖσιν ἢ καὶ γεννωμένην ἔτι τὴν διάθεσιν ἔχουσιν. ὡσαύτως δὲ καὶ βραγχώδης ἡ φωνὴ γίνεται διά τε
15τὰς αὐτὰς αἰτίας καὶ διὰ ψυχροῦ πνεύματος εἰσπνοήν. ἡ μὲν οὖν διάθεσις ὁμογενής ἐστιν ἀφωνίας τε καὶ βράγχους, με‐ γέθει δὲ ἀλλήλων διαφέρει τὰ πάθη ταῦτα, σφοδρότερον
μὲν καὶ δυσλυτώτερον διαβρόχων ὑγρότητι γινομένων τῶν4 in vol. 13

13

.

5

φωνητικῶν ὀργάνων ἡ ἀφωνίω, μετριώτερον δὲ ὑγρανθέν‐ των ὁ βράγχος. ὄργανα δὲ φωνητικὰ λέγοντός μου τήν τε ἀρτηρίαν ἀκούετε καὶ τὸν λάρυγγα καὶ τὴν φάρυγγα. τοῖς μὲν οὖν ἐκ τοῦ βοῆσαι σφοδρῶς ἐπὶ πλεῖον κακωθεῖσι τὴν
5φωνὴν ὅμοιόν τι συμβαίνει πάθημα τῷ γενομένῳ πολλάκις ταῖς χερσὶ καὶ σκέλεσι καὶ ψόαις καὶ ῥάχει καὶ μυσὶ καμοῦσι πλείονα. καλοῦσι δ’ ἔνιοι τῶν γυμναστῶν τὴν τοιαύτην διά‐ θεσιν τῶν μυῶν, ἐν οἷς συνίσταται, φλεγμονώδη κόπον. κατὰ μὲν οὖν ἀρτηρίαν ὁ ἔνδον αὐτῆς ὑμὴν ἢ χιτὼν ἢ ὅπως ἂν
10ὀνομάζειν ἐθέλοι τις, ὑπὸ τοῦ κατὰ τὰς μεγάλας φωνὰς πνεύματος ἔξω φερομένου πληττόμενος, εἰς τὴν φλεγμονώδη διάθεσιν ἀφικνεῖται, πολλῷ δὲ μᾶλλον, ἐὰν πρὸς τῷ μεγέ‐ θει τῆς φωνῆς ὀξύτης τις ἔτι προσείη. κατὰ δὲ τὸν λάρυγγα πρὸς τῇ πληγῇ ταύτῃ καὶ ἡ τῶν κινούντων αὐτὸν μυῶν
15βλάβη τῆς ἐνεργείας μείζονα τὴν διάθεσιν ἐργάζεται. θερα‐ πείας δὲ γένος αὐτῶν ἐπὶ παντὸς μορίου ταῖς ὕλαις διαλ‐
λάττον ἐστίν. ἐλαίῳ μὲν γὰρ ἀνατρίβειν σκέλη καὶ χεῖρας5 in vol. 13

13

.

6

καὶ ῥάχιν ἐγχωρεῖ ῥᾳδίως, διὰ τοῦ δέρματος εἰς τοὺς ὑπο‐ κειμένους αὐτῷ μῦς ἀφικνουμένης τῆς δυνάμεως αὐτοῦ. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν οἱ χόνδροι μετὰ τὸ δέρμα τετα‐ γμένοι κωλύουσι τὴν εἰς τὸν ὑποκείμενον ὑμένα δίο‐
5δον τῆς τῶν μαλαττόντων χρισμάτων δυνάμεως. ὥσπερ γὰρ ἔλαιον, οὕτω καὶ ἄλλα πολλὰ σύνθετα φάρμακα τὴν αὐτὴν ὠφέλειαν ἐργάζεται. καὶ τά γε κατ’ ἀρχὰς ἄκοπα λεχθέντα, μόνα ταῦτα κατὰ βραχὺ τὴν προσηγορίαν ἀφ’ ἑαυτῶν ἐξέ‐ τειναν ἐπὶ τὰ παραπλήσια ταῖς συστάσεσιν, κᾂν ἕνεκα τοῦ
10θερμῆναι σφοδρῶς παραλαμβάνωνται. κοινὴ δὲ ὕλη βοηθη‐ μάτων τοῖς φωνητικοῖς ὀργάνοις πρὸς τἄλλα ἐστὶν ἡ ἐκ τῶν λουτρῶν. εὔδηλον δ’ ὅτι τὴν διὰ τῶν γλυκέων ὑδάτων λέγω, τὰ γὰρ θαλάττια καὶ θειώδη καὶ στυπτηριώδη καὶ χαλκανθώδη καὶ ἀσφαλτώδη διὰ τὸ ξηραίνειν ἰσχυρῶς οὐκ
15ἐπιτήδεια. καὶ μέντοι καὶ ποιοῦσιν οὕτως οἱ φωνασκοῦντες, ὅταν ἀγωνιζόμενοι θραύσωσι τὴν φωνήν. εἰσὶ δ’ οὗτοι κι‐ θαρῳδοί τε καὶ κήρυκες, οἵ τε τὴν τραγῳδίαν καὶ κωμῳ‐
δίαν ὑποκρινόμενοι. λουτροῖς τε γὰρ πολλοῖς χρῶνται καὶ6 in vol. 13

13

.

7

τροφὰς ἀδήκτους τε καὶ χαλαστικὰς ἐσθίουσιν. εἰ δὲ καὶ τραχύτητος αἰσθάνοιντο, τὰς ἐμπλαττομένας τοῖς ὁμιλοῦσι μορίοις παραλαμβάνουσιν. εἷς γάρ ἐστιν ἑαυτῷ χιτὼν συνε‐ χὴς, ὅ τε ἐν τῇ φάρυγγι καὶ τῷ λάρυγγι καὶ στομάχῳ καὶ
5ἀρτηρίᾳ τῇ τραχείᾳ κατὰ τὰ ἔνδον ἐπιτεταμένος. ἐὰν δὲ μὴ καθίστηται τῇ τε διαίτῃ καὶ τοῖς λουτροῖς ἡ γενομένη διάθεσις ἐν τοῖς φωνητικοῖς ὀργάνοις, ἐπὶ τὰς ἀρτηριακὰς παραγίνονται, τροφαῖς χρώμενοι παρ’ ὅλον τοῦτον τὸν χρό‐ νον, ὅσαι διὰ γάλακτος, ἀμύλου τε καὶ χόνδρου καὶ ὠῶν
10καὶ ἰτρίων σύγκεινται. εἰ δὲ μὴ διὰ τούτων ἐκθεραπευθείη, ἐξεύρηνται τοῖς ἰατροῖς αἱ πρὸς αὐτῶν ὑπογλωττίδες ὀνο‐ μαζόμεναι. εἰσὶ δὲ αὗται φάρμακα τῆς αὐτῆς ταῖς ἀφλεγμάν‐ τοις ἀρτηριακαῖς δυνάμεως, δι’ οἴνου θηραίου καὶ κόμμεως καὶ τραγακάνθης καὶ γλυκυῤῥίζης συγκείμεναι, ἅπερ, ὡς ἔφην,
15ἐκλεαίνει τε ἅμα καὶ ἀναστέλλει τὰς τραχύτητας. ὅσον δ’ ἂν ἐν τοῖς μέρεσιν ὑπολείπηται φλεγμονῶδες, πέττει τε τοῦτο καὶ ταχέως ἐκθεραπεύει. φιλόπονον δ’ εἶναι χρὴ τὸν ὑπο‐
τιθέντα τῇ γλώττῃ τὸ φάρμακον, ὡς κατὰ βραχὺ τηκομένου7 in vol. 13

13

.

8

δέχεσθαι τῷ λάρυγγι τὸ καταῤῥέον εἰς αὐτὸ, ἀνθιστάμενον τῇ γινομένῃ βηχί. καρτερήσαντες γὰρ ὡς μὴ βῆξαι συγχω‐ ρήσουσιν εἰς τὸν λάρυγγα καὶ τὴν ἀρτηρίαν καταῤῥυῆναί τι τοῦ φαρμάκου. λαμπρὸν μέντοι σχεῖν τὸ φώνημα τοῖς οὕτω
5θεραπευθεῖσιν ἀδύνατον ἄνευ τοῦ πάλιν χρήσασθαι φαρ‐ μάκοις ἀδήκτως ῥύπτουσιν, ὁποῖόν ἐστι τό τε κυάμινον ἔτνος καὶ ἡ πτισάνη καὶ τὸ πεφωγμένον λινόσπερμα. ἐν τῷ μεταξὺ γάρ ἐστι τὰ τοιαῦτα τῶν τε μέσων κατὰ τὴν δύναμιν φαρμάκων καὶ τῶν ἐμπλαστικῶν. τούτων δὲ ῥυπτι‐
10κωτέρα ῥητίνη τερμινθίνη καὶ λιβανωτὸς, τό τε ἀπηφρισμέ‐ νον μέλι, καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὥσπερ γε πάλιν ἰσχυρότερον τούτων ἐστὶ τό τε τῶν ὀρόβων ἄλευρον ὁρμί‐ νου τε σπέρμα καὶ ἴρεως ῥίζα καὶ πάνακος. ἅπασι δὲ τού‐ τοις οἵ τε μαλακοὶ οἶνοι καὶ γλυκεῖς ὁ Κρητικὸς, Θηραῖος
15καὶ Σκυβελίτης ἐπιτήδειοι, καὶ πρὸς αὐτοῖς οὐκ οἶδ’ ὅπως ἠμελημένον τὸ καλούμενον ὑπὸ τῶν κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἑλλήνων ἕψημα. προσαγορεύουσι δὲ αὐτὸ σίραιον
οἱ Ἀττικίζοντες καὶ λέγουσιν, ὥσπερ ἕτεροι τὸ τῶν ἰσχάδων8 in vol. 13

13

.

9

ἀφέψημα καὶ μάχη αὐτοῖς τέ ἐστιν, ὁπότερον αὐτῶν χρὴ καλεῖν τὸ σίραιον. ἔστι δὲ δήπου καὶ αὐτὸ τοῦτο τὸ σί‐ ραιον, ὃ τῶν λιπαρῶν ἰσχάδων ἑψομένων ἐν ὕδατι γίνεται τῆς μέσης δυνάμεως, ἣν ῥυπτικὴν καὶ ἄδηκτον ὠνομάσαμεν.
5τὸ μὲν οὖν ἑψόμενον γλεῦκος ἐμπλαστικώτατόν ἐστι καὶ ἀδηκτότατον, τὸ δὲ τῶν ἰσχάδων ἀφέψημα διαφορητικώτε‐ ρον καὶ ῥυπτικώτερον. ὡς οὖν ἐν τοῖς ἔμπροσθεν εἶπον, ἁπάντων χρὴ τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπίστασθαι τὰς δυνάμεις τὸν μέλλοντα σύνθετόν τι ποιήσειν. ὁ
10δὲ αὐτὸς οὗτος καὶ τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν ὀρθῶς χρή‐ σεται καὶ μάλισθ’ ὅταν ἀδιορίστως ᾖ γεγραμμένα, καθάπερ καὶ αἱ πλεῖσται τῶν ἀρτηριακῶν. εὔδηλον δ’ ὅτι καὶ ταῖς μετὰ διορισμῶν γεγραμμέναις αὐτὸς οὗτος ἄμεινον χρήσεται. κατὰ γὰρ τὸν ἀκριβῆ λόγον εἰς ὅσον ἡ τῶν παθῶν κατα‐
15σκευὴ μεταπίπτει, καὶ τὸ χρήσιμον ταύτῃ φάρμακον ὑπαλ‐ λάττεσθαι χρή. τοῦτο δ’ ὀρθῶς μόνος ὁ τὴν δύναμιν εἰ‐ δὼς ἑκάστου τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπιστήσεται,
προστιθεὶς τῷ πρώτῳ φαρμάκῳ βραχύ τι τῆς ἐχομένης τά‐9 in vol. 13

13

.

10

ξεως, οἷον ἐπὶ τῶν φλεγμονωδῶν κόπων, ὅταν ἐν τοῖς τοῦ λάρυγγος γένωνται μυσὶν, ἐν ἀρχῇ μὲν ἁρμόττει τὰ πρα‐ ότατα ἐδέσματα, φάρμακα δὲ ἐμπλαστικά. καταστάσης δὲ τῆς φλεγμονῆς βραχύ τι τῶν ῥυπτικῶν προσθετέον, εἶτ’
5ἐφεξῆς πλέον, εἶτ’ ἄλλο πάλιν ἐκείνου γενναιότερον, ὡς κατὰ βραχὺ τὴν σύνθεσιν ἐπὶ τὸ μέσον ῥυπτικὸν ἀφικέσθαι καὶ κατὰ τὸν αὐτὸν αὖθις τρόπον τὸ τούτου τὸ διαφορητικώ‐ τερόν τε καὶ ῥυπτικώτερον, εἶθ’ οὕτως ἐπὶ τὸ σφοδρότατον, ὅταν ἐπιπλεῖον οἷον σκιῤῥώδης τις διάθεσις ἐν τοῖς φωνη‐
10τικοῖς ὀργάνοις παραμένῃ. τῆς μὲν οὖν πρώτης τάξεώς ἐστι τραγάκανθα καὶ κόμμι καὶ Σάμιος ἀστὴρ, ἄμυλός τε καὶ τὸ διὰ χόνδρου καὶ τράγου καλῶς ἑψηθέντων ῥόφημα. καὶ γάλα δὲ ἐπιτήδειον αὐτοῖς ἐστι καὶ ἴτριον καὶ ὠὰ ῥοφούμενα καὶ οὓς νῦν ἅπαντες Ἕλληνες ὀνομάζουσι στροβίλους, τὸ πά‐
15λαι δὲ παρὰ τοῖς Ἀττικοῖς ἐκαλοῦντο κῶνοι. καὶ τὰ σήσαμα δὲ ἐκ τούτου τοῦ γένους ἐστίν. ἐφεξῆς δὲ τούτων ὑπάρχει
τὸ καλούμενον βούτυρον· εἰ δέ σοι φίλον ἀρσενικῶς ὀνο‐10 in vol. 13

13

.

11

μάζειν βούτυρος· ἀφέψημά τε γλυκείας ῥίζης εἰς πάχος ἠγμέ‐ νον Ἀττικοῦ μέλιτος ὑγροῦ. τὴν μέντοι γλυκεῖαν ῥίζαν, ἣν γλυκύῤῥιζαν ὀνομάζουσιν, ἄμεινον ἐν τῷ πρώτῳ καιρῷ κα‐ θεψήσαντας, ὡς ἔφην, ἐν ὕδατι μῖξαι τὸ ἀφέψημα τῷ ἐκ
5τοῦ γλεύκους γεγονότι σιραίῳ, καλουμένῳ δ’ ὑφ’ ἡμῶν τῶν κατὰ τὴν Ἀσίαν ἡμετέραν ἑψήματι. μιγνύναι δὲ τοῦτο καὶ γλυκεῖ Κρητικῷ, καὶ πάλιν δὲ ἕψειν μετὰ τὴν μίξιν, ἐάν τε ἑψήματι τύχῃ μιχθὲν, ἐάν τε τῷ Κρητικῷ γλυκεῖ. ταῦτα μὲν οὖν ἐπὶ ταῖς φλεγμονώδεσι διαθέσεσιν κατά τε τὴν ἀρ‐
10τηρίαν τε καὶ τὸν λάρυγγα χρήσιμα κατ’ ἀρχάς ἐστιν, ἄχρις ἂν ἡ φλεγμονὴ μετρία γένηται. καὶ πρὸ πάντων οἴνου πό‐ σεως ἀπεχέσθω κατὰ τὸν καιρὸν τοῦτον. ὅταν δὲ μετριώ‐ τερα γένηται τὰ τῆς φλεγμονῆς, τὸν γλυκὺν Θηραῖον ἢ τὸν Σκυβελίτην ἔξεστι πίνειν ἢ τὸν ἐξ ἡμετέρας Ἀσίας, μάλιστα
15μὲν Καρύϊνον, ἐφεξῆς δὲ τὸν Θηραῖον ὀνομαζόμενον, εἶτα καὶ τὸν γλυκὺν Τμωλίτην, ἐν ᾧ καιρῷ καὶ τὸ βούτυρον ἐπι‐ τήδειόν ἐστι καὶ τὸ διὰ τῶν ἀμυγδάλων ῥόφημα καὶ τὸ διὰ γάλακτος καὶ μέλιτος ἑψηθέντων ἐπιπλέον ἐπεμβληθέντος
ἀμύλου. κᾂν ἄμυλον δὲ μὴ παρείη, τῆς ὀνομαζομένης παρὰ11 in vol. 13

13

.

12

Ῥωμαίοις σιλίγνεως ἐμβαλλομένης. εὔδηλον δ’ ὅτι κατὰ τὴν αὐτὴν δίαιταν ἡ μὲν φλεγμονὴ παύεται τῶν κατὰ τὸν λά‐ ρυγγα καὶ τὴν ἀρτηρίαν ὑμένων τε καὶ μυῶν, ὑγρότης δὲ καταλείπεται πολλὴ, ἥτις ἀδύνατός ἐστι λαμπρὰν ἀποφῆ‐
5ναι τὴν φωνήν. μετέρχεσθαι δὲ τηνικαῦτα προσήκει τῶν ἐδε‐ σμάτων ἐπὶ τὰ διὰ μέλιτος ἑψημένα πάντα, καὶ μέντοι καὶ κυάμινον ἔτνος καὶ πτισάνην καὶ κράμβην καὶ τὰ καλῶς ἑψημένα πράσα. φαρμάκων δὲ χρῆσις ἐπιτήδειός ἐστι καθ’ ὃν μὲν χρόνον ἤτοι τὰ τῆς φλεγμονῆς ἢ τῆς τραχύτητος ἐπι‐
10κρατεῖ, τὰ ὑπὸ τὴν γλῶτταν λαμβανόμενα, περὶ ὧν τῆς συν‐ θέσεως ἐρῶ. μετὰ δὲ ταῦτα ῥυπτικώτερα τούτων καὶ ξηραν‐ τικώτερα, κᾄπειτα τούτων αὖθις αὐτῶν ῥυπτικώτερά τε καὶ ξηραντικώτερα, μέχρις ἂν ἐπὶ τὰ δριμύτητος ἔχοντά τι παραγενώμεθα καὶ τούτων αὐτῶν ἀπὸ τῶν μετριωτέρων ἀρ‐
15ξάμενοι, πρὸς τὰ σφοδρότερα κατὰ βραχὺ μεταβαίνωμεν. τὰ μὲν οὖν ἐκ τῆς διαίτης ὁποῖον ἂν ἕξει τὸν τύπον ἔμπρο‐ σθεν εἴρηται, καθάπερ γε καὶ ἡ τῶν ἁπλῶν φαρμάκων ἰδέα·
τὰ δὲ ἐξ αὐτῶν σύνθετα φάρμακα πολυειδῶς ἔγραψαν ἄλλοι12 in vol. 13

13

.

13

κατ’ ἄλλας συμμετρίας. καὶ οἷς μὲν ἤρκεσεν ἐκ τριῶν ἢ τετ‐ τάρων ἁπλῶς συντεθὲν φάρμακον, ἔνιοι δὲ εἰς ἀριθμὸν ἐξέ‐ τειναν πλείονα, καὶ τινὲς μὲν, ὡς εἴρηται, τῆς μαλακωτάτης τε καὶ παρηγορικωτάτης ὕλης ἐποιήσαντο τὴν σύνθεσιν τῶν
5ἀρτηριακῶν δυνάμεων, ἔνιοι δὲ ἔμπαλιν τούτοις δριμείας καὶ θερμῆς καὶ ῥυπτικῆς καὶ ξηραινούσης ἱκανῶς, εἰσὶ δ’ οἳ καὶ τρίτον εἶδος, ὃ μέσον ἀμφοῖν ἐστι· καὶ μετὰ τούτους ἄλλοι μὲν ἐν τῷ μεταξὺ τοῦ μέσου τε καὶ μαλακωτάτου, ἄλλοι δὲ ἐν τῷ μεταξὺ τοῦ τε δριμυτάτου καὶ τοῦ μέσου· καὶ κατὰ
10ταὐτὰ πάλιν αὐτὰ τινὲς μὲν μᾶλλον, τινὲς δὲ ἧττον ἀπο‐ χωρήσαντες τῶν μέσων τῇ δυνάμει φαρμάκων, διαφόρους ἐποιήσαντο τὰς συνθέσεις. τούτοις ἅπασιν ὀρθῶς χρήσεται μόνος ὁ τὴν δύναμιν ἑκάστου τῶν ἁπλῶν ἐπιστάμενος, αὐ‐ τὸς γὰρ γνώσεται καὶ τὴν τάξιν τοῦ φαρμάκου κατὰ ποίαν
15ἀπόστασίν ἐστι τῶν μέσων. ἔγραψαν μὲν οὖν καὶ οἱ πρὸ Μαντίου τε καὶ Ἡρακλείδου φάρμακα τοιαῦτα καὶ οἱ μετὰ αὐτούς. πολὺ δὲ βελτίω τοῖς εἰρημένοις ἀνδράσιν ἢ αὐτοῖς
συντιθεῖσιν ἢ παρ’ ἑτέρων λαβοῦσι γέγραπται διὰ τῶν συγ‐13 in vol. 13

13

.

14

γραμμάτων ἃ κατέλιπον ἡμῖν, αὔξοντες τὸ φαρμακευτικὸν μέρος τῆς τέχνης. ἐν δὲ τῷ χρόνῳ καὶ ταῦτα καὶ τὰ πρό‐ σθεν ἀκριβῆ καὶ μακρὰν πεῖραν παρασχόντα τοῖς ἀνδράσιν ἐξείλεκται καὶ ἤθροισται, περὶ ὧν πολλάκις ἐν τῇδε τῇ πρα‐
5γματείᾳ τὸν λόγον ἐποιησάμην. οὗτοι δ’ εἰσὶν οἱ περὶ τὸν Ἀσκληπιάδην καὶ Μούσαν καὶ Ἀνδρόμαχον καὶ Ἥραν καὶ Κρίτωνα καὶ Μενεκράτην. πολλὰ δὲ καὶ ἄλλα φάρμακα καὶ οἱ περὶ τὸν Ἀρχιγένη καὶ Φίλιππον ἔγραψαν, ὡς μηδενὸς ἡμᾶς ἔτι δεῖσθαι τῶν ἀνωτέρω, τούτοις γὰρ, ὡς εἶπον, ὅσα
10τοῖς πρεσβυτέροις εὕρηται, κάλλιστα γέγραπται πάντα. [Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἀρτη‐ ριακῶν.] Πλείστας ἀρτηριακὰς δυνάμεις ἔγραψεν ὁ Ἀνδρό‐ μαχος, ὡς ἔχειν ἀπὸ τῶν ἀσθενεστάτων ἐπὶ τὰ σφοδρότατα διὰ τῶν ἐν μέσῳ κατὰ βραχὺ προϊέναι τὸν γνωρίζειν αὐτῶν
15τὴν διαφορὰν δυνάμενον. αὐτὸς γὰρ ὁ Ἀνδρόμαχος ἀδιορι‐ στότερον ἔγραψεν αὐτὰς, ἀλλ’ ἐγὼ προσθήσω τοὺς διορι‐ σμοὺς, ἀναμιμνήσκων ὧν ἄρτι προεῖπον. ὅτι δὲ τὸν μέλλοντα
τοῖς λεγομένοις ἀκολουθήσειν ἄξιον προγεγυμνάσθαι κατὰ14 in vol. 13

13

.

15

τὴν τῶν ἁπλῶν φαρμάκων πραγματείαν εἴρηταί μοι πολλά‐ κις. ἄνευ γὰρ τοῦ γινώσκειν ἑκάστου τῶν ἁπλῶν τὴν δύνα‐ μιν ἀκριβῶς καὶ διωρισμένως, οὐχ οἷόν τε γνῶναι τὸ σύν‐ θετον, ἐκ ποίας ἐστὶ τάξεως τῶν ὁμογενῶν, πότερον ἐκ τῆς
5μαλακωτάτης ἢ τῆς σφοδροτάτης ἢ τῆς μέσης ἤ τινος τῶν μεταξὺ ταύτης ἢ καὶ τῶν ἄλλων. Πρώτην μὲν οὖν ἔγραψε δύναμιν ἀρτηριακὴν οὐ μετὰ πολὺ τῆς ἀρχῆς τῆς βίβλου, καθ’ ἣν τῶν ἐντὸς τοῦ σώμα‐ τος γινομένων παθῶν ποιεῖται τὴν θεραπείαν, ὡδί πως αὐ‐
10τοῖς ὀνόμασιν. ἀρτηριακὴ ᾗ χρῶμαι. λιβάνου 𐅻 αʹ. ἐν ἄλλῳ δʹ. σμύρνης 𐅻 αʹ. ἐν ἄλλῳ δʹ. κρόκου 𐅻 αʹ. ἐν ἄλλῳ δʹ. σκίλλης 𐅻 βʹ. γλυκέος Κρητικοῦ Greek Xestes Sign Alternate Form γʹ. ἡ σκίλλα ἐνέψε‐ ται τῷ γλυκεῖ, ἕως συστραφῇ, εἶτα ἡ μὲν σκίλλα ῥίπτεται, ἐπιπάσσεται δὲ τὰ λοιπά. τοῦτο τὸ φάρμακον εἰ μὴ τὴν
15σκίλλαν εἶχεν, ἦν ἂν τῶν ἀκριβῶς μαλακωτάτων, εἰς τρεῖς ξέστας τοῦ Κρητικοῦ γλυκέος, ἐλαχίστου λιβάνου καὶ σμύρνης καὶ κρόκου βαλλομένων, ὡς ὀλίγου δεῖν ὅλον ὑπάρ‐
χειν αὐτὸ γλυκὺ Κρητικόν. εὔδηλον δ’ ὅτι τὸ καλούμενον15 in vol. 13

13

.

16

ὑπ’ αὐτῶν ἐκλεικτὸν φάρμακον γίνεται. καλοῦσι δ’ αὐτὰ καὶ Ἀττικῶς ἐκλεικτὰς δυνάμεις. Ἐφεξῆς δὲ τῇ προγεγραμμένῃ δυνάμει δευτέραν ἔγρα‐ ψεν ὁ Ἀνδρόμαχος οὕτως. ἀρτηριακὴ ἡ διὰ κωδυῶν. κω‐
5δύαι χλωραὶ χίλιαι διακόσιαι, μέλιτος Ἀττικοῦ Λ̸ʹ δʹ. κρό‐ κου Κιλικίου δραχμαὶ δʹ. οἱ δὲ 𐅻 ιʹ. ὑποκυστίδος χυλοῦ δραχμαὶ ιʹ. ἀκακίας δραχμαὶ ιʹ. ὕδωρ ὄμβριον εἰς τὰς κω‐ δύας. ὕδωρ μὲν οὖν ὄμβριον βάλλεται, ὅπως ἀσηπτότερον εἴη τὸ φάρμακον. ἔχει δὲ δηλονότι στυπτικὸν ἐν αὑτῷ τι
10τὸ ὕδωρ τοῦτο. σκοπὸς δέ ἐστιν ἐν τῷ προκειμένῳ φαρ‐ μάκῳ πέψαι τὴν κατὰ τὴν ἀρτηρίαν διάθεσιν, ἥτις ἂν ᾖ δι’ ὕπνου καὶ τῶν πεπτικῶν ἅμα στύψει μὴ πολλῇ. τὸ μὲν οὖν ἁπλοῦν φάρμακον διὰ τῶν κωδυῶν, ὡς ἐγὼ ποιεῖν εἴωθα, κωδύας ἔχει μόνας ἐνιεμένας ὕδατι, κᾀπειδὰν τακηραὶ γένων‐
15ται, αὐτὰς μὲν ἐκβάλλομεν, τὸ δὲ ὕδωρ αὐτῶν μίγνυμεν Ἀττικῷ μέλιτι μόνῳ, κᾄπειτα μέχρι συστάσεως ἐκλεικτοῦ
φαρμάκου τῆς ἑψήσεως γινομένης. τὸ δὲ πόσον ὕδατος πόσῳ16 in vol. 13

13

.

17

μέλιτι χρὴ μιγνύειν ἐν ταῖς τῶν τοιούτων φαρμάκων σκευ‐ ασίαις, ἐν τοῖς ἑξῆς ἐρῶ κατ’ ἐκεῖνον τὸν τόπον, ἔνθα προ‐ γραφὴν ποιήσομαι τοιαύτην, ἡ διὰ τῶν κωδυῶν. Τρίτην δύναμιν ἔγραψεν ἐπὶ ταῖς εἰρημέναις ὁ Ἀνδρό‐
5μαχος τήνδε. ἀρτηριακὴ ἡ Βλάστου, ᾗ χρῶμαι πρὸς φθισι‐ κευομένους καλὴ λίαν. νάρδου Κελτικῆς 𐅻 δʹ. ἀμώμου δραχμὰς ηʹ. κινναμώμου 𐅻 ιʹ. μαλαβάθρου δραχμὰς δʹ. νάρ‐ δου Ἰνδικῆς δραχμὰς γʹ. σχοίνου ἄνθους 𐅻 βʹ. κασσίας 𐅻 ηʹ. λιβάνου δραχμὰς γʹ. σμύρνης 𐅻 αʹ. κόστου δραχμὰς δʹ. μά‐
10γματος μαλαβάθρου 𐅻 στʹ. γλυκυῤῥίζης χυλοῦ δραχμὰς γʹ. μανδραγόρου χυλοῦ δραχμὰς εʹ. μαστίχης Χίας 𐅻 γʹ. κρό‐ κου δραχμὰς στʹ. φοίνικας ἐν οἰνομέλιτι ἑψήσας ἢ προ‐ τρόπῳ, εἶτα εἰς τὸ ἀφέψημα βάλε στροβίλους κʹ. καὶ λέαινε, εἶτα τοῦ φαρμάκου, ὡς καρύου Ποντικοῦ, ἢ μικρῷ ἔλασσον,
15ἐπί τινας ἡμέρας τούτῳ χρῶ, εἶτα ἀκεραίῳ τῷ φαρμάκῳ. εἶτα ἐπὶ δύο ἢ τρεῖς ἡμέρας χρήσῃ τῇ δι’ ἀλόης ἱερᾷ, κο‐ χλιαρίου τὸ πλῆθος σὺν ὕδατι ἐπὶ μίαν ἡμέραν. χρῶ δὲ τῷ
φαρμάκῳ καὶ σὺν γάλακτι ἐπὶ τῶν τὴν ἀρτηρίαν πασχόν‐17 in vol. 13

13

.

18

των, ἀναγαργαρίζεσθαι κελεύων καὶ πάλιν διαλιπὼν, χρῶ τῷ ἀνωδύνῳ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ὅταν δὲ ἰσχυρὸς ὁ ῥευματισμὸς ᾖ, προσμίγνυμεν τῇ ἀντιδότῳ ὀπίου καὶ καστο‐ ρίου, ὀλίγον ἑκατέρου, ἐπὶ δὲ τῶν κακοστομάχων αὐτὰ φυ‐
5λαττόμεθα. εὔδηλον οὖν ἐξ αὐτῆς τῆς χρήσεως, ἃ γέγραφεν ὁ Ἀνδρόμαχος ἐπὶ τῶν ῥευματιζομένων τὰ περὶ τὸν θώ‐ ρακα καὶ πνεύμονα καὶ ἀρτηρίαν ἐπιτηδείως τῆς προγεγραμ‐ μένης δυνάμεως συγκειμένης. ἔφη γὰρ αὐτὸς, ὅταν ᾖ ἰσχυ‐ ρὸς ὁ ῥευματισμὸς, προσμίγνυμεν τῇ ἀντιδότῳ ὀπίου καὶ κα‐
10στορίου ὀλίγον ἑκατέρου, δηλονότι ξηρᾶναι τὸ ῥεῦμα καὶ ὑγι‐ εινὸν ἐργάσασθαι προαιρούμενοι. ποικίλον δέ ἐστι καὶ πο‐ λυμίγματον, ὡς πρὸς πάσας ἁρμόττειν τὰς διαθέσεις, ὅσαι καὶ χρόνιαι καὶ κακοήθεις εἰσὶ καὶ δυσίατοι, κᾂν ἕλκος ᾖ τι περὶ τὴν ἀρτηρίαν ἢ τὸν λάρυγγα, καὶ πολὺ μᾶλλον, ἐὰν
15κατὰ τὸν πνεύμονα. τὰ γὰρ τοιαῦτα τῶν ἰσχυρῶν οὕτω δεῖται φαρμάκων, ὡς ἐπὶ πλείονα χρόνον ἐξαρκέσαι δυνη‐ θῶσιν οἱ τὴν φθινώδη διάθεσιν ἔχοντες. ὅταν γὰρ ἐπιλά‐
βωνται χωρίου ξηροῦ καὶ διαίτῃ προσηκούσῃ καὶ φαρμάκοις18 in vol. 13

13

.

19

χρώμενοι διατελῶσιν, ἐπιπλεῖστον ἀντέχουσί τε κατὰ τὰς συν‐ ήθεις πράξεις ἐργαζόμενοι μετρίως. αὐτὴν οὖν τὴν δύναμιν οὐκ ἠξίουν ἀναμεμίχθαι ταῖς ἰδίως ὀνομαζομέναις ἀρτη‐ ριακαῖς.
5 Τετάρτην ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψε δύ‐ ναμιν ὁ Ἀνδρόμαχος ὡδί πως, ἑτέρα τοῦ αὐτοῦ. λέγει δὲ δηλονότι τοῦ Βλάστου, περὶ οὗ κατὰ τὴν ἔμπροσθεν ἀρτη‐ ριακὴν ἐγεγράφει· ἀρτηριακὴ Βλάστου ᾗ χρῶμαι. τὴν σύν‐ θεσιν δὲ αὐτῆς τοιαύτην ποιεῖται. ἀλόης γο βʹ. κρόκου
10γο αʹ. μαστίχης γο αʹ. πρόδηλον οὖν ὅτι τὸ φάρμακον τοῦτο τῶν ἰδίως ὀνομαζομένων ἐκκοπρωτικῶν ἐστι, μετὰ τοῦ πετ‐ τικὸν ἔχειν τι διὰ τὸν κρόκον. ὅταν δ’ οὕτως εἴπω πεττι‐ κὸν, ἀκούειν χρὴ τῆς διαθέσεως ἧς ἕνεκα προσάγεται. Πέμπτην δὲ ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ
15Ἀνδρόμαχος τήνδε. ἀνώδυνος τοῦ αὐτοῦ. ὀπίου γο γʹ. κρόκου γο αʹ. σμύρνης γο βʹ. ἀκακίας γο 𐅶ʹʹ. γλυκείας χυ‐ λοῦ 𐅻 δʹ. σὺν μέλιτι. ταῦτα μὲν ὁ Ἀνδρόμαχος, ἐγὼ δὲ οὐ
πάνυ τι προσίεμαι τὴν τοιαύτην σύνθεσιν τῶν φαρμάκων,19 in vol. 13

13

.

20

μετὰ τοῦ μὴ δεδηλῶσθαι τὴν διάθεσιν, ἐφ’ ἧς αὐτῇ χρη‐ στέον. ἴσμεν γὰρ ἐπὶ τῶν ἀνωδύνων τὸν σκοπὸν τῆς συν‐ θέσεως, ὅταν ὕπνον ἐργάσασθαι βουληθῶμεν καὶ σφοδρὰν ὀδύνην ναρκῶσαι. ἡ δὲ τῆς ἀκακίας μίξις ὡς πρὸς ἕλκος
5ἐστὶν, ὥσπερ γε καὶ ὁ τῆς γλυκείας χυλὸς πρὸς τὸ πραῧναι τὰ τετραχυμμένα. κρόκου δὲ μιγνύειν ἢ ὀπίου κατὰ τὰς ἀνω‐ δύνους τοῖς πλείστοις ἤρεσεν, ἐπειδὴ δοκεῖ καὶ αὐτοῖς ἱκα‐ νῶς πέττειν ἁπάσας τὰς διαθέσεις. Ἕκτην ἐπὶ ταῖς προγεγραμμέναις ἔγραψε δύναμιν ὁ
10Ἀνδρόμαχος τοιάνδε. ἀρτηριακὴ τοῦ αὐτοῦ. λιβάνου γο αʹ. γλυκείας χυλοῦ γο αʹ. σμύρνης δραχμὰς δʹ. τραγακάνθης δραχμὰς στʹ. νάρδου 𐅻 αʹ. ἀμώμου δραχμὰς δʹ. κρόκου 𐅻 δʹ. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. καὶ αὕτη δέ ἐστι δήλη πρὸς τὰς αὐτὰς διαθέσεις τῶν ἀναπνευστικῶν συντιθεμένη διά τε
15τῶν πεπτικῶν καὶ παρηγορικῶν καὶ στυφόντων καὶ ῥυπτόν‐ των. ὁ μὲν γὰρ λίβανος καὶ ἡ σμύρνα καὶ ὁ κρόκος τῶν πεττόντων τὰς διαθέσεις εἰσίν. ὁ δὲ τῆς γλυκείας χυλὸς τῶν
ἐκλεαινόντων τὰς τραχύτητας, ὥσπερ γε καὶ ἡ τραγάκανθα.20 in vol. 13

13

.

21

τὸ δὲ ἄμωμον ἰσχυρῶς ξηραίνει μετὰ τοῦ καὶ βραχὺ στυ‐ πτικὸν ἔχειν. τὸ δὲ μέλι τῆς τῶν θερμαινόντων ἐστὶ καὶ ῥυπτόντων δυνάμεως. Ἑβδόμην ἐπὶ ταῖς προγεγραμμέναις ὁ Ἀνδρόμαχος
5ἔγραψεν, ἐκ τῶν πολλῶν πάνυ συγκειμένην φαρμάκων, ἁπά‐ σας σχεδόν τι τὰς δυνάμεις ἐχόντων. καὶ γὰρ στύφοντα καὶ δάκνοντα καὶ λεπτύνοντα καὶ παρηγοροῦντα καὶ ἐκλεαίνοντα καὶ ὑπνωτικὸν καὶ διαφορητικὸν καὶ ῥυπτικὸν περιέχεται κατ’ αὐτὴν, ἐφ’ ὧν ἁπασῶν τῶν πολυμιγμάτων δυνάμεων
10ὧν εἴρηταί μοι καὶ πρόσθεν ὁ λόγος κοινὸς, ὡς ἐξ ἁπάν‐ των τις εἰ βουληθῇ συνθεῖναί τι τῶν φαρμάκων, ἐλπίδι τοῦ ποιήσειν ἓν φάρμακον πρὸς ἁπάσας τὰς ὁμογενεῖς διαθέσεις. ἐξ αὐτῶν τινὰ μὲν εὑρέθη τῇ πείρᾳ μοχθηρὰ καὶ παρεώσθη, τινὰ δὲ εὐτύχησε κατὰ τὸν τοῦ συνθέντος ἀποβῆναι στο‐
15χασμόν. ἔγραψε δὲ καὶ τὴν σκευασίαν αὐτῆς ὁ Ἀνδρόμαχος, οὐ πάνυ τι τοῦτο πράττειν εἰωθώς. ὃ δὲ ἐκ φαρμάκων δυ‐
νάμεις ἐχόντων ἃς εἴρηκα σύγκειται, κάλλιον μέν ἐστι μεμνῆ‐21 in vol. 13

13

.

22

σθαι τοὺς ὁμιλήσαντας τοῖσδε τοῖς γράμμασιν. εἰ δὲ καὶ μὴ πρόχειρον ἔχοιεν τὴν μνήμην, ἀλλὰ κατά τε τὸν χρόνον αὐ‐ τὸν τοῦτον, ἐν ᾧ τὰ τοιαῦτα φάρμακα μανθάνουσιν, ἀνα‐ γνώτωσαν ἐπιμελῶς τὸ ἕκτον καὶ τὸ ζʹ καὶ τὸ ηʹ περὶ τῆς
5τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἐν ἐκείνοις γὰρ ἅπασαν ἔγραψα τὴν ὕλην τῶν φαρμάκων, ὅσα ῥίζαι καὶ φύλλα καὶ ἄνθη καὶ σπέρματα καὶ καρποὶ καὶ ὀποὶ καὶ χυλοὶ τῶν ἐκ τῆς γῆς φυομένων εἰσὶν ἢ ἁπάντων φυτῶν. ὁπότ’ οὖν ἀκή‐ κοας ταῦτα, πρόσχες ἤδη τὸν νοῦν οἷς ἔγραψε περὶ τοῦ
10φαρμάκου τούτου ὁ Ἀνδρόμαχος. ἀρτηριακὴ ᾗ χρῶμαι. πτέρεως ῥίζαι ὡς ἁδρόταται πλύνονται, ἕως λίαν καθαρώ‐ ταται γένωνται καὶ πᾶν γεῶδες ἀφῶσιν, εἶτα ψύχονται ἡμέ‐ ραν μίαν καὶ κατατέμνονται εἰς τριδάκτυλα καὶ καταθραύ‐ ονται. ἐκ τούτων λίτραι ιʹ. καὶ βάλλονται εἰς χύτραν ἐγκε‐
15καινισμένην καὶ ὕδατος γλυκέος ξέστεις ιʹ. καὶ ἕψεται ἕως ἂν λειφθῶσιν ξέστεις εʹ. καὶ ἐκθλίβονται καὶ τὸ μὲν ὑγρὸν εἰς δίπλωμα βάλλεται, τὰ δ’ ἀρώματα ἁδρομερῆ. νάρδου Ἰν‐
δικῆς δραχμὰς δʹ. κινναμώμου 𐅻 στʹ. γλυκείας ῥίζης δρα‐22 in vol. 13

13

.

23

χμὰς στʹ. κακίας 𐅻 δʹ. ῥήου Ποντικοῦ δραχμὰς δʹ. βαλαυ‐ στίου 𐅻 στʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. οἱ δὲ δραχμὰς στʹ. ταῦτα ἕψεται ὁμοίως εἰς τὸ ἥμισυ, εἶτα ἐκθλίβεται καὶ προσεμβάλ‐ λεται τῷ ἀφεψήματι μέλιτος Ἀττικοῦ Greek Xestes Sign Alternate Form αʹ. προαφεψημέ‐
5νου καὶ συνεστραμμένου ἰδίᾳ ἐν διπλώματι, ἕως μὴ μολύνοι, καὶ προσεμβάλλεται τερμινθίνης διαυγοῦς 𐅻 γʹ. χαλβάνης δραχμὰς βʹ. κρόκου δραχμὰς εʹ. ὑοσκυάμου χυλοῦ 𐅻 αʹ. ὑπο‐ κυστίδος χυλοῦ 𐅻 αʹ. μανδραγόρου χυλοῦ τριώβολον, πεπέ‐ ρεως λευκοῦ δραχμὰς ηʹ.
10 Ὄγδοον ἐπὶ ταῖς προειρημέναις ἔγραψε, δηλώσας τῆς δυνάμεως αὐτῆς τὸ κεφάλαιον, ὅπερ ἐχρῆν ἐπὶ πασῶν αὐτῶν πεποιηκέναι. ἔχει δ’ οὕτω πως αὐτοῖς ὀνόμασιν. ἀρτηριακὴ ἐπαινουμένη Μιθριδάτειος, πρὸς τὰ ἐν θώρακι συνηθροι‐ σμένα, ὑποκαθαίρει καὶ ἀπολεαίνει. ἐρυσίμου πεφωγμένου
15𐅻 κʹ. ἔν τισι δὲ τῶν ἀντιγράφων ἐρεγμοῦ γέγραπται· ῥυ‐ πτικῆς δέ ἐστιν ἄμφω δυνάμεως, λινοσπέρματος πεφωγμένου 𐅻 κʹ. καὶ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως, στροβίλου δρα‐
χμὰς ηʹ. ἐκλεαίνει δηλονότι τοῦτο, σταφίδος ἐκγεγιγαρτι‐23 in vol. 13

13

.

24

σμένης δραχμὰς δʹ. καὶ αὕτη τῷ μὲν βραχύ τι παραστύφειν καὶ ἅμα τροφή τις εἶναι χρηστὴ τῷ σώματι μέμικται προσ‐ ηκόντως. ἔχει δὲ καὶ τὴν τοῦ γλυκέος δύναμιν, οἵαν εἰρή‐ καμεν ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυ‐
5νάμεως· κρόκου ὀβολοὺς δύο. ἐλάχιστον δηλονότι βέ‐ βληκε τοῦ κρόκου ὁ συνθεὶς τὸ φάρμακον, ἐγγύς τε τοῦ μηδὲν εἶναι πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. εἰρήκαμεν δὲ ὅτι πεττικῆς ὁ κρόκος ἐστὶ δυνάμεως μετὰ τοῦ καὶ στύφειν. εἴρηται δ’, ὅτι καὶ ἡ στύψις συνάγει καὶ σφίγγει καὶ τονοῖ
10τὰ σώματα. βέβληκε δὲ καὶ κοτύλης μέλιτος τέταρτον, ἀπο‐ χωρήσας τοῦ τε γλυκέος οἴνου καὶ τοῦ ἑψήματος, ἀποκα‐ θαίρειν γὰρ τὸ σκευαζόμενον φάρμακον βούλεται, καθότι προεῖπε τὰ ἐν θώρακι. ἐν δὲ τοῖς τοιούτοις φαρμάκοις τὰ παχύχυμα κωλύει τὴν ἀνακάθαρσιν. ἔμιξε δὲ τούτοις τρα‐
15γακάνθης δραχμὰς δʹ. ἐκλεαίνοντος φαρμάκου τὰ τραχυν‐ θέντα. προεῖπον δ’ ὅτι βούλεται τὸ προκείμενον φάρμακον ἀποκαθαίρειν τε καὶ ἐκλεαίνειν τὰ κατὰ τὸν θώρακα. ὁ μὲν
γὰρ σκοπός ἐστιν ἐν τοῖς τοιούτοις λεπτῦναι καὶ ἀποῤ‐24 in vol. 13

13

.

25

ῥύψαι καὶ πρὸς τὴν ἀναγωγὴν ἐπιτήδεια ποιῆσαι τὰ κατὰ τὸν θώρακα. τῆς δ’ ἀνωδυνίας ἕνεκα καὶ τοῦ μὴ πάνυ τι βήττειν τραχυνθέντα τὰ μόρια προστίθενται τὰ ἐκλεαίνοντα. μέγιστον δὲ τοῦτ’ ἔστι καὶ διὰ παντὸς χρὴ μεμνῆσθαι αὐ‐
5τοῦ τοῦ πολλάκις ἕνα σκοπὸν ἔχειν, δι’ ὃν συντίθεται τὸ φάρμακον. ἕνεκα δὲ τοῦ μὴ λυπεῖν αὐτὸ κατὰ μηδένα τρό‐ πον, ἑκάτερα μίγνυται τὸν πρῶτον σκοπὸν τῆς ὠφελείας οὐκ ἔχοντα. Ἐνάτην ἀρτηριακὴν ἐπὶ ταῖς προγεγραμμέναις ἔγρα‐
10ψεν ὁ Ἀνδρόμαχος ὡδί πως κατὰ λέξιν. ἀρτηριακὴ ἡ Μα‐ ρίνου. κρόκου γο αʹ. κόμμεως γο βʹ. τραγακάνθης γο αʹ. μέλιτος Ἀττικοῦ Greek Xestes Sign Alternate Form αʹ. ἕψε ἕως ἀποσταζόμενον μὴ μολύνοι. τοῦτο τὸ φάρμακον τῶν μέσων ἐστὶ κατὰ τὴν δύναμιν. ἦν δ’ ἂν ἀκριβῶς παρηγορικόν τε καὶ ἀνώδυνον, εἰ μήπω κρό‐
15κου εἶχεν μήτε τοῦ μέλιτος τὸν Greek Xestes Sign Alternate Form. ἀλλ’ ἀντ’ αὐτοῦ τὸν Θηραῖον οἶνον τὸν Κρητικὸν ἢ τὸ ἐκ τοῦ γλεύκους ἑψη‐ θέντος γινόμενον, ὃ καλοῦμεν ἡμεῖς, ὡς ἔφην, ἕψημα,
παράκειται δὲ κατὰ τὴν λέξιν ἀκαίρως ἐπὶ τοῖς προειρημέ‐25 in vol. 13

13

.

26

νοις ἰσχυροῖς φαρμάκοις, ἃ καὶ τοῖς ἐμπυϊκοῖς καὶ τοῖς ὑπὸ φθόης ἐχομένοις ἁρμόττει. Δεκάτην ἐφεξῆς τῇ προγεγραμμένῃ μνημονεύει, μεταξὺ τῆς ἀκριβῶς παρηγορικωτάτης καὶ τῆς μέσης, ὁποίαν ἔφην
5εἶναι τὴν προγεγραμμένην. ἐκ κόμμεως γοῦν ταύτην καὶ γλυ‐ κέος Κρητικοῦ καὶ ὕδατος συντίθησι μιγνὺς μέλιτι· τοῦ μὲν κόμμεως ἐμβαλὼν γο ηʹ. τοῦ δὲ γλυκέος Greek Xestes Sign Alternate Form αʹ. τοῦ δὲ μέ‐ λιτος λίτραν αʹ. λύειν κελεύων ὕδατι τὸ κόμμι, μὴ προσθεὶς τὸ ποσόν. διὰ μὲν οὖν τὸ κόμμι καὶ τὸ γλυκὺ καὶ τὸ ὕδωρ
10ὅλως οὐδὲν ἔχει ῥυπτικὸν, διὰ δὲ τὸ μέλι τοῦ παρηγορι‐ κωτάτου καὶ ἐκλεαίνοντος ἀποκεχώρηκεν. ἴσμεν γὰρ ὅτι ῥυ‐ πτικόν ἐστι τὸ μέλι. ἕψεσθαι δὲ δεῖν ἐπ’ ἀνθράκων εἶπεν αὐτὸ, τουτέστιν ἐπὶ μαλακοῦ πυρὸς ἀκάπνου. κάλλιον δ’ ἂν ἐπεποιήκει καὶ περὶ τῶν ἄλλων ἁπασῶν ἀρτηριακῶν τοῦτο
15προσγράψας. ἐγὼ γοῦν οὕτως αὐτὸ σκευάζω καὶ οὐδ’ ἐπ’ αὐτῶν ἀνθράκων ἔτι διακαιομένων ποιοῦμαι τὴν ἕψησιν, ἵνα μηδὲ τὸ ἀπὸ τούτων ἀναφερόμενον καπνῶδες καὶ δριμὺ
προστρίψειε τῷ φαρμάκῳ δριμύτητας οὐκ ἀναγκαίας. τῆς26 in vol. 13

13

.

27

μὲν γὰρ τοῦ μέλιτος δριμύτητος ἀνεχόμεθα, καίτοι καὶ αὐ‐ τῆς οὐκ οὔσης σφοδρᾶς διὰ τὴν ἄλλην αὐτοῦ χρείαν, κα‐ πνοῦ δὲ οὐδεμία χρεία. διαφευκτέον οὖν αὐτὴν εἰς ὅσον ἐν‐ δέχεται κατὰ πάντα τὰ τοιαῦτα φάρμακα, κάλλιον δὲ καὶ
5ἐπὶ τῶν ἐμπλαστικῶν ἀκάπνοις χρῆσθαι τοῖς ξύλοις. Ἑνδεκάτην δύναμιν ἔγραψεν οὕτως. ἀρτηριακὴ ἄλλη καλή. κινναμώμου, λιβάνου ἀνὰ γο αʹ. χυλοῦ γλυκείας γο αʹ. σμύρνης δραχμὰς δʹ. τραγακάνθης 𐅻 στʹ. νάρδου Ἰν‐ δικῆς 𐅻 δʹ. ἀμώμου δραχμὰς δʹ. κρόκου 𐅻 αʹ. μέλι Ἀττικόν.
10ἀληθῶς εἶπεν, καλὴν εἶναι τὴν ἀρτηριακὴν ταύτην, ἀλλ’ ἐν‐ δεῖ τῷ λόγῳ πρὸς τίνας διαθέσεις αὐτὴν εἶναί φησι καλήν. εἴρηται γὰρ ἐν ἀρχῇ καὶ διὰ κραυγὴν καὶ διὰ κατάῤῥουν κακοῦσθαι τὴν ἀρτηρίαν καὶ τῷ ἔχειν ἕλκος ἢ φλεγμονὴν σκιῤῥουμένην. ἧς δὲ νῦν τὴν σκευασίαν οὕτως ἔγραψεν ὁ
15Ἀνδρόμαχος καὶ πρὸς τοὺς φθόῃ κάμνοντας ἐπιτήδειόν ἐστι φάρμακον καὶ πάσας ἁπλῶς τὰς ἐν θώρακι καὶ πνεύμονι
κεχρονισμένας διαθέσεις. ἡ γὰρ τοῦ κινναμώμου φύσις οὖσα27 in vol. 13

13

.

28

λεπτομερὴς καὶ ξηραντικὴ καὶ τὰς ἐσκιῤῥωμένας διαθέσεις ἰᾶσθαι πέφυκεν. ἐφεξῆς δὲ αὐτῷ καὶ ἡ τοῦ ἀμώμου δύνα‐ μίς ἐστι μετὰ τοῦ καὶ στυπτικὸν ἔχειν τι. διὰ δὲ τὴν τού‐ των ἐνέργειαν οὖσαν σφοδρὰν εὐλόγως ἐμίχθη λιβανωτός τε
5καὶ ὁ τῆς γλυκείας χυλὸς καὶ τραγακάνθης, πραΰνειν τὰ τετραχυσμένα πεφυκότα φάρμακα. περὶ δὲ κρόκου καὶ σμύρ‐ νης πολλάκις εἴπομεν, ὅτι πεττικὰ καὶ ξηραντικὰ μετρίως τῶν τοιούτων διαθέσεών ἐστι. Δωδεκάτην ἀρτηριακὴν ὁ Ἀνδρόμαχος ἔγραψεν οὕτως.
10ἄλλη ἐκ τῶν Γάλλου πρὸς τὰ τῆς ἀρτηρίας πάθη καὶ ἕλκη ἐν πνεύμονι καὶ πύου ἀναγωγὰς καὶ αἵματος καὶ τοὺς εἰς θώρακα ῥευματισμοὺς καὶ πρὸς τὰ δυσάγωγα σφόδρα ἐνερ‐ γεῖ. ῥητίνης τερμινθίνης 𐅻 δʹ. κρόκου Κιλικίου 𐅻 δʹ. λι‐ βανωτοῦ δραχμὰς δʹ. σμύρνης Τρωγλοδύτιδος 𐅻 δʹ. κιννα‐
15μώμου 𐅻 δʹ. ἀμώμου 𐅻 γʹ. στροβίλου 𐅻 δʹ. γλυκείας ῥίζης ἐξηντερισμένης 𐅻 δʹ. νάρδου Συριακῆς 𐅻 βʹ 𐅶ʹʹ. κασσίας με‐ λαίνης 𐅻 βʹ. τραγακάνθης 𐅻 γʹ. φοινίκων Συριακῶν τῆς
σαρκὸς 𐅻 γʹ. ἀστέρος Σαμίου 𐅻 δʹ. χαλβάνης καθαρᾶς28 in vol. 13

13

.

29

τετρώβολον, κόστου 𐅻 δʹ. ἐν ἄλλῳ 𐅻 αʹ. μέλιτος Ἀττικοῦ κοτύλας δʹ. ἕψεται ἐν διπλῷ τὸ μέλι τε καὶ ἡ ῥητίνη. ὅταν δὲ ἄρχηται συστρέφεσθαι, χαλβάνη μίγνυται ἄχρις ἂν μὴ μο‐ λύνῃ, εἶτα ψυγέντι λεῖα τὰ λοιπὰ μίγνυε καὶ οὕτω χρῶ. κα‐
5λῶς ἐποίησε ἐπὶ τούτου τοῦ φαρμάκου καὶ πρὸς τί‐ νας διαθέσεις ἁρμόττει γράψας καὶ πῶς αὐτὸ χρὴ σκευάζειν. ἡ δὲ μέθοδος τῆς συνθέσεως ἐκ τῶν ἔμπροσθεν δήλη ἐστίν. Τρισκαιδεκάτην ἀρτηριακὴν ὁ Ἀνδρόμαχος ἔγραψεν αὐ‐ τοῖς ὀνόμασιν οὕτως. ἀρτηριακὴ ἡ Γάλλου. ἡ δ’ αὐτὴ καὶ
10ἀντίδοτος πρὸς τὰ αὐτὰ ποιοῦσα. νάρδου Συριακῆς 𐅻 δʹ. σμύρνης δραχμὰς δʹ. κρόκου 𐅻 δʹ. κόστου δραχμὰς δʹ. οἱ δὲ 𐅻 αʹ. πεπέρεως λευκοῦ κόκκους λʹ. γλυκείας ῥίζης 𐅻 αʹ. στροβίλους ρʹ. στύρακος 𐅻 αʹ. τραγακάνθης 𐅻 αʹ. κιννα‐ μώμου 𐅻 αʹ. ἀμώμου 𐅻 αʹ. λιβάνου 𐅻 αʹ. ὀβολοὺς δʹ. κασ‐
15σίας σύριγγος 𐅻 αʹ. βαλαυστίου δραχμὰς γʹ. ὀβολοὺς γʹ. μέ‐ λιτος Ἀττικοῦ ἢ γλυκέος Κρητικοῦ κοτύλας βʹ. ὁ γλυκὺς ἐν διπλῷ ἕψεται, ἕως ἂν μέλιτος σχῇ πάχος, εἶθ’ οὕτω κα‐
ταχεῖται κατὰ λείων τῶν ξηρῶν. ἡ δὲ τραγάκανθος καὶ ὁ29 in vol. 13

13

.

30

στύραξ πρὸ μιᾶς ἀποβρέχονται ἐν προτρόπῳ ἱκανῷ καὶ οὕτω μίγνυται τοῖς λοιποῖς, εἶθ’ οὕτως ἀναιρεῖται εἰς πυξίδα ἀρ‐ γυρᾶν ἢ ὑελίνην. καλῶς ἐποίησεν καὶ ταύτην τὴν ἐπαγγελίαν καὶ τὴν σκευασίαν εἰπών. ἐγὼ δὲ διὰ τοῦτο πάσας τὰς ὑπ’
5αὐτοῦ γεγραμμένας ἀρτηριακὰς ἔγραψα, ὅπως μηδεὶς ἑτέρου συγγραφέως δεηθῇ. πᾶν γὰρ εἶδος ἐν αὐταῖς ἐστι καὶ τῶν μαλακῶν καὶ τῶν ἰσχυρῶν καὶ τῶν μέσων. Τεσσαρεσκαιδεκάτη τῶν ἀρτηριακῶν ἐστι, περὶ ἧς οὕτω γράφει. ἀρτηριακὴ ἡ ἐκ τῶν Ἀφρόδα, ἡ Μοσχίωνος. ἔστι
10δ’ αὐτῆς ἡ δύναμις ὑπὲρ τὰς μέσας οὐκ ὀλίγον ἀποκεχωρη‐ κυῖα πρὸς ἰσχὺν, ἔχει γὰρ τμητικὸν καὶ λεπτυντικὸν καὶ θερμαντικὸν ἀπὸ πολλῶν φαρμάκων οἷς μέμικται καί τινα τῶν πραέων δι’ ἣν εἶπον αἰτίαν. ἡ δὲ σύνθεσις αὐτῆς ἔστιν ἥδε. μίλτου Λημνίας, λιβάνου, σμύρνης, νάρδου, ἀμώ‐
15μου, κασσίας κιῤῥᾶς, κρόκου, Ἰλλυρίδος, σχοίνου ἄνθους ἀνὰ 𐅻 βʹ. κινναμώμου 𐅻 δʹ. ῥητίνης τερμινθίνης 𐅻 δʹ. ῥόδων
ἄνθους 𐅻 δʹ. ὀποβαλσάμου 𐅻 βʹ. μέλιτος κοτύλην αʹ. ἢ30 in vol. 13

13

.

31

γλυκέος Κρητικοῦ κοτύλης ἥμισυ τέταρτον, ἕψε τὸ ὑγρὸν καὶ τὴν ῥητίνην, ἕως γένηται κιῤῥὰ, εἶτα τὰ λοιπὰ ἄρας ἀπὸ τοῦ πυρὸς ἀπόδος καὶ συνανακόψας δίδου τοῖς περὶ θώρακα καὶ ἀρτηρίαν ἡλίκον κύαμον Ἑλληνικὸν μεθ’ ὕδα‐
5τος κοτύλης τετάρτου. τοῖς δὲ λοιποῖς ἐκλεικτόν. Πεντεκαιδεκάτην ἔγραψε δύναμιν ὡδί πως. ἀρτηριακὴ πρὸς τραχυσμὸν βρόγχων καὶ φωνῶν ἀποκοπὴν καὶ ἀναφο‐ ρικοὺς, ᾗ χρῶμαι ἐκ τῶν Ἀπολλωνίου καὶ Ἀλκιμίωνος. τραγακάνθης 𐅻 στʹ. κόμμεως 𐅻 στʹ. λιβάνου 𐅻 αʹ. ὀβολὸν
10αʹ. σμύρνης 𐅻 αʹ. ὀβολοὺς βʹ. κρόκου 𐅻 αʹ. ὀβολοὺς δύο, γλυκυῤῥίζης χυλοῦ 𐅻 αʹ. ὀβολοὺς γʹ. ἢ τῆς ῥίζης 𐅻 αʹ 𐅶ʹʹ. πεπέρεως λευκοῦ κόκκους κεʹ. φοινικοβαλάνων λιπαρῶν τῆς σαρκὸς 𐅻 γʹ. οἱ δὲ φοίνικας εʹ. ἢ τρεῖς, τὴν τραγάκανθαν γλυκεῖ βρέχων καὶ λειώσας ἀναλάμβανε. τὰ δὲ ἄλλα λεῖα καὶ
15καταπότια ποιῶν κυάμου μέγεθος, κέλευε ὑπὸ τὴν γλῶτταν κρατεῖν. τὰς τοιαύτας δυνάμεις ὑπογλωττίδας ὀνομάζουσιν
οἱ ἰατροὶ καὶ κελεύουσι διαλυομένου τοῦ φαρμάκου παρα‐31 in vol. 13

13

.

32

δέχεσθαί πως ἀτρέμα εἰς τὸν λάρυγγα τὸ ἀποῤῥέον ἀντέ‐ χοντας, εἰ βὴξ κινοῖτο. Ἡ δὲ ἑκκαιδεκάτη κατὰ λέξιν οὕτω γέγραπται. ἀρτη‐ ριακὴ ἐκλεικτὸς πρὸς ἅπαντα τὰ ἐντὸς καὶ μάλιστα πρὸς
5φθισικοὺς καὶ ἐμπυϊκοὺς καὶ πρὸς τοὺς ἀρχομένους ὕδρωπας καὶ βῆχας παλαιὰς διδομένη δι’ ἡμέραν καὶ νύκτα πλῆθος κοχλιαρίου. σκίλλης χυλοῦ ξέστας δʹ. γλυκέος Κρητικοῦ Greek Xestes Sign Alternate Formγʹ. οἴνου Φαλερίνου ξέστας ηʹ. μέλιτος Ἀττικοῦ Greek Xestes Sign Alternate Form γʹ. σμύρνης γο δʹ. κρόκου γο βʹ. λιβάνου γο βʹ. ἀριστολοχίας
10δακτυλίδος μνᾶν αʹ 𐅶ʹʹ. γλυκυῤῥίζης μνᾶν αʹ. ἠρυγγίου ῥίζης γο βʹ. κασσίας γο αʹ. νάρδου Κελτικῆς γο αʹ. ξυλοβαλσά‐ μου γο ηʹ. τὴν ἀριστολοχίαν καὶ τὸ ἠρύγγιον καὶ τὴν γλυ‐ κύῤῥιζαν καὶ ξυλοβάλσαμον καὶ κασσίαν καὶ νάρδον κόψας ἁδρομερῆ, ἔμβρεχε εἰς τοὺς τοῦ οἴνου ξέστας ηʹ. ἐπὶ
15ἡμέρας γʹ. εἶτα ἐπὶ μαλακοῦ πυρὸς ἕψε, ἕως λειφθῇ τὸ τρί‐ τον μέρος, καὶ οὕτως ἐκθλίψας καὶ σκύβαλον ῥίψας προσ‐ απόδος τὸ γλυκὺ καὶ τὸ μέλι καὶ τὸν χυλὸν τῆς σκίλλης
καὶ ἕψε ἕως μέλιτος σχῇ πάχος. τὸν δὲ κρόκον καὶ λίβανον32 in vol. 13

13

.

33

καὶ σμύρνην ἑξῆς λεῖα σὺν οἴνῳ καὶ οὕτως εὖ ἔχοντος τοῦ φαρμάκου προσαπόδος, καὶ ἐπ’ ὀλίγον τήξας ἆρον ἀπὸ τοῦ πυρὸς καὶ οὕτως ἀποθέμενος χρῶ. καλῶς ἐποίησε καὶ περὶ αὐτῆς γράψας ὁ Ἀνδρόμαχος τήν τε ἐπαγγελίαν καὶ τὴν
5σκευασίαν. Ἑπτακαιδεκάτη δύναμις ὑπ’ αὐτοῦ γέγραπται τοιάδε. ἀρτηριακὴ ἄλλη, ὡς Ἡρακλείδης Ταραντῖνος. σκίλλης χυ‐ λοῦ ξέστας γʹ. γλυκέος Κρητικοῦ ξε. γʹ. οἴνου Φαλερίνου ξέστας γʹ. μέλιτος Ἀττικοῦ κοτύλην αʹ. κρόκου γο δʹ. οἱ δὲ
10γο βʹ. σμύρνης γο γʹ. τραγακάνθης γο αʹ. γλυκείας χυλοῦ γο βʹ. λιβάνου γο αʹ. ὀποβαλσάμου γο στʹ. σκευάσας χρῶ. περὶ ταύτης τῆς δυνάμεως οὔτε τὴν ἐπαγγελίαν οὔτε τὴν σκευασίαν ἔγραψεν, ὡς ἤδη νοεῖν δυναμένων τῶν ἀναγινω‐ σκόντων τὴν γνώμην αὐτοῦ. ἐν μὲν γὰρ τῷ εἰπεῖν, ἄλλη
15ἀρτηριακὴ, παραπλησίαν τὴν ἐπαγγελίαν αὐτῆς ἡμᾶς νοεῖν προσήκει τῇ γεγραμμένῃ, τὴν δὲ σκευασίαν ἐκ τῶν ἔμπρο‐ σθεν λογίζεσθαι. Ἡ δὲ ὀκτωκαιδεκάτη δύναμις οὕτω γέγραπται. ἀρτη‐
ριακὴ ἐκ τῶν Περιγένους πρὸς πάντα τὰ τῆς ἀρτηρίας πάθη.33 in vol. 13

13

.

34

κρόκου 𐅻 αʹ. σταφίδος ἐκγεγιγαρτισμένης 𐅻 αʹ. ἀμυγδά‐ λων 𐅻 ηʹ. σμύρνης τετρώβολον, τραγακάνθης 𐅻 δʹ. πεπέ‐ ρεως λευκοῦ τετρώβολον, μέλι ἑφθόν. ἡ σταφὶς φρύγεται, τὰ δ’ ἀμύγδαλα λεπίζεται, ἡ τραγάκανθα ἐν ὕδατι βρέχεται καὶ
5λεαίνεται ἡμέραν μίαν καὶ οὕτω μίγνυται ὁμοῦ. καὶ περὶ ταύτης καλῶς ἐποίησε τὴν ἐπαγγελίαν καὶ τὴν σκευασίαν εἰπὼν, μέσης δέ ἐστι δυνάμεως τὸ φάρμακον, διὸ καὶ πρὸς πάντα φησὶν αὐτὸ χρήσιμον ὑπάρχειν. ἔστι γὰρ ἡ τῶν μέ‐ σων φαρμάκων φύσις τοιαύτη, διὸ καὶ αὐταῖς μὲν μέσαις
10διαθέσεσι κυρίως τε καὶ πρώτως ἁρμόττει. ταῖς δ’ ἤτοι μα‐ λακῶν ἢ ἰσχυρῶν δεομέναις φαρμάκων οὐδὲν οὔτε ἀγαθὸν οὔτε κακὸν ἐργάζεται μέγα. Ἐσχάτην ἁπασῶν ἀρτηριακὴν ἔγραψεν ὡδί πως. οἰνομέλιτος παλαιοῦ ξε. γʹ. ἕψε ἄχρις εἰς ἕνα, εἶτα ἐπίβαλε
15στροβίλων πεφωγμένων ἡμίναν, πεπέρεως λευκοῦ γο βʹ. καὶ χρῶ. ἦν ἂν τοῦτο τὸ φάρμακον ἐν τοῖς μαλακωτάτοις, εἰ
μὴ τοῦ πεπέρεως εἴληφέ τι. τοῦτο δὲ λαβὼν ἐπὶ τὴν τῶν34 in vol. 13

13

.

35

μέσων ἀφικνεῖται δύναμιν, διὸ καὶ ὁμογενὲς αὐτὸ τῷ προ‐ γεγραμμένῳ νομίζων εἶναι ὑπέγραψεν. [Αἱ ὑπὸ Κρίτωνος γεγραμμέναι ἀρτηριακαὶ τὸν ἀρι‐ θμὸν τέσσαρες.] Καὶ τῶν ὑπὸ Κρίτωνος γεγραμμένων ἀρτη‐
5ριακῶν ἀρκέσει μνημονεῦσαι τεσσάρων. γράφει δὲ περὶ μὲν τῆς πρώτης ὡδί πως κατὰ λέξιν. πρὸς ἀποκεκομμένας φω‐ νὰς διὰ μελέτην. σῦκα καὶ ἠρύγγιον ἑψήσας καλῶς τῷ ἀφε‐ ψήματι μίσγε κόμμι, ὥστε γενέσθαι μέλιτος σκληρότερον, καὶ δίδου εἰς νύκτα. ποιεῖ δὲ καὶ τὸ ἀμμωνιακόν. καὶ διὰ τοῦτο
10τῆς δυνάμεως αὐτῆς ἐμνημόνευσα, διότι κατὰ μὲν ἀρχὰς ἐπιτήδειός ἐστιν ἡ προγεγραμμένη δύναμις, εἰ διὰ τοῦ ἠρυγ‐ γίου σκευάζοιτο, τὸ δὲ ἀμμωνιακὸν ἐπὶ τῶν κεχρονισμένων, ἰσχυρὸν μὲν γάρ ἐστι φάρμακον. οὐ καλῶς οὖν ἐποίησεν ὁ Κρίτων, ἀδιορίστως γράψας ἅμα τῷ μετρίῳ φαρμάκῳ τὸ
15ἰσχυρότατον. ἐὰν γὰρ ἐναλλάξῃς τοῦ σκληροῦ τῆς χρήσεως αὐτῶν, οὐ μόνον οὐδὲν ὀνήσεις, ἀλλὰ καὶ βλάψεις τὸν ἄν‐ θρωπον. ἑτέραν ἀρτηριακὴν ἔγραψεν ὁ Κρίτων μέσην τῇ δυ‐ νάμει, πεπτικήν τε καὶ ἄδηκτον, ὡδί πως κατὰ λέξιν. ἄλλη
ποιοῦσα μάλιστα φωνασκοῖς καὶ πρὸς τραχεῖαν ἀρτη‐35 in vol. 13

13

.

36

ρίαν καὶ τοὺς τῆς βηχὸς παροξυσμοὺς καὶ ὠταλγίας καὶ ἕλκη ἐν ὠσὶ καὶ αἰδοίῳ. ἔστι δὲ καὶ πεπτικὴ πρὸς κατάῤῥους. λιβάνου ὀβολοὺς δʹ. σμύρνης 𐅻 βʹ. γλυκέος κυάθους γʹ. ἕψε τὸ γλυκὺ ἕως σχῇ μέλιτος τὸ πάχος, εἶτα πρόσβαλλε σμύρ‐
5ναν καὶ λίβανον μετὰ γλυκέος ἡμιέφθου ἐξ αὐτοῦ ἀφῃρημέ‐ νου. ποιεῖ δὲ καὶ πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς. τινὲς μίσγουσι καὶ κρόκου 𐅻 αʹ. καὶ γίνεται ὠτικὴ καλὴ καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. ταῦτα μὲν ὁ Κρίτων ἔγραψε καὶ σο‐ φῶς καὶ καλῶς. ἐμὲ δ’ οὐδὲν ἔτι δεῖ προστιθέναι τὴν ἐξή‐
10γησιν τῶν τοιούτων φαρμάκων, πολλάκις ἤδη περὶ αὐτῶν εἰρηκότα. καὶ ἄλλας δὲ δύο παραπλησίας μὲν τῇ προειρη‐ μένῃ, μετριωτέρας δὲ τῇ δυνάμει καὶ ἁπλουστάτας οὕτως ἔγραψεν. ἔκλειγμα τὸ Φαουστιανὸν λεγόμενον. οἴ‐ νου Φαλερίνου ξε. αʹ. μέλιτος Ἀττικοῦ λίτραν αʹ. ἕψε ἐν
15διπλώματι, κινῶν κλωνίῳ πηγάνου. τὸ δὲ ἕτερον τῶν φαρ‐ μάκων ἐστὶ τοιοῦτον. ἔκλειγμα τὸ διὰ Σκυβελίτου, ᾧ χρώ‐ μεθα. Σκυβελίτου ξέστην αʹ. κόμμεως γο γʹ. μέλιτος γο θʹ.
ἕψε ἐν διπλώματι προβρέξας τὸ κόμμι καὶ λειώσας. οὗτος36 in vol. 13

13

.

37

μὲν ἐνταῦθα προσέθηκε μόνον τὸ ἐν διπλώματι. κάλλιστα δ’ ἄν τις ποιοῖ αὐτὰς ἁπάσας τὰς ἀρτηριακὰς, ὅσαι τὸ πα‐ ρηγορικὸν καὶ πεπτικὸν καὶ πραϋντικὸν ἔχειν ἐπαγγέλλονται, διὰ διπλώματος ἕψων, ὅπερ ἐστὶν ἐπ’ ἀγγείου διπλοῦ, κα‐
5θάπερ οἱ μυρεψοὶ τὰ μύρα σκευάζουσιν εἰς μέγαν τινὰ λέ‐ βητα θερμὸν ὕδωρ ἐγχέοντες, δεύτερον ἐνιστάντες ἔχοντα ἐν αὐτῷ τὸ ἑψόμενον φάρμακον, εἶτα προδιακεκαυμένοις ἄνθρα‐ ξιν ἢ ξύλοις ἀκάπνοις ὑποκαίοντες. [Ἡ διὰ κωδυῶν, ὡς οἱ παλαιοὶ καὶ ὡς ὁ Γαληνός.]
10Καὶ περὶ τὴν ταύτης σύνθεσιν ἀδιορίστως αὐτοῖς γέγονε διαφωνία. τινὲς μὲν γὰρ αὐτῶν εἰς ρκʹ. κωδύας ἐμβάλλειν ξέστας κʹ. ὕδατος ἀξιοῦσιν, ὡς ἑκάστου ξέστου μέτρον ἔχον‐ τος ἓξ κωδυῶν μίξιν. ἔνιοι δὲ εἰς ξε. πʹ. ὀκτακοσίας κωδύας ἐμβάλλουσιν, ὡς ἑκάστου ξέστου δεχομένου κωδύας ιʹ. τινὲς
15δὲ οὕτως, ὡς ὀκτὼ κωδυῶν τοῦ ξέστου δεχομένου. τινὲς δὲ
οὐκ οἶδ’ ὅπως εἰς ὕδατος ξέστας γʹ. κωδύας πʹ. βάλλου‐37 in vol. 13

13

.

38

σιν. ἄλλοι δὲ ρκʹ. εἰς τοὺς αὐτοὺς γʹ. ξέστας. ἐμοὶ δὲ ὀλίγον πάνυ φαίνεται, τοσοῦτον ὕδωρ εἰς τοσαύτας κωδύας ἐμβάλλειν. [Ἡ διὰ κωδυῶν Ἀνδρομάχου.] Ὁ μὲν οὖν Ἀνδρό‐
5μαχος, ὡς ἐν ταῖς ἀρτηριακαῖς ἀνωτέρω προγέγραπται, τὴν δευτέραν ἐν αὐτῷ σκευάζων, οὕτως ἔγραψεν. κωδύας χλωρὰς χιλίας διακοσίας, εἶτα ἐπὶ τέλει ὕδωρ ὄμβριον, οὐ προσθεὶς τὸ ποσόν. [Ἡ διὰ κωδυῶν Κρίτωνος.] Ὁ δὲ Κρίτων ὡδί πως.
10ἡ διὰ κωδυῶν λιτὴ, κωδύας ἀγρίας ὀκτακοσίας, ὕδατος ξε. πʹ. ἑψήσας εἰς γʹ. καὶ ἐκθλίψας πρόσβαλλε μέλιτος λίτρας ιʹ. εἰ δὲ ποικίλην αὐτὴν ἐθέλοις γενέσθαι, πρόσβαλλε κρόκου, σμύρνης, ὑποκυστίδος χυλοῦ ἀνὰ δραχμὰς ιβʹ. λιβάνου 𐅻 στʹ. ἀκακίας δραχμὰς ιβʹ. καλῶς οὖν μοι φαίνεται καθ’ ἕκαστον
15ξε. ἐμβάλλειν κωδύας ιʹ. οὕτω γὰρ συμβαίνει γράψαντος αὐτοῦ δεῖν ὀκτακοσίας ἐμβάλλειν εἰς ὕδατος ξέστας πʹ. κᾀγὼ
δὲ τοῦτον τὸν τρόπον σκευάζω μὴ προστιθεὶς μήτε κρό‐38 in vol. 13

13

.

39

κου μήτε σμύρνης μήτ’ ἄλλο τι. καλλίστη γάρ ἐστιν ἡ ἁπλουστάτη. [Ἡ διὰ κωδυῶν τοῦ Ἥρα.] Ὅ γε μὴν Ἥρας εἰς ρκʹ. κωδύας, ὕδατος ὀμβρίου ξε. γʹ. ἐμβάλλει, παντά‐
5πασιν ὀλίγον. ἢ κατά τινα τῶν ἀντιγράφων, οὐ κωδυῶν ἀριθμὸς ρκʹ. ἀλλὰ δραχμὴ γέγραπται. παραγράψω δὲ τὴν ὅλην αὐτοῦ λέξιν οὕτως ἔχουσαν. κωδύας μήκωνος χλωρὰς ρκʹ. βαλὼν εἰς ἀγγεῖον καὶ ὕδατος ὀμβρίου ξε. γʹ. ἔασον βραχῆναι ἡμέρας γʹ. εἶτα ἕψε ἕως ἂν λειφθῇ τὸ τρίτον μέ‐
10ρος, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔκθλιβε, καὶ διηθήσας μίσγε μέλιτος ξε. αʹ. καὶ ἕψε ἐν διπλῷ ἀγγείῳ. ὅταν δὲ ἄρχηται συστρέφεσθαι, προσέμβαλλε ἀκακίας κιῤῥᾶς 𐅻 αʹ. ὑποκυστί‐ δος χυλοῦ 𐅻 αʹ. ὅταν δὲ τὰς κωδύας ἕψῃς ἐν τῷ ὕδατι, κρόκου δραχμὴν μίαν ἔνδησον εἰς ὀθόνιον καὶ ἔασον συνέ‐
15ψεσθαι. ἔνιοι μέντοι βάλλουσι καὶ σμύρνης 𐅻 αʹ. καὶ λειο‐ τριβοῦσιν αὐτὰ σὺν ὀλίγῳ γλυκεῖ καὶ ἐπικατερῶσι καὶ συν‐
έψουσι μέχρις οὗ ποσῶς συστραφῇ. εἰ μέντοι βούλοιο μὴ39 in vol. 13

13

.

40

φαρμακώδη ποιῆσαι αὐτὴν σὺν τῷ ἀφεψήματι τῶν κωδυῶν, ἐπειδὰν τὸ τρίτον λειφθῇ μέρος, συνεψήσεις τὸ μέλι, τὸ λοιπὰ μὴ συνεμβάλλων. [Ἡ διὰ κωδυῶν, ὡς Δαμοκράτης.] Ἐσκευάσθη δὲ τὸ
5φάρμακον τοῦτο, ὡς Δαμοκράτης φησὶν, ὑπὸ Θεμίσωνος πρώτου, γράφων οὕτως ἐν τῷ βιβλίῳ τῷ ἐπιγραφομένῳ, Δαμοκράτους φιλίατρος· ἴσμεν δ’ ὅτι διὰ στίχων γέγραπται. φασὶ δὲ Θεμίσωνα τοῦτο πρῶτον σκευάσαι τὸ φάρμακον πρὸς βῆχας ὑγρὰς καὶ πόνους ἀρτηρίας καὶ φάρυγγος, εἴδη
10ῥευμάτων ἁπλῶς ἁπάντων τῶν περὶ τὸν θώρακα καὶ τὰς ἀγρυπνίας, ὧν γε ταῦτά ἐστιν αἴτια. Μήκωνος ἣν λέγουσιν οἱ γεηπόνοι Μήκωνα ἀγρίαν. οὐδὲ γάρ πω σπείρεται, Κεφαλὰς ἔτι χλωρὰς, ἃς λέγομεν καὶ κωδύας
15Τὸ σπέρμ’ ἐχούσας κιῤῥὸν, οὐδέ πω μέλαν, Τρὶς τεσσαράκοντα τὰς μετρίας τοῖς μεγέθεσι Βάλλ’ εἰς χύτραν καινήν τε καὶ πλατύστομον,
Καὶ περιχέας τρεῖς ὕδατος ὀμβρίου μέτρῳ40 in vol. 13

13

.

41

Ξέστας, ἀπόβρεξον νύκτα χἠμέραν μίαν, Εἶτ’ αὖ μίξας ἐπιπλέον οὐ λάβρῳ πυρὶ, Ἀπόθλιβ’ ἀπ’ αὐτῶν ἅπαν ὕδωρ εἰς τὴν χύτραν, Καὶ προσλαβὼν τρεῖς μέλιτος Ἀττικοῦ λίτρας,
5Πάλιν ἕψε κουφοτέρᾳ καὶ μετρίῳ φλογὶ, Καὶ ἕψε ἕως σχῇ μέλιτος οὐχ ὑγροῦ πάχος. Ψύξας δ’ ἀποθήσεις εἰς ὑελοῦν ἀγγεῖον. Ἡμεῖς μὲν οὕτως. ὁ Θεμίσων δ’ ὅτ’ ἤρξατο Χρῆσθαι, προσέβαλλε σμύρναν, ἀκακίαν, κρόκον,
10Ὑποκυστίδος χυλόν τε, νῦν δ’ οὐ βάλλεται. Ἀπλουστέρα γὰρ οὖσα καὶ τὸ συμφέρον Ἔχει πολὺ μᾶλλον καὶ προσηνής ἐστ’ ἄγαν. Δίδου δὲ πλῆθος σμικροτάτου μύστρου ποτὲ Εἰς νύκτα τοῦτο, ποτὲ δ’ ἔλαττον ἡμέρας
15Ἐν τῷ στόματι καὶ διακρατοῦν ὀλίγῳ χρόνῳ Κέλευε τήκειν καὶ καταπίνειν ἠρέμα. Εἰ δ’ αὐτὸ βούλει κοιλίας ἐφεκτικὸν,
Τῶν ῥευμάτων τε τοῦ στομάχου καὶ πνεύμονος41 in vol. 13

13

.

42

Αἱμοῤῥαγιῶν τε τῶν ἄνω διαφράγματος Ποιεῖν, εὐπατορικῆς ἢ τὸ κρεῖττον Ποντικῆς Ῥοὸς καταμίξεις χυλὸν ὡς δραχμὰς δύο. Ταὐτὸν δ’ ἀκακίας τῆς καλῆς καὶ προσφάτου.
5Μέλλων δ’ ἀφαιρεῖν τοῦ πυρὸς τὸ φάρμακον, Γλυκὺ διαχέας, ταῦτα δύο μίγματα, Παράχει κατὰ μικρὸν τοῖς ζέουσιν τῆς χύτρας Συνεκζέσας ἀποτίθου ὑάλῳ ψυγέν. [Ἡ διὰ κωδυῶν, Σωρανοῦ.] Σωρανὸς δὲ οὕτω
10σκευάζειν αὐτὴν ἀξιοῖ. κωδυῶν ρνʹ. ὕδατος Greek Xestes Sign Alternate Form κʹ. λαβὼν εἰς λέβητα καινὸν, ἕψε ἕως Greek Xestes Sign Alternate Form ιʹ. εἶτα ἐκβαλὼν τὰς κωδύας, βάλε μέλιτος Greek Xestes Sign Alternate Form αʹ. καὶ ἐνδήσας εἰς ὀθόνιον, σμύρ‐ νης, κρόκου, ὑποκυστίδος, ἀκακίας χυλοῦ ἀνὰ δραχμὴν μίαν καὶ τριώβολον, καὶ ἀποδήσας ἀποκρέμασον εἰς τὸν λέβητα,
15ἵνα τῷ μέλιτι συνέψηται. ἐπειδὰν δὲ συστραφῇ, ἆρον τὸ ἐν‐
δέσμιον καὶ βαλὼν εἰς θυίαν τρῖψον μετὰ γλυκέος κυάθων42 in vol. 13

13

.

43

γʹ. εἶτα βαλὼν εἰς τὸν λέβητα συνέψει μαλακῶς, μέχρι συ‐ στραφῇ. πραοτέρα δέ ἐστιν ἡ διὰ μόνου μέλιτος καὶ τοῦ ἀποβρέγματος τῶν κωδυῶν. ἀνυτικωτέρα δὲ γίνεται προσλα‐ βοῦσα ἐν τῇ ἀποδήσει τοῦ ὀθονίου μελίλωτον ἀντὶ τῶν
5στυφόντων καὶ γλυκυῤῥίζης ῥίζαν. [Γαληνοῦ ἡ διὰ κωδυῶν.] Ὡς ἐγὼ συντίθημι κεχρῆ‐ σθαι τῇ διὰ τῶν κωδυῶν ἀξιῶ. πειραθέντι μοι γὰρ τῶν προειρημένων σκευασιῶν ἔδοξεν ἀμείνων εἶναι καθ’ ἣν εἰς ἕνα ξε. ἐμβάλλονται κωδύαι δέκα, καθάπερ ὁ Κρίτων ἔγραψεν,
10ἢ εἰς δύο ξε. ιεʹ. καθάπερ ὁ Σωρανὸς, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν τούτων τῶν ὅρων ἐστὶν, ἐμβαλλόντων ἡμῶν ὀκτὼ κωδύας ἢ θʹ. προβρέχω δ’ αὐτὰς οὐ τρισὶν ἡμέραις, ὡς Ἥρας, ἀλλ’ οὐδὲ εὐθέως ἀφαιρεθείσας ἕψω, ἀλλ’ ἐὰν μὲν ὦσιν ὑγρότε‐ ραί τε καὶ μαλακώτεραι μιᾶς ἡμέρας, ὑπακουομένης ἐν ταῖς
15τοιαύταις λέξεσιν ἁπάσαις καὶ τῆς νυκτὸς, ὥσπερ καὶ τὸν ἐνιαυτὸν ἡμέρας λέγουσιν οἱ ἄνθρωποι τξεʹ. ἐὰν δὲ σκλη‐
ρότεραι καὶ ξηρότεραι τυγχάνωσιν οὖσαι καὶ πλείονι χρόνῳ43 in vol. 13

13

.

44

τῆς μιᾶς ἡμέρας αὐτὰς διαβρέχω, ἄμεινον δὲ τὰς μή πω σκληρὰς λαμβάνειν. εὔδηλον δ’ ὅτι καὶ τὰς λίαν μαλακὰς ἀποβάλλεσθαι προσήκει. αἱ μὲν γὰρ ξηρότεραι ὀλίγον τὸν χυλὸν ἔχουσιν, αἱ δὲ ὑγρότεραι πολὺν μὲν, ἀλλ’ ἄπεπτον
5ἔτι καὶ ὑδατώδη καὶ ἄτονον, διὸ καὶ τὰς ἐξ ὑγρῶν καὶ ἑλωδῶν χωρίων παραιτητέον. ὃν δ’ εἶπον ἀριθμὸν τῶν κω‐ δυῶν ἐμβάλλειν χρῆναι κατὰ τὴν ἀναλογίαν τοῦ ὕδατος, ἐπὶ τῶν μέσων ἀκούειν χρή. ἐπειδὴ τινὲς μέν εἰσι μείζους τῶν συμμέτρων, τινὲς δὲ ἐλάττους, ἔνιαι δὲ καὶ μέσαι, καθά‐
10περ εἴωθεν ὡς τὸ πολὺ γίνεσθαι, πασῶν ἐφεξῆς τὸν εἰρη‐ μένον ἀριθμὸν ἐμβάλλῃς τῷ ξε. τῆς δὲ ἑψήσεως ὅρος ἔστω σοι μὴ τὸ τρίτον ἢ τὸ τέταρτον ἢ ὅλως τοιοῦτόν τι μόριον ἀπολειφθῆναι τοῦ ὕδατος, ἀλλ’ ὅταν πρῶτον ὅλαι τακεραὶ γενηθῶσι, βουλόμεθα γὰρ αὐτῶν δηλονότι τὸν χυλὸν ἐκθλί‐
15ψαι. τοῦτο δ’ αὐτάρκως γίνεται τακερῶν ἀποτελεσθεισῶν αὐτῶν, περιττὸν οὖν τὸ ἐπιπλέον ἕψειν. μίγνυσθαι δ’ ἀξιῶ
τούτῳ μέλιτος ἥμισυ μέτρον καὶ ἕψεσθαι ἐπὶ ἀκάπνου πυ‐44 in vol. 13

13

.

45

ρὸς ἄχρι συστάσεως Ἀττικοῦ μέλιτος. ἐν ὀμβρίῳ δὲ ὕδατι ἔνιοι τὴν ἕψησιν ἐποιήσαντο τῶν κωδυῶν διὰ τοῦ μὴ μετα‐ βάλλειν αὐτὸ πρὸς ἑτέραν ποιότητα σηπεδονώδη. σοὶ δ’ ἀρ‐ κέσει καὶ τὸ πηγαῖον, ὅταν μὴ παρῇ τὸ ὄμβριον. ἀρκεῖ δὲ
5αὐτὸ καθαρὸν εἶναι καὶ ἄκρατον πάσης ἐπιμιξίας, ὥστε διὰ τοῦτο καὶ τὸ διὰ τῶν μολυβδίνων σπλήνων ὀχετευόμενον φευκτέον. ἰλύματα γάρ τινα τοῦ μολύβδου κατὰ τοῦτο πε‐ ριέχεται. διὸ καὶ οἱ πίνοντες ὑποστάθμην τοῦ τοιούτου ὕδα‐ τος δυσεντερικοὶ γίνονται.
10 [Περὶ χρήσεως τοῦ διὰ κωδυῶν.] Ἡ χρῆσις δὲ αὐτοῦ τοῖς ὕπνου δεομένοις ἐστὶν, οἷς καὶ τὰ δι’ ὀπίου συντιθέμενα πολλάκις ἀναγκαζόμεθα διδόναι. χρῄζουσι δὲ μάλιστα τῶν τοιούτων φαρμάκων οἷς ἀπὸ κεφαλῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν καταῤῥεῖ ῥεῦμα λεπτὸν, οὐκ ἐπιτρέπον
15κοιμᾶσθαι διὰ τὰς ἑπομένας βῆχας. ἐπὶ δὲ τῶν τοιούτων ἐγὼ καὶ τὴν σκευασίαν τοῦ φαρμάκου δι’ ἑψήματος εἴωθα ποιεῖσθαι. λέλεκται δέ μοι πρόσθεν, ἕψημα καλεῖσθαι πρὸς
ἡμῶν τὸ ἑψημένον γλεῦκος, ὅπερ καὶ σίραιον ὀνομάζουσί45 in vol. 13

13

.

46

τινες τῶν ἰατρῶν. αὐτάρκης δ’ ἡ ἕψησις εἰς τὰ τοιαῦτά ἐστιν, ὅταν εἰς τὸ ἥμισυ τοῦ ὕδατος ἑψηθῶσιν αἱ κωδύαι καὶ διὰ γλυκέος ἢ Θηραίου τοῦ Κρητικοῦ κάλλιον ἢ διὰ μέλιτος ἕψειν, ὅταν ᾖ τὸ ῥεῦμα πάνυ λεπτόν. ἴσμεν γὰρ ὅτι
5λεπτυντικῆς ἐστι δυνάμεως τὸ μέλι. φεύγειν οὖν αὐτὸ χρὴ τηνικαῦτα, τοὺς γὰρ λεπτοὺς κατάῤῥους ἐπιτείνει. μιγνύναι δὲ ἑψομένῳ τῷ τοιούτῳ φαρμάκῳ γλυκυῤῥίζης ῥίζαν, ὡς συνεψηθῆναι. μὴ παρούσης δ’ ἐκείνης, τὸν ἀπὸ τῆς Κρήτης κομιζόμενον χυλόν. ἐὰν δὲ περιέχηται κατὰ τὸν πνεύμονα
10καταῤῥοϊκὸν ἀπὸ τῆς κεφαλῆς πλῆθος, ἡ διὰ τοῦ μέλιτος σκευασία βελτίων. ὥσπερ γὰρ ὕπνου χρῄζουσιν ἡ δι’ ἑψή‐ ματος, οὕτω καὶ τοῦ διαπτύειν ἡ διὰ τοῦ μέλιτος γίνεται. καὶ πρὸς τὸ κατεπεῖγον οὖν ἱστάμενος εἰς ὕπνον τρεπομέ‐ νου τοῦ κάμνοντος, ἤτοι τοῦ διὰ μέλιτος ἢ τοῦ χωρὶς τού‐
15του σκευασθέντος δώσεις φαρμάκου, καὶ ποτὲ καὶ μιγνὺς ἄμφω, σκοπὸν ἔχων κατὰ τὴν μίξιν ἐμβάλλειν πλέον θατέ‐
ρου τοῦ κατεπείγοντος. ὀνομάζω δὲ κατεπεῖγον τὸ δεόμενον46 in vol. 13

13

.

47

βοηθείας μείζονος. ἡ δὲ σύμμετρος δόσις ἔστω σοι δυοῖν κοχλιαρίων ἀξιολόγων τὸ μέγεθος. αὐξήσεις δὲ αὐτὴν ἢ μει‐ ώσεις ἀποβλέπων εἴς τε τὸ τοῦ σώματος μέγεθος ᾧ προσ‐ φέρεις καὶ τὴν ἡλικίαν καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὸ χω‐
5ρίον. ἐν ἅπασι γὰρ τούτοις ἐπὶ μὲν τὸ ψυχρότερον ῥέπουσι δώσεις ἐλάχιστον, ἐπὶ δὲ τὸ θερμότερον ἐκτενέστερον. ὅτι δὲ καὶ πρὸς τὸ τοῦ κατάῤῥου ποσόν τε καὶ ποιὸν ἀποβλέπων ἢ πολὺ ἢ ἔλαττον δώσεις εὔδηλον ὑπάρχει. κοινὸν γὰρ τοῦτο ἐπὶ πάντων τῶν βοηθημάτων ἐστίν. αὐτάρκεις μὲν οὖν ἦσαν
10καὶ αἱ γεγραμμέναι πρόσθεν ἀρτηριακαί· προσθεῖναι δ’ ἔδοξέ μοι καὶ τὰς ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ βʹ τῶν ἐντός. ἔνιαι μὲν γὰρ ταὐταὶ πάντῃ, τινὲς δὲ ἐγγυτάτω ταῖς προγεγραμμέναις εἰσὶν, ὥστε βεβαιοῦσθαι κᾀκ τούτου τὰς γραφὰς, καὶ προσέτι διὰ τὸ τὰς σκευασίας αὐτῶν καὶ
15χρήσεις ἐπιμελέστερον ὑπ’ Ἀσκληπιάδου γεγράφθαι. [Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι ἀρτηριακαὶ ἐν τῷ δευτέρῳ τῶν ἐντὸς, ἃ Μνάσωνος ἐπιγράφει. Ἀντωνίου Μούσα
πρὸς φωνῆς ἀποκοπήν.] Κράμβης χλωρᾶς τοὺς καυλοὺς47 in vol. 13

13

.

48

καθάρας δίδου διαμασᾶσθαι, καὶ τὸ ἀχυρῶδες αὐτῶν ἀπο‐ πτύειν παραίνει, τὸν δὲ χυλὸν καταπίνειν. ἄλλη. κράμβης χυ‐ λὸν μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν. τοῦτο ὠφελεῖ πα‐ ραχρῆμα. ἄλλη. ἠρυγγίου ἐν ὕδατι ἑψημένου λαβὼν τοῦ χυλοῦ
5κοτύλας δύο καὶ σύκων ἐν ὕδατι ἑψημένων τοῦ χυλοῦ τὸ ἴσον καὶ τούτοις ἐπιβαλὼν κόμμεως λειοτάτου 𐅻 ηʹ. ἕψε φιλοπόνως, ὡς ἀρτηριακῆς ἔχειν τὸ πάχος, ἐκ τούτου δίδου ἐκλείχειν εἰς ὕπνον πορευομένοις μέχρι κυάθου ἑνός. [Ἄλλη ἀρτηριακὴ Χαριξένους. ποιεῖ πρὸς ἤχους
10καὶ βράγχους καὶ φωνῆς ἀποκοπὴν καὶ δασύτητα καὶ τὰς ἐκ διαστάσεως ἀποκοπάς.] Κρόκου δραχμὰς βʹ. ὀποῦ Κυ‐ ρηναϊκοῦ 𐅻 αʹ. μέλιτος Ἀττικοῦ κυ. στʹ. ἕψε τὸ μέλι, καὶ ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν λοιπῶν, καὶ χρῶ καθὰ προείρηται, ἀναπλάττων σφαιρία καὶ διδοὺς ὑπὸ τὴν γλῶτ‐
15ταν κατέχειν. ἄλλη. χαλβάνης 𐅻 στʹ. πεπέρεως 𐅻 αʹ. νίτρου 𐅻 αʹ. μέλιτος Ἀττικοῦ κυάθους στʹ. ἕψε τὸ μέλι καὶ τὴν χαλβάνην, καὶ ὅταν συστραφῇ, ἐπίβαλε κατὰ τῶν
λοιπῶν, καὶ χρῶ καθὰ προείρηται.48 in vol. 13

13

.

49

[Ἄλλη πρὸς ἡλκωμένην ἀρτηρίαν Χαριξένους. ποιεῖ καὶ πρὸς φωνασκουμένους πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας διδομένη. ποιεῖ δὲ καὶ πρὸς ὀφθαλμῶν περιωδυνίας, ἔξωθεν ἐπιτιθεμένη ἐρίου ἐμβρεχομένου, ποιεῖ καὶ πρὸς τὰς
5ἐντὸς διαθέσεις ἐκλειχομένη.] Κόμμεως, τραγακάνθης ἀνὰ 𐅻 στʹ. λιβάνου, σμύρνης ἀνὰ 𐅻 αʹ. καὶ τριώβολον, κρό‐ κου, ὑποκυστίδος χυλοῦ ἀνὰ 𐅻 αʹ. γλυκέος Σκυβελίτου ἢ Θηραίου ξέστας στʹ. βρέχε κόμμι, τραγάκανθαν, σμύρνην, λί‐ βανον ὑποκυστίδος χυλῷ, τούτοις ἐπιβαλὼν μέρος τοῦ γλυ‐
10κέος, καὶ ὅταν διαλυθῇ, τρῖβε φιλοπόνως καὶ τῷ γλυκεῖ μί‐ ξας ἕψε συνεχῶς κινῶν. τὸν δὲ κρόκον εἰς κροκοφαντὸν βα‐ λὼν ἕψε μετὰ τοῦ φαρμάκου, ἄνω τὰς ἀρχὰς κατέχων καὶ γλυκεῖ διαλύσας καὶ λεάνας, ἐπιβαλὼν τῷ φαρμάκῳ, ἀνελό‐ μενος χρῶ. ἄλλη. γλυκυῤῥίζης χυλοῦ, τραγακάνθης ἀνὰ
15δραχμὰς γʹ. κρόκου, σμύρνης ἀνὰ 𐅻 αʹ. λιβάνου, ναρδοστά‐ χυος ἀνὰ τριώβολον, προτρόπου ξέστας γʹ. χρῶ.
[Ἄλλη Λυσίου πρὸς τὰς αὐτὰς διαθέσεις.] Κρόκου,49 in vol. 13

13

.

50

σμύρνης, γλυκυῤῥίζης χυλοῦ, λιβάνου, κασσίας ἀνὰ 𐅻 αʹ. πεπέρεως κόκκους κδʹ. γλυκέος Κρητικοῦ ξέστας γʹ. μέλιτος Ἀττικοῦ κυάθους στʹ. χρῶ. [Ἄλλη Χαριξένους.] Κρόκου 𐅻 γʹ. σμύρνης 𐅻 αʹ 𐅶ʹʹ.
5λιβάνου, γλυκυῤῥίζης ἀνὰ 𐅻 αʹ. γλυκέος Κρητικοῦ ξε. γʹ. ποιεῖ πρὸς ἤχους καὶ βράγχους καὶ φωνῆς ἀποκοπὴν καὶ φλεγμονὴν παρισθμίων. ποιεῖ καὶ πρὸς φωνασκουμένους πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας διδομένη. καὶ τοὺς κατε‐ ψυγμένους δὲ ὠφελεῖ, ποιεῖ βήττουσι προσφάτως καὶ χρο‐
10νίως. ποιεῖ αἱμοπτυϊκοῖς, ἀναφορικοῖς, κοιλιακοῖς, ποιεῖ καὶ πρὸς τὴν τοῦ πνεύματος δυσωδίαν. ἄλλη ὑπογλωσσίς. ποιεῖ πρὸς ἀρτηρίαν τετραχυσμένην καὶ φωνῆς ἀποκοπὴν καὶ τὰς λοιπὰς διαθέσεις. τραγακάνθης, κόμμεως Θηβαϊκοῦ ἀνὰ δραχμὰς γʹ. σμύρνης, λιβανωτοῦ ἀτμήτου ἀνὰ 𐅻 αʹ. καὶ
15τριώβολον, κρόκου 𐅻 αʹ. γλυκυῤῥίζης χυλοῦ τριώβολον, φοι‐ νικοβαλάνων τριῶν τὴν σάρκα, γλυκέος προτρόπου ἢ Θηραίου,
ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἔστω δὲ ἀφεψημένον, ὥστε μέ‐50 in vol. 13

13

.

51

λιτος ἔχειν πάχος. δίδου δὲ κυάμου Αἰγυπτίου τὸ μέγεθος ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον καταπίνειν. [Ἄλλη ὑπογλωσσὶς Διοσκορίδου.] Κρόκου, σμύρνης, τραγακάνθης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ 𐅻 αʹ. στρόβιλα κεκαυ‐
5μένα ἀριθμῷ ξʹ. ἀμύγδαλα καθαρὰ ἰσάριθμα, μέλιτι ἑφθῷ ἀναλάμβανε, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος ὥστε ὑπὸ τὴν γλῶτταν κατέχειν. [Ἄλλη Σκριβωνίου Λάργου ὑπογλωσσίς. ποιεῖ πρὸς τὰς τῆς φωνῆς ἀποκοπάς.] Κρόκου, τερμινθίνης
10ἀνὰ 𐅻 ιβʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιστʹ. τραγακάνθης 𐅻 ηʹ. πε‐ πέρεως κόκκους τξʹ. μετὰ μέλιτος ἑφθοῦ καὶ τερμινθίνης ὁμοῦ ἑφθῆς, χρῶ ὑπὸ τὴν γλῶτταν καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη Σκριβωνίου Λάργου ὑπογλωσσὶς ποιεῖ πρὸς τὰς τῆς φωνῆς ἀποκοπάς. γλυκυῤῥίζης 𐅻 ηʹ. σμύρνης
15𐅻 κδʹ. τερμινθίνης 𐅻 λβʹ. τραγακάνθης 𐅻 λκʹ. ἕκαστον τῶν ξηρῶν κόπτε κατ’ ἰδίαν καὶ σῆθε. τὴν δὲ ῥητίνην ἐφ’ ὅλμον βαλὼν, κόπτε καταπλάσσων τὰ ξηρὰ, εἶτα ἑνώσας ἀνάπλαττε,
κυάμου Αἰγυπτίου τὸ μέγεθος καὶ ξήναινε ἐν σκιᾷ. ἐπὶ δὲ51 in vol. 13

13

.

52

τῆς χρήσεως δίδου μίαν ἢ δύο ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ τηκόμενον καταπινέτω. δεῖ δὲ τὸ φάρμακον ταχέως ἀναπλάττειν. πρὸς ὃ οὖν ἀναπλάττεις, πρὸς τοῦτο κόπτε, ξηραίνεται γὰρ ταχέως καὶ διὰ τοῦτο ἀναπλάττοντα πρὸς
5χεῖρα δεῖ κόπτειν. [Ἄλλη ἀρωματικὴ Μιθριδάτειος. ποιεῖ πρὸς τὰς περὶ ἀρτηρίαν διαθέσεις πρὸς τὰς ἐν πνεύμονι ἑλκώσεις, αἱμο‐ πτυϊκοῖς, φθισικοῖς, ἐμπυϊκοῖς, περιπνευμονικοῖς.] Κρόκου 𐅻 βʹ 𐅶ʹʹ. σμύρνης, ῥητίνης τερμινθίνης ἀνὰ 𐅻 βʹ. λιβάνου
10𐅻 αʹ 𐅶ʹʹ. νάρδου, κινναμώμου, κασσίας, τραγακάνθης ἀνὰ 𐅻 αʹ. μέλιτος Ἀττικοῦ κοτύλην αʹ. ἕψε μέλι καὶ ῥητίνην, ὥστε ἄλκιμον γενέσθαι καὶ ἰνῶδες καὶ ἀμόλυντον ἐνσταζό‐ μενον εἰς ὕδωρ ψυχρὸν καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελοῦ, χρῶ καρύου Ποντικοῦ τὸ μέγε‐
15θος, δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν, ὡς προείρηται. ἄλλη Μιθριδάτειος. σμύρνης, κρόκου ἀνὰ 𐅻 δʹ. νάρδου Ἰνδι‐ κῆς, τερμινθίνης ἀνὰ 𐅻 βʹ. λιβάνου, κασσίας, κινναμώμου
ἀνὰ 𐅻 αʹ. γλυκέος Κρητικοῦ κοτύλας γʹ. ἕψε γλυκὺ καὶ τερ‐52 in vol. 13

13

.

53

μινθίνην μέχρι παντελοῦς συστάσεως καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος δίδου καρύου Ποντικοῦ τὸ μέγεθος ὑπὸ τὴν γλῶτταν κατέχειν. [Ἄλλη διὰ τῆς πτέρεως Ἀνδρομάχου ἀρωματική· ἁρ‐
5μόζει αἱμοπτυϊκοῖς, πλευριτικοῖς, φθισικοῖς, σπληνικοῖς, ἡπα‐ τικοῖς, ἰκτερικοῖς. ποιεῖ καὶ πρὸς τὰς περὶ μήτραν καὶ κύ‐ στιν διαθέσεις.] Αἱ ῥίζαι πτέρεως ὡς ὅτι μάλιστα αἱ πα‐ χύταται πλύνονται ἐπιμελῶς, ἕως ἂν τὸ γεῶδες ἀποστῇ, εἶτα ψύχονται ἐπὶ ἡμέραν μίαν, ἐκ τούτων ιβʹ. λίτραι κατατέ‐
10μνονται εἰς δακτυλιαῖα μήκη καὶ κατατέμνοντες θραύομεν, ἐκ τούτων αἴρομεν ὁλκῆς λίτρας ιʹ. καὶ βάλλοντες εἰς κερα‐ μεοῦν ἀγγεῖον, ἐπιβάλλομεν αὐταῖς ὕδατος γλυκέος ξε. ιʹ. καὶ θέντες ἐπὶ πυρὸς ἕψομεν. ὅταν δὲ εἰς ἥμισυ καταχθῇ, κα‐ θαιροῦμεν καὶ διϋλίζομεν εἰς διπλοῦν ἀγγεῖον μυρεψικόν. καὶ
15τὰς μὲν ῥίζας ἐκθλίψαντες ῥίπτομεν, εἰς δὲ τὸ ὕδωρ ἐπι‐ βάλλομεν ἁδρομερῶς κεκομμένα, βαλαυστίου 𐅻 στʹ. νάρδου Ἰνδικῆς, ῥόδων ξηρῶν ἀνὰ 𐅻 δʹ. κινναμώμου 𐅻 γʹ. γλυκυῤ‐
ῥίζης 𐅻 στʹ. κασσίας 𐅻 δʹ. ῥήου Ποντικοῦ 𐅻 δʹ. εἶτ’ ἐπὶ53 in vol. 13

13

.

54

τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν, καὶ ὅταν εἰς ἡμίσειαν κα‐ ταντήσῃ, πάλιν διϋλίζομεν εἰς ἕτερον ἀγγεῖον μυρεψικὸν μι‐ κρόν. καὶ τὰ μὲν ξηρώδη ἐκθλίψαντες ἀποβάλλομεν, τῷ δὲ ὕδατι ἐπιβάλλομεν μέλιτος Ἀττικοῦ 𐆂ο δʹ. καὶ μίξαντες
5ἐπιμελῶς καὶ ἐπὶ τὸ πῦρ ἐπιθέντες πάλιν ἕψομεν. καὶ ὅταν ἐπισταζόμενον εἰς ψυχρὸν ὕδωρ μὴ μολύνῃ, ἐπιβάλλομεν τού‐ τοις ῥητίνης τερμινθίνης 𐅻 γʹ. χαλβάνου ἀξύλου τὸ ἴσον. τακέντων δὲ τούτων κατεροῦμεν κατὰ τῶν ὑπογεγραμμένων. ἔστι δὲ ταῦτα, κρόκου, ὑοσκυάμου χυλοῦ, μανδραγόρου χυ‐
10λοῦ, πεπέρεως λευκοῦ, ὑποκυστίδος χυλοῦ ἀνὰ 𐅻 αʹ. ἔχε πάντα ταῦτα λειότατα πρώτῳ χυλῷ τῆς πτέρεως ἑνω‐ θέντα, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. κατεράσαντες οὖν κατὰ τούτων καὶ ἀνακόψαντες ἐπιμελῶς, μεταίρομεν εἰς ἀγγεῖον ὑελοῦν ἢ ἀργυροῦν· ἡ δόσις τοῦ φαρμάκου κοχλιάριον. μά‐
15λιστα δὲ ὠφελεῖ τοῖς τὴν φωνὴν παρακεκομμένοις. [Ἄλλη πανάκεια Μιθριδάτειος φωνασκουμένοις πρὸ τῶν ἀγώνων καὶ μετὰ τοὺς ἀγῶνας. ποιεῖ πρὸς ἀντιάδων
φλεγμονὰς, κεχαλασμένας κιονίδας, ποιεῖ πρὸς οὖλα πλαδαρὰ54 in vol. 13

13

.

55

καὶ τὰς ἐν στόματι νομὰς καὶ σειομένους ὀδόντας. ἁρμόζει καὶ πρὸς κατάῤῥους, βήττουσι χρονίως καὶ προσφά‐ τως, ποιεῖ αἱμοπτυϊκοῖς, ἐμπυϊκοῖς, ἀναφορικοῖς.] Χρῶμαι δὲ τῷ φαρμάκῳ ὁτὲ μὲν ἀκράτῳ, ἔστι δ’ ὅτε λυθέντι γλυ‐
5κεῖ ἢ Σκυβελίτῃ καὶ ὕδατι θερμῷ. πρὸς μὲν γὰρ τὰς τῶν παρισθμίων φλεγμονὰς καὶ τὰς τοιαύτας διαθέσεις χρηστέον ἀνιεμένῳ τῷ φαρμάκῳ, πρὸς δὲ τὰς ἐν βάθει διαθέσεις ἀκράτῳ. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτω. κωδύας μήκω‐ νος ἀγρίας ἀριθμῷ ρνʹ. πτέρεως πεπλυμένης λίτρας γʹ.
10συμφύτου κεκαθαρμένου, μανδραγόρου φλοιοῦ, ῥήου Ποντι‐ κοῦ, ῥόδων ξηρῶν, ἴριδος Χαλκηδονίας, γλυκυῤῥίζης Ποντι‐ κῆς, βαλαυστίου ἀνὰ γο γʹ. κινναμώμου 𐅻 βʹ. νάρδου Κελ‐ τικῆς 𐅻 αʹ 𐅶ʹʹ. ὕδατος ὀμβρίου ξε. ιεʹ. τὰ προειρημένα εἰς παχέα κόπτεται καὶ βρέχεται ἐν ἀγγείῳ διπλῷ μυρεψικῷ ἐπὶ
15ἡμέρας γʹ. τῇ δ’ ἐπιούσῃ ἕψεται εἰς τὸ τρίτον, ἔπειτα εἰς κυρτίδα βαλόντες ἐκθλίβομεν τὸ ὑγρὸν εἰς ἕτερον ἀγγεῖον μυρεψικὸν, τὰ δὲ ἀφεψημένα ἀποῤῥίπτομεν. ἐκ δὲ τοῦ ἀπο‐
θλιβέντος ὑγροῦ βαλόντες ὅσον ἐξαρκεῖ διαλύομεν τὰς ὑπο‐55 in vol. 13

13

.

56

γεγραμμένας σκευασίας. εἰσὶ δὲ αἵδε. κόμμεως, τραγακάνθης λευκῆς, ἑκάστου ἀνὰ λίτραν αʹ. σμύρνης, γλυκυῤῥίζης χυλοῦ, ὑποκυστίδος χυλοῦ ἀνὰ γο βʹ. κρόκου, μαστίχης ἀνὰ γο αʹ. διαλυθέντων δὲ τούτων λεαίνομεν φιλοπόνως κατὰ μικρὸν
5ἐπιβάλλοντες τοῦ ἐκθλιβέντος ὑγροῦ, ἔπειτα χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν οἴνῳ Σκυβελίτῃ ἢ Θηραίῳ ἢ Πραμνείῳ. ἔστωσαν δὲ ξε. κδʹ. τὸν δὲ γλυκὺν βάλλοντες εἰς ἄγγος κεραμοῦν ἕψομεν, καὶ ὅταν σχῇ μέλιτος πάχος, τούτῳ ἐπιβάλλομεν τὰ διαλυθέντα καὶ τριβέντα τῶν φαρμάκων καὶ
10πάλιν ἕψομεν μέχρι συστάσεως, εἶτα ἀνελόμενοι εἰς ἀγγεῖον ὑέλινον ἢ ἀργυροῦν χρώμεθα καθὰ προείρηται. [Ἄλλη πρὸς κατάῤῥους καὶ πάσας τὰς βηχώδεις δια‐ θέσεις.] Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐντὸς οὕτως ἔγρα‐ ψεν πρὸς κατάῤῥους, ᾧ ἐχρήσατο Κόμων ὁ φιλόσοφος ὠφε‐
15λεῖ παραχρῆμα. πυρέθρου, κόστου ἀνὰ 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει κέλευε παράπτεσθαι τῶν μυξητήρων καὶ τὸ φάρμακον ἀνα‐
σπᾷν. ἄλλη. πεπέρεως λευκοῦ 𐅻 αʹ. κνίδης σπέρματος56 in vol. 13

13

.

57

τὸ ἴσον, κόστου, σμύρνης, κρόκου ἀνὰ τριώβολον, σκεύαζε καὶ χρῶ καθὰ προείρηται. [Ἄλλη ἀνώδυνος Ἀντωνίου Μούσα, πρὸς κατάῤῥουν ποιοῦσα καὶ πρὸς τὴν τῆς φωνῆς ἀποκοπήν.] Ὀπίου,
5σμύρνης, ὑοσκυάμου σπέρματος ἀνὰ 𐅻 βʹ. ἕκαστον ἔμβρεχε κωνείου ἀφεψήματι καὶ λεάνας ἐπιμελῶς καὶ μίξας ἀνάπλαττε καταπότια ὀρόβου τὸ μέγεθος καὶ δίδου δύο εἰς ὕπνον ἀπερ‐ χομένοις. ἄλλη ποιεῖ αἱμοπτυϊκοῖς. ὑοσκυάμου λευκοῦ σπέρματος δραχμὰς ηʹ. νάρδου Ἰνδικῆς δραχμὰς στʹ. κρόκου
10δραχμὰς δʹ. ὀπίου, ἀμύλου, ἀνίσου ἀνὰ δραχμὰς βʹ. μίλτου Λημνίας δραχμὴν μίαν, ὕδατι ἀναπλάσας, ποίει κατα‐ πότια ὀροβιαῖα τῷ μεγέθει καὶ χρῶ καθὰ προείρηται. ἄλλη ἔκλεικτος πρὸς βῆχας ἐσχάτους καὶ χρονίους. οἴνου Φαλε‐ ρίνου ξε. αʹ. μέλιτος Ἀττικοῦ λίτραν αʹ. ἕψε συνεχῶς κινῶν
15κλωσὶ πηγάνου καὶ δίδου μύστρον, ποιεῖ καὶ στομαχικοῖς. ἄλλη Πετεινοῦ πρὸς τὰς ἐν βάθει ἑλκώσεις καὶ διαπυήσεις.
οἰνομέλιτος παλαιοῦ ξε. αʹ. ἀξουγγίου παλαιοῦ γο βʹ.57 in vol. 13

13

.

58

οἱ δὲ γο αʹ. τρῖβε φιλοπόνως μετὰ τοῦ οἰνομέλιτος καὶ δια‐ λύσας μετέρα εἰς ἄγγος κεραμεοῦν καὶ ἕψε ἐπ’ ἀνθράκων κινῶν κλωσὶ πηγάνου, καὶ ὅταν συστραφῇ, ἀπόθου εἰς ἄγγος ὑέλινον καὶ δίδου ἐκλείχειν μύστρον καθὰ προείρηται. ἄλλη
5Ὠριγενείας. γλυκυῤῥίζης Ποντικῆς 𐅻 βʹ. κνίδης σπέρματος πεφωγμένου, λίνου σπέρματος πεφωγμένου ἀνὰ 𐅻 αʹ. σμύρ‐ νης, κρόκου ἀνὰ ὀβολὸν, μέλιτος Ἀττικοῦ, ὕδατος ἑκάστου ἀνὰ κυάθους ἓξ, ἕψε γλυκύῤῥιζαν τῷ ὕδατι, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας τρῖβε τὰ λοιπὰ καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ
10δίδου ἐκλείχειν. ἄλλη. ἄρου ὀπτοῦ 𐅻 αʹ. ἄμμεως πεφω‐ γμένου, στροβίλων πεφωγμένων, ἐρυσίμου πεφωγμένου ἀνὰ 𐅻 αʹ. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλο κοπτάριον βήσσουσιν. λινοσπέρματος πεφωγμένου καὶ κεκομμένου καὶ σεσησμέ‐ νου, σταφίδος λιπαρᾶς χωρὶς τῶν γιγάρτων ἀνὰ ξε. αʹ. στρο‐
15βίλων πεφωγμένων, καρύων Ποντικῶν κεκαθαρμένων ἀνὰ κοτύλην αʹ. πεπέρεως λευκοῦ γο βʹ. σμύρνης, κρόκου ἀνὰ
γο αʹ. μέλιτος Ἀττικοῦ λίτρας δʹ. κόπτε ὡς χρὴ, καὶ λεάνας58 in vol. 13

13

.

59

ἀπόθου. τὸ δὲ λινόσπερμα ἕψε μετὰ μέλιτος, καὶ ὅταν συ‐ στραφῇ, ἐπίβαλλε τοῖς λοιποῖς καὶ μίξας ἀνάκοπτε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο, ποιεῖ καὶ ταῖς περὶ τὸν θώρακα διαθέσεσιν. ἀλεύρου ἐρεγμινοῦ λειοτάτου πεφωγ‐
5μένου κοτύλην αʹ. Ἰλλυρίδος κεκομμένης γο γʹ. στροβίλων πε‐ φωγμένων γο βʹ. γλήχωνος ξηρᾶς κεκομμένης 𐅻 αʹ 𐅶ʹʹ. κνίδης σπέρματος 𐅻 αʹ. πεπέρεως γο 𐅶ʹʹ. μέλιτος χρηστοῦ. ξε. βʹ. ἕψε τὸ ἄλευρον μετὰ τοῦ μέλιτος, ἕως συστραφῇ. ἔχε δὲ καὶ λίνου σπέρματος κεκομμένου καὶ πεφωγμένου καὶ σεσησμέ‐
10νου κοτύλην αʹ. καὶ ἐπίβαλλε. ἄλλο πρὸς βῆχα καὶ ἀναγω‐ γὴν πνεύματος, πάνυ καλῶς ἐκκαθαῖρον. ὑσσώπου, γλή‐ χωνος ἀνὰ γο βʹ. ἴρεως, νάπυος σπέρματος, καρδαμώμου ἀνὰ γο αʹ. ἀνίσου, πεπέρεως ἀνὰ γο αʹ. κόψας, σήσας, ἀνα‐ λάμβανε μέλιτι ἀπέφθῳ, ἡ δόσις κοχλιαρίου καλοῦ. εἰ δὲ
15χειμὼν εἴη καὶ ἀπύρετος ὁ λαμβάνων, πεπέρεως γο βʹ. καὶ ἀντὶ ἀνίσου μάραθρον ἢ κύμινον καὶ ἀντὶ καρδαμώμου σίνηπι διπλοῦν. καταπότιον βηχικὸν πρὸς τὰς προσφάτους
διαθέσεις πανάκεια φάρμακον ἀνώδυνον καὶ ὑπνοποιὸν, ποιεῖ59 in vol. 13

13

.

60

αἱμοπτυϊκοῖς. στύρακος 𐅻 ηʹ. ὀπίου, σμύρνης ἀνὰ 𐅻 δʹ. γλυκεῖ διαλύσας ἀνάπλαττε καταπότια καὶ δίδου ὀρόβου μέ‐ γεθος εἰς ὕπνον ἀπερχομένοις. ἐν ἄλλαις γραφαῖς ἴσα ἔχει. ἄλλο Πλάτωνος ἐπιγραφόμενον, ὠφελεῖ παραχρῆμα. στύ‐
5ρακος, σμύρνης, ὀπίου, χαλβάνης, ἑκάστου ἴσον, γλυκεῖ δια‐ λύσας ποίει καταπότια. ἄλλο Βάσσου ἐπιγραφόμενον φάρ‐ μακον ἐπιτετευγμένον ὠφελεῖ παραχρῆμα, ποιεῖ αἱμοπτυϊ‐ κοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς. χαλβάνης, στύρακος, ἴριδος Ἰλλυρικῆς, πίτυος φλοιοῦ ἀνὰ 𐅻 βʹ. ἑλενίου, ὀπίου ἀνὰ
10𐅻 αʹ. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐρεβίνθου τὸ μέ‐ γεθος καὶ μελικράτου κυάθους γʹ. ἡ διὰ πρασίου, Πλάτωνος. σμύρνης, στύρακος, ὀπίου, πρασίου χυλοῦ, χαλβάνου, κρόκου ἴσα σκεύαζε καὶ χρῶ, μέλιτι ἀπέφθῳ ἀναλάμβανε. καταπότιον ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς τὰς
15κεχρονισμένας διαθέσεις, ποιεῖ πρὸς κατάῤῥουν, κεφαλαλγι‐ κοῖς, δυσπνοϊκοῖς, περιπνευμονικοῖς πρὸς τὰς περὶ κύστιν καὶ μήτραν διαθέσεις. ἐπιγράφεται ἐπιτετευγμένη πανά‐
κεια, παρὰ δέ τισιν ὁ στίχος. σμύρνης, πεπέρεως, ὀπίου,60 in vol. 13

13

.

61

στύρακος, καστορίου, χαλβάνης ἴσα, γλυκεῖ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ χρῶ. ἄλλο φάρμακον σφόδρα καλὸν, ἐπιγράφεται ἁρμονία, ποιεῖ πρὸς κατάῤῥους καὶ τοὺς ἀνυπερ‐ βλήτους ἐπισταγμούς. στύρακος, καστορίου, πεπέρεως,
5καρδαμώμου ἀνὰ 𐅻 γʹ. ὀπίου, σμύρνης, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ 𐅻 δʹ. ἀναλάμβανε γλυκεῖ καὶ ποίει καταπότια καὶ δίδου ἐρεβίνθου μέγεθος εἰς ὕπνον. ἄλλο. κρόκου, θείου ἀπύρου, σμύρνης, ὀπίου ἀνὰ 𐅻 δʹ. ὑοσκυάμου λευκοῦ σπέρμα‐ τος, καρδαμώμου, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 ηʹ. μέλιτος
10ἑφθοῦ γο εʹ. ἢ ὅσον ἐξαρκεῖ. ἡ χρῆσις δεδήλωται, ὡς προγέ‐ γραπται εἰς ὕπνον ἀπερχομένοις. ἡ Προξένου πρὸς βῆχας χρονίους καὶ τὰς ἄγαν κεχρονισμένας διαθέσεις καθύγρους, ἡ σύμφωνος λεγομένη. ἔστι δὲ καὶ ληξοπύρετος ἀγαθὴ, ᾗ ἐχρήσατο Ἀντώνιος Μούσας. πεπέρεως λευκοῦ, ὀπίου,
15καρδαμώμου ἀνὰ 𐅻 ηʹ. κρόκου, θείου ἀπύρου, σμύρνης, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ 𐅻 δʹ. μέλιτος ἀπέφθου γο στʹ. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὑδρομέ‐
λιτος κυ. γʹ.61 in vol. 13

13

.

62

[Βηχικαὶ αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι ἐν τῇ τῶν ἐντὸς δυνάμεων βίβλῳ.] Γράψας ὁ Ἀνδρόμαχος βη‐ χικὰς πολλὰς, ἐφεξῆς ἔγραψεν ἁπάσας καρούσας καὶ διὰ τοῦτο καλουμένας ὑπνοποιούς. παχύνειν δὲ αὗται τὰ λεπτὰ ῥεύ‐
5ματα πεφύκασιν, ξηραίνουσαί τε καὶ ψύχουσαι καὶ διὰ τοῦτο τινὲς μὲν οὐ μόνον ὄπιον, ἀλλὰ καὶ μανδραγόρας χυλὸν ἢ τῆς ῥίζης τὸν φλοιὸν ἢ ὑοσκυάμου σπέρμα, τινὲς δὲ καὶ δύο καὶ τρία καὶ πάντα ἔχουσι τὰ τοιαῦτα, καθάπερ ἄλλαι στύ‐ ρακα καὶ κρόκον. εὐλόγως δὲ τούτοις ἔμιξαν ἄλλα τὰ μὲν
10θερμαίνοντα, τὰ δὲ μετὰ βραχείας στύψεως ἀρωματίζοντά τε καὶ ξηραίνοντα. καί τινα σπέρματα συνήθη, καθάπερ ἀνί‐ σου καὶ μαράθρου καὶ σελίνου καὶ δαύκου καὶ σεσέλεως, ἀμβλύνοντά τε τὰς φαρμάκων ἀηδίας τε καὶ δυνάμεις, ἐπ’ οὖρά τε προτρέποντα. τινὰ δὲ καὶ τραχύτητας ἐκλεαίνοντα,
15καθάπερ τὴν τραγάκανθαν καὶ τὴν γλυκύῤῥιζαν καὶ τοὺς γλυκεῖς οἴνους. ὅσαι δὲ αὐτῶν ἧττον κατέχουσι τῶν καρω‐
τικῶν φαρμάκων, ταύτας καὶ τοῖς φθισικευομένοις διδόασιν.62 in vol. 13

13

.

63

βηχικὴ ἡ διὰ δύο πεπέρεων κινναμώμου δραχμὴν μίαν, ὀποῦ μήκωνος 𐅻 αʹ. σμύρνης τριώβολον, πεπέρεως μέλανος τριώβολον, κόστου τριώβολον, καστορίου τριώβολον, πεπέ‐ ρεως λευκοῦ τριώβολον, χαλβάνης τριώβολον, κρόκου τὸ ἥμισυ,
5τροχίσκους ποίει, δίδου σὺν μέλιτι ἢ γλυκεῖ. ἄλλη πρὸς βῆ‐ χας ἐξόχως ποιοῦσα, ἡ αὐτὴ καὶ ληξοπύρετος. ὑοσκυά‐ μου σπέρματος γο 𐅶ʹʹ. εἰς τὸ ἀντίγραφον γο αʹ. καρδαμώ‐ μου 𐅻 αʹ. ὀποῦ μήκωνος γο αʹ. σμύρνης, θείου ἀπύρου, κρόκου ἀνὰ γο 𐅶ʹʹ. πεπέρεως λευκοῦ, ὡς Ἥρας γο αʹ 𐅶ʹʹ.
10μέλιτος Ἀττικοῦ τὸ ἱκανόν. ἄλλη πρὸς βῆχα ξηράν. στύ‐ ρακος μέρος ἓν, μηκωνείου ἴσον, κρόκου μέρος 𐅶ʹʹ. ὁμοῦ συγ‐ κόψας, δίδου καταπότια. βηχικὴ ᾗ χρῶμαι ἡ τοῦ ἱερέως καλή. ὀποῦ μήκωνος 𐅻 ιʹ. θρίδακος σπέρματος 𐅻 κʹ. καστο‐ ρίου 𐅻 ιηʹ. οἱ δὲ 𐅻 ιστʹ. πηγάνου ἡμέρου ξηροῦ 𐅻 ιδʹ.
15λινοσπέρματος 𐅻 ιστʹ. πάνακος 𐅻 λστʹ. σμύρνης δραχμὰς ιδʹ. κρόκου δραχμὰς ζʹ. οἱ δὲ γο αʹ. μέλιτι ἀναλάμβανε, δίδοται πρὸς δύναμιν ἡλίκον Αἰγυπτίας κυάμου μέγεθος, πυρέσσου‐
σιν ἐν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ εἰς νύκτα.63 in vol. 13

13

.

64

[Καταπότιον βηχικὸν ᾧ χρῶμαι.] Στύρακος, σμύρνης, ὀπίου ἀνὰ 𐅻 δʹ. ὀποβαλσάμου, κρόκου ἀνὰ 𐅻 βʹ. ὁμοῦ λεάνας ἀναλάμβανε καὶ χρῶ. πρὸς βῆχα ξηράν. γλυ‐ κείας χυλοῦ δραχμὰς βʹ. στύρακος 𐅻 αʹ. ὀπίου, κρόκου,
5σμύρνης ἀνὰ τριώβολον, ἀναλάμβανε γλυκεῖ ἢ ὕδατι ἡλίκον κυάμου Ἑλληνικοῦ μέγεθος καὶ χρῶ. [Φθισικοῖς πότιμα ᾧ χρῶμαι τὸ παρὰ Ῥιπάλου ἐν πολλοῖς χρήσιμον, Μηνοδώριος καὶ ἀμβροσία, ποιεῖ πρὸς περιοδικοὺς πυρετούς.] Νάρδου, κρόκου, σμύρνης, κόστου,
10κασσίας, κινναμώμου, σχίνου, πεπέρεως μέλανος καὶ λευκοῦ, καστορίου, χαλβάνης, τερμινθίνης, στύρακος, ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος ἀνὰ δραχμὰς γʹ. ἀνίσου 𐅻 αʹ. σελί‐ νου σπέρματος 𐅻 αʹ. τραγακάνθης δραχμὰς στʹ. μέλιτος τὸ ἱκανὸν, οἴνου Φαλερίνου κοτύλην αʹ. τὴν τραγάκανθαν οἴνῳ
15τῷ αὐτάρκει βρέξον καὶ τὸ λοιπὸν μῖξον τῷ μέλιτι. ἡ δόσις πυρέσσουσι μετὰ μὲν ὑδρομέλιτος 𐅻 αʹ 𐅶ʹʹ. ἀπαρέτοις δὲ καὶ καὶ μέλιτος γο 𐅶ʹʹ. καὶ ὄξους κοχλιάριον αʹ. καὶ οἴνου Φα‐
λερίνου κυάθους βʹ.64 in vol. 13

13

.

65

[Ἀπολλωνίου ποιοῦσα πρὸς πολλὰ, μάλιστα δὲ πρὸς βῆχας ἐξόχως.] Καρδαμώμου 𐅻 ιηʹ. σμύρνης δραχμὰς ιβʹ. ὑοσκυάμου 𐅻 ιβʹ. ὀπίου δραχμὰς ιʹ. οἱ δὲ 𐅻 ιβʹ. πετροσελί‐ νου σπέρματος 𐅻 ιβʹ. κρόκου 𐅻 ιεʹ. μανδραγόρου μήλων
5δραχμὰς ιʹ. ζιγγιβέρεως 𐅻 ηʹ. θείου ἀπύρου 𐅻 στʹ. ἄρου 𐅻 στʹ. λιβάνου 𐅻 στʹ. κόστου 𐅻 στʹ. πεπέρεως λευκοῦ 𐅻 στʹ. μέλιτος Ἀττικοῦ. ἄλλη πρὸς τὰς ἐντὸς ἀποστάσεις, ἀνακαθαίρουσα καλῶς. σαγαπηνοῦ 𐅻 βʹ. σμύρνης δρα‐ χμὰς βʹ. καρδαμώμου 𐅻 δʹ. ἐν ἄλλῳ 𐅻 αʹ. καστορίου 𐅻 αʹ.
10πεπέρεως λευκοῦ τριώβολον, ὀπίου δραχμὰς βʹ. σὺν ὕδατι ἀνάπλασσε τροχίσκους ἀνὰ ὀβολῶν δυοῖν, ἡ δόσις σὺν ὕδατι. [Ἰσόθεος βηχικὴ καὶ πρὸς φθίσεις καὶ πάντα τὰ ἐντὸς καὶ πρὸς περιοδικά.] Νάρδου 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. κρό‐ κου 𐅻 αʹ 𐅶ʹʹ. κόστου 𐅻 αʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. χαλβά‐
15νης 𐅻 αʹ. ὀποβαλσάμου τρυγὸς δραχμὰς βʹ. κινναμώμου 𐅻 βʹ. μανδραγόρου χυλοῦ 𐅻 βʹ. καστορίου δραχμὰς βʹ. δαύκου σπέρματος 𐅻 αʹ 𐅶ʹʹ. ὀπίου 𐅻 βʹ. ἀμώμου 𐅻 αʹ 𐅶ʹʹ. κασσίας
μελαίνης 𐅻 αʹ 𐅶ʹʹ. μέλι ἑφθόν. ποιεῖ πρὸς πόνους στομάχου,65 in vol. 13

13

.

66

ἥπατος, πνεύμονος, ὀφθαλμῶν, αἵματος ἀναγωγὰς, ἀποστά‐ σεις, δυσεντερικοῖς, εἰλεώδεσι, νεφριτικοῖς, ἰσχιαδικοῖς, δυσ‐ πνοϊκοῖς, ἰσχουριῶσιν, πλευρῶν πόνοις, ὑποχονδρίων, ῥοῦν γυναικεῖον, πνίγας ὑστερικάς. θαυμαστὴ γὰρ ἡ ἀντίδοσις πρὸς
5θανάσιμα καὶ μετὰ τροφὴν καὶ πρὸ τροφῆς καὶ πρὸς πᾶ‐ σαν αἱμοῤῥαγίαν σὺν ψυχρῷ καὶ πρὸς ἐχιοδήκτους καὶ φα‐ λαγγιοπλήκτους ἐν οἴνου κυάθοις τρισὶ τεταρταϊκοῖς πρὸ τῆς ὥρας δίδου ὀβολοὺς δύο σὺν οἴνου κυάθοις τρισὶ προ‐ λουσαμένοις.
10 [Πότιμα πρὸς βῆχας καὶ δύσπνοιαν καὶ ἄλλα πολλὰ Ἀντιπάτρου, ᾧ χρῶμαι.] Στύρακος δραχμὰς στʹ. τερμιν‐ θίνης 𐅻 δʹ. ὀποπάνακος δραχμὰς βʹ. χαλβάνης 𐅻 βʹ. ἴρεως Ἰλ‐ λυρικῆς δραχμὰς βʹ. σμύρνης δραχμὰς βʹ. ὑοσκυάμου σπέρματος λευκοῦ τετρώβολον, ἀφρονίτρου τετρώβολον, πεπέρεως λευ‐
15κοῦ τετρώβολον, ὀπίου ὀβολοὺς εʹ. δίδου ἡλίκον Αἰγύπτιος κύαμος εἰς κοίτην, καί τινες τοῦ ὀπίου 𐅻 αʹ. οἱ δὲ τριώβολον. [Ἐκλεικτὴ βηχική.] Πυρήνων στροβίλων 𐅻 ιβʹ.
λινοσπέρματος πεφωγμένου 𐅻 ηʹ. τραγακάνθης 𐅻 ιβʹ. φοινί‐66 in vol. 13

13

.

67

κων σαρκὸς 𐅻 ιηʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιβʹ. ἀμυγδάλων γλυ‐ κέων 𐅻 ιστʹ. μέλι ἑφθόν. δίδου δακτύλῳ ἐκλείχειν δὶς τῆς ἡμέρας, πρωῒ καὶ δείλης. ἐπί τινων τὴν τραγάκανθαν ὕδατι ὀμβρίῳ διαλύσας ἕψε σὺν τῷ μέλιτι πρώτην.
5 [Καταπότιον βηχικὸν, ὡς Κρίσπος ὁ ἀπελεύθερος.] Σμύρνα, πέπερι λευκὸν, χαλβάνη, καστόριον, στύραξ, κρό‐ κος, ὄπιον, ἑκάστου ἴσον, τοῦ στύρακος τὸ ἥμισυ, δίδου εἰς νύκτα καταπότια βʹ. βηχικὴ Σκριβωνίου. σελίνου σπέρ‐ ματος 𐅻 βʹ. σχοίνου ἄνθους, νάρδου Κελτικῆς, στύρακος,
10κρόκου ἀνὰ 𐅻 αʹ. βαλαυστίου τριώβολον, ὀποῦ μήκωνος 𐅻 δʹ. μέλιτος τὸ ἱκανὸν, δίδου κυάμου μέγεθος, ἀπυρέτοις δι’ ὑδρομέλιτος, πυρέσσουσι δι’ ὕδατος. βηχικὴ Ἀσκληπιά‐ δου. ῥήου Ποντικοῦ, κρόκου Κιλικίου, ὀποῦ μήκωνος, ναρδοστάχυος, λιβάνου, σμύρνης ἀνὰ 𐅻 αʹ. νάρδου Κελτι‐
15κῆς ῥίζης γο βʹ. στύρακος γο γʹ. δίδοται 𐅻 αʹ. σὺν οἰνομέλιτι. [Θεσπιανὴ Ἀπολλωνίου, πρὸς τὰς ἐντὸς ἀπο‐
στάσεις.] Σελίνου σπέρματος 𐅻 γʹ. μηκωνείου 𐅻 γʹ. με‐67 in vol. 13

13

.

68

λανθίου 𐅻 γʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ζʹ. καστορίου 𐅻 βʹ. δαύ‐ κου σπέρματος 𐅻 ζʹ. Σινωπίδος 𐅻 ζʹ. ἀναλάμβανε μέλιτι Ἀττικῷ ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ μέγεθος ἐν ὕδατι. [Καταπότιον ξηραντικὸν, πρὸς τοὺς ῥευματιζομένους
5τὸν θώρακα καὶ πρὸς μύλης πόνον καὶ περιοδίζοντα καὶ σκορπιοδήκτους.] Ὀποῦ μήκωνος, ὑοσκυάμου σπέρματος, ἑκάστου ἴσον, ἀνάπλασσε μετὰ γλυκέος ἢ μέλιτος ἡλίκον κύαμος ὁ Ἐλληνικὸς, δίδου εἰς νύκτα, ὕπνον ποιοῦν ὠφελεῖ. [Ληξοπύρετος ἡ Παμφίλου μιγματοπώλου καλή.]
10Ὑοσκυάμου σπέρματος γο αʹ. καρδαμώμου ἐξηντερισμένου γο αʹ. ὀποῦ μήκωνος γο αʹ. θείου ἀπύρου γο 𐅶ʹʹ. κρόκου γο 𐅶ʹʹ. σμύρνης γο 𐅶ʹʹ. εὐφορβίου 𐅻 βʹ. κόστου 𐅻 γʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 γʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ 𐅶ʹʹ. μέλιτος τὸ ἱκα‐ νὸν χρῶ.
15 [Βηχικὸν ἐπιτετευγμένον καὶ πρὸς ἄλλα πολλὰ καὶ πρὸς βῆχα ὑγρὰν καταπότιον] Σχοίνου 𐅻 στʹ. ὀπίου 𐅻 δʹ. χαλβάνης 𐅻 στʹ. στύρακος 𐅻 δʹ. ἔστιν ἡλίκον ἀρά‐
κιον εἰς κοίτην.68 in vol. 13

13

.

69

[Ληξοπύρετος Δαρείου, ταύτῃ καὶ ἀντιδότῳ ἐχρήσατο πρὸς πάντα καὶ παρίσθμια καὶ βῆχας καὶ συνάγχας.] Κρόκου γο αʹ. πεπέρεως γο εʹ. σμύρνης γο αʹ. μηκωνείου γο αʹ. λιβάνου ἴσον, ὑοσκυάμου σπέρματος ἴσον, καρδαμώ‐
5μου ἴσον, κόστου 𐅻 δʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 γʹ. ἀριστολοχίας 𐅻 βʹ. μέλιτι Ἀττικῷ. [Ἄλλο πρὸς πᾶσαν βῆχα πεπειραμένον.] Ἀνίσου 𐅻 αʹ. κόστου τριώβολον, σμύρνης 𐅻 αʹ. καστορίου, χαλβά‐ νης, πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος, ὀπίου, γλυ‐
10κείας χυλοῦ ἀνὰ 𐅻 αʹ. γλυκεῖ ἀναλάμβανε, ποιῶν καταπό‐ τια ἡλίκα ἐρεβίνθιον εἰς νύκτα δίδου. [Καταπότιον πεπτικὸν, ἐκ τῶν Περιγένους, πρὸς βῆχα καὶ κατάῤῥουν.] Στύρακος ὀβολοὺς δύο, πεπέρεως κόκκους κʹ. σμύρνης 𐅻 βʹ 𐅶ʹʹ. ὑοσκυάμου σπέρματος τετρώ‐
15βολον, εὐφορβίου 𐅻 βʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 βʹ. ὀποπάνακος 𐅻 βʹ. κρόκου τριώβολον, ὀπίου τριώβολον, τερμινθίνης
𐅻 αʹ. πεπέρεως λευκοῦ τριώβολον, χαλβάνης 𐅻 βʹ. λεάνας69 in vol. 13

13

.

70

ἀναλάμβανε τῇ χαλβάνῃ καὶ τῇ ῥητίνῃ καὶ τῷ ὀπίῳ καὶ τῷ στύρακι δίδοται πρὸς δύναμιν. [Βηχικὴ Ἀπολλωνίου καλή.] Μαλαβάθρου φύλλων 𐅻 ηʹ. κρόκου 𐅻 στʹ. ὀποβαλσάμου 𐅻 αʹ. ναρδοστάχυος
5𐅻 αʹ. ῥόδων ξηρῶν, σχοίνου ἄνθους ἀνὰ 𐅻 αʹ. κόστου, κασσίας, στύρακος, σμύρνης, μήου ἀνὰ 𐅻 γʹ. σταφίδος κα‐ θαρᾶς 𐅻 ιστʹ. μανδραγόρου χυλοῦ 𐅻 στʹ. μέλιτος τὸ ἀρ‐ κοῦν. τὴν σταφίδα ἐν Κρητικῷ βρέχε γλυκεῖ νύκτα καὶ ἡμέ‐ ραν, εἶτα τὰ ξηρὰ συμμίξας λέαινε καὶ τὸ μέλι μίσγε καὶ
10ἀποθέμενος χρῶ [Βηχικὸν πότιμα ἐκ τῶν Ἀπολλωνίου καὶ πρὸς ῥοῦς γυναικείους.] Ὑοσκυάμου σπέρματος 𐅻 γʹ. σμύρνης 𐅻 γʹ. κρόκου, μανδραγόρας χυλοῦ, λιβάνου ἀνὰ 𐅻 γʹ. πεπέρεως λευκοῦ καὶ μέλανος ἀνὰ 𐅻 δʹ. ἄγνου 𐅻 γʹ. ὀπίου 𐅻 γʹ. μέ‐
15λιτος καὶ οἴνου Χίου τὸ ἀρκοῦν, ἡ δόσις κυάμου τὸ μέγεθος. [Πρὸς βῆχα καὶ ἀρχομένας φθίσεις καὶ αἱμοπτυϊκοὺς καὶ ῥευματισμούς.] Ὑοσκυάμου σπέρματος 𐅻 δʹ. μανδρα‐
γόρας μελαίνης ῥίζης 𐅻 δʹ. ῥήου 𐅻 γʹ. κοραλλίου 𐅻 γʹ. ὀπίου70 in vol. 13

13

.

71

𐅻 γʹ. λυκίου 𐅻 βʹ. βαλαυστίου 𐅻 γʹ. λιβάνου 𐅻 εʹ. τρα‐ γακάνθης 𐅻 βʹ. κρόκου 𐅻 γʹ. ὕδατι ἀναλάμβανε τριωβο‐ λιαίαν, δίδου αἱμοπτυϊκοῖς καὶ ἐν ὀξυκράτῳ τοῖς λοιποῖς ἐν ὕδατι.
5 [Πότιμα παρὰ Κλητίου Ἀβασκάνθου πρὸς φθισικευ‐ ομένους, ᾧ χρῶμαι κατακόρως, ἀνεπιτήδειον δέ ἐστι πρὸς αἵματος ἀναγωγήν.] Ἀριστολοχίας δακτυλίδος 𐅻 κʹ. θείου ἀπύρου 𐅻 κʹ. μανδραγόρου φλοιοῦ 𐅻 κʹ. λιβάνου 𐅻 μʹ. γεν‐ τιανῆς 𐅻 λʹ. σεσέλεως 𐅻 λʹ. ὀπίου 𐅻 μʹ. ὑοσκυάμου λευκοῦ
10σπέρματος 𐅻 μʹ. σμύρνης 𐅻 μʹ. κρόκου 𐅻 ηʹ. πεπέρεως λευ‐ κοῦ κόκκους ρʹ. εὐφορβίου 𐅻 ιʹ. δαφνίδων 𐅻 ζʹ 𐅶ʹʹ. κόστου 𐅻 ζʹ 𐅶ʹʹ. καρδαμώμου 𐅻 ζʹ. κόψας ἐν οἴνῳ εὐφόρβιον καὶ σμύρναν καὶ ὄπιον οἰνομέλιτι καὶ τὸν ὑοσκύαμον καὶ τὰ λοιπὰ κόψας ἰδίᾳ εἰς τὸ αὐτὸ μῖξον καὶ μέλιτι ἀφεψημένῳ,
15χρῷ μὴ προσφάτῳ τῷ φαρμάκῳ. καλῶς προσέθηκεν Ἀνδρό‐ μαχος περὶ τούτου τοῦ φαρμάκου τὸ πρὸς τὰς αἵματος ἀνα‐ γωγὰς ἀνεπιτήδειον ὑπάρχειν αὐτὸ διά τε τὸ θεῖον ἄπυρον καὶ τὸ εὐφόρβιον. μέρος δέ τι καὶ διὰ τὰς δαφνίδας.
[Καταπότιον βηχικὸν εὐθὺς ὠφελοῦν.] Ἴρεως τρι‐71 in vol. 13

13

.

72

ώβολον, κρόκου Κιλικίου ὀβολὸν αʹ 𐅶ʹʹ. σμύρνης ὀβολοὺς βʹ. κινναμώμου τετρώβολον, κασσίας τετρώβολον, ὑοσκυάμου λευ‐ κοῦ σπέρματος ὀβολοὺς βʹ. μήκωνος μέλανος τοῦ σπέρματος ὀβολοὺς βʹ. κωνείου σπέρματος ὀβολοὺς βʹ. θρίδακος μελαί‐
5νης σπέρματος ὀβολοὺς βʹ. ἀναλάμβανε τροχίσκους μετὰ γλυ‐ κέος ἀνὰ ὀβολὸν ἢ ἡμιώβολον καὶ δίδου ἐν κοτύλης γλυ‐ κέος τετάρτῳ. [Πρὸς πᾶσαν βῆχα καὶ ῥευματισμὸν καὶ τὰ ἐν‐ τὸς ἀποστήματα, ὡς Ἀπολλώνιος.] Σαγαπηνοῦ, γεντια‐
10νῆς, σμύρνης, ὀποπάνακος, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 βʹ. δα‐ φνίδων καθαρῶν 𐅻 δʹ. λεῖα ἀναλάμβανε ὕδατι, ἡλίκα κύα‐ μος Ἑλληνικὸς, δίδου ὀλίγῳ πλέον ἰσχιαδικοῖς, ἐν οἴνου κε‐ κραμένου κυάθοις τρισίν. [Ἄλλο πρὸς φθισικοὺς, ᾧ παρηκολούθησα παρὰ Φλα‐
15βιανοῦ Κρητός.] Ὑποκυστίδος χυλοῦ 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. καστορίου 𐅻 οτʹ. λιβάνου 𐅻 ηʹ. ῥοῦ χυλοῦ 𐅻 θʹ. σαγαπη‐ νοῦ 𐅻 στʹ. ὀποῦ μήκωνος 𐅻 ηʹ. ἀνίσου 𐅻 θʹ. σελίνου σπέρ‐
ματος 𐅻 ηʹ. ὀποῦ πάνακος 𐅻 εʹ. σπέρματος ὑοσκυάμου 𐅻 ηʹ.72 in vol. 13

13

.

73

στύρακος 𐅻 ηʹ. κρόκου 𐅻 ιʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 αʹ. σπέρ‐ ματος δαύκου 𐅻 ηʹ. πρασίου 𐅻 αʹ. μανδραγόρου φλοιοῦ 𐅻 ιʹ. πεπέρεως μακροῦ 𐅻 ηʹ. καὶ λευκοῦ 𐅻 εʹ 𐅶ʹʹ. περι‐ στερεῶνος ὑπτίου 𐅻 αʹ. μέλιτι ἑφθόν.
5 [Καταπότιον λευκὸν, ὡς Πρύτανις καὶ Ἀπόλλων.] Σμύρνης, ὑοσκυάμου σπέρματος λευκοῦ, ὀπίου, στύρακος, ἴσον ἑκάστου ἀνάπλασσε ἡλίκα ἂν καταπίνειν δύνωνταί τινες, ἀναλάμβανε ἢ σταφίδι ἢ γλυκεῖ ἢ φοίνικι. [Καταπότιον βηχικὸν, ἐκ τῶν Περιγένους.] Ὑοσκυ‐
10άμου σπέρματος, καστορίου, σμύρνης, στύρακος, ὀπίου, ἑκά‐ στου ἴσον ἡλίκον ἐρεγμὸν, δίδου σὺν γλυκεῖ ἢ μελικράτῳ. [Καταπότια πρὸς ὑγρὰν βῆχα, ἐκ τῶν Περιγένους.] Στύρακος, χαλβάνης, ἀμμωνιακοῦ θυμιάματος, καστορίου, ὀπίου, ἴσον ἑκάστου, ἀνάπλασσε ὀροβιαῖα, δίδου δύο.
15[Περὶ αἵματος ἀναγωγῆς.] Τῆς ἀναγωγῆς
τοῦ αἵματος ὁ πρῶτος μὲν κίνδυνός ἐστι κατ’ αὐτὴν τὴν73 in vol. 13

13

.

74

ἄμετρον κένωσιν, ἡ δὲ μετὰ τὴν ἐποχὴν αὐτοῦ θεραπεία, τῆς μὲν κατὰ ἀναστόμωσιν ἀγγείου γενομένης ἐκ τοῦ κλει‐ σθῆναι τὸ ἀνευρυσμένον. τῆς δὲ κατὰ ῥῆξιν ἐκ τοῦ κολλη‐ θῆναι, καθάπερ γε καὶ τῆς κατὰ διάβρωσιν ἐξ ἀναθρέψεως
5τῶν διαβρωθέντων. σφίγγεται μὲν οὖν τὸ ἀνεστομωμένον ὑπὸ τῶν στυφόντων, κολλᾶται δὲ τὸ ἐῤῥωγὸς ὑπό τε τούτων αὐτῶν, ὅσα τε μιγνυμένων αὐτοῖς συντίθεται τῶν ξηραινόν‐ των χωρὶς δήξεως καὶ τῶν κολλῶδες ἐχόντων τι, καθάπερ ἥ τε Λημνία σφραγὶς καὶ Σάμιος ἀστὴρ, ἀνατρέφεται δὲ τὰ
10διαβρωθέντα ὑπὸ τῶν εὐχύλων τροφῶν καὶ τῶν σαρκωτι‐ κῶν ὀνομαζομένων φαρμάκων, ὧν ἡ δύναμις εἴρηται κατὰ τὸ δεύτερον γράμμα τῆς πραγματείας τῆσδε. κατὰ πρῶ‐ τον μὲν οὖν λόγον ἐκ τοιούτων συντίθεται τὰ πρὸς τὴν θεραπείαν τῆς ἀναγωγῆς τοῦ αἵματος ἁρμόζοντα φάρμακα,
15κατὰ δεύτερον δὲ ἐπὶ τῶν ἐκ πνεύμονος ἢ θώρακος ἢ ἀρ‐ τηρίας ἢ λάρυγγος ἀναγομένων, ἐπιμιγνυμένων τοῖς εἰρημέ‐
νοις ἐν τῇ συμμετρίᾳ τῶν θερμῶν τε καὶ λεπτομερῶν, ἅπερ74 in vol. 13

13

.

75

ἐναντιώτατα ταῖς εἰρημέναις τρισὶ διαθέσεσίν ἐστιν, ἀναστο‐ μώσει, ῥήξει, διαβρώσει. τίνος οὖν ἕνεκα μίγνυται; τῆς ἀνα‐ δόσεως αὐτῶν δηλονότι. τὰ γὰρ στύφοντα καὶ γλίσχρα τὰς ἑαυτῶν ὁδοὺς ἀποκλείοντα δεῖται δυνάμεως τῆς παρασκευ‐
5αζούσης αὐτοῖς τὰς ὁδούς. ὅταν δ’ ἢ ἐκ τῶν κατὰ τὸν στόμαχον ἢ τὴν κοιλίαν τόπων ἤ. τινος τῶν ἐντέρων ἡ ἀναγωγὴ γίνηται τῆς τῶν τοιούτων μίξεως φαρμάκων οὐ γίνεται χρεία. τούτοις δ’ οὖν πάλιν ἐναντιώτατόν ἐστι γένος φαρμάκων τῶν εἰς τοσοῦτον ψυχόντων, ὡς ναρκοῦν τὴν διά‐
10θεσιν καὶ αὐτὰ δὲ μίγνυται τοῖς πρὸς αἱμοπτυϊκοὺς ἁρμότ‐ τουσιν, ὕπνον τε καρώδη φέροντα χρησιμώτατα γενόμενα τοῖς ὑπὸ βηχὸς σπαραττομένοις, ἱστάντα τῇ ψύξει τὸ φερό‐ μενον ἐπὶ τὸ πεπονθὸς ἀγγεῖον αἷμα. οὗτοι μὲν οἱ σκοποὶ τῆς συνθέσεως, ἡ δὲ εὐπορία τῆς ὕλης τῶν ἤδη πεῖραν ἱκα‐
15νὴν δεδωκότων φαρμάκων τοῖς ἔμπροσθεν ἡμῶν περὶ τὸ φαρμακευτικὸν μέρος τῆς τέχνης σπουδάσασιν ἐφεξῆς εἰρήσεται.
[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα πρὸς αἵ‐75 in vol. 13

13

.

76

ματος ἀναγωγήν.] Πρῶτον ἐν αὐτοῖς ἔγραψε φάρμακον ὡδί πως. πρὸς αἵματος ἀναγωγὴν, ὡς ἐγὼ κέχρημαι. ἀκα‐ κίας 𐅻 δʹ. ῥόδων ξηρῶν 𐅻 ηʹ. βαλαυστίου 𐅻 ηʹ. κόμμεως 𐅻 βʹ. τραγακάνθης 𐅻 αʹ. μεθ’ ὕδατος τροχίσκους ποίει
5ἀνὰ 𐅻 αʹ. δίδου ἐν ὀμβρίῳ ὕδατι. ἄλλο Ἀπολλωνίου. ὑοσκυάμου σπέρματος 𐅻 ηʹ. ὀπίου 𐅻 δʹ. λιβάνου 𐅻 ηʹ. γῆς Σαμίας 𐅻 δʹ. ἀμύλου 𐅻 βʹ. μίλτου Λημνίας 𐅻 βʹ. εἰ δὲ μὴ, Σινωπικῆς 𐅻 γʹ. κοραλλίου 𐅻 δʹ. κόστου 𐅻 δʹ. βαλαυ‐ στίου ἄνθους τριώβολον. οἱ δὲ 𐅻 βʹ. πολυγόνου χυλῷ ἀνα‐
10λάμβανε τροχίσκους τριωβολιαίους, δίδου μετὰ ψυχροῦ ὕδα‐ τος. τινὲς καὶ κωνείου σπέρματος 𐅻 βʹ. προσβάλλουσιν. ἄλλο ᾧ χρῶμαι. κυτίνων 𐅻 στʹ. ἀκάνθης Αἰγυπτίας 𐅻 στʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. ὑποκυστίδος 𐅻 στʹ. βαλαυστίου 𐅻 στʹ. ἀκακίας 𐅻 στʹ. λυκίου Ἰνδικοῦ 𐅻 δʹ. σμύρνης 𐅻 βʹ. ἀνα‐
15λάμβανε μύρτων ἀφεψήματι ἀνὰ 𐅻 αʹ. πότιζε τῷ αὐτῷ ἀφεψήματι ἄλλη αἱμόστασις. κρόκου Κιλικίου, σμύρνης,
ἴρεως, νάρδου Ἰνδικῆς, λιβάνου, ἀκακίας ἀνὰ γο αʹ. ὀποῦ76 in vol. 13

13

.

77

μήκωνος, κόστου, πεπέρεως ἀνὰ γο 𐅶ʹʹ. ῥόδων ξηρῶν γο δʹ. μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος. [Ἄλλη ἀῤῥευμάτιστος πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πα‐
5ρισθμίων καὶ σταφυλῆς καὶ ἀρτηρίαν ἡλκωμένην ἀναγαρ‐ γαριζομένη καὶ αἵματος ῥύσιν ἐν ὕδατι ψυχρῷ, τοῖς δὲ πλείοσι σὺν ὀξυκράτῳ καρύου Ποντικοῦ μέγεθος. ἁρμόζει δὲ πρὸς τοὺς αἷμα οὐροῦντας καὶ γυναικείους ῥοῦς καὶ πι‐ νομένη καὶ προστιθεμένη.] Σμύρνης γο αʹ. νάρδου Ἰνδι‐
10κῆς γο αʹ. κινναμώμου γο αʹ. λιβάνου γο αʹ. κρόκου γο 𐅶ʹʹ. πεπέρεως 𐅻 δʹ. ἀκακίας χυλοῦ 𐅻 δʹ. κόστου 𐅻 δʹ. στύρα‐ κος 𐅻 δʹ. ἴρεως Ἰλλυρικῆς γο βʹ. ῥόδων ξηρῶν γο βʹ. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλη ἀῤῥευμάτιστος ἐκ τῶν Γάλλου, ποι‐ οῦσα πρὸς αἵματος ἀναγωγὴν καλή. κρόκου, σμύρνης,
15ἴρεως, νάρδου Συριακῆς, κασσίας μελαίνης, ῥοῦ Ποντικοῦ ἀνὰ 𐅻 αʹ. στύρακος, πεπέρεως λευκοῦ ἀνὰ γο 𐅶ʹʹ. ῥόδων ξηρῶν γο εʹ. λείοις παράχει μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, δίδου
καρύου Ποντικοῦ τὸ μέγεθος μετὰ κυ. γʹ.77 in vol. 13

13

.

78

[Ἄλλη πρὸς αἱμοπτυϊκοὺς, ἐκ τῶν Ἀπολλωνίου.] Ὑποκυστίδος χυλοῦ 𐅻 ιβʹ. βαλαυστίου, ἀκακίας, κυτίνων ἀνὰ 𐅻 ιβʹ. κηκίδος 𐅻 ιβʹ. ὀποῦ μήκωνος 𐅻 στʹ. κρόκου 𐅻 στʹ. ἀνάπλαττε τροχίσκους τριωβολιαίους.
5 [Ἄλλη πρὸς αἱμοπτυϊκούς.] Ὀποῦ μήκωνος ὀβο‐ λὸν αʹ. κόμμεως ὀβολοὺς βʹ. ἀμύλου τριώβολον ἐν ὕδατι δίδου. [Ἄλλη πρὸς αἵματος ἀναγωγὴν καὶ πᾶσαν αἱ‐ μοῤῥαγίαν δι’ ὕδατος πινομένη.] Ὀποῦ μήκωνος 𐅻 αʹ. κινναμώμου 𐅻 αʹ. καστορίου 𐅻 αʹ. κόστου, πεπέρεως μα‐
10κροῦ καὶ στρογγύλου, σμύρνης ἀνὰ τριώβολον, κρόκου ὀβο‐ λὸν καὶ ἡμιώβολον, κοραλλίου ὀβολοὺς βʹ. βαλαυστίου δρα‐ χμὰς βʹ. ἀνίσου 𐅻 αʹ. κόμμεως 𐅻 αʹ. λεάνας ἀνάπλασσε τρο‐ χίσκους καὶ χρῶ. ἄλλο πρὸς αἵματος ἀναγωγήν. μίλτου Σινωπικῆς δραχμὰς δʹ. λιβάνου δραχμὰς ηʹ. ἀνίσου 𐅻 αʹ. κω‐
15νείου σπέρματος δραχμὰς δʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. λίθου αἱ‐ ματίτου δραχμὰς δʹ. ὑοσκυάμου σπέρματος δραχμὰς ηʹ. γῆς Σαμίας δραχμὰς γʹ. δι’ ὕδατος νήστει δίδου τὸ φάρμακον.
ἄλλο. ὑποκυστίδος χυλοῦ 𐅻 αʹ. ὀπίου τριώβολον, βαλαυ‐78 in vol. 13

13

.

79

στίου 𐅻 αʹ. ἀκακίας 𐅻 αʹ. σὺν ὕδατι. ἄλλη πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἡρόφιλος. συμφύτου ῥίζης γο γʹ. γῆς ἀστέ‐ ρος γο αʹ. λιβάνου γο βʹ. βαλαυστίου γο αʹ. ὑποκυστίδος χυλοῦ γο αʹ. κρόκου τριώβολον, σμύρνης δραχμὰς βʹ. ὀπίου
5𐅻 αʹ. μίλτου Λημνίας γο γʹ. καὶ τριώβολον, κόμμεως 𐅻 αʹ. χυλῷ πολυγόνου ἢ ἀρνογλώσσου ἀναλάμβανε. ἄλλο πρὸς αἱ‐ μοπτυϊκοὺς, ἀπ’ ἀγαθοῦ καθηγητοῦ. βαλαυστίου δρα‐ χμὰς βʹ. ἀκακίας δραχμὰς βʹ. τραγακάνθης 𐅻 δʹ. ὑποκυστί‐ δος χυλοῦ 𐅻 δʹ. ῥόδων ἄνθους δραχμὰς δʹ. ὀπίου 𐅻 βʹ. λι‐
10βάνου δραχμὰς γʹ. σμύρνης 𐅻 βʹ. ὑοσκυάμου σπέρματος τε‐ τρώβολον, ἀναλάμβανε πολυγόνου χυλῷ. ἄλλο πρὸς αἵματος ἀναγωγὴν, ὡς Ἀκάκιος. γῆς Σαμίας δραχμὰς δʹ. κοραλ‐ λίου 𐅻 δʹ. μίλτου Σινωπικῆς 𐅻 βʹ. βαλαυστίου τριώβολον, ὀπίου 𐅻 δʹ. ἀμύλου δραχμὰς ιβʹ. λιβάνου 𐅻 ηʹ. ὑοσκυάμου
15σπέρματος 𐅻 ηʹ. πολυγόνου χυλῷ ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυκράτῳ, ἐὰν ῥεῦμα εἴη πολὺ, σὺν λεκίθῳ ὠῶν ὀπτῶν καὶ ἀρνογλώσσου χυλῷ. ἄλλο πρὸς αἱ‐
μοπτυϊκοὺς καὶ δυσεντερικούς. ῥόδων ἄνθους, ὀπίου, ἀκα‐79 in vol. 13

13

.

80

κίας, κόμμεως, βαλαυστίου, ὑποκυστίδος ἀνὰ γο γʹ. κηκίδος γο βʹ. ἀρνογλώσσου σπέρματος καὶ χυλοῦ ἀνὰ γο βʹ. λυκίου Ἰνδικοῦ γο αʹ. ῥόδων χυλοῦ γο αʹ. ἀναλάμβανε τροχίσκους ἀνὰ 𐅻 αʹ. τινὲς καὶ ὀμφακίου γο 𐅶ʹʹ. καὶ ἐνίεται δυσεντερι‐
5κοῖς. ἄλλο πρὸς αἱμοπτυϊκοὺς Καρτεροῦ εὐτονώτατον. κωνείου σπέρματος 𐅻 βʹ. ὑοσκυάμου σπέρματος 𐅻 αʹ. ἀμύ‐ λου 𐅻 αʹ. νάρδου τριώβολον, μίλτου Λημνίας ὀβολοὺς γʹ. οἱ δὲ τετρώβολον, ἀνίσου τετρώβολον, οἱ δὲ τριώβολον, κρό‐ κου ὀβολοὺς γʹ. δίδου μετὰ λεκίθου ὀπτῆς, μεθ’ ὕδατος γα‐
10λακτώδους κυάθων γʹ. ποιεῖ καὶ πρὸς κατάῤῥους. [Ἄλλο πρὸς αἱμοπτυϊκοὺς, Μάγνου Φιλαδελφέως.] Κοραλλίου ὀβολοὺς βʹ. ἀστέρος Σαμίου τετρώβολον, πο‐ λυγόνου χυλοῦ κυάθους στʹ. δίδου τὸ ὅλον πόσεις δύο. [Ἡ χρῆσις τῶν προειρημένων Ἀνδρομάχου φαρμάκων.]
15Ἤδη μὲν ἦν δῆλον, ἐξ ὧν ἔγραψα κατὰ τὴν ἀρχὴν τοῦ περὶ τῶν αἱμοπτυϊκῶν λόγου, περὶ τῆς χρήσεως τῶν προγεγραμ‐
μένων φαρμάκων, ἕνεκα δὲ σαφηνείας ἐπαναλήψομαι καὶ νῦν80 in vol. 13

13

.

81

τὸ πρῶτον ἁπάντων γεγραμμένον, ἐξ ἀκακίας καὶ ῥό‐ δων ξηρῶν καὶ βαλαυστίου καὶ κόμμεως καὶ τραγακάνθης συγκείμενον. εὔδηλον δ’ ὅτι τὴν μὲν ἀκακίαν καὶ τὰ ῥόδα καὶ τὸ βαλαύστιον ἔχει στῦφόν τι γλίσχρον τε καὶ κολλη‐
5τικὸν, τό τε κόμμι καὶ τὴν τραγάκανθαν. οὐκοῦν οὐχ οἷόν τε αὐτὸ μέχρι θώρακός τε καὶ πνεύμονος ἀνενεχθῆναι ἰδίως, οὐδὲν ἔχοντι τῶν ποδηγησάντων τὰ στύφοντα καὶ γλίσχρα. πρὸς τούτοις γὰρ ἔτι καὶ μέλιτος οὐδὲν ὅλως αὐτῷ προσ‐ έθηκεν ὁ συνθεὶς, ἀλλὰ δι’ ὕδατος ὀμβρίου, στυπτι‐
10κήν τινα καὶ αὐτοῦ δύναμιν ἔχοντος. ἥ τε σύνθεσις αὐτοῦ καὶ ἡ δόσις, ὥστε πρὸς τὰς ἐκ στομάχου καὶ γαστρὸς ἀνα‐ γωγὰς τοῦ αἵματος ἁρμόσαι. εἰ δὲ δυνατόν ἐστι καὶ ἐκ νή‐ στεως ἀνενεχθῆναί τι διὰ ναυτίας, καὶ πρὸς τοῦτο γενήσεται χρήσιμον. ἔμπαλιν δὲ τῷ προγεγραμμένῳ φαρμάκῳ τὸ πέμ‐
15πτον τῇ τάξει γεγραμμένον καὶ τὸ ἔνατον ἔχει σύνθεσιν, ἐπιμεμιγμένου αὐτοῖς κινναμώμου καὶ πεπέρεως καὶ κόστου
καὶ σμύρνης. τὰ δὲ ἄλλα πάντα μέσα πως τούτων ἐστὶ,81 in vol. 13

13

.

82

μήτ’ ἀκριβῶς στύφοντα κατὰ τὴν ὅλην σύνθεσιν, οὔτ’ ἰσχυρῶς τοῖς θερμαίνουσι κεχρημένα. τὸ δὲ ὄπιον καὶ ὑοσκύαμον καὶ τὸ τοῦ κωνείου σπέρμα μάλιστα μὲν ἐν τοῖς ὑπὸ βηχὸς σπαραττομένοις ἢ διὰ κατάῤῥουν ἢ ἄλλως ἐστὶν ἐπιτήδεια
5καὶ πᾶσι δὲ τοῖς ὁπωσοῦν αἱμοπτυϊκοῖς· ὥστ’ ἔξεστιν αὐτὰ μιγνύναι καὶ τοῖς ἐκ τῶν θρεπτικῶν ὀργάνων ἀνάγουσι τὸ αἷμα καὶ τοῖς ἐκ τῶν πνευματικῶν. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς αἱμοπτυϊκοὺς, αὐτοῖς ὀνόμασιν.] Πρὸς αἵματος ἀναγωγήν. συμφύτου
10ῥίζης γο στʹ. βαλαυστίου ὁλκὰς δύο ἢ 𐅻 αʹ. ὕδατος ξε. αʹ. ἕψε εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τούτῳ ἀμύλου ὁλκὴν ἢ 𐅻 αʹ. κόμμεως Θηβαϊκοῦ τὸ ἴσον καὶ δίδου πίνειν. ἄλλο. σικύων ἡμέρων λίτραν αʹ. εἰς λεπτὰ κατα‐ τέμνων καὶ ὕδατος ποτίμου ἐπιβάλλων ξε. αʹ. ἕψε εἰς τὸ γʹ.
15καὶ τὸ ὑγρὸν ἐκθλίψας τούτῳ κατάπασσε γῆς Σαμίας 𐅻 αʹ 𐅶ʹʹ. καὶ δίδου πίνειν.
[Χαριξένους φάρμακον ἐπιτετευγμένον.] Πολυγόνου82 in vol. 13

13

.

83

ῥίζης χειροπληθὲς, συμφύτου ῥίζης τὸ ἴσον, ῥοῦ ἐρυθροῦ ὀξύβαφον, ὕδατος ξε. γʹ. ἕψε εἰς τὸ γʹ. καὶ τὸ ὑγρὸν ἐκ‐ θλίψας δίδου κύαθον καὶ κόμμεως λειοτάτου 𐅻 αʹ. [Ἀῤῥαβιανοῦ τὸ λεγόμενον Ποντικόν.] Ἄρκου στα‐
5φυλῆς λίτρας ιστʹ. ὕδατος ὀμβρίου ξε. ιστʹ. ἕψε εἰς τὸ τρί‐ τον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο. μόρων ἐρυ‐ θρῶν μηδέπω πεπείρων λίτρας ιστʹ. ὕδατος ὀμβρίου ξε. ιστʹ. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου. ἄλλο. κράνου καρποῦ λίτρας ιστʹ. ὕδατος ὀμβρίου ξε. ιστʹ. ποίει
10ὡσαύτως. ἄλλο. φοινικοβαλάνων Θηβαϊκῶν λίτρας ιστʹ. ὕδατος ὀμβρίου ξε. ιστʹ. ἕψε εἰς τὸ τρίτον καὶ τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τοῖς ἀποτεθλιμμένοις, καὶ πάντα μίξας ἕψε εἰς τὸ τρίτον καὶ εἰς ἄγγος κεραμεοῦν βαλὼν ἀπόθου. ἐκ τούτου δίδου κύαθον ἕνα πρὸ τροφῆς, τὸ φάρμακόν ἐστι
15σφόδρα καλὸν καὶ παλιγγενεσίας κωλυτικόν. δεῖ μέντοι ἕκα‐ στον ἰδίῳ σκευάζειν καιρῷ καὶ πρὸς τὴν τοῦ φαρμάκου σκευ‐
ασίαν ἀποτίθεσθαι. περὶ ἄρκου στυφυλῆς. ἡ δὲ λεγομένη83 in vol. 13

13

.

84

ἄρκου σταφυλὴ ἐν Πόντῳ γίνεται, φυτόν ἐστι χθαμαλὸν καὶ θαμνῶδες. φύλλα δὲ ἔχει ὅμοια μεμαικύλῳ, καρπὸν φέ‐ ρει ἐρυθρὸν καὶ στρογγύλον, αὐστηρὸν τῇ γεύσει, τοῦτον καλοῦσιν ἄρκου σταφυλήν.
5 [Καταπότιον αἱμοπτυϊκοῖς.] Φλοιοῦ λιβάνου, γῆς Σαμίας, ἀμύλου ἀνὰ 𐅻 δʹ. κόψας καὶ σήσας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἓν καὶ ὕδατος ψυχροῦ κύαθον αʹ. ἄλλο. βαλαυστίου, γῆς Σαμίας, φλοιοῦ λιβάνου, κόμμεως, ἑκάστου τὸ ἴσον, κόψας καὶ σήσας δίδου καθὰ προείρηται.
10 [Πρὸς αἵματος ἀναγωγὴν Ἀμαράντου, ἐκλει‐ κτὸν φάρμακον ἐπιτετευγμένον.] Οἴνου Φαλερίνου ξε. αʹ. μέλιτος Ἀττικοῦ λίτραν αʹ. βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ ἀνακόψας καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ ὅταν σχῇ ἀρτη‐ ριακῆς τὸ πάχος, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι καὶ τούτῳ
15κεκομμένα καὶ σεσησμένα ἐπίβαλλε κόμμεως κοχλιάρια δʹ. βα‐ λαυστίου, λιβάνου, γῆς Σαμίας ἀνὰ 𐅻 βʹ. καὶ πάλιν ἐπι‐
θεὶς εἰς τὸ πῦρ καὶ θερμάνας ἀπόθου καὶ δίδου ὁμοίως84 in vol. 13

13

.

85

καθὰ προείρηται. ἄλλη, Ὠριγενείας. γεντιανῆς χυλοῦ, συμ‐ φύτου χυλοῦ, βαλαυστίου, ἑκάστου ἀνὰ 𐅻 ηʹ. κρόκου, σμύρ‐ νης, γλυκυῤῥίζης χυλοῦ ἀνὰ 𐅻 δʹ. προτρόπου ἢ Θηραίου ἢ Σκυβελίτου ξε. στʹ. σκεύαζε καὶ δίδου καθὰ προείρηται.
5 [Καταπότια πρὸς αἵματος ἀναγωγὴν ἀνώδυνα, οἷς ἐχρήσατο Χαριξένης.] Ὑποκυστίδος χυλοῦ, βαλαυστίου, ὀπίου ἀνὰ 𐅻 δʹ. ἀναλάμβανε οἴνῳ μυρτίτῃ καὶ ποίει κατα‐ πότια καὶ δίδου τὸ πλῆθος τριώβολον. ἐν ἄλλαις γραφαῖς ἔχει ὀπίου 𐅻 βʹ. ἄλλο. ὑποκυστίδος χυλοῦ, ἀκακίας χυ‐
10λοῦ, ῥοὸς Συριακοῦ χυλοῦ ἀνὰ 𐅻 δʹ. βαλαυστίου, ὀπίου, κόμμεως ἀνὰ 𐅻 δʹ. οἴνου μυρτίτου τὸ αὔταρκες. ἡ χρῆσις δεδήλωται. [Τροχίσκος αἱμοπτυϊκὸς, φάρμακον ἐπιτετευγμένον, ἐπι‐ γράφεται τὸ τρυφερόν.] Ἀμύλου, βαλαυστίου, γῆς Σα‐
15μίας, ὑποκυστίδος χυλοῦ, κόμμεως, κρόκου, ὀπίου ἀνὰ δρα‐ χμὰς δʹ. χυλῷ ἀρνογλώσσου δίδου ἀνὰ 𐅻 αʹ. τὸ ὑγρὸν κα‐
τάλληλόν ἐστι τῇ διαθέσει. ἄλλο. ἀμύλου 𐅻 δʹ. γῆς Σα‐85 in vol. 13

13

.

86

μίας, ὑποκυστίδος ἀνὰ 𐅻 βʹ. ὀπίου, κρόκου, βαλαυστίου, τραγακάνθης ἀνὰ 𐅻 αʹ. χυλοῦ ἀρνογλώσσου. [Τροχίσκος ὁ δι’ ἠλέκτρου. ποιεῖ αἱμοπτυϊκοῖς, βήτ‐ τουσι χρονίως καὶ προσφάτως, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊ‐
5κοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἐμπνευματουμένοις. ἔστι δὲ καὶ ὠτικὴ ἀγαθή.] Ψυλλίου καθαροῦ 𐅻 μεʹ. ἴρεως Ἰλ‐ λυρικῆς, μαστίχης, ἠλέκτρου ῥινήματος, κρόκου ἀνὰ 𐅻 λʹ. ὀπίου 𐅻 ιεʹ. τὸ ψύλλιον βαλὼν εἰς θερμὸν ὕδωρ ἔα βρέχε‐ σθαι καὶ ὅταν γλίσχρον καὶ κολλῶδες γένηται τὸ ὕδωρ,
10ἔκθλιβε τὸ ὑγρόν· ἐκ τούτου σκευάσας τὸ φάρμακον ἀνά‐ πλαττε τροχίσκους καὶ δίδου τριώβολον εἰς ὕπνον ἀπερχο‐ μένοις. ἔστω δὲ τοῦ ὕδατος ξε. γʹ. ἐν ἄλλαις γραφαῖς ἐμβρέ‐ χεται τὸ ψύλλιον ἐπὶ ἡμέρας γʹ. εἶθ’ ἕψεται ἕως ἀναβράσῃ τρὶς, εἶτα αἴρεται ἀπὸ τοῦ πυρὸς καὶ πάλιν ἐᾶται ἐπὶ τρεῖς
15ἡμέρας, καὶ τότε τὸ ὑγρὸν χωρίζεται πρὸς τὴν τοῦ φαρμά‐ κου σκευασίαν.
[Ὁ τοῦ Νεαπολίτου τροχίσκος, ποιεῖ αἱμοπτυϊκοῖς,86 in vol. 13

13

.

87

ἐμπυϊκοῖς, φθισικοῖς, ῥευματικαῖς διαθέσεσιν.] Ὑοσκυ‐ άμου λευκοῦ σπέρματος, μανδραγόρου χυλοῦ ἀνὰ 𐅻 εʹ. λι‐ βάνου ἄῤῥενος, ὀπίου Σπανοῦ, στύρακος, πυτίας νεβροῦ ἀνὰ 𐅻 ιʹ. μαστίχης 𐅻 κʹ. ἠλέκτρου ῥινήματος, ἴρεως Ἰλλυρικῆς,
5κρόκου ἀνὰ 𐅻 λʹ. ψυλλίου 𐅻 μεʹ. ὕδατος ξε. γʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ὁ διὰ τοῦ κοραλλίου, ὡς Νικήρατος. κοραλλίου, γῆς Σαμίας ἀνὰ 𐅻 ηʹ. βαλαυστίου, ἀμύλου, Λημνίας ἀνὰ 𐅻 δʹ. ὑοσκυάμου λευκοῦ σπέρματος, ὀπίου, ὑποκυστίδος ἀνὰ 𐅻 βʹ. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου καὶ
10ἀνάπλαττε τροχίσκους καὶ δίδου. [Διοκλέους Χαλκηδονίου.] Κοραλλίου 𐅻 ηʹ. ὑποκυστίδος χυλοῦ, βαλαυστίου, ἀκακίας χυλοῦ, ῥοῦ Πον‐ τικοῦ, γῆς Σαμίας, ὀπίου, λιβάνου, συμφύτου χυλοῦ, ἑκάστου ἀνὰ δραχμὰς βʹ. χυλοῦ ἀρνογλώσσου.
15 [Τὸ Ἀφροδισιακὸν κλείδιον, φάρμακον ἐπιτετευγμένον, ποιεῖ αἱμοπτυϊκοῖς, κοιλιακοῖς, δυσεντερικοῖς καὶ τοῖς τὸν στόμαχον ῥευματιζομένοις.] Κυτίνων, ἀκάνθης Αἰ‐
γυπτίας, βαλαυστίων, ὑποκυστίδος χυλοῦ, ἀκακίας χυλοῦ87 in vol. 13

13

.

88

ἀνὰ 𐅻 στʹ. λυκίου, ῥᾶ Ποντικοῦ, ὀπίου ἀνὰ 𐅻 δʹ. σμύρ‐ νης 𐅻 βʹ. κόψας καὶ σήσας ἐπιμελῶς, ἀναλάμβανε μύρτων ἀφεψήματι καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου πρὸς δύνα‐ μιν μετὰ ἀφεψήματος ῥόδων ἢ μύρτων ἢ ὕδατος ψυχροῦ,
5σπόγγοις ἔξωθεν χρώμενος ὀξυκράτῳ δεδευμένοις. ὅταν δὲ ἐπιστῇ τὸ ῥεῦμα, ἐπίχριε τὸ στῆθος ἢ τοὺς ῥευματισθέντας τόπους, ὀμφακίῳ ὄξει διαλελυμένῳ, χλιανθέντι ἐπιποσὸν ἐπὶ θερμοσποδίας ἄχρι συστάσεως. [Φιλίππου φάρμακον ἐπιτετευγμένον, δυσεντερικοῖς καὶ
10αἱμοπτυϊκοῖς.] Βαλαυστίου, ἀκακίας, ὑποκυστίδος χυλοῦ, ὀπίου, ῥοῦ, λιβάνου, σμύρνης, κρόκου, κηκίδος, λυκίου, ἀλόης, ῥᾶ Ποντικοῦ, μύρτων μελάνων, σιδίων ἀνὰ 𐅻 δʹ. ἀναλάμ‐ βανε οἴνῳ Ἰταλικῷ καὶ ποίει τροχίσκους τριωβολιαίους, δί‐ δου ἀπυρέτοις μετ’ οἴνου, πυρέττουσι μεθ’ ὕδατος.
15 [Ἀνώδυνοι τοῖς φθινώδεσιν ἁρμόττουσαι καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ ἄλλοις τισὶν ἄνευ τῶν κωλικῶν.]
Ἐπὶ μὲν τῶν αἷμα ἀναγόντων, μηδέπω δὲ ἀκριβῶς ἐχομένων88 in vol. 13

13

.

89

φθόῃ τὸ γένος τοῦτο τῶν ἀνωδύνων φαρμάκων, οἱ πρὸ ἡμῶν συνέθεσαν ἁρμόττον καὶ τοῖς ἀνάγουσιν αἷμα καὶ τοῖς ἅμα τε τοῦτο πάσχουσι καὶ ἤδη φθινώδεσι καὶ πρὸς ἄλλας ὀδύνας τε καὶ διαθέσεις, ὅσαι κατά τε πνεύμονας καὶ ἀρτη‐
5ρίαν καὶ θώρακα καὶ ἄλλα τινὰ μόρια συνίστανται ἄνευ τῶν κωλικῶν. διαφέρουσι γὰρ αὗται τῶν ἰδίως κωλικῶν ὀνο‐ μαζομένων τῇ μίξει τῶν ἀρωμάτων τε καὶ σπερμάτων εὐω‐ δῶν τε καὶ οὐρητικῶν. αἱ γάρ τοι κωλικῶν δυνάμεις σφο‐ δρότεραι τούτων εἰσὶν, ἐπικρατοῦσαν ἔχουσαι τὴν ναρκωτι‐
10τὴν δύναμιν ἐκ τοῦ πλήθους τῶν ψυκτικῶν φαρμάκων, ὁποῖόν ἐστιν ὑοσκυάμου τε σπέρμα καὶ κώνειον καὶ ὁ τῆς μήκωνος ὀπὸς ὅ τε φλοιὸς τῆς ῥίζης τοῦ μανδραγόρου. χρῆσθαι δὲ αὐτοῖς ἐπὶ τῶν κωλικῶν ἀναγκαζόμεθα διὰ τὸ μέγεθος τῆς ὀδύνης.
15 [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι πρὸς τὰς εἰρημέ‐ νας διαθέσεις ἀνώδυνοι.] Ἀνώδυνον πρὸς πάντα τὰ ἐντὸς καὶ πλευρίτιδας, ᾗ χρῶμαι. πάνακος ῥίζης, δαύκου σπέρ‐
ματος ἀνὰ 𐅻 δʹ. καστορίου 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. ὑοσκυάμου89 in vol. 13

13

.

90

σπέρματος, ὀπίου ἀνὰ 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. μέλιτος ἱκανὸν, δίδου τριώβολον, σὺν ὕδατος κυ. γʹ. ἄλλη ἀνώδυνος Μαρ‐ κελλίνου. ἀνίσου 𐅻 βʹ. ὑοσκυάμου σπέρματος 𐅻 βʹ. μη‐ κωνείου 𐅻 αʹ. σελίνου σπέρματος δραχμὰς βʹ. κρόκου τετρώ‐
5βολον, ῥόδων ξηρῶν 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. ἀμώμου 𐅻 αʹ. λεῖα σὺν ὕδατι, ἀνάπλασσε τροχίσκους λβʹ. δίδου εἰς κοίτην σὺν ὕδατος κυ. βʹ. ἢ γʹ. ἄλλη ἀνώδυνος ἡ διὰ σπερ‐ μάτων. σελίνου σπέρματος 𐅻 ηʹ. ἄμμεως 𐅻 ηʹ. ἀνίσου 𐅻 δʹ. μαράθρου 𐅻 δʹ. ὀπίου 𐅻 βʹ. κασσίας μελαίνης 𐅻 βʹ.
10σὺν ὕδατι τροχίσκους ἀνάπλασσε τριωβολιαίους, δίδου μετὰ γλυκέος κοτύλης ἑκκαιδεκάτου ἢ ὕδατος. ἄλλη ἀνώδυνος Ἀχιλλᾶ παρακεντητοῦ. ἀνίσου 𐅻 ηʹ. ἄμμεως 𐅻 ηʹ. μα‐ ράθρου σπέρματος 𐅻 δʹ. σελίνου σπέρματος 𐅻 δʹ. ὀπίου 𐅻 βʹ. νάρδου Ἰνδικῆς 𐅻 βʹ. σμύρνης 𐅻 βʹ. πεπέρεως 𐅻 αʹ. κασ‐
15σίας μελαίνης 𐅻 βʹ. ἀνάπλασσε τροχίσκους τριωβολιαίους, ἵνα ξηρανθέντα ἄγωσιν ὀβολοὺς βʹ. καὶ δίδου ὡς τοὺς λοιπούς. [Ἄλλη ἀνώδυνος, ὡς Ξενοκράτης, ᾗ χρῶμαι μάλιστα
πρὸς στρόφους καὶ δυσεντερικούς.] Σελίνου σπέρματος90 in vol. 13

13

.

91

𐅻 βʹ. ἀνίσου 𐅻 αʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. σμύρνης τετρώ‐ βολον, καστορίου τετρώβολον, ὀπίου τριώβολον, κρόκου τριώ‐ βολον, γεντιανῆς 𐅻 βʹ. ἀνάπλασσε τροχίσκους τριωβολιαίους καὶ δίδου ποικίλως.
5 [Ἄλλη σφραγὶς ἀνώδυνος, ξηραντικὴ ῥευμάτων καὶ στρόφων καὶ βηχῶν, ᾗ χρῶμαι.] Σμύρνης 𐅻 εʹ. οἱ δὲ 𐅻 στʹ. μανδραγόρου φλοιοῦ 𐅻 δʹ. ὀποῦ μήκωνος 𐅻 εʹ. ὑοσκυάμου σπέρματος 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. λιβάνου 𐅻 εʹ. κρόκου 𐅻 εʹ. οἴνῳ ἀναλάμβανε, δίδου πρὸς δύναμιν, τοῖς μὲν κυάμου Αἰ‐
10γυπτίου τὸ μέγεθος, τοῖς δὲ ὀβολοὺς βʹ. [Ἄλλη, ὁ ἀστὴρ ἀνώδυνος, ᾗ χρῶμαι πρὸς πᾶν ῥεῦμα, ἀλγήματα καὶ πάντα τὰ ἐντὸς καὶ κατάῤῥους καὶ κύστιν καὶ πνίγας, ῥοῦν γυναικεῖον, στόμαχον ῥευματιζόμενον, δυσ‐ εντερικοὺς, αἷμα ἀνάγοντας καὶ ἀνιεμένους.] Κρόκου
15τριώβολον, ὑοσκυάμου σπέρματος 𐅻 στʹ. σελίνου σπέρματος 𐅻 στʹ. ἀνίσου 𐅻 δʹ. στύρακος 𐅻 δʹ. δαύκου σπέρματος 𐅻 δʹ. καστορίου 𐅻 βʹ. ὀπίου 𐅻 γʹ. σμύρνης 𐅻 βʹ. τινὲς καὶ μαν‐
δραγόρου χυλοῦ 𐅻 δʹ. ὡς δὲ Ξενοκράτης, καὶ πεπέρεως λευ‐91 in vol. 13

13

.

92

κοῦ δραχμὰς στʹ. ἐν ὕδατι τροχίσκους τριωβολιαίους, δίδου σὺν ὕδατι. [Ἄλλη ἀνώδυνος Λυκομήδου ἀναξηραντικὴ, πρὸς κα‐ τασταγμοὺς ἀρτηρίας καὶ ῥευματισμοὺς ὀφθαλμῶν.] Ὑοσ‐
5κυάμου σπέρματος 𐅻 βʹ. σελίνου σπέρματος δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. ἀνίσου 𐅻 αʹ. κρόκου ὀβολοὺς δʹ. ῥόδων ξηρῶν δραχμὰς βʹ. σμύρνης 𐅻 αʹ. οἱ δὲ δραχμὰς βʹ. σὺν ὕδατι ἀνα‐ λάμβανε τροχίσκους τριωβολιαίους, χρῶ ὡς τῇ τριγώνῳ. [Ἄλλη ἀνώδυνος ξηραντική. ποιεῖ δὲ καὶ πρὸς αἱμο‐
10πτυϊκοὺς καὶ κοιλιακοὺς, δυσεντερικοὺς καὶ ῥήγματα καὶ σπάσματα.] Ἀνίσου δραχμὰς δʹ. σελίνου σπέρματος δρα‐ χμὰς δʹ. ὀπίου δραχμὰς δʹ. κρόκου 𐅻 αʹ. ὑοσκυάμου σπέρ‐ ματος 𐅻 δʹ. στύρακος 𐅻 αʹ. σχοίνου ἄνθους 𐅻 αʹ. βαλαυ‐ στίου τετρώβολον, οἱ δὲ δραχμὰς ζʹ. ῥόδων φύλλων 𐅻 αʹ.
15νάρδου Ἰνδικῆς τετρώβολον, ὕδατι ἀνάπλαττε τροχίσκους δυοβολιαίους. δίδου μετ’ οἴνου ἢ ὕδατος ἢ προτρόπου. ἄλλο ἀνώδυνον πότιμα, ᾧ χρῶμαι, παρὰ Ῥούφου. μανδραγόρου
φλοιοῦ δραχμὰς δʹ. λιβάνου δραχμὰς εʹ. πεπέρεως λευκοῦ92 in vol. 13

13

.

93

δραχμὰς βʹ 𐅶ʹʹ. κρόκου δραχμὰς εʹ. ὑοσκυάμου σπέρματος δραχμὰς δʹ. ὀποῦ μήκωνος 𐅻 εʹ. σμύρνης δραχμὰς εʹ. νάρ‐ δου τριώβολον, κασσίας μελαίνης δραχμὰς δʹ. λεῖα ποιήσας ἀναλάμβανε γλυκεῖ τροχίσκους ἀνὰ 𐅻 αʹ. καὶ ἀπόθου μὴ
5νοτίδα λάβῃ, δίδου σὺν ὕδατι θερμῷ κυάθοις δυσὶν, χολε‐ ριῶσιν ὕδατι ψυχρῷ. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντὸς, ᾗ χρῶμαι. κασσίας μελαίνης, σμύρνης, ὀπίου, στύρακος, κρόκου ἀνὰ 𐅻 αʹ. τινὲς ἀνὰ δραχμὴν αʹ. καὶ τριώβολον, ἀνάπλαττε τροχίσκους τριωβολιαίους ἢ δυοβολιαίους.
10δίδου δὲ πυρέσσουσι σὺν ὕδατι, ἀπυρέτοις ἐν οἴνῳ, ἡπατικοῖς ἐν ὑδρομέλιτι καὶ πλευριτικοῖς. ἐνεργεῖ δὲ καὶ πρὸς βῆχα. ἄλλη ἡ τρίγωνος ἀναξηραντικὴ ἀνώδυνος. ὑοσκυάμου σπέρματος 𐅻 δʹ. σελίνου σπέρματος 𐅻 δʹ. ἀνίσου 𐅻 βʹ. ὀπίου 𐅻 βʹ. ἀνάπλαττε τροχίσκους σὺν ὕδατι καὶ δίδου σὺν ψυ‐
15χρῷ πρωῒ καὶ ὀψίας ἕνα καὶ ἕνα. ἄλλη ἀνώδυνος θαυμαστὴ Ἀσκληπιάδου πρὸς πάντα τὰ ἐντός. σεσέλεως, χαμαιπί‐ τυος, βηχίου βοτάνης, πηγάνου ἀγρίου σπέρματος, δαύκου
σπέρματος ἀνὰ 𐅻 στʹ. ὑοσκυάμου σπέρματος, ὀπίου ἀνὰ 𐅻 ηʹ.93 in vol. 13

13

.

94

καστορίου 𐅻 κεʹ. ῥᾶ Ποντικοῦ 𐅻 ιδʹ. μέλιτι ἀναλάμβανε. ἄλλη ὡς Χαρικλῆς. τορδύλου 𐅻 ηʹ. χαμαιπίτυος 𐅻 ηʹ. ῥᾶ Πον‐ τικοῦ 𐅻 στʹ. καστορίου 𐅻 ιβʹ 𐅶ʹʹ. βηχίου 𐅻 ηʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 ηʹ. δαύκου σπέρματος 𐅻 ηʹ. ὀπίου 𐅻 δʹ. ὑοσκυ‐
5άμου σπέρματος 𐅻 δʹ. κρόκου 𐅻 εʹ. τινὲς βάλλουσι μέλι Ἀττι‐ κόν. ἄλλη ἀνώδυνος, ἰουκούνδα λεγομένη, ποιεῖ καὶ πρὸς φθι‐ σικευομένους καὶ ἐμπνευματουμένους. Ἰλλυρίδος 𐅻 λʹ. ἠλέκτρου, κρόκου, μαστίχης Χίας ἀνὰ 𐅻 λʹ. ψυλλίου 𐅻 μεʹ. ἢ λʹ. ὀποῦ μήκωνος 𐅻 ιεʹ. ὕδατι ὀμβρίῳ ἀνάπλασσε
10τροχίσκους ἀνὰ 𐅻 αʹ. καὶ τριώβολον δίδου, τὸ ψύλλιον ἀπό‐ βρεχε ἡμέραν καὶ νύκτα ὕδατι ὀμβρίῳ, εἶτα ἀφεψήσας ἀπό‐ θλιβε μετὰ τῶν λοιπῶν καὶ οὕτω μίγνυε. ἄλλο ἀνώδυνον πότιμα ἐκ τῶν Ἀφρόδα, πρὸς πάντα πόνον ἐν νεύροις, ὑστέραις, ἰσχιαδικοῖς. ὀποῦ μήκωνος 𐅻 αʹ. ὀποβαλσάμου
15𐅻 αʹ. ἢ τοῦ καρποῦ 𐅻 αʹ. ὀβολοὺς βʹ. σμύρνης, ὑοσκυά‐ μου σπέρματος, καστορίου, στύρακος ἀνὰ 𐅻 αʹ. γλυκεῖ ἀνα‐ λάμβανε, ὀβολὸν αʹ. καὶ ἡμιόβολον δίδου μεθ’ ὕδατος θερ‐
μοῦ κυάθων βʹ. ἢ τριῶν.94 in vol. 13

13

.

95

[Ἄλλο ἀνώδυνον καταπότιον, ἐκ τῶν Ἀφρόδα πρὸς πάντα τὰ ἐντὸς καὶ πρὸς τεταρταίους, ἐν τοῖς ἀνὰ μέσον ἀσιτοῦσιν, εἶτα λαμβάνεται. ποιεῖ καὶ πρὸς τοὺς λιθιῶντας καὶ δυσεντερικοῖς καὶ στομαχικοῖς καὶ τοῖς ἤδη ἀπειρηκόσι
5καὶ ἀσωμένοις καὶ ὀφθαλμικοῖς λίαν καλόν.] Ὑοσκυάμου σπέρματος, ἀνίσου, στύρακος ἀνὰ 𐅻 δʹ. κρόκου, ὀπίου ἀνὰ 𐅻 γʹ. καστορίου 𐅻 βʹ. ἀνάπλασσε ἐν ὕδατι κυάμου Αἰγυ‐ πτίας τὸ μέγεθος, δίδου μεθ’ ὕδατος κυάθων δύο. ἄλλη ἀνώδυνος πρὸς πάντα τὰ ἐντός. σελίνου σπέρματος 𐅻 βʹ.
10ἀνίσου 𐅻 βʹ. πεπέρεως μακροῦ 𐅻 αʹ. καὶ μέλανος 𐅻 αʹ. κα‐ στορίου τετρώβολον, σμύρνης, ὀπίου ἀνὰ τετρώβολον, πά‐ νακος, γεντιανῆς ἀνὰ τετρώβολον, κινναμώμου τριώβολον, γλυκέος χυλοῦ τριώβολον, ἀνάπλασσε τροχίσκους τριωβολι‐ αίους, δυσεντερικοῖς 𐅻 αʹ.
15 [Ἄλλη πότιμα πρὸς πάντα τὰ ἐντὸς καὶ αἵματος ἀνα‐ γωγὴν, ὅθεν ἂν φέρηται, κᾂν ἐκ τραύματος διδόμενον ἔν τισι,
ποιεῖ καὶ πρὸς νεφριτικοὺς καὶ ἡπατικούς. ταύτην μὴ πρό‐95 in vol. 13

13

.

96

τερον δίδου, ἐὰν μὴ τὸν μισθὸν παραλάβῃς.] Κινναμώμου, κασσίας ἀνὰ 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. καὶ μακροῦ 𐅻 αʹ. χαλβάνου 𐅻 αʹ. ὀπίου 𐅻 βʹ. λεῖα σὺν μέ‐ λιτι ὀλίγῳ, ποιεῖ ἃ μὲν ἡλίκα κυάμου, ἃ δὲ ἡλίκα ἀράκου,
5δίδου πρὸς δύναμιν μεθ’ ὕδατος ἢ ὡς δοκεῖ σοι ἐπίκρινε. ἄλλη ἀνώδυνος Κρατεροῦ πρὸς φθισικευομένους καὶ αἷμα ἀνάγοντας. σμύρνης 𐅻 στʹ. μανδραγόρου 𐅻 δʹ. ὑοσκυάμου σπέρματος 𐅻 δʹ. ὀπίου 𐅻 εʹ. κρόκου, λιβάνου ἀνὰ 𐅻 εʹ. ῥήου 𐅻 εʹ. κωνείου σπέρματος, στύρακος ἀνὰ 𐅻 εʹ. ἀνα‐
10λάμβανε οἰνομέλιτι. [Ἄλλη ἀνώδυνος τὸ μυστήριον, ὡς Νικήρατος, πρὸς φθισικοὺς, βηχικοὺς, κοιλιακοὺς, δυσεντερικοὺς, καταῤῥοιζο‐ μένους, παραχρῆμα ὠφελεῖ.] Κόστου, κρόκου, καστορίου, ἀσάρου, ὑοσκυάμου σπέρματος, ὀπίου, στύρακος ἀνὰ δρα‐
15χμὴν αʹ. ἔνιοι ὑοσκυάμου τὸ ἥμισυ, μέλιτι ἀναλαβὼν χρῶ. ἄλλη ἀνώδυνος πρὸς κατάῤῥουν ἁρμόζουσα. ὑοσκυ‐ άμου σπέρματος, μήκωνος ὀποῦ, ἀμύλου ἀνὰ 𐅻 βʹ. ἀνίσου
𐅻 αʹ. ναρδοστάχυος 𐅻 αʹ. κρόκου 𐅻 αʹ. μίλτου Σινωπικοῦ96 in vol. 13

13

.

97

τριώβολον ἢ Λημνίας 𐅻 αʹ. ποίει τροχίσκους λʹ. δίδου δύο εἰς νύκτα σὺν ὕδατι. [Τὰ ὑπ’ Ἀσκληπιάδου γραφέντα περὶ τῶν αὐτῶν δια‐ θέσεων.] Ἐκλεικτὸν φάρος καλούμενον. οἴνου ξε. 𐅶ʹʹ. πρα‐
5σίου χλωροῦ ἀφεψήματος ξε. αʹ. ταῦτα βαλὼν εἰς ἄγγος ὑε‐ λοῦν βρέχεσθαι ἔα νύκτα καὶ ἡμέραν. τῇ δ’ ἐπιούσῃ μά‐ λασσε τὸ φάρμακον, ὥσπερ τὸν χόνδρον βρέχομεν, καὶ ὅταν παντελῶς διαλυθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν λίπος τι καὶ θεὶς ἐπὶ πυρὸς ἕψε κινῶν συνεχῶς καὶ ὅταν
10συστραφῇ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἐκ τούτου δίδοται μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφὴν τὸ ἴσον. ἄλλο. πρασίου τῶν ἁπαλωτάτων φύλλων χειροπληθὲς ὕδατος ὅσον ἐξαρκεῖ. ταῦτα βαλὼν εἰς ἄγγος κεραμεοῦν ἕψε, καὶ ὅταν δια‐ λυθῇ, ἐξελὼν τρῖβε καὶ τῷ ἀφεψήματι διαλύσας πάλιν ἕψε
15καταπάσσων γύρεως ὀξύβαφον καὶ λίπους ἰοῦ κατειργασμέ‐ νου ἐπιβαλὼν γο γʹ. καὶ ὅταν ἑψόμενα καλῶς ἔχῃ, ὥσπερ
τὰ λοιπὰ ῥοφήματα, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ἁλῶν ὀλί‐97 in vol. 13

13

.

98

γων καταπάσας, δίδου ῥοφῆσαι, πλεῖον ῥοφούμενον μᾶλ‐ λον ὠφελεῖ. [Ἄλλο Νικηράτου. ποιεῖ ἐμπυϊκοῖς, δυσπνοϊκοῖς, βήτ‐ τουσι χρονίως, γλίσχρον καὶ κολλῶδες ἀνάγουσι καὶ ταῖς
5μετὰ τόκον καθαιρομέναις, κατάγει γάλα. ποιεῖ καὶ νηπίοις ἀτροφοῦσι διδόμενον ταῖς τροφαῖς.] Πρασίου χυλοῦ ξε. στʹ. καλῶς δὲ δεῖ τοῦτο συνάγειν καὶ νεαρὸν κόπτοντας ἐκ‐ θλίβειν, οἴνου Φαλερίνου ξε. αʹ. μέλιτος Ἀττικοῦ τὸ ἴσον, πεπέρεως λευκοῦ, σμύρνης, λιβάνου, ἑκάστου ἀνὰ 𐅻 ηʹ. ἕψε
10τὸν οἶνον καὶ τὸν χυλὸν, καὶ ὅταν τὸ τρίτον λειφθῇ, ἐπί‐ βαλλε τὸ μέλι, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε τὰ ξηρὰ καὶ μίξας ἐπιμελῶς κατέρα εἰς ἀγγεῖον ὑελοῦν καὶ δίδου μύστρον πρὸ τροφῆς. ἄλλο Σκριβωνίου Λάργου. πρασίου χυλοῦ ξε. στʹ. ἀειζώου χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ ξε. δʹ. ἢ
15ἕνα, οἴνου Ἰταλικοῦ ξε. αʹ. πίσσης ὑγρᾶς βρυτίας τὸ ἴσον, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης, λιβάνου, πεπέρεως λευκοῦ, ἑκάστου ἀνὰ 𐅻 ηʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο
φθισικοῖς καὶ ῥευματιζομένοις τὸν θώρακα. σικύου ἡμέ‐98 in vol. 13

13

.

99

ρου σπέρματος λελεπισμένου 𐅻 ηʹ. ἀμύλου 𐅻 δʹ. λινοσπέρ‐ ματος, μήκωνος λευκοῦ σπέρματος ἀνὰ 𐅻 βʹ. κόψας καὶ σή‐ σας ἀναλάμβανε ἀποβρέγματι τραγακάνθης, ποίει τροχίσκους 𐅻 αʹ. ἄγοντας καὶ δίδου τριώβολον, ἀπυρέτοις δι’ οἴνου
5καὶ μύρτου ἀποβρέγματος, πυρέττουσι ῥοὸς χυλῷ. ἄλλο. ἀμύλου 𐅻 δʹ. σικύου ἡμέρου σπέρματος πεφωγμένου, μή‐ κωνος λευκοῦ σπέρματος πεφωγμένου, ἀμυγδάλων κεκαθαρ‐ μένων ἀνὰ 𐅻 βʹ. τραγακάνθης 𐅻 αʹ. καὶ τριώβολον, κρό‐ κου 𐅻 αʹ. ἀναλάμβανε τραγακάνθης ἀποβρέγματι. μετὰ ταῦτα
10καὶ Σκυβελίτου ἀφεψημένῳ καὶ χρῶ ὁμοίως. [Ἄλλο Σκριβωνίου Λάργου καταπότιον, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, ὑμένας ἀνάγει, ἀνακαθαίρει ἱκανῶς. δεῖ δὲ ἐπιμένειν τῷ φαρμάκῳ.] Σαγαπηνοῦ, σμύρνης ἀνὰ 𐅻 βʹ. ὀπίου, καρδαμώμου ἀνὰ 𐅻 δʹ. καστορίου 𐅻 δʹ. πε‐
15πέρεως λευκοῦ τριώβολον, ἀναλάμβανε γλυκεῖ καὶ ποίει κα‐ ταπότια, δίδου δι’ ὕδατος θερμοῦ πίνειν κυάθους γʹ. ἄλλη θεσπεσιανὴ, ἐμπυϊκοῖς, ποιεῖ καὶ πρὸς τὰ ἐν κατακαλύψει
ἀποστήματα. σελίνου σπέρματος, ὀπίου, μελανθίου ἀνὰ99 in vol. 13

13

.

100

𐅻 γʹ. καστορίου 𐅻 βʹ. δαύκου σπέρματος, σίνωνος, ἴρεως, ἑκάστου ἀνὰ 𐅻 στʹ. μέλιτι ἀφεψημένῳ ἀναλάμβανε καὶ δί‐ δου καρύου Ποντικοῦ μέγεθος μεθ’ ὕδατος κυάθων τριῶν. [Ἄλλη Κόσου πρὸς τὰ δυσανάγωγα ὑγρὰ, ἐμπυϊ‐
5κοῖς, περιπνευμονικοῖς. μάλιστα δὲ τοῖς παχέα καὶ κολλώδη ἀνάγουσι χρήσιμός ἐστιν.] Μέλιτος Ἀττικοῦ ἀφεψημένου, ὥστε κολλῶδες γενέσθαι, λίτραν μίαν, πεπέρεως κεκομμένου καὶ σεσησμένου, σμύρνης ἀνὰ γο αʹ. ἀναλάμβανε τὴν σμύρ‐ ναν λεάνας καὶ πέπερι μέλιτι ἑφθῷ καὶ δίδου καρύου Πον‐
10τικοῦ τὸ μέγεθος εἰς καταπότια. ἐν ἄλλαις γραφαῖς ἔχει σμύρνης 𐅻 βʹ. μέλιτος ἑφθοῦ λίτραν αʹ. πεπέρεως γο αʹ. ὀποπάνακος ἀνὰ 𐅻 στʹ. σκεύαζε καὶ δίδου ὁμοίως καθὰ προείρηται. [Τροχίσκος ὁ διὰ τοῦ μανδραγόρου, ἐπιγράφεται σφρα‐
15γίς. ποιεῖ πρὸς αἱμοπτυϊκοὺς, ἀναφορικοὺς, ἐμπυϊκοὺς, ἔστι δὲ καὶ ἀναξηραντικὸς παντὸς ῥεύματος.] Μανδραγόρου ῥίζης φλοιοῦ 𐅻 δʹ. ὑοσκυάμου σπέρματος 𐅻 δʹ. λιβάνου ἄῤ‐
ῥενος, ὀποῦ μήκωνος, κρόκου, σμύρνης ἀνὰ 𐅻 εʹ. λεῖα ποι‐100 in vol. 13

13

.

101

ήσας, ποίει τροχίσκους ὀβολιαίους καὶ δίδου καταλ‐ λήλως ταῖς διαθέσεσιν. ἄλλο Πτολεμαίου γνωρίμου. στύ‐ ρακος, ὀπίου, λιβάνου, κρόκου ἀνὰ 𐅻 εʹ. μανδραγόρου φλοιοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, δαύκου Κρητικοῦ
5ἀνὰ 𐅻 δʹ. κασσίας 𐅻 βʹ. οἴνῳ Ἀμιναίῳ ἀναλάμβανε καὶ δί‐ δου ὀβολὸν μεθ’ ὕδατος θερμοῦ κυάθων βʹ. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. στύρακος 𐅻 στʹ. σμύρνης, ὀπίου, ὑοσκυ‐ άμου σπέρματος, ἐρυσίμου πεφωγμένου ἀνὰ 𐅻 δʹ. μανδρα‐ γόρου φλοιοῦ, ὀποπάνακος ἀνὰ 𐅻 βʹ. πεπέρεως λευκοῦ, νί‐
10τρου ἀφροῦ ἀνὰ 𐅻 αʹ. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος. [Ἄλλη πάγχρηστος λεγομένη, ποιεῖ βήττουσι χρονίως, ἐμπύοις, ὀρθοπνοϊκοῖς, φθοϊκοῖς. ποιεῖ πρὸς ὑποχονδρίων διατάσεις καὶ πρὸς πᾶσαν ἐμπνευμάτωσιν καὶ γυναιξὶν ἔμ‐
15μηνα καὶ ἐγκαταλείμματα ἐκ φθορᾶς ἢ τόκου δεύτερα κα‐ τάγει, ἀπαλλάττει καὶ τὰς περὶ κύστιν διαθέσεις.] Τερ‐ μινθίνης 𐅻 ηʹ. στύρακος 𐅻 στʹ. σμύρνης 𐅻 εʹ. κρόκου, ἴρεως,
χαλβάνης ἀνὰ 𐅻 δʹ. ὑοσκυάμου σπέρματος, μανδραγόρου101 in vol. 13

13

.

102

φλοιοῦ, ἐρυσίμου πεφωγμένου, ὀποπάνακος ἀνὰ 𐅻 βʹ. πεπέ‐ ρεως, ἀφρονίτρου ἀνὰ 𐅻 αʹ. γλυκεῖ ἀναλάμβανε. [Χαριξένους περιπνευμονικοῖς, φθισικοῖς, ἀναφορικοῖς, ἐμπυϊκοῖς, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως.] Σμύρνης, λι‐
5βάνου φλοιοῦ, ἐν ἄλλῳ καὶ ὀπίου καὶ μανδραγόρου, σαγα‐ πηνοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος, ὀποπάνακος, δικτά‐ μνου Κρητικοῦ, πρασίου τῶν σφαιρίων ἀνὰ 𐅻 δʹ. ὕδατι φυ‐ ράσας, ἀνάπλαττε τροχίσκους, δίδου τριώβολον καὶ μελικρά‐ του κυάθους γʹ. ἄλλη Ἀσκληπιάδου ἐπικληθέντος φιλοφυ‐
10σικοῦ φάρμακον ἐπιτετευγμένον. μανδραγόρου φλοιοῦ, σε‐ λίνου σπέρματος ἀνὰ 𐅻 δʹ. σμύρνης, κρόκου, ἀνίσου, δαύ‐ κου σπέρματος, ῥοῦ ἐρυθροῦ τοῦ χυλοῦ, ὑοσκυάμου σπέρ‐ ματος, πεπέρεως λευκοῦ, καστορίου, σαγαπηνοῦ, ὀποπάνα‐ κος ἀνὰ 𐅻 βʹ. μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου πρὸς δύ‐
15ναμιν. τὸ δὲ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει. [Ἀντίδοτος θεσπεσιανὴ, φθισικοῖς, ἀναφορικοῖς, ἐμ‐ πυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις, πρὸ
παντὸς δὲ εὐορέκτους πρὸς τροφήν.] Σελίνου σπέρματος102 in vol. 13

13

.

103

𐅻 ιβʹ. σμύρνης, ἀνίσου, ὀπίου ἀνὰ 𐅻 στʹ. πεπέρεως λευ‐ κοῦ 𐅻 εʹ. πετροσελίνου, νάρδου, πεπέρεως μακροῦ ἀνὰ 𐅻 δʹ. καστορίου, σχοίνου ἄνθους, κρόκου ἀνὰ 𐅻 γʹ. κινναμώμου 𐅻 βʹ. κασσίας ἀρωματιζούσης 𐅻 δʹ. μέλιτι ἑφθῷ ἀναλάμ‐
5βανε καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς νύκτα μεθ’ ὕδατος κυάθων γʹ. [Ἀντίδοτος ἡ Ἀριστάρχου, δύναμις θαυμαστικὴ, ταύ‐ την Παυλίναν ὀνομάζομεν, ποιεῖ αἱμοπτυϊκοῖς, βήσσουσι, φθισικοῖς, ἐμπυϊκοῖς, περιπνευμονικοῖς πρὸς σπάσματα, ῥή‐
10γματα. πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς καὶ πρὸς χολέραν, κοιλιακοῖς, δυσεντερικοῖς, ποιεῖ πρὸς τὰς περὶ κύ‐ στιν διαθέσεις, ὑστερικῶς πνιγομένας. πρὸς τοὺς κατὰ περί‐ οδον πυρετοὺς, πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας διδομένη, ποιεῖ καχεκτικοῖς, ἀτροφοῦσι. πρὸς τὰ θανάσιμα τῶν φαρ‐
15μάκων καὶ τὰς τῶν ἰοβόλων πληγάς.] Κινναμώμου, κό‐ στου, χαλβάνης, καστορίου, ὀποῦ μήκωνος, πεπέρεως μέλα‐ νος καὶ μακροῦ, στύρακος ἀνὰ 𐅻 αʹ. μέλιτος ξε. αʹ. τὰ ξηρὰ
κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, ἡ δὲ χαλβάνη103 in vol. 13

13

.

104

ἕψεται μετὰ μέλιτος. καὶ ὅταν διαλυθῇ, διυλίζεται τὸ μέλι καὶ τούτῳ ἐπιβάλλεται τὰ λοιπὰ καὶ ἀνακόπτεται, εἶτα ἀπο‐ τίθεται εἰς πυξίδα ὑελίνην ἢ ἀργυρὰν καὶ χρώμεθα πρὸς τὰς εἰρημένας διαθέσεις. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος
5μεθ’ ὑδρομέλιτος κυάθων βʹ. ἐπιῤῥαινομένων τῷ δακτύλῳ ὄξους σταγόνων θʹ. [Ἄλλη Ἀντωνίου Μούσα, πανάκεια. ἐχρήσατο Διόγας ἰατραλείπτης. ποιεῖ τοῖς κατὰ περίοδον ὑπὸ ῥίγους ὀχλου‐ μένοις, ἀνασκευάζει χρονίους πυρετοὺς καὶ τὰ λοιπὰ νοσή‐
10ματα, ποιεῖ βήσσουσι χρονίως, φθισικοῖς, ἀναφορικοῖς, ἐμ‐ πυϊκοῖς, δυσπνοϊκοῖς, πρὸς σπάσματα, ῥήγματα, κεχρονισμέ‐ νας ἐμπνευματώσεις. σπληνικοῖς, ὑδρωπικοῖς κεχρονισμένοις, κοιλιακοῖς. κατάγει τοὺς ἐν νεφροῖς λίθους, ἔστι δὲ καὶ διουρητικὴ ἀγαθή. ποιεῖ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγὴν
15καὶ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων καὶ πρὸς πᾶσαν φθο‐ ροποιὸν ὕλην.] Πεπέρεως λευκοῦ ἢ μακροῦ 𐅻 ηʹ. ὑοσ‐ κυάμου λευκοῦ σπέρματος, καρδαμώμου, σμύρνης, λιβάνου
ἀνὰ 𐅻 ιβʹ. ὀπίου, κρόκου ἀνὰ 𐅻 ιʹ. θείου ἀπύρου 𐅻 στʹ.104 in vol. 13

13

.

105

κόστου, ἀριστολοχίας μακρᾶς, μανδραγόρου φλοιοῦ ἢ τῶν μήλων ἢ τῶν φύλλων, εὐφορβίου ἀνὰ 𐅻 γʹ. μέλιτος Ἀττι‐ κοῦ ἀφεψημένου, ὅσον ἐξαρκεῖ. ἡ δόσις τοῖς κατὰ περίοδον ὀχλουμένοις, καρύου Ποντικοῦ τὸ μέγεθος, τοῖς δὲ λοιποῖς
5πρὸς δύναμιν. [Ἄλλη Κερουσιανή. ἐδόθη ὑπὸ Φιλίππου Τραλλια‐ νοῖς. ταύτῃ χρώμενος, φθισικοὺς, ἐμπυϊκοὺς ἀπήλλαττεν.] Πεπέρεως λευκοῦ, ὀποῦ Κυρηναϊκοῦ, Συριακοῦ, ὀποῦ μή‐ κωκος ἀνὰ γο γʹ. σμύρνης, κρόκου, θείου ἀπύρου, ὑοσκυ‐
10άμου λευκοῦ σπέρματος ἀνὰ γο 𐅶ʹʹ. μανδραγόρου μήλων 𐅻 βʹ. καρδαμώμου γο αʹ. μέλιτος Ἀττικοῦ λίτραν αʹ. ἡ δόσις πρὸς δύναμιν καθὰ προείρηται. ὡς ἐν ἑτέρῳ ἀντιγράφῳ ἐγέγρα‐ πτο. πεπέρεως γο γʹ. ὀποῦ Κυρηναϊκοῦ γο αʹ. ὀποῦ μή‐ κωνος γο 𐅶ʹʹ. ὀποῦ Συριακοῦ γο 𐅶ʹʹ. κρόκου γο αʹ. θείου
15ἀπύρου γο 𐅶ʹʹ. σμύρνης γο 𐅶ʹʹ. ὑοσκυάμου λευκοῦ σπέρμα‐ τος, μανδραγόρου μήλων ἀνὰ 𐅻 βʹ. καρδαμώμου γο αʹ. μέ‐ λιτος Ἀττικοῦ λίτραν αʹ. ἡ δόσις πρὸς δύναμιν καθὰ προ‐ είρηται.
[Περὶ ὀρθοπνοίας.] Τοὺς ἄνευ τοῦ πυρέτ‐105 in vol. 13

13

.

106

τειν ἀναπνέοντας πυκνὸν, ὁποῖον οἱ δραμόντες ὠκέως, ἀπὸ τοῦ συμπτώματος ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἀσθμα‐ τικοὺς, τοὺς δ’ αὐτοὺς τούτους ἀφ’ ἑτέρου συμπτώματος ὀρθοπνοϊκοὺς καλοῦσιν, ἐπειδὴ διὰ παντὸς ἀναγκάζονται τὸ
5τοῦ θώρακος σῶμα πᾶν ὄρθιον ἔχειν, φόβῳ τοῦ πνιγῆναι, καὶ τήν γε στρωμνὴν ἐν τοῖς ἄνω μέρεσιν, οἷς ὁ θώραξ ἐπικλίνεται, παρασκευάζουσιν ἑαυτοῖς ὀρθοτέραν, ὅπως μὴ πνιγῶσι κοιμώμενοι. τὸ γὰρ εἰσπνεόμενον αὐτοῖς ἔλαττόν ἐστιν ἢ κατὰ τὴν χρείαν τῆς ἀναπνοῆς, καίτοι διαστελλομέ‐
10νου τοῦ θώρακος ἐπιπλεῖστον, ᾧ καὶ δῆλον ἐντὸς αὐτοῖς στενοχωρίαν γενέσθαι τινὰ παρὰ φύσιν, ἧς ἐναργῶς καὶ οἱ πάσχοντες αὐτοὶ τὴν αἴσθησιν ἔχουσι. γίνεται μὲν οὖν καὶ τοῖς ἐμπυϊκοῖς ὀνομαζομένοις ἡ στενοχωρία, διὰ τὸ με‐ ταξὺ θώρακός τε καὶ πνεύμονος ἠθροισμένον ὑγρόν. γίνεται
15δὲ καὶ τοῖς περιπνευμονικοῖς διὰ τὴν τοῦ πνεύμονος φλε‐ γμονήν. ὑπόλοιποι δέ εἰσι δύο διαθέσεις αἱ στενοχωρίαν ἐργαζόμεναι ταῖς ὁδοῖς τοῦ εἰσπνεομένου πνεύματος, ὅταν
ἤτοι πλῆθος ὑγρῶν παχέων τε καὶ γλίσχρων ἐμπλασθῇ τοῖς106 in vol. 13

13

.

107

βρογχίοις τοῦ πνεύμονος ἤ τις ὄγκος ἀποστηματικὸς ἐν αὐ‐ τῷ συστῇ. καὶ ἥ γε θεραπεία τὸ μέν τι κοινὸν ἔχει τῶν διαθέσεων ἀμφοτέρων, τὸ δέ τι καὶ καθ’ ἕτερον ἴδιον· κοι‐ νὸν μὲν ἐκδαπανῆσαι καὶ ἀναλῶσαι τὴν περιουσίαν τῆς τὰ
5πάθη γεννώσης ὑγρότητος, ἴδιον δὲ τῆς μὲν τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν διὰ τῶν λεπτυνόντων τε καὶ ῥυπτόν‐ των φαρμάκων, τῆς δὲ τῶν ἀποστηματικῶν ὄγκων διὰ τῶν λεπτυνόντων τε καὶ ξηραινόντων, ἥ τις αὖ πάλιν πᾶσι τοῖς ἐν τῷ βάθει τοῦ σώματος ἀποστήμασίν ἐστι κοινή.
10οἴνου μὲν οὖν πόσις ἀμφοτέραις ἁρμόζει λεπτοῦ τῇ συστά‐ σει, τὸ δὲ σύμπαν ποτὸν ὀλίγον μὲν οἷς ἀπόστημά που γίνεται, πολὺ δὲ οἷς ἐμπέφρακται τὰ βρογχία τοῖς γλίσχροις ὑγροῖς καὶ παχέσιν. τὰ γὰρ ἀποῤῥύπτοντα τοὺς τοιούτους αὐτῶν χυμοὺς φάρμακα κινεῖ μὲν ἐξ ἀνάγκης βῆχας, οὐκ
15εὐκόλως δὲ ἀναπτύεται τὸ ἀποῤῥυπτόμενον διὰ τὸ πάχος. ὑγρότητος οὖν αὐτοῖς δεῖ πλείονος, ὡς ἀναφέρεσθαι ῥᾳδίως.
καθάπερ δὲ ἐν τοῖς ἄλλοις φαρμάκοις ἀδιορίστως οἱ πλεῖ‐107 in vol. 13

13

.

108

στοι τῶν ἰατρῶν, οὕτω κᾀν τοῖς πρὸς ταῦτα ἀμφότερα χρησίμοις ἁμαρτάνουσιν. καὶ μὲν δὴ καὶ σύγκειται τινὰ μὲν τῶν φαρμάκων θατέρῳ τῶν παθῶν χρήσιμα, τινὰ δὲ θα‐ τέρῳ, τινὰ δὲ ὡς πρὸς ἄμφω μὲν ἁρμόττειν μετρίως, ἀξιό‐
5λογον δὲ μηδὲν ὠφελεῖν. ἐπισημανοῦμαι δὲ καθ’ ἕκαστον ὧν ἔγραψαν οἱ πρὸ ἐμοῦ φαρμάκων ἀξιολόγων, ὁποῖα τὴν δύ‐ ναμίν ἐστιν, ἀρξάμενος ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμ‐ μένων ἐν τῷ δευτέρῳ τῶν ἐντός. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα δυσπνοϊκοῖς φάρ‐
10μακα.] Ἐκλεικτὸν δυσπνοϊκοῖς Ἀντωνίου Μούσα. ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ξέστην αʹ. ἐμβαλὼν εἰς ἄγγος κεραμεοῦν φρῦγε ἐπ’ ἀνθράκων, λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλάμβανε καὶ δίδου μύστρον ἐκλείχειν πρὸ τροφῆς. ἄλλο. σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε, τούτῳ παραμέτρει μέλιτος
15Ἀττικοῦ τοσόνδε καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ δίδου μύ‐ στρον πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο Χαριξένους.
ὀριγάνου 𐅻 ηʹ. θύμου κόμης, ἴρεως Ἰλλυρικῆς, καλαμίνθης108 in vol. 13

13

.

109

ξηρᾶς, πεπέρεως λευκοῦ, ἀνίσου πεφωγμένου ἑκάστου τοσόνδε, κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, δίδου δὲ καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλο. πε‐ πέρεως λευκοῦ λίτραν αʹ. λιβυστικοῦ γο δʹ. καλαμίνθης ξη‐
5ρᾶς, ἀνίσου πεφωγμένου, γλήχωνος ἀκάρπου ἀνὰ γο γʹ. σε‐ λίνου σπέρματος καὶ θύμου κόμης ἀνὰ γο αʹ. ἀναλάμβανε μέλιτι καὶ σκευάσας χρῶ καθὰ προείρηται. [Πόμα δυσπνοϊκοῖς, Χαρικλέους, φάρμακον ἐπιτετευ‐ γμένον, ὠφελεῖ παραχρῆμα.] Σταφίδος Ῥοδίας, χωρὶς
10τῶν γιγάρτων, ὀξύβαφον, τήλεως πεπλυμένης τὸ ἴσον, ὕδα‐ τος ὀμβρίου ξε. αʹ. ἕψε μέχρι διαλύσεως καὶ τὸ ὑγρὸν διη‐ θήσας ἀπόθου. ἐκ τούτου δίδου θερμαίνων συνεχῶς καὶ καθ’ ἑκάστην ἐπισημασίαν κυάθου τὸ πλῆθος. ἄλλο. ἀβροτόνου μέρη δύο, σταφίδος λιπαρᾶς τὸ ἴσον, πηγάνου
15ἀκρεμόνων μέρος ἓν, ὕδατος ὀμβρίου ξε. γʹ. ἕψε εἰς τὸ τρί‐ τον καὶ τὸ ὑγρὸν ἔκθλιβε, καὶ τούτῳ ἐπιβαλὼν μέλιτος γο ιʹ.
πάλιν ἕψε καὶ δίδου καθὰ προείρηται. καταπότιον δυσπνοϊ‐109 in vol. 13

13

.

110

κοῖς, ἀσθματικοῖς. ἀβροτόνου, πηγάνου ἀκρεμόνων, ἀψιν‐ θίου κόμης ἀνὰ 𐅻 δʹ. κόψας καὶ σήσας, ὄξει φυράσας ποίει καταπότια δεκαδύο καὶ δίδου μετ’ ὀξυμέλιτος. ἄλλο Νικη‐ ράτου. καστορίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου
5ἀνὰ 𐅻 αʹ. ἀψινθίου, κυμίνου Αἰθιοπικοῦ ἀνὰ 𐅻 αʹ. ὄξει φυράσας ἀνάπλαττε καταπότια καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος. [Τὸ διὰ θείου ἀπύρου δυσπνοϊκοῖς.] Ἀνίσου, θείου ἀπύρου ἀνὰ γο γʹ. ἀμμωνιακοῦ θυμιάματος, καστορίου, με‐
10λανθίου ἀνὰ 𐅻 δʹ. ὕδατι διαλύσας, ποίει καταπότια καὶ δί‐ δου ἓν δι’ ὀξυμέλιτος κυάθων τριῶν. ἄλλο. πηγάνου ἀγρίου σπέρματος 𐅻 δʹ. ἀριστολοχίας, ἀβροτόνου, ἀψινθίου, ἀμμωνιακοῦ θυμιάματος, θείου ἀπύρου, ἑκάστου τὸ ἴσον, ὄξει φυράσας ἀνάπλαττε καταπότια ἐρεβίνθου τὸ μέγεθος
15καὶ δίδου δύο μετ’ ὀξυμέλιτος θερμοῦ κυάθων γʹ. ταῦτα πάντα τὰ φάρμακα τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα τοῖς ἰδίως δυσπνοϊκοῖς ὀνομαζομένοις ἁρμόζει. καλοῦσι δὲ οὕτως,
ὅσοις ἐμπέπλησται τὰ βρογχία τοῦ πνεύμονος ὑγρῶν παχέων110 in vol. 13

13

.

111

τε καὶ γλίσχρων, ἐφ’ ὧν, ὡς ἔφην, μετὰ τοῦ τέμνεσθαι καὶ λεπτύνεσθαι τὸ πάχος τε καὶ τὴν γλισχρότητα τῶν χυμῶν ὑγρότητός τι δεῖ προσεῖναι τοῖς φαρμάκοις καὶ τῇ διαίτῃ. τὰ δὲ ἀποστήματα τῶν λεπτυνόντων καὶ ξηραινόντων δε‐
5όμενα χαίρει μάλιστα ταῖς τῶν ἀρωμάτων δυνάμεσιν, ἃς ἐπεδείξαμεν ἁπάσας εἶναι λεπτομερεῖς τε καὶ ξηραντικὰς μετὰ τοῦ θερμαίνειν, ὥστε τοῖς ἰδίως λεγομένοις ὀρθοπνοϊκοῖς τε καὶ ἀσθματικοῖς ἁρμόσει τὰ τέμνοντα φάρμακα χωρὶς τοῦ θερμαίνειν, καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς ὀνίνησιν ὄξος τὸ
10σκιλλητικὸν ὀνομαζόμενον, αὐτή τε ἡ σκίλλα καὶ τὸ διὰ τοῦ τοιούτου ὄξους ὀξύμελι. τῶν δὲ ὑπὸ τῆς ὑδρίας ὄνων μέ‐ μνηται ἐπ’ αὐτῶν ὡς λεπτυντικὴν ἐχόντων καὶ διαφορητι‐ κὴν δύναμιν. ἐκ τίνος δὲ ἐννοίας ἐπὶ τὴν χρῆσιν αὐτῶν ἧκεν οὐκ ἔχω φάναι. καθάπερ δὲ τὸ θερμαῖνον σφόδρα φυλα‐
15κτέον ἐστὶν ἐπὶ τοῦ τοιούτου πάθους, διὰ τὸ τοὺς γλίσχρους τε καὶ παχεῖς χυμοὺς οὐ μόνον οὐδὲν ὀνίνασθαι πρὸς αὐ‐
τῶν, ἀλλὰ καὶ βλάπτεσθαι, τὸν αὐτὸν τρόπον ὅσα ψύχει111 in vol. 13

13

.

112

σφοδρῶς φυλάττεσθαι χρή. παχύνει γὰρ ἅπαντα καὶ συνάγει τοὺς χυμοὺς καὶ δυσαπονίπτους ἐργάζεται, καὶ διὰ τοῦτο καλῶς ἐποίησαν οἱ συνθέντες τὰ τοιαῦτα φάρμακα μήτε μή‐ κωνος ὀπὸν μήτε μανδραγόρου χυλὸν ἢ τῆς ῥίζης φλοιὸν ἢ
5ὑοσκυάμου σπέρμα μίξαντες ἢ κωνείου ἢ ψυλλίου ἢ λινο‐ σπέρμου, πολὺ δὲ μᾶλλον οὐδὲ τῶν στυφόντων τι φαρμά‐ κων. ἐναντιώτατα γάρ ἐστι ταῖς τοιαύταις διαθέσεσιν, ὡς ὁρᾶτε. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα πρὸς τὰς
10τοιαύτας διαθέσεις.] Πρὸς δύσπνοιαν. θείου ἀπύρου δρα‐ χμὴν μίαν, πηγάνου ἀγρίου σπέρματος δραχμὴν μίαν, ἀρι‐ στολόχου, ἀψινθίου, ἀμμωνιακοῦ θυμιάματος, ἀβροτόνου, ἀνὰ 𐅻 δʹ. λεάνας ὄξει ἀνάπλαττε ἡλίκα κύαμος, δίδου πρωῒ τρεῖς καὶ ὀψὲ τρεῖς. ἄλλο πρὸς δύσπνοιαν, ὡς Ἀλκί‐
15μιος. κολοκυνθίδος σαρκὸς τριώβολον, πάνακος τριώβο‐ λον, ἀνίσου ὀβολὸν αʹ. ἀναλάμβανε ὕδατι καταπότια δʹ. καὶ
ξηράνας δίδου ὀβολόν. πρὸ μιᾶς δὲ κενούσθω ἁπλῷ κενώ‐112 in vol. 13

13

.

113

ματι. ἄλλο. κολοκυνθίδος 𐅻 αʹ 𐅶ʹʹ. Ἰλλύριδος 𐅻 βʹ. ὀποπάνακος ῥίζης 𐅻 βʹ. ἀβροτόνου 𐅻 αʹ. νίτρου 𐅻 αʹ. οἱ δὲ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ποίει κυάμου μέγεθος. ἡ δόσις δʹ. διαστήσας ἡμιώριον, δίδου μελικράτου κοτύλης
5𐅶ʹʹ. ἄλλο. νάπυος 𐅻 αʹ. ἁλὸς κοινοῦ τριώβολον, ἐλατη‐ ρίου τριώβολον, οἱ δὲ ὀβολὸν αʹ 𐅶ʹʹ. λεάνας μεθ’ ὕδατος, ἀνάπλαττε τροχίσκους ὀκτὼ παρ’ ἡμέραν μεθ’ ὑδρομέλιτος. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος 𐅻 αʹ. ἀβροτόνου 𐅻 βʹ. θείου ἀπύρου 𐅻 αʹ. σὺν ὕδατι ἀνάπλαττε τροχίσκους καὶ
10δίδου σὺν ὑδρομέλιτι κυάθους τρεῖς. ἄλλο πρὸς ὀρθοπνοϊ‐ κούς. ἐλατηρίου ἡμιωβόλιον, ὄνους τοὺς ἀπὸ τῶν κο‐ πρίων γʹ. λεάνας ὁμοῦ τὸ ἥμισυ δίδου σὺν ὕδατος κυάθῳ ἑνί. ἄλλο, ὡς Φιλῖνος πρὸς ἆσθμα καὶ δύσπνοιαν. καρδαμώμου 𐅻 γʹ. ἴρεως 𐅻 αʹ 𐅶ʹʹ. πάνακος 𐅻 αʹ. 𐅶ʹʹ. κασ‐
15σίας 𐅻 αʹ 𐅶ʹʹ. στρουθίου 𐅻 αʹ 𐅶ʹʹ. στύρακος 𐅻 βʹ. θύμου 𐅻 ηʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 ηʹ. ἀβροτόνου 𐅻 ηʹ. ἀριστολοχίας κληματίδος, θείου ἀπύρου, ἀμμωνιακοῦ θυμι‐
άματος ἀνὰ 𐅻 ηʹ. σὺν ὄξει δριμεῖ, ποιήσας πάχος κηρωτῆς,113 in vol. 13

13

.

114

δίδου κυάμου Αἰγυπτίου μέγεθος ἐν ὕδατος κυάθοις τρισί. πρὸς ὀρθόπνοιαν ὡς Ἀπολλώνιος. σκίλλης μέρος αʹ. θείου ἀπύρου, ἀσφάλτου ἀνὰ μέρος αʹ. ἡ δόσις τριώβολον ἐν ὀξυ‐ μέλιτι. πρὸς ὀρθόπνοιαν παρὰ Σωσικράτους. ὀποπάνακος
5𐅻 αʹ. σμύρνης 𐅻 αʹ. πεπέρεως κόκκους μʹ. πηγάνου δεσμί‐ διον, ὅσον τοῖς δυσὶ δακτύλοις, ποιήσας λεῖα ἀνάπλαττε κα‐ ταπότια εἴκοσι καὶ δίδου πρωῒ ἓν καὶ δείλης ἓν, πυρέσσου‐ σιν ἐν ὕδατος κυάθοις δυσὶν, ἀπυρέτοις μετ’ οἴνου. πρὸς ὀρθόπνοιαν Ἀνδρονίκου. θείου ἀπύρου τριώβολον, ἀμ‐
10μωνιακοῦ θυμιάματος 𐅻 αʹ. ἀνίσου, σμύρνης, καστορίου ἀνὰ 𐅻 αʹ. κυμίνου Αἰθιοπικοῦ 𐅻 αʹ. μεθ’ ὕδατος ἀνάπλασσε τροχίσκους ἀνὰ γράμματα τρία ἢ τέσσαρα, εἰς κοίτην δίδου μεθ’ ὕδατος κυάθων βʹ. πρὸς ὀρθοπνοϊκοὺς, βηχικοὺς, περι‐ πνευμονικοὺς, φθισικευομένους, δυσπνοοῦντας, ἡπατικοὺς,
15ὡς Εὐγένειος. κρόκου 𐅻 ηʹ. μίσυος 𐅻 δʹ. δαφνίδων 𐅻 βʹ. πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ 𐅻 αʹ. ὀπίου 𐅻 γʹ. κόστου τριώβολον, τερμινθίνης ὀβολοὺς εʹ. χαλβάνης τριώβολον, γλυ‐
κείας χυλοῦ ὀβολοὺς δύο κόμμεως ὀβολὸν αʹ. μέλιτος λίτραν 𐅶ʹʹ.114 in vol. 13

13

.

115

δίδου κοχλιάριον ἓν μεθ’ ὕδατος κυάθων δυοῖν ἢ τριῶν· ἐὰν δὲ ἐπείγῃ, καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν. πρὸς ὀρ‐ θοπνοϊκοὺς Οὐάλεντος ὀποπάνακος 𐅻 βʹ. κολοκυνθίδος σαρκὸς 𐅻 αʹ. ἡ τελεία δόσις ἔστω αὕτη. ἄλλη Ὀνήτρου.
5καστορίου 𐅻 αʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 βʹ. τούτου τὸ ἥμισυ διδόσθω μετὰ μελικράτου. πρὸς δύσπνοιαν τὸ τοῦ Ποδανίτου. νάπυος 𐅻 αʹ. ἁλὸς 𐅻 αʹ. νίτρου τριώβολον, ποιήσας ὀκτὼ καταπότια, δίδου εἰς νύκτα δύο καὶ διαλείπων
ἡμέραν, εἶτα καὶ ἓξ δίδου, ἀναλάμβανε ὕδατι.115 in vol. 13

13

.

116

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Θ.
1 Ὅπερ ἀεὶ λέγω καὶ νῦν ἐρῶ, πεπεισμένος ὅτι χαλεπώτατόν ἐστι μεταστῆναι πρὸς τὴν ἀλήθειαν τοὺς φθάσαντας αἱρέσει δουλεύειν. ὅσοι δὲ συνετοί τε ἅμα καὶ ἀληθείας ὄντως φίλοι, τούτους ἐλπίζω φυλάξειν τὰ παρὰ
5τῆς φύσεως ἡμῖν δοθέντα κριτήρια τῶν κατὰ τὸν βίον πρά‐ ξεων, ἐμπειρίαν καὶ λόγον, ἐπ’ ἐνίων μὲν ἴσον ἑκάτερον
συντελοῦν εἰς τὴν τέχνην, ἐπ’ ἐνίων δὲ πλέον θατέρου θά‐116 in vol. 13

13

.

117

τερον, ἀεὶ μέντοι πρὸς τὸ τέλεον ἑκατέρου δεόμενον, οὕτω ποιήσομαι τὸν λόγον. αἱ γάρ τοι ψευδεῖς δόξαι, προκατα‐ λαμβάνουσαι τὰς ψυχὰς τῶν ἀνθρώπων, οὐ μόνον κωφοὺς, ἀλλὰ καὶ τυφλοὺς ἐργάζονται τῶν τοῖς ἄλλοις ἐναργῶς ὁρω‐
5μένων. ὅπερ οὐχ ἥκιστα καὶ περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας παθῶν ἐστι, καὶ μάλισθ’ ὅταν φλεγμαίνῃ. δέονται γὰρ αὗται καὶ αἱ τοῦ ἥπατος φλεγμοναὶ τῆς τῶν στυφόν‐ των παραπλοκῆς. ἐὰν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς, ἀμί‐ κτου τῆς τονωτικῆς δυνάμεως γενομένης, θεραπεύωνται, κίν‐
10δυνον ἐπάγονται περὶ τῆς ζωῆς αὐτῆς, καὶ τοῦτο πάντων μὲν τῶν ἐμπειρικῶν ἰατρῶν ὑπὸ τῆς πείρας δεδιδαγμένων, πάντων δὲ τῶν δογματικῶν ἐπὶ τῶν ἔργων τῆς τέχνης φυ‐ λαττόντων, οὐκ ὀλίγοι τῶν νῦν μεθοδικῶν, οὐ γὰρ δὴ πάντες γε, μυρίοις μὲν αὐτοὶ στομαχικοῖς συγκοπῆς αἴτιοι
15γεγόνασιν, ἅπαντας δὲ τοὺς ἡπατικοὺς ἀναιροῦσιν· οὐδένα γὰρ εἶδον ἐγὼ σωθέντα τῶν εἰς τοιοῦτον ἰατρὸν ἐμπεσόν‐
των. τινὲς δὲ αὐτῶν ὀλίγοι μὲν καταντλοῦσιν ἐλαίῳ, κόμην117 in vol. 13

13

.

118

ἐναποξεννύντες ἀψινθίου καὶ ναρδίνῳ μύρῳ βρέξαντες, ἔριον ἐπιδέουσιν. ἔνιοι δὲ καὶ μαστίχης Χίας μιγνύουσιν ἢ ἀλόης, ἢ μήλινον ἀντὶ νάρδου παραλαμβάνουσιν. ἐπὶ δὲ τῶν πλου‐ σίων γυναικῶν καὶ τὸ καλούμενον ὑπ’ αὐτῶν φουλίατον καὶ
5σπικάτον προσφέρουσι, καὶ ταῦτα ποιοῦντες οἴονται τὴν χα‐ λαστικὴν ἀγωγὴν φυλάττειν, τοσοῦτον αὐτοῖς παρίεστιν ἐμπειρίας φαρμάκων δυνάμεως. εὐξαίμην ἂν πάντας οὕτως ἀμαθεῖς εἶναι μᾶλλον ἢ γινώσκοντας τὰ στύφοντα φυλάτ‐ τεσθαι τὴν χρῆσιν αὐτῶν. ὅσα μὲν οὖν ἐν ἐπιβροχαῖς τε καὶ
10καταπλάσμασι τῶν στυφόντων μίγνυται τοῖς ἧπαρ ἢ στόμα γαστρὸς ἀλγοῦσιν, ὃ δὴ καὶ στόμαχον καλοῦσιν, οὐ τοῦ παρόντος λόγου διελθεῖν· ὅσα δὲ ἐν φαρμάκοις ἐμπλαστοῖς καὶ κηρωτοειδέσιν ἔξωθεν ἐπιτιθεμένοις, ὅσα τε ἐν τοῖς κα‐ ταπινομένοις ἐστὶ χρήσιμα, ταῦτα δηλώσω, τὰ τῶν φλεγμαι‐
15νόντων πρῶτα γράψας, ἐπειδὴ καὶ μάλιστα κινδυνεύουσιν ἐπ’ αὐτοῖς οἱ κάμνοντες. κηρωτὴ μὲν οὖν, ᾗ συνεχῶς
χρῶμαι, δι’ ἀλόης καὶ μαστίχης καὶ κηροῦ Ποντικοῦ τοῦ118 in vol. 13

13

.

119

πικροῦ καὶ ναρδίνου μύρου. συντίθεται δὲ χειμῶνος μὲν εἰς 𐅻 ηʹ. τοῦ κηροῦ γο αʹ. μετρικῆς Ῥωμαϊκῆς ἐμβαλλο‐ μένης τοῦ ναρδίνου μύρου, θέρους δὲ εἰς ζʹ. κατὰ τὴν ἀνα‐ λογίαν τοῦ μύρου. κάλλιστον δὲ εἶναι χρὴ τὸ μύρον, ὁποῖον
5ἔμπροσθεν μὲν ἐν Λαοδικείᾳ τῆς Ἀσίας ἐσκευάζετο μόνῃ, νυνὶ δὲ καὶ κατὰ πολλὰς ἄλλας Ἀσιανὰς πόλεις ὁμοίως συντίθεται. κηρὸς δὲ, εἰ μὴ Ποντικὸς ὁ πικρὸς εὐποροῖτό σοι, τὸν γοῦν ἄλλον Ποντικὸν ἔμβαλλε, κᾀκείνου μὴ παρόντος, τὸν καλούμενον Τυῤῥηνικόν. ἂν δὲ μηδ’ οὗτος παρῇ, τῶν
10ἄλλων τινὰ τῶν εὐωδῶν καὶ λιπαρῶν. εἰ δὲ μηδὲ τοιοῦτον ἔχοις, τὸν εὐπορηθέντα σοι κηρὸν πλύνας ἔμβαλλε· τηκέσθω δὲ ἐν ἀγγείῳ διπλῷ, κᾄπειτα ψυχθεῖσαν τὴν κηρωτὴν ξύων μίγνυε λελειωμένοις ἀκριβῶς τῇ τε ἀλόῃ καὶ τῇ μαστίχῃ. ἔστω δὲ ἑκατέρου 𐅻 αʹ. καί ποτε καὶ πλεῖον, καὶ μὴ ὥστε
15ὑπερβάλλειν μίαν τε καὶ ἡμίσειαν. εἰ δὲ καὶ πλέονος δέοιτο στύψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῆς τροφῆς κρατεῖν, προσ‐
μιγνύσθω καὶ ὀμφακίου τὸ ἴσον, ὥστε τῶν τριῶν ἑκάστου119 in vol. 13

13

.

120

δραχμὴν εἶναι μίαν, τῆς ἀλόης λέγω καὶ τῆς μαστίχης μίαν καὶ τρίτην τοῦ ὀμφακίου. μιγνύσθω δὲ ἐν τῇ σκευασίᾳ τῆς κηρωτῆς πρῶτον μὲν ὀμφάκιον, εἶθ’ οὕτω τὰ ἄλλα τούτοις ἑνούσθω. μίγνυμι δ’ ὥσπερ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου
5χυλόν. ἔστι δ’ ὅτε καὶ ἄμφω καὶ τρίτης ἐπ’ αὐτοῖς τῆς ὑποκυστίδος καὶ τετάρτης οἰνάνθης, οὕτω δ’ ὀνομάζω τὸ τῶν ἀγρίων ἀμπέλων ἄνθος ἢ ἐκβλάστημα σὺν τοῖς ἄνθε‐ σιν, ἐξ οὗ ταῖς ἡμέραις ἡ σταφυλὴ γίνεται. καὶ μέντοι καὶ ῥοῦ χυλὸν οὐκ ὀλιγάκις ἔμιξα, καὶ παραύξειν δὲ χρὴ τῆς ναρ‐
10δίνης κηρωτῆς τὸ πλῆθος, ἀνάλογον τῷ τῶν ἄλλων φαρμά‐ κων ἀριθμῷ, ὥστε ἂν τέσσαρες ἐκ τῶν ἄλλων ἀθροίζωνται δραχμαὶ, τέσσαρας γο εἶναι τῆς ναρδίνης κηρωτῆς, δύο μὲν τοῦ κηροῦ, δύο δὲ τῆς νάρδου, τουτέστιν ἑκκαίδεκα δραχμὰς ἑκατέρου. χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκλη‐
15ρυνομένης ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ τῶν ἀρωμάτων ἔχοντά τι καὶ τῶν μαλακτικῶν τε καὶ δια‐ φορητικῶν φαρμάκων, ὁποῖόν ἐστι καὶ τὸ διὰ τοῦ μελιλώτου
σκευαζόμενον. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ πολυειδεστέρα,120 in vol. 13

13

.

121

διὰ τὸ πᾶσι τοῖς καθ’ ὑποχόνδριον φλεγμαίνουσιν ἁρμότ‐ τειν, ὑπαλλαττόμενον οὐ μεγάλαις διαφοραῖς, ὥστε τὴν μέν τινα σκευασίαν αὐτοῦ τοῖς περὶ ἧπαρ εἶναι χρησιμωτέραν, τὴν δέ τινα τοῖς περὶ τὸν στόμαχον ἢ κοιλίαν ἢ σπλῆνα ἤ
5τινα τῶν ἐνταῦθα μυῶν, ἃ κοινῇ γραφῇ περιείληπται πάντα κατὰ τὰς τῶν μαλαγμάτων συνθέσεις. ἐν δὲ τῷ παρόντι τὰ γεγραμμένα τοῖς πρὸς ἐμοῦ πρὸς ἁπάσας τὰς περὶ τὸν στό‐ μαχον διαθέσεις, οὐ διὰ τῆς ἔξωθεν ἐπιθέσεως τῶν φαρμά‐ κων μόνον, ἀλλὰ καὶ διὰ πόσεως ὠφελοῦντα γραφήσεται
10πάντα. τινὰ δὲ αὐτῶν ἐστι κοινὰ καὶ τοῖς κατὰ τὴν γα‐ στέρα πάθεσιν. Εἴρηται πολλάκις ὡς τὸ τῆς γαστρὸς στόμα καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὥσπερ καρδίαν, οὕτω καὶ στόμαχον. ἀλλὰ πάλαι μὲν ἦν συνηθέστερον τὸ τῆς καρδίας ὄνομα,
15νυνὶ δὲ ἀπ’ ἐκείνου μὲν ἔτι διαμένει τὸ καρδιώσσειν καὶ ἡ καρδιαλγία, τὸ δὲ μόριον αὐτὸ στόμαχον ὀνομάζουσιν ὁμω‐ νύμως τῷ καταφέροντι τὴν τροφὴν ἐκ τοῦ στόματος εἰς αὐ‐
τήν. γεγράφασιν οὖν οἱ πρὸ ἡμῶν φάρμακα πρὸς τὰς ἐν121 in vol. 13

13

.

122

αὐτῷ διαθέσεις, ὥσπερ τὰς ἄλλας, οὕτω καὶ τὰς ὀνομαζο‐ μένας αὐτοῖς ἀνατροπάς· ἐοίκασι δ’ οὕτω καλεῖν τάς τε ἀνορεξίας καὶ τὰς ναυτιώδεις διαθέσεις, ἐφ’ αἷς ἐνίοτε μὲν συμβαίνουσιν ἔμετοι, γίνονται δὲ καὶ δήξεις ἐν αὐτῷ τινες,
5ὥσπερ βουλιμιώδεις τε καὶ ἀσώδεις διαθέσεις, ἐφ’ ὧν ἁπα‐ σῶν κοινὴ μέν τις ἡ τῶν στυφόντων φαρμάκων εὕρηται χρῆσις. ἐπιμέμικται δ’ αὐτῶν τοῖς πλείστοις τὰ θερμαίνοντα καὶ ξηραίνοντα. γίνονται δὲ καὶ αἱ ἄλλαι διαθέσεις σπανι‐ ώτεραι τῶν ὑγραινόντων ἢ ψυχόντων ἢ ἀμφοτέρων ἅμα
10δεόμεναι φαρμάκων. τοῖς δὲ ἐκ πείρας ἄνευ λογικῆς μεθό‐ δου τὰ βοηθήματα εὑρίσκουσιν, εἰκότως τὰ πολλάκις ὠφε‐ λήσαντα, μνημονεύεταί τε καὶ εἰς χρῆσιν ἄγεται. τῶν γὰρ πλειστάκις ὡσαύτως ἑωραμένων τήρησίν τε καὶ μνήμην εἶναί φασι τὴν ἑαυτῶν ἐμπειρίαν. ὥσπερ δὲ ἐν τῷ στόματι τῆς
15κοιλίας, οὕτω καὶ κατ’ αὐτὴν ὅλην ἕκαστόν τε τῶν ἐντέρων καὶ συνελόντι φάναι κατὰ πᾶν μόριον τοῦ σώματος αἱ αὐ‐
ταὶ δυσκρασίαι γινόμεναι τὰς ἐνεργείας τῶν ὁμοιομερῶν122 in vol. 13

13

.

123

βλάπτουσιν, ἃς εἰ μή τις πεισθείη τὰ νοσήματα αὐτῶν, οὐδὲ ἂν ἀσκήσειε τὴν διάγνωσιν. ἀγνοήσας δὲ αὐτὴν οὐδὲ τὴν θεραπείαν εὑρήσει. ἔχουσι δ’ οὐκ ὀλίγον στοχασμὸν αἱ δια‐ γνώσεις τῶν ἐν τῷ βάθει τοῦ σώματος συνισταμένων δια‐
5θέσεων, διὸ καὶ χρησιμώτατόν ἐστι τῆς ἰατρικῆς τέχνης μό‐ ριον τὸ διαγνωστικὸν τῶν τοιούτων διαθέσεων, ἃς οὐδ’ ὅτι πρῶταί τε καὶ μέγισταί εἰσι γινώσκουσιν οἱ πολλοὶ τῶν ἰατρῶν, ὥστε εἰκότως οὔτε διάγνωσιν αὐτῶν οὔτε θεραπείαν ἐζήτησαν. ἀναγκάζονται τοίνυν, εἰ καὶ δογματικοὶ τύχοιεν
10ὄντες, τὰς λογικὰς μεθόδους ἐπὶ τὴν ἐμπειρίαν ἀφικνεῖσθαι μόνην, ὥστε θαυμάζειν, ὅταν ἄνευ πυρετοῦ καὶ φλεγμονῆς ἀποστήματός τε καὶ ἑλκώσεως ἀσθενῶς τινος πέπτοντος ἢ μηδ’ ὅλως πέπτοντος ἐπαγγειλάμενοι θεραπείαν εὑρεῖν ζη‐ τῶσιν εἰ τῇ τρίψει τῶν σιτίων ἡ πέψις γίνεται, κᾄπειτα ὡς
15μέγιστον τοῦτο εὑρηκότες εὔτριπτα διδόασιν αὐτὰ τὰ ἐδέ‐ σματα, μηδὲ τὸ προχειρότατον ἐννοοῦντες, ὃ καὶ τῶν ἰδιω‐
τῶν ἰατρικῆς, ἄλλως δὲ συνετῶν ὄντων ἀνδρῶν, ἤρετό μέ τις123 in vol. 13

13

.

124

ὅπως χρήσιμόν ἐστι τὸ γνῶναι τῇ τρίψει τὴν πέψιν γίνε‐ σθαι πρὸς τὸ τὴν διάθεσιν ἐξιάσασθαι τῆς γαστρὸς, καθ’ ἣν ἀτονεῖ πέπτειν τὰ σιτία, πρὸς τῷ μηδὲ θεραπείαν εἶναι τὴν τῶν εὐτρίπτων προσφορὰν, ἀλλὰ μόνον ἔκκλισιν
5τῆς βλάβης, ὥσπερ καὶ τὴν ὀλιγοσιτίαν τε καὶ ἀσιτίαν. ὥσπερ γὰρ ὁ ἀσιτήσας οὐκ ἀπεπτεῖ μὲν, οὐ μὴν ἐθεραπεύθη τὴν διάθεσιν, οὕτως οὐδ’ ὁ τὰ μηδ’ ὅλως δεόμενα τρίψεως προσαράμενος, ὁποῖόν ἐστι τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυ‐ λὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα. ταῦτα μὲν οὖν ἐν
10τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν αὐτάρκως λέλε‐ κται, καὶ δῆλον ὅτι τοῖς ἐν ἐκείνοις γεγυμνασμένοις ἡ νῦν ἐνεστῶσα διδασκαλία χρήσιμος ὑπάρχει. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων, ὡς ἔμπροσθεν εἶπον, ἀναμιμνήσκων ἕκαστα τῶν ἐν ἐκείνῃ μοι προδεδειγμένων κεφαλαίων ἐπὶ τὴν περὶ τῶν φαρ‐
15μάκων σύνθεσιν ἠρχόμην, οὕτω καὶ νῦν ποιήσω. Δυσκρασιῶν οὐσῶν ὀκτὼ καθ’ ἕκαστον τῶν μορίων, καὶ
τούτων ἁπασῶν γινομένων ἢ κατὰ ψιλὰς καὶ μόνας τὰς124 in vol. 13

13

.

125

ποιότητας, ἢ καὶ μετά τινος χυμοῦ, τὴν μὲν κατὰ ξηρότητα δυσκρασίαν ὑγραίνειν χρὴ, τὴν δὲ καθ’ ὑγρότητα ξηραίνειν, οὕτω δὲ καὶ τὴν κατὰ θερμότητα ψύχειν, τὴν δὲ κατὰ ψύ‐ ξιν θερμαίνειν χρή. ὁμοίως δὲ καὶ τὰς συνθέτους δυσκρα‐
5σίας ἤτοι θερμαίνειν καὶ ξηραίνειν ἢ ὑγραίνειν καὶ θερμαί‐ νειν ἢ ψύχειν καὶ ὑγραίνειν ἢ ξηραίνειν καὶ ψύχειν. ἐπεὶ δὲ, ὡς ἔφην, αἱ πλεῖσται δυσκρασίαι τοῖς ἀνθρώποις ἐκ περι‐ ουσίας ὑγρῶν μᾶλλον ἢ ἐνδείας γίνονται, τὰ ξηραίνοντα φάρ‐ μακα τοὺς πολλοὺς ὀνίνησι μᾶλλον. ἐπὶ δὲ τῶν ξηραινόν‐
10των τὰ μὲν στύφει, συνάγοντα καὶ στύφοντα τὴν τῶν ὁμι‐ λούντων οὐσίαν, τὰ δὲ διαφοροῦντα, κᾀν τούτῳ διαλύοντα τὴν οὐσίαν αὐτῶν, διὰ τοῦτο πλείους εἰσὶν οἱ τῶν στυφόν‐ των δεόμενοι. ἀλλ’ ἐὰν μετὰ ψύξεως ἡ ὑγρὰ δυσκρασία γέ‐ νηται, βλάπτονται διὰ τῶν στυφόντων μόνων θεραπευόμενοι
15ψυχρῶν ὄντων ταῖς δυνάμεσιν. εἰκότως οὖν τὰ πλεῖστα τῶν διὰ πείρας εὑρημένων φαρμάκων ἐκ μικτῆς ὕλης σύγκειται,
στυφούσης τε καὶ θερμαινούσης. γνωρίσεις δὲ αὐτῶν τὴν125 in vol. 13

13

.

126

διαφορὰν τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἔχων τὴν μνήμην. εἴρηται γάρ μοι πολλάκις ἤδη μηδένα δύνασθαι λο‐ γικῶς τε καὶ κατὰ μέθοδον τοῖς ἐν τῇδε τῇ πραγματείᾳ γε‐ γραμμένοις χρήσασθαι χωρὶς τοῦ μεμνῆσθαι τῶν εἰρημένων
5ἐν ταῖς πρὸ ταύτης δύο πραγματείαις, τῆς τε τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τῆς θεραπευτικῆς μεθόδου. τινὲς μὲν γὰρ ἄνευ διορισμοῦ τινος ἔγραψαν φάρμακα πρὸς τὰς τοιαύτας διαθέσεις στομάχου τε καὶ γαστρὸς, ἔνιοι δὲ ἐφή‐ ψαντο διορισμῶν τινων ἀπὸ συμπτωμάτων ἅπασι φαινομέ‐
10νων. ὅπως οὖν καὶ ὑμεῖς εἰδῆτε γνωρίζειν ἑκάστου τῶν διὰ πείρας εὐδοκιμησάντων φαρμάκων τὰς δυνάμεις, εἰ καὶ μὴ προσγεγραμμένας εὑρίσκοιτε τὰς διαφορὰς τῶν διαθέσεων ἐφ’ ὧν ἁρμόττουσι, παραγράψω πρώτας μὲν τὰς ὑπ’ Ἀν‐ δρομάχου γεγραμμένας, εἶτα τὰς ὑπ’ Ἀσκληπιάδου καὶ μετὰ
15ταύτας, ἐὰν δόξῃ, καὶ ἄλλας τινάς. [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι στομαχι‐ καὶ δυνάμεις.] Προγράψας Ἀνδρόμαχος, στομαχικαὶ, μετὰ τὴν
προγραφὴν τήνδε οὕτως ἤρξατο. πρὸς στομαχικοὺς ἱερὰ, ᾗ126 in vol. 13

13

.

127

χρῶμαι, κᾄπειθ’ ἑξῆς ἔγραψε τὴν ὅλην αὐτῆς σύνθεσιν, ὡδί πως ἔχουσαν. σχοίνου ἄνθους, ξυλοβαλσάμου, μα‐ στίχης, κρόκου, νάρδου Ἰνδικῆς, ἀσάρου, κινναμώμου ἀνὰ 𐅻 στʹ. ἀλόης πεπλυμένης 𐅻 ρʹ. ὁμοῦ λεάνας ἀποτίθεσο,
5δίδου νήστει κοχλιάρια βʹ. οἱ δὲ ἓν, μεθ’ ὕδατος ψυχροῦ κυάθων δʹ. ἢ θερμοῦ. ταῦτα μὲν οὖν ὁ Ἀνδρόμαχος ἔγρα‐ ψεν, οὔτε τίνας ὀνομάζει στομαχικοὺς δηλώσας οὔτε εἰ πᾶ‐ σιν αὐτοῖς ἁρμόττει τὸ φάρμακον οὔτ’ εἰ πλείοσιν. ἐμοὶ τοί‐ νυν ἀναγκαῖον εἰπεῖν, ἐπειδὴ τῶν λεγομένων στομαχικῶν
10ἔνιοι μὲν ὑπὸ τῆς εἰρημένης ἀρτίως ἱερᾶς ὀνίνανται μεγά‐ λως, ἔνιοι δὲ βλάπτονται. οἱ μὲν γὰρ πολλοὶ τῶν ἀνθρώ‐ πων τούς τε ἀνορέκτους οὕτω καλοῦσι καὶ ὅσοις μετὰ τὸ προσάρασθαι τὴν τροφὴν τὸ τῆς γαστρὸς στόμα βαρύνεταί τε καὶ θλίβεται καί τινα δύσφορον ἄσην ἔχει. καλοῦσι δ’
15ὡσαύτως κᾀκείνους, οἷς ἐπιγίνεται ναυτία, καὶ μᾶλλόν γε ὅταν εἰς ἔμετον ὁρμήσῃ, καὶ μᾶλλον ἔτι μετὰ τοῦ διαφθεί‐ ρεσθαι τὰ σιτία, ποτὲ μὲν ὀξώδη γινόμενα, ποτὲ δὲ καὶ κνι‐
σώδη, ποτὲ δὲ καὶ ἄλλην ποιότητα μοχθηρὰν ἐπικτώμενα.127 in vol. 13

13

.

128

καὶ τούτων ἁπάντων ἔτι μᾶλλον ἐκείνους στομαχικοὺς ὀνο‐ μάζουσιν, ὅσοις ἐρυγαὶ τοιαῦται μετὰ δυσφορίας τινὸς καὶ ἄσης καὶ ἀνατροπῆς γίνονται, πολλάκις οὐδέπω τροφὴν προσ‐ ενεγκαμένοις. κᾂν ἐπὶ πλεῖστον δὲ χρόνον ἐν τῷ στόματι
5τῆς γαστρὸς διαμένῃ τὰ σιτία βαρύνοντα καὶ μόλις ὑποβι‐ βαζόμενα, καὶ τούτους στομαχικοὺς ὀνομάζουσιν. ἑτέρους δὲ τὴν καλουμένην ὄρεξιν κυνώδη ἴσχοντας, ὡς ἐσθίειν τε πλεῖ‐ στα καὶ βαρυνομένους μάλιστα ὀλίγον ὕστερον ἐμεῖν, ὁμοίως προσαγορεύουσιν, ἄλλους δὲ ἰσχυρῶς ἐκλυομένους, ὅταν ἐπὶ
10πλεῖον ἀσιτήσωσι, κᾂν μὴ θᾶττον ἐπὶ τὴν τῶν σιτίων ἀφί‐ κωνται προσφορὰν, δακνομένους τὸ τῆς γαστρὸς στόμα, κα‐ λοῦσιν ὡσαύτως στομαχικούς. αὐτῶν δὲ τούτων ἔνιοι ναυ‐ τιώδεις γίνονται ῥᾳδίως, εἰ μὴ θᾶττον προσάροιντο πόμα καὶ σιτία. κατὰ μέθοδον οὖν λογικὴν ὁ τὰ βοηθήματα εὑ‐
15ρίσκων ἐπὶ τὴν τῆς διαθέσεως ἀφικνεῖται ζήτησιν, ἧς εὑρη‐ θείσης εὐπορήσειν ἐλπίζει τῶν οἰκείων αὐτῇ βοηθημάτων. ὁ δὲ διὰ μόνης τῆς πείρας ἀθροίζων τὰ βοηθήματα περί‐
πτωσίν τε τὴν ἑαυτοῦ περιμένει καὶ τὴν τῶν ἔμπροσθεν ἱστο‐128 in vol. 13

13

.

129

ρίαν ἀναλέγεται. γεγραφότων δὲ αὐτῶν ἀδιορίστως τὰ πλεῖ‐ στα, καὶ μέντοι καὶ διαφερομένων ἐν πολλοῖς, εἰκότως καὶ αὐτὸς ἄλλοτε ἄλλης γίνεται γνώμης, καὶ μᾶλλον ὅταν ὑπ’ αὐτῶν τῶν βοηθημάτων ἐνίοτε μὲν ὠφελουμένους ὁρᾷ τοὺς
5στομαχικοὺς, ἐνίοτε δὲ βλαπτομένους, καθάπερ ἐπὶ τῆς προκει‐ μένης ἱερᾶς, ἣν οἱ νῦν ἰατρεύοντες ἐν Ῥώμῃ σχεδὸν ἅπαν‐ τες ὀνομάζουσι πικρὰν, ἐπειδὴ τὸ τῆς ἱερᾶς ὄνομα τῷ διὰ τῆς κολοκυνθίδος ἐπιφέρειν ἐδικαίωσαν. οἱ δὲ πρὸ ἡμῶν ἰα‐ τρεύσαντες ἐν Ῥώμῃ τὰς δύο καλοῦντες ἱερὰς προσέθεσαν
10αὐταῖς ἕνεκα διαστολῆς, τῇ μὲν ἑτέρᾳ τὸ διὰ κολοκυνθίδος, τῇ δ’ ἑτέρᾳ τὸ δι’ ἀλόης, οὕτω γράφοντες ἱερὰ ἡ διὰ κο‐ λοκυνθίδος, ἱερὰ ἡ δι’ ἀλόης. ἡ τοίνυν διὰ τῆς ἀλόης ἱερὰ σκευάζεται διττῶς, ὑπὸ μὲν ἐνίων, ὥσπερ καὶ ἡ τοῦ Ἀν‐ δρομάχου πρὸς ἑκατὸν δραχμὰς τῆς ἀλόης, μιγνυμένων ἑκά‐
15στου τῶν ἄλλων δραχμῶν ἓξ, ὑπὸ δὲ ἐνίων τε οὐχ ἓξ, ἀλλ’ ὀκτώ. τινὲς δὲ τῆς ἀλόης εἰς ὀγδοήκοντα δραχμὰς ἓξ τῶν ἄλλων μιγνύουσιν. οἱ μὲν οὖν πλεῖστοι τὰ μιγνύμενα τῇ
ἀλόῃ φάρμακα τὸν ἀριθμὸν ἓξ καὶ τὸ καλούμενον ἄνθος129 in vol. 13

13

.

130

σχοίνου, καὶ μέντοι καὶ τὴν ἀλόην αὐτὴν ὁ μὲν Ἀνδρόμα‐ χος πεπλυμένην, τῶν δὲ ἄλλων ἔνιοι μὲν οὕτως, ἔνιοι δὲ ἄπλυτον ἐμβάλλουσιν. ἡμᾶς δὲ νῦν χρὴ γινώσκειν εἰς μὲν τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι τὴν ἄπλυ‐
5τον ἀλόην, ἀποτίθεσθαι δὲ τὸ πολὺ τοῦ φαρμακώδους τὴν πεπλυμένην καὶ ἣν μᾶλλον ἄν τις θαῤῥήσειε δοῦναι τοῖς πυ‐ ρέσσουσιν, οὐδὲ τούτοις σφοδρῶς, ἀλλὰ πάνυ βληχρῶς. ἔνιοι δὲ καὶ τὸ διὰ τῆς ἀπλύτου πολλοῖς τῶν οὕτω πυρεσ‐ σόντων δόντες, εἶτα μηδὲν σαφὲς βλάψαντες, ἐπ’ ἄλλων με‐
10γίστης ἐπειράθησαν βλάβης, ἐναντιωτάτη γάρ ἐστιν ἀλόη, κᾂν πλυνθῇ, τοῖς ἄνευ μοχθηρῶν ὑγρῶν κατὰ δυσκρασίαν τὴν θερμὴν καὶ ξηρὰν ἐνοχλουμένοις. ἐγγὺς δέ τι τούτων καὶ οἱ κατὰ τὴν ξηρὰν δυσκρασίαν, εἰ μετὰ ψυχρότητος εἴη τὴν βλά‐ βην ἴσχουσι. καὶ ὅλως ὅσοι κατὰ τὰς ποιότητας μόνας ἐβλά‐
15βησάν τι μόριον. αἱ γὰρ ἐπὶ χυμοῦ δυσκρασίαι τῶν κενούν‐ των αὐτὰς δέονται φαρμάκων. αἱ δ’ ἄνευ τούτων εἰς μα‐ ρασμὸν ἀφικνοῦνται πάντως ἐπὶ τῷ διὰ τῆς ἀλόης φαρ‐
μάκῳ, ἔνθα τοίνυν ὑγρότης μοχθηρὰ διαβρέχει τοὺς χιτῶνας130 in vol. 13

13

.

131

τῆς γαστρὸς, ἡ δι’ ἀλόης πικρὰ χρήσιμος, ἐκκαθαίρουσα τὴν ὑγρότητα. πάντως δὲ τοῖς οὕτω διακειμένοις ὑπάρχει σύμ‐ πτωμα ναυτιῶδες ἧττον ἢ μᾶλλον. αὕτη μὲν οὖν ἡ κένω‐ σις τοῦ λυποῦντος χυμοῦ διὰ τῆς ἀλόης γίνεται μόνης, κα‐
5θαρτικὴν ἐχούσης δύναμιν οὐκ ἰσχυρὰν, ἀλλ’ ὥστε τὰ μὲν κατὰ τὴν κοιλίαν ὧν ψαύει δύνασθαι καθαίρειν, κᾂν πλείων ποτὲ δοθῇ, μέχρι τῶν κατὰ τὸ ἧπαρ ἀναβαίνει χωρίων, οὐ μὴν ὅλου τοῦ σώματός ἐστι καθαρτικὸν ἡ ἀλόη. τῶν μιγνυ‐ μένων δ’ αὐτῇ μαστίχη μὲν ὡς εὐστόμαχός τε καὶ εὐώδης,
10θραῦσαι τὸ φαρμακῶδες τῆς ἀλόης δυναμένη μίγνυται. κιν‐ νάμωμον δὲ πρὸς αὐτοῖς ὅτι λεπτομερέστατόν ἐστιν, ὡς ἀνα‐ στομοῦν τε ἅμα τοὺς πόρους τῆς γαστρὸς διαῤῥύπτειν τε καὶ λεπτύνειν εἴ πού τι γλίσχρον ἢ παχὺ τοῖς χυμοῖς ἐπιφέροιτο. τὰ γὰρ παχέα τῶν ὑγρῶν διὰ τὴν τῆς καθαρτικῆς δυνάμεως
15ἀῤῥωστίαν οὐ πέφυκεν ἕλκειν ἡ ἀλόη διὸ καὶ τῶν χολω‐ δῶν τῶν ἐν τῇ γαστρὶ διαθέσεων ἄριστόν ἐστι φάρμακον, ὡς ἐν ἡμέρᾳ μιᾷ πολλάκις ἰάσασθαι, στομαχικῶς ἐνοχλεῖσθαι
πεπιστευμένους πολλούς. ὠφελεῖ δὲ καὶ ταῦτα καὶ τἄλλα131 in vol. 13

13

.

132

πάντα πάθη τὰ κακόχυμα τὸ κιννάμωμον μιγνύμενον, ἀλ‐ λοιωτικὴν ἐπὶ τὸ κατὰ φύσιν ἔχον δύναμιν τῶν μοχθηρῶν ποιοτήτων. εἰδέναι τοίνυν χρὴ τὰς ἐπὶ χυμοῖς μοχθηροῖς διαθέσεις κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ὠφελου‐
5μένας μὲν διὰ τῶν τῆς ἀλόης φαρμάκων, εἰς μεγίστην δὲ βλάβην ἀφικουμένας ὑπὸ τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομίτων καὶ φαρμάκων. ὥσπερ γε πάλιν ἐφ’ ὧν ὑγρότης πολλὴ καὶ οἷον πλάδος τίς ἐστι κατὰ τὸ πεπονθὸς ἄνευ κακίας χυμῶν, αὐτῷ μόνῳ τῷ ποσῷ λυποῦσα καὶ οἷον διά‐
10βροχον ἐργασαμένη τὸ τῆς γαστρὸς σῶμα χρησιμωτάτη τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων καὶ φαρμάκων ἡ χρῆ‐ σίς ἐστιν, ἐκλύτου καὶ παρέτου γενομένου τηνικαῦτα τοῦ πεπονθότος, ὁμοίως τοῖς κεχαλασμένοις ἄρθροις, ἐφ’ ὧν καὶ αὐτῶν ἡ τῶν στυφόντων χρῆσις ἐπανορθοῦται τὴν διάθε‐
15σιν. ἀλλ’ ἥ γε πικρὰ, περὶ ταύτης γὰρ ἡμῖν ὁ λόγος, ὥσπερ τὸ κιννάμωμον, οὕτω καὶ τἄλλα τὰ μὲν ὡς εὐστόμαχα, τὰ
δὲ ὡς λεπτομερῆ καὶ ῥύπτοντα λαμβάνει, τῇ μὲν ἰσχύϊ πάμ‐132 in vol. 13

13

.

133

πολυ κινναμώμου λειπόμενα, τὸ δὲ γένος τῆς δυνάμεως ταὐ‐ τὸν ἔχοντα. δευτέραν ἐπὶ τῇ προγεγραμμένῃ συνθέσει ὁ Ἀν‐ δρόμαχος κατὰ λέξιν οὕτως ἔγραψεν, ὡς Λάμπων ὁ Πη‐ λουσιώτης. κινναμώμου, καλάμου ἀρωματικοῦ, κασσίας
5μελαίνης, ξυλοβαλσάμου, σχοίνου ἄνθους, ἐλάτης ἀνὰ γο γʹ. οἱ δὲ ἀνὰ γο αʹ. κόψας πάντα ἁδρομερῶς, ἔμβαλλε εἰς χύ‐ τραν καινὴν, ἐπιβαλὼν ὕδατος ὀμβρίου ξε. γʹ. καὶ ἕψε ἕως τὸ ἥμισυ λειφθῇ καὶ διήθησον καὶ λαβὼν ἀλόης Ἰν‐ δικῆς λίτραν αʹ. ἐπίχει ὕδατος ὀμβρίου τὸ ἱκανὸν καὶ λέαινε
10τοῖς ὑπὸ κύνα καύμασιν ἕως ξηρανθῇ, τούτῳ πρῶ‐ τον ἀπογλυκάνας τὴν ἀλόην τό τε ἀπὸ τῶν ἀρωματικῶν βαλὼν ὕδωρ λέαινε ἐν ἡλίῳ ἄχρι ξηρανθῇ, καὶ λεάνας λεῖα κατάμισγε ταῦτα, κρόκου, σμύρνης, μαστίχης ἀνὰ γο γʹ. οἱ δὲ ἀνὰ γο αʹ. συλλεάνας ὁμοῦ πάντα, ἀπόθου ξηρὸν καὶ
15χρῶ ποτίσματι πρὸς σπάσματα, ῥήγματα, πληγὰς τῶν ἐντὸς, ἐναρχομένους πόνους πλευρῶν καὶ ἐπὶ τῶν πνευματουμένων,
στομάχους ἀλγούντων καὶ βραδυπεπτούντων καὶ αἷμα ἀνα‐133 in vol. 13

13

.

134

γόντων καὶ ἰσχιαδικῶν τὴν τελείαν δόσιν δίδου ἐν ὕδατος κυάθῳ ἑνὶ ὀβολὸν αʹ. οἷς δὲ ὀβολοὺς δύο, τοῖς δὲ ἄλλοις πρὸς δύναμιν. ἐπὶ δὲ τῶν τραυμάτων καὶ φλεγμονῶν διηθὲν, ὀξυμέλιτος πάχος ἐπιτεθειμένον. ἐπὶ δὲ τῶν ἐν ὀφθαλμοῖς
5φλεγμονῶν χυλῷ ἡδυόσμου ἢ καλαμίνθης ἢ στρύχνου ἤ τινος τῶν ὁμοίων. ἐπὶ δὲ τῶν ἐν δακτυλίῳ φλεγμονῶν ἐν ῥοδίνῳ ἢ οἴνῳ Ἀμιναίῳ. χρῶ δὲ καὶ ἐπὶ παρωνυχιῶν ξηρῷ, ἐπάνω μοτῶν σὺν ῥοδίνῳ καὶ πρὸς αἱμοῤῥαγίας καὶ ξηρὸν σὺν ὄξει καὶ πρὸς ἐσχάραν ἐν στόματι, ἐν γλυκεῖ ἀναγαργαριζό‐
10μενον. τοῦτο τὸ φάρμακον, ὃ τοῦ Πηλουσιώτου Λάμπωνος εἶναί φησι τῶν πολυχρήστων ἐστὶ, περὶ ὧν εἴρηταί τι καὶ πρόσθεν, ὡς ἀπολειπόμενα τῶν ἕν τι ποιούντων ἄριστα τῷ πλήθει τῆς ἐπαγγελίας σπουδάζεται, βουλομένων ἡμῶν ἓν ἔχειν μᾶλλον ἐπὶ παθῶν εἴκοσιν ἁρμόζον ἢ τοσαῦτα τὸν
15ἀριθμὸν ἕτερα βελτίω καθ’ ἓν ἕκαστον πάθος ἑνὸς τοῦ πολυχρήστου. δύναμις δὲ αὐτοῦ, καθ’ ἣν ἐπὶ τῶν προειρη‐
μένων ἐνεργεῖ, λεπτομερής τε καὶ θερμαίνουσα καὶ τέμνουσα134 in vol. 13

13

.

135

καὶ διαῤῥύπτουσα καὶ ἀναστομῶσα καὶ διὰ ταῦτα διαφορη‐ τικὴ τῶν πλεοναζόντων ἔν τισι μορίοις ἰχώρων τε καὶ χυ‐ μῶν, κατὰ τοῦτο δὲ καὶ τοῖς προκειμένοις ἐν τῷ λόγῳ πά‐ θεσιν ἁρμόττει διαφοροῦν τοὺς μοχθηροὺς, ὡς ἔφην, ἰχῶ‐
5ράς τε καὶ χυμοὺς τῶν πεπονθότων μορίων, ὥστε καὶ τὰς προειρημένας τῆς κοιλίας διαθέσεις, ἐφ’ ὧν ἡ πικρὰ κάθαρ‐ σιν ἐργάζεται μετρίαν, ἰάσαιτο τῷ ξηραίνειν κατ’ ὀλίγον οὐ τῷ κενοῦν ἀθρόως, ἀμείνων οὖν εἰς τὰς τοιαύτας διαθέσεις ἡ πρώτη γεγραμμένη πικρά. τρίτον ἐπὶ τοῖς προγεγραμμέ‐
10νοις ὁ Ἀνδρόμαχος ἔγραψε φάρμακον ὡδί πως. [Πρὸς στομαχικοὺς καὶ κοιλιακοὺς ὁ πικρὸς τροχίσκος μαλάσσει κοιλίαν, ποιεῖ καὶ πρὸς ὕπνον καὶ ἔστιν ἐκ τῶν Ἀφρόδα. ποιεῖ καὶ πρὸς κύστιν καὶ πρὸς τὰ ἐν κώλῳ.] Σελίνου σπέρματος 𐅻 στʹ. ἀνίσου 𐅻 στʹ. πεπέρεως λευκοῦ
15𐅻 αʹ 𐅶ʹʹ. καστορίου 𐅻 βʹ. σμύρνης 𐅻 αʹ 𐅶ʹʹ. νάρδου Κελ‐ τικῆς τοῦ ἄνθους 𐅻 αʹ 𐅶ʹʹ. ὀπίου 𐅻 αʹ 𐅶ʹʹ. κινναμώμου 𐅻 αʹ 𐅶ʹʹ. ἀψινθίου κόμης 𐅻 γʹ. ἀλόης τριώβολον, μαστίχης
𐅻 αʹ. μεθ’ ὕδατος ἀνάπλασσε τροχίσκους τριωβολιαίους ἢ135 in vol. 13

13

.

136

ἀνὰ 𐅻 αʹ. καὶ δίδου μεθ’ ὕδατος κυάθων γʹ. οὐδ’ ἐπὶ τού‐ του τοῦ φαρμάκου προσέγραψεν ὁ Ἀνδρόμαχος, ὁποίους λέγει στομαχικοὺς τούς τι πάσχοντας. ἐκ δὲ τοῦ προσκεῖσθαι τῇ συνθέσει τὸ ὀπίου ὁ συνθεὶς τὸν τροχίσκον εὔδηλός ἐστιν
5ἐστοχασμένος τοῦ ξηραντικόν τε ἅμα καὶ ἀνώδυνον ἐργάσα‐ σθαι τὸ φάρμακον, ὕπνον τέ τινα φέρον, οὐ μὴν πρὸς μίαν γε τῶν εἰρημένων διαθέσεων ἀγωνιστικῶς ἱστάμενος, ἐκκό‐ ψαι διὰ ταχέων αὐτήν. τέταρτον ἄλλο φάρμακον ὁ Ἀνδρό‐ μαχος ἔγραψεν, οὐδὲ πρὸς μίαν διάθεσιν ἀγωνιστικῶς συγκεί‐
10μενον οὔτε πρὸς πολλὰς μετρίως. ἔχει δὲ οὕτως ἡ γραφή. [Πρὸς στομαχικοὺς ἱερὰ Ἀντιπάτρου.] Ἀλόης καλῆς 𐅻 δʹ. μαστίχης 𐅻 βʹ. ἀσάρου 𐅻 δʹ. ῥόδων ξηρῶν, σχοίνου, μήου, φοῦ, κασσίας ὁμοίως ἀνὰ γο 𐅶ʹʹ. ξηρῷ λείῳ χρῶ ὡς ἐπὶ τῆς ἀλόης. τὸ πέμπτον δὲ ἐπὶ τούτοις φάρμα‐
15κον, ὃ δι’ ἀρνογλώσσου χυλοῦ σκευάζεται, καί φησιν Ἀπολ‐ λωνίου εἶναι αὐτὸ, τοιοῦτόν ἐστιν. ἀρνογλώσσου χυλοῦ
ξηροῦ 𐅻 γʹ. μαστίχης 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. ἡδυόσμου 𐅻 αʹ. ζιγ‐136 in vol. 13

13

.

137

γιβέρεως 𐅻 αʹ. δοκεῖ μοι ταύτης τῆς δυνάμεως ὁ Ἀπολλώ‐ νιος πεπειρᾶσθαι, θερμοτέραν διάθεσιν ἔχοντος τοῦ στομά‐ χου, καὶ οὕτως αὐτὴν ἀδιορίστως ἐπαινεῖν, οὐ δυναμένην ἐπὶ τῶν ψυχρὰν ἐχόντων διάθεσιν ἁρμόττειν, ἐμψυκτικὸς γάρ
5ἐστιν ὁ τοῦ ἀρνογλώσσου χυλός· ἡ δὲ ἐφεξῆς γεγραμμένη δο‐ κεῖ μοι συντίθεσθαι προσπταίσαντος ἐν τῇ τῆς προτέρας χρήσει τοῦ συνθέντος αὐτὴν καὶ γνόντος ὡς ἐμψῦχον ἐποί‐ ησε τὸ φάρμακον, εἶτα διὰ τοῦτο καστορίου τε προσθέν‐ τος ὀλίγον καὶ ἀλόης τι κενοῦν δυναμένης καὶ μαστίχης ὡς
10εὐστομάχου καὶ κρόκου καὶ σμύρνης ὡς πέπτειν δυναμέ‐ νων. διόπερ οὔτε τοῦτο τὸ φάρμακον οὔτε τὸ πρὸ αὐτοῦ παραλάβοιμι ἂν ἐπὶ στομαχικῆς διαθέσεως, οὐδεμίαν ἰάσα‐ σθαι καλῶς δυνάμενα πλὴν τῆς ἱκανῶς θερμῆς. ἔγραψε δ’ οὕτως αὐτό. ἀρνογλώσσου χυλοῦ ξηροῦ 𐅻 ιʹ. ἀλόης Ἰν‐
15δικῆς 𐅻 αʹ. μαστίχης 𐅻 αʹ. κρόκου ὀβολοὺς βʹ. ὀπίου τριώ‐ βολον, καστορίου τριώβολον, σμύρνης 𐅻 αʹ. ἀνάπλασσε ἡλίκα ἐρέβινθος. ὡσαύτως δὲ οὐδὲ τὸ ἐφεξῆς γεγραμμένον ἄνευ
διορισμοῦ καλῶς ἄν τις παραλάβοι κατὰ διάθεσιν ἄλλην, ὅτι137 in vol. 13

13

.

138

μὴ μετρίας ξηρότητος καὶ στύψεως δεομένην, ἐπὶ χυμοῖς ὀλί‐ γοις μὲν, μοχθηροῖς δὲ τῇ ποιότητι, σύγκειται γὰρ ἐξ ἠλέ‐ κτρου καὶ μαστίχης, ὡδίπως αὐτὸ γράψαντος καὶ τοῦ Ἀν‐ δρομάχου. ἠλέκτρου, μαστίχης Χίας, τὴν ἤλεκτρον πλείονα
5βάλλε, δίδου κοχλιάριον ἓν, λεάνας ὕδατι. τὸ δ’ ἐφεξῆς τῶν προγεγραμμένων φαρμάκων, οὕτω πως ἔχον ἐν τῇ γραφῇ, στομαχικὴ Γάλλου τῇ θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεο‐ μένῃ διαθέσει χρήσιμός ἐστιν ἐκ μαράθρου καὶ ὄξους καὶ μέ‐ λιτος συγκειμένη, ἣν κατὰ λέξιν ἔγραψεν οὕτως ὁ Ἀνδρό‐
10μαχος. στομαχικὴ Γάλλου. μαράθρου χλωροῦ ῥίζης φλοιοῦ λίτρας 𐅶ʹʹ. ὄξους δριμέος ξε. αʹ 𐅶ʹʹ. ἀλόης γο γʹ. μέλιτος Ἀττικοῦ λίτραν μίαν. τὰς ῥίζας πλύνας ἔμβρεχε τῷ ὄξει ἡμέρας γʹ. εἶτα ἕψονται εἰς τὸ τρίτον, εἶτα ὅταν ἑφθαὶ γέ‐ νωνται, ἐκθλιβεῖσαι ῥίπτονται, ἐπιχέας δὲ τὸ μέλι συνέψει,
15εἶτα ἐπίπασσε τὴν ἀλόην καὶ δίδου κοχλιάρια γʹ. σὺν ὕδατι. Ἀλκέτιος δὲ ὁ σοφιστὴς προσέθηκε τῇ γραφῇ, πηγάνου καὶ σελίνου ἐγκάρπων ἀνὰ χειροπληθὲς κελεύσας σὺν ταῖς ῥίζαις
βρέχεσθαι καὶ τοῦ ὄξους ξε. 𐅶ʹʹ. τοῦ μέλιτος λίτρας βʹ. καὶ138 in vol. 13

13

.

139

ταύτην ἐπαινεῖ. τοῖς προγεγραμμένοις ἐφεξῆς ἔγραψεν ὁ Ἀν‐ δρόμαχος οὕτως εἰπών. στομαχικὴ ὡς Νικόστρατος. κα‐ θαρᾶς ἠλέκτρου, Χίας μαστίχης, ἴρεως Ἰλλυρικῆς ἀνὰ γο δʹ. ῥόδων ἄνθους γο βʹ. δίδου ξηροῦ λείου κοχλιάρια βʹ. μεθ’
5ὕδατος γαλακτώδους, εὐθὺς γὰρ ἄπονον ποιεῖ, ἐν κερατίνῳ δὲ ἀποκείσθω. καὶ τοῦτο δὲ τὸ φάρμακον εὔδηλον ὅτι στυ‐ πτικώτερόν πώς ἐστι καὶ δεῖται διαθέσεως ὑγροτέρας ἐπὶ χυμοῖς οὔτε πολλοῖς οὔτε λίαν δακνώδεσιν, ἐφ’ οἷς, οἶμαι, πειραθέντα τὸν συνθέντα τὸ φάρμακον ἢ χρώμενον αὐτῷ
10συνεχῶς, ἄπονον ποιῆσαι τὸν κάμνοντα καὶ καθολικὴν ἀπό‐ φασιν προσθεῖναι τῷ φαρμάκῳ, τοῦ ποιεῖν εὐθέως ἄπονον τὸν κάμνοντα, οὐ δυνάμενον ἐπὶ πολλῶν τοῦτο πράτ‐ τειν. καὶ τὸ τελευταῖον γεγραμμένον φάρμακον ὑπ’ Ἀνδρο‐ μάχου τόνδε τὸν τρόπον πρὸς στομαχικούς. μαρά‐
15θρου ῥίζης φλοιοῦ 𐅻 βʹ. οἴνου κυάθους γʹ. ἕψε ἕως γένη‐ ται κύαθος εἷς, καὶ δίδου ὅλον, καὶ τοῦτο τῶν θερμαινόν‐
των ἐστὶ καὶ δεῖται διαθέσεως θερμαίνεσθαι δεομένης.139 in vol. 13

13

.

140

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων στομαχικῶν φαρμάκων ἐν τῷ πρώτῳ τῶν ἐντός.] Ἤρξατο μὲν οὖν αὐτῶν ὡδί πως, πρὸς στομάχου ἀνατροπάς. τίνας δὲ λέγει ἀνατροπὰς οὐκ ἐδήλωσε σαφῶς. δύναται μὲν γὰρ
5καὶ τὰς ἀνορεξίας λέγειν, δύναται δὲ καὶ τὰς ἐπὶ τῇ τροφῇ γινομένας ναυτιώδεις διαθέσεις. ἐνίοτε μὲν γὰρ ἓν τοῦτο μόνον σύμπτωμα γίνεται μετὰ τὰς ἐδωδὰς, ἂν κινηθῶσιν ἰσχυροτέραν βραχὺ κίνησιν εὐθέως ἐμοῦσι. καλοῦσι γοῦν ἔνιοι καὶ τοὺς τοιούτους στομαχικοὺς καὶ ὑπτιοῦσθαι τὸν
10στόμαχον αὐτοῖς φασιν. ἕπεται δὲ τὸ σύμπτωμα τοῦτο ποτὲ μὲν ἀτονίᾳ μόνῃ τοῦ στόματος τῆς κοιλίας, οὐ δυναμένου περιστέλλεσθαι τοῖς σιτίοις ὁμοίως τῷ παντὶ κύτει τῆς γα‐ στρὸς, ἔσθ’ ὅτε δὲ καὶ μετὰ τοῦ μοχθηράν τινα περιέχειν ὑγρότητα βραχεῖαν. ἡ γὰρ πολλὴ, καθάπερ γε καὶ ἡ πάνυ
15μοχθηρὰ καὶ χωρὶς τροφῆς, ἐργάζεται τὴν ναυτίαν, ἀλλ’ ὅ γε καλούμενος ὑπὸ τῶν πολλῶν ὑπτιασμὸς τοῦ στομάχου γί‐ νεται μὲν καὶ κατὰ δυσκρασίαν ἡντιαοῦν ἄνευ κακίας ὑγρῶν,
γίνεται δὲ καὶ δι’ ὑγρότητα πολλὴν μὲν, οὐ μὴν κακοήθη140 in vol. 13

13

.

141

τῇ ποιότητι. διαβρεχόμενος γὰρ ὁ στόμαχος ὑγρότητι δαψι‐ λεῖ χαλᾶται τοῖς συνδετικοῖς νεύροις ὁμοίως. εὐϊατοτάτη τοιγαροῦν ἡ διάθεσις αὕτη σχεδὸν ἁπασῶν ἐστι δεομένη φαρμάκων, ξηρᾶναι μὲν τὴν ὑγρότητα δυναμένων, συνάγειν
5δὲ καὶ σφίγξαι τὸ κεχαλασμένον σῶμα. διὰ βάθους μὲν οὖν ἐκτεταμένης τῆς ὑγρότητος καὶ παχείας καὶ γλίσχρας οὔσης, χρεία μίξεώς ἐστι φαρμάκου λεπτυντικοῦ τε καὶ ὡς ἂν εἴποι τις διαβρωτικοῦ, ὁποῖόν ἐστιν ὄξος τε καὶ ὀξύμελι. μήτε δὲ τοιαύτης οὔσης τῆς ὑγρότητος μήτε διὰ βάθους ἱκανὰ μόνα
10τὰ στύφοντα θεραπεύειν ἐστί. τὸ τοίνυν προκείμενον ἐν τῷ λόγῳ φάρμακον οὐ τῶν μετρίων ὑπτιασμῶν, ἀλλὰ τῶν ἰσχυροτέρων ἐστὶν ἰατικόν. ἦν δ’ ἂν μετρίων, εἰ τὰ στύ‐ φοντα μόνα τις ἔμιξεν ἢ καὶ τῶν θερμαινόντων τι, ψυχρᾶς τῆς διαθέσεως αἰσθανόμενος. ἱκανὸν δὲ γνώρισμα τοῦ ψυ‐
15χροτέραν τὴν διάθεσιν εἶναι πρὸς τῇ τοῦ κάμνοντος αἰ‐ σθήσει τὸ ἄδιψον. ὅταν γὰρ μήτε διψώδης εἴη μήτε καύμα‐ τος αἰσθάνηται κατὰ τὸ τῆς κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ
εἶναι θερμὴν τὴν διάθεσιν. ἐπιτήδεια τοίνυν ἐστὶν εἰς τὰ141 in vol. 13

13

.

142

τοιαῦτα πάθη τῆς γαστρὸς τὰ γεγραμμένα τέτταρα φάρμακα κᾀγὼ νῦν γράψω κατὰ τὴν αὐτοῦ Ἀσκληπιάδου λέξιν τε καὶ τάξιν. [Πρὸς στομάχου ἀνατροπάς.] Ῥοιᾶς ὀξείας τῶν πυ‐
5ρήνων τεθλασμένων τοῦ χυλοῦ ξε. γʹ. ἡδυόσμου χυλοῦ ξε. αʹ. μέλιτος Ἀττικοῦ ξε. αʹ. βαλὼν εἰς ἀγγεῖον κεραμεοῦν ἕψε κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον αʹ. ἢ καὶ δύο. ἄλλο, ποιεῖ καὶ δυσεντερικοῖς καὶ ἐμοῦσι τὴν τρο‐
10φήν. μηλέας κυδωνίας τῆς ῥίζης λίτραν αʹ. οἴνου μυρτί‐ του ξε. γʹ. ἕψε εἰς τὸ τρίτον, εἶτα ἐκθλίψας τὸ ὑγρὸν, ἐπί‐ βαλλε μέλιτος Ἀττικοῦ λίτραν αʹ 𐅶ʹʹ. καὶ πάλιν ἕψε συν‐ εχῶς κινῶν καὶ ἀνελόμενος, δίδου καθὰ προείρηται. [Ἡ διὰ τῶν ὀπωρῶν. ποιεῖ πρὸς στομάχου ἀνα‐
15τροπὴν καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς.] Μῆλα Κυδώ‐ νια ἀριθμῷ ιʹ. οὖα ἀριθμῷ νʹ. μέσπιλα ἀριθμῷ νʹ. ῥοῦ ἐρυ‐ θροῦ ξε. αʹ. ὕδατος χοὰς στʹ. τὰς ὀπώρας θλάσας καὶ βα‐
λὼν εἰς ὕδωρ ἕψε φιλοπόνως. καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ142 in vol. 13

13

.

143

ὑγρὸν καὶ πάλιν ἕψε, ἐκβαλὼν τὸ ἀχυρῶδες τῶν ὀπωρῶν, καὶ ὅταν τὸ τρίτον τοῦ ὑγροῦ ὑπολειφθῇ, ἐπίβαλλε μέλιτος Ἀττικοῦ λίτρας δʹ. καὶ ἕψε ἐπ’ ἀνθράκων κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἡ χρῆσις δεδήλωται.
5ἄλλο. οὔων πεπείρων ξε. αʹ. μύρτων μελάνων ξε. αʹ. ῥοῦ Συριακοῦ ξε. αʹ. κοκκυμήλων ἀγρίων ξε. αʹ. μεσπίλων ξε. αʹ. φοινικοβαλάνων Θηβαϊκῶν λίτρας βʹ. μῆλα κυδώνια ιʹ. ῥοιὰς ὁλοκλήρους σὺν τοῖς πυρῆσιν ιʹ. γλεύκους Ἀμιναίου ξε. μηʹ. σκεύαζε κατὰ τρόπον καὶ τὸ ὑγρὸν ἐκθλίψας, πά‐
10λιν ἕψε φιλοπόνως, ὥστε συστραφῆναι, καὶ χρῶ καθὰ προ‐ είρηται, ὁμοίως ταῖς προγεγραμμέναις δυνάμεσιν. πέμπτην ἔγραψεν ὁ Ἀσκληπιάδης ὡδί πως. [Καταπότια πρὸς στομάχου ἀνατροπὰς Ὀριγενείας, καλὰ καὶ δόκιμα λίαν.] Ῥόδων ἄνθους 𐅻 ηʹ. μυρσίνης μελαί‐
15νης τοῦ καρποῦ, χωρὶς τῶν γιγάρτων, ὀξύβαφον, ὑοσκυάμου
σπέρματος ὀξυβάφου ἥμισυ, τρῖβε ὁμοῦ φιλοπόνως κατὰ μι‐143 in vol. 13

13

.

144

κρὸν ἐπιβαλὼν προτρόπου ὅσον ἐξαρκεῖ, ἔπειτα τούτοις ἐπι‐ βάλλων φοινίκων πατητῶν ιʹ. τὴν σάρκα καὶ συλλεάνας, ἀνάπλασσε καταπότια ἐρεβίνθου τὸ μέγεθος καὶ δίδου γʹ. ἢ καὶ δʹ. καὶ μελικράτου παλαιοῦ κεκραμένου κυάθους βʹ. καὶ
5τοῦτο τὸ φάρμακον ἐπὶ τῶν αὐτῶν διαθέσεών ἐστι χρήσι‐ μον, ἐφ’ ὧν καὶ τὰ πρὸ αὐτοῦ τέσσαρα. βεβούληται δὲ ὁ συνθεὶς αὐτὸ καὶ ὑοσκυάμου σπέρμα μίξας διὰ τὴν μίξιν ταύτην ἀνωδυνώτερόν τε καὶ ὑπνοποιὸν ἐργάσασθαι μετὰ τοῦ καὶ ξηραίνειν. εὔδηλον δ’ ὅτι καὶ ψυκτικὸν ἔχει τι τὸ
10σπέρμα τοῦ ὑοσκυάμου, καθάπερ καὶ τὰ τῆς μήκωνος, ὥστε πρὸς τὰς θερμὰς διαθέσεις ἁρμόττειν. ὅμοιον τῷ προγεγραμ‐ μένῳ φάρμακον ἐφεξῆς αὐτῷ γέγραπται κατὰ λέξιν τήνδε. ῥόδων προσφάτων χωρὶς τῶν λοβῶν 𐅻 ηʹ. μήκωνος λευ‐ κῆς τοῦ σπέρματος 𐅻 δʹ. ὑοσκυάμου σπέρματος 𐅻 βʹ. ἀλόης
15τριώβολον, ἀσάρου τριώβολον, ὕδατι διαλύσας ἀνάπλασσε σφαιρία καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος. ἕβδομον ἐπὶ τοῖς προγεγραμμένοις φάρμακον ὁ Ἀσκληπιάδης ἔγραψεν, προσ‐
θεὶς αὐτῷ διορισμὸν ἀπὸ συμπτώματος φαινομένου. φησὶ144 in vol. 13

13

.

145

γὰρ τοῖς ἐγκαιομένοις ἁρμόζειν αὐτὸ καὶ διὰ τοῦτο ἄδιψον ὀνομάζει τὴν σύνθεσιν αὐτοῦ γράφων τήνδε. [Ἐγκαιομένοις ἄδιψον καταπότιον.] Σικύου ἡμέρου σπέρματος 𐅻 ηʹ. ἀνδράχνης σπέρματος 𐅻 ηʹ. τραγακάνθης
5𐅻 δʹ. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς, ἐπίβαλλε τοῖς λοιποῖς καὶ τρίψας ἐπιμελῶς καὶ μίξας, ἀνάπλαττε καταπό‐ τια καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κα‐ τέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω καὶ τὸ μετὰ
10τοῦτο δὲ ψυκτικόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντος στο‐ μάχου, διάθεσιν ἔχοντος ὑγρὰν καὶ θερμήν. γράφει δὲ περὶ αὐτοῦ κατὰ λέξιν οὕτως ὁ Ἀσκληπιάδης. [Ἄλλο. ποιεῖ καὶ πρὸς τὴν τοῦ στομάχου ἀνα‐ τροπὴν, μάλιστα δὲ χρήσιμόν ἐστι τοῖς καῦμα πολὺ ὑπομέ‐
15νουσιν καὶ τοῖς καυσουμένοις.] Ῥόδων χλωρῶν τῶν φύλ‐ λων 𐅻 στʹ. γλυκυῤῥίζης 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. οἴνῳ γλυκεῖ ἢ προτρόπῳ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δί‐
δου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν ἢ διαλύων ὕδατι145 in vol. 13

13

.

146

ψυχρῷ, ἐρεβίνθου τὸ μέγεθος δίδου πίνειν. ἔνατον ἐπὶ τοῖς προγεγραμμένοις φάρμακον ἔγραψεν ὁ Ἀσπληπιάδης ὡδί πως. πρὸς λυγμὸν καὶ στομάχου ἀτονίαν καὶ τροφῆς ἀνα‐ βολήν. ἡ μὲν οὖν ἀναβολὴ, τουτέστιν ὁ ἔμετος, ἐκ τοῦ γέ‐
5νους ἐστὶ τῶν ὑπτιασμῶν. ὅταν γὰρ ἰσχυρῶς τὸ στόμα τῆς γαστρὸς πάθῃ. τοῦτο γίνεται, καθάπερ ἔφην, ἐπί τε μοχθη‐ ρῶν χυμῶν, οὓς ἀποῤῥύψαι δι’ ἀτονίαν ἡ γαστὴρ ὁρμήσασα τὸ τῆς ναυτίας ἴσχει σύμπτωμα καὶ πρὸ τοῦ προσάρασθαι τὴν τροφὴν καὶ δι’ ἀτονίαν ἐσχάτην ἐπὶ τῇ τροφῇ πάσχει
10τοῦτο. τοὺς μὲν οὖν ἐπὶ τῇ τῶν ὑγρῶν φαυλότητι γινομέ‐ νους ὑπτιασμοὺς ἡ πικρὰ θεραπεύει τάχιστα τὴν κακοχυ‐ μίαν ἐκκαθαίρουσα. τῶν δὲ διὰ τὴν ἀτονίαν βαρυνομένου τοῦ στομάχου γινομένων ἐμέτων ἴασίς ἐστι κατὰ τὴν τῆς δυσκρασίας ἐπανόρθωσιν. οὐκ ὀλιγάκις δὲ συμβαίνει μὴ μό‐
15νον τὸν στόμαχον, ἀλλὰ καὶ τὴν γαστέρα δι’ ἀτονίαν οὐ δυναμένην φέρειν τὸ βάρος τῶν σιτίων, ἀποῤῥίπτειν αὐτὰ ποτὲ μὲν εἰς τὸ κάτω μέρος, ὅταν καὶ ὁ στόμαχος ἐκείνων
εὐτονώτερος ᾖ, ποτὲ δὲ ἄνω δι’ ἀτονίαν στομάχου, καθ’ ὃν146 in vol. 13

13

.

147

ἂν καιρὸν οὗτος ἀτονώτερος ᾖ τῶν κάτω. τοῦτο τοίνυν τὸ σύμπτωμα τὸ κατὰ τοὺς ἐμέτους ἓν μέν ἐστιν, ἕπεται δὲ πολλαῖς διαθέσεσι διάφορον ἐχούσαις ἴασιν. ὡσαύτως δὲ καὶ ὁ λυγμὸς ἐνίοτε μὲν ἐπιγίνεται τῷ στομάχῳ διὰ ψύξιν ἢ
5πλήρωσιν, ἐνίοτε δὲ διὰ δῆξιν ὑγρῶν, δριμέων τε καὶ φαρ‐ μακωδῶν ταῖς ποιότησιν. οὔκουν οἷόν τε φάρμακον εὑρεῖν ἐστιν ἐπιτήδειον ἁπάσαις ταῖς εἰρημέναις διαθέσισιν. ἃ δ’ ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ Ἀσκληπιάδης δύο πρὸς τοῖς ἄλλοις φάρμακα δέδεικται πολὺ διαφέρουσαν ἔχοντα τὴν οὐ‐
10σίαν τῆς ἀνθρωπίνης φύσεως, ἃ μάλιστα πάντων τῶν μο‐ ρίων τοῦ σώματος ὁ στόμαχος οὐ φέρει διὰ τὸ περιττὸν τῆς αἰσθήσεως. ἀνιᾶται οὖν μεγάλως, κᾀπειδὰν τῶν στομα‐ τικῶν τι φαρμάκων εἰς αὐτὸν τύχῃ παραῤῥυὲν, ὅσα χάλκαν‐ θον ἤ τι τοιοῦτον ἔχει. τὸ γὰρ διὰ τῶν ὀπωρῶν ἐξ ἐδω‐
15δίμου γέγονεν ὕλης. ἐναντιώτατον δέ ἐστιν ἀνθρώπου φύσει τὸ χάλκανθον, ὥσπερ δὴ καὶ ὁ μανδραγόρας. φευκτέον οὖν
ἐστι τὰ δύο ταῦτα φάρμακα τὰ διὰ χρυσοβαλάνου τε καὶ147 in vol. 13

13

.

148

μανδραγόρου ῥίζης τοῦ φλοιοῦ συγκείμενα, παραθήσομαι δ’ ὅμως αὐτῶν καὶ τὴν σύνθεσιν. ἔστι δ’ ἡ μὲν τοῦ προτέρου γεγραμμένη τοιάδε. χρυσοβαλάνου λίτραν αʹ. μαστίχης Χίας λίτραν 𐅶ʹʹ. μανδραγόρου ῥίζης φλοιοῦ γο γʹ. κόψας καὶ
5σήσας, ἀναλάμβανε ἡδυόσμου χυλῷ καὶ ποίει καταπότια καὶ δίδου τριώβολον μεθ’ ὕδατος ψυχροῦ κυάθων τριῶν. ἡ δὲ τοῦ δευτέρου γεγραμμένου φαρμάκου σύνθεσις ἔστιν ἥδε. μαστίχης Χίας λίτραν αʹ. τραγακάνθης λευκῆς λίτραν μίαν, μανδραγόρου ῥίζης τοῦ φλοιοῦ γο βʹ. κόψας καὶ σήσας ἀπό‐
10θου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον ἐπιπάσσων ὕδατος ψυχροῦ κυάθῳ ἑνί. μετὰ τὰς προγεγραμμένας δύο δυνάμεις ὁ Ἀσκληπιάδης οὕτως ἔγραψεν. πρὸς τὰς εἰλεώδεις τοῦ στο‐ μάχου ἀνατροπάς. εἰκάσειε δ’ ἄν τις αὐτὸν εἰλεώδεις ὀνο‐ μάζειν τὰς ἰσχυρὰς, ὡς γὰρ ἐν τοῖς εἰλεοῖς ἔμετοι μετὰ σφο‐
15δρᾶς γίνονται συντονίας ὡς καὶ κόπρον ἐμεῖν, οὕτω καὶ τοὺς ἄλλους ἐμέτους, ὅσοι σύντονοί γέ εἰσιν, δύναιτ’ ἄν τις εἰλεώδεις ὀνομάζειν ἕπονται δ’ οὗτοι μεγάλως ἀνια‐
θεῖσι τοῖς πάσχουσι μορίοις ὑπὸ φαρμακωδῶν ἰχώρων, ἐὰν148 in vol. 13

13

.

149

δὲ καὶ ἀτονώτερά πως ᾖ, διπλασιάζεται τὸ κακόν. ἔσται δὴ διὰ τοῦτο τῆς ἰάσεως ὁ σκοπὸς ἅμα μὲν ἀνατιθέντων ἡμῶν τοῖς πάσχουσι μορίοις εὐώδεις ποιότητας, οἷαί περ αὐτῶν ἀρωμάτων εἰσὶ καί τινων ἐδωδίμων σπερμάτων, ὁποῖόν ἐστιν
5ἄνισόν τε καὶ σέλινον καὶ δαῦκος καὶ κύμινον καὶ σέσελι. κατὰ τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν πλευριτικῶν δι‐ δοὺς καθαῖρον φάρμακον, μιγνύναι τι τούτων ἐκέλευσε γρά‐ φων ὧδε. ἢν δὲ ὑπὸ φρένας εἴη τὸ ἄλγημα, εἰς δὲ τὴν κληῗδα μὴ σημάνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίαν μέλανι ἐλλε‐
10βόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδῶν μιγνύντας. φαίνεται γὰρ ἐν τούτοις τῆς εὐωδίας αὐτῶν μάλιστα δεόμενος εἰς τὴν μίξιν, ἕνεκα τοῦ τὸ φαρμακῶδες, ὅπερ ἐστὶν ἐναντίον ἀνθρώπου φύσει, παραμυθήσασθαί τε καὶ ἀμβλῦναι. καθάπερ γὰρ τὰ
15δυσώδη πάντα τὸν στόμαχον ἀνατρέπειν πέφυκεν, οὕτω τὰ εὐώδη ῥωννύναι. ἂν δὲ πρὸς τοῦτο καὶ τὸ ἐδωδίμοις αὐτοῖς εἶναι παρῇ, πολλαπλασίως ὠφελήσει τὸν ἀνατετραμμένον
στόμαχον ἐπὶ τῇ κακίᾳ τῶν ἰχώρων. κατὰ τοῦτον μὲν οὖν149 in vol. 13

13

.

150

τὸν λογισμὸν ἄνισόν τε καὶ σέλινον ἐνέμιξεν ὁ συνθεὶς τὸ προκείμενον φάρμακον, ἀψίνθιόν τε διότι ῥυπτικὸν πέφυκεν, καὶ ἀποσμῆχον καὶ ὑπάγον ὅσοι κατὰ τὸν στόμαχόν εἰσι μοχθηροὶ χυμοὶ συνάγειν τε καὶ σφίγγειν καὶ τόνον ἐπιτι‐
5θέναι τῷ μορίῳ. τὸ δὲ κιννάμωμον, ὡς ἐν ἅπασι τοῖς δυσ‐ ώδεσι καὶ σηπεδονώδεσιν ἀντιτεταγμένον ἰχῶρσι, κατ’ ἄμφω τὰς ἑαυτοῦ δυνάμεις, ἀλλοιωτικήν τε καὶ διαφορητικὴν, οὐ μικρὰν γὰρ ἐκ τῆς εὐωδίας ὠφέλειαν παρέχει ταῖς κακαῖς ἁπάσαις διαθέσεσιν. ὄπιον δ’ ὀλίγον ἔμιξε τῷ φαρμάκῳ τὴν
10αἴσθησιν ἀμβλῦναι τοῦ στομάχου βουλόμενος, ᾧ λόγῳ καὶ τοῖς κοιλιακοῖς αὐτὸ δίδομεν, εἴτε καρώδη τινὰ ὕπνον ἐπε‐ νεγκεῖν δυνάμενον. ἐπανορθούμενος δὲ ὁ συνθεὶς τὸ φάρμα‐ κον τὴν ἐκ τοῦ ὀπίου σφοδρὰν ψύξιν, ἔμιξεν αὐτῷ τὸ κα‐ στόριον, ἀντιτεταγμένον πως αὐτοῦ τῇ δυνάμει. κατὰ δὲ
15τὸν αὐτὸν λόγον καὶ τὸ πέπερι μέμικται. περὶ δὲ τῆς σμύρ‐ νης ἄξιον ἐπιστῆσαι, καθ’ ὅσον γὰρ ἡ δύναμις αὐτῆς ἐστι πεπτικὴ τῶν παρὰ φύσιν καὶ μοχθηρῶν χυμῶν, κατὰ τοσοῦ‐
τον προσηκόντως μέμικται· καθ’ ὅσον δὲ φαρμακώδης ἐστὶν,150 in vol. 13

13

.

151

οὐ προσηκόντως, ἀλλ’ ἡ βραχύτης αὐτῆς εἰς μὲν τὴν πέψιν τι συντελεῖ, τὸ δὲ τῆς ποιότητος ἀλλόκοτον οὐκ ἐνδείκνυται νικωμένης ὑπὸ τῶν εὐόσμων. ἐγὼ γοῦν τὸ προκείμενον φάρ‐ μακον καὶ χώρις τῆς σμύρνης εἴωθα σκευάζειν, ἐπὶ τὸ ἀσφα‐
5λέστερον ἀεὶ πειοώμενος ἄγειν τὰς χρήσεις ἁπάντων τῶν φαρ‐ φάκων καὶ μάλισθ’ ὅταν ὀξέως πυρέττοντι δίδοταί τι τοι‐ οῦτον. ὡς οὖν κιννάμωμον ἔχον τοῦτο τὸ φάρμακον καὶ σπέρματα θερμὰ καὶ διουρητικὰ καὶ πέπερι, καὶ πρὸς τούτῳ γε καστόριόν τε καὶ ὄπιον, ἐπὶ πολλῶν παθῶν εἰκότως ὠφέ‐
10λιμον γίνεται, ποτὲ μὲν μετ’ οἴνου τινὸς τῶν εὐστομάχων διδόμενον, ὁποῖος ὁ πρότροπός ἐστι, ποτὲ δὲ μετὰ μύρτων ἀφεψήματος ὡς ἐπὶ δυσεντερικῶν, ἢ μετ’ ὀξυμέλιτος ὡς ἐπὶ σπληνικῶν. ἐπὶ δὲ χολέρας μετὰ ψυχροῦ, καθάπερ ὁ Ἀσκλη‐ πιάδης ἔγραψεν, ἀλλὰ προσδιορισάμενος, εἰ διψωδέστερός ἐστι
15νῦν ἢ πρόσθεν, ἢ ἄσης θερμῆς αἴσθησις αὐτῷ κατὰ τὸ στόμα τῆς κοιλίας, ἢ ψυχροπότης ἦν ὁπόθ’ ὑγίαινε. ἐγὼ τοῦτο τὸ φάρμακον ἐπὶ τὸ ἀσφαλέστερον ἄγων ἀφῆκά τε τὴν σμύρ‐
ναν ηὔξησά τε τὴν τοῦ πεπέρεως ποσότητα. πλεῖστον δὲ151 in vol. 13

13

.

152

κιννάμωμον αὐτοῦ λαβόντος ἀναγκαῖον ἡμῖν ἐστιν, ὅταν ἀπορῶμεν κινναμώμου, κασσίαν τὴν ἀρίστην ἐμβάλ‐ λειν, ἤτοι πλείονα διπλῷ σταθμῷ τοῦ κινναμώμου ἢ πάν‐ τως οὐκ ἐλάττονα. ἡ δ’ ὑπ’ Ἀσκληπιάδου γεγραμμένη συμ‐
5μετρία τῶν μιγνυμένων φαρμάκων ἐστὶν ἥδε κατὰ λέξιν. [Πρὸς τὰς εἰλεώδεις τοῦ στομάχου ἀνατροπὰς ὁ τῶν Ἀμαζόνων. ποιεῖ πρὸς ἐμπνευμάτωσιν, ἐγκαιομένοις καὶ ἐμοῦσι τὴν τροφήν. ποιεῖ καὶ πρὸς τὰς τῶν ἐντὸς δια‐ θέσεις.] Σελίνου σπέρματος 𐅻 στʹ. ἀνίσου 𐅻 στʹ. ἀψιν‐
10θίου 𐅻 δʹ. πεπέρεως 𐅻 βʹ. σμύρνης 𐅻 βʹ. κινναμώμου 𐅻 στʹ. ὀπίου 𐅻 βʹ. καστορίου 𐅻 βʹ. ἀνάπλαττε δι’ ὕδατος καὶ ποίει τροχίσκους καὶ δίδου τὴν τελείαν δόσιν 𐅻 αʹ. στομα‐ χικοῖς μετὰ προτρόπου κεραννυμένου κυάθων γʹ. χολερικοῖς καὶ ἐμοῦσι τὴν τροφὴν μετὰ ψυχροῦ, κολιακοῖς καὶ δυσεν‐
15τερικοῖς μετὰ μύρτων ἀφεψήματος. τοῖς δὲ σπληνικοῖς μετ’ ὀξυμέλιτος θερμοῦ κυάθων γʹ. ἄλλο φάρμακον ἐφεξῆς ἔγρα‐ ψεν ὁ Ἀσκληπιάδης, οὐ μόνον πρὸς τὰς εἰλεώδεις τοῦ στο‐ μάχου διαθέσεις ἁρμόττειν ἐπαγγελλόμενος, ἀλλὰ καὶ πρὸς
τοὺς ἐπιτεταμένους λυγμοὺς καὶ τοὺς δι’ ἐγκαύσεως, ὅπερ152 in vol. 13

13

.

153

ἐστὶ, πολλῆς θερμασίας αἰσθανομένους στομαχικούς. εἴρηται δέ μοι πολλάκις, ὡς ἔστιν ἀδύνατον εὑρεῖν φάρμακον εἰς πολλὰς διαθέσεις ἄριστον, εὑρίσκεται γὰρ ἑκάστης αὐτῶν ἕτερον ἴδιον ἄμεινον. ἀλλὰ τοῖς βουλομένοις ἓν ἔχειν φάρ‐
5μακον πρὸς πολλὰ πάθη καὶ ἡ τούτων σκευασία καὶ παρα‐ σκευὴ χρήσιμος γίνεται. περιέχεται μέντοι καὶ ἀμφιβολία τις ἐν ταῖς τοιαύταις ἐπαγγελίαις τῶν φαρμάκων, ὁποίαν ὁ Ἀσκληπιάδης νῦν περὶ τοῦ προκειμένου πεποίηται. δόξουσι γὰρ ἴσως ἔνιοι τῶν ἀγνοούντων ἕκαστόν τε τῶν τριῶν συμ‐
10πτωμάτων ἐπαγγέλλεσθαι θεραπεύειν, ἅμα τε δύο συνελθόν‐ των καὶ πάνθ’ ὁμοῦ, καθάπερ ὅταν σπαράττηται σφοδρῶς ναυτιῶν ὁ κάμνων καὶ λύξῃ καὶ θερμασίας πολῆς καὶ ἀσώ‐ δους κατὰ τὸν στόμαχον αἴσθηται. καὶ περὶ πρώτης γε ἐρῶ τῆς τοιαύτης διαθέσεως, ἐφ’ ἧς ἅμα τρία παθήματα διοχλεῖ
15τὸν ἄνθρωπον, ἥ τε τῆς ἐγκαύσεως αἴσθησις ὅ τε λυγμὸς ἥ τε εἰλεώδης διάθεσις. Ἱπποκράτης μὲν οὖν σπασμὸν ἔφησε γίνεσθαι ὑπό τε πληρώσεως καὶ κενώσεως, καὶ πρόσκειται
τῷ ἀφορισμῷ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις, οὕτω δὲ153 in vol. 13

13

.

154

καὶ λυγμός. ἐγὼ δὲ ἐπὶ τοῦ σπασμοῦ τρίτον αἴτιον παρὰ τὸ τῆς κενώσεως καὶ πληρώσεως οὐδὲν προσθεῖναι εὗρον. λυγμὸν δὲ ὁρῶ καὶ χωρὶς τούτων γιγνόμενον, ἐνίοτε δριμέων χυμῶν ἢ ἰχώρων φαρμακωδῶν δακνόντων τὸν στόμαχον, οὓς
5ἐὰν ἐμέσωσιν, εὐθέως παύονται λύζοντες, καὶ πολλοὶ τὸ διὰ τριῶν πεπέρεων φάρμακον καταπιόντες, ἐὰν εὐθέως ἐπι‐ πίωσιν οἶνον αὐτῷ, πάντως λύζουσιν· ὧν εἷς εἰμι κᾀγὼ αὐ‐ τός. ἔτι δὲ καὶ τροφῆς διαφθαρείσης εἰς δακνώδη ποιότητα λύζουσιν ἔνιοι. καὶ ὅτι γε ἐμέσαντες παραχρῆμα παύονται,
10τῶν ἅπασι γινωσκομένων ἐστί. καὶ ῥιγώσαντες τὸ στόμα τῆς κοιλίας ἔνιοι λύζουσι, μάλιστα δὲ τοῖς παιδίοις συμβαί‐ νει λύζειν συνεχῶς ἐπί τε διαφθορᾶς τῆς κατὰ τὴν γαστέρα τροφῆς καὶ ψύξει τοῦ μορίου. εἰ δὲ καὶ δι’ ὑπερκένωσιν γένηται λυγμὸς, ὥσπερ καὶ σπασμὸς, ἄξιον σκέψεώς ἐστιν.
15ἀλλ’ ἐὰν ἐν τῷ παρόντι καταλιπόντες ἄσκεπτον τοῦτο τοὺς διὰ ψύξιν ἢ πλῆθος σιτίων βαρυνομένους ἢ δριμύτητα δά‐
κνουσαν ἐννοήσωμεν, ἔμετον μὲν εὑρήσομεν αὔταρκες ἴαμα154 in vol. 13

13

.

155

τῶν διά τι πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψύξιν. ἑτέρῳ δὲ τρόπῳ καὶ τὴν τῆς αἰσθήσεως νάρκω‐ σιν ἐπὶ τοῖς ψύχουσι καὶ τὴν ἀλλοίωσιν δακνόντων καὶ τὴν διαφόρησιν, ὑπὸ τῶν λεπτυνόντων τε καὶ ξηραινόντων.
5σύγκειται δὲ ἐκ τοιούτων τὸ φάρμακον. ὄπιον μὲν γὰρ καὶ ῥόδα καὶ ψυλλίου χυλὸς τῶν ψυχόντων ἐστὶ, νάρδου δὲ στάχυς καὶ χρυσοβάλανος τῶν διαφορούντων τε καὶ το‐ νούντων, ἄσαρον δὲ τῶν ἐπ’ οὖρα ποδηγούντων τὰς μοχθη‐ ρίας τῶν ὑγρῶν, ἡ δ’ ἀλόη τῶν ἐκκαθαιρόντων τε τὴν κα‐
10κοχυμίαν ἐστὶν, ἐκκενούντων τε διὰ τῆς κάτω γαστρός. ὁ δὲ κρόκος καὶ πέττει καὶ τονοῖ τὰ μόρια, καὶ τῷ μὲν εὐκράτῳ τῆς θερμότητος τὴν πέψιν ἐργαζόμενος, τῇ δὲ συνούσῃ στύ‐ ψει τὸν τόνον. ὁ δὲ κόστος τῶν ἱκανῶς μὲν θερμαινόντων, μετρίως δὲ στυφόντων ἐστὶν, ὡς αὐτὸς ἐνδείκνυται τοῖς γευ‐
15ομένοις αὐτοῦ. ἐκ τούτων δὲ συγκείμενον τὸ φάρμακον ἐπι‐ τήδειον μὲν τοῖς λύζουσίν ἐστιν, ἐπιτήδειον δὲ καὶ τοῖς σπα‐ ραττομένοις ἐμετικῶς, διὰ τοὺς κατὰ τὸ προγεγραμμένον εἰ‐
ρημένους χυμοὺς, ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ μήτ’ ἄλλο τι τῶν155 in vol. 13

13

.

156

εὐωδῶν ἔχον μήτε κιννάμωμον. ἡ δὲ τῶν ψυχόντων ἐν αὐτῷ μίξις, ναρκῶσαι τὴν αἴσθησιν δυναμένη τῷ πραΰνειν τὴν ἐκ τῶν δακνόντων ἰχώρων τε καὶ χυμῶν ἀνίαν, ἐπιτήδειον ὄντως ἐργάζεται τὸ φάρμακον εἰς τὴν τῆς ναυτιώδους δια‐
5θέσεως μείωσιν. ἐπεὶ δὲ καὶ τοῖς ἐγκαιομένοις τὸν στόμαχον ἁρμόττειν ἔφησε τὸ φάρμακον· ἀνθίσταται δὲ τῷ λόγῳ τούτῳ ὁ θερμαίνων κόστος, ἄξιον εἰπεῖν καὶ περὶ τοῦδε. καθάπερ ἐν ταῖς κωλικαῖς καλουμέναις ἀντιδότοις, ὑπὸ δέ τινων ἀνωδύνοις, ὁποῖα καὶ ἡ τοῦ Φίλωνός ἐστιν. ὁ μὲν
10σκοπὸς τῆς συνθέσεως τοῦ φαρμάκου, ναρκῶσαι τῇ ψύξει τὴν αἴσθησιν τῶν ὀδυνωμένων. ὅπως δὲ μὴ μετὰ μεγάλης βλάβης συμβαίνῃ τοῦτο, διά τε τοῦ βάθους τῶν ὀδυνωμένων σωμάτων ἡ ψύξις ταχέως διέλθῃ, μίγνυται τὰ θερμαίνοντα ποδηγοῦν δυνάμενα τὴν ἐκ τῶν ψυχόντων νάρκωσιν, ὡς ἂν
15ἐκείνων αὐτῶν καθ’ ἑαυτὰ βραδυπόρων ὑπαρχόντων. ταῦτα οὖν προακηκοώς τις ἐπισκεπτέσθω τὴν ποσότητα τῶν μι‐ γνυμένων ἐν ταῖς συνθέσεσι τῶν ἁπλῶν φαρμάκων. ἐκ ταύ‐
της γὰρ εἴσεται εἴτε τι μᾶλλον ὧν ἐπαγάλλεται τὸ σύν‐156 in vol. 13

13

.

157

θετον φάρμακον ἐργάζεσθαι δυνατόν ἐστιν ἢ καί τι ἧττον εἰ μὲν γὰρ φαίνοιτο τὰ ψύχοντα πλείω τὴν αἴσθησιν τῶν πεπον‐ θότων ἀμβλύνει μᾶλλον, ὅσον δὲ θερμασίας ᾖ ἐν τῷ μορίῳ, καὶ ταύτην σβέννυσι. τῶν θερμαινόντων δὲ αὐξηθέντων ἧτ‐
5τον μὲν ταῦτα ἐργάζεται τὸ φάρμακον ἀβλαβέστερον δὲ γί‐ νεται. χρὴ γὰρ γινώσκειν ὑπὸ πάντων τῶν δι’ ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρου φαρμάκων ὅμοιον τῇ νεκρώσει πάσχοντα τῶν ζώντων τὰ σώματα, τῶν ὀδυνώντων αἰτίων ἀναισθήτων γινομένων, καὶ πολλοὶ τῶν συνεχῶς τὰ τοιαῦτα
10λαμβανόντων εἰς ἀνίατον ψύξιν ἤγαγον τὰ μόρια· καθάπερ δὲ ἐπὶ τῆς τῶν ψυχόντων τε καὶ θερμαινόντων ἀντιθέσεως ἡ ποσότης ἑκατέρων ἐνδείκνυται τὴν ἐπικρατοῦσαν ἐνέργειαν τοῦ φαρμάκου, κατὰ τὸν αὐτὸν τρόπον κᾀπὶ τῶν ἄλλων ἐννοεῖν προσῆκεν, οἷον πυκνούντων τε καὶ ἀραιούντων, ἢ
15συναγόντων καὶ χεόντων, ἢ εὐωδῶν τε καὶ δυσωδῶν, ἢ ὑγραι‐ νόντων τε καὶ ξηραινόντων διαφορούντων τε καὶ συνεχόν‐
των. ὑπαγράψας οὖν τούτοις τὴν τῶν μιχθέντων ποσότητα157 in vol. 13

13

.

158

πρὸς τὰ συνεχῆ μεταβήσομαι, γράφει δὲ αὐτὴν ὁ Ἀσκλη‐ πιάδης αὐτοῖς ὀνόμασιν οὕτως. [Στομαχικοῖς ἐγκαιομένοις πρὸς ἐπιτεταμένους λυγμοὺς καὶ τὰς εἰλεώδεις τοῦ στομάχου διαθέσεις.] Κόστου 𐅻 δʹ.
5ναρδοστάχυος 𐅻 δʹ. χρυσοβαλάνων 𐅻 δʹ. ῥόδων χλωρῶν 𐅻 δʹ. μαστίχης δραχμὰς δʹ. ἀλόης δραχμὰς βʹ. ἀσάρου δραχμὰς βʹ. ὀπίου δραχμὴν μίαν, ἀναλάμβανε ψυλλίου χυλῷ καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον. τὸ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει. ἐφεξῆς τοῖς προγεγραμμένοις τὴν
10ἔμπροσθεν ἤδη γεγραμμένην ἀντίδοτον, ἱερὰν δι’ ἀλόης τε καὶ κινναμώμου συγκειμένην, ἐν τοῖς Ἀνδρομάχου φαρ‐ μάκοις καὶ αὐτὸς ἔγραψεν οὐ κατὰ τὴν αὐτὴν συμμετρίαν. ἔχει δὲ ἡ λέξις αὐτοῦ τόνδε τὸν τρόπον. [Ἀντίδοτος ἱερὰ Θεμίσωνος πρὸς τὰς τοῦ στομάχου
15ἀνατροπάς. ποιεῖ καὶ τοῖς καυσουμένοις καὶ πρὸς πᾶσαν ἐμπνευμάτωσιν καὶ βραδυπεψίαν καὶ πρὸς τὰς περὶ μήτραν διαθέσεις. ἔστι δὲ καὶ διουρητικὴ ἀγαθὴ καὶ καθόλου δύνα‐
μις θαυμαστὴ ὑδρωπικοῖς, νεφριτικοῖς, ἡπατικοῖς, κατάγει158 in vol. 13

13

.

159

καὶ γυναιξὶν ἔμμηνα.] Ἀλόης 𐅻 ρʹ. μαστίχης γο αʹ. κρό‐ κου γο αʹ. νάρδου Ἰνδικῆς γο αʹ. κινναμώμου γο αʹ. καρπο‐ βαλσάμου γο αʹ. ἀσάρου γο αʹ. κόπτε, σῆθε λεπτοτάτῳ κο‐ σκίνῳ καὶ φύλαττε ξηρὸν καὶ ἀδιάπνευστον. ἡ χρῆσις πρὸς
5μὲν τὰς βραδυπεψίας καὶ τοὺς οὕτως ὑγιαίνοντας ὁλκὴ μία μετὰ ψυχροῦ ὕδατος κυάθων δʹ. τοῖς δὲ χολὴν ἐμοῦσιν ἢ ἄλλως πως ῥευματιζομένοις ὁλκῆς ἥμισυ. πρὸς δὲ τοὺς φλε‐ γμαίνοντάς τι τῶν ἐντὸς ἁρμόσει μεθ’ ὑδρομέλιτος διδόμε‐ νον. ἐφ’ ὧν δὲ οὖρα κινεῖν προαιρούμεθα ἢ ἔμμηνα κατά‐
10γειν, δίδομεν μετ’ οἴνου τὸ φάρμακον. ἔστι δὲ καταπαστόν. ταῦτα μὲν ἔγραψεν ὁ Ἀσκληπιάδης ὑπὲρ τοῦ προκειμένου φαρμάκου. σκεψώμεθα δὲ πρῶτον μὲν ἐν τοῖς περὶ τῆς πο‐ σότητος τῶν συνθέντων αὐτὴν φαρμάκων, ᾗ συνεφώνησέν τε καὶ διεφώνησεν, εἶθ’ ἑξῆς περὶ τῆς ἐπαγγελίας τε καὶ χρή‐
15σεως αὐτῆς. ἐν μὲν δὴ τῇ μίξει τῶν φαρμάκων συνεφώνη‐ σαν ἀλλήλοις ὅ τε Ἀνδρόμαχος καὶ ὁ Ἀσκληπιάδης ἐν τῷ τῆς ἀλόης ρʹ. ἐμβάλλειν δραχμάς. διεφώνησαν δὲ ἔν τε τῷ
τὸν Ἀσκληπιάδην ἁπλῶς ἀλόης γράψαι, τὸν δὲ Ἀνδρόμαχον159 in vol. 13

13

.

160

τὸ πεπλυμένης προσθεῖναι, κᾀν τῷ τὸν Ἀσκληπιάδην τῶν ἄλλων οὐγγίας μῖξαι, τουτέστιν ὁλκὰς ἢ δραχμὰς ἀργυρὰς ηʹ. ἢ ἑπτὰ ἥμισυ, ἓξ δὲ τὸν Ἀνδρόμαχον. ἔτι τὸ καθόσον μὲν ὁ Ἀσκληπιάδης βαλσάμου καρπὸν, ὁ δ’ Ἀνδρόμαχος
5ξυλοβάλσαμον ἐμβάλλει καὶ πρὸς τούτοις, ὅτι μηδ’ ὅλως ὁ Ἀσκληπιάδης τὸ ἄνθος τοῦ σχοίνου μίγνυσι, κατὰ δὲ τὴν ἐπαγγελίαν τῶν ἔργων τοῦ φαρμάκου τῷ μὲν Ἀνδρομάχῳ πλέον οὐδὲν γέγραπται τοῦ δίδοσθαι τισὶ μὲν ἓν κοχλιά‐ ριον, τισὶ δὲ δύο μεθ’ ὕδατος ψυχροῦ κυάθων δʹ. ἢ θερμοῦ.
10τῷ δ’ Ἀσκληπιάδῃ πλείω περὶ τῆς χρήσεως εἴρηται τῆς προ‐ κειμένης ἀντιδότου. πρὸς μὲν γὰρ τὰς δυσπεψίας τῶν ὑγιαι‐ νόντων κελεύει δίδοσθαι μίαν ὁλκὴν μεθ’ ὕδατος ψυχροῦ κυάθων δʹ. ἡγοῦμαι δὲ λέγειν αὐτὸν δραχμὴν ἀργυρᾶν καὶ γὰρ οὕτω σχεδὸν ἅπασι τοῖς νεωτέροις ἰατροῖς ἔθος ὀνομά‐
15ζειν. ἄλλο δὲ νοεῖν ἡμᾶς οὐδὲν ἡ τοῦ πράγματος φύσις ἀναγ‐ κάζει. πρόδηλον δ’ ὅτι δραχμὴν λέγομεν νῦν ἐν τοῖς τοι‐ ούτοις ἅπαντες ὅπερ Ῥωμαῖοι δηνάριον ὀνομάζουσιν. ἀλλ’
ἐπί γε τῶν βραδυπεπτούντων οὐχ ἁπάντων ἁρμόσει διδόναι160 in vol. 13

13

.

161

τὸ φάρμακον, ἀλλ’ ἐπ’ ἐκείνων μόνον, ἐφ’ οἷς ἐπὶ χυμοῖς μοχθηροῖς γίνεται τοῦτο, μᾶλλον δ’ ὅταν ὦσι λεπτοὶ καὶ χολώδεις. ποιήσει δ’ ἄν τινα ῥᾳστώνην καὶ τοῖς ἄνευ χυμῶν τὴν ὑγρὰν δυσκρασίαν ἔχουσιν, ἐπὶ τοσοῦτον διαβεβρωκυῖαν τὸ
5πεπονθὸς μόριον, ὡς ἐκλύεσθαι καὶ χαλᾶσθαι παραπλησίως τοῖς συνδετικοῖς καλουμένοις νεύροις ἐπὶ τῶν κεχαλασμένων ἄρθρων. ἐπὶ μέντοι τῶν χολὴν ἐχόντων ἐν τῇ κοιλίᾳ, μά‐ λιστα ἐφ’ ὧν ἐν αὐτοῖς τοῖς χιτῶσι διὰ βάθους περιέχεται, κάλλιον φάρμακον οὐκ ἂν εὕροις. ἀλλ’ οὐκ οἶδα ὅπως
10ὀλίγον αὐτοῦ δίδωσιν ὁ Ἀσκληπιάδης, τῆς συμμέτρου δό‐ σεως εἰς 𐅻 στʹ. ἐξισούσης. πρὸς δὲ τοὺς φλεγμονήν τινα ἔχοντας οὐχ ἁπλῶς δοτέον ἐν παντὶ καιρῷ τῆς φλεγμονῆς, ἀλλ’ ὅταν πεφθῇ τε καὶ παρακμάσῃ, πέπονα γὰρ φαρμα‐ κεύειν ἀξιοῖ καλῶς ὁ Ἱπποκράτης, μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν,
15εἰ μὴ ὀργᾷ, τουτέστιν εἰ μὴ πρὸς τὴν ἔκκρισιν ἐπείγοιτο ἡ κίνησις καὶ μήπω μηδεμίαν ἔχουσα πρὸς ἓν μέρος ἑδραίαν ῥοπήν τε καὶ στάσιν. ὀρθῶς δὲ τὸ φάρμακον τοῦτο τοῖς
μὲν βραδυπεπτοῦσι καὶ τοῖς χολὴν ἐμοῦσιν ἢ ἄλλως πως161 in vol. 13

13

.

162

ῥευματιζομένοις τὸν στόμαχον, ἐπιπάττων ὕδατος κυάθοις τέσσαρσι, δίδωσι, τὴν ἐκ τοῦ μέλιτος ἀνατροπὴν προσγινο‐ μένην τῷ στομάχῳ δεδιώς. πρὸς δὲ τὰς παρακμὰς τῶν ἔνδον φλεγμονῶν μεθ’ ὑδρομέλιτος ὡραίως ἄν τις διδοῖ τοῦτο.
5καθάπερ καὶ κινεῖν οὖρα προαιρούμενος ἢ ἔμμηνα κενοῦν ὁ μὲν Ἀσκληπιάδης φησὶ μόνον δι’ οἴνου. βέλτιον δ’ ἂν, ὡς ἐγώ φημι, ποιεῖ τις, εἰ δι’ οἰνομέλιτος διδοῖ τὸ φάρμα‐ κον. οὕτω γὰρ ἅμα τε τὰ κατὰ τὴν ἐκ τῆς κοιλίας ἀνάδο‐ σίν τε καὶ φορὰν ἐπ’ οὖρα καὶ τὰ κατὰ τὰς μήτρας ἐνι‐
10στάμενα διαλύει καὶ τέμνει καὶ ῥώμην τοῖς μορίοις παρέχει δι’ ὧν ποιεῖται τὴν πορείαν. ἔτι τε τὴν θερμασίαν αὔξει τῶν τόπων δι’ ὧν φέρεται, συντελοῦσαν καὶ αὐτὴν οὐ σμι‐ κρὰ πρός τε τὴν χύσιν τῶν ἐνισταμένων ὑγρῶν καὶ τὴν κένωσιν. μετὰ δὲ τὴν προγεγραμμένην ἱερὰν Θεμίσωνος ἀν‐
15τίδοτον ὁ Ἀσκληπιάδης ἑτέραν οὕτως ἔγραψεν· ἄλλη ἐκ τῶν Μαντίου δυνάμεων Ἀτταλική. ποιεῖ στομαχικοῖς καὶ ἀποῤῥίπτουσι τὴν τροφὴν, ποιεῖ χολερικοῖς, κοιλιακοῖς, δυσ‐
εντερικοῖς. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτω. κρόκου 𐅻 βʹ.162 in vol. 13

13

.

163

νάρδου 𐅻 βʹ. ὑοσκυάμου σπέρματος 𐅻 αʹ. ἀλόης γο αʹ. βα‐ λαυστίου γο αʹ. τραγακάνθης γο αʹ. πεπέρεως λευκοῦ γο αʹ. ἀκακίας γο αʹ. ῥήου Ποντικοῦ γο αʹ. ῥοὸς Συριακοῦ τοῦ ἐπὶ τὰ ὄψα γο αʹ. ῥόδων χυλῷ ἀφεψημένων ἐν οἴνῳ αὐ‐
5στηρῷ ἀναλαβὼν, ποίει τροχίσκους ἀνὰ 𐅻 αʹ. τὴν δὲ τρα‐ γάκανθαν προεμβρέξας τῷ χυλῷ ἕνου. τοῦτο τὸ φάρμακον οὐδὲν ἔοικε τῷ προγεγραμμένῳ, καθαρτικὸν μὲν γὰρ ἐκεῖνο, στυπτικὸν δὲ τοῦτό ἐστιν, ἁρμόττον τοῖς δι’ ὑγρότητα πολ‐ λὴν ἔκλυτόν τε καὶ χαλαρὸν ἔχουσι τὸν στόμαχον ἢ καὶ
10σύμπασαν τὴν γαστέρα, καθάπερ κᾀν τοῖς ἄρθροις τὰ χα‐ λάσματα γίνεται, διαβραχέντων ὑγρότητι πολλῇ τῶν ἐν αὐ‐ τοῖς συνδέσμων, ἃ τοῖς πλείστοις τῶν ἰατρῶν ἔθος ἐστὶν ὀνομάζειν συνδετικὰ νεῦρα· πολλαὶ γὰρ τοιαῦται διαθέσεις ἔν τε τῇ γαστρὶ καὶ τῷ στομάχῳ γίνονται τοῖς πολυπο‐
15τοῦσι καὶ δαψιλῶς ὀπώρας ὑγραινούσας ἢ ὅλως ἐδέσματα τοι‐ αύτης κράσεως προσενεγκαμένοις. πολλῶν οὖν ὄντων τῶν οὕτω διῃτημένων, εὐλόγως καὶ τὰ τῆς προειρημένης διαθέ‐
σεως φάρμακα πλειστάκις εὐδοκιμεῖ τὴν στύψιν ἐπικρατοῦ‐163 in vol. 13

13

.

164

σαν ἔχοντα. ἔνθα δὲ ἤτοι κακοχυμίας ἐκκενῶσαι προσῆκεν ἢ θερμῆναι τὸ πεπονθὸς μόριον, οὐ μόνον οὐδὲν ὀνίνησιν ἡ τῶν οὕτω στυφόντων φαρμάκων χρῆσις, ἀλλὰ καὶ βλάπτει. μετὰ γὰρ τὸ προγεγραμμένον φάρμακον ἑτέρων δυοῖν ὁ
5Ἀσκληπιάδης μέμνηται καλῶν ἑκατέρων αὐτῶν. σύγκειται δὲ ἐκ πολλῶν ἀμφότερα καὶ διὰ τοῦτό ἐστι πολύχρηστα, καὶ μᾶλλόν γε τὸ δεύτερον. ὅτι δέ ἐστι τοιοῦτον, οἷον εἶναί φη‐ σιν αὐτὸ, τῶν ἁπλῶν ἐν αὐτῷ φαρμάκων ἀναμιμνησκομένοις ἡμῖν, ὁποῖόν ἐστιν ἕκαστον, ἀκηκοόσι τε περὶ τῆς κατὰ τὴν
10σύνθεσιν αὐτῆς μεθόδου, δυνατὸν ἔσται κρίνειν καὶ αὐτοῖς. [Ἀστὴρ στομαχικός. ποιεῖ ἀποξύνουσι τὴν τρο‐ φὴν, στροφουμένοις, καταῤῥοϊκοῖς, κεφαλαλγικοῖς, αἱμοπτυϊ‐ κοῖς, φθισικοῖς, ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν ἢ μήτραν διαθέσεις. ἡ δὲ σκευασία ἔχει οὕτως.] Μανδραγόρου χυ‐
15λοῦ 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. βαλαυστίου 𐅻 δʹ. καστορίου 𐅻 δʹ. κρόκου 𐅻 δʹ. ὀπίου 𐅻 στʹ. ἀνίσου 𐅻 ηʹ. σελίνου σπέρματος 𐅻 ηʹ. στύρακος 𐅻 ηʹ. ὑσσώπου Κρητικοῦ 𐅻 ιβʹ.
ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 ιβʹ. συντίθει κατὰ τρόπον164 in vol. 13

13

.

165

καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου πρὸς δύναμιν. τὸ δ’ ὑγρὸν ἔστω κατάλληλον τῇ διαθέσει. ἀστὴρ ἀνίκητος, φάρ‐ μακον ἐπιτετευγμένον ἀνώδυνον, ὑπνοποιὸν, πολύχρηστον. καὶ γὰρ τὰ περὶ τὸν στόμαχον ἰᾶται νοσήματα θαυμαστῶς, ὀξυ‐
5ρεγμίας καὶ δυσπεψίας ἀπαλλάττει, στρόφους, λυγμοὺς, ἐμ‐ πνευματώσεις. ποιεῖ καὶ πρὸς τὰ τῆς κεφαλῆς ἀλγήματα πινόμενον τὸ φάρμακον καὶ ἔξωθεν καταχριόμενον κατὰ τοῦ μετώπου ὄξει ἀνεθέν. ποιεῖ καὶ πρὸς ὠταλγίαν περδικίου χυλῷ ὁ τροχίσκος ἀνεθείς. ποιεῖ καὶ πρὸς ὀδονταλγίαν τῷ
10βρώματι ἐντιθέμενος, λεανθεὶς καὶ χαλβάνῃ ἀναληφθεὶς ἢ συκῆς ὀπῷ. ποιεῖ καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν ἐπιφορὰς καὶ τὰς τῶν παρισθμίων φλεγμονὰς, οἴνῳ γλυκεῖ ἀνεθεὶς, ὥστε ἐπὶ μὲν τῶν ὀφθαλμῶν τὸ ἔριον ἐμβρέχοντας ἐπιτιθέναι. τοῖς γὰρ τὰ παρίσθμια πεπονθόσιν χλιαίνοντας παραίνει ἀνα‐
15γαργαρίζεσθαι. ποιεῖ δὲ καὶ πρὸς πᾶσαν αἵματος φορὰν ἀνε‐ θεὶς οἴνῳ μυρτίτῃ, ποιεῖ καὶ πρὸς βῆχας χρονίους καὶ προσ‐ φάτους καὶ κατάῤῥους διαλυθεὶς οἴνῳ Θηραίῳ ἢ προτρόπῳ ἢ Σκυβελίτῃ. ποιεῖ καὶ φθισικοῖς, ἐμπυϊκοῖς, διαλυθεὶς πρα‐
σίου ἀφεψήματι. ποιεῖ αἱμοπτυϊκοῖς, δυσεντερικοῖς, χολερικοῖς,165 in vol. 13

13

.

166

χυλῷ πολυγόνου διαλυθεὶς καὶ πρὸς παντὸς ἑρπετοῦ πληγὴν ποθεὶς μετὰ πηγάνου ἀφεψήματος. λύει καὶ τὰς κατὰ πε‐ ρίοδον ἐπισημασίας, πινόμενος πρὸ δυοῖν ὡρῶν τῆς ἐπισημα‐ σίας μετ’ οἴνου κεκραμένου κυάθων γʹ. καὶ ἔμμηνα γυναιξὶ
5κατάγει διαλυθεὶς ἀρτεμισίας ἀφεψήματι. ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν διαθέσεις, οἰνομέλιτι διαλυθεὶς, ὁμοίως καὶ ταῖς ὑστερικαῖς πνιγομέναις βοηθεῖ. ποιεῖ ἀρθριτικοῖς, ποδαγρι‐ κοῖς, γεντιανῆς ἀφεψήματι διαλυθείς. καὶ περὶ μὲν τούτων διαπράττεται ἐπὶ τοσοῦτον. τὰ δὲ τῆς συνθέσεως οὕτως ἔχει.
10 σμύρνης 𐅻 δʹ. στύρακος 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. κασσίας σύριγγος 𐅻 δʹ. σφραγῖδος Λημνίας 𐅻 δʹ. μανδρα‐ γόρου φλοιοῦ 𐅻 δʹ. ἐν ἄλλῳ καὶ πεπέρεως 𐅻 δʹ. κρόκου 𐅻 στʹ. ὀποῦ μήκωνος 𐅻 στʹ. δαύκου Κρητικοῦ σπέρματος 𐅻 ηʹ. ἀνίσου 𐅻 ηʹ. σεσέλεως Μασαλεωτικοῦ 𐅻 ηʹ. σελίνου
15σπέρματος 𐅻 ηʹ. τὸ σμύρνιον καὶ τὸ στυράκιον καὶ τὸ ὄπιον οἴνῳ διαλύεται εὐώδει καὶ λεαίνεται. τὰ δὲ ξηρὰ κόπτεται
καὶ σήθεται, εἶθ’ ὁμοῦ μίγνυται καὶ φυρᾶται καὶ ἀναπλάτ‐166 in vol. 13

13

.

167

τομεν τροχίσκους ὁλκῆς ἄγοντας ἥμισυ καὶ ξηραίνομεν ἐν σκιᾷ. ἡ χρῆσις δεδήλωται. ἐν ἄλλοις τῶν τροχίσκων ἡ ὁλκὴ ἀνὰ 𐅻 αʹ. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων περὶ τῶν κατὰ τὸν στό‐
5μαχον παθῶν.] Τῶν δὲ περὶ τὸν στόμαχον παθῶν πολλῶν καὶ ποικίλων ὄντων, καὶ τούτων σχεδὸν ἁπάντων ὡς ἐπί‐ παν ἐξ ἀπεψίας γινομένων, παντὶ σθένει αὐτὸν ἐπισκεπτέον. εἰ μὲν δὴ ὑδάτων ἢ ἀέρος κακία δείκνυται, ὡς μάλιστα ἐπι‐ δέχεται μεθοδεύοντας, ταῦτα ἀλλάσσοντας ἀπαλλάττειν· εἰ δὲ
10ἀσυνήθων βρωμάτων, παραιτουμένους ταῦτα· εἰ δὲ διὰ πλῆ‐ θος, συστέλλοντας τὰ σιτία καὶ καθόλου ἐξ οὗ ἂν ὑπονοήσωμεν γίνεσθαι, τοῦτο παραιτουμένους. εἰ δὲ πάντα τὰ εἰρημένα εὐτακτοίη, παρ’ αὐτὸν δὲ τὸν στόμαχον τὰ κατὰ τὰς πέψεις παραποδίζοιτο, ἀλείμμασι καὶ γυμνασίοις ἀνα‐
15φωνήσεσί τε καὶ τοῖς τοιούτοις ὁμοίοις γινομένοις τὸν στό‐ μαχον ῥωστέον. τοῖς δὲ ὀξυρεγμιώδεσι κοριάνου ὡς κοχλι‐
άριον δίδου πρὸ ἑτέρου τῶν σιτίων τρώγειν καὶ ἐπιῤῥοφεῖν167 in vol. 13

13

.

168

ἄκρατον. γενομένης δὲ ἀπεψίας μετρίας ποτὲ καὶ εὐκατα‐ φρονήτου πλείονα χρόνον ἐπὶ τῆς κλίνης ἠρεμητέον. εἰ δὲ μὴ τὰ πράγματα ἐπιτρέποι, ἐφ’ ὅσον ἐνδέχεται, πᾶσαν διά‐ τασιν καὶ κόπον, ἔτι τε καῦμα καὶ ψῦχος καὶ θυμὸν ἐκφευ‐
5κτέον. ὀψιαίτερον δὲ τῆς συνήθους ὥρας ἐν ζεστῷ λουστέον. ἔν τε τῷ προβαλανείῳ χλιαρὸν ὕδωρ πιόντες ἀπερευγέτω‐ σαν πάντα τὰ εἰς τὸν στόμαχον συναθροισθέντα φλέγματα, ὀλιγοσιτίᾳ τε καὶ ὀλιγοποσίᾳ τῇ πρώτῃ χρήσθωσαν εἰ δ’ εὔτονος ἡ φθορὰ τῶν σιτίων γένοιτο, δάκνοιντό τε τὸν στό‐
10μαχον καὶ ἐρεύγοιντο αὐτὰ, ἔτι τε ναυτοῖεν, χλιαρῷ ποτί‐ σας ἀνάγκαζε ἐξερᾷν, μέχρι πᾶν τὸ διέφθορον καθαρισθῇ, εἶτα ἐμβρέξας τὴν κεφαλὴν λιπαροῖς ὀθονίοις παρὰ πυρὶ θερ‐ μανθεῖσιν ἢ τοιαύτῃ τινὶ ἀπεριέργῳ ἀγωγῇ, πυρία τὰ περὶ τὸν στόμαχον καὶ ὑποχόνδρια παρηγορήσας τά τε ἄκρα λι‐
15παρὰ ψηλαφίᾳ ἢ καὶ κατειλησίᾳ λεάνας, ἐπὶ τοῦ κλινιδίου ἠρεμεῖν ἐάσεις ἀσιτήσαντάς τε ἐξ ὅλου τῇ ἑξῆς, εἰ μηδὲν ἐπα‐
κολουθήσειεν ἄτοπον. εὐτονοῦντας μὲν, ὡς προείρηται, λού‐168 in vol. 13

13

.

169

σας ἐπιμελοῦ· εἰ δ’ ἀτονοῖεν, συμμέτρως ἐπὶ μίαν ἀναλαβὼν τῇ ἑξῆς λοῦε, παραινῶν μέχρι τριῶν ἡμερῶν ἐν ταῖς τρο‐ φαῖς καὶ τοῖς πότοις μετριάζειν. ἀπεψίας μὲν οὖν τοιαύτη τις, ὡς τύπῳ εἰπεῖν, ἡ ἐπιμέλεια. περὶ δὲ τῶν ἐξ αὐτῆς ἀπο‐
5βαινόντων, οἷον διαῤῥοίας ἢ χολέρας ἢ τῶν τοιούτων, ἐν ἰδίῳ τόπῳ εἰρήσεται. ἐπὶ δὲ τῶν ἄλλων τῶν περὶ τὸν στό‐ μαχον δυσχερειῶν, τοῖς μὲν καυσουμένοις τὸν στόμαχον μετ’ ἐκλύσεως ἢ λειποθυμίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδηποτοῦν αἰτίας, ὅτι μὴ πυρετοῦ, κυάθους τρεῖς ἢ τέτταρας δίδου
10ψυχροῦ ὕδατος καταῤῥοφεῖν δὶς ἢ τρὶς ἐκ διαλειμμάτων. καὶ εἰ μὲν παρηγοροῖντο, τούτῳ αὐτοὺς ἀνακτησάμενος ὡς τροφῇ καὶ τοῖς ἄλλοις ἀναλάμβανε. εἰ δ’ ἐπιμένοι, διακρα‐ τουμένων καὶ διαλεαινομένων τῶν ἄκρων, ἀπόβρεγμά τι τῶν τοιούτων συνεχῶς καταῤῥοφεῖν δίδου, οἷον φοινικοβαλάνων,
15μήλων κυδωνίων, ἀπίων, μεσπίλων, ἀρκευθίδων, ἑλίκων ἀμ‐ πέλου, ῥόδων, ῥοιᾶς ἀπυρήνου χυλὸν ἢ στροβίλους κʹ. καὶ
σικύου σπέρματος κόκκους κεʹ. μύρτων κʹ. κρόκου ὀβολοὺς βʹ.169 in vol. 13

13

.

170

ῥόδων δυοῖν φύλλα μεθ’ ὕδατος δίδου πίνειν. ἢ ψυχρὸν ὕδωρ δίδου μετ’ ὀμφακίου χυλοῦ, ἢ ῥόδων ἄνθος μετὰ νάρ‐ δου καὶ ὕδατος ψυχροῦ, ἢ ἀνδράχνης σπέρματος προσμιγέν‐ τος ἢ ἀτραφάξιος σπέρματος ἢ μήλων κυδωνίων ἀφεψήμα‐
5τος. ἢ σικύων σπερμάτια νʹ λεῖα ἐκ ψυχροῦ δίδου. ἢ ὄρυ‐ ζαν ἑψήσας μετὰ βουτύρου δίδου φαγεῖν. ἢ τραγορίγανον λείαν μεθ’ ὕδατος χυλίσας δὸς φαγεῖν. ἢ κυάμους Αἰγυ‐ πτίους ιʹ. καὶ νάρδου Κελτικῆς ὀβολοὺς δύο, φρύξας ἀμφό‐ τερα καὶ λεάνας δίδου πιεῖν. ἐπιπάσας ῥόας ὀξείας καὶ γλυ‐
10κείας χυλοῦ καὶ ὕδατος ἑκάστου ἴσον. ἢ κλώνιον ἡδυόσμου συλλεάνας δὸς πίνειν. ἢ οἰνάνθην ὁμοίως τρίψας μετὰ νάρ‐ δου Ἰνδικῆς δὸς πιεῖν. ἢ φακοὺς ἑψημένους λείους δίδου μεθ’ ὕδατος. ἢ φοινικοβαλάνους μετὰ ῥόδων. ἢ πρασίου χυ‐ λὸν μετὰ μέλιτος καὶ βραχὺ ἡσυχάσασιν δίδου οἶνον μετὰ
15ἀλφίτου. ἢ καρδαμώμου δραχμὴν μίαν μετὰ ὀξυμέλιτος κυ‐ άθων τριῶν ποτίσας, σύγχριε καὶ ἄφες ἠρεμεῖν. τοῖς δὲ σιε‐
λίζουσι ξηρὰν κόνυζαν δίδου μασᾶσθαι. ἐπιθετέον δὲ ἔξω‐170 in vol. 13

13

.

171

θεν ἐπὶ τὸν στόμαχον ἀμπέλου φύλλα χλωρὰ λεῖα ἢ μῆλα κυδώνια ἢ φοινικοβαλάνους ἢ μέσπιλα μετὰ κηρωτῆς, ἢ μυρσίνης ἁπαλὰ φύλλα ἢ βάτου ἢ σχίνου λεῖα μετὰ πάλης ἀλφίτου ψυχρῷ πεφυραμένου. ἢ χλωρὰν ἀνδράχνην ὁμοίως
5ἐσκευασμένην, ἢ τυρὸν ἁπαλὸν νεαρὸν μετ’ ἀλφίτου καὶ σελίνου φύλλων, ἢ σέρεως φύλλα μετ’ ὄξους καὶ ἀλφί‐ των καὶ σελίνου φύλλων. πυρουμένων δὲ εὐτόνως φῦσαν πληρωθεῖσαν ὕδατος ἐπιτίθει, ἢ χιόνα ἐπίβαλλε, ἢ τῶν κο‐ λοκύνθων τὰ ξύσματα ἐπιτίθει καὶ καθόλου πάντα ὅσοις
10ἐπὶ τῶν καρδιακῶν χρώμεθα. τὰ δὲ ἀλγήματα τοῦ στομάχου πραΰνει καὶ μάλιστα ἐφ’ ὧν δυσθυμία τις ἢ ἀπορία παρ‐ έπεται, γάλα ὄνειον ἢ γυναικεῖον ἢ βόειον, κοχλάκων ἐναφε‐ ψημένων πινόμενον, ἢ νάρδινον μύρον ἢ τῶν λίαν πολυτε‐ λῶν δίδου μεθ’ ὕδατος, ἢ ἀπόζεμα σχοίνου ἄνθους, ἢ καὶ
15ῥόδων ἄνθους ἐπιπασσομένου, ἢ ἀνδράχνης χυλὸν, ὁτὲ μὲν καθ’ αὑτὸν, ὁτὲ δὲ μετὰ τῆς νάρδου ἢ ὠοῦ λέκιθον πεφρυ‐ γμένην καὶ ἀληλεσμένην μετὰ ἀλφίτων πότιζε, ἢ κάρυα πι‐
κρὰ μετὰ σικύου σπέρματος καὶ στροβίλου, ἢ λαπάθου ἀγρίου171 in vol. 13

13

.

172

σπέρματος τριώβολον πότιζε. πάντα τὰ κατὰ τὸν στόμαχον ἀλγήματα καὶ δυσαρεστήματά φασι παύειν κοχλίαν ὠμὸν Λιβυκὸν καταπινόμενον ὅλον. ἀναλυομένου δὲ αὐτοῦ μόνου καὶ ναυτιώδους τοῦ στομάχου γινομένου, θρίδακος λευκῆς
5σπέρματος ὀλίγον μεθ’ ὕδατος κυάθων τεσσάρων ἢ ἑνὸς πιεῖν δίδου, ἢ στρουθῶν ἀφόδευμα ξηρὸν ἐπιπάσσων, ὡς ἄλφιτον, εἶτα ὕδωρ πίνοιεν, εἶτα οἶνον, ἢ μαστίχης Χίας κο‐ χλιάριον μετὰ ψυχροῦ ὕδατος, ἢ ἀπὸ πάγου νήστει καθ’ ἡμέραν δίδου καὶ μασώμενοι αὐτὴν συνεχῶς τὸν σίελον ἀπο‐
10πτυέτωσαν. ἢ κόνυζαν ξηρὰν μασάσθωσαν. εἰ δὲ πρὸς τῷ πλάδῳ καὶ φλεγμονή τις εἴη, οἰνάνθην σὺν μελιλώτῳ ἢ ῥόδον ξηρὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ἐχούσης ῥητίνης ἀποκε‐ καυμένης ἐπιτίθει, ἢ ἀκακίας καὶ στυπτηρίας μηλείας ἴσα, κηρωτῆς τῷ διπλῷ ἀναλαβὼν, ὡς μάλαγμα ἐπιτίθει. ἐπὶ δὲ
15τῶν χολὴν μέλαιναν γεννώντων καὶ φυσωμένων τὸν στόμα‐ χον ἐπιτίθει τῷ στομάχῳ καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι, σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους. μετὰ δὲ τού‐
τους εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου172 in vol. 13

13

.

173

μέλιτι ἀναλαβὼν ἐπιτίθει, ἢ ταῦτα καὶ ἀλόην ἴσην μίξας αὐτοῖς, κηρωτῇ μυρσίνῃ ἀναλαβὼν ἐπιτίθει, ἢ κισσοῦ φύλ‐ λοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε, ἢ ἀρνογλώσσου μετὰ ἁλῶν τριβέντα, ἢ ἀγελαίας βοὸς βόλβιτον ξηρὸν ἑψημένον ἐν οἴνῳ,
5ἢ πρασίῳ μετὰ ἄρτου καὶ ῥοδίνου φυραθέντι, ἢ βολβοῖς πυῤῥοῖς καὶ στυπτηρίας ἴσης. μετὰ δὲ ταῦτα ποτιστέον αὐ‐ τοὺς τῇ τε ἀπυρέτῳ λεγομένῃ ἢ τῇ ἱερᾷ ἀντιδότῳ ἤ τινι ἄλλῃ, ἥτις ἑκάστῳ διὰ πείρας. τροφὰς δ’ ἁρμοδίους τοῖς στο‐ μαχικοῖς τάσδε δοτέον· τεῦτλον, φακὴν, τράγον, ὄρυζαν, χόν‐
10δρον, ἐγκαθεψημένων μήλων κυδωνίων ἢ φοινικοβαλάνων ἢ μεσπίλων ἢ ῥοᾶς ἀπυρήνου κόκκων ἢ μηλαπίων ἢ σχίνου κλωνίων ἁπαλῶν, ἢ σμύρνης ἢ βάτου παραμιγνυμένων, ἄρτον δὲ ἀκρόζυμον ἢ ἄζυμον. τῶν δὲ λαχάνων τῶν μὲν ὠμῶν κιχώρια, μηκωνίδες, ἠρύγγιον, ἴντυβον ἢ γιγγίδιον, σέρις,
15θρίδακες· τῶν δὲ ἑφθῶν εὐθετεῖ μάλιστα κράμβη καὶ σίσα‐ ρον. τῶν δὲ λοιπῶν ἀφεψημάτων κοχλίαι καὶ βολβοὶ, κρεῶν
δὲ γαστὴρ, ῥύγχη, πόδες, κίχλαι, πέρδικες, ἀτταγῆνες, τρυγό‐173 in vol. 13

13

.

174

νες, φάσσαι, νῆσσαι, λαγωοὶ, δορκάδες, ὀψαρίων δὲ καρίδες, ἀστακοὶ, κολύμβαιναι, κάραβοι, τευθίδες, σηπίαι καὶ τῶν σκληροσάρκων τρίγλαι, τῶν δὲ ὀστρακωδῶν μάλιστα μὲν κή‐ ρυκες, πορφύραι, κτένες, γλαῦκοι, σμαρίδες, βάλανοι.
5τὸ δὲ σίσαρον ἐπὶ πᾶσι λαμβανόμενον καὶ ὡς εὐστόμαχον πρὸς τὰς ἀναλήψεις κατὰ τὰ πλεῖστα τῶν περὶ τὸν στόμα‐ χον συμπτωμάτων συμφωνεῖ. πόμα δὲ ὁ ὑφ’ ἑκάστου πινό‐ μενος ἡδέως οἶνος. τοὺς δὲ πνευματουμένους καὶ διατεινο‐ μένους τὸν στόμαχον πολίου δεσμίδιον καθέψων πότιζε. ἢ
10καλαμίνθης ἀφέψημα ἐξηθριασμένου τοῦ ὕδατος, μίξας ὀλί‐ γον μέλιτος καὶ πεπέρεως δραχμὴν μίαν δίδου. ἢ σπόγγον ὄξει δριμυτάτῳ βρέξας τοῖς ποσὶ καὶ τοῖς βραχίοσιν ἐπιτίθει, μέχρι φλυκταινώσεως μάλιστα, εἰ καὶ ἀπεροῖεν τὰς τροφάς. ἢ τήλινον ἄλευρον ὄξει φυρῶν ἢ σίνηπι λεῖον σὺν ὄξει μέχρι
15φοινίξεως. ἢ ψύλλιον ὄξει καὶ ὕδατι βρέξας καὶ ἐν ὅλμῳ κό‐ ψας, προσδοὺς κοχλιῶν σαρκῶν ἴσον, μαλαγματῶδες ποιῶν
ἐπιτίθει. ἀνώδυνα στομαχικοῖς. κύμινον πεφρυγμένον καὶ σέ‐174 in vol. 13

13

.

175

λινον ἀνὰ ὀλίγον πότιζε σὺν ὕδατι. ἢ ἀλόης δύο ὀβολοὺς μετὰ οἰνομέλιτος ἢ οἴνου ἢ ὕδατος πότιζε. ἢ ἀβροτόνου καὶ θύμου ἀνὰ δύο ὀβολοὺς σὺν οἴνῳ δὸς πιεῖν. διαδέσμοις δὲ τῶν ἄκρων εὐτόνως χρῶ, κατ’ αὐτοῦ δὲ τοῦ στομάχου σι‐
5κύαις τε καὶ πυρίαις ποικίλαις. εἰ δὲ εὔτονος σφρόδρα ἡ διάτασις εἴη καὶ φλεβοτομία δραστήριον βοήθημα καὶ λύσις κοιλίας διὰ βαλάνου. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ Ἀρχιγένης περὶ τοῦ βουλίμου καὶ τοῦ λυγμοῦ τὰ ὑπογε‐ γραμμένα. τοὺς δὲ βουλιμιῶντας ἐν ταῖς ὁδοῖς ἢ ἄλλως πως
10ἀνακτησόμεθα μὲν ὀσφραίνοντες ὄξει ἢ γλήχωνι, ἢ τῇ παρα‐ τυχούσῃ γῇ βρέξαντες ὄξει ἢ μήλοις ἢ ἀπίοις ἢ τῶν ἄλλων καρπῶν τῶν παρακειμένων. ἔτι δὲ ἀρτίδιον συνοσφραίνοντες καὶ προσφέρεσθαι ἀναγκάζοντες, πρὸς ἕκαστον γὰρ τούτων διεγείρονται ταχέως. πρὸς δὲ τούτοις ὕειον κρέας ὀπτὸν καὶ
15ἑφθόν. καὶ καθόλου πᾶν τὸ τροφῶδες καὶ μάλιστα τὰ ὀσμὴν
κνισώδη καὶ εὐάρτυτον καὶ ἱκανὴν ἔχοντα. ταύταις γὰρ ταῖς175 in vol. 13

13

.

176

ὀσμαῖς κατὰ τὸ πλεῖστον οἱ τοιοῦτοι ἀνακτῶνται. τά τε ἄκρα αὐτῶν οὐδὲν ἔλαττον διακρατητέον καὶ διεγερτέον αὐ‐ τοὺς, τάς τε σιαγόνας νύσσοντας καὶ τρίχας ἢ ὦτα ἀνατεί‐ νοντας. ἀνακτήσῃ δὲ ἀπὸ τῆς ἐκλύσεως, ἄρτον ἐν κράματι
5ἢ καὶ ἄλλο τι τῶν δυναμένων ἀθρόως ἀναλαβεῖν διδοὺς, οἷον ὠὰ ῥοφητὰ, βολβοὺς, κοχλίας. καὶ γὰρ τὸν πλάδον τοῦ στομάχου τούτων ἕκαστον παραιτεῖται καὶ ἐν ὀλίγῳ πλή‐ θει δύναμιν ἱκανὴν ἔχον ἀθρόως ῥώννυσιν. τοῖς δὲ λύζουσι πήγανον μετ’ οἴνου δίδου ἢ νίτρον ἐν μελικράτῳ ἢ σέλινον
10ἢ καστόριον ἢ ἀβρότονον ἢ ἀριστολοχίαν ἢ δαῦκον Κρητι‐ κὸν ἢ κύμινον ἢ ἄνισον ἢ ζιγγίβερι ἢ σκίλλαν μετ’ ὄξους καὶ ἐλαίου ἢ τορδύλου ἢ δίκταμνον ἢ καλαμίνθην ἢ ἄκορον ἢ ἄσαρον ἢ νάρδον Κελτικὴν ἢ γλήχωνα, ἰδίᾳ ἕκαστον καὶ ὁμοῦ. [Τὸ διὰ τῶν κυδωνίων μήλων τοῦ χυλοῦ φάρμακον
15ἡμέτερον.] Αἱ μὲν μεγάλαι τοῦ στόματος τῆς κοιλίας διαθέ‐ σεις ὑπὸ τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων θεραπεύονται,
τὰς δὲ μετρίας σχεδὸν πλὴν τῶν κατ’ ἔγκαυσιν σφοδρὰν γινο‐176 in vol. 13

13

.

177

μένων, ὠφελεῖ τὸ ὑπογεγραμμένον φάρμακον. κυδωνίων μήλων χυλοῦ ξε. βʹ. μέλιτος Ἀττικοῦ ξε. βʹ. ὄξους ξε. αʹ 𐅶ʹʹ. ἐὰν δὲ ἱκανῶς εἴη δριμὺ, ξε. αʹ. ἀρκεῖ ζιγγιβέρεως γο γʹ. πε‐ πέρεως λευκοῦ γο αʹ. τὰ ξηρὰ ἐπιπάσσεις, ὅταν ἐπὶ μαλα‐
5κοῦ πυρὸς ἑψόμενος ὁ χυλὸς τῶν μήλων μετὰ τοῦ μέλιτος καὶ τοῦ ὄξους ἔχῃ σύστασιν Ἀττικοῦ μέλιτος. [Ἄλλο τὸ διὰ τῶν κυδωνίων μήλων τῆς σαρκός.] Τῶν κυδωνίων μήλων τῆς σαρκὸς λίτρας γʹ. μέλιτος λί‐ τρας γʹ. ὄξους λευκοῦ λίτρας γʹ. πεπέρεως γο γʹ. ζιγγιβέ‐
10ρεως γο γʹ. πετροσελίνου Μακεδονικοῦ γο αʹ. [Περὶ τῶν ἔξωθεν ἐπιβαλλομένων τῷ στόματι τῆς κοιλίας.] Καλοῦσι μὲν οἱ πλεῖστοι τῶν ἰατρῶν οὐκ οἶδ’ ὅπως, ὥσπερ ὁ Ἀσκληπιάδης καὶ ὁ Ἀνδρόμαχος, ἅπαντα τὰ ἔξωθεν ἐπιτιθέμενα, κᾂν συνάγῃ στύφοντα κᾂν σκληρύνῃ,
15μαλάγματα συγχωρήσαντες δὲ αὐτοῖς ἡμεῖς, εἰ καὶ μὴ κυρίως ὀνομάζουσιν, ἃ γεγράφασι πρὸς τὰς τοῦ στομάχου διαθέ‐
σεις χρήσιμα φάρμακα, διὰ τῆς πείρας οὐ μόνης τῆς ἐκείνων,177 in vol. 13

13

.

178

ἀλλὰ καὶ τῆς ἡμετέρας κεκριμένων νῦν ὑπογράψομεν, ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἀρξάμενοι. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα φάρμακα πρὸς τὰς τοῦ στομάχου διαθέσεις ἐν τῷ τετάρτῳ τῶν ἐντὸς, ἃ Μαρ‐
5κέλλας ἐπιγράφει.] Εὐηνοῦ πρὸς τὰς τοῦ στομάχου ἀνατρο‐ πὰς καὶ περιωδυνίας, ποιεῖ καὶ πρὸς τὰς κατὰ μέρος φλε‐ γμονάς. οἰνάνθης 𐅻 ηʹ. κρόκου 𐅻 βʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. μελιλώτου 𐅻 δʹ. μαστίχης 𐅻 δʹ. ἠλέκτρου ῥινήματος 𐅻 δʹ. φοινικοβαλάνων τῆς σαρκὸς γο γʹ. οἴνου μυρτίτου ὅσον ἐξαρ‐
10κεῖ. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ καὶ τῷ μυρ‐ τίτῃ διαλύσας, ὥστε κηρωτῆς παχυτέρας πάχος ἔχειν, ἐπί‐ βαλλε τούτοις τὴν σάρκα τῶν φοινικοβαλάνων καὶ ἀνακό‐ ψας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον, ἐπιτίθει κατὰ τοῦ στόματος τῆς κοι‐
15λίας, ποιεῖ καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν φλεγμονάς. ἄλλο. οἰνάνθης 𐅻 στʹ. κρόκου 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. ῥόδων ἄν‐
θους 𐅻 δʹ. μελιλώτου, μαστίχης ἀνὰ 𐅻 δʹ. ἀλόης 𐅻 δʹ. μαν‐178 in vol. 13

13

.

179

δραγόρου φλοιοῦ 𐅻 δʹ. φοινικοβαλάνων τῆς σαρκὸς γο γʹ. ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. [Ἀσκληπιάδου τοῦ ἐπικληθέντος φιλοφυσικοῦ, πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς, ποιεῖ κοιλιακοῖς δυσεντερικοῖς.]
5 Ὑοσκυάμου σπέρματος 𐅻 δʹ. σελίνου σπέρματος 𐅻 δʹ. ῥόδων ἄνθους 𐅻 βʹ. ἀνίσου σπέρματος 𐅻 βʹ. ὑποκυστίδος χυλοῦ 𐅻 βʹ. σμύρνης 𐅻 βʹ. κρόκου 𐅻 αʹ 𐅶ʹʹ. ὀπίου 𐅻 αʹ 𐅶ʹʹ. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ. τὴν δὲ ὑπο‐ κυστίδα καὶ τὴν σμύρναν καὶ τοῦ μήκωνος τὸν ὀπὸν οἴνῳ
10μυρτίτῃ διαλύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνάπλαττε τρο‐ χίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει κόπτων ὅσον ἐξαρκεῖ ἀναλάμβανε μέλιτι ἑφθῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθό‐ νιον ἐπιτίθει ἐπὶ τῶν πεπονθότων. ἐὰν δέ πως ἰσχυρὸν εἴη τὸ ῥεῦμα, προστίθει ὑποκυστίδος χυλοῦ ἄλλην 𐅻 καὶ ῥό‐
15δων τοσόνδε. [Ἄλλη Γάλλου Μάρκου τοῦ Ἀσκληπιάδου, πρὸς τὰς εἰρημένας διαθέσεις.] Ὑοσκυάμου σπέρματος 𐅻 γʹ. ῥόδων
ἄνθους 𐅻 βʹ. ἀνίσου 𐅻 βʹ. σελίνου σπέρματος 𐅻 δʹ. ὀπίου179 in vol. 13

13

.

180

𐅻 αʹ. ὑποκυστίδος χυλοῦ 𐅻 βʹ. σμύρνης Τρωγλοδύτιδος δρα‐ χμὰς βʹ. κρόκου 𐅻 αʹ 𐅶ʹʹ. οἴνου μυρτίτου τὸ αὔταρκες, μέ‐ λιτος ἀφεψημένου ὅσον ἐξαρκεῖ, σκεύαζε καὶ χρῶ καθὰ προ‐ είρηται. τὰ τοιαῦτα τῶν φαρμάκων πίνεται καὶ σφό‐
5δρα βοηθεῖ. ἐπισχεθέντος δὲ τοῦ ῥεύματος καὶ παρεπομένης ὀδύνης προστιθέναι δεῖ τῇ τοῦ φαρμάκου σκευασίᾳ τοσαύ‐ τας ὁλκὰς κηρωτῆς σκευασθείσης διὰ ῥοδίνου. ἐπιγινομένου δὲ πολλοῦ ῥεύματος, προστίθεμαι τῷ φαρμάκῳ ὑποκυστίδος χυλοῦ 𐅻 γʹ. καὶ ῥόδων ἄνθους ἄλλην 𐅻, ἀγρυπνίας δὲ ἐπι‐
10γενομένης καὶ τοῦ μήκωνος ὀποῦ προστίθει ἄλλην 𐅻. [Ἄλλο Νικηράτου κοιλιακοῖς, δυσεντερικοῖς, σφόδρα γενναῖον.] Οἰνάνθης 𐅻 βʹ. ῥόδων ξηρῶν γο αʹ. μαστίχης γο αʹ. ἀλόης γο αʹ. κηκίδων ὀμφακιτίδων γο αʹ. στυπτηρίας στρογγύλης γο αʹ. ἀκακίας γο αʹ. κηροῦ λίτραν αʹ. πίσσης
15βρυτίας γο γʹ. μυρσίνου ἐλαίου λίτραν αʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο σφόδρα γενναῖον. οἰνάνθης γο αʹ. ὀμ‐ φακίου γο αʹ. κηκίδος ὀμφακίτιδος γο αʹ. στυπτηρίας σχιστῆς
γο αʹ. ἀκακίας γο αʹ. κυτίνων ῥοιᾶς γο αʹ. βαλαυστίου 𐅻 αʹ.180 in vol. 13

13

.

181

μαστίχης γο αʹ. οἴνου μυρτίνου ὥστε τὰ ξηρὰ φυρᾶσαι, φοι‐ νικοβαλάνων τῆς σαρκὸς γο στʹ. ἀναλάμβανε κηρωτῇ σκευ‐ ασθείσῃ διὰ σχινίνου λίτρᾳ μιᾷ σκεύαζε καὶ χρῶ καθὰ προ‐ είρηται. τὰ μὲν οὖν προγεγραμμένα φάρμακα στυπτικώτερά
5ἐστι δυνάμει, τὰ δ’ ἐφεξῆς ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμ‐ μένα μικτῆς, ὡς καὶ τὰς σκληρουμένας φλεγμονὰς ἐκθερα‐ πεύειν καὶ διὰ τοῦτο καὶ τοῖς ἡπατικοῖς ἐστι χρήσιμα. δέον‐ ται γὰρ κᾀκεῖνοι μεμίχθαι τι τῶν στυπτικῶν τοῖς χαλαστι‐ κοῖς, οὐ μὴν ὁμοίως τοῖς στομαχικοῖς· ἐπικρατεῖ γὰρ ἡ στυ‐
10πτικὴ ποιότης ἐν τοῖς στομαχικοῖς φαρμάκοις. [Μάλαγμα Νείλου ἐπιγραφόμενον, ποιεῖ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις καὶ πρὸς τὰς τῶν ἄρθρων ὀδύνας. ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας. ποιεῖ πρὸς τρίμματα καὶ λυγίσματα μετὰ τὰς παρακμὰς τῶν φλεγμονῶν ἐπιτιθέ‐
15μενον, ποιεῖ σπληνικοῖς, ἡπατικοῖς.] Κηροῦ λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. ἐλαίου κυπρίνου λίτραν αʹ. κρόκου γο 𐅶ʹʹ. ὄξους ὅσον ἐξαρκεῖ, τὸ ἀμμωνιακὸν δια‐
λύσας, εἶθ’ οὕτως ἐπίβαλλε τὰ ξηρά.181 in vol. 13

13

.

182

[Ἄλλο ἐκ τῶν Ἀρείου Ἀσκληπιάδου.] Ἀμμωνι‐ ακοῦ θυμιάματος λίτρας δύο, λεάνας ἐπιμελῶς καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν, ἐπίβαλλε τούτῳ ἁλὸς ἄνθους λίτραν αʹ. καὶ ἐλαίου κυπρίνου λίτραν αʹ 𐅶ʹʹ. ἕψε μαλακῷ πυρὶ χρώμε‐
5νος καὶ κινῶν συνεχῶς, καὶ ὅταν ἐμπλαστρῶδες γένηται, ἐπί‐ βαλλε κηροῦ λίτρας βʹ. καὶ ὅταν τακῇ καὶ ἀμόλυντον γένη‐ ται, ἐξεράσας εἰς θυίαν καὶ ἀνακόψας, ἐπιμελῶς ἀνελόμε‐ νος χρῶ. [Μάλαγμα Νειλέως κροκηρὸν φάρμακον ἐπιτετευγμέ‐
10νον πρὸς τὰς εἰρημένας διαθέσεις. ποιεῖ καὶ πρὸς ἐρυσιπέ‐ λατα. τούτῳ ἐχρήσατο Λυκίνιος Ἀττικός.] Ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. κηροῦ λίτραν αʹ. ῥοδίνου λίτραν αʹ. κρόκου γο αʹ. ὄξους ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον. [Ἄλλο τὸ μήλινον ἐπιγραφόμενον ἀρωματικὸν, ἡπα‐
15τικοῖς, στομαχικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.] Ἀμμωνιακοῦ θυμιάμα‐ τος 𐅻 ρʹ. κηροῦ Ποντικοῦ 𐅻 ρʹ. μελιλώτων 𐅻 ιβʹ. κρόκου,
σμύρνης, βδελλίου ἀνὰ 𐅻 ηʹ. ἐλαίου κυπρίνου λίτραν αʹ.182 in vol. 13

13

.

183

[Ἄλλο. ποιεῖ στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων φλεγμονὰς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.] Κηροῦ 𐅻 ρʹ. κρόκου 𐅻 ιβʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρʹ. σμύρνης 𐅻 ιβʹ. βδελλίου 𐅻 ηʹ. μάγματος
5ἡδυχρόου γο γʹ. οἴνου γλυκέος ὅσον ἐξαρκεῖ, ἐλαίου κυπρί‐ νου λίτραν αʹ. σκεύαζε μετὰ τρόπον. [Ἄλλο τὸ τοῦ Νεαπολίτου ἀρωματικὸν ἐπιγραφό‐ μενον, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς τῶν ἐντὸς διαθέ‐ σεις.] Ἀμμωνιακοῦ θυμιάματος λίτρας γʹ. κηροῦ λίτρας γʹ.
10ῥοδίνου λίτρας γʹ. μάγματος ἡδυχρόου λίτρας 𐅶ʹʹ. μελιλώ‐ του λίτρας 𐅶ʹʹ. κυπρίου λίτρας 𐅶ʹʹ. νάρδου Κελτικῆς λίτρας 𐅶ʹʹ. σχοίνου ἄνθους λίτρας 𐅶ʹʹ. οἴνου γλυκέος ὅσον ἐξαρ‐ κεῖ, τὰ ξηρὰ φύρα. [Τῶν χωρὶς ἀτονίας φλεγμονῶν χρονιζουσῶν μαλάγματα
15καλὰ καὶ πρὸς τὰς τοῦ ἥπατος ὁμοίως φλεγμονάς. Ἀσκλη‐ πιάδου μάλαγμα τὸ διὰ μελιλώτου, ἱερατικὸν ἐπιγραφόμενον, στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν σπλάγχνων ὀδύνας.]
Νάρδου Κελτικῆς 𐅻 ιʹ. κυπέρου 𐅻 ιʹ. σμύρνης 𐅻 ιʹ.183 in vol. 13

13

.

184

καρδομώμου 𐅻 ηʹ. μελιλώτου 𐅻 μʹ. κρόκου 𐅻 ηʹ. ἀμώμου 𐅻 ηʹ. κύφεως ἱερατικοῦ 𐅻 ιστʹ. ἀμμωνιακοῦ θυμιά‐ ματος 𐅻 μʹ. ῥητίνης τερμινθίνης 𐅻 πʹ. κηροῦ μνᾶν αʹ. ἐλαίου κυπρίνου μνᾶν αʹ. οἴνου εὐώδους Ἰταλικοῦ κοτύλην αʹ. σκεύ‐
5αζε καθὰ προείρηται καὶ χρῶ. [Ἄλλο βασιλικὸν ἐπιγραφόμενον, ποιοῦν πρὸς τὰς εἰ‐ ρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.] Κη‐ ροῦ μνᾶς γʹ. ἀμμωνιακοῦ θυμιάματος μνᾶς βʹ. ῥητίνης φρυ‐ κτῆς μνᾶν αʹ. μελιλώτου μνᾶς 𐅶ʹʹ. προπόλεως 𐅻 κεʹ. σμύρ‐
10νης 𐅻 κεʹ. νάρδου Κελτικῆς 𐅻 κεʹ. στύρακος 𐅻 κεʹ. κυπέρου 𐅻 κεʹ. Ἰλλυρικῆς 𐅻 κεʹ. καρδαμώμου, πάνακος ἀνὰ 𐅻 κεʹ. κρόκου, κασσίας, μαστίχης, ὀποβαλσάμου, ἀμώμου, σχοίνου ἄνθους ἀνὰ 𐅻 ιστʹ. οἴνου Ἰταλικοῦ εὐώδους ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φυράσας, νάρδου Ἀσιανῆς ἀρωματικῆς λίτρας δʹ. σκεύ‐
15αζε κατὰ τρόπον. [Μάλαγμα Πολυάρχιον. ποιεῖ περιπνευμονικοῖς, στομα‐ χικοῖς, σπληνικοῖς, ὑδρωπικοῖς, ποιεῖ πρὸς τὰς περὶ κύστιν
ἢ μήτραν διαθέσεις, πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.] 184 in vol. 13

13

.

185

Κηροῦ μνᾶν αʹ. τερμινθίνης μνᾶν αʹ. βδελλίου μνᾶν αʹ. ἀμμωνιακοῦ θυμιάματος, καρδαμώμου, κυπέρου ἀνὰ μνᾶν αʹ. μελιλώτου, ἀμώμου, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης, λιβά‐ νου, ξυλοκινναμώμου ἀνὰ 𐅻 κεʹ. ἐλαίου κυπρίνου κοτύλην αʹ.
5οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ἔσθ’ ὅτε καὶ ἀνιεμένῳ κηρωτῇ σκευα‐ σθείσῃ διὰ κυπρίνου. [Πολυάρχου φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ πρὸς τὰς εἰρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.
10ποιεῖ καὶ πρὸς τὰς συνεχεῖς ἀπεψίας καὶ τοῖς φθείρουσι τὴν τροφὴν καὶ χολεμετοῦσι, καὶ πάσας τὰς κεχρονισμένας δια‐ θέσεις. ἐχρήσατο Ἰούλιος Ἀγρίππας. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.] Καστορίου, ἀμώμου ἀνὰ γο αʹ 𐅶ʹʹ. πεπέρεως λευκοῦ γο αʹ 𐅶ʹʹ. καὶ μακροῦ γο αʹ 𐅶ʹʹ. σμύρνης γο γʹ. μά‐
15γματος ἡδυχρόου γο γʹ. καρποβαλσάμου γο γʹ. κόστου γο γʹ. φύλλων μαλαβάθρου, κασσίας ῥοδιζούσης, πάνακος, ὀποβαλ‐ σάμου, νάρδου Ἰνδικῆς ἀνὰ γο γʹ. σχοίνου ἄνθους. κινναμώ‐
μου ἀνὰ γο δʹ. πυρέθρου, κρόκου, καρδαμώμου ἀνὰ γο δʹ.185 in vol. 13

13

.

186

κυπέρου γο στʹ. ἴρεως Ἰλλυρικῆς, ἀριστολοχίας μακρᾶς καὶ στρογγύλης ἀνὰ γο στʹ. κηροῦ λίτρας δʹ. τερμινθίνης λίτρας βʹ. ῥητίνης λάρικος γο γʹ. ἐν ἄλλῳ καὶ βδελλίου γο δʹ. ἀμ‐ μωνιακοῦ θυμιάματος γο δʹ. νάρδου Ἀσιανῆς τῶν
5μύρου λίτρας γʹ. οἴνου Φαλερίνου ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον. ἐγὼ δὲ προσβάλλω, μαστίχης, κινναμώμου, ἀμμωνιακοῦ θυμιάματος, στύρακος, ἀλόης, ὀποβαλσάμου ἀνὰ γο γʹ. [Τὸ διὰ μελιλώτου Ἀνδρομάχου μάλαγμα.] Νάρ‐
10δου Κελτικῆς 𐅻 ηʹ. κυπέρου 𐅻 ηʹ. καρδαμώμου 𐅻 ηʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. κρόκου 𐅻 δʹ. μελιλώτου 𐅻 κεʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 νʹ. τερμινθίνης 𐅻 νʹ. κηροῦ 𐅻 ρʹ. κυπρίνου κοτύλης 𐅶ʹʹ. ὄξους τὸ ἱκανόν. τινὲς ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρʹ. ποιεῖ πρὸς τὰ ἐντὸς πάντα. τὸ Πολυάρ‐
15χου ἐκ τῆς ἐπιστολῆς πρὸς πάντα τὰ ἐντὸς μάλαγμα. κυ‐ πέρου μνᾶν αʹ. καρδαμώμου μνᾶν αʹ. μάννης ἴσον, κηροῦ ἴσον, τερμινθίνης φρυκτῆς μνᾶν αʹ 𐅶ʹʹ. ἢ ὑγρᾶς μνᾶς γʹ. κυ‐
πρίνου τὸ ἱκανὸν, ἐγὼ δὲ καὶ βδελλίου προστίθημι μνᾶν αʹ.186 in vol. 13

13

.

187

ἄλλο, ἡ δευτέρα γραφή. κυπέρου, καρδαμώμου, ἀμώμου, βδελλίου, λιβάνου, βαλσάμου ἀνὰ μνᾶν αʹ. κηροῦ μνᾶν αʹ 𐅶ʹʹ. ῥητίνης φρυκτῆς μνᾶς δʹ. κυπρίνου κοτύλης 𐅶ʹʹ. οἴνου εὐ‐ ώδους κοτύλην αʹ 𐅶ʹʹ. σκεύαζε κατὰ τρόπον καὶ χρῶ, ὡς καὶ
5τοῖς πρὸ αὐτοῦ. ὡς δὲ ἐγώ. κυπέρου, καρδαμώμου, ἀμώ‐ μου, βδελλίου, λιβάνου ἀνὰ μνᾶν αʹ. κηροῦ μνᾶς 𐅶ʹʹ. ῥητί‐ νης φρυκτῆς ἢ τερμινθίνης μνᾶς γʹ. κυπρίνου κοτύλην αʹ. κασσίας μνᾶς δʹ. ἀμμωνιακοῦ θυμιάματος μνᾶς δʹ. νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης ἀνὰ μνᾶς δʹ. οἶνος εὐώδης.
10 [Περὶ ἥπατος καὶ τῶν ἐν αὐτῷ παθῶν.] Ὑστάτης ἁπασῶν τῆσδε τῆς πραγματείας μοι γραφομένης, ἡγοῦμαι παντί που πρόδηλον ὑπάρχειν, ὡς δυοῖν τῶνδε θά‐ τερον ἀληθές ἐστιν, ἢ τὰς ἄλλας πάσας ἀχρήστους εἶναι καὶ περιττὰς, εἴ τις ἐκ ταύτης μόνης ἱκανὸς ἔσται θεραπεύειν
15ἅπαντα τὰ πάθη τὰ δεόμενα τῆς διὰ φαρμάκων ἰάσεως, ἢ εἴπερ ἐκεῖναι χρήσιμοι τυγχάνουσιν οὖσαι, πρῶτον αὐτὰς ἀνα‐
γνωστέον ἐστὶ καὶ μνημονευτέον τοῖς μέλλουσιν ὠφελήσε‐187 in vol. 13

13

.

188

σθαί τι πρὸς τῆσδε. τὰς μὲν γὰρ μεθόδους αὐτὰς τῆς τῶν εἰρημένων ἰάσεως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ιδʹ. βι‐ βλίοις ἔγραψα· νῦν δὲ ὡς εἰδόσιν αὐτὰς ἤδη χωρὶς τῶν εἰ‐ ρημένων ἀποδείξεων ἀναμιμνήσκω δεικνὺς πάντως, ὅπως
5καλῶς τε ἡμεῖς συνθήσομεν φάρμακα, τά τε ὑπὸ τῶν ἔμ‐ προσθεν γεγραμμένα κρίναντες εἰς πεῖραν ἄγειν θαῤῥήσομεν. καὶ χρήσιμόν γε τοῦτο τὸ σκέμμα. καὶ γὰρ ἄλογον εἶναι βου‐ λόμενοι τὴν ἑαυτῶν τέχνην οἱ ἐμπειρικοὶ μετεχειρίσαντο, πάντα μὲν ἀναγινώσκειν ἀξιοῦντες, ὅσα καὶ τοῖς ἐνδόξοις
10ἰατροῖς γέγραπται, μὴ πάντα δὲ εἰς χρῆσιν ἄγειν εὐθέως, ἀλλὰ καὶ κρίνειν πρότερον, εἰ δυνατὸν ἕκαστον αὐτῶν ἐστι τὴν ἐπαγγελίαν ἔργῳ ἐπιδείξασθαι. ἡμεῖς δὲ τὴν ἐμπειρίαν ἐν πάσῃ τῇ τέχνῃ μέγα τι δύνασθαι πεπεισμένοι τά τε διὰ λογικῆς μεθόδου τῶν θεωρημάτων εὑρημένα τοῖς περὶ κρί‐
15σεως ἱστορίας ὑπ’ αὐτῶν εἰρημένοις τὰ διὰ τῆς λογικῆς ἐν‐ δείξεως προστίθεμεν, δεδειχότες ἐν ἑτέροις ὁποίαν δύναμιν εἰς τὸ βαδίζειν ἑκάτερον τῶν σκελῶν εἰσφέρεται, τοιαύτην ἐν ἰα‐
τρικῇ τὴν ἐμπειρίαν τε καὶ τὸν λόγον ἔχειν. ἐν μὲν οὖν τῇ188 in vol. 13

13

.

189

περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ δι’ ἕνδεκα βιβλίων γεγραμμένῃ τὴν δύναμιν ἑκάστου τῶν αὐτοφυῶν φαρμάκων, ὅπως ἄν τις εὑρίσκοι μεθόδῳ διήλθομεν, ἐπί τε τὴν κατὰ μέρος αὐτῶν ὕλην ἀφικόμενοι τὴν χρησιμωτάτην εἰς τὰ τῆς
5τέχνης ἔργα κατ’ εἴδη πᾶσαν ἐργάψαμεν. ἐφεξῆς δὲ αὐτῇ καὶ τὴν θεραπευτικὴν πραγματείαν, ὅπως ἄν τις ἄριστα μὴ μό‐ νον τοῖς ἁπλοῖς, ἀλλὰ καὶ τοῖς συνθέτοις χρῷτο, διήλθομεν ἅμα τῷ καὶ τὰς ὁδοὺς τῆς συνθέσεως αὐτῶν πάσας εἰπεῖν. ἐν δὲ τῇ νῦν προκειμένῃ πραγματείᾳ τὴν ποικιλίαν
10τῶν συνθέτων φαρμάκων ὅπως ἐγένετο δηλοῦμεν, εἰς ὡρι‐ σμένους σκοποὺς κατ’ εἶδος ἄγοντες αὐτῶν τήν τε σύνθεσιν καὶ τὴν χρῆσιν, ἔτι τε τὴν κρίσιν τῶν ἤδη γεγραμμένων. μέλλοντες οὖν ἀκολούθως τοῖς προειρημένοις ἐπὶ τὴν τῶν ἐν ἥπατι παθῶν ἀφικνεῖσθαι διδασκαλίαν, ἐροῦμεν τὰ κατ’
15αὐτὸ πάθη λόγῳ διελθόντες, οὐ ψιλαῖς διδασκαλίαις, ἀπό τε τῶν καθόλου σκοπῶν τῆς ἰάσεως αὐτῶν, οὓς ἐν τῇ θερα‐
πευτικῇ πραγματείᾳ διήλθομεν, ἐπὶ τὴν τῶν συνθέτων ἀφί‐189 in vol. 13

13

.

190

ξομαι διδασκαλίαν. ἔστιν οὖν ἐν αὐτῷ πρῶτον ἁπάντων διακρῖναι, πότερον ἀτονία τίς ἐστι τοῦ σπλάγχνου, καθάπερ ἐπὶ τῶν κατὰ τὴν κοιλίαν εἴπομεν, ἢ καί τι ἄλλο πάθημα κατείληφε τὸ σπλάγχνον, ἢ χωρὶς ἀτονίας πάσχει φλεγμαῖνον
5ἢ σκιῤῥούμενον ἢ ἀποστήματι κάμνον ἢ ἐμφράξει, καθάπερ καὶ ἐρυσιπελατώδη διάθεσιν ἴσχον ἢ ἕλκος, ἤ τινα σηπε‐ δόνα. καὶ γὰρ οὖν κᾀπὶ τούτου ἡπατικὴν λέγουσι, καθάπερ κᾀπὶ τοῦ στόματος τῆς κοιλίας πάσχοντος οἱ πολλοὶ τῶν ἰατρῶν τε καὶ τῶν ἰδιωτῶν ὀνομάζουσι στομαχικὴν
10διάθεσιν ἐπὶ πολλοῖς συμπτώμασιν, οὐ κατὰ μίαν ἅπασι γιγνομένοις διάθεσιν, ἀλλὰ κατὰ πολλὰς μιᾷ μέν τινι γενικῇ κοινότητι παραλαμβανομένας, ἀλλήλων δὲ διαφερούσας εἰς τοσοῦτον, ὡς ἐνίας αὐτῶν ἐναντιωτάτας εἶναι. πῶς γάρ τις οὐκ ἐναντιωτάτην εἶναι φαίη τὴν μὲν ψυχρὰν δυσκρασίαν
15τῇ θερμῇ, τῇ δὲ ὑγρᾷ τὴν ξηρὰν, καίτοι κατά γε τὸ γένος εἰσὶν αἱ αὐταί. σχεδὸν δὲ καὶ πάντα τὰ ἐναντία τὰ αὐτὰ
τῷ γένει λέγων ἄν τις οὐκ ἂν ἁμάρτοι, καὶ γὰρ ἡ ἔννοια190 in vol. 13

13

.

191

τῶν ἐναντίων ἐστὶν, ἐπειδὰν πλεῖστον ἀλλήλων ἀφέστηκε. πλεῖστον δὲ ἀφέστηκε τῶν μέσων καθοτιοῦν γένος τὰ ἐπὶ τοῖς πέρασιν ὄντα, ὡς τὰ ἐναντία πολλάκις μὲν τὰ αὐτὰ φαίνεσθαι κατὰ τὰ πέρατα τοῦ κοινοῦ γένους, πολλάκις δὲ
5ἐπαναβεβηκότων αὐτοῖς γενικωτέρων ἐναντίων, ὑπ’ ἐκείνων περιέχεσθαι, αὐτὰ δὲ ἐκεῖνα πάντως διὰ τοῦτό ἐστιν ἐναν‐ τία, διότι καθ’ ἓν γένος ὄντα πλεῖστον ἀλλήλων ἀφέστηκεν, ὥστε καὶ τὰ τούτοις ὑποπεπτωκότα τὸ πρῶτον καὶ ἀνω‐ τάτω γένος κοινὸν ἴσχει. τοῦτο μὲν οὖν ἡμῖν ἅπαξ ἐνταῦθα
10κατὰ τὸ πάρεργον εἰρημένον εἰσαεὶ μνημνονευέσθω πρὸς τὸ μὴ δόξαι τινὶ διαφωνεῖν ἑαυτῷ, εἰπόντα ποτὲ μὲν ἕν τι πά‐ θος εἶναι ταὐτὸν ἀνθρώποιν δυοῖν, ποτὲ δὲ οὐχ ἓν οὔτε ταὐτὸν, ἀλλ’ ἐναντία δύο. δυσκρασίαν γὰρ ἓν μέν τι πάθος γενικῶς ὀνομάζουσι, τεμνόμενον δ’ εἰς ἐναντίας διαφοράς.
15ἔξεστι γὰρ, καθάπερ ἐνταῦθα εἴπομεν, οὕτως καὶ δύο καὶ τρία καὶ πολλὰ κατὰ τὰς ἐν μέρει διαφορὰς ἐναντιωτάτας
ἀλλήλαις εἶναι καὶ κατὰ τοῦτο τῆς ἀτονίας τοῦ ἥπατος,191 in vol. 13

13

.

192

ὀρθῶς ἂν εἰπὼν διάθεσιν αἰτίαν εἶναι μίαν, ἣν δυσκρασίαν ὀνομάζομεν, αὖθις ὀρθῶς ἂν λέγοιμι μὴ μίαν, ἀλλ’ ὀκτὼ τὰς διαθέσεις εἶναι, διότι τοσαῦται διαφοραὶ τῶν δυσκρα‐ σιῶν εἰσι. καὶ γὰρ αὖ καὶ καθ’ ἑτέραν τομὴν δύο διαφοραὶ
5τῶν δυσκρασιῶν γίγνονται καὶ καθ’ ἑτέραν τρεῖς, αἱ μὲν ἐν ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν πασχόντων μορίων, αἱ δὲ μεθ’ ὑγρῶν τινῶν ἤτοι γε ἐν ταῖς εὐρυχωρίαις τῶν πεπονθότων περιεχομένων ἢ ἐν τοῖς σώμασιν αὐτοῖς διαβρό‐ χοις ὑπ’ αὐτῶν γεγονόσι. κατὰ μὲν οὖν τὴν γαστέρα καὶ
10τὰ ἔντερα μία καθ’ ἕκαστόν ἐστι κοιλότης ὑγρότητα μοχθη‐ ρὰν δέξασθαι δυναμένη, κατὰ δὲ τὸ ἧπαρ τοσαῦται τὸν ἀριθμὸν, ὅσαι περ αἵ τε ἀρτηρίαι καὶ αἱ φλέβες. τῶν δ’ ἁπασῶν ἐχουσῶν στενὰ τὰ πέρατα, καθ’ ἃ συμβάλλει τὰ σιμὰ τοῦ σπλάγχνου τοῖς κυρτοῖς, ἔμφραξίς τε καὶ σφήνωσις
15ἐνίοτε γίγνονται τῶν μοχθηρῶν ὑγρῶν, αἷς ἕπεται ση‐ πεδὼν ἐν τάχει ταῖς ψυχραῖς δυσκρασίαις, θερμαῖς δὲ οὐ τα‐ χέως, ἀλλ’ ἐπὶ προήκοντι τῷ χρόνῳ συμπίπτουσα. γίνεται
δὲ ἡ δυσκρασία κατά τε τὴν ἰδίαν οὐσίαν τοῦ ἥπατος, ἣν192 in vol. 13

13

.

193

Ἐρασίστρατος ἡγεῖται παρέγχυμά τι καὶ οὐκ αὐτὸ τὸ κυ‐ ριώτατον εἶναι μόριον τοῦ σπλάγχνου. γίνεται δὲ ἡ δυσκρα‐ σία καὶ κατὰ τὰς περιεχομένας ἐν αὐτῷ φλέβας τε καὶ ἀρ‐ τηρίας καὶ δηλονότι καὶ κατὰ τὰς ἐν ταῖς εὐρυχωρίαις αὐ‐
5τῶν ὕλας. ἔχοντος δὲ τοῦ σπλάγχνου τῶν ἐνεργειῶν, ἃς ἐνερ‐ γεῖ κατὰ τὸν τῆς ζωῆς χρόνον, οὐ μίαν, ἀλλὰ πλείους δυ‐ νάμεις καὶ τοσαύτας γε τὸν ἀριθμὸν, ὅσα τῶν ἐνεργειῶν εἴδη, συμβαίνει πολλάκις μὲν ἐξαιρέτως μίαν αὐτῶν βλάπτεσθαι, πολλάκις δὲ δύο καὶ τρεῖς καὶ πάσας ἅμα τὰς τέσσαρας.
10ἐνέργεια γὰρ αὐτοῦ μία μὲν ἑλκύσαι τὴν τροφὴν ἐφ’ αὑτὸ, μία δὲ ἄλλη περιστεῖλαί τε καὶ κατασχεῖν, ἄχρις ἂν ἀλλοιῶ‐ σαν αὐτὴν ἑαυτοῦ ποιήσηται μόριον. ἔστι γὰρ οὖν δὴ καὶ αὕτη δύναμις αὐτοῦ κυριωτάτη τε καὶ σχεδὸν πρώτη πέτ‐ τειν τε καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν καὶ ὁμοιοῦν ἑαυτῷ τὴν
15τροφὴν, ἣν ὀνομάζομεν ἀλλοιωτικήν. ὅσα δὲ κατὰ τὴν ἀλ‐ λοίωσιν τήνδε γίνεται περιττώματα τῷ σπλάγχνῳ, ταῦτα δι’ ἑτέρας δυνάμεως, ἣν ὀνομάζομεν ἐκκριτικὴν καὶ ἀποκριτικὴν
ἀπωθεῖται. δεδειγμέναι δέ εἰσιν αἱ δυνάμεις αἵδε πᾶσαι τοῖς193 in vol. 13

13

.

194

τοῦ σώματος ὑπάρχουσαι μορίοις, ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ. πάντα γὰρ ἕλκει τὸ οἰκεῖον ἑαυτῷ καὶ ἀποκρίνει τὸ ἀλλότριον, ἀλλοιοῖ τε τὸ ἑλχθὲν, ἔν τε τῷ χρόνῳ, καθ’ ὃν ἀλλοιοῖ, κατέχει τε καὶ σφίγγει. καλεῖται δὴ ἀλλοίωσις αὕτη,
5μέχρι μὲν ἂν εἰς ὁμοιότητα τοῦ τρεφομένου μορίου μεταβάλ‐ ληται, πέψις, ὅταν δὲ ἤδη προστίθεται τῷ μορίῳ, θρέψις. ὅταν μὲν οὖν ἕλκειν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τὴν τροφὴν ἀτονήσῃ τὸ ἧπαρ, ὑγρὰ καὶ ἀνεκχύμωτα ἐκκρίνεται διὰ τῆς ἕδρας. ἐὰν μὲν ἡ γάστηρ συνατονῇ τῷ πλάγχνῳ μὴ
10πέττουσα καλῶς, ἠπεπεπτημένα, ἐὰν δὲ εὐρωσθῇ, πεπεμμένα μὲν, ἀλλ’ ὑγρὰ διὰ τὸ μηδεμίαν ἢ βραχεῖάν γε τὴν ἐξ αὐτῆς ἀνάδοσιν εἰς τὸ ἧπαρ γεγονέναι. ἐὰν δὲ ἕλκῃ μὲν τὸ ἧπαρ ἐφ’ ἑαυτὸ τὴν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τροφὴν, αἱματοῦν δ’ αὐτὴν ὑπ’ ἀτονίας ἀδυνατῇ, καθάπερ ἐν τῇ γα‐
15στρὶ πολυειδὴς ἡ φθορὰ γίνεται τῶν ἀπεπτηθέντων, οὕτω καὶ κατὰ τὸ ἧπαρ. καλῶ δὲ νῦν ἀπεψίαν μόνην, οὐ περι‐
λαμβάνων τῷ λόγῳ τὴν βραδυπεψίαν. εἰ δὲ βούλει, κᾀπειδὰν194 in vol. 13

13

.

195

τροφὴ ὠμὴ διαμείνῃ τὴν κατὰ φύσιν ὑπὸ τοῦ μορίου γενο‐ μένην ἀλλοίωσιν οὐκ εἰληφυῖα, καὶ ταύτην ἄπεπτον καλεῖν, οὐδ’ ἐγὼ φεύγω τὴν προσηγορίαν, ἐάν μοι μόνον ἡ διαφορὰ τῶν πραγμάτων φυλάττηται. χεῖρον μὲν γάρ ἐστιν ἡ εἰς ἀλ‐
5λόκοτον ποιότητα μεταβολὴ κατὰ τὴν ἀπεψίαν γινομένη, μετριώτερον δὲ καθ’ ἣν ἐπὶ πλεῖστον φυλάττει τὴν ἑαυτῆς φύσιν ἡ τροφὴ μηδεμίαν ἐν τῷ πεφυκότι πέττειν αὐτὴν ἀλ‐ λοίωσιν εἰληφυῖα. καὶ μὴν καὶ τρίτον τι παρὰ ταῦτά ἐστιν εἶδος ἀποτυχίας πέψεως, ὅταν ἡμίπεπτος ἡ τροφὴ γίνηται,
10καὶ κατ’ αὐτήν γε τὴν ἀποτυχίαν τῆς ἀκριβοῦς πέψεως τοῖς ἡπατικοῖς ἐκκρίνεται διὰ τῆς κοιλίας αἱματώδης χυμὸς, τοι‐ οῦτος δὲ τῇ συστάσει, καθάπερ εἴ τις ὕδατι κεράσειεν αἷμα. καὶ πολλοὶ τῶν ἰατρῶν ἔγραψαν, εἰκάζοντες αὐτοῦ τὴν σύ‐ στασιν, ὡς ἂν εἰ νεοσφαγοῦς ἱερείου τὰ κρέα πλύνειέ τις
15ὕδατι. καὶ πλεῖσταί γε τῶν ἡπατικῶν διαθέσεων ἀπὸ τοιού‐ των ἐκκρίσεων ἄρχονται, μήπω μεγάλην ἀτονίαν ἔχοντος τοῦ ἥπατος, ἀλλ’ ἔτι πέττειν τε καὶ μεταβάλλειν τὴν τροφὴν εἰς
τὴν οἷον ὑπογραφὴν τοῦ αἵματος δυναμένου. αὐξηθέντος δὲ195 in vol. 13

13

.

196

τοῦ πάθους οὐκ ἔτι μὲν οὐδὲν τοιοῦτον ἐκκρίνεται, ἀλλὰ πολυειδεῖς ἄλλαι ποιότητές τε καὶ συστάσεις, ὥσπερ ἀπὸ τῆς γαστρὸς ἀπεπτούσης. ἀλλ’ ἐν μὲν τῇ γαστρὶ τῶν σιτίων αὐτῶν αἱ διαφοραὶ σαφῶς φαίνονται, κατὰ δὲ τὸ
5ἧπαρ τῆς ἀναδοθείσης τροφῆς μιγνυμένης τῷ προϋπάρχοντι κατὰ τὸ σπλάγχνον αἵματι. συνδιαφθείρεται γὰρ ἐν τῷ χρόνῳ καὶ τοῦτο τῇ μὴ πεφθείσῃ κατ’ αὐτὸ τροφῇ. θερμῆς μὲν οὖν κατὰ τὸ σπλάγχνον τῆς δυσκρασίας οὔσης αἱ συντήξεις γίνονται, πρῶτον μὲν τῶν χυμῶν, εἶτα καὶ τῆς σαρκὸς αὐ‐
10τῆς τοῦ ἥπατος, καὶ κενοῦται διὰ τῆς γαστρὸς δυσώδης πάνυ χολὴ παχεῖα καὶ κατακορὴς τῇ χροιᾷ, καθάπερ ἐν τοῖς λοιμώδεσι πυρετοῖς. ψυχρᾶς δὲ δυσκρασίας οὔσης οὔτε συνε‐ χεῖς ἐκκρίσεις οὔτε πολλαὶ γίνονται. χρονίζει δὲ τὸ πάθος καὶ δι’ ἡμερῶν τινων καταῤῥήσσει ἡ γαστὴρ αὐτοῖς ἀθρο‐
15ώτερον, οὔθ’ ὁμοίαν ἐχόντων τὴν δυσωδίαν τοῖς διὰ θερ‐ μότητα συντακεῖσιν οὔθ’ ὁμοίαν τὴν χρόαν ἢ τὴν σύστασιν, ἀλλ’ ἧττόν τε δυσώδη διαχωρεῖται τούτοις, ἰδέαν τε
σεσηπότος αἵματος, οὐ συντετηκυίας ἔχοντα σαρκὸς, ἐνίοτε196 in vol. 13

13

.

197

δ’ ἄν σοι τὸ διαχωρούμενον οἷον αἷμα μέλαν εἶναι φανείη, θεωροῦντι δὲ ἀκριβῶς οὔτε αἷμα μέλαν ἐστὶν οὔτε θρόμ‐ βος, ἀλλ’ οἷον ἰλύς τις αἵματος παχέος ἐγγὺς τῇ μελαίνῃ χολῇ, καὶ πλείω γε καὶ δύσκριτα χρώματα κατὰ τὴν τοιαύ‐
5την διάθεσιν ἐμφαίνεται τοῖς διαχωρουμένοις. ἐν ἀμφοτέραις δὲ ταῖς δυσκρασίαις τῇ τε κατὰ θερμότητα καὶ τῇ κατὰ ψυ‐ χρότητα, μιχθείσης τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρα‐ σίας, ὑγρότερα μὲν ἐπὶ τῆς καθ’ ὑγρότητα, ξηρότερα δὲ ἐπὶ τῆς κατὰ ξηρότητα τὰ διαχωρήματα γίνεται. ὁ σκοπὸς οὖν
10τῆς θεραπείας ἐν τοῖς τοιούτοις παθήμασι γίνεται, κοινὸς μὲν κατὰ τὴν ἐναντίωσιν τῆς δυσκρασίας, καθ’ ἑκάστην δὲ ἴδιος ὁ καθ’ ἑκάστην ἐναντίος. τὸ μὲν οὖν ἡπατικὸν ἰδίως ὀνομαζόμενον πάθος, ὥσπερ οὖν καὶ τὸ κοιλιακόν τε καὶ στομαχικὸν, ἄνευ τοῦ κατὰ τὰ μόρια παρὰ φύσιν ὄγκου γί‐
15νεται, φλεγμαίνειν μὲν ἧπαρ ἢ ἀφίστασθαι λεγόντων ἢ σκιῤ‐ ῥοῦσθαι τῶν ἰατρῶν ἤ τι τοιοῦτον ἕτερον πάσχειν, οὐ μὴν ἡπατικόν γε καλούντων τὸν ἄνθρωπον αὐτὸν, ᾧ συμβαίνει
τι τούτων· ἀλλ’ ὅταν ἄνευ φανεροῦ τινος ἐν τῷ σπλάγχνῳ197 in vol. 13

13

.

198

κακοῦ περὶ τὰς οἰκείας ἐνεργείας ἀτονῇ, τηνικαῦτα τὸν κά‐ μνοντα προσαγορευόντων ἡπατικόν. ἴδωμεν οὖν πρῶτον ἃ γεγράφασιν οἱ πρὸ ἡμῶν ἄριστα πραγματευόμενοι περὶ φαρ‐ μάκων, ἀπὸ τῶν ὑπ’ Ἀνδρομάχου τὴν ἀρχὴν ποιησάμενοι.
5οὗτος γὰρ ἀνὴρ ἐν τῇ τῶν ἐντὸς παθῶν ἰάσεις ἐχούσῃ βίβλῳ πολλὰς ἔγραψε δυνάμεις ἡπατικὰς, ὧν ἁπασῶν μνημονεύσω, κᾀνταῦθα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ γεγράψεται τὰ φάρ‐ μακα, καὶ πρῶτόν γε αἱ ἀντίδοτοι. τὸ πρῶτον γεγραμμένον αὐτοῖς ὀνόμασιν ὡδί πως.
10 [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἡπα‐ τικοὺς φάρμακα.] Ἀνδρομάχου πρὸς ἡπατικοὺς κυφοειδὴς καὶ πρὸς τὰ ἐν θώρακι πάντα. σταφίδος σαρκὸς 𐅻 κεʹ. οἱ δὲ 𐅻 ρʹ. κρόκου 𐅻 αʹ. οἱ δὲ τριώβολον· καλάμου 𐅻 βʹ 𐅶ʹʹ. βδελλίου 𐅻 βʹ 𐅶ʹʹ. κασσίας 𐅻 αʹ 𐅶ʹʹ. κινναμώμου τριώβολον,
15ναρδοστάχυος 𐅻 γʹ. σχοίνου ἄνθους 𐅻 βʹ 𐅶ʹʹ. σμύρνης 𐅻 δʹ. τερμινθίνης 𐅻 δʹ. οἱ δὲ 𐅻 ιστʹ. ἀσπαλάθου ῥινήματος 𐅻 βʹ. μέλιτος 𐅻 ιστʹ. οἴνου τὸ ἀρκοῦν. αὕτη μὲν ἡ τῆς ἀντιδό‐
του γραφή. κέκληκε δὲ ταύτην κυφοειδῆ διὰ τὴν ὁμοιότητα.198 in vol. 13

13

.

199

καὶ γὰρ ὀσμῇ καὶ γεύσει παραπλήσιός ἐστι τῷ κύφει καλου‐ μένῳ πρὸς Αἰγυπτίων, οἵπερ δὴ καὶ πρῶτοι συνέθεσάν τε τὸ φάρμακον τοῦτο καὶ χρῶνται θυμιῶντες ἑκάστοτε τοῖς θεοῖς. τὰ πλεῖστα δ’ ἐστὶ τῶν ἐν ἐκείνῳ τῷ θυμιά‐
5ματι γεγραμμένων τὰ αὐτὰ τοῖς ἐν τῷδε τῷ φαρμάκῳ, καὶ μέντοι καὶ θυμιᾶσθαι τοῦτ’ αὐτὸ δύναται παραπλησίως τῷ κύφει. σύγκειται δὲ ἔκ τε τῶν μετρίως στυφόντων καὶ ξη‐ ραινόντων τε καὶ διαφορούντων ἰχῶρας μοχθηροὺς καὶ ἐπα‐ νορθουμένων τὴν κακοχυμίαν, ἔτι τε ἐκ τῶν ἐναντιουμένων
10ταῖς σηπεδόσιν, ὧν τὰ πλεῖστα τῆς τῶν ἀρωμάτων ἐστὶν ὕλης. ἔχει γοῦν τὸ φάρμακον τοῦτο κιννάμωμον, πάσας ἐπα‐ νορθοῦν τὰς σηπεδονώδεις τε καὶ δηλητηρίους δυνάμεις, οὐ μόνον ἰχώρων τε καὶ χυμῶν, ἀλλὰ καὶ θανασίμων φαρμά‐ κων, ὥσπερ γε καὶ τοῖς ἰοβόλοις ὀνομαζομένοις θηρίοις ὑπαρ‐
15χόντων ἰῶν. ἐφεξῆς δὲ τοῦ κινναμώμου καὶ ἡ κασσία τὴν αὐτὴν ἔχει δύναμιν, ἡ ἀρίστη τε καὶ συγγενὴς αὐτῷ καὶ μετὰ
ταύτην τῶν ἀρωμάτων ἅπαν γένος, ὥσπερ ἐνταῦθα νάρδος199 in vol. 13

13

.

200

τε καὶ σχοῖνος καὶ κάλαμος καὶ σμύρνα. ταῦτα γὰρ ἐμβέ‐ βληται τῷ προκειμένῳ φαρμάκῳ κατὰ τὸν εἰρημένον ἄρτι λογισμὸν καὶ τρόπον, ὥσπερ γε καὶ τῶν παρ’ ἡμῖν γενομέ‐ νων ὅ τε ἀσπάλαθος καὶ ὁ κρόκος, στυπτικόν τε καὶ πε‐
5πτικὸν ὑπάρχον φάρμακον, ἐπανορθούμενόν τε σηπεδόνας. ἡ δὲ σταφὶς εὐκαταφρόνητος μὲν εἶναι δόξει διὰ τὸ σύνηθες, αὐτὸ δὲ τοῦτο αὐτὴν ἐργάζεται χρησιμωτέραν, ὅτι συνήθης ἡμῖν οὖσα στυπτικὸν ἐπὶ τοσοῦτόν ἐστιν, ὅσου δεῖται τὸ πεπονθὸς σπλάγχνον. ἔχει δὲ καί τι πεπτικὸν τῶν ἀπέπτων
10χυμῶν, ἐπικρατητικόν τε τῶν κακοήθων, αὐτή τε δύσση‐ πτός ἐστι καὶ προσέτι καθ’ ὅλην τὴν οὐσίαν οἰκεία τῷ σπλάγχνῳ. μεμαθήκαμεν γὰρ ὡς αἱ τροφαὶ τοῖς τρεφομένοις τὴν οἰκειότητα καθ’ ὅλην τὴν ἑαυτῶν οὐσίαν κέκτηνται, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις, ὅσα
15κατὰ δυσκρασίαν γένηται. κάλλιστα γὰρ ἐπ’ αὐτῶν ἐνεργεῖ τὰ πρὸς τῷ τὴν δυσκρασίαν ἰᾶσθαι τρέφειν δυνάμενα, καὶ
διὰ τοῦτο καὶ ὁ οἶνος ἐπιτηδειότατός ἐστι τοῖς ἄνευ φλε‐200 in vol. 13

13

.

201

γμονῆς ἢ ἐρυσιπέλατος ἢ ἀποστήματος ἢ θερμῆς δυσκρασίας κάμνουσιν. καὶ γὰρ τρέφει καὶ πέττει καὶ τονοῖ καὶ σηπεδό‐ σιν ἀνθίσταται, κᾂν δυσκρασία τύχῃ γεγονυῖα καθ’ ὑγρό‐ τητα καὶ ψύξιν, ἀλύπως τε καὶ ἀσφαλῶς αὐτὴν ἰᾶται. τὰ
5δ’ αὐτὰ καὶ τῷ μέλιτι πρόσεστι, πλὴν τοῦ μὴ συνάγειν τὴν οὐσίαν τῶν σωμάτων οἷς ἂν ὁμιλῇ, ἀλλ’ ἀντὶ τούτου διαῤῥύπτειν τε καὶ ἀναστομοῦν καὶ καθαρὰς ἐργάζεσθαι τὰς διεξόδους, ἐπ’ οὖρά τε προτρέπειν οὐ μικρὰ βοηθήματα κέ‐ κτηται. μέμικται δὲ ὑπὸ τοῦ συνθέντος τὸ φάρμακον καὶ
10βδέλλιον, ἱκανῶς μαλάττον τε καὶ πέττον, ὡς ἐμάθομεν, ἔτι τε μετρίως διαφοροῦν. ὁμοίως δέ πως αὐτῷ καὶ ἡ τερμιν‐ θίνη ῥητίνη δύναμιν ἔχει πρὸς τὸ διαῤῥύπτειν τε καὶ δια‐ καθαίρειν τὰς στενὰς διεξόδους, ὧν καὶ αὐτῶν δεῖται τὸ θε‐ ραπευόμενον σπλάγχνον, ὅπως αἱ συναναστομώσεις τῶν κατὰ
15αὐτὸ φλεβῶν ἀναπεπταμέναι τε καὶ ἔκφρακτοι διαμένωσιν. μεμαθήκαμεν γὰρ ὅπως ἡ ἔμφραξις ἐργάζεται τὰς σηπεδόνας. ἔνιοι μέντοι τῶν συνθέντων τὰς τοιαύτας δυνάμεις, καθά‐
περ καὶ πρόσθεν ἐπὶ τῶν στομαχικῶν ἐδείκνυτο, μίξαντες201 in vol. 13

13

.

202

ὄπιον ἢ ὑοσκύαμον ἤ τι τῶν ἄλλων ὅσα ψύχει, πρὸς τὰς θερμὰς δυσκρασίας χρήσιμον εἰργάσαντο φάρμακον καὶ διὰ τοῦτο καὶ ἡ Φίλωνος ἐνίοτε θαυμαστῶς ὅπως ἅπαξ δοθεῖσα δυσκρασίαν ἡπατικὴν ἰάσατο, καὶ τοῦτο αὐτῇ καὶ ὁ συνθεὶς
5αὐτὴν ἐμαρτύρησεν. ἀλλὰ τῶν γε ὑπ’ Ἀνδρομάχου γεγραμ‐ μένων φαρμάκων ἡπατικῶν οὐδέν ἐστι τοιοῦτον, καὶ μέντοι καὶ σφοδρῶς ψυκτικὸν οὐδὲν εἶναι προσήκει, ἀλλ’ ὁποῖα γέ‐ γραπταί τισιν ἄλλοις τε καὶ τῷ Ἀσκληπιάδῃ. νῦν οὖν ὅσας ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος ἡπατικὰς ἀντιδότους
10ὑπογράψω, μεμνημένων ἡμῶν οὐδεμίαν αὐτῶν ἁρμόττειν θερμαῖς δυσκρασίαις, ἀλλ’ ἢ ταῖς ὑγραῖς ἢ ταῖς ψυχραῖς ἢ ταῖς ἐξ ἀμφοτέρων συνθέτοις, ἢ εἴπερ ἄρα ταῖς μὲν ὑγραῖς ἰσχυρῶς, μετρίως δὲ θερμαῖς. γεγράψονται δὲ πᾶσαι κατὰ τὴν αὐτοῦ Ἀνδρομάχου λέξιν.
15 [Ἄλλη κυφοειδὴς πρὸς ἡπατικοὺς ἐκ τῶν Γάλλου καὶ βῆχας καὶ ἀναγωγάς.] Κρόκου, κινναμώμου ἀνὰ 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. βδελλίου 𐅻 δʹ. ἀσπαλάθου τετρώβολον, σχοίνου
𐅻 γʹ. καλάμου 𐅻 βʹ. κασσίας 𐅻 αʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ.202 in vol. 13

13

.

203

τερμινθίνης 𐅻 στʹ. σταφίδος σαρκὸς 𐅻 ρξʹ. μέλιτος κοτύ‐ λης 𐅶ʹʹ. οἴνου Χίου εἰς τὸ βρέξαι τὴν σταφίδα καὶ τὸ βδέλ‐ λιον καὶ τὴν σμύρναν, τὴν δὲ ῥητίνην τήξας τῷ μέλιτι, εἶτα πάντα συμμίξας καὶ λεάνας ἀπόθου. πρὸς ἡπατικοὺς καὶ
5ἰκτερικούς. καρύων πικρῶν 𐅻 βʹ. ἀνίσου 𐅻 αʹ. ἀψιν‐ θίου, κυμίνου, σελίνου σπέρματος ἀνὰ 𐅻 αʹ. κέρα‐ τος ἐλαφείου τριώβολον, λεάνας σὺν ὕδατι τροχίσκους ποίει τριωβολιαίους, δίδου ἕνα πρωῒ καὶ δείλης σὺν οἰνομέλιτι. πρὸς ἡπατικοὺς καὶ ἰκτερικοὺς ἡ Νεκτάρειος. ἑλενίου λί‐
10τραν αʹ 𐅶ʹʹ. κροκομάγματος λίτρας βʹ. ἀριστολοχίας γο αʹ. πετροσελίνου γο αʹ. πεπέρεως μέλανος γο 𐅶ʹʹ. σμύρνης γο αʹ. μέλι τὸ ἱκανόν. [Ἡπατικὴ ἀθανασία καλουμένη. ποιεῖ καὶ πρὸς νεφρι‐ τικοὺς καὶ ἰκτερικοὺς, κινεῖ δὲ ἱδρῶτα πολύν.] Κρόκου
15𐅻 βʹ. κινναμώμου 𐅻 αʹ. νάρδου 𐅻 βʹ. κασσίας, σμύρνης, σχοίνου ἀνὰ 𐅻 αʹ. μέλιτι Ἀττικῷ ἀναλάμβανε. ἡ δόσις κυ‐
άμου Ἑλληνικοῦ τὸ μέγεθος, πυρέσσουσι μεθ’ ὑδρομέλιτος.203 in vol. 13

13

.

204

[Ἡπατικὴ θαυμαστὴ, ᾗ Φαρνάκης ὁ ῥιζοτόμος παθὼν ἐχρήσατο.] Κρόκου 𐅻 βʹ. μήου, ἀσάρου, φοῦ Ποντικοῦ, δαύκου, πετροσελίνου, σμύρνης ἀνὰ 𐅻 δʹ. νάρδου Ἰνδικῆς καὶ Κελτικῆς ἀνὰ 𐅻 στʹ. κόστου, κασσίας, σχοίνου ἀνὰ τρι‐
5ώβολον, βαλσάμου καρποῦ 𐅻 γʹ 𐅶ʹʹ. ἐρυθροδάνου 𐅻 ηʹ. γλυ‐ κείας χυλοῦ 𐅻 γʹ. ἡμιονίτιδος βοτάνης 𐅻 γʹ. πολίου 𐅻 γʹ. ὀποῦ βαλσάμου 𐅻 στʹ. μάγματος ἡδυχρόου 𐅻 εʹ. μέλιτος τὸ ἱκανὸν χρῶ. πρὸς πάντα τὰ πάθη ἐνεργεῖ, καρύου Ποντι‐ κοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος.
10 [Ἡπατικὴ παρὰ Νεάρχου ἐπαινουμένη.] Πάνακος ῥίζης, ἐρυθροδάνου, ἠρυγγίου ῥίζης, εὐπατορίου, ἑλενίου ῥί‐ ζης, πολίου, κόστου, ἀριστολοχίας, πεπέρεως, σκολοπένδρου βοτάνης, σικύου σπέρματος, χαμαιπίτυος, γεντιανῆς ῥίζης, Σινώπιδος μίλτου, χολῆς ἀρκείου, ναρδοστάχυος, ἀρκευθί‐
15δων, κράμβης σπέρματος, εὐζώμου σπέρματος, ἑκάστου ἴσον μέλιτι Ἀττικῷ ἑφθῷ ἀναλαβὼν χρῶ. ἡπατικὴ ἡ τοῦ Διοσκό‐ ρου. κινναμώμου, κασσίας ἀνὰ 𐅻 δʹ. κρόκου, νάρδου,
κόστου, βαλσάμου καρποῦ, ὑπερικοῦ, γλυκυῤῥίζης ἀνὰ 𐅻 ηʹ.204 in vol. 13

13

.

205

μέλιτι Ἀττικῷ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη πρὸς ἡπατικοὺς καὶ τὰ λοιπὰ τὰ ἐντὸς, ὡς Ἀριστοκλῆς. πεπέρεως κόκκους μʹ. σμύρνης 𐅻 ηʹ. κρόκου, κόστου, μήου, ἀκόρου, νάρδου, δαύκου σπέρματος, πετροσελίνου,
5σκορδίου ἀνὰ 𐅻 δʹ. κινναμώμου 𐅻 ιβʹ. κασσίας 𐅻 ιβʹ. μέ‐ λιτος τὸ ἀρκοῦν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. πότιμα πρὸς ἡπατικοὺς, σπληνικοὺς, νεφριτικοὺς, ὑδρω‐ πικοὺς, ὠφελεῖ καὶ στομαχικοὺς καὶ τὰς ἐκ τόκων ἐνοχλου‐ μένας, καὶ πρὸς σπασμοὺς καὶ πρὸς τοὺς ἀπ’ ἀῤῥωστίας
10ἀναλαμβάνοντας καὶ κακοχύμους καὶ ἰκτερικοὺς καὶ βῆχας καὶ πλευριτικοὺς, ἀντίδοτος καὶ πρὸς τὰ θανάσιμα φάρμακα καὶ τὰς τῶν θηρίων πληγάς. νάρδου Ἰνδικῆς 𐅻 βʹ. κό‐ στου 𐅻 βʹ. κασσίας 𐅻 αʹ. κρόκου 𐅻 αʹ. πεπέρεως λευκοῦ ὀβολοὺς εʹ. ἐν ἄλλῳ 𐅻 βʹ. σελίνου σπέρματος 𐅻 αʹ. τετρώ‐
15βολον, ἴρεως Ἰλλυρικῆς ἴσον, ἀκόρου 𐅻 αʹ. ὀβολὸν αʹ. ὀπο‐ βαλσάμου 𐅻 αʹ. ἄρου ἀρσενικοῦ ὀποῦ 𐅻 γʹ. σταφίδος ἀγι‐ γάρτου 𐅻 στʹ. λεάνας σὺν τῷ γλυκεῖ ἢ μέλιτι ἀναλάμβανε
καὶ δίδου 𐅻 αʹ. μετ’ οἴνου γλυκέος κεκραμένου ἢ ὑδρομέλιτος205 in vol. 13

13

.

206

κυάθων τεσσάρων ἢ ὡς ἂν ἁρμόττῃ. αὗται μέν εἰσιν αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι δυνάμεις ἡπατικαὶ, μεταβήσομαι δὲ ἤδη πρὸς τὰς ὑπ’ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ τρίτῳ τῶν ἐντὸς, ἃς Μνάσωνος ἐπιγράφει.
5 [Αἱ ὑπ’ Ἀσκληπιάδου γραφεῖσαι δυνάμεις ἡπατικαί.] Πρώτην μὲν ἔγραψεν, ἣν Ἀντωνίου Μούσα φη‐ σὶν εἶναι, συγκειμένην οὕτω. κιχωρίου χυλίσματος κύαθον αʹ. δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων γʹ. ἐπιβαλὼν μέλιτος Ἀττικοῦ κοχλιάριον· ἢ πτέρεως καὶ ἀνήθου χυλοῦ κύαθον
10αʹ. μετὰ μελικράτου κυ. γʹ. ἢ ἴρεως ἁπαλῆς ἢ σέρεως ἁπαλῆς τοῦ χυλοῦ κύαθον αʹ. μετὰ μελικράτου θερμοῦ κυάθων τριῶν. αὕτη ἡ πρώτη γραφὴ κατὰ τὸ τοῦ Ἀσκληπιάδου βιβλίον ἐστὶ φαρμάκων τριῶν. τὰ μὲν οὖν κιχώρια καὶ ἡ σέρις ἐκ τῶν ἐδωδίμων εἰσὶν, παρ’ ἡμῖν γοῦν οἱ κατὰ τοὺς ἀγροὺς
15ἐσθίουσιν ἄμφω ταῦτα καὶ ὠμὰ καὶ ἑφθά. χρῆται δὲ αὐ‐ τοῖς καὶ ὁ Ἐρασίστρατος ἱκανῶς, ἐν οἷς θεραπεύει τὰ κατὰ τὴν κοιλίαν πάθη, δύναμις δὲ τῶν λαχάνων τούτων ἐστὶν
ὑπόψυχρός τε καὶ ὑπόπικρος καὶ μετρίως στύφουσα, καὶ διὰ206 in vol. 13

13

.

207

ταύτας γε τὰς ποιότητας ἄριστα φάρμακα ταῖς θερμαῖς δυσ‐ κρασίαις ἐστὶ τοῦ ἥπατος. πρὸς γὰρ τῷ ψύχειν μετρίως ἔτι καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ διὰ τῆς στύψεως, ἔτι τε ἀναῤῥύπτει τὰς συναναστομώσεις τῶν ἐν τοῖς σιμοῖς
5τοῦ σπλάγχνου φλεβῶν πρὸς τὰς ἐν τοῖς κυρτοῖς, οὐ μὴν οὐδὲ τὰς ψυχρὰς δυσκρασίας βλάπτει μεγάλως, ὥσπερ ὅσα ψυχρὰν ὑγρότητα κέκτηται χωρὶς στύψεως ἢ πικρότητος. ὠφε‐ λεῖν δὲ δύναται τὸ σπλάγχνον ἡ τῶν τοιούτων λαχάνων οὐσία, κᾂν ἄνευ χυμῶν ἢ ἰχώρων μοχθηρῶν γίνηται ἡ δυσ‐
10κρασία καθ’ αὑτὸ καὶ μεθ’ ὑγρότητος ἡστινοσοῦν. ἐν γὰρ τῇ μίξει τοῦ μέλιτος ἐπ’ οὖρα προάγει τὴν ὑγρότητα, διὸ κᾂν ξηρανθέντα κόψας ἐπιπάσῃ τις τῷ ποτῷ, καὶ οὕτως ὀνί‐ νησι, καὶ μέντοι καὶ ἀφεψημένων τὸ ἀφέψημα πινόμενον ὠφέλιμον ἱκανῶς ἐστιν. εἰ δὲ μὴ θερμή τις ἐνοχλοίη δυσκρα‐
15σία ἢ κᾂν μόνον ἔμφραξίς τις εἴη κατὰ τὸ σπλάγχνον, ὠφε‐ λεῖ μεγάλως δι’ οἴνου λευκοῦ λεπτοῦ πινόμενα μετὰ τῶν
οὖρα κινούντων. χρήσιμος δὲ οὐ μόνον ὁ χυλὸς αὐτῶν ἐστι207 in vol. 13

13

.

208

πρόσφατός τε καὶ ἐξηραμμένος, ἀλλὰ κᾂν ξηραινόμενα κόψας καὶ λειώσας ἐπιμελῶς ἐπιπάττοι τις τῷ ποτῷ, κᾂν ἀφεψή‐ σας πίνοι. πρὸς δὲ τὸ διακαθᾶραι τὸ σπλάγχνον, ἀναστο‐ μῶσαί τε τὰς διεξόδους αὐτοῦ χωρὶς τοῦ θερμῆναι σαφῶς ἢ
5ψῦξαι, κάλλιστον φάρμακον ἡ πτέρις ἐστὶν, ἐπικρατοῦσαν ἔχουσα τὴν πικρὰν ποιότητα. τὸ δ’ ἄνηθον οὐδὲν ἰσχυρὸν ἔχει πρὸς τὰς τοιαύτας διαθέσεις, ἀλλ’ ἔστιν ἐψυγμένου με‐ τρίως καὶ πεπυκνωμένου τοῦ σπλάγχνου θεραπευτικόν. καὶ τὸ διὰ τῆς χαμαιπίτυος δὲ καταπότιον, οὗ καὶ αὐτοῦ
10μέμνηται, τῆς αὐτῆς ἐστι δυνάμεως τοῖς εἰρημένοις. πικρὸν γὰρ καὶ τοῦτό ἐστι τὸ φάρμακον, οὐδὲν οὖν θαυμαστόν ἐστιν αὐτήν τε καθ’ ἑαυτὴν πινομένην τὴν χαμαιπίτυν ὠφε‐ λεῖν τὰς ἡπατικὰς δυσκρασίας καὶ μετὰ κιχωρίου, καθάπερ ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως αὐτοῖς ὀνόμασιν.
15 [Καταπότιον ἡπατικοῖς.] Χαμαιπίτυος ῥίζης 𐅻 ηʹ. κιχωρίου ῥίζης 𐅻 δʹ. κόπτε καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ ὕδατος θερμοῦ
ἐπιπίνειν κυάθους γʹ. ταῦτα μὲν ὁ Ἀσκληπιάδης ἔγραψεν,208 in vol. 13

13

.

209

ὠφελοῦσι δὲ αἱ εἰρημέναι βοτάναι τοὺς ἡπατικοὺς, οὐ μό‐ νον ἐὰν τῶν ῥιζῶν τις αὐτῶν προσφέρηται, σκευάσας ὡς ὁ Ἀσκληπιάδης ἔγραψεν, ἀλλὰ κᾂν τὸν χυλὸν ἢ τὸ ἀφέψημα ἢ ξηρὰν τὴν κόμην μετὰ τοῦ καρποῦ κόψας καὶ λειώσας
5προσφέρῃ. καὶ ἡ τῆς σφενδάμνου δὲ ῥίζα, κοπεῖσα καὶ λειω‐ θεῖσα, καὶ γὰρ καὶ ταύτης μέμνηται, τῆς αὐτῆς ἐστι τοῖς εἰ‐ ρημένοις δυνάμεως. δίδωσι δὲ ταύτης 𐅻 αʹ. μεθ’ ὕδατος κε‐ κραμένου κυάθων γʹ. καὶ τὸ διὰ τῆς νάρδου δὲ τῆς Κελτι‐ κῆς φάρμακον, οὗ καὶ αὐτοῦ μέμνηται, τούτοις ἐστὶ παρα‐
10πλήσιον. ἔγραψε δ’ οὕτως αὐτό. νάρδου Κελτικῆς μέρη γʹ. ἀψινθίου μέρος ἓν, κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐκλείχειν μύστρον. καὶ τὸ τούτῳ γεγραμμέ‐ νον ἐφεξῆς παραπλήσιον ὑπάρχον αὐτῷ κατὰ τὰ ἄλλα πλέον ἔχει τὸ δι’ οὔρων μᾶλλον ἐκκαθαίρειν τὸ σπλάγχνον.
15ἔγραψε δ’ οὕτως ὁ Ἀσκληπιάδης περὶ αὐτοῦ. τροχίσκος ἡπα‐ τικὸς ὁ πικρός. ἀνίσου, σπέρματος σελίνου, ἀσάρου, ἀμυ‐ γδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου, ἑκάστου ἀνὰ 𐅻 δʹ.
σκεύαζε δι’ ὕδατος καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου 𐅻 αʹ.209 in vol. 13

13

.

210

ἀπυρέτοις μετ’ οἴνου κεκραμένου κυάθων γʹ. πυρέττουσι μεθ’ ὑδρομέλιτος. τοῦτο τὸ φάρμακον ἠρέμα πώς ἐστι θερμὸν διὰ τὴν τῶν οὐρητικῶν μίξιν. τὰ δ’ ἄλλα πάντα τὰ πρό‐ σθεν ἢ ἐπικρατοῦσαν ἔχει τὴν ψύξιν ἢ πάντως οὔτε ταύτην
5οὔτε τὴν θερμότητα. τὸ μέντοι διαῤῥύπτειν τε καὶ τὰς ὁδοὺς τῆς ἀναδόσεως ἐκφράττειν ἔχει πάντα. καὶ ἄλλα δέ τινα φάρμακα γέγραπται τῷ Ἀσκληπιάδῃ τὸ μὲν διαῤῥύπτειν καὶ ἐκφράττειν καὶ τέμνειν ἔχοντα, βραχεῖ δέ τινι τῶν μέσων ἕτερα θερμότερα. μέσα δὲ λέγω τὰ μήτε θερμαίνοντα μήτε
10ψύχοντα σαφῶς. ἓν δὲ ἐν αὐτοῖς τι τῶν θερμαινόντων ἐστὶν, ἔνθα φησὶ, κόστου λείου κοχλιάριον δίδου μετὰ μελικράτου θερμοῦ κυάθων γʹ. τὰ δ’ ἄλλα ὅσα πλησίον τῆς μέσης κρά‐ σεως ὄντα πρὸς τὸ θερμότερον ῥέπει, ταῦτά ἐστιν. ἑλε‐ νίου 𐅻 ιβʹ. κροκομάγματος 𐅻 ηʹ. ἀναλάμβανε κιχωρίου χυλῷ
15καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν. ἡ τελεία δόσις ὁλκὴ καὶ οἰνομέλιτος κεκραμένου θερμοῦ κύαθοι γʹ. τοῦτο
τὸ φάρμακον ἠδύνατο καὶ χωρὶς ἑλενίου ταῖς θερμαῖς δυσ‐210 in vol. 13

13

.

211

κρασίαις ἁρμόττειν. ἐπεὶ δὲ τὸ ἑλένιον ἐμίχθη τοῖς ῥυπτι‐ κοῖς, ἐπὶ τὸ θερμότερον ἔῤῥεψε, πλὴν εἰ μὴ παντελῶς ὀλίγον ἐπιμίσγοιτο πλείονι τῷ ψυχρῷ. καὶ μέντοι καὶ τὸ διὰ τοῦ μαράθρου τῶν θερμαινόντων ἐστὶν, ἔχον οὕτω. μαρά‐
5θρου 𐅻 αʹ. πετροσελίνου 𐅻 βʹ. ἀνίσου, ἀμυγδάλων πικρῶν, ἀψινθίου ἀνὰ 𐅻 αʹ. κρόκου, σμύρνης ἀνὰ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου 𐅻 αʹ. κα‐ θὼς ἀνώτερον προείρηται. καὶ γὰρ ἐνταῦθα τὸ μὲν μάρα‐ θρον καὶ τὸ πετροσέλινον ἱκανῶς θερμαίνει, τὰ ἄλλα μετρίως.
10τὰ δ’ ἀμύγδαλα τῆς λεπτυντικῆς ἐστι δυνάμεως, καὶ μᾶλλον ὅταν ᾖ πικρά. μέσον δέ πως τῶν θερμαινόντων τε καὶ ψυχόντων καὶ τοῦτό ἐστι τὸ φάρμακον, ὅπερ ὁ Ἀσκλη‐ πιάδης ἔγραψεν ὡδί πως. ἐκλεικτὸν ἡπατικὸν Παυλίνου, ὠφελεῖ παραχρῆμα. χαμαιπίτυος ξηρᾶς λίτραν αʹ. σμύρ‐
15νης γο αʹ. γλυκέος προτρόπου ξε. γʹ. ἕψε χαμαιπίτυν καὶ γλυκὺν, καὶ ὅταν τὸ γʹ. ὑπολειφθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν μέλιτος Ἀττικοῦ λίτρας 𐅶ʹʹ. πάλιν ἕψε.
μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ σμύρνιον κινῶν συνεχῶς, καὶ211 in vol. 13

13

.

212

ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἀπόθου καὶ δίδου πρὸ τροφῆς μύστρον. ἔγραψε δὲ καὶ διὰ κοχλιῶν ὁ Ἀσκληπιά‐ δης φάρμακον ἡπατικὸν τοιοῦτον. κοχλιῶν χερσαίων εὖ μάλα τὴν σάρκα λεάνας καὶ οἴνου μέλανος ἐπιβαλὼν κυά‐
5θους τρεῖς καὶ θερμήνας δίδου πίνειν. ἔοικε δὲ τὰ τοιαῦτα καθ’ ὅλην τὴν οὐσίαν ἐνεργεῖν, οὐ κατὰ μίαν ἢ δευτέραν ποιότητα, ὁποῖόν ἐστι καὶ τὸ λύκειον ἧπαρ, οὗ πεῖραν ἱκα‐ νὴν ἔχομεν. ἡ χρῆσις δὲ αὐτοῦ παραπλησία τοῖς κοχλίοις ἐστὶ, λειοῦται γὰρ ἀκριβῶς τὸ λύκειον ἧπαρ καὶ δίδοται
10𐅻 αʹ. μετ’ οἴνου τῶν γλυκέων τινὸς, οἷοί πέρ εἰσιν Θη‐ ραῖος ὁ Κρητικὸς καὶ ὁ Σκυβελίτης, ὅ τε γλυκὺς πρότρο‐ πος. εὐμενεῖς γάρ εἰσιν οὗτοι τῷ σπλάγχνῳ, τρέφειν αὐτὸ δυνάμενοι καὶ μέσοι τῇ κατὰ τὸ ψυχρόν τε καὶ θερμὸν ἀν‐ τιθέσει, καὶ διὰ τοῦτο τὰ τοιαῦτα φάρμακα πάσαις ἁρμότ‐
15τειν φαίνεται ταῖς δυσκρασίαις, ὡς ἂν τῇ τε τῆς οὐσίας ἰδιότητι τὴν ὠφέλειαν παρεχόμενα καὶ τῷ μήτε τὰς θερμὰς μήτε τὰς ψυχρὰς δυσκρασίας βλάπτειν. ἐπὶ μέντοι τῶν πυ‐
ρεττόντων σαφῆ πυρετὸν ἢ οὐκ ἀμυδρῶς, ὥσπερ εἴωθεν212 in vol. 13

13

.

213

ἐνίοις τῶν ἡπατικῶν συμπίπτειν, ἄμεινόν ἐστι δι’ ὕδατος θερμοῦ διδόναι τὸ φάρμακον ἢ διά τινος τῶν εἰρημένων ἔμπροσθεν χυλῶν, ὁποῖός ἐστιν ὁ τῆς σέρεως. πρὸς τὰς τοῦ ἥπατος σκιῤῥώδεις διαθέσεις. καὶ πρὸς ταῦτα ἔγραψεν ὁ
5Ἀσκληπιάδης τέσσαρα φάρμακα τῇ λέξει τῇδε. [Οὐρητικὴ, ποιεῖ πρὸς τὰς σκιῤῥώδεις τοῦ ἥπατος δια‐ θέσεις καὶ σπληνικοῖς καὶ τοῖς δυσαναλήπτοις καὶ ὑδρωπι‐ κοῖς καὶ καθόλου εὔχροιαν ἐμποιεῖ.] Κρόκου, νάρδου, κασσίας ἀνὰ 𐅻 βʹ. κόστου, σχοίνου ἄνθους, κινναμώμου,
10σμύρνης στακτῆς ἀνὰ 𐅻 αʹ. μέλιτος ἑφθοῦ 𐅻 κεʹ. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος, μετ’ οἰνομέλιτος κυάθων γʹ. [Ἄλλη ᾗ ἐχρήσατο Πασικράτης, ἄγει οὖρα πολλά.] Δαύκου σπέρματος 𐅻 αʹ 𐅶ʹʹ. ῥήου Ποντικοῦ τῆς ῥίζης, σχοίνου ἄνθους, βαλσάμου καρποῦ, κεδρίδων, ἀνίσου, νάρ‐
15δου Ἰνδικῆς, κρόκου, κινναμώμου, κασσίας, φοῦ, ἀσάρου, πε‐ τροσελίνου, χαμαιπίτυος ἀνὰ 𐅻 αʹ 𐅶ʹʹ. ἡδυόσμου ξηροῦ τρι‐
ώβολον, πυρήνων στροβίλων κεκαθαρμένων ἀριθμῷ νʹ. ἀνα‐213 in vol. 13

13

.

214

λάμβανε μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγε‐ θος μετ’ οἰνομέλιτος κεκραμένου κυάθων τριῶν. [Ἀντίδοτος ἡ διὰ τῆς ἀρκείου χολῆς, φάρμακον ἐπιτε‐ τευγμένον πρὸς τὰς σκιῤῥώδεις τοῦ ἥπατος διαθέσεις.]
5Χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, γεντιανῆς, ἄγνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος, μίλτου Λημνίας, ἐρυθροδάνου, κράμ‐ βης σπέρματος, ἀριστολοχίας, πεπέρεως, νάρδου Ἰνδικῆς, κόστου, σελίνου σπέρματος, εὐζώμου σπέρματος, ἠρυγγίου,
10πολίου, ἐχίου, εὐπατορίου, ἀρκευθίδων ἀνὰ 𐅻 αʹ. κόψας, σήσας, ἀναλάμβανε μέλιτι, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέ‐ γεθος ἐν οἰνομέλιτι κυάθοις βʹ. [Ἄλλη ἐπιτετευγμένη. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις χωρὶς βηχός.] Γεντιανῆς ῥίζης, χα‐
15μαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος ῥίζης, μίλτου Σινωπίδος, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀρι‐ στολοχίας μακρᾶς, πεπέρεως λευκοῦ, ναρδοστάχυος, κόστου,
εὐζώμου σπέρματος, ἠρυγγίου, ἀρκευθίδων, μελίας καρποῦ,214 in vol. 13

13

.

215

χαμαίδρυος, δικτάμνου Κρητικοῦ, κέστρου σπέρματος, δαύ‐ κου σπέρματος ἀνὰ γο αʹ. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. τὸ δ’ ὑγρὸν γλυκέος Κρητικοῦ κύαθοι βʹ. τὸ φάρμακον δεδοκίμασται. ἐν ἄλλῳ
5ἀντιγράφῳ ἔχει καὶ πελεκίνου τὸ ἴσον. περὶ τῶν προγεγραμ‐ μένων τεσσάρων φαρμάκων καλῶς ἐποίησεν ὁ Ἀσκληπιάδης, οὐχ ἁπλῶς προσγράψας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅτι πρὸς ἡπατικοὺς αὐτοῖς χρηστέον, ἀλλὰ προσθεὶς τὸ πρὸς τὰς σκιῤῥώδεις διαθέσεις. αἱ γὰρ καθ’ ὑγρότητα τοῦ σπλάγχνου
10διαθέσεις ἔκλυτον αὐτὸ καὶ ἄτονον πεφύκασι ποιεῖν, ὡς τὰ κεχαλασμένα τῶν ἄρθρων, ἐάν τε μετὰ ψύξεως, ἐάν τε μετὰ θερμότητος, ἐάν τε χωρὶς τούτων ἡ χάλασις αὐτοῖς μόνη συστῇ. πάντως μὲν γὰρ δέονται τῶν στυφόντων φαρ‐ μάκων, ἤτοι δὲ μετὰ τῆς τῶν θερμαινόντων μίξεως, ἐὰν ἐπι‐
15κρατῇ ψυχρὰ ποιότης, ἢ μετὰ τῆς τῶν ψυχόντων, ἐὰν ἡ θερμή. τὰ δὲ σκιῤῥούμενα διὰ ψυχροὺς χυμοὺς καὶ παχεῖς καὶ γλί‐ σχρους ἀναπεμπομένους ἐν τοῖς στερεοῖς σώμασι ψυχρὰν ἐξ
ἀνάγκης ἴσχει τὴν διάθεσιν, ὥστε καὶ τῶν θερμαινόντων τε215 in vol. 13

13

.

216

ἅμα καὶ λεπτομερῶν δεῖται φαρμάκων. ταῦτα γὰρ ἱκανὰ καὶ τὴν τῶν ἐμπεπλασμένων τοῖς σκιῤῥώδεσι μορίοις χυμῶν γλι‐ σχρότητα διαῤῥύψαι καὶ τὸ πάχος τεμεῖν καὶ διαφορῆ‐ σαι τοὺς οὕτω λεπτυνθέντας. ἀλλ’ ἐν τῷ πέμπτῳ περὶ τῆς
5τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἔνθα περὶ τῶν τοιούτων διαθέσεων ὁ λόγος ἐγίνετό μοι, τὴν μίξιν τῶν μαλακτικῶν ὀνομαζομένων φαρμάκων ἐπῄνουν, ὡς προπαρασκευάζουσαν τὰ σκιῤῥούμενα σώματα τοῖς εἰρημένοις φαρμάκοις ἐπιτήδεια, χωρὶς δὲ τοῦ προμαλαχθῆναι διαχεόμενά πως ταῦτα τὸ μὲν
10παραχρῆμα σαφῆ τὴν μείωσιν ἔχει, εἰς ἀθεράπευτον δὲ τε‐ λευτᾷ λείψανον ὑπερξηρανθέντα. τὰ δὲ αὐτὰ ταῦτα κᾀν τῷ ιδʹ. τῆς θεραπευτικῆς μεθόδου λέλεκται. καὶ κατὰ τὸ ἧπαρ οὖν δεῖ ἐστοχάσθαι τῆς μίξεως τῶν μαλαττόντων. τῷ δ’ οἷον ὑγροπαγὲς εἶναι τὸ τοῦ ἥπατος σῶμα πάνυ μετρίων δεῖται
15τῶν μαλαττόντων. ἐπικρατεῖ δ’ ἐν αὐτῷ παρὰ τὰ ἄλλα μόρια τὰ σκιῤῥούμενα τῶν θερμαινόντων τε καὶ λεπτυνόν‐
των ἡ μίξις. εἰκότως οὖν ἐπαινεῖ μάλιστα τῶν γεγραμμένων216 in vol. 13

13

.

217

φαρμάκων τεσσάρων ὁ Ἀσκληπιάδης τὸ ἔσχατον, ὡς πεῖραν ἱκανὴν παρεσχηκώς. ἐξ ἀρωμάτων τε γὰρ σύγκειται, λεπτύ‐ νειν καὶ διαφορεῖν δυναμένων, ἕτερά τε προσείληφε φάρμακα δριμέα τε καὶ τμητικὰ καὶ διαφορητικὰ, πραϋντικὰ δὲ αὐ‐
5τοῖς μέμικται, τό τε τοῦ σικύου σπέρμα καὶ ἀρκευθίδος, εἶτα μέλι καὶ τὸ ἠρύγγιον, ὥσπερ γε καὶ οὐρητικά τινα παρείη τούτοις, ἀποῤῥυπτομένης τῆς τοῦ σπλάγχνου διαθέσεως, ἐπὶ τὰ οὖρα τὴν ποδήγησιν ποιεῖσθαι. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ὑπα‐
10τικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἡπατικῶν προηγουμένης τῆς ἁρμοζούσης ἀγωγῆς ἔν τε τροφαῖς καὶ ἀλείμμασι καὶ τοῖς κοινοῖς καταπλάσμα‐ σι, φλεβοτομίᾳ, σικύαις, σιναπισμοῖς, δρώπαξι καὶ τοῖς ὁμοίοις διαιτήμασι πρὸς τοῖς ἀναγραφησομένοις συνθέτοις
15ποτήμασί τε καὶ μαλάγμασι, τοῖς γε ἄριστα συμφωνοῦσι χρῶ ποτήμασι μὲν τοῖσδε· ἠριγέροντος ἀφέψημα, ὡς μά‐ λιστα ὠφέλιμον δίδου, φύεται δὲ τούτου ὁ καυλὸς ἐπὶ τοῖς
κεράμοις. ἢ νάρδου μύρου κοχλιάρια δʹ. πίνειν δίδου καθ’217 in vol. 13

13

.

218

ἡμέραν, καὶ μάλιστα ἐπὶ τῶν σκιῤῥουμένων. ἢ ἀριστολοχίας ὀβολοὺς γʹ. πότιζε πυρέσσοντας μεθ’ ὕδατος, ἀπυρέτους μετ’ οἴνου, λίαν καλῶς ποιεῖ. ἢ τρίφυλλον τὴν ὀξύζουσαν ἐν ὕδατι ἕψε, μέχρι τὸ τρίτον λειφθῇ καὶ δίδου ἡμέρας γʹ. ἀνὰ κύα‐
5θον αʹ. ἢ χολὰς ἀρκείας πραέως ἐν ἀγγείῳ ζέσας ξήρανον ἐν ἡλίῳ καὶ δίδου ἐκ τούτου τοῖς ἡπατικοῖς κοχλιάριον ἕν. ἢ βάτου τῆς ῥίζης φλοιοῦ μνᾶν μίαν, σὺν ὕδατι χοῒ ἑνὶ ἑψήσας ἐν καινῷ ἀγγείῳ μέχρι λειφθῇ τὸ δʹ. αἰθριασθέντι πρόσμιξον μέλιτος τῷ χυλῷ κυάθους στʹ. καὶ πινέτω νῆστις
10ἐφ’ ἡμέρας γʹ. ἢ ψευδοβουνίου ὀβολὸν ἕνα δίδου μετὰ μέλι‐ τος νήστει. ἢ δαύκου καὶ μαράθρου ῥίζης τὸ ἥμισυ σὺν ὀξυμέλιτι μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας δίδου νήστει κύα‐ θον αʹ. ἢ γλυκυῤῥίζης χυλοῦ ὀβολὸν αʹ. ἢ βʹ. δίδου νήστει, καὶ γὰρ κοιλίαν ὑπάγει καὶ οὖρα κινεῖ. ἐπὶ δὲ μεγάλης σκλη‐
15ρίας ἀβροτόνου χυλὸν ὡς ὅτι παχύτατον πότιζε. ἢ ἀκόρου ὀβολὸν αʹ. πάνακος ἴσον μεθ’ ὕδατος πότιζε. ἢ ναρδοστά‐
χυος ἀφέψημα διηνεκῶς δίδου.218 in vol. 13

13

.

219

[Περὶ καταπλασμάτων.] Κατάπλασμα δὲ ἡπατικὸν, μήλοις κυδωνίοις μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἑψημέ‐ νοις, ἢ λινοσπέρματι λείῳ μετὰ ἀλφίτων ἐν οἴνῳ ἑψημένων, ἢ λινοσπέρματι ἑψημένῳ ἐν γλυκεῖ οἴνῳ, ἢ λινοσπέρματι λείῳ
5μετὰ μέλιτος πεφυραμένῳ, ἢ καππάρεως ῥίζης ἐν ὀξυμέλιτι ἑψημένης, ἢ κριθίνῳ ἀλεύρῳ μετὰ συκῆς, ἢ ἐλαίας ῥίζης ἐν οἴνῳ ἑψημένης, ἢ μυρεψικῆς βαλάνου κεκομμένης μετ’ οἴνου, ἢ τὴν διὰ φοινικοβαλάνων κηρωτήν. ἄκρως γὰρ ποιεῖ πρὸς φλεγμονὰς ἥπατος, μάλιστα δὲ ἐφ’ ὧν καὶ στόμαχος πέ‐
10πονθε καὶ πλευραὶ διατεταμέναι εἰσίν. ἢ φοίνικα δίχα τῆς ἐν‐ τεριώνης κόψας ἐπιμελῶς, ἴσῃ κηρωτῇ ῥοδίνῃ ἐν ὅλμῳ γνη‐ σίως ἕνωσον, μικρὸν παραστάζων ῥόδινον καὶ ἐπιτίθει. ἢ Ἀμιναίῳ οἴνῳ ἐμβρέξας, σμύρναν μίξον τοῖς φοίνιξιν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει.
15 [Περὶ μαλαγμάτων φλεγμονῆς ἥπατος.] Οἷς ἄν τις χρήσαιτο μαλάγμασιν, ἐπὶ φλεγμονῇ ἥπατος ἄνευ φανερᾶς αἰτίας μετὰ τὰς ἐπιβροχὰς καὶ καταπλάσματα, γέγραπται
ἤδη πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ στόματος τῆς κοιλίας φλε‐219 in vol. 13

13

.

220

γμονῆς λόγῳ, τὰ κοινὰ ἐκείνου καὶ ἥπατος, ἐν οἷς ἐστι καὶ τὰ διὰ μελιλώτου σκευαζόμενα καὶ τὸ Πολυάρχιον, ἀλλὰ καὶ νῦν τινα προστεθήσεται ἐκ τῶν Ἀνδρομάχου. [Ἀνδρομάχου μάλαγμα πρὸς ἡπατικούς.] Ἀμμω‐
5νιακοῦ θυμιάματος 𐅻 ρμδʹ. οἱ δὲ 𐅻 ρʹ. βδελλίου 𐅻 κδʹ. οἱ δὲ 𐅻 ρʹ. ὄξους κοτύλης δʹ. κυπρίνου κοτύλην αʹ. ἐγὼ δὲ 𐆂ο 𐅶ʹʹ. [Τὸ Ἀπολλοφάνους.] Κηροῦ 𐅻 πʹ. βδελλίου 𐅻 πʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 πʹ. ῥητίνης τερμινθίνης 𐅻 μʹ.
10μάννης λιβάνου 𐅻 μʹ. ἰρίνῳ σύγκοπτε. [Τὰ ὑπὸ Δαμοκράτους μαλάγματα γε‐ γραμμένα πρὸς ἧπαρ καὶ ὑποχόνδριον. τινὰ δὲ αὐτῶν καὶ πρὸς ὅλην τὴν γαστέρα καὶ τὸν σπλῆνα.]
Ὑποχονδρίοις δὲ τοῖς πεπονθόσιν θέλων,
15Διὰ στομάχου κάκωσιν ἢ τῆς κοιλίας, Τῶν ἐντέρων τε καὶ κώλου τοῦ θ’ ἥπατος, Ἄλλου θ’ ὁμοίως κυρίου σπλάγχνου τινὸς,
Μάλαγμ’ ἐπιρίπτειν τοῦτο πρῶτον σκευάσας220 in vol. 13

13

.

221

Ἔμπροσθεν αὐτό. προσφάτως γὰρ γενόμενον Ἔλαττον ἔσται τοῖς νοσοῦσι χρήσιμον. Ἔστι δὲ κηροῦ Ποντικοῦ λίτραι δύο, Ἀμμωνιακοῦ θυμιάματος λίτρα μία,
5Τερμινθίνης τε τῆς πεφρυγμένης λίτρα, Καὶ τῆς πιτυΐνης τῆς κεκαυμένης λίτρα. Λίτρας δὲ τὸ τρίτον καρδαμώμου σπέρματος, Ξηρᾶς κυπέρου ταὐτὸν, σμύρνης τὸ ἴσον, Ἴσον τε ἑνὶ τούτων ἴρεως λευκῆς σταθμῷ,
10Κεκαθαρμένης Κελτικῆς οὐγγίαι δύο. Κρόκου δὲ γο αʹ 𐅶ʹʹ. Ἓξ δὲ μελιλώτου πρὸς αὖ γε ταῖς δύο. Τὸ δ’ Ἀττικὸν μελίλωτον αἱρετώτερον, Κυπρίνου δ’ ἐλαίου προσφάτου λίτραι δύο.
15Κυπρίνου μὲν οὖν καὶ τἄλλα τηκτὰ μίγματα, Ἕψον φλογὶ τῇ κούφῃ, εἶθ’ οὕτω ξύσον. Τὰ δ’ λοιπὰ κόψας σῆσον, εἶτ’ οἴνῳ καλῷ
Φύρασον, εἶτα νύκτα καὶ ἡμέραν μίαν221 in vol. 13

13

.

222

Ἄφες τὸν οἶνον ἀναπιεῖν τὰ μίγματα. Χεῖρας δ’ ἀλείψας τῷ κυπρίνῳ. τὰ φάρμακα Ἅπαντα μίξας ἐν θυείᾳ πλατυτέρᾳ, Οὕτως ἀποτίθου, δέρμασι μαλακοῖς σκέπε.
5Ἄλλο μάλαγμα τοῦ αὐτοῦ.
Πρὸς ταῦτα ποιοῦν ἕτερον. ἂν χρόνον λάβῃ Τὰ πάθη φόβους ἔχοντα τοὺς καχεξίας. Τοῦτ’ ὠφελεῖται μᾶλλον, ὅσα μὴ πνεύμασιν Τὰ σπλάγχνα βλάπτει φλεγμοναῖς μακροτέραις.
10Πυκνῶς γὰρ ὀξύνοντα μετὰ πόνων σφοδρῶν, Σκληρῶν τε καὶ σκίῤῥων γε δυσλύτους φόβους. Λύει δὲ αὐτῶν τὰς κατασκευὰς ταχὺ, Σκεύαζε δ’ οὕτω. τῆς καλῆς τερμινθίνης Λίτρας ἥμισυ, Ποντικοῦ κηροῦ τὸ ἴσον,
15Κεκαθαρμένης δὲ τήλεως λίτραν μίαν. Νίτρου τε αὐτὸ καὶ πάνακος λίτραν μίαν, Πάλιν ἀνίσου σπέρματος λίτραν μίαν,
Μόσχου τε λίπους κεκαθαρμένου λίτραν,222 in vol. 13

13

.

223

Καὶ ταὐτὸ λευκῆς ἴρεως κεκομμένης. Ὄξους δὲ κυάθους δύο ἥμισυ βραχύ. Μέλιτος δὲ λίτρας δύο Ἀττικοῦ τοῦ προσφάτου, Ἀμμωνιακοῦ θυμιάματος λίτραν μίαν
5Τινὲς κατέμιξαν, ἄλλοι δὲ λίτρας δύο. Τὰ ξηρὰ σήσας πάντα λεπτῷ κοσκίνω, Ἕψησον ὡς κατάπλασμα προσβαλὼν μέλι, Ὄξος τε μὴ πᾶν καὶ ποιήσας εὐαφὲς Πρόσβαλε τῷ θερμῷ, παραχέων ὄξος βραχὺ,
10Τετηγμένῳ κηρῷ τε καὶ λιπάσματι, Τερμινθίνῃ τε καὶ καλῶς ἑψημένα, Ταῖς χερσί τε ἅμα πάνθ’ ἑνώσας ἐπιμελῶς, Ἐν μείζονι ἀγγείῳ χρήσαι μὴ παραυτίκα. Ἀδρανέστερον γάρ ἐστιν, ἄρτι γενόμενον.
15Ἄλλο Δαμοκράτους μάλαγμα.
Καὶ τοῦτο εὐῶδές τε καὶ τὰς ἥπατος Αἶρον διαθέσεις τὰς νεφρῶν τε καὶ κώλου,
Τὰς τοῦ στομάχου τε χρονίας τῆς θ’ ὑστέρας.223 in vol. 13

13

.

224

Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν, Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε. Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου,
5Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος, Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα. Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος, Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον.
10Στάχυος δὲ νάρδου Συριακῆς δύ’ οὐγγίας, Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο, Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν, Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν, Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα.
15Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ, Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν, Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον
Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,224 in vol. 13

13

.

225

Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος, Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα, Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς, Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην,
5Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον. Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου. Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος.
10 Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς, Κηρωτάριον γιγνόμενον εὐαφέστερον. Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ. Ἄλλο Δαμοκράτους μάλαγμα.
Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας.
15Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον, Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει, Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς,
Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.225 in vol. 13

13

.

226

Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι. Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων, Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν, Στῆσον δραχμὰς γʹ. πέντε καὶ ἑτέρας δέκα,
5Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν, Νίτρου θαλασσίου δὲ λίτρας 𐅶ʹʹ. Στυπτηρίας τε σχιστῆς δραχμὰς δώδεκα, Μιᾶς τε δραχμῆς ἥμισυ τριώβολον,
10Βδέλλης, ὄνυχός τε τὰς ἴσας, στυπτηρίας, Ἴσον τε νίτρου τ’ ἄνθος Ἀσίου λίθου, Ἀμμωνιακοῦ τε ταὐτὸ θυμιάματος. Καὶ τήλεως δὲ σπέρματος καὶ καρδάμου Καὶ καρδαμώμου καὶ καλῆς ὀριγάνου
15Ξέστου τέταρτον ἐξ ἑκάστου μίγματος, Ἐρεγμοῦ τε τὸ μέτριον, ἰρίνου μύρου.
Τὸ μάλαγμα δὲ σκεύαζε τοῦτον τὸν τρόπον,226 in vol. 13

13

.

227

Βδέλλιον οἴνῳ διάβροχον ποιῶν γλυκεῖ, Μάλασς’ ἐν ὅλμῳ γενομένῳ λείῳ δ’ ἄγαν, Πρόσβαλλε σῦκα καὶ πάλιν κόπτε ἅμα, Οἶνον παραχέων, λεῖα ποίησον καλῶς.
5Προσεμπάσας δὲ ἄλλα πάντα μίγματα, Ἐν ὕδατι θερμῷ κηρὸν ἐμβρέξας καλῶς, Μάλασσε χερσὶ καὶ πλατύνας πρόσβαλε Τοῖς ὁλμοκοπουμένοις, ὑπέρῳ τε χρώμενος Ξυλίνῳ, λιπαίνων ταῦτα συνεχῶς τῷ μύρῳ.
10Καιρὸς δὲ πάντων χρήσεως μαλαγμάτων, Ὅσα κοιλίᾳ, στομάχῳ, κᾀν καὶ τοῖς ἐντέροις Ἐπιβάλλεται, κάλλιστος ὁ μέχρι τῆς τροφῆς
Ἧς ἔλαβον ἐν τῇ γαστρὶ μὴ παρακειμένης.227 in vol. 13

13

.

228

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Ι.
1 Γίνονται μὲν ἰκτερικοὶ καὶ λόγῳ κρίσεως ἀγαθῆς ἐν πυρετοῖς, ἐπισκήψαντος τοῦ χυμοῦ τοῦ χολώδους πρὸς τὸ δέρμα καὶ ῥᾷστα παύονται λουτροῖς ὑδάτων ποτί‐ μων, ἐλαίου τε διαφορητικοῦ τρίψει καὶ πάντων τῶν ἀραι‐
5ούντων, ὁποῖόν ἐστι τὸ ἀνήθινον ἔλαιον καὶ τὸ χαμαιμή‐ λινον καὶ τὸ κίκινον. ἐφεξῆς δὲ τούτων χρίσματα, γλεύκι‐
νόν τε καὶ κομμαγηνὸν, εἶτα τὸ ἴρινον καὶ τὸ ἀμαράκινον.228 in vol. 13

13

.

229

τὰς ἄλλας δὲ τὰς ὀνομαζομένας ἐξαιρέτως ἰκτερικὰς δυνά‐ μεις οἱ γράψαντες οὐ πρὸς τοιούτους ἰκτερικοὺς ἁρμόττειν ἔφασαν, ἀλλὰ μάλιστα μὲν πρὸς τοὺς δι’ ἔμφραξιν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἤδη δὲ καὶ πρὸς τοὺς διὰ φλεγμο‐
5νάς. οἱ μὲν οὖν δι’ ἔμφραξιν ἰκτεριῶντες ἀπύρετοι διαμέ‐ νουσι, πάντως δὲ οἱ ἐπὶ φλεγμονῇ πυρέττουσιν. ὅσοι μὲν οὖν οἷς ἔγραψαν ἰκτερικοῖς φαρμάκοις προσέθεσαν ἐπὶ τίνων ἁρ‐ μόττειν ταῦτά φασιν, ὀρθῶς ἐποίησαν· ὅσοι δὲ ἀδιορίστως καὶ ἁπλῶς ἔγραψαν, ἥμαρτον οὐ σμικρά. τὰ γὰρ ἱκανῶς
10φαρμακώδη, καθάπερ γε καὶ τὰ θερμὰ ταῖς δυνάμεσι, βλά‐ πτει μεγάλως τοὺς πυρέττοντας. ἔστι δὲ τοιαῦτα γεντιανὴ καὶ στρούθιον, ἑλένιόν τε καὶ κόστος, ἀριστολοχία τε καὶ πόλιον καὶ κενταύριον. ἁρμόττει δὲ τοῖς ἐπὶ φλεγμονῇ τοῦ ἥπατος ἰκτεριῶσιν, ὅσα φλεγμονὰς ἰᾶται. καθάπερ γε καὶ
15τοῖς ἐπ’ ἐμφράξει πάνθ’ ὅσα ῥύπτει γενναίως, εἰ καὶ φαρ‐ μακώδη τύχοι ταῖς οὐσίαις ὄντα καὶ θερμὰ ταῖς δυνάμεσιν.
ἐὰν δ’ εἰς ταὐτὸ συνέλθωσιν ἔμφραξίς τε καὶ φλεγμονὴ,229 in vol. 13

13

.

230

τῶν χαλώντων τε ἅμα καὶ ῥυπτόντων ἐστὶ χρεία. φευκτέον δέ ἐστιν ὅσα φαρμακώδη ταῖς οὐσίαις καὶ θερμὰ ταῖς δυνάμεσίν ἐστι. γεγραμμένων οὖν καὶ τῶν ἰκτερικῶν φαρ‐ μάκων ἀδιορίστως, τοῖς πλείστοις τῶν πρὸ ἐμοῦ προσθήσω
5τοὺς οἰκείους διορισμοὺς ἑκάστῳ αὐτῶν, ὅπως εἰδῆτε τίσι μὲν ἀκίνδυνον ἐν πυρετοῖς χρῆσθαι, τίσι δὲ ἕπεται μείζων τις ἐκ τοῦ διαῤῥύπτειν ὠφέλεια ἢ ἐκ τοῦ παροξύνειν τὸν πυ‐ ρετόν τε καὶ τὴν φλεγμονὴν γιγνομένη βλάβη. [Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἰκτερικῶν
10φαρμάκων.] Ἀδιορίστως ἔγραψεν ὁ Ἀνδρόμαχος τέσσαρα φάρμακα πρὸς ἰκτερικοὺς, ἀκίνδυνον μὲν ἐπὶ τῶν ἀπυρέτων ἔχοντα τὴν χρῆσιν, οὐκ ἀσφαλῆ δὲ ἐπὶ τῶν πυρεττόντων, καὶ μάλιστα ἐὰν δι’ οἴνου τις ταῦτα ἢ οἰνομέλιτος δίδωσι, καθάπερ ἐνίοτε δίδομεν ἐπὶ μετρίοις μὲν πυρετοῖς ἐμφρά‐
15ξει τε τῇ κατὰ τὸ σπλάγχνον. ἀλλὰ δι’ ὀξυμέλιτος μὴ λίαν ὀξέος ἀσφαλέστερόν ἐστι τηνικαῦτα δίδοσθαι τὰ τοιαῦτα φάρμακα. ἔστι δὲ τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα
τέσσαρα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ ὑπογεγραμμένα. πρὸς230 in vol. 13

13

.

231

ἰκτερικούς. εἰς τὸ τῆς κολοκυνθίδος κέλυφος ἐμβαλὼν οἶνον καὶ θερμάνας, δίδου πιεῖν, ὑπάγει κοιλίαν. τὸ δ’ αὐτὸ καὶ λίβανος ποιεῖ. ἄλλο πρὸς ἰκτερικούς. ἀδιάντου τριώβολον, νάρδου ὀβολοὺς δύο, ἀψινθίου 𐅻 αʹ. σμύρνης τριώβολον,
5γλυκεῖ ἀναλάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς ὕδατος κυάθους βʹ. ἄλλο πρὸς ἰκτερικοὺς ᾧ χρῶμαι. στρού‐ θιον κρόκῳ χρῶσαι ἡλίκον κάρυον Ποντικὸν ἐν ὕδατι καὶ ὑδρομέλιτι, δίδοται δὲ καὶ ἄγχουσα πλῆθος κοχλιαρίου. ἄλλο πρὸς ἰκτερικοὺς, ὡς Ἀπολλώνιος. ὀρόβου 𐅻 κδʹ. κέρατος
10ἐλαφείου κεκαυμένου 𐅻 ηʹ. λιβάνου 𐅻 γʹ. νάρδου Κελτικῆς 𐅻 βʹ. νάρδου Συριακῆς 𐅻 αʹ. πεπέρεως 𐅻 αʹ 𐅶ʹʹ. σχοίνου ἄνθους 𐅻 αʹ. σμύρνης ὀβολοὺς βʹ. κόστου ὀβολοὺς βʹ. κασ‐ σίας ὀβολὸν αʹ. κινναμώμου ὀβολὸν ἕνα, χρῶ ξηρῷ σὺν οἰ‐ νομέλιτος κυάθοις τρισίν.
15 [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἰκτερικῶν φαρμάκων ἐν τῷ τρίτῳ τῶν ἐντός.] Ἐξ ὧν ἔμπροσθεν εἴ‐ ρηκα δῆλα, κᾂν χωρὶς διορισμοῦ γράφηται τὰ φάρμακα, τίνα
φευκτέον ἐστὶν ἐπὶ τῶν πυρεσσόντων. εἴωθε δὲ ὁ Ἀσκλη‐231 in vol. 13

13

.

232

πιάδης ἐνίοτε διορίζεσθαι, προστιθεὶς τοῖς πυρέττουσι μὲν ὡδί πως δίδοσθαι χρῆναι τὸ φάρμακον, ἀπυρέτοις δὲ ὡδί πως. ἔνθα δὲ ὅλως οὐδὲν προστίθησιν, ἐπὶ τῶν ἀπυρέτων ἐστὶ μᾶλλον χρηστέον, ὥσπερ γε κᾀπειδὰν δι’ οἴνου μόνου
5τὴν χρῆσιν ἢ δι’ οἰνομέλιτος ἀξιώσαιμεν γενέσθαι, τὰ γὰρ τοιαῦτα τοῖς ἀπυρέτοις ἁρμόττει. ταῦτα δὲ τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα τάδε ἐστί. πότημα ἰκτερικοῖς. κιχω‐ ρίου χυλοῦ κυάθους στʹ. δίδου πυρέττουσι μὲν καθ’ ἑαυτὸ, ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων γʹ. ἄλλο. στρύχνου χυλοῦ
10κύαθον αʹ. καὶ οἰνομέλιτος κεκραμένου τὸ ἥμισυ. ἄλλο κα‐ ταπαστόν. ἀγχούσης λειοτάτης κοχλιάρια βʹ. δίδου μεθ’ ὕδα‐ τος ποτίμου πίνειν. ἄλλο. στρουθίου κοχλιάριον ἓν δίδου μετὰ μέλιτος κεκραμένου κυάθων γʹ. Νικηράτου διουρητικόν. ἐρεβίνθων ξηρῶν ξε. αʹ. λιβανωτίδος χειροπληθὲς, ὕδατος
15ξε. στʹ. μαράθρου χειροπληθὲς, ἀσπαράγων ἑλείων ῥιζῶν τὸ χειροπληθές· σκεύαζε καὶ δίδου, ὡς εἴρηται, καθεψήσας καὶ διϋλίσας τὸ ὑγρὸν, δίδου πυρέττουσι πίνειν διηνεκῶς, ἀπυ‐
ρέτοις μετ’ οἴνου κεκραμένου. ἄλλο. ἐρεβίνθων ξε. αʹ.232 in vol. 13

13

.

233

ἀδιάντου χειροπληθὲς, ὕδατος ξε. στʹ. ἀσπαράγων ἑλείων τῶν ῥιζῶν χειροπληθές· σκεύαζε καὶ δίδου καθὰ προείρηται. [Τροχίσκος ἰκτερικοῖς, ποιεῖ καὶ ἡπατικοῖς.] Ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 δʹ. ἀνίσου, ἀψινθίου
5ἀνὰ 𐅻 αʹ. νάρδου Ἰνδικῆς, ἀσάρου ἀνὰ 𐅻 αʹ. κόψας καὶ σήσας, ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου 𐅻 αʹ. ἀπυρέτοις μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλος, ᾧ ἐχρή‐ σατο Χαριξένης. ἀσάρου, ἀψινθίου ἀνὰ 𐅻 ηʹ. ἀνίσου σπέρματος, μαράθρου, σελίνου σπέρματος, θασίων πικρῶν
10κεκαθαρμένων ἀνὰ 𐅻 δʹ. ὕδατι φυράσας, ἀνάπλαττε τροχί‐ σκους καὶ δίδου καθὰ προείρηται. [Νικηράτου ἔῤῥινον καθαρτικὸν ἰκτερικοῦ, ὅταν τὸ μὲν ἄλλο σῶμα κατὰ τὴν φύσιν ἔχῃ, οἱ δὲ ὀφθαλμοὶ μένωσιν ὠχροί.] Δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον ἓν
15διὰ τῶν μυκτήρων ἀνέλκειν, ἀποῤῥεῖ χολῶδες πολύ. τοῦ αὐ‐ τοῦ. καρδάμου χλωροῦ τὰ ἁπαλὰ φύλλα ἢ λιβανωτίδος χλω‐ ρᾶς τὰ ἁπαλώτατα τρίψας καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας,
χρῶ καθὰ προείρηται. τοῦ αὐτοῦ. ἐλατήριον μετὰ γάλακτος233 in vol. 13

13

.

234

γυναικείου τρίψας ἐγχυμάτιζε τοὺς μυκτῆρας καὶ κέλευε ἀνα‐ σπᾷν. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι λειώσας χρῶ καθὰ προείρηται. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα πρὸς ἰκτε‐
5ρικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἰκτερικῶν τῇ ἁρμοδίῳ διαίτῃ καὶ διαγωγῇ, διά τε περι‐ πάτων ἱκανῶν καὶ πολλῆς τῆς ἐπὶ τοῖς ἀλείμμασι τρίψεως, ἔτι τε τῶν ξηρῶν πυριῶν, χρῶ καὶ τοῖς ὑπογεγραμμένοις. φασὶ τοὺς ἐν πυρετοῖς, ἐὰν ἰκτεριῶσιν, ἐσθίοντας τὸν πυῤῥὸν
10καρπὸν τῆς κυνοσβάτου ὠφελεῖσθαι παραχρῆμα καλῶς. ὠφε‐ λεῖ καὶ τῆς χελιδόνος βοτάνης ὁ χυλὸς μετ’ οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενος, ἢ ἀδίαντον ἢ ἐρυθροδάνου ῥίζης τριώβολον μετὰ μελικράτου δίδου, ἢ στρούθιον μετὰ μέλι‐ τος ἐκλειχέτωσαν, ἢ ἄρκτου χολῆς ὅσον κύαθον δίδου πίνειν,
15ἢ ὑπερικοῦ γο αʹ. πότιζε μετ’ οἰνομέλιτος, ἢ μελικράτου κύαθον αʹ. ἢ ἑλξίνης ἀφέψημα ἐπὶ ἡμέρας εʹ ἢ στʹ μετ’ οἰνομέλιτος, ἢ κυνείας λευκῆς γο βʹ. μετὰ μέλιτος γο γʹ. ἐπὶ
ἡμέρας γʹ. δίδου πίνειν, ἢ τοὺς ἀπὸ τῶν πετρῶν λειχῆνας234 in vol. 13

13

.

235

πότιζε μεθ’ ὑδρομέλιτος, ἢ λειχῆνος τοῦ ἐπὶ τοῖς κεράμοις ἢ λίθοις γινομένου 𐅻 αʹ. ἐν ἀκράτῳ πότιζε, ἢ κάρδαμον σὺν ἐλαίου κυάθῳ ἑνὶ δὸς πιεῖν. εἰς δὲ τοὺς ῥώθωνας τὴν ῥίζαν αὐτοῦ ἔμβαλλε, ἢ ἀψινθίου κοχλιάρια δʹ. ἀνίσου κο‐
5χλιάρια γʹ. δίδου ὀξυμέλιτος ἢ ὀξυλαπάθου, ἢ λαπάθου ῥί‐ ζης λείας ὀξύβαφον δίδου μεθ’ ὑδρομέλιτος. ἐὰν δὲ μὴ πυ‐ ρέσσοι, μετ’ οἴνου ἢ ὀξυμέλιτος, ἢ ἀδιάντου καὶ ἡδυόσμου καὶ ἐρυθροδάνου ἴσον ζέσας ἐν ὕδατι δίδου πιεῖν κοτύλην αʹ. ἐν ἡλίῳ ἡλιασμένῳ ἐπὶ πολὺ καὶ δεδιψηκότι καὶ πνευμα‐
10τιῶντι, ἵνα πιὼν ἱδρώσῃ, εὐθέως μεταβάλλει τὸ χρῶμα, ἢ ἀδιάντου καὶ σμύρνης τὸ ἥμισυ νήστει λελουμένῳ δίδου ἐν οἴνου κοτύλης ἡμίσει, ἢ λαγωοῦ πητύαν μετὰ ἀκράτου, ἐπὶ ἡμέρας εʹ ἢ στʹ δίδου, ἢ σκολοπενδρίου 𐅻 δʹ. ἐν οἴνῳ δί‐ δου νήστει, ἐπὶ ἡμέρας εʹ ἢ στʹ. ἢ ἡδύοσμον καὶ ἐρυθρόδα‐
15νον καὶ ἀδίαντον, ἴσα πότιζε μεθ’ ὕδατος κυάθων βʹ. ἢ τεύ‐ τλου φύλλων ὠμῶν 𐅻 στʹ. σμύρνης ὀβολοὺς δύο μετὰ μελι‐
κράτου νῆστιν πότιζε, ἢ προλούσας ἐπιμελῶς νήστει δίδου235 in vol. 13

13

.

236

μετ’ οἴνου κοτύλης ἥμισυ, ἢ ἀδιάντου 𐅻 αʹ. σμύρνης 𐅻 ηʹ. ἡδυόσμου 𐅻 αʹ. ὕδατος κοτύλας δύο, ἕψε μέχρι τὸ ἥμισυ λειφθῇ, εἶτα περιπατήσαντα πολλὰ τρίψας εὖ μάλα, ἔτι με‐ τεωροτέρου τοῦ πνεύματος ὄντος δὸς πιεῖν. τοῦτο ποίει ἐπὶ
5ἡμέρας δύο. ἢ ἐρεβίνθους τοὺς ὀροβίας ἐξαιθριάσας ἐν ὕδατι, δὸς τοῦ ὕδατος πίνειν καὶ τοὺς ἐρεβίνθους ἐπι‐ φαγεῖν πρωῒ καὶ δείλης, εἶτα τρεῖς ἡμέρας ἀψίνθιον ἐν με‐ λικράτῳ πινέτωσαν. ἢ κυκλαμίνου χυλῷ διὰ ῥινὸς καθάρας λοῦε, ἢ τὴν λεγομένην ὀρόντιον βοτάνην πολλὴν καθεψήσας
10ἢ ἀφεψήσας, λοῦε τῷ ἀφεψήματι καὶ καταστήσεις εὐθέως γί‐ νεσθαι τὸ ὕδωρ χλωρόν. ἢ τὴν ὑπὸ τὴν γλῶσσαν τέμνε φλέβα. εἰ δὲ πρὸς μηδὲν τούτων ὑπείκοι, τότε τῷ διὰ σκαμ‐ μωνίας καὶ ἀκριβοῦς διαίτης αὐτοὺς ἀκτέον καὶ ἐπὶ τούτῳ ἐπὶ γυμνάσια ἀπολυτέον.
15 [Περὶ σπληνός] Ὅτι πάντα τὰ μόρια τὸν οἰκεῖον ἑαυτοῖς ἐκ τῶν φλεβῶν ἕλκει χυμὸν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι μεμαθηκότες, ἐν οἷς καὶ ὅτι
τὴν οἷον ἰλὺν τοῦ αἵματος, ἐξ ἧς ἡ μέλαινα γεννᾶται χολὴ,236 in vol. 13

13

.

237

τὸ σπλάγχνον τοῦτο τὴν τροφὴν ἔχει. πρὸς αὐτοῖς δὲ ἀνα‐ μνησθέντες καὶ ὅσα κατὰ τὴν θεραπευτικὴν μέθοδον εἴρη‐ ται περὶ σπληνὸς, ὁμοίως ἀκολουθήσετε τοῖς νῦν λεχθησο‐ μένοις, ὧν τὸ πρῶτον καὶ κυριώτατόν ἐστι τὸ ὅτι τάχιστα
5τὸ σπλάγχνον τοῦτο σκιῤῥοῦσθαι πέφυκε τοῦ κατὰ τὰς φλέβας αὐτοῦ σφηνωθέντος αἵματος, οὔτε ἐκκριθῆναι διὰ τὸ πάχος οὔτε διαφορηθῆναι ῥᾳδίως δυναμένου. λεπτυνόν‐ των οὖν χρῄζει φαρμάκων ἄνευ θερμότητος ἐπιφανοῦς, ὅπως μὴ παχυνθείη σφοδρότερον ὁ ἐσφηνωμένος ἐν αὐτῷ παχὺς
10χυμός. ὅπως δ’ αὐτῷ φυλάττοιντο τὰ τῆς ἐνεργείας, ἐπιμί‐ γνυται τούτοις τι καὶ τῶν αὐστηρῶν, ὁποῖόν ἐστι καὶ τὸ τῶν στυφόντων γένος. ἐμάθετε γὰρ ἐν τοῖς περὶ τῶν φυσι‐ κῶν δυνάμεων λόγοις, ὅτι πάντων τῶν μορίων, ἕνεκα τῆς ἑαυτοῦ διαμονῆς ἐχόντων δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτι‐
15κὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικὴν καὶ δηλονότι καὶ τὴν ὁμοιωτικὴν ἑαυτοῖς ὧν ἂν ἕλξωσιν, ἐνίοις αὐτῶν ὑπάρ‐ χει κατὰ συμβεβηκὸς ὠφελεῖν μεγάλα τὸ σύμπαν σῶμα. τῶν
τοιούτων δέ ἐστι καὶ ὁ σπλὴν, ἕλκων εἰς ἑαυτὸν ἐκ τοῦ237 in vol. 13

13

.

238

ἥπατος τὴν οἷον τρύγα τοῦ αἵματος, ὥσπερ ἡ μὲν ἐπὶ τοῦ ἥπατος κύστις τὴν χολὴν, οἱ δὲ νεφροὶ τὸ οὖρον. ἐὰν οὖν ἀτονήσας ἀδυνατῇ πρὸς ἑαυτὸν ἕλκειν τὸ τοιοῦτον αἷμα, κακοχυμία ἅπαντι τῷ σώματι προστρίβεται. διὰ τοῦτο οὖν
5αὐτοῦ δεῖ φυλάττεσθαι τὸν φυσικὸν τόνον, ὅπως ἕλκῃ τὴν προσήκουσαν αὐτῷ τροφὴν, ὑφ’ ἧς ἐνεργείας εἰς εὐχυμίαν τῷ παντὶ σώματι συντελεῖ, τά τε ἐν αὐτῷ γεννηθέντα πε‐ ριττώματα καταπέμπειν εἰς τὴν γαστέρα δύναται, μετὰ τῶν τῆς τροφῆς περιττῶν ἐκκριθησόμενα. διὰ τοῦτο οὖν αὐτῷ
10τά τε πάνυ πικρὰ φάρμακα προσφέρομεν, ἔνιά τε μίγνυμεν αὐτοῖς τῶν αὐστηρῶν. εἰς δὲ ὕλην χρήσιμον ἢ κηρωμάτων τε καὶ μαλαγμάτων ποίησιν ἔνια προστίθεμεν, ὁποῖόν ἐστι φάρμακον ὅ τε κηρὸς καὶ ἡ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος ὅσα τε ἄλλα τοιαῦτα. κατὰ πρῶτον δὲ λόγον ὄξος τε καὶ
15ὀξύμελι χρήσιμα τῷ σπλάγχνῳ, τέμνειν τε καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς δυνάμενα χωρὶς τοῦ θερμαίνειν. ὥσπερ οὖν
ἐπὶ τῶν ἄλλων μορίων, ὅσα διὰ καταπλασμάτων ἢ ὑγρῶν238 in vol. 13

13

.

239

φαρμάκων ἐπιθέσεως ἢ καταντλήσεως ὠφελεῖ, καθ’ ἑτέραν εἴρηται πραγματείαν, οὕτως καὶ νῦν ἐάσας τὰ τοὺς φλε‐ γμαίνοντας ὠφελοῦντα σπλῆνας μόνων μνημονεύσω τῶν τοῖς σκιῤῥουμένοις ἁρμοζόντων, ὃ κᾀν ταῖς φαρμακίτισι βί‐
5βλοις οἱ πρὸ ἐμοῦ τὴν γραφὴν ἐποιήσαντο, καλοῦντες ἰδίως σπληνικοὺς τοὺς ἐν σκιῤῥώδει διαθέσει τὸν σπλῆνα ἔχοντας. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα ποτὰ φάρ‐ μακα πρὸς σπληνικοὺς κατὰ λέξιν οὕτω.] Πότημα πρὸς σπλη‐ νικοὺς Ἀντιπάτρου, ὡς Νεῖλος. μυροβαλάνου σαρκὸς
10𐅻 γʹ. ἡμιονίτιδος βοτάνης, ἣν οἱ μὲν ἄσπληνον, οἱ δὲ σκο‐ λοπένδριον λέγουσι, 𐅻 στʹ. καππάρεως ῥίζης φλοιοῦ 𐅻 δʹ. κόστου 𐅻 δʹ. χαμαίδρυος 𐅻 στʹ. πολίου 𐅻 γʹ. κοτυληδόνος ῥίζης 𐅻 βʹ. κισσοῦ μέλανος τῶν κορύμβων κόκκους κεʹ. ἀμ‐ μωνιακοῦ θυμιάματος 𐅻 δʹ. ὑπερικοῦ καρποῦ 𐅻 βʹ. χαλβά‐
15νης 𐅻 βʹ. περικλυμένου καρποῦ 𐅻 αʹ. ἢ τῆς ῥίζης 𐅻 γʹ. καρ‐ δάμου μέλανος 𐅻 αʹ 𐅶ʹʹ. σκίλλης καρποῦ ὀποῦ 𐅻 ιστʹ. ἐν ὀξυμέλιτι δίδου ὀβολοὺς βʹ. ἄλλο σπληνικοῖς πότιμον.
βαλάνου μυρεψικῆς 𐅻 δʹ. κισσοῦ λευκοῦ κόκκους κδʹ.239 in vol. 13

13

.

240

κόστου 𐅻 βʹ. περικλυμένου σπέρματος 𐅻 βʹ. ὑπερικοῦ 𐅻 αʹ. ἓν ἄλλαις 𐅻 δʹ. χαλβάνης 𐅻 αʹ. ὀβολοὺς βʹ. καρδάμου 𐅻 δʹ. ἀναλάμβανε σκίλλης ἑφθῷ χυλῷ, δίδου κύαθον Ἐλληνικὸν δι’ ὀξυμέλιτος. ἄλλο. μυροβαλάνου σαρσὸς 𐅻 γʹ. ὑπερι‐
5κοῦ 𐅻 στʹ. περικλυμένου καρποῦ 𐅻 στʹ. δαύκου ῥίζης 𐅻 στʹ. ἐρυθροδάνου, ἀκόρου, φοῦ Ποντικοῦ, κρόκου ἀνὰ 𐅻 στʹ. σχοίνου 𐅻 γʹ. μήου 𐅻 στʹ. καρδάμου, χαμαιπίτυος, καππά‐ ρεως ῥίζης ἀνὰ 𐅻 στʹ. πολίου 𐅻 στʹ. οἱ δὲ 𐅻 γʹ. ἀμμω‐ νιακοῦ θυμιάματος 𐅻 γʹ. ὀξυμέλιτος ἀναλάμβανε τροχίσκους
10ἀνὰ ὀβολοὺς βʹ. καὶ δίδου ἐν ὀξυμέλιτι ἕνα. ποιεῖ δὲ καὶ πρὸς ἡπατικοὺς καὶ ὑδρωπικούς. ἄλλο ποιεῖ σπληνικοῖς. χαμαίδρυος 𐅻 δʹ. πολίου 𐅻 εʹ. χαμαιπίτυος 𐅻 δʹ. ἐρυθρο‐ δάνου 𐅻 εʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 γʹ. ἀρτεμισίας 𐅻 γʹ. μυροβαλάνου 𐅻 δʹ. καππάρεως ῥίζης φλοιοῦ 𐅻 γʹ. ἀριστο‐
15λοχίας 𐅻 στʹ. τραγακάνθης 𐅻 βʹ. ὕδατι ἀναλάμβανε τρο‐ χίσκους τριωβολιαίους, δίδου ἐν ὀξυμέλιτι.
[Ἄλλο εὐστόμαχον. χρῶ δὲ πρὸς πᾶσαν διάθεσιν240 in vol. 13

13

.

241

σπληνός. ποιεῖ δὲ πρὸς σπάσματα, πνευματώσεις καὶ πρὸς γυναικεῖα πάθη.] Σμύρνης 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. καππάρεως ῥίζης φλοιοῦ 𐅻 δʹ. κόστου 𐅻 εʹ. πάνακος ῥίζης 𐅻 δʹ. πευκεδάνου ῥίζης 𐅻 δʹ. δικτάμνου 𐅻 δʹ. πολίου 𐅻 βʹ.
5περικλυμένου ῥίζης φλοιοῦ 𐅻 δʹ. ἐρυθροδάνου 𐅻 γʹ 𐅶ʹʹ. ἀμ‐ μωνιακοῦ θυμιάματος 𐅻 δʹ 𐅶ʹʹ. ἔνιοι καὶ ἴρεως 𐅻 δʹ 𐅶ʹʹ. ὀξυμέλιτι ἀναλάμβανε, δίδου ὀβολοὺς δύο ἐν ὀξυμέλιτι. ἄλλο σπληνικοῖς, ὀρθοπνοϊκοῖς. στρουθίου, σκίλλης ὀπτῆς, πά‐ νακος, καππάρεως ῥίζης ἀνὰ 𐅻 εʹ. κροκομάγματος 𐅻 βʹ 𐅶ʹʹ.
10ὄξει ἀναλάμβανε, δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ. ἄλλο. στρουθίου, καππάρεως ῥίζης φλοιοῦ, χαμαίδρυος, πάνακος ἀνὰ 𐅻 ιʹ. μυρίκης καρποῦ 𐅻 γʹ. ὄξει σκιλλητικῷ ἀναλάμ‐ βανε καὶ 𐅻 αʹ. δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ποτὰ φάρμακα
15πρὸς σπλῆνα.] Κυνογλώσσου χειροπληθὲς λαβὼν τρῖβε μετ’ οἴνου κυάθων γʹ. καὶ τὸ ὑγρὸν ἐκθλίψας, δίδου πίνειν πρὸ
τροφῆς, ποιεῖ καὶ ὁ χυλὸς κατ’ ἰδίαν. αἴρειν δὲ δεῖ τὴν βο‐241 in vol. 13

13

.

242

τάνην εὐωνύμῳ χειρὶ πρὶν ἡλίου ἀνατολῆς. ἄλλο. χαμαίδρυος χειροπληθὲς ἀφέψας μετ’ οἴνου ξε. αʹ. καὶ τὸ ὑγρὸν ἐκθλί‐ ψας ἀπόθου καὶ δίδου κυάθους δύο πρὸ τροφῆς. καταπλα‐ στὸν σπληνικοῖς. μυρίκης καρπὸν κόψας καὶ σήσας ἀπόθου.
5ἐπὶ δὲ τῆς χρήσεως, δίδου κοχλιάρια βʹ. μετ’ ὀξυμέλιτος κε‐ κραμένου κυάθων τριῶν. ἢ βοτάνην τὴν λεγομένην πελαρ‐ γῖτιν κόψας καὶ σήσας δίδου καθὰ προείρηται. ἄλλο. ὀνάγρου ἢ ἵππου ἀγρίου σπλῆνα ξηράνας κόψε ἀπόθου καὶ δίδου κοχλιάρια βʹ. μετ’ οἴνου κεκραμένου κυάθων τριῶν.
10καταπότιον σπληνικοῖς. κισσοῦ λευκοῦ τῶν κορύμβων δίδου κόκκους γʹ. καὶ ὀξυμέλιτος ἐπιπίνειν κυάθους γʹ. Ἀνδρέου τὸ παιόνιον. μυρίκης τὸν καρπὸν κόψας καὶ σήσας ἀνα‐ λάμβανε χαλβάνῃ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν. [Τροχίσκος σπληνικὸς, ὑπεκτήκει τὸν ὄγκον.] Ἐρεί‐
15κης καρποῦ 𐅻 δʹ. πεπέρεως λευκοῦ, νάρδου Συριακῆς, ἀμ‐ μωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 βʹ. τὰ ξηρὰ κόπτεται καὶ σή‐
θεται· τὸ δὲ ἀμμωνιακὸν ὄξει σκιλλητικώδει διαλύεται καὶ242 in vol. 13

13

.

243

τοῖς ξηροῖς ἐπιβαλλόμενον ἀναπλάττεται καὶ γίγνονται τρο‐ χίσκοι ἀνὰ 𐅻 αʹ. ἄγοντες, δίδοται 𐅻 αʹ. καὶ ὀξυμέλιτος κύ‐ αθοι γʹ. ὁ δοὺς τὸ φάρμακον ἔλεγε πεποτηκέναι δελφά‐ κιον ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ ταῦτα τὸ δελφάκιον ἀνατμη‐
5θὲν ἄσπληνον εὑρεθῆναι. [Ἄλλο ὑπεκτήκει τὸν ὄγκον.] Ἀμμωνιακοῦ θυμιά‐ ματος, βάτου φύλλων τῶν ἁπαλωτάτων ἀνὰ 𐅻 ηʹ. καππά‐ ρεως φλοιοῦ 𐅻 δʹ. μυρίκης καρποῦ, βοτάνης ἀσπλήνου, λε‐ γομένης σκολοπενδρίου ἢ ἡμιονίτιδος ἀνὰ 𐅻 βʹ. σκίλλης
10ὀπτῆς κεκαθαρμένης τοῦ πυρῆνος, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 βʹ. ὕδατι ἀναλάμβανε καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου 𐅻 αʹ. μετ’ ὀξυμέλιτος κυάθων γʹ. Χρυσέρμου σπληνικοῖς, ὑδρω‐ πικοῖς. ἔστι δὲ καὶ διουρητικοῖς ἀγαθὴ, κοιλίας μαλακτική. σκίλλαν εὐμεγέθη πηλῷ περιπλάσας, ὄπτα καὶ περίελε τὸν
15φλοιὸν καὶ τοῦ πυθμένος τὸ σκληρὸν, τοῦ δὲ πυρῆνος λα‐ βὼν λίτρας βʹ. δαύκου σπέρματος ὀξύβαφον, ὅ ἐστιν γο αʹ.
ἀνίσου, σεσέλεως, πάνακος ῥίζης, ἴρεως, ἑκάστου ἴσον, κνί‐243 in vol. 13

13

.

244

δης σπέρματος, κεδρίδων ἀνὰ 𐅻 ιβʹ. σμύρνης 𐅻 δʹ. ὀρόβων ἀληλεσμένων χοίνικα, οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, φυράσας ἀνάπλαττε τροχίσκους. ἔχει δὲ καὶ τραγακάνθης μνᾶς δʹ. ἡ δόσις 𐅻 αʹ. μετ’ ὀξυμέλιτος τριῶν κυάθων. ἄλλο. Εὐγηρα‐
5σίας. σκίλλης ὀπτῆς κεκαθαρμένης μνᾶς δύο, βρυωνίας ῥίζης μνᾶς ηʹ. πεπέρεως λευκοῦ τὸ ἴσον, πετροσελίνου τὸ ἴσον, δαύκου Κρητικοῦ σπέρματος τὸ ἴσον, ὀρόβων ἀληλε‐ σμένων τὸ ἴσον, κεδρίδων ξε. στʹ. ἐχέτω δὲ ὄξους γο ηʹ. ἴρεως, πάνακος ῥίζης, σμύρνης ἀνὰ γο γʹ. οἴνου Φαλερίνου εἰς
10ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλαττε τροχίσκου καὶ ξήραινε ἐν σκιᾷ, δίδου 𐅻 αʹ. μετ’ οἴνου κεκραμένου κυάθων γʹ. [Ἐπιθέματα καὶ ἔμπλαστρα τοῦ αὐτοῦ Ἀσκληπιάδου πρὸς τὰς προσφάτους τοῦ σπληνὸς φλεγμονάς.] Δέν‐ δρου ἀκτῆς τῶν ἁπαλωτάτων φύλλων λίτρας γʹ. ἀλόης λί‐
15τραν αʹ. σκεύαζε δι’ ὄξους καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπι‐ τίθει. ἄλλο. ἐρείκης καρποῦ γο στʹ. χαλβάνης λίτραν αʹ.
ἔνιοι γο στʹ. τὸν καρπὸν κόπτε καὶ σῆθε καὶ οὕτως ἐπί‐244 in vol. 13

13

.

245

βαλον τὴν χαλβάνην καὶ μίξας φιλοπόνως, εἰς ὀθόνιον ἐπι‐ τίθει ἐμπλάσας. [Τὸ τοῦ Ἰδιώτου φάρμακον ἐπιτετευγμένον.] Ἰξοῦ δρυΐνου λίτραν αʹ. ἀσβέστου λίτραν αʹ. τὸν ἰξὸν βαλὼν εἰς
5ἄγγος κεραμεοῦν καὶ θεὶς ἐπ’ ἀνθράκων, ἔα διαλύεσθαι· ὅταν δὲ διαλυθῇ κατάπασσε τὴν ἄσβεστον καὶ μίξας καὶ θερμὸν ἐμπλάσας εἰς δέρμα λευκὸν ἐπιτίθει. δεῖ δὲ καὶ συλ‐ λούεσθαι τῷ φαρμάκῳ καὶ οὕτως ἐᾷν ἕως αὐτόματον ἀποπέσῃ. φροντίζειν δὲ δεῖ, ὥστε τὰ ἀφιστάμενα μέρη τοῦ
10σπληνὸς ἀποκόπτειν. ἄλλο. ἰξοῦ δρυΐνου λίτραν αʹ. ἀσβέ‐ στου γο αʹ. λίθου Ἀσίου τοῦ ἄνθους γο δʹ. κεδρίας γο αʹ. σκεύαζε κατὰ τρόπον καὶ χρῶ, καθ’ ἡμέραν αἴρων τὸ φάρ‐ μακον καὶ σπόγγοις ἀποπυριῶν τοὺς τόπους καὶ πάλιν ἐπιῤ‐ ῥίπτων. τὸ φάρμακον οὖρα κινεῖ.
15 [Μάλαγμα χρυσίζον σφόδρα καλόν.] Κηροῦ, πιτυΐ‐ νης καὶ φρυκτῆς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο δύο, ὄξους, ἐλαίου ἀνὰ κυάθους
ηʹ. σκεύαζε κατὰ τρόπον.245 in vol. 13

13

.

246

[Ἄλλο σφόδρα γενναῖον, ᾧ ἐχρήσατο Ἀνδρόμαχος.] Κηροῦ, πιτυΐνης, πίσσης βρυτίας ξηρᾶς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο βʹ. ὄξους κυάθους ηʹ. σκεύαζε κατὰ τρόπον, ποιεῖ σπληνικοῖς, ὑδρω‐
5πικοῖς καὶ πρὸς τὰς ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδι‐ κοῖς, ἀρθριτικοῖς, ἡμεῖς προεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο βʹ 𐅶ʹʹ. ἰξοῦ γο δʹ. [Πρὸς τὰς σκιῤῥώδεις τοῦ σπληνὸς διαθέσεις. ἐχρήσατο Τρύφων Γορτυνιάτης.] Τήλεως ἀληλεσμένης, νάπυος,
10μάννης λιβάνου ἀνὰ ξε. αʹ. μυροβαλάνου πιέσματος ξε. 𐅶ʹʹ. νίτρου ἀφροῦ γο γʹ. λειότατα ποιήσας καὶ μίξας, ἀναλάμ‐ βανε ἀφεψημένῃ κεδρίᾳ, ὥστε ἐμπλάστρου ὑγρᾶς ἔχειν τὸ πάχος. ἡ χρῆσις ἐν διαλείμματι, ἐπιθεὶς τὸ φάρμακον κατα‐ λάμβανε ταινιδίοις. ὁ χρόνος τῆς ἐπιθέσεως πρὸ βαλανείου,
15ἐφ’ ὅσον οἷόν τέ ἐστι τὸν πάσχοντα φέρειν, ἔπειτα ἐπιδεδε‐ μένον εἰσάγειν εἰς τὸ βαλανεῖον καὶ μετὰ τὴν λοιπὴν τοῦ σώματος ἐπιμέλειαν ἐμβιβάζειν καὶ οὕτως ἐν τῷ ὕδατι
λύειν τὴν ταινίαν.246 in vol. 13

13

.

247

[Ἄλλο σπληνικοῖς αὐθήμερον. πρὸ δὲ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τρεῖς ἡμέρας διαιτῶμεν.] Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γʹ. σινήπεως Ἀλεξανδρίνου, καρδάμου ἀνὰ γο βʹ. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, σίνηπι, κάρδαμον κόψας
5καὶ σήσας, τὴν δὲ μάνναν καὶ τὴν σμύρνην ἐκλειώσας ἐπί‐ βαλλε τὰ ξηρὰ καὶ φυράσας τῷ ὄξει ποίει μαλαγματῶδες καὶ ἀποτίθει ἀπὸ ὥρας δευτέρας μέχρι ἐνάτης. ἔπειτα δὲ ἐπιδεδεμένον δυσὶ ταινίαις εἰσάγομεν εἰς βαλανεῖον, καὶ ὅταν ἀναχαλασθῇ, ἐμβιβάζομεν. ἐν δὲ τῇ ἐμβάσει πλείονα χρόνον
10κατεχέσθω, ἔξω ἔχων τοῦ ὕδατος τὰ σκέλη. πρὸς δὲ τὸ μὴ λειποθυμεῖν ὄξος καὶ γλήχωνα ὀσφραινέσθω καὶ τὰς ταινίας κατὰ μικρὸν ἐπιλυέσθω. ἐξελθόντι δὲ ἐκ τοῦ βαλανείου, δο‐ τέον τάριχος χωρὶς ἄρτου καὶ οἶνον τεθαλαττωμένον καὶ τῇ ἐπιούσῃ τὰ αὐτὰ δοτέον. τῇ δὲ τρίτῃ γυμνασίοις χρη‐
15στέον, ἀποξύνειν τὸ πνεῦμα δυναμένοις. ἄλλο Ἀρείου Ταρ‐ σέως, ἡ χρῆσις ἐν διαλείμματι. σύκων πιοτάτων, σινή‐
πεως, καππάρεως ῥίζης τοῦ φλοιοῦ ἀνὰ λίτραν αʹ. ὄξους τὸ247 in vol. 13

13

.

248

ἱκανόν. ἄλλο Διοδώρου. σινήπεως, καρδάμου, τήλεως, λινοσπέρμου, μυροβαλάνου πιέσματος ἀνὰ 𐅻 ηʹ. ἀναλάμβανε κεδρίᾳ ἑφθῇ, προσφυράσας ὄξει σκιλλητικῷ. ἡ χρῆσις πρὸ βαλανείου, τὸ φάρμακόν ἐστι καλὸν, καὶ μετὰ τὴν χρῆσιν
5αἷμα ἀπουροῦσι. [Τὰ ὑπὸ τοῦ αὐτοῦ Ἀσκληπιάδου γεγραμμένα φάρμακα κατὰ τὸ δʹ τῶν ἐκτὸς, πρὸς σπληνικοὺς καὶ ὑδρω‐ πικοὺς, κατὰ λέξιν οὕτως ἔχοντα.] Ἐπίθεμα σπληνικοῖς τοὺς ὄγκους ὑπεκτήκει. ἀκτῆς τῶν φύλλων ἁπαλῶν λίτρας γʹ.
10ἀλόης λιπαρᾶς λίτραν αʹ. τρῖβε μετ’ ὄξους, καὶ λεάνας καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. ἄλλο. ἐρείκης καρποῦ λί‐ τραν αʹ. χαλβάνης Λ̸ʹ αʹ. κόψας τὸν καρπὸν καὶ σήσας ἀνα‐ λάμβανε χαλβάνῃ, καὶ πάλιν κόπτε παραπτόμενος ἰρίνου ὑπο‐ στάθμης, ὥστε μαλαγματῶδες γενέσθαι, ἔπειτα ἐμπλάσας εἰς
15ὀθόνιον ἐπιτίθει. μάλαγμα σπληνικοῖς. μυροβαλάνου τῶν λεπύρων κεκομμένων καὶ σεσησμένων μνᾶς ἥμισυ καὶ τοῦ πιέσματος τὸ ἴσον, κηροῦ 𐅻 στʹ. ῥητίνης τερμινθίνης 𐅻 λβʹ.
χαλβάνης 𐅻 ιʹ. ἰρίνου βραχὺ, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.248 in vol. 13

13

.

249

ἄλλο λίαν γενναῖον. μυροβαλάνου ἀλεύρων γο γʹ. νί‐ τρου γο αʹ. οἱ δὲ δʹ. κηροῦ γο στʹ. τερμινθίνης γο ηʹ. ὄξους τὸ αὔταρκες, ὑπεκτήκει. [Μάλαγμα τὸ διὰ τῆς κεδρίας, σπληνικοῖς, ὑδρωπικοῖς
5φάρμακον ἐπιτετευγμένον, οὖρα κινεῖ πολλὰ καὶ τὸν σπλῆνα ὑπεκτήκει. δεῖ δὲ συλλούεσθαι τῷ φαρμάκῳ καὶ τὸ ἀφιστά‐ μενον ἀπὸ τοῦ χρωτὸς περικείρειν, τουτέστι τοῦ σπληνίου, ἐᾷν γὰρ δεῖ τὸ φάρμακον περικεῖσθαι μέχρις οὗ αὐτόματον ἀποπέσοι. ἡ δὲ σύνθεσίς ἐστιν ἥδε.] Ἰξοῦ δρυΐνου λίτραν
10αʹ. ἀσβέστου γο στʹ. λίθου Ἀσίου τοῦ ἄνθους γο δʹ. κε‐ δρίας γο γʹ. τὸν ἰξὸν ἕψε βαλὼν εἰς λοπάδα χαλκῆν καὶ ὅταν ξανθὸς γένηται, ἐπίβαλλε τὴν κεδρίαν κινῶν συνεχῶς, καὶ τὰ ξηρὰ λεάνας ἐπίβαλλε, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ποσῶς ψυγῆναι, εἶτα ἐμπλάσας εἰς δέρμα λευκὸν τὸ ἀπὸ
15ἀκάνθης λεγόμενον, ἐπιτίθει κατὰ τῶν πασχόντων τόπων καὶ συλλούεσθαι παραίνει, ἕως αὐτόματον ἀποπέσοι τὸ σπλή‐ νιον. δεῖ μέντοι, ὥσπερ καὶ ἄνω προείρηται, τὰ ἀφιστάμενα
μέρη τοῦ σπληνίου ἀποκείρειν. ἄλλο σφόδρα γενναῖον. 249 in vol. 13

13

.

250

λίθου Ἀσίου τοῦ ἄνθους γο βʹ. λίθου γαγάτου γο αʹ. ἀσβέ‐ στου γο ηʹ. ἰξοῦ δρυΐνου λίτραν αʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ. κηροῦ λί‐
5τρας γʹ. ῥητίνης τερμινθίνης λίτρας γʹ. μυροβαλάνου πιέ‐ σματος λίτραν αʹ. νίτρου ἀφροῦ λίτραν αʹ. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. ἐλαίου κυπρίνου λίτρας γʹ. ὄξος ὥστε τὸ ἀμμωνιακὸν διαλῦσαι. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον πρὸς τὰς αὐτὰς
10διαθέσεις. σμύρνης στακτῆς, βδελλίου, ὄνυχος, μυελοῦ ἐλα‐ φείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ξηρᾶς ἀνὰ λίτρας βʹ. ὀποπάνακος λίτραν αʹ. χαλβάνης λίτραν αʹ. μαστίχης λίτραν αʹ. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν αʹ. στύρακος λίτραν αʹ. ὀποῦ συκομόρων λίτραν αʹ. κάγχρυος λίτραν αʹ. πεπέρεως
15λευκοῦ οὐγγίας στʹ. κηροῦ λίτρας εʹ. τερμινθίνης λίτρας εʹ. κοπτόν ἐστι τὸ φάρμακον. καὶ δεῖ κόπτοντας παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ ἕως ἂν εὐαφέστατον γένηται
τὸ φάρμακον, καὶ γὰρ κείμενον εὐαφέστατον γίνεται. μά‐250 in vol. 13

13

.

251

λαγμα ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ἀρσενικοῦ γο αʹ. στυπτηρίας σχιστῆς γο βʹ. ἀσβέστου γο βʹ. τὰ ξηρὰ κόπτο‐ μεν καὶ σήθομεν καὶ εἰς θυείαν ἐμβάλλομεν, τούτοις ἐπιβάλ‐ λομεν ὄξους κυάθους ηʹ. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβά‐
5νομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα κηροῦ λίτρα αʹ. ῥητίνης φρυκτῆς λίτραι βʹ. πιτυΐνης λίτραι βʹ. ἐλαίου κοινοῦ κύαθοι ηʹ. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλ‐ λομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμά‐ κου σκευασίᾳ σμύρνης γο βʹ.
10 [Ἄλλο. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος. ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων δια‐ τάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονι‐ σμένας διαθέσεις.] Κηροῦ λίτραν αʹ. πίσσης Βρυτίας λί‐ τραν αʹ. ἀντὶ ῥητίνης φρυκτῆς τὴν πίσσαν βάλλομεν, ἐλαίου
15κυ. ηʹ. ἀρσενικοῦ χρυσίζοντος γο βʹ. στυπτηρίας σχιστῆς γο βʹ. ἀσβέστου γο βʹ. σκεύαζε καθὰ προείρηται. ἡμεῖς προσεθή‐ καμεν τῷ φαρμάκῳ σμύρνης γο βʹ. ἰξοῦ δρυΐνου γο δʹ.
[Πρὸς τὰς κεχρονισμένας τοῦ σπληνὸς σκιῤῥώδεις δια‐251 in vol. 13

13

.

252

θέσεις, αὐθήμερον λεγόμενον. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου ἐπὶ τρεῖς ἡμέρας τὸν κάμνοντα διαιτῆσαι.] Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γʹ. νάπυος Ἀλεξανδρίνου γο βʹ. καρδάμου γο βʹ. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, κόψας
5καὶ σήσας τὰ ξηρὰ καὶ ὄξει φυράσας, ὥστε μαλαγματῶδες γενέσθαι, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἀπὸ ὥρας βʹ. ἕως θʹ. φυλάττων καὶ ταινιδίῳ κατέχων τὸ ἐπικείμενον μάλαγμα, εἶτα πέμπε εἰς βαλανεῖον οὕτως ἐπιδεδεμένον, καὶ ὅταν καλῶς ἀναχαλασθῇ, ἐμβίβαζε κελεύων ἔξω τῆς ἐμβατῆς ἔχειν τοὺς
10πόδας καὶ ἐπὶ πλείονα χρόνον ἐμμένειν. πρὸς δὲ τὴν τού‐ των ἀνάκτησιν ὄξος καὶ γλήχωνα προσάγομεν τοῖς μυκτῆρ‐ σι καὶ πειρώμεθα κατὰ μικρὸν ἐπιλύειν τὰς ταινίας, ἔστω‐ σαν δὲ δύο κατὰ τοῦ μαλάγματος ἐπικείμεναι. κατὰ δὲ τὴν ἄρσιν τῶν ταινιδίων αἴρομεν καὶ τὸ ἐπικείμενον μάλαγμα
15καὶ τοὺς πεπονθότας τόπους ἱκανῶς ἀπαντλοῦμεν. ἐξελθόντι δὲ τοῦ βαλανείου δίδομεν τάριχον χωρὶς ἄρτου καὶ οἶνον
τεθαλασσωμένον καὶ τῇ ἐπιούσῃ τὸ αὐτὸ ποιοῦμεν. τῇ δὲ252 in vol. 13

13

.

253

τρίτῃ τὸ αὐτὸ ποιούμεθα, γυμνασίοις χρώμεθα ἀποξύνειν δυναμένοις τὸ πνεῦμα. [Ἄλλο Τρύφωνος Γορτυνιάτου Κρητὸς φάρμακον ἐπι‐ τετευγμένον.] Τήλεως ἀληλεσμένης ξέστην αʹ. μυροβαλά‐
5νου πιέσματος ξέστου 𐅶ʹʹ. νίτρου ἀφροῦ γο γʹ. πάντα λεά‐ νας ἀναλάμβανε κεδρίᾳ, δεῖ δὲ πρότερον ταύτην ἑψήσαντα συστρέφειν, ὥστε κηρωτῆς ἔχειν πάχος. ἡ χρῆσις πρὸ βαλα‐ νείου, ἐφ’ ὅσον ὁ κάμνων δύναται φέρειν, μετὰ δὲ τὸ βα‐ λανεῖον ἐπιῤῥίπτομεν κηρωτάριον.
10 [Ἄλλο αὐθήμερον ἐπιγραφόμενον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως.] Πυρέθρου 𐅻 κʹ. μυροβαλάνου γο ηʹ. καρδά‐ μου γο ηʹ. κνίδης σπέρματος γο ηʹ. πεπέρεως γο ηʹ. σινήπεως ξέστου 𐅶ʹʹ. ἅπαντα λειώσας καὶ ὄξει φυράσας καὶ λεάνας ἐπιτίθει ἐν διαλείμμασιν ἐπὶ ὥρας γʹ. εἰ δυνατὸν ὑπο‐
15μένειν τὸν ἀσθενοῦντα, ἔπειτα βαστάσας τὸ φάρμακον λού‐ εσθαι παραίνει. κατὰ δὲ τὸ βαλανεῖον χρηστέον κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἄλλο τὸν ὄγκον ἐκτήκει. λίθου
Ἀσίου τοῦ ἄνθους, νίτρου ἐρυθροῦ, μυροβαλάνου πιέσμα‐253 in vol. 13

13

.

254

τος, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 κδʹ. καππάρεως ῥίζης τοῦ φλοιοῦ 𐅻 ηʹ. ῥαφάνου σπέρματος 𐅻 ιʹ. ἢ τοῦ χυλοῦ κύαθον αʹ. ὄξους δριμυτάτου τὸ αὔταρκες, ἰξοῦ δρυΐνου 𐅻 μʹ. διάλυε ἀμμωνιακὸν ἀκτῆς χυλῷ ἢ μυρίκης ἢ τριφύλ‐
5λου. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ὄξει φυράσας καὶ μίξας ἐπίβαλλε τὸν ἰξὸν, καὶ ἀνακόψας ἀνελόμενος χρῶ. [Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένων σπληνικοῖς.] Ἐπὶ δὲ τῶν
10σπληνικῶν προηγουμένης ὁμοίως τῆς ὅλης διαίτης, ἐκ τῶν ἀναγραφησομένων συνθέσεων τοῖσδε χρῶ. πόμα μὲν ὕδωρ, σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος αὐτῷ, ἀπυρέ‐ τοις μὲν μετ’ οἴνου, πυρέσσουσι δὲ ὕδωρ πιεῖν. ἢ ἀναγαλ‐ λίδος τῆς τὸ κύανον ἄνθος ἐχούσης ὀβολὸν ἕνα μετ’ ὀξυμέ‐
15λιτος, ἢ ἕρπυλλον μετ’ ὄξους, ἢ πάνακος ῥίζαν χλωρὰν πό‐ τιζε μετὰ μελικράτου, ἢ τὸν καρπὸν ὁμοίως, προεξαιθρίαζε δὲ τὸ μελίκρατον, ἢ περικλυμένου ῥίζης φλοιοῦ καὶ τοῦ καρ‐
ποῦ ὅσον τοῖς τρισὶ δακτύλοις, ἐν ἀκράτῳ οἴνῳ θερμῷ254 in vol. 13

13

.

255

λευκῷ δίδου πίνειν νήστει ἐπὶ ἡμέρας μʹ. ἢ ἀλώπεκος ξη‐ ρὸν ἧπαρ μετ’ ὀξυμέλιτος δίδου πίνειν, ἢ κύμινον Αἰθιο‐ πικὸν, ὁμοίως τῷ ἥπατι πινόμενον ἐν ὀξυμέλιτι, ἢ ἄρου ῥί‐ ζης φλοιοῦ 𐅻 𐅶ʹʹ. μετ’ ὀξυμέλιτος κυάθων γʹ. ἢ πόλιον
5ὁμοίως μετ’ ὀξυμέλιτος, ἢ κισσοῦ λευκοῦ κόκκους γʹ. μετ’ ὀξυμέλιτος κυάθων γʹ. ἢ καππάρεως λεῖα ξηρὰ φύλλα μετ’ ἀκράτου πότιζε. κατάπλασσε δὲ τοὺς σπληνικοὺς τοῖσδε πρὸς τοὺς ἡπατικούς· καὶ ἔτι τέφρα ἐκ χαλκείου μετ’ ὄξους, ἢ καππάρει βεβρεγμένῃ ἐν ὄξει λείᾳ ἀνειλημμένῃ κηρωτῇ κυ‐
10πρίνῃ, ἢ τῷ διὰ καρδάμου καὶ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ τήλεως καὶ ἀσβέ‐ στου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ κατά‐ πλασσε λεπιδίου φύλλοις. ὅταν δὲ ἤδη δάκνωνται, εἰσαγαγὼν εἰς τὸ βαλανεῖον, ἄρας τὸ φάρμακον εἰς ζεστὸν ἐμβίβαζε καὶ
15κάτεχε. δυσανασχετοῦσι γὰρ ὑπερδακνόμενοι, ὑγιεῖς δὲ ἐξίασι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἰσχιαδικῶν ποιεῖ. ἢ μυροβαλάνου τὸ
πίεσμα ὄξει βρέξας, ῥοδίνῃ κηρωτῇ μίσγε καὶ ἐπιτίθει, ἢ255 in vol. 13

13

.

256

τήλεως καὶ καρδάμου τὸ ἴσον, μάννης τὸ διπλοῦν, ἀσβέστου βραχὺ σὺν μέλιτι, ὡς ἐμπλάστρῳ σπλήνια ποιήσας ἐπιτίθει, ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει. καππάρεως ῥίζαν μετ’ ὄξους, ἢ σπόγγον ἐξ ὄξους δριμυτάτου. ἄκρως ποιεῖ μυροβαλάνου
5λεπύχανα καὶ νίτρου τὸ τρίτον, λεῖα ὄξει φυράσας. ῥητίνην καὶ κηρὸν κατ’ ὀλίγον ἐλαίου τήξας ἐπίχει καὶ μαλάξας χρῶ. ἐπιμένοντος δὲ σικύας πρόσβαλλε παραμύσσων. περίαπτα δὲ καὶ ἀντιπαθῆ πρός τε ἧπαρ καὶ σπλῆνα τάδε δοκεῖ πεπι‐ στεῦσθαι. τὴν ὑπὲρ τὸ ἀριστερὸν οὖς φλέβα λύσας, ἀνά‐
10τριβε τῷ αἵματι τὸν πεπονθότα σπλῆνα. [Περὶ ὕδρωπος.] Ὑδρωπικῶν φάρμακα καὶ ἄλλα κοινὰ πρὸς τοὺς σπληνικοὺς αὐτοὺς καὶ ἄλλα τινὰ πο‐ λύχρηστα πρός τε τὰ προειρημένα πάθη καὶ σκληρίας καὶ ὅπου τι διαφορῆσαι χρὴ, κᾂν ἤδη πυώδης ᾖ σύστασις. ἄρ‐
15ξομαι δὲ καὶ ἐπὶ τούτων ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γε‐ γραμμένων.
[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα φάρμακα πρὸς τὰ256 in vol. 13

13

.

257

εἰρημένα πάθη κατὰ τὸ δʹ. τῶν ἐντὸς, ἃ Μαρκέλλας ἐπι‐ γράφει.] Ἐπίθεμα ὑδρωπικοῖς σφόδρα καλὸν καὶ τὸ παρα‐ κείμενον ὑγρὸν ἀναπίνει. φάῤῥους, ὃ καλοῦσι ζέαν, ἀλη‐ λεσμένου ξε. βʹ. λίθου Ἀσίου τοῦ ἄνθους ξε. αʹ. μάννης λί‐
5τραν αʹ. λεάνας ἐπιμελῶς ἀναλάμβανε στέατι ὑείῳ παλαιῷ κατειργασμένῳ, ἐν οἴνῳ βεβρεγμένῳ νυκτὶ ὅλῃ, τὸ δὲ πλῆθος ἔστω τοῦ ὑείου ὅσον δύναται ἐπιβληθὲν εὐαφὲς ποιῆσαι τὸ φάρμακον. ἄλλο. Βήσασα, σπέρμα δέ ἐστιν ἐν Συρίᾳ γεννώμενον τοῦ ἀγρίου πηγάνου, ὃ δὴ οἱ ἐντόπιοι ἅρμαλα
10καλοῦσιν. τούτου κεκομμένου ξε. αʹ. μάννης ξε. 𐅶ʹʹ. στέ‐ ατος ὑείου παλαιοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρη‐ ται. ἄλλο. σύκων λιπαρωτάτων λίτρας γʹ. ἀφρονίτρου λίτραν αʹ. ὀριγάνου λίτραν αʹ. τινὲς κυμίνου λίτραν αʹ. θείου ἀπύρου γο γʹ. κοχλιῶν Ἀφρικανῶν λίτραν αʹ. τὰ ξηρὰ κό‐
15πτε καὶ σῆθε καὶ ἀναλάμβανε σύκοις κεκομμένοις σὺν ταῖς σαρξὶ τῶν κοχλιῶν, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, μέλιτος ἑφθοῦ ἐπίβαλλε ὅσον ἐξαρκεῖ.
[Ἄλλο ἐκ τῶν Κρίτωνος.] Τήλεως ἀληλεσμένης257 in vol. 13

13

.

258

καὶ σεσησμένης ξε. βʹ. θείου ἀπύρου λίτρας βʹ 𐅶ʹʹ. ἐν ἄλ‐ λοις Λ̸ʹ βʹ. νίτρου λίτρας βʹ. ἀψινθίου ξηροῦ λείου καὶ σεσησμένου ξε. βʹ 𐅶ʹʹ. τὰ ξηρὰ λειότατα ποιήσας ἀναλάμβανε μέλιτι ἑφθῷ, εἶτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει εἰς νύκτα.
5περὶ δὲ τὴν ἡμέραν χρῶ καὶ αἰώρα καὶ τῇ ὑπογεγραμμένῃ σκευασίᾳ. κηροῦ λίτραν αʹ. πίσσης ξηρᾶς λίτραν αʹ. λί‐ θου Ἀσίου λίτραν αʹ. ἐλαίου παλαιοῦ λίτραν αʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. [Μάλαγμα τὸ ποτήριον ἐπιγραφόμενον, ἀναπίνει τὰς
10ἐν βάθει ὑγρασίας καὶ σκίῤῥους διαλύει.] Κηροῦ, πίσσης ξηρᾶς ἀνὰ λίτρας βʹ. στυπτηρίας ὑγρᾶς, θείου ἀπύρου, μάν‐ νης, νίτρου ἐρυθροῦ ἀνὰ λίτραν αʹ. ῥητίνης φρυκτῆς λίτρας τέσσαρας, ἐλαίου παλαιοῦ κοτύλην αʹ. ὄξους ὥστε τὰ ξηρὰ διαλῦσαι ὅσον ἐξαρκεῖ, καὶ χρῶ σκευάσας ὡς δοκίμῳ. ἄλλο
15γενναῖον ἢ ποτήριον φάρμακον ἐπιτετευγμένον. ποιεῖ ὑδρω‐ πικοῖς, σπληνικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. ῥητίνης φρυκτῆς λίτρας δʹ. κηροῦ λίτρας βʹ. θείου ἀπύ‐
ρου λίτραν αʹ. μάννης λίτραν αʹ. πίσσης ὑγρᾶς λίτρας βʹ.258 in vol. 13

13

.

259

στυπτηρίας ὑγρᾶς λίτραν αʹ. νίτρου ἐρυθροῦ λίτραν αʹ. ἀρι‐ στολοχίας γο γʹ. βδελλίου γο γʹ. ἀμώμου βότρυος γο γʹ. σι‐ κύου ἀγρίου ῥίζης γο γʹ. ἀλόης γο στʹ. πυρέθρου γο γʹ. ἀμ‐ μωνιακοῦ θυμιάματος γο γʹ. ἰξοῦ δρυΐνου γο γʹ. ὀποῦ συ‐
5κομόρων γο γʹ. ὄξους ξε. αʹ 𐅶ʹʹ. ἢ οἴνου Ἰταλικοῦ ἀντὶ τοῦ ὄξους βάλλομεν, ἐλαίου κοτύλας γʹ. σκεύαζε κατὰ τρόπον. [Μάλαγμα διὰ δαφνίδων, σπληνικοῖς, ὑδρωπικοῖς· διαλύει πᾶσαν σκληρίαν, ἀναπίνει τὰς ἐν βάθει ἀποστάσεις.] Κηροῦ λίτραν αʹ. πιτυΐνης λίτραν αʹ. πίσσης Βρυτίας
10λίτραν αʹ. δαφνίδων ξηρῶν λίτραν αʹ. νίτρου ἐρυθροῦ λί‐ τραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. στέατος μο‐ σχείου κατειργασμένου λίτραν αʹ. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται καὶ τοῖς ξηροῖς ἐπιβάλλεται, καὶ ἀνακόψαντες ἀνελόμενοι χρώ‐
15μεθα. ἄλλο. δαφνίδων λίτραν αʹ. πίττης λίτραν αʹ. μάν‐ νης λίτραν αʹ. στέατος ταυρείου λίτραν αʹ. ἀμμωνιακοῦ θυ‐ μιάματος λίτραν αʹ. κηροῦ λίτραν αʹ. σκεύαζε καθὰ προεί‐
ρηται. ἡ τοῦ κουρέως λεγομένη σπληνικὴ, ὑδρω‐259 in vol. 13

13

.

260

πική. ταύτῃ κουρεὺς ἀπὸ Βιθυνίας ἀνὴρ χρώμενος, ἰσχια‐ δικοὺς ἀπήλλαττε παντελῶς. πίσσης ξηρᾶς λίτρας δʹ. κη‐ ροῦ λίτρας βʹ. πιτυΐνης λίτρας βʹ. ἀμμωνιακοῦ θυμιάματος λίτρας βʹ. νίτρου ἐρυθροῦ λίτρας βʹ. δαφνίδων ξηρῶν λίτρας
5βʹ. στέατος ταυρείου λίτραν αʹ. ἐν ἄλλῳ καὶ ἴρεως λίτρας βʹ. κάγχρυος γο ιηʹ. ἀλεύρου τηλίνου ξε. αʹ. γύρεως ξε. αʹ. χα‐ μαιλέοντος μέλανος ῥίζης κεκομμένης λειοτάτης ξέστην αʹ. κυμίνου λειοτάτου ξε. αʹ 𐅶ʹʹ. γλυκέος ξε. αʹ. ἐν ἄλλῳ ἀνί‐ σου λειοτάτου ξε. 𐅶ʹʹ. τὴν δὲ γύριν οὐκ ἔχει.
10 [Ἄλλη Βιθυνὴ λεγομένη φάρμακον ἐπιτετευγμέ‐ νον, πρὸς τὰς προειρημένας διαθέσεις.] Πίσσης Βρυτίας λίτρας δʹ. ῥητίνης πιτυΐνης, κηροῦ, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λίτρας βʹ. μυελοῦ ἐλαφείου λίτραν αʹ. στέατος ταυρείου κατειργασμένου λίτραν αʹ. ὀποῦ συκομόρου λίτραν αʹ. λίθου
15Ἀσίου τοῦ ἄνθους γο στʹ. χαμαιλέοντος μέλανος τῆς ῥίζης κεκομμένης γο στʹ. δαφνίδων ξηρῶν λίτρας 𐅶ʹʹ. ἀλεύρου ἰρί‐
νου λίτρας 𐅶ʹʹ. δαύκου Κρητικοῦ σπέρματος κεκομμένου γο δʹ.260 in vol. 13

13

.

261

πετροσελίνου γο δʹ. κυμίνου Αἰθιοπικοῦ γο δʹ. ἀνίσου γο δʹ. ἁλῶν Σπανῶν γο στʹ. ἀφρονίτρου γο στʹ. κυπρίνου γο στʹ. οἴνου Φαλερίνου ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φυράσας σκεύαζε κατὰ τρόπον.
5 [Μάλαγμα τὸ διὰ τῶν σπερμάτων φάρμακον ἐπιτε‐ τευγμένον πρὸς τὰς προειρημένας διαθέσεις. τούτῳ ἐχρήσατο Ὀλύμπιος.] Κηροῦ 𐅻 ρʹ. τερμινθίνης 𐅻 ρʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρʹ. στέατος ταυρείου 𐅻 ρʹ. ἀνίσου 𐅻 ρʹ. τή‐ λεως 𐅻 ρʹ. πετροσελίνου 𐅻 ρʹ. ἄμμεως, ἴρεως Ἰλλυρικῆς
10ἀνὰ 𐅻 νʹ. πάνακος 𐅻 ρʹ. νίτρου 𐅻 νʹ. γλυκυῤῥίζης 𐅻 νʹ. κυπέρου 𐅻 κεʹ. βράθυος 𐅻 κεʹ. σαμψύχου 𐅻 κεʹ. μελιλώ‐ του 𐅻 κεʹ. καρδαμώμου 𐅻 ιβʹ 𐅶ʹʹ. κασσίας σύριγγος 𐅻 ιβʹ 𐅶ʹʹ. νάρδου Κελτικῆς, δαύκου Κρητικοῦ τῆς ῥίζης ἀνὰ 𐅻 ιβʹ 𐅶ʹʹ. μέλιτος κοτύλης 𐅶ʹʹ. οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, σκεύαζε
15κατὰ τρόπον. ἄλλο. κηροῦ μνᾶν αʹ. ἀμμωνιακοῦ θυμιά‐ ματος μνᾶν αʹ. τερμινθίνης μνᾶν αʹ. σαμψύχου, δαφνίδων, κυπέρου ἀνὰ μνᾶς 𐅶ʹʹ. ἴρεως Ἰλλυρικῆς μνᾶς τέταρτον, ὅ
ἐστι 𐅻 λʹ. λινοσπέρμου πεφωγμένου μνᾶς δʹ. τήλεως, πάνα‐261 in vol. 13

13

.

262

κος ἀνὰ μνᾶς δʹ. στέατος ταυρείου μνᾶς δʹ. σικύου ἀγρίου ῥίζης ξηρᾶς, ἀνίσου, σελίνου σπέρματος, ἄμμεως, κυμίνου, μαράθρου, νίτρου ἀνὰ μνᾶς δʹ. πεπέρεως 𐅻 ιβʹ 𐅶ʹʹ. μέλιτος κοτύλην, οἴνου κοτύλην αʹ 𐅶ʹʹ. κυπρίνου κοτύλην αʹ 𐅶ʹʹ.
5ὄξους κοτύλην αʹ 𐅶ʹʹ. συντίθει καὶ χρῶ. [Ἐκ τῶν Ἀνδρομάχου πρὸς ὑδρωπικοὺς καὶ ἐμπνευ‐ ματώσεις.] Πίσσης ὑγρᾶς λίτρας βʹ. κηροῦ λίτραν αʹ. νί‐ τρου γο στʹ. θείου ἀπύρου γο στʹ. στυπτηρίας γο στʹ. πρὸς ὑδρωπικοὺς Κλεοφάντου. κηροῦ, ῥητίνης, ἀφρονίτρου ἀνὰ
10𐅻 ρʹ. χαλβάνης 𐅻 ιβʹ 𐅶ʹʹ. προπόλεως 𐅻 ιβʹ 𐅶ʹʹ. ἀμμωνια‐ κοῦ θυμιάματος 𐅻 ιβʹ 𐅶ʹʹ. κυπρίνου κυάθους βʹ. ὄξους κυάθους δύο. [Ἀρχιγένους ἐκ τοῦ δευτέρου τῶν κατὰ γένος φαρ‐ μάκων.] Ὑδρωπικοῖς δίαιτα, ὡς προσῆκε. κατάπλαττε μὲν
15βολβίτῳ ἀγελαίας βοὸς, ξήραινε δὲ αὐτὸ ἐπιμελῶς, καὶ λεά‐ νας ἕψε ἐν ὀξυκράτῳ ὠμῆς λύσεως τρόπον, προσεμπάσας
θείου ἀπύρου τὸ τέταρτον μέρος, ὅλῳ δὲ τῷ κύτει ἐπίβαλλε.262 in vol. 13

13

.

263

ὡς Μούσας κατέπλαττεν αὐτοὺς, ἐλατηρίῳ, σταφίδι ἀγρίᾳ, ὑσσώπῳ, χολῇ ταυρείᾳ, ἴσοις σύκοις κεκομμένοις ἀναληφθεῖ‐ σιν. ἢ σικύου ἀγρίου τῆς ῥίζης μνᾶ μία, ἑψημένης ἐν οἴνῳ. σύκων ὁμοίως ἑψημένων μνᾶς 𐅶ʹʹ. ταῦτα ὁμοῦ λέαινε παρα‐
5χέων τοῦ ἀφεψήματος αὐτοῖς, μέχρι μαλαγματῶδες ποιήσῃς, εἶτα μίξας αὐτῆς ἀλθαίας λείας ῥίζης τὸ ἴσον καὶ συνέψων συλλέαινε καὶ οὕτω κατάπλαττε. ἢ σπυράθους αἰγείους ἕψων ἐν οὔρῳ παιδίου ἀφθόρου ἢ αὐτῆς αἰγὸς τῷ οὔρῳ, γλοιοῦ ποιῶν πάχος κατάπλασσε, ἄκρως αὐτοὺς διὰ κοιλίας καθαί‐
10ρει. ἄλλο. ἐλλέβορον μέλανα, χολὴν ταυρείαν, νίτρον, πέπερι, ἴσα σὺν μέλιτι καταπλάσσων τὴν κοιλίαν ἐπὶ ἡμιώριον. παρ’ ὅλην δὲ τὴν ἀγωγὴν ποτίζειν τινὶ τούτων. κοτυλη‐ δόνος 𐅻 αʹ. σκίλλης καθαρᾶς ξηρᾶς 𐅻 αʹ. ἐν οἰνομέλιτι κε‐ κραμένῳ δίδου καθ’ ἡμέραν. ἢ ἄρου ῥίζης φλοιοῦ 𐅻 αʹ. καὶ
15κνεώριον, ἣν ἔνιοι χαμελαίαν καλοῦσι, χυλίσας καλάμων τοὺς πρὸς ταῖς ῥίζαις ἁπαλοὺς ὄχθους λάβε κυάθους γʹ. μί‐
ξας τε τὰ προειρημένα δίδου καθ’ ἡμέραν πίνειν. κάλλιστα263 in vol. 13

13

.

264

δὲ ποιεῖ τοῦτο, καρκίνου ποταμίου ξηροῦ χωρὶς τῶν πο‐ δῶν καὶ χηλῶν λελειωμένου 𐅻 αʹ. ἀσάρου 𐅻 αʹ. μίξας ὕδατι ἐξ αὐτοῦ τοῦ ποταμοῦ, ὅθεν οἱ καρκίνοι, δίδου πίνειν. ἐνί‐ οτε δὲ ἀντὶ τοῦ ἀσάρου ὀποβαλσάμου προσβάλλεται ἴσον.
5 κοραλλίου 𐅻 αʹ. στυπτηρίας σχιστῆς 𐅻 αʹ. ὀβολοὺς βʹ. λεάνας μετὰ καλαμίνθης ἀποβρέγματος, ἀνάπλαττε διοβολι‐ αίους τροχίσκους καὶ δίδου πίνειν ἐν τῷ τῆς καλαμίνθης ὕδατι ὀβολὸν, ἄκρως ποιεῖ καὶ πρὸς νεφριτικούς. ἢ τὴν ῥί‐ ζαν τῆς καλαμίνθης καθεψήσας πότιζε. ἢ τὸ σίον λεγόμε‐
10νον πότιζε· τοῦτο δὲ καὶ ἐσθίειν δίδου. ἢ τριβόλου τὰ φύλλα. ἢ τὴν ῥίζαν μετ’ οἴνου δίδου. ἢ ἐν βαλανείῳ ἁλὶ καὶ ἐλαίῳ ἐπιμελῶς, ἄχρις ἂν ἱδρώσωσιν, ἀλείψας ἔξαγε καὶ μόνους τοὺς διδύμους ἀποκλύσας ἀφιδροῦντας, πρῶτον ὀθονίοις, εἶτα τοῖς λοιποῖς περιβολαίοις συσκεπάσας, κόμιζε καὶ δίδου
15φουρνίτου ἄρτου μετὰ ἰσχάδων ἱκανῶν φαγεῖν, πότιζε δὲ οἴνῳ μέλανι Ἰταλικῷ ἢ σπικάτῳ προσφάτῳ, ἐνεψημένων αὐτῷ σύκων γο δʹ. εἰς τοὺς ξε. στʹ. μέχρι τὸ γʹ. λειφθῇ,
καθαίρει δι’ οὔρων. ἢ αἰγὸς οὔρου κοχλιάριον αʹ. μετὰ νάρ‐264 in vol. 13

13

.

265

δου 𐅻 αʹ. θερμάνας δίδου πίνειν. ἢ σίκυον ἄγριον οἴνῳ ναρ‐ δίνῳ ἢ Ἀμιναίῳ ἐναποβρέξας τρὶς, ἐκ τοῦ ἀποβρέγματος δί‐ δου κύαθον αʹ. καὶ προστίθει κατὰ βραχὺ, ἕως κυάθων τριῶν. ἢ σεσέλεως δίδου πίνειν ἢ ἐσθίειν. ἢ δαφνοειδοῦς
5λείου ἡλίκον θέρμον ἐπιπάσσων, δίδου πιεῖν, ἄγει οὖρα πολλά. ἢ ἄρου ῥίζης φλοιὸν ἐν οἴνῳ. ἢ λεπίδος χαλκοῦ 𐅻 αʹ. ἄρτου τὸ ἐντὸς ἀναλαβὼν καταπότια ποίει καὶ δίδου· ὕδωρ ἄγει εὐτόνως. ἢ χαλκοῦ κεκαυμένου 𐅻 αʹ. πηγάνου κλω‐ νία τρία, περιστερᾶς κόπρου 𐅻 αʹ. ἁλὸς κοινοῦ ὀλίγον μετ’
10οἴνου Ἐφεσίου καὶ ὕδατος τὸ πᾶν κρᾶμα κοτύλης 𐅶ʹʹ. δίδου. ἄκρως ποιοῦσιν αἵ τε θηριακαὶ διουρητικαὶ πᾶσαι, ἔτι τε τὰ ἑκάστῳ διὰ πείρας ἀκίνδυνα ὑδραγωγὰ πότιμα ἢ κατα‐ πότια, διάχριε δὲ τοὺς ὑδρωπικοὺς ἐπὶ πολὺ ἐν ἡλίῳ, σκέ‐ πων τὴν κεφαλὴν, μιγνὺς τῷ ἐλαίῳ ἅλας πολλοὺς, καταιόνα
15τε ἅλμῃ πολλῇ καὶ θερμῇ, τοὺς ἐμπεφυσημένους μάλιστα τόπους. κύστεις εὐμεγέθεις ἐμφυσήσας ἐπιμελῶς κατάκρουε
καθ’ ἡμέραν συνεχῶς, πιλοῦνται γὰρ καὶ προστέλλονται.265 in vol. 13

13

.

266

διελὼν δὲ τὰ σφυρὰ αὐτῶν ἢ καὶ σχάσας ἐν φορείῳ αἰώρει, πολὺ γὰρ διαῤῥεῖν ὑγρὸν εἴωθεν αὐτοῖς. [Πρὸς τὰς αὐτὰς διαθέσεις ἡ τοῦ Βιεννίου.] Κρό‐ κου, ὀπίου, ὀποπάνακος, σμύρνης, ἴρεως, ἀκόρου, μανδρα‐
5γόρου, ἀσάρου, κόστου, νάρδου Ἰνδικῆς, δαύκου Κρητικοῦ, μήου ἀνὰ 𐅻 ηʹ. πεπέρεως λευκοῦ καὶ μακροῦ, γεντιανῆς, στοιχάδος, κασσίας, φοῦ Ποντικοῦ ἀνὰ 𐅻 ηʹ. μέλιτι ἀνα‐ λάμβανε. [Περὶ τῶν ἀνωδύνων τε καὶ κωλικῶν
10ὀνομαζομένων φαρμάκων.] Τοῖς τοιούτοις φαρμάκοις ἕνεκα μεγάλης ὀδύνης ἢ ἀγρυπνίας ἢ τοῦ μὴ σπαράττεσθαι χάριν διὰ βῆχα βιαίαν, ὡς ἐφ’ αἵματος ἀναγωγῆς ἐνίοτε γίνεται καὶ κατάῤῥων χαλεπῶν, εἰώθαμεν χρῆσθαι. κατὰ μέν‐ τοι τὰ μετριώτερα τῶν εἰρημένων αἱ διὰ τῶν σπερμάτων
15ἰδίᾳ ὀνομαζόμεναι βηχικαὶ δυνάμεις αὐτάρκεις, ἔχουσαι μὲν πάντως τι καὶ αὗται τῶν καρωτικῶν φαρμάκων, ἀλλ’ ὀλί‐ γον ἐν πολλοῖς τοῖς σπέρμασιν, ἅπερ εὐώδη τέ ἐστι καὶ
λεπτομερῆ καὶ διουρητικά. προσαγορεύουσι δὲ πολλάκις αὐτὰ266 in vol. 13

13

.

267

οἱ ἰατροὶ καὶ χωρὶς τοῦ προσθεῖναι τὸ τοῦ σπέρματος ὄνο‐ μα, κύμινον λέγοντες καὶ δαῦκον καὶ σέσελι, σέλινόν τε καὶ ἄνισον. αἱ μὲν οὖν τῶν τοιούτων φαρμάκων συνθέσεις ἐν ταῖς βηχικαῖς ὀνομαζομέναις δυνάμεσιν εἴρηνται. τὰς δὲ τῶν
5ἀνωδύνων τε καὶ κωλικῶν, αἵπερ εἰσὶν ὁμογενεῖς μὲν ἐκεί‐ ναις, σφοδρότεραι δὲ πολὺ ταῖς δυνάμεσιν, ἐν τῷδε τῷ λόγῳ δηλώσω. πρώτη μὲν οὖν αὐτῶν, ὡς ἔοικεν, ἐν τοῖς πάλαι χρόνοις, ἡ τοῦ Φίλωνος ἔνδοξος ἐγένετο, περὶ ἧς αὐτὸς ἐποίησε τάδε τὰ ἐλεγεῖα.
10
Ἡ Φίλωνος ἀντίδοτος. Ταρσέος ἰητροῖο μέγα θνητοῖσι Φίλωνος Εὕρεμα, πρὸς πολλάς εἰμι παθῶν ὀδύνας. Εἴτε κόλον πάσχει τις ἅπαξ δοθὲν, εἴτε τις ἧπαρ, Εἴτε δυσουρίῃ ἴσχεται, εἴτε λίθῳ.
15Ἰῶμαι καὶ σπλῆνα καὶ ὀρθόπνοιαν ἀνηρὴν, Καὶ φθίσιν ἰῶμαι, σπασμὸν ἐνιστάμενον, Καὶ σφαλερὴν πλευρῖτιν. ἀποπτύων δέ τις αἷμα
Ἢ ἐμέων, ἕξει μ’ ἀντίπαλον θανάτου.267 in vol. 13

13

.

268

Πάντα δ’ ὅσα σπλάγχνοισιν ἐνίσταται ἄλγεα παύω, Βῆχά τε καὶ πνιγμὸν, λύγγα τε καὶ κατάρουν. Γέγραμμαι δὲ σοφοῖσι, μαθὼν δέ τις οὐ βραχύ μ’ ἕξει Δῶρον, ἐς ἀξυνέτους δ’ οὐκ ἐπόθησα περᾷν.
5Ξανθὴν μὲν τρίχα βάλλε μυρίπνοον ἰσοθέοιο, Οὗ λύθρος Ἑρμείας λάμπεται ἐν βοτάναις. Κρόκου δὲ σταθμὸν φρένας ἀνέρος, οὐ γὰρ ἄδηλον, Βάλλε δὲ καὶ δραχμὴν Ναυπλίου Εὐβοέως. Καὶ τρίτου ἐν Τρώεσσι, Μενοιτιάδαο φονῆος,
10 Δραχμὴν τὴν μήλων γαστέρι σωζομένην. Ὁλκὰς δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε, Εἴκοσι καὶ κυάμου θηρὸς ἀπ’ Ἀρκαδίης. Δραχμὴν καὶ ῥίζης ψευδωνύμου, ἣν ἀνέθρεψε Χῶρος, ὁ τὸν Πίσσῃ Ζῆνα λοχευσάμενος.
15Πῖον δὲ γράψας, ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ,
Ἄῤῥεν ἑνὶ δραχμὰς πέντε δὶς ἑλκόμενον.268 in vol. 13

13

.

269

Νᾶμα δὲ θυγατέρων ταύρων καὶ Κεκροπίδαισι
Συγγενὲς, οἳ Τρίκκης, ὡς ἐνέπουσιν ἐμοί. [Γαληνοῦ ἐξάπλωσις τῆς Φίλωνος ἀντιδότου.] Ἐν τούτοις τοῖς ἔπεσιν ὁ Φίλων κελεύει κρόκου μὲν 𐅻 εʹ.
5ἐμβάλλεσθαι, πυρέθρου δὲ μίαν, εὐφορβίου μίαν, στάχυος νάρδου μίαν, πεπέρεως δὲ λευκοῦ καὶ ὑοσκυάμου τὸ ἴσον, ἑκατέρου 𐅻 κʹ. ὀπίου δὲ 𐅻 ιʹ. οἱ μὲν οὖν πρῶτοι δύο στί‐ χοι τὸν κρόκον δηλοῦσιν, ξανθὸν μὲν τῇ χρόᾳ ὄντα, τρι‐ χοειδῆ δὲ τῇ λεπτότητι. λύθρον δὲ τοῦ κρόκου φησὶν ἐν ταῖς
10Ἑρμείαις, τουτέστι ταῖς τοῦ Ἑρμοῦ λάμπεσθαι βοτάναις. ἐπειδὴ μειράκιον καλούμενον Κρόκος, ἅμα τῷ Ἑρμῇ δισκεύων, εἶθ’ ἑστὸς ἀμελέστερον, ἐμπεσόντος αὐτῷ δίσκου τῇ κεφαλῇ, συνέβη μὲν ἀποθανεῖν αὐτίκα, τοῦ δ’ αἵματος εἰς τὴν γῆν ἀναχθέντος, ἐξ αὐτοῦ φῦναι τὸν κρόκον. λάμπεσθαι δὲ εἶπε
15τὸν λύθρον, τουτέστι τὸ ἀπὸ τοῦ σφαγέντος αἷμα, διὰ τὸ στιλπνὸν τῆς χρόας τοῦ κρόκου. γράφεται δὲ οὐ μό‐ νον βοτάναις, ἀλλὰ καὶ πεδίοις ὡδί πως ὁ στίχος, Ἑρμείοις λάμπεται ἐν πεδίοις. σταθμὸν δὲ ἀξιοῖ τοῦ κρόκου πέντε
δραχμὰς εἶναι, φρένας ἀνέρος εἰπὼν τὰς αἰσθήσεις, οὔσας269 in vol. 13

13

.

270

πέντε. ὅτι δὲ δραχμὰς πέντε βούλεται εἶναι καὶ οὔτε ὀβο‐ λοὺς οὔτε λίτρας οὔτε ἄλλο τι τοιοῦτον, ἐνδείκνυται διὰ τῶν ἑξῆς, πρῶτον μὲν εἰπὼν, μίσγε δὲ καὶ δραχμὴν Ναυ‐ πλίου Εὐβοέως, εἶθ’ ἑξῆς καὶ τοῖς ἄλλοις προστιθεὶς ταὐ‐
5τὸν ὄνομα τὸ τῆς δραχμῆς. Ναύπλιον μὲν οὖν Εὐβοέα τὸ πύρεθρον λέγει, διότι Ναύπλιος πυρὰς μεγάλας καύσας, ὥς φασι, κατὰ τὸν τῆς Εὐβοίας λιμένα, πολλοὺς τῶν Ἑλλήνων ἐξηπάτησεν, ὡς ἐπὶ χώραν εὐλίμενον καταίροντας ἀπολέσθαι. ἐργάσασθαι δέ φασιν αὐτὸν τοῦτο διὰ τὸν τοῦ Παλαμή‐
10δους θάνατον. καὶ μὴν καὶ τὸ εὐφόρβιον, αἰνιγματωδῶς ὁμοίως τούτοις κέκληκεν εἰπὼν καὶ τρίτου ἐν Τρώεσσι, Με‐ νοιτιάδαο φονῆος, ἐπειδὴ ὁ ποιητὴς ἐποίησε λέγοντα τὸν Πάτροκλον, Ἀλλά με Μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱὸς,
15 Ἀνδρῶν δ’ Εὔφορβος. μήλων δὲ, τουτέστι προβάτων, ἐν τῇ γαστρὶ διασώζεσθαί φησι τὸ εὐφόρβιον, ὅτι μόνην ταύτην οὐ διαβιβρώσκει, καὶ
διὰ τοῦτο δυνατόν ἐστιν ἀποτίθεσθαι κατ’ αὐτὴν τὸ φάρ‐270 in vol. 13

13

.

271

μακον. ὀπὸς δέ ἐστι φυτοῦ τινος ἀκανθώδους ἐν τῇ τῶν Μαυρουσίων γῇ φυομένου, θερμότατος τῇ δυνάμει, καὶ γέ‐ γραπται περὶ αὐτοῦ βιβλίδιόν τι σμικρὸν Ἰόβᾳ τῷ βασι‐ λεύσαντι τῶν Μαυρουσίων. ἐφεξῆς δὲ ὁ Φίλων φησὶν, δρα‐
5χμὰς δ’ ἀργεννοῖο πυρώδεος εἴκοσι βάλλε, ὡς λευκὸν πέπερι σημαίνων. ἔστι δὲ εὐστομαχώτερον καὶ δριμύτερον τοῦ μέ‐ λανος. εἴκοσι δ’ ἀξιοῖ δραχμὰς ἐμβάλλεσθαι σπέρματος ὑοσ‐ κυάμου, γράψας καὶ τοῦτο αἰνιγματωδῶς, εἴκοσι καὶ κυ‐ άμου θηρὸς ἀπ’ Ἀρκαδίης, ἐπειδὴ τὸν Ἐρυμάνθιον κάπρον
10ὁ Ἡρακλῆς ἀποκτεῖναι λέγεται, κατὰ τὴν τῶν Ἀρκάδων γῆν αὐξηθέντα. νάρδου δὲ καὶ αὐτῆς 𐅻 αʹ. ἀξιοῖ βάλλειν, ἣν ψευδώνυμον εἴρηκε ῥίζαν, ἐπειδὴ στάχυς ὀνομάζεται νάρ‐ δου. βούλεται δ’ αὐτὴν εἶναι Κρητικὴν, ἔνθα φησὶν, ἣν ἀνέ‐ θρεψε χῶρος ὁ τὸν Πίσσῃ Ζῆνα λοχευσάμενος, ἐπειδὴ τὸν
15Δία φασὶν οἱ μυθολόγοι κατὰ τὸ Δικταῖον ὄρος ἐν Κρήτῃ τραφῆναι, κρυπτόμενον ὑπὸ τῆς μητρὸς Ῥέας, ὅπως μὴ καὶ αὐτὸς ὑπὸ τοῦ πατρὸς τοῦ Κρόνου καταποθῇ. προσέθηκε
δὲ τῷ Διὶ τὴν Πίσσαν, ὡς εἰώθασι πολλοὶ καὶ χωρὶς ποι‐271 in vol. 13

13

.

272

ητικῆς ἐν τῷ βίῳ λέγειν, μὰ τὸν ἐν Περγάμῳ Ἀσκληπιὸν, μὰ τὴν ἐν Ἐφέσῳ Ἄρτεμιν, μὰ τὸν ἐν Δελφοῖς Ἀπόλλωνα, μὰ τὸ ἐν Ἐλευσῖνι πῦρ. ἔνιοι δὲ οὐ τὴν Κρητικὴν χώραν, ἀλλὰ τὴν Ἰνδικὴν εἰρῆσθαί φασιν, ἐξ ἧς ὁ ἐλέφας φέρεται.
5ἐκ τούτου γὰρ τὸ ἐν Πίσσῃ τοῦ Διὸς ἄγαλμα λελοχεῦσθαι, τουτέστι γεγενῆσθαι τούτοις ἅπασι μίγνυσθαι κελεύει τὸν τοῦ μήκωνος ὀπὸν, εἰθισμένον ὑπὸ τῶν ἰατρῶν ὄπιον ἰδίως ὀνομάζεσθαι, μηδενὸς τῶν ἄλλων ὀπῶν, καίτοι παμπόλλων ὄντων κατὰ τὸ καλούμενον οὐδέτερον γένος ὀνομαζομένων.
10ἐπεὶ τοίνυν τὸ ὄνομα ἐκ τῆς ο φωνῆς καὶ τῆς πίον σύγκει‐ ται, διὰ τοῦτο ἔφη Πῖον δὲ γράψας ἄρθρον βάλε πρῶτον ἐπ’ αὐτῷ
Ἄῤῥεν ἑνὶ δραχμαῖς πέντε δὶς ἑλκόμενον, ὅπερ ἐστὶν ἔμβαλλε καὶ τοῦ ὀπίου 𐅻 ιʹ. ὑπόλοιπον δέ ἐστιν
15ᾧ πάντα ταῦτα ἀναλαμβάνεται λειωθέντα, τὸ μέλι κεκλη‐ μένον ὑπ’ αὐτοῦ συμβολικῶς, νᾶμα ταύρου θυγατέρων,
ἐπειδὴ σηπομένων τῶν ταύρων γεννᾶσθαί φασι τὰς272 in vol. 13

13

.

273

μελίσσας. Ἀττικὸν δὲ αὐτὸ βουλόμενος εἶναι, συγγενὲς ἔφη τοῖς Κεκροπίδαις, τουτέστι τοῖς Ἀθηναίοις. διὰ δὲ τοῦ τε‐ λευταίου τῶν ἐπῶν δηλοῖ καὶ τοὺς Ἀσκληπιάδας οὕ‐ τως ὀνομάζειν. ἐκ Τρίκκης γὰρ τὸ γένος αὐτῶν ἐστιν, ὡς
5καὶ ὁ ποιητής ἐστιν· αὕτη σχεδὸν ἡ πρώτη τῶν ἀνωδύνων ὀνομαζομένων ἀντιδότων ἔνδοξος ἐγένετο. κατ’ αὐτὴν δὲ τὰ μὲν προσθέντες αὐτῇ, τὰ δὲ ἀφαιροῦντες ἢ ταῖς συμμε‐ τρίαις ὑπαλλάττοντες, ἐποίησαν κυρίων ἀνωδύνων ἀντιδό‐ των ἀριθμὸν, ἃς καὶ κωλικὰς προσαγορεύουσιν, παρονομά‐
10ζοντες ἀπὸ τοῦ μεγίστας ὀδύνας ἔχοντος πάθους. ἐγὼ δὲ πρώτους μὲν ἐρῶ τοὺς γενικοὺς τρόπους τῆς συνθέσεως αὐτῶν, εἶτα, ὡς εἴωθα, τὴν εὐπορίαν τῶν κατὰ μέρος ὑλῶν ὑπογράψω. τὸ μὲν οὖν ὄπιον ἰσχυρότατόν ἐστι τῶν ναρ‐ κούντων τὴν αἴσθησιν, ὕπνον τε καρώδη φερόντων. ἐργά‐
15ζεται δὲ ταῦτα καὶ μόνον ἑψήματι δευθὲν, εἶτα ἀναληφθὲν διὰ κροκύδος καὶ εἰς ἕδραν ἐντιθέμενον, ἐπιχριόμενόν τε τῷ μετώπῳ καὶ τοῖς μυκτῆρσιν ἐγχριόμενον. ἐὰν δὲ μετὰ ἑτέρου
τινὸς τῶν πραϋνόντων τὴν δύναμιν αὐτοῦ μιχθῇ, μετριώτε‐273 in vol. 13

13

.

274

ρον ἐργάζεται ταῦτα. χρὴ δὲ εἶναι τὰ μιγνύμενα τῶν ἤτοι πέττειν ἢ πραΰνειν δυναμένων ὀδυνηρὰν διάθεσιν ἢ τοὺς ἐργαζομένους αὐτὴν χυμοὺς διαφορεῖν ἢ τέμνειν τε καὶ λε‐ πτύνειν ἢ κατὰ τὴν ὕλην οὐσίαν ἀλλοιοῦν. οὐ μὴν οὐδὲ
5ἀγνοεῖν ὑμᾶς οἶμαι τὸν ἄριστον εἶναι σκοπὸν τῆς συνθέ‐ σεως, ὅταν τριῶν τις στοχάζηται, τοῦ τε ναρκῶσαι τὴν αἴ‐ σθησιν καὶ τοῦ μηδὲν ἐφ’ ὕστερον ἐκ τούτου διαμεῖναι παρὰ τῷ μορίῳ βλάβος, ἔτι τε τοῦ μέγιστον ὠφεληθῆναι τὴν διά‐ θεσιν. εἰς ταῦτα οὖν ἀποβλέπων μοι δοκεῖ καὶ ὁ Φίλων
10συνθεῖναι τὸ προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἐκ μὲν τῆς τοῦ ὑοσκυάμου καὶ τῆς τοῦ ὀπίου μίξεως, ὕπνον τε καρώδη καὶ τὴν νάρκην τῆς αἰσθητικῆς δυνάμεως ἐργάσα‐ σθαι βουλόμενος· ὅπως δὲ ἀναδοθείη τε θᾶττον καὶ διεξέλ‐ θοι τὸ βάθος ὅλων τῶν πασχόντων σωμάτων τὰ θερμαί‐
15νοντα, πύρεθρόν τε καὶ εὐφόρβιον καὶ πέπερι μίξας διαφο‐ ρεῖν δυνάμενα τοὺς βλάπτοντας χυμοὺς καὶ διαῤῥύπτειν τοὺς γλίσχρους καὶ τέμνειν τοὺς παχεῖς καὶ τὰ φυσώδη πνεύματα
λεπτύνειν καὶ κενοῦν. ἔστι δ’ οὐκ ὀλίγον πασῶν τῶν ψυ‐274 in vol. 13

13

.

275

χρῶν διαθέσεων ἐν τῇ νάρδῳ πεπτικόν. οὐ μὴν τήν γε Κρητικὴν νάρδον ἐμβάλλειν χρὴ, οὐδ’ ὅλως τὴν παρ’ ἡμῖν γεννωμένην, ἣν ὀρείαν τε καὶ ναρδίτην βοτάνην ὀνομάζουσι μᾶλλον ἢ νάρδον. ἔστι μὲν οὖν ἡ Κελτικὴ νάρδος ἀγαθὸν
5φάρμακον εἰς ὅσα περ ἂν καὶ ἡ Ἰνδικὴ, λείπεται δὲ αὐτῆς πάμπολυ, καθάπερ γε καὶ ταύτης ἡ ὄρειος. ὥσπερ καὶ τῶν ἀρωματικῶν ὀνομαζομένων φαρμάκων τὴν νάρδον μόνην ἐνέβαλεν ὁ Φίλων, οὕτως οἱ κατ’ αὐτὸν ἄλλος ἄλλο προσ‐ έθεσαν, ἔνιοι δὲ καὶ πλείω. καὶ προστιθέμενα δέ ἐστι σχοί‐
10νου ἄνθος καὶ κασσία, κιννάμωμόν τε καὶ ἄμωμον καὶ κό‐ στος. ὥσπερ δὲ αὖ πάλιν τὸν κρόκον ἐνέβαλε πεπτικὸν χυ‐ μῶν ἀπέπτων καὶ διαθέσεων φαρμακωδῶν, οὕτως ἄλλοι σμύρναν τε καὶ καστόριον ἔμιξαν. οἱ πλεῖστοι δὲ αὐτῶν κα‐ λῶς ποιοῦντες καὶ ταυτὶ τὰ συνήθη σπέρματα, περὶ ὧν εἴ‐
15ρηται καὶ πρόσθεν ἐν τοῖς διὰ τῶν σπερμάτων, ὡς παρα‐ μυθήσασθαι τὴν ἀηδίαν τῶν πικρῶν φαρμάκων, εἰς ἀνάδο‐
σίν τε καὶ οὔρησιν προτρέψαι τὸ σύμπαν φάρμακον. εἰ δέ275 in vol. 13

13

.

276

τι καὶ λεπτῦναι δέοι πάχος χυμῶν, καὶ τοῦτο ἐργαζόμενα, λέγω δὲ καὶ σελίνου σπέρμα καὶ κυμίνου καὶ ἀνίσου καὶ δαύκου καὶ πετροσελίνου καὶ ὅσα τοιαῦτα. προσθήσω τοι‐ γαροῦν ἤδη καὶ τὸ πλῆθος τῶν κατὰ μέρος ὑλῶν τοῖς πρὸ
5ἐμοῦ πεπειραμένων. [Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων κωλι‐ κῶν.] Πρώτη μὲν αὐτῶν γέγραπται κατὰ λέξιν οὕτως, κω‐ λικὴ Κασσίου. ἀνίσου 𐅻 στʹ. σελίνου σπέρματος 𐅻 ιβʹ. νάρδου 𐅻 δʹ. οἱ δὲ 𐅻 στʹ. καστορίου 𐅻 γʹ. πετροσελίνου
10𐅻 δʹ. οἱ δὲ 𐅻 γʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. καὶ μακροῦ 𐅻 εʹ. σμύρνης 𐅻 στʹ. σχοίνου 𐅻 γʹ. ὀποῦ μήκωνος 𐅻 στʹ. κρόκου 𐅻 γʹ. ἀναλάμβανε μέλιτι ἑφθῷ, τινὲς καὶ κινναμώμου 𐅻 αʹ. ἢ κασσίας 𐅻 βʹ. ἡ τελεία δόσις, καρύου βασιλικοῦ μικροῦ σὺν ὕδατος θερμοῦ κυάθοις τρισὶ, τὸ δὲ ἐλάχιστον, Πον‐
15τικοῦ μικροῦ. κωλικὴ δευτέρα τῶν ὑπ’ Ἀνδρομάχου γεγραμ‐ μένων ἐστὶν ἥδε, ἄλλως. ἡ Κασσίου ὡς Κρίσπος. ποιεῖ δὲ καὶ ἐπιτιθεμένη ἔξωθεν. ἀνίσου 𐅻 ιβʹ. σελίνου σπέρματος
𐅻 κδʹ. νάρδου Ἰνδικῆς ἴσον, καστορίου 𐅻 στʹ. πετροσελίνου276 in vol. 13

13

.

277

σπέρματος 𐅻 ιστʹ. σμύρνης 𐅻 ιβʹ. πεπέρεως λευκοῦ 𐅻 ιβʹ. καὶ μακροῦ 𐅻 ιʹ. σχοίνου 𐅻 στʹ. ὀπίου, κρόκου, κασσίας ἀνὰ 𐅻 ιβʹ. κόστου, ἀκόρου ἀνὰ 𐅻 στʹ. μέλιτι ἑφθῷ ἀνα‐ λάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὕδατος
5κυάθων τριῶν. αὗται μὲν οὖν αἱ προγεγραμμέναι δύο διὰ φαρμάκων συνετέθησαν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἶπον. ἡ δ’ ἐφεξῆς ᾗ κεχρῆσθαί φησιν αὐτὸς, ἔχει τινὰ καὶ ἄλλα παρὰ τὰ πρόσθεν, ὁμογενῆ μὲν τῷ τε ὀπίῳ καὶ τῷ τοῦ ὑοσκυάμου σπέρματι, τόν τε τοῦ μανδραγόρου χυλὸν τῶν
10μήλων, ἤτοι τὸν τῆς ῥίζης αὐτοῦ καὶ τῶν τοῦ κωνείου. οὕτω δὲ καὶ τὸ Ποντικὸν φοῦ, τὸ μέν τι παραπλήσιον ἔχον τῇ νάρδῳ, τὸ δέ τι τῷ πετροσελίνῳ καὶ τοῖς οὐρητικοῖς σπέρμασι, τὸ δὲ τῆς ἀγρίας κράμβης σπέρμα τῶν λεπτυντι‐ κωτάτων τε καὶ ξηραίνειν καὶ διαφορεῖν ἱκανῶς δυναμένων.
15ἐκ δὲ τῶν οὐρητικῶν ἐστι καὶ τὸ μῆον καὶ τὸ ἄσαρον. ἡ δὲ Ἰλλυρὶς, ἣν οὐδὲ ὠνόμασεν Ἰλλυρικὴν ἴριν, πεπτικόν ἐστι καὶ λεπτυντικὸν φάρμακον. ἡ δὲ στοιχὰς ἄσηπτόν τε καὶ
λεπτυντικὸν, αὐτὸ δὲ τὸ φάρμακον οὕτως ὑπὸ τοῦ Ἀνδρο‐277 in vol. 13

13

.

278

μάχου γέγραπται. κωλικὴ Τουλλίου ᾗ χρῶμαι. μανδρα‐ γόρας χυλοῦ τῶν μήλων 𐅻 ηʹ. ἢ τῆς ῥίζης τοῦ χυλοῦ 𐅻 ιʹ. φοῦ Ποντικοῦ 𐅻 ηʹ. κράμβης ἀγρίας σπέρματος 𐅻 ηʹ. κω‐ νείου χυλοῦ 𐅻 ιστʹ. κόστου, πεπέρεως λευκοῦ ἢ μακροῦ,
5σμύρνης, ὀπίου ἀνὰ 𐅻 ηʹ. ὀποπάνακος 𐅻 στʹ. στοιχάδος, δαύκου σπέρματος, μήου, ἀσάρου ἀνὰ 𐅻 ιβʹ. κινναμώμου, Ἰλλυρίδος, ἀκόρου ἀνὰ 𐅻 ηʹ. ἐφεξῆς τῶν προγεγραμμένων κωλικὴ παρὰ Ἀβασκάντου, ἣν εὗρον παρ’ ἐμοὶ σύμφωνον. ἀνίσου 𐅻 ιʹ. σεσέλεως σπέρματος 𐅻 κʹ. πετροσελίνου,
10νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ 𐅻 γʹ. καὶ τετρώβολον, ὀπίου 𐅻 ιʹ. σμύρνης 𐅻 ιʹ. κυμίνου Αἰθιοπι‐ κοῦ, καστορίου ἀνὰ 𐅻 εʹ. σχοίνου, κρόκου ἀνὰ 𐅻 εʹ. μέλιτι ἑφθῷ σκεύαζε. [Κωλικὴ θαυμαστὴ ᾗ χρῶμαι καὶ πρὸς τοὺς εἰλεώδεις
15καὶ οἷς κόπρος ἀνεμεῖται ἐν ταῖς μεγίσταις ἀλγηδόσιν, διδο‐ μένη ἡλίκον κύαμος ἐν κυάθοις τρισὶν ἢ τέσσαρσιν ὕδατος ψυχροῦ.] Πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος ἀνὰ
𐅻 μʹ. ὀπίου 𐅻 στʹ. κρόκου 𐅻 ιʹ. ναρδοστάχυος, εὐφορβίου,278 in vol. 13

13

.

279

πυρέθρου ἀνὰ 𐅻 βʹ. μέλιτι ἑφθῷ ἀναλάμβανε. ἄλλη ἀδιά‐ πτωτος καὶ πρὸς πᾶσαν ἐμπνευμάτωσιν. σίνωνος, ὑοσκυ‐ άμου σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 μʹ. ὀποῦ μήκωνος 𐅻 κʹ. κρόκου 𐅻 στʹ. ὀποβαλσάμου 𐅻 γʹ. μέλιτι ἑφθῷ. κω‐
5λικὴ Τερεντίου Οὐάλεντος. σίνωνος, πεπέρεως λευκοῦ, ὑοσκυάμου σπέρματος ἀνὰ 𐅻 μʹ. ὀποῦ μήκωνος 𐅻 κʹ. κρό‐ κου 𐅻 ηʹ. οἱ δὲ 𐅻 στʹ. μανδραγόρου φλοιοῦ ῥίζης 𐅻 γʹ. μέ‐ λιτος τὸ ἱκανὸν, τινὲς ὀποβαλσάμου 𐅻 γʹ. κωλικὴ Ἀπολ‐ λωνίου. νάρδου 𐅻 βʹ. καστορίου, μαράθρου, μαν‐
10δραγόρας χυλοῦ, κόστου ἀνὰ 𐅻 αʹ. ἀσάρου, στάχυος ἀνὰ 𐅻 γʹ. ὀποπάνακος 𐅻 αʹ. δαύκου Κρητικοῦ 𐅻 γʹ. κινναμώ‐ μου 𐅻 εʹ. πεπέρεως λευκοῦ καὶ μακροῦ, ἴρεως, σμύρνης ἀνὰ 𐅻 βʹ. Λημνίας σφραγῖδος 𐅻 ιʹ. ἀψινθίου 𐅻 βʹ. μέλιτος ἡ δόσις 𐅻 αʹ. σὺν ὕδατι. κωλικὴ ὡς Νικόστρατος,
15ἰσόθεος καλουμένη, ἠγορασμένη ταλάντων δύο, ποιοῦσα πρὸς στομαχικοὺς, ὀφθαλμιῶντας, περιοδυνῶντας, ὑστερικοὺς πό‐ νους, δι’ ὑδρομέλιτος, πηγάνου ἐναφεψημένου. κρόκου
𐅻 αʹ 𐅶ʹʹ. νάρδου 𐅻 βʹ. σμύρνης 𐅻 ηʹ. κόστου, πεπέρεως279 in vol. 13

13

.

280

λευκοῦ καὶ μακροῦ, χαλβάνης ἀνὰ 𐅻 αʹ. ὀποβαλσάμου 𐅻 δʹ. κινναμώμου, μανδραγόρου χυλοῦ, καστορίου ἀνὰ 𐅻 βʹ. δαύ‐ κου σπέρματος 𐅻 δʹ 𐅶ʹʹ. σαγαπηνοῦ 𐅻 γʹ. κασσίας 𐅻 δʹ. μέλιτι Ἀττικῷ. κωλικὴ, ὡς Σκριβώνιος. κέρατος ἐλα‐
5φείου ἁπαλοῦ κεκαυμένου τῆς σποδοῦ ἡμίναν, πεπέρεως λευκοῦ, σμύρνης ἀνὰ 𐅻 βʹ. λεάνας δίδου κοχλιάριον ἓν, λε‐ άνας κοχλίαν ὠμὸν ἕνα, σὺν οἴνου κυάθοις δυσὶ καὶ ὕδατι θερμῷ. κωλικὴ ᾗ συνεχῶς ἐχρήσατο, τελέως ἀπαλλάττουσα καὶ ἀνασκευάζουσα. ζιγγιβέρεως 𐅻 γʹ. ἰτέας φλοιοῦ 𐅻 γʹ.
10πηγάνου κλώνια γʹ. ἢ τέσσαρα, φοινικοβαλάνων 𐅻 γʹ. ὕδα‐ τος κυάθους γʹ. βαλὼν ἐς πολτάριον καινὸν, ἕψε ἕως λειφθῇ τὸ τρίτον, δίδου πίνειν μετὰ τὸν παροξυσμὸν ἐπὶ τρεῖς ἡμέ‐ ρας καὶ διαλείπων τὸ αὐτὸ ποίει, ἐπὶ ἡμέρας πλείονας ποιῶν τὸ φάρμακον. κωλικὴ Τουλλίου καλὴ, ᾗ καὶ αὐτῇ χρῶμαι.
15 κράμβης ἀγρίας σπέρματος, φοῦ Ποντικοῦ ἀνὰ γο στʹ. πεπέρεως λευκοῦ καὶ μακροῦ, δαύκου σπέρματος, μήου ἀνὰ 𐅻 θʹ. καστορίου, κόστου, ὀπίου, μανδραγόρου φλοιοῦ, νάρ‐
δου Ἰνδικῆς, ἀσάρου, Ἰλλυρίδος, ἀκόρου, σμύρνης ἀνὰ 𐅻 στʹ.280 in vol. 13

13

.

281

ὀποπάνακος 𐅻 δʹ. κωνείου σπέρματος 𐅻 βʹ. στοιχάδος 𐅻 θʹ. κινναμώμου 𐅻 αʹ. κασσίας δαφνίτιδος 𐅻 ιηʹ. μέλιτι ἑφθῷ, ἡ δόσις μέγεθος κυάμου Αἰγυπτίου. κωλικὴ, ἣν ἐθαύμαζεν Ἀρίστων, ὡς Διόφαντος ὁ Λύκιος. κενταυρείου χυλοῦ,
5καστορίου, σκίλλης ὀπτῆς, πεπέρεως λευκοῦ καὶ μακροῦ, σμύρνης, πηγάνου ἡμέρου, ὑσσώπου, ἀβροτόνου, ἴρεως Ἰλ‐ λυρικῆς ἀνὰ 𐅻 βʹ. κρόκου, ἀμμωνιακοῦ θυμιάματος, ἀκό‐ ρου ῥίζης, φοῦ Ποντικοῦ, ζιγγιβέρεως, ἐλλεβόρου μέλανος ἀνὰ 𐅻 αʹ. ἀναλάμβανε ὀξυμέλιτι, ἡ δόσις 𐅻 αʹ. μετ’ ὀξυμέ‐
10λιτος. κωλικὴ ὡς Πούπλιος ἐν Ποτιολίῳ καὶ Ἀπολλωνίῳ. πολίου 𐅻 στʹ. σκορδίου 𐅻 ιβʹ. γεντιανῆς 𐅻 εʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 δʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 γʹ. μίλτου Λη‐ μνίας 𐅻 εʹ. σμύρνης 𐅻 ζʹ. ὀποβαλσάμου 𐅻 ηʹ. πεπέρεως. λευκοῦ 𐅻 βʹ 𐅶ʹʹ. κάγχρυος 𐅻 δʹ. περιστερεῶνος βοτάνης 𐅻 βʹ.
15πενταφύλλου 𐅻 εʹ. μέλιτι Ἀττικῷ, δίδου καρύου τὸ μέγε‐ θος. τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰ κωλικὰ πάθη. καταπαστὸν πρὸς τὰς τοῦ κώλου ἐμπνευματώσεις,
Ἀντωνίου φαρμακοπώλου. τούτῳ χρώμενος εὐημέρει. 281 in vol. 13

13

.

282

χρυσοβαλάνου 𐅻 βʹ. σεσέλεως, ἀστραγάλου ἀνὰ γο βʹ. Ἰλ‐ λυρικῆς, τραγοριγάνου ἀνὰ γο αʹ. ταῦτα ὁμοῦ κόψας καὶ σήσας δίδου κοχλιάριον ἓν ἢ ἔλασσον ἢ πλέον μετὰ ὕδατος θερμοῦ, κυάθων τεσσάρων πρὸ τροφῆς. ἄλλο. ὀρνίθων τὰ
5ἐντὸς ἅπαντα ἐξελὼν καὶ βαλὼν εἰς ἄγγος κεραμοῦν ὄπτα καὶ λεάνας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου κοχλιάριον αʹ 𐅶ʹʹ. καὶ δαύκου Κρητικοῦ κεκομμένου καὶ σεσησμένου τὸ ἴσον καὶ μελικράτου θερμοῦ κυάθους γʹ. πρὸς τὰς τοῦ κώλου ἐμπνευματώσεις, Χαρικλέους. κυμίνου Αἰθιοπικοῦ 𐅻 στʹ.
10σελίνου σπέρματος 𐅻 εʹ. δαύκου Κρητικοῦ σπέρματος 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. κόψας καὶ σήσας ἀπόθου, ἡ δόσις κοχλιάρια βʹ. μεθ’ ὑδρομέλιτος κυάθων γʹ. ἄλλο. πηγάνου ἀγρίου ξηροῦ σπέρματος, σεσέλεως Γαλλικοῦ ἀνὰ 𐅻 μʹ. πετροσελίνου 𐅻 δʹ. σίνωνος Συριακοῦ 𐅻 δʹ. πεπέ‐
15ρεως λευκοῦ 𐅻 βʹ. κόψας καὶ σήσας δίδου καθὰ προείρηται. [Ἐκλεικτὸν κωλικοῖς τὸ νεκτάριον. ποιεῖ καὶ πλευρι‐ τικοῖς καὶ δυσπνοϊκοῖς, κατάγει γυναιξὶν ἔμμηνα, ἔστι δὲ καὶ
πεπτικόν.] Κυμίνου Σπανοῦ γο αʹ. πεπέρεως λευκοῦ, ζιγ‐282 in vol. 13

13

.

283

γιβέρεως, ἑκάστου τὸ ἴσον, οἴνου γλυκέος ἢ Σκυβελίτου ἢ προτρόπου ξε. γʹ. οἴνου Φαλερίνου ξε. αʹ. μέλιτος Ἀττικοῦ λίτραν αʹ. τὰ ξηρὰ κόπτεται καὶ σήθεται παχυτέρῳ κοσκίνῳ, εἶτα μετ’ οἴνου ἕψεται ἔστ’ ἂν τὸ τρίτον λειφθῇ, ἐπιβάλλε‐
5ται ὁ γλυκὺς καὶ πάλιν ἕψεται. κινεῖν δὲ δεῖ κλωσὶ πηγά‐ νου προσδεδεμένοις ῥάβδῳ ἰτέας καὶ κατειλημμένοις φλοιῷ ἰτέας. ἔχειν δὲ δεῖ καὶ δεύτερον ῥαβδίον καὶ πηγάνου κλῶ‐ νας νεαρωτέρους, ὅπως τῶν πρώτων ξηρανθέντων, κι‐ νεῖς νεωτέροις. ὅταν δὲ τὸ ὑγρὸν ἅπαξ καὶ δὶς ἀναβράσῃ,
10ἐπίβαλλε τὸ μέλι καὶ πάλιν ἕψε, ἔπειτα σακκίσας τὸ ὑγρὸν ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου μύστρα τρία πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο. μαράθρου χυλοῦ ξε. δʹ. μέλιτος Ἀττικοῦ ξε. βʹ. κρόκου 𐅻 δʹ. τὸν κρόκον βαλὼν εἰς ὀθό‐ νιον καθαρὸν ἀπόδησον, τὸν δὲ χυλὸν καὶ τὸ μέλι μίξας ἕψε
15βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ κινῶν τῷ ἀποδέσμῳ τοῦ κρόκου. ὅταν δὲ συστραφῇ, ὥστε ἀρτηριακῆς ἔχειν τὸ πάχος, τὸ μὲν κρόκον ἐκθλίψας ῥῖψον, τὸ δὲ φάρμακον ἀπόθου,
ἐν δὲ τῇ χρήσει δίδου μύστρον ἓν ἢ δύο πρὸ τροφῆς.283 in vol. 13

13

.

284

[Ἄλλη Σκριβωνίου Λάργου τὸ διὰ τῆς ἰτέας, ἀπαλ‐ λάττει τῆς ὅλης διαθέσεως.] Ἰτέας φλοιοῦ 𐅻 δʹ. ζιγγι‐ βέρεως ξηροῦ 𐅻 γʹ. φοινίκων καρύων ἀριθμῷ στʹ. ὕδατος ξε. αʹ 𐅶ʹʹ. ἕψε πάντα κινῶν κλωσὶ πηγάνου, καὶ ὅταν τοῦ
5ὑγροῦ τὸ γʹ. ἀπολειφθῇ, ἔκθλιψον τὸ ὑγρὸν καὶ δίδου κυ‐ άθους βʹ. καθ’ ἑκάστην ἡμέραν, καὶ τοῦτο δεῖ ποιεῖν ἐπὶ τρεῖς ἡμέρας, καὶ πάλιν διὰ λʹ. ἡμερῶν τοῦτο ποίει, ὥστε εἶναι τοῦ ἐνιαυτοῦ πόσεις λστʹ. τὸ φάρμακον ἐπ’ ἐνιαυτὸν πίνεται. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. ἰτέας χλωρᾶς τοῦ
10φλοιοῦ 𐅻 εʹ. ζιγγιβέρεως ξηροῦ 𐅻 δʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. φοινίκων πατητῶν μεγίστων ἀριθμῷ βʹ ἢ γʹ. πηγάνου χλω‐ ροῦ κλῶνας εʹ. ὕδατος ὀμβρίου ξε. γʹ. ἕψε εἰς τὸ γʹ. καὶ δί‐ δου καθὰ προείρηται. [Πακκίου Ἀντιόχου, τῆς ὅλης ἀπαλλάττει διαθέσεως.]
15Κέρατος ἐλαφείου νεοβλάστου, μαλακωτάτου κεκαυμένου ὥστε λευκὸν εἶναι, κοχλιάρια γʹ. μείζονα τῷ μεγέθει, πεπέρεως λευ‐ κοῦ κόκκοι ιʹ ἢ θʹ. σμύρνης ὀλίγον ὀσμῆς χάριν, ἅπαντα
τρίβεται, κοχλίας Λιβυκὸς ποικίλος τῷ χρώματι, σὺν τῷ284 in vol. 13

13

.

285

ὀστράκῳ καὶ λεαίνεται οἴνου ἐπιβαλλομένου Φαλερίνου ἀδιυ‐ λίστου, τὸ δὲ πλῆθος ἔστω κύαθοι γʹ. ἅπαντα μίξαντες εἰς ἀγγεῖον κεραμοῦν, θερμαίνομεν ἐπ’ ἀνθρακιᾶς, κινοῦντες ἐπι‐ μελῶς, ἵνα μηδὲν ὑποκαθίσῃ τοῦ φαρμάκου. ὅταν δὲ θερ‐
5μανθῇ, δίδου πίνειν ἐν αὐτοῖς τοῖς παροξυσμοῖς καὶ ταῖς ἑξῆς δυσὶν ἡμέραις πίνειν, καὶ χρὴ πρὸ μιᾶς ἡμέρας ἀνατι‐ θέντας καὶ ταῖς ἄλλαις δυσὶν, ἀρίστῳ μόνῳ χρησαμένους, εὐδιοίκητον τροφήν. [Ἡ τοῦ Σίγωνος κωλικὴ, ταύτῃ ἐχρήσατο Οὐάλης.
10ποιεῖ ἐν ταῖς ἄκραις περιωδυνίαις, διδομένη καρύου Ποντι‐ κοῦ τὸ μέγεθος, δι’ ὕδατος θερμοῦ κυάθων γʹ. καὶ παρα‐ χρῆμα μειοῖ τοὺς πόνους, καὶ μάλιστα εἰ κνησμὸς δι’ ὅλου τοῦ σώματος γένοιτο. ποιεῖ καὶ τοῖς χρονίοις σπληνικοῖς καὶ πρὸς τὰς εἰλεώδεις διαθέσεις, ποιεῖ ἡπατικοῖς, ποιεῖ πρὸς τοὺς
15κατὰ περίοδον πυρετοὺς καὶ τὰς ὑστερικῶς πνιγομένας καὶ τὰς περὶ κύστιν διαθέσεις. ἔστι δὲ καὶ ἀρτηριακὴ ἀγαθή.] Σίνωνος Συριακοῦ ἢ Σπανοῦ 𐅻 ξʹ. πεπέρεως λευκοῦ 𐅻 μʹ.
ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 μʹ. ὀπίου, μανδραγόρου285 in vol. 13

13

.

286

φλοιοῦ ἀνὰ 𐅻 ιʹ. κρόκου 𐅻 στʹ. μέλιτος ἑφθοῦ εἰς ἀνάλη‐ ψιν ὅσον ἐξαρκεῖ, πόσον χρὴ διδόναι μεμήνυται. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω. σίνωνος Σπανοῦ 𐅻 ξʹ. πεπέρεως λευ‐ κοῦ, ὑοσκυάμου λευκοῦ σπέρματος ἀνὰ 𐅻 μʹ. κέρατος ἐλα‐
5φείου κεκαυμένου, ὀπίου ἀνὰ 𐅻 κʹ. μανδραγόρου φλοιοῦ 𐅻 ιʹ. κρόκου 𐅻 στʹ. μέλιτος αὔταρκες. ἡ τοῦ Λίγγωνος κω‐ λικὴ διὰ ψυχροῦ διδομένη παραχρῆμα λύει τοὺς πόνους. ὑοσκυάμου λευκοῦ σπέρματος 𐅻 κʹ. ὀπίου, δαύκου Κρητι‐ κοῦ σπέρματος ἀνὰ 𐅻 ιʹ. πετροσελίνου 𐅻 στʹ. κρόκου, ναρ‐
10δοστάχυος, πυρέθρου ἀνὰ 𐅻 δʹ. εὐφορβίου, ὀποβαλσάμου, κινναμώμου ἀνὰ 𐅻 βʹ. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος μεθ’ ὕδατος χλιαροῦ ἢ ψυ‐ χροῦ κυάθων γʹ. ἐν τοῖς παροξυσμοῖς. ἀνώδυνος κωλικὴ ᾗ ἐχρήσατο Κάσσιος. ποιεῖ δὲ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέ‐
15σεις τὸ φάρμακον σφόδρα καλόν. ἀνίσου, νάρδου Συρια‐ κῆς, σμύρνης ἀνὰ 𐅻 ηʹ. πεπέρεως λευκοῦ καὶ μακροῦ ἀνὰ 𐅻 ιβʹ. σεσέλεως σπέρματος 𐅻 στʹ. ὀπίου τὸ ἴσον, κρόκου,
καστορίου, πετροσελίνου, σχοίνου ἄνθους ἀνὰ 𐅻 δʹ. μέλιτος286 in vol. 13

13

.

287

Ἀττικοῦ ἀφεψημένου ὅσον ἐξαρκεῖ, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. ἡ Λευκίου ἀνώδυνος κωλικὴ παραχρῆμα λύει τοὺς πόνους, ἐπιγράφεται δὲ Σικελική. σμύρνης, ὑοσκυ‐ άμου χυλοῦ, ὀπίου ἀνὰ 𐅻 ηʹ. μανδραγόρου ῥίζης, πεπέρεως
5λευκοῦ, κρόκου, λιβάνου ἀνὰ 𐅻 ιʹ. ἀναλάμβανε μέλιτι καὶ δίδου Αἰγυπτίας κυάμου τὸ μέγεθος, δι’ ὕδατος θερμοῦ κυάθων τριῶν εἰς νύκτα. [Εὐσχήμου τοῦ σπάδοντος ἐπιγραφομένη ἀνώδυνος κωλικὴ, πίνεται δὲ ἐπὶ ἡμέρας λʹ.] Κράμβης ἀγρίας σπέρ‐
10ματος, φοῦ, κινναμώμου, ἴρεως Ἰλλυρικῆς, ἀκόρου, ἀσάρου, ὀποπάνακος, σμύρνης, νάρδου Ἰνδικῆς, ὀπίου, κόστου, μαν‐ δραγόρου χυλοῦ, καστορίου ἀνὰ 𐅻 στʹ. τῶν τριῶν πεπέρεων, μήου, δαύκου Κρητικοῦ σπέρματος ἐπτισμένου ἀνὰ 𐅻 ιβʹ. στοιχάδος, κωνείου σπέρματος ἀνὰ 𐅻 ηʹ. ἀναλάμβανε μέλιτι
15ἑφθῷ καὶ δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος, ἀπυρέτοις μετ’ οἰνομέλιτος κεκραμένου κυάθων δʹ. πυρέττουσι μεθ’ ὑδρομέλιτος. ταύτῃ καὶ ἐνέματι ἐχρήσατο λαμβάνων τοῦ φαρ‐
μάκου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ τήλεως ἀφεψήματι287 in vol. 13

13

.

288

κυάθους δʹ. ἐλαίου ἐναφεψημένου, πηγάνου κυάθους δʹ. πρὸς τὰς αὐτὰς διαθέσεις ἡ τοῦ Βρενίτου. κρόκου, ὀπίου, ὀπο‐ πάνακος, σμύρνης, ἴρεως, ἀκόρου, μανδραγόρου, ἀσάρου, κό‐ στου, νάρδου Ἰνδικῆς, δαύκου Κρητικοῦ, μήου ἀνὰ 𐅻 στʹ.
5πεπέρεως λευκοῦ καὶ μακροῦ, γεντιανῆς, στοιχάδος, κασσίας, φοῦ Ποντικοῦ ἀνὰ 𐅻 ηʹ. μέλιτι ἀναλάμβανε. [Περὶ δυσεντερικῶν.] Περὶ τῶν δυσεντερικῶν ὅσα ἐγνῶσθαι δεῖ καθόλου, λέλεκται μὲν ἤδη δηλονότι κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἴρηται
10δὲ καὶ νῦν ἐν τῷ περὶ τῶν ἡπατικῶν λόγῳ. κατάλοιπον οὖν ἐστι περὶ τῶν ὄντως δυσεντερικῶν διελθεῖν, ἐφ’ ὧν οὔτε τὸ ἧπαρ πέπονθεν, οὔτε ἄλλη τις διάθεσις παρὰ τὴν τῶν ἐντέρων ἕλκωσιν, ἤτοι ψιλὴν ἢ μετὰ σηπεδόνος τινὸς γενο‐ μένην, ἣν ὀνομάζουσιν οἱ ἰατροὶ συνήθως νομήν. ὅσα τοί‐
15νυν καὶ πρὸς τὰς τοιαύτας διαθέσεις εἰσὶ χρήσιμα φάρμακα, πεῖραν ἤδη δεδωκότα συχνὴν, ταῦτ’ ἐξ ἀρχῆς ὑπογραφήσεται. [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς δυσεντερίαν.]
Πότημα πρὸς δυσεντερικοὺς καὶ αἱμοπτυϊκούς. ῥόδων288 in vol. 13

13

.

289

ἄνθους, ὀπίου, ἀκακίας, κόμμεως ἀνὰ 𐅻 γʹ. βαλαυστίου ἴσον, ὑποκυστίδος χυλοῦ ἴσον, κηκίδων 𐅻 βʹ. ἀρνογλώσσου σπέρματος ἴσον καὶ τοῦ χυλοῦ ἴσον, λυκίου Ἰνδικοῦ 𐅻 αʹ. ῥόδων χυλοῦ 𐅻 αʹ. ποίει τροχίσκους ἀνὰ 𐅻 αʹ. χρῶ ποικί‐
5λως. πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ἡ διὰ τῶν ὀπω‐ ρῶν. ῥοιαὶ ὁλόκληροι κʹ. μῆλα κυδώνια κʹ. ὀρόβων ξέστης αʹ. προύμνων ἀγρίων ξέσται βʹ. οὔων Ἐφεσινῶν ξέσται βʹ. ῥοῦ Συριακοῦ ξέσται γʹ. ἄπιοι Τερεντιανοὶ κʹ. μῆλα ἐν ἄλλῳ κυ‐ δώνια κεστιανὰ λʹ. κεράτια μʹ. μύρτων μελάνων ξέσται γʹ.
10γλεύκους Ἀμιναίου ἀφεψημένου ἐς τὸ γʹ. ξέσται μηʹ. ἕψε ὁμοῦ ἕως σχῇ μέλιτος πάχος, ἀπόθου ἐν ὀστρακίνῳ. [Ἄλλη ἡ διὰ τῶν ὀπωρῶν πρὸς τὰ αὐτὰ, στόμαχον ἀνατετραμμένον ἀναλαμβάνει καὶ ἔξωθεν ἐπιτίθεται.] Ῥοιαὶ ιʹ. κυδώνια κʹ. μῆλα ὀρβικουλάτα ιεʹ. οὔων ξέσται βʹ. μεσπί‐
15λων ξέστης αʹ. βαλάνων ξέστης αʹ. ῥοῦ Συριακοῦ ξέστης αʹ. βάτου δεσμίδιον χειροπληθὲς, μύρτων μελάνων ξέστης αʹ. φοίνικας πατητοὺς λʹ. γιγάρτων ξηρῶν ξέστου 𐅶ʹʹ. κοκκυμή‐
λων ἀγρίων ξέστης αʹ. κεράτια μεγάλα ιʹ. οἰνάνθης γο στʹ.289 in vol. 13

13

.

290

κράνων ξέστης αʹ. μηλοκίτρια εʹ. γλυκέος Κρητικοῦ ξε. ιστʹ. ἕψε ὁμοῦ, ἀποτίθεσο ἐν ὑέλῳ, χρῶ ὡς τῇ προτέρᾳ. [Πρὸς δυσεντερικοὺς ᾗ χρῶμαι.] Κηκίδος, ἐρείκης καρποῦ, ὀπίου ἀνὰ 𐅻 δʹ. μεθ’ ὕδατος ἀνάπλαττε τροχίσκους
5δυοβολιαίους, δίδου ἐν ὕδατι ἢ οἴνῳ. πρὸς δυσεντερικοὺς τὸ Κλειδίον. νάρδου, κρόκου ἀνὰ 𐅻 ηʹ. ἀλόης 𐅻 δʹ. ἐγὼ 𐅻 βʹ. λιβάνου 𐅻 βʹ. ἀκακίας 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. ὑποκυ‐ στίδος χυλοῦ 𐅻 δʹ. οἱ δὲ 𐅻 στʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. λυκίου Ἰνδικοῦ 𐅻 δʹ. τραγακάνθης 𐅻 δʹ. ὀπίου 𐅻 δʹ. οἱ δὲ 𐅻 αʹ.
10ὀβολοὺς δύο, πεπέρεως 𐅻 βʹ. οἱ δὲ καὶ ἴρεως 𐅻 βʹ. ὕδωρ. τινὲς καὶ κινναμώμου 𐅻 βʹ 𐅶ʹʹ. κηκίδος 𐅻 βʹ. ἀνάπλαττε τροχίσκους ἐν ὕδατι δυοβολιαίους, δίδου σὺν μυρτίτῃ. πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ὁ τοῦ Βηριτίου. νάρδου, κρόκου ἀνὰ 𐅻 βʹ. σμύρνης, ὑποκυστίδος χυλοῦ, ἀλόης, ὀπίου,
15τραγακάνθης, λυκίου Ἰνδικοῦ, κηκίδος, ἀνίσου, ἀκακίας, πε‐ πέρεως, ῥήου Ποντικοῦ ἀνὰ 𐅻 αʹ. τὴν τραγάκανθαν οἴνῳ
βρέχε καὶ τὰ λοιπὰ λεῖα συγκατάμισγε καὶ ἀνάπλασσε τρο‐290 in vol. 13

13

.

291

χίσκους ἀνὰ 𐅻 αʹ. καὶ δίδου μετ’ οἴνου. πρὸς δυσεντερικοὺς τὸ Κλειδίον. ἀκακίας 𐅻 κεʹ. μηκωνείου 𐅻 κβʹ. ὑοσκυάμου σπέρματος 𐅻 νστʹ. μύρτων κεκομμένων 𐅻 ρξʹ. ῥοῦ Συριακοῦ 𐅻 οʹ. καὶ τοῦ χυλοῦ 𐅻 βʹ 𐅶ʹʹ. λιβάνου 𐅻 οεʹ. πάντα φρύ‐
5ξας λέαινε καὶ ἀναλάμβανε οἴνῳ μέλανι, ἡ τελεία δόσις 𐅻 αʹ. πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς. οἴνου Φαλερίνου ξέ‐ στας ἓξ, μέλιτος Ἀττικοῦ λίτρας ἓξ, ὁμοῦ ἑψήσας ἄχρις ἂν αὐτάρκως συστραφῇ χρῶ, δίδου πλῆρες κοχλιάριον ἐκλείχειν. [Πρὸς δυσεντερικοὺς καὶ πάντα τὰ ἐντὸς τρο‐
10χίσκος παρ’ Εὐδήμου πρεσβυτέρου.] Κρόκου, κασσίας σύριγγος ἀνὰ 𐅻 βʹ. νάρδου 𐅻 αʹ. σμύρνης, στυπτηρίας, ὀποῦ μήκωνος ἀνὰ 𐅻 βʹ. σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, δίδου δυσεντερικοῖς σὺν οἴνου κυάθοις δύο, πυρέσσουσιν ἐν ὕδατι, ἡπατικοῖς καὶ περιπνευμονικοῖς σὺν ὑδρομέλιτι, πλευριτικοῖς
15καὶ βηχικοῖς ὁμοίως. ἄλλο πρὸς δυσεντερικούς. μαράθρου σπέρματος, ἀνίσου, σελίνου σπέρματος, σιδίων ἀνὰ 𐅻 δʹ. ὀπίου 𐅻 βʹ. ὕδατι ποίει τροχίσκους δυοβολιαίους καὶ δίδου
μεθ’ ὕδατος ἕνα.291 in vol. 13

13

.

292

[Πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς ἐκ τῶν Ἀν‐ τιπάτρου.] Πεπέρεως μέλανος 𐅻 δʹ. κηκίδος 𐅻 δʹ. σμύρ‐ νης 𐅻 βʹ. κρόκου 𐅻 βʹ. νάρδου 𐅻 αʹ. λυκίου 𐅻 αʹ. ὑποκυ‐ στίδος χυλοῦ, ἀκακίας, ῥινήματος λωτοῦ, κόμμεως ἀνὰ 𐅻 βʹ.
5ὀπίου, ἀλόης, ἀνίσου ἀνὰ 𐅻 αʹ. ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα 𐅻 βʹ. βάτου χυλοῦ ἀναλαβὼν χρῶ. [Πρὸς δυσεντερικοὺς, κοιλιακοὺς, αἱμοπτυϊκοὺς, παρὰ Κορνηλίου ἰατροῦ.] Σμύρνης, λιβάνου, ἀλόης, κρόκου, ὀπίου, ῥοῦ Συριακοῦ καὶ τοῦ βυρσοδεψικοῦ, λυκίου Ἰνδι‐
10κοῦ, ἀκακίας, σιδίων, ὑποκυστίδος χυλοῦ, κηκίδος, βαλαυ‐ στίων, ἑκάστου τὸ ἴσον. ποίει τροχίσκους τριωβολιαίους εἰς νύκτα, ἀπυρέτοις ἐν οἴνῳ, πυρέσσουσιν ἐν ψυχρῷ. [Ἄλλο πρὸς δυσεντερικοὺς Οὐάλεντος.] Μυρίκης καρποῦ, ῥοῦ Συριακοῦ, ὀπίου, πετροσελίνου ἴσον· ἕκαστον
15φώξας καὶ λεῖα ποιήσας, σὺν ὕδατι ποίει τροχίσκους κυα‐ μιαίους. εἰς νύκτα δίδου πυρέσσουσιν σὺν θερμῷ ὕδατι, ἀπυ‐ ρέτοις ἐν ψυχρῷ.
[Πρὸς δυσεντερικοὺς ἐκ τῶν Λουκίου.] Στύρακος292 in vol. 13

13

.

293

𐅻 βʹ. ὀπίου, κρόκου, ἀκακίας, κηκίδος, μυρίκης καρποῦ ἀνὰ 𐅻 αʹ. ὕδατι ἀνάπλασσε τροχίσκους, καὶ δίδου ἡλίκον κύ‐ αμον Αἰγύπτιον σὺν οἴνῳ. [Πρὸς δυσεντερικοὺς καὶ αἱμοπτυϊκοὺς, ὥστε πρώτῃ
5πόσει κατασχεῖν τὴν ῥύσιν.] Κοχλιῶν κεκαυμένων 𐅻 ιβʹ. κέρατος ἐλαφείου κεκαυμένου 𐅻 ηʹ. ὀβολοὺς βʹ. μύρτων με‐ λάνων 𐅻 ιεʹ. ὀπίου πεφωγμένου 𐅻 εʹ. ὀβολοὺς βʹ. κηκίδος πεφωγμένης 𐅻 εʹ. ὀβολοὺς βʹ. οἰνάνθης 𐅻 στʹ. ὑποκυστίδος χυλοῦ 𐅻 εʹ. ὀβολοὺς βʹ. μανδραγόρου ῥίζης 𐅻 ιβʹ. ῥοῦ χυ‐
10λοῦ, γῆς ἀστέρος ἀνὰ 𐅻 ιβʹ. ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα 𐅻 δʹ. σιδίων πεφωγμένων 𐅻 ζʹ. λιβάνου 𐅻 ηʹ. πίτυος φλοιοῦ πε‐ φωγμένου 𐅻 στʹ. σελίνου σπέρματος 𐅻 ιδʹ. ὑοσκυάμου πεφω‐ γμένου 𐅻 ιʹ. ῥοῦ σκυτοδεψικοῦ ξε. βʹ. ἀκακίας πεφωγμένης 𐅻 εʹ. ὀβολοὺς βʹ. οἴνου μέλανος, ὥστε ἑψῆσαι τὸν ῥοῦν,
15ὡς παχύτατον χυλὸν γενέσθαι. ἕψε μὲν οὖν σὺν τῷ οἴνῳ καὶ οὕτω διηθήσας ἀναλάμβανε ἀναπλάσσων τῷ χυλῷ καὶ ποίει τροχίσκους ἀνὰ 𐅻 αʹ. καὶ τριώβολον καὶ ὀβολοὺς βʹ. δίδου πρὸς ἕξιν, πυρέσσουσι μὲν μεθ’ ὕδατος θερμοῦ κυ‐
άθων γʹ. ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων βʹ. ἐν ἄλλοις τοῦ293 in vol. 13

13

.

294

ἐλαφείου κέρατος 𐅻 στʹ. ὀβολοὶ βʹ. καὶ τῆς κηκίδος 𐅻 ζʹ. ὀβολοὶ βʹ. καὶ τοῦ χυλοῦ τῆς ὑποκυστίδος 𐅻 ζʹ. ὀβολοὶ βʹ. καὶ τῆς ἀκακίας ἴσον. [Πρὸς δυσεντερικοὺς Φλαβίου τοῦ πύκτου.]
5Μύρτων ξηρῶν κεκομμένων ξε. αʹ. ῥόδων ξηρῶν κεκομμένων ξε. 𐅶ʹʹ. μάγματος μαλαβάθρου 𐅻 βʹ. ἀρκευθίδων 𐅻 λʹ. ἀπίων ξηρῶν κεκομμένων ξε. αʹ. πίτυος φλοιοῦ 𐅻 ιβʹ. σμύρνης 𐅻 αʹ. κηκίδας εʹ. κεράτων κεκομμένων ξε. αʹ. ἡ τελεία δό‐ σις 𐅻 ηʹ. δίδου ξηρὸν σὺν οἴνῳ κεκραμένῳ, τὰ δὲ ἁδρομερῆ
10φοίνιξι λιπαροῖς ἀναλαμβάνων δίδου. πρὸς κοιλιακοὺς, ὥστε παραχρῆμα ἱστᾷν. μυρίκης καρποῦ 𐅻 δʹ. ῥοῦ ἐδωδίμου 𐅻 δʹ. μύρτων μελάνων 𐅻 δʹ. ἀκακίας 𐅻 βʹ. μηκωνίου 𐅻 αʹ. μήλων στύμματι ἀναλάμβανε καὶ τροχίσκους ποίει ἀνὰ 𐅻 αʹ. καὶ χρῶ σὺν ὀπτοῦ ὠοῦ λεκίθῳ καὶ ὅταν δίδως πίνειν, ἕψε
15βάτου ῥίζαν ἢ μυρσίνης ἢ μήλων Κυδωνίων τὸ ἀφέψημα, τούτων δίδου ψυχρῶν κυάθους γʹ. σὺν τῷ φαρμάκῳ. ποιεῖ
λειεντερικοῖς. πότημα πρὸς τὰ ἐντὸς ῥεύματα, ἔξωθεν ἐπιτι‐294 in vol. 13

13

.

295

θέμενον σὺν μέλιτι ἑφθῷ, ποιεῖ. σελίνου σπέρματος 𐅻 δʹ. ὑοσκυάμου σπέρματος 𐅻 δʹ. ἀνίσου 𐅻 βʹ. ὑποκυστίδος χυ‐ λοῦ 𐅻 αʹ 𐅶ʹʹ. ῥόδων σπέρματος 𐅻 αʹ 𐅶ʹʹ. ὀποῦ μήκωνος 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. κροκομάγματος 𐅻 αʹ. σὺν ὕδατι δί‐
5δοται τριώβολον καὶ ὀβολοὶ δύο καὶ ὀβολὸς εἷς. πότημα πρὸς πᾶν ῥεῦμα καὶ ἐμπνευμάτωσιν, Λουκίου Ταρσέως. ἀνίσου, σελίνου σπέρματος ἀνὰ 𐅻 βʹ. ἀνήθου σπέρματος, δαύκου σπέρματος, τορδυλίου ἀνὰ 𐅻 δʹ. ὀπίου, ὑοσκυάμου σπέρματος ἀνὰ 𐅻 αʹ 𐅶ʹʹ. ὕδατι ἀναλάμβανε καὶ οὕτω χρῶ.
10πότημα πρὸς ῥοῦν γυναικεῖον σταλτικὸν, ὡς Ἀπολλώνιος. κοραλλίου τριώβολον, λιβάνου ὀβολοὺς βʹ. ἀκακίας τριώ‐ βολον, βαλαυστίου τριώβολον, κόμμεως ὀβολὸν αʹ. ὠμοῦ ὠοῦ τῷ λευκῷ ἀνάπλαττε, δίδου τοῦ παντὸς τὸ ἥμισυ πίνειν μεθ’ ὕδατος κυάθων δʹ.
15 [Ἐνέματα δυσεντερικοῖς ἁρμόττοντα.] Ἐνέματα δυσεν‐ τερικοῖς, τοῦ Ἰσιδώρου πρὸς τὰς γενομένας ἑλκώσεις ἐν ἀπευθυσμένῳ. χάρτου σποδοῦ 𐅻 ιʹ. στυπτηρίας σχιστῆς
𐅻 δʹ. ἀρσενικοῦ 𐅻 δʹ. σανδαράχης 𐅻 γʹ. λεπίδος χαλκοῦ,295 in vol. 13

13

.

296

ὀμφακίου ἀνὰ 𐅻 γʹ. κρόκου, ὀποῦ μήκωνος ἀνὰ 𐅻 βʹ. ἀσβέ‐ στου 𐅻 εʹ. λεῖα μίσγε καὶ ἀναλάμβανε οἴνῳ γλυκεῖ, γίγνον‐ ται τροχίσκοι ἀνὰ 𐅻 γʹ καὶ βʹ καὶ αʹ. ἡ χρῆσις ἀνίεται οἴνῳ αὐστηρῷ, ὡς γλοιοῦ πάχος, τούτῳ μίγνυται χυλὸς πτι‐
5σάνης κυάθων βʹ. τούτῳ ἔγκλυζε τὸν πάσχοντα, λοιπὸν πρὸς δύναμιν τοῦ χυλοῦ τῆς πτισάνης καὶ τοῦ φαρμάκου. ἔνεμα Φαυστιανόν. ἀρσενικοῦ 𐅻 ιβʹ. χάρτου κεκαυμένου 𐅻 λʹ. σανδαράχης 𐅻 στʹ. ἀσβέστου 𐅻 ιʹ. οἱ δὲ ιβʹ. ἀνάπλασσε τρο‐ χίσκους ἀνὰ 𐅻 δʹ. ἀρνογλώσσου χυλοῦ ἔνιε ἐναφεψημένων
10στυμμάτων ἢ κράματος οἴνου κυάθους γʹ ἢ ἕξ. [Ἔνεμα ᾧ χρῶμαι τοῦ Ἀθηναίου, σύμφωνον Ἁρπο‐ κρᾷ, Μάγνῳ τῷ Φιλαδέλφῳ, καὶ Ἀριστολάῳ.] Ὄμφακος 𐅻 στʹ. στυπτηρίας σχιστῆς 𐅻 στʹ. ἀσβέστου, λεπίδος ἀνὰ 𐅻 στʹ. ἀρσενικοῦ 𐅻 ηʹ. σανδαράχης 𐅻 γʹ. χάρτου κεκαυμέ‐
15νου 𐅻 ιεʹ. ἀναλάμβανε μυρτίτῃ καὶ γίνονται τροχίσκοι 𐅻 δʹ ἢ γʹ. ἔνιε ἐν κράματι οἴνου κυάθους δʹ. καὶ ὕδατος χλια‐
ροῦ κυάθους βʹ. ὁτὲ δὲ σὺν ὕδατι ὀμβρίῳ. ἔνεμα ᾧ χρῶμαι.296 in vol. 13

13

.

297

χάρτου κεκαυμένου 𐅻 λʹ. ἀρσενικοῦ 𐅻 ιβʹ. κηκίδος 𐅻 θʹ. ἀσβέστου 𐅻 ιστʹ. ἀσφάλτου 𐅻 ιστʹ. θείου ἀπύρου 𐅻 ιστʹ. σανδαράχης 𐅻 ιστʹ. ἔνεμα ἄλλο ὡς Ἴδιος. χαλκοῦ κεκαυ‐ μένου 𐅻 κδʹ. ἀσβέστου, σχιστῆς ἀνὰ ἴσον, χάρτου κεκαυμέ‐
5νου 𐅻 λʹ. ἀρσενικοῦ 𐅻 ιβʹ. σανδαράχης 𐅻 ιβʹ. ἀνα‐ λάμβανε μυρτίτῃ ἢ ῥόδων ἀφεψήματι σὺν οἴνῳ αὐστηρῷ ἑψημένων εἰς τὸ ἥμισυ, ἔκθλιβε τὰ ῥόδα καὶ οὕτω συλλε‐ άνας ἀνάπλασσε καὶ τὸ αὐτὸ ἔνιε σὺν ὕδατι. ἔνεμα παρ’ Εὐβούλου. λεπίδος χαλκοῦ 𐅻 κʹ. χάρτου κεκαυμένου 𐅻 ιστʹ.
10ἀσβέστου 𐅻 στʹ. ἀρσενικοῦ 𐅻 ηʹ. σανδαράχης 𐅻 ιεʹ. ἀκακίας 𐅻 εʹ. ὀμφακίου 𐅻 γʹ. τρυγὸς κεκαυμένου 𐅻 αʹ. οἴνῳ μυρ‐ τίτῃ ἀναλάμβανε καὶ ἔνιε κράματι θερμῷ. ἔνεμα Ἥρα. χάρτου κεκαυμένου γο αʹ. ἀσβέστου γο 𐅶ʹʹ. καδμείας γο αʹ. ἀρσενικοῦ γο αʹ. τοῦ ξηρίου κοχλιάρια δύο, ἀφεψήματος μύρ‐
15των ἢ μυρτίτου κυάθους δʹ. τὴν ἄσβεστον σβέννυε χυλῷ ἀρ‐ νογλώσσου. ἔνεμα τοῦ αὐτοῦ. σανδαράχης, ἀρσενικοῦ ἀνὰ
𐅻 ηʹ. ἀκακίας 𐅻 δʹ. ἀσβέστου 𐅻 δʹ. οἴνῳ αὐστηρῷ ἀνα‐297 in vol. 13

13

.

298

λάμβανε ποιῶν τροχίσκους 𐅻 γʹ. ἐπὶ τῶν ἀσθενῶν ἔλασσον, ἐν κράματι οἴνου ἔνιε. ἄλλο. σανδαράχης 𐅻 ηʹ. ἀσβέστου προσφάτου 𐅻 ιʹ. χάρτου κεκαυμένου 𐅻 ηʹ. οἱ δὲ 𐅻 λʹ. σιδίων, κηκίδων, ἀκακίας ἀνὰ 𐅻 εʹ. μαινίδων τεταρι‐
5χευμένων ὄξει ἐπὶ ἡμέρας καʹ. καὶ κεκαυμένων 𐅻 γʹ. ἀρσε‐ νικοῦ 𐅻 ιστʹ. καίονται δὲ μαινίδες ἐν χύτρᾳ ὠμῇ, καὶ οἱ μὲν ξηρῷ χρῶνται, οἱ δὲ τροχίσκους μετὰ μύρτου ἀφεψήματος. ἐὰν δὲ μὴ βραδύνῃ, προένιε πολυγόνου χυλῷ ἢ ἅλμῃ. ἔνεμα ᾧ χρῶμαι προσφωνηθὲν ἄφθα. ῥοῦ τοῦ ἐν Συρίᾳ, κη‐
10κίδων κεκομμένων 𐅻 ιεʹ. χάρτου κεκαυμένου ἴσον, φελλοῦ κεκαυμένου 𐅻 ιεʹ. ἄρτου Ἀλεξανδρίνου ξηροῦ κεκαυμένου 𐅻 ιεʹ. ἀρσενικοῦ 𐅻 ιʹ. σανδαράχης 𐅻 ιʹ. ἀκακίας 𐅻 εʹ. ψι‐ μυθίου 𐅻 κʹ. ἀσβέστου 𐅻 ιʹ. λιθαργύρου 𐅻 γʹ. οἴνῳ πα‐ λαιῷ ἀναλάμβανε, ποιῶν τροχίσκους, τοὺς μὲν 𐅻 βʹ. τοὺς
15δὲ 𐅻 γʹ. τοὺς δὲ 𐅻 δʹ. ἐγχυμάτιζε ἐν μὲν ἀρχῇ ἀρνογλώσ‐ σου χυλῷ ἢ πολυγόνου ἢ ἑλξίνης. ἐὰν δὲ μὴ παρῇ τι τού‐
των, μεθ’ ὕδατος· ἐὰν δὲ ἀκμὴ εἴη καὶ ἰσχὺς τοῦ νοσήμα‐298 in vol. 13

13

.

299

τος, ὅταν περιώδυνος εἴη, ἔνιε μετὰ τήλεως ἀφεψήματος ἢ λινοσπέρμου. ἐὰν δὲ παρακμὴ εἴη, μετὰ ἀφεψήματος μυρσί‐ νης καὶ βάτου σὺν οἴνῳ ἑψημένων, ἐπὶ μὲν παίδων πλῆ‐ θος κυάθων δύο, ἐπὶ δὲ γυναικῶν κυάθων γʹ. ἐπὶ δὲ ἀν‐
5δρῶν κυάθων τεσσάρων. ἔνεμα ᾧ χρῶμαι τὸ Γεμέλλου. ἀρσενικοῦ 𐅻 ηʹ. σανδαράχης 𐅻 δʹ. ἀσβέστου 𐅻 ηʹ. λεπίδος χαλκοῦ 𐅻 στʹ. στυπτηρίας σχιστῆς ἴσον, ὀμφακίου 𐅻 ηʹ. λυ‐ κίου Ἰνδικοῦ ἴσον, ὀποῦ μήκωνος 𐅻 δʹ. ὑποκυστίδος χυλοῦ ἴσον, κρόκου 𐅻 βʹ. ἐγὼ δὲ δʹ. χάρτου κεκαυμένου 𐅻 κʹ. οἱ
10δὲ 𐅻 ιστʹ. ἀναλάμβανε οἴνῳ μυρτίτῃ, ποίει τροχίσκους ἀνὰ 𐅻 δʹ καὶ γʹ. ἔνιε ἐν κράματι οἴνου. ἔνεμα τὸ παρ’ Ἀγα‐ θίου. ἀρσενικοῦ 𐅻 βʹ. σανδαράχης 𐅻 εʹ. ἀσβέστου 𐅻 γʹ. χάρτου κεκαυμένου 𐅻 δʹ. ἔνιε τοῦ φαρμάκου 𐅻 γʹ. μετὰ ἁλῶν λείων 𐅻 γʹ. ἐν ὕδατι ψυχρῷ κυάθων ἕξ.
15 [Ἔνεμα πρὸς δυσεντερικοὺς ὡς Νικόστρατος, ᾧ Μέ‐ νανδρος ἐχρήσατο.] Ἀσβέστου 𐅻 αʹ. γύψου 𐅻 ηʹ. ἀκα‐
κίας 𐅻 βʹ. ὄμφακος 𐅻 αʹ. στίμμεως 𐅻 γʹ. λιβάνου 𐅻 αʹ. κη‐299 in vol. 13

13

.

300

κίδος 𐅻 δʹ. τραγακάνθης 𐅻 βʹ. οἴνῳ μυρτίτῃ ἀναλάμβανε τροχίσκους, ἀποτίθεται ἐν στεμφύλοις ξηροῖς ἵνα μὴ δια‐ πνέῃ. ἔνεμα πρὸς δυσεντερικοὺς, παρὰ Θαμύρου. ἀρσενι‐ κοῦ 𐅻 βʹ. σχιστῆς 𐅻 βʹ. καδμείας ἴσον, ἀσβέστου νεαρᾶς 𐅻 αʹ.
5χάρτου κεκαυμένου 𐅻 βʹ. φελλοῦ ἀπὸ κεραμίου οἴνου Φαλε‐ ρίνου κεκαυμένου 𐅻 ζʹ 𐅶ʹʹ. ἀναλάμβανε τροχίσκους, ἑψήματι ἢ γλυκεῖ ἢ Σπανῷ πάλιν ἑψομένῳ παρά σοι. λειοτριβῶν δὲ τὸν τροχίσκον ἔνιε κοχλιάρια βʹ. τοῖς δὲ λοιποῖς πρὸς δύναμιν μετὰ φακοῦ ἀφεψήματος. ἐὰν δὲ μὴ ἔχῃς φακὸν,
10βάτον καθέψησον σὺν ῥόδοις ξηροῖς καὶ χωρὶς μύρτα ἀφέ‐ ψει μετὰ οἴνου αὐστηροῦ, μίσγε ἑκάστου κύαθον αʹ. ὁτὲ δὲ μετ’ οἴνου κυάθων δʹ. καὶ τοῦ ἀφεψήματος τοῦ βάτου κυ‐ άθους δύο. ποιεῖ δὲ καὶ πινόμενον πρὸς δύναμιν μετὰ ψυ‐ χροῦ ὅσον κοχλιάριον ἔλαττον ἢ πλέον. ἔνεμα, ὡς Δηλήτιος
15Ἐπάγαθος. ἀρσενικοῦ 𐅻 ιβʹ. ὑποκυστίδος χυλοῦ 𐅻 γʹ. σανδαράχης 𐅻 γʹ. χάρτου κεκαυμένου 𐅻 λʹ. ἀσβέστου 𐅻 κδʹ. βαλαυστίου 𐅻 μηʹ. βαλαύστιον ἕψεται ἐν οἴνῳ αὐστηρῷ
παλαιῷ, εἶτα τῷ ἀφεψήματι τρῖβε τὰ λοιπὰ καὶ ἀνάπλαττε300 in vol. 13

13

.

301

τροχίσκους ἀνὰ 𐅻 δʹ. τινὲς γο λέγουσιν, ἐν μύρτου καὶ φα‐ κοῦ ἀφεψήματι. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς δυσεντερι‐ κοὺς, ὧν ἔνια καὶ κοιλιακοῖς ἁρμόττει.] Οἴνου μυρτίτου
5ξε. γʹ. ῥοῦ ἐρυθροῦ κοτύλην αʹ. μέλιτος Ἀττικοῦ καθεψη‐ μένου λίτραν αʹ. ἕψε τὸν ῥοῦν καὶ τὸν γλυκὺν κινῶν κλωσὶ βάτου καὶ ὅταν τὸ τρίτον λειφθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν τὸ μέλι πάλιν ἕψε ἕως συστραφῇ καὶ δί‐ δου μύστρον πρὸ τροφῆς. ἄλλο. ῥοῦ Συριακοῦ, ἀλφίτου
10πάλης, σταφίδος σὺν τοῖς γιγάρτοις 𐅻 βʹ. ῥοιᾶς κελύφων κεκομμένων καὶ σεσησμένων 𐅻 αʹ. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἀρτίσκος κοιλιακοῖς, δυσεντερικοῖς· ὠὸν ὠμὸν πρόσφατον τρήσας καὶ κενώσας εἰς ἀγγεῖον, τούτῳ παραμέτρει ἐλαίου ὀμφακίνου
15ἀγγεῖον ἓν, πεπέρεως λευκοῦ λειοτάτου τὸ αὐτὸ, ῥοῦ Συ‐ ριακοῦ λειοτάτου τὸ αὐτὸ, κικίδων λειοτάτων ὀμφακιτίδων
τὸ αὐτὸ, ἀλεύρων πυρίνων ἴσον, ἅπαντα φυράσας καὶ μα‐301 in vol. 13

13

.

302

λάξας, ἀρτίσκους ἀνάπλασσε καὶ τηγανίσας δίδου πρὸ τρο‐ φῆς. ἄλλο. τούτῳ ἴσμεν πολλοὺς χρησαμένους καὶ τῆς νόσου ἀπαλλαγέντας. κηκίδων λειοτάτων κοχλιάριον, πεπέρεως λευκοῦ, ῥοῦ ἐρυθροῦ, σιδίων λειοτάτων, ἑκάστου ἴσον,
5ἅπαντα μαλάξας, ἀναλάμβανε ὠοῦ λεκίθῳ καὶ βαλὼν εἰς ῥοιᾶς κενώματα καὶ τὸ στόμιον στέατι περιπλάσας, ὄπτα ἐπ’ ἀνθράκων, ἔπειτα τὴν ῥοιὰν ἀποκαθάρας, δίδου κοχλιάριον ἓν φαγεῖν. καταπότια κοιλιακοῖς, δυσεντερικοῖς. κηκίδων ὀμφακιτίδων ἀτρήτων 𐅻 δʹ. ὀπίου Σπανοῦ 𐅻 βʹ. πετροσε‐
10λίνου 𐅻 αʹ. ἀναλάμβανε ὕδατι, ποίει καταπότια καὶ δίδου ἐρεβίνθου τὸ μέγεθος παραμετρῶν τῇ δυνάμει. ἄλλο Ἀσπα‐ σίου φάρμακον γενναῖον. πετροσελίνου, ἐρείκης καρποῦ, ῥοῦ Συριακοῦ, ὀπίου ἀνὰ 𐅻 βʹ. μύρτων ἀφεψήματι ποίει καταπότια καὶ δίδου καθὰ προείρηται.
15 [Τροχίσκος ἀνώδυνος, κοιλιακοῖς, δυσεντερικοῖς καὶ πί‐ νεται καὶ ἐνίεται. ἔστι δ’ ὅτε αὐτῷ καὶ καταπλάσματι χρώ‐
μεθα, ἀναλαμβάνοντες μέλιτι ἑφθῷ.] Ὑοσκυάμου σπέρμα‐302 in vol. 13

13

.

303

τος 𐅻 δʹ. σελίνου σπέρματος τὸ ἴσον, ἀνίσου, ῥόδων ἄνθους ἀνὰ 𐅻 βʹ. ὑποκυστίδος, ὀπίου ἀνὰ 𐅻 αʹ. ὕδατι λειώσας ἀνά‐ πλασσε τροχίσκους καὶ δίδου τριώβολον, ἀπυρέτοις μετ’ οἴ‐ νου κεκραμένου κυάθων τριῶν, πυρέττουσι μεθ’ ὕδατος.
5 [Ἄλλη κοιλιακοῖς, δυσεντερικοῖς φάρμακον ἐπιτετευ‐ γμένον καὶ πίνεται καὶ ἐνίεται καὶ τοῖς ἔξωθεν ἐπιτιθέμε‐ νον βοηθεῖ.] Σελίνου σπέρματος, ὑοσκυάμου σπέρματος, ἀνίσου, μαράθρου ἀνὰ 𐅻 δʹ. ὀπίου, ῥοῦ Συριακοῦ ἀνὰ 𐅻 βʹ. ὑποκυστίδος χυλοῦ, βαλαυστίου ἀνὰ 𐅻 αʹ 𐅶ʹʹ.
10ὕδατι ἀναλάμβανε καὶ ποίει τροχίσκους, δίδου καθὰ προεί‐ ρηται. τροχίσκος ἀρωματικὸς κοιλιακοῖς, δυσεντερικοῖς, ὁ τοῦ Βηρυτίου ἐπικαλούμενος, φάρμακον ἐπιτετευγμένον, ἵστησι παραχρῆμα. κρόκου 𐅻 δʹ. νάρδου Ἰνδικῆς, ἀνίσου, ἑκά‐ στου τὸ ἴσον, σμύρνης 𐅻 βʹ. ἀλόης Ἰνδικῆς, ὑποκυστίδος
15χυλοῦ, λυκίου Ἰνδικοῦ, ἀκακίας χυλοῦ, ὀποῦ μήκωνος, κηκί‐ δων ὀμφακιτίδων, τραγακάνθης, πεπέρεως λευκοῦ, ἑκάστου τοσόνδε, οἴνῳ ἀναλάμβανε, ἀνάπλασσε τροχίσκους, δίδου τρι‐
ώβολον.303 in vol. 13

13

.

304

[Ἄλλος ὁ τοῦ Φιλίππου πρὸς δυσεντερικοὺς κεχρονι‐ σμένους ἀνώδυνος, πίνεται καὶ ἐνίεται.] Βαλαυστίου, ἀκα‐ κίας, ὑποκυστίδος χυλοῦ, ῥοῦ, ὀπίου, λιβάνου, σμύρνης, μύρ‐ των μελάνων, κρόκου, κηκίδων, λυκίου, ἀλόης, ῥήου Πον‐
5τικοῦ, σιδίων ἀνὰ 𐅻 δʹ. ἀναλάμβανε οἴνῳ Ἰταλικῷ καὶ ποίει τροχίσκους, ὁλκὴν ἄγοντας τριώβολον, δίδου ἀπυρέτοις μετ’ οἴνου, πυρέσσουσι μεθ’ ὑδρομέλιτος. [Τροχίσκος ἀνώδυνος, γενναῖος ὑπνοποιὸς, κεχρονισμέ‐ νοις δυσεντερικοῖς.] Χάρτου κεκαυμένου 𐅻 ιʹ. σανδαρά‐
10χης, ἀρσενικοῦ, λεπίδος χαλκοῦ, στυπτηρίας σχιστῆς, ὀμφα‐ κίου, ἀσβέστου ἀνὰ 𐅻 εʹ. κρόκου, ὀπίου ἀνὰ 𐅻 βʹ. ἕκαστον τρῖβε φιλοπόνως καὶ τρίψας ἀναλάμβανε οἴνῳ μυρτίτῃ καὶ ποίει τροχίσκους ὁλκὴν ἄγοντας καὶ χρῶ, λαμβάνων τὴν τελείαν ἔνεσιν 𐅻 γʹ. τὴν δὲ μέσην βʹ. τὴν δὲ ὑφειμένην αʹ.
15ἐν δὲ τῇ σκευασίᾳ ἔστω σοι τὸ ὀμφάκιον μετὰ τοῦ ὀπίου βεβρεγμένον τῷ μυρτίτῃ γλυκεῖ. τὸ δὲ κρόκον ἔστω χωρὶς τετριμμένον, εἶτα ὁμοῦ μίξας τρῖβε φιλοπόνως, εἶτα τοῖς ξη‐
ροῖς κατάμιξον καὶ ἕνωσον, προσέχων μὴ ὑπὸ τῆς ἀσβέστου304 in vol. 13

13

.

305

καῇ τὸ φάρμακον. ἐὰν δέ τι τοιοῦτον ἐπακολουθήσῃ, ἐπί‐ βαλλε τοῦ μυρτίτου ἱκανὸν, ὥστε ἅπαντα διαλυθῆναι. δεῖ δὲ ἐνθέρμου ὄντος τοῦ φαρμάκου ἀναπλάττειν τοὺς τρο‐ χίσκους. ἡ χρῆσις τῆς ἐν τῇ συστάσει ἀπαλλαγῆς πρὸς τὰς
5εὐπαθείας καὶ δυσπαθείας τῶν καμνόντων καὶ πρὸς τὸ μέ‐ γεθος. ἔνιε δὲ ἐπιμελῶς, ἐπὶ μὲν τῶν ἀπυρέτων μετ’ οἴνου αὐστηροῦ κεκραμένου κυάθων στʹ. ἐπὶ δὲ τῶν πυρεσσόντων μεθ’ ὕδατος ἢ ἀφεψήματος φοινικοβαλάνων ἢ ῥόδων ἢ μυρ‐ σίνης. δεῖ δὲ πρὸ τῆς ἐνέσεως ἄρτον διδόναι, ἀπυρέτοις μὲν
10μετὰ κράματος οἴνου, πυρέττουσι δὲ μεθ’ ὕδατος. [Ἄλλος δυσεντερικοῖς ἀπυρέτοις, ποιεῖ παραχρῆμα.] Χάρτου κεκαυμένου 𐅻 ιʹ. σανδαράχης, ἀρσενικοῦ, λεπίδος χαλκοῦ, σχιστῆς, ὀμφακίου, λυκίου Ἰνδικοῦ, ἀκακίας χυλοῦ, ὑποκυστίδος χυλοῦ, ἀσβέστου ἀνὰ 𐅻 εʹ. κρόκου, ὀπίου ἀνὰ
15𐅻 βʹ. οἴνῳ μυρτίτῃ ἀναλάμβανε καὶ ἀνάπλασσε τροχίσκους διαφόρους τῷ μεγέθει, ἡ τελεία ἔνεσις 𐅻 δʹ. ἐνιέναι δὲ χρὴ
πρὸς τὸ μέγεθος τῆς διαθέσεως παραμετροῦντα καὶ τὴν πο‐305 in vol. 13

13

.

306

σότητα. ἔστω δὲ τὸ ὑγρὸν κρᾶμα γλυκέος Κρητικοῦ, ὥστε εἶναι ἐπὶ τελείας ἐνέσεως κυάθους στʹ. [Ἐπιθέματα κοιλιακοῖς, δυσεντερικοῖς.] Ὑοσκυάμου λευκοῦ σπέρματος, σελίνου σπέρματος ἀνὰ γο δʹ. ἀνίσου σπέρ‐
5ματος, ῥόδων ἄνθους, ὑποκυστίδος χυλοῦ, βαλαυστίου, ῥοῦ Συριακοῦ ἀνὰ γο βʹ. ὀποῦ μήκωνος γο αʹ. κρόκου γο αʹ. τούτων ἕκαστον λειώσας μετ’ οἴνου μυρτίτου, εἶτα ὁμοῦ μί‐ ξας, ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἔνθεν κό‐ πτων καὶ σήθων ὅσον ἐξαρκεῖ, ἀναλάμβανε φοίνιξι πατητοῖς,
10ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἐπὶ τῇ κοιλίᾳ. ἄλλο. ἀκακίας χυλοῦ, σιδίων ῥοιᾶς, ὑοσκυάμου σπέρματος, ὀπίου, κηκίδων, ὀμφακίου, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα, Συριακοῦ ἀνὰ γο γʹ. μύρτων μελάνων κοτύλην αʹ. κόπτε καὶ σῆθε καὶ οἴνῳ αὐστηρῷ φυράσας, ἀνάπλασσε τροχίσκους καὶ ξήραινε
15ἐν σκιᾷ. ἡ χρῆσις δεδήλωται. [Περὶ παθῶν ἑδρικῶν.] Τὰ κατὰ τὴν ἕδραν πάθη διὰ πολλὰς αἰτίας ἐστὶ δυσίατα, καὶ γὰρ αἰσθητικὸν
ἱκανῶς ἐστι τὸ μόριον. εἴρηται δὲ πολλάκις ἐρεθίζεσθαι ῥᾳ‐306 in vol. 13

13

.

307

δίως τὰ τοιαῦτα πρὸς τῶν δριμυτέρων καὶ αὐστηρῶν φαρ‐ μάκων, καὶ μέντοι καὶ ἡ τῶν περιττωμάτων τῆς τροφῆς δι‐ έξοδος αὐτή τε καθ’ αὑτὴν δακνώδης ἐστὶ καὶ μᾶλλον ἐπὶ τῷ διεξέρχεσθαι τήν τε χολὴν αὐτὴν καί τινας ἰχῶρας ἐνίοτε,
5καὶ πρὸς τούτοις ἔτι τὸ μηδὲ ἐπὶ τοῖς ἰατροῖς εἶναι τὴν προθεσμίαν τῆς ἐπιθέσεως τῶν φαρμάκων, ἀλλ’ ὡς τὰ πολλὰ κατὰ καιροὺς οὐ προσήκοντας ἐπὶ τὴν ἀπόκρισιν ὁρμᾷν τοὺς κάμνοντας. ἀλλὰ καὶ ἡ ὑγρότης καὶ θερμότης τοῦ χω‐ ρίου, δεομένη τῶν ξηραινόντων τε ἅμα καὶ ψυχόντων, οὐ
10σμικρὰ συντελεῖ πρὸς τὸ δυσίατον. εἴ γε δὴ δάκνει μὲν τὰ στύφοντα, φέρειν δὲ οὐ δύναται τὴν δῆξιν ὁ τόπος, εὐαί‐ σθητος τυγχάνων, διὰ ταῦτ’ αὐτοῖς ἐπιτηδειότατα φάρμακά ἐστιν ὅσα στύφει χωρὶς τοῦ τραχύνειν, ὁποῖα μάλιστά ἐστι τῶν μεταλλικῶν ὅσα μήτε δριμέα μήτε στρυφνὰ πάντῃ τε‐
15τύχηκεν ὄντα. ταῦτα γὰρ πλυνθέντα χωρὶς τοῦ δάκνειν ἐρ‐ γάζεται τὸ δέον. ταῦτ’ οὖν καθόλου μεμνημένοι τὴν πεπει‐ ραμένην ὕλην ἐφεξῆς γεγραμμένην ἕξετε.
[Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι ἑδρικαί.] Ἑδρικὴ307 in vol. 13

13

.

308

ᾗ χρῶμαι. Ψιμυθίου, λιθαργύρου ἀνὰ 𐅻 εʹ. λιβάνου, σχιστῆς ἀνὰ 𐅻 γʹ. κρόκου τριώβολον, οἴνου καὶ ῥοδίνου τὸ ἱκανόν. ἑδρικὴ, ὡς Ἀπολλώνιος, ᾗ χρῶμαι. Λυκίου Ἰν‐ δικοῦ γο βʹ. οἰσύπου γο αʹ. κηροῦ Τυῤῥηνικοῦ γο δʹ. οἱ δὲ
5γο βʹ. ῥοδίνου τὸ ἱκανόν. ἄλλη. Βουτύρου γο αʹ 𐅶ʹʹ. κη‐ ροῦ γο αʹ 𐅶ʹʹ. μυελοῦ ἐλαφείου γο αʹ. οἰσύπου γο αʹ. λιβά‐ νου γο αʹ. σχιστῆς γο γʹ. λυκίου γο βʹ. οἴνου καὶ ῥοδίνου τὸ ἱκανόν. ἄλλη, ὡς Νικόστρατος. κηροῦ Τυῤῥηνικοῦ γο αʹ. λυκίου Ἰνδικοῦ γο βʹ. βαλαυστίου γο 𐅶ʹʹ. οἰσύπου
10γο αʹ. ἀκακίας γο 𐅶ʹʹ. ῥοδίνου γο δʹ. ἑδρικὴ ὡς Ἡρόφιλος. ῥόδων ξηρῶν ἢ χλωρῶν 𐅻 βʹ. ψιμυθίου 𐅻 βʹ. πομφό‐ λυγος 𐅻 βʹ. κρόκου 𐅻 βʹ. λιθαργύρου πεπλυμένου 𐅻 βʹ. με‐ λιλώτου 𐅻 βʹ. σχοίνου 𐅻 αʹ. μηκωνίου 𐅻 αʹ. οἰσύπου 𐅻 αʹ. ὠοῦ λέκιθον ὀπτὴν αʹ. ῥοδίνου τὸ ἱκανὸν, χυλοῦ ἀρνογλώσ‐
15σου κυάθους δύο. ἄλλη ποιοῦσα καὶ πρὸς κνησμούς. λι‐ θαργύρου λίτρας 𐅶ʹʹ. λιβάνου, γῆς Σαμίας ἀνὰ γο αʹ. οἰ‐ σύπου γο βʹ. ῥοδίνου γο βʹ. μηλίνου λίτρας 𐅶ʹʹ. λέαινε τὰ
ξηρὰ οἴνῳ Φαλερίνῳ ἐν σκιᾷ, ἐπιπάσσων οἴσυπον καὶ τὰ308 in vol. 13

13

.

309

μύρτα τὰ δύο προσθεὶς τρῖβε. ἑδρικὴ, ᾗ χρῶμαι πρὸς κονδυλώματα καὶ τὰς ἐν δακτυλίῳ φλεγμονὰς καὶ ῥαγάδας. ἀμμωνιακοῦ θυμιάματος, λίθου αἱματίτου, λιβάνου, στυ‐ πτηρίας στρογγύλης, ἑκάστου 𐅻 βʹ. κηκίδος, κρόκου ἀνὰ
5𐅻 αʹ. τερμινθίνης 𐅻 αʹ. κηροῦ Τυῤῥηνικοῦ 𐅻 ιβʹ. ῥοδίνου κοτύλας δʹ. χρῶ ἐν τῷ πεσσῷ μετὰ Συριακοῦ, ἐπὶ τῶν λοι‐ πῶν μετὰ ῥοδίνου. ἑδρικὴ ἡ διὰ τῶν ἐγκεφάλων. στέατος χηνείου τεθεραπευμένου, κηροῦ, λιβάνου, μυελοῦ ἐλαφείου, ῥόδων ἄνθους, πομφόλυγος, καδμείας, μολύβδου πεπλυμένου
10ἀνὰ 𐅻 δʹ. ψιμυθίου 𐅻 ηʹ. ἐγκεφάλου γεράνου 𐅻 βʹ. ὀποῦ μήκωνος 𐅻 αʹ 𐅶ʹʹ. οἰσύπου 𐅻 εʹ. σέριδος χυλοῦ κοτύλην αʹ. ῥοδίνου κοτύλης 𐅶ʹʹ. ἑδρικὴ παρὰ Ῥουστίκου, ᾗ χρῶμαι. ῥόδων χλωρῶν 𐅻 ηʹ. γάλακτος γυναικείου κοτύλην αʹ. λι‐ θαργύρου 𐅻 μʹ. μηκωνίου 𐅻 μʹ. ὠὰ ὠμὰ ὁλόκληρα δύο,
15βουτύρου 𐅻 ιστʹ. οἰσύπου 𐅻 ιστʹ. σιδίων 𐅻 ιστʹ. μέλιτος 𐅻 ρʹ. ἐν ἄλλῳ κοτύλης 𐅶ʹʹ. κηροῦ 𐅻 μʹ. ῥοδίνου ἢ μυρ‐
σίνου, κοτύλης 𐅶ʹʹ. ὡς δὲ Ἥρας, ἀντὶ οἰσύπου χηνείου στέ‐309 in vol. 13

13

.

310

ατος ἴσον καὶ λιθαργύρου 𐅻 ιʹ. γάλακτος κοτύλας δʹ. καὶ λέκιθον ὀπτήν. ἑδρικὴ παρὰ Τυράννου. λιθαργύρου γο βʹ. ψιμυθίου γο βʹ 𐅶ʹʹ. λιβάνου γο αʹ. σμύρνης γο αʹ. καδμείας γο αʹ 𐅶ʹʹ. σχιστῆς γο δʹ. κηροῦ γο δʹ. οἴνου καὶ ῥοδίνου ἄλλη
5Σαμίθρης, πολύχρηστος. λιθαργύρου 𐅻 ιβʹ. ψιμυθίου 𐅻 βʹ. χαλκίτεως 𐅻 βʹ. μίσυος ὀπτοῦ 𐅻 αʹ. τερμινθίνης 𐅻 στʹ. ἐλαίου καὶ ὕδατος κοτύλας δʹ. λιπαρὰ πρὸς ἀχῶρας καὶ ψώ‐ ρας. λιθαργύρου, ψιμυθίου ἀνὰ 𐅻 λβʹ. χαλκάνθου 𐅻 ιστʹ. θείου ἀπύρου 𐅻 ηʹ. μυρσίνου καὶ ὄξους τὸ ἱκανόν. λιπαρὰ
10Γάλλου. λιθαργύρου 𐅻 κδʹ. ψιμυθίου 𐅻 κδʹ. σμύρνης 𐅻 ηʹ. λιβάνου 𐅻 ιʹ. μυρσίνης 𐅻 ιδʹ. οἴνου αὐστηροῦ τὸ ἴσον. λιπαρὰ, ᾗ χρῶμαι, Κλεοφάντου. μυρσίνου ἐλαίου, σχινίνου, ῥοδίνου ἀνὰ 𐅻 ιστʹ. ψιμυθίου λίτραν μίαν, λι‐ θαργύρου πεπλυμένου γο στʹ. οἴνου παλαιοῦ Ἰταλικοῦ ξέ‐
15στου 𐅶ʹʹ. κηροῦ γο δʹ. ἄλλη ἐννεαφάρμακος. μέλιτος μέρος ἓν, κηροῦ λευκοῦ μέρος ἓν, μυελοῦ ἐλαφείου, σμύρνης ἀνὰ
μέρος ἓν, βουτύρου μέρος ἓν, στέατος χηνείου, στέατος310 in vol. 13

13

.

311

μοσχείου ἀνὰ μέρος αʹ. τερμινθίνης μέρος ἓν, ἐλαίου ῥοδίνου μέρος ἓν, ἔνιοι δὲ καὶ κίκεως ἕν. ἡ Ξανίτης, πολύχρηστος. κηροῦ 𐅻 ιστʹ. βουτύρου 𐅻 ιʹ. οἰσύπου 𐅻 ιʹ. στέατος χηνείου 𐅻 ηʹ. τερμινθίνης 𐅻 ηʹ. μυελοῦ ἐλαφείου 𐅻 δʹ. ῥο‐
5δίνου ὀλίγον. ἡ διὰ πηγάνου. λιθαργύρου μνᾶν αʹ. πη‐ γάνου μνᾶς 𐅶ʹʹ. οἱ δὲ μνᾶν αʹ. ὄξους 𐅻 δʹ. ἐλαίου τὸ ἱκα‐ νόν. πρὸς φίμους καὶ τὰ ἐν ἕδρᾳ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιʹ. ψιμυθίου 𐅻 δʹ. κηροῦ 𐅻 ιβʹ. στέα‐ τος χοιρείου ἢ χηνείου 𐅻 δʹ. ἐλαίου τὸ ἱκανόν. πρὸς φίμους
10καὶ τὰ ἐν ἕδρᾳ τοῦ Εἰκοδότου, ἐν ᾧ Ἀστάϊνος ἐθεραπεύθη. οἰσύπου 𐅻 αʹ. ὀβολοὺς γʹ. στέατος χηνείου τεθεραπευμένου χειμῶνος 𐅻 στʹ. θερίας 𐅻 δʹ. μυελοῦ ἐλαφείου ἢ καμήλου 𐅻 βʹ. κηροῦ Τυῤῥηνικοῦ 𐅻 ηʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. λαδάνου 𐅻 βʹ. στέατος μοσχείου 𐅻 δʹ.
15τερμινθίνης 𐅻 δʹ. ψιμυθίου 𐅻 βʹ. λιθαργύρου 𐅻 αʹ. ῥοδί‐ νου κοτύλης τέταρτον, τουτέστι κύαθον αʹ 𐅶ʹʹ. ὅ ἐστι γο βʹ 𐅶ʹʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ὅταν τῷ χρόνῳ σκλη‐
ρυνθῇ, ἀνίεται ῥοδίνῳ καὶ στέατι χηνείῳ. ποιεῖ καὶ πρὸς311 in vol. 13

13

.

312

ἀγκύλας. πρὸς κονδυλώματα, οὗ ἄμεινον οὐκ ἔστιν. στυ‐ πτηρίας σχιστῆς 𐅻 γʹ. κηροῦ 𐅻 ηʹ. κρόκου 𐅻 δʹ. ψιμυθίου 𐅻 βʹ. ὀποβαλσάμου 𐅻 αʹ. οἰσύπου 𐅻 ηʹ. λιβάνου 𐅻 δʹ. ἀλόης 𐅻 δʹ. τὰ τηκτὰ τήξας τῶν ξηρῶν τετριμμένων κα‐
5τάχει. [Ἀσκληπιάδου πρὸς τοὺς προπίπτοντας ἀρχοὺς τὰ ἐκ τοῦ πέμπτου τῶν ἐκτός.] Πρὸς προπίπτοντας ἀρχοὺς, ὡς Ἀρχέλαος. Σκωρίας μολύβδου 𐅻 ηʹ. ῥοῦ Συριακοῦ 𐅻 ηʹ. ῥόδων ἄνθους 𐅻 δʹ. σμύρνης μινναίας 𐅻 βʹ. ξηρῷ
10παράπτου προαπονίπτων οἴνῳ αὐστηρῷ ἢ σχίνων ἀφεψή‐ ματι. ἄλλο. κηκίδος ὀμφακίνης, σιδίων ξηρῶν, ῥοῦ βυρ‐ σοδεψικῆς ἀνὰ 𐅻 βʹ. μολύβδου κεκαυμένου 𐅻 δʹ. λιθαργύ‐ ρου 𐅻 ηʹ. λιβάνου 𐅻 βʹ. λείοις κατάπλασσε. ἄλλο. βα‐ λαυστίου 𐅻 αʹ. σιδίων ῥοιᾶς 𐅻 βʹ. ὑοσκυάμου σπέρματος
15𐅻 βʹ. ψιμυθίου 𐅻 ηʹ. σμύρνης 𐅻 βʹ. μολύβδου πεπλυμέ‐ νου 𐅻 βʹ. λείοις χρῶ. ἄλλο. πίτυος φλοιοῦ, λιθαργύρου, μάννης ἀνὰ 𐅻 βʹ. κυπαρίσσου σφαιρίων ξηρῶν 𐅻 βʹ. μολυ‐
βδαίνης 𐅻 βʹ. λείοις κατάπλασσε, πρότερον οἴνῳ ἀπονίψας312 in vol. 13

13

.

313

στρυφνῷ. τὸ ἡμέτερον πρὸς τοὺς προπίπτοντας ἀρχούς. ἐρείκης καρποῦ, κηκίδων, ἀκακίας, ψιμυθίου, ὑποκυστίδος χυλοῦ, πίτυος φλοιοῦ, λιβάνου, σμύρνης μινναίας ἀνὰ 𐅻 δʹ. ξηροῖς κατάπασσε προαπονίψας οἴνῳ αὐστηρῷ.
5 [Περὶ αἱμοῤῥοΐδων.] Τὰ ἐν τῷ πέμπτῳ τῶν ἐκτὸς ὑπὸ Ἀσκληπιάδου γεγραμμένα περὶ αἱμοῤῥοΐδων ἐπὶ λέξεως τῆς ὑπογεγραμμένης. ἐπεὶ δὲ τῶν αἱμοῤῥοΐδων αἱ πολλαὶ χρείαν ἔχουσιν ἐκστροφῆς πρὸς εὐχερῆ τῶν φαρμά‐ κων ἐπίθεσιν, ἀναγκαῖον καὶ τὰς τοιαύτας δυνάμεις ὑπο‐
10γράφειν. ἐκστρόφια αἱμοῤῥοΐδων Μάγνου Ταρσέως, φάρμα‐ κον ἐπιτετευγμένον πρὸς τὰς τῶν αἱμοῤῥοΐδων ἐκστροφάς. πεπέρεως, νίτρου ἀνὰ 𐅻 αʹ. λείοις παράπτου πρὸ τῆς τῶν φαρμάκων ἐπιθέσεως. ἄλλο. ἀφρονίτρου, χολῆς ταυ‐ ρείας, σταφίδος ἀγρίας ἀνὰ 𐅻 αʹ. λείοις παράπτου, μέλιτος
15ὀλίγον πρόσβαλλε. ἄλλο. ἀψινθίου χυλοῦ 𐅻 αʹ. χολῆς ταυρείας, σταφίδος ἀγρίας ἀνὰ 𐅻 αʹ. ἄλλο ὡς Διογένης.
κυκλαμίνου χυλοῦ, μέλιτος, ἑκάστου ἴσον, ἕψε ἐν ἀγγείῳ313 in vol. 13

13

.

314

χαλκῷ, ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος. ἄλλο ἐκ τῶν Λάργου, ὥστε τὰς μόγις προπιπτούσας ἐκστρέφειν αἱμοῤῥοΐ‐ δας. κενταυρείας χυλοῦ 𐅻 βʹ. στυπτηρίας ὑγρᾶς 𐅻 βʹ. μίσυος 𐅻 αʹ. σταφίδος ἀγρίας 𐅻 αʹ. μέλιτι ἀναλάμβανε καὶ
5περίχριε τὸν δακτύλιον ἢ ἔριον καταβρέξας εἰς τὴν ἕδραν ἐπιτίθει. εἰ δὲ προθυμίαν ἐμποιοῖ σοι τὸ φάρμακον ἐξανα‐ στάσεως καὶ προπέσοι ὁ ὄγκος, κατάπλαττε τοῖς πρὸς αἱ‐ μοῤῥοΐδας ἀναγεγραμμένοις, ἐπειδὴ ὑπὸ τῶν τοιούτων εὐχρή‐ στων τὴν ἕδραν ἐκστρέφει, ἀναγκαῖον ἀναγράφειν σκευασίας
10παρὰ Νικοδήμου τοῦ ἐν Ῥώμῃ εὐαφίου. ψιμυθίου γο αʹ. λιθαργύρου γο εʹ. καδμείας γο ηʹ ἢ πομφόλυγος γο αʹ. ἐλαίου μυρσίνου γο ηʹ. οἴνου καλοῦ γο ηʹ. βουτύρου γο αʹ. πρὸς τὰς ἐν ἕδρᾳ φλεγμονὰς καὶ προπτώσεις. κηκίδα τὴν ξανθὴν ἑψήσας καὶ λειώσας κατάπλασσε, ἰσχυροτέρῳ μὲν οἴνῳ,
15πρᾳοτέρῳ δὲ ὕδατι, καὶ ὁ χυλὸς τῆς ἐχίνου ποιεῖ πρὸς φλε‐ γμονὰς καὶ προπτώσεις τῆς ἕδρας. ἄλλο. πίτυος φλοιοῦ
𐅻 ηʹ. κυπαρίσσου σφαιρίων ξηρῶν 𐅻 βʹ. προαπονίψας οἴνῳ314 in vol. 13

13

.

315

στρυφνῷ λείοις κατάπλασσε. πρὸς δὲ τὰς πυρώδεις ὀδύνας τῆς ἕδρας, ὠοῦ ὀπτοῦ λέκυθον λειώσας οἴνῳ λευκῷ καὶ ῥο‐ δίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε. πρὸς δὲ τοὺς κνησμοὺς, τὴν κιμωλίαν λειώσας ἀναλάμβανε κηρωτῇ μυρσίνῃ. πρὸς δὲ τὰς
5ἐν δακτυλίῳ καὶ αἰδοίῳ ῥαγάδας, σποδοῦ ξυσμάτων ὀθονίων κεκαυμένων καὶ ἀμύλου ἴσον λεάνας καὶ ἐλαιῶν φύλλων χυ‐ λοῦ μίξας κατάχριε. τροχίσκος πρὸς ἐξοχάς. ἀλόης, κρό‐ κου ἀνὰ 𐅻 βʹ 𐅶ʹʹ. στυπτηρίας σχιστῆς γο αʹ. λείου οἴνῳ Ἀμιναίῳ καὶ χρῶ.
10 [Πρὸς τὰς τοῦ αἰδοίου διαθέσεις.] Τῆς τοῦ αἰδοίου ἑλκώσεως ἡ διάγνωσις ἐκ τοῦ σαφῶς ὀδυ‐ νᾶσθαι κατ’ αὐτὸ μετὰ τοῦ καὶ κατὰ τὰς οὐρήσεις ἐκκρίνε‐ σθαί τι τῶν συνεδρευόντων τῷ ἕλκει. διακρίνεται δὲ ταῦτα τῶν ἐκ κύστεως φερομένων τῷ φθάνειν αὐτίκα κατὰ τὴν
15πρώτην ἔξοδον φαίνεσθαι· τὰ δὲ ἐκ τῆς κύστεως ἀναμεμί‐ χθαι τοῖς οὔροις. τὰ δ’ ἐν αἰδοίοις ἕλκη καὶ κατὰ τὴν ἕδραν χωρὶς φλεγμονῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων,
οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου καὶ ἄνηθον κε‐315 in vol. 13

13

.

316

καυμένον ξηρὸν καὶ κολοκύνθη κεκαυμένη. τοῖς δὲ ἀνίκμοις καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἀλόη φάρμακον ἀγαθὸν, ἐπιπαττομένη ξηρὰ χνοώδης. πάντων δ’ αὐτῶν ἀνωδυνώτα‐ τόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν. εἰ δὲ
5ὑγρότερα τύχοι τὰ ἕλκη, πίτυος φλοιὸς καθ’ ἑαυτὸν καὶ λί‐ θος αἱματίτης. εἰ δὲ καὶ βάθος αὐτοῖς τι συνῇ τοῖς εἰρη‐ μένοις, μάννης μικτέον. αἱ δὲ κατὰ τὴν μήτραν ἑλκώσεις ἢ κύστιν τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργάνων χρῄζουσι τῶν εἴσω παραπεμπόντων αὐτὰ, διὰ τῶν μητρεγχυτῶν καὶ
10καθετήρων καλουμένων. ἐπιτηδειότερα τοίνυν τὰ ξηρὰ, οἷός ἐστι κρόκος καὶ πομφόλυξ καὶ ἀλόη, μίγνυμεν ῥᾳδίως εἴτε ἀρνογλώσσου χυλῷ εἴθ’ ἑτέρῳ τοιούτῳ. πρὸς τοὺς ὀσχέου καὶ αἰδοίου πόνους. βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ. ἢ λινόσπερμον ἑψήσας μεθ’ ὕδατος καὶ μίξας σμύρνης ὅσον
15δέκατον μέρος καὶ ῥητίνης ἴσον κατάπλασσε. πρὸς δὲ τὸ οἰδοῦν αἰδοῖον. ἀμπέλου φύλλων ἁπαλῶν 𐅻 αʹ. λιβανω‐ τοῦ 𐅻 αʹ. ψιμυθίου 𐅻 εʹ. τρίψας κατάπλασσε. χρῶ δὲ καὶ
καταντλήσει θαλάσσης ψυχρᾷ καὶ ἀναπαύσει καὶ ἀναδέσει316 in vol. 13

13

.

317

τοῦ καυλοῦ. ἄλλο. φακὴν ἑφήσας ἐν ὕδατι καὶ ῥοιῶν λέπη λειώσας κατάπλασσε. ἐὰν δὲ ἀπὸ ἱδρώτων ἐν ὀσχέῳ ἕλκη γένηται, κηκίδα λείαν καὶ στυπτηρίαν ἐπίπασσε. πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα ἀπίου σπέρμα ἐπίπασσε καὶ τραγείᾳ
5χολῇ περίχριε. τὰς δὲ ῥαγάδας ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, ἄχρις ἂν γλοιωθῇ μιγνυμένης καὶ ὠοῦ λεκίθου ὀπτῆς ἢ ῥοδίνου καὶ ἀμύλου καὶ λιβάνου ἀνὰ γο αʹ. ἢ κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα, τριβεῖσα μετ’ ἐλαίου ἐν θυείᾳ μολυβδίνῃ. πρὸς τὰς τῶν αἰ‐
10δοίων φλεγμονάς. σταφίδος ἐκγεγιγαρτισμένης καὶ κύμινον τρίψας ἐπιτίθει. ἢ κρίθινον ἄλευρον ἑψήσας ἐν μελικράτῳ, ἀμπέλου ἁπαλὰ φύλλα τρίψας μετὰ ἀλφίτου, ἅπαντα ἐπιτί‐ θει. ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων τα‐ κέντων. πρὸς δὲ τοὺς διδύμους ἀφθῶντας, γῇ κιμωλίᾳ μεθ’
15ὕδατος προκαταχρίσας, ἔασον ξηρανθῆναι καὶ κατανίψας ὕδατι θερμῷ μυρσίνην ξηρὰν λείαν καὶ σμυρνίου σμικρὸν
τρίψας κατάπλασσε. τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων317 in vol. 13

13

.

318

τέφρα κληματίνη, σὺν νίτρῳ καὶ ὕδατι φυραθεῖσα, ἰᾶται καταπλασσομένη. [Περὶ πριαπισμοῦ.] Ὁ πριαπισμὸς αὔξησις αἰδοίου ἐστὶ μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου,
5χωρὶς τῆς εἰς ἀφροδίσια ὁρμῆς. φυσῶδές ἐστι πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον, τικτόμενον ἐξ ὑγρῶν γλί‐ σχρων καὶ παχέων, ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς, τῇ ῥοδίνῃ κηρωτῇ μεθ’ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χα‐
10μαιμήλου τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτεθέντα. τὰ δὲ ἐν διαίτῃ καὶ φαρμάκοις προσφέρειν τῆς λεπτυνούσης δυνά‐ μεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα καὶ τήν τε νυμ‐ φαίαν πίνειν διδόναι καὶ τὸ τοῦ ἄγνου σπέρμα καὶ πήγα‐
15νον χλωρὸν τοῖς ὄψοις μιγνύντα, τοῦτο δὲ κατ’ ἀρχὰς μὴ διδόναι, θερμαίνει γὰρ ἱκανῶς, ἀλλ’ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπτυνόντων. κενώσει δὲ χρώμενον δι’ ἐμέτων
τοῦτο ποιεῖν. αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι318 in vol. 13

13

.

319

πολλάκις καὶ τὰ γειτνιῶντα μόρια. πρὸς τοὺς ἐνουροῦντας. κύστιν αἰγείαν ἢ προβατείαν κεκαυμένην πότιζε δι’ ὀξυκρά‐ του, ἑσπέρας δὲ διψῶντας κοιμᾶσθαι. ποιεῖ δὲ καὶ λαγωοῦ ὄρχις ἐπιζεννύμενος οἴνῳ εὐώδει, εἶτα πινόμενος. καλαμίνθην
5καὶ σμύρναν δὸς πιεῖν ἐν οἴνῳ πρὸ τοῦ δείπνου. καταχρι‐ έσθω δὲ καὶ τὸ αἰδοῖον κιμωλίᾳ μετὰ περδικίου χυλοῦ. [Πρὸς τὰς τῆς ὑστέρας διαθέσεις.] Ἐπὶ τῆς ὑστερικῆς πνιγὸς συμβαίνει ἀναισθησία καὶ ἀκινησία καὶ σφυγμὸς ἀμυδρὸς καὶ μικρὸς καὶ παντελὴς ἀσφυξία. ἐπ’ ἐνίων
10δὲ ἡ μὲν αἴσθησις καὶ ἡ κίνησις πάρεστι καὶ ὁ λογισμὸς, μόλις δὲ ἀναπνέουσιν. ἔνιαι δὲ καὶ ἄφωνοι τυγχάνουσιν, ἕτε‐ ραι δὲ συνέλκονται τὰ κῶλα. γίνεται τοίνυν ἡ ἀναισθησία καὶ ἀκινησία καὶ ἄπνοια κατὰ ψύξιν αὐταῖς, ἀρκουμέναις μόνῃ τῇ διὰ τῶν ἀρτηριῶν παντὸς τοῦ σώματος διαπνοῇ,
15τῆς διὰ τοῦ στόματος ἀναπνοῆς μὴ χρῃζούσαις, ὡς εἴρηται, διὰ ψύξιν, ὁπόταν ἐν τῷ πρόσθεν χρόνῳ καθαιρούμεναι
καλῶς καὶ κυΐσκουσαι καὶ ἀνδράσιν ὁμιλοῦσαι στερηθῶσι319 in vol. 13

13

.

320

τούτων, ὡς ὁρᾷν τοῦ ὑγροῦ καὶ ψυχροῦ ἐν ἑαυτοῖς σπέρ‐ ματος καταψύχοντος τὸ πᾶν σῶμα. πρὸς οὖν τοὺς ἀπὸ τῆς ὑστέρας πνιγμοὺς ἁρμόζει πινομένη ἀγαρικοῦ 𐅻 αʹ. ἐν οἴνῳ, ἀρνογλώσσου καρπὸς καὶ χυλὸς σὺν οἴνῳ. ὄνυξ ὁ ἐκ κοκχύ‐
5λης πινόμενος. ὄξος σκιλλητικὸν ῥοφούμενον. ὀσφραινόμενα δὲ ἐπεγείρει τὰς πνιγομένας, ἄσφαλτον, καστόριον, χαλβάνη, πίσσα ὑγρὰ, κεδρία, τρίχες καεῖσαι καὶ πήγανον, κρόμμυον, σκόροδον. ὑποθυμιᾶται δὲ καὶ πρὸς τὰ αὐτὰ καὶ κέρας ἐλά‐ φου καὶ πήγανον σὺν μέλιτι, ἐρίῳ ἀναληφθὲν προστίθεται
10τῷ δακτυλίῳ.320 in vol. 13

13

.

321

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΥΝΘΕΣΕΩΣ ΦΑΡΜΑΚΩΝ
t2ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ ΒΙΒΛΙΟΝ Κ.
1 Ὅτι μὲν νεφριτικὰς ἀντιδότους τε καὶ δυ‐ νάμεις ὀνομάζουσιν ὅσαι νεφροὺς πάσχοντας ὠφελοῦσιν ἐξ αὐτῆς τῆς προσηγορίας δῆλον. ἔστι δὲ αὐτῶν ἡ διαφορὰ ἡ γενικωτάτη διττή. τινὲς μὲν γὰρ τοὺς λιθιῶντας νεφροὺς
5ὀνίνασιν, ἔνιαι δὲ τοὺς φλεγμονώδεις τε καὶ ἑλκώδεις, αἵπερ καὶ πρὸς τὴν κύστιν ὁμοίως πάσχουσαν ἁρμόττουσιν. ἐναν‐
τιώταται δέ εἰσιν ἀλλήλαις αἱ δυνάμεις τῶν εἰρημένων φαρ‐321 in vol. 13

13

.

322

μάκων. πρὸς μὲν γὰρ τὰς φλεγμονώδεις καὶ ἑλκώδεις δια‐ θέσεις συντιθέμεναι παρηγορικῶν δέονται φαρμάκων. ἐπεὶ δ’ ἀδύνατόν ἐστι ταῦτα διὰ ταχέων ἀφικέσθαι πρὸς τὰ κατὰ νεφροὺς χωρία, διὰ ταῦτα αὐτοῖς μίγνυμεν διουρητικὰ
5φάρμακα· τὰ δὲ τοῖς λιθιῶσιν ἀρήγοντα μιᾶς δεῖται δυνά‐ μεως τῆς τέμνειν καὶ διαῤῥύπτειν πεφυκυίας μετὰ θερμότη‐ τος ἐπιφανοῦς. ἔστι δὲ τὰ τοιαῦτα σχεδὸν ἅπαντα πικρά. καθάπερ οὖν ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τούτων τὴν πε‐ πειραμένην ὕλην ἐφεξῆς γράψω, τὴν ἀρχὴν ἀπὸ τῶν πρὸς
10τὰς ἑλκώδεις τε καὶ φλεγμονώδεις διαθέσεις ἁρμοττόντων ποιησάμενος, ἀφ’ ὧν καὶ οἱ περὶ τὸν Ἀνδρόμαχόν τε καὶ Ἀσκληπιάδην ἀρξάμενοι μετέβησαν ἐφεξῆς ἐπὶ τὰς λίθους θρυπτούσας. [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι νεφριτικαὶ
15πρὸς τὰς ἐν νεφροῖς καὶ κύστει διαθέσεις.] Πότημα. λινο‐ σπέρματος, μήκωνος λευκοῦ σπέρματος, σικύου σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 βʹ. ἀμύλου 𐅻 δʹ. δι’ ὕδατος τροχίσκους
ἀναλάμβανε, δίδου πρὸς κύστιν ἡλκωμένην καὶ δυσουρίαν.322 in vol. 13

13

.

323

ἄλλο. στροβίλους λʹ. ἀμύγδαλα κʹ. φοίνικας ιεʹ. τρα‐ γακάνθης 𐅻 δʹ. χυλοῦ γλυκυῤῥίζης 𐅻 βʹ. κρόκου ὀβολὸν αʹ. σμύρνης ὀβολὸν αʹ. διεὶς οἴνῳ προτρόπῳ, ὡς ἐπιτηδείῳ χρῶ. ἄλλο πρὸς τὰς ἐν κύστει διαθέσεις καὶ ἑλκώσεις. τρο‐
5χίσκος ᾧ χρῶμαι. σικύου σπέρματος 𐅻 ιβʹ. ὑοσκυάμου σπέρματος 𐅻 στʹ. κωνείου σπέρματος, ὀπίου, μαράθρου, κρόκου ἀνὰ 𐅻 γʹ. κασσίας 𐅻 δʹ. ἀμύγδαλα ιʹ. κάρυα Πον‐ τικὰ ιʹ. σελίνου σπέρματος 𐅻 στʹ. μαλάχης ἀγρίας σπέρμα‐ τος 𐅻 γʹ. γλυκεῖ Κρητικῷ ἀναλαβὼν δίδου τριώβολον ἀπυ‐
10ρέτοις ἐν γλυκεῖ, ἔν τισι κωνείου 𐅻 στʹ. ἄλλο πρὸς τὰ αὐτὰ καὶ ἀλγήματα κύστεως. κρόκου, βήσασα σπέρματος, μα‐ λάχης ἀγρίας σπέρματος ἀνὰ 𐅻 στʹ. ὑοσκυάμου σπέρματος 𐅻 ιβʹ. ὀπίου 𐅻 στʹ. σελίνου σπέρματος 𐅻 ιβʹ. κάρυα Πον‐ τικὰ ηʹ. ἀμύγδαλα κʹ. σικύου σπέρματος 𐅻 ιβʹ. μέλιτος Ἀτ‐
15τικοῦ τὸ ἱκανὸν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλο, πρὸς τοὺς αἱμοῤῥοοῦντας ἀπὸ κύστεως. σχιστῆς 𐅻 αʹ. τραγακάνθης 𐅻 βʹ. κόμμεως
ὀβολὸν αʹ. ἐν γλυκεῖ δίδου ὀβολοὺς βʹ. ποτὲ δὲ ὀβολὸν αʹ.323 in vol. 13

13

.

324

πρὸς τὰς ἐν κύστει διαθέσεις οὐρητικὰ ἀπὸ Μακεδόνος καὶ πρὸς ἡπατικοὺς, ὑδρωπικοὺς, ἰκτερικοὺς, νεφριτικοὺς καὶ πάντα τὰ περὶ τὴν κύστιν συμπτώματα, θρύπτει λίθους. ἀκόρου 𐅻 νʹ. φοῦ 𐅻 κεʹ. νάρδου Κελτικῆς 𐅻 κδʹ. δαύκου
5σπέρματος 𐅻 κβʹ. κινναμώμου 𐅻 λβʹ. μήου 𐅻 ιστʹ. ἀσάρον 𐅻 κδʹ. πετροσελίνου 𐅻 ιστʹ. ὀποβαλσάμου 𐅻 ιστʹ. καὶ τοῦ καρποῦ τὸ αὐτὸ, κρόκου 𐅻 κδʹ. σμύρνης 𐅻 κʹ. γλυκείας ῥί‐ ζης 𐅻 ιστʹ. νάρδου Ἰνδικῆς 𐅻 ιστʹ. κασσίας 𐅻 ιβʹ. ἀμώ‐ μου 𐅻 ιστʹ. σταφίδος 𐅻 ηʹ. τραγακάνθης 𐅻 θʹ. τὰ ξηρὰ
10ἀναλαμβάνων μέλιτι, τὴν τραγάκανθαν οἴνῳ Ἀμιναίῳ βρέ‐ χων, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, μετ’ οἴνου κυάθων τεσσάρων, πυρέττουσιν ἐν μελικράτῳ. ἄλλο πρὸς τὰ ἐν κύ‐ στει ἕλκη καὶ φλεγμονάς. στροβίλους κʹ. σικύου σπέρμα‐ τος ἡμέρου κόκκους μʹ. ἀμύλου τριώβολον, λιβανωτοῦ, νάρ‐
15δου ἀνὰ 𐅻 αʹ. σελίνου σπέρματος κυάθους βʹ. ἐν ὕδατος ξε. αʹ. ἕψεται νάρδος σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυν‐ ται τοῖς προγεγραμμένοις κύαθοι βʹ. πρὸς λιθιῶντας, ὡς
Βάσσα ἡ Μαρίου ἐθεραπεύθη, ὥστε θρύπτειν καὶ αὖθις μὴ324 in vol. 13

13

.

325

συνίστασθαι. κασσίας 𐅻 βʹ. σελίνου σπέρματος 𐅻 γʹ. σμύρνης μιναίας 𐅻 δʹ. πεπέρεως λευκοῦ 𐅻 βʹ. λιβάνου 𐅻 γʹ. λίθου Συριακοῦ ἄῤῥενος 𐅻 αʹ ἢ τοῦ θήλεος 𐅻 αʹ. σταφυ‐ λίνου σπέρματος, ἀνίσου ἀνὰ 𐅻 βʹ. στύρακος 𐅻 γʹ. ἴρεως
5Ἰλλυρικῆς 𐅻 γʹ. μήκωνος λευκῆς σπέρματος 𐅻 βʹ. ναρδο‐ στάχυος ἴσον, ἀμυγδάλων πικρῶν καθαρῶν, ἀσάρου ἀνὰ 𐅻 γʹ. σμυρνίου σπέρματος, κυπέρου ἀνὰ 𐅻 βʹ. μέλιτος Ἀτ‐ τικοῦ τὸ ἱκανὸν, δίδου καθ’ ἡμέραν· πρὸς λιθιῶντας, θραύ‐ ουσα καὶ κατὰ μικρὸν ἐκκρίνουσα, μέχρις οὗ καθαρίσῃ τὴν
10κύστιν, εἶτα διαυγὲς ἀπουρήσῃ· καὶ τὸ μέγιστον, ἀποθερα‐ πεύει, ὡς μηκέτι γεννᾶσθαι. δαύκου σπέρματος, ἀνίσου, σικύου σπέρματος, πετροσελίνου, σμύρνης ἀνὰ 𐅻 στʹ. κασ‐ σίας δαφνίτιδος, κινναμώμου, νάρδου Κελτικῆς ἀνὰ 𐅻 δʹ. λεῖα ποιήσας ἀναλάμβανε σὺν ὕδατι, ἡλίκα θέρμος μικρὸς
15καὶ δίδου νήστεσι καθ’ ἡμέραν, ἐπὶ ἡμέρας λʹ. σὺν ὕδατος κυάθοις γʹ. τοῦτο, ὡς παρελάβομεν, μετά τινος θρη‐
σκείας σκευάζεται. ξυλίνῳ γὰρ ὅλμῳ καὶ ὑπέρῳ κόπτεται,325 in vol. 13

13

.

326

καὶ τὸν κόπτοντα δεῖ μήτε δακτυλίδιον ἔχειν σιδηροῦν μήτε ὑποδήματα ἡλοκοπημένα. τοῦτο ἀπὸ Ῥουστίκου ὡς μυστή‐ ριον ἐλάβομεν. πρὸς νεφριτικοὺς καὶ ῥεῦμα πᾶν, ὡς Ἀπολ‐ λώνιος. μανδραγόρου φλοιοῦ πεφωγμένου 𐅻 αʹ 𐅶ʹʹ. ὑοσκυ‐
5άμου σπέρματος πεφωγμένου, μήκωνος μελαίνης σπέρματος πεφωγμένου ἀνὰ 𐅻 αʹ 𐅶ʹʹ. ἀνίσου πεφωγμένου 𐅻 αʹ 𐅶ʹʹ. τραγακάνθου, φοινικοβαλάνων τῆς σαρκὸς ἀνὰ 𐅻 γʹ. μετὰ μέλιτος δίδου. [Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι νεφριτικαί.] Ἀν‐
10τωνίου Μούσα. πιτυΐδων κεκομμένων καὶ κεκοσκινισμέ‐ νων 𐅻 κʹ. μήκωνος μελαίνης σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 βʹ. νάρδου Κελτικῆς, κρόκου, ἀνίσου ἐπτισμένου, δαύ‐ κου Κρητικοῦ τῆς ῥίζης, γλυκείας ῥίζης ἀνὰ 𐅻 αʹ. κόστου τριώβολον, σκεύαζε διὰ προτρόπου καὶ ἀνελοῦ εἰς πυξίδα
15καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ προτρόπου κύ‐ αθον αʹ. καὶ ὕδατος θερμοῦ κυάθους βʹ. ἄλλο. σικύου ἡμέρου σπέρματος πεφωγμένου 𐅻 γʹ. μαλάχης καρποῦ 𐅻 εʹ.
στροβίλου πεφωγμένου 𐅻 στʹ. σελίνου σπέρματος 𐅻 ζʹ. λινο‐326 in vol. 13

13

.

327

σπέρματος 𐅻 αʹ. ἀμυγδάλων πικρῶν κεκαθαρμένων 𐅻 θʹ. ἀναλάμβανε γλυκεῖ καὶ δίδου καθὰ προείρηται. ἄλλο νεφρι‐ τικοῖς Ὀνησιδήμου. ἀμυγδάλων πικρῶν 𐅻 ιστʹ. δαύκου Κρητικοῦ σπέρματος, μαλάχης καρποῦ ἀνὰ 𐅻 στʹ. ἴρεως
5ἀγρίας ῥίζης 𐅻 ηʹ. κέρατος ἐλαφείου κεκαυμένου, τραγακάν‐ θης, νάρδου Κελτικῆς, σικύου ἡμέρου σπέρματος ἀνὰ 𐅻 στʹ. γλυκέος, ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται. ἄλλο φάρ‐ μακον ἐπιτετευγμένον. τούτῳ ἴσμεν πολλοὺς χρησαμένους νε‐ φριτικοὺς καὶ τῆς ὅλης ἀπαλλαγέντας διαθέσεως. δεῖ δὲ ἐπὶ
10πολλὰς ἡμέρας ἐπιμένειν τῷ φαρμάκῳ, δίδοται καὶ λιθιῶσι καὶ κωλικοὺς θεραπεύει καὶ τὰς περὶ κύστιν διαθέσεις, ἔχει δὲ οὕτω. καρύων Ποντικῶν κεκαθαρμένων, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, σικύου σπέρματος κεκαθαρμένου ἀνὰ 𐅻 γʹ. κωνείου σπέρματος, κρόκου, μαλάχης σπέρματος, ὀπίου
15ἀνὰ 𐅻 στʹ. ὑοσκυάμου λευκοῦ σπέρματος, σελίνου σπέρμα‐ τος ἀνὰ 𐅻 ιβʹ. ἀναλάμβανε τροχίσκους μέλιτι ἀναπλάττων καὶ δίδου τριώβολον καὶ μελικράτου θερμοῦ κυάθους γʹ. ἐν
ἄλλῳ καὶ βήσασα 𐅻 στʹ. ἄλλο πρὸς τὰς ἐν νεφροῖς πωρώ‐327 in vol. 13

13

.

328

δεις ὑποστάσεις, Ὀνησιδήμου. σύμφυτον καὶ σίον καὶ ἀρτε‐ μόνιον ἕψε μετ’ οἴνου καὶ τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους δύο καὶ ὕδατος τὸ ἴσον. ἄλλο. μαλάχης ἀγρίας τὴν ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν καὶ ὀρεοσελίνου ῥίζαν, ἕψε μετ’
5οἴνου καὶ καθὰ προείρηται δίδου. ἄλλο πρὸς λιθιῶντας κα‐ ταπαστόν. βαλσάμου καρποῦ μέρη βʹ. λίθου τοῦ ἐν σπόγ‐ γοις εὑρισκομένου τὸ ἴσον, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας σπέρματος, ὠκίμου ξηροῦ ἑκάστου τὸ ἴσον, κόψας καὶ σή‐ σας, ἀπόθου καὶ δίδου κοχλιάριον καὶ οἴνου κεκραμένου
10κυάθους δύο. ἄλλο. στρουθίου ῥίζης μέρος ἓν, ἴριδος ἀγρίας ξηρᾶς ἴσον, ὀξαλίδος ξηρᾶς τὸ ἴσον, ἀνεμώνης ἐχούσης τὸ ἄνθος μήλινον ξηρᾶς τοσόνδε, κόψας καὶ σήσας καθὰ προ‐ είρηται χρῶ. καταπότια Ἡρακλείδου Ταραντίνου, διαλύει τοὺς ἐν κύστει πώρους, ἀγαθὰ δὲ καὶ πρὸς στραγγουρίαν.
15 πεπέρεως, χαλβάνης ἀνὰ 𐅻 αʹ. ὀποῦ Λιβυκοῦ 𐅻 βʹ. σμύρνης 𐅻 δʹ. προτρόπου τὸ ἱκανὸν, ποίει καταπότια ἐρε‐
βίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ γλυκέος ἐπιπιεῖν328 in vol. 13

13

.

329

κυάθους δύο. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος, πεπέρεως, ἀφρονίτρου ἀνὰ 𐅻 αʹ. βαλσάμου καρποῦ 𐅻 βʹ. σμύρ‐ νης 𐅻 δʹ. ἀναλάμβανε προτρόπῳ καὶ ποίει καταπότια ἐρε‐ βίνθου τὸ μέγεθος καὶ δίδου τρία καὶ οἴνου γλυκέος ἐπιῤῥο‐
5φείτω τεταρτημόριον, δίδου δὲ ἐπὶ ἡμέρας μηʹ. προλούων. τροχίσκος διουρητικὸς, κατάγει λίθους καὶ πωρώδεις ὑποστάσεις. ἀσάρου, πετροσελίνου, φοῦ, μήου ἀνὰ 𐅻 δʹ. ἀκόρου, ἀνίσου σπέρματος, δαύκου σπέρματος, ὀρεοσελίνου, καρποῦ βαλσάμου, τραγακάνθης ἀνὰ 𐅻 βʹ. τὴν τραγάκαν‐
10θαν γλυκεῖ διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου τριώβολον μετὰ γλυκέος κεκραμένου κυάθων βʹ. ἄλλο Χαρικλέους, κατάγει ψαμμώδεις ὑποστά‐ σεις, ποιεῖ πρὸς τὰς μεθ’ ἑλκώσεως διαθέσεις. σελίνου σπέρματος, πετροσελίνου σπέρματος, ἀνίσου ἀνὰ 𐅻 ιστʹ.
15σχοίνου ἄνθους, κρόκου, τραγακάνθης ἀνὰ 𐅻 στʹ. δαύκου Κρητικοῦ σπέρματος, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 δʹ. σκεύαζε καθὰ προείρηται καὶ δίδου 𐅻 αʹ. μετὰ προτρόπου κεκρα‐
μένου κυάθων γʹ. Ἀντίδοτος ἡ διὰ τῶν λίθων, ὡς Μιθρι‐329 in vol. 13

13

.

330

δάτης, ποιεῖ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν διαθέσεις θρύπτει λίθους καὶ πώρους διαλύει. σμυρνίου σπέρμα‐ τος, κυπέρου, ναρδοστάχυος, μήκωνος λευκῆς σπέρματος, κιν‐ ναμώμου, κασσίας σύριγγος, πεπέρεως λευκοῦ σταφυλίνου
5σπέρματος ἀνὰ γο αʹ. λιβάνου ἀτμήτου, σελίνου σπέρματος, κρόκου, στύρακος, ἴρεως, ἀμυγδάλων πικρῶν, ἀκόρου, ἑκά‐ στου γο αʹ 𐅶ʹʹ. λίθου Συριακοῦ θήλεος ἢ ἄῤῥενος γο 𐅶ʹʹ. σμύρνης μινναίας γο βʹ. μέλιτι φύρα. ἡ δόσις καρύου Πον‐ τικοῦ τὸ μέγεθος. ἄλλη ἡ τοῦ Βιεννίτου, φάρμακον ἐπιτε‐
10τευγμένον, ἀνώδυνον, χρήσιμον καὶ νεφριτικοῖς καὶ πρὸς τὰς περὶ κύστιν ἑλκώσεις καὶ λίθους θρύπτει καὶ πηλὸν ἀπου‐ ρεῖν ποιεῖ. ἴρεως 𐅻 δʹ. μήου, σεσέλεως, χαμαίδρυος, ὑπε‐ ρικοῦ, κνεώρου, κάγχρυος, ἑκάστου τοσόνδε, ἀμώμου 𐅻 ηʹ. κινναμώμου 𐅻 ιβʹ. λιβανωτίδος ὀρεινῆς, νάρδου Ἰνδικῆς,
15κρόκου Κιλικίου, πετροσελίνου, πολίου, πηγάνου ἀγρίου σπέρ‐ ματος, δικτάμνου Κρητικοῦ, ἑκάστου τὸ ἴσον, γλυκυῤῥίζης, λίθου Συριακοῦ ἄῤῥενος ἀνὰ 𐅻 ιστʹ. θλάσπεως 𐅻 κδʹ. ἄγνου
καρποῦ, σμύρνης, σφονδύλου, ἑκάστου τοσόνδε, καρδαμώμου330 in vol. 13

13

.

331

𐅻 μηʹ. ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντι‐ κοῦ τὸ μέγεθος καὶ οἰνομέλιτος κεκραμένου κυάθους δʹ. [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς τοὺς νεφριτι‐ κοὺς, ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Τοὺς δὲ
5νεφριτικοὺς διαιτῶ προσηκόντως, ἐπιθεὶς μὲν κηρωτὴν ῥοδί‐ νην μετὰ στύρακος, μαλαγματῶδες ποιήσας. σφόδρα ἔφη ἀξιολόγως ὁ παρὰ τῷ Φρίκῃ Λινοφόβῳ ἀντιπαθῶς βοηθεῖν εἰς ἀνασκευὴν, πρωτοτόμου καυλοῦ ἀφεψήματος κυ. βʹ. νή‐ στει διδομένους ἐπὶ ἡμέρας θʹ. ἐπίπασσε δὲ ἅλας ὀλίγους
10καὶ μᾶλλον ὀνίνησιν. ἄλλο. πότιζε ῥόδων φύλλων, ἀμυγδά‐ λων λελεπισμένων, λιβάνου ἴσα, μήκωνος κωδυῶν τὸ δι‐ πλοῦν, προτρόπῳ ἀναλάμβανε καὶ εἰς κεραμεοῦν ἀγγεῖον ἀπόθου μὴ ἐν νοτίδι, δίδου δύο ὀβολοὺς μετὰ προτρόπου. ἔνιοι ἀντὶ τῶν ἀμυγδάλων ἄμυλον βάλλουσι, καὶ ἀντὶ προ‐
15τρόπου ὕδατι μὲν ἀναλαμβάνουσι, ποτίζουσι δὲ μετὰ προ‐ τρόπου. [Περὶ ἰσχιάδος καὶ ποδάγρας καὶ ἀρθρίτιδος.]
Ἐκ τοῦ γένους τῆς ἀρθρίτιδος ἥ τε ἰσχιάς ἐστι καὶ ποδάγρα.331 in vol. 13

13

.

332

ὅπερ γὰρ ἐν ἅπασι τοῖς ἄρθροις ἡ ἀρθρῖτις ἐστὶ, τοῦτ’ ἐφ’ ἑνὸς μὲν τοῦ κατ’ ἰσχίον ἰσχιάδα καλοῦσιν, ἐπὶ ποδὸς δὲ ποδάγραν. ἄρχεται μὲν οὖν ὡς τὰ πολλὰ καὶ ἡ τῆς πο‐ δάγρας γένεσις ἐξ ἑνὸς ἄρθρου, προέρχεται δὲ ἐπὶ πάντα
5χρονίζουσα. κοινὸν δὲ τῶν τριῶν παθῶν ἐστι πλεονεξία χυ‐ μοῦ, καταλαμβάνουσα τὴν πάσχουσαν διάρθρωσιν, ἧς πλη‐ ρωθείσης εἰς πάντα συμβαίνει τείνεσθαι τοῖς περικειμένοις νευρώδεσι μορίοις, κᾀκ τούτων γίγνεσθαι τὴν ὀδύνην. ἐνίοτε μὲν οὖν ὁ κατασκήπτων χυμὸς αἱματικός ἐστιν, ὡς τὸ πολὺ
10δὲ φλεγματώδης ἢ μικτὸς ἐκ φλεγματώδους τε καὶ χολώδους ἢ καὶ σὺν αὐτοῖς αἵματος. ἀκριβέστερον δέ τις ἑρμηνεύων οὐ φλεγματώδη χυμὸν, ἀλλὰ τὸν ἰδίως ὀνομαζόμενον ὠμὸν, ἐπικρατεῖν ὡς τὸ πολὺ φαίη κατὰ τὰς ἀρθρίτιδας. ἔστι δὲ παχὺς οὗτος, ὁμοίως τῷ πύῳ τῷ παχεῖ. χρονίζων δὲ ἐν τοῖς
15ἄρθροις οὐ μόνον παχύτερος, ἀλλὰ καὶ γλισχρότερος γίνεται. τῶν τε οὖν ὀνομαζομένων πώρων ἡ γένεσις ἐκ τούτων, κᾀ‐
πειδὰν γένωνται, μηκέτι ἐλπίσῃς εἰς τὴν ἀρχαίαν κατάστασιν332 in vol. 13

13

.

333

ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. εὐφώρατοι δὲ αἱ διαφοραὶ τῶν λυπούντων χυμῶν εἰσι, ταῖς χροιαῖς καὶ τοῖς συμπτώμασι καὶ τῇ πείρᾳ τῶν προσφερομένων φαρμάκων. ἡ μὲν οὖν ἀπὸ τῆς χρόας διάθεσίς τε καὶ διάγνωσις αὐτῶν
5ἅπασι γνώριμος, ἡ δὲ ἀπὸ τῶν συμπτωμάτων εἰ καὶ μὴ πᾶσι μηδ’ ἐκ προχείρου σαφὴς, ἀλλ’ οὐδὲ χαλεπὴ γνωσθῆ‐ ναι. τὸ γὰρ χολῶδες αἷμα θερμασίας πολλῆς αἴσθησιν ἐρ‐ γάζεται τῷ κάμνοντι παροξύνεταί τε τῶν θερμαινόντων ἐπι‐ τιθεμένων, ὥσπερ αὖ πάλιν ὑπὸ ψυχόντων ἀνίεται. πρὸς δὲ
10τὴν διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει σοι καὶ ἡ προγεγενημένη δίαιτα, διὰ γυμνασίων ἢ ἀργίας γεγονυῖα καὶ λουτρῶν ἐπὶ τροφαῖς ἢ πρὸ τροφῶν, ὥσπερ γε καὶ τούτων τῶν γυμνασίων καὶ ἐδεσμάτων ἥ τε ποσότης καὶ ἡ ποιότης, ἥ θ’ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ χωρίου, ὥσπερ γε
15καὶ ἡ ἡλικία καὶ ἡ ἕξις τοῦ σώματος, ὧν ἁπάντων ἐν πολ‐ λοῖς πολλάκις τὰς δυνάμεις διῆλθον. ἀρχὴ δὲ ἔστω σοι τῆς θεραπείας ἡ τοῦ λυπεῖν εὑρεθέντος χυμοῦ κένωσις. εἰ μὲν
πληθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας πρῶτον ἁπάντων333 in vol. 13

13

.

334

παραλαμβανομένης, εἶτα καθάρσεως ἐφ’ ᾗ ἡ τῶν ῥηθησο‐ μένων φαρμάκων ἐν καιρῷ καὶ τάξει προσήκουσα χρῆσις, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν ἀποκρουστικοῖς τοῦ ῥεύμα‐ τος χρωμένων ἡμῶν φαρμάκοις, ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρ‐
5θρώσεως φυλαττομένων τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὔσης αὐτῆς, συλλαμβάνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων αἷμα καὶ μυῶν πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ φαρμά‐ κων χρεία, ἐπὶ τῆς κατ’ ἰσχίον ὀδύνης οὔτε ψυχόντων ἱκα‐ νῶς οὔτε θερμαινόντων ἰσχυρῶς, ὁποίων ὕστερον δεῖται. πα‐
10ροξύνεται γὰρ ἐπ’ αὐτῶν τὰ ῥεύματα, τῆς θερμασίας ἑλκού‐ σης αὐτὰ μᾶλλον ἢ κωλυούσης. ἐπεὶ δὲ οὐ πρόκειται κατὰ τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν οὔτε περὶ καταπλασμάτων οὔτε περὶ ἐπιβροχῶν τι λέγειν, ἀλλὰ περὶ τῆς μεθόδου τῶν συνθέτων φαρμάκων, ἐπὶ ταύτην ἀφίξομαι μόνην, ἀπὸ τῆς
15ἰσχιάδος ἀρξάμενος, ὀλιγάκις ὑπὸ πλήθους αἵματος γινομέ‐ νης καὶ θεραπευομένης γε τάχιστα τῶν κατὰ τὴν ἰγνύαν ἢ
κατὰ τὰ σφυρὰ φλεβῶν τεμνομένων. ὥσπερ δὲ πολλάκις μόνη334 in vol. 13

13

.

335

ἡ ἐκ τοῦ αἵματος κένωσις αὐτάρκης γίνεται βοήθεια, κατὰ τοὐναντίον ἐπὶ πάσης ἰσχιάδος, ἐξαιρέτως δὲ ἐπὶ τῆς διὰ πλῆθος, ἄν τις πρὸ τοῦ κενωθῆναι τὸ πᾶν σῶμα δριμέσι φαρμάκοις χρήσεται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατο‐
5τάτην ἐργάσεται τὴν διάθεσιν, σφηνουμένου τοῦ πλή‐ θους αὐτόθι δυσλύτως. πρὸς γὰρ τοῖς ἄλλοις καὶ παχύνεται καὶ γλίσχρον γίγνεται τῇ θερμότητι καὶ ξηρότητι τῶν δριμέων φαρμάκων, ὀπτήσει τι παραπλήσιον πάσχον. ὡς οὖν μεγίστην δύναμιν ἐς θεραπείαν ἐχούσης ἐπὶ τοῦ πάθους τῆς
10τοῦ παντὸς σώματος κενώσεως, ἀπ’ αὐτῆς ἀρκτέον, οὐ μό‐ νον ἀπὸ τῶν σκελῶν, ἀλλὰ καὶ ἀπ’ ἀγκῶνος ἀφαίρεσιν ποι‐ ουμένοις. ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλ‐ λον τῶν διὰ τῆς κάτω γαστρὸς κενώσεων, ἀντισπῶντες τὸν κάτω ῥέποντα χυμόν. ποιητέον δὲ αὐτοὺς ἐν ἀρχῇ μὲν μετὰ
15τροφῆς, ὕστερον δὲ καὶ διὰ φαρμάκων ἐμετικῶν, ἀρχομένους ἐπὶ τούτων ἀπὸ τῶν μετριωτέρων. ἐφ’ ὧν δὲ σφήνωσις ἐγέ‐ νετο σφοδρὰ καὶ δύσλυτος ὑπὸ τῶν ἀκαίρως χρησαμένων
ἰατρῶν φαρμάκοις δριμέσιν, ἡ σικύα βοήθεια μεγίστη καὶ ἣ335 in vol. 13

13

.

336

διὰ τῶν καθαρτικῶν γίγνεται κλυσμάτων, ὁποῖός ἐστι καὶ ὁ διὰ τῆς κολοκυνθίδος. ἔχοντες οὖν πρὸ ὀφθαλμῶν ταῦτα τὰ νῦν εἰρημένα, τοῖς γεγραμμένοις φαρμάκοις ὑπὸ τῶν ἔμπροσθεν ἕξετε χρῆσθαι κατὰ μέθοδον· ἄρξομαι δ’ ἐν αὐ‐
5τοῖς ὑπὸ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐν ἐκείνῳ τῷ μέρει τῆς τῶν ἐκτὸς φαρμάκων βίβλου, καθὰ προγράψας μα‐ λάγματα πρὸς τοῖς κυρίοις ὀνομαζομένοις, οὕτω καὶ τὰ ἄλλα γράφει πάντα τὰ καθ’ ὁντιναοῦν τρόπον ὠφελοῦντα τὰς χρονιζούσας διαθέσεις, ἐν αἷς ἐστι καὶ ἡ τῶν ἰσχιαδι‐
10κῶν ὀνομαζομένων. [Αἱ ὑπ’ Ἀνδρομάχου γεγραμμέναι δυνάμεις αὐτοῖς ὀνό‐ μασιν, ἐν τοῖς τῶν ἐκτὸς πρὸς ἰσχιαδικούς.] Πηγάνου ἀγρίου σπέρματος 𐅻 δʹ. σιλφίου, δαφνίδων ἀνὰ 𐅻 δʹ. ἀφρο‐ νίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμμεως ἀνὰ
15𐅻 δʹ. πηγάνου χλωροῦ μνᾶς ὄγδοον, τινὲς τούτων ἀνὰ 𐅻 κʹ. πίσσης τερμινθίνης, ῥητίνης, κηροῦ τὸ ἴσον καὶ στέατος
ταυρείου ἴσον, χαλκάνης 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ.336 in vol. 13

13

.

337

ὀποπάνακος 𐅻 δʹ. θείου ἀπύρου 𐅻 δʹ. ὅτι τοῦτο φάρμακον ἰσχυρῶς ἐστι θερμαντικὸν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν γεγραμμένων πολλάκις ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμά‐ κων δυνάμεως, οὐδὲν ἔτι δεησώμεθα λόγου καινοτέρου. σφο‐
5δρότατον γὰρ καὶ θερμαντικώτατόν ἐστι τὸ φάρμακον ἀγρίου πηγάνου σπέρμα, σὺν τούτῳ δὲ σίλφιον καὶ δαφνίδες, εἶτα τὸ ἀφρόνιτρον, μετὰ ταῦτα καὶ ἀβρότονον, ἐφ’ οἷς ἡ κολο‐ κυνθὶς καὶ τὸ καρδάμωμον καὶ τὸ καλούμενον ἄμμι καὶ τὸ χλωρὸν δὲ πήγανον, ἧττον μὲν τούτων, οὐ μὴν εὐκαταφρό‐
10νητον ἔχει τὴν θερμασίαν, ὥσπερ οὐδὲ τὸ θεῖον ἄπυρον. ἐκ βάθους οὖν ἕλκειν πάντα ταῦτα δύναται, τοὺς λυποῦν‐ τας τὸ κατ’ ἰσχίον ἄρθρον χυμούς. ὅπως δὲ ἔμπλαστρος ἐξ αὐτῶν γένηται, πίττης τε τερμινθίνης καὶ ῥητίνης καὶ κηροῦ καὶ στέατος ἔμιξε, συνθεὶς τὸ φάρμακον. ἀμμωνιακὸν δὲ θυ‐
15μίαμα καὶ χαλβάνη πρὸς τῷ συντελεῖν εἰς ἐμπλάστρου σύν‐ θεσιν, ἔτι καὶ μαλακτικὸν ἔχει τι καὶ παρηγορικόν. ὁ δὲ ὀποπάναξ ἐκ ταὐτοῦ μὲν αὐτοῖς ἐστι γένους, ἰσχυροτέραν
δὲ δύναμιν ἔχει. ἑτέραν δὲ δύναμιν πρὸς αὐτὸ τὸ πάθος337 in vol. 13

13

.

338

ὁ Ἀνδρόμαχος οὕτως ἔγραψεν. ἄλλο μάλαγμα πρὸς ἰσχια‐ δικοὺς καὶ ἄλλα πολλά. κηροῦ 𐅻 οβʹ. τερμινθίνης 𐅻 μηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 λγʹ. προπόλεως 𐅻 μγʹ. χαλβάνης 𐅻 λστʹ. βδελλίου 𐅻 κεʹ. κρόκου 𐅻 εʹ. ὀποπάνακος 𐅻 ιβʹ.
5νίτρου ἀφροῦ 𐅻 λʹ. μύρῳ ἰρίνῳ κόπτων παράπτου. ἄλλο Πρωτᾶ Πηλουσιώτου πρὸς ἰσχιαδικοὺς καὶ κεφαλαλγικοὺς καὶ πρὸς πάντα τὰ χρόνια ἀλγήματα δυνάμενον ἁρμόττειν τόδε. κηροῦ 𐅻 κδʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ζʹ. τερμινθίνης 𐅻 ζʹ. θαψίας χυλοῦ 𐅻 ηʹ. ἐλαίου κύαθον ἕνα.
10καὶ ἄλλην δὲ δύναμιν ἐν τοῖς μαλάγμασιν ὁ Ἀνδρόμαχος ἔγραψεν ὡδί πως. πρὸς ἰσχιαδικοὺς παρὰ Ἥρα Καππάδο‐ κος. πίσσης ὑγρᾶς κο. γʹ ἢ βʹ 𐅶ʹʹ. κηροῦ λίτραν αʹ. πι‐ τυΐνης λίτραν αʹ. θείου ἀπύρου λίτραν αʹ. νίτρου λίτραν μίαν 𐅶ʹʹ. σταφίδος ἀγρίας ξε. αʹ. πυρέθρου λίτρας 𐅶ʹʹ. οἴνου
15τρυγὸς κεκαυμένης λίτρας βʹ. καρδαμώμου ξε. αʹ. χαλβάνης λίτρας 𐅶ʹʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τοῦτο τὸ φάρμακον καὶ αὐτὸς ὁ Ἥρας ἐν τῷ ἰδίῳ βιβλίῳ τῆς τελευτῆς πλησίον
ἔγραψεν. οὐ πρόσκειται δὲ ἐν αὐτῷ ἐπὶ τῆς πίσσης τὸ βʹ.338 in vol. 13

13

.

339

𐅶ʹʹ. ἀλλ’ ἁπλῶς γέγραπται κο. γʹ. προέγραψε δὲ αὐτῆς κατὰ λέξιν οὕτως. κηρωτὴ πρὸς ἰσχιαδικοὺς, ἀνασκευάζουσα καὶ τὰς λίαν κεχρονισμένας διαθέσεις, ταύτῃ ἐχρησάμην πρὸς ἀνασκευὴν ἐπὶ Φροντίνου. πίσσης ὑγρᾶς κοτύλας γʹ. κη‐
5ροῦ λίτραν αʹ. πιτυΐνης λίτραν αʹ. θείου ἀπύρου λίτραν αʹ. νίτρου λίτραν αʹ. σταφίδος ἀγρίας ξε. αʹ. πυρέθρου λίτρας 𐅶ʹʹ. οἴνου τρυγὸς κεκαυμένης λίτρας βʹ. καρδαμώμου ξε. αʹ. χαλβάνης λίτρας 𐅶ʹʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἔγραψε δὲ καὶ ἄλλας ἰσχιαδικὰς ὁ Ἥρας δύο δυνάμεις, ὧν ἡ μὲν ἑτέρα
10τόνδε τὸν τρόπον ἔχει. πρὸς ἰσχιαδικοὺς παρηγορικὴ λίαν. πίσσης μέρη δύο, θείου ἀπύρου μέρος ἓν, λεῖα ἀμφότερα μίξας, σύμπλασσε τὸν ἀλγοῦντα τόπον, προλούσας δὲ τὸν πάσχοντα χρῶ ἵνα κολληθῇ τὸ φάρμακον, καὶ ἄνωθεν ἐπίῤ‐ ῥιπτε χάρτην καὶ ἔα μέχρις ἀφ’ ἑαυτοῦ ἀποστῇ, ἐνδέχεται
15δὲ λούεσθαι ἔχοντα τὴν χάρτην. ἔν τισι τῶν ἀντιγράφων πίσσης μέρος ἓν, καὶ δυνατόν ἐστι καὶ οὕτως αὐτὸ σκευ‐ ασθῆναι, γιγνωσκόντων ἡμῶν ὅτι πρακτικώτερόν ἐστι τὸ ἴσα
μιγνύναι ἀμφότερα, τὴν πίσσαν καὶ τὸ θεῖον ἄπυρον. ἀσθε‐339 in vol. 13

13

.

340

νέστερον δὲ ἐφ’ οὗ ἡ πίσσα διπλασία τοῦ θείου βάλλεται. ἡ δὲ λοιπὴ, καὶ ταύτῃ τῶν ἰσχιαδικῶν δυνάμεων, οὕτως ὑπὸ τοῦ Ἥρα γέγραπται. [Ἄλλη ἰσχιαδική. ταύτῃ ἐχρησάμην ἐπὶ Φροντίνου,
5εὐθὺς ἐπὶ τῶν παροξυσμῶν.] Κηροῦ 𐅻 ρʹ. ἰξοῦ δρυΐνου 𐅻 ιστʹ. σμύρνης 𐅻 στʹ. τερμινθίνης 𐅻 κεʹ. χαλβάνης 𐅻 στʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 στʹ. κεδρίας κοτύλης τὸ ἥμισυ, κυπρίνου, κοτύλης 𐅶ʹʹ. τὸν κηρὸν καὶ τὴν κεδρίαν μετὰ τοῦ κυπρίνου τῆξον, εἶτα τὴν ῥητίνην καὶ τὴν χαλβάνην. ὅταν δὲ μέλλῃς
10αἴρειν, ἐπίπασσε τὴν ἴριν καὶ τὸν ἰξόν. ᾐρμένης δὲ τῆς λο‐ πάδος, ἔστω λελειωμένη ἡ σμύρνα, εἶτα τὰ τηκτὰ κατάχει καὶ μίξας χρῶ. ἔνιοι καὶ νίτρου προσέβαλλον 𐅻 εʹ. [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ὀνομάζει μὲν καὶ οὗτος
15ἅπαντα τὰ τοιαῦτα μαλάγματα. προστίθησι δὲ τοῖς μὲν ὅτι πρὸς ἰσχιάδα, τοῖς δὲ ὅτι πρὸς σπλῆνα, τοῖς δὲ πρὸς πλευ‐
ρὰν ἢ ἄλλο τι μέρος. ἔνια δὲ καὶ πολύχρηστά φησιν εἶναι,340 in vol. 13

13

.

341

καθάπερ καὶ τόδε γεγραμμένον ὑπ’ αὐτοῦ κατὰ λέξιν οὕτως. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ Λιβυκῇ. κηροῦ λίτρας τρεῖς, δρυΐνου ἰξοῦ λίτρας γʹ. ῥητίνης τερμινθίνης λίτρας γʹ.
5μυροβαλάγου πιέσματος λίτραν αʹ. νίτρου ἀφροῦ λί‐ τραν αʹ. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. ἐλαίου κυπρίνου λίτρας τρεῖς, ὄξους ὡς τὸ ἀμμωνιακὸν διαλῦσαι. μετὰ τοῦτο γράφει ἐφε‐ ξῆς πάλιν οὕτως. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον
10πρὸς τὰς αὐτὰς διαθέσεις. σμύρνης στακτῆς λίτρας βʹ. βδέλλης ὄνυχος λίτρας βʹ. μυελοῦ ἐλαφείου λίτρας βʹ. ἀμμω‐ νιακοῦ θυμιάματος λίτρας βʹ. ἴρεως ξηρᾶς λίτρας δύο, ὀπο‐ πάνακος λίτραν μίαν, χαλβάνης, στύρακος ἀνὰ λίτραν αʹ. μαστίχης λίτραν αʹ. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν αʹ.
15ὀποῦ συκομόρων λίτραν αʹ. κάγχρυος λίτραν αʹ. πεπέρεως λευκοῦ λίτραν αʹ. κηροῦ, τερμινθίνης ἀνὰ λίτρας εʹ. κοπτέον ἐστὶ τὸ φάρμακον καὶ δεῖ κόπτοντα παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ, ἕως ἂν εὐαφέστερον γένηται τὸ φάρ‐
μακον. ἕτερον ἐφεξῆς ἔγραψεν ὁ Ἀσκληπιάδης οὕτως. μά‐341 in vol. 13

13

.

342

λαγμα ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ἀρσενικοῦ χρυσίζον‐ τος, ἀσβέστου ἀνὰ γο βʹ. στυπτηρίας ὑγρᾶς γο βʹ. στυπτη‐ ρίας σχιστῆς γο βʹ. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς θυείαν βάλλοντες, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους ηʹ.
5καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα. κηροῦ, ῥητίνης φρυκτῆς καὶ πιτυΐνης ἀνὰ λί‐ τρας βʹ. ἐλαίου κοινοῦ κυάθους ηʹ. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο βʹ.
10καὶ ἕτεροι δὲ προστιθέασι καὶ σανδαράχης γο βʹ. ὑφαιροῦν‐ τες τὰς δύο γο τῆς ὑγρᾶς στυπτηρίας. ἡμεῖς δὲ ἐμβάλλον‐ τες πάντα τὰ ὑπογεγραμμένα σκευάζομεν, καὶ γίνεται δρα‐ στικώτερον. μετὰ τὸ προγεγραμμένον ἕτερον ἔγραψεν οὕτως. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς
15καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. κηροῦ, πίσσης Βρυτίας ἀνὰ λίτραν αʹ. ἀντὶ τῆς πίσσης ῥητίνην
φρυκτὴν βάλλομεν, ῥητίνης πιτυΐνης λίτραν αʹ. ἐλαίου κυ‐342 in vol. 13

13

.

343

άθους ηʹ. ἀρσενικοῦ χρυσίζοντος, στυπτηρίας σχιστῆς, ἀσβέ‐ στου ἀνὰ γο βʹ. σκεύαζε καθὰ προείρηται, ἡμεῖς προσεθή‐ καμεν τῷ φαρμάκῳ σμύρνης γο βʹ. ἰξοῦ δρυΐνου γο δʹ. μετὰ τὰ προειρημένα διελθὼν ἕτερά τινα πρὸς ὑδρωπικοὺς καὶ
5σπληνικούς· αὖθις ἔγραψε πολύχρηστον δύναμιν, ἣν καὶ τοῖς ἰσχιαδικοῖς ἁρμόττειν φησὶν ὡδί πως. Ἀνδρέου μάλαγμα. δύναμις θαυμαστὴ πρὸς ἃ βούλει κατατρῆσαι, διαλῦσαι, ἐξι‐ σῶσαι ἀνάγει ὀστᾶ ἐφθορότα, σκόλοπας, ἀκίδας. ἀναγέγρα‐ πται δὲ καὶ Σεραπίωνι τῷ ἐμπειρικῷ. ποιεῖ καὶ πρὸς ἰσχια‐
10δικοὺς, χρήσιμόν ἐστι καὶ τοῖς ἐμπυϊκοῖς. ποιεῖ καὶ πρὸς τὰς σκιῤῥώδεις τῶν σπλάγχνων διαθέσεις. ἔστι δὲ καὶ ἄκοπος ἀγαθὴ παρειμένοις χρονίοις, διεστραμμένοις μέρος τι τοῦ σώματος. ποιεῖ καὶ πρὸς τὰ λιπανθέντα, ὥστε ἀνάγειν τὰ ἀλλότρια καὶ τὸ ἕλκος εἰς οὐλὴν ἄγειν. κόκκου κνιδίου
15κεκαθαρμένου, νίτρου ἐρυθροῦ, ἁλὸς ἀμμωνιακοῦ, ἀριστολο‐ χίας Κρητικῆς, σικύου ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ 𐅻 κʹ. πεπέρεως στρογγύλου καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος,
τινὲς καὶ τοῦ ἀμώμου καὶ τοῦ ξυλοβαλσάμου ἀνὰ 𐅻 ιʹ.343 in vol. 13

13

.

344

λιβάνου ἄῤῥενος, σμύρνης, ῥητίνης ξηρᾶς, ἰξοῦ εἰργασμένου ἀνὰ 𐅻 ιʹ. συκαμίνου ὀποῦ 𐅻 ιʹ. κηροῦ 𐅻 λʹ. στέατος αἰγείου 𐅻 ιεʹ. ἰρίνου μύρου ὑποστάθμης εἰς ἀνάληψιν ὅσον ἐξαρ‐ κεῖ. τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ καὶ
5τὰ τηκτὰ κόπτεται καθ’ ἕκαστον φιλοπόνως, εἶθ’ ὁμοῦ πάντα μίγνυται καὶ πάλιν κόπτεται καὶ σήθεται λεπτοτάτῳ κο‐ σκίνῳ παραπτομένου ἰρίνου ὑποστάθμῃ. εἶθ’ ὅταν καλῶς ἐνωθῇ, μαλάξαντες ἀποτιθέμεθα, ὁπότε δὲ βούλει καὶ ἀκόπῳ χρῆσθαι, λάμβανε τοῦ φαρμάκου γο γʹ. στέατος χηνείου
10γο γʹ. ἐλαίου κυπρίνου γο γʹ. μίξας χρῶ. καὶ τούτου δ’ ἐφε‐ ξῆς οὕτως ἔγραψεν. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. πυ‐ ρέθρου 𐅻 κʹ. κόκκου κνιδίου καὶ ἀφρονίτρου ἀνὰ 𐅻 κʹ. ἁλὸς ἀμμωνιακοῦ, ἀριστολοχίας Κρητικῆς λεπτῆς τοῦ φλοιοῦ, σι‐ κύου ἀγρίου ῥίζης, τερμινθίνης ἀνὰ 𐅻 κʹ. πεπέρεως στρογ‐
15γύλου καὶ μακροῦ, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου, ξυλο‐ βαλσάμου, λιβάνου, σμύρνης, καρδαμώμου, ἀμώμου, στέατος αἰγείου, ῥητίνης ξηρᾶς ἀνὰ 𐅻 ιʹ. κηροῦ 𐅻 λʹ. ἰξοῦ εἰργα‐
σμένου 𐅻 ηʹ. συκαμίνου ὀποῦ 𐅻 ηʹ. ἰρίνου μύρου τῆς ὑπο‐344 in vol. 13

13

.

345

στάθμης εἰς ἀνάληψιν, οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, δια‐ βρέξας ὅσα χρὴ διαλύειν, σκεύαζε κατὰ τρόπον. ἐν ἄλλῳ οὔτε τὸ ξυλοβάλσαμον οὔτε τὸ καρδάμωμον εὗρον οὔτε ἄμωμον. μετὰ τὰ γεγραμμένα γράψας ἕτερα φάρμακα, πάλιν ἐμνημό‐
5νευσε τῶν ἰσχιαδικῶν οὕτω γράψας. ἄλλο τοῦ αὐτοῦ ἐπί‐ θεμα ἰσχιαδικοῖς, ἀρθριτικοῖς παραχρῆμα ὠφελεῖ. τῆλιν βα‐ λὼν εἰς ἄγγος κεραμοῦν καὶ ταύτῃ ἐπιβαλὼν ὀξυκράτου ὅσον ἐξαρκεῖ, ἕψε θεὶς ἐπ’ ἀνθράκων μέχρι διαλύσεως. ὅταν δὲ διαλυθῇ, ἐπίβαλλε μέλιτος ὅσον ἐξαρκεῖ καὶ πάλιν ἕψε, εἶτα
10ἐξελὼν τρῖβε φιλοπόνως καὶ εἰς ὀθόνιον ἐπιπλάσας ἐπιτίθει κατὰ τῶν πονούντων τόπων καὶ ταινιδίῳ περιειλήσαντες ἐῶμεν καὶ τοῦτο πράττομεν ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. ἐν δὲ τῷ τρίβεσθαι, ὅταν σκληρανθῇ τὸ φάρμακον, ἐπιβάλλο‐ μεν τοῦ ὑγροῦ ὅσον ἐξαρκεῖ. τὸ δὲ ἐπιβαλλόμενον τοσοῦτον
15ἔστω ὥστε τὸ κατάπλασμα γενέσθαι ἀλκιμώτερον. ἄλλο τοῦ αὐτοῦ. τῶν προγεγραμμένων συνεχὲς ἔγραψε φάρμακον οὕτω. συμφύτου λίτραν αʹ 𐅶ʹʹ. ξύσας καὶ εἰς λεπτὰ τεμὼν καὶ βα‐
λὼν εἰς θυίαν ὀστρακίνην, φιλοπόνως τρῖβε, καὶ ὅταν λειωθῇ,345 in vol. 13

13

.

346

ἐπίβαλλε μάννης γο γʹ. καὶ ὠῶν τριῶν προσφάτων ὠμῶν τὸ λευκὸν σὺν ταῖς λεκίθοις καὶ πάλιν τρῖβε, καὶ ὅταν ἑνωθῇ, ἐπίβαλλε τούτοις στέατος ὑείου παλαιοῦ λίτραν μίαν, καὶ ἀνακύψας ἐπιμελῶς ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει, παρηγο‐
5ρεῖ παραχρῆμα. μετὰ τὸ γεγραμμένον ἐφεξῆς ἕτερον ἔγραψεν οὕτως. ἄλλο τοῦ αὐτοῦ. μάλαγμα ἰσχιαδικοῖς ἐπὶ τῶν πα‐ ροξυσμῶν εὐθὺς ἐπιτιθέμενον, διδυμαία λεγόμενον. ποιεῖ καὶ πρὸς τὰ συντρίμματα καὶ πρὸς πᾶσαν νευριτικὴν συμπά‐ θειαν. ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας. ποιεῖ καὶ
10πρὸς τὰς ἄλλας φλεγμονὰς, καθαίρει καὶ τὰς οὐλὰς τὰς πο‐ νηρὰς, ποιεῖ πρὸς τὰ στρέμματα καὶ λυγίσματα, ποιεῖ καὶ πρὸς τὰς τῶν μασθῶν διαθέσεις κακοήθεις. κηροῦ, ἰξοῦ δρυίνου, τερμινθίνης, ἴριδος ξηρᾶς, σμύρνης, χαλβάνης ἀνὰ 𐅻 μηʹ. ἐλαίου κυπρίνου ἢ μύρου Αἰγυπτίου ὅσον ἐξαρκεῖ,
15τὴν χαλβάνην βαλόντες εἰς τὸ κύπρινον ἢ εἰς τὸ μύρον τὸ Αἰγύπτιον καὶ θέντες ἐπὶ τὸ πῦρ διαλύομεν καὶ τὸν κηρὸν μαλάσσομεν καὶ τοῖς λοιποῖς μίξαντες κόπτομεν φιλοπόνως
καὶ τούτοις ἐμβαλόντες τακεῖσαν τὴν χαλβάνην μετὰ τοῦ346 in vol. 13

13

.

347

κυπρίνου πάλιν κόπτομεν, καὶ ποιήσαντες ἁφέστατον μάλα‐ γμα ἀνελόμενοι χρώμεθα. ἐφεξῆς τῶν προγεγραμμένων καὶ τοῦτο ἔγραψεν ὁ Ἀσκληπιάδης. ἄλλο τοῦ αὐτοῦ ἐκ τοῦ Ἀρείου. ποιεῖ κωλικοῖς ἀφάτως, ἐν αὐτοῖς παροξυσμοῖς ἐπι‐
5τιθέμενον καὶ ψώρας θεραπεύσει χωρὶς ἑλκώσεως. κηροῦ, πίσσης ὑγρᾶς ἀνὰ λίτραν αʹ. πίσσης ξηρᾶς λίτραν αʹ. θείου ἀπύρου, στυπτηρίας σχιστῆς, νίτρου ἐρυθροῦ ἀνὰ λίτρας 𐅶ʹʹ. τὰ τηκτὰ τῆκε, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κο‐ σκίνῳ, καὶ ὅταν τὰ τηκτὰ συστρέφηται, ἐπίβαλλε τὰ ξηρὰ
10κατ’ ὀλίγον ἐπιπάσσων καὶ κινῶν συνεχῶς καὶ εἰς θυίαν κατεράσας καὶ ἀνακόψας ἀνελόμενος χρῶ. μετὰ τὸ προγεγραμμένον ἕτερον ἔγραψεν ὡδί πως. [Ἄλλο τοῦ αὐτοῦ μάλαγμα, τὸ διὰ τοῦ σιλ‐ φίου ἰσχιαδικοῖς σφόδρα γενναῖον.] Ἄμμεως 𐅻 ιβʹ. σιλ‐
15φίου, πηγάνου ἀγρίου σπέρματος, δαφνίδων κεκαθαρμένων ἀνὰ 𐅻 ιδʹ. κολοκυνθίδος τοῦ ἐντὸς 𐅻 βʹ. νίτρου δραχμὰς δʹ. ἀβροτόνου Θηβαϊκοῦ 𐅻 δʹ. καρδαμώμου 𐅻 δʹ. κηροῦ Πον‐
τικοῦ μνᾶς ὄγδοον, πίσσης, ῥητίνης, στέατος χηνείου, ἀμμω‐347 in vol. 13

13

.

348

νιακοῦ θυμιάματος ἀνὰ μνᾶς ὄγδοον, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἐφεξῆς τῷ προγεγραμμένῳ καὶ τόδε γέγραπται ὑπὸ Ἀσκληπιάδου κατὰ λέξιν οὕτως. [Ἄλλο τοῦ αὐτοῦ ᾧ ἐχρήσατο Ἀντίπατρος.] Σιλ‐
5φίου, πηγάνου ἀγρίου ξηροῦ, δαφνίδων ξηρῶν, ἀφρονίτρου, κολοκυνθίδος τοῦ ἐντὸς, ἀβροτόνου Θηβαικοῦ, ἄμμεως, καρ‐ δαμώμου, ἑκάστου 𐅻 δʹ. πηγάνου ἡμέρου χλωροῦ, πίσσης ξηρᾶς, ῥητίνης τερμινθίνης. ἀμμωνιακοῦ θυμιάματος, στέατος μοσχείου, ἑκάστου μνᾶς ὄγδοον, χαλβάνου 𐅻 ιστʹ. ὀποπά‐
10νακος 𐅻 δʹ. θείου ἀπύρου 𐅻 δʹ. ἐλαίου κυπρίνου κοτύλας δʹ. ἐν δὲ τῇ χρήσει πρότερον χρὴ κορίαννον ξηρὸν καύσαντα ἀναλαμβάνειν κυπρίνῳ καὶ οὕτως ἐπιχρίειν τὸ ἰσχίον καὶ μετὰ τὴν τούτου χρῆσιν ἐπιθεῖναι τὸ μάλαγμα. μετὰ τοῦτο δὲ πάλιν ἕτερον ἔγραψεν ὡδί πως.
15 [Ἄλλο τοῦ αὐτοῦ μάλαγμα ἰσχιαδικὸν, μετασυγκριτι‐ κὸν, ἀπαλλάσσει τῆς ὅλης διαθέσεως. ποιεῖ καὶ παρέτοις καὶ τρομώδεσι καὶ ταῖς κεχρονισμέναις διαθέσεσιν.] Πίσσης
ὑγρᾶς Βρυτίας λίτρας γʹ. τρυγὸς ξηρᾶς κεκαυμένης λίτρας βʹ.348 in vol. 13

13

.

349

νίτρου ἐρυθροῦ λίτραν αʹ 𐅶ʹʹ. ῥητίνης πιτυΐνης λίτραν αʹ. κηροῦ λίτραν αʹ. σταφίδος ἀγρίας λίτραν αʹ. θείου ἀπύρου λίτραν αʹ. πυρέθρου λίτρας 𐅶ʹʹ. καρδαμώμου ξε. αʹ. ἕψε πίσσαν, κηρὸν, ῥητίνην, τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτο‐
5τάτῳ κοσκίνῳ καὶ τοῖς τηκτοῖς ἀναλαβὼν χρῶ. μετὰ τὸ προ‐ γεγραμμένον ἕτερον φάρμακον ἔγραψεν ὡδί πως. [Ἄλλο τοῦ αὐτοῦ ᾧ ἐχρήσατο Φιλόκαλος.] Νά‐ πυος, τήλεως ἀληλεσμένης ἑκάστου ξε. 𐅶ʹʹ. πυρέθρου, σταφί‐ δος ἀγρίας, νίτρου ἐρυθροῦ ἀνὰ 𐅻 δʹ. ὀποπάνακος 𐅻 βʹ.
10χαλβάνης 𐅻 βʹ. ῥητίνης τερμινθίνης λίτραν αʹ. κηροῦ λίτραν μίαν, ἐλαίου κυπρίνου λίτραν αʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. [Ἡ ὑπὸ Δαμοκράτους γεγραμμένη θεραπεία τῶν ἰσχια‐ δικῶν διὰ τῆς Ἰβηρίδος.] Ἐπιγράφεται βιβλίον Δαμοκρά‐ τους κλίνικος, ἐν ᾧ διὰ μέτρων ἰαμβικῶν, ὡς εἴωθε, περὶ
15τῶν τριῶν διαλέγεται φαρμάκων, πρώτου μὲν τοῦ διὰ τῆς βοτάνης, ἣν καὶ αὐτὸς Ἰβηρίδα καλεῖ, τοῦ δευτέρου δὲ τοῦ
διὰ σπέρματος ἀνωδύνου, τρίτου δὲ τοῦ καθαρτικοῦ καλου‐349 in vol. 13

13

.

350

μένου ὑπ’ αὐτοῦ ἱερᾶς. περὶ πρώτης οὖν τῆς τῶν ἰσχιαδι‐ κῶν θεραπείας ἔγραψεν ἐν τῷ βιβλιδίῳ ταῦτα. ἐν Ἰβηρίδι, φησὶν, ἰατρόν τινα φίλον ἑαυτοῦ θεραπευθῆναι διὰ τῆς βο‐ τάνης, ἣν, ὡς ἔφην, αὐτὸς ὁ Δαμοκράτης Ἰβηρίδα καλεῖ, μα‐
5θὼν μὲν αὐτοπτικῶς τὴν βοτάνην, ὄνομα δὲ οὐδὲν ἀκούσας αὐτῆς, ὅτι μηδ’ ὁ διδάσκων ἠπίστατο. δι’ ὧν δὲ γράφει γνω‐ ρισμάτων, ἔοικε τὴν ὑπὸ τῶν Ἑλλήνων ὀνομαζομένην λεπί‐ διον Ἰβηρίδα καλεῖν, ἀπὸ τῆς χώρας ἐν ᾗ θεραπευθεὶς ἔτυ‐ χεν ὁ φίλος αὐτοῦ. γράφει δὲ αὐτοῦ τὰ γνωρίσματα διὰ
10τῶν ἰάμβων. Φύεται δὲ πολλὴ πανταχοῦ, μάλιστα δὲ Παρὰ τοῖς παλαιοῖς μνήμασι, τοίχοισίν τε καὶ Παρὰ ταῖς ὁδοῖσι ταῖς πάλαι τετριμμέναις, Παρ’ αἷς γεωργὸς τὰ λήϊ’ οὔ ποτ’ ἤροσεν.
15Ἀεὶ δὲ θάλλει, φύλλ’ ἔχουσα καρδάμου. Ἔαρος μὲν εὐθαλῆ τε καὶ μείζω· Καυλῷ δὲ αὐτῆς ὄντι μῆκος πήχεως,
Μικρῷ τ’ ἔλαττον καὶ πάλιν μικρῷ πλέον,350 in vol. 13

13

.

351

Θέρους περίκειται λεπτὰ φύλλα, μέχρι περ ἂν Κρύους γενομένου, φρυγανώδη τἄλλα μὲν Τὰ φύλλα ἀποβάλλει τε καὶ μαραίνεται, Πρὸς τῇ δὲ ῥίζῃ προσπεφύκασίν τινα.
5Φέρει δ’ ὁ καυλὸς ἐν θέρει λεπτὸν πάνυ Πολύχροον ἄνθος, τῇ χρόᾳ γαλάκτινον, Εἶτ’ ἐπακολουθεῖ παντελῶς τούτῳ βραχὺ Σπέρματος, ἀκριβῶς αὐτὸ μηδ’ ὁρᾷν τινα. Ἡ ῥίζα δὲ καὶ ὀσμὴν δριμυτάτην ἔχει,
10 Μάλιστα πάντων καρδάμῳ προσεμφερῆ. Διὰ τούτων μὲν ἐδήλωσε τὴν ἰδέαν τῆς βοτάνης, ἐφε‐ ξῆς δὲ τὴν χρῆσιν αὐτῆς διὰ τῶνδε. Ταύτην ὀρύξας καὶ λαβὼν πλῆθος πολὺ, Θέρους μάλιστα δ’ ἐστὶ πρακτικωτάτη
15Καὶ πρόσφατος. ξηρὰ γὰρ ἀδρανὴς τυγχάνει, Κόψας δ’ ἐπιμελῶς, ἔστι γὰρ καὶ δύσκοπος, Ἀξουγγίῳ λίπανον ὀλίγῳ παντελῶς,
Εἶτα ἐπιθεὶς κοτύλῃ τε καὶ παντὶ σκέλει,351 in vol. 13

13

.

352

Δήσας τ’ ἄφες ὥρας μὴ μένειν ἐλάττονας, Γυναιξὶ μὲν δύ’, ἀνδράσιν δὲ τέτταρας. Εἶτ’ εἰς βαλανεῖον ἐσάγων αὐτοὺς, μηθενὶ Μήτε προαλείψας μήτε χρίσας σμήγματι.
5Σμικρᾶς δὲ νοτίδος γενομένης, εἰς τὴν μακρὰν Καθεὶς, κράτησον, ἐπιφέρει γὰρ πολλάκις Δηγμὸν φέροντ’ αἴσθησιν ἔνθερμόν τινα. Μικρὸν δ’ ἀποβρέξας ἔξαγ’ αὐτοὺς ἔξωθεν, Κᾂν ὦσι πολλῶν χερσὶν εἰσκεκομισμένοι,
10Ἰδίοις ἕκαστος ἐξελεύσεται ποσί. Μίξας δ’ ἐλαίῳ δαψιλεῖ βραχὺν πάνυ Οἶνον ἀνάκοπτε καὶ συνάλειφ’ αὐτοὺς ὅλους. Ἄρας τ’ ὀθονίοις, ἰκμάδα καὶ ἅπαν λίπος, Σκέπασον τὸ κῶλον κουφοτάτοις ἐριδίοις.
15Τἄλλα τε κέλευε πάντα πράττειν ὅσα θέλοις Ἐν τοῖς συνήθεσιν ὄντα καὶ τοῖς ἡδέσι. Τὸ γὰρ βοήθημ’ αὐτοτελὲς ὂν τυγχάνει,
Οὐ χρῇζον ἄλλου συμβάλλεσθ’ αὐτῷ τινος,352 in vol. 13

13

.

353

Κᾂν μὲν δίχα πόνου διαμένωσιν, ὃ γίνεται Τὰ πολλὰ, χαίρων προσκύνει τὸ ῥιζίον. Ἂν δὲ καταλειφθῇ τοῦ πάθους ἴχνος ἔτι, Ἅπαν ἐπαλείψεις αὐτὸ χρίσει δευτέρᾳ,
5 Μέσας διαλιπὼν ἡμέρας ὡς εἴκοσι. Τούτῳ τῷ τρόπῳ τῆς χρήσεως καὶ κεφαλαλγίας χρο‐ νίας καὶ ἄλλα πάντα καθ’ ὅ τι ἂν ᾖ μέρος ἀλγήματα χρόνια καὶ δυσλύτους διαθέσεις καὶ παραλύσεις τεθεραπευκέναι φησί. καὶ ὅλως ἐφ’ ὧν οἱ ἄλλοι χρῶνται τῷ καλουμένῳ σιναπι‐
10σμῷ καὶ τῷ διὰ θαψίας βοηθήματι, διὰ τῆς βοτάνης ταύτης ἐξιᾶσθαί φησι. περὶ τῆς Ἰβηρίδος ταύτης καὶ ὁ Ἀρχιγένης λέγει, ὀνομάζων αὐτὴν λεπίδιον ἐν τῷ βʹ. τῶν κατὰ γένος φαρμάκων, ἁρμόζειν δὲ αὐτὴν σπληνικοῖς καὶ ἰσχια‐ δικοῖς λέγει. πρὸς ἰσχιάδας καὶ ψυγμοὺς Ὑγιεινοῦ Ἱππάρ‐
15χου· βοτάνην Ἰβηρίδα, ἥν τινες καλοῦσι λεπίδιον ἢ ἀγριο‐ κάρδαμον, ἀνελόμενος τὴν ῥίζαν αὐτῆς κόψον καὶ στέατι χοιρείῳ συμμαλάξας εἰς τρόπον ἐμπλάσματος ἐπιτίθει κατὰ
τοῦ ἀλγοῦντος τόπου ἐπὶ ὥρας τρεῖς, εἶτα πέμπε εἰς βαλα‐353 in vol. 13

13

.

354

νεῖον. τὸ αὐτὸ ἀπαλλάττει καὶ παλαιὰς κεφαλαλγίας ἐν ὁμοίᾳ χρήσει, ἣν Δαμοκράτης ὁ ἰατρὸς διὰ στίχων ἔγραψεν. [Περὶ τῶν ποδαγρικῶν καὶ ἀρθριτι‐ κῶν παθῶν.] Εἴρηται πρόσθεν ἐν τῷ περὶ τῆς ἰσχιάδος λόγῳ,
5ῥευμάτων ἔκγονα τὰ τοιαῦτα ὑπάρχειν πάθη, κατασκηπτόν‐ των εἰς τὰς χώρας τῶν διαρθρώσεων, ὥστε καὶ τὴν θερα‐ πείαν αὐτῶν ἑνὸς ἔχεσθαι τρόπου, τοῦ κενῶσαι τὸ κατα‐ σκῆψαν. ἔτι μὲν οὖν ἐπιῤῥέοντος αὐτοῦ, τῷ κοινῷ τῶν ἐπιῤ‐ ῥεόντων χυμῶν λόγῳ τὸν σκοπὸν τῶν βοηθημάτων ὑποβάλ‐
10λειν χρὴ ἀποκρουομένους καὶ ἀναστέλλοντας. ἐπειδὰν δὲ μη‐ κέτι ἐπιῤῥέῃ, διαφοροῦντας τὸ κατασκῆψαν. ἡ δὲ ὕλη τῶν φαρμάκων δι’ ὧν ταῦτα γίνεται πολυειδής ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν, νοησάντων μὲν ἐξ ἀρχῆς τῶν συνε‐ τωτέρων κατά τινα τεχνικὸν στοχασμὸν, ἄλλοτ’ ἄλλου τῇ
15πείρᾳ καὶ τῶν ἀρίστων κεκριμένων. διὸ κᾀγὼ καθάπερ ἐπὶ τῶν ἄλλων παθῶν, οὕτω κᾀπὶ τούτων τῶν πεπειραμένων
τοῖς πρὸ ἐμοῦ γράψω τὰ κάλλιστα.354 in vol. 13

13

.

355

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰ εἰρημένα πάθη ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ἐπίθεμα ποδαγρικοῖς, ἀρθριτικοῖς ἀνώδυνον, ἡ χρῆσις ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. ὀποῦ μήκωνος 𐅻 δʹ. κρόκου
5𐅻 αʹ. λεάνας μετὰ γάλακτος βοείου ἢ αἰγείου καὶ ἄρτου τὸ ἐντὸς ἐπιβαλὼν τρῖβε φιλοπόνως, ὥστε εὐαφὲς εἶναι κα‐ τάπλασμα καὶ μαλάξας παράπτου ῥοδίνῳ καὶ χρῶ καταπλά‐ σματι προσηνεῖ, ἔξωθεν ἐπιβαλὼν φυλακῆς χάριν φύλλα σεύ‐ τλου ἢ θρίδακος. ἔστι δ’ ὅτε τὸ ὄπιον καὶ τὸν κρόκον μετὰ
10γάλακτος λεάναντες, ἀναλαμβάνομεν κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμπλάσαντες εἰς ὀθόνιον ἐπιτιθέμεθα. ἄλλο. στύρακος 𐅻 βʹ. ὀπίου 𐅻 αʹ. σκεύαζε καὶ χρῶ καθὰ προ‐ είρηται. ἄλλο. παραχρῆμα τὸν πόνον ἀπαλλάττει. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τὸν πάσχοντα λούειν καὶ τό‐
15τε περισμήξαντα τοὺς τόπους ἐπιτιθέναι. ἀψινθίου Πον‐ τικοῦ χυλοῦ, κρόκου, ὀπίου ἀνὰ 𐅻 αʹ. κηροῦ Ποντικοῦ 𐅻 δʹ. ἰρίνου μύρου 𐅻 στʹ. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, διά‐
λυε ὄπιον, ἀψίνθιον, κρόκον, καὶ ὅταν διαλυθῇ, ἀναλάμβανε355 in vol. 13

13

.

356

τοῖς τηκτοῖς καὶ εἰς ὀθόνιον ἑλκύσας ἐπιτίθει. ἄλλο. κωνείου σπέρματος ἐκλελεπισμένου 𐅻 στʹ. κρόκου 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. γλυκέος Κρητικοῦ ὅσον ἐξαρκεῖ, καὶ λεάνας ἀναλάμ‐ βανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.
5 [Ἐπίθεμα ποδαγρικῶν, ἀρθριτικῶν, ποιεῖ πρὸς τὰς μεγίστας διαθέσεις, ᾧ ἐχρήσατο Ἐρασίστρατος ὁ Σικυώνιος.] Καππάρεως ῥίζης κεκομμένης καὶ σεσησμένης χοῖνιξ εἷς, ὑοσκυ‐ άμου σπέρματος χοίνικος 𐅶ʹʹ. χαμαιλέοντος μέλανος ῥίζης χοί‐ νικος τέταρτον, κωνείου σπέρματος χοίνικος δʹ. μανδραγόρου
10ῥίζης χοῖνιξ αʹ. στρύχνου, οἱ δὲ δορυκνίου ῥίζης χοίνικος τέ‐ ταρτον. ἅπαντα μίξας κεκομμένα καὶ σεσησμένα ἀπόθου εἰς ἄγγος κεραμεοῦν καὶ φιμώσας ἐπιμελῶς φύλαττε. ἐν δὲ τῇ χρήσει λαβὼν χοίνικος τέταρτον καὶ γλυκεῖ λεάνας καὶ βα‐ λὼν εἰς ἄγγος κεραμεοῦν ἀκονίατον, ἐπίβαλλε τρυγὸς ξηρᾶς
15κοτύλης τέταρτον καὶ θεὶς ἐπ’ ἄνθρακας, ἕψε κινῶν ἐπιμε‐ λῶς, ἕως δὶς ἢ τρὶς ἀναζέσῃ, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς κα‐
τάπλαττε θερμότατον ἢ ὡς δύναται φέρειν. δεῖ δὲ πρὸ τοῦ356 in vol. 13

13

.

357

καταπλάσματος τοὺς πόδας καταιονῆσαι πολλῷ ὕδατι ψυχρῷ καὶ περισπογγίσαντας χρῆσθαι τῷ φαρμάκῳ. ἔπειτα δὲ τὸ κατάπλασμα δι’ ὀθονίων λεπτοτάτων εἰς ὄξος ἐμβά‐ πτοντας ἐπιτιθέναι, καὶ ταινιδίῳ ἐπικαταλαβόντας, ἐᾷν ἐπι‐
5κείμενον τὸ φάρμακον ἐπὶ ὥρας δύο, καὶ μετὰ ταῦτα αἴρον‐ τας τὸ ἐπικείμενον, τὰς ἐπαναστάσας φλυκτίδας βελόναις δεῖ κεντεῖν. ἀπὸ τούτων γὰρ ὑγρὸν ἀποῤῥεῖ μυξῶδες καὶ πολὺ καὶ κολλῶδες. μετὰ δὲ τὴν τῶν τοιούτων ὑγρῶν ἔκκρισιν χρὴ πολλῷ ὕδατι ψυχρῷ τοὺς πόδας καταντλεῖν καὶ πάλιν χρῆ‐
10σθαι τῇ ἐπιθέσει τοῦ φαρμάκου, καθὰ προείρηται, ἀντὶ τοῦ ὄξους χρωμένους ὕδατι ποτίμῳ καὶ τὸ ἐπιτιθέμενον ὀθόνιον ὕδατι ψυχρῷ βρέξαντας. [Ἄλλο τοῦ αὐτοῦ. τούτῳ ἀντὶ σικύων καὶ βδελλῶν χρώμεθα, ὥστε ἐκμυζῆσαι ἰχῶρας αἱματώδεις, ποιεῖ καὶ πρὸς
15πώρους καὶ πρὸς σκίῤῥους, ὥστε διαλῦσαι.] Τήλεως ἀλη‐ λεσμένης ξε. αʹ. λίθου Ἀσίου τοῦ ἄνθους ξε. αʹ. ἀλεύρου ἐρεγμίνου τοῦ μέλανος συναληλεσμένου, ἀλεύρου θερμίνου
ἀνὰ ξέστην ἕνα, πάντα μίξας καὶ ὕδατι θερμῷ φυράσας357 in vol. 13

13

.

358

ἐπιτίθει θερμῷ καὶ ταινιδίῳ καταλάμβανε δεῖ δὲ πρότερον καταντλῆσαι τοὺς πάσχοντας τόπους ἢ καὶ τούτους λούον‐ τας ἐμβιβάζειν. ἤδη δὲ τῶν ἐπικειμένων ἐπιδέσμων ᾑμαγμέ‐ νων καὶ διαβρόχων γιγνομένων, αἴρομεν τὸ φάρμακον, καὶ
5τοὺς τόπους ἀποπυριάσαντες χρώμεθα τῷ διὰ πικρῶν ἀμυ‐ γδάλων καὶ μαλάγματι ἔχοντι κρόκον καὶ ἴριν καὶ ἀριστο‐ λοχίαν. τοῦτο δ’ ἀναγέγραπται ἐν τοῖς ἀναγεγραμμένοις πρὸς ποδάγραν μαλάγμασιν. [Τροχίσκος ποδαγρικοῖς, ἀρθριτικοῖς. ἡ χρῆσις ἐν αὐ‐
10τοῖς τοῖς παροξυσμοῖς.] Ἀλόης λίτραν αʹ. κενταυρείου χυλοῦ γο στʹ. λιβάνου ἀτόμου γο δʹ. σμύρνης γο δʹ. λίθου Ἀσίου τοῦ ἄνθους γο βʹ. ὀπίου γο βʹ. μανδραγόρου χυ‐ λοῦ γο βʹ. στυπτηρίας σχιστῆς γο βʹ. ἀναλάμβανε γλυκεῖ καὶ ποίει τροχίσκους. ἐν δὲ τῇ χρήσει ἐν γάλακτι διαλύων ἐπί‐
15χριε πτεροῖς καὶ κατὰ τοῦ χρίσματος ἐπίβαλλε ὀθόνιον γλυ‐ κεῖ δεδευμένον. ἄλλος, ὁ Ζεὺς ἐπικαλούμενος. ἀλόης 𐅻 ιβʹ. ὀπίου 𐅻 ηʹ. μηκωνείου χυλοῦ 𐅻 στʹ. ὑοσκυάμου χυλοῦ
𐅻 στʹ. ἀκονίτου 𐅻 δʹ. ὑποκυστίδος 𐅻 στʹ. γλαύκου 𐅻 ηʹ.358 in vol. 13

13

.

359

κρόκου 𐅻 ιβʹ. κόμμεως 𐅻 κδʹ. μήλων μανδραγόρου 𐅻 κʹ. ὄξους κοτύλας δύο. ἕψε μῆλα μετ’ ὄξους, καὶ ὅταν ἐκθλί‐ ψῃς, ἐπίβαλλε τοῖς προειρημένοις, καὶ διϋλίσας καὶ λεάνας ἐπιμελῶς, ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἡ χρῆ‐
5σις δεδήλωται. [Μάλαγμα ἀρθριτικοῖς, ποδαγρικοῖς, τὸ διὰ κωνείου καὶ ἀγαρικοῦ, φάρμακον ἐπιτετευγμένον.] Κωνείου σπέρ‐ ματος ξέστην αʹ. ἀγαρικοῦ ξέστην αʹ. τήλεως ξέστην αʹ. νί‐ τρου γο αʹ. κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς λίτραν αʹ.
10ἐλαίου παλαιοῦ λίτραν αʹ. μυελοῦ ἐλαφείου γο δʹ. Ἰλλυρι‐ κῆς γο τέτταρας. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κο‐ σκίνῳ, τὰ δὲ τηκτὰ τῆκε, εἶτα ἐάσας ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνακόψας ἀνελόμενος χρῶ. τοῦ αὐτοῦ ἄλλο. κηροῦ λίτραν αʹ. ἐλαίου παλαιοῦ ἢ
15Σαβίνου ξέστην αʹ. τήλεως ξέστην αʹ. κωνείου ξε. 𐅶ʹʹ. ῥη‐ τίνης φρυκτῆς λίτραν αʹ. νίτρου ἐρυθροῦ γο. ἐννέα, λίθου Ἀσίον ἄνθους γο στʹ. μυελοῦ ἐλαφείου γο βʹ. Ἰλλυρικῆς
γο δʹ. σκεύαζε καθὰ προείρηται.359 in vol. 13

13

.

360

[Τοῦ αὐτοῦ ἄλλο μάλαγμα τὸ διὰ τῶν δᾳδίων, Τίτου Καίσαρος, ποδαγρικοῖς, ἀρθριτικοῖς, καὶ πᾶσαν σκλη‐ ρίαν μαλάττει.] Ἰξοῦ δρυΐνου λίτραν αʹ 𐅶ʹʹ. λιβάνου λί‐ τραν αʹ. κηροῦ λίτραν αʹ. δᾳδίων λιπαρῶν λίτραν αʹ. πιτυΐ‐
5νης λίτραν αʹ. ἕψε τὰ τηκτὰ κινῶν δᾳδίοις λιπαροῖς· καὶ ὅταν ἀποῤῥεύσῃ πᾶν τούτων τὸ λίπασμα, καθελὼν ἀπὸ τοῦ πυρὸς, ὕλιζε τὸ ὑγρὸν καὶ τούτῳ βάλλε τὸν λίβανον λει‐ ότατον, κινῶν συνεχῶς ἕως ἀμολύντου, καὶ εἰς θυείαν ἐξε‐ ράσας ἀνελόμενος χρῶ. ἄλλο. δᾳδίων λιπαρωτάτων λί‐
10τραν αʹ. λιβάνου ἄῤῥενος λίτραν αʹ. ῥητίνης πιτυΐνης λίτραν αʹ. ἰξοῦ δρυΐνου λίτρας 𐅶ʹʹ. σκεύαζε καθὰ προείρηται. [Μάλαγμα τὸ διὰ τοῦ Ἀσίου, ποδαγρικοῖς, ἀρθριτικοῖς σφόδρα γενναῖον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως, ἡ χρῆσις ἐν διαλείμματι.] Ἰξοῦ δρυΐνου, τερμινθίνης ἀνὰ λίτραν
15αʹ. ἀφρονίτρου, λίθου Ἀσίου τοῦ ἄνθους, λιβάνου ἀνὰ λί‐ τρας 𐅶ʹʹ. ἐλαίου κυπρίνου λίτραν αʹ. στέατος ὅσον ἐξαρκεῖ.
τὰ ξηρὰ κόπτεται καὶ σήθεται καὶ μετὰ τοῦ ὕδατος τρίβε‐360 in vol. 13

13

.

361

ται, ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος. τὰ δὲ τηκτὰ τή‐ κεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται καὶ ἀνακόψαντες ἀνε‐ λόμενοι χρώμεθα. ἄλλο. ἰξοῦ λίτραν μίαν, τερμινθίνης λίτραν μίαν, λίθου Ἀσίου, νίτρου ἀνὰ γο δʹ. μάννης γο γʹ.
5κυπρίνου γο βʹ. ὕδατος πηλοποιητικοῦ τὸ αὔταρκες. [Ἄλλο τὸ ἀρθριτικὸν σφόδρα γενναῖον, παραχρῆμα ὠφελεῖ ἀναπίνων καὶ τὰς ἐν βάθει ὑγρασίας.] Ἰξοῦ λί‐ τραν αʹ. τερμινθίνης λίτραν αʹ. στέατος ταυρείου, λίθου Ἀσίου τοῦ ἄνθους ἀνὰ γο γʹ. ἀσβέστου γο γʹ. μάννης γο γʹ.
10κυπρίνου λίτραν αʹ. σκεύαζε καθὰ προείρηται. ἄλλο Διοδώ‐ ρου. ἀσβέστου 𐅻 αʹ. λιβάνου, τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ 𐅻 δʹ. στέατος ταυρείου 𐅻 ηʹ. ἀφρονίτρου 𐅻 δʹ. λίθου Ἀσίου τοῦ ἄνθους 𐅻 βʹ. ἐν ἄλλῳ 𐅻 δʹ. ἐλαίου κυάθους βʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. τὸ φάρμακον σφό‐
15δρα καλόν ἐστιν, ἀναπίνει καὶ τὰς περὶ πάντα τὰ ἄρθρα
συνισταμένας συλλογὰς καὶ ἀπαλλάττει τῶν πόνων.361 in vol. 13