TLG 0057 074 :: GALENUS :: Pro puero epileptico consilium

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

Pro puero epileptico consilium

Source: Keil, W. (ed.), Galeni puero epileptico consilium [Diss. Göttingen] 1959: 1–23.

Citation: Kühn volume — page — (line)

11

.

357

(t)

ΕΠΙΛΗΠΤΩΙ ΠΑΙΔΙ ΥΠΟΘΗΚΗ
1 Ἐγὼ μὲν ὤμην, ὦ Καικιλιανέ, μηδὲν δεήσεσθαί σε τῶν ἡμετέρων ὑποθηκῶν εἰς τὴν τοῦ παιδὸς νόσον. ὁ γὰρ καὶ τεθεαμένος αὐτὸν ἤδη καὶ μέλλων ἅμα σοι πλευσεῖσθαι πάλιν ἐς Ἀθήνας
5Διονύσιος ἱκανός ἐστι καὶ πρᾶξαι παρὼν τὰ δέοντα καὶ χωριζόμενος αὖθις ὑποθήκας διδόναι τῆι τοῦ νοσήματος ἕξει προσηκούσας. ἐγὼ δὲ μηδε‐ πώποτε τεθεαμένος τὸν παῖδα τάχ’ ἂν πολὺ καὶ σφαλείην οὔθ’ ὅπως ἐξ ἀρχῆς ἡ φύσις αὐτῶι 〈πρὸ〉
10τοῦ νοσήματος οὔθ’ ὅπως νῦν ὑπὸ τοῦ νοσήματος

11

.

358

γινώσκων, ἀλλ’ ἢ μόνον αὐτὸ τοῦτο παρ’ | ὑμῶν ἀκούων ἐπιληπτικοὺς αὐτῶι γίνεσθαι παροξυσμούς. ἐπεὶ δὲ ὀλιγωροῦντά με μᾶλλον ἢ ἀληθεύοντα νομί‐ ζεις ἀποδιδράσκειν τὴν γραφήν, ὃ μηδέποτε πρό‐
5τερον ἔπραξα, τοῦτο νῦν ὑπομένω πρᾶξαί σοι χαρι‐ ζόμενος ὑποθήκας τινὰς γράψαι θεραπείας ἐπιλήπ‐ του παιδός, ἐν αἷς ἀνάγκη τι καὶ παρακοῦσαι τὸν
ἰδιώτην καὶ σφαλῆναι περὶ τὸ μέτρον ἢ τὸν καιρὸν τῆς χρήσεως. ἀποδέδεικται γὰρ ἡμῖν ἐν ἑτέροις1
10ὡς οὐκ ἐνδέχεται χωρὶς τοῦ μέθοδόν τινα ἐκμα‐ θεῖν θεραπευτικὴν ἰάσασθαί τι καλῶς οὐδὲ τῶν σμικροτάτων νοσημάτων μή τί γε τῶν οὕτω με‐ γάλων ἡλίκον καὶ τὸ τῆς ἐπιληψίας ἐστί. καὶ ὅ γε Διονύσιος ἔφθανεν ἤδη κεκοι‐
15νῶσθαί τε ἐμοὶ καὶ συνδιεσκέφθαι περὶ τῆς ὅλης θεραπείας τοῦ παιδός, πρὶν καί σε κελεῦσαι γράψαι τὰς ὑποθήκας τάσδε. ἀλλ’ ἐκείνωι μὲν ῥαιδίως τὴν ἐμαυτοῦ γνώμην ἐδήλωσα συνιέναι τε τῶν λεγομένων δυναμένωι καὶ παρακοῦσαι μηδενὸς
20ὡς ἱκανῶς ἠσκημένωι περὶ τὴν θεραπευτικὴν μέθοδον, σοὶ δὲ οὐδ’ ὅπως διέλθω τὸν λόγον οἶδα. τὸ μὲν γὰρ ἀκριβὲς ἐν αὐτῶι διορισμῶν τε δεῖται πολλῶν καὶ ἀσαφέστερον ἢ κατὰ ἰδιώτην

11

.

359

ἐστί· τὸ δ’ αὖ σύντομόν τε καὶ σαφὲς οὐκ ἀκρι‐ βὲς ὑπάρχει. ταῦτά τοι καὶ γράφειν ὤκνουν τὰς ὑπο‐ θήκας καίτοι πάνυ χαρίζεσθαί σοι προηιρημένος,
5ὅμοιόν τι πείσεσθαι προσδοκῶν οἷον ἂν ἔπαθε καὶ Φειδίας, εἰ μετὰ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα πλάττειν ἠναγκάζετο δάκτυλον μὲν ἰδίαι, ἰδίαι δ’ αὖ βραχίονα καὶ πόδα καὶ ῥῖνα καὶ οὖς ἕκαστόν τε τῶν ἄλλων μορίων. ἐμοὶ γὰρ οἷον2
10ἄγαλμά τι γεγράφθαι νομίζω τὴν θεραπευτικὴν μέθοδον ἐν ὑπομνήμασι πλείοσιν οὐχ ὅπως ἰδιώτας ὠφελεῖν δυναμένην ἀλλ’ οὐδὲ τοὺς ἐπιτυχόντας τῶν ἰατρῶν. ἐπειδὴ δὲ σὺ βιάζεις με περὶ μορίου ἑνὸς τῆς τέχνης ποιήσασθαι τὸν λόγον ἄνευ τῆς
15ἄλλης ἁρμονίας, εἴκω τῆι βίαι καὶ πείθομαι καὶ γράφω σοι μὲν αὐτάρκεις ὑποθήκας· ἱκανὸν γὰρ ἰδιώτηι μὴ μέγα τι καὶ ἀνήκεστον ἐξαμαρτεῖν ἐν ταῖς τῶν ἰατρῶν καὶ μάλιστα τῶι νομίμως μεμαθη‐ κότι τοιούτοις ὁμιλεῖν ὑπομνήμασιν. ἐκείνοις μὲν
20οὖν ἡ τῆς θεραπευτικῆς μεθόδου πραγματεία γέγραπ‐

11

.

360

ται, σοὶ δὲ καὶ τοῖς ἄλλοις, ὅσοι τεχνῶν | μέν τινῶν ἐστε λογικῶν ἐπιστήμονες, ἰδιῶται δὲ τῆς ἰατρικῆς, γένοιτ’ ἂν ἴσως καὶ παρὰ τοῦδε τοῦ γράμματος ὠφέλεια.
5πειράσομαι δὲ ὡς οἷόν τε σαφέστατα
διελθεῖν, ὧι χρώμενος ὁ παῖς τρόπωι τῆς διαίτης ὀνίναιτό τε ἂν οὐ σμικρὰ καὶ ἥκιστα βλάπτοιτο πρὸς τῶν ἐφ’ ἡμέραι συμπιπτόντων ἀδοκήτως αὐτῶι. φυλάττεσθαι μὲν οὖν καὶ ταῦτα προσήκει καθ’ ὅσον3
10ἐγχωρεῖ. περιπίπτειν γε μὴν ἀναγκαῖον ἐνίοτε καὶ κρύει καὶ θάλπει σφοδρῶι καὶ ἀνέμοις ἰσχυροῖς καὶ λουτροῖς μοχθηροῖς καὶ † τροφαῖς ἐκπληκτικαῖς καὶ τροχοῖς περιδινουμένοις καὶ ἀστραπαῖς καὶ βρονταῖς ἀγρυπνίαις τε καὶ ἀπεψίαις καὶ λύπηι
15καὶ θυμῶι καὶ κόπωι καὶ ἄλλοις τοιούτοις, ὧν τὸ κεφάλαιόν ἐστι σφοδρῶς κινῆσαι καὶ ταράξαι τὸ σῶμα καὶ τοῦ πάθους ἀναμνῆσαι καὶ παροξυσμὸν γεννῆσαι. ταῦτά τε οὖν ἐκ πολλοῦ προφυλάττεσθαι προσήκει καί, εἴ ποτε γεγενημένων αὐτῶν παρακολου‐
20θήσει παροξυσμός, ἀποσχέσθαι μὲν τελέως τηνικαῦτα πάσης κινήσεως, ἐπὶ δὲ τῆς οἰκίας διατρῖψαι καὶ πάνυ λεπτῶς διαιτηθῆναι, μέχρι περ ἂν ἀπόθηται

11

.

361

τὸ σῶμα | τὸν ἐκ τοῦ παροξυσμοῦ κάματον. ἥτις δὲ ἡ λεπτὴ δίαιτα καὶ γινώσκειν μὲν οἶμαί σε καὶ διὰ τῶν ἐφεξῆς ἀναγνοὺς οὐδὲν ἧττον ἀκούσηι τι περὶ
αὐτῆς. ἄρξασθαι γὰρ οὖν ἤδη μοι τῶν ὑποθηκῶν καιρός.4
5 εἰσβάλλοντος τοῦ ἦρος—καὶ γάρ πως οὕτως συμβαίνει κινεῖσθαι τὰ τῆς ἐπανόδου— καθῆραι φημὶ χρῆναι τὸν παῖδα μετρίαι καθάρσει. ταύτης δ’ ἂν ἐπιστατήσειε καὶ προσταίη παρὼν ὁ Διονύσιος εἰδὼς ἀκριβῶς, ὅπως τε
10χρὴ παρασκευάσαι πρὸς τὴν κάθαρσιν τὸ σῶμα καὶ ὧιτινι χρήσασθαι φαρμάκωι καὶ ἐν πόσωι καὶ ἐν ὁποίωι καιρῶι. καὶ μὲν δὴ καὶ μεθ’ ἡμῶν ὑπὲρ τούτων ἤδη διέσκεπται, ὥστε τὸ μὲν σῶμα παρὸν ἔχεις Ἀθήνησι τοῦ Διονυσίου, τὴν
15ψυχὴν δὲ καὶ τὴν γνώμην ἅμ’ ἐκείνωι καὶ τὴν ἐμήν. μετὰ δὲ τὴν κάθαρσιν ὅταν ὅ τε Διονύσιος οἴχηται καὶ ὁ παῖς ὑπο‐ λείπηται κατὰ τὰς Ἀθήνας, ὧδε χρὴ διαιτᾶν
20αὐτόν· ἕωθεν μὲν ἐκ τῆς κοίτης ἀναστὰς πρὶν τοῖς διδασκάλοις φοιτᾶν περιπατείτω μέτρια μὴ σφόδρα συντόνωι βαδίσματι. τὸ δὲ ἀπὸ τοῦδε

11

.

362

μέχρι τοῦ τῆς παλαίστρας καιροῦ τοῖς | μαθήμασι
σχολαζέτω καθότι σύνηθες· ἐπειδὰν δὲ πρῶτον αὐτῶν ἀπαλλαγῆι, περιπατήσας αὖθις οὕτως εἰς τὸν παιδοτρίβην ἀπίτω.5
5 χρὴ δὲ τοῦτον εἴπερ τινὰ καὶ ἄλλον τῶν προνοησομένων τοῦ παιδὸς ἱκανῶς εἶναι φρόνιμον. ἔστι δὲ οὐ πάνυ τι ῥάιδιον εὑρεθῆναι τοιοῦτον ὡς ἂν ἐξ ἀνθρώπων τῆς ἐκλογῆς γινομένης ἀπαιδεύτων τοὐπίπαν καὶ οὕτως ὀνωδῶν τε καὶ
10παχέων τὴν ψυχὴν ὥσπερ καὶ τὸ σῶμα. μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε μηδὲ ἐπιτρέψηις τὸν παῖδα τῶι προστυχόντι γινώσκων, ὡς τὸ μὲν κεφάλαιον τῆς θεραπείας ἐν δυοῖν τούτοιν ἐστί, τῆι χρήσει τοῦ δοθέντος σοι πρὸς ἐμοῦ φαρμάκου
15καὶ τοῖς γυμνασίοις. τὰ δὲ ἄλλα πάντα παρασκευή τις ὑπάρχει πρὸς ταῦτα. τὸν μὲν δὴ παιδοτρίβην συνεκλέξεταί σοι Διονύσιος. ἔστωσαν δὲ αὐτῶι σκοποὶ τῶν γυμνασίων ἐν μὲν τῆι ποσότητι τό τε πρὶν κάμνειν ἀνα‐
20παύειν τὸν παῖδα καὶ τὸ θερμῆναι σύμπαν τὸ σῶμα καὶ κενῶσαι συμμέτρως. ἄμφω δὲ εἰς ἕνα καὶ τὸν
αὐτὸν καιρὸν συμβαίη· ἡνίκα γὰρ αὐτάρκως ἐκκενοῦται τὸ περιττόν, ἐκτεθέρμανται δὲ6

11

.

363

ἱκανῶς ἤδη τὸ | σῶμα, τηνικαῦτα καταπαύων τις τὰ γυμνάσια πρὶν ἄρχεσθαι πονεῖν ἀναπαύσεται· τὸ δὲ ἐπέκεινα τοῦδε τοῦ καιροῦ γυμνάσιον ἅπτεται μὲν ἤδη τῶν στερεῶν σωμάτων καὶ συν‐
5τήκει τὴν ἕξιν, ἀθροίζει δὲ ἔν τε τοῖς ἄρθροις μάλιστα καὶ τοῖς μυσὶ τὰ συντήγματα. κἀν‐ τεῦθεν ὅ τε κάματος ἕπεται τῆς δυνάμεως ἥ θ’ ἑλκώδης αἴσθησις, ἐπειδὰν κινῆσαί τι μόριον ἐπιχειρήσωσι, καὶ τοῦτ’ ἐστὶν ὁ κόπος. οὐ μόνον
10τοίνυν φρόνιμον ἀλλὰ καὶ τρίβωνα μετρίου γυμ‐ νασίου εἶναι χρὴ τὸν παιδοτρίβην, ὡς μήτε θᾶττον τοῦ δέοντος καταπαύοι δεδιὼς τὸν ἀκολου‐ θήσοντα κάματον μήτε θερμῆναι καὶ κενῶσαι τελέως ἅπαν τὸ περιττὸν ὀριγνώμενος ἐφάψαιτο τῶι κόπωι
15περιβάλλειν τὸν παῖδα. τοῦ μὲν δὴ μετρίου τῶν γυμνασίων οὗτοι σκοποί· τῆς ποιότητος δὲ ῥῶσαι σύμπαντα τὰ μόρια καὶ μάλιστα κεφαλὴν καὶ γαστέρα καὶ ταύ‐
της ἐξαιρέτως τὰ κατὰ τὸ στόμα. ὅπως δ’ ἄν τις7
20καὶ τούτου τυγχάνοι καὶ δὴ φράσω. πρῶτον μὲν ἐπειδὴ τὰ σφοδρὰ γυμνάσια πληροῖ τὴν κεφαλήν, ἀπέχεσθαι τῶν τοιούτων κελεύω. δεύτερον, εἰ

11

.

364

καὶ δεήσειέ ποτε | χρήσασθαι, τῆς κεφαλῆς ὀρθίας ἀνεστηκυίας κινείσθω τὰ κάτω καὶ τούτων μᾶλλον τὰ σκέλη· καὶ τρίτον ἐπὶ τούτοις ἀπὸ σμικρῶν καὶ βραδέων κινήσεων ἀρξάμενος ὁ παιδοτρίβης
5ἐπὶ τὸ σφοδρότερόν τε καὶ θᾶττον οὕτως ἀναγέτω. τὸ δὲ ἀθρόως ἐπὶ τὸ σύντονον ἔρχεσθαι γυμνάσιον οὐ τοῖς ἀσθενέσι μόνον ἀλλὰ καὶ τοῖς ἰσχυροῖς σώμασιν ἐσχάτως βλαβερόν. ἡγεῖσθαι δὲ χρὴ καὶ τὴν τρῖψιν εἶναι
10γυμνάσιον καὶ μάλιστα τοῖς ἀσθενεστέροις σώμασι καὶ πολλάκις γε καὶ μόνη καλῶς γινομένη τῶν γε ἄλλων κινήσεων οὐδὲν ἔτι προσδεῖται. χρὴ δὲ τὰ μὲν πρῶτα διὰ σινδόνων ἀτρέμα ἄνωθεν κάτω τῶν χειρῶν φερομένων ἐρυθραίνειν τὸ σῶμα τὴν ἀρχὴν
15ἀπὸ βραχιόνων τε καὶ χειρῶν ποιουμένους, εἶθ’ οὕτως ἐπὶ τὰ στέρνα τε καὶ γαστέρα προϊόντας,
ἐφεξῆς δὲ καὶ τὰ σκέλη τρίβειν ἱκανώτερον, ὡς ἐκ τῶν ἄνω τι μεταῤῥέοι τῆιδε, κἄπειθ’ οὕτως ἅπτεσθαι τῆς κεφαλῆς. τὸ δὲ εὐθὺς ἐξ ἀρχῆς8
20ἐπὶ ταύτην ἰέναι σφαλερόν· ἔτι γὰρ μεστοῦ τοῦ σώματος ὄντος ἐπὶ τὸ πρῶτον θερμανθὲν ἕλκεται τὰ περιττώματα. χρὴ τοίνυν τῶν ἄλλων

11

.

365

ὑστάτην | μορίων τρίβεσθαι τὴν κεφαλήν, ὡς εἴρηται νῦν, χωρὶς τοῦ λίπους. ἐπειδὰν δὲ καὶ τὸ ἔλαιον προσαγάγηις, οὐδὲν κωλύει σὺν [καὶ] τοῖς ἄλλοις ὥστε τὸν μέν τινα τὴν κε‐
5φαλήν, ἑτέρους δὲ δύο τὰ περὶ τὰ στέρνα τε καὶ τὴν γαστέρα καὶ τοὺς ἄλλους δύο τὰ σκέλη τρίβειν. οὕτως δὲ καὶ μετὰ τὰ γυμνάσια καὶ μᾶλλόν γε τηνικαῦτα τρίβειν ἅμα σύμπαντα τὰ
10μέλη. θᾶττόν τε γὰρ οὕτως ἀναπαύεται τὸ σῶμα καὶ ἧττον περιψύχεται. χρὴ δὲ εἴπερ τινὸς ἄλλου καὶ τούτου φροντίζειν. ἀλουτεῖν δὲ προσ‐ ήκει τὰ πολλὰ καὶ τῆς παλαίστρας μὴ εὐθὺς ἐξ‐ ιέναι μετὰ τὸ γυμνάσιον, ἀλλ’ ἐπειδὰν ἀκριβῶς
15καταστῆι τὸ πνεῦμα καὶ παύσηται τελέως ἡ ἐκ τοῦ γυμνασίου ταραχή, τηνικαῦτα δή που καὶ τὴν κεφαλὴν ἐπιπλεῖστον τρίβειν σινδόνι, πολλάκις δὲ καὶ κτενὶ προσχρῆσθαι. Μετὰ δὲ ταῦτα πρὸς τὸ ἄριστον9
20ἰέναι καί τι πρῶτόν γε αὐτοῦ τῶν λαπαττόν‐ των τὴν γαστέρα λαχάνων ἢ καὶ ταρίχους ἢ πτισάνης ἢ ἐλαιῶν ἅμα τῶι τρίτωι μέρει τοῦ ἄρτου προσενεγκάμενον εἰς τὸ δεῖπνον ἀποθέσθαι

11

.

366

τὰ λοιπὰ δύο μέρη μετὰ τῶν ἰσχυροτέρων ὄψων. εἰρήσεται δὲ τὰ ἰσχυρότερα μικρὸν ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα διέλθω τὰ χωρὶς βλάβης λαμβανόμενα.
5 λαχάνων δὲ οὔτε θριδακίνης οὔτε μα‐ λάχης οὔτε ἀτραφάξυος οὔτε βλίτου τὸ σύμπαν εἴργασθαι κελεύω, λαμβάνειν δὲ οὐκ ἀεὶ μὲν ταὐτό, ἄλλοτε δὲ ἀπ’ ἄλλου τὸ μέτριον. ἐκ ταὐ‐ τοῦ δὲ γένους ἐστὶ καὶ τεῦτλον καὶ κράμβη· χρὴ
10γὰρ καὶ τούτων ἀπογεύσασθαι τὰ σύμμετρα. πράσου δὲ καὶ σελίνου καὶ σμυρνίου προσάψασθαί ποτε
συνοίσει καὶ τῶν ὀπωρῶν, ὅσαι μὴ παντάπασιν ὠμαὶ καὶ δύσπεπτοι τὴν φύσιν εἰσίν. ἴσχουσί τε γὰρ τὰ περιττώματα σφῶν αὐτῶν καὶ τῶν ἄλλων10
15σιτίων. τά τε οὖν μόρα καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ σῦκα καὶ εἴ τινα τούτοις ἔοικεν ἀλύπως διέξεισι· καὶ ἡ καλουμένη κολοκύνθη [καὶ] τῶν μαλακωτάτων λαχάνων οὐδενὸς ἀποδεῖ καὶ οἱ
20πέπονες οἱ σίκυοι· μοχθηροὶ γὰρ ὅσοι μὴ τοιοῦτοι. καὶ βοτρύων πεπείρων ἅψασθαί ποτε συγχωρῆσαι τῶι παιδί, μήλων τε καὶ ἀπίων ἐλάχιστά τε καὶ σπανιάκις

11

.

367

προσφέρεσθαι καὶ | ταῦτα μὴ μόνον ἐπὶ τοῦ δένδρου κατειργασμένα καλῶς, ἀλλὰ καὶ μετὰ τὴν ἀφαίρεσιν ἐπὶ τῆς οἰκίας. εὖ γὰρ εἰδέναι χρὴ περὶ τῶν εἰς ἀπόθεσιν
5ἐπιτηδείων ἀκροδρύων ὡς οὐδὲν ὅμοιον ἔχει τοῖς παλαιοῖς τὰ πρόσφατα. δύναται δὲ ἀποτίθεσθαι μῆλά τε καὶ ἄπια καὶ τὰ πλεῖστα τῶν ἀκροδρύων καὶ τὰ Δαμασκηνὰ προσαγορευόμενα καὶ αἱ ἰσχάδες. τούτου τοῦ γένους εἰσὶ καὶ αἱ βάλανοι τῶν φοινίκων, ὧν
10οὐδὲ εἴργω τελέως, ἀλλ’ ἐν καιρῶι τε καὶ μέτρια προσφέρεσθαι συγχωρῶ, τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἢ πολλὰ φυλάττεσθαι συμβουλεύω. καθόλου δὲ εἰπεῖν, ὅσα κακόχυμα τῶν ἐδεσμάτων ἐστὶν ἢ ἐπέχοντα τὴν κοιλίαν ἢ φυσώδη καὶ δύσπεπτα συν‐11
15εχῶς ἢ πλείω τοῦ καιροῦ προσφερόμενα, βλάπτειν εἴωθεν οὐ τοῦτο τὸ νόσημα μόνον ἀλλὰ καὶ τὰ ἄλλα σύμπαντα. καὶ μέχρι γε τοῦδε ἥκων ὁ περὶ τῆς διαίτης λόγος ἑτέροις 〈κοινὸσ〉 ἂν εἴη πολλοῖς
20ἀῤῥωστήμασιν, ὁ δὲ τοῦδε τοῦ πάθους ἴδιος ἐξαιρέ‐ τως ἐν τῶι φυλάττεσθαι μάλιστα τὰ φλεγματικὰ τῶν

11

.

368

ἐδεσμάτων. | ὅθεν οὐδὲ τοῖς ἄλλως μὲν ἀλύποις, γλίσχρον δέ τινα χυμὸν ἢ ψυχρὸν ἢ παχὺν ἔχουσιν ἐγχρονίζειν προσήκει. τοιαῦτα δέ ἐστιν ἀτράφαξύς τε καὶ βλίτον καὶ μαλάχη, ὧν οὐκ εἴργω μὲν
5ἅπτεσθαι, διὰ παντὸς δὲ ἐν αὐτοῖς καταγίνεσθαι κωλύω. τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κολο‐ κύνθαι καὶ πολὺ δὴ μᾶλλον αὐτῶν οἵ τε σίκυοι καὶ τὰ μῆλα καὶ τὰ ἄπια καὶ τὸ πάντων, ὅσα φλεγματικὸν
ἔχει χυμὸν ἢ παχὺν ἢ γλίσχρον ἢ ψυχρόν, ἔδεσμα12
10χείριστον, οἵ γε μύκητες ὀνομαζόμενοι. τούτου μέν γε τελέως ἀπέχεσθαι συμβουλεύω καθάπερ καὶ τῶν γογγυλίδων ὅσα τε ἄλλα τὴν ῥίζαν ἐδώδιμον ἔχει. παχύχυμά τε γάρ ἐστι καὶ δυσκατέργαστα τοὐπίπαν [ὅσα τε ἄλλα τοιαῦτα], πλὴν εἴ τινα
15τούτων ἔχει τι δριμὺ καὶ θερμὸν ἐν ἑαυτοῖς οἷον οἵ τε δαῦκοι καὶ αἱ ῥαφανῖδες. ἀλλὰ ῥαφα‐ νίδων μὲν ἐκ περιόδου τινὸς ἡμερῶν οὐ κωλύω γεύεσθαι, δαύκων δὲ [καὶ] ἀπέχεσθαι πειρᾶσθαι καὶ τούτων ἔτι μᾶλλον γογγυλίδων. πλεονάζειν δὲ
20ἐν τῆι χρήσει τῶν ἐδεσμάτων, ὅσα δριμύ τι καὶ

11

.

369

τμητικὸν ἔχει χωρὶς ἐπισήμου | κακοχυμίας ἤ τινος ὀδμῆς ἅψασθαι τῆς κεφαλῆς δυναμένης. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ὅσα διὰ θερμότητα τὴν κεφαλὴν συμπληροῖ καθάπερ οἶνός τε καὶ νᾶπυ καὶ
5πετροσέλινον καὶ δαῦκος καὶ κρόμμυον καὶ σμύρνιον. ταῦτα μὲν καὶ πέρα τοῦ δέοντός ἐστι καυσώδη τε καὶ κακόχυμα. τὸ μὲν δὴ νᾶπυ καίτοι ἐπιτηδειότα‐ τον ὑπάρχον ὅσον ἐπὶ τὸ τέμνειν τοὺς παχεῖς χυ‐
μούς, ὡς ἁπτόμενον τῆς κεφαλῆς παραιτητέον.13
10 ὀξυμέλιτι δὲ χρηστέον θαῤῥοῦντα, κἂν εἰ καθ’ ἑκάστην ἡμέραν βούλοιο. (δύναται δὲ ἥ τε κάππαρις δι’ αὐτοῦ λαμβάνεσθαι καί τινα ταρίχη τῶν σμικρῶν, ἐλαίου δηλονότι παραχεομένου εἰς ὅσον ἡδῦναι προσήκει τὸ ὄψον.) ἀλλὰ τοῦτο μὲν
15ὥσπερ τι φάρμακόν ἐστιν αὐτῆς τῆς διαθέσεως· καὶ μᾶλλον εἰ καὶ τὸ ὄξος ἐσκευασμένον εἴη διὰ τῶν σκιλλῶν, ὃ δὴ καλοῦσι συνήθως ἅπαντες σκιλλητι‐ κόν· ὅπερ ἐφὼ μὲν εἴπερ τι καὶ ἄλλο καὶ τούτων θάτερον ἐφ’ ἑκάστηι κελεύω μεταλαμβάνειν ἡμέραι,
20λέγω δὲ τὴν κάππαριν ἢ τὸ τάριχος ὀξυμέλιτος ἔχον. εἰ δὲ καὶ πίνειν θελήσειεν ὁ παῖς ὀξύ‐

11

.

370

μελί τι, ἔστω μὲν ἐσκευασμένον ἕτοιμον | οὐδ’ αὐτο‐ σχέδιον ἐπὶ τοῦ καιροῦ συντιθέμενον ἐξ ὠμῶν ἀμφο‐ τέρων. ὡς δὲ χρὴ σκευάζειν αὐτό, γεγράψεται μετ’ ὀλίγον. ὕδατι δὲ κεραννύσθω πλείονι· καὶ γὰρ καὶ
5ἥδιον οὕτω γένοιτ’ ἄν. καὶ χειμῶνος μὲν θερμὸν λαμβανέσθω, θέρους δὲ οὐδὲν ἂν κωλύσειε καὶ ψυχρῶι
χρῆσθαι πολλάκις, εἰ θάλπος γε καὶ ὑπερβάλλον εἴη καὶ δίψος σφοδρὸν καὶ ὁ λαμβάνων μὴ παντάπασιν ἀήθης πόσεως ψυχροῦ. τά τε γὰρ ἄλλα καὶ ἀδιψό‐14
10τατόν ἐστιν ὀξύμελι τὸ μὴ λίαν γλυκὺ καὶ μᾶλλον εἰ ὕδατι ψυχρῶι κεραννύοιτο. καί μοι πολλάκις ἤρκεσεν ἐπίληπτον παῖδα τελέως ἐξιᾶσθαι μετὰ τὴν πρώτην κάθαρσιν οὐδὲν τῆς ἀρχαίας διαίτης μεταποιήσαντι πλὴν τὰ
15περὶ τὴν ἕξιν τοῦ ὀξυμέλιτος καὶ τὴν χρῆσιν τοῦ φαρμάκου. ἀλλ’ ἐπεὶ μήτε γινώσκω τὴν φύσιν τοῦ παιδός σου μήτε εἰς ὅσον ἰσχύος ἥκοι τὸ πάθος οἶδα μήτε αὐτὸς ἐφεστάναι μέλλω παρών, οὐκ ἔχω μαντεύσασθαι, τίνων ἐλαχίστων τὸν ἀριθμὸν δεῖται
20βοηθημάτων, ἀλλ’ ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων ὑποτίθεσθαι. μετὰ τοίνυν τὰ γυμνάσια κατὰ τὸ ἄριστον

11

.

371

ὀξυμέλιτί τε χρηστέον ὡς εἴρη|ται καὶ λαχάνοις τισὶν ἐλαίαις τε καὶ καρύοις καὶ σύκοις καὶ ἰσχάσιν, οὐχ ἅμα πᾶσιν ἐφ’ ἑκάστης ἡμέρας· ἓν γάρ που καὶ ἁπλοῦν ἔστω τὸ λαμβανόμενον, ἀλλ’
5ὑπὲρ τοῦ ποικίλλεσθαι τὴν δίαιταν ὑπὲρ ἁπάντων δίειμι. κατὰ δὲ τὸν καιρὸν τοῦτον, ὡς ἐλέγετο, καὶ τῶν ἄλλων ἀκροδρύων ἁπτέον ἐπιθυμοῦντος τοῦ παιδός, ἐπεὶ ἄλλως γε κάλλιον ἀπέχεσθαι μὴ ὅτι νοσήματος ἰάσεως ἕνεκεν ἀλλὰ καὶ πρὸς τὴν ὅλην15
10ὑγείαν, ὡς καὶ ἡμᾶς ὁρᾶις ἀπεχομένους ἁπάντων σχεδὸν τῶν ὡραίων ἐδεσμάτων. ἀλλὰ γὰρ οὐ φιλο‐ σόφοις γράφομεν ὑποθήκας διαίτης ὑγιεινῆς, ὡς ἔμοιγε τοῦτο ἂν ἦν εὐκταιότερον, οὐδ’ εἰς τὴν τοῦ πάθους ἴασιν μόνον ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα
15τοῦ παιδός σου βίον. ἐπιτρεπτέον οὖν αὐτῶι προσφέρεσθαι φανερῶς τε καὶ κατὰ καιρόν, ὅσα μὴ μεγάλας ἔχει τὰς βλάβας, ἵνα μὴ λαθραίως τε καὶ ἀκαίρως ἀπο‐ λαβὼν αὐτῶν βλάπτηται μειζόνως· καὶ γὰρ ἀθρόως
20καὶ πλειόνως ἐμπίπλανται τῶν ἐπιθυμουμένων οἱ φανερῶς ἐξειργόμενοι μὴ χρῆσθαι. ταῦτά τοι καὶ συγχωρῶ τοῖς παισὶν ἐγὼ πολλὰ τῶν οὐκ ἐπιτηδεί‐

11

.

372

ων ἐδεσμάτων, ὅσα γε μὴ μεγάλως βλάπτει, | φανερῶς τε καὶ κατὰ καιρὸν καὶ σὺν τῶι προσήκοντι μέτρωι
προσφέρεσθαι μᾶλλον ἢ ὥστε διὰ τὴν σφοδρὰν ἐπι‐ θυμίαν ἀκαίρως ἀναγκασθῆναι πλείω τε ἅμα καὶ16
5λάβρως προσενέγκασθαι. τὰ μὲν δὴ κατὰ τὴν τροφὴν οὕτω διατετάχθω. μετὰ δὲ ταῦτα διαλιπόντα χρόνον ὀλίγον ἀτρέμα περιπατῆσαι κελεύω πρὶν ἐπὶ τὰ μαθήματα παραγίνεσθαι. καὶ μὲν δὴ καὶ ἀπαλλαγέν‐
10τα τῶν μαθημάτων αὖθις ἀξιῶ περιπατῆσαι πρὸ τοῦ δείπνου, κἄπειθ’ οὕτως τοῦ μὲν ἄρτου τὰς ὑπο‐ λοίπους δύο μοίρας προσφέρεσθαι, τῶν δὲ ἄλλων ἕκαστον, ὡς εἴρηται, κρέας μὲν ἁπάντων σχεδὸν τῶν πτηνῶν πλὴν ὅσαι λιμναῖαι, τῶν τετραπόδων δὲ
15μάλιστα μὲν ἁπάντων ἀπέχεσθαι· εἰ δ’ ἄρα ποτὲ καὶ δεήσει χρήσασθαι, τοῦ μὲν ἡμέρου συὸς τοῖς ἀκραίοις τε καὶ τῆι γαστρί, τοῦ δὲ ἀγρίου καὶ ταῖς σαρξὶ χρῆσθαι, γεύεσθαι δὲ καὶ τῶν ἐρίφων, ἔστιν ὅτε δὲ καὶ τῶν λαγωῶν, 〈ἁπλῶσ〉 πάντων ἠρτυ‐
20μένων ἢ ὠπτημένων ἄνευ κνίσσης. τὸ δὲ ἁπλῶς

11

.

373

ἐστι δι’ ὕδατος ἄνηθον ἔχοντος ἥδυσμα καὶ πράσον ἔλαιόν τε καὶ ἅλας· ὡς δὲ ἄνευ κνίσσης ὀπτηθείη
κρέας καλῶς, τὸν παρ’ ἡμῖν ἐθεάσω κλίβανον. ὅσα δὲ θαλάττια τὰ μὲν ὄστρεα σύμπαντα17
5μοχθηρά, τῶν δὲ ἰχθύων οἱ πετραῖοι μὲν ἄριστοι πάντων, ἅπτεσθαι δὲ δεήσει καὶ τῶν πελαγίων. ἡ νάρκη δὲ μόνη σχεδόν τι τῶν σελαχίων ἐπιτήδειος. ὀσπρίων δὲ πτισάνη μὲν πρώτη, φακῆ δὲ καὶ χόνδρος καὶ πίσος ἐφεξῆς τῆιδε, τὰ δ’ ἄλλα
10μοχθηρά. καθόλου δὲ εἰπεῖν, ὅσα γλίσχρα καὶ παχύχυμα καὶ φυσώδη καὶ περιττωματικὰ καὶ δύσ‐ πεπτα, καθότι καὶ πρόσθεν ἐλέγετο, φυλάττεσθαι πάντα. τὰ μὲν οὖν ὄστρεα καὶ τὰ σελάχη καὶ οἱ
15βολβοὶ καὶ κοχλίαι καὶ τυροὶ καὶ μύκητες καὶ τὰ βόεια κρέα καὶ τῶν ὠιῶν τὰ καθεψηθέντα δύσπεπτα μέν ἐστι, ἀλλὰ καὶ παχεῖς ἐργάζεται τῶν ἐσθι‐ όντων ταῦτα τοὺς χυμούς. ὁ χόνδρος δὲ καὶ τὰ χοίρεια κρέα χρηστοῦ μὲν αἵματός ἐστι γεννητικὰ
20ἀλλὰ γλίσχρου, τὰ δὲ λιμναῖα πάντα περιττωματικὰ

11

.

374

φυσώδη τε τὰ ὄσπρια καὶ μάλιστα κύαμοί τε | καὶ ἐρέβινθοι· καὶ ἡ πτισάνη δὲ μὴ ἀκριβῶς καθεψηθεῖσα
φυσώδης ἐστίν, ὥστε καὶ ταύτην ἑψεῖν ἢ μὴ χρῆσθαι. καὶ ἡ φακῆ δὲ καλῶς ἑψηθεῖσα πᾶν ἀποτίθεται τὸ18
5φυσῶδες. ἀλλ’ οὐ χρὴ πλεονάζειν ἐν αὐτῆι παχὺν ὑποτρεφούσηι χυμόν. εἰς μὲν δὴ τὴν ἐφήμερον δίαιταν ἱκανὰ καὶ ταῦτά ἐστι παραγγέλματα. τῶι δὲ διὰ τῆς σκίλλης φαρμάκωι τῶι πρὸς ἡμῶν σοι δεδομένωι μετὰ τὴν κάθαρσιν, ἣν
10εἰσβάλλοντος τοῦ ἦρος ἠξίωσα γενέσθαι, χρήσεται καθ’ ἑκάστην ἡμέραν ὁ υἱός σου πρὶν εἰς τὴν παλαίστραν ἀπιέναι· καὶ εἰ μὴ μεγάλη τις εἴη πάνυ καὶ σκιῤῥώδης ἡ νόσος, ἐν τεσσαράκοντα ταῖς πάσαις ἡμέραις ἐλπίζειν ἐπὶ τῶιδε τῶι φαρμάκωι
15τελέως αὐτὴν καταστήσεσθαι, ὡς ἔγωγε μυρίους ἤδη παῖδας ἰασάμην μηδὲν δεηθεὶς ἑλλεβόρου. χρὴ δὲ μετὰ τὴν κάθαρσιν πρὸ τοῦ χρῆσθαι τῶι φαρμάκωι πιεῖν ἀψίνθιον καὶ ἅπαξ που καὶ δίς. ὀξύμελι δὲ τὸ μὲν ὀξύτατον τέταρτον
20ἔχει μέρος τοῦ ὄξους ὡς πρὸς τὸ μέλι, παραλαμβάνει

11

.

375

δὲ τὸ γλυκύτατον ὄγδοον. τὰ δ’ ἄλλα | τὰ μεταξὺ μέτρα καθ’ ὅσον [ἂν] ἑκατέρωι τῶν ἄκρων προσ‐
κεχώρηκε, κατὰ τοσοῦτον ὀξύτητος ἢ γλυκύτητος μετέχει. χρὴ δὲ καὶ ἑψεῖσθαι πάντως αὐτό· καὶ19
5γὰρ ἑνωθείη οὕτως ἂν ἀκριβῶς τὰ μιχθέντα καὶ τὸ σφοδρὸν τῆς τοῦ ὄξους δυνάμεως καθαιρεθείη καὶ τὸ φυσῶδες ἐν τῶι μέλιτι κολασθείη. καὶ γὰρ δὴ καὶ τὸν ἀφρὸν αὐτοῦ πάντως ὁ ἕψων ἀφαιρήσει. κατὰ δὲ τὴν Ἑλλάδα καὶ τὰς πλείστας τῶν νήσων
10οἶδα καὶ τὸ ἀπὸ τῶν κηρίων σκευαζόμενον ὀξύμελι· καί σοι καὶ τούτωι χρῆσθαι πάρεστιν ἀδεῶς καὶ μάλιστα θέρους Ἀθήνησί γε διατρίβοντος τοῦ παιδός. ὁπηνίκα δὲ γλυκύτερον ἢ ὀξύτερον αὐτὸ
15διδόναι χρὴ καὶ ὑδαρέστερον ἢ ἀκρατέστερον, οὐκ ἐμὸν ἔτι τοῦτο διελεῖν ὥσπερ οὐδὲ ἄλλα πολλὰ τῶν κατὰ μέρος, ἀλλὰ τοῦ παρόντος γε καὶ θεωμένου τὸ θεραπευόμενον σῶμα καὶ δυναμένου τεκμήρασθαι περὶ τῆς τῶν χυμῶν διαθέσεως. ἐπὶ μὲν γὰρ τοῖς
20παχέσι καὶ γλίσχροις ὀξυτέρωι τε καὶ ἀκρατεστέρωι χρηστέον, ἐπὶ δὲ τοῖς μὴ τοιούτοις ὑδαρεστέρωι τε καὶ γλυκυτέρωι.
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ ἄλλα20

11

.

376

σύμπαντα τὰ | εἰρημένα ταῖς ἐφημέροις τοῦ σώμα‐ τος καταστάσεσι συμμεταβάλλεσθαί τε καὶ ποικίλλ‐ εσθαι προσήκει καθάπερ κἂν τοῖς ἄλλοις ἅπασι νοσήμασιν. ὅθεν οὐδ’ εἰ μυρίας τις ὑποθήκας γράφοι
5μήπω κατὰ τὴν θεραπευτικὴν μέθοδον ἠσκημένωι κἀκεῖθεν τετεχνημένωι τὴν ψυχήν, ἱκανὸν ἂν ἐργά‐ σαιτο θεραπευτὴν τὸν τοιοῦτον οὐχ ὅπως οὐ μεγίστων νοσημάτων ἀλλ’ οὐδὲ τῶν σμικροτάτων οὐδενός. ἔδειξα δὲ ἐναργῶς αὐτὸ πολλάκις ἐγὼ καὶ ἕλκη
10χρόνια καὶ ὀφθαλμῶν διαθέσεις διὰ τῶν αὐτῶν ἰασά‐ μενος φαρμάκων, οἷς οἱ πρόσθεν ἰατροὶ χρώμενοι μηδὲν ἤνυον. ὁ γάρ τοι καιρὸς τῆς χρήσεως ἑκάστου καὶ τὸ ποσὸν καθάπερ Ἱπποκράτης ἔλεγε ‘μέγα τὸ ποσὸν εἰς δύναμιν εὐστόχως συναρμοσθέν,‘
15τὰ λοιπὰ τῆς ὠφελείας ἐστί. τὰ δὲ φάρμακα μᾶλλον βοηθημάτων ὗλαί εἰσιν ἢ βοηθήματα καθότι καὶ τοῦτο τοῖς ἀρίστοις ἰατροῖς ἅπασιν ὡμολόγηται. καί μοι τετελεύτηκεν ὁ λόγος εἰς ταὐτόν, ὅθεν περ καὶ ἤρξατο, μηδὲ τοὐλάχιστον ἐπιδείξασθαι δύνασθαι
20καλῶς τὸν ἰδιώτην μεταχειρίζεσθαι ἀλλ’ ἢ χρήιζειν ἐπιστατοῦντος τοῦ τεχνίτου.21

11

.

377

ἐπεὶ δὲ | οἱ πολλοὶ φαύλως τὸν χυλὸν τῆς σκίλλης ἐκλαμβάνουσιν, ἀξιώσαντί σοι [τοῦτο] μαθεῖν, ὅπως ἐγὼ τοῦτο πράττω, προσθήσω τῶι λόγωι τὴν σκευασίαν αὐτοῦ.
5 τῶν μελιτηρῶν ἀγγείων—οὕτως δὲ ὀνο‐ μάζουσιν οἱ Ἕλληνες ἐξ ὧν ἐκενώθη μέλι—παρα‐ σκευάσας ἐμβάλλω σκίλλαν εἰς λεπτὰ διατρίψας ταῖς χερσίν, εἶτα πωμάσας στεγανῶι πώματι καὶ περιθεὶς ἔξωθεν ὅλωι τῶι σώματι τοῦ ἀγγείου
10δέρμα καὶ δήσας ἀκριβῶς ἐν χωρίωι κατατίθημι πρὸς μεσημβρίαν μὲν ἐστραμμένωι, σκεπομένωι δὲ ἀπὸ τῶν βορείων πνευμάτων ὡς μηδ’ ὅλως ὑπ’ αὐτῶν καταπνεῖσθαι. ποιῶ δὲ τοῦτο κατ’ ἐκείνην τοῦ ἔτους
15τὴν ὥραν, ἐν ἧι τὴν τοῦ κυνὸς ἐπιτολὴν ἅπαντες Ἕλληνες πεπιστεύκασιν. αὗται δέ εἰσιν ἡμέραι τεσσαράκοντα, πρὸ μὲν αὐτῆς τῆς ἐπιτολῆς εἴκοσιν, ἴσαι δὲ αὐταῖς τὸν ἀριθμὸν αἱ μετ’ αὐτήν.
ἀτρέμα δέ πως ἔν τισιν αὐτῶν ὑπαλλάττων22
20τὴν θέσιν τοῦ κεραμίου θερμαίνεσθαι κατὰ πᾶν μέρος ὁμοίως αὐτὸ βουλόμενος, εἶτα μετὰ τὸν χρόνον τοῦτον λύσας εὑρίσκω τὸ ἀγγεῖον ἡψημένωι παραπλήσιον τὸ σῶμα τῆς σκίλλης ἔχον, ἐξεῤῥυη‐ κότα δέ τινα καὶ χυλὸν αὐτῆς, ὃν ἀνελόμενος

11

.

378

ἡδύνω μέλιτι | καλλίστωι καὶ δίδωμι τούτου καθ’ ἑκάστην ἡμέραν ἓν κοχλιάριον μεστόν, τοῖς μὲν παιδαρίοις μικρόν, τοῖς δὲ τελείοις μέγα. καὶ μέντοι καὶ τὸ σωματῶδες ὅλης τῆς σκίλλης κόψας
5ἀκριβῶς καὶ λειώσας μετὰ μέλιτος δίδωμι κἀκ τούτου κοχλιάριον ἕν, ὥσπερ εἴρηται. δεύτερον τῆι δυνάμει τοῦτο γίνωσκε τοῦ πρόσθεν εἰρημένου. ὅσοι δὲ ἑψήσαντες ἐν ὕδατι τὴν σκίλλαν λειοῦσιν, ἐκλύουσι τὴν δύναμιν αὐτῆς, ὥσπερ ὅσοι δι’
10ὄξους ἰσχυρὸν μὲν σφοδρῶς ἐργάζονται τὸ φάρμα‐
κον, οὐκ ἀβλαβὲς δὲ τῶν νεύρων.23