TLG 0057 073 :: GALENUS :: Quos quibus catharticis medicamentis et quando purgare oporteat (ap. Oribasium)

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

Quos quibus catharticis medicamentis et quando purgare oporteat (ap. Oribasium)

Source: Raeder, J. (ed.), Oribasii collectionum medicarum reliquiae [Corpus medicorum Graecorum, vol. 6.1.1] Leipzig: Teubner, 1928: 221–227.

Citation: Book — chapter — section — (line)

7

.

23

t

Ἐκ τῶν Γαληνο· τίναc δεῖ καθαίρειν, καὶ ποίοιc
καθαρτηρίοι
c, καὶ πότε.

7

.

23

.

1

Τοὺc ὑγιεινὰ τὰ cώματα ἔχονταc ἐργῶδεc καθαίρειν· καὶ γὰρ ἰλιγγιῶcι καὶ cτροφοῦνται, καὶ δυcχερῶc αὐτοῖc ἡ κάθαρcιc προχωρεῖ, καὶ πρὸc τούτοιc ἔτι ταχέωc ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ’
5ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰc cάρκαc cυντήκοντοc, ἵνα ἐξ ἐκείνων

7

.

23

.

2

ἕλξῃ τὸ οἰκεῖον. τοὺc δ’ ὑγιαίνονταc μὲν ἔτι, νοcήcανταc δ’ 〈ἄν〉, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰcβάλλοντοc ἦροc, ἤτοι διὰ φλε‐ βοτομίαc, εἰ πληθωρικοῖc ἁλίcκοιντο νοcήμαcιν, ἢ διὰ καθάρcεωc, εἰ

7

.

23

.

3

τοῖc κατὰ διαφθοράν. ἡμεῖc γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχο‐ μένην καὶ μήπω περὶ τοῖc ἄρθροιc εἰργαcμένην πώρουc ἐκ τῆc τοι‐

7

.

23

.

4

αύτηc κενώcεωc ἐτῶν ἤδη πολλῶν ἐκωλύcαμεν γίνεcθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρό‐ νια πάθη διὰ τῆc εἰρημένηc κενώcεωc ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύ‐

7

.

23

.

5

cαμεν. ἐνίοιc μὲν οὖν cυμφέρει κενοῦcθαι τοὺc φλεγματώδειc χυμούc, ἐνίοιc δὲ τοὺc πικροχόλουc, ἐνίοιc δὲ τοὺc μελαγχολικούc, ἐνίοιc δ’ ὀρῶδεc περίττωμα κατὰ τὴν τῶν εἰθιcμένων αὐτοῖc γίνεcθαι παθῶν

7

.

23

.

6

οὐcίαν. αὐτίκα μελαγχολίᾳ τιc ἁλίcκεται καθ’ ἕκαcτον ἔτοc, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦροc μόνον, ἀλλὰ καὶ φθινο‐

7

.

23

.

7

πώρου. οὕτωc δὲ καὶ γυναῖκά τινα καθ’ ἕκαcτον ἔτοc εἰcβάλλοντοc ἦροc ὁμοίωc κενῶ, καρκινώδη διάθεcιν ἐν μαcτῷ ἔχουcαν, ἣν ἰαcάμην
ἰcχυρῶc κενώcαc διὰ φαρμάκου καθαίροντοc μέλαιναν, καὶ εἰ παρα‐221

7

.

23

.

8

λειφθείη ποτὲ ἡ κάθαρcιc, ὀδύνη διὰ βάθουc αὐτῇ γίνεται. ἐλέφαντα δ’ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίαc καὶ καθάρcεωc ἰαcάμην· ἑκάcτου δ’ ἔτουc αὖθιc ἀρκεῖ καὶ τούτῳ μία κάθαρcιc· ἐκ‐

7

.

23

.

9

λειφθείcηc δ’ αὐτῆc, αὐτίκα τὸ πάθοc ἐπιcημαίνει. τὰ μὲν οὖν τοι‐ αῦτα νοcήματα καθάρcεωc χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀcθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμαcίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ cὺν ὄγκοιc ψυχροῖc τῶν

7

.

23

.

10

φλεγματικῶν. ἄλλοc δέ τιc ὥρᾳ θέρουc αἰεὶ τριταίοιc ἁλιcκόμενοc πυρετοῖc ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν φθάνων ὑφ’ ἡμῶν καθαίρεcθαι κατὰ τὴν τελευτὴν τοῦ ἦροc· οὕτωc γὰρ ἄμεινόν ἐcτι τοὺc τοιούτουc κενοῦν, ὡc τούc γε ἐπιληπτικοὺc ἀρθριτικούc τε
5καὶ μελαγχολικοὺc ὅcοι τε ἄλλοι διὰ παχεῖc χυμοὺc νοcοῦcιν εἰcβάλ‐

7

.

23

.

11

λοντοc ἦροc ἄμεινον κενοῦcθαι. χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc καὶ τοὺc πόρουc, δι’ ὧν οὗτοι μετα‐ λαμβάνονταί τε καὶ ἕλκονται πρὸc τῶν καθαρτικῶν φαρμάκων, ἀναcτο‐ μοῦν, εἰ ἡ κάθαρcιc ἀρίcτη μέλλοι γίνεcθαι κατὰ πάντα, καὶ μάλιcτα
5ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ cυντονία τῶν cπαραγμῶν, ἐκβάλλουcα τοὺc ἐcφηνωμένουc δυcλύτωc τοῖc πεπονθόcι μέρεcι χυμοὺc καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦcα, ῥᾷον ἐργάcεται τοῦτο,

7

.

23

.

12

προλελεπτυcμένων αὐτῶν. τοῖc δ’ ἀμελήcαcι τούτων δυcχερεῖc ἀπαν‐ τῶcιν αἱ καθάρcειc μετὰ cτρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄcηc τε

7

.

23

.

13

πολλῆc καὶ κακοcφυξίαc ἐκλύcεώc τε καὶ δυcκολίαc. τοῦ μέλλοντοc δ’ ἐλλέβορον λήψεcθαι προπειρᾶcθαι χρὴ τῆc φύcεωc, ὅπωc ἔχει πρὸc

7

.

23

.

14

τὰc ἄνω καθάρcειc, τουτέcτι τὰc δι’ ἐμέτων. γινέcθω δ’ ἡ πεῖρά cοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅcα μέτρια· ἐὰν γὰρ φαίνηται μὴ ῥᾳδίωc καθαιρόμενοc, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαραcκευάcαι. γένοιτο δ’ ἂν τὸ τοιοῦτο καὶ δι’ αὐτῶν
5μὲν τῶν cυνεχῶν ἐμέτων, ἐθιcθέντοc ἑτοίμωc ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ

7

.

23

.

15

cώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύcει. τὸ μὲν οὖν τῆc ἀναπαύcεωc δῆλον· ὡc γὰρ τὰ γυμνάcια ξηραίνειν πέφυκεν, 〈οὕτω καὶ ἡ ἀνάπαυcιc, ὅπερ ἐcτὶν ἡcυχία τε καὶ ἀγυμναcία, φυλάττει τὰc ὑγρότηταc· τροφὴ δ’ οὐχ ἁπλῶc ἡ πλείων ὑγραίνειν πέφυκεν,〉 ἀλλ’
5ἥτιc ἄνευ ποιότητοc ἰcχυρᾶc ᾖ, τουτέcτι μήτε cτρυφνὴ μήτε δριμεῖα222

7

.

23

.

16

μήτε ἁλυκὴ μήτε πικρά. δεδώκαμεν δ’ ἐνίοτε ῥαφανῖδαc δι’ ὀξυμέ‐ λιτοc, πήξαντεc αὐταῖc δι’ ὅληc ἡμέραc καὶ νυκτὸc ἐλλεβόρου κλῶναc

7

.

23

.

17

λευκοῦ, καὶ εἴη ἂν ἀcθενὴc ἀπ’ ἐλλεβόρου κάθαρcιc ἡ τοιαύτη. οἱ δὲ cτενὸν ἔχοντεc τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα cυν‐ τεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουcιν εἰc τὰc ἐμετικῶν φαρμάκων καθάρcειc τάc τε ἄλλαc καὶ μάλιcτα τὴν δι’ ἐλλεβόρου τοῦ λευκοῦ·
5ῥήγνυται γὰρ αὐτοῖc ἀγγεῖόν τι τῶν ἐν τοῖc ἀναπνευcτικοῖc ὀργάνοιc.

7

.

23

.

18

χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν· ἔcθ’ ὅτε μὴν ἔμπαλιν, εἰ κατὰ μὲν τὴν γαcτέρα φλεγ‐ ματικόc, ἐν δὲ τοῖc ἐντέροιc πικρόχολοc ἀθροιcθείη, τὸν μέντοι με‐

7

.

23

.

19

λαγχολικὸν αἰεὶ κάτω. γέγραπται δὲ κατὰ τοὺc Ἀφοριcμοὺc Ἱππο‐ κράτει περὶ τῶν ὡρῶν· ‘θέρεοc φαρμακεύειν τὰc ἄνω, χειμῶνοc τὰc

7

.

23

.

20

κάτω.‘ τὸ δ’ ἀνάλογον ταῖc ὥραιc ἐπὶ τῶν χωρῶν cκοπεῖcθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένουc· οὕτωc δὲ κἀπὶ τῶν ἡλι‐

7

.

23

.

21

κιῶν. καὶ μὴν καὶ τὸ ἔθοc οὐ cμικρὰ μοῖρα πρὸc ἔνδειξιν κενώcεωc· οἱ μὲν γὰρ ἐμεῖν εἰθιcμένοι φέρουcιν ἀλυπότερον τὰc διὰ τῆc ἄνω κοιλίαc καθάρcειc· οἱ δ’ ἀήθειc οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ’

7

.

23

.

22

ἐλλεβόρου. καὶ τὸ τοῦ νοcήματοc δ’ εἶδοc cκοπεῖcθαι προcῆκεν· ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματοc ἀγωγῷ χρηcόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆc κάτω γαcτρόc, εἶτα δι’ ἐμέτων, εἶτα δι’ ἀποφλεγματιcμῶν· δι’ ὅλου γὰρ τοῦ cώματοc ἐκτεταμένου τοῦ

7

.

23

.

23

πλεονάζοντοc, ἁπάcαc κενώcειc παραληψόμεθα. ἀcκίτου δ’ ὄντοc τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώcομεν φαρμάκων, ὥcπερ γε κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶc τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ δι’ οὔρων καὶ δι’ ὑπερῴαc καὶ διὰ

7

.

23

.

24

ῥινῶν. οὕτωc δὲ κἂν ὁ μελαγχολικὸc πλεονάcῃ χυμόc, ὡc ἐν μελαγ‐ χολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆc μελαίνηc χολῆc κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖc καθαίρομεν, ἐξ ὧν δῆλον ὡc ἡ κατάcταcιc τῆc νόcου καὶ τὸν κενωθηcόμενον δηλοῖ χυμὸν

7

.

23

.

25

καὶ τὸν τόπον, δι’ οὗ χρὴ κενοῦν αὐτόν. ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶcι, τὴν ἀποκάθαρcιν ποιούμεθα διὰ μὲν τῆc κάτω γαcτρόc, ὅταν ἐν τοῖc cιμοῖc αὐτοῦ γένηται τὸ πάθημα,

7

.

23

.

26

δι’ οὔρων δέ, ὅταν ἐν τοῖc κυρτοῖc. οὕτωc δὲ κἀπὶ τῶν ἄλλων ἐπι‐
cκέψῃ τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ καθάπερ ἑcτίαc τινὸc ὁρμᾶται τὸ νόcημα· ταῦτα γάρ cοι καὶ τὸν κενωθηcόμενον ἐνδείξεται χυμὸν καὶ τὸν τρόπον 〈τῆc κενώcεωc καὶ223
5τὸν τόπον〉 δι’ οὗ χρὴ κενῶcαι, καὶ πρὸc τούτοιc ἅπαcι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺc ὀρώδειc τε καὶ λεπτοὺc κενώcειc χυμούc, ἀνα‐ μενεῖc δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίcχρων, οἷοι τὴν φύcιν εἰcὶν

7

.

23

.

27

ὅ τε τοῦ φλέγματοc καὶ ὁ τῆc μελαίνηc χολῆc. καὶ ἀπὸ τῶν παρ‐ οξυcμῶν δὲ cκοπὸν εἰc ἔνδειξιν τρόπου κενώcεωc ἕξειc, ἐκ μὲν τῶν ἄνω ποιούμενοc τὰc κενώcειc ἐν τοῖc παροξυcμοῖc, ἐκ δὲ τῶν κάτω κατὰ τὰc καλουμέναc ἀνέcειc· καὶ γὰρ καὶ αὐτόματα οὕτωc ὠφελεῖ,
5ἐν μὲν τοῖc παροξυcμοῖc ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορρα‐ γούντων, ἐν δὲ ταῖc ἀνέcεcιν οὔρων τε καὶ διαχωρημάτων ἀποκρινο‐

7

.

23

.

28

μένων. φυλάττεcθαι δὲ χρὴ μάλιcτα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇc κάτω καθαίρειν πολλά· τῆc γὰρ ῥοπῆc τῶν χυμῶν ἄνω γινομένηc, ἡ τοῦ κάτω καθαίροντοc φαρ‐

7

.

23

.

29

μάκου δύναμιc ἐμποδιcθήcεται. ἐπὶ δὲ τῶν ἤδη νοcούντων ἐν μὲν τοῖc χρονίοιc αἰεὶ δεῖ τὸν πεπαcμὸν ἀναμένειν· ἐν δὲ τοῖc ὀξέcιν, ὅταν ὀργᾷ, κατ’ ἀρχὰc οἷόν τε φαρμακεῦcαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆc εὐλαβείαc καὶ περιcκέψεωc· κίνδυνοc γὰρ οὐ μικρὸc ἐν ὀξεῖ
5νοcήματι κακῶc φαρμακεῦcαι τῷ πάντα μὲν καθαίροντα φάρμακα ταῖc δυνάμεcιν εἶναι θερμά, δεῖcθαι δὲ τὸν πυρετόν, εἰ πυρετόc ἐcτι, κατὰ τὸν αὑτοῦ λόγον οὐχ ὅπωc τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ

7

.

23

.

30

τῶν ἐναντιωτάτων αὐτοῖc τῶν ὑγραινόντων τε καὶ ψυχόντων. οὔκουν οὐδ’ αὐτῆc ἕνεκα τῆc πυρώδουc θερμότητοc ἡ κάθαρcιc ἡμῖν παρα‐ λαμβάνεται (ταύτην γὰρ ἴcμεν ὅcον ἐφ’ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν· 〈χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆc
5τῶν λυπούντων χυμῶν〉 κενώcεωc γίνεcθαι τῆc βλάβηc, ἣν ἐξ ἀνάγκηc βλάπτεται τὸ cῶμα πρὸc τῶν καθαρτικῶν φαρμάκων· ἔcτι δ’ ἡ ὠφέλεια † ἐνάλυπόc τε καὶ πᾶc ὁ βλάπτων κενωθῇ χυμόc· ἵνα δὲ τοῦτο γένη‐ ται, πρῶτον μὲν δεῖ περιcκέψαcθαι, εἰ ἐπιτηδείωc ὁ κάμνων ἔχει πρὸc τὴν τοιαύτην κάθαρcιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίcχρων ἢ
10παχέων ἐδεcμάτων ὄντεc, ὡcαύτωc δ’ οἷc ὑποχόνδρια τέταται καὶ ἐμπεφύcηται ἢ ὑπερβαλλόντωc ἐcτὶ θερμὰ καὶ πυρώδη, ἢ καί τιc αὐτόθι τῶν cπλάγχνων φλεγμονή, πάντεc οὗτοι πρὸc τὰc καθάρcειc

7

.

23

.

31

ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺc χυμούc, ὡc ἔνι
μάλιcτα, τοῦ κάμνοντοc εὐρουcτάτουc εἶναι, τουτέcτι λεπτούc τε καὶ ἥκιcτα μετέχονταc γλιcχρότητόc τινοc, ἀναπεπταμένουc τε τοὺc πόρουc, δι’ ὧν ἡ καθάρcιc μέλλει γενήcεcθαι· ταῦτα γὰρ καὶ ἡμεῖc προπαρα‐224

7

.

23

.

32

cκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν. ἀλλ’ ἔν γε τοῖc ὀξέcι νοcήμαcι κατ’ ἀρχὰc εὐθὺc ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆc δευτέραc μελλόντων ἡμῶν χρῆcθαι ταῖc καθάρcεcιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παραcκευὴν οὐκ ἐγχωρεῖ γενέcθαι, πλὴν εἰ ἄρα
5cχοίη τιc καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήcαc ὑccώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχουc ἤ τινοc τῶν οὕτω λεπτυ‐ νόντων, ὥcτε εὐλόγωc ὀλιγάκιc ἐν τοῖc ὀξέcι νοcήμαcι κατ’ ἀρχὰc γενήcεται ἡμῖν χρεία φαρμακείαc τῷ μήτε πολλάκιc ὀργᾶν ἐν ἀρχῇ τοὺc λυποῦνταc 〈χυμούc〉, μήτε, εἰ καὶ τούτοιc ὑπάρχει, τοῦ νοcοῦντοc
10ἐπιτηδείου πρὸc τὴν κάθαρcιν ὄντοc, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρ‐

7

.

23

.

33

έχοντοc ἐπιτήδειον αὐτὸν παραcκευάcαι. ὀργᾶν δ’ οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήcει cφοδροτέρᾳ γενόμενοι καὶ μεταρρύcει μορίων εἰc μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοcήματοc ὀχλῶcι τὸν ἄνθρωπον, ἀνιῶντεc καὶ

7

.

23

.

34

γαργαλίζοντεc καὶ ἡcυχάζειν οὐκ ἐπιτρέποντεc. τοὺc μὲν οὖν τοι‐ ούτουc ἐκκενοῦν προcήκει, τουτέcτι τοὺc ἐν κινήcει καὶ φορᾷ καὶ ῥύcει· τοὺc δὲ καθ’ ἕν τι μόριον ἐcτηριγμένουc οὔτε ἄλλῳ τινὶ βοη‐ θήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ
5ἤδη καὶ τὴν φύcιν ἕξομεν βοηθοῦcαν τῇ κενώcει· φαίνεται γὰρ αὕτη μετὰ τὰc πέψειc διακινοῦcά τε τοὺc χυμοὺc ἀπωθουμένη τε τὸ περιτ‐ τόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίcειc γίνονται, ἀλλὰ τελέωc μὲν αὐτῆc κινουμένηc, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀcθενέcτερον ἐν‐

7

.

23

.

35

εργούcηc, τὸ λεῖπον αὐτοὺc χρὴ προcτιθέναι φαρμακεύονταc. χρὴ δ’ εἰδέναι ὡc αἱ μεταρρυήcειc ἄλλοτε εἰc ἄλλο μόριον τῶν χυμῶν ὀλι‐ γάκιc γίνονται, τὰ πλείω δ’ ἡcυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ

7

.

23

.

36

πέττεται, παρ’ ὅλον τοῦ νοcήματοc τὸν χρόνον ἄχρι λύcεωc. ὅταν οὖν μὴ μόνον ὀξὺ πάθοc ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ cφοδροτάτου, εὐλαβητέον ἐcτὶ τὴν δόcιν τοῦ καθαίροντοc φαρμάκου, καὶ μάλιcτα ὅταν ἀπείρωc τιc ἔχῃ τῆc τοῦ κάμνοντοc φύcεωc· ἔνιοι μὲν γάρ εἰcι
5φύcει δυcκάθαρτοι, τινὲc δ’ ἐπὶ βραχείᾳ πόcει φαρμάκου καθαίρονται

7

.

23

.

37

δαψιλῶc. ὅταν οὖν ὁ πυρετὸc ᾖ μὴ cφοδρόc, ἔμπειρόc τε ᾖc τῆc φύcεωc τοῦ κάμνοντοc, ἐπὶ τὴν τοῦ φαρμάκου δόcιν ἀφίξῃ, χρώμενοc
ἐλλεβόρῳ μέλανι 〈ἤ〉 τινι τῶν ὁμοιοτρόπων, ὧν ἐcτι καὶ 〈τὸ〉 διὰ225

7

.

23

.

38

τῆc κολοκυνθίδοc· ἱερὰν δ’ αὐτὴν cυνήθωc ὀνομάζουcιν. ποικίλωc δ’ αὐτῆc cκευαζομένηc, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν cκαμμωνίαν δ’ οὐκ ἔχουcα, κάλλιcτόν ἐcτι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλωc λαβεῖν

7

.

23

.

39

φάρμακον ὑπήλατον. μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον cυμφέρει τῆc πτιcάνηc ἐπιρροφεῖν, ὥc φηcιν Ἱπποκράτηc· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡc ἂν ὀλίγον ὄν, εἰc τὸν πυθμένα τῆc κοιλίαc ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε cτόμαχοc ὅcον τε τῆc γαcτρὸc ὑψηλὸν οὐ
5μόνον τῆc ποιότητοc τοῦ καθαίροντοc, ἀλλὰ καὶ τῆc οὐcίαc προcιζούcηc

7

.

23

.

40

ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωc βλάπτονται. χρήcιμοc οὖν χυλὸc τῆc πτιcάνηc ἐπιρροφούμενοc, ὡc ἀπορρύψαι μὲν καὶ καταcῦραι κάτω τὸ προcπεπλαcμένον ἐν τῇ διόδῳ δυνάμενοc, ἐπικεράcαι δὲ καὶ ὑπαλ‐

7

.

23

.

41

λάξαι τὴν ἐνιζηκυῖαν τοῖc μορίοιc ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόcει κελεύει τῆc πτιcάνηc ἐπιρροφεῖν· ἀρξαμένηc δὲ γίνεcθαι τῆc καθάρcεωc, οὐκέτι βούλεται δίδοcθαι πτι‐ cάνηc, εὐλαβούμενοc ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντοc φαρ‐
5μάκου.

7

.

24

t

Κατὰ πόcουc τρόπουc οὐκ ἐκκρίνει ἡ γαcτὴρ καθαρ‐
τηρίου δοθέντο
c.

7

.

24

.

1

Οὐκ ἐκκρίνει δ’ ἡ γαcτὴρ ἐνίοτε καθαρτηρίου δοθέντοc, ἤτοι διὰ τὴν ἰδιότητα τῆc τοῦ κάμνοντοc φύcεωc ἢ διὰ βραχύτητα τοῦ δοθέντοc φαρμάκου· πολλάκιc δὲ καὶ κόπροc ἐcφηνωμένη cκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυcτῆροc πρὶν δίδοcθαι τὸ

7

.

24

.

2

καθαῖρον φάρμακον κωλύει τὴν κένωcιν. δύναται δὲ καὶ τῆc φύcεωc

7

.

24

.

3

ἐπ’ οὖρα τὴν ὁρμὴν πεποιημένηc, τὸ καθαρτικὸν μηδὲν ἀνύειν. ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸc τῷ βλάπτειν μηδὲν τὸ cῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ’ εἰc τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται.

7

.

25

t

Περὶ τῶν μιγνυμένων τοῖc καθαρτηρίοιc.

7

.

25

.

1

Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαcτέρα, καὶ μάλιcτα αὐτῆc τὸ cτόμα, διότι νευρωδέcτατόν ἐcτι καὶ αἰcθητικώ‐ τατον, ἡ μῖξιc ἐπενοήθη τῶν εὐωδῶν, ὅπωc μὴ μόνη μηδ’ ἀκραιφνὴc

7

.

25

.

2

ἡ δύναμιc αὐτῶν ἅπτηται τοῦ cτόματοc τῆc γαcτρόc. χρὴ δ’ εἶναι τὰ
μιγνύμενα cπέρματα τοιαῦτα, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆc τε καὶ τμητικῆc ὄντα δυνάμεωc, καὶ τοὺc παχεῖc χυμοὺc τέμνειν καὶ τὰc ὁδοὺc αὐτῶν, δι’226

7

.

25

.

3

ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναcτομοῦν. δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοιc τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν cταcιάζειν, ἡ δὲ cτάcιc αὐτῶν γινέcθω, οὐχ ὅταν 〈τὸ μὲν χολῆc, εἰ τύχοι, τὸ δὲ φλέγ‐ ματοc〉 ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦcθαι δύναται κατὰ τὸν
5αὐτὸν τρόπον), ἀλλ’ ὅταν τὸ μὲν εὐθέωc, τὸ δὲ μετὰ [ταῦτα] πολὺ τῆc προcφορᾶc πεφύκῃ κινεῖν τὴν κάθαρcιν· ἀνώμαλοc γὰρ οὕτωc ἡ κένωcιc γίνεται, προcενεχθέντων ἅμα· λέγω δ’ ἀνώμαλον, ὅταν ἤδη
παύεcθαι δοκούcηc αὐτῆc ἀρχὴ πάλιν ἑτέραc κενώcεωc γίνηται.227