TLG 0057 072 :: GALENUS :: De purgantium medicamentorum facultate

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De purgantium medicamentorum facultate

Source: Ehlert, J. (ed.), Galeni de purgantium medicamentorum facultate [Diss. Göttingen] 1959: 1–21.

Citation: Kühn volume — page — (line)

11

.

323

(t)

Γαληνοῦ Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως.
1Κατὰ τὴν αὐτὴν αἰτίαν ἐοίκασιν οἱ παλαιότατοι τῶν ἰατρῶν τὰς μοχθηροτάτας δόξας ἀνεξελέγκτους ἐᾶσαι, καθ’ ἣν καὶ τῶν νομοθετῶν οἱ ἀρχαιότατοι τὰ μέγιστα τῶν ἁμαρτημά‐ των ἀτιμώρητα. μετριωτέρας γὰρ οὔσης κατ’ ἐκεῖνον τὸν
5καιρὸν τῆς κακίας καὶ μήτ’ ἀδικεῖν ἐπιχειρούντων τὰ μέ‐ γιστα μήτ’ ἀναισχυντεῖν ὑπομενόντων τὰ φανερώτατα, πῶς ἄν τις ἢ κόλασιν ὥριζε τοῖς μηδόλως γεγενημένοις ἢ ἔλεγχον ἐπῆγεν οἷς οὐδεὶς ὅλως εἶπεν; ἐπεὶ δ’ ἐν τῷ χρό‐ νῳ τῆς κακίας αὐξανομένης οὔτ’ ἀτόλμητον οὐδὲν ἔτι τοῖς

11

.

324

ἀνθρώποις οὔτ’ ἄρρητον ἦν, οἱ μὲν νομοθέται πολλοὺς τρό‐ πους καινοὺς ἐξευρίσκουσι τῶν ἐπὶ τοῖς ἀδικοῦσι τιμωρι‐ ῶν, οἱ δ’ ἀλήθειαν τιμῶντες ἑλέγχων ἰδέας πολυτρόπους ἐπὶ
τοῖς σοφισταῖς, ὥσπερ καὶ νῦν ἐοίκαμεν ἡμεῖς ἂν δράσειν1
5ἐξελέγχοντες τοὺς ἀναιροῦντας μὲν τῶν καθαιρόντων φαρμά‐ κων τὴν ἑλκτικὴν δύναμιν ὧν ἐκκενοῦσι χυμῶν, μεταβλητι‐ κὴν δέ τινα φάσκοντας ἔχειν ἁπάντων ὁμοτίμως τῶν πλησι‐ αζόντων αὐτοῖς. λέλεκται δ’ οὐδὲν Ἱπποκράτει πρὸς τὴν τοι‐ αύτην δόξαν. οὔπω γὰρ οὔτ’ Ἀσκληπιάδης ἦν κατ’ αὐτὸν ὁ
10προφανῶς ἀναισχυντήσας τε καὶ ὡς ἐπ’ ἆθλόν τινα κατὰ τῆς ἀληθείας ἀποδυσάμενος οὔτ’ Ἐρασίστρατος ὁ μετ’ αἰδοῦς μέν τινος ὅλον δ’ ἀνατρέψας τὸ κεφάλαιον αὐτό, ὃ περὶ τῶν καθ‐ αιρόντων φαρμάκων φανερὸν ὑπάρχει. τὴν γάρ τοι δραστικω‐ τάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν
15οὐκ οἶδεν Ἐρασίστρατος οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντ’ αὐτῆς

11

.

325

χρῆται. μέρος δ’ ἐστὶ τῆς τῶν οἰκείων ἑλκτικῆς δυνάμεως
ἡ ἐν τοῖς καθαίρουσι φαρμάκοις, ὥσπερ γε καὶ καθ’ ἣν ἡ χολὴ διακρίνεται καὶ τὸ οὖρον ἄλλα τε πολλὰ κατά τε τὴν ὑγείαν τῶν ζῴων ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ κατὰ τὰς2
5ἰάσεις τῶν νοσημάτων καὶ κατ’ αὐτὰ τὰ νοσήματα ὑπό τε τῶν ἰατρῶν καὶ αὐτῆς τῆς φύσεως οὐχ ἥκιστα. ἐπεὶ τοίνυν Ἱππο‐ κράτης οὐδὲν εἶπεν πρὸς τοὺς ἀναιροῦντας ἐκ τῶν ὄντων τὴν ὁλκήν, ὅτι μηδὲ προστάτην ὁ λόγος οὕτως ἰταμὸν ἔσχεν, οἷ‐ οι πολλοὶ τῶν μετ’ αὐτὸν ἐγένοντο, δίκαιον ἂν εἴη περὶ τῆς
10ἀληθείας ἀνθ’ Ἱπποκράτους ἡμᾶς ἀγωνίσασθαι καὶ πρῶτον μὲν οἷόν τι λέγουσιν ἀναμνῆσαι τοὺς ἄνδρας, εἶθ’ ἑξῆς ὡς οὐκ ὀρθῶς λέγοντας ἐπιδεῖξαι. ὁ μὲν δὴ λόγος αὐτῶν τοιόσ‐ δε· τὸ καθαῖρον φάρμακον, οὗπερ ἂν ψαύσῃ χυμοῦ, τοῦτον εἰς τὴν ὁμοίαν ἰδέαν ἀλλοιοῖ χολὴν μὲν ξανθὴν ἐργαζό‐
15μενον, ὅπερ ὀνομάζουσι χολαγωγόν, ὥσπερ καὶ φλέγμα, ὃ καλοῦσιν φλέγματος ἀγωγόν, ὑδατώδη δέ τινα φύσιν ἀποτε‐
λοῦν, ὃ καλοῦσιν ὑδραγωγόν, ἄλλο δέ τινα μέλαιναν χολὴν3

11

.

326

ἀποφαῖνον οὗπερ ἂν ἅψηται χυμοῦ. συνελόντι δὲ φάναι, μετα‐ βολὴ καὶ ἀλλοίωσίς ἐστι τῶν ἐν ταῖς φλεψὶν ἁπάντων χυ‐ μῶν, οὐ κένωσις ἑνὸς ἐξ αὐτῶν ἡ προσαγορευομένη κάθαρσις, ὡς ὁ τούτων λόγος.
5ἀλλ’ εἴπερ ταῦτα βούλεσθε, λέγομεν ἤδη πρὸς αὐτούς, ἄν τε χολῆς ἀγωγόν, ἄν τε φλέγματος, ἄν τε μελαίνης, ἄν τε ὀρώδους ὑγρότητος λάβῃ τις φάρμακον, ἅπαντας κενοῦσθαι τοὺς ἐκ τῶν φλεβῶν χυμούς. καὶ μὴν ταύτῃ μόνον ἄρα διαλλάττει τὸ καθῆραί τινα τοιούτῳ φαρμάκῳ τοῦ τεμόντα φλέβα κενῶσαι
10τὸ αἷμα, καθ’ ὅσον ἐν μὲν ταῖς φλεβοτομίαις οἷόνπερ ἦν ἔμπροσθεν ἐκκρίνεται, κατὰ δὲ τὰς καθάρσεις ἐξαλλαττόμε‐ νόν ἐστιν οὐ τῇ χρόᾳ μόνον ἀλλὰ καὶ τῇ συστάσει. τὸ μὲν γὰρ τῶν ὑδατώδων ἀγωγὸν ὑγρὰ καὶ λεπτὰ πάντα ποιεῖται τὰ κατὰ τὰς φλέβας, εἰ καὶ τύχοι πρότερον ὄντα παχύτατα· τὸ
15δὲ τῆς μελαίνης ἔμπαλιν ἅπαντα παχέα καὶ στάσιμα, κἂν εἰ
πρόσθεν ἦν ὑγρότατα. καὶ τοίνυν καὶ ἡ ἔκλεξις ἡμῖν τοῦ φλεβοτομῆσαί τε καὶ καθῆραι κατ’ ἄλλους μέν τινας ἔσται σκοπούς, κατ’ αὐτὴν δὲ τὴν ἰδέαν τῶν κενουμένων οὐκ4

11

.

327

ἔσται. τίνες δ’ οἱ ἄλλοι σκοποί; πολλοὶ μὲν ἕτοιμοι πρὸς φλεβοτομίαν εἰσὶ τῶν ἀνθρώπων, ἔνιοι δὲ καὶ πρὸς κάθαρ‐ σιν, ὥσπερ γε καὶ ἄλλοι θᾶττον ἂν ὁτιοῦν πάθοιεν ἢ φλέ‐ βα τμηθεῖεν, ἔνιοι δ’ ἀποκοπῆναι μᾶλλον ὑπομένουσι μόρι‐
5όν τι τοῦ σώματος ἢ καταπιεῖν φάρμακον. καὶ μὲν δὴ καί τινες μὲν ἀνατρέπονται τὸν στόμαχον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, ἕτεροι δ’ ἀλύπως λαμβάνουσιν. ἀπὸ τῶν τοιούτων οὖν σκοπῶν ἐνίους μὲν τῶν ἀνθρώπων φλεβοτομήσομεν, ἐνίοις δὲ τὸ καθαῖρον φάρμακον δώσομεν, οὐκ ἀφ’ ὧν ἐνόμιζον οἱ
10Ἀσκληπιάδαι, φλεβοτομίαν μὲν ὁμοτίμως ἐκκενοῦν ἅπαντας τοὺς ἐν ταῖς φλεψὶ νομίζοντες χυμούς, τὴν κάθαρσιν δ’ οὐχ ὁμοτίμως, ἀλλ’ ἕνα μέν τινα καὶ μόνον ἐκεῖνον, οὗπερ ἂν ἀγωγὸν εἶναι λέγηται. διὸ καὶ καθαίρεσθαι τὸ αἷμα φα‐
σὶν ὑπὸ τῶν τοιούτων φαρμάκων, οὐ κενοῦσθαι καθάπερ ἐν5
15ταῖς φλεβοτομίαις. ταῦτα ὑμῶν ἕπεται ταῖς ὑποθέσεσιν ἑκόν‐ των τε καὶ ἀκόντων. ἀναμνήσω δ’ αὐτῶν τὰ κεφάλαια· κατὰ μὲν τοὺς Ἀσκληπιάδας ἁπάντων τῶν ἐν ταῖς φλεψὶ χυμῶν ὁμότιμός ἐστιν ἡ ἐν ταῖς

11

.

328

φλεβοτομίαις κένωσις, οὐχ ὁμότιμος δ’ ἡ ἐν ταῖς καθάρσεσιν, ἀλλὰ τῶν ἄλλων ἀφαίρεσις, ὡς καθαρὸν ἀποφῆναι τὸ αἷμα. κατὰ δὲ τοὺς περὶ τὸν Ἀσκληπιάδην ὁμότιμος ἁπάντων ἐστὶν ὥσπερ ἐν ταῖς φλεβοτομίαις, οὕτως κἀν ταῖς καθάρσεσιν ἡ
5κένωσις, ἃς οὐδὲ καθάρσεις ὄντως, ἀλλὰ κενώσεις ἅμα δια‐ φθορᾷ καὶ ἀλλοιώσει τῶν κενουμένων ὑπάρχειν ἑροῦσιν. ἥκοντες τοίνυν ἐπὶ τὸν ἆθλον οἵ τε μετρίως ἀναίσχυντοι τῶν σοφιστῶν οἵ τ’ ἐσχάτως ἀγωνιζέσθωσαν ὥσπερ ἐν σταδίῳ μὴ λόγοις πρός με μηδὲ λήροις μακροῖς, ἀλλ’ αὐτοῖς τοῖς
10ἔργοις, εἰς ἃ προσκαλοῦμαι κατὰ τὴν πολυανθρωποτάτην πό‐ λιν τήνδε, μυρίων μὲν ὁσημέραι κατ’ αὐτὴν ἰκτεριώντων εὑ‐ ρεθῆναι δυναμένων, μυρίων δὲ ὑδερικῶν. ἀρκεῖ γάρ μοι πε‐ ρὶ τούτων πρῶτον ποιήσασθαι τὸν λόγον· ἀγέτω τις πρός με
τούτων δή τινα χωρὶς πυρετοῦ μεστὸν τῆς πικρᾶς χολῆς τὸ6
15σύμπαν σῶμα καὶ θεασάσθω, πῶς μετὰ τὸ παρασκευάσαι τὸν ἄν‐ θρωπον ἡμέραις τισίν, ὅταν ἤδη μοι δοκῇ καιρὸς εἶναι, δοὺς ὑπήλατόν τι τῶν χολαγωγῶν εἰς τὸ κατὰ φύσιν ἐκ τῆς τοιαύ‐ της καθάρσεως ἐπανάγω τὸν ἄνθρωπον οὐδὲν ὅλως ἔτι περὶ

11

.

329

τὸ σῶμα πραγματευσάμενος. ἀλλὰ τοῦθ’ ἡμεῖς οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ πάνυ πολλάκις ἐπεδειξάμεθα τοῖς ἡμιμοχθήροις αὐτῶν καὶ πολλοὺς ἐπὶ τὰ βελτίω μετεστήσαμεν. οὐ μὴν τού‐ του γ’ ἕνεκεν, ὦ σοφιστά, πιστεύειν σε κελεύω τοῖς μαρτυροῦ‐
5σιν, ἀλλὰ σαυτόν, ὅτε βούλει, θεάσασθαι μιᾷ καθάρσει τὸν ἰκτεριῶντα τὴν κατὰ φύσιν ἀπολαμβάνοντα χρόαν. ὅταν οὖν ἴδῃς τοιοῦτο γιγνόμενον, ὦ γενναῖε, τολμήσῃς ἐν τῷ μέσῳ καταστὰς λαμπρᾷ τῇ φωνῇ, κήρυκος γοῦν δίκην ἀσκῶν αὐτήν, ἀποτεῖναι λόγον μακρόν, οἷον πολλάκις εἶπας τοῖς μαθηταῖς,
10ὡς οὐχ ἕλκεται τὸ οἰκεῖον ὑφ’ ἑκάστου τῶν καθαιρόντων, ἀλ‐ λὰ τὸ περιεχόμενον ἐν ταῖς φλεψὶν ἅπαν, ὁποῖον ἂν ᾖ, μετα‐ βάλλεται πρὸς ὅπερ ἂν ἡ τοῦ φαρμάκου δύναμις ἀλλοιοῦν αὐ‐ τὸ φύσιν ἔχῃ; καὶ νῦν οὗτος ὁ θεραπευθεὶς τὸν ἴκτερον οὐ
τῷ κενωθῆναι τὸν χυμόν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως7
15ὤνητο. θεάσασθε γοῦν, ὅπως ἐγὼ τῶν οὕτως ἐχόντων ἕτερον ἤ‐ τοι φλεβοτομήσας ἢ δοὺς ἄλλο τι τῶν ὑπηλάτων ὁμοίως ὠφε‐ λήσω. ταῦτ’ εἰπὼν ἐφεξῆς μοι δύο τῶν ἰκτεριώντων τὸν μὲν

11

.

330

φλεβοτόμησον, τὸν δὲ διά τινος τῶν τοιούτων ὑπηλάτων ἑκ‐ κένωσον, ᾧ σύμπαντες μὲν ἄνθρωποι τὴν μέλαιναν κενοῦν, σὺ δ’ οὐ κενοῦν, ἀλλὰ γεννᾶν πέπεισαι. κἄπειτ’ ἐὰν ὠφελήσῃς αὐτὸν εὔχρουν ἀποφήνας τὸ σῶμα, πᾶν, ὅ τι ἂν ἐθελήσῃς με
5παθεῖν, συγχωρήσω σοι· μηδὲν μέντοι τὸν ἄνθρωπον ὀνήσας, ἀλλ’ εἰς τοὔσχατον ἀγαγὼν βλάβης ἐπὶ τὰ βελτίω μετάστηθι καὶ τὴν Ἱπποκράτους ζήλωσον τέχνην. ἀλλὰ περὶ μὲν τῶν ἰκτεριώντων ἅλις. ἐπὶ δὲ τὸν ὑδεριῶντα μεταβὰς θέασαι πάλιν καὶ τοῦτον οὐχ ὁμοίως ὑπό τε φλεβοτομίας διατιθέ‐
10μενον καὶ φαρμάκου τινὸς τῶν ὑδραγωγῶν. εἰ γὰρ μὴ δείξαι‐ μι τὸ κατὰ τὸ ἦτρον ὑδατῶδες ἐκκενούμενον ὑπὸ τοῦ φαρμά‐ κου, τότ’ ἔνεστί σοι καταγνῶναι μὲν τοῦ παλαιοῦ λόγου νο‐ μίζοντος οὐ γεννᾶσθαι τὸν τοιοῦτον χυμόν, ὡς σὺ φῇς, ἀλλ’ ἐκ τοῦ σώματος ἕλκεσθαι πρὸς τοῦ φαρμάκου. καθ’ ἡμῶν δ’ ὅ
15τι βούλει πρᾶξαι, καὶ μὴν εἰ μελαίνης χολῆς ἢ ξανθῆς ἀγω‐
γὸν δοίης φάρμακον, οὐ κενώσεις τὸν ὄγκον· οὕτως ἕκαστον τῶν φαρμάκων οἰκείου τινὸς ἑλκτικόν ἐστι χυμοῦ. σὺ δ’ εἰ8

11

.

331

νομίζεις ἅπαντας ὁμοίως ἀλλοιοῦσθαι καὶ κένωσιν εἶναι κοι‐ νήν, οὐ κάθαρσιν τὸ γιγνόμενον, ἔξεστί σοι τέμνειν τὴν φλέβα. ταῦτα εἰ μὲν ἐν Ἰνδοῖς τις ὢν γράφων προσεκα‐ λεῖτο, χαλεπὸν ἦν ἐξελέγχειν αὐτόν. ἐπεὶ δ’ ἄνθρωπος ἑκάσ‐
5της μὲν ἡμέρας ὑφ’ ἡμῶν βλεπόμενος, ἐπ’ αὐτὸν δὲ τὸν διὰ τῶν ἔργων ἔλεγχον προσκαλούμενος, οὐκ οἶδα πῶς οὐκ αἰσχύ‐ νεσθε φλυαροῦντες. οὐ μέλλω λέγειν, ὅτι παμπόλλων ἰκτερι‐ ώντων ἐξεκάθηρα τὸ σῶμα τοῦ χολώδους χυμοῦ καθάρσει μιᾷ· καὶ γὰρ μυρίοι περὶ τούτου μαρτυροῦσιν· εἰ δὲ οἱ ἀναισ‐
10χυντότατοι σοφισταὶ προσποιήσονται πᾶσιν ἀνθρώποις ἀπισ‐ τεῖν, θεασάσθωσαν αὐτοὶ γιγνόμενον αὐτὸ τὸ ἔργον, ὁποσά‐ κις ἂν βουληθῶσι. καίτοι τί λέγω θεασάσθωσαν· ἐπέδειξα γὰρ ἤδη πολλάκις αὐ‐ τοῖς τοῦτο καὶ μέμνημαί γε τινὰ καὶ τοιαύτης τινὸς ἀντι‐
15λαμβανόμενον ἀδολεσχίας· ἔφησε γὰρ οὐχ ἓν δή τι χυμῶν εἶδος ἕλκεσθαι πρὸς ἑκάστου τῶν φαρμάκων, ἀλλ’ ἁπλῶς ἕκασ‐
τον μὲν αὐτῶν ἕλκειν ὥσπερ τὰ βδάλλοντα, τῇ δ’ ὁλκῇ πρότερον μὲν ἀκολουθεῖν τὸ λεπτότερον ἐν τοῖς χυμοῖς, ἐφεξῆς δ’ αὐ‐9

11

.

332

τῷ τὸ παχύτερον, εἶθ’ οὕτως τὸ παχύτατον. ὧν μὲν ἂν οὖν ἡ ῥώμη φαρμάκων ἐκλύηται θᾶττον, ἐπὶ τοῖς ὑδατώδεσιν ἵστασ‐ θαι τὴν κένωσιν· ὧν δ’ ἂν ἐπὶ πλέον ἐξαρκῇ, κενοῦσθαι τού‐ τοις καὶ τὴν ξανθὴν χολὴν, ὅσα δ’ ἰσχυρότατα, τούτοις καὶ
5τὴν μέλαιναν ἐπισπᾶσθαι. παραχρῆμα μὲν οὖν ἔδοξε τοῖς θια‐ σώταις ὁ τοιοῦτος εὖ λέγειν καὶ πάντες ἐπεβόων αὐτῷ καὶ δρόμῳ πολλῷ καταλιπὼν ἡμᾶς ἀπηλλάττετο γιγνώσκων, οἶμαι, βεβαίως, ὅτι μένων ἐξελεγχθήσεται. δοθέντος μέντοι κατὰ τὴν ὑστεραίαν ὑφ’ ἡμῶν τοῖς χορευταῖς αὐτοῦ βιβλίου τινός,
10ἐν ᾧ τῶν οὕτως ἐξαίφνης ἀποτετολμημένων ἦν ἔλεγχος, οὐκ‐ έτ’ οὐδέποτ’ αὐτοῖς ἐκεῖνος ἔθ’ ὁμοίως ἦν πιθανὸς ἀπορῶν διαλύσασθαι τὰ προβεβλημένα. ταυτὶ γὰρ ἐνεγέγραπτο τῷ βιβλίῳ· χθὲς μὲν ἀπέδρας τὸν λόγον ὅμοιόν τι ποιήσας ἀγω‐ νιστῇ τὸν στέφανον ἁρπάσαντι καὶ φυγόντι πρὶν ἀγωνίσασθαι,
15τήμερον δ’ οὐκ ἐκφεύξῃ τὸν ἔλεγχον· ἀκολουθήσει γάρ σοι του‐
τὶ τὸ βιβλίδιον εἰς τὰς χείρας ἐμπεσὸν τῶν ἀμφί σε χορευ‐ τῶν· οὐδὲ γὰρ ἧττόν τι πρὸς ἑκείνους ὁ λόγος ἐστὶν ἢ πρός σε, τοὺς οὐδέποτε μὲν ἔμπροσθεν ἀκηκοότας σοῦ συγχωροῦντος10

11

.

333

ὑπάρχειν ὁλκὴν ἐν οὐδενὶ τῶν ὄντων ἁπλῶς, χθὲς δ’ ὁμολογοῦν‐ τος ἀκηκοότας ἕλκεσθαι κοινῇ πάντα τὰ περιεχόμενα κατὰ τὰς φλέβας ὑπὸ τοῦ φαρμάκου. δίκαιον γὰρ ἦν αὐτοὺς μὴ ὅτι θαυμάζειν ἢ ὅλως ἐπαινεῖν τὸ ῥηθέν, ἀλλὰ προδοσίαν
5ὑπολαμβάνειν ὧν ἐξ ἀρχῆς ἐτίθετο. περί τε γὰρ οὔρων δια‐ κρίσεως καὶ χολῆς ξανθῆς καὶ μελαίνης ἄλλων τε πολλῶν ἐν‐ εργειῶν κατὰ τὸ σῶμα παμπόλλους λόγους ἑκάστοτε ποιεῖσθε πάντα μᾶλλον ἢ ὁλκὴν εἶναι συγχωροῦντες ἐνέργειάν τινα φυσικὴν ἑκάστῳ σώματι τῶν οἰκείων ἑαυτῷ· νυνὶ δ’ οὐ μόνον
10εἶναι τὴν ὁλκὴν συνεχώρησας, ἀλλὰ καὶ πάντων ἁπλῶς, ὅπέρ ἐστι πολὺ μεῖζον ὁμολόγημα τοῦ τῶν οἰκείων φάναι. τὸ μὲν γὰρ ὥσπερ τις ἀποκριτικὴ τῶν ἀλλοτρίων ἐστὶ δύναμις ἐν τοῖς ζῴοις, οὕτως εἶναί τινα καὶ τῶν οἰκείων ἑκάστῳ τῶν
ὄντων ἑλκτικὴν εὔλογον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις, ὅσοι11
15γε μηδέπω τὴν ὑμετέραν εἰσὶ σοφίαν σοφοί· τὸ δ’ ἕλκεσθαι πάνθ’ ὁμοτίμως ὑπό τινος, ἄν τ’ οἰκεῖα ταῖς ποιότησιν ἄν τ’ ἐναντιώτατα τύχῃ, θαυμαστῆς ἀλογίας μεστόν. οὕτως οὐ μό‐

11

.

334

νον ὡμολόγησας τὴν ὁλκήν, ἀλλὰ καὶ πολὺ χεῖρον ἢ ἐχρῆν οὐ μόνον τῶν οἰκείων, ἀλλ’ ἁπλῶς ἁπάντων εἰπών. οὕτω μὲν δή μοι δοκεῖς οὐκ ἐπαινεῖσθαι μᾶλλον ἢ παροινεῖσθαι δί‐ καιος ὑπάρχειν ὑπὸ τῶν περί σε χορευτῶν· ὅτι δὲ οὐδὲ κέ‐
5χρησαί ποτε καθαίρουσι φαρμάκοις, ἀλλ’ ἰδιώτης τέ τις εἶ καὶ ἄπειρος ἔργων ἰατρικῶν, ἐγώ μοι δοκῶ καὶ τοῦτο διὰ ταχέων ἐπιδείξειν· ὅσα καθαίρειν πέφυκε μέλαιναν χολήν, εὐθέως ἀπ’ ἀρχῆς ἐκκενοῖ μέλαιναν. διαφέρουσι δ’ ἀλλήλων αἱ κενώσεις τῷ τὰ μὲν ὑγρότερα, τὰ δ’ ἐφεξῆς αὐτῶν ἀεὶ
10καὶ μᾶλλον εἶναι παχύτερα. ταὐτὸ τοῦτο καὶ τοῖς τὸ φλέγ‐ μα καὶ τοῖς τὴν ξανθὴν χολὴν ἐκκαθαίρουσιν ὑπάρχει. ἕλκει
μὲν γὰρ ἐξ ἀρχῆς ἕκαστον αὐτῶν τὸν οἰκεῖον χυμόν, ἀλλ’ ἐν τῷ χρόνῳ παχύτερον, οὐ μήν, ὡς σὺ νομίζεις, ἐπλήρωσέ τις πρότερον ὅλην λεκάνην ὀρώδους περιττώματος, εἶθ’ ἑξῆς ἄλ‐12
15λην χολώδους ξανθοῦ, κἄπειτ’ ἄλλην φλέγματος, εἶθ’ οὕτως κενοῦσθαι τὴν μέλαιναν. ᾧ δῆλον ὡς ὑπὸ μὲν τοῦ φαρμάκου τὸ οἰκεῖον ἕλκεται, συνέπεται δ’ αὑτῷ τὸ ἐπιπολάζον ὑδατῶ‐ δες. ἔνεστι δέ σοι τοῦτο θεάσαθαι νῦν, εἰ καὶ μὴ πρότερον πλεῖστον μὲν ὑδατῶδές τε καὶ χολῶδες κενουμένους

11

.

335

τοὺς ἀνθρώπους ἐπὶ ταῖς τοιαύταις τῶν φαρμάκων δόσεσιν, ὀλίγην δὲ τὴν σύμπασαν αὐτοῖς γιγνομένην κένωσιν ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς. ἐχρῆν δ’ ἀεὶ πλεῖστον μὲν τὸ σύμπαν ἐπὶ τοῖς τῆς μελαίνης κενοῦσθαι κατά γε τὴν σὴν ὑπόθεσιν,
5ἐλάχιστον δ’ ἐπὶ τοῖς ὑδατώδεσίν τε καὶ χολώδεσιν. ἀσθε‐ νείᾳ γάρ που καὶ ῥώμῃ τῶν φαρμάκων ὁ λόγος σου διέκρινε τὴν τῶν κενουμένων ἰδέαν, ὡς ἐπὶ τοῖς τῆς μελαίνης ἀγω‐ γοῖς. ἐπεὶ δὲ ῥώμῃ τῶν ἄλλων ταῦτα διαφέρει, παμπόλλη τις ἡ κένωσις γενήσεται, πρώτη μὲν τοῦ ὑδατώδους ἅπαντος,
10εἶτα τοῦ χολώδους, εἶτα τοῦ φλεγματώδους, εἶτ’ αὐτῆς τῆς μελαίνης. ἐπὶ δέ γε τῶν ἀσθενῶν ὑπηλάτων αὐτὰ μόνα κενω‐
θήσεται τὰ ὑδατώδη. φαίνεται δ’ οὐδὲν τούτων γιγνόμενον, ὥστ’ αὐτὰ τὰ φαινόμενα καταβάλλει σου τὸν λόγον. ἄξιον δ’ ἀποκρίνασθαί σε καὶ διὰ τί, τῶν παχυτέρων ἀεὶ μετὰ τὰ λεπ‐13
15τότερα κενουμένων, ἡ μέλαινα χολὴ πρότερον τοῦ αἵματος ἕλ‐ κεται, καίτοι γε οἷον ἰλύς τις οὖσα τοῦ αἵματος, ὡς ἐν τοῖς οἴνοις ἡ τρύξ.

11

.

336

ἴσως οὖν ζητήσεις, εἴ ἐστι τι φάρμακον εὐθὺς ἐξ ἀρχῆς αἵ‐ ματος ἀγωγόν; ἔστιν, ὦ βέλτιστε, χρήσαιτο δ’ ἂν οὐδεὶς αὐ‐ τῷ. διὰ τί, φήσεις ἴσως. ὅτι σφάξαι τοῦτ’ ἂν εἴη τὸν ἄνθρω‐ πον, οὐ καθῆραι. τὰ γάρ τοι καθαίροντα δι’ αὐτὸ τοῦτο πρὸς
5ἁπάντων ὀνομάζεται καθαίροντα διότι καθαρὸν ἀποφαίνει τὸ αἷμα τῶν εἰρημένων περιττωμάτων. οὐ μὴν οὕτω γέ τις ἐστὶ σοφὸς ἰατρός, ὡς ἐθελῆσαι κενῶσαι μὲν ἅπαν τὸ αἷμα, κατα‐ λιπεῖν δὲ ἐν τῷ σώματι τοὺς ἄλλους χυμούς. ὅθεν ἐν τοῖς δηλητηρίοις ἅπαντα τὰ τοιαῦτα καταριθμοῦσιν, ὅσα κένωσιν
10αἵματος ἐργάζεται διὰ τῶν κατὰ τὴν γαστέρα τε καὶ τὰ ἔν‐
τερα φλεβῶν. ἐχρῆν δ’ οὐδὲ ταῦτα κατὰ τὴν σὴν ὑπόθεσιν ἐξ ἀρχῆς κενοῦν αἷμα. τὰ δ’ ὀνόματα τῶν τοιούτων φαρμάκων, οὐδ’, εἰ βεβαίως ἠπιστάμην, ἐδήλουν ἂν ἐν τοῖς γράμμασιν. ἀλλ’ ἐκεῖνό γε μόνον ἀσφαλὲς εἰπεῖν μοι τὸ γενόμενον ἐν14
15θρᾳξὶ Βιθυνοῖς ἔτι παίδων ἡμῶν ὑπαρχόντων. εὗρέ τις ἄν‐ θρωπος τοιαύτην βοτάνην, ὡς τὸν προσαράμενον αὐτῆς ἀπο‐ κρίνειν αἷμα καὶ οὕτως ἀπόλλυσθαι. πολλῶν οὖν ἀποθνῃσ‐

11

.

337

κόντων ὁμοίῳ τρόπῳ, ζητήσεως ἀκριβεστέρας ἀξιώσαντες τὸ γιγνόμενον εὗρόν τε τὸν φαρμακέα καὶ πρὸς τὸν ἡγούμενον τοῦ ἔθνους ἤγαγον. ἔργον δὲ ἐκείνου ποιουμένου μὴ μόνον αὐτὸν ἀποκτεῖναι τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἴ τις ἄλλος ἢ
5ἐδίδαξεν αὐτὸν ἢ ἔμαθεν παρ’ αὐτοῦ· μαθεῖν μὲν οὐδὲ παρ’ ἑνὸς ἔφη τὴν πόαν, ἀλλ’ ἧπάρ ποτε χοίρειον εἴς τι προάστει‐ ον ἀποκομίζων ἐπειξάσης τῆς γαστρὸς ἀποθέσθαι κατὰ βο‐ τάνης αὐτὸ κἄπειτ’ ἀναιρούμενος αὖθις ἰδεῖν ἰχῶρας αἱμα‐ τώδεις ἐξ ὅλου τοῦ ἥπατος ἐπὶ τὴν βοτάνην ἐκρέοντας ἐν‐
10τεῦθέν τε στοχασάμενος εἰκὸς εἶναι τὴν βοτάνην ἕλκειν αἷ‐
μα δοῦναί τινι πείρας ἕνεκα τῶν ἐπιτυχόντων ἀνθρώπων· ὡς δ’ ὅπερ ἤλπισεν εὗρεν, ἐπὶ κακῷ χρῆσθαι τοῦ λοιποῦ. οὐ μὴν οὐδὲ διδάξαι τινά, ἔφη, τὴν βοτάνην ἕτερον ἄνθρωπον. ταῦτα εἶπεν ὁ φαρμακεὺς ἐκεῖνος ἐπὶ πλεῖστον βασανιζόμε‐15
15νος. ὁ δὲ τοῦ ἔθνους ἡγούμενος, ἐπειδὴ κατὰ τὴν διήγησιν, ἣν ἐποιήσατο περὶ τῆς βοτάνης, πάμπολλ’ ἔφη πεφυκέναι πανταχόθεν, δεθέντα τοὺς ὀφθαλμοὺς ἐκέλευσεν αὐτὸν ἀπαχ‐ θῆναι τεθνηξόμενον, ὅπως μή τινι μεταξὺ δείξειεν. ὥστε, ὦ βέλτιστε, πολλὰ μὲν εἰκὸς εὑρῆσθαι φάρμακα τοιαύτην

11

.

338

ἔχοντα δύναμιν, ὡς εὐθὺς ἐξ ἀρχῆς ἕλκειν αἷμα, σιωπᾶσθαι δ’ εὔλογον αὐτά, καθάπερ καὶ τἆλλα δηλητήρια πρὸς ἁπάντων σιωπᾶται τῶν ἐχόντων νοῦν. ἐγένοντο γάρ τινες ἤδη καὶ περὶ τὴν τούτων διδασκαλίαν ἄφθονοι, τερατώδη τινὰ κοινω‐
5νίαν ἐπιδειξάμενοι καὶ γράψαντες ἑκάστου τῶν δηλητηρίων σκευασίας· ἀλλ’ οὐκ ἔκ τε τῶν νοῦν ἐχόντων οἱ τοιοῦτοι, καθάπερ οὐδ’ ὑμεῖς, ἐὰν ἡμᾶς ἐρωτᾶτε, τίνα τῶν φαρμάκων αἵματός ἐστιν ἀγωγά. πάλιν τοίνυν τὸν λόγον ἐπὶ τὸν ἐξ ἀρχῆς ἀνάγωμεν σκοπόν.
10ὁ μὲν ἕλκεσθαι λέγων ὁμοτίμως ἅπαντας τοὺς χυμούς, ἀλλὰ πρώτους μὲν τοὺς εὐρουστάτους, ἐφεξῆς δὲ τοὺς ἄλλους ἐκ‐ κρίνεσθαι, προδίδωσι τὰ φίλτατα τὴν ἑλκτικὴν δύναμιν ὑπάρ‐ χειν ἐν τοῖς οὖσιν ὁμολογῶν. ὑπὲρ ἧς ἀναισχυντῶν ὁ χορὸς αὐτοῦ περί τε χολῆς καὶ οὔρου διακρίσεως ἀναδόσεώς τε καὶ16
15ἄλλων τοιούτων ἀλλόκοτα λέγειν ὑπέμεινεν· ἔτι τε τοῖς φαινομένοις ἐναντία τίθεται, καθάπερ ἐδείξαμεν ἔμπροσθεν. εἰ γὰρ ἀληθὴς ἡ ὑπόθεσις αὕτη, πλείστη μὲν ἡ σύμπασα κέ‐ νωσις ἐπὶ τοῖς τῆς μελαίνης ἀγωγοῖς, ἐλαχίστη δ’ ἐπὶ τοῖς

11

.

339

τῶν ὀρώδων περιττωμάτων ἔσται. καὶ μὴν δείξω σοι μυριάκις, ἂν ἐθελήσῃς, ὦ σοφιστά, κἂν νῦν γοῦν θεάσασθαι τὰ τῆς τέχ‐ νης ἔργα, τοῖς μὲν ὑδραγωγοῖς φαρμάκοις ἑπομένην ἀεὶ πλεί‐ στην κένωσιν, τοῖς δὲ τὴν μέλαιναν ἐκκαθαίρουσιν ἐλαχίσ‐
5την. δείξω δὲ καὶ κατ’ ἀρχὰς εὐθέως ἐκκενουμένην τὴν μέλαι‐ ναν. ὁ μὲν οὖν ἕλκεσθαι λέγων ὁμοτίμως τοὺς χυμοὺς ἅπαντας εἰς τοσοῦτον ἀναίσθητός τε καὶ ἀμαθής ἐστιν, ὁ δὲ ἀλλοιοῦσθαι, θέασαι πάλιν, εἰς ὅσον οὐδὲν διοίσει κατ’ αὐτὸν ἢ φλεβοτο‐
10μεῖν ἢ καθαίρειν χολαγωγῷ φαρμάκῳ τὸν ἰκτεριῶντα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁμότιμόν ἐστι φλεβοτομῆσαί τε τὸν ὑδερι‐ ῶντα καὶ κενῶσαί τινι τῶν ὑδραγωγῶν· εἶτ’ οὐκ ἐσχάτως; κα‐ ταγελῶσιν οὐκ ὀρθῶς οἱ πολλοὶ τὰ τοιαῦτα ἀκούοντες ἀλλή‐ λοις ἀντιλεγόντων τῶν ἰατρῶν κατεγνώκασί τε τοῦ λόγου πάν‐17
15τες ὀνομάζουσί τε τοὺς ὁπωσοῦν τι φθεγγομένους λογιάτρους; ὃ γὰρ εἴωθα λέγειν ἀεί, τοῦτο καὶ νῦν εἰπεῖν μοι καιρός· ἰδιώτης ἅπας τοῦ τοιούτου σοφιστοῦ κρείττων ἐστίν. εἰ γὰρ

11

.

340

καὶ μηδὲν ἄλλο, τὰς γοῦν κατὰ φύσιν ἐννοίας οἱ ἰδιῶται διασῴζουσιν, ἀπολλύντων καὶ ταύτας διὰ μοχθηροὺς ἐθισμοὺς τῶν σοφιστῶν. ἔναγχος γοῦν τις ἰδιώτης οὐκ ἄφρων, ἐξανθη‐ μάτων αὐτῷ κατὰ πολλὰ μόρια τοῦ σώματος ἐξαίφνης γενομέ‐
5νων ἑλκώδων τε καὶ κακοχρόων, ἧκεν ὡς τὸν ἰατρὸν ἀξιῶν ὅτι τάχιστα καθαρθῆναι. τοῦ δὲ φλεβοτομεῖσθαι μᾶλλον αὐ‐ τὸν κελεύοντος, οὐ μὲν οὖν, ἔφη, τῷ γὰρ διεφθαρμένῳ συν‐ εκκενοῦσθαι τὸ χρηστὸν εὔλογον ὑπάρχει. ἀλλ’ οἱ πάντα μᾶλ‐ λον ἢ τὸν Ἱπποκράτειον λόγον ἀληθεύειν βουλόμενοι καὶ
10τὰς κοινὰς ἐννοίας προσαπολλύουσι τῇ φιλονεικίᾳ. κἄπειτ’ ἐπιπηδῶσι μὲν ἡμῖν ὡς διασπασόμενοι, τοῖς δ’ ἐπ’ αὐτῶν τῶν ἔργων ἐλέγχοις ἄχθονται. δίκαιον δ’ ἦν ὡς ἡμεῖς ἐκείνους ἐπηρεάζοντας ὑπὲρ ὧν οὐκ ἴσασιν Ἱπποκράτην φέρομέν τε καὶ πείθειν ἐπιχειροῦμεν, οὕτω καὶ αὐτοὺς ὑπομένειν τοὺς18
15ἐλέγχους καὶ μάλιστα μέν, εἰ οἷόν τε, στέργειν τοὺς δι‐ δάξαντας, εἰ δὲ μή, ἀλλὰ μὴ μισεῖν γε πάντως. ἀκούσας γοῦν τις τῶν ἀπὸ τῆς τοιαύτης ἐμπληξίας ἰατρῶν, ὡς ἐγὼ παμπόλλους ἐθεράπευσα μόνῃ καθάρσει τούτων δὴ τῶν

11

.

341

τὰς καλουμένας ἀλωπεκίας ἐχόντων, τοὐντεῦθεν ἤρξατο μι‐ σεῖν με· καί τις ἄλλος, ὅτι καρκινώδεις διαθέσεις ἀρχομέ‐ νας τούς τε καλουμένους ἐλέφαντας καὶ φαγεδαίνας ἄλλα τε πολλὰ τῶν κακοήθων ἑλκῶν, ὁμοίως ἐμίσησεν· ἄλλος δέ, ὅτι
5σκοτωματικοὺς ἐθεράπευσα καθάρσεσι μόναις, ἄλλος δέ, ὅτι μανιώδεις ἐπιλήπτους τε καὶ μελαγχολικοὺς ἔτι τε κεφαλαί‐ ᾳ κάμνοντας οὐκ ὀλίγους ἐξιασάμην καθάρσεσι μόναις, ὥσπερ
γε καὶ ἰσχιαδικούς. οὕτω δὲ καὶ ἀλγήματα χρόνια κατὰ πολ‐ λοὺς τόπους ἐμπεπαρμένα καὶ τοῦτον δὴ τὸν ἔναγχος ὡς κω‐19
10λικὸν ἤδη τριῶν μηνῶν ὑπὸ τῶν ἰατρῶν θεραπευόμενον ἐπὶ τὸ χεῖρον προιόντα πάντ’ ἀπορρῖψαι κελεύσας ἑκεῖνα καθάρ‐ σεσι μόναις ἰασάμην. ἰασάμην δὲ καὶ ῥοῦν γυναικεῖον οὐκ ἀφανοῦς τινος τῶν ἐν Ῥώμῃ γυναικῶν καθάρσεσι μόναις, ὥσ‐ περ οὖν καὶ ἄλλων πολλῶν ἀφανεστέρων αὐτό τε τοῦτο τὸ πά‐
15θημα καὶ ἄλλα τινὰ τῶν κατὰ μήτρας συνισταμένων. ἐρυσιπε‐ λάτων δὲ τί δεῖ καὶ λέγειν ὡς οὐδέν ἐστι δραστικώτερον βοήθημα χολαγωγοῦ φαρμάκου καθάπερ ἐναντιώτατον αὐτοῖς

11

.

342

τὸ φλέγματος ἀγωγόν. δι’ ὅλης ἡμέρας ἔχω καὶ ἄλλα λέ‐ γειν ἔργα θαυμάσια καθάρσεσιν ἑπόμενα, περὶ ὧν ἀγνοεῖν εἰκός ἐστι τοὺς μηδέποτε τὴν περὶ τὰ καθαίροντα φάρμακα τέχνην μεμαθηκότας. ὅπου γὰρ οὐδ’ εἶναί τι νομίζουσιν ὅλως
5καθαῖρον φάρμακον, ἦ πού γε ἐπὶ τίνων χρηστέον ἢ καθ’ ὅν‐ τινα τρόπον ἐπιστήσονται; διὰ τοῦτο θεραπεύουσι μὲν ἄλλοι τὰ νοσήματα ψιλῇ καὶ μόνῃ ποδηγούμενοι τῇ πείρᾳ, σοφοὶ
δ’ ἡμῖν οὗτοι καὶ τὸν λόγον, οὐκ ἐφ’ ᾧ τι προσθεῖναι τοῖς διὰ τῆς ἐμπειρίας εὑρημένοις, ἀλλ’ ἀνατρέψαι καὶ ταύτην20
10μεταχειριζόμενοι πολὺ χεῖρον ἰατρεύουσι τῶν ἐπὶ ψιλαῖς καὶ μόναις ὁρμούντων ταῖς ἀλόγοις τριβαῖς. ἁπάντων δὲ τού‐ των ἀρχὴ καὶ πηγὴ μία τὸ πρὸς Ἱπποκράτην μῖσος, ἐξ ἧς πηγῆς ἐρρύη μὲν καὶ ἄλλα πολλὰ καὶ τουτὶ δὲ αὐτὸ τὸ νῦν ἐνεστὸς σκέμμα τὸ περὶ τῆς ἑλκτικῆς δυνάμεως, ἧς μέρος ἢ
15εἶδος ἢ ὡς ἄν τις ἐθέλοι καλεῖν ἐστιν ἡ τῶν καθαιρόντων
φαρμάκων δύναμις.21