TLG 0057 071 :: GALENUS :: De hirundinibus, revulsione, cucurbitula, incisione et scarificatione

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De hirundinibus, revulsione, cucurbitula, incisione et scarificatione

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 11. Leipzig: Knobloch, 1826 (repr. Hildesheim: Olms, 1965): 317–322.

Citation: Volume — page — (line)

11

.

317

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΒΔΕΛΛΩΝ, ΑΝΤΙΣΠΑ‐
t2ΣΕΩΣ, ΣΙΚΥΑΣ ΚΑΙ ΕΓΧΑΡΑΞΕΩΣ
t3ΚΑΙ ΚΑΤΑΣΧΑΣΜΟΥ.
1 Θηρῶντές τινες τὰς βδέλλας κατακλείουσι καὶ ἐπὶ πολλοῖς αὐταῖς χρῶνται. αὗται γὰρ ἐκμειλίττουσαι ῥᾳδίως ἅπτονται τῶν σαρκῶν. τὰς δὲ νέον εἰλημμένας φυλάτ‐ τειν χρὴ ἡμέραν μίαν, αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλον‐
5τας. οὕτως γὰρ διαπιεσθήσεται τὸ ἰῶδες αὐτῶν. ἐπὶ δὲ τῆς χρείας τὸ βδελλισθησόμενον μέρος προεκνιτρούσθω καὶ κατα‐
χριέσθω ἢ κνάσθω τοῖς ὄνυξι, ἑτοιμότερον γὰρ ἅψονται. δεῖ δὲ317

11

.

318

ἐμβαλεῖν αὐτὰ εἰς ὕδωρ χλιαρὸν καὶ καθαρὸν ἀγγεῖον εὐρὺ, ἔπειτα σπόγγῳ περιλαβόντες αὐτὰς καὶ τὸ γλοιῶδες ἀποκαθά‐ ραντες διὰ τῶν χειρῶν προσέξομεν. μετὰ δὲ τὸ ἐμφῦναι ἔλαιον χλιαρὸν ἐπιχέομεν τῷ μορίῳ, ὥστε μὴ ψυγῆναι. ἐπὶ
5δὲ χειρῶν ἢ ποδῶν αὐτὸ τὸ μέρος ἐμβαλεῖν χρὴ τῷ ὕδατι, ἔνθα εἰσὶν αἱ βδέλλαι. εἰ δὲ ὀλίγον ἅψοιντο, ψαλίζειν χρὴ τὰς οὐρὰς αὐτῶν. ἐκχεομένου γὰρ τοῦ αἵματος, ἕλκουσαι οὐ παύονται, μέχρις ἂν ἡμεῖς ἅλας ἢ σποδὸν προσπάσσωμεν αὐτῶν τοῖς στόμασι. μετὰ δὲ τὸ ἀποπεσεῖν σικύᾳ χρὴ τὸ
10ἰῶδες ἐξέλκειν· εἰ δὲ μὴ, πυριατέον σπόγγοις. τὰ δὲ σώματα, εἰ μὲν ὑποδακρύει, κύμινον ἢ ἄλευρον προσπαστέον, ἔπειτα ἐρίῳ ἔλαιον βραχὺ κατειλικτέον. εἰ δὲ αἱμοῤῥαγείη, ὀθόνια ἐπιβλητέον ἐξ ὄξους ἢ κηκίδα κεκαυμένην, ἢ σπόγγον δεύσας ὑγροπίσσῃ καὶ καύσας ἐπιθετέον. γινώσκειν δὲ χρὴ
15ὡς αἱ βδέλλαι οὐ τὸ ἐν τῷ βάθει ἕλκουσιν αἷμα, ἀλλ’ αὐτὸ τὸ παρακείμενον τῇ σαρκὶ εἰσμύζουσιν. χρώμεθα δὲ αὐταῖς
ἀντὶ σικυῶν, ἀποσπῶμεν δὲ αὐτὰς, ὁπόταν εἰκάσωμεν τὸ318

11

.

319

ἥμισυ μέρος εἱλκύσθαι τοῦ αἵματος. ἐκκωλύομεν δὲ καὶ οὐκ ἐῶμεν ἀποῤῥεῖν ἕως ἂν αὔταρκες ἀποκριθῇ, ἐπειδὴ τὸ μόριον ψύχεται ὑπό τε τῶν βδελλῶν φύσει ψυχρῶν οὐσῶν καὶ ὑπὸ τοῦ περιέχοντος.
5
Περὶ ἀντισπάσεως. Τὰς σφοδροτάτας ἐπιῤῥοὰς τῶν χυμῶν ἀντισπαστικοῖς βοηθήμασι κωλύομεν ἀθρόως κατασκήπτειν. ἀντισπαστικὰ δέ ἐστι βοηθήματα ἐπὶ τῆς εἰς θώρακα καὶ γαστέρα ῥοπῆς εἰς χεῖρας· ἔμετοι δὲ ἐπὶ τῆς εἰς τὰ κάτω,
10καθάπερ καὶ ἡ διὰ τῶν δριμυτέρων κλυσμῶν τῆς ἐπὶ τοὺς ἐμέτους. ἄμφω δὲ ταύτας τὰς ῥοπὰς, λέγω δὲ τὰς διὰ τῆς ἄνω καὶ κάτω γαστρὸς, εἰς οὖρα καὶ ἱδρῶτας ἀντισπά‐ σεις· καὶ μέντοι γε καὶ τὰ οὖρα πρὸς ἱδρῶτάς τε καὶ δια‐ χωρήσεις γαστρός. ἀντισπαστικὸν δὲ βοήθημα καὶ ἡ παρὰ
15τοὺς τιτθοὺς προβαλλομένη σικύα. ταῖς δὲ καθ’ ὑποχόνδριον ἐρειδομέναις ἀντισπάσεις τὴν ἐπὶ τοὺς μυκτῆρας ὁρμὴν τοῦ αἵματος, ὥσπερ γε καὶ τὴν διὰ μήτρας ἄμετρον φοράν.
ἀντισπᾷ δὲ καὶ τὰ δριμέα φάρμακα τοῖς κόλποις ἐπιτιθέμενα319

11

.

320

τὰς ἐπὶ κεφαλὴν καὶ σπλάγχνα ῥοπὰς τῶν χυμῶν. καὶ ἁπλῶς τὴν ἀντίσπασιν ποιητέον ἐπὶ μὲν τοῖς ἄνω ῥέουσι χυμοῖς εἰς τὰ κάτω, ἐπὶ δὲ τοῖς εἰς τὰ κάτω τοὐναντίον, καὶ ἐπὶ μὲν ταῖς ἔσω ῥοπαῖς ἔξω, καὶ πάλιν ἐπὶ ταῖς ἐκτὸς εἴσω,
5κᾂν πρὸς τὰ δεξιὰ ῥέπῃ, ἐπὶ τὰ ἀριστερὰ, καὶ εἰ πρὸς τὰ εὐώνυμα, πρὸς τὰ ἐναντία. οὕτω δὲ καὶ τὰς μὲν ὀπίσω ῥο‐ πὰς πρόσω, τὰς δ’ εἰς πρόσω ὄπισθεν.
Περὶ σικύας. Σικύαι προκενωθέντων χρήσιμοι. πληθω‐
10ρικῶν γὰρ ὑπαρχόντων οὐ χρησόμεθα ταύταις. τῷ δὲ αὐτῷ λόγῳ κἀπὶ τῶν κατ’ ἐγκέφαλον καὶ μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’ ἄλλου μορίου φλεγμαίνοντος οὐδενὸς, ἀλλ’ ὅταν μὴ ἐπιῤῥῇ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γένηται
15ἢ κινῆσαί τε καὶ ἐκμοχλεῦσαι τὸ καταφλεγμαῖνον, ἢ πρὸς τοὐκτὸς ἐπισπάσασθαι. γενομένων δὲ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν
αὐτῶν ἐπιθετέον τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. κατὰ τὴν320

11

.

321

ἀρχὴν δὲ τοῖς ἀποκρουστικοῖς. χρηστέον. σικύα δύναται τὴν ὕλην κενῶσαι, ὀδύνην λῦσαι, φλεγμονὴν μειῶσαι, ἐμπνευμάτω‐ σιν διαφορῆσαι, ὀρέξεις ἀνακτήσασθαι, ἄτονον στόμαχον τονώδη ποιήσασθαι, λειποθυμίας ἀπαλλάξαι, τὰ ἐκ τῶν βά‐
5θεων μεταφέρειν ῥεύματα καὶ ξηρᾶναι καὶ αἱμοῤῥαγίας ἐπι‐ σχεῖν, καὶ ἐμμήνων φθοροποιοὺς δυνάμεις ἑλκύσαι, καὶ ἔμμηνα κουφίσαι.
Περὶ ἐγχαράξεως καὶ κατασχασμοῦ. Ἐγχαράξομεν μέρη τοῦ σώματος, ἤτοι φλεγ‐
10μαίνοντα, ἢ σκιῤῥούμενα, ἢ τεταμένα, ἢ ἐπωδύνως ἔχοντα, ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥευματισμοῦ, ἢ δριμείας ὕλης παρακειμένης, ἢ ἰώδους δυνάμεως ἔξωθεν ἐμπε‐ σούσης, ἢ βουλόμενοι μεταγαγεῖν ἐξ ἑτέρων μερῶν εἰς ἄλλο τὴν ὕλην. οἷον σκέλη κατασχάζομεν κεφαλῆς πεπονθυίας ἢ
15πλεοναζούσης ὕλης ἐν τῷ σώματι μειῶσαι θέλοντες. καὶ μάλισθ’ ὅταν ὁ πλεονασμὸς γένηται δι’ ἐποχὴν ὕλης εἰωθυίας ἀποκρίνεσθαι συνήθως. οἷον αἱμοῤῥοίδων ἐπισχεθεισῶν
ἐγχαράσσομεν σκέλη προλουσάμενοι ἢ ἐν θερμῷ πυριᾷν ἢ321

11

.

322

σπόγγῳ. τὸ μὲν γὰρ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον ἐνόμισα. ἅμα γὰρ αἵματι πολλῷ συνεκκρίνεται τὸ ζωτικὸν πνεῦμα. τούτου δὲ ἀναλισκομένου πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται καὶ πάντα τὰ ψυχικὰ ἔργα χεῖρον
5γίνεται. διὰ τοῦτο ἀπὸ τῶν ἀκυρωτέρων, οἷον σκελῶν, τὴν ἀφαίρεσιν δεῖ ποιεῖσθαι. ὠφελεῖ δὲ ἡ ἐγχάραξις καὶ ὀφθαλ‐ μοὺς χρονίως ῥευματιζομένους καὶ κεφαλῆς διαθέσεις καὶ τὰ περὶ θώρακα καὶ μετάφρενα καὶ συνάγχας καὶ σφη‐
νώσεις.322