TLG 0057 070 :: GALENUS :: De curandi ratione per venae sectionem GALENUS Med., vel Claudius Galenus De curandi ratione per venae sectionem Citation: Volume — page — (line) | ||
11.250(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΘΕΡΑ‐ | |
t2 | ΠΕΥΤΙΚΟΝ. | |
---|---|---|
1 | Τοῖς περὶ φλεβοτομίας σκοπουμένοις ἓν μὲν καὶ πρῶτον ἐστὶ πρόβλημα σκέψασθαι τὰς διαθέσεις τοῦ σώματος, ὅσαι δέονται κενώσεως. εἶθ’ ἑξῆς δεύτερον ὅσαι τῆς διὰ φλεβοτομίας, ὡς πολλαὶ εἰσὶ διαθέσεις, ἄλλαι | |
5 | μέν τινος κενώσεως, οὐ μὴν φλεβοτομίας δεόμεναι. τρίτον ἐπὶ τούτοις σκέμμα διακρῖναι τοὺς δυναμένους ἀλύπως ἐνεγ‐ κεῖν τὴν κένωσιν. εὑρίσκεται γὰρ ἡ μὲν διάθεσις ἐνίοτε | |
δεομένη φλεβοτομίας, ὁ κάμνων δ’ οὐ φέρει αὐτὴν ἤτοι δι’ | 250 | |
11.251 | ἡλικίαν, ἢ δι’ ὥραν τοῦ ἔτους, ἢ διὰ τὴν τῆς χώρας φύσιν, ἢ διὰ κάκωσιν τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι πολλάκις ὀνομάζουσι στόμαχον, ὥσπερ ἀμέλει καὶ νῦν ἐν ὅλῳ τῷ λόγῳ χρώμεθα τῇ προσηγορίᾳ βραχυλογίας ἕνεκεν. | |
5 | εἰσὶ δὲ οἳ καὶ διὰ τὴν ἕξιν ὅλου τοῦ σώματος οὐ φέρουσι φλεβοτομίαν, εἰ καὶ μάλιστα αὐτῆς τυγχάνοιεν ὅσον ἐπὶ τῷ νοσήματι δεόμενοι. ἢν δὲ δὴ καὶ ταῦτα διορίσηταί τις, ἡ περὶ τοῦ μέρους σκέψις ἡμᾶς διαδέχεται, καθάπερ ἐπὶ παντὸς ἄλλου βοηθήματος. εἶθ’ ἑξῆς ἡ περὶ τῶν φλεβῶν ἃς χρὴ τέ‐ | |
10 | μνειν· ἐζήτηται γὰρ ἱκανῶς καὶ περὶ τούτων, ἆρά γε διαφέρει μηδὲν ἣν ἂν ἐθελήσῃ τις τέμνειν φλέβα, ἅπασαι γὰρ ὡσαύτως ὠφελοῦσιν ἁπάσας τὰς διαθέσεις, ἢ καθάπερ Ἱπποκράτης καὶ οἱ δοκιμώτατοι τῶν ἰατρῶν ὑπειλήφασι πάμπολυ διαφέρειν τὸ τήνδε πρὸ τῆσδε σχάσαι. διορισθέντος δὲ καὶ τούτου τοῦ | |
15 | σκέμματος, ἔσται ἑξῆς ὁ περὶ τῶν σκοπῶν λόγος, οἷς ἄν τις προσέχων τὸν νοῦν στοχάσοιτο τοῦ μέτρου τῆς κενώσεως. ἐπὶ δὲ τούτοις ἅπασιν, ἐπὶ τινῶν μὲν ἅπαξ ἀφαιρεῖν ἄμεινον, | |
ἐπὶ τινῶν δὲ τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι προσήκει, | 251 | |
11.252 | καὶ τινὰς μὲν ἄχρι λειποθυμίας κενοῦν, ἐπὶ τινῶν δὲ φυλάτ‐ τεσθαι ταύτην, ὡς μέγιστον κακόν. ταῦτα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἐπισκέπτεσθαι τὸν μέλλοντα καλῶς χρῆσθαι τῷ βοη‐ θήματι. | |
5 | Καὶ λέλεκται περὶ πάντων αὐτῶν ἤδη κατὰ τὴν τῆς θεραπευτικῆς μεθόδου πραγματείαν, καθάπερ γε καὶ πρὸς Ἐρασίστρατον ἰδίᾳ περὶ τοῦ κακῶς αὐτὸν ἀποστῆναι τοῦ βοηθήματος. εἶτα αὖθις ἄλλο πρὸς ἐκείνους τῶν Ἐρασι‐ στρατείων ὅσοι φασὶ κεχρῆσθαι τῷ βοηθήματι τὸν ἄνδρα. | |
10 | διὸ καὶ μισήσειεν ἄν τις ἤτοι τὴν πανουργίαν τῶν μιαρῶν σοφιστῶν, ὅταν γιγνώσκοντες ὅτι ψεύδονται, ἐπιτεχνάζονται ἐπιθυμίᾳ καινοτομίας, ἢ τὴν δοξοσοφίαν, ὅταν ἀγνοοῦντες τὰ χρησιμώτατα, κατασκευάζουσι τῷ λόγῳ τἀναντία. τούτων γάρ τοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παν‐ | |
15 | τάπασι φλεβοτομίαν τῶν βοηθημάτων τῶν ἰατρικῶν. ἠκολού‐ θησαν δ’ αὐτῷ καὶ οἱ μαθηταὶ Μήδιός τε καὶ Ἀριστογένης ἔνδοξοι καὶ αὐτοὶ παρ’ Ἕλλησι γενόμενοι. τούτων δ’ ἐπὶ | |
μᾶλλον ὁ Ἐρασίστρατος εἰς δόξαν ἀρθεὶς λαμπροτάτην ἐφύ‐ | 252 | |
11.253 | λαξε τὴν Χρυσίππου γνώμην. εἶθ’ ἑξῆς οἱ τούτου μαθηταὶ τό γε κατ’ ἀρχὰς ἠκολούθησαν ἅπαντες τῷ τοῦ διδασκάλου δόγματι, χρόνῳ δ’ ὕστερον ἀπέστησαν τινὲς αὐτῶν αἰδε‐ σθέντες ἀναίσχυντον αἰδώ. τί γὰρ ἂν ἄλλο τίς εἴπῃ πρὸς | |
5 | τοὺς ὑπομείναντας ἀποφήνασθαι προσίεσθαι τὸ τῆς φλεβοτο‐ μίας βοήθημα τὸν Ἐρασίστρατον, εἰ καὶ μηδαμόθι φαίνεται τῶν συγγραμμάτων ἐπὶ μηδενὸς πάθους αὐτὸ συμβουλεύων; ἀκόλουθον γὰρ οὖν ἦν φασὶ τῷ τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθημα παραλαμβάνοντι καὶ τὴν φλεβοτομίαν πολὺ μᾶλλον | |
10 | ἐκκρίνειν. οἱ δὲ ταῦτα λέγοντες ἅπαντες ἀξιώσουσι φλεβοτο‐ μεῖν, ἐφ’ ὧν Ἐρασίστρατος ἐκέλευσεν ἀσιτίᾳ χρῆσθαι. γεγρα‐ φότος οὖν αὐτοῦ κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ἐν ταῖς ἀρχαῖς τῶν νόσων ἀσιτίαν, ἀκόλουθόν ἐστιν ἅπαντας φλεβο‐ τομεῖν, ὡς καὶ ὁ τούτων λόγος ἐν ἐκείνῳ τῷ καιρῷ. ἔστι | |
15 | μὲν δὴ καὶ τοῦτο μέγιστον κακὸν, εἰ πεισθεῖεν οὕτω πράττειν οἱ τὴν τέχνην μανθάνοντες νέοι. πολὺ δὲ τούτων χεῖρον, εἰ | |
μηδὲ τῶν ἄλλων ὧν διορίσασθαι προσῆκεν, ἐπισκέψονται. | 253 | |
11.254 | ταῦτ’ οὖν ἠναγκάσθην αὐτὰ καθ’ ἕτερον γράμμα διεξελθεῖν, ἐπιδεῖξαί τε τοῖς νέοις Ἐρασίστρατον οὔτε φλεβοτομίᾳ κεχρη‐ μένον, ἄμεινον γὰρ τοῦτο πεισθῆναι τοῦ πάντας ἑξῆς φλε‐ βοτομεῖν, ὅσους ἐκεῖνος ἀσιτεῖν ἐκέλευσε, μεγίστην τε | |
5 | τὴν ὠφέλειαν ἐκ τοῦ βοηθήματος γίγνεσθαι τοῖς κάμνουσιν, ἐάν τις αὐτῷ προσηκόντως ᾖ χρώμενος. οὐκ οὖν ἔτι γε δέῃ κατά γε τὴν ἐμὴν γνώμην ἄλλο τί μοι γραφῆναι περὶ φλεβο‐ τομίας, ἐν μὲν τῇ θεραπευτικῇ πραγματείᾳ τῆς χρήσεως τοῦ βοηθήματος εἰρημένης, ὥσπερ γε κἀν τοῖς ὑγιεινοῖς. ἐν δὲ | |
10 | τοῖς δύο βιβλίοις, ὧν τὸ μὲν ἕτερον ἐγράφη πρὸς Ἐρασίστρα‐ τον αὐτὸν, τὸ δὲ ἕτερον πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους, ἐπιδεδειχότος μου τὰ κακῶς ὑπ’ αὐτοῦ δοξασθέντα, παρακα‐ λεσάντων δὲ πολλάκις πολλῶν μὲν φίλων ἰατρῶν, οἳ δοκοῦσί μοι τὴν θεραπευτικὴν πραγματείαν ὀκνεῖν ἀναγινώσκειν, | |
15 | ἡναγκάσθην ὕστερον ἐπὶ τὴν ἐνεστῶσαν ἀφικέσθαι σοι διέξο‐ δον, ὅπως μὴ δόξαιμι φθονεῖν αὐτοῖς, ἐφεξῆς δὲ ἅπαντα κατὰ τὴν προσήκουσαν τάξιν ὑπὲρ τοῦ βοηθήματος εἰπεῖν. καὶ | |
τοίνυν ἤδη μοι καιρὸς ἄρξασθαι τοῦ λόγου. | 254 | |
11.255 | Τὸ μὲν τῆς διαθέσεως ὄνομα, καθότι καὶ δι’ ἄλλων ἡμῖν εἴρηται, παρὰ τὸ διακεῖσθαι γεγονὸς, ὁμοίως ἐκείνῳ κατὰ πολλῶν λέγεται πραγμάτων. ἀλλὰ νῦν γε τὰς εἰς τὸ περὶ φύσιν ἐκτροπὰς ὁποῖαι τινὲς ἂν ὦσι, διαθέσεις | |
5 | ὀνομάζομεν ἐν ἅπαντι τῷ λόγῳ. ζητήσομεν δὲ πρότερον ὁπό‐ σαι καὶ ὁποῖαι τούτων εἰσὶν αἱ κενώσεως δεόμεναι, δεύτερον δὲ τίνες ἐξ αὐτῶν αἱ φλεβοτομίας. ἐπεὶ δὲ τὰ ζητούμενα πάντα δύο τῆς εὑρέσεως ὄργανα κέκτηται, λόγον καὶ πεῖραν ἐν ἁπάσαις ταῖς τέχναις, οὐχ ἥκιστά τε καθ’ ὅλον τὸν βίον, | |
10 | ἀναγκαῖον οἶμαι καὶ νῦν ἤτοι διὰ τοῦ λόγου μόνου γενέσθαι τῶν προκειμένων τὴν εὕρεσιν ἢ διὰ πείρας μόνης ἢ δι’ ἀμφο‐ τέρων. ἐπεὶ δὲ καὶ ὁ λόγος αὐτὸς ὁ μὲν ἐκ τῶν κοινῶν ἐννοιῶν μόνων ἀρχόμενος εὑρίσκεται καὶ ἀποδείκνυσιν, ὁ δὲ καὶ τοῖς ἐκ τούτων εὑρημένοις χρῆται πρὸς ἀπόδειξιν, ἑκατέ‐ | |
15 | ρων τε τῷ λόγῳ ἐδείχθησαν ἡμῖν αἱ τέχναι πᾶσαι χρώμεναι, καὶ ἡμεῖς νῦν ὁπότερος ἂν αὐτῶν εὑρίσκηται χρήσιμος, ἐκεῖνον | |
προσχειριούμεθα. τῷ μὲν οὖν προτέρῳ τῶν λόγων ἅπαντες | 255 | |
11.256 | ἄνθρωποι χρῶνται καθ’ ὅλον τὸν βίον, τῷ δευτέρῳ δ’ οὐχ ἅπαντες· ἴδιος γάρ ἐστι τῶν τεχνιτῶν. ὁ γάρ τοι γεωμέτρης τὸ μὲν πρῶτον θεώρημα τῆς αὐτοῦ τέχνης διὰ τοῦ προ‐ τέρου λόγου μόνου δείκνυσιν, εἶτα τῷ δευτέρῳ μόνῳ χρῆται, | |
5 | προσλαμβάνει δὲ εἰς τὴν ἀπόδειξιν αὐτῆς καὶ τὸ ἐκ τοῦ πρώ‐ του κατασκευασθέν. ὅσῳ δ’ ἂν ἐπὶ πλέον ἀφίστηται τοῦ πρώτου θεωρήματος, ἐπὶ τοσοῦτον ἀφίσταται καὶ τοῦ προ‐ τέρου λόγου καὶ τελευτῶν ἐλαχίστοις χρῆται, διὰ τῶν ἀποδε‐ δειγμένων ἀποδεικνὺς ἕτερα καὶ δι’ ἐκείνων αὖθις ἄλλα. καὶ | |
10 | εἶτ’ ἂν αὖθις ἄλλα δι’ ἐκείνων, ὥστε ἔρχεσθαί ποτε τὴν δεῖξιν αὐτῶν ἄχρι τῶν τοῖς ἰδιώταις ἀπίστων, ἡλίου καὶ σελήνης καὶ γῆς, οὐ μόνον τῶν μεγεθῶν, ἀλλὰ καὶ τῶν διαστημάτων τῆς γνώσεως, ἐξ ὧν εὑρεθέντων ὡρολόγιά τε κατασκευάζουσι καὶ κλεψύδρας οἱ τὴν ὁδὸν ταύτην βαδίσαντες, ἐκλείψεις τε | |
15 | προλέγουσιν ἡλίου καὶ σελήνης. οὕτως οὖν καὶ ἡμῖν ὁ τεχνι‐ κὸς λόγος ἀποδεδειγμένος ἐν ἑτέραις πραγματείαις χρήσεται πολλοῖς, ἐνίοις μὲν ὡς δυνάμεις τινές εἰσι διοικοῦσαι τὰ ζῶα | |
πλείους, ὧν τὰς μὲν φυσικὰς, τὰς δὲ ψυχικὰς ὀνομάζομεν. αἱ | 256 | |
11.257 | δ’ ἀρχαὶ τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσι τὰ τέτταρα στοιχεῖα, κεράννυσθαί τε πεφυκότα δι’ ὅλων ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. διὰ τοῦτο οὐδὲ Ἀσκληπιάδου μνημονεύσομεν ἔτι κατὰ τόνδε τὸν λόγον ἀποδεδεικότες αὐτοῦ | |
5 | τὰ στοιχεῖα ψευδῆ, κατά γε τὸ τρισκαιδέκατον ὑπόμνημα τῶν περὶ τῆς ἀποδείξεως καὶ κατὰ τὴν τῶν Ἀσκληπιάδου δο‐ γμάτων πραγματείαν, ἐν ᾗ τὸ πέμπτον τε καὶ ἕκτον ἔλεγχον ἔχει τῶν στοιχείων αὐτοῦ. δέδεικται δὲ κᾀν τῷ περὶ τῶν Ἱπποκράτους στοιχείων ὑπομνήματι περί τε τῶν δραστικῶν | |
10 | ποιοτήτων, ὧν ὀνόματα θερμότης, ψυχρότης, ξηρότης, ὑγρό‐ της, ἥ τε τῶν χυμῶν διαφορά τε καὶ γένεσις. εἴρηται δὲ καὶ περὶ τῶν καθαιρόντων φαρμάκων ἕκαστον τῶν χυμῶν ὀλίγα μέν τινα κᾀν τῷ περὶ τῶν στοιχείων συγγράμματι, καὶ κατὰ μόνας δ’ ἐν ἑτέρῳ βιβλίῳ καὶ ἡ περὶ κράσεων δὲ πραγματεία | |
15 | τῇ περὶ τῶν στοιχείων ἑπομένη χρησίμη πρὸς τὸν ἐνεστῶτα λόγον. ἁπάντων δὲ μάλιστα τὸ περὶ πλήθους βιβλίον, ἐν ᾧ δέδεικται τὸ μὲν ὡς πρὸς δύναμιν πλῆθος, τὸ δ’ ὡς πρὸς | |
τὴν εὐρυχωρίαν, ἐν ᾗ περιέχεται ὑπὸ τῶν ἰατρῶν τὸ πλῆθος | 257 | |
11.258 | τοῦτο κατὰ τὸ ἔγχυμα. κάλλιστον οὖν ἐστὶ τοῖς μέλλουσι ἐξετάζειν ἐπιστημονικῶς τὰ κατὰ τήνδε τὴν πραγματείαν εἰρη‐ μένα τὸ περὶ πλήθους ἀνεγνωκέναι βιβλίον. ὅσων δ’ αὖ πάλιν ἐκεῖνο δεῖται προανεγνωσμένων αὐτὸ δηλώσει. θαυμα‐ | |
5 | ζέτω δὲ μηδεὶς εἰ τοσούτων δεόμεθα πρὸς τὸ καλῶς ἐπισκέ‐ ψασθαι περὶ φλεβοτομίας. οὐ γὰρ εἰς τούτου μόνου τοῦ βοηθήματος εὕρεσιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων ἀναγ‐ καία τῶν εἰρημένων ἐστὶν ἡ γνῶσις. ὡς εἴ γε χωρὶς τῆς ἐκεί‐ νων ἐπιστήμης ἐνεχώρει θεραπεύειν ὀρθῶς, οὐκ ἂν ἐσπουδά‐ | |
10 | σαμεν αὐτά. ταυτὶ μὲν οὖν ἀναγκαῖα ἦν προειπεῖν. αὐτοῦ δ’ ἤδη καιρὸς ἄρξασθαι τοῦ λόγου σκοπουμένοις ὁπόσαι διαθέσεις εἰσὶν αἱ δεόμεναι κενώσεως. ἐὰν μὲν οὖν ἐκ πείρας τις αὐτὰς ἠθροικὼς διέρχηται, μνήμης χρεία μόνης ἐστὶ πρὸς τὴν δήλωσιν· ἐὰν δ’ ἐκ λογικῆς ὁδοῦ, τὸ κοινὸν καὶ καθόλου | |
15 | ἀναγκαῖόν ἐστιν εὑρεῖν, ἔπειτ’ ἐκ τῆς ἐκείνου τομῆς εἰς εἴδη τε καὶ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν εὑρίσκειν τὸν | |
ἀριθμὸν τῶν ἐνδεικνυμένων τὴν κένωσιν διαθέσεων. οὕτω | 258 | |
11.259 | γὰρ δείξομεν ἅπαντα συνιστάμενα τὰ διὰ λογικῆς ὁδοῦ τὴν εὕρεσιν ἔχοντα. Τῆς οὖν ἰατρικῆς τέχνης ἔργον ἐχούσης ἁπάσας τῶν μορίων τοῦ σώματος τὰς κατὰ φύσιν ἐνεργείας | |
5 | ἀνασώζειν μὲν ὁπότε διαφθείροιτο, φυλάττειν δ’ ὁπότε σώζοιντο, τούτων δ’ ἑπομένων τῇ φυσικῇ κατασκευῇ, ταύτην ἀναγκαῖον ἐστι φυλάττειν τε παροῦσαν, ἀνακτᾶσθαι δὲ δια‐ φθειρομένην. ἐπεὶ τοίνυν ἐδείχθησαν ὑπὸ τῶν ὁμοιομερῶν σωμάτων αἱ πρῶται τῶν ἐνεργειῶν ἐπιτελούμεναι, διὰ δὲ τῶν | |
10 | ὀργανικῶν αἱ δεύτεραι, ἐπισκεπτέον ἔστω σοι τὰ κατὰ τὸ σῶμα περιεχόμενα τῶν ὑγρῶν ἥντινα τὴν ὠφέλειαν ἢ τὴν βλάβην ἐργάζεται τοῖς μορίοις αὐτοῦ. δεδειγμένου τοίνυν ἐν τῷ περὶ πλήθους βιβλίῳ διττῶς γίνεσθαί τε καὶ λέγεσθαι τὸ πολὺ, κατὰ μὲν τὸ ἕτερον τῶν σημαινομένων ὡς πρὸς τὴν | |
15 | δύναμιν, κατὰ δὲ θάτερον ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺς χυμοὺς ἀγγείων, ὅπερ ὀνομάζουσιν ἔνιοι κατὰ τὸ ἔγχυμα, κενώσεως δέ ἐστιν ἑκατέρῳ χρεία, κᾂν ἐπὶ νοσοῦντος ἀνθρώπου κᾂν ἐπὶ ὑγιαίνοντος ἐπιγίγνηται. | |
καθάπερ γε καὶ ὁ τὸ φορτίον βαστάζων οὐκ εὐθὺς ἅμα τῷ | 259 | |
11.260 | βαρύνεσθαί τε καὶ κάμνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναμις ὑπὸ πλήθους βαρύνηται, δυνατόν ἐστι μηδέπω νοσεῖν τὸν ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πρατ‐ | |
5 | τόντων λέγουσιν ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νοθρῶν καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πλῆθος τὸ πρὸς τὴν δύναμιν, ὥσπερ καὶ ὅταν ἀπὸ γυμνασίων τετάσθαι δοκῶσιν, ὥσπερ Ἐρασίστρατος ἔφη, παραπίπρανται βραχίονές τε καὶ πήχεις, οὐ μικρὸν γνώρισμά ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ | |
10 | ἔγχυμα καλεῖσθαι πρὸς τινῶν εἶπον, ἐπειδὴ κατὰ τοὺς ἐγκεχυμέ‐ νους τοῖς ἀγγείοις χυμοὺς συνίσταται καὶ νοεῖται. λέλεκται δ’ ἐν τοῖς ὑγιεινοῖς ἑλκώδους αἰσθήσεως ἐν ὅλῳ τῷ σώματι γιγνομένης, καὶ μάλιστα κατὰ τὰς κινήσεις, κακοχυμίας ἔγγονον εἶναι τὴν τοιαύτην διάθεσιν. ἀλλ’ ὅμως καὶ τοῦτο φαίνεται γιγνόμενον | |
15 | οὐκ ὀλίγοις τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ κατὰ μόρια δέ τινα τοῦ σώματος οὐχ ὅλον ἐνίοτε τὸν ὄγκον ἐπιφαίνεται τὰ σημεῖα τῶν ἐν ἐκείνοις τοῖς μορίοις ὁμοίων | |
διαθέσεων, ὁποῖαι τοίνυν εἴρηνται καθ’ ὅλον τὸ σῶμα συνί‐ | 260 | |
11.261 | στασθαι. κεφαλῆς γοῦν μόνης αἰσθανόμεθα ποτὲ βαρυνο‐ μένης ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης, ἢ τῶν κροταφιτῶν μυῶν τεινομένων ἤτοι γ’ ἁπλῶς ἢ μετὰ θερμασίας πλείονος. οὕτω δὲ καὶ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευ‐ | |
5 | ρὰς καὶ διάφραγμα βάρους αἰσθανόμεθα πολλάκις. ὡσαύ‐ τως δὲ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς ἤτοι βάρους, ἢ δήξεως, ἢ ναυτίας, ἢ ἀποστροφῆς σιτίων, ἢ ὀρέξεως παρα‐ λόγου γίνεταί ποτ’ αἴσθησις, πρὸς τούτοις καὶ ὀδύναι καθ’ ὁτιοῦν ἐρείδουσαι μόριον, ἢ διὰ χυμῶν πλῆθος ἀθρόως ἐπε‐ | |
10 | νεχθὲν ἢ διὰ πνεῦμα φυσῶδες ἐνδείκνυται κένωσιν, ὥσπέρ γε καὶ διὰ χυμὸν δριμὺν ἐσθίοντά τε καὶ διαβιβρώσκοντα τὸ μόριον. ἔνιαι δὲ κατὰ δυσκρασίαν γίνονται. καὶ τούτων αὐτῶν τινὲς μὲν ψιλὴν ἄνευ χυμῶν, ἔνιαι δὲ μετὰ χυμῶν. ἐφ’ ἁπάντων μὲν οὖν τῶν εἰρημένων αἱ κενώσεις τῶν λυπούν‐ | |
15 | των χυμῶν καὶ ἀτμῶν ἀπαλλάττουσι τῶν παθημάτων τὸν ἄνθρωπον, οὐ μὴν φλεβοτομίας δεόμεθά γε πάντως, ἀλλ’ | |
ἀρκεῖ καὶ καθῆραι καὶ τρῖψαι καὶ λοῦσαι καὶ χρῖσαι τινὶ δια‐ | 261 | |
11.262 | φορητικῷ φαρμάκῳ. τίνες οὖν εἰσὶν αἱ διὰ φλεβοτομίας ὠφε‐ λούμεναι διαθέσεις ἐφεξῆς λεγέσθωσαν. Οὐ μόνον ἡ τροφὴ τοῖς τοῦ ζώου μέρεσιν ἐξ αἵματός ἐστιν, ἀλλὰ καὶ ἡ κατὰ φύσιν θερμασία τὴν δια‐ | |
5 | μονὴν ἐξ αἵματος ἔχει, καθάπερ ἐκ τῶν ἐπιτηδείων καίεσθαι ξύλων τὸ κατὰ τῆς ἑστίας πῦρ, ὑφ’ οὗ καὶ τοὺς οἴκους ὁρῶ‐ μεν ὅλους θερμαινομένους. ὥσπερ οὖν τὸ πῦρ τοῦτο βλάπτε‐ ται ποτὲ μὲν ἀθρόως ξύλων ἐπιβληθέντων αὐτῷ, ποτὲ δ’ εἰ καὶ μὴ πολλῶν, ἀλλ’ ὑγρῶν ἱκανῶς, ἐνίοτε δ’ οὐδ’ ὅλως | |
10 | ἐπιτιθεμένων ἢ παντάπασιν ὀλίγων, οὕτω καὶ ἡ κατὰ τὴν καρδίαν θερμότης ποτὲ μὲν ἐλάττων ἑαυτῆς διά τε πλῆθος αἵματος ἢ ἔνδειαν πολλὴν ἢ ποιότητα ψυχρὰν ἀποτελεῖται, ποτὲ δὲ πλείων ἤτοι διὰ ποιότητα θερμὴν αἵματος ἢ δι’ ἔνδειαν ὀλίγην. ὅ τι δ’ ἂν ἡ καρδία πάθοι κατὰ ψύξιν ἢ | |
15 | θερμότητα, τούτου καὶ τἄλλα μέρη τοῦ σώματος εὐθέως μεταλαμβάνει. γίγνεται δὲ καὶ καθ’ ἕν τι μέρος ἐνίοτε παρὰ φύσιν ἤτοι θερμότης ἢ ψυχρότης, ὡς δέδεικται πολλάκις | |
ἐν ἑτέροις ὑπομνήμασι. καὶ γενέσεις δὲ τούτων ἐν διττῷ | 262 | |
11.263 | τρόπῳ, ποτὲ μὲν ἐπὶ χυμοῖς θερμοῖς ἢ ψυχροῖς, ἐνίοτε δὲ καὶ κατὰ δυσκρασίαν μόνην. ἀλλ’ αἱ μερικαὶ θερμότητες καὶ ψύξεις, ὅσαι μὲν ἐγγύς εἰσι τῷ πεπονθότι μορίῳ συμμε‐ ταβάλλουσιν, εἰς ὅλον δ’ οὐκ ἐκτείνονται τὸ σῶμα πρὶν τὴν | |
5 | καρδίαν ἀλλοιῶσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπεδείχθη καὶ τὸ σῶμα τῆς καρδίας ἀλλοιούμενον διττῶς, ἤτοι κατὰ δυσ‐ κρασίαν ἢ διὰ χυμοὺς θερμοὺς ἢ ψυχροὺς ἢ δι’ ἔνδειαν τινὸς αὐτῶν. οἱ χυμοὶ δὲ ἐδείχθησαν θερμοὶ καὶ ψυχροὶ γινόμενοι διά τε τὸ ποσὸν τῶν ἐσθιομένων τε καὶ πινομένων καὶ δι’ | |
10 | ἡσυχίας τε καὶ κινήσεις σώματός τε καὶ ψυχῆς πλείους. ὥσπερ δὲ ἐν τῇ γαστρὶ πολλάκις αἱ πέψεις γίνονται μοχθηραὶ, φλεγ‐ ματωδεστέρων ἢ χολωδεστέρων ἀποτελουμένων τῶν ληφθέν‐ των, ἢ τινὰ παρὰ φύσιν ἑτέραν διαφθορὰν ἰσχόντων ἢ ὠμῶν καὶ ἀμεταβλήτων ἄχρι πλείστου μενόντων καὶ πνευματουμένων, | |
15 | οὕτω καὶ κατὰ τὴν τοῦ αἵματος γένεσιν ἀποτυγχανομένων. ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς ἀποτυχίαις τῆς πέψεως, ἔσον‐ | |
ται κατ’ αὐτὰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας κατὰ τοὺς χυμοὺς | 263 | |
11.264 | διαθέσεις. ἐπεὶ δὲ πάντα τὰ θερμὰ καὶ ὑγρὰ φαίνεται τάχι‐ στα σηπόμενα, καὶ μάλισθ’ ὅταν ἐν θερμοῖς ᾖ χωρίοις, ἀναγ‐ καῖον ἔσται καὶ τὴν ἐκ τῆς κοιλίας ἀναδιδομένην τροφὴν, ὅταν μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῆς φύσεως εἰς | |
5 | γένεσιν αἵματος χρηστοῦ, σηπεδόνας ἴσχειν ἄλλοτε ἀλλοίας. ἐπεὶ δὲ τοῖς ἐξ ὕλης θερμοῦ σηπομένοις συμβαίνει γίνεσθαι θερμοτέροις, διὰ τοῦτο θερμότερον ἔσται τὸ σηπόμενον αἷμα. τούτου δὲ θερμοτέρου γιγνομένου καὶ τὸ μόριον ἐν ᾧ σήπεται θερμότερον αἰσθητῶς ἔσται. ἐπεὶ δ’ ὑπὸ τῶν αἰσθητῶς θερ‐ | |
10 | μῶν τὰ πλησιάζοντα συνθερμαίνεται, συνθερμανθήσεται τοῖς οὕτω διακειμένοις μορίοις τὰ πέριξ ἅπαντα, δακνώδει καὶ δριμείᾳ δηλονότι θερμασίᾳ, τοιαύτη γὰρ ἡ ἐκ σηπεδόνος. ἐὰν οὖν ἀξιόλογόν τε τὸ μόριον ᾖ τὸ οὕτως θερμανθὲν, ἐκτεί‐ νειν τε τὴν ἑαυτοῦ θερμασίαν ἐπὶ τὴν καρδίαν ἱκανὸν, ἤτοι | |
15 | γε ὅτι πλησίον αὐτῆς ἐστὶν, ἢ ὅτι κύριον, ἢ ὅτι θερμὸν, συνεκ‐ πυρώσει κᾀκείνην, ἅτε φύσει θερμοτάτην οὖσαν. εἰ δὲ ἅπαξ | |
αὐτὴ πυρωθείη, ῥᾳδίως ἤδη τὸ πᾶν αὐτῆς σῶμα συνεκθερμαν‐ | 264 | |
11.265 | θήσεται, καθάπερ τινὸς ἑστίας φλόγα πολλὴν ἐχούσης ὁ περιέχων αὐτὴν οἶκος. ὀνομάζουσι δὲ τὸ τοιοῦτον πάθημα τοῦ σώματος οἱ Ἕλληνες πυρετόν. ἐνίοτε δὲ πρὶν ἄρχεσθαι σήπεσθαι τὸ πλῆθος τοῦ αἵματος, ἐπί τι μόριον ἀθρόως | |
5 | ἀφικόμενον ἤτοι τελέως ἐνέκρωσεν, ὥστε διαφθεῖραι τὴν ἐνέργειαν, ἢ βλάβην ἀξιόλογον ἐνεγκεῖν. αἱ γοῦν ἀποπληξίαι κατὰ τοῦτον γίνονται τὸν τρόπον, ἐπὶ τὴν ἀρχὴν τοῦ ζώου ῥυέντος ἀθρόως αἵματος πολλοῦ. ὡς ὅταν γ’ εἰς ἄλλο τι κατασκήψη μόριον, ὄγκον ἐν τούτῳ παρὰ φύσιν ἐργάζεται. | |
10 | ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φλεγμονή. ὅταν δὲ παχύτε‐ ρόν τε καὶ μελαγχολικώτερον ᾖ τὸ κατασκῆψαν αἷμα, σκιῤ‐ ῥώδης ὁ ὄγκος γίνεται, καθάπερ γε καὶ χαῦνος, ὅταν ᾖ φλεγ‐ ματικώτερον τὸ ῥεῦμα· χολώδους δὲ ὄντος ἐρυσίπελας ἀποτελεῖται. διωρισμένα δ’ ἀκριβῶς ἔχεις ἅπαντα ταῦτα | |
15 | κατὰ τὰς προειρημένας ἄρτι πραγματείας, ἀλλὰ νῦν γ’, ὡς ἔφην, ὑποθέσεις τῷ παρόντι λόγῳ τὰ δεδειγμένα ποιούμενος ἀκολούθως αὐτοῖς τὸν περὶ τῆς φλεβοτομίας ἐπιδείκνυμι | |
λόγον. ὄντος οὖν πλήθους διττοῦ, κάλλιστον γὰρ ἐντεῦθεν | 265 | |
11.266 | ἄρξασθαι, καὶ τοῦ μὲν ὡς πρὸς τὴν δύναμιν εἰς σηπεδόνα τε ῥᾳδίως ἀφικνουμένου καὶ μέντοι καὶ κατασκήπτοντος ἐνίοτε εἰς μόριά τινα, κᾀν τούτοις ἐργαζομένου τοὺς παρὰ φύσιν ὄγκους, ἑτέρου δὲ τοῦ κατὰ τὸ καλούμενον | |
5 | ἔγχυμα, κατασκήπτοντος μὲν καὶ τούτου πολλάκις εἰς μόρια καὶ γεννῶντος ὄγκους, ἀλλὰ καὶ τὰς ἀποπληξίας καὶ τὰς ῥήξεις τῶν φλεβῶν ἐργαζομένου, πειρᾶσθαι χρὴ κενοῦν αὐτὸ διὰ ταχέων, πρὶν ἄρξασθαί τι μέγα κακὸν ἐργάσασθαι περὶ τὸν ἄνθρωπον. εἴρηται δ’ ἐπὶ πλέον ὅπως τε χρὴ διαγινώσκειν | |
10 | ἄμφω τὰ πάθη καὶ ὅπως ἰᾶσθαι, κατὰ τὴν τῶν ὑγιεινῶν πραγματείαν, ὥσπερ γε κἀπειδὰν ἤτοι πυρετὸς ἢ αἵματος ἀναγωγὴ γένηται διὰ πλῆθος, ἤτοι τῶν ἀποπληκτικῶν ἀῤῥω‐ στημάτων, ὅπως χρὴ καὶ τοῦτο θεραπεύειν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται, διὸ καὶ περιττὴν | |
15 | ἡγοῦμαι τήνδε τὴν συγγραφήν. εἰ μὲν γὰρ ὡσαύτως καὶ ἐν ἐκείναις ταῖς πραγματείαις ἔγραψα, κἀνταῦθα γράφοιμι, δὶς περὶ τῶν αὐτῶν ἀναγκασθήσομαι διέρχεσθαι, καὶ διὰ ταῦτα μακρὸν ἀποτείνειν τὸν λόγον. εἰ δὲ ἐπὶ τὸ συντομώτερον | |
ἄγοιμι τὸν λόγον τόνδε, κινδυνεύσω παθεῖν δυοῖν θάτερον, | 266 | |
11.267 | ἢ ἀσαφῶς τι διὰ τὴν βραχυλογίαν εἰπεῖν, ἢ διορισμόν τινα τῶν χρησίμων παραλιπεῖν. ἀλλ’ ἐπεὶ μὴ κατὰ τὴν ἐμαυτοῦ προαίρεσιν ἧκον ἐπὶ τὸν λόγον τοῦτον, εἴ τι γίγνοιτο τῶν εἰρημένων τούτων ἐν αὐτῷ σφάλμα, τὴν αἰτίαν οἱ ἀξιώσαντες | |
5 | ἕξουσιν, ὥσπερ γε καὶ εἰ κατορθωθείη καὶ φανείη χρήσιμος, ἀποστήσομαι τῶν ἐπαίνων ἐκείνοις. Ἥδε οὖν αὖθις ἀρχὴ γιγνέσθω τῷ λόγῳ. τοῖς μὲν τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων τι μορίων καὶ σύμπαν τὸ σῶμα βαρυνομένοις ἢ τεινομένοις, ἀναγκαία | |
10 | μέν ἐστιν ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν μήτε παῖδες εἶεν ἔτι μήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτομίας ἀποβλέ‐ πων, μάλιστα μὲν εἰς τοὺς πρώτους σκοποὺς τούσδε, τήν τε ποσότητα τοῦ πλήθους καὶ τὴν ποιότητα καὶ τὴν τῆς δυνά‐ μεως ῥώμην ἢ ἀῤῥωστίαν, ἐφεξῆς δὲ τὴν φυσικὴν ἕξιν ὅλου | |
15 | τοῦ σώματος, ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενημένον βίον, εἰ πλῆθος ἐδεσμάτων καὶ πομάτων καὶ μάλιστα πολυ‐ τρόφων ὁ οὕτως ἔχων προσηνέγκατο τὸ ἔθος τε καὶ παρὰ | |
τὸ ἔθος, κινήσεις τε τίνας ἐκινήθη, ἐκκρίσεις τε τίνας ἔσχεν | 267 | |
11.268 | ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος, ἐπὶ δὲ τούτοις ἅπασι πότερον ἰσχνότερος ἢ παχύτερος ἐγένετο. ἡ μὲν δὴ τοῦ πλήθους ἑκα‐ τέρου ποσότης ἐκ τοῦ μεγέθους τῶν ἰδίων ὀρισθήσεται σημείων. εἰς ὅσον γὰρ ἑαυτῷ βαρύτερος ὁ ἄνθρωπος εἶναι | |
5 | δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος εἰς τοσοῦτον ηὔξηται. κατὰ δὲ τὸν αὐτὸν λόγον εἰς ὅσον ἡ τονώ‐ δης αἴσθησις ηὔξεται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος, ὃ καλεῖσθαι πρός τινων ἔφην κατὰ τὸ ἔγχυμα. τὴν ποιότητα δ’ ἐφ’ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώματος δια‐ | |
10 | γνώσῃ, μεμνημένος ὅτι τὸ χρῶμα χυμῶν ἐστιν, ἐπειδὰν μετρίως ἔχει θερμότητος λείπων σῶμα φύσει. τοῖς μὲν γὰρ ψυχροτέ‐ ροις ψυχροτέρα τοῦ παντὸς σώματος ἡ αἴσθησις ἕπεται, τοῖς δὲ θερμοτέροις θερμοτέρα, καὶ τοῖς μὲν κατὰ τὰς φλέβας ἠθροισμένοις χυμοῖς ὄγκος καὶ διάθεσις τῶν ἀγγείων, τοῖς | |
15 | δ’ ἐν τῇ σαρκὶ, κατ’ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ τῆς τάσεως, ὥσπερ γε καὶ θερμότητος. αἱ δὲ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀῤῥωστίαι τε καὶ ῥῶμαι ταῖς οἰκείαις ἐνερ‐ | |
γείαις ἐδείχθησαν κρινόμεναι, προαιρετικαῖς μὲν κατὰ | 268 | |
11.269 | τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγκέφαλον, ταῖς δὲ κατὰ τοὺς σφυγμοὺς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, τῇ δὲ κατ’ εὐτροφίαν τε καὶ ἀτροφίαν εὔχροιάν τε καὶ ἄχροιαν ἡ τρίτη δύναμις ἡ θρεπτικὴ, ἣν ἐξ ἥπατος ὁρμᾶσθαι ἐδείκνυεν | |
5 | τὴν διάγνωσιν ἐλάμβανεν. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους σημείοις αἱ δυνάμεις ἐῤῥωμέναι τυγχάνουσιν οὖσαι, φλεβοτο‐ μήσεις δηλονότι κατὰ μὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἐπιδιο‐ ριζόμενος, ἔτι δὲ μᾶλλον οὐδὲ κατὰ τὴν φλεγμονώδη. τοῦ δὲ βαρύνοντος πλήθους ἐνοχλοῦντος οὐ πάντως αἵματος | |
10 | ἀφαιρετέον. ἐνδέχεται γὰρ ὠμὸν ἠθροῖσθαι κατὰ τὸ σῶμα χυμὸν, ἐφ’ οὗ προσέχειν ἀκριβῶς χρὴ μέχρι πόσου μὲν ἡ δύναμις ἔῤῥωται, μέχρι δὲ πόσου αὐτὸς ὁ χυμὸς ἔφυ. προκα‐ ταλυθεῖσα γὰρ ὑπὸ τῶν τοιούτων διαθέσεων ἡ δύναμις ἐν ταῖς φλεβοτομίας εἴωθε καταπίπτειν ἐς ἔσχατον, ὡς μηκέτ’ | |
15 | αὐτὴν ἀνακτήσασθαι δυνηθῆναι. τούτου δὲ γενομένου κίν‐ δυνος οὐ σμικρὸς ἕπεται, μάλισθ’ ὅταν ἐπιπέσῃ πυρετὸς ἐν καταστάσει θερινῇ στομάχου μοχθηρῶς ἔχοντος, ἢ τοῦ σώμα‐ | |
τος ὅλου μαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος. | 269 | |
11.270 | διαφοροῦνται γὰρ οἱ τοιοῦτοι συγκόπτονταί τε τάχιστα, κᾂν μὴ μέγας αὐτοῖς ἐπιπέσῃ πυρετός. εἰ δὲ μηδὲν εἴη τούτων, ἀλλ’ ὁ χειμὼν ἢ τὸ χωρίον ὑπάρχει φύσει ψυχρὸν, ἥ τε φύσις τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ | |
5 | σῶμα φλεβοτομηθέντες, ἐμπίπτει τέ τινα τῶν διὰ κατάψυξιν ἰσχυρὰν ἑπομένων συμπτωμάτων. τοὺς οὕτω διακειμένους οὐ προσήκει διὰ φλεβοτομίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ χρίσμασι μετρίως θερμαίνουσι καὶ πόμασι τέμνουσι τὸ πάχος τῶν χυμῶν καὶ θερμαίνουσι μετρίως. ὅσα γὰρ σφοδρῶς θερ‐ | |
10 | μαίνει καταλύει τὴν δύναμιν ἀθροότερον, ὡς μηκέτι ἐξαρκεῖν τῇ θεραπείᾳ. πολλάκις δὲ καὶ τὸν πυρετὸν συνηύξησεν, ὥστε κἀντεῦθεν βλάβην γίνεσθαι τῇ δυνάμει. διὸ δὲ τῶν τεμνόντων τὸ πάχος χυμῶν, ἐδεσμάτων τε καὶ πομάτων ἡ κατὰ τὸ θερ‐ μαίνειν δύναμις ἔστω μετρία. | |
15 | Ὅσοι δὲ αἷμα πτύσαντες ἐθεραπεύθησαν μὲν τῷ παραυτίκα, τοιαύτην δὲ ἔχουσι κατασκευὴν, ἐν τοῖς | |
κατὰ θωρακά τε καὶ πνεύμονα μορίοις, ὡς εἰ βραχὺ πλέον | 270 | |
11.271 | ἀθροισθῆ θέλοι τὸ αἷμα, πάλιν αὐτοῖς ἤτοι γ’ ἀναστομωθῆ‐ ναί τι τῶν ἀγγείων ἢ ῥαγῆναι, τούτους εἰ καὶ μηδὲν εἴη κατὰ τὸ σῶμα μηδέπω σύμπτωμα, φλεβοτομεῖν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος. ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη ῥᾳδίως | |
5 | ἐμπίπτοντος ἢ ἀποπληκτικούς. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καί τισι τῶν ἄλλων νοσημάτων εὐάλωτον εἰδείημεν εἶναι τὸν ἄνθρωπον, οἷον ἤτοι περιπνευμονικοῖς ἢ πλευριτικοῖς ἢ συναγχικοῖς, ἄμεινον φθάνειν φλεβοτομοῦντας μὴ περιμένον‐ τας φανῆναί τι σύμπτωμα πλήθους ἐναργές. ὡσαύτως δὲ καὶ | |
10 | οἷς αἱμοῤῥοΐδες ἐπέσχηνται, καὶ μάλιστα εἰ μελαγχολικώτεροι φαίνονται. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσιν νοσήματα πληθωρικὰ, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος ἦρος. ὡσαύτως καὶ ὅσοι κατ’ αὐτὸ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις, ἔνιοι ὀφθαλμοὺς ἔχοντες ἀσθενεῖς, ἢ τοῖς | |
15 | ὀνομαζομένοις σκοτωματικοῖς πάθεσιν εὐάλωτοι καὶ αὐτοὶ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, προσδιασκεψα‐ μένων ἡμῶν ὁποῖόν τι τὸ ἀθροιζόμενον αὐτοῖς εἴη. τινὲς | |
μὲν γὰρ τὸν πικρόχολον ἀθροίζουσι χυμὸν πλέονα τῶν ἄλλων, | 271 | |
11.272 | τινὲς τὸν μελαγχολικὸν ἢ φλεγματικὸν, ἔνιοι δὲ ὁμοτίμως ἅπαντας ἐφ’ ὧν αἷμα πλεονάζειν λέγεται. τούτους οὖν ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαγρικούς τε καὶ ἀρθρι‐ τικοὺς ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρμακεύων ἢ φλεβοτο‐ | |
5 | μῶν. ἐγὼ γοῦν πολλοὺς ἐτῶν ἤδη τριῶν καὶ τεττάρων ἐνο‐ χλουμένους ἐκ διαλειμμάτων ἀλγήμασι ποδῶν ἰασάμην, ἤτοι καθαίρων τὸν πλεονάζοντα χυμὸν ἐν ἀρχῇ τοῦ ἦρος ἢ αἵματος ἀφαιρῶν. εὔδηλον δ’ ὅτι καὶ μέτριοι τινὲς οἱ τοιοῦτοι κατὰ τὴν ὅλην εἰσὶ δίαιταν, ὡς τούς γε ἀκολάστους οἰνόφλυγάς τε | |
10 | καὶ γαστριμάργους οὐδὲν ὀνήσεις μέγα, φαρμακεύων ἢ φλεβο‐ τομῶν. ἀθροίζουσι γὰρ ἐν τάχει πλῆθος ὠμῶν χυμῶν, ἀκο‐ λάστως διαιτώμενοι. τούτους μὲν οὐδὲ ἐπιχειρεῖν χρὴ θερα‐ πεύειν, ὅπη δ’ εὐπειθεῖς εἰσὶν ὀνήσεις αὐτοὺς μέγιστα κατὰ τὴν ἀρχὴν τοῦ ἦρος, προκενώσας μὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ | |
15 | γυμνάσια καὶ δίαιταν ὑγιεινὴν ἀναγαγών. ἃ δ’ ἐπὶ τούτων εἴρηκα, ταῦτά σοι νόμιζε καὶ περὶ πάντων εἰρῆσθαι τῶν | |
ἐπιτηδείων ἁλίσκεσθαι πάθεσιν οἷς ἀρτίως εἶπον, οἷον ἐπι‐ | 272 | |
11.273 | ληπτικοῖς, ἢ ἀποπληκτικοῖς, ἢ σκοτωματικοῖς, ἢ αἱμοπτοϊ‐ κοῖς, ἢ μελαγχολικοῖς. Οὐ μόνον δὲ πλήθους ὄντος, ἢ τοῦ πρὸς τὴν δύναμιν ἢ τοῦ κατὰ τὸ καλούμενον ἔγχυμα, φλεβοτομία | |
5 | μεγάλως ὀνίνησιν, ἀλλὰ καὶ χωρὶς πλήθους ἀρχομένην φλεγ‐ μονὴν, ἤτοι διὰ πληγὴν ἢ ὀδύνην ἢ ἀτονίαν μορίων. ἥ τε γὰρ ὀδύνη πρὸς αὐτὴν ἐπισπᾶται τὸ αἷμα καὶ πολλάκις ἀτο‐ νία μορίων ἐργάζεται φλεγμονὴν ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπο‐ | |
10 | μνήμασιν, ὅταν ἀσθενὲς ᾖ φύσει μόριον, ἑτοίμως βαρυνόμενον, εἰ καὶ βραχὺ πλεῖον ἀθροισθείη ποτὲ ἐν αὐτῷ περίττωμα. καὶ μέντοι καὶ ὅτι δύναμιν ἔχει πᾶν μόριον ὥσπερ ἑλκτικὴν τῶν οἰκείων, οὕτω καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴν, ὅτι τε διττὸν εἴη τὸ ἀλλότριον, ἕτερον μὲν τῷ ποσῷ, τῷ ποιῷ δ’ | |
15 | ἄλλο. διὸ κἂν μὴ βαρύνοιτό τι μόριον ὑπὸ τῶν καθ’ ἑαυτὸ χυμῶν, ἴσχει δέ τινα περιττώματα κατὰ τὴν ποιότητα παρὰ φύσιν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ὁρμᾶν διὰ τῶν ἐν αὐτῷ | |
φλεβῶν ὥσπερ δι’ ὀχετῶν, ἀλλ’ εἴθ’ αἷμα μοχθηρὸν εἴη τὸ | 273 | |
11.274 | ὠθούμενον, εἴτ’ ἄλλος χυμὸς, ἀνάγκη μὲν εἴς τι τῶν πλησίον ἀφικέσθαι μορίων αὐτόν. ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ πεφθέντα ἢ καὶ διαφθαρέντα, μηκέτ’ εἰς ἄλλο μεταρυῆναι τρίτον, ἢ μηδετέρου τῶν εἰρημένων τυχόντα πάλιν ἐκ τοῦ | |
5 | δευτέρου μορίου μεταρεῖν εἰς ἕτερον, εἶτ’ ἐξ ἐκείνου πάλιν εἰς ἄλλο. καὶ τοῦτο μὴ παύεσθαι γιγνόμενον, ἄχρις ἂν εἴς τι κατασκήψῃ τοιοῦτον, ὃ μηκέτ’ εἰς ἄλλο διώσασθαι δύναται τὸ πλεονάζον ἐν ἑαυτῷ. συμβαίνει δὲ τοῦτο τῶν μο‐ ρίων ἐκείνοις ὅσα τὴν ἀποκριτικὴν δύναμιν ἀσθενεστέραν ἔχει | |
10 | τῶν πλησιαζόντων ἁπάντων. οὐκέτι γὰρ ἀπώσασθαι τὸ λυποῦν εἰς ἐκεῖνα δύναται τὰ μὴ παραδεχόμενα, διὰ τὴν ἐν αὐτοῖς ἰσχύν. ἐδείχθη γοῦν καὶ τοῦτο ἡμῖν δι’ ἐκείνων τῶν ὑπομνημάτων, ὡς οὐ μόνον ὠθεῖ τὸ περιττὸν ἕκαστον τῶν μορίων εἰς τὸ πλησιάζον, ἀλλὰ καὶ ὅτι δέχεται μὲν, | |
15 | πολλάκις δ’ ἀντιπέμπει καὶ ἀντωθεῖ μὴ παραδεχόμενον εἰς ἑαυτὰ, κᾀν τούτῳ τὸ ἰσχυρότερον ἐκράτησε. διὸ καὶ τὰ πάν‐ των ἀσθενέστερα μόρια πρῶτα τοῖς περιττωματικοῖς ἁλίσκε‐ | |
ται νοσήμασιν. ἐκ τοιούτου δέ τινος τρόπου καὶ τὰς καλου‐ | 274 | |
11.275 | μένας ῥευματικὰς διαθέσεις ἴσθι γιγνομένας, ἀσθενοῦς μὲν ὅλου τοῦ σώματος ὄντος, ὅπερ ἕν τι τῶν τῆς καχεξίας εἶδός ἐστιν, εἰωθότων τῶν κυρίων αὐτοῦ μορίων βαρύνεσθαι, κᾂν ὀλίγον ἐν αὐτοῖς ἐστὶ τὸ αἷμα, διωθούμενόν τε τοῦτο πρὸς | |
5 | τὰ κατὰ τὸ δέρμα μέρη τὰ σαρκώδη, καὶ μᾶλλόν γε εἰς τοὺς ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν, διά τε τὸ χαῦνον τῆς οὐσίας καὶ ὅτι τῶν ἄλλων μορίων ἀσθενεστά‐ τας ἔχουσι τὰς φυσικὰς δυνάμεις, ὥσπερ γε καὶ ἡ πιμελή. τεττάρων γὰρ αὐτῶν οὐσῶν, ὡς ἐδείχθη, πρώτης μὲν τῆς | |
10 | ἑλκτικῆς, δευτέρας δὲ καθεκτικῆς καὶ τρίτης τῆς ἀποκριτικῆς, καὶ τετάρτης τῆς ἀλλοιωτικῆς, τὰς μὲν ἄλλας τρεῖς ἀσθενε‐ στάτας ἔχουσιν οἱ ἀδένες καὶ αἱ σάρκες, τὴν ἀλλοιωτικὴν δὲ μόνην οὐ πολλῷ μείω τῶν ἄλλων μορίων. ἐφεξῆς δὲ τοῖς ἀδένεσιν ὁ πνεύμων ἐστὶν ἑτοιμότατος δέξασθαι ῥεῦμα. καὶ | |
15 | γὰρ οὗτος ἀσθενεῖς τε τὰς τρεῖς ἔχει δυνάμεις καὶ τὸ σῶμα χαῦνον. εἶθ’ ἑξῆς ὁ σπλήν. ὁ δ’ ἐγκέφαλος ὅμοιος μὲν τού‐ τοις ἢ καὶ μᾶλλον ἐπιτήδειος δέξασθαι ῥεῦμα. πλεονεκτεῖ | |
δ’ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίμης οὔσης ὧν | 275 | |
11.276 | ὑπεδέξατο. κοιλίας μὲν γὰρ ἔχει μεγάλας κατάντεσι πόροις ἐκκενουμένας. οἷς ἂν οὖν φύσει ῥωμαλεώτερος ᾖ τοῦ σαρ‐ κώδους γένους ὁ πνεύμων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος, ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ | |
5 | ῥεύματα καὶ τοῦ σώματος ἕξεως ὅλης ἀσθενούσης, ὡς ἐπὶ τῶν ῥευματικῶν ἐστι διαθέσεων. εἰκότως τοιγαροῦν ἡ θε‐ ραπεία τούτων οὐ κένωσιν ἔχει τὸν σκοπὸν, ἀλλὰ τοῦ παντὸς σώματος τὴν ῥῶσιν. ἥ γε μὴν ἀρχὴ τῆς θεραπείας ἀπὸ φλεβοτομίας αὐτοῖς γίγνεται. μοχθηρῶν δὲ τῇ ποιότητι | |
10 | τῶν περιττωμάτων ὄντων καὶ κάθαρσιν παραλαμβάνομεν ἐφ’ ὧν μάλιστα σωμάτων οὐδετέρου πλήθους ἀναμένειν χρὴ τὸ οἰκεῖον σύμπτωμα, βάρος μὲν τοῦ πρὸς τὴν δύνα‐ μιν, τάσιν δὲ τοῦ κατὰ τὸ ἔγχυμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ τῶν πληγέντων τι μορίων ἀξιολόγως, ἤτε ἄλλως | |
15 | ὁπωσοῦν ἀρχομένην ἐχόντων φλεγμονὴν, ἐπειδὰν μεγάλην αὐτὴν ἔσεσθαι προσδοκήσωμεν, ἀπὸ κενώσεως ἀρχόμεθα τῆς θεραπείας ἢ καθαίροντες ἢ φλεβοτομοῦντες ὁποτέραν | |
κρίνομεν ἀμείνω κένωσιν ἔσεσθαι. | 276 | |
11.277 | Καλῶς οὖν ἐν τοῖς προκειμένοις τῶν περὶ διαίτης ὀξέων παρῄνηται φλεβοτομεῖν ἡμᾶς, ὅταν ᾖ μέγα τὸ νόσημα καὶ ἀκμάζῃ [ἡ νόσος, ἢ] ὁ νοσῶν καὶ ῥώμη παρῇ. καὶ κακῶς ὁ Μηνόδοτος ἐπὶ τῇ καλουμένῃ πληθωρικῇ συνδρομῇ | |
5 | μόνῃ τὰς φλεβοτομίας λέγει τετηρῆσθαι. τοὐναντίον γὰρ ἅπαν οἱ σκοποὶ τῆς φλεβοτομίας οὐ περιλαμβάνουσι, πρῶτον ἐν αὐτοῖς τὸ πλῆθος, ἀλλὰ τὴν ὑποψίαν τοῦ γενομέ‐ νου πάθους. εἰ γὰρ ἔσεσθαι φαίνοιτο μέγα, φλεβοτομήσομεν πάντως, κᾂν μηδὲν ᾖ τῶν τοῦ πλήθους γνωρισμάτων, ἐπισκο‐ | |
10 | ποῦντες ἡλικίαν τε καὶ χώραν καὶ δύναμιν, ἃ μόνα φαίνεται κᾀν τοῖς προκειμένοις τῶν περὶ διαίτης εἰρημένα. τὸν μὲν γὰρ ἀκμάζοντα διὰ τὰ παιδία καὶ τοὺς γέροντας εἰς διορι‐ σμὸν παρέλαβεν. οἱ πρῶτοι δ’ εἰσὶ καὶ κυριώτατοι σκοποὶ τῆς φλεβοτομίας μέγεθος νοσήματος καὶ ῥώμη τοῦ κάμνοντος, | |
15 | καὶ ταύτην χρὴ πρώτην λέγειν εἶναι συνδρομὴν, οὐ τὴν πληθωρικὴν, ἐφ’ ᾗ τετήρηται φλεβοτομία. περιέχεται γὰρ ἐν αὐτῇ κᾀκείνη τὸ μέγεθος αὐξάνουσα τοῦ νοσήματος. οὐ | |
μόνον γὰρ ὅταν ἤδη παρῇ τὸ μέγα νόσημα, φλεβοτομίας και‐ | 277 | |
11.278 | ρὸς, ἀλλὰ κᾀπειδὰν ἐπίδοξον ἔσεσθαι. φθάνει γὰρ ἡ παίδευ‐ σις ἣν Ἱπποκράτης εἶπε διδάσκων ἡμᾶς, ὅσα παρόντων ἤδη τῶν νοσημάτων ὀρθῶς ἂν πράξαιμεν, ἄμεινον εἶναι ταῦτα κατὰ τὰς ἀρχὰς αὐτῶν ἢ μελλόντων ἄρχεσθαι φθάνειν | |
5 | ποιοῦντας. ὥστε τοὺς εἰρημένους σκοποὺς ἐπὶ τοὺς ὑγιαίνον‐ τας ἔστι μεταφέρεσθαι. καὶ γὰρ καὶ τούτους φλεβοτομήσεις ἐπιδόξους γενομένους ἁλώσεσθαι μεγάλῳ νοσήματι, πρός τε τὴν ἡλικίαν ἀποβλέπων καὶ τὴν ῥώμην. εἰ γὰρ ἐπιτήδειός τις ἐν νοσήματι γενέσθαι μεγάλῳ, κᾂν μηδὲν μηδέπω κατὰ τὸ | |
10 | σῶμα παρῇ σύμπτωμα, φλεβοτομεῖν ἀξιοῦμεν. ἀρκεῖ γὰρ τὴν ἡλικίαν ἐπισκέψασθαι μετὰ τῆς δυνάμεως, ὥστε τρία τὰ συνέχοντα τὴν διάγνωσιν εἶναι, μέγεθος νοσήματος, ἤτοι παρὸν ἢ προσδοκώμενον, καὶ ἡλικίαν ἀκμάζοντος καὶ ῥώμην δυνάμεως. ἴσως δὲ μόνον ἀμελέστερον ἑρμηνεύεσθαι δόξει τὸ | |
15 | τῆς ἡλικίας ἐν τοῖς προκειμένοις, ἐν τῷ περὶ διαίτης ὀξέων. οὐ γὰρ τὴν τῶν ἀκμαζόντων εἰρῆσθαι μόνον ὀρθῶς ἔχει, ἀλλὰ καὶ τὴν πρὸ αὐτῆς καὶ μετ’ αὐτὴν, ὡς δύο μόνας ἐξαι‐ | |
ρεῖσθαι τοῦ διορισμοῦ, τήν τε τῶν παίδων καὶ τὴν τῶν γε‐ | 278 | |
11.279 | ρόντων. ἀλλ’ ἡ μὲν τῶν γερόντων ἐν τῷ τῆς δυνάμεως λόγῳ περιέχεσθαι δύναται. ῥώμη γὰρ οὐδενὶ τῶν κατ’ αὐ‐ τὴν τὴν ἡλικίαν ἐστίν. ἐνίοις δὲ τῶν ἰατρῶν οὐδὲ τοῖς παισὶν ἔδοξεν ὑπάρχειν ῥώμην κακῶς ἐγνωκόσιν, ὡς ἐν ἑτέ‐ | |
5 | ροις ἐπιδέδεικταί μοι. φλεβοτομήσομεν οὖν, εἰ μέγα τὸ νόσημα προσδοκοίημεν εἶναι, ἢ παρὸν ἤδη θεωροίημεν ἢ ἀρ‐ χόμενον, ἐπισκεψάμενοι τὴν ῥώμην τῆς δυνάμεως, ἐξελοῦντες τοῦ λόγου μόνα τὰ παιδία, καὶ φήσομεν ἐλλειπέστερον εἰρῆ‐ σθαι τὴν ἀπὸ τῆς ἡλικίας διάγνωσιν ὑπὸ τοῦ γράψαντος τὰ | |
10 | προκείμενα τῷ περὶ διαίτης ὀξέων. ἀρκοῦσι γὰρ οὗτοι μόνοι σκοποὶ πρὸς φλεβοτομίαν. οὐδὲ γὰρ ὁπότε πλῆθος ὠμῶν χυμῶν ἤθροισται τοιοῦτον, ὡς κελεύεσθαι φλεβοτομεῖν, ὁ λόγος ἐλέγχεται. ῥώμη γὰρ τούτοις δυνάμεως οὐ πάρεστι. καὶ αὐτό γε τοῦτ’ ἐστὶ γνώρισμα τοῦ μὴ δύνασθαι φλεβοτο‐ | |
15 | μίαν ἐνεγκεῖν αὐτοὺς, ὅταν ἅμα τῷ χρώματι τοῦ παντὸς σώματος ἐμπεπτωκότι τοῦ δηλοῦντος αἷμα πλεονάζειν, ὁ σφυγμὸς ἀνώμαλος ᾖ κατὰ σφοδρότητα καὶ μέγεθος ἐπικρα‐ | |
τούντων κατὰ τὴν ἀνωμαλίαν αὐτοῦ τῶν ἀμυδρῶν τε καὶ | 279 | |
11.280 | μικρῶν. ὡρισμένων οὖν τριῶν σκοπῶν φλεβοτομίας, μεγέ‐ θους νοσήματος, ἤτοι παρόντος ἢ προσδοκωμένου ἢ ἀρχομέ‐ νου, ἡλικίας ἀκμάζοντος, ῥώμης δυνάμεως ἔξω τῆς τῶν παίδων ἡλικίας, ἐπὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα γνωρίσματα φλε‐ | |
5 | βοτομίας, ἃ προσέθηκαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀφίξομεν, συνενδεικνύμενοι τὸ ποσὸν τῆς ἀφαιρέσεως, οὐκ αὐτὴν τὴν φλεβοτομίαν, ὥστε ἐκ μὲν τοῦ νοσήματος καὶ τῆς ἡλικίας καὶ τῆς δυνάμεως ὅτι φλεβοτομητέον γνωρίζεσθαι, τὸ ποσὸν δὲ τῆς κενώσεως οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων | |
10 | λαμβάνεσθαι. ταῦτα δέ ἐστιν ἥ τε πληθωρικὴ καλουμένη συν‐ δρομὴ καὶ ἡ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσις, εἰς ὥραν καὶ χώραν τεμνομένη καὶ τὰ κατὰ τὸν προηγούμενον βίον γεγονότα περί τε ποιότητα καὶ ποσότητα τῶν ἐδηδεσμένων, ἐκκρίσεις τε καὶ κινήσεις ἤτοι γεγονυίας ἢ μή. περὶ μὲν οὖν τῆς | |
15 | ἐν τούτοις διαφορᾶς ὀλίγον ὕστερον ὀψόμεθα. Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρι‐ σμάτων ἐν τῷ παρόντι σκεψόμεθα, πότερον ἐπὶ φλεβοτομίαν | |
ἀφιξόμεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι | 280 | |
11.281 | τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν μηδεμία προσδοκία μεγάλου νοσήματος. ἥντινα τοίνυν ἔχωμεν γνώ‐ μην καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες μοι συμβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς | |
5 | ἢ μελαγχολικοῖς, ἢ αἷμα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα πρὸς τοιοῦτον πάθημα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ σκοτοματικοῖς, ἢ συνεχῶς ἁλισκομένοις συνάγχῃ ἢ περιπνευ‐ μονίᾳ, ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλμίαις σφοδραῖς, ἢ καθόλου φάναι μεγάλῳ νοσήματι. φλεβοτομίαν γὰρ ἐπὶ | |
10 | τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φημὶ βοήθημα παρα‐ χρῆμα προσαγόμενον, ἐπιδιωρισμένῃ τῇ δυνάμει τε καὶ ἡλικίᾳ. ταῦτα εἰ μὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ μηδὲν τοιοῦτον πεπονθόσιν ἔμπροσθεν ἁπάντων τε τῶν μο‐ ρίων τοῦ σώματος ἄμεμπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου | |
15 | διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέμενόν με, διὰ φλεβοτομίας μὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ | |
ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσμασι διαφορητικοῖς, ταχέως ἐκκε‐ | 281 | |
11.282 | νῶσαι τὸ πλῆθος, εἰ μὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵματος εἶναι πλεονεξίαν. τοιοῦτον δέ ἐστι μάλιστα τὸ μελαγχολικὸν ὡς τὰ πολλά. σπανίως δέ που καὶ τὸ τῶν ὠμῶν καλουμένων χυμῶν. ἀλλ’ ἐπὶ μὲν τῆς μελαγχολικῆς καλουμένης περιουσίας | |
5 | φλεβοτομεῖν ἄμεινον, ἢ πάντως γε φαρμάκῳ χρῆσθαι μελάνων καθαρτικῷ, τῶν δ’ ὠμῶν χυμῶν ἐπικρατούντων, πρὶν μὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔμπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισμα τό τε τῆς χροιᾶς μολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε μᾶλλον | |
10 | ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγμῶν ἀνωμαλίαν. εἰ δὲ ἱκανῶς ηὐξημένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώματος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώμης νω‐ θρότης καὶ αἰσθήσεων ἀμαυρότης. ἔμπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱμοῤῥοΐδων ἠθροικότας αἷμα φλεβοτομήσεις | |
15 | θαῤῥῶν, κᾂν μὴ πρότερον ὦσι πεπειραμένοι μεγάλου νοσήμα‐ τος. ἐνδέχεται μὲν γὰρ αὐτοὺς ἐπιτηδείους μὲν εἶναι πρός | |
τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν | 282 | |
11.283 | αἱμοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ μόρια κατεσκευασμένοι μοχθηρῶς, καὶ μάλιστα τὸ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτομήσεις ἐν τάχει. Τὴν αὐτὴν δὲ γνώμην ἴστε με καὶ περὶ | |
5 | γυναικῶν ἔχοντα τῶν ἐπεσχημένων τὴν ἔμμηνον κάθαρσιν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ μὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυ‐ ρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐμμήνων κίνησιν, ὥσπερ γε | |
10 | καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτομίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταμηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τέμνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν ἡ ἐξ ἀγκῶνος φλεβοτομία τὰς τῶν γυναικῶν καθάρσεις, ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι μὲν λευκότεραι λεπτό‐ | |
15 | τερον αἷμα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀμυχαῖς ὀνίνανται μάλιστα. τὰς μελαντέρας δὲ φλέβας τέμνων θερά‐ πευε. παχύτερον γὰρ ἀθροίζουσιν αἷμα καὶ μελαγχολικώτερον, | |
ἔτι δὲ μᾶλλον ἂν μεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρ‐ | 283 | |
11.284 | χει δὲ τοῦτο ἰσχνοτέραις τε καὶ μελαντέραις. εὐσάρκοις δὲ καὶ λευκαῖς σμικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα. καὶ γὰρ καὶ μι‐ κρὰς αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ | |
5 | ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθείη. οὐ χρὴ δὲ ὑμᾶς καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήμα‐ τος, ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥα‐ γίας, ὅταν ᾖ σφοδρὰ, χρώμενον τῷ βοηθήματι καὶ παύοντα τὴν ῥύσιν αὐτίκα. προσήκει δ’, ὡς ἐθεάσασθε, μὴ περιμέ‐ | |
10 | νειν εἰς ἔσχατον ἀφικέσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλ’ ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δ’ ὁρμὴ τῆς φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν ἐν ἀγκῶνι φλέβα, δεξιοῦ μὲν αἱμοῤῥαγοῦντος μυκτῆρος τῇ δεξιᾷ χειρὶ, θατέρου δὲ κατὰ τὴν ἀριστεράν· ἅμα δὲ τοῦτο τῷ ἔργῳ | |
15 | καὶ τοῖς κώλοις περιβάλλειν δεσμοὺς ἐκ ταινίων ἢ ἐρίων καὶ συκίαν ὑποχονδρίῳ προσβάλλειν ᾧ κατ’ εὐθύ· ταῦτα γὰρ καὶ ἡμεῖς ποιοῦντες, ὡς ἴστε, διαπαντὸς ἐπέσχομεν | |
τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, πειρασθέντες ἔμπροσθεν ὧν | 284 | |
11.285 | γεγράφασιν εἴς τε τὰς ῥῖνας ἐκτιθεμένων φαρμάκων, ἐπί τε τοῦ μετώπου καταχριομένων πάντων ἀσθενῶν. ὥστε πρὸς τοῖς εἰρημένοις περὶ φλεβοτομίας ἔμπροσθεν καὶ τοῦτο καταβάλλει τὸν Μηνοδότου λόγον, ἡγουμένου τὴν πληθωρι‐ | |
5 | κὴν ὀνομαζομένην συνδρομὴν ἀναμιμνήσκειν ἡμᾶς τοῦ βοη‐ θήματος. ἡ γὰρ εἰρημένη νῦν διάθεσις ἐναντία σαφῶς ἐστὶ τῇ πληθωρικῇ. παραλαμβάνομεν δ’ ἐπ’ αὐτῆς τὴν φλεβο‐ τομίαν οὐχ ὡς κενωτικὸν, ἀλλ’ ὡς ἀντισπαστικὸν βοή‐ θημα. | |
10 | Οὐδὲν οὕτω τὴν ἰατρικὴν τέχνην ἐν ταῖς πράξεσιν ἀποφαίνει στοχαστικὸν, ὡς τὸ ποσὸν ἑκάστου τῶν βοηθημάτων. εἰδότες γοῦν ἀκριβῶς πολλάκις ὡς καιρὸς τοῦ δοῦναι τροφὴν ἢ ποτὸν ἤτοι θερμὸν ἢ ψυ‐ χρὸν ἐνέστηκεν, ὁπόσον χρὴ δοῦναι βεβαίως οὐκ ἴσμεν. | |
15 | ὡσαύτως δὲ κᾀπὶ τῶν καθαιρόντων φαρμάκων, ὅτι ἤτοι χολῆς ξανθῆς, ἢ μελαίνης, ἢ φλέγματος, ἢ τῶν ὀῤῥωδῶν περιττωμάτων ἐστὶ δοτέον τῷ κάμνοντι κενωτικὸν φάρμα‐ | |
κον ἀκριβῶς ἴσμεν ἐνίοτε, πόσον δὲ δοῦναι προσήκει οὐκ | 285 | |
11.286 | ἐπιστάμεθα. ἀλλὰ τοιαύτη μὲν ἡ δόσης ἐπανόρθωσιν οὐδε‐ μίαν ἔχει. τὸ γὰρ ἅπαξ εἰς τὴν γαστέρα καταποθὲν φάρμα‐ κον οὐ δύναται μὴ καταπεπῶσθαι πᾶν, οὐδ’ ἔστιν οἷόν τε μᾶλλον ἤδη καθαιρομένου τοῦ ἀνθρώπου μέρος ἀφελεῖν τι | |
5 | τοῦ προσενηνεγμένου. ἐπὶ δὲ τῆς φλεβοτομίας ἀγαθὸν τοῦτο μέγιστον ὑπάρχει, παύειν ὁπότε βούλοιο τὴν κένωσιν, εἶτ’ αὖθις πάλιν ἐν ᾧπερ ἂν ἐθελήσεις καιρῷ ῥεῖν ἐπιτρέπειν, ἄχρις ἂν ὀρθῶς ἔχειν σοι φαίνηται. διόπερ ἄμεινον ἐστὶν, ἐὰν μηδὲν ἐπείγῃ, τὴν πρώτην ἀφαίρεσιν ἐλλιπέστερον ποιησά‐ | |
10 | μενοι, ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλοιο, καὶ τρίτον. ἐφ’ ὧν οὖν ἐστὶ κενώσεως μὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ’ ἡ δύναμις, ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν, ὥσπερ ἀμέλει κᾀπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν ἐθεάσασθέ με πράττοντα. κενώσας γὰρ ὀλίγον αἷμα εὐθέως δίδωμι μελι‐ | |
15 | κράτου καλῶς ἡψημένου μετά τινος τῶν λεπτυντικῶν φαρμά‐ κων ἢ ὑσσώπου ἢ ὀριγάνου καὶ ποτὲ καλαμίνθης, ἢ γλήχωνος, ἢ καὶ μετὰ τοῦ μελικράτου, ἢ ὀξυμέλιτος, ἢ ὀξυγλυκέως, εἶτ’ | |
αὖθις ἐπαφαιρῶ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ἡμέρας, ἐνίοτε δὲ | 286 | |
11.287 | κατὰ τὴν ὑστεραίαν, ἐν ᾗ πάλιν ὁμοίως διδοὺς τῶν εἰρημένων τι φαρμάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ τὴν τρίτην ἡμέραν δὶς ὡσαύτως. ἀλλ’ ὅταν ᾖ ζέοντος αἵματος πλῆθος, ἀνάπτον ὀξύτατον πυρετὸν, ἀθρόας ἐστὶ κενώσεως χρεία. καὶ τοῦτο | |
5 | χρὴ πειρᾶσθαι κενοῦν, ἄχρι λειποθυμίας, ἐπισκεψάμενον τὴν ῥῶσιν τῆς δυνάμεως. ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφε‐ λεῖν εὐθέως ἤτοι κατὰ τὴν δευτέραν ἢ τὴν τρίτην ἢ τὴν τετάρ‐ την ἡμέραν. ἐνίοτε καὶ κατὰ τὴν πρώτην αὐτὴν, ὅταν μὲν πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς ἢ τὰ μέσα, καλῶς | |
10 | δ’ ᾖ πεπεμμένα τὰ κατὰ τὴν προτεραίαν ἐδηδεσμένα. τινῶν δὲ κατὰ τὴν προτεραίαν ἀνωμαλίαν ἵδρωτα ἢ ἄλγημα κεφα‐ λῆς ἢ ἄλλου τινὸς μέρους ᾐτιασμένων, καὶ διὰ τοῦτο ἐνδεῶς διαιτηθέντων, ἀρχομένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκού‐ σης, οἶδα κατὰ τὴν πρώτην ἡμέραν τελευτῶσαν ἀφελὼν | |
15 | αἵματος. ἐφ’ ὧν γὰρ ἄν σοι φαίνηται ζέοντος αἵματος πλῆ‐ θος, ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκήψει μόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τεμεῖν | |
ἐνίοτε φλέβα. γελοῖον γὰρ ὅπερ οἱ πολλοὶ πράττουσιν ἀπὸ | 287 | |
11.288 | δευτέρας ὥρας ἡμέρας ἄχρι εʹ ἢ στʹ ἀφαιροῦντες μόνον αἵμα‐ τος, ἐν ἄλλῳ δ’ οὐδενὶ χρόνῳ οὓς εἰ μὴ καὶ κλυστῆρσι καὶ τροφῆς προσφορᾷ καὶ τοῖς ἄλλοις βοηθήμασιν ἑώρων χρωμένους ἐν ἅπαντι καιρῷ τῆς νυκτὸς, ἐνῆν ἄν μοι χαλεπὸς | |
5 | ὁ πρὸς αὐτοὺς λόγος. ἐπεὶ δὲ πάντα πράττοντες οὐ τὸν ὡρισμένον ἀριθμὸν ὡρῶν ἕνα καὶ κοινὸν ἐπὶ πάντων τῶν νοσούντων, ἀλλ’ ὡς ἂν ὑπαγορεύῃ τὸ πάθος ἐπὶ μόνης τῆς φλεβοτομίας τὸν εἰρημένον ἀρτίως ἀεὶ περιμένουσι καιρὸν, εὐφωρότατον ἴσχουσι τὸ σφάλμα. τοὺς οὖν οὕτω διακειμέ‐ | |
10 | νους ἀῤῥώστους, ὡς εἰρήκαμεν, προσήκει μέχρι λειποθυμίας ἄγειν. ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας μὲν ἐξ ἀνάγκης ἐπὶ τῇ λειποθυμίᾳ, προσγενομένων δὲ νοτίδων ἐν ὅλῳ τῷ σώματι καὶ τῆς γαστρὸς καταῤῥαγείσης ἐν τάχει παυσαμέ‐ νους τῆς νόσου. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει | |
15 | τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος, ὥσπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων εἴωθα πράττειν τῶν φλεβο‐ τομουμένων, ὅπως μή ποτε λάθῃς αὐτὸν ἀντὶ λειποθυμίας | |
θάνατον ἐργασάμενος, ὅπερ οἶδα τρισὶν ἰατροῖς γενόμενον. | 288 | |
11.289 | ἐφλεβοτόμησεν εἰς μὲν αὐτῶν γυναῖκα πυρέττουσαν, ἑκατέρος δὲ τῶν ἄλλων ἄνδρα μέχρι λειποθυμίας τοσαύτης ὡς μηκέτι ἀναληφθῆναι. καὶ διὰ τοῦτο αὐτὸ βέλτιόν ἐστι φυλάττε‐ σθαι τὰς ἀθρόας κενώσεις, εἰ μή τις ἀνάγκη μεγάλη κελεύῃ. | |
5 | καὶ μέντοι καὶ ἡ ἀντίσπασις οὐ μικρὸν οὖσα βοήθημα καὶ διὰ φλεβοτομίας γιγνομένη πολλάκις ὅσῳ περ εἰς ἀριθμὸν πλέονα τὰς κατὰ μέρος ἀφαιρέσεις αὐξήσεις, τοσοῦτον δρα‐ στικώτερον γίνεται. ταῦτα μὲν οὖν ἀμείνω προεγνῶσθαι. Πάλιν δὲ ἐξ ἀρχῆς ἀνελθόντες ἐπὶ τὸ προ‐ | |
10 | κείμενον σκέμμα διέλθωμεν ὅσα γιγνώσκομεν ἀναγκαιότατα βουλομένοις ἀβλαβεῖς ἀεὶ τὰς φλεβοτομίας ἐργάζεσθαι. πρῶτον μὲν ἐπίστασθαι προσήκει τοὺς εἰρημένους σκοποὺς τοῦ βοη‐ θήματος αὐξομένους μὲν ἐνδείκνυσθαι πλέονα κένωσιν, ἐκλυο‐ μένους δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως, | |
15 | εἰς ὅσον ἐμειώθησαν αὐτοί. μέγεθος οὖν νοσήματος ἅμα ῥώμῃ δυνάμεως οἱ πρῶτοι σκοποὶ φλεβοτομίας ἦσαν, ὁ μὲν ὡς ἐνδεικνύμενος αὐτὸς ἃ χρὴ πράττειν, ὁ δ’ ὡς οὐ κωλύων | |
ἐκεῖνον, ὅπερ ἀντιενδείκνυσθαι καλοῦσιν ἔνιοι τῶν νεωτέρων | 289 | |
11.290 | ἰατρῶν. ἐνίοτε γὰρ ἡ μὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτο‐ μίαν, ἡ δ’ ἀῤῥωστία τῆς δυνάμεως κωλύει. τούτων δ’ ἀμφο‐ τέρων τῶν σκοπῶν ὑπαρχόντων, δῆλον μὲν, ὡς ἐλέχθη πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυμῶν ὠμῶν τοσούτων τε καὶ | |
5 | τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθημα. συνεπισκέπτεσθαι δ’ ἐφεξῆς ὁποία ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς μὲν γὰρ μεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε μετρίως καὶ μὴ λευ‐ κοὺς μηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’ ἐναντίους φειδομένως. αἷμά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφό‐ | |
10 | ρητόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις μέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας, μετὰ δὲ ταύτην ἐὰν αἷμα πάμπολύ τε φαίνηται ποτὲ ἠθροι‐ σμένον, ἥ θ’ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον φύσει καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις ἔτι μᾶλλον | |
15 | αἷμα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευμονίας, ἢ συνάγχης, ἢ πλευρίτιδος, ἢ τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσή‐ ματος. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον. | |
ἐὰν δέ σοι μετὰ ταῦτα ἐπισκεπτομένῳ δόξῃ τὰ τῆς δυνάμεως | 290 | |
11.291 | ἰσχυρὰ διαμένειν, ἥμισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν. ἔμαθες δὲ τῷ σφοδρῷ σφυγμῷ μετὰ ὁμαλότητος ὡς ἀψευ‐ δεῖ σημείῳ πιστεύειν περὶ δυνάμεως ἰσχυρᾶς, ἐξ ἐπιμέτρου δὲ καὶ τῷ μεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτας | |
5 | φλεβοτομήσεις ὧν εἴρηκα σφυγμῶν παρόντων, ἐπειδὰν ἡ διάθεσις κελεύῃ. εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε πολύαιμοί τινες ἅμα ῥώμῃ δυνάμεως, ὥσπερ ἕτεροι ξηροὶ, καὶ ὀλίγαι μοι καὶ ῥᾳδίως μελαινόμενοι πᾶν τὸ πληγὲν μέρος. οὐ προσέξεις οὖν τῷ ἀριθμῷ μόνον, καθάπερ ἔνιοι | |
10 | προσέχουσιν, ἀλλὰ τῇ τοῦ σώματος ἕξει. καὶ γὰρ ἑξηκον‐ τοῦταί τινες οὐκέτι φέρουσι φλεβοτομίαν, ἑβδομηκοντοῦται δὲ φέρουσιν. ἀλλὰ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων, εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνονται διάθεσιν ἀκμαστικῷ σώματι. | |
15 | Κάλλιστον μὲν πρὸ τοῦ διαιρεῖν τὴν φλέβα τὰ τοιαῦτα πάντα ἐπισκέπτεσθαι, καὶ μάλιστα περὶ αἱμοῤῥοΐδων ἐπισχομένων καὶ γυναικείας καθάρσεως. ὁπότε | |
γὰρ σχασθείσης τῆς φλεβὸς ῥέῃ τὸ αἷμα, τῇ μεταβολῇ μὲν | 291 | |
11.292 | αὐτοῦ, καὶ μάλισθ’ ὅταν ᾖ ἤδη φλεγμονὴ, καὶ τῷ τόνῳ δὲ τῆς ῥύσεως ὁκλάζοντι, μάλιστα δὲ τῇ μεταβολῇ τῶν σφυγ‐ μῶν ὡς ψευδεῖ γνωρίσματι προσέχειν δεῖ τὸν νοῦν καὶ παύειν αὐτίκα μεταβάλλοντος ἢ κατὰ μέγεθος ἢ κατὰ | |
5 | ἀνωμαλίαν ἡντινοῦν. περὶ μὲν γὰρ τῆς εἰς ἀμυδρότητα μεταβολῆς τί δεῖ καὶ λέγειν; ἔμαθες γὰρ ἐν τῇ ποιότητι ταύτῃ βεβαίαν γίγνεσθαι διάκρισιν ἰσχυρᾶς τε καὶ ἀσθε‐ νοῦς δυνάμεως. ἐφ’ ὧν δὲ ἐγγὺς τῆς διαιρουμένης φλεβὸς ἐστί τις φλεγμονὴ μεγάλη, κάλλιστον ἀναμένειν τὴν μετα‐ | |
10 | βολὴν τοῦ αἵματος ἔν τε τῇ χροιᾷ καὶ τῇ συστάσει, καθά‐ περ καὶ ὁ Ἱπποκράτης ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ πλευρίτιδος ποιούμενος τὸν λόγον. ἕτερον γάρ ἐστι τὸ κατὰ φλεγμονὴν αἷμα τοῦ κατὰ φύσιν, ἐπιθερμαινόμενον ἐπιπλέον, εἰ μὲν ἦν ἔμπροσθεν ὠμότερον, ἐρυθρότερον καὶ | |
15 | ξανθότερον γίνεται, εἰ δὲ τοιοῦτον ἦν ἔμπροσθεν, ἐπὶ τὸ μέλαν ἐκτρέπεται κατοπτώμενον, διὰ τοῦτο ἔγραψεν ἐπὶ τῶν πλευριτικῶν ὁ Ἱπποκράτης ὧδε· ὁποίαν δὲ χρὴ τέ‐ | |
μνειν τὴν ἐν ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν | 292 | |
11.293 | συχνὸν ἀφαιρήσειν, ἔστ’ ἂν ἐρυθρότερόν τε καὶ ξανθότερον πολὺ ῥυῇ, ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφό‐ τερα γὰρ γίνεται, σημεῖον γὰρ τίθεται τοῦ μετειλῆφθαί τι τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος εἰς τὴν τετμημένην φλέβα, | |
5 | τῷ φανῆναι μεταβολὴν ἐν αὐτῷ. οὐ μὴν ἐκ παντὸς τρόπου περιμένειν χρὴ ταύτην, ἀλλ’ ἔσθ’ ὅτε καὶ πρὸ τοῦ γενέσθαι παύεσθαι προσήκει διὰ διττὴν αἰτίαν, ἤτοι δυνάμεως ἀῤῥω‐ στούσης ἢ κακοήθους φλεγμονῆς, ἐνίοτε γὰρ οὐδὲν μεθίησιν, ἀλλὰ ἔσφικται σφοδρῶς. εἰ μέντοι ἡ δύναμις μὴ φαίνοιτο | |
10 | καταλυομένη διὰ τῆς κενώσεως, εἴδη δὲ τοῦτο τῶν σφυ‐ γμῶν ἁπτόμενος, ὅταν φλεβοτομούμενος ἀκμάζων εἴη, περι‐ μένειν προσήκει τὴν μεταβολὴν, καὶ μᾶλλον εἰ τὸ περιέχον εὔκρατον εἴη. δύο γάρ ἐστι ταῦτα δι’ ἃ μάλιστα γίγνεται στο‐ χαστικὸν τὸ ποσὸν τῆς κενώσεως ἐν τούτῳ τῷ βοηθή‐ | |
15 | ματι, τοῦ τε κάμνοντος ἡ φύσις ὁποία τίς ἐστιν ἀδυνατούν‐ των ἡμῶν ἀκριβῶς διαγνῶναι, τοῦ τε περιέχοντος ἡ κρᾶσις ὁποία τις ἔσται μετὰ τὴν φλεβοτομίαν. ὁπόταν γὰρ ἡ μὲν πυρετώδης θερμασία διαφορῇ πολὺ τοῦ αἵματος, ἐνδεῶς δ’ | |
ὁ κάμνων ᾖ διαιτώμενος, ἐξ ἀνάγκης ἐπιλείπῃ ταχέως αὐτὸν | 293 | |
11.294 | ἡ ἐκ τοῦ αἵματος τροφὴ, κᾀν τούτῳ καταλυθῇ ἡ δύναμις. ἐκδαπανᾶται δὲ διὰ μὲν τὴν κρᾶσιν τοῦ νοσοῦντος, ὑγράν τε καὶ θερμὴν οὖσαν, οἵα περ ἐστὶ καὶ ἡ τῶν παίδων, διὰ δὲ τὸ περιέχον ἐν χώρᾳ θερμῇ καὶ ὥρᾳ θερινῇ. διὰ τοῦτ’ | |
5 | οὖν ἔλαττον ἀφαιροῦμεν ἢ τὸ πλῆθος ὑπαγορεύει, κατὰ μὲν τὰς ἡλικίας ἐπὶ τῶν παίδων, κατὰ δὲ τὰς ἕξεις τοῦ σώματος ἐπὶ τῶν ἁπαλοσάρκων καὶ λευκῶν, οἷοί περ εἰσὶν οἱ Κελτοὶ, κατὰ δὲ τὰς ὥρας ὑπὸ τοῦ κυνός. παραπλησίως δὲ κατὰ τὰ χωρία καὶ τὰς καταστάσεις. καθ’ ἕτερον δὲ τρόπον, ὡς εἴρη‐ | |
10 | ται καὶ ἔμπροσθεν ἐπὶ τῶν ἐναντίων, ὅπερ ἐστὶν ἐπὶ τῶν ψυχρῶν ὡρῶν τε καὶ χωρῶν, εὐλαβούμεθα κένωσιν δαψιλῆ διὰ τὴν ἑπομένην κατάψυξιν. οὔκουν οἷόν τε διὰ γραφῆς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἓν ἀφορίσαι κενώσεως μέτρον. οἶδα γὰρ ἐπ’ ἐνίων μὲν αὐτάρκως ἀφελεῖν στʹ λίτρας αἵματος, ὡς | |
15 | τόν τε πυρετὸν αὐτίκα σβεσθῆναι καὶ μηδεμίαν ἀκολουθῆσαι κάκωσιν τῆς δυνάμεως· ἐπ’ ἐνίων δὲ μίαν καὶ ἡμίσειαν οὐκ ἄνευ τοῦ βραχύ τι παραβλάψαι τὴν δύναμιν, ἐφ’ ὧν εἰ δύο | |
τις ἐκένωσεν, ἔβλαψεν ἂν ἐσχάτως. διὰ τοῦτ’ οὖν οἶδα καὶ | 294 | |
11.295 | μίαν ἀφῃρηκὼς λίτραν ἐνίοτε ὠφελίμως, καί ποτε καὶ ταύτης ἐλάττονα, ἀπὸ φλεβὸς κατ’ ἀγκῶνα καὶ ἰγνύαν καὶ ἀστρά‐ γαλον, ὡς ἔκ τε τῶν παρὰ τοὺς μεγάλους κανθοὺς τῶν ὀφθαλμῶν ἢ ὑπὸ τὴν γλῶτταν, οὐδὲ ῥεῖν εἴωθεν ἀξιόλογον, | |
5 | ὥσπερ οὐδ’ εἴ τις ἐν ποσὶν ἢ ἄκραις χερσὶ τέμνει φλέβα, καθάπερ καὶ οἱ σπλῆνα θεραπεύσασθαι νομίζοντες ὑπὸ τῆς παρὰ τὸν δεύτερον τῶν μικρῶν δακτύλων φλεβὸς τμηθείσης, ὑπὲρ ἧς ἐπιπλέον ἐφεξῆς εἰρήσεται. Ὅσα οὖν καὶ περὶ τούτου τοῦ σκέμματος | |
10 | εἴρηται τοῖς ἰατροῖς εἰ γράφοιμι, δεήσει μοι βιβλίου μεγά‐ λου, καθ’ ἑαυτὸ δὲ πληρουμένου. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων ἃ μέχρι δεῦρο τοῦ λόγου διώρισται, τὴν ἐμαυτοῦ γνώμην ὑμᾶς ἀνέμνησα, τεθεαμένους ἐπὶ τῶν ἔργων αὐτὴν μαρτυρου‐ μένην, οὕτω καὶ νῦν πράξω, τὴν ἀρχὴν τοῦ λόγου ποιησά‐ | |
15 | μενος ἐκ τῶν ἐναργῶς ὁσημέραι θεωρουμένων ἐπὶ τῶν καμνόντων, ἃ πρῶτος Ἱπποκράτης ἀκριβῶς παραφυλάξας ἔγραψεν. ἔστι δὲ αὐτῶν ἓν μὲν καὶ πρῶτον κεφάλαιον· ὅσα | |
κατ’ ἴξιν αἱμοῤῥαγεῖ, μεγίστην ὠφέλειαν ἐπιφέρειν τοῖς νοσοῦ‐ | 295 | |
11.296 | σιν. τὸ δὲ κατ’ ἴξιν ὅτι κατ’ εὐθὺ λέγει, πᾶσιν ὡμολόγηται, σαφῶς αὐτοῦ κεχρημένου πολλάκις ἐπὶ τοῦδε τοῦ σημαινομέ‐ νου τῇ κατ’ ἴξιν φωνῇ. τὰ δ’ ἀνάπαλιν αἱμοῤῥαγοῦντα μηδὲν ὠφελεῖν ἢ καὶ βλάπτειν ἐνίοτε τῷ καταλῦσαι τὴν δύναμιν | |
5 | ἄνευ τοῦ τὸ πάθος κουφίσαι. οὔτε γὰρ ἐπὶ σπληνὶ μεγάλῳ μυκτὴρ δεξιὸς αἱμοῤῥαγήσας οὔτε ἀριστερὸς ἐφ’ ἥπατι φέρει τινὰ ὠφέλειαν, ἀλλὰ ἀντίσπασις μὲν ἐν τοῖς κατ’ εὐθὺ ἀντισπωμένοις ἐναργῆ τὴν ὠφέλειαν ἐν τάχει δεικνύει, ἐπὶ δὲ τοῖς ἀνάπαλιν οὐκέτι. δεξιοῦ μὲν οὖν αἱμοῤῥαγοῦντος | |
10 | μυκτῆρος ἡ κατὰ τὸ ὑποχόνδριον τὸ δεξιὸν ἐρειδομένη συκία σαφῶς ἵστησιν ἐν τάχει τὴν αἱμοῤῥαγίαν, ὥσπερ καὶ ἡ κατὰ τὸν ἀριστερὸν αἱμοῤῥαγοῦντος ἀριστεροῦ. καὶ φλεβοτομήσας δὲ χάριν ἀντισπάσεως, ἐπὶ μὲν ταῖς κατ’ εὐθεῖαν αἱμοῤῥα‐ γίαις ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν. ἔμπαλιν δ’ εἰ | |
15 | τέμνοις, οὐδὲν ὄφελος. Οὕτω τοίνυν καὶ σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράμεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν | |
ἐξ ἀριστερᾶς χειρὸς, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέμνῃς | 296 | |
11.297 | τὴν ἔνδον, ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπραγοῦντα κένω‐ σις αἵματος ἐξ ἀριστερᾶς χειρὸς, ἄμεινον δὲ μὴ ἅπαξ ἐκκενοῦν τὸ σύμμετρον, ἀλλ’ εἰς δύο μερίζοντας ἡμέρας. οὐ μὴν οἶδα κατὰ τί τοῖς ἰατροῖς ἠμέληται τοῦ φλεβοτομεῖν τοὺς σπλη‐ | |
5 | νώδεις. ἐγὼ γὰρ ἀεὶ μεγάλην ὠφέλειαν ἔγνων γινομένην, εἰ καὶ λίτραν τις ἐκκενώσειεν μίαν, ἀλλὰ τό γε ποσὸν τῆς κενώ‐ σεως ἐκ τῶν προειρημένων σκοπῶν χρὴ ποιεῖσθαι. καὶ μέν γε κᾀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος πλευ‐ ροῦ φλεβοτομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολ‐ | |
10 | λάκις, ἡ δὲ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ πάντως ἀμυδρὰν ἢ μετὰ χρόνον. ὀδύνας τε πολλάκις ὀφθαλμὸν ἰσχυροτάτας ἐντὸς ὥρας μιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβοτομία, τῆς ὠμιαίας καλουμένης φλεβὸς τεμνομένης. πειρᾶσθαι δ’ ἐπὶ πάντων παθῶν ἄμεινον ἦν ἐπὶ ταῖς φλεβοτομίαις μετρίαις | |
15 | γινομέναις τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι, ποτὲ μὲν ἐπὶ μιᾶς ἡμέρας, ὅταν οὕτω πράττειν ἐγχωρῇ, ποτὲ δὲ καὶ κατὰ τὴν ὑστεραίαν, πλὴν εἴποτε, ὡς ἔμπροσθεν εἴρηται, | |
μέχρι λειποθυμίας ἄγειν τὴν κένωσιν ἐπιχειροῖμεν. ἐπὶ μὲν | 297 | |
11.298 | οὖν τῶν ὀφθαλμῶν ἥ τ’ ὠμιαία καλουμένη φλὲψ ἥ τ’ ἐπ’ αὐτῆς κατασχιζομένη κατ’ ἀγκῶνα τμηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέλειαν ἐπιφέρουσιν. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας, ἢ πνεύμονος, ἢ διαφράγματος, ἢ σπληνὸς, ἢ ἥπατός τε καὶ | |
5 | γαστρὸς, ἢ διὰ μασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένη. τέμνειν δὲ καὶ ταύτην, μάλιστα μὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ μὴ, τὴν ἀπ’ αὐτῆς ἀποσχιζομένην εἰς τὴν καμπὴν τῆς διαρθρώσεως. ἴστε δή που μικρὸν ἔμπροσθεν ἀπὸ τῆς ὠμιαίας φλεβὸς ἀποσχίζεσθαι τὴν προειρημένην συνάπτουσαν | |
10 | αὐτήν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ’ ἀγκῶνα φλεβοτομίας εἰσὶν, ὅ τ’ ἔνδον καὶ ὁ ἐκτὸς καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος, ὁ δὲ ἐκτὸς ἐπὶ τῶν ὑπὲρ τούτων ἢ προσώπου ἢ κεφαλῆς. ὁ μέσος δὲ τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰς ἀπεσχισμένας φλέβας, | |
15 | εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινομένας, εἶτ’ ἐνταῦθα συναπτο‐ μένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταυτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν καμπὴν τῆς διαρθρώσεως, ἔστι δ’ ὅτε σαφῆ μὲν τὴν ἑτέ‐ | |
ραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν ἀσαφεστέρας | 298 | |
11.299 | οὔσης τῆς οἰκείας τῷ πάσχοντι μορίῳ φλεβὸς, ἐπί τινα τῶν μέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον. ἔστι δ’ ὅτε καὶ τὰς κατωτέρας τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ὅσαι κατὰ τὸν πῆχύν εἰσι, διαιρεῖν οὐδὲν κωλύει | |
5 | μὴ φαινομένων τῶν κατ’ ἀγκῶνα. καὶ τούτων αὐτῶν τὰς κατ’ εὐθὺ τοῖς πεπονθόσιν, οὕτω δ’ ἐναργῆ διὰ ταχέων ἐνίοτε τὴν ὠφέλειαν αἱ κατ’ εὐθὺ τῶν πασχόντων μορίων φλεβοτομίαι φέρουσιν, ὥστε καὶ τοὺς πάσχοντας αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν ἐκπλήττεσθαι πολλάκις. | |
10 | Ἐγὼ γοῦν οἶδα ποτε παρακληθεὶς ὑπό τινος οἰκοῦντος ἐν προαστείῳ τῆς Ῥωμαίων πόλεως ἀνδρὸς πλουσίου, θεάσασθαι τινὰ τῶν διοικούντων αὐτοῦ τὰ πράγ‐ ματα, κινδυνεύοντα τυφλωθῆναι, τοῦτο γὰρ ἐκεῖνος ἔλεγεν, ὀδυνώμενόν τε μεγάλως καὶ τοῦτο πάσχοντος σχεδὸν ἡμερῶν κʹ. | |
15 | ἦν δ’ ὁ τῆς οἰκίας τοῦ πλουσίου προϊστάμενος ἰατρὸς Ἐρασι‐ στράτειος. ἔργον πεποιημένος ἀπέχεσθαι φλεβοτομίας ἀεί. θεασάμενος οὖν ἐγὼ τὸν πάσχοντα, νεανίσκον ὄντα πο‐ | |
λύαιμον, ἀνελκώτους μὲν ἔτι τοὺς ὀφθαλμοὺς ἔχοντα, | 299 | |
11.300 | φλεγμονὴν δὲ μεγίστην ἔχοντα καὶ ῥεῦμα καὶ δασύτητα ἐν ἀμφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη τινὰς, ὑφ’ ὧν ἐπισκοτούμενος ἔτι καὶ μᾶλλον ὠδυνᾶτό τε καὶ παρωξύνετο τὴν φλεγμονὴν καὶ τὸ ῥεῦμα. ταῦτα θεα‐ | |
5 | σάμενος ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν μὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν τριῶν ἡμερῶν τοὐλάχιστον οὐκ ἐκ μακρῶν διαλειμμάτων ὑπ’ ἐμοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡμέ‐ | |
10 | ρας ἐμοί. καὶ μὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσομαι καὶ ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που ὥρας εʹ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵματος λίτρας γʹ, εἶτα ἄλλην μίαν ὥρας θʹ. ἐν αἷς ἀνακαλύψας μεγά‐ λως ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυ‐ | |
15 | ρίων μιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαμεν ἐπὶ τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς μίλης τοῦ πυρῆ‐ νος ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνομένης. ἐπράχθη δὲ | |
τοῦτο πρῶτον μὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θʹ. ἐφ’ | 300 | |
11.301 | αἷς ὑπαλείψεσιν ἐλούσατο περὶ δυσμὰς ἡλίου, κἄπειτα κατὰ τὴν ὑστεραίαν ἐκστραφέντων τῶν βλεφάρων, ὑπηλείψατο δὶς ἐπιμιχθέντος τῷ ἁπαλῷ κολλυρίῳ πολὺ πλείονος τοῦ δι’ οἴνου, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν ἐλούσατο. κατὰ δὲ τὴν ἑξῆς | |
5 | ἡμέραν ἕωθεν ἀπαντήσας τῷ πλουσίῳ κατά τι χωρίον ἔνθα τῶν ὀχημάτων ἀποβαίνειν εἰσὶν εἰθισμένοι, προσηγό‐ ρευσεν αὐτῷ, ἀνεωγόσι τε καὶ ἀφλεγμάντοις καὶ ἀρευματί‐ στοις τοῖς ὀφθαλμοῖς, ὁ πρὸ δύο ἡμερῶν οὐδὲ διανοῖξαι τὰ βλέφαρα δυνάμενος ὑπὸ τοῦ ῥεύματός τε καὶ τῆς ὀδύνης. | |
10 | ἔδοξεν οὖν τὸ πρᾶγμα μαγείᾳ τινὶ γεγονέναι παραπλήσιον, ὥστε ἐκεῖνόν τε αὐτὸν ἀνακραγεῖν θαυμάζοντά τε τὸ τά‐ χος τῆς θεραπείας, ἅπαντάς τε τοὺς μετ’ αὐτοῦ παραπλη‐ σίως βοᾷν, οὐχ ἡμῶν μέγα τι ποιησάντων, ἀλλ’ ἐκ τῆς πρὸς τὸν οἰκεῖον ἰατρὸν αὐτοῦ παραβολῆς μέγιστα κακὰ | |
15 | ὁρῶντα διὰ τὸ τῆς φλεβοτομίας δέος. ἔχρῃζε μὲν γὰρ ὁ κάμνων ἀποσμηχθῆναι τὰς ἐκ τῶν βλεφάρων δασύτητάς τε καὶ τραχύτητας, ἀδύνατον δ’ ἦν τοῦτο γενέσθαι χω‐ | |
ρὶς φαρμάκου δάκνοντος. οὐδὲν δ’ ἐδύνατο φέρειν τοιοῦτον | 301 | |
11.302 | ἄνευ τοῦ προκενωθῆναι. λέλεκται γὰρ ἤδη καὶ δέδεικται πολλάκις ἡμῖν ὡς ἅπαντα τὰ δριμέα φάρμακα προσφερό‐ μενα μορίοις τισὶν, ἐὰν μὴ κενὸν ᾖ τὸ σῶμα πᾶν καὶ ἀκριβῶς ἀπέριττον, ἐπισπᾶται ῥεῦμα καὶ φλεγμονὴν ἐργά‐ | |
5 | ζεται. τότε δ’ ὁ πλούσιος ἐπυνθάνετο τίς ἡ οὖν μαγεία τῆς θεραπείας ἐγίνετο, καὶ πάντ’ ἀκούσας τὰ πραχθέντα, ἀπ’ ἐκείνου τὸν Ἐρασιστράτειον ἰατρὸν αἱμοφόβον ὠνόμα‐ ζεν. αὕτη μὲν οὖν ἡ διήγησις ἀμφοῖν ἔνδειξιν ἔχει, τοῦ τε χρῆναι φλεβοτομεῖν τὰς τοιαύτας διαθέσεις, ὅπερ οὐκ ἦν ἡμῖν | |
10 | προκείμενον ἐν τῷ παρόντι λόγῳ, τοῦ τε φλεβοτομεῖν χρῆναι κατ’ εὐθὺ τῶν πασχόντων μορίων καὶ τὰς ὠμιαίας ἐντέμνειν φλέβας ἐπὶ τῶν ἀνωτέρων μερῶν τοῦ θώρακος πασχόντων. Ὥσπερ δὲ τὰ προειρημένα πάντα μόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτομίαις, ὡς εἴρηται, γιγνομέναις | |
15 | ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ἐπ’ ἰγνύων τε καὶ σφυρῶν. ἔστι δὲ τῶν προειρη‐ μένων κατωτέρω τὰ κατ’ ἰσχίον τε καὶ κύστιν καὶ μήτραν. | |
νεφροὶ δὲ ἐπαμφοτερίζουσι κάτω μὲν ὄντες ἤδη τῶν πρό‐ | 302 | |
11.303 | τερον εἰρημένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶ‐ νος ἐνίοτε φλεβοτομίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγμονὴ πρόσφατος εἴη καὶ πλῆθος αἵματος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου | |
5 | χρὴ τέμνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δὲ τῆς μήτρας φλεγμοναὶ μᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέ‐ λεσι φλεβῶν τεμνομένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρόν. ἐπέχουσι γὰρ ἐμμή‐ νους καθάρσεις, ἀντισπῶσαι τὸ αἷμα πρὸς τὰ τοῦ σώματος | |
10 | ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ μόνον ἀντισπάσαι, ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταμήνια. καὶ ὅταν γε τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ γυναικὶ περιόδου, προλαβὼν ἡμέρας ὡσεὶ γʹ, ἢ δʹ, ἤτοι φλέβα τεμὼν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ ἑτέρου τῶν σκελῶν ἀπο‐ | |
15 | κένωσον ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ θατέρου σκέλους, αὖθις ὁμοίως κένωσον ἅμα τῷ καὶ προ‐ νοεῖσθαι τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡμέραις, ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ | |
πέντε. γέγραπται δέ μοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς | 303 | |
11.304 | κατὰ ἰδίαν λόγος. ἀλλὰ γυναιξὶ καὶ ἄνευ τοιαύτης διαίτης ἱκανὰ προτρέψαι καταμήνια καὶ καλαμίνθην καὶ γλήχωνα. διδόναι δὲ αὐταῖς ἀφεψῶν ἐν μελικράτῳ καὶ ξηρὰ κόπτων καὶ διάττων λεπτῷ κοσκίνῳ καὶ τρίβων γε πάλιν χάριν τοῦ | |
5 | ποιῆσαι χνοῶδες, ἐπιπάττε τῷ μελικράτῳ. καιρὸς δὲ τῆς πόσεως ἄριστός ἐστι μετὰ τὸ βαλανεῖον, περιβεβλημέναις ταῖς σίνδοσι. ταῦτα μὲν οὖν ἐπιεικῆ φάρμακα, σφοδρότερα δὲ βράθυ καὶ δίκταμον. ἡ δὲ χρῆσις ὁμοία τοῖς προειρη‐ μένοις. δίδοται δ’ ἐν τούτῳ τῷ καιρῷ καὶ τὸ πικρὸν ἰδίως | |
10 | ὀνομαζόμενον φάρμακον, ὃ τὰς ρʹ ἔχει 𐅻 τῆς ἀλόης μιγνυμένας ταῖς τῶν ἄλλων φαρμάκων ἓξ ἑκάστου. κάλλι‐ στον δ’ ἐστὶν ὅταν λάβῃ κινάμωμον. ταῦτα μὲν ἐν παρέργῳ λελέχθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, διότι τῇ τοῦ αἵματος ἐκ μήτρας φορᾷ συνεργεῖ, μετὰ τῆς ἀπὸ τῶν σκε‐ | |
15 | λῶν κενώσεως, ἤτοι τῶν σφυρῶν ἀμυττομένων ἢ φλεβὸς τεμνομένης παρὰ τὸν ἀστράγαλον ἢ κατ’ ἰγνύαν. οἶδα δὲ καὶ ἰσχιάδας ἐν ἡμέρᾳ μιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν | |
σκελῶν κενώσεως, ὅσαι μὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωμένων | 304 | |
11.305 | αἵματος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγένοντο. διὸ καὶ συμ‐ φορώτερον τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτομίας ἢ ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειμένοις. ἀποχάραξις δ’ αὐτοὺς οὐδὲν ὀνίνησι σαφές. | |
5 | Συνελόντι γε μὴν εἰπεῖν τὰς μὲν ἀρχο‐ μένας φλεγμονὰς ἀντισπαστικῶς χρὴ κενοῦν, τὰς δὲ κεχρο‐ νισμένας ἐξ αὐτῶν, εἰ οἷόν τε, τῶν πεπονθότων· εἰ δὲ μὴ, τῶν ἐγγυτάτω τούτων. ἐπὶ μὲν γὰρ τῶν ἀρχομένων ἀπο‐ στρέψαι χρὴ τὸ ἐπιῤῥέον, ἐπὶ δὲ τῶν κεχρονισμένων αὐτὸ | |
10 | μόνον ἐκκενῶσαι τὸ εὐφηνωμένον ἐν τῷ πεπονθότι μορίῳ. κενωθήσεται δ’ ἄριστα τοῦτο διὰ τῶν συνημμένων φλεβῶν τοῖς κατ’ αὐτά. τούτῳ τῷ λογισμῷ καὶ ἡ πεῖρα μαρτυρεῖ. καὶ διὰ ταῦθ’ ὅσα κατὰ φάρυγγα καὶ ἀρτηρίαν φλεγμαίνει μεγάλως, ἐν ἀρχῇ μὲν ἡ κατ’ ἀγκῶνα, μετ’ ἐκείνην δὲ ἡ ἐπ’ | |
15 | αὐτῆς τῆς γλώττης βοηθεῖ μεγάλως, ἐντεμνομένων ἀμφοτέ‐ ρων τῶν ἐπ’ αὐτῆς φλεβῶν. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς σκιῤῥώδη λείψανα τῶν φλεγμονῶν ἡ παρὰ τὸν | |
μέγαν κανθὸν φλὲψ ὀνίνησι διαιρουμένη, καθάπερ γε τὰ | 305 | |
11.306 | τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν τῷ μετώπῳ φλὲψ τμηθεῖσα, τὰς δ’ ἀρχομένας τε καὶ τὰς ἀκμαζούσας ἢ ἐπ’ ἰνίου ἀντίσπασις διὰ σικύας, ἐνίοτε μὲν αὐτῆς μόνης, | |
5 | ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν γιγνομένης. προκεκενῶσθαι δὲ χρὴ τὸ σύμπαν σῶμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ὄπισθεν τῆς κεφαλῆς ὀδύνας ἀρχομένας καὶ ἀκμαζούσας ἡ ἐν με‐ τώπῳ φλὲψ ὠφελεῖ διαιρουμένη. τὰς μὲν γὰρ ἀντισπάσεις ἅμα τῇ κενώσει ποιεῖσθαι χρὴ μᾶλλον ἐπὶ τῶν ἀρχομένων | |
10 | ῥευμάτων. τὰς δὲ ἀπ’ αὐτῶν τῶν πεπονθότων μορίων ἢ τῶν πλησίον αὐτοῖς, ἐπὶ τῶν οἷον ἐσκιῤῥωμένων φλεγμο‐ νῶν. ἐφ’ ὧν δὲ σωμάτων οὐδὲν πάσχει μόριον οὐδέπω, φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων ἐπὶ μὲν εἰθισμένου τοῦ ἀνθρώπου νοσήμασιν ἁλίσκεσθαι πυρε‐ | |
15 | τώδεσιν ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέ‐ μεθα, πᾶν μέρος εἰς ἀφαίρεσιν αἵματος ὁμότιμον ἐστίν· | |
ὥσπερ γε καὶ εἰ ἀρθριτικὸς εἴη πᾶσι τοῖς ἄρθροις πεπον‐ | 306 | |
11.307 | θώς. οἷς δέ τι μέρος ἐξαιρέτως ἐνοχλεῖται μὴ προκενωθεῖ‐ σιν, οὐ χρὴ ποιεῖσθαι τὴν κένωσιν ὁμότιμον ἐξ ἁπάντων, ἀλλ’ ὡς ἐπὶ τῶν ἀρχομένων ἤδη πάσχειν. διὸ τοὺς μὲν ποδαγρικοὺς ἐπ’ ἀγκῶνος χρὴ κενοῦν, ἐπιληπτικοὺς δὲ καὶ | |
5 | σκοτωματικοὺς ἀπὸ τῶν σκελῶν μᾶλλον. εἰ δὲ δι’ αἱμοῤ‐ ῥοΐδος ἐπίσχεσιν ἐπὶ φλεβοτομίαν ἥκοις, εἰ μὲν ἐπέχειν αὐτὴν βούλοιο, τὰς ἐν ταῖς χερσὶν, εἰ δὲ προτρέψαι, τὰς ἐν τοῖς σκέλεσι χρὴ τέμνειν φλέβας. ἀλλ’ ἐπί γε τῶν ἐπε‐ σχημένων καταμήνια, τὰς ἐν σκέλει διαπαντός. οὐ | |
10 | γὰρ ὥσπερ ἐπὶ τῶν αἱμοῤῥοΐδων, ἔνιοι μὲν ἀπηλλάχθαι τῆς τοιαύτης κενώσεως ἐθέλουσιν, ἔνιοι δὲ ἔχειν ἀγαπῶσιν, οὕτω κᾀπὶ τῆς ἐμμήνου καθάρσεως. ἡ μὲν γὰρ ἐκ τῶν αἱμοῤῥοΐδων κένωσις ὕποπτός ἐστιν ἀμετρίαν τοσαύτην ἐλθεῖν, ὡς ἤτοι παραχρῆμα τὸν ἄνθρωπον ἀνελεῖν, ἢ ὑδε‐ | |
15 | ρώδη γε πάντως, ἢ καχεκτικὸν ἀπεργάσασθαι. ταῖς δ’ ἐκ τῶν μητρῶν κενώσεσιν ὡς ἂν κατὰ φύσιν οὔσαις οὐδὲν τοιοῦτον συμπίπτει. συμβαίνει μέντοι ἐνίοτε καὶ | |
τὰς μήτρας ἐξ ἀναβρώσεως αἱμοῤῥαγεῖν, ἐφ’ ὧν οὐκέθ’ ὁ | 307 | |
11.308 | αὐτὸς σκοπὸς τῆς θεραπείας ἐστίν. οὐ γὰρ φέρεσθαι τὸ αἷμα καθάπερ ἐκ τῶν καταμηνίων, ἀλλὰ παντάπασι στῆ‐ ναι βουλόμεθα. κοινὸς οὖν ἐπὶ τούτων ἁπάντων ἦρος εἰσβάλλοντος ἐπὶ φλεβοτομίαν ἡκόντων ὅδε ὁ λόγος ἐστὶν, | |
5 | εἰ μὲν ἐξαιρέτως ἀσθενές τι μόριον ἔχοιεν, ἐφ’ ὃ τὸ ἀθροιζόμενον πλῆθος διήκει, ἀντισπαστικῶς κενοῦν. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, ὅθεν ἂν ἑκάστῳ φίλον ᾖ, πλὴν τῶν δι’ αἱμοῤῥοΐδος ἐπίσχεσιν ἢ καταμηνίων, ὡς ὀλίγον ἔμπρο‐ σθεν διώρισται. | |
10 | Εἴρηται μὲν οὖν δυνάμει καὶ περὶ τού‐ του διὰ τῶν ἔμπροσθεν, ἄμεινον δὲ καὶ νῦν ἅπαντα διελ‐ θεῖν, ἀθροίζοντα μὲν εἰς ἕνα λόγον τοῦτον ὅσα πρόσθεν εἴρηται, προσεπιδιορίζοντα δὲ τὰ μὴ διωρισμένα. καθόλου μὲν οὖν τοῦτο γνωστέον, ὡς οὐ χρὴ προσέχειν ἡμερῶν | |
15 | ἀριθμὸν πρῶτον ἐπὶ φλεβοτομίας, ὥσπέρ τινες ἔγραψαν καὶ ἔνιοι μὲν πάνυ γελοίως μετὰ τὸν τῆς τρίτης παροξυ‐ σμὸν, ὁπόταν, ὡς φασὶν, ἤδη τινὰ διάγνωσιν ἔχωμεν ὁποία | |
τίς ἐστι κατά τε τὴν ἰδέαν καὶ τὸ ἦθος, ὅλην τε τὴν | 308 | |
11.309 | ἑαυτῆς φύσιν ἡ νόσος· ἔνιοι δὲ τὸν μὲν ἐξοχώτατον ὅρον τῆς φλεβοτομίας ὥρισαν εἶναι τὴν τετάρτην ἡμέραν, ἐντὸς δὲ αὐτῆς συγχωροῦσι φλεβοτομεῖν ἐν τοῖς τῶν παροξυσμῶν διαλείμμασι, ὁπότε ἐθελήσαιεν· ἔνιοι δὲ σπεύδουσιν ἀφαιρεῖν | |
5 | ἐφ’ ὧν ἂν ὁρίσωσιν αἵματος ἀφαιρέσεως εἶναι χρείαν, ἔτι μεταῤῥέοντος αὐτοῦ, καὶ μηδέπω κατεχομένου βεβαίως ἔν τινι μέρει δεξαμένῳ τὴν περιουσίαν ἓν μόνον ἐπισκοποῦν‐ τες, εἰ μὴ διαφθορά τις εἴη γεγονυῖα τῆς ἐν τῇ γαστρὶ πεπτομένης τροφῆς, ἢ βραδυπεψία τις, ἢ καὶ σιτία περιεχό‐ | |
10 | μενα κατ’ αὐτήν. ὅτι μὲν οὖν σπεύδειν προσήκει ἐφ’ ὧν ἐστι χρεία κενώσεως, εἰ μή που προπεφθῆναι δέον τὰ σιτία καὶ τοὺς κατὰ τὰς πρώτας φλέβας ἡμιπέπτους χυμοὺς, κάλλιστα λέγουσι καὶ πιστέον αὐτοῖς. ἀλλ’ ἐπεὶ πολλάκις ἡμέρας πέντε ἤδη ἢ ἓξ ἄγοντός τινος ἀπὸ τῆς ἀρχῆς ἐπὶ | |
15 | τὴν θεραπείαν αὐτοῦ καλούμεθα, καλῶς ἂν ἔχοι φλεβοτο‐ μεῖν, εἰ καὶ παρελείφθη τοῦ βοηθήματος ὁ πρῶτος καιρός. | |
ἐν ᾗ γὰρ ἂν ἡμέρᾳ τοὺς σκοποὺς τῆς φλεβοτομίας ἐπὶ | 309 | |
11.310 | τοῦ κάμνοντος εὑρίσκῃς, ἐν ἐκείνῃ πράξεις τὸ βοήθημα, κᾂν εἰκοστὴν ἡμέραν ἀπὸ τῆς ἀρχῆς ἔτυχεν εἶναι. τίνες δ’ ἦσαν οἱ σκοποί; μέγα τὸ νοσήμα, ῥώμη τῆς δυνάμεως ὑπεξῃ‐ ρημένης τῆς ἡλικίας παιδικῆς καὶ τοῦ περιέχοντος ἡμᾶς | |
5 | ἀέρος ἱκανῶς θερμοῦ. ἐπεὶ δὲ προκαταλύεται τοῦ χρόνου προϊόντος ἡ δύναμις ἐν τοῖς πλείστοις νοσήμασι, διὰ τοῦθ’ ὁ τῆς φλεβοτομίας καιρὸς ἀναιρεῖται τὸ πλῆθος τῶν ἡμε‐ ρῶν, οὐ πρῶτος τοῦτ’ ἐργαζομένου, ἀλλὰ διὰ μέσου, πρὶν καταλυθῆναι τὴν δύναμιν. ὥστ’ εἰ κατὰ τὴν δευτέ‐ | |
10 | ραν ἡμέραν μετὰ τὴν ἀρχὴν φαίνεται καταλυομένη ποθ’ ἡ δύναμις, ἀφεξώμεθα τῆς φλεβοτομίας. Ὅτι δ’ ἐν αὐτῇ πάλιν ἐκείνῃ τῇ ἡμέρᾳ, καθ’ ἣν φλεβοτομοῦμεν, ἐπιτηρῆσαι χρὴ τὴν παρακμὴν τοῦ πυρετοῦ, πρόδηλον εἶναι νομίζω. καίτοι γ’ ἐνίοις ἐστὶν | |
15 | οὐδὲ τοῦτο πρόδηλον, ὅσοι κελεύουσιν ἕωθεν μόνον φλεβο‐ τομεῖν, ἢ τὸ μακρότατον ἄχρι πέντε ἢ ἓξ ὠρῶν. ἀλλ’ εἰ | |
τῶν ἔμπροσθεν εἰρημένων ἐν ὅλῳ τῷ γράμματι μνημονεύει | 310 | |
11.311 | τις, οὐδὲν τοιούτων σφαλήσεται φλεβοτομῶν ἐν ἁπάσῃ μὲν ἡμέρας ὥρᾳ, πάσης δὲ νυκτὸς, σκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυρεττόντων τὴν παρακμὴν τῶν κατὰ μέρος παροξυσμῶν, ἐπὶ δὲ τῶν ἤτοι δι’ ὀφθαλμίαν ἢ δι’ ἄλλο τι τοιοῦτον | |
5 | δεομένων τοῦ βοηθήματος χωρὶς πυρετοῦ, οὐ τὴν παρα‐ κμὴν, οὐκ ὄντος γε ὅλως τοῦ πυρετοῦ, τὸ μέγεθος δ’ αὐτῆς τῆς ὀδύνης ἢ φλεγμονῆς ἢ ὅλης τῆς διαθέσεως, ἐν ᾗ τῆς φλεβοτομίας ἐστὶ χρεία. μηδενὸς δὲ τοιούτου κατε‐ πείγοντος ἢ κωλύοντος ἄμεινόν ἐστιν ἔωθεν φλεβοτομεῖν, | |
10 | οὐκ εὐθέως ἅμα τῷ τῶν ὕπνων ἐξαναστῆναι, προγρηγορή‐ σαντες δὲ χρόνον ὡς ὥρας μιᾶς, εἴρηται δὲ ὅτι καὶ λούειν τινὰς ἄμεινον, εἰ δὲ τοῦτο, καὶ προπεριπατήσαντας ἐνίους, ἐφ’ ὧν δὲ ἦρος εἰσβαλόντος ἐπὶ φλεβοτομίαν ἔρχεσθαι. διὰ προσδοκίαν πυρετῶν οἶδα φλεβοτομήσας ἐνίους καὶ μετὰ | |
15 | τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων, ἢ ἐν διδασκαλείοις, ἢ ἐργαστηρίοις, ἢ κατ’ ἀγορὰν, ἢ ἐπὶ τῆς οἰκίας. ὅ γε | |
μὴν τῆς ἐπαφαιρέσεως καιρὸς, ἐφ’ ὧν μὲν ἁπλῶς κενῶσαι, | 311 | |
11.312 | κᾂν δύο ταῖς ἐφεξῆς ἡμέραις γένηται, βέλτιον ἐστί. προσ‐ έχειν δ’ ἐν ἅπασι τοῖς τοιούτοις σε χρὴ τὴν δύναμιν τοῦ κάμνοντος, ἁπτόμενον τῶν αὐτοῦ ἀρτηριῶν. ἔνιοι γὰρ εὐπαθεῖς εἰσι τὴν δύναμιν, ὡς μὴ φέρειν ἀθρόαν κένωσιν, | |
5 | ἐφ’ ὧν ἀνακτησάμενος ἐν τῇ πρώτῃ τῶν ἡμερῶν τὸν κά‐ μνοντα, ἐπαφαιρεῖν ἐν τῇ δευτέρᾳ προσήκει. Ὅτι καὶ τὰς ἀρτηρίας φλέβας ὀνομά‐ ζουσιν οἱ παλαιοὶ καὶ ἡμῖν ἑτέρωθι δέδεικται καὶ πρὸ ἡμῶν ἄλλοις ὡμολόγηται. διά τε οὖν αὐτὸ καὶ προσέτι τὴν οἰ‐ | |
10 | κειότητα τῶν διδασκαλιῶν καὶ βραχύτητα τοῦ λόγου, κάλ‐ λιον ἔδοξέ μοι μὴ γράφειν ἕτερον βιβλίον ὑπὲρ ἀρτηριο‐ τομίας, ἀλλὰ τῷ τῆς φλεβοτομίας συνάψαι λόγῳ, καὶ τοῦτό γε αὐτὸ κατὰ τόδε τὸ μέρος, ἐν ᾧ σκοπούμεθα τίνας ἐπὶ τίσι μέρεσι πεπονθόσι προσήκει διαιρεῖσθαι φλέβας. ὡς γὰρ | |
15 | ἄλλας ἐπ’ ἄλλοις ἐδείξαμεν, οὕτω δὴ καὶ τὰς κατὰ τοὺς κροτάφους ἀρτηρίας καὶ τὰς τῶν ὤτων ὄπισθεν ἔθος ἐστὶ τοῖς ἰατροῖς διαιρεῖν, τὰς μὲν ἐν τοῖς κροτάφοις ἐπὶ | |
τοῖς ἐν ὀφθαλμοῖς ῥεύμασιν, ὅσα θερμὰ καὶ πνευμα‐ | 312 | |
11.313 | τώδη, τὰς δὲ ὄπισθεν τῶν ὤτων ἐπὶ σκοτωματικοῖς μά‐ λιστα καὶ ὅσοι χρονίοις ἀλγήμασι κεφαλῆς θερμοῖς καὶ πνευματώδεσι κάμνουσιν. ἤδη δὲ καὶ δι’ ἄλλα πάθη περὶ τὴν κεφαλὴν συνιστάμενα χρόνια κέχρηνται τινὲς ἀρτηριο‐ | |
5 | τομίᾳ τῶν ὤτων ὄπισθεν. οὐ μὴν ἐφ’ ἑτέρου γέ τινος μορίου πάσχοντος ἐχρήσαντο τῷ βοηθήματι, καίτοι τῶν πολλῶν δεομένων αὐτοῦ μᾶλλον ἢ φλεβοτομίας. ἔνθα γὰρ ἐνοχλεῖ θερμὸν αἷμα καὶ πνευματῶδες ἐν ταῖς ἀρτηρίαις ἠθροισμένον, ἐνταῦθα χρεία τῶν κοινῶν τῷ πάσχοντι μορίῳ | |
10 | τεμνομένων ἀρτηριῶν. ἀλλὰ διὰ τὸ δυσεπίσχετον τῆς ἀρ‐ τηρίας οὐ τολμῶσιν οἱ ἰατροὶ διαιρεῖν τὰς ἀρτηρίας, ὅπου γε καὶ φλεβοτομοῦντες τινὲς, ὅταν ἀρτηρίαν τρώσωσιν ἐν τῷ παραχρῆμα, δυσχερῶς ἱστῶσι τὴν αἱμοῤῥαγίαν, καὶ ὅταν τὰ βέλτιστα πράξωσιν, εἰς οὐλὴν τῆς διαιρέσεως ἰούσης | |
15 | ἀνεύρυσμα γίνεται. Καὶ μέντοι καὶ ἀποθανόντας τινὰς ἴσμεν ἐκ τῆς ὑποκειμένης ἀρτηρίας τῇ κατ’ ἀγκῶνα φλεβὶ | |
τῇ ἔνδον. ἐνίους μὲν ἐν τῷ παραχρῆμα διὰ τὸν περιβλη‐ | 313 | |
11.314 | θέντα βρόχον, ἐθελησάντων τε τῶν ἰατρῶν ἐπέχειν, ὡς τὴν αἱμοῤῥαγίαν εἰς γάγγραιναν ἐλθεῖν, ἐνίους δ’ ὕστερον ἐν τῇ τῶν ἀνευρυσμάτων χειρουργίᾳ διαφθαρέντας. ἀναγ‐ καῖον γὰρ ἐν ταύτῃ βρόχῳ διαλαμβάνεσθαι τὸ ἀγγεῖον. τὰς | |
5 | μὲν οὖν ἀξιολόγους κατὰ τὸ μέγεθος ἀρτηρίας διὰ ταῦτα φεύγουσιν οἱ ἰατροὶ, τὰς δὲ μικρὰς ὡς οὐδὲν μέγα δυνα‐ μένας ἀνύσαι. καίτοι καὶ αὗται πολλάκις ἡμῖν ὤφθησαν οὐ μικρὰν ὠφέλειαν ἐπιφέρουσαι μετὰ καὶ τοῦ συνουλοῦ‐ σθαι χωρὶς ἀνευρύσματος. καὶ μέντοι κᾂν μείζων ἀρτηρία | |
10 | ᾖ, καὶ αὐτὴ χωρὶς ἀνευρύσματος συνουλοῦται διαιρεθεῖσα πᾶσα. καὶ πολλάκις τοῦτο αὐτὸ τὸν ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον ἰάσατο. φαίνεται γὰρ σαφῶς ὅθ’ ὅλη δι’ ὅλης ἑαυτῆς ἐγκαρσίως διακοπῇ, τῶν μερῶν ἑκατέρων ἀνασπω‐ μένων ἑκατέρωσε, τὸ μὲν ἄνω τοῦ μορίου, τὸ δὲ κάτω. | |
15 | τοῦτο μέν γε καὶ ταῖς φλεψὶν, ἀλλὰ μετρίου ὑπάρχει, ταῖς δ’ ἀρτηρίαις ἀεὶ μᾶλλον τῶν φλεβῶν. ἔγωγ’ οὖν ὅθεν ὁρμηθεὶς ἐπὶ τὸ διαιρεῖν ἀρτηρίας ἧκον ἤδη σοι φράσω. | |
προτραπεὶς ὑπό τίνων ὀνειράτων δυοῖν ἐναργῶς μοι γενο‐ | 314 | |
11.315 | μένων ἧκον ἐπὶ τὴν ἐν τῷ μεταξὺ λιχανοῦ τε καὶ μεγάλου δακτύλου τῆς δεξιᾶς χειρὸς ἀρτηρίαν, ἐπέτρεψά τε ῥεῖν ἄχρις ἂν αὐτομάτως παύσηται τὸ αἷμα, κελεύσαντος οὕτω τοῦ ὀνείρατος. ἐῤῥύη μὲν οὖν οὐδ’ ὅλη λίτρα. παραχρῆμα δ’ | |
5 | ἐπαύσατο χρόνιον ἄλγημα κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος ἐρεῖ‐ δον, ἔνθα συμβάλλει τῷ διαφράγματι τὸ ἧπαρ. ἐμοὶ μὲν οὖν τοῦτο συνέβῃ νέῳ τὴν ἡλικίαν ὄντι. θεραπευτὴς δὲ τοῦ θεοῦ ἐν Περγάμῳ χρονίου πλευρᾶς ἀλγήματος ἀπηλλάγη δι’ ἀρτηριοτομίας ἐν ἄκρᾳ τῇ χειρὶ γενομένης, ἐξ ὀνείρατος ἐπὶ | |
10 | τοῦτο ἐλθὼν καὶ αὐτός. ἑτέρῳ δὲ τραύματος ἐν τῷ σφυρῷ γενομένου διαιρεθείσης ἀρτηρίας, οὐκ ἐπαύετο μὲν ἡ φορὰ τοῦ αἵματος, ἄχρι κληθεὶς ἐγὼ διέτεμον ὅλην αὐτὴν, εἶτα τῷ διὰ τῆς ἀλόης καὶ μάννης καὶ τοῦ λευκοῦ τῶν ὠῶν ἐχρησάμην φαρμάκῳ λαγῴαις ἀναλαμβανομένῳ θριξὶ, καὶ χωρὶς μὲν ἀνευ‐ | |
15 | ρύσματος ἐθεραπεύθη τὸ τραῦμα περισαρκωθέντος τοῦ στόματος τῆς ἀρτηρίας, ὁ δὲ ἄνθρωπος ἐτῶν ἤδη τεσσάρων ἐκ διαλειμμάτων οὐ μικρῶν ὀδυνώμενος τὸ ἰσχίον, ἐξ ἐκείνου | |
τελέως ὑγιὴς ἐγένετο. ταῦτα οὖν ἔπεισέ με πολλάκις ἐν ἄκροις | 315 | |
11.316 | τε τοῖς κώλοις, καὶ μέντοι καὶ κατὰ τὴν κεφαλὴν ἀρτηρίας διαιρεῖν, ἐπὶ πᾶσιν ἀλγήμασιν, ὅσα διὰ θερμὴν οὐσίαν ἢ πνευ‐ ματώδη τὴν γένεσιν ἔχειν ἔδοξεν, καὶ μάλιστα κατὰ τοὺς ὑμέ‐ νας, ὧν τὸ ἄλγημα νυγματῶδές τ’ ἐστὶ καὶ πλατυνόμενον | |
5 | ἀτρέμα, τῆς μὲν νυγματώδους αἰσθήσεως καθ’ ἕν τι μέρος ὡς ἂν κέντρον τοῦ πεπονθότος τόπου γινομένης, τάσεως δ’ | |
αἴσθησιν ἴσχοντος τοῦ περὶ τὸ κέντρον τοῦ μυὸς παντός. | 316 |