TLG 0057 069 :: GALENUS :: De venae sectione adversus Erasistrateos Romae degentes

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De venae sectione adversus Erasistrateos Romae degentes

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 11. Leipzig: Knobloch, 1826 (repr. Hildesheim: Olms, 1965): 187–249.

Citation: Volume — page — (line)

11

.

187

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΠΡΟΣ
t2ΕΡΑΣΙΣΤΡΑΤΕΙΟΥΣ ΤΟΥΣ ΕΝ ΡΩΜΗι.
1 Ὅτε τὸ πρῶτον ἧκον εἰς Ῥώμην, εὗρόν τινας ἰατροὺς εἰς τοσοῦτον φυλαττομένους φλεβοτομίαν ὥστε ἐνίοτε διὰ πλῆθος ἀνθρώπου πνιγομένου, μηδὲ τότε χρῆ‐ σθαι τῷ βοηθήματι. καί τινα γυναῖκα τῇ μὲν ἡλικίᾳ σχεδὸν
5ἐτῶν καʹ, ἐξ ἐπισχέσεως τῆς ἐμμήνου καθάρσεως ἐρυθρόν τε τὸ πρόσωπον ἔχουσαν καὶ βήττουσαν ἀτρέμα καὶ δυσπνοοῦ‐ σαν ἤδη που σμικρὰ διαδοῦντας ἐρίοις δεσμοῖς τὰ κῶλα καὶ
ἀσιτεῖν κελεύοντας, οὔτε δὲ αὐτοὺς φλεβοτομοῦντας ἡμᾶς τε187

11

.

188

κωλύοντας· ἐπεὶ ᾧ σύνηθες εἶναι τοῖς οἰκείοις τῆς γυναικὸς καὶ πρεσβύτεραι μᾶλλον ἐπιστεύοντο. πείθειν μὲν αὐτοὺς ἔτι περὶ τῆς φλεβοτομίας οὐδὲ ἐπεχείρησα, προσανηρώτησα δ’ εἰ μὴ κωλύοιεν ἐρεθίζειν ἐπὶ μήτραν τὸ αἷμα τοῖς τοῦτ’ ἐργά‐
5ζεσθαι δυναμένοις φαρμάκοις. ὡς δὲ συνεχώρησαν, ἑτοίμως τὴν συνήθη τῇ καμνούσῃ μαιεύτριαν ἐξευρὼν ἐπὶ τὴν χρῆσιν αὐτῶν προὔτρεπον. ἡ δὲ κεχρῆσθαι καθ’ ὃν ἐχρῆν καιρὸν ἔλεγεν, ἡνίκα ἐπίδοξος ἡ ἔμμηνος ἦν ἔσεσθαι κά‐ θαρσις. ἐμέμνητό τε τῶν φαρμάκων ἃ προσήνεγκε τῇ
10γυναικὶ, δοκίμων ἁπάντων ὄντων, ὡς μὴ δόξαι τινὰ τῇ τούτων ἀσθενείᾳ τὴν βοήθειαν ἄπρακτον γενέσθαι. ταῦτά τε οὖν ἐγὼ πυθόμενος, ἔτι τε πρὸς τούτοις ὅτι τέταρτος εἴη μὴν πεπλησμένος τῆς ἐπισχέσεως τοῦ αἵματος, αὖθις ἐντυχὼν τοῖς ἰατροῖς ἐπεχείρουν πείθειν ἐπὶ τὴν φλεβοτο‐
15μίαν ἀφικέσθαι. μὴ βουληθέντων δὲ θαυμάζων εἰ διὰ μὲν τῆς μήτρας ἐκκενῶσαι τὸ περιττὸν αἷμα σπουδάζουσιν, ἀνα‐
στομώσαντες δηλαδὴ φλέβας ἐνταῦθα πολλὰς, ἄλλης δέ188

11

.

189

τινος φλεβὸς τμηθείσης ἡγοῦνται βλαβερὰν ἔσεσθαι τὴν κένωσιν. τῶν δὲ εἰπόντων ὑπὸ μόνης τῆς ἀσιτίας κενωθῆναι δύνασθαι τὸ πλεονάζον αἷμα, χωρὶς τοῦ προσαχθῆναι βοή‐ θημα τοιοῦτον, σιωπήσας ἀπηλλαττόμην, οὐδὲν χρηστὸν
5ἐλπίζων ἐπὶ τῇ γυναικὶ, διά τε τὴν βῆχα καὶ τὴν δύσπνοιαν. ἢ γὰρ αἷμά τι πτύσειν αὐτὴν ἐκ θώρακος ἢ πνεύμονος, ἀγγείου ῥαγέντος, ἢ πάντως γε συναγχικὴν ἢ πλευριτικὴν ἢ περιπνευμονικὴν ἔσεσθαι προσεδόκουν. ἐβουλόμην τε μᾶλλον, ὡς ἐν κακῶν αἱρέσει, πλευριτικὴν γενέσθαι τὴν γυναῖκα, δεδιὼς
10τῆς μὲν ἐν συνάγχῃ τε καὶ περιπνευμονίᾳ τὴν ὀξύτητα τοῦ κιν‐ δύνου, τῆς δὲ ἐν τῷ πνεύμονι ῥήξεως ἀγγείου τὸ θανατῶδες, ὅπερ οὖν καὶ συνέβη γενέσθαι. βηξάσῃ γὰρ αὐτῇ συντονώτερον αἷμα συνανήχθη. καὶ ἤδη καὶ τῶν ἰδιώτων οὐκ ὀλίγοι τοῖς κωλύ‐ σασι φλεβοτομηθῆναι τὴν ἄνθρωπον ἐμέμφοντο. καὶ πάντως,
15εἰ καὶ μὴ πρόσθεν, ἀλλὰ νῦν γοῦν ἤλπιζον αἰδεσθέντας αὐτοὺς συγχωρῆσαι τῷ βοηθήματι. τῶν δὲ μηδὲ τότε ἐπι‐
τρεπόντων, ἀλλὰ τά τε τῶν κώλων δεσμὰ ἐπισφίγγειν σφο‐189

11

.

190

δρότερον ἀξιούντων, ἐρεθίζειν τε διὰ μήτρας, ἐπιμένειν τε ταῖς ἀσιτίαις, ἐγὼ μὲν ἐχωρίσθην, ὡς ἂν μηδὲν ἀνύσειν ἐλπί‐ ζων διά τε τὴν ἡλικίαν τῶν ἀνδρῶν καὶ τὴν δόξαν. ἡ γυνὴ δ’ ἀπέθανεν οὐ μετὰ πολὺν χρόνον, ἀνιάτῳ δυσπνοίᾳ συ‐
5σχεθεῖσα. καὶ μὲν δὴ καὶ συναγχικῶν ὑπὸ τῶν αὐτῶν τούτων ἰατρῶν κωλυθέντων φλεβοτομῆσαι διὰ ταχέων ἀποθανόντων. καὶ πάλιν ἄλλον τινὰ ἦρος ὥρᾳ, δι’ ὅλου μὲν τοῦ χειμῶνος ἐμπεπλησμένον ἄνευ γυμνασίων, ἐρυθροὺς δὲ οὕτω τοὺς ὀφθαλμοὺς ἔχοντα καὶ τὸ πρόσωπον ὅλον, ὡς εἰ καί τις μὲν
10ἐρείσας χαμαὶ τὴν κεφαλὴν, ὑψηλὰ δ’ ἀνατείνας τὰ σκέλη, χρονίσει ἐν τούτῳ τῷ σχήματι, πεμπταῖος οὗτος δυσπνοήσας ἐπνίγη. τετάρτην ἐπὶ τούτων γυναῖκα τῆς ἐμμήνου καθάρσεως ἐπεσχημένης οὐκ ὀλίγου χρόνου κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ θάνατον ἐποδήγουν οἱ τῆς φλεβοτομίας ἐχθροὶ, τὰς τρεῖς μὲν
15ἡμέρας ἐν πρώτοις ἐν ἀσιτίᾳ φυλάξαντες· καὶ γὰρ καὶ ὁ πυρε‐ τὸς ἦν αὐτῇ συνεχής· τῇ τετάρτῃ δὲ δόντες αὐτῇ ὀλιγοστόν τι ῥοφήματος, εἶτα τῇ πέμπτῃ πάλιν ἀσιτεῖν κελεύσαντες,
ἐν ᾗ καὶ παροξυνθεῖσα σφοδρότερον ἀνεπήδα τε παραφρονοῦσα190

11

.

191

καὶ διὰ τῶν θυρῶν ἐκτὸς ἔθει κεκραγυῖα, καὶ μόγις αὐτὴν οἱ παρόντες ἠδύναντο κατέχειν. ἀλλὰ ταύτην γε ἡ φύσις ἔσωσεν, αἷμα ἐκ μυκτήρων ἐκχέασα πάμπολυ. καὶ ἦν θαυμάσαι τε ἅμα καὶ διδαχθῆναι πηλίκην ἔχει δύναμιν εἰς τὴν τῶν
5τοιούτων παθημάτων ἴασιν αἵματος ἀφαίρεσις. αὐτίκα γὰρ ἐπὶ τῇ διὰ τῶν μυκτήρων αἱμοῤῥαγίᾳ πάντων ἀπήλλακτο τῶν συμπτωμάτων ἡ γυνή. ἔμπροσθεν μὲν οὖν ἐδεδίειν εἰς λόγους ἰέναι τοῖς ἰατροῖς, εἰκάζων ἃ μέλλουσιν ἐρεῖν εἰς τὸ μὴ χρῆ‐ σθαι τῇ φλεβοτομίᾳ. φανερῶς δὲ δοξάσης ἅπασι σωθῆναι
10τῆς γυναικὸς ἐπὶ τῇ κενώσει τοῦ αἵματος, ἀνέμνησα αὐ‐ τοὺς τῶν ἀποθανόντων, ὡς εἰ καί τις ἐκείνους ἐφλεβοτόμησεν, ἴσως ἂν ἐσώθησαν, ἔλεγόν τέ τινας ἐπὶ τούτων λογισμοὺς, οἱ δὲ περιέπλεκον μὲν ἄνω καὶ κάτω τοὺς λόγους ἑλίττοντες, ἐπέραινον δ’ οὐδὲν, ἀλλὰ καὶ τελευτῶντες ἐπὶ τὸν Ἐρασίστρα‐
15τον κατέφευγον, ἐν μὲν τῷ πρώτῳ περὶ αἵματος ἀναγωγῆς βιβλίῳ φάσκοντες ἀποδεδεῖχθαι πρὸς αὐτοῦ κάλλιον εἶναι τοῦ φλεβο‐
τομεῖν τὸ διαδεῖν τὰ κῶλα, κατά τε τὴν περὶ τῶν πυρετῶν191

11

.

192

πραγματείαν, μηδὲ ἐπιμνησθῆναι τὴν ἀρχὴν τῆς φλεβοτομίας αὐτὸν, ὡς ἂν ὧν δὴ ἔδειξεν ἐν τῷ περὶ αἵματος ἀναγωγῆς μεμνημένον. καὶ γὰρ ἂν ἦν, ἔφασαν, γελοῖος εἰ παραιτησάμε‐ νος τῆς φλεβοτομίας ἐπὶ τοῦ μάλιστα δεῖσθαι δοκοῦντος πά‐
5θους ἔμελλεν ἔτι περὶ τῶν ἄλλων ἐρεῖν. τὸν αὐτὸν δὲ τοῦτον Ἐρασίστρατον οὐ μόνον ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ σεσιγηκέναι περὶ τῆς φλεβοτομίας ἔλεγον, ἀλλὰ κᾀν ταῖς ἄλλαις ἁπάσαις. οὔτε γὰρ ἐν τῇ τῶν κατὰ τὴν κοιλίαν πα‐ θῶν οὔτε ἐν τῇ τῶν παρέσεων οὔτε ἐν τῇ περὶ ποδάγρας,
10ἀλλ’ οὐδὲ ἐν τῇ τῶν ὑγιεινῶν κεχρῆσθαι φλεβοτομίᾳ. καίτοι τὸ πλῆθός γε τοῦ αἵματος ἐν τοῖς ὑγιεινοῖς συγγράμμασι μάλιστα αὐτὸν αἰτιᾶσθαι τῶν νόσων. ἐμοῦ δ’ ἀποθαυμά‐ ζοντός τε τὰ λεγόμενα καὶ τοσοῦτον ἔτι προσανερωτήσαντος αὐτοὺς, εἰ μηδέποτε χρηστέον ἐστὶ φλεβοτομίᾳ, μηδ’ ἂν
15περιπνευμονικός τις εἴη ἢ συναγχικῶς πνιγόμενος τύχοι, μηδ’ ἂν ἐξ ἐπισχέσεως ἐμμήνου καθάρσεως ἢ αἱμοῤῥοΐδος ἐπὶ θώ‐ ρακα ὠθεῖται τὸ πλεονάζον αἷμα. καὶ πρὸς τούτοις ἀπεκρί‐
ναντο προχειρισάμενοι τοὺς ἐν τοῖς τῶν διαιρέσεων βιβλίοις192

11

.

193

Ἐρασιστράτῳ γεγραμμένους ἀῤῥώστους, καὶ μάλιστα αὐτῶν τὸν Κρίτωνα καὶ τὴν ἐκ τῆς Χίου παιδίσκην. τὸν μὲν γὰρ ἐξ ἀρχῆς συναγχικῶς ἐνοχλούμενον, ἅμα δὲ καὶ πληθωρικὸν ὄντα, καθάπερ αὐτὸς ὁ Ἐρασίστρατος ἔγραψεν· τὴν δὲ τῶν
5καταμηνίων ἐπεσχημένων καὶ τοῦ πλήθους ὁρμήσαντος ἐπὶ πνεύμονα μὴ φλεβοτομῆσαι τὸν ἄνδρα. λεγόντων δ’ αὐτῶν ἔτι ταῦτα Τεύθρας τις ἐμὸς πολίτης ἅμα καὶ συμφοιτητὴς, ἦν δὲ πάνυ τὸν τρόπον ἐλεύθερος, οὐ κάμψεις, ἔφη, τούτους ποτὲ, τοὺς μηδὲ ἄχρι τοσούτου σωφρονοῦντας, ὡς μεμνῆσθαι τῶν
10δι’ Ἐρασίστρατον ἀποθανόντων. διὰ τί γὰρ ἄλλο, ἔφη, τοὺς προκεχειρισμένους ὑπ’ αὐτῶν ἀῤῥώστους ἀποθανεῖν συνέβη, πλὴν ὅτι παρελείφθη τὸ τῆς φλεβοτομίας βοήθημα; διὰ τί δὲ ἄλλο τοὺς πρῲ ὑπὸ τούτων κωλυθέντας κενωθῆναι; καὶ πάντας ἑξῆς αὐτοὺς ὀνόματι κατέλεξεν ἅμα ταῖς διαθέσεσιν
15αἷς ἔσχον, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα. καὶ ταῦτα μειδιῶν ἀνελιττόμενος τὴν χεῖρα καὶ βίαιον ἐπισπασάμενος
ἀπῆγε τῶν ἰατρῶν. τῇ δ’ ὑστεραίᾳ προκομίσας τὰ τῶν διαι‐193

11

.

194

ρέσεων Ἐρασιστράτου βιβλία τοῖς φιλοσόφοις ἅπασιν ἀνεγί‐ νωσκε, ἅμα μὲν ἐπιδεικνὺς ὅτι δι’ Ἐρασίστρατον ἀπέθανον ἥ τε ἐκ τῆς Χίου παιδίσκη καὶ Κρίτων ἅμα προσκαλούμενος τοὺς πρεσβύτας ἰατροὺς εἰς διάλογον. ἐκεῖνοι μὲν οὖν οὐκ
5ἀφικνοῦντο, μικρότερον ἑαυτῶν εἶναι νομίζοντες ἁμιλλᾶσθαι νεανίσκῳ. συνέβη γάρ πως ἐν ἐκείνῳ τῷ χρόνῳ καθ’ ἑκά‐ στην ἡμέραν εἰς τὰ προβαλλόμενα λέγειν ἐν πλήθει. προεβλήθη μὲν οὖν ὑπό τινος, εἰ δεόντως Ἐρασίστρατος οὐ κέχρηται φλεβοτομίᾳ. διῆλθον δ’, ὡς ἔδοξε τοῖς τότε ἀκούσασιν, ὠφε‐
10λιμώτατον πρόβλημα. διὸ καὶ παρεκάλεσεν ὁ Τεύθρας ὑπα‐ γορεῦσαι μεταλελεγμένα τῷ πρὸς αὐτοῦ πεμφθησομένῳ παιδί. καὶ γάρ τοι καὶ μέλλων εἰς τὴν Ἰωνίαν ἐπιδημῆσαι καὶ ἐξορ‐ μήσασθαι πάντως ἔφασκεν ἔχειν αὐτὰ βούλεσθαι. ἐγὼ μὲν οὖν ἐπείσθην τε τῷ ἑταίρῳ καὶ τὸν λόγον ὑπηγόρευσα.
15συνέβη δ’ ἐκπεσεῖν εἰς πολλοὺς τὸ βιβλίον, οὐ κατὰ τὴν γνώμην ὑπ’ ἐκείνου διαδοθέν. ὁ γάρ τοι λόγος οὐ συγγράμ‐
ματι πρεπόντως, ἀλλ’ ἀκουστηρίῳ συνέκειτο, δεηθέντος τοῦ194

11

.

195

φίλου καθ’ ὃν ἐῤῥέθη τρόπον, οὕτως αὐτὸν ὑπαγορευθῆναι. ἀλλὰ καὶ τοιοῦτος ὢν καὶ πολλὰ λείποντα ἔχων ὡς τὸ τέλεον, ὅμως ἔοικεν ἠνυκέναι μεῖζόν τι τῆς ἐλπίδος. ἐπὶ γὰρ τοὐναν‐ τίον ἀφιγμένοι πάντες εἰσὶν οἱ νῦν ὀνομάζοντες ἑαυτοὺς Ἐρα‐
5σιστρατείους, ἐφεξῆς τε φλεβοτομοῦσιν ἅπαντας, οὐ μόνον οὓς ὀλίγον ἔμπροσθεν εἶπον, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν πυρέτ‐ τοντας. ὥστε κατὰ τὸν Στησίχορον ἔοικα δεήσεσθαι παλινῳ‐ δίας τινὸς, ἐν ᾗ παρακαλέσω τοὺς ἄνδρας ἐπὶ μὲν τῶν κατὰ τοὺς λόγους διατριβῶν ἐρίζειν εἰς ὅσον βούλονται, φεί‐
10δεσθαι δὲ τῶν ἀῤῥώστων ἀποθεμένους τὸ σφοδρὸν τοῦτο τῆς ἐφ’ ἑκάτερον ὁρμῆς. οὔτε γὰρ ἐπέχεσθαι χρὴ φλεβοτομίας διὰ παντὸς, οὐδ’ ἡγεῖσθαι πάντας ὅσους ἂν Ἐρασίστρατος ἀσι‐ τεῖν κελεύῃ δεῖσθαι φλεβοτομίας, ὅπερ οἱ νῦν Ἐρασιστράτειοί φασιν. οὐ μὴν οὐδὲ ῥᾷστον εἶναι πάντας τοὺς χρῄζοντας
15τοῦ βοηθήματος διαγνῶναι, καθάπερ οὐδὲ τὸ μέτρον εὑρεῖν ἢ τὴν τμηθησομένην φλέβα καὶ τὸν καιρόν. τόν τε Ἐρασί‐
στρατον αὐτὸν διὰ τοῦτο οἶμαι παραλιπεῖν ἐφ’ ἑκάστου τῶν195

11

.

196

παθῶν, ὥς γε σαφῶς ἐν τῷ μάλιστα δεομένῳ φλεβοτομίας ἐκώλυσε χρῆσθαι. ἀλλά τοι, φασὶν, ἀσιτεῖν κελεύων ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς αὐτοῖς ἔγραψε κατὰ λέξιν ὧδε· κενούμε‐ ναι γὰρ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα
5εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγ‐ μοναὶ ἔσονται. εἴπερ οὖν ὡς κενωτικὸν βοήθημα τὴν ἀσι‐ τίαν συμβουλεύει, πολὺ δήπου, φασὶ, μᾶλλον ἐπὶ φλεβοτομίας ἀφίξεται. ὅτι μὲν οὖν ἐπὶ φλεβοτομίαν ἐχρῆν ἔρχεσθαι μᾶλλον αὐτὸν ἔνθα ταχέως κενῶσαι βούλεται, κάλλιστα
10λέγουσι, πλὴν ὅτι κᾀνταῦθα παραλείπουσι τοὺς κωλύον‐ τας ἐνίοτε σκοποὺς, ὧν τοῦ λόγου προϊόντος ἐγὼ μνη‐ μονεύσω. Ζητεῖται δὲ νῦν οὐχ ἁπλῶς τί βέλτιον ἐστὶν, ἀλλ’ εἰ φαίνεται χρώμενος Ἐρασίστρατος τῷ βοηθήματι.
15τοῦτο δ’ οἱ μὲν ἔμπροσθεν, ἡνίχ’ ἧκον εἰς Ῥώμην τὸ πρῶ‐ τον, ἅπαντες ἠρνοῦντο τῶν Ἐρασιστράτου μαθητῶν, οἱ δὲ δοκιμώτατοι, οὓς αὐτὸς οἶδα, νῦν ὡς σμικρῷ τινι παραλ‐
λάττουσιν αὐτῶν. ἵνα γὰρ ἐάσας τοὺς ἄλλους Στράτωνος196

11

.

197

μνημονεύσω, διὰ παντὸς μὲν Ἐρασιστράτῳ συγγενομένου, γράψαντος δ’ ἐπὶ τῆς οἰκίας αὐτοῦ καὶ διὰ τοῦτο λεγο‐ μένου δεδουλευκέναι τἀνδρὶ, τά τ’ ἄλλα, φησὶν ἐκεῖνος, Ἐρα‐ σίστρατον ἐπαινεῖσθαι δίκαιόν ἐστι καὶ ὅτι χωρὶς φλεβο‐
5τομίας ἐθεράπευεν ἃ μετὰ τοῦ φλεβοτομεῖν οἱ πρόσθεν ἐπεχείρουν ἰᾶσθαι. καὶ μέντοι καὶ αὐτὸς ὁ Στράτων φαί‐ νεται διὰ τῶν ἰδίων συγγραμμάτων ἀεὶ τὰς θεραπείας χωρὶς φλεβοτομίας ποιούμενος. καὶ τί θαυμαστὸν Ἐρασίστρατον ἕπεσθαι τὰ πάντα Χρυσίππῳ τῷ Κνιδίῳ, προῃρημένον ἀπο‐
10στῆναι τοῦ φλεβοτομεῖν ὥσπερ κᾀκεῖνος; οὕτω δὲ καὶ Ἀρι‐ στογένης καὶ Μήδιος, οἵ τ’ ἄλλοι πάντες οἱ ἀπὸ τοῦ Χρυσίππου φαίνονται ποιοῦντες. ὅσον μὲν οὖν ἐπὶ τῇ τῶν καμνόντων σωτηρίᾳ, πολὺ βέλτιόν ἐστι πεπεῖ‐ σθαι φλεβοτομίᾳ χρῆσθαι τὸν Ἐρασίστρατον· ὡς δ’ ἐπὶ
15τοῖς νῦν Ἐρασιστρατείοις, ἄμεινον μὴ πεπεῖσθαι. μανίας γὰρ ἐσχάτης ἔργον οἴεσθαι διὰ τοῦτ’ Ἐρασίστρατον ἐφ’ ὧν εἰρήκαμεν ὀλίγον ἔμπροσθεν παθῶν σεσιγηκέναι τὴν
φλεβοτομίαν, ὅτι κενοῦσθαι τὰς φλέβας ἀξιοῖ καὶ τοῦτον197

11

.

198

τίθεσθαι τῆς θεραπείας τὸν σκοπὸν, ὅγε τοι τούτῳ πει‐ σθεὶς ἐφ’ ὧν ἂν εὕροι παθῶν Ἐρασίστρατον ἀσιτίαν συμβου‐ λεύοντα. πρόδηλον γὰρ ὡς τοῦθ’ ἕπεται τοῖς ὁμότιμον εἰποῦσιν εἶναι βοήθημα τὴν φλεβοτομίαν ταῖς ἀσιτίαις, εἰ δὲ
5οὐκ ἔστιν ὁμότιμον, ἀλλὰ δεῖταί τινων διορισμῶν, οὓς ὁ μαθὼν ἐξευρήσει, πηνίκα μὲν ἄμεινόν ἐστι διὰ φλεβοτομίας μόνης τὴν κένωσιν ποιεῖσθαι, πηνίκα δ’ ἤτοι δι’ ἀσιτίας μόνης ἢ δι’ ἀμφοτέρων, καταβάλλεται φανερῶς αὐτοὺς ὁ λόγος. ἔγραψε γὰρ ὁ Ἐρασίστρατος τοὺς διορισμοὺς ἐκείνους,
10εἴπερ, ὡς οὗτοί φασιν, ἔδοξε περὶ τῆς φλεβοτομίας ὡς ὁ λόγος αὐτῶν ἑαυτὸν περιτρέπει καθ’ ἑκάτερον. εἰ μὲν γὰρ ὁμότιμον ἐστὶ, διὰ τοῦτο παρέλιπεν ὁ Ἐρασίστρατος ἔν τε τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ καὶ ταῖς ἄλλαις ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα γράψαι τι περὶ φλεβοτομίας. εἰ δ’ οὐκ ἐστὶν
15ὁμότιμον πάντῃ τὸ τῆς φλεβοτομίας βοήθημα τῷ τῆς ἀσιτίας, οὐκ ὀρθῶς αὐτοὶ λέγουσιν ἐξ ὧν ἐπὶ τῆς ἀσιτίας ἔγραψεν, ἐκ τούτων ἡμᾶς χρῆναι τεκμαίρεσθαι περὶ τῆς φλεβοτομίας. καὶ
μὴν κατὰ τοῦτο πάλιν ὁ λόγος αὐτῶν ἑαυτὸν περιτρέπει, τὴν198

11

.

199

ἀσιτίαν ἀποφαίνων ἄχρηστον. εἴπερ γὰρ ὅτι κενουμέναις ταῖς φλεψὶ ἐν ταῖς ἀσιτίαις ἕπεται τὸ μειοῦσθαι τὰ πάθη, διὰ τοῦτο αὐτὰς παραλειψόμεθα, πολλῷ βέλτιόν ἐστι ἅπαξ ἐκκενώσαντας τὸ περιττὸν ἀποστῆναι τῶν ἀσιτιῶν, ἀηδίαν
5τε πολλὴν παρεχουσῶν τοῖς κάμνουσι καὶ ἀγρυπνίαν καὶ ἄσην ἐπιφερουσῶν, ἔτι τε στομάχου κάκωσιν καὶ χυμῶν διαφθορὰν καὶ γαστρὸς, ἐνίοτε καὶ οὔρων ἐπίσχεσιν. Ὅτι δὲ ὄντως Ἐρασίστρατος οὐ κέχρηται τῇ φλεβοτομίᾳ, δῆλον ἐναργῶς ἐστὶν ἐκ τῶν ἐν τοῖς διαιρέ‐
10σεων βιβλίοις γεγραμμένων ἀῤῥώστων, ἐφ’ ὧν διηγούμενος ἅπαντα τὰ πραχθέντα κατὰ τὴν θεραπείαν οὐδαμῇ φαίνεται φλεβοτομίας μνημονεύων. ἅπαντας μὲν οὖν αὐτοὺς προχειρί‐ ζεσθαι μακρὸν, ἀρκεῖ δ’ ἀναμνῆσαι μόνων ἐκείνων, ὧν ὀλίγον ἔμπροσθεν ἔφην τοὺς πρεσβύτας ἰατροὺς μνημονεῦσαι. γέ‐
15γραπται δ’ αὐτῶν ὁ μὲν ἐν τῷ προτέρῳ τῶν διαιρέσεων, ὁ δ’ ἕτερος ἐν τῷ δευτέρῳ. καίτοι καὶ νῦν ἤδη καιρὸς αὐτὰς τὰς λέξεις παραγράψαι, καθ’ ἃς ὁ Ἐρασίστρατος ἅπαντα διηγεῖ‐
ται τὰ γενόμενα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν τῷ προτέρῳ τῶν199

11

.

200

βιβλίων οὕτως ἔγραψε· τῇ ἐκ τῆς Χίου παιδίσκῃ τὰ μὲν γενόμενα τῶν καθάρσεων τοπρῶτον ἐπεσχέθη ἐπὶ πλείω χρόνον. ἔπειτα εἵπετο τὰ βηχία καὶ ἀναγωγὴ φλέγματος. χρόνου δὲ προϊόντος αἵματος ἀναγωγὴ ἐγένετο, κατὰ τὴν
5τῶν καθάρσεων περίοδον ἑαυτῇ ἠκολούθει, ἐνίοτε μὲν διὰ μηνῶν δʹ, ὁτὲ δὲ διὰ δύο. εἰ δέ πως ταῖς ἡμέραις ἐν αἷς αἱ καθάρσεις ἐγίνοντο καὶ ἡ ἀναγωγὴ συνέβαινεν, παρηκο‐ λούθει ἐφ’ ἡμέρας τρεῖς ἢ τέσσαρας· ὥστε παντάπασιν ἐμφαίνειν ὅτι ἀντὶ τῶν καθάρσεων ταύτην τὴν ἔκκρισιν λαμ‐
10βάνει. ἐπηκολούθει δὲ καὶ πυρετὸς ἐν ταύταις ταῖς ἡμέραις· ἔπειτα ἀπεκαθίστατο. ταῦτα προειπὼν ὁ Ἐρασί‐ στρατος ἐφεξῆς γράφει περὶ τῶν ἰαμάτων αὐτῆς ὧδε· ἐν δὲ τοῖς πρώτοις χρόνοις αὕτη ἐπεχείρησε θεραπεύεσθαι ποτή‐ μασί τε καὶ πυριάσεσι τῆς ὑστέρας καὶ προσθέτοις καὶ
15τῇ ἄλλῃ διαίτῃ πρὸς ταῦτα ἁρμοζούσῃ. ἦν γὰρ δή τις καὶ περὶ τὸ στόμα τῆς ὑστέρας οὐκ ἰσχυρὰ σκληρότης, οὐδαμῶς δὲ οὐδὲν ὑπακουούσης τῆς θεραπείας, ἀλλὰ κατά
τινα μίαν περίοδον εἰς τὴν ὀσφὺν βάρους ἀπαντήσαντος,200

11

.

201

ὑγρασίας δὲ οὐδεμιᾶς, οἵ τε πυρετοὶ συνεχέστεροι ἦσαν ἢ καὶ τῷ σώματι ᾧ ἐνεδίδουν καὶ βῆχες ἠκολούθουν σφοδραί. τῆς μὲν οὖν περὶ τὴν ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες ὑπολαμβάνοντες εἶναι τῶν πυρετῶν μενόντων καθάρσεις
5ποιεῖσθαι· τῇ δὲ λοιπῇ θεραπείᾳ χρώμεθα, ὡς εἰθίσμεθα πρὸς τὰ τοιαῦτα τά τ’ ἄλλα καὶ πρὸς τὴν θεραπείαν περίο‐ δον τῶν καθάρσεων προσλαμβάνοντες ὑπεστέλλομεν τὰ σιτία, καὶ ἡ μὲν τοῦ αἵματος ἀναγωγὴ οὐκ ἐγένετο ἀλλ’ ἢ ἅπαξ ἐπὶ βραχύ. ἀλλὰ μέντοι οὐδὲν ἔφρασεν, ἀλλά που καὶ ἀνέτρε‐
10χον ἤδη πυώδεις ἀναγωγαί. φλεβοτομίας λόγος ἐνταῦθα οὐδεὶς, καὶ προσῆκόν γ’ ἦν, ὡς ἅπαντες ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης ἔμπειροι, τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπὸ φλεβο‐ τομίας ποιεῖσθαι. ἴσως τις φήσει τούτων τῶν ἅπανθ’ ἑτοίμως λέγειν οὐκ ὀκνούντων, ὡς οὐ παρ’ Ἐρασιστράτου τῆς θερα‐
15πείας προσισταμένου ταῦτ’ ἐγένετο. διηγεῖται δὲ αὐτὰ νῦν ἡμῖν ἕνεκα τοῦ μηδὲν τῶν πραχθέντων λαθεῖν. ἀλλ’ ἐξελέγξει γε τούτους τὸ ἐπιφερόμενον, ἔνθα φησὶ, τῆς μὲν οὖν περὶ τὴν
ὑστέραν θεραπείας ἀπέστημεν, ἐργῶδες ὑπολαμβάνοντες εἶναι201

11

.

202

τῶν πυρετῶν μενόντων τὰς καθάρσεις ποιεῖσθαι, τῇ δὲ λοιπῇ θεραπείᾳ χρώμεθα πρὸς τὰ τοιαῦτα, τά τε ἄλλα καὶ πρὸς τὴν θεραπείαν περίοδον τῶν καθάρσεων προσλαμβάνοντες ὑπεστέλλομεν τὰ σιτία. ἐν τούτοις γὰρ ὁ Ἐρασίστρατος
5ἐνδείκνυται σαφῶς οὐχ ἑτέρων θεραπείαν διηγούμενος, ἀλλ’ ἑαυτὸν συναριθμῶν τε καὶ συνεπιγράφων ἅπασι τοῖς πρα‐ χθεῖσι περὶ τὸν ἄνθρωπον. τὸ γὰρ ἀπέστημεν, καὶ ἀπο‐ λαμβάνοντες, ἔτι τε τὸ χρώμεθα καὶ τὸ προσλαμβάνον‐ τες, ἔτι τε πρὸς τούτοις τὸ ὑπεστέλλομεν τὰ σιτία, προδή‐
10λως ἐνδείκνυται δυοῖν θάτερον, ἤτοι γ’ αὐτὸν ἐξηγεῖσθαι τῆς θεραπείας τὸν Ἐρασίστρατον ἢ τοῖς ὑφ’ ἑτέρου γιγνομένοις ἀρέσκεσθαι. καὶ μὴν εἴπερ ἠρέσκετο τοῖς πραττομένοις, ἐναρ‐ γὲς ἂν εἴη τεκμήριον αὐτοῦ τῆς γνώμης ἣν εἶχε περὶ φλεβοτο‐ μίας. τὸ γὰρ ὑποστέλλειν τὰ σιτία δυοῖν τούτοιν τὸ ἕτερον,
15ἤτοι ἀφαιρεῖν τελέως ἢ μειοῦν. ὅπερ ἐπὶ τῆς νοσούσης ὁ Ἐρασίστρατος ἔφη πεπρᾶχθαι, καθ’ ὃν καιρὸν τῆς καθάρσεως περίοδος ἦν, ὡς ὡμολόγει τοῖς ἄλλοις συγγράμμασι ἅπασιν
αὐτοῦ, καὶ ταῖς φλεβοτομίαις μὲν οὐδαμόθεν χρώμενος, συμ‐202

11

.

203

βουλεύων δ’ ἀσιτεῖν. εἰ μή τι ἄρα κᾀνταῦθα φήσουσί γε φλεβοτομεῖσθαι μὲν τὴν γυναῖκα, παραλελεῖφθαι δὲ ἐν τῇ διη‐ γήσει τὸ βοήθημα, νοούντων ἡμῶν αὐτὸ προσῆχθαι, κᾂν μὴ ῥηθῇ. τί δή ποτ’ οὖν καὶ περὶ τῆς ἀσιτίας οὐκ ἐσίγησε,
5νοεῖσθαί τε δυναμένων καὶ ταῦθ’ ὁμοίως; ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ποτημάτων καὶ τῆς πυριάσεως καὶ τῶν προσ‐ θέντων. εἰ γὰρ μηδ’ ὅλως ἐγέγραπτο πρὸς Ἐρασίστρατον, πάντως ἄν που συνήκαμεν ὑπὸ τῶν ἰατρῶν αὐτὰ πεπρᾶ‐ χθαι. ὡς τό γε συνιέντων πεπραγμένον, εἰ καὶ μὴ ἐγέ‐
10γραπτο, κοινὸν ἁπάντων ἐστὶ τῶν βοηθημάτων. ἀλλ’ Ἐρα‐ σίστρατός τε διηγεῖσθαι πάντα προὔθετο, σαφηνείας ἀκρι‐ βοῦς ἕνεκεν, ἵνα μή τις τὴν ἐξουσίαν ἔχῃ τὰ μὲν προστι‐ θέναι τῶν βοηθημάτων, ὡς προσαχθέντα τῇ καμνούσῃ, τὰ δ’ ἀφαιρεῖν, ὡς παραλειφθέντα, πρὸς τῷ καὶ μάχεσθαι τῇ
15τούτων δόξῃ τὴν διήγησιν αὐτοῦ. εἰ γὰρ ὅλον ἐφλε‐ βοτομήθη τὸ γύναιον, ἡ ἀσιτία μάτην παρελαμβάνετο. μᾶλ‐
λον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐ μάτην μόνον, ἀλλὰ καὶ203

11

.

204

πρὸς κακοῦ. δείξω γὰρ ὀλίγον ὕστερον τοῦτο, νῦν δὲ ὅτι μάτην ἁρμόττει πρὸς τὸν ἐνεστῶτα λόγον. ἐπεὶ γὰρ ἐν τῷ καιρῷ τῆς κατὰ περίοδον καθάρσεως ἐπὶ θώρακα φερομένου τοῦ περιττοῦ κίνδυνος ἦν αἷμά τι πτύσαι τὴν
5γυναῖκα, μειῶσαι τὸ πλῆθος ὁ Ἐρασίστρατος βουλόμενος ἐπὶ τὴν ἀσιτίαν ἀφίκετο προδήλως ματαίαν οὖσαν, εἴπερ ἡ φλε‐ βοτομία παρείληπτο, καθ’ ἣν ἐν ἀκαρεῖ χρόνῳ ῥᾷστον ἦν ἐκκε‐ νῶσαι τὸ περιττὸν τοῦ αἵματος. οἱ γοῦν θεραπεύοντες ἐν Ῥώμῃ τὰς γυναῖκας αὐτῇ τοῦ συμβαίνοντος ἐμπειρίᾳ μάλιστα
10ἐπείσθησαν, ἐπὶ μὲν τὴν φλεβοτομίαν ἔρχοντες κατὰ τὸν καιρὸν ἐκεῖνον ᾧ ἐπίδοξος ἡ φορὰ γενέσθαι τῶν καταμηνίων, μήτε δ’ ἡσυχίαν προστάσσειν μήτ’ ἀσιτίαν, ἀλλὰ καὶ μελίκρατον διδόναι καὶ τροφῆς ὑγραινούσης δαψιλῶς καὶ λουτροῖς χρῆ‐ σθαι συγχωρεῖν, ἐφ’ οἷς εἴωθεν εἰς ταὐτὸν, ὅτε γε μετρίως
15ἀφαιρεθῶσι τοῦ αἵματος, ἡ κάθαρσις ἐπιφαίνεσθαι, καὶ μάλισθ’ ὅτε κατ’ ἰγνὺν παρὰ σφυρὸν ἡ φλεβοτομία γένηται. ὡς εἴγε φλεβοτομήσας τις ἀσιτεῖν προστάξειεν, οὐ μόνον ἐπίσχῃ τὸ
τῶν ἔμπροσθεν μηνῶν, ἀλλὰ καὶ τὰς ἀμέμπτως κενουμένας204

11

.

205

ἐπισχεθήσειεν νῦν καθάρσεις. ξηραίνεται γὰρ ἐν ταῖς ἀσιτίαις καὶ παχύτερον ἑαυτοῦ γίνεται τὸ αἷμα, καὶ διὰ τοῦτο δύσρουν ἀποτελεῖται. λουομέναις δ’ αὐταῖς καὶ μελικράτου μὲν προσ‐ λαμβανούσαις, ἐς ὕστερον δέ τινα σιτία καὶ πινούσαις οἴνου μήτε
5αὐστηροῦ μήτε παχέος αἱ καθάρσεις ἐπιγίνονται. διὰ τοῦτο οὖν ἔφην οὐ μόνον ἐκ περιττοῦ παραλαμβάνεσθαι τὰς ἀσιτίας ἐπὶ ταῖς φλεβοτομίαις, ἀλλὰ καὶ πρὸς κακοῦ. τῇ δὲ ἐκ τῆς Χίου παιδίσκῃ καὶ ἐξ αὐτῶν τῶν ἐπιγινομένων εὔδηλόν ἐστι παραλε‐ λεῖφθαι τὴν φλεβοτομίαν· αἵματός τι γὰρ ἔπτυσεν, οὐκ ἂν,
10εἴπερ ἐκενώθη, πτύσασα, καὶ μετὰ δυσπνοίας ἀπέθανε, οὐκ ἂν οὐδὲ τοῦτο παθοῦσα. μεγίστην δὲ βάσανον ἡ φλεβοτομία παρεῖχε κατὰ τοὺς ἡμετέρους καιροὺς ἐν Ῥώμῃ διὰ τὸ πλῆθος τῶν γυναικῶν ὕδωρ ψυχρότατον ἀπὸ χίονος πινουσῶν, ἤτοι μηδ’ ὅλως ἢ ἐλλειπῶς καθαίρεσθαι. ἀλλ’ ὅμως ταύτας ἰατροὶ φλε‐
15βοτομοῦντες ὑγιαινούσας διαφυλάττουσιν, ὡς μήθ’ αἷμα πτύσαι μήτε πλευρίτισι ἢ περιπνευμονίαις ἢ κυνάγχαις ἁλῶναι.
οὔκουν οὐδὲ ἐκ τῆς Χίου παιδίσκην ἤκουσαν ὑπ’ Ἐρασιστρά‐205

11

.

206

του φλεβοτομηθῆναι. οὔτε γε ἂν ἐν τῇ τῶν ἄλλων διηγήσει παρέλιπεν ὡς μικρόν τι βοήθημα τῆς φλεβοτομίας, οὔτ’ ἂν ἐκεῖνος διὰ τὴν ἀσιτίαν, οὔτ’ ἂν ὅλως ἀπέθανεν ὑπὸ τοῦ πλήθους ἡ γυνὴ πνιγεῖσα. περὶ μὲν δὴ ταύτης ἀποχρήσει
5πρός γε τὸ παρόν. ἐπὶ δὲ τὸν Κρίτωνα μεταβάντες ἤδη παρα‐ γράψομεν αὐτῇ λέξει τὴν Ἐρασιστράτου διήγησιν ὧν ἔπαθεν ὁ ἄνθρωπος. ἔχει δὲ οὕτως· Κρίτωνι ἡ μὲν ἀρχὴ τῆς ἀῤῥω‐ στίας ἐγένετο πληθώρα. συνέβη δὲ αὐτὸν ἐμπεσεῖν εἰς πλήθη συναγχικά. ἔστι δὲ τὸ γινόμενον φλεγμονὴ τῶν τε παρισθμίων
10καὶ τῆς ἐπιγλωττίδος. συμβαίνει οὖν τοὺς εἰς ταῦτ’ ἐμπίπτον‐ τας πνίγεσθαι, καὶ ἐὰν μὴ θᾶττον βοηθῶνται, συντόμως ἀπόλλυσθαι. ἐν τούτοις οὖν ὄντος τοῦ Κρίτωνος τῇ μὲν πρώτῃ ἡμέρᾳ βοηθοῦμεν πυριῶντες σπόγγοις τὸν εἰθισμένον τρόπον, ὁπότε διελείποιμεν τὰ καταπλάσματα ἐπιθέμενα,
15ὥστε διὰ παντὸς ἐν θεραπείᾳ εἶναι. ἐδόθη δὲ αὐτῷ καὶ κατα‐ πότια τὰ διὰ τοῦ καστορίου πρὸς τὸ τὴν κοιλίαν ὑπάγειν, καὶ πρὸς τούτοις ὑπήκουσεν ἀστείως. οὐδένα λανθάνειν οἶμαι
τὴν ἐπιμέλειαν τῆς διηγήσεως ἁπάντων τῶν πραχθέντων206

11

.

207

ἐπὶ τοῦ Κρίτωνος. καὶ γὰρ διὰ τῶν σπόγγων πυρίαν εἶπε καὶ τὴν τῶν καταπλασμάτων χρῆσιν, ἔτι τε τὴν τῶν καταποτίων. ἆρ’ οὖν ὅτι μὲν ἐπυριάσθη διὰ τῶν σπόγγων ἐδήλωσε καὶ τἄλλ’ ἑξῆς ἐπιμελῶς διηγήσατο, περὶ δὲ τῆς φλεβοτομίας
5ἑκὼν ἐσιώπησεν, ὅτι μικρότερον ἦν δηλαδὴ τοῦτο τὸ βοή‐ θημα. μεμνῆσθαι δ’ οὐ προσήκει μοι τῶν πάνυ μικρῶν ἐν τοιαύταις διηγήσεσιν. ἀλλά τοι κᾀνταῦθα μετ’ ὀλίγα πάλιν αὐτὸς ὁ Ἐρασίστρατος ἐρεῖ. ἐφαίνετο οὖν ἡμῖν μετάστασιν εἰληφέναι τὰ πάθη, ἐπί τε τὸν πνεύμονα καὶ τὸ ἧπαρ καταῤ‐
10ῥυῆσαι μὲν αὐτῷ τὴν συνάγχην, αὐξηθῆναι δὲ τοὺς πυρετοὺς ἄνευ τῇ καθ’ ὑποχόνδριον ἐντάσει τὴν μετάσχεσιν ἐλογίσατο γεγενῆσθαι τῶν παθῶν. ἔνθα τε καὶ μάλιστα τὸν νοῦν προσέ‐ χειν ἀξιῶ σκοπούμενον οἷόν τί σοι διὰ τῆς λέξεως ταύτης, ἐν ᾗ φησι μετάστασιν εἰληφέναι τὰ πάθη, πότερον αὐτῶν τῶν
15φλεγμαινόντων μορίων μεταβάντων ἢ τοῦ αἵματος, ὃ τὴν φλεγμονὴν αὐτῶν εἰργάζετο, μεταῤῥυέντων. ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ πρότερον μὲν τῶν προειρημένων μηδὲ νοηθῆναι δύνασθαι,
τὸ δεύτερον δ’ ἐξ αὐτῶν εἶναι τὸ ἀληθές. ἐγὼ μὲν γὰρ ἐνίοτε207

11

.

208

τὸ κατασκῆψαν εἰς τὸ μόριον πλῆθος ἴσχων, εἶτ’ αὐτὸ διώ‐ σασθαι τῆς ἐν ἐκείνῳ δυνάμεως ἐφ’ ἕτερόν τι μεθίσταται. τοῦτο τοίνυν φαίνεται καὶ τῷ Κρίτωνι συμβὰν, ἀλλ’ ὅμως οὐδὲ τότε φλεβοτομίας ἐμνημόνευσεν ὁ Ἐρασίστρατος. ἀλλὰ
5τί φησι; κατεπλάσσετο καὶ τὸν θώρακα ὅλως καὶ τὰ ὑποχόν‐ δρια. ὥσπερ δὲ ἐκ τῶν κατὰ τὴν ἐπιγλωττίδα καὶ τὰ παρί‐ σθμια μορίων ἡ τοῦ πλεονάζοντος αἵματος ἐπὶ τὰ κάτω χωρία μετάστασις ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον αὖθις ἐκ τῶν κάτω μερῶν ἐπὶ τὴν κεφαλὴν ἀνεχθέντος αὐτοῦ τοὺς μὲν
10πυρετοὺς καὶ συνέβη λωφῆσαι, σύμπτωμα δ’ ἐπιγενέσθαι τὴν τῶν νεύρων ἀρχὴν ἐνδεικνύμενον πάσχειν. ἄκουσον δὲ καὶ ταύτης τῆς Ἐρασιστράτου ῥήσεως. ὄντος δ’ αὐτοῦ ἀπὸ μὲν γὰρ τῆς ἀρχῆς δεκαταίου, ἀπὸ δὲ τῆς ἐπιστάσεως ἑκταίου, ὅ τε πυρετὸς εὖ μάλα ἐπανῆκεν καὶ παραστροφή τις ἐγένετο τοῦ τ’
15ἰνίου, ὀψὲ δὲ τῆς ὥρας ἀναισθησία τις ἐγένετο, ὥστε καὶ τὸ οὖρον ἐκ τοῦ στρώματος προΐεσθαι, καὶ μετ’ οὐ πολὺ ἐπίστα‐ σις τοῦ πυρετοῦ. εἶτα ἐπιφέρων φησίν· ἐφαίνετο οὖν ἡμῖν
πάλιν μετάστασιν εἰληφέναι τὰ πάθη ἐπὶ τὴν κεφαλὴν, καὶ208

11

.

209

κατὰ μὲν αὐτὴν τὴν μετάστασιν ἐπανηκέναι τὸν πυρετὸν, ὕστερον δὲ πάλιν ἐπιτετακέναι ἐμπαθῆ γενόμενον τῶν περὶ τὴν κεφαλήν. εἴπωμεν ἤδη τι καὶ ἡμεῖς ἐπὶ τῇδε τῇ ῥήσει πρὸς τὸν ἄνδρα. κάλλιστα λέγεις ὦ Ἐρασίστρατε μετάστασιν
5ἐπὶ τὴν κεφαλὴν γεγονέναι τῶν παθῶν. ἄμεινον δ’ ἦν εἰ μὴ τῶν παθῶν εἴποις, ἀλλὰ παθῶν αἰτίου πλήθους. ὥσπερ οὐκ ἄν τις φαίη τὰ μέρη τοῦ σώματος αὐτὰ τὰ πάσχοντα εἰληφέναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὰ πάθη. βέλτιον γὰρ οἶμαι φάναι παύσασθαι μὲν τὰ πρότερα πάθη, γενέ‐
10σθαι δ’ αὖθις ἕτερα τῆς αἰτίας μεταστάσης, ἥτις ἦν, ὡς αὐ‐ τὸς ἐν ἀρχῇ τῆς ὅλης διηγήσεως ἔφη, πληθώρα. ταύ‐ την οὖν εἴπερ ἐκένωσεν, οὐκ ἂν οὔθ’ ὁ κύων κατὰ τὴν ἐπι‐ γλωττίδα τούτων εἰς τὸ κάτω τὴν μετάστασιν ἔλαβεν οὔτ’ αὖθις ἐκεῖθεν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθη. ὥστε φαίνεται καὶ
15Κρίτων ὁμοίως τῇ Χίᾳ γυναικὶ διὰ τὸ παραλειφθῆναι τὴν φλεβοτομίαν ἀποθανεῖν. ἀλλὰ τοῦτο μὲν δοκεῖ καὶ αὐτὸς ὁ Ἐρασίστρατος αἰθέσθαι. τί γάρ φησι; τοῦτο ἐδόκει αἰτία
τῆς ἀπωλείας γενέσθαι τὰ ἐπὶ τὸν πνεύμονα ἐπενεχθέντα,209

11

.

210

πλὴν ὅτι κακῶς οὐκ ἔφθασεν ἐκκενῶσαι ταῦτα, καίτοι γινώ‐ σκων εὐθὺς ἐξ ἀρχῆς ὡς πληθωρικὴ διάθεσις εἴη περὶ τὸν ἄνθρωπον. ἐὰν οὖν τις ἐθέλῃ κατασκευάζειν ὡς οὐκ εἰκὸς ἦν Ἐρασίστρατον ἰατρὸν ἄριστον ὄντα, καὶ μέντοι καὶ
5γνόντα Κρίτωνι μὲν ἐκ πληθώρας συμβῆναι τὰ πάθη, τῇ δὲ ἐκ τῆς Χίου παιδίσκῃ διὰ τὴν τῶν ἐμμήνων ἐπίσχεσιν, ἑκόντα παραλιπεῖν ἀφαίρεσιν τοῦ αἵματος, ἀλλ’ ἀφαιρεῖσθαι μὲν αἵματος καὶ τοῦτον καὶ ἐκείνην, παραλελεῖφθαι δὲ ἐν τῇ διηγήσει, τί κωλύει κᾀμὲ λέγειν ὅ τί περ ἂν ἄλλο βούλωμαι
10τῶν κενωτικῶν βοηθημάτων, προσενηνέχθαι μὲν τοῖς κά‐ μνουσι, παραλελεῖφθαι δὲ ἐν τῇ διηγήσει; καὶ τίς νοῦν ἔχων ἰατρὸς ἀνέξεται ταῦθ’ ἡμῶν λεγόντων; ὅπως γε καὶ τὰ μέχρι θανάτου συμπτώματα ταῦτ’ αὐτοῖς φαίνεται διὰ πλῆθος γινό‐ μενα καὶ αὐτὸς ὁ θάνατος οὐ δι’ ἄλλην τινὰ αἰτίαν ἀκολου‐
15θήσας ἢ τὴν τὸ μὴ κενωθῆναι τὸ πλῆθος; τίς δ’ ἀνέξεται λεγόντων ἀνθρώπων τὰ μὲν μικρὰ τῶν πραχθέντων ὑπ’ Ἐρασιστράτου γεγράφθαι, φλεβοτομίαν καὶ κάθαρσιν ὑπ’ ἐλλεβόρου τε καὶ σκαμμωνίας, ὅτι παντί πως ἐπίδηλα,
παραλελεῖφθαι; εἰ γὰρ ἐκ τοῦ μόνον εἰπεῖν τὸ κοινὸν ὡς ἡ210

11

.

211

πληθώρα κενώσεως δεῖται, δεδήλωται φλεβοτομία, διότι τῶν κενωτικῶν ἢ βοηθημάτων, τί κωλύει καὶ τῶν ἄλλων ἕκαστον ἐρῆσθαι τῶν κενωτικῶν; μὴ τοίνυν μόνην τὴν φλε‐ βοτομίαν ὑπ’ Ἐρασιστράτου προσῆχθαι τοῖς κάμνουσι λεγέτω‐
5σαν, ἀλλὰ καὶ τἄλλα πάντα, κλυστῆρας, ἐμέτους, καθάρσεις, λουτρὰ, γυμνάσια, τρίψεις, αἰωρήσεις, χρίσματα, θερμαίνοντα καταπλάσματα, πάνθ’ ἑξῆς ὅσα ἐκεῖνος. εἰ δ’ οὐκ ἀρκεῖ μόνον ὅτι κενωτέος ὁ κάμνων ἐστὶν, οὐδὲ τούτων τὸ τέλος ὑπάρχει τῆς τῶν βοηθημάτων διδασκαλίας, ἀλλὰ πρῶτον μὲν προσθεῖναι
10χρὴ τὸν τρόπον τῆς κενώσεως, εἶτα τὴν ὕλην εἰπεῖν δι’ ἧς ἄριστα πραχθήσεται, καὶ ταύτῃ προσθεῖναι τὸν καιρὸν καὶ τὸ μέτρον καὶ τρόπον τῆς χρήσεως, ὅτε κοινὸν εἰπὼν σκοπὸν τῶν βοηθημάτων οὐδέπως κατὰ μέρος οὐδὲν εἰρηκέναι. εἰ γὰρ ἀρκεῖ τὸ κοινὸν εἰπεῖν, ἐκ περιττοῦ μνημονεύει καταπλασμά‐
15των τε καὶ ἀσιτίας καὶ πυρίας τῆς διὰ σπόγγων. εἰ τὸ μὲν κατάπλασμά τε καὶ τὴν ἀσιτίαν οὐκ ἂν ἡμεῖς εὕροιμεν ἄνευ τοῦ παρ’ ἐκείνου μαθεῖν; ἡ φλεβοτομία δὲ ἐστὶ δήλη πᾶσι,
κᾂν Ἐρασίστρατος μὴ λέγῃ.211

11

.

212

Ἀλλὰ κᾂν τοῦτό τις αὐτοῖς συγχωρήσῃ, καί‐ τοι φανερῶς ὂν ἄτοπον, ἄλλα μεγάλα καὶ πολλὰ λείπεται σκέμματα τῷ μέλλοντι χρήσασθαι προσηκόντως τῷ βοηθήματι. πρῶτον μὲν εἰ μηδὲν διαφέρει τέμνειν ἡντινοῦν φλέβα, καθά‐
5περ οἴονταί τινες, ἢ καθ’ ἕκαστον τῶν πεπονθότων μορίων ἴδιαι φλέβες εἰσὶν αἱ ταχέως ἐκκενοῦσαι τὸ πλῆθος αὐτῶν. δεύτερον δ’ ἐπὶ τούτῳ σκέμμα, πότερον ἅπαξ ἢ πλεονάκις ἀφαιρεῖν προσήκει. καὶ τρίτον δ’ ἐπ’ αὐτοῖς σκοποὺς ἐξευρεῖν, οἷς προσέχων τις ἀκριβῶς στοχάσαιτο τοῦ μέτρου τῆς κενώ‐
10σεως. καὶ τέταρτον ὁ καιρὸς ἐν ᾧ χρὴ μάλιστα ποιεῖσθαι τὰς φλεβοτομίας, εἰ μηδέν ἐστιν ἐξαίρετον, αὐτὸ τοῦτο σὺν ἀπο‐ δείξει διδάξεται. τῷ μὲν οὖν ὅλως ἀποστάντι φλεβοτομίας οἴχεταί τε καὶ συνανῄρηται τούτων ἁπάντων ἡ σκέψις, τῷ προθεμένῳ δ’ ἐξ ἀνάγκης ἕπεται. καὶ γάρ τοι κᾀπὶ τῶν
15ἄλλων βοηθημάτων ἁπάντων ὁ αὐτός ἐστι λόγος, οἷον ἐλλε‐ βόρου, σκαμμωνίας, οἴνου, λουτροῦ, σιτίων. εἰ μὲν γὰρ μηδ’
ὅλως ἐστὶ χρηστέον ἐπὶ τῶν νοσούντων ὁτῳδήποτε τῶν εἰρη‐212

11

.

213

μένων, οὔτε καιρὸς οὔτε ποσότης οὔτε τρόπος τῆς χρήσεως οὔτ’ ἄλλο οὐδὲν ἔτι καὶ ζητηθήσεται τῷ καθ’ αὑτό. προσιε‐ μένῳ δὲ τὴν χρῆσιν ἀναγκαῖόν ἐστι περὶ τούτων πάντων διελθεῖν, οὐ μόνον ἐπὶ τῶν δραστικῶν βοηθημάτων, ἐν οἷς εἰ
5παροφθείη τι σμικρὸν, ἡ βλάβη μεγίστη δι’ αὐτὸ γίνεται τοῖς νοσοῦσιν, ἀλλὰ κᾀπὶ τῶν ἐλαττόνων. καὶ φαίνεται τοῦτο οὕτως γινόμενον ἑκάστης ἡμέρας ἐπὶ πάντων τῶν νοσούντων. οὐδεὶς γοῦν εἰπὼν ἰατρὸς, ἄνθρωπος οὗτος τραφήτω, χαρίζε‐ ται, μήτε τὸν καιρὸν ἔτι προσθεὶς, ἐν ᾧ κελεύει τραφῆναι
10τὸν κάμνοντα, μήτε τὸ σιτίον ὁρίσας αὐτὸ, μήτε τὴν ποσό‐ τητα μήτε τὴν σκευασίαν, ἢ τὴν τῆς χρήσεως τάξιν, ἀλλ’ ἕκα‐ στον τούτων ἀκριβῶς. ἐκδιηγεῖται τοῖς παροῦσιν ὅπως δεῖ πρα‐ χθῆναι. καὶ τοίνυν καὶ γράφουσιν ἐν τοῖς βιβλίοις ἅπασιν ἐφ’ ὧν ἂν πράττουσι βοηθημάτων ἑξῆς ταῦτα σύμπαντα, καί
15τινές γ’ αὐτῶν, ὅσοι οὐ μακρολογώτεροι, χρονίζουσιν τῇ διηγήσει, οὐ μακρολογίαν, ἀλλ’ ἐπιμέλειαν ἡγούμενοι τὴν τοιαύτην διδασκαλίαν. Ἱπποκράτης μὲν ἐν τοῖς πλείστοις τῶν ἑαυτοῦ
συγγραμμάτων ἐσχάτως βραχύλογος ὢν, ὅμως οὐκ ὀκνεῖ γρά‐213

11

.

214

φειν ἐπὶ τῆς φλεβοτομίας οὔτε τὸ μέρος τοῦ σώματος, ἐν ᾧ χρὴ τμηθῆναι τὸ ἀγγεῖον, οὔτε τὸ μέτρον τῆς κενώσεως οὔτε τὸν καιρόν. Ἐρασίστρατος δὲ, ὃν οἱ νῦν Ἐρασιστράτειοί φασι χρῆσθαι φλεβοτομίᾳ, μακρολογώτερος ὢν, ὡς ὀλίγον ὕστερον
5δείξω, πρῶτον μὲν οὐδὲ αὐτὸ τὸ ὄνομα ὑπέμεινε προσγράψαι τῆς φλεβοτομίας ἅμα τοῖς ἄλλοις βοηθήμασι· εἶτα παρέλιπεν ἑξῆς πάντα τὰ κατειλεγμένα καὶ τὸν καιρὸν καὶ τὸ μέτρον καὶ τόπον ἀγγείου καὶ τρόπον χρήσεως, ὁ μηδ’ ὡς χρὴ τὰ καταπλά‐ σματα ἐφ’ ἕκαστον τῶν νοσούντων προσφέρειν ἢ τὴν μᾶζαν
10φυρᾷν, ὀκνῶν προσγράφειν, ὁ μηδὲ περὶ τῆς τῶν λαχάνων ἑψήσεως σιωπῶν. ἄκουσον γοῦν ἃς γράφει κατὰ τὴν περὶ τῆς κοιλίας πραγματείαν προσφοράς. τὴν μὲν πρώτην προσφο‐ ρὰν ἄλφιτα κριμνώδη πεφρυγμένα εὖ ἀποσεσεισμένα. ὅταν δὲ προσφέρεσθαι μέλλῃ, ἔν τινι ψυκτῆρι ἐπιχέοντα ὕδωρ φυρά‐
15σαντα διδόναι, μηδ’ εἰς ἅπαξ δὲ ἅπαν ὃ ἂν μέλλῃς διδόναι φυράσας, ἀλλὰ δὶς ἢ τρὶς, ὅπως μὴ ξηρὰ γενομένη ἡ μᾶζα δυσάλωτος μὴ πολὺ τὸ ὑγρὸν ἀναδέξηται. οὐδὲν γὰρ τούτων
χρήσιμον. προσεσθίειν δὲ διδόναι τῶν κιχωρίων συχνὰ εἰς214

11

.

215

ὄξος μὴ δριμὺ ἐμβάπτοντας καὶ ἐπὶ τῶν σιτίων ἀναλίσκειν. ἑφθὰ κιχώρια ἑψῆναι δεῖ δύο παρασκευάζοντας χυτρίδας, καὶ εἰς μὲν τὴν μίαν ἐμβάλλοντας ἑψεῖν, ὅταν δὲ ἤδη καθεψηθέντα εὖ μάλα ᾖ καὶ ἡ ἑτέρα χύτρα τοῦ ὕδατος ζέῃ, μεταγγίζειν αὐτὰ
5εἰς τὴν ἑτέραν. εἶναι δὲ δέσμια ὅπως εὐμετάθετα ᾖ. συνεψή‐ σαντα δὲ καὶ ἀποχέοντα τὸ ὕδωρ ἀρτύσαι ἁλὶ καὶ ἐλαίῳ καὶ διδόναι προσφέρεσθαι. ἆρ’ ἐπινοεῖς ἔτι δύνασθαί τι ἐπιμελέ‐ στερον γράψαι τὰ σμικρότατα τοῦ μηδ’ ὅτι χρὴ δεσμίδια ποιεῖν τῶν κιχωρίων, ὅπως εὐμετάθετα ᾖ, σιωπήσαντος; εὔδη‐
10λον γὰρ ὅτι τὰ λελυμένα δυσμετάθετα γίγνονται καὶ διὰ τοῦτο κηδόμενος οὐ μόνον ἡμῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν ἑψόντων τὰ λάχανα μαγείρων ἐδίδαξεν αὐτοὺς ὡς χρὴ συνδεῖν τὰ λάχανα. τοιοῦτος δ’ ἐστὶ κᾀπειδὰν ἤτοι καταπλάσματός τινος γράφῃ σκευασίαν ἢ περιπατεῖν κελεύῃ τοσούσδε σταδίους ἢ
15τρίβεσθαι τρίψεις τοσαύτας, ἤ τι τοιοῦτον ἕτερον, ἐφ’ οἷς ἤδη τινὲς οὐ μόνον οὐκ ἐπαινοῦσι τῆς περιττῆς ἐπιμελείας,
ἀλλὰ καὶ ψέγουσι ὡς ὅρους καὶ μέτρα τιθέμενον ἐπὶ τῶν215

11

.

216

ἀόριστον ἐχόντων τὴν ποσότητα. τίς ἂν οὖν οὐ πεισθῇ τὸν οὕτως ἐπιμελῆ κεχρῆσθαι μὲν ὁμοίως τοῖς ἄλλοις, φλεβοτομίας μηδαμόθεν δ’ αὐτῆς μνημονεῦσαι πλὴν ἅπαξ ἐν τῷ περὶ αἵμα‐ τος ἀναγωγῆς; οὐδ’ οὖν οὐδὲ τότε χρώμενον, ἀλλὰ τοὐναν‐
5τίον ἅπαν ἐπαινοῦντα τὸν Χρύσιππον ἐπὶ τῷ μὴ χρῆσθαι φλεβοτομίᾳ καὶ τὴν ἀπόδειξιν αὐτοῦ καθ’ ἣν ἀποδεικνύναι νομίζει τὸ Χρυσίππου δόγμα περὶ τῆς φλεβοτομίας, τοῦ μᾶλλον τῶν αἷμα πτυσάντων κοινὴν εἶναι λέγοντος ἢ ἄλ‐ λων ἁπάντων οἷς μόριόν τι τοῦ σώματος μέλλει φλεγ‐
10μαίνειν. ἀλλὰ περὶ μὲν τοῦδε καὶ αὖθις εἰρήσεται. νῦν δ’ ὅπερ ἔλεγον ἀναληπτέον, ὡς οὐκ ἂν Ἐρασίστρατος ἐπὶ πλεῖστον ἐκτείνων ἅπαντας τοὺς λόγους, καὶ μέντοι καὶ δὶς καὶ τρὶς ἐνίοτε διεξερχόμενος ἕνα λόγον ἐν διαφέρουσι βιβλίοις, ὀλιγώρησεν ἄν που κᾂν ἅπαξ εʹ συλλαβὰς προσγρά‐
15ψαι παρενθεὶς ἅμα τοῖς ἄλλοις βοηθήμασι τὸ τῆς φλεβοτομίας ὄνομα, πρὸς τῷ καὶ τὴν ποσότητα πάντως ἂν αὐτῆς εἰπεῖν, ὡς ἐπ’ ἄλλων ἐποίησε, καὶ τὸν καιρὸν, ὡς εἴρηται πρόσθεν,
ὅσα τ’ ἄλλα τοιαῦτα. τινὲς μέν γε τῶν ἰατρῶν ἐπὶ σημείοις216

11

.

217

ὁρίζουσι τὸ ποσὸν τῆς κενώσεως, οἷον εἰ μεταβάλλοι κατὰ τὴν χρόαν ἢ τὸν τόνον ἢ τὴν ῥύσιν τοῦ αἵματος, ἢ εἰ καταπί‐ πτοιεν εἰς ἀτονίαν οἱ σφυγμοὶ καί τινες ἱδρῶτες ἐπιφαίνοντο ἐν αὐτῷ τῷ καιρῷ τῆς ἀφαιρέσεως. ταῦτα δ’ οὖν καὶ Ἱππο‐
5κράτης πόνους φησὶν, καὶ τοὺς σφοδροτέρους τῶν ἐμέτων καὶ τὰς ἀλογωτέρας διαχωρήσεις ἄλλοις διείρηκεν ἄχρι λειποθυ‐ μίας ἄγειν τὴν κένωσιν, ὁπόταν τι φαίνηται κατὰ τὸν λόγον αὐτῇ γινομένῃ τῆς κενώσεως, οὐχ ὑπὸ χυμοῦ ῥυέντος εἰς τὸ τῆς γαστρὸς στόμα. πολλάκις γὰρ ἐναργῶς φαίνεσθαι διὰ
10χολὴν ἢ διὰ φλέγμα συῤῥυὲν ἐνταῦθα λειποθυμίαν γινομέ‐ νην. ἔνιοι δὲ τῇ τε τοῦ παντὸς σώματος μεταβολῇ κατὰ χρόαν καὶ τῇ κατὰ τοὺς σφυγμοὺς ἐτεκμαίροντο τὴν σύμ‐ μετρον ἀφαίρεσιν καὶ διὰ τοῦτο εἰς ἅπαξ ἀπαγορεύουσιν ἢ χρῆσθαι δαψιλεῖ τῇ κενώσει, βέλτιον εἶναι τοῖς ἐπιγινομέ‐
15νοις τεκμηραμένους πρότερον οὕτως ἐπὶ τὴν τοῦ λυποῦν‐ τος ἔρχεσθαι κένωσιν. ἄλλοι δέ τινες ἐτόλμησαν ἤδη τι καὶ μέτρον ὁρίζειν οἷον ἤτοι δύο κοτύλας Ἀττικὰς εἶναι τὴν
σύμμετρον ἀφαίρεσιν ἢ βραχὺ πλείω ἢ ἔλασσον, ὡς ἐκ τοῦ217

11

.

218

συμμέτρου δυνησομένων ἡμῶν εὑρίσκειν τὸ μᾶλλόν τε καὶ ἧττον ἁρμόττον ἑκάστῳ τῶν φλεβοτομουμένων καθ’ ἡλικίας καὶ φύσεις καὶ ὥρας καὶ χώρας. οὐκοῦν Ἐρασίστρατον ἀρι‐ θμὸν μέν τινα τρίψεως ὁρίζειν, ἵνα κᾂν σφαλῶμεν τῆς
5ἀκριβοῦς συμμετρίας, οὐδεμία μεγάλη βλάβη, μετὰ δὲ μηδὲν εἰπεῖν ὅλως ἐπὶ φλεβοτομίας. ἐγὼ μὲν γὰρ εὖ οἶδα ὅτι καὶ περὶ τῶν φλεβῶν αὐτῶν τῶν τμηθησομένων ἔγραψεν ἂν οὐκ ὀλίγα καὶ μάλισθ’ ὅτι πολλάκις Ἱπποκράτης αὐτῶν ἐμνημό‐ νευσεν. ἐνίοτε μὲν κατὰ ἰγνὺν ἢ παρὰ σφυρὸν, ἐνίοτε δὲ τὴν
10ὀρθίαν ἐν τῷ μετώπῳ καὶ αὖθις τὴν ἐπὶ τῇ γλώττῃ. περὶ μὲν γὰρ τῶν κατ’ ἀγκῶνα τί δεῖ καὶ λέγειν ὡς οὐκ ἂν ἐσιώπησεν ὁ Ἐρασίστρατος, εἴτε χρὴ πάσας ἐπὶ πᾶσι τέμνεσθαι νοσή‐ μασι, εἴθ’, ὡς Ἱπποκράτης ἐκέλευεν, ἄλλην ἐπ’ ἄλλων; τοῦ γὰρ οὕτως ἐπιμελῶς γράφοντος πάντα καὶ τοῦτο ἦν ἔργον
15οἰκεῖον ὁρίσαι μέν τι ἄμετρον ἐν τηλικούτῳ βοηθήματι, προσ‐ γράψαι δ’ ἣν ἔχει γνώμην ὑπὲρ τῶν φλεβῶν, ὥσπερ οἱ ἄλλοι
πεποιήκασιν ἰατροὶ, τινὲς μὲν οὐδὲν διαφέρειν φάσκον‐218

11

.

219

τες ὁποίαν ἄν τις ἐθέλοι τέμνειν φλέβα· κενοῦσθαι γὰρ ἐξ ἑκάστης αὐτῶν ὁμοτίμως τὸ πᾶν· τινὲς δὲ πάμπολλα ἡγούμε‐ νοι καὶ παρὰ τοῦτο γίνεσθαι διαφοράν. ἐνίας μὲν γὰρ αὐτῶν θᾶττον, ἐνίας δὲ ἐν χρόνῳ πλείονι τὸ πεπονθὸς μέρος ἐκκε‐
5νοῦν. ὁ τοίνυν μήτε τούτων τι γράψας μήτε τοῦ μέτρου τῆς φλεβοτομίας ὁρίσας τοὺς σκοποὺς, εὔδηλον διὰ τοῦτο παραλελοιπὼς ἅπαντας τούσδε τοὺς λόγους ὅτι μηδ’ ὅλως ἐχρῆτο τῷ βοηθήματι. ὥσπερ γὰρ ὁ μηδέποτε χρώμενος ἐπ’ ἀῤῥώστου καταπλάσμασι γράφειν οὐ δύναται τὰς διαφορὰς
10αὐτῶν ἢ τὰς σκευασίας ἢ τὸν καιρὸν ἢ τὸν τρόπον τῆς χρή‐ σεως, ἀναγκαῖον δ’ εἶναι τοῖς χρωμένοις, ὥσπερ Ἐρασίστρα‐ τος ἐχρῆτο, καὶ περὶ τούτων ἑκάστου διορίσαι, κατὰ τὸν αὐτὸν τρόπον ὅσοι μὲν μηδ’ ὅλως χρῶνται φλεβοτομίᾳ, και‐ ρὸν καὶ τρόπον χρήσεως καὶ σκοποὺς τοῦ μέτρου γράφειν
15οὐ δύνανται. τοῖς χρωμένοις δ’ ἀναγκαῖόν ἐστι καὶ περὶ τούτων διορίσασθαι καὶ πολὺ μᾶλλον ὑπὲρ τῆς φλεβῶν δια‐
φορᾶς, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν τοσοῦτον ὡς οὐδὲν δια‐219

11

.

220

φέρει τήνδε πρὸ τῆσδε τέμνειν, ὁμοίως ἁπασῶν ἐκκενοῦν δυναμένων τὰ φλεγμαίνοντα μόρια. Τὸ δὲ μήτε τούτων τι γράψαι καὶ τὴν χρείαν ὅλην ἀνελεῖν τοῦ βοηθήματος, ἐπὶ δὲ πάθους ὃ μάλι‐
5στα χρῄζειν αὐτοῦ πεπίστευται, πῶς οὐκ ἄν τις ἐναργὲς εἶναι φαίη γνώρισμα τοῦ μηδέποτε Ἐρασίστρατον κεχρῆσθαι τῷ βοηθήματι; τί γὰρ οὖν δύσκολον, ἡνίκα ἔγραφεν ἐν τῇ τῶν πυρετῶν θεραπείᾳ κατὰ λέξιν ὧδε· περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον
10ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων, ἐνταῦθα προσγράψαι, χρηστέον δὲ φλεβοτομίᾳ; ὥσθ’ ὅλην αὐτοῦ τὴν ῥῆσιν γενέσθαι τοιάνδε· περὶ μὲν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων, χρηστέον δὲ φλεβοτο‐
15μίᾳ. γίνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι φλεγμοναὶ διὰ πληθώραν. διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεώς τε καὶ ἀναδόσεως τὰς κατ’
αὐτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων τε τῶν ἀγγείων220

11

.

221

τῆς τροφῆς, ἔτι γε πλείστας τε καὶ ἰσχυρὰς συμβήσεται τὰς φλεγμονὰς γίνεσθαι. βέλτιον οὖν μήτε διδόναι σιτία καὶ τέμνειν φλέβα. τοιαύτη μὲν ἂν ἡ ῥῆσις ἐγένετο, βουληθέντος αὐτοῦ ὥσπερ ταῖς ἀσιτίαις, οὕτω καὶ τῇ φλεβοτομίᾳ χρῆσθαι.
5μὴ προσγράψαντος δὲ πῶς ἄν τις πιστεύσειε ἐπαινεῖν τὸν ἄνδρα τὴν χρῆσιν τοῦ βοηθήματος; ὅτε δὲ μηδ’ ἐν ἄλλῃ τινὶ πραγ‐ ματείᾳ θεραπευτικῇ φαίνεται τοῦτο ποιεῖν, ἔτι καὶ μᾶλλον ἄν τις πιστεύσειεν ὑπὸ τῆς γνώμης αὐτοῦ. τίς γὰρ ἂν δύναιτο πεισθῆναι τὸν μακρολογώτατον Ἐρασίστρατον ὀκνῆσαι προσ‐
10θεῖναι συλλαβὰς ἤτοι δʹ ἢ εʹ κᾂν ἅπαξ που τῶν γεγραμ‐ μένων αὐτῶν πραγματειῶν; ἐγὼ μὲν οὖν εἰ καὶ μηδὲν ἐσώζετο Ἐρασιστράτου βιβλίον, ἀλλ’ ἤδη πάντα ἀπολώλει, καθάπερ τὰ Χρυσίππου κινδυνεύει παθεῖν, τοῦτο τοῖς μαθηταῖς ἂν αὐτοῦ μᾶλλον ἐπίστευσα περὶ τοῦ διδασκάλου λέγουσιν ἢ
15τοῖς μήτ’ Ἐρασίστρατον αὐτὸν ἰδοῦσι, ποτὲ μήτε μαθητὴν αὐτοῦ, μήτε τῶν ὡς ἐκείνου φοιτησάντων ἢ τῶν
τούτοις συγγενομένων. ἀλλὰ μετὰ τοσαύτας ἐτῶν γενεὰς221

11

.

222

ἀποφαινομένων τολμηρῶς ὑπὲρ ὧν οὔτ’ εἶδον οὔτε ἰδόντος τινὸς ἤκουσαν οὔτε ἀνέγνωσαν Ἐρασίστρατον γράψαντα οὐδ’ ἄχρι τεττάρων ἢ πέντε συλλαβῶν, ὡς ἔφην. τὸ μὲν γὰρ τεμεῖν φλέβα δʹ συλλαβῶν, φλεβοτομία δὲ αὕτη εʹ. τὸ
5δ’ εἰς τὴν ῥῆσιν αὐτοῦ παραγραφὲν ὀλίγον ἔμπροσθεν ὑπ’ ἐμοῦ, τὸ, χρηστέον δὲ φλεβοτομίᾳ, διὰ θʹ λέγεται συλλαβῶν. παυσάσθωσαν οὖν ἤδη λωβώμενοι τοῖς γε μανθάνουσι τὴν τέχνην καὶ τοῖς νοσοῦσιν αὐτοῖς οἱ λέγοντες Ἐρασίστρατον κεχρῆσθαι μὲν τῇ φλεβοτομίᾳ, λόγον δ’ οὐδένα πεποιῆσθαι
10περὶ αὐτῆς, ὡς παραδήλου πᾶσιν οὔσης μᾶλλον ἢ τῆς τῶν καταπλασμάτων τε καὶ λαχάνων ἑψήσεως. εἰ γὰρ διὰ τοῦτο φλεβοτομήσουσιν οἱ μανθάνοντες τὴν τέχνην, διότι καθάπερ ἐν ταῖς ἀσιτίαις αἱ φλέβες κενούμεναι λύουσι τὰς φλεγμονὰς, οὕτω καὶ αἱ φλεβοτομίαι πάντας ἑξῆς φλεβοτομήσουσιν
15ὅσους Ἐρασίστρατος ἀσιτεῖν κελεύει. καὶ τοῦτο μὲν ἔτι σμικρόν. Τὸ δὲ μήτε περὶ τοῦ μέτρου φλεβοτομίας
μήτε περὶ τῶν τμηθησομένων φλεβῶν ἀκούσαντάς τι τοὺς222

11

.

223

νέους ἐπὶ βοηθήματος παραγίνεσθαι, μεγίστην οἴσει βλάβην τοῖς κάμνουσιν, ὥσπερ ἔφην εὐθὺς κατ’ ἀρχάς. ἄμει‐ νον οὖν αὐτοῖς μηδ’ ὅλως ἐπιχειρεῖν φλεβοτομεῖν ἢ χωρὶς τοῦ διορισθέντος περὶ τῶν εἰρημένων ἐπὶ βοήθημα παραγίνε‐
5σθαι. πλείονες γὰρ οὕτως ἀπώλλοντο τῶν ἔμπροσθεν εἴτ’ ἀπολλυμένων διὰ τοὺς μὴ φλεβοτομοῦντας. οἱ μέν γε τότε πρεσβῦται μηδ’ ὅλως φλεβοτομοῦντες ἄλλοις ἐχρῶντο κενωτι‐ κοῖς βοηθήμασι ἐν μακροτέρῳ χρόνῳ ταὐτὸν τῇ φλεβοτομίᾳ δυναμένοις ἐργάζεσθαι, πλὴν εἴ που διὰ τὸ κύριον τοῦ πά‐
10σχοντος μέρος ἢ τὴν τοῦ πλήθους ὑπερβολὴν ἔφθασεν ἀπο‐ θανεῖν ὁ κάμνων. οἱ δὲ νῦν οἰόμενοι δεῖσθαι πᾶσαν ἀρχὴν πυρετοῦ φλεβοτομίας οὐ σμικρὰ λυμαίνονται τοῖς νοσοῦσιν. οὕτως γὰρ πεπείκασιν ἑαυτοὺς περὶ τοῦ βοηθήματος, ὡς εἰ καὶ πρὸς Ἐρασιστράτου ἐγέγραπτο καθ’ ὃν ἐγὼ μικρὸν ἔμπροσθεν
15ἐδήλωσα τρόπον, ἐνθεὶς αὐτὰς τῇ ῥήσει τὰς θʹ συλλαβὰς ὡς γενέσθαι τὴν λέξιν τοιαύτην, ἄνωθεν γὰρ αὐτῆς ἄμεινον μνημο‐ νεῦσαι. περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν
φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφη‐223

11

.

224

μάτων τε καὶ σιτίων. χρηστέον δὲ φλεβοτομίᾳ. τοιαύτην γὰρ οἱ νῦν εἶναι βούλονται τὴν Ἐρασιστράτου γνώμην οὐκ ἐπ’ ἀγαθῷ τῶν καμνόντων, ἑτέρων μὲν ὑπαρχόντων καιρῶν καὶ σκοπῶν ἀσιτίας, ἑτέρων δὲ φλεβοτομίας, οὓς ἐγὼ κατὰ τήνδε τὴν πραγ‐
5ματείαν ἐρῶ πάντας ἐν τῇ προσήκῃ τάξει. νυνὶ μὲν γὰρ ὥσπερ εἰ τοῖς πρεσβύταις ἔμπροσθεν πεπεισμένοι κενῆς ὑπήρξαντο παλινῳδίας, οὕτω κᾀμοὶ παλινῳδητέον ἐστὶ ἐπενεκτέον τε καὶ τοὺς νῦν ἀλόγως φλεβοτομοῦντας ἐπὶ τὸ μηδ’ ὅλως φλεβο‐ τομεῖν. ὡς γὰρ ὁ Πλάτων ἔλεγεν, ἧττον εἰκός ἐστι σφάλλε‐
10σθαι τοὺς μηδ’ ὅλως ἐγχειροῦντας οἷς οὐκ ἴσασιν τῶν πρατ‐ τόντων ἃ μὴ γινώσκουσιν, ὅπερ οἱ νῦν ποιοῦσιν ἀναπεπεικό‐ τες ἑαυτοὺς, οὕτω γὰρ ῥᾷστον εὑρεῖν πρῶτον μὲν οὓς χρὴ φλεβοτομεῖν, εἶθ’ ἕκαστον τῶν ἄλλων. ὧν ἐν ἅπαντι νοσήματι κατὰ τὴν ἀρχὴν ὡς ἀσιτίαν, οὕτω καὶ φλεβοτομίαν
15παραλαμβάνουσι. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὑπηλ‐ λάχασι τὴν Ἐρασιστράτου γνώμην. φλεβοτομοῦσι γὰρ καὶ τρέφουσιν εὐθέως τοὺς φλεβοτομηθέντας, ἐκείνου τὸ φλεβο‐
τομεῖν ἀπαγορεύοντος, τὸ δὲ μὴ τρέφειν συμβουλεύοντος.224

11

.

225

ἐπεὶ τοίνυν τὴν ἀλήθειαν οὗτοι τιμῶσιν, οὐκ Ἐρασίστρατον, ἐπιδεικτέον αὐτοῖς ἐστὶν ὡς ὁ γεγραμμένος ὑπ’ αὐτοῦ λόγος ἐν τῷ περὶ αἵματος ἀναγωγῆς οὐκ ἔστιν ἴδιος ἐκείνου τοῦ πάθους, ἀλλὰ κοινὸς ἁπάσης φλεγμονῆς. ἔχει γοῦν ἡ ῥῆσις
5οὕτως· ἐχόμενος γὰρ τούτων περὶ τὴν ἀναγωγὴν ἢ περὶ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβο‐ τομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆ‐ ναι. οὕτως ὁ λόγος ἔχει πτύουσιν αἷμα. διὰ τοῦτο κωλύει φλεβοτομεῖσθαι τοὺς κάμνοντας. ἀλλ’ ὅτι φλεγμονὴν ὑπείλη‐
10φεν αὐτὸς ἀκολουθήσειν, ἐν ᾗ φησι προσφέρειν μὲν οὐ ῥᾴδιον, ὅπερ ἐστὶν διδόναι σιτία, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρό‐ νον ἀσιτήσαντι κίνδυνος καταλυθῆναι τὴν δύναμιν. οὐδὲ ἐνταῦθ’ ἴδιον αἵματος ἀναγωγῆς ἐστι, δι’ ὃ φυλάξαιτ’ ἄν τις τὴν φλεβοτομίαν, ἀλλὰ ἄμφω κοινὰ καὶ πρὸς τοὺς πυρετοὺς,
15τό τε μὴ δοῦναι σιτία διὰ τὰς φλεγμονὰς, τό τε τοῦτο πρατ‐ τόντων ἐπὶ φλεβοτομίας κίνδυνος καταλυθῆναι τὴν δύναμιν.
εἰ δὲ προσέχοις τὸν νοῦν ἐπιμελέστερον, ὁ πρὸς Ἐρασιστράτου225

11

.

226

λόγος εἰρημένος ἀπαγορεύειν σοι δόξει τὴν φλεβοτομίαν ἐπὶ τῶν πυρεττόντων μᾶλλον ἢ τῶν αἷμα πτυόντων. ἐν ἀρχῇ μὲν γὰρ τῆς ἀναγωγῆς τοῦ αἵματος οὐδέποτε φλεγμαίνει τὸ ἐῤῥωγὸς ἀγγεῖον. αἱ δὲ ἀρχαὶ τῶν πυρετῶν ἐξ ἀνάγκης ἔχουσι
5κατὰ τὸν Ἐρασίστρατον ἀρχὴν φλεγμονῆς. εἴπερ οὖν, ὡς αὐτὸς ἐκεῖνος βούλεται, τοῖς ἐναργῶς φαινομένοις χρηστέον ἐστὶ εἰς τὴν τῶν ἀδήλων πίστιν, ὅρα πολλὰ τῶν τραυμάτων κολλησθῆναι φθάνοντα, πρὶν φλεβοτομηθῆναι. δυνατὸν οὖν ἐστὶ καὶ τὴν ἐῤῥωγυῖαν φλέβα μηδ’ ὅλως φλεγμῆναι φθασάντων ἡμῶν,
10τἄλλα πρᾶξαι προσηκόντως, ἐκκενῶσαί τε τοῦ μέλλοντος ἐργά‐ ζεσθαι τὴν φλεγμονὴν αἵματος, ὁπόσον ἂν βουληθῶμεν. εἴπερ οὖν ἐν ᾧ χρόνῳ φλεγμαίνει τὰ φλεγμαίνοντά φησιν Ἐρασί‐ στρατος ἀναγκαῖον εἶναι τὰς ἀσιτίας παραλαμβάνεσθαι καὶ διὰ τοῦτο φοβεῖται προκαταλῦσαι τὴν δύναμιν τῇ φλεβοτομίᾳ,
15πολὺ μᾶλλον αὐτὴν ἐπὶ τῶν πυρεσσόντων εὐλαβεῖσθαι προσή‐ κει τῶν ἀναγόντων αἷμα. τούτων μὲν γὰρ ἐγχωρεῖ πρὸ τοῦ
φλεγμῆναι συμφῦναι τὴν ἐῤῥωγυῖαν φλέβα, καὶ μᾶλλον ὅταν226

11

.

227

κενωθῶσι. τοῖς πυρέσσουσι δ’ ἀναγκαῖόν ἐστι φλεγμαίνειν ἤδη τι μόριον. ὅτι δὲ ἐγχωρεῖ συμφῦναι τὸ ἀγγεῖον ἄνευ τοῦ φλεγμῆναι πάρεστι μέν τινι κᾀπὶ τῶν ἄλλων ἁπάντων τραυμάτων πεισθῆναι. πολλάκις οἴδαμεν ἐπὶ τῶν μονο‐
5μαχούντων ὅλον ἀναπτυγέντα μηρὸν ἢ βραχίονα κολλη‐ θέντα πρὶν φλεγμῆναι, καὶ μᾶλλόν γε ὅτε, ὡς Ἱπποκράτης ἔφη, δαψιλὲς αἷμα παραχρῆμα συμβῇ ῥυῆναι. πολλάκις δὲ καὶ σύντρησιν εἰς τὰ κενὰ καλούμενα τοῦ θώρακος ἐντὸς τῆς τρίτης ἡμέρας ἐθεασάμεθα κολληθεῖσαν. ἀλλὰ καὶ
10πρώην τις ἐν παλαίστρᾳ πληγεὶς σφοδρῶς ἀνέβηξεν αἵμα‐ τος αὐτίκα κοτύλας ὡς δύο, φλεβοτομηθεὶς δὲ παραχρῆμα καὶ τῶν ἄλλων ὡς ἐχρῆν γενομένων, οὔτε ἔβηξεν ἔτι τελέως καὶ ὑγιής ἐστι, κᾀκ τούτων οἶμαί τινα συνο‐ ρᾷν ὡς ἐπὶ τῶν ἤδη φλεγμαίνειν ἠργμένων ἀπέχεσθαι χρὴ
15μᾶλλον, εἴ τις Ἐρασιστράτῳ πείθοιτο φλεβοτομίας, ἤπερ
ἐφ’ ὧν οὐδέπω φλεγμαίνει.227

11

.

228

Δῆλον δ’ οὐδὲν ἧττον τοῦδε καὶ ὅτι τὰς φλεβοτομίας ὁ Ἐρασίστρατος οὔτε σὺν ταῖς ἀσιτίαις οὔτε πρὸς αὐτῶν παραλαμβάνει. ἀλλὰ γὰρ εἰς τοσοῦτον ἥκουσί τινες φιλονεικίας ἢ ἀνοίας ὥσθ’ ὅταν ἀκούσωσι τῶν τοιού‐
5των λόγων, λύειν μὲν αὐτοὺς οὐδ’ ὅλως ἐγχωροῦσι. ὥσπερ δὲ μηδενὸς εἰρημένου λόγων ἀρχὴν ἰδίαν ποιοῦνται τὴν λέξιν ἐκείνην μόνην προχειριζόμενοι, καθ’ ἣν ὁ Ἐρασίστρατός φησιν· ἀκόλουθόν ἐστι μηδὲν προσφέρειν κατὰ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες ῥᾷον παραδέξονται τὸ
10παρεμπεπτωκὸς αἷμα εἰς τὴν ἀρτηρίαν. τούτου δὲ συμβαίνον‐ τος ἧττον φλεγμοναὶ ἔσονται. κᾄπειτ’ ἐπ’ αὐτῇ λέγουσιν αὐτὸ πρόδηλον εἶναι τὴν ἐκ τῆς φλεβοτομίας χρείαν. ὅπου γὰρ καὶ αὐτὴν τὴν ἀσιτίαν ὡς κενωτικὸν βοήθημα παραλαμ‐ βάνει, πολὺ δήπου μᾶλλον, φασὶν, ἐπὶ τὴν φλεβοτομίαν ἀφί‐
15ξεται, πρὸς οὓς ἐάν τις εἴπῃ δι’ ὧν λέγουσιν οὐ τομίαν τὸν Ἐρασίστρατον ἐπιδεικνύειν αὐτοὺς, ἀλλὰ τὸ τῆς εἰρημένης
ἐπὶ τῆς ἀσιτίας ἀκόλουθον εἶναι τῷ καὶ τῇ φλεβοτομίᾳ χρῆ‐228

11

.

229

σθαι καταγελῶντες, εἶτα σὺ μὲν, φασὶ, γινώσκεις τὸ ἀκόλου‐ θον, Ἐρασίστρατος δ’ οὐκ ἐγίνωσκεν; ἀγύμναστος ἦν δηλαδὴ τὸν λογισμὸν, ὃν γεγύμνασαι σὺ μᾶλλον ἐκείνου, καὶ εἴπερ ἔζη, συνεβουλεύσαμεν ἂν αὐτῷ παρὰ σὲ φοιτᾷν, ἵν’ ἐθισθῇ
5γινώσκειν ἀκόλουθόν τε καὶ μαχόμενον. ἔπειτ’ ἐντεῦθεν ἐκτραπόμενοι συνείρουσι τοὺς ἀσελγεῖς εἰς ὕβριν τῶν προσδια‐ λεγομένων, οὕτω πολλοὺς ἐφεξῆς ὡς μηκέτ’ ἂν ἐπιτρέπειν φθέγξασθαι μηδενὶ, καὶ τοῦτ’ αὐτοῖς ἐστὶ τὸ τέλος τῆς συνου‐ σίας. ἀλλ’ ἡμῖν γε νῦν οὐχ ὡς ἄν τις ἀμείψαιτο τὸν
10ὑπαρξάμενον λοιδορεῖσθαι ζητοῦμεν, ἀλλὰ πρῶτον μὲν εἰ Ἐρα‐ σίστρατος ἐχρήσατο φλεβοτομίᾳ, δεύτερον δὲ περὶ τῆς δυνά‐ μεως τοῦ βοηθήματος. ἑκατέρου δ’ αὐτῶν ἀποδείξεις εἰσὶν ἴδιαι· τοῦ μὲν μὴ χρῆσθαι φλεβοτομίᾳ τὸν ἄνδρα τά τε συγγράμματα αὐτοῦ καὶ τῶν μαθητῶν οἱ ἀξιοπιστόταται καὶ
15τοῦ Χρυσίππου διδασκαλεῖον ἅπαν, τῆς δὲ τῶν βοηθημάτων229

11

.

230

δυνάμεως οὐκ ἔτι ταῦτα, προτάσεις δέ τινες ἀληθεῖς ἅμα τοῖς οἰκείοις συμπεράσμασι. εἰ δὲ ἐάσας τις ταῦτα πάντα τὴν ἀκολουθίαν μόνην ἐπικελεύεσθαι βούλοιτο, κινδυνεύσει τὰ σαφῶς ὑπ’ Ἐρασιστράτου γεγραμμένα, μηδ’ ὅλως οἴεσθαι
5γεγράφθαι. πρόσχες γοῦν μοι τὸν νοῦν ἐντεῦθεν ἀρξάμενος, ἐν ᾧ περὶ αἵματος ἀναγωγῆς αὐτὸς ἐπαινῶν Χρύσιππον, ὡς καλῶς ἀντὶ τῆς φλεβοτομίας τοῖς διαδέσμοις τῶν κώλων χρώμενον ἔγραψεν αὐτοῖς ὀνόμασι ταυτί· τὸ δὲ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ φλεβοτομοῦντες τοὺς ἀνάγον‐
10τας αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων, ἐχόμενον περὶ τὴν ἀναγωγὴν ὃ περὶ τὴν φλεγ‐ μονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτο‐ μηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆ‐
15ναι. οὐκ ἔτι προσέθηκεν ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς ἀσιτίαν ἀξιοῖ. λέλεκτο γὰρ
αὐτῷ περὶ τοῦδε κατ’ ἐκείνην τὴν ῥῆσιν ἐν ᾗ φησιν·230

11

.

231

ἀκόλουθον δὲ καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισ‐ μένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς· στερνούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπε‐ πτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος
5ἧττον αἱ φλεγμοναὶ ἔσονται. ὥστε τὴν ἀσιτίαν ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς διὰ τοῦτο ἐπαινεῖ, διότι κενοῖ τὰς φλέ‐ βας. ἀλλὰ ἐὰν ἑνώσεις τοὺς εἰρημένους δύο λόγους, εἷς ἔσται τοιοῦτος. ὀρθῶς ὁ Χρύσιππος οὐκ ἐφλεβοτόμει τοὺς ἀνάγοντας αἷμα διὰ τὸ χρῄζειν αὐτοὺς ὀλίγον ὕστερον
10κενωτικοῦ βοηθήματος τῆς ἀσιτίας. οὕτως δ’ αὐτὸς πάλιν ὁ λόγος, κἂν διὰ συντομωτέρων λεχθῇ, τοιοῦτός τις ἔσται. οὔκουν χρὴ κενοῦν τοὺς ἀνάγοντας αἷμα διὰ τὸ μικρὸν ὕστερον ἐν τοῖς τῆς φλεγμονῆς καιροῖς κενώσεως χρῄζειν. ἔτι δὲ σαφέστερον οὕτως ἂν ῥηθείη. πρὸ τοῦ καιροῦ τῆς
15φλεγμονῆς οὐ δεῖ κενοῦσθαι τὰς φλέβας, ὅτι κενουμένων αὐτῶν αἱ φλεγμοναὶ παύονται. καὶ μὴν πρόδηλός γε ὁ λόγος
οὗτος ἐναντιοῦται πρὸς ἑαυτῶν. πλὴν οὖν εἴ τις αὐτῷ231

11

.

232

βοηθῶν ἰταμῶς δύο ταῦτα εἰσηγοῖτο, τό τε βέλτιον εἶναι κενοῦν τὸ σῶμα κατὰ τὸν τῆς φλεγμονῆς καιρὸν οὐ πρό‐ σθεν, ἀσιτίαν τε μᾶλλον ἢ φλεβοτομίαν, ἀλλ’ ἐᾷν. ταῦτα λέγοντα οὔτε ἀποδεδεῖχθαι τὸ προκείμενον φήσομεν οὔθ’
5ὁμολογούμενον ὑπάρχον ἑαυτῷ. διαφέρεται γοῦν τοὺς λόγους τὰ μέρη μὴ σώζοντα τὴν ἀκόλουθον. ἐναργῶς γὰρ φαίνεται πᾶσιν ἀνθρώποις. ὅσοι γὰρ ἔχουσιν νοῦν τε καὶ σμικρὸν ὥστε σκοπεῖν ὡς θεμένῳ, τὸ παρεμπεπτωκὸς εἰς τὰς ἀρτηρίας αἷμα διὰ τοῦ κενῶσαι τὰς φλέβας εἰς τὴν
10οἰκείαν ἐπανάγειν χώραν, ὅτι τάχιστα τοῦτ’ εἶναι πρα‐ κτέον. ἐναργὲς δὲ καὶ ὅτι βοηθήματι κενωτικῷ χρηστέον ἐλαχίστῳ τε χρόνῳ τὴν κένωσιν ἣν ποιήσασθαι δυναμένων καὶ χωρὶς τοῦ κακῶσαι τὸ σῶμα. δέδεικται γὰρ ὀλίγον ἔμπροσθεν ὅσα βλάπτουσιν αἱ ἀσιτίαι πολλάκις τοὺς κά‐
15μνοντας. ἐξεῖναι γοῦν τινι λέγειν οὑτωσὶ, γελοιοτάτους ἐγὼ νομίζω τοὺς ὑπολαμβάνοντας Ἐρασίστρατον ἐπὶ τῶν ἀνα‐ γόντων αἷμα χρῆσθαι φλεβοτομίᾳ. ὅπου γὰρ ἀσιτίαν ὡς
κενωτικὸν ἐπαινεῖ βοήθημα, πολὺ δήπου μᾶλλον αὐτὴν232

11

.

233

ἐπαινέσει τὴν φλεβοτομίαν. ὅπου δὲ κατὰ τὸν τῆς φλεγ‐ μονῆς καιρὸν ἡγεῖται δεῖν ἔτι κενοῦν, εὔδηλον ὅτι μᾶλλον ἀρχομένης αὐτῆς ἢ μελλούσης ἐπαινέσει τὴν κένωσιν. οὐ γὰρ οὕτω γ’ ἦν ἀμαθὴς Ἐρασίστρατος, ὅτι θᾶττον πολὺ
5ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας ἐπανάξει τὸ αἷμα κατὰ τὴν ἀρχὴν τῆς παρεμπτώσεως, οὔτε σφηνούμενον ἤδη σφο‐ δρῶς, οὔτ’ ἐξικμασμένον ὑπὸ τῆς πυρετώδους θερμότητος, διὰ τοῦτο παχὺ γεγενημένον. ὁ ταῦτα λέγων ἄρ’ οὐκ εἶναι γελοῖον ἑαυτὸν ἀποφαίνων οὐκ ἐκείνοις οἷς ἐγκαλεῖ.
10γεγραφότος γὰρ αὐτοῦ τοῦ Ἐρασιστράτου μὴ χρῆσθαι φλε‐ βοτομίᾳ, διότι φυλάττειν ἄμεινον ἐστὶν ἐν τῷ τῆς φλεγμο‐ νῆς παραληφθήσεσθαι. Ἴσχειν ἀνίατον ἢ πάντως γε δυσίατον, οἷα καὶ ταῖς αἱμοῤῥοΐσιν ἐπιγίνεται. λεγόντων δ’ ἡμῶν ὡς οἱ
15τῶν κώλων δεσμοὶ τὸ πλῆθος εἰς ἑαυτοὺς ἀγαγεῖν εἰσὶν ἱκανοὶ χωρὶς τῆς φλεβοτομίας, ἀδύνατον ἔφασκεν εἶναι
γενέσθαι τοῦτο κατὰ τὰς πληθώρας, ἐφ’ ὧν αὐτὸς ὁ233

11

.

234

Ἐρασίστρατος ἔφη παραπίμπρασθαι βραχίονάς τε καὶ χεῖρας καὶ κνήμας, τοῦτο γάρ τοι τὸ παραπίμπρασθαι γίνεσθαι διὰ πλῆθος τοῦ αἵματος τεινομένων τῶν ἀγγείων. πῶς οὖν ἔτι δυνατὸν εἰς αὐτὰς μεταστῆσαι τὸ κατὰ βάθος, ὁπότε φαίνε‐
5ται καὶ τὸ χωρὶς ἐκείνου κινδυνεύειν ἤδη ῥαγῆναι; καὶ μὴν Ἐρασίστρατον γεγράφαμεν ἐπαινεῖν Χρύσιππον, οὐ μετὰ τοῦ διωρίσθαι τὸν λόγον, ὡς νῦν ποιήσω, γράψας, ἀλλ’ ἁπλῶς ἀποφηνάμενος. ἔχει γὰρ ἡ λέξις ὧδε. ἀποδέσεις δὲ ποιεῖσθαι ἐρίοις παρ’ αὐτὰ τὰς μασχάλας καὶ τοὺς βουβῶνας. ἀποδέσεις
10ἔφη ποιεῖσθαι, μηδὲν ἔτι προσθεὶς τῷ λόγῳ πότερον ἐπὶ μὲν τῶν πληθωρικῶν οὐδὲν μὲν ἀνήσει τὸ βοήθημα, τοὺς δὲ ἄλλους ὠφελήσει, ἀλλ’ ἁπλῶς ἀποφηνάμενος ἵν’ ἐπὶ πάντων σκοπῶμεν. τί γὰρ, ἔφη, προσέθηκεν ἐπὶ πάντων ἀκούσωμεν οὑτωσί πως γράψας· ἀποδέσεις ποιεῖσθαι, ἐρειδέων ἐπὶ πάν‐
15των· ἀλλ’ ἁπλῶς εἶπεν, ἀποδέσεις ποιεῖσθαι ἐρίοις παρά τε τὰς μασχάλας καὶ τοὺς βουβῶνας, ὡς ἡμῶν δυναμένων νοεῖν
ἐπ’ ἐκείνων εἰρῆσθαι τὸν λόγον, ἐφ’ ὧν ἐστὶ δυνατὸν εἰς τὰ234

11

.

235

κῶλα μεταχθῆναι τοῦ αἵματος. ὡς ἐφ’ ὧν ἀδύνατον, οὐδὲ ἐπιχειρητέον ἐστὶ τοῖς τῶν κώλων δεσμοῖς. τί δή ποτ’ οὖν, ἔφαμεν, οὐκ αὐτὸ τοῦτο ἔγραψεν ὁ Ἐρασίστρατος ὡς σὺ νῦν εἶπες; ὡς ἐπὶ μὲν τῶν οὕτω πληθωρικῶν, ἐν οἷς παραπίμ‐
5πρανται βραχίονές τε καὶ κνήμαις καὶ πήχεις, αἵματος ἀφαι‐ ρεῖν προσήκει, τῶν δ’ ἄλλων διαδεῖν τὰ κῶλα; ὅτι, ἔφην, ἀνθρώποις ἔγραψεν οὐ κοινοῖς δυναμένοις τὰ ἀκόλουθα γνῶ‐ ναι καὶ πρᾶξαι ταῦτα, καὶ μηδὲ ἐπιχειρεῖν ὅλως ἀδυνάτοις. μὴ δεῖν κελεύεις οὖν ἡμᾶς, ἔφαμεν, ὅταν μέν ποτε πληθωρικὴ
10διάθεσις ᾖ κατὰ τὸ σῶμα, κᾂν Ἐρασίστρατος μὴ γράψῃ φλε‐ βοτομίαν. ἐναργὲς γάρ ἐστι τοῦτο καὶ φαίνεσθαι σαφῶς ἅπασι καὶ διὰ τοῦτο μηδ’ ὑπ’ Ἐρασιστράτου γεγράφθαι, τὰς ἄλλας διαθέσεις ὅσαι χωρὶς πληθώρας εἰσὶν Ἐρασίστρα‐ τος ἔγραψεν ἰᾶσθαι. τὸν δὲ πνεύσαντα πρὸς ταῦτα πρώτης
15μὲν ἐπακοῦσαι τῆς ἐκ τοῦ τρίτου περὶ πυρετῶν ἠξίωσα ῥή‐ σεως. ἐφεξῆς δὲ καὶ τῆς ἐκ τοῦ προτέρου τῶν ὑγιεινῶν. ἔστι
δὲ ἡμῖν ἐκ τοῦ τρίτου τῶν πυρετῶν ἥδε· περὶ μὲν οὖν τὰς235

11

.

236

ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων τε καὶ σιτίων. γίγνονται γὰρ ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦ‐ σαι τῶν φλεγμονῶν διὰ πληθώρας. διδομένων οὖν ἐν τοῖς
5τοιούτοις καιροῖς προσφορῶν καὶ πέψεως καὶ ἀναδόσεως, τὰς κατ’ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν πληρουμένων ἀγγείων τῆς τροφῆς, ἐπιπλέον τε καὶ ἰσχυροτέρας συμβήσεται τὰς φλεγ‐ μονὰς γίνεσθαι. ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὁ Ἐρασίστρατος ἔγραψέ τε τὸ τῆς πληθώρας ὄνομα καὶ θεραπείαν αὐτῆς διδά‐
10σκων ἀσιτίας μὲν ἐμνημόνευσε, φλεβοτομίαν δὲ ἐσιώπησε. ὥστε καὶ τετράκις ἐψεύσω βέλτιστε, πρὸς τὸν Ἐρασιστράτειον ἔφην, ἐπειδὴ φαίνεται καὶ θεραπείας πληθώρας ὁ Ἐρασί‐ στρατος γράψας. οὕτω δὲ κᾀν τῷ προτέρῳ τῶν ὑγιεινῶν μετὰ τοῦ προειπεῖν ὅπερ ἄν τις γνωρίζοι πληθώρας ἐφεξῆς
15ἰάματα γράφων, πάντων μᾶλλον ἢ φλεβοτομίας ἐμνημόνευσεν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· μεγίστην δὲ ἔχειν τισὶν εἰς ὑγείας φυλα‐
κὴν, ὡς ἔμπροσθεν συμβαλλόμενον τὸ γνῶναί τε καὶ φυλά‐236

11

.

237

ξεσθαι δύνασθαι τὴν κατὰ πληθώραν διάθεσιν. δι’ ὧν μὴ δεῖ μάλιστα μὲν ἀρχομένης αὐτῆς διαλύειν· εἰ δὲ μὴ, προσελ‐ θούσης πρὸ τοῦ ἀρχὴν ἀῤῥωστίαν ποιῆσαι. πλείους δὲ τρόποι τοῦ διαλύειν τὴν τοιαύτην διάθεσιν εἰσὶν καὶ οὐχ
5οἱ αὐτοὶ πᾶσιν ἁρμόζουσιν, περὶ ὧν ἂν ἐφεξῆς εἴη τοῦ λέγειν. τοῖς μὲν οὖν εἰθισμένοις διαπονεῖν τῶν σωμάτων κράτιστον ἂν εἴη, τοὺς συνήθους πόνους μικρῷ πλείους ποιοῦνται διαλύειν πειρᾶσθαι τὴν τοιαύτην διάθεσιν, μετὰ δὲ τὰ γυμνάσια ἱδρῶτάς τε ἐν βαλανείῳ ἐκκρίνειν ἢ διὰ
10πυριάσεως ἐξηράνθαι σύνηθες καὶ λουτρῷ πλείονι χρῆσθαι, καὶ μετὰ ταῦτα πάντα ἐν ἡσυχίᾳ πλείονι γίνεσθαι πλείω χρόνον μηδὲν προσφερόμενον. οὗτος γὰρ καιρὸς μάλιστα συναιρεῖ τὴν πληθώραν ὁ ἀπὸ τῶν γυμνασίων καὶ τοῦ λουτροῦ, ἐὰν μηδενὸς προσενεγκάμενός τις ἡσυχάζει πλέον.
15χρόνον μετὰ ταῦτα, ἄριστον μὲν ἀφαιρεῖσθαι, τὸ δὲ δεῖ‐ πνον ἔλασσον λαμβάνειν καὶ ὄγκους ἀτρόφους εἶναι τοὺς
προσφερομένους. εἴη δ’ ἂν τοιαῦτα λαχάνων τε γένη237

11

.

238

ὠμῶν καὶ ἑφθῶν καὶ κολοκύνται καὶ συκιοὶ, πέπονές τε οἱ ἁπαλοὶ καὶ σῦκα χλωρὰ καὶ τῶν ὀσπρίων τινὰ μετὰ λαχά‐ νων ἑψόμενα, ἄρτος τε μὴ πεπονημένος. ἅπαντα γὰρ τὰ τοιαῦτα τὴν μὲν κοιλίαν εὐέκκριτον ποιοῦσι, τὰ δὲ ἀναδι‐
5δόμενα ἀπ’ αὐτῶν οὐδὲ πολλὰ οὐδὲ ἰσχυρά ἐστι. κρεῶν καὶ ἰχθύων καὶ τῶν ἑψημάτων τῶν μετὰ γάλακτος χόνδρου τε καὶ ἀμύλου καὶ πάντων τῶν τοιούτων, ἀφεκτέον ἐν τῷ εἰρημένῳ καιρῷ ἢ ὀλίγοις παντάπασι. χρῆσθαι δὲ τῇ ἀγωγῇ τῆς ἐπιμελείας ταύτης, ὡς ἂν ἀσφαλῶς καθαιρεθῇ ἡ γενο‐
10μένη πληθώρα. οἷς δὲ μὴ σύνηθες τὸ μὴ διαπονεῖν τῷ σώματι οὐκ ἐπιτήδειον γυμνάσια πλείω ἐμβάλλειν. ταῦτα γὰρ ὁμοίως τοῖς πλείστοις ἀσφαλεῖς ποιεῖται τὰς κενώσεις. χρήσιμον δὲ πᾶσι κοινὸν ὅσοι τυγχάνουσιν εὐεμεῖς ὄντες, τοὺς ἀπὸ τοῦ δείπνου ἐμέτους ποιεῖσθαι, ἐὰν μὴ πρός τι
15ἄλλο ἀνάρμοστοι ὦσι, μὴ πολὺν χρόνον διαλείποντας ἀπὸ τῆς προσφορᾶς, ἵνα μετέωρά τε τὰ σιτία λαμβάνονται
πρὸς τὸ ἐμεῖν καὶ μὴ πολὺ πρὸ τοῦ ἐμεῖν τὰ ἀναδιδόμενα238

11

.

239

ἀπ’ αὐτῶν. τῇ δὲ ὑστεραίᾳ ἀριστᾷν τε καὶ ἱδρῶτας καὶ λουτρὰ ποιεῖσθαι. κενωθέντος δὲ τοῦ σώματος καὶ τῆς πληθώρας ἀποκατάστασιν λαβούσης, συντόμως ἐπὶ τὰ εἰθισ‐ μένα ἐπαναγαγεῖν. ἔν τε οὖν τούτῳ τῷ λόγῳ πάντα σαφῶς
5ὁ Ἐρασίστρατος ἐδήλωσεν· ἄλλοις μὲν τοῖς βοηθήμασιν ἑαυτὸν χρώμενον ἐπὶ τῆς πληθωρικῆς διαθέσεως, οὐ χρώμενον, φλεβοτομίᾳ καὶ πάλιν ἐν τοῖς κατωτέρω τοῦ συγγράμματος, ἔνθα φησίν· ἐννοεῖν δὲ χρὴ καὶ τὰ τοιαῦτα διότι οὐ πάντες ἄνθρωποι ἐπὶ ταῦτα φέρονται πάθη,
10ἀλλὰ γενομένου περὶ πλείους τοῦ αὐτοῦ συμπτώματος, λέγω δὲ πληθώρας, οἷς πᾶσιν ἐπὶ τοὺς τόπους εἴθισται ἡ ὁρμὴ γίγνεσθαι, ἀλλὰ τοῖς μὲν ἐπὶ τὸ ἧπαρ, ἐνίοις δὲ ἐπὶ τὴν κοιλίαν, ἄλλοις δὲ εἰς ἐπιληπτικὰ πάθη, τοῖς δὲ ἐπὶ τὰ ἄρθρα. ἕκαστον οὖν δεῖ συνθρωτὰ εἰθισμένα ἑαυτῷ
15συμβαίνειν τὴν ἁρμόζουσαν φυλακὴν γιγνομένοις πάθεσι ποιεῖσθαι. οὐ γὰρ ὡσαύτως φυλακτέον τῷ εἰθισμένῳ εἰς
ἐπίληπτον φέρεσθαι καὶ τῷ εἰς αἱμοπτυικὰ, ἀλλὰ τῷ μὲν239

11

.

240

εἰς πόνους ἀφειδῶς δοτέον, τῷ δὲ φυλακτέον τὰ ἐπιπονώ‐ τερα γυμνάσια. κίνδυνος γὰρ ἂν ἦν ἐν τῷ διαπονεῖν ἀρχὴν ῥήξεως γενέσθαι. ὁμοίως τῷ μὲν εἰς ἐπιληπτικὰ φερομένῳ ἀφειδῶς αὐτὸν διδόναι εἰς ἀσιτίαν τε καὶ ὀλιγοσιτίαν. τὰ
5δὲ πλείω λουτρὰ καὶ μεταβολὴν ἰσχυρὰν ποιοῦντα φυλα‐ κτέον. τῷ δὲ ἐπὶ νεφριτικὰ πάθη φερομένῳ σιτία μὲν ἐλαφρὰ ποιεῖν, λουτροῖς δὲ ἀφειδῶς χρῆσθαι, τό τε πινό‐ μενον οὐκ ἐπιτήδειον συστέλλειν, ἵνα μὴ δριμέων τῶν οὔρων γινομένων, ἀναδάκνονται οἱ τόποι δι’ ὧν φέρεται
10ἡ ἔκκρισις, ἐργῶδές τε καὶ τὸ διαπονεῖν πλείω τοῖς τοιού‐ τοις. οἷς δὲ ἐπὶ σπλῆνα ἢ τὸ ἧπαρ εἴθισται φέρεσθαι, κόπους τε καὶ ψυχρολουσίαν εὐλαβητέον, ἀσιτίαις τε καὶ ὀλιγοποσίαις καὶ λουτροῖς τὸ ἐπίπαν τὴν φυλακὴν ποιεῖσθαι.
15 Ἐν τούτοις πάλιν ὁ Ἐρασίστρατος ἐναρ‐ γῶς ἐνεδείξατο τὴν αὐτοῦ γνώμην. ἄγε τοὺς ἐκ πληθώρας
ἤτοι γ’ αἷμα πτύσειν μέλλοντας, ἢ τοῖς ἐπιληπτικοῖς ἁλώ‐240

11

.

241

σεσθαι πάθεσι, οὔτε διὰ τῶν ἰσχυρῶς καθαιρόντων φαρ‐ μάκων ἐπεχείρησε κενοῦν, ἀλλ’ οὐδὲ διὰ πλήθους τρίψεως ἀσθενεστέρου μὲν ἢ κατ’ αὐτὰ βοηθήματος, ἰσχυροτέρου δὲ οὐ σμικρῷ μόνης τῆς ἀσιτίας. πλήθει γοῦν τρίψεως ἐνίους
5τῶν τοιούτων ἐκενώσαμεν ὑπὸ μαλακείας ψυχῆς, οὔτε καθαῖ‐ ρον φάρμακον ὑπομένοντας λαβεῖν οὔτε ἐπιτρέποντας τέμνειν τὴν φλέβα. καὶ εἴπερ ἦν ἱκανὸν ἐπὶ πάντων τὸ βοήθημα τοῦτο, τάχα ἄν τις ἀντὶ φλεβοτομίας αὐτῷ χρῆσθαι διηνεκῶς ἐδύνατο. νῦν δὲ ἐστὶν ὅτε μικρότερον εὑρίσκεται τῆς κατὰ
10τὸ σῶμα πληθώρας καὶ μάλιστ’ ἀηθῶν τρίβεσθαι κοπώδεσιν αὐτίκα διαθέσεσιν ἁλισκομένων, ἢν ἐπιπλέον τριφθῶσιν. ἔνιοι δὲ πυκνὸν καὶ σκληρὸν ἔχουσι τὸ δέρμα, κᾂν πλείστη τρίψις προσαχθῇ, κένωσις βραχυτάτη γίνεται. εἰ δέ τις ἰατρὸς ἐπι‐ μελῶς ὁμιλήσει τοῖς ἔργοις τῆς τέχνης αὐτῇ τῇ πείρᾳ διδαχθεὶς,
15οἶδεν ὅπως ἐπικαλεῖται παροξυσμὸν ἐπιληπτικὸν ἡ τοῦ στο‐ μάχου κένωσις. ἔγνω δὲ καὶ τοὺς ἐπὶ κακοπραγίᾳ μόνῃ
στομάχου ταῖς ἐπιληψίαις ἁλισκομένους, ὧν ἔνιοι241

11

.

242

βλάπτονται μεγάλως ὑπὸ τῆς ἀσιτίας, ὥσπερ γε καὶ Διόδω‐ ρος ὁ γραμματικός. οὗτος γὰρ εἴ ποτε κατά τινα περίστα‐ σιν γραμμάτων ἐπιπλέον ἄσιτος διετέλεσεν, ἐπιληπτικὸς ἐσπᾶτο. καὶ τοίνυν ἐπενοήσαμεν αὐτῷ βοηθήματι περὶ
5τρίτην ὥραν ἢ τετάρτην ἄρτον προσλαμβάνειν ἐξ οἴνου κεκραμένου. καὶ τούτῳ χρώμενος ἐτῶν ἤδη πολλῶν ὑγίαινε, μόνου φροντίζων ἑνὸς τοῦ πέπτειν ὅτι κάλλιστα τὴν ἐπὶ τῷ δείπνῳ τροφήν. καὶ ποτὲ διά τινα χρείαν πολιτικὴν ἀναγκασθεὶς ἐπὶ τῆς ἀγορᾶς ἕως μεσημβρίας ἄσιτος
10διατρῖψαι, καταπεσὼν ἐσπάσθη. οὗτος μὲν οὖν, ὡς ἔφην, ἐπὶ τῷ στομάχῳ κακοπραγοῦντι ταῖς ἐπιληψίαις ἡλίσκετο. τοὺς δὲ ἄλλους εἰ καὶ μὴ μόνους, ἀλλ’ ὅταν ἐπιτηδείως ἔχῃ, συμπαροξύνει τε κἀξέλκει διὰ ταχέων ὁ στόμαχος βλαβεὶς εὔδηλον. ἔστι δ’ ὅτε τὸ στόμα τῆς γαστρὸς ὀνο‐
15μάζεται στόμαχος ὑπὸ τῶν ἰατρῶν. ἐν ταύταις ταῖς διαθέ‐ σεσι καὶ πολλοῖς γε ἤδη πρὸ ἡμῶν ἐγνώσθησαν αἱ τοιαῦ‐
ται διαθέσεις ὑπὲρ ὧν ἑτέρωθι κάλλιον εἰπεῖν. ἐν δὲ τῷ242

11

.

243

παρόντι μέχρι τοσούτου λέλεχθαι, μετρίως δηλούντων ἡμῶν ὅτι πολλοὶ τῶν ἐπιλήπτων ὑπὸ τῶν μακροτέρων ἀσιτιῶν κακούμενοι τὸν στόμαχον ἐξ αὐτοῦ τούτου παροξύνονται. ὑποκείσθω τοίνυν ὁ μὲν ἄνθρωπος εἶναι πληθωρικὸς
5οὕτως ὡς παραπεπρῆσθαι βραχίονάς τε καὶ τὰ περὶ μηροὺς καὶ κνήμας, ἡ δ’ ὥρα τοῦ ἔτους ἔαρ εἰσβαλὸν, οὐδὲ γὰρ οὐδὲ αὐτὴ σπάνιος ὑπόθεσις, ἀλλ’ ἡμεῖς μὲν καὶ πάνυ πολλάκις ἐθεασάμεθα διακειμένους οὕτως ἀνθρώπους ἐν ἐκείνῳ τῷ καιρῷ. προσυποκείσθω δὲ καὶ τρίψεων εἶναι καὶ
10γυμνασίων ἀήθης ὁ τοιοῦτος, ὑπό τε τῆς ἀσιτίας κακού‐ μενος, εἶτα ζητῶμεν ὅπως αὐτὸν κενώσωμεν. ἆρά γε λου‐ τροῖς πλείοσιν ἢ γυμνασίοις ἢ τοῖς ἀπὸ δείπνων ἐμέτοις ἢ ἀσιτίαις; ταῦτα γάρ ἐστιν Ἐρασιστράτῳ πλήθους ἰάματα. γυμνάσια μὲν οὖν οὐδὲ αὐτὸς ἀξιοῖ χρῆσθαι τοὺς ἀήθεις.
15λουτρῶν δὲ εἴργει πάντας ἁλῶναι πάθεσιν ἐπιληπτικοῖς. εἴρξει δ’, οἶμαι, καὶ τῶν ἐμέτων αὐτοὺς ἐναργῶς πληρούν‐
των κεφαλήν. ἡ δ’ ἀσιτία μόνη τῶν οὕτω πεπληρωμένων243

11

.

244

ὡς τάσεως σφόδρα αἰσθάνεσθαι κατὰ τὰ σκέλη καὶ τὰς χεῖρας οὐχ ἱκανὴ κενοῦν αὐτάρκως μετὰ τοῦ καὶ βλάπτειν ἰσχυρῶς, εἰ τὸν στόμαχον ἔχοιεν εὐπαθῆ. πῶς οὖν αὐτὸν κενώσομεν; ἆρά γε μόναις τρίψεσιν, ὧν οὐδ’ ὅλως ἐμνημό‐
5νευσεν Ἐρασίστρατος; ἀλλὰ τοῖς ἀήθεσιν οὐχ οἷόν τε τρί‐ ψιν τοσαύτην προσφέρειν ὡς αὐτάρκως κενῶσαι· ἢ διαδή‐ σωμεν αὐτὸν ἐρίοις; ὅπερ οὐδὲ ὅλως εἶπεν ὁ Ἐρασίστρατος ἐνταῦθα, καίτοι γε ἐν τῷ περὶ αἵματος ἀναγωγῆς εἶπεν. ὑποκείσθω δ’, ὡς εἴρηκεν, ἐκ περιουσίας ἡ σκέψις γένηται.
10ἀλλ’ εἴρηται καὶ πρόσθεν ὡς ἀνιαρόν τε ἀλλὰ καὶ ἀδύνα‐ τον εἶναι τὸ βοήθημα τοῦτο, τοὺς εἰς τοσοῦτο πληθώρας ἥκοντας ὡς εἰς τὰ κῶλα πιπρᾶσθαι νομίζειν. οὐδὲ ἐκεῖνο δυνατὸν εἰπεῖν, ὅπερ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς ὁ Ἐρα‐ σίστρατος ἔγραψεν, ὡς ἐχόμενός τε περὶ τὴν ἀναγωγὴν
15ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος ἐστίν. ἐν ᾧ τῶν ἀσιτιῶν ἀναγκάζει, ὡς παραλαμβανομένων οὐ χρὴ τῇ φλεβοτομίᾳ
προσκαταλελύσθαι τὴν δύναμιν. οὐδεμία γὰρ ἀνάγκη244

11

.

245

φλεγμονὴν ἀκολουθῆσαι τῇ πληθώρᾳ φθασάντων αὐτὴν κενῶσαι. ἀλλά τοι καὶ τούτου τοῦ πιθανοῦ μὲν οὐ μὴν ἀληθοῦς κατὰ τὴν τῶν ὑγιεινῶν πραγμάτων ἐκποδὼν ὄντος, ὅμως ὁ Ἐρασίστρατος οὐκ ἐτόλμησεν ἐκκενῶσαι διὰ φλεβο‐
5τομίας, τὸ μέλλον ἤτοι γ’ ἐπιληψίαν ἢ αἵματος ἀναγωγὴν ἐργάζεσθαι πλῆθος. οὕτως ἄρα προκείμενόν ἐστιν αὐτὸ διαφυλάττειν ἀεὶ τὸ τοῦ Χρυσίππου καὶ μὴ φλεβοτομίᾳ χρῆσθαι, μήτε τινὶ τῶν ἰσχυρῶς καθαιρόντων φαρμάκων. ἐνῆν γοῦν καὶ διὰ φλεβοτομίας, ἀλλὰ καὶ διὰ καθάρσεώς
10γέ τινος ἐκκενῶσαι τὸ πλῆθος. οὐ μήν γε ὁ Ἐρασίστρατος ἔγραψεν ὑπὲρ αὐτῶν, ὥσπερ γε οὐδὲ ἐν τοῖς περὶ παρα‐ λύσεως ἢ περὶ ποδάγρας. αἰτιᾶται μὲν γὰρ κἀκεῖ τὴν πληθώραν, οὔτε δὲ φλεβοτομίας οὐδέ τινι τῶν δραστηρίων χρῆται καθαρτικῶν φαρμάκων. ἔτι δὲ ἐναργέστερον ἐδήλωσε
15τὴν ἑαυτοῦ γνώμην ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐν
ἐκείνῳ τῷ μέρει τοῦ γράμματος ἔνθα φασὶν ἐνίους τῶν245

11

.

246

ἀνθρώπων εἰς κίνδυνον ἥκειν αἵματος ἀναγωγῆς ἐπισχεθεί‐ σης αὐτοῖς συνήθους ἐκκρίσεως. μεμνημένος γὰρ ἅμα ταῖς ἄλλαις ἐπισχέσεσι καὶ τῆς τῶν ἄλλων αἱμοῤῥοΐδων ἀφαιρέ‐ σεως, οὐχ ἁπλῶς εἶπεν ὅτι κενοῦν χρὴ τοὺς τοιούτους,
5ἀλλὰ κατ’ εἶδος ἔγραψε τὰ κενωτικὰ βοηθήματα, καθά‐ περ ἐν τοῖς ἄλλοις βιβλίοις, οὕτω κᾀνταῦθα τὰ δοκοῦντα αὐτῷ πάντα χωρὶς τῆς φλεβοτομίας. ἔχει δὲ ἡ ῥῆσις ὧδε· τοῖς μὲν οὖν νῦν ἐνεστῶσιν οἷς ἔκκλυσις αἵματος πλείων εἴθισται γίγνεσθαι, ἐκκρίσεις ἁρμόττοιεν ἂν οὐρήσεών τε
10καὶ ἱδρώτων. ἁρμόζει δὲ καὶ συστολὴ τῶν προσφερομένων καὶ περιπάτων πλῆθος ἐπιπέδων μὴ ταχέων. ἐν τούτοις πάλιν ἱδρῶσιν καὶ οὔροις καὶ ἀσιτίαις καὶ περιπάτοις ἐκκε‐ νῶν τὸ πλῆθος, οὐ χρῆται φλεβοτομίᾳ. καὶ μὴν εἰ μήτε πρὶν γενέσθαι τὴν φλεγμονὴν μήτε γενομένης ἢ ὑπο‐
15πτευομένοις ἔσεσθαι παραλαμβάνειν φλεβοτομίαν ὡσαύτως ἐδήλωσε δι’ ἑνὸς τούτου βιβλίου, περιττὸν ἦν κατ’ ἄλλην
πραγμάτων αὐτὸν μνημονεύειν φλεβοτομίας, ἐν ᾗ φλεγμονὴν246

11

.

247

ἤτοι γεγενημένην ἤδη θεραπεύει, καθάπερ ἐν τῇ περὶ τῶν πυρετῶν, ἢ μέλλουσαν, ἢ ὑποπτευομένην, ἢ ἀρχομένην ὡς ἐν ταῖς ἄλλαις. ἀλλ’ οὐδὲν τούτων ὁρῶντες ἔνιοι τῶν Ἐρασιστρατείων εἴπερ φασὶ ὡς κενωτικοῦ τε βοηθήματος
5χρῆται τῇ φλεβοτομίᾳ. καὶ γὰρ Ἐρασιστράτου σαφῶς εἰρη‐ κότος αὐτὸ τὸ ἐναντιώτατον. ἐπειδὴ γάρ φησι κατὰ τὸν φλεγμονῆς καιρὸν οὐκέτι ῥᾴδιον προσφέρειν σιτία τούτῳ μὴ χρῆσθαι φλεβοτομίᾳ μελλούσης ἔσεσθαι φλεγμονῆς. ὁ τοίνυν λόγος οὗτος ἄντικρυς ἐνδείκνυται φυλάττεσθαι φλε‐
10βοτομίαν, ἐφ’ ὧν μέλλομεν ἀσιτίαν συμβουλεύειν. οὐκ οὖν ἐνδέχεται καθ’ ἕνα καὶ τὸν αὐτὸν ἄῤῥωστον ἄμφω παραλαμβάνειν τὰ βοηθήματα, τὴν ἀσιτίαν καὶ τὴν φλε‐ βοτομίαν. ὥστε εὔδηλον εἴποθ’ εὕροι Ἐρασίστρατος συμ‐ βουλεύοντος τὴν ἀσιτίαν μὴ χρῆσθαι τηνικαῦτα φλεβοτομίᾳ,
15διὰ τοῦτο γοῦν οὐδὲ ἐμνημόνευσεν, ὡς ἔφην, ἔτι τοῦ βοηθήματος ἐν ταῖς ἄλλαις πραγματείαις. ἐν ἁπάσαις γὰρ
αὐταῖς, ὡς δέδεικται, συμβουλεύων ἀσιτίαν ἀναιρεῖ δη‐247

11

.

248

λονότι τὴν φλεβοτομίαν οὐκ ὀρθῶς μὲν πράττων, ὥσπερ καὶ καθ’ ἑκατὸν ἡμῖν πρότερον, ὡς ἔφην, ἐδείχθη γράμμα, μικρότερον ἁμαρτανόντων τῶν οἰομένων ἅπαντας ὅσοι χρῄζουσιν ἀσιτίας, εὐθὺς τούτους δεῖσθαι φλεβοτο‐
5μίᾳ. ἐγὼ γὰρ ἐπιδείξω κατὰ τὸν ἑξῆς λόγον οὐ μόνον ἅπαντας οὐ δεομένους φλεβοτομίας, ἀλλ’ οὐδὲ τοὺς πλη‐ θωρικοὺς αὐτοὺς, ἐὰν μὴ πρότερον αὐτό τε τὸ πλῆθος ὁποῖόν τι τὴν φύσιν ἐστὶ διορίσεται καὶ μετὰ τοῦτο τὴν ἕξιν τοῦ κάμνοντος ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ
10κατάστασιν, ὅσα τε προηγεῖται καὶ ὅσα πάρεστι τῷ κά‐ μνοντι συμπτώματα. καθ’ ἕκαστον γὰρ τούτων ἐπιδείξω πολλοὺς μὴ φέροντας ἀβλαβῶς τὴν φλεβοτομίαν. ὥσπερ αὖθις πάλιν ἑτέρους ἐπιδείξω χωρὶς πληθώρας δεομένους φλεβοτομίας. ἐπειδὰν δὲ ταῦτα διορίσωμαι, τόν τε καιρὸν
15ἐρῶ τῆς φλεβοτομίας καὶ τὸ μέτρον, ἔτι τε πρὸ τούτων
τὴν ἐν τοῖς τμηθησομένοις φλεψὶ διαφοράν. εἰρήσεται δὲ248

11

.

249

καὶ περὶ τοῦ πλεονάκις ἢ ἅπαξ ἀφαιρεῖν. ἐπί τε τούτων οὐδὲν ἧττον ὥς τινες ἐν ἦρι φλεβοτομεῖν ἢ καθαίρειν ἔτι
ὑγιαίνοντας προσήκει.249