TLG 0057 068 :: GALENUS :: De venae sectione adversus Erasistratum GALENUS Med., vel Claudius Galenus De venae sectione adversus Erasistratum Citation: Volume — page — (line) | ||
11.147(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ ΠΡΟΣ | |
t2 | ΕΡΑΣΙΣΤΡΑΤΟΝ ΒΙΒΛΙΟΝ. | |
---|---|---|
1 | Ἄξιον εἶναί μοι δοκεῖ ζητήσεως οὐ σμι‐ κρᾶς τί δή ποτε καὶ τἄλλα τῆς τέχνης ἱκανὸς ὢν ὁ Ἐρασί‐ στρατος, κᾀν τοῖς σμικροτάτοις οὕτως ἐπιμελὴς ὥστε καὶ λαχάνων τινῶν καὶ καταπλασμάτων ἑψήσεις γράφειν, ἐφ’ ὧν | |
5 | ἤρκεσεν ἂν ἑτέρῳ πρὸς ὅ τι συμφέρει μόνον εἰπόντι τὸν τρό‐ πον τῆς σκευασίας παραλιπεῖν, ὡς οὐδὲν μέγα καὶ αὐτόν τινι τῶν ἐντυγχανόντων ἐξευρεῖν, ἐν οὕτως ἰσχυρῷ καὶ μεγάλῳ βοηθήματι τῇ φλεβοτομίᾳ καὶ οὐδενὸς ἧττον τῶν δραστικω‐ | |
τάτων εὐδοκιμοῦντι παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ λόγον | 147 | |
11.148 | οὐδένα πεποίηται. σχεδὸν γὰρ οὔτε τοὔνομα τῆς φλεβοτο‐ μίας ἐστὶν εὑρεῖν ἐν οὐδενὶ συγγράμματι, πλὴν ἅπαξ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐπιμνησθέντος αὐτοῦ κατὰ τὸ πάρ‐ εργον μᾶλλον, ὡς ἄν τῳ δόξειεν, ἢ μετά τινος ἀξιολόγου | |
5 | σπουδῆς· μάθοις δ’ ἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε ἀποδέσεις δὲ ποιεῖσθαι παρά τε τὰς μασχάλας καὶ τοὺς βου‐ βῶνας μὴ ὥσπερ ἔνιοι τῶν μιμουμένων τὰς θεραπείας οὐδὲν παρακολουθοῦντες αἵματος χάριν ταῦτα ποιοῦνται, ἀλλ’ ἀποπιέζονται ἱκανῶς τοῖς δεσμοῖς. ἐν γὰρ τοῖς ἀποδουμένοις | |
10 | μέρεσι τοῦ σώματος πλεῖον αἷμα ἀπολαμβάνεται· δηλοῖ δὲ ἥ τε διάτασις τῶν φλεβῶν καὶ ἡ φλεβοτομία· πολὺ γὰρ πλεῖον ῥεῖ, ὅτε ἀποδεθῇ τὸ φλεβοτομούμενον μέρος τοῦ σώ‐ ματος. ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵματος πλεῖστον ἀπολαμ‐ βάνεται τοῦ αἵματος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι | |
15 | καὶ τοῖς βραχίοσιν. ἐλάσσονος γὰρ γινομένου τοῦ περὶ τὸν θώρακα καὶ ἐλαφροτέρα ἔσται ἡ ἀναγωγή. τὸ δ’ αὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ οἱ φλεβοτομοῦντες τοὺς ἀνάγοντας τὸ | |
αἷμα. ἀλλὰ πολὺ βέλτιον ὁ Χρύσιππος, οὐ μόνον τὸ παρὸν | 148 | |
11.149 | ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ τὴν φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον· φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι· ὁ δὲ | |
5 | τὴν ἐνυπάρχουσαν τροφὴν ἐν τῷ σώματι κατεργαζομένην εἰς τόπους ἀλύτους μεταστησάμενος, καθ’ ὃν καιρὸν ὁ τῆς ἐκλύ‐ σεως κίνδυνος· ὅταν δὲ οὕτως παραλλάξῃ, ἐξ ἑτοίμου ταῦτ’ ἤδη χρώμενος καὶ μὴ προσφέρειν ἀναγκαζόμενος, ἄκρως πε‐ ριττὸς τῇ διανοίᾳ καὶ ἄξιος ἐπαίνου καὶ δι’ ὅλου ἀκολουθῶν | |
10 | αὐτὸς ἑαυτῷ. ὅτι μικρὰ ταῦτα καὶ τὰ τυχόντα, καὶ οὔτε τῆς Ἐρασιστράτου περὶ τὴν τέχνην ἀκριβείας οὔτ’ αὐτοῦ τοῦ βοηθήματος τῆς δυνάμεως ἄξια, παντὶ δῆλον. εἰ μὲν μήτε παρ’ Ἱπποκράτει μήτε παρὰ Διοκλεῖ μήτε παρ’ Εὐρυφῶντι μήθ’ ὅλως παρ’ ἄλλῳ μηδενὶ τῶν Ἐρασιστράτου πρεσβυτέρων ἦν εὑρεῖν | |
15 | τὸ βοήθημα γεγραμμένον, ἴσως ἄν τις ὑπενόησεν, εἰ μήπω τῆς χρήσεως εὑρημένης ἢ μὴ παρὰ τοῖς εὐδόξοις εὐδοκιμούσης, | |
εὐλόγως αὐτὸν παραλιπεῖν. ἐπεὶ δὲ εὕροιντο ἄλλοι καὶ πολλή | 149 | |
11.150 | τις χρῆσις ἤδη τοῦ βοηθήματος ἦν, οὐκ ἐφ’ ἑνὸς μόνον οὐδὲ τοῦ τυχόντος πάθους, ἀλλ’ ἐπὶ τῶν πλείστων τε καὶ ὀξυτά‐ των, οὕτως γὰρ ὁ Ἱπποκράτης γε αὐτὸς, ὁ τῶν καλῶν τῆς τέχνης ἁπάντων ἡμῖν ἡγεμὼν, οἵ τ’ ἄλλοι παλαιοὶ φαίνονται | |
5 | χρώμενοι. τί δή ποτε παθὼν ὁ Ἐρασίστρατος ἠμέλησε τελέως τὸν ὑπὲρ αὐτῆς διεξελθεῖν λόγον; καὶ γὰρ ἀρεσκόμενον ἐχρῆν ἐπισημαίνεσθαι τοῖς πάθεσιν αὐτὸ προσαναγράψαντα, καθά‐ περ τἄλλα βοηθήματα, καὶ ἀρεσκομένου εἰπεῖν αἰτίαν δι’ ἣν ἀρέσκεται. ὁ δὲ τοσοῦτον ἀποδεῖ τὸν λόγον ὑποσχεῖν περὶ | |
10 | τῆς τοῦ βοηθήματος δυνάμεως, ὥστ’ οὐδ’ ὅτι χρηστέον ἢ μὴ χρηστέον ἐμήνυσεν, οὐδ’ ὅλως ἐτόλμησεν ἀποφήνασθαι ἣν ἔχει γνώμην πλὴν ἅπαξ, ὡς εἶπον, ἐφ’ ἑνὸς πάθους, καίτοι κᾀξ αὐτῶν ὧν σιωπᾷ κατάφωρον αὐτοῦ τῆς γνώμης τὸ κεφάλαιον. οὐ γὰρ δὴ ἀρεσκόμενόν γ’ ἂν αὐτῷ παρέλιπεν, οὐ‐ | |
15 | δὲ τὰ μὲν σμικρὰ τῶν τοῖς πάθεσιν συμφερόντων γραφῆς ᾤετο δεῖσθαι, τὰ δ’ οὕτω μεγάλα δύνασθαί τινα καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν αὐτὸν ἐξευρεῖν. Ἡ δ’ αἰτία δι’ ἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ, | |
τὸ μὲν ἀληθέστατον φάναι, τάχ’ ἄν τῳ δόξειε μαντείας δεῖ‐ | 150 | |
11.151 | σθαι. τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς; ὅμως δ’ οὖν ἐτόλμησάν τινες ἀπομαντεύσασθαι τῆς γνώμης αὐτοῦ. κατά‐ φωροι δ’ εἰσὶν ἁμαρτάνοντες οὐχ ἥκιστα ἐξ ὧν πρὸς ἀλλή‐ | |
5 | λους διαφέρονται. δοκεῖ γὰρ αὐτῶν οὐδενὶ τὰ αὐτὰ, καὶ τὸ πάντων δεινότατον, ὅτι μηδ’ αὐτοῖς τοῖς συμφοιτηταῖς μὲν τοῦ Ἐρασιστράτου, μαθηταῖς δὲ Χρυσίππου τοῦ Κνιδίου, οὗπερ δὴ πρώτου τὸ δόγμα τοῦτ’ ἦν, μὴ χρῆσθαι φλεβοτο‐ μίᾳ· οὐδὲ γὰρ ἐκείνοις ὁμολογεῖται περὶ τῆς Χρυσίππου | |
10 | γνώμης οὐδέν. ἀλλὰ τὰ μὲν ὑπό τε Ἀποιμάντου καὶ Στρά‐ τωνος εἰρημένα καταγέλαστα. καὶ γὰρ τὸ σχάσαι τὴν φλέβα δύσκολον εἶναί φασιν καὶ τὸ διαγνῶναι καὶ τὸ διαιρῆ‐ σαι τὴν ἀρτηρίαν αὐτὴν, μετὰ δ’ ἐν τούτῳ κακὸν ἀποβαίνει, εἰ ἀντὶ φλεβὸς ἀρτηρίαν διαιρεῖσθαι συμβαίνει· καὶ ὅτι δείσας | |
15 | τις ἔθανεν, ὁ μὲν καὶ πρὸ τοῦ τμηθῆναι τὸ ἀγγεῖον, ὁ δὲ καὶ τμηθεὶς οὐκ ἀνεκομίσθη· καὶ ὅτι ἡμοῤῥάγησέ τις ἀνεπισχέτως· | |
τὰ δ’ ὑφ’ ἑτέρων λεγόμενα, τῶν μὲν, ὅτι τοῦ μέτρου τῆς | 151 | |
11.152 | κενώσεως ἐστοχάσθαι χαλεπὸν, ὥστε ἀναγκαῖον ἢ ἐνδεῶς κενώσαντι μηδὲν εἶναι πλέον ἢ τὸ σύμμετρον ὑπερβαλόντι μεγίστην ἀκολουθῆσαι βλάβην. τί γὰρ ἂν ἀποδέοι, φασὶ, σφα‐ γῆς ἄμετρος φλεβοτομία; τῶν δὲ, ὅτι παρέμπτωσις τοῦ | |
5 | πνεύματος ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας γένοιτ’ ἂν, ἀκολου‐ θήσει γὰρ ἐξ ἀνάγκης κατὰ τὰς συναναστομώσεις τοῦ αἵμα‐ τος κενουμένου τὸ πνεῦμα· τῶν δ’, ὅτι τοῦ πάθους τῆς φλεγμονῆς ἐν ἀρτηρίαις συνισταμένου, περιττὸν ἐκκενοῦν τὰς φλέβας. τὰ δὲ τοιαῦτα κᾂν εἴ τινι ἔδοξεν εἶναι πιθανὰ, | |
10 | κατά γε τὴν ἀλήθειαν αὐτὴν οὔτε πιθανὸν οὐδὲν ἔχει καὶ ψευδῆ φανερῶς ἐστι· πολλῷ γὰρ ἂν ἦσαν πιθανώτεροι ταῦτα λέγοντες ἅπερ ἑτέροις τισὶν ἐκ τῆς τῶν χυμῶν φύσεως ὁρμω‐ μένοις εἴρηται. καὶ τάχ’ ἂν ἴσως καὶ δέοιτό τις πρὸς ἐκείνους λόγου πλείονος, ἀλλ’ οὐ νῦν καιρός· εἰς μακρόν τε γὰρ οὕτω | |
15 | λόγον μῆκος ἐκπεσεῖν ἀνάγκη, καὶ ἄλλως οὐδὲν κατεπείγει τὰ μήθ’ ὑπ’ Ἐρασιστράτου μήθ’ ὑπ’ ἄλλου τινὸς τῶν Χρυσίπ‐ που μαθητῶν εἰρημένα νῦν ἐπιχειρεῖν ἐξελέγχειν. | |
Ἄριστα οὖν μοι δοκῶ διαθέσθαι τὸν | 152 | |
11.153 | λόγον, εἰ τἄλλα παραλιπὼν ἀπ’ αὐτῶν ἀρξαίμην τῶν Ἐρασι‐ στράτῳ δοκούντων· εἰρήσεται δ’ ὡς ἔνι μάλιστα διὰ βραχυ‐ τάτων. ἀρέσκει δὲ αὐτῷ πνεύματος μὲν ἀγγεῖον εἶναι τὴν ἀρτηρίαν, αἵματος δὲ τὴν φλέβα· σχιζόμενα δ’ ἀεὶ τὰ μείζω | |
5 | τῶν ἀγγείων εἰς ἐλάττονα μὲν τὸ μέγεθος, ἀριθμὸν δὲ πλείω καὶ πάντῃ τοῦ σώματος ἐνεχθέντα, μηδένα γὰρ εἶναι τόπον ἔνθα μὴ πέρας ἀγγείου κείμενον ὑπάρχει, εἰς οὕτω σμικρὰ πέρατα τελευτᾷν, ὥστε τῇ μύσει τῶν ἐσχάτων στομάτων κρα‐ τούμενον ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷμα· καὶ διὰ τοῦτο καί‐ | |
10 | τοι παρακειμένων ἀλλήλοις τοῦ στόματος τοῦ τε τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις μένειν τὸ αἷμα μηδα‐ μόθι τοῖς τοῦ πνεύματος ἐπεμβαῖνον ἀγγείοις. μέχρι μὲν δὴ τοῦδε νόμῳ φύσεως διοικεῖσθαι τὸ ζῶον· ἐπεὶ δέ τις αἰτία βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷμα μεταχθῆναι, | |
15 | αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ οὐδεμιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵματος, ὑφ’ οὗ δια‐ τείνεσθαι μὲν τὸν χιτῶνα τῆς φλεβὸς, ἀναστομοῦσθαι δὲ τὰ πρότερον μεμυκότα πέρατα, μεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας | |
τὸ αἷμα, κᾀντεῦθεν τῷ παρὰ καρδίας φερομένῳ πνεύματι | 153 | |
11.154 | προσκόπτον καὶ ἐνιστάμενον, ἀλλοιοῦντι τὴν ἐκείνου κίνησιν, ἡνίκ’ ἂν ἐγγὺς ᾖ καὶ κατ’ εὐθὺ τῆς ἀρχῆς καὶ τοῦτ’ εἶναι τὸν πυρετόν· ὠθούμενόν τε ὑπ’ αὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτ’ εἶναι τὴν φλεγμονήν. | |
5 | οὕτω μὲν ἐπὶ πλήθει φλεγμονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ τραύμασι δὲ φλεγμονὴν αἰτιᾶται μὲν, κᾀνταῦθα τὴν παρέμ‐ πτωσιν ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵματος, αὐτῆς δὲ τῆς παρεμπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούμε‐ νον ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωμένῳ μέρει | |
10 | διαιρεθεισῶν ἀρτηριῶν ἐκχυθῇ, κατὰ τὴν τρῶσιν ἅπαν τὸ πνεῦμα καὶ κίνδυνος ᾖ κενὸν γενέσθαι τόπον, ἕπεσθαι κατὰ τὰς συναναστομώσεις τὸ αἷμα, τοῦ κενουμένου πνεύμα‐ τος τὴν βάσιν ἀναπληροῦντος· ἀνεωγότος μὲν οὖν τοῦ πνεύ‐ ματος ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ μύσαντος ἔνδον ὠθού‐ | |
15 | μενον ὑπὸ τοῦ παρὰ καρδίαν ἐπιπεμπομένου πνεύματος ἀθροίζεσθαι πάλιν ἅπαν ἐν τοῖς περὶ τὸ τραῦμα τόποις, καὶ τὴν φλεγμονὴν οὕτως ἐργάζεσθαι. ἄγε δὴ, συγχωρήσομεν γὰρ αὐτὸν κατά γε τὸ παρὸν ἀληθεύειν ἅπαντα περί τε πυρετοὺς | |
καὶ φλεγμονὰς, καίτοι γ’ ὅτι μηδὲν αὐτῶν ἀληθές ἐστιν ἐν | 154 | |
11.155 | ἑτέροις ἀπεδείξαμεν, ἐφεξῆς ἡμᾶς διδαξάτω τὰ ἰάματα. φησὶ γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κᾀν τῷ τρίτῳ περὶ πυρετῶν κατὰ λέξιν οὕτω· περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσ‐ | |
5 | φορὰν ῥοφημάτων· καὶ γίνονται ὡς τὸ πολὺ αἱ τοὺς πυρε‐ τοὺς ποιοῦσαι τῶν φλεγμονῶν διὰ πληθώραν. διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ ἀναδόσεως τὰς καθ’ αὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμέ‐ νων τῶν ἀγγείων τῆς τροφῆς, ἐπὶ πλέον τε ἰσχυροτέρας συμ‐ | |
10 | βήσεται τὰς φλεγμονὰς γίνεσθαι. ταῦτα μὲν ὑπὲρ τῶν περὶ πλήθει χωρὶς τραύματος γιγνομένων φλεγμονῶν· ὑπὲρ δὲ τῶν ἐπὶ τραύμασιν ἐν πρώτῳ πάλιν περὶ πυρετῶν ὧδέ πώς φη‐ σιν. ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγμαντα πάντα γίνεσθαι τὰ τραύματα· καὶ τῶν φαρμάκων τὰ μὲν | |
15 | περιχριόμενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ μύοντα κωλύει τὴν συνίωσιν τοῦ ἄνωθεν κεχυμένου αἵματος ἐπὶ τοὺς διῃρημένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολ‐ λῶν ἀνεστομωμένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς | |
τόπους μετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεμπεπτωκότος | 155 | |
11.156 | αἵματος εἰς τὰς ἀρτηρίας. εἶτα ἐφεξῆς πάλιν ἀκόλουθον τού‐ τοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς | |
5 | ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ ἔσονται. οὐκοῦν ὅτι μὲν χρὴ κενῶσαι τὸ πλῆθος καὶ ὅτι δέξα‐ σθαι πάλιν εἰς ἑαυτὰς αἱ φλέβες οὐκ ἂν δύναιντο τὸ αἷμα μεσταὶ τυγχάνουσαι καὶ διατεταμέναι, συμφωνεῖται τοῦτό γε καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ. τὸ δὲ ὅτῳ χρὴ τρόπῳ κενῶσαι | |
10 | αὐτὰς τὸ ἀμφισβητούμενόν ἐστιν. Ἐγὼ μὲν οὖν ᾤμην, ἐπειδὴ ἅπαξ τὸ κενού‐ μενον ὡμολόγηται, ῥᾷστόν τε ἤδη καὶ ἑτοιμότατόν ἐστιν τεμεῖν τὴν φλέβα· καὶ γὰρ ἂν τάχιστα οὕτω καὶ αὐτὰς μόνας τὰς φλεγμονὰς ἐξεκενώσαμεν, ὡς αἵ γε ἀσιτίαι πρὸς τῷ χρό‐ | |
15 | νου δεῖσθαι μακροῦ καὶ ὅλην τὴν ἕξιν κενοῦσιν ὁμοίως· τὸ δὲ οὐ χρή. τί γὰρ ἄν τις κενοίη τὸ μὴ δεόμενον κενώσεως ἢ τί τὰς σάρκας ἐκτήκοι, παρὸν ἀποχεῖν τοῦ αἵματος; ἵνα | |
τἄλλα ὅσα ταῖς μακραῖς ἀσιτίαις ἐξ ἀνάγκης ἕπεται κακὰ παρα‐ | 156 | |
11.157 | λείπω, τήν τε δύναμιν κάμνουσαν καὶ τοὺς χυμοὺς ἐπὶ τὸ χολῶδες καὶ πικρὸν τρεπομένους καὶ καρδιωγμοὺς πολλοὺς καὶ ἄσην καὶ διαχώρημα ἰσχόμενον, καὶ πάνθ’ ἁπλῶς τὰ περιττώματα δριμύτερα γιγνόμενα, ὧν οὐδὲν ὁ Ἐρασίστρα‐ | |
5 | τος ἰδὼν, ὥσπερ οἱ τυφλοὶ, λείας ὁδοῦ καὶ πλατείας καὶ εὐθείας ἐγγὺς οὔσης πολλάκις στενὴν καὶ τραχεῖαν καὶ μακρὰν ἑλόμενοι περιέρχονται· καὶ αὐτὸς οὕτω παρακει‐ μένην ὁδὸν σύντομον ἱκανῶς καὶ ἄλυπον παριδὼν ἐπὶ μοχθηρὰν καὶ μακρὰν ἐλήλυθεν, τοῦτο μόνον θεασάμενος, | |
10 | εἰ ἐφ’ ὃ βούλεται ἄγει αὐτὸν ἡ ὁδὸς, οὐκ ἔτι δὲ εἰ ταχέως καὶ ἀλύπως. ἄγει μὲν γὰρ ἐπὶ τὴν τοῦ πλήθους κένωσιν καὶ ἡ ἀσιτία, σύμφημι τοῦτο, ἀλλ’ ἐν χρόνῳ τε μακρῷ σὺν τῷ λυπῆσαι πολλά. καὶ ὅμως τηλικοῦτον βοή‐ θημα παραλιπὼν ὁ σοφὸς Ἐρασίστρατος, ὃν ἀξιοῦσί τινες | |
15 | Ἱπποκράτει παραβάλλειν, οὐκ αἰδεῖται μηδὲν πιθανόν τι καὶ εὔλογον, ἀλλ’ ἀπομνημονεύσας ὥσπερ τινὸς τῶν φαυλοτά‐ των τε καὶ οὐδενὸς ἀξίων. ἀλλ’ οὐχ Ἱπποκράτης, ὦ Ἐρα‐ | |
σίστρατε, μηδέν τι χείρων ἰατρός σου περὶ φλεβοτομίας | 157 | |
11.158 | οὕτως ἐπεγίνωσκεν· ἀλλ’ ἃ σὺ θαυμάζεις λόγῳ, ταῦτ’ ἔργῳ ποιῶν εὑρίσκεται. θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνι‐ κήν τε ἅμα καὶ προνοητικὴν τοῦ ζώου, μιμῇ δ’ αὐτὴν οὐδαμοῦ· ἢ διὰ τί πολλάκις ἰδὼν αἵματος κενώσει τὴν | |
5 | φύσιν ἰασαμένην πολλὰ νοσήματα, τοῦτο οὐδ’ ἐφ’ ἑνὸς ἔπραξας οὐδὲ πώποτε; τί δὲ σιγᾷς τὰ τῆς φύσεως ἔργα, ἣν ἐπαινεῖς; διὰ τί παρὰ μὲν Ἱπποκράτει πολλὰ τοιαῦτα εὑρίσκων γεγραμμένα, Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμη‐ νίων ῥαγέντων λύσις· ἀπὸ χολῆς μελαίνης εἰς ὅμοιον αἱμοῤ‐ | |
10 | ῥοΐδες· αἱμοῤῥαγίαι λαῦροι τὰ πολλὰ ῥύονται ἐκ ῥινῶν· παρὰ σοὶ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἄχρι λόγου μόνου ἐπαι‐ νουμένη ἡ φύσις, ἔργον δ’ οὐδὲν οὐδαμοῦ φύσεως γεγραμ‐ μένον; ἤρκει μοι τὰ τῆς φύσεως μόνης ἔργα μαθεῖν· ἱκανὸς ἂν ἦν ἐκ τούτου ὁρμώμενος εὑρίσκειν τὸ δέον. ἆρά μοι | |
15 | συγχωρήσουσιν οἱ θαυμάζοντές σε τὸ παριστάμενον εἰπεῖν, ἢ παντάπασιν ἀνόητός μοι δοκεῖς εἶναι ἢ μικρὰ τοῖς τῆς φύσεως ἔργοις ὡμιληκέναι. τὸ γὰρ ἢ μηδ’ ὅλως γινώσκειν | |
αὐτὰ ἢ μὴ ζηλοῦν γινώσκοντα θατέρῳ τοῖν δυοῖν ἔνοχόν | 158 | |
11.159 | ἐστιν· ἢ γὰρ ἐν οἴκῳ τινὶ καθειργμένος ἔγραφες ταῦτα, μηδένα μηδεπώποτε θεασάμενος ἄῤῥωστον· ὅθεν εἰκότως ἀγνοεῖς τὰ τῆς φύσεως ἔργα, ἐθαύμασας μὲν ἀεὶ οὐκέτ’ ἐμιμήσω δεύτερον ἐσχάτως ἀνόητος. εἶτ’ εἰ τοίνυν γράφειν | |
5 | ἐπιχειρεῖς, τὸν νόμον τοῦ γράφειν ὑπερβάς. ἐχρῆν σε πρῶ‐ τον γράψαι μοι τὰ τῆς φύσεως ἔργα, δεύτερον δ’ ἐξηγή‐ σασθαι, τινα μὲν ὁλοκλήρως καὶ ἀπηρτισμένως τοῖς οἰκείοις λόγοις κινουμένη δρᾷ, τίνα δ’ ἐλλιπῶς ὑπὸ τῶν κατὰ τὰς νόσους αἰτιῶν κωλυομένη. ὁδὸς γὰρ αὕτη πρὸς εὕρεσιν | |
10 | ἰαμάτων, ἵνα ἐκμαθὼν τὰ καλῶς ὑπ’ αὐτῆς ἀποτελούμενα τούτοις ἐπικουρεῖν δύνωμαι, τὸ λεῖπον προστιθείς· ἢ μηδ’ ὅλως κινουμένης, καὶ γὰρ καὶ τοῦτό ποτε πάσχει τῇ ῥώμῃ τῶν νοσωδῶν αἰτιῶν νικηθεῖσα, τὸ πᾶν αὐτὸς ἐκπορίζω‐ μαι· τούτων οὐδὲν ἐπέδειξας. ἴσως γὰρ, ὅπερ φασὶν, ὀλι‐ | |
15 | γωρεῖς μὲν τοὺς ἀῤῥώστους θεᾶσθαι, μένων δ’ οἴκοι τὸ δόξαν ἔγραφες. ἀλλ’ εἰ καὶ μὴ αὐτὸς ἐθεάσω, τὰ γοῦν ὑφ’ Ἱπποκράτους ἐνῆν ἀναγινώσκοντί σοι μανθάνειν ὅσα | |
μὲν ὁλοκλήρως καὶ ἀνελλιπῶς καὶ ὡς αὐτὸς ἐκεῖνος εἴωθεν | 159 | |
11.160 | λέγειν, ἀρτίως ἡ φύσις κινουμένη κρίνονται· πῶς δ’ ἂν αὐτὴν κάλλιστά τις μιμήσαιτο, μηδὲ ἐγχειροῦσαν κρίσει· καὶ πῶς ἐπιχειρούσῃ μὲν, ἀλλ’ ἐνδεῶς κινουμένῃ βοηθητέον. εἰ γὰρ ἐν τούτοις ἐγυμνάσω, τοιαῦτα ἂν ἤκουόν σου συμβου‐ | |
5 | λεύοντος, οἷα καὶ Ἱπποκράτους ἀκούω, τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινέειν, μηδὲ νεωτεροποιεῖν μήτε φαρμα‐ κίῃσι μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’ ἐᾷν. τοῦτο μέν σοι φύσεως ὁλοκλήρως κινουμένης παράγγελμα· τὸ δὲ ἐφεξῆς τούτῳ κινουμένης μὲν ἐπὶ κρίσιν, ἀλλ’ ἐνδεῶς· διὰ τοῦτο | |
10 | αὐτῇ συνεργεῖν παρακελευόμενος ἐρεῖ· ἃ δεῖ ἄγειν, ταῦτα ἄγειν ὅπῃ ἂν μάλιστα ῥέπει διὰ τῶν ξυμφερόντων χωρίων. βούλεται μὲν γὰρ ἡ φύσις τηνικαῦτα τὸ λυποῦν ἀπώσασθαι, μὴ δυναμένη δ’ ἐπιθεῖναι τῷ ἔργῳ τὸ τέλος ὑπ’ ἀῤῥωστίας, ἡμῶν βοηθῶν δεῖται. διὰ τοῦτο καὶ πλευριτικοὺς θεραπεύων | |
15 | κατὰ τὴν ῥοπὴν τῶν χυμῶν κενοῖ. τί γὰρ φησίν; ἀλλ’ εἰ μὲν ἡ ὀδύνη ἐς κληῗδα, ἢ ἐν βραχίονι βάρος, ἢ περὶ μαζὸν, ἢ | |
ὑπὲρ τῶν φρενῶν, τέμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔσω | 160 | |
11.161 | καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρεῖν, ἔστ’ ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφότερον γὰρ γίνεται. ἢν δὲ ὑπὸ φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημήνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἑλλεβόρῳ ἢ | |
5 | πεπλίῳ. πάλιν δ’ ἔν τινι τῶν νεφριτικῶν παθημάτων συν‐ δρομῇ προειπὼν καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ἀρχὴ μηροῦ κατ’ ἰξὺν ἐπιφέρει, ἰγνὺν τέμνειν, τοῦτ’ ἐστὶ τὴν ἐν ἰγνύῃ τέμνειν φλέβα. Ἐκεῖνο δὲ πῶς εἴρηται; ἐκ Στυμαργέω οἰκέ‐ | |
10 | τιδος οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα πρὸς ἰσχίον καὶ σκέλος, ὀδύνη παρὰ σφυρὸν τμηθεῖσα ἐράϊσε, καίτοι τρόμοι τὸ σῶμα περικατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν χρὴ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν τροφήν. Ἱππο‐ κράτης μὲν οὖν σοι τὴν πρόφασιν τοῦ νοσήματος ἐξετάζειν | |
15 | κελεύει καὶ τῆς προφάσεως τὴν γένεσιν. ὅπερ εἴποις οὐκ ἂν οἶμαι γε πλήθους αἵματος ἐνοχλοῦντος ἄλλο τι πρὸς τῆς φλε‐ βοτομίας εἰρήσεσθαι. ἐπὶ γοῦν τῆς προειρημένης γυναικὸς, | |
καίτοι τρομώδους οὔσης, οὐκ ἐμέλησε τέμνειν τὴν φλέβα, | 161 | |
11.162 | μηδενὸς ἂν ἄλλου τολμήσαντος αἵματος ἀφελεῖν ἐν τρόμοις, ὥσπερ οὐδὲ ἐν ὑδέροις οὐδ’ ἄλλῳ ψυχρῷ πάθει οὐδενί. δέον γὰρ ἐν τοῖς τοιούτοις ψυγῆναι μὲν ἔτι καὶ μᾶλλον τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ κενώσει, καὶ πρότερον ἤδη τῷ πάθει | |
5 | κατεψυγμένον σβεσθῆναι τὸ ἔμφυτον θερμόν. ἀλλ’ Ἱππο‐ κράτης σκεψάμενος, ὡς αὐτὸς λέγει, τὴν πρὸ τοῦ πάθους ὅτι τὸ πλῆθος ἦν τοῦ αἵματος. οὐ γὰρ ἐκαθάρθη τὸ γύναιον τὴν λοχείαν καλουμένην κάθαρσιν. ἡ τροφὴ τῆς προφάσεως, τοῦτ’ ἔστι ἡ γένεσις καὶ ἡ πρώτη αἰτία τοῦ μὴ καθαρθῆναι καλῶς | |
10 | ἡ διαστροφὴ τῆς μήτρας· ἀπέστραπτο γὰρ πρὸς τὸ ἰσχίον. ἐνδειξαμένης οὖν αὐτῷ τῆς μὲν ἐπισχέσεως τὴν κένωσιν, τῆς δὲ ἐπὶ μήτραν ῥοπῆς τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, τὴν παρὰ σφυρὸν ἔταμε φλέβα. τοιοῦτος ἐν ἅπασιν ὁ Ἱπποκράτης. ἀλλ’ ἵνα μὴ λυπῶ τοὺς Ἐρασιστρατείους ἐπιπλέον αὐτὸν | |
15 | ἐπαινῶν, καὶ γάρ μοι δοκοῦσιν αὐτοί τε οὗτοι καὶ πρὸ αὐτῶν ὁ Ἐρασίστρατος ἐριστικῶς ἔχειν πρὸς τὸν ἄνδρα, καταλεί‐ ψωμεν ἤδη τὰ Ἱπποκράτους. ἐν ἑτέρῳ γάρ μοι καιρῷ πᾶσαν | |
αὐτοῦ τὴν περὶ τὰς κενώσεις τέχνην ἔξεστι δηλῶσαι. μεταβή‐ | 162 | |
11.163 | σωμεν δὲ ἐπὶ τοὺς ἄλλους ἄνδρας ἑκατέρας αἱρέσεως, ἐμπειρι‐ κῆς τε καὶ λογικῆς. οὐδὲ γὰρ τούτων οὐδένα εὑρίσκω τῆς φλεβοτομίας ἀποστάντα. δογματικὸν μὲν γὰρ οἶδα καὶ Διο‐ κλέα καὶ Πλειστόνικον καὶ Διευχῆ καὶ Μνησίθεον, Πραξαγόραν | |
5 | τε καὶ Φιλότιμον καὶ Ἡρόφιλον καὶ Ἀσκληπιάδην φλεβοτο‐ μοῦντας. καίτοι φιλόνεικος οὕτως ἦν Ἀσκληπιάδης ὥστε ὀλίγου δεῖν ἅπαντα κινῆσαι τὰ πρόσθεν δόγματα καὶ μήτ’ ἄλλου τινὸς τῶν πρὸ αὐτοῦ φείσασθαι μήθ’ Ἱπποκράτους, ὥστε καὶ θανάτου μελέτην τὴν τῶν παλαιῶν ἰατρικὴν οὐκ | |
10 | ὤκνησεν εἰπεῖν. ἀλλ’ οὐδ’ οὗτος ἐπὶ τοσοῦτον ἀναίσχυντος ὥστε τολμῆσαι παντάπασιν ἐξελάσαι φλεβοτομίαν τῶν ἰατρικῶν βοη‐ θημάτων· ἀλλ’ οὐδέ τις οὔτε τῶν νεωτέρων οὔτε τῶν παλαιῶν, οὐ Μαντίας, οὐκ Ἀθήναιος, οὐκ Ἀγαθῖνος, οὐκ Ἀρχι‐ γένης, οὐχ ὁ τῶν ἐμπειρικῶν χορός. καὶ τούτων μὲν οὐδὲν | |
15 | τῷ λόγῳ προσεχόντων ἑπομένων καὶ ἀεὶ τῇ πείρᾳ καταγνοὺς, ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν οὐδένα. τί ποτ’ οὖν οἱ διαφωνοῦντες ἐν ἅπασι σχεδὸν τοῖς ἄλλοις ἐν τούτῳ συμπεφωνήκασιν; ἐμοὶ | |
μὲν γὰρ οὐδὲν εἶναι δοκεῖ πιστότερον ἀνυπόπτου συμφωνίας. | 163 | |
11.164 | παραλείπωμεν δ’, εἰ βούλει, τούτους, ἵνα μηδὲ τῷ πλήθει τῶν μαρτύρων δυσωπητὰ τὰ τῆς φύσεως, ἣν ἐπαινεῖς ἔργα ποιή‐ σωμεν. οὐχ αὕτη γυναῖκας μὲν ἁπάσας ἐφ’ ἑκάστῳ μηνὶ κενοῖ τὸ περιττὸν ἀποχέουσα τοῦ αἵματος; ἔδει γὰρ, οἶμαι, | |
5 | οἴκοι τὸ θῆλυ γένος οὔτ’ ἐν ἰσχυροῖς πόνοις διαιτώμενον οὔθ’ ὁμιλοῦν ἡλίῳ καθαρῷ, καὶ δι’ ἄμφω ταῦτα πλῆθος ὑπο‐ τρέφον ἴαμα φυσικὸν ἔχειν τοῦ πλήθους τὴν κένωσιν. ἓν μὲν τούτοις ἦν τῆς φύσεως ἔργον· ἕτερον δὲ ἡ μετὰ τόκον κάθαρ‐ σις, καίτοι καὶ ἡ κύησις αὐτὴ κένωσις ἦν. ἐκ τοῦ τῆς μήτρας | |
10 | αἵματος τὸ κυούμενον τρέφεται. καὶ ἡ μετὰ τὴν κύησιν δὲ τοῦ γάλακτος ἐν μαστοῖς γένεσις οὐ σμικρὰ κένωσις οὐδ’ αὐτὴ τῷ πλήθει. μία γὰρ ἀμφοτέρων ἡ οὐσία καταμηνίου τε καὶ γάλακτος καὶ κοιναὶ, καθάπερ ἄν τις εἴποι, πηγαὶ τῶν ὀχετῶν ἑκατέρων αἱ φλέβες εἰσί. διὰ τοῦθ’ ὅσαις δι’ ἡλικίαν | |
15 | ἤδη τὸ καταμήνιον μηκέτ’ ἔρχεται, ταύταις οὐδ’ ἐν μαστοῖς ἀθροίζεται γάλα. καὶ ὅσαι καθαίρεσθαι μὲν ὥρας ἔχουσι, ἀλλὰ θηλάζουσιν, οὐ καθαίρονται. καὶ ἢν θηλαζούσῃ γυναικὶ | |
δι’ ὑστερῶν ὁρμήσῃ τὸ αἷμα, σβέννυται τὸ γάλα. καὶ τῶν | 164 | |
11.165 | ζώων ὅσα μὴ κυΐσκεται, τούτοις οὐδὲ γάλα ἐστὶν, καὶ ὅσοις γάλα ἐστὶ, ταῦτα κυΐσκεσθαι φύσιν ἔχει. εἰ δὲ καὶ μάθοις ἡλίκων ἐκ ταύτης τῆς κενώσεως ἀπολαύει τὸ θῆλυ γένος ἀγα‐ θῶν καὶ ὅσα βλάπτεται μὴ κενούμενον, οὐκ οἶδα πῶς ὑπο‐ | |
5 | μενεῖς ἔτι μὴ παντὶ τρόπῳ σπεύδων κενῶσαι πλεονάζον αἷμα. γυνὴ οὐ ποδαγριᾷ, εἰ μὴ τὰ καταμηνία αὐτῆς ἐκλείπῃ, φησὶν Ἱπποκράτης. καίτοι τί δέομαι τῶν Ἱπποκράτους φωνῶν πρὸς ἄνθρωπον ἐχθρὸν Ἱπποκράτει; νομίζω τοίνυν αὐτὴν λέγειν σοι τὴν ἀλήθειαν δι’ ἐμοῦ κήρυκος, οὔτε ποδάγραις | |
10 | οὔτε ἀρθρίτισιν οὔτε πλευρίτισιν οὔτε περιπνευμονίαις ἁλίσκεται γυνὴ καλῶς καθαιρομένη. ἀλλ’ οὐδὲ ἐπίληπτος οὐδὲ ἀπόπληκτος οὐδὲ ἄπνους οὐδὲ ἄφωνος οὐδενὶ ἐν καιρῷ ποτε γίνεται καθαιρομένη καλῶς. ἑάλω δέ ποτε φρενίτισιν ἢ ληθάργοις ἢ σπασμοῖς ἢ τρόμοις ἢ τετάνοις ἐπιμηνίων | |
15 | ἰόντων. εἶδες δέ ποτε μελαγχολῶσαν ἢ μαινομένην ἢ πτύου‐ σαν ἐκ θώρακος ἢ ἐμοῦσαν ἐκ γαστρὸς αἷμα, ἢ κεφαλαίᾳ | |
κάμνουσαν, ἢ συνάγχῃ πνιγομένην, ἤ τι τῶν μεγάλων καὶ ἰσχυ‐ | 165 | |
11.166 | ρῶν παθημάτων ὑπομένουσαν, εἰ καλῶς ἐκκρίνεται τὰ κατα‐ μηνία· ἰσχομένων δ’ αὖ πάλιν ἕτοιμον ἐν παντὶ κακῷ γενέ‐ σθαι. καὶ αἱ κενώσεις ἰάματα. καταλιπὼν δὲ ἤδη τὰς γυναῖ‐ κας ἐπὶ τοὺς ἄνδρας ἐλθὲ, καὶ μάθε, πόσοι μὲν αἱμοῤῥοΐδι | |
5 | τὸ περιττὸν εἰθισμένοι κενοῦσθαι, πάντες ἀπαθεῖς νοσημά‐ των διατελοῦσι, πόσοι δ’ ἐπισχεθείσης τῆς κενώσεως ἐν χαλε‐ πωτάτοις ἐγένοντο. πότερον οὐδὲ τούτων ἀποκενώσεις τοῦ αἵματος, οὐδ’ ἂν συναγχικοὶ γενόμενοι τύχωσιν, οὐδ’ ἂν περιπνευμονικοί. ἀλλ’ ὑπὸ τοῦ μὴ ἀναθέσθαι τὰ κακῶς ἐγνω‐ | |
10 | σμένα περιόψει τοσούτους ἀπολλυμένους; σὺ μὲν ἴσως τοῦτο δράσεις, ἐγὼ δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ σπασμὸν καὶ ὕδερον αἵματος κενώσει πολλάκις ἰασάμην. οὕτως γὰρ ἥτε μακρὰ πεῖρα διδάσκει με, ὅ τε λόγος οὕτως ἐπὶ τὴν πρό‐ φασιν κελεύει ἔρχεσθαι καὶ τῆς προφάσεως τὴν ῥοπήν. ὅτι δὲ | |
15 | καὶ ἡ πεῖρα, τὰ τῶν ἐμπειρικῶν ἀναγνοὺς εἴσῃ γράμματα. Μὴ τοίνυν ἔτι φιλονεικεῖν Ἱπποκράτει μόνῳ | |
δόκει κενοῦν αἷμα παραινοῦντι, κᾂν εἰς τρόμον, κᾂν εἰς ὕδε‐ | 166 | |
11.167 | ρον, κᾂν εἰς ἄλλο τι ψυχρὸν πάθος ἢ ἀνὴρ δι’ ἐπίσχεσιν αἱμοῤῥοΐδος ἢ γυνὴ δι’ ἐμμηνίων ἐμπέσοι, ἀλλὰ καὶ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἅπασιν ἰατροῖς καὶ τῷ βίῳ τῶν ἀνθρώπων· ἀνατρέπειν γοῦν μοι δοκεῖς τὸν κοινὸν ἁπάντων λογισμόν. | |
5 | οὐκ ἂν φαίης κατὰ φύσιν εἶναι παντὶ τῷ λογίσασθαι κε‐ νοῦν αἵματος διὰ πλῆθος. τίς οὐκ οἶδεν ὅτι τἀναντία τῶν ἐναντίων ἰάματα; μὴ γὰρ Ἱπποκράτους ἡ γνώμη μόνου, κοινὴ πάντων ἀνθρώπων ἐστίν. ἀλλά μοι δοκεῖς ὑπὸ τῆς πρὸς Ἱπποκράτη φιλονεικίας καὶ τῶν ἄλλων ἀνοητότερος | |
10 | εἶναι. ταῦτα γοῦν ὁσημέραι τῆς φύσεως ποδηγούσης αὐτὰ καὶ τὴν ἔνδειαν προσφοραῖς ἰᾶται καὶ τὰς πλησμονὰς κενώσεσι καὶ τὸ κρύος θάλψεσι καὶ τὰς θάλψεις ἐμψύξεσι. τί γάρ ἐστι τροφὴν προσενέγκασθαι ἄλλο γε ἢ τὸ πλῆθος ἐκπορίσασθαι; τί δ’ ἀποκρῖναι κόπρον ἢ ἔντερον πεπληρωμένον ἐκκενῶσαι; | |
15 | τί δ’ οὐρῆσαι ἢ κύστεως πλησμονὴν ἰάσασθαι; ταῦτα μὲν ζῶα καὶ κρύει πονούμενα φωλεοὺς ἑαυτοῖς καί τινας ἀλεεινὰς | |
εἰς τὴν γῆν καταδύσεις ἐκπορίζεται· καὶ τῷ θάλπει κάμνοντα | 167 | |
11.168 | θέρους ὥρᾳ νήχεται μὲν ἐν ὕδατι ψυχρῷ, διατρίβει δ’ ἐν τόποις συσκίοις τε καὶ προσηνέμοις. ἔγωγε κύνα πολλάκις εἶδον ἔμετον ἐπιτηδεύοντα καὶ τὴν Αἰγυπτίαν ὄρνιθα κλυ‐ στῆρα μιμησαμένην, ἀνθρώποις δὲ αὐτά τε ταῦτα, ὡς ἂν | |
5 | λόγῳ χρωμένοις, εὐμηχανώτερα ἅπαντα. κάλεσον οὖν ἰδιώτην ἰατρικῆς ἐπὶ ἄῤῥωστον εὐέκτην, νέον, πολύαιμον ὑπὸ συνάγ‐ χης ἢ περιπνευμονίας πνιγόμενον, εἶτ’ ἐροῦ τὸν ἄνθρωπον εἴ τι πρὸς τὸ πάθος ἐπινοεῖ, τίς οὕτως ἀνόητος ὡς μὴ κένω‐ σιν αἵματος εἰπεῖν; ἀλλ’ Ἐρασίστρατος ὑπὸ τῆς πρὸς Ἱππο‐ | |
10 | κράτη φιλονεικίας οὐδὲ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας φαίνεται διασώζων, ἀλλ’ ἔτι καὶ τῶν γεράνων ἀνοη‐ τότερος εὑρίσκεται. μακρῷ τοιγαροῦν καὶ ταύτας, ὡς ἀετοὺς μέχρι περάτων γῆς πετομένους ἐστὶν ἰδεῖν, ὑποφευγούσας ἐν μέρει κρύος τε καὶ θάλπος, ἰωμένας τε διὰ παντὸς τοῖς ἐναν‐ | |
15 | τίοις τὰ ἐναντία. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, οὔπω τῆς Ἱππο‐ κράτους ἄξιον τέχνης, ὡς χρὴ κενοῦν αἵματος οἷς διὰ πλῆθος | |
αἵματος ὁ κίνδυνος. ὅτῳ δὲ χρὴ τρόπῳ τὴν κένωσιν ποιεῖσθαι | 168 | |
11.169 | καὶ ἐν ὅτῳ καιρῷ καὶ μέχρι τοσοῦτον, μᾶλλον ἐβουλόμην ἄν μοι διαλέγεσθαι. τὸ γὰρ ἐπίστασθαι πηνίκα μὲν χρὴ τέμνειν τὴν ἐν τῷ μετώπῳ φλέβα, πηνίκα δὲ τὰς παρὰ τοὺς καν‐ θοὺς τῶν ὀφθαλμῶν ἢ τὰς ὑπὸ τῇ γλώττῃ ἢ τὴν ὠμιαίαν | |
5 | ὀνομαζομένην, ἢ τὴν διὰ μασχάλων, ἢ τὰς κατ’ ἰγνύας ἢ παρὰ σφυρὸν, ὑπὲρ ὧν ἁπασῶν ἐδίδαξεν Ἱπποκράτης, τοῦτον ἐγὼ νομίζω τὸν λογισμὸν ἰατρῶν εἶναι. τὸ δ’ ὅτι χρὴ τὰ ἐναντία τοῖς ἐναντίοις ἰᾶσθαι καὶ ὡς τῷ πλήθει ἡ κένωσις ἐναντίον, τοσούτῳ δέω θαυμάζειν ὥστε καὶ τοῖς ἀλόγοις | |
10 | ζώοις μετεῖναι φημὶ τῆς ἐννοίας. εἰ δὲ βούλει μικρὸν ἀνοίξας τὰ ὦτα, μᾶλλον δὲ τὴν ψυχὴν, ἀληθῆ λόγον καταδέξασθαι τῆς πρὸς Ἱπποκράτη δυσμενείας ἐπιλαθόμενος, εἴποιμ’ ἄν σοί τι τῆς ἐκείνου τέχνης ἄξιον. ἄχρι μὲν γὰρ τοῦδε καὶ Διο‐ κλῆς ἠπίστατο καὶ Πλειστόνικος, Ἡρόφιλός τε καὶ Πραξαγό‐ | |
15 | ρας καὶ Φιλότιμος ἄλλοι τε πολλοὶ τῶν ἰατρῶν· οὐκ αὐτοὶ μὲν ἐξεῦρον, ἑπόμενοι δὲ Ἱπποκράτει, πηνίκα χρὴ τέμνειν | |
ἑκάστην ὧν εἶπον φλέβα. ὅτι δ’ ἀπὸ χολῆς μελαίνης εἰς | 169 | |
11.170 | ὅμοιον αἱμοῤῥοΐδι, τοῦτο οὐκ ἔτι πάντες γιγνώσκουσι, καίτοι σαφῶς Ἱπποκράτους διδάξαντος, ἀλλ’ ὅσοι γνησίως ὡμίλησαν αὐτοῦ τοῖς γράμμασιν, οὗτοι μόνοι πῶς μὲν αἱμοῤῥοῒς γίγνεται μεμαθήκασι παρ’ αὐτοῦ, πῶς δὲ καὶ δυσεντερία, πῶς δὲ καὶ | |
5 | κιρσὸς, ὅτι τε οὐ διὰ παντὸς ἕκαστον τούτων συνιστάμενον κωλυτέον, ἀλλ’ ὅτι ὅτε συνεργητέον, ἢ τῆς φύσεως ἡσυχαζού‐ σης, αὐτῇ τὸ πᾶν διατρεπτέον, ὅτε οὕτω συμφέρει τοσοῦτον ἀποδέουσιν οἱ ταῦτα μαθόντες τὴν δυσεντερίαν καὶ κιρσὸν καὶ αἱμοῤῥοΐδα πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ | |
10 | μηχανῶνται μηδ’ ὅλως ὄντα ποιῆσαι. καὶ ἔγωγε πολλοὺς οἶδα καὶ μελαγχολήσαντας καὶ ἄλλως ἐκμανέντας ἐπὶ τοιαύταις κενώσεσιν ἰατρῶν ἀμαθείᾳ κωλυθείσαις. οἱ δέ τινες αὐτῶν πλευρίτισι καὶ νεφρίτισιν ἑάλωσαν, ἄλλοι δὲ αἵματος ἤμεσαν ἐκ γαστρὸς, ἢ ἐκ θώρακος ἀνέβηξαν, ἢ παραπληγίαις ἢ ὑδέροις | |
15 | ἀπώλοντο. ταῦτ’ ἐγὼ χρῆναι γινώσκειν φημὶ τὸν ἰατρόν. αὕτη μεγάλη περὶ τὰς κενώσεις τέχνη. Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵματος πλεονά‐ | |
ζοντος οὐδὲν μέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ Ἐρασίστρατος | 170 | |
11.171 | αὐτὸ καθάπερ τι τῶν μεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν ἐρίζειν ἑτοιμότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες, ὥσπερ καὶ τῶν ἄλλων βοηθημάτων ταυτὸν κατηγοροῦντες; ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ μέτρον λαβεῖν, ὡς | |
5 | μήθ’ ὑπερβάλλειν τὸ ποσὸν μήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος, ἢ τῶν καθαιρόντων τινὸς φαρμάκων, ἢ τῶν οὔρησιν κινούντων, ἢ τροφῆς ἢ πόματος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν. τί ποτ’ οὖν αὐτὸς ὁ Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμά‐ | |
10 | κοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι καὶ χολερικοῖς. ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ | |
15 | καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστο‐ | |
χάσατο τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν | 171 | |
11.172 | αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολμηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέ‐ πληξεν, οὐ τοῦ μέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅμα καὶ ἀκριβῶς | |
5 | αὐτό τε τὸ μέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ μόνον ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίμους εἶναι τὰς ὑποθήκας νομίζει. οἷς δ’ ἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαι‐ νέσαι τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξομεν, ὡς παντὸς οὑτινοσοῦν βοη‐ | |
10 | θήματος ἐν φλεβοτομίᾳ τὸ μέτρον εὐληπτότερον. εἰ καὶ γὰρ χρόας μεταβολὴν ἔνεστι πολλάκις τεκμήρασθαι καὶ διχῶς τοῦτο ποιῆσαι, ποτὲ μὲν τοῦ ῥέοντος αἵματος, ποτὲ δὲ καὶ τοῦ κάμνοντος αὐτοῦ. καὶ λειποθυμία ἐπὶ πολλῶν παθῶν ὅρος ἐστὶ κενώσεως, καὶ ὁ τόνος τῆς ῥύσεως τοῦ αἵματος | |
15 | ὀκλάζων, καὶ οἱ σφυγμοὶ τρεψάμενοι. καὶ μόνης ταύτης κενώ‐ σεως αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ὁ ἰατρὸς παύειν ὅτε | |
βούλοιτο, τῶν δ’ ἄλλων οὐδεμιᾶς. ἀλλ’ εἴθ’ ὑπήλατον φάρ‐ | 172 | |
11.173 | μακον δώσεις, εἴτε ἐμετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ δ’ ἐφεξῆς ἡ τύχη βραβεύει καὶ μέγας ὁ κίνδυνος ἐπὶ φαρμάκων καθαιρόντων δόσεσιν ἢ μὴ κινηθῆναι τὴν κάθαρσιν ἢ μὴ | |
5 | ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, ἢ μετὰ πόνων καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ λειποθυμίας ἐκκρίνεσθαι, ἢ ταραχθῆναι μὲν ὅλον τὸ σῶμα σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ἢ ὑπερκενωθῆναι. καὶ γὰρ αὖ καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ | |
10 | ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρημένης ἐπιθεὶς τὸν δάκτυλον εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλ’ ὅμως οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρμάκων, εὐλαβείᾳ τῶν ἐπι‐ γιγνομένων συμπτωμάτων, ἀλλ’ ὡς σφαλεὶς νῦν οὕτω μηκέτι χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρμάκων ἰσχυ‐ | |
15 | ρῶν μνημονεύων διατρίβω, σιτίου παντὸς ἡ διαμαρτία τοῦ μέτρου μέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς | |
βλάβης τὸ μέγεθος ἐν τοῖς ὑπερίνοις μὲν καὶ ἀσθενέσι, ταχείας | 173 | |
11.174 | δὲ ἀναθρέψεως δεομένοις. ἐν οἷς τὸ μὲν ἔλαττον ἐνδεῶς τρέ‐ φον μαραίνει τὴν δύναμιν, τὸ δ’ ὑπερβάλλον, ἄχθος ὂν τῇ φύσει μᾶλλον ἢ τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆρ’ οὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ μέτρον δύσ‐ | |
5 | ληπτον; οὕτω μέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντά‐ πασιν. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατ’ ἰατρικὴν ὃ μὴ σὺν μέτρῳ τινὶ τὴν χρείαν παρέχει. φλεβοτομίας δὲ καὶ μόνης οὐδὲ τοῦτ’ ἔχεις μέμψασθαι. ἄμφω τοῦ μέτρου αἱ διαμαρτίαι μεγάλα βλάπτουσιν· αἱ μὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς | |
10 | δ’ οὐ φησίν; ἀλλ’ οὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν ᾧ τοὐλάτ‐ τονα κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν ἡ σύμμετρος ἀφαίρεσις, εἰ μὲν δʹ ἀφέλοις, ἔβλαψε μέγιστα· δύο δ’ εἰ ἐκκε‐ νώσαις, ὠφέλησε μὲν ἱκανῶς, ἔβλαψε δ’ οὐδέν. ἔνεστι μὲν γάρ σοι τὴν μίαν ἢ κλυστῆρσιν ἢ ἀσιτίαις ἢ τρίψεσιν ἢ ἱδρῶ‐ | |
15 | σιν ἐκκενῶσαι. πρὸς τὸ μηδ’ εἰ αὖθις αἵματος ἀφελεῖν ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιμού‐ | |
μενος ἀντιπαρεξάγειν ἀνθρώποις ἀμαθέσιν, οἳ πρὸς τὸ μηδὲν | 174 | |
11.175 | ἐχόμενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούμενα γινώσκουσι. θαυμάζουσι μὲν γὰρ τοὺς Ἐρασιστράτου λόγους καὶ τοὔνομα ἐπ’ αὐτοῖς ἀπ’ ἐκείνου τίθενται, προσαγο‐ ρεύοντες Ἐρασιστρατείους, οὕτω δὲ αὐτῶν ἀμαθεῖς εἰσὶν | |
5 | ὥστε πάντα μᾶλλον ἢ τὴν ἐκείνου γνώμην ἐξηγοῦνται. περὶ γοῦν φλεβοτομίας οὕτω μακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς ἄν τινα μὴ τὴν ἀμάθειαν αὐτῶν μόνον, ἀλλ’ ἤδη καὶ τὴν ἀναισχυντίαν θαυμάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος Ἐρα‐ σιστράτου ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐν ᾧ καὶ μόνῳ | |
10 | φλεβοτομίας ἐμνημόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρ‐ κέσαι τὸν κάμνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησό‐ μενον διὰ τὰς φλεγμονὰς οὐκ ἀφῄρει τοῦ αἵματος, αὐτοὶ πάντα μᾶλλον ἢ ταῦτα λέγουσιν. εἶτ’ οὖν ἐμὲ βούλει προσέχειν ἀνθρώποις Ἐρασιστράτου φλυαροῦσιν, αὐτὰς | |
15 | ἔχοντα Ἐρασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦ‐ μαι προσήκειν. ἀκούσωμεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ, φησὶ, βέλτιον ὁ Χρύσιππος ἐποίει, οὐ μόνον τὸ παρὸν | |
ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντί‐ | 175 | |
11.176 | ζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγμονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν | |
5 | αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγμονὴν λιμαγχονουμένου τἀνθρώπου. Καὶ οὐ δέομαι πάλιν ἐνταῦθα ληρούντων Ἐρασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγμαίνου‐ σιν ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν Ἐρασίστρατον ἐξηγούμενον | |
10 | ἑαυτὸν ἔχω δι’ ὧν ἔμπροσθεν ἐμνημόνευσα ῥήσεων. ἐκ μὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινομένων φλεγμονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύματος. ἐν ἀμφοτέ‐ ροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουμένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς | |
15 | τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷμα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενού‐ | |
μεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ | 176 | |
11.177 | παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν βοήθημα ἡ ἀσιτία φλεγμονὰς λύεται. οὐ γὰρ δι’ ἄλλο τι φησὶν αὐτὴν ἐπὶ τῶν φλεγμαινόντων παραλαμβάνειν ἢ ὅτι κενούμεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεμπτω‐ | |
5 | κὸς αἷμα εἰς τὰς ἀρτηρίας. εἶτα, ὦ πρὸς θεῶν, κενῶσαι τις τὰς φλέβας βουλόμενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο ποιῆσαι, μακρὰ κάμνει. οὐκ οἶδα πῶς ἄν τις μᾶλλον ἑαυτῷ περιπίπτων εὑρεθείη. οὐ φλεβοτομῶ, φησὶν, ἵν’ ὁ κάμνων ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγμονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ | |
10 | φλεγμαίνοντα λιμαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί οὖν οὐκ ἀπ’ ἀρχῆς ἐκένους; ἐγὼ μὲν οὖν ἐλεῶ τῶν ἁμαρ‐ τημάτων τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ τοῖς φαινομένοις μόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται, | |
15 | τίνος ἕνεκεν ἀσιτίαι παραλαμβάνονται, καίτοι τὴν χρείαν αὐτῶν ἱκανῶς τε ἅμα καὶ σαφῶς Πραξαγόρας ἔφθα‐ νεν γεγραφέναι, πρὸς τὸ μηδὲ Ἱπποκράτην παραλιπεῖν, | |
μηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθ’ ὑπὲρ τοῦ κενῶ‐ | 177 | |
11.178 | σαι τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαμβάνεσθαι καὶ ταύτῃ μόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόμενος βοηθήματος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ’ ᾧ βούλει δυνάμενα. ἀλλ’ | |
5 | ἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύμασι φλεγμο‐ νὰς οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσομεν αὐτὸ τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι μένον καὶ διατεῖνον αὐτὰς, εἰς δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ μὲν γὰρ ᾤμην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιμοτάτην εἶναι τὴν διὰ | |
10 | φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυ‐ νευέτω τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδ’ οὕτως φλεβο‐ τομήσομεν, ἀλλ’ ἐρίοις δηλαδὴ διαδήσομεν τὰ κῶλα; καὶ τοῦθ’ ἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήματι χρώ‐ μενοι οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως | |
15 | φλεβοτομία. πολλῶν γοῦν ἀνεπισχέτως αἱμοῤῥαγούντων τεμόντες φλέβα τὴν αἱμοῤῥαγίαν ἐστήσαμεν. Ἐρασίστρατον | |
δ’ οἶμαι καὶ τοῦτ’ ἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι | 178 | |
11.179 | ποίας ἐπὶ ποίοις μέρεσιν αἱμοῤῥαγοῦσι τμητέον φλέβας. ὅταν οὖν αὕτη τὰ μέγιστα δρᾷ ὧν νῦν δεόμεθα, παρῆκε τὸ κενοῦν καὶ τὸ ἀντισπᾷν. τί μέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν | |
5 | αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγμονὴν καὶ τὰς ὑπὲρ τοῦ τὴν φλεγμονὴν ἰάσασθαι παραλαμβανομένας λιμαγ‐ χονίας; εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ ἐργαζόμενον κωλύσεις τὸ ἐσόμενον· εἰ δὲ τοῦτο, καὶ τὴν ἐπὶ τῇ ῥήξει φλεγμονήν· εἰ δὲ τοῦτο, οὐδὲ τῶν ἀσιτιῶν ἔτι | |
10 | χρεία. σὺ δέ μοι δοκεῖς ὥσπερ ἐπιθυμῶν ἀσιτίαν συμβουλεύειν αὐτὸς ἐργάζεσθαι πάθη χρῄζοντα λιμαγχονίας. τί δεινὸν ἦν τὸ λυπῆσον κενώσαντα μηδὲ ἔχειν πρᾶγμα; Καίτοι μάτην πολλὰ κάμνω παρὸν ὑπο‐ μνῆσαί σε τὸν λόγον. εἰ γὰρ οὐκ αὐτὸς ἡμᾶς ἐδίδαξας ἐν τῷ | |
15 | προτέρῳ τῶν ὑγιεινῶν, ἔνθα γένεσιν τοῦ κατὰ τὰς φλέβας πλήθους προειπὼν ἐφεξῆς γράφεις ἰάματα, σκοπὸν μὲν αὐτῶν | |
ἁπάντων κένωσιν θέμενος, ἄλλην δ’ ἄλλῳ συμφέρειν φάσκων· | 179 | |
11.180 | πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι συμφέρειν φῂς βοήθημα κενωτικὸν, ὅτι μήτε πάντες εἰθισμέ‐ | |
5 | νοι χρῆσθαι πᾶσιν, ἀλλ’ οἱ μὲν λουτροῖς μᾶλλον, οἱ δὲ γυμνα‐ σίοις, οἱ δὲ τοῖς μετὰ δεῖπνον ἐμέτοις, καὶ ὅτι μὴ τοῖς αὐτοῖς ἅπαντες εὐάλωτοι νοσήμασιν, ἀλλ’ ὁ μέν τις ἐπιληψίαις, ὁ δ’ αἵματος πτύσεσι, ὁ δὲ τοῖς καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν. οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσομεν βαλανείοις κενοῦν, | |
10 | ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ’ ᾧ τι φόβος ἀγγεῖον ἐν θώρακι ῥαγῆναι γυμνάσομεν. κίνδυνος γὰρ δηλαδὴ ταῖς τῶν γυμνασίων συντονίαις, εἰ καὶ μὴ πλῆθος ἦν, ἀλλ’ ὡς διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυμνασομένῳ. ὅπως οὖν αὐτὸν ἰασόμεθα δίδαξον ἡμᾶς. ὅτι μὲν γὰρ κενωτέον | |
15 | ἐστὶν ὁμολογεῖς καὶ σύ. κενωτικὰ δ’ εἴχομεν βοηθήματα γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυμνα‐ σίοις μὲν οὐδ’ αὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ μὲν | |
ὅλως οὐδὲν εἶπας, οὔτ’ εἰ χρηστέον οὔτ’ εἰ μὴ χρηστέον ἐπὶ | 180 | |
11.181 | τῶν οὕτως ἐχόντων. ἐγὼ δ’ ἐρῶ τὸ φαινόμενον αὐτὸ καὶ τῇ πείρᾳ κεκριμένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ μαντεύσασθαι, καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵμα‐ τος ἀναγωγῆς συγγράμματι διαδέσμοις τε ἅμα καὶ ἀσιτίαις | |
5 | χρώμενος ὑπὸ τούτων μὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ κενῶσαι βαλανείοις οὐ χρή. λογίζομαι γάρ σε φθέγγοντα τὸ λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδ’ ἔφης, εἰ ἐπίδο‐ ξος ἡ ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ μὴ σὺ οὕτως ἐγίνωσκες, ἀλλ’ ἐμοὶ τὸ φαινόμενον ἤρκει. μεγίστη γὰρ αἱμοῤῥα‐ | |
10 | γίαις ἁπάσαις ἡ ἐκ βαλανείου βλάβη καὶ ἡ αἰτία πρόδηλος, εἴ γε δὴ χεῖται μὲν τὸ αἷμα καὶ εἰς ἀτμοὺς λύεται καὶ πνεύματα τοῦ τε θερμαινομένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. μαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερμολου‐ σίαις ἀποτελεῖται τὰ σώματα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα | |
15 | πάθοι αὐτά γε μαλακώτερα γενόμενα καὶ τοῦ ῥηγνύντος αὐτὰ κίνησίν τε ἅμα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν | |
βαλανείοις ἐπιχειρήσομεν κενοῦν οἷς φόβος δι’ αἵματος πλῆθος | 181 | |
11.182 | ῥαγῆναι τὰς φλέβας. εἰς λοιπὸν τὸ τρίτον συγκλειόμεθα τῶν κενωτικῶν βοηθημάτων τὴν λεπτὴν δίαιταν. ἄγε δὴ, ἐπει‐ δὴ ταύτην αὐτὸς σὺν τρισὶ τρόποις ἐργάζῃ, λεπτὰ ἢ μικρὰ καὶ ἄτροφα σιτία προσφέρων ἢ οὐδ’ ὅλως προσφέρων ἢ ἐμεῖν | |
5 | ἀπὸ δείπνου κελεύων. ἴδωμεν οὖν ὅπως λεπτῶς διαιτήσομεν. ἆρά γε μετὰ δεῖπνον ἐμεῖν κελεύσαντες; ἀλλ’ εἰς τὴν ἐν τοῖς γυμνασίοις συντονίαν εὐλαβηθείημεν, εἴ πού γέ τι κατὰ τοὺς ἐμέτους ἀδεῶς χρησόμεθα. τοῦτο μὲν οὐδ’ ἂν ἰδιώτην λάθοι. λοιπὸν οὖν ἢ ἀσιτίαν προστάξομεν ἢ μικρὰ καὶ ἄτροφα σιτία | |
10 | δώσομεν. ἀλλ’ εἰ καὶ μὴ ἰσχυρῶς τὰ τοιαῦτα, τρέφει γοῦν. ἡμεῖς δ’ οὐ προσθεῖναι νῦν, ἀλλ’ ἀφελεῖν βουλόμεθα. λοιπὸν ἄρα τὴν ἐπίπονον καὶ μοχθηρὰν ὄντως ὥσπερ τινὰ ἱερὰν ἀγκύραν εἰς ἅπαντα πάθη διαρκῆ παραληψόμεθα λιμοκτο‐ νίαν. εἶτα δηλαδὴ σκώψομεν Ἀπολλώνιον καὶ Δέξιππον ἐπὶ | |
15 | λιμαγχονίᾳ; καίτοι καὶ τοῦτ’ αὐτὸς ἐδίδαξε, βούλομαι μᾶλλον ὑπομνῆσαι. καὶ γὰρ αὐτός μοι δοκεῖς αἰσθάνεσθαι περὶ τῆς | |
ἀσιτίας ὡς οὐ κενωτικοῦ βοηθήματος. ἀποδείξας δὲ πρότε‐ | 182 | |
11.183 | ρον ὃ βούλομαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ μαρτυρίας μνημονεύσω. ἡ ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγμάτων ἐστὶν, οὐ μᾶλλον ἢ τυφλότης ἢ κωφότης, ἀλλὰ πάντα τὰ τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ μὲν γὰρ τὸ | |
5 | προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔρ‐ γον εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώματος. τὸ μὴ προσενέγ‐ κασθαι οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτ’ ἔργον αὐτοῦ δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων μὲν καὶ φλεβοτομίας καὶ κλυστῆρος κένωσιν, ἐδεσμάτων δὲ θρέψιν. μέση τοίνυν | |
10 | ἀμφοῖν ἐστὶν ἡ ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέφειν. οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ κατ’ ἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσο‐ μεν, ἐπεὶ οὕτω γ’ ἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀπο‐ ροῦντα διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ | |
15 | Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ, φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, | |
ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν καὶ μανότητος ἔχει. τοῦ δ’ | 183 | |
11.184 | ἧττόν τε καὶ μᾶλλον γίνεσθαι μανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι καὶ οὐδεμιᾶς ἐλάττους αἱ κατὰ θερμασίαν καὶ ψύξιν καὶ ἡσυχίαν καὶ κίνησιν τροπαὶ τοῦ σώματος. θερμοῦ μὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ | |
5 | ζώου γυμναζομένου πλεῖστον ἀποῤῥεῖν· ἐπὶ δέ γε τοῖς ἐναν‐ τίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζώου πυ‐ κνοῦσθαι μὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀποῤῥεῖν δὲ ἢ μηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο μὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα. ἅτε γὰρ ψυχρῶν μὲν καὶ ἀργῶν καὶ παχέων | |
10 | τῶν καθ’ ὅλον τὸ σῶμα διὰ τὴν ἡσυχίαν γιγνομένων, πυκνουμένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειμερινῷ κρύει, καθ’ ἣν ὥραν φωλεύει τὰ ζῶα, μηδὲν ἐκτὸς ἀποῤῥεῖν. οὐκοῦν οὐδὲ τοῦ πληρώσοντος τὸ κενούμενον δεῖσθαι. χρεία δ’ ἦν αὐτῇ τροφῆς καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἔρχεται | |
15 | τὰ ζῶα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώμενα. σαφὲς οὖν ὅτι τῆς μὲν ἐνδείας ἡ καθ’ ὅλην τὴν ἐπιφάνειαν κένωσις | |
αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούμενον ἀναπλη‐ | 184 | |
11.185 | ρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυμένης δι’ ἣν ὅλως ἐδεῖτο τὰ ζῶα σιτίων, ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυ‐ σθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι μηδὲ προσθέσεως. σαφῶς οὖν ἐμάθομεν ὡς οὐχ ἡ ἀσιτία | |
5 | κενοῦν πέφυκεν, ἀλλ’ ἡ τοῦ δέρματος μανότης. εἰ δὲ τοῦτο πυκνώσαις ἡσυχίᾳ καὶ κρύει, τί τῆς λιμαγχονίας ἔτ’ ὄφελος; καὶ μὴν ἀναγκαῖον ἄμφω φυλάξασθαι, καὶ τὰ γυ‐ μνάσια καὶ πᾶσαν ἀλέαν, ᾧ κίνδυνος αἷμα πτύσαι. τὰ μὲν γὰρ τῇ συντονίᾳ ῥηγνύναι πέφυκε τὰς φλέβας· αἱ θερ‐ | |
10 | μασίαι δὲ καθ’ ὃν λόγον καὶ τὰ λουτρά. μὴ θερμαίνων μὲν ἄρα κενώσεις τὸ σῶμα, θερμαίνων δὲ ἢ γυμνασίοις ἢ λουτροῖς μέγιστα βλάψεις τὴν πρὸς τὸ ῥήγνυσθαι τῶν φλεβῶν αὐτῶν ἐπιτηδειότητα. τί δὴ λοιπὸν ἔτι συμβου‐ λεύσομεν τοῖς ὧδε κάμνουσιν; αἱ μὲν γὰρ ἀσιτίαι χωρὶς | |
15 | τοῦ γυμνάζεσθαι τὸν ἄνθρωπον ἢ ἄλλως ὁπωσοῦν θερ‐ μαίνεσθαι κενοῦν οὐ δύνανται. φλεβοτομίαν δὲ, ὡς ἐοίκα‐ μεν, ἐσχάτως φεύγομεν, ὥσπερ, οἶμαι, καὶ τὰς ἰσχυρὰς | |
καθάρσεις. θαυμαστή γε ἡ εὐπορία τῶν κενωτικῶν βοηθη‐ | 185 | |
11.186 | μάτων εἰς ἀσιτίαν κατακλεισθέντων. εἰ μὲν μόνῃ χρησό‐ μεθα, πλεῖον οὐδὲν ἕξομεν, οὐ γὰρ κενοῖ μόνη. σὺν ᾗ κενοῦν πέφυκε, μείζονας ταῦτα τὰς ἄλλας βλάβας τῆς ἐκ τοῦ | |
κενοῦν ὠφελείας ἔχει. | 186 |