TLG 0057 065 :: GALENUS :: De diebus decretoriis libri iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De diebus decretoriis libri iii

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 9. Leipzig: Knobloch, 1825 (repr. Hildesheim: Olms, 1965): 769–941.

Citation: Volume — page — (line)

9

.

769

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ
t2ΒΙΒΛΙΟΝ Α.
1 Τῶν νοσημάτων αἱ λύσεις, ὅσαι μὴ κατὰ βραχὺ μειωθέντων, ἀλλ’ ἐξαίφνης παυσαμένων γίνονται, δέον‐ ται πάντως, ἵν’ ὦσι πισταὶ, δαψιλοῦς τινος ἐκκρίσεως, ἢ ἀπο‐ στάσεως οὐκ ἀφανοῦς, ὡς ὅσα γε χωρὶς τούτων ἐῤῥᾳστώνησαν,
5ὑποτροπιάζειν φιλεῖ. προσέχειν οὖν χρὴ τὸν νοῦν ἀκριβῶς, καὶ διὰ φυλακῆς ἁπάσης ἔχειν τὸν ἄῤῥωστον, μηδὲν ὧν τοῖς πιστῶς ὑγιασθεῖσι συγχωροῦμεν ἐπιτρέποντες πράττειν, μήτ’ ἐν ἐδέσμασιν, ἢ πόμασι, μήτ’ ἐν λουτροῖς, μήτε κινήσεσιν, ἢ
ὅλως ἔν τισι τῶν ἄλλων. εἰ μὲν γὰρ μικρὸν εἴη τὸ ῥᾳστωνῆ‐769

9

.

770

σαν νόσημα, τάχα ἂν ἐφ’ οὕτως ἀκριβεῖ διαίτῃ κατασταίη παντάπασιν, ὡς μηκέτ’ αὖθις ἐπανελθεῖν· εἰ δέ τι τῶν καὶ κοηθεστέρων, ἐπανέλθοι μὲν ἂν καὶ οὕτω διαιτωμένων, ἀλλ’ οὐχὶ σὺν ἐσχάτῳ κινδύνῳ. ἀμεληθὲν δὲ καὶ παροφθὲν ὡς πι‐
5στῶς λελυμένον πολὺ χαλεπώτερον ἢ ἐξ ἀρχῆς ἐπιφαίνεται. χρὴ τοίνυν, εἰ μέλλοι βεβαίως παύεσθαι μέγα τι καὶ ἰσχυρὸν νόσημα, προηγεῖσθαι τῆς λύσεως αὐτοῦ τὰ πρὸς Ἱπποκρά‐ τους ὀνομαζόμενα λυτήρια σημεῖα, τοῦτο μὲν ἱδρῶτας χρηστοὺς δι’ ὅλου τοῦ σώματος γενομένους, ἢ οὔρων πλῆθος,
10ἢ διαχωρημάτων, ἢ ἐμέτων, τοῦτο δ’ αἱμοῤῥαγίαν ἐκ ῥινῶν, ἤ τινα ἄλλην αἵματος κένωσιν, οἷον ἐξ αἱμοῤῥοΐδων, ἢ ὑστε‐ ρῶν, τοῦτο δ’ εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἢ εἰς ἄλλό τι τῶν ἀκύρων μορίων, ἢ ἄρθρων ἀπόσκημμα. ὅσοις δὲ μηδε‐ νὸς τῶν τοιούτων σημείων ἐπιφανέντος ἔδοξε πεπαῦσθαι τὸ
15νόσημα, περὶ τούτων ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἑνὶ μὲν καθόλου λόγῳ τόνδε τὸν τρόπον ἀπεφήνατο· τὰ ἀσή‐
μως ῥᾳστωνήσαντα φιλυπόστροφα· κατὰ μέρος δὲ διά τε770

9

.

771

τῶν ἀφορισμῶν αὐτῶν καὶ διὰ τοῦ προγνωστικοῦ γράμματος· οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν ἐπιδημιῶν ἐδίδαξε τίνα μὲν ὀλέ‐ θρια τῶν ὑποστρεφόντων ἐστὶ, τίνα δ’ αὐτῶν τούτῳ μόνον ἁπλῶς ὑποστρέφει, χωρὶς ὀλέθρου, τίνα δὲ καὶ δυνατὸν ἡμῖν
5ἐστιν ἐξιᾶσθαί τε καὶ κωλῦσαι παλινδρομῆσαι. περὶ μὲν δὴ τούτων ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγούμεθα τὴν γνώμην αὐ‐ τοῦ· περὶ δὲ τῶν ἅμα τοῖς λυτηρίοις σημείοις παυσαμένων, ἃ δὴ καὶ κεκρίσθαι λέγεται, νῦν ἡγοῦμαι χρῆναι διελθεῖν, ἀναγκαίων ὄντων γινώσκεσθαι τοῖς μέλλουσιν περὶ κρισίμων
10ἡμερῶν ἐπίστασθαί τι χρηστόν. ἡγεῖται γὰρ ἤδη τῶν ἐν τού‐ τοις ἐκκρίσεων ἢ ἀποστάσεων οὐ μικρὰ ταραχὴ κατὰ τὸ τοῦ νοσοῦντος σῶμα, πολλάκις μὲν ἐξαιφνίδιον ἢ δυσπνοοῦντος, ἢ παραπαίοντος, ἢ σκοτοδινιῶντος, ἢ μαρμαρυγὰς ὁρῶντος, ἢ δακρύοντος, ἢ τοὺς ὀφθαλμοὺς ἐρυθροὺς ἴσχοντος, ἢ τοὺς
15κροτάφους βαρεῖς, ἢ τὸν τράχηλον ἐπώδυνον, ἐνίοτε δ’ ἤτοι τὴν κεφαλὴν ἀλγοῦντος ἢ ὀρφνῶδές τι τῶν ὀφθαλμῶν προ‐ φαίνεσθαι νομίζοντος, ἢ καρδιώσσοντος, ἢ τὸ κάτω χεῖλος
οἱονεὶ κλονούμενόν τε καὶ εἴσω σπώμενον ἔχοντος, ἢ ῥίγει771

9

.

772

σφοδρῷ τινασσόμενον· καὶ μὲν δὴ καὶ ὑποχόνδριον ἀνασπᾶ‐ ται πολλοῖς, καὶ δυσφοροῦσι καὶ ἀναπηδῶσι καὶ ψυχρὸν αἰ‐ τοῦσι καὶ διακαίεσθαί φασιν ἐπισημότερον ἢ πρόσθεν. ἐνίοις δ’ αὐτῶν καὶ ὁ παροξυσμὸς πρωϊαίτερος ἄρχεται καὶ μακρό‐
5τερος καὶ σφοδρότερος γίνεται καὶ κῶμα συνεδρεύει, καὶ ἄλλο τι καὶ ἄλλο σύμπτωμα, καὶ δὴ καὶ θεάσασθαι τοὺς παρόντας ἅπαντας ἔστιν ἐν μεγίστῳ τηνικαῦτα καθεστῶτας φόβῳ καὶ λεγόντων ἀκοῦσαι πάρεστιν ὡς οὐδὲν ὁ κάμνων ἀποδεῖ τῶν ἐν δικαστηρίῳ περὶ θανάτου κρινομένων. ὅθεν οὐδὲ παρα‐
10γεγονέναι μοι δοκοῦσιν ἔνιοι τῶν ἰατρῶν οὐδεπώποτε τοι‐ αύταις ταραχαῖς ἀῤῥώστων, ἢ οὐκ ἂν ἐζήτουν οὔτε τὸ σημαι‐ νόμενον ὑπὸ τοῦ τῆς κρίσεως ὀνόματος οὔτ’ εἰ δυνατὸν ὑπάρχει τὸ πρᾶγμα. πότερον γὰρ ὡς οὐ γίνονταί τινες ἀθρόαι λύσεις ἐν νόσοις μετά τινος ἐκκρίσεως ἢ ἀποστάσεως ἀμφισβητοῦσιν,
15ἢ τοῦτο μὲν ὁμολογοῦσιν ἑωρακέναι, τὰ δὲ ἄλλα συμπτώματα τὰ μικρῷ πρόσθεν εἰρημένα συνεδρεύειν αὐταῖς ἀγνοοῦσιν; ἢ καὶ ταῦτα γινώσκοντες οὔ φασι χρῆναι καλεῖν τὸ γινόμενον
κρίσιν; εἰ γὰρ δὴ τοῦτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος772

9

.

773

ἀμφισβητοῦσιν· ὡς τό γε μήθ’ ὅτι γίνονταί τινες ἐξαιφνίδιοι περὶ τὸν νοσοῦντα ταραχαὶ, καρδιώσσοντα καὶ ἀναπηδῶντα καὶ παραπαίοντα καὶ τἄλλα τὰ τοιαῦτα πάσχοντα, μήθ’ ὅτι μικρὸν ὕστερον ἐπ’ αὐταῖς, ἢ ἱδρῶτος, ἢ αἱμοῤῥαγίας,
5ἤ τινος ἑτέρου τοιούτου γενομένου, λύσις ἀσφαλὴς ἠκολού‐ θησε γινώσκειν ὁμολογεῖν ἢ φιλονεικίας, ἢ ἀμαθίας ἐσχά‐ της οὐδὲν ἀποδεῖ· οὐ γὰρ δὴ τῶν σπανίως γινομένων τὰ τοιαῦτά ἐστιν, ἀλλὰ τῶν ὁσημέραι φαινομένων. ἡμεῖς μὲν δὴ τὴν ὀξεῖαν οὕτως ἐν νοσήματι ταραχὴν ὀνομάζομεν κρίσιν,
10καὶ τελευτᾷν γε αὐτὴν τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ἔστι δ’ ὅτε καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος φαμέν. εἰ δέ τις ἄλλό τι καὶ οὐ τοῦτο τὴν κρίσιν εἶναι λέγων, ἔπειτ’ ἀμφισβη‐ τεῖ τε καὶ καταβάλλει τὸν λόγον, τὴν οἰκείαν ὑπόνοιαν ὁ τοιοῦτος, οὐχ ἡμᾶς ἐξελέγχει. βέλτιον δ’ ἦν ἄρα τί ποτε ἐκ
15τῆς προσηγορίας δηλοῦται γνόντας περὶ πράγματος αὐτοῦ ποιεῖσθαι τὸν λόγον. ἀλλὰ τὴν μὲν τούτων ἀμαθίαν τε καὶ φιλονεικίαν οὐδ’ ἂν αὐτὸς ὁ Ζεὺς ἐξιάσαιτο, καί μοι καὶ
ταῦτα πλείω τοῦ δέοντος εἴρηται πρὸς αὐτούς. ὅσοις δ’ ἐστὶ773

9

.

774

τῶν ἔργων τῆς τέχνης φροντὶς, ἐκείνοις ἤδη διαλέξομαι περὶ τοῦ προτεθέντος ἐν τῷδε τῷ γράμματι σκέμματος. Αἱ γὰρ δὴ κρίσεις αὗται γίνονται μὲν ἐν πάσαις ἡμέραις, ἀλλ’ οὔτ’ ἴσαις τὸν ἀριθμὸν οὔθ’
5ὁμοίως πισταῖς. διαφέρουσι δὲ καὶ τῷ τὰς μὲν ἀγαθὰς αὐ‐ τῶν γίνεσθαι, τὰς δὲ κακὰς, καὶ τὰς μὲν μετὰ πλειόνων τε καὶ χαλεπωτέρων συμπτωμάτων καὶ σὺν ἀγῶνι μείζονι, τὰς δ’ εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἀσφαλῶς. ἀτὰρ οὖν οὐδὲ τῷ τὰς μὲν ἐλλιπεῖς γίνεσθαι, τὰς δὲ τελείας, μικρά τις ἡ δια‐
10φορά· μεγάλη δὲ κᾀν τῷ τὰς μὲν ὅτι γενήσονται διὰ τῶν ἐπιδήλων ἡμερῶν προδεδηλῶσθαι, τὰς δ’ ἐξαιφνίδιόν τε καὶ ἀδοκήτως οὐ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ τοῖς τεχνίταις ἐπιφαίνεσθαι. τοσαῦται μὲν αἱ τῶν κρίσεων διαφοραὶ, το‐ σαῦται δὲ καὶ αἱ τῶν κρισίμων ἡμερῶν· κατὰ τὴν δωδεκάτην
15μὲν γὰρ καὶ ἑκκαιδεκάτην ἐγὼ μὲν οὐδένα ποτὲ γινώσκω κρι‐ θέντα, κατὰ δὲ τὴν ἑβδόμην οὐδ’ ἀριθμεῖν ἔτι ἐγχωρεῖ. κατὰ δὲ τὴν ἕκτην κρίνονται μὲν, ἀλλὰ καὶ μετὰ χαλεπῶν
συμπτωμάτων καὶ κινδύνων μεγίστων καὶ ἀπίστως καὶ ἀτελῶς774

9

.

775

καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ πρὸς κακοῦ. ὅταν οὖν μὴ μόνον ἐμοὶ, τῷ τοσούτοις ἔτεσι παραφυλάττοντι, τοιαύτη τις εὑ‐ ρίσκηται διαφορὰ τῶν ἡμερῶν, ἀλλὰ καὶ τοῖς περὶ τὸν Ἀρχι‐ γένην, πάνυ δή τι τοῖς ἔργοις τῆς τέχνης προσεδρεύσασι, καὶ
5τούτων ἔτι ἀνωτέρω τοῖς περὶ Ταραντῖνον Ἡρακλείδην, ἐκ τῆς πείρας ἀθροίσασι τὴν θεωρίαν, ἔτι τε τοῖς περὶ τὸν Φιλότιμόν τε καὶ Διοκλέα καὶ τοὺς ἄλλους παλαιοὺς καὶ πρὸ τούτων ἁπάντων τοῖς περὶ τὸν θειότατον Ἱπποκράτην, πῶς οὐκ ἄν τις δικαίως ἡγοῖτό τινα διαφορὰν ἐν τῷ τῶν ἡμερῶν
10ἀριθμῷ; τὸ γὰρ ἐν τοσούτοις ἔτεσι καὶ τὴν ἑβδόμην ἑωρᾶσθαι κρίνουσαν, πολλάκις τε ἅμα καὶ τελείως καὶ πιστῶς καὶ ἀκιν‐ δύνως καὶ σαφῶς καὶ προδήλως καὶ χρηστῶς, καὶ τὴν ἕκτην τὰ τούτων ἐναντία, μεγάλης τινὸς ἔχεται διαφορᾶς. τὸ δ’ ἐμοὶ μὲν μηδέποτε τὴν δωδεκάτην ὦφθαι κρίνουσαν, ἄλλῳ
15δέ τινι σπανίως τε ἅμα καὶ ἀτελῶς καὶ ἀβεβαίως καὶ μετὰ κινδύνου καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ κακῶς, οὐδ’ αὐτὸ σμι‐ κρὰν ἐνδείκνυται τὴν ἐν ταῖς ἡμέραις διαφοράν. πολλαὶ μὲν
γὰρ αἱ κατὰ τὴν ἑβδόμην κρινόμεναι νόσοι τελέως τε ἅμα775

9

.

776

καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως καὶ ἀγα‐ θῶς· αἱ δ’ ἐν τῇ δωδεκάτῃ σπάνιαι μὲν οὕτως ὡς ἡμῖν ὦφθαι μηδέπω, κᾂν εἴ τῳ δέ ποτε ἑώραται πρὸ ἡμῶν ἐν τῇ δωδεκάτῃ τῶν ἡμερῶν ἐπιφανεῖσά ποτε κρίσις, ἢ ἀτελὴς, ἢ
5ἄπιστος, ἢ κινδυνώδης, ἢ ἀσαφὴς, ἢ ἄσημος, ἢ πάντως γ’ ὦπται πρὸς κακοῦ γινομένη. καλῶ δ’ ἀτελῆ μὲν κρίσιν, ὅταν ὑπολείπηταί τι τοῦ νοσήματος· ἄπιστον δὲ, ὅταν ὑποτρο‐ πιάζῃ, κινδυνώδη δὲ τὴν μετὰ συμπτωμάτων σφαλερῶν, ἀσα‐ φῆ δὲ τὴν χωρὶς ἐκκρίσεως, ἤ τινος ἀποστάσεως ἐπιφα‐
10νοῦς, ἄσημον δὲ τὴν ὑπὸ μηδεμιᾶς τῶν ἔμπροσθεν ἡμερῶν προδηλωθεῖσαν. ἡ κακὴ δὲ ὅτι πάντως εἰς ἀπώλειαν τελευτᾷ τοῦ κάμνοντος οὐ δεόμαι λέγειν. ἔμπαλιν δὲ τελείαν μὲν καλῶ τὴν μηδὲν ὑπολείπουσαν τοῦ νοσήματος, πιστὴν δὲ καὶ βεβαίαν καὶ ἀσφαλῆ τὴν μηκέτι ἐπανερχομένην, ἀκίνδυ‐
15νον δὲ τὴν ἄνευ συμπτωμάτων σφαλερῶν, οὕτω δὲ καὶ σαφῆ τὴν μετά τινος ἐκκρίσεως, ἢ ἀποστάσεως φανερᾶς, εὔσημον δὲ τὴν προδηλωθεῖσαν ὑπὸ τῆς ἐπιδήλου, ἀγαθὴν δὲ ὅτι τὴν
εἰς ὑγείαν τελευτῶσαν χρὴ νοεῖν οὐκ ἄν τινα οἶμαι λαθεῖν.776

9

.

777

ἀλλ’ ὅτι μὲν, εἴπερ ταῦθ’ οὕτως φαίνεται, μεγίστη διαφορὰ τῶν ἡμερῶν ἐστι πρὸς ἀλλήλας οὐδεὶς ἀντιλέξει. Φήσει δ’ ἴσως τις μηδὲν ἀληθὲς εἶναι τῶν εἰρημένων, ἀλλ’ ἡμᾶς ἀργύριον εἰληφότας παρὰ τῶν κρι‐
5σίμων ἐπεισάγειν αὐτὰς τοῖς κατ’ ἰατρικὴν πράγμασιν ὥσπέρ τινας νόθους παῖδας εἰσποιοῦντας γένει γνησίῳ. τί γὰρ ἂν καὶ παθόντες καταψευδοίμεθα τῶν φαινομένων ἄλλό γε ἢ ἀργυρίῳ δελεασθέντες; οὐ γὰρ δὴ κατὰ γένος γε ἡμῖν αἱ κρί‐ σιμοι προσήκουσιν, ἢ πολίτιδες, ἡ συνήθεις εἰσὶν, ἵν’ αὐταῖς
10χωρὶς μισθοῦ βοηθῶμεν. τί γὰρ ἂν εἴη καὶ βέλτιον ἢ ἐκεί‐ ναις κρισίμοις εἶναι νομισθείσαις, ἢ ἡμῖν, ὡς εἰσὶν, ἀποδείξα‐ σιν; ἀλλ’ ὥσπερ καὶ τἄλλα τὰ διὰ τῆς πείρας γνωσθέντα δηλοῦμεν ἀδεκάστως, ἀδικώτατον εἶναι νομίζοντες ἐγκαλύπτειν τἀληθὲς, οὕτω καὶ τὰς τῶν ἡμερῶν διαφορὰς, ἃς πολλάκις
15ἐθεασάμεθα, λέγομεν ὡς εἴδομεν. ὅταν δὲ καὶ τοὺς ἀρίστους ἰατρούς τε ἅμα καὶ ἀνθρώπους, ἄμφω γάρ ἐστον οἱ περὶ τὸν Διοκλέα τε καὶ Ἱπποκράτην καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμ‐
προσθεν ἐμνημόνευσα, τὴν αὐτὴν ὑπὲρ τῶν αὐτῶν εὑρίσκωμεν777

9

.

778

ἀπόφασιν πεποιημένους, ἔτι καὶ μᾶλλον, οἶμαι, θαῤῥοῦμεν ὡς ἀληθεύοντες. ἀλλ’ οὐχ ὁμολογοῦσι, φασὶν, ἅπαντες οὗτοι περὶ τῶν κρισίμων ἡμερῶν, ἀλλ’ οἱ μὲν πλείους, οἱ δὲ ἐλάτ‐ τους αὐτὰς εἶναι λέγουσιν, καὶ τὰς μὲν ὅδε τίς φησιν εἶναι
5κρισίμους, τὰς δ’ ὅδε τις, οὐ τὰς αὐτὰς ἅπαντες, ἀλλ’ ὡς ἂν ἑκάστῳ παραστῇ τις γνώμη. τί οὖν ὦ πρὸς θεῶν εἴποι τις ἂν οἶμαι πρὸς αὐτούς; εἴ τι διαπεφώνηται, τοῦθ’ ὅλως οὐκ εἶναί φατε; καὶ μὴν οὐκέτ’ ἂν ὁμολογήσετε, τὸ μὲν γὰρ ἐπιμελεστέρας πείρας ἐξετάσεώς τε καὶ κρίσεως δεῖσθαι τὰ
10τοιαῦτα πρὸς ἁπάντων ὡμολόγηται, τὸ δ’ ὅλως ἀληθεύειν μηδένα τῶν διαφερομένων οὐχ ὅπως ὑμεῖς οἱ δεινοὶ τῶν κρι‐ σίμων κατήγοροι, ἀλλ’ οὐδ’ οἱ τὴν Πυῤῥώνειον ἀπορίαν πρεσ‐ βεύοντες ἀποδέχονται. τὴν γὰρ ἀνεπίκριτον οὗτοι διαφωνίαν, οὐχ ἁπλῶς ἅπασαν ἡντιναοῦν, ἀγνοίας τοῦ πράγματος εἶναί
15φασι σημεῖον. ἆρ’ οὖν ἀδύνατον ἐπικρῖναι τίς ἀληθεύει περὶ τῶν κρισίμων ἡμερῶν καὶ τίς ψεύδεται; ἢ δυνατὸν μὲν, ἀλλ’ οὐ ῥᾴδιον, εἴ γε καὶ χρόνου δεῖται παμπόλλου καὶ ἀκριβείας
ἱκανῆς; αἵ τε γὰρ ἀρχαὶ τῶν νοσημάτων ἀσαφεῖς ἐνίοτε καὶ778

9

.

779

πότερον ἐν ᾗ τις ἡμέρᾳ τῆς κρίσεως ὑπήρξατο, ταύτην εἶναι τὴν κρίσιμον ὑποληπτέον, ἢ καθ’ ἣν πρῶτον ἐλύθη τὸ νόση‐ μα, δεῖταί τινος ἐπισκέψεως. ὁ μὲν γάρ τις, οἶμαι, θάτερον αὐτῶν, ὁ δὲ θάτερον ὑπολήψεται, καί τις ἴσως οὐδέτερον, ἀλλ’
5εἰς ἣν ὁ πλεῖστος χρόνος τῆς κρίσεως ἀφίκετο, ταύτην εἶναι φήσει τὴν κρίσιμον. ὅταν οὖν πρὸς τοῦτο καὶ τοῦ πολλάκις αὐτὰ θεάσασθαι χρῄζωμεν, ἦν δὲ τοῦτο ἐπί τινων ἡμερῶν ἀδύνατον, ὅσαι σπανίως κρίνουσιν, ἢ κατά τινα τύχην. οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις, εἰ ἐντύχοι τις ταῖς σπανίαις ἡμέ‐
10ραις πρώταις· ἔπειτα πρὶν ἀναμεῖναι τὴν μακρὰν κρίσιν, ἀπο‐ φαίνοιτο περὶ αὐτῶν ὡς κρισίμων, ἐκ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον ἐπιθολοῦσθαι τὴν ἀληθῆ τῶν κρισίμων ἡμερῶν ἱστορίαν. εἰ μὲν γὰρ ἐν ᾗ τις ἐκρίθη, κρίσιμον εἶναι ταύτην ἐλέγομεν, ῥᾴστη τ’ ἂν οὕτως ἡ γνῶσις αὐτῷ ἐγίνετο καὶ σχε‐
15δὸν ἁπάσαις ὑπῆρχεν ἂν εἶναι κρισίμοις. ἐπεὶ δ’ οὔ τι τὸ σπα‐ νίον ἱκανὸν, ἀλλὰ χρὴ πολλάκις ὦφθαι κρίνουσαν, ἔτι τε προσεῖναι τῇ κρίσει τὰ μικρῷ πρόσθεν ῥηθέντα, τό τε κα‐
λῶς καὶ τὸ τελείως καὶ τὸ ἀσφαλῶς καὶ τὸ σαφῶς καὶ προσ‐779

9

.

780

έτι τὸ ἀκινδύνως, καὶ τὸ μετὰ τοῦ προδεδηλῶσθαι, δῆλον ὡς εἰς σωριτικὴν ἀπορίαν ἐμπίπτει τὸ σύμπαν. εἰ γὰρ τινὰ μὲν ὧν εἶπον προσείη, τινὰ δ’ ἀπείη, καὶ ἰσάζοι γε τὰ παρόντα τοῖς μὴ παροῦσιν, ἢ βραχεῖά τις εἴη τῶν ἑτέρων
5ὑπεροχὴ, δῆλον ὡς ἐν ἀμφιβολίᾳ καταστησόμεθα περὶ τῆς τοιαύτης ἡμέρας, εἴτε χρὴ ταύτην κρίσιμον καλεῖν εἴτε μή. τὸ μὲν γὰρ ἤτοι πάντων ὑπαρχόντων ὧν εἶπον ἢ τῶν πλείστων τε καὶ μεγίστων ἔτ’ ἀμφιβάλλειν ὡς οὐκ οὔσης κρισίμου παντελῶς ἠλίθιον, ὥσπέρ γε καὶ εἰ μηδὲν αὐτῶν, ἢν παντά‐
10πασιν ὀλίγα καὶ μικρὰν ἔχοντα δύναμιν ὑπάρχῃ· καὶ γὰρ καὶ ταύτην ἐκ τῶν οὐ κρισίμων ἀριθμητέον. εἰ δ’ εἴη τῶν ὑπαρ‐ χόντων αὐτῇ βραχεῖά τις ἡ διαφορὰ, πρόδηλον ὡς εἰς ἀπορίαν καταστησόμεθα, πότερον ἐκ τῶν κρισίμων αὐτὴν ἀριθμητέον ἐστὶν ἢ μή. ἔγωγ’ οὖν αὐτὸς ἐκ μειρακίου μὲν ὑπηρξάμην
15παραφυλάττειν τὰς κρισίμους ἡμέρας, ἵνα τι κᾀκ τῆς ἐμαυτοῦ πείρας ἐπικρίναιμι περὶ τῆς διαφωνίας αὐτῶν, οὐ μὴν ἤδη γε δύναμαι περί τινων ἀποφήνασθαι σαφῶς, ὅσον ἐπὶ τῇ προγε‐
γονυίᾳ μνήμῃ. δοκεῖ δέ μοι καὶ Ἱπποκράτης, ὡς ἂν ἀληθὴς780

9

.

781

ἀνὴρ, ἄχρι πολλοῦ χρόνου καὶ αὐτὸς τὸ τοιοῦτον παθεῖν, εἴ τι χρὴ τεκμήρασθαι ἐκ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐν ᾧ παμπόλλας ἤθροισεν ἡμέρας εἰς ταὐτὸν, ἃς ἐν τῷ προγνω‐ στικῷ κᾀν τοῖς ἀφορισμοῖς περικόπτειν φαίνεται. δέδεικται δ’
5ἡμῖν ἤδη μὲν καὶ δι’ ἑτέρων, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον ἔσται δῆλον ἐκ τῶν ἐφεξῆς εἰρησομένων ὡς πρότερον αὐτῷ τὰ τῶν ἐπιδημιῶν γέγραπται βιβλία, βασανίζοντι διὰ τῆς πείρας ἔτι τὰ θεωρήματα καὶ μὴ τολμῶντι καθόλου τισὶν ἀποφάσεσιν ἐπ’ αὐτῶν χρῆσθαι· διό μοι καὶ δοκοῦσιν οἱ τὰς κρισίμους
10ἡμέρας ἀναιροῦντες ὡς οὐκ οὔσας, ὅτι διαπεφώνηται περὶ αὐ‐ τῶν τοῖς ἰατροῖς, οὐ πάνυ τι τοῖς ἔργοις τῆς τέχνης προσε‐ σχηκέναι τὸν νοῦν· ὡς εἴ γε προσεσχήκεσαν, οὐ μόνον ὅτι δια‐ φέρονται περί τινων ἡμερῶν οἱ γράψαντες περὶ αὐτῶν, ἀλλ’ ὅτι καὶ συμφωνοῦσιν ἐν ταῖς πλείσταις ἐννοήσαντες, ἔπειτα
15τῆς ἑαυτῶν πείρας ἀναμνησθέντες, ἐξεῦρον ἂν, οἶμαι, ῥᾳδίως ἑτέρας μὲν εἶναι φύσεως τὰς ὁμολογουμένας, ἑτέρας δ’ ὑπὲρ ὧν διαφέρονται. τίς γὰρ ἢ τὴν ἑβδόμην, ἢ τὴν ἑνδεκάτην, ἢ τὴν τεσσαρεσκαιδεκάτην, ἢ τὰς ἄλλας τὰς ὁμοίας οὐκ εἶπε κρι‐
σίμους; οὐδεὶς ὁστισοῦν. φαίνονται γοῦν ἅπαντες ὥσπερ ἐξ781

9

.

782

ἑνὸς στόματος ἀποφαινόμενοι περὶ αὐτῶν. καὶ μὴν εἴπερ ὑπὲρ ἁπασῶν ὡμολόγουν ἀλλήλοις, ἴσως ἂν παρέστη ὑπολαμβάνειν χωρὶς τοῦ κρῖναι καὶ βασανίσαι τἀληθὲς ἅπαντας αὐτοὺς ἑξῆς ἀκολουθῆσαι τῷ πρώτως περὶ κρισίμων ἡμερῶν ἀποφη‐
5ναμένῳ. διαφερομένων δ’ ἐν ταῖς πλείσταις, οὐκέτ’ ἐνδέχεται τοιοῦτον οὐδὲν ὑπονοεῖν. ἀλλ’ ἐμοὶ μὲν καὶ θαυμάζειν ἐπέρχεται τοὺς ἄνδρας ἐπὶ τῇ περὶ τὴν ἀλήθειαν σπουδῇ. τὸ γὰρ μήτε τὰς αὐτὰς ἅπαντας εἰπεῖν, ἀλλ’ ἔστιν ἐν αἷς διενε‐ χθῆναι, μήτε εἰκῇ τοῦτο καὶ ἀλόγως παθεῖν, ἀλλ’ ὅσαι μὲν
10ἅπαντα διαφυλάττουσι τὰ τῶν κρίσεων γνωρίσματα τὰ μι‐ κρῷ πρόσθεν ὑπ’ ἐμοῦ λελεγμένα, ταύτας μὲν ὡσαύτως ἀνα‐ γράψαι σύμπαντας, ὅσαι δ’ ἀμφιβολίαν ἔχουσί τινα καὶ ἀπο‐ ρίαν ἐκ τοῦ τινὰ μὲν ὑπάρχειν αὐταῖς γνωρίσματα, τινὰ δ’ οὐχ ὑπάρχειν, οὐκέθ’ ὡσαύτως ἅπαντας ἀναγράψαι, τεκμήριον
15οὐ μικρόν ἐστι τοῦ φύσιν εἶναί τινα τῶν κρισίμων ἡμερῶν ἰδίαν ἐξαίρετον. ἃς γὰρ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἡμῶν ἐπὶ τὴν τῶν τοιούτων πεῖραν ἀφικόμενος ἀποφήναιτ’ ἂν εἶναι κρι‐
σίμους ἐκ τοῦ διαφυλάττειν ἅπαντα τῶν κρίσεων τὰ γνωρί‐782

9

.

783

σματα, ταύτας καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν ὁμολογουμένας, ὥσπερ αὖ καὶ ὅσας ἄπορον ἐκ πείρας κρῖναι, καὶ ταύτας δια‐ πεφωνημένας. οὐδὲν οὖν ἔγωγε τούτου μεῖζον ἕτερον ἡγοῦμαι τεκμήριον ὑπὲρ τῶν κρισίμων ἡμερῶν τῆς φύσεως,
5ὡς τὸ περὶ μὲν τῶν ἅπαντ’ ἐχουσῶν τὰ κριτικὰ γνωρίσματα, ταῦτα καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν συμφωνῆσαί τε πάντας, ὑπὲρ ὧν δέ τις καὶ αὐτὸς ἠπόρησιν, ὑπὲρ τούτων διενεχθῆναι. ἡ γὰρ ἐν ταῖς τοιαύταις διαφωνία πίστιν βεβαίαν προσνέμει ταῖς ὁμολογουμέναις. ἄμεινον δ’ ἦν ἄρα τοῖς σοφισταῖς ἤδη
10ποτὲ μισήσασι τὰ σοφίσματα, περὶ μὲν δὴ τῶν καὶ πάντ’ ἐχου‐ σῶν τὰ γνωρίσματα καὶ πρὸς ἁπάντων ὁμολογουμένων ἑτοίμως ἀποφήνασθαι, σκοπεῖσθαι δὲ ὑπὲρ τῶν λοιπῶν, ὡς τό γε διὰ τὴν ἐν ταύταις ἀπορίαν ὀλιγίσταις οὔσαις ἀνατρέ‐ ψαι τὴν ἐν ταῖς πλείσταις εὐπορίαν ἐσχάτως ἄλογον. φέρ’
15οὖν ἡμεῖς εἴπερ δὴ σπουδάζομεν ἀληθείας, ἐπιχειρήσωμεν ἀδε‐ κάστως αὐτῶν τῇ κρίσει. καὶ πρώτας μὲν προστησώμεθα κα‐ θάπερ τινὰς κανόνας τὰς ἅπαντ’ ἐχούσας τὰ κριτικὰ γνωρί‐ σματα· δευτέρας δὲ τάξωμεν τὰς τούτων πλησίον, εἶτά τινα
καὶ τρίτον καὶ τέταρτον στοῖχον ἐφεξῆς ποιησώμεθα, καὶ783

9

.

784

δείξωμεν ἑκάστου τὴν ἀξίαν. ἡ γὰρ τοιαύτη γνῶσις εἰς τὰς ἰάσεις τε καὶ λύσεις μέγα διαφέρει, μήτε τοὺς ἐν πισταῖς ἡμέ‐ ραις κριθέντας δι’ ὑποψίας ἡμῶν ἑξόντων ἂν ἢ λεπτῶς διαι‐ τησόντων, μήτε τοὺς ἐν ταῖς ἀπίστοις ἀφυλάκτως.
5 Πρώτην μὲν τοίνυν ἁπασῶν τῶν κρισίμων ἡμερῶν τὴν ἑβδόμην εἴπωμεν, οὐκ ἀριθμῷ δηλονότι καὶ τάξει πρώτην, ἀλλὰ δυνάμει τε καὶ ἀξιώματι, πάντα γὰρ ἔχει συλ‐ λαβοῦσα τὰ τῶν κρισίμων γνωρίσματα· καὶ γὰρ καὶ πλείστους κρίνει καὶ τελείως καὶ μετὰ σαφοῦς ἐκκρίσεως, ἢ ἀποστάσεως
10καὶ χωρὶς κινδύνου σφοδροῦ, καὶ τοὐπίπαν αὐτὴν ἡ τετάρτη προδηλοῖ. ἤτοι γὰρ τῶν οὔρων τις ἐν ἐκείνῃ πάντως, ἢ τῶν πτυσμάτων, ἢ τῶν διαχωρημάτων, ἢ ὀρέξεως, ἢ νοήσεως, ἢ αἰσθήσεως, ἤ τινος ἄλλου τοιούτου σαφὴς ἐγένετο μετα‐ βολὴ, καὶ τῇδε τῇ μεταβολῇ τὸ μὴ οὐχ ὁμοίαν ἀπαντῆσαι τὴν
15ἐν τῇ ἑβδόμῃ κρίσιν ἀμήχανον, ἀγαθὴν μὲν, εἰ ἐπὶ τὸ χρηστὸν, πονηρὰν δὲ, εἰ ἐπὶ τὸ φαῦλον μεταβάλλοι. τὰ πολλὰ μὲν οὖν
ἀγαθαὶ κρίσεις αἱ κατὰ τὴν ἑβδόμην ἡμέραν. καὶ γὰρ αὖ καὶ784

9

.

785

τοῦτο ἐξαίρετον αὐτῇ πρόσεστιν. οὐ μὴν ἀλλὰ καὶ θνήσκουσί τινες ἐν αὐτῇ, καὶ τροπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἔνιοι λα‐ βόντες ἔν τινι τῶν ἐφεξῆς κρισίμων ἀπόλλυνται. τὴν δὲ ἕκτην ἡμέραν ὅσον ἀπολείπεται τῆς ἑβδόμης τῷ πλήθει τῶν ἐν αὐτῇ
5κρινομένων, τοσοῦτον πλεονεκτοῦσαν εὑρίσκω κακοηθείᾳ, κα‐ θάπερ ἐκ διαμέτρου τὴν φύσιν ἔχουσαν τῇ ζʹ. καὶ γὰρ καὶ τῶν ἐν τῇ τετάρτῃ μεταβαλλόντων ἐπὶ τὸ χεῖρον οἱ πλεῖστοι κατὰ τὴν ἕκτην ἀπόλλυνται. τοὐναντίον δὲ αὖ πάλιν εἰ χρηστὴ γέ‐ νηται τροπὴ, τὴν ἑβδόμην ἀναμένει. κᾂν εἰ σπανίως δέ ποτε
10μεταβολὴν ἀγαθὴν ἐν τῇ τετάρτῃ γενομένην ἡ ἕκτη παρα‐ λαβοῦσα κρίνειν ἐπιχειρήσειεν, ἀμήχανον ὅσην ἐπιφέρει ταρα‐ χὴν καὶ κίνδυνον καὶ φόβον οὐ μικρὸν, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένου τἀνθρώπου. καὶ γὰρ εἰ καταφέροιντο, κάρῳ τι παραπλήσιον αὐτοῖς γίνεται καὶ κεῖνται τελείως ἀναίσθητοί
15τε καὶ ἄφωνοι. καὶ εἴ τις ἔκκρισις ἐν αὐτοῖς γίνοιτο, λειπο‐ ψυχοῦσί τε καὶ ἀσφυκτοῦσι καὶ ἀχροοῦσι καὶ τρέμουσι καὶ κα‐ ταπίπτουσι, τῆς ἑβδόμης ἡμέρας ἀεὶ πρὸς λόγον τῆς ἐκκρίσεως τὴν εὐφορίαν ἐπαυξούσης. ἀτὰρ οὖν καὶ κακοήθη καὶ δριμέα
καὶ δυσώδη τὰ πολλὰ διαχωροῦσί τε καὶ ἐμοῦσι κατὰ τὰς ἑκ‐785

9

.

786

ταίας ἐκκρίσεις. ἱδρῶτες δὲ σπάνιοι μὲν οἱ ὁμαλοὶ καὶ δι’ ὅλου τοῦ σώματος καὶ θερμοί· κᾂν εἰ γένοιντο δέ ποτε τοι‐ οῦτοι, διακόπτονται τὰ πολλὰ καὶ φόβος ἐπήρτηται τοῖς ὁρῶσι μὴ στῶσιν. ἔστι δ’ ὅτε παρωτίδας οὐκ εὐήθεις, ἢ καὶ
5ἰκτέρους ἐπήνεγκεν, ἤ τινα ἄλλην ἀπόστασιν ἀγῶνος ἑτέρου δεομένην εἰς λύσιν. εἰ δὲ καὶ δι’ οὔρων ποτὲ κρίνοιεν, οὐδὲ ταῦτα ἂν εὕροις χρηστά· καὶ γὰρ ὠμὰ καὶ ἄχροα καὶ λεπτὰ καὶ μηδεμίαν ἀγαθὴν ὑπόστασιν ἔχοντα, ἀλλ’ ἐνίοτε μὲν οἷον ὀστρακώδη, ἐνίοτε δὲ ψαμμώδη, πάντως δὲ ἀνώμαλόν τε καὶ
10ἄπεπτον, αὐτῷ τῷ πλήθει μόνον ὠφελοῦντα κατὰ τὴν ἕκτην ἡμέραν οἷς ἐπιφαίνεται. ταῦτα μὲν αὐτῆς τὰ μετριώτατα τῶν ἔργων, εἴ τις μέλλει σωθήσεσθαι. τοὺς πλείστους δὲ τοὺς μὲν αὐτίκα συνέκοψεν, ἢ ἀπέπνιξεν αἱμοῤῥαγίαις λάβροις, ἢ κε‐ νώσεσιν ἀμέτροις, ἢ καὶ κατοχαῖς τισιν ἢ μανίαις, τοὺς δ’
15εἰς προὖπτον ὄλεθρον ἐνέβαλεν, ἰκτέρους ἐπαγαγοῦσα καὶ πα‐ ρωτίδας οὐ χρηστὰς ἐγείρασα καὶ μαρασμοῖς ἀνιάτοις ἐνίοτε περιβάλλουσα, καὶ τί γὰρ οὐ κακὸν ἐπιφέρει; καί μοι πολλά‐
κις ἐπῆλθε τὴν μὲν τῆς ἑβδόμης ἡμέρας φύσιν εἰκάζειν βασιλεῖ,786

9

.

787

τὴν δὲ τῆς ἕκτης τυράννῳ. προνοεῖται γὰρ ἡ μὲν οἷον ἀγαθός τις ἄρχων τοῖς ὑπ’ αὐτὴν κρινομένοις, ἢ τῆς κολάσεως ὑφεῖναι τοῦ μεγέθους, ἢ τὴν νίκην ἐπιλαμπρῦναι. τὴν δὲ τῆς ἕκτης ἡμέρας ἔμπαλιν εἰκάσαις ἂν ἢ τοῖς ὀλεθρίοις αὐτὴν ἐπιχαί‐
5ρειν, ἢ ταῖς σωτηρίαις ἄχθεσθαι καὶ ζητεῖν ὅποι τὸν θυμὸν ἐκπλήσει καὶ κακῶς δρᾶσαι τὸν εἰς αὐτὴν ἐμπεσόντα καὶ μα‐ κρᾷ κολάσει περιβάλλουσα διαχειρώσεται. φέρ’ οὖν, ἐνταῦθα γὰρ ὁ λόγος ἤδη μοι στήτω, πρὶν τῶν ἄλλων ἁπασῶν ἡμερῶν διέρχεσθαι τὴν φύσιν, εἴ τις ἔροιτό μου περὶ τῆς ἑβδόμης ἡμέ‐
10ρας, εἰ κρίσιμος ὑπάρχει, κᾄπειθ’ ἑτοίμως ἀποκριναμένου μου περὶ τῆς ἕκτης ἐπανερωτῴη, τί ἂν ἀποκριναίμην αὐτῷ; εἰ μὲν γὰρ αὐτὴν προσηγορίαν ἐπιφέροιμι καὶ τῇδε, τάχ’ ἄν τις δό‐ ξειέ με καὶ τὴν φύσιν αὐτῆς ὁμοίαν ὑπολαμβάνειν· εἰ δ’ ὅτι τὴν φύσιν ἐναντία, διὰ τοῦτο ταύτην ἐξαιροίμην τῶν κρισί‐
15μων, ἴσως ἄν τις ὑπονοήσειεν ἐκ ταὐτοῦ γένους ὑπάρχειν αὐτὴν τῇ δωδεκάτῃ τε καὶ ἑκκαιδεκάτῃ, περὶ ὧν ἔμπροσθεν εἶπον ὡς οὐκ εἶδον αὐτὰς κρινούσας οὐδεπώποτε. περὶ μὲν
δὴ τούτων ἑτοίμως ἀποφανοῦμαι, καθάπερ εἶπον καὶ περὶ787

9

.

788

τῆς ἑβδόμης. τὰς μὲν γὰρ, ὅτι μηδὲν ἔχουσι τῶν κριτικῶν γνω‐ ρισμάτων, οὐκ εἶναι κρισίμους ἐρῶ· τὴν δ’, ὅτι πάντα, διὰ τοῦτο κρίσιμον ὑπάρχειν. ἁπλῆν δ’ οὕτως ὑπὲρ τῆς ἕκτης ἀπόφασιν οὐκ ἔχω ποιήσασθαι. κρίνει μὲν γὰρ πολλάκις, ἀλλ’
5ἐπιβούλως τε καὶ πονηρῶς, ὥστ’ εἴπερ ἀναγκάζει μέ τις ἀπο‐ κρίνασθαι περὶ αὐτῆς, οὐ λόγῳ μακρῷ χρησάμενος ὥσπερ ὀλί‐ γον ἔμπροσθεν, ὅτε διῄειν αὐτῆς ἅπασαν τὴν φύσιν, ἀλλ’ ἐν κεφαλαίῳ περιλαβὼν κακὴν ἂν εἴποιμι κρίσιμον εἶναι τὴν ἕκτην ἡμέραν, ὥσπερ τὴν ἑβδόμην ἀγαθήν. οὐ μὴν οὕτω γε προσή‐
10κει κατακλείειν ἑαυτὸν εἰς ἁπλῆν καὶ στενὴν ἀπόφασιν ὑπὲρ πράγματος οὐχ ἁπλοῦ. τά τε γὰρ ἄλλα καὶ περὶ ὀνόματος ἁμιλλώμενοι λελήθασιν οἱ πολλοὶ τῶν ἰατρῶν. οἱ μὲν γὰρ τὴν ἀθρόαν ἐν νόσῳ μεταβολὴν ἡγοῦνται κρίσιν, οἱ δ’, εἰ μὴ προσείη τὸ ἐπ’ ἀγαθῷ, κρίσιν οὔπω τὸ τοιοῦτον ὀνομάζου‐
15σιν, ἔνιοι δὲ τούτων μὲν ἑκάτερον ἀποτέλεσμα κρίσεως εἶναί φασιν, τὴν κρίσιν δὲ αὐτὴν τὸν μεταβλητικὸν ἐπιφανῶς ἐν ὀξεῖ καιρῷ σάλον ὑπάρχειν οἴονται, ἐξ αὐτῆς δηλονότι τοῦ
νοσήματος τῆς φύσεως γινόμενον, οὐκ ἔξωθεν· εἶτ’ ἐρίζουσι788

9

.

789

περὶ τοῦ σημαινομένου μακρὰ, μηδ’ αὐτὸ τοῦτο γινώσκοντες, ὡς ἀποχωρήσαντες τῶν ἰατρικῶν πραγμάτων ἢ διαλεκτικοῖς, ἢ γραμματικοῖς, ἢ ῥήτορσι πρέπουσαν ἐπαναιροῦνται σκέψιν. διαλεκτικοῦ μὲν γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος σκοπεῖσθαι,
5ῥητόρων δὲ καὶ γραμματικῶν, εἰ σύνηθες τοῖς Ἕλλησι τοὔ‐ νομα. καὶ ταῦτα ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν εἰς το‐ σοῦτον ἢ διαλεκτικῆς, ἢ γραμματικῆς, ἢ ῥητορικῆς ἐπαΐον‐ τες εἰς ὅσον ὄνοι λύρας. οὗτοι μὲν οὖν καὶ τὰ τῶν ἰατρῶν ἀφέντες καὶ τὰ τῶν ἄλλων κακῶς μεταχειρισάμενοι καθ’ ἑκά‐
10τερα πλημμελοῦσιν. ἡμεῖς δὲ ὅπως μὲν ἄν τις ἄριστα χρῷτο τοῖς ἰατρικοῖς ὀνόμασιν, ἑτέρωθι δεδηλώκαμεν· ἐν δὲ τῷ πα‐ ρόντι λόγῳ τῶν ἡμερῶν τὴν φύσιν ἐξηγήσασθαι προὐθέμεθα, τοὺς σοφιστικοὺς λήρους ἑτέροις παρέντες, οἷς οὐ τῶν ἔργων τῆς τέχνης φροντὶς, ἀλλὰ τοῦ φλυαρεῖν, ὥσπερ ἐπὶ μειρακίων
15διατριβαῖς. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἑξῆς ὑπὲρ τῶν προειρημένων ὀνομάτων, ἵν’ ἔχῃ τις αὐτῶν λύειν τὰ σοφίσ‐
ματα, διαστελλόμενος τὰς ὁμωνυμίας. ἐν δέ γε τῷ νῦν λόγῳ789

9

.

790

τῷ ἐνεστῶτι τὸ χρήσιμον αὐτὸ διέλθωμεν πρότερον, ὥσπερ ἐν ἁπάσαις ἐποιησάμεθα ταῖς πραγματείαις, ἵν’ ἤδη τις ἔχων τοῦτο καὶ καρπούμενος ἐκ περιουσίας ἐλέγχειν μάθῃ τοὺς λήρους τῶν σοφιστῶν. τά τε γὰρ ἄλλα καὶ ὡς ἄνευ τῆς
5φλυαρίας αὐτῶν τῆς μακρᾶς ἔνεστιν ἐκμαθεῖν τοῖς εἰσαγομέ‐ νοις εἰς τὴν τέχνην ἅπασαν ἀκριβῶς τῶν ἡμερῶν τὴν φύσιν ἐξ αὐτῆς τῆς διδασκαλίας ἔργῳ μαθεῖν ἔστι, καίτοι γε παν‐ τάπασιν ἀπέχεσθαι τῆς φλυαρίας αὐτῶν οὕτω δεδημοσιευμέ‐ νης ἀδύνατον. ἀμέλει καὶ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις, καί
10περ ἄκοντες, ὅμως αὐτῆς ἐφηψάμεθα. Νόμιζε τοίνυν ἐκεῖνα μὲν οἷον προοίμιόν τί μοι διὰ τὸ τῆς θεωρίας ἔνδοξον γεγονέναι, τὸ δὲ χρήσιμον αὐτὸ καὶ διαφέρον εἰς τὰ τῆς τέχνης ἔργα νῦν λέγεσθαι πᾶν ἐφεξῆς, ὅτι μὲν χρήσιμον ὑπάρχει, καὶ χωρὶς συνηγορίας ἐν‐
15δεικνύμενον, ὅτι δὲ καὶ ἀληθὲς, οὐκ εὐθὺς φαινόμενον, ἀλλὰ τὴν ἐξ αὐτῶν τῶν πραγμάτων κρίσιν ἀναμένον. ὥστε καὶ τοὺς ἀναλεξομένους αὐτὸ παρακαλέσαι καιρὸς, ἐπειδὰν, ὥσπερ
ἡμεῖς ἐκρίναμεν ἅπαντα τὰ τῆδε γεγραμμένα παμπόλλῳ χρόνῳ,790

9

.

791

καὶ αὐτοὶ βασανίσωσιν ἐπὶ τῶν ἀῤῥώστων αὐτὰ, τότ’ ἀπο‐ φαίνεσθαι τολμᾷν ὑπὲρ τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας, πρό‐ τερον δὲ μή. πάλιν οὖν αὖθις ἀρκτέον ἡμῖν ἐστιν ἀφ’ ὧν περ ἐξ ἀρχῆς τοῦ γράμματος ὑπηρξάμεθα, καὶ λεκτέον ὅσα
5μὲν εἴρηται καὶ πρόσθεν διὰ κεφαλαίων ἀναλαμβάνουσιν, ὡς ὑπομνῆσαι μόνον, ὅσα δ’ οὔπω λέλεκται, κατὰ διέξοδον ἑρ‐ μηνεύουσιν. εἴρητο μὲν δὴ ταῦτα, τὰς λύσεις τῶν νοσημάτων ὅσαι ἀθρόαι γίνονται, δεῖσθαί τινος ἐκκρίσεως, ἢ ἀποστά‐ σεως ἐπιφανοῦς, εἶναι δὲ τῶν ἡμερῶν ἐν αἷς γίνονται τὰς
10φύσεις διαφερούσας· τὴν μὲν γὰρ ἑβδόμην καὶ πολλάκις λύειν καὶ τελέως καὶ πιστῶς καὶ ἀγαθῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως, τὴν δ’ ἕκτην πολλάκις μὲν καὶ αὐτὴν, ἀλλ’ οὐχ ὁμοίως τῇ ἑβδόμῃ. καὶ γὰρ καὶ τῇ ποσότητι τῶν λυομέ‐ νων ἀπολείπεσθαι καὶ τῷ τρόπῳ τῆς λύσεως πάμπολυ δια‐
15φέρειν. οὔτε γὰρ ἀγαθὰς ὑπάρχειν αὐτὰς, ἀλλὰ τὰς πλείστας μοχθηρὰς, οὔτ’ εἴπερ ἀγαθὰς, πάντως καὶ τελείας, ἀλλ’ οὐδ’ εἰ τελείας, εὐθὺς καὶ πιστάς· ὑποτροπιάζει γὰρ ἐνίοτε τὸ νό‐
σημα, κᾂν ἀκριβῶς δόξῃ λελύσθαι. καὶ μὲν δὴ καὶ ὅτι τὸ791

9

.

792

μετὰ κινδύνων τε καὶ ἀσαφῶς ἰδιαίτατόν ἐστι τῆς ἕκτης ἡμέ‐ ρας, καὶ τοῦτο εἴρηται. τό γε μὴν ἀσήμως οὐ πάνυ τι τῆς ἕκτης ἴδιον, ἀλλ’ ἔστιν αὐτῆς ὥσπερ καὶ τῆς ἑβδόμης ἐπίδη‐ λος ἡ τετάρτη. ταῦτα μὲν οὖν εἴρητο, προστιθέσθω δὲ τὰ
5λείποντα. τῆς ἑβδόμης τὴν φύσιν ἡ τεσσαρεσκαιδεκάτη μάλιστα μὲν μιμεῖται, πλησίον δ’ αὐτῶν ἐστιν ἐννάτη τε καὶ ἑνδεκάτη καὶ εἰκοστή. καὶ ταύταις ἐγγὺς ιζʹ καὶ εʹ καὶ μετὰ ταύτας ἡ τετάρτη καὶ μετὰ ταύτην ἡ τρίτη τε καὶ ἡ ιηʹ. τῆς δ’ ἕκτης τὴν φύσιν οὐδεμία μὲν ἀκριβῶς ἐμιμήσατο τῶν ἄλ‐
10λων ἡμερῶν. εἴ ποτε δ’ εἰς τὴν ὀγδόην ἡμέραν ἢ τὴν δεκά‐ την ἐμπέσῃ λύσις ἀθρόα νοσήματος, ὁμοιοῦταί πως τῇ κατὰ τὴν ἕκτην, ἀλλὰ καὶ σπανίως ἐν ταύταις λύεται καὶ οὔτε πι‐ στῶς οὔτε ἀγαθῶς οὔτε τελείως, ἔτι τε πρὸς τούτοις ἀσαφῶς τε ἅμα καὶ ἀσήμως, ὥσθ’ ἑτέρας εἶναι φύσεως αὐτὰς
15πρὸς τὰς ἔμπροσθεν εἰρημένας. ὥσπερ δ’ ἐν ταύταις οὐ λύε‐ ται νόσημα ἀθρόως, οὕτως οὐδ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις
δωδεκάτῃ καὶ ἑκκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ. μεταξὺ δέ πως792

9

.

793

τούτου τοῦ στοίχου τοῦ νῦν εἰρημένου πάντως, τῶν μὴ λυουσῶν ἀθρόως ἡμερῶν, τῆς ὀγδόης λέγω καὶ τῆς δεκάτης καὶ τῆς δωδεκάτης καὶ τῆς ἑκκαιδεκάτης καὶ τῆς ἐννεακαιδεκά‐ της, καὶ τοῦ πρόσθεν εἰρημένου τῶν λυουσῶν, τῆς τε τρίτης
5καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ ἑβδόμης καὶ ἐννάτης καὶ ἑνδεκάτης καὶ τεσσαρεσκαιδεκάτης καὶ ἑπτακαιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς, ἡ τρισκαιδεκάτη μάλιστά μοι φαίνεται τετάχθαι, μήθ’ ὁμοίως ἀπόβλητος οὖσα ταῖς ἐν τῷ δευτέρῳ στοίχῳ μήθ’ ὁμοίως ταῖς ἐν τῷ πρώτῳ
10λύειν πεφυκυῖα. τοιαύτη μέν τις ἡ τῶν εἰρημένων ἡμερῶν ἄχρι τῆς εἰκοστῆς διαφορά· τὰς δ’ ἐφεξῆς ἁπάσας ὕστερον ἐρῶ, πρότερόν γε τοῦτ’ ἀναμνήσας ὅπερ ὑπεσχόμην ὀλί‐ γον ἔμπροσθεν, ὡς ὅσον εἰς τὰ ἔργα τῆς τέχνης διαφέρει, μακροῦ μὲν εἰς εὕρεσιν δεῖται χρόνου, βραχυτάτου δ’ εἰς δι‐
15δασκαλίαν. τὸ δ’ ἄλλο πᾶν ἤτοι λῆρός ἐστι σοφιστῶν ἢ πρὸς τούτους ἀντιλογία, λῆρος μὲν οὖσα καὶ αὐτὴ, κάλλιον γὰρ ἦν αὐτῶν καταφρονεῖν, ἀλλὰ διὰ τοὺς νέους ἐνίοτε τοὺς ὑπὸ τῶν σοφισμάτων ἐξισταμένους τῶν κατὰ φύσιν λογισμῶν
χώραν ἀναγκαίαν λαμβάνουσα. τὸ οὖν προκείμενον ἤδη δέ‐793

9

.

794

δεικται σαφῶς, ὡς καὶ χωρὶς τῶν ὀνομάτων τοῦ τε κρί‐ νεσθαι καὶ κεκρίσθαι καὶ κρίσεως καὶ κρισίμου τὴν διήγησιν ἐποιησάμην τῆς τῶν ἡμερῶν διαφορᾶς, οὐκ ἐκ λόγου τινὸς ἢ δόγματος τῶν ἀποῤῥήτων εἰσηγησάμενος, ἀλλ’ ἐκ μόνης τῆς
5πολυχρονίου πείρας ἀθροίσας τὴν θεωρίαν. ὅστις δὲ ταύτην καταλιπὼν, ἢ πῶς ὁρίζεσθαι χρὴ τὴν κρίσιν, ἢ τίς λόγος ἐστὶ δι’ ὃν οὐχ ὁμοίως ἐν ἁπάσαις ταῖς εἰρημέναις ἡμέραις αἱ κρίσεις γίνονται ζητεῖ, σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέξει, οἳ τοῖς τοιούτοις λόγοις ἀντιλέγοντες οἴονται τὸ πρᾶγμα δια‐
10βαλεῖν αὐτό· καθάπερ εἴ τις ταῖς ὀπτικαῖς αἰτίαις, ἃς οἱ φι‐ λόσοφοι λέγουσιν, ἀντειπὼν ἀνῃρηκέναι νομίζει τὴν ὄψιν, ἢ εἴ τις ἀπορήσας τοὺς περὶ τῆς κινήσεως λόγους, ἢ τοὺς περὶ τόπου καὶ χρόνου καὶ γενέσεως καὶ φθορᾶς, οἴοιτο σὺν τοῖς λόγοις ἀνῃρηκέναι καὶ τὰ πράγματα. τοιαύτη γάρ ἐστι καὶ ἡ
15τῶν σοφιστῶν κατά τε κρίσεως καὶ κρισίμων ἡμερῶν ῥητορεία, τὸ μὲν φαινόμενον αὐτὸ μὴ δυναμένων ὑπαλλάξαι, τὰ ση‐ μαινόμενα δὲ μετατιθέντων, καὶ πρὸς ὁρισμούς τινας ἀντιλε‐
γόντων, καὶ τὰ περὶ τῆς φύσεως τῶν ἁριθμῶν δόγματα δια‐794

9

.

795

σειόντων. ἀλλ’ ἥ γ’ ὑφ’ ἡμῶν ἄρτι γεγραμμένη διδασκαλία τούτων μὲν οὐδενὸς ἐφήψατο, καὶ διὰ τοῦτο ἀποφράττει τὸ τῶν σοφιστῶν στόμα· τὸ χρήσιμον δ’ αὐτὸ διὰ ταχέων ἐκ‐ διδάσκει. ὡσαύτως δ’ ἂν καὶ διὰ ταχέων ἐμήνυσα τὰς μετὰ
5τὴν εἰκοστὴν ἡμέραν διαφορὰς, εἰ μή τίς γε κατεῖχεν ἀναγκαῖος λόγος, ὃν καὶ αὐτὸν οἱ μὲν ἐκ τῆς ἐμπειρίας ὁρμώμενοι καὶ μηδὲν τοῖς ἐναργῶς φαινομένοις προσδοξάζοντες ἀκριβῶς ἴσασιν, οὐ μὴν οἵ γε πρῶτον ἀναλαμβάνοντες τὴν τέχνην. Ἔστι δ’ οὗτός τις ὁ ζητῶν ἥτίς
10ποτε τῶν νοσημάτων ἡ ἀρχή· καὶ γὰρ ἀγρυπνοῦσι καὶ ἀνο‐ ρεκτοῦσι καὶ κεφαλὰς βαρύνονται καὶ νωθροὶ καὶ δυσκίνητοι καὶ κοπώδεις γίνονται καὶ μυρία τοιαῦθ’ ἕτερα πάσχουσιν οἱ πλεῖστοι τῶν μελλόντων νοσήσειν. καὶ ταῦτ’ εἰσβάλλει μὲν αὐτοῖς τὴν πρώτην σμικρὰ, παραύξεται δ’ ἀεὶ καὶ μᾶλλον
15κατὰ βραχὺ περιερχομένοις ἤδη καὶ τὰ συνήθη πράττουσιν. ἐπειδὰν δὲ πρῶτον νικηθῶσιν ὑπὸ τοῦ δυσαρεστήματος, τηνι‐ καῦτα κατακλίνονται. τίνα δ’ οὖν ἀρχὴν τῷ νοσήματι θέσθαι
προσήκει, χαλεπὸν εἶναι δοκεῖ. τὴν μὲν γὰρ ἀκριβῶς πρώτην795

9

.

796

σχεδὸν ἀναίσθητον ὑπάρχειν, τὴν δ’, ὅτε κατεκλίθη, κατακλί‐ σεως μὲν ἀρχὴν εἶναι, νόσου δ’ οὐκ εἶναι. καὶ γὰρ καὶ τὸ καρτερικοὺς ὑπάρχειν καὶ ἀταλαιπώρους καὶ τὸ κατέχεσθαι πρός τινος ἐπὶ πολιτικῆς πράξεως, ἢ καὶ βαδίζειν ὁδὸν μα‐
5κροτέραν καὶ πόῤῥω τῆς τοῦ οἴκου καταγωγῆς εἶναι, καὶ δι’ ἄλλας τοιαύτας αἰτίας δύναταί τις οὔπω μὲν κατακεκλίσθαι, κεκακῶσθαι δέ· καὶ μέν γε καὶ μαλακός τις τὴν γνώμην καὶ ταλαίπωρος καὶ δειλὸς καὶ ὕποπτος ἐπὶ μικραῖς προφάσεσιν εὐθὺς κατακλίνεται. τὴν τίνος οὖν κατάκλισιν ἀρχὴν τοῦ νο‐
10σήματος ὑποληπτέον, οὐκ ἄν τις ἐξεύροι ῥᾳδίως. καὶ μὴν εἰ μήτε τὴν πρώτην ἀκριβῶς ἀρχὴν οἷόν τε λαβεῖν ἐστι μήτε τὴν κατάκλισιν εὔλογον ὑποθέσθαι τοῦ νοσήματος ἀρχὴν ὑπάρχειν, δῆλον ὡς οὐδ’ ἄλλον τινὰ χρόνον ἢ τὸν πρὸ τῆς κατακλίσεως, ἢ τὸν μετ’ αὐτήν. οἱ μὲν γὰρ ἔμπροσθεν ἅπαν‐
15τες ἀδίκως ληφθήσονται τῆς πρώτης ἀρχῆς παροφθείσης· οἱ δ’ αὖ μετὰ τὴν κατάκλισιν ἔτ’ ἀδικώτερον, εἰ μηδ’ ὁ ταύ‐ της χρόνος ἀρχὴ τοῦ νοσήματος ὑπάρχει. τοιαῦται μὲν αἱ ἀπο‐ ρίαι, λύσεις δ’ αὐτῶν πολυειδεῖς. ἡ μὲν πρώτη καὶ μεγίστη
τὸ πολλὰς νόσους ἐξαίφνης εἰσβάλλειν ἢ ἅμα ῥίγεσιν, ἢ σὺν796

9

.

797

ἀλγήμασιν ἰσχυροῖς, μηδενὸς ὅλως αἰσθητοῦ συμπτώματος αὐτῶν προηγησαμένου. τὰς οὖν ἄλλας ἐάσας νόσους, ἐν αἷς ἀσαφεῖς αἱ ἀρχαὶ, τὴν πεῖραν τῶν κρινουσῶν ἡμερῶν ἐπὶ τῶν σαφεστάτων ποιοῦμαι. καὶ γὰρ καὶ δειπνήσασιν εὐφορώτατα
5πολλοῖς καὶ γυμνασαμένοις καὶ λουσαμένοις ἐξαίφνης εἰσέ‐ βαλε νοσήματα, καθάπερ καὶ Ἱπποκράτης ἐπὶ πολλῶν ἀῤῥώ‐ στων ἔγραψεν· ὥσπερ αὖ πάλιν ὁ αὐτὸς Ἱπποκράτης ἐφ’ ἑτέρων ἀῤῥώστων εἴωθε γράφειν ὅτι πρὶν ὑπάρξασθαι νο‐ σεῖν ὀρθοστάδην ἠνωχλοῦντο. καίτοι καὶ αὐτὸ τοῦτο λέγον‐
10τες τὸ πρὶν ἄρξασθαι νοσεῖν, λελήθαμεν ἡμᾶς αὐτοὺς ἐξο‐ μολογούμενοι τἀληθές. ἀρχὴν γὰρ τοῦ νοσεῖν ἐκεῖνον εἶναι νομιστέον αὐτοῖς τὸν χρόνον ἡνίκα σαφῶς ἀρξάμενοι πυρέτ‐ τειν κατεκλίθησαν. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστι κεφαλῆς ἄλγημα καὶ πυρετὸς, ὥσπερ οὐδ’ ἀγρυπνία καὶ ἀνορεξία καὶ βάρος
15ὅλου τοῦ σώματος, ἢ κοπώδης αἴσθησις, ἀλλ’ ἕκαστον τού‐ των ἕτερόν τι τοῦ πυρέττειν ὑπάρχον ἀγγέλλει πυρετόν. σὺ μὲν οὖν ὦ σοφιστὰ τὸν νοῦν τούτοις πρόσεχε. πυρετὸς δ’
εἰσβαλὼν καὶ μάλιστ’ ὀξὺς οὔθ’ ἡμᾶς λαθεῖν οὔτ’ ἰδιώτην797

9

.

798

οὐδένα δύναται. θὲς δ’, εἰ βούλει, καὶ λαθεῖν, ἀλλὰ θαυμά‐ ζοιμ’ ἂν εἰ πλέον ὥρας λήσει τὸν κάμνοντα, κᾂν ἀναισθητό‐ τατος ᾖ. νομιζέσθω τοίνυν εἰσβεβληκέναι δεκάτης ὥρας, ἔστω δ’ ἡ κατὰ ἀλήθειαν ἀρχὴ μὴ δεκάτης, ἀλλὰ θʹ ὥρας γεγενη‐
5μένη, τί τοῦτο πρὸς τὰς κρισίμους ἡμέρας; πάνυ γοῦν, ὡς ὁρᾷς, παρὰ τοῦτο τὰ τῆς ἰατρικῆς τέχνης ἔργα διαφθείρεται, παρ’ ὅσον τῶν νοσούντων ἐνίους ἔλαθεν ὥρα μία. ὅ γέ τοι πάντων ἰατρῶν ἀκριβέστατος σύμπαντα τὰ τοιαῦτα παρα‐ φυλάξας Ἱπποκράτης, ὥσπερ ὅτι πολλοὶ μὲν ἐξαίφνης
10ἤρξαντο πυρέττειν, οὐδενὸς ἔμπροσθεν αὐτοῖς γενομένου συμ‐ πτώματος, ἔνιοι δ’ ὀρθοστάδην ἐνοχληθέντες, ἐνέγραψεν, οὕτω καὶ τὰς κρίσεις ἐτήρησε γινομένας ἀφ’ ἧς πρώτης ἡμέρας ἐπύ‐ ρεξεν ὁ ἄνθρωπος, οὐκ ἀφ’ ἧς ἤλγησε κεφαλὴν, ἤ τι τοιοῦ‐ τον ἕτερον ἠνωχλήθη. ἐπὶ ταῖς τοιαύταις γὰρ ἀρχαῖς ἡ τῶν
15κρινουσῶν ἡμερῶν ἐμπειρία τοῖς ἰατροῖς. σὺ δ’ εἰ τὰς λόγῳ θεωρητὰς ἀρχὰς ἐπισκοπεῖσθαι βούλει, τάχα τοῦ τῆς ἀειπα‐ θείας ἐφάψῃ δόγματος. ἀλλ’ οὐχ ἥ γε τῶν Ἀσκληπιαδῶν ἰα‐
τρικὴ τοιαύτη, λόγῳ γὰρ θεωρητοὺς ἐκεῖνοι πυρετοὺς οὔτε798

9

.

799

διαγινώσκειν οὔτε θεραπεύειν ἠξίουν· οἱ δ’ αἰσθητοὶ καὶ σα‐ φεῖς, καὶ μάλισθ’ ὅταν ὀξεῖς ὦσιν, ἐφ’ ὧν δὴ καὶ μάλιστα τῆς τῶν κρισίμων ἡμερῶν θεωρίας χρῄζομεν, οὔτ’ ἰδιώτην οὐ‐ δένα λαθεῖν οὔτε ἰατρὸν δύνανται. τί δὴ καὶ βούλει; πότε‐
5ρον ἐκ τῶν ἐξαίφνης κατακλιθέντων ποιήσασθαι τὴν τήρησιν, ἢ τῶν ὀρθοστάδην ἐνοχληθέντων; Ἱπποκράτης μὲν γὰρ ἐπ’ ἀμφοτέρων ποιησάμενος τὰς αὐτὰς ἐπ’ ἀμφοῖν ἀπεφήνατο κρισίμους, οὐχ ὅτε πρῶτον ἤλγησε τὴν κεφαλὴν, ἀλλ’ ὅτε πρῶτον ἐπύρεξε, τὴν ἀρχὴν τοῦ νοσήματος ὑποθέμενος. οὕτω
10δὲ καὶ τῶν ἄλλων ἕκαστος οἷς τῆς τέχνης ἐμέλησεν, οὐ λό‐ γων ψευδῶν πιθανῶς συγκεκροτημένων. ἡ μὲν δὴ τῶν νοση‐ μάτων ἀρχὴ παντὸς μᾶλλον εὔγνωστος ἰατροῖς. εἰ δέ τις ἑαυτὸν ἐξαιρεῖ τῆς προσηγορίας τῆσδε καὶ μήπω πείθεται καὶ ληρεῖν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ Ἱπποκράτην καὶ Διοκλέα
15καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα νομίζει, νικάτω νίκην οὗτος Καδμείαν. Ἐμοὶ γὰρ οὐ σοφιστὰς ἐξελέγχειν πρόκειται
νῦν, ὅ τι μὴ πάρεργον, ἀλλὰ τοῖς ἀλήθειαν σπουδάζουσιν ἧς799

9

.

800

γινώσκω κοινωνῆσαι θεωρίας. ἔστω δή τις τοιοῦτος ἡμῖν ἄῤ‐ ῥωστος ἐξ ὑποθέσεως εἰς σαφήνειαν τῆς διδασκαλίας προκείμενος, τῇ δεκάτῃ τῆς ἡμέρας ὥρᾳ πυρέττειν ὀξέως ἀρξά‐ μενος, ἐφ’ οὗ ζητεῖν ἐπιτρέψαντες τοῖς σοφισταῖς τὴν λόγῳ
5θεωρητὴν ἀρχὴν, αὐτοὶ τὴν δευτέραν ἡμέραν, ἢ εἴ τιν’ ἀρχὴν ἑτέραν ἐν αὐτῇ ποιεῖται παροξυσμὸς ἕτερος, αἰσθητὴν καὶ σαφῆ παραφυλάξομεν· εἶθ’ οὕτω καὶ τὴν τρίτην, ἵν’ εἴτε διὰ τρίτης, εἴτε καὶ καθ’ ἑκάστην ἡμέραν οἱ παροξυσμοὶ γί‐ νονται, γινώσκωμεν· ἔτι δὲ τούτου μᾶλλον, εἴτ’ ἐν ταῖς ἀρ‐
10τίαις, εἴτ’ ἐν ταῖς περιτταῖς ἡμέραις παροξύνεται σφοδρότε‐ ρον. ἔστω δὴ συνεχὴς μὲν ὁ πυρετὸς, διὰ τρίτης δ’ οἱ παροξυσμοί· καὶ τῇ τρίτῃ μὲν τῶν ἡμερῶν ἑνδεκάτης ὥρας, τῇ πέμπτῃ δὲ νυκτὸς ὥρας πρώτης παροξυνέσθω, τῇ δὲ ἑβ‐ δόμῃ νυκτὸς ὥρας τρίτης· ἀεὶ γὰρ ὑποκείσθω δυοῖν ὥραιν
15ὑστερίζειν τὸν παροξυσμὸν, ὥστε καὶ τῆς ἐννάτης νυκτὸς ὥρᾳ πέμπτῃ παροξυνθήσεται καὶ τῆς ἑνδεκάτης ἑβδόμῃ. ἔστω δὴ τούτῳ τὰ μὲν ἄλλα παραπλήσια δι’ ὅλου τοῦ νοσήματος ἀπὸ τῆς ἀρχῆς ἕως τῆς ἑνδεκάτης νυκτὸς, κατὰ δὲ τὴν ἑνδεκάτην
εὐχρούστερά τε ἅμα γινέσθω τὰ οὖρα καί τινα καὶ λευκὴν800

9

.

801

νεφέλην ποιείσθω πρότερον οὐ γεγενημένην. ἐνταῦθα πρῶ‐ τον μὲν ἐλπὶς οὐ σμικρὰ τοῖς γε ὄντως ἰατροῖς ἐν τῇ ιδʹ λυ‐ θήσεσθαι τὸ νόσημα, συμβαίνει μὴν πολλάκις ὑπερεκπίπτειν τὴν λύσιν εἴς τινα τῶν ἐφεξῆς ἡμερῶν. ἀλλὰ τοῦτο μὲν ὅπως
5γίνεται τοῦ περὶ κρίσεών ἐστιν ἴδιον λόγου, καὶ διὰ τοῦτο ἐν ἐκείνῳ ῥηθήσεται. τὸ δέ γε νῦν εἶναι πρόκειται μὲν ὁ περὶ τῶν κρισίμων ἡμερῶν λόγος. οὗ δ’ ἕνεκα τοῦ παρα‐ δείγματος ἐδεήθην, ἐγγὺς ἥκειν ἔοικεν. εἰσβαλλέτω γὰρ ὁ τῆς τρισκαιδεκάτης νυκτὸς παροξυσμὸς οἱᾳδηποτοῦν ὥρᾳ μετὰ
10ῥίγους. ἐνδέχεται γὰρ αὐτὸν καὶ προλαβεῖν τὴν ὥραν τὴν συνήθη καὶ μὴ προλαβεῖν, ἄμφω γὰρ γίνεται, καὶ πλέον γε θάτερον, τὸ προλαβεῖν, ὅταν μέλλῃ γενήσεσθαι κρίσις. ἔστω δ’, εἰ βούλει, καὶ δύσφορος ἡ τρισκαιδεκάτη νὺξ ἅπασα γεγε‐ νημένη πρὸς τὸ βεβαιότερον ἡμᾶς ἐλπίσαι τὴν κρίσιν. οὐ γὰρ
15ἐνδέχεται τὸν οὕτω νοσήσαντα μὴ κριθῆναι κατὰ τὸν ἐπὶ τῆς τρισκαιδεκάτης νυκτὸς ἀρξάμενον παροξυσμόν. ἵν’ οὖν μηδὲν ἀδιόριστον εἴη, κείσθω μὲν ἡ νὺξ δύσφορος, εἰσβαλλέτω δὲ ὁ
παροξυσμὸς ὥρας ὀγδόης μετὰ ῥίγους σφοδροῦ, καὶ μηδὲν801

9

.

802

ἄλλο τῶν ταῖς κρίσεσι προσεδρευόντων παρέστω σύμπτωμα· γινέσθω δὲ καὶ ὁ σφυγμὸς ἄτακτος μὲν καὶ ἀνώμαλος, ἀλλ’ αἱ πλείους κινήσεις ὑψηλαὶ καὶ μεγάλαι φαινέσθωσαν· ὁ τοιοῦτος ἄῤῥωστος, ἐπειδὰν ὁ μετὰ τοῦ ῥίγους γενόμενος πα‐
5ροξυσμὸς ἀπολάβῃ τὴν οἰκείαν ἀκμὴν, ἱδροῦν εὐθὺς ἄρχεται κρισίμως ἐν τῇ ιδʹ δηλονότι τῶν ἡμερῶν. οὕτως γὰρ συμβαί‐ νει τῆς ιγʹ νυκτὸς ὀγδόης ὥρας εἰσβάλλοντος τοῦ παροξυσ‐ μοῦ. γινέσθω τοίνυν πρὸς λόγον ἀεὶ τῆς κενώσεως εὐπνού‐ στερός τε καὶ εὐκινητότερος καὶ εὐσφυκτότερος καὶ εὐφορώτε‐
10ρος, καὶ δι’ ὅλης γε τῆς ἡμέρας ἱδρούτω πολλῷ καὶ θερμῷ διὰ παντὸς τοῦ σώματος ὁμαλῶς, εἶτ’ εἰς ἑσπέραν ἀκριβῶς ἀπύρετος γινέσθω· ὁ τοιοῦτος ἄῤῥωστος ἀσφαλῶς κέκριται. καὶ χρὴ λοιπὸν ἀνατρέφειν αὐτὸν κατὰ βραχὺ μηδὲν δεδιότας· ἥ τε γὰρ ἡμέρα πιστὴ καὶ πάντα τὰ κριτικὰ γνωρίσματα συνέ‐
15δραμεν. ὅτι μὲν ἐπὶ τῆς ιαʹ ἡμέρας τὸ κρίσιμον ἐν τοῖς οὔροις ἐφάνη, σημεῖον εὐσήμου τῆς κρίσεως εὐλόγως ῥηθείσης, ὅτι δ’ ἥ τε νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ καὶ ἡ εἰσβολὴ μετὰ
ῥίγους, καὶ ὁ τῶν σφυγμῶν σάλος ὁ κριτικὸς καὶ οἱ ἱδρῶτες οἱ802

9

.

803

χρηστοὶ, διὰ τοῦτο σαφοῦς δικαίως ἂν ὀνομασθείσης, ὅτι δὲ ἄνευ συμπτωμάτων φοβερῶν, διὰ τοῦτ’ ἀκινδύνου· καὶ μὲν δὴ καὶ τελείας μὲν, ὅτι τὸν πυρετὸν ἀπήλλαξε τελείως, ἀγα‐ θῆς δὲ διά τε ταὐτὸ τοῦτο καὶ ὅτι χωρὶς κινδύνου. τί δὴ
5οὖν ἔτι λείπει μαρτυρῆσαι τῇ κρίσει; τούτῳ μοι τὸν νοῦν ἤδη προσέχειν, ὅτι πιστὴ καὶ ἀσφαλὴς καὶ φόβος οὐδεὶς ὑποτρο‐ πιάσαι τὸ νόσημα. πόθεν οὖν ἐλάβομεν τοῦτο; τῶν μὲν γὰρ ἄλλων ἕκαστον ἐξ ἑνός τινος, ἢ καὶ δυοῖν, ἢ πλειόνων μὲν, ἀλλ’ οὐκ ἐξ ἁπάντων γε τῶν γεγενημένων. τὸ δ’ ὅτι πιστὴ,
10πάντων δεῖται συναριθμουμένων, ἐν οἷς ἐστι καὶ ἡ τῆς ἡμέ‐ ρας φύσις. εἰ γὰρ καὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα γεγε‐ νημένων εἰς τὴν πεντεκαιδεκάτην ἐξέπεσεν ἡ κρίσις, οὐκ ἂν ὁμοίως ἦν ἀσφαλής. τὸ τοίνυν ἀκριβῶς πιστὸν ἐπισφραγίζε‐ ται παρὰ τῆς ἡμέρας, καὶ αὕτη τῶν κρισίμων ἡμερῶν ἡ χρεία.
15εἰ δέ τις ἡγεῖται μόνας αὐτὰς δύνασθαι τὸ πᾶν, οὗτος οὐ μό‐ νον ἀγνοεῖ πλέον ἢ οὗ γινώσκει, ἀλλὰ καὶ τοῖς σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέχει. ἐροῦσι γοῦν εὐθέως, εἰ τὸ πιστὸν
ἐν ταῖς τῶν νοσημάτων λύσεσιν ἡ τῆς ιδʹ ἡμέρας παρείχετο803

9

.

804

φύσις, ἐχρῆν, εἴ γε καὶ χωρὶς ἱδρώτων πολλῶν καὶ χρηστῶν ἀπήντησε, πιστὴν ὑπάρχειν αὐτήν. ὅπως δ’ ἐστὶ ληρώδης ὁ λόγος, ἐγὼ μὲν οὐδ’ ἐπιδεικνύναι τὴν ἀρχὴν ἠβουλήθην, ἀλλ’ ἕκαστον τῶν εἰς ἰατροὺς φοιτώντων εἰς τοσοῦτον προπεπαι‐
5δεῦσθαι πρὶν φοιτᾷν, ὡς τὰ γοῦν οὕτω πρόδηλα σοφίσματα διαγινώσκειν δύνασθαι. ταχὺ γὰρ ὁ τοιοῦτος λῆρος ἀνατρέπει πᾶν βοήθημα, μήτε φλεβοτομίαν ποτὲ βοηθεῖν ἀποφαίνων· εἴπερ γὰρ ἐβοήθει, τί δή ποτ’ οὖν οὐκ εὐθέως εἰς βαλανεῖον ἀπολύομεν τοὺς φλεβοτομηθέντας ἀδεῶς τε διαιτᾶσθαι κε‐
10λεύομεν, ἀλλ’ ἐπὶ τῆς κλίνης συνέχομεν καὶ λεπτῶς διαιτῶμεν; ἀλλὰ μηδὲ κατάπλασμα· καὶ γὰρ ἂν καὶ τοῦτο καὶ τοὺς ἐμπιπλαμένους τε καὶ λουομένους καὶ μεθυσκομένους ὠφελεῖ· ἀλλὰ μηδὲ κλυστῆρα μηδ’ ἄλλο τῶν πάντων οὐδέν· ὅμοιος γὰρ ὁ λῆρος. ἀλλ’ ἐπειδὴ τέχνην οὕτω θαυμαστὴν
15καὶ μεγάλην ἀντὶ τῶν Ἀσκληπιαδῶν τῶν πάλαι νῦν ἐριουρ‐ γοί τε καὶ τελῶναι μετέρχονται, χρὴ δή που καὶ ἡμᾶς ἐπαμύ‐ νειν αὐτῇ προπηλακιζομένῃ καὶ λέγειν ὡς εἴτε αἴτιον, εἴτε
σημεῖον ὁτιοῦν, εἰ μὲν ἓν ἑνὸς ἢ ποιητικὸν, ἢ δηλωτικὸν804

9

.

805

εἶναι λέγοιτο, δείξαι τις ἀσθενοῦν αὐτὸ περὶ τὴν ἐπαγγελίαν καὶ δεόμενον ἀεὶ παρουσίας ἑτέρου, καλῶς ἐξελέγχει τὴν δόξαν· εἰ δ’ ἤτοι ποιεῖν ἢ δηλοῦν ἅμα πλείω συνιόντα τόδε τι λέγοιτο, ληρώδης ὁ καταμόνας ἕκαστον αὐτῶν προχειριζόμε‐
5νος. οὐ γὰρ ἓν ἕκαστον αὐτῶν ἰδίᾳ προσήκει διαβάλλειν ὡς οὐχ ἱκανὸν, ἀλλ’ ἅμα σύμπαντα. φαίης γὰρ ἂν οὕτως, οἶμαι, κᾂν εἰ δέκα μέν τινες οἷοί τ’ εἶεν ἐπαίρειν βάρος ὁτιοῦν, ἕκα‐ στος δ’ ἰδίᾳ μὴ δύναιτο, μηδὲν εἰς τὴν τοῦ παντὸς ἔργου συντέλειαν εἰσφέρεσθαι τὸν ἕνα. τί δὴ βούλει; πότερον αἰτίας
10εἶναι τὰς κρισίμους ἡμέρας τῆς πιστῆς λύσεως τῶν νοσημάτων, ἢ σημεῖα; κατ’ ἄμφω γὰρ ἑτοίμως ἐξελέγχεται τὸ σόφισμα. βούλει πρότερον αἰτίας ὑποθώμεθα, καθάπερ καὶ τὴν φλεβο‐ τομίαν καὶ τὸν κλυστῆρα καὶ τὸ κατάπλασμα καὶ τῶν ἄλλων ἕκαστον βοηθημάτων αἴτιον ὑγείας εἶναί φαμεν; ἀλλ’ ὥσπερ
15ἐκείνων οὐδὲν οὕτως ἦν ἰσχυρὸν ὡς ἄνευ τῶν ἄλλων ὑγιάζειν, οὕτως οὐδ’ ἡ κρίσιμος ἡμέρα. πάλιν οὖν, εἰ βούλει, μηκέτ’
αἰτίας αὐτὰς, ἀλλὰ σημεῖα λέγωμεν, οἷα κᾀν τοῖς οὔροις καὶ805

9

.

806

διαχωρήμασι καὶ πτύσμασι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις ἐστίν. ἀλλ’ οὐδ’ ἐκείνων οὐδὲν ἱκανὸν ἦν μόνον σωτηρίαν, ἢ θάνατον ἐνδείξασθαι. καὶ μὴν εἰ μήθ’ ὡς αἴτια μήθ’ ὡς σημεῖα τὰς κρισίμους ἡμέρας ἀξιώσαιμεν ἀεὶ μόνας ἢ δρᾷν, ἢ δηλοῦν
5ταὐτὸν, ἀλλὰ μετὰ συνόδου πλειόνων, οὐκέτι οὐδένα λόγον ἕξει τὸ σόφισμα αὐτῶν. οὐ γὰρ αὕτη βάσανος ὀρθὴ τῶν κρι‐ τικῶν εἶναι πιστὰς, ἀλλ’ ἄλλη τις, ἥπερ δὴ καὶ ὄντως ἐστίν. εἰ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων ὑπαλλαχ‐ θείη μόνον ἡ κρίσιμος ἡμέρα, πολὺ τοῦ πιστοῦ τῆς κρίσεως
10ἀφαιρεῖται. κᾂν εἰ τῶν ἄλλων δὲ κριτικῶν σημείων μὴ πάνυ συμπεπληρωμένων προσθείης αὐτοῖς ἡμέραν κρίσιμον, ἕξεις τινὰ ἐλπίδα λύσεως ἀσφαλοῦς. καίτοι κᾂν εἰ τοῦθ’ ὑπῆρχε μόνον ταῖς κρισίμοις ἡμέραις, τὸ συντρέχειν αὐταῖς πολλάκις ἤτοι τὰ πλεῖστα καὶ μέγιστα τῶν κρισίμων σημείων ἢ καὶ
15σύμπαντα, δίκαιον δήπου ἦν διά γε τοῦτο μόνον ἰδίαν τινὰ φύσιν ὑπολαβεῖν εἶναι ἡμερῶν κρισίμων. ὁπότ’ οὖν πρὸς τού‐
τῳ καὶ παρ’ ἑαυτῶν τι συνεισφέρουσιν, πολὺ δήπου μᾶλλον806

9

.

807

αὐτὰς τῶν μήτε συνεισφερουσῶν τι μήτε τοῖς πολλοῖς τῶν κριτικῶν σημείων συντρεχουσῶν ἀποκρινοῦμεν ὡς ἰδίαν μὲν ἐκείνων τὴν φύσιν, ἰδίαν δὲ τούτων ἐχουσῶν; ἐμοὶ μὲν καὶ πάνυ δοκεῖ. πάλιν οὖν ἀποχωρήσαντες τῶν λυμαι‐
5νομένων τοῖς καλλίστοις τῆς τέχνης σοφιστῶν, ἀναμνησθέν‐ τες τε τῆς προγεγραμμένης ὑποθέσεως ὀλίγον ἔμπροσθεν, ἕνεκα σαφοῦς διδασκαλίας, τὸν ἄῤῥωστον ἐκεῖνον, ὃν συνε‐ χῶς μὲν πυρέσσοντα, διὰ τρίτης δὲ παροξυνόμενον, εἰς τὴν ἑνδεκάτην ἡμέραν ἀγαγόντες τῷ λόγῳ, κριτικὸν ἐν τοῖς οὔ‐
10ροις ὑπεθέμεθα σημεῖον ἐσχηκέναι, κᾄπειτα διὰ τῆς τεσσα‐ ρεσκαιδεκάτης κεκρίσθαι, νῦν μηκέθ’ οὕτως, ἀλλ’ ἔτ’ ἂν ἄκριτον εἰς τὴν πεντεκαιδεκάτην ἀγαγόντες νύκτα, τὸν ἐν ταύτῃ παροξυσμὸν ὁμοίως μὲν εἰσβαλόντα μετὰ ῥί‐ γους, ὡσαύτως δὲ ἱδρῶτι κρινόμενον ὑποθώμεθα κατὰ
15τὴν ἑκκαιδεκάτην ἡμέραν, ἵν’ ἐναργῶς μάθωμεν ὅσην τινὰ δύναμιν ἡμέρα κρίσιμος ἔχῃ. πρῶτον μὲν γὰρ οὐδ’ ἂν καλῶς ὁ τοιοῦτος ἱδρώσειεν, οὐδ’ ἂν τελέως ἀπύρετος γέ‐
νοιτο κατ’ ἐκείνην τὴν ἡμέραν. εἰ δ’ ἄρα τι καὶ παράδοξον807

9

.

808

ἀπαντήσειεν, ἀλλ’ ἄπιστός γε πάντως ἡ κρίσις, καί τι μικρὸν ἁμαρτόντος τοῦ κάμνοντος, ὑποστρέψει πάλιν τὸ νόσημα. Πάλιν οὖν προχειρισάμενοι τὸν αὐτὸν ἄῤ‐ ῥωστον, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὑποθώμεθα τὸ κριτικὸν
5ἐσχηκέναι σημεῖον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς ἑνδεκάτης ὑπεθέμεθα, τούτῳ τὴν κρίσιν ἑβδομαίῳ προσδέχεσθαι. θεω‐ ρητὴ γὰρ ἐν μὲν τῇ δευτέρᾳ τῶν ἑβδομάδων ἡ ἑνδεκάτη, κατὰ δὲ τὴν πρώτην ἡ τετάρτη, καὶ δηλοῦν πέφυκεν ὥσπερ ἡ ἑνδε‐ κάτη τὴν τεσσαρεσκαιδεκάτην, οὕτως ἡ δʹ τὴν ζʹ ὁποία τις
10ἔσται. γινέσθω δὲ κατὰ τὴν ἑβδόμην νύκτα περὶ τὴν τρίτην ὥραν ὁ παροξυσμὸς, ὡς ἔμπροσθεν ὑπέκειτο, καὶ τὰ τοῦ ῥί‐ γους καὶ τὰ τῶν σφυγμῶν ὡσαύτως ἀπαντάτω, καὶ νυκτὸς ἤδη παυομένης ἱδροῦν ἀρχέσθω, κᾄπειτα δι’ ὅλης τῆς ἑξῆς ἡμέρας τῆς ὀγδόης ἱδρούτω καλῶς, εἶτ’ ἀπύρετος εἰς τὴν ἑσπέ‐
15ραν γινέσθω. πρόσεχε δή μοι πάλιν ἐνταῦθα τὸν νοῦν· οὗ γὰρ ἕνεκα προὐχειρισάμην τὸν ἄῤῥωστον οὐ μικρόν ἐστι. κατὰ μὲν γὰρ τὴν πρώτην ὑπόθεσιν ἐν τῇ ιγʹ νυκτὶ παροξυνθεὶς κρισίμως, εἶτ’ ἐν τῇ ιδʹ γενόμενος ἀπύρετος, οὐ τρισκαιδεκα‐
ταῖος, ἀλλὰ τεσσαρεσκαιδεκαταῖος ἐλέγετο κεκρίσθαι. νυνὶ δὲ808

9

.

809

καίτοι τῶν ἱδρώτων καὶ τῆς λύσεως τοῦ νοσήματος εἰς τὴν ὀγδόην ἡμέραν ὅλην ἐκπεσόντων, ὅμως ἑβδομαῖος ἂν ὁ τοι‐ οῦτος κεκρίσθαι λέγοιτο. προσέχειν γὰρ χρὴ τὸν νοῦν οὔθ’ ἁπλῶς τῶν παροξυσμῶν ταῖς ἀρχαῖς, εἰ καὶ μετὰ κριτικῶν
5εἰσβάλλουσι σημείων, οὔθ’ ὅταν πρῶτον ἱδροῦν, ἢ ἄλλως πως ὑπάρξωνται κρίνεσθαι. καὶ γὰρ καὶ τοῦτο μόνον οὐ πιστὸν, ἀλλ’ οὐδ’ ὅτε πρῶτον ἀπύρετοι γίνονται. οὐ μὴν οὐδὲ τὰ δύο συνιόντα πλείονα τοῦ λοιποῦ τὴν δύναμιν ἐξ ἀνάγκης ἔχει. τὰ μὲν γὰρ τρία συνερχόμενα δῆλον ὡς ἐξαιρεῖ πᾶν ζήτημα.
10λέγω δ’ εἰ κατά τινα μίαν ἡμέραν ὅ τε παροξυσμὸς εἰσβάλλοι μετὰ τῶν κρινόντων σημείων ἥ τε κρίσις ὑπάρξαιτο καὶ ἡ τε‐ λεία λύσις ἀκολουθήσειεν. εἰ μέντοι μερισθείη, διοριζέσθω πρῶτον μὲν καὶ μάλιστα ταῖς ἐπιδήλοις τε καὶ θεωρηταῖς ἡμέ‐ ραις ὀνομαζομέναις. ἂν γὰρ ἤτοι τῆς τετάρτης ἢ τῆς ἑνδεκά‐
15της ἐπιδήλου γενομένης ἡ κρίσις ἐφάψηται καθ’ ὁντιναοῦν τρόπον ἤτοι τῆς ἑβδόμης ἢ τῆς ιδʹ, ἐκείνων εἶναι χρὴ νομί‐ ζειν αὐτήν. εἰ δ’ ἐκπέσοι τελέως αὐτῶν, ὡς μήτ’ ἄρξασθαι
κατ’ αὐτὰς μήτε συμπληρωθῆναι, δῆλον ὡς οὐκέτι μὲν ἐγ‐809

9

.

810

χωρεῖ λέγειν ἑβδομαῖον, ἢ τεσσαρεσκαιδεκαταῖον κεκρίσθαι νό‐ σημα, κατ’ ἄλλην δέ τινα τῶν ἡμερῶν, ἥτις ἂν ὅλην τὴν κρίσιν ἐν αὐτῇ περιλάβοι. εἰ μέντοι μηδεμιᾶς ἐπιδήλου προγε‐ γενημένης ἐξαίφνης γένοιτο κρίσις ἐφαπτομένη δυοῖν ἡμερῶν,
5εἰς ταῦτα ἀποβλέπων τὰ γνωρίσματα διορίζεσθαι ποτέρας αὐτῶν ἔστ’ εἰς τὴν τῶν παροξυσμῶν ἀναλογίαν, εἰς τὴν τῶν ἡμερῶν φύσιν, εἰς τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν, εἰς αὐ‐ τὸν τὸν χρόνον τῆς κρίσεως. εἰς μὲν τὴν τῶν παροξυσμῶν ἀναλογίαν ᾧδε· ταῖς μὲν περιτταῖς ἡμέραις μᾶλλον πονοῦντος
10τοῦ κάμνοντος οἰκειοτέρα τῆς περιττῆς ἡμέρας ἡ κρίσις, ὥσπερ εἰ καὶ ταῖς ἀρτίαις, ἐκείνης ἴδιος· ἐν γὰρ τοῖς παροξυσμοῖς αἱ κρίσεις γίνονται τοὐπίπαν. εἰς δ’ αὐτὴν τῶν ἡμερῶν τὴν φύσιν ᾧδέ πως· εἴπερ ἀμφισβητοῖτο πότερον ἐννάτης ἐστὶν ἡμέρας, ἢ δεκάτης ἡ κρίσις, εἰ μὲν γὰρ ἀγαθὴ καὶ τελεία καὶ
15ἀκίνδυνος, ἐννάτης μᾶλλόν ἐστιν· εἰ δ’ ἀτελὴς καὶ φαύλη καὶ κινδυνώδης, δεκάτης. εἰς δὲ τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν, ἐπειδὴ τρεῖς ἦσαν οὗτοι, ἡ ἀρχὴ τοῦ κριτικοῦ παροξυσμοῦ,
ἡ ἀρχὴ τοῦ κριτικοῦ κινήματος, τὸ τέλος αὐτὸ τῆς κρίσεως,810

9

.

811

ἡ τοὺς δύο δεξαμένη καιροὺς εἰς ἑαυτὴν ἡμέρα σφετερίζεται μᾶλλον τὴν κρίσιν. οὕτω δὴ καὶ αὐτὸς ὁ χρόνος ὁ κρίσεως ὁποτέρας ἂν ᾖ τῶν ἡμερῶν μακρότερος, ἐκείνῃ μᾶλλον προσ‐ νέμειν τὴν κρίσιν. εἰ μὲν δὴ τὰ τέτταρα ταῦτα γνωρίσματα
5μίαν ἡμέραν εἰσηγοῖτο, ταύτῃ καί σοι προσνέμειν τὴν κρίσιν· εἰ δ’ ἓν ἐξ αὐτῶν ἀπολείποιτο, προσνέμειν ἔτι καὶ οὕτως, ἀλλ’ ἤδη καὶ τὴν ἑτέραν αὐτῆς μεμερίσθαι νομιστέον. εἰ δ’ ἴσα τὰ γνωρίσματα εἴη, καὶ τὴν κρίσιν οὕτω κοινὴν ἀμφοτέρων εἶ‐ ναι τῶν ἡμερῶν ὑποληπτέον. ἐνίοτε δ’ οὐ δυοῖν μόνον, ἀλλὰ
10καὶ τριῶν ἡμερῶν ἡ κρίσις ἐφάπτεται. πάλιν οὖν ἐνταῦθα τὴν μέσην μὲν ὅσον ἐπὶ τῷ μήκει τοῦ χρόνου προκριτέον, οὐ μὴν αὐτῇ γε τὸ σύμπαν δοτέον, ἀλλὰ πρῶτον μὲν εἰ χωρὶς ἐπιδήλου τε καὶ θεωρητῆς ἡμέρας ἡ κρίσις ἐγένετο σκεπτέον· εἴρηται γὰρ ὅτι μεγίστην δύναμιν ἔχει τοῦτο· δεύτερον δὲ καὶ
15τοῖς ἄλλοις κανόσι προσχρηστέον, οὓς νῦν ἤδη πέπαυμαι λέ‐ γων, ἀναλογίαν παροξυσμῶν καὶ φύσιν ἡμερῶν καὶ ἀριθμὸν κριτικῶν καιρῶν καὶ αὐτὸν τὸν τῆς κρίσεως χρόνον. Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διώ‐
ρισται, πάλιν ἐπανελθόντες ὥσπερ ἔμπροσθεν ἄχρι τῆς κʹ811

9

.

812

ἡμέρας, οὕτως ἤδη τὰς μετ’ ἐκείνην ἐξαριθμήσομεν κρισίμους, τοσοῦτον μόνον ἔτι τοῖς ἔμπροσθεν εἰρημένοις ἤδη προσθέν‐ τες, ὅσον εἴς τε τὰ νῦν εἰρημένα χρήσιμον ὑπάρχει καὶ μηδὲν ἐν τοῖς ἤδη λελεγμένοις ἀπολείψει ζήτημα. τί δ’ ἐστὶ
5τοῦτο; περὶ τῆς πρώτης ἡμέρας ἐν τοῖς νοσήμασι καὶ τῆς δευτέ‐ ρας οὐδὲν εἴπομεν ἐν τῷ πρόσθεν λόγῳ, καίτοι τοῖς γε περὶ τὸν Διοκλέα καὶ αὗται κρίνειν ἔδοξαν. ὅπως οὖν χρὴ καὶ περὶ τοῦδε γινώσκειν διοριστέον. εἰ μὲν γὰρ ἡ προηγουμένη τῆς λύσεως τοῦ νοσήματος ὀξεῖα ταραχὴ κατὰ τὸ τοῦ κάμνοντος
10σῶμα κρίσις ὀνομάζεται, μήτε τὴν πρώτην ἡμέραν μήτε τὴν δευτέραν ὑποληπτέον εἶναι κρισίμους· ὁ γὰρ οἷον σάλος ὁ προ‐ ηγούμενος τῆς λύσεως οὐδαμῶς ἐπιφανὴς ἐν ταύταις γίνεται· εἰ δὲ τὴν λύσιν ἁπλῶς ὀνομαστέον ἐστὶ κρίσιν, εἶεν ἂν καὶ αἵδε κρίσιμοι. πάντες γοῦν οἱ ἐφήμεροι προσαγορευόμενοι πυ‐
15ρετοὶ τὴν λύσιν οἱ μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς, οἱ δ’ ἐν τῇ δευτέρᾳ ποιοῦνται. περὶ σημαινομένου τοίνυν ἡ ζή‐ τησις κᾀνταῦθα μᾶλλον ἢ περὶ πράγματος. αὐτὸ γὰρ τὸ
πρᾶγμα, τὸ λύεσθαι πολλοὺς τῶν πυρετῶν εὐθὺς ἐν ταῖς812

9

.

813

πρώταις ἡμέραις, οὐδεὶς ἀγνοεῖ. τῆς δ’ αὐτῆς ἔχεται ζητήσεως κᾀκεῖνο, πότερον ἐπειδὰν εἰς λύσιν τοῦ νοσήματος ἡ γενομένη ταραχὴ τελευτήσῃ κεκρίσθαι λεκτέον, ἢ κἂν ἀξιόλογός τις γέ‐ νηται μεταβολή. καὶ μὲν δὴ καὶ αὐτὸ τῆς λύσεως τοὔνομα
5πότερον ἐπειδὰν εἰς ὑγείαν ὁ κάμνων μεταστῇ μόνον ἐπανε‐ κτέον ἐστὶν, ἢ κᾀπειδὰν ἀκολουθήσῃ θάνατος ἔτι λελύσθαι καὶ οὕτω λεκτέον τὸ νόσημα, πολλὴν ἔσχηκε ζήτησιν. ὅτῳ δὲ καὶ τὰ τοιαῦτα σχολὴ ζητεῖν, αὖθις εἰρήσεται. νυνὶ δὲ ἐν τού‐ τῳ τῷ πρώτῳ λόγῳ πρόκειταί μοι τὸ χρήσιμον αὐτὸ δεῖξαι
10μόνον, ὃ καὶ χωρὶς ἀποδείξεων λογικῶν ἐξ ὑποθέσεως περαί‐ νεσθαι δύναται. ὑποκείσθω γὰρ ἡμῖν ἡ μὲν πρὸ τῆς ἀκριβοῦς λύσεως ταραχὴ κρίσιν ἁπλῶς ὀνομάζεσθαι, τῶν δ’ ἄλλων οὐδεμία κρίσις ἁπλῶς, ἀλλ’ ἡ μὲν εἰς ὄλεθρον τελευ‐ τῶσα κακὴ κρίσις ὅλον τοῦτο καλείσθω, ἡ δ’ ἀξιόλογον μὲν
15τὴν ῥοπὴν ποιησαμένη, μὴ λύσασα δὲ τὴν νόσον τελείως, ἐλ‐ λιπὴς κρίσις ὀνομαζέσθω, ἡ λοιπὴ δ’ ἡ ῥοπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἀτελής τε ἅμα καὶ κακὴ προσαγορευέσθω κρίσις.
οὕτω μὲν, ἐπειδὰν τελέως τε καὶ σαφῶς δηλῶσαι βουληθῶμεν813

9

.

814

ἕκαστον ἰδίᾳ τῶν πραγμάτων· ἐνίοτε δὲ ταῖς ὀνομαζομέναις ἐλλειπτικαῖς ἑρμηνείαις χρώμενοι κρίσεις ὀνομάζομεν ἁπάσας τὰς τέσσαρας διαφορὰς, παραλιπόντες προσθεῖναι τὸ κακὴν ἢ ἀτελῆ. καὶ ὡς τοῦτο τὸ τῆς ἐλλιποῦς ἑρμηνείας ἱκανῶς ἐστι
5σύνηθες ἅπασιν ἀνθρώποις εἴρηται μὲν ἐπὶ πλέον ἐν ἑτέροις, εἰρήσεται δὲ καὶ νῦν ὅσον ἐξαρκεῖ πρὸς τὰ παρόντα. χοίνικα γοῦν καὶ πῆχυν καὶ πόδα καὶ τῶν ἄλλων τι μέτρων, οὔτ’ ἐπει‐ δὰν ᾖ τι μεῖζον τοῦ δέοντος οὔτ’ ἐπειδὰν ἔλαττον, οὕτως ὀνομάζειν προσῆκεν, ἐπειδὴ ποσοῦ τινος ὡρισμένου τῶν ὀνο‐
10μάτων τῶν τοιούτων ἕκαστόν ἐστι δηλωτικόν. ἀλλ’ ὅμως καὶ τὴν ἐλάττονα καὶ τὴν μείζονα τοῦ δέοντος ἔστιν ὅτε χοίνικα προσαγορεύομεν. ὡσαύτως δὲ καὶ τὸν πῆχύν τε καὶ τὸν πόδα καὶ τῶν ἄλλων ἕκαστον. ἀλλ’ ὅταν ἀκριβῶς ἑρμηνεύωμεν, οὐ πῆχυν ἁπλῶς, ἀλλὰ μέγαν πῆχυν καὶ μικρὸν ὀνομάζομεν, ἁπλῶς
15δὲ τὸν δίκαιον μόνον. ἔστι δ’ ὅτε καὶ ἐξόχως καθ’ ὑπεροχὴν ἔνια τὴν τοῦ γένους ὅλου προσηγορίαν σφετερίζεται, ὥσπερ
καὶ παρὰ τῷ ποιητῇ λέγεσθαί φαμεν τόδε τι, οὐκ ἂν οὐδενὸς814

9

.

815

ἄλλου παρὰ τὸν Ὅμηρον ἀκουομένου, καίτοι μυρίοι γ’ εἰσὶν ἄλλοι ποιηταί. τοιοῦτον δ’ ἐστὶ καὶ τὸ παρὰ τῷ Κωμικῷ· καὶ σπάνιόν ἐστ’ ἄνθρωπος ὅτ’ ἄνθρωπος. τὸν γὰρ ἄγριον καὶ τὸν θηριώδη καὶ τὸν ἀνόητον καὶ τὸν σκαιὸν οὐ κατὰ
5τὴν ἀνθρώπου φύσιν ὑπάρχειν νομίζοντες ἐπὶ τοὺς κατορ‐ θοῦντας ἐν τῇ φύσει τὸ ὄνομα φέρομεν. εἴτ’ οὖν οὕτω καθ’ ὑπεροχήν τινα τὸ τῆς κρίσεως ὄνομα λέγομεν, εἴτε κατὰ τὸν πρότερον λόγον, ἑτέρου διαστείλασθαι καιροῦ. τὸ δ’ εἰς τὰ ἔργα τῆς ἰατρικῆς διαφέρον ἤδη περαίνεσθαι δύναται κατὰ
10τὴν τῶν προγεγραμμένων ὀνομάτων ὑπόθεσιν. ἡ μὲν γὰρ πάντ’ ἔχουσα τὰ τῶν κρίσεων γνωρίσματα κρίσις ἁπλῶς, αἱ δ’ ἄλλαι μετὰ προσθήκης ὀνομασθήσονται. καὶ μὲν δὴ κᾂν εἰ μὴ τὴν τῆς ἀθρόας μεταβολῆς ταραχὴν, ἀλλ’ αὐτὴν μόνην με‐ ταβολὴν ἀξιώσειέ τις ὀνομάζεσθαι κρίσιν, ἡ μὲν ἀγαθή τε
15ἅμα καὶ τελεία λύσις ἁπλῶς ἂν ὀνομάζοιτο κρίσις, αἱ δ’ ἄλ‐ λαι μετὰ προσθήκης ἅπασαι. Τίνες μὲν οὖν αἱ μετὰ τὴν εἰκοστὴν ἡμέραν
κρίσιμοι; τοῦτο γὰρ καὶ ἔτι πρόκειται διελθεῖν. τὴν μὲν εἰκο‐815

9

.

816

στὴν πρώτην οἱ περὶ τὸν Ἀρχιγένην τε καὶ Διοκλέα πρώτην πασῶν μάλιστα προσίενται· καὶ γὰρ ὁ Ἀρχιγένης καὶ τῆς εἰκο‐ στῆς αὐτὴν προκρίνει. ἐμοὶ δ’ οὐχ οὕτως ἐφάνη, καθάπερ οὐδ’ Ἱπποκράτει. δεδείξεται δὲ τοῦτο διὰ τῶν ἐφεξῆς. ὡσαύ‐
5τως δὲ καὶ περὶ τῆς κζʹ ἔχει. καὶ γὰρ ἐγὼ μὲν καὶ ταύτην προ‐ τάττω τῆς κηʹ, ἐκεῖνοι δ’ ὑποτάττουσιν. ἔχει δὲ καὶ ἡ λδʹ δύ‐ ναμιν ἀξιόλογον καὶ ταύτης ἔτι μᾶλλον ἡ τεσσαρακοστή. τού‐ των δ’ ἧττον κρίνουσιν ἥ τε κδʹ καὶ ἡ λαʹ καὶ πολὺ τούτων ἔθ’ ἧττον ἡ λζʹ, ὡς ἐν μεθορίῳ τετάχθαι δοκεῖν τῶν κρινουσῶν
10ἡμερῶν τε καὶ μὴ καὶ μᾶλλον ἐκ τῶν μὴ κρινουσῶν εἶναι. τὸ δ’ ἄλλο πᾶν πλῆθος τῶν ἡμερῶν τὸ μεταξὺ τῆς εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς ἄκριτον ἅπαν ἐστίν. ἄκουσον δ’ αὐτὰς ἤδη λεγομένας ἐφεξῆς, εἰκοστῆς δευτέρας καὶ εἰκοστῆς τρίτης καὶ εἰκοστῆς πέμπτης καὶ εἰκοστῆς ἕκτης καὶ εἰκοστῆς ἐννάτης
15καὶ τριακοστῆς καὶ τριακοστῆς δευτέρας καὶ τριακοστῆς τρίτης καὶ τριακοστῆς πέμπτης καὶ τριακοστῆς ἕκτης καὶ τριακοστῆς ὀγδόης καὶ τριακοστῆς ἐννάτης. αἱ σύμπασαι δώ‐
δεκα. φέρουσι δὲ μεγάλους μὲν σάλους αἱ μέχρι τῆς τεσσαρεσ‐816

9

.

817

καιδεκάτης· ἔγγιστα δὲ αὐτῶν εἰσιν αἱ μέχρι τῆς εἰκοστῆς, αἱ δὲ ἀπὸ τῆσδε σύμπασαι αἱ μέχρι τῆς τεσσαρακοστῆς ἐκλύουσι κατὰ βραχὺ τὸ ἀγωνιστικόν. ὡς αἵ γε μετὰ τὴν τεσσαρακοστὴν ἅπασαι τελέως εἰσὶν ἔκλυτοι, πέψεσι μᾶλλον καὶ ἀποστάσεσι
5τὰς λύσεις τῶν νοσημάτων ἢ ἐκκρίσεσι ποιούμεναι. γίνονται μὴν κᾀν ταύταις ἐνίοτε δι’ ἐκκρίσεων αἱ κρίσεις, ἀλλὰ σπάνιοί εἰσι καὶ οὐ μέγαν ἔχουσι τὸν ἀγῶνα. καὶ τὰ πολλὰ πλείοσιν ἡμέραις αἱ κρίσεις συμπληροῦνται, καὶ μάλισθ’ ὅταν εἰς ἀπό‐ σκημμα τρέπωνται. τῶν μὲν οὖν ἄλλων τῶν μετὰ τὴν τεσσα‐
10ρακοστὴν ἡμέραν τελέως ἔοικεν ὁ Ἱπποκράτης καταφρονεῖν· ἑξηκοστὴν δὲ καὶ ὀγδοηκοστὴν καὶ ἑκατοστὴν εἰκοστὴν ἐν λόγῳ τίθεται. μετὰ δὲ ταύτας τὰς μὲν ἐν ἑπτὰ μησὶ, τὰς δ’ ἐν ἑπτὰ ἔτεσι κρίνεσθαί φησι, τὰς δ’, ὡς ἔοικεν, ἐν διτταῖς ἐτῶν ἑβδομάσι καὶ τριτταῖς. εἰσὶ δ’ οἳ καὶ τῆς τεσσαρακοστῆς
15δευτέρας καὶ τῆς τεσσαρακοστῆς πέμπτης, καὶ προσέτι τῆς τεσσαρακοστῆς ὀγδόης καί τινων ἑτέρων μνημονεύουσιν, ὑπὲρ
ὧν ἁπασῶν ὁ λόγος ἡμῖν ἐφεξῆς ἔσται.817

9

.

818

Τοῖς μὲν οὖν πλείστοις ἰατροῖς ἀδύνατον εἶναι δοκεῖ προγνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα· ταῖς δ’ ἀληθείαις οὐκ ἀδύνατόν ἐστιν, εἴ τις ἐπιμελῶς ἀναλε‐ ξάμενος τὴν Ἱπποκράτους θεωρίαν ἐργάζεσθαι τὴν τέχνην
5σπουδάσειε. εἰ δ’ ἤτοι πρὶν ἐκμαθεῖν ταύτην ἐπὶ τῶν ἀῤῥώ‐ στων τρίβοιτο, πλέον οὐδὲν ἕξει τοῦ κατατρίβεσθαι μάτην ἢ εἰ μάθοι αὐτὴν ἐπιμελῶς, ὀλιγωρήσειε δ’ ἐργάζεσθαι. μα‐ κρῷ μὲν γὰρ ὅδε θατέρου τοῦ μηδὲν προμεμαθηκότος ἀμείνων, ἐνδεῖ δ’ οὐκ ὀλίγον οὐδ’ αὐτὸς πρὸς τὸ τέλειον. ὅστις οὖν
10βούλεται προγνωστικὸς εἶναι τῆς μελλούσης ἡμέρας κρῖναι τὸ νόσημα, τούτῳ πρῶτα μὲν ἁπάντων ἀκριβῶς ἐστι γνωστέα τὰ διὰ τοῦ προγνωστικοῦ γράμματος ὑφ’ Ἱπποκράτους εἰρη‐ μένα· δεύτερα δὲ τὰ περὶ τῶν καταστάσεων ἐν ἑτέροις βιβλίοις γεγραμμένα, κᾄπειτα τὰ περὶ τῶν ἡλικιῶν τε καὶ φύ‐
15σεων καὶ ὡρῶν καὶ χωρῶν ὧν εἴρηταί τινα καὶ κατ’ αὐτὸ τὸ προγνωστικόν. ἐπειδὰν δὲ ταῦτ’ ἐκμάθοι, τὴν κατὰ τοὺς σφυγμοὺς τέχνην ἐπιμαθὼν οὐκ ἂν χαλεπῶς προγινώσκοι τὴν ἡμέραν τῆς κρίσεως. αὐτίκα γέ τοι νοσήματος ὀξέος μηδὲν τῶν
κινδυνωδῶν σημείων ἔχοντος, εἰ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέ‐818

9

.

819

ραν φανείη τι πέψεως ἀξιόλογον γνώρισμα, κατὰ τὴν ἑβδό‐ μην ἡ κρίσις ἀπαντήσεται. καὶ τοῦτ’ εἴρηται μὲν ἤδη οὑτωσὶ διὰ ταχέων ἀληθὲς ὑπάρχον ἐν τοῖς μάλιστα. τῷ δὲ ἀγνο‐ οῦντι διαγινώσκειν ὀλέθρια σημεῖα καὶ κινδυνώδη καὶ σωτήρια,
5πλέον οὐδὲν ἐκ τοῦ λόγου. καίτοι κᾂν εἰ ταῦτα πάντα διαγι‐ νώσκοι, τὰ δὲ τῆς πέψεως ἀγνοεῖ, καὶ τῷδε πλέον οὐδὲν ἐκ τοῦ λόγου. τούτου δὴ χάριν ἠξίωσα τὸ προγνωστικὸν Ἱπποκράτους ἀναλέξασθαι σύγγραμμα. κινδυνωδῶν μὲν γὰρ συμπτωμάτων παρόντων, ἅμα τῷ τῆς πέψεως γνωρίσματι,
10τῷ κατὰ τὴν τετάρτην ἡμέραν φανέντι, τὴν κρίσιν, εἰ μὲν ἐν ἀρτίαις ὁ παροξυσμὸς γένοιτο, κατὰ τὴν ἕκτην ἔσεσθαι προσ‐ δοκᾷν· εἰ δὲ ταύτην ὑπερβάλλοι, κατὰ τὴν ὀγδόην· εἰ δὲ ἐν περιτταῖς, κατὰ τὴν ἑβδόμην. ἀγαθῶν δὲ σημείων παρόντων, κατὰ τὴν ἑβδόμην ἡμέραν λυθήσεται τὸ νόσημα. τὰ μὲν γὰρ
15ὀλέθρια σημεῖα σὺν τοῖς τῆς πέψεως γνωρίσμασιν οὐδ’ ἂν γένοιτό ποτε, χρὴ δ’ οὐχ ἧττον καὶ ταῦτα σκοπεῖσθαι τῶν κινδυνωδῶν τε καὶ σωτηρίων. εἰ γὰρ ἐν τῇ τετάρτῃ πρῶτον φαίνοντο, κατὰ τὴν ἑβδόμην ὁ θάνατος. εἴρηται δ’ ὡς καὶ
τοῦτο κρίσις ὀνομάζεται κακή. προσέχειν δὲ χρὴ ἐνταῦθα τῷ819

9

.

820

μεγέθει τε καὶ πλήθει τῶν ὀλεθρίων σημείων. εἰ μὲν γὰρ πολλὰ καὶ μεγάλα γίνοιτο κατὰ τὴν τετάρτην ἡμέραν, τοῖς παρο‐ ξυσμοῖς διορίζεσθαι περὶ τοῦ μέλλοντος θανάτου, καὶ γινώσκειν μὲν ἑκταῖον τεθνήξεσθαι τὸν ἄνθρωπον ἐν ἀρτίαις παροξυνό‐
5μενον, ἑβδομαῖον δ’ ἐν περιτταῖς. ἐνίοτε δὲ καίτοι τῶν πε‐ ριττῶν παροξυνουσῶν ἡ ἕκτη προαπέκτεινε τὸν οὕτως ἔχοντα διά τε τὴν ὀξύτητα τῆς νόσου καὶ τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν ἐν τῇ δʹ γενομένων συμπτωμάτων, διόπερ ἀκριβῶς χρὴ διαγνωστικὸν εἶναι τοῦ κατὰ δύναμιν μεγέθους τῶν συμπτω‐
10μάτων. ἀλλ’ ὅπως μὲν χρὴ τοῦτο διορίζεσθαι τοῦ κατὰ φαν‐ τασίαν ἐν τοῖς περὶ κρίσεων λέγεται. πάντα δὲ ἐν πᾶσιν οὐ χρὴ συγχεῖν καὶ ταράσσειν, ἀλλ’ ὅσον αὐτῶν ἐστιν ἴδιον μό‐ νον τῶν κρινουσῶν ἡμερῶν, ἐνταυθοῖ διεξέρχεσθαι. πάνυ γὰρ ἀκριβῶς παραφυλάξαντες ἐπὶ τῶν ὀξέως νοσούντων, εὕρομεν
15ἐπίδηλον ἀεὶ τὴν τετάρτην τῆς ἑβδόμης, ὅσον ἐφ’ ἑαυτῇ. τὸ δ’ ὅσον ἐφ’ ἑαυτῇ τοιόνδ’ ἐστὶ, μηδενὸς σπανίου καὶ μεγάλου
παρεμπεσόντος ἢ ἔξωθεν, ἢ ἐξ αὐτῆς τοῦ νοσήματος τῆς φύ‐820

9

.

821

σεως, ἢ καὶ τῆς τοῦ κάμνοντος ἕξεως, ἡ τετάρτη πάντως προ‐ δηλοῖ τὴν ἑβδόμην. εἰ δέ τι τῶν ἔξωθεν ἀδόκητον προσγέ‐ νοιτο, περὶ ὧν ἐφεξῆς ἐροῦμεν, ἢ καὶ τὸ νόσημα σφοδρῶς ἐπὶ τὴν κρίσιν ἢ ἀμυδρῶς κινοῖτο, καὶ ἡ τοῦ κάμνοντος δύνα‐
5μις ἰσχυρὰ ἢ ἄῤῥωστος ὑπάρχοι, προσέχειν ἐνταῦθα τὸν νοῦν καὶ διορίζεσθαι πότερον ἀπολέσθαι φθάσει πρὸ τῆς ἑβδόμης ἡμέρας, ἢ μετὰ ταύτην κριθήσεται. κακοῦ μὲν γάρ τινος ἔξω‐ θεν ἀδοκήτου προσγενομένου καὶ τοῦ νοσήματος οὐκ ὀξέος ἁπλῶς, ἀλλὰ κατόξεος ὑπάρχοντος καὶ τῆς τοῦ κάμνοντος δυ‐
10νάμεως ἀσθενοῦς οὔσης, οὐκ ἀναμένει τὴν ἑβδόμην ἡμέραν τὸ κατὰ τὴν τετάρτην γινόμενον κακὸν σημεῖον, ἀλλ’ ἑκταῖος ὁ τοιοῦτος ἄῤῥωστος τεθνήξεται, καὶ μάλιστα εἰ παροξύνοιτο κατὰ τὰς ἀρτίας. εἰ δὲ μήτε ἔξωθεν ἁμαρτηθείη μηδὲν ἥ τε τοῦ νοσήματος κίνησις εἴη μὴ πάνυ τι κάτοξυς, ὅ τε κάμνων
15ἰσχυρὸς, εἰ μὲν σαφὲς ἐν τῇ τετάρτῃ τὸ κακὸν σημεῖον ἐγένετο, κατὰ τὴν ἑβδόμην ὁ θάνατος, εἰ δ’ ἀμυδρὸν, ὑπερβάλλει καὶ
τήνδε. καὶ τῶν παροξυσμῶν ἐν ἀρτίαις μὲν γινομένων ὀγδο‐821

9

.

822

αῖος, ἐν περιτταῖς δὲ ἐνναταῖος τεθνήξεται. τίνα δὲ σαφῆ καὶ τίν’ ἀμυδρὰ καλῶ σημεῖα, ἐν τοῖς περὶ κρίσεων εἴρηται, ἀλλὰ κᾀν τῷδε τῷ λόγῳ προϊόντι δηλωθήσεται, πρότερον δὲ περὶ τῶν λειπόντων διορισμῶν ἐπάνειμι. χρηστὸν γάρ τι κατὰ τὴν
5τετάρτην ἡμέραν ἐναργῶς γινέσθω σημεῖον καὶ μηδεὶς κίνδυνος ὑποπτευέσθω περὶ τὸν κάμνοντα, ἀδύνατον ἐνταῦθα τὸ μὴ οὐ τὴν ἑβδόμην ἡμέραν κρῖναι τὴν νόσον, ἄν γε μηδὲν τῶν ἔξωθεν ἁμαρτάνηται. τίνα δέ ἐστι τὰ ἁμαρτανόμενα τὰ μὲν ὑπ’ αὐτοῦ τοῦ κάμνοντος δηλονότι, τὰ δ’ ὑπὸ τῶν θαυμα‐
10στῶν τούτων ἰατρῶν τῶν οἰομένων, εἰ μή τις εἰσελθὼν ἐπὶ τὸν ἄῤῥωστον, εἶτα περιζωσάμενος, ἢ καταπλάσειεν, ἢ καταιο‐ νήσειεν, ἢ κλύσειεν, ἢ φλεβοτομήσειεν, ἢ σικυάσειεν, ἢ τρίψειεν, ἢ θρέψειεν, ἤ τι τοιοῦτον ἕτερον ἐργάσαιτο, μηδὲν αὐτῷ πεπρᾶχθαι τεχνικόν. οὗτοι γὰρ ὁποσάκις ἂν εἰσέλθωσι
15πρὸς τὸν νοσοῦντα, τοσαυτάκις ἁμαρτάνουσιν. οὔκουν ἐνδέ‐ χεται τὴν εἰς τὴν ἑβδόμην ἡμέραν παρασκευαζομένην κρίσιν ἐν ἐκείνῃ γενέσθαι, τοσούτων ἐν τῷ μεταξὺ πλημμεληθέντων.
ἡ γάρ τοι τῆς φύσεως κίνησις γίνεται μὲν ἐν περιόδοις τεταγ‐822

9

.

823

μέναις κατά γε τὸν ἴδιον λόγον, κωλύεται δὲ ἐνίοτε φυλάτ‐ τειν τὰς περιόδους ὑπὸ τῶν ἔξωθεν εἰς αὐτὴν ἁμαρτανομέ‐ νων. οὕτω γοῦν καὶ ὁ πᾶν θαυμαστὸς Ἱπποκράτης ἔλεγε, φύσις ἐξαρκεῖ παντάπασιν. εἰς δὲ ταύτην ἔξωθεν μὲν κατά‐
5πλασμα, κατάχρισμα, ἐμβροχὴ ὅλου τε καὶ μέρεος. οὕτω δὲ καὶ τὸν ἰατρὸν ὑπηρέτην φύσεως ὀνομάζει τὸν ὄντως ἰατρὸν, οὐ φαρμακοπώλην τινὰ ἐκ τριόδου. τοσοῦτον γὰρ οὗτος ἀπο‐ δεῖ τοῦ φύσεως ὑπηρέτης δικαίως ὀνομάζεσθαι ὥστε τὰς ἐναντιωτάτας αὐτῷ μᾶλλον πρέπειν προσηγορίας, ἐχθρῷ καὶ
10πολεμίῳ τῆς φύσεως αὐτῆς καὶ τῶν καμνόντων εὐλόγως ἂν ὀνομασθέντι. δεόντως οὖν καὶ ἡμεῖς, ἐπειδάν τις ἀξιώσει ἡμᾶς προειπεῖν ἐπί τινος ἀῤῥώστου τὸ μέλλον ἀποβήσεσθαι, μετὰ διορισμοῦ τὴν πρόῤῥησιν ποιούμεθα, κριθήσεσθαι τόνδε τινὰ λέγοντες ἐν τῇδε τῇ ἡμέρα, πρῶτον μὲν ὑφ’ ἡμῶν διαιτώμε‐
15νον, οὐχ ὑπ’ ἄλλου τινὸς ἰατροῦ· ἔπειτα δὲ αὐτὸν οὐδὲν ἐξ‐ αμαρτόντα καὶ πράξαντα πάντα τὰ προσταττόμενα, καὶ τρί‐ τον εἰ μηδὲν τῶν ἔξωθεν ἁμαρτηθείη τι μέγα. τίνα δὴ ταῦτά
ἐστι τὰ ἔξωθεν, ὑπηγγειλάμην γὰρ οὖν καὶ τοῦτο διορίσασθαι,823

9

.

824

καιρὸς ἂν εἴη λέγειν. εἰ δή τις ἐμπρησμοῦ κατὰ τὴν οἰκίαν, ἢ λῃστῶν ἐπελθόντων, ἢ ποταμοῦ κατακλύσαντος, ἐξαίφνης ἀναγκασθείη φυγεῖν, ὁπόση ἂν αὐτῷ βλάβη προσγένοιτο τί δεῖ καὶ λέγειν; οὕτω δὲ κᾂν εἰ καταπίπτοντος ὀρόφου τινὸς
5ἢ τοίχου γνοὺς ἐξαιφνίδιον ἐκπλαγῇ τε ἅμα καὶ φεύγειν ἐπι‐ χειρήσειεν. εἰ δὲ καὶ διὰ τοῦ κεράμου τι καταῤῥυῇ, ἢ πλείονος ὑετοῦ γενομένου, κἄπειτα τοῦτ’ ἐπιχυθῇ τῇ κεφαλῇ τοῦ κά‐ μνοντος, ἢ εἰ καὶ ἄλλος αὐτὸν ὁπωσοῦν βρέξειεν, ὡς ἀναγ‐ κάσαι μεταστῆναί τε καὶ ἀγρυπνῆσαι καὶ φοβηθῆναι, καὶ τοῦτ’
10ἂν μεγάλως τὸν νοσοῦντα βλάψειεν. οὕτω δὲ καὶ θόρυβος γει‐ τόνων, ἤ τι τοιοῦτον ἕτερον ἀγρυπνίας αἴτιον αὐτῷ γινόμε‐ νον, ἢ καί τις ἀγγελία λυπηρὰ, κατὰ τὸ μέγεθος τῆς ἑαυτοῦ βλάβης καὶ τὴν τῆς προῤῥήσεως ἀκρίβειαν διαφθείρει. ὅσα μὲν γὰρ δι’ αὐτὸ τὸ νόσημα μεταξύ τε τῆς προῤῥήσεως καὶ
15τῆς κρίσεως οἱ νοσοῦντες ἀγρυπνοῦσιν, οὐδὲν ταῦτα βλά‐ πτει τὴν πρόῤῥησιν· ὅσα δ’ ἔξωθεν ἀδόκητα προσγίνεται, τούτων οὐδενός ἐστι προγνωστικὸς ὁ ἰατρός. ὅθεν οὐδὲ τὴν
μέλλουσαν ἀπ’ αὐτῶν ἔσεσθαι βλάβην ὑπολογίσασθαι δυνα‐824

9

.

825

τὸν αὐτῷ καὶ προσθεῖναι τῇ κατὰ τὸν τοῦ νοσήματος λόγον ὑπαγορευομένῃ προῤῥήσει. ταῦτ’ οὖν αὐτὰ καὶ Ἱπποκράτης εὐθὺς κατ’ ἀρχὰς τῶν ἀφορισμῶν παραινεῖται λέγων· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νο‐
5σέοντα καὶ τοὺς παρεόντας καὶ τὰ ἔξωθεν. εἰ γὰρ, φησὶν, ἐξετάζειν τι καὶ βασανίζειν ἔγνωκας τῶν ἡμετέρων, αὐτός γε σὺ πρῶτον ἅπαντα ποίει τὰ δέοντα, καὶ δεύτερον δὲ καὶ ὁ νο‐ σῶν εὐπειθὴς ἔστω σοι τὰ πάντα καὶ μηδὲν ὑπ’ ἀκολασίας ἁμαρτανέτω· καὶ τρίτον οἱ παρόντες αὐτῷ μηδὲν πλημμε‐
10λείτωσαν, ὡς ἤτοι θυμὸν ἐγείρειν ἐφ’ οἷς ἁμαρτάνουσιν, ἢ λύπην ἐφ’ οἷς ἀκαίρως ἀγγέλλουσιν, ἢ βλάβην ἐφ’ οἷς ἐλλι‐ πῶς παρασκευάζουσιν. ἀλλ’ ἡ μὲν παρασκευὴ πᾶσα πρὸ τοῦ τῆς κρίσεως ἑτοιμαζέσθω καιροῦ, τὰ δ’ ὄψα καλῶς ἐσκευάσθω, τὰ δὲ τῆς διακονίας ἄμεμπτα πάντα ἔστω. καὶ πρὸς τούτοις
15ἔτι τὸ τέταρτον γένος ὧν ὑπολογίζεσθαι προσέταξεν, ὀνομάζει δὲ αὐτὸ περιλαβὼν ἑνὶ ῥήματι τῷ τῶν ἔξωθεν, καί‐ τοι πολυειδὲς ὑπάρχον, ἄμεμπτον ἔστω καὶ αὐτό. καὶ γὰρ
ὑετοὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ θόρυβοι γειτόνων καὶ κύ‐825

9

.

826

νες ὑλακτοῦντες, ἔφοδοί τε λῃστῶν καὶ κατάπτωσις οἰκίας καὶ καταῤῥυὲν ὕδωρ καὶ ποταμὸς ἐπελθὼν, ἐμπρησμοί τε καὶ πληγαὶ καὶ πάνθ’ ὅσα τοιαῦτα, τῶν ἔξωθέν ἐστιν ἅπαντα. ταῦτ’ οὖν τὰ γένη τὰ τέσσαρα καὶ πολυειδῆ κατὰ μέρος ὑπάρ‐
5χοντα ταῖς τῆς φύσεως κινήσεσιν ἐμποδὼν ἱστάμενα διαφθεί‐ ρει πολλάκις τὴν τάξιν τῶν περιόδων. ἐπεί τοι τῆς τετάρτης ἐναργὲς σημεῖον ἐνεγκούσης κριτικὸν, εἰ μήθ’ ὁ ἰατρὸς ἁμάρ‐ τοι τι μήθ’ ὁ κάμνων μήτε τῶν ὑπηρετουμένων μηδεὶς, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι πλημμεληθείη, κατὰ τὴν ἑβδόμην ἡμέραν
10ἐξ ἀνάγκης ἡ κρίσις ἀπαντήσεται. δῆλον οὖν ἐστιν ὡς οὐκ ἄλλος μέν τίς ἐστιν ὁ ἀκριβῶς προγνωσόμενος, ἄλλος δέ τις ὁ διαιτήσων ὀρθῶς, ἀλλ’ εἰς τὸν αὐτὸν ἀναγκαῖον ἄμφω συνελ‐ θεῖν, εἰ μὴ μέλλοι διαφθείρεσθαι θάτερον ὑπὸ θατέρου. ὅτι μὲν γὰρ ἁμαρτηθὲν ὁτιοῦν τῶν κατὰ τὴν δίαιταν, οὕτω δὲ
15ὀνομάζω νῦν ἅπασαν τῆς νόσου τὴν ἐπιμέλειαν, ἐμποδίζει τὴν κρίσιν ἱκανῶς ἐπιδέδεικται· ὅτι δ’ οὐδὲ διαιτῆσαι καλῶς οἷόν τε χωρὶς τοῦ προγνῶναι τήν τ’ ἀκμὴν τῆς νόσου καὶ τὴν κρίσιν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου δείκνυται γράμμασιν. εἴπερ
οὖν ἀλλήλων δεῖται ταῦτα διὰ παντὸς, οὐκ ἄλλος μέν τις826

9

.

827

ἰατρὸς ὀρθῶς θεραπεύσειε, προγνώσεται δὲ ἀκριβῶς ἄλλος, ἀλλ’ ὅστις ἂν ἄριστος ᾖ προγνωστικός τέ ἐστιν ἅμα καὶ θε‐ ραπευτικὸς ὁ τοιοῦτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἐπιπλέον ἑτέρωθι λέγεται, νυνὶ δὲ εἰς ὅπερ ἐξ ἀρχῆς προὔκειτο, πάλιν
5ἐπανίωμεν. ἡ γάρ τοι τετάρτη τῶν ἡμερῶν, ἐπειδὰν ἐνέγκῃ σαφές τι σημεῖον ἀγαθὸν, εἰς τὴν ἑβδόμην ἡμέραν προδηλοῖ τὴν κρίσιν ἀπαντήσεσθαι, μηδενὸς ὧν εἴρηται πλημμεληθέν‐ τος ἐν τῷ μεταξύ. γενομένου δέ τινος ἁμαρτήματος, ἐπισκε‐ πτέον αὐτοῦ τὸ μέγεθος. εἰ μὲν γὰρ σμικρὸν εἴη, ἔσται μὲν
10καὶ οὕτως ἡ κρίσις ἑβδομαία, λείπει δ’ αὐτήν τι τῶν τῆς κρί‐ σεως ἀγαθῶν. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὅτι τὸ τελέως καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ἀγα‐ θαῖς ὑπάρχει κρίσεσιν· εἰ δ’ εἴη μεῖζον τὸ πλημμεληθὲν, οὐδ’ ἂν τὴν κρίσιν ἔτι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐπιτρέψειε γενέ‐
15σθαι. προσέχειν οὖν δεῖ πᾶσιν ἐνταῦθ’ ἀκριβῶς τὸν νοῦν, καὶ τεκμαίρεσθαι τῆς βλάβης τὸ μέγεθος. ἑρμηνεῦσαι μὲν γὰρ αὐτὸ μὴ ὅτι χαλεπὸν, ἀλλὰ καὶ τελέως ἀδύνατον, τεχνικὸν δὲ ἐργάσασθαι τὸν μαθητὴν, ὥστε καὶ διαγινώσκειν τὰ τοιαῦτ’
ἀκριβῶς δυνατόν. ἀλλ’ οὐ νῦν ὁ καιρὸς, οἰκειότερος γάρ ἐστι827

9

.

828

τῆς περὶ κρίσεως θεωρίας. πάλιν οὖν ἐπὶ τὰ συνεχῆ τοῦ λό‐ γου μεταβῶμεν, ἀναμνησθῶμέν τε τῆς προκειμένης ὑποθέ‐ σεως. ὑπέκειτο μέντοι σημεῖον κριτικὸν καὶ σαφὲς, καὶ ἰσχυ‐ ρὸν ἐν τῇ δʹ γεγενημένον ἡμέρᾳ τοῦ νοσήματος ὀξέος τε καὶ
5περιεστηκότος τὴν φύσιν ὑπάρχοντος, εἶτα ὅτι μηδενὸς πλημ‐ μεληθέντος μὲν ἀγαθὴ τὰ πάντα κρίσις εἰς τὴν ἑβδόμην ἡμέ‐ ραν προδηλοῦται, βραχέος δὲ παντελῶς ἁμαρτηθέντος, εἰς τὴν ζʹ μὲν ἡμέραν καὶ οὕτως, οὐ μὴν ἀγαθὴ τελέως. εἰ δ’ εἴη μέγα τὸ ἁμαρτηθὲν, ὡς ἀφελέσθαι μὲν τῆς ζʹ τὴν κρίσιν,
10εἰς δέ τινα τῶν ἐφεξῆς μετατιθέναι, προσέχειν ἐνταῦθα χρῆναι παρακελευόμεθα τῷ ποσῷ τῆς βλάβης. ὁ γὰρ ἀκριβὴς τούτου γνώμων εἴσεται σαφῶς εἴτ’ εἰς τὴν θʹ ἡμέραν, εἴτ’ εἰς τὴν ιαʹ ἡ κρίσις μεταπεσεῖται. τὰ μὲν οὖν ἀκίνδυνα τελέως νοσή‐ ματα χρονίζειν εἴωθεν ἐπὶ τοῖς ἁμαρτήμασι, τὰ περιεστη‐
15κότα μὲν, οὐ μὴν ἄνευ κινδυνωδῶν συμπτωμάτων, ὀλέθρια γίνεται ἐπὶ τοῖς ἁμαρτήμασι. καίτοι καὶ τὰ τελέως ἀκίνδυνα, πολλῶν καὶ μεγάλων ἐφεξῆς γεγενημένων ἁμαρτημάτων,
εἰς τὴν τῶν ὀλεθρίων μεταπίπτει φύσιν· καὶ οὐδὲν οἶμαι θαυ‐828

9

.

829

μαστόν. ὅπου γὰρ καὶ τοῖς ὑγιαίνουσι τὰ μεγάλα τῶν ἁμαρ‐ τημάτων αἴτια νοσημάτων ὀλεθρίων γίνεται, τί χρὴ προσδο‐ κᾷν ἐπὶ τῶν νοσούντων; ὥστ’ ἤδη δῆλον ὡς ὁ τῶν ἐπιδήλων τε καὶ κρισίμων ἡμερῶν λόγος, ὃν Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν,
5οὐδ’ ἐξετασθῆναι πρὸς ἄλλου τινὸς εἰ τοῖς φαινομένοις ὁμο‐ λογεῖ δύναται, πλὴν ὅστις ἂν ὁμοίως ἐκείνῳ τεχνικὸς ὑπάρχει περὶ δίαιταν. οὗτος γὰρ μόνος ἐξεταστικὸς καὶ διαγνωστικός ἐστι τῆς τῶν ἁμαρτανομένων δυνάμεως, καὶ μόνος δύναται γνῶναι τῆς τε βλάβης τὸ μέγεθος καὶ τῆς μελλούσης κρίνειν
10ἡμέρας τὴν μετάπτωσιν. ὥσπερ δὲ ἐν τοῖς ἀκινδύνοις νοσήμα‐ σιν ὑστερίζουσι τοσοῦτον αἱ κρίσεις ὅσον ἂν ὑπὸ τῶν ἐν τῷ μεταξὺ πλημμεληθέντων οἱ κάμνοντες βλαβῶσιν, οὕτως ἐν τοῖς ὀλεθρίοις προλαμβάνουσιν. εἰ γὰρ τῆς δʹ ἡμέρας ἐν θα‐ νατώδει νοσήματι θανατῶδες σημεῖον προδειξάσης, εἰς τὴν
15ἑβδόμην ἡμέραν ἡ κακὴ προδηλωθείη κρίσις, ἁμαρτηθείη δέ τι μεταξὺ μὴ πάνυ τι σμικρὸν, οὐκ ἀναμένει τὴν ζʹ ἡμέραν ἡ κρίσις, ἀλλ’ ἐν τῷ μεταξὺ τὸ νόσημα κριθήσεται κακὴν δη‐ λονότι κρίσιν. πότερον δὲ κατὰ τὴν εʹ ἢ τὴν στʹ, ἔκ τε τῆς
αὐτοῦ τοῦ νοσήματος ὀξύτητος διορισθήσεται κᾀκ τοῦ τῆς829

9

.

830

βλάβης μεγέθους κᾀκ τοῦ σχήματος τῶν παροξυσμῶν. ἐν περιτταῖς μὲν γὰρ γινομένων αὐτῶν καὶ τοῦ νοσήματος ὄντος κατόξεος καὶ τῶν ἁμαρτηθέντων οὐ πάνυ σμικρῶν, ἐν αὐτῇ τῇ τετάρτῃ δηλονότι, θαυμαστὸν οὐδὲν ἐν τῇ πέμπτῃ τὸν ἄν‐
5θρωπον ἀποθανεῖν. εἰ δ’ ἐν ἀρτίαις μὲν παροξύνοιτο, μὴ κάτοξυ δ’ εἴη τὸ νόσημα, μηδ’ ἡ τῶν ἁμαρτημάτων βλάβη μεγάλη, τὴν στʹ ἀναμένει. τὰ δὲ τοιαῦτα πάντα συγχεῖ τῶν ἐπιδήλων τε καὶ κρισίμων ἡμερῶν τὴν θεωρίαν, ὀλίγων μὲν ἰατρῶν ὀρθῶς διαιτώντων, ὀλίγων δ’ ἀῤῥώστων εὐπειθῶν
10ὑπαρχόντων, ὀλίγων δὲ καὶ τῶν τὴν οἰκείαν ὑπηρεσίαν ἄμεμ‐ πτον ἐχόντων, ἔτι δ’ ἐλαττόνων οἷς οὐδὲν τῶν ἔξωθεν ἠναντιώθη. δεῖ τοίνυν ἀκριβῶς μὲν εἶναι θεραπευτικὸν καὶ προγνωστικὸν τὸν ἰατρὸν, ἀκριβῶς δὲ καὶ τοῦ τῆς βλάβης με‐ γέθους διαγνωστικὸν, ἵνα εἰ καὶ προείποι ποτὲ τὴν
15ἡμέραν τῆς κρίσεως, εἶτ’ ἐν τῷ μεταξύ τι βλαβῆναι τὸν κάμ‐ νοντα συμβαίη, μεταθεῖναι καὶ αὐτὸς ἀκριβῶς δυνηθείη τὴν πρόῤῥησιν. ἀλλ’ ἐν τούτῳ πρόδηλον ὡς ὅστις μὲν μικρὸς
καὶ ταπεινὸς τὴν γνώμην ᾖ οὐχ ὅπως ἀσκῆσαι διαγινώσκειν830

9

.

831

ἕκαστον τῶν εἰρημένων ἐπὶ τῶν ἀῤῥώστων, ἀλλ’ οὐδ’ αὐτὴν τὴν θεωρίαν ἐκμαθεῖν ὑπομένοι. Γενναῖος δέ τις καὶ ἀληθείας ἑταῖρος καὶ ταλαιπωρεῖν ἐπὶ τοῖς καλοῖς οὐκ ὀκνῶν, οὔτε τῶν θεωρημά‐
5των τὸ χαλεπὸν οὔτε τοῦ χρόνου τὸ μῆκος οὔτε τῆς ἀσκή‐ σεως τὸν πόνον ὑπειδόμενος, ἐπὶ τὸ τέλειον ἀφίξεται τῶν εἰρημένων, ὡς μὴ μόνον ἡμέραν ἔχειν εἰπεῖν βεβαίως ἐνίοτε, ἀλλὰ καὶ τὴν ὥραν αὐτὴν ἐν ᾗ κριθῆναί τινα τῶν νοσούν‐ των, ἢ ἀποθανεῖν ἀναγκαῖον. ἐπειδὰν γὰρ προγνῷς τὴν ἡμέ‐
10ραν ἐνίοτε εἰ οὕτως ἔτυχε τὴν τοῦ θανάτου, σκοπεῖσθαι χρὴ τοὐντεῦθεν ἐν τίνι μάλιστα καιρῷ τοῦ παροξυσμοῦ βαρύνε‐ ται μεγάλως ὁ κάμνων. εἰ μὲν γὰρ εὐθὺς εἰσβάλλοντος αὐτοῦ καταψύχοιτό τε σφοδρῶς καὶ δυσεκθέρμαντος καὶ ἄχρους μέχρι πλείστου μένοι καὶ μικρόσφυκτος, ἢ ἄσφυκτος καὶ κακό‐
15σφυκτος γένοιτο καὶ κινηθῆναι νωθρὸς, ἢ ἀδύνατος, ἢ καὶ κωματώδης, ἤ τι τοιοῦτον ἕτερον πάσχει, τοῦτον ὑφο‐ ρᾶσθαι μάλιστα τὸν καιρόν. εἰ δ’ οὗτος μὲν μέτριος εἴη,
περὶ δὲ τὴν ἀκμὴν ἤτοι παραπαίοντα τὸν ἄῤῥωστον, ἢ κα‐831

9

.

832

ταφερόμενον, ἢ ἀλύοντα βλέποις, ἢ τοῦ πυρετοῦ τὸ μέγεθος οὐχ ὑπομένοντα, διακαιόμενον δὲ σφοδρῶς καὶ σκοτοδι‐ νιῶντα καὶ κεφαλὴν ἀλγοῦντα καὶ καρδιώσσοντα καί τι τοιοῦ‐ τον ἕτερον πάσχοντα, τοῦτον ὑποπτεύειν μάλιστα τὸν και‐
5ρόν. εἰ δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ καὶ τῆς ἀκμῆς με‐ τρίως γινομένων ἡ παρακμὴ λειποψυχίας τινὰς καὶ ἱδρῶτας ἀνωμάλους καὶ ψυχροὺς, ἢ περὶ κεφαλὴν μόνον, ἢ τράχηλον, ἢ στέρνον ἐπιφέροι καὶ τοὺς σφυγμοὺς ἀμυδρούς τε καὶ μι‐ κροὺς ἐργάζοιτο καὶ τὰ τούτοις ὅμοια, τοῦτον ὑφορᾶσθαι
10μάλιστα τὸν καιρὸν, εἰδέναι τε σαφῶς ἐν τῷ χειρίστῳ τοῦ παροξυσμοῦ καιρῶ τεθνήξεσθαι τὸν ἄνθρωπον. καὶ μὴν εἰ τοῦτο διορισθείη τε καὶ γνωσθείη σαφῶς, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ τὴν ὥραν εἰπεῖν τοῦ θανάτου. εἰ γὰρ καὶ τῆς δευτέρας ἡμέρας εἰ τύχοι καὶ τῆς τετάρτης τὸν σφοδρότατον παροξυσ‐
15μὸν ἐνεγκούσης ἤπερ τῆς πρώτης τε καὶ τρίτης καὶ πέμπτης, εἰς τὴν ἕκτην ἡμέραν ὁ θάνατος προδηλωθείη, φαίνοιτο δὲ καὶ τὸ χαλεπώτατον μέρος τοῦ παροξυσμοῦ κατὰ τὴν εἰσβολὴν αὐτοῦ, καὶ τοῦτο ὥραν ἕκτην γένοιτο, οὔ τι χαλεπὸν ἐν ἐκείνῳ
τῷ καιρῷ τεθνήξεσθαι τὸν ἄνθρωπον εἰπεῖν καὶ τοῦτ’ ἔστιν ὃ832

9

.

833

πειρῶμαι κατασκευάζειν νῦν, ὅπερ ἂν ἴσως οἰηθείη τις, ὡς οὐκ ἐνδέχοιτό ποτε σφαλῆναι τὸν ἐκ τοιαύτης θεωρίας ὁρμώ‐ μενον, ἀλλ’ ὅτι τὰ πλείω τεύξεσθαι τἀληθοῦς, οὐ πιθανοῖς λόγοις, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις διεδειξάμην. ἐκεῖνο δὲ βέ‐
5βαιον οἶδα ποιοῦντας ἐνίους τῶν βασκαινόντων τοῖς ἀρίστοις. ἀξιοῦσι γὰρ ἀεὶ προλέγειν ἡμᾶς τὸ μέλλον, κᾂν μηδὲν ἔχωμεν ἐνίοτε βέβαιον σημεῖον, καίτοι τοῖς ἱεροσκόποις τε καὶ τοῖς οἰωνισταῖς ἐπεκθύεσθαι καὶ ἐπεξοιωνίζεσθαι συγχωροῦσιν, ὅταν ἀσαφῆ γένηται τὰ μαντεύματα, εἶθ’ ἅμα μὲν ἀντιλέγου‐
10σιν ἡμῖν ὡς μείζονος ἢ κατ’ ἄνθρωπον θεωρίας ἐφιεμένοις, ἅμα δ’ ἐπὶ τῶν ἔργων οὕτω πικρῶς ἐξετάζουσι τὰς προῤῥή‐ σεις ὡς οὐδένα τῶν μάντεων. ἀλλὰ γὰρ οὐ πρὸς τούτους ἀποβλέπειν, ἀλλ’ εἰς αὐτὴν χρὴ τὴν ἀλήθειαν καὶ τῶν σημείων τὰς δυνάμεις ἀκριβῶς ἀσκήσαντας διαγινώσκειν, ἐπειδὰν ἀσφα‐
15λῶς οἷόν τε ᾖ διορίζεσθαι, προλέγειν τηνικαῦτα διατεινόμενον, εἰ δ’ ἀσαφὲς εἴη τι, τὴν ἑξῆς ἡμέραν ἀναμένειν. εἰ δὲ καὶ μὴ κατ’ αὐτήν τι δυνάμεθα βεβαίως προειπεῖν, ἄμεινον ἡσυχάζειν
ἢ προπετῶς ἀποφηνάμενον σφαλῆναι. ἔγωγ’ οὖν ἐκ τῆς τοι‐833

9

.

834

αύτης ἀσφαλείας ὁρμώμενος οὐκ οἶδα σφαλεὶς ἐν προῤῥήσει χρόνου πολλοῦ, καίτοι κατὰ τὴν πρώτην εὐθὺς ἀρχὴν τοῦ πυρετοῦ πολλάκις ὑπὲρ ὅλης ἀπεφηνάμην αὐτοῦ τῆς φύσεως, ἢ τριταῖον εἰπὼν εἶναι τὸν εἰσβάλλοντα τοῦτον πυρετὸν, ἢ
5τεταρταῖον, ἢ ἀμφημερινὸν, ἢ τούτων μὲν οὐδένα, συνεχῆ δέ τινα καὶ ὀξὺν, οὐκ ἂν ὑπερβάλλοντα τὴν δʹ ἡμέραν. ἀλλ’ ἐπὶ πάσης ἀρχῆς οὐχ οἷόν τε διαγνῶναι τὸ μέλλον, ἀλλ’ εἴ τις ἂν ἀκριβῶς ἐμφανίζει τὴν τοῦ νοσήματος ἰδέαν, καὶ τοῦτο δὲ τῆς περὶ κρίσεών ἐστιν ἤδη πραγματείας.
10 Πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανιτέον καὶ ῥητέον ὡς εἴ τις κατὰ τὴν πρώτην ἡμέραν ὀξέως μὲν πυ‐ ρέττοι, μηδὲν δ’ αὐτῷ προσείη κινδυνῶδες σημεῖον, εὑρεθείη δέ τι κᾀν τοῖς οὔροις πέψεως γνώρισμα τῆς δʹ ἡμέρας, οὐκ ἂν ἐξωτέρω λυθείη τὸ νόσημα. καὶ μὲν δὴ κᾂν εἰ πάντα ὀλέ‐
15θρια κατὰ τὴν αʹ ἡμέραν εὐθὺς εὑρίσκοιτο, τεθνήξεται πάντως οὐκ ἐξωτέρω τῆς δʹ· εἰ δέ γε πυρέττοι μὲν ὀξέως, μη‐ δὲν δὲ αὐτῷ παρείη τῶν ὀλεθρίων, ἀλλὰ μηδέ τι τῆς πέψεως
γνώρισμα, τοῦτον οὐκ ἐνδέχεται τεταρταῖον παύσασθαι.834

9

.

835

διορίζεσθαι δεῖ πάλιν ἐνταῦθα πότερον ὥσπερ οὐδὲν ὑπάρ‐ χει γνώρισμα πέψεως αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ χρόνου γνώρισμα πολλοῦ, ἢ πρὸς τῷ τὰ τῆς πέψεως ἀπεῖναι σημεῖα καὶ τὰ τοῦ χρόνου πρόσεστιν. εἰ μὲν γὰρ ὥσπερ τὰ
5τῆς πέψεως, οὕτω καὶ τὰ τοῦ χρόνου τελέως σημεῖα ἀπείη, περὶ τὴν δευτέραν τετράδα τὴν ἀκμὴν ἀπολήψεται τὸ νόσημα· εἰ δὲ καὶ χρόνου μακροῦ σημεῖον παρείη, πάντως μὲν ὑπερ‐ πεσεῖται τὴν δευτέραν τετράδα, τουτέστι τὴν ἑβδόμην ἡμέραν. εἰς δὲ πόσον ἐκταθήσεται, τοῦτο οὐκ ἐγχωρεῖ γινώσκειν εὐθὺς
10κατ’ ἀρχὰς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς ἡμέραις διορισθήσεται. το‐ σοῦτον δ’ ἂν ἤδη πρὸς τῷ καλῶς διαιτᾷν ἀπολαύσεις ἐκ τῆς εἰρημένης προγνώσεως, γινώσκειν ὅτι χρὴ τρέφειν ἤδη τοσοῦτον ὡς ἂν ἐξ ὑστέρου μελλούσης ἔσεσθαι τῆς ἀκμῆς. ὅκου μὲν γὰρ κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ
15τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκατα‐ βαίνειν ὁπόσον ἂν ἡ νοῦσος μαλθακωτέρα τῶν ἐσχά‐
των ᾖ· δηλονότι τὰ ἔσχατα τὴν ἀκμὴν λέγει τοῦ νοσήματος,835

9

.

836

εἴ γε δὴ καὶ τὸ κάτοξυ τοὺς ἐσχάτους πόνους ἔχειν αὐτίκα φησὶ, τουτέστι τοὺς παροξυσμοὺς καὶ τὰ συμπτώματα, τοῦτο δὲ οὐδὲν ἄλλο ἢ ἀκμάζειν ἐστὶ τὸ νόσημα. τὸ δὴ τοιοῦτον νόσημα τὸ κατὰ τὴν ἀρχὴν εὐθέως ὅτι τὴν δευτέραν ὑπερ‐
5βήσεται τετράδα δηλοῦν, ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τῶν ἡμερῶν ἐπιγνοίης ἂν ἀκριβέστερον εἰς ὅσον ἂν ἐκταθήσεται χρόνου μῆκος. ἐν δὲ τῇ δʹ κᾂν ἐγγυτάτω στοχάσαιο τὴν μέλλουσαν ἀκμήν τε καὶ κρίσιν. εἰ μὲν γὰρ τά τε τῆς ἀπεψίας σημεῖα καὶ τὰ τοῦ χρόνου μηδὲν ἀξιόλογον ὑφιέντα φαίνοιτο καὶ τῆς
10τρίτης τετράδος ἐπὶ πλεῖον ἡ νόσος ἐκταθήσεται. εἰ δέ τινα σαφῆ ποιοῖτο μεταβολὴν, οὐ μὴν ἤδη γέ τι σημεῖον πέψεως ἐν τῇ πρώτῃ τετράδι φαίνοιτο, περὶ τὴν τρίτην τετράδα προσδέ‐ χεσθαι τὴν κρίσιν. εἰ δ’ ἄπεπτον ἔτι δὴ φαίνοιτο κατὰ τὴν ἑβδόμην ἡμέραν, οὐ μὴν ἐξαίρετόν τι καὶ μέγα χρόνου ση‐
15μεῖον ἔχον, ἐλπίζειν μὲν εἰς τὴν τετάρτην τετράδα, τουτέστιν εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐκταθήσεσθαι τὴν κρίσιν
αὐτοῦ, διορίζεσθαι δ’ ἀκριβῶς ἐπὶ τῆς ἑνδεκάτης. ὡς γὰρ ἡ836

9

.

837

δʹ τὴν ἑβδόμην, οὕτω καὶ ἡ ἑνδεκάτη τὴν τεσσαρεσκαιδεκάτην προδηλοῖ· σαφὲς μὲν δή τι καὶ ἀκριβῶς πιστὸν ἥδε προδείξασα πέψεως σημεῖον ἐν τῇ ιδʹ τὴν κρίσιν ἔσεσθαί φησι· ἀμυδρὸν δ’ εἰ γένοιτο, προσέχειν ἤδη τὸν νοῦν τοῖς
5ἄλλοις. εἰ μὲν γὰρ ὀξέως τε κινοῖτο τὸ νόσημα καὶ μηδὲν τῶν ἄλλων κωλύοι, τάχ’ ἄν που καὶ ἡ ιδʹ κρίνειεν· εἰ δὲ μὴ, περὶ τὴν ιζʹ ἡ κρίσις. εἰ δ’ ὅλως μηδὲν ἐπὶ τῆς ιαʹ προδηλωθείη, τὴν μὲν ιδʹ οὐκ ἐνδέχεται κρίνειν. σκοπεῖσθαι δὲ κᾀνταῦθα τήν τε τοῦ νοσήματος ὅλου κίνησιν καὶ τὰ ἄλλα πάντα συμ‐
10πτώματά τε καὶ σημεῖα, πότερον περὶ τὴν ιζʹ ἢ καὶ ιηʹ ἐλπί‐ ζειν χρὴ κρίσιν, ἢ προσωτέρω γενέσθαι. ἐνίοτε μὲν γὰρ καὶ κατὰ ταύτας κρίνεται, τὰ πολλὰ δὲ καὶ κατὰ τὴν εἰκοστὴν, ἔνια δὲ καὶ κατὰ τὴν καʹ. ἐπίδηλος δ’ ἀμφοῖν μὲν ἡ ιζʹ καὶ μᾶλλον τῆς κʹ, ἡ δὲ ιηʹ μόνης τῆς καʹ. εἰ δέ τι καὶ κατ’ ἀρχὰς
15εὐθὺς νόσημα μὴ σφόδρα ταχέως κινούμενον, ἀλλ’ οἷον ἐν‐ δόμυχον εἰσβάλλοι, καὶ τἄλλα αὐτῷ σημεῖα προσείη μακροτέ‐ ρου χρόνου, τούτου τοῦ νοσήματος οὐχ οἷόν τε κατ’ ἀρχὰς
προγνῶναι τὴν ἀκμήν. ἀλλ’ ὅτι μὲν οὐκ ἐντὸς τῆς ιδʹ κριθήσε‐837

9

.

838

ται δῆλον· εἰς ὅσον δέ γε ἐκταθήσεται μῆκος οὐδέπω δῆλον, ἀλλὰ χρὴ διορίζεσθαι πρῶτον μὲν εἰ κινδυνῶδές ἐστιν, ἢ ἀκίνδυνον. κινδυνώδους μὲν γὰρ ὄντος καὶ σὺν τούτῳ τῆς δυνάμεως ἀῤῥώστου, φθάσειεν ἂν ὁ ἄνθρωπος ἀποθανεῖν
5πρὶν εἰς μακρὸν ἐκταθῆναι χρόνον· ἀκινδύνου δὲ πόῤῥω πάν‐ τως ἡ κρίσις, οὐ γὰρ ἐνδέχεται ταχέως κριθῆναι τὸ χρόνου μακροῦ προδεῖξαν γνώρισμα. πόσος οὖν χρόνος ἀκριβῶς αὐτῷ γενήσεται μὴ ὅτι κατὰ τὴν πρώτην ἡμέραν, ἢ τὴν δευτέραν, ἢ τὴν τρίτην, ἀλλὰ μηδὲ κατὰ τὴν τετάρτην, ἐλπίζειν ἐξευ‐
10ρίσκειν ἀκριβῶς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς περιόδοις τῶν κρισίμων ἡμερῶν ἔσται δῆλον. ἐπὶ μὲν τῆς δευτέρας τετράδος ἔστι που στοχαζομένῳ πλατύτερον, ἀκριβέστερον δ’ ἐπὶ τῆς τρίτης. εἰ μὲν γὰρ ἕως τῆς ζʹ ἡμέρας τὰ τῆς ἀπεψίας τε καὶ τοῦ χρό‐ νου σημεῖα φαίνοιτο σφοδρότερα, πρὸ τῆς κʹ οὐκ ἐνδέχεται
15κριθῆναι, μετριωτέρων δὲ γενομένων ἢ ἴσων διαμενόντων ἐνδέχεται. ἐὰν οὖν ὅτι πρὸ τῆς κʹ οὐκ ἐνδέχεται κριθῆναι σαφῶς ἂν εἰδείης, εἰ δ’, ὡς εἴρηται, σφοδρῶν τῶν γνωρισμά‐ των τοῦ χρόνου γενομένων, ἐπισκέπτου τὴν τρίτην τετράδα,
κᾂν ἔτι καὶ κατὰ ταύτην ἐπιτείνηται, τά τε τοῦ χρόνου838

9

.

839

καὶ τὰ τῆς ἀπεψίας σημεῖα πόῤῥω που τῆς κʹ ἐκταθήσεσθαι τὴν κρίσιν ἔλπιζε. μενόντων δ’ ἴσων, ὅτι μὲν κᾀνταῦθα μετὰ τὴν εἰκοστὴν ἤδη καὶ τοῦτο λέγειν ἐγχωρεῖ, τὴν δ’ ἡμέραν αὐτὴν οὐχ οἷόν τε γινώσκειν ἤδη. δηλώσει δὲ αὐτὴν ἡ τρίτη
5τε καὶ τετάρτη τετράς. εἰ γὰρ ἀεὶ καὶ μᾶλλον ἐκλύοιτο τὰ τῆς ἀπεψίας σημεῖα, τῇ μετὰ τὴν τρίτην ἑβδομάδα πρώτῃ τετράδι κριθήσεσθαι τὴν νόσον ἔλπιζε. μὴ πάνυ δ’ ἀξιολόγου γενο‐ μένης τῆς μεταβολῆς, εἰς τὴν τετάρτην ἑβδομάδα προβήσεται. τὰ δ’ ἕως τῆς ιδʹ ἡμέρας ἄπεπτά τε παντάπασιν ὑπάρχοντα
10καὶ βραδύτερόν πως κινούμενα νοσήματα τῆς μʹ οὐκ ἂν ἐγγυ‐ τέρω κριθείη. μετὰ δὲ τὴν μʹ ὅτι τὰ τῶν κρίσεων ἐκλύεται καὶ μάλιστα ταῖς κατὰ βραχὺ πέψεσιν, ἢ ταῖς ἀθρόαις μετα‐ βολαῖς τὰ νοσήματα λύεται καὶ ἡμῖν μὲν ἔμπροσθεν εἴρηται, καὶ τοῖς ἄλλοις δὲ πᾶσιν ὅσοις τῶν ἔργων τῆς τέχνης φρον‐
15τὶς οὕτω δοκεῖ, καθάπερ οὖν καὶ Ἀρχιγένει. γίνονται μέν ποτε καὶ κατὰ ταύτας ὀξεῖαι μεταβολαὶ, ὥσπερ κᾀν τοῖς ἐφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν. ἡ δὲ τῆς
προγνώσεως αὐτῶν μέθοδος αὕτη. καθόλου γὰρ χρὴ τὰς839

9

.

840

δυνάμεις ἐπίστασθαι τῶν σημείων, ὥσπερ οὖν καὶ Ἱπποκρά‐ της ἐκέλευεν, εἰ μέλλοι τις ἔσεσθαι προγνωστικὸς ἀκριβῶς. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, ὅσοι γε τολμῶσιν ἅπτεσθαι τῆς τοιαύτης θεωρίας, εἰς τὸν ἀριθμὸν ἀποβλέπουσι τῶν σημείων,
5οὐκ εἰς τὰς δυνάμεις. ἀλλὰ περὶ μὲν τούτων κᾀν τοῖς περὶ κρίσεων ὑπομνήμασι λέγεται. καιρὸς δ’ ἂν εἴη μοι τοῦ τῆς διαφωνίας ἅπτεσθαι λόγου καὶ κρίνειν αὐτὴν πειρᾶσθαι διά τε τῆς ἐμπειρίας καὶ τοῦ λόγου. ταῦτα γὰρ δὴ καὶ δι’ ἑτέρων
ἐδείκνυμεν εἶναι κριτικὰ πάντων τῶν ἐν ἰατρικῇ ζητουμένων.840

9

.

841

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ
t2ΒΙΒΛΙΟΝ Β.
1 Ὅσον μὲν εἰς τὰ τῆς ἰατρικῆς ἔργα χρή‐ σιμον ἐν τῷ πρὸ τούτου λόγῳ σύμπαν εἴρηται. διὰ τί δ’ οὐχ ἅπαντες ὑπὲρ ἁπασῶν ὡσαύτως ἔγραψαν, εἴρηται μὲν καὶ τοῦτ’ ἔμπροσθεν. ἀλλ’ ὅπῃ σφαλῆναι μέν τισιν αὐτῶν,
5κατορθῶσαι δ’ ἑτέροις ὑπῆρξεν, οὐκέτ’ εἴρηται. τοῦτο οὖν ἀναληπτέον ἐν τῷδε τῷ λόγῳ πρῶτον, ἔπειτα καὶ τὴν αἰτίαν ῥητέον δι’ ἣν οὔθ’ ἁπασῶν ἡμερῶν ἀριθμός ἐστι κριτικὸς οὔθ’ ὅσαι κρίνειν πεφύκασιν ἴσην ἅπασαι ἔχουσι δύναμιν,
ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην εὑρίσκεταί τε841

9

.

842

καὶ δοκιμάζεται, τὰ μὲν ἐμπειρίᾳ, τὰ δὲ λόγῳ, τὰ δὲ συναμ‐ φοτέρῳ, πειρατέον κᾀνταῦθα δι’ ἀμφοτέρων ὀργάνων ἐξελέγ‐ ξαι μὲν τὸ ἡμαρτημένον, ἐπαινέσαι δὲ καὶ προσίεσθαι τὸ κα‐ τωρθωμένον. ὅτι μὲν οὖν ἡ πεῖρα τὰς εἰρημένας ἡμέρας πρεσ‐
5βεύει, τοὺς μὲν ὑπ’ ἐμοῦ παρατηρηθέντας ἀῤῥώστους εἰ γρά‐ ψαιμι, τάχ’ ἄν τῳ ψεύδεσθαι δόξαιμι, τοὺς δ’ ὑφ’ Ἱπποκρά‐ τους, ὃν ἀληθέστατόν γε πάντων καὶ κρίνειν ἱκανώτατον ἅπαντες εἶναι πεπιστεύκαμεν, ἄμεινον εἶναί μοι δοκεῖ παρα‐ θέσθαι τῷ λόγῳ, καὶ πρῶτον μὲν τοῦ συγκεχυμένου τε καὶ
10ἀδιορίστου κατὰ τὴν πεῖραν, οὗ καὶ πρόσθεν ἐμνημόνευσα, πρὸς τοὺς διορισμοὺς ἀναμνήσω. Λέλεκται δ’ ἐν αὐτοῖς πρῶτον ἓν μὲν τὸ μὴ δεῖν ἐπὶ πάντων ἑξῆς τῶν ἀῤῥώστων τὴν ἐξέτασιν τῶν κρι‐ σίμων ἡμερῶν ποιεῖσθαι, μόνους δ’ ἐκλέγειν ἐκείνους καὶ ἀνα‐
15λαμβάνειν εἰς τὴν βάσανον, ἐφ’ ὧν μήτ’ αὐτὸς ὁ ἰατρὸς ἥμαρτέ τι μήθ’ ὁ κάμνων, ἀλλὰ μήθ’ οἱ παραμένοντες, ἢ καί τι τῶν ἔξωθεν ἀπήντησε βλαβερόν. ἔπειτα δὲ καὶ τὸ τὰς ἀρχὰς τῶν
νοσημάτων οὐκ ἐκ λόγου τινὸς, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας842

9

.

843

λαμβάνειν, ὁπότε πρῶτον ὁ κάμνων αὐτὸς ᾔσθετο σαφῶς, οὕτως εἰσβάλλοντος αὐτῷ τοῦ νοσήματος ὡς κοινώσασθαι βούλεσθαί τινι τῶν παρόντων ἰατρῶν, καὶ τρίτον, ἐπειδὰν εἰς πλείονας ἡμέρας ἐφεξῆς ἀλλήλων οὔσας ἡ κρίσις μερισθῇ, τίνος
5ἐστὶν οἰκεία δύνασθαι διαγινώσκειν. εἰ μὴ γὰρ διορισάμενός τις ὑπὲρ τούτων ἐπὶ τῇ πείρᾳ τὰς κρισίμους ἡμέρας ἐξετά‐ ζειν ἀφίκοιτο, πάμπολυ σφαλήσεται. τὸ μὲν δὴ κατὰ τὴν πεῖ‐ ραν αὐτὴν τοιόνδε τί ἐστι. τὸ δὲ κατὰ τὸν λόγον, ὡς χρὴ κρίνεσθαι τὴν πεῖραν, ἐφεξῆς δίειμι. φυσικὸν εἶναι χρὴ τὸν
10ταῦτα κρινοῦντα καὶ πεπεισμένον ἀκριβῶς ὅτι φύσις ἐξαρκεῖ παντάπασιν καὶ ὡς προνοεῖται τοῦ σώματος ἡμῶν ἄκραν τινὰ πρόνοιαν, ὅτι τε ταῖς οἰκείαις κινήσεσιν, εἴπερ τι καὶ ἄλλο, τε‐ ταγμέναις οὕτως καὶ ἡ φύσις χρῆται. τούτων δὲ τὰ μὲν ἐκ τῶν περὶ χρείας μορίων ἔνεστι συλλογίσασθαι. δέδεικται γὰρ
15ἀκριβῶς ἄκρα τις ἐν τῇ διαπλάσει τοῦ ζώου τέχνη τῆς φύσεως, τὰ δ’ ἐν ταῖς τῶν κυημάτων αὐξήσεσίν τε καὶ τελει‐ ώσεσι καὶ ἀποκυήσεσι. καθ’ ἕκαστον γὰρ ζῶον ἡ τοῦ γένους
οἰκεία προθεσμία τοῖς κυουμένοις ἅπασιν ἀκριβῶς φυλάττεται,843

9

.

844

τεταγμένας δηλονότι τῆς φύσεως ἀεὶ τὰς κινήσεις ἐχούσης. οὕτω δὲ καὶ ἡ μετὰ τὴν ἀποκύησιν αὔξησις ἑκάστου ζώου γί‐ νεται. ἡ τελείωσις δὲ καὶ ἡ παρακμὴ ἐν χρόνοις ὡρισμένοις γίνεται. καὶ μὲν δὴ καὶ ὅστις τοῖς περὶ τῶν φυσικῶν δυνάμεων
5ὑπομνήμασιν ὡμίλησε καὶ τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ μέρος ἡμῖν ὑπὲρ ἑκάστης γέγραπται τῶν φυσικῶν ἐνεργειῶν, οἶμαι πεπεῖσθαι τοῦτον εἰς ὅσον ἥκουσι προνοίας τε ἅμα καὶ τά‐ ξεως αἱ τῆς φύσεως κινήσεις. εἰ δή τις ὑπὸ τούτων πέπεισται καὶ θαυμάζει τὴν τέχνην θ’ ἅμα καὶ τὴν τάξιν τῆς φύσεως,
10ἀναμνησθεὶς αὖθις ὅσον ἀπολείπεται καὶ προνοίᾳ καὶ τάξει τῶν κατ’ οὐρανὸν, ἀταξίαν τινὰ, οἶμαι, δώσει σύμφυτον τῇ τῆς ἐνταῦθα οὐσίας κινήσει. καὶ τὸ μὲν καλὸν ἅπαν, ὅσον ἂν ᾖ καλὸν ἐνταῦθα, καὶ μέντοι καὶ τὸ τεταγμένον τε καὶ τε‐ χνικὸν ἄνωθεν ἐγγίνεσθαι φήσει, τὸ δ’ ἄτακτόν τε καὶ πε‐
15πλανημένον ἐκ τῆς ἐνταῦθα ὕλης ὁρμᾶσθαι. καὶ ταῦθ’ Ἱπ‐ ποκράτης πρῶτος ἁπάντων ὧν ἴσμεν ἐπείσθη Ἐλλήνων, μετ’ αὐτὸν δὲ ἅπαντες οἱ ἄριστοι τῶν φιλοσόφων. εἰ δὲ μὴ μακρὸς
ἔμελλεν ὁ λόγος ἔσεσθαι, τάχ’ ἂν ὧν λέγουσιν ἀποδείξεων εἰς844

9

.

845

πίστιν τῶν εἰρημένων δογμάτων ἐμνημόνευσα. ἀλλὰ γὰρ ἀρ‐ κεῖ τῷ παρόντι λόγῳ καὶ ταῦτα. χρὴ τοίνυν τὸν ἰατρὸν ὅστις ἂν ἄξιος ἔσεσθαι μέλλῃ τῆς Ἱπποκράτους τέχνης, εἴπερ τι ἄλλο, καὶ τοῦτο πεπεισμένον ἥκειν ἐπὶ τὸ κρίνειν τὴν πεῖραν, ὡς
5τεταγμένον τι χρῆμά ἐστιν ἡ φύσις, κᾀπειδὰν κρατῇ τῆς ὕλης, ἀναλογίαις τισὶν ὡρισμέναις καὶ περιόδοις τεταγμέναις αἱ κι‐ νήσεις αὐτῆς γίνονται. τὰ δ’ ἀλόγως παρεμπίπτοντά ποτε καὶ συγχέοντα τὴν τάξιν, ἐπειδὰν μὴ πάντῃ κρατῇ τῆς ὕλης, ἀλλ’ ἐμποδίζοιτό ποτε καὶ κωλύοιτο τοῖς ἑαυτῆς λόγοις κινεῖσθαι,
10τότ’ αὐτῇ συμπίπτει. τοῦτο γὰρ εἴπερ εἴη πεπεισμένος, ἔπειτα ἐκ τῆς ἐμπειρίας ἐπιμάθοι τό τε τῆς ζʹ ἡμέρας ἐν ταῖς κρί‐ σεσιν ἀσφαλές θ’ ἅμα καὶ τέλειον καὶ ἀκίνδυνον καὶ εὔ‐ σημον καὶ πολὺ τότε τῆς τεσσαρεσκαιδεκάτης ταύτῃ παραπλή‐ σιον, ἐπιμάθοι δὲ καὶ ὡς ἡ μὲν τετάρτη τῆς ἑβδόμης ἐστὶν
15ἐπίδηλος, ἡ δὲ ἑνδεκάτη τῆς τεσσαρεσκαιδεκάτης, εὐθὺς αὐτοῦ παραστήσεται σκοπεῖσθαί τι περὶ τῆς ἑβδόμης. ὅπου γὰρ καὶ τῆς πρώτης ἑβδομάδος διχῆ διαιρεθείσης ἡ τετάρτη δεξαμένη
τὴν τομὴν ὁποῖόν τι τὸ τέλος ἔσται προδηλοῖ καὶ τῆς δευτέ‐845

9

.

846

ρας ὡσαύτως, πῶς οὐκ ἄν τις εἰς ἔννοιαν ἀφίκοιτο τοῦ τε‐ λείαν μέν τινα εἶναι περίοδον ἑκάστην τῶν ἑβδομάδων, ἐπειδὴ τὸ μέσον ἑκατέρου τῶν ἄκρων ἴσον ἀφέστηκε; καὶ διὰ τοῦτο καὶ τὴν πρὸς ἄμφω κοινωνίαν ὁμοίαν ἔχει, τὴν μὲν τετάρτην
5ὁπόσα διὰ τῆς πρώτης ἡμέρας οὐκ ἐπαύσατο πειρᾶσθαι λύειν αὐτήν· τὴν ιαʹ δ’ αὖ πάλιν ὁπόσα διὰ τῆς ζʹ. εἰ δ’ εἴη μεῖζον ἢ ὥστε μὴ διὰ τῆς τετάρτης ἡμέρας κριθῆναι τὸ νό‐ σημα, προεργάζεσθαι μὲν ταύτην, τὸ τέλος δὲ ἐπιτιθέναι τὴν ἑβδόμην. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὴν ἑβδόμην οὐκ ἐπαύ‐
10σατο, τὴν ιαʹ αὐτοῖς ἐπιχειρεῖν, καὶ οὕτως ἢ αὐτὴν κρίνειν, ἢ προεργάζεσθαι τῇ ιδʹ καὶ κατ’ αὐτὴν εὐθὺς εἰς τὴν θεωρίαν ἵστασθαι. καὶ τὸ μὲν εἴτ’ αὐτοὶ πεφύκασιν οἱ ἀριθμοὶ δρᾷν, εἴτε ἕπονται τεταγμέναις κινήσεσιν οὐκ αὐτοὶ δρῶντες, ἀλλὰ ταῖς ἐν χρόνῳ τινὶ δρώσαις οὐσίαις ἑπόμενοι, τοῖς φιλοσόφοις
15σκοπεῖσθαι παρίημι· τὸ δ’ ἀμφοτέροις ὁμολογούμενον κοινῇ λαβών τις, τὸ φαίνεσθαι τάς τε κατ’ οὐρανὸν οὐσίας ἀεὶ ταῖς
οἰκείαις ἀναλογίαις τῆς κινήσεως κεχρημένας, ἤδη δὲ καὶ ἐν846

9

.

847

τοῖς ἐπιγείοις ζώοις, ἐπειδὰν ἀκριβῶς ὑγιαίνωσιν, ἄλλην ἄλλῳ καὶ κυήσεως εἶναι καὶ ἀποκυήσεως καὶ αὐξήσεως καὶ τελειώ‐ σεως καὶ ἀκμῆς καὶ παρακμῆς καὶ διαλύσεως ἀναλογίαν ἀριθ‐ μοῦ, πιστεύσειε δήπου καὶ τὰς κρινούσας ἡμέρας ἀριθμόν τέ
5τινα τεταγμένον ἔχειν, συγχεῖσθαί τε τοῦτον ἔστιν ὅτε κατὰ τὰς νόσους ὑπὸ τῶν παρὰ φύσιν διαθέσεων. εἰ δή τις, ὡς καὶ πρόσθεν ἔφην, ἐπὶ τὴν πεῖραν ἀφίκοιτο, πάμπολυ μὲν τὰς ἑβδομάδας εὑρήσει δυναμένας, ἐφεξῆς δ’ αὐταῖς τὰς τετράδας. ἐπισκέψεται δὲ περὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν, οἷον τρί‐
10της, εʹ, στʹ, θʹ, ἐκ τίνος ποτὲ λόγου τὸ κρίνειν ἐσχήκασιν. ἔτι δὲ μᾶλλον ἐπιζητήσεται καὶ διερευνήσεται περὶ τῆς ἑπτα‐ καιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς καὶ εἰκοστῆς πρώ‐ της ἁπασῶν τε τῶν ταύταις ἀνάλογον ἑπομένων. εἰ μὲν γὰρ εἰς τὴν εἰκοστὴν ἡμέραν αἱ τρεῖς ἑβδομάδες τελευτῶσιν, ὡς Ἱπ‐
15ποκράτης οἴεται, χρὴ δήπου τὴν μὲν ἑπτακαιδεκάτην ἐπίδηλον εἶναι τῆς εἰκοστῆς, ἐκπίπτειν δὲ τοῦ πρώτου λόγου τῶν κρισί‐ μων ἡμερῶν τὴν ὀκτωκαιδεκάτην τε καὶ εἰκοστὴν πρώτην. εἰ
δ’ ὁλοκλήρους χρὴ συναριθμεῖσθαι τὰς ἑβδομάδας, ἐπίδηλος847

9

.

848

μὲν ἡ ὀκτωκαιδεκάτη τῆς εἰκοστῆς πρώτης γενήσεται, λόγον δ’ οὐδένα κρίσιμον ἕξουσιν ἥ θ’ ἑπτακαιδεκάτη καὶ κʹ. Πρῶτον οὖν ὅπως ἡ πεῖρα περὶ τούτων ἀποφαίνεται διέλθωμεν, εἶθ’ οὕτως ἐπὶ τὸν λόγον μεταβῶ‐
5μεν. ἔστω δὲ ἡ τῆς πείρας ἀνάμνησις ἐξ ὧν Ἱπποκράτης ἔγρα‐ ψεν, ἀρξαμένοις ἡμῖν ἀπὸ τοῦ πρώτου τῶν ἐπιδημιῶν. ἐν μὲν οὖν τῇ δευτέρᾳ καταστάσει τάδε γράφων· οἱ μὲν οὖν καῦ‐ σοι ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγία εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλί‐
10γοισιν, οὔτε παράληροι, τά τ’ ἄλλα πάντα εὐφόρως. ἐκρίνετο δὲ τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι σὺν τοῖσι διαλείπουσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν. εἶτα ἐπὶ τῇ τελευτῇ τῆς τρίτης καταστάσεως ἐπιμελέστερον ἔτι περὶ τῶν κατὰ τὴν ἑπτακαιδεκάτην κριθέντων γράφει τόνδε τὸν τρόπον· τὰ δὲ
15περὶ τὰς κρίσιας, ἐξ ὧν γινώσκομεν εἰ ὅμοια ἢ ἀνόμοια· οἷον οἱ δύο ἀδελφοὶ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοὶ, τουτέων τῷ πρεσβυ‐
τέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ, ὑπέστρεψεν848

9

.

849

ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥραν. διέλιπεν ἡμέρας εʹ, ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδε‐ καταίοισιν. ἀλλ’ οὔπω τοῦτο ἴσως ἀξιόπιστον, εἰς τὸ κρίσι‐ μον ἀποφήνασθαι τὴν ἑπτακαιδεκάτην ἡμέραν, εἰ δύο τινὲς
5ἐκρίθησαν ἐν αὐτῇ. προσέχωμεν οὖν τὸν νοῦν τοῖς ἐφεξῆς λε‐ γομένοις. ἔκρινε δὲ τοῖς πλείστοισι πέμπτῃ, διέλιπεν ἑβδόμῃ, ἐκ δὲ τῶν ὑποστροφῶν ἔκρινε πεμπταίοισιν. ἤδη τοῦτο ἀξιό‐ λογον, εἰ καὶ κατὰ τὴν δευτέραν κατάστασιν ἑπτακαιδεκα‐ ταίοις οἶδε κριθέντας πολλούς. καὶ κατὰ τὴν τρίτην οὐ μόνον
10τοὺς δύο ἀδελφοὺς, ἀλλὰ καὶ παμπόλλους ἄλλους, οὓς ἑκταί‐ ους μέν φησι κριθῆναι τὸ πρῶτον, ἔπειτα ἓξ διαλιπόντας, αὖθις πεμπταίους, ὅπερ ἐστὶν ἑπτακαιδεκαταίους ἀπὸ τῆς ἀρχῆς. ἀλλὰ καὶ τούτοις ἐπιφέρων ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδο‐ μαίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταί‐
15ους, τουτέστι καὶ τούτους τὸ σύμπαν ἑπτακαιδεκαταίους. εἶτ’
ἐφεξῆς πάλιν, οἷσι δὲ πεμπταίοισι διέλιπεν ἑπτά. ἐλάμβανε δὲ849

9

.

850

τρεῖς, διέλιπε μίαν, ἐπελάμβανε μίαν, ἔκρινε δηλονότι καὶ τού‐ τοις τὸ σύμπαν ἑπτακαιδεκαταίοισι. καὶ μὲν δὴ καὶ ἄλλους τινὰς ἑκταίους μὲν κριθῆναί φησι, διέλιπε δὲ ἕξ. ἐλάμβανέ φησι γʹ, εἶτα διέλιπε αʹ, καὶ αʹ ἐλάμβανε τὴν ἑπτακαιδεκάτην
5αὐτὴν δηλονότι καθ’ ἥν περ καὶ ἔκρινεν. ἄλλους δέ τινας ἑκταίους μὲν κριθῆναί φησι, διαλείπειν δ’ ἑπτά. ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινέ, φησι, τεταρταίοις, τουτέστι τὸ σύμπαν ἑπτακαιδεκαταίοις. οὐκ ἀρκεσθεὶς δὲ τῷ λόγῳ τούτῳ παντὶ, καίτοι μεγάλως ἐνδείκνυσθαι δυναμένῳ τῆς ἑπτακαιδεκάτης
10ἡμέρας τὸ πρὸς τὴν κρίσιν ἰσχυρὸν, ἐπήνεγκεν· οὐδὲ τῶν διανοσησάντων οὐδενὶ διὰ τούτου τοῦ τρόπου οἶδα ὑποστροφὴν γενομένην πάλιν. ὥστ’ οὐ μόνον κρίνειν πολλάκις πέφυκεν ἡ ἑπτακαιδεκάτη, ἀλλὰ καὶ βεβαίως. οὔκουν τῶν παρεμπιπτουσῶν ἐστι κρισίμων, ἀλλὰ τῶν ἰσχυρῶν τε καὶ πρώτων. καὶ μὴν
15εἴπερ ἐξ ἐκείνων ἐστὶν, εὔλογόν τε αὐτὴν ἀναλογίαν τινὰ πρὸς τὴν τεσσαρεσκαιδεκάτην ἀποσώζειν. εἰ μὲν οὖν συνημμένην τὴν
τετράδα διανοήσαιμεν καὶ σωζομένην, ὡς ἄρχεσθαι μὲν ἐν τῇ850

9

.

851

τεσσαρεσκαιδεκάτῃ, τελευτᾷν δὲ εἰς τὴν ἑπτακαιδεκάτην, ἔχοι‐ μεν ἂν οὕτω σωζομένην τὴν περίοδον· εἰ δὲ διαζεύξαιμεν, ὡς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν τέλος εἶναι τῆς δευτέρας ἑβδο‐ μάδος, ἄρχεσθαι δὲ ἀπὸ τῆς πεντεκαιδεκάτης τὴν τρίτην, οὐκ
5εἰς τὴν ἑπτακαιδεκάτην οὕτως, ἀλλ’ εἰς τὴν ὀκτωκαιδεκάτην ἡ πρώτῃ τῆς τρίτης ἑβδομάδος ἀφίξεται τετράς. ἀλλ’ εἴπερ τοῦτ’ ἀληθὲς, εἰς τὴν εἰκοστὴν πρώτην ἀναγκαῖον ἔσται τὴν τρίτην ἑβδομάδα τελευτᾷν, ὥσπερ γε εἰ καὶ τὴν ἑπτακαιδεκά‐ την ὑποθοίμεθα πέρας εἶναι τῆς πρώτης κατὰ τὴν τρίτην
10ἑβδομάδα τετράδος, εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφίξεται τὸ πέρας ταύτης τῆς ἑβδομάδος. εὔλογον οὖν ἐνόμισεν ὁ Ἱπποκράτης, ὥσπερ τὴν ιζʹ ἡμέραν ἐβασάνισε διὰ τῆς πείρας, οὕτω καὶ τὴν κʹ βασανίσαι διὰ τῆς πείρας. κρίσιμος μὲν γὰρ εὑρεθεῖσα μέγιστον ἔμελλεν ἔσεσθαι τῆς ἑπτακαιδεκάτης μαρτύριον· ἐκ‐
15πεσοῦσα δὲ τῶν κρισίμων ἡμερῶν, ἢ ὅλως τῆς εἰκοστῆς πρώ‐ της ἐλαττωθεῖσα, ζήτημα κινήσειεν οὐ σμικρόν. εὔλογον γὰρ εἶναι δόξει τὴν μὲν ἑπτακαιδεκάτην ἰσχυροτέραν ὑπάρχειν τῆς ὀκτωκαιδεκάτης, τὴν δ’ εἰκοστὴν ἀσθενεστέραν τῆς εἰκο‐
στῆς πρώτης· διὰ τοῦτ’ οὖν ἐφεξῆς τοῖς περὶ τὴν ἑπτακαιδε‐851

9

.

852

κάτην γεγραμμένοις ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ὑπὲρ τῆς εἰκοστῆς ὡδί πως γράφει· οἷσι δὲ περὶ τὰ ὦτα ἐγένετο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο· καὶ τοῦτο μὲν ἱκανόν. ἀλλ’ ἐφεξῆς πάλιν
5ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, δηλονότι τὸ σύμπαν εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς πάλιν· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἓξ, εἶθ’ ὑπέστρεφε, φησὶ, κἄπειθ’ ἑβδομαίοις ἔκρινεν. ὅπερ ἐστὶν εἰκοσταίοισι τὸ σύμπαν, εἶτα βραχὺ προελθών
10ἔστι δὲ οἷσιν ἔκρινεν ἑνδεκαταίοισι, φησὶ, ὑποστροφὴ τεσσα‐ ρεσκαιδεκαταίοισιν, ἔκρινε τελέως εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς συν‐ άπτων· εἰ δέ τινες, φησὶ, ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, του‐ τέοισιν ἔκρινε τεσσαρακοσταίοισιν. Ὁρᾷς σύ μοι πάλιν ἐνταῦθα τὴν ἀκρίβειαν
15τοῦ ἀνδρός· οἶδεν ὅτι τῶν ἰσχυρῶν κρισίμων, τουτέστι τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας αὐξανομένων, ἄν τέ τις τὴν
ἑπτακαιδεκάτην θῇ καὶ τὴν εἰκοστὴν, ἀναγκασθήσεται θέσθαι852

9

.

853

καὶ τὴν τεσσαρακοστὴν, καὶ ὥσπερ τὴν εἰκοστὴν τετάρτην καὶ τὴν τριακοστὴν πρώτην, ἄν τε τὴν εἰκοστὴν, εὐθὺς δηλονότι καὶ τὴν τεσσαρεσκαιδεκάτην, ἑπτακαιδεκάτην τε καὶ τὴν τεσ‐ σαρακοστήν. καὶ μὲν δὴ καὶ τὴν τεσσαρακοστὴν εἴ τις ἐν ταῖς
5ἰσχυρῶς κρινούσαις τιθεῖτο, δῆλον ὡς καὶ τούτῳ τὴν ἑπτα‐ καιδεκάτην καὶ τὴν εἰκοστὴν ἀναγκαῖον ἔσται προϋποθέσθαι. μέχρι μὲν γὰρ τῆς τεσσαρεσκαιδεκάτης οὐδεμία διαφωνία τὸ δὲ ἀπὸ τῆσδε συγκέχυται πᾶν, οὐ πάνυ τι τῇ πείρᾳ προσχόν‐ των τὸν νοῦν ἐνίων, ἀλλὰ τῷ λόγῳ μόνῳ, ὡς ὁλοκλήρους
10ἑβδομάδας οἴεσθαι δεῖν ἐπιπλέκειν, εἶθ’ οὕτω τὴν πρώτην καὶ εἰκοστὴν ἐν ταῖς ἰσχυραῖς κρισίμοις ἀριθμούντων. ἐξ ἀνάγκης δὲ διὰ ταῦτα καὶ τὴν ὀκτωκαιδεκάτην καὶ τὴν τεσσαρακοστὴν δευτέραν, τὴν μὲν ὡς ἐπίδηλον τῆς εἰκοστῆς πρώτης, τὴν δ’ ὡς ἓξ ἑβδομάδας συμπληροῦσαν. εὐχερεστέρα δὲ κατὰ τοῦτο
15ἡ βάσανος γίνεται τῶν κρισίμων ἡμερῶν. εἰ μὲν γὰρ ὁ ἀπὸ τῆς ἑπτακαιδεκάτης στοῖχος ἅπας ἰσχυρότερος φαίνοιτο, διχό‐ θεν ἑκάστη τῶν ἡμερῶν ἕξει τὴν πίστιν ἔκ τε τῆς ἰδίας πεί‐ ρας κᾀκ τῆς τῶν ἄλλων μαρτυρίας. εἰ δ’ αὖ πάλιν ὁ ἀπὸ
τῆς ιηʹ πλεονάκις κρίνων εὑρίσκοιτο καὶ τελέως καὶ βεβαίως,853

9

.

854

ἀσθενέστερος οὗτος ὁ ἀπὸ τῆς ιζʹ φανεῖται. ταῦτ’ ἐννοήσας ὁ Ἱπποκράτης ἁπάσας ἁπάσαις παρέβαλε, τὴν μὲν ιζʹ, ἐνταῦθα γὰρ ἡ ἀρχὴ τῆς διαφωνίας, τῇ ιηʹ· τῇ δὲ κʹ τὴν καʹ. κατὰ ταὐτὰ δὲ καὶ τὴν κδʹ τῇ κεʹ, τὴν δ’ αὖ κζʹ τῇ κηʹ, καὶ τὴν μὲν λαʹ τῇ
5λβʹ, τῇ δὲ λδʹ τὴν λεʹ, τὴν δ’ αὖ μʹ τῇ μβʹ. ὁποτέρῳ δὲ τῶν στοίχων ἡ ἐμπειρία μαρτυρεῖ, διὰ τῶν ἐπιδημιῶν ἐδήλωσεν, αὐτά τε ταῦτα γράψας ἃ περαθέμην ὀλίγον ἔμπροσθεν, ἔτι τε πρὸς τούτοις ἐπὶ μὲν τῆς τρίτης καταστάσεως ᾧδέ πως· ἔκρινε δὲ τουτέοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι
10δὲ οἷσιν εἰκοσταίοισιν. ἐφεξῆς δὲ τῶν ὀνομαστὶ γραφέντων ὑπ’ αὐτοῦ ἀῤῥώστων τὸν μὲν τρίτον τῇ τάξει μετὰ τὰς τρεῖς κα‐ ταστάσεις γεγραμμένον, Ἡροφῶντα, κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κριθῆναί φησι· τὸν δὲ τέταρτον, ἡ Φιλίνου δὲ ἦν αὕτη γυνὴ, κατὰ τὴν εἰκοστὴν ἀποθανεῖν. ἐφεξῆς δὲ αὐτῇ τῆς
15Ἰφικράτους γυναικὸς μνημονεύει, περὶ ἧς ἐπὶ τέλει τῆς ὅλης διηγήσεως ᾧδέ πως γράφει· τεσσαρακοστῇ ἤμεσεν ὀλίγα, χο‐
λώδεα, ἐκρίθη τελέως, ἄπυρος ὀγδοηκοστῇ. μετὰ δὲ ταύτην854

9

.

855

ἕκτου τῇ τάξει μνημονεύει Κλεανακτίδου, γράφων ἐπὶ τῷ τέ‐ λει τοῦ λόγου τουτί· ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλα‐ βεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη, τελείως ἐκρίθη. δέκατος δέ ἐστιν ἄῤῥωστος ὁ Κλαζομένιος, ὃν καὶ
5αὐτὸν ἐν τῇ μʹ κριθῆναί φησι. καὶ μὴν ἡ μʹ τοῦ στοίχου τῆς ἑπτακαιδεκάτης ἐστὶν, ὥσπερ οὖν ἡ πʹ· ἔδει δὲ τὴν μʹ δευτέραν εἶναι κρίσιμον, εἰ καθ’ ἑβδομάδας ὁλοκλήρους ἡ συναρίθμησις ἐγίνετο τῶν ἡμερῶν. οὕτω καὶ τὴν πδʹ ἐχρῆν εὑρίσκεσθαι κρί‐ νουσαν. οὐ μόνον τοίνυν ἐξ ὧν διηγεῖται κριθέντας πολλοὺς
10ἐν τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν στοίχῳ πρόδηλόν ἐστιν ὡς ἰσχυρότερος οὗτος θατέρου ὑπάρχει, ἀλλὰ κᾀξ ὧν οὔτε τῆς ὀκτωκαιδεκάτης ἐμνημόνευσεν οὔτε τῆς καʹ οὔτε τῆς κεʹ οὔτε τῆς κηʹ, ἀλλ’ οὔτε τῆς τριακοστῆς δευτέρας οὔτε τῆς λεʹ οὔτε τῆς μβʹ οὔτε τῆς ξγʹ οὔτε τῆς πδʹ, ἐν γὰρ τοσούτων
15ἀῤῥώστων καταλόγῳ, τῶν τ’ ἰδίᾳ γραφέντων αὐτῷ κατ’ ὄνομα καὶ τῶν δι’ ἑνὸς ἑκάστου κεφαλαίου περιλαμβανομένων ἐν
ἑκάστῃ καταστάσει, τὸ μὴ πώποτε τῶν εἰρημένων ἡμερῶν μη‐855

9

.

856

δεμίαν εὑρεθῆναι κρίνουσαν, ἐναργῆ τὴν θατέρου τῶν στοί‐ χων ὑπεροχὴν ἐνδείκνυται. ὅταν γὰρ ἐξ ἐκείνου μὲν καὶ πολλαὶ καὶ πολλάκις καὶ τελείως καὶ βεβαίως καὶ ἀγαθῶς καὶ ὀρθῶς εὑρίσκωνται κεκρικυῖαι, θατέρου δὲ τῶν στοίχων μηδεμία καθ’
5ὅλον τὸ αʹ τῶν ἐπιδημιῶν ἀσφαλῆ κρίσιν ᾖ πεποιημένῃ, τὸ μὴ ὅτι τελείως ἢ ἀγαθῶς, ἀλλὰ μηδ’ ὥστε ἀποκτεῖναι, παμ‐ πόλλην τινα τὴν ὑπεροχὴν εἶναι νομιστέον. ἆρ’ οὖν ἐν τῷ πρώ‐ τῳ μὲν οὕτως, ἐν τῷ τρίτῳ δ’ ἑτέρως; ἢ κᾀκεῖ τοὺς μὲν ἐν τῇ καταστάσει διηγημένους ἑνὶ κεφαλαίῳ περιλαμβάνων εἶπεν
10ἅπαντας σχεδὸν τοὺς διασωθέντας τῇ πʹ κριθῆναι· τῶν δὲ κατὰ μέρος ὧν ἐμνημόνευσεν ὀνομαστὶ, τοὺς μὲν ἐν τῇ μʹ κρι‐ θῆναί φησι, καὶ ναὶ μὰ Δία γέ τινας ἐξ αὐτῶν οὐκ ἀγεννῶς οὐδὲ ἀσήμως, καθάπερ τὸν τρίτον ἀπὸ τῆς ἀρχῆς τοῦ βιβλίου γεγραμμένον, τὸν ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον. τί γάρ
15φησι; μʹ διεχώρησε φλεγματώδη, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῶ, διόλου τελέως ἐκρίθη. τοὺς δέ τινας εἰς πάνυ μακρὸν ἐμπεσόν‐
τας, ὁμοίως καὶ αὐτοὺς κριθῆναι τῷ τῆς εἰκοστῆς ἡμέρας856

9

.

857

πολλαπλασιαζομένης λόγῳ, καθάπερ καὶ τὸν ἔννατον ἀπὸ τῆς καταστάσεως γεγραμμένον, Ἡρόπυθον, ὃν κʹ τε καὶ ἑκατοστῇ ἡμέρᾳ κριθῆναι τελέως φησίν. οὕτω δὲ καὶ κατὰ τὴν κδʹ καὶ κατὰ τὴν κζʹ καὶ προσέτι κατὰ τὴν λδʹ ἀνέγραψέ τινας κριθέν‐
5τας ἀγαθῶς θ’ ἅμα καὶ ἀσφαλῶς καὶ τελέως. ἐν μὲν τῇ κδʹ τὸν δέκατον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ᾧδέ πως γράφων, τετάρτῃ καὶ κʹ οὔρησε πολὺ λευκὸν, πολλὴν ἔχον ὑπόστασιν, ἵδρωσε θερμῷ, διόλου ἀπύρετος. ἐν ἑβδόμῃ καὶ εἰκοστῇ τὴν ἐν Ἀβδήροις παρθένον, ἀλλὰ καὶ ταύτην ἱδρώσασαν πολλῷ,
10τελέως ἀπύρετον γενέσθαι φησί. γέγραπται δ’ αὕτη μετὰ τὴν κατάστασιν ἑβδόμη. ἐν δ’ αὖ τῇ δʹ καὶ λʹ τὸν ὄγδοον ἀπὸ τῆς αὐτῆς καταστάσεως, Ἀναξίωνα, καὶ αὐτὸν ἱδρώσαντα, τε‐ λέως ἀπύρετον διόλου γενέσθαι φησὶ καὶ κριθῆναι πιστῶς. οὐδεὶς δὲ οὐδ’ ἐν τούτῳ τῷ βιβλίῳ κέκριται κατά τινα
15τῶν ἐκ θατέρου στοίχου κρισίμων ἡμερῶν. ἀλλὰ τὴν μὲν Δεάλκους γυναῖκα κατὰ τὴν καʹ ἀποθανεῖν φησι, σωθῆναι δ’
οὐδένα κατ’ οὐδεμίαν ἡμέραν τῶν ἐκ τοῦ κατὰ τὴν ὀκτωκαι‐857

9

.

858

δεκάτην στοίχου. λέγεται μὲν οὖν κατὰ τὸ δεύτερον, ὡς καὶ πρόσθεν εἴρηται, σημαινόμενον οὐχ ὁ σωθεὶς μόνον, ἀλλὰ καὶ ὁ ἀποθανὼν κεκρίσθαι, ἀλλ’ ὡς εἶπον, οὐ μόνον οὐδεὶς ἐσώθη κατ’ ἐκείνας τὰς ἡμέρας, ἀλλ’ οὐδ’ ἀπέθανε, χωρὶς τῆς Δεάλ‐
5κους γυναικός. ἐν δέ γε θατέρῳ στοίχῳ πάμπολλοι μὲν οἱ σωθέντες, οὐ μὴν ἀλλὰ καὶ ἀπέθανόν τινες, ὥσπερ ἑπτα‐ καιδεκαταία μὲν ἡ ἐν Κυζίκῳ τεκοῦσα τὰς διδύμους θυγατέ‐ ρας. ἐν τετάρτῃ τε καὶ εἰκοστῇ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ὁ πάντων ὕστατος ἀναγεγραμμένος. ἑβδόμῃ δὲ καὶ εἰκοστῇ ὁ
10τρίτος ἀπὸ τῆς ἀρχῆς Ἑρμοκράτης. πρώτη δὲ καὶ τριακοστὴ ὁ ἐν Ἀβδήροις Ἀπολλώνιος, ὁ τρισκαιδέκατος ἀπὸ τῆς κατα‐ στάσεως γεγραμμένος, τριακοστῇ τετάρτῃ ἀπέθανε. ὡς οὖν ἑβδομαίους πολλοὺς ἀποθανόντας εἶδε καὶ εἰκοσταίους κατὰ τοῦτο τὸ βιβλίον, ὡς ἂν τῶν ἰσχυρὰν δύναμιν ἐχουσῶν ἡμε‐
15ρῶν οὐ μόνον σωζουσῶν, ἀλλὰ καὶ ἀπολουσῶν ἐνίοτε, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστην τῶν εἰρημένων ἐθεάσατο καὶ σώ‐ ζουσα πολλοὺς ἐνίοτε καί τινας ἀποκτείνουσαν. καὶ γὰρ
οὖν καὶ τὸν δεύτερον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ὀγδοη‐858

9

.

859

κοστῇ φησιν ἀποθανεῖν, καὶ τὸν πρῶτον ἐν εἰκοστῇ καὶ ἑκα‐ τοστῇ, ὥσπερ, οἶμαι, καὶ τῆς πρώτης καταστάσεως τεσσα‐ ρεσκαιδεκαταῖον, τοὺς δὲ τρεῖς τοὺς πρὸς αὐτοῦ ἑβδομαίους. καὶ τί δεῖ πολλὰ λέγειν; οὐδεὶς γὰρ ἄλλος οὔτε ἐν τῷ πρώτῳ
5τῶν ἐπιδημιῶν οὔτε ἐν τῷ τρίτῳ σωθεὶς ἢ ἀποθανὼν εὑ‐ ρίσκεται κατὰ τὸν ἀπὸ τῆς ὀκτωκαιδεκάτης ἡμέρας στοῖχον, ἀλλὰ καὶ πάντες οἱ μὲν ἐντὸς τῶν ἑπτακαίδεκα, κατὰ τὰς ὁμολογουμένας κρισίμους ἡμέρας, ὑπὲρ ὧν οὐδεὶς τῶν περὶ ταῦτα ἐχόντων διαφέρεται· τῶν δὲ ἐξωτέρω προελθόντων
10εἷς μόνος ἄῤῥωστος εὑρίσκεται κατὰ τὴν πρώτην ἡμέραν καὶ εἰκοστὴν ἀποθανών. ἤρκει μὲν οὖν καὶ ταῦτα εἰς ἐπίδειξιν τοῦ μὴ λόγῳ τινὶ πεισθέντα τὸν Ἱπποκράτην τὴν ιζʹ ἡμέραν ὑποθέσθαι εἶναι κρίσιμον, τῆς δὲ εἰκοστῆς πρώτης ἀφελέσθαι τὸ δραστήριον, ἀλλ’ ὑπὸ τῆς πείρας διδαχθέντα τηνικαῦτα
15ζητῆσαι τὴν αἰτίαν. ἀλλ’ ἐπειδὴ καὶ τὸ δεύτερον καὶ τὸ τέ‐ ταρτον καὶ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἢ αὐτοῦ τοῦ Ἱπποκρά‐ τους ἐστὶν, ἢ τοῦ υἱοῦ αὐτοῦ Θεσσαλοῦ γράμματα, καὶ τού‐
των ἐπὶ βραχὺ μνημονεύσωμεν. εὑρεθήσεται δὲ κᾀνταῦθα859

9

.

860

κατὰ μὲν τὸ δεύτερον τὴν κʹ τε καὶ μʹ ἡμέραν ἀναγράφων κεκρικυῖαν, οὔτε δὲ τὴν καʹ οὔτ’ ἄλλην τινὰ τῶν ἀπ’ αὐτῆς. κατὰ δὲ τὸ τέταρτον τῶν ἐπιδημιῶν οὕτως ὀξέων μνημονεύων, ὡς ὀλιγάκις μὲν ἕως τῆς εἰκοστῆς ἀφικέσθαι, προελθεῖν δ’
5ἅπαξ ἐξωτέρω μέχρι τῆς κδʹ, ὥστε κᾀνταῦθα τὴν μὲν κʹ ὡσαύ‐ τως ἔστιν καὶ τὴν κδʹ ἐπίστασθαι κεκρικυῖαν, οὐ μὴν τῶν θατέρου στοίχου τινά. καὶ μὴν καὶ κατὰ τὸ ἕκτον τῶν ἐπιδη‐ μιῶν ὀλίγων μὲν ἀῤῥώστων καὶ καταστάσεων μέμνηται, φαί‐ νεται δ’ οὐδ’ ἐνταῦθα γινώσκων τινὰ κατὰ τὰς ἐκ θατέρου
10στοίχου κεκριμένον. εἰ δέ τι δεῖ καὶ τοῦ πέμπτου τῶν ἐπιδη‐ μιῶν μνημονεῦσαι, ὅτου περ ἂν ᾖ, κᾀνταῦθα πεντήκοντα μέν εἰσιν οἱ σύμπαντες ἄῤῥωστοι, κέκριται δ’ οὐδεὶς αὐτῶν οὔτε κατὰ τὴν ιηʹ οὔτε κατὰ τὴν καʹ οὔθ’ ὅλως ἐν ἄλλῃ τινὶ τῶν ἐκ τοῦδε τοῦ στοίχου. τῆς πείρας οὖν ἀκριβῶς προεισαγούσης
15εἰς τὰς κρισίμους ἡμέρας τὴν ιζʹ καὶ τὴν εἰκοστὴν, ἔτι δὲ καὶ τὰς ἀπ’ αὐτῶν πάσας, ἔνιοι τῶν ἰατρῶν οὐ πάνυ τι τῷ φαινομένῳ προσέχοντες τὸν νοῦν, ὡς ἐφ’ ἕτοιμον ἀφίκοντο
τὸν ἐκ τῆς τελείας ἑβδομάδος ἀριθμὸν, εἶτά που καὶ κριθέντα860

9

.

861

τινὰ κατὰ τὴν πρώτην καὶ εἰκοστὴν θεασάμενοι, πολὺ δὴ μᾶλλον ἐβεβαίωσαν τὴν ὑπόληψιν. Καὶ γὰρ οὖν καὶ τὸ διαγνῶναι ποίας ἐστὶν ἡμέρας ἴδιος ἡ κρίσις, ἐπειδὰν εἰς πλείονας τύχῃ μερισθεῖσα,
5διορισμοῦ δεῖται, καθότι κᾀν τῷ πρώτῳ δέδεικται λόγῳ. συμβαίνει δὲ καὶ χρονιζόντων τῶν νοσημάτων τὰς κρίσεις ἀποτίθεσθαι μὲν τὸ τῆς ταραχῆς σφοδρὸν καὶ τῆς ἀλλοιώσεως τὸ σύντομον, καὶ εἰς δύο δὲ πολλάκις ἡμέρας, ἢ τρεῖς ἐκτεί‐ νεσθαι. πρόχειρον οὖν ἐν τούτῳ προσνέμειν τὴν κρίσιν τῶν
10τριῶν ἡμερῶν ᾗ τις ἂν βουληθῇ. πολλοὶ μὲν γὰρ τῶν ἰατρῶν οὐδ’ ἀριθμοῦσιν ἔτι μετὰ τὴν ιδʹ ποσταῖος ὁ κάμνων ἐστὶ, καὶ μάλιστα ἢν ἐν τῷ μεταξὺ δόξας ἀπύρετος γεγονέναι πάλιν ἀναπυρέξειεν. ἔνιοι δὲ κᾂν ἀριθμήσωσι τὸ μερίζεσθαι τὰς κρί‐ σεις εἰς πλείους ἡμέρας, ἀδιορίστως τε καὶ προπετῶς ᾗ βού‐
15λονται τῶν ἡμερῶν ἀνατιθέασι. διὰ ταῦτα γοῦν αὐτὰ καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν ἀῤῥώστων ἐνίοτε μὲν ζʹ φησὶν, ἢ ἑνδε‐
κάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ κριθῆναι τὴν νόσον, ἐνίοτε δὲ861

9

.

862

περὶ τὴν εἰκοστὴν, ἢ μʹ, ἤ τινα ἄλλην, ὥσπερ εὐθὺς ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν. ἐν μὲν γὰρ τῇ πρώτῃ φησίν· ἔκρινε δὲ τούτων οἷσι τὰ βρα‐ χύτατα γένοιτο περὶ τὴν εἰκοστὴν, τοῖσι δὲ πλείστοισι περὶ
5τὴν μʹ, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἐν δ’ αὖ τῇ δευ‐ τέρᾳ καταστάσει, ἔστι δ’ οἷσι, φησὶν, ἔκρινεν αὐτῶν ὀλί‐ γοισιν, οἷσι τὰ βραχύτατα γένοιτο περὶ εἰκοστήν. ἐν δὲ τῇ τρίτῃ αἱμοῤῥαγέειν, φησὶ, μικρὸν ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο εἰς αἱμοῤῥαγίην αἱ ἀποστάσιες Ἀντι‐
10φῶντι Κριτοβούλου. ἀπεκρίθη καὶ ἐπαύετο τελείως περὶ τὴν τεσσαρακοστήν. οὐκ ἐμνημόνευσα δὲ κατ’ ἀρχὰς εὐθὺς τούτων τῶν ῥήσεων, ὁπότε κᾀκ τοῦ πρώτου τῶν ἐπιδημιῶν παρετι‐ θέμην, ἄμεινον εἶναι νομίσας ἁπάσας πρότερον ἐκθέσθαι τὰς ἡμέρας ἐν αἷς ἀκριβῶς μόναις ἐθεάσατο τὰ νοσήματα κρινό‐
15μενα. διὰ τοῦτο οὐδὲ γέγραπται τοὐπίπαν οὐδαμόθι τῶν συγγραμμάτων αὐτοῦ περὶ τὴν εʹ ἢ τὴν ἑβδόμην, ἢ τὴν θʹ
κριθεὶς οὐδεὶς, ἀλλ’ ἁπλῶς ἢ πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ862

9

.

863

ἐνναταῖος. ἀθρόως γὰρ αὗται κρίνουσιν. ὅσῳ δ’ ἂν ἐξωτέρω προΐῃ τὰ νοσήματα καὶ χρονίζῃ, παύεται μὲν ἡ πρὸ τῆς ὀξείας ἀλλοιώσεως ταραχὴ, κατὰ βραχὺ δὲ αἱ κρίσεις γινόμε‐ ναι δύο που ἢ τρεῖς ἡμέρας ἐπιλαμβάνουσι τοὐπίπαν. ὡς
5γὰρ οὐδὲ μετὰ ἐκκρίσεως εἴωθε λύεσθαι τὰ πλεῖστα τῶν χρο‐ νισάντων, ἀλλ’ ἤτοι δι’ ἀποστάσεων, ἢ πέψεων, οὕτως οὐδ’ ὅταν ἐπὶ σαφέσιν ἐκκρίσεσιν, ἢ ἀποστάσεσιν ἡ λύσις αὐτῶν γίνηται, διὰ μιᾶς ἡμέρας τελειοῦται μόνης. ὅθεν, οἶμαι, τῶν ἰατρῶν ἔνιοι τὴν ἀρχὴν οὐδὲ κρίνεσθαί φασι τὰ χρονίζοντα
10τῶν νοσημάτων. οὐ γὰρ τὴν λύσιν ἁπλῶς εἶναι κρίσιν, ἀλλ’ ἤτοι τὴν ἀθρόαν ἢ τὸν πρὸ ταύτης σάλον. ἀλλ’ ὅτι γε τὸ σημαινόμενον τῆς κρίσεως οὐκ ἀπηκριβωμένον φυλάττεται διὰ παντὸς, ἀλλὰ τὴν λύσιν αὐτὴν μόνην, ὅπως ἂν γένηται, κρίσιν ὀνομάζουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐξ αὐτῶν τε τῶν
15Ἱπποκράτους ἔνεστι μαθεῖν γραμμάτων, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ ἄλλοι παλαιοὶ γράφουσιν. οὕτως οὖν καὶ Διο‐ κλῆς τὴν πρώτην ἡμέραν ἐν ταῖς κρινούσαις ἀριθμεῖ, σαφῶς
ἐνδεικνύμενος ὡς οὐδὲν ἄλλο τὴν κρίσιν ὅ τι μὴ τὴν λύσιν863

9

.

864

ὀνομάζει τοῦ νοσήματος. ἔσται δὲ δῆλον ἐξ αὐτῆς τῆς λέ‐ ξεως ἐχούσης ᾧδε· αὐτῶν δὲ τῶν πυρετῶν, ὧν τὰ αἴτια μήτ’ ἐν αὐτῷ τῷ σώματι διαλύεται κενούμενα καὶ μειούμενά πως μήτ’ ἐξικμάζεται μήτ’ ἀθρόως ὠμὰ ἐξάγεται, κατὰ δέ
5τινας χρόνων περιόδους πεφθέντα φαίνεται, ὁ μὲν ἐπιπολαιό‐ τατος ἐν νυκτὶ καὶ ἡμέρᾳ κρίνεται, ἐν ἐλαχίστῳ γὰρ χρόνῳ τούτῳ τὰ αἴτια αὐτῶν διαλύεται. καὶ γὰρ τὰ σηπόμενα καὶ πῦον γινόμενα, ἔτι δὲ καὶ γάλα καὶ σὰρξ πᾶσα ἀποτελουμένη καὶ ὅλως τὰ πολλὰ τῶν κατὰ τὸ σῶμα γινομένων καὶ κινου‐
10μένων καὶ ἀλλοιουμένων κατ’ εἶδος, ἐν τούτῳ τῷ χρόνῳ φαί‐ νεται πρῶτον. καὶ ταυτὶ μὲν ὁ Διοκλῆς. ὁ δ’ Ἱπποκράτης οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις ἔν τε τῷ πρώτῳ τῶν ἐπιδημιῶν καὶ μάλιστα κᾀν τῷ τρίτῳ τὴν λύσιν μόνην τοῦ νοσήματος ὀνομάζει κρίσιν, οὐδεμιᾶς οὔτ’ ἐκκρίσεως οὔτ’
15ἀποστάσεως σαφῶς προγεγενημένης. οὐ μὴν τούτου γ’ ἕνεκεν ἡγητέον ἄνευ ἐκκρίσεως πάσης φανερᾶς κρίνεσθαι τὰς χρονι‐ ζούσας νόσους, ὥσπερ οὐδὲ τὸ πλείους ἡμέρας ἐξ ἀνάγκης
ἐπιλαμβάνειν. ὀγδοηκοστῇ γοῦν κριθῆναί τινα γράφων ὁ864

9

.

865

Ἱπποκράτης ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, ῥιγῶσαί τέ φησιν αὐ‐ τὸν καὶ ὀξέως πυρέξαι καὶ ἱδρῶσαι πολλῷ. παρεθέμην δὲ τὴν λέξιν ὀλίγον ἔμπροσθεν, ὁπότε τοῦ Κλεονακτίδου, κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν ἕκτου τὴν τάξιν γεγραμμένου, τὴν
5διήγησιν ἐποιούμην. εὕροις δ’ ἂν καὶ ἄλλους ἀῤῥώστους, οὕς τ’ ἤδη παρεθέμην ἐν τῷδε τῷ λόγῳ καὶ ὧν οὐδ’ ὅλως ἐμνη‐ μόνευσα κεκριμένους ἐναργῶς ἡμέρᾳ μιᾷ δι’ ἐκκρίσεως ἐπὶ προήκοντι καὶ χρονίῳ νοσήματι. ταύταις οὖν μάλιστα προσέ‐ χειν χρὴ τὸν νοῦν ὡς ἀκριβῶς διδασκούσαις τὴν τάξιν τῶν
10κρισίμων ἡμερῶν. εἰ γὰρ ὁ Κλεονακτίδης οὗτος ὀγδοηκοστῇ ῥιγώσας τε καὶ ὀξέως πυρέξας ἐκρίθη ἱδρώσας, δῆλον ὡς με‐ γάλην τινὰ δύναμιν ὁ τῆς εἰκοστῆς ἀριθμὸς ἔχει. τούτου γὰρ πολλαπλασιαζομένου τὴν ὀγδοηκοστὴν, ὥσπερ καὶ τὴν μʹ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ἑκατοστὴν εἰκοστὴν γενέσθαι συμ‐
15βέβηκεν. εὑρήσεις δὲ καὶ ἄλλους ἀῤῥώστους ἐξωτέρω τῆς ιδʹ κεκριμένους δι’ ἐκκρίσεως ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὧν
ἐνίους ἤδη παρεθέμην, οἵ γε τοὺς μὴ νομίζοντας ἀθρόαν γε‐865

9

.

866

νέσθαι κρίσιν ἐξωτέρω τῆς μʹ ἐξελέγχουσι καὶ τῶν κρισίμων ἡμερῶν ἐνδείκνυνται τὴν τάξιν. ὅτι μὲν γὰρ ἐκλύεται κατὰ βραχὺ τὸ δι’ ἀγῶνός τε καὶ σάλου παύεσθαι τὰ νοσήματα χρο‐ νίζοντα καλῶς εἴρηται· τὸ δὲ μηδεπώποτε διὰ μιᾶς ἡμέρας
5ὀξεῖαν αὐτῶν γενέσθαι μεταβολὴν, οὐκέτ’ ὀρθῶς. ὅταν γὰρ καὶ ῥῖγος εἰσβάλλῃ σφοδρὸν, ἅμα τῷ παροξυσμῷ τέως οὐ γεγενημένον, ὅ τε πυρετὸς ὀξύτατός τε καὶ σφοδρότατος καὶ θερμότατος καὶ δύσφορος ἐπιγένηται, καὶ μετὰ ταῦθ’ ἱδρὼς ἐξεκρίθη πολὺς, ἀπύρετον ἀκριβῶς τὸν ἄνθρωπον ἐργαζόμενος,
10εἴ τις οὐ φήσει τοῦτο κρίσιν εἶναι, προδήλως ἐρίζει. ἐγὼ δ’ οὐκ εἴωθα τοῖς ἐριστικοῖς ἐπὶ πλέον ἀντιλέγειν, ἀλλ’ ἐκεῖνο χρὴ μᾶλλον εἰδέναι γινόμενον. ὡς ἡμῖν τε γὰρ παραφυλάτ‐ τουσιν ἐφάνη πολλάκις ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους ἀναγε‐ γραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν, τὸ τὰς τοιαύτας λύσεις
15τῶν χρονιζόντων νοσημάτων, οὐχ ὅταν ἐφεξῆς εἴη μηδαμόθεν διακοπτόμενα, συμπίπτειν, ἀλλ’ ἐπειδὰν λελύσθαι δοκοῦντα,
πάλιν δευτέρας ὑποστροφῆς ἐνάρξηται. συμβαίνει δὲ πολλά‐866

9

.

867

κις καὶ αὐτὰς τὰς κατὰ μέρος ὑποστροφὰς ἐν ἡμέραις τέ τισι κρισίμοις ἄρχεσθαι καί τινα κρισίμων ἡμερῶν ἀριθμὸν προελ‐ θούσας, αὖθις ἐν ἑτέρᾳ τινὶ τῶν κρισίμων ἡμερῶν κρίνεσθαι, καὶ οὕτω γίνεται τὰ μὲν κατὰ μέρος ἅπαντ’ ὀξέα, τὸ
5σύμπαν δὲ χρόνιον. ἐνίοτε δὲ καὶ τὰ διαλείμματα αὐτῶν ἀριθμῷ τινι τῶν κρισίμων ἡμερῶν περιγράφεται, καθάπερ εἴ τις ἑνδεκαταῖος κριθεὶς ἀτελῆ κρίσιν, ὑποστρέψειε τεσσαρεσ‐ καιδεκαταῖος, εἶτ’ αὖθις εἰκοσταῖος κριθεὶς ἐλλιπῶς ὑποστρέ‐ ψειεν ζʹ καὶ κʹ, κᾄπειτ’ ἐντεῦθεν ὀξέως πάλιν διανοσήσας αὖ‐
10θις ἐν μʹ κριθείη. ταῦτα μὲν οὖν αὐτὸς ἕκαστος ἐπί γε τῶν νοσούντων ὄψεται, προσεδρεύειν αὐτοῖς ἐπιμελῶς ἐθελήσας ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἐπισκο‐ πούμενος. ὅτι δὲ καὶ τὴν ἑπτακαιδεκάτην μὲν τῆς ιηʹ καὶ τὴν εἰκοστὴν τῆς καʹ ἰσχυροτέραν ἡγητέον εἶναι δέδεικται σα‐
15φῶς ἤδη τῆς πείρας ἕνεκεν τῆς Ἱπποκράτους. εἰ δὲ καὶ τῆς ἐμῆς πείρας ἐφεξῆς ἀναμνημονεύσαιμι, μακρότερος μὲν ὁ λόγος ἔσται, πιστότερος δ’ οὐδὲν μᾶλλον. εἰ μὲν γάρ τις καὶ αὐτὸς παραφυλάττειν τὰ συμβαίνοντα τοῖς νοσοῦσιν ἐθέλοι καὶ
πιστεύειν τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις, οὐδὲν ἔτι τῆς867

9

.

868

ἡμετέρας πείρας ὁ τοιοῦτος δεήσεται. εἰ δ’ ἤτοι πιστότερα τῶν ἐναργῶς φαινομένων τὰ σοφίσματα νενόμικεν ἢ μηδὲν φροντίζει τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων, οὐ μόνον οὐδὲν ἕξει πλέον ἐκ τῆς ἡμετέρας ἱστορίας ὁ τοιοῦτος, ἀλλὰ καὶ
5διαπαίζειν αὐτὴν ἐπιχειρήσει. τῶν μὲν δὴ τοιούτων εἴρηται πολλάκις ὡς χρὴ καταφρονεῖν· εἰ δέ τις ἀληθείας ἐρᾷ, τὸν μὲν λῆρον τῶν σοφιστῶν ἀφεὶς, ἐπὶ δὲ τὴν πεῖραν αὐτὸς ἀφι‐ κόμενος, ὅταν ὀκτακοσίους, ἢ χιλίους ἀῤῥώστους θεάσηται, σαφῶς οἶδα τοῦτον οὐκ ἄλλα τὰ περὶ κρισίμων ἡμερῶν ἀπο‐
10φανούμενον ὧν Ἱπποκράτης ἐδήλωσεν. Οὔσης γὰρ καὶ χρείας καὶ φύσεως διττῆς τῶν κρισίμων ἡμερῶν, καὶ τὴν διδασκαλίαν αὐτῶν διπλῆν Ἱππο‐ κράτης ἐποιήσατο, ἐν μὲν τοῖς ἀφορισμοῖς καὶ τῷ προγνω‐ στικῷ τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας ἐπιπλεκομένων
15ἀλλήλαις μνημονεύσας, ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν τῶν παρεμ‐
πιπτουσῶν, ὧν τὴν μὲν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς868

9

.

869

ἐφεξῆς ἐρῶ, τὸ δὲ ὅτι καὶ φύσει καὶ χρείᾳ διαφέρουσιν ἀλλή‐ λων ἤδη δηλώσω· φύσει μὲν, ὅτι καλῶς ἁπάντων γινομένων, εἰς τὰς κατὰ τετράδα περιόδους αἱ κρίσεις ἀφικνοῦνται τοὐ‐ πίπαν, πλημμεληθέντων δέ τινων εἰς τὰς παρεμπιπτούσας
5μεθίστανται· τῇ χρείᾳ δὲ, διότι πρὸς μὲν τὸ γνῶναι τὴν μέλ‐ λουσαν ἔσεσθαι κρίσιν ἡ κατὰ τετράδα περίοδος αὐτάρκης, εἰς δὲ τὸ κρῖναι τὴν ἤδη γεγενημένην ἁπασῶν οἷον ἀεὶ γι‐ νωσκομένων, ἵνα εἰ οὕτως ἔτυχεν ἀσφαλεστέραν μὲν τὴν κρίσιν τὴν ἐνναταίαν τῆς ὀγδοαίας, ἀπιστοτέραν δὲ τὴν ὀγ‐
10δοαίαν τῆς ἐνναταίας ἡγούμεθα. τὸ μὲν οὖν πιστὸν ἢ ἄπι‐ στον τῆς κρίσεως εἰς τὸ καλῶς διαιτᾷν τοὺς ἤδη κεκριμένους διαφέρει· τὸ δ’ ὁπηνίκα μάλιστα κριθήσεται προγινώσκειν εἰς τοὺς μήπω κεκριμένους διαφέρειν ἀναγκαῖον. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἐφεξῆς ὑπὲρ τούτου, ἀλλ’ ὁ σύμπας λό‐
15γος ἐκ τῆς θεραπευτικῆς ἐστι μεθόδου, καὶ νῦν ἡμεῖς οὐ περὶ χρείας κρισίμων ἡμερῶν ἥκομεν ἐροῦντες, ὅ τι μὴ πά‐ ρεργον, ἀλλὰ τὴν δύναμιν αὐτῶν ἅπασαν ἐξηγήσασθαι σπεύ‐
δομεν. ἀπόχρη τοίνυν εἴς γε τὸ παρὸν ἀναμνήσαντας τῶν869

9

.

870

Ἱπποκράτους ῥήσεων ἐπὶ τὰ ἐφεξῆς ἤδη μετιέναι. κατὰ μὲν δὴ τὸ προγνωστικὸν οὕτω φησίν· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτῇσι ἡμέρῃσι τὸν ἀριθμὸν ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐη‐
5θέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βε‐ βεῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν, οἵ τε κακοηθέστα‐ τοι καὶ ἐπὶ σημείων δεινοτάτων βεβεῶτες τεταρταῖοι κτείνου‐ σιν, ἢ πρόσθεν. ἡ μὲν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρα τετρὰς εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη
10εἰς τὴν ιαʹ, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν ἤδη διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ πολλα‐ πλασιασμοῦ ἐκ προσθέσιος ἀφικνέονται. οὐ δύναται δ’ ὅλῃ‐ σι ἡμέρῃσι ἀριθμέεσθαι οὐδὲν τουτέων ἀτρεκέως. οὐδὲ γὰρ
15ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι πε‐ φύκασιν. μετὰ δὲ ταύτας ἤγουν τὰς κʹ τὰς ἐν τῷ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν αὐτὴν πρόσθεσιν ἡ πρώτη περίοδος διὰ τεσσάρων καὶ τριάκοντα ἡμερῶν, ἡ δὲ δευτέρα μʹ ἡμερῶν,
ἡ δὲ τρίτη ξʹ, αὕτη μὲν ἡ ἐκ τοῦ προγνωστικοῦ ῥῆσις.870

9

.

871

ἐν δ’ αὖ τοῖς ἀφορισμοῖς προειπὼν ὡς τὰ ὀξέα τῶν νοσημά‐ των κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, ἑξῆς ἐπιφέρει· τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. ἑτέρας ἑβδομάδος ἡ ηʹ ἀρχή. θεω‐ ρητὴ δὲ πάλιν ἡ ιαʹ. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρας ἑβδο‐
5μάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ιαʹ. ἐν μὲν δὴ τούτοις ἀμφοτέροις τοῖς συγγράμμασιν ἑβδόμασί τε καὶ τετράσιν ἀνατίθησιν ἁπάσας τῶν κρισίμων ἡμερῶν τὰς περιόδους· ἐν δ’ αὖ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἁπασῶν
10ἐφεξῆς μνημονεύει γράφων ᾧδε· ἔστι δὲ πρώτη κρίσιμος τῶν περιόδων τῶν ἐν ἀρτίῃσι κρινουσῶν τετάρτη, στʹ, ιʹ, ιδʹ, ιηʹ, κʹ, κδʹ, κηʹ, λʹ, λδʹ μʹ, ξʹ, πʹ, ρʹ, ρκʹ, τῶν δὲ ἐν τῇσι πε‐ ρισσῇσι περιόδοισι κρινουσῶν πρώτη γʹ, εʹ, ζʹ, θʹ, ιαʹ, ιζʹ, καʹ, κζʹ, λαʹ. δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἁπάσας ἐν
15τούτῳ τῷ λόγῳ τὰς κρινούσας περιλαβὼν ἡμέρας· ὑπομνήματι871

9

.

872

γὰρ ἡ τοιαύτη παρασκευὴ προσήκουσα. δέδεικται γὰρ ἡμῖν πολλάκις ὡς πρότερον γέγραπται τῶν ἐπιδημιῶν βιβλία τοῦ τε προγνωστικοῦ καὶ τῶν ἀφορισμῶν, ὅτι δύναμιν ὑπομνημά‐ των ἔχει. κατὰ λόγον οὖν ἐνταῦθα ἁπάσας μὲν ἔγραψε τὰς
5κρισίμους ἡμέρας. ἐν ἐκείνοις δὲ μόνας τὰς μεγίστην δύναμιν ἐχούσας καὶ τῷ λόγῳ τῆς αὐτῶν φύσεως ἀποτελουμένας, ὡς ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν, ἔτι τε πρὸς τούτοις οὐ σμικρὰν χρείαν εἰς τὴν τῆς μελλούσης ἀκμῆς τε καὶ κρίσεως πρόγνωσιν παρεχομένας. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ Ἱπποκράτης οὐ μίαν
10ἐν ἅπασι τοῖς βιβλίοις ἐποιήσατο κρισίμων ἡμερῶν διδασκα‐ λίαν ἤδη δέδεικται σαφῶς. οὐκ ἄδηλον δὲ οὐδὲ διότι τοῖς ἄλλοις ἰατροῖς εἰς διαφωνίαν ἀφικέσθαι συνέβη περὶ τῶν κρι‐ σίμων ἡμερῶν. οἱ μὲν γὰρ ὅτι διττὴ φύσις αὐτῶν ἐστιν οὐδ’ ὅλως ἐνόησαν, οἱ δὲ τὴν ἀρχὴν οὐδὲ παρεφύλαξαν,
15ἀλλὰ τῷ λόγῳ τὸ σύμπαν ἐπέτρεψαν. ἔνιοι δὲ ἐπὶ μὲν τὸ διὰ τῆς πείρας ἐξευρεῖν αὐτὰς ἧκον, ἀλλ’ ἐσφάλησαν διττῶς, ἢ τῷ μηδὲν ὅλως διορίζεσθαι πρὸ τῆς πείρας, ἢ τῷ προπετέστε‐
ρον ἀποφαίνεσθαι.872

9

.

873

Ἀλλ’ ἡμῖν γε καὶ τίνα χρὴ διορίζεσθαι πρὸ τῆς πείρας εἴρηται, καὶ οὐ χρὴ σπεύδειν ἀποφήνασθαι περὶ κρισίμων ἡμερῶν οὐδὲν, ἄχρις ἂν ἐπὶ πολλῶν ἀῤῥώστων ἔτεσι πολλοῖς ἀκριβῶς τις παραφυλάξῃ· τά τε γὰρ ἄλλα καὶ
5τῶν ἐπετείων καταστάσεων αἱ διαφοραὶ παμπολλαί τινες ὑπάρ‐ χουσιν. ἐν γοῦν ὅλῳ θέρει ποτὲ πλέον ἢ τετρακοσίους ἀν‐ θρώπους ὀξέως νοσήσαντας ἐθεασάμην ἅπαντας ἢ ἑβδο‐ μαίους, ἢ ἐνναταίους κριθέντας. ἐν ἑτέρῳ δ’ αὖθις ἔτει τοὺς μὲν τεσσαρεσκαιδεκαταίους, τοὺς δ’ εἰκοσταίους, τοὺς πλεί‐
10στους δ’ ἐξ ὑποστροφῶν. ἐν ἄλλῳ δὲ πεμπταίους μὲν αἱμοῤ‐ ῥαγήσαντας παμπόλλους, τελέως δ’ ἑβδομαίους, ἢ ἐνναταίους κριθέντας. οἶδα δὲ καὶ φθινοπώρῳ ποτὲ πάντας ἑνδεκα‐ ταίους κριθέντας. ἀλλὰ τοῦτο μὲν ἀγαθὴν τὴν κρίσιν ἤνεγκεν, ἕτερον δὲ φθινόπωρον ἑκταίους ἔντινεν ἅπαντας οὐκ ἀγα‐
15θῶς. διὸ καὶ μᾶλλον ἐπῄει μοι θαυμάζειν τοὺς ὅλως οὐδε‐ μίαν ἐν ταῖς ἡμέραις ἡγουμένους εἶναι διαφορὰν, ἀλλ’ ὁμοτί‐
μους ἁπάσας ὑπάρχειν. ὅλαι γὰρ καταστάσεις πολλάκις ἢ873

9

.

874

θερινῶν, ἢ μετοπωρινῶν νοσημάτων ἓν εἶδος ἔχουσι κρίσεων, ὡς κᾀν ταῖς ὑφ’ Ἱπποκράτους γεγραμμέναις ἐστὶ δῆλον, ἐν αἷς εἴ τις μὴ παντάπασίν ἐστι ῥᾴθυμος, ἄλλοτε μὲν ἄλλην τῶν κρισίμων ἡμερῶν ὄψεται πλεονάζουσαν, οὐ μὴν ὀγδόην
5τε καὶ ιβʹ ἢ ἑκκαιδεκάτην, ἤ τινα τῶν τοιούτων. ἐοίκασιν οὖν εἰς ἄμφω τὰ συνεστῶτα τὴν ὅλην ἰατρικὴν οἱ σοφισταὶ παρα‐ νομεῖν, τὴν πεῖράν τε καὶ τὸν λόγον. οὔτε γὰρ ἐν οἷς τῆς πείρας ἐστὶ χρεία, ταύτην ἀναμένουσιν, ἀλλ’ ὡς ἂν ἑκάστῳ παραστῇ, ληροῦσιν, οὔτε τῶν ἐναργῶς φαινομένων ἐξευ‐
10ρίσκουσι τὰς αἰτίας. διὰ τοῦτο τοίνυν ὁ μέν τις αὐτῶν οὔτε κρίσιμον ἡμέραν οὔθ’ ὅλως κρίσιν ὑπάρχειν φησὶν, ὁ δὲ κρί‐ σιν μὲν εἶναί τινα, οὐ μὴν καὶ κρισίμους ἡμέρας, ὥσπερ δέον λόγῳ μᾶλλον, ἀλλ’ οὐ πείρᾳ τὰς κρισίμους ἡμέρας καὶ τὰς κρίσεις ἐξευρίσκειν, ἢ φαυλοτέρων ὄντων τῶν ὅσοι διὰ τῆς
15πείρας ἄμφω μεμαθηκέναι φασίν. ἡμῖν μὲν τοίνυν ὅσοι μεθ’ Ἡρόφιλόν τε καὶ Ξενοφῶντα καὶ Ἀσκληπιάδην ἐγενόμεθα
τάχ’ ἂν εἴη τις εἰς τοὺς ἄνδρας ἐκείνους ἢ φθόνος, ἢ φιλονει‐874

9

.

875

κία· τῷ πρώτως δ’ ἀκριβῶς αὐτὰς ἐξευρόντι διὰ τῆς πείρας, ὡς τὰ τῶν ἐπιδημιῶν ἐνδείκνυται γράμματα, πόθεν ἂν ἐπῆλθε τὸ προγνῶναί τινας ἔσεσθαι ἐξ ὑστέρου τοιούτους σοφιστάς; οὐδὲ γὰρ ἐν τοῖς καθ’ Ἱπποκράτην χρόνοις ἦσάν πώ τινες
5ὅμοιοι τούτοις, ἀλλ’ ἕκαστος ἐκείνων ἐξευρεῖν τι καὶ συντελεῖν εἰς τὴν τέχνην ἔσπευδεν, οὐ λυμαίνεσθαι τοῖς ὀρθῶς εὑρημέ‐ νοις. καὶ μὴν καὶ τοὺς ἐμπειρικοὺς ὀνομαζομένους ἰατροὺς ἔστι μὲν ἰδεῖν ὥσπερ τινὰς κοινοὺς ἐχθροὺς τῶν δογματιζόν‐ των ἁπάντων ἐπιτηροῦντας ὃ καταμέμψονται, μὴ μέντοι μήτε
10κρισίμους ἡμέρας μήτε κρίσεις ἀναιροῦντας, ἀλλ’ ὡς ἂν καὶ ἄλλο τι τῶν ἐναργεστάτων καὶ ταῦτα ἄμφω τιθέντας. ἅλις ἤδη μοι σοφιστῶν ληρούντων. Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῶν εἰρημένων αὖθις ἐπάνειμι, πρότερόν γε κεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προει‐
15ρημένα. κρίσιμος μὲν γὰρ ἰσχυροτάτη πασῶν ἡ ζʹ. προδηλοῖ δ’ αὐτὴν ἡ τετάρτη δύο ταῦτ’ ἔχουσα, τό τε κρίσιμος εἶναι
μικροτέρα καὶ τὸ τῆς ἑβδόμης ἐπίδηλος. ἐφεξῆς δ’ ἑνδεκάτη875

9

.

876

τε καὶ ιδʹ, τὴν αὐτὴν ἀναλογίαν τε καὶ φύσιν ἀποσώζουσαι πρὸς ἀλλήλας ἥν περ ἡ δʹ πρὸς τὴν ζʹ, κᾄπειθ’ ἑξῆς πολλάκις μὲν ἡ ιζʹ πρὸς τὴν κʹ, ὀλιγάκις δὲ ἡ ιηʹ πρὸς τὴν καʹ τὸν αὐτὸν ἔχει λόγον ὅνπερ ἡ τετάρτη πρὸς τὴν ἑβδόμην καὶ ἡ
5ιαʹ πρὸς τὴν ιδʹ. αὗται μὲν οὖν, ὡς Ἱπποκράτης ἔλεγε, διὰ τεσσάρων εἰς τὴν κʹ ἐκ προσθέσιος ἀφικνέονται, παρεμπίπτουσι δ’ αὐταῖς ἐννάτη καὶ πέμπτη καὶ τρίτη, πλείστους μὲν ἡ θʹ κρίνουσα, δευτέραν δὲ ἔχουσα δύναμιν ἡ εʹ, καὶ μετὰ ταύτην ἡ γʹ. περὶ δὲ τῆς στʹ εἴρηταί μοι καὶ πρόσθεν ὡς κακὴ κρίσι‐
10μός ἐστιν. ἡ μέντοι τρισκαιδεκάτη πασῶν μὲν τῶν κρινουσῶν ἀσθενεστάτη, πασῶν δὲ τῶν μὴ κρινουσῶν ἰσχυροτάτη, κα‐ θάπερ ἐν μεθορίῳ τινὶ τεταγμένη τῆς ἑκατέρων δυνάμεως. ἀγωνιστικώταται μὲν οὖν κρίσεις, ὡς καὶ πρόσθεν εἶπον, αἱ μέχρι τῆς ιδʹ ἡμέρας, ἧττον δὲ αὐτῶν αἱ μέχρι τῆς κʹ. ἐντεῦ‐
15θεν δ’ ἄχρι τῆς μʹ ἔτι δὴ καὶ μᾶλλον ἐκλύεται τὸ σφοδρὸν, ἀπ’ ἐκείνης δὲ τελέως ἔκλυτος γίνεται.
Ἡ δ’ ἀναλογία τῶν κρινουσῶν ἡμερῶν ἄχρι876

9

.

877

παντὸς διαφυλάττεται. καθάπερ γὰρ ἡ ιδʹ καὶ πέρας ἐστὶ τῆς δευτέρας ἑβδομάδος καὶ ἀρχὴ τῆς γʹ, οὕτω καὶ ἡ λδʹ πέρας θ’ ἅμα τῆς πέμπτης ἐστὶ καὶ ἀρχὴ τῆς στʹ, ὥστε ἀεὶ τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέραις περιγράφεσθαι, καὶ διὰ τοῦτο τὴν ξʹ,
5ὡς καὶ πρόσθεν ἔφαμεν, οὐ τὴν ξγʹ γενέσθαι κρίσιμον· ὡσαύ‐ τως δὲ καὶ τὴν πʹ τε καὶ ρκʹ. ὡς γὰρ τὸ τῶν κρίσεων ἀγωνιστι‐ κὸν ἐκλύεσθαι κατὰ βραχὺ τοῦ χρόνου προϊόντος, οὕτω καὶ τὰς ἀσθενεῖς κρισίμους ἀμαυροῦσθαι καὶ τελέως συμπίπτειν· μόνας δ’ ἄχρι παντὸς διαρκεῖν ὅσαι περιγράφουσι τελείαν
10περίοδον ἀριθμῶν κρισίμων. ἔοικε δ’, ὅσα γε διὰ τῆς πείρας ἔνεστι μαθεῖν, πρώτη περίοδος τελεία ἡ τῶν εἴκοσιν ἡμερῶν ὑπάρχειν. εἰ μὲν γὰρ ἀεὶ κατὰ διάζευξιν ὁ τῆς ζʹ ἀριθμὸς προὐχώρει, καθάπερ ἐπὶ τῶν πρώτων ἔχει δυοῖν, ἦν ἂν οὕτω γε καὶ αὕτη ἡ ζʹ τελεία πρώτη περίοδος. ἐπεὶ δ’ ἡ μὲν δευτέρα
15τῆς πρώτης διέζευκται, συνῆπται δ’ ἡ τρίτη τῇ βʹ, δῆλον ὡς οὐκ ἔτι φυλάττεται μετὰ τὴν ιδʹ ἡμέραν ἡ ἐξ ἀρχῆς ἀναλογία.
μετὰ μέντοι τὴν κʹ ἡ αὐτὴ τῶν περιόδων τάξις ἄχρι παντὸς877

9

.

878

διαμένει, τῆς μὲν λδʹ ἀνάλογον τῇ τεσσαρεσκαιδεκάτῃ γενο‐ μένης ἐκ δυοῖν ἑβδομάδων διεζευγμένων, τῆς δ’ αὖ τεσσαρα‐ κοστῆς ἀνάλογον τῇ κʹ τὴν τρίτην ἑβδομάδα τὴν συνημμένην πληρούσης. τοῦτ’ οὖν αὐτὸ διδάσκων ἡμᾶς Ἱπποκράτης ἐν
5τῷ προγνωστικῷ μετὰ τὸ περὶ τῆς εἰκοστῆς ἡμέρας διελθεῖν ἐφεξῆς ἐρεῖ· μετὰ δὲ ταύτας ἐν τῷ αὐτέῳ τρόπῳ καὶ κατὰ τὸν αὐτὸν κόσμον ἡ πρώτη διὰ τεσσάρων καὶ τριάκονθ’ ἡμε‐ ρῶν. πρώτην γὰρ εἶπε μετὰ τὴν εἰκοστὴν ἡμέραν εἶναι τὴν λδʹ ὡς περίοδον, οὐχ ὡς ἡμέραν κρίσιμον, ἐπεὶ καὶ κδʹ καὶ κζʹ καὶ
10τὴν λαʹ μετὰ τὴν εἰκοστήν ἐστι κρίσιμος. ἀλλ’ ἐπειδὴ περί τε τῶν μικροτέρων περιόδων, αἳ δὴ τετράδες εἰσὶν, αὐτάρκως ἐδίδαξεν καὶ περὶ τῶν ἑβδομάδων αὐτῶν ἱκανῶς διεξῆλθεν, εὐθὺς ἐβουλήθη ἑξῆς τὰς ὑπολοίπους δύο περιόδους ἐπιδιδάξαι, τήν τε ἐκ τῶν δύο ἑβδομάδων συγκειμένην καὶ τὴν ἐκ τῶν
15τριῶν, ἀλλὰ τὴν μὲν ἐκ τῶν δύο οἷον ἡμιτελῆ τινα, τὴν δ’ ἐκ τῶν τριῶν ἀκριβῶς τελείαν. εἴ γε δὴ καὶ τὴν τεσσαρακοστὴν καὶ τὴν ξʹ καὶ τὴν πʹ καὶ τὴν ρκʹ ἐκ τῆς εἰκοστῆς πολλαπλασια‐
ζομένης γίνεσθαι συμβέβηκε. τοῦτο οὖν αὐτὸ καὶ οὐκ ἄλλο878

9

.

879

γνώρισμα τελείας ἐστὶ περιόδου, ἤτοι συντεθειμένης ἀεὶ καὶ πολυπλασιαζομένης αὐτῆς ἐφ’ ἑαυτὴν, ἄλλης μηκέτι δεῖσθαι περιόδου. καὶ μὴν οὐδεμιᾷ τῶν πρὸ τῆς εἰκοστῆς ὑπάρ‐ χει τοῦτο. ἥ τε γὰρ ζʹ εἴπερ ἑαυτὴν ἐπολυπλασίαζε διὰ παντὸς,
5εἴς τε τὴν εἰκοστὴν πρώτην ἂν ἐξέπιπτε καὶ τὴν κηʹ καὶ τὴν λεʹ καὶ τὴν μβʹ, ἡ τεσσαρεσκαιδεκάτη τήν τε κηʹ ὡσαύτως ἂν ἐποίει καὶ τὴν μβʹ. ἀλλὰ καὶ ἡ τετρὰς, καὶ ἥδε, εἰ τὴν σύνθεσιν αὐτῆς πρὸς ἑαυτὴν ἂν ἐποιεῖτο, τὴν ὀγδόην ἂν ἀπειργάσατο καὶ τὴν ιβʹ καὶ ιστʹ ἰσχυρὰς κρισίμους, ὥστ’ αὐτὴ μὲν ἡ τετάρτη ἐναρ‐
10γῶς οὐδὲ περίοδός ἐστιν, ἀλλ’ οἷον ἥμισυ περιόδου. τῆς γὰρ ἑβδομάδος διχῇ τμηθείσης ἡ τετάρτη δεξαμένη τὴν τομὴν πέρας μέν ἐστι τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας ἐγένετο. τάχα δ’ ἂν ἡ ἑβδομὰς αὕτη δόξειεν ἤδη τελεία περίο‐ δος ὑπάρχειν. οὐ γὰρ δὴ κᾀπὶ ταύτης γε τὴν ἑβδόμην ἡμέραν
15ἀρχὴν τῆς δευτέρας ἑβδομάδος εἶναι συμβέβηκεν. οὕτω γὰρ ἂν εἰς τὴν τρισκαιδεκάτην, οὐκ εἰς τὴν ιδʹ ἐνέπιπτε τὸ τέλος αὐ‐ τῆς. ἀλλ’ ἐπεὶ πάλιν ἡ ιδʹ πέρας θ’ ἅμα τῆς δευτέρας ἑβδομά‐
δος ἀρχή τε τῆς τρίτης ἐστὶν, οὐκέτ’ ἂν οὕτως γε τελεία πε‐879

9

.

880

ρίοδος ἡ ἑβδομὰς ὑπάρχῃ. δὶς μὲν γὰρ ἑαυτὴν ἐπολυπλασίαζε, τὸ τρίτον δὲ οὐκ ἠδυνήθη. καὶ μὴν εἰ διὰ μὲν τὰς δύο τὰς πρώτας ἑβδομάδας ἐν διαζεύξει γενομένας ὁλόκληρόν τινα περίοδον ὑπολαμβάνειν χρὴ τὴν ἑβδομάδα, διὰ δὲ τὴν γʹ συνα‐
5φθεῖσαν οὐκέθ’ ὁλόκληρον, ἤτοι τελείως εἰς ἀπορίαν κατα‐ στῆναι ἀνάγκη τὸν λόγον ἢ τὴν ἑβδομάδα πρώτην γέ τινα τῇ τάξει καὶ ἁπλῆν περίοδον ἡγητέον εἶναι, τὴν δὲ ἐκ τῶν κʹ ἡμερῶν συγκειμένην δευτέραν τε ἅμα καὶ σύνθετον καὶ τε‐ λείαν.
10 Ἅπτεται δή πως οὗτος ὁ λόγος τοῦ σκοπεῖ‐ σθαι, τίς τούτων ἐστὶ τῶν ἡμερῶν ἡ κρίνουσα τὰς ὀξείας νό‐ σους. Ἱπποκράτους γὰρ εἰπόντος ἐν ἀφορισμοῖς, τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν ιδʹ ἡμέρῃσιν, ἀφορμὴν ἐντεῦθεν ἐσχή‐ κασιν οἱ σοφισταὶ λήρων μακρῶν, ὧν ἁπάντων χωρὶς οἷον
15τέ ἐστι καὶ προγνῶναι τὰς μελλούσας ἔσεσθαι κρίσεις καὶ δο‐ κιμάσαι τὰς ἤδη γεγενημένας. εἰ γὰρ εἰκοσταῖον εἰ τύχοι προ‐
γνοὺς, κριθήσεσθαι τὸ νόσημα τὴν δίαιταν ὁμολογοῦσαν αὐτῷ880

9

.

881

συστήσαιο, μέγιστα μὲν ἂν ὠφελήσῃς τὸν κάμνοντα, καλεῖν δ’ ἐξέσται σοι καὶ ὀξὺ καὶ χρόνιον αὐτὸ, μηδεμιᾶς ὠφελείας ἢ βλάβης ἐκ τῆς προσηγορίας εἰς τὸν νοσοῦντα γινομένης. ἔστω γὰρ ὀξὺ καλεῖσθαι τὸ τοιοῦτον νόσημα, πάντων ὀρθῶς τῶν
5κατὰ τὴν δίαιταν ἐπὶ τοῦ κάμνοντος γεγενημένων· τί παρὰ τοῦτο χεῖρον, ἢ βέλτιον ἔσται; πάλιν οὖν εἰ βούλει, χρόνιον αὐτὸ προσαγόρευσον, ἵν’ εἰδῇς ὅτι μηδὲν ἐκ τούτου βελτίων, ἢ χείρων ὁ κάμνων γίνεται. καθάπερ οὖν καὶ ἄλλα πολλὰ περὶ ὀνομάτων ἐρίζοντες οἱ σοφισταὶ τῶν μανθανόντων κατα‐
10τρίβουσι τὸν χρόνον, οὕτω κᾀν τῷ περὶ τῶν ὀξέων καὶ χρο‐ νίων διορίζεσθαι. εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ δύο μόνας οἴεσθαι χρὴ νοσημάτων διαφορὰς, ἀλλὰ πάνυ πολλὰς, εἴ γε καὶ τεταρταῖος πυρετὸς εἰς ἐτῶν ἀριθμὸν ἐξέπεσε τοσοῦτον, ἐν ὅσαις ἡμέραις ἕτερος ἐκρίθη καί τις ἄλλη νόσος εἰς μῆνας
15ἐξικνεῖται πολλούς. αὕτη μὲν οὖν ἡ πρώτη διαφορὰ τριττὴ, τῶν μὲν ἐν ἡμέραις, τῶν δὲ ἐν μησὶν, τῶν δὲ ἐν ἔτεσιν ὅλοις κρινομένων. κατὰ μέρος δὲ πάλιν ἐν μὲν τοῖς εἰς μῆνας ἐκ‐
πίπτουσι νοσήμασιν οὐχ ὅμοιον δήπουθέν ἐστι δυοῖν μη‐881

9

.

882

νῶν γενέσθαι τὴν λύσιν ἢ ἑπτά. οὕτω δὲ κᾀπειδὰν ἡμερῶν, ἢ ἐτῶν ἀριθμῷ λύεται τὰ νοσήματα, παμπόλλη διαφορά. τί γὰρ ὅμοιον ἢ τριταῖον, ἢ εἰκοσταῖον κριθῆναι, τί δ’ ὅμοιον εἰκοσταῖον, ἢ μʹ; εἰ μὲν δὴ τὴν φυσικὴν αὐτῶν ἐθέλεις
5ἐξευρίσκειν διαφορὰν, ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι, τοσαύτας ἀναγκαῖον ἔσται σοι ποιεῖσθαι καὶ τὰς νόσους. ἑτέρας μὲν οὖν φύσεως ὑποθεμένῳ, ὥσπερ οὖν δὴ καὶ ἔστιν ἑτέρας τὸ μὴ δυνάμενον ὑπερβαλεῖν τὴν πρώτην τετράδα, ἑτέρας δὲ τὸ τὴν ζʹ μὴ ὑπερβαῖνον, οὕτω δὲ καὶ τῆς
10ιαʹ καὶ τῆς ιδʹ καὶ τῆς ιζʹ καὶ τῆς κʹ ἁπασῶν τε τῶν ἐφεξῆς κρισίμων ἴδιον ἑκάστης ἡγήσασθαι νόσημα. Πρὸς μέντοι τὴν διδασκαλίαν ἄμεινον ἐν μείζοσιν ὅροις αὐτὰ περιλαμβάνειν, ὅπως μὴ πάμπολλα γί‐ νοιντο· μὴ μέντοι μηδὲ πάλιν οὕτω μακροῖς ὡς ἐφεξῆς ἀλλή‐
15λων τάττειν τὰ πάμπολυ διαφέροντα, ὅθεν οὐδὲ τοὺς δύο τὰ πάντα τῶν νοσημάτων εἴδη τιθεμένους, εἶτ’ ἄτμητον αὐ‐
τῶν ἑκάτερον φυλάττοντας ἐπαινῶν, οὔτε τοὺς τοσαύτην εἶ‐882

9

.

883

ναι λέγοντας ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίο‐ δοι. τίς ἂν οὖν ἡ ἀρίστη διδασκαλία γίνοιτο καὶ μάλιστα τῇ χρείᾳ τῆς τέχνης ἐπιτήδειος; εἴ τις τῶν σοφιστῶν ἰατρῶν ἐπι‐ χειρήσειεν ἰατρεύειν ἐπιμελῶς, ἐάσας τὸν ὑψηλὸν ἐκεῖνον θρό‐
5νον ἐφ’ οὗ καθεζόμενος ὥσπερ τις μέγας βασιλεὺς ἐπιτρίβει τὰ μειράκια, τοῦτον εὖ οἶδ’ ὅτι πρὸς αὐτοῦ τοῦ πράγματος ἐκδιδαχθήσεται τὸ χρήσιμον. ὥσπερ οὖν καὶ ὁ πάντα θαυμα‐ στὸς Ἱπποκράτης ἀπὸ τῶν ἐναργῶν αὐτῶν ὁρμώμενος ποτὲ μὲν οὕτω γράφει· ὅκου μὲν κάτοξυ τὸ νόσημα, αὐτίκα
10καὶ τοὺς ἐσχάτους ἔχει πόνους καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαί‐ τῃ ἀναγκαῖον χρέεσθαι· ποτὲ δ’ οὕτω· τὰ ὀξέα τῶν νοσημά‐ των κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν. εἶτ’ αὖθις· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὰς κʹ ἐκ προσθέσιος ἀφικνέονται. εἶτ’ αὖθις δὲ πάλιν εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην
15δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν μʹ ἡμέρῃσι κρίνεται. καὶ μὲν δὴ καὶ τῆς ξʹ καὶ τῆς πʹ καὶ τῆς ρκʹ αὖθις μέμνηται καὶ ταύ‐
τας πάλιν καταλιπὼν τὰς μὲν θερινὰς νόσους χειμῶνος λύε‐883

9

.

884

σθαί φησι, τὰς δὲ χειμερινὰς θέρους. λέγει δὲ καὶ οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται μὲν ἐν μʹ ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν αὗται πᾶσαι πρός τε διδασκαλίαν ἅμα σαφῆ
5καὶ πρὸς τὴν τῶν ἀῤῥώστων χρείαν ἱκανῶς ὠφέλιμοι διαφο‐ ραί. καὶ γὰρ οὖν καὶ τὸ τῆς διαίτης εἶδος ἕτερος ἐφ’ ἑκάστης ἐστίν. γνοίης δ’ ἂν μάλιστα τὸν αὐτὸν ἄῤῥωστον ἐν ἁπά‐ σαις αὐταῖς ἐξ ὑποθέσεως ὑποβαλὼν τῷ λόγῳ. νεανίσκος δή τις ἰσχυρὸς ἑαλωκέτω νοσήματι κατὰ τὴν πρώτην τετράδα
10κριθήσεσθαι μέλλοντι, τὸν ἀφορισμὸν ἐπὶ τούτου μάλιστα προχειρισάμενος ἐκεῖνον. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα αὐ‐ τίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι, μήτε τροφήν τινα δῷς τούτῳ μήτε μελίκρατον ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ καὶ τοῦ ὕδατος
15ὅσον οἷόν τε φείδεσθαι κέλευε. τὸν αὐτὸν τοῦτον νεανίσκον ὑποθέμενος ἑβδομαῖον κριθήσεσθαι, βραχύ τι τῆς προειρημέ‐ νης διαίτης ὑπάλλαξον, ἤτοι μελίκρατον διδοὺς ἤ τι τοιοῦτον ἕτερον πόμα τῇ φύσει τοῦ νοσήματος οἰκεῖον, ὡς Ἱπποκράτης
ἐδίδαξε. προσδιοριεῖς δὲ καὶ ταῦτα τὰ μὲν αὐτὸς ἀπό τινων884

9

.

885

σημείων, οἷον κράσεως, ἔθους καὶ ἡλικίας ἀνευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος, εἰ στόμαχον ἰσχυρὸν ἔχει μακρὰς ἀσιτίας φέρειν δυνάμενον, ἢ κακούμενον ἑτοίμως καὶ ῥᾳδίως διαλυόμενον. οὕτω δὲ καὶ τὴν ἕξιν ἐπισκοπῶν
5τἀνθρώπου τὰ μὲν αὐτὸς ἐξ ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων ἐξευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος. εἰσὶ γάρ τινες ἱκανῶς εὐδιαφόρητοι καὶ διὰ τοῦτο μακροτέρας ἀσι‐ τίας οὐ φέρουσιν, οὐδ’ ἂν ἰσχυροὶ τὴν δύναμιν ἔμπροσθεν ὦσιν. εἰ δή σοί τι τοιοῦτον ἀνερωτῶντι καὶ αὐτῷ στοχαζο‐
10μένῳ φαίνοιτο καὶ ῥᾳδίως μὲν ὁ κάμνων διαφοροῖτο, ῥᾳδίως δ’ ὁ στόμαχος αὐτοῦ πάσχοι, πτισάνης χυλὸν ἀκριβῶς διη‐ θημένον ἑκάστης ἡμέρας ὀλίγον διδόναι καὶ μνημονεύων πάλιν ἐνταῦθα τοῦ πρὸς Ἱπποκράτους εἰρημένου, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τι καὶ κεναγγείην μὴ γίνεσθαι πολλὴν, αὐτῆς
15δὲ ἑβδόμης ἐπιστάσης μηκέτι τρέφειν, ἀλλὰ πρὸ μιᾶς, ἢ πρό‐ σθεν ἔλαττον διδόναι. καὶ γὰρ οὖν καὶ περὶ τούτων ἀκριβῶς ἡμᾶς ἐδίδαξεν ὁ παλαιὸς ἐν τῷ περὶ διαίτης ὀξέων. εἰ μέντοι
τριταῖος ἢ τεταρταῖος ὁ τοιοῦτος νεανίσκος ἐλπίζοιτο κριθήσε‐885

9

.

886

σθαι, μήτε τοῦ στομάχου τὴν κάκωσιν μήτε τῆς ἕξεως τὴν κένωσιν ὑπόπτευε. πρὸς μέντοι τῷ νέος ὑπάρχειν ἅμα καὶ ἰσχυρότατος εἶναι καὶ ῥᾳδίως ἀσιτιῶν ἀνέχεσθαι μακρῶν οὗ‐ τος ὁμολογήσει καὶ δυσδιαφόρητός σοι φαίνοιτο καὶ μηδὲν εἴη
5νόσημα νοσῶν τοιοῦτον ὡς ὀξυμέλιτος ἢ μελικράτου δεῖσθαι, τελέως ἀσιτεῖσθαι τοῦτον ἐγχωρεῖ μέχρι τῆς ζʹ· εἰ δ’ εἰς τὴν γʹ ἢ δʹ τετράδα κρίσιν ἔσεσθαι προσδοκήσειεν, οὐκέτ’ ἐγχωρεῖ τὸν τοιοῦτον οὔτ’ ἐπ’ ἀσιτίας φυλάττειν οὔτ’ ἐπὶ μόνου πόματος· ὥστε οὐ σμικρά τις ἡ μεταβολὴ τῆς διαίτης, οὔκουν
10οὐδὲ τῶν νοσημάτων ἡ διαφορὰ σμικρά. Καλείσθω δὴ τὸ μὲν ἄχρι τῆς ἑβδόμης ἐκ‐ τεινόμενον κάτοξυ, τὸ δὲ καὶ περαιτέρω που προϊὸν ἁπλῶς ὀξὺ, μεμνημένων ἡμῶν καὶ τῆς ἐν τῷ κατόξει διαφορᾶς. ἀκρι‐ βῶς μὲν γὰρ κάτοξυ τὸ μέχρι τῆς τετάρτης ἡμέρας, οὐκ ἀκρι‐
15βῶς δὲ τὸ μέχρι τῆς ἑβδόμης ἐκτεινόμενον. οὕτω δὲ καὶ τῶν ὀξέων ἀκριβῶς μὲν ὀξὺ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης, οὐκ
ἀκριβῶς δὲ τὸ μέχρι τῆς εἰκοστῆς, ὀξὺ μέντοι καὶ αὐτό. γένος886

9

.

887

δ’ ἄλλο νοσημάτων ἐπὶ τῷδε ἐκ μεταπτώσεως ὀξὺ μέχρι τῆς τεσσαρακοστῆς. καλεῖν γὰρ ἄμεινον οὕτως αὐτὸ, διότι τῶν ὀξέων τινὸς ἐλλιπῶς κριθέντος ἐντὸς τῆς εἰκοστῆς ἡμέρας, εἶτα θραυσθείσης τῆς σφοδρότητος, τὸ καταλειπόμενον ἐντὸς
5τῆς τεσσαρακοστῆς εἴωθε λύεσθαι. ἔνια δ’ εὐθὺς ἐξ ἀρχῆς οἷον κωλυόμενά τε καὶ βραδέως κινούμενα καὶ μηδεμίαν ἀθρόαν ἐν τῷ μεταξὺ ποιησάμενα μεταβολὴν εἰς τὴν τεσσαρακοστὴν ἐκτείνεται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ εἰς ἀπυρεξίαν ἀκριβῆ τὰς παρακμὰς τῶν παροξυσμῶν ἔχει τελευτώσας, ἢ
10συνεχὴς ὁ πυρετὸς ἀεὶ διαμένει. τὰ μὲν δὴ τοιαῦτα τῆς τῶν ὀξέων φύσεως ἔχεσθαι δοκεῖ, τὰ δὲ ἕτερα σαφῶς ἐστιν ἤδη χρόνια. πολλαχῇ μὲν δὴ καὶ ἄλλοθι τὸν Ἀρχιγένην δίκαιον ἐπαινεῖν, οὐχ ἥκιστα δὲ καὶ ταύτην ἄν τις γνωρίσειεν αὐτοῦ τὴν περὶ τὰ τῆς τέχνης ἔργα σπουδὴν, ὅτι μὴ τοῖς χρόνοις μό‐
15νοις ψιλοῖς, ἀλλὰ καὶ τῇ κινήσει τε καὶ φύσει μᾶλλον ὀξὺ ἢ κάτοξυ προσαγορεύει νόσημα. τὸ γὰρ ἀργῶς τε καὶ βραδέως καὶ μετὰ διαλειμμάτων ἀπυρέτων ἕως τῆς μὲν τεσσαρακοστῆς
ἐκτεινόμενον οὐκ ἄν τις εὖ φρονῶν ἔτι καλέσειεν ὀξὺ, φησί.887

9

.

888

καὶ γὰρ εἰ θᾶττον τῆς μʹ παύοιτο τοιοῦτον ὑπάρχον, ἤδη χρόνιόν ἐστιν. ἕτερα δὲ νοσήματα βραχυχρόνια μὲν ὀνομάζει, δίκαιον δ’ εἶναί φησι μήτ’ ὀξέα μήτε χρόνια προσαγορεύε‐ σθαι, καθάπερ τοὺς μικροὺς τούτους καὶ ἀκινδύνους
5πυρετούς. οὗτοι γὰρ ὅτι μὲν οὐκ εἰσὶ χρόνιοι πρόδηλον, ἀπο‐ κεχωρήκασι μέντοι τῆς τῶν ὀξέων φύσεως. ὀξὺ γὰρ δὴ τοῦτ’ εἶναί φησιν ὃ ᾖ διὰ ταχέων κινδυνῶδες. ὁρᾷς οὖν ὅτι καὶ λύ‐ σεως ἐνίοτε τὴν αὐτὴν ἐχούσης προθεσμίαν ἢ ὀξὺ τὸ νόσημα καλέσομεν ἢ οὐκ ὀξύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνίοτε τὸ
10μὲν ὀξὺ, τὸ δὲ χρόνιον, αὐτῇ τῇ κινήσει μόνῃ διορίζοντες. οἶδα γοῦν πολλοὺς ἕως τῆς τεσσαρακοστῆς ἡμέρας ἐν συνεχεῖ πυρε‐ τῷ γινομένους, οὕτω δὲ καλῶ δηλονότι τὸν μὴ παυόμενον εἰς ἀπυρεξίαν, ὥσθ’ ὅτι μὲν οὐκ ἦν χρόνιος ἡ τοιαύτη νόσος ἔχειν εἰπεῖν, οὐ μὴν οὐδ’ ἁπλῶς γ’ ὀξεῖαν αὐτὴν ὀνομάζειν εὔ‐
15λογον. ἀλλὰ γὰρ ἐπειδὴ τά τ’ ἐκ μεταπτώσεως ὀξέα τῆς ἀκρι‐ βοῦς λύσεως ὅρον ἔχει τὸν ἐξωτάτω τὴν τεσσαρακοστὴν ἡμέ‐
ραν, ἔνια δὲ διὰ παντὸς ἐν συνεχείᾳ πυρετοῦ μέχρι ταύτης888

9

.

889

ἐξετάθη· κείσθω καὶ οὕτως ὁ χρόνος ἐνίοτε μὲν ἤδη χρονίων σαφῶς νοσημάτων, τῶν ἐχόντων διάλειμμα, ὡς ἔμπροσθεν εἶ‐ πον, ἐνίοτε δ’ ὀξέων εἶναι κριτικός. οὕτως οὖν ὁ Ἱππο‐ κράτης ἔλεγεν ἐν τῷ προγνωστικῷ· εὔπνοιαν δὲ χρὴ νομίζειν
5κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται· οὐ γὰρ ἁπλῶς ὀξέων εἶπε καίτοι δυνάμενος εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ὄντων τινῶν ὀξέων, ἃ τῆς παντελοῦς λύσεως ἕνεκα
10εἰς αὐτὴν ἐκτείνεται τὴν ἡμέραν. τὰ μὲν οὖν ἁπλῶς ὀξέα τῆς τεσσαρεσκαιδεκάτης οὐκ ἂν ἐξωτέρω προβαίη μὴ κριθέντα, τὰ δὲ εἰς μʹ ἐκπίπτοντα ποτὲ μὲν αὐτὰ τοιαῦτά ἐστι, τὰ ἐντὸς τῆς τεσσαρεσκαιδεκάτης ἐλλιπῶς κριθέντα, ποτὲ δὲ ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα μὴ πάνυ τι πολλάκις γινόμενα. καὶ
15μὲν δὴ καὶ τρίτα τὰ σαφῶς ἤδη βραδέα τὰ τοῖς ὀξέσιν ἀν‐
τιδιαιρούμενα τὴν τεσσαρακοστὴν ἡμέραν ἔχει κρίσιμον. ἀλλὰ889

9

.

890

περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅλον δὲ τὸ προειρη‐ μένον γένος τῶν ἐκ μεταπτώσεως ὀξέων ὀνομαζέσθω. δέδεικται μὲν οὖν ἡμῖν καὶ δι’ ἑτέρων καὶ μάλιστα ἐν τῷ τρίτῳ τῶν περὶ δυσπνοίας ὡς ἐν τῷ προγνωστικῷ γράμματι περί τε
5τῶν ἁπλῶς ὀξέων διαλέγεται καὶ προσέτι τῶν ἐκ μεταπτώ‐ σεως ἐκείνων ἀποτελουμένων. ὅταν οὖν ἐπὶ τῇ τελευτῇ μὲν τοῦ βιβλίου καθόλου ποιούμενος τὴν ἀπόφασιν εἴποι ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τουτέων γίνε‐ ται· κατὰ μέρος δὲ περὶ μὲν ὑδρώπων ὧδέ πως οἱ δὲ ὕδρω‐
10πες οἱ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενοι πάντες κακοί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅταν περὶ τῶν ἐμπύων τε καὶ φθισικῶν ὀνομαζομένων καὶ τῶν ἐξ ἀποστήματος εἰς χρόνον ἐμπιπτόντων μακρότερος ὁ λόγος αὐτῷ γίνηται, σαφῶς δηλοῖ ὡς οὐκ ἐπελάθετο μὲν τοῦ προκειμένου, τὰ δὲ ἐκ τῶν ὀξέων
15νοσημάτων γινόμενα, κᾂν ᾖ χρόνια, διέρχεται. οὕτως οὖν κᾀ‐ κεῖνα εἴρηται· αἱ δ’ ἄλλαι ἐκπυήσιες αἱ πλεῖσται ῥήγνυνται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριακοσταῖαι, αἱ δὲ τεσσαρακοσταῖαι, αἱ δὲ πρὸς ἑξήκοντα ἡμέρας ἀφικνέονται. καὶ μὲν δὴ κᾀν τῷ
καταλόγῳ τῶν κρισίμων ἡμερῶν τῶν κατὰ τὸ προγνωστικὸν890

9

.

891

ἕως τῆς ἑξηκοστῆς ἡμέρας προέβη δεόντως. ἐπεὶ γὰρ οὐ περὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ τῶν ἐκ τούτων γινομένων ὁ λάγος ἦν αὐτῷ, προσηκόντως, οἶμαι, κᾀν ταῖς κρισίμοις αὐταῖς, κᾀν τῇ περὶ ῥήξεως τῶν ἀποστημάτων διδασκαλία
5τῆς ἑξηκοστῆς ἡμέρας ἐμνημόνευσε. ταύτην οὖν τὴν δι‐ δασκαλίαν οἱ μὴ νοήσαντες εἰκῇ καὶ μάτην ἐν τούτοις πλέκουσι ζητήματα, μάχεσθαι νομίζοντες τῷδε τῷ λόγῳ τῷ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένῳ τῷ φάσκοντι, τὰ ὀξέα τῶν νοσημάτων ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεται,
10ὥσπερ οὐκ αὐτοῦ τοῦ Ἱπποκράτους ἀκριβῶς ἐνδειξαμέ‐ νου τῷ λόγῳ τῶν ἐκ μεταπτώσεως ὀξέων τὴν φύσιν ἑτέραν τῆς τῶν ἁπλῶς ὀξέων. αὐτὸ γὰρ δὴ τοῦτ’ ἐναντίον ἐστὶν ἢ ἐκεῖνοι νομίζουσιν. εἰ μὴ γὰρ διττὴν ἠπίστατο τῶν ὀξέων τὴν φύσιν, ἑτέραν μὲν τῶν ἁπλῶς ὀξέων, ἑτέραν δὲ τῶν ἐκ με‐
15ταπτώσεως, οὐκ ἂν διωρίσατο τῇ προσθήκῃ τὴν ἀπόφασιν, ἀλλ’ ἁπλῶς εἶπεν ἂν, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι. νυνὶ δὲ ἐπειδὴ τὴν τοιαύτην λέξιν ἠπίστατο τῶν ἁπλῶς ὀξέων
ἐσομένην ἐνδεικτικὴν, οὐ μὴν ἐβούλετό γ’ οὕτως, ἀλλὰ σὺν891

9

.

892

αὐτοῖς καὶ τἄλλα περιλαβεῖν, εὐλόγως προσέθηκε πρῶτον μὲν τὸ ὁπόσα σὺν πυρετοῖς εἰσι, μηκέτι προσγράψας τοῖσι συνεχέσιν, ὅπερ ἴδιον ἦν τῶν ἁπλῶς ὀξέων· ἔπειτα δὲ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ἂν ἄλλων τινῶν ὄντων
5ὀξέων, ἃ οὐκ ἐν μʹ ἡμέρῃσι κρίνεται. πανταχόθεν οὖν αὐτῷ διώρισταί τε καὶ δέδεικται σαφῶς ἡ φύσις τῶν νοσημάτων, ὑπὲρ ὧν ὁ σύμπας ἐστὶ κατὰ τὸ προγνωστικὸν λόγος. οἱ δ’ ἐξηγηταὶ τὰ σαφῶς εἰρημένα ζητοῦσιν ἀσαφῆ ποιῆσαι. τὸ μὲν οὖν ὀνόματος προσθήκῃ λύειν ἐπιχειρεῖν ὃ πλέκουσι ζή‐
10τημα συγγνωστὸν, ἀλλὰ τοῦτο μὲν ποιήσουσιν οἱ οὕτω γρά‐ φοντες· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τινὲς δὲ καὶ μὴ προσγράφοντες ἐν τῇ ῥήσει τὸ καὶ ὁκόσα,
15συνυπακούειν δεῖ, φασὶν, ἵν’ ὁ λόγος αὐτῷ γένηται διπλοῦς, ὁ μὲν ἕτερος περὶ τῶν ὀξέων νοσημάτων, ὑπὲρ ὧν ἀπεφήνατο κατὰ τοὺς ἀφορισμοὺς, ὁ δ’ ἕτερος ὑπὲρ τῶν ἄλλων, ὅσα
σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ892

9

.

893

δὲ μηδὲ ἐν τοῖς ἀφορισμοῖς οἴεσθαι τὴν ιδʹ ἡμέραν κρίσιμον, ἀλλὰ κᾀκεῖ δεκατέσσαρας τὰς πάσας ὑπολαμβάνειν ἀποφαί‐ νεσθαι τὸν Ἱπποκράτην κρισίμους ἡμέρας ὑπάρχειν, εἶναι γὰρ τοσαύτας, εἴ τις ἀπὸ τῆς τρίτης, ἣ πρώτη πασῶν κρίνειν
5πέφυκεν, ἀριθμήσειεν ἄχρι τῆς μʹ, οὐ μικρᾶς καταγνώσεως ἄξιον. οὔτε γὰρ ὡς ἰατροὶ τοῦτο λέγουσιν οὔθ’ ὡς ἀριθμεῖν γινώσκοντες οὔθ’ ὡς ἀναγινώσκειν εἰδότες. ἰατροὶ γὰρ ὄντες ἠπίσταντό τε ἂν πρῶτον μὲν ὡς οὐδὲν τῶν ἀκριβῶς ὀξέων εἰς τὴν μʹ ἡμέραν ἀφικνεῖται μὴ προκριθέν· ἔπειτα δὲ καὶ ὡς
10οὐδὲ τεσσαρεσκαίδεκα τὸν ἀριθμόν εἰσιν αἱ μέχρι τῆς μʹ κρί‐ σιμοι. κατὰ τοῦτο δὲ οὐδὲ ἀριθμεῖν ἄν τις αὐτοὺς ἐπίστασθαι φαίη. πλείους γάρ εἰσι τῶν δεκατεσσάρων τό τε ἀληθὲς αὐτὸ καὶ τὸ φαινόμενον ἐπὶ τῶν ἔργων σκοπουμένοις καὶ μέντοι καὶ τὸ πρὸς Ἱπποκράτους ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρη‐
15μένον. ἔμπροσθεν δὲ παρέγραψα τὴν λέξιν ἐκείνην, ἐν ᾗ δι‐ δάσκει τὰς κρισίμους ἡμέρας ἁπάσας, εἴ τις ἀριθμεῖν ἐπίστα‐
ται, πλείους εὑρήσει τῶν ιδʹ μέχρι τῆς μʹ γενομένας. εἰ δὲ τὰς893

9

.

894

κατὰ τετράδα μόνας ἀριθμεῖ τις, ἴσως γὰρ ἐπὶ τούτῳ ἐξελεγ‐ χόμενοι πάλιν μεταβήσονται, ἐλάττους εἰσὶν, αἱ δὲ τῶν ιδʹ. ὅτι δ’ οὐδ’ ἀναγινώσκειν ἴσασιν οἱ τὰ τοιαῦτα λέγοντες ᾧδ’ ἂν μάλιστα γνοίης. εἰ μὲν οὖν ἐν τῷ προγνωστικῷ τὴν μʹ
5ἡμέραν κρίσιμον εἶπεν εἶναι τῶν ὀξέων, ἔπειτα ἐν τοῖς ἀφο‐ ρισμοῖς ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι ταῖς πάσαις ἔλεγεν αὐτὰ κρίνεσθαι, τότε γ’ ἐνεχώρει τι τοιοῦτον οἷον ἐκεῖνοι λέγουσιν ἐπινοεῖν. ἐπεὶ δὲ κᾀν τῷ προγνωστικῷ ἐν τεσσαράκονθ’ ἡμέ‐ ρῃσιν ἔφησιν αὐτὰ κρίνεσθαι, κᾀν τοῖς ἀφορισμοῖς ἐν τεσσα‐
10ρεσκαίδεκα, γελοιότατόν ἐστι τῆς αὐτῆς λέξεως ἄλλοτ’ ἄλλως ἀκούειν. ἀμείνους δὲ τούτων οἱ μὴ ζητοῦντες τοὺς λόγους ἀποδεῖξαι, ὁμολογοῦντες ἄλλου μὲν εἶναι τοὺς ἀφορισμοὺς ἀν‐ δρὸς, ἄλλου δὲ τὸ προγνωστικὸν, ἀλλ’ οὗτοι θαυμαστοὶ τῆς μεγαλοψυχίας. ὅτι δὲ τὸ χρήσιμον εἰς τὴν τοιαύτην δι‐
15δασκαλίαν ὁ Ἱπποκράτης ἐπισκοπούμενος ἀεὶ τὰ μὲν ἁπλῶς ὀξέα τὴν ιδʹ ἡμέραν ὅρον ὀρθῶς ἔφησεν ἔχειν, τῶν δ’ ἐκ με‐ ταπτώσεως ὀξέων τὰ μὲν τὴν μʹ, τὰ δὲ τὴν ξʹ, αὐτάρκως ἐπι‐
δέδεικται.894

9

.

895

Χρὴ δὲ εἰδέναι καθόλου περὶ τῶν τοιού‐ των ἁπάντων ὡς ὅσα ποσοῦ τινος εἰς μόρια διαιρουμένου γίνεται, ἔχει τὴν σωριτικὴν ἀπορίαν ἑπομένην. δεῖ τοιγαροῦν οὕτω τέμνειν ἐπιχειρεῖν ὡς μήτε τὰ πολὺ διαφέροντα μόρια
5συνάπτειν ἀλλήλοις, ὅπερ εἰς ὀλίγα τεμνομένου τοῦ παντὸς ποσοῦ γίνεται, μήθ’ οὕτω πολλὰ ποιεῖν ὡς τὸ τῆς διδασκα‐ λίας χρηστὸν ὑπερεκπίπτειν. ὡς οὖν ἐνδέχεται τὰ κάλλιστα διελεῖν, οὕτω μοι φαίνεται τέμνεσθαι τὰ πρὸς Ἱπποκράτους. πρῶτον μὲν γὰρ τὰ κατόξεα μέχρι τῆς ἑβδόμης ἐνδείκνυται
10προϊέναι, δι’ ὧν, ὡς ἔφην, ἐν ἀφορισμοῖς εἶπεν ἐσχάτως χρῆναι λεπτῶς διαιτᾷν αὐτά. εἶτα μετὰ ταῦτα ἐν τῷ περὶ διαίτης ὀξέων, ἄχρι τῆς ἑβδόμης τινὰς ἐν ἀσιτίᾳ φυλάττειν παντελεῖ. ἔπειτα δὲ καὶ τὴν ιδʹ τῶν ἁπλῶς ὀξέων τέλος ἔθετο, κᾄπειτα μέχρι τῆς κʹ προὔβη. αὖθις δὲ καθ’ ἑκάτερον εἶδος
15νόσου, ἄχρι τῆς μʹ, καὶ αὖθις δὲ καθ’ ἑκάτερον ἕως τῆς ξʹ, εἶτ’ αὖθις ὅρον ἔσχατον τῶν κρινουσῶν ἡμερῶν τὴν ρʹ τε καὶ
εἰκοστὴν ἐποιήσατο, τεττάρων δηλονότι μηνῶν ὑπάρχοντα895

9

.

896

χρόνον. ἑξῆς δὲ τὰ μὲν ἐν μηνῶν ἀριθμῷ κριτικῶν, τὰ δὲ ἐν ἐτῶν λύεσθαι λέγει. τὸ μὲν οὖν εἰς τὴν διδασκαλίαν χρήσιμον τοῦτ’ ἔστι. παρεμπίπτει δέ τινα λογικὰ ζητήματα παραμυθίαν ἐπιζητοῦντα, καθάπερ, οἶμαι, καὶ τόδε, τῶν ὀξέων ὁμολογου‐
5μένων εἶναι νοσημάτων, ἔνια τὴν ιδʹ ἡμέραν ὑπερβαίνοντα φαίνεται, καὶ διὰ τοῦτο καὶ Διοκλῆς οὐ τὴν ιδʹ, ἀλλὰ τὴν εἰκοστὴν ὅρον αὐτῶν ἐτίθετο, κατὰ τοῦτο μὲν ἁμαρ‐ τάνων, ὅτι μὴ τὴν κʹ μᾶλλον, ἀλλὰ τὴν καʹ ὅρον αὐτῶν ἔτι ἐτίθετο, οὐ μὴν ἐκεῖνός γε πάντως σφαλλόμενος ἐν τῷ ιδʹ
10ὑπερβαίνειν. ἴσμεν γάρ τινας τῶν ὀξέως διανοσησάντων ἑπτα‐ καιδεκαταίους τε καὶ εἰκοσταίους κριθέντας, ὥσπερ ἀμέλει καὶ παρ’ αὐτῷ τῷ Ἱπποκράτει ἐν αὐτοῖς τοῖς ἐπιδημίοις ἔστιν εὑρεῖν. πῶς οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, καὶ φαίνεταί τινα τῶν ὀξέων νοσημάτων ὑπερβαίνοντα τὴν ιδʹ ὅρον αὐτῶν, τήν‐
15δε τὴν ἡμέραν ἐν ἀφορισμοῖς ἐποιήσατο; πρόχειρον μὲν ἦν φάναι σπάνιον μὲν εἶναι τοῦτο, πλειστάκις δὲ θάτερον ἀπο‐ βαίνειν εἴωθεν. ἔστι δ’ ὅτε τὸν Ἱπποκράτην μόνον ἀποφαί‐
νεσθαι τὸ πλειστάκις ὀφθὲν, ἐν οὐδενὶ λόγῳ τὸ σπάνιον896

9

.

897

τιθέμενον. ἀλλὰ καὶ βαθυτέρας τινὸς ἔχεται γνώμης ἡ ἀπόφα‐ σις, ἄν τις αὐτὴν ἐξετάζῃ προσηκόντως. ὅσα γὰρ εἰς τὴν ιζʹ ἡμέραν, ἢ τὴν εἰκοστὴν ἐξέπεσεν ἀκριβῶς ὀξέα νοσήματα, πάντως ἤρξατο ταῦτα καθάπερ ὑποβρύχια βραδέως τε καὶ
5οἷον μεμολυσμένως κινεῖσθαι. κᾄπειτα τὰ μὲν ἐν τῇ πρώτῃ τετράδι, τὰ δὲ ἐν τῇ δευτέρᾳ τὴν τῶν ἀκριβῶς ὀξέων ἀπολαμ‐ βάνοντα κίνησιν, εἰς τὴν ιζʹ τε καὶ κʹ ἐξέπεσεν, ἐντὸς τῆς ιδʹ καὶ ταῦτα τῆς ἑαυτῶν κριθέντα. τὰ γὰρ ἐν τῇ τετράδι τῶν ἡμερῶν ἀπαρξάμενα τῆς ὀξύτητος, ἔπειτα ἑπτακαιδεκαταῖα
10κριθέντα, δῆλον ὡς οὐχ ὑπερέβη τὴν ἑαυτῶν τεσσαρεσκαι‐ δεκάτην. οἶδε δὲ τοῦτο καὶ αὐτὸς μὲν ὁ Διοκλῆς καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ παλαιοί. φρενιτικοὺς γοῦν εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας οὐ πάνυ τι γίνεσθαί φησιν. εἰ τοίνυν τις ἀρξάμενος φρενιτίζειν, ἤτοι πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ ἑπτα‐
15καιδεκαταῖος, ἢ εἰκοσταῖος κριθείη, πρόδηλον ὡς ἐν‐ τὸς τῆς ἑαυτοῦ ιδʹ ἐκρίθη. κατὰ τοῦτο δὴ καὶ μάλιστα νομίζω τὴν κʹ ἡμέραν εἰς ἀμφιβολίαν ἐμπεσεῖν, ἐπαμφοτερίζουσαν τῇ
δυνάμει τῷ πολλάκις μὲν τὰ μετὰ τὰς πρώτας ἡμέρας, ὀξέα897

9

.

898

νοσήματα γενόμενα κρίνειν, ἐνίοτε δὲ ἐπικρίνειν τὰ προκρι‐ θέντα. τῶν γὰρ ἀπὸ τῆς πρώτης ἡμέρας ὀξέων οὐδὲν εἰς ταύτην ἐμπίπτει μὴ προκριθέν. εἰ δ’ ἔν τινι τῶν ἔμπροσθεν ἡμερῶν ἐλλιπῶς κεκριμένον αὕτη τελείως ἀπαλλάξειεν, οὐκ
5ἀναιρεῖ τὸ τῶν ὀξέων νοσημάτων τὴν ιδʹ εἶναι πέρας. ὅσα δὲ κατὰ τὴν ἀρχὴν ὑποβρύχιά τε καὶ μολυνόμενα φανεῖται καὶ μετὰ ταύτην ἕως τῆς μʹ τοιαῦτα μείναντα, πάλιν ἐπιταθῇ, ταῦτα χρόνια δικαίως ἄν τις ὀνομάσειεν. ὥσπερ γε τῶν ὀξέων μὲν σαφῶς παθῶν, ἀλλ’ ἔν τινι τῶν πρὸ τῆς κʹ κριθέντων
10οὐκ ἀσφαλῶς, εἶτα διαλιπόντων, κᾄπειθ’ ὑποστρεψάντων, εἶτ’ αὖθις ὀξέων γινομένων, κᾄπειτ’ ἐν τῇ μʹ κριθέντων, δια‐ πορήσειεν ἄν τις, εἴθ’ ἁπλῶς ὀξέα καλεῖν αὐτὰ προήκει, εἴτ’ ἐκ μεταπτώσεως ὀξέα, πολὺ δὲ μᾶλλον εἰ χρόνια. ἐν μὲν δὴ τοῖς ἀμφιβόλοις τε καὶ ἀσαφέσιν οὐ χρὴ ζητεῖν ἀπόφασιν
15ἀσφαλῆ. κατὰ γὰρ τὴν τῶν πραγμάτων φύσιν ἀεὶ χρὴ γίνε‐ σθαι τὰς ἀποφάσεις ἀσφαλεῖς. ἐν οἷς δέ ἐστιν ἡ τῶν πραγμά‐ των φύσις ἀκριβῶς ἁπλῆ, σαφῆ καὶ ἁπλῆν ἐνταῦθα χρὴ ποιεῖ‐ σθαι τὴν ἀπόφασιν. ἐπεί τοι καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισ‐
μοὺς ὁ Ἱπποκράτης, ἡνίκα τὴν ιδʹ ἡμέραν ὅρον ἔθετο τῶν898

9

.

899

ὀξέων νοσημάτων, εὐθὺς καὶ τῆς ιζʹ ἐμνημόνευσε γράφων ὡδί· θεωρητὴ πάλιν ἡ ιζʹ· αὕτη γάρ ἐστι δʹ μὲν ἀπὸ τῆς ιδʹ, ζʹ δὲ ἀπὸ τῆς ιαʹ. ἐμφαίνει γὰρ κᾀνταῦθα περὶ τῆς κʹ ὡς ἂν δευτέρου τινὸς ὅρου τῶν ὀξέων. ἀλλ’ ἐπεὶ καὶ τοῦτο τὸ βι‐
5βλίον αὔταρκες ἤδη μῆκος ἔχει, καταπαύσω τῇδε τὸν ἐνεστῶτα λόγον. ὅσον δ’ ὑπόλοιπόν ἐστι τῆς περὶ κρισίμων ἡμερῶν
θεωρίας ἐν τῷ μετὰ τοῦτο σύμπαν εἰρήσεται.899

9

.

900

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ
t2ΒΙΒΛΙΟΝ Γ.
1 Ὅτῳ δὲ καὶ τὰς αἰτίας ἐσκέφθαι κάλλιον εἶναι δοκεῖ δι’ ἃς οὐκ ἐν ἁπάσαις ἡμέραις αἱ νόσοι κρίνον‐ ται, τούτῳ καὶ τάδε σύγκειται. χρὴ μέντοι καὶ τὰς ἀρχὰς τῆς εὑρέσεως τῶν κρινουσῶν ἡμερῶν αὐτῶν ὁμολογεῖσθαι,
5καθότι κᾀν τῷ πρὸ τούτου γράμματι λέλεκται. διτταὶ δ’ εἰσὶν αὗται κατὰ γένος, ὑπὸ μὲν τῆς πείρας ἐναργῶς μαρ‐ τυρούμεναι, τῷ τε μὴ πᾶσαν ἡμέραν ὁμοίως εἶναι κρίσιμον, ἰσχυροτάτην δὲ δύναμιν ὑπάρχειν ταῖς καθ’ ἑβδομάδα περιό‐
δοις, δευτέραν δὲ ταῖς κατὰ τετράδα, παρεμπίπτειν δέ τινας900

9

.

901

ἔξω τούτων. ἀλλὰ καὶ τὸ μήτε πάσας ἀλλήλων διεζεῦχθαι τὰς ἑβδομάδας, ἀλλὰ καί τινας ἐξ αὐτῶν καὶ συνάπτεσθαι, μήτε πάσας τὰς τετράδας, ἀλλὰ καὶ τούτων τὰς μὲν διαζεύ‐ γνυσθαι, τὰς δὲ καὶ συνάπτεσθαι καὶ τὸ τὰς κρίσεις γίνεσθαι
5τοὐπίπαν ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἐν περιτταῖς ἡμέραις, ἐν δ’ αὖ τοῖς χρονίοις ἐν ταῖς ἀρτίαις, ἅπαντά γε τὰ τοι‐ αῦτα περὶ ὧν ἔμπροσθεν εἴρηται, πρὸς τῆς ἐμπειρίας ἱκανῶς μαρτυρεῖται. τῷ λόγῳ δ’ ἐξιχνεύουσιν ἡμῖν τὰς τούτων αἰ‐ τίας ἐφαίνετο δύο ἀρχὰς θέσθαι χρῆναι τὰς πρώτας ἁπάν‐
10των τῶν γινομένων, ἄτακτον μὲν τὴν ἐκ τῆς ἐνταῦθ’ ὕλης ὁρμωμένην, ἐν τάξει δέ τινι καὶ κόσμῳ προϊοῦσαν ἀεὶ τὴν ἐκ τῶν κατ’ οὐρανὸν, ἅπαντα γὰρ τὰ τῇδε πρὸς ἐκείνων κοσμεῖται. καὶ δὴ καὶ νῦν ἐπὶ συναμφοτέροις, τοῖς τε ἐκ τῆς πείρας γνωσθεῖσι καὶ οἷς ὁ λόγος ὑφηγήσατο, πειρᾶσθαι χρὴ
15πάντων τῶν κατὰ τὸν λόγον, καὶ κατ’ αὐτὴν πεῖραν τῶν κατὰ τὰς κρισίμους ἡμέρας ἐξευρίσκειν τὰς αἰτίας ἐνθένδε ποθὲν ἀρχομένους.
Πάντων μὲν τῶν ἄνωθεν ἄστρων ἀπολαύο‐901

9

.

902

μεν τῆς δυνάμεως, ἀλλ’ ὁ μάλιστα κοσμῶν τὰ τῇδε καὶ ῥυθμί‐ ζων καὶ διατάττων ὁ ἥλιός ἐστιν. οὐ γὰρ δὴ ἄλλος γέ τις ἦρος καὶ θέρους, φθινοπώρου τε καὶ χειμῶνος αἴτιος, οὐδ’ ἄλλος ἐπιφανῶς οὕτως οὔτ’ ἐξ ἰλύος γηΐνης ζῶα γεννᾷν πέ‐
5φυκεν, οὔτε καρποὺς τελειοῦν, οὔτ’ εἰς ὀχείαν τε καὶ τὴν τοῦ γένους διαμονὴν ἐκκαλεῖσθαι τὰ ζῶα. μεγάλα μὲν καὶ τὰ τῆς σελήνης ἔργα περὶ τὴν ἐνταῦθα οὐσίαν, ἀλλὰ τῶν ἡλίου δεύ‐ τερα. καὶ γὰρ ἀεὶ τοὺς μῆνας αὕτη διατάττει, καὶ μάλιστ’ ἐπιφανῶς ἐν τοῖς θαλαττίοις ζώοις. ἀλλά τοι καὶ αὐτὸ τοῦτο
10δι’ ἥλιον ἔχει. νέον μὲν γὰρ αὐτῇ τὸ φῶς, ὅταν ἡλίου πρῶ‐ τον ἀπολαύει, τοσοῦτον δὲ αὐτῆς ἀεὶ πεφώτισται μέρος, ὁπόσον ὁ ἥλιος ὁρᾷ. τελέως δ’ ἐκλείπει καὶ ἀφώτιστος γίνε‐ ται τῆς γῆς ἐπισκοτούσης αὐτῇ, ὥστε ἐκ τῶν πρὸς ἥλιον ἀποστάσεων ἁπάσας ἔχει τὰς μεταβολάς. καὶ γὰρ καὶ πλή‐
15ρης ἐστὶν, ἐπειδὰν διάμετρος ᾖ, καὶ διχότομος, ἐπειδὰν τετρά‐ γωνος, καὶ ἀμφίκυρτος, ἐπειδὰν τρίγωνος, καὶ μηνοειδὴς,
ἐπειδὰν ἑξάγωνος, καὶ νέα τότε πρῶτον, ὅταν ἀπὸ συνόδου902

9

.

903

φαίνηται καὶ ἀφανὴς παντάπασιν, ἐπειδὰν ὑπ’ ἐκείνου περι‐ λάμπηται. καὶ καρποὺς οὖν παχύνει καὶ τὰ ζῶα πιαίνει καὶ τὰς τῶν καταμηνίων ταῖς γυναιξὶ προθεσμίας διαφυλάττει καὶ τὰς τῶν ἐπιλήπτων τηρεῖ περιόδους, ἐξ ὧν ἡλίου πλέον, ἢ
5ἔλαττον μεταλαμβάνει. πάντα μὲν γὰρ ἃ δρᾷν πέφυκεν, ἀμυ‐ δρὰ γίνεται, μηνοειδοῦς γενομένης αὐτῆς· ἅπαντα δὲ ἰσχυρὰ πεπληρωμένης, ὥστε καὶ τοὺς καρποὺς ἐν τῷδε πεπαί‐ νει καὶ αὐξάνει τάχιστα καὶ τὰ νεκρὰ σώματα διασήπει καὶ τοὺς ὑπὸ τὴν αὐγὴν αὐτῆς κοιμηθέντας, ἢ καὶ ἄλλως ἐπι‐
10πλέον διατρίψαντας, ὠχροὺς καὶ καρηβαρικοὺς ἀπεργάζεται. ὡς μὲν οὖν ἡλίου σελήνη τὰ πάντα δεῖται, οὕτω δ’ ἥλιος εἰς οὐδὲν τῶν μεγίστων οὔτ’ ἄλλου τινὸς ἄστρων οὔτ’ αὐτῆς τῆς σελήνης. οὐδεὶς γὰρ ὁ κωλύσων αὐτὸν οὐ θέρος δημιουργεῖν, ἡνίκα κατὰ κορυφὴν ἡμῶν ἱστῆται, οὐ κρύος
15ἐπιφέρειν, εἰ ταπεινὸς ἐπιφέρηται, οὐκ ἰσημερίας διατάττειν ἑκατέρας, εἰ συμμέτρως ᾖ λοξός· ἀλλ’ αὐτὸς μὲν οἷον βασι‐ λεύς τις μέγιστός ἐστιν, ἡ σελήνη δ’ ὕπαρχος οὐ σμικρός. ἐν
μέσῳ τε γὰρ ἐκείνου καὶ ἡμῶν τεταγμένη τὸν περίγειον εἰκό‐903

9

.

904

τως ἐπιτροπεύει τόπον, οὐ δυνάμεως ὑπεροχῇ παρὰ τοὺς ἄλ‐ λους πλανήτας, ἀλλ’ ἐγγύτητι πλεονεκτοῦσα. διὰ τοῦτο πάν‐ τως μὲν κρύος κατέχει τὸν παρ’ ἡμῖν τόπον, ἐπειδὰν ὁ ἥλιος εἰς τὰ χειμέρια τρέπηται, καὶ πάντως θάλπος, ἐπειδὰν κατὰ
5κορυφὴν ἡμῶν ᾖ πλησίον τε ταύτης φέρηται. τὰς κατὰ μέρος δ’ ἐν ἑκάστῳ τῶν μηνῶν ἡμέρας ἡ σελήνη διατάττει, σμι‐ κρᾶς μεταβολῆς ἐξουσίαν ἔχουσα. καὶ ταύτην οὐχ ἁπλῶς, ἀλλ’ ἐξ ὧν ὑφ’ ἡλίου βλέπεται. Σφοδρότεραι μὲν οὖν αἱ μεταβολαὶ κατὰ
10τὰς πρὸς ἥλιον αὐτῆς εἰσι συνόδους καὶ προσέτι τὰς πανσελή‐ νους φάσεις ὀνομαζομένας· ἐλάττους δὲ τούτων ἐν ταῖς διχο‐ τόμοις, ἀμυδραὶ δ’ ἐν ταῖς ἀμφικύρτοις τε καὶ μηνοειδέσιν. ἰσχυροτάτων μὲν γὰρ εἰς ἀλλοίωσιν τῶν ἔμπροσθεν ὄντων τῷ συνεῖναί τε καὶ καταλάμπεσθαι, φαινομένη γὰρ τέως, ἀφα‐
15νὴς νῦν ἐστιν, ἐφεξῆς δ’ ἡ διάμετρος στάσις, ὡς ἂν διο‐ ρίζουσα καὶ δίχα τέμνουσα τὰς ἐναντιωτάτας τῆς σελή‐
νης διαθέσεις, ἰσχυροτάτη τῶν ἄλλων ἐστίν. ὅτι δ’ ἐναν‐904

9

.

905

τιωτάτη διάθεσις αὔξησις μειώσει, οὐδὲν δέομαι δεικνύειν. ἐφεξῆς δὲ ταύτης τῆς συνόδου τε καὶ τῆς πανσελήνου αἱ δι‐ χότομοι εἰς δύο μέσον ἑκάτερα τέμνουσα, τὸν μὲν τῆς αὐξή‐ σεως χρόνον ἡ προτέρα, τὸν δ’ αὖ τῆς μειώσεως ἡ δευτέρα.
5πάντων δ’ ἔσχαταί τε καὶ ἀμυδρόταται τροπαὶ τοῦ περιέχον‐ τος ἡμᾶς ἀέρος ἐν ταῖς μηνοειδέσι καὶ ταῖς ἀμφικύρτοις φά‐ σεσι γίνονται, καὶ μᾶλλόν γε ἐν ταῖς ἀμφικύρτοις· οὐδεμία γὰρ ἐν αὐταῖς μεγάλη μεταβολὴ, καθάπερ ἐν ταῖς μηνοειδέσιν. ὥστε οὐδὲ Ἄρατος κακῶς αὐτῶν κατεφρόνησεν, ὡς ἂν ἀμυ‐
10δρῶν ὑπαρχουσῶν, ἐπαινεῖν τε χρὴ τοὺς γράψαντας ὑπὲρ αὐ‐ τῶν ὡς οὐδὲ τὸ σμικρότατον παραλιπόντας. ἴδιον δ’ ἐξαί‐ ρετον αἵ τ’ ἐν ταῖς πανσελήνοις τροπαὶ καὶ τούτων ἔτι μᾶλλον αἱ κατὰ τὰς συνόδους ἴσχουσιν, αἱ μὲν γὰρ ὀξυτάτας εὐθὺς ποιοῦνται τὰς μεταβολὰς, αἱ σύνοδοι δ’ ἀνωμάλους τε καὶ
15χρονίας. οὐδὲν γὰρ ἔχεις σαφῶς ἀποφῆσαι, πρὶν φανῆναι τὴν σελήνην. πολὺς δ’ οὗτος ὁ χρόνος ὁ τῆς κρύψεώς ἐστιν ὅλου σχεδὸν τοῦ ζωδίου. τὴν δ’ ἐκ τῆς αὐξήσεως εἰς τὴν μείωσιν
μεταβολὴν ἀκριβῶς διορίζει στιγμὴ, καὶ ταύτην ἡ σελήνη905

9

.

906

δῆλον ὡς ἐν ἀκαρεῖ χρόνῳ παραλλάττει. κατὰ λόγον μὲν οὖν ὀξεῖαι μὲν αἱ πανσέληνοι καὶ χρόνιαι δὲ αἱ συνοδικαὶ με‐ ταβολαί. καὶ γὰρ ὁ τῆς κρύψεως χρόνος ὅμοιος ἑαυτῷ καὶ ὁ τῆς πρώτης φάσεως ἐγγὺς κρύψεως, καὶ τῇ σμικρότητι τοῦ
5φαινομένου τῆς πανσελήνου μορίου, καὶ τῇ τῆς αὐγῆς ἀμυ‐ δρότητι, καὶ τῷ βραχυχρονίῳ τῆς ὑπεργείου φορᾶς. Ἀσφαλὴς οὖν ἡ κρίσις ἀποτελεῖται τῆς ἐν ὅλῳ τῷ μηνὶ γενησομένης καταστάσεως ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ πρώτῃ καὶ σαφὴς ἡ σελήνη καὶ χρόνον ἀξιόλο‐
10γον ὑπὲρ γῆς ἤδη φαίνεται καὶ φῶς αἰσθητὸν ἀποπέμπει καὶ σκιὰν ἐναργῶς δείκνυσιν. ἡ πρώτη δ’ ἡμέρα μέχρι τοσούτου τὴν σελήνην ὑπὲρ γῆς ἔχει φερομένην, μέχρις ἂν ἔτι καὶ τὸ τοῦ ἡλίου φῶς ἐπέχῃ τὸ μετὰ τὴν δύσιν, ὥστ’ ἐν ταύτῃ μὲν τῷ τοῦ ἡλίου συγκαταδύεται φωτὶ, πολλάκις δὲ καὶ προ‐
15καταδύεται. πρῶτον δὲ σαφὴς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν φαί‐ νεται, καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον. καὶ τοῦτο δ’ αὐτῇ συμπίπτει παρὰ τὸ ποσὸν τῆς πρὸς ἥλιον ἀποστάσεως.
αὐτὸ δὲ τὸ ποσὸν τῆς ἀποστάσεως διά τε τὴν ἰδίαν τῆς906

9

.

907

σελήνης γίνεται κίνησιν, οὐ γὰρ ἴσον ἀεὶ κινεῖται, καὶ διὰ τὴν τοῦ πλάτους ἐξάλλαξιν, καὶ διὰ τὴν τῶν ζωδίων δύσιν οὐκ ἰσόχρονον οὖσαν, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν τῆς προγεγο‐ νυίας συνόδου καιρὸν, ὥστ’ οὐκ ἀεὶ μὲν εἷς ὁ χρόνος ἐστὶν ἐν
5ᾧ φαίνεται σαφῶς ἡ σελήνη. τοὐπίπαν δὲ τρεῖς ἡμέρας τὰς περὶ σύνοδον ἢ ἀόρατος γίνεται τελέως, ἐν αἷς οὔπω τὰ παρ’ ἡμῖν ἀλλοιοῦν ἱκανή. καί πως εἰς ταὐτὸν ὁ χρόνος αὐτῆς συμ‐ βαίνει τῆς τ’ οἰκείας περιόδου τῆς τ’ εἰς ἡμᾶς ἐνεργείας. ἡ μὲν γὰρ περίοδος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ἐστιν, ἐπιλαμβα‐
10νουσῶν τρίτον ἔγγιστα μέρος· ἐν τῷ τοσούτῳ γὰρ χρόνῳ τὸν τῶν ζωδίων κύκλον ἅπαντα διέρχεται· ἡ δὲ τῆς πρὸς ἡμᾶς φάσεως, ὅτι καὶ ἥδε πρὸς τὸν αὐτὸν ἀριθμὸν ὁμολογεῖ, σα‐ φῶς εἴσῃ, τοῦ παντὸς χρόνου μηνιαίου τὸν τῆς κρύψεως ἀφε‐ λών. ὅτι δ’ ὁ μηνιαῖος χρόνος οὐ τελέως τριάκοντά ἐστιν
15ἡμερῶν, ἀλλ’ ἥμισύ που, καὶ τούτῳ προσδεῖ μιᾶς ἡμέρας, Ἱππάρχῳ μὲν ἀποδέδεικται δι’ ἑνὸς ὅλου βιβλίου, γινώσκεται δὲ ἤδη καὶ τοῖς ἰδιώταις σχεδὸν ἅπασιν ὡς τῶν μηνῶν ὁ
μὲν ἕτερος ὁ κυλλὸς ὑπ’ αὐτῶν ὀνομαζόμενος ἐννέα καὶ κʹ907

9

.

908

ἡμερῶν ἐστιν, ὁ δ’ ἕτερος ὁ πλήρης τριάκοντα. χρὴ γὰρ ἀμ‐ φοτέρων ἐννέα καὶ πεντήκοντα γίνεσθαι τὰς πάσας, εἴπερ ὅλως ἐστὶν ἑκάτερος ἡμίσους ἀποδέων τριάκοντα. Ὥσπερ οὖν τὸν ὅλον ἐνιαυτὸν ὁ ἥλιος, οὕ‐
5τως ἡ σελήνη διατάττει τὸν μῆνα, καθ’ ἑβδομάδας τῆς ἀλλοι‐ ώσεως ἐν αὐτῇ γιγνομένης. ἀπό τε γὰρ τῆς πρώτης φάσεως ἐπὶ τὴν διχότομον, ἀπό τε ταύτης ἐπὶ τὴν πανσέληνον ἑκά‐ τερος μὲν ὁ χρόνος ἡμερῶν ἐστιν ἑπτὰ, συναμφότερα δὲ τεσ‐ σαρεσκαίδεκα. κατὰ ταὐτὰ δὲ κᾂν εἰ μετὰ τὴν διχοτομηνιαίαν
10ἕως τῆς δευτέρας διχοτόμου συναριθμήσῃς, ἑπτὰ καὶ ταύτας εὑρήσεις τὰς ἡμέρας, καὶ τὰς λοιπὰς δὲ τὰς μέχρι τοῦ παντε‐ λῶς ἀφανισθῆναι τὴν σελήνην ἑπτά. τὸ δ’ ὅτι μεταβάλλει μεγάλας μεταβολὰς ὁ περιέχων ἡμᾶς ἀὴρ ἔν τε τῷ πρώ‐ τως κρύπτεσθαι καὶ πάλιν αὖ πρώτως φαίνεσθαι τὴν
15σελήνην, οὔτ’ ἄλλος τις τῶν ἀνθρώπων ἀγνοεῖ καὶ μάλιστα πάντων οἷσπερ δὴ καὶ μάλιστα μέλει τούτων, γεωρ‐ γοῖς τε καὶ ναύταις, καὶ στάσιν γε καλοῦσι τηνικαῦτα τοῦ
ἀέρος, ἐπειδὰν ἡ σελήνῃ πρώτως φανεῖσα κατά τινα τῶν908

9

.

909

ἀνέμων ἱστῆται. λέγει γοῦν που καὶ ὁ Ἄρατος ἀληθέστατα λέγων, ἀπὸ τῆς πρῶτον ἀπὸ συνόδου φανείσης σελήνης· Εἰ δέ κεν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι, Δειδέχθαι Βορέω, ὅτε δ’ ὑπτιά εἰσι, Νότοιο.
5 Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλην περὶ κύκλος ἑλίσσῃ, Πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη. καὶ μὲν δὴ καὶ ταῦτα λέγει κατὰ τὴν αὐτὴν βίβλον· Σήματα δ’ οὔτ’ ἄρα πᾶσιν ἐπ’ ἤμασι πάντα τέτυκται. Ἀλλ’ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέληται,
10 Μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ’ αὐτὴν Σημαίνει διχόμηνον. ἀτὰρ πάλιν ἐκ διχομήνης Ἐς διχάδα φθιμένην. ἔχεται δέ οἱ αὐτίκα τετρὰς, Μηνὸς ἀποιχομένου, τῇ δὲ τετάρτῃ ἀπιόντος. οὐκ εἰς ἅπαντά φησι τὸν ἐξ ἀρχῆς χρόνον ἐξαρκεῖν τὰ σημεῖα
15τῆς πρώτης φάσεως, μεταβολὰς δέ τινας φέρειν τάς τε909

9

.

910

διχοτόμους καὶ παυσελήνους. ἅπασα δ’ ὀξύῤῥοπος μεταβολὴ κρίσις ὀνομάζεται. καὶ τήν γε σύστασιν ἐπὶ τῆς μηνοειδοῦς σε‐ λήνης μάλιστα λέγουσιν, ἐφεξῆς μεταφέρουσιν ἐπὶ τὴν πανσέ‐ ληνον, ὡσαύτως ὀνομάζοντες. ἰσχυρὰς ἂν γὰρ καὶ ἥδε δυνάμεις
5ἔχῃ, ταύτης δ’ ἀσθενέστεραι μὲν, ἀλλὰ κρίνουσαι μὲν καὶ αὗται τὸ περιέχον αἱ διχότομοι στάσεις εἰσὶν, ὥσθ’ ὅτι μὲν ὁ μὴν ὑπὸ σελήνης ἀλλοιοῦται καθ’ ἑβδομάδας ἤδη πρόδηλον· ὅτι δὲ καὶ τὰ ἄλλα σύμπαντα πράγματα, τοῦτο μὲν οὐκέτι ὁμοίως ἅπασι γνώριμον, ἀλλὰ καὶ τοῖς τὰ τοιαῦτα παραφυλάξασιν
10ἐπιμελῶς ὁμολογεῖται· καὶ ἡ μετὰ τὴν σύλληψιν τοῦ σπέρματος ἅπασα κύησις, οὐδὲν δ’ ἧττον αὐτῆς καὶ ἡ μετὰ τὴν ἀποκύη‐ σιν αὔξησις, ἅπασά τε πράξεως ἀρχὴ τὰς μεγάλας ἀλλοιώσεις εἰς ἑβδομαδικὰς ἴσχει περιόδους. ὅσα γὰρ ἐφήμερα συμπίπτει πᾶσι τοῖς οὖσι, τούτων ἡ σελήνη τετήρηται τὴν αἰτίαν ἔχειν,
15καὶ μάλιστα ἀλλοιοῦσα αὐτὰ κατὰ τὰς τετραγώνους καὶ δια‐ μέτρους στάσεις. εἰ γὰρ ἐν ταύρῳ τῆς σελήνης οὔσης ἐγένετο σύλληψις τοῦ σπέρματος, ἢ ἀποκύησις, ἤ τινος ὅλως ἀρχὴ
πράγματος, ἐπειδὰν ἐν λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ περι‐910

9

.

911

ερχομένη τοῦ ζωδιακοῦ γίνηται, τὰς μεγάλας αὐτοῦ ποιήσεται μεταβολάς. ἀλλ’ ἡ μὲν ἐν τῷ λέοντι τετράγωνος στάσις ἑβδο‐ μάδος ἐστὶ μιᾶς· ἡ δὲ διάμετρος ἡ ἐν τῷ σκορπίῳ δυοῖν. οὕτω δὲ καὶ ἡ κατὰ τὸν ὑδροχόον, ἡ δευτέρα τετράγωνος στάσις
5εἰς τὴν τρίτην ἑβδομάδα προήκει καὶ τοῦτ’ ἐξ ἀνάγκης γίνεται διὰ τὸ τὴν σελήνην, ὡς εἴρηται καὶ πρόσθεν, ὅλον τὸν ζωδια‐ κὸν ἑπτὰ καὶ εἴκοσιν ἡμέραις διεξέρχεσθαι, μετά τινος ἐπικει‐ μένου μορίου, τρίτου μάλιστα μιᾶς ἡμέρας. εἰ γὰρ δεῖ τὸν ὅλον κύκλον ἐν τοσούτῳ χρόνῳ διέρχεσθαι, πρόδηλον ὡς τὸ
10τέταρτον αὐτοῦ μέρος ὀλίγου δεῖν ἐν ἡμέραις ζʹ διανύσει. τού‐ του μὲν οὖν καὶ πάνυ χρὴ μεμνῆσθαι πρὸς τὰ μέλλοντα, τοῦ μὴ τελείας ἡμέρας ζʹ περιγράφεσθαι τὴν εἰς τὸ τετράγωνον τῆς σελήνης μετάστασιν. Ἐκεῖνο δ’ αὖθις ἀναληπτέον, ὅπερ καὶ
15ἡμεῖς παραφυλάξαντες ἀληθέστατον εὕρομεν ἀεὶ τὸ πρὸς τῶν Αἰγυπτίων ἀστρονόμων εὑρημένον, ὡς ἡ σελήνη τὰς ἡμέρας ὁποῖαί τινες ἔσονται δηλοῦν πέφυκεν οὐ τοῖς νοσοῦσι μόνον,
ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν. εἰ μὲν γὰρ πρὸς τοὺς εὐκράτους911

9

.

912

ἵσταιτο τῶν πλανητῶν, οὓς δὴ καὶ ἀγαθοποιοὺς ὀνομάζουσιν, ἀγαθὰς ἀπεργάζεσθαι τὰς ἡμέρας· εἰ δὲ πρὸς τοὺς δυσ‐ κράτους, ἀνιαράς. ἔστω γὰρ ἀποκυϊσκομένου τινὸς ἐν μὲν τῷ κριῷ τοὺς ἀγαθοποιοὺς, ἐν δὲ τῷ ταύρῳ τοὺς κακοποιοὺς
5εἶναι, πάντως οὗτος ὁ ἄνθρωπος, ἐπειδὰν μὲν ἐν κριῷ καὶ καρκίνῳ καὶ ζυγῷ καὶ αἰγοκέρωτι γένηται ἡ σελήνη, καλῶς ἀπαλλάσσει. ἐπειδὰν δ’ ἤτοι τὸν ταῦρον αὐτὸν, ἤ τι τῶν τε‐ τραγώνων, ἢ τὸ διάμετρον αὐτοῦ ζώδιον ἐπέχῃ, κακῶς τηνι‐ καῦτα καὶ ἀνιαρῶς διάγει. καὶ δὴ καὶ νοσημάτων ἀρχαὶ τῷδε
10κάκισται μὲν ἐν ταύρῳ καὶ λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ τῆς σελήνης οὔσης, ἀκίνδυνον δὲ καὶ σωτήριον τὸν κριὸν καὶ τὸν καρκίνον καὶ τὸν ζυγὸν καὶ τὸν αἰγόκερων διερχομένης, καὶ τὰς ἀλλοιώσεις τὰς μεγάλας ἃς ἐν τοῖς τετραγώνοις τε καὶ διαμέτροις ἔφαμεν γίγνεσθαι καθ’ ἑβδομάδα, ἐν μὲν τοῖς ὀλε‐
15θρίοις νοσήμασιν ὀλεθρίας καὶ αὐτὰς, ἐν δ’ αὖ τοῖς περιεστη‐ κόσιν ἀγαθὰς ἀνάγκη γίνεσθαι. καὶ διὰ τοῦθ’ Ἱπποκράτης μέμφεται μάλιστα τὰς ἐν ταῖς κρινούσαις ἡμέραις ἀλλοιώσεις ἐπὶ τὸ χεῖρον. ὀλεθρίου γὰρ νοσήματος σύμπτωμα, καθάπερ,
οἶμαι, τοὐναντίον ἐπιεικοῦς. εἰ δέ τις καὶ αὐτοῦ τούτου ζη‐912

9

.

913

τεῖ τὴν αἰτίαν, τοῦ τὸ μέγιστον δύνασθαι τὰς τετραγώνους τε καὶ διαμέτρους στάσεις, ἐπὶ πλεῖστον ἀποχωρεῖ τοῦ προκει‐ μένου. πρόκειται γὰρ νυνὶ οὐ τὰς πρώτας αἰτίας ἁπάντων τῶν κατ’ ἀστρονομίαν ζητεῖν, ἀλλὰ τὰς εἰς τὰ παρόντα χρησίμους.
5χρήσιμοι δ’ εἰσὶν αἰτίαι τῆς ἑβδομάδος ἐξηγούμεναι φύσιν. πάλιν οὖν αὐτὰς ἀναλάβωμεν ἐπὶ κεφαλαίων. αἱ τῆς σελήνης τετράγωνοί τε καὶ διάμετροι στάσεις ἐπὶ μὲν ἀγαθαῖς ταῖς ἀρχαῖς ἀγαθὰς ποιοῦσι τὰς ἀλλοιώσεις, ἐπὶ δὲ μοχθηραῖς μοχθηράς. καὶ τοῦτο πρὸς τῷ τοῖς ἀστρονόμοις ὁμολογεῖσθαι
10πάρεστιν, εἰ βούλει, καί σοι παραφυλάξασθαι. εἰ δὲ μήτ’ αὐτὸς παρατηρεῖν ἐθέλεις τὰ τοιαῦτα μήτε τοῖς τηρήσασι πιστεύεις, τῶν νῦν ἐπιπολαζόντων τις εἶ σοφιστῶν· οἳ λόγῳ κατασκευά‐ ζειν ἡμᾶς ἀξιοῦσι τὰ σαφῶς φαινόμενα, δέον αὐτὸ τοὐναντίον ἐκ τῶν ἐναργῶς φαινομένων ὁρμωμένους ὑπὲρ τῶν ἀδήλων
15συλλογίζεσθαι. πρὸς τὴν ἰδίαν οὖν ἀρχὴν ἅπαν πρᾶγμα τὰς ἐφεξῆς περιόδους ἁπάσας ὁμολογούσας ἔχει.
Περίοδοι δ’ εἰσὶν αἱ μὲν δι’ ἡμερῶν ἀριθ‐913

9

.

914

μοῦ τινος, αἱ δὲ διὰ μηνῶν. αἱ μὲν δὴ διὰ τῶν ἡμερῶν ἑβδο‐ ματικαί εἰσι καὶ πρὸς τὴν σελήνην ἀνήκουσιν, αἱ δὲ διὰ μηνῶν εἰς ἥλιον ἀναφέρονται τόνδε τὸν τρόπον γιγνόμεναι. πάλιν γὰρ ἀπὸ τῶν Ἱπποκράτους ἀρκτέον ῥήσεων, τὰς μὲν θερινὰς
5νόσους ἐν χειμῶνι λέγοντος λύεσθαι, τὰς δὲ χειμερινὰς ἐν θέ‐ ρει. αὕτη μέν σοι προθεσμία κρίσεών ἐστι χρονίων τε καὶ ὡς ἂν εἴποι τις ἐνιαυσιαίων νοσημάτων, οἷά περ ἐν τοῖς ὀξέσιν ἡ τῆς ιδʹ. ὁ γὰρ μέχρι τῆς πανσελήνου χρόνος, ἥμισυς ὑπάρ‐ χων ὅλης τῆς σεληνιακῆς περιόδου, τὸν αὐτὸν ἔχει λόγον τῷ
10μέχρι θέρους ἐκ χειμῶνος διαστήματι. καὶ μὲν δὴ καὶ ὁ ἀπὸ τῆς παυσελήνου μέχρι τῆς κρύψεως χρόνος ἀνάλογός ἐστι τῷ μέχρι χειμῶνος ἐκ θέρους διαστήματι. τούτων δ’ ἑκατέρου διχῇ τμηθέντος, ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἡ ἑβδομάς ἐστιν, ἐν δ’ αὖ τοῖς χρονίοις αἱ τῶν ἐπιφανεστάτων ἄστρων εἰσὶν
15ἐπισημασίαι, καθ’ ἃς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ φθινόπω‐ ρον ἀφορίζονται. οὐ γὰρ δὴ ἴσων γε ἡμερῶν ἀριθμῷ διῄρηται ταῦτα κατ’ οὐδένα τῶν ἀστρονόμων, ἀλλὰ ταῖς τοῦ περιέ‐
χοντος ἡμᾶς ἀέρος μεταβολαῖς ἐπισήμοις οἰακίζεται. καί σοι914

9

.

915

πάλιν ἑτέρῳ λόγῳ. καθάπερ ἡ ἑβδομὰς ὀξέων νοσημάτων κρι‐ τικὴ, τὸν αὐτὸν τρόπον ὥρας ἐνιαυσιαίου μεταβολὴ χρονίων ἔσται νοσημάτων λυτικὴ, ἵνα τὴν μὲν ἐν χειμῶνι συ‐ στᾶσαν νόσον ἔαρ λύσῃ, τὴν δ’ ἐν ἦρι θέρος, ὡσαύτως δὲ καὶ
5τὴν μὲν ἐν θέρει φθινόπωρον, τὴν δ’ ἐν ἐκείνῳ χειμών. ἐν δὲ ταῖς ἐν τῷ μηνὶ τετράσιν ἀνάλογον αἱ τῶν ὡρῶν εἰσιν ἑκάστης διχῇ τμηθείσης μοίρας. καὶ λέγεταί γε πρὸς τῶν ἀστρονόμων ὥσπερ ἀρχή τις εἶναι καὶ τελευτὴ τῶν ὡρῶν ἑκά‐ στης ἐπιτολαῖς, ἢ δύσεσιν ἄστρων ἐπιφανῶν ὁριζομένη, κατὰ
10τὸν αὐτὸν τρόπον καὶ μεσότης ἑτέρου πάλιν ἄστρου φάσει διωρισμένη. τὰς οὖν τῶν νοσημάτων ἐν μέρει μεταβολὰς ἁπά‐ σας ἢ ὡς πρὸς τὴν ἰδίαν ἀρχὴν αὐτῶν, ἢ ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἀνάγκη γίγνεσθαι. τῶν μὲν οὖν πρὸς τὴν ἰδίαν ἀρχὴν ἐξηγεῖσθαι τὴν σελήνην, τῶν δ’ ὡς
15πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἐν ὅλῳ μὲν τῷ ἐνιαυτῷ τὸν ἥλιον, ἐν ἑκάστῳ δὲ τῶν μηνῶν τὴν σελήνην. ἐκ δὲ
τούτων συμβαίνει τὰς μὲν ἰσχυροτάτας μεταβολὰς εἶναι τὰς915

9

.

916

ἰδίας ἑκάστῳ καθ’ ἑβδομάδα δηλονότι γιγνομένας, οὐ μὴν ἀλλὰ καὶ συνεπιμίγνυσθαί πως αὐταῖς τὰς ἐκ τοῦ περιέχοντος, ὥστ’ εἰκότως ἐκ τοῦ διὰ παντὸς ὡσαύτως γίνεσθαι, μεταπίπτουσιν οὕτως εἰς τὸ πλειστάκις. ἔτι δὲ μᾶλλον ἐπιταράττει τὴν τάξιν
5αὐτῶν ἥ τε βία τῶν παροξυσμῶν ἀναγκάζουσα προεκρήγνυ‐ σθαι τὰς κρίσεις, ὡς ἐφεξῆς ἐροῦμεν, ἥτ’ εἰς τοὺς νοσοῦν‐ τας πλημμέλεια πολυειδὴς γινομένη αὐτῶν παρά τε τῶν ἰα‐ τρῶν, εἴ γε χρὴ καλεῖν ἰατροὺς, οὐ λυμεῶνας τῆς τέχνης, τού‐ τους δὴ τοὺς νῦν ἐπιπολάζοντας, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ
10κάμνοντες ἁμαρτάνουσιν καὶ διὰ τὴν ὑπηρεσίαν δ’ ἐνίοτε καὶ διά τι τῶν ἔξωθεν, ὡς πρόσθεν εἴρηται. θαυμάζειν οὖν χρὴ τῶν ἑβδομαδικῶν περιόδων τὴν δύναμιν, εἰ τοσούτων αἰτίων διακοπτόντων αὐτὰς, ὅμως ἐπικρατέστεραι πολὺ τῶν ἄλλων εὑρίσκονται. κατὰ μὲν τὰς ὀξείας νόσους, αἱ παρεμπίπτουσαι
15κρίσιμοι πλείους εἰσὶν, ὅτι καὶ τὸ σῶμα πρὸς μεταβολὴν ἐπι‐ τήδειον, ἐν κινήσει τε καὶ ταραχῇ μεγάλῃ καθεστηκός· ἐν δὲ ταῖς χρονιωτέραις ὁδῷ καὶ τάξει μᾶλλον πρόεισιν ἡ τῶν ἑβδο‐
μάδων περίοδος.916

9

.

917

Ἀρκτέον οὖν αὖθις ἀπὸ τῶν ὀξέων ἁπασῶν, ἐφεξῆς τῶν κρινουσῶν ἡμερῶν τὰς αἰτίας ἐξιχνεύοντας. ἐν μὲν δὴ τῇ πρώτῃ τοὺς ἐφημέρους λύεσθαι συμβαίνει πυρετοὺς, οὐ μὴν ἤδη μετ’ ἀγῶνός τε καὶ ταραχῆς ἀξιολόγου. καίτοι νο‐
5μίζουσιν ἔνιοι καὶ Ἱπποκράτην τὰς κρινούσας ἡμέρας ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταλέγοντα καὶ τῆς πρώτης μεμνημο‐ νευκέναι, κατὰ διττὸν τρόπον ἁμαρτάνοντες. περίοδος γὰρ πρώτη καὶ οὐχ ἡμέρα πρώτη γέγραπται σαφῶς ἐν τῷ τῶν περιττῶν καὶ ἀρτίων καταλόγῳ. καθάπερ οὖν ἐν τῷ τῶν ἀρ‐
10τίων περίοδον πρώτην εἰπὼν ἐπιφέρει τὴν τετάρτην ἡμέραν, οὕτως ἐν τῷ τῶν περιττῶν τὴν τρίτην. ἔτι δὲ μᾶλλον ἀγνο‐ οῦσι τὸ κατ’ ἀρχὰς τοῦ προγνωστικοῦ γεγραμμένον ἐπὶ τοῦ νεκρώδους προσώπου, τὸ κρίνεται ἐν ἡμέρῃ καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ, μή πω γι‐
15νώσκοντες ὡς ἐπὶ τοῦ δοκιμάζεται καὶ ἀναγνωρίζεται λέλε‐ κται. τούτους μὲν οὖν ἐατέον. ἀρχὴν δὲ τῶν μετὰ σάλον τινὸς ἀλλοιουσῶν ὀξέως τὰς νόσους ἡμερῶν τὴν τρίτην ἀπὸ τῆς
ἀρχῆς θετέον, ὡς καὶ πρόσθεν εἴρηται, μηδεμίαν ἔχουσαν ἤδη917

9

.

918

πρὸς τὴν πρώτην ἑβδομάδα κοινωνίαν, ἀλλ’ ἐκ τῶν παρεμπι‐ πτουσῶν ὑπάρχουσαν. ἡ μὲν γὰρ τετρὰς ὅτι διχῇ τμη‐ θείσης τῆς ἑβδομάδος ἀποτελεῖται καὶ διὰ τοῦτο μεγάλην ἔχει δύναμιν, ἔμπροσθεν εἴρηται. κρίνουσι δ’ οὐχ ἧττον τῆς τε‐
5τάρτης ἡμέρας ἡ γʹ τε καὶ εʹ, καίτοι παρεμπίπτουσι δι’ οὐδὲν ἄλλο ἢ ὅτι μετὰ τῶν παροξυσμῶν αἱ κρίσεις γίνονται. τοῦτο γὰρ δὴ καὶ αὐτὸ πρός τε τῆς ἐμπειρίας μαρτυρεῖται καὶ τῷ λόγῳ σκοπουμένοις οὐκ ἄδηλος ἡ αἰτία. τὸ γὰρ τῆς ταραχῆς βίαιον ἀναγκάζει τὴν φύσιν ἀποτρίβεσθαι τὰ λυποῦντα καὶ
10πρὸ τοῦ καιροῦ. δύναμις μὲν γάρ ἐστιν αὐτὴ τῶν ἀλλοτρίων ἐκκριτικὴ, καθότι δέδεικται πρότερον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ὁ καιρὸς δὲ τῆς ἐνεργείας ἐπὶ τῷ τέλει τῆς ἀλλοιωτικῆς δυνάμεώς ἐστι. τότε γὰρ ἐνεργεῖν ἐδείκνυτο κατὰ φύσιν ἁπάντων ἐπιτελουμένων, ὅταν ἐκείνη παύηται,
15ἀλλ’ ἀναγκάζηταί ποτε πρὸ τῆς τελείας πέψεως ἀποτρίβεσθαι τὰ λυποῦντα, ὥσπερ ἐνίοτε συμπεπληρωμένης ἤδη τῆς πέψεως ἔτι μένει καὶ βραδύνει δι’ ἀῤῥωστίαν. ἄμφω δ’ ἔστιν αὐτὰ
θεάσασθαι σαφῶς ἐπὶ τῆς γαστρός. ἐρεθισθεῖσά τε γὰρ οὐχ918

9

.

919

ὑπομένει τὸν τῆς πέψεως χρόνον, ἀλλ’ εὐθὺς ἐκκρίνει σὺν τῷ λυποῦντι καὶ τὸ χρηστὸν, ἤδη τε πεπεμμένον αὐτάρκως ἐνί‐ οτε βραδύνει τε καὶ μέλλει τὸ περιττὸν ἐκκρῖναι δι’ ἀῤῥωστίαν. ἐν δέ γε τῷ κατὰ φύσιν ἔχειν ὁ τῆς παντελοῦς πέψεως και‐
5ρὸς ὅρος ἐστὶν αὐτῆς τῆς τῶν περιττωμάτων ἀποκρίσεως, ὃν οὔτε προελάμβανεν οὔτ’ ἔμελλεν ἔτι παρόντος, ἀλλ’ ὡς ἐπὶ τῆς γαστρὸς, οὕτω καθ’ ὅλον ἐδείκνυτο τὸ σῶμα δύναμις ὑπάρχειν ἐν ἑκάστῳ τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων, ἥτις, οἶμαι, καὶ τὰς κρίσεις ἐν ταῖς νόσοις ἀπεργάζεται, καὶ
10διὰ τοῦτο ἄρισται γίνονται κρίσεις, ὅταν ἤδη πεπεμμένα τὰ κατὰ τὸ ζῶον ὑπάρχῃ πάντα. τὸ δὲ προεκρήγνυσθαι, καὶ γὰρ οὕτως ὀνομάζειν εἴωθεν Ἱπποκράτης, αὐτὸ μοχθηρόν ἐστιν. ὁμοῦ γὰρ τοῖς λυποῦσιν ἐκκρίνεται τὰ χρηστὰ καὶ γίνεται τοῦ‐ το τῆς φύσεως ἐρεθισθείσης ἤτοι πρός τινος τῶν ἔξωθεν ἢ
15καὶ τῶν ἐν αὐτῷ τῷ σώματι ἐμπεριεχομένων. ἔξωθεν μὲν οὖν ἐστιν ὅ τ’ ἰατρὸς οὐκ ὀρθῶς τι πράξας ὅ τε κάμνων, οἵ θ’ ὑπηρέται, τά τ’ ἄλλα τὰ ἰδίως ἔξωθεν ὀνομαζόμενα, τὰ δ’ ἐν
τῷ σώματι τά τε νοσήματά ἐστιν αὐτὰ καὶ τὰ τούτων αἴτια919

9

.

920

καὶ οἱ παροξυσμοί. νόησον δή μοι τοιοῦτόν τι συμβαῖνον ἐπὶ τῆς φύσεως, οἷον ἤδη συνέπεσεν ἀνθρώποις ἀσθενέσι προ‐ πηλακισθεῖσιν ὑπό τινων ἰσχυροτέρων ἐξορμῆσαι πρὸ τοῦ δέ‐ οντος, ἀπαρασκευάστοις τε μαχομένοις ἡττηθῆναι. καὶ μὴν
5καὶ φορτίον ἀποθέσθαι τις βουλόμενος ἄκων ἐνίοτε συγκα‐ τέπεσεν αὐτῷ, καί τις σφοδρότερον θέων, εἶτ’ οὐκ ἐπισχεῖν ἑαυτὸν δυνηθεὶς, ἄκων ἠνέχθη κατὰ φάραγγος. ἅπαντα ταῦτα παραδείγματα κακῶν ἐστι κρίσεων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, εἰρήσεται δὲ καὶ νῦν ἀναγκαῖον,
10οἷόν τι καὶ τῷ προεκρήγνυσθαι βούλεται δηλοῦν ὁ Ἱπποκρά‐ της, ἐξηγήσασθαί μου προελομένου. καὶ γὰρ ἀδύνατόν ἐστι περὶ κρισίμων ἡμερῶν ἐπιχειρήσαντά τι διέρχεσθαι μὴ καὶ περὶ κρίσεως εἰπεῖν τι, ἢ καὶ περὶ κρίσεως διδάσκοντα μὴ καὶ περὶ κρισίμων ἡμερῶν διελθεῖν, ἀλλ’ ἐπανάγειν χρὴ τὸν λόγον
15ἐπὶ τὸ προκείμενον ἀεὶ καὶ τοσοῦτον ἅπτεσθαι τῶν παρακει‐ μένων ὅσον ἀναγκαῖον. ἓν δή τι τῶν ἐρεθιζόντων τὴν φύσιν
ἐστὶ καὶ οἷον προπηλακιζόντων ὁ παροξυσμὸς, οὐκ ἐπιτρέ‐920

9

.

921

πων ἡσυχάζειν οὐδὲ μένειν, ἀλλ’ ἐπεγείρων τε καὶ κινῶν καὶ ὡς ἂν εἴποι τις εἰς διαμάχην προκαλούμενος· ὅθεν ἐπὶ τῶν ὀξέων νοσημάτων ἐν περιτταῖς ἡμέραις ἡ κρίσις. οὕτω γὰρ καὶ παροξύνεται. τίς μὲν οὖν ἐστιν ἡ αἰτία δι’ ἣν ἐν
5τοῖς ὀξέσι νοσήμασι διὰ τρίτης οἱ παροξυσμοὶ γίνονται τοὐ‐ πίπαν, ἐν δὲ τοῖς γε χρονίοις ἤτοι καθ’ ἑκάστην ἡμέραν ἢ διὰ δʹ οὐκ εὐπετές ἐστιν εὑρεῖν, οὔτε νῦν ἀναγκαῖόν ἐστι ζητεῖν. ὅτι δ’ οὕτως συμβαίνει, φαίνεται καὶ πρὸς τὰ παρόντα λόγον ἀρχῆς ἔχει. θεμένων γὰρ, ὥσπερ καὶ φαί‐
10νεται, ὁ δεύτερος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρίτην ἡμέραν ἐκπεσεῖται, τρίτος δ’ εἰς τὴν πέμπτην, τέταρτος δ’ εἰς τὴν ζʹ, πέμπτος δ’ εἰς τὴν θʹ, εἰς περιττὰς δὲ σύμπαντες. ἐπεὶ τοίνυν ἡ φύσις οὐκ ἀεὶ τοῖς προσήκουσι καιροῖς ἐξορ‐ μῶσα κρίνει τὰς νόσους, ἀλλ’ ἐρεθιζομένη πολλάκις ἄλλοτε
15πρὸς ἄλλων αἰτίων, ἀφ’ ὧν ἐστι συνεχέστατα γινόμενος ἐν τοῖς ὀξέσι νοσήμασιν ὁ παροξυσμὸς, ἐδείχθη δ’ οὗτος εἰς περιττὰς ἐμπίπτων, εὐλόγως ἐν περιτταῖς αἱ πλεῖσται κρίσεις γίνονται τῶν ὀξέων νοσημάτων, οὐκ αὐτῶν τῶν ἡμερῶν
πρώτως τὴν τοῦ κρίνειν ἐχουσῶν δύναμιν, ἀεὶ γὰρ τούτῳ921

9

.

922

χρὴ προσέχειν τὸν νοῦν, ἀλλὰ κατά τι συμβεβηκὸς οὕτως ἀπαντῶντος. προείρηται δὲ, ὡς οἶμαι, σαφῶς ἤδη τὸ συμ‐ βεβηκὸς τοῦτο. διότι γὰρ ἐν παροξυσμοῖς αἱ κρίσεις τῶν νοσημάτων γίνονται τοὐπίπαν, εἰς τὰς περιττὰς δ’ ἡμέρας
5ἐμπίπτουσιν οὗτοι, διὰ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν αἱ κρίσεις ἐν περιτταῖς. εἰ δέ γε ὁ τῶν ἡμερῶν ἀριθμὸς ἦν αὐ‐ τὸς ὁ τὴν δύναμιν ἔχων τοῦ κρίνειν, οὐκ ἐχρῆν πολλάκις μὲν ἐν ταῖς περιτταῖς, ὀλιγάκις δ’ ἐν ταῖς ἀρτίαις, ἀλλὰ διὰ παντὸς μὲν ἐν ταῖς περιτταῖς, μηδέποτε δ’ ἐν ταῖς ἀρτίαις
10κρίνεσθαι τὰς ὀξείας νόσους. οὐδὲ γὰρ ὁ τῆς ζʹ ἀριθμὸς, ἢ ὁ τῆς δʹ αἴτιοι τῆς κρίσεώς εἰσιν, ἀλλ’ ὅτι τῆς σελήνης νεωτεροποιούσης καὶ μεταβαλλούσης τὰ περὶ τὴν γῆν συμβέ‐ βηκε, καὶ τὰς τῶν κινήσεων περιόδους εἰς τούτους πρώτους ἐξήκειν τοὺς ἀριθμοὺς, εἰκότως ἐν αὐταῖς αἱ προθεσμίαι τῶν
15ἀλλοιώσεων εὑρίσκονται. οὐ γὰρ ὑπὸ τῶν ἀριθμῶν, ἀλλ’ ὑπὸ τῆς σελήνης αἱ μεταβολαὶ τοῖς ἐπιγείοις. τῷ δ’ εἶναι τὸ μεταβάλλον ἐν κινήσει χρόνος ἀναγκαίως ἔζευκται ταῖς μετα‐
βολαῖς, ὥστε ἐξ ἀνάγκης καὶ ὁ ἀριθμός. οὔκουν ὅτι θῆλυς922

9

.

923

μὲν ὁ ἄρτιος ἅπας ἀριθμὸς, ἄῤῥην δ’ ὁ περιττὸς, αἱ κρίσεις τῶν ὀξέων ἐν περιτταῖς· οὔτε γὰρ ἁπλῶς ἰσχυρότερος ὁ πε‐ ριττὸς τοῦ ἀρτίου οὔτ’, εἴπερ ἰσχυρότερος, ἤδη θῆλυς ὁ ἀσθε‐ νέστερος, οὔτ’, εἰ θῆλυς μὲν οὗτος, ἄρσην δ’ ὁ ἕτερος, εὔ‐
5λογον ἐν μὲν τοῖς ἄῤῥεσιν ἀριθμοῖς τὰς ὀξείας κρίνεσθαι νό‐ σους, ἐν δὲ ταῖς θήλεσι τὰς χρονίας. ἅπαντα γὰρ ὅσα λη‐ ροῦσιν ὑπὲρ ἀριθμῶν δυνάμεως οὕτως εὐφώρατον ἔχει τὴν ἀτοπίαν, ὥστε μοί γε πολλάκις θαυμάζειν ἐπῆλθεν, εἰ οὕτως ὁ Πυθαγόρας ἐκεῖνος ἅμα τε σοφὸς ἦν ἀνὴρ ἅμα τε τοσοῦ‐
10τον ᾤετο δύνασθαι τοὺς ἀριθμούς. ἀλλ’ οὐ νῦν καιρὸς ἀντι‐ φλυαρεῖν αὐτοῖς. ἱκανὸν γὰρ εἰς τὰ παρόντα τό τε τὴν σε‐ λήνην ἀλλοιοῦν τὰ περίγεια καὶ μάλιστα μὲν καθ’ ἑβδομάδα τὰς μεγάλας ἐργάζεσθαι μεταβολὰς, ἐφεξῆς δ’ αὐτῶν κατὰ τετράδα τὰς μικρὰς, ὅτι τε παροξυσμοῦ δεῖται τοὐπίπαν ἡ
15κρίσις, ὅτι τε διὰ τρίτης ἐν τοῖς ὀξέσιν οἱ παροξυσμοί. τού‐ των γὰρ ὑποκειμένων ἀναγκαῖον ἔσται τὰς ὀξείας νόσους ἐν
περιτταῖς μᾶλλον ἡμέραις κρίνεσθαι. διὰ τοῦτο οὖν ἡ τρίτη923

9

.

924

τε καὶ ἡ εʹ κρίνουσιν εὐλόγως, οὐκ ἐκ τῆς σεληνιακῆς περιό‐ δου λαβοῦσαι τὸ κρίνειν, ἀλλ’ ἤτοι τὴν μέλλουσαν ἐν τῇ δʹ κρίσιν ἀπαντήσεσθαι τῆς τρίτης προλαβούσης τῇ βίᾳ τοῦ παροξυσμοῦ, ἢ καὶ νὴ Δία τῆς φύσεως ὑπὸ καμάτου τε ἅμα
5καὶ τοῦ μὴ βιασθῆναι κατὰ μὲν τὴν δʹ ἡμέραν ἡσυχίαν ἀγούσης, κινηθείσης δ’ ἐπὶ τὴν κρίσιν ἐν τῇ εʹ. φαίνεται γὰρ αὕτη μὲν ὀλίγον ὑστερίζειν τῆς ὄντως κρισίμου, προλαμβά‐ νειν δ’ ὀλίγον ἡ τρίτη καὶ τὸ κρίνειν ἐσχηκέναι, διότι πλη‐ σίον οὖσαι τῆς ὄντως κρισίμου τοὺς παροξυσμοὺς ἐδέξαντο.
10καὶ γὰρ οὖν καὶ ἡ θʹ τῶν ἡμερῶν ἐν τῷ μέσῳ τεταγμένη δύο κρισίμων, ἑβδόμης τε καὶ ιαʹ, ἤτοι τὴν οὐ γεγενημένην ἐπὶ τῆς ζʹ ἡμέρας κρίσιν ἢ τὴν ἐπὶ τῆς ιαʹ ἐσομένην αὐτὴ σφετερίζεται κρίσιν· σπανιώτερον μὲν τὴν τῆς ζʹ, πολλάκις δὲ τὴν τῆς ιαʹ. ἡ μὲν γὰρ ἰδία τῆς ἑβδόμης ἡμέρας κρίσις
15οὐκ ἂν εἰς τὴν θʹ ποτ’ ἀφίκοιτο μὴ πολλῶν ἁμαρτηθέντων, δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν, ἡ δὲ τῆς ιαʹ ἔμπαλιν, ὅταν ἀκριβῶς τε πάντα πραχθῇ καὶ βίαιος
ὁ τῆς ἐννάτης ἡμέρας γένηται παροξυσμός. ἀπόδειξις δ’ ἐναρ‐924

9

.

925

γεστάτη τοῦ διὰ τὰς σφοδρότητας τῶν παροξυσμῶν τὰς τοι‐ αύτας παρεμπίπτειν ἡμέρας τὸ μηκέθ’ ὁμοίως ἐπὶ προηκόν‐ των γίνεσθαι τῶν νοσημάτων· ὡς γὰρ καὶ τὰ τῆς σφοδρότη‐ τος, οὕτω καὶ τὰ τοῦ πλήθους ἐκλύεται τῶν παρεμπιπτου‐
5σῶν ἡμερῶν. οὕτω δὲ δή τι βίαιον ἔχει σφοδρότης παροξυσμοῦ πρὸς κρίσιν, ὥστ’ ἐν ἁπάσαις σχεδόν τι ταῖς ἡμέραις ἔστιν ἰδεῖν κρινόμενα τὰ κατόξεα νοσήματα· τό τε γὰρ πέρας αὐτῶν ἡ ζʹ τῶν ἡμερῶν ἐστι, κρίνειν δή που πεφυκυῖα, καὶ πρὸ ταύ‐ της οὐχ ἡ δʹ μόνον, ἀλλὰ καὶ ἡ γʹ καὶ ἡ εʹ καὶ ἡ στʹ, δέχονταί
10ποτε κρίσεις. ἐζήτηται δ’, ὡς ἐλέγετο, καὶ περὶ τῆς αʹ εἰ κρίνει. λοιπὴ τοίνυν ἡ δευτέρα βεβαίως τοῦ κρίνειν ἐκπέπτωκεν. ἔστω δ’, εἰ βούλει, καὶ ἡ αʹ, ἀλλὰ καὶ ἡ τρίτη γε καὶ δʹ καὶ εʹ καὶ στʹ καὶ ζʹ κρίνουσιν ἅπασαι. καὶ πᾶσαι αἱ μετὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐν τοῖς κατόξεσιν ἡμέραι κρίνουσαι φαίνονται
15διὰ τὴν σφοδρότητα τῶν παροξυσμῶν. καὶ γὰρ οὖν καὶ ἡ στʹ τῶν ἡμερῶν οὔτ’ ἐκ τῶν κατὰ περίοδον οὖσα κρισίμων οὔτ’ ἐν ἀριθμῷ περιττῷ, διὰ τοῦτο καὶ αὐτὴ δέχεται κρίσεις παμ‐
πόλλας, ὅτι τῆς ὑστάτης τῶν κατοξέων ἐντός ἐστιν. ἅπαντα925

9

.

926

δὲ τὰ τοιαῦτα δυοῖν θάτερον, ἢ σύνοχον ἔχει τὸν πυρετὸν, οὕτω δ’ ὀνομάζουσι τὸν ἀπὸ τῆς πρώτης συστάσεως ἄχρι τῆς κρίσεως ὁμότονον, ὡς εἴρηται, χωρὶς αἰσθητῆς παρακμῆς, ἣ εἰ καὶ σαφεῖς ἔχει τάς τε παρακμὰς καὶ τοὺς παροξυσμοὺς, οὐ
5διὰ τρίτης μόνον ἔχει σαφεῖς, ἀλλὰ κᾀν ταῖς μέσαις αὐτῶν, ὥσπερ καὶ ὁ ἡμιτριταῖος. ἡ μὲν οὖν πρώτη διαφορὰ τῶν κα‐ τοξέων οἷον εἷς τίς ἐστι παροξυσμὸς, ὥστ’ οὐδὲν ὅσον γε ἐπὶ τῷ παροξυσμῷ πλεονεκτήσουσιν αἱ περιτταὶ τῶν ἀρτίων, ὁμοίου γε τοῦ πυρετοῦ κατὰ πάσας τὰς ἡμέρας ὑπάρχοντος.
10ἡ δευτέρα δὲ κᾂν διὰ τρίτης ἔχῃ τοὺς μεγάλους παροξυσμοὺς καὶ τὰς οἷον ἀρχὰς τῶν περιόδων, ἀλλ’ ἥ γε μέση τηλικοῦτον καὶ αὐτὴ φέρει πολλάκις ἐν τοῖς κατόξεσι τὸν παροξυσμὸν, ὡς τῶν ἐν ἄλλοις τισὶ νοσήμασι μεγάλων παροξυσμῶν μηδὲν ἀπο‐ δεῖν. ὅταν οὖν ἐπείγηται μὲν ὡς ἐπὶ τὴν ἑβδόμην τὸ νόσημα
15καὶ κατὰ τὸν ἑαυτοῦ λόγον ἐν ταύτῃ κριθήσεσθαι μέλλῃ, τὸ δὲ μέγεθος τοῦ μέσου παροξυσμοῦ καταναγκάσῃ τὴν φύσιν
ἐξορμῆσαι πρὸς τὴν κρίσιν, οὐ περιμείνασαν τὸν οἰκεῖον και‐926

9

.

927

ρὸν, ἢ καί τι προσγένηται τῶν ἔξωθεν ἐρεθιζόντων αὐτὴν, οὕτως ἡ κρίσις ἐν τῇ στʹ προεκρήγνυται. αὕτη μὲν οὖν τοσούτῳ χείρων ἐστὶ τῆς ἐσομένης ἐπὶ τῆς ζʹ ὅσῳ καὶ φθάνει. χειρίστη δὲ κρίσις ἡ ἑκταία καθ’ ἕτερον γίνεται τρόπον, ὃν ἐπὶ πλέον
5μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, ἐκείνης γάρ ἐστι πραγμα‐ τείας οἰκεῖον ἀγαθὰς καὶ κακὰς διελέσθαι κρίσεις· ἐνταῦθα δὲ πρόκειται μόνον ὑπὲρ τῶν κρινουσῶν ἡμερῶν διελθεῖν. ἀλλ’ ἐπειδὴ κατέστην ἅπαξ τὰ περὶ τῆς στʹ ἡμέρας εἰπεῖν ἅπαντα, καὶ τοῦτ’ ἔτι προσθήσω διὰ κεφαλαίων. εἰσβάλλει τινὰ
10νοσήματα τὴν δευτέραν τῆς πρώτης ἔχοντα βαρυτέραν καὶ τὴν δʹ τῆς γʹ, καὶ ὅλους τοὺς παροξυσμοὺς ἐν ἀρτίοις, ὄντα μὲν, ὡς ἐν τοῖς περὶ κρίσεων ἀποδειχθήσεται, τῆς τῶν χρονίων φύσεως, φθάνοντα δ’ ὡς ὀξέα κρίνεσθαι διὰ σφοδρότητα· ταῦτα καὶ δευτεραίους μὲν ἀναιρεῖ καὶ τεταρταίους, ἑκταίους
15δὲ πλείστους. ἐπὶ μὲν γὰρ δὴ τῆς δευτέρας ἡμέρας ἰσχύει πως ἡ φύσις ἔτι, κατὰ δὲ τὴν δʹ ἰσχύει μὲν ἔτι κἀπὶ ταύτης μᾶλλον ἢ κατὰ τὴν στʹ, ἀλλ’ οὔπω διαγωνίζεσθαι τολμᾷ· κατὰ δὲ τὴν
στʹ ἡ σφοδρότης τοῦ παροξυσμοῦ πολλάκις ἐκκαλεῖται μὲν αὐ‐927

9

.

928

τὴν ἐπὶ τὸν ἀγῶνα. δυοῖν δὲ θάτερον, ἢ κατέπεσεν αὐτῇ καὶ κατεσβέσθη πρὶν ἐκκρῖναι τὰ λυποῦντα, ἢ τὸ μὲν πλεῖστον αὐτῶν ἐξέκρινε, τὸ λοιπὸν δ’ οὐκ ἔτι ἴσχυσεν, ἀλλ’ ὑπ’ ἀῤῥω‐ στίας τε καὶ καμάτου τελέως καταπίπτει καὶ κεῖται πάρετος.
5εἶτ’ εἰ μὲν ἐν τῷ μετὰ ταῦτα χρόνῳ δυνηθείη πως ἑαυτὴν ἀνα‐ κτήσασθαι, κατὰ βραχὺ πέττει τὴν νόσον· εἰ δ’ εἴη τὰ λεί‐ ψανα τῆς νόσου μείζω τοῦ κατ’ αὐτὴν τόνου, τοσοῦτον ἐπι‐ βιοῖ χρόνον ὁ τοιοῦτος ἄνθρωπος ὅσον ἐξαρκεῖν ἡ φύσις ἔτι δύναται, τεθνήξεται δὲ μετὰ ταῦτα. περὶ μὲν δὴ τῶν παρεμ‐
10πιπτουσῶν ἡμερῶν αὐτάρκως εἴρηται. Διὰ τί δ’ ἄμφω κρίνουσιν, ἥ τε εἰκοστὴ καὶ εἰκοστὴ πρώτη, πολὺ δὲ μᾶλλον ἡ εἰκοστή; πρῶτον μὲν ὅτι χρόνιον ἤδη τὸ τοιοῦτον νόσημα καὶ τοὺς παροξυσμοὺς αἱ ἀρ‐ τίαι λαμβάνουσιν, εἶθ’ ὅτι καὶ ἡ ἑβδομὰς οὐκ ἔστιν ὁλοκλή‐
15ρων ἡμερῶν ἑπτὰ, καθότι καὶ πρόσθεν εἴρηται, καὶ τοῦτο ἠπίστατο καὶ Ἱπποκράτης. εἰπὼν γὰρ ἐν τῷ προγνωστικῷ· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ προσθέσιος
ἀφικνέονται· μετὰ ταῦτα ἐπήνεγκεν· οὐ δύναται δὲ ὅλῃ‐928

9

.

929

σιν ἡμέρῃσιν οὐδὲν τούτων ἀτρεκέως ἀριθμέεσθαι. οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθ‐ μέεσθαι. ὡς οὖν ὁ ἐνιαυτὸς μὲν ἐπὶ ταῖς τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις ἐπικείμενον ἔχει μόριον ἡμέρας μεῖζον ἢ τέταρ‐
5τον, ὅ τε μὴν ἥμισυ τῆς μιᾶς ἡμέρας ἀπολείπεται τοῦ τρια‐ κονθήμερος ὑπάρχειν, οὕτως καὶ ἡ ἑβδομὰς ἕκτῳ μάλιστα μέ‐ ρει μιᾶς ἡμέρας ἀπολείπεται τὸ τέλεον ὑπάρχειν ἡμερῶν ἑπτά. συμβαίνει τοιγαροῦν οὐ μιᾶς καὶ εἴκοσιν ἡμερῶν γίνεσθαι τὰς τρεῖς ἑβδομάδας ὁλοκλήρων, ἀλλὰ ἀπολείπεσθαι σχεδὸν
10ὅλῳ τῷ ἡμίσει μέρει τῆς μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἐπαμφο‐ τερίζειν τὸν ἀριθμὸν, οὐ μᾶλλόν τι τῶν εἴκοσιν ἐγγὺς ἢ τῶν ἑνὸς καὶ εἴκοσιν ὑπάρχοντα. τῆς γὰρ ὅλης σεληνιακῆς περιόδου ἑπτὰ καὶ εἴκοσι ἡμερῶν οὔσης καὶ προσέτι τρίτου μέρους μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἑκάστης ἑβδομάδος ἑπτὰ γινομένης ἡμε‐
15ρῶν ἀπολιπουσῶν ἕκτον, αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσι καὶ ἡμισείας ἔσονται. πλησίον οὖν ὑπάρχουσαν αὐτῇ τὴν ἀκρι‐ βῇ περίοδον ἡ εἰκοστὴ σφετερίζεται τῷ χρονίζειν ἤδη τὰ τοι‐
αῦτα νοσήματα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις ἴσχειν. ὧν929

9

.

930

δ’ ἐν περιτταῖς οἱ παροξυσμοὶ, τούτων καὶ αἱ κρίσεις εἰς τὴν εἰκοστὴν πρώτην ἐμπίπτουσιν. ἐπεὶ δ’ οὐ μόνον ἡ περίοδος τῆς σελήνης, ἀλλὰ καὶ ὁ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἔχει τινὰ δύναμιν, ὡς ἐλέγομεν, αὕτη μὲν γὰρ ἡ κατὰ τὸν ζωδια‐
5κὸν περίοδος οἰκειοτάτη ἐστὶ ταῖς ἰδίαις ἀρχαῖς ἑκάστου τῶν πραγμάτων, ὁ δ’ αὖ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἀλλοιῶν τὸν περίγειον ἀέρα κοινῇ πᾶσιν ἡμῖν διαφέρει, ἐδείχθη δὲ καὶ οὗτος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ὡς ἔγγιστα δεόντως, διὰ τοῦτ’ εἰκότως ἡ ἑβδομὰς ἔτι μικροτέρα γενήσεται τῆς ἔμπρο‐
10σθεν εἰρημένης. εἴτε γὰρ ἀπὸ τῶν τριάκοντα βουληθείης ἀφελεῖν τὰς τρεῖς ἐκείνας ἡμέρας τὰς περὶ σύνοδον, ἐν αἷς ἔτ’ ἄκριτον ἦν τὸ περιέχον, εἴτ’ ἀπὸ τῶν κθʹ καὶ ἡμισείας, ὁ λοιπὸς χρόνος, ἐν ᾧ σαφὲς ἔχει φῶς ἡ σελήνη, κατὰ μὲν τὸν πρότερον ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν γενήσεται, κατὰ δὲ τὸν
15δεύτερον εἴκοσι καὶ ἓξ καὶ ἡμισείας. ἐπεὶ τοίνυν ἀλλοιώσεις ἔφαμεν γίνεσθαι τοῖς σώμασιν ἡμῶν τὰς μὲν ἰδίας, τὰς δὲ κοινὰς, ἰδίας μὲν ὡς πρὸς τὰς ἰδίας ἀρχὰς, κοινὰς δὲ
τῷ συναπολαύειν τοῦ περιέχοντος, εἰς ταὐτὸν δὲ συμβαίνειν930

9

.

931

ἑκατέρας τῆς σελήνης τὰς περιόδους καὶ βραχεῖ τινι λείπεσθαι τὰς κοινὰς τῶν ἰδίων, ἀφαιρεθήσεται δή τι καὶ κατὰ τοῦτο τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ. συνεπιμιγνυμένης γὰρ τῆς κοινῆς τῇ ἰδίᾳ καὶ οὔσης ὀλιγοχρονιωτέρας, ἀνάγκη καὶ κατὰ τοῦτο
5παραθραύεσθαί τι τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ καὶ οἷον ἐν μεθορίῳ γίγνεσθαί τινι τοῦ κοινοῦ καὶ τοῦ ἰδίου. καλῶ δ’ ἴδιον μὲν τὸν ἐκ τῆς ζωδιακῆς περιόδου γινόμενον, ἑκάστῳ γὰρ ἡμῶν αὐτὸς διαφέρει, κοινὸν δὲ τὸν ἐκ τῆς μηνιαίας, ὃν ὀλίγον ἔμπροσθεν ἔδειξα μηδ’ ὅλως ὑπάρχειν ἑπτὰ καὶ εἴκοσιν
10ἡμερῶν. ἐὰν γὰρ ἀπὸ μὲν τοῦ μηνιαίου χρόνου τοῦ ἀκριβοῦς, ὃς ἀπολείπεσθαι τῶν τριάκονθ’ ἡμερῶν ἡμίσει μάλιστα μιᾶς ἡμέρας ἐλέγετο τὰς τρεῖς ἀφέλῃς ἡμέρας τὰς περὶ σύνοδον, αἱ λοιπαὶ δηλονότι τῶν ἑπτὰ καὶ εἴκοσι ἡμερῶν ἔσονται μείους ἥμισυ τῆς μιᾶς ἡμέρας. ἀλλ’ οὗτος οὖν ὁ χρόνος ὁ διαιρούμε‐
15νος εἰς τὰς ἑβδομάδας, οὐχ ὁ σύμπας μηνιαῖος. ὥσθ’ ὁ κοινὸς χρόνος τῆς ἑβδομάδος, ὁ τὸ περιέχον ἀλλοιῶν, ἐλάττων ἔσται τοῦ καθ’ ἕκαστον ἰδίου. δύνασθαι δὲ καὶ οὗτος ἐλέγετο καὶ
διὰ τοῦτο παραθραύειν τι τοῦ χρόνου τῆς ἑτέρας ἑβδομάδος,931

9

.

932

ὥσθ’ ὁ μέσος ἀμφοῖν ὁ οἷον μικτὸς ἐξ αὐτῶν ἐπὶ πλέον ἀφαι‐ ρήσει τῆς ἑβδομάδος ἕκτου μέρους. τὸ μὲν οὖν ἀκριβὲς ἢ τῆς μίξεως ἢ τῆς ἀφαιρέσεως ὁ θεὸς οἶδεν· ὅσον δὲ ἀνθρωπίνῳ στοχασμῷ συμβάλλειν ἐγχωρεῖ, πιθανώτερόν ἐστι μέσον ἀμ‐
5φοῖν ποιῆσαι τῶν περιόδων τὸν ἐξ ἀμφοῖν κοινόν. ἐπεὶ τοίνυν ὁ μὲν τῆς φάσεώς ἐστι τῆς ἐναργοῦς καὶ δραστηρίου χρόνος εἴκοσιν ἓξ ἡμερῶν καὶ ἡμισείας, ὁ δὲ τῆς ζωδιακῆς περιόδου εἰκοστὸν καὶ ἕβδομον καὶ τρίτον, δῆλον ὡς ὁ μέσος αὐτῶν κʹ καὶ στʹ ἡμερῶν ἔσται καὶ προσέτι μάλιστα μορίου μιᾶς ἡμέρας
10ἡμίσεος τρίτον καὶ ιβʹ. συνθεὶς γὰρ ἀμφοτέρους τοὺς χρόνους, εἰ τὸ ἥμισυ λάβοις, εὑρήσεις τὸ μέσον. ἀλλ’ οὗτος ὁ χρόνος ὁ μέσος ἀπολείπεται τῶν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν δωδεκάτῳ μάλιστα μέρει μιᾶς ἡμέρας. εἰ μέντοι τέμοις αὐτὸν εἰς τέτταρα, τὸν ἀκριβῆ χρόνον εὑρήσεις τῆς ἑβδομάδος οὐχ ἕκτῳ μόνον
15μιᾶς ἡμέρας ἀπολειπόμενον, ἀλλ’ ἔτι πλέον. λαμβανέσθω γὰρ τῶν κστʹ καὶ ἡμίσεος τρίτον, ιβʹ τὸ τέταρτον μέρος, ἔσται δὲ χρόνος ἡμερῶν στʹ ἡμίσεος πέμπτον καὶ προσέτι μορίων ἄλλων
ἐπικειμένων μικροτέρων, ἅπερ ἐστὶν ἑξήκοντα πρῶτα καὶ ἑκα‐932

9

.

933

τοστὰ εἰκοστά· τὰ δεύτερα διακόσια δὴ καὶ τεσσαράκοντα. ὁ δ’ αὐτὸς χρόνος καὶ οὗτος ἂν λέγοιτο ἡμερῶν ἓξ καὶ ἡμίσεος καὶ ἕκτου καὶ εἰκοστοῦ τετάρτου καὶ τεσσαρακο‐ στοῦ ὀγδόου. ὁ δὲ τηλικοῦτος χρόνος ἀπολείπεται τοῦ
5τῶν ἑπτὰ ἡμερῶν τετάρτῳ μέρει μιᾶς ἡμέρας καὶ ἔτι πρὸς τὸν ἀκριβῆ λόγον ἑξήκοντά τε καὶ ἑκατοστὰ εἰκοστὰ καὶ σμʹ, καὶ τούτων οὕτως ἐχόντων αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσιν ἔσονται καὶ προσέτι μορίου τινὸς ἡμέρας αʹ ἕκτου, ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀκριβολο‐
10γουμένοις ὀλίγον ὑπερβάλλει τῆς εἰκοστῆς ἡμέρας ὁ τῶν τριῶν ἑβδομάδων ἀριθμὸς, καὶ ταύτης ἔσται πολὺ μᾶλ‐ λον ἢ τῆς εἰκοστῆς πρώτης οἰκεῖος. ἐμοὶ μὲν δέδεικται κατά τε τὸ ἀληθὲς αὐτὸ καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθ‐
15μεῖσθαι δύναται, τουτέστιν ἀπηκριβωμένως τε καὶ ἀπηρ‐ τυσμένως, οὔθ’ ἡ ἑβδομὰς οὔθ’ ἡ τετρὰς οὔθ’ ὁ μὴν οὔθ’
ὁ ἐνιαυτὸς, οὔτ’ ἄλλο τῶν ἁπάντων οὐδέν.933

9

.

934

Ὅστις δὲ τῇ τῶν λόγων ἀκριβείᾳ δυσχεραίνει, τοῦτον οὐδεὶς ἀναγκάζει μανθάνειν αὐτοὺς, ἀλλ’ ἀρκεῖ τὸ πρῶτον αὐτῷ τῆσδε τῆς πραγματείας ὑπόμνημα. εἰ δὲ μὴ πάνυ τις ἀργὸς εἴη, προστιθέτω μὲν καὶ τὸ δεύτερον,
5ἀπεχέσθω δὲ τοῦ τρίτου. ἡμεῖς γὰρ ταῦτα καὶ αὐτοὶ γινώσκο‐ μεν, ὀλίγοις παντελῶς γεγραφότες, οὐδὲ τούτοις γε ἑκόντες. ἀλλ’ ἴσασι γὰρ θεοὶ καὶ καλείσθωσαν μάρτυρες, ὅτι πολλὰ βιασθέντες ὑπό τινων ἑταίρων ἠναγκάσθημεν αὐτοῖς γράψαι ταῦτα.
10 Μωροί τ’ ἂν εἴημεν, εἰ δημόσιον ἄκουσμα νομίζοιμεν εἶναι λόγον τοιοῦτον. ὅτι γὰρ τοῖς πολλοῖς ἀκούειν ἥδιον ἀμήτορα μὲν τὴν μονάδα, τολμᾷν δὲ τὴν δυάδα καὶ καθ’ ἕτερον τρόπον ἰδέαν μὲν τὴν μονάδα, τὴν δυάδα δὲ ὕλην ἄπειρον, εἶθ’ ἑξῆς τὴν τριάδα πεπερασμένην ἁρμονίαν, ἢ τέ‐
15λειον ἀριθμὸν καὶ αʹ, ἢ στερεὸν, ἢ ἐπίπεδον. ὅ τι γὰρ ἂν αὐτοῖς δόξῃ λέγουσιν ἄλλοι ἄλλο, καὶ Ἀθηνᾶν γε τινὰ καλοῦσιν ἀριθ‐
μὸν, ἕτερον δ’ Ἄρτεμιν, Ἀπόλλωνα δ’ ἄλλον. ὥσπερ οὖν οὐκ934

9

.

935

ἀγνοοῦμεν, οὕτως οὐδὲ λέγειν ὑπομένομεν, οὐδεμίαν ἐπι‐ στημονικὴν ἀπόδειξιν ἐπάγειν τοῖς λόγοις αὐτῶν δυνάμενοι. καὶ τοῖς γε φίλοις ἐδείξαμεν ἔργῳ πολλάκις ὡς ταῖς τοιαύταις τις χρώμενος ψυχρολογίαις, εἴτ’ ἐπαινεῖν ὁντιναοῦν ἀριθμὸν,
5εἴτε καὶ ψέγειν βούλοιτο, πρόχειρον αὐτῷ. κινδυνεύουσι γὰρ εἰς τοσοῦτον ἥκειν ἠλιθιότητος οἱ τὰ τοιαῦτα ληροῦντες ὡς ἐπειδὰν ἢ περὶ τῆς ἑβδομάδος, ἢ περί τινος ἄλλου λέγωσιν, οὐκ ἀρκεῖσθαι μόνοις τοῖς τοιούτοις ψυχρεύμασιν, ὥστε Πλειάδες ἑπτὰ καὶ τῶν ἄρκτων ἑπτάστερος ἑκατέρα, καὶ
10γὰρ καὶ ὀνομάζουσιν οὕτως, ἀλλὰ καὶ τῶν ἑπταπύλων Θηβῶν μνημονεύουσι καὶ δηλονότι τῶν ἐπὶ Θήβαις ἑπτά. καίτοι τί πρὸς ἔπος, εἰ Πλειάδες ἑπτὰ, Δίωνα πλευρι‐ τικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν ἐνναταῖος, ἄλλοτε δὲ δεκαταῖος ἐκρίθη. τί δ’ ὅμοιον, εἰ
15ἑπτὰ Νείλου στόματα, Θέωνα περιπνευμονικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν τεταρταῖος, ἄλ‐ λοτε δὲ πεμπταῖος ἐκρίθη. ἀλλ’ ὥσπερ κᾀν τοῖς ἄλλοις
ἅπασι διττὴ τῶν φαύλων ἁπάντων ἐστὶν ἡ φύσις, ὑπερ‐935

9

.

936

βολή τε καὶ ἔλλειψις, οὕτω κᾀνταῦθα. τινὲς μὲν ὅλως μισοῦσι καὶ τοὺς τἀληθῆ λέγειν ὑπὲρ ἑβδομάδος ἐπιχειροῦν‐ τας, ἐσχάτως ὄντες μισολόγοι τινὲς δὲ εἰς τοσαύτην ἐμ‐ πίπτουσι φλυαρίαν, ὡς καὶ τῶν μηδὲν προσηκόντων μνη‐
5μονεύειν. ἑκατέρα, φασὶ, τῶν ἄρκτων ἀστέρων ἐστὶν ἑπτά. πρῶτον οὐκ ἀληθὲς, ἀλλὰ καὶ τοῦτ’ ἐσχάτην αὐ‐ τῶν ἀμαθίαν κατηγορεῖ. κείσθω γοῦν ἀληθές. ἀλλ’ οὔθ’ ὁ Βοώτης οὔθ’ ὁ δι’ αὐτῶν τῶν ἄρκτων δράκων ἀστέ‐ ρων ἐστὶν ἑπτά. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ’ ὁ στε‐
10φανὸς οὔθ’ ὁ ἐγγόνασις οὔθ’ ὁ ὀφιοῦχος οὔτε καρκί‐ νος, ἢ λέγω, οὔθ’ ὅλως οὐδὲν τῶν ιβʹ ζωδίων, ἐν οἷς οἱ πλανῆται φέρονται. καίτοι ὅτι τὰ τῇδε κοσμοῦσιν οἵδε καὶ διατάττουσιν, οὐ τοῖς ἀστρονόμοις μόνον, ἀλλὰ καὶ τοῖς ἀρίστοις ἅπασιν ὡμολόγηται φιλοσόφοις. οὔτ’
15οὖν τοὺς φλυαροῦντας ἀποδέχεσθαι χρὴ, καὶ τοὺς ἀποδι‐ δράσκοντας ἀεὶ τοιαύτην θεωρίαν μὴ προσαναγκάζειν. Ἐμοὶ δ’ οὖν αὐτὸ τὸ ἀληθὲς εἰς ὅσον ἀν‐
θρώπῳ δυνατὸν εὑρῆσθαι νομίζω, γιγνωσκόμενον μέν που936

9

.

937

καὶ πρόσθεν Ἱπποκράτει, καθότι διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξατο, ῥαθυμίᾳ δὲ τῇ τῶν πολλῶν σιωπηθέν. ἐγὼ δ’ οὔτ’ ἄλλο τι παρ’ Ἱπποκράτους μάτην εὑρίσκω γε‐ γραμμένον, οὔθ’ ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως
5ἀριθμεῖσθαι δύναται, καὶ λαβὼν ἀρχὴν ὁμολογουμένην οὐκ ἀστρονόμοις μόνον, ἢ φυσικοῖς φιλοσόφοις, ἀλλὰ καὶ γεωρ‐ γοῖς καὶ ναύταις καὶ πᾶσιν ἀνθρώποις, ὡς ἡ σελήνη τὸν περίγειον ἐπιτροπεύει τόπον, οἷον ὕπαρχός τις οὖσα μεγάλου βασιλέως τοῦ ἡλίου, ταῖς ταύτης περιόδοις ἐπέδειξα τὰς
10κρινούσας ἡμέρας ἑπομένας· ἐπέδειξα δὲ καὶ τῶν παρεμ‐ πιπτουσῶν ἡμερῶν τὰς αἰτίας καὶ διὰ τί τὰς τρεῖς ἑβδομάδας οὐκ εἰς τὴν καʹ, ἀλλ’ εἰς τὴν κʹ μᾶλλον ὁ Ἱπποκράτης ἀξιοῖ περιάγεσθαι. τούτων δ’ ἀποδεδειγμένων οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν οὐδὲ διὰ τί τὴν μὲν πρώτην ἑβδομάδα τῆς δευτέρας
15διαζεύγνυσι, συνάπτει δὲ ταύτην τῇ τρίτῃ, οὔτε γὰρ τὴν δευτέραν τῇ πρώτῃ συνάπτειν εὔλογον ἦν, εἰς τὴν ιδʹ ἀφι‐
κνουμένης τῆς κρίσεως, οὔτε τὴν τρίτην τῇ δευτέρᾳ διαζευ‐937

9

.

938

γνύναι τῆς κʹ μᾶλλον ἢ τῆς καʹ ἐκδεχομένης τὰς κρίσεις. ἐπεὶ δὲ τῶν ἑβδομάδων αὐτῶν αἱ δύο μόναι πρῶται διαζεύγνυνται, συνάπτεται δ’ ἡ τρίτη, δῆλον ὡς καὶ τῶν τετράδων ἔνιαι μὲν ἐξ ἀνάγκης συναφθήσονται, διαζευχθήσονται δ’ ἕτεραι.
5ἡ μὲν οὖν δευτέρα τετρὰς καὶ ἡ πρώτη συναφθήσονται, διότι μιᾶς ἑβδομάδος τῆς πρώτης διχῇ τμηθείσης ἑκατέρα μόριον ἐστιν. ἡ δὲ τρίτη τῆς δευτέρας διαζευχθήσεται, διότι καὶ ἡ ἑβδομὰς ἡ δευτέρα τῆς πρώτης διεζεύγνυτο. συναφθήσεται δὲ ἡ τρίτη τῇ τετάρτῃ, διότι τῆς δευτέρας
10ἑβδομάδος ἑκατέρα μόριόν ἐστιν. αὕτη δ’ οὖν πάλιν ἡ τε‐ τάρτη τῇ εʹ συναφθήσεται διὰ τὴν τρίτην ἑβδομάδα συναφ‐ θεῖσαν τῇ δευτέρᾳ. συναφθήσεται δὲ καὶ ἡ στʹ τετρὰς τῇ εʹ κατὰ τὴν ιζʹ ἡμέραν, ὡς ἂν τῆς τρίτης ἑβδομάδος ἑκα‐ τέρα μέρος ὑπάρχουσα.
15 Εἰς μὲν οὖν τὸ καλῶς διαιτῆσαι χρησι‐ μώτατόν ἐστι προγνῶναι τὸν χρόνον τῆς κρίσεως. εἴτε δ’
ὀξὺ χρὴ καλεῖν, εἴτε χρόνιον, εἴτ’ ἄλλως πως ὀνομάζειν938

9

.

939

τόδε τὸ νόσημα, τὸ κατὰ τὴν κʹ ἡμέραν, εἰ οὕτως ἔτυχε, κριθησόμενον, οὐδὲν ὠφελεῖ τὸν κάμνοντα. δύναται γάρ τις, μηδὲν φθεγξάμενος, ἀλλὰ μηδὲ νοήσας ὅλως ὅ τι ποτὲ χρὴ καλεῖν αὐτὸ, καλῶς διαιτῆσαι τὸν νοσοῦντα, μηδέν γε τῶν
5ἄλλων παραλιπὼν ἃ πρὸς τοῦτο διαφέρει. τὸ μὲν ἀληθὲς ἅμα καὶ χρήσιμον εἴρηταί μοι, τὸ δὲ τοῦ σοφιστικοῦ λήρου περαινέσθω, μετὰ ταῦτα δεικνύντων ἡμῶν κᾀνταῦθα, πό‐ σον ἀγνοοῦσι τοῦ προσήκοντος οἱ πλεῖστοι τῶν ἰατρῶν, οἴονται γὰρ ὀξὺ μὲν καλεῖσθαι νόσημα τὸ ταχέως
10κρινόμενον, ἐναντίον δ’ ὑπάρχειν αὐτοῦ τὸ χρόνιον. ἔχει δ’ οὐχ οὕτω τἀληθὲς, ἀλλ’ ἔστι γάρ τι νόσημα βραχυχρόνιον μὲν, οὐ πάντως δ’ ὀξύ. καὶ τούτῳ μὲν ἐναντίον ἐστὶ τὸ χρόνιον, ἢ πολυχρόνιον, ἢ ὅπως ἄν τις ἑτέρως ἐθέλῃ κα‐ λεῖν αὐτό. τῷ δ’ ὀξεῖ φύσις ἑτέρα νοσήματος ἀντίκειται,
15οὐδὲν ἴδιον ὄνομα κεκτημένη. καὶ τοῦτ’ εἰκότως ἐγένετο· τοῦ γὰρ ὀξέως νοσήματος, ὡς ὁ μὲν Ἀρχιγένης ὑπεγρά‐
φετο, τοῦ διὰ συντόμως κινδυνώδους· ὡς δ’ Ἱπποκρά‐939

9

.

940

της ἔλεγε, τοῦ μετὰ πυρετοῦ συνεχοῦς γιγνομένου, συμβε‐ βηκὸς ἐξ ἀνάγκης ἔσται τὸ ταχέως κρίνεσθαι. κατὰ μὲν γὰρ τὸ τῆς κινήσεως εἶδος ὀξὺ προσηγόρευται, παύσασθαι δ’ ἀναγκαῖον αὐτὸ διὰ ταχέων, ὡς ἂν ἐπειγομένῳ πρὸς
5τὴν οἰκείαν τελευτήν. αὐτὸ γὰρ τοῦτ’ ἔστι τὸ ταχέως κι‐ νεῖσθαι, τὸ συῤῥεῖν ἐπὶ τὸ πέρας. ἔσται δὴ πάντως βρα‐ χυχρόνιον μὲν κατ’ ἄλλο μέν τι καὶ ἄλλο τῶν ἐν αὐτῷ, τό τ’ ὀξὺ καὶ τὸ βραχυχρόνιον εἰρήσεται. διὰ μὲν γὰρ τὸ τῆς κινήσεως ἠπειγμένον ὀξὺ, διότι δ’ οὐχ οἷόν τε χρο‐
10νίζειν αὐτῷ ταχέως κινουμένῳ, βραχυχρόνιον ὀνομασθήσε‐ ται. φύσις δ’ ἄλλη νοσήματος αὐτῷ παράκειται βραχυχρο‐ νίου. πολλοὶ γὰρ τῶν ἐφημέρων πυρετῶν διά τινα ψύξιν, ἢ ἔγκαυσιν ἐπιπόλαιον, ἢ κάματον βραχὺν, ἢ ἀγρυπνίαν, ἢ λύπην, ἢ μέθην, ἢ θυμὸν, ἤ τι τοιοῦτον, ἐγένοντο
15μικροί τε ἅμα καὶ βραχεῖς καὶ τελέως ἀκίνδυνοι, καὶ τού‐ τους οὐδεὶς οὔτε ἰδιώτης οὔτε ἰατρὸς ὀξὺ νόσημα κα‐ λεῖν εἴθισται. τὸ μὲν οὖν ὀξὺ τοῦ βραχυχρονίου σαφῶς
ἐν αὐτοῖς τούτοις διακέκριται, τὸ δὲ βραδὺ τῷ πολυχρο‐940

9

.

941

νίῳ συνεχύθη, καίτοί γ’ οὐ τὴν αὐτὴν ἔχον ἔννοιαν, εἴ γε τὸ μὲν ὀξὺ τῷ βραδεῖ, τὸ δ’ ὀλιγοχρόνιον τῷ πολυ‐ χρονίῳ κατ’ ἀντίθεσιν εἴρηται. πᾶν μὲν οὖν ὀξὺ πάντως ὀλιγοχρόνιον, καὶ πᾶν χρόνιον ἐξ ἀνάγκης βραχὺ, οὐ μὴν
5οὔτ’ εἰ βραχυχρόνιον, ὀξὺ πάντως, οὐδ’ εἰ βραδὺ, πολυ‐ χρόνιον. ἐξ οὖν τῆς τοιαύτης ὑπαλλάξεως, οὐ πάνυ τε σαφοῦς ὑπαρχούσης τοῖς πλείστοις τῶν ἰατρῶν, οὐ μόνον αἱ προσηγορίαι συνεχύθησαν, ἀλλὰ καὶ τῶν πραγμάτων
αὐτῶν αἱ διαγνώσεις.941