TLG 0057 058 :: GALENUS :: De pulsibus libellus ad tirones

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De pulsibus libellus ad tirones

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 8. Leipzig: Knobloch, 1824 (repr. Hildesheim: Olms, 1965): 453–492.

Citation: Volume — page — (line)

8

.

453

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΣΦΥΓΜΩΝ
t2ΤΟΙΣ ΕΙΣΑΓΟΜΕΝΟΙΣ.
1 Ὅσα τοῖς εἰσαγομένοις, φίλτατε Τεῦθρα, χρήσιμον ἐπίστασθαι περὶ σφυγμῶν, ἐνταῦθα λεχθήσεται. τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν τέχνην ἑτέρωθι γεγραμμένην ἔχεις. πᾶσαι μὲν οὖν αἱ ἀρτηρίαι τὸν αὐτὸν τρόπον σφύζουσιν ἀλ‐
5λήλαις τε καὶ τῇ καρδίᾳ, ὥστ’ ἐκ μιᾶς αὐτῶν δύνασθαι περὶ πασῶν συλλογίζεσθαι, οὐ μὴν αἰσθέσθαι γε τῆς κινήσεως ὁμοίως ἁπασῶν δυνατὸν, ἀλλὰ τῶν μὲν ἐν τοῖς ἀσάρκοις μέρεσι προφανέστερον, τῶν δ’ ἐν τοῖς σαρκώδεσιν ἀμυδρότε‐
ρον. ὅσαι δ’ ὑπὸ παχείας σαρκὸς καλύπτονται, ἢ ὀστῶν ἔν‐453

8

.

454

δον εἰσὶν, ἢ ἐπίπροσθεν αὐτῶν ἐστιν ἄλλα σώματα, τούτων οὐκ ἂν αἴσθοιο τῆς κινήσεως, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον. ἐκτακέντος δὲ τοῦ σώματος σφοδρῶς, ἥ τε κατὰ τὴν ῥάχιν ἀρτηρία πολλάκις τοῖς ἁπτομένοις τοῦ ἐπιγαστρίου τὴν
5κίνησιν διασημαίνει καί τινες τῶν ἐν τοῖς κώλοις ᾔσθησαν, ἀφανῶς πρότερον οὐσῶν. διαπαντὸς δ’ αἵ τε κατὰ τοὺς κρο‐ τάφους καὶ τῶν ποδῶν αἱ ἐπὶ τοῖς ταρσοῖς καὶ τῶν χειρῶν αἱ κατὰ τοὺς καρποὺς ἐντὸς αἰσθητὴν ἔχουσι τὴν κίνησιν. τού‐ των δ’ ἔλαττον μὲν, οὐ μὴν ἀφανῶς οὐδ’ αὐταὶ σφύζουσιν αἵ
10τε τῶν ὤτων ὄπισθεν ἐν τῇ κεφαλῇ καὶ τῶν βραχιόνων ἐν‐ τός. καὶ ἤδη τινὲς ἄλλαι, αἳ μὴ πάνυ τῇ πολλῇ σαρκὶ κα‐ λύπτονται, ἀλλ’ οὔτε ἑτοιμότερον οὔτε εὐσχημονέστερον οὔτε τῇ χρείᾳ συμφερώτερον ἄλλης ἂν ἅπτοι, τὰς ἐν τοῖς καρποῖς παρείς· αὗται γὰρ ἐπιφανεῖς μάλιστα ὑπάρχουσι τῷ
15τ’ ἀσάρκῳ τοῦ χωρίου καὶ οὐδὲν δι’ αὐτὰς γυμνοῦν τοῦ σώματος ἀναγκαῖον, ὥσπερ δι’ ἄλλας πολλὰς, καὶ ὅτι κατ’ εὐθὺ τεταγμέναι εἰσίν· οὐ μικρὸν δὲ τοῦτο εἰς ἀκρίβειαν δια‐
γνώσεως.454

8

.

455

Ἁπτομένῳ δέ σοι φανεῖται διαστελλομένη κατὰ πᾶσαν διάστασιν ἡ ἀρτηρία. τρεῖς δ’ εἰσὶ διαστάσεις παντὸς τοῦ σώματος, εἰς μῆκος, βάθος καὶ πλάτος. ἀλλ’ ἐν τῷ κατὰ φύσιν ἔχειν τὸ ζῶον συμμέτρως πάνυ διαστελλο‐
5μένην εὑρήσεις τὴν ἀρτηρίαν· ἐν δὲ τῷ παρὰ φύσιν ἔχειν ἔστιν ὅπη τὸ μὲν ἐλλείπει, τὸ δ’ ὑπερβάλλει, καθ’ ἡντιναοῦν διάστασιν. ἐν τούτῳ χρὴ μεμνημένον σε, οἷος ἦν ὁ κατὰ φύσιν σφυγμὸς, καὶ εἰ μὲν τῷ πλάτει μείζων ὁ παρὰ φύσιν εὑρίσκοιτο, πλατὴν καλεῖν, εἰ δὲ τῷ μήκει, μακρὸν, εἰ δὲ
10τῷ βάθει, ὑψηλὸν, καὶ τοὺς ἐναντίους αὐτοῖς τοὺς ἐλάτ‐ τους τοῦ κατὰ φύσιν ὀνομάζειν ἀνάλογον, στενὸν καὶ βρα‐ χὺν καὶ ταπεινόν. τῶν δὲ ἐν πάσαις ταῖς διαστάσεσιν ὁμοίως εἰς τὸ παρὰ φύσιν τρεπομένων ὁ μὲν πάντη μειωθεὶς μικρὸς, ὁ δὲ πάντη αὐξηθεὶς μέγας ὀνομάζεται. αὗται μὲν αἱ κατὰ
15τὸ ποσὸν τῆς διαστολῆς ἐν σφυγμῷ διαφοραί. Τῶν δὲ τῆς κινήσεως ἰδίων ἥ τε ταχύτης
ἐστὶ καὶ ἡ βραδύτης, ἡ μὲν ἠπειγμένη τις οὖσα κίνησις, ἡ δὲ455

8

.

456

ἐκλελυμένη. κριτέον δὲ καὶ ταύτας τῷ κατὰ φύσιν παρα‐ βάλλοντας. ἐν δὲ τῷ ποιῷ τῆς προσβολῆς ἥ τε σφοδρότης καὶ ἀμυδρότης συνίστανται, βιαίως μὲν ὠθουμένης τῆς ἁφῆς ἡ σφοδρότης, ἀῤῥώστως δὲ ἡ ἀμυδρότης. μαλακότης δὲ καὶ
5σκληρότης αὐτοῦ τοῦ χιτῶνος τῆς ἀρτηρίας ποιότητές εἰσιν· ἡ μὲν μαλακότης, ὅταν οἷον σαρκωδεστέρα καὶ κατὰ τὴν προσβολὴν ἡ ἀρτηρία φαίνηται· ἡ δὲ σκληρότης, ὅταν οἷον ξηροτέρα τε καὶ βυρσωδεστέρα. συνδιαγινώσκεται μὲν οὖν εὐθὺς τῇ κινήσει τῆς ἀρτηρίας καὶ ἡ τοιαύτη τῶν σφυγμῶν
10διαφορά. οὐκ ἔστι δὲ αὐτῆς ἰδία, καθάπερ αἱ προειρημέναι τρεῖς. ἐκείνων γὰρ ἡ μὲν τοῦ τάχους καὶ τῆς βραδύτητος κατὰ τὸ ποιὸν ἦν τῆς κινήσεως, ἡ δὲ τῆς σφοδρότητος καὶ τῆς ἀμυδρότητος κατὰ τὸ τῆς πληγῆς ποιὸν, ἡ δὲ τοῦ μεγέ‐ θους καὶ τῆς μικρότητος κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἡ
15διαστολὴ δὲ οὐκ ἄνευ κινήσεως. τὸ δὲ μαλακὸν σῶμα καὶ σκληρὸν οὐ προσδεῖται κινήσεως εἰς τὸ τοιοῦτον εἶναι. τέσ‐ σαρας οὖν ταύτας τὰς διαφορὰς τῶν σφυγμῶν κατὰ τὴν πλη‐ γὴν εὑρήσεις.
Πέμπτην δὲ ἄλλην κατὰ τὸ τῶν πληγῶν456

8

.

457

διάλειμμα. καλεῖν γὰρ ἔθος οὕτω τοῖς ἰατροῖς τὸν μεταξὺ δύο πληγῶν χρόνον, ἐν ᾧ διαστέλλεται ἡ ἀρτηρία καὶ συ‐ στέλλεται. καὶ προσήκειν ἡγοῦμαι τοῖς εἰσαγομένος γυμνά‐ σασθαι, πρῶτον μὲν, ὡς ἐπ’ ἀναισθήτου τῆς συστολῆς.
5καλείσθω μοι τὸ μέν τι πληγὴ, τὸ δὲ διάλειμμα· πληγὴ μὲν ἡ ἀπὸ τῆς ἀρτηρίας κινουμένης προσβολὴ τῇ ἁφῇ γιγνομένη· διάλειμμα δὲ ἡ μεταξὺ δυοῖν πληγῶν ἡσυχία, καθ’ ἣν ὁ πυ‐ κνὸς καὶ ἀραιὸς καὶ μέσος ἀμφοῖν, ἐφ’ ᾧπερ οἱ κατὰ φύσιν συνίστανται σφυγμοί. γνωριεῖς δὲ καὶ τούτους τῷ ποσῷ τοῦ
10χρόνου. πυκνὸς μὲν γάρ ἐστιν, ὅταν βραχὺς ὁ τῆς ἡσυχίας ᾖ χρόνος· ἀραιὸς δὲ, ὅταν πολύς. ἡσυχίαν δὲ λέγειν, ἢ διάλειμμα πληγῶν, ἢ συστολὴν, οὐ διοίσει. Ὁμαλότης δὲ καὶ ἀνωμαλία γίνεται κατὰ πάσας τὰς εἰρημένας διαφοράς. ἡ γὰρ ἐφεξῆς ἰσότης τούτων
15ὁμαλότης ἐστί· οἷον ὅταν τὸ μέγεθος τῶν ἐφεξῆς ἴσον ᾖ, λέ‐ γοιτ’ ἂν ὁμαλὸς εἶναι κατὰ τὸ μέγεθος ὁ σφυγμός· καὶ εἰ τὸ τάχος ἴσον, ὁμαλὸς κατὰ τὸ τάχος. ὡσαύτως δὲ καὶ εἰ κατὰ
σφοδρότητα καὶ πυκνότητα καὶ ἀμυδρότητα. ἡ δὲ ἀνωμαλία457

8

.

458

διαφθορὰ τῆς ἰσότητός ἐστι, καθ’ ἣν ἂν τύχῃ διαφορὰν τῶν σφυγμῶν συνισταμένη. ἔσται γὰρ ὁ μέν τις κατὰ τὸ μέγε‐ θος ἀνώμαλος, ὁ δέ τις κατὰ τὸ τάχος, ὁ δὲ κατὰ σφοδρό‐ τητα καὶ ἀμυδρότητα καὶ πυκνότητα, καὶ ἐπὶ τῶν ἄλλων
5ὁμοίως. Ἔστι δὲ ὅτε καὶ διά τινος τάξεως ἀριθμοῦ πληγῶν ὡρισμένου τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνισος παρεμ‐ πίπτει· καὶ τοῦτο γίνεται πολυειδῶς. καὶ γὰρ τρισὶν ἴσοις ὁ τέταρτος ἄνισος ἕπεται, καὶ τοῦτο ἐφεξῆς ἀεὶ, ἢ τέτρασιν
10ὁ πέμπτος. καὶ κατὰ πᾶν ἄλλο πλῆθος ὡσαύτως. καὶ γὰρ πέντε πολλάκις ἴσοις ὁ ἕκτος ἄνισος ἕπεται, καὶ πάλιν ἓξ ἴσοις ὁ ἕβδομος οὐκ ἴσος. ἡ μὲν οὖν ἰσότης ἐν τοῖς τοιού‐ τοις οὐκέτι σώζεται· καὶ διὰ τοῦτο ἀνώμαλος ὁ σφυγμὸς γί‐ νεται, τάξις μέντοι τις σώζεται, καὶ διὰ τοῦτο τεταγμένος
15ἐστί. δι’ ἴσου γὰρ ἀεὶ πλήθους τοῖς ἴσοις σφυγμοῖς εἷς ἄνι‐ σος παρεμπίπτων τὴν ἰσότητα διαφθείρει· ἥ γ’ οὖν κατὰ τὰς περιόδους ἀναλογία φυλάττει τινὰ τάξιν. ἂν δ’ ὅλως
μηδεμία σώζηται περίοσος, ἄτακτος ὁ τοιοῦτος καλεῖται.458

8

.

459

Γίνεται δὲ καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία, περί τε τὰ μέρη τῆς ἀρτηρίας διαφερόντως ἔχοντα πρὸς ἄλλη‐ λα, θέσει τε καὶ κινήσει, καὶ παρὰ τὴν ἑνὸς ἑκάστου σφυγ‐ μοῦ καθ’ αὑτὸ κίνησιν. ἡ μὲν οὖν ἐν τῇ θέσει τῶν μορίων
5ἀνωμαλία συνίσταται παρὰ τὸ ἄνω καὶ κάτω, καὶ πρόσω καὶ ὀπίσω, καὶ δεξιὰ καὶ ἀριστερὰ μετῆχθαι δοκεῖν τὴν ἀρτηρίαν· ἐν δὲ τῇ κινήσει θᾶττον, ἢ βραδύτερον, ἢ πρωϊαίτερον, ἢ ὀψιαίτερον, ἢ σφοδρότερον, ἢ ἀμυδρότερον, ἢ ἐπὶ πλείονα χρόνον, ἢ ἐλάσσονα, ἢ ἀεὶ, ἢ οὐδ’ ὅλως κινουμένων. καθ’
10ἕκαστον δὲ μέρος ἐν μὲν τῷ διακεκόφθαι σαφῶς, ἐξ ὧν ἐστι καὶ ὁ δορκαδίζων· ὡσαύτως δὲ καὶ ἐν τῷ παλινδρομεῖν, ἐξ ὧν ἐστι καὶ ὁ δίκροτος. ἐν δὲ τῷ τῆς κινήσεως οὐκ ἰσοταχεῖ, ὅταν ἀρχομένη μὲν ὠκυτέρα, τελευτῶσα δὲ βραδυτέρα, καὶ ἀνάπαλιν ἀρχομένη μὲν βραδυτέρα, τελευτῶσα δὲ ὠκυτέρα,
15καὶ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ μικρότητα καὶ μέγεθος ὡσαύτως, οὐκ εἰς δύο μόνους χρόνους τῆς κινήσεως μεριζομένης, ἀλλὰ καὶ εἰς πλείονας, ἐφ’ ὅσον ἂν αἰσθήσει διαγνωστόν. αὗται μὲν οὖν αἱ ἁπλαῖ καὶ καθ’ ἕνα σφυγ‐
μὸν ἀνωμαλίαι.459

8

.

460

Σύνθετοι δὲ καθ’ ὅσον ἂν δυνατὸν ᾖ ἄλλην ἄλλῃ, καὶ μίαν μιᾷ, καὶ μίαν πλείοσι, καὶ πολλὰς πολλαῖς μί‐ γνυσθαι. καί τινες αὐτῶν ἰδίου τετυχήκασιν ὀνόματος. ὥσπερ καὶ ὁ σκωληκίζων καὶ ὁ μυρμηκίζων καὶ ὁ ἑκτικός· ὁ μὲν σκω‐
5ληκίζων, ὅταν οἱονεὶ ἕρποντος τὴν ἀρτηρίαν σκώληκος ἔμφασις γίγνηται κυματωδῶς ἐγειρομένου, καὶ μὴ καθ’ ἕνα χρόνον ὅλης διαστελλομένης τῆς ἀρτηρίας εἰ μὲν οὖν σὺν μικρότητι διαστολῆς τοῦτο γίγνοιτο, σκωληκίζων καλεῖται· εἰ δὲ σὺν μεγέθει, κυματώδης ἁπλῶς. δῆλον δὲ ὅτι καὶ ἀμυ‐
10δρὸς καὶ πυκνός ἐστιν ὁ σκωληκίζων. ὁ δ’ εἰς ἐσχάτην κα‐ ταπεπτωκὼς ἀμυδρότητα καὶ πυκνότητα καὶ μικρότητα μυρ‐ μηκίζων καλεῖται, ταχὺς μὲν εἶναι δοκῶν, οὐκ ὢν δὲ τα‐ χύς. ἑκτικὸς δὲ, ὥσπερ πυρετὸς, οὕτως καὶ σφυγμὸς καλεῖ‐ ται, ὁ μηδεμίαν τροπὴν μεγάλην ποιούμενος, ἀλλ’ ἀεὶ παρα‐
15πλήσιος μένων, συμπλεκόμενός τε καὶ μηδέποτε λυόμενος ὅλης τῆς ἕξεως τετραμμένης νοσωδῶς, ἐν τοῖς τοιούτοις πυρετοῖς τε καὶ σφυγμοῖς. ταῦτά μοι ἀρκεῖν δοκεῖ περὶ τῆς τῶν σφυγ‐
μῶν διαφορᾶς τοῖς εἰσαγομένοις εἰρῆσθαι. εἰ γάρ τις ἐπὶ τὸ460

8

.

461

ἀκριβέστερον αὐτὸ ἔρχεσθαι βούλοιτο, βιβλίον ὅλον ἔχει περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ὑφ’ ἡμῶν γεγραμμένον. οὔκουν οὔτε περὶ πλήρους καὶ κενοῦ σφυγμοῦ νῦν λέγειν ἀναγκαῖον, οὔτε περὶ ῥυθμῶν, ἐν ἐκείνῳ γὰρ εἴρηται ἀκριβῶς περὶ αὐτῶν,
5καὶ ἔστιν ἀσαφέστερος ὁ λόγος τοῖς εἰσαγομένοις. ἀναλα‐ βόντες οὖν ἐν κεφαλαίῳ τὰ προειρημένα, τῶν ἐφεξῆς ἐχώμεθα. μέγας τοίνυν ἐστὶ σφυγμὸς ὁ κατὰ μῆκος καὶ πλάτος καὶ βάθος τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γινόμενος, μακρὸς δὲ ὁ κατὰ μῆκος μόνον, πλατὺς ὁ κατὰ πλάτος, καὶ ὑψηλὸς
10ὁ κατὰ βάθος. σφοδρὸς δὲ σφυγμός ἐστιν ὁ πλήττων εὐρώ‐ στως τὴν ἁφήν· μαλακὸς δὲ, ἐφ’ οὗ ὁ χιτὼν τῆς ἀρτηρίας ἁπαλὸς ᾖ· καὶ ταχὺς μὲν ὁ ἐν ὀλίγῳ χρόνῳ διαστελλομένης τῆς ἀρτηρίας γινόμενος· πυκνὸς δὲ ὁ δι’ ὀλίγου· καὶ ὁμα‐ λὸς μὲν ὁ ἐφεξῆς ἴσος· τεταγμένος δὲ ὁ κατὰ περίοδον ἴσος·
15ὁ δὲ κατὰ μίαν πληγὴν ἄνισος ἀνώμαλος λέγεται κατὰ μίαν πληγήν. εἶεν δ’ ἂν σαφεῖς καὶ οἱ ἐναντίοι αὐτῶν μι‐ κρὸς καὶ βραχὺς καὶ στενὸς καὶ ταπεινὸς καὶ ἀμυδρὸς καὶ σκληρὸς καὶ βραδὺς καὶ ἀραιὸς καὶ ἀνώμαλος καὶ ἄτακτος.
οὐκ ἄδηλον δὲ καὶ ὅτι τῶν μὲν ἄλλων ἐναντίων ἐστὶν461

8

.

462

ἑκάστου μέσος· ὁμαλοῦ δὲ καὶ ἀνωμάλου μέσος οὐδείς ἐστιν, οὐδὲ τεταγμένου καὶ ἀτάκτου. καὶ ὅτι τῶν μὲν ἄλλων ἁπάντων οἱ μέσοι κατὰ φύσιν, ἐν τούτοις δὲ ὁ μὲν ὁμαλὸς κατὰ φύσιν μόνος, οἱ ἄλλοι οὐ κατὰ φύσιν, ὅ τε ἀνώμαλος
5καὶ ἄτακτος. Ἐπεὶ δὲ πολυειδῶς οἱ σφυγμοὶ τρέπεσθαι πεφύκασιν, οὐδὲν γὰρ εὕροις, ὡς ἔπος εἰπεῖν, αἴτιον, ὃ μὴ καὶ τούτους τρέπει, δοκεῖ μοι τριττὴν αὐτῶν τῆς τροπῆς τὴν ἀνωτάτω διαφορὰν ποιησάμενον οὕτως ὑπὲρ ἑκάστης ἰδίᾳ
10κατὰ μέρος εἰπεῖν. πρώτη μὲν οὖν ἡ κατὰ φύσιν αὐτῶν ἐστι τροπή. δευτέρα δὲ ἡ οὐ κατὰ φύσιν μὲν, οὐ μὴν ἤδη παρὰ φύσιν. τρίτη δὲ ἡ παρὰ φύσιν. ἐπιγίνονται δ’ αὗται πᾶ‐ σαι ταῖς φυσικαῖς διαφοραῖς· ἄλλῳ γὰρ ἄλλως αἱ ἀρτηρίαι φύσει κινοῦνται· καὶ χρὴ πρώτας ταύτας ἐπίστασθαι τὸν μέλ‐
15λοντα γνωρίζειν ὑπὸ τίνος αἰτίου καὶ μέχρι πόσου τετράφθαι συμβέβηκε τὸν σφυγμόν· ἀλλὰ τὸ μὲν ἴδιον ἑκάστου ἀκριβῶς ἄν τις πειραθεὶς μάθοι. καὶ δεῖ πολλάκις ἧφθαι τῆς ἀρτη‐
ρίας, μάλιστα μὲν ὑγιαίνοντος ἀμέμπτως καὶ ἐν ἡσυχίᾳ462

8

.

463

πάσης σφοδρᾶς κινήσεως, ἤδη δὲ καὶ ἐν ταῖς ἄλλαις διαθέ‐ σεσιν. ἐπειδὴ δὲ πάντων οὐκ ἐνδέχεται δι’ ἐμπειρίας ἐληλυ‐ θέναι, πολλοὶ γὰρ ἤδη πολλάκις ἐδεήθησαν ἰατρῶν οἷς ὑγιαίνοντες οὐκ ἐνέτυχον, ἄριστον δὴ κᾀνταῦθα πλεῖον ἰδιώ‐
5του τὸν τεχνίτην ἔχειν. ἔχοι δ’ ἂν πλέον, ἐπιστήμην πορι‐ σάμενος τῶν τοῖς πολλοῖς ὁμοίως ὑπαρχόντων. ἔστι δέ τις, ὡς τύπῳ φάναι, κοινὴ φύσις ἀνδρῶν, καὶ ἄλλη γυναικῶν, καὶ ὅσοι θερμότερόν εἰσι κεκραμένοι καὶ ὅσοι ψυχρότερον. καὶ τούτων ἑκατέρων κοινὴ φύσις, καὶ τῶν ἰσχνῶν πάντων
10κοινὴ καὶ τῶν παχέων ὡσαύτως κοινή. καὶ σπάνιον ἐν ἑκά‐ στῃ τῶν προειρημένων κοινοτήτων τὸ μὴ τοῖς πολλοῖς ἐοι‐ κός. ὥστε καὶ τὸ ἁμαρτάνειν τοῦ ἀληθοῦς ἐστι σπάνιον τῷ τὸ κοινὸν ἀκριβῶς ἐπισταμένῳ. Ἅνδρες μὲν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ
15σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὁλίγῳ καὶ ἀραιότερον ἱκανῶς ἔχουσι τὸν σφυγμόν. Οἱ δὲ φύσει θερμότεροι μείζονα μὲν καὶ ὠκύτερον καὶ
πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.463

8

.

464

Οἱ δ’ ἰσχνότεροι φύσει μείζονα μὲν, καὶ ἀραιότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ. φύσει μὲν οὖν οὕτως διαφέρουσι. Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ὡδί πως. ὁ μὲν
5τοῦ νεογενοῦς παιδίου σφυγμὸς πυκνότερος· ὁ δὲ τοῦ γέ‐ ροντος ἀραιότερος· οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνωσιν ὄντες. ὡσαύτως ταχύτατος μὲν ὁ τοῦ παιδίου, βραδύτε‐ ρος δὲ ὁ τοῦ γέροντος· οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ.
10πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τὸ τάχος. ἐν δὲ τῇ κατὰ μέγεθος καὶ σφοδρότητα διαφορᾷ μέγιστος μὲν ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐ‐ τῶν βραχὺ μείζων ὁ τῶν παιδίων. καὶ σφοδρότατος μὲν ὁ
15τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν ὁ τῶν παιδίων. οὕτως μὲν ἐν ταῖς ἡλικίαις οἱ σφυγμοί. Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος τὰ μέσα μεγίστους
καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι464

8

.

465

συμμέτρους. ὡσαύτως δὲ καὶ τοῦ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρό‐ τητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέ‐ λος ἡνίκα ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ τα‐
5χεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ, μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος, ὥστε καὶ τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ
10ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, καὶ τὰ πρῶτα τοῦ χειμῶνος τοῖς ὑστάτοις τοῦ χειμῶνος. ὥστε ὅσα θέρους μέσου καὶ μέ‐ σου χειμῶνος ἶσον ἐφ’ ἑκάτερα ἀφέστηκεν, ὁμοίως τρέπει. μέσον δὲ θέρους πῂ μὲν ὡσαύτως ἐστὶ, πῂ δὲ ἐναντίως
15ἔχει μέσῳ χειμῶνι, μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκά‐ τερον. ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ μὴν οὕτω μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ’
ἧττον θέρους, οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος, ὡς θέρους,465

8

.

466

ἀλλ’ ἧττον χειμῶνος. αὗται μὲν οὖν αἱ κατὰ τὰς ὥρας τῶν σφυγμῶν τροπαί. Περὶ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις. ἐν μὲν ταῖς ἄγαν θερμαῖς οἷοι μέσου θέρους. ἐν δὲ ταῖς ἄγαν ψυχραῖς
5οἷοι μέσου χειμῶνος. ἐν δὲ ταῖς εὐκράτοις οἷοι μέσου τοῦ ἦρος. ἀνάλογον δὲ κᾀν ταῖς μεταξύ. καὶ τῶν ἄλλων δὲ κα‐ ταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς ὥραις, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι ταῖς μέσαις τοῦ ἦρος ἐοίκασιν.
10 Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται· τὰ δὲ ἄλλα κατὰ φύσιν φυλάττουσιν. Εἶεν δ’ ἂν, εἴπερ τι καὶ ἄλλο, καὶ ὕπνοι κατὰ φύσιν. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν μικρο‐ τέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους καὶ ἀμυδροτέρους
15ἀπεργαζόμενοι, προϊόντες δὲ βραδύτητα μὲν ἐπιτείνουσι καὶ ἀραιότητα, καὶ μάλιστα κατὰ τροφήν. μείζους δὲ γίνονται καὶ σφοδρότεροι. χρονίσαντες δὲ πάλιν τρέπονται εἰς ἀμυ‐ δρότητα καὶ μικρότητα· φυλάττουσι δὲ βραδύτητα καὶ
ἀραιότητα.466

8

.

467

Τῶν δ’ ἐξ ὕπνου μεταπεπτωκώτων εἰς ἐγρήγορσιν ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυ‐ κνοὶ καί τινα κλόνον ἔχοντες. μετ’ ὀλίγον δὲ εἰς συμμετρίαν ἔρχονται.
5 Αἱ δ’ ἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως ταῖς φυ‐ σικαῖς τρέπουσι τοὺς σφυγμούς. ὁ μὲν γὰρ ἰσχνὸς φύσει, γενόμενος εὔσαρκος, ἀνάλογον τῷ τοιούτῳ φύσει τὸν σφυγ‐ μὸν ἔχει. ὁ δὲ εὔσαρκος, ἰσχνὸς γενόμενος, τοῖς ἰσχνοῖς φύ‐ σει παραπλήσιον ἔχει τὸν σφυγμόν. δῆλον δὲ ὅτι χωρὶς τοῦ
10τὴν δύναμιν ὑπαλλάττεσθαι, τὴν κατ’ ἰσχνότητα καὶ εὐσαρ‐ κίαν διαφορὰν ἐξετάζειν χρή· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥστε καθ’ ἓν μόνον, ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα, τὴν τροπὴν γεγονέναι. ἅπερ δ’ ἐπὶ τῶν εὐσάρκων εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι δοκεῖν χρὴ, ἐπιτεταμένα
15μᾶλλον. Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ ἐπίκτητοι ταῖς φυ‐ σικαῖς κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς. Ἑξῆς δὲ καιρὸς ἂν εἴη λέγειν τὰς ἄλλας τρο‐
πὰς τὰς ἐπὶ τοῖς οὐ φύσει γινομένας αἰτίοις. γυμνάσια κατ’467

8

.

468

ἀρχὰς μὲν, καὶ μέχρι τοῦ μετρίου, σφοδροτέρους τε καὶ με‐ γάλους καὶ ταχεῖς καὶ πυκνοὺς τοὺς σφυγμοὺς ἀπεργάζονται. πολλὰ δὲ καὶ ὑπὲρ τὴν δύναμιν τοῦ πονοῦντος, μικροὺς καὶ ἀμυδροὺς καὶ ταχεῖς καὶ πυκνοτάτους ἐσχάτως. ὑπερβαλλόν‐
5τως δ’ ἄμετρα, ὥστε μόλις ἔτι κινεῖσθαι δύνασθαι, καὶ διὰ μακρῶν ἀναπαύσεων, ἢ μηδόλως· ἀλλ’ ἱκανῶς ἐκλύεσθαι, πάνυ μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς ἐργά‐ ζεται τοὺς σφυγμούς. εἰ δὲ εἰς διάλυσιν τῆς δυνάμεως κατα‐ στρέφοι, τοὺς ἐκείνης ἰδίους. εἰρήσεται δὲ μικρὸν ὕστερον,
10ὁποίους διαλυομένη δύναμις ἐργάζεται σφυγμούς. Λουτρὰ δὲ θερμὰ μὲν μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδροὺς, ἔστ’ ἂν εἴη σύμμετρα. τὰ δὲ ἄμετρα, μι‐ κροὺς καὶ ἀμυδροὺς, ὠκεῖς δ’ ἔτι, καὶ πυκνούς. εἰ δ’ ἐν τούτῳ μὴ παύσαιντο, μικροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς καὶ
15ἀμυδρούς. Λουτρὰ δὲ ψυχρὰ παραχρῆμα μὲν μικροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς καὶ ἀραιοτέρους. εἰς ὕστερον δὲ οἷον ἄν τι καὶ
τύχῃ ἐργασάμενα. πάντως γὰρ ἢ νάρκωσιν, ἢ ῥῶσιν.468

8

.

469

ναρκώσαντα μὲν οὖν καὶ καταψύξαντα μικροὺς καὶ ἀμυ‐ δροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἐκθερμήναντα δὲ καὶ ῥώσαν‐ τα μεγάλους μὲν καὶ σφοδροὺς, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.
5 Σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν δύναμιν, ἀνωμά‐ λους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. Ἀρχιγένης δέ φησιν, ὠκυτέρους πλέον καὶ πυκνοτέρους. τὰ δὲ σύμμε‐ τρα μεγάλους καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνούς. τὰ δὲ ἐλάττονα, ὥστε μὴ τρέφειν αὐτάρκως, οὐχ ὁμοίως τοῖς συμ‐
10μέτροις, ἀλλ’ ἐλάττονα τὴν τροπὴν ἐργάζεται, καὶ μέχρι χρόνου βραχέος. Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ παραχρῆμα τὴν τροπὴν ἐρ‐ γάζεσθαι καὶ τῷ προτέραν παύεσθαι τὴν ἀπὸ οἴνου τῆς
15ἀπὸ τῶν σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν, καὶ τὸ μέ‐ γεθος, ἤπερ τὴν σφοδρότητα καὶ τὴν πυκνότητα. σχεδὸν γὰρ ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν τὴν ἰσχὺν τοῦ σώ‐ ματος ἡ σύμμετρος τροφὴ παρέχει, τοσούτῳ τὸ μέγεθος ὁ
οἶνος ἐξαίρει.469

8

.

470

Ὕδωρ ἁπάντων τῶν προσφερομένων βραχυτάτην τρο‐ πὴν ἐργάζεται, πλὴν ἀνάλογον σιτίοις, καὶ τοῦτο τρέπει. Τὰ δὲ ἄλλα πάντα, καθ’ ὅσον ἂν ἢ τρέφειν, ἢ θερ‐ μαίνειν, ἢ ψύχειν δύνηται, κατὰ τοσοῦτον καὶ τὴν τῶν ἀρ‐
5τηριῶν κίνησιν μεταβάλλει. οὕτω μὲν ἐπὶ τοῖς οὐ φύσει κα‐ λουμένοις αἰτίοις οἱ σφυγμοὶ τρέπονται. Τὰς δὲ ἐπὶ τοῖς παρὰ φύσιν αἰτίοις τροπὰς ἐφεξῆς λέγωμεν, ὑπομνήσαντες πρότερον ὅσα τῇ τοῦ λόγου κοινωνίᾳ συνεγράφη τῶν παρὰ φύσιν. καταστάσεις οὖν ἀέρος
10καὶ πλῆθος σιτίων, ὥστε βαρῦναι τὴν δύναμιν καὶ γυμνασίων καὶ λουτρῶν καὶ ὕπνων ἀμετρίαι παρὰ φύσιν, αἱ γὰρ κατὰ ποσὸν ὑπερβολαὶ τῶν κατὰ φύσιν καὶ τῶν οὐ φύσει λεγομέ‐ νων αἰτίων εἰς τὸ παρὰ φύσιν μεθίστανται. τῶν δὲ οὐ μόνον τῷ ποσῷ παρὰ φύσιν, ἀλλὰ καὶ τῷ γένει, τὸ μὲν
15πλῆθος ἄπειρον, καὶ διὰ τοῦτο ἀπερίληπτον. ἡ δὲ τέχνη κᾀν τούτοις συνίσταται καθ’ ὅσον ἐνδέχεται γένεσί τε καὶ εἴ‐ δεσιν ὡρισμένοις μετροῦσα τὸ ἄπειρον. ἕκαστον γὰρ τῶν
παρὰ φύσιν αἰτίων οὐκ ἄν τις ἄπο τρόπου φαίη τὸ μὲν470

8

.

471

οἷον λύειν τε καὶ σκεδαννύειν τὴν ζωτικὴν δύναμιν, τὸ δὲ οἷον θλίβειν τε καὶ βαρύνειν. λύεται μὲν οὖν ἡ δύναμις τροφῆς ἀπορίᾳ, καὶ νοσημάτων κακοηθείᾳ, καὶ ψυχικῶν πα‐ θῶν ἰσχύϊ, καὶ ἀλγημάτων σφοδρότησιν, ἢ μήκεσι, καὶ κε‐
5νώσεσιν ἀμέτροις. βαρύνεται δὲ ὑπό τε πλήθους ὕλης καὶ ὑπὸ τῶν ἐν τοῖς ὀργάνοις παθῶν, οἷον φλεγμονῶν καὶ σκίῤ‐ ῥων καὶ ὄγκων καὶ ἀποστάσεων καὶ φθορῶν πολυειδῶν. ἡ μὲν οὖν λυομένη δύναμις μικρὸν καὶ ἀμυδρὸν καὶ πυκνὸν ἄγαν ἐργάζεται τὸν σφυγμὸν, ἡ δὲ θλιβομένη τε καὶ οἷον βα‐
10ρυνομένη εἰς ἀνωμαλίαν τε καὶ ἀταξίαν τρέπει τοὺς σφυγ‐ μοὺς τήν τε ἄλλην ἅπασαν καὶ τὴν κατὰ σφοδρότητα καὶ μέγεθος. αὗται γὰρ ἴδιαι μάλιστα θλιβομένης δυνάμεως ἀνωμαλίαι, καὶ τῆς μὲν μεγάλως βαρυνομένης ἐπὶ πλείοσι διαφοραῖς, τῆς δ’ ἐπ’ ὀλίγον ἐν ὀλίγαις, καὶ πλείονες μὲν οἱ
15μεγάλοι σφυγμοὶ τῶν σμικρῶν καὶ οἱ σφοδροὶ τῶν ἀμυδρῶν ἐπὶ μικρᾷ τῇ βλάβῃ. τὸ δ’ ἐναντίον ἐν τῇ μεγάλῃ. καὶ ἀπόλ‐ λυνται δέ τινες ὅλαι κινήσεις, καὶ παρεμπίπτουσιν ἐν ταῖς
τοιαύταις διαθέσεσιν. ἀλλ’ αἱ μὲν παρεμπίπτουσαι μικροτέραν471

8

.

472

τὴν βλάβην, αἱ δὲ ἀπολλύμεναι μείζονα δηλοῦσιν. αὗται μὲν αἱ κοιναὶ τροπαὶ πάσης λύσεώς τε καὶ θλίψεως· τὸ δὲ ἴδιον ἑκάστῃ προσλαμβάνει παρὰ τὴν ποιήσασαν αἰτίαν. τῆς μὲν οὖν ὑπ’ ἐνδείας λυομένης δυνάμεως ἡ τροπὴ τῶν
5σφυγμῶν, κατ’ ἀρχὰς μὲν εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχος καὶ πυκνότητα γίγνεται, μεσούσης δὲ εἰς ἀμυδρό‐ τητα καὶ μικρότητα καὶ βραδύτητα καὶ ἀραιότητα, τε‐ λευτώσης δὲ εἰς ἐσχάτην μικρότητα καὶ ἀμυδρότητα καὶ πυ‐ κνότητα καὶ τάχους ψευδῆ φαντασίαν. οὗτός ἐστιν ὁ μυρ‐
10μηκίζων καλούμενος. ὁ δὲ σκωληκίζων σφυγμὸς γίνεται μὲν καὶ αὐτὸς λυομένης ἤδη τῆς δυνάμεως, ἀλλ’ ἐπ’ ὀλίγον ἀντε‐ χούσης ἔτι. καὶ διαφέρει τοῦ μυρμηκίζοντος τῷ μηκέθ’ ὁμοίως εἰς ἐσχάτην ἀμυδρότητα καὶ μικρότητα συνεστάλθαι, καὶ φανερὸν ἔχειν τὴν κατὰ μίαν πληγὴν ἀνωμαλίαν, τὴν περὶ
15τὸ πρωϊαίτερον, ἢ ὀψιαίτερον τῶν μερῶν ἀρχομένων κινεῖ‐ σθαι γιγνομένην. ὅθεν ἧττον βραδὺς, ἢ μικρός ἐστι. ἔσθ’ ὅτε δὲ οὐδ’ ὅλως βραδύς. διόπερ καὶ ἥκιστα μοχθηρός ἐστι. αἱ μὲν οὖν ὑπὸ τῶν ὀλεθρίων καὶ ὀξέων πυρετῶν γιγνόμεναι
συγκοπαὶ τὸν σκωληκίζοντα σφυγμὸν οὐκ ἴσχουσι, ταῖς δὲ472

8

.

473

ἄλλαις λύσεσι τῆς δυνάμεως ὡς ἐπὶ τὸ πολὺ μὲν οἱ σκωληκί‐ ζοντες ἕπονται, καὶ τούτων μάλιστα ταῖς χωρὶς πυρετῶν γι‐ νομέναις, ἢ μετὰ μικρῶν πάνυ. ταῦτ’ ἄρα καρδιακαῖς μὲν συγκοπαῖς οἱ μυρμηκίζοντες, χολέραις δὲ καὶ ἰσχυροῖς ῥεύμασι
5κοιλίας, καὶ αἱμοῤῥαγίαις, καὶ γυναικείῳ ῥῷ, καὶ πᾶσι τοῖς ὀξέως κενωτικοῖς πάθεσιν ἐπιπλεῖστον μὲν οἱ σκωληκίζοντες, ἐν ἐσχάτοις δὲ οἱ μυρμηκίζοντες ἕπονται. ὅταν δὲ χωρὶς πυ‐ ρετῶν ταῦτα συμπίπτῃ, τότε δὴ καὶ μᾶλλον εὑρήσεις τὸν σκωληκίζοντα σφυγμὸν, σαφῆ τε ἅμα καὶ μέχρι πλείστου
10παραμένοντα. τοιαῦται μὲν αἱ κοινόταται τῶν παρὰ φύσιν αἰτίων τροπαί. Καὶ κατ’ εἶδος δὲ αὐτὰς ἑξῆς ἐροῦμεν. Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφο‐ δρὸς καὶ ταχὺς καὶ πυκνός.
15 Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς, οὐ μὴν σφοδρότητί γε διάφορος. Λύπης δὲ σμικρὸς καὶ βραδὺς καὶ ἀμυδρὸς καὶ ἀραιός. Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ ταχὺς καὶ κλο‐
νώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου473

8

.

474

οἷος ὁ τῆς λύπης. ἅπασι δὲ τούτοις εἰς μακρὸν χρονίζουσιν, ἢ σφοδροῖς ἄγαν γενομένοις, οἷοι διαλυομένης δυνάμεως ἕπον‐ ται σφυγμοί. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ ὅσα ἐναντία.
5 Ἄλγημα δὲ τὸ τρέπον τοὺς σφυγμοὺς, τρέπει δὲ ἢ τὸ ἰσχυρὸν, ἢ τὸ ἐν μορίοις κυρίοις, ὥσπερ καὶ ἡ φλεγμονὴ, μικρὸν μὲν ὂν ἔτι καὶ ἀρχόμενον μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότερον τὸν σφυγμὸν ἐργάζεται, αὐξη‐ θὲν δὲ καὶ ἰσχυρὸν πάνυ γενόμενον, ὡς ἀδικεῖν ἤδη τὸν ζωτι‐
10κὸν τόνον, μικρότερον καὶ ἀμυδρότερον καὶ ταχὺν καὶ πυκνόν. καὶ ὅσῳ ἂν ἐγχρονίζῃ μᾶλλον ἢ σφοδρότερον γίνηται, τῶν εἰρημένων ἕκαστον ἐπιτείνεται. τὸ δὲ ἤδη διαλῦον τὴν δύ‐ ναμιν εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαν‐ τασίαν, καὶ ὑπερβάλλουσαν πυκνότητα τὴν τροπὴν ἐργά‐
15ζεται. Φλεγμονῆς σφυγμὸς ὁ μὲν κοινὸς ἁπάσης οἷον ἐμπρίων ἐστὶν, ὡς δοκεῖν τὸ μέν τι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δὲ
μὴ, σκληροτέρας δηλονότι φαινομένης αὐτῆς. ἔχει δέ τι καὶ474

8

.

475

κλονῶδες ὁ σφυγμὸς οὗτος. καὶ ταχύς ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης ὁ μὲν τῆς ἀρχομένης μεί‐ ζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος καὶ ὠκύτερος καὶ πυ‐ κνότερος. ὁ δὲ αὐξανομένης ἔτι ταῦτά τε προσαυξάνει πάν‐
5τα καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι καὶ κλονωδέστερος. τῆς δὲ ἀκμαζούσης σαφέστερος μέν ἐστι καὶ σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν, οὐ μὴν ἀμυδρό‐ τερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ πάθος. ἀλλὰ καὶ πυκνότερος γίνεται καὶ ταχύς. εἰ δ’ ἱκανῶς χρονίζοι,
10καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, τοῖς εἰρημένοις ἰσχνότης σφυγμοῦ καὶ σκληρότης προσγίνεται. ταῦτα ἐπὶ τῆς τὸν ἐν ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς ἢ διὰ τὸ μέγε‐ θος, ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης τὸ πᾶν ὅ γε ἐν τῷ φλεγμαίνοντι μορίῳ σφυγμὸς
15οἷος εἴρηται. ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκα‐ στον ἢ παρὰ τὸ ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα
μέρη σκληροτέρους καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους475

8

.

476

τοὺς σφυγμοὺς ἐργάζεται. τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριω‐ δέστερα τοὺς ἐναντίους. αὐτῶν δὲ τούτων μείζων ὁ ἐν τοῖς ἀρτηριώδεσι· καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γινόμενος. δῆλος οὖν ἤδη καὶ ὁ τῶν τὸ ἧπαρ φλεγμαινόντων σφυγμὸς,
5οἷος ἂν εἴη, καὶ ὁ τῶν τὸν σπλῆνα, καὶ ὁ τῶν τοὺς νε‐ φροὺς, ἢ τὴν κύστιν, ἢ τὴν γαστέρα, ἢ τὸ κῶλον, καὶ πλευ‐ ριτικῶν καὶ περιπνευμονικῶν καὶ πάντων ἁπλῶς εἰπεῖν ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς ἕπεται. πλὴν ὅσα διὰ μὲν τῶν συμπτωμάτων φύσιν τῶν τε ἐξ ἀνάγκης ἑπομένων αὐταῖς
10καὶ τῶν κατὰ τύχην συνδραμόντων, ὡς ἂν ἕκαστον τρέπειν δύνηται, καὶ τὸν σφυγμὸν ἐπὶ τοσοῦτον ἀλλοιοῦσθαι συμβή‐ σεται, μικτῆς ἐν αὐτῇ τροπῆς γενομένης, τῆς δὲ κατὰ τὸν λόγον φλεγμονῆς, καὶ ἣν ἡ τοῦ τόπου φύσις, καὶ ἡ τοῦ πα‐ ρόντος συμπτώματος ἐργάζεται. σπασθῆναι μὲν γὰρ τοῖς
15τὰς φρένας φλεγμαίνουσιν ἕτοιμον. πνιγῆναι δὲ τοῖς τὸν πνεύμονα. συγκοπῆναι δὲ τοῖς τὸ στόμα τῆς γαστρός. ἀτρο‐ φῆσαι δὲ τοῖς τὸ ἧπαρ. ἀπεπτῆσαι δὲ τοῖς τὴν γαστέρα. ἐπισχεθῆναι δὲ τὰ οὖρα τοῖς τοὺς νεφρούς. καὶ τὰ μὲν
αἰσθητικώτερα μέρη διὰ τὰς ὀδύνας τρέπει τοὺς σφυγμούς·476

8

.

477

τὰ δὲ ἀναισθητότερα κατὰ τὴν διάθεσιν μόνον. ἐκ τούτων οὖν ἁπάντων πολυειδεῖς αἱ ἀλλοιώσεις γίνονται τῶν ἐπὶ ταῖς φλεγμοναῖς σφυγμῶν, καὶ ὡς χρὴ διορίζειν αὐτὰς, εἴρηται μὲν ἐν ἑτέραις τελείως, εἰρήσεται δὲ καὶ νῦν, εἰς ὅσον τοῖς εἰσα‐
5γομένοις χρήσιμόν ἐστι. Τῶν μὲν οὖν πλευριτικῶν ταχὺς καὶ πυκνὸς καὶ οὐ λίαν μέγας. δόξει δὲ εἶναι καὶ σφοδρός. ὁ δέ ἐστιν οὐκ ἀμυδρὸς μὲν, οὐ μὴν ἤδη καὶ σφοδρὸς, ὅσον ἐπὶ τῷ πάθει. τούτου γὰρ ἐπὶ πάντων μεμνῆσθαι χρὴ, τοῦ δεῖν ἐφ’ ἑκάστῳ
10τῶν πραγμάτων, ὅσον ἐπ’ ἐκείνῳ, τὴν τροπὴν ἐξετάζειν, διο‐ ρίζοντας τὸ διά τι ἄλλο, καὶ μὴ δι’ ἐκεῖνο συμβεβηκός. ὁ τοί‐ νυν τῶν πλευριτικῶν σφυγμὸς νευρωδεστέραν πως καὶ σκληροτέ‐ ραν ἐργαζόμενος τὴν ἀρτηρίαν, ὡς ἂν εἰς σφοδρότητα τρέπων, ἀπατᾷ τοὺς ἀγυμνάστους, οὐ δυναμένους διακρίνειν σκληρὰν
15πληγὴν σφοδρᾶς. οὕτω δὲ καὶ ἄλλας πολλὰς διαφορὰς σφυγμῶν ἀδυνατοῦντες διακρίνειν οἱ πολλοὶ τῶν ἰατρῶν τάχα ἂν μέμψονται τοῖς ἐνταῦθα γεγραμμένοις, ἐξ ὧν αὐτοὶ
μὴ συνίασι τῶν ὀρθῶς λεγομένων καταγιγνώσκοντες. ἀλλ’477

8

.

478

οὐ χρὴ μηκύνειν ἐν τῷ νῦν λόγῳ περὶ αὐτῶν. γέγραπται γὰρ ἡμῖν ἰδίᾳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἀσκεῖν οὖν παρακελεύομαι τόν τε λογισμὸν ἅμα καὶ τὴν ἁφὴν, ὡς ἐπ’ αὐτῶν τῶν ἔργων γνωρίζειν δύνασθαι τοὺς σφυγμοὺς, οὐ
5λόγῳ διακρίνειν μόνον. ἀρχὴ δὲ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τοῦ λόγου διδασκαλία. καὶ γάρ τοι καὶ τῆς πυκνότη‐ τος οὐχ οἷόν τε τὸ ποσὸν λόγῳ ἑρμηνεῦσαι, καί τοι μεγάλην ἔχει διαφορὰν, ἢ ὑπερβαίνουσα τὸ εἰθισμένον μέτρον τῆς πλευρίτιδος, ἢ ἐλλείπουσα. τὰς μὲν γὰρ ὑπερβολὰς εἰς περι‐
10πνευμονίαν μεθισταμένης, ἢ συγκοπὴν ἀπειλούσης ἀνάγκη γί‐ νεσθαι. τὰς δὲ ἐνδείας, εἰς καταφορὰν, ἢ νεύρων βλάβην τελευτᾷν. οὕτως δὲ καὶ τὸ τῆς ἀνωμαλίας εἶδος, τὸ μὲν οἷον ἐμπριστικὸν, ἴδιον οὐχ ἥκιστα πλευριτικῶν ὑπάρχον, ἀνιέ‐ μενον μὲν μαλακῆς καὶ ῥᾳδίως πεφθησομένης. ἐπιτεινόμε‐
15νον δὲ χαλεπῆς καὶ δυσπέπτου γνώρισμα πλευρίτιδος. αἱ δὲ τοιαῦται σὺν ἀσθενεῖ τῇ δυνάμει κινδυνώδεις ὀξέως· σὺν ἰσχυρᾷ δὲ ἢ χρονίως ἐπέφθησαν, ἢ εἰς ἐμπύημα μετέπε‐
σον, ἢ φθινώδης αὐτὰς μαρασμὸς διεδέξατο. τῆς μὲν οὖν478

8

.

479

πεπτομένης ὁ σφυγμὸς πᾶσαν ἀποτίθεται καταβραχὺ τὴν παρὰ φύσιν τροπήν. τῆς δὲ εἰς ἐμπύημα μεταπιπτούσης οἱ τῶν ἐμπυημάτων ἴδιοι γίνονται. κατὰ ταὐτὰ δὲ καὶ τοῖς φθινωδῶς μαρανθησομένοις οἱ ἐπὶ τῶν μαρασμῶν.
5 Ἔστι δὲ τῶν ἐμπύων ὁ σφυγμὸς, ἄρτι μὲν ἀρχομένων οἷος ὁ τῆς ἀκμαζούσης φλεγμονῆς. αὕτη γὰρ καὶ αὐτῶν τῶν ἐμπυημάτων ἐστὶν ἀρχή. ἔσθ’ ὅτε δὲ καὶ ἀνώμαλος καὶ ἄτακτος, ἑκτικὸς δὲ πᾶσιν. ἤδη δὲ τοῦ πύου παρακειμένου, τὰ μὲν ἄλλα παραπλήσιος, ἀλλ’ ὁμαλώτερος. ἐπὶ δὲ ταῖς
10ῥήξεσιν ἀμυδρότερος καὶ πλατύτερος καὶ βραδύτερος καὶ ἀραιότερος. Ὁ δὲ τῶν μαραινομένων οὐ καθ’ ἓν εἶδος τρέπεται σφυγμός. χρὴ δὲ ἐφ’ ὅσον ἐνδέχεται, διαφοραῖς εὐδήλοις διορίσασθαι περὶ αὐτῶν. οἱ μὲν δὴ ταῖς μὴ λυθείσαις φλεγ‐
15μοναῖς κατὰ βραχὺ συναπομαρανθέντες ἀμυδροὺς καὶ θάτ‐ τονας καὶ πυκνοὺς ἄγαν καὶ μυούρους κατὰ μέγεθος ἐν μιᾷ πληγῇ τοὺς σφυγμοὺς ἴσχουσιν. οὓς Ἀρχιγένης ἐπινενευκότας τε καὶ περινενευκότας καλεῖ, σαφῶς δηλοῦν βουλόμενος τὸ
κατὰ τὴν διαστολὴν βραχὺ, μετὰ τῆς τῶν ἑκατέρωθεν περάτων479

8

.

480

οἷον ἐπινεύσεως, οὐ γὰρ ὡς ἀποκεκομμένων ἀθρόως, ἀλλ’ ὡς ἐπικεκαμμένων τῶν ἑκατέρωθεν μερῶν εἰς βραχὺ συνέσταλ‐ ται, μύουρος ὢν τῷ μεγέθει καθ’ ἑκάτερα τὰ μέρη. τοῦτο μὲν οὖν οὐ τούτοις μόνοις, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν
5ὁπωσοῦν μαραινομένων ὑπάρχει. τοῖς μὲν οὖν διὰ φλεγμονὰς πᾶσιν, ἤδη δὲ καὶ τῶν ἄλλων τοῖς πολλοῖς, εἰ μή τι ἄρα καὶ ἐκεῖνοι διά τινας φλεγμονὰς λανθανούσας μαραίνονται. καὶ εἴη ἂν οὗτος τῶν ἐπὶ φλεγμοναῖς μαραινομένων ἴδιος, οὐδενὶ τῶν ἄλλως μαρανθέντων ὑπάρχων. ἑκτικὸς δὲ ἅπασι
10τοῖς μαραινομένοις σφυγμός ἐστι, καὶ τοῦτο αὐτοῖς κοινότα‐ τον. ἐν δευτέρῳ δὲ ἡ κατὰ τὸ μέγεθος τῆς διαστολῆς ἀνω‐ μαλία μυουρίζουσα. καὶ γὰρ καὶ τοῦτο τοῖς πλείστοις ὑπάρ‐ χει. τρίτον δὲ τὸ τῆς πυκνότητος. ὑπάρχει γὰρ καὶ τοῦτο πᾶσι μὲν τοῖς ἐπὶ φλεγμοναῖς μαρανθεῖσιν ἀχώριστον. ἀλλὰ
15καὶ τοῖς ἐπὶ καρδιακαῖς διαθέσεσιν, ἢ στομαχικαῖς συγκοπαῖς ὀξέως κινδυνεύουσιν, εἶτ’ ἀπὸ οἴνου πόσεως διαφυγοῦσι μὲν τὴν ὀξύτητα, μαρανθεῖσι δὲ τῷ χρόνῳ, εἰ μή τις ἄρα καὶ τού‐
τους φαίη τις ἐπὶ μικραῖς φλεγμοναῖς ἀδήλοις ἡμῖν ἀπόλλυσθαι.480

8

.

481

καὶ γάρ τινες αὐτῶν τὸν ἐπινενευκότα σφυγμὸν ἔχουσι, εἰ μή τι ἄρα πάλιν τούτους μὲν ἐπὶ φλεγμοναῖς, τοὺς δὲ ἄλλους ἄνευ φλεγμονῆς μαραίνεσθαι φήσει τις. τοῦτο μὲν οὖν ἄπορον. ἔχουσι δὲ οὗτοι σφυγμὸν ἑκτικὸν ἤτοι ἀμυδρὸν, πυκνὸν ἄγαν,
5καί τινες αὐτῶν τὸν ἐπινενευκότα. δευτέρα μὲν δὴ αὕτη δια‐ φορὰ σφυγμοῖς τοῖς μαραινομένοις. ἄλλη δὲ τρίτη τῶν ἀραιὸν ἰσχόντων. ἀλλὰ καὶ τούτοις πάντως ὅ τε προηγησάμενος πυρετὸς ἐπύκνωσεν αὐτὸν, καὶ ἡ ἐσχάτη λύσις τῆς δυνάμεως ἱκανῶς πυκνοῖ. τοὐμμέσῳ δὲ πάντων μὲν πυρετῶν ὑποψυ‐
10χθέντων, μηδέπω δὲ ἀπολλυμένων αὐτῶν τὴν εἰς ἀραιότητα τροπὴν εἰργάσατο. τοῦτο δὲ τὸ εἶδος τῶν μαρασμῶν πρεσ‐ βυτικῆς ἡλικίας ἴδιον, ἡνίκα ἂν μάλιστα τῶν κατὰ θώρακα καὶ πνεύμονα πεπονθός τι τύχῃ. οὗτοι τὴν πυρεκτικὴν σκλη‐ ρότητα τοῦ σφυγμοῦ φυλάττουσι, κᾂν ἀραιὸς ᾖ. παντελῶς
15δὲ ὀλίγοις τῶν μαραινομένων εἰς ἄλλην ἀνωμαλίαν ὁ σφυγμὸς τρέπεται πλὴν τῆς εἰρημένης κατὰ τὸ μέγεθος. Ὁ δὲ τῶν φθισικῶν ὀνομαζομένων σφυγμὸς μικρὸς καὶ
ἀμυδρός ἐστι καὶ μαλακὸς καὶ ταχὺς συμμέτρως καὶ ἑκτικός.481

8

.

482

Ὁ δὲ τῶν περιπνευμονικῶν μέγας ἐστὶ, καὶ κυματῶδές τι ἔχων, καὶ ἀμυδρὸς καὶ μαλακὸς, ὁμοίως τῷ τῶν ληθαρ‐ γικῶν, πλὴν ὅσα πλεονάζει τῇ ἀνωμαλίᾳ, τῇ τε κατὰ μίαν πληγὴν καὶ τῇ συστηματικῇ καλουμένῃ· κατὰ μὲν τὴν
5μίαν πληγὴν οἷον διακεκομμένος τε καὶ κυματιζόμενος καὶ δίκροτος ἔσθ’ ὅτε γινόμενος· ἐν δὲ τῇ συστηματικῇ τάς τε ἄλ‐ λας διαφορὰς ἔχει, καί ποτε μὲν διαλείπει, ποτὲ δὲ παρεμ‐ πίπτει. πυρεττόντων δ’ ἁπάντων τῶν περιπνευμονικῶν ὀξέως, καί τι καὶ κωματῶδες ἐχόντων, ὁπότερον ἂν αὐτῶν ἐπικρατῇ,
10κατ’ ἐκεῖνο μάλιστα τὸ ποσὸν τῆς πυκνότητος εὑρίσκεται. πυρωδεστέρας μὲν ὑπαρχούσης τῆς περιπνευμονίας, ἱκανῶς ὁ σφυγμὸς πυκνός ἐστι· κωματωδεστέρας δὲ ἧττον πυκνός ἐστι. Ὁ δὲ τῶν ληθαργικῶν σφυγμὸς ὅμοιος ὢν τῷ τῶν περι‐ πνευμονικῶν κατά τε μέγεθος καὶ ἀμυδρότητα καὶ μαλακότητα
15καὶ βραδύτερος αὐτοῦ ἐστι καὶ ἀμυδρότερος καὶ ἧττον ἀνώ‐ μαλος καὶ διαλείπων μᾶλλον ἢ παρεμπίπτων. γίγνεται δὲ ἔσθ’ ὅτε καὶ δίκροτος. ἀεὶ μέντοι κωματώδης ἐστὶ, ἔν γε ταῖς βαθείαις καταφοραῖς, ἐφ’ ὧν ταῦτα λέγεται. τῶν γὰρ
συμπεπληρωμένων ἅπασι τοῖς ἑαυτῶν γνωρίσμασι νοση‐482

8

.

483

μάτων τοὺς σφυγμοὺς διέξιμεν, ἵνα καὶ τῶν ἐλλειπόντων κατά τι καὶ μηδέπω τελείων ἱκανῶς γνωρίζειν δυνηθῶμεν τὸ μέγεθος, ὅσον τε ἤδη ἔχουσι καὶ ὅσον οἷόν τέ ἐστι προσγε‐ νέσθαι αὐτοῖς. ἐπειδὴ δὲ πολλάκις μὲν ἀνωμαλίας ἐμνημο‐
5νεύσαμεν, ὀλιγάκις δὲ ἀταξίας, εἰδέναι χρὴ τοῦτο καθόλου, ταῖς ἀνωμαλίαις ὡς τὸ πολὺ τὴν ἀταξίαν ἑπομένην. σπα‐ νίως δὲ ἔστιν εὑρεῖν ἀνώμαλον σφυγμὸν τεταγμένον. αἱ μὲν οὖν μικρότεραι βλάβαι τοὺς ἀνωμάλους καὶ τεταγμένους, αἱ δὲ μείζονες τοὺς ἀνωμάλους καὶ ἀτάκτους σφυγμοὺς ἐργάζονται.
10 Ὁ δὲ τῶν φρενιτικῶν σφυγμὸς μικρός ἐστι· σπανιώ‐ τατα δὲ ὤφθη ποτὲ μέγας καὶ τόνου μετρίως ἔχει. καὶ σκληρὸς καὶ νευρώδης ἐστὶ καὶ πυκνὸς καὶ ἄγαν ταχύς. ἔχει δέ τι καὶ κυματῶδες. ἐνίοτε δὲ καὶ ὑποτρέμειν σοι δόξειε· ποτὲ δὲ καὶ ἀποκεκόφθαι σπασμωδῶς. τὸ γὰρ τῶν πυρετῶν
15ἴδιον ἐν τῷ τάχει σύμπτωμα μάλιστα οὗτος ἐναργῶς ἐκτή‐ σατο κατ’ ἀμφότερα τῆς διαστολῆς τὰ πέρατα, καὶ μᾶλλον τὸ ἔξω. ἔστι δὲ καὶ τὸ τῆς κατὰ τὴν θέσιν ἀνωμαλίας εἶδος
εὑρεῖν ἐν αὐτοῖς σφοδρῶς γενόμενόν ποτε. ἀλλὰ καὶ ὅλη σοι483

8

.

484

δόξει πολλάκις ἡ ἀρτηρία καταλιποῦσα τὸν ἑαυτῆς τόπον, ἄνω φέρεσθαι κλονωδῶς, ἀναβρασσομένη μᾶλλον, οὐ σφυγ‐ ματωδῶς διαστελλομένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ κάτω χωρεῖ κατασπωμένη μᾶλλον ἢ συστελλομένη. τὸ δὲ
5ἄγαν πυκνὸν αὐτῆς ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν. Ἔστι δέ τι καὶ ἄλλο πάθος ὃ εἴτε μέσον ληθάργου καὶ φρενίτιδος χρὴ ὀνομάζειν, ὡς οὐδετέρῳ ταὐτὸν ὂν, εἴτε κοι‐ νὸν ἀμφοῖν, ὡς μικτὸν ἔκ τε τῶν φρενίτιδος εἰδῶν ἔκ τε τῶν ληθάργου. τοῦτο μὲν ἰδίᾳ σκεψώμεθα. περὶ δὲ τῶν
10σφυγμῶν αὐτοῦ νῦν ἐροῦμεν. καὶ ἵνα μὴ ὥσπερ αἴνιγμά τι προβεβλημένον εἴη, τοῖς συνεδρεύουσιν αὐτῷ δηλώσω. τὰ μὲν πολλὰ μύουσι τοὺς ὀφθαλμοὺς καὶ ὑπνώδεις εἰσὶ καὶ ῥέγχουσιν. αὖθις δ’ ἐπὶ πλεῖστον ἀτενὲς ὁρῶντες, διετέλε‐ σαν ἀσκαρδαμυκτὶ παραπλησίως τοῖς κατόχοις. καὶ εἰ πυν‐
15θάνοιτό τις, καὶ εἰ διαλέγεσθαι βιάζοιτο, δυσχερεῖς ἀποκρίνε‐ σθαι καὶ ἀργοί. τὰ πολλὰ δὲ καὶ παραφόρως φθεγγόμενοι, καὶ οὐκ ὀρθῶς ἀποκρινόμενοι, καὶ ληροῦντες εἰκῆ. τοιοῦτον μέν ἐστι τὸ πάθος, ὃ καὶ νῦν βούλομαι δηλοῦν τοῖς συνε‐
δρεύουσι γνωρισθὲν, ἀπορίᾳ οἰκείου ὀνόματος. οἱ σφυγμοὶ484

8

.

485

δὲ αὐτοῦ ταχεῖς, καὶ πυκνοὶ παραπλησίως τοῖς φρενιτικοῖς, ἀλλ’ ἧττον. οὕτω δὲ καὶ ἰσχύος ἧττον ἐκείνων ἔχουσι. πλα‐ τεῖς δὲ καὶ βραχεῖς, καὶ τὸ κατὰ τὴν ἔξω κίνησιν ἀθρόως ἀποκεκομμένον οὐκ ἔχοντες, ἀλλ’ ἑτέρῳ μὲν τρόπῳ, καθάπερ
5εἴσω σπεύδοντες ὑποφεύγουσιν, ἐπιταχύνοντες μὲν τὴν συστο‐ λὴν, ὑποκλέπτοντες δὲ τὴν διαστολήν. οὐ μὴν ὁμοίως γε κατ’ αὐτὴν τοῖς φρενιτικοῖς. τὸ γὰρ οἷον ἀποκεκομμένον οὐκ ἔχουσιν. Οἱ δὲ τῶν κατόχων σφυγμοὶ, κατόχους γὰρ καὶ κα‐
10τεχομένους ἐκάλουν αὐτοὺς οἱ παλαιοὶ, κατοχὴν δὲ καὶ κατά‐ ληψιν οἱ νεώτεροι τὸ πάθος ὀνομάζουσιν, ἐοίκασι μὲν τὰ ἄλλα τοῖς ληθαργικοῖς, μεγέθους τε καὶ βραδύτητος καὶ ἀραιότητος, ὥσπερ καὶ ὅλον τὸ πάθος τοῦ πάθους οὐ πόῤῥω τὴν ἰδέαν ἐστίν. οὐ μὴν ἀσθενὴς ὁ τῶν κατόχων
15σφυγμὸς, οὐδὲ μαλακός. ἀλλ’ ἐν τούτοις δὴ καὶ πάνυ δια‐ φέρουσιν, ὥσπερ καὶ ἐν τῷ λύεσθαι μὲν καὶ οἰδίσκεσθαι τὴν ὅλην ἕξιν τοῖς ληθαργικοῖς, ἐσφίχθαι δὲ καὶ συνέχεσθαι τοῖς κατόχοις. οὕτω δὲ καὶ ἀνωμαλίᾳ καὶ ὁμαλότητι δια‐
φέρουσιν ἀλλήλων. ὁμαλὸς γὰρ ὁ τῶν κατόχων σφυγμὸς,485

8

.

486

ἀνώμαλος δὲ ὁ τῶν ληθαργικῶν. Ἀρχιγένης δέ φησι τὸν τῆς ἀρτηρίας τόπον ἰδίως ἐπ’ αὐτῶν θερμότερον εὑρίσκεσθαι, καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς. Τῶν σπωμένων αὐτὸ μὲν τὸ σῶμα τῆς ἀρτηρίας συνῆ‐
5χθαι δοκεῖ, καὶ πανταχόθεν ἐσφηνῶσθαι, οὐχ ὡς τεθλιμμέ‐ νον ὑπό τινος, ἢ στενοχωρούμενον. οὐ μὴν οὐδ’ ὅλως πε‐ φρικὸς οἷον τὸ πυρεκτικὸν, καὶ μάλιστα, ὡς ἐν ἐπισημασίαις. οὐδὲ ὡς διὰ σκληρότητα δυσεπέκτατον, οἷον τὸ ἐπὶ χρόνου μήκεσι. καὶ μάλιστα σὺν ἁμαρτήμασί τισιν, ἢ σπλάγχνων
10κακώσεσιν, ἀλλ’ ὡς ἂν εἰ σῶμα νευρῶδες κοῖλον, οἷον ἔντε‐ ρον, ἤ τι παραπλήσιον ἐξ ἀμφοτέρων τῶν περάτων τεταμέ‐ νον. οὕτω δὲ καὶ ἡ κίνησις ἀνώμαλος, ἄνω καὶ κάτω μεθι‐ σταμένης τῆς ἀρτηρίας, ὥσπερ χορδῆς. οὐδὲ γὰρ διαστολῆς, ἢ συστολῆς ἔμφασίς ἐστιν, ἀλλὰ κλόνῳ μᾶλλον ἔοικεν, οἷον
15ἐκπηδώσης ἄνω, πάλιν δὲ εἴσω σπωμένης, καὶ οὔτε διακεκρι‐ μένως τοῦτο πασχούσης. ἀλλ’ ἑνὶ χρόνῳ πολλάκις τὸ μέν τι μέρος αὐτῆς ἄνω φέρεσθαι δοκεῖ, καθάπερ ἐκτοξευόμενον,
τὸ δὲ εἴσω φέρεσθαι, καθάπερ ὑπό τινος ἑλκόμενον, καὶ τὸ486

8

.

487

μὲν ταχέως κινεῖσθαι, τὸ δὲ βραδέως. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμός. ὁ δὲ ἔστι μὲν οὔτε ἀμυδρὸς, οὔτε μικρὸς, οὐ μὴν ἐφ’ ὅσον φαντάζεται σφοδρὸς, ἢ μέγας. ἐξαπατᾷ γὰρ ἡ πληγὴ, διὰ μὲν τὴν τά‐
5σιν εὔρωστος φαινομένη, διὰ δὲ τὸν κλόνον ἐκπηδητική. ὅθεν καὶ ὑψηλότερος ἔσθ’ ὅτε φαίνεται, καὶ οἷον ψόφον τινὰ τραχὺν ἀποτελεῖ πρὸς τὴν ἁφήν. καὶ οὐκ ἄν τινα λάθοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος. οὐδενὶ γὰρ ἔοικεν, οὔτε τὴν ἐφ’ ἑκάτερα τάσιν οὔτε τὸ σπασμῶδες τῆς κινήσεως. μιγνυ‐
10μένου δὲ αὐτοῦ τῷ τῆς καταφορᾶς δυσφώρατος ἡ κίνησις, καὶ μόνῳ τῷ καθ’ ἑαυτὸν ἑκάτερον γνωρίζειν ἀκριβῶς ἠσκη‐ μένῳ, δυνατὸν καὶ τὴν μίξιν ἐπιγνῶναι. Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς καὶ βραδύς. καί τισι μὲν αὐτῶν ἀραιὸς, τισὶ δὲ πυκνὸς μὲν, ἀλλ’ ὑποδια‐
15λείπων ἀτάκτως. Ἐπιληπτικῶν δὲ καὶ ἀποπληκτικῶν οἱ σφυγμοὶ παρα‐ πλήσιοι. ὅσα οὖν περὶ τῶν ἐπιληπτικῶν ῥηθήσεται,
ταῦτα καὶ περὶ τῶν ἀποπληκτικῶν εἰρῆσθαι δοκεῖν χρὴ,487

8

.

488

ἐπιτεταμένα δὲ μᾶλλον. ἐν μὲν δὴ τῷ μετρίως ἐνοχλεῖσθαι, καὶ μηδέπω τῆς φύσεως ἱκανῶς ἰσχυρότερον εἶναι τὸ πάθος, οὐδεμίαν εὔδηλόν ἐστιν εὑρεῖν τροπὴν ἐν μεγέθει καὶ σφο‐ δρότητι καὶ τάχει καὶ πυκνότητι καὶ σκληρότητι. μόνον δ’
5ὥσπερ τεταμένη καθ’ ἑκάτερόν ἐστιν ἡ ἀρτηρία τοῖς σπωμέ‐ νοις εἰκότως. εἰ δ’ ἰσχυρὸν εἴη τὸ πάθος, ὡς βαρύνειν τὴν δύναμιν, ἀνωμαλίαν τέ τινα λαμβάνει καὶ τάσιν ἰσχυρὰν καὶ μικρότερος γίνεται καὶ ἀμυδρότερος καὶ ἀραιότερος. μεγάλως δὲ θλίψαν, καὶ καταβαλὸν τὴν δύναμιν, ἀμυδροὺς καὶ πυ‐
10κνοὺς καὶ ταχεῖς ἐργάζεται. Ὁ δὲ τῶν συναγχικῶν σφυγμὸς τάσιν μέν τινα παρα‐ πλησίαν ἔχει τῷ σπασμῷ, μέγας δέ ἐστι καὶ κυματώδης, ὡς τῶν περιπνευμονικῶν. καὶ ὁπότερον ἂν ἐπ’ αὐτῷ μεγάλως ἐπικρατῇ, κατ’ ἐκεῖνο χρὴ προσδοκᾷν τὴν μετάπτωσιν.
15εἰ μὲν γὰρ τὸ περιπνευμονικὸν εἶδος ἐπικρατήσειεν, εἰς περι‐ πνευμονίας, εἰ δὲ τὸ σπασμῶδες, εἰς σπασμὸν ἡ συνάγχη τελήσει· ὅσοι δ’ ἂν ἐξ αὐτῶν ἰσχυρῶς πνίγονται, μικρὸς τούτοις καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται· τελευτώντων δ’ ἤδη
πυκνὸς καὶ ἀνώμαλος.488

8

.

489

Ὀρθοπνοίας ὀξείας σφυγμὸς ἀνώμαλος καὶ ἄτακτος καὶ ὑπεκλείπων. καὶ τῆς μὲν μέσης τῇ κακίᾳ πυκνὸς, τῆς δ’ ἐσχάτως βιαίας βραδὺς καὶ ἐκλείπων· τῆς δ’ ἀναιρούσης ἤδη, πυκνὸς καὶ ἀμυδρός.
5 Ὑστερικῆς δὲ πνίξεως ἀποτεταμένος σπασμωδῶς καὶ ἀραιός. τῆς δ’ ὀλεθρίας πυκνὸς καὶ ἄτακτος καὶ ὑπεκ‐ λείπων. Στόμαχος πεπονθὼς, οὕτως γὰρ καλείσθω καὶ ὑφ’ ἡμῶν ἐν τῷ παρόντι τὸ στόμα τῆς κοιλίας διὰ τὴν τῶν πολ‐
10λῶν συνήθειαν, οὐ καθ’ ἓν εἶδος τρέπει τὸν σφυγμόν. ἀλλ’ ὁ μὲν φλεγμαίνων μόνον, οἵαν ἐπὶ φλεγμονῆς νευρώδους σώ‐ ματος εἴπομεν γίνεσθαι, τὴν τροπὴν τοιαύτην ἐργάζεται. ὁ δὲ θλιβόμενος, ἢ δακνόμενος, ἢ ἐκλύων, ἢ ἐμετικὸς, ἢ ναυτιώδης, ἢ ἀνόρεκτος, ἢ ὀδυνώδης κατὰ τὸ τοῦ συμπτώ‐
15ματος εἶδος. αἱ μὲν γὰρ δήξεις καὶ οἱ ἔμετοι καὶ ναυτίαι καὶ οἱ λυγμοὶ καὶ οἱ ἀλυσμοὶ καὶ ἐκλύσεις ἰσχυρῶς πυ‐
κνοῦσι τὸν σφυγμὸν, σὺν τῷ μικρὸν καὶ ἀμυδρὸν ἐργάζε‐489

8

.

490

σθαι. καί τισι μετρίως θάττονα. θλίψις δὲ μόνη χωρὶς τούτων τινὸς ἀραιὸν καὶ βραδὺν καὶ μικρὸν καὶ ἀμυδρόν. ἡ δὲ τοιαύτη θλίψις ἐπὶ τροφαῖς βαρυνούσαις γίνεται, μηδε‐ μίαν ἐχούσαις ἰσχυρὰν δύναμιν, ἀλλὰ τῷ ποσῷ μόνῳ διο‐
5χλούσαις, καί τισι ὑγροῖς συῤῥυεῖσιν εἰς αὐτὸν ἀδήκτοις. εἰ δὲ καὶ ψύχοιτο πρὸς αὐτῶν, τότε δὴ καὶ μάλιστα τοιοῦ‐ τος ὁ σφυγμὸς ἔσται. καὶ ὁ τῶν βουλιμιώντων δὲ τοιοῦ‐ τός ἐστιν. αἱ μὲν οὖν εἰς πυκνότητα τρέπουσαι διαθέσεις, ἅπασαι χρονίζουσαι, ἢ καὶ σφοδρότεραι γινόμεναι, τὸν σκω‐
10ληκίζοντα σφυγμὸν ἐργάζονται. αἱ δὲ εἰς ἀραιότητα πρὸς τῷ τὰς εἰρημένας διαφορὰς ἐπιτείνειν τοιοῦτόν τι σὺν αὐτοῖς εἶδος ἐν τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ γεννῶσιν, ὡς εἰς πολλὰ δοκεῖν τετρῆσθαι τὸ σῶμα τῆς ἀρτηρίας, ὡς μηδὲν συνεχὲς δοκεῖν εἶναι, ἀλλ’ οἷον ψάμμου προσπεσούσης αἴσθη‐
15σιν γίνεσθαι τῇ ἁφῇ κατὰ τὴν διαστολήν. Ὑδέρων ὁ σφυγμὸς τοῦ μὲν ἀσκίτου μακρὸς καὶ πυκνὸς
καὶ ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ τυμπανίτου μακρό‐490

8

.

491

τερος, οὐκ ἄῤῥωστος, θάττων, πυκνὸς, ὑπόσκληρος, σύν τινι τάσει· τοῦ δὲ ἀνὰ σάρκα κυματώδης πλατύτερος καὶ μαλακός. Ἐλεφαντιώντων σφυγμὸς μικρὸς καὶ ἄῤῥωστος καὶ βρα‐
5δὺς καὶ πυκνός. Ἰκτεριώντων σφυγμὸς ἄνευ πυρετοῦ μικρότερος, πυ‐ κνότερος, σκληρότερος, οὐκ ἀμυδρὸς, οὐ τάχυς. Τῶν δὲ ἐλλέβορον εἰληφότων, ὀλίγον μὲν πρὸ τῶν ἐμέτων, ἡνίκα ἂν θλίβωνται, πλατὺς, ἀραιὸς, ἀμυδρότε‐
10ρος καὶ βραδύτερος· ἐμούντων δὲ καὶ σπαραττομένων ἀνώμα‐ λος καὶ ἄτακτος. ἤδη δὲ καὶ βελτιόνων γινομένων τεταγ‐ μένος μὲν, ἀλλὰ καὶ ἔτι ἀνώμαλος, ἧττον δὲ ἢ πρόσθεν. ἐγγὺς δὲ τοῦ κατὰ φύσιν ἐλθόντων ὁμαλὸς καὶ μείζων τοῦ πρόσθεν καὶ σφοδρότερος. ὅσοι δὲ ἐξ αὐτῶν συγκόπτον‐
15ται καὶ σπῶνται καὶ λύζουσι, μικρὸς τούτοις καὶ ἀμυ‐ δρὸς καὶ ἄτακτος ὁ σφυγμὸς καὶ θάττων καὶ πυκνὸς
ἄγαν. τοῖς δὲ πνιγομένοις αὐτῶν μικρὸς καὶ ἀμυδρὸς491

8

.

492

καὶ ἄτακτος καὶ ἀνώμαλος, οὐ μὴν πυκνὸς, οὐδὲ ταχὺς, ἀλλ’ ἐπιβραδύνων μᾶλλον. ἐμφαίνει δέ τι καὶ κυματῶ‐ δες καὶ πλατὺ καί ποτε καὶ τάσιν τινὰ τῆς ἀρτηρίας
βραχεῖαν.492