TLG 0057 056 :: GALENUS :: De difficultate respirationis libri iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De difficultate respirationis libri iii

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 7. Leipzig: Knobloch, 1824 (repr. Hildesheim: Olms, 1965): 753–960.

Citation: Volume — page — (line)

7

.

753

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ
t2ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1 Ὅτι μὲν ἡ δύσπνοια βλάβη τις τῆς ἀνα‐ πνοῆς ἐστιν, ὥσπερ ἡ δυσαισθησία τῆς αἰσθήσεως, καὶ ἡ δυσκινησία τῆς κινήσεως, ἱκανὸν ἐνδείξασθαι τοὔνομα· πόσαι δὲ τῆς βλάβης διαφοραὶ, καὶ διὰ τίνας αἰτίας γιγνόμεναι, καὶ
5πῶς ἑκάστην αὐτῶν χρὴ διαγινώσκειν, οὐκ ἐκ τῆς προσηγο‐ ρίας διδαχθῆναι νῦν ἔστιν, ἀλλ’ ἡ φύσις αὐτὴ τῆς ἀναπνοῆς ἐνδείξεται. ταῦτά τοι καὶ διεσπούδασται τοῖς παλαιοῖς ἰα‐
τροῖς ἅπασιν ἡ τοῦ κατὰ φύσιν ἐπίγνωσις, ἄλλων τε πολλῶν753

7

.

754

ἕνεκα καὶ τῆς ἐν τοῖς παρὰ φύσιν ἐνδείξεως οὐχ ἥκιστα. ἐπειδὴ γὰρ ἓν μέν τι τὸ κατὰ φύσιν καὶ οἷον κανὼν καὶ μέ‐ τρον καὶ ὅμοιον ἑαυτοῦ, ποικίλον δὲ καὶ ἀνόμοιον καὶ πο‐ λυειδὲς τοῖς σφάλμασιν τὸ παρὰ φύσιν, ὡς κινδυνεύειν ἄπει‐
5ρον μὲν τῷ πλήθει, τῇ τέχνῃ δὲ ἀπεριόριστον ὑπάρχειν, ἀδύνατον ἔδοξε περιλαβεῖν ὅροις τισὶ τὴν ἀπειρίαν αὐτοῦ, χωρὶς τῆς τοῦ κατὰ φύσιν γνώσεως. ἐπειδὴ γὰρ ἕν ἐστι τοῦτο καὶ χρηστὸν τῷ ζώῳ, δῆλον ὡς καὶ σύμμετρον· εἰ δὲ τοῦτο σύμμετρον, ἄμετρον ἂν εἴη τὸ παρὰ φύσιν· εἰ δὲ ἄμε‐
10τρον, διττὸν μὲν τῷ γένει πάντως· ἢ γὰρ ἐλλείπει τι τοῦ κατὰ φύσιν, ἢ ὑπερβάλλει· τοσαύτας δὲ ἐν αὐτῷ διαφορὰς ἕξει τὰς κατὰ μέρος, ὅσας περ ἂν οἷόν τε ᾖ δέξασθαι τὸ πρᾶγμα κατὰ τάς θ’ ὑπερβολὰς τοῦ μετρίου καὶ τὰς ἐλλείψεις. δέχεται δὲ τὸ μὲν ἁπλοῦν διττὰς, τὸ δ’ ἐκ πλειόνων σύνθε‐
15τον διπλασίας κατὰ τὸν ἀριθμὸν τῶν συνθέντων αὐτό. εἰ
μὲν οὖν ἕν τι καὶ ἁπλοῦν ἐστιν ἡ ἀναπνοὴ, διττὰς μὲν ἕξει754

7

.

755

τὰς ἀμετρίας, διττὰς δὲ τῷ γένει τὰς δυσπνοίας· εἰ δ’ οὐχ ἓν, τὰς διαφορὰς ἕξει διπλασίας τὸν ἀριθμὸν τῶν συνθέντων αὐτό. εἰ μὲν οὖν αὕτη σαφής τε ἅμα καὶ σύντομός ἐστιν ἡ διδασκαλία, μακρὰ δικαίως ἡ παρὰ ταῦτα.
5 Καὶ τοίνυν ἐπειδὴ δύο μέν ἐστι τὰ πρῶτα καὶ κυριώτατα μόρια τῆς ὅλης ἀναπνοῆς, εἰσπνοή τε καὶ ἐκ‐ πνοὴ, δύο δ’ ἄλλα κατὰ συμβεβηκὸς αἱ μεταξὺ τούτων ἡσυ‐ χίαι, ἐν τέσσαρσιν ἂν οὕτω τοῖς πᾶσιν ἡ περὶ δυσπνοίας γί‐ νεται σκέψις. ὥστε πάντως δεήσει τινὶ τῶν εἰρημένων, ἤ
10τισιν, ἢ καὶ πᾶσιν ἅμα πλημμελεῖσθαί τε καὶ διαφθείρεσθαι τῆς κατὰ φύσιν ἰδέας εἰς δυσπνοίας γένεσιν. ὀνομάζειν δὲ σαφοῦς ἕνεκα διδασκαλίας οὐδὲν ἂν εἴη χεῖρον ἁπλῆν μὲν δύσ‐ πνοιαν, ἥ τις ἂν ἓν μόριον ἑκάστοτε τῆς ὅλης ἀναπνοῆς κα‐ ταλαμβάνει, σύνθετον δὲ τὴν ἐν πλείοσι συνισταμένην. ἀλλ’
15ἐπεὶ δεύτερόν ἐστιν ἀεὶ τὸ σύνθετον τῶν ἁπλῶν, κατὰ λόγον ἂν εἴη πρότερον περὶ φύσει προτέρων ποιήσασθαι τὸν λόγον,
ὥστε καὶ ἀπὸ τῶν ἁπλῶν δυσπνοιῶν ἄρξασθαι. ἐπειδὰν δὲ755

7

.

756

ταύτας αὐτάρκως διέλθωμεν, μετὰ ταῦτα ἐπαλλάττοντες τάς τε κινήσεις καὶ τὰς ἡσυχίας κατ’ ἀλλήλας τε καὶ καθ’ ἑαυτὰς, οὕτω τὰς συνθέτους ἐξευρήσομεν. τίνες οὖν εἰσιν αἱ κατὰ φύσιν αἰτίαι τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, καὶ
5τίνες ἑκατέρας τῶν ἡσυχιῶν; ταυτὶ γὰρ ἦν τὰ πάντα μόρια τῆς ἀναπνοῆς. ἐπειδὴ δύο μὲν ἐξ ὧν εἴπομεν μορίων κινή‐ σεις εἰσὶν, ἡ ἔξω καὶ ἔσω φορὰ τοῦ πνεύματος, δύο δὲ διο‐ ρίζουσαι ταύτας ἠρεμίαι, γένεσις δὲ ταῖς μὲν κινήσεσι σύνθε‐ τος, ταῖς δ’ ἠρεμίαις ἁπλῆ, δῆλον ὡς τῶν μὲν πλείους ἀμε‐
10τρίαι, τῶν δ’ ἡσυχιῶν διτταὶ γενήσονται. αὗται μὲν γὰρ οὖσαι ἁπλαῖ τοῦ χρόνου τῷ ποσῷ τὰς διαφορὰς ἴσχουσι μόνῳ· αἱ κινήσεις δ’ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ποσῷ τοῦ διαστήματος καθ’ οὗ φέρονται διοίσουσιν. ὥστ’ ἔσονται διτ‐ ταὶ μὲν ἀμετρίαι αὐτῶν, καθὰ καὶ τῶν ἡσυχιῶν ἑκάτεραι,
15τοῦ χρόνου τῷ ποσῷ διαιρούμεναι, καθ’ ἃς ἤτοι ταχεῖαι ἢ βραδεῖαι λεχθήσονται· διτταὶ δ’ ἄλλαι τῷ ποσῷ τῆς διαστο‐
λῆς τῶν ἀναπνευστικῶν ὀργάνων διαφέρουσαι, καθ’ ἃς ἤτοι756

7

.

757

μεγάλας ἢ μικρὰς αὐτὰς ὀνομάζουσιν. εἴπερ γὰρ ἀχώριστα πάσης ἐστὶ τῆς κατὰ τόπον κινήσεως ὅ τε χρόνος ἐν ᾧ κινεῖ‐ ται τὸ κινούμενον καὶ τὸ διάστημα καθ’ οὗ φέρεται, διὰ μὲν τὸν χρόνον ταχέως μὲν καὶ βραδέως ἐροῦμεν γίνεσθαι
5τὴν κίνησιν, διὰ δὲ τὸ διάστημα πολὺ καὶ ὀλίγον. ἀλλὰ τήν γε διαστολὴν τῶν ἀναπνευστικῶν ὀργάνων οὐκ ὀλί‐ γην καὶ πολλὴν, ἀλλὰ μικρὰν καὶ μεγάλην ὀνομάζειν ἔθος, ὥσπέρ γε καὶ τὴν συστολήν· ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοτέ‐ ρων τῶν κινήσεων. ὥσπερ δὲ κινήσεως ἴδια τάχος καὶ
10βραδύτης, οὕτω καὶ τοῦ ποσοῦ τῶν διαλειμμάτων ἀραιότης καὶ πυκνότης. πυκνὰς γοῦν τὰς ἀμπέλους ἢ τὰς ἐλαίας ἢ ὁτιοῦν ἄλλο τοιοῦτον φυτεύεσθαι λέγομεν, ὅταν τὸ βραχύτα‐ τον διάστημα αὐτῶν δηλῶσαι βουληθῶμεν· οὕτω δὲ καὶ ἀραιὰς, ὅταν πολὺ τὸ ἐν μέσῳ τῶν πεφυτευμένων σωμάτων
15ᾖ, καὶ καθόλου φάναι πάντα τὰ ἐκ πλειόνων διωρισμένων συγκείμενα τούτοις χρῆται τοῖς ὀνόμασιν. ἐπεὶ οὖν καὶ ἡ ἀναπνοὴ σύνθετός ἐστιν ἐξ ἐναντίων κινήσεων ἡσυχίαις διω‐
ρισμένων, πυκνὴν αὐτὴν ἐργάζεται τὸ βραχὺ τῶν ἡσυχιῶν,757

7

.

758

ἀραιὰν δὲ τὸ μακρόν. αὗται μὲν οὖν πᾶσαι δυσπνοίας ἁπλαῖ διαφοραὶ καὶ ταῦτ’ αὐτῶν τὰ ὀνόματα, τοῖς τε ἄλλοις πα‐ λαιοῖς συνήθη καὶ Ἱπποκράτει. εἰ δέ τις ἑτέρως ὀνομάζειν ἐθέλει, καθάπερ ἤδη τινὲς τῶν νεωτέρων ἰατρῶν, οὐδὲν ἡμῖν
5διαφέρει· πλὴν ἴστω γε οὗτος μήτε τοῖς Ἱπποκράτει συνή‐ θεσι μήτε τοῖς ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς ἄλλοις Ἕλ‐ λησιν ὀνόμασι χρησάμενος· ἀλλ’ εἰ καὶ τούτων καταφρονοίη, μήτε κυρίως μήτε σαφῶς ἑρμηνεύων. εἰ μὲν γὰρ ἓν ὄνομα κατ’ ἀμφοῖν φέρει, τῆς τε κινήσεως καὶ τῆς ἡσυχίας, ἤτοι τὸ
10τάχος μόνον ἢ τὴν πυκνότητα, καὶ αὖθις ἐπὶ τῶν ἐναντίων ἢ τὴν βραδυτῆτα μόνον ἢ τὴν ἀραιότητα, τοῖς ἑτέροις μηδόλως χρώμενος, ἀσαφείας ἄντικρυς ὁ τοιοῦτος ἐπιθυμεῖ. πολὺ γὰρ, οἶμαι, σαφέστερον, ἓν ἑκατέρῳ τῶν πραγμάτων ὄνομα θέ‐ μενον ἴδιον, ἐκεῖνο καλεῖν διαπαντὸς, εἰδότα γε ὡς τὰ κοινὰ
15τῶν ὀνομάτων οὐδὲν μᾶλλόν γε τὸ ἕτερον τούτων δηλοῦντα, συγχεῖ καὶ ταράττει τὸν ἀκροατὴν, ὡς μὴ γνῶναι, τί ποτ’
ἐστὶ τὸ λεγόμενον, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν·758

7

.

759

εἰ δὲ ἓν μὲν ἑκατέρῳ τῶν πραγμάτων ἐπιφέρει τις ὄνομα, μὴ ὡς ἡμεῖς μέντοι διείλομεν, ἀλλ’ ὑπεναντίως, τάχος μὲν καὶ βραδυτῆτα κατὰ τῶν ἡσυχιῶν, ἀραιότητα δὲ καὶ πυκνότητα κατὰ τῶν κινήσεων, οὐκ οἶδ’ ὅ τι βούλοιτ’ αὐτῷ τοῖς ἀκύροις
5τε καὶ ἀήθεσιν ὀνόμασι πρὸ τῶν κυρίων τε καὶ δι’ ἔθους χρῆ‐ σθαι. ὅτι γὰρ καὶ οἱ νῦν ἅπαντες ἄνθρωποι καὶ οἱ παλαιοὶ βραδυτῆτα καὶ τάχος οὐδενὸς ἄλλου κατηγοροῦσι, πλὴν τῶν κινουμένων, οὐδεὶς ἀγνοεῖ. τί ποτ’ οὖν σοφὸν ἀπειργασμέ‐ νον ἔσται τῷ μετατιθέντι τὴν τῶν ὀνομάτων χρῆσιν εἰς το‐
10σοῦτον, ὡς τὰς ἡσυχίας τοῖς τῶν κινήσεων προσαγορεύειν ὀνόμασιν; τί δὲ σοφὸν, εἰ τὰ τῶν διαλειμμάτων ὀνόματα ταῖς ἐνεργείαις ἐπιφέρει; ὡς γὰρ καὶ τὰς ἀμπέλους πυκνὰς καὶ τὰς ἐλαίας, ὅταν ὀλίγον ἔχωσι τὸ μεταξὺ διάστημα, λέγομεν, ἀραιὰς ὀνομάζοντες, εἰ πλέον εἴη, οὕτω τὰς τῶν ζώων ἐνερ‐
15γείας τὰς μὲν δι’ ὀλίγου χρόνου γινομένας πυκνὰς, ἀραιὰς δὲ τὰς διὰ πολλοῦ καλοῦμεν. εἰ δέ τις, ὡς ἔφην, οὐχ οὕτως, ἀλλ’ ἑτέρως ὀνομάζειν ἐθέλει, μήθ’ Ἱπποκράτει μήτε τοῖς
ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς Ἕλλησιν ἑπόμενος, ἀλλὰ759

7

.

760

μηδὲ τοῦ σαφοῦς τῆς ἑρμηνείας φροντίζων, ἐκείνῳ μὲν ἐπι‐ τρεπτέον νικᾷν νίκην Καδμείαν. Τοῖς δ’ ἄλλοις, ὅσοι τῶν μὲν ὀνο‐ μάτων εἰς τοσοῦτον φροντίζουσιν, ὅσον αὐτῶν εἰς διδασκα‐
5λίαν χρηστὸν, ἅπασα δ’ αὐτοῖς ἡ σπουδὴ τὴν ἐν τοῖς πράγ‐ μασιν ἐξευρεῖν ἀλήθειαν, ἤδη διαλεξώμεθα περὶ ὧν ἐξ ἀρχῆς γράφειν προὐθέμεθα. τῆς ἀναπνοῆς τῷ μὲν γένει κινήσεως οὔσης, συγκειμένης δὲ ἐκ δυοῖν μορίων ἐναντίων ἀλλήλοις, ὧν τὸ μὲν εἰσπνοὴν, τὸ δὲ ἐκπνοὴν ὀνομάζομεν, ἀλλὰ καὶ
10δύο ἄλλα κατά τι συμβεβηκὸς ἐχούσης οὐχ ὅμοια, τὰς καλου‐ μένας ἠρεμίας τε καὶ ἡσυχίας, αἱ βλάβαι γίνονται, περὶ μὲν τὰς κινήσεις εἰς τάχος καὶ βραδυτῆτα καὶ μέγεθος καὶ σμικρό‐ τητα· περὶ δὲ τὰς ἡσυχίας εἰς ἀραιότητα καὶ πυκνότητα· καὶ παρὰ ταύτας οὐκ ἂν εὕροις ἁπλῆν ἄλλην δυσπνοίας δια‐
15φοράν. ἡ γὰρ τῆς διαιρέσεως μέθοδος οὕτως ἐνδείκνυται. Λοιπὸν δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἐξευρόν‐
τας ἐπὶ τὰς συνθέτους αὖθις τρέπεσθαι. τίς οὖν αἰτία760

7

.

761

ταχείας ἀναπνοῆς καὶ βραδείας καὶ τῶν ἄλλων ἑκάστου; ἐμοὶ μὲν δοκεῖ κᾀνταῦθα μεθόδῳ χρῆναι ζητεῖν αὐτὰς, οὐχ ἁπλῶς ἀποφαίνεσθαι. τίς οὖν ἡ μέθοδος; ἐπειδὴ πρὸς τῶν αὐτῶν ἕκαστον ἢ χεῖρον ἢ βέλτιον γίνεται, πρὸς ὧνπερ ὅλως γίγνε‐
5σθαι πέφυκεν, ἐὰν εἰδῶμεν ὑπὸ τίνων αἰτίων ἀναπνοὴ γίγνε‐ ται, γνωσόμεθα δηλονότι καὶ τὰς δυσπνοίας αἰτίας. τίνες οὖν αἰτίαι τῆς ἀναπνοῆς; ἔχεις μὲν αὐτὰς ἑτέρωθι μετ’ ἀπο‐ δείξεως γεγραμμένας· νῦν δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμνη‐ σθῆναι μόνον. ἡ μὲν δύναμις ἡ ψυχικὴ κινεῖ τὸν θώρακα, τῷ
10δὲ ὁ πνεύμων συγκινεῖται, ταῖς τούτου δ’ ἕπεται κινήσεσι, διαστελλομένου μὲν εἰσπνοὴ, συστελλομένου δὲ ἐκπνοή. δέ‐ δεικται δ’ ἐν ἐκείνοις καὶ ὡς ἡ χρεία τῆς ἀναπνοῆς ἡ μεγίστη μὲν καὶ κυριωτάτη φυλακὴ τῆς ἐμφύτου θερμασίας ἐστὶν, ἤδη δὲ καὶ τοῦ ψυχικοῦ πνεύματος θρέψις. οὕτω δὲ τούτων
15ἐχόντων, ἐπειδὰν μὲν ἡ δύναμίς τε καὶ ἡ χρεία καὶ τῶν ὀργά‐ νων ἕκαστον εὐπραγῇ, νόμῳ φύσεως ἀναπνεῖ τὸ ζῶον· ἐπει‐
δὰν δέ τι πάθῃ, κατ’ ἐκεῖνο καὶ τὴν ἀναπνοὴν ἀναγκαῖον761

7

.

762

ἐμποδίζεσθαι. καὶ τοίνυν, ὥσπερ ἐν ταῖς περὶ τῶν σφυγ‐ μῶν πραγματείαις διττὴν ἐποιούμεθα διδασκαλίαν, ἢ καθ’ ἕκαστον αὐτῶν ζητοῦντες τὰς αἰτίας, ἢ καθ’ ἑκάστην ἐκείνων τὰς ἀλλοιώσεις, οὕτω κᾀνταῦθα χρὴ καθ’ ἑκάτερον γυμνάσα‐
5σθαι, ὥστε καὶ τῆς αἰτίας προβληθείσης, εὐθὺς ἔχειν εἰπεῖν καὶ τὴν ἑπομένην δύσπνοιαν, καὶ τῆς δυσπνοίας ῥηθείσης, ἀναμιμνήσκεσθαι ῥᾳδίως τῆς ποιούσης αἰτίας. ἀρκτέον οὖν ἡμῖν κᾀνταῦθα κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῶν ἁπλῶν δυσ‐ πνοιῶν, ὡς ἐν ἐκείνοις ἀπὸ τῶν σφυγμῶν, καὶ ζητητέον, τί‐
10νες αἰτίαι ταχεῖαν εἰσπνοὴν ἐργάζονται. ταχὺν μὲν γὰρ σφυγ‐ μὸν ἀπεδείξαμεν, ἐπειγούσης μὲν τῆς χρείας, ἐῤῥωμένης δὲ τῆς δυνάμεως, εὐπειθῶν δ’ ὄντων γίγνεσθαι τῶν ὀργάνων. ἐοίκαμεν δὲ κᾀνταῦθα τὰς αὐτὰς ἐρεῖν αἰτίας, εἴ γε μὴ κακῶς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐδείξαμεν τὴν αὐτὴν ὠφέλειαν,
15παρὰ μὲν τῆς ἀναπνοῆς τῷ κατὰ τὴν καρδίαν θερμῷ, παρὰ δὲ τῶν σφυγμῶν τῷ καθ’ ὅλον γίγνεσθαι τὸ ζῶον. ἐν ἐκείνῳ
δ’ αὐτῷ λόγῳ τῷ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων αὐτάρκως762

7

.

763

εἴρηται καὶ περὶ τῆς Ἀρχιγένους πρὸς Μάγνον ἀντιλογίας, ὡς οὐχ ὑπὸ ῥώμης δυνάμεως ὁ ταχὺς γίνεται σφυγμὸς, ἀλλὰ μᾶλ‐ λον ὑπὸ ἀῤῥωστίας, καὶ οὐ χρὴ δὶς περὶ τῶν αὐτῶν λέγειν, ἑνὸς καὶ ταὐτοῦ τρόπου τῆς ἀποδείξεως ἐσομένου. καὶ εἴπερ
5οὕτω περὶ δυσπνοίας, ὡς περὶ σφυγμῶν, οἱ νεώτεροι τῶν ἰατρῶν ἐπραγματεύσαντο, καὶ μὴ τελέως αὐτῆς ὠλιγώρησαν, οἰκειότερον ἂν ἦν ἐνταῦθα ζητεῖσθαι τὸν περὶ τῆς ταχείας κι‐ νήσεως λόγον, ὡς ἂν καὶ σαφεστέρας τῆσδε τῆς πραγματείας οὔσης, καὶ διὰ τοῦτο προτέρας ὀφειλούσης διδάσκεσθαι. ἀλλ’
10οὐκ οἶδ’ ὅπως περὶ μὲν αὐτῆς τῆς ἀναπνοῆς ἐπὶ πλεῖστον ἐζή‐ τησαν, οὔτε χρείαν ἧς ἕνεκα γίγνεται παραλιπόντες ἄσκεπτον οὔτε δύναμιν ὑφ’ ἧς δημιουργεῖται, ἐπολυπραγμονήσαντο δὲ καὶ περὶ τῶν ὀργάνων αὐτῶν ἐπιμελῶς, πόσα τε καὶ τίνα καὶ ὅπως εἴη κινούμενα, περὶ δὲ τῆς δυσπνοίας, ὥσπερ οὐκ
15ἀναγκαιότερον ὄντα τὸν λόγον, ἢ οὐ ποικιλώτερον, ἢ οὐ χαλεπώτερον εὑρεθῆναι, παντάπασιν ἀργῶς παρέδραμον, οἱ μὲν μηδ’ ὅλως μηδὲ τοὐλάχιστον ὑπὲρ αὐτῆς εἰπόντες,
οἱ δὲ ἐπὶ βραχὺ κομιδῆ προσαψάμενοι, καί τοι γράψαν‐763

7

.

764

τος Ἱπποκράτους ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν, ὥσπέρ τινα μύωπα, τὰς διαφορὰς τῶν δυσπνοιῶν, ὑφ’ οὗ νυττομένους αὐτοὺς ἐχρῆν ἐξεγερθῆναί ποτε τοῦ βαθέος ὕπνου, καὶ ζητῆ‐ σαι, τίς ἐφ’ ἑκάστης αὐτῆς ὁ πεπονθὼς τόπος ἐστὶν, καὶ τίς
5ὁ τρόπος τῆς διαθέσεως, καὶ τίς ἡ αἰτία, καὶ εἰ παραλέλει‐ πται ταῦτα τελέως ὑφ’ Ἱπποκράτους, ἢ τινὰ μὲν εἴρηται πρὸς αὐτοῦ, τινὰ δ’ οὔ; καὶ ποῦ τῶν συγγραμμάτων καὶ πῶς; ἆρά γε τελέως καὶ σαφῶς, ἢ ἐλλιπῶς τε καὶ οἱονεὶ σπερματι‐ κῶς; οὐδὲν γὰρ τούτων ἐζήτησεν οὐδεὶς, οὔτ’ αὐτοῦ τοῦ
10πράγματος ἀξίως τῶν θ’ Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόν‐ των, ἐξηγητικά τε γραφόντων ὑπομνήματα τῶν συγγραμμά‐ των αὐτοῦ, τὸν περὶ τῆς δυσπνοίας οὐδεὶς τελέως ἐπεξῆλθε λόγον. ἀλλ’ ἡμεῖς τά τε καθ’ ἕκαστον εἰρημένα τῶν βιβλίων εἰς ταὐτὸν ἀθροίσωμεν ἅπαντα, καὶ δείξωμεν, ὡς κᾀν τού‐
15τοις ὁ ἀνὴρ πολὺ δή τι ὑπὲρ τοὺς ἄλλους ἐστίν. οὐ μὴν ἤδη γε τοῦτο ποιητέον. οὐ γάρ μοι πρόκειται μόνον ἐξηγήσασθαι
τὴν Ἱπποκράτους γνώμην, ἀλλὰ καὶ τὰς οἰκείας ἀποδείξεις764

7

.

765

τῶν δογμάτων προσθεῖναι, καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ἀκρί‐ βειαν παρασχεῖν τοῖς ἐντυγχάνουσιν. εἰς δὲ τοῦτο πολὺ κάλ‐ λιόν ἐστι μὴ προκαταλαμβάνειν τὸν καιρὸν τῇ δόξῃ τοῦ πα‐ λαιοῦ. καὶ τοίνυν ὅδε μὲν ὁ πρότερός μοι λόγος διδασκαλία
5μετὰ ἀποδείξεως ἔσται τῶν ἀληθῶν· ὁ δ’ ἑξῆς δεύτερος ἐξή‐ γησις ὧν Ἱπποκράτης ἐγίγνωσκε περὶ δυσπνοίας. Αὖθις οὖν ἀναλάβωμεν ὅθεν λέγοντες ἀπε‐ λίπομεν, ὡς ἡ περὶ τάχους κινήσεως ζήτησις ἐν τοῖς περὶ σφυγμῶν ἡμῖν ἅπασα περαίνεται, διὰ τὸ σπου‐
10δασθῆναι μὲν ἐκείνην τὴν πραγματείαν τοῖς πλείστοις τῶν νεωτέρων ἰατρῶν, ἀμεληθῆναι δὲ τὴν νῦν προκειμένην σχεδὸν ἅπασι, καίτοι σαφεστέραν τε μακρῷ, καὶ οὐχ ἧττον ἐκείνης χρησίμην ὑπάρχουσαν· ἀλλὰ καὶ αὐτὸς ταύτην τὴν αἰτίαν εἴ‐ ποιμι ἂν ἐπὶ προήκοντι τῷ λόγῳ, νυνὶ δὲ τὸ συνεχὲς περαν‐
15τέον, ὡς ἅπασιν ἡ ταχεῖα κίνησις διά τε τὴν ἐπείγουσαν χρείαν γίνεται καὶ προσέτι τὴν δύναμιν ὑπηρετεῖν αὐτῇ δυ‐
ναμένην, ὅπερ ἐστὶν ἐῤῥωμένην, καὶ τῶν ὀργάνων οὐδενὸς765

7

.

766

ἀντιπράττοντος, ὧν τὰς ἀποδείξεις ἐν τοῖς περὶ σφυγμῶν ἐλέγομεν εἰρῆσθαι. εἴρηται δ’ ἐν ἐκείνοις καὶ ὡς ἐνδέχεταί ποτε τῆς χρείας ἱκανῶς ἐπειγούσης, κᾂν ἡ δύναμις ἀῤῥωστο‐ τέρα μετρίως ᾖ, τὴν κίνησιν γίνεσθαι ταχεῖαν· εἰ δ’ ἐπὶ πλέον
5ἀσθενείας ἥκοι, μηκέτ’ ἐγχωρεῖν γενέσθαι ταχέως, ἀλλὰ τηνι‐ καῦτα πυκνὴν μᾶλλον ἀντὶ ταχείας γίνεσθαι τὴν ἐνέργειαν. ἁπάσης γὰρ πυκνότητος ἐνεργειῶν μίαν ὑπάρχειν αἰτίαν, τὸ τῆς προτέρας ἐνεργείας ἐνδεές. ἀναγκάζονται γὰρ ἐπειγούσης ἐκείνης μηκέθ’ ἡσυχάζειν ἐπὶ πλέον. ἅπαντα δὲ ταῦτα δι’
10ἐκείνων μὲν ἀποδέδεικται, κοινὸς δ’ αὐτῶν ὁ λόγος ἐστὶ καὶ πρὸς τὴν ἀναπνοήν· πρῶτον μὲν, ὅτι περὶ κινήσεως ἁπάσης ἐν τῷ καθόλου λέλεκται· ἔπειτα καὶ ἡ ἀναπνοὴ ὀλίγου δεῖν ἅπασα τῇ τῶν σφυγμῶν ἀναλογίᾳ ἀνάλογον ἔχει. σύνθετος γάρ ἐστιν ἐξ ἐναντίων κινήσεων ἠρεμίαις διαιρουμένων, καὶ
15χρείας ἕνεκα τῆς αὐτῆς γίνεται, καὶ τῶν μορίων δ’ αὐτῆς ἡ μὲν εἰσπνοὴ παραπλήσιος οὖσα τῇ διαστολῇ τῶν σφυγμῶν ἀναψύχει τὴν ἔμφυτον θερμασίαν· ἡ δ’ ἐκπνοὴ, καθάπερ ἡ
συστολὴ τῶν σφυγμῶν, ἐκκρίνει τὸ καπνῶδες τῆς συγκαύσεως.766

7

.

767

ἀλλὰ καὶ τὸ τῇ θρέψει τοῦ ψυχικοῦ πνεύματος ἀμφοτέρας τὰς ἐνεργείας συντελεῖν, καὶ τὸ τῶν ἠρεμιῶν τὴν μὲν ἐπὶ τῇ δια‐ στολῇ βραχυτέραν ὑπάρχειν, τὴν δὲ ἐπὶ συστολῇ μακροτέ‐ ραν, ἀμφοτέρων κοινά. τάχος μὲν οὖν ταῖς ἀναπνευστικαῖς
5κινήσεσιν ὅπως προσγίνεται, καὶ δὴ λέλεκται. Περὶ τοῦ μεγέθους δὲ ἑξῆς δίειμι. χρὴ τοί‐ νυν κᾀν τούτῳ καλεῖν μὲν τὴν χρείαν εἰς τοὔργον, ὑπηρετεῖν δ’ αὐτῇ τὴν δύναμιν ἐῤῥωμένην, ἑτοιμότητα δὲ ὑπάρχειν τοῖς ὀργάνοις. τῆς αὐτῆς γάρ τοι συνοδίας τῶν αἰτίων δεῖται μέ‐
10γεθος ἀναπνοῆς ἧσπερ καὶ τάχος. τά γε μὴν ἐναντία τού‐ των βραδύτης τε καὶ μικρότης, οὐ πάντη γε δεῖται τῶν ἐναν‐ τίων ἁπάντων ὁμοῦ, ἀλλ’ ἓν μὲν ἐξ αὐτῶν χρὴ παρεῖναι πάν‐ τως, πλείω δὲ οὐκ ἀναγκαῖον. ἄν τε γὰρ ἡ χρεία μεγάλως ἐκλυθῇ, συνεκλύεται καὶ τὸ τάχος τῆς κινήσεως καὶ τὸ μέγεθος
15τῆς διαστολῆς, κᾂν ὅτι μάλιστα ῥώμης ἔχῃ καλῶς ἡ δύναμις· ἀργὴν γὰρ ἕξει ταύτην, ἔστ’ ἂν μὴ δεήσεται τὸ ζῶον ἐνεργού‐ σης αὐτῆς· ἄν τε μεγάλη μὲν ἡ χρεία, ἐκλύηται δέ πως ὁ τόνος
τῆς δυνάμεως, ἄν τε ταῦτα μὲν ὑπάρχῃ, βλάβη δέ τις συμβῇ767

7

.

768

τοῖς ὀργάνοις, οἵαν ἐν τοῖς περὶ σφυγμῶν διήλθομεν· ὅ τι γὰρ ἂν εἴη τούτων, κωλυθήσεται τὸ τάχος καὶ τὸ μέγεθος τῆς ἀναπνοῆς. Κατὰ μὲν δὴ ταῦτα πάντως ἐοίκασιν
5οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ὥστε εἰ καὶ τὰς αἰτίας πρῶτα προχειριζόμενοι, τὰς ἀκολουθούσας αὐταῖς ἀλλοιώσεις τῆς ἀναπνοῆς ἐπισκοποίμεθα, παραπλησίους εὑρήσομεν. οἷον εἰ καὶ τῆς θερμασίας αὐξηθείσης, τῶν ἄλλων αἰτίων τῆς ἀνα‐ πνοῆς ἀτρέπτων μενόντων, ὁποῖόν τι τὸ τῆς δυσπνοίας εἶδος
10ἔσται, ζητοῦμεν· εὑρήσομεν γὰρ, ὡς κᾀν τῷ πρώτῳ δέδεικται τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὅτι βραχὺ μὲν αὐξηθείσης αὐ‐ τῆς, μείζων μὲν σαφῶς, οὐ μὴν καὶ θάττων· ἐπὶ πλεῖστον δὲ καὶ μεγίστη καὶ ταχεῖα καὶ ἤδη πυκνὴ γίγνοιτ’ ἂν ἡ εἰσπνοή· κατὰ ταὐτὰ δὲ καὶ εἰ μειωθείη τὸ κατὰ φύσιν θερμὸν, τῶν
15ἄλλων αἰτίων ἀτρέπτων μενόντων, ὅτι μικρὰν οὕτω καὶ βραδεῖαν καὶ ἀραιὰν ἀνάγκη γίνεσθαι τὴν εἰσπνοὴν, ἀλλ’ ὀλίγῳ μέν τινι τοῦ κατὰ φύσιν μικροτέραν, πολὺ δὲ βραδυτέ‐
ραν, πάμπολυ δ’ ἀραιοτέραν. ἐῤῥωμένης γὰρ τῆς δυνάμεως768

7

.

769

οὔσης οὐκ ἐνδέχεται πολλῷ μικροτέραν γίνεσθαι τὴν διαστο‐ λήν. ἀλλ’ εἴπερ ἐκλυθείη τὰ τῆς χρείας ἱκανῶς, ἐπὶ πλεῖστον ἡσυχάζειν εἰκὸς, οὐ μὴν οὐδὲ κινεῖσθαι διὰ ταῦτα παντάπασι βραδέως, ἐῤῥωμένης τῆς δυνάμεως. ἃ δὲ ἐπὶ τῆς θερμασίας
5αὐξανομένης, ταῦτα κᾀπὶ τῆς τοῦ ψυχικοῦ πνεύματος ἐπει‐ γούσης θρέψεως εἴδη δυσπνοιῶν ἔσται, δηλονότι τῶν περὶ τὴν εἰσπνοὴν συνισταμένων. ὥσπέρ γε καὶ ἡ ἀμετρία τῆς λιγνυώδους τῶν χυμῶν συγκαύσεως τὰς αὐτὰς τῆς ἐκπνοῆς δυσπνοίας ἐργάσεται ταῖς ἐπὶ τῆς εἰσπνοῆς εἰρημέναις. τα‐
10χεῖαι μὲν γὰρ ἔσονται καὶ μεγάλαι καὶ πυκναὶ, πολλοῦ τοιού‐ του περιττώματος ἠθροισμένου· βραδεῖαι δὲ καὶ μικραὶ καὶ ἀραιαὶ κατὰ τὰς ἐναντίας διαθέσεις. ἆρ’ οὖν ὁ μὲν λόγος οὕτως ἀξιοῖ, μάχεται δέ τι τῶν ἐναργῶς φαινομένων; ἐγὼ μὲν ὁμολογοῦντα ταῦτα πάντα κατά τε τὰς ἡλικίας καὶ τὰς
15χώρας καὶ ὅλως τὰς καταστάσεις ἁπάσας τοῦ περιέχον‐ τος ἡμᾶς ἀέρος εὑρίσκω· μαρτυρεῖ δ’ οὐχ ἥκιστα καὶ τὰ
ἐν τοῖς ἐπιτηδεύμασιν ἅπασι καὶ τὰ ἐν τοῖς νοσήμασιν.769

7

.

770

ἔνθα μὲν γὰρ τὸ θερμὸν πλεονεκτεῖ, ταχείας καὶ μεγάλας καὶ πυκνὰς ἔστιν ἰδεῖν γιγνομένας εἰσπνοάς· ἔνθα δ’ αὖ τὸ ψυχρὸν, τὰς ἐναντίας, βραδεῖς τε καὶ μικρὰς καὶ ἀραιάς. καὶ μὴν ὅσοις μὲν κενοῦται τὸ ψυχικὸν πνεῦμα, καὶ διὰ τοῦτο
5τάχα δεῖται τῆς ἀναθρέψεως, οὐ μόνον μέγα, ἀλλὰ καὶ ταχὺ καὶ πυκνὸν εἰσπνέουσιν· οἷς δ’ οὐδὲν κενοῦται, τὸ ἐναντίον τούτοις εἶδος τῆς εἰσπνοῆς· εἰ δ’ ἄμφω συν‐ δράμοι, καὶ θερμασίας αὔξησις καὶ πνεύματος ἀνάλωσις, οὗτοι τὴν μεγίστην ἁπασῶν καὶ ταχίστην καὶ πυκνοτάτην
10εἰσπνοὴν ἴσχουσι, καὶ μάλιστ’ εἰ σφοδρῶς ἑκάτερα αὐξη‐ θείη, ὥσπέρ γε καὶ μειωθέντων ἀμφοῖν ἰσχυρῶς, μικρό‐ ταται καὶ βραδύταται καὶ ἀραιόταται γίνονται εἰσπνοαί. καὶ μὲν δὴ καὶ τὸ τῶν ἐκπνοῶν εἶδος, εἰ μὲν ἀθροι‐ σθείη πολλὰ καπνώδη περιττώματα, μέγιστόν τε καὶ τά‐
15χιστον καὶ πυκνότατον· εἰ δ’ ὀλίγιστα παντελῶς εἴη, μικρότατόν τε καὶ βραδύτατον καὶ ἀραιότατον. ἡλικιῶν μέν γε τὰς μὲν ἐν αὐξήσει πάσας καὶ μέγα καὶ ταχὺ
καὶ πυκνὸν εἰσπνεούσας ὁρῶμεν· τὰς δ’ ἐν παρακμῇ770

7

.

771

τοὐναντίον, ἀραιὸν μὲν καὶ μικρὸν καὶ βραδύ· ὅτι ταῖς μὲν θερμὸν πλέον, ταῖς δ’ ἔλαττον· καὶ ταῖς μὲν συναύξεσθαι τῷ σώματι τὴν οὐσίαν τοῦ ψυχικοῦ πνεύματος ἀνάγκη, ταῖς δὲ συμμαραίνεσθαι. δι’ ἀμφοτέρας οὖν τὰς
5αἰτίας πολὺ παραλλάττουσιν ἐν ταῖς τῆς εἰσπνοῆς ἰδέαις οἱ νέοι τῶν πρεσβυτέρων· δι’ ἄλλας δ’ αὖ δύο αἰτίας ἐν ταῖς ἐκπνοαῖς. ἐπεὶ γὰρ ταῖς αὐξανούσαις ἡλικίαις διά τε τὴν τῆς ἐμφύτου θερμασίας ῥώμην καὶ δι’ αὐτὴν τὴν αὔξησιν πάμπολύ τι πλῆθος ἀναλίσκεται χυμῶν, ταῖς δὲ παρακμαστι‐
10καῖς ὅσον εἰς αὐτὸ τὸ ζῇν μόνον, ὡς μήτε αὐξανομέναις ἔτι καὶ ἀποψυχομέναις ἤδη, κατὰ λόγον ταῖς μὲν ταχεῖα καὶ με‐ γάλη καὶ πυκνὴ, ταῖς δὲ ἐναντίως διακειμένη κατὰ πᾶν ἡ ἐκ‐ πνοὴ φαίνεται. τὴν αὐτὴν δὲ ταύτην ἰδέαν καὶ οἱ σφυγμοὶ κατὰ τὰς τῶν ἡλικιῶν διαφορὰς ἔχοντες εὑρίσκονται, καθάπερ
15καὶ τοῦτ’ ἐν τρίτῳ τῶν ἐν αὐτοῖς αἰτίων διήλθομεν. ὡς δ’ ἐν ταῖς ἡλικίαις, οὕτω κᾀν ταῖς ὥραις καὶ ταῖς χώραις καὶ πάσαις ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεσιν οἵ τε
σφυγμοὶ ταῖς ἀναπνοαῖς αἵ τ’ ἀναπνοαὶ τοῖς σφυγμοῖς ἀνά‐771

7

.

772

λογον ἔχουσιν, ἐν μὲν ταῖς θερμαῖς εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρεπόμεναι, κατὰ δὲ τὰς ψυχρὰς εἰς τἀναν‐ τία. καὶ εἴρηται περὶ τούτων ἁπάντων ἐν ἐκείνοις, ὥσπέρ γε καὶ περὶ τῶν ἐπιτηδευμάτων. ἐν μὲν γὰρ τῷ τρέχειν καὶ
5παλαίειν καὶ ὁπωσοῦν ἄλλως ἀνδρίζεσθαι μέγα καὶ ταχὺ καὶ πυκνὸν ἀναπνέομεν, ἡσυχάζοντες δὲ μικρὸν καὶ βραδὺ καὶ ἀραιόν· ὅτι ταῖς μὲν συντόνοις κινήσεσιν αὐξάνεται μὲν τὸ θερμὸν, δαπανᾶται δὲ τὸ πνεῦμα τὸ ψυχικόν· ἠρεμούντων δὲ καὶ ἀκινήτων μενόντων, τὸ μὲν θερμὸν μαραίνεται, πνεῦ‐
10μα δ’ οὐδ’ ὅλως ἢ παντελῶς ὀλίγον ἀναλίσκεται. καὶ τοίνυν καὶ τῶν λουτρῶν τὰ μὲν θερμὰ ταχεῖάν τε καὶ μεγάλην καὶ πυκνὴν ἐργάζεται τὴν ἀναπνοὴν, τὰ δὲ ψυχρὰ τὴν ἐναντίαν. ἐν τοῖς ὕπνοις δὲ καὶ πάνυ δεῖ προσέχειν τὸν νοῦν τῷ γινο‐ μένῳ. πλεονεκτεῖ γὰρ καὶ κατὰ μέγεθος καὶ τάχος κινήσεως
15ἡ ἐκπνοὴ τῆς εἰσπνοῆς, ὅτε τῶν σιτίων τε καὶ χυμῶν ἁπάν‐ των αἱ κατεργασίαι, καὶ αἱ πέψεις μάλιστα γίνονται. πλεῖ‐ στον οὖν εἰκὸς ἐν αὐτοῖς καὶ τὸ καπνῶδες ἀθροίζεσθαι περίτ‐
τωμα.772

7

.

773

Καὶ τῶν νοσημάτων δὲ, καὶ γὰρ καὶ περὶ τούτων ἤδη λεκτέον, ἐν μὲν τοῖς πυρετώδεσιν ἅπασι, καὶ μάλιστα ὅσοις περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τὴν καρδίαν ἤθροισταί τι πολὺ πλῆθος θερμότητος, ἡ ἀναπνοὴ
5πᾶσα μεγάλη καὶ ταχεῖα καὶ πυκνὴ φαίνεται γιγνομένη· ἐν οἷς δὲ ἀπέψυκται τὸ θερμὸν, ἡ ἐναντία, ὥστε καί τισιν ἤδη τελέως ἔδοξεν ἀπολωλέναι, καὶ ἣν ὁ Ποντικὸς Ἡρακλείδης ἄπνουν ἔγραψεν, ἥδέ ἐστιν. τὸ ἀνάλογον γὰρ ἔχειν ἔοικεν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν ἀναπνοή τε καὶ σφυγμὸς, οὕτω
10κᾀν τῷδε. παντελῶς γὰρ οὐδέτερον αὐτῶν ἀπολέσθαι δυνα‐ τὸν, ἔστ’ ἂν περιείη τὸ ζῶον, ἀπολωλέναι μέντοι δόξαι διὰ σμικρότητα, θαυμαστὸν οὐδέν. οὐδὲ γὰρ τούτοις γε δὴ μό‐ νον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἐσχάτως μικροῖς τὸ διαφεύγειν τὰς αἰσθήσεις κοινόν.
15 Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν ὡσαύτως ὑπαρχόντων ἀναπνοαῖς τε καὶ σφυγμοῖς αὐτάρκως εἴρηται, ζητήσομεν ἤδη καὶ ὅσον ἐν αὐτοῖς οὐχ ὡσαύτως ἔχει. τὸ γὰρ
ἀπὸ τῆς τῶν δυνάμεων ἑτερότητος ἐν ἑκάστῳ τῶν ἐνεργειῶν773

7

.

774

ἴδιον εἰκός ἐστι πολλαχῶς καὶ τὰς ἰδέας αὐτῶν διαφερούσας ἐργάσασθαι. τοῦτ’ οὖν χρὴ σκοπῆσαι καὶ ζητῆσαι καὶ ἀνευ‐ ρίσκειν μεθόδῳ. δοκῶ δή μοι καθορᾷν εὐθὺς ἀπ’ αὐτῆς τῆς οὐσίας τῶν πραγμάτων μεγίστην τινὰ διαφορὰν ἁπάντων τῶν
5ψυχικῶν ἔργων πρὸς τὰ ζωτικά. τῶν μὲν γὰρ ἡ προαίρεσις ἐξουσίαν ἔχει τῆς γενέσεως καὶ δύναταί ποτε, κᾂν ἡ χρεία καλῇ καὶ ἡ δύναμις εὐεκτῇ κᾂν τῶν ὀργάνων ἕκαστον ἐπιτή‐ δειον ᾖ πρὸς τὴν ἐνέργειαν, ὅμως ἴσχειν τε καὶ κωλύειν αὐτὰ τῆς κινήσεως· ὅπου δ’ ἴσχειν μέγα οὕτως, ἦπού γε καὶ τὸ
10βραδέως κινεῖν ἢ ταχέως, καὶ ἐπιπλέον ἢ ἐπ’ ἔλαττον ἐξαί‐ ρειν, καὶ διὰ πλείονος ἢ ἐλάττονος χρόνου, ῥᾷστον αὐτῇ. τοῖς ζωτικοῖς δ’ ἔργοις οὐχ οὕτως ἔχει, ἀλλ’ ὅταν ἡ χρεία καλῇ, τῆς γε δυνάμεως ἐῤῥωμένης καὶ τῶν ὀργάνων ἐπιτη‐ δείων ὑπαρχόντων εἰς τὰς κινήσεις, οὔτε βραδεῖαν οὔτε μικρὰν
15γενέσθαι οἷόν τε τὴν ἐνέργειαν. ἐπὶ γοῦν τῶν κατὰ τὰ φλεγ‐ μαίνοντα μόρια σφυγμῶν ἐναργέστατα φαίνεται διὰ τὴν τῶν ἐν αὐτοῖς ἀρτηριῶν κίνησιν ὀδύνη μὲν σφοδρὰ προσγινομένη
διὰ τὸ μὴ ἐφ’ ἡμῶν εἶναι τὴν κίνησιν ἐλάττονα ποιῆσαι τῷ774

7

.

775

μεγέθει ἢ βραδυτέραν τῷ τάχει· καίτοι γε εἴπερ ἦν ἐφ’ ἡμῖν ἐλάττονά τε καὶ βραδυτέραν αὐτὴν ἐργάσασθαι, οὐδὲν ἂν προὐργιαίτερον ἐποιησάμεθα, μέλλοντές γε ἐκ τούτου παρη‐ γορήσειν τὴν ὀδύνην. παντὶ μὲν γὰρ τῷ φλεγμαίνοντι τελέας
5ἡσυχίας δεῖ· κινουμένων γὰρ καὶ τριβομένων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων, θλίβεταί τε καὶ ῥευματίζεται καὶ παν‐ τοίως ὀδυνᾶται. εἰ δ’ ἄρα ποτὲ καὶ διὰ τὴν τῆς χρείας ἔπει‐ ξιν ἀναγκάζοιτο, τὴν μικροτέραν τε καὶ βραδυτέραν κίνησιν ῥᾷον φέρει τῆς μείζονός τε καὶ ὠκυτέρας. οὕτω καὶ τὸ σκέ‐
10λος, ὅταν φλεγμαίνῃ τι μέρος ἐν αὐτῷ, μάλιστα μὲν ἀνα‐ παύεσθαι ποθεῖ· εἰ δ’ ἀναγκαζοίμεθα κινεῖν αὐτὸ χρείας τινὸς ἐπειγούσης, ἔλαττόν τε καὶ βραδύτερον βαδίζομεν· ἀλλ’ οὐχ οἷόν τε τοῦτ’ ἐπὶ τῶν ἀρτηριῶν ἐργάσασθαι. οὐ γάρ ἐστιν ἐφ’ ἡμῖν ἡ κίνησις αὐτῶν, οὔθ’ ὥστε καταπαύειν γιγνομένην,
15ὥστε βραδυτέραν ἐξ ὠκυτέρας ἢ ἐκ μείζονος ἐλάττω ποιεῖν, ἀλλ’ ἀνάγκη στέργειν τῇ παρούσῃ, κᾂν ὠκεῖα κᾂν μεγάλη κᾂν ὁπωσοῦν ᾖ βιαία. διὰ τοῦτο ἐν τοῖς φλεγμαίνουσι μο‐
ρίοις τῶν ἀρτηριῶν κινουμένων ὀδυνώμεθα μὲν, ἀλλ’ οὔτε775

7

.

776

ἀμυδροτέραν οὔτε ἐλάττω τὴν κίνησιν οὔτε βραδυτέραν ἐργά‐ σασθαι δυνάμεθα, καίτοι τῶν γε κατὰ τὴν προαίρεσιν ἐνερ‐ γειῶν ἢ παντελῶς ἀναπαύοντες τὸ σκέλος, ἢ μικρὰν κομιδῆ καὶ βραδεῖαν ποιοῦντες. ὅταν δὲ λέγωμεν μικρὰν καὶ μεγάλην
5κίνησιν, ὅτι μὴ κυρίως, ἀλλ’ ἀπὸ τῶν διαστημάτων φαμὲν, καθ’ ὧν τὸ κινούμενον φέρεται, παντί που δῆλον. οὐκοῦν ἐπειδὴ καὶ ὁ θώραξ ἕν τι τῶν τοῦ ζώου μορίων ἐστὶν ὄργα‐ νον ἀναπνοῆς, ὡς ἡ μὲν ἀρτηρία σφυγμῶν, τὸ δὲ σκέ‐ λος βαδίσεως, εἰ μέν ἐστι τῶν ζωτικῶν ἔργων ἡ ἀναπνοὴ,
10ταῖς ἀρτηρίαις ἀνάλογον, εἰ δὲ τῶν ψυχικῶν, τοῖς σκέλεσιν ὁμοίως κινηθήσεται· ἀλλὰ μὴν τῶν ψυχικῶν, ὡς ἐν ἄλλοις ἀποδέδεικται, δῆλον ἄρα ὡς τοῖς σκέλεσιν ὁμοίως κι‐ νηθήσεται. εἰ τοίνυν φλεγμαίνων εἴη ἀναγκάζοιτό τε κινεῖ‐ σθαι, βραδύτερόν τε καὶ πολὺ ἧττον τοῦ δέοντος διαστήσεται.
15ἀλλ’ εἰ τοῦτο ποιήσει, ἐνδεῶς ἀναπνεύσει. εἰ δὲ καὶ δεύτε‐ ρον ἔτι καὶ τρίτον ταὐτὸ τοῦτ’ ἐργάσεται, τὸ καθ’ ἑκάστην
ἐνδεὲς ἓν ἀξιόλογόν ποτε κεφάλαιον γενόμενον, ἐγγὺς ἄξει τοῦ776

7

.

777

πνίγεσθαι τὸ ζῶον. ἵν’ οὖν μὴ γένηται τοῦτο, πυκνοτέρας ποιεῖται τὰς ἐνεργείας, μηκέτι ἡσυχάζων τοσοῦτον, ὅσον ὁπό‐ τε εἶχε κατὰ φύσιν, ὅμοιόν τι ποιῶν τοῖς διὰ τὸ μὴ δύνα‐ σθαι τὴν αὐτάρκη τροφὴν εἰς ἅπαξ προσενέγκασθαι, συνεχῶς
5ὀλίγον τρεφομένοις. ἀλλ’ ἐν τούτῳ ἀναγκαῖον τὴν ὅλην ἀνα‐ πνοὴν γενέσθαι μικρὰν καὶ βραδεῖαν καὶ πυκνὴν, καὶ πλέονί γε μικροτέραν τοῦ προσήκοντος, ἢ βραδυτέραν. οὐχ οὕτω γὰρ ἰσχυρὸς ὁ πόνος τῷ θώρακι διὰ τὸ τάχος τῆς κινήσεως, ὡς διὰ τὸ μέγεθος τῆς διαστολῆς. τὸ μὲν γὰρ τάχος, εἰ καὶ
10κατ’ αὐτὴν τὴν ἐνέργειαν ὀδυνηρὸν, ἀλλὰ τῷ γε βραχυχρόνιον ἐργάζεσθαι τὴν ὅλην κίνησιν ἧττον λυπεῖ τὸν θώρακα· συν‐ τόμως γὰρ ἐφ’ ὃ σπεύδει παραγίνεται· σπεύδει δὲ δήπουθεν ἐπὶ τὴν ἡσυχίαν καὶ ταύτης ὅτι τάχιστα γλίχεται τυχεῖν, ὡς ἂν μόνης αὐτῷ τὴν ἐκ φλεγμονῆς ὀδύνην παραμυθουμένης.
15τὸ δὲ μέγεθος τῆς διαστολῆς πάντως χαλεπὸν, αὐτῷ τε τῷ βιαίῳ τῆς κινήσεως καὶ τῷ θλίβειν τε ἅμα καὶ τείνειν τὰ φλεγμαίνοντα, καὶ παντοίως ὀδυνᾷν τὸν θώρακα. ταῦτ’ ἄρα
καὶ πλέον ἀφαιρεῖ τοῦ μεγέθους ἢ τοῦ τάχους, καὶ ὅταν γε777

7

.

778

τοῦτ’ αὐτὸ μόνον ᾖ τὸ πάθημα, πόνος τις τῶν κατὰ τὸν θώ‐ ρακα μορίων, μὴ μέντοι τά γε τῆς χρείας ἐπείγει, μενούσης δηλονότι τῆς ἐν τῇ καρδίᾳ θερμασίας ἐν τοῖς κατὰ φύσιν ὅροις, ἐναργῶς ἡ κίνησις τοῦ θώρακος βραδυτέρα γίνεται·
5πυρώσεως δέ τινος ἐν αὐτῇ γενομένης, τὸ μὲν τάχος οὐκ ἐκ‐ λύεται δι’ ἃς ἔμπροσθεν εἴπομεν αἰτίας, καθαιρεῖται δὲ κᾀν‐ ταῦθα τὸ μέγεθος ἱκανῶς, ἀλλ’ ἀντ’ αὐτοῦ πυκνότης γεννᾶ‐ ται, διὰ τὴν τῆς χρείας ἔπειξιν. Ὥστε κᾀκ τῶν εἰρημένων ἤδη πρόδηλον
10ὑπάρχει, ὡς αὐτὴ μὲν καθ’ ἑαυτὴν ὀδύνη περί τι τῶν ἀνα‐ πνευστικῶν ὀργάνων γενομένη μικρὸν καὶ βραδὺ καὶ πυκνὸν ἐργάσεται τὸ πνεῦμα· μετὰ φλογώσεως δὲ μικρὸν μὲν ἔτι καὶ νῦν ὁμοίως, ἀλλὰ πυκνότερόν γε τοῦ διὰ μόνην τὴν ὀδύνην καὶ ἤδη κατά τι ταχύτερον· ἡ δὲ διὰ μόνην τὴν πύρωσιν γι‐
15γνομένη δύσπνοια πρόσθεν ἐδείχθη μέγα καὶ ταχὺ καὶ πυκνὸν ἐργαζομένη τὸ πνεῦμα. ὥστε σαφής ἐστι καὶ εὐδιόριστος τῶν θ’ ἁπλῶν ἑκατέρα καὶ ἡ ἐξ ἀμφοῖν σύνθετος. ἡ μὲν γὰρ
ἐπὶ μόνῳ τῷ πλήθει τῆς θερμασίας, εἰ καὶ πυκνὸν ἐργάζεται778

7

.

779

τὸ πνεῦμα παραπλησίως τῇ διὰ μόνην τὴν ὀδύνην, ἀλλὰ τῷ μεγέθει καὶ τῷ τάχει σαφῶς διορίζεται· ἡ δ’ ἐξ ἀμφοῖν τῶν αἰτίων συνελθόντων τῆς μὲν διὰ τὴν φλόγωσιν μόνῃ τῇ μικρότητι διαφέρει, τῆς δὲ διὰ τὴν ὀδύνην μεγέθει καὶ τάχει·
5καὶ μὲν δὴ καὶ ἡ διὰ τὴν κατάψυξίν γε τῆς κατὰ φύσιν θερ‐ μασίας δύσπνοια σαφέσι τισὶ γνωρίσμασιν ἁπασῶν τούτων διορίζεται. μικρὸν γὰρ αὕτη γε ὡς ἐδείκνυτο καὶ βραδὺ καὶ ἀραιὸν ἐργάζεται τὸ πνεῦμα· τῶν δ’ ἄλλων οὐδεμιᾷ συμ‐ βέβηκεν ἅμα βραδύτης καὶ ἀραιότης. ἀλλ’ ὅσον μὲν ἐπὶ ταῖς
10ἐνδείαις τε καὶ πλεονεξίαις τῆς θερμασίας, ἡ τῆς ἀναπνοῆς ἰδέα τοῦ κατὰ φύσιν ἐξίσταται ῥυθμοῦ, ταῦτα καὶ τοῖς σφυγ‐ μοῖς ὡσαύτως ἔχει· τὰ δ’ ἐπὶ ταῖς ὀδυνηραῖς τῶν ὀργάνων διαθέσεσιν οὐκέθ’ ὡσαύτως, ἀλλ’ ὅπη παραλλάττει σαφῶς, οἶμαι, δέδεικται. αἱ λοιπαὶ μέντοι διαθέσεις τῶν ὀργάνων,
15ὅσαι χωρὶς ἀλγήματος ἐπ’ ἐμφράξεσιν ἢ σκιῤῥώσεσιν ἢ θλίψε‐ σιν ἢ ὅλως στενοχωρίαις τισὶ γίνονται, παραπλησίως ἐργά‐ ζονται τὰς ἀλλοιώσεις ἑκατέραις ταῖς ἐνεργείαις ψυχικαῖς τε
καὶ ζωτικαῖς. μικρὸν γὰρ ἐπ’ αὐτοῖς καὶ ταχὺ καὶ πυκνὸν779

7

.

780

γίνεται τὸ πνεῦμα· μικρὸν μὲν, ὅτι διὰ τὴν στενοχωρίαν τῶν ὑποδεχομένων ἔλαττον τοῦ δέοντος ἕλκεται· πυκνὸν δὲ, ὅτι τὰ τῆς χρείας οὐ πληροῦται· διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ ταχύ. δέδεικται δὲ ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν, ὅτι
5τὸ μέγεθος τῆς διαστολῆς, ὅταν μὲν ἱκανῶς πληροῖ τὴν χρείαν, οὐδὲν δεῖται τάχους, ὅταν δ’ ἀπολείπηται κατά τι, τηνικαῦτα ἤδη καὶ εἰς τάχος ἡ τροπὴ γίνεται, τῆς δυνάμεως ἐῤῥωμένης, καὶ ὅταν μηδὲ τοῦθ’ ἱκανὸν ᾖ, τότε καὶ εἰς πυκνότητα. διὰ ταῦτα μὲν δὴ μικρὸν καὶ ταχὺ καὶ πυκνὸν γίνεται τὸ πνεῦμα
10κατὰ τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς ἐν ταῖς προειρημέναις διαθέσεσιν, ἐῤῥέθη δ’ ἐν τοῖς περὶ σφυγμῶν, ὅτι καὶ ἀνώ‐ μαλον, καὶ τοῦτ’ ἔστι μάλιστα τὸ ἴδιον αὐτῶν γνώρισμα, καὶ ὁ τῆς αἰτίας λογισμὸς ἐν ἐκείνοις εἴρηται, καὶ ὅτι γε κατὰ μὲν αὐτὰ τὰ τὰς ἐμφράξεις ἔχοντα μόρια, καὶ ὅσα τούτοις κοι‐
15νωνεῖ, τὰ τῆς ἀνωμαλίας μάλιστα εὔδηλα, καὶ ἡ μικρό‐ της τῶν σφυγμῶν ἢ διὰ παντὸς ἢ ὡς τὸ πολὺ συνε‐ δρεύει· κατὰ δὲ τἄλλα τὸ μέγεθος μᾶλλον. εἰ δὲ
πλησίον τῆς ἀρχῆς εἴη τὸ πάθημα, κοινὸν οὕτω γίνεται780

7

.

781

πάσαις ταῖς ἀρτηρίαις. ταῦτα μὲν οὖν ἐν ἐκείνοις εἴρηταί τε καὶ δέδεικται. Τὰ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ἴδια νῦν ἐπέξιμεν, ὡς μηδὲν ἐλλείπειν τῷ λόγῳ. ὅταν οὖν ἤτοι
5φυμάτων ἀπέπτων ἐν αὐτοῖς συστάντων, ἢ γλίσχρων καὶ πα‐ χέων χυμῶν καταλαβόντων τὰς ὁδοὺς τοῦ πνεύματος, ἤ τι‐ νος ὄγκου σκιῤῥώδους ἐν αὐτοῖς ὑποτραφέντος, ἢ τῶν ὁμι‐ λούντων αὐτοῖς σωμάτων ὅτου δὴ καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον ἀμετρότερον ἀρθέντος, ἔλαττον τοῦ δέοντος εἰσπνέηται
10διὰ στενοχωρίαν τὸ πνεῦμα, προσγίνεται ἐξ ἀνάγκης αὐτῷ διὰ τὰς εἰρημένας αἰτίας τάχος καὶ πυκνότης. ἰδέαι δέ τινες ἐν τῷ γένει τῆς δυσπνοίας ταύτης πλείους συνίστανται, ἄλλων ἄλλοτε μορίων στενοχωρουμένων ἐν τοῖς ἀναπνευστικοῖς ὀργά‐ νοις. οἱ μὲν γὰρ κατὰ τὴν γαστέρα καὶ ἧπαρ, ἤδη δὲ καὶ
15τὸν σπλῆνα καὶ τὸ κῶλον καὶ τὰ τούτοις συνάπτοντα, συνι‐ στάμενοι παρὰ φύσιν ὄγκοι στενοχωρίᾳ τοῦ διαφράγματος μικρὸν καὶ ταχὺν καὶ πυκνὸν ἐργάζονται τὸ πνεῦμα· κατὰ δὲ
τὸν αὐτὸν τρόπον καὶ τοῖς ὑδερικοῖς καὶ ταῖς κυούσαις καὶ781

7

.

782

τοῖς ὑπερεμπεπλησμένοις καὶ τοῖς προγάστορσι τοιοῦτον γί‐ νεται τὸ τῆς ἀναπνοῆς εἶδος· ἐν δὲ ταῖς καλουμέναις ὀρθο‐ πνοίαις, γλίσχρων καὶ παχέων ὑγρῶν ἐν ταῖς κατὰ τὸν πνεύ‐ μονα τραχείαις ἀρτηρίαις ἀθροιζομένων. οὕτω δὲ καὶ
5εἰ σκιῤῥωθείη τι κατ’ αὐτὸν, ἢ φῦμα γένοιτο, θλῖβον καὶ στενοχωροῦν τὸ τῶν τραχειῶν ἀρτηριῶν γένος, αὗται γὰρ ὑποδέχονται τὸν εἰσπνεόμενον ἀέρα, μικρὸν καὶ πυκνὸν καὶ ταχὺ ἔσται τὸ πνεῦμα. κατὰ τὸν αὐτὸν δὲ τρόπον, εἰ κᾀν τῷ θώρακι τοιοῦτον συσταίη φῦμα, οἷς δὴ πολλάκις κυφοῦν‐
10ται καὶ λορδοῦνται καὶ σκολιοῦνται τὰ κατὰ τὴν ῥάχιν, μικρὸν καὶ πυκνὸν καὶ ταχὺ τὸ πνεῦμα γενήσεται, καταλαμ‐ βάνοντος δηλονότι τοῦ παρὰ φύσιν ὄγκου τὴν χώραν τοῦ πνεύμονος, εἰς ἣν διαστελλόμενον ἐξετείνετο. πολλάκις δὲ καὶ αὐτὸν ὅλον τὸν θώρακα στενώτερον αἱ τοιαῦται διαθέ‐
15σεις ἀπέφηναν, ἢ κυουμέναις εὐθέως συμπεσοῦσαι, ἢ καὶ μετὰ ταῦτα ὕστερον ἀπαντήσασαι. διαφέρει δ’ οὐδὲν πρός γε τὸ στενοχωρούμενον τὸν πνεύμονα μὴ δύνασθαι τὸν ἱκανὸν
ἕλκειν ἀέρα, ἢ στενὸν ὅλον γενέσθαι τὸν θώρακα καθ’ ἡντι‐782

7

.

783

ναοῦν διάθεσιν, ἢ τὴν μεταξὺ χώραν ἀπολέσαι καταληφθεῖ‐ σαν ὑπό τινων παρὰ φύσιν ἐν αὐτῷ συστάντων σωμάτων, ἢ καὶ σκιῤῥωθέντος αὐτοῦ ἢ φραχθέντος ἢ ἀνοιδήσαντος, ὡς ἐν τοῖς καλουμένοις πνευμονώδεσί τε καὶ περιπνευμονικοῖς γίνεται
5πάθεσιν· ἓν γὰρ ἐπὶ πάντων ἐστὶ τοῦτο τὸ συνεκτικὸν αἴτιον τοῦ μικρὰν γίνεσθαι τὴν εἰσπνοὴν, ἡ στενοχωρία τῶν τρα‐ χειῶν ἀρτηριῶν· διότι δ’ αὐτὴ μικρὰ, διὰ τοῦτο, ὡς πολλά‐ κις εἴρηται, προσέρχεται πυκνότης καὶ τάχος. ἀλλ’ ὅταν μὲν κατ’ αὐτὸν τὸν πνεύμονα τὸ πάθημα συμπέσῃ, καίτοι
10διαστέλλειν δυναμένου μέχρι πλείστου τοῦ θώρακος, μικρὸν ὅμως εἰσπνέουσιν· οὕτω δὲ καὶ ὅταν αἱ μεταξὺ τῶν ὀργάνων χῶραι καταληφθῶσιν· ὅταν δ’ ὅλος ὁ θώραξ, ἤτοι κυουμέ‐ νων ἢ καὶ ἄλλως, μικρὸς καὶ στενὸς γένηται, δῆλον ὡς καὶ τὴν διαστολὴν ἀνάλογον ἑαυτῷ μικρὰν ἐργαζόμενος αἰτία
15τῷ πνεύμονι τῆς περὶ τὴν εἰσπνοὴν ταχύτητος καθίσταται· οὕτως δὲ καὶ ὅταν αἱ φρένες ὑπό του θλίβωνται, κατ’ αὐτὸ
τὸ κάτω πέρας ἰδίᾳ τοῦ θώρακος, ὡς ἐν τοῖς ἀνωδύνοις πα‐783

7

.

784

θήμασι. τούτου γὰρ χρὴ μεμνῆσθαι μάλισθ’, ὅτι ποτὲ μὲν ἡ τοῦ θώρακος μόνου διάθεσις, ποτὲ δὲ ἡ τοῦ πνεύμονος, ποτὲ δὲ ἡ τῆς μεταξὺ χώρας ἀμφοῖν, εἰς μικρότητα, καὶ διὰ τοῦτο εἰς τάχος καὶ εἰς πυκνότητα τὴν τροπὴν τῆς ἀναπνοῆς
5ἐργάζεται, τῆς γε δυνάμεως ἐῤῥωμένης. καὶ γὰρ καὶ τούτου χρὴ μεμνῆσθαι πολλάκις ἤδη καὶ πρόσθεν εἰρημένου. μὴ τοί‐ νυν ἔτι τῶν πλευριτικῶν, ἢ τῶν ἀποστάσεις τινὰς ἢ ὅλως ὄγκους ὀδυνηροὺς ἐχόντων κατὰ τὸν θώρακα μνημονεύσωμεν ἐν τῷδε τῷ λόγῳ, περὶ δὲ τῶν ἀνωδύνων παθημάτων, ὅσα
10τῷ θλίβειν τε τὸν πνεύμονα καὶ στενοχωρεῖν τὰς ἐν αὐτῷ τραχείας ἀρτηρίας μικροτέραν ἐργάζεται τὴν εἰσπνοὴν, ὁ προειρημένος ἅπας ἐπεραίνετο λόγος, ἀλλ’ ἐκεῖνα μὲν τοῖς πρὸ τούτων γεγραμμένοις πάθεσι τοῦ θώρακος προσνείμω‐ μεν, ἐφ’ ὧν ἐλέγομεν διὰ τὴν ὀδύνην ἧττον διιστάμενον
15τὸν θώρακα, μικρὸν ἐργάζεσθαι τὸ πνεῦμα· τὴν δὲ τῶν ἐμπύων καλουμένων διάθεσιν, κᾂν ὅτι μάλιστα πολλάκις ἐκ πλευρίτιδος ἡ γένεσις αὐτῆς συμπίπτῃ, τούτοις τοῖς νῦν εἰρη‐
μένοις συγκαταριθμήσωμεν, ὅσα χωρὶς ἀλγήματος στενοχωρίαν784

7

.

785

ἐργαζόμενα κατὰ τὸν πνεύμονα, μικρὰν ἀποφαίνει τὴν ἀνα‐ πνοήν. τὸ γάρ τοι περιεχόμενον ἐν αὐτῷ πύον κατὰ τὰς τοιαύτας διαθέσεις αἴτιον γίγνεται τῆς περὶ τὴν διάστασιν μικρότητος. ὡς οὖν μηκέτ’ αὐτὸς κατὰ φύσιν διαστελλόμε‐
5νος, οὐδὲ τὴν ὁλκὴν ἴσην ποιεῖται τοῦ πνεύματος. πῇ ποτ’ οὖν ταῦτα χωρὶς ἀλγήματος πάθη τῶν ἀναπνευστικῶν ὀργάνων, τοῦτο γὰρ ἔτι λείπει τῷ παρόντι λόγῳ, διορισθή‐ σεται τῶν μετ’ ἀλγήματος, εἴ γε καὶ μικρὸν ὡσαύτως ἀμφοτέ‐ ροις καὶ πυκνὸν γίνεται τὸ πνεῦμα; ἢ τῷ τάχει τῆς κινήσεως;
10ἐν γὰρ τοῖς μετ’ ὀδύνης ὀλίγον μὲν ἀναπνέουσι καὶ πυκνὸν, οὐ μὴν ταχέως, ὅταν γε χωρὶς πυρετοῦ τὸ τοιοῦτον συμπίπτῃ πάθημα· μετὰ μέντοι πυρετοῦ κᾂν εἰ τῇ μικρότητι καὶ τῷ τάχει παραπλήσιον ἀναπνέουσιν, ἀλλὰ τῇ γε πυκνότητι διο‐ ρίζονται. οὐ μετρίως γὰρ αὐτοῖς πυκνοῦται τὸ πνεῦμα· τοῦ‐
15το δ’ οὐχ ὑπάρχει τοῖς διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν δυσπνοοῦσιν, ἀλλ’ εἰ καὶ πυκνότερον αὐτοῖς γίγνοιτο τὸ
πνεῦμα, μετρίως τοῦτο πάσχει καὶ πολὺ κατωτέρω τῆς ἄκρας785

7

.

786

πυκνότητος. ἀλλὰ καὶ ἡ ἐκπνοὴ τοῖς πυρέττουσι μείζων τε ἅμα καὶ θερμοτέρα, ὅπερ οὐχ ὑπῆρχε τοῖς διὰ στενοχωρίαν μικρὸν καὶ πυκνὸν ἐκπνέουσιν. ὅπως δὲ χρὴ διαγινώσκειν ἀκριβῶς μικρότητά τε καὶ μέγεθος ἑκατέρων τῶν μορίων τῆς
5ὅλης ἀναπνοῆς, ὀλίγον ὕστερον εἰρήσεται, τελεσάντων πρότε‐ ρον ἡμῶν ἅπαντα τὸν περὶ τῶν ὀργάνων λόγον. ὅτι μὲν γὰρ διαφέρουσιν αἱ χωρὶς ὀδύνης αὐτῶν δύσπνοιαι τῶν μετ’ ὀδύ‐ νης, καὶ δὴ λέλεκται. Πότερον δὲ, ὥσπερ ἁπλῶς ἀπεφηνάμεθα
10τὴν στενοχωρίαν δεῖν εἰς τὸν πνεύμονα διήκειν, καὶ τούτου τὰς τραχείας μάλιστα ἀρτηρίας, ἵνα δυσπνοήσῃ τὸ ζῶον, οὕτω καὶ τὴν ὀδύνην ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις χρῆναι γίγνεσθαι, καὶ μάλιστά γε τῷ θώρακι, λεκτέον, ὁ γὰρ πνεύμων ὀλίγου δεῖν ἀναίσθητος, ἤ τινα ἑτέραν ἡμῖν ἐπὶ τῶν τοιούτων
15δυσπνοιῶν ζητητέον ἀπόφανσιν; οὐδὲ γὰρ ἂν, οἶμαι, δόξειεν ὅ γε τοῖς τῶν ἀναπνευστικῶν ὀργάνων ἀλγήμασι μόνοις τὸ τοιοῦτον εἶδος ἕπεσθαι τῆς δυσπνοίας λέγων ἐγνωκέναι κα‐
λῶς ὑπὲρ αὐτῶν τὸ σύμπαν, οὐδὲ μεμνῆσθαι τῶν ἔμπροσθεν786

7

.

787

λογισμῶν, ἐν οἷς οὐ διὰ τὸ πάθημα, διὰ δὲ τὴν τῆς ἐνεργείας δύναμιν ψυχικὴν οὖσαν ἐδείκνυτο μικρὸν καὶ πυκνὸν γινόμε‐ νον τὸ πνεῦμα. τὸ μέντοι ταῖς στενοχωρίαις τοῦ πνεύμονος εἶδος τῆς δυσπνοίας ἑπόμενον οὐδὲν προσδεῖται τῆς δυνάμεως
5εἰς τὴν γένεσιν, ὅθεν ἐπὶ μὲν τούτου καλῶς ἀπεφηνάμεθα καθ’ ὅλου τοῦ πράγματος τὸν λόγον ποιησάμενοι· περὶ δὲ τῶν ὀδυνηρῶν παθῶν οὐχ ἁπλῶς ἐχρῆν λέγειν, ὅταν γ’ ἐν τοῖς ἀναπνευστικοῖς συνίσταται μορίοις. οὐ γὰρ δι’ αὐτὴν τῶν μορίων τὴν φύσιν ἰδίως, ἀλλ’ ὅτι ψυχικὴ δύναμις ἐπε‐
10τρόπευεν αὐτῶν τῆς κινήσεως, εἰς μικρότητα τὴν ἀναπνοὴν τρέπεσθαι συνέβαινεν, ὑπὲρ τοῦ μὴ μειζόνως ὀδυνᾶσθαι τὸ ζῶον, ἔλαττον τοῦ προσήκοντος διϊστάσης αὐτῆς τὸν θώ‐ ρακα. αὕτη δ’ ἡ τοῦ μειζόνως ὀδυνᾶσθαι πρόνοια καὶ τοῖς ἄλλοις δήπου ἅπασίν ἐστι μορίοις, ὅσα κινουμένοις τοῖς
15ἀναπνευστικοῖς συγκινεῖται, στομάχῳ καὶ γαστρὶ καὶ ἥπατι καὶ σπληνὶ καὶ περιτοναίῳ καὶ τῷ κώλῳ τε καὶ τῶν λε‐
πτῶν ἐντέρων τοῖς ἄνω καὶ τοῖς καθ’ ὑποχόνδριον μυσί.787

7

.

788

ταῦτα γὰρ ταῖς τοῦ θώρακος κινήσεσι, καὶ μάλιστ’ ἐὰν μείζους ὦσι, συγκινεῖται. πρόδηλον οὖν, ὅτι μειζόνως μὲν ἐπὶ ταῖς μεγάλαις τοῦ θώρακος ὀδυνῶνται κινήσεσιν, ἔλαττον δὲ ἐπὶ ταῖς μικραῖς· καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν οὐ τοῖς
5πλευριτικοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὸν στόμαχον ἢ τὴν γα‐ στέρα διακειμένοις ὀδυνωδῶς ἔσται τὸ πνεῦμα· ἧττον μὲν, ὅτι καὶ τὰ τῆς αἰσθήσεως ἐλάττω· παραπλησίως μέντοι δυσ‐ πνοοῦσιν, ὅσοι τὸ ἧπαρ ἢ τὸν σπλῆνα ἢ τῶν ἑτέρων τι τῶν προειρημένων ὀδυνῶνται. ἅπαντα γὰρ τὰ τοιαῦτα, τὰ μὲν
10ἐξηρτημένα, τὰ δὲ συμπεφυκότα τοῖς ἀναπνευστικοῖς ὀργά‐ νοις, συσσείεται κινουμένοις αὐτοῖς, καὶ διὰ τοῦτ’ ἀναπνεόν‐ των ἄχθεται. καὶ οὕτως οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἀνα‐ πνευστικῶν μορίων, ἀλλ’ ἐπὶ πάντων τῶν ἁπλῶς κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὁ λόγος ἡμῖν γιγνέσθω, καὶ τολμήσωμεν
15ἀποφήνασθαι καθόλου, τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα σημεῖον ὑπάρχειν ὀδύνης ἁπάντων τῶν τοῦ ζώου μορίων, ὅσα κινεῖται κατὰ τὰς ἀναπνοάς. ἆρ’ οὖν ταύτῃ μόνον ἀνομοίως
ἔχουσιν οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ἢ καὶ κατ’ αὐτὴν ἰδίᾳ τὴν788

7

.

789

ἀπὸ τῆς δυνάμεως αἰτίαν, ἄνευ τοῦ συμπεπλέχθαι τοῖς ὀργά‐ νοις, ἔνεστιν εὑρεῖν τινὰ διαφοράν; αἱ μὲν γὰρ φυσικαὶ δυ‐ νάμεις πᾶσαι διαπαντὸς σχολάζουσι τοῖς ἀναγκαίοις σφίσιν ἔργοις, καὶ οὐδέποτε ῥᾳθυμοῦσιν οὐδ’ ἀμελοῦσιν· ὅσα δὲ
5ὑπὸ τὴν τῆς προαιρέσεως ἐξουσίαν ἔρχεται, ταῦτα πολλάκις, ἀσχολουμένης αὐτῆς περὶ πράξεις ἑτέρας, ἀμελέστερον ἀποτε‐ λεῖται. βαδίζοντες γοῦν ἐνίοτε συντόνως ἐπί τινα πρᾶξιν, εἶτα μεταξὺ κατὰ τὴν ὁδὸν ἐννοήσαντές τι, κᾄπειτα ἐπισκο‐ πούμενοι τοῦτο καὶ φροντίζοντες ἀμφ’ αὐτοῦ, πολὺ τῆς κατὰ
10τὸν περίπατον συντονίας ἐκλύομεν, οὐ μὴν συνίεμέν γε οὐδὲ γινώσκομεν αὐτὸ τοῦτο, μέχρι περ ἂν τῷ φροντίσματι προσέ‐ χωμεν τὸν νοῦν, ὁπόταν δὲ παυσώμεθα καὶ περὶ μηδὲν ἔτι τὴν διάνοιαν ἔχωμεν ἀλλ’ ἢ περὶ τὸ βαδίζειν μόνον, τότε, ὥσπερ ἐξ ὕπνου τινὸς ἐπεγερθέντες, ἐγνωρίσαμέν τε τὸ κατα‐
15δεέστερον τῆς παρούσης ἐνεργείας ὡς πρὸς τὴν ἐξ ἀρχῆς ὁρ‐ μὴν, αὖθίς τε πρὸς τοὔργον ἐπηγείραμεν ἡμᾶς, οὕτω καὶ οἱ
παραπαίοντες, ὡς ἂν, οἶμαι, τὸν νοῦν ἐν τοῖς φαντάσμασιν789

7

.

790

ἔχοντες, καθάπερ τισὶ φροντίσμασιν, ἀμελοῦσι τῶν ψυχικῶν ἐνεργειῶν, καὶ οὔτε οὐροῦσιν, εἰ μὴ ὑπομνήσειέ τις, οὔτ’ ἀποπατοῦσιν, οὔτε πιεῖν οὔτε φαγεῖν αἰτοῦσιν, οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων· εἰ δὲ τύχοιεν αἰτήσαντές ποτε, μεταξὺ
5προσενεχθέντος ἐπελάθοντο, καὶ αὖθις τῶν ὑπομνημάτων δέονται. παμπόλλους γοῦν ἴσμεν αἰτήσαντας ἀμίδα, δοθεί‐ σης δὲ μηκέτ’ οὐροῦντας, ἀλλ’ ἀργῶς ἐν ταῖν χεροῖν κατέ‐ χοντας· ἑτέρους δὲ διαναστάντας μὲν ὡς ἀποπατήσοντας, ἐπεὶ δ’ ἐκάθισαν, ἐπιλαθομένους τελέως καὶ μηδὲν ἐνεργοῦν‐
10τας, ἄχρις αὐτοὺς οἱ παρόντες ἀναμνήσωσιν. ὥσπερ δὲ διὰ πολλοῦ χρόνου ποιοῦσι τὰς ἐνεργείας οὗτοι πάντες, οὕτω καὶ μεγάλας· ἀθρόως γοῦν οὐροῦσι πάμπολυ, καὶ πίνουσιν εἰς ἅπαξ ὑπὲρ τὸ σύμμετρον, ἕκαστόν τε τῶν ἄλλων ὡσαύτως δρῶσιν. καὶ οὐδὲν, οἶμαι, θαυμαστόν· ὃ γὰρ ἐχρῆν πολλάκις
15ἐν τοῖς προσήκουσι χρόνοις δρᾷν, ἀθρόως ἐπειξάσης τῆς χρείας ἀναγκάζονται πληροῦν, καὶ μάλισθ’ ὅταν ἀναγκαῖον ᾖ πρὸς
τὴν ζωήν. ἧττον μὲν γάρ τις πιὼν τοῦ δέοντος οὐχ790

7

.

791

ἡμέραις μόνον, ἀλλὰ καὶ μησὶν ὅλοις ἱκανὸς ἐξαρκεῖν, ἧττον δ’ ἀναπνέων οὐδ’ εἰς ἐλάχιστον μόριον τῆς ἡμέρας ἐξίκοιτ’ ἄν. ὅθεν εἰ καὶ πλεῖστον εἰς ἅπαξ οἱ παραπαίοντες πίνουσιν, ἀλλὰ τῷ γε διὰ πολλοῦ χρόνου προσφέρεσθαι τὸ
5σύμπαν αὐτοῖς πόμα πολὺ τοῦ συμμέτρου ἀπολείπεται· ἡ δὲ τῆς ἀναπνοῆς χρεία μὴ πληρουμένη τῷ τὸν κίνδυνον ὑπόγυόν θ’ ἅμα καὶ ἀνιαρὸν ἔχειν ἐπεγείρει τε πρὸς τὴν ἐνέργειαν καὶ οὐκ ἐᾷ ῥᾳθυμεῖν οὐδὲ εἰς πάνυ μικρὸν, ἀπολαμβάνει δὲ εὐθὺς ἅπαν, ὅσον ἐκ τοῦ τῆς ἠρεμίας ἀπεστέρηται χρόνου, καὶ οὕτως
10οὐκ ἀραιὸν μόνον, ἀλλὰ καὶ μέγα γίνεται, καὶ τοσοῦτόν γε μεῖζον τοῦ προσήκοντος, ὅσῳ καὶ ἀραιότερον, ὅπερ ἐπὶ τοῦ ποτοῦ οὐ γίνεται· πολλῷ μὲν γὰρ ἀραιότερον, ὀλίγῳ δὲ πλέον πίνουσιν, ὅθεν Ἱπποκράτης βραχυπότας αὐτοὺς ἐκάλε‐ σεν. ὁ μὲν δὴ λόγος οὗτος ἀποδεικνύει, τῶν παραπαιόντων
15εἰς ἀραιότητα καὶ μέγεθος τρέπεσθαι τὴν ἀναπνοήν· μαρτυ‐ ρεῖ δ’ οὐχ ἥκιστα καὶ ἡ αὐτοψία τοῖς γε βουλομένοις ἐπ’ αὐ‐ τῶν τῶν ἔργων τῆς τέχνης ἐξετάζειν τὴν θεωρίαν. ὅσοι δὲ ἐν
ταῖς μετὰ τῶν νέων διατριβαῖς ἐφ’ ὑψηλῶν θρόνων ὑψηλοὶ791

7

.

792

καὶ περίβλεπτοι καθεζόμενοι, τῶν μὲν ἔργων τῆς τέχνης ἠμε‐ λήκασιν, ὅ τι δ’ ἂν ἐπὶ γλῶτταν ἔλθῃ, τοῦτο ληροῦσιν, τού‐ τοις οὐδὲν μᾶλλον πιστὰ τὰ μαρτυρούμενα πρὸς τῶν ἐναργῶς φαινομένων ἢ τοῖς μηδὲ τὴν ἀρχὴν οὐδ’ εἰ φαίνεται τόδέ τι
5γινώσκουσιν. ἀλλά τις ἐμοί ποτε τῶν τοιούτων σοφιστῶν ἠμ‐ φισβήτησε περὶ τοῦ γίγνεσθαι μέγα καὶ ἀραιὸν τὸ πνεῦμα τοῖς παραπαίουσι. ὑπετίθετο μὲν γὰρ ἕν τι τῶν ζωτικῶν ἔργων εἶναι τὴν ἀναπνοὴν, οὐχ ὡμολόγει δὲ πρὸς τὴν τοιαύ‐ την ὑπόθεσιν τὸ φαινόμενον, ὅθεν ὁμόσε χωρεῖν αὐτῷ δεῖν
10ἔγνωκε. τὴν ἀρχὴν γὰρ ἔφη μὴ φαίνεσθαι τὸ τοιοῦτον εἶδος ἀναπνοῆς ἐν παραφροσύναις. ἃ γὰρ οὐδεπώποτε ἐπεχείρησαν ἐπ’ αὐτῶν τῶν νοσούντων οἱ σοφισταὶ παραφυλάξαι, περὶ τούτων ὡς μυριάκις ἑωρακότες ἀναιδῶς διατείνονται, καὶ μα‐ κρὰν ἔχειν ἐμπειρίαν οὐκ ὀκνοῦσιν ἐπαγγέλλεσθαι τῶν μηδ’
15ὄναρ αὐτοῖς ἑωραμένων. ἀλλ’ ὅσοι γε παραφυλάττουσι τὰ φαινόμενα καὶ τὰ συμπίπτοντα τοῖς νοσοῦσιν, οὕτω γράφου‐ σιν ὥσπερ καὶ Ἱπποκράτης. ἑωράκασι γὰρ, οἶμαι, πολλοὺς
ἀῤῥώστους ὁμοίους οἷς ἐκεῖνος ἔγραψε, μαρτυροῦντας τῷ792

7

.

793

προειρημένῳ λόγῳ, καὶ παρεθέμην ἂν ἤδη τοὺς ἐν ταῖς ἐπι‐ δημίαις ὑπ’ αὐτοῦ γεγραμμένους, εἰ μή μοι προὔκειτο τὸν ἑξῆς μοι λόγον ἅπαντα τὸν δεύτερον εἰς τὴν τούτων ἐξήγησιν, ὡς καὶ πρόσθεν εἶπον, ἀναβάλλεσθαι, τουτονὶ δὲ μόνον αὐ‐
5τὸν καθ’ ἑαυτὸν ἅμα ταῖς οἰκείαις ἀποδείξεσι συμπεραίνεσθαι. καὶ τοίνυν ὁ μὲν τῶν παραπαιόντων λόγος ἐνταυθοῖ τελευ‐ τάτω. Πῶς δ’ ἄν τις διαγινώσκοι κάλλιστα μεγάλην τε καὶ μικρὰν ἀναπνοὴν, οἶδα γὰρ καὶ τοῦτ’ ἀναβαλλόμενος
10ἐν τοῖς ἔμπροσθεν, ἤδη λεγέσθω. πρόχειρον μὲν γὰρ ἦν, οὐδὲν διαφέρειν, ἢ τῷ μεγέθει τῆς διαστάσεως τῶν ἀναπνευ‐ στικῶν ὀργάνων, ἢ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας δια‐ γιγνώσκεσθαι τὴν μεγάλην εἰσπνοὴν, ὥσπερ ἀμέλει καὶ λέγουσί τινες, ἀνάλογον ἀεὶ δεῖν ἔχειν ἡγούμενοι τῷ ποσῷ τῆς
15ὀργάνων τὸ ποσὸν τῆς εἰσπνοῆς· οὐ μὴν ἔν γε τῷ καθόλου τὸ τοιοῦτον ἀληθές ἐστιν, ἀλλὰ δεῖταί τινος διορισμοῦ. ἐχόν‐
των γὰρ κατὰ φύσιν τῶν ὀργάνων, ἀνάλογος ἀεὶ ταῖς διαστο‐793

7

.

794

λαῖς αὐτῶν ἡ ποσότης τοῦ πνεύματος· οὐ μὴν ὅταν γε καὶ παρὰ φύσιν ᾖ διακείμενα, ἀλλ’ ἐνδέχεταί ποτε διΐστασθαι μὲν ἐπὶ πλεῖστον τὸν θώρακα, βραχὺ δ’ εἰσπνεῖσθαι τὸν ἔξω‐ θεν ἀέρα. πολλαὶ γάρ εἰσιν διαθέσεις, εἴ τι μεμνήμεθα τῶν
5προειρημένων, ὑφ’ ὧν ὁ πνεύμων στενοχωρούμενος ἀδυνατεῖ τὸν ἱκανὸν ἀέρα δέξασθαι· οὔκουν ἀνάλογον πάντων τῶν ἀναπνευστικῶν ὀργάνων ταῖς διαθέσεσιν, ἀλλὰ μόνον τῶν τραχειῶν ἀρτηριῶν αἱ εἰσπνοαὶ γίγνονται. ἀλλὰ τούτων οὐδὲ μιᾷ τῶν αἰσθήσεων οἷόν τε διαγνῶναι τὴν διαστολήν· οὐκ
10οὖν οὐδὲ προσέχειν χρὴ τὸν νοῦν τοῖς ἀναπνευστικοῖς ὀργά‐ νοις, ὁπόταν τὸ ποσὸν τῆς εἰσπνοῆς διαγνῶναι βουλώμεθα. ἀρκεῖ γὰρ μόνον αὐτὸν ἐπισκοπεῖσθαι τὸν ἀέρα, πόσος μὲν εἰσπνέεται, πόσος δ’ αὖ ἐκπνέεται. οὐδὲ γὰρ τοῖς τῆς γα‐ στρὸς ὄγκοις τεκμαιρόμεθά τι περὶ πλήθους ἐδεσμάτων, ἀλλ’
15ἀρκεῖ κᾀνταῦθα τὸ ποσὸν μόνον ἐπισκοπεῖσθαι τῶν ἐσθιομέ‐ νων. ἐπεὶ δ’ ἐν ταῖς ἐκπνοαῖς ποτὲ μὲν ἀργοῦσι παντελῶς οἱ μύες, ἐπιτρέποντες τῷ θώρακι καταπίπτοντι τὴν οἰκείαν
ἀπολαμβάνειν κατάστασιν, ποτὲ δ’ ἐνεργοῦντες ἐπὶ πλέον794

7

.

795

αὐτὸν συστέλλουσιν, ἀπεδείχθη γὰρ ἡμῖν πολλάκις περὶ τούτων, αἱ μὲν χωρὶς τῆς τούτων συντονίας συστολαὶ τοῦ θώρακος οὐκ ἄν ποτε μεγάλην ἐκπνοὴν ἐργάσαιντο, αἱ δὲ μετὰ ταύτης, αἵπερ δὴ καὶ ἐκφυσήσεις εἰσὶ, ὡς καὶ τοῦτ’
5ἐδείχθη, δημιουργοὶ τοῦ μεγέθους εἰσίν. ἀλλ’ οὐδ’ ἐπὶ τού‐ των γυμνοῦντας τὸν ἄνθρωπον ὁρᾷν ἀξιῶ τὴν τάσιν τῶν μυῶν, ἀλλ’ ἀρκεῖ τὸ μετ’ ἐκφυσήσεως εἶδος τῆς ἐκπνοῆς γνώ‐ ρισμα τίθεσθαι μέγιστον. ἐπειγούσης γοῦν τῆς χρείας ἀθρόον ἐκπνεῖν ἀναγκαζόμεθα, ὥσπερ καὶ ὅταν ἡ τῆς εἰσπνοῆς ἐπείγῃ
10χρεία, πολὺν καὶ ἀθρόον ἕλκομεν τὸν ἔξωθεν ἀέρα. Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διήλ‐ θομεν, τὰ κεφάλαια τῶν ἀπ’ ἀρχῆς εἰρημένων ἀναλαβόντες, ἐπὶ τὰ λείποντα τραπώμεθα. κεφάλαια δ’ ἦν, ὡς οἶμαι, ταῦτα, τὰς ἁπλᾶς δυσπνοίας ἐξευρόντας συνάψαι τοῖς συν‐
15εκτικοῖς αἰτίοις τῆς ἀναπνοῆς, καὶ δεῖξαι ἑκάστης αὐτῶν τὴν ποιοῦσαν αἰτίαν, αὖθις δὲ καθ’ ἑκάστην τῶν αἰτιῶν τὴν
ἀκολουθοῦσαν δύσπνοιαν, ἐν ᾧ δὴ καὶ συνθέτων ἠναγκάσθη‐795

7

.

796

μεν μνημονεῦσαι δυσπνοιῶν. ἀλλὰ πῇ μὲν ὁμολογεῖ τὰ κατὰ τοὺς σφυγμοὺς ταῖς ἀναπνοαῖς, πῆ δὲ καὶ διαφέρεται, καὶ τοῦτ’ ἦν οὐ μικρὸν ὧν διήλθομεν κεφάλαιον. Ἐπεὶ δ’ ἅπαντα ταῦτα πεπέρανται, τὰς
5συνθέτους ἑξῆς σκοπώμεθα δυσπνοίας, αὗται γὰρ ἔτι λεί‐ πουσιν εἴς γε τὸ πρότερον ὧν προὐθέμεθα ὑπομνημά‐ των. εὑρημένων δὲ τῶν ἁπλῶν, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ ταύτας εὑρεῖν, ἐξ ἐκείνων συντεθείσας. μεγάλης γάρ τινος οὔσης εἰσπνοῆς, ὡσαύτως δὲ καὶ ταχείας, καὶ τῶν ἐναντίων
10αὐταῖς μικρᾶς καὶ βραδείας, ἀνάγκη τέτταρας γίγνεσθαι τὰς ἁπάσας δυσπνοίας συνθέτους περὶ τὴν εἰσπνοὴν, τήν τε με‐ γάλην ἅμα καὶ βραδεῖαν, καὶ μεγάλην καὶ ταχεῖαν, καὶ μι‐ κρὰν καὶ ταχεῖαν, καὶ τετάρτην μικρὰν καὶ βραδεῖαν, οὕτω δὲ καὶ κατὰ τὴν ἐκπνοὴν τὰς αὐτὰς τέτταρας συζυγίας ἀναγ‐
15καῖον ὑπάρχειν, διττὰς μὲν τὰς μεγάλας, διττὰς δὲ τὰς μι‐ κρὰς, τάχει καὶ βραδυτῆτι διαιρουμένας. ἐν μέντοι ταῖς
ἠρεμίαις οὐκ ἐνδέχεται σύνθετον ἰδέαν γενέσθαι δυσπνοίας.796

7

.

797

οὐδὲ γὰρ δύο ἀντιθέσεις αὐταῖς ὑπῆρχον, ὥσπερ ταῖς κινή‐ σεσιν, ἀλλὰ μία μόνη, κατὰ πυκνότητα καὶ ἀραιότητα συνι‐ σταμένη. Καὶ μὲν δὴ καὶ αὐτῶν τῶν κινήσεων ἀλ‐
5λήλαις παραβαλλομένων, τῆς εἰσπνοῆς λέγω πρὸς τὴν ἐκ‐ πνοὴν, ὥσπερ ἐν τοῖς σφυγμοῖς τῆς διαστολῆς πρὸς τὴν συ‐ στολὴν, ἰδέαι τινὲς ἔσονται ῥυθμῶν τῆς ὅλης ἀναπνοῆς. ἐν‐ δέχεται γὰρ εἰσπνοὴν μὲν γενέσθαι μεγάλην, ἐκπνοὴν δὲ μι‐ κράν· ἢ ἔμπαλιν εἰσπνοὴν μὲν μικρὰν, ἐκπνοὴν δὲ μεγάλην·
10ἢ ἀμφοτέρας σμικρὰς, ἢ ἀμφοτέρας μεγάλας. οὕτω δὲ καὶ ταχείας, ἢ βραδείας ἀμφοτέρας, ἢ τὴν μὲν ταχεῖαν, τὴν δὲ βραδεῖαν. Καὶ μὲν δὴ καὶ ἀνώμαλός τίς ἐστιν ἀνα‐ πνοὴ, καθάπερ καὶ σφυγμὸς, ἥ τ’ ἐν ἀθροίσματι τῶν κινή‐
15σεων καὶ κατὰ μίαν κίνησιν· ὡσαύτως δὲ καὶ τεταγμένη καὶ ἄτακτος ἀναπνοὴ γίγνοιτ’ ἂν, ὥσπερ καὶ σφυγμὸς, ὅσαι τε διαφοραὶ τῶν ἀνωμάλων σφυγμῶν τῶν τε κατὰ μίαν κίνησιν
καὶ τῶν ἐν πλείοσι συνισταμένων, τοσαῦται καὶ τῶν ἀνα‐797

7

.

798

πνοῶν. ἀλλ’ ὅπερ ἔφην ἐν ἀρχῇ εὐθὺς τοῦ λόγου, παντά‐ πασιν ὀλιγώρως ὑπὲρ ἀναπνοῆς ἐπραγματεύσαντο πάντες, καὶ τὴν αἰτίαν τῆς περὶ ταύτην ῥᾳθυμίας αὐτῶν εἴποιμι ἂν ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ δὲ τὸ προκείμενον ἡμῖν περαντέον,
5ἀπὸ τῆς κατὰ μίαν κίνησιν ἀνωμαλίας ἀρξαμένοις, ὅτι καὶ κατὰ φύσιν δόξειεν ἂν ἥδε μεταξὺ τετάχθαι τῶν ἀκριβῶς ἁπλῶν καὶ τῶν ὁμολογουμένως συνθέτων. ἠμφισβήτει γοῦν ποτέ τις ὑπὲρ αὐτῆς πρὸς ἡμᾶς, ὡς οὐ σύνθετος, οὐκ ἂν ἄλ‐ λως τοῦτο παθὼν, εἰ μὴ πλησίον ἦν τῶν ἁπλῶν. ἀλλ’ ὅτι
10μὲν σύνθετός ἐστιν ἐνθένδε δῆλον, εἴτις ἀρχόμενος μὲν εἰσ‐ πνεῖν ταχέως ἐπισπᾶται τὸν ἀέρα, τελευτῶν δὲ βραδέως, ἢ ἔμπαλιν ἐκ βραδείας τῆς ἀρχῆς εἰς ταχὺ μεθίσταται τὸ τέλος, οὐκ ἂν οὔτε ταχεῖαν οὔτε βραδεῖαν ἁπλῶς ταύτην φαίημεν εἶναι τὴν εἰσπνοὴν, ἀλλὰ σύνθετον δηλονότι, τὸ μέν τι μό‐
15ριον ἑαυτῆς ἔχουσαν ὠκὺ, τὸ δέ τι βραδύ. κατὰ ταὐτὸν δὲ καὶ τὴν ἐκπνοὴν, εἰ παντοίως ἀλλοιοῦται, μεταπιπτούσης τῆς
κινήσεως ἢ ἐκ βραδυτῆτος εἰς τάχος, ἢ ἔμπαλιν ἐκ τάχους εἰς798

7

.

799

βραδυτῆτα, συγκεῖσθαι φήσομεν ἐξ ἐναντίως ἐχόντων πρὸς ἄλληλα τῶν μορίων, καὶ διὰ τοῦτο μηδ’ ἁπλῆν ἀλλὰ σύνθετον ὑπάρχειν. ὡσαύτως δὲ καὶ ὅταν ἡσυχία τις σχίζῃ τε καὶ διακόπτῃ τὴν ἑτέραν τῶν κινήσεων, ἤτοι τὴν εἰσπνοὴν
5ἢ τὴν ἐκπνοὴν, σύνθετον καὶ τότε φήσομεν εἶναι τὴν διῃρη‐ μένην, ἥ τις ἂν εἴη. ὦπται δέ ποτε σπανίως οὐ θάτερον μόνον, ἀλλ’ ἀμφότερα τὰ μόρια τῆς ὅλης ἀναπνοῆς κατὰ τὸν αὐτὸν ἄνθρωπον οὕτως ἔχοντα, καὶ γίγνεσθαι μάλιστα τὸ τοιοῦτον, ὅταν ὑγρῶν πλῆθος ἠθροισμένον ἐν ταῖς τραχείαις
10ἀρτηρίαις ἀποπνίγῃ τὸν ἄνθρωπον, ἐκ πλευρίτιδος ὀλεθρίας ἢ περιπνευμονίας μὴ ἐκκαθαρθείσης ἢ ἐμπυήματος αὐτόθι συστάντος, ὥστε κατὰ τοῦτο τὰς ἀναπνοὰς ὁμολογεῖν τοῖς σφυγμοῖς. ἐδείκνυτο γὰρ οὖν καὶ ἐπ’ ἐκείνων ἐμφράξεσιν ὀργάνων καὶ θλίψεσι καὶ ὅλως στενοχωρίαις ἡ ἀνωμαλία γι‐
15γνομένη. καὶ τοίνυν ὅσα περὶ τῶν ἄλλων ἀρτηριῶν τῶν καθ’ ὅλον τὸ ζῶον ἐν τῷ δευτέρῳ περὶ τῶν ἐν σφυγμοῖς αἰ‐ τίων εἴρηται μαθών τις εὐπορώτερος ἂν εἴη περὶ τῶν ἐν
πνεύμονι τραχειῶν καλουμένων λέγειν τὰ παραπλήσια. τὰς799

7

.

800

μὲν γὰρ, ἵν’ ἀνώμαλος ὁ σφυγμὸς γίνηται, στενοχωρεῖσθαι χρὴ, τὰς τραχείας δὲ ἀρτηρίας, ἵν’ ἡ ἀναπνοή. ἐῤῥέθη δ’ ἐν ἐκείνοις, ὅτι καὶ δι’ ἀῤῥωστίαν δυνάμεως ἀνωμαλότης σφυγμῶν γένοιτ’ ἂν, ὅταν ἀδυνατῇ τελέως διαστέλλειν εἰς
5ἅπαξ τὰς ἀρτηρίας. ἵστανται γὰρ ἐν τῷ μεταξὺ καὶ δια‐ ναπαύονται, καθάπερ οἱ πρεσβῦται κατὰ τὰς ὁδοιπορίας. γένοιτο δ’ ἄν ποτε καὶ κατὰ τὴν ἀναπνοὴν ἀνωμαλία τις, ἥ τε κατὰ μίαν μόνην ἐνέργειαν καὶ ἡ συστηματικὴ καλουμένη δι’ ἀσθένειάν τινα τῆς δημιουργούσης αὐτὴν δυνάμεως.
10 Οὔσης δὲ ταύτης μὲν ψυχικῆς, ζωτικῆς δὲ τοὺς σφυγμοὺς ἐργαζομένης, γένοιτ’ ἄν τις ἐπὶ τὰς προγνώ‐ σεις ἐξ αὐτῶν διαφορὰ, τῶν μὲν σφυγμῶν ἀνάλογον ἀεὶ τῇ καθ’ ἑαυτοὺς βλάβῃ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν ἐνδεικνυμέ‐ νων, τῶν δ’ ἀναπνοῶν οὐκέθ’ ὡσαύτως, εἰ μὴ προσδιορί‐
15σοιτό τις τοῦ κάμνοντος τὴν προαίρεσιν. εἰ γὰρ ἐκ κοσμίου καὶ τὴν ἀπόκρισιν τὴν θρασεῖαν κακὸν εἶναί φησιν ὁ Ἱππο‐ κράτης, οὐ μέντοι ἐπὶ τῶν θρασέων φύσει μὴ ὅτι τὴν τοιαύ‐
την ἀπόκρισιν, ἀλλὰ μηδ’ αὐτὴν τὴν παραφροσύνην μέγα τι800

7

.

801

δηλοῦν νόμιζε. οὕτως ἔχει καὶ ἐπὶ τῆς ἀναπνοῆς. οἱ μὲν γὰρ ἀταλαίπωροι καὶ μαλακοὶ καθ’ ἅπαν ἔργον ἀνωμάλως ἀναπνέουσι, κᾂν μηδὲν αὐτοὺς μέγα βιάζοιτο· ὅσοι δὲ φιλό‐ πονοι καὶ γενναῖοι τὴν γνώμην, οὐκ ἄν ποτε, πρὶν εἰς ἐσχά‐
5την ἀῤῥωστίαν ἀφικέσθαι τὴν δύναμιν, ἀνωμάλως ἀναπνεύ‐ σειαν. ἐπὶ δὲ τῆς κατὰ τοὺς σφυγμοὺς ἀνωμαλίας ἡ αὐτὴ πρόγνωσις τῆς διαθέσεως ἔν τε τοῖς βελτίοσι τὴν γνώ‐ μην καὶ τοῖς χείροσι. καθόλου γὰρ εἰπεῖν, ὅλως ὅπου μη‐ δὲν συντελεῖ πρὸς τὴν ἐνέργειαν ἡ προαίρεσις, ἐνταῦθα τὸ
10δηλούμενον ἴσον ἅπασιν· ἐν οἷς δ’ ἤτοι τὸ πᾶν ἢ τὸ πλεῖστον, ἐπὶ τούτοις προσεπισκοπεῖσθαι χρὴ τὸ ἦθος τοῦ κάμνοντος. ὥσπερ δὲ τῶν δημιουργουσῶν τὰς ἐνεργείας δυνάμεων διαφορὰ κατά τε τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς διαφόρους ἐργάζεται τὰς προγνώσεις, οὕτω καὶ παρ’ αὐτὴν τὴν τῶν
15ὀργάνων φύσιν ἔσται τις ἐνδείξεως ἑτερότης. οἱ μὲν γὰρ σφυγμοὶ διὰ τῶν λείων ἀρτηριῶν, ἀναπνοαὶ δὲ οὐ διὰ μόνων γίγνονται τῶν τραχειῶν ἀρτηριῶν, ἀλλ’ οὐχ ἧττον
αὐτῶν, εἰ μὴ ἄρα καὶ μᾶλλον διὰ τοῦ μυώδους γένους.801

7

.

802

τοῦτο γάρ ἐστιν ὃ πρῶτον ἡ ψυχικὴ κινεῖ δύναμις εἰς γένεσιν ἀναπνοῆς· ὑπὸ δὲ τοῦδε ὁ θώραξ ὅλως κινηθεὶς αὐτὸς πάλιν τὸν πνεύμονα συγκινεῖ καθ’ ὃν ἐν τοῖς περὶ αὐτῶν ἐδείξαμεν λογισμοῖς τρόπον. τοῦ πνεύμονος δ’ εἰσὶ μέρος αἱ τραχεῖαι
5ἀρτηρίαι, εἰς ἃς πρώτας ὁ ἀναπνεόμενος ἀὴρ ἔρχεται. ὥσπερ οὖν τὰ τούτων παθήματα τὴν ἀναπνοὴν ὅλην ἀνώμαλον ἐρ‐ γάζεται πολλάκις, οὕτω καὶ τὰ τῶν μυῶν, αἱ μὲν ὅτι χῶραι τοῦ πνεύματός εἰσιν, οἱ μύες δ’ ὅτι τὸ πρῶτον ὄργανον τῆς κινήσεως. ἀλλ’ οὐ ταὐτὸ πάθος ἐν ἑκατέρῳ τῷ γένει τῶν
10ὀργάνων ἀνώμαλον ἐργάζεται τὴν ἀναπνοὴν, ὅτι μηδὲ τὰ τῆς χρείας αὐτῶν ὅμοια. εἴπερ οὖν ἕκαστον τῶν ὀργάνων εἰς ἅπερ ὑγιαῖνον ὠφελεῖ τὴν ἐνέργειαν, εἰς ταῦτα καὶ νοσῆ‐ σαν βλάπτει, τῶν μὲν τραχειῶν ἀρτηριῶν ἡ βλάβη στενο‐ χωρία τίς ἐστι, τῶν δὲ μυῶν πλημμελὴς καὶ ἄτακτος κίνησις·
15τῶν μὲν γὰρ ὡς χωρίων τοῦ πνεύματος, τῶν δ’ ὡς ὀργάνων κινήσεως ἡ βλάβη. τῆς μὲν οὖν ἐν ταῖς τραχείαις στενοχω‐
ρίας τοὺς παρὰ φύσιν ὄγκους ἠτιασάμην, τῶν δ’ ἐν τοῖς μυσὶ802

7

.

803

πλημμελῶν κινήσεων τὰς προφάσεις νῦν ἐροῦμεν. ἔστιν οὖν ἴδια παθήματα μυῶν σπασμοὶ καὶ παλμοὶ καὶ τρόμοι, ὡς δι’ ἑτέρων ἀποδέδεικται· ἀλλὰ καὶ ὅτι πλημμελεῖς κινήσεις εἰ‐ σὶν, οὐ δεῖται λόγου. εἴπερ δ’ ἄμφω ταῦθ’ ὑπάρχοι τοῖς
5παθήμασιν, ὥστε καὶ πλημμελέσι κινήσεσιν εἶναι καὶ μυῶν, αὐτὰ δὲ ταῦτ’ εἴη τὰ ζητούμενα, ἤδη πέρας ἂν ἡμῖν ἔχοι καὶ ὅδε ὁ λόγος· ἔσται γάρ ποτ’ ἀνώμαλος ἡ ἀναπνοὴ καὶ διά τι τούτων. ὡς γὰρ καὶ ἡ βάδισις ἀνώμαλος γίνεται τῶν ἐν τοῖς σκέλεσι μυῶν ἤτοι τρεμόντων ἢ παλλομένων ἢ σπωμένων,
10οὕτω καὶ ἀναπνοὴ γίνοιτ’ ἄν ποτε ἀνώμαλος διὰ τοὺς κινοῦν‐ τας τὸν θώρακα μῦς, ὡς εἴρηται, βεβλαμμένους. ὥστε καὶ πασῶν τῶν ἀνωμαλιῶν, τῶν τε κατὰ μίαν ἐνέργειαν καὶ τῶν κατὰ πολλὰς ἑξῆς συνισταμένων, ἤτοι στενοχωρία τῶν τρα‐ χειῶν ἀρτηριῶν, ἢ τῶν τοῦ θώρακος μυῶν πλημμελὴς κίνη‐
15σις, ἢ ἀῤῥωστία τῆς δημιουργούσης αὐτὴν δυνάμεως αἴτιον γενήσεται.
Γέγραπται δ’, ὡς ἔφην, ἐπὶ πλείστου ὑπὲρ803

7

.

804

ἁπασῶν ἀνωμαλιῶν ἐν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων, καὶ διὰ τοῦτο μὲν ὅσα κοινὰ πρὸς ἐκεῖνον τὸν λόγον, ἅπαντα παραλείπομεν, ὑπομιμνήσκοντες αὐτῶν μόνον· ὅσα δὲ ἴδια τῆς ἀναπνοῆς, ἐπέξιμεν ἐν τῷδε τῷ γράμματι. τὰ μὲν οὖν
5τῆς χρείας, ὡς καὶ πρόσθεν εἴρηται, κοινὰ, καὶ τὰ τῶν ἀρ‐ τηριῶν δὲ τῶν τραχειῶν ταῖς λείαις ἀνάλογον· ἴδιον δὲ ἐξαί‐ ρετον ταῖς ἀναπνοαῖς παρὰ τοὺς σφυγμοὺς τὸ τῶν μυῶν ὑπάρχει γένος. αἱ δημιουργοὶ δ’ αὐτῶν δυνάμεις ἔστι μὲν ᾗ ἀναλόγως, ἔστι δὲ ᾗ καὶ οὐχ οὕτως ἔχουσιν. ᾗ μὲν γὰρ
10αἰτίαι δραστικαί εἰσι, ταύτῃ μὲν ἀνάλογον ἔχουσιν, ᾗ δὲ τῆς ἀναπνευστικῆς δυνάμεως ἡ προαίρεσις ἐπιτροπεύει, τῆς ζωτικῆς δὲ οὐδεὶς ἀνώτερος κύριος, ἀλλ’ ἐλευθέρα τελείως ἐστὶν, ταύτῃ διαφέρουσιν. καὶ τοίνυν περιττόν τι εἰς ἀνω‐ μαλίας γένεσιν ἕξει ἡ ἀναπνοὴ πρὸς τοὺς σφυγμοὺς, ὃ μηδὲ
15τοῦτο παραλείπωμεν. ἔστι δὲ διττὸν, τὸ μὲν ἀπ’ αὐτῆς τῆς ψυχικῆς δυνάμεως μόνης ὁρμώμενον, τὸ δ’ ἀπὸ τῆς πρὸς τὰς
ὀδύνας συμπλοκῆς· ὀλίγον μὲν καὶ δυσγνώριστον τὸ ἀπὸ τῆς804

7

.

805

δυνάμεως μόνον, πλεῖον δὲ καὶ σαφέστερον καὶ ποικιλώτερον τὸ διὰ τὰς ὀδύνας. ἐν γὰρ ταῖς παραφροσύναις ἐπικρατεῖ μὲν ἡ ἀραιότης καὶ τὸ μέγεθος, ἐμφαίνεται δέ τις ἀνωμαλία καὶ ἀταξία κατά τε πλείους ἀναπνοὰς καὶ κατὰ μίαν ἐνίοτε
5μόνην, ὡς ἂν, οἶμαι, καὶ τῶν φαντασμάτων ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον ἐξιστάντων τοῦ κατὰ φύσιν τὸν λογισμόν. ἐν γὰρ ταῖς τοιαύταις φαντασίαις εὔλογον καὶ τὴν ἀναπνοὴν μεταβάλλεσθαί τι καὶ ποικίλλεσθαι πρὸς τὴν τῆς ἀνωμαλίας τε καὶ ἀταξίας γένεσιν καὶ παρὰ τὸ τῆς χρείας ποσόν. ἕως
10μὲν γὰρ ὀλίγον αὐτῆς ἑκάστη τῶν ἐνεργειῶν ἀπολείπεται, μι‐ κρὰ τοῦ κατὰ φύσιν ἡ ἐναλλαγή· ἐπειδὰν δὲ τοῦ κατὰ φύσιν ἔλλειμμά τι ἱκανῶς πολὺ γένηται, τότ’ ἀναγκαῖον ἤδη τῶν μὲν ἡσυχιῶν τὸ ποσὸν, τῶν δὲ κινήσεων οὐ τὸ ποσὸν μόνον, ἀλλ’ ἤδη καὶ τὸ ποιὸν ἀλλοιοῦσθαι, κᾀν τούτῳ τὴν ὅλην ἀνα‐
15πνοὴν ἀνώμαλόν τε καὶ ἄτακτον γενέσθαι. ταυτὸν δὲ τοῦτο καὶ ταῖς ὀδύναις συμπίπτειν ἀναγκαῖον. οὐδὲ γὰρ οὐδ’ ἐπ’
ἐκείνων ἡ χρεία πληροῦται καθ’ ἑκάστην ἐνέργειαν· οὔτε γὰρ805

7

.

806

ταχέως οὔτε πυκνῶς οὔτ’ ἐπὶ πλεῖστον δύναται διαστέλλειν τὸν θώρακα· πάντα γὰρ ταῦτ’ αὐτοῖς ἀνιαρὰ, μάλιστα μὲν τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, ἤδη δὲ καὶ πυκνότης· ἀλυπότερον γὰρ τοῖς ἀλγοῦσι τὸ διὰ πλείονος χρόνου κινεῖ‐
5σθαι τοῦ δι’ ἐλάττονος. διὰ τοῦτ’ οὖν τοῦ μὲν μεγέθους ἀφαιροῦσι πάμπολλα, τάχους δ’ ἐλάχιστα, πυκνότητος δὲ ἀφαιροῦσι μὲν οὐδὲν, ἀλλὰ τὶ καὶ προστιθέασι, τὴν ἐκ τῶν κατὰ φύσιν τῆς σμικρότητος ἔνδειαν ἐπανορθούμενοι. οὐ μέντοι γε τοσοῦτόν ἐστι τὸ προστιθέμενον, ὡς ἀναπληρῶσαι
10τὸ λεῖπον ἅπαν. ὅσον οὖν ἀπλήρωτον τῆς χρείας ἀπολείπε‐ ται, τοῦτ’ ἐν πολλαῖς ἑξῆς ἐνεργείαις ἀθροιζόμενον, ὅταν ἐγγὺς ἤδη τοῦ πνίγεσθαι τὸ ζῶον ἀφίκηται, τότε καὶ τὴν προαίρεσιν ἀναγκάζει, μέχρι γοῦν χρόνου τινὸς, μείζονά τε ποιήσασθαι τὴν ἀναπνοὴν καὶ θάττονα πολὺ καὶ τῆς ἔμ‐
15προσθεν πυκνοτέραν. ἀλλ’ ἐν ταῖς ταύτης ἐνεργείαις, τῆς μὲν χρείας πληρουμένης, ἀποκναιομένου δὲ τοῖς ἀλγήμασι τοῦ ζώου, πάλιν ἡ προαίρεσις ἀφαιρεῖ καὶ τοῦ μεγέθους καὶ τοῦ
τάχους καὶ τῆς πυκνότητος, ἄλλοτε ἄλλου πλέον, ὡς ἂν ἀπο‐806

7

.

807

ρουμένη τε καὶ μήτε στῆσαι τὴν ἐνέργειαν δυναμένη, φόβῳ πνίξεως, μήθ’ εὑρίσκουσά τινα τῆς ὀδύνης ἴασιν. ἄλλοτε γοῦν ἐπ’ ἄλλο μετέρχεται, τὸ μὲν, ὡς τὴν χρείαν πληρῶσον, τὸ δ’ ὡς τὴν ὀδύνην παραμυθησόμενον. ἁπάντων δὲ, τῶν
5μὲν τὴν χρείαν πληρούντων παροξυνόντων τὰς ὀδύνας, τῶν δὲ ταύτας παρηγορούντων αὐξανόντων τὴν χρείαν, οὐδενὸς δ’ ἀμφοτέρων ἰάματος εὑρισκομένου κοινοῦ, πολυειδῶς ἐπὶ πάντα μετέρχεται δι’ ἀπορίαν, ἀεὶ δυσαρεστουμένη τῷ πα‐ ρόντι. κᾀνθένδε τό τ’ ἀνώμαλον ἑκάστῳ τε καταμόνας καὶ
10ἁπάσαις ἑξῆς ταῖς ἀναπνοαῖς, καὶ τὸ πολυειδῶς ἄτα‐ κτον ὑπάρχει. ἐν γὰρ τῇ τῆς ἰσότητος διαφθορᾷ τῶν τε ἀνωμαλιῶν ἁπασῶν καὶ τῶν ἀταξιῶν ἡ γένεσις. ἐδείχθη γὰρ καὶ τοῦτο ἐν τοῖς περὶ διαφορᾶς σφυγμῶν, ὡς ἡ μὲν ἐφεξῆς ἰσότης ὁμαλότης ἐστὶν, ἡ δὲ κατὰ περιόδους τάξις· καὶ
15ὡς τῆς μὲν ἐφεξῆς ἰσότητος διαφθειρομένης, ἡ ἀνωμαλία, τῆς δὲ κατὰ περιόδους, ἡ ἀταξία γίγνεται. ἀλλ’ ὅμως πολ‐
λῆς μὲν ἀνωμαλίας, πολλῆς δὲ ἀταξίας ταῖς τοιαύταις διαθέσεσι807

7

.

808

συμπιπτούσης, ἐπικρατεῖ τὸ κατὰ μικρότητα καὶ πυκνό‐ τητα γένος τῆς δυσπνοίας. εἰ γὰρ καὶ μέγα ποτ’ ἀπαπνεύ‐ σειαν εἰς ἅπαξ, οἷον ἀποπειρώμενοι τῆς τοιαύτης ἀναπνοῆς, ἀφίστανται παραχρῆμα διὰ τὴν ὀδύνην, καὶ χρόνῳ γε παμ‐
5πόλλῳ μικρὸν πάνυ ἀναπνέουσιν, ἄχρι περ ἂν ὑπὸ τῆς χρείας ἐπειγούσης ἀναγκασθέντες ἐφ’ ἑτέραν αὖθις πεῖραν τράπων‐ ται μεγάλης ἀναπνοῆς. τὸ συνεχὲς οὖν τῆς ἀνωμαλίας καὶ ἀτάκτου μεταβολῆς αὐτοῖς ἐν τάχει καὶ βραδυτῆτι καὶ ταῖς τῆς πυκνότητος ἐξαλλαγαῖς μάλιστα συνίσταται, μηδέποτε
10μὲν ἁπλῶς ἀραιᾶς γιγνομένης τῆς ἀναπνοῆς διὰ τὴν τῆς χρείας ἔπειξιν, ἧττον μέντοι καὶ μᾶλλον πυκνῆς, κᾀν τούτῳ τὴν ἀνωμαλίαν κτωμένης. ὥστ’ ἔστι πυκνὸν μὲν ἀεὶ τοῖς οὕτω διακειμένοις τὸ πνεῦμα, μέγα δὲ σπανίως, βραδὺ δ’ οὐδὲν μᾶλλον ἢ ταχὺ, διὰ τὴν εἰς ἑκάτερον αὐτῶν ὀξύῤῥοπον μετά‐
15πτωσιν. ὀρθῶς οὖν ἔμπροσθεν ἐῤῥέθη πᾶσι τοῖς ὀργάνοις ὀδυνωμένοις, ὅσα κινεῖται κατὰ τὰς ἀναπνοὰς, μικρὸν καὶ πυκνὸν ἕπεσθαι τὸ πνεῦμα· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν ταῖς
παραφροσύναις μέγα τε γίγνεσθαι καὶ ἀραιὸν, εἰ καὶ ὅτι μά‐808

7

.

809

λιστα καὶ ταύταις ἀνωμαλία τις ἕπεται. πλεονεκτεῖ γὰρ ἐν αὐταῖς ἥ τε ἀραιότης καὶ τὸ μέγεθος· μᾶλλον μὲν γὰρ καὶ ἧτ‐ τον ἀραιὸν καὶ μᾶλλον καὶ ἧττον μέγα τοῖς παραφρονοῦσι γίγνεται τὸ πνεῦμα, μικρὸν δὲ καὶ πυκνὸν οὐδέποτε. το‐
5σαῦτα ἀρκεῖν μοι δοκεῖ περὶ τῶν ἀνωμαλιῶν εἰδέναι τῶν τε κατὰ μίαν ἐνέργειαν καὶ τῶν ἐν πλείοσι συνισταμένων. καὶ γὰρ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα τῇ κοινωνίᾳ τοῦ λόγου. καὶ μέντοι σαφῶς μὲν αὗται σύνθετοι, παμπόλλων ἐνεργειῶν εἰς γένεσίν τε καὶ διάγνωσιν δεόμεναι· αἱ δὲ κατὰ μίαν, ὡς
10καὶ πρόσθεν εἴρηται, τάχ’ ἄν τῳ δόξειαν ὑπάρχειν ἁπλαῖ. οὐ μόνον δὲ περὶ τῶν συστηματικῶν ἀνωμαλιῶν, ἀλλὰ καὶ περὶ τῶν ἀταξιῶν ἐν ταὐτῷ διήλθομεν. ἐν εἴδει γάρ τινι τῶν ἀνωμαλιῶν εἰσιν, ὡς κᾀν τοῖς περὶ σφυγμῶν ἐδείχθη. Ἐπὶ τὰς ἐπιλοίπους οὖν αὖθις ἐπανέλθω‐
15μεν δυσπνοίας συνθέτους, καὶ πρώτας γε αὐτῶν προχειρισώ‐ μεθα τὰς κατὰ μίαν ἐνέργειαν ἡντιναοῦν συνισταμένας. ἡ μὲν δὴ μεγάλη τε καὶ ἅμα ταχεῖα εἰσπνοὴ τῆς μὲν χρείας ἐπει‐
γούσης γίνεται, τῶν δ’ ὀργάνων εὐπειθῶν ὑπαρχόντων, τῆς809

7

.

810

δυνάμεως δὲ ἤτοι τὴν ἰδίαν εὐρωστίαν εὐρωστούσης, ἢ μικρὸν μεταβεβλημένης. ἀποδείξεως δὲ οὐ δεῖ τῷ λόγῳ πρὸς τοὺς μεμνημένους τῶν ἔμπροσθεν. ἡ δ’ αὖ μεγάλη μὲν, βραδεῖα δὲ μόνοις τοῖς παραπαίουσι γίνεται, καὶ τού‐
5τοις οὐκ ἀεί. καὶ πρόδηλος τῆς αἰτίας ὁ λογισμὸς κᾀνταῦθα ἐκ τῶν προειρημένων, ὥσπερ καὶ ὅταν μικρὸν εἰσπνέωσι καὶ βραδέως, οἷς ἱκανῶς ἔψυκται τὸ ἔμφυτον θερμόν. ἡ δὲ λοι‐ πὴ καὶ τετάρτη συζυγία μικρότης ἦν ἅμα τῷ τάχει καὶ γίγνε‐ ται διὰ παντὸς μὲν ἐπ’ οὐδεμιᾷ διαθέσει ἁπλῇ, καθάπερ οὐδὲ
10ἡ μεγάλη τε ἅμα καὶ βραδεῖα, ἣν ἔσθ’ ὅτε τοῖς παραπαίουσι συμπίπτειν ἔφαμεν· ἕπεται μέντοι κᾂν εἰ μὴ διηνεκῶς, ἀλλ’ ὡς τὸ πολύ γε, συνελθόντων εἰς ταὐτὸν ἀλγήματός τε καὶ χρείας αὐξήσεως. μικρὸν μὲν γὰρ ἐν τοῖς ἀλγήμασιν ἐξ ἀνάγ‐ κης ἀναπνέουσιν, ἀπληρώτου δὲ τῆς χρείας μενούσης, διά τε
15τὴν αὐτὴν ταύτην μικρότητα καὶ ὅτι πλεονεκτεῖν ὑπέκειτο καθ’ ἑαυτὴν, οὐκ ἀρκεῖ πυκνωθῆναι μόνον τὰς ἐνεργείας,
ἀλλ’ ἀναγκάζονται πολλάκις ἐσπασμένως εἰσπνεῖν. ἀνάλογον810

7

.

811

δὲ τοῖς εἰρημένοις κᾀπὶ τῶν κατὰ τὰς ἐκπνοὰς συζυγιῶν τὰς διαθέσεις ἐξευρίσκειν χρή. καὶ γὰρ οὖν κᾀπὶ τούτων ἤτοι τὴν δύναμιν, ἢ τῶν ὀργάνων τι πεπονθὸς εὑρήσομεν, ἢ τῆς θερμασίας τὸ μέτρον ὑπηλλαγμένον. ἃ γὰρ οἷον αἰθαλώδη
5τε καὶ λιγνυώδη καὶ καπνώδη περιττώματα καλοῦμεν ἐν τῷ τῆς θερμασίας γένει, γεώδη εἰσὶ ταῦτα πάντα καὶ οἷον ἡμί‐ πεπτα τῷ συμφύτῳ θερμῷ, καθάπερ καπνὸς τῷ πυρί. φαί‐ νεται γὰρ ἐναργῶς ἐπὶ τούτου δριμέα πάντα καὶ θερμὰ τὰ καπνώδη τῆς ὕλης περιττώματα, ἐνδεικνύμενα δεδέχθαι μὲν
10εἰς ἑαυτὰ τὴν τοῦ πυρὸς δύναμιν, οὐ μὴν πάντα γε ὑπ’ αὐ‐ τοῦ κεκρατῆσθαι· φλὸξ γὰρ ἂν οὕτως ἐγεγόνει καὶ οὐκέτι καπνός. ὥστε εἴ τις θερμασίας καπνώδους ἐν τοῖς σώμασι τῶν ζώων πλεονεκτούσης, τὴν ἐκπνοὴν λέγοι μεγάλην τε ἅμα γίνεσθαι καὶ ταχεῖαν, οὐκ ἂν ἁμάρτοι· δῆλον δ’ ὅτι καὶ τὴν
15δύναμιν ἐῤῥῶσθαι χρὴ τηνικαῦτα, καὶ τῶν ὀργάνων μηδὲν πεπονθέναι· κατὰ ταὐτὰ δὲ καὶ τὴν μεγάλην τε ἅμα καὶ βρα‐ δεῖαν ἐνίοις τῶν παραφρονούντων, ὥσπερ εἶχε κᾀπὶ τῆς εἰσ‐
πνοῆς· οὕτω δὲ καὶ τὴν μικρὰν ἅμα καὶ βραδεῖαν, οἷς μηδὲν811

7

.

812

συνήθροιστο καπνῶδες περίττωμα, καὶ τὴν μικρὰν καὶ τα‐ χεῖαν, οἷς ἤθροιστο, καὶ ὀδυνᾶται τῶν μορίων ὅσα δηλονότι κινεῖται κατὰ τὰς ἀναπνοάς. ἀεὶ γὰρ χρὴ τούτων μεμνῆσθαι, κᾂν τῇ λέξει ποτὲ παραλειφθῇ.
5 Αὗται μὲν οὖν αἱ τέτταρες συζυγίαι τῶν δυσπνοιῶν καθ’ ἑκάτερον ἰδίᾳ τῆς ὅλης ἀναπνοῆς μόριον συνίστανται· ἕτεραι δὲ κατὰ τὸν οἷον ῥυθμὸν αὐτῆς, οὐ καθ’ ἑκάτερον, ὅταν δὲ παραβάλλωμεν εἰσπνοὴν ἐκπνοῇ, καθάπερ ἐν τοῖς σφυγμοῖς διαστολὴν συστολῇ, ῥυθμὸν τὸ
10τοιοῦτον ὀνομάζομεν. δῆλον δ’ ὅτι τὴν αὐτὴν θεωρίαν ὁ τόπος ἐκδέξεται τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν ὑφ’ Ἡροφίλου γεγραμμένῃ. εἴρηται μὲν οὖν ἡμῖν περὶ αὐτῶν ὅσα χρὴ κᾀν ταῖς περὶ τῶν σφυγμῶν πραγμα‐ τείαις· εἰρήσεται δὲ καὶ νῦν ὅσον οἷόν τε διὰ βραχυτά‐
15των, οἷς χρὴ προσέχοντα τὸν νοῦν οἷον σκοποῖς τισιν ἐξευρίσκειν τὰς αἰτίας ῥᾳδίως τῆς ἐν ταῖς ἀναπνοαῖς ἀῤ‐
ῥυθμίας. τὰ γὰρ ἄρτι καθ’ ἑκάτερον τῆς ὅλης ἀναπνοῆς812

7

.

813

μόριον, τήν τε εἰσπνοὴν λέγω καὶ τὴν ἐκπνοὴν, ἅπερ ἐν τῷ πρόσθεν λόγῳ φθάνομεν εἰρηκότες, αὐτὰ ταῦτα καὶ νῦν ἀξιῶ σκοπεῖσθαι κατὰ τὰς ἀῤῥυθμίας αὐτῶν. οἷον, οὐδὲν γὰρ χεῖρον ἐφ’ ἑνός τινος ὡς ἐπὶ παραδείγματος ἐπι‐
5δεῖξαι τὸ λεγόμενον, βραδυτέρα μὲν ἔστω καὶ μικροτέρα τοῦ κατὰ φύσιν εἰσπνοὴ, θάττων δὲ καὶ μείζων ἡ ἐκπνοή· με‐ μειῶσθαι φήσομεν τοῖς οὕτω διακειμένοις τὸ κατὰ φύσιν θερ‐ μὸν, ηὐξῆσθαι δὲ τὸ καπνῶδες. ἐφ’ ἑτέρας δ’ αὖθις ἔμπα‐ λιν ἀῤῥυθμίας ἐχούσης, ὡς τὴν μὲν εἰσπνοὴν εἶναι μεγάλην
10καὶ ταχεῖαν, τὴν δ’ ἐκπνοὴν μικρὰν καὶ βραδεῖαν, ηὐξῆσθαι μὲν τὸ κατὰ φύσιν θερμὸν, μηδὲν δ’ εἶναι καπνῶδες περίτ‐ τωμα. διττὸν γὰρ ἀεὶ χρὴ νοεῖν τῷ γένει τὸ θερμὸν, τὸ μὲν οἰκεῖον καὶ σύμφυτον σώματι, τὸ δ’ ἐπίκτητόν τε καὶ νόθον. δῆλον οὖν ὡς οὐδὲν ἡ τοιαύτη σύζευξις ὑπαλλάττει τῶν ἑκα‐
15τέρᾳ κατὰ μόνας ὑπαρχόντων. εἰ γὰρ ἡ εἰσπνοὴ μικρὰ καὶ βραδεῖα τύχοι γενομένη, κατάψυξιν δηλοῖ τῆς κατὰ φύσιν θερ‐
μασίας, ὅπως ἂν ἔχῃ ἡ ἐκπνοή· εἰ δὲ ἡ ἐκπνοὴ κατὰ ταὐτὸ813

7

.

814

ᾖ διακειμένη, ἐνδείξεται ταὐτόν· καὶ γὰρ εἰ μεγάλη ποτὲ καὶ ταχεῖα γένοιτο, πλεονεκτοῦσαν δηλώσει καὶ παρὰ φύσιν θερ‐ μασίαν, ὅπως ἂν ἔχῃ τὰ τῆς εἰσπνοῆς· ὅθεν οὐδὲν πλέον εἰς τὰς προγνώσεις ἡ τοιαύτη συμπλοκὴ διδάσκει τῶν ἤδη κατὰ
5μόνας ὑπὲρ ἑκατέρας αὐτῶν ἐγνωσμένων. Μόναις γοῦν προσεκτέον ἡμῖν τὸν νοῦν ἐκείναις τῶν συνθέτων δυσπνοιῶν, ἐν αἷς αἱ μὲν ἁπλαῖ κοι‐ ναὶ πλειόνων εἰσὶ διαθέσεων, καὶ διὰ τοῦτο σαφὲς οὐδὲν ἐν‐ δείκνυται· συνεζευγμέναι δ’ ἑτέραις τισὶν εἰς διορισμὸν ἥκου‐
10σιν ἀσφαλῆ. τὸ γὰρ μέγεθος τῆς ἀναπνοῆς αὐτὸ μὲν καθ’ ἑαυτὸ δύσπνοιά τίς ἐστιν ἁπλῆ· γνώρισμα δ’ οὐδενὸς ὑπάρχει βέβαιον, εἴ γε καὶ τῆς χρείας ἐπειγούσης γίνεται καὶ τῆς διανοίας βεβλαμμένης· ἀλλ’ εἰ μὲν ἅμα πυκνότητι συ‐ σταίη, τῆς χρείας ἔπειξιν, εἰ δὲ σὺν ἀραιότητι, παραφροσύ‐
15νην ἐνδείκνυται. ὡσαύτως δὲ καὶ ἡ σμικρότης αὐτὴ μὲν καθ’ ἑαυτὴν ἢ ὀδυνᾶσθαί τι μόριον, ἢ τὴν χρείαν ἐκλύεσθαι δηλοῖ, ὥστ’ οὐδὲν οὐδ’ αὐτὴ σαφὲς ἐνδείκνυται· σύνθετος δὲ γενο‐
μένη, μετὰ μὲν πυκνότητος ἄλγημα, σὺν ἀραιότητι δὲ τῆς814

7

.

815

χρείας ἔκλυσιν δηλοῖ· κᾂν εἰ τὴν πυκνότητα δι’ αὐτὴν μόνην, ἢ τὴν ἀραιότητα προχειρίσαιο, καὶ τούτων ἂν εὕροις οὐδετέ‐ ραν οὐδὲν σαφὲς δηλοῦσαν ἄνευ τοῦ διορισθῆναι συμπλακεῖ‐ σαν ἑτέρῳ τινὶ δυσπνοίας εἴδει. πυκνὴ γὰρ ἅμα καὶ μεγάλη,
5τῆς δυνάμεως αὔξησιν ἐνδείκνυται· πυκνὴ δὲ ἅμα καὶ μικρὰ, τινὸς τῶν ταῖς ἀναπνοαῖς συγκινουμένων ὀργάνων ἄλγημα· καὶ ἡ ἀραιὰ δὲ παραφροσύναις ἑπομένη καὶ καταψύξεσιν, εἰ μὲν μετὰ μεγέθους εἴη, τὸ πρότερον τῶν εἰρημένων· εἰ δὲ μετὰ σμικρότητος, τὸ δεύτερον ἐνδείκνυται. καὶ διὰ τοῦτο
10πασῶν τῶν συνθέτων δυσπνοιῶν αἱ τοιαῦται συζυγίαι χρη‐ σιμώταται, καὶ σαφῶς καὶ βεβαίως μίαν ἑκάστην διά‐ θεσιν ἐνδεικνύμεναι, πυκνότης μὲν ἅμα μικρότητος, πόνον, εἰ δὲ σὺν μεγέθει γένηται, τῆς χρείας αὔξησιν· ἀραιότης δὲ μετὰ μὲν μεγέθους παραφροσύνην, μετὰ δὲ σμικρότητος
15τῆς χρείας ἔκλυσιν. γίγνονται δὲ τέτταρες αὗται συζυγίαι, τῶν ἐν ταῖς ἐνεργείαις κατὰ μέγεθος καὶ μικρότητα διαφορῶν
ταῖς τῶν ἠρεμιῶν διαφοραῖς μιγνυμένων. δύο γὰρ ἀντιθέσεις815

7

.

816

ἀλλήλαις ἐπαλλαττόμεναι, τέτταρας ποιοῦσι τὰς συζεύξεις. ὥστε κᾀνταῦθα δῆλον ἤδη γέγονεν, ὡς οὔτε πλείους οὔτ’ ἐλάττους ἐνδέχεται τὰς ἐκ τῶν ἀντιθέσεων τούτων συμπλοκὰς γενέσθαι. ἀλλ’ ἐπὶ μὲν ταῖς ἠρεμίαις ἀντίθεσις μία μόνη
5συμβέβηκεν ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα, ταῖς δ’ ἐνερ‐ γείαις οὐχ ἡ κατὰ μέγεθος καὶ μικρότητα μόνον, ἀλλὰ καὶ ἡ κατὰ τάχος καὶ βραδυτῆτα. τέτταρες δὲ δηλονότι καὶ κατὰ τὰς τούτων ἐπαλλάξεις γενήσονται αἱ συζυγίαι· πρώτη μὲν πυκνὴ καὶ ταχεῖα, δευτέρα πυκνὴ ἅμα καὶ βραδεῖα, τρίτη
10ἀραιὰ ἅμα καὶ ταχεῖα, καὶ τετάρτη βραδεῖά τε ἅμα καὶ ἀραιά. γνωρίζουσι δ’ οὐδὲν ἁπλῶς ἐξ ἀνάγκης, ὡς αἱ πρότεραι τέτ‐ ταρες, ἀλλ’ ὧδε χρὴ διορίζεσθαι· πολλῆς μὲν εἰς πυκνότητα μεταπτώσεως γινομένης, ὀλίγης δὲ τῆς εἰς τάχος, ὀδύνης τε ἅμα καὶ χρείας ἐστὶν αὔξησις· εἰ δ’ ἔμπαλιν εἰς τάχος μὲν
15πλέον, εἰς πυκνότητα δὲ ἔλαττον ἐξίσταται τοῦ κατὰ φύ‐ σιν, τὴν χρείαν μόνην ἐπιτετάσθαι δηλώσει. συνδραμεῖ‐
ται δὲ τῇ μὲν τοιαύτῃ δυσπνοίᾳ πάντως καὶ μέγεθος,816

7

.

817

τῇ δὲ ἑτέρᾳ τῇ πρὸ αὐτῆς εἰρημένῃ σμικρότης, ὥστ’ οὐδὲν δεησόμεθα τάχους μνημονεύειν. εἰ γὰρ ἡ ἀδιόριστος μὲν κατὰ τάχος καὶ πυκνότητα συζυγία μηδὲν ἡμῖν δηλοῖ σαφὲς, εἰς διορισμὸν δ’ ἐλθοῦσα, τοῦ μὲν τάχους πλεονεκτοῦντος, εὐ‐
5θὺς καὶ μετὰ μεγέθους γίγνεται, τῆς δὲ πυκνότητος κρατού‐ σης, ἐξ ἀνάγκης ἑπομένην ἔχει τὴν μικρότητα, πυκνὴ μὲν ἅμα καὶ μεγάλη κατὰ τὸν ἕτερον ἔσται διορισμὸν, πυκνὴ δ’ ἅμα καὶ μικρὰ κατὰ τὸν ἕτερον. οὕτω δὲ καὶ πυκνὴ καὶ βρα‐ δεῖα συζυγία δειχθήσεται· πλεονεκτούσης μὲν γὰρ τῆς πυκνό‐
10τητος, ἄλγημα μόνον ἐνδείξεται· τοσοῦτον δὲ ἐξισταμένη τοῦ κατὰ φύσιν, ὅσον καὶ κατὰ βραδυτῆτα, συνθέτου διαθέσεως ἔσται γνώρισμα. καὶ γὰρ τὴν δύναμιν μεμειῶσθαι δηλώσει καὶ ὀδυνᾶσθαί τι μόριον. οὕτω δὲ καὶ εἰ πλεονεκτεῖ τῆς πυ‐ κνότητος ἡ βραδυτὴς, ἔσται γνώρισμα διαθέσεως τῆς ἤδη λε‐
15λεγμένης, ἀλλ’ ἔλαττον μὲν ὀδυνᾶσθαι δηλώσει τοὺς οὕτως ἔχοντας, μειζόνως δὲ τὴν δύναμιν μεμειῶσθαι. οὔκουν οὐδὲ ταύτης εἰς τὰς προγνώσεις δεόμεθά τι τῆς συζυγίας. ἐν μὲν
γὰρ ταῖς πρώταις ῥηθείσαις τέτταρσιν, ἃς χρησιμωτάτας817

7

.

818

ἐλέγομεν ὑπάρχειν, ἔχομεν γνωρίσματα καὶ πόνου καὶ χρείας μειώσεως μεγάλα. καὶ ἡ τρίτη δὲ ῥηθεῖσα συζυγία, ἡ ἀραιά τε ἅμα καὶ ταχεῖα, δηλώσει μὲν οὐδὲν ἐξ ἀνάγκης, συνεδρεύει δ’ ἤτοι παραφροσύναις τισὶν, ἢ καὶ σὺν αὐταῖς ταῖς τῆς
5χρείας αὐξήσεσιν. εἴρηται δὲ καὶ πρόσθεν, ὡς τῶν παρα‐ παιόντων ἀραιὰ μὲν πάντως ἐστὶν ἡ ἀναπνοὴ καὶ μεγάλη, ταχεῖα δὲ οὐ πάντως, ὥσπερ οὐδὲ βραδεῖα· γίγνεσθαι γὰρ ἑκάτερον αὐτῶν ἀτάκτως τε καὶ ἀνωμάλως· ὅταν μέντοι συνέλθῃ καὶ ἡ τῆς χρείας αὔξησις, ἀναγκάζονται τηνικαῦτα καὶ
10πολὺ μεῖζον ἀναπνεῖν ἢ εἰ παρέπαιον μόνον, καὶ ἤδη τε καὶ θᾶττον, ὥστε καὶ ταύτης τῆς συζυγίας οὐδὲν εἰς τὰς προγνώ‐ σεις δεόμεθα, τὰ δι’ αὐτῆς δηλούμενα μετὰ τοῦ διο‐ ρισμοῦ φθάνοντες ἔχειν ἐν ταῖς πρώταις συζυγίαις τέτταρσι. λοιπὸν δ’ ἦν ἡ τετάρτη τῶν κατὰ τοῦτο τὸ γένος συνθέτων
15δυσπνοιῶν, ἡ βραδεῖά τε ἅμα καὶ ἀραιὰ, ἥ τις καὶ αὐτὴ παρα‐ φροσύναις τέ τισι συνεδρεύει καὶ χρείας μειώσεσιν. οὐκοῦν οὐδὲ ταύτης οὐκέτι προσδεόμεθα· καὶ γὰρ παραφροσύνην καὶ χρείαν
μειουμένην ἐγνωρίζομεν ἐκ τῶν πρώτων τεττάρων συζυγιῶν.818

7

.

819

Οὐ μόνον ἐκ τοῦ δεῖξαι τὴν κατὰ τάχος τε καὶ βραδυτῆτα διαφορὰν οὐκ ἀναγκαίαν εἰς τὰς προγνώσεις, οὔτ’ εἰ μόνην οὔτ’ εἰ συμπλέκοις ταῖς ἄλλαις, τὸ χρήσιμον ἐκείνων γίνεται εὔδηλον, ἀλλὰ κᾀξ αὐτῆς τῆς φύσεως τοῦ
5πράγματος φαίνεται. ἐπεὶ γὰρ τρία τὰ πρῶτα γένη τῶν αἰ‐ τίων ἐστὶ τῆς ἀναπνοῆς, ἡ χρεία καὶ ἡ δύναμις καὶ τὰ ὄρ‐ γανα, δῆλον ὡς, ἂν εὕρωμεν ἐκ τίνων καὶ πόσων δυσπνοιῶν τὰς ἐν αὐτοῖς διαθέσεις γνωριοῦμεν, αὗται μὲν ἡμῖν χρησιμώ‐ ταται πρὸς τὰς προγνώσεις ἔσονται, τὰς δ’ ἄλλας ἁπάσας ἐκ
10περιουσίας ἐπισκεψόμεθα. ἀλλ’ εὑρέθησαν αὔξησιν μὲν τῆς χρείας ἡ μεγάλη καὶ πυκνὴ, μείωσιν δὲ ἡ ἐναντία, ἡ μικρὰ καὶ ἀραιὰ, δηλοῦσαι, παραφροσύνης τε ἴδιος ἡ μεγάλη τε καὶ ἀραιὰ, πόνου δ’ ἡ μικρὰ καὶ πυκνή. προσίεσαν δ’ ἔξωθεν αἱ ἀνώμαλοι, ποτὲ μὲν τοῦ μυώδους γένους τὰς διαθέσεις,
15ποτὲ δὲ καὶ τῶν τραχειῶν ἀρτηριῶν τὰς στενοχωρίας δηλοῦ‐ σαι. δυνάμεως δ’ ἀῤῥωστούσης, πρῶτον μὲν ἐξ ἀνάγκης οὐδὲν εὑρίσκεται γνώρισμα δυσπνοίας, ἑτέρως μὲν τῶν
ἀταλαιπώρων, ἑτέρως δὲ τῶν καρτερικῶν τυπούντων τὴν819

7

.

820

ἀναπνοήν· εἰ δ’ ἄρα καί τι εἴη ἀνώμαλόν τε καὶ ἄτακτον, ἀφανές ἐστι, καὶ τὰς ἀνωμαλίας τε καὶ τὰς ἀταξίας αὐτὰς αἱ κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ μικρότητα καὶ μέγεθος ἀνισότητες γεννῶνται, πρὸς τῷ καὶ δι’ ἄλλων μυρίων ἀῤῥω‐
5στίαν δυνάμεως ψυχικῆς γνωρίζεσθαι, μηδέν τι ἡμῶν ἀνα‐ πνοῆς δεομένων, ὧν τὰ μὲν ἐπικαιρότατα καὶ πλεῖστα διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξεν Ἱπποκράτης, εἰ δέ τι καὶ παραλέλειπται, ῥᾷστον ἐκ τῶν εἰρημένων εὑρίσκειν. εἰ δέ τις αὐτῆς τῆς ἀναπνευστικῆς δυνάμεως ἀῤῥωστούσης, καὶ κοινῶς
10ἁπάσης τῆς ψυχικῆς, ἐθέλοι γ’ ἔχειν ἴδια γνωρίσματα, καὶ μά‐ λιστα τῆς ἐψυγμένης, τήν τε τῶν πτερυγίων τῆς ῥινὸς κίνησιν ἕξει καὶ τὴν ἁπάντων τῶν κατ’ ὠμοπλάτας μυῶν ἐνέργειαν, καὶ τὴν ἀθρόαν κατάπτωσιν τοῦ θώρακος. ὁπόταν γὰρ οὗ‐ τος ἀῤῥωστότερον τοῦ προσήκοντος κινῆται, κατὰ μὲν
15τὰς εἰσπνοὰς προστιμωρεῖ τῇ τοῦ πνεύματος ῥύμῃ τὰ τῆς ῥι‐ νὸς πτερύγια, συνεπισπώμενά πως καὶ αὐτὰ τὸν ἔξωθεν ἀέρα, καθ’ ὃν τρόπον καὶ διὰ τοῦ στόματος ἕλκειν τι προαιρούμε‐
νοι τὰ χείλη συνάγομεν· κατὰ δ’ αὖ τὰς ἐκπνοὰς ἀθρόα820

7

.

821

κατάπτωσις γίνεται τοῦ θώρακος, οὐ κατὰ βραχὺ σύμπτωσις. εἴρηται δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ μυῶν κινήσεως, ὅπῃ τε δια‐ φέρει κατάπτωσις μορίου καθέσεώς τε καὶ χαλάσεως, ὅτι τὸ μὲν ἀῤῥωστούσης δυνάμεως γίνεται, τὸ δ’ ἐῤῥωμένης. συμ‐
5βαίνει δ’ ἔτι κατὰ τὰς ἐκπνοὰς τοῖς ἀσθενέσι κατὰ τὴν ἀνα‐ πνευστικὴν δύναμιν τοιόνδε. τὴν τάσιν, ἣν ἐκέκτητο τέως κατὰ τὰς εἰσπνοὰς ὁ θώραξ ἅμα τῷ διαφράγματι, πᾶ‐ σαν ἀθρόως ἀποτίθεται, καθάπερ νεκρούμενος ἐξαίφνης. ἐῤῥέθη δ’ ἐν τοῖς περὶ τῆς ἀναπνοῆς ὑπομνήμασιν, ὡς μόνον
10ἐκλύουσιν αἱ φρένες τὴν τάσιν, ἐκπνεόντων· ἀλλ’ οὐ ταὐτὸν ἐκλῦσαι κατὰ βραχὺ καὶ ἀθρόως ἀποθέσθαι πᾶσαν. ὀλίγον δέ τι συνεργάζονται ταῖς τοιαύταις ἐκπνοαῖς οἱ κατὰ τὰ μεσο‐ πλεύρια μύες, ὧν ἐνεργούντων τὰς ἐκφυσήσεις ἐδείξαμεν γί‐ νεσθαι. τοιοῦτον μὲν δή τι καὶ διὰ ταύτας τὰς αἰτίας τὸ
15τῆς ἀναπνοῆς εἶδος τοῖς ἀῤῥώστοις τὴν δύναμιν. Ὃ δέ μοι δοκεῖ λείπειν ἔτι πρὸς τὸ
συμπληρῶσαι τοῦτον τὸν πρῶτον λόγον, ἤδη λελέξεται.821

7

.

822

διττῆς οὔσης ἠρεμίας ἐν ταῖς ἀναπνοαῖς, πρὸ τῆς εἰσπνοῆς μὲν μιᾶς, ἑτέρας δὲ πρὸ τῆς ἐκπνοῆς, ὁποτέρα ἂν τῶν κινή‐ σεων βλάπτηται, καὶ τὴν πρὸ αὐτῆς ἡρεμίαν ἐξίστησι τοῦ κατὰ φύσιν. διττῆς μὲν οὖν οὔσης ἐν ταῖς κινήσεσι βλάβης,
5διττῆς δὲ κᾀν ταῖς ἠρεμίαις, αἱ μὲν ἐλλείψεις τῆς χρείας ἀεὶ πολυχρονίους ἐπιτελοῦσι τὰς ἡσυχίας, αἱ δὲ πλεονεξίαι βρα‐ χυχρονίους. ὥσθ’ ὅταν εἴπωμεν πυκνὴν καὶ μεγάλην γίγνε‐ σθαι τὴν ἀναπνοὴν ὑπὸ πλήθους θερμασίας, ἐφ’ ἑκατέρᾳ τῶν κινήσεων ἀληθὴς ὁ λόγος. αἱ μὲν γὰρ τοῦ κατὰ φύσιν θερμοῦ
10πλεονεξίαι, τὴν εἰσπνοὴν μεγάλην ἐργαζόμεναι, βραχυχρόνιον εὐθέως καὶ τὴν προηγουμένην αὐτῆς ἠρεμίαν ἀποφαίνουσιν· αἱ δὲ τοῦ παρὰ φύσιν τε καὶ καπνώδους ὥσπερ τὴν ἐκπνοὴν με‐ γάλην, οὕτω καὶ τὴν πρὸ αὐτῆς ἡσυχίαν ὀλιγοχρόνιον ἐργά‐ ζονται. ὥστε μέγα μὲν γίνεται καὶ πυκνὸν τὸ πνεῦμα πάν‐
15τως, ὁπόταν τῆς θερμασίας πλεονεκτῇ γένος· οὐ μὴν οὔτε τὸ αὐτὸ μόριον τῆς ἀναπνοῆς εἰς μέγεθος οὔτε τὴν αὐτὴν ἠρεμίαν εἰς πυκνότητα μεταβάλλει. οὕτω δὲ καὶ εἰ καθαιρε‐
θείη τὰ τῆς χρείας, τοῦ θερμοῦ μειωθέντος, ἐπὶ μὲν τῷ συμ‐822

7

.

823

φύτῳ θερμῷ βλαβέντι μικρᾶς τῆς εἰσπνοῆς γενομένης, ἠρεμία μακρὰ προηγεῖται· τοῦ παρὰ φύσιν δ’ ἀπολλυμένου, μικρὰ μὲν ἡ ἐκπνοὴ, μακρὰ δὲ πρὸ αὐτῆς ἡσυχία γίγνεται. πολλά‐ κις δὲ τὸ μὲν παρὰ φύσιν θερμὸν ηὐξήθη, τὸ δὲ κατὰ φύσιν
5ἐμειώθη· καὶ οὕτως ἡ μὲν πρὸ τῆς ἐκπνοῆς ἡσυχία πολυ‐ χρόνιος γίνεται, βραχυχρόνιος δ’ ἑτέρα. ὁποτέραν γὰρ ἂν τῶν κινήσεων ἡ χρεία κατεπείγῃ, τὴν προειρημένην ἡσυχίαν οὐκ ἀνέχεται χρονίζειν. Εἴρηται μὲν οὖν ἤδη περὶ αὐτῶν ὅσον εἰς
10τὰ παρόντα χρήσιμον· εἰ δέ τις ἀπορεῖ περὶ τῆς ἐν ταῖς θερ‐ μασίαις διαφορᾶς, οὐ καιρὸς νῦν ἂν εἴη διδάσκειν αὐτὸν, ἀλλ’ εἰς τὰ περὶ τῆς ἐμφύτου θερμασίας ἀναπέμπειν ὑπομνή‐ ματα· νομίζω γὰρ αὐτὸν, εἰ μὴ παντάπασιν ἐριστικὸς εἴη, πασῶν τῶν ἀποριῶν εὑρήσειν ἐν ἐκείνοις ἰάματα. τί οὖν λοι‐
15πόν ἐστι; προσθεῖναι μὲν οὐδὲν, ὅ τι μὴ καὶ πρόσθεν εἴρηται, τῶν εἰρημένων δ’ ὑπομνῆσαι πρὸς τὸ ῥᾳδίως ἀκολουθεῖν τοῖς ἑξῆς εἰρησομένοις, ἐν ὀλίγῳ τὴν ἅπασαν αὐτῶν σύνοψιν
ἔχοντας. ἔστι δὲ ἡ σύνοψις ἀπ’ αὐτῆς οὐσίας τοῦ πράγματος823

7

.

824

ὁρμωμένη. χρὴ γὰρ τάς τε τῆς δυνάμεως καὶ τὰς τῶν ὀργά‐ νων καὶ τὰς τῆς χρείας διαθέσεις γνωρίζειν. ἐδείξαμεν δὲ, πόσαι μὲν ἑκάστου τῶν εἰρημένων διαθέσεις, τίνες δ’ αὐτῶν αἱ γνωριστικαὶ δύσπνοιαι, καὶ ὡς ἀναγκαῖαι μὲν αἱ τέτταρες
5συζυγίαι, καὶ πρὸς ταύταις ἡ ἀνωμαλία πέμπτη· τὰ δ’ ἄλλα πάντα τὰ ταῖς ἀναπνοαῖς συμπίπτοντα, τά τε ἁπλᾶ καὶ τὰ σύνθετα, τίσιν αἰτίαις ἕπεται, ἀναγκαῖον ἀσκεῖν, οὐ προσῆκε δὲ ἐξ ἀνάγκης τόδέ τι δηλοῦν νομίζειν, ἀλλ’ ὥστ’ ἐξ ἐπιμέ‐ τρου μέν τι ἔχειν παρὰ τούτων εἰς πρόγνωσιν, ἐπιμελεστάτην
10δὲ καὶ βεβαίαν εἶναι μόνην τὴν ἐπὶ ταῖς πολλάκις εἰρημέναις τέτταρσι συζυγίαις, καὶ ἔτι τὴν κατὰ τὴν ἀνωμαλίαν διαφο‐
ρὰν τῆς δυσπνοίας.824

7

.

825

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ
t2ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
1 Ὅδε μὲν ὁ λόγος ἐξήγησίς ἐστι τῶν ὑφ’ Ἱπποκράτους περὶ δυσπνοίας εἰρημένων. εἴρηται δὲ πολλὰ πολλαχοῦ τὰ μὲν ἐν τοῖς συγγράμμασιν αὐτοῦ, τὰ δὲ κᾀν τοῖς ὑπομνήμασι. τὰ πλεῖστα γάρ τοι τῶν ἐπιδημιῶν, εἰ
5μὴ ἄρα καὶ πάντα, δικαίως ἄν τις ὑπομνήματα νομίζοι. ἔστι μὲν οὖν ἡ ἐξήγησις, ὥς πού τις τῶν παλαιῶν εἶπεν, ἀσαφοῦς ἑρμηνείας ἐξάπλωσις· ἡμεῖς δ’ οὐ τοῦτο μόνον ἐοίκαμεν δρά‐
σειν, ἀλλ’ ὅτι καὶ ἀληθῶς ἔχει πάντα τὰ περὶ δυσπνοίας ὑπ’825

7

.

826

αὐτοῦ γεγραμμένα, μαρτυρήσειν, οὐ μὴν ἀποδείξειν οὐδὲν αὐτῶν ἐν τῷδε τῷ γράμματι, ἀλλ’ εἰς τὸ προηγούμενον τούτου βιβλίον ἀναπέμψειν, ἐν ᾧ χωρὶς ἀποδείξεως οὐδὲν εἴρηται. καὶ ἵνα γε μὴ δυσωποῖτό τις ὑπὸ τῆς Ἱππο‐
5κράτους δόξης, καὶ θᾶττον ἤδη τοῖς λεγομένοις πιστεύοι πρὶν ὑπὸ τῶν ἀποδείξεων ἀναγκασθῆναι, τὸν πρῶτον λόγον ἰδίᾳ τε καὶ καθ’ ἑαυτὸν ἐγράψαμεν· ἐπεὶ δ’ ἐκεῖνος ἐτελειώθη μετὰ τῶν προσηκόντων συλλογισμῶν, ἐν τῷδε τῷ γράμματι τὸν εὑρετήν τε καὶ οἷον πατέρα τῶν δογμάτων τιμήσομεν.
10αὕτη καὶ δικαία τέ ἐστιν ἅμα καὶ πρέπουσα τοῖς ὁτιοῦν ἀγα‐ θὸν ἐξευροῦσι τιμὴ, μήτε κατακεκρύφθαι τὰ εὑρέματα αὐτῶν μήτ’ ἀγνοεῖσθαι τοῖς ἀνθρώποις, ἀλλ’ αὐτά τε φαίνεσθαι τήν θ’ εὑροῦσαν αὐτὰ μέθοδον γιγνώσκεσθαι. οὕτως γὰρ αὐτοῖς καὶ τὸ θαυμάζεσθαι κατὰ τὴν ἀξίαν ὑπάρξει.
15 Πρῶτον οὖν, ὅπερ ἀεὶ διαφυλάττειν ἀξιοῦ‐ μεν οἷς ἂν ἀλήθεια σπουδάζηται, τὸ μηδὲν ἀποκρύπτεσθαι
τῶν ἐναργῶς φαινομένων, μηδ’ ἂν ὅτι μάλιστα τὸν τῆς αἰτίας826

7

.

827

λογισμὸν ἀπορώτατον ἔχῃ, τοῦτ’ ἐπαινεῖν Ἱπποκράτην ἄξιον ἔν τε τοῖς ἄλλοις ἅπασι καὶ τοῖς περὶ δυσπνοίας λόγοις οὐχ ἥκιστα. τὸ γὰρ ἀραιὸν καὶ μέγα πνεῦμα μυρίοις μὲν τῶν παραφρονούντων ὁσημέραι φαίνεται συμπίπτειν, ὅσοι δ’ οὐ
5δύνανται τῶν σοφιστῶν εἰπεῖν αὐτοῦ τὴν αἰτίαν, οὗτοι δ’ εἰσὶν, ὡς ἔμπροσθεν ἐδείξαμεν, οἱ τὴν ἀναπνοὴν ἀπροαίρετόν τε καὶ φυσικὸν ἔργον ὑπειληφότες, οὐδὲ γίγνε‐ σθαί φασιν οὐδέποτε τοιοῦτον εἶδος δυσπνοίας, ἐξ ὧν περὶ τῆς αἰτίας ἀποροῦσιν, ἐκ τούτων τὴν οὐσίαν τοῦ πράγματος
10ἀνατρέπειν τολμῶντες, δέον οὐ ταύτην, ἀλλὰ τὴν αὑτῶν μοχθηρὰν ὑπόληψιν ἀνατρέψαντας αὐτὰ τὰ συμπίπτοντα τοῖς νοσοῦσι παραφυλάττειν, ὡς Ἱπποκράτης ἐποίει. τουτωῒ γάρ, φησι, πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλουμένῳ, ἀραιὸν καὶ μέγα. τουτωῒ, Φιλίσκῳ δηλονότι, τῷ πρώτῳ γεγραμ‐
15μένῳ μετὰ τὰς τρεῖς καταστάσεις ἐν τῷ πρώτῳ τῶν ἐπιδη‐ μιῶν. ἆρ’ οὖν τούτῳ μόνῳ τὸ πνεῦμα μέγα καὶ ἀραιὸν, ἢ καὶ ἄλλοις τισὶν Ἱπποκράτης ἐθεάσατο γιγνόμενον; οὐ τούτῳ
μόνον, ἀλλὰ καὶ ἄλλοις τε πολλοῖς καὶ τῷ μετὰ ταῦτα γε‐827

7

.

828

γραμμένῳ, Σιληνῷ τοὔνομα. διελθὼν γὰρ καὶ περὶ τούτου πάνθ’ ὅσα συνέπεσεν αὐτῷ νοσοῦντι, κατ’ αὐτὴν τοῦ λόγου τὴν τελευτὴν ταῦτα γράφει. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέ‐ λεος πνεῦμα ἀραιὸν, μέγα. αὖθις δ’ ἐν τοῖς ἑξῆς ἀῤ‐
5ῥώστοις, τὴν Δρομάδεώ, φησι, γυναῖκα τεκοῦσαν, καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον, δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν. εἶτα μικρὸν προελθών φησι· πνεῦμα ἀραιὸν, μέγα. τοῦτο μὲν οὖν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἔγραψεν οὕτως, αὖθις δὲ περὶ τῆς στʹ διαλεγόμε‐
10νος ὡδὶ γράφει· ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ διεθερμάν‐ θη, ἵδρωσεν διόλου. ἄκρεα ψυχρά. παρέκρουσε. πνεῦμα ἀραιὸν, μέγα. ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἑκκαί‐ δεκα τοὺς πάντας ἀῤῥώστους Ἱπποκράτης γράψας, τετρά‐ κις φαίνεται μνημονεύων ἀραιοῦ καὶ μεγάλου πνεύματος.
15οἱ γενναῖοι δ’ ἡμῖν οὗτοι σοφισταὶ τὴν ἀρχὴν οὐδὲ ἑωρα‐ κέναι φασὶν οὐδένα μέγα καὶ ἀραιὸν ἀναπνέοντα. (ἢ) ἀλλ’ ἴσως μὲν τοῦτο αὐτοῖς πιστευτέον. οὐ γὰρ ἑωράκασιν οὔτε
ταύτης οὔτ’ ἄλλης δυσπνοίας διαφορὰν οὐδεμίαν, ὅτι μηδὲ828

7

.

829

τοὺς ἀῤῥωστοῦντας αὐτοὺς ὁρῶσιν, ἀλλ’ ἔνδον καθέζονται, μοχθηρὰ σοφίσματα συντιθέντες. Ἆρ’ οὖν ἔτι καὶ τῶν ἄλλων ἀῤῥώστων μνημονευτέον ἡμῖν ἐστιν, οὓς ἐν τοῖς ἄλλοις βιβλίοις τῶν ἐπι‐
5δημιῶν ἔγραψεν μέγα καὶ ἀραιὸν ἀναπνέοντας; ἢ πρὸς μὲν τὴν τοῦ νῦν προκειμένου πίστιν ἀρκεῖ μὲν ταῦτα; φαίνεται γὰρ ὁ ὑπὸ πάντων ἰατρῶν Ἱπποκράτης ὡμολογημένος εἰς τὴν τῶν συμβαινόντων τοῖς νοσοῦσι τήρησιν ἐπιμελέστατος γεγο‐ νέναι, πολλοὺς ἑωρακὼς οὕτως ἀναπνέοντας. ἐν δὲ τῷ μετὰ
10ταῦτα λόγῳ καὶ ἄλλων τινῶν ἀῤῥώστων ἀναγκαῖον ἡμῖν ἐστι μνημονεῦσαι μέγα καὶ ἀραιὸν ἀναπνευσάντων, οὓς ἐν τοῖς ἑξῆς βιβλίοις ἔγραψεν ὁ Ἱπποκράτης· ἀλλ’ οὐκ εἰς πίστιν ἔσται τοῦ νῦν προκειμένου, τοῦτο μὲν γὰρ ἤδη δῆλον, ἀλλ’ εἰς ἑτέρων τινῶν ἐν τῷ κατ’ αὐτοὺς λόγῳ περιεχομένων ζητημάτων ἐξή‐
15γησιν, ἐν παρέργῳ δὲ καὶ ἡ πίστις τοῦ πολλοὺς οὕτως ἀνα‐ πνεῖν αὐξηθήσεται. τίνος οὖν διαθέσεως ἡ τοιαύτη δύσ‐
πνοια γνωριστική; οὐδεμιᾶς ἄλλης, ὅτι μὴ παραφροσύνης829

7

.

830

διὰ τίνα τὴν αἰτίαν, ἐν μὲν τῷ προτέρῳ λόγῳ σαφῶς δέδεικται, ὑπομνήσεως δ’ ἕνεκα καὶ νῦν εἰρήσεται διὰ βραχέων. τῷ γὰρ ὄντι παραφροσύνης ἴδιον σύμπτωμα μεγάλην τε καὶ ἀραιὰν, ὅπερ ἐστὶ διὰ πολλοῦ τοῦ χρόνου, τὴν ἀναπνοὴν ποιεῖσθαι.
5τί γὰρ ἔδει πλέον εἰσπνεῖν, μὴ δεόμενον πλέονος; ἢ τί διὰ πολλοῦ χρόνου, παρὸν δι’ ἐλάττονος; ὅτι δ’ οὐ δέονται πλέονος ἀέρος οἱ μέγα τε καὶ ἀραιὸν εἰσπνέοντες, ἡ ἀραιότης κατηγορεῖ. πάντως γὰρ ἂν ἠπείγοντο συνεχέστερον εἰσπνεῖν, εἴπερ ἐδέοντο πλέονος· τὸ δ’ ἡσυχάζειν εἰς μακρὸν σημεῖόν
10ἐστι τοῦ μὴ δεῖσθαι πολλοῦ. ἀλλ’ ἔοικεν ἄμφω ταῦτα οἷον ἐπιλανθανομένου τῆς ἐνεργείας εἶναι παθήματα. τὸ γὰρ ἄμε‐ τρον μὲν ποιήσασθαι τὴν ὁλκὴν τοῦ πνεύματος, ἄμετρον δὲ τὴν ἡσυχίαν, οὔθ’ ὅπου καταπαῦσαι χρὴ τὴν ἐνέργειαν εἰδό‐ τος ἐστὶν οὔθ’ ὅτε πάλιν ἄρξασθαι, ἀλλ’ ἐν ἀμφοτέροις τὸ
15μέτρον ὑπερβαίνοντος ἀγνοίᾳ τοῦ προσήκοντος. ὡς οὖν ἀμίδα πολλάκις αἰτήσαντες, ἵν’ οὐρήσωσιν, οἱ παραφρονοῦν‐
τες ἐπελάθοντο ἐν τῷ μεταξὺ, εἶτ’ οὐκ ἂν οὐρήσαιεν, εἰ μὴ830

7

.

831

ὑπομνήσει τις, οὕτως ἐπειδὴ καὶ τὸ ἀναπνεῖν ψυχικόν ἐστιν ἔργον, βέβλαπται δ’ αὐτοῖς ὁ λογισμὸς, ἐπιλησμονέστεροι περί τε τὰς ἐνεργείας αὐτὰς καὶ περὶ τὰ διαλείμματα αὐτῶν γίγνονται. ἀμφότερα οὖν ἐν πολλῷ χρόνῳ ποιοῦντες, καὶ
5τὰς ἐνεργείας καὶ τὰς ἡσυχίας, μέγεθος οὕτω καὶ ἀραιότητα περὶ τὴν ὅλην ἀναπνοὴν ἐργάζονται. ἆρ’ οὖν ἡμεῖς μὲν οὕτω φαμὲν, Ἱπποκράτης δ’ ἄλλως ἐγίγνωσκεν; ἢ κᾀκεῖνος ἐν προγνωστικῷ τόνδε τὸν τρόπον ἔγραψεν; μέγα δὲ ἀναπνεό‐ μενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ὃ
10γὰρ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἀραιὸν ὠνόμασε, τοῦτ’ ἐν τῷ προγνωστικῷ διὰ πολλοῦ κέκληκε, εἰς λόγον μεταβαλὼν τοὔνομα. καὶ γὰρ οὖν κᾀπὶ τῶν ἀῤῥώστων ἐκείνων, οἷς μέγα καὶ ἀραιόν φησι γίγνεσθαι τὸ πνεῦμα, πρὸς τοῖς ἄλλοις συμπτώμασι καὶ παραφροσύνην γράφει, ἐπὶ μὲν τοῦ πρώτου
15πάντων τοῦ Φιλίσκου τόνδε τὸν τρόπον. νύκτα δύσφο‐ ρος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. οὕτως μὲν ἐν τῇ τῆς τρίτης ἡμέρας διηγήσει. ἐν δὲ τῇ τῆς πέμπτης πάλιν·
ὕπνοι σμικροὶ, λόγοι, λῆρος. ἐπὶ δὲ τοῦ δευτέρου831

7

.

832

τῶν ἀῤῥώστων, ᾧ Σιληνὸς ἦν ὄνομα, ἐν μὲν τῇ τῆς δευ‐ τέρας ἡμέρας διηγήσει, σμικρὰ παρέκρουσέ, φησιν, ἐν δὲ τῇ τῆς τρίτης, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ ἠδύνατο. εἶτ’ ἐπιφέρων ἐρεῖ, τετάρτη διὰ τῶν αὐτῶν.
5Φιλίσκος μὲν δὴ καὶ Σιληνὸς ὅτι παρεφρόνησαν, οὕτως ἐμνημόνευσεν. ἐπὶ δὲ τῆς Δρομάδεω γυναικὸς, καὶ γὰρ καὶ ταύτην ἀραιὸν καὶ μέγα ἀναπνεῦσαί φησι, τόνδε τὸν τρόπον ἔγραψε. περὶ μέσης ἡμέρης πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενόει. οὕτως μὲν οὖν ἐν τῇ
10πέμπτῃ τῶν ἡμερῶν. εἶτα ἐπιφέρει· νυκτὸς ἐπεκοιμήθη, παρέκρουσε. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ διὰ τῆς ἕκτης ἡμέρας γενόμενα γράφων ὧδέ πώς φησι· ἄκρεα ψυχρὰ, παρέκρουσεν. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἔνθα μεγάλου καὶ ἀραιοῦ πνεύματος, ἐνταῦθα
15καὶ παραφροσύνης μνημονεύει· κατὰ δὲ τὸν αὐτὸν τρό‐ πον καὶ διὰ τῶν ἑξῆς βιβλίων ἡμᾶς ὑπομιμνήσκει, μηδα‐ μοῦ μεγάλου καὶ ἀραιοῦ πνεύματος μνημονεύων, ὅπου μὴ
μεγάλης παραφροσύνης.832

7

.

833

Ὅτι μὲν οὖν ἐπὶ τῶν νοσούντων ἐθεάσατο πολλάκις Ἱπποκράτης τὴν τοιαύτην δύσπνοιαν ἐπὶ παραφρο‐ σύνῃ γινομένην, καὶ ὅτι καθόλου περὶ αὐτοῦ ἀπεφήνατο διὰ τοῦ προγνωστικοῦ, καὶ ταῦτα μὲν ἱκανῶς ἔχειν ἡγοῦμαι, βε‐
5βαιωθήσεται δ’ οὐδὲν ἧττον ἔτι καὶ διὰ τῶν ἑξῆς εἰρησομέ‐ νων. καὶ γάρ τοι καὶ δίκαιον ἦν μὴ πάνυ πολλὰ λέγεσθαι περὶ αὐτῆς· ἀλλὰ διὰ τοὺς ἐν τοῖς περὶ φύσεως ἀναπνοῆς λο‐ γισμοῖς σφαλέντας, εἶθ’ ὑπὸ φιλονεικίας ἀναισχυντοῦντας, ἠναγκάσθημεν καὶ ἡμεῖς πλείω τοῦ προσήκοντος εἰπεῖν, εἴ πως
10αὐτοὺς δυνηθείημεν κᾂν νῦν γοῦν μετάξαι πρὸς τὸ βέλτιον. ἔστι δ’, ὡς ἔοικεν, οὐδεμία βαφὴ δευσοποιὸς οὕτως ὡς τὸ τῶν ἄνευ λογισμοῦ πρὸς τὰ μοχθηρὰ δόγματα πάθος. οὐ γὰρ ἔστι μεταπεῖσαι τοὺς ἐν αὐτοῖς τραφέντας, ὡς ἂν μήτ’ ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις γεγυμνασμένους μήθ’ ὅλως πεπορισ‐
15μένους τι κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀλλὰ μηδ’ εἶναι βουλομένους τούς γε πλείστους αὐτῶν, καὶ ταύτην μι‐ σοῦντας τὴν σοφίαν. τῶν δὴ τοιούτων ποτέ τις ἄῤῥωστον
ἡμῖν ἐπιδείξας παραφρονοῦντα μὲν, ἀλλὰ μήτε μέγα μήτ’833

7

.

834

ἀραιὸν ἀναπνέοντα, καταγελῶν, μᾶλλον δὲ καγχάζων ἀναι‐ σχύντως, καὶ διαπαίζων Ἱπποκράτην καὶ ἡμᾶς ἀπηλλάττετο, μηδὲ λόγον μεταδοὺς ἡμῖν, μηδ’ ἀνασχόμενος μηδὲν ἐπακοῦ‐ σαι, καίτοι διδάξειν ἐπαγγελλομένοις, ὡς οὐ μάχεται τὸ φαι‐
5νόμενον οὔτε τοῖς πρὸς ἡμῶν λεγομένοις οὔτε τοῖς Ἱππο‐ κράτει γεγραμμένοις. ὁ μὲν γὰρ τὸ μέγα καὶ ἀραιὸν πνεῦμα παραφροσύνης εἶναί φησι γνώρισμα, οὐ μὴν εἴ τις παραφρονεῖ, πάντως τοῦτον ἀραιὸν ἀναπνεῖν καὶ μέγα, τά τε πρὸς ἡμῶν λεγόμενα ταὐτὸ τοῦτ’ ἐπαγγέλλεται, μηδὲν παραχαραττόντων
10ἡμῶν μηδὲ μεταποιούντων ὧν ἐκεῖνος ἔγραψεν, ἀλλὰ τὰς ἐξη‐ γήσεις καὶ τὰς ἀποδείξεις μόνας προστιθέντων. εἰ δέ σοι νῦν, ἔφην, ὦ οὗτος, ἐξεύρηται τὸ πᾶσι τοῖς παραφρονοῦσιν ἀραιὸν καὶ μέγα γίγνεσθαι τὸ πνεῦμα, σαφῶς ἐνδείκνυσαι μηδὲν τῶν Ἱπποκράτους ἀνεγνωκὼς, καίτοι προσποιεῖς γε καταγιγνώσκειν
15αὐτῶν, ὡς ἀνεγνωκὼς δή που πρότερον. ἀλλ’ ἐκεῖνος μὲν ἀπηλλάγη πρὶν μαθεῖν τι χρηστόν· σὺ δ’ ὁ τοῖσδε τοῖς γράμμασιν ὁμιλῶν, εἴπερ ὄντως ἀληθείας ἐρᾷς, ἐπάκουσον
Ἱπποκράτους ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐπ’ ἀῤῥώστου τινὸς,834

7

.

835

ὄνομα Πυθίωνος, ὡδὶ γράφοντος ἐν τῇ τῆς ζʹ ἡμέρας διηγή‐ σει. νυκτὸς ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. εἶθ’ ἑξῆς ἐπὶ τῆς ηʹ ἡμέρας ὡδί· ὀψὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσε. καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἐννάτης· περὶ
5δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν. ὡς οὖν ταῦτα ἐπή‐ κουσας, οὕτω πάλιν ἐπάκουσον, οἷόν τι τὸ τῆς δυσπνοίας εἶδος ἐγένετο τούτῳ τῷ Πυθίωνι. γνώσει γὰρ ὅτι μήτε μέγα μήτ’ ἀραιὸν ἀνέπνει, καίτοι παραφρονῶν. ἐμνημόνευσεν οὖν τῆς γενομένης αὐτῷ δυσπνοίας ὁ Ἱπποκράτης δὶς τὸ σύμπαν
10ἐν ὅλῃ τῇ διηγήσει, κατά τε τὴν δευτέραν ἡμέραν καὶ κατὰ τὴν ὀγδόην. ἀλλ’ ἐγὼ τὸ κατὰ ηʹ παραθήσομαι πρότερον, ἐν ᾗ καὶ παραπαῖσαί φησι καὶ δυσπνοῆσαι τὸν ἄνθρωπον, ὡδὶ γράφων· ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὸν, ἄφνω δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ πάλιν
15ἀνεθερμάνθη, παρέκρουσεν. ἑξῆς οὖν ἐνταῦθα γέγραφεν ἀλ‐ λήλων, ὅτι λεπτὸν αὐτῷ καὶ μινυθῶδες ἦν τὸ πνεῦμα καὶ ὅτι παρέκρουσεν ἐν μιᾷ καὶ αὐτῇ ἡμέρᾳ ταύτῃ τῇ ὀγδόῃ.
ἆρ’ ὦ πρὸς Διὸς οὐκ ἤδη σαφές ἐστιν, ὡς οὐκ ἐπὶ πάσης835

7

.

836

παραφροσύνης Ἱπποκράτης ἀραιὸν καὶ μέγα φησὶ γίγνεσθαι τὸ πνεῦμα; εἰ μή τι νομίζεις ὦ οὗτος οὐδὲν διαφέρειν τοῦ με‐ γάλου τὸ μινυθῶδες. εἰ γὰρ τοῦτο, δῆλον, ὡς οὐδὲ τὸ μι‐ νύθειν οἷόν τί ἐστιν, οἶσθα, καὶ νομίζεις ταὐτὸν εἶναι τῷ
5αὐξάνειν αὐτό. μὴ τοίνυν παρ’ ἡμῶν τά γε τοιαῦτα μάνθανε, ἀλλ’ ἐπὶ τοὺς τὰ πρῶτα γράμματα διδάσκοντας ἴθι. ἀλλ’ ὥσπερ ταῦτα οὐκ ἔμαθεν ὁ τὸ μινύθειν ἀγνοῶν, οὕτως οὐδὲ τὰ Ἱπποκράτους ἀνέγνω συγγράμματα. πάντως γὰρ ἂν ἐν αὐτοῖς μυριάκις εὗρε καὶ τὸ μινύθειν καὶ τὸ μινυθῆναι καὶ
10τὴν μινύθησιν κατὰ πάντας σχεδὸν ἀριθμοὺς καὶ γένη καὶ πτώσεις ἐγκεκλιμένα πανταχοῦ, τοὐναντίον αὐξήσει τε καὶ τῷ αὐξάνειν δηλοῦντα, ὥστε καὶ τὸ μινυθῶδες εἴη ἂν τὸ ἐναν‐ τίον τῷ ηὐξημένῳ. εἴπερ οὖν τὸ ηὐξημένον μέγα, τὸ μινυ‐ θῶδες μικρόν ἐστιν. οὕτως οὖν καὶ ὁπότε τὴν δευτέραν
15ἡμέραν διηγεῖτο τοῦ Πυθίωνος, βραχύπνοον αὐτὸν ὠνόμασε. ἡ γάρ τοι βραχύπνοια καὶ τὴν ἐνέργειαν αὐτὴν βραχεῖαν γίγνε‐ σθαι δηλοῖ καὶ τὴν ἡσυχίαν· ὥσπερ ἡ μακρόπνοια κατὰ τοὐν‐
αντίον ἄμφω μεμηκύνθαι. καί τοι κᾂν εἰ θάτερον αὐτῶν836

7

.

837

ἐδηλοῦτο, τό γε μὴ πᾶσι γίγνεσθαι τοῖς παραπαίουσι μέγα τε καὶ ἀραιὸν τὸ πνεῦμα καὶ οὕτως ἂν ὡμολόγητο. τὸ μὲν γὰρ ἀραιὸν καὶ μέγα κατ’ ἄμφω μακρόν ἐστι, καὶ κατὰ τὴν ἐνέργειαν καὶ κατὰ τὴν ἡσυχίαν· ἡ βραχύπνοια δὲ πάντως
5κατὰ τὸ ἕτερόν γε αὐτῶν βραχεῖα, ὥσπερ καὶ τὸ λεπτὸν καὶ τὸ μινυθῶδες πνεῦμα βραχὺ πάντως ἐστίν. Ἱπποκράτης οὖν αὐτὸς οἶδε σαφῶς οὐκ ἐξ ἀνάγκης ὑπάρχειν ἅπασι τοῖς παραπαίουσι τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, οὐ μὴν μάχεταί γε τοῦτο τῇ περὶ τῆς τοιαύτης δυσ‐
10πνοίας ἀποφάνσει. τὸ μὲν γὰρ ἀραιὸν καὶ μέγα παραφρο‐ σύνης ἴδιον, καὶ διὰ τοῦτ’ ἐξ ἀνάγκης αὐτὴν δηλώσει· οὐ μὴν εἰ παραφρονεῖ τις, μέγα καὶ ἀραιὸν ἐξ ἀνάγκης ἀναπνεῖ. οὐ γὰρ ἀχώριστον, ἀλλὰ ἴδιον ἔφαμεν εἶναι παραφροσύνης τὸ ἀραιὸν καὶ μέγα πνεῦμα, καθάπερ τὸ γεωμετρεῖν,
15τὸ τεκταίνεσθαι, τὸ φιλοσοφεῖν, τὸ ῥητορεύειν καὶ ἄλλα μυ‐ ρία, ὧν ἕκαστον οὐδενὶ μὲν ὑπάρχει τῶν ἄλλων ζώων, ὅτι
μὴ ἀνθρώπῳ μόνῳ, καὶ διὰ τοῦτο ἴδιον αὐτοῦ λέγεται, οὐ837

7

.

838

μὴν ἀχώριστόν γέ τι, καθάπερ τὸ λογικόν. οὐ γὰρ πᾶν ἴδιον εὐθὺς καὶ ἀχώριστον. ὥσπερ δὲ ταῦθ’ ἡμᾶς ἡ λοιδορουμένη πρὸς αὐτῶν ἐδίδαξεν διαλεκτικὴ, οὕτως καὶ ὅτι τὸ τοιοῦτον ἀξίωμα, εἰ μέγα καὶ ἀραιὸν ἀναπνεῖ, παραφρονεῖ, οὔτε ταὐ‐
5τόν ἐστι τῷ, εἰ παραφρονεῖ, μέγα καὶ ἀραιὸν ἀναπνεῖ, οὔτ’ ἀναγκαῖον αὐτὰ συναληθεύεσθαι. οὐ γὰρ ἀντιστρέφει πρὸς ἄλληλα ταῦτα, ἀλλὰ μόνον ἀναστρέφει. ὡς οὖν οὐδεὶς Ὀλύμ‐ πια νικῆσαι δύναται μὴ πολλῷ πρότερον γυμνασάμενος, οὕ‐ τως οὐδὲ τῆς ἐν τοῖς λόγοις ἀληθείας ἐπιβοηθὸς γενέσθαι μὴ
10μαθὼν τὰ κᾀν τούτοις παλαίσματα. καὶ ὥσπερ οὐδὲ πεσεῖν εὐσχημόνως ἴσασιν οἱ παντάπασιν ἀμαθεῖς παλαισμάτων, ἀλλ’ ἔσθ’ ὅτε κατὰ τῆς γῆς ὕπτιοι κείμενοι κρατοῦσι καὶ ἄγχουσι καὶ οὐ μεθιᾶσι, τὸν αὐτὸν, οἶμαι, τρόπον οἱ ἀμαθεῖς τῆς ἐν τοῖς λόγοις τέχνης, ἐναργῶς πεπτωκότες πολλάκις αἴσχιστον
15πτῶμα, τοσαῦτα δέουσιν αἰδεῖσθαι, ὥστε καὶ νενικηκέναι νο‐ μίζουσιν· ὥσπερ καὶ ὁ τὸν παραφρονοῦντα δεικνύων μικρὸν
ἀναπνέοντα, κᾄπειτα νομίζων ἐξηλέγχθαι διὰ τούτου τοῦ838

7

.

839

φαινομένου τὴν Ἱπποκράτους ἀπόφανσιν. οὗτος γοῦν αἴσχι‐ στον πτῶμα πεσὼν, ᾤετο καταβεβληκέναι. πῶς γὰρ οὐκ αἴ‐ σχιστα, ἅμα μὲν εὑρεθῆναι μηδὲν τῶν Ἱπποκράτους ἀνεγνω‐ κότα, καὶ διὰ τοῦτο οἴεσθαι κενῶς εἰρῆσθαι τὰ πάλιν πρὸς
5ἐκείνου γεγραμμένα· ἅμα δὲ μηδὲ συνιέναι τῶν λεγομένων, ἀλλὰ παρακούειν τε καὶ ταὐτὸν εἶναι νομίζειν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα παραφροσύνης εἶναι γνώρισμα τῷ πάντως ἕπεσθαι παραφροσύνῃ τὴν εἰρημένην δύσπνοιαν; εἶτα τί θαυ‐ μαστόν ἐστιν, ἐν τοῖς τῶν ἰάσεων λογισμοῖς τυφλώττειν τοὺς
10μηδὲ τὰ οὕτω σμικρὰ γιγνώσκοντας; ἀλλ’ ἤρτηται δηλονότι τὰ σμικρὰ ταῦτα ἐξ ἑτέρων σμικρῶν μὲν καὶ αὐτῶν, ὀλιγωρη‐ θέντων δ’ αὐτοῖς. τὸ γὰρ ἀγνοῆσαι, τίς δύναμις ἐπιτρο‐ πεύει τὴν ἀναπνευστικὴν ἐνέργειαν, ἀρχὴ τῶν τοιούτων σφαλ‐ μάτων· ἠγνοήθη δ’ ἐκεῖνο, διότι προηγνοήθη, πόθεν χρὴ
15πορίζεσθαι ταῖς ἀποδείξεσι τὰς προτάσεις. τούτου γάρ τοι τοῦ παλαίσματος οἱ μὲν ἀγύμναστοι γενηθέντες, οἱ δὲ τε‐ λέως ἀμαθεῖς, τὰ τηλικαῦτα πίπτουσι πτώματα· καὶ ἡμῖν ἐν
ἑτέροις ἀποδέδεικται, καὶ μάλιστ’ ἐν τῷ δευτέρῳ περὶ μυῶν839

7

.

840

κινήσεως, ὅτι τοῖς ἀπροαίρετον εἰποῦσιν ἔργον εἶναι τὴν ἀνα‐ πνοὴν, ἐκ τοῦ μὴ δυνηθῆναι παρὰ τῆς οὐσίας αὐτῆς τοῦ πράγματος πορίσασθαι τὰς εἰς τὴν ἀπόδειξιν προτάσεις, ἀλλὰ τοῖς ἄλλοις ὡς συμβεβηκὸς ἀκολουθῆσαι, σφαλῆναι συνέ‐
5πεσεν. ἀλλὰ καὶ Ἱπποκράτης γε ὁ τὴν φύσιν μὲν αὐτὴν ὁρῶν τῶν πραγμάτων, ὑπερορῶν δὲ τῶν ἄλλων ὡς συμβεβηκότων, ἐν μὲν τῷ καθόλου βεβαίως ἀπεφήνατο διὰ τοῦ προγνωστι‐ κοῦ· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παρα‐ φροσύνην σημαίνει· κατὰ μέρος δὲ διὰ τῶν ἐν τοῖς νοσήμασι
10φαινομένων ἐβασάνισε τὸν λόγον ἐσχάταις εἰς ἀκρίβειαν βασά‐ νοις, ἃς, οἶμαι, θαυμάσειεν, εἴ τις ἐθελήσειεν προσέχειν τὸν νοῦν τοῖς λεγομένοις· μαθήσεται γὰρ, ὅτι παραφροσύναις μὲν ἁπάσαις ἕπεται μέγα καὶ ἀραιὸν πνεῦμα κατὰ τὸν ἴδιον αὐτῶν λόγον, οὐ μήν γε τοῖς παραφρονοῦσιν ἅπασιν, ἀλλὰ
15μόνοις ἐκείνοις, ὅσοι μὴ δι’ ἄλλην τινὰ διάθεσιν μείζονα τῆς παραφροσύνης ἑτέρως ἠλλοιωμένην ἔχουσι τὴν ἀναπνοήν. συγχωρησάτω δέ μοι πρότερον μιᾶς ἀῤῥώστου γυναικὸς προσ‐ θεῖναι διήγησιν, ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν γεγραμ‐
μένης, εἰς ἀπόδειξίν τε ἅμα τῶν ἤδη προειρημένων εὕρεσίν840

7

.

841

τε τῶν νυνὶ προκειμένων. ἄρχεται μὲν οὖν τοῦ περὶ αὐτῆς λόγου τόνδε τὸν τρόπον· ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ Ληΐου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος ἀεὶ σιγῶσα,
5ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ ὑπομιμνησκόντων ἔπινεν, οὖρα σμικρὰ, λεπτὰ, οὐκ ἔχοντα ὑπόστασιν, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις· ἐννάτῃ πολλὰ παρέλεγε, καὶ πάλιν ἐνιδρύνθη σιγῶσα. οὐκοῦν
10ὅτι μὲν ἐξ ἀρχῆς τε καὶ διὰ τέλους αὕτη παρεφρόνει, μεμαθή‐ καμεν· οὐδὲ γὰρ ἕν τι παραφροσύνης εἶδος αὐτῇ συνέπεσεν, οὐδὲ τὸ τυχὸν, ἀλλὰ πολλά τε καὶ ἰσχυρὰ, τὰ μὲν σιωπώσῃ, τὰ δὲ φθεγγομένῃ, καὶ τὰ μὲν μετὰ δακρύων, τὰ δέ γε μετὰ γέλωτος. ἀκούσωμεν δ’ ἑξῆς καὶ τοῦ Ἱπποκράτους, οἷόν τι
15δυσπνοίας εἶδος αὐτῇ γενέσθαι φησί. γράφει δὲ ὧδε· τεσσα‐ ρεσκαιδεκάτῃ πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν
βραχύπνοος. ἐνταῦθα μέν γε σαφῶς πάλιν κατ’ ἀντίθεσιν ἡ841

7

.

842

βραχύπνοος εἴρηται τῇ μέγα καὶ ἀραιὸν ἐχούσῃ πνεῦμα, καὶ οὐδεὶς ἂν ἔτι, οὐδ’ εἰ παντάπασιν εἴη σκαιότατος, ἀπορή‐ σειεν, ὅτι μὴ πᾶσι τοῖς παραφρονοῦσιν ὁ Ἱπποκράτης ἀραιὰν καὶ μεγάλην γίγνεσθαί φησι τὴν ἀναπνοήν. ἐπὶ γοῦν μιᾶς
5καὶ τῆς αὐτῆς γυναικὸς τῶν δυσπνοιῶν ἑκατέρων ἐφεξῆς μέμνη‐ ται, καὶ μικρὸν ἔτι προελθὼν ὧδέ πως γράφει· εἰκοστῇ λόγοι πολλοὶ, καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἶτα εἰπὼν, μιῇ καὶ εἰκοστῇ ἀπέθανεν, ἐπὶ τέλει τοῦ παντὸς λόγου τάδε προσγέγραφεν· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
10μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο. Δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἐξ ἁπάντων ὧν παρεθέμεθα ποτὲ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα τοῖς παραφρονοῦσι γιγνόμενον εἰδὼς, ποτὲ δὲ τὸ ἐναντίον αὐτοῦ, ποτὲ δ’ ἀμφότερα κατὰ τὸν αὐτὸν ἄνθρωπον ἐν μέρει συμ‐
15πίπτοντα. καί σοι νομίζω δείξειν, ἂν προσέχῃς τὸν νοῦν καὶ μὴ παρέργως ἀκούῃς τῶν λεγομένων, ἐν αὐτοῖς οἷς ἔγραψεν ἀῤῥώστοις, ἐνδεικνυμένην αὐτῷ ἑκάστης τῶν προειρημένων
διαφορῶν τὴν αἰτίαν. ἄρξομαι δ’ ἀπὸ τῆς ὑστάτης ἡμῖν842

7

.

843

παραγραφείσης ἀῤῥωστίας τῆς Δεάλκους γυναικὸς, ἐφ’ ἧς ἅπαντα συμπληρώσας τὸν λόγον, εἶθ’ ὥσπερ εἴωθεν ἀναλαμ‐ βάνων ἐν ὀλίγῳ τὰ συνέχοντα κεφάλαια ταυτὶ γράφει· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν.
5ἓν γὰρ τῶν πάντων καὶ ἡ τῆς ἀναπνοῆς χρεία, ἧς καὶ αὐτῆς ὠλιγώρει μέχρι πλείονος, ὅτι μηδὲν ᾐσθάνετο, κᾀν τούτῳ μα‐ κρᾶς ἡσυχίας ἀποτελουμένης, ἀραιὸν ἐγένετο τὸ πνεῦμα, τότε πρῶτον ἐπὶ τὴν ἐνέργειαν ἐξορμώσης τῆς προαιρέσεως, ἡνίκα πλησίον ὀλέθρου καὶ πνίξεως ἀφικνῆται. ὥσπερ δὲ οὐκ ἔπι‐
10νεν αὐτάρκως ἡ ἄνθρωπος αὕτη· μικρὰ γάρ, φησι, ὑπομιμνη‐ σκόντων ἔπινεν· οὕτως οὐδ’ ἀνέπνει πρὶν ὑπὸ τῆς κατὰ τὸ πνίγεσθαι βίας ἀναμνησθῆναι, πολὺ σφοδρότερον νυττούσης τε καὶ κεντριζούσης καὶ πρὸς τὴν ἐνέργειαν ἐπεγειρούσης τῶν πίνειν ὑπομιμνησκόντων. ἀρξαμένη δ’ ἀναπνεῖν, ἀνεκαλεῖτο
15μηδὲν ἧττον πᾶν τὸ πρόσθεν λεῖμμα τῷ μεγέθει τῆς ἐνεργείας, ὁμοίως τοῖς ἐν ταῖς λύπαις καὶ τῷ κλαίειν στενά‐ ζουσιν. ἀλλ’ ἐκεῖνοι μὲν ὑπὸ διττῆς αἰτίας τοῦτο πάσχουσιν,
ὅτι τε περὶ τὸ φροντιζόμενον, ἐφ’ ᾧ λυποῦνται, καταγίγνον‐843

7

.

844

ται, καὶ διὰ τοῦτο ἀραιότερόν τε καὶ μικρότερον ἀναπνεύσαν‐ τες ἐπὶ πολλαῖς ἐνεργείαις ἐφεξῆς, ἔπειτα βιασθέντες ὑπὸ τοῦ λείποντος, ἅπαν εἰσάπαξ ἠναγκάσθησαν αὐτὸ πληρῶσαι· καὶ προσέτι, διότι κατὰ τὰς λύπας ἔσω κινεῖται τό τε πνεῦμα καὶ
5τὸ θερμὸν, ἐπὶ δὲ ταῖς τοιαύταις διαθέσεσι λεληθότως τε καὶ κατὰ βραχὺ πολλὴ κατὰ τοῦ βάθους ἀθροιζομένη θερμότης ὁπότε πρῶτον ἀνιάσῃ τὸν ἄνθρωπον, ἀνάγκη μεῖζον ἀνα‐ πνεῦσαι. ἐν δὲ ταῖς κατὰ τοὺς παραφρονοῦντας διαθέσεσιν ἡ μὲν ἀπὸ τῆς πρώτης αἰτίας ἀνάγκη παραπλήσιος, ἡ δ’ ἀπὸ
10τῆς δευτέρας οὐκέθ’ ὑπάρχει. οὐ γὰρ δὴ ἔσω γε μᾶλλον ἢ ἔξω κινεῖται τούτοις τὸ θερμὸν, εἰ μή τι ἄλλο κατὰ τύχην προσγένηται σύμπτωμα. διαφέρουσι δὲ καὶ τῷ πυρέττειν οἱ παραπαίοντες τῶν ἄλλως λυπουμένων. καὶ τοίνυν καὶ αὐτὸς ὁ Ἱπποκράτης εὑρίσκεται χρώμενος τῷ τῆς ἀνακλήσεως ὀνό‐
15ματι, καθάπερ ἄλλοτε καὶ περὶ Φιλίσκου λέγων· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλεομένῳ. τί ποτ’ οὖν ἐστι τὸ διὰ χρόνου, καὶ δὴ τοῦτ’ ἐξηγήσασθαι δίκαιον. εἰ γὰρ ἐλλεί‐ ποι τὸ πολλοῦ, ταὐτὸν δύναται τὸ διὰ χρόνου τῷ κατὰ
τὸ προγνωστικὸν εἰρημένῳ, μέγα δ’ ἀναπνεόμενον καὶ διὰ844

7

.

845

πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ἀλλ’ εἰ τοῦτο, δὶς ἂν ἐφεξῆς εἴη ταὐτὸ λεγόμενον ἐπί τε τῆς Δεάλκους γυναικὸς καὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. γράφει οὖν ἐπ’ ἀμφοῖν ὡσαύ‐ τως· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· εἰ τὸ πολλοῦ
5προστεθείη, γένοιτ’ ἂν τὸ λεγόμενον τοιοῦτον· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου πολλοῦ· καὶ δὶς ἂν εἴη λεγόμενον τὸ ἀραιόν. οὐκ οὖν ἐλλείπειν ἡγητέον τὸ πολλοῦ, ἢ οὐχ οὕτως ἐλλείπειν, ὡς καὶ νῦν εἴπομεν, ἀλλ’ ἑτέρως τε καὶ καθ’ ἕτερον τρόπον, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· πνεῦμα μέγα
10καὶ ἀραιὸν, οὐ συνεχῶς οὐδ’ ἐφεξῆς, ἀλλὸ διὰ χρόνου πλείο‐ νος; εἰ μὲν γὰρ συνεχῶς καὶ κατὰ τὸ ἑξῆς ἁπάσας τὰς ἀναπνοὰς συμπέσοι γενέσθαι μεγάλας τε καὶ ἀραιὰς, μὴ προστιθέναι ταῖς τοιαύταις αὐτὸν τὸ διὰ χρόνου, ἀλλ’ ἁπλῶς γράφειν, πνεῦμα μέγα καὶ ἀραιόν· εἰ δ’ αἱ μὲν
15πλείους τῶν ἀναπνοῶν μὴ γίγνοιντο μεγάλαι καὶ ἀραιαὶ, παρεμπίπτοιεν δέ τινες ὀλίγαι τοιαῦται, τότ’ οὐκέθ’ ἁπλῶς αὐτὸν ἀραιὸν καὶ μέγα λέγειν, ἀλλὰ τὸ διὰ χρόνου
προστιθέναι. ἢ καὶ τούτῳ μάχεται τὸ ἐπὶ τῆς Δεάλκους845

7

.

846

γυναικὸς εἰρημένον ἐπὶ τῇ τελευτῇ τοῦ παντὸς λόγου; ταῦτα γάρ φησιν· πνεῦμα διὰ τέλεος ἀραιὸν καὶ μέγα· καίτοι ἀνώ‐ τερον εἶπεν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας· πνεῦμα ἀραιὸν καὶ μέγα, διὰ χρόνου. σαφῶς γὰρ ὅπερ νῦν διὰ χρόνου,
5τοῦτ’ ἐν τοῖς ἑξῆς διὰ τέλεος εἴρηκεν. τί οὖν ἐστι τὸ διὰ τέ‐ λεος; τὸ μέχρι τέλους δηλονότι διὰ παντὸς τοῦ νοσήμα‐ τος γινόμενον. ἀλλὰ τούτῳ δόξειεν ἂν μάχεσθαι τὸ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης εἰρημένον· πνεῦμα ἀραιὸν καὶ μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. πῶς γὰρ εἰ διὰ παντὸς τοῦ
10χρόνου μέγα καὶ ἀραιὸν ἦν τὸ πνεῦμα, τὸ καὶ πάλιν βραχύ‐ πνοος προσγέγραπται; εἴπερ γὰρ ὅλος ἐγένετό τις χρόνος, ὅταν βραχύπνους, οὐ διὰ παντὸς ἦν μακρόπνους. καὶ μὴν ὅτι γε διὰ παντὸς ἤθελεν αὐτὴν γενέσθαι μακρόπνουν, εἰ καὶ μὴ διὰ ταύτης τῆς λέξεως τῆς ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ,
15ἀλλ’ ἐπί γε τῆς τελευτῆς, ἡνίκ’ ἔφη διὰ τέλεος, ἐναργῶς δη‐ λοῦται, καὶ πᾶσιν ὁμολογηθήσεται τοῖς εἰθισμένοις ἀκούειν τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ
πάνυ πολλάκις εὑρίσκεται παρ’ αὐτῷ τὸ διὰ τέλεος, οὐδ’ ἐφ’846

7

.

847

ἑνὸς ἄλλου ταττόμενον, ἢ ὅταν τὸ διὰ παντὸς τοῦ χρό‐ νου δηλῶσαι βουληθῇ. ὥστε τοῦτ’ ἄπορον μένει πάντως, εἴτε αὐτὸ τὸ διὰ τέλεος τὸ διὰ χρόνου δηλοῦν ὑπολαμβάνοιμεν, εἴθ’ ἕτερόν τι. μήτε τοίνυν οὐδ’ ἄπορόν ἐστιν, ἀλλ’ ἐπηρεά‐
5ζομεν ἡμᾶς αὐτοὺς μάτην. οὐ γὰρ διακόπτει τὸ σπανίως παρεμπῖπτον ἐν οὐδενὶ τῶν οὕτως λεγομένων τὴν ἐν τῷ καθόλου γιγνομένην ἀπόφανσιν, ὥσπερ εἰ καὶ οὕτως ἐλέγο‐ μεν· ταύτῃ τῇ γυναικὶ διὰ παντὸς μὲν τοῦ χρόνου μέγα καὶ ἀραιὸν ἦν τὸ πνεῦμα, παρενέπιπτε δέ ποτε κατὰ τὸ σπάνιον
10ἡ βραχύπνοια. καὶ ὅτι γε αὐτῷ τῷ Ἱπποκράτει σύνηθές ἐστι τὸ τοιοῦτον, ἔκ τε τῶν ἄλλων ἔστιν ἐπιδεῖξαι βιβλίων κᾀξ αὐτοῦ τοῦ τρίτου τῶν ἐπιδημιῶν, ἐν ᾧ καὶ ἥδε ἡ ἄῤῥωστος γέγραπται. τὴν γὰρ λοιμώδη κατάστασιν ἐκδιηγούμενος ᾧδέ πως ἤρξατο· ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. καί
15τι βραχὺ προελθών φησιν· ἐτήσια σμικρὰ διεσπασμένα ἔπνευ‐ σεν. ἀλλὰ δι’ αὐτὸ τοῦτ’ ἄπνουν εἶπε τὸ ἔτος, ὅτι μήτ’ ἄλλοι τινὲς ἄνεμοι μήθ’ οἱ ἐτήσιοι καλούμενοι συνεχῶς τε
καὶ ἀξιολόγως ἔπνευσαν, ἀλλὰ μικρά τε καὶ διεσπασμένως·847

7

.

848

Ἀπολλώνιόν τε τὸν ἐν Ἀβδήροις τρισκαιδέκατον ἀπὸ ταύτης τῆς καταστάσεως γράφων, ὁπότε περὶ πασῶν τῶν αὐτοῦ διει‐ λέχθη τῶν κατὰ τὴν νόσον ἡμερῶν, ἐπὶ τῇ τελευτῇ τοῦ παν‐ τὸς λόγου προσέθηκε· παράληρος διὰ τέλεος· καίτοι μικρὸν
5ἄνω περὶ αὐτοῦ γράψας αὐτοῖς ὀνόμασιν· περὶ δὲ τετάρτης καὶ εἰκοστῆς, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἀλλ’ οὐχ ἱκανόν γε ἦν τὸ σμικρὰ κα‐ τανοῆσαι τὴν περὶ παντὸς τοῦ νοσοῦντος ἀπόφανσιν ἀνα‐ τρέψαι, καὶ διὰ τοῦτ’ ὀρθῶς εἶπε, παράληρος διὰ τέλεος,
10τουτέστιν ἕως τέλους, ὅπερ ταὐτὸν δύναται τῷ διὰ παντὸς τοῦ νοσήματος. Οὐκοῦν, ἤδη γὰρ ἐπιθεῖναι χρὴ κεφαλὴν τῷ λόγῳ, τὸ (ὅτι) διὰ χρόνου τῷ διὰ τέλεος οὐ ταὐτόν ἐστι. καὶ ἐπειδὴ τοῦτο δέδεικται, τὴν αἰτίαν ἐφεξῆς εἴπωμεν, δι’ ἣν
15τισὶ μὲν τῶν παραφρονούντων ἀραιὸν καὶ μέγα διὰ παντὸς τοῦ νοσήματος γίνεται τὸ πνεῦμα, τισὶ δὲ οὐδέποτε· καὶ τισὶ μὲν ἐν τῷ πλείονι τοῦ χρόνου παρεμπίπτοντος ὀλιγάκις ἢ τοῦ δια‐
φέροντος ἁπλῶς, ἢ καὶ τοῦ ἐναντίου, τισὶ δ’ ἔμπαλιν ὀλιγάκις848

7

.

849

μὲν τὸ μέγα καὶ ἀραιὸν, πολλάκις δ’ ἤτοι τὸ ἐναντίον ἢ τὸ διαφέρον ὁπωσοῦν· τισὶ δὲ ἐπίσης ἑκάτερον. ἀναμνησθῶμεν πάλιν κᾀνταῦθα τῶν ἀποδεδειγμένων ἐν τῷ προτέρῳ λόγῳ περὶ τῶν ἁπλῶν διαθέσεων. ἄλγημα μὲν γὰρ μόνον, ἔν τινι
5τῶν κινουμένων κατὰ τὰς ἀναπνοὰς μορίων γιγνόμενον, μικρὰν καὶ πυκνὴν ἐργαζόμενον ἐδείκνυτο τὴν ὅλην ἀναπνοήν· παρα‐ φροσύνη δὲ μόνη τὴν ἐναντίαν αὐτοῦ τὴν ἀραιὰν καὶ μεγά‐ λην, αὔξησις δὲ τοῦ θερμοῦ τὴν μεγάλην καὶ πυκνήν· ἡ δ’ ἐναντία αὐτῷ ψύξις τὴν μικρὰν καὶ ἀραιάν. εἰ μὲν οὖν ὑπὸ
10παραφροσύνης μόνον ὁ τῆς ἀναπνοῆς κόσμος συγχέοιτο, μέγα καὶ ἀραιὸν ἔσται τὸ πνεῦμα διὰ παντός· εἰ δ’ ὑπὸ πόνου μό‐ νον, σμικρὸν καὶ πυκνόν· εἰ δ’ ἄμφω συνέλθῃ, κρατοῦντος μὲν τοῦ πόνου σφοδρῶς, ἀφανὴς παντάπασιν ἡ ἐκ τῆς παρα‐ φροσύνης ἀλλοίωσις· μετρίου δ’ ὄντος, ἤτοι πλεῖον μὲν ἐκ
15τοῦ πόνου, ἔλαττον δ’ ἐκ τῆς παραφροσύνης τὴν ἀναπνοὴν ἀλλοιοῦσθαι συμβήσεται, ἢ ἔμπαλιν, ἢ ἐπ’ ἀμφοῖν ἐπί‐ σης. ἀφανίσαι μὲν γὰρ οὐ πάνυ τι τελέως ἡ παραφροσύνη
δύναται τὴν ἐκ τοῦ πόνου ἀλλοίωσιν, πλὴν εἰ αὐτὴ μὲν εἴη849

7

.

850

μεγάλη καὶ σφοδρά τις ἄγαν, ὁ δὲ πόνος μικρὸς καὶ ἀμυδρός· ὁ μέντοι πόνος ἐκνικᾷ τελέως, ὅταν ἰσχυρὸς ᾖ, τὴν ἐκ τῆς παραφροσύνης δύσπνοιαν, ὡς μηδ’ ὅλως ἐμφαίνεσθαι. οὕτω δ’ εἰ καὶ πρός τινα τῶν ἑτέρων διαθέσεων ἡ παραφροσύνη
5συμπλέκηται, τὴν ἰδέαν τῆς ἀναπνοῆς ἄλλοτ’ ἄλλην ἐργάσεται παρὰ τὸ κρατεῖν, ἢ κρατεῖσθαι, ἢ ἰσοσθενῶς ἔχειν, ἢ νῦν μὲν, εἰ τύχοι, κρατεῖν, αὖθις δ’ ἐν ἑτέρῳ καιρῷ τοῦ νοσήματος κρατεῖσθαι. δείξομεν οὖν ὅτι καὶ κατὰ τὰ τῶν ἐπιδημιῶν βι‐ βλία τοῦτ’ αὐτὸ διδάσκει διὰ τῶν ἐν αὐτοῖς γεγραμμένων ἀῤ‐
10ῥώστων. ἐναργῶς δὲ καὶ σαφῶς δειχθήσεται, προειπόντων ἡμῶν ὀλίγον τι περὶ τῆς προαιρέσεως τοῦ Ἱπποκράτους. δο‐ κοῦσι γὰρ οἱ παλαιοὶ πάντα τὰ τοῖς νοσοῦσι συμβαίνοντα γράφειν αὐτὸν, ὥσπερ καὶ τὸν Θουκυδίδην· ἔχει δ’ οὐχ οὕτως, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ἐναντιώτατον ὑπάρχει τοῖς Ἱπποκρά‐
15τους γράμμασι πρὸς τὰ Θουκυδίδου. ὁ μὲν γὰρ πάντα γρά‐ φει τὰ καὶ τοῖς ἰδιώταις γνώριμα, μηδὲν ὅλως αὐτῶν παραλι‐ πὼν, ὁ Θουκυδίδης, ὁ δ’ Ἱπποκράτης ὀλίγα μὲν τούτων, ὅσα
πρὸς τὴν ὅλην διάθεσιν, καθ’ ἣν ἐκινδύνευσεν ὁ κάμνων, δια‐850

7

.

851

φέρει, πάμπολλα δ’ ἄλλα τοῖς ἰδιώταις μὲν παρεωραμένα, τεχνικὴν δὲ πάνυ καὶ ἀκριβῆ τὴν διάγνωσιν παρεχόμενα, καὶ δυνάμενα πολλάκις καὶ αὐτοὺς τοὺς ἀρίστους ἰατροὺς λαθεῖν. οὗτος δ’ ὢν ταχὺς ἐν τῷ ἑρμηνεύειν, καὶ μηδὲν ὅ τι μὴ καὶ
5μεγάλως ὀνήσει γράφειν ἀξιῶν, δόξει σοι πάλιν ἐξεστάναι τῶν οἰκείων φρενῶν, ὅταν τὰ μηδ’ ὅλως γενόμενα τῷ νοσοῦντι γράφῃ, τοῦτ’ αὐτὸ προσδηλῶν, ὅτι μὴ ἐγένετο. ὁ γὰρ καὶ τῶν γενομένων τὰ πλεῖστα παραλείπων οὐκ ἂν δόξειε τοῖς μὴ γενομένοις διατρίβων παραπαίειν; ἀλλ’ εἰ ἐνόεις ὅτι διὰ τὴν
10αὐτὴν αἰτίαν κᾀκεῖνα παραλείπει καὶ ταῦτα γράφει, τότ’ οἶ‐ μαί σε θαυμάσειν αὐτόν. οὐδὲ γὰρ τὸ τυχὸν, οὐδ’ εἰς τὸν τυχόντα δυνάμενον ἰατρὸν ἐλθεῖν ἐκεῖνος ἔγραψεν. ἀποδέ‐ δεικται δὲ καὶ περὶ τούτων ἡμῖν ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ κᾀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, οὐχ ἥκιστα δὲ κᾀν
15τοῖς περὶ τοῦ παρὰ τοῦ Θουκυδίδου λοιμοῦ. τούτων τοίνυν μεμνημένος, οὐ χαλεπῶς αἰσθήσῃ τῶν λεγομένων. μέλλω γὰρ δείξειν, εἰ καί τῳ παράδοξον εἶναι δόξει, πολλοὺς μὲν τῶν ἐν
ἐπιδημίαις γεγραμμένων δυσπνοήσαντας, μηδὲν δ’ ὑπὲρ τῆς851

7

.

852

δυσπνοίας αὐτῶν εἰπεῖν τὸν Ἱπποκράτην, διότι σαφὴς ἦν καὶ πρόδηλος ἅπασιν ἰατροῖς. εἰ γὰρ ἤτοι τὸ στέρνον, ἢ τὰς πλευ‐ ρὰς, ἢ τὰ περὶ τὰς κλεῖς καὶ τὴν φάρυγγα συνέβαινέ τῳ φλεγμᾶναι, καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀνα‐
5πνεῖν, ὡς ἐν τῷ πρόσθεν ἐπεδείκνυτο λόγῳ, γράφειν οὐκ ἂν ἠξίωσεν Ἱπποκράτης οὔτε τὸ τῆς δυσπνοίας εἶδος οὔτε τὴν ἀρχὴν ὅτι δύσπνους ἐγένετο. πολὺ γάρ ἐστι τὸ τοιοῦτον τῆς δυσπνοίας εἶδος ἑκάστης σχεδὸν ἡμέρας ὁρώμενον ἐπί τε περιπνευμονικῶν καὶ πλευριτικῶν καὶ συναγχικῶν καὶ πάν‐
10των ἁπλῶς οἷς τι κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα φλεγ‐ μαίνει. καὶ ταῖς ἥπατος δὲ φλεγμοναῖς, καὶ μάλιστα ταῖς κατὰ τὰ κυρτὰ, καὶ ταῖς τοῦ σπληνὸς, καὶ ταῖς κατὰ τὴν κε‐ φαλὴν αὐτοῦ, καὶ ταῖς τοῦ περιτοναίου, τὸ τοιοῦτον εἶδος ἕπεται τῆς δυσπνοίας. ἀλλὰ καὶ οἷς ἡ γαστὴρ φλεγμαίνει, καὶ
15μᾶλλον εἰ τὸ στόμα τε καὶ ὁ στόμαχος αὐτῆς, καὶ οἷς τῶν ὑμένων τις ἢ τῶν μυῶν τῶν καθ’ ὑποχόνδριον, ἢ αἱ φρέ‐
νες αὐταὶ, τούτοις ἅπασι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα,852

7

.

853

πολλάκις δὲ καὶ τῶν ἐντέρων τι τῶν λεπτῶν, καὶ μάλιστα τῶν κατὰ τὴν νῆστίν τε καὶ τοῦ κώλου τὰ ἄνω μειζόνως φλεγμή‐ ναντα, δυσπνοεῖν οὕτως ἠνάγκασε τὸν ἄνθρωπον, φλεγμονῆς νῦν ἀκουομένης τοῦ σκληροῦ καὶ θερμοῦ καὶ ὀδυνῶντος ὄγκου,
5καθάπερ τῷ Ἐρασιστράτῳ καλεῖν ἔθος ἐστὶ καὶ τοῖς νεωτέροις ἰατροῖς πᾶσιν, ἐπεὶ ὅτι γε τὴν φλόγωσιν οὕτως ὠνόμαζον οἱ παλαιοὶ σχεδὸν οὐδεὶς ἀγνοεῖ. δέδεικται δ’ ἐν τῷ πρὸ τού‐ του λόγῳ καὶ διότι τοῖς ὑδερικοῖς καὶ τοῖς ὑπερεμπεπλησμέ‐ νοις ἢ πόματος ἢ σιτίων, καὶ ταῖς κυούσαις, καὶ τοῖς προγά‐
10στορσι μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα, καὶ καθόλου φάναι πᾶσιν ὅσοις στενοχωρεῖταί τι τῶν ἀναπνευστικῶν ὀρ‐ γάνων. οὕτω γὰρ καὶ τοῖς ἀσθματικοῖς καὶ τοῖς πνευμονώ‐ δεσι καὶ τοῖς ἐμπύοις, καὶ οἷς ἡ ῥάχις διέστραπται μεγάλως, καὶ οἷς ἀπέπτων φυμάτων σύστασις ἢ ἐν θώρακι ἢ ἐν πνεύ‐
15μονι, καὶ ὅλως ἅπασιν οἷς σκίῤῥος ἢ ἄλλος τις ὄγκος ἀξιόλο‐ γος ὅτου δὴ τῶν προειρημένων μορίων ἐστὶν ἁπάντων, μικρὸν
καὶ πυκνὸν ἀναπνεῖν ἀνάγκη. οὔτ’ οὖν οὗτοι δύνανται λα‐853

7

.

854

θεῖν οὐδὲ τὸν ἐπιτυχόντα τῶν ἰατρῶν, οὔτε αἱ διαθέσεις αὐτῶν, αἷς ἐξ ἀνάγκης ἕπεται δύσπνοια. καὶ γὰρ αἱ διαθέσεις σαφεῖς, καὶ τὸ τῆς δυσπνοίας εἶδος ἐναργές ἐστι, καὶ πολλοῖς μονον‐ ουχὶ καθ’ ἑκάστην ἡμέραν γιγνόμενον. ἀλλ’ ὅτι μηδὲν τῶν
5οὕτω σαφῶν Ἱπποκράτης γράφει, πολλάκις ἀποδέδεικται. Θουκυδίδης μὲν γὰρ τὰ συμβάντα τοῖς νοσοῦσιν ὡς ἰδιώτης ἰδιώταις ἔγραψεν, Ἱπποκράτης δὲ τεχνίτης τεχνίταις. Εἴπωμεν οὖν ἤδη καὶ αὐτοὺς δὴ τοὺς δυσ‐ πνοήσαντας ἀῤῥώστους, ἐφ’ ὧν οὐκ ἠξίωσεν οὐχ ὅπως τὸ τῆς
10δυσπνοίας εἶδος, ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο μόνον ἁπλῶς εἰπεῖν, ὅτι ἐδυσπνόησαν. ἐπεὶ δ’ ἑπτὰ μέν ἐστιν ἅπαντα τὰ τῶν ἐπι‐ δημιῶν βιβλία, τούτων δὲ τὸ μὲν ἕβδομον σαφῶς νόθον εἶναι πᾶσι δοκεῖ καὶ νεώτερον καὶ διεσκευασμένον, τὸ δὲ πέμπτον οὐ τοῦ μεγάλου Ἱπποκράτους τοῦ Ἡρακλείδου υἱέος, ἀλλὰ
15τοῦ νεωτέρου τοῦ Δράκοντος· τὸ δὲ δεύτερον καὶ τὸ τέταρτον καὶ τὸ ἕκτον ἔστι μὲν οἷς τοῦ Ἱπποκράτους υἱέος, ἔστι δὲ οἷς καὶ αὐτοῦ Ἱπποκράτους ἔδοξεν, οὐ μὴν συγγράμματά γε
οὐδ’ ὥστε διαδοθῆναι τοῖς Ἕλλησι μέλλοντα, ἀλλ’ ὑπομνήματα854

7

.

855

μᾶλλον εἶναι· τισὶ δὲ οἵπερ καὶ ἀκριβέστερά μοι δοκοῦσι κατα‐ μαθεῖν τῶν βιβλίων τὴν δύναμιν, ὑπὸ μὲν τοῦ Θεσσαλοῦ γε‐ γράφθαι δοκεῖ τὰ εʹ, δύο δ’ εἶναι τοῦ μεγάλου Ἱπποκράτους, καὶ ἐπιγεγράφθαι γέ που διὰ τοῦτο τὰ ἐκ τοῦ μικροῦ πινακι‐
5δίου, δηλονότι τοῦ Θεσσαλοῦ πάντα ὅσα περ ὁ πατὴρ αὐτοῦ γεγραφὼς ἔτυχεν ἀθροῖσαι σπουδάσαντος ἐς ταὐτὸν, ὡς μη‐ δὲν ἀπόλοιτο· μόνα δὲ καὶ λοιπὰ τῶν ζʹ τούτων βιβλίων Ἱπποκράτους εἶναι τοῦ μεγάλου σχεδὸν ἅπασιν ὡμολόγηται, τό τε πρῶτον καὶ τὸ τρίτον· εὔλογον ἔδοξε μοι πρῶτον μὲν
10τοὺς ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένους ἀῤῥώστους προχει‐ ρίσασθαι, μετὰ δὲ τοῦτο καὶ τοὺς ἐν τοῖς ἄλλοις τῶν ἐπιδημιῶν εὐθὺς αὐτοῖς συνάπτοντα κατὰ τὴν τῶν λόγων οἰκειότητα καὶ ὅσα διὰ τῶν ἄλλων συγγραμμάτων αὐτῷ περὶ δυσπνοίας εἴρηται. καὶ δὴ καὶ πρώτου πάντων μνημονεύσω‐
15μεν Ἀναξίωνος, ὅν τινα, ὥς φησιν αὐτὸς, πυρετὸς ὀξὺς ἔλα‐ βεν, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχὴς, ἔβησσε ξηρὰ, οὐδ’ ἔπτυε τὰς πρώτας ἡμέρας. καὶ πρῶτόν γε αὐτὸ τοῦτο δείξωμεν, τί
δή ποτε καίτοι βραχυλόγος ὢν ὁ Ἱπποκράτης, ἐνὸν εἰπεῖν αὐτὸ855

7

.

856

δι’ ἑνὸς ὀνόματος, ὅτι πλευριτικὸς ἦν ὁ Ἀναξίων, οὕτως εἰ‐ πὼν τὰ συμπτώματα τὰ κατὰ τοῦτο τὸ νόσημα, δι’ ἐκείνων μᾶλλον ἠξίωσε τὴν ὑπὲρ αὐτοῦ ποιήσασθαι διήγησιν. οὔτε γὰρ ἔθος αὐτῷ τὸ τοιοῦτον, ἀλλ’ αὐτὸ τοὐναντίον ἐστὶν, εἰς
5ἓν ὄνομα καὶ κεφάλαιον ἀνάγειν ἀεὶ τὰ κατὰ μέρος· οὔτε μὴν κατὰ τὸ τυχὸν ἐνδέχεται νῦν οὕτω γράφειν τὸν μηδ’ ἓν εἰκῆ γράφοντα. τίς οὖν ἡ αἰτία; τῶν νοσημάτων ἑκάστῳ συμ‐ πτώματα τὰ μὲν ἐξ ἀνάγκης ὑπάρχει, τὰ δ’ ὡς τὸ πολύ. αὐτῶν δὲ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων πλείους εἰσὶ διαφοραὶ,
10τινὲς μὲν πλειστάκις ὁρώμεναι, καὶ διὰ τοῦτ’ οἰκεῖαι τῇ φύσει τοῦ νοσήματος εἶναι πεπιστευμέναι· τινὲς δὲ σπανίως πάνυ, καὶ διά τι συμπεσὸν ἰδίως ἐξαίρετον. ὁ τοίνυν Ἱπποκράτης, ὅταν μὲν αἱ συνήθεις ἰδέαι τῶν συμπτωμάτων ὦσιν, ἀρκεῖται τηνικαῦτα μόνῳ τῷ καθόλου τοῦ νοσήματος ὀνόματι· ὅταν
15δέ τι ἐμπίπτῃ τῶν σπανίων, μετὰ τὴν καθόλου τε καὶ κοινὴν ἅπαντος τοῦ νοσήματος προσηγορίαν εὐθὺς ἐκεῖνο διορίζεται· εἰ δὲ πλείους ποτὲ θεάσαιτο παθημάτων ἰδέας ὑπὲρ τὴν κοι‐
νὴν καὶ συνήθη φύσιν, δεομένην ἑκάστην οἰκείου διορισμοῦ,856

7

.

857

τηνικαῦτα ὑπερβαίνει μὲν τὸν καθόλου, διηγεῖται δ’ εὐθὺς ἕκαστον τῶν κατὰ μέρος, ὡς ἂν ἐκ τούτων κᾀκείνου δηλουμέ‐ νου. πλευριτικοῖς οὖν ἐξ ἀνάγκης μὲν συμπίπτει τό τε τῆς πλευρᾶς ἄλγημα, καὶ μετὰ τοῦ πυρετοῦ, καὶ ἡ δύσπνοια καὶ
5ἡ βήξ· οὐκ ἐνδέχεται γὰρ πλευριτικὸν εἶναι μὲν, μὴ οὐ πάντα δὲ ταῦθ’ ὑπάρχειν αὐτῷ· τὸ δὲ ἀνάγεσθαί τι τῶν ἀπὸ τῆς φλεγμονῆς ἅμα ταῖς βηξὶν, οὐκ ἀναγκαῖον μὲν, ὡς τὸ πολὺ μέντοι συμβαίνει. οὕτω δὲ καὶ ἡ τῶν ἀναγομένων ἰδέα ὑπέρυ‐ θρος, ἢ ὑπόξανθος, ἢ ἀφρώδης ἐστίν. ὥσπερ δ’ ἐν τοῖς εἰ‐
10ρημένοις τὸ μέν ἐστι σύνηθες, τὸ δὲ ξένον, οὕτω καὶ ἐν αὐ‐ τοῖς τοῖς ἐξ ἀνάγκης συμπίπτουσι τινὲς μὲν ἰδέαι πλειστάκις, τινὲς δὲ σπανίως ὁρῶνται. καὶ τοίνυν ὁ Ἱπποκράτης, ἐπὶ τοῦ προκειμένου νῦν ἀῤῥώστου τοῦ Ἀναξίωνος, ἐπειδὴ τὰ κατὰ μέρος παθήματα διορισμοῦ ἐδεῖτο, τῆς σπανιωτέρας
15ἰδέας ὄντα, διοριζομένων δ’ αὐτῶν ᾔδει γνωρισθησομένην σα‐ φῶς τὴν πλευριτικὴν συνδρομὴν, περιττὸν ἡγήσατο γράφειν ὃ πάντως ἔμελλεν καὶ χωρὶς τοῦ συγγραφῆναι νοηθήσεσθαι.
πυρετὸς γάρ, φησιν, ὀξὺς ἔλαβε, καὶ πλευροῦ δεξιοῦ ὀδύνη857

7

.

858

συνεχὴς, καὶ ἔβησσε ξηρὰ, δηλονότι βηχία. οὐκοῦν οὐ μόνον ὅτι πυρετὸς, ἀλλὰ καὶ ὁποῖός τις, ἔμαθες· ὀξὺς γάρ, φησιν· οὐδ’ ὅτι πλευρᾶς πόνος, ἀλλὰ καὶ ὁποῖος, ὅτι συνεχής· οὐδ’ ὅτι βῆχες μόνον, ἀλλὰ καὶ ὁποῖαι καὶ τίνες, ὅτι ξηραὶ καὶ
5ἄπτυστοι· ἐν ταὐτῷ δὲ τούτῳ τῷ λόγῳ καὶ ὅτι πλευριτικὸς ἦν οὗτος ὁ ἄνθρωπος, ἔμαθες· οὐδενὶ γὰρ τῶν πάντων νοση‐ μάτων ἡ τῶν εἰρημένων παθῶν ὑπάρχει σύνοδος, ὅτι μὴ πλευρίτιδι. δι’ ἑνὸς οὖν λόγου καὶ ὅτι πλευρίτιδι διεπάλαιεν ὁ ἄνθρωπος, καὶ ὁποίᾳ τινὶ ταύτῃ, δεδήλωται. ἐπεὶ δ’ ἐξ
10ἀνάγκης ἕπεται πλευρίτισιν ἡ δύσπνοια, παρέλειψε γρά‐ φειν, ὅτι καὶ δύσπνους ἦν. εἰ μὲν γὰρ καὶ περὶ ταύτης τι ξένον εἶχεν εἰπεῖν καὶ σπάνιον, οὐκ ἂν ἐσιώπησεν· ἐπεὶ δ’, ὡς ἔοικεν, ἐφύλαττε τὴν εἰθισμένην ἰδέαν, εὐλόγως παρέ‐ λιπεν. ὥσπερ δὲ ταῦτα παρῆκεν, οὕτως ἄλλα παρέγραψεν,
15ἃ μήτε ἐξ ἀνάγκης ὑπάρχει πλευρίτισι μήθ’ ὡς πολὺ μήτ’ ἐκ τῶν εἰρημένων νοηθῆναι δύναται. τὸ τί γάρ φησι; διψώδης,
ἄγρυπνος, οὖρα δὲ εὔχροα, πολλὰ, λεπτά. εἶτα ἐπιφέρων,858

7

.

859

ἕκτῃ παράληρος, πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. τούτων οὐδὲν οὔτ’ ἀναγκαίως ὑπάρχει πλευρίτισιν οὔθ’ ὡς τὸ πολύ. εἰ δὲ καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ἀκούσῃς αὐτοῦ διηγουμένου, σαφέστερον ἐπιγνώσῃ τὴν προαίρεσιν τἀνδρός.
5ἔχει δ’ οὕτως· ἑβδόμῃ ἐπίπονος, ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ἐνταῦθα δυσπνοίας ἐμνημόνευσεν, ὁπότε τοῦ κακῶς διακεῖσθαι τὸν ἄνθρωπον ἐποιεῖτο συλλογισμὸν, ἐν τοῖς ἄλ‐ λοις καὶ αὐτὴν καταλέγων τοῖς ἐξ ἀρχῆς μὲν αὐτῷ συμπε‐
10σοῦσι, μήτε δὲ πεπαυμένοις μήτε ἐνδεδωκόσι. τοὺς μὲν γὰρ πυρετοὺς καὶ προσεπιτεῖναί φησι, τὰ δὲ λοιπὰ τρία, τέτταρα γὰρ εὑρέθη τὰ συμπληροῦντα τὴν πλευριτικὴν συνδρομὴν, ἐπὶ τῶν αὐτῶν διαμεῖναί φησι, τοὺς πόνους, τὰς βῆχας, τὰς δυσ‐ πνοίας, ἀπ’ αὐτῆς τῆς οὐσίας τοῦ νοσήματος συλλογιζόμενος
15ἐπιπόνως ἔχειν τὸν ἄνθρωπον. εἰ γὰρ τῶν συμπληρωτικῶν αὐτῷ παθημάτων τεττάρων ὄντων τὰ τρία μὲν ὡσαύτως ἔχοντα διέμενε, τὸ τέταρτον δὲ χεῖρον ἐγένετο, παντὶ δῆλον,
ὅτι κακῶς ὁ ἄνθρωπος εἶχεν. ὁρᾷς οὖν ἐναργῶς, ὅτι διὰ τὸ859

7

.

860

χρῄζειν εἰς πρόγνωσιν τῆς τοῦ νοσήματος καταστάσεως, ἐμνη‐ μόνευσε τῆς δυσπνοίας, οὐκ ἂν ἄλλως μνημονεύσας αὐτῆς. καὶ διὰ τοῦτο πρῶτον τῶν ἄλλων τοῦτον προὐχειρισάμην τὸν ἄῤῥωστον, ἵνα δείξω, ὑπὲρ ἧς μηδὲν εἶπεν καταρχὰς δυσ‐
5πνοίας, ὅτι μηδ’ ἔχρῃζεν ὅλως αὐτῆς, ὡς οὐ κακῶς μνημο‐ νεύει νῦν. εἰ γὰρ προσέχεις τῇ λέξει τὸν νοῦν, εὑρήσεις αὐτὴν τοῦτ’ ἐνδεικνυμένην. ἑβδόμῃ, φησὶν, ἐπίπονος. ὅ τε γὰρ πυρετὸς ἐπέτεινέ, φησιν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆ‐ χες ἠνώχλεον, δύσπνοός τε ἦν. ἐνταῦθα μὲν γὰρ, ὡς ἔφην,
10ἓν μὲν ἐπιτετάσθαι δηλοῖ, τὰ δ’ ἄλλα μένειν ἐπὶ τῶν αὐτῶν. ὃ γὰρ ἐδήλωσεν, οὐ ξυνεδίδοσαν, εἰπὼν τοῦτ’ ἐπὶ τῶν λοιπῶν, τῶν βηχῶν καὶ τῆς δυσπνοίας, ἀπὸ κοινοῦ χρὴ νοεῖν, συνη‐ θεστάτης οὔσης τῆς τοιαύτης ἑρμηνείας οὐχ Ἱπποκράτει μό‐ νον, ἀλλὰ καὶ τοῖς ἄλλοις παλαιοῖς σχεδὸν ἅπασι. ὡς γὰρ οἱ
15πόνοι οὐδὲν ξυνεδίδοσαν, οὕτω καὶ αἱ βῆχες ἠνώχλεον, ὡσαύ‐ τως δηλονότι μηδὲν ἐνδιδοῦσαι, δύσπνοός τε ἦν, ὡσαύτως
δηλονότι μηδὲν τῆς δυσπνοίας ἐνδιδούσης. ἐνδείκνυται δὲ καὶ860

7

.

861

αὐτὸ τὸ ἦν ταὐτὸν τῷ ὡς πρώην. οὐ γὰρ δύσπνοος ἐγένετο, εἶπε, καί τοι δυνάμενος εἰπεῖν, μᾶλλον δὲ παντὸς ἂν εἰρηκὼς, εἰ κατὰ τὴν ἑβδόμην προσεγεγόνει τοῦτο τὸ πάθημα, πρότερον οὐκ ὄν· ἀλλ’ οὔτε προσεγένετο δηλονότι, πάντως γὰρ
5ἐχρῆν ἐξ ἀρχῆς αὐτὸ συστῆναι τοῖς ἄλλοις, Ἱπποκράτης τε δεόντως ἐδίδαξεν, ἐν ἀρχῇ μὲν τῆς διηγήσεως παραλιπὼν αὐτὸ, μετὰ ταῦτα δὲ μνημονεύσας· ἐπ’ ἄλλων μέντοι παμπόλλων ἀῤῥώστων, ὥσπερ ἐν ἀρχῇ παρέλιπεν, οὕτως οὐδ’ ἐπὶ προή‐ κοντι τῷ λόγῳ φαίνεται μνημονεύων δυσπνοίας. ἅπαντας δ’
10αὐτοὺς ἑξῆς παραγράψω τοὺς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ὡς ἔφην, καὶ τοὺς ἐν τῷ τρίτῳ γεγραμμένους, πρότε‐ ρόν γε προσθεὶς τὰ λείποντα τῆς εἰς τὸν προγεγραμμένον ἄῤ‐ ῥωστον ἐξηγήσεως. ὥσπερ οὖν ὅτι δύσπνους ἦν, ἐξ αὐτοῦ τοῦ νοσήματος τῆς φύσεως ἂν ἔγνωμεν, εἰ καὶ μὴ πρὸς Ἱππο‐
15κράτους εἴρητο μετὰ ταῦτα, οὕτω καὶ ὅτι τὸ τῆς δυσπνοίας ἦν εἶδος αὐτῷ μικρὸν καὶ πυκνὸν, οὐκ ἄδηλόν ἐστι, κᾂν Ἱπ‐
ποκράτης μὴ γράφῃ· ὡς γὰρ ὅτι δυσπνοοῦσιν οἱ πλευριτικοὶ,861

7

.

862

φαίνεται, οὕτω καὶ ὅτι μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν· εἴ‐ πομεν δὲ ἔμπροσθεν, ὡς οὐδὲν τῶν καὶ τοῖς ἄλλοις σαφῶς γιγνωσκομένων Ἱπποκράτης γράφει. καί τοι καὶ παρεφρόνη‐ σεν οὗτος ὁ ἄνθρωπος· λέγει γοῦν οὕτω περὶ αὐτοῦ· ἕκτῃ
5παράληρος· ἀλλὰ τοῦτο μὲν οὐχ ὡς νόσημα φύσει παρακοπτι‐ κὸν, ἀλλ’ ὡς ἐπιγιγνόμενον πάθημα πλευρίτισιν ἰσχυραῖς, οὐκ ἔμελλε δήπουθεν ἐκνικήσειν τὴν ἀπὸ τοῦ πόνου τροπὴν, οὐδὲ καθ’ αὑτὸ τυπώσειν τὴν τῆς δυσπνοίας ἰδέαν· ὁ δ’ ἐν τῇ πλευρᾷ πόνος ἰσχυρὸς ὢν, καθ’ ἑαυτὸν πάντως ἔμελλεν ἀλλοιώσειν
10τὴν ἀναπνοήν· εἰ δέ γε καθ’ ὑπόθεσιν ὁ μὲν πόνος ἦν ἀμυ‐ δρὸς, σφοδρὰ δὲ ἡ παραφροσύνη, πάντως ἂν ἢ τελέως ἐνίκη‐ σεν ἡ παραφροσύνη τὸν πόνον, ἢ ὡς τὸ πολύ· καὶ οὕτως ἂν ἤτοι διὰ παντὸς τοῦ νοσήματος ἀνέπνεεν ὁ τοιοῦτος ἄῤῥωστος μέγα καὶ ἀραιὸν, ἢ πλεῖστα μὲν οὕτως, σπανιάκις δὲ σμικρὸν
15καὶ πυκνόν· καὶ τοῦτο πάντως ὁ Ἱπποκράτης προεσημήνατο, καθάπερ ἐπὶ τοῦ ἐν Μελιβοίῃ νεανίσκου. τούτῳ γὰρ ἦν μέν τις καὶ καθ’ ὑποχόνδριον ἔντασις ὑπολάπαρος, ἀλλὰ καὶ παρε‐
φρόνησε μεγάλως. γράφει γοῦν ἐπὶ μὲν τῆς ἐντάσεως οὕτως·862

7

.

863

ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· περὶ δὲ τῆς παραφροσύνης οὕτως· ἐν μὲν τῇ δεκάτῃ τῶν ἡμε‐ ρῶν παρέκρουσεν ἀτρεμέως, ἐπὶ δὲ τῆς τεσσαρεσκαιδεκάτης πολλὰ παρέλεγεν, ἐπὶ δὲ τῆς εἰκοστῆς ἐξεμάνη, φησίν. ἦν
5μὲν οὖν καὶ μόνον αὐτῷ τοὔνομα τὸ ἐξεμάνη μέγεθος παρα‐ φροσύνης ἱκανὸν ἐνδείξασθαι, ἀλλὰ καὶ τὸ κόσμιον εἶναι καὶ σιωπηλὸν τὸν νεανίσκον αὐξητικόν ἐστιν οὐ σμικρὸν τοῦ με‐ γέθους αὐτῆς, εἴ γε δὴ κᾀν τῷ προῤῥητικῷ καὶ τὰς ἀποκρίσεις τὰς θρασείας, μήτοι γε τὰς παραφροσύνας αὐτὰς, κακάς φησιν
10εἶναι τοῖς κοσμίοις. οὐ γὰρ δὴ οὐδ’ ἄλλου τινὸς ἕνεκεν ἐν τῇ τῆς δεκάτης ἡμέρας διηγήσει προσέγραψεν τὰ περὶ τοῦ ἤθους τοῦ νεανίσκου. ἵνα δὲ μὴ δόξωμεν, ἐπειδὴ γέγραπται, παρέ‐ κρουσεν ἀτρεμέως, ἁπλῆν τινα εἶναι καὶ τὴν τυχοῦσαν παρα‐ φροσύνην, διὰ τοῦτο ἐπιφέρει, ἦν δὲ κόσμιος καὶ σιγῶν, ἐξ
15ὧν πάντων μὲν δὴ τούτων τὸ σφοδρὸν τῆς παραφροσύνης ἐνεδείξατο. τὴν δὲ καθ’ ὑποχόνδριον ἔντασιν ἐξ ἀμφοτέρων τῶν μερῶν τάχ’ ἄν τις δόξειεν μικρὸν καὶ πυκνὸν ἐργάσασθαι τὸ πνεῦμα· δι’ αὐτῶν γὰρ ὧν ὑπὲρ αὐτῆς ἔγραψεν, ἐνεδείξατο
νενικημένην εὐλόγως ὑπὸ τῆς παραφροσύνης. οὐ γὰρ ἁπλῶς863

7

.

864

εἶπεν· ἦν δὲ καθ’ ὑποχόνδριον ἔντασις, ἀλλὰ προσέθηκεν ὑπολάπαρος, δηλῶν ὡς οὐκ ἦν σὺν ὄγκῳ μεγάλῳ. λαπαρὸν γὰρ τὸ κενόν. ἐκ δὲ τοῦ παραμήκης τοὐναντίον ἐμφαίνει ᾧ πολλάκις αὐτὸς λέγει τῷ ἀνεσπασμένῳ ὑποχονδρίῳ. ὅταν
5μὲν γὰρ ὑπὸ τῶν φρενῶν τείνηται, τότε μὲν ἀνασπᾶταί τε καὶ κατακρύπτεται πᾶν, ἑλκόμενον εἰς τὸν θώρακα· ὅταν δ’ ὑπό τινος τῶν κάτω, παραμήκης τηνικαῦθ’ ἡ τάσις φαίνεται, οὐ‐ δὲν γάρ ἐστιν ἐπίπροσθεν τὸ κατακρύψον αὐτὴν, ὥσπερ ἐπὶ τοῦ θώρακος αἵ τε νόθοι πλευραὶ καὶ τὸ στέρνον. οὐ μόνον
10οὖν ἐκ τούτων δῆλον, ὡς σμικρὰ παντάπασιν ἡ κατὰ τὸ ὑπο‐ χόνδριον ἦν διάθεσις εἰς δυσπνοίας γένεσιν, ἀλλὰ κᾀξ αὐτοῦ τοῦ προσγράψαι τὸν Ἱπποκράτην περὶ τῆς ὀδύνης αὐτοῦ μη‐ δέν. οὐ γὰρ ἂν ἐσιώπησεν, εἴπερ ἦν ὀδυνηρὸν, ἔθος ὂν αὐτῷ μηδὲν τῶν τοιούτων ἀργῶς παρέρχεσθαι. εἴπερ οὖν
15ταῦτα μὲν ἦν πάντως σμικρὰ, οὔτε γὰρ ὄγκος τις ἐν αὐτῷ μέγας οὔτε πόνος, οὔτε τὰς φρένας ἔθλιβεν, ἀλλὰ κατὰ
τῆς γαστρὸς ὅλης ἐξετέτατο, τῇ παραφροσύνῃ δ’ οὐδὲν864

7

.

865

ἐνέδει πρὸς τὸ μεγίστην εἶναι καὶ χαλεπωτάτην, κατὰ λόγον ἐνικήθη τελέως ὑπ’ αὐτοῦ ἡ κατὰ τὸ ὑποχόνδριον διάθεσις, ὥστε γενέσθαι δι’ ὅλου τοῦ νοσήματος τὴν ἀναπνοὴν ἀραιὰν καὶ μεγάλην. διὰ τοῦτ’ οὖν καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων
5ὁμοῦ μνημονεύει, τοῦ τε τῆς δυσπνοίας εἴδους καὶ τῆς κατὰ τὸ ὑποχόνδριον διαθέσεως. ἔχει δ’ ἡ λέξις ὧδε· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, ὑποχονδρίου ἔντασις ὑπολάπαρος· ἵνα μή τις ἀργῶς παρέλθοι τὸν λόγον, ἀλλ’ ἑξῆς ἀλλήλων ἀναγνοὺς δύο διαθέσεις, ἐναντίον εἶδος δυσπνοίας ἐργάζεσθαι πεφυκυίας,
10ἐπισκέπτηται τὴν αἰτίαν τοῦ κρατῆσαι μὲν τελέως τὴν παρα‐ φροσύνην, νικηθῆναι δὲ τὴν καθ’ ὑποχόνδριον ἔντασιν. ἀλλ’ ἡμεῖς γε καὶ τὴν αἰτίαν εἰρήκαμεν καὶ τὴν γνώμην τἀνδρὸς ἐξηγησάμεθα, καὶ χρὴ μεταβάντας ἤδη τὸ λοιπὸν μέρος τοῦ προτεθέντος λόγου διελθεῖν. ὅταν μὲν γὰρ ἡ παραφροσύνη
15τελέως νικήσῃ τὴν ἐναντίαν διάθεσιν, αὕτη μόνη κατὰ τὴν ἑαυτῆς δύναμιν ἀλλοιοῖ τὴν ἀναπνοὴν, ὡς ἐπὶ τοῦ προγεγραμ‐ μένου γέγραπται νεανίσκου, τοῦ κατὰ τὸ τρίτον τῶν ἐπιδη‐
μιῶν ὑστάτου γεγραμμένου· ἀλλὰ μὴν καὶ ὅτι τοῦ πόνου τε‐865

7

.

866

λέως κρατοῦντος, οὐδὲν παρεμφαίνεται τῆς κατὰ τὴν παρα‐ φροσύνην δυσπνοίας, ἐπ’ Ἀναξίωνος ἐδείξαμεν, ὃς ἐν τῷ τρίτῳ καὶ αὐτὸς γέγραπται τῶν ἐπιδημιῶν, ὄγδοος ἀπὸ τῆς λοιμώ‐ δους καταστάσεως· ἐπὶ δ’ αὖ τῆς Δεάλκους γυναικὸς, ἧς καὶ
5πρόσθεν ἐμνημονεύσαμεν, ὀγδόης μὲν ἀπὸ τούτου, πεντεκαι‐ δεκάτης δὲ μετὰ τὴν λοιμώδη κατάστασιν γεγραμμένης, ὡς τὰ πολλὰ μὲν ἡ παραφροσύνη κρατεῖ, σπανιάκις δὲ καὶ κρατεῖται. ἀλλὰ τὰς μὲν ῥήσεις ὀλίγον ἔμπροσθεν, ἡνίκ’ ἐξηγούμην οἷόν τι δηλοῖ τὸ διὰ χρόνου, παρέγραψα, νυνὶ δὲ καὶ τὰς διαθέσεις
10αὐτὰς τὰς μαχομένας ἐρῶ, ἑπόμενος κᾀνταῦθα ταῖς ὑφ’ Ἱππο‐ κράτους εἰρημέναις λέξεσιν. ἐπώδυνος μὲν οὖν διάθεσις οὐδε‐ μία ταύτῃ τῇ ἀνθρώπῳ συμβῆναι φαίνεται, κατάψυξις δὲ ἐπε‐ κράτησε, μαραινομένης τῆς ἐμφύτου θερμασίας. ἐκ γὰρ τοῦ γεγράφθαι περὶ αὐτῆς, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων
15ψύξις, τοῦτο δηλοῦται, κᾀκ τοῦ περιστέλλεσθαι δι’ ὅλου τοῦ νοσήματος. εἰπὼν γὰρ, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, μετὰ ταῦτα ἐπὶ τέλει τῆς ὅλης διηγήσεως, ἀεὶ περιεστέλλετό, φησι. ἀλλὰ
καὶ τὸ ἀπὸ λύπης ἄρξασθαι, τούτοις ὁμολογεῖ. τί γάρ φησι;866

7

.

867

πυρετὸς φρικώδης ἐκ λύπης ἔλαβε. ἀλλὰ καὶ αὐτὸς ὁ φρικώ‐ δης πυρετὸς κατὰ τὴν αὐτὴν αἰτίαν ἐγένετο. καὶ μὲν δὴ καὶ τὸ τὰ πινόμενα διεξέρχεσθαι τὴν γαστέρα, μηδ’ ἐπὶ βραχὺ συνιστάμενα, μέγιστον τεκμήριον τοῦ τὴν ἔμφυτον θερμασίαν
5ἀποσβέννυσθαι. καὶ τὸ δέρμα δὲ τὸ καρφαλέον, τὸ ἀπεξηραμ‐ μένον ἐστί. συναπόλλυται δὲ ταῖς τοιαύταις ξηρότησι τὸ ἔμ‐ φυτον θερμόν. ἀλλὰ μὴν ὅτι γε ταῦτ’ ἐπ’ αὐτῆς ἐγένετο, δη‐ λοῦσιν αἱ λέξεις αὗται. ἑπτακαιδεκάτῃ γάρ, φησιν, ἐρεθισμοὶ ἀπὸ κοιλίης ταραχώδεες, ἔπειτα δ’ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ
10συνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρ‐ φαλέα. εὐλόγως οὖν δι’ ὅλου τοῦ νοσήματος ἐπεκράτησε τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, παρενέπιπτε δέ ποτε καὶ τὸ βραχὺ τὸ ταῖς καταψύξεσιν ἑπόμενον. ἀναμνήσω δὲ καὶ νῦν τῶν ῥήσεων, ὡς ἔμπροσθεν ἤδη παρέγραψα· τεσσαρεσκαιδεκάτῃ πνεῦμα
15ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. εἰκοστῇ λόγοι πολλοὶ, πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. μιῇ καὶ εἰκοστῇ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα.
ἐνταῦθα μὲν οὖν ἡ παραφροσύνη τῆς καταψύξεως ἐπεκράτει,867

7

.

868

καὶ διὰ τοῦτο σπανίως μὲν βραχύπνους, δι’ ὅλου δὲ τοῦ νοσή‐ ματος μακρόπνους ἐτηρήθη. ἔμπαλιν δὲ ἐπὶ τοῦ Πυθίωνος, οὗ καὶ πρόσθεν ἐμνημόνευσα, βραχύπνοια μὲν ἦν δι’ ὅλου τοῦ νοσήματος, ὀλιγάκις δέ ποτε συνέβαινεν ἡ μακρόπνοια, κατὰ
5λόγον, δύο γὰρ ἀντέκειντο τῇ παραφροσύνῃ διαθέσεις βρα‐ χυπνοίας αἰτίαι, πόνος καὶ κατάψυξις, ἄμφω μὲν μικρὰν πε‐ φυκότα ποιεῖν τὴν ἀναπνοὴν, ἀλλ’ ὁ μὲν πόνος μετὰ πυκνό‐ τητος, ἡ δὲ κατάψυξις μετὰ ἀραιότητος. ὅτι μὲν οὖν παρε‐ φρόνησε, γέγραπται πολλάκις αὐτοῖς ὀνόμασιν ὑπ’ αὐτοῦ τοῦ
10Ἱπποκράτους, ὥστε τοῦτο μὲν οὐκ ἄν τινα λάθοι· ἀλλ’ οὐδὲ τὸ τοῦ πόνου τοῦ κατὰ τὴν κοιλίαν, καὶ γὰρ καὶ τοῦτο σα‐ φῶς ὧδε γέγραπται· κατὰ δὲ κοιλίην, βάρος μετὰ πόνου· ὅτι δὲ κατέψυκτο, καὶ ἡ ἔμφυτος θερμασία ἐμαραίνετο, δῆλον ἐκ τῶνδε· δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ δὲ περὶ
15χεῖρας καὶ κεφαλὴν μᾶλλον· εἶθ’ ἑξῆς ἐν τῇ τῆς τρίτης ἡμέρας διηγήσει, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη μικρά· ἐπὶ δέ γε τῆς τετάρτης ἡμέρας, οὐ μόνον ὅτι ψύξις, ἀλλὰ καὶ ὅτι
ἀνεθερμάνθη μετὰ χρόνον, προσγέγραπται. σαφέστερον δὲ868

7

.

869

περὶ τῆς ὀγδόης ἡμέρας διηγούμενος, πρωῒ μὲν ἐκοιμήθη, φησὶ, μικρὰ, ταχὺ δὲ ψύξις, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη. αὖθις δ’ ἐπὶ τῆς δεκάτης ἡμέρας, πολλὴ ψύξις, φησί. ἐκ τῶνδε μὲν οὖν δῆλον ὅτι καὶ ψύξις ἦν, οὐ μόνον πόνος καὶ παραφροσύνη
5τῷ Πυθίωνι. ὅτι δὲ ἐπεκράτει μὲν ἡ βραχύπνοια, ἦν δέ τις καὶ μακρόπνοια, γένοιτ’ ἂν σαφὲς ἐν τῇ τῆς δευτέρας ἡμέρας διη‐ γήσει. γέγραπται γὰρ ὡδὶ, βραχύπνοος ἐπὶ χρόνον πολύν. τοῦτο γὰρ τὸ, χρόνον πολὺν, ἐνδεικτικόν ἐστι τοῦ γε μὴ μόνην εἶναι τὴν βραχύπνοιαν, ἀλλὰ καὶ τοῦ πλεονεκτεῖν αὐτὴν τῆς
10(ἐπὶ) μακροπνοίας. γέγραπται δὲ καὶ οὗτος ὁ Πυθίων ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, τρίτος μετὰ τὴν λοιμώδη κατάστασιν, ὥστ’ ἔνεστιν ἑκάστῳ καθ’ ἑαυτὴν ἐπὶ πλέον ἐνδιατρίβειν ταῖς τοῦ παλαιοῦ ῥήσεσιν, ἵνα μὴ πάσας αὐτὰς ἡμεῖς παραγρά‐ φοντες μακρὸν ποιῶμεν τὸν λόγον.
15 Ἀλλὰ καὶ ὅτι μηδεμίαν λέξιν ἐναντίαν τοῖς ὑφ’ ἡμῶν λεγομένοις ἑκόντες εἶναι παραλείπομεν, εἴ τις ἐπ’ αὐτὰ τὰ βιβλία παραγένηται, μάλιστ’ ἂν πεισθείη. καὶ διὰ τοῦτο μηνύομεν ἡμεῖς, ἐν τίνι τε τῶν βιβλίων ὁ ἄῤῥωστος,
ὑπὲρ οὗ ποτ’ ἂν ἑκάστοτε διαλεγόμενοι τύχωμεν, γέγραπται869

7

.

870

καὶ πόστος ἐστὶν ἢ ἀπὸ τῆς ἀρχῆς, ἢ ἀπὸ καταστάσεως ἀριθ‐ μοῦντι, πρὸς τὸ μὴ καταμέλλειν διὰ ταῦτά τινα, καὶ περὶ τὴν ἀνεύρεσιν ὀκνοῦντα ἢ ἀβασανίστως ἡμῖν πιστεύειν, ὅπερ οὐ βουλόμεθα, ἢ ὑποπτεύειν, ὥστε καὶ παραγράφοντας ἡμᾶς, ὃ
5δὴ πολλοὶ τῶν ἐξηγησαμένων ἐποίησαν. ἀλλ’ ἐκεῖνοι μὲν διὰ τοῦτο σιγῶσι τὰ βιβλία, καὶ κατακρύπτουσιν ἑκόντες, ἐξ ὧν ἂν ἑκάστοτε παραγράφωσι τὰς λέξεις, ἡμεῖς δὲ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τοὺς τόπους αὐτοὺς καὶ τὰ κεφάλαια μηνύομεν, ὑπὲρ τοῦ ῥᾷον εὑρίσκειν τὰ βουλόμενα· ἴσμεν γὰρ ὅτι βεβαιοτέραν
10πίστιν ὧν λέγομεν ἕξουσιν οἱ πᾶν ἀναγνόντες τοῦ βιβλίου τὸ χωρίον, ἐξ οὗ τὴν ῥῆσιν παραγράφομεν. τῶν μὲν δὴ προειρη‐ μένων ἀῤῥώστων ἠνάγκασεν ἡμᾶς ἡ ἀκολουθία τοῦ λόγου μνη‐ μονεῦσαι, βουληθέντας δηλῶσαι, καθ’ ὅντινα τρόπον ἐνίοτε μὲν ἡ παραφροσύνη μόνη τὴν δύσπνοιαν ἐργάζεται, νι‐
15κῶσα τὴν ἐναντίαν διάθεσιν, ἐνίοτε δὲ νικηθεῖσα τελέως ἐξί‐ τηλος γίνεται· καὶ ποτὲ μὲν ὡς τὸ πολὺ κρατεῖ, σπανίως ἐμ‐ πιπτούσης τῆς διαφερούσης δυσπνοίας, ποτὲ δὲ κρατεῖται
κατὰ τὸ σπάνιον αὐτή που παρεμφαινομένη. καὶ ἤδη δῆλον870

7

.

871

ὅπερ ἐν ἀρχῇ ἐλέγομεν, ὡς ᾧ μὲν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, πάντως καὶ παραφροσύνη, ᾧ δὲ παραφροσύνη, οὐ πάντως τούτῳ μέγα καὶ ἀραιὸν τὸ πνεῦμα. Ὅπερ δ’ ἔτι λείπει τῶν προτεθέντων, προσ‐
5θῶμεν τῷ λόγῳ, πάντας ἐπελθόντες τοὺς ἔν τε τῷ πρώτῳ καὶ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους γεγραμμένους ἀπὸ τοῦ πρώτου μέχρι τοῦ πάντων ὑστάτου, τὴν τάξιν τῷ λόγῳ τὴν αὐτὴν ἐντιθέντες ἥπερ δὴ καὶ τῆς γραφῆς ἐστιν αὐτῷ. ὁ μὲν δὴ πρῶτος ἁπάντων Φιλίσκος, ὅτι μὲν καὶ παρεφρό‐
10νησε, καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, διὰ τῶν ἔμπροσθεν λόγων ἐδείξαμεν, αὐτοῦ τοῦ Ἱπποκράτους παραθέμενοι τὴν ῥῆσιν· ὅτι δὲ οὐδὲ ἦν τις πόνος αὐτῷ κατ’ οὐδὲν μορίων, ὧν πασχόντων ἐλέγομεν μικρὰν καὶ πυκνὴν γίγνεσθαι τὴν ἀνα‐ πνοὴν, νυνὶ δείξομεν, αὐτῆς κᾀνταῦθα τῆς τοῦ παλαιοῦ λέξεως
15ὑπομνήσαντες, ἐχούσης ὧδε· σπλὴν ἐπῄρθη περιφερεῖ κυρτώ‐ ματι. οὔκουν οὔτ’ ἄλλως ὀδυνηρὸν τὸ σπλάγχνον ὁ σπλὴν, οὔτε θλίβει τὰς φρένας ὁμοίως ἥπατι καὶ γαστρὶ, πλὴν εἰ μὴ μέγι‐ στόν ποτε ὄγκον σχοίη κατὰ τὴν κεφαλὴν, ὅπερ οὐκ ἦν τῷ
Φιλίσκῳ, καὶ διὰ τοῦτο οὐχ ἱκανὸς ἐγένετο νικῆσαι τὴν ἐκ τῆς871

7

.

872

παραφροσύνης δύσπνοιαν ὁ σπλὴν, μήτ’ ἐπώδυνος ὢν μήτε θλίβων τὰς φρένας. ὁ δ’ ἐφεξῆς τούτῳ γεγραμμένος Σιληνὸς, οὗ καὶ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν λόγοις μετὰ τὸν Φιλίσκον ἐμνημονεύσαμεν, ὅτι μὲν ἀραιὸν καὶ μέγα καὶ αὐτὸς ἔσχε τὸ
5πνεῦμα, καὶ ὅτι παρεφρόνησεν, ἐν ἐκείνοις ἐδείξαμεν· ὅτι δὲ οὐδεμία διάθεσις ἦν αὐτῷ νικῆσαι δυναμένη παραφροσύνην, ἐν τῷδε δειχθήσεται. ἡ γάρ τοι τῆς τρίτης τοῦ νοσήματος ἡμέρας διήγησις ἔχει καὶ τοῦτο γεγραμμένον· ὑποχονδρίου ξύντασις, ἐξ ἀμφοτέρων παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος. οὐκοῦν
10καὶ πρὸς ὀμφαλὸν ἀπεχώρει ἡ σύντασις, οὔτ’ ὀδύνη τις οὔτ’ ὄγκος ἀξιόλογος. ἀλλὰ καὶ τὸ ἐπὶ τῆς τελευτῆς εἰρημένον, ὑπο‐ χονδρίου παλμὸς, οὐχ ἱκανὸν οὐδ’ αὐτὸ τὴν ἐκ τῆς παραφρο‐ σύνης ἀλλοιῶσαι δύσπνοιαν. ἐῤῥέθη γὰρ ἤδη μυριάκις, ἤτοι πόνον δεῖν εἶναι περί τι τῶν κατὰ τὰς ἀναπνοὰς κινουμένων
15μορίων, ἢ στενοχωρεῖσθαί τι τῶν ἀναπνευστικῶν ὀργάνων, ἵνα μικρὸν καὶ πυκνὸν γένηται τὸ πνεῦμα. οὐκ οὖν οὐδ’ οὗτος ὁ Σιληνὸς, ὥσπερ οὐδ’ ὁ πρότερος ὁ Φιλίσκος, εἶχέ τινα διά‐
θεσιν ἑτέραν, ἀλλοιοῦν δυναμένην τὴν ἀναπνοὴν, ὅτι μὴ παρα‐872

7

.

873

φροσύνην. οὔτε γὰρ πόνος οὔτε θλίψις τῶν ἀναπνευστικῶν ὀργάνων, ἀλλ’ οὐδὲ κατάψυξίς τις ἦν, οἵαν ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐδείξαμεν Πυθίωνί τε καὶ τῇ Δεάλκους γυναικὶ γι‐ νομένην. τοὺς μέντοι τρεῖς τοὺς ἑξῆς τούτων γεγραμμένους,
5Ἡροφῶντα καὶ τὴν Φιλίνου γυναῖκα καὶ τὴν Ἐπικράτους, εὕροις ἂν ἀκριβῶς ἀναλεγόμενος τὰς ὑπὲρ αὐτῶν διηγήσεις ἐλάττονα τὴν παραφροσύνην ἔχοντας, ἢ ὥστε κατὰ ταύ‐ την ἀλλοιωθῆναι ἀναπνοήν. ἀλλ’ Ἡροφῶντι μὲν ὅ τε σπλὴν ἐπῄρθη, καὶ ὑποχονδρίου, φησὶ, ξύντασις, οὐκέτι προσθεὶς,
10ὑπολάπαρος, οὐδὲ, παραμήκης, οὐδὲ, πρὸς ὀμφαλὸν, ὥστε τούτῳ τὰ κατὰ τὰς φρένας ἐφλέγμηνεν, αἵπερ ἐδείχθησαν ἡμῖν ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων τὸ πρῶτόν τε καὶ κυ‐ ριώτατον αὐτῶν ὄργανον. ἡ δὲ τοῦ Φιλίνου γυνὴ ἤλγεέ, φησι, καρδίην καὶ ὑποχόνδριον δεξιόν· ἡ δέ γε τοῦ Ἐπικράτους,
15οὐ τὴν καρδίαν μόνην, ἀλλὰ καὶ πλευροῦ, φησιν, ἀριστε‐ ροῦ βάρος μετ’ ὀδύνης εἶχε. διὰ τοῦτ’ οὖν οὐδὲ προσέ‐ γραψεν οὐδενὶ τούτων πνεῦμα μικρὸν καὶ πυκνὸν, ἀλλ’ ὅλως
ἐσιώπησεν, ἔθος ἔχων, ὡς καὶ πρόσθεν ἐδείξαμεν, τὰ σαφῶς873

7

.

874

ἅπασι γινωσκόμενα παραλείπειν. σαφεστάτη δὲ καὶ πᾶσι γνώ‐ ριμος ἦν, ὡς καὶ τοῦτ’ ἐδείξαμεν, ἡ κατὰ μικρότητα καὶ πυκνό‐ τητα δύσπνοια, ἣν ἐδυσπνόουν ἐξ ἀνάγκης οἱ προγεγραμμένοι τρεῖς ἄῤῥωστοι. καὶ μέντοι καὶ ὁ μετ’ αὐτοὺς γεγραμμένος
5Κλεανακτίδης, ἐξ ἀνάγκης μὲν καὶ αὐτὸς ὁμοίως ἐδυσπνόει διὰ τὴν ὀδύνην τῆς ἀριστερᾶς πλευρᾶς, ἀλλ’ οὐδ’ ἐπὶ τούτου γέ‐ γραπταί τι περὶ δυσπνοίας, ὡς ἂν καὶ χωρὶς τοῦ γραφῆναι νοηθῆναι δυναμένης. οὐ μὴν παρεφρόνησέ γε οὗτος ὁ Κλεα‐ νακτίδης· ὁ δέ γε μετ’ αὐτὸν γεγραμμένος Μέτων οὔτ’ ὀδυ‐
10νῆσαι δυναμένην διάθεσιν οὔτε στενοχωρῆσαί τι τῶν ἀνα‐ πνευστικῶν ὀργάνων ἔσχεν, ἀλλ’ οὐδὲ παραφροσύνης ὑπό‐ θεσιν οὐδεμίαν νοσώδη, παράδοξον δέ τι καὶ οὐκ εἰθισμένον ἀπαντᾷν συνέπεσεν αὐτῷ. τῇ γὰρ εʹ τῶν ἡμερῶν αἱμοῤῥαγή‐ σας τε καὶ ἱδρώσας ἐκρίθη τελέως. ᾑμοῤῥάγει οὖν ἔτι καὶ
15μετὰ κρίσιν ἄγρυπνος ὢν, ἀλλὰ καὶ παρέλεγέ, φησι, καίτοι πρὶν κριθῆναι μηδ’ ὅλως παραφρονήσας. διὰ τοῦτο οὖν καὶ
ἡμεῖς ἔφαμεν αὐτῷ μηδεμίαν γενέσθαι νοσώδη διάθεσιν παρα‐874

7

.

875

φροσύνης. ἀλλ’ οὕτως παρέλεγεν, ὡς τοῖς μεθύουσι συμβαίνει, πληρώσει τῆς κεφαλῆς. δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ, παρέλεγεν, ὄνομα γέγραπται πρὸς Ἱπποκράτους, ἐνδεικνυμένου τὴν πρὸς μέθην ὁμοιότητα γενομένην αὐτῷ ἐκ τῆς περὶ τὴν κεφαλὴν
5πληρώσεως. ἧκε γὰρ ἐπ’ αὐτὴν, ὡς ἐκ τῶν συμβάντων ἐστὶ τεκμήρασθαι, πλῆθος οὐκ ὀλίγον αἵματος, ἐφ’ ᾧ δὴ καὶ τὸ σύμπαν ἐκρίθη νόσημα, δεξαμένης τῆς κεφαλῆς ἅπασαν αὐτοῦ τὴν διάθεσιν. ἀλλὰ τοιούτου τοῦ αἵματος οὐκ ὀλίγον μὲν εὐθὺς ἐν τῇ εʹ τῶν ἡμερῶν λάβρως ἐξεκρίθη σὺν ἱδρῶτι, πολὺ
10δέ τι πλέον τοῦ κενωθέντος ὑπέμεινεν ἐν τῇ κεφαλῇ, βαρῦνόν τε αὐτὴν καὶ παραλέγειν τὸν ἄνθρωπον ἀναγκάζον· ὅθεν Ἱπποκράτης λουτροῖς ἐχρήσατο κατὰ κεφαλῆς εἰπὼν, ᾑμοῤῥά‐ γει πολλάκις μετὰ κρίσιν. ὥστ’ ἐπί γε τούτου οὐ μόνον οὐκ ἔγραψεν οὐδένα τρόπον δυσπνοίας, ἀλλ’ οὐδὲ εἰ γεγένηται τὴν
15ἀρχὴν δύσπνοος. οὐ γὰρ τοῖς παραλέγουσιν ὁπωσοῦν, ἢ τοῖς μεθύουσιν, ἀλλὰ τοῖς παραφρονοῦσι μόνοις μέγα γίνεται καὶ ἀραιὸν τὸ πνεῦμα. καὶ διὰ τοῦτ’ ἐν τῷ προγνωστικῷ φησιν·
μέγα δ’ ἀναπνεόμενον, καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην875

7

.

876

σημαίνει. ἀλλ’ ὅ γε μετ’ αὐτὸν ἄῤῥωστος Ἐρασῖνος ἐξ ἀνάγ‐ κης μὲν ἐδυσπνόει, παραλέλειπται δ’ ἡ δύσπνοια διὰ τὴν πολ‐ λάκις εἰρημένην αἰτίαν. ὅλως γὰρ οὐδαμοῦ φαίνεται προειπὼν οὐδεμίαν διάθεσιν ὀδυνηρὰν ἢ θλίβουσάν τι τῶν ἀναπνευστι‐
5κῶν ὀργάνων, εἶθ’ ἑξῆς ταύτης παραγράφων τὴν ἑπομένην δύσπνοιαν, ἀλλὰ πανταχοῦ παραλείπων, ὡς ἅπασι γνώριμον. ὅτι δ’ ἦν τοιαύτη διάθεσις τῷ Ἐρασίνῳ, σαφὲς ἐποίη‐ σεν εἰπών· ὑποχόνδρια μετέωρα, σύντασις μετ’ ὀδύνης· μέ‐ γεθος γάρ τοι φλεγμονῆς ἐμφαίνεται, δι’ ἣν καί τοι παρα‐
10φρονήσας ὁ ἄνθρωπος οὐκ ἐδυσπνόησε τὴν τῆς παραφροσύνης ἰδίαν δύσπνοιαν, ἢ πάντως ἂν καὶ ταύτης ἐμνημόνευσεν Ἱπ‐ ποκράτης. ὥσπερ γὰρ τὴν ἐπὶ ταῖς ὀδύναις, τὴν μικρὰν καὶ πυκνὴν, ἀεὶ παραλείπων ὅδε εὑρίσκεται, διότι σαφής ἐστιν, οὕτω τὴν ἐπὶ ταῖς παραφροσύναις εἰδὼς ἀμφισβητουμένην,
15οὐδαμοῦ παρέλιπεν, οὐδὲ παρῆλθεν ἀόριστον. τὰ γὰρ ἐπὶ Κρίτωνος τοῦ μετ’ αὐτὸν ἑξῆς γεγραμμένου σαφῆ τὴν αἰτίαν
ἔχει. δευτεραίου γὰρ ἀποθανόντος αὐτοῦ παραδοξοτάτως,876

7

.

877

ὡς ἐξ αὐτῆς τῆς διηγήσεως ἔνεστι μαθεῖν, εἰκότως παρέλιπεν εἰπεῖν τι περὶ δυσπνοίας ὁ Ἱπποκράτης, ἢ οὐ παραφυ‐ λάξας τὴν γενομένην δύσπνοιαν, ἢ οὐκ ἀξιώσας μνημονεύειν. ἔστι γὰρ ἑκάτερον αὐτῶν εὔλογον, τὸ μὲν μὴ παραφυλάξαι,
5διά τε τὸ τάχος τοῦ θανάτου καὶ τὸ τῶν συμπτωμάτων ἐκ‐ πληκτικόν· οὐ γὰρ δὴ μικρόν γε θαῦμα περιερχόμενον ἄνθρω‐ πον, καὶ τὰ συνήθη πράττοντα, κᾄπειτα τὸν μέγαν ἐν τῷ ποδὶ δάκτυλον ἀλγήσαντα σφοδρῶς, τῇ πρώτῃ μὲν ἡμέρᾳ μι‐ κρὸν ὑποθερμανθῆναι, τῇ δ’ ἑξῆς ἀποθανεῖν. οὔτ’ οὖν δια‐
10τριβῆς ἐν τῷ μεταξὺ γενομένης, ἀλλ’ ἐν τάχει μὲν ἀποθανόν‐ τος τἀνθρώπου, παραφρονήσαντος δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐκ‐ μανέντος, ὥς φησιν, οὐχ οἷόν τε ἦν παραφυλάττειν, ὅπως ἀνέπνει. τοῖς μὲν γὰρ ἐκμανεῖσιν οὐδ’ ἐγγὺς ἐλθεῖν ὑπομέ‐ νομεν, ἀλλ’ ἐξιστάμεθα παντὶ τρόπῳ δεδιότες, μή τι κακὸν
15ἡμῖν προστρίψωνται. ἢ οὖν οὐ παρεφύλαξεν, ὡς εἴπομεν, ἢ οὐκ ἠξίωσε μνημονεῦσαι τοῦ τῆς δυσπνοίας εἴδους διὰ τὸ
παράδοξον τῆς ὅλης συνδρομῆς, ᾗ μόνῃ προσέχειν τὸν νοῦν877

7

.

878

ἡμᾶς ἄξιον, καὶ μὴ περιέλκεσθαι πρὸς τὰ δι’ ἄλλων ἀῤῥώστων εὑρεθῆναι δυνάμενα. ἑξῆς δὲ γράφει τὸν Κλαζομένιον, ὃς ἤλγει, φησὶ, κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς· ἀλλὰ ταῦτα μὲν οὐχ ἱκανὰ μικρὸν καὶ πυκνὸν ἐργάσασθαι τὸ
5πνεῦμα, πλὴν εἴπερ ἄρα ὁ τράχηλος. ἔστι δὲ καὶ ὅθι τοῦτο προϊόντος τοῦ λόγου διορισθήσεται· τὸ δὲ ὑποχόνδριον τὸ μετ’ ὄγκου ἐπηρμένον ἱκανὸν, ὥστ’ εἰ καὶ παρεφρόνησεν οὗ‐ τος, οὐκ ἐδυσπνόησε τὴν οἰκείαν τῇ παραφροσύνῃ δύσπνοιαν, κρατησάντων τῶν εἰρημένων ἐπωδύνων παθημάτων. ἡ μέν‐
10τοι μετὰ αὐτὸν Δρομάδεω γυνὴ, ἣν καὶ κατ’ ἀρχὰς εὐθὺς τοῦδε τοῦ λόγου παρεθέμην, οὐ μόνον παρεφρόνησεν, ἀλλὰ καὶ μέγα καὶ ἀραιὸν ἔσχε τὸ πνεῦμα, μηδενὸς μήτε περὶ θώ‐ ρακα, μήτε καθ’ ὑποχόνδριον γενομένου παθήματος, ὃ μι‐ κρὰν καὶ πυκνὴν ἐπεφύκει τὴν ἀναπνοὴν ἐργάσασθαι. ταῦτ’
15ἆρα καὶ ὁ Ἱπποκράτης ἀκριβῶς πάντα τὰ καταλαβόντα τὴν ἄνθρωπον γράφων, ἤρξατο πονέειν τὴν πρώτην περὶ ὑποχόν‐
δριον, ἔφη, ἀσώδης, ἀλύουσα· μοχθηρῶν δηλονότι χυμῶν878

7

.

879

αὐτόθι δακνόντων τὸ στόμα τῆς γαστρὸς, οὐ μὴν φλεγμονῆς γε οὐδεμιᾶς ὑπαρχούσης, οὐδ’ ἄλλου παθήματος οὐδενὸς, ὑφ’ οὗ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα· καὶ μὲν δὴ καὶ βρα‐ χὺ προελθὼν κατὰ τὴν διήγησιν ὁ Ἱπποκράτης, εἶτα γράψας,
5ὑποχονδρίου πόνος, τὸ ἀσώδης προσέθηκεν, εἶθ’ ἑξῆς πάλιν, διψώδης· οὔτ’ οὖν τῶν καθ’ ὑποχόνδριον ἢ θώρακά τι γινομένων ἱκανὸν ἦν κρατῆσαι τῆς παραφροσύνης, ἀλλ’ οὐδὲ τὸ ἔμφυτον θερμὸν ἐσβέννυτο, καθάπερ ἐδείξαμεν ἑτέ‐ ροις οὕτω συμβὰν, ὥστ’ εὐλόγως μηδεμιᾶς διαθέσεως τῶν ἀν‐
10τιτεταγμένων τῇ παραφροσύνῃ, τὴν ἀναπνοὴν ἀλλοιῶσαι δυ‐ νηθείσης, μέγα ταύτῃ καὶ ἀραιὸν τὸ πνεῦμα ἐγένετο. ἐπεὶ δὲ προσγέγραπται τὸ, αὐτίκα ἀνεσπασμένον, τοῦτο ἐπισημή‐ νασθαί με χρὴ νῦν, ἵνα μή τις ὑπολάβοι μέλλειν ἡμᾶς αὐτὸ ῥᾳθύμως παρέρχεσθαι. ἐξηγεῖσθαι δὲ οὐ νῦν καιρὸς, ἀλλ’
15ἐν τῷ μετὰ ταῦτα λόγῳ σὺν τοῖς ἄλλοις ὁμοίως εἰρημένοις ἐξετασθήσεται· ἐν δέ γε τῷ παρόντι τοὺς ὑπολοίπους ἔτι τρεῖς ἀῤῥώστους προχειρισόμεθα, παραφρονήσαντας μὲν καὶ
αὐτοὺς, οὐ μὴν δυσπνοήσαντάς γε τὴν ἰδίαν τῆς παραφροσύνης879

7

.

880

δύσπνοιαν. διὰ τοῦτ’ ἐπὶ μὲν τοῦ πρώτου γέγραπται, ὑπο‐ χονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ εἴσω μέρεος, τοῦ πρὸς τὰς φρένας δηλονότι. ἐπὶ δὲ τοῦ δευτέρου, κατὰ τὸ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, καὶ μετ’ ὀλίγον,
5ὑποχονδρίου πόνος, καὶ αὖθις ἑξῆς, περὶ δὲ κληῗδα ἀριστε‐ ρὰν πόνος παρέμενεν. ἐπὶ δὲ τοῦ τρίτου τῶν ἀῤῥώστων, γυνὴ δὲ ἦν αὕτη, ὥσπερ καὶ ἡ πρὸ αὐτῆς, κεφαλῆς, φησι, καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, καὶ μετ’ ὀλίγον, οἱ πόνοι παρέμενον.
10 Οὗτοι μὲν δὴ οἱ τεσσαρεσκαίδεκα ἄῤῥωστοι ἐκ τοῦ πρώτου τῶν ἐπιδημιῶν εἰσιν, ἐφεξῆς οὕτως ὑφ’ Ἱπ‐ ποκράτους, ὥσπερ καὶ ἡμεῖς αὐτῶν ἐμνημονεύσαμεν, γεγραμ‐ μένοι· ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν δώδεκα μέν εἰσιν οἱ πρὸ τῆς λοιμώδους καταστάσεως, ἑκκαίδεκα δὲ οἱ μετ’ αὐτὴν,
15ὁμολογοῦντες ἅπαντες οἷς ἐξ ἀρχῆς ὑπεθέμεθα. καὶ οἶδα σαφῶς, ὅτι παραλιπὼν μὲν αὐτοὺς, καὶ τοῖς βουλομένοις ἐπισκοπεῖσθαι τὴν ἐν ἅπασιν ὁμολογίαν ἐπιτρέψας ἰδίᾳ καὶ
καθ’ ἑαυτοὺς ἀναλέγεσθαι τὰς ὑπὸ τοῦ παλαιοῦ γεγραμμένας880

7

.

881

διηγήσεις, οὐ διὰ τὸ φυλάττεσθαι μακρολογεῖν δόξω τοῦτο δρᾷν, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἐν ὅλῳ τῷ λόγῳ διασώζειν· εἰ δὲ πάντας ἑξῆς ἐπίοιμι, φλύαρός τις εἶναι δόξω καὶ ληρώδης, ἃ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἱκανὸς
5ἦν ἐξετάζειν, αὐτὸς ταῦτα μάτην παραγράφων. οὐ μὴν δὲ ἀλλ’ εἰ πάντως με χρὴ θάτερον ὑπομεῖναι τῶν ἀτόπων, ἤτοι τὴν ὑποψίαν τῆς μοχθηρίας τῶν δογμάτων, ἢ τὴν μακρολο‐ γίαν, εὑρίσκω δὲ τῆς μὲν μακρολογίας παραμυθίας τινὰς, τῆς δ’ ὑποψίας οὐδεμίαν, εὐλογώτερον τὸ περὶ πάντων εἰπεῖν.
10τίνες οὖν αἱ τῆς μακρολογίας παραμυθίαι; πρώτη μὲν τὸ διὰ ταχέων ἐπιδραμεῖν τῷ λόγῳ τοὺς ἀῤῥώστους, μηκέθ’ ὁμοίως ἐγχρονίσαντα καθ’ ἕκαστον, ἀλλ’ ἢ μόνον ὑπομιμνήσκοντα· δευτέρα δὲ, τοὺς μηδὲ τῶν οὕτω βραχέων ὑπακούειν ἀνεχο‐ μένους ὑπερβαίνειν αὐτὰ παρακαλέσαι, μηδὲ γεγράφθαι νο‐
15μίζοντας. ὡς γὰρ ἐν ἑστιάσει λαμπρᾷ, πολλῶν παρασκευα‐ σθέντων, ἄλλος ἄλλο προαιρεῖται, τὸ μὲν ὡς ἡδὺ, τὸ δ’ ὡς ὠφελῆσον, οὕτω χρὴ καὶ τῶν λόγων τὴν μὲν παρασκευὴν εἶναι
δαψιλῆ, τὴν δ’ αἵρεσιν ἐπὶ τοῖς χρωμένοις.881

7

.

882

Ὁ μὲν δὴ πρῶτος ἁπάντων ἄῤῥωστος, ᾧ Πυθίων ὄνομα, δῆλός ἐστιν ἐξ αὐτῆς τῆς διηγήσεως οὐδε‐ μίαν ὑπόθεσιν ἔχων δυσπνοίας. ὁ δὲ δεύτερος, Ἑρμοκράτης, ἤρξατό, φησιν, ἀλγέειν κεφαλὴν, ὀσφῦν· ὑποχονδρίου ἔντα‐
5σις ὑπολάπαρος. οὐ μὴν ὅτι κάτω καὶ πρὸς ὀμφαλὸν ἔῤῥεπεν ἡ τάσις, ἢ ὅτι προμήκης ἦν, ἔτι προσέγραψεν, ᾧ δῆλον, ὅτι πρὸς τῶν φρενῶν φλεγμαινουσῶν ἀνεσπᾶτο τὸ ὑποχόνδριον, καὶ διὰ τοῦτο καὶ ὑπολάπαρον ἐφαίνετο, ὡς ἂν μηδεμίαν οἰ‐ κείαν ἔχον φλεγμονήν. οὗτος οὖν εἰ καὶ παρέπαιεν, ἀλλ’ ὑφ’
10ἑτέρου γε μείζονος ἐνικᾶτο ἡ παραφροσύνη, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου. ἐπὶ μὲν γὰρ τοῦ τρίτου ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος γέγραπται· ἐπὶ δὲ τοῦ τετάρτου ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς τὰ εἴσω· ἐπὶ δὲ τοῦ πέμπτου τράχηλον ἐπωδύνως
15εἶχεν· ἐπὶ δὲ τοῦ ἕκτου τῶν ἀῤῥώστων, γυνὴ δὲ ἦν αὕτη, προειπὼν ὁ Ἱπποκράτης, αὕτη ἀρχομένη τοῦ νοσήματος
ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχεν, γαργαρεὼν882

7

.

883

ἀνεσπασμένος, ῥεύματα πολλὰ, λεπτὰ, σμικρὰ, δριμέα· ἔβησσε, πέπον δ’ οὐδὲν ἀνῆγε· μετ’ ὀλίγον ἐρεῖ, ἦν δέ τι καὶ ξυγγενικὸν φθινῶδες· ὥστε δήλη κᾀπὶ ταύτης ἡ ἐπικρατοῦσα διάθεσις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις συστᾶσα. τὴν μέν‐
5τοι μετὰ ταύτην ἄῤῥωστον διηγούμενος, ἄρχεται τόνδε τὸν τρόπον· ἡ κυναγχικὴ ἡ παρὰ τὰ Ἀριστίωνος· προελθὼν δέ φησι· πνεῦμα μετέωρον· ὃ καὶ αὐτὸ προϊόντος ἐξηγησόμεθα τοῦ λόγου, νυνὶ δὲ τὸ προκείμενον περαντέον. ἐπὶ μὲν τοῦ ὀγδόου ἀῤῥώστου γέγραπται· ὑποχονδρίου ἔντασις ὑπολάπα‐
10ρος ἐξ ἀμφοτέρων· ἐπὶ δὲ τοῦ ἐννάτου, πόνοι περὶ ὑποχόν‐ δριον. ἀλλ’ αὕτη γε οὐ παρεφρόνησε, τὰς δ’ ἑξῆς δύο γυ‐ ναῖκας ἐξ ἀποφθορᾶς μέν φησι σχεῖν κακῶς, αἱ διαθέσεις δ’ αὐτῶν, ἃς διηγεῖται, τὸ μὲν καθόλου ἀποφάναι φλεγμοναὶ τῶν ὑστερῶν εἰσι, κατὰ μέρος δὲ, ὅσα ταύταις ἕπεται παθήματα.
15μίαν δ’ ἔτι τὴν λοιπὴν καρδίαν ἀλγῆσαί φησι, μὴ προσθεὶς, ἀσώδης, ἀλλὰ καὶ ἱδρῶσαι ψυχρὸν, καὶ δι’ ὅλου τοῦ νοσή‐
ματος φρικώδη γενέσθαι, καὶ καταψυχομένην μεγάλως, καὶ883

7

.

884

μόγις ἀναθερμαινομένην, ἢ οὐδ’ ὅλως. ὥστε δῆλον ὅτι καὶ αὐτὴ βραχύπνους μὲν ἦν πάντως κατ’ ἀμφοτέρας τὰς διαθέ‐ σεις, τήν τε τῆς ὀδύνης καὶ τὴν τῆς καταψύξεως, οὐ μὴν ἠξίωσέ γε οὐδ’ ἐπὶ ταύτης εἰπεῖν περὶ δυσπνοίας ὁ
5Ἱπποκράτης, ὡς πάνυ σαφοῦς. Ἑξῆς δ’ ἐστὶν ἡ λοιμώδης κατάστασις, μεθ’ ἣν πάλιν πρῶτον μὲν ἄῤῥωστον γράφει τὸν Πάριον, ἐφ’ ᾧ κατὰ τὴν τελευτὴν τοῦ λόγου, ἔνθα τὰ ἐν ὅλῳ τῷ σώματι διηνεκῶς παραμείναντα γράφει, πρόσκειται καὶ τοῦτο· μετὰ
10πόνων ἄγρυπνος· δεύτερον δὲ τὸν ἐν Θάσῳ, περὶ οὗ φησι, βῆχες δὲ συνεχέες, ὑγραὶ, πολλαί· τρίτος δέ ἐστι Πυ‐ θίων, ὃν ἐξηγήσασθαι φθάνομεν, καὶ τέταρτος ὁ φρενιτικὸς, καὶ πέμπτος ὁ ἀρξάμενος ἐξαίφνης τὸν δεξιὸν μηρὸν ἀλγεῖν, τοῦ ῥεύματος δ’ εἰς τὰ κατὰ τὴν κεφαλὴν ἐπανελθόντος, εὐ‐
15θὺς μὲν παραφρονήσας, εὐθὺς δὲ καὶ ἀποθανὼν, ὁμοίως τῷ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν, ἀρξαμένῳ μὲν ἀπὸ τοῦ κατὰ τὸν μέγαν δάκτυλον πόνου, δευτεραίῳ δὲ ἀποθανόντι· ὥστε
οὐδ’ ἐπὶ τούτοις περὶ δυσπνοίας ὅλως οὐδὲν ἔγραψε, δι’ ἃς884

7

.

885

ἐπ’ ἐκείνου φθάνομεν αἰτίας εἰρηκέναι. ὁ δ’ ἕκτος οὔτε παρε‐ φρόνησεν οὔτ’ ἄλλην τινὰ ἔσχε διάθεσιν δυσπνοίας ποιητικήν. ὁ δ’ ἕβδομος ἄῤῥωστος ἡ παρθένος ἐστὶν, ἡ διὰ τὸ πλῆθος τοῦ αἵματος ἐνοχληθεῖσα τὴν κεφαλὴν οὕτως, ὡς ἐν τῷ πρώτῳ
5τῶν ἐπιδημιῶν ὁ ἕβδομος γεγραμμένος, αἱμοῤῥαγήσας ἐκ ῥι‐ νῶν· ὥσθ’ ὅσα φθάνομεν εἰρηκότες ὑπὲρ ἐκείνου, ταῦτα κᾀν‐ ταῦθα μεταφερέσθω. ὁ δ’ ὄγδοος ἄῤῥωστος Ἀναξίων ἐστὶν, ὃν διὰ τὸν ἔμπροσθεν ἐξηγησάμεθα. ὁ δ’ ἔννατος, τῇ τε παρθένῳ καὶ τῷ αἱμοῤῥαγήσαντι ἐκείνῳ τῷ ἐκ τοῦ πρώτου
10τῶν ἐπιδημιῶν παραπλήσιον ἔσχε τῆς ὅλης νόσου τὴν ὑπόθε‐ σιν. ὁ δὲ δέκατος, ὅσπέρ ἐστιν ὁ ἐν Ἀβδήροις Νικόδημος, παρέπαισε μὲν ἅπαξ ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, εἶτα εἰκοσταῖος κριθεὶς ἱδρῶτι, καὶ δόξας ἀπύρετος γενέσθαι, αὖθις ἀνεπύρεξε καὶ αὖθις μικρὰ παρέκρουσε. γράφει δ’ ἐπ’ αὐτοῦ καὶ τάδε·
15οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος· τίνων πόνοι; τάχ’ ἄν τις ἔροιτο. καρδιαλγικὸν μὲν εὐθὺς κατ’ ἀρχὰς ἔφησεν αὐτὸν γενέσθαι, μικρὸν δὲ προελθὼν, πόνοι
πάντων ἔγραψε. ταῦτ’ ἄρα καὶ ἡ παραφροσύνη μικρὰ885

7

.

886

καὶ ὀλιγοχρόνιος γενομένη, τὴν ἀναπνοὴν οὐκ ἠλλοίωσε. εἶθ’ ἑξῆς ἐστι τὸ γύναιον τὸ ἐκ τῆς λύπης ἀρξάμενον, ἐφ’ ᾧ γρά‐ φει· πόνοι μεγάλοι συνεχεῖς, ἀλλὰ καὶ σπασμοὶ πολλοί, φησι. γράφει δ’ ἐν ἀφορισμοῖς περὶ σπασμῶν ὧδε· ἐν τοῖσι πυρε‐
5τοῖσι τὸ πνεῦμα προσκόπτον, κακὸν, σπασμὸν γὰρ σημαίνει· καὶ τοίνυν καὶ τὸ τῆς δυσπνοίας εἶδος τῇ γυναικὶ ταύτῃ, τὸ μέν τι κατὰ τὰς ὀδύνας, τὸ δέ τι κατὰ τοὺς σπασμοὺς ἐγένετο· διὰ τοῦτ’ οὖν καίτοι παραφρονήσασα, μέγα καὶ ἀραιὸν οὐκ ἔσχεν, οἷα νικηθὲν ὑφ’ ἑτέρων δυοῖν ἰσχυροτέρων διαθέσεων.
10μετὰ ταῦτα δὲ ἡ ἐν Λαρίσσῃ παρθένος, ἡ δωδεκάτη μετὰ τὴν λοιμώδη κατάστασιν γεγραμμένη, διὰ πλῆθος αἵματος νοσή‐ σασα, καὶ κριθεῖσα τῇ τε διὰ ῥινῶν αἱμοῤῥαγίᾳ καὶ ἱδρῶτι καὶ γυναικείοις τότε πρῶτον ἐπιφανεῖσιν, οὐδεμίαν ἔσχε κατα‐ σκευὴν δυσπνοίας οὐδεμιᾶς. τῷ δὲ μετὰ ταῦτα Ἀπολλωνίῳ
15τῷ ἐν Ἀβδήροις ὑποχονδρίου δεξιοῦ, φησιν, ἔπαρμα σὺν ὀδύνῃ· ἀλλὰ καὶ ὅτι διὰ παντὸς ἦν μεγαλόσπλαγχνος καὶ
συνήθης αὐτῷ περὶ τὸ ὑποχόνδριον ὑπῆρχεν ὀδύνη, καὶ τοῦτ’886

7

.

887

ἐν ἀρχῇ γέγραπται τῆς διηγήσεως. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ παρεφρόνησε, μὴ δυσπνοῆσαι κατὰ τὸ τῆς παραφροσύνης εἶδος αὐτὸν, οὕτως μεγάλην διάθεσιν ὀδυνηρὰν ἐν ὑποχονδρίῳ κεκτημένον. ἑξῆς δὲ τούτου ἡ ἐν Κυζίκῳ τὰς διδύμους θυγα‐
5τέρας τεκοῦσά ἐστιν, ὑπὲρ ἧς ὡδί πως ἔγραψε· κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης, ὥστε καὶ ἡ δύσπνοια κατὰ τοῦτο. λοιποὶ δ’ ἐπὶ ταύτῃ δύο εἰσὶν ἄῤῥωστοι κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν, ἡ Δεάλκους γυνὴ καὶ ὁ ἐν Μελιβοίῃ νεα‐ νίσκος, ἀμφότεροι παραφρονήσαντές τε καὶ μέγα καὶ ἀραιὸν
10ἔχοντες τὸ πνεῦμα, περὶ ὧν ἔμπροσθεν αὐτάρκως διελέχθη. ἀλλ’ ἐπεὶ καὶ τοῦθ’ ἡμῖν τὸ βιβλίον ἱκανὸν ἤδη μέγεθος ἔχει, περὶ τῶν λοιπῶν ἁπάντων, ὅσα περὶ δυσπνοίας εἴρηται τῷ
παλαιῷ, διὰ τοῦ μετὰ ταῦτα σκεψόμεθα.887

7

.

888

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΥΣΠΝΟΙΑΣ
t2ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
1 Τὸν περὶ τῆς δυσπνοίας λόγον εἰς δύο δι‐ δασκαλίας τεμόντες, ἐν μὲν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ὅσα χρὴ γινώσκειν ὑπὲρ αὐτοῦ τὸν ἰατρὸν, ἅμα ταῖς οἰκείαις ἀπο‐ δείξεσιν ἐδηλώσαμεν· ἐν δὲ τῷ πρὸ τούτου δευτέρῳ καὶ αὐτῷ
5δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἱπποκράτει περὶ δυσπνοίας εἰρημένων ἐν ἅπασι τοῖς συγγράμμασιν ἐξήγησιν ποιούμεθα· ὥστε τοὺς μὲν αὐτῶν τῶν ἔργων τῆς τέχνης μόνων ἐφιεμένους, μηδὲν δ’, ὡς αὐτοί φασιν, πολυπραγμονεῖν ἀξιοῦντας ὑπὲρ τῶν τοῖς παλαιοῖς εἰρημένων, ἔχειν ἅπαν ἱκανῶς, ὃ σπουδάζουσιν, ἐκ
10τοῦ πρώτου λόγου· τοὺς δὲ καὶ τὴν Ἱπποκράτους γνώμην ἐπι‐
μαθεῖν ὀρεγομένους τε ἅμα καὶ δυναμένους, ἐκ τῶνδε τῶν888

7

.

889

γραμμάτων ἀναλέγεσθαι. τὸ μὲν οὖν ὀρέγεσθαι γνῶναι τὰ τοῖς ἀρίστοις εἰρημένα, κοινὸν ἁπάντων ἐστὶ τῶν φύσει φιλο‐ κάλων· τὸ δὲ καὶ δυνηθῆναι μαθεῖν αὐτὰ, μακροτέρου χρό‐ νου δεόμενον, οὐκέθ’ ὁμοίως πᾶσιν ὑπάρχει· πολλοὶ γὰρ ὑπὸ
5πολλῆς περιστάσεως πραγμάτων ἀποστεροῦνται τῆς περὶ τὰ κάλλιστα σχολῆς. ταῦτ’ ἄρα καὶ ἡμεῖς οἴδαμεν καὶ τὸ κατε‐ πεῖγον εἰς τὰ τῆς τέχνης ἔργα διήλθομεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἰδίᾳ δ’ ἑξῆς τὴν Ἱπποκράτους γνώμην ἐξηγούμεθα διὰ τῶν ὑπολοίπων δυοῖν γραμμάτων, ὧν τὸ
10μὲν δεύτερόν ἐστι, τὸ δὲ τρίτον γινόμενον κατὰ τὴν ἐξ ἀρχῆς τάξιν. καὶ χρὴ τὸν μέλλοντα τοῖς ἐν αὐτῷ λεγομένοις ἀκολου‐ θήσειν ὡμιληκέναι τῷ δευτέρῳ πρότερον ἐπιμελῶς, ἐν ᾧ πρῶ‐ τον μὲν τὴν ὅλην γνώμην ἐδείξαμεν τοῦ Ἱπποκράτους, ὅτι μη‐ δὲν τῶν ἐπιτυχόντων, μηδ’ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἴσασι,
15γράφειν ἀξιοῖ, δεύτερον δὲ καὶ κατὰ μέρος ἅπαντας ἐπήλθο‐ μεν τοὺς ἐν τῷ πρώτῳ τε καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους, ἐπιδεικνύντες ἐπὶ πολλῶν μὲν, ὅτι εἰ καὶ δυσπνοεῖν ἀναγκαῖον
ὂν τοῖς κάμνουσιν, ὅμως οὐκ ἔγραψε, καθάπερ οὐδ’ ἄλλα889

7

.

890

πολλὰ τῶν ἐξ ἀνάγκης τοῖς γεγραμμένοις ἑπομένων, ἃ γὰρ ἔστι καὶ χωρὶς τοῦ παρ’ ἐκείνου μαθεῖν, ἐξ ὧν εἶπεν ὁρμώμενον αὐτόν τινα ἐξευρεῖν, ταῦτ’ οὐκ ᾤετο χρῆναι γράφειν, ἐπὶ πολ‐ λῶν δὲ καὶ τὸ τῆς δυσπνοίας εἶδος αὐταῖς παραγράφει ταῖς
5τῶν νοσούντων διηγήσεσιν, ἐπειδὰν ἤτοι μὴ κατ’ ἀνάγκην ἕπη‐ ται τοῖς νοσοῦσιν, ἢ μὴ πρόχειρον ᾖ γνωσθῆναι τοῖς ἀναλεγο‐ μένοις αὐτοῦ τὰ γράμματα. τούτων οὖν ἐχόμενοι καὶ νῦν τῶν σκοπῶν, ἐπειδὴ τὸ πρῶτόν τε καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν διὰ τῶν ἔμπροσθεν ἐξηγησάμεθα, πάλιν ἀπὸ τοῦ δευτέρου τὴν
10ἀρχὴν ποιησόμεθα, συνάπτοντες αὐτῷ καὶ τὰ λοιπὰ τῶν Ἱπ‐ ποκράτους συγγραμμάτων. ὥσπερ δὲ τὸ πρῶτον καὶ τὸ τρί‐ τον οὐ μόνον ὑφ’ Ἱπποκράτους συγκεῖσθαι δοκεῖ τοῖς ἄριστα περὶ τούτων ἐγνωκόσιν, ἀλλὰ καὶ τῇ τῆς θεωρίας οἰκειότητι συνῆφθαι πρὸς ἄλληλα, τὸν αὐτὸν οἶμαι τρόπον ἔχειν καὶ τὰ
15κατὰ τὸ δεύτερον καὶ τὸ δʹ καὶ τὸ ἕκτον. ὡμολόγηται γὰρ οὖν ἤδη καὶ ταῦτα συνθεῖναι Θεσσαλὸν τὸν Ἱπποκράτους υἱὸν, τὰ μὲν αὐτοῦ τοῦ πατρὸς ἐν διφθέραις τισὶν ἢ δέλτοις εὑρόντα
ὑπομνήματα, προσθέντα δέ τινα καὶ αὐτὸν οὐκ ὀλίγα. τό γε890

7

.

891

μὴν πέμπτον τε καὶ ἕβδομον τῶν ἐπιδημιῶν οὐκ ἄν τίς μοι δοκεῖ τῆς Ἱπποκράτους γνώμης οἰκείας ἀξιῶσαι, κατ’ ἐμὴν δὲ γνώμην οὐδὲ τὸ τέταρτον, εἰ καί τισιν ἔδοξε καὶ τοῦθ’ ὑπὸ Θεσσαλοῦ συντεθῆναι· τὸ δὲ προγνωστικὸν καὶ τοὺς
5ἀφορισμοὺς καὶ τὸ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων, ἔτι τε τὸ περὶ διαίτης ὀξέων, ὅ τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, οὐκ ἀλόγως Ἱπποκράτους αὐτοῦ πεπίστευται γράμ‐ ματα εἶναι. τούτων τε οὖν τῶν βιβλίων ἔνθ’ ἂν ἡ χρεία καλῇ μνημονεύσομεν, ὅσα τ’ ἄλλα τὰ μὲν εἰς αὐτὸν Ἱπποκράτην, τὰ
10δὲ εἰς Εὐρυφῶντα καὶ Θεσσαλὸν καὶ Πόλυβον ἀναφέρουσιν. Ἀρκτέον οὖν ἤδη τῆς ἐξηγήσεως ἀπὸ τῆς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γεγραμμένης ῥήσεως, ἐχούσης ὧδε· πνεῦμα σμικρὸν, πυκνόν· μέγα, ἀραιόν· σμικρὸν, ἀραιόν· ἔξω μέγα, εἴσω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον.
15διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ἡ δ’ αὐτὴ ῥῆσις ἥδε ἐν τῷ ἕκτῳ γέγραπται τελεώτερον. ἐπὶ γὰρ
ταῖς τρίταις συζυγίαις αὐτῆς δυσπνοίας ἡ τετάρτη πρόσκειται,891

7

.

892

παραλελειμμένη σαφῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, οὐχ ὑπὸ τοῦ γράψαντος, ἐμοὶ δοκεῖν, αὐτοῦ· δῆλος γάρ ἐστιν οὐκ ἐξ ἐμπειρίας τινὸς καὶ μνήμης ἀθροίζων τὸ πλῆθος τῶν δυσπνοιῶν, ἀλλ’ ἐκ λογικῆς διαιρέσεως· οὐκ οὖν ἔμελλε παραλείψειν
5τινὰ δύσπνοιαν· ἀλλά τις τῶν παλαιῶν βιβλιογράφων ἥμαρ‐ τεν, ἔπειθ’ οὕτως ἔχον ἔφθασεν ἐκδοθῆναι τὸ βιβλίον, ἐφυ‐ λάχθη τε εἰκότως μέχρι δεῦρο τοῦτ’ αὐτὸ τὸ σφάλμα, τινῶν μὲν ὀλιγώρως ὁμιλούντων τοῖς τῶν παλαιῶν βιβλίοις, ὡς μήτ’ εἰ λείπει τι, μήτ’ εἰ δι’ ἑτέρου γράμματος εἴρηται, γνωρίζειν,
10ἐνίων δὲ γνωριζόντων μὲν, ἀλλὰ προσθεῖναι τὸ λεῖπον οὐ τολ‐ μώντων. οὐ γὰρ δὴ ὁμοίως τοῖς νῦν οἱ πρόσθεν εὐχερεῖς ἦσαν οὐδ’ ἕτοιμοι παραγράφειν παλαιὰν λέξιν ὡσαύτως γεγραμμένην ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἀλλ’ ἐπισημήνασθαι μόνον αὐτοῖς ἱκανὸν ἦν, ὡς ἐνταῦθα μὲν ἐλλιπῶς, ἐν τῷ ἕκτῳ δὲ τῶν ἐπι‐
15δημιῶν τελέως ἡ διαίρεσις γέγραπται τῶν δυσπνοιῶν, ἥ τε κατὰ μέγεθος καὶ μικρότητα καὶ πυκνότητα καὶ ἀραιότητα. δύο
γὰρ οὖν δὴ ταύτας ἀντιθέσεις ὁ Ἱπποκράτης, τήν τε κατὰ μέ‐892

7

.

893

γεθος καὶ μικρότητα καὶ τὴν ἀραιότητα καὶ πυκνότητα, δῆλός ἐστιν ἐπιπλέκων ἀλλήλαις, καὶ ποιῶν συζυγίας δυσπνοίας δʹ· μίαν μὲν ἐν ᾗ μικροτέρα τε ἅμα καὶ πυκνοτέρα τῆς κατὰ φύ‐ σιν ἡ ἀναπνοὴ γίγνεται, ἑτέραν δ’ ὅταν μείζων τε ἅμα καὶ
5ἀραιοτέρα, καὶ πρὸς ταύταις ἄλλην τρίτην ἐν ᾗ μικροτέρα τε καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις τετάρτην, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν παραλελεῖφθαί φαμεν, ἐν ᾗ μείζων τε ἅμα καὶ πυκνοτέρα γίγνεται. δέδεικται γάρ μοι πολλάκις, εἰ καὶ ἄρα χωρὶς τοῦ δειχθῆναι πρόδηλον ὑπάρχει πᾶσιν, ὡς δύο ἀντιθέ‐
10σεις ἀλλήλαις ἐπιπλεκόμεναι, τέσσαρας ἀπεργάζονται συζυγίας. οὐ μόνον δὲ κατ’ αὐτὸ διενήνοχεν ἡ ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ῥῆσις τῆς ἐν τῷ δευτέρῳ, ἀλλὰ καὶ καθ’ ὅσον ἐν τοῖς ἐφεξῆς, ὁπότε παραβάλλει τὸ τῆς εἰσπνοῆς μέγεθος τῷ τῆς ἐκπνοῆς, ἡ ἑτέρα συζυγία παραλέλειπται παντάπασιν ἐν τῷ δευτέρῳ,
15ἐνδεικνυμένου κᾀνταῦθα σαφῶς τοῦ γραφέως ἤτοι ῥᾳθυμίαν ἐσχάτην, ἢ ῥᾳδιουργίαν. εἰ μὲν γὰρ ὅλας ὑπερέβαινε λέξεις, ἐσχάτως ἦν ῥᾴθυμος· εἰ δὲ τὰς ὁμοίας ἀλλήλαις, ἀγνοῶν ὅπῃ
διαφέρουσιν, ἓν καὶ ταὐτὸν ἀμφοτέρας δηλοῦν ἐνόμιζεν, εἶτ’893

7

.

894

ἐξῄρει τὴν ἑτέραν, εἰς ἄκρον ἀφῖκτο περιεργίας, ἐπανορθωτὴν αὑτὸν τῶν Ἱπποκράτους συγγραμμάτων, οὐχ ὑπηρέτην, ἀπο‐ φαίνων. τοῦτο μὲν δὴ χρήσιμόν ἐστι μεμνῆσθαι πρὸς πολλὰς τῶν ἀσαφῶν ῥήσεων, ἐν αἷς ἤτοι παραλελεῖφθαί τι πιθανόν
5ἐστιν, ἢ παραγεγράφθαι. οὐδὲν γὰρ κωλύει κατ’ ἐκείνας, ἤτοι τὸ λεῖπον προστιθέντας, ἢ τὸ ἡμαρτημένον ἐπανορθοῦντας, ἀπεργάζεσθαι τέλεόν τε καὶ ἀληθῆ τὸν λόγον. ὥσπερ γὰρ τὸ με‐ ταγράφειν τὰς παλαιὰς ῥήσεις προπετὲς, οὕτω καὶ φυλάττοντας, ὡς γέγραπται, βραχείαις τέ τισιν ἢ προσθέσεσιν, ἢ ὑπαλλάξεσι
10διαλύεσθαι τὰς ἀπορίας, ἀγαθῶν ἐξηγητῶν ἐστιν ἔργον. ἀλλὰ περὶ τούτων μὲν οἶμαι δι’ αὐτῶν τῶν ἔργων ἐπιδείξειν ὀλίγον ὕστερον ἅπερ χρὴ δρᾷν. οὐ γὰρ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, αὐτὸ ποι‐ ητέον, ἀλλὰ μετὰ τοῦ δεικνύναι τήν τε τῶν πραγμάτων ἀλήθειαν, ἔτι τε πρότερον αὐτὴν τοῦ παλαιοῦ τὴν γνώμην οὕτως ἔχουσαν,
15ὁμολογεῖν τε ἀμφοτέρας κατὰ τὴν λέξιν μετακοσμηθεῖσαν. Ἐπὶ δὲ τὸ προκείμενον ἤδη χωρήσαντες, καὶ παραθέμενοι τὴν τελεωτέραν λέξιν, τὴν ἐν τῷ ἕκτῳ τῶν
ἐπιδημιῶν, ἴδωμεν ὁποῖός τις ὁ νοῦς αὐτός ἐστιν. ὅτι μὲν γὰρ894

7

.

895

ἐκ διαιρέσεως λογικῆς εὑρίσκειν ἐπιχειρεῖ τὰς διαφορὰς ἁπάσας τῶν δυσπνοιῶν, τοῦτο μὲν καὶ τοῖς ἐξηγησαμένοις αὐτοῦ τὰ βιβλία δοκεῖ, καὶ πάντῃ ῥᾴδιον εἶναι νομίζω συμβαλεῖν· εἰ δ’ ὀρθῶς διαιρεῖται, καὶ εἰ μηδὲν παραλείπει δυσπνοίας εἶδος,
5οὐκ ἔτι τοῦτο ῥᾴδιον ἅπασιν ἐξευρεῖν, ἀλλὰ καὶ τῆς διαιρετι‐ κῆς μεθόδου χρεὼν ἔμπειρον εἶναι τὸν περὶ τούτων κρινοῦντα, καὶ τῶν Ἱπποκράτους δογμάτων οὐκ ἀμελέτητον. ἡ μὲν δὴ μέθοδος ἀποβλέπειν φησὶ χρῆναι πρὸς τὸ διαιρούμενον, ὁποῖον τὴν φύσιν ἐστίν. εἰ μὲν γὰρ ἁπλοῦν εἴη, τὰ κατὰ τὸν τῆς
10οὐσίας αὐτοῦ λόγον ὑπάρχοντα, πόσα τ’ ἐστὶ καὶ τίνα καὶ ὁποῖα, σκοπεῖσθαι, κᾀκ τούτων διαιρεῖσθαι· συνθέτου δ’ ὄν‐ τος, ἑκάτερον μὲν, ἢ ἕκαστον τῶν μερῶν, ὡς εἴρηται, διαι‐ ρεῖν, τὸ δ’ ὅλον ἐκ τοῦ τρόπου τῆς συνθέσεως. ἡ δ’ Ἱππο‐ κράτους γνώμη περὶ τῆς συνθέσεως, ἥ τίς ποτέ ἐστιν, εἴρηται
15μὲν ἡμῖν ἐν ἑτέροις ἐπιπλεῖστον, εἴρηται δὲ καὶ ἐν τοῖς ἔμ‐ προσθεν, ὥστ’ οὐδὲν κωλύει πρὸς τούτους τοὺς σκοποὺς ἀπο‐ βλέποντας ἐπισκέψασθαι τὴν τῶν ἐπιδημιῶν ῥῆσιν, ὡδί πως
ἔχουσαν· πνεύματα μικρὰ πυκνὰ, μεγάλα ἀραιά· μικρὰ ἀραιὰ,895

7

.

896

μεγάλα πυκνά· ἔξω μέγα, εἴσω μικρόν· εἴσω μέγα, ἔξω μι‐ κρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανά‐ κλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ὅτι μὲν οὖν οὐχ ἡ τετάρτη μόνη κατὰ τὸ πυκνὸν καὶ μέγα συζυγία παραλέλει‐
5πται κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἀλλὰ καὶ τῶν ἐφεξῆς δυοῖν, ἐν οἷς παραβάλλει τὴν ἐκπνοὴν τῇ εἰσπνοῇ, καὶ τού‐ των ἡ δευτέρα γέγραπται μὲν ἐν τῇ νυνὶ προχειρισθείσῃ, πα‐ ραλέλειπται δ’ ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, πρόχειρον συν‐ ιδεῖν. οὐκέτι γὰρ ἐκείνῳ βιβλίῳ πρόσκειται τὸ, εἴσω μέγα, ἔξω
10μικρὸν, ἀλλὰ περὶ θατέρου μόνον εἴδους τῆς δυσπνοίας δη‐ λοῦται, καθ’ ὃ μέγα μὲν ἐκπνεῖται πνεῦμα, μικρὸν δὲ εἰσ‐ πνεῖται. πολλαχόθι μὲν οὖν εὑρίσκειν ἔστι καὶ προσγεγραμ‐ μένον τοῦτο τὸ λεῖπον, ἀλλ’ ἐν τοῖς πλείστοις καὶ ἀξιοπιστο‐ τάτοις τῶν ἀντιγράφων παραλέλειπται, καὶ οὐδὲν τοῦτό γε
15πρὸς τὸ παρὸν διαφέρει. πρόκειται γὰρ ἡμῖν τὴν τελεωτέραν ῥῆσιν ἐπισκοπεῖσθαι, τὴν νῦν γεγραμμένην. ὅτι μὲν οὖν ἐκ τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος ἡ τῆς ὅλης ἀνα‐ πνοῆς ἐνέργεια σύνθετος ὑπάρχει, καὶ ὅτι τὸ μὲν ἕτερον αὐτῆς
τῶν μερῶν εἰσπνοὴ, τὸ δ’ ἕτερον ἐκπνοὴ προσαγορεύεται,896

7

.

897

λέλεκται μὲν καὶ διὰ τοῦ πρώτου γράμματος εὐθὺς κατ’ ἀρχὰς, ἀλλὰ κᾂν εἰ μὴ πρὸς ἡμῶν εἴρηται, σχεδὸν οὐδεὶς ἀγνοεῖ. ὅτι δ’ οὐδενὸς ἄλλου τῶν πάντων ἢ κινήσεως ἴδια τάχος τ’ ἐστὶ καὶ βραδύτης, εἴρηται μὲν ἤδη καὶ τοῦτ’ ἔμπροσθεν, ἀλλὰ καὶ
5νῦν εἰς ἀνάμνησιν ἡκέτω. μέγεθος μέντοι καὶ σμικρότης ὥσ‐ περ οὐκ ἴδια κινήσεως, οὕτως ἀχώριστα παντὸς τοῦ κατὰ διαστήματος φερομένου. καὶ διὰ τοῦτο καθ’ ἑκάτερον τῶν μερῶν τῆς ἀναπνοῆς ἀντιθέσεις διαφορῶν διτταὶ γενή‐ σονται, μία μὲν ἡ κατὰ τάχος καὶ βραδυτῆτα, δευτέρα δὲ ἡ
10κατὰ μέγεθος καὶ μικρότητα. τῆς δ’ ὅλης ἀναπνοῆς, ὅτι ἑτέρα ἀντίθεσίς τίς ἐστι κατὰ πυκνότητά τε καὶ ἀραιότητα συνισταμένη, καὶ τοῦτ’ ἔμπροσθεν εἴρηται, καὶ ὡς ἥδε ἀντί‐ θεσις οὐχ ὡς κινήσεως τῆς ἀναπνοῆς, ἀλλ’ ὡς συνθέτου πράγ‐ ματος, ἐκ διαστάσεών ἐστι συγκειμένη. ὥστ’ ἐν τρισὶ τούτοις
15γένεσιν ἀνάγκη πάσας εἶναι τὰς τῆς ἀναπνοῆς διαφοράς· ἐν τάχει μὲν καὶ βραδυτῆτι, διότι κινήσεως ἁπάσης ἴδιά τε καὶ ἀχώριστα ταῦτ’ ἐστίν· ἐν μεγέθει δὲ καὶ μικρότητι, διότι κατὰ
διαστήματος ἡ τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις· πυκνότης897

7

.

898

δὲ καὶ ἀραιότης, τὸ τρίτον τῶν εἰρημένων γενῶν, οὐδετέρου μέν ἐστι τῶν οἰκείων τε καὶ πρώτων μερῶν τῆς ἀναπνοῆς οὔτ’ ἴδιον οὔτ’ ἀχώριστον, ὅλης δὲ μέρος γίνεται κατά τι συμβεβηκὸς, ἐπειδὴ σύνθετον πρᾶγμά ἐστιν ἐκ δυοῖν ἐναντίων κινήσεων ἡσυχίᾳ
5διαιρουμένων. αὗται μὲν οὖν αἱ πρῶται διαφοραὶ τῆς ὅλης ἀναπνοῆς. τῷ δ’ εἶναι ποιεῖν τι καὶ πάσχειν πεφυκὸς τὴν ἀνα‐ πνοὴν, εἴη ἄν τι καὶ ἄλλο γένος ἐν αὐτῷ διαφορῶν, ἑκατέρου τῶν μορίων ὁμαλῶς ἢ ἀνωμάλως ἐπιτελουμένου· καὶ μὴν καὶ ἄλλο πάλιν ὅλης αὐτῆς ὡς συνθέτου, παραβαλλομένων ἀλλή‐
10λοις τῶν μορίων. τούτων οὕτως ἐχόντων, ἰστέον τὰς μὲν πρώτας γεγραμμένας ἐν τῇ προκειμένῃ ῥήσει δυσπνοιῶν διαφο‐ ρὰς τέτταρας ὅλης ἀναπνοῆς ὑπάρχειν· οὐδετέρου γὰρ τῶν μερῶν ἐστι πυκνότης καὶ ἀραιότης, εἴγε δὴ μεμνήμεθα τῶν εὐ‐ θὺς κατ’ ἀρχὰς τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἰρημέ‐
15νων. οὕτως δὲ καὶ τὰς ἐφεξῆς αὐτῶν τὰς δύο, καὶ γὰρ ἐν ταύ‐ ταις παραβάλλεται τὰ δύο μόρια τῆς ὅλης ἀναπνοῆς, καὶ διὰ τοῦθ’ οὕτως γέγραπται, ἔξω μέγα, εἴσω μικρὸν, εἴσω μέγα,
ἔξω μικρὸν, δηλονότι πνεῦμα· τὰς δ’ ἐφεξῆς δύο διαφορὰς,898

7

.

899

ἐν αἷς λέγεται τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον, τῶν μερῶν τῆς ἀναπνοῆς θατέρου νομιστέον ἰδίας ὑπάρχειν, ὃ δὴ κατὰ τὴν οὐσίαν εἶναι μάλιστα τῆς ἀναπνοῆς ἔφαμεν· ἐκτεῖνον μὲν γὰρ τὸ βραδὺ, κατεπεῖγον δὲ τὸ ταχύ. βραδύτης δὲ καὶ ταχύ‐
5της ἁπάσης κινήσεως ἀχώριστα. τὸ δ’ ἐφεξῆς λεγόμενον, τὸ, διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν, ἔστι μὲν εἰσ‐ πνοῆς ἀνωμάλου δηλωτικὸν, ἐπιζητεῖ δὲ τὴν αὐτὴν ἀντίθεσιν ἐπὶ τῆς ἐκπνοῆς, ἣν ἐγὼ πέπεισμαι παραλελεῖφθαι πρὸς τῶν μεταγραφόντων μᾶλλον ἢ πρὸς Ἱπποκράτους αὐτοῦ, εἴγε δὴ
10φαίνεται μεμνημένος ἐν ἑτέροις συγγράμμασι καὶ τοῦ τοιούτου τῆς δυσπνοίας εἴδους, ὡς ἐπιδείξω σαφῶς ἐν τοῖς ἐφεξῆς· εἰ δέ τῳ δοκεῖ πρὸς Ἱπποκράτους αὐτοῦ παραλελεῖφθαι, οὗτος αἱρεῖται τὰ χείρω πρὸ τῶν βελτιόνων· τὸ μὲν γὰρ μηδ’ ὅλως ἀνωμαλίας μνημονεῦσαι κατὰ μηδ’ ἕτερον τῶν τῆς ἀναπνοῆς
15μερῶν, ἀλλὰ τελέως ἐπιλαθέσθαι τε καὶ παραλιπεῖν, ἦν μὲν οὐδὲ τοῦτο κατὰ τὴν Ἱπποκράτους ἐπιμέλειαν, ἀλλ’ ἔγωγ’ ἂν εἰ
καὶ τὸ νῦν γεγραμμένον ἐπὶ τῆς εἰσπνοῆς οὐδ’ ὅλως ἐγέγραπτο,899

7

.

900

τοῦ γραφέως ἁμάρτημα ὑπάρχειν αὐτὸ μᾶλλον ἢ Ἱπποκράτους εἰπεῖν ἐτόλμησα, λόγον δ’ ἂν οὖν εἶχεν οὕτω τινὰ τοῖς τὰ χείρω νοοῦσιν· ἐπεὶ δὲ καὶ τὸ τῆς εἰσπνοῆς εἶδος ἐμήνυσε σαφῶς οὕ‐ τως, ὡς μὴ μόνον εἰπεῖν διπλῆν εἴσω γίγνεσθαι τοῦ πνεύματος
5τὴν ἐπανάκλησιν, ἀλλὰ καὶ τὸ οἷον ἐπεισπνέουσι προσθεῖναι, πῶς ἄν τις ἔθ’ ὑπολάβοι τῆς ἐκπνοῆς αὐτὸν ἐπιλαθέσθαι; περὶ μὲν οὖν τούτων καὶ αὖθις, ἐφεξῆς δὲ πρόσκειταί τις ἀντίθεσις ἄλλη δυσπνοιῶν, ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς ὡδί πως γε‐ γραμμένη· θερμὸν, ψυχρόν· ἵνα δηλονότι κᾀνταῦθα προσυ‐
10πακούωμεν τὸ πνεῦμα. καθάπερ γὰρ μέγα καὶ μικρὸν, καὶ πυκνὸν καὶ ἀραιὸν, οὕτω καὶ θερμὸν καὶ ψυχρὸν ἐκ‐ πνεῖται τὸ πνεῦμα. καίτοι κᾀνταῦθα παρακούοντές τινες ἐξ ὧν αὐτοὶ μὴ συνίασιν, ἐπανορθοῦνται καὶ μεταγράφειν τὴν λέξιν τολμῶσιν, οὐ ψυχρὸν καὶ θερμὸν, ὡς νῦν εἴρηται, γρά‐
15φοντες, ἀλλὰ συνάπτοντες αὐτὰ τῷ προειρημένῳ, καὶ οὕτως ἀναγινώσκοντες, οἷον ἐπεισπνέουσι θερμῷ ψυχρόν. οὗτοι μὲν
οὖν πρὸς τὸ μηδένα νοῦν ἔχουσαν ἐργάζεσθαι τὴν λέξιν, ὅτι900

7

.

901

μηδ’ ἀνεγνώκασι τὰ τοῦ παλαιοῦ βιβλία, κατάδηλοι γίνονται· πάντως γὰρ ἂν ἐμέμνηντο τῶν ἐν ἑτέροις ὑπ’ αὐτοῦ γεγραμμέ‐ νων περί τε θερμῆς καὶ ψυχρᾶς ἐκπνοῆς, ἃ τίνα λόγον εἶχεν ἢ ἐν ἐκείνοις αὐτὸν γράφειν, ἢ ἐνταῦθα παραλιπεῖν, οὐκ ἂν εἰ‐
5πεῖν ἔχοιεν. εἰ μὲν γὰρ οὐκ ἐνόμιζεν ἐκ τῶν δυσπνοιῶν εἶναι τὴν θερμὴν καὶ ψυχρὰν ἐκπνοὴν, οὐ καλῶς ἐν ἑτέροις ὡς δυσ‐ πνοιῶν ἐμνημόνευσεν· εἰ δ’ ὀρθῶς ἐν ἐκείνοις ἔπραξεν, οὐκ ὀρθῶς νῦν παρέλιπεν. ἀλλ’ οὐχ ὧδ’ ἔχει ταῦτα· καὶ γὰρ ἐν‐ ταῦθά τε καλῶς ἐν τῇ διαιρέσει τῶν δυσπνοιῶν περιέχονται
10καὶ τί ποτ’ οὖν δηλοῦν πεφύκασιν, ὀρθῶς ἐν ἑτέροις εἴρηται. Καταλιπόντες οὖν ἤδη τοὺς οὕτω παρακούον‐ τας τοῦ παλαιοῦ καὶ παντὸς μᾶλλον ἢ τῆς γνώμης αὐτοῦ συνιέντας, αὐτοὶ καθ’ ἡμᾶς αὐτοὺς ἐπισκεψώμεθα, τί δή ποτε κατὰ τὸ προγνωστικὸν γράμμα περὶ δυσπνοίας ὧδέ πως γρά‐
15φει· πνεῦμα πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι, μέγα δὲ ἀναπνεόμενον καὶ
διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸν δὲ ἐκ‐901

7

.

902

πνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται· φαίνεται γὰρ ἐν τούτῳ τῷ βιβλίῳ τριῶν τού‐ των μόνον δυσπνοιῶν μνημονεύων, καίτοι γ’ εἰ μὲν τοσαῦται μόνον εἰσὶν, τί δή ποτε πολὺ πλείους ἐν τοῖς τῶν ἐπιδημιῶν
5αὐτὸς ἔγραψε; εἰ δὲ οὕτως εἰσὶ πολλαὶ, τί δή ποτε ὀλιγίστων ἐμνημόνευσεν ἐν τῷ προγνωστικῷ; ἢ τὸν μὲν ἀριθμὸν αὐτῶν ἐπίστασθαι ἐνόμιζε χρηστὸν, ὁποῖον δέ τι δηλοῦν ἑκάστη πέ‐ φυκεν, οὐκ εἶναι χρηστόν; ἢ μόναις ταῖς εἰρημέναις δηλοῦν ὑπάρχει τι, ταῖς δ’ ἄλλαις οὐδὲν, ἀλλ’ ἐνδέχεταί ποτ’ ἀναπνεῖν
10μὲν παρὰ φύσιν, οὐδεμίαν δ’ εἶναι διάθεσιν ἐν τῷ ζώῳ παρὰ φύσιν; ἢ τοσοῦτον δεῖ τοῦτ’ ἀληθὲς ὑπάρχειν, ὥστ’ ἀνάγκη πᾶσα τὴν παρὰ φύσιν ἐν τῷ ζώῳ διάθεσιν αὐτὴν γίγνεσθαι τῆς δυσπνοίας αἰτίαν; εἴπερ οὖν λόγον αἰτίας ἡ διάθεσις ἔχει πρὸς τὴν δύσπνοιαν, εἴη ἂν οὕτω καὶ χρόνῳ καὶ τάξει καὶ
15δυνάμει πρότερον. πῶς οὖν φαίνεται παραλιπὼν ὁ Ἱπποκρά‐ της ἐν τῷ προγνωστικῷ τοσοῦτον ἀριθμὸν δυσπνοιῶν; ἐγὼ
μὲν διὰ ταῦτ’ ἐβουλόμην καὶ παραβάλλειν τοὺς ἐξηγητὰς ἀλλή‐902

7

.

903

λοις καὶ ζητεῖν καὶ λύειν· ἔχει δ’ οὐχ ὧδε· τῶν μὲν γὰρ ἐξη‐ γουμένων τίς ἄν τις καὶ μνημονεύοι; τῶν δ’ ἔμπροσθεν, ὧν γε καὶ πρὸς ἡμᾶς ὑπομνήματα διασώζεται, πολλοὺς μὲν καὶ μακροὺς λήρους καταγεγραμμένους εὑρεῖν ἔστι, τὰ δ’ οὕτως
5ἐπίκαιρα παραλέλειπται τελέως. ἀλλ’ ἡμεῖς γε ζητῶμεν αὐτὰ, κᾂν μηδεμίαν ὁδὸν εἰς τὴν εὕρεσιν ὑπ’ ἐκείνων ἔχωμεν παραδε‐ δομένην. εἴρηται μὲν δὴ κᾀν τοῖς περὶ τῆς ἀρίστης αἱρέσεως κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅπως χρὴ τὰ τοιαῦτα πάντα καὶ ζητεῖν καὶ ἀνευρίσκειν· ἀλλὰ κᾀν
10τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων διττὴν ὁδὸν ἔδειξα τῆς τῶν τοιούτων εὑρέσεως, ἑτέραν μὲν ἐκ τῶν ἐν τῇ δυσπνοίᾳ διαφορῶν ὁρμωμένην, ἑτέραν δ’ ἀπὸ τῶν ἐν τοῖς ἀναπνευ‐ στικοῖς ὀργάνοις διαθέσεων, ἣν καὶ ῥᾴω τε καὶ σαφε‐ στέραν ὑπάρχειν ἔλεγον· καὶ ὅστις ἐκείνοις ἐπιμελῶς ἐνέτυχε
15τοῖς γράμμασιν, οὐ δεήσεται λόγων πολλῶν εἰς τὴν τῶν παρ‐ όντων λύσιν· εἰ δ’ ἤτοι ῥᾳθύμως ἐκείνοις ὡμίλησεν, ἢ ἄλλως ἐστὶ δυσμαθὴς, ὁ μὲν ῥᾴθυμος αὖθις (ἢ) ἀναλεξάμενος αὐτὰ
πάλιν ἐπὶ ταῦθ’ ἡκέτω· ὁ σκαιὸς δ’ ἄλλό τι πραττέτω, γι‐903

7

.

904

νώσκων ὡς οὐχ οἵα τε μεγάλου γνώμην ἀνδρὸς ἐκμαθεῖν φύ‐ σις μικρὰ, ὁποῖος ἦν ὁ Ἱπποκράτης. ἃ γοῦν οὐδεὶς ἔμ‐ προσθεν οὔτε προὔβαλεν οὔτ’ ἠπόρησεν οὔτ’ ἐζήτησεν οὔθ’ εὗρεν, ἐγὼ καὶ προβαλῶ καὶ ἀπορήσω καὶ ὅπως χρὴ ζητεῖν
5ἐρῶ καὶ σὺν θεοῖς εὑρίσκειν ἐλπίζω. τὸ μὲν δὴ πρόβλημα καὶ μικρῷ πρόσθεν εἴρηταί μοι, τί δή ποτε τοσαῦτα δυσ‐ πνοιῶν εἴδη παρέλιπεν ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ· τὸ δ’ ἀπόρημα νῦν εἰρήσεται τῶν ἐν τῷ πρώτῳ λόγῳ γε‐ γραμμένων ἀναμνήσαντι πρότερον. ἁπάσας γὰρ τῶν δυσ‐
10πνοιῶν τὰς διαφορὰς ἐν ἐκείνοις τοῖς λόγοις εἰς πέντε τὰ πάν‐ τα γένη διαθέσεών τε καὶ δυσπνοιῶν ἀνήγαγον, ὥστ’ ἀπορώ‐ τερον ἔτι τὸ πρόβλημα καθίσταται, τῆς μόνης ἔθ’ ὑπολειπο‐ μένης ἐλπίδος ἀνῃρημένης. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς ὅτου δή ποτε τῶν ὄντων διαφοραὶ πλείους μὲν ὑφ’ ἑτέ‐
15ρου τινὸς ἢ ἀνδρὸς ἢ γράμματος, ἥττους δ’ ὑφ’ ἑτέρου λέ‐ γονται, μία μόνη τῆς συμφωνίας ἐλπὶς, εἴ τις ἐπιδεῖξαι δύ‐
ναιτο τὸν μὲν ἐν τοῖς πρώτοις μέρεσι τῆς διαιρέσεως μεμενη‐904

7

.

905

κότα, τὸν δὲ καὶ κατατέμνοντα. ταύτης τοίνυν ἡμῶν ἀφῃ‐ ρημένης τῆς ἐλπίδος (ἐδείχθη γὰρ ἐν τῷ πρώτῳ λόγῳ, μήτε τῶν διαθέσεων μήτε τῶν δυσπνοιῶν εἰς ἀριθμὸν ἐλάττονα δύνασθαι ἀναχθῆναι τὰ γένη) τίς ἂν ἔτι μηχανὴ τῆς λύσεως
5τῶν νῦν ζητουμένων εὑρεθείη; τά τε γὰρ ἄλλα καὶ πρὸς τῷ παραλελεῖφθαί τινα τῶν πρώτων γενῶν ἔτι καὶ τὸ διεσπά‐ σθαί τε καὶ κακῶς ἀντιδιῃρῆσθαι πρὸς ἄλληλα καὶ ἀσαφῶς ἡρμηνεῦσθαι μέμψαιτ’ ἄν τις ἐν τῷ προγνωστικῷ, καίτοι γ’ εἴπέρ τῳ καὶ ἄλλῳ τῶν Ἱπποκράτους βιβλίων ὑπάρχοντι
10σαφεῖ. καὶ μὴν ἀσαφές τε ἅμα καὶ ἀδιόριστόν ἐστι τὸ κατὰ τὴν ἀρχὴν εὐθὺς εἰρημένον τῆς λέξεως· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρε‐ νῶν χωρίοισιν. εἰ μὲν γὰρ μὴ διττὸν ἦν τὸ πυκνὸν πνεῦμα, θάτερον μὲν μετὰ μεγέθους, θάτερον δὲ μετὰ σμικρότητος,
15ἢ εἰ μὴ διαφόρου διαθέσεως ἑκάτερον αὐτῶν ἔκγονον ὑπῆρχεν, εὐλόγως ἂν ὁ Ἱπποκράτης ἢ ἄτμητον αὐτὸ κατέλιπε, ἢ τοῦ δηλουμένου καθ’ ἑκάτερον τὴν διαφορὰν οὐκ ἐμήνυσεν· ἐπεὶ
δ’ αὐτός τε σαφῶς ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἕτερον μὲν905

7

.

906

τὸ πυκνὸν ἅμα καὶ σμικρὸν, ἕτερον δὲ τὸ πυκνὸν καὶ μέγα γινώσκει, καὶ ἡμεῖς ἀπεδείξαμεν ἐκ τῶν πρώτων εἶναι διαφο‐ ρῶν αὐτὰ, κακῶς ἄτμητον ἐάσας τὸ πυκνὸν, ἁπλῶς οὕτως εἰπὼν ἠρκέσθη· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει
5ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. ἓν μὲν δὴ τοῦτ’ ἄπορον. ἐφεξῆς δὲ τῆς τρίτης διαφορᾶς μνημονεύ‐ σας ὡδί· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, πα‐ ραφροσύνην σημαίνει· καὶ ταύτην εἰπὼν μόνην σαφῶς τῶν πρώτων διαφορῶν, οὐδ’ ὁτιοῦν τῆς παρακειμένης αὐτῇ
10τῆς ἀραιόν τε καὶ μικρὸν ἀποδεικνυούσης τὸ πνεῦμα δυσπνοίας ἐμνημόνευσε, καίτοι γε ὥσπερ τὸ πυκνὸν πνεῦμα διττὸν ἦν, μεγέθει καὶ σμικρότητι διαιρούμενον, οὕτω καὶ τὸ ἀραιὸν διττὸν ἐξ ἀνάγκης ἐστὶ, μεγέθει καὶ σμικρότητι διαιρούμενον. θατέρου δὲ μόνου κατὰ τὸ προγνωστικὸν ἐμνημόνευσεν εἰπών·
15μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύ‐ νην σημαίνει· ἕτερον δὲ τὸ ἀραιὸν ἅμα καὶ σμικρὸν παρα‐ λελεῖφθαι φαίνεται. ὥστ’ ἐκ τῶν τεσσάρων συζυγιῶν, ἃς ἐν
τῇ ἐπιδημίᾳ ἔγραψε, τὰς μὲν δύο τὰς πρώτας ἀδιορίστως τε906

7

.

907

καὶ ἀσαφῶς καὶ συγκεχυμένως εἰρῆσθαι, μόνην δ’, ὡς ἔφαμεν, τὴν τρίτην, αὐτήν τε καὶ τὸ δηλούμενον ὑπ’ αὐτῆς, ἄμφω γε‐ γράφθαι σαφῶς. οὐ μόνον δ’ ἐν τούτοις ἀσαφής τε ἅμα καὶ ἀδιόριστος καὶ παραλιπὼν τὰ πλείω δόξειεν ὑπάρχειν ὁ λό‐
5γος, ἀλλὰ κᾀξ ὧν ἐπιφέρων φησί· ψυχρὸν δ’ ἐκπνεόμενον ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνε‐ ται. τί δήποτε γὰρ, εἰ τὰς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν διαφορὰς ἐπελθεῖν ἐγνώκει, τῆς ψυχρᾶς ἐμνημόνευσε μόνης; ἔτι τε τί δή ποτε μὲν τῶν ἄλλων δύο, ἥν τε ἀδιορίστως ὀνο‐
10μάζει πυκνὸν πνεῦμα καὶ ἣν διοριζόμενος ἀραιὸν καὶ μέγα, τὰς διαθέσεις αὐτὰς μόνας παρέγραψεν, οὐ μὴν εἰς ὅ τι τε‐ λευτήσουσιν ἐμήνυσε, πόνον μὲν καὶ φλεγμονὴν ὑπὸ τῆς πυ‐ κνῆς, παραφροσύνην δ’ ὑπὸ τῆς ἀραιᾶς τε ἅμα καὶ μεγάλης δυσπνοίας δηλοῦσθαι φάμενος; ἐπὶ δὲ τῆς κατὰ τὸ ψυχρὸν
15διαφορᾶς ἐς ὅ τι μὲν τελευτήσει λέγει· φησὶ γὰρ ὀλέθριον εἶναι κάρτα τὸ τοιοῦτον πνεῦμα· τὴν διάθεσιν δ’ ἀφ’ ἧς οὕ‐ τω δυσπνοοῦσιν, ἀσαφεστέραν οὖσαν, οὐκέτι λέγει, βέλτιον
ὂν ἐπὶ πασῶν τῶν δυσπνοιῶν καὶ τὰς διαθέσεις αὐτὰς εἰπεῖν,907

7

.

908

αἵ τινές ποθ’ ὑπάρχουσι, καὶ τὸν τρόπον αὐτῶν προσγράψαι, διορίζοντα τὰς ἐπιεικεῖς ἀπὸ τῶν κακοηθῶν. οὐ τοίνυν οὕτως ἐποίησεν, ἀλλ’ ἐπὶ μὲν τῶν προτέρων δυσπνοιῶν τὰς διαθέ‐ σεις, ἐπὶ δὲ τῆς ἐσχάτης τὸν τρόπον μόνον ἐδήλωσεν. ὃ δὴ
5πάντων ἀφυκτότατόν ἐστι τῶν ἐγκλημάτων, τὸ μηδὲν ὅλως εἰρῆσθαι περὶ τῆς ἀνωμάλου δυσπνοίας, ἤδη δὴ καὶ αὐτὸ προσκείσθω τῷ λόγῳ. τὸ μὲν γὰρ ἐκτεῖνον καὶ κατεπεῖγον πνεῦμα καὶ τὸ ἔξω μέγα καὶ εἴσω μικρὸν, οὐκ εἴρηται μὲν οὐδ’ αὐτὰ διὰ τοῦ προγνωστικοῦ γράμματος, ἐξ ὧν δὲ ἡμεῖς
10ἐν τῷ πρώτῳ λόγῳ διήλθομεν, ἐν ταῖς τέσσαρσι τῶν δυσ‐ πνοιῶν συζυγίαις εὑρίσκεται περιεχόμενα· τὴν δέ γε πέμπτην ἀνώμαλον, ἧς τὸ μὲν ἥμισυ μέρος ἐν τοῖς τῶν ἐπιδημιῶν ἔγραψε, διπλῆν εἴσω φάμενος ἐπανάκλησιν, ἐν δὲ τῷ προ‐ γνωστικῷ τελέως παρέλιπεν, οὐκ ἔστιν ὑπ’ οὐδεμιᾶς τῶν τετ‐
15τάρων συζυγιῶν κατ’ οὐδένα τρόπον εὑρεῖν περιεχομένην. αἱ μὲν οὖν ἀπορίαι τοσαῦταί τε καὶ τοιαῦται. Χρὴ δὲ τοὐντεῦθεν μὴ τοῖς πολλοῖς τῶν
ἀντιλεγόντων Ἱπποκράτους παραπλησίως, καὶ ἡμᾶς τὰς μὲν908

7

.

909

ἀπορίας εὐπόρως ἐξευρίσκειν, ἐν δὲ ταῖς λύσεσιν αὐτῶν ἀπο‐ ρεῖν, ἀλλὰ πρῶτον μὲν ὁδόν τινα τῆς εὐπορίας εὑρεῖν, ἐφε‐ ξῆς δ’ ἀποδείξει πιστώσασθαι τὰ δι’ αὐτὴν εὑρεθέντα. τίς οὖν ὁδὸς τῆς εὐπορίας; χρὴ γὰρ ἐντεῦθεν ἄρξασθαι· μία μὲν
5ἡ κοινὴ πάντων τῶν παλαιῶυ συνήθης βραχυλογία· δευτέρα δὲ Ἱπποκράτους αὐτοῦ μεγαλοφροσύνη. δέδεικται γὰρ ἡμῖν δεινὸς πολλάκις ὁ ἀνὴρ οὗτος, ὅσα μὲν καὶ τοῖς ἄλλοις ἰατροῖς ἐστι γνώριμα παρατρέχων, ὡς ὑπὸ μηδενὸς τῶν γνησίως ἀσκούντων τὴν τέχνην ἀγνοηθῆναι δυνάμενα, τὰ δὲ τοῖς τοι‐
10ούτοις ἀγνοούμενα πάντ’ ἐπιμελῶς τε ἅμα καὶ σαφῶς ἐξηγού‐ μενος. εἰ δὴ τοῦτ’ ἐστὶν ἔθος αὐτῷ, τί θαυμαστὸν ἀμφισ‐ βητουμένην τε καὶ ἀσαφῆ τοῖς πολλοῖς δυσπνοίας διαφορὰν τὴν κατὰ μέγεθός τε καὶ ἀραιότητα διά τε τῶν ἄλλων συγ‐ γραμμάτων ἐπιδεῖξαι πειραθῆναι παραφροσύνης ἰδίαν οὖσαν
15ἔν τε τῷ προγνωστικῷ σαφοῦς ἀξιῶσαι διδασκαλίας, τὰς δὲ τῆς πυκνότητος, ὡς ἂν μηδὲ ταύτας ἀγνοηθῆναι τοῖς ἰατροῖς δυναμένας, ἑνὶ κεφαλαίῳ περιλαβόντα, διὰ ταχέων δηλῶσαι;
ἔν τε γὰρ πλευρίτισι καὶ περιπνευμονίαις καὶ συνάγχαις καὶ909

7

.

910

ὀρθοπνοίαις πυκνὸν καὶ μικρὸν γίνεται τὸ πνεῦμα· καὶ εἰ μὴ πλευρῖτις δ’ εἴη, μόνη δ’ ὀδύνη κατὰ τὰς πλευρὰς ὑπάρ‐ χοι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα, καθάπερ εἰ καὶ περὶ τὸ στόμα τῆς κοιλίας, ἢ τὸν στόμαχον, ἢ τοῦ σπληνὸς τὴν κε‐
5φαλὴν, ἢ τοῦ ἥπατος τὰ κυρτά. καὶ γὰρ οὖν κᾀνταῦθα πόνου τινὸς ὑπάρχοντος, ἀνάγκη μικρὸν καὶ πυκνὸν γενέσθαι τὸ πνεῦ‐ μα, καὶ πολύ γε μᾶλλον, εἰ περὶ τὸ διάφραγμα γένοιτο καὶ τὸ συνάπτον αὐτοῦ τῷ περιτοναίῳ καὶ τοὺς μῦς τοὺς περικειμέ‐ νους αὐτόθι. καίτοι κᾂν εἰ μὴ τῇδε μόνον, ἀλλὰ καὶ κατωτέρω
10μειζόνως πεπονθὸς τὸ περιτόναιον, αἰσθάνεταί τε τῆς βλάβης αὐτοῦ τὸ διάφραγμα καὶ οὕτω μικρὸν καὶ πυκνὸν ἐργάζεται τὸ πνεῦμα. καὶ τῆς γαστρὸς αὐτῆς αἱ μείζους διαθέσεις, αἱ σὺν ὀδύνῃ τε καὶ ὄγκῳ, καὶ τοῦ σπληνὸς τὰ κάτω καὶ τοῦ ἥπατος, οὐδὲν ἧττον καὶ αὐταὶ πυκνὸν καὶ μικρὸν ἐργάζονται τὸ πνεῦμα·
15καὶ ὅλως, εἴτ’ ὄγκος τις εἴη, θλίβων τε καὶ στενοχωρῶν ὁτιοῦν τῶν ἀναπνευστικῶν ὀργάνων, εἴτ’ ὀδύνη περί τι μόριον οὕτω πλησιάζον τοῖς ἀναπνευστικοῖς, ὡς κινουμένοις αὐτοῖς συγκινεῖ‐
σθαι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα. τὰς δ’ ἄλλας αἰτίας910

7

.

911

τούτων ἐν τῷ πρώτῳ γράμματι διήλθομεν, ὥσπέρ γε καὶ ὅτι θερμασίας πολλῆς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμέ‐ νης, πυκνὸν καὶ μέγα γενήσεται τὸ πνεῦμα. φαίνεται δὲ καὶ τοῦτο σχεδὸν ἁπάσης ἡμέρας ἐπὶ τῶν διακαῶν πάντων
5πυρετῶν, ὥστ’ οὐδ’ αὐτὸ διαλάθοι τινά. καὶ μέν τοι καὶ ὡς τὴν παρὰ φύσιν φλόγωσιν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ πρὸ Ἐρασιστράτου φλεγμονὴν ὠνόμαζον, οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ σύμπασιν ὡς εἰπεῖν τοῖς Ἱπποκράτους ἐξηγηταῖς ἀποδέδεικται. τούτων οὖν ὑποκειμένων,
10οὐδὲν ἔτι θαυμαστὸν ἑνὶ κεφαλαίῳ τὰς εἰρημένας ἀμφοτέρας δια‐ φορὰς δηλῶσαι τὸν Ἱπποκράτην, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν, εἰπόντα, πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρε‐ νῶν χωρίοισιν, ὡς ἂν καὶ ἡμῶν νοῆσαι δυναμένων, ὅτι τὸ μὲν μετὰ μικρότητος πόνον σημαίνει, τὸ δὲ μετὰ μεγέθους φλεγμο‐
15νὴν, ὅ πέρ ἐστι φλόγωσιν, δηλοῖ· προσθέντα δ’ εὐλόγως, ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ἤτοι τοῖς ἀναπνευστικοῖς, ὡς ἂν τῶν κάτω τοῦ διαφράγματος ἀμέτρων θερμασιῶν εἰς μέ‐
γεθός τε καὶ πυκνότητα τὴν ἀναπνοὴν ἐξᾶραι μὴ δυναμένων.911

7

.

912

Ἡ μὲν ὁδὸς τῆς εὑρέσεως τῶν ζητουμέ‐ νων κατά γε τὰς πρώτας διαφορὰς ἥδε· προσθεῖναι δ’ ἀνάγκη τινὰ καὶ ἀπόδειξιν τῷ λόγῳ. νυνὶ μὲν γὰρ, ὡς οὐκ ἀδύνατόν ἐστι, ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι τὸν Ἱπποκράτην, δεδήλωται·
5δειχθήσεται δ’ ἐφεξῆς, ὅτι πάντως οὕτως ἔχει. τί δή ποτε γὰρ ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἀμφοτέροις, ἔν τε τῷ δευ‐ τέρῳ καὶ τῷ ἕκτῳ, πρώτας ἁπασῶν δύο ταύτας εὑρίσκεται δια‐ φορὰς δυσπνοίας διαιρούμενος, προτέραν μὲν τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, δευτέραν δὲ τὸ πυκνὸν καὶ μέγα, κατὰ δὲ τὸ
10προκείμενον ἀγνοεῖν αὐτὰς νομίζεται, πρὸς τῷ καὶ μετὰ ταῦτ’ εὐθὺς ἐν τῷ προγνωστικῷ γράφειν, ἀραιὸν καὶ μέγα; ἀραιὸν μὲν οὖν καὶ μέγα πνεῦμα γινώσκει, πυκνὸν δὲ καὶ μικρὸν ἀγνοεῖ; κᾂν φαίη τις τῶν τὰ χείρω σπουδαζόντων, ὡς αὐτὸ μὲν τί ποτ’ ἐστὶ πυκνὸν καὶ μικρὸν πνεῦμα γινώσκειν ἠδύνατο, τίς δ’ ἐστὶν
15ἡ ἀπεργαζομένη διάθεσις αὐτὸ, μὴ γινώσκειν ἠδύνατο, ἀλλ’ ὅταν εἴποι, τὸ πυκνὸν πνεῦμα πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς
ὑπὲρ τῶν φρενῶν χωρίοις, δῆλός ἐστι καὶ τὰς διαθέσεις γράφων912

7

.

913

καὶ οὐδετέραν παραλιπὼν, ἀλλὰ κατὰ τὴν αὐτὴν τάξιν ἐδήλωσεν, ἣν κᾀν τοῖς δύο τῶν ἐπιδημιῶν βιβλίοις ἐποιήσατο. δῆλον οὖν ἐστι τῷ μὲν πυκνῷ καὶ σμικρῷ τὸν πόνον, τῷ δὲ πυκνῷ καὶ μεγάλῳ τὴν φλόγωσιν συνάπτων. οὐδὲ γὰρ τοῦτ’ ἔστιν
5εἰπεῖν, ὡς ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν δύο ἐμνημόνευσε μικροῦ καὶ πυκνοῦ καὶ μεγάλου καὶ πυκνοῦ πνεύματος, ἑτέρωθι δ’ οὐ‐ δαμόθι. καὶ γὰρ ἐν αὐτοῖς ἐκείνοις πολλάκις κᾀν τῷ περὶ διαί‐ της ὀξέων, ὃν ἐπιγράφουσι περὶ πτισάνης, εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος οὐ μόνον διαῤῥήδην ὀνομάζει τὸ τῆς δυσπνοίας
10ταύτης εἶδος, ἀλλὰ καὶ τὴν διάθεσιν ἐφ’ ᾗ γίγνεται καὶ τὸν τρόπον αὐτῆς καθ’ ὃν βλάπτειν πέφυκε, καίτοι τῶν ὑπὸ φιλονει‐ κίας πολλὰ παρακοπτόντων ὡς οὐ γνήσια τοῦ Ἱπποκράτους βι‐ βλία οὐδεὶς ἐτόλμησεν ἀφελέσθαι τὸν ἄνδρα τουτὶ τὸ σύγγραμμα. τὰ μὲν γὰρ ἐπὶ τέλει τὰ μετὰ τὴν τοῦ λουτροῦ χρῆσιν ἀφαιροῦσι
15πολλοὶ, τὰ δὲ ἕως τοῦδε φυλάττουσιν ἅπαντες. ἂν οὖν μὴ μόνον ἐν τούτῳ τῷ βιβλίῳ δείξωμεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ὁμοίως εὑρεθῇ τάς τε διαφορὰς τοῦ πυκνοῦ πνεύματος γινώσκων καὶ τὰς
διαθέσεις, ἐνδεῖν τι δόξει πρὸς τὴν ἀπόδειξιν; εἰ δὲ καὶ κατ’ αὐτὸ913

7

.

914

τὸ προγνωστικὸν εὑρεθείη κατωτέρω μήτε τὰς διαφορὰς ἀγνοῶν καὶ τὰς διαθέσεις ἐπιστάμενος, οὐκ ἂν ἔτι μᾶλλον πιστεύσαις ἀποδεδεῖχθαι τὸ προκείμενον; καὶ μὴν ὅτι ταῦθ’ οὕτως ἔχει καὶ μηδὲν ψευδόμεθα, πάρεστι σκοπεῖν ἐξ αὐτῶν τῶν ῥήσεων. ἄρ‐
5ξομαι δ’ ἀπὸ τοῦ περὶ διαίτης ὀξέων. ἐν τούτῳ τῷ βιβλίῳ κατ’ ἀρχὰς εὐθὺς περὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα νοσημάτων τὸν λόγον ποιούμενος ὡδί πως φησίν· οἷσί τε γὰρ σῖτος αὐ‐ τίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐ‐
10θὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτ’ ἄν· κακὸν δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ὅτι καὶ διὰ πόνον τὸ πυκνὸν γίνεται πνεῦμα δεδήλωκεν, ἡμῖν, οἶ‐ μαι, καταλιπὼν ἐπινοεῖν τὸν τρόπον τῆς γενέσεως, ὃν ἐν τῷ
15πρώτῳ τῶνδε τῶν ὑπομνημάτων σαφῶς μοι δοκῶ διεληλυθέ‐ ναι. καθ’ ὃν γὰρ τρόπον ὀδυνώμενοι τὰ σκέλη μέγα προβαί‐ νειν οὐ δυνάμεθα, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν πονῇ τι τῶν
κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὀργάνων, μικρὸν ἀναπνεῖν ἀναγ‐914

7

.

915

καζόμεθα καὶ θᾶττον παύσασθαι γλιχόμεθα. ἐπεὶ γὰρ συμ‐ παρεκτείνεται τῷ μήκει τοῦ χρόνου τῆς ἀναπνοῆς ὁ πόνος, ὁ θᾶττον ἂν ἐπισχὼν τὴν κίνησιν τῶν ἀναπνευστικῶν θᾶττον ὀδυνώμενος παύσεται. ἀλλ’ ὅσον πρωϊαίτερον τοῦ δέοντος ἐπαύ‐
5σατο, τοσοῦτον τὸ ζῶον ἐλλιπέστερον ἀπήλαυσε τῆς εἰσπνοῆς. ὥσπερ οὖν εἴ τις ἐλάττω τῆς χρείας σιτία προσάρηται, ταχέως οὗτος ἑτέρων δεήσεται σιτίων, οὕτως εἴ τις εἰσπνεύσειεν ἔλατ‐ τον τῆς χρείας, θᾶττον οὗτος εἰσπνοῆς προσδεήσεται, κᾀν τῷδε συμβήσεται πυκνοῦσθαι τὸ πνεῦμα. ὃν γὰρ ἡσύχαζε χρόνον ἐν
10τῷ μεταξὺ τῶν ἐνεργειῶν ἀναπαυόμενα τὰ τῆς ἀναπνοῆς ὄρ‐ γανα, τοῦτον νῦν αὐτοῖς οὐκ ἐπιτρέπει ἡσυχάζειν τὸ ζῶον. ἅτε γὰρ ἐλλιπῶς ἀναπνέον ἑκάστην ἀναπνοὴν, ἀεὶ καὶ μᾶλλον ἐγγυτέρω πελάζει πνίξεως· δέει δὲ αὐτοῦ τοῦδε τοῦ παθήμα‐ τος ἀναπνεῦσαι θᾶττον ἐπείγεται, καὶ κινεῖ τὰ τῆς ἀναπνοῆς
15ὄργανα πρωϊαίτερον τοῦ δέοντος, οὐκ ἐπιτρέπον αὐτοῖς ἡσυ‐ χάζειν ἐς ὅσον ἡσύχαζεν, ὅτ’ εἶχε κατὰ φύσιν. ὅταν οὖν διὰ τὴν ὀδύνην ὁ Ἱπποκράτης πυκνότερον τὸ πνεῦμα γενέσθαι
λέγῃ, φαίνηται δὲ διὰ μέσης τῆς μικρότητος ἡ πυκνότης γεν‐915

7

.

916

νᾶσθαι, παντί που δῆλον, ὡς καὶ τὴν σμικρότητα γινώσκει. τίς γὰρ ἂν τὸ τρίτον ἀπὸ τοῦ πρώτου δύναιτο γνῶναι τὸ μέ‐ σον ἀγνοῶν, καὶ μάλισθ’ ὅταν αὐτὸ τῷ τρίτῳ τῆς γενέσεως αἴτιον ὑπάρχῃ; καὶ μέν γε καὶ προελθὼν ὀλίγον αὐτοῖς
5τοῖς ἰδίοις ῥήμασιν ἄντικρυς αἰτιᾶται τὴν μικρότητα τῆς πυκνό‐ τητος, γράφων ὡδί· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κω‐ λύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι. τὴν ἑτέραν ἐνταῦθα πάλιν αἰτίαν διδάσκει τῆς τοῦ πυκνοῦ πνεύματος γενέσεως, ὠνόμαζε δ’ αὐτὴν ἐν τοῖς ἔμπρο‐
10σθεν λόγοις στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων. ὅπερ οὖν ἐπὶ τοῦ πόνου παρέλιπεν ἡμῖν ἐπινοῆσαι, τοῦτ’ ἐνταῦθα αὐτὸς ἐξηγήσατο. τί δ’ ἐστὶ τοῦτο; πολλοῦ, φησι, τοῦ πτυέ‐ λου περιεχομένου κατὰ τὰς ἀρτηρίας, τοῦ πνεύμονος δηλονότι, καὶ τὴν χώραν τοῦ πνεύματος αὐτοῦ φθάνοντος κατειληφέναι,
15κωλύεται κατὰ τὴν τῆς εἰσπνοῆς ἐνέργειαν εἴσω παραγενέσθαι τὸ πνεῦμα. ἆρ’ οὖν ἕτερόν τι τῆς μικρᾶς εἰσπνοῆς ἐστι τὸ νῦν λεγόμενον; οὐ μὴν, εἴγε τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας
παραμετρεῖν χρὴ τὸ μέγεθος τῆς ἀναπνοῆς, ὡς ἐν τῷ πρώτῳ916

7

.

917

δέδεικται λόγῳ· ἀλλὰ εἰ δι’ ἄλλην τινὰ αἰτίαν ἀναγκάζεσθαι ταχέως ἔξω φέρεσθαι τὸ πνεῦμά φησι ἢ διὰ τὴν μικρότητα τῆς εἰσπνοῆς, οὐκ ἔστιν οὐδὲ τοῦτ’ εἰπεῖν, ἐχούσης οὕτω τῆς λέξεως· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον, κωλύει μὲν τὸ πνεῦμα εἴσω
5φέρεσθαι, ἀναγκάζει δὲ ταχέως φέρεσθαι ἔξω. διότι γὰρ ἐστε‐ ρήθη τῆς εἴσω φορᾶς, ἡσυχάζειν οὐκ ἐπιτρέπει τὸ ζῶον, πνιγῆ‐ ναι κινδυνεῦον, κᾀν τῷδε πυκνὸν γίνεται. τὸ γὰρ ἐπὶ τὴν ἐκ‐ πνοὴν ἰέναι ταχέως ἀπὸ τῆς εἰσπνοῆς οὐδὲν ἕτερόν ἐστι τοῦ πυκνῶς ἀναπνεῖν. οὐ γὰρ δὴ τάς γε συλλαβὰς τῶν ὀνομάτων
10αὐτὰς ἐθέλειν ἀκούειν προσήκει, τῶν λόγων ὅλων σαφῶς λεγομέ‐ νων, οὐδ’ ἄλλο μέν τι νομίζειν εἶναι τὸ ταχέως ἐπὶ τὴν ἐκπνοὴν ὁρμᾷν τοῦ πυκνῶς ἀναπνεῖν, ἄλλο δέ τι τὸ κωλύεσθαι τὴν εἰσ‐ πνοὴν αὐτάρκως γίγνεσθαι τοῦ μικρὰν εἶναι τὴν ἀναπνοήν. ἀλλ’ ἐνταῦθα μὲν αὐτὸς ὁ Ἱπποκράτης ἐξηγήσατο σαφῶς,
15ὅπως ἐπὶ τῷ πτυέλῳ κατεχομένῳ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ μέσης τῆς μικρότητος· ἐπὶ δὲ τῆς ὀδύνης παρέλιπεν, ὡς ἂν,
οἶμαι, πολλαχοῦ μὲν αὐτὸς εἰρηκὼς κωλύεσθαι τὰς ἐνεργείας917

7

.

918

τῶν ὀργάνων ὑπὸ τοῦ πόνου, δυναμένων δὲ καὶ ἡμῶν, κᾂν εἰ μὴ παρ’ ἐκείνου προσηκούσαμεν, ἐκ τῶν ἐναργῶς φαινομένων εὑρεῖν αὐτό. πρὸς τῷ τοίνυν ἄμφω ταῦθ’ ἡμᾶς ἐν τῷδε τῷ λόγῳ διδάξαι σαφῶς, ὡς καὶ πόνος καὶ στενοχωρία μικρὰν ἐργαζόμενα
5τὴν ἀναπνοὴν, εὐθὺς καὶ πυκνὴν δείκνυσιν, ἔτι καὶ τοῦτ’ ἐκ‐ διδάσκει, τὸ μὴ ταῦτ’ εἶναι μόνον πυκνοῦ πνεύματος αἴτια. πρῶτον μὲν γὰρ ἐν τῷ φάναι, εἴρηται δ’ οὕτως ἐπὶ τῆς ὀδύνης, αὐτὸ δῆλον ποιεῖται πυκνὸν ἤδη διὰ τὴν ἑτέραν αἰτίαν ὑπάρχον τὸ πνεῦμα, πυκνότερον γίγνεσθαι λέγων διὰ τὸν πόνον, ὡς ἂν,
10οἶμαι, κᾀνταῦθ’ ἡμῶν λογίσασθαι δυναμένων, τὴν πυρεκτικὴν θερμασίαν πάντως αὐτὸ πυκνὸν ἀπεργάσασθαι· δεύτερον δ’ ἐν τῷ λέγειν, ὅτι ὑπὸ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπά‐ νοδον γίνεσθαι. τοῦ μὲν γὰρ πυκνοῦ πνεύματος ὁ πόνος αἴ‐
15τιον, τοῦ πολλοῦ δὲ οὐχ οὗτος, ἀλλ’ ἡ πυρεκτικὴ θερμασία. πάνυ δὲ κᾀνταῦθα σαφῶς, οὐ μεγάλου πνεύματος εἶπεν, ἀλλὰ πολλοῦ. τὸ μὲν γὰρ μέγα τῷ καθ’ ἑκάστην ἀναπνοὴν ποσῷ
κρίνεται, τὸ δὲ πολὺ δυνατόν ἐστιν ἐκ μικρῶν ἐνίοτε πολλῶν918

7

.

919

ἀθροίζεσθαι. καὶ φαίνεταί γε σαφῶς τοῦτο γιγνόμενον ἐπὶ τῶν πλευριτικῶν, μέγα μὲν εἰσάπαξ ἀναπνεῖν μὴ δυναμένων διὰ τὸν πόνον, καίτοι γε δέονται πλέονος ἀέρος διὰ τὸν πυρετὸν, τῇ συνεχείᾳ δὲ τῆς ἐνεργείας ἴσον ταῖς μεγάλαις ἀναπνοαῖς τὸ
5πλῆθος τοῦ πνεύματος ἀθροιζόντων. ὃ γὰρ ὀλίγαι μεγάλαι, τοῦτο πολλαὶ σμικραὶ δύνανται. κατὰ δὲ ταὐτὰ κᾀπὶ τῶν περιπνευμονικῶν πολλοῦ μὲν τοῦ πνεύματος ἡ χρεία, διὰ δὲ τὴν στενοχωρίαν ὀλίγον εἰσπνεῖται· κᾀνταῦθ’ οὖν ἡ πυκνότης πολλὰς ἐργαζομένη τὰς μικρὰς ἀναπνοὰς, εἰς ἴσον ἄγει ταῖς
10ὀλίγαις τε καὶ μεγάλαις. Ἆρ’ οὖν ἔτι δεησόμεθα τὰς συλλαβὰς εὑ‐ ρίσκειν τῶν ὀνομάτων ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένας ἐφεξῆς οὕτω, μικρᾶς τε καὶ μεγάλης ἀναπνοῆς, οὐκ ἀρκούμενοι τοῖς πράγμασιν αὐτοῖς οὕτω σαφῶς δηδηλωμένοις; καὶ μὴν οὐ
15τοῦτ’ ἦν τὸ ζητούμενον, εἰ τοὔνομα γινώσκει τὸ τῆς μικρᾶς καὶ μεγάλης ἀναπνοῆς Ἱπποκράτης· εὑρίσκεται γὰρ ἔν τε τοῖς τῶν ἐπιδημιῶν βιβλίοις γεγραμμένον κᾀν τῷ προγνωστικῷ
πάλιν ἐν οἷς ἔλεγε· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ919

7

.

920

χρόνου παραφροσύνην σημαίνει· ἀλλ’ εἰ διττὸν οἶδε τὸ πυ‐ κνὸν πνεῦμα καὶ τὸ μὲν αὐτῶν ὑπὸ πόνου γίγνεσθαί φησι, τὸ δὲ ὑπὸ θερμασίας πολλῆς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀθροιζομένης. ὅπου τοίνυν ἐπιδέδεικται ταῦτα, περιττὸν ἔτι
5ποθεῖν ἀκούειν τὰς τῶν ὀνομάτων συλλαβὰς, ἐπεὶ καὶ κατ’ αὐτὸν τοῦτον τὸν ἐν τῷ προγνωστικῷ λόγον, ὃν ἐπὶ τῆς πα‐ ραφροσύνης ἔγραψεν, ἐξέσται τινὶ λέγειν οὐκ ἀραιὸν μὲν καὶ μέγα τὸ δηλοῦν αὐτὴν εἰρῆσθαι πνεῦμα, καὶ τὴν λέξιν προ‐ τείνεσθαι τόνδε τὸν τρόπον ἔχουσαν, μέγα δὲ ἀναπνεόμενον
10καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ὥσπερ οὐ ταὐτὸν μόνον ἢ ἀραιὸν εἰπεῖν, ἢ διὰ πολλοῦ χρόνου, ἢ νῦν ἡμῶν ὀνόματα θηρευόντων, καὶ οὐ τὰ πράγματα ζητούντων. ἀλλ’ ἐπειδή τινες εἰς τοσοῦτον ἥκουσι σκαιότητος, ὡς καὶ τῶν ὀνομάτων ἀκούειν ἐθέλειν αὐτῶν, ἀναμνήσωμεν καὶ αὐ‐
15τοὺς ἐξ αὐτοῦ τοῦ περὶ διαίτης ὀξέων βιβλίου δυοῖν τινων ῥήσεων ὡδί πως ἐχουσῶν· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φο‐ ρῇ πυκνὸν ἢ μέγα. ἐνταῦθα μὲν ἔχεις, εἴπερ ἐπιθυμεῖς, τοὔ‐
νομα τὸ μέγα· τὸ δ’ αὖ μικρὸν, ἐπειδάν φησι· καὶ πνεῦμα920

7

.

921

σμικρὸν καὶ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παρα‐ γίγνεται. κατὰ δ’ αὖ τὸ προγνωστικὸν αὐτὸ δυσπετέως φέρειν τὴν νοῦσόν φησι καὶ πνεῦμα μέγα καὶ πυκνὸν εἶναι. τοῦτο μὲν οὖν ἄντικρυς αὐτοῖς τοῖς ὀνόμασιν ἔγραψε, μέγα
5καὶ πυκνὸν, τὸ δ’ αὖ μικρὸν καὶ πυκνὸν ἐν τῷ περὶ συνάγχης λόγῳ, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, εἰπών. ὅτι γὰρ ἐν ταῖς ὀρθοπνοίαις μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐκ οἶδ’ εἴ τις ἀγνοεῖ. καίτοι κᾂν εἰ τὰ τοιαῦτα παρ’ Ἱπποκρά‐
10τους αὐτοῦ μαθεῖν ἐθέλομεν, ἐν μὲν τῷ περὶ διαίτης ὀξέων ἐν αἷς ὀλίγον ἔμπροσθεν ἔγραψα λέξεσιν ἐδίδαξεν ἡμᾶς, ὅπως γίγνεται μικρὸν καὶ πυκνὸν πνεῦμα κατὰ τὴν τῶν πτυέλων ἐπίσχεσιν. ἐν δὲ τῷ περὶ ἄρθρων εὐθὺς ἐν ἀρχῇ τοῦ περὶ τῆς ῥάχεως αὐτοῦ, τὰς ὑπὸ τῶν ὄγκων ἢ νοσημάτων γιγνο‐
15μένας κυφώσεις ἐν τοῖς ἀνωτέρω τῶν φρενῶν χωρίοις διηγού‐ μενος, ὡδί πως φησὶν, (ὅλην γὰρ, οἶμαι, κάλλιον εἶναι δο‐ κεῖ παραγράψαι τὴν ῥῆσιν) οἷσι μὲν ἄνω τῶν φρενῶν τὸ κυ‐
φὸν, τουτέοισι μὲν αἱ πλευραὶ οὐκ ἐθέλουσιν εἰς τὸ εὐρὺ αὔ‐921

7

.

922

ξεσθαι, ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίγνεται, ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίγνονται καὶ κερχνώδεες· ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν
5μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ᾖ αὐτέοισιν ἡ κεφαλή. στενοχωρίην οὖν πολλὴν τῇ φάρυγγι παρέχουσι· καὶ τοῦτο συμβάλλεται εἰς τὸ εἴσω ῥέπον. καὶ γὰρ αὐτοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἂν ἔσω ῥέπει, ἔστ’ ἂν ἀναπιεσθῇ. διὰ οὖν τὸ τοι‐
10οῦτον πρῆγμα ἐξεχέμβροχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλ‐ λον φαίνονται ἢ ὑγιέες, φυματίαι τε ὡς ἐπὶ πολὺ τὸν πνεύ‐ μονά εἰσιν οἱ τοιοῦτοι, σκληρῶν φυμάτων καὶ ἀπέπτων. καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλεί‐ στοισι διὰ τοιαύτας συστροφὰς γίγνεται, οἷσιν ἂν κοινωνή‐
15σωσιν οἱ ξύντονοι. ἐν τούτῳ τῷ λόγῳ παντὶ τὴν μὲν κύφω‐ σιν ἐπὶ τοῖς ἐν πνεύμονι φύμασιν ἀπέπτοις τε καὶ σκληροῖς γίγνεσθαι λέγει, τὴν δὲ δύσπνοιαν ἐπὶ τῇ στενοχωρίᾳ· κερ‐
χνώδη δὲ κέκληκε τὴν τοιαύτην διαφορὰν αὐτοῦ. ἐν δέ γε τῷ922

7

.

923

περὶ διαίτης ὀξέων, ἡνίκα τῶν εἰς μικρότητά τε καὶ πυκνότη‐ τα τὴν ἀναπνοὴν τρεπομένων ἐμέμνητο, καὶ αὐτὸ μὲν τοῦτο τὸ τῆς ὀρθοπνοίας ὄνομα προσέθηκε, καὶ ῥέγχειν αὐτοὺς ἔφησεν, ὥστε κᾀπειδὰν ἐν προγνωστικῷ περὶ συνάγχης διη‐
5γούμενος εἶπε· πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, οὐκ ἄλλο τι δυσπνοίας εἶδος ἢ τὸ σμικροῦ καὶ πυκνοῦ πνεύ‐ ματος οὕτως ὀνομάζει. πάντες γὰρ οἱ διὰ στενοχωρίαν αὐ‐ τάρκως εἰσπνεῖν μὴ δυνάμενοι πνίγεσθαι κινδυνεύουσιν, ἢν κατακαίωνται. καὶ διὰ τοῦτ’ ὀρθὸν ἔχειν δέονται τόν τε θώ‐
10ρακα σύμπαντα καὶ τὸν τράχηλον, ὡς ἂν οὐ σμικρᾶς αὐτοῖς βοηθείας ἐκ τοῦ τοιούτου σχήματος προσερχομένης. εὐρύτε‐ ρά τε γὰρ ἅμα καὶ μακρότερα σύμπαντα τὰ τῆς ἀναπνοῆς ὄρ‐ γανα γίνονται, τοῦτο μὲν ἐξευθυνόμενα πρὸς τῶν ὀρθίων σχημάτων, τοῦτο δ’ ἧττον εἰς ἑαυτὰ καταπίπτειν κωλυόμενα.
15δῆλος δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης οὕτω γινώσκων ὑπὲρ αὐ‐ τῶν, ὡς ἡμεῖς νῦν λέγομεν, ἐξ ὧν φησιν ἐν τοῖς περὶ ἄρθρων· αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες, ἧσσον γὰρ ἰθυω‐
ρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προ‐923

7

.

924

πέμπουσαι· πᾶσιν οὖν τοῖς διὰ στενοχωρίαν δυσπνοοῦ‐ σιν καὶ μικρὸν γίνεται τὸ πνεῦμα καὶ δύο ἐξ ἀνάγκης ἕπεται συμπτώματα, τό τε κερχνῶδες εἶδος τῆς ἀναπνοῆς, ὃ δὴ καὶ ῥέγχειν ὀνομάζεται, καὶ τὸ μικρῷ πρόσθεν εἰρημένον, ἡ ὀρ‐
5θόπνοια. καὶ δὴ ὥσπερ ἐξεπίτηδες διατέμνων αὐτὰ τὸ μὲν ἕτερον ἐν προγνωστικῷ γράφει ταῖς ὀλεθρίαις συνάγχαις προσ‐ εῖναι λέγων, τὸ δὲ δεύτερον ἐν τῷ περὶ ἄρθρων, ἐν μὲν τῷ προγνωστικῷ τὴν ὀρθόπνοιαν, ἐν δὲ τῷ περὶ ἄρθρων τὸ κερχνῶδες· ἄμφω δὲ ἐν τῷ περὶ διαίτης ὀξέων ἐς ταὐτὸν ἤγα‐
10γεν, οὕτως γράψας ὁ Ἱπποκράτης· οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίας καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. ὃ γὰρ ἐν τῷ περὶ ἄρθρων κέρχνον, τοῦτ’ ἐνταῦθα ῥέγχος ὠνόμασε. χρῆται δὲ καὶ ἀλ‐ λαχόθι τῶν συγγραμμάτων ἀμφοτέροις τοῖς ὀνόμασιν, ὡς ταὐτὸν δυναμένοις δηλοῦν. ἐπειδὴ οὖν οὕτως ἐπιμελῶς αὐ‐
15τὸς ἐν τῷ περὶ διαίτης περὶ πάσης γενέσεως πυκνοῦ πνεύμα‐ τος διεξῆλθε, θαυμαστὸν οὐδὲν, εἰ μόνον τὸ κεφάλαιον αὐτὸ
τοῦ παντὸς λόγου γέγραφεν ἐν τῷ προγνωστικῷ. ὅτι δ’ ἐπι‐924

7

.

925

μελῶς διῆλθε πάντα περὶ πυκνοῦ πνεύματος λόγον, οὐδὲν ἔτι δέομαι πλεῖον λέγειν, ἀλλ’ ἀναμνήσας τοῦτο μόνον, ὡς ἤτοι διὰ πόνον, ἢ στενοχωρίαν, ἢ πλῆθος θερμασίας, πυκνὸν γί‐ νεται τὸ πνεῦμα, τὴν ὅλην ῥῆσιν ἐφεξῆς παραγράψω τόνδε
5τὸν τρόπον ἔχουσαν· οἷσί τε γὰρ σιτία αὐτίκα ἐγκατακέκλει‐ σται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιή‐ σειεν ἂν, καὶ πυκνότερον γένοιτ’ ἂν τὸ πνεῦμα· κακὸν δὲ τοῦ‐ το· ξηραντικὸν γὰρ πνεύμονος, καὶ κοπῶδες ὑποχονδρίου καὶ
10ἤτρου καὶ φρενῶν. ἢν δέ τι τῆς ὀδύνης τοῦ πλευροῦ ξυν‐ εχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καὶ καταγλισχραινομένου ἀσα‐ πέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ φλέβα τεμὼν, ὁπότερον ἂν τουτέων σημαίνῃ, τὰς δὲ πτι‐
15σάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοι τῶν τοιου‐ τέων γίνονται. διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρεώμενοι πτισάνῃσιν ἑβδο‐
μαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέν τι καὶ τὴν γνώ‐925

7

.

926

μην βλαβέντες, οἱ δ’ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχους ἀποπνιγέντες· μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ὠνόμαζον εἶναι, διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ ὅτι ἀπο‐ θανόντων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. αἴτιον
5δὲ τούτου ἐστὶ, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι. ταχέως γὰρ πνευματίαι γίνονται, ὑπὸ δὲ τοῦ πυκνοῦ καὶ πολ‐ λοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἰσχόμενον ἐν τοῖσι βρόγχοισι τοῦ πνεύμονος. ὁκόταν ἐς
10τοῦτο ἔλθῃ, θανατῶδες ὡς ἐπὶ τὸ πολύ ἐστι. καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι, καὶ οὕτως ἐς τὸ κακὸν ἀλ‐ λήλοισι ξυντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν, ἐπιγλισχραίνει τὸ
15πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. εἴ τις ταύτῃ τῇ ῥήσει τὸν νοῦν ἐπιμελῶς προσχοίη, καὶ πολλάκις αὐτὴν ἀναλέξαιτο, τοῦ‐ τον ἐλπίζω ῥᾳδίως πεισθήσεσθαι τοῖς εἰρημένοις. ὅτι γὰρ οὐ
μεγάλης ἐδεῖτο σοφίας ἡ τοῦ πυκνοῦ πνεύματος εἰς τὰς ἐν αὐτῷ926

7

.

927

διαφορὰς τομὴ, καὶ ὅτι τελέως αὐτὴν ἔφθασεν ἐν τούτῳ τῷ βιβλίῳ γεγραφέναι, διὰ τοῦτο ἐν τῷ προγνωστικῷ ταχέως πάνυ περιέδραμε, ὡς πρὸς εἰδότας ἤδη τὸ σύμπαν οἷον ἐπι‐ τομήν τινα τοῦ λόγου ποιησάμενος.
5 Τρεῖς μὲν οὖν ἡμῖν ἤδη συζυγίαι δυσ‐ πνοιῶν ἐξεύρηνται, λείπεται δ’ ἡ τετάρτη, ἐν ᾗ σμικρὸν καὶ ἀραιὸν τὸ πνεῦμα. τί δή ποτ’ οὖν αὐτὴν παραλιπὼν τὴν ψυχρὰν ἐκπνοὴν ἔγραψε; ἢ ὅτι οὐκ ἄλλη μέν τίς ἐστιν ἡ μικρά τε ἅμα καὶ ἀραιὰ, ἄλλη δὲ ἡ ψυχρά; δῆλον δὲ τοῦτο. τὴν γὰρ ἐναν‐
10τίαν αὐτῇ, τὴν μεγάλην τε ἅμα καὶ πυκνὴν ἀμέτρου θερμασίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης ἔκγονον ὑπάρχειν ἐδείκνυμεν. ἐξ ἀνάγκης οὖν ἡ μικρὰ καὶ ἀραιὰ τούτων αὐτῶν τῶν ὀργάνων κατεψυγμένων ἔσται, καὶ δύο ἡμῖν ἀπορήματα λελυμένα, τῷ μήτε τὴν τετάρτην συζυγίαν τῆς δυσπνοίας, τὴν
15μικρὰν καὶ ἀραιὰν, παραλελεῖφθαι μήτε τὴν θερμήν. ἐκείνην γὰρ ἐν θατέρῳ μέρει τοῦ πυκνοῦ πνεύματος τοῦ κατ’ ἀρχὰς εἰ‐
ρημένου περιειλημμένην ἕξομεν· ἡ αὐτὴ γάρ ἐστι τῇ πυκνῇ καὶ927

7

.

928

μεγάλῃ· τὴν ἀραιὰν δ’ αὖ καὶ μικρὰν ἐν τῇ ψυχρᾷ, καὶ γὰρ ἥδε τῆς ψυχρᾶς οὐ διαφέρει. τί δή ποτ’ οὖν οὐκ ἀραιὰν καὶ μι‐ κρὰν, ἀλλὰ ψυχρὰν αὐτὴν ἔγραψεν; ὅτι πρῶτον μὲν ἀπὸ τοῦ προχειροτέρου συμπτώματος ἠβουλήθη αὐτὴν δηλῶσαι· δεύτε‐
5ρον δὲ ἐνδείξασθαι τὴν αἰτίαν δι’ ἣν ὀλεθρίαν αὐτὴν λέγει· καὶ τρίτον, ὅτι τάχιστα οὕτω νοήσειν ἡμᾶς ὑπενόησεν, αὐτήν τε ταύτην μηδὲν διαφέρειν τῆς ἀραιᾶς καὶ μικρᾶς τήν τ’ ἐναντίαν αὐτῇ, τὴν θερμὴν, τῆς πυκνῆς καὶ μεγάλης· τὸ γὰρ ψυχρὸν πνεῦμα πάντως ἀραιόν τ’ ἐστὶ καὶ μικρὸν, ὡς κᾀν τῷ δευτέρῳ
10δεδήλωται λόγῳ· τὸ δὲ πυκνὸν καὶ μέγα, τὸ τῆς φλογώσεως τῶν ἀναπνευστικῶν ὀργάνων ἐνδεικτικὸν, οὐδ’ ἂν ὀρθῶς τις λέγοι, εἰ μὴ καὶ θερμὸν ἐκπνέοιτο. καὶ μὲν δὴ κᾀν τῷ προσ‐ θεῖναι τῷ ψυχρῷ πνεύματι μόνῳ, ὡς ὀλέθριον κάρτα ἤδη γίγνεται, δηλοῖ σαφῶς ἣν ἔχει γνώμην περὶ τῶν ἔμπροσθεν εἰ‐
15ρημένων τριῶν δυσπνοιῶν. εἴπερ γάρ τινα κᾀκείνων ὀλεθρίαν ἡγεῖτο, πάντως ἄν που προσέγραψεν. ἆρ’ οὖν ἀκινδύνους αὐ‐ τὰς ὑπελάμβανεν ὑπάρχειν; οὐδαμῶς, ἀλλ’ οὐκ ὀλεθρίας μὲν,
οὐκ ἀκινδύνους δὲ ἔτι. τὸ μὲν γὰρ καταψύχεσθαι τοῖς ἀνα‐928

7

.

929

πνευστικοῖς ὀργάνοις ἄντικρυς ὀλέθριον, ἐνταυθοῖ γε τῆς καρ‐ δίας τεταγμένης, ἣν ἀρχὴν καὶ πηγὴν ἐπιστάμεθα τῆς ἐμφύτου θερμασίας· τὸ δ’ ἤτοι φλόγωσιν εἶναι πολλὴν ἐν αὐτοῖς, ἢ ὀδύνην, ἢ παραφροσύνην, οὐ πάντως ὀλέθριον· ἥ τε γὰρ τοι‐
5αύτη θερμασία πολλοῖς τῶν ὀξέων συνεδρεύει πυρετῶν, ἥ τ’ ὀδύνη πόσοις καὶ τίσι νοσήμασιν ὑπάρχει, προείρηται. καὶ μέντοι καὶ ἡ παραφροσύνη τῶν οὐκ ἐξ ἀνάγκης ὀλεθρίων ἐστί. ὅτι δ’ οὕτως ὑπὲρ αὐτῶν γινώσκει, σαφῶς ἐνεδείξατο διὰ τῆς ἐπιφερομένης λέξεως, εἰπών· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα
10μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσή‐ μασιν, ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέ‐ ρῃσι κρίνεται. εἰ γὰρ δὴ μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐνόμιζε τὴν εὔπνοιαν, οὐκ ἀκινδύνους ἀεὶ δηλονότι τὰς δυσ‐ πνοίας ὑπελάμβανεν· ὥστε αἱ μὲν ἄλλαι δύσπνοιαι τοῦτ’
15αὐτὸ μόνον, οὐκ ἀκίνδυνοί τινές εἰσιν, ἡ δ’ ὑστάτη πασῶν εἰρημένη, πρὸς τῷ κινδυνώδης τ’ εἶναι καὶ ὀλέθριος, οὐκ εἰς
μακρὰν τεθνήξεσθαι τὸν ἄνθρωπον ὑπαγορεύει. διὰ τοῦτ’929

7

.

930

οὖν οὐχ ἁπλῶς ὀλέθριον εἶναι αὐτὴν ἔφη, ἀλλὰ καὶ τὸ κάρτα προσέφερεν, καὶ οὐδὲ τούτῳ πάλιν ἀρκεσθεὶς ἐπή‐ νεγκε τὸ ἤδη, ὡσὰν ὑπόγυιον τὸν θάνατον μόνης ταύτης τῆς δυσπνοίας ὑπαγορευούσης. οὕτως γὰρ ὀλέθριός
5ἐστιν, ὥστέ μοι δοκεῖ, ὅτι οὐδ’ ἂν ἔγραψέ τι περὶ αὐτῆς ὁ Ἱπποκράτης, εἰ μὴ τὸν τρόπον ὅλον ὑπεξῄει, εἰπὼν περὶ τῶν δυσπνοιῶν. ἃ γὰρ ἀποθνήσκουσιν ἤδη γίγνεται, ταῦτ’ οὐδεμίαν ἔχει μεγάλην ἐν προγνώσεσιν ἀξίαν· ἀγαθῶν δ’ ἰατρῶν ἔργον, οὐ τὰ τοῖς ἰδιώταις ἤδη φαινόμενα προγι‐
10νώσκειν, ἀλλ’ ὅσα τε τούτους λανθάνει καὶ μηδὲν φαῦλον ἔχειν δοκοῦντος τοῦ κάμνοντος φαίνεται. ἀλλὰ διὰ τὸ τὰ πάντ’ ἐφεξῆς ἐθελῆσαι γράψαι τὰ τῆς δυσπνοίας εἴδη δο‐ κεῖ μοι καὶ ταύτης ἐπιμνησθῆναι, καὶ προσέτι διὰ τὴν τῆς μεγάλης τε καὶ πυκνῆς ἀντίθεσιν. ταυτὶ μὲν οὖν ἐνταῦθα
15τελευτάτω. Διὰ τί δ’ οὐδὲν ἔγραψεν ἐν τῷ προγνω‐ στικῷ περὶ τῆς ἀνωμάλου δυσπνοίας, καί τοι γιγνώσκων
αὐτὴν οὐκ ἐν τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν μό‐930

7

.

931

νον, ἀλλὰ κᾀν τῷ πρώτῳ καὶ τρίτῳ, καὶ προσέτι κᾀν τῷ περὶ διαίτης ὀξέων καὶ τοῖς ἀφορισμοῖς, καὶ ἀλλαχόθι πολ‐ λαχόθι τῶν συγγραμμάτων; ἐν μὲν γὰρ τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ἐμνημόνευσεν, εἰπών·
5διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι. καὶ προσέτι κατὰ μὲν τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐν τῷ διηγεῖσθαι τὰ τῇ Λυκίῃ συμβάντα, πνεῦμα δὲ ἐδιπλασιάζετο, προσέγραψε. τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ, διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν. ἐν δὲ τῷ ἕκτω, ἢν πνεῦμα ἐγκαταλείπηταί,
10φησι. καὶ γὰρ καὶ τοῦτο ταὐτόν ἐστι τῷ κατὰ τὸ περὶ διαί‐ της εἰρημένῳ· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ. ὡς γὰρ εἰσπνέοντές τινες οὐχ ἅπαξ τοῦτο δρῶσιν, ἀλλ’ ἡσυχίᾳ δια‐ κόπτουσι τὴν ἐνέργειαν ὁμοίως τοῖς κλαυθμυριζομένοις παι‐ δίοις, οὕτω καὶ ἐκπνέοντες. ἀλλὰ κᾀν τοῖς μετὰ τὸν περὶ
15τῶν λουτρῶν λόγον πνευμάτων προτάσεις εἴρηκε, τὴν δια‐ κεκομμένην ἐνέργειαν ἐνδεικνύμενος. ἐν δὲ τῷ πρώτῳ τῶν
ἐπιδημιῶν ἐπὶ Φιλίσκου τόνδε τὸν τρόπον ἔφη· τούτῳ931

7

.

932

πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ· ὁμοίως γὰρ τῷ, διπλῆ εἴσω ἐπανάκλησις, εἴρηται κᾀνταῦθα τὸ ἀνακαλου‐ μένῳ. πάλιν δ’ ἐπὶ τῆς Δρομάδεω γυναικὸς, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον, ἔφη. καὶ γὰρ καὶ τοῦθ’ ὡσαύ‐
5τως εἴρηται· ἐν δὲ τοῖς ἀφορισμοῖς, καί τί ποτε σημαίνει τὸ τοιοῦτον πνεῦμα, ἐκδιδάσκει γράφων ὧδε· ἐν τοῖσι πυ‐ ρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαί‐ νει. κατὰ λόγον οὖν κᾀν τοῖς τῶν ἐπιδημιῶν τὴν Δρομά‐ δεω γυναῖκα σπασθεῖσαν ἀποθανεῖν φησιν, ἐφ’ ἧς προειρή‐
10κει, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. ἔνθα δὴ καὶ θαυμάσαι μάλιστα ἔστιν, ὅπως ἑκατέρα τῶν δυσ‐ πνοιῶν τὴν οἰκείαν αὐτῆς ἐδήλωσε διάθεσιν. οὐ γὰρ ἐσπά‐ σθη μόνον ἥδε ἡ ἄνθρωπος, ἀλλὰ καὶ παρέπαισεν, ὡς ἂν μὴ μόνον τὴν ἰδίαν τῶν σπασμῶν ἐσχηκυῖα δύσπνοιαν, ἀλλὰ
15καὶ τὴν τῆς παραφροσύνης. ὥσθ’ ὅτι μὲν ἐγίγνωσκε τὴν ἀνώμαλον ταύτην δύσπνοιαν ὁ Ἱπποκράτης, ἀποδέδεικται
σαφῶς· ὅτι δὲ κᾀν προγνωστικῷ παρέλιπεν εὐλόγως, ὥσπερ932

7

.

933

καὶ τὰ πολλὰ τῶν προγνωστικῶν γνωρισμάτων, ἐφεξῆς ἂν εἴη λεκτέον αὐτῷ, πρότερον ἀναμνήσαντας διὰ κεφαλαίων, ὡς οὔτε περὶ τῶν κατὰ τὰς ἡλικίας, ἢ χώρας, ἢ ὥρας, ἢ τὰς ἐπιδήμους καταστάσεις, ἐν τῷ προγνωστικῷ γέγραφέ τι, καὶ
5βιβλίου μὲν ὅλου τοῦ περὶ ἀέρων, τόπων καὶ ὑδάτων ὑπ’ αὐτοῦ γεγραμμένου, κατὰ δὲ τοὺς ἀφορισμοὺς ἐν ἐπιτομῇ πάντων τούτων εἰρημένων, ἀλλ’ οὐδὲ περὶ τῶν οὔρων τῆς διαγνώσεως, ὅσα τοῖς ἀφορισμοῖς ἐνέγραψε, ταῦτα κᾀν τῷ προγνωστικῷ διῆλθεν, οὐδὲ δὴ τῶν ἀμφὶ τὰς γυναῖκας, ὅσα
10κατὰ τοὺς ἀφορισμοὺς ἔγραψεν, εἰς τὸ προγνωστικὸν μετέ‐ θηκε· καίτοι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἐκ τοῦ προγνωστικοῦ μέρους τῆς ἰατρικῆς ἐστιν, ὡς αὐτὸς ἐνδείκνυται διὰ τῶν αὐτοῦ ῥημάτων· ἔν τε γὰρ τῷ λέγειν· ἢν δὲ βόρειος ᾖ, βῆχες, φάρυγγες, κοιλίαι ξη‐
15ραὶ, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων· ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι ἐν τῇσιν ἀῤ‐ ῥωστίῃσιν. ἐν δὲ τῷ φάσκειν· ὅταν θέρος γένηται ἦρι
ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι·933

7

.

934

δῆλός ἐστιν ἐπισημαινόμενος ὡς τοῦ προγνωστικοῦ μέρους τῆς τέχνης ἐστὶ τὰ τοιαῦτα. τὸ γὰρ προσδέχεσθαι καὶ προσ‐ δοκᾷν καὶ ἐλπίζειν, καὶ πάνθ’ ὅσα τοιαῦτα ῥήματα, προ‐ γνώσεως ἴδια. καὶ μὲν δὴ κᾀν τῷ φάσκειν ἢν μὲν ὁ χει‐
5μὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γενέσθαι· σαφῶς ἐνδείκνυται ταὐτὸ τοῦτο, καὶ πολύ γε μᾶλλον, ὅταν ὡδί πως γράφῃ περὶ τῶν οὔρων· οἷσιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι,
10πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελεῖ· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, ἐν οἷσιν ἂν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστα‐ σιν ἴσχῃ. καὶ πάλιν οἷσιν οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσον‐ ται. καὶ πάλιν· οἷσιν ἑβδομαῖα κρίνονται, ἐπινέφελον ἴσχει
15τῇ τετάρτῃ τὸ οὖρον ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον. ὁμοίως δὲ τούτοις καὶ τὰ τῆς κύστεως καὶ τῶν νεφρῶν τὰς διαθέσεις δηλοῦντα κατὰ τοὺς ἀφορισμοὺς γέγραπται, πα‐
ραλέλειπται δὲ ἐν τῷ προγνωστικῷ καὶ ἄλλα πάμπολλα,934

7

.

935

καθάπερ καὶ τὰ τοιαῦτα· τῶν νοσημάτων ὁκόσοισιν ἀρχομένων χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθοι, θανά‐ σιμον· δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσι‐ μον· οἷσιν ἐν πυρετοῖσιν αἱμοῤῥαγεῖ πλῆθος ὁκοθενοῦν, ἐν
5τοῖσιν ἀναλήψεσι τοῖσι τοιουτέοισιν αἱ κοιλίαι καθυγραίνον‐ ται. τοιαῦτά τε πάμπολλα κατὰ τοὺς ἀφορισμοὺς ἔστιν εὑ‐ ρεῖν γεγραμμένα τοῦ προγνωστικοῦ μέρους τέχνης. τί δή ποτ’ οὖν οὐδὲν τούτων ἐν τῷ προγνωστικῷ γράμματι διῆλ‐ θεν; ὅτι περὶ τῶν ὀξέων νοσημάτων ἐν ἐκείνῳ προὔθετο δι‐
10δάσκειν, ὡς ἀρχόμενός τε ἅμα καὶ συντελέσας τὸ βιβλίον, αὐτὸς ἡρμήνευσεν, ἐν ἀρχῇ μὲν εἰπών· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασιν· ἐπὶ δὲ τῆς τελευτῆς προσ‐ γράψας ὡδί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων, καὶ ὅσα ἐκ τούτων γίγνεται. τίνα δέ ἐστιν ἐκ τούτων γιγνό‐
15μενα, πάλιν αὐτὸς ὁ Ἱπποκράτης ἐν ταὐτῷ βιβλίῳ διέρχε‐ ται· οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων πάντες κακοί. τοῦτο δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα
μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐν πᾶσι τοῖσιν ὀξέσι935

7

.

936

νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσι καὶ ἐν τεσσαράκοντα ἡμέ‐ ρῃσι κρίνεται. κᾀνταῦθα τῶν ἐκ μεταπτώσεως ὀξέων μνη‐ μονεύει, καθάπερ κᾀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν. ἐπε‐ σημήνατο δὲ καὶ ἄλλοθεν πολλαχόθεν τοῦ συγγράμματος, ὡς
5ἤτοι περὶ τῶν ὀξέων νοσημάτων, ἢ περὶ τῶν γινομένων ἐκ τούτων ὁ λόγος ἐστὶν αὐτῷ, καθάπερ κᾀν τοῖσδε· οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι, οἳ ἂν ἐν ἡμέρῃσι κρισίμοισι γένωνται. καὶ τί δεῖ πολλὰ λέ‐ γειν; αὐτὸς γὰρ, ὡς ἑκὼν παραλείπει πολλὰ τῶν προγνω‐
10στικῶν σημείων ἐν ἐκείνῳ τῷ βιβλίῳ, σαφῶς ἐνδείκνυ‐ ται, ποτὲ μὲν ὡδί πως λέγων· μὴ ἐξαπατάτω δέ σε, ἤν τι αὐτέη ἡ κύστις νόσημα ἔχουσα, τῶν οὔρων τι ἀποδιδοῖ τουτέων, οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑαυ‐ τήν. οὐ μὴν προστίθησί γε τὰ γνωρίσματα κατὰ τὸ προ‐
15γνωστικὸν, ἀλλ’ ἐν τοῖς ἀφορισμοῖς γράφει. αὖθις δ’ αὖ λέγει· χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν νοσημάτων τῶν ἐπιδη‐ μεόντων ταχέων ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρας τὴν
κατάστασιν· οὐ μὴν οὐδὲ περὶ τούτου τι διδάσκων ἡμᾶς ἐν936

7

.

937

προγνωστικῷ. προὔθετο γὰρ, ὡς ἔφην, τὰ τῶν ὀξέων νο‐ σημάτων ἴδια διελθεῖν μόνα, τὰ δέ γε τῶν χρονίων ἴδια σύμπαντα παραλιπεῖν, ὥστ’ εὐλόγως καὶ τὴν ἀνώμαλον δύσ‐ πνοιαν, ἐξ ἑτέρου γένους ὑπάρχουσαν νοσήματος, ἐνταῦθα
5παρέλιπεν. εἰ γὰρ δὴ σπωμένων γίγνεται τῶν ἀναπνευστι‐ κῶν ὀργάνων, εἴη μὲν ἂν καὶ τοῖς χρονίοις νοσήμασι συνε‐ δρεῦον τὸ πάθημα, καὶ ταύτῃ γε μηδὲν δὴ τῶν ὀξέων ἢ χρο‐ νίων ἴδιον· εἴη δ’ ἂν καὶ χωρὶς πυρετοῦ γιγνόμενον, ὥς γε καὶ οἱ σπασμοί· πρόκειται δ’ αὐτῷ κατὰ τὸ προγνωστικὸν
10ὑπὲρ τῶν ἰδίως ὀξέων ὀνομαζομένων ποιήσασθαι τὸν λόγον. ἔστι δὲ ταῦτα τὰ σὺν πυρετοῖς γιγνόμενα συνεχέσι τοὐπί‐ παν, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδήλωσεν ὡδί πως γράψας· ἔστι δὲ ἄρα ταῦτα ὀξέα, ὁποῖα ὠνόμασαν οἱ ἀρ‐ χαῖοι πλευρῖτιν καὶ περιπνευμονίαν καὶ φρενῖτιν καὶ καῦ‐
15σον καὶ τἄλλα ὅσα τούτων ἐχόμενα, ὧν οἱ πυρετοὶ τοὐπί‐ παν ξυνεχέες. οὔκουν οἱ σπασμοὶ τούτου τοῦ γένους εἰσὶ
τῶν νοσημάτων, ὅθεν οὐδὲ τὴν ἴδιον αὐτῶν δύσπνοιαν ἅμα937

7

.

938

τούτοις διῆλθε, καθάπερ οὐδὲ περὶ τῶν οὔρων, ἢ τῶν διαχωρημάτων, ἢ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, διότι τῶν ὀξέων νοσημάτων οὐκ ἦν ἴδια. διὰ τί δ’ οὐδὲν οὐδὲ περὶ τῶν τοιούτων δυσπνοιῶν
5ἐδίδαξεν ἐν τῷ προγνωστικῷ, ἐν αἷς ἤτοι μόνον τὸ εἰσ‐ πνεόμενον, ἢ μόνον τὸ ἐκπνεόμενόν ἐστι μέγα, περιττὸν ἡγοῦμαι νῦν ἐπεξιέναι, δείξας γε σαφῶς ἐν τῷ πρώτῳ τῶν‐ δε τῶν ὑπομνημάτων, ὡς εἰς πέντε ταύτας τὰς δυσπνοίας, ὑπὲρ ὧν νῦν πέπαυμαι λέγων, αὔταρκες ἀνάγειν τὰς ἄλλας
10διαφοράς· οὐδὲ γὰρ ἢ ταχείας, ἢ βραδείας ἀναπνοῆς ἐμνημό‐ νευσεν ἐν προγνωστικῷ. κατὰ τὸν αὐτὸν δὲ λόγον ἐδείξαμεν, ὡς πάσας τὰς ἄλλας διαφορὰς ἐν ταῖς προειρημέναις περιέχε‐ σθαι συμβέβηκε, ὥσθ’ ἑκάτερον αὐτῶν ὀρθῶς ὁ Ἱπποκρά‐ της φαίνεται ποιήσας, ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν τὴν εἰς
15ἁπάσας τὰς κατὰ μέρος δυσπνοίας διαίρεσιν τιθέμενος, ἐν δὲ τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς τὸ πρὸς τὴν
χρείαν ἐπεῖγον.938

7

.

939

Ὁπότ’ οὖν ταῦθ’ ἡμῖν ἱκανῶς ἀποδέδεικται, λείποιτ’ ἂν ἔτι τὰς ὑπολοίπους ἐξ ἁπάντων αὐτῶν τῶν συγ‐ γραμμάτων ἐξηγήσασθαι ῥήσεις, ἀρξαμένους αὖθις ἀπὸ τοῦ δευτέρου τε καὶ ἕκτου τῶν ἐπιδημιῶν. ἐν ἀμφοτέροις γὰρ τού‐
5τοις τοῖς βιβλίοις, ἐφεξῆς τῇ πρώτῃ πασῶν εἰρημένῃ ῥήσει τῇ διδασκούσῃ τὰς διαφορὰς ἁπάσης τῆς δυσπνοίας, ὡδί πως γέγραπται· ἰητήριον συνεχέων χασμέων μακρόπνους· ἐν τοῖ‐ σιν ἀπότοισι καὶ μόγις πίνουσι, βραχύπνους. ἐνταῦθ’ εἴτε τὸν ἄνθρωπον μακρόπνουν, εἴτε τὴν δύσπνοιαν αὐτὴν οὕτως ὠνό‐
10μασεν, ὅτι τὸ διὰ μακροῦ χρόνου γινόμενον, τουτέστι τὸ ἀραιὸν πνεῦμα καὶ προσέτι τὸ πολὺ, δηλοῦται διὰ τῆς προση‐ γορίας ταύτης, ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ, καθάπερ γε καὶ ὡς τὸ δι’ ὀλίγου, τοῦτ’ ἔστι τὸ πυκνὸν, καὶ προσέτι τὸ μικρὸν, ἐκ τοῦ, βραχύπνους. ἰητήριον οὖν ἤτοι σημεῖον ἢ αἴτιον, ἑκά‐
15τερον γὰρ ἔστι δείξασθαι, τῶν συνεχῶν χασμῶν, τὸ μέγα καὶ ἀραιὸν γίγνεται (τὸ) πνεῦμα· σημεῖον μὲν, ὡς εἰς τἀναντία
τῆς διαθέσεως μεθισταμένης, αἴτιον δὲ, ὅτι ἐναντίων ἐναντία939

7

.

940

τὰ ἰάματα· χασμῶνται γὰρ καὶ σκορδινῶνται συνεχῶς, ἀτμώ‐ δους τινὸς καὶ παχέος πνεύματος ἐν τῷ μυώδει γένει κατειλημ‐ μένου, καθότι δέδεικται δι’ ἑτέρων· εὐθὺς δ’ οἷς τοῦτο συμ‐ βέβηκε καὶ συνεχῶς ἐκπνέουσιν, ὡς ἂν ἐκκαθαιρομένου τε καὶ
5κενουμένου τοῦ τοιούτου πνεύματος ἐν ταῖς ἐκπνοαῖς· εἰ δέ τις μηκέτι συνεχῶς, ἀλλ’ ἤδη διὰ μακροῦ χρόνου τὰς ἐκπνοὰς ποιεῖται, δῆλον ὡς αἱ προϋπάρχουσαι διαθέσεις αὐτῷ πέπαυν‐ ται καὶ σημεῖον οὕτως ἰητήριον ἡ μακρόπνοια τῆς χάσμης ἔσται. καὶ μὲν δὴ καὶ ὡς αἰτίαν ἰωμένην τὴν μακρόπνοιαν τὰς χάσμας
10τὰς συνεχεῖς ἀκούειν ἐγχωρεῖ, δοκεῖ μοι καὶ αὐτὸ μηκέτι δεῖσθαι μακροῦ λόγου. τὸ γὰρ ἕως πλείστου τὴν ἀναπνοὴν ἐπισχεῖν, ὅπερ ὀνομάζεται κατάληψις πνεύματος, ᾧ λόγῳ τοὺς λυγμοὺς ἰᾶται, τούτῳ καὶ τὰς γάσμας ἰάσεται. καὶ γὰρ οὖν καὶ ποιοῦσιν ἐπὶ τοῖς γυμνασίοις αὐτὸ σύμπαντες οἱ ἀθληταὶ,
15διώσασθαι τῇ βίᾳ σπεύδοντες ἅπαν ὅσον ἐν τοῖς κατὰ δέρμα λεπτοῖς πόροις, ἢ ὑγρῶν ἢ ἀτμῶν ἴσχεται. διὰ ταῦτα μὲν οὖν
ἡ μακρόπνοια τῶν συνεχῶν χασμῶν σημεῖόν ἐστιν, ἢ αἴτιον940

7

.

941

ἰατρικόν· ἐν δ’ αὖ τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσιν ἡ βρα‐ χύπνοια· τοῦτο δ’ οὐκέτι σαφῶς, ἀλλ’ ἤδη συμβολικώτερον εἴρηται. πότερον γὰρ τοὺς φρενιτικοὺς ἡγητέον ὑπ’ αὐτοῦ δη‐ λοῦσθαι νῦν, ὅτι καὶ δι’ ἄλλων εἶπεν, οἱ φρενιτικοὶ βραχυπό‐
5ται, ψόφου καθαπτόμενοι, τρομώδεες; ἢ μᾶλλον οἷς κατέψυ‐ κται τὰ περὶ τὸν πνεύμονα καὶ τὴν καρδίαν, ὡς ἀναπνεῖν τε ἅμα διὰ μακροῦ καὶ ψυχρὸν ἐκπνεῖν; εἰσαγομένη γὰρ ἐξ ἀμ‐ φοῖν ἡ βραχύπνοια, σημεῖον ἰητήριον· ἐπὶ δὲ τῶν κατεψυγμέ‐ νων οὐ σημεῖον μόνον, ἀλλὰ καὶ αἴτιον. ὡς γὰρ ἡ κατάληψις
10τοῦ πνεύματος ἐκκενοῦν ἠδύνατο τὰ περιττὰ καὶ διὰ τοῦτο ταύτην ἐπὶ τῶν λυζόντων τε καὶ χασμωμένων πολλὰ καὶ σκορδινωμένων καὶ συντόνως γεγυμνασμένων παρελαμβά‐ νομεν, οὕτως ἡ συνεχὴς ἀναπνοὴ ῥιπίσαι τε ἅμα καὶ ἐκ‐ θερμᾶναι τὰ κατεψυγμένα δυνήσεται. κατὰ τοῦτον οὖν τὸν
15λόγον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν συνεβούλευσεν ἐπιτη‐ δεύειν ὀξυθυμίην ἐμποιέειν, καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ
ἐκχυμώσιος, ὡς καὶ τῆς ὀξυθυμίας ἐπεγείρειν τὴν ἔμφυτον941

7

.

942

θερμασίαν δυναμένης. ἀλλ’ ὅτι γε πυκνοτέραν ἐργάζεται πάν‐ τως ἡ ὀξυθυμία τὴν ἀναπνοὴν, οὐδεὶς ἀγνοεῖ. παραληψό‐ μεθα οὖν αὐτὴν ἐπὶ τῶν κατεψυγμένων τε καὶ ἀχροούντων καὶ ἰσχνῶν, ἐκ διαλειμμάτων τέ τινων καὶ προσηκόντων και‐
5ρῶν· οὐ γὰρ δὴ συνεχῶς γε οὕτως, ὡς ἄγαν βλάψαι τὴν δύ‐ ναμιν, ἀλλ’ ὥσπερ τὰ γυμνάσια τὰ ῥωννύντα τὴν ἔμφυτον θερμασίαν, οὐκ ἄμετρα ποιεῖσθαι κελεύομεν, ἀλλ’ ἐν καιρῷ τε καὶ μέτρῳ παραλαμβάνομεν, οὕτω καὶ βραχύπνοιαν, εἴ τε κατὰ μόνας εἴ τε καὶ μετὰ τῆς ὀξυθυμίας ἐπιτηδεύσομεν, οὐκ
10ἄνευ καιροῦ καὶ μέτρου παραληψόμεθα· προσέχειν δ’ ἐνταῦ‐ θα χρὴ τῷ λόγῳ καὶ μὴ νομίζειν τὴν αὐτὴν εἶναι διάθεσιν τῇ νῦν ὑφ’ ἡμῶν δηλουμένῃ τὴν κατὰ τὸ προγνωστικὸν, ἐφ’ ἧς ἔλεγε· ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος, ὀλέθριον κάρτα ἤδη γίγνεται. ἐπὶ γὰρ τῶν ἐν
15ὀξέσι νοσήμασι, περὶ ὧν ἐν ἐκείνῳ τῷ βιβλίῳ ποιεῖται τὸν λόγον, ἡ τοιαύτη δύσπνοια θάνατον δηλοῖ· τοῖς δ’ ἄλλοις
νοσήμασιν, ὅσα χωρὶς πυρετοῦ, ψυχρότης τὴν ὅλην ἕξιν τοῦ942

7

.

943

ζώου καταλαμβάνει· συμπίπτει μὲν οὐδὲ τούτοις ἀκινδύνως, οὐ μὴν ἐξ ἅπαντός γε ὀλεθρίως. ἐκ τούτων δ’ ἐστὶ καὶ ἡ καλουμένη ὑστερικὴ πνὶξ καὶ ὅλως αἱ ἄπνοιαι πᾶσαι, γυναιξὶ μὲν συνεχῶς καὶ μάλιστα ταῖς στειρευούσαις συμπίπτουσαι,
5σπανίως δέ ποτε καὶ ἀνδράσι. ἐπὶ γὰρ τῶν τοιούτων ἁπα‐ σῶν διαθέσεων ὑπὸ πλήθους ὕλης ψυχρᾶς ἡ ἔμφυτος θερ‐ μασία βαρύνεται, δίκην φλογὸς ὑπὸ πολλῶν ὑγρῶν ξύλων καταπνιγομένης, ὥστε καὶ ἀνάψαι ποτὲ δυνατὸν ταύτην κρα‐ τήσαντα τῆς ὕλης· ἐφ’ ὧν μέντοι δαπανηθείσης τῆς ὕλης ἐξ
10ἀνάγκης αὐτὴ συναποσβέννυται, καθάπερ ἐπὶ τῶν ἐν τοῖς ὀξέσι νοσήμασιν οὕτως ἐκπνεόντων, οὐδεμία σωτηρίας ἐλπὶς ὑπολείπεται. τούτων δὲ οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς ἐν ταῖς ἀπνοίαις ἀπολωλέναι μὲν τελέως ἅπασαν τὴν ἀναπνοὴν, οὔθ’ ὑπονοῆσαι δυνατὸν, οὔθ’ οὕτως ἔχον φαίνεται τοῖς ἐπιμε‐
15λῶς κατασκεπτομένοις τὸ συμβαῖνον· ἐλάχιστον δ’ αὐτοῖς ἅμα καὶ διὰ μακροτάτου χρόνου γίνεται τὸ πνεῦμα καὶ ταύτῃ
λανθάνει τοὺς πολλούς· ἀλλ’ εἰ προσέχοι τις ἐπιμελῶς τὸν943

7

.

944

νοῦν, ἢ καὶ προσθείη τινὰ τῶν δακτύλων πρὸ τῆς τοῦ κάμ‐ νοντος ῥινὸς, αἰσθήσεται τῆς ἀναπνοῆς. εἰ δὲ καὶ τρίχα κα‐ τακρεμάσει πρὸ αὐτῆς, ἢ ἔριον λεπτὸν, ἀκριβῶς διεξεσμένον, ὄψεται καὶ ταῦτα σειόμενα. κατὰ μὲν δὴ τὰς τοιαύτας δια‐
5θέσεις βραχύπνοια, τουτέστιν ἡ διὰ βραχέος χρόνου κίνησις τῶν ἀναπνευστικῶν ὀργάνων, ἥνπερ δὴ καὶ πυκνὸν πνεῦμα καλοῦμεν, αἴτιόν τε ἅμα καὶ σημεῖον ἰητήριον ὑπάρχει· κατὰ δὲ ταὐτὸ τῶν συνεχῶν χασμῶν οὐ μόνον ἡ διὰ μακροῦ, του‐ τέστιν ἡ ἀραιὰ, σημεῖόν τε ἅμα καὶ αἴτιόν ἐστιν ἰητήριον,
10ἀλλὰ καὶ ἡ μεγάλη. καλεῖται γὰρ καὶ ἥδε κατὰ δεύτερον λό‐ γον μακρόπνοια. πρώτως μὲν γὰρ ἡ διὰ μακροῦ χρόνου γι‐ νομένη, τουτέστιν ἡ ἀραιὰ, τοῦτο κέκτηται τοὔνομα, δευτέ‐ ρως δὲ καὶ ἡ μεγάλη. περὶ μὲν δὴ τούτων ὧδε ἔχει. Παραθώμεθα δὲ δὴ καὶ τἄλλα σύμπαντα
15τὰ περὶ τῆς δυσπνοίας αὐτῷ γεγραμμένα. κατὰ μὲν δὴ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐπὶ μὲν τῆς Ἀντιγένους, προειπὼν
ὡς ἀσθμώδης ἐγένετο πρὸ τόκου, μετὰ ταῦτ’ ἐπιφέρει· ἔπειθ’944

7

.

945

ἅμα τόκῳ πύον ἀνήμεσεν. ὥσθ’ ὁμολογεῖ καὶ τοῦτο τοῖς ὑφ’ ἡμῶν ἀποδεδειγμένοις· ἀσθμαίνουσι μὲν γὰρ οἱ πυκνὸν ἀνα‐ πνέοντες ἅμα καὶ τὸν θώρακα μέχρι πολλοῦ διαστέλλοντες. γίγνεται δὲ τοῦτο ποτὲ μὲν ἐν διαθέσεσι πολλῆς εἰσπνοῆς
5δεομέναις. ἀμέλει καὶ τοῖς δραμοῦσιν ἢ ὁπωσοῦν ἄλλως ὀξέως γυμνασαμένοις τὸ τοιοῦτον συμπίπτει καὶ πᾶσι τοῖς περικαέσι πυρετοῖς· γίγνεται δ’, ὡς ἐδείχθη, κᾀπειδὰν ἔμφραξις, ἢ θλίψις, ἢ στενοχωρία τις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ὑπάρχῃ· τοιοῦτον δέ τι φαίνεται συμβῆναι καὶ τῇ τοῦ Ἀντιγέ‐
10νους, ὡς ἐδήλωσε τὸ πύον. ταύτης μὲν δὴ πρώτης ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν δυσπνοίας μέμνηται· μετὰ δὲ ταύ‐ την τῆς συμβάσης τῇ Λυκίῃ, περὶ ἧς, ὡς καὶ πρόσθεν ἔλεγον, ἔγραψε· πνεῦμα ἐδιπλασιάζετο, οὐ μὴν μέγα κατὰ λόγον. ἐπεπόνθει γὰρ αὐτῆς τὸ νευρῶδες γένος τῶν ὀργάνων, ὥστε
15καὶ τῶν οὔρων ἐπίσχεσιν παντελῆ γενέσθαι. διὰ τοῦτο μὲν δὴ τὸ διπλασιαζόμενον ἐγίνετο πνεῦμα· διά τί δὲ οὐ μέγα;
ἢ διότι κατέψυκτο; περιέσταλτο γοῦν, φησι· τούτω δ’ ἐδεί‐945

7

.

946

χθη χρώμενος τῷ ὀνόματι κατὰ τῶν ἀποψυχομένων τὴν ἔμ‐ φυτον θερμασίαν. ἐφεξῆς δὲ καὶ περὶ τῶν γενομένων τότε κυναγχικῶν διαλεγόμενος, ὡδὶ γράφει· πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον· ὡς δηλονότι μετεώρου τὰ πολλὰ τοῖς κυ‐
5ναγχικοῖς γιγνομένου τοῦ πνεύματος. οὕτως δὲ καλεῖν ἔθος αὐτῷ τὸ μικρὸν πνεῦμα, καὶ ὡς δόξειέ τινι, αὐτόθι που μέ‐ χρι τῆς φάρυγγος εἰσιὸν, οὐκ εἰς τὸ βάθος τοῦ θώρακος κα‐ τερχόμενον. ὅτι δὲ τοιοῦτον ἀνάγκη ὑπάρχειν τὸ πνεῦμα τοῖς ὁτιοῦν ὀδυνωμένοις τῶν ἀναπνευστικῶν ὀργάνων, ἔμ‐
10προσθεν εἴρηται. τίς οὖν ἡ αἰτία δι’ ἣν τοῖς κυναγχικοῖς οὐ πάνυ τὸ πνεῦμα μετέωρον; ἢ διότι μηδὲ τὸ τῆς κυνάγχης εἶ‐ δος αὐτοῖς εἰθισμένως ἐγένετο; πρῶτον μὲν γὰρ ἐρεῖ· φά‐ ρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ· εἶθ’ οὕτω φησίν· οὐ πνι‐ γόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο· καὶ ὅλως
15ἡ διήγησις ἅπασα τῆς τότε γενομένης κυνάγχης, ἀπαθῆ μὲν ἐδείκνυτο μεῖναι τὴν φάρυγγα, τὰ δὲ ἐπιγειτνιῶντα ταύτῃ μέρη, τὰ συνεχῆ τοῖς σπονδύλοις τοῦ τραχήλου, παθεῖν.
καὶ γὰρ οὖν καὶ μεταστῆναί φησι καὶ αὐτοὺς τοὺς σπονδύ‐946

7

.

947

λους, τοὺς μὲν εἴσω μόνον, τοὺς δὲ καὶ εἰς τὰ πλάγια. μήτ’ οὖν ἄλλου τινὸς τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθότος, ἀλλὰ μηδὲ τῆς φάρυγγος αὐτῆς κατὰ τὸν ἴδιον λόγον, ὅτι μὴ τῇ κοινωνίᾳ τῆς θέσεως συναπολαυούσης τῶν παθημάτων,
5δεόντως οὐ πάνυ μετέωρον ἦν αὐτοῖς τὸ πνεῦμα· μηδ’ ὅλως μὲν γὰρ ἐνοχλουμένης τῆς φάρυγγος, οὐδ’ ἂν μετέωρον ἦν μηδαμῶς· ἐπεὶ δ’ ἐκ τοῦ συμπάσχειν τοῖς παρακειμένοις ἠνω‐ χλεῖτο, τὴν μέσην τῶν εἰρημένων κατάστασιν ἐκτήσατο, με‐ τρίως πυκνωθέν. ἐφεξῆς δὲ τῆσδε τῆς καταστάσεως ἑτέρας
10μνημονεύει γενομένης ἐν Περίνθῳ, τόνδε τὸν τρόπον ἀρχόμε‐ νος τῆς διηγήσεως· ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον τὰς θερινὰς ἤλθομεν· ἔπειτα διηγεῖται τὴν ὅλην τῶν νοση‐ μάτων ἰδέαν, ἀπὸ καύσου μὲν ἀρξαμένην, ἐμετώδη δὲ γενο‐ μένην καὶ μέχρι πλείστου χρονίσασαν. ἀλλὰ καὶ ὡς χωρὶς
15ἐμέτων οἱ καῦσοι τούτοις ἐγίγνοντο, καὶ ὡς ἡ γαστὴρ αὐτοῖς διεχώρει πολλὰ, καὶ τοῦτο προσέθηκεν. ὥστ’ ἐκ τούτων καὶ τῶν ἄλλων ἁπάντων εὔδηλον εἶναι, τῆς καταστάσεως τὴν
ὑπόθεσιν ἐν φλέγμασι διασηπομένοις γεγενημένην, ἀπα‐947

7

.

948

θῶν μὲν τῶν ἀναπνευστικῶν μεινάντων, καὶ τοῦ στόματος τῆς κοιλίας, ἐκ δὲ τῶν κατωτέρω μερῶν αὖθις ὁρμωμένου τοῦ καύσου· εἰκότως οὖν αὐτοῖς οὔθ’ ὥσπερ οἷς ἐν πνεύ‐ μονί τε καὶ καρδίᾳ πλῆθος ἤθροιστο θερμασίας πυρώδους,
5ἐγένετο μέγα τὸ πνεῦμα, μικρόν τ’ οὐκ ἦν παντάπασιν, ὡς μήτ’ ὀδυνωμένοις μήτε κατεψυγμένοις. εἴπερ οὖν τὸ με‐ τέωρον οὐδὲν τοῦ μικροῦ διαφέρον δηλοῖ, κατὰ λόγον αὐτοῖς φησι τὰ πνεύματα μετέωρα γίγνεσθαι, οὐ μὴν πάνυ γε. μετὰ δὲ ταύτην τὴν κατάστασιν οὐδεμιᾶς ἐν τοῖς ἐφεξῆς
10δυσπνοίας ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἄχρι τῆς ῥήσεως ἐκείνης ἣν πρώτην παρεθέμην ἁπάντων ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἣ ἄρχεται τόνδε τὸν τρόπον· πνεύματα πυκνὰ σμικρὰ, μεγάλα ἀραιά. ταύτην δὲ σύμπασαν ἐξηγήσασθαι φθάνω. τῆς οὖν ἐφεξῆς αὐτῷ γεγραμμένης δυσπνοίας
15ἐπὶ ἀῤῥώστου τινὸς, οὗ τὸ ὄνομα Σκόπος, εἴη ἂν ἤδη μνη‐ μονεύειν καιρός· ἔχει δ’ ἡ τοῦ παλαιοῦ λέξις ὧδε· πνεῦμα
δὲ ὑπόπυκνον, ὑποχόνδρια ἤλγει, καὶ ἀναπνέων, καὶ στρε‐948

7

.

949

φόμενος. φαίνεται δὴ καὶ οὗτος ὁ ἄῤῥωστος μαρτυρῶν τοῖς πολλάκις ὑφ’ ἡμῶν προειρημένοις· ἐπεὶ γὰρ τὰ ὑποχόνδρια τοῖς ἀναπνευστικοῖς ὀργάνοις συνῆπται, διὰ τοῦτο ὀδυνωμέ‐ νων αὐτῶν ὑπόπυκνον ἦν τὸ πνεῦμα. ταυτὶ μὲν οὖν ἐν
5τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἴδη δυσπνοίας ἔγραψεν. ἐν δὲ τῷ τετάρτῳ πρῶτον μὲν μέμνηται τῆς Νικοστράτου γυναι‐ κὸς, τῆς ἐν Κρανῶνι, μικρὸν καὶ πυκνὸν ἐχούσης τὸ πνεῦμα· δεύτερον δὲ τῆς Ἀντιγένους, ἀσθματώδους οὐχ ὑπόγυιον τότε γενομένης, ἀλλ’ ἐξ ἀρχῆς οὔσης, ὥστε καὶ βήττειν ἀεί·
10περὶ μὲν δὴ ταύτης οὐδ’ ἓν ἂν εἴη ζήτημα· περὶ δὲ τῆς ἐν Κρανῶνι, τῆς Νικοστράτου γυναικὸς, διὰ τοῦτό μοι δο‐ κεῖ προσθεῖναι τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, διότι παρε‐ φρόνησεν. εἴρηται γὰρ ἤδη πολλάκις, ὡς τοὐναντίον τὸ ἀραιὸν καὶ μέγα πνεῦμα παραφροσύνης ἐστὶν ἴδιον· ὥστε
15ἄξιον ζητῆσαι, διὰ τί τουτὶ μὲν οὐκ ἐγένετο, τὸ δ’ ἐναν‐ τίον αὐτῷ τὸ τῶν ἀλγημάτων ἴδιον, τὸ μικρὸν καὶ πυκνόν. οὐδὲ γὰρ προσέθηκεν ἐν τῇ διηγήσει τῆς ἀῤῥωστίας, γενέ‐
σθαι τινὰ ὀδύνην οὐδενὸς τῶν μορίων, ἀλλ’ οὐδ’ ὄγκον949

7

.

950

ἐπίσημον οὔτε καθ’ ὑποχόνδριον οὔτε κατὰ θώρακα. τί δὴ οὖν ἐστι τὸ γινόμενον; ἐμοὶ μὲν δοκεῖ διττή τις ἰδέα νο‐ σήματος συστῆναι περὶ τὸ γύναιον ἀπὸ διττῆς ἀρχῆς· ἐν μὲν γὰρ τῷ παραφρονῆσαι καὶ τὸν τράχηλον καὶ τὸ στόμα
5καὶ τὴν ῥῖνα παρασπασθῆναι δῆλον ὡς ἐν τῇ κεφαλῇ τις ὑπόθεσις αὐτῇ νοσήματος ὑπῆρχεν· ἐκ δὲ τοῦ τὸν σῖτόν τε ἐγκατακλεισθῆναι μέχρι δεκάτης ἡμέρας καὶ τοῖς οὔροις ὀρο‐ βοειδῆ γενέσθαι τὴν ὑπόστασιν, οὐ μικρὰν ἐν ἥπατι νομίζω γενέσθαι φλεγμονὴν, ἐφ’ ἧς τὴν ἄνωθεν διάθεσιν νικηθεῖσαν
10οὐ δυνηθῆναι καθ’ ἑαυτὴν τυπῶσαι τὴν ἀναπνοήν. εἴρηται γὰρ οὖν καὶ πρόσθεν ἤδη πολλάκις, ὡς κατὰ τὴν ἐπικρα‐ τοῦσαν διάθεσιν ἡ τῆς δυσπνοίας ἰδέα σχηματίζεται. δηλοῖ δ’ οὐχ ἥκιστα τῆς παραφροσύνης τὸ βραχὺ καὶ ἡ λέξις αὐτὴ τοῦ παλαιοῦ. παραλέγειν γοῦν αὐτὴν εἶπεν· εἴωθεν
15δὲ τῷ τοιούτῳ ῥήματι χρῆσθαι μικρὰν ἐνδείξασθαι βλά‐ βην βουλόμενος, ὡς καὶ τοῦτ’ ἀποδέδεικται πολλάκις. οὐδὲν οὖν θαυμαστὸν, ἐπὶ βραχὺ μὲν αὐτῆς παραφρο‐
νούσης, ἰσχυρῶς δὲ φλεγμανθείσης κατὰ τὸ ἧπαρ, οὐ950

7

.

951

τὴν τῆς παραφροσύνης, ἀλλὰ τὴν τῆς φλεγμονῆς οἰκείαν ἀπαντῆσαι δύσπνοιαν. οὕτω μὲν δὴ καὶ περὶ τούτων ἔχει. Τί δ’ ὅταν εἴπῃ, πνευματώδη τινὰ γενέ‐
5σθαι, χρὴ δέχεσθαι; πότερον ὃν ἐν τῷ περὶ διαίτης ὀξέων πνευματίαν ἐκάλεσεν; ἢ τὸν πεπνευματωμένον τὴν γαστέρα; τί δέ ἐστιν ὁ πνευματίας, ἐν τῷ περὶ διαίτης ὀξέων αὐτὸς ἐξηγήσατο σαφέστατα. προειπὼν γὰρ, ὡς ταχέως πνευμα‐ τίαι γίνονται, συνάπτων εὐθὺς ἐπιφέρει· ὑπὸ δὲ πολλοῦ
10καὶ πυκνοῦ πνεύματος. τοῦτο μὲν δὴ καὶ κατ’ ἀρχὰς εὐθὺς ἐξηγησάμην ἐν τῷδε τῷ βιβλίῳ· τὸ δ’ ἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν ἐπισκεπτέον, αὐτὴν ὑπογράψαντας τὴν ῥῆσιν ἔχουσαν ὧδε· ὁ ἐκ τῶν μετάλλων· ὑποχόνδριον δεξιὸν ἐν‐ τεταμένον, σπλὴν μέγας, κοιλίη ἐντεταμένη, ὑπόσκλη‐
15ρος, πνευματώδης, ἄχροος. ἐγχωρεῖ γὰρ ἑκάτερον, καὶ δύσπνουν αὐτὸν γεγονέναι, διὰ (τε) τὰς ἐν τοῖς ὑπο‐
χονδρίοις διαθέσεις, καὶ πνευματωθῆναι τὴν γαστέρα.951

7

.

952

πολὺ δ’ ἔτι μᾶλλον ἀσαφὴς ὁ ἐφεξῆς ἄῤῥωστος, ἔχων ὡδί· ὁ Τιμαίνεω εἶχέ τι πνεύματος, ὡς ὠχρῶδες εἶναι. καὶ γὰρ καὶ τούτῳ πάνυ τις ἦν ἥπατος κακοπραγία, δι’ ἣν ἐνεχώρει δυσπνοεῖν αὐτὸν, καὶ πνευματοῦσθαι τὴν γαστέ‐
5ρα· τὸ γὰρ ὠχρῶδες χρῶμα κακοπραγοῦντος ἥπατος γνώ‐ ρισμα. τὸ δ’ ἐφεξῆς λεγόμενον ὡδί· ὁ τῆς λεχοῦς ἀνὴρ, ὁ παρὰ Σιτοδόκῳ, ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον εἰσῆλ‐ θον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρὰ, καὶ πνεῦμα πυκνόν· οὐδὲ
10ζήτημ’ ἔχει. σκληρῶν γὰρ οὐ μετρίως καὶ μεγάλων τῶν ὑποχονδρίων γενομένων, εὔλογον πυκνὸν εἶναι αὐτῷ τὸ πνεῦμα. ἀσαφὲς δὲ τελέως ἐστὶ τὸ τούτου συνεχὲς ἐπὶ τῆς λεχοῦς εἰρημένον ὧδε· διαίροντος δὲ τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη. τί γὰρ εἶδος εἶχε δυσπνοίας, οὔτ’
15αὐτὸς ἐδήλωσε σαφῶς οὔτέ τι σύμπτωμα ἄλλο τοιοῦτον ἔγραψεν, ἐξ οὗ τεκμαίροιτ’ ἄν τις τὴν γενομένην αὐτῇ
διάθεσιν. καὶ μέντοι καὶ μετὰ ταύτην οὐκ ὀλίγον προελ‐952

7

.

953

θὼν ἄρχεται διηγεῖσθαι τόνδε τὸν τρόπον· ἡ Τιμαίνεω πνευματώδης. δύναται μὲν γὰρ δύσπνους ἀκούεσθαι, δύ‐ ναται δὲ καὶ ὥσπερ οἱ πλεῖστοι τῶν ἐξηγησαμένων οἴον‐ ται λέγεσθαι, ἐμπεπνευματωμένη τὰ ὑποχόνδρια· βέλτιον
5δὲ δοκεῖ μοι, καὶ ἴσως ἀναγκαῖον, τὴν πεπνευματωμένην τὰ ὑποχόνδρια λέγεσθαι μᾶλλόν περ ἢ δύσπνουν. ὀλί‐ γον οὖν ἐν τῇ διηγήσει προελθὼν, καί τινι εὐπνοωτέρη, φησὶν, ὡς ἂν ἤδη προειρηκὼς ὑπὲρ αὐτῆς δύσπνουν εἶναι. ὅτι δὲ πνευματώδεις, οἷς πυκνόν ἐστι τὸ πνεῦμα, προσα‐
10γορεύειν εἴωθεν, εἴρηται μὲν κᾀν τοῖς πρόσθεν, ἀλλὰ καὶ νῦν δῆλον· ἐπὶ τὸ χεῖρον γὰρ αὖθις ἐτέτραπτο τὰ τῆσδε τῆς ἀνθρώπου συμπτώματα, καὶ κατὰ τὴν ἑξκαιδεκάτην ἡμέραν ἀποθανεῖν αὐτήν φησι, πυκνὸν ἔχουσαν τὸ πνεῦμα. καὶ ὁ μετὰ ταύτην δὲ γεγραμμένος, ὅτι καὶ αὐτὸς ἀνέ‐
15πνευσε πυκνὸν ἐπὶ τῇ τῶν ὑποχονδρίων διαθέσει, δῆλον ἡ ῥῆσις αὐτὴ ποιήσει, τόνδε τὸν τρόπον ἔχουσα· ὁ παῖς,
ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀποιμάντου ἀδελφῆς, ὑπο‐953

7

.

954

χόνδρια μεγάλα, καὶ σπλὴν, πνεῦμα, διαχώρησις πικρόχο‐ λος. ὥσπερ γὰρ πνευματώδεις ἐνίοτε καλεῖ τοὺς πυκνὸν ἀναπνέοντας, οὕτω ποτὲ καὶ ἁπλῶς γράφει, πνεῦμα. θαυμαστὸν δ’ οὐδὲν εἰ μεγάλων ὄντων ὑποχονδρίων, ἐγί‐
5γνετο πυκνὸν τὸ πνεῦμα. καὶ γὰρ αὖ καὶ προελθὼν ἐπ’ αὐτοῦ πάλιν ἐρεῖ· τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν, καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῆ. καθόλου γὰρ, ὡς ἔφα‐ μεν, ἐπειδὰν ἢ ὄγκος, ἢ ὀδύνη τις ἐν τοῖς καθ’ ὑποχόν‐ δρια συσταίη, μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνέου‐
10σιν. ὥστ’ οὐδὲν θαυμαστὸν οὐδ’ ἐπειδὰν ἐν τοῖς μετὰ ταῦτα, προειπὼν, ὑποχόνδριον ὑπολάπαρον, προσθῇ, πνευματῶδες δὲ οὐ κάρτα. εἰ γὰρ δὴ τὸ μὲν λαπα‐ ρὸν κενὸν, τὸ δὲ ὑπολάπαρον ὑπόκενον, ἐπὶ τοσοῦτον δυσπνοήσουσιν, ἐφ’ ὅσον αὐτοῖς ἔχει κακῶς τὰ καθ’ ὑπο‐
15χόνδριον. μετρίως οὖν αὐτῶν πεπονθότων, μετρίως δυσ‐ πνοήσουσιν· ὥσπερ πάλιν ἐν τοῖς κατωτέρω τοῦ βιβλίου,
ὧδέ πως γράφει· τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον,954

7

.

955

ᾗ τὸ σκλήρυσμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες· εὐλόγως ἐπάγει, καὶ οὐ πάνυ δύσπνοος. εἴπερ γὰρ τὸ σκλήρυσμα μὴ κάρτα ὀδυνῶδες ἦν, οὐδὲ πάνυ δύσπνουν εἶναι τὴν ἄνθρωπον εἰκὸς ἦν. οὕτω δὲ
5καὶ κατὰ τὴν τελευτὴν ἤδη τοῦ βιβλίου περὶ τοῦ πρεσβυ‐ τέρου διηγούμενος, εἶτα προειπὼν, παρηνέχθη κοσμίως, ἐπήνεγκεν, οὐ πάνυ δύσπνοος. ἀεὶ γὰρ κατὰ τὸ μέγεθος τῆς ἐργαζομένης τὴν δύσπνοιαν αἰτίας καὶ τὸ τῆς δυσ‐ πνοίας γίνεται μέγεθος. ἀλλὰ καὶ ταῦτα μὲν ἐν τῷ τε‐
10τάρτῳ τῶν ἐπιδημιῶν γέγραπται, ὁμολογοῦντα τοῖς περὶ δυσπνοίας ὑφ’ ἡμῶν ἀποδεδειγμένοις. ἐν δ’ αὖ τῷ εʹ τῶν ἐπιδημιῶν ιδʹ μὲν ἄῤῥωστος γέγραπται τόνδε τὸν τρόπον· ἐν Λαρίσσῃ Ἱπποσθένης, περιπνευμονίῃ ἐδόκει τοῖς ἰητροῖσι συνέχεσθαι· ἦν δὲ οὐδαμῶς· ἀρχὴν δὲ παλαίων, ἔπεσεν
15ἐν σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπέπεσεν αὐτῷ· καὶ ἐλού‐ σατο ψυχρῷ, καὶ ἔμεινε, καὶ ἔδοξε βαρύτερος γενέσθαι·
τῇ δ’ ὑστεραίῃ ἐπύρεσσε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ955

7

.

956

πνεῦμα πυκνόν. εἶτα μικρῷ προελθών· ὁπότε δὲ βήσσοι, φησὶν, ὠδυνᾶτο τὰ στήθεα καὶ τὰ νῶτα. οὐδὲν οὖν θαυ‐ μαστὸν, οὕτω διακειμένων τῶν κατὰ θώρακα, πυκνὸν γε‐ νέσθαι τὸ πνεῦμα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσ‐
5κείμενον, οὐδὲ ῥέγχος εἶχεν, εἰς ἀπόδειξιν μὲν εἴρηται τοῦ μὴ γενέσθαι περιπνευμονικὸν τὸν ἄνθρωπον, ὁμολογεῖ δὲ καὶ αὐτὸ τοῖς κατ’ ἀρχὴν εὐθὺς ἐν τῷδε τῷ λόγῳ πρὸς ἡμῶν εἰρημένοις, ὁπότ’ ἐν τῷ περὶ διαίτης ὀξέων ἐξηγού‐ μεθα τὴν λέξιν ταύτην· οἱ δ’ ἀπὸ τῆς ὀρθοπνοίας τε καὶ
10τοῦ ῥέγχους ἀποπνιγέντες. ἔννατός τε καὶ τριακοστὸς ἄῤ‐ ῥωστος ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν γέγραπται, πυκνὸν ἔχων καὶ αὐτὸς τὸ πνεῦμα. παραγράψω δὲ κᾀνταῦθα τὴν ῥῆσιν αὐτὴν, ὧδέ πως ἔχουσαν· παιδίον ὑπὸ ὀρέος ἐπλή‐ γη τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τεταρταῖον· τὸ
15πνεῦμα πυκνὸν εἶχε, καὶ οὐ κατενόει, καὶ πυρετὸς εἶχεν. οὐκ ἄδηλον ἐπὶ τούτου, τὸ περιτόναιον καὶ τὸ διάφραγμα συμφλεγμῆναι γαστρὶ καὶ ἥπατι, καὶ διὰ τοῦτο καὶ παρα‐
φρονῆσαι τὸ παιδίον. ἀλλ’ οὐ κατὰ τὴν παραφροσύνην956

7

.

957

ἐδυσπνόησεν, ἡ γὰρ μείζων διάθεσις ἡ καθ’ ὑποχόνδριον, καθ’ ἑαυτὴν ἐτύπωσε τὴν ἰδέαν τῆς ἀναπνοῆς, ἡ δ’ ἥττων ἡττήθη. ἐν δὲ τῷ εʹ ταῦτα. Πάλιν δὲ μεταβάντες ἐπὶ τὸ ἕκτον, οὗ
5καὶ πρόσθεν ἤδη τὴν κοινὴν πρὸς τὸ δεύτερον ἐξηγησάμεθα ῥῆσιν, ἐπὶ τὰς ὑπολοίπους ἔλθωμεν. εἰσὶ δὲ ὀλίγου δεῖν ἅπασαι σαφεῖς ἤδη διὰ τὰ προειρημένα. τὸ γὰρ πνεῦμα μόνον ἁπλῶς οὕτω γράφων ἐν ταῖς τῶν νοσημάτων ἐδείχθη συνδρομαῖς ἀντὶ τῆς δυσπνοίας, ἀφ’ ἧς πυκνὸν γίνεται τὸ
10πνεῦμα· τὸ δ’ αὐτὸ τοῦτ’ ἐπὶ πλέον πυκνούμενον ἔθος αὐτῷ ἆσθμα καλεῖν. ὥστε κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἐπειδὰν εἴπῃ, πνεῦμα ἐγκαταλείπηται, τὴν μετὰ πυκνότητος ἀκουσόμεθα δύσπνοιαν. ὡσαύτως δὲ κᾀπὶ τῆς ἐν Κρανῶνι γυναικὸς, ἐφ’ ἧς οὕτω γράφει· σπλὴν φύσει μέγας, πυρε‐
15τὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα, τὴν προειρημένην δύσ‐ πνοιαν ἀκουστέον, ἐφ’ ἧς πυκνοῦται τὸ πνεῦμα, ὡς καὶ
ἐπὶ τῆς Ἀγίσιος κόρης. ὅτι δὲ διαφέρει τὸ πυκνὸν πνεῦμα957

7

.

958

τοῦ ἄσθματος, ἐδήλωσε σαφῶς. ἔχει δὲ ἡ ῥῆσις ὧδε· ἡ Ἀγίσιος κόρη μὲν ἐοῦσα πυκνοπνεύματος ἦν· γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα, ἐπιπολαίως ᾖρεν ἄχθος μέγα καὶ αὐτίκα ψοφῆσαι μὲν ἐδόκει κατὰ τὸ στῆ‐
5θος· τῇ δ’ ὑστεραίῃ ἆσθμά τε εἶχε καὶ ἤλγεε ἰσχίον τὸ δεξιόν. εἶτ’ ἐφεξῆς ἔπτυσεν ἀφρῶδές, φησιν, ἀρχομένη δ’ ἦν ἀνθη‐ ρά. καὶ δῆλός ἐστιν ἐξ ὅλης τῆς συνδρομῆς, ὡς φύματος ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις παλαιοῦ καὶ δυσπέπτου ῥαγέν‐ τος ἔπτυσε ταῦτα καὶ ὡς διὰ ταῦτα τὰ φύματα πυκνοπνεύ‐
10ματος ἦν. ἐν δ’ αὖ τοῖς κατωτέρω τοῦ βιβλίου, κατὰ μὲν τὴν κατάστασιν, ἧς ὑπήρξατο τόνδε τὸν τρόπον· βῆχες ἤρ‐ ξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινάς· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετό, φησι, (καὶ ὅτι μετέωρόν ἐστι πνεῦμα τὸ σμικρὸν καὶ πυκνὸν, διήλθομεν ἐν τοῖς ἔμπροσθεν) ἀμέλει
15καὶ συνάγχας γενέσθαι κατ’ ἐκείνην τὴν κατάστασιν ἔφη. μοχθηροὶ γοῦν οἱ τὸ μετέωρον ἀντὶ τοῦ μεγάλου νομίζοντες
εἰρῆσθαι, διότι μετεωρίζει τὸν θώρακα, διαῖρον ἐπὶ πλεῖστον·958

7

.

959

ὀλίγον δὲ προελθὼν, πνευματίας ὀνομάζει τινάς· καὶ εἴρηται καὶ περὶ τοῦδε πρόσθεν, ὡς ἤτοι τοὺς ἐμπεπνευματωμένους, ἢ τοὺς ἀσθματώδεις, οὕτως καλεῖ. τὸ δ’ ἐν τοῖς ἐφεξῆς λε‐ γόμενον, ἄσημον πνεῦμα, σμικρόν ἐστι καὶ διὰ τοῦτ’ ἀφα‐
5νὲς, οἷον καὶ ταῖς καλουμέναις ἀπνοίαις καὶ ταῖς ὑστερικαῖς πνιξὶ συνεδρεύει. τοιοῦτον δέ τι βούλεται δηλοῦν ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης ὧδε· καὶ τὰ πνεύματα τοῖσι φθινώδεσι τὰ ἄσημα, κακὰ, καὶ τοῖσιν ἀτόκοισι· καὶ ὅσα ἄλλα τοιαῦτα ἀπὸ τῆς αὐτῆς καταστάσεως. αἱ γὰρ δὴ ἄτοκοι γυναῖκες, αὗται
10δὲ τοὐπίπαν εἰσὶν αἱ μὴ καθαιρόμεναι καλῶς, ἁλίσκονται μά‐ λιστα ταῖς ἀπνοίαις, ὥσπερ ἀμέλει καὶ ὅσαι χηρεύουσιν ἐπὶ πλεῖστον. ὥσθ’ ὅσα μὴ διάσημα σαφῶς πνεύματα, μηδ’ ἐστὶν ἡμῖν κατάδηλα, ταῦτ’ ἄσημα κέκληκεν. ἐκ τούτων ὁρμώμε‐ νος ἄν τις εὑρίσκοι καὶ χωρὶς ἐμοῦ τἄλλα πάντα τὰ περὶ
15δυσπνοίας εἰρημένα κατά τε τὰ γνήσια καὶ τὰ νόθα τῶν βι‐ βλίων, καίτοι σχεδὸν ἡμεῖς πάντα διήλθομεν ἐν τῷδε τῷ λόγῳ
τὰ γνήσια. ἀλλ’ ἐπεὶ καὶ τὰ Θεσσαλοῦ τοῦ υἱέος αὐτοῦ καὶ959

7

.

960

τὰ Πολύβου τοῦ γαμβροῦ, τῆς Ἱπποκράτους ἐστὶ τέχνης, οὐ πόῤῥω δ’ αὐτῶν οὐδ’ ὅσα δοκεῖ μὲν Εὐρυφῶντος εἶναι, φέρεται δ’ ἐν τοῖς Ἱπποκράτους, ἐάν μοι σχολὴ γένηταί ποτε πλείων, ἄλλο τέταρτον προσθήσω βιβλίον, ἐξηγούμενον ἃ
5κατὰ τὰ λοιπὰ τῶν ἐπιγεγραμμένων Ἱπποκράτους εἴρηται περὶ δυσπνοίας. νυνὶ δ’ ἑτέρων κατεπειγόντων, οὐκ ἐπ’ ἐκεῖ‐
να μεταβήσομαι.960