TLG 0057 054 :: GALENUS :: De tumoribus praeter naturam

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De tumoribus praeter naturam

Source: Reedy, J. (ed.), Galen. De tumoribus praeter naturam [Diss. University of Michigan] 1968: 1–28.

Citation: Kühn volume — page — (line)

7

.

705

(t1)

ΓΑΛΗΝΟΥ
t2ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΦΥΣΙΝ ΟΓΚΩΝ
1 Ἕν τι τῶν συμβεβηκότων τοῖς σώμασιν ὑπάρχει τὸ δηλούμενον πρᾶγμα πρὸς τῆς ὄγκος φωνῆς. τὴν γὰρ εἰς μῆκος καὶ πλάτος καὶ βάθος διάστασιν οὕτως ὀνομάζουσιν οἱ Ἕλληνες. ἔστι δ’ ὅτε καὶ τὴν ὑπὲρ τὸ κατὰ φύσιν αὔξησιν
5ὄγκον καλοῦσιν ἥτις οὐ μόνον τοῖς νοσοῦσιν ὁτιοῦν μόριον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπάρχει. καὶ γὰρ οἱ παχεῖς ηὔξηνται μὲν ὑπὲρ τὸ κατὰ φύσιν εἰς βάθος καὶ πλάτος, οὐ

7

.

706

μὴν ἤδη γέ πω παρὰ φύσιν ἔχουσιν, | ὡς γὰρ πολλάκις εἴρηται, τρίτη τίς ἐστι κατάστασις ἡ τῶν οὐ φύσει διακειμένων σωμάτων ἐν μέσῳ πως ὑπάρχουσα τῶν κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων. ὁ μὲν οὖν παχὺς ἢ ἰσχνὸς οὐ παρὰ φύσιν, ἀλλ’
5ἁπλῶς μόνον ὁ μὲν ὑπὲρ τὸ κατὰ φύσιν, ὁ δὲ ἐνδεέστερον ἔχει τοῦ κατὰ φύσιν, οὐ φύσει δὲ ἑκάτερος. ὁ δὲ ἐξ ὑδέρου τὸν ὄγκον ἐπικτησάμενος ἢ ἐκ φθόης τὴν λεπτότητα παρὰ φύσιν ἄμφω διάκεινται. πρόκειται δὲ ἡμῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σκέψασθαι περὶ τῶν παρὰ φύσιν ὄγκων, ὅλον τε καταλαμβανόντων1
10τὸ σῶμα καὶ μόριον ὁτιοῦν αὐτοῦ, τοσοῦτον ἐπιδιορισαμένοις ὡς τῶν οὐ φύσει διαθέσεων αἱ ὑπερβολαὶ παρὰ φύσιν εἰσίν. ὅρος δὲ τῆς ὑπερβολῆς ἐστιν αὐτῶν ἡ βλάβη τῆς ἐνεργείας. ἀλλὰ περὶ μὲν τούτων τῶν ὄγκων οὐ δεῖ μακροτέρου λόγου. γινώσκεται γὰρ ὑπὸ πάντων ἀνθρώπων, οὐ μόνον τῶν ἰατρῶν,
15σαρκὸς καὶ πιμελῆς ἀμετρία τὴν γένεσιν αὐτῶν ἐργαζομένη· τοὺς δ’ ἄλλους ὄγκους ὅσοι κατὰ τὴν διάθεσιν αὐτῶν τῶν |

7

.

707

σωμάτων, οὐ μόνον τὴν ποσότητα, τοῦ κατὰ φύσιν ἐξεστήκασιν ἤδη σκοπῶμεν ἀπὸ φλεγμονῆς ἀρξάμενοι. Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων σαρκωδῶν ἅμα τάσει καὶ
5ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει καὶ θέρμῃ καὶ μετ’ ἐρυθή‐ ματος. ἥτις δ’ ἐστὶν ἡ αἰτία δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς ἔγνωσται πᾶσιν. οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν, ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς2
10ἀποφαίνονται. γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί. μείζων ὄγκος οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς οἷον περιζέσασαν χυθῆναι ἢ ἔξωθέν τινα
15νεωτέραν οὐσίαν ἐπικτήσασθαι. χεομένη μὲν γὰρ πνευματοῦται καὶ ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως. οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται

7

.

708

καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν | ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται. ὅτι δ’ οὐ περιέχεται πνεῦμα δῆλον ἐκ τῆς τομῆς. φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον αἷμα μὲν ἐκχεόμενον πάμπολυ
5καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν ὥσπερ οἱ διάβροχοι σπόγγοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’ αὖθις. ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα καὶ
ἀχώριστος. οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων ἢ χυμῶν ἐρυθρὸν πλὴν σαρκός τε καὶ αἵματος. ἀλλ’ οὔτε πολυσαρκία3
10ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίῃ ποτε πολυσαρκία κατὰ τὸ σῶμα μόνη χωρὶς αἵματος πλήθους, ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα φύσεως. οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν ἐπιτείνεται τὸ
15πρόσθεν χρῶμα. οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος. ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως. αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσόν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν. ἔστι

7

.

709

δὲ δήπου καὶ τὸ χρῶμα ποιᾶς οὐσίας οὐ | ποσῆς γνώρισμα. διὰ ταῦτα μὲν οὖν πολυσαρκία ἕτερον φλεγμονῆς· δι’ αὐτὰ δὲ ταῦτα πλεονάζειν ἄν τις ἐν αὐτῇ τὸν τοῦ αἵματος ὑπολάβοι χυμόν.
5 ἀλλὰ καὶ μεθ’ ἑλκῶν ἐνίοτε μέγισται γίνονται φλεγμοναὶ καὶ φαίνεταί τις ἐν πάσαις ἐκρέων ἰχὼρ ὑδατώδης λεπτός. αἱμα‐ τώδους φαινομένου τοῦ πέριξ χωρίου. ἀναγκαῖον οὖν ἐν τῷδε
τὴν πύκνωσιν τῆς σαρκὸς ἣν ἐν τοῖς κατὰ τὸ τραῦμα πέρασιν ἑαυτῇ ἐπεκτήσατο συμμετρίας εἰς τοσοῦτον ἥκειν ὡς διεκπίπτειν4
10ἐπιτρέπουσαν τοῖς ἰχῶρσιν, ἐναποστέγειν ἔνδον ἑαυτῆς τὸ αἷμα. καὶ μὴν ὅσον αἵματος ἰχὼρ λεπτομερέστερός ἐστι, τοσοῦτον ἢ καὶ πλέον ἔτι παχυμερέστερος ὑπάρχει πνεύματος. ὥστε εἴπερ ἡ κατὰ τὸ τραῦμα σὰρξ ἐπιτρέπει ἐκπίπτειν τοῖς ἰχῶρσιν, ἐπέτρεπεν ἂν δήπου καὶ τῷ πνεύματι. κενωθέντος δὲ ἅπαξ
15αὐτοῦ, καθίστατο ἂν εὐθέως ὁ τῆς φλεγμονῆς ὄγκος. ἀμέλει καὶ φαίνεται γιγνόμενον οὕτως ἐν οἷς ἂν μορίοις ὄντως ἀθροισθῇ τὸ πνεῦμα. τμηθέντων γὰρ αὐτῶν αὐτίκα συμπίπτει καὶ προσστέλλεται πᾶς ὄγκος. ἀλλὰ καὶ ἡ γένεσις αὐτῆς τῆς ἐπὶ τραύμασι γενομένης
20φλεγμονῆς μαρτυρεῖ. ἐν ἀρχῇ μὲν γὰρ ἔτι νεοτρώτων ὄντων

7

.

710

ἐκπίπτει πλῆθος αἵματος· ἴσχεται δ’ | αὖθις ἤτοι ψυξάντων ἡμῶν ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος ψυχθέν. ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων, ἴσχεται κωλυόμενον ἐκρεῖν. εἶτ’ ἐν τοῖς στόμασι τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ
5φραττόμενον πιλοῦταί τε καὶ πήγνυται παραπλήσιόν τι πάσχον θρόμβῳ πλὴν ὅτι θρόμβος μὲν ἀθρόου τοῦ αἵματός ἐστι πῆξις
αἰσθητή, τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως ἀλλὰ κατὰ σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι καὶ παχύνει τὸ αἷμα. ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον,5
10ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες. ταῦτα πάντα τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις τὸ αἷμα. θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς
15οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον ὡς μόνῃ τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον. πολλὰ δ’ ἂν εἴη σοι καὶ τὰ τοῦδε τεκμήρια. πρῶτον μὲν οἱ διακαέστατοι τῶν πυρετῶν· ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς κατὰ

7

.

711

τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν | εἶναι μείζονα. δεύτερον δὲ τεκμήριον ἐκ τῆς τοῦ αἵματος οὐσίας· οὐ γὰρ ὥσπερ πίττα καὶ ῥητίνη καὶ κηρὸς ὑπὸ ψύξεως πέπηγεν,
5ἀλλ’ ἔστιν ἀεί τε καὶ φύσει θερμότερον. ἐκείνοις μὲν οὖν θερμαινομένοις εἰς τοὐναντίον ἡ μετάστασις· αἵματι δὲ κατὰ φύσιν ὑπάρχοντι θερμῷ γένοιτο μὲν ὀλίγῳ τινὶ μείζων ὁ ὄγκος, οὐ μὴν ἐπὶ τοσοῦτον ὅσον ἐξαίρουσιν αἱ φλεγμοναὶ τὰ πάσχοντα
μόρια. καίτοι γε πίττα καὶ ῥητίνη καὶ κηρὸς εἰς τοσαύτην6
10ἀφικόμενα θερμασίαν εἰς ὅσην ἥκει τὰ φλεγμαίνοντα βραχὺ τοῦ ἐξ ἀρχῆς ἐπαύξεται. καί σοι καὶ τοῦτο ἔστω τεκμήριον ἕτερον ἐπὶ τοῖς εἰρημένοις οὐ σμικρὸν τοῦ τὸν ὄγκον τῶν φλεγμαινόντων μορίων μὴ διὰ μόνην γίνεσθαι τὴν χύσιν. ὀλίγη μὲν γάρ ἐστιν ἡ κατὰ θερμασίαν ἀλλοίωσις τοῦ αἵματος, οὐκ
15ὀλίγῳ δὲ μείζων ὁ ὄγκος. ἱκανὸν δὲ τεκμήριον ἔστω σοι καὶ αὐτὸ τὸ φαινόμενον. οὐ γὰρ ὥσπερ ἡ ῥητίνη καὶ ἡ πίττα καὶ ὁ κηρὸς θερμαινόμενα σφοδρότερον ἐπὶ πλεῖστον ἥκουσι χύσεως, οὕτω καὶ τὸ αἷμα· φυλάττει δὲ κἂν ἐπὶ πυρὸς ἕψηται τὸν ἔμπροσθεν ὄγκον, ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλάχιστον εἰς
20μέγεθος ἐξαιρόμενον. |

7

.

712

εἴρηται δέ μοι καὶ πρόσθεν ὅτι ψυχομέναις ταῖς φλεγμοναῖς οὐκ ἀεὶ καθίστασθαι συμβαίνει. τὴν γὰρ ἀκμάζουσάν τε καὶ μεγάλην ἐφ’ ἧς ἐσφήνωται τὸ ῥεῦμα κἂν ἐπὶ πλέον ψύξῃς, οὐ καθαιρήσεις τὸν ὄγκον, ἀλλὰ πελιδνὸν ἐργάσῃ τὸ μέρος καὶ
5ψυχρόν, εἰς σκίρρον τε μεταστήσεις τὸ πάθος. εὐκολώτατα δὲ πρὶν μὲν σφηνωθῆναι τὸ ῥεῦμα τοῖς ψύχουσί τε καὶ στύφουσιν
ἀναστέλλεται, καὶ μάλισθ’ ὅταν ὀλίγον ᾖ· δυσλύτως δὲ ἔμπροσθεν ἐμπλασθὲν ὑπὸ μὲν τῶν στυφόντων καὶ ψυχόντων οὐδὲν ὀνίναται, κενωθῆναι δὲ δεῖται. ἐξεύρηται τοιγαροῦν τηνικαῦτα7
10τοῖς ἰατροῖς οὐ μόνον τοῖς θερμαίνουσι διαφορεῖν, ἀλλὰ καὶ αὐτοῦ τι τοῦ αἵματος αἰσθητῶς ἐκκενοῦν, ἀμυχὰς εἰς τὸ δέρμα ποιούντων. πάντα οὖν ταῦτα μεγάλα γνωρίσματα τοῦ πεπληρῶσθαι τὸ φλεγμαῖνον αἱματώδους χυμοῦ. θερμὸν δὲ ἀμέτρως οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ’ ἐν τῷ χρόνῳ γίνεται διὰ τὴν ἔμφραξιν ἁπάντων
15τῶν πόρων ἰσχομένης τῆς ἀρχαίας διαπνοῆς. ἀναγκαῖον οὖν δήπου καὶ σήπεσθαι χρονίζοντι τῷ αἵματι. πάντα γὰρ ὅσα θερμὰ καὶ ὑγρὰ σώματα κατὰ θερμὸν ἀθροιζόμενα τόπον ἑτοίμως σήπεται, |

7

.

713

μήτε κενούμενα μήτε ἐμψυχόμενα, ὥστε καὶ ἡ ἐκ τῆς σηπεδόνος αὐτῷ προσέρχεται θερμότης ἐφ’ ᾗ πρόσθεν εἶχεν. ὅτι μὲν οὖν ἐν τοῖς ἀγγείοις αἷμα πλεῖον ἤθροισται κατὰ τὰ φλεγμαίνοντα μόρια τοῖς ὄγκοις αὐτῶν τεκμαρτέον, οὐχ
5ἥκιστα δὲ καὶ τῷ φαίνεσθαι φλέβας ἐν αὐτοῖς ἀοράτους ἔμπροσθεν οὔσας ὑπὸ σμικρότητος, οὐ γεννηθείσας δήπου κατὰ τὴν φλεγμονὴν, ἀλλ’ ἐκ τοῦ πληρωθῆναι τοῦ αἵματος εἰς μέγεθος ἀρθείσας τοσοῦτον ὡς αἰσθητὰς γενέσθαι. μάλιστα δὲ ἐν ὀφθαλμοῖς
φαίνεται τοῦτο συμπῖπτον καὶ πόσθῃ καὶ τιτθοῖς. ὅτι δὲ καὶ8
10ἡ σύμπασα φαίνεται σάρξ, ἧς δὴ καὶ μάλιστα πάθος ἐστὶν ἡ φλεγμονή, πληροῦσθαι ῥεύματος αἱματώδους, ἥ τε χρόα καὶ ὁ ὄγκος αὐτὸς ἐνδείκνυται. διὰ τοῦτο δὲ καὶ ὑγρὰ πᾶσα καὶ διάβροχος ὥσπερ ἔριον ἢ σπόγγος φαίνεται, καὶ τούτῳ μαρτυρ‐ οῦσι καὶ οἱ ἐκρέοντες ἰχῶρες ἐπειδὰν ἔχῃ στόμιον ἡ φλεγμονή.
15 εἰκότως δέ, οἶμαι, καὶ τὸ δέρμα σὺν τοῖς ὄγκοις τῶν ὑποκειμένων ἐξαίρεται καὶ περιτείνεται, καὶ τῷ χρόνῳ δὲ δέχεται καὶ αὐτὸ τοῦ ῥεύματος ὥσπερ καὶ οἱ τῶν ἀγγείων

7

.

714

χιτῶνες. οὕτω δὲ καὶ οἱ | ὑμένες οἱ κατὰ τὸ φλεγμαῖνον μέρος ἔτι δὲ καὶ τὰ νεῦρα καὶ οἱ τένοντες ἀπολαύουσιν ἐν τῷ χρόνῳ τῆς φλεγμονῆς· ἐνίοτε μέν τοι τρωθέντων αὐτῶν ἢ καὶ ἄλλως πως παθόντων, ἐξ αὐτῶν ἐκείνων πρῶτον ἄρχεται τὸ κακόν, ὅλως
5δὲ οὐδὲν τῷ φλεγμαίνοντι μορίῳ κατὰ φύσιν ἔχον ἀκριβῶς δια‐ μένει χρονιζούσης τῆς φλεγμονῆς, ἀλλὰ συναπολαύει τῇ σαρκὶ πάντα τοῦ ῥεύματος ὥστ’ ἐνίοτε καὶ τῶν ὀστῶν ἅπτεται καθάπερ καὶ ἐξ αὐτῶν ὁρμᾶταί ποτε πρώτων πασχόντων. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ ἐστι τὸ δέρμα
10τοῖς γε μὴ παχέσιν, ἥ τ’ ἐν τῷ μεταξὺ χώρα κενὴ καθ’ ἧς
ἐπιπέπτωκεν· ὡσαύτως δὲ καὶ αἱ κατὰ τὴν σάρκα χῶραι, περὶ ὧν ἐπὶ πλέον ἐν ταῖς Ἀνατομικαῖς Ἐγχειρήσεσι λέλεκται, κεναὶ πᾶσαι τυγχάνουσιν οὖσαι καὶ μάλιστά γε αἱ περὶ τὰς ἀρτηρίας ἐν κύκλῳ ταῖς διαστολαῖς αὐτῶν ἀνακείμεναι· κατὰ9
15δὲ τὰς φλεγμονὰς ἅπασαι πληροῦνται τοῦ αἵματος ἐκ μὲν τῶν ἀγγείων διιδρουμένου κατὰ τοὺς χιτῶνας αὐτῶν ἐν παντὶ δὲ μορίῳ τῆς σαρκὸς ἀναμιγνυμένου δροσοειδῶς. |

7

.

715

Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται τῆς σαρκὸς ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν ἀλλοτρίων. ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος, οἷον ὀχετός τις,
5ἐκροῆς περιττωμάτων παρεσκευασμένος ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιόν, τοῦ πύου τὸ μέν τι διαπνεῖται, τὸ δὲ αἰσθητῶς ἐκρεῖ. ἔνθα δὲ περίκειται τὸ δέρμα πυκνὸν καὶ σκληρόν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται ἐνταῦθα τὸ πύον ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκός, εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι
10καὶ διεξέρχεται πρὸς τοὐκτὸς εἰ μή τις φθάσῃ σχάσας αὐτό. κρατηθείσης δὲ τῆς φύσεως ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον
ἀλλ’ εἰς ἀλλόκοτόν τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα. καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους10
15ἔνδον ἐστίν. ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαι‐ οῦσιν ἀλλ’ ἐκεῖνα μόνον ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθοράν τινα ἑτέραν οὐκ εἰς τὸ σύνηθες τε καὶ χρηστὸν ἴσχει πύον. ὡς τά

7

.

716

γε | ἐκπυΐσκοντα ἅπαντα τινὲς μὲν ἐμπυήματα προσαγορεύουσιν, ἔνιοι δὲ διαπυήματα καθάπερ καὶ αὐτὸ τὸ ἐκπυΐσκειν διαπυΐσκειν· ἔνιοι δὲ οὐχ οὕτως, ἀλλ’ ὅταν ἐν σπλάγχνῳ γένηταί τι τοιοῦτον, ἐκεῖνο μόνον ἐμπύημα προσαγορεύουσι καὶ τοὺς οὕτω πάσχοντας
5ἐμπύους. ἄλλοι δ’ αὖ τινες ἰατροὶ μόνους ἐκείνους ὀνομάζειν ἐμπύους δικαιοῦσιν οἷς ἤθροισται πύον ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ. τῶν μὲν οὖν ὀνομάτων, ὅπερ ἀεί μοι λέλεκται, φροντίζειν χρὴ τοσοῦτον ὡς ἑρμηνεύεσθαι σαφῶς τὸ δηλούμενον. αὐτὰ δὲ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, εὑρίσκειν
10οὕτως σπουδαστέον ὡς μηδὲν ἐξ αὐτῶν διαλάθοι. σύμπαντα γὰρ ταῦτα παρασκευαστικὰ πρὸς τὴν θεραπευτικήν εἰσι μέθοδον
ἐν ᾗ τὰς διαθέσεις, οὐ τὰς προσηγορίας αὐτῶν ἰώμεθα. τούτων τοίνυν ἀεὶ μεμνημένους ἐπὶ τὰ λείποντα αὖθις τῶν πραγμάτων ἰτέον.11
15 Ὅταν ἀποδείρῃ τὰ σώματα τὸ πύον ἀποστήσῃ τε καὶ διαστήσῃ τῶν ὑποκειμένων τὰ περιέχοντα κἄπειτα, κενωθέντος αὐτοῦ καθ’ ὁντινοῦν τρόπον, ἀδυνατήσῃ τὰ διαστάντα τὴν

7

.

717

ἀρχαίαν ἀπολαβεῖν κατάστασιν, ὀνομάζεται | τὸ πάθος κόλπος. εἰ δὲ μὴ ταχέως τις αὐτὸν θεραπεύσει, τυλοῦται καὶ σκληρὸς γίνεται τῷ χρόνῳ καὶ οὐχ οἷός τέ ἐστι κολλῆσαι τοῖς ὑποκει‐ μένοις αὐτῷ. προσστέλλεται μέντοι ξηρανθεὶς ὑπό τε φαρμάκων
5καὶ διαίτης ὡς δοκεῖν ὑγιὲς ἀμέμπτως ὑπάρχειν τὸ μόριον. εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις διαιτώμενος ὑγιεινὸν ἀληθῶς ἔχει καὶ ἀπέριττον τὸ σῶμα, προσεσταλμένος ὁ κόλπος μένει· περιττώματος δέ τινος ὑποτραφέντος, αὖθις πληροῦται καὶ γίνεται πάλιν ὅπερ ἐξ ἀρχῆς ἦν ἀπόστημα· καὶ αὖθίς γε,
10δεόντως ἰωμένων, ἐκκενοῦται καὶ ξηραίνεται καὶ προσστέλλεται. καὶ ἀεὶ πολὺ ῥᾴονα ἅπαντ’ ἐν αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς
ἀποστάντων. οὔτε γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια (διέστηκε γὰρ ἤδη), καὶ πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ ῥεῦμα· καὶ δὴ καὶ κενοῦται ταχέως, ὁδοπεποιημένων12
15αὐτῷ τῶν ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτά, πάλιν ὀδυνῶνται, ῥηγνυμένου τοῦ ἀποστήματος. οὐ μόνον δὲ ἐκ φλεγμονῆς ἡ γένεσις τοῖς ἀποστήμασιν, ἀλλὰ καὶ εὐθὺς ἐξ ἀρχῆς ἐνίοτε δι’ |

7

.

718

ἄλλον χυμὸν ὁντινοῦν ἀποδέροντα τῷ χρόνῳ καὶ ἀφιστάντα τῶν ὑποκειμένων τὰ περιέχοντα. καὶ τοίνυν καὶ τμηθέντων, παντοίαν ἰδέαν ὑγρῶν τε καὶ στερεῶν σωμάτων ἐντὸς ἔχοντα φαίνεται. καὶ γὰρ βορβόρῳ καὶ οὔρῳ καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει καὶ
5μυξώδει καὶ ὀστοῖς καὶ λίθοις καὶ πώροις ὄνυξί τε καὶ θριξὶν ἐν ἀποστήμασιν εὑρίσκεται παραπλήσια σώματα, καὶ μὴν καὶ ζῷα πολλάκις εὕρηται σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιότατα. Ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης
10κόλπος ὁμοίως τοῖς ἄλλοις κόλποις προσστελλομένη τε καὶ αὖθις ἀφισταμένη δι’ ἐπιρροὴν περιττωμάτων ὥσπερ ἐκεῖνοι.
ἀθερώματα δὲ καὶ στεατώματα καὶ μελικηρίδας ὅσα τε καὶ ἄλλα τοιαῦτα, τινὲς μὲν ἐν τοῖς ἀποστήμασι τίθενται, τινὲς δὲ εἰς ἕτερον γένος. εὔδηλος δὲ καὶ ἡ τούτων φύσις ἐκ τῶν13
15ὀνομάτων· ἀθέρῃ μὲν γάρ τι παραπλήσιον ἐν τοῖς ἀθερώμασιν εὑρίσκεται· μέλιτι δὲ ἐν ταῖς μελικηρίσι· στέατι δὲ ἐν τοῖς

7

.

719

στεατώμασιν. ὡς τὸ πολὺ δὲ χιτών | τις ὑμενώδης ἅπαντα τὰ τοιαῦτα περιέχει. ταῦτά τε οὖν ἅπαντα παρὰ φύσιν ὄγκοι, καὶ πρὸς τούτοις ἄνθρακες καὶ γάγγραιναι καὶ ἕρπητες, ἐρυσιπέλατά τε καὶ σκίρροι καὶ οἰδήματα καὶ καρκίνοι καὶ πνευματώσεις
5ὑπὲρ ὧν οὐδ’ αὐτῶν ἀγνοεῖν χρὴ τὸν ἰατρόν, ἀλλ’ ἀκριβῶς ἐπι‐ σκέπτεσθαι τήν τε γένεσιν ἑκάστου καὶ τὴν οὐσίαν. Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες, ἐπειδὰν οἷον ζέσαν τὸ αἷμα ἐγγύς τε τῆς φλεγμονῆς διακαύσῃ τὸ δέρμα, ταῦτ’ ἄρα καὶ σὺν ἐσχάρᾳ γίγνονται, καὶ φλύκταιναι προηγοῦνται
10τοῦ ἕλκους ὥσπερ ἐν τοῖς πυρικαύστοις, ὀξύτατόν τε πυρετὸν ἐπιφέρουσι καὶ κίνδυνον ὑπόγυον ἀμφὶ τῇ ζωῇ. μέλαινα δὲ
τοὐπίπαν καὶ τεφρώδης ἡ ἐσχάρα φαίνεται τοῦ τῶν ἀνθράκων ἕλκους, οὐ μὴν οὐδ’ ἡ χροιὰ τῆς πέριξ φλεγμονῆς ὁμοίως ταῖς ἄλλαις ἐρυθρά ἐστιν, ἀλλ’ ἐπὶ τὸ μελάντερον ῥέπει14
15τρόπον ἕτερον τῶν ἐκχυμωθέντων ἢ ὑπὸ κρύους καταψυχθέντων· οὐ σφοδρῶς γὰρ πελιδνὸς ὥσπερ ἐπ’ ἐκείνοις ὁ ὄγκος ἀλλ’ ἔχει τι καὶ στιλβὸν οἷον ἡ ἄσφαλτός τε καὶ ἡ πίττα. τοιαύτη

7

.

720

δέ ἐστι καὶ ἀκριβὴς | μέλαινα χολή. καὶ τοίνυν καὶ ἡ κακο‐ ήθεια τῶν ἐν τοῖς ἄνθραξιν ἑλκῶν ἐντεῦθέν ἐστιν. ἔοικε γὰρ ἤτοι γε ἐξ ἀρχῆς εὐθέως ἢ ὑπεροπτώμενον ἐν τῇ ζέσει τὸ αἷμα μελαγχολικὸν γίνεσθαι.
5 Χωρὶς δὲ τοῦ ζεῖν ἡ μέλαινα χολὴ τοὺς καρκίνους ἐργάζεται, καὶ ἢν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους. ταῦτ’ ἄρα καὶ μελάντεροι τῇ χροιᾷ τῶν φλεγμαινόντων εἰσὶ καὶ ἥκιστα θερμοί. πληροῦνται δὲ αἱ φλέβες ἐπ’ αὐτῶν καὶ τείνονται μᾶλλον ἢ ἐν ταῖς φλεγμοναῖς. ἧττον γὰρ ἐκπίπτει τῶν ἀγγείων
10εἰς τὴν πέριξ σάρκα διὰ πάχος ὁ γεννῶν τοὺς καρκίνους χυμός. οὐ μὴν οὐδὲ ἐρυθραὶ καθάπερ ἐν ταῖς φλεγμοναῖς αἱ φλέβες
εἰσίν, ἀλλὰ καὶ αὗται κατὰ τὸν λυποῦντα χυμόν. Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νέκρωσίς τις οὖσα τοῦ πάσχοντος μορίου. κἂν μὴ15
15διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας

7

.

721

φλέβας τά τε στόματα | τῶν ἀγγείων οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦνται ῥᾳδίως. καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χρόας εὐανθὲς ὃ συνῆν ταῖς
5φλεγμοναῖς· ἔπειθ’ ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δήπου τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρω‐ μένης. ἀχώριστος δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός. οὕτω δὲ ἐοίκασιν ὀνομάζειν οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν ἀρτηριῶν εἴτε χωρὶς ὀδύνης εἴτε καὶ σὺν
10ταύτῃ γίγνοιτο. διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώ‐
μασι τῆς φλεγμονῆς τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ. ταυτὶ μὲν οὖν ἐν ὀνόματι τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν16
15ἀρτηριῶν, ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ. πλήττει γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ πρὸς τῆς πληγῆς ὀδυνώμεθα διὰ τὴν φλεγμονήν. ὅταν δὲ καὶ αὐτὸς ὁ

7

.

722

χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ | πληττομένη διπλα‐ σιάζει τὴν ὀδύνην. περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται. Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα. νενίκηκε γὰρ, οὐκ οἶδ’ ὅπως, τὸ τῶν ἰατρῶν ἔθος· ἄν τε χολὴν
5ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμόν, ἀκούειν ἡμᾶς τὴν ὠχρὰν καὶ πικράν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν. ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι συνάπτοντες τῇ προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν. ὅταν οὖν κατασκήψῃ χολῶδες ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν ἰχῶρσιν ἢ αἵματι
10συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ. τουτὶ μὲν οὖν ἐρυσίπελας ὀνομάζεται, θάτερος
δὲ ἕρπης. ἐνδείκνυται δὲ τὸν ἐργασάμενον χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν. ἐπεὶ δὲ αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον17
15ὑπάρχει τοιοῦτος, ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιό‐ μενον ἕρπητα συνίστασθαι, (οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης) ὑπὸ δὲ θατέρου τὸν ἕτερον ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’

7

.

723

Ἱππο|κράτην τοὔνομα ἔθεντο διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ κατὰ τὸ δέρμα. φλέγματι μὲν οὖν μοι δοκεῖ μεμῖχθαι τὸ τοιοῦτον ῥεῦμα· τὸ δὲ ἕτερον ἀκριβοῦς εἶναι χολῆς. διὰ τοῦτο καὶ μετὰ ἀναβρώσεως γίγνεται, τὸ συνεχὲς ἀεὶ τοῦ
5δέρματος ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ καὶ τοὔνομα. μιχθέντος δ’ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν ἐρυσιπέλατός τε καὶ φλεγ‐ μονῆς. εἰ δὲ πολὺ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ μὲν τοῦ κρατοῦντος ἡ προσηγορία τῷ πάθει, κατηγορεῖται δὲ αὐτῷ τὸ μιχθέν.
10ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ κρατούσῃ, φλεγ‐ μονὴ δὲ ἐουσιπελατώδης ἐπὶ τῷ κρατοῦντι αἵματι λέγεται. παραπλήσιος δὲ καὶ ἡ τῶν ἄλλων μίξεων ἑρμηνεία· φλεγμονὴ
σκιρρώδης καὶ σκίρρος φλεγμονώδης, οἴδημά τε φλεγμονῶδες καὶ οἰδηματώδης φλεγμονή. τέτταρα γὰρ ταῦτ’ ἐστι συνεχῶς18
15γινόμενα πάθη δι’ ἐπιρροὴν ὑγρῶν· ἐρυσίπελας καὶ οἴδημα καὶ φλεγμονὴ καὶ σκίρρος. ἐρυσίπελας μὲν οὖν, ὡς εἴρηται, χολώδους ῥεύματος κρατήσαντος· φλεγμονὴ δέ, αἱματώδους·

7

.

724

οἴδημα δὲ λεπτοῦ τὴν σύστασιν φλέγματος | ὥσπερ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίρρων· τὸ γὰρ ἕτερον ἡ ἰλὺς τοῦ αἵματος ἀπεργάζεται. ἔστι δὲ δήπου καὶ αὐτὴ διττή, τὸ μὲν ἕτερον εἶδος ὅπερ Ἱπποκράτης ὀνομάζει μέλαιναν· τὸ δ’
5ἕτερόν ἐστι μὲν καὶ τοῦτο μέλαν, ἰδίαν δὲ ἔχει τὴν προσηγορίαν· ὀνομάζεται γὰρ μέλαινα χολή. ταύτης μὲν οἱ καρκίνοι, θατέρου δὲ τοῦ μέλανος ἕν τι τῶν σκίρρων εἶδος ἔκγονον ὑπάρχει. διορίζεται δὲ ἀπὸ θατέρου τοῦ φλεγματικοῦ τῇ χρόᾳ. κοινὰ δ’ ἀμφοῖν ὁ μείζων τοῦ κατὰ φύσιν ὄγκος ἀνώδυνός τε καὶ
10σκληρός· ἥ τε γένεσις ἀμφοτέρων ἐνίοτε μὲν ἐξ ἀρχῆς, ἔστιν ὅτε δὲ ἐκ μεταπτώσεως ἤτοι φλεγμονῆς ἢ ἐρυσιπελάτων ἢ οἰδήματος ἐμψυχθέντων ἀμετρότερον. Ἐγγὺς δ’ ἐστι σκίρρου τά τε ἐκχυμώματα καλούμενα
καὶ τὰ μελάσματα πρεσβύταις μάλιστα συμβαίνοντα, θλασθεισῶν19
15τῶν φλεβῶν. ἔστι δὲ καὶ τούτων ἔνια μέν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται ταῦτα διὰ σμικρὰς προφάσεις· ἔνια δὲ καὶ ἐρυθροῦ καὶ μέλανος ἐν τῷ μεταξὺ

7

.

725

τὰ καλούμενα πελιδνά. | γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου, ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’ ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας. Ἀρτηρίας δ’ ἀναστομωθείσης τὸ πάθος ἀνεύρυσμα
5καλεῖται. γίγνεται δὲ τρωθείσης, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προσκείμενον αὐτῇ δέρμα, μένῃ δὲ τὸ τῆς ἀρτηρίας ἕλκος μήτε συμφυείσης μήτε συνουλωθείσης μήτε σαρκὶ φραχθεί‐ σης. διαγινώσκεται δὲ τὰ τοιαῦτα παθήματα τῷ σφυγμῷ τῶν ἐργασαμένων ἀρτηριῶν. ἀλλὰ καὶ θλιβομένων ἀφανίζεται πᾶς
10ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας, ἣν ἐδείξαμεν ἐν ἄλλοις αἷμα λεπτὸν καὶ ξανθὸν εἶναι πνεύματι λεπτῷ καὶ πολλῷ συμμιγές. εὐθὺς δὲ καὶ
θερμότερόν ἐστι τὸ αἷμα τοῦτο τοῦ κατὰ τὰς φλέβας καὶ τρωθέντος τοῦ ἀνευρύσματος ἐξακοντίζεται δυσεπισχέτως.20
15 ὑποχωρεῖ μὲν οὖν κἀν τοῖς οἰδήμασιν ἡ ὕλη θλιψάντων τῶν δακτύλων, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τούτῳ τῷ πάθει, καὶ ἡ χροιὰ λευκοτέρα, καὶ τὸ

7

.

726

οἴδημα πολλῷ πλατύτερόν τε | καὶ μεῖζον ἀνευρύσματος πλὴν εἴποτε θρόμβος τις ἐγγενόμενος 〈ἐξ〉 ἐνευρύσματος σφάκελον ἐργάζοιτο. καλῶ δ’ οὕτω τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἅπασαν ὡς καὶ τοῖς ὀστοῖς ἐγγίνεσθαι, μήτοι γε δὴ σαρξὶν ἢ ἀγγείοις.
5ἡ δὲ γάγγραινα νέκρωσις μὲν καὶ αὕτη τῶν στερεῶν σωμάτων, ἀλλ’ οὔτ’ ὀστοῖς ἐπιγίγνεται καὶ ταῖς μεγίσταις ἕπεται φλεγ‐ μοναῖς, εἶδος μέν τι τῶν σφακέλων ὑπάρχουσα, προσηγορίαν δὲ ἰδίαν ἐξαίρετον ἐπὶ τῇ κοινῇ κεκτημένη. ταῦτα τ’ οὖν αὐτάρκως διώρισται, καὶ λέγειν ἤδη καιρὸς περὶ τῶν μελαγχο‐
10λικῶν ῥευμάτων. Ὅταν δὲ εἰς σάρκα μέλαινα κατασκήψῃ χολή, δακνώδης μὲν οὖσα διαβιβρώσκει τὸ περικείμενον δέρμα καὶ ἕλκος ἐργά‐ ζεται· μετριωτέρα δὲ ὑπάρχουσα τὸν χωρὶς ἑλκώσεως ἀποτελεῖ
καρκίνον. εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὰς φλέβας ἐξαίρει21
15μειζόνως τῶν φλεγμονῶν, ὁποῖόν τε τὸ εἶδος αὐτῶν τῆς χρόας ἐστίν. οὐ μόνον δὲ τὸ καρκινῶδες ἕλκος, ἀλλὰ καὶ ἄλλα πολλὰ σὺν ὄγκοις τῶν περιεχόντων αὐτὰ συνίσταται σωμάτων,

7

.

727

ἔκγονα σύμπαντα κακοχυμίας, | ἤτοι πικροχολίας τινὸς ἢ μελαγ‐ χολικῆς ἢ καί πως ἄλλως ἰώδους τε καὶ μοχθηρᾶς ἐκ διαφθορᾶς μείζονος ὑποτραφείσης. Ὅσα δὲ ἐν αὐτοῖς ἐπινέμεται καὶ τῶν πέριξ ἅπτεται
5διαβιβρώσκοντα τὸ περιέχον ὑγιὲς σῶμα, ταῦτα σύμπαντα φαγε‐ δαινικὰ προσαγορεύεται· τὰ δ’ ἐξ ἀμφοῖν σύνθετα, τοῦ τε ἕλκους αὐτοῦ καὶ τοῦ πέριξ ὄγκου, φαγέδαιναν ὀνομάζουσιν. ἐπινέμεται μὲν οὖν καὶ ὁ ἕρπης ἀναβιβρώσκων τὰ πέριξ, ἀλλ’ ἔστι μόνον τοῦ δέρματος ἕλκωσις· ἡ φαγέδαινα δὲ σὺν τῷ
10δέρματι καὶ τῶν ὑποκειμένων ἅπτεται. Χειρώνεια δὲ καὶ Τηλέφεια καλεῖν ἕλκη περιττόν· ἀρκεῖ γὰρ ἅπαντα κοινῇ κακο‐ ήθη προσαγορεύειν. ἔστι δὲ καὶ ἡ ψώρα καὶ ἡ λέπρα μελαγχολικὰ πάθη μόνου τοῦ δέρματος ὡς εἴ γε κἀν ταῖς φλεψὶ καὶ τῇ σαρκὶ
γίγνοιτο, καρκίνος ὀνομάζεται.22
15 Μελαγχολικὸν δὲ πάθος καὶ ὁ ἐλέφας ἐστί, τὴν μὲν πρώτην γένεσιν ἐξ αἵματος ἴσχων μελαγχολικοῦ, τῷ χρόνῳ δὲ πλείων ἡ μέλαινα γίνεται τοῦ αἵματος ἡνίκα δυσώδεις εἰσὶ καὶ ἀπεχθεῖς ἰδεῖν, ἐνίοις δὲ αὐτῶν καὶ ἕλκη συμπίπτει. |

7

.

728

τοῦτο τὸ πάθος ἀρχόμενον ὀνομάζουσι σατυριασμὸν ἐπειδὴ τοῖς σατύροις ὅμοιοι γίγνονται τὸ πρόσωπον. ἔνιοι δὲ τὰς κατὰ τοὺς κροτάφους ἐξοχὰς ὀστώδεις οὕτω καλοῦσι. γίγνονται δὲ καὶ κατ’ ἄλλα μόρια τοιαῦται τῶν ὀστῶν ἐξοχαί, καὶ καλοῦσιν
5αὐτὰς ἐξοστώσεις ἔνιοι καθάπερ καὶ τὰς παρὰ φύσιν ἐντάσεις τῶν αἰδοίων μὴ καθισταμένας τινὲς μὲν ὀνομάζουσι σατυριασμόν, τινὲς δὲ πριαπισμόν. Ἔστι δὲ καὶ ὁ ἀχώρ, ἕλκος μικρὸν ἐν τῷ δέρματι τῆς κεφαλῆς, εἰκάσαις δ’ 〈ἂν〉 αὐτὸ φλέγματος ἁλμυροῦ καὶ νιτρώδους
10ἔκγονον ὑπάρχειν. ἐκρεῖ γοῦν αὐτοῦ τις ἰχὼρ οὔθ’ ὑδατώδης
ἁπλῶς οὔτ’ ἤδη παχὺς ὥσπερ τὸ μέλι καθάπερ ἐν τοῖς κηρίοις ὀνομαζομένοις. καὶ γὰρ καὶ ταῦτα σὺν ὄγκῳ τινὶ καὶ κατατρήσεσι πλείοσι γίγνεται, μελιτώδους ἐκρέοντος ὑγροῦ. μικρὸς δὲ καὶ τούτων ὁ ὄγκος, ἀλλ’ οὐκ εἰς τοσοῦτον εἰς ὅσον ἀχῶρος. ἔτι23
15δὲ καὶ τούτων ὄγκοι μικρότεροι παρὰ φύσιν ἐπὶ τοῦ δέρματος γεννῶνται, μυρμηκίαι τε καὶ ἀκροχορδόνες τε καὶ ψύδρακες, ἐπινυκτίδες τε ἅπασι γνώριμα πάθη. γνώριμος δ’ οὐχ ἥκιστα

7

.

729

καὶ ὁ δοθιήν | ἐστιν, ἐπιεικὴς μὲν ὑπάρχων ὅτε ἐν αὐτῷ μόνῳ συνίσταται τῷ δέρματι, κακοήθης δὲ ὅταν ἐκ πλείονος ἀνίσχηται βάθους. ἔοικε γὰρ οὕτως φύματι, καὶ τῇ σκληρότητι μόνον διήνεγκε φύματος ὁ τοιοῦτος δοθιήν. ἔστι δ’ ἄμφω τὰ πάθη
5φλεγμονώδη. καὶ τρίτον ἐπ’ αὐτοῖς ὁ βουβών, καὶ τέταρτον τὸ φύγεθλον ὅπερ ὀνομάζουσιν ἔνιοι, θερμότητι ἅμα καὶ τάχει γενέσεως ἀφορίζοντες αὐτὸ τῶν ἄλλων φυμάτων. εἰσὶ δὲ καὶ οἱ κατὰ βουβῶνας καὶ μασχάλας μόνας γίνεσθαι φύγεθλα λέγοντες
φλεγμονὰς ὑπάρχοντα τῶν ἀδένων. τῶν τῇδε σκιρρωθέντων τὸ δὲ24
10πάθος ὀνομάζεται χοιράς, ὥσπερ γε καὶ τῶν ὄρχεων σκιρρωθέντων ὄνομα τῷ νοσήματι σαρκοκήλην ἔθεντο, καθάπερ ὅταν ὑγρὸν ὑδατῶδες ἐν τοῖς περὶ τὸν ὄρχιν ἀθροίζηται χιτῶσιν, ὑδροκήλην καλοῦσιν, ἐπιπλοκήλην τε καὶ ἐντεροκήλην, καὶ πρὸς τούτων ἔτι τὸ σύνθετον ἐξ ἀμφοῖν, μᾶλλον τοῦ δέοντος πεπλεγμένον,
15ἐντεροεπιπλοκήλην, νεωτέρων ἰατρῶν ὀνόματα, τῶν καὶ σύμπαντας τοὺς κατὰ τῶν ὄρχεων ὄγκους ὀνομαζόντων κήλας διὰ τοῦ η στοιχείου τῆς πρώτης λεγομένης συλλαβῆς, οὐ διὰ τοῦ α καθάπερ ὑπὸ τῶν Ἀθηναίων. ὥσπερ δὲ τῶν εἰρημένων ὀνομάτων ἕκαστον |

7

.

730

ἐνδείκνυται τοῦ μέρους τὸ νόσημα καθ’ οὗ λέγεται, οὕτω καὶ ἡ κιρσοκήλη, νεώτερον ὄνομα, δηλοῖ τὸ πάθος ἐφ’ οὗ λέλεκται. Κιρσοὺς δὲ καὶ τὰς ἄλλας ἁπάσας φλέβας εὐρυνομένας ὀνομάζουσιν οἱ παλαιοί. κιρσοὺς δὲ καὶ ταύτας οἱ νεώτεροι
5καλοῦσιν ἰατροί, τὸ ι στοιχεῖον μετὰ τοῦ κ στοιχείου τιθέντες οὐ τὸ ρ καθάπερ οἱ Ἀθηναῖοι. γίνονται δὲ καὶ κατὰ τὰ σκέλη κιρσοὶ διὰ ἀρρωστίαν τῶν τῇδε φλεβῶν καὶ μᾶλλον ὅταν αἷμα παχὺ πλεονάζῃ κατὰ τὸ σῶμα. περιτοναίου δὲ τρωθέντος ἢ
ῥαγέντος, εἶτα μὴ συμφύντος, ὄγκος μαλακὸς γίνεται κατὰ τὸ25
10χωρίον. καὶ μὲν εἰ κατὰ τὸν βουβῶνα γένοιτο, καλοῦσι βουβωνοκήλην, εἰ δὲ κατὰ τὸν ὀμφαλὸν συμβαίη τοῦτο, καλοῦσιν ἐξομφάλους ἔνιοι τῶν ἰατρῶν τοὺς ὧδε πάσχοντας. ἔστι δ’ οὐ τοῦ περιτοναίου μόνου τῶν τοιούτων παθῶν οὐδέν, ἀλλὰ χρὴ πάντως καὶ τὴν τοῦ μυὸς ἀπονεύρωσιν παθεῖν ἣν ἐν ταῖς
15Ἀνατομικαῖς Ἐγχειρήσεσιν ὁποία τίς ἐστιν ἐδήλωσα. ταυτὶ μὲν οὖν τὰ πάθη τῶν ἐγκαρσίων μυῶν ἐστιν, αἱ δ’ ἐν τῷ βουβῶνι κῆλαι τῶν λοξῶν, ἤτοι ῥηγνυμένης ἢ ἀνευρυσμένης

7

.

731

αὐτῶν τῆς κατὰ τοῦτο τὸ χωρίον ἀπονευ|ρώσεως ἅμα τῷ περι‐ τοναίῳ χιτῶνι. γίγνονται δὲ καὶ ἄλλοι τῶν ταύτῃ χωρίων ὄγκοι διά τι τῶν ὑποκειμένων σπλάγχνων ἐξαιρόμενον. εἴρηται δὲ τὰ πάθη τὰ τοὺς ὄγκους αὐτῶν ἐργαζόμενα. φλεγμοναὶ γάρ
5εἰσι καὶ σκίρροι καὶ ἀποστήματα καὶ ὅσα τοιαῦτα. κατὰ δὲ τοὺς ὑδερικοὺς ἀθροίζεται ταύτῃ πλῆθος, ὑδατῶδες μὲν ἐν τοῖς ἀσκίταις, πνευματῶδες δὲ ἐν τοῖς τυμπανίταις, φλεγμα‐ τῶδες δὲ ἐν τοῖς ἀνὰ σάρκα καὶ λευκοφλεγματίαις ὀνομαζομένοις.
Ἤδη δὲ καὶ ἄλλοι τινὲς ὄγκοι τετυχήκασιν ἰδίων26
10ὀνομάτων, οὐδὲν ἐξαίρετον ἔχοντες, οἷον ἐπουλίδες τε καὶ παρουλίδες καὶ θύμοι καὶ τἄλλα ὅσα τοιαῦτα σαρκώδη βλαστή‐ ματα. καθάπερ γε πάλιν αἱ σταφυλαὶ καὶ τὰ παρίσθμια καὶ αἱ ἀντιάδες οὐκ ἄλλο τι ἢ φλεγμοναί εἰσιν, αἱ μὲν σταφυλαὶ τοῦ γαργαρεῶνος, αἱ δὲ ἀντιάδες τῶν ἐν ἀρχῇ τῆς φάρυγγος
15ἀντικειμένων ἀλλήλοις ἀδένων ὥσπερ τὰ παρίσθμια τῶν κατ’ αὐτὴν τὴν φάρυγγα σωμάτων. Ἱπποκράτης δ’ ἔοικεν οὐχ ἅπασαν φλεγμονὴν τοῦ κίονος ὀνομάζειν σταφυλήν, ἀλλ’ ἓν μόνον εἶδος

7

.

732

ἐν ᾧ τὸ πέρας τοῦ γαργαρεῶνος | ὁμοιοῦται σταφυλῆς ῥαγί. ἀλλὰ καὶ οἱ πολύποδες ἤτοι φλεγμονῆς ἢ φύματος ἤ τινος βλαστήματος, ἢ ὅπως ἂν ἐθελήσῃ τις ὀνομάζειν, ἐν μυκτῆροι συνισταμένου ἀποτελοῦνται, φλεγμονώδεις δ’ εἰσὶ καὶ ὑγροὶ διὰ τὸ χωρίον.
5ἐγκανθὶς δὲ καὶ αὕτη παρὰ φύσιν μέν τις ὄγκος ἐν τοῖς μεγά‐ λοις γίνεται κανθοῖς, ἔστι δ’ οὐ τῷ 〈παντὶ〉 γένει παρὰ φύσιν. τὰ δὲ πτερύγια βλαστήματά ἐστι τοῦ ἐπιπεφυκότος ἔξωθεν ὑμένος τοῖς ὀφθαλμοῖς ὃς ἀπὸ τοῦ περιοστέου καταφερόμενος ἐπὶ τὴν
στεφάνην ἀφικνεῖται. τὰ δὲ σταφυλώματα καλούμενα, τὰ μὲν27
10τῇ θέσει μόνῃ, τὰ δὲ τῇ διαθέσει παρὰ φύσιν ἐστίν, εἴρηται δὲ ὑπὲρ τῶν τοιούτων ἁπάντων ὅσα κατὰ τοὺς ὀφθαλμοὺς συν‐ ίσταται πάθη δι’ ἑτέρου. καιρὸς οὖν ἤδη παύειν ἐν τῷδε τὸν λόγον, οὐδὲ μιᾶς ἔτι τῶν παρὰ φύσιν ὄγκων ἰδέας ἀρρήτου
καταλελειμμένης.28