TLG 0057 052 :: GALENUS :: De comate secundum Hippocratem liber GALENUS Med., vel Claudius Galenus De comate secundum Hippocratem liber Citation: Kühn volume — page — (line) | ||
7.643(t) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΑΡ ΙΠΠΟΚΡΑΤΕΙ ΚΩΜΑΤΟΣ | |
1 | Τί ποτε cημαίνει τὸ τοῦ κώματοc ὄνομα παρ’ Ἱπποκράτει; πότερον τὴν εἰc ὕπνον καταφοράν, ὥc τινεc τῶν ἐξηγηcαμένων ἔφαcαν; 〈ἢ〉 ὕπνον αὐτόν; ἤ, καθάπερ ἄλλοι, τὴν ὑπνώδη καταφοράν; καὶ γὰρ καὶ οὕτωc ὠνόμαcάν τινεc, ἐν cυνθέτῳ προcηγορίᾳ τὴν ἐξήγηcιν ποιη‐ | |
---|---|---|
5 | cάμενοι· τινὲc δὲ οὐδὲν μὲν τούτων, τὴν ληθαργικὴν δὲ καταφορὰν κῶμα πρὸc τἀνδρὸc ὀνομάζεcθαί φαcιν. παρὰ μὲν τῶν ἄλλων παλαιῶν οὐδεμία γένοιτ’ ἂν μεγάλη μαρ‐ | |
7.644 | τυρία· καὶ γὰρ εἰ ὅτι μάλιcτα καθ’ ἑτέρου | πράγματοc ἐκεῖνοι τοὔνομα φέρουcιν, οὐδὲν κωλύει τὸν Ἱπποκράτην διαφερόντωc χρῆcθαι. αὐ‐ τίκα παρὰ τῷ ποιητῇ δόξειεν ἂν ὕπνον δηλοῦν τοὔνομα· ἦ με μάλ’ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ’ ἐκάλυψεν | |
5 | καὶ ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα. ἀλλ’ οὐχ Ἱπποκράτηc οὕτω φαίνεται χρώμενοc, εἴ γε καὶ μετὰ ἀγρυπνίαc πολλάκιc τὸ κῶμα γίγνεcθαί φηcι καὶ φρενιτικοῖc cυνεδρεύειν. ἐν ἀρχῇ μὲν τοῦ Προρρητικοῦ τάδε γράφει· “οἱ κωματώδεεc ἐν ἀρχῇcι | |
10 | 〈γινόμενοι〉 μετὰ κεφαλῆc, ὀcφύοc, ὑποχονδρίου, τραχήλου ὀδύνηc, ἀγρυ‐ πνέοντεc ἆρά γε φρενιτικοί εἰcιν;” ἐν δὲ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν (〈ἵν’〉 ἀπό τινων τῶν ὁμολογουμένων αὐτοῦ γνηcίων βιβλίων λάβωμεν | |
τὰc μαρτυρίαc) ὧδέ πώc φηcιν· “ἑνδεκάτῃ κατενόει, κωματώδηc δ’ ἦν, οὖρα πολλά, λεπτά, μέλανα, ἄγρυπνοc.” εἶτ’ ἐφεξῆc ταῦτά φηcι· “τὰ | ||
15 | τῶν οὔρων ἦν διὰ τέλουc μέλανα καὶ λεπτά, ὑδατώδεα, κῶμα παρεί‐ πετο, ἀπόcιτοc, ἄγρυπνοc, ἄθυμοc.” ἐν πάcαιc γὰρ ταῖc εἰρημέναιc | |
7.645 | ῥήcεcιν | ἀγρυπνίαc καὶ κώματοc φαίνεται μνημονεύων. ἕτερον δ’ ἄρ‐ ρωcτον αὖθιc γράφων ἐν τῷ αὐτῷ βιβλίῳ φηcί· “τούτῳ διὰ τέλουc, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλία ταραχώδηc, οὖρα λεπτά, μέλανα, κωματώ‐ δηc, ἄγρυπνοc.” ὥcτ’ ἄντικρυc εἶναι δῆλον, ὅτι μηδ’ ὕπνον μηδὲ κατα‐ | |
5 | φορὰν παρ’ αὐτῷ δηλοῖ τὸ τοῦ κώματοc ὄνομα. διὰ τοῦτο, οἶμαι, τινὲc τῶν ἐξηγητῶν ἀπὸ τοῦ κωμάζειν φαcὶ τοὺc κωματώδειc ὠνομάcθαι· ἐγρηγορέναι μὲν γὰρ καὶ τοὺc κωμάζονταc, ἐγρηγορέναι δὲ καὶ τοὺc κωματώδειc· καὶ νὴ Δί’, ὥcπερ οἱ κωμάζον‐ τεc οὐ πάνυ τι κατανεύουcιν, 〈οὕτωc οὐδὲ〉 τοὺc κωματίζονταc (καὶ μά‐ | |
10 | λιcτα τοῖν ὀφθαλμοῖν· ὑγρούc τε γὰρ εἶναι καὶ ἐρυθροὺc καὶ ἀcτηρίκτουc καὶ ἐνδεδυμένουc), ἀλλὰ τὸ πᾶν ἀμφοτέροιc cῶμα cφαλερὸν ἐν ταῖc κινήcεcι καὶ ἀκρατέc· αὐτὸν διὰ τοῦτο καὶ τὸν Ἱπποκράτην περὶ τῆc ὅληc cυνδρομῆc ἀπορεῖν, εἴτε χρὴ φρενιτικοὺc αὐτοὺc ὀνομάζειν εἴτ’ ἄλλο τι· φρενιτικοὺc μὲν γὰρ εὐλαβεῖcθαι καλεῖν μηδέπω παραπαίον‐ | |
15 | ταc, ἅπαντα δ’ ὁρῶντα cυμπτώματα φρενιτικὰ (καὶ γὰρ κεφαλήν, ὀcφύν, ὑποχόνδριον καὶ τράχηλον ἀλγοῦντα 〈ὅcα τε ἄλλα φρενιτικοῖc οὖcιν | |
7.646 | αὐτοῖc πρόcεcτι〉) μήτε cφάλμα | τι μήτ’ ἄγνοιαν μήτ’ ἀπορίαν μηδε‐ μίαν ὑποcτέλλεcθαι. ταῦθ’ ὡc μὲν οὐκ ἔχει πιθανῶc, οὐδεὶc 〈ἂν〉 ἀντείποι· οὐδὲ μὴν ἱκανῶc ἐμοὶ γοῦν οὐδὲ μετὰ ἀποδείξεωc εἰρῆcθαι δοκεῖ. ἐχρῆν γὰρ ἐξ | |
5 | Ἱπποκράτουc αὐτοῦ τὴν ἐξήγηcιν ποιεῖcθαι τῆc λέξεωc, ἵνα μὴ μό‐ νον ὅτι πιθανῶc εἴρηται λέγειν ἔχωμεν, ἀλλ’ ὅτι καὶ κατὰ τὴν ἐκείνου | |
γνώμην. οὐ γὰρ ἡγοῦμαι τοῦτο χρῆναι cκοπεῖcθαι μόνον τὸν ἀγαθὸν ἐξηγητήν, εἰ πιθανῶc ἢ ἀληθῶc εἴρηκεν, ἀλλ’ εἰ καὶ τῆc γνώμηc ἔχεται τοῦ cυγγραφέωc. ὅπερ οὐκ ἔνι τῷ πρόcθεν λόγῳ. | ||
10 | καίτοι γε μέροc τι τῆc περὶ τοὔνομα γνώμηc τοῦ παλαιοῦ δέ‐ δεικται διὰ τῶν ῥήcεων, ἐν οἷc ἀγρυπνίαν τὸ κῶμα γνοὺc ἐφαίνετο, καί τιc ἴcωc ἔχειν ἤδη τὸ πᾶν δόξειεν ἄν· ἀλλ’, ἂν βραχὺ περιμείναc ἀκούcῃ ἐκ τοῦ αὐτοῦ βιβλίου τοῦ τρίτου τῶν Ἐπιδημιῶν ῥήcεων ἑτέ‐ ρων, οὐχ ὅπωc τὸ πᾶν, ἀλλ’ οὐδὲ τὸ ἥμιcυ τοῦ παντὸc ἑαυτὸν εὑρήcει | |
15 | γιγνώcκοντα. | |
15 | Ϲκόπει γοῦν, ἐπί τινοc ἀρρώcτου γυναικὸc ἃ λέγει· “ἑτέρην ἐξ ἀποφθορῆc περὶ πεντάμηνον, Ἱκέτεω γυναῖκα, πῦρ ἔλαβεν· ἀρχο‐ | |
7.647 | μένη κωματώδηc καὶ πάλιν | ἄγρυπνοc.” φαίνεται γὰρ διαcτέλλων κατὰ ἀντίθεcιν τὸ κῶμα τῆc ἀγρυπνίαc ὡc ἐναντία. αὖθιc δ’ ἐν τῇ λοιμώδει καταcτάcει· “κωματώδειc”, φηcίν, “ἐπὶ πολλοῖc καὶ πάλιν ἄγρυπνοι.” καὶ μετ’ ὀλίγα· “διὰ παντὸc δὲ τοῖc πλείcτοιcιν ἢ βαρὺ | |
5 | κῶμα παρείπετο ἢ μικροὺc καὶ λεπτοὺc ὕπνουc κοιμᾶcθαι.” καὶ πάλιν· “ἐν Θάcῳ τὸν Πάριον, ὃc κατέκειτο ὑπὲρ Ἀρτεμιcίου, πυρετὸc ἔλαβεν ὀξύc, κατ’ ἀρχὰc cυνεχήc, καυcώδηc, ἀρχόμενοc κωματώδηc καὶ πάλιν ἄγρυπνοc.” ἐν ἅπαcι γὰρ τούτοιc ἀντιτίθηcι τὴν ἀγρυπνίαν τῷ κώ‐ | |
ματι, cυνήθωc οὖν οὕτωc ἑρμηνεύων· μυριάκιc γοῦν εὑρήcειc αὐτόν, | ||
10 | ὅταν ἐναντίων πραγμάτων μνημονεύῃ, τὸν τρόπον τοῦτον γράφοντα, μᾶλλον δὲ οὐδέποτ’ ἄλλωc. οἷον ἐκ πολλῶν ὀλίγα παραγράψω ἐκ ταὐτοῦ βιβλίου· κάλλιον γὰρ ἐξ ἑνὸc εἶναι δοκεῖ πάντα τὰ παρα‐ δείγματα λαβεῖν. δύο γυναῖκαc ἀναγράφων πρὸ τῆc λοιμώδουc καταcτάcεωc, ἐπὶ | |
7.648 | μὲν τῆc προτέραc φηcίν· | 〈“πέμπτῃ πάντα παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει”〉, ἑξῆc δ’ ἐν τῷ λοιμῷ πολλοὺc ἀρρώcτουc γράφει, πρῶτον δὲ ἁπάντων, οὗ μικρὸν πρόcθεν ἐμνημόνευcα, ποικίλωc τε καὶ ἀνωμάλωc νοcήcαντα καὶ πολλὰc πολλάκιc ἐπὶ τἀναντία μετα‐ | |
5 | βολὰc ποιηcάμενον· ἄρχεται δὲ τοῦτον τὸν τρόπον· “ἐν Θάcῳ τὸν Πάριον, ὃc κατέκειτο ὑπὲρ Ἀρτεμιcίου, πυρετὸc ἔλαβεν ὀξύc.” ἀλλ’ οὐδὲν εἰc τὸν παρόντα λόγον χρεία 〈τῶν〉 πρώτων ἡμερῶν, ὧν δὲ χρῄζω, τούτων μνημονεύcω. “ἑνδεκάτῃ ἵδρωcεν οὐ δι’ ὅλου, περιέψυξεν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη”· cαφῶc γὰρ 〈τῷ “περιέψυξε” τὸ “ἀνεθερμάνθη” | |
7.649 | ἐναντίον. | ἑξῆc δέ· “τριακοcτῇ τετάρτῃ ἄπυροc, κοιλίη οὐ ξυνίcτατο, καὶ πάλιν ἀνεθερμάνθη. τεccαρακοcτῇ〉 ἄπυροc, κοιλίη ξυνέcτη χρόνον οὐ πολύν, ἀπόcιτοc, μικρὰ 〈πάλιν〉 ἐπύρεξεν.” ὅρα δὲ καὶ τὰ ἐφεξῆc | |
πάλιν· “εἰ γάρ τι διαλείποι καὶ διακουφίcαι, πάλιν ταχὺ ὑπέcτρεφεν”· | ||
5 | ἐναντίον γὰρ τῷ διακουφίcαι τὸ ὑποcτρέψαι. “καὶ τὰ κατὰ κοιλίην”, φηcί, “cυνιcτάμενα καὶ πάλιν διαλυόμενα”· τὸ γὰρ cυνίcταcθαι τῷ διαλύεcθαι ἐναντίον. ἑξῆc δ’ ἑτέραν ἄρρωcτον ἐκτιθέμενοc· “ὀγδόῃ”, φηcί, “πολλὰ παρέκρουcε καὶ τὰc ἐχομέναc, καὶ πάλιν ταχὺ κατενόει.” καὶ πάλιν ἑξῆc· “εἰκοcτῇ μικρὰ περιέψυξεν, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη.” | |
10 | καὶ αὖθιc πάλιν· “ἑβδόμῃ καὶ εἰκοcτῇ ἄπυροc, κοιλίη ξυνέcτη· οὐ πολλῷ δὲ χρόνῳ ὕcτερον ἰcχίου δεξιοῦ ὀδύνη ἰcχυρὴ χρόνον πολύν, πυρετοὶ | | |
7.650 | δὲ πάλιν παρείποντο.” εἶτ’ ἐφεξῆc· “καὶ τὰc ἑπομέναc ἄφωνοc, καὶ πάλιν διελέγετο.” ἀλλὰ τί δεῖ μακρολογεῖν ἁπάντων μνημονεύοντα μυρίων μυριάκιc ὄντων; οὕτω πολὺ παρ’ αὐτῷ τὸ τοιοῦτον εἶδοc τῆc ἑρμηνείαc, ὡc, | |
5 | ὅταν λέγῃ “κωματώδηc καὶ πάλιν ἄγρυπνοc”, ἐναργῶc ἀντιτίθηcι τῇ ἀγρυπνίᾳ τὸ κῶμα. καὶ μὴν ‘ἀγρυπνίᾳ‘ καὶ καταφορὰν 〈εἰc〉 ὕπνον ἔχειc ἀντιθεῖναι· οὐδὲν ἄλλο τοίνυν θάτερον ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματοc cημαινόμενον. τί δέ, ὅταν λέγῃ “κατεῖχε δὲ ἢ τὸ κῶμα cυν‐ εχέc, οὐχ ὑπνῶδεc, ἢ μετὰ πόνων ἄγρυπνοι”; καὶ γάρ ἐcτιν καὶ τὸ τοι‐ | |
10 | οῦτον εἶδοc τῆc ἑρμηνείαc ἴδιον Ἱπποκράτει, ἐπιcημαίνεcθαι ταύτῃ cυν‐ έπεcθαι μὲν εἰωθότα, νῦν δ’ οὐχ ἑπόμενα παρὰ λόγον· οἷον ὅταν εἴπῃ “οἱ μὲν οὖν καῦcοι ἐλάχιcτοί τε ἐγένοντο, καὶ ἥκιcτα τῶν καμνόντων οὗτοι ἐπόνηcαν· οὔτε γὰρ αἱμορραγίη, 〈εἰ〉 μὴ πάνυ μικρὰ καὶ ὀλίγοι‐ | |
cιν, οὔτε παράληροι”. καὶ μετ’ ὀλίγα “οὐδ’ ἀποθανόντα οὐδένα οἶδα | ||
15 | τότε καύcῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα”. δι’ ἃ λάβρον ἐκ ῥινῶν αἱμορραγεῖν, ἅπτεcθαι τῆc διανοίαc, ὀξεῖc cχεῖν κινδύνουc μηδὲν ἀπαν|‐ | |
7.651 | τῆcαι τηνικαῦτα ὁμοίωc ἐπιcημαίνεται. καὶ τὸ ἐπιφερόμενον δὲ “οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα” κατὰ τὸν αὐτὸν εἴρηται λόγον. ἐπεὶ γὰρ ταῖc αὐταῖc καταcτάcεcι καὶ τοῖc αὐτοῖc αἰτίοιc οἵ τε καῦcοι καὶ 〈αἱ〉 φρενίτιδεc ἀμέλει κατὰ τὴν ὥραν πλεονάζουcι τὴν θερινὴν καὶ | |
5 | ἐν χωρίοιc θερμοτέροιc καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων καὶ ἐν φύ‐ cεcι θερμοτέραιc καὶ διαιτήμαcιν ὡcαύτωc καὶ ἐπιτηδεύμαcιν, 〈καὶ〉 τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡc παράλογον ἐπιcημήναcθαι τὸ ἀπαν‐ τῆcαν ‘φρενίτιδεc μὲν οὐδ’ ὅλωc ἐγένοντο, καῦcοι δὲ πολλοί‘. κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ ταῦτα· “ἦν δ’ ἡ κατάcταcιc | |
10 | τῶν γινομένων καύcων ὧδε· ἀρχόμενοι κωματώδεεc, ἀcώδεεc, φρικώ‐ δεεc, 〈πυρετὸc ὀξύc, οὐδὲ διψώδεεc〉 λίην οὐδὲ παράληροι”· καὶ μετ’ ὀλίγον “οὔτε γὰρ ᾑμορράγει καλῶc οὔτε τιc ἄλλη τῶν εἰθιcμένων ἀπόcταcιc ἐγένετο κρίcιμοc.” ἐκεῖνα δὲ πῶc εἴρηται “ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖc ἑτερόρροπα, καὶ ἐξ ἀμφοτέρων τοῖcι πλείcτοιcιν | |
7.652 | ἀπείροιcιν ὀρθοcτάδην, ἔcτι δ’ οἷc | μικρὰ ἐπεθερμαίνοντο, κατέcβη πᾶcιν ἀcινέωc, οὐδ’ ἐξεπύηcεν οὐδέν, ὥcπερ τὰ ἐξ ἄλλων προφάcεων”; ὄν‐ | |
τωc γὰρ παράλογον μηδὲν ἐκπυῆcαι καὶ οὐκ εἰθιcμένον πάντωc. εἶτ’ ἐπι‐ φέρει· “ἦν δ’ ὁ τρόποc αὐτῶν χαῦνα, μεγάλα, 〈κεχυμένα〉, οὐ μετὰ | ||
5 | φλεγμονῆc”· παράλογον γὰρ χωρὶc φλεγμονῆc ἅπαcι γενέcθαι τὰc περὶ τὰ ὦτα ἀποcτάcειc. ὥcτε 〈φέρων〉 πάλιν κἀνταῦθα τὸ κῶμα φαίνεται 〈κατὰ τῆc〉 καταφορᾶc τῆc ὑπνώδουc, ὅταν λέγῃ· “ἦν δὲ τὸ κῶμα cυνεχέc, οὐχ ὑπνῶδεc”· ὡc γὰρ ὑπνῶδεc εἶναι δέον αὐτὸ καὶ ὡc τοιοῦτον ἀεὶ | |
10 | γιγνόμενον εἶτα νῦν παραλόγωc οὐ γιγνόμενον ἐπιcημαίνεται. τί δ’, ὅταν ἐν ταὐτῷ βιβλίῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐπὶ τοῦ “Πυθίωνοc” εἴπῃ “ἐννάτῃ κωματώδηc, ἀcώδηc, ὅτε διεγείροιτο”; cαφῶc γὰρ κἀν‐ ταῦθα τὸ κῶμα καταφοράν τινα δηλοῦν ἔοικεν. ἀλλ’ οὐχ οἷόν τε, φαcίν, ἅμα καταφέρεcθαι καὶ ἀγρυπνεῖν. ταῦτα | |
15 | γὰρ οἱ θαυμαcτοὶ λέγουcιν ἐξηγηταί, μὴ γιγνώcκοντεc, ὅτι δύο εἰcὶν εἴδη καταφορᾶc, 〈ὡc〉 οἵ τε δοκιμώτατοι τῶν ἰατρῶν γεγράφαcι καὶ | |
αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ. | | ||
7.662(6) | ἀποροῦντοc φανερῶc τοῦ Ἱπποκράτουc καὶ μὴ τολ‐ μῶντοc ἀποφήναcθαι βεβαίωc ὑπὲρ αὐτῶν, ὥcπερ ἀμέλει πολλάκιc φαί‐ νεται ποιῶν. ἀρκέcει δ’ ἓν ἢ δύο παραδείγματα χάριν τοῦ μὴ διατρίβειν ἐπὶ | |
10 | πλέον ἐν οὕτω cαφεῖ πράγματι. ἐν μὲν οὖν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν | |
φηcι· “μετὰ δὲ ταῦτα δυcεντεριώδεεc ἐγένοντο· ἆρά γε, ὅτι οὔρηcαν ὑδατώδεα; cκεπτέον.” ἐνταῦθα τὸ “cκεπτέον” προcκείμενον οὐδὲ τὸν ἀναιδέcτατον ἄλλωc ἀκούειν ἐάcει τοῦ 〈“ἆρα”〉 cυνδέcμου πλὴν ὡc ἀπορητικοῦ· 〈ὡc εὐλαβούμενοc γάρ φηcιν οὕτωc〉. ἐν δὲ τῷ ἕκτῳ τῶν | ||
15 | Ἐπιδημιῶν “τὸ 〈μετ’ οὔρηcιν〉 cύναγμα”, φηcί, “παιδίοιc 〈μᾶλλον〉· ἆρά γε, 〈ὅτι〉 ἔνθερμα;” ἐν αὐτῷ δὲ τῷ Προρρητικῷ “ἐν φρενιτικοῖc λευκὴ διαχώρηcιc κακόν· ἆρά 〈γε〉 ἐπὶ τούτοιc καὶ νωθρότηc;” καὶ πά‐ | |
7.663 | λιν | “ἀφωνίη πνεύματοc ἐν τοῖc πνιγομένοιc οὐ πρόχειρον πονηρόν. ἆρά γε καὶ παρακρουcτικοῖc οὐ τοιόνδε;” εἰ τοίνυν χρὴ κεφαλὴν ἐπι‐ δοῦναι τῷ λόγῳ, καὶ μήτ’ ἄλλοc τιc τῶν Ἑλλήνων οὕτωc κέχρηται τῷ “ἆρα” cυνδέcμῳ μήθ’ Ἱπποκράτηc αὐτόc, ὡc ἐγὼ νῦν ἔδειξα, | |
5 | μέμψαιτ’ ἄν τιc, οἶμαι, τοὺc ἐξηγηcαμένουc ὡc οὐκ ἀπορητικὸν cύνδεcμον. | |
5 | Καίτοι χαλεπώτερον ἐμαυτῷ τὸν λόγον ἐπίcταμαι ποιῶν. δι‐ ωριcμένηc γὰρ τῆc ὑπνώδουc καταφορᾶc ἀπὸ τῆc οὐχ ὑπνώδουc φρε‐ νίτιδοc οὔcηc, πῶc ἂν ἔτι δεόντωc ἀπορῶν φαίνοιτο καὶ 〈μὴ〉 βεβαίωc ἀποφαινόμενοc φρενιτικοὺc εἶναι τοὺc τοιούτουc; ἀλλ’ (ἧττον γὰρ ἐμοὶ | |
10 | μέλει τῆc ἐν τοῖc λόγοιc χαλεπότητοc ἢ τῆc ἀληθείαc) ὅτι τε ἀπορη‐ τικόc ἐcτιν ὁ cύνδεcμοc ὁμολογῶ καὶ δείξω τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐτόλμηcε φρενιτικοὺc εἶναι τοὺc τοιούτουc ἀποφήναcθαι ὁ Ἱπποκρά‐ τηc, ἀλλ’ ἔτι ἀπορεῖ. | |
τὸ γὰρ “ἐν ἀρχῇcι” προcκείμενον τὴν πᾶcαν ἔχει τοῦ λόγου | ||
15 | δύναμιν, ὃ παραλείπουcιν οἱ πολλοὶ τῶν ἐξηγητῶν ὥcπερ μάτην προc‐ γεγραμμένον. παραπλήcιον γάρ τι cυμβαίνει πολλῶν ἀρχομένοιc νοcη‐ | |
7.664 | μάτων, οἷον ἔν τιcι | τῶν μεθυcθέντων ἔcτιν ἰδεῖν γιγνόμενον· ὅταν μὲν κωματώδειc ὦcι, καὶ cφάλλονται καὶ βαρῶcι τὴν κεφαλὴν καὶ μηδ’ εἰ βιάζοιντο διαίρειν δύνανται τὰ βλέφαρα, δι’ αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ βάροc ὑπνοῦν ἀδυνατοῦcιν ἀcώμενοι καὶ cτρεφόμενοι καὶ ῥιπτοῦν‐ | |
5 | τεc ἑαυτοὺc καὶ μεταβάλλοντεc ἄλλοτε εἰc ἄλλο cχῆμα. ταῦτα γὰρ ἔcτιν ἰδεῖν πολλάκιc ἐπὶ τῶν μεθυcθέντων γιγνόμενα, πληρωθείcηc αὐτῶν ἐν τῇ μέθῃ τῆc κεφαλῆc, εἶτα ὑπὸ τοῦ βάρουc ἅμα τ’ εἰc κῶμα κατα‐ cπώcηc ἅμα τε ὕπνον κωλυούcηc. οὕτωc οὖν καὶ πλήθουc ἀπέπτου τὴν κεφαλὴν κατειληφότοc ἄγρυ‐ | |
10 | πνοί τε ἅμα καὶ κωματώδειc εἰcίν. καὶ τοῦτο κατ’ ἀρχὰc γενόμενον ἔcτιν ὅτε μὲν ἐπέφθη καλῶc, ὥcπερ κἂν ἐξ οἴνου τοιοῦτον εἴη γεγο‐ νόc (ἀλλ’ οὕτωc μὲν οὔτε λήθαργοc οὔτε φρενῖτιc ἠκολούθηcεν), ἔcτιν ὅτε 〈δὲ〉 δριμὺ γενόμενον εἰc φρενῖτιν ἐτελεύτηcε. πολλοῖc δ’ αὖ τὸ μὲν λεπτότερον ἢ πεφθὲν ἢ διαφορηθὲν ἐκενώθη, ὑπέμεινε δὲ τὸ πα‐ | |
15 | χύτερον, καὶ οὕτω λήθαργοc ἐπεγένετο. προεληλυθότοc μὲν τοῦ τοιούτου νοcήματοc ἡ τοιαύτη διάθεcιc, ὡc μὲν ἡμεῖc ἐδείξαμεν, ἐγγὺc ἤδη φρενίτιδοc, ὡc δὲ οἱ τὸ μικτὸν | |
7.665 | πάθοc ἐκ ληθάργου | καὶ φρενίτιδοc εἰcάγοντεc ὑπολαμβάνουcιν, ἐκείνῳ δόξειεν ἂν εἶναι cυγγενεcτέρα. πότερον δ’ ἤδη τοὺc οὕτωc ἔχονταc ὀνομάζειν χρὴ φρενιτικοὺc ἢ ὀλίγον ὕcτερον ἔcεcθαι 〈προcδοκᾶν〉, | |
τοῦθ’ ἑτέραc ἂν εἴη cκέψεωc οὔτ’ ὠφελούcηc τι τὰ νῦν προκείμενα | ||
5 | καὶ ἄλλωc οὐκ εὖ διατε〈θείcηc διὰ〉 τοῦ “εἰcίν”, ὃ καὶ τινὲc μὲν προc‐ | |
γράφουcι τῷ “ἆρα φρενιτικοί”, τινὲc δὲ οὔ. |