TLG 0057 051 :: GALENUS :: De tremore, palpitatione, convulsione et rigore liber GALENUS Med., vel Claudius Galenus De tremore, palpitatione, convulsione et rigore liber Citation: Volume — page — (line) | ||
7.584(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΜΟΥ ΚΑΙ ΠΑΛΜΟΥ | |
t2 | ΚΑΙ ΣΠΑΣΜΟΥ ΚΑΙ ΡΙΓΟΥΣ ΒΙΒΛΙΟΝ. | |
---|---|---|
1 | Ἐπειδὴ Πραξαγόρας ὁ Νικάρχου, τά τε ἄλλα τῆς ἰατρικῆς ἐν τοῖς ἀρίστοις γενόμενος ἔν τε τοῖς περὶ φύσιν λογισμοῖς δεινότατος, οὐκ ὀρθῶς μοι δοκεῖ περί τε σφυγμοῦ καὶ παλμοῦ καὶ σπασμοῦ καὶ τρόμου γι‐ | |
5 | νώσκειν, ἀρτηριῶν μὲν ἅπαντα νομίζων εἶναι πάθη, διαφέ‐ ρειν δὲ ἀλλήλων μεγέθει· διὰ τοῦτο ἔδοξέ μοι κοινῇ περὶ πάν‐ των αὐτῶν ἐν τῷδε τῷ γράμματι διελθεῖν, οὐχ ἵνα ἐλέγξαιμι | |
Πραξαγόραν ἐν οἷς σφάλλεται, τοῦτο μὲν γὰρ αὐτάρκως | 584 | |
7.585 | Ἡρόφιλος ἔπραξε, μαθητὴς αὐτοῦ γενόμενος, ἀλλ’ ἵν’ οἷς ὀρθῶς ἐκεῖνος ἔγραψε τὰ λείποντα προσθῶ. περὶ μὲν δὴ τοῦ σφυγμοῦ, τί ποτ’ ἔστι καὶ καθ’ ὅντινα τρόπον γίνεσθαι πέφυκεν, ἔν τε τῇ περὶ σφυγμῶν πραγματείᾳ δέδεικται καὶ | |
5 | νῦν εἰρήσεται τοσοῦτον, ὅσον ἂν εἰς τὰ προκείμενα χρήσιμον εἶναι φαίνηται. περὶ δὲ τῶν ἄλλων ἐν τῷδε τῷ πράγματι δίειμι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. Αἰσθηταὶ κινήσεις ἐν τοῖς τῶν ζώων σώ‐ μασιν, ὁπόταν ὑγιαίνωσι, διτταὶ τῷ γένει φαίνονται· καθ’ | |
10 | ὁρμὴν μὲν ἢ κατὰ προαίρεσιν, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλωσιν οἱ τὰ μὲν τοιαῦτα δεινοὶ, τῆς δὲ τῶν πραγμάτων ἐπιστήμης ἀμελοῦντες, αἱ διὰ νεύρων τε καὶ μυῶν γινόμεναι, καὶ ταύ‐ τας ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν προαιρετικὰς ἐνεργείας· ἕτεραι δὲ κινήσεις εἰσὶν ἐν τοῖς τῶν ζώων σώμασιν αἱ κατὰ | |
15 | τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, ἃς προσαγορεύουσι ζωτι‐ κὰς, ὄντος καὶ ἄλλου τρίτου γένους κινήσεων ἐν ταῖς φλεψὶν, οὐκ αἰσθητοῦ, ὑπὲρ ὧν οὐδὲν ἐν τῷ παρόντι δέομαι λέγειν. | |
ἀλλ’ ἥ γε διὰ τῶν μυῶν τε καὶ τῶν νεύρων γινομένη, καθ’ ἣν | 585 | |
7.586 | καὶ τὰς χεῖρας καὶ τὰ σκέλη κινοῦμεν, ἐν τρόμοις καὶ σπασμοῖς καὶ ῥίγεσι νοσώδεσιν, ἐνίοτε δὲ καὶ τοῖς παλμοῖς φαίνεται. πάντα γὰρ τὰ τοιαῦτα παθήματα πλημμελεῖς κινήσεις εἰσὶ τῶν αὐτῶν ὀργάνων, ἀφ’ ὧν ὑγιαινόντων αἱ καθ’ ὁρμὴν ἐπι‐ | |
5 | τελοῦνται κινήσεις. Ὁ τρόμος μὲν οὖν γίνεται τῆς ὀχούσης καὶ κινούσης τὸ σῶμα δυνάμεως ἀῤῥωστίᾳ. οὐ γὰρ ἐξ ἑαυτῶν δήπου τὰ μόρια τῶν ζώων οὕτως ὄντα βαρέα καὶ κάτω φέ‐ ρεσθαι πεφυκότα, τὰς εἰς ἅπαντα τόπον ἔχει κινήσεις, ἀλλ’ | |
10 | ἡ διὰ τῶν νεύρων τοῖς μυσὶν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένη δύ‐ ναμις οἷον ὄχημά τι καὶ πτέρωμα τῆς κινήσεως αὐτοῖς ἐστιν, ἣν ὅταν μὲν ἀπολέσῃ τελέως, ἀπόλλυσι δὲ τὰ παραλελυμένα, καταφέρεται καὶ πίπτει κάτω δίκην ὄρνιθος πτεροῤῥυήσαντος, ὅθεν οὐδεμία κίνησις ἀπολείπεται τοῖς οὕτω παθοῦσιν. εἰ δὲ | |
15 | περιγίνοιτο μὲν ἡ δύναμις, ὀλίγη δὲ καὶ ἀσθενὴς, ὡς μήθ’ ἱκανῶς ὀχεῖν τε καὶ βαστάζειν τὰ μέρη τοῦ σώματος, ἢ ὥσπέρ τι φορτίον φέρειν μὴ δύνασθαι, ἀνάγκη τὸ διακείμενον οὕτω | |
μόριον ἐν τρόμῳ καθορᾶσθαι. αἱ γὰρ ὑπὲρ τὴν δύναμιν τοῖς | 586 | |
7.587 | ἀσθενέσι κινήσεις βίαιοί τε καὶ πρὸς ἀνάγκην γιγνόμεναι τρο‐ μώδεις εἰσίν. οἶμαί σε πολλάκις ἑωρακέναι βαρὺ φορτίον ᾑρημένον τινὰ, κᾄπειτα βαδίζειν ἐπιχειροῦντα πρὸς βίαν, ὡς τρομώδης γίνεται τοῖν σκελοῖν. καὶ γὰρ εἰ καὶ ταῖν χεροῖν | |
5 | ὑπέρβαρύ τι βαστάζειν ἐπιχειροίη, τρομώδης ἔσται ταῖν χε‐ ροῖν. οὕτω δὲ καὶ ἄνθρωπος ὅταν φοβῆται, ἤν τέ τι ταῖς χερσὶ δρᾷν, ἤν τε βαδίζειν ἐθέλῃ, τρομώδεις μὲν αἱ χεῖ‐ ρες αὐτῷ τολμῶντι δι’ αὐτῶν ἐνεργεῖν, τρομώδη δὲ τὰ σκέλη βαδίζειν ἐπιχειροῦντι. καθαιρεῖ γὰρ ἰσχὺν δυνάμεως οὐδὲν | |
10 | ἧττον τῶν ἄλλων φόβος. ἢν δὲ ἅπαξ αὕτη καταπέσῃ καὶ ἀῤῥωστήσῃ, πᾶν ἄχθος γίγνεται, κᾂν παντελῶς ᾖ κουφότα‐ τον. ὥστε καὶ τὸ σῶμα τοῦ ζώου, κοῦφον ὂν πρότερον, οἷα φορτίον αὐτὴν βαρύνει. γέροντες δ’ ὡσαύτως ἀπ’ ἀσθε‐ νείας τὰ πολλὰ τρομώδεις εἰσὶ, ὅσοις τε διὰ νόσον ἡ τοῦ σώ‐ | |
15 | ματος ἰσχὺς ἐπόνησεν, οὐδὲ τούτοις ἄνευ τρόμων αἱ κινήσεις. ἐν πᾶσι γὰρ τοῖς οὕτως ἔχουσιν ἡ κινοῦσα τὰ μέρη καὶ βα‐ | |
στάζουσα δύναμις, ἀῤῥωστήσασα νυνὶ, ὅσον ἐπεφύκει πρότερον | 587 | |
7.588 | αἴρειν, οὐκέτι δύναται, καθάπερ ὀκλάζουσα περὶ τὴν κίνη‐ σιν. ἔνθα δ’ ἂν ὅλος ὁ τόνος ἐνδῷ τῆς φύσεως, ἐνταῦθα τοῦ κουφίζοντος ἀποροῦντα τὰ σώματα τῷ σφετέρῳ βάρει φέρεται κάτω, καὶ ἔμεινεν ἐνταῦθα. καθάπερ ἐν παραλύσε‐ | |
5 | σιν, εἰ πᾶσαν τὴν δύναμιν ἡ ἰσχὺς ἐπελελοίπει τελέως· ὅσον δὲ αὐτῆς λείπεται, τοῦτο πάλιν ὀχεῖν ἐπιχειρεῖ. δύναται δὲ οὐδὲ νῦν ὅσον βούλεται δι’ ἀσθένειαν· ἀλλ’ ὀλίγον μέν τι κουφίζει, τὸ πλέον δ’ ἀπολείπει, ἀτελῆ καὶ κολοβὴν ἐγκα‐ ταλείπουσα καὶ ταύτῃ τὴν κίνησιν. αὖθις οὖν ἐπιτρέπει τοῖς | |
10 | σώμασι φέρεσθαι κάτω. τούτου συνεχῶς ἀποτελουμένου, καὶ τὴν ἄνω φορὰν ἐκδεχομένης ἀεὶ τῆς κάτω, συναπτούσης δὲ αὖ πάλιν τῆς ἄνω, διπλῆ μὲν καὶ σύνθετος ἡ πᾶσα γίνεται κίνη‐ σις, ἀμειβόντων ἀεὶ τῶν μορίων τοὺς τόπους. ὄνομα δὲ τῷ πάθει τρόμος, εἰς μὲν τὰ κάτω τῆς φορᾶς τοῖς σώμασι τῷ | |
15 | σφετέρῳ βάρει γινομένης, ἄνω δὲ αὖ πάλιν ὑπὸ τῆς δυνάμεως αἰρομένης. Ἀλλὰ καὶ παλμὸς, ἴσως φήσει τις, ὡσαύ‐ | |
τως τῷ τρόμῳ κίνησίς ἐστιν ἀβούλητός τε καὶ ἀκούσιος ἐπαι‐ | 588 | |
7.589 | ρομένων τε καὶ καταφερομένων τῶν παλλομένων μερῶν. πῇ ποτ’ οὖν διοίσει τρόμος παλμοῦ; μέχρι μὲν τοῦδε φαίνονται μη‐ δὲν ἀλλήλων διαφέροντες, διενηνόχασι δὲ, οὔτε γὰρ τόπον πά‐ σχοντα τὸν αὐτόν φημι εἶναι τοῖς παλλομένοις, οὔτ’ αἰτίαν, οὔτε | |
5 | σύμπτωμα. τρέμει μὲν γὰρ μὴ προελόμενος κινεῖν τὸ κῶλον οὐδείς· πάλλεται δὲ τὰ παλλόμενα, κᾂν ἀποκείμενα τύχῃ, κᾂν μηδεμίαν κίνησιν αὐτοῖς ἐπάγῃς. ἀπατῶνται δὲ κᾀνταῦθα πολλοὶ, κεφαλάς τε τρομώδεις ὁρῶντες, ἀκίνητόν τε χεῖρα, καὶ σκέλος, ὡς ἂν δόξειεν, ἀποτεταμένον ἐχόντων τινῶν, | |
10 | ἔπειτ’ οὐδὲν ἧττον τρεμόντων. οὓς χρὴ διδάξαι τὸν λόγον τοῦτον, οὐχ ὑπ’ ἐμοῦ νῦν πρῶτον λεγόμενον, ἀλλὰ καὶ πολ‐ λοῖς τῶν παλαιῶν, οὐχ ὅσα φαίνεται κινεῖσθαι, ταῦτα κινεῖ‐ σθαι φᾶσι μόνα. πολλὰ γοῦν ἀκίνητα μὲν εἶναι δοκεῖ, ἕνα καὶ τὸν αὐτὸν ἐπέχοντα τόπον, οὐδὲν δὲ ἧττον κινεῖται. | |
15 | τοὺς γοῦν ὄρνιθας οὐ μόνον ἄνω καὶ κάτω φερομένους, ἀλλὰ κᾂν ἕνα τόπον ἐν τῷ ἀέρι κατειληφότες ὦσιν, ἐν κινήσει καὶ | |
τόθ’ ὑπάρχειν. ἐὰν γοῦν ἐν ἐκείνῳ τῷ τόπῳ νεκρὸν ὄρνιθος | 589 | |
7.590 | σῶμα τεθῇ, ῥᾳδίως ἐπὶ τὴν γῆν κατενεχθήσεται τῷ βάρει ῥέψαν. ᾧ δῆλον ὅτι καὶ τὸ μένον ἐπὶ τοῦ αὐτοῦ τό‐ που σῶμα κινήσει τινὶ προσχρώμενον ἐμετεωρίζετο, κατὰ τοσοῦτον μέρος γε κινήσεως, ὅσον ἔσχεν ἂν, εἰ μόνῳ τῷ βά‐ | |
5 | ρει καταφερόμενον τετύχηκεν. ὥστε ἣν δοκεῖς ἀκινησίαν εἶναι, σύνθετός ἐστι κίνησις ἐκ δύο τινῶν εἰς ὑπεναντίους τόπους ἀπάγειν τὸ σῶμα δυναμένων κινήσεων συγκειμένη. ὧν εἰ τὴν ἑτέραν ἀφέλοις τὴν ἄνω, τὴν λοιπὴν ὄψει ῥᾳδίως εἰς τὸν κάτω τόπον ἀπάγουσαν τὸ σῶμα. τοῦτ’ οὖν καὶ Ἱπποκρά‐ | |
10 | της διδάσκει εἰπών· ἑστάναι ἕλκεσιν ἥκιστα συμφέρει. καὶ ἄλλως, ἢν ἐν σκέλει ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι, οὐδὲ πο‐ ρεύεσθαι, ἀλλὰ ἡσυχίην ἔχειν καὶ ἀτρεμίζειν συμφέρει. τὸ μὲν γὰρ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὡς ὠφελοῦν ἐπαινεῖ· τὸ δὲ ἑστάναι καὶ καθῆσθαί, φησιν, ἥκιστα συμφέρει, ἕτερόν τι | |
15 | τοῦ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὑπάρχον. ἐντέτανται γὰρ καὶ τόθ’ οἱ μύες βαστάζοντές τε καὶ ἀπὸ τῆς γῆς ἐξαίροντες καὶ ὀρθοῦντες τὸ σῶμα. διὰ τοῦτο τοῦ περιπατεῖν οὐδὲν ἧττον | |
τὸ ἑστάναι κοπῶδες, ὡς ἂν καὶ αὐτὸ κίνησις ὄν. ἀρθείσης | 590 | |
7.591 | γοῦν τῆς ψυχῆς τῆς κινούσης τε καὶ ὀρθούσης τὸ σῶμα, ῥᾳ‐ δίως ὄψει κείμενον ἐπὶ τῆς γῆς τὸ πρότερον ὂν ὀρθῶς. ᾧ δῆ‐ λον ὅτι καὶ ὁπόταν ὀρθὸν ᾖ, οὐκ ἦν ἀκίνητον, ἀλλ’ εἶχέ τι κουφίζον τε καὶ βαστάζον καὶ ἐξαῖρον αὐτό. ἐγὼ μὲν οὖν | |
5 | οὐδὲ τὸν κατακείμενον ἄνθρωπον, εἰ τὴν μὲν κεφαλὴν ὑψηλο‐ τέραν ἔχοι, τοὺς δὲ πόδας ταπεινοτέρους, οὐδὲ τοῦτον ἀκί‐ νητον εἶναί φημι παντάπασιν. ὑπέῤῥει γὰρ ἂν ῥᾳδίως ἐπὶ πόδας ἀπὸ τῶν ὑψηλοτέρων εἰς τὸ κάταντες ῥέπων, εἰ μή που κινήσῃ τὴν ῥοπὴν ταύτην ἀντισηκοῦσαν. ταῦτ’ ἆρα καὶ ὁ | |
10 | Ἱπποκράτης ἔλεγεν· εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤ‐ ῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστι. τὸ γὰρ ἐπὶ τοὺς πόδας ὑποῤῥεῖν κατακείμενον ἀῤῥωστούσης ἐσχάτως δυ‐ νάμεως βεβαιότατόν ἐστι γνώρισμα. ἑστάναι μὲν γὰρ ἢ καθέ‐ ζεσθαι ἢ ἀνίστασθαι μὴ δύνασθαι δεινὸν μὲν, ἀλλ’ ἧττον | |
15 | δεινὸν, ἀπολήγουσι γὰρ πρὸς ταῦτα πολλοὶ τῶν νοσούντων, εἰς ἔσχατον ἀσθενείας οὔπω προϊόντες· τὸ δὲ μὴ κατακεῖσθαι δύνασθαι ζῶντος τρόπον, ἀλλὰ κᾀνταῦθα καθάπερ νεκρὸν καὶ | |
ἄψυχον σῶμα καταφέρεσθαι, κακῶν ἔσχατον. τοῦτο ἐν τῷ | 591 | |
7.592 | περὶ χυμῶν ἔῤῥιψιν ἐκάλεσεν, ὅπερ οἱ ἐξηγησάμενοι τὸ σύγ‐ γραμμα μὴ νοήσαντες ἐλάλησαν πολλά. τὸ γὰρ καταβε‐ βλῆσθαι δίκην ἀψύχου σώματος, παντὸς τοῦ τόνου τελείως ἐκλελυμένου τε καὶ ἀπολωλότος ἔῤῥιψιν εἶπεν, ὥστε μὴ | |
5 | ταὐτὸν εἶναι τὸ ἐῤῥίφθαι τῷ κατακεῖσθαι, ἀλλ’ ὃν ἔχει λόγον τὸ καταπίπτειν πρὸς τὸ κατακεῖσθαι. οὕτω κᾀπὶ τῶν ὀρνίθων ἕτερον μέν ἐστιν ἐπὶ γῆν καταπτῆναι, ἕτερον δὲ πεσεῖν ἐπὶ τὴν γῆν. τὸ μὲν γὰρ ἐνέργεια, τὸ δὲ πάθος. ὡσαύτως οὖν τούτοις ἐνέργεια μὲν ἡ κατάκλισίς | |
10 | ἐστι, πάθημα δὲ ἡ ἔῤῥιψις. πρὸς τί δή μοι ταῦτα λέ‐ γεται; ἵνα τοὺς ἐπῃρκότας ἢ σκέλος ἢ χεῖρα, κᾄπειτα φυ‐ λάττοντας, ὡς ἔχουσι, μὴ δόξῃς ἀκινήτους εἶναι, μηδ’ ἂν ὅτι μάλιστα τυγχάνωσιν ἕνα καὶ τὸν αὐτὸν ἀεὶ κατέχοντες τόπον. εἰ δ’ οὐ βούλει συγχωρῆσαι κίνησιν ὑπάρχειν τοῖς | |
15 | οὕτω διακειμένοις, ἀλλ’ ἐνέργειάν τε πάντως αὐτοῖς συγχω‐ ρήσεις ὑπάρχειν, καὶ διπλασίαν γε τὴν ῥώμην ταύτην τῆς ἁπλῆς ἐνεργείας. ἐν μὲν γὰρ ταῖς ἁπλαῖς ἓν γένος ἐνεργεῖ μυῶν, ἤτοι τῶν καμπτόντων, ἢ τῶν ἐντεινόντων τὸ | |
κῶλον· ὅταν δὲ ἀποτείνας αὐτὸ διαφυλάττῃς, ἄμφω τὰ | 592 | |
7.593 | γένη τῶν μυῶν ἰσοσθενῶς ἐνεργεῖ. εἰ δὲ τούτου μνημονεύεις, ἀληθῆ παραφυλάττων εὑρήσεις ἀεὶ τὸν λόγον, ὅτι τῷ μηδε‐ μίαν ἐπιχειροῦντι κινεῖσθαι κίνησιν οὐκ ἐγγίνεται τρό‐ μος. ἀδυνάτου γάρ ἐστι καὶ ἀσθενοῦς κινήσεως σύμπτωμα. | |
5 | ὅθεν ὅτῳ κινεῖσθαι σώματι μηδόλως ὑπάρχει, παντί που δῆλον, ὡς οὐδὲ περὶ τὴν κίνησιν ἀσθενὲς καὶ ἀδύνατον ὑπάρξει. Παλμὸς δέ γε καὶ τοῖς ἀκινήτοις συμβέβηκε. καὶ γὰρ ὀφρὺς καὶ βλέφαρον καὶ ὀφθαλμὸς ἐπαίρονται | |
10 | πολλάκις ἄνευ βουλήσεως ἁπάσης. ἔνθα καὶ τοῦτό γε σαφῶς οἶμαι θεάσασθαι μεγάλην ἔχον μοῖραν εἰς ἐπίγνωσίν τε τοῦ πάθους τῆς φύσεως ἀκριβῆ τε διάκρισιν ἀπὸ τῶν τρεμόντων. αἱ μὲν γὰρ ἐν τοῖς παλλομένοις μέρεσιν ἐπάρσεις τε καὶ θέσεις φαινόμεναι διατάσεις εἰσί τινες τῶν σωμάτων, οἷα πληρου‐ | |
15 | μένων αὖθίς τε πάλιν κενουμένων συνιζήσεις· αἱ δὲ ἐπὶ τῶν τρεμόντων ὅλου τοῦ κώλου κινήσεις εἰσὶ, ποτὲ μὲν εἰς | |
τὸ κάτω ῥέποντος, αὖθις δ’ ἄνω φερομένου, διαστέλλεται | 593 | |
7.594 | δὲ οὐδὲν, οὐδὲ συστέλλεται. διὰ τοῦτο τρέμει μὲν ὅλον τὸ μέρος, ὁπόταν τι δρᾷν ἐπιχειρῶμεν, οὐδενὸς ἀκινήτου τῶν ἐν αὐτῷ μένοντος· ἀλλ’ ὁμοίως μὲν οἱ μύες, ὁμοίως δὲ τούτοις ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες καὶ αὐτὰ τὰ ὀστᾶ καὶ τὸ | |
5 | δέρμα ποτὲ μὲν ἄνω φέρεται, ποτὲ δὲ κάτω. πάλλεται δὲ οὐ πάντα. νεῦρον γοῦν, ἢ ὀστοῦν, ἢ χόνδρον, ἤ τι τοιοῦτον ἕτερον οὐκ ἂν ἴδοις ποτὲ παλλόμενον. οὐ γὰρ ἔχει κοιλίαν, ἧς ἐν μέρει διαστελλομένης τε καὶ συστελλομένης, ἐπαίρεσθαι μὲν, ὅταν διαστέλληται, συμπίπτειν δὲ, ὅταν συστέλληται, | |
10 | τοῖς μέρεσιν ὑπάρξει. ἀλλ’ εἴτε μυῶν ἐστι πάθος μόνον ὁ παλμὸς, ὡς Ἡρόφιλος ἐνόμιζεν, ἢ καὶ τοῦ δέρματος, ἢ ἀρ‐ τηριῶν, ὡς ὑπελάμβανε Πραξαγόρας, αὖθις τοῦτο σκε‐ ψόμεθα. τῇ γὰρ παρὰ τῇ τοῦ πεπονθότος τόπου ζητήσει οἰκειοτέρα ἡ σκέψις. τὸ δέ γε νῦν εἶναι τοσοῦτον λαβόντες | |
15 | εἰς τὸ πρόσθεν ἴωμεν, ὅτι διάστασις μέν τίς ἐστι καὶ συνί‐ ζησις παρὰ φύσιν ὁ παλμὸς, ἀκούσιος δὲ κίνησις ἄνω τε καὶ | |
κάτω τῶν μερῶν ἐναλλὰξ φερομένων ὁ τρόμος. ἔστι δὲ οὐ | 594 | |
7.595 | ταὐτὸν οὔτε τῷ ἄνω φέρεσθαι τὸ διαστέλλεσθαι οὔτε τῷ κάτω τὸ συστέλλεσθαι. τὰ μὲν γὰρ ἄνω καὶ κάτω φερό‐ μενα, τὸν πρότερον ἀπολείποντα τόπον, εἰς ἕτερον μεθίστα‐ ται· τὰ διαστελλόμενα δὲ καὶ συστελλόμενα, τὴν ἀρχαίαν | |
5 | ἕδραν φυλάττοντα, τὸ μὲν ἐπιλαμβάνει τοῦ πέριξ χωρίου, τὸ δὲ ἀπολείπει. ὥστε τὸ κινεῖσθαι μὲν ἀμφοτέροις κοινὸν, ὅσα τε διαστέλλεται καὶ συστέλλεται, καὶ μέν τοι καὶ ὅσα κάτω τε καὶ ἄνω φέρεται· ἴδιον δὲ τοῖς μὲν ἐλάττονα τό‐ πον ἢ πλέονα κατειληφέναι, τὸν ἐξ ἀρχῆς οὐκ ἀπολείπουσι· | |
10 | τοῖς δὲ ἀεὶ τοὺς τόπους ἀμείβειν, μή ποτε ἐν ταὐτῷ μένουσι. δεήσει δὲ, οἶμαι, κᾀνταῦθά μοι διορισμοῦ πρὸς τὸ πάντῃ τὸν λόγον ἀληθεύειν. πολλάκις γὰρ ἤδη, πλεόνων ἅμα μυῶν ἤ τινος ἑνὸς μεγάλου σφοδρῶς παλλομένου, συνεπαίρεται μὲν διαστελλομένοις αὐτοῖς τὸ κῶλον, αὖθις δὲ καταπίπτει συ‐ | |
15 | στελλομένοις. ἐνθάδε τὴν ἀκούσιον ἔπαρσίν τε καὶ θέσιν τοῦ κώλου τρόμον οὐ χρὴ καλεῖν. ὄψει τε γὰρ σαφῶς τοὺς παλ‐ | |
λομένους μύας, οἷς κινεῖται τὸ κῶλον, αὐτή τε ἡ κίνησις | 595 | |
7.596 | οὐχ οἵα τοῖς τρέμουσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ τοὺς παλλο‐ μένους μῦς ἐν κινήσει τὸ κῶλον ὅλον ἰσχόντων ἰδίοις καὶ αἰ‐ σθητοῖς πέρασιν ἑκατέρα τῶν κινήσεων περιγράφεται· τῶν δὲ τρεμόντων τὸ πάθος οὐ τοιοῦτον, ἀλλὰ τῆς ἑτέρας κινή‐ | |
5 | σεως ἔτ’ ἀρχομένης, ὡς ἄν τις φαίη, τὴν ἐναντίαν αὐτῇ συνάπτουσαν εὑρήσεις, ὥστε ἀεὶ μὲν τὴν ἄνω φορὰν ἐκδέχε‐ σθαι τὴν κάτω, ταύτην δ’ ὑπ’ ἐκείνης πάλιν κωλύεσθαι συνε‐ χῶς, ἀτελευτήτου μὲν ἀεὶ τῆς ἄνω φορᾶς, ἀτελευτήτου δὲ τῆς κάτω ῥοπῆς ὑπαρχούσης. τάδε μέν σοι τῶν παθῶν τὰ | |
10 | γνωρίσματα καὶ τοῖσδε τοῖς συμπτώμασιν ἀλλήλων διαφέρει. τόπον δὲ πάσχοντα καὶ τὸ ποιοῦν αἴτιον ἐφεξῆς ἂν εἴη σκο‐ πεῖσθαι. πνεῦμα παχὺ καὶ ἀτμῶδες οὐκ ἔχον διέξοδον αἴ‐ τιον εἶναί φημι παλμῶν. ἀθροίζεσθαι δὲ τοῦτό φημι χρῆναι κατά τινα κοιλότητα μὴ κομιδῆ μικρὰν, εἰ μέλλει τὴν διά‐ | |
15 | στασιν αἰσθητὴν ἕξειν τὸ μέρος. εἴρηται μὲν δὴ τὸ πᾶν ἐν κεφαλαίῳ. δεῖ δέ σε τῶν ἀποδείξεων ἔτι πνευματικὴν μὲν εἶναι τὴν οὐσίαν τῷ αἰτίῳ τιθέναι, διὰ τὸ τάχος τῆς κινή‐ | |
σεως καὶ τῆς γενέσεως καὶ τῆς λύσεως. τί γὰρ οὕτω ῥᾳδίως | 596 | |
7.597 | ἀθροίζεσθαί τε καὶ κενοῦσθαι δυνατὸν ἄλλο πλὴν πνεύματος; ἔστι μὲν γὰρ τὰ συντιθέντα τὸν ἄνθρωπον, ὡς Ἱπποκράτης ἐδίδασκεν ἡμᾶς, στερεὰ, ὑγρὰ, καὶ πνεύματα. μέμνηται δέ πως αὐτῶν ὧδε, τὰ ἴσχοντα λέγων, καὶ τὰ ἐνισχόμενα, καὶ | |
5 | τὰ ἐνορμῶντα· ἴσχοντα μὲν τὰ στερεὰ καλῶν, περιέχει γὰρ καὶ ἀποστέγει τὰ ὑγρά· ἐνισχόμενα δὲ, τὰ ὑγρὰ, περιέχεται γὰρ ὑπὸ τῶν στερεῶν· ἐνορμῶντα δὲ τὰ πνεύματα, πάντῃ γὰρ ἐξικνεῖται τοῦ σώματος ἐν ἀκαρεῖ χρόνῳ ῥᾳδίως τε καὶ ἀκωλύτως. ταχεῖαν οὖν κένωσιν, ἢ πλήρωσιν, ἢ διάστασιν, | |
10 | ἢ συνίζησιν, ἢ θέσιν, ἢ ἔπαρσιν, ἤ τινα ἄλλην κίνησιν οὐ‐ δὲν ἂν τῶν ἁπάντων ἐργάσαιτο πλὴν πνεύματος. ὥστε καὶ παλμῶν αἰτία οὐσία μὲν τὸ πνεῦμα, ποιότης δὲ τῆς οὐσίας ὑγρότης ἐστὶ καὶ παχύτης, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἡνίκα παχὺ καὶ ἀτμῶδες ὠνομάσαμεν αὐτό. εἰ γὰρ αἰθερῶ‐ | |
15 | δες εἴη καὶ λεπτὸν καὶ καθαρὸν, ἀκωλύτως διεξερχόμενον οὔτε πληρώσει ποτὲ οὔτε κενώσει τὰ μέρη. τὸ δὲ παχύτε‐ | |
ρον ἢ κατὰ τοὺς πόρους τῶν σωμάτων, ἐν οἷς ἀθροίζεται, | 597 | |
7.598 | στεγόμενον ἐντὸς, εἰ μὲν ἔχοι κοιλότητα τὸ σῶμα, ταύτην πληρῶσαν ἤγειρέ τε καὶ διέστειλε τὸ περιέχον· εἰ δ’ οὐκ ἔχοι, μεταξὺ δυοῖν ἀθροιζόμενον σωμάτων ἀπὸ θατέρου θάτερον ἀφίστησιν, ἐπίκτητον ἑαυτῷ κοιλίαν ἐργαζόμενον. | |
5 | οὗτος μὲν ὁ τρόπος ὁ δεύτερος εἰρημένος καὶ περὶ τὸ δέρμα παλμοὺς ἐργάζεται πολλάκις, οὐκ αὐτοῦ τοῦ δέρματος ἐν ἑαυτῷ κοιλότητά τινα κεκτημένου, ἀλλ’ ἐν τῷ μεταξὺ τοῦ δέρματος καὶ τῶν ὑποκειμένων σωμάτων ἀθροίζεται τηνικαῦ‐ τα τὸ πνεῦμα. ὁ δὲ τρόπος ὁ πρότερον εἰρημένος ἐν μυσὶ | |
10 | μάλιστα γίνεται. κοιλότητες γὰρ ἐν τούτοις εἰσὶ πολλαί τε καὶ σμικραί. Πραξαγόρας δὲ καὶ ταῖς ἀρτηρίαις ἀνατίθησι σφυγμὸν, ὥσπερ ἀμέλει καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν ἀρτηριῶν πάθη· καὶ σφυγμὸν μὲν ἐν τῷ κατὰ φύσιν ἔχειν· παλμὸν δὲ καὶ τρόμον καὶ σπασμὸν ἀλλήλων μὲν διαφέρειν | |
15 | μεγέθει, κινήσεις δὲ εἶναι παρὰ φύσιν. ὅτι δὲ οὐκ ὀρθῶς ἐγίνωσκε μόναις ἀρτηρίαις ἀναφέρων τὸν παλμὸν, οὐ χαλεπὸν ἐξελέγξαι. σαφῶς γὰρ ἔστιν ἰδεῖν πολλάκις καὶ τὸ | |
δέρμα παλλόμενον καὶ τοὺς μῦς, οὐδεμιᾶς κατὰ τὸν τόπον | 598 | |
7.599 | ἀρτηρίας οὔσης, ἢ εἰ καὶ τυγχάνει τις οὖσα, κομιδῆ μικρᾶς ὑπαρχούσης, ὡς ἄν τινα φανερῶς γνῶναι δύνασθαι, τὴν το‐ σαύτην διάστασιν οὐκ εἶναι κατὰ τὸ τῆς ἀρτηρίας μέγεθος. εἰ δὲ ὀρθῶς ἔνιοι τοῖς μυώδεσι σώμασι μόνοις ἀνατιθέασι τὸν | |
5 | παλμὸν, τοῦτό μοι δοκεῖ μᾶλλον ἄξιον ἐπισκέψεως εἶναι. ἐγὼ μὲν γὰρ καὶ πάνυ νομίζω σαφῶς τὴν ἀρτηρίαν οὐ μόνον παλ‐ μῶδες ἀλλὰ καὶ σπασμῶδές τι πολλάκις ἐμφαίνουσαν εὑρίσκειν, ὥσπερ καὶ ἄλλοι τῶν περὶ τοὺς σφυγμοὺς δεινῶν ὁμολογοῦ‐ σιν. ἀλλὰ περὶ μὲν τούτου μακρότερός τε ὁ λόγος ἐστὶ κᾀν | |
10 | τοῖς περὶ σφυγμῶν εἴρηται. κατὰ δὲ τὸ δέρμα μόνον ἐναργῶς φαίνονται παλμοὶ γινόμενοι πολλοῖς τῶν ἀνθρώπων οὐκ ὀλι‐ γάκις, ὅταν ἀτμῶδες πνεῦμα κατά τι μόριον αὐτοῦ γεννηθὲν ἴσχηταί τε καὶ βραδύνῃ κατὰ τὴν διέξοδον. οὕτω δὲ κᾂν ἐν μυσὶν ἢ ἄλλῳ τινὶ σώματι φυσῶδες πνεῦμα πλεονάσῃ, κατ’ | |
15 | ἐκεῖνο παλμὸν ἐργάζεται. ὅτι δὲ πνεῦμα παχὺ καὶ ὁμιχλῶδες ἢ ἀχλυῶδες ἢ φυσῶδες, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς, αἴτιον γίνεται παλμοῦ, καὶ διὰ τοῦτο τῶν ἡλικιῶν αἱ ψυχρότεραι | |
παλμῷ εὐάλωτοι, καὶ φύσις σώματος ἡ ψυχροτέρα, καὶ χωρία | 599 | |
7.600 | ψυχρὰ, καὶ ὥρα τοῦ ἔτους ἡ χειμερινὴ, καὶ βίος ἀργὸς ἐν πλησμοναῖς τε καὶ μέθαις, ἐδέσματά τε ψυχρὰ καὶ φυσώδη, καὶ πάνθ’ ἁπλῶς, ὅσα τὸ σῶμα καταψύχει· τὰ δ’ ἐναντία τῶνδε καθαιρετικά ἐστιν αὐτίκα τῶν παλμῶν. τὰ μὲν γὰρ | |
5 | θερμαίνοντα λεπτύνει τε τὸ πνεῦμα καὶ τὰ σώματα τίθη‐ σιν ἀραιὰ καὶ μαλακά· τὰ δὲ ψύχοντα πυκνοῖ μὲν καὶ συνάγει καὶ μύειν ἀναγκάζει τῶν σωμάτων τοὺς πόρους, πα‐ χύνει δὲ καὶ πήγνυσι καὶ θολερὸν ἀποδείκνυσι τὸ πνεῦμα. ῥᾳδίως οὖν ἴσχεται, διαπνεῖσθαι μὴ δυνάμενον, τῷ θ’ ἑαυτοῦ | |
10 | πάχει καὶ τῇ τῶν περιεχόντων αὐτὸ σωμάτων πυκνότητι. τὰ δὲ θερμαίνοντα πάλιν ἐξ ὑπεναντίου τοῖς ψύχουσι χέοντα καὶ χαλῶντα καὶ διανοίγοντα τῶν σωμάτων τοὺς πόρους, αὐτό τε τὸ πνεῦμα λεπτύνοντα καὶ πρὸς τὴν κίνησιν ἐπεγεί‐ ροντα ῥᾳδίως, οὕτω καὶ εὐπετεῖς αὐτῷ τὰς διεξόδους ἐργάζε‐ | |
15 | ται. διὰ τοῦτο καὶ τὰ ἰάματα τῶν παλμῶν οἱ παλαιοὶ τῶν ἰατρῶν ἐξεῦρον, ὅσα λεπτύνειν τε καὶ θερμαίνειν δύναται, οἷά ἐστι τά τε δι’ εὐφορβίου, καὶ πυρέθρου, καὶ λιμνησίας, | |
καὶ θείου, καὶ πεπέρεως, ὅσα τε ἄλλα τοιαῦτα συγκείμενα | 600 | |
7.601 | φάρμακα, καὶ τῶν ὑδάτων δὲ τὰ γῆθεν ἀνιόντα θερμὰ, καὶ τούτων μάλιστα τὰ νιτρώδη τε καὶ θειώδη, καὶ ἀσφαλτώδη τε ταῦτα ἐπαινοῦσι. χρῶνται δὲ καὶ θαλάττη, θερμαίνοντες αὐτὴν, καὶ ἅλμῃ, εἰ θάλαττα μὴ παρείη. καὶ πίνειν διδό‐ | |
5 | ασι τὰ θερμαίνοντα φάρμακα, καὶ μάλιστ’ αὐτῶν τὰ διὰ κα‐ στορίου συγκείμενα· τοῦτο μέν γε καὶ ἔξωθεν ἐπιτιθέμενον, οὐ μόνον πινόμενον, ἀγαθὸν φάρμακον, ὡς ἂν ἐκθερμαίνειν τε ἅμα καὶ λεπτύνειν καὶ ξηραίνειν ἀκριβῶς δυνάμενον. παλ‐ μοῦ μὲν δὴ παντὸς ἡ γένεσις ἐν τῷ ψυχρῷ, τρόμου δ’ οὐδὲ | |
10 | μία πρόφασις, οὐδὲ τὸ ψυχρὸν αἴτιον· ἀλλ’ ἡ μὲν διάθεσις ἀῤῥωστία τῆς κινούσης τὸ σῶμα δυνάμεως, τῆς δ’ εἰς τοῦτο ἄγειν αἰτίας δυναμένης οὐχ ἓν εἶδος, ἀλλ’ ἤτοι τροφῆς ἀπο‐ ρίᾳ, καθάπερ ἐν χολέραις καὶ ῥεύμασι κοιλίας ἰσχυροῖς καὶ σφοδραῖς αἱμοῤῥαγίαις καὶ τοῖς ἀποκαρτεροῦσιν, ἢ λυθέν‐ | |
15 | τος τοῦ ζωτικοῦ τόνου, καθάπερ ἐν στομαχικαῖς καὶ καρ‐ διακαῖς ἐκλύσεσιν, ἢ βιαίας καὶ σφοδρᾶς ψύξεως καταλαμβα‐ νούσης ἢ πλήθους αὐτὴν οἷον φορτίου βαρύνοντος, ἄῤῥω‐ | |
στος εἰς τὰς κινήσεις γίνεται. ὅθεν οὐδὲ τῶν ἰαμάτων | 601 | |
7.602 | ἓν εἶδος τοῖς τρέμουσιν, ὥσπερ γε τοῖς παλλομένοις, ἀλλ’ εἰ μὲν ὑπὸ καταψύξεως τρέμοιεν, τὸ θερμὸν ἴαμα αὐτοῖς ἐστιν. ὡς ὅσοι γε χειμῶνος ὁδοιποροῦντες, εἶτα ἐν κρύει καρτερῷ καταληφθέντες ἡμιθνῆτές τε καὶ τρομώδεις οἴκαδε παρεγένον‐ | |
5 | το, ῥᾷστα τοῦ πάθους ἀπηλλάγησαν ἐκθερμανθέντες. ὁμοίως τούτοις ἰώμεθα καὶ τοὺς ἐπὶ πυρετῶν καταβολαῖς ψυχούσαις ῥιγοῦντάς τε καὶ τρέμοντας. εἰ δὲ διαφορούμενοι γίνοιντο τρομώδεις, ὡς ἐν ἐκλύσεσι καρδιακαῖς τε καὶ στομαχικαῖς, τὸ θερμαίνειν τούτους κακῶν ἔσχατον, αὐτὸ γὰρ τοὐναντίον ἐν | |
10 | τοῖσδε πυκνῶσαι χρὴ τὴν ἐπιφάνειαν, ὅσα ψύχει καὶ στύφει καὶ συνάγει τοὺς πόρους προσφέροντας, οὐχ ὅσα θερμαίνει καὶ χαλᾷ καὶ ἀναπεπταμένους ἐργάζεται. εἰ δ’ ἀπορίᾳ τροφῆς ὡς ἐν τοῖς ἀποκαρτεροῦσιν ἢ ὑπερκενωθεῖσιν οἱ τρόμοι γί‐ νοιντο, τούτῳ μὲν οὐδὲ λόγου δεῖ, παντὶ γὰρ δῆλον τοῦτο, | |
15 | ὡς τροφῆς οὗτοί γε χρῄζουσιν. ὅσοι δὲ διὰ πλῆθος ὑγρῶν βεβαρημένης τῆς δυνάμεως τρέμουσιν, αἱ κενώσεις ἰάματα τούτοις. καθάπερ που καὶ Ἱπποκράτης διδάσκει λέγων· Ἐστυ‐ | |
μάργεω οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, | 602 | |
7.603 | ἀπέστραπτο δὲ στόμα τῆς μήτρας, καὶ ἐς ἰσχίον καὶ ἐς σκέ‐ λος ὀδύνη, παρὰ σφυρὸν φλεβοτομηθεῖσα, ἐῤῥῄισε, καί τοι τρόμοι τὸ σῶμα πᾶν κατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. γυναίου μέμνηται | |
5 | μετὰ τόκον οὐ καθαρθέντος τὴν λεγομένην τὰ δεύτερα λοχείαν κάθαρσιν, εἶτα τρομώδους γενομένου. τοῦτό, φησιν, ἰασά‐ μην φλεβοτομήσας ἀπὸ σφυροῦ, καί τοι τρόμοι τὸ σῶμα πᾶν εἶχον. τί δὴ ἕτερον αἰνίττεται ἐνταῦθα, ἢ ὅτι ἕτερος οὐκ ἂν ἐφλεβοτόμησε; ψυχρὸν γὰρ εἶναι πεπίστευται τὸ πάθος ὁ τρό‐ | |
10 | μος, τὸ δ’ αἷμα θερμόν. οὔκουν ἐτόλμησεν ἄν τις αἵματος κενοῦν ἐν πάθει θερμαίνεσθαι δεομένῳ. ἀλλ’ ἐγώ, φησιν, ἐτόλμησα, καὶ διδάσκει καὶ διὰ τί. ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. τὸ ἐνοχλοῦν, φησιν, ἠπιστάμην καὶ τοῦ ἐνοχλοῦντος τὴν αἰτίαν. τὸ μὲν | |
15 | οὖν ἐνοχλοῦν ἦν αἵματος πλῆθος, αἰτία δὲ αὐτοῦ τῆς μή‐ τρας ἡ πρὸς τὸ ἰσχίον ἔγκλισις, δι’ ἣν οὐκ ἐκαθάρθη τὸ γύ‐ ναιον. ὅπερ οὖν ἐχρῆν αἷμα κενωθῆναι, μὴ κενούμενον, ἀλλ’ | |
ἐν τῷ σώματι πλανώμενον, ἄχθος ἦν τῇ φύσει, ὅθεν ἐπι‐ | 603 | |
7.604 | γνοὺς τοῦ τρόμου τὴν μὲν πρόφασιν αἵματος πλῆθος, ἀφορ‐ μὴν δὲ τῆς προφάσεως τῆς μήτρας τὸ πάθος, εἶτα τοῦ μὲν πλήθους ἐνδειξαμένου τὴν κένωσιν, τοῦ πεπονθότος δὲ μέρους τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, συνθεὶς ἄμφω ταῦτα, τὴν | |
5 | ἀπὸ τοῦ σφυροῦ φλεβοτομίαν μὲν ἐποιήσατο, φλεβοτομίαν μὲν ὅτι κενοῦν αἷμα ἐβούλετο, ἀπὸ σφυροῦ δὲ, μήτρα γὰρ ἐπεπόνθει. ὅτι μὲν οὖν αἵματος πλεονάζοντος φλεβοτομεῖν χρὴ, δῆλον οἶμαι παντὶ, τὸ γὰρ αἷμα ἐν φλεψὶ περιέχεται· ὅτι δὲ μήτρας πασχούσης περὶ σφυρὸν ἢ κατ’ ἰγνύην χρὴ τέ‐ | |
10 | μνειν, εἰ μὴ πρότερον ἐξ ἀνατομῆς διδάξαιμι τὰς κοινωνίας τῶν φλεβῶν, οὐκ ἂν ἕπεσθαι δύναιο τῷ λόγῳ. ἄλλη γὰρ ἄλλῳ μέρει τοῦ σώματος κοινωνεῖ φλὲψ, καὶ χρὴ διὰ τῶν κοι‐ νῶν ἀεὶ τὰς κενώσεις ποιεῖσθαι, ὡς εἴ γε τὰς μηδὲν κοινωνού‐ σας τῷ πεπονθότι μέρει φλέβας ἐντέμοις, οὔτε τὸ πεπονθὸς | |
15 | ἰάσῃ, καὶ βλάψεις ἀεὶ τὸ ὑγιές. ἀναγκαῖον οὖν ἀεὶ φαίνεται τῷ μέλλοντι καλῶς ἰᾶσθαι τὴν αἰτίαν ἐπίστασθαι, δι’ ἣν | |
γίνεται τὸ πάθος. ἀλλὰ περὶ μὲν αἰτίας τρόμου ἱκανὰ ταῦτα. | 604 | |
7.605 | πεπονθὼς δὲ τόπος εἷς οὐδείς ἐστιν ἐξ ἀνάγκης ἐν τρό‐ μοις, καὶ μέμφομαί γε ἐνταῦθα Πραξαγόρᾳ καὶ Ἡροφίλῳ, τῷ μὲν ἀρτηριῶν πάθος εἰπόντι τὸν τρόμον, Ἡροφίλῳ δὲ φι‐ λοτιμουμένῳ δεῖξαι περὶ τὸ νευρῶδες αὐτὸ γένος ἀεὶ συνιστά‐ | |
5 | μενον. ὁ μὲν οὖν Πραξαγόρας πόῤῥω τοῦ ἀληθοῦς ἥκει· ὁ δὲ Ἡρόφιλος ἠπατήθη τὸ τῆς δυνάμεως πάθος ἀναφέρων τοῖς ὀργάνοις. ὅτι μὲν γὰρ τὸ νευρῶδες γένος, οὐ τὸ ἀρτηριῶ‐ δες, ὑπηρετεῖ ταῖς κατὰ προαίρεσιν κινήσεσιν, ὀρθῶς ἐγίνω‐ σκεν· ὅτι δὲ οὐκ αὐτὸ τὸ σῶμα τῶν νεύρων αἴτιον κινήσεως, | |
10 | ἀλλὰ τοῦτο μὲν ὄργανον, ἡ κινοῦσα δ’ αἰτία ἡ διήκουσα δύναμις διὰ τῶν νεύρων ἐστὶν, ἐνταῦθα μέμφομαι αὐτῷ μὴ διορίσαντι δύναμίν τε καὶ ὄργανον. εἰ γὰρ διώρισεν, εὐθὺς ἂν ἔγνω διότι βλαβήσεται τοὖργον οὐκ ὀργάνων μόνων, ἀλλὰ καὶ δυνάμεων πάθει. ἐπὶ μὲν οὖν τῶν τεθνεώτων οὐδὲν οὔ‐ | |
15 | τε τὰ νεῦρα πέπονθεν οὔθ’ οἱ μύες, ὅσα πάθη πάσχειν αὐ‐ τὰ νομίζουσιν Ἡρόφιλός τε καὶ Πραξαγόρας· ἀπολέλοιπε δ’ | |
αὐτῶν πᾶσα κίνησις εὐθὺς ἅμα τῇ ψυχῇ, μύες δὲ καὶ νεῦρα | 605 | |
7.606 | ταύτης ὄργανα. οὔκουν μυὸς οὐδὲ νεύρου τὸ κινεῖν, ἀλλὰ ψυχῆς. οὐδὲ γὰρ αὐλῶν ἔργον ἡ αὔλησις, οὐδὲ κιθάρας ἡ κιθάρισις· ἀλλ’ αὔλησις μὲν ἔργον αὐλητοῦ δι’ ὀργάνων αὐ‐ λῶν, κιθάρισις δὲ τοῦ μουσικοῦ, τὸ δ’ ὄργανον ἡ κιθάρα. | |
5 | διαφθαρήσεται δὲ καὶ αὔλημα καὶ κιθάρισις πολλάκις μὲν διὰ τοὺς τῶν ἔργων δημιουργοὺς, ἔσθ’ ὅτε δὲ διὰ τὴν τῶν ὀρ‐ γάνων οἷς χρῶνται βλάβην. οὕτω δὲ καὶ κινήσεως ἐν τῷ ζώῳ τῆς κατὰ προαίρεσιν ὁ μὲν οὖν δημιουργὸς καὶ τεχνίτης ἡ διοικοῦσα τὸ ζῶόν ἐστι δύναμις, τὰ δὲ ὄργανα νεῦρα καὶ | |
10 | μύες. καὶ τὸ μὴ κινεῖσθαι τοιγαροῦν καὶ τὸ κακῶς κινεῖ‐ σθαι γένοιτ’ ἂν ἢ διὰ τῶν ὀργάνων τὸ πάθος, ἢ διὰ τὴν χρωμένην τοῖς ὀργάνοις δύναμιν. παλμοὶ μὲν οὖν καὶ σπασ‐ μοὶ καὶ παραλύσεις ὀργάνων βλάβαι, τρόμοι δὲ δυνάμεως ἀῤῥωστούσης πάθη. | |
15 | Τρόμος μὲν δὴ σαφῶς διώρισται παλμοῦ· ῥίγους δὲ τρόμον διορίσαις ἂν ὧδε. χρὴ δὲ πρότερον, οἷόν τι τὸ ῥιγοῦν ἐστιν ἐπισκέπτεσθαι. καὶ γὰρ οὖν καὶ τοῦτο | |
δοκεῖ μὲν εἶναι τῶν πάνυ γνωρίμων, ἔστι δ’ οὐδενὸς ἧττον | 606 | |
7.607 | δυσδιάγνωστον οὐ ταύτῃ μόνον, ὅτι τὴν αἰτίαν εὑρεῖν ἢ τὴν ἀπ’ αὐτῆς περὶ τὸ σῶμα γινομένην διάθεσιν οὐκ εὐπετὲς, ἀλλ’ ἔτι τούτων πρότερον, ὅτι ἐν αὐτῇ δοκοῦσί μοι τῇ τῆς ἐννοίας ὑπογραφῇ σφάλλεσθαι. ῥῖγος γὰρ εἰ μὲν οὕτως | |
5 | ἁπλῶς κατάψυξιν εἴποις, ὥς τινες ἀπεφήναντο, κατάφωρον τὸ σφάλμα, πολλῶν μὲν ἰσχυρῶς καταψυχομένων, οὐ μὴν καὶ ῥιγούντων· ἀλλ’ οὐδ’ εἰ κατάψυξιν ἰσχυρὰν, οὐδὲ τοῦτ’ ἀληθές· οἱ γοῦν στομαχικῶς ἀλγοῦντες, ἢ καρδιακῶς, ἰσχυρῶς μέν εἰσι κατεψυγμένοι, ῥιγοῦσι δὲ οὔ. τὸ δὲ σὺν τρό‐ | |
10 | μῳ λέγειν κατάψυξιν τὸ ῥῖγος, εἰς ὅπερ οἱ πολλοὶ τῶν ἰατρῶν ἀπηνέχθησαν, ἀφορμὴν ἔσχηκε τῆς ἀπάτης τὸν βρασμὸν καὶ τὸν κλόνον τὸν τοῖς σφοδροῖς ῥίγεσιν ἐζευγμένον. ἐξελέγχεται δ’ ἐναργῶς ἐκ τοῦ μήθ’ ἅπασι τοῖς ῥιγοῦσι συμβεβηκέναι, μόνοις δὲ τοῖς σφοδρῶς, μήθ’ οἷς συμβέβηκε, τρόμου τοῦ γινομένου | |
15 | πάθους ὄντος, ἀλλά τινος οἷον σεισμοῦ τε καὶ κλόνου. τρό‐ μος μὲν γὰρ, ὡς ἀπεδείξαμεν, ἄνευ τοῦ προελέσθαι κινεῖν τὸ | |
μέρος οὐ γίνεται, ὁ δὲ τοῖς σφοδροῖς ῥίγεσι συνεδρεύων κλό‐ | 607 | |
7.608 | νος οὕτω βίαιός τε καὶ μετ’ ἀνάγκης ἐμπίπτει τοῖς σώμασιν, ὥστε ἀμήχανον ἡσυχάζειν, κᾂν πάνυ τις ἀνδρείως ἀντιτάξη‐ ται. καὶ τρόμος μὲν ἑνὸς πάθος μέρους, ὅλου δὲ τοῦ σώ‐ ματος τὸ ῥῖγος. ὅθεν ἔμοιγε καὶ Πλάτωνος ἐπέρχεται θαυ‐ | |
5 | μάζειν, εἰ ταὐτὸν ἡγεῖται τρόμον τε καὶ ῥῖγος. εἰ γὰρ οἱ σὺν τρόμῳ κατάψυξιν εἰπόντες τὸ ῥῖγος ἥμαρτον, ποῦ γ’ ἂν αὐ‐ τὸς ταὐτὸν εἶναι νομίζων τὸ τρέμειν τῷ ῥιγοῦν ἀληθεύοι; πρὸς μὲν γὰρ οἷς εἴπομεν ἀτόποις, ἔτι καὶ τοῦτο αὐτῷ μάχε‐ ται, τὸ τρέμειν μέν τινας, οὐδεμίαν αἴσθησιν ἔχοντας ψύ‐ | |
10 | ξεως, ἀμήχανον γὰρ εἶναι ῥιγοῦν ἄνευ τοῦ δοκεῖν κατεψύχθαι. διὰ τοῦτ’ οὖν οὐδ’ ἐκεῖνοί μοι δοκοῦσι πόῤῥω τῆς ἐννοίας ἔρχεσθαι τοῦ πάθους, ὅσοι καταψύξεως αἴσθησιν ἔφασαν εἶ‐ ναι τὸ ῥῖγος. οὐ γὰρ ταὐτὸν δήπου φαίης ἂν ἐψύχθαί τε καὶ ψύξεως αἰσθάνεσθαι. τὰ μέν τοι παρειμένα τε καὶ τὰ ναρ‐ | |
15 | κώδη καὶ δυσαίσθητα καὶ τὰ παντελῶς ἀναίσθητα κατέψυκται πάντα, καὶ τὸ τρομῶδες, καὶ τὸ παράπληκτον, καὶ τὸ ἐπί‐ | |
ληπτον, ὡσαύτως δὲ καὶ τὸ φυσῶδες, καὶ τὸ ὑδαρῶδες, καὶ | 608 | |
7.609 | τὸ ἐμφυσηματῶδες, καὶ τὸ οἰδηματῶδες ἅπαν ψυχρόν· ἀλλ’ οὐδὲν τούτων αἰσθάνεται τῆς ἐν αὐτῷ ψύξεως, ὅθεν οὐδὲ ῥιγοῖ· εἰ δ’ αἴσθοιτο, πάντως εὐθὺς καὶ ῥιγώσει. διὰ ταῦ‐ τα τοίνυν φημὶ μὴ καλῶς ὑπολαμβάνειν τὸν Πλάτωνα, ταὐ‐ | |
5 | τὸν εἶναι ῥῖγός τε καὶ τρόμον· οὔτε ἑνός ἐστι μέρους τὸ πά‐ θος τὸ ῥιγοῦν, ὡς τὸ τρέμειν, οὔτ’ αἴσθησις ψύξεως τοῖς τρέμουσιν, ὡς τοῖς ῥιγοῦσιν, ἥ τε κίνησις ἐπὶ μὲν τῶν, ἄνευ τοῦ κινεῖν ἐθέλειν τὰ μέρη, παντάπασιν ἀκούσιος· ἐπὶ δὲ τῶν τρεμόντων, οὐκ ἄνευ τοῦ περὶ τὸ κινεῖν ὁρμῆς. ἀλλὰ | |
10 | Πλάτωνι μὲν ἴσως καὶ συγχωρήσειεν ἄν τις ἐν οὕτω λεπτοῖς καὶ ἰατρικοῖς πράγμασιν ἁμαρτάνειν, καί τοι τῶν γε ἄλλων παθῶν τῶν κατὰ τὸ σῶμα σχεδὸν ἁπάντων τὴν γένεσιν ἀκρι‐ βῶς διεξῆλθεν· Ἀθηναίου δὲ ἄξιον θαυμάζειν τοῦ Ἀτταλέως, πολὺ γὰρ ἔτι καὶ Πλάτωνος ὕστερος γενόμενος οὐκ ἐν τοῖς | |
15 | περὶ τῆς αἰτίας λογισμοῖς μόνον ἕπεται τῷ Πλάτωνι, τοῦτο μὲν γὰρ ἀνεκτὸν, ἀλλὰ καὶ περὶ τὴν ἔννοιαν ὁμοίως ἐκείνῳ φαίνεται συγκεχυμένος. οὔτε γὰρ διωρίσατο ῥίγους καὶ τρό‐ | |
μου τὴν ἔννοιαν, ὑπογράφων τε τὸ ῥῖγος ὧδέ πώς φησι· | 609 | |
7.610 | τῇ δὴ μάχῃ καὶ τῷ σεισμῷ τούτῳ τρόμος καὶ ῥῖγος ἕπεται, ψυχρὸν δὲ τὸ πάθος ἅπαν. τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα, ὥς πού, φησι, καὶ ὁ Πλάτων λέγει. οὗτος γὰρ αὐτὴν τὴν λέξιν εἴρηκε τοῦ Πλάτωνος. ἔχει δὲ ἡ σύμπασα | |
5 | τόνδε τὸν τρόπον· τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν με‐ γαλομερέστερα εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδῦναι, συνωθοῦντα ἡμῶν τὰ νοσερὰ (εἰσὶ δὲ τὰ σμικρότατα) ἔξωθεν τὸν ἕτερον ἐξ ἀνωμάλου κεκινημένον, (οὔτ’) ἀκίνητον δι’ ὁμα‐ λότητα καὶ τὴν ξύνωσιν ἐπεργαζόμενα πήγνυσι. τὸ δὲ παρὰ | |
10 | φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτῷ εἰς τὸ ἐναντίον ἀπωθοῦν. τῇ δὲ μάχῃ καὶ τούτῳ τῷ σεισμῷ τρόμος καὶ ῥῖγος ἐτέθη ψυχρὸν δὲ τὸ πάθος ἅπαν, τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα. ὅτι μὲν οὔτε τῷ τρόμῳ ταὐτόν ἐστι τὸ ῥιγοῦν, ἀλλ’ οὐδὲ κατάψυξις ἁπλῶς, οὐ μὴν οὐδὲ | |
15 | κατάψυξις ἰσχυρὰ, σαφῶς ἐπιδέδεικται. τὸ δ’ ὀλίγῳ πρό‐ σθεν ῥηθὲν, ὡς ἄρα κατάψυξίς ἐστιν, ἀλλ’ αἰσθητὴ, βασα‐ νίσωμεν, εἰ μὴ ψευδῶς εἴρηται. τινὲς γὰρ οὐκ αἰσθητὴν ψύ‐ | |
ξιν τὸ ῥῖγος, ἀλλὰ ὀδυνηρὰν εἶναι νομίζουσι. καταψύχεσθαι | 610 | |
7.611 | μὲν γάρ φασιν ἰσχυρῶς πολλοὶ καὶ τῶν ὑγιαινόντων, οἱ μὲν ἑκόντες, ἐμψύξεως ἐπιθυμίᾳ διατρίψαντες ἐπὶ πλέον ἐν ὕδα‐ τι ψυχρῷ, τινὲς δὲ καὶ χρείᾳ τούτου χρονίζουσιν ἐν τῷ ψυ‐ χρῷ, ῥιγοῦσι δ’ οὐκ εὐθὺς, ὥσπερ οὐδ’ ὁ λελουμένος, εἶθ’ | |
5 | ἑαυτὸν ἐμβαλὼν εἰς ὕδωρ ψυχρόν. οὐδὲ γὰρ οὗτος εἰ μὴ χρονίσειεν ἐπὶ πολὺ, ῥιγοῖ, καίτοι τῆς γε τοῦ ψυχροῦ ποιό‐ τητος αἰσθάνεται σαφῶς. ὥσθ’ ὅσον οὖν τῷ τῆς ψύξεως αἰσθάνεσθαι πάντες ἂν εὐθέως ἐῤῥίγουν οὗτοι, εἴπερ ἦν αἰσθητὴ ψύξις τὸ ῥῖγος. ἀλλ’ οὐ ῥιγοῦσιν, εἰκότως· οὐ | |
10 | γάρ ἐστιν ἅπασι μετ’ ὀδύνης ἡ ψύξις, ἀλλά τινες αὐτῶν, ὅσοι θέρους ὥρᾳ μάλιστα μὴ φέροντες τὸ πνῖγος εἰς ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσιν, οὕτω φιληδοῦσι πρὸς τὴν ψύξιν, ὥστε διατρίβουσιν εἰς τοσοῦτον ἐν αὐτῷ, μέχρις ἂν ἁπτομένῳ σοι δόξωσιν ἀπεψύχθαι δίκην κρυστάλλου. ἆρ’ οὖν ἔχοιμεν | |
15 | ἂν ἤδη τὸ πᾶν, ὀδυνηρὰν ψύξιν ὁρισάμενοι τὸ ῥῖγος, ἤ τινος ἔτι προσδεῖ; τάχα γὰρ οὐ πᾶν ῥῖγος οὕτως ὁριστέον. ἐπί γέ τοι τῶν νοσούντων οὐ ταὐτὸν μὲν δοκεῖ τὸ ῥιγοῦν τῷ φρίτ‐ | |
τειν ἢ καταψύχεσθαι. λέγομεν οὖν πολλάκις, εἰσβολὴν | 611 | |
7.612 | παροξυσμοῦ τῷδε μέν τινι μετὰ ῥίγους, ἑτέρῳ δέ τινι μετὰ φρίκης, ἄλλῳ δὲ μετὰ καταψύξεως μόνης γεγονέναι, κᾀν τοῖς τῶν ἰατρῶν ἁπάντων συγγράμμασιν ἡ αὐτὴ χρῆσίς ἐστι τῶν ὀνομάτων. ὡς ὅταν μὴ μετὰ βρασμοῦ καὶ κλόνου κα‐ | |
5 | ταψύχηταί τις, οὐ ῥιγοῖ οὗτος, ἀλλὰ δεῖ, εἴπερ μέλλει τὸ πάθος ῥῖγος καλεῖσθαι, τὴν ἀνώμαλόν τε καὶ ἀπροαίρετον αὐτῷ κίνησιν προσεῖναι. τὸ δ’ ἄνευ ταύτης, εἴγε μηδὲ τὴν ἐπιφάνειαν ἀνωμάλως κινεῖ, κατάψυξιν καλοῦσιν· εἰ δὲ ταύ‐ την μὲν ταράττοι τε καὶ σείοι κατά τινας ἐμβολὰς, τὸ δὲ ὅλον | |
10 | σῶμα μὴ συγκινοῖ, φρίκην ὀνομάζουσιν, ὡς εἶναι τὴν φρί‐ κην τοῦ δέρματος μόνου πάθος τοιοῦτον, οἷον τοῦ παντὸς σώματος τὸ ῥῖγος. ἐπὶ δέ γε τῶν ὑγιαινόντων ἑτέρως τὸ ῥιγοῦν λέγομεν, ἐκτείνοντες ἐπὶ πᾶσαν ὀδυνηρὰν κατάψυξιν. εἰ δὲ νοσήματος λόγῳ γίγνοιτο ῥῖγος, οὐκ ἀρκεῖ μόνον τοῦτο | |
15 | φάναι, προσθεῖναι δὲ χρὴ τὴν παντὸς τοῦ σώματος ταραχὴν, ὃ ἐπαγόμενοί τινες, μετὰ τρόμου κατάψυξιν εἶπον αὐτὸ, | |
σαφῶς δὲ οὐχ ἡρμήνευσαν. οὐ γὰρ χρὴ τρόμον καλεῖν, ἀλλὰ | 612 | |
7.613 | βρασμόν τινα ἀπροαίρετον ἢ κλόνον, ἢ σεισμὸν, ἢ τοιοῦτον ἕτερον ἐξευρίσκειν ὄνομα. τὸ γὰρ τοῦ τρόμου κατὰ πάθους ἰδίου κεῖται· ἐοίκασιν οὖν οἱ τὸ νοσερὸν ῥῖγος ὁριζόμενοι κα‐ τάψυξιν ἄλλο μηδὲν εἰπόντες, ἀλλὰ τὸ τοῖς ὑγιαίνουσι γινό‐ | |
5 | μενον. καί τοι τὸ νοσερὸν ῥῖγος, ὑπὲρ οὗ τοῖς ἰατροῖς ὁ πᾶς λόγος, ὁρίζεσθαι προὔκειτο καὶ τοῖς εἰρημένοις ἀνδράσι. νοσερὸν δὲ καλοῦμεν, ὅταν ἀπὸ μηδενὸς ἔξωθεν αἰτίας βιαίας, ἀλλ’ ἐξ ἑαυτοῦ τὸ σῶμα τοιαύτην ἴσχει διάθεσιν. οὕτω γὰρ δὴ, οἶμαι, καὶ Ἱπποκράτης ἔλεγεν· ὑπὸ καύσου ἐχομένῳ, ῥί‐ | |
10 | γεος ἐπιγενομένου, λύσις. οὔκουν ψυχρὸν ὕδωρ καταχέας τῷ πυρέττοντι ποιήσεις ῥῖγος, ἀλλ’ ὅταν ἐξ αὐτῆς ἐγείρηται τῆς ἐν τῷ σώματι διαθέσεως. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ ταῦτα· μετὰ ῥίγους ἄγνοια, κακόν. κακὸν δὲ καὶ λήθη. τὰ ἑκταῖα ῥίγεα δύσκριτα. ῥίγεα δ’ ἄρχεται γυναιξὶν ἐξ | |
15 | ὀσφύος διὰ νώτου μᾶλλον, ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν ἢ ἔμπροσθεν. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ τοῖς | |
ὑγιαίνουσι γινόμενον, ἀλλὰ τὸ νοσῶδες εἴρηται ῥῖγος, | 613 | |
7.614 | ὅπέρ ἐστι κατάψυξις ἀλγεινὴ μετά τινος ἀνωμάλου σεισμοῦ καὶ κλόνου παντὸς τοῦ σώματος. ὁπότ’ οὖν τί ποτέ ἐστι ῥῖγος ἐγνώκαμεν, ἑξῆς ἴδωμεν καὶ τίς μὲν ἡ ποιοῦσα τὸ πάθος αἰ‐ τία, τίσι δὲ μάλιστα προηγουμέναις αἰτίαις ἕπεται, καὶ τίσιν | |
5 | ἐπιγίνεται διαθέσεσιν, ὑπὲρ ἁπάσης τε τῆς γενέσεως αὐτοῦ. ὅτι μὲν γὰρ τὸ ῥιγοῦν πάθος ἐστὶ τοῦ κατὰ φύσιν θερμοῦ, σχεδὸν ἅπασιν ὡμολόγηται. δεῖται δὲ πᾶς ὁ λόγος οὗτος ἀκρι‐ βοῦς ἀκροατοῦ καὶ πολὺν μάλιστα νοῦν ἔχοντος. ἐγὼ μὲν γὰρ εἶπον τοῦ κατὰ φύσιν θερμοῦ πάθος εἶναι τὸ ῥῖγος, ἵνα μή | |
10 | τις τοῦ ἔξωθεν νομίσας εἰρῆσθαι, καταψεύδεσθαί με δόξειεν Ἐρασιστράτου καὶ Πραξαγόρου καὶ Φιλοτίμου καὶ Ἀσκλη‐ πιάδου καὶ μυρίων ἄλλων, ὅσοι τὸ θερμὸν οὐκ ἔμφυτον, ἀλλ’ ἐπίκτητον εἶναι νομίζουσι. πῶς γὰρ οὖν οὗτοι πάθος ἐμφύτου θερμοῦ λέγοιεν, οἱ μηδὲ τὴν ἀρχὴν ἔμφυτον εἰδότες | |
15 | θερμόν; ἀλλ’ ἔμφυτον μὲν, ὥσπερ εἴπομεν, οὐ πάντες ὁμο‐ λογοῦσι τὸ θερμὸν ὑπάρχειν, γένεσιν δὲ ἐπίκτητον αὐτῷ τεχνώμενοι, διαφερόντως ἄλλος ἄλλην, ἓν τοῦτο πάντες ὁμο‐ | |
λογοῦσιν, ὡς ἔσται τι κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμὸν, | 614 | |
7.615 | ἐν τῷ προσήκοντι μέτρῳ θεωρούμενον. καὶ δὴ περὶ τοῦτο ῥῖγός τε καὶ φρίκην φασὶν ἅπασάν τε γίνεσθαι κατάψυξιν. Ἀσκληπιάδης γοῦν οὐ μόνον τὸ θερμὸν, ἀλλ’ οὐδ’ ἄλλην τινὰ τιθεὶς ἔμφυτον δύναμιν, ἅπαντα πυρετὸν ἐπί τισιν ἐμφράξε‐ | |
5 | σιν ὄγκων ἐν πόροις ἀεὶ συνίστασθαι λέγων, ἐν μεγέθεσι πό‐ ρων τὴν διαφορὰν τιθέμενος αὐτοῦ, οὕτω φιλοτεχνεῖ, δεί‐ κνυσί τε, τίσι μὲν ἀνάγκη ῥῖγος ἐζεῦχθαι, τίσι δ’ οὔ. καὶ ἔγωγ’ ἂν εἰ μὴ μακρότερόν τε τοῦ καιροῦ τὸν λόγον ἤλπιζον ἔσεσθαι καὶ ἄλλως οὐ δίκαιον ἡγοῦμαι ὑπὲρ Ἀσκληπιάδου | |
10 | μὲν ἐπισκέψασθαι μόνου, παρελθεῖν δὲ τὰ τῶν ἄλλων, ἢ πά‐ λιν ἁπάντων ἐπιχειρῶν μνημονεύειν, εἰς μακρὸν καὶ ἀπέραν‐ τον ἐμπεσεῖν λόγου μῆκος, ἑξῆς ἂν ὑπὲρ ἁπασῶν τῶν δοξῶν ἐπισκεψάμενος, ἀφ’ ὅτου γε πιθανὸν τὴν ἀφορμὴν ἔσχηκεν ἑκάστη, καὶ τί μάλιστα τὸ ἀπατῆσαν, ὅπῃ τε σφάλλονται | |
15 | δείξας, οὕτως ἂν ἐπὶ τὴν ἡμετέραν ἧκον δόξαν. ἀλλὰ τοῦτο μὲν εἰς ἕτερον ἀναβεβλήσθω καιρόν. οὐδὲ γὰρ Ἀθήναιον | |
ἐπαινῶ περὶ μὲν Ἀσκληπιάδου καὶ Ἡρακλείδου τοῦ Ποντικοῦ | 615 | |
7.616 | καὶ Στράτωνος τοῦ φυσικοῦ λέγοντά τι, τῶν δ’ ἄλλων οὐδε‐ νὸς μνημονεύοντα, καί τοί γε οὐ τὰς τούτων δόξας μόνον περὶ ῥίγους, ἀλλ’ ἑτέρας πολὺ πλείους οὐδὲν ἧττον ἐνδόξους τε καὶ πιθανὰς εἶχεν εἰπεῖν. ἡμεῖς οὖν ἀρχὴν ὁμολογουμένην | |
5 | λαβόντες, ὡς ἔστι τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμοῦ πάθος τὸ ῥῖγος, ἴδωμεν ὅπως γίνεται. προκόψει δ’ ὁ λόγος ἐπὶ ταῖς Ἱπποκράτους ἀρχαῖς οὐκ ὄγκους καὶ πόρους ἡμῶν στοιχεῖα τιθεμένων τοῦ σώματος, οὐδὲ κινήσεως ἢ παρα‐ τρίψεως ἤ τινος ἄλλης αἰτίας ἔκγονον τὸ θερμὸν ἀποφαι‐ | |
10 | νόντων, ἀλλὰ τὸ μὲν ὅλον σῶμα σύμπνουν τε καὶ σύῤῥουν ἡγουμένων, τὸ θερμὸν δ’ οὐκ ἐπίκτητον οὐδ’ ὕστερον τοῦ ζώου τῆς γενέσεως, ἀλλ’ αὐτὸ πρῶτόν τε καὶ ἀρχέγονον καὶ ἔμφυτον. καὶ ἥ γε φύσις καὶ ἡ ψυχὴ οὐδὲν ἄλλο ἢ τοῦτ’ ἔστιν, ὥστ’ οὐσίαν αὐτοκίνητόν τε καὶ ἀεικίνητον αὐτὸ νοῶν | |
15 | οὐκ ἂν ἁμάρτοις. ἕκαστον δὲ τούτων ἰδίᾳ βεβασάνισται, καί τοι μαθεῖν ἔνεστιν ὑπὲρ αὐτῶν ἑτέρωθι, τὸ νῦν δὲ | |
εἶναι τοῦ λόγου τὸ συνεχὲς ἐρευνητέον. ἅτε γὰρ ἀεικίνητον | 616 | |
7.617 | ὂν τὸ ἔμφυτον θερμὸν, οὔτ’ εἴσω μόνον οὔτ’ ἔξω κινεῖται, διαδέχεται δ’ ἀεὶ τὴν ἑτέραν αὐτοῦ κίνησιν ἡ ἑτέρα. ταχὺ γὰρ ἂν ἡ μὲν ἔσω μονὴ κατέπαυσεν εἰς ἀκινησίαν, ἡ δὲ ἐκτὸς ἐσκέδασέ τε καὶ ταύτῃ διέφθειρεν αὐτό. μέτρια δὲ σβεννύμε‐ | |
5 | νον καὶ μέτρια ἀναπτόμενον, ὡς Ἡράκλειτος ἔλεγεν, ἀεικί‐ νητον οὕτω μένει. ἀνάπτεται μὲν οὖν τῇ κάτω συννεύσει, τῆς τροφῆς ὀρεγόμενον· αἰρόμενον δὲ καὶ πάντῃ σκιδνάμενον σβέννυται. ἀλλὰ τὴν μὲν ἄνω τε καὶ ἔξω φορὰν καὶ ὡς ἄν τις εἴποι ἐξάπλωσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς, διότι φύσει θερμόν | |
10 | ἐστι, κέκτηται· τὴν δ’ εἴσω τε καὶ κάτω, τουτέστιν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ὁδὸν, ὅτι ψυχροῦ τι μετέχει· μικτὸν γὰρ ἐκ θερ‐ μοῦ καὶ ψυχροῦ γέγονε. κατὰ μὲν τὸν πρῶτον λόγον τοῦ θερμοῦ, τοῦτ’ ἔστι αὐτοκίνητον αὐτοῦ, καὶ τούτου μάλιστα δεῖται πρὸς τὰς ἐνεργείας· μεγάλην δ’ ὅμως αὐτῷ χρείαν καὶ | |
15 | τὸ ψυχρὸν παρέχει. πέφυκε γὰρ τὸ μὲν θερμὸν εἰς ὕψος αἴ‐ ρεσθαι καὶ συμπροσάγειν αὐτῷ τὴν τροφήν· εἰ δὲ μὴ τὸ ψυ‐ χρὸν ἐμποδὼν ἐγένετο, καὶ ἐπὶ μήκιστον προῆκε. γίνεται δ’ | |
ἐμποδὼν τὸ ψυχρὸν τῇ τοιαύτῃ τοῦ θερμοῦ κινήσει, ὡς μὴ | 617 | |
7.618 | ἀπόλοιτο ἐκτεινόμενον. κίνδυνος γὰρ ὑπὸ κουφότητος καὶ τῆς πρὸς τὸ ἄνω ὁρμῆς ἀποστῆναι τῶν σωμάτων αὐτό. ἀλλὰ τὸ ψυχρὸν ἐπέχει τε καὶ κωλύει, καὶ τῆς ἄγαν ταύτης κινή‐ σεως ἀφαιρεῖ τὸ σφοδρόν. ἐπανέλθωμεν οὖν ἐφ’ ἅπερ ἐξ ἀρ‐ | |
5 | χῆς ὑπεθέμεθα, δεικνύντες οἷόν τι πάθος ἐστὶ τῆς ἐμφύτου θερμασίας τὸ ῥῖγος. ὅτι μὲν γὰρ ἐπειδὰν ἐν τοῖς κατὰ φύσιν ὅροις μένῃ τῆς κράσεως, ὑγιαίνει τὸ ζῶον, οὐ δεῖται λόγου, τουτέστιν ὅταν, ὡς Ἱπποκράτης ἔλεγε, μετρίως ἔχῃ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τῆς πρὸς ἄλληλα κράσεως· ἢν δὲ τὸ ἕτερον τοῦ | |
10 | ἑτέρου κρατήσῃ, νοσεῖν ἀνάγκη τὸ ζῶον εἶδος νοσήματος ἐοικὸς τῇ φύσει τοῦ κρατήσαντος αἰτίου. φλεγμοναὶ μὲν οὖν καὶ ἐρυσιπέλατα καὶ ἕρπητες καὶ ἄνθρακες καὶ τὰ καυσώδη καὶ φλογώδη καὶ πάντα τὰ πυρετώδη πάθη, ὅταν ἡ τοῦ θερμοῦ δύναμις ἐπικρατῇ· σπασμοὶ δ’ αὖ πάλιν καὶ τέτα‐ | |
15 | νοι καὶ παλμοὶ καὶ νάρκαι καὶ παραλύσεις, ἐπιληψίαι τε καὶ παραπληγίαι, τοῦ ψυχροῦ κρατοῦντος πάθη. ἕν τι τῶν τοιούτων παθῶν ἐστι καὶ τὸ ῥῖγος τουτὶ, οὐχ ἁπλῶς ὂν κα‐ | |
τάψυξις, ἀλλὰ συναίσθησις, ὅθεν αὐτῷ δεῖ προσθεῖναι καὶ | 618 | |
7.619 | τὸ ἀθρόον· ἔτι δὲ σφοδρὰν εἶναι χρὴ τὴν κατάψυξιν καὶ βιαίαν, ὡς εἶναι σαφῶς διοριζόμενον ἀληθεύειν, κατάψυξιν ἀθρόαν καὶ βίαιον εἶναι τὸ ῥῖγος τοῦ ἐμφύτου θερμοῦ. πάλιν γὰρ, ὡς ὁ Πλάτων ἔλεγε, τὸ μὲν ἠρέμα καὶ κατὰ μικρὸν | |
5 | ἀναίσθητον· εἰ δὲ αἰσθητὸν, ἀνάγκη τοῦτο μεγάλως κινεῖν, καὶ τρέμειν ἀθρόως. ὥστ’ ἔμψυξις ἡ μὲν ἀναίσθητος ἐν χρόνῳ πλείονι καὶ κατὰ βραχὺ γένοιτ’ ἄν· ἡ δὲ ταχεῖά τε καὶ μεγάλως ἐξαίρουσα πάντως σὺν αἰσθήσει. οὐδὲ γὰρ ἂν τὸ τοιοῦτον πάθος διαλάθοι. τὸ δὲ τοιοῦτον πάθος σὺν | |
10 | αἰσθήσει τῆς ψύξεως οὐχ ἅπαν ὀδυνηρὸν, ἀλλ’ ἔστιν ὅτε καὶ ἥδιστον. ἔλεγε γὰρ αὖ πάλιν ὁ Πλάτων, ὅτι τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γινόμενον ἀθρόον ἐν ἡμῖν πάθος ἀλγει‐ νὸν, τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον ἡδύ. ὥστε τὸ μὲν ἀθρόον κοινὸν ἀμφοῖν, ἡδέος τε καὶ ἀλγεινοῦ, τοῦ μὴ | |
15 | λαθεῖν τὸ πάθος ἕνεκεν ἀναγκαίως ἐζευγμένον· ἐπὶ τούτῳ δὲ τὸ μὲν πρὸς τῷ μὴ λανθάνειν εἰς τὴν φύσιν ἐπανάγον ἡδὺ, | |
τὸ δ’ ἐξιστὰν τοῦ κατὰ φύσιν ἀλγεινόν. ὅθεν ἓν καὶ ταυτὸ | 619 | |
7.620 | τῷ πλήθει ψυχρὸν, τὸ μὲν ἧσε, τὸ δ’ ἠνίασεν, εἰ μὲν ὑπερτεθερμασμένῳ σώματι προσάγοιτο, πάντως ἧσε· τὸ γὰρ ἄμετρον, τῇ θερμασίᾳ πονούμενον, ἐπὶ τῇ τοῦ λείποντος εἰσόδῳ ψυχροῦ παρηγορηθὲν, ἥσθη μὲν, ὅτε παρηγορήθη· | |
5 | τὴν δ’ ἑαυτοῦ φύσιν ἔχον ἢν ἀθρόως ἐμψύχοις, ἀνιάσεις, πονήσει γὰρ ἐπὶ τῷ τῆς κράσεως ἀμέτρῳ. τοῖς γὰρ κατὰ τὴν φύσιν, ὡς Ἱπποκράτης ἔλεγε, διαλλασσομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίνονται. οὐ μόνον οὖν ἀθρόαν χρὴ καὶ σφοδρὰν εἶναι τὴν ψύξιν, ἵνα ῥῖγος γένηται, ἀλλ’ ἔτι | |
10 | τούτῳ προσεῖναι δεῖ τὸ βίαιον τοῦ πάθους, τουτέστι τὸ παρὰ φύσιν, ὥστε ἀθρόαν ψύξιν εἰς τὸ παρὰ φύσιν ἄγουσαν εἶναι τὸ ῥῖγος. καί μοι δοκεῖ τοῦτο χρῆναι διαφυλάττειν ἐν τούτῳ τῷ λόγῳ μάλιστα περὶ τὴν τοῦ πάθους γένεσιν, εἰ μέλλοι τις ἀληθεύειν εἰπὼν, ψύξιν ἀθρόαν καὶ βίαιον ἐν τῷ | |
15 | ῥίγει γίνεσθαι τοῦ ἐμφύτου θερμοῦ. ψύχεται μὲν οὖν καὶ διαφορούμενον, ἐπιλείποντος αὐτὸ τοῦ συνέχοντος τόνου, καὶ | |
τροφῆς ἀποροῦν, ὅθεν ἀνήπτετο· ἀλλ’ οὐδέτερον τούτων | 620 | |
7.621 | αὐτοῦ τῶν παθημάτων ῥῖγος ἐργάζεται, ἢ πάντες ἂν οἱ ἀπο‐ θνήσκοντες ἐῤῥίγουν. ὥστε τὸ διαφθείρεσθαι τὸ θερμὸν ἑνί γε τρόπῳ κοινὸν ἅπασι τοῖς ἀποθνήσκουσιν· ἀλλ’ οὐ ῥιγοῦ‐ σιν, οὐ γὰρ ἁπλῶς φημι χρῆναι ψύχεσθαι τὸ θερμὸν, ἀλλ’ | |
5 | ἀθρόως τε καὶ βιαίως, τουτέστιν ἐῤῥωμένον αὐτὸ μένον, οὔτε τὴν οὐσίαν οὔτε τὸν τόνον βεβλαμμένον, ὑπό τινος τῶν ἔξω αἰτίων ἀνιᾶσθαι. φλόγα δή μοι νόησον ἐκτὸς ποτὲ μὲν ἀπορίᾳ τῆς ὕλης ὅθεν ἀνήπτετο διαφθειρομένην, ποτὲ δὲ ἐν ἡλίῳ λαμπρῷ μαραινομένην, αὖθις δ’ ὑφ’ ὕδατος πολλοῦ | |
10 | κατασβεννυμένην, ἢ πλήθει ξύλων ἐπ’ αὐτῆς σωρευθέντων καταπνιγομένην. τέτταρες αὗται ἐπ’ αἰτίοις τέτταρσιν οὐ τὸν αὐτὸν ἅπασαι τρόπον ἀδικοῦσαι τὴν φλόγα. τῆς μὲν γὰρ ἐν ἡλίῳ μαραινομένης ὁ τόνος σκίδναται, βίᾳ τοῦ περιέ‐ χοντος διαφορούμενος, ἰσχυροτέρα γὰρ ἡ τῶν ἡλιακῶν ἀκτί‐ | |
15 | νων ῥώμη καὶ διαρκεστέρα τοῦ πυρός· ὅταν δὲ ὕλης ἀπο‐ ροῦσα μηκέτι ἀνάπτηται, τῆς οὐσίας ἀπολλυμένης, διαφθεί‐ ρεται. τὸ μὲν γὰρ ἀναφθὲν ἀεὶ διαφορεῖται κατὰ τὴν ἔξω | |
κίνησιν· ἔσω δὲ νεύουσα τοῦ τραφῆναι χάριν, εἶτ’ ἀποροῦσα | 621 | |
7.622 | τοῦ θρέψαντος, ἀσθενῶς οὕτω τὸ δεύτερον ἀποτείνεται. ὕλης δὲ πλήθει βαρυνθεῖσα καὶ τῆς ἀναπνοῆς στερηθεῖσα, πνίγεται. ἐπὶ δὲ τῆς ἀφ’ ὕδατος βλάβης οὐδὲ λόγου δεῖ· μάχη γὰρ ἰσχυρὰ φλογὶ πρὸς ἅπασαν εἰλικρινῆ τε καὶ πολλὴν | |
5 | ὑγρότητα, ὡς εἰ καὶ τοὔλαιον αὐτῇ προσάγῃς ἀθρόον, ἀνάγ‐ κη ψόφον καὶ σεισμόν τινα γενέσθαι, μονονουχὶ φωνῇ τοῦ πυρὸς ἐνδεικνυμένου τὸ βίαιον. τοιοῦτον δή τι πάθος περὶ τὴν ἔμφυτον θερμασίαν νόει τὸ ῥῖγος. οὔτε γὰρ ὅταν δι’ ὕλης ἔνδειαν ἀτροφοῦν τὸ θερμὸν μαραίνηται, οὔθ’ ὅταν ὑπὸ | |
10 | τοῦ πλήθους αὐτῆς βαρυνόμενον, οὔθ’ ὅταν ἀῤῥωστῆσαν ὀκλάζῃ, ῥῖγος εὑρήσεις γινόμενον, ἀλλ’ ὅταν ἰσχυρὸν ὂν ἀπο‐ τείνεσθαι δυνάμενον, εἶτα κωλύηται. δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ κλονεῖσθαι τῷ σώματι συμβέβηκε, διπλῆς κᾀνταῦθα καὶ συνθέτου κινήσεως γενομένης, ὡς ἐπὶ τῶν τρεμόντων, ἕτε‐ | |
15 | ρον δὲ τρόπον. ἐκεῖ μὲν γὰρ ἀσθενείᾳ τῆς κινούσης τὸ σῶμα δυνάμεως ἡ μικτὴ κίνησις ἐγίνετο, καθ’ ὅσον ἂν ἐνδῷ | |
τοῦ τόνου διαίρουσα τὸ κῶλον, ὑποῤῥέοντος ἀεὶ τοῦ μέρους | 622 | |
7.623 | εἰς τὸ κάτω· νυνὶ δὲ τῆς φυσικῆς τοῦ θερμοῦ κινήσεως ἰσχομένης βίᾳ, τὸ ῥῖγος ἀπαντᾷ. βούλεται μὲν γὰρ ἅτε μήτε τὴν οὐσίαν μήτε τὸν τόνον βεβλαμμένον, ἀποτείνεσθαί τε καὶ πάντῃ τοῦ σώματος φέρεσθαι· κωλυόμενον δὲ καὶ βίᾳ συνω‐ | |
5 | θούμενον εἰς τὸ βάθος, ἐπὶ τὴν ἰδίαν ἀρχὴν καταφεύγει. μένειν δὲ ἐνταῦθα μὴ δυνάμενον, ἀεικινήτῳ γὰρ οὐσίᾳ τὸ στῆναι θάνατος, ἀθροῖσαν ἑαυτὸ καὶ οἷον συνεσπειραμένον γεγονὸς, ὁμαλῶς μὲν οὐκ ἔσω τὴν ἀβίαστον ἀποτείνεται· σφοδρᾷ δὲ τῇ φορᾷ χρώμενον καὶ οἷον ἀπὸ ὕσπληγγος ἐξαλ‐ | |
10 | λόμενον, ἐνίοτε ἐνίσταται τοῖς ἐνισταμένοις αὐτοῦ τῇ πρόσω κινήσει, διώσασθαι μὲν ταῦτα, καθαρὰς δὲ αὐτῷ τὰς ὁδοὺς ἀπεργάσασθαι σπεῦδον. προσκροῦον δ’ αὐτοῖς ἐπεσχέθη μὲν ἐξ ἀνάγκης τῆς ῥοιζώδους φορᾶς, ἐκλόνησε δὲ κατὰ τὴν ἔμπτωσιν ὅλον τὸ σῶμα. τά τε γὰρ ἄλλα καὶ ἀτμῶδες νῦν | |
15 | γεγονὸς, ἐν τῷ προσκρούειν τοῖς ἐνισταμένοις εἴσω πάλιν ἀποπάλλεται, πληγῇ τι πάσχον ἐοικός· ἐπὶ δὲ τὴν ἀρχὴν ἀνέρχεται τὸ δεύτερον· ἐντεῦθεν δὲ πάλιν ὁρμηθὲν, ἐμπίπτει | |
βιαιότερον, αὖθις δ’ ἀποπάλλεται καὶ κατὰ τήνδε τὴν ἔμπτω‐ | 623 | |
7.624 | σιν· καὶ τοῦτο πολλάκις ἐκ διαδοχῆς γίνεται, ἐφ’ ὅσον μένει τὰ λυποῦντα. ὀδυνηρόν τε οὖν ταύτῃ τὸ πάθος, ἅτε τοῦ σώματος ταῖς πληγαῖς πονοῦντος, ἥ τε κίνησις ἀνωμάλως ἐπάγουσα κατ’ ἀμφοτέρας τὰς κινήσεις τὸ ζῶον. ἐν μὲν γὰρ | |
5 | τῷ κατὰ φύσιν ἔχειν τὸ συγγενὲς ἡμῶν θερμὸν ὁμαλέσι τε καὶ ἀκωλύτοις ταῖς διεξόδοις ἐκέχρητο, καιρῷ καὶ μέτρῳ κι‐ νήσεως εἰς αὐτὸ συννεῦον, εἶτ’ ἐξαπλούμενον· ἐν δὲ τῷ ῥι‐ γοῦν οὔτε συννεύσεις οὔτ’ ἐξαπλώσεις αἱ κινήσεις εἰσὶ, δι‐ καιότερον δ’ ἂν φαίης εἴσω μὲν ἰὸν αὐτὸ, χρήσομαι δ’ ὀνό‐ | |
10 | μασιν οὐκ ἐμοῖς, ἀλλ’ ἀνδρῶν παλαιῶν, καθάλλεσθαί τε καὶ συνωθεῖσθαι καὶ ἀναστέλλεσθαι καὶ συντρέχειν, ἔξω δὲ φε‐ ρόμενον, ἐκρήγνυσθαί τε καὶ ἐνσείεσθαι καὶ ἐκπίπτειν καὶ ἐξάλλεσθαι. καὶ γὰρ αὖ καὶ ταῦτα παλαιῶν ἀνδρῶν ὀνό‐ ρατα, καλῶς ἅπαντα κείμενα, καὶ τὸ συμβαῖνον πάθος, ὡς | |
15 | ἔνι μάλιστα, σαφῶς ἑρμηνεύοντα. τὸ κλονεῖσθαι δέ φημι πάντα τὰ ἐν τῷ σώματι, καὶ τὸ σείεσθαι, καὶ τὸ βράττεσθαι, καὶ πᾶσα ἡ κατὰ τὸ ῥιγοῦν ἀνώμαλός τε καὶ ἄτακτος καὶ | |
ἀβούλητος κίνησις ἐπὶ ταῖς ἀνωμάλοις τε καὶ σφοδραῖς καὶ | 624 | |
7.625 | βιαίοις ἐμπτώσεσί τε καὶ ἀποπάλσεσι τῆς ἐμφύτου θερμασίας ἀτμώδους γεγενημένης ἐπιτελεῖται. διὰ τοῦτο ἐπὶ τοῖς ῥί‐ γεσιν ἀναθερμαίνεται πλέον τὸ σῶμα ἢ ὅτε κατὰ φύσιν ἔχον θερμὸν ἦν. ἐκχέονται δὲ καὶ ἱδρῶτες. ὅταν γὰρ κατὰ πολ‐ | |
5 | λὰς ἐμπτάσεις διώσηται ἀκωλύτως τὰ λυποῦντα καὶ τελέως ἀναπνεύσῃ, διὰ τρεῖς αἰτίας ἀνάγκη τὸ σῶμα θερμανθῆναι, ὅτι τε πολλάκις ἀποκλεισθὲν τὸ θερμὸν τῆς ἔξω διαπνοῆς ἠθροίσθη κατὰ τὸ βάθος· ὅτι τε νῦν ἔξω πᾶν ἐτάθη σφο‐ δρῶς· καὶ τρίτον ὅτι ταῖς ἐμπτώσεσι καὶ πληγαῖς καὶ βιαίοις | |
10 | κινήσεσιν ἀνάπτεσθαι πέφυκεν ἡ θερμασία. καὶ ξύλον μὲν ἢ λίθον παρατρίβων ἐφάψεις ποτὲ πῦρ· τὸ δ’ ἔμφυτον πνεῦμα, φύσει θερμὸν ὑπάρχον, ἢν σφοδρῶς τύχῃ κινηθὲν, οὐ πολὺ μᾶλλον ἐξαφθήσεται; ἀλλὰ τοῦτο κᾀπὶ τῶν κατὰ φύσιν κινήσεων ἐναργῶς ἔστιν ἰδεῖν, ὡς δραμόντες ἄνθρωποι, | |
15 | καὶ διαπαλαίσαντες, καὶ τριψάμενοι, καί πως ἄλλως κινηθέντες ἐθερμάνθησαν οὐδὲν ἧττον ἢ εἴτις ἐν ἡλίῳ θερινῷ καὶ παρὰ πυρὶ θαλφθείη. πολλάκις δὴ καὶ κατὰ τὴν τοιαύτην ἐκ τοῦ | |
βάθους ἐπάνοδον οἷον ζέον τὸ θερμὸν ἀποχεῖ τι τῶν ὑγρῶν | 625 | |
7.626 | ἀθρόον, ὃ δὴ καλοῦμεν ἱδρῶτα. διὰ τοῦτο ἐπὶ ῥίγει ψυ‐ γέντα μηκέτι ἀναθερμανθῆναι, πονηρόν· ἡττήθη γὰρ ἐν τῇ διαμάχῃ τὸ θερμόν. ἡττᾶται δὲ ποτὲ μὲν τῇ ῥώμῃ τοῦ λυ‐ ποῦντος αἰτίου κρατηθὲν, ποτὲ δ’ αὐτὸ τυγχάνον ἀσθενέστε‐ | |
5 | ρον. οὕτω γοῦν εἴρηται κᾀκεῖνο· αἱ ἐκ ῥίγεος κα‐ ταψύξιες μὴ ἀναθερμαινόμεναι, κακόν. αὖθις δὲ τὰς δια‐ θέσεις ἑκατέρας, ἐφ’ αἷς ὀλέθρια γίνεται ῥίγη, διδάσκων ἐρεῖ· ἐπ’ ὀμμάτων διαστροφῇ, πυρετῷ κοπιώδει, ῥῖγος ὀλέθριον. τοῦτο μὲν δὴ τὸ ῥῖγος ἰσχυρᾶς αἰτίας ἔκγονον· ἕτερον δὲ δι’ | |
10 | ἀῤῥωστίαν δυνάμεως ὀλέθριον· ἢν ῥῖγος ἐμπέσῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενέος ἐόντος, θανάσιμον. ἀλλὰ περὶ μὲν τούτων ἐπιπλέον ἑτέρωθι λέγεται. Τὸ δὲ νῦν εἶναι σκεπτέον εἰ δικαίως ἀνα‐ φέρουσιν ἅπαντες σχεδὸν αἰτίῳ ψυχρῷ τὸ ῥῖγος. ὅτι μὲν γὰρ | |
15 | ψυχρὸν τὸ πάθος, ἐναργές· εἰ δὲ καὶ τὸ δρῶν αὐτὸ τοιοῦ‐ τον, ἄξιόν μοι δοκεῖ σκέψεως εἶναι. τριταίου γοῦν ἀκριβοῦς, εἴπέρ τι καὶ ἄλλο, ῥῖγος γνώρισμα. συνεισβάλλουσι γὰρ οἱ | |
παροξυσμοὶ ῥίγεσι σφοδροῖς, καί τοι τόν γε πυρετὸν τοῦτον | 626 | |
7.627 | οὐκ ἄν τις οὐδὲ μαινόμενος ἐπὶ ψυχρῷ φαίη συνίστασθαι χυμῷ· καῦσος γάρ ἐστι τῷ γένει, τοσοῦτον ἀποδέων θατέρου καύσου τοῦ συνεχοῦς, ὅσον διαλείπει τὸ θερμὸν τοῦ πυρετοῦ καὶ φλογῶδες καὶ περικαές. τὸ δ’ ἄπαυστον δίψος, ἥ τε τῆς | |
5 | ἐμψύξεως ἐπιθυμία, τό τ’ ἐμεῖν ἀκράτου χολῆς, καὶ ῥᾳστω‐ νεῖν τοῖς γ’ ἐμέτοις, πῶς οὐκ εἰσὶν ἅπαντα φανερῶς ἐπὶ τῷ θερμῷ πλεονάζοντι; πῶς οὖν ῥιγοῦσιν ἐν τριταίοις; πῶς δ’ ἐν καύσοις πυρετοῖς τοῖς συνεχέσιν, εἰ μὴ διαλείποντες, ἀλλ’ ἀεὶ καίοντες ἔγκεινται, ῥῖγος ἐπιγίνεται, καὶ κριτικόν γε πυ‐ | |
10 | ρετοῦ; ὑπὸ καύσου γάρ, φησιν, ἐχομένῳ, ῥίγεος ἐπιγενομέ‐ νου, λύσις. ἀλλὰ καὶ δριμὺ καὶ θερμὸν φάρμακον ἕλκει προσαχθὲν ὠδύνησε μὲν τὰ πρῶτα, φρίκην δ’ αὖθις, εἶτ’ ἐπ’ αὐτῇ ῥῖγος ἐργάζεται, καὶ πολλοὺς ἴσμεν ῥιγώσαντάς τε καὶ πυρέξαντας ἐφ’ ἕλκεσιν ἐρεθισθεῖσιν ὑπὸ δριμέων φαρμά‐ | |
15 | κων. ἀλλὰ καὶ φλεγμονῆς εἰς ἀπόστημα τρεπομένης ἀνάγκη ῥῖγός τε καὶ φρίκην συνεδρεῦσαι. πολλῶν δ’ ἄν σε καὶ ἄλλων | |
ἀνέμνησα διαθέσεων, ἐφ’ ὧν ἐναργῶς ἐπὶ δριμεῖ μᾶλλον ἢ | 627 | |
7.628 | ψυχρῷ χυμῷ συνίσταται ῥῖγος, εἰ μὴ τοῦ λόγου τὸ μῆκος ἔφευγον. μὴ τοίνυν τῷ ψυχρῷ μόνῳ βιαζόμενοι τὸ ῥῖγος ἀναφέρωμεν, ἐπεὶ καὶ φοβερὸν ἄκουσμα καὶ θέαμα φρίκην τε καὶ ῥῖγος ἐργάζεταί ποτε. τοῦτο μέν γε καὶ Πλάτων ἐγί‐ | |
5 | νωσκεν, οὐ μόνον Ἱπποκράτης. διαλεγόμενος οὖν ὑπὲρ τῶν ἐπὶ χολῇ ξανθῇ γινομένων νοσημάτων, ἐμνημόνευσε καὶ ῥί‐ γους. ὅθεν ἄλλων τε πολλῶν χάριν ἐπέρχεταί μοι θαυμάζειν τῶν μετὰ ταῦτα γενομένων ἰατρῶν, κᾀν τοῖς περὶ τοῦ ῥίγους λόγοις οὐχ ἥκιστα. πῶς γὰρ οὐ δεινὸν, εἰ Πλάτων μὲν οὐκ | |
10 | ὢν ἰατρὸς οὐκ ἠγνόησεν, ὅτι καὶ διὰ χολὴν γίνεταί ποτε ῥῖγος, ἐξευρεῖν τε τὴν αἰτίαν ἐσπούδασεν, οἱ δὲ τοσοῦτον ἀποδέουσι τοῦτο πάντῃ γινώσκειν, ὥστ’ οὐδ’ ὅτι καὶ διὰ χολὴν καὶ διὰ δριμὺν ὁντιναοῦν χυμὸν ῥῖγος γίνεται, ἐπί‐ στανται; ἀλλ’ ἄπορον ἐξευρεῖν τὴν αἰτίαν, ὅπως ἐπὶ δριμεῖ | |
15 | τε καὶ θερμῷ χυμῷ συνίσταται πάθος ψυχρόν. ἴσως μὲν οὐκ ἄπορον, εἴγε μηδὲ Πλάτων ἠπόρει· πολὺ δ’ οὖν ἦν ἄμεινον, εἴπερ ὄντως ἐστὶν ἄπορον, οὐκ ἀνατρέπειν ἐπιχειρεῖν τὸ | |
πρᾶγμα φαινόμενον ἐναργῶς, ἀλλὰ τῆς αἰτίας ὁμολογῆσαι τὴν | 628 | |
7.629 | ἄγνοιαν. τὸ δ’ ἀναιρεῖν τὸ φαινόμενον, ὅμοιόν ἐστι τῷ μηδ’ ὁρᾷν ἡμᾶς ὁμολογεῖν, ὅτι μὴ γινώσκομεν ὅπως ὁρῶ‐ μεν. οὐκοῦν ὅτι μὲν οὐδὲν ἧττον ἐπὶ δριμεῖ τε καὶ θερμῷ χυμῷ γένοιτ’ ἂν ῥῖγος, ἢ ἐπὶ ψυχρῷ τε καὶ πη‐ | |
5 | γνύντι, παντὸς μᾶλλον ἀληθές. εἶτα σκοπεῖν, εἰ ἁπλῶς τὸ ψυχρὸν ἢ τὸ δριμὺ πλεονάζειν χρὴ εἰς τὸ δυνηθῆναι ῥῖγος ἐργάσασθαι. ἐφεξῆς δ’ ἐκεῖνο διορισόμεθα, πολλοῖς ἀγνοού‐ μενον, οὔτε γὰρ ἁπλῶς ψυχροῦ χυμοῦ πλεονάζοντος, οὔθ’ ἁπλῶς δριμέος γίνεται ῥῖγος. ἐπὶ μέν τοι τοῦ ψυχροῦ σαφῶς | |
10 | ἔμπροσθεν ἔδειξα, τὸ οἰδηματῶδες ἅπαν καὶ τὸ ναρκῶδες καὶ τὸ παράλυτον καὶ τὸ ὑδαρῶδες ὑπομνήσας· ἐπὶ δὲ τοῦ θερμοῦ τε καὶ δριμέος νῦν ἐπιδείξω σοι· κακόχυμοι γὰρ ἂν ἰκτερικοί τε καὶ πυρέττοντες ὀξέως καὶ καυσούμενοι πάντες ἐῤῥίγουν. οὔτ’ οὖν ἁπλῶς χρὴ πλεονάζειν ἢ ψυχρὸν χυμὸν ἢ | |
15 | δριμὺ πρὸς ῥίγους γένεσιν· ὑπάρχειν δ’ αὐτῶν ἀναγκαῖον ἑκατέρῳ τρόπον ἴδιον. εἴη δ’ ἂν ὁ τρόπος, οὐ γὰρ ἀποκνη‐ | |
τέον ἐπὶ πᾶν ἰέναι τῷ λόγῳ τῆς ἀληθείας ἐρῶσιν, ἢ τὸ τοῦ | 629 | |
7.630 | πλήθους μέτρον, ἢ ἡ τοῦ χυμοῦ ποιότης, ἤ τις τόπος τοῦ σώματος ἐν ᾧ χρὴ τοῦτον ἀθροίζεσθαι. γένοιτο δ’ ἂν καὶ περὶ τὸ μένειν ἢ κινεῖσθαι καὶ περὶ τὸν τρόπον τῆς κινή‐ σεως οὐ μικρὰ διαφορά. εἰς ταύτας οὖν αὐτὰς καὶ Πλάτων | |
5 | ἀφορῶν ἔλεγε· ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα, καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ καὶ ὑγρὰ κατ’ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται διὰ τὴν τῶν ἰνῶν δύνα‐ μιν· πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρό‐ | |
10 | μον ἐντὸς παρέχει, πλείων δ’ ἐπιῤῥέουσα, τῇ παρ’ αὐτῆς θερμότητι κρατήσασα τὰς ἶνας, εἰς ἀταξίαν ζέσασα, διέσω‐ σεν. ἐν τούτοις ὁ Πλάτων ἅπαντ’ ἐπειράθη διελθεῖν, ὅσα χρὴ γινώσκειν ἐν ἅπασι γένεσι πάθους. τό τε γὰρ εἶδος τοῦ χυμοῦ εἶπε, χολὴν ὀνομάσας αὐτόν· ἐδήλωσε δὲ καὶ τὴν | |
15 | ποιότητα, θερμὴν καὶ ὑγρὰν εἰπών· ὅθέν τε ἡ γένεσίς ἐστι τῇ νοιαύτῃ χολῇ, τηκομένης γὰρ ἔφη γίνεσθαι σαρκὸς αὐ‐ τήν. ἀλλὰ καὶ τὸν τόπον εἰς ὃν ῥεῖ προσέθηκεν, ἐκ τοῦ | |
δηλοῦσθαι πήγνυσθαι τὴν ἐπιῤῥέουσαν χολὴν ὑπὸ τῶν περιε‐ | 630 | |
7.631 | χομένων ἰνῶν κατὰ τὸ αἷμα. τούτῳ δὲ τῷ λόγῳ συνῆπται καὶ ἡ τοῦ πάθους γένεσις, ἐν ᾧ χειμῶνα καὶ τρόμον ἔφῃ γί‐ νεσθαι, χειμῶνα μὲν ὀνομάσας τὴν ἐν τοῖς ῥίγεσιν αἴσθη‐ σιν τῆς ψύξεως, τρόμον δὲ τὸν ἀνώμαλον σεισμόν τε καὶ | |
5 | κλόνον, ἐν ᾧ φαμεν οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν πολλοὺς ἐσφάλθαι. διώρισται γὰρ ἡμῖν ἔμπροσθεν ἡ κατὰ τὸν τρόμον γενομένη κίνησις τῆς κατὰ τὸ ῥῖγος. ὅταν οὖν, φησι, νικήσῃ τὰς ἶνας ἐπιῤῥέουσα πλείων, ἐξεθέρμανε τὸ σῶμα πρὸς τὴν ἑαυτῆς δύναμιν ἀντιμεταβάλλουσα τὰς ἶνας, | |
10 | ὡς αὐτὴ πρότερον ὑπ’ ἐκείνων μετεβάλλετο. περὶ μὲν οὖν τῆς ἀληθείας ὧν εἶπεν ὁ Πλάτων οὐ πρόκειται νῦν ἐπισκο‐ πεῖσθαι, μελλόντων γε ἡμῶν ἐν ἑτέροις ὑπομνήμασιν ἐξη‐ γεῖσθαί τε ἅμα καὶ κρίνειν ἃ κατὰ τὸν Τίμαιον εἶπεν· ὅτι δ’ οὐδὲν παρέλιπεν ὧν ἐχρῆν λέγεσθαι τοῖς ἀποφαινομένοις | |
15 | περὶ ῥίγους, τοῦτο ἤδη πέφηνεν ἐκ τῆς ῥήσεως αὐτοῦ. καὶ γὰρ τὸν χυμὸν εἶπεν ὑφ’ οὗ γίνεται τὸ ῥῖγος, καὶ τὸν τό‐ πον εἰς ὃν ῥεῖ, καὶ τὸ τῆς κινήσεως εἶδος, ἔτι τε τὸν τρό‐ | |
πον καθ’ ὃν ψύχεταί τε καὶ αὖθις ἐκθερμαίνεται τὸ σῶμα. | 631 | |
7.632 | περὶ μὲν οὖν τῆς Πλάτωνος δόξης (καὶ τῆς) κατὰ τὴν ἐξή‐ γησιν τῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων ἰατρικῶς ἐπισκεψό‐ μεθα· νυνὶ δὲ τὴν ἡμετέραν ἀποφαινόμεθα γνώμην, ἐπιδιαρ‐ θρώσαντες ὅσα κατὰ τὴν Ἱπποκράτους δόξαν ὀλίγον ἔμπρο‐ | |
5 | σθεν εἴρηται. ταῖς γὰρ τῶν θερμῶν φαρμάκων ὁμιλίαις ἐνίοτε μὲν φρίκη μόνη, πολλάκις δὲ καὶ ῥῖγος ἐπιγίνεται, καθάπερ ἐν καύσοις τε καὶ τριταίοις πυρετοῖς κινου‐ μένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων, ἀλλὰ διὰ τῶν σαρκῶν, ἤτοι τῷ γεννηθῆναι πλείονα τοῦτον | |
10 | τὸν χυμὸν ἐν αὐταῖς, ἢ τῷ δι’ αὐτῶν ὑπὸ τῆς φύσεως ἐκκα‐ θαίρεσθαι. κατὰ τοῦτο γὰρ αὐτὸ μόνον καὶ οἱ καῦσοι πυ‐ ρετοὶ τῶν τριταίων διαφέρουσι, τῶν μὲν (γὰρ) καύσων ἐν τοῖς ἀγγείοις ἐχόντων τὴν χολὴν, τῶν δὲ τριταίων ἔξω τῶν ἀγγείων διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένην. ἐν γὰρ | |
15 | τῇ δι’ αὐτῶν φορᾷ, λυποῦσα τῇ δριμύτητι, τὴν ὀδύνην ἐρ‐ γάζεται. συμβαίνει τοιγαροῦν ἐν τῷδε δύο τινὰ γίνεσθαι, συννεύειν μὲν εἰς τὸ βάθος τοῦ σώματος τὸ αἷμα, καὶ διὰ τοῦτο καταψύχεσθαι τἀκτὸς αὐτοῦ· τὰ μόρια δὲ αὐτὰ τοῦ | |
σώματος, ἐν οἷς ἡ χολὴ, διὰ τῆς ἀποκριτικῆς τῶν ἀλλοτρίων | 632 | |
7.633 | δυνάμεως ὠθεῖν αὐτὴν ἕκαστον ἐξ ἑαυτοῦ πρὸς τὸ πλησιάζον, ἄχρις ἂν ἐξ ἁπάντων ἐλαυνομένη, δι’ ἱδρώτων ἢ δι’ ἐμέτων ἢ καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκριθείη. τοῦτο δὲ καὶ τοῖς ἠπεπτηκόσιν ἢ κακοχυμίας μεστοῖς, ἢ εἰς ἥλιον θερινὸν ἢ | |
5 | βαλανεῖον ἀφικομένοις, ἢ γυμναζομένοις συμπίπτει. φρικώ‐ δεις οὖν αὐτίκα γίνονται, καί τινες αὐτῶν καὶ ῥιγοῦσι. χρὴ γὰρ οὐ μόνον αἴτιον εἶναί τι δακνῶδες ἐν ἡμῖν, ἀλλὰ καὶ σφοδρῶς κινούμενον, εἰ μέλλει ῥῖγος ἐργάσασθαι. καὶ κοι‐ νὸν τοῦτο συμβέβηκεν ἀμφοτέρῳ τῷ γένει τῶν αἰτίων, ὅσα | |
10 | τε ψυχρὰ καὶ ὅσα θερμὰ ταῖς δυνάμεσίν ἐστι, τὸ κινεῖν ὀδυ‐ νηρῶς τὸ σῶμα. καὶ διὰ τοῦτο τοῖς τεταρταίοις πυρετοῖς καὶ τοῖς τριταίοις συνεισβάλλει ῥῖγος, καί τοι ὑπὸ χυμῶν ἐναντίων τῇ δυνάμει συνισταμένοις, ψυχρὸς μὲν γὰρ ὁ μελαγ‐ χολικὸς χυμὸς, θερμὸς δὲ ὁ τῆς ξανθῆς χολῆς. οὐχ ἁπλῶς | |
15 | δὲ πλεονάζειν αὐτοὺς ἔφην χρῆναι μέλλοντας ἐργάσασθαι ἢ φρίκην ἢ ῥῖγος, ἀλλὰ καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων φέ‐ ρεσθαι κινουμένους σφοδρότερον. ἐν ᾧ δὲ συννεύει μὲν εἰς | |
τὸ βάθος τοῦ σώματος καὶ τὰ σπλάγχνα τὸ αἷμα, καὶ σὺν | 633 | |
7.634 | αὐτῷ δηλονότι καὶ ἡ θερμασία, ψυχρά τε καὶ ἄναιμα γίνεται τά τε κατὰ τὸ δέρμα μόρια καὶ σκελῶν καὶ χειρῶν τὰ τελευ‐ ταῖα, διότι πλεῖστον ἀφέστηκε τῶν σπλάγχνων. ἐὰν μὲν οὖν ἐν τῷ βάθει συμβῇ σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν, | |
5 | ἢ πνιγεῖσαν ὑπὸ τοῦ μὴ διαπνεῖσθαι πρὸς τοὐκτὸς, ἢ ἐκνι‐ κηθεῖσαν ὑπὸ τῶν ψυχρῶν αἰτίων, ἀποθνήσκει τὸ ζῶον· ἐὰν δὲ συννεύσῃ μὲν εἰς τὸ βάθος, ἀντίσχῃ δὲ τοῖς βιασαμέ‐ νοις αἰτίοις ἀθροισθεῖσα, κατὰ τοῦτο καθάπερ ὄργανον γί‐ νεται τῆς τῶν ἀλλοτρίων ἀποκριτικῆς δυνάμεως τῆς ἐν ἅπαντι | |
10 | μορίῳ τοῦ σώματος ὑπαρχούσης. πεφυκυῖα γὰρ ἤδη καὶ αὐτὴ καθ’ ἑαυτὴν ἐκκρίνειν τὰ λυποῦντα, πολλῷ μᾶλλον ἐρ‐ γάζεται μετὰ τῆς ἐκ βάθους ἀναφερομένης θερμασίας, συνεκ‐ βαλλούσης αὐτὰ τῇ ῥύμῃ τῆς φορᾶς εἰς ὅ τι περ ἂν εὐπετέ‐ στερον αὐτῇ γένηται. πολλάκις μὲν οὖν διὰ τοῦ δέρματος | |
15 | ἐκβάλλει τὰ λυποῦντα, πολλάκις δὲ δι’ ἐμέτων καὶ τῆς κάτω γαστρός. οὐ μόνον δ’ ἐπὶ τῆς ξανθῆς ἢ μελαίνης χολῆς ῥῖγος, ἀλλὰ καὶ ἐπὶ τῷ ψυχρῷ πάνυ φλέγματι φιλεῖ γί‐ νεσθαι· καλεῖ δὲ ὑαλώδη τὸν χυμὸν τοῦτον ὁ Πραξαγόρας. | |
ἀλλὰ τό γε τοιοῦτον ῥῖγος οὔτε σφοδρόν ἐστι, καί τοι δια‐ | 634 | |
7.635 | μένον ἡμέραις ἐνίοτε πλείοσιν ἐφεξῆς· ἡσυχαζόντων δὲ καὶ μηδόλως κινουμένων, ἡσυχάζει καὶ αὐτό· κινηθεῖσι δὲ εὐ‐ θέως ἕπεται κατὰ τὰ μέτρα τῆς κινήσεως, ἐπὶ μὲν ταῖς ἰσχυ‐ ροτέραις καὶ συντόνοις κινήσεσι σφοδρότερον, ἐπὶ δὲ ταῖς | |
5 | ἀσθενέσι βραχύτερον. εἶδον τοῦτο τὸ σύμπτωμα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι γινόμενον, καὶ γυναιξὶ ταῖς ἀργότατα διαι‐ τωμέναις καὶ λουτροῖς ἐπὶ τροφῇ χρωμέναις. εἶδον δὲ καὶ νεανίσκῳ τινὶ τῶν ἡμετέρων συμφοιτητῶν ἐν Ἀλεξανδρείᾳ γινόμενον, ἡνίκα πρῶτον εἰς αὐτὴν κατεπλεύσαμεν ἐν ἀρχῇ | |
10 | φθινοπώρου. προσηνέγκατο δὲ οὗτος ἐφεξῆς ἡμέραις πλείοσι φοινίκων βαλάνους πολλὰς ἁπαλὰς καὶ νέας, ἐπὶ λου‐ τροῖς τε καὶ πρὸ τούτων, ἦσαν δὲ οὐκ ἀκριβῶς αἵ γε πλείους αὐτῶν πέπειροι. συνέβη δὲ αὐτῷ τό γε πρῶτον ἀπὸ σφο‐ δρᾶς ἄρξασθαι φρίκης ἐπὶ γυμνασίῳ τε καὶ λουτρῷ, δι’ ἣν | |
15 | καὶ προσδοκήσας πυρέξειν, κατεκλίθη τε καὶ σκεπάσας ἑαυ‐ τὸν ἱματίοις ἔμεινεν ἥσυχος. ὡς δὲ διελθούσης ὅλης τῆς νυκτὸς ἀπύρετος ἦν, ἐξανίστατο μὲν ἕωθεν ἐπὶ τὰ συνήθη, | |
φρικώδης δ’ ἐν τούτῳ γιγνόμενος αὖθις κατακλιθεὶς ἡσύχαζεν | 635 | |
7.636 | ἄχρι τῆς κατὰ τὸ βαλανεῖον ὥρας. ἐξαναστάντι δὲ αὐτῷ πά‐ λιν ὡς ἐπὶ τὸ λουτρὸν ἡ φρίκη μείζων ἐγένετο, καὶ ἦν τὸ σύμπτωμα ῥῖγος καὶ ἤδη μικρόν. τότ’ οὖν ἡγησάμενος ἐκ παντὸς τρόπου πυρέξειν, ἔτι καὶ μᾶλλον ἐφ’ ἡσυχίας αὑτὸν | |
5 | συνέσχεν. ἐπεὶ δὲ καὶ διὰ τῆς ἡμέρας ὅλης καὶ διὰ τῆς ἐπιούσης νυκτὸς ἀποπειρώμενος ἐξεῦρεν ἑαυτὸν ἐπὶ μὲν ταῖς μετρίαις κινήσεσι φρίττοντα, ῥιγοῦντα δὲ, εἴ ποτε μει‐ ζόνως κινηθείη, συμβούλοις ἡμῖν ἐχρῆτο περὶ τῶν ποιητέων. ἀναμνησθεὶς οὖν ἐγὼ κατὰ τὴν ἡμετέραν Ἀσίαν γυναικὶ | |
10 | τοιοῦτόν τι συμβεβηκὸς, ἀδεέστερόν τε τὸν ἑταῖρον ἐποίησα καὶ προὐτρεψάμην χρῆσθαι τοῖς θερμαίνουσί τε καὶ τέμνουσι πάχος χυμῶν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις. ἐκεῖ‐ νός τε οὖν οὕτω κατέστη, καὶ μετὰ ταῦτα τοῖς ὁμοίως πά‐ σχουσιν ἐν ἀρχῇ μὲν ἔδωκα τὸ διὰ τῶν τριῶν πεπέρεων φάρ‐ | |
15 | μακον, ἐφεξῆς δὲ τὸ διὰ τῆς καλαμίνθης ἡμέτερον, εἶτα τὸ δι’ ὀποῦ Κυρηναϊκοῦ καὶ καστορίου συντιθέμενον, ὃ καὶ ταῖς τεταρταϊκαῖς περιόδοις ἐστὶν ὠφελιμώτατον, καὶ μάλισθ’ | |
ὅταν ὑπὸ ῥίγους σφοδροῦ χειμάζωνται. μὴ θαυμάσῃς δὲ | 636 | |
7.637 | παρὰ τοῖς παλαιοῖς ἰατροῖς εὑρὼν γεγραμμένον ἐπὶ τοῖς ἄνευ κρύους ῥίγεσιν ἐξ αὐτῆς τῆς ἐν τῷ σώματι διαθέσεως ὁρμωμένοις ἐξ ἀνάγκης ἕπεσθαι πυρετόν. οὔτε γὰρ λου‐ τροῖς τοσούτοις ἐπὶ τροφαῖς οὔτ’ ἀργῷ βίῳ χρωμένοις τοῖς | |
5 | παλαιοῖς οὐδὲν τοιοῦτον συνέπιπτε· νυνὶ δ’ ἄμφω ταῦτα πλεονάσαντα καὶ τουτὶ τὸ καλούμενον ἀνεκθέρμαντον ῥῖγος ἐργάζεται, νέον τι καὶ ξένον σύμπτωμα, διὰ τὸ νέον τῆς διαίτης· ἅπασί τε τοῖς οὕτω παθοῦσιν ἤτοι τάσεως ἢ βά‐ ρους αἴσθησις γίνεται κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖ‐ | |
10 | ται τὸ ἧπαρ, ἐμφραττομένων δηλονότι τῶν κατ’ αὐτὸ φλε‐ βῶν ὑπὸ τοῦ πάχους τῶν χυμῶν. ὥσπερ δὲ βάρους καὶ τάσεως τῆς κατὰ τὸ σπλάγχνον οἱ πάσχοντες ἴσχουσιν αἴσθη‐ σιν, οὕτω καὶ τοῦ ῥίγους αἰσθάνονται διαφέροντος τοῦ ἐν τεταρταίοις τε καὶ τριταίοις πυρετοῖς. ἐν μὲν γὰρ τοῖς τε‐ | |
15 | ταρταίοις τοιοῦτο γίνεσθαί φασιν αὐτοῖς τὸ ῥῖγος, οἷόν περ ὅταν ὁδοιπορήσωσι διὰ κρύους ἰσχυροῦ. ὡσαύτως δὲ κατὰ τοὺς τριταίους καὶ τοὺς καύσους πυρετοὺς, ὡς ὑπὸ βελο‐ | |
νῶν ὀξέων τε καὶ λεπτῶν κεντούμενοι τὰς σάρκας αἰσθάνονται | 637 | |
7.638 | πολλάκις. ἐγὼ μὲν οὖν καὶ αὐτὸς ἄπειρός εἰμι τοῦ τῶν τε‐ ταρταίων ῥίγους, ἔμπειρος δὲ θατέρου, τετράκις μὲν ἐν νεότητι πυρέξας τριταῖον πυρετὸν, καῦσον δὲ ἅπαξ. ὥστε ἔχω μαρτυρεῖν τῇ λελεγμένῃ τοῦ ῥίγους ποιότητι κατὰ τοι‐ | |
5 | αῦτα παθήματα. τὸ δὲ τῶν τεταρταίων οἱ πειραθέντες ἄχρι καὶ τῶν ὀστῶν φασι διήκειν, ὅταν ᾖ σφοδρὸν, ὅμοιον ὑπάρ‐ χον τοῖς ἐκ τοῦ περιέχοντος ἰσχυρῶς ψυχροῦ γιγνομένοις ῥί‐ γεσιν. ἀλλὰ καὶ τοῦτ’ ἔχομεν προσθεῖναι τριταίοις τε καὶ καύσοις πυρετοῖς, οὐχ ὑπάρχον τοῖς τεταρταίοις. καὶ γὰρ | |
10 | διψῶσιν οἱ πλεῖστοι καὶ θερμασίας αἰσθάνονται κατὰ τὸ βάθος ἐν αὐτῷ τοῦ ῥίγους τῷ χρόνῳ, ὧν οὐδέτερον ὑπάρχει τοῖς ἐν τεταρταίῳ πυρετῷ ῥιγοῦσιν. Ἐπεὶ δὲ καὶ περὶ ῥίγους αὐτάρκως εἴρηται, λείποιτ’ ἂν ἔτι καὶ περὶ σπασμοῦ διελθεῖν. ἔσται | |
15 | δὲ οὔτε μακρὸς οὔτε ἀσαφὴς ὁ λόγος, εἴτις ὧν ἄχρι δεῦρο διῆλθον εἴη μεμνημένος. ἄρξομαι δὲ καὶ νῦν ἀπὸ τῆς ἀνα‐ | |
μνήσεως ὧν ἐν τοῖς περὶ μυῶν κινήσεως ἔδειξα. πασῶν | 638 | |
7.639 | γὰρ τῶν καθ’ ὁρμὴν κινήσεων ἐπιτελουμένων διὰ τῶν μυῶν, ὅταν ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς ἀνελκόμενοι συνεπισπάσων‐ ται τῶν μορίων ἕκαστον εἰς ὃ καταπεφύκασιν, ἐπειδὰν γέ‐ νηταί τι πάθος εἰς τάσιν αὐτοὺς ἄγον, ἀκολουθεῖ τούτῳ | |
5 | κίνησις, ὁμοία μὲν τῇ κατὰ φύσιν, ἀβούλητος δὲ, καὶ καλεῖ‐ ται τὸ πάθος σπασμός. τὸ μὲν γὰρ τείνεσθαί τε καὶ σπᾶ‐ σθαι πρὸς τὴν ἰδίαν ἀρχὴν τὸν μῦν, ὥσπέρ γε καὶ τὸ συνεπισπᾶσθαι πρὸς αὐτὸν ἐκεῖνο τοῦ σώματος τὸ μόριον εἰς ὃ τὴν ἔμφυσιν ἔχει, κοινὸν τοῖς θ’ ὑγιαίνουσίν ἐστι | |
10 | καὶ τοῖς σπωμένοις· τὸ δὲ ἀκούσιον ὑπάρχειν, τοῖς παρὰ φύσιν ἔχουσιν, οὐχ ὑπάρχον τοῖς ὑγιαίνουσιν. ἐὰν οὖν εὕρωμεν ὑπὸ πόσων αἰτίων τείνεται τὰ νευρώδη σώ‐ ματα, πέρας ἂν ἤδη καὶ οὗτος ὁ λόγος ἡμῖν λάβοι. καὶ μὴν οὐδέν ἐστι τῶν ἔξω τοῦ σώματος εὑρεῖν χορδῶν νευ‐ | |
15 | ρωδέστερον, ἃς ὁρῶμεν ὁσημέραι κατά τε τὰς λύρας καὶ κιθάρας ὑπὸ τῶν τεχνιτῶν ἐντεινομένας μὲν, ἐπειδὰν χρῆ‐ σθαι μέλλωσι τοῖς ὀργάνοις, ἀνιεμένας δὲ, ὅταν παυσά‐ | |
μενοι κατατίθενται. ῥήγνυνται δὲ ἐν ταῖς τοῦ περιέχοντος | 639 | |
7.640 | ἀμετροτέραις κράσεσι, κατὰ μὲν τὰς ὑγρὰς καὶ νοτίους διαβρεχόμεναι, κατὰ δὲ τὰς ξηράς τε καὶ βορείους ἰσχυ‐ ρῶς ξηραινόμεναι. διὰ τοῦτο οὖν ἀνιᾶσιν αὐτὰς κατατι‐ θέμενοι, καὶ μάλισθ’ ὅταν ᾖ τι περιέχον, ὁποῖον εἴρη‐ | |
5 | ται· ῥήγνυνται γὰρ ἑκατέρως τεινόμεναι. νόει δή μοι καὶ τὰ νεῦρα καὶ τοὺς τένοντας ἐν τοῖς τῶν ζώων σώ‐ μασιν ἤτοι διατεινομένους ὑπὸ περιττῆς ὑγρότητος, ἢ ξη‐ ραινομένους ὑπὸ τῶν ξηραινόντων αἰτίων, εἰς τοσαύτην ἄγεσθαι τάσιν, ἐν ᾗ τοῖς ὑγιαίνουσιν ἡ καθ’ ὁρμὴν ἐγί‐ | |
10 | νετο κίνησις· ἐννόει δὲ καὶ ὡς ἐνδέχεταί τι τῶν ἐν τῷ σώματι μορίων ἢ διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ αἰτίαν ἰσχυρῶς παθὸν, ἑαυτῷ συνεπισπᾶσθαι τὰ συνεχῆ νεῦρα. νοήσας γὰρ ταύτας πάσας τὰς διαθέσεις, εὑρήσεις ἐφ’ αἷς γίνεται σπασμός. αἱ γὰρ φλεγμοναὶ τῶν νευρωδῶν μορίων, | |
15 | καὶ μάλισθ’ ὅταν ἐπὶ τῆς ἀρχῆς τῶν νεύρων ἢ καὶ πλη‐ σίον αὐτῆς γεννῶνται, τείνουσιν ἐπισπώμεναι τὰ συνεχῆ νεῦρα, καθάπερ ἐκτὸς οἱ τεχνῖται τὰς χορδάς· εἰ δὲ ὑπὸ | |
πλήθους χυμῶν διαφραχθέντα τὰ νευρώδη σώματα τείνοιτο, | 640 | |
7.641 | παραπλήσιον ἐν τῷδε τὸ πάθημα γίνεται ταῖς διὰ τὴν ὑγρότητα τοῦ περιέχοντος ἐντεινομέναις σφοδρότερον χορ‐ δαῖς. ἔμπαλιν δὲ ἐπὶ τοῖς κακοήθεσι καύσοις καὶ ταῖς ἰσχυραῖς φρενίτισι φαίνεται γινόμενον· ὡς γὰρ οἱ πλησιά‐ | |
5 | ζοντες ἱμάντες πυρὶ ξηραινόμενοι συσπῶνται καὶ τείνον‐ ται, τὸν αὐτὸν τρόπον οἱ σπασμοὶ γίνονται δι’ ὑπερβάλ‐ λουσαν ξηρότητα νοσημάτων, ἰσχυρῶς ξηραίνουσαν τὸ νευ‐ ρῶδες γένος. ἐπὶ μὲν οὖν τοῖς καύσοις διὰ μόνην τὴν ξηρότητα τοῦτο συμβαίνει· ταῖς δὲ φρενίτισι καὶ διὰ τὴν | |
10 | φλεγμονὴν τῆς ἀρχῆς τῶν νεύρων ἕπεται τὸ σύμπτωμα. γινώσκεις δὲ ἤδη, ὡς πᾶσιν ὡμολόγηται τοῦ πάθους τού‐ του τὸ μὲν ἐμπροσθότονος εἶναί τε καὶ καλεῖσθαι, τὸ δὲ ὀπισθότονος, τὸ δὲ τέτανος· ὅταν μὲν εἰς τὸ πρόσω τείνη‐ ται τὰ μόρια τοῦ σώματος, ἐμπροσθότονος· ὅταν δὲ | |
15 | εἰς τοὐπίσω, ὀπισθότονος· τέτανος δὲ ἰσοσθενὴς ἐφ’ ἑκάτερα. τοὺς μὲν ἐπὶ ξηρότητι σπασμοὺς οὐκ ἂν ἰάσαιο, φθάνουσι γὰρ οἱ οὕτω παθόντες ἀπόλλυσθαι, μηδὲ ἐπινοῆσαι πρὸς | |
αὐτοὺς ἴαμα συγχωροῦντες· ὅσοι δὲ διὰ πλῆθος ἢ φλεγμονὴν | 641 | |
7.642 | γίνονται σπασμοὶ, τούτους ἰάσῃ, τὸ μὲν πλῆθος κενῶν, τὴν φλεγμονὴν δὲ τοῖς ἰδίοις αὐτῆς βοηθήμασιν ἐκθερα‐ πεύων, ἃ μεμάθηκας ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου | |
γράμμασιν. | 642 |