TLG 0057 050 :: GALENUS :: De plenitudine liber GALENUS Med., vel Claudius Galenus De plenitudine liber Citation: Volume — page — (line) | ||
7.513(t) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΛΗΘΟΥΣ ΒΙΒΛΙΟΝ. | |
1 | Οὔτε πολλάκις ὀνομάζοντας ἕτερον ὄνομα τοῦ πλήθους μᾶλλον ἔστιν εὑρεῖν ἅπαντας τοὺς νῦν σχεδὸν ἰατροὺς, οὔτ’ ἀγνοοῦντας ἕτερόν τι τούτου μᾶλλον. ὅσοι γοῦν αὐτῶν οἷοί τέ εἰσι καὶ δοῦναι καὶ λαβεῖν λόγον, οἱ | |
---|---|---|
5 | πλεῖστοι μὲν ἀποκρίνονται τοῖς ἐρομένοις ὅ τι ποτ’ οὖν ὀνομάζουσι πλῆθος, ὡς ἐν τῷ πρὸς τὶ λέγεται τοὔνομα, κα‐ θάπερ τὸ πολύ τε καὶ τὸ ὀλίγον, ὥστε οὐκ εἶναι δυνατὸν ἐν μέτρῳ περιλαβεῖν αὐτό· τὸ γὰρ ἑτέρῳ πολὺ, τοῦτ’ ἐνίοτε ὑπάρχει ὀλιγώτερον ἑτέρῳ. καὶ ἐπειδὰν ἐρωτήσῃς αὐτοὺς, | |
10 | ἀξιῶν ἀποκρίνεσθαι τὸ πρᾶγμα πρὸς ὃ τὸ πλῆθος εἶναι | 513 |
7.514 | λέγουσι, τινὲς μὲν ἰχθύων ἀφωνότεροι γίγνονται, τινὲς δὲ οὕτω μακρά τε καὶ ἀλλόκοτα ληροῦσιν, ὡς μὴ παρακολουθῆ‐ σαι δύνασθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. ὀλίγιστοι δὲ ἀπο‐ κρίνονται, τὸ πολὺ καὶ ὀλίγον ὡς πρὸς τὴν δύναμιν νοεῖ‐ | |
5 | σθαι· καὶ εἰ αὖθις αὐτοὺς ἐπανέροιο, τί λέγουσι δύναμιν, ἔνιοι μὲν οὐδ’ ὅλως ἀποκρίνονται· τῶν δὲ τολμησάντων ἀπο‐ φήνασθαί τι λέγει μὲν οὐδεὶς οὐδενὶ ταὐτὸν, οἱ πλεῖστοι δὲ πάντα μᾶλλον ἢ δύναμιν ἑρμηνεύουσιν. εἰ δέ τις ἐν αὐτοῖς εὑρεθείη μέχρι τοσούτου φρόνιμος, ὡς ἤτοι δραστικὴν οὐσίαν, | |
10 | ἢ αἰτίαν δραστικὴν εἰπεῖν εἶναι τὴν δύναμιν, εἶτ’ ἐρωτηθείη, πρῶτον μὲν εἰ ἔστι τις οὐσία τοιάδε διοικοῦσα τὸ ζῶον, ἔπει‐ τα εἴπερ ἔστι, καὶ τί ποτέ ἐστιν αὕτη, διελθεῖν, οὐκέτι οὐδ’ οὗτος ἀποκρίνεται ἐρωτώμενος τὸ ἀπορούμενον, ἀλλ’ ἤτοι σιωπᾷ τελέως, ἢ ἐκτοπίζει τὸν λόγον εἰς τοιοῦτον, ὡς βέλ‐ | |
15 | τιον ἂν εἴη σιωπᾷν. εἰ δὲ κᾀν τούτοις τις εὑρεθείη μέχρι το‐ σούτου σωφρονῶν, ὡς ἥτις μέν ἐστιν ἡ οὐσία τῆς δυνάμεως οὐκ ἔχειν εἰπεῖν, ὅτι δὲ ἔστι, ἐκ τῶν ἔργων τεκμαίρεσθαι, | |
πάλιν αὖ καὶ αὐτὸς οὗτος ἐρωτηθεὶς, εἰ τὰ γεγραμμένα τε | 514 | |
7.515 | πρὸς Ἀσκληπιάδου καὶ πολλῶν Ἀσκληπιαδείων τε καὶ μεθο‐ δικῶν ὑπὲρ τοῦ μηδεμίαν εἶναι δύναμιν ἐν τοῖς ζώοις, ἀνε‐ σκέψατό τε καὶ διελύσατο, φαίνεται μηδ’ εἰ λέλεκται πρὸς αὐτῶν ἐπιστάμενος. ἐκείνων δὲ αὖ πάλιν αὐτῶν, ὅσοι τὴν | |
5 | δύναμιν οὐκ εἶναί φασιν, ὅτι μὲν ὡς πρὸς ταύτην ἀρνοῦνται νοεῖσθαί τε καὶ συνίστασθαι τὸ πλῆθος, μᾶλλον εὔδηλον· ἀδύνατον γάρ ἐστι πρὸς τὴν μηδ’ ὅλως ὑπάρχουσαν σχέσιν συστῆναί τε καὶ νοηθῆναι τὸ πλῆθος· ὡς πρὸς τὰς χώρας δὲ τῶν ἀγγείων μόνας ὑπολαμβάνουσι τὸ πολύ τε καὶ ὀλίγον | |
10 | ὑπάρχειν· ἐνίοτε δὲ οὐδὲ τὴν ἀρχὴν ὅλως ὀνομάζουσι πλῆθος, οὐδὲ ἀπ’ αὐτοῦ τινα κενώσεως ἔνδειξιν λαμβάνουσι, ἀλλὰ ἀπὸ μόνης στεγνώσεως, ἣν ὅτι μηδεὶς αὐτῶν ὡσαύτως ἐξηγεῖται, δέδεικται δι’ ἑτέρων. καὶ μὴν καὶ τρίτος τις ἄλλος ἐστὶ χορὸς, οὔτε γινώσκων, εἴτε ἔστιν, εἴτε οὐκ ἔστι τις δύναμις, οὔτε | |
15 | ζητεῖν ὁμολογῶν, ἀλλ’ ἐπί τισιν ἐναργῶς φαινομένοις σημείοις περὶ τὸν κάμνοντα συνισταμένοις, ἐκ πείρας μακρᾶς εὑρῆσθαι | |
φάσκων ἑαυτῷ τὴν κένωσιν. εἶτ’ ἐρωτώμενος ἅττα ποτέ | 515 | |
7.516 | ἐστι τὰ σημεῖα ταῦτα, διάτασιν ἀγγείων φησὶ, καὶ ἔρευθος καὶ βάρος ὅλου τοῦ σώματος, ὄκνον τε πρὸς τὰς κινήσεις καὶ τάσεις τῶν μελῶν. ἔνιοι δὲ αὐτῶν καὶ τὴν ἑλκώδη καὶ κο‐ πώδη προστιθέασιν αἴσθησιν, ἀργόν τε τὸν ἔμπροσθεν βίον | |
5 | ἐν προσφοραῖς ἐδεσμάτων τε καὶ πομάτων πλείοσι, καὶ συνή‐ θων ἐκκρίσεων ἐποχῇ. ἐπὶ ταύτῃ γοῦν τῇ συνδρομῇ, καλοῦσι γὰρ οὕτω τὸ ἄθροισμα τῶν συμπτωμάτων, τετηρῆσθαι φλε‐ βοτομίαν ὠφελοῦσαν. οὗτοι μὲν οὖν οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀφαιροῦνται τὸν λόγον, | |
10 | ἐκ πείρας εὑρῆσθαι πάντα φάσκοντες· οἱ δ’ ἄλλοι, καθάπερ εἴρηται νῦν δὴ, λόγῳ τε χρῆσθαί φασι, καὶ τὴν δύνα‐ μιν οἱ μὲν ὡς οὐδ’ ὅλως ἔστιν, οἱ δὲ ὡς ἔστι μὲν, ἥτις δ’ αὐτῆς ἡ οὐσία, μὴ γινώσκεσθαί φασιν· ὡς ὀλιγίστους εἶναι τοὺς ἀποφήνασθαι τολμῶντας ὕπαρξίν τε καὶ οὐσίαν δυνά‐ | |
15 | μεως. ἀλλὰ καὶ τούτων οὔτε τὸν ἀριθμὸν οὔτε τὴν οὐ‐ σίαν ἅπαντες ἀποφαίνονται τὴν αὐτήν· ἀλλὰ καὶ τῶν ἀπολι‐ πόντων ἡμῖν συγγράμματα τινὲς μὲν ἀταλαιπωρότερον ὡς | |
περὶ μιᾶς ἀεὶ διαλέγονται τῆς τὸ ζῶον διοικούσης δυνάμεως, | 516 | |
7.517 | οὐδένα λογισμὸν προστιθέντες· ἔνιοι δὲ ἀποδεικνύειν ἐπιχει‐ ροῦσι, καὶ πλείους μιᾶς οὐκ εἶναί φασιν. ὥστ’ ἀναγκαῖον ὅστις ἀποφαίνεται πλῆθος εἶναι κατὰ τὸ σῶμα τοῦ κάμνοντος, ἀποκεχωρηκέναι μὲν ἤδη τοῦτον ἀπό τε τῶν ἐμπειρικῶν ὀνο‐ | |
5 | μαζομένων ἰατρῶν ἀπό τε τῶν μεθοδικῶν· ἤτοι δ’ ὡς πρὸς τὴν δύναμιν, ἢ ὡς τὰ ἀγγεῖα λέγειν τὸ πολύ. Καὶ τοίνυν καὶ ἡμῖν ὁ μὲν πρὸς τοὺς ἐμ‐ πειρικούς τε καὶ μεθοδικοὺς ἀναβεβλήσθω λόγος, ἐπὶ δὲ τοὺς ἑτέρους ἴωμεν, ὅσοι σὺν λογισμῷ φασι τὴν τέχνην μεταχειρί‐ | |
10 | ζεσθαι. καίτοι γε ἔνιοι τῶν νῦν εἰς τοσοῦτον ἥκουσι τόλ‐ μης, ὡς ἐπιγράφεσθαι μὲν ἑαυτοῖς αἱρέσεως ὀνόματα, γινώ‐ σκειν δὲ οὐδὲν οὐδὲ ἐκείνων (ἐστὶν) αὐτῶν. ἀκοῦσαι γοῦν ἔστι πολλάκις πολλῶν ἐπὶ μὲν τῶν ἀῤῥώστων λεγόντων, ὡς μεστὸς ὁ ἄνθρωπός ἐστι καὶ φλεβοτομητέον αὐτόν· αὖθις | |
15 | δ’ ἐμπεσόντος λόγου, μεθοδικοὺς ἢ ἐμπειρικοὺς ὀνομαζόντων ἑαυτούς. ἀλλ’ ὅπερ ἔλεγον, ἐπὶ τοὺς ἀναλογισμῷ χρωμένους ἐλθόντες, τοῖς ἐξ αὐτῶν πρώτοις διαλεχθῶμεν, ὅσοι πρὸς | |
τὴν δύναμιν ἀεὶ ἐννοοῦσι τὸ πολύ. κινδυνεύουσι γὰρ οὗτοι | 517 | |
7.518 | μήτ’ ἀσκοὺς ἑωρακέναι, μήτε θυλάκους ἀμέτρως πεπληρωμέ‐ νους, ἀλλὰ μηδὲ σιτίου ποτὲ προσενηνέχθαι πλείω τοῦ δέον‐ τος, ὡς διατείνειν τὴν γαστέρα, μηδ’ οὖρον ἠθροικέναι ποτὲ ἐν τῇ κύστει περαιτέρω τοῦ προσήκοντος, ἢ κόπρον ἐν ἀπευ‐ | |
5 | θυσμένῳ διατείνεται γὰρ ἐναργῶς ἐν πάσαις ταῖς τοιαύταις περιστάσεσιν ἕκαστον τῶν εἰρημένων ὀργάνων, ὡς ἀνιᾶσθαι τὸν ἄνθρωπον, ἢν μὴ θᾶττον ἐκκρίνῃ τὸ πλεονάζον. οὐ μὴν οὐδ’ ἡ αὐτή γε αἴσθησις γίνεται τοῦ βαρύνοντος ἢ δάκνοντος, ἢ ἀῤῥήτῳ τινὶ ποιότητι λυποῦντος. ἀκοῦσαι γοῦν ἔστι καὶ | |
10 | τῶν ἰδιωτῶν αὐτὸ τὸ συμβαῖνον αὐτοῖς ἐναργῶς ἑρμηνευόν‐ των, ἄνευ τῆς περὶ τὸ δόγμα φιλονεικίας, ἐνίοτε μὲν ὡς ὑπὸ τροφῆς βαρυνομένων καὶ θλιβομένων, καίτοι γε ἐλάχιστα προσενηνεγμένων· ἐνίοτε δ’ ὡς δάκνοιντό τε καὶ διαβιβρώ‐ σκοιντο· πολλάκις δ’ οὐκ ἔχοντες ἀκριβῶς ἑρμηνεῦσαι τὸ συμ‐ | |
15 | βαῖνον, ἀσᾶσθαί φασιν. οὐδεμία γὰρ τῶν αἰσθήσεων τού‐ των ἡ αὐτὴ πρὸς τοῖς ἀνθρώποις γίγνεται, διὰ πλῆθος ἄμε‐ τρον ἐδεσμάτων ἐπὶ πλεῖστον ἐκτεταμένης τε καὶ διατεταμένης | |
τῆς γαστρός. ἐπὶ μὲν οὖν τῶν τοιούτων καταστάσεων κινδυ‐ | 518 | |
7.519 | νεύειν ῥαγῆναί φασιν αὐτῶν τὴν κοιλίαν, σὺν τῷ καὶ ἡμᾶς ὁρᾷν ἐπὶ πλεῖστον αὐτὴν τεταμένην· ἔνθα δὲ βαρύ‐ νεσθαι λέγουσι, προσεσταλμένην ὁρῶμεν ἐνίοτε τὴν γαστέρα. οὕτω δὲ κᾀπὶ τῆς κύστεως ἄλλη μὲν διάθεσίς ἐστι πλεῖστον | |
5 | ὑγρὸν περιεχούσης, ἄλλη δὲ ὀλίγον, ἢ βαρυνομένης. καὶ τοί‐ νυν καὶ τὴν ἔκκρισιν ἐπὶ μὲν τῆς διὰ τὸ πεπληρῶσθαι τει‐ νομένης παμπόλλην ἔστιν ἰδεῖν, ἐπὶ δὲ τῆς βαρυ‐ νομένης ὀλιγίστην μὲν, ἀλλὰ πυκνοτάτην· οὐ γὰρ ἀνα‐ μένει τὸν τῆς πληρώσεως χρόνον, ἀλλὰ εὐθὺς ἀποῤῥῖψαι | |
10 | ποθεῖ τὸ λυποῦν, ὥσπερ κᾀπειδὰν ὑπὸ τῆς ποιότητος αὐτοῦ δάκνηται. καὶ γὰρ τότε συνεχῆ ποιεῖται τὴν ἔκκρισιν. καὶ γὰρ οὖν καὶ ὁπότε βαρύνεται καθάπερ ὑπὸ φορτίου τοῦ περιεχομένου, τότε οὐκ ἄν τις ὀρθῶς φαίη φαύλως μὲν διακεῖσθαι, εἶναι δὲ αὐτῇ τὸ βαρῦνον πολὺ, κᾂν μηδ’ ὅλως | |
15 | διατείνει τὸν χιτῶνα. ταῦτα πάντως δ’ εἴ τί φασιν οἱ ταύτης τῆς δόξης ἡγεμόνες, ἀρνουμένων τῶν τἀναντία γιγνωσκόν‐ των, αὖθις ἐρωτητέον ἀμφοτέρους, εἰ τὴν αὐτὴν ἀνίαν ἡ | |
κύστις ἀνιᾶται διατεινομένη πανταχόσε καὶ κινδυνεύουσα | 519 | |
7.520 | ῥαγῆναι, τῷ μηκέτι στέγειν τὸ περιεχόμενον, καὶ βαρυνομένη τε καὶ δακνομένη. ἐνταῦθα γὰρ πάλιν οἱ μὲν πρὸς τὰς εὐρυ‐ χωρίας τῶν ἀγγείων ἀεὶ τὸ πλῆθος νοοῦντες ἑτοίμως συγχω‐ ροῦσιν· οἱ δ’ ὡς πρὸς τὴν δύναμιν, ἄχθονταί τε πρὸς τοῖς | |
5 | τοιούτοις ἐρωτήμασιν, ὀργίζονταί τε πολυειδῶς ἀντιτείνον‐ τες ἄνω καὶ κάτω, διὰ τὸ μὴ βούλεσθαι συγχωρῆσαι καὶ τοῦτ’ εἶναι πλῆθος. ἡμεῖς οὖν ἀμφοτέρους τε εὐξάμενοι παύσασθαι τῆς φιλονεικίας, εἰς ὁμόνοιαν παρεκαλέσαμεν τοὺς ὅσοι μὲν οὐχ ἡγοῦνται λέγεσθαι τὸ πλῆθος οὐδέποτε πρὸς τὴν χώραν | |
10 | τοῦ περιέχοντος, οἷς δὴ καὶ πρώτοις ὑπηρξάμεθα διαλέγεσθαι, συγχωρῆσαι τοῖς ἀληθέσι παρακαλοῦντες, ἀναμνησθέντας τοῦ ἐν τῷ διατείνεσθαι τὰ πεπληρωμένα μόρια λυπεῖσθαι· ὅσοι δὲ οὕτω μόνον συνίστασθαι πλῆθος νομίζουσι, συγχωρῆσαι τὸ βαρῦνον εἶναι τῷ βαρυνομένῳ πολύ. πάλιν δὲ ἑκατέρους τοῖς | |
15 | ἐναργῶς φαινομένοις δυσωποῦντες, ἀναμνήσωμεν ἰδίᾳ μὲν τοὺς ὡς πρὸς τὴν δύναμιν μόνον νοεῖσθαι φάσκοντας τὸ πολὺ, τοῦ περιτοναίου ῥαγέντος ἢ ἀνευρυνθέντες ὑπὸ πλήθους ἐδε‐ | |
σμάτων, ὑποδείξωμέν τε κᾀπὶ τῶν ἐκτὸς ἀσκοὺς καὶ κύστεις | 520 | |
7.521 | τοῦτο πάσχοντας, ἐνίοτε δὲ καὶ τοὺς πίθους αὐτοὺς, ὅταν πνευματικὸν βίαιον ᾖ τὸ πλῆθος. ἐρωτήσωμεν δὲ περὶ τῶν ἀναβηξάντων ἐκ πνεύμονος αἷμα καὶ διὰ ῥῆξιν ἀγγείου, χωρὶς πληγῆς, ἢ καταπτώσεως, ἤ τινος ἑτέρας ἔξωθεν βίας τοιαύ‐ | |
5 | της, εἰ μηδὲ οὗτοι δοκοῦσιν αὐτοῖς ὑπὸ πλήθους παμπόλλου διατείνοντος τὸ ἀγγεῖον οὕτω παθεῖν. ἰδίᾳ δ’ αὖ πάλιν ἀναμνήσωμεν τοὺς ἑτέρους, ὡς οὐ ταὐτὸ δύναται βάρος βα‐ στάζειν εὐέκτης νεανίσκος καὶ παιδίον κομιδῇ μικρόν· ὃ γὰρ ἂν, οἶμαι, βαρύτατον ᾖ τῷ παιδίῳ, κουφότατόν ἐστι τῷ | |
10 | νεανίσκῳ· πότερον οὖν οὔτε φορτίον ὅλως ἐροῦμεν, ὃ μὴ δύναταί τις βαστάζειν, οὐδὲ πολὺ τὸ οὕτως βαρῦνον; ἢ φορ‐ τίον μὲν καὶ βαρὺ, πλῆθος δ’ ὀνομάζειν οὐ συγχωρήσομεν; ἀλλ’ οὕτως μὲν οὐχ ὑπὲρ πράγματος, ἀλλ’ ὑπὲρ ὀνόματος ἡ ἀμφισβήτησις ἔσται. κατὰ δὲ τὸν ἕτερον τρόπον οὐδ’ ἄν‐ | |
15 | θρωπος εἶναί σοι δόξειεν ὁ μηδ’ ὅλως φάσκων βαρύνεσθαι μηδέποτε, μηδ’ ἂν εἴκοσι τάλαντα κατὰ τὸν ὦμον ἐπιθῇς αὐτοῦ. πρὸς δὲ τοὺς ἑαυτοὺς ὑποθέντας δουλείῳ δόγματι | |
οὐδὲν ἱκανόν. ἐάσαντες οὖν ἤδη τούτους, μᾶλλον δ’, εἰ χρὴ | 521 | |
7.522 | τἀληθὲς εἰπεῖν, ἀπαλλάττεσθαι παρακελεύσαντες, ὅστις ἂν ἐλεύθερος ᾖ καὶ ἀληθείας ἑταῖρος, ἐκείνω διαλεξώμεθα. Δύο γὰρ ἐννοίας τε καὶ σχέσεις ὑπε‐ θέμεθα τοῦ πλήθους, τὴν μὲν ὡς πρὸς ἰσχὺν καὶ δύναμιν | |
5 | τοῦ βαστάζοντος αὐτὸ, τὴν δὲ ὡς πρὸς τὴν ὑποδεχομένην χώραν. καὶ ὑποθέμενοι δὲ ταῦτα, ὁπόσαι τέ εἰσιν ἅπασαι τοῦ ζώου δυνάμεις, ὅπως τε τὸ καθ’ ἑκάστην αὐτῶν πλῆθος ἢ γνωριοῦμεν, ἢ θεραπεύσομεν, ἐπισκεψώμεθα· πρὸς τού‐ τοις δ’ ἔτι πόσα τὰ σύμπαντά ἐστιν εἴδη τῶν ὑγρῶν αὐτῶν, | |
10 | ἤτοι τῶν βαρυνόντων τὴν δύναμιν, ἢ μὴ στεγόντων ἐν τοῖς ἀγγείοις. ἐν τούτοις γὰρ εἶναι χρὴ φιλόπονόν τε καὶ μέγαν τὸν ἰατρὸν, οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἐναργῶν, ἃ πάσης ἀποδείξεώς εἰσιν ἀρχαί. ἀλλ’ οὐδὲν ἴσως θαυμαστὸν ἀγνοεῖ‐ σθαι καὶ αὐτὸ τοῦτο τοῖς μηδὲν ὑπὲρ ἀποδείξεως ἐξητακόσι, | |
15 | μήτε εὑροῦσι, μήτε μαθοῦσι, μήτε ἀσκήσασιν. οὕτω γοῦν εὐήθεις εἰσὶν, ὥστε καὶ νῦν ὁμιλῶν τις τοῖσδε τοῖς γράμμα‐ σιν ἐλπίζει πρῶτον μὲν ἀποδεῖξαί με κατὰ τόνδε τὸν λόγον | |
ἃ χρὴ πάντως ἐπίστασθαι τὸν μέλλοντά τι περὶ πλήθους | 522 | |
7.523 | ἀκριβῶς ἐπισκέψασθαι· δεύτερον δὲ διάγνωσίν τε καὶ θερα‐ πείαν ἑκάστου πλήθους εὑρεῖν· μὴ γινώσκων, ὡς εἴπερ οὕτω μεγάλα πράγματα δι’ ἑνὸς γράμματος ἀποδείκνυσθαι φύσεως εἶχεν, οὐκ ἂν ἦν ἡ τέχνη μακρά. ἐγὼ δὲ, ὅτι μὲν ἑτέρα τίς | |
5 | ἐστιν ἡ κατὰ τὰς ἀρτηρίας δύναμις τῆς κατὰ τὰ νεῦρά τε καὶ φλέβας, ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμά‐ των ἀπέδειξα. διὰ δὲ τῆς αὐτῆς πραγματείας ἐδίδαξα καὶ ὅτι τῆς μὲν τῶν ἀρτηριῶν δυνάμεως οἷον πηγή τίς ἐστιν ἡ καρδία, τῆς δὲ τῶν νεύρων ὁ ἐγκέφαλος, τῆς δὲ τῶν φλεβῶν τὸ ἧπαρ. | |
10 | ἐν δὲ τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἀπέδειξα, τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δι’ ὅλης αὐτῆς ἀλ‐ λοιοῦσθαι, κατὰ τὰς τέτταρας ποιότητας, ὑγρότητα καὶ ξη‐ ρότητα, θερμότητά τε καὶ ψυχρότητα, καὶ εἶναι τὴν ἑκάστου τῶν σωμάτων ἴδιον οὐσίαν ἐν τῇ ποιᾷ τούτων κράσει, καὶ | |
15 | διὰ τοῦτο καὶ τῶν διοικουσῶν αὐτὰ δυνάμεων ἡ τῆς κρά‐ σεως ἰδιότης ἐστὶν οὐσία. δέδεικται δέ μοι καὶ ἐν τῷ περὶ φυ‐ σεκῶν δυνάμεων, ἰδίᾳ δὲ διά τινος ἑτέρας πραγματείας. εἴ‐ | |
ρηται δὲ καὶ διαγνωστικὰ σημεῖα πολλάκις ἐν πολλαῖς ἤδη | 523 | |
7.524 | πραγματείαις, ἑκατέρου τε τοῦ κατὰ τὸ πλῆθος γένους, ἑκά‐ στου δὲ τῶν καθ’ ἑκάτερον ἰδία. ἑκατέρου μὲν οὖν λέγω, τοῦ τε πρὸς τὴν δύναμιν καὶ τοῦ κατὰ τὸ ἔγχυμα· καλοῦσι γὰρ οὕτω τὸ ἕτερον γένος τοῦ πλήθους, ὃ τῇ περιεχούσῃ χώρᾳ | |
5 | μετρεῖται, συνιστάμενον οὐκ ἐν τοῖς ζώοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀψύχοις οὐδὲν ἧττον, ὑφάσμασί τε καὶ πλοκάμοις, καὶ δέρμασι, καὶ ἀγγείοις κεραμέοις τε καὶ χαλκέοις καὶ σι‐ δηροῖς, ὅσα τ’ ἐκ χαλκοῦ καὶ ἀργύρου καὶ κασσιτέρου γίγνε‐ ται. καὶ γὰρ καὶ ταῦτα ῥήγνυται, κατακλεισθείσης ἐν αὐτοῖς | |
10 | πνευματώδους οὐσίας πολλῆς, εἰ μὴ ἄρα τις ἐθέλοι καὶ τὸ τοιοῦτον πλῆθος ὡς πρὸς τὴν συνεκτικὴν συνίστασθαι δύνα‐ μιν, ἐπιλαθόμενος ἧς κατ’ ἀρχὰς ἐννοίας ἐμνημονεύσαμεν ἐπὶ τῷ τῆς δυνάμεως ὀνόματι, φάσκοντες αὐτὴν αἰτίαν εἶναι δρα‐ στικὴν, ὡς οὐδὲν διαφέρον εἰπεῖν ἤτοι δραστικὴν, ἢ ποιητι‐ | |
15 | κήν. οὐδ’ εἴ τις οὐσίαν ἐθέλοι λέγειν οὐκ αἰτίαν εἶναι ποιητικὴν τὴν δύναμιν, ἀντιλέγομεν, ἀλλ’ ἐκεῖνο μόνον ἐν τῷ λόγῳ φυλάττεσθαι βουλόμεθα τὸ δραστικήν τε καὶ | |
ποιητικὴν λέγεσθαι, μὴ παθητικήν τε καὶ ὑλικὴν ἤτοι γε | 524 | |
7.525 | αἰτίαν ἢ οὐσίαν εἶναι τὴν δύναμιν. εἰ γὰρ δὴ τοῦτό γε φυ‐ λάττοιτο, πρόδηλον, ὡς ἐνεργείας τινὸς ἡ δύναμις αἰτία γε‐ νήσεται· τὴν δ’ ἐνέργειαν ἀνάγκη δήπου καὶ αὐτὴν εἶναι κίνησιν ἐκ τοῦ ποιοῦντος εἰς τὸ πάσχον, ὥσπέρ γε καὶ τὸ πά‐ | |
5 | θος τὴν ἐν τῷ πάσχοντι κίνησιν ἐκ τοῦ ποιοῦντος· (εἰς τὸ πάσχον) ὥσθ’ ἥ γε νόησις ἐν τῷ πρὸς τὶ τῆς δυνάμεως, ἥ θ’ ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν ὁτιοῦν, ἢ ἐνεργεῖν εἰς ἑαυτὸ, παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι | |
10 | τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοὶ, τὸ μὲν συνέχον ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευ‐ ματικὴν οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον, ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασὶ, γῆν δὲ καὶ ὕδωρ συνέ‐ χεσθαι. καίτοι γε ἔνιοι τῶν νῦν Ἡροφιλείους ἑαυτοὺς ὀνομα‐ | |
15 | ζόντων, οὐδ’ ὄναρ ἀκηκοότες ταῦτα, τολμηρῶς ἀποφαίνον‐ ται (τε) περὶ τῆς συνεκτικῆς δυνάμεως· εἰ μὲν ἀὴρ, ἢ πῦρ, ἢ τὸ συναμφότερόν ἐστι τὸ συνέχον τοὺς λίθους τε καὶ τὰ | |
ξύλα, καὶ τἄλλα ὅσα τοιαῦτα, μὴ γινώσκειν ὁμολογοῦντες· | 525 | |
7.526 | ἀποφαινόμενοι δὲ ἁπλῶς, ὅτι δύναμίς τίς ἐστιν ἡ συνέχουσα τὰ τοιαῦτα πάντα, διαλυθῆναι γὰρ ἂν καὶ διαῤῥυῆναι, μηδε‐ νὸς αὐτὰ συνάγοντός τε καὶ σφίγγοντος· εἶτ’ ἐρωτηθέντες εἰ καὶ τοιούτῳ τινὶ τολμῶσιν ἀξιώματι χρήσασθαι κατὰ τὸν λό‐ | |
5 | γον, ὡς ἅπαντα τὰ ὄντα δεῖται τοῦ συνέχοντος, ἢ μὴ, παρα‐ χρῆμα μὲν ἑτοίμως ἀποφαίνονταί τε καὶ καταφάσκουσι τὴν ἐρώτησιν· ἀπαχθέντες δ’ ἐντεῦθεν ἐπ’ ἄτοπον, ἀνατίθενται εἰς τὰ εἰρημένα, καὶ ἀγανακτοῦσι τοῖς ἐρωτῶσιν ὡς περιέργοις τε καὶ σοφισταῖς. ἤσκηται γὰρ εἴ πέρ τι ἄλλο καὶ τοῦτο τοῖς | |
10 | νῦν ἰατροῖς, ἀποφαίνεσθαι μὲν ὑπὲρ τῶν μεγίστων δογμάτων ἑτοίμως, ἐξελεγχομένοις δὲ ἄχθεσθαί τε καὶ τοὺς ἐλέγχοντας ἀποκαλεῖν σοφιστάς. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν εἰς ἄτο‐ πόν τι λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι συνεκτικῆς αἰτίας, ἤδη σοι δίειμι τὴν συνεκτικὴν αἰτίαν, ἥτίς | |
15 | ποτ’ ἐστὶν, οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ Ἡροφίλειοι γιγνώ‐ σκειν, ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ | |
τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τὶ, θαυμάζω τὴν | 526 | |
7.527 | σοφίαν τῶν ἀνδρῶν, εἰ καὶ τῶν ὄντων ἕκαστον δεῖσθαί φασι τῶν οὐκ ὄντων τινός· εἰ δὲ τῶν ὄντων τίθενται τὴν συνεκτικὴν αἰτίαν, ἀναμνησθήτωσαν, ὡς ἅπαν τὸ ὂν ἔφασαν αἰτίας δεῖ‐ σθαι συνεκτικῆς εἰς τὸ εἶναι. συμβήσεται γὰρ οὕτως καὶ αὐ‐ | |
5 | τὴν τὴν αἰτίαν αἰτίας ἑτέρας, ἵνα ὑπάρχῃ, δεηθῆναι, κᾀ‐ κείνην αὖθις ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τῶν ὄντων τὰ μὲν ἑτέρου τινὸς αἰτίου δεῖσθαι πρὸς τὸ εἶναι, τὰ δὲ ἐξ αὐτῶν ἔχειν τὸ εἶναι φήσουσι, πρῶτον μὲν ἴστωσαν οὐκέτι διαφυλάττοντες τὸ ἐξ ἀρχῆς ἀξίωμα, ὃ παντὸς μᾶλλον ἀληθὲς | |
10 | ἔλεγον, ὡς ἅπαν τὸ ὂν αἰτίας δεῖται συνεκτικῆς εἰς τὸ εἶναι· δεύτερον δὲ, μακροτάτου χρῄζοντες λόγου, διὰ τί τὰ μὲν δεῖται, τὰ δὲ οὐ δεῖται, ἢ καὶ ὁποῖα ἐκ τούτων ἐστὶν αὐτῶν ἑκάτερα. οὐδὲ γὰρ οὐδ’ οἱ πολλοὶ τῶν Ἡροφιλείων, οὐδ’ οἱ νεώτεροι Στωϊκοὶ λέγουσί τινα ἀπόδειξιν τοῦ τὸ μὲν πνεῦμα καὶ τὸ | |
15 | πῦρ συνέχειν ἑαυτό τε καὶ τὰ ἄλλα, τὸ δὲ ὕδωρ καὶ τὴν γῆν ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. ὅσον μὲν γὰρ ἐπὶ τῇ προχείρῳ φαντασίᾳ, τὸ μὲν σκληρὸν καὶ ἀντίτυ‐ | |
πον καὶ πυκνὸν ἑαυτὸ συνέχειν λέγοιτο, τὸ δ’ ἀραιόν τε | 527 | |
7.528 | καὶ μαλακὸν καὶ ὑπεῖκον ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. οὐ μόνον δὲ οὐδεμίαν ἀπόδειξιν εἰπόντες οἱ ἄνδρες ἀξιοῦσι πιστεύεσθαι τὴν ὑπόθεσιν αὐτῶν, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ὑποτιθέμενοι μαχομένην οὐκ ἔτι αἰσθάνονται. τὰ γὰρ ἁπάν‐ | |
5 | των λεπτομερέστερα καὶ μαλακώτερα καὶ εἰκτικώτερα, τὸ πῦρ καὶ ἀέρα, ταῦτ’ αἴτια τῇ γῇ τῆς σκληρότητός τε καὶ ἀντιτυ‐ πίας εἶναί φασιν, ὡς ἐνδεχόμενον ἕτερον ἑτέρῳ τινὶ μεταδοῦ‐ ναι δυνάμεως, ἢ φύσεως, ἢ ἐνεργείας, ἢ ποιότητος, ἧς οὐ μετείληφεν αὐτό. καὶ γὰρ αὖ καὶ φαίνεται σαφῶς οὐ μόνον | |
10 | οὐδὲν ὑπὸ τοῦ πυρὸς συνεχόμενον, ἀλλὰ καὶ διαλυόμενα πάντα. πρὸς μὲν δὴ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν ἑτέρωθι λέλεκται διὰ πλειόνων· ἐπὶ δὲ τοὺς Ἡροφιλείους ἐπάνειμι, καὶ πρὸς τούτους ἀρκέσει μοι κατά γε τὸ παρὸν εἰπεῖν, ὡς προστάτης αὐτῶν ἐναντιώτατα πέπονθεν, ἀπορῶν μὲν ἐν | |
15 | παμπόλλοις ἀποδείξεις προχείρους ἔχουσιν, ἀποφαινόμενος δὲ ἐν ἄλλοις, ὧν αἵ τ’ ἀποδείξεις ἀδύνατοι ἥ θ’ ὑπόθεσις | |
ψευδής. | 528 | |
7.529 | Ἀπολιπόντες οὖν καὶ τούτους αὖθις λέγω‐ μεν, ὡς τὸ μὲν διατείνεσθαι καὶ ῥήγνυσθαι διὰ πλῆθος αὐτῶν τῶν περιεχόντων ἀγγείων ἐστὶ πάθος, οὐ δυνάμεώς τινος· τὸ δὲ βαρύνεσθαι δυνάμεως αἰσθητικῆς· οὐ γὰρ δὴ | |
5 | ἁπλῶς γε ταύτης πάσης οὐδὲ τοῦτο, τῆς γέ τοι φυσικῆς δυνά‐ μεως οὐκ ἔστι πάθος τὸ βαρύνεσθαι. εἴπερ οὖν ὀρθῶς ἀπε‐ δείξαμεν ἐν τῇ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ, τὴν μέν τινα τῶν οἰκείων ἑλκτικὴν εἶναι δύναμιν, ἑτέραν δὲ αὐτῶν τούτων ἀλλοιωτικὴν, ἄλλην δὲ καθεκτικὴν εἶναι δύναμιν, καὶ τε‐ | |
10 | τάρτην ἀποκριτικὴν τῶν ἀλλοτρίων, ἕτερ’ ἄττα χρὴ ζητεῖν γνω‐ ρίσματα τοῦ πρὸς ἑκάστην τῶν εἰρημένων δυνάμεων πλήθους, ὡς οὐχ ἱκανοῦ τοῦ βάρους ὑπάρχοντος. οὐ γὰρ ὥσπερ ἡ ἄῤῥωστος γαστὴρ αἰσθάνεται τῶν βαρυνόντων αὐτὴν, διὰ τὸ περιττὸν τῆς αἰσθήσεως, οὕτω καὶ ἡ φλὲψ καὶ ἡ ἀρτηρία | |
15 | τὴν αὐτὴν αἴσθησιν ἔχουσιν, ἀλλ’ ἑτέραν. εἴπερ ἄρα γένος οὐ ταὐτὸν κατὰ τὰ νεῦρα, μακροτέρου λόγου δεόμενον εἰς δήλωσίν τε καὶ πίστιν. τοῦ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πλή‐ | |
θους, ὡς πρὸς τὴν δύναμιν αὐτῶν, ἐπιστημονικὰ γνωρίσματα | 529 | |
7.530 | διὰ τῆς περὶ τῶν σφυγμῶν εἴρηται πραγματείας, ἴσασι δὲ οὐδὲ τούτων οὐδὲν οἱ ῥᾳδίως ὀνομάζοντες ὁσημέραι πλῆθος· οὐ μὴν τοῦ γε πρὸς τὰς φλέβας αὐτὸς ἐξεῦρον ἐπιστημονικόν τι σημεῖον, ἢ παρ’ ἑτέρῳ γεγραμμένον εὑρεῖν ἠδυνήθην, ὅπου | |
5 | γε τὴν ἀρχὴν οὐδὲ διωρίσατό τις ἡμῶν πρότερος οὐδ’ αὐτὰς τὰς δυνάμεις ἐπιστημονικῶς. ἐπ’ ὀλίγον μὲν γὰρ ἥψαντο τῆς θεωρίας αὐτῶν οἱ περὶ Φίλιππόν τε καὶ Ἀρχιγένην, τελέως δὲ οὐδὲ τούτων οὐδεὶς ἐξειργάσατο. ζητεῖ δὲ ὁ λόγος ὁ νῦν ἐνεστηκὼς οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὸ καθ’ ἕκαστον μόριον | |
10 | πλῆθος, οἷον τὸ καθ’ ἧπαρ, ἢ καρδίαν, ἢ νεφροὺς, ἢ κῶ‐ λον, ἢ ἐγκέφαλον, ἢ ὀστοῦν. ὅσα μὲν οὖν αὐτῶν ἤτοι δυσαίσθητά ἐστιν ἢ ἀναίσθητα, ταῦτα μὲν οὐκ ἂν ὡσαύ‐ τως αἰσθητὰ γαστρὶ καὶ κύστει τῶν ἐν αὐτοῖς περιττῶν, ἀλλὰ τὰ μὲν οὐδ’ ὅλως, τὰ δὲ ἤτοι παντάπασιν ἀμυδρῶς, ἢ οὐδ’ | |
15 | ὅλως· παντάπασι μὲν ἀμυδρῶς, ὡς ἐπὶ παμπόλλῳ πλήθει, οὐδ’ ὅλως δ’, ὡς ἐπ’ ὀλίγῳ. καὶ γὰρ καὶ πνεύμονι καὶ ἥπατι καὶ νεφροῖς ἐγγίνεται βάρους αἴσθησις ἐνίοτε, καί τις ὀστοῦν | |
ᾔσθετο βαρυνόμενος, ἀμυδρᾷ καὶ αὐτὸς αἰσθήσει· κατὰ τὸν | 530 | |
7.531 | ἐγκέφαλον δὲ βάρη διασημαίνει πολλάκις οὐκ ἀμυδρὰ μόνον, ἀλλ’ ἔστιν ἐνίοτε καὶ πάνυ σαφῆ. τοῖς δὲ ἀναισθήτοις μο‐ ρίοις οὐκ ἐνδέχεται γίγνεσθαί τινα αἴσθησιν οὔτε βάρους οὔτ’ ἄλλου συμπτώματος οὐδενός· ἀναίσθητα δ’ ἔοικεν ὑπάρ‐ | |
5 | χειν ἔνια τῶν ὀστῶν, καὶ ἡ πιμελὴ, καί τινες τῶν ἀδένων, εἰ μὴ ἄρα καὶ οἱ μυελοὶ πάντες ἐκ τῶν ἀναισθήτων εἰσίν· ἐγκέφαλος γοῦν καὶ νωτιαῖος, ὡς ἔνιοί φασιν, ἐκ τῶν αἰσθη‐ τικῶν εἰσι. βεβαίως δ’ ἄν τις ἀποφαίνοιτο κατὰ τῆς περὶ τὰ κυρτὰ τοῦ ἥπατος σαρκὸς, ἣν οἱ πολλοὶ τῶν ἰατρῶν παρ‐ | |
10 | έγχυμα προσαγορεύουσιν· οὐδὲ γὰρ ὅλω εἰς αὐτὴν οὐ‐ δαμόθεν ἐμφύεται νεῦρον· ἀπορήσειε δ’ ἄν τις καὶ περὶ τῆς ἐν τοῖς σιμοῖς. οὕτω γάρ ἐστι βραχέα τὰ κατὰ τὰς πύλας ἐμ‐ φυόμενα τῷ ἥπατι, ὥστε φαίνεσθαι τὸν ὑμένα μόνον αὐτοῦ διαπλέκοντα. καὶ μὴν καὶ κατὰ σπλῆνα καὶ νεφροὺς ὡσαύ‐ | |
15 | τως ἀπορήσειεν ἄν τις, ἔτι τε μᾶλλον ἐν πνεύμονι, καὶ τάχα ἄν τις ἐν τούτοις τοῖς σπλάγχνοις ᾖ τοῦ βάρους αἴσθησις, οὐκ αὐτῶν τῶν σπλάγχνων, ἀλλὰ τῶν περιεχόντων αὐτὰ χιτώνων | |
καὶ ὑμένων εἶναι λεχθείη, καὶ μάλιστα ἐπὶ πνεύμονός τε καὶ | 531 | |
7.532 | ἥπατος, ἐξηρτημένων τε καὶ κρεμαμένων, καὶ οὐχ ἑδραίως ἐστηριγμένων. ἐναργῶς γὰρ οἱ κάμνοντες αἰσθάνονται πολ‐ λάκις ἄνω πρὸς τῇ κλειδὶ τάσεώς τινος, ὡς ἐπὶ τοῖς κατὰ τὸ ἧπαρ ὄγκοις, αὐτοῦ τε τοῦ σπλάγχνου βαρέος· ὡς εὐτυχὴς | |
5 | δέ τις, ὃς οὐκ ᾔσθετο καθ’ ὅλον ἑαυτοῦ τὸν βίον, οὕτω συνεχῶς ἅπασι γιγνομένου. λέγει δέ που καὶ Ἱπποκράτης, ἐς νεφρὸν ὀδύνη βαρείη, ὥσπέρ γε καὶ κατὰ πνεύμονα γίγνε‐ ται βάρος· εἴρηται δὲ σχεδὸν ἅπασι τοῖς ἰατροῖς, ὅταν ἁλῷ φλεγμονῇ τὸ σπλάγχνον. ἀλλ’ οὐδὲν τούτων ἐζητηκότες οἱ | |
10 | πλεῖστοι τῶν ἰατρῶν, ἔνιοι δὲ οὐδ’ ὅτι δύναται μὲν ποτὲ καθ’ ὅλον τὸ ζῶον εἶναι τὸ πλῆθος, ἐγχωρεῖ δὲ καὶ περὶ ἓν ὁτιοῦν μόριον ἢ καὶ πλείω, προπετῶς ἀποφαίνονται περὶ πλήθους. ἀλλ’ εἰ βούλει κατὰ τὸ παρὸν ἐάσαντες ἁπάσας ταύτας τὰς ἀπορίας, ἐν τοῖς εὐπορωτέροις γυμνασθῶμεν. | |
15 | Εὐπορώτερον δ’ εἶναί μοι δοκεῖ, πάλιν ἀπὸ βάρους ἄρξασθαι· φαίνεται γὰρ τοῦτο τοῦ πρὸς τὴν αἰσθη‐ | |
τικὴν δύναμιν πλήθους ἐναργέστατον εἶναι γνώρισμα. πότε‐ | 532 | |
7.533 | ρον οὖν ἀληθές ἐστιν ἀποφαίνεσθαι τῷ πλήθει βάρος ἀκο‐ λουθεῖν ἐξ ἀνάγκης, ἢ τὸ βάρος ἀνάγκῃ προηγεῖσθαι πλή‐ θους; οὐ γὰρ δή γε ταὐτόν ἐστιν, ἢ ἀκολουθεῖν ἐν τῷ λόγῳ τὸ βάρος, ἢ προηγεῖσθαι. ἀληθὲς μὲν γὰρ, ὅτῳ πλῆθος | |
5 | ὑγρῶν τινῶν ἐστιν ἐν τῷ σώματι, τούτῳ βάρους αἴσθησιν ὑπάρχειν, ἐν ἐκείνοις τοῖς μέρεσι δηλονότι, ἐν οἷσπερ ἂν ᾖ τὸ πλῆθος, αἰσθητικοῖς ὑπάρχουσιν· οὐκ ἀληθὲς δὲ τὸ, βά‐ ρους ὄντος ἔν τινι μέρει, πλῆθος ὑπάρχειν ἐν ἐκείνῳ χυμῶν. ἐγχωρεῖ γὰρ, ὑπὸ τῶν στερεῶν μορίων βαρύνεσθαι τὴν | |
10 | δύναμιν ἀῤῥωστοῦσαν, ὡς ἐν ταῖς παραλύσεσιν. ὑπὸ γὰρ (τῆς) τῶν μυῶν (ἐν) ὅλου κώλου κινουμένου, τῶν μυῶν ἀῤ‐ ῥώστων γινομένων κινεῖν καὶ μεταφέρειν αὐτὸ, βάρους αἴσθη‐ σις γίγνεται τοῖς παραλυομένοις. οὐ γὰρ ἑαυτῷ βαρὺ φαί‐ νεται τὸ ἀῤῥωστοῦν, οἷον ὁ μῦς, ἢ τὸ νεῦρον, ἢ ὅλως ὅ τι | |
15 | περ ἂν ᾖ σῶμα τὸ πρώτως κινοῦν τὰ μόρια, ἀλλὰ τοῦτο τὸ πάθημα τὸ λεγόμενον βάρος ἐξ ἑτέρου τε πέφυκεν ἑτέροις ἐγγίνεσθαι, αὐτό τε καθ’ ἑαυτὸ τὸ νεῦρον, ἢ ὁ τένων, ἢ | |
ὁ μῦς, ἢ ὅ τι περ ἂν ᾖ τὸ κινοῦν ἡμᾶς, ἀτονώτερον μὲν αὐτοῦ | 533 | |
7.534 | γίγνεσθαι καὶ ἀσθενέστερον ἐγχωρεῖ, βαρύνειν δὲ ἑαυτὸ, τῶν ἀδυνάτων ἐστίν. εὐτονώτερον μὲν οὖν γιγνόμενον, ἰσχυρο‐ τέρας τὰς ἐνεργείας ποιήσεται τῶν ἔμπροσθεν· ἀτονώτερον δὲ ἀσθενεστέρας. οἷον ὁ μῦς, εἴπέρ γε οὗτός ἐστιν ὁ κινῶν τὸ | |
5 | σκέλος, ὑγιαίνων μὲν ἐπισπάσεται σφοδρῶς ἐκεῖνο τοῦ κώλου τὸ μέρος, εἰς ὃ καταπέφυκεν, εὐεκτῶν δὲ σφοδρότατα, καὶ νοσῶν μὲν, ἀσθενῶς, ἔκλυτος δὲ τὴν δύναμιν ὑπάρχων, ἀμυδρῶς. εἰ δὲ οὐχ ὁ μῦς ἐστιν, ἀλλὰ τὸ νεῦρόν γε τὸν μῦν αὐτὸν κινοῦν, ἐκείνου πάλιν ὑγεία καὶ νόσος, εὐεξία τε καὶ | |
10 | ἀῤῥωστία, ταῦτα ἐργάσεται περὶ τὸ κῶλον, ἅπερ ὁ μῦς ἐλέ‐ χθη ποιεῖν. οὕτω δὲ εἰ καὶ τὸ πνεῦμα τὸ πρῶτόν ἐστι τῶν κινούντων τὸ σκέλος, ἐπ’ ἐκείνου ταῦτα λεχθήσεται. φέρε τοιγαροῦν ἕνεκα σαφηνείας κείσθω ταῦθ’ ἡμῖν, ὑπὸ μὲν τοῦ πνεύματος τοῦ διὰ τῶν νεύρων φερομένου κινεῖσθαι τὸν μῦν, | |
15 | ὑπὸ δὲ τοῦ μυὸς, πρώτην μὲν τὴν κνήμην, εἰς ἣν ὁ μῦς ἐμ‐ πέφυκεν, εἶτα δι’ ἐκείνης τὴν κατὰ γόνυ διάρθρωσιν, ἐφ’ ἣν τὸ σκέλος ὅλον ἐμπέφυκεν. ἀληθῶς γὰρ ἄν τις ἐπὶ ταύταις ταῖς ὑποθέσεσι λέγοι καὶ τὸν μῦν αὐτὸν βάρος γίγνεσθαι τῷ | |
ἀῤῥώστῳ πνεύματι, καὶ σὺν αὐτῷ τὸ κῶλον ὅλον, οἷον εἰ | 534 | |
7.535 | τύχοι τὴν κνήμην· εἰ δέ γε τὸ νεῦρον ὑποθώμεθα κινεῖσθαι πρὸς τοῦ πνεύματος, ὑπὸ νεύρου δὲ τὸν μῦν, εἶτ’ αὖθις ὑπὸ τοῦ μυὸς τὴν κνήμην, ὑπὸ πάντων τῶν εἰρημένων βαρυνθή‐ σεται τὸ πνεῦμα τὸ ἄῤῥωστον. ὥστ’ ἤδη μὲν κᾀνταῦθα δῆ‐ | |
5 | λον, ὡς οὐχ οἷόν τε διαγνῶναι τὸ πρῶτον βαρῦνόν τε καὶ βαρυνόμενον, ἄνευ τοῦ προεγνωκέναι τὸ πρῶτον κινοῦν ἕκα‐ στον τῶν ἐν ἡμῖν μορίων. ἀλλὰ καὶ τοῦτο μὲν αὖθις ἀκρι‐ βέστερον ἐπισκεψόμεθα, ὑπὲρ οὗ δὲ ὁ λόγος ἦν περαινέσθω. γενήσεται δὲ ἕνεκα σαφηνείας ἡ διέξοδος ἅπασα μεθ’ ὑποθέ‐ | |
10 | σεως. ὑποκείσθω τοίνυν ὁ μῦς εἶναι τὸ πρῶτον κινοῦν ἑαυ‐ τόν τε καὶ τὸ τῆς κνήμης ὀστοῦν. ἑαυτῷ μὲν οὖν οὐδὲ πώ‐ ποτ’ ἐστὶ βαρὺς, οὐδ’ ὅταν ἀτονώτατος ὑπάρχῃ, βαρύνει δὲ αὐτὸν ἡ κνήμη· πότερον δὲ κινεῖσθαι μόνον ἐφιέμενον, ἢ κᾂν ἡσυχάζῃ, σκέψεως ἑτέρας οὐ μικρᾶς ᾖ, διωρισμένης ἡμῖν | |
15 | ἐν τοῖς περὶ μυῶν κινήσεως, ἧς ἄνευ σκέψεως οὔτε διάθεσιν οὔτε πεπονθότα τόπον ἀκριβῶς ἔστι διαγνῶναι κατὰ τὰς τοῦ | |
βάρους αἰσθήσεις. αὐτίκα γέ τοι τισὶ μὲν ἤτοι κῶλον ἓν ἢ καὶ | 535 | |
7.536 | σύμπαν τὸ σῶμα βαρύνεται κινεῖσθαι προῃρημένοις, ἡσυχά‐ ζουσι δὲ οὐδεμία βάρους αἴσθησις γίγνεται· τινὲς δὲ καὶ πρὸ τοῦ κινεῖσθαι βαρύνεσθαί φασι. τίς οὖν ἑκατέρων τούτων ἡ διάθεσις, ἀμήχανον γνῶναι, πρὶν ἐξευρεῖν τὰ κινοῦντά τε | |
5 | καὶ κινούμενα σώματα καθ’ ὅλον τὸ σκέλος. εἰ μὲν γὰρ αἱ τῶν νεύρων ἶνες αἱ κατὰ τὸν μῦν εἰσιν αἱ πρῶται κινούμε‐ ναι, συγκινεῖται δὲ ταύταις ἐν αὐτῷ τό τε ὑμενῶδες γένος καὶ τὸ φλεβῶδες καὶ τὸ ἀρτηριῶδες, ἔτι δ’ οἱ σύνδεσμοι, βάρους μὲν αἴσθησις αὐτῷ γενήσεται καὶ διὰ ταῦτα καὶ δι’ | |
10 | ἄλλα πάντα τὰ καθ’ ὅλον τὸ κῶλον. ἐπισκεψόμεθα δὲ καὶ διοριούμεθα, πότε μὲν ἐνεργοῦντος καὶ κινουμένου τοῦ κώλου τὸ βάρος ἔσται, πότε δ’ ἡσυχάζοντος. εἰ δὲ καὶ τὸ τῶν συν‐ δέσμων ἐν αὐτῷ γένος ἅμα τῷ σαρκώδει κινεῖται, ταῦτα γάρ ἐστιν ἡ οἰκεία τοῦ μυὸς οὐσία, δι’ οὐδὲν μὲν τού‐ | |
15 | των οὐδέποτε γένοιτ’ ἂν ἡ τοῦ βάρους αἴσθησις· ἤτοι δὴ ἐκ τῶν φλεβῶν, ἢ ἐκ τῶν ἀρτηριῶν, ἢ ἐκ τῆς πιμελῆς, ἢ ἐκ τῶν ὀστῶν, ἢ ἔκ τινων, ἢ ἐκ πάντων γενήσεται. δῆλον δὲ ὡς εἰ καὶ παραλίποιμέν ποτε κατὰ τὰς τοιαύτας διαιρέσεις | |
τὸ ἔκ τινων, ἢ ἐκ πάντων, αὐτὸ χρὴ προσυπακούειν τοὺς | 536 | |
7.537 | ἀναγινώσκοντας τὸ βιβλίον, εἰδότας ὅτι κατὰ τοὺς τοιούτους ἅπαντας λόγους οἱ σύνδεσμοι οὐ διαζευκτικῶς, ἀλλὰ παρα‐ διαζευκτικῶς εἰσιν. ἐκ μὲν δὴ τῶν εἰρημένων εὔδηλον, ὡς ὅστις βούλεται διαγνωστικὸς εἶναι πληθωρικοῦ μορίου, τοῦ‐ | |
5 | τον τῶν τε διοικουσῶν ἡμᾶς δυνάμεων ἐπιστήμην ἔχειν ἀναγ‐ καῖόν ἐστιν, ἀνατομῆς τε καὶ φύσεως ἁπάντων ἀκριβῶς τῶν τοῦ ζώου μορίων· ἐκ τούτου γὰρ ὁρμώμενος ἴσως ἄν ποτε ἐξεύροιτο σημεῖα μορίου πληθωρικοῦ. Εἰ δέ τις ἀληθείας μὲν οὐ πεφρόντικεν, | |
10 | ἐξαπατᾷν δὲ βούλεται τοὺς πέλας, ὅτι εἴη γνούς τι σοφὸν, ἕτοιμεν τούτῳ, κᾂν εἰ μηδὲν ἄλλο, τὰ γοῦν Ἐρασιστράτου κατὰ τὸ πρῶτον ὑγιεινῶν αὐτὸν μαθεῖν· ἐν ἄλλῳ μὲν γὰρ οὐδὲ ἐπεχείρησε πλήθους εἰπεῖν σημεῖα. προσχῶμεν οὖν αὐ‐ τοῦ τοῖς ῥήμασι, πρῶτον μὲν ἐν οἷς ἥ τίς ποτέ ἐστιν ἡ γένε‐ | |
15 | σις τῆς πληθώρας φησὶν, οὕτως γὰρ αὐτὸς ὀνομάζει τὸ κατὰ τὰς φλέβας πλῆθος, εἶθ’ ἑξῆς ἐν οἷς τὰ σημεῖα τῆς διαγνώσεως ἐξηγεῖται. ἡ μέντοι γένεσις αὐτῷ τοιάδε. τῆς | |
γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης, μήτε ἐκπο‐ | 537 | |
7.538 | νουμένης κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρι‐ νομένης, ἀναγκαῖον ἦ πληροῦσθαι τὰ ἀγγεῖα, τῆς πέψεως καὶ τῆς ἀναδόσεως (καὶ) τὰς κατ’ αὐτὰς ἐνεργείας ἀποδιδου‐ σῶν. καὶ τῆς μὲν προϋπαρχούσης τροφῆς ἐν τοῖς ἀγγείοις | |
5 | οὐδαμῶς καταναλισκομένης, τῆς δ’ ἀπὸ τῶν προσφερομένων ἐπιγιγνομένης, τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπὶ πλέον διατεί‐ νεται. ὅταν δὲ μηκέτι ἐπίσαξιν ἐπιδέχηται τὰ ἀγγεῖα, ἐπιφέ‐ ρηται δὲ ἐκ τῆς κοιλίας ἑτέρα τροφὴ, ὁρμὴν λαμβάνει τὰ ὑπάρχοντα εἰς τὰ παρακείμενα τοῦ πνεύματος ἀγγεῖα. ἔκ τε | |
10 | οὖν τούτου δῆλον, ὅτι περὶ τοῦ κατὰ τὸ ἔγχυμα διαλέγεται πλήθους, ἔκ τε τοῦ καλεῖν αὐτὸ πληθώραν ἰδίως· τοῦτο γὰρ τὸ πάθος ὀνομάζεται πληθώρα μόνον, οὐ τὸ ἕτερον, ὃ πρὸς τὴν δύναμιν κρίνεται. μικρὸν δὲ διελθὼν ὑπὲρ τῆς διαγνώ‐ σεως αὐτοῦ, τάδε γράφει. δεῖ οὖν, καθάπερ εἴρηται, πει‐ | |
15 | ρᾶσθαι διαγινώσκειν τὴν κατὰ πληθώραν διάθεσιν. κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ | |
εἰθισμένον· ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπί‐ | 538 | |
7.539 | πλανται βραχίονές τε καὶ κνῆμαι καὶ χεῖρες, ὥσπερ τοῖς ἀπὸ τῶν γυμνασίων εἰς διάτασιν ἐρχομένοις· ἐπὶ πολὺ δὲ τῆς πλη‐ θώρας προαγούσης, ἑλκώδεις τε καὶ βραδύτεραι καὶ δυσκινη‐ τότεραί εἰσι, καὶ ὅλη τοῦ σώματος ἡ ἁφὴ τείνεται, ὡς κόπου | |
5 | φαινομένου. πλησίον δὲ ἤδη νόσου ἡ τοιαύτη διάθεσις, ἐὰν μὴ πάνυ ἐπιδεξίως τε καὶ συνετῶς αὐτήν τις λύῃ. συνέχεεν ἐν τούτοις ὁ Ἐρασίστρατος ἑτερογενῶν πληθῶν γνωρίσματα μετὰ τοῦ καὶ προσγράφειν αὐτοῖς ἔνια τῶν οὐκ ἀναγκαίων. ἐπισκέψασθαι δὲ ἔστιν ἀπ’ ἀρχῆς αὐτοῦ τὸν λόγον. ἐν μὲν | |
10 | γὰρ τῷ, κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον, οὐδ’ ἑτέρωθεν ὁ λόγος ἀναγκαίαν ἔχει τὴν ἀκολούθησιν, οὔτε ἀπὸ τῆς διαθέσεως ἐπὶ τὰ γνωρίσματα αὐτῆς, οὔτε ἀπὸ τῶν γνωρισμάτων ἐπὶ τὴν διάθεσιν. | |
15 | οὔτε γὰρ ἀναγκαῖον, ἐπὶ τῶν ἀγγείων μετρίως πληρουμένων εὐτονωτέρους τε καὶ ἰσχυροτέρους ἑαυτῶν φαίνεσθαι, οὔθ’ ὅταν τοιοῦτοι φαίνωνται, μετρίως πεπλήρωνται τὰ ἀγγεῖα. | |
ταῖς τε γὰρ τούτων μετρίαις πληρώσεσιν ἐνδέχεταί ποτε καὶ | 539 | |
7.540 | ἀτονωτέρους γίνεσθαί τινας, ἢ εἰς μηδὲν ἐπιφανὲς ἐπὶ μηδέ‐ τερα ὑπαλλάξαι, μήτε ἐπὶ ἰσχὺν μήτε ἐπ’ ἀσθένειαν· εἰ δὲ ἰσχυρότεροι γίνονται ἢ πρόσθεν, ἐγχωρεῖ τούτοις οὐ μόνον συνηυξῆσθαι τῇ δυνάμει τὸ πλῆθος τῶν χυμῶν, ἀλλὰ καὶ με‐ | |
5 | μειῶσθαί ποτε, καὶ τὴν ἐξ ἀρχῆς ἐνίοτε φυλάττειν ποσότητα. καθ’ ἑκατέραν γὰρ ὑπόθεσιν ἐγχωρεῖ τῷ πρῶτον λεχθέντι τριῶν ἀκολούθησιν εἶναι, τῷ μὲν ηὐξῆσθαι τοὺς χυμοὺς εὐ‐ τονίαν τε καὶ ἀτονίαν παρὰ τὴν ἔμπροσθεν κατάστασιν, ἔτι τε τὴν ἐπὶ τῶν αὐτῶν ὅρων μονὴν τῆς δυνάμεως· τῷ δ’ | |
10 | εὐτονώτερον γεγονέναι τό τε ηὐξῆσθαι καὶ τὸ μεμειῶσθαι, καὶ τὸ συμμέτρους εἶναι τοὺς χυμούς. ἀκουέσθω δ’ ὡσαύτως κατὰ τὸν παρόντα λόγον, ἄν τε χυμοὺς εἴπω ἄν τε αἷμα· διο‐ ρισθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν προήκοντι τῷ λόγῳ. Ἐρασί‐ στρατος μὲν οὖν ἁπλῶς ἀπεφήνατο, μηδεμίαν ἀπόδειξιν οἷς | |
15 | εἶπε προσγράψας· ἡμεῖς δὲ οὐχ ἁπλῶς, ἀλλὰ σὺν ἀποδείξεσιν ἀναγκαίαις ἕκαστον ὧν εἴπομεν ἄρτι πιστούμενοι, τὴν ἀρ‐ χὴν κᾀνταῦθα πάλιν ἀπ’ αὐτῶν ποιήσομεν τῶν Ἐρασιστράτου | |
ῥημάτων· εὐτονώτεροί, φησι, καὶ ἰσχυρότεροι φαίνονται. | 540 | |
7.541 | πότερον ἄλλό τι σημαίνει τὸ εὐτονώτεροι τοῦ ἰσχυρότεροι, καὶ δύο ἡμᾶς ἐδίδαξε σημεῖα τοῦ μετρίου πλήθους, ἢ δύο μὲν εἰπὼν ὀνόματα, σημεῖον δὲ ἕν; ἐγὼ δὲ οὐδεμίαν εὑρίσκω τοῦ σημαινομένου διαφορὰν, οὔτε κατὰ τὸ γένος οὔτε κατὰ τὸ | |
5 | εἶδος οὔτε ἐν τῷ μᾶλλον ἢ ἧττον, ἀλλ’ ὑφ’ ἑκατέρου σημαί‐ νεσθαι νομίζω ταὐτόν. εἰ δὲ βούλει, τίθη τὸ ἕτερον ἐπίτα‐ σίν τε καὶ αὔξησιν ἐμφαίνειν παρὰ θάτερον, εἶτ’ οὖν τὸ ἰσχυ‐ ρότεροι παρὰ τὸ εὐτονώτεροι, εἴτε τὸ εὐτονώτεροι παρὰ τὸ ἰσχυρότεροι· ἀλλ’ ὁμοειδές γε πάντως ἐπὶ τὸ σημαινόμενον | |
10 | ἐξ ἀμφοτέρων. ἔνθα δ’ αὔξησίς ἐστι, τοῦ εἴδους μένοντος, ἐνταῦθ’ οὐκ ἔστι διδασκαλία δυοῖν σημαινομένων. εὔδηλον δ’ ὅτι θατέρου γένους τοῦ πλήθους, ὃ πρὸς τὴν δύναμίν ἐστιν, οὐδὲ μέμνηται τὴν ἀρχὴν ὁ Ἐρασίστρατος, οὔτε οὖν κατὰ τοῦτο τὸ βιβλίον οὔτε ἐν τοῖς περὶ πυρετῶν. ἡ γὰρ | |
15 | πληθώρα παρεμπτώσεώς ἐστιν αἰτία κατ’ αὐτὸν, ἐφ’ ᾗ φλεγμοναί τε συνίστανται καὶ πυρετὸς ἕπεται· πληθώρας τε γένεσιν ἐναργῶς ἐδήλωσεν ἐν τῇ προγεγραμμένῃ ῥήσει, καθ’ | |
ἣν ἐπισάττεσθαι τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπιπλεῖστον | 541 | |
7.542 | διατείνεσθαί φησι. τούτοις γὰρ αὐτὸς ἐχρήσατο τοῖς ῥήμα‐ σιν, ὥσπερ καὶ ὅτι διὰ τὸ μηκέτι δύνασθαι τὴν ἐπίσαξιν ἐπι‐ δέχεσθαι, παρέμπτωσιν εἰς τὰς ἀρτηρίας γίνεσθαι τοῦ περιτ‐ τοῦ, τὴν ὁρμὴν ἐκεῖσε λαβόντων τῶν πληθυνόντων κατὰ τὰς | |
5 | φλέβας. παραλέλειπται μὲν οὖν τι κᾀνταῦθα κατὰ τὴν διαί‐ ρεσιν. οὐ γὰρ οὕτως ἁπλῶς ἐχρῆν εἰπεῖν, ὅταν μηκέτι ἐπί‐ σαξιν αἱ φλέβες δέχωνται, τὴν ὁρμὴν γίγνεσθαι τῶν ἐν αὐ‐ ταῖς εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα· πολλῷ δ’ ἦν βέλτιον φά‐ ναι, δυοῖν θάτερον ἕπεσθαι τῇ προειρημένῃ πληρώσει τῶν | |
10 | φλεβῶν, ἤτοι ῥῆξιν αὐτοῦ χιτῶνος ἢ μετάχυσιν τοῦ αἵματος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα. τὸ δ’ ἐξ ἀνάγκης οἴεσθαι μὲν μεταχεῖσθαι τὸ αἷμα διὰ τὸ μὴ χωρεῖσθαι πρὸς τῶν φλεβῶν, ἐπιλελησμένου παντάπασίν ἐστιν, ὡς γίγνεταί ποτε ῥῆξις ἀγ‐ γείου διὰ πλῆθος, ἵνα παραλίπω τὴν ἄνευ μεταχύσεως ἀνα‐ | |
15 | στόμωσιν ἐναργῶς πολλάκις εἰς αἰσθητὰς εὐρυχωρίας γιγνομένην ἐντέρων καὶ γαστρὸς καὶ στομάχου καὶ φά‐ | |
ρυγγος καὶ στόματος. ἀλλὰ τὸ μὲν ἐν τῇ διαιρέσει τῶν λόγων | 542 | |
7.543 | ἐλλιπὲς οὐκ ἐν τούτῳ μόνον Ἐρασιστράτῳ σύνηθες, ἀλλὰ καὶ κατ’ ἄλλα συντάγματα σχεδὸν ἅπαντα. Τὸ δ’ οὖν εἰρημένον, ὁποῖόν ποτ’ ἂν ᾖ, πάλιν ἐπισκεψώμεθα. πληρουμένων τῶν ἀγγείων μετρίως, | |
5 | ἑαυτῶν εὐτονώτεροι φαίνονται. πότερον ὦ Ἐρασίστρατε κᾂν μηδὲ συναύξηται τῷ πλήθει τοῦ αἵματος ἡ ῥώμη τοῦ σώ‐ ματος, ἢ καὶ αὐτῆς συναυξανομένης; ἐγὼ μὲν γὰρ ἀναγ‐ καιότατον εἶναί φημι πρὸς τὴν εὐτονίαν τῆς ἐνεργείας καὶ τὴν ῥώμην τῆς δυνάμεως αὐξάνεσθαι. καὶ οὕτως δὲ, εἰ | |
10 | τῇ τοῦ αἵματος αὐξήσει μόνον, τῆς δυνάμεως τὰς ἐνεργείας ἰσχυροτέρας γένεσθαι ἡγῇ, τοῦ Ἀσκληπιάδου μᾶλλον ἀνα‐ τρέπειν δόξειας τὰς δυνάμεις. οὐδὲ γὰρ ἐκεῖνος ἁπλῶς οὑτωσί φησιν, ᾧ πλέον αἷμα, πάντως τοῦτον εὐτονώτε‐ ρον ὑπάρχειν, ᾧ δὲ ἔλαττον, ἐξ ἀνάγκης ἀτονώτερον, ἀλλ’ | |
15 | εὑρήσεις τινὰς εἰπεῖν διορισμοὺς, ὁμολογοῦντας τοῖς φαινο‐ μένοις, καίτοι οὐδεμίαν ἡγούμενον ἐν ἡμῖν εἶναι δύνα‐ μιν οὔτε ψυχικὴν οὔτε ζωτικήν. ὁρῶνται γάρ τινες | |
οἱ μὲν ἑαυτῶν ἐνίοτε πολυαιμότεροί τε ἅμα καὶ ἰσχυρό‐ | 543 | |
7.544 | τεροι γεγονότες, οἱ δὲ ἰσχυρότεροί τε ἅμα καὶ ὀλι‐ γαιμότεροι· ὥστε ἐξανάγκης, οὔτε τῷ πλήθει τοῦ αἵματος αὐξανομένης τῆς ἰσχύος, οὔτε μειώσει καθαιρουμένης, ὀλι‐ γωρότερον εἰρῆσθαι καὶ ταῦτα τῷ Ἐρασιστράτῳ νομιστέον. | |
5 | ὡς εἴ γέ τις ἀνέμνησεν αὐτὸν ὧν ἐγὼ νῦν διῆλθον, οὐκ ἂν ἠρνήσατο, τὴν τῶν ἐνεργειῶν εὐτονίαν οὐκ αὐξήσει τοῦ αἵματος, ἀλλὰ ῥώμῃ τῆς δυνάμεως ἕπεσθαι. ποιήσω‐ μεν οὖν ἡμεῖς ἤδη τὸν λόγον αὐτοῦ τελεώτερον οἷς ἐν‐ δεῶς εἶπε προσθέντες τὸ λεῖπον. ἔσται δὲ τοιοῦτος. αὐξα‐ | |
10 | νομένου τοῦ αἵματος ἅμα τῇ δυνάμει, καὶ τὴν εὐτονίαν ἀναγκαῖον αὐξάνεσθαι. καὶ μὴν εἰ καὶ τοῦτο εἴποιμεν, ἀλη‐ θὲς μέν τι λέξομεν, οὐδὲν δὲ ἡμῖν εἰς τὰ προκείμενα πλέον οὐδὲ ἐκ τοῦδε. τὸ μὲν γὰρ, οἷς ἄμφω συνηύξηται, τό θ’ αἷμα καὶ ἡ δύναμις, ηὐξῆσθαι καὶ τὴν εὐτονίαν, ἀληθῶς εἰρήσεται, | |
15 | τὸ δ’ οἷς ηὔξηται τὰ τῆς ἰσχύος, ηὐξῆσθαι τούτοις ἐξ ἀνάγκης ἀμφότερα ψεῦδος· οὐ γὰρ ἐξ ἀνάγκης ἡ δύναμις τῷ αἵματι | |
αὐξηθέντι συναύξεται, ἐγχωρεῖ δέ ποτε καὶ τὴν δύναμιν μόνον· | 544 | |
7.545 | ὁ γοῦν ὄντως ἀγαθὸς γυμναστὴς, εἰ παραλάβοι τινὰ πολὺ μὲν αἷμα φλεγματικὸν ὑπ’ ἀγυμνασίας ἠθροικότα, τῇ δυνάμει δὲ ἀσθενέστερον, ὀλίγον εἶναι ἀποδώσει τοῦτον ἰσχυρότερον, οὐ πολυαιμότερον, ἢ παρέλαβεν. ὥσπερ οὖν οὐκ ἀναγκαῖον, | |
5 | ὅσοι ταῖς ἐνεργείαις εὐτονώτεροι σφῶν αὐτῶν γεγόνασιν, ηὐξῆσθαι τούτοις τοὺς χυμοὺς, οὕτως ἀναγκαῖόν ἐστιν, ὅσοι ταῖς ἐνεργείαις σφῶν αὐτῶν εὐτονώτεροι γεγόνασιν, ἰσχυρο‐ τέραν αὐτοῖς γεγονέναι τὴν δύναμιν. οὐ μόνον δὲ ἀπὸ τῆς εὐτονίας ἀρξάμενος, ἐπὶ τὴν ῥώμην τῆς δυνάμεως ἀκολουθήσεις | |
10 | ἐξ ἀνάγκης, ἀλλὰ καὶ ἀπὸ τῆς δυνάμεως ἐπὶ τὴν εὐτονίαν· ὁ γὰρ ἰσχυρὸς τὴν δύναμιν εὐτονώτερος ἐν ταῖς ἐνεργείαις ἐστίν· ὥστ’ ἀλλήλοις ἀντακολουθεῖν εὐτονίαν μὲν ἐν ταῖς ἐνεργείαις ῥώμῃ δυνάμεως, ῥώμην δὲ ἐν τῇ δυνάμει τῇ τῶν ἐνεργειῶν εὐτονίᾳ· ὁπότερον γὰρ ἂν αὐτῶν ὑπάρχειν ὑπό‐ | |
15 | θοιο, πάντως τούτῳ συνυπάρχει καὶ τὸ ἕτερον· οὐ μὴν ἀπό γε τοῦ πλείονος αἵματος ἡ ἀκολούθησις ἀναγκαία. οὔτε γὰρ εἰ πλέον τοῦτο τοῦ πρόσθεν, ἐξ ἀνάγκης εὐτονώτερος ὁ ἄνθρωπος, | |
οὔτε εἰ ἔλαττον, ἀτονώτερος, ὥσπερ οὐδὲ ὅταν ἶσον, ὁμοίως | 545 | |
7.546 | ἔχει δυνάμεως. ὥστ’ ἐκ τῶν εἰρημένων δῆλον, ὡς ἡ τῶν ἐνεργειῶν εὐτονία τοῦ μὲν ἐῤῥῶσθαι τὴν δύναμιν ἴδιόν τε ἅμα καὶ ἀχώριστόν ἐστι γνώρισμα, τῆς δὲ αὐξήσεως τοῦ αἵ‐ ματος οὔτε ἴδιον οὔτε ἀχώριστον. ὃ δὲ ἐφεξῆς εἶπεν Ἐρα‐ | |
5 | σίστρατος, ἴδιον μὲν οὐκ ἔστιν, ἀχώριστον δέ ἐστι πληθώρας. ὀνομάζει δὲ αὐτὸ παρεμπίμπλασθαι, σαφέστερον δὲ ὀνομα‐ σθείη τείνεσθαι. καὶ γάρτοι καὶ τῶν γυμναστῶν οἱ ἀκριβέστε‐ ροι τὸν μέν τινα τῶν κόπων ἑλκώδη, τὸν δὲ τονώδη, τὸν δὲ φλεγμονώδη καλοῦντες, οὐδὲν ἄλλ’ ἐνδείκνυνται τοῦ παρεμ‐ | |
10 | πίμπλασθαι τὰ μέλη κατὰ τὸν τονώδη κόπον. τηνικαῦτα γὰρ ἑαυτῶν παρεμπεπλῆσθαι λέγουσιν ὁτιοῦν μόριον, ἐπει‐ δὰν αἰσθάνωνταί τινος ἐν αὐτῷ τάσεως. αἰσθάνονται μὲν οὖν κᾀν τῇ φλεγμονῇ τάσεως, ἀλλ’ ἐκείνῃ μὲν ἤτοι διὰ παν‐ τὸς ἢ ὡς τὸ πολὺ σύνεστιν ὁ παρὰ φύσιν σφυγμὸς, ὅν τις | |
15 | ἐναργέστερον ἑρμηνεύων ἐρεῖ πόνον σφυγμώδη· οἷς δ’ οὐδὲν ἄλλο πλὴν τοῦ τείνεσθαι συμβέβηκε, τούτοις οὔτε φλεγμαίνει τὸ τεινόμενον μέρος οὔτε ἐξ ἀνάγκης πληθωρικὸν ὑπάρχει, | |
ἀλλὰ δυοῖν θάτερον, ἤτοι κοπῶδες ἢ πληθωρικόν. ἀλλ’ εἴπερ | 546 | |
7.547 | κοπῶδές ἐστιν, ἐπὶ πόνοις πλείοσιν οὕτως ἔπαθεν· εἰ δ’ ὅλως οὐκ ἐπόνησεν ὁ ἄνθρωπος, οὐ διὰ κόπον κοπῶδες αὐτὸ γίγνεται τὸ μόριον, ἀλλ’ ἑτέρως· ὥστ’ ἀληθὲς εἰπεῖν, ἐπεὶ τάσεως αἴσθησίς ἐστιν ἄνευ τοῦ γυμνάσασθαι, πάντως | |
5 | εἶναι πληθώραν. γίγνεται δὲ, οὕτως εἰπόντων, ἀχώριστόν τε ἅμα καὶ ἴδιον τὸ σημεῖον, ἀκολουθούντων ἐξ ἀνάγκης ἀλ‐ λήλοις ἑκατέρων· ἥ τε γὰρ ἄνευ τῶν γυμνασίων τάσις ἕπεται πληθώρᾳ· γίγνεται γὰρ αὐτῆς ἀχώριστον σημεῖον, ὡς ὑπὸ αἰτίου τῆς πληθώρας ἀποτελούμενον· ἡ δὲ ἐπὶ τοσοῦτον | |
10 | αὔξησις τοῦ αἵματος, ὡς μηδέπω διατείνειν τὰς φλέβας, οὐ‐ δέπω πληθώρα. τί ποτ’ οὖν ἐμνημόνευσεν ὁ Ἐρασίστρατος ἐν τῷ λόγῳ βραχιόνων καὶ κνημῶν καὶ χειρῶν; καὶ γὰρ καὶ ἐν τραχήλῳ καὶ μεταφρένῳ καὶ ὀσφύϊ καὶ κατὰ θώρακα καὶ καθ’ ὑπογάστριον ἡ τοιαύτη συνίσταται τάσις. ὥσπερ | |
15 | δὲ τῶν κώλων ὁ Ἐρασίστρατος ἐμνημόνευσεν ἐκ περιττοῦ, κατὰ τὸν αὐτὸν τρόπον καὶ μειζόνως καὶ τῆς ἑλκώδους αἰσθήσεως· οὐ γὰρ πληθώρας αὕτη γνώρισμά ἐστιν, ἀλλ’ ἐπὶ δακνώδεσι γίνεται χυμοῖς, οἵαπερ τοῖς ἡλκωμένοις μέ‐ | |
ρεσιν, ἤτοι ψαύοντος αὐτῶν τινος, ἢ ἰχῶρος ἐρεθίζοντος, | 547 | |
7.548 | ἢ φαρμάκου δάκνοντος, ἢ κᾀν ταῖς κινήσεσι μόναις γίγνεται. ὥσπερ γὰρ ἡ τάσις οἰκεία ἐν τῷ πλήθει χυμῶν ἐστι διατεινόν‐ των τὰ περιέχοντα, οὕτως ἡ ἑλκώδης αἴσθησις ἕπεται δακνώ‐ δει ποιότητι· καὶ διὰ τοῦτο συνίσταται πολλοῖς ἐνίοτε καὶ | |
5 | καθ’ ὅλον τὸ σῶμα, μὴ ὅτι πληθώραν ἔχουσιν, ἀλλὰ μηδὲ τὸ σύμμετρον αἷμα. Καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, καιρὸς ἤδη διορίσασθαι περί τινος ὧν ἔμπροσθεν ἀνε‐ βαλλόμεθα, ἐπειδὴ ἐσκοπούμεθα μέχρι τοῦ δεῦρο τὰ ὑπ’ | |
10 | Ἐρασιστράτου γεγραμμένα σημεῖα. τὸ γάρτοι πλῆθος, εἴτ’ οὖν πρὸς τὴν δύναμιν, εἴτε πρὸς τὴν τῶν περιεχόντων χώραν νοοῖτο, βέλτιον μὲν ἦν δήπου διορίσασθαι, πότερον ἐν αἵ‐ ματι μόνῳ, ἢ καὶ τοῖς ἄλλοις ἅπασι χυμοῖς συνίστασθαι πέ‐ φυκε· παραλέλειπται δὲ καὶ τοῦτ’ αὐτοῖς ἀδιόριστον. ἐπεὶ | |
15 | τοίνυν οὐ μόνον ταῦτα τὰ παθήματα καταλαμβάνει τοὺς χυ‐ μοὺς, ἔνδειά τε καὶ πλῆθος, ἀλλὰ καὶ ποιότης ἄτοπος, πάν‐ τας ἠρώτησα τοὺς ἰατροὺς, ὅσοι τε πρὸς τὴν δύναμιν νοοῦσι | |
τὸ πλῆθος ὅσοι τε πρὸς τὴν αὔξησιν τῶν ὑγρῶν, πότερον | 548 | |
7.549 | αὐξηθέντος μόνου τοῦ αἵματος τοσοῦτον, ὡς μὴ στέγεσθαι, τείνεσθαι συμβήσεται ταῖς φλεψί· εἰ δ’ ἤτοι φλέγμα εἰς ὁτιοῦν ἄλλο μόριον, ἢ καὶ αὐτὰς τὰς φλέβας, ἢ καὶ σὺν τούτῳ τε καὶ χωρὶς τούτου χολή τις, ἢ ἰχὼρ, ἢ πνεῦμα φυσῶδες ἐς | |
5 | πλῆθος ἀθροισθείη τοσοῦτον, ὡς μὴ χωρεῖσθαι μηκέτι πρὸς τοῦ περιέχοντος, οὐχὶ καὶ νῦν ἀναγκαῖον ἔσται, τάσεως αἰ‐ σθέσθαι τὸ ζῶον; ἂν ὑπάρχῃ τὸ τεινόμενον μόριον αἰσθητι‐ κὸν, ἀναγκαῖόν ἐστιν ἐπὶ παντὶ τῷ διατείνοντι καὶ μὴ στεγο‐ μένῳ τὴν αἴσθησιν τῆς τάσεως τῷ ζώῳ γενέσθαι, καὶ τὸ | |
10 | πάθημα αὐτὸ καταλαμβάνειν τὰ μόρια, τὴν ὀνομαζομένην τάσιν, ἧς ἐπὶ πλέον αὐξανομένης, ἀνάγκη τε καὶ ῥαγῆναι τὸ τεινόμενον. ἐμοὶ μὲν τοιοῦτον δοκεῖ τοῖς ἐναργῶς φαινομέ‐ νοις ὁμολογεῖν. ὁρῶνται γὰρ οὐ νεῦρα μόνον, ἢ σχοινία ῥηγνύμενα τῷ βιαίῳ τῆς τάσεως, ἀλλὰ καὶ πίθοι πολλάκις | |
15 | ὑπὸ γλεύκους πνευματωθέντος. ἔναγχος γοῦν ἀγγεῖον κασ‐ σιτέρινον εἰς τοσοῦτον διεφυσήθη πρὸς τοῦ περιεχομένου κατ’ αὐτὸ φαρμάκου τοῦ διὰ τῶν ἐχιδνῶν, ὥστε καὶ τὸ περικείμε‐ | |
νον αὐτῷ δέρμα καὶ τὸ σχοινίον ᾧ κατεδέδετο ῥαγῆναι καὶ | 549 | |
7.550 | τὸ πῶμα κυρτωθῆναι. καὶ μὲν δὴ καὶ ὅτι μεγίσταις ὀδύναις ἐνίοτε καταλαμβάνονταί τινες, ὑπὸ φυσώδους πνεύματος κα‐ ταληφθέντος ἔν τισι τοῦ ζώου μέρεσι, καὶ ὡς ἐν τῷ κώλῳ μάλιστα συμβαίνειν εἴωθε τοῦτο, γινώσκειν ἡγοῦμαι πάντας, | |
5 | οἷς ἐπιμελές ἐστιν ἀκολουθεῖν τε καὶ διασκέπτεσθαι τὰ καθ’ ἑκάστην ἡμέραν ἐπὶ τῶν καμνόντων ὁρώμενα. βέλτιον οὖν ὑπὸ πάσης οὐσίας ὑγρᾶς καὶ πνευματώδους εἰς τονώδη διάθεσιν ἄγεσθαι νομίζειν τὰ μόρια, ἢ μόνῳ τῶν χυμῶν αἵ‐ ματι πληθύνοντι τοιοῦτον ἕπεσθαι πάθημα. μεταβῶμεν οὖν | |
10 | αὖθις πρὸς τοὺς ὡς πρὸς τὴν δύναμιν ἡγουμένους ἀεὶ συνί‐ στασθαι τὸ πλῆθος, ἐρωτήσωμέν τε καὶ τούτους ἕν τι τῶν προχειροτάτων, ὑποθέμενοι τοιάνδέ τινα ὑπόθεσιν, ὡς ἐπὶ παραδείγματι. (μόρια) βασταζέτωσαν ἄνθρωποι δύο κατὰ τῶν ὤμων ἀναθέμενοι ὁ μὲν ξύλον, ἢ λίθον, ἤ τι φορτίον | |
15 | βαρύτατον, ὁ δὲ ἕτερος ἀκάνθας ὀλιγίστας, ὀξυτάτας· εἶτ’ ἐρωτήσωμεν ἐπὶ τῷ τοιούτῳ θεάματι τοὺς πρὸς τὴν δύναμιν ἀεὶ νοοῦντας τὸ πλῆθος, εἰ καὶ τὰς ὀλίγας ἀκάνθας ὀνομά‐ | |
ζουσι φορτίον, ἢ τὸ μὲν ἀνιᾶσθαι πρὸς ἑκατέρου τῶν βαστα‐ | 550 | |
7.551 | ζομένων κοινόν τι σύμπτωμα τοῖς ἀνθρώποις ἐστὶν, ἡ δὲ τῆς ἀνίας ἰδέα πάμπολυ διαλλάττουσα· τῷ μὲν γὰρ βαρύ‐ νεσθαι χωρὶς τοῦ νύττεσθαι, τῷ δὲ νύττεσθαι χωρὶς τοῦ βαρύνεσθαι συμβέβηκεν. ὅλως δ’ ἄν τις τὸ νύττεσθαι, | |
5 | ἢ δάκνεσθαι, ἢ ὁπωσοῦν ἀνιῶν φορτίον καλῇ καὶ πλῆθος, ἀναγκασθήσεταί ποτε καὶ μίαν ἄκανθαν ἢ βελόνην λεπτοτάτην καλεῖν φορτίον, οὗ τί ἂν εἴη γελοιότερον; ἔστιν οὖν ἄτοπα ταῦτα καὶ παρὰ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας. ἡμῖν δὲ οὐκ ἀνατρέπειν, ἀλλὰ φυλάττειν τὰς κοινὰς ἐννοίας | |
10 | πρόκειται. πολὺ μὲν οὖν ἡγούμεθα τὸ βαρῦνον, ἀνιαρὸν δὲ τὸ δάκνον, ἢ νύττον, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. καὶ μὴν ὅτι δακνώδεις πολλοὶ τῶν χυμῶν εἰσιν, οἱ μὲν ἐν ἡμῖν αὐτοῖς τὴν γένεσιν ἔχοντες, οἱ δὲ ἔξωθεν ἡμῖν ἐπιφερόμενοι, παντὶ τοῦτο πρόδηλον. εἰσὶ δ’ αὐτῶν τέτταρες ἐν τῷ μᾶλ‐ | |
15 | λόν τε καὶ ἧττον διαφοραί· μετρίως μὲν γὰρ δάκνοντες κνησμώδεις εἰσὶν, ὥσπερ ἡ σκίλλα· σφοδρότερον δὲ, δα‐ κνώδεις, ὥσπερ τὸ κρόμμυον· εἰ γὰρ ἐπὶ πλέον ὁμιλήσειεν | |
ἡμῶν τὸ σῶμα τοιαύτῃ φύσει σώματος, ἑλκωθήσεται· | 551 | |
7.552 | τὰ δὲ ἔτι μᾶλλόν ἐστι τούτου δριμέα, καὶ μάλιστα ὅταν ἡλ‐ κωμένοις προσφέρηται, φρίκην ἐργάζεται. φρίκης δὲ ἐκτα‐ θείσης τε καὶ αὐξηθείσης τὸ σύμπτωμα ῥῖγος ὀνομάζεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐν ἡμῖν συνίστανται δακνώδεις | |
5 | χυμοὶ κατὰ τέτταρας ἰδέας· κνησμώδεις μὲν γὰρ ἐξ αὐτῶν εἰ‐ σιν οἱ μετρίως ἀμύττοντες, ἑλκώδη δὲ αἴσθησιν ἐμποιοῦσιν οἱ τούτων δακνωδέστεροι, φρίκην δὲ οἱ τούτων μᾶλλον δάκνον‐ τες, οἱ δ’ ἱκανῶς δακνώδεις τὸ ῥῖγος. λέλεκται δὲ περὶ τού‐ των ἐν πολλαῖς πραγματείαις, ἀλλ’ ἱκανὰ τῷ βουληθέντι | |
10 | σύνοψίν τινα λαβεῖν αὐτῶν τὰ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν εἰρημένα καὶ τῷ τετάρτῳ τῶν ὑγιεινῶν· εἰ δὲ καὶ τὸ περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἀναλέξαιτό τις γράμμα καὶ τὴν προηγουμένην αὐτῶν πραγματείαν τὴν περὶ κράσεων, ἐπιστημονικώτερον ἂν οὕτως πεισθείη περὶ τῆς τῶν | |
15 | δακνωδῶν φύσεως. ἀλλὰ οἱ πολλοὶ τῶν ἰατρῶν ὅμοιόν τι πεπόνθασι τῷ πρὸς Ἱπποκράτους εἰρημένῳ περὶ τῶν ἐπὶ κατάγμασιν ἢ τοιούτοις τισὶ παθήμασι τὰ προσταττόμενα μὴ | |
ποιούντων· καὶ γὰρ κᾀκεῖνοι, καίτοι ὑγιεῖς ἐθέλοντες γενέσθαι, | 552 | |
7.553 | τὸν ἐν τῇ θεραπείᾳ κάματον οὐχ ὑπομένουσιν, ὥσπερ οὗτοι τὸν ἐν τῷ μανθάνειν. ἀλλ’ οὔτε ἐξαίφνης ὑγιεῖς οἷόν τε γενέ‐ σθαι μόνῳ τῷ βούλεσθαι τυχόντας τοῦ τέλους, οὔτε τού‐ τους ἐπιστημονικοὺς, ἄνευ τοῦ διελθεῖν ἅπασαν τὴν ὁδὸν, ἣν | |
5 | ἀρτίως ἐδήλωσα. γνώσονται γὰρ, εἰ βουληθεῖεν, ὡς ἡ ἑλκώ‐ δης ὅλου τοῦ σώματος αἴσθησις, ἥ τε ἐπὶ πλέοσι γυμνασίοις ἀήθως παραληφθεῖσι γιγνομένη καὶ ἡ χωρὶς γυμνασίων ἄφνω συστᾶσα, δακνώδους ἔγγονος ὑπάρχει χυμοῦ. καὶ διὰ τοῦτο τοὺς πλέον γυμνασαμένους ἐλαίῳ τε πλείονι καὶ τρίψει μα‐ | |
10 | λακῇ καὶ λουτροῖς γλυκέων ὑδάτων θερμοῖς ἀκριβῶς εὐκρά‐ τοις οἱ γυμνασταὶ θεραπεύουσιν, ὡς διαφορηθῆναι τοὺς δακνώδεις χυμοὺς, ὅσοι γυμνασαμένων ἀμετρότερον ἐγεννή‐ θησαν ἐπὶ συντήξει πιμελῆς καὶ σαρκὸς μαλακῆς, ἢ δι’ αὐτοὺς τοὺς ἐν τῷ σώματι χυμοὺς ἰσχυρῶς θερμανθέντας. εἴ τις οὖν | |
15 | ὑπομείνειε τὰς τούτων ἀποδείξεις ἐκμανθάνειν, ἐκεῖνος ἂν μό‐ νος πεισθείη βεβαίως, τὴν μὲν ἑλκώδη διάθεσιν ἐπὶ δακνώδεσι γίγνεσθαι χυμοῖς, τὴν δὲ τοῦ βάρους ἐπὶ πολλοῖς πρὸς τὴν | |
δύναμιν, τὴν δὲ τῆς τάσεως ἐπὶ πολλοῖς μὲν καὶ ταύτην, ἀλλ’ | 553 | |
7.554 | ὡς πρὸς τὴν περιέχουσαν ἑαυτοὺς χώραν, οὐ τὴν δύναμιν τῶν (περιεχομένων) σωμάτων. Ἐρασίστρατος δὲ ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, αὐτὴν μὲν τὴν γένεσιν τῆς πληθώρας διερ‐ χόμενος, ἐναργέστατα διδάσκει τὴν τρίτην τῶν εἰρημένων | |
5 | διάθεσιν, ἑξῆς δὲ ἐπὶ τὰ γνωρίσματα τρεπόμενος, οὐ μᾶλλόν τι ταύτης ἢ τὰ τῶν ἄλλων ἔγραψεν. ἡ μὲν γὰρ τάσις ταύτης μόνης, ὅπερ ἐκεῖνος ὠνόμασε παρεμπίμπλα‐ σθαι· τὸ δὲ ἑλκώδη γενέσθαι τὴν αἴσθησιν οὔτε τοῦ προει‐ ρημένου πλήθους οὔτε τοῦ πρὸς τὴν δύναμιν ἴδιον γνώρισμα· | |
10 | πολὺ δὲ μᾶλλον οὐδὲ τὸ βαρυτέρους τε καὶ δυσκινητοτέρους ἀποτελεῖσθαι· καὶ γὰρ καὶ τοῦτο ἴδιόν ἐστι τοῦ πρὸς τὴν δύναμιν πλήθους. ὀλίγου τοίνυν ἐδέησεν αὐτῷ πᾶσαν ἡμῖν γράψαι τὴν τῶν ἐμπειρικῶν συνδρομήν· ἀμέλει καὶ μέρος τι τῆς τριχρόνου λεγομένης σημειώσεως, ἣν οἱ περὶ τὸν Ἡρόφιλον | |
15 | εἰσήγαγον ὁμοίως τοῖς ἐμπειρικοῖς, ἔγραψεν ἐν τῷ οὕτω φάναι· τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης μήτε ἐκπο‐ νουμένης κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρινομέ‐ | |
νης· οὐδὲν γὰρ διήνεγκεν ἢ ταῦτα εἰπεῖν, ἢ ὡς ἐκεῖνοι λέγουσιν, | 554 | |
7.555 | ἀργὸν βίον, ἐπίσχεσίν τε συνήθων ἐκκρίσεων. ἀργὸν μὲν γὰρ τὸν ἔμπροσθεν βίον ἐνεδείξατο, μήτε ἐκπονουμένης, φήσας, κατὰ τὸ εἰθισμένον ἑκάστῳ· τὴν δὲ τῶν ἐκκρίσεων ἐπίσχεσιν ἐν τῷ προσγράψαι, μήτε ἄλλως ἐκκρινομένης, (ἡ διὰ χρόνον | |
5 | σημείωσις τοῦ πλήθους) ἐκ μὲν τοῦ προγεγονότος χρόνου λαμβάνων τὸν ἀργὸν βίον ἅμα τῇ τῶν ἐκκρίσεων ἐπισχέσει· ἐκ δὲ τοῦ νῦν ἐνεστῶτος τό τε παρεμπίμπλασθαι καὶ τὴν ἑλκώδη διάθεσιν, ὄκνον τε πρὸς τὰς κινήσεις, καὶ βάρος ὅλου τοῦ σώματος, ὅσα τε ἄλλα τοιαῦτα προστιθέασιν· ἐκ δὲ τοῦ | |
10 | μέλλοντος, ὅτι περ κενωθέντες οἱ οὕτως ἔχοντες καλῶς ὤνην‐ ται, ὅπερ Ἐρασιστράτῳ παραλέλειπται. μαρτύριον μὲν γὰρ τοῦτο τῆς ὀρθῆς διαγνώσεώς τε ἅμα καὶ θεραπείας ἐστί· δια‐ γνώσεως δὲ, ἢ ὡς ἐκεῖνοι καλοῦσι, σημειώσεως, οὐδὲν ἂν εἴη μέρος, εἴ γε διὰ τῆς σημειώσεως σημειοῦσθαι βουλόμεθα τὰς | |
15 | διαθέσεις, ἵνα ἐξεύρωμεν τὴν προσήκουσαν θεραπείαν. ὥστε εἴ γε ἐξ ἄλλου τινὸς οἷόν τ’ ἦν ὁρμηθέντας θεραπεῦσαι προσηκόντως, ἡ σημείωσις ἂν ἦν περιττή. τοῦ δ’ ἐνεστῶ‐ | |
τος χρόνου μεμνημένος, ἔρευθός τε καὶ διάτασιν ἀγγείων | 555 | |
7.556 | παραλέλοιπεν, ἃ καὶ αὐτὰ προστιθέασιν οἱ ἐμπειρικοὶ σχε‐ δὸν ἅπαντες, οὐκ ὀλίγοι δὲ τῶν δογματικῶν, ὥσπερ καὶ ἄλλα τινὰ, καθάπερ εἴρηται. καίτοι γε ὧν ὡς ἐν αἵματι μόνῳ τὴν τῆς πληθώρας ὑποτίθεται γένεσιν, οὐ κακῶς ἐπ’ ἐκείνων | |
5 | πρόσκειται τῇ διαγνώσει τὸ ἔρευθος ἥ τε διάτασις τῶν ἀγ‐ γείων· ἔτι γε μὴν μᾶλλον, ὡς τὸ παρεμπίμπλασθαι φάναι βραχίονάς τε καὶ χεῖρας καὶ κνήμας, οὐ μᾶλλον τοῦ κατὰ τὰς σάρκας τε καὶ ὅλους τοὺς μύας πλήθους, ἢ τοῦ τῶν φλεβῶν θήσεται, ἰδίαις ὑποθέσεσιν ἑπόμενος. ἀλλά τοι καὶ οὕτως | |
10 | ἀναγκαῖον ἦν διττὴν ποιήσασθαι διάγνωσιν, ἑτέραν μὲν τοῦ τῶν αἰσθητῶν τούτων φλεβῶν, ἃς ἅπαντες ἄνθρωποι βλέπο‐ μεν· ἑτέραν δὲ, ἣν ἐκεῖνος ἐθεάσατο μόνος. οἶμαι τοίνυν ἤδη πρόδηλον γεγονέναι τοῖς γε προσέχουσι τὸν νοῦν, ὡς οὐ μικρὸν εἴη πρᾶγμα διαγνῶναι πλῆθος. ὅπου δ’ ἂν | |
15 | οὐδ’ ἄχρι λόγου διαγνῶναι ῥᾴδιον, ἀλλ’ ἄπορον παντοίως ἐστὶ, σχολῇ γ’ ἂν ἐπὶ τῶν ἔργων ἀπὸ ταὐτομάτου κα‐ τορθωθείη μήτε προδιασκεψαμένοις τι περὶ αὐτοῦ μήτ’ | |
ἐξευροῦσιν. | 556 | |
7.557 | Ἀπὸ γοῦν τῶν ἐμπειρικῶν αὖθις ἀρξώμεθα τοῦ περὶ πλήθους λόγου, ἐπειδὴ δοκοῦσιν ἀσφαλῶς πάνυ τὰς εἰρημένας ἀπορίας ἀποδιδράσκειν, ὁμολογήσαντες αὐτοὶ μὲν μηδ’ ὅλως ἐπίστασθαι περὶ τῆς τοῦ πλήθους οὐσίας, | |
5 | ἐπὶ δὲ τοιᾷδέ τινι συνδρομῇ τετηρῆσθαι φάσκοντες ὠφελοῦσαν ἀφαίρεσιν αἵματος, ἣν συνδρομὴν ὀνομάζουσι πληθωρικήν. ἅπαντα γὰρ ἀθροίσαντες εἰς ταὐτὸν, ὅσα τῶν δογματικῶν ἑκάστῳ λέλεκται, νομίζουσι μὲν ἐκφεύγειν ἐκ τούτων τὰς ἐκεί‐ νων ἀπορίας, ἐλέγχονται δὲ αὐτῶν πολὺ μειζόνως, εἴ τις | |
10 | προσέχοι τὸν νοῦν οἷς λέγουσιν, ἃ πάλιν ἐξ ἀρχῆς ἅπαντα κάλλιον ἐπελθεῖν. ἔστω τοίνυν ἐν μὲν τῷ προγεγονότι χρόνῳ συνήθης μὲν ἐπὶ τῶν ἐξ ἀρχῆς ἐδεσμάτων ἡ δίαιτα, καί τισιν αὐτῶν ἐν πλησμονῇ μᾶλλον ἢ πρόσθεν, ἐπίσχεσις δὲ τῆς ἐκκρίσεως, ὅ τε σύμπας βίος ἀργός· ἐν δὲ τῷ παρόντι τά‐ | |
15 | σις ὅλου τοῦ σώματος, ἤ τινων μορίων, ὄκνος τε πρὸς τὰς κινήσεις, ἀτονία τε περὶ τὰς ἐνεργείας, καὶ βάρους αἴσθησις, ἑλκώδους τε διαθέσεως, ἅμα τῷ τῶν φλεβῶν ὄγκῳ· προσκεί‐ | |
σθω δὲ, εἰ βούλει, καὶ τὸ ἔρευθος, ἐπειδὴ καὶ τοῦτο | 557 | |
7.558 | λέγουσιν ἔνιοι, καὶ μὴν καὶ ὁ τοῦ σύμπαντος σώματος ὄγκος, ἀνώμαλός τέ τις καὶ κοπώδης διάθεσις· εἰσὶ γὰρ οἳ καὶ ταῦτα προστιθέασιν. ἐρωτήσομεν οὖν αὐτοὺς, ἅπερ ἐγὼ μει‐ ράκιον ὢν ἠρώτησα τὸν ἐμπειρικὸν διδάσκαλον, ὅτε με πρῶ‐ | |
5 | τον ταῦτα ἐδίδασκεν, ἆρά γε πάνθ’ ἅμα τὰ εἰρημένα συνελ‐ θεῖν δεῖ πρὸς τὴν, ὡς αὐτοὶ λέγουσιν, ἀνάμνησιν τῆς κε‐ νώσεως, ἢ κᾂν ἓν ἐξ αὐτῶν θεάσωνται, φλεβοτομήσουσιν αὐτίκα; πρὸς μὲν οὖν τὴν πρώτην ἐρώτησιν ἑτοίμως ἀπε‐ κρίνατό μοι, πάντα φάσκων συνελθεῖν χρῆναι· τοιοῦτον γὰρ | |
10 | πρᾶγμα τὴν συνδρομὴν ὑπάρχειν, ἄθροισμα τῶν συμπληρούν‐ των αὐτὴν ἁπάντων. ἐπειδὴ δὲ πρῶτον μὲν ἀνέμνησα δυοῖν ἀνθρώπων, οὓς ἔναγχος αὐτὸς ἐκεῖνος ἐκέλευσε φλεβοτομη‐ θῆναι, τὸν μὲν ὀφθαλμιῶντα σφοδρῶς, τὸν δὲ ἐκπεσόντα τοῦ ὀχήματος, εἶτ’ ἐμπλακέντά γε τοῖς ἱμᾶσι καὶ συρέντα | |
15 | ἐπὶ πλέον, ὡς θλασθῆναί τινα μέρη· μετὰ δὲ ταῦτα διασιωπήσαντος αὐτοῦ, καὶ ἄλλου τινὸς ἀνεμνήσθην, ὃν καὶ αὐτὸν πυρέττοντα μὲν μετρίως, οὐ φέροντα δὲ τὸ | |
ἄλγημα τῆς κεφαλῆς, ἐφλεβοτόμησεν· ἄλλον δὲ πλευριτικὸν, | 558 | |
7.559 | οὐδὲ τοῦτον ἔχοντα τὴν εἰρημένην ἅπασαν συνδρομήν· ἐν ἀπορίᾳ κατέστη μεγίστῃ. καὶ τοίνυν καὶ διῄειν ἐπὶ πλέον αὐτῷ καὶ ἄλλους μέν τινας ὁμοίους, ἀλλὰ καὶ περὶ τῶν εἰρη‐ μένων ἀνεμίμνησκον, ὅτι τοσούτῳ δέοντας αὐτοὺς ἅπασαν | |
5 | ἔχειν τὴν συνδρομὴν ἐφλεβοτόμησεν, ὥστ’ ἐγὼ μὲν ἔφην οὐδὲ δύο τινὰ τούτων ἀναμιμνήσκεσθαι τοῖς ἀνθρώποις ὑπάρ‐ χοντα. τὸν μὲν γὰρ τοῦ ὀχήματος ἐκπεσόντα, γυμναζόμενον ὁσημέραι, καὶ πάσαις ταῖς συνήθεσιν αὐτάρκως ἐκκρίσεσιν ἐκκενούμενον, ἐσθίοντά τε σύμμετρα, καὶ σχεδὸν ὅλης ἡμέ‐ | |
10 | ρας ἡμῖν συνδιατρίβοντα, καὶ μήτε ἐκείνῳ μήτε ἄλλῳ τινὶ δο‐ κοῦντα δεῖσθαι κενώσεως, ἐπειδὴ κατενεχθεὶς ἐθλάσθη τινὰ μόρια, φλεβοτομίας ἠξίωσε, οὔτε ἔρευθός τι προσκτησάμενον, οὔτ’ ἀγγείων ὄγκον, οὔτ’ ἄλλο οὐδὲν ἐκ τῶν τῆς συνδρομῆς, ἀλλὰ μόνον ἀλγοῦντα τὰ τεθλασμένα μόρια. κατὰ ταὐτὰ δὲ | |
15 | καὶ τὸν ὀφθαλμιῶντα καὶ τὸν τὴν κεφαλὴν ὀδυνώμενον, οὐδὲν ὅλως ἔχοντας τῶν εἰρημένων ἐν τῇ πληθωρικῇ συνδρο‐ μῇ, καὶ ἄλλους δὲ πολλοὺς ὑφ’ ἡμῶν οἶδα φλεβοτομηθέντας, | |
ἤτοι μηδ’ ὅλως ἔχοντας μηδὲν ἐκ τῆς πληθωρικῆς συνδρομῆς, | 559 | |
7.560 | ἢ οὐ πάντα γε ἅμα τὰ πρὸς ἡμῶν λεγόμενα. νυνὶ γὰρ, ἔφην, ἀναμιμνήσκων ἐμαυτὸν, οὓς εἶδον ὑφ’ ὑμῶν φλεβοτομηθέν‐ τας, οὐδενὸς ἐξ αὐτῶν εὐπορῶ τοῦ τὴν ἐν τοιούτοις συμ‐ πτώμασιν ἅπασαν ἔχοντος συνδρομήν· ἀλλ’ ὁ μέν τις, | |
5 | ὅτι κοπώδης ἦν, ἐφλεβοτομήθη, μηδὲν ἄλλο ἔχων· ὁ δὲ, ὅτι πυρέττων σφοδρῶς, ἢ ἀλγῶν ὀφθαλμοὺς, ἢ κεφα‐ λὴν, ἢ αἱμοῤῥοΐδας ἐπεσχημένος, ἢ καταμήνια γυνὴ, οὐ πάντα δὲ, ὅσαπερ ἡ πληθωρικὴ συνδρομὴ βούλεται συνελθεῖν. εἰ μὲν οὖν ἁπάσας τὰς διαθέσεις, ἐφ’ αἷς τετήρηται φλεβοτο‐ | |
10 | μία συμφέρουσα, πληθωρικὰς ὀνομάζεις, ὥρα λέγειν ἡμᾶς ὀφθαλμίαν, πλευρῖτιν, ἄλγημα σφοδρὸν, ἐξ ὀχήματος κα‐ τάπτωσιν, ἕτερά τε μυρία, πληθωρικὰς συνδρομάς· εἰ δὲ τούτων οὐδὲν ἐν τῇ πληθωρικῇ συνδρομῇ περιέχεται, τὸ δὲ τῶν συμπτωμάτων ἄθροισμα τῶν ἔμπροσθεν εἰρημένων ὀνο‐ | |
15 | μάζεται πληθωρικὴ συνδρομὴ, οὐδένα χρὴ φλεβοτομεῖν πρὶν ἅπαντα ἔχειν αὐτά. πῶς μὲν οὖν ἐκεῖνος ἀπήντησέ μοι πρὸς | |
ταῦτα, καὶ οὐδὲν πρέπον ἀπεκρίνατο, μακρᾶς ἔργον σχολῆς, | 560 | |
7.561 | οὐ τῶν νῦν ἡμῖν προκειμένων ἔργον οἰκεῖον· ἐγὼ δὲ ἐπειδήπερ οὐ σχολὴν ἀδολεσχεῖν ἄγω νῦν, ἔγνων μὴ νῦν, ἐν δὲ τῷ περὶ φλεβοτομίας λόγῳ τοὺς σκοποὺς ἅπαντας ἐπιδεῖξαι προῄ‐ ρημαι τοῦ βοηθήματος, οὓς οὐδ’ αὐτούς τις ἀκριβῶς τε καὶ | |
5 | διωρισμένως ἔγραψε. Ἐάσας οὖν ἐν τῷ παρόντι τὸ πρὸς τοὺς ἐμπειρικοὺς, αὖθις ἐπάνειμι πρὸς τοὺς λογικοὺς, ἕκαστον τῶν συμπτωμάτων ὧν ἔγραψαν ἐπισκοπούμενος. ἔνια μὲν γὰρ αὐτῶν τοῦ πρὸς τὴν δύναμίν εἰσι πλήθους, ἔνια δὲ τοῦ | |
10 | κατὰ τὸ ἔγχυμα, τινὰ δὲ οὐχ ἁπλῶς ἐστι σημεῖα πλήθους, ἀλλὰ τοιοῦδε πλήθους, τινὰ δὲ ὅλως οὐδενὸς πλήθους, ἀλλ’ ἤτοι κακοχυμίας τε καὶ διαφθορᾶς, ἢ ἀῤῥώστου δυνάμεως, ἢ ὄγκου τῶν στερεῶν σωμάτων. ὅτι δὲ οὕτω τοῦτ’ ἔχει, μά‐ θοις ἂν, εἰ προσέχοις τοῖς λεχθησομένοις τὸν νοῦν. ἡ μὲν δὴ | |
15 | τονώδης διάθεσις, ὅταν ἄνευ γυμνασίων συμπίπτῃ, ἐνδείκνυ‐ ται μὲν πάντως πολλὴν οὐσίαν ἐν αἰσθητικῷ σώματι περιέχε‐ σθαι, οὐ μὴν ἥτίς γέ ἐστιν ἡ οὐσία, ἢ τὸ εἶδος αὐτῆς, ἔτ’ | |
ἐνδείκνυται, κατά γε τοῦτο μόνον αὐτὸ τὸ τείνεσθαι, κοινὸν | 561 | |
7.562 | κοινὸν ὑπάρχον ἁπάσης οὐσίας, καὶ λεπτῆς, καὶ παχείας, καὶ μέσης τῇ συστάσει, καὶ πνευματώδους, ἔτι τε θερμῆς τε καὶ ψυχρᾶς, ἢ μέσης, ἀλλ’ ἑτέρων τινῶν δεῖται δια‐ γνωρισμάτων εἰς τὸν τούτου διορισμόν. ἡ δὲ ἐν ταῖς ἐνερ‐ | |
5 | γείαις ἀτονία τὴν δύναμιν ἀῤῥωστοτέραν δείκνυσι, τῷ ἐπισχεῖν τὸ κινοῦν, ὡς ἐπὶ χειρῶν κινήσεως ἀσθενοῦς· πολλαῖς γὰρ ἀκολουθεῖ καταστάσεσιν· εἴτε γὰρ αὐξηθείη τινὶ τό τε σαρκῶδες καὶ τὸ πιμελῶδες γένος, ἐν τοῖς αὐτοῖς ὅροις διαμενούσης τῆς δυνάμεως, ἀνάγκη τὰς κι‐ | |
10 | νήσεις ἀτονωτέρας γίγνεσθαι, μένοντος μὲν ἴσου τοῦ κινοῦντος, αὐξηθέντος δὲ τοῦ κινουμένου· εἴτε τῶν χυ‐ μῶν τις εἷς, ἢ καὶ πάντες ἅμα πλεονάσειαν, μὴ συν‐ αυξηθείσης αὐτοῖς τῆς δυνάμεως, ἀνάγκη καὶ νῦν ἀτο‐ νωτέρας γενέσθαι τὰς ἐνεργείας· εἴτ’ ἄμφω μὲν συναυξη‐ | |
15 | θείη, τά τε παρεγχύματα καλούμενα καὶ τὰ ὑγρὰ, μὴ συναυξηθείη δὲ ἡ δύναμις, εἴτε τούτων ὡσαύτως ἐχόντων, ἡ δύναμις ἀσθενεστέρα γένοιτο. δύναιτο δ’ ἄν ποτε καὶ | |
ἄμφω συνελθεῖν, ὥστε τὴν δύναμιν ἀῤῥωστοτέραν γενέσθαι, | 562 | |
7.563 | καὶ τοὺς χυμοὺς ἅμα τοῖς παρεγχύμασιν ἢ πλέονας ἢ ἐλάττους εἶναι, θάτερον αὐτῶν ὁποτερονοῦν, ἀτονώτεραι αἱ ἐνέργειαι καὶ διὰ ταῦτα γίγνονται, καθ’ ἕν τε συμβαῖνον ἕκαστον αὐτῶν, καὶ κατὰ δύο, καὶ πλείω, καὶ πάνθ’ ἅμα. | |
5 | τὸ γὰρ ἐπὶ τῇ τῶν στερεῶν σωμάτων εὐτροφίᾳ νομίζειν ποτὲ δύνασθαι κίνησιν ἀτονωτέραν ἀπεργασθῆναι μὴ γι‐ νωσκόντων ἐστὶν ἀνθρώπων, ὡς δι’ ὅλων τῶν στερεῶν σω‐ μάτων αἱ δυνάμεις διήκουσιν, ἀλλ’ ὥσπερ αὐλοὺς ἢ σωλῆνας πνεύματι τὰς ἀρτηρίας καὶ τὰ νεῦρα παρασκευαζόντων. εἴσῃ | |
10 | δὲ τὸ τῆσδε τῆς δόξης μοχθηρὸν ἐξ ἄλλων τε πολλῶν, ἀτὰρ οὐχ ἥκιστα καὶ δυοῖν ἡμετέρων πραγματειῶν, τῆς τῶν Ἱππο‐ κράτους καὶ Πλάτωνος δογμάτων καὶ τῆς τῶν φυσικῶν δυ‐ νάμεων. εὐεξίας μὲν οὖν ἴδιον ἡ τῶν στερεῶν σωμάτων εὐ‐ τροφία, εὐσαρκίας δὲ καὶ πολυσαρκίας ἡ τῶν σαρκῶν αὔξη‐ | |
15 | σις. ὡς τὰ πολλὰ μὲν οὖν ἀνάλογον ἡ πιμελὴ μᾶλλον αὔξεται, ποτὲ δὲ ἐν πιμελῇ μᾶλλον ἡ σὰρξ ἢ μόνη πιμελή. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι. καθάπερ | |
δὲ ἐν σαρκὶ τὸ μέν ἐστιν εὐσαρκία, τὸ δὲ πολυσαρκία, | 563 | |
7.564 | κατὰ τὸν αὐτὸν τρόπον ἐν αἵματι τὸ μὲν οἷον εὐαιμία τίς ἐστι, τὸ δὲ πολυαιμία. τὸ μὲν δὴ τῆς εὐαιμίας οὐκ ἄδη‐ λον ὅτι καὶ ποιότητι καὶ ποσότητι κατὰ φύσιν ἐστὶν ἀκρι‐ βῶς· τὸ δὲ τῆς πολυαιμίας ἄμεμπτον μὲν τῷ ποιῷ, τῷ ποσῷ | |
5 | δὲ οὐκ ἄμεμπτον, ἀλλὰ πάντως μὲν πλέον, ἤτοι γε τοῦ κατὰ φύσιν ἐκ γενετῆς ὑπάρχοντος, ἢ τοῦ πρὸς τὴν δύναμιν. ἐγχω‐ ρεῖ γάρ ποτε ἀλλήλοις συναύξεσθαι παρὰ τὴν ἐκ γενετῆς φύσιν ἀμφότερα, καὶ τὴν τῆς δυνάμεως ῥώμην καὶ τὸ πλῆθος τοῦ αἵματος, ὥσπερ ἐν ταῖς ἀθλητικαῖς εὐεξίαις· καὶ γὰρ τὰ | |
10 | ὑγρὰ καὶ σαρκώδη καὶ ἡ δύναμις ἀνάλογον ἀλλήλοις ἐπ’ αὐτῶν συναύξονται. καὶ τοίνυν ἤδη πρόδηλον, ὡς οὐδ’ οἱ τὸν ὄγκον εἰπόντες τοῦ σώματος ἓν τῶν πληθωρικῶν σημείων ἀληθεύουσιν· ὄγκος μὲν γὰρ φλεβῶν πληθωρικὸν ἂν εἴη ση‐ μεῖον, ὄγκος δὲ σαρκῶν καὶ πιμελῆς ἐκείνων ἂν εἴη πλῆθος | |
15 | αὐτῶν, οὐ μὴν ὅ γε νῦν ἡμεῖς ζητοῦμεν, ὃ δὴ καὶ πληθώρα καλεῖται. περὶ γὰρ τούτου τοῦ πλήθους, ὃ δηλονότι κένω‐ | |
σιν ἐνδείκνυται, προθέμενοι λέγειν ἐς τοσοῦτον, ὅ ποτε | 564 | |
7.565 | ὁμωνυμίαις ἐνδείκνυται, ἐσφάλησαν ἔνιοί τινες ἐξ αὐτῶν, ὥστε εἰς τὸ τῶν σαρκῶν τε καὶ τῆς πιμελῆς ἀπενεχθῆναι πλῆ‐ θος. οὕτω μὲν δὴ μοχθηρὸν πλήθους γνώρισμα, σώματος ὄγκος· αὐτῶν μὲν γὰρ ἂν ἐκείνων εἴη τῶν φλεβῶν ὧν ὁρῶ‐ | |
5 | μεν ἐνδεικτικὸς τῆς πληρώσεως, οὐ μὴν ἐξ ἀνάγκης γε τῶν ἐν τῷ βάθει· ἀλλ’ ἐνδέχεταί ποτε καὶ τῶν ἔξω φλεβῶν διατε‐ ταμένων οὐχ ὡσαύτως διατετάσθαι καὶ τὰς ἔνδον, οἷον αὐ‐ τίκα κρύους μὲν κατασχόντος, εἰς τὸ βάθος ἀπελαύνεται τὸ αἷμα, καὶ λειφαιμοῦσι μὲν οὕτω δὴ αἱ ἐκτὸς, ὡς μηδὲ φαί‐ | |
10 | νεσθαι· πάλιν δὲ ἀλέας γενομένης, ἢ λουσαμένων, ἐπὶ τὸ δέρμα καὶ τὰ ἐκτὸς τοῦ σώματος φέρεται τὸ αἷμα, καταλιπὸν τὸ βάθος· εἰ δὲ καὶ περικαὴς εἴη πυρετὸς, ἀναγκαῖον καὶ τότε καίεσθαι τῷ σώματι, καθάπερ ζέοντι, πνευματοῦσθαί τε καὶ χεῖσθαι. ὥστε ὁ τῶν φλεβῶν ὄγκος οὐκ ἔστιν ἀχώριστον | |
15 | γνώρισμα πλήθους χυμῶν, ἀλλὰ πρῶτον μὲν χρὴ τοιαύτην ὑπάρχειν τῷ σώματι κατάστασιν, ὡς μήτε τὰ ἔνδον τῶν ἔξω μήτε ἐκείνων ταῦτα πλεονεκτεῖν θερμότητι· δεύτερον | |
δὲ, μηδ’ ἄμετρον εἶναι καθ’ ὅλον τὸ ζῶον θερμότητα. | 565 | |
7.566 | ἐπὶ τούτοις προδιορισθεῖσιν εἴη ἄν ποτε σημεῖον ὁ τῶν φλε‐ βῶν ὄγκος αἱματικοῦ πλήθους νῦν λεγομένου, τοῦ κατ’ ἐπικράτησιν· ἀδύνατον γὰρ οὕτως ἀκριβὲς αἷμά ποτε περιέχεσθαι κατὰ τὰς φλέβας, ὡς μηδὲν αὐτῷ μήτε χολῆς ἐμ‐ | |
5 | φέρεσθαι, μήτε φλέγματος, μήτε ὀῤῥώδους ἰχῶρος, ὅθεν ἐγὼ κᾀν τοῖς ἔμπροσθεν ἠξίουν ὡσαύτως ἀκούειν, εἴτε τοὺς χυ‐ μοὺς πλεονάζειν, εἴθ’ αἷμα φήσαιμι. τοῦ γὰρ ἀμίκτου καὶ καθαροῦ τῶν ἄλλων ὑγρῶν αἵματος οὐδέποτε ἐν ταῖς φλεψὶ περιεχομένου, δέδεικται γὰρ τοῦθ’ ἡμῖν ἑτέρωθι, ὡς τοῦ μέν‐ | |
10 | τοι μικτοῦ, μὴ μέντοι γε ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐν συμμετρίᾳ τινι τοῖς κατὰ φύσιν ἔχουσι ζώοις, ἐπιμεμιγμένων αὐτῷ τῶν ἄλλων, οὐδὲν διοίσει χυμοὺς ἢ αἷμα προσαγορεύειν. συναυξα‐ νομένων γὰρ ἁπάντων ἐν τῇ κατὰ φύσιν συμμετρίᾳ τῷ κατ’ ἐπικράτειαν αἵματι, ταὐτὸν σημαίνει τὸ τῶν χυμῶν | |
15 | ὄνομα, καὶ οὐδὲν διαφέρει τοὺς χυμοὺς ηὐξῆσθαι λέγειν, ἢ τὸ αἷμα, τοῦ λόγου τοῦ φάσκοντος τοὺς χυμοὺς αὐτὸ τοῦτ’ ἐπιδεικνυμένου, τὸ περὶ τὴν ἀρχαίαν ἀναλογίαν πάντως πλεο‐ | |
νάσαι. τουτὶ μὲν οὖν ἡμῖν οὕτω διοριζέσθω, πάλιν δ’ ἐπὶ | 566 | |
7.567 | τὸ προκείμενον ἴωμεν. ὁ γὰρ τῶν φλεβῶν ὄγκος ἂν μήτε δι’ ἐπικράτησιν τῆς ἔξωθεν καταστάσεως, μήτε διάχυσίν τε καὶ ζέσιν ᾖ γενόμενος, αἱματικὸν εἶναι τὸ πλῆθος ἐνδείκνυται. χρὴ δὲ μηδὲ κατάῤῥοπον ἐσχηματίσθαι τὸ τοιοῦτον μόριον, | |
5 | ἢ κεκινῆσθαι προσφάτως ὑπὲρ τὰ ἄλλα· διὸ καί τινι λόγῳ περιλαβὼν ἄν τις ἅπαντας τοὺς κατὰ μέρος διορισμοὺς, τότ’ ἐνδείκνυσθαι φήσει τὸν ὄγκον τῶν φλεβῶν αἵματος πλῆθος, ὅταν ἅπαντα τὰ μόρια τὴν αὐτὴν κατάστασιν ἔχῃ μετὰ συμ‐ μέτρου θερμασίας, ὡς εἴγε ὡσαύτως μὲν ἅπαντα διακέοιτο, | |
10 | θερμότης δὲ ἄμετρος ὑπάρχοι, χύσις ἐν τῷδε γίγνεται τῶν χυ‐ μῶν εἰς ὄγκον αἴρουσα τὰς φλέβας, οὐ μὴν αἱματικόν γε τὸ πλῆθος, ἀλλὰ πνευματικὸν ἐνδείκνυται· πνευματοῦνται γὰρ οἱ χυμοὶ θερμαινόμενοι, διὸ καὶ ὅσοι τὸν ὄγκον τῶν φλεβῶν ἀπεφήναντο πλῆθος σημαίνειν, ἐὰν δὴ προσυπακούσῃ τις ἐν | |
15 | τῷ λόγῳ τὸ κατ’ ἐκείνας τὰς φλέβας, ἐν αἷσπερ ἂν ᾖ τοῦτο γινόμενον, ὀρθῶς εἰρηκέναι δόξουσι· πλείων γὰρ ἡ οὐσία τῆς πρόσθεν ἐξ ἀνάγκης ἐστὶν ἡ τὸν ὄγκον ἐργασαμένη ταῖς | |
φλεψὶν, οὐ μὴν ἤδη γέ πω δῆλον, ὁποῖόν τι τὸ πλῆθός | 567 | |
7.568 | ἐστιν· ἁπάσης γὰρ οὐσίας πολλῆς ὁ παρὰ φύσιν ὄγκος κοι‐ νὸς, εἴτ’ οὖν αἷμα καθαρὸν, εἴτε χολῶδες, εἴτε ὀῤῥῶδες, εἴτε φλεγματικὸν, εἴτε πνευματικὸν ὑπάρχοι. ὥσπερ δὲ τοῦτο κοινὸν ἁπάσης πλήθους διαφορᾶς, οὕτω καὶ τὸ τείνεσθαι | |
5 | τὰς φλέβας· ἕπεται γὰρ καὶ τοῦτο τῷ ποσῷ τοῦ πλήθους, οὐ τῇ κατ’ εἶδος διαφορᾷ. ὥστε ὁ ὄγκος καὶ ἡ τονώδης αἴ‐ σθησις οὐ μᾶλλόν τι χυμῶν ἢ πνεύματος ἐνδείξεται πλῆθος. εἰ μὲν οὖν τις ὧδέ πως ἀποφαίνοιτο, κατὰ τὰς τονώδεις αἰ‐ σθήσεις ἐξ ἀνάγκης πλῆθός ἐστιν, ἀληθὲς ἐρεῖ· καὶ μέντοι | |
10 | κᾂν οὕτως φήσειε, τὸ ἐν αἰσθητικοῖς μέρεσι πλῆθος ἐπιφέρει τινὰ διάθεσιν, ἀληθὲς ἐρεῖ καὶ αὐτός· εἰ δέ τις ἐάσας τὸ γε‐ νικὸν ὄνομα τὸ πλῆθος ἢ τοὺς χυμοὺς, αἷμα παραλάβοι κατὰ τὸν λόγον, οὐκ ἐξ ἀνάγκης ἀληθεύσει δι’ ἃς εἴπομεν αἰτίας. ὅτι δ’ οὐδὲ πλήθους ἁπλῶς, ἀλλὰ τοῦ τε μᾶλλόν τε καὶ ἧτ‐ | |
15 | τον ἐν αὐτῷ, διαφορὰ κατά τε τοὺς ὄγκους ἐστὶ τῶν φλεβῶν καὶ τὴν τονώδη διάθεσιν, ἐνθένδε δῆλον. οὐδὲν μόριον ὀδυνᾶ‐ | |
ται πληρούμενον, ἄνευ τοῦ προγενέσθαι τάσιν αὐτῷ βιαίαν· | 568 | |
7.569 | εἰ δ’ εἰς ὄγκον μὲν αἴροιτο, μηδέπω δέ γε βιαίως, οὐδέπω τείνεται· διὸ τῶν ὄγκων ὁ μὲν σὺν τῇ τάσει πλέον ἐνδείξε‐ ται πλῆθος· ὁ δ’ ἄνευ ταύτης, ἧττον. πῶς οὖν ἐνίοτε τὴν ἀρχὴν μὲν οὐδεὶς ὄγκος φαίνεται κατὰ τὰς φλέβας, ἡ το‐ | |
5 | νώδης δέ ἐστιν ἰσχυρὰ αἴσθησις; χρὴ γὰρ δήπου τοῖς μεγίστοις ὄγκοις ἐζεῦχθαι τὴν τοῦ τείνεσθαι διάθεσιν. ἢ διότι ἔστιν ὅτε ὁ ὄγκος ἐν ταῖς διὰ βάθους φλεψὶ μόναις διατείνει, ἢ εἴπερ ἐν τῷ πρὸς τὶ τὸ πλῆθος, ὑπὲρ οὗ νῦν διαλεγόμεθα, τό τε πρὸς τὴν εὐρύτητα τῶν ἀγγείων, ὃ δὴ πλῆθος λέγομεν, | |
10 | οὐδέπω τεινομένων αὐτῶν, τό τε πρὸς τὴν τοῦ χιτῶνος τά‐ σιν, δηλονότι τοῦ μὲν ὄγκου τῶν φλεβῶν ἡ γένεσις ἐπιδίδο‐ ται, εἰς πλῆθος αὐξομένου τοῦ αἵματος ὑπὲρ τὴν φυσικὴν ἑκάστου συμμετρίαν, ὥστε πρὸς ἐκείνην λέγεσθαι τὸ πολύ· τὸ δὲ τείνεσθαι τὸν χιτῶνα τῆς ὡς πρὸς αὐτὸν συμμετρίας ἐν‐ | |
15 | δείκνυται (διὰ) ὑπερβολήν. οὐ γὰρ ἔστι κατὰ φύσιν οὐδὲ τοῦτον τείνεσθαι. ἑκάτερον οὖν ἐστι πολὺ, τό τε ὡς πρὸς τὴν κατὰ φύσιν συμμετρίαν αἷμα καὶ πρὸς τὴν τοῦ χι‐ | |
τῶνος τάσιν. ἐμνημόνευσε δὲ Ἐρασίστρατος ἀμφοτέρων, | 569 | |
7.570 | οὐ διηρθρωμένως μὲν, οὐδ’ οὕτω σαφῶς, ὡς ἐγὼ νῦν, ὅμως ὥστε ἐμφῆναι, διττὴν εἶναι φύσιν τοῦ πράγματος. ἐν μὲν γὰρ τῷ φάναι· κατ’ ἀρχὰς μὲν οὖν καὶ μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνον‐ | |
5 | ται παρὰ τὸ εἰθισμένον· ἐνεδείξατο τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἑκάστῳ τοῦ αἵματος ἀμετρίαν· ἐν οἷς δὲ ἑξῆς ἐπιφέρων φη‐ σίν· ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπίμπλανται βραχίονές τε καὶ χεῖρες καὶ κνῆμαι· τὴν ὡς πρὸς τοὺς περιέχοντας τὸ αἷμα χιτῶνας· ὥστε ὅρους εἶναι δύο τῆς τοῦ | |
10 | αἵματος ὑπὲρ τὸ κατὰ φύσιν αὐξήσεως, ἕνα μὲν ἐν τῷ πλη‐ ροῦσθαι τῶν φλεβῶν τοὺς χιτῶνας εἰς ὄγκον αἰρομένους ὑπὲρ τὸ κατὰ φύσιν ἑκάστω, τὸν δὲ ἕτερον, ἐν ᾧ πρὸς τούτῳ τείνεσθαι συμβαίνει, μηδ’ ἑτέρου τούτων ὁρωμένου ἐν τῷ πρὸς τὴν δύναμιν πλήθει. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ | |
15 | ταῦτα. Τὸ δὲ ἔρευθος, οὗ καὶ αὐτοῦ μνημονεύου‐ σιν, οὐ πλήθους μὲν ἁπλῶς, ἀλλ’ αἱματικοῦ πλήθους γνώ‐ | |
ρισμα. δεήσεται δὲ καὶ αὐτὸ τῶν διορισμῶν, ὧνπερ ὁ ὄγκος· | 570 | |
7.571 | εἰ γὰρ διά τι τῶν ἔξωθεν, οἷον ἥλιον, ἢ λουτρὸν, ἢ γυμνά‐ σιον, ἢ πορείαν, ἢ ἁπλῶς εἰπεῖν θερμασίαν, οὕτω δὲ καὶ θυμὸν, αἰδώ τε καὶ ὅσα τοιαῦτα, καὶ ὀξεῖς δὲ πυρετοὶ τού‐ του τοῦ γένους εἰσίν. ὅταν οὖν ὁμαλὴ μὲν ὅλου τοῦ σώμα‐ | |
5 | τος ἡ διάθεσις εἴη, μηδὲν δὲ ὧν εἴρηκα παρῇ, τότ’ ἂν εἴη τὸ ἔρευθος αἱματικοῦ πλήθους γνώρισμα τοῦ καθ’ ὅλον τὸ ζῶον· εἰ δὲ μὴ, ἀλλά γε κατ’ ἐκεῖνο τὸ μέρος, ἐν ᾧ φαίνεται· καὶ γὰρ καὶ ταῖς φλεγμοναῖς, εἴτ’ ἐν τοῖς μυσὶν εἴτ’ ἐν τοῖς δέρμασι συνίστανται, τὸ τοιοῦτον ἕπεται χρῶμα, πλη‐ | |
10 | θωρικοῖς ὑπάρχουσι νοσήμασιν. ἀλλὰ περὶ φλεγμονῶν αὐ‐ τάρκως ἐν ἑτέρῳ λέλεκται γράμματι, καθ’ ὃ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐπεσκεπτόμεθα, δεικνύντες ἅπαντας αὐτοὺς ὑπὸ πλήθους ὑγρῶν ἄλλοτε εἰς ἄλλο μέρος κατασκηπτόντων συνίστασθαι· νυνὶ δὲ οὐ περὶ τούτων, ἀλλ’ ὡς εἴρηται πρό‐ | |
15 | σθεν, ὑπὲρ ἐκείνου τοῦ πλήθους ὁ λόγος ἐστὶν, ὃ καλεῖται πληθώρα, πλεονεξίας χυμῶν ἐν ὅλῳ τῷ σώματι συνιστα‐ | |
μένης. οὐχ οὕτω δέ φαμεν ἐν ὅλῳ τῷ σώματι συνίστασθαι | 571 | |
7.572 | πλῆθος, ὡς ἀμφότερα τὰ γένη τῶν σωμάτων βεβλάφθαι, τό τε τῶν ἀγγείων καὶ τῶν σαρκῶν· ἐγχωρεῖ γὰρ ἐνίοτε καὶ μόνον θάτερον, ὡς εἰ καὶ ὁπότερον ἂν καταληφθείη μέρος, οὐ καθ’ ἕν τι μόριον ἢ δύο τούτου συμβεβηκότος, ἀλλ’ ἤτοι | |
5 | καθ’ ὅλον τὸ ζῶον, ἢ κατὰ τὰ πλεῖστά τε καὶ κυριώτατα μόρια. καὶ τοίνυν καὶ τὸν ὄγκον ὁποῖός τίς ἐστιν ἐξευρεῖν, ἱκανῶς γεγυμνασμένου περὶ τὰς διαγνώσεις ἀνδρὸς δεῖται. κατὰ γοῦν τὸ σαρκῶδες γένος ἕτερος μὲν ὄγκος ὁ τῶν σαρ‐ κῶν αὐτῶν ἐστιν, ἕτερος δὲ ὁ τῶν ὑγρῶν, ὥσπερ ἐρίου τινὸς | |
10 | ἢ σπογγιᾶς τῆς σαρκὸς ἐμπεπλησμένης ὑγρότητος περιττῆς· ἀλλὰ τὸ μὲν τοιοῦτον πλῆθος ἐν ταῖς σαρξὶν ἀνάλογόν ἐστι τῷ κατὰ τὸ ἔγχυμα καλουμένῳ ἐπὶ τῶν ἀγγείων, τὸ δὲ ἕτερον πλῆθος τῷ πρὸς τὴν δύναμιν, ἢ μετὰ βάρους· μεμνημένων ἡμῶν, ὅτι μηδὲν διήνεγκεν, ἢ περὶ συνθέτου σαρκὸς, ἢ περὶ | |
15 | μυῶν διαλέγεσθαι, καὶ ὡς εἴ ποτε περὶ πλήθους ὁ λόγος γί‐ γνοιτο τοῦ κατὰ τὰς σάρκας, τοὺς μῦς ἀκουστέον ἐστὶν, οὐ τὴν ἁπλῆν ἐκείνην σάρκα, τὴν ὑπό τινων ὀνομαζομένην πα‐ | |
ρέγχυμα. κατὰ μέντοι τὰς ἀρτηρίας καὶ τὰς φλέβας οὐχ | 572 | |
7.573 | ὁμοίως αἰσθητόν ἐστι τὸ πρὸς τὴν δύναμιν πλῆθος αὐτοῖς τοῖς κάμνουσιν, ἀλλ’ ὅσοι περ ἂν ὦσιν αἰσθητικώτατοι φύσει, μόνοις τοῖς τοιούτοις ἀμυδρόν τι καὶ βύθιον βάρος ἐμφαίνε‐ ται κατὰ τὸ σῶμα· διὸ χρὴ ζητεῖν ἕτερά τινα σαφέστερα τοῦ | |
5 | τοιούτου πλήθους γνωρίσματα. ῥᾳθύμως δὲ τῶν πλείστων ἰατρῶν ἐσχηκότων ἀμφ’ αὐτὸ, καὶ τῶν μὲν οὐδ’ ὅλως ἐπι‐ σκεψαμένων, ἐνίων δὲ ἐλλιπῶς, οὐδὲν εὕρηται βεβαιότερον γνώρισμα τῆς τῶν ἀρτηριῶν κινήσεως, ἣν ἐν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις αὐτάρκως ἐξηγησάμεθα. τὰ πολλὰ | |
10 | μὲν γὰρ ὁμοῦ ταῖς ἀρτηρίαις αἱ φλέβες ἐν πληθώρᾳ καθίσταν‐ ται, διὰ τὴν σύῤῥοιαν τῶν ἀγγείων, ἣν πολλάκις ἐν ἑτέροις ἀπεδείξαμεν· ἔστιν ὅτε δὲ χυμῶν γλίσχρων, ἢ παχέων ἠσθροι‐ σμένων ἐν ταῖς φλεψὶν, οὐκ εὐπετὴς ἡ μετάληψις αὐτῶν εἰς τὰς ἀρτηρίας γίγνεται, σπάνιον δέ ἐστι τὸ τοιοῦτον· εἰ μὴ | |
15 | γὰρ ἐσχάτως εἶεν παχεῖς, ἢ γλίσχροι χυμοὶ, μεταῤῥυήσονται πάντως. ἐν μὲν δὴ ταῖς τοιαύταις διαθέσεσιν οὐδὲν ἐναργὲς γνώρισμα τοῦ κατὰ τὰς φλέβας ἠθροισμένου πλήθους ἐκ (δὲ) τῆς τῶν ἀρτηριῶν κινήσεως ἔνεστι λαβεῖν, εἰ καὶ ὅτι μάλιστα | |
τῷ Νικάρχῳ καὶ Πραξαγόρᾳ δοκεῖ, καίτοι μὴ μεταδιδοῦσι | 573 | |
7.574 | ταῖς ἀρτηρίαις αἵματος· κατὰ μέντοι τὰς ἄλλας διαθέσεις τῆς πληθώρας πιστεύειν χρὴ τοῖς ἐκ τῶν σφυγμῶν σημείοις, ἃ διὰ τῆς οἰκείας εἴρηται πραγματείας, τὰς δὲ ἰδέας τοῦ πλή‐ θους, ὅταν γε ὁμαλῶς ἐκτεταμένον εἰς ὅλον τὸ σῶμα ᾖ, κατὰ | |
5 | τάδε διαιρεῖσθαι. ἐξέρυθρον μὲν γὰρ τὸ τοῦ αἵματος πλῆ‐ θός ἐστιν, ὕπωχρον δὲ τὸ τῆς ξανθῆς χολῆς, ἐπὶ δὲ τὸ λευ‐ κότερον ἐκτρέπεται τοῦ κατὰ φύσιν, ὅταν τὸ φλέγμα κρατῇ, καθάπερ ἐπὶ τὸ μελάντερον, ἢν ἡ μέλαινα χολή. καθ’ ἕκα‐ στον δὲ τῶν εἰρημένων συνηυξῆσθαι χρὴ καὶ τὸ αἷμα· μόνη | |
10 | γὰρ εἴ ποτε πλεονάσειεν ἡ ὠχρὰ καὶ ξανθὴ προσαγορευομένη χολὴ, καθάπερ ἐν ἰκτερικοῖς, οὐκ ἔτι πλῆθος, οὐδὲ πληθω‐ ρικὴ διάθεσις, ἀλλὰ κακοχυμία τὸ τοιοῦτόν ἐστι πάθημα. κατὰ ταὐτὰ δὲ καὶ ἐπὶ τῆς μελαίνης χολῆς καὶ τοῦ φλέγματος. ὅταν δὲ, ὡς εἴρηται πρόσθεν, ἢ βάρος, ἢ ὄγκος ὑπὲρ τὸ | |
15 | κατὰ φύσιν ᾖ, πληθωρικὴ μὲν ἡ τοιαύτη διάθεσις εἴρηται, ἐκ δὲ τῆς χρόας γινώσκειν χρὴ τὴν ἰδέαν τοῦ κρατοῦν‐ | |
τος χυμοῦ. μόνη δὲ χολὴ τῶν ἀχωρίστων τοῦ πλήθους | 574 | |
7.575 | συμπτωμάτων οὐδέτερον ἐργάσασθαι δύναται, οὔτ’ οὖν τὸν ὄγκον οὔτε τὸ βάρος· ἕτερον γάρ τι πρὸς ταύ‐ της ἔσται πάθημα πρὶν ἐς τοσοῦτον αὐξηθῆναι. μόνον δ’, εἴπερ ἄρα, τὸ φλέγμα, καὶ τοῦτο οὐχ ἅπαν ἁπλῶς, | |
5 | ἀλλὰ τὸ κατὰ τοὺς λευκοφλεγματίας ὀνομαζομένους ὑδέρους ἐν ὅλῳ τῷ σώματι δυνήσεται πλεονάσαι. δῆλον δὲ ὡς καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν ἕν τι τῶν φλέγματος εἰδῶν ἔν γε τῷ νῦν λόγῳ τίθεσθαι χρὴ, ὡς εἴγε ἕτερον ἐκείνου θήσομεν πρὸς αἷς εἴπομεν ἄρτι πλήθους διαφοραῖς, ἀναγ‐ | |
10 | καῖόν ἐστι προσθεῖναι καὶ τὴν ἐκ τοῦ τοιούτου χυμοῦ· παχύτερος δὲ τοῦ ἄλλου φλέγματος ὁ χυμὸς οὗτος, ἧττόν τε πνευματικὸς, οἷος ἐν τοῖς οὔροις ὑφίσταται μάλιστα τοῖς ἐξ ἀδδηφαγίας πολλὴν ὑπόστασιν ἔτνει τε κυάμων ὁμοίαν ἔχουσι· καὶ μὴν καὶ διεχώρησε κάτω πολλάκις ὁ | |
15 | τοιοῦτος ἀθρόως χυμὸς ἐκείνοις τῶν σωμάτων, ὅσα γυμνα‐ σίων μὲν ἀπείχετο, παμπόλλοις δὲ ἐδέσμασιν ἐχρᾶτο, καὶ λουτροῖς ἐπὶ τροφαῖς· ἀλλὰ καὶ τούτῳ τῷ χυμῷ, καθάπερ καὶ τῷ φλέγματι, λευκή τις ἄχροια καθ’ ὅλον τὸ σῶμα | |
συνυπάρχει. τὰ δ’ ἄλλα τοῦ φλέγματος εἴδη τὸ μέν | 575 | |
7.576 | ἐστι γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ ἁλυκόν· καὶ ὑπνώδεις μὲν γίνονται ἐπὶ τοῦ γλυκέος, πεινώδεις δὲ ἐπὶ τοῦ ὀξέος πλεο‐ νάζοντος, ὥσπερ δὴ διψώδεις, ὅταν ἐπικρατῇ τὸ ἁλυκόν· ἀνόρεκτοι δὲ ἐπὶ τῷ προειρημένῳ τῷ ὠμῷ. τὰ δὲ τῶν | |
5 | ὕπνων ἐπὶ μὲν τοῖς ἄλλοις φλέγμασι τοῖς προειρημένοις βραχὺ πλείω τοῦ κατὰ φύσιν· ὁ δ’ ὠμὸς χυμὸς, ὥσπερ τὸ γλυκὺ φλέγμα, σαφῶς ὑπνώδεις ἀποτελεῖ· δέδεικται γὰρ ἑτέ‐ ρωθι, τῆς αἰσθητικῆς ἀρχῆς ὑγραινομένης τε καὶ ψυχομένης, τὴν κωματώδη ἕπεσθαι διάθεσιν, ὥσπέρ γε καὶ τὴν ἀγρυ‐ | |
10 | πνίαν, ξηραινομένης καὶ θερμαινομένης. ταῦτ’ ἄρα καὶ οἱ χολῶντες ἄγρυπνοι πάντες ἐφ’ ἑκατέρᾳ τῇ χολῇ· σύνεστι δὲ ἐξαίρετον ἐπὶ τῆς μελαίνης τὸ σκυθρωπόν τε καὶ δύσθυμον ἄνευ λόγου. εἰ δὲ μὴ καθ’ ὅλον σῶμα πλεονάζοιεν οἱ προει‐ ρημένοι χυμοὶ, καθ’ ἕν τι δὲ μόριον ἀθροισθεῖεν, ὄγκους | |
15 | ἐργάζονται παρὰ φύσιν αὐτοῖς τοῖς σώμασιν, ὑπὲρ ὧν ἑτέ‐ ρωθι δείκνυται. καὶ αὐτὰ δὲ τὰ νῦν αὐτῶν εἰρημένα συμ‐ | |
πτώματα, πλὴν τῆς ἀχροίας, ἐγκέφαλόν τε καὶ στόμαχον | 576 | |
7.577 | κατειληφότων ἐστίν· ἀγρυπνίαι μὲν γὰρ καὶ ὕπνοι διὰ τὸν ἐγκέφαλον, ὀρέξεις δὲ καὶ ἀνορεξίαι διὰ τὸν στόμαχον ἄλλοτε ἀλλοίως διατιθέμενον γίγνονται. δῆλον δ’ ὅτι τὸ στόμα τῆς γαστρὸς εἴρηται νῦν στόμαχος, ἐν ᾧ τὸ μὲν φλέγμα τὸ ἀθροι‐ | |
5 | σθὲν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὰς ὀρέξεις ἐποίησε· τῶν δὲ χολωδῶν, ἐπὶ μὲν τῆς ξανθῆς διψώδεις τε καὶ ἀσώ‐ δεις ἔσονται, καὶ τὸ στόμα πικρὸν αὐτοῖς ἐστιν· ἐπὶ δὲ τῇ μελαίνῃ, δύσθυμοι, καὶ σκυθρωποὶ, καὶ φοβεροὶ, καὶ ἄδιψοι, καὶ σιέλου μεστοὶ, ἀπόσιτοι δὲ οὐ πάντες, ἀλλά τινες αὐ‐ | |
10 | τῶν. ἱκανῶς δὲ πεινώδεις εἰσὶν οἷς ἂν ἡ μέλαινα τὴν ὀξεῖαν ποιότητα κρατοῦσαν ἔχῃ· γίγνεται δὲ τοῦτο, κακοηθεστέρας αὐτῆς ἀποτελουμένης. ἔστ’ ἂν δὲ μόνον οἷον ἰλὺς αἵματος ᾖ, μήπω δ’ ἀκριβῶς ὀξεῖα, κάλλιον ἴσως (μελαγχολικὸς χυ‐ μὸς ἕως οὗ λέγεται) μηδὲ καλεῖν μηδέπω τὸν τοιοῦτον χυμὸν | |
15 | μέλαιναν χολὴν, ἀλλ’, ὥσπερ εἴωθα, μελαγχολικὸν, ὅτι τοῦ γενέσθαι μέλαιναν χολὴν πλησίον ἥκει. ἀλλ’ οὐ νῦν και‐ ρὸς ὑπὲρ τῆς ἐν ταῖς κακοχυμίαις διεξέρχεσθαι διαφορᾶς, ὅτι μηδὲ πλῆθος εἶπον ὀνομάζεσθαι αὐτάς· ἡμῖν δὲ οὐχ | |
ἁπλῶς τὸ πλεονάζον ὁπωσοῦν ἐξευρεῖν, ἀλλὰ περὶ πλήθους | 577 | |
7.578 | σκέψασθαι προὔκειτο· πλεονεξία δέ ἐστι τοῦτο τῶν καθ’ ὅλον τὸ σῶμα τοῦ ζώου χυμῶν. οὔτ’ οὖν τῶν κατὰ μέρος ὄγκων οὔτε κακοχυμίας ἀκούειν χρὴ ποθεῖν ἐν τῷ λόγῳ τῷδε τὰς ἰδέας, ἀλλ’ ὅταν ἤτοι κατὰ τὴν ἀρχαίαν | |
5 | ἀναλογίαν αὐξηθῶσιν ἅπαντες, ἤ τινα βραχεῖαν ὑπεροχὴν ἐξ αὐτῶν εἷς λάβῃ. τὸ μὲν οὖν αἷμα παμπόλλην ὑπεροχὴν δύ‐ ναται λαβεῖν ἐν ταῖς πληθωρικαῖς διαθέσεσι, τῶν δὲ ἄλλων χυμῶν οὐδείς· κακοχυμία γὰρ ἤδη τό γε τοιοῦτον, οὐκ ἔτι πλῆθος, οὐδὲ πληθώρα καλεῖται. διὸ καὶ σφυγμοὶ κατὰ | |
10 | μὲν τὰς κακοχυμίας οἰκεῖοι τῇ φύσει τῶν χυμῶν ἀκριβῶς εἰ‐ σιν· ἐπὶ δὲ τοῖς εἰρημένοις πλήθεσιν οὐχ ὁμοίως ἐναργεῖς ἀποσώζουσι τὰς διαφορὰς, ὅτι σὺν αἵματι δαψιλεῖ πάντως ἐστὶν ὁ πλεονάζων χυμός· ὅταν δὲ κρατήσῃ σφοδρῶς, ἐπὶ μὲν τῇ ξανθῇ χολῇ τοιούτους ἀνάγκη γενέσθαι σφυγμοὺς, οἵους | |
15 | εἴπομεν ἕπεσθαι, ξηραινομένης τε καὶ θερμαινομένης τῆς καρ‐ δίας· ἐπὶ δὲ τῇ μελαίνῃ τοιούτους αὖ πάλιν, οἵους ἔφαμεν, | |
εἰ ψύχοιτό τε καὶ ξηραίνοιτο, γίγνεσθαι· κατὰ δὲ τὸν αὐτὸν | 578 | |
7.579 | λόγον, εἰ νικήσειέν ποτε τὸ φλέγμα τοὺς ἄλλους, ψυχρᾶς καὶ ὑγρᾶς διαθέσεως ἐκγόνους ἀποτελέσει σφυγμούς. αἵματι δὲ τῷ μὲν ἀκριβῶς κατὰ φύσιν οὐδεμία τῆς ἀρχαίας καταστά‐ σεως ἀλλοίωσις ἕπεται· τῷ δὲ ὑγροτέρῳ πλεονάζοντι καὶ οἱ | |
5 | σφυγμοὶ συναλλοιοῦνται, καθάπερ εἰ θερμότερόν τε καὶ ψυ‐ χρότερον ἑαυτοῦ γένοιτο. διῄρηται δὲ ἐν τῇ περὶ τῶν σφυγ‐ μῶν πραγματείᾳ τὰ τοιαῦτα σύμπαντα· νῦν δὲ ἀρκέσει τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἀργίας μὲν καὶ διαίτης ὑγρᾶς ὑγρό‐ τερον ἑαυτοῦ γένοιτ’ ἂν τὸ αἷμα, πλεονεξίᾳ τῶν ὑδατωδῶν | |
10 | περιττωμάτων· ἐπὶ θυμῷ δὲ καὶ γυμνασίοις, ἐγκαύσεσί τε καὶ τρίψεσι, καὶ φαρμάκῳ θερμαίνοντι, καὶ τροφῇ τοιαύτῃ, καὶ οἴνοις ἀκρατεστέροις καὶ παλαιοτέροις θερμότερον, ὥσπέρ γε καὶ διά τινα ψύξιν ὑπόγυιον ψυχρότερον. εἰ δὲ ἐπὶ πλέον ἐδέσμασι χρησαιτό τις ξηροτέροις τὴν κρᾶσιν, οὐ | |
15 | μὴν ἄλλην τινὰ ἔχουσι δυσκρασίαν, ξηρότερον ἐκεῖνο γένοιτ’ ἂν τὸ αἷμα. καὶ δὴ καὶ κατὰ συζυγίαν ὑγρότερόν τε καὶ ψυχρότερον, ἢ ψυχρότερόν τε καὶ ξηρότερον, θερμότερόν τε | |
καὶ ὑγρότερον, ἢ θερμότερόν τε καὶ ξηρότερον ἐπὶ τοῖς εἰρη‐ | 579 | |
7.580 | μένοις αἰτίοις ἀποτελεσθήσεται, χωρὶς τοῦ τῶν ἄλλων τινὰ πλεονεκτῆσαι χυμῶν. εἰ δὲ καὶ διὰ τὴν ἐκείνων μίξιν εἰς δυσκρασίαν ἀφίκοιτο, μετὰ κακοχυμίας ἂν ἡ τοιαύτη δυσκρα‐ σία συσταίη, λεγομένου μὲν ἔτι καὶ νῦν ἤτοι θερμοτέρου γε‐ | |
5 | γονέναι τοῦ αἵματος, ἢ ψυχροτέρου τε καὶ ὑγροτέρου, καὶ κατὰ τὰς ἑτέρας δυσκρασίας ἓξ, ὀκτὼ γὰρ ἦσαν αἱ σύμπασαι, καθ’ ἕτερον δέ τοι τρόπον, οὐχ ὡς ὁπότε μόνον αὐτὸ καθ’ ἑαυτὸ τοιοῦτον ὑπῆρχεν. οἱ σφυγμοὶ δὲ κατὰ τὰς δυσκρα‐ σίας τὰς ὀκτὼ τὴν ἰδέαν ἐκείνην ἕξουσιν, οἵαν ἐν τῇ τῶν | |
10 | σφυγμῶν πραγματείᾳ διήλθομεν· εἴτε δ’, ὡς εἴρηται, μόνου τοῦ αἵματός ἐστιν, εἴτε διά τινα ἐπιμιξίαν χυμοῦ, διορίζεσθαι χρὴ τῇ τε συνούσῃ χρόᾳ παντὸς τοῦ σώματος καὶ τοῖς ἄλλοις συμπτώμασιν, ὅσα περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἢ ὀρέξεως καὶ ἀνορεξίας, ἢ εἴτι τοιοῦτον, μικρὸν ἔμπροσθεν εἴρηται, | |
15 | καὶ τῇ προηγησαμένῃ διαίτῃ, καὶ τοῖς γυμνασίοις, καὶ τοῖς αὐτῷ τῷ κάμνοντι συμπίπτειν εἰθισμένοις, ἔτι τε τῇ ὥρᾳ καὶ τῇ χώρᾳ καὶ τῇ φυσικῇ πυκνότητι καὶ ἀραιότητι τοῦ σώμα‐ τος· ἄμεινον γὰρ ἐκ πάντων τὸ πιστὸν τῇ διαγνώσει λαμβά‐ | |
νειν, οὐκ ἐξ ἑνὸς ἢ δυοῖν, εὖ εἰδότας ὡς αὐτὸ μόνον ἐν τῇ | 580 | |
7.581 | τέχνῃ πλεῖστα κεκοινώνηκε τοῦ στοχάζεσθαι, λέγω δὴ τὸ μέ‐ ρος τῆς τέχνης τοῦτο τὸ διαγνωστικὸν ἅπαν, οὐ μόνον τὸ κατὰ τὴν κακοχυμίαν, ἢ τὸ πλῆθος, ἃ νῦν ἡμῖν διορίζεσθαι πρόκειται· τὰ γὰρ περὶ τὰς ἐνεργείας, ἢ τὰς τῶν νοσημάτων | |
5 | αἰτίας, ἢ τὰς ἰάσεις, ἐπιστημονικώτερον ἔχει τὴν γνῶ‐ σιν. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν τούτων ἑτέρωθι, καὶ νῦν ἀρκέσει τὸ προστεθὲν αὐτάρκως διορισαμένους, αὐτόθι που καταπαῦσαι τὸ γράμμα. γίγνοιτο δ’ ἂν αὐτάρκης ὁ λό‐ γος ἐπὶ παραδείγματι ἐξετασθείς. ἔστω δὴ τὸν μὲν ἄνθρω‐ | |
10 | πον ἀπύρεκτον ὑπάρχειν, ἐν ὄγκῳ δὲ μείζονι τὰς φλέβας αὐτῷ καὶ τὸ σύμπαν σῶμα ἐρυθρότερον. σκεπτέον οὖν, εἰ μηδὲν τούτῳ τῶν θερμαινόντων αἰτίων ἐπλησίασεν· εἰ γάρ τοι φαίνοιτο, βέλτιον ἀναβάλλεσθαι τὴν διάγνωσιν, ἄχρι περ ἂν ἡ ἐξ ἐκείνου κίνησις ἐν ὅλῳ τῷ σώματι καταστῇ, διότι μήτε | |
15 | θυμούμενον, ἢ λελουμένον, ἢ λουόμενον, ἢ γεγυμνασμένον, ἢ οἴνου προσενηνεγμένον ἀρτίως, ἢ ἄλλως ὁπωσοῦν τεθερμασμένον εἰς τὴν διάγνωσιν ἄγειν προσήκει, ἀλλ’ ἐν ἡσυ‐ | |
χίᾳ πασῶν τῶν ἔξωθεν ὑπάρχοντα κινήσεων· εἰ γὰρ ἐν ἐκείνῳ | 581 | |
7.582 | τῷ καιρῷ φαίνοιτο τοιοῦτος, αἷμα πλεονάζει τῷ ἀνθρώπῳ. τοὐντεῦθεν ἐπισκέπτεσθαι τἄλλα, πρῶτα μὲν ὅσα μεγίστην ἔχει δύναμιν, εἶτα ἑξῆς τὰ λοιπά· ἐδείχθη δὲ βάρος καὶ τάσις, ὅ τε πρὸς τὰς κινήσεις ὄκνος, εἶθ’ ἑξῆς τὰ κατὰ τοὺς σφυγμοὺς, | |
5 | ἀγρυπνίας τε καὶ ὕπνους, ὀρέξεις τε καὶ ἀνορεξίας, ὅσα τ’ ἄλλα τοιαῦτα. μετὰ δὲ ταῦτα τῶν προηγησαμένων ἕκαστον, ὅσα πλῆθος ἐργάζεται, μή τις συνήθης ἔκκρισις ἐπέσχηται, μὴ γυμνάσιον ἠμέληται, μὴ πλείω καὶ πολύτροφα σιτία συνεχῶς προσενήνεκται, μὴ μετὰ τροφὴν ἀήθεσι χρῆται λουτροῖς, καὶ | |
10 | πρὸς τούτοις ἔτι μὴ πολλάκις ὁ τοιοῦτος ἄνθρωπος ἁλίσκε‐ ται νοσήμασι πληθωρικοῖς. ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς χώρας, καὶ ὥρας, ἢ εἴτι τοιοῦτον ἄλλο προσθεὶς, οὐκ ἴσην ἅπασι νέμων τὴν αἰτίαν, ὥσπερ οὐδ’ ἐν τοῖς ἄλλοις μέ‐ ρεσι τῆς τέχνης· ἔνια μὲν γὰρ τῶν γνωρισμάτων ἐστὶν ἐπιστη‐ | |
15 | μονικὰ, καθάπερ ἡ τάσις, καὶ τὸ βάρος, ὅ τε ὄγκος τῶν φλεβῶν, ὅ τε ὄκνος, καὶ τὸ χρῶμα, καὶ ἡ τῶν σφυγμῶν κί‐ νησις, ἁπασῶν δηλονότι τῶν προσφάτων κινήσεων ἀφωρισμέ‐ | |
νων· ἔνια δὲ ἀπολείπεται τούτων, οἷον ἡ τῶν ἐκκρίσεων | 582 | |
7.583 | ἐπίσχεσις, ὅ τε ἀργὸς βίος, ἐδέσματά τε πλείω καὶ τρόφιμα, καὶ μετὰ τροφὴν λουτρά· συνιόντα μέντοι τὰ σύμπαντα τοῖς ἐπιστημονικοῖς ἐγγὺς ἥκει. τρίτην ἐπὶ τούτοις ἔχει τάξιν, εἰ συνήθως ἁλίσκεται πληθωρικοῖς νοσήμασιν ὁ ἄνθρωπος· | |
5 | ἐφεξῆς δὲ τὰ κατὰ χώρας καὶ ὥρας συστατικὰ πάντων αὐτῶν· ἐν μὲν γὰρ χειμῶνι καὶ ἦρι ψυχραῖς τε καὶ εὐκράτοις χώραις μᾶλλον ἀθροίζουσι τὸ πλῆθος· ἐν δὲ ταῖς θερμαῖς καὶ ξηραῖς ὥραις καὶ χώραις ἧττον· οὕτως δὲ καὶ οἱ μὲν πυκνοὶ τὴν | |
ἐπιφάνειαν μᾶλλον, οἱ δ’ ἀραιοὶ σπανιώτερον. | 583 |