TLG 0057 048 :: GALENUS :: De typis liber

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De typis liber

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 7. Leipzig: Knobloch, 1824 (repr. Hildesheim: Olms, 1965): 463–474.

Citation: Volume — page — (line)

7

.

463

(t)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΥΠΩΝ ΒΙΒΛΙΟΝ.
1 Πολλῶν πλατυτέρω ὑπὲρ τῆς περὶ τύπων θεωρίας πεπραγματευμένων, ἀναγκαῖον ἡγησάμην αὐτὸς ὁρι‐ στικώτερον καὶ κατὰ περιγραφὴν ἐπιδραμεῖν ταῦτα, οὕτως εὐκαταρίθμητον καὶ εὐκαταμάθητον οἰόμενος τοῖς νεωστὶ
5προσιοῦσι τῇ τέχνῃ τὸ πρᾶγμα, ὄν τε ἁπλοῦν καὶ μετὰ τὴν ἁπλουστέραν κατάληψιν εὐκολώτερον, καὶ καθάπερ ἐξ ἑτοί‐ μου τοῖς πολλοῖς ἐντυγχάνον. ἀρκτέον δ’ ἐντεῦθεν. Τύπος ἐστὶ τάξις ἐπιτάσεως καὶ ἀνέσεως· περίοδος δέ ἐστι χρόνος ἐπιτάσεως καὶ ἀνέσεως ἐν νοσήμασι
10γενόμενος. ὀλίγα τῶν παθῶν οὐ τυποῦνται, ὡς ἀτροφία,463

7

.

464

παράλυσις, καὶ ἐλεφαντίασις, καὶ τὰ τούτοις ἀνάλογα· τὰ πλείονα δὲ τῶν παθῶν τυποῦνται μὲν, ἀλλὰ σπανιώτερον· πάντων δὲ μάλιστα πυρετοὶ τυποῦνται, δίχα τῶν συνεχῶν τῶν διηνεκῶν λεγομένων ἢ τῶν ἀτάκτων.
5 Τῶν τύπων οἱ μέν εἰσι πρῶτοι, οἱ δὲ δεύτεροι· καὶ οἱ μὲν ἑστῶτες, οἱ δὲ κινούμενοι· καὶ πάλιν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ σύνθετοι. πρῶτοι μὲν οὖν εἰσιν οἱ μι‐ κρὰν μὲν ἔχοντες τὴν ἐπισημασίαν, μακρὰν δὲ τὴν ἄνεσιν, οἱ τριταῖοί τε καὶ τεταρταῖοι· δεύτεροι δὲ οἱ μακρὰν μὲν ἔχον‐
10τες τὴν ἐπισημασίαν, μικρὰν δὲ τὴν ἄνεσιν, οἷος ὁ ἀμφημε‐ ρινὸς καὶ ὁ παρεκτεταμένος ἡμιτριταῖος. τῶν δὲ παρεκτε‐ ταμένων οὗτος μόνος ἐξηλλαγμένος παρὰ τοῖς παλαιοῖς ὠνόμασται. ἑστῶτες δέ εἰσιν οἱ ἐν ταῖς αὐταῖς ὥραις ἐπι‐ σημαίνοντες καὶ ἀνιέντες· κινούμενοι δὲ οἱ ἀεὶ ἄλλαις
15ὥραις ἐπισημαίνοντες· ὧν οἱ μὲν φθάσαντες καὶ προδόν‐ τες τὰς ὥρας τάχιον προληπτικοὶ λέγονται, οἱ δὲ βρα‐ δύνοντες ὑστερητικοί. ἁπλοῖ δέ εἰσιν οἱ μίαν ἐπίτασιν
ποιούμενοι· σύνθετοι δὲ οἱ ἐκ πλειόνων ἐπισημασιῶν καὶ464

7

.

465

ἀνέσεων συνεστῶτες. τῶν δὲ συνθέτων οἱ μὲν ἐξ ὁμογενῶν συνίστανται, οἱ δὲ ἐξ ἑτερογενῶν. ἐξ ὁμογενῶν μὲν, ὅταν ἀμφημερινὸς, λόγου δὲ χάριν ἁπλοῦς διπλῷ ἀμφημερινῷ συμ‐ πλέκηται, ἢ τριταῖοι διπλοῖ, ἢ τρεῖς τριταῖοι τυγχάνωσιν,
5ἢ πάλιν δύο καὶ τρεῖς τεταρταῖοι· ἐξ ἑτερογενῶν δὲ, ὅταν ἀμφημερινὸς λόγου χάριν τριταίῳ συμπλακῇ, ἢ τρι‐ ταῖος τεταρταίῳ, ἢ ἄλλῳ τινὶ τῶν μὴ τοῦ αὐτοῦ γένους ὄντων. Ἀμφημερινὸς δέ ἐστιν ὁ καθ’ ἑκάστην ἡμέ‐
10ραν μίαν ἐπισημασίαν καὶ τὴν αὐτὴν ἔμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος. τριταῖος δέ ἐστιν ὁ διὰ τρίτης μίαν καὶ τὴν αὐτὴν ἐπισημασίαν σύμμετρον ἐν τῷ μήκει καὶ μίαν καὶ τὴν αὐτὴν ἄνεσιν ποιούμενος. τεταρταῖος δέ ἐστιν ὁ διὰ τετάρτης μίαν καὶ τὴν αὐτὴν
15ποιούμενος ἄνεσιν. τὰ αὐτὰ δὲ νοείσθω περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ εἴ τις ἄλλη τύπων εὑρίσκεται τάξις. ἀμφη‐
μερινῷ δὲ παρέπεται ὑγρότης ἕξεως, καὶ φλεγματώδεις ἔμε‐465

7

.

466

τοι, καὶ δίψος οὐκ ἐπιτεταμένον, καὶ βαρυσμὸς τοῦ σώματος ὅλου, καὶ ὕπνος καρώδης καὶ καταφορικὸς, καὶ σφυγμὸς μέγας καὶ ἀραιὸς καὶ χαῦνος, τὸ πρόσωπον ὑποῖδον καὶ χαῦνον καὶ πεπονῶδες καὶ πολλὴν ἐμφαῖνον τὴν τῆς ὕλης
5καχεξίαν καὶ τροπήν. καὶ σπλὴν δὲ ἐν τύπῳ τούτῳ παρα‐ κολουθήσει σκληρώδης. χρονίζοντος δ’ αὐτοῦ, τρομώδεις καὶ ληθαργώδεις καταφοραὶ καὶ θώρακος ῥευματισμοὶ καὶ παρεγχύσεις ὑδερικαί. συνίσταται δὲ μάλιστα ἐπὶ στομάχῳ κακοπραγοῦντι. παρέπεται δὲ τριταίῳ δίψος ἐπιτεταμένον,
10ἔγκαυσις, δριμεῖς καὶ χολώδεις ἔμετοι, ἀσιτίαι, καὶ ῥιπτα‐ σμοί. κατὰ πολλὰ μὲν τῷδε ῥίγη προηγοῦνται, ποτὲ δὲ καὶ περίψυξις. σφυγμὸς δὲ τοῖς τριταΐζουσι μικρὸς καὶ πυκνὸς παρέπεται. αἱ νύκτες αἱ πρὸ τῶν παροξυντικῶν ἡμερῶν δύσφοροι γίγνονται, ἐπιτεινομένης δὲ τῆς νόσου
15οὐκέτι γίγνονται δύσφοροι, ἀλλὰ καὶ πυρετὸν ἱστᾶσι, καὶ οὕτω πυρέττοντες μεταβάλλουσί ποτε τὸν τριταῖον εἰς ἡμιτριταῖον. ἔστι δὲ πάντων τύπων εὐλυτώτε‐
ρος ὁ τύπος οὗτος, καὶ μάλιστα εἰ συσταίη ἐν θέρει.466

7

.

467

παρασεσημείωται δὲ ὁ Ἱπποκράτης λέγων· τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον. σπανίως δὲ χρο‐ νίζει, καὶ μάλιστα εἰ μὴ συσταίη φθινοπώρου λήγοντος ἤδη καὶ τῷ χειμῶνι προσάπτοντος. ἔστι δὲ καὶ τὰ οὖρα ξανθὰ,
5πάρεστι δὲ τούτοις καὶ ἀγρυπνία. πάντα δὲ ὅσα παρακο‐ λουθεῖ τῷ τριταίῳ, καὶ ἡμιτριταίῳ ταῦτα συμβέβηκε· καὶ γὰρ καὶ τοῦ αὐτοῦ κεκοινωνήκασι γένους, διὰ τρίτης ποιούμενοι τάς τε τῶν ἀνέσεων καὶ τῶν παροξυσμῶν ἀνταποδόσεις· ἴδιον δὲ περὶ τῶν τύπων τῶν ἡμιτριταίων συμβέβηκεν ἡ πα‐
10ρέκτασις τῶν ἐπισημασιῶν, καὶ τὸ μετὰ περιψύξεως ἐπὶ τὸ πλεῖστον καὶ ταῖς ἀκμαῖς μηδέπω συντετελεσμέναις προσε‐ δρεύειν, ἃς ἰδίως ἐπαναδιπλώσεις καλοῦμεν. ἔστι δὲ κινδυνώ‐ δης ὁ ἡμιτριταῖος οὐ μόνον τοῦ στομάχου καὶ τοῦ νευρώ‐ δους καθαπτόμενος καὶ καθόλου τῶν μέσων, ἀλλὰ καὶ λη‐
15θαργικὰς ἐπιφέρων καταφορὰς καὶ παρακρουστικὰς ἀγρυ‐ πνίας, ἔστι δ’ ὅτε καὶ συγκοπτικὰς διαφορήσεις, γλῶσσάν τε ἰσχυρῶς ξηραίνει, καὶ λειποθυμίαν ἀπεργάζεται, σφοδρῶς
κινῶν τὰ ἐν τῷ βάθει, καὶ καθόλου ἄγριός τέ ἐστι καὶ467

7

.

468

κινδυνοδέστατος οὗτος ὁ τύπος. ἔσθ’ ὅτε μὲν δὲ ἀπὸ τῆς πρώτης ἡμέρας συνίσταται, καθάπερ καὶ οἱ λοιποὶ τύποι· ποτὲ δ’ ἀπὸ τῆς δευτέρας καὶ τρίτης ἡμέρας ἄρχεται, ὥστε μεγίστη αἰτία ἀπάτης γίγνεται τοῖς ἰατροῖς τῇ τοιαύτῃ εἰσ‐
5βολῇ. γεννᾶται δὲ καὶ ἀπὸ τριταίου παρεκταθέντος, καὶ λυόμενος ἐνίοτε εἰς τριταῖον ὑποστρέφει, ποτὲ δὲ καὶ δια‐ κόπτεται τοῦ μήκους τοῦ κατὰ τὴν ἐπισημασίαν εἰς βʹ τρι‐ ταίους καὶ ἀμφημερινούς. πλεονάζει δὲ ἐπὶ μὲν τῆς φύσεως τῆς κατὰ τοὺς ἄνδρας, ἡλικίας δὲ τῆς κατὰ τοὺς ἀκμάζοντας,
10ὥρας δὲ μᾶλλον τῆς φθινοπωρινῆς, ὅτε καὶ λίαν κινδυνώδης τυγχάνει. ἔστι δὲ οὐ πάντοτε συνεχὴς, ἀλλὰ καὶ διαλείπων εὑρίσκεται. παραδίδοται δὲ ὑφ’ Ἱπποκράτους τὸ μὴ μόνον αὐτὸν ἐν τοῖς ὀξέσι καταριθμεῖσθαι, ἀλλὰ καὶ ἐν τοῖς χρονί‐ ζουσιν. ἔχει δὲ καὶ τὰς κατὰ τὸ μέγεθος διαφορὰς τρεῖς.
15ὁ μὲν γὰρ σμικρός ἐστιν ἡμιτριταῖος, ὁ δὲ μέσος, ὁ δὲ μέγας. σμικρὸς μὲν οὖν ἐστιν ὁ παρὰ τὰς εἰκοσιτέσσαρας ὥρας στρεφόμενος· μέσος δὲ ὁ παρὰ τὰς τριακονταέξ· μέγας δὲ ὁ παρὰ τὰς τεσσαράκοντα καὶ ὀκτὼ, ὃς δὴ συνεγγί‐
ζει τῷ συνεχεῖ πυρετῷ. τινὲς δέ φασι τὸν ἡμιτριταῖον468

7

.

469

οὕτως ὀνομασθῆναι, ὡς τὸ ἡμικύκλιον καὶ ἡμισφραίριον, λέ‐ γοντες αὐτὸν ἐλάττονα τοῦ ἡμίσεος τῆς τριταϊκῆς περιόδου. ἄλλοι δέ φασι τὸν ἡμιτριταῖον ὀνομασθῆναι, ὡς καὶ τὸν ἡμιόλιον ἀριθμὸν, ὥστε τῆς τριταϊκῆς ἐπισημασίας λόγου
5χάριν ἐκ δώδεκα ὡρῶν συγκειμένης, τὸν ἡμιτριταῖον μὲν ἐμπεριλαμβάνειν τὰς ιβʹ ὥρας τοῦ τριταίου, προστιθέναι δὲ ταύταις καὶ τὸ ἥμισυ τῶν ιβʹ καὶ τὰς πάσας γίγνεσθαι δέκα καὶ ὀκτὼ, ὡς εἶναι ἥμισυ μείζονα τῶν τριῶν κατὰ περίοδον τύπων, ἀμφημερινοῦ, τριταίου καὶ τεταρταίου, ὥστε ὡρῶν
10αὐτὸν εἶναι εἴκοσι καὶ τεσσάρων. ὁ Ἀγαθῖνος δὲ ἀπὸ τῆς πρὸς τὸν τριταῖον ἐπιφορᾶς φησιν ὀνομασθῆναι τὸν ἡμιτρι‐ ταῖον· διὰ τρίτης γὰρ ἐπισημασίαι ἀμφοτέροις. πότερον οὖν ὥραις ἢ διαστήμασι χαρακτηρίζεται ὁ ἡμιτριταῖος; κατὰ μὲν τὸν Ἀγαθῖνον, οὔτε ὥραις οὔτε διαστήμασιν· ἀμφότερα
15γὰρ ταῦτα παραγεγραμμένον ἔχει τὸ μέγεθος, ὡς καὶ ἡμιτρι‐ ταῖον ἀπεριορίστως ἔχειν τὴν σύστασιν ἐν πλάτει, ὥραις τε ὡς παρεπομέναις. τεταρταίῳ δὲ παρακολουθεῖ ῥίγη σύν‐
τονα, καὶ φλεγματώδεις ἔμετοι, καὶ σπληνὸς φλεγμονὴ καὶ469

7

.

470

διόγκωσις, ἔσθ’ ὅτε δὴ καὶ ἀνορεξία καὶ σιελισμὸς παρέπε‐ ται, ποτὲ δ’ ἐκ τῶν ἐναντίων ὄρεξις ἐπιτεταμένη, βηχίον τέ ποτε συμπάρεστιν αὐτῷ, καταφθειρομένης τῆς ἕξεως. διὰ τοῦτο δύσλυτοι καὶ χρονιώτεροι παρὰ πάντας τοὺς τύ‐
5πους, ὥστε καὶ μέχρι διετοῦς προβαίνειν. ἐπιπλέκεται δὲ σφοδρυνόμενος αὐτὸς ἑαυτῷ, ὥστε βʹ καὶ γʹ ἀποτελεῖν τεταρ‐ ταίους, ἢ καὶ μέχρι τινὸς συνεχείας προβαίνειν, καὶ πάλιν ἐκεῖνος μετριάζων εἰς ἕνα περιίσταται. γίγνονται δὲ ἐνίοτε καὶ κινδυνώδεις διὰ τὰ πεπλεγμένα αὐτῷ συμπτώματα,
10ὥστε φθίσιν τὸ τελευταῖον ἢ παρεγχύσεις ὑδρωπικὰς ἀπο‐ τελεῖν. πλεονάζει δὲ μάλιστα φθινοπώρῳ καί ἐστι μάλιστα δύσλυτος· ὁ δὲ θερινὸς εὐλυτώτατος. καὶ κατὰ πολὺ μὲν ἄλλων προηγησαμένων ἐπιγίνεται ἀτάκτως· σπανίως δ’ ὅτε καὶ αὐτὸς ἀπὸ τῆς ἀρχῆς συνίσταται. σφυγμὸς δὲ τοῖς τρι‐
15ταΐζουσιν οὐκ ἐπὶ τοσοῦτον παρέπεται σμικρὸς τῷ μεγέ‐ θει, ἐφ’ ὅσον τοῖς τεταρταΐζουσιν, οὐδὲ μὴν ἐπὶ τοσοῦ‐
τον διογκοῦται, ἐφ’ ὅσον τῇ ἀμφημερινῇ νόσῳ τυγχάνει.470

7

.

471

μεσότης γὰρ τῶν σφυγμῶν ἐν τύπῳ τούτῳ κατὰ τοὺς σφυγ‐ μοὺς εὑρίσκεται· ἔστι δ’ ὅτε καὶ κατ’ ἀρχὰς τῶν ἐπισημα‐ σιῶν ἀραιότερος παρὰ τοὺς ἐν τῷ κατὰ φύσιν εὑρίσκεται, οἱ μὲν ἀποσώζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα παρὰ
5τρεῖς, οἱ δὲ ἀτυπώτατοι παρ’ ἕνα. οἱ μὲν οὖν ἀποσώ‐ ζοντες τὰ τυπικὰ τῶν ἡμερῶν κινήματα ἤτοι παρὰ τὴν συνήθη τῶν ὡρῶν προλαμβάνουσιν, ἢ ἐφυστεροῦσιν· ἄτακτοι δὲ γίγνονται καὶ παρὰ τὸ εἶδος τῶν κινήσεων, ὥστε ποτὲ μὲν προλαμβάνουσι, ποτὲ δὲ ἐφυστερίζουσιν,
10ἀτάκτως δὲ ἑκάτεροι παρὰ τὸ ποτὲ μὲν κινεῖσθαι ἀτάκτως, ποτὲ δὲ ἵστασθαι, μηδέποτε δὲ τεταγμένως, ἔνθα παρ’ οὐδενὸς κεκώλυται, μένοντος τοῦ κατὰ τὰς ἡμέρας σχήμα‐ τος ἐν ταῖς ἐπὶ μέρει συμφόροις ἀταξίαις μόναις. οἱ δὲ ἀτυπώτατοι παρὰ πάντας μὲν τοὺς κατηριθμημένους τρό‐
15πους καὶ παρὰ τὴν τάξιν γίγνονται τῶν ἡμερῶν· τινὲς μὲν ἐπισημαίνουσι, τινὲς δὲ παντελῶς εἰσιν ἄτακτοι· τὰς δὲ ἐπὶ εἴδους διαφορὰς πλείονας εἶναι συμβέβηκεν.
ἔξεστι δὲ σκοπεῖν τῷ προειρημένῳ τρόπῳ καὶ συμπλέ‐471

7

.

472

κειν ὡς ἂν βούληται τὰ τῶν προειρημένων τύπων ἰδιώ‐ ματα. Τύπων δὲ διπλοῦνται οἱ πρῶτοι καλούμε‐ νοι, οἷον ἀμφημερινὸς, τριταῖος, τεταρταῖος. ἀμφημερινὸς
5μὲν οὖν ἐστι διπλοῦς ὁ καθ’ ἑκάστην ἡμέραν δὶς ἐπισημαίνων ὁμοίως, δίς τε ἐπανιείς· δύο τριταῖοι δὲ τυγχάνουσιν, ὁπότε διαφόρων ἐπισημασιῶν καθ’ ἑκάστην ἡμέραν ἐπιγινομένων ἑαυτοῖς διὰ τρίτης ἀπαντῶσι· τεταρταῖοι δὲ, ὁπότ’ ἂν μιᾶς ἡμέρας γινομένης καλῆς, ἑξῆς δυσὶν ἡμέραις συμβαίνει πυρέσ‐
10σειν, τῶν διὰ τεσσάρων σχημάτων καθ’ ἑκάστην τῶν ἐπι‐ σημασιῶν τῶν ὡρῶν ἀποσωζομένων. ἐπιπλέκεται δὲ ἀμφη‐ μερινὸς τριταίῳ, ὅταν ἡ μὲν αʹ τῶν ἡμερῶν δὶς ἐπισημαίνῃ καὶ δὶς ἀνίῃ· ἡ δ’ ἑξῆς ἅπαξ· τρίτη δὲ πάλιν ὁμοίως πρώτῃ. ἐπιπλέκεται δὲ ἀμφημερινὸς τεταρταίῳ, ὅταν τῇ
15μὲν αʹ δὶς ἐπισημαίνῃ· ταῖς δ’ ἑξῆς δυσὶν ἅπαξ· τῇ δʹ ὁμοίως δίς. συμπλέκονται δὲ ἀλλήλοις ἀμφημερινὸς, τρι‐
ταῖος καὶ τεταρταῖος, ὅταν ἡ μὲν αʹ τῶν ἡμερῶν τρεῖς ἐπι‐472

7

.

473

σημασίας ἔχῃ καὶ τρεῖς ἐπανέσεις· ἡ δὲ βʹ μίαν· ἡ δὲ γʹ δύο, καὶ ἡ δʹ τρεῖς, καὶ ἡ εʹ μίαν, ἡ στʹ δὲ δύο, ἑβδόμη δὲ πάλιν τρεῖς, καὶ αἱ λοιπαὶ τὴν αὐτὴν ταῖς πρώταις τάξιν φυλάττουσι, καὶ καθ’ ἕτερον τρόπον συμβάλλουσιν οἱ τύποι,
5καὶ εἰς τὸ αὐτὸ σχῆμα παραγίγνονται. ἐπιπλέκεται δὲ τρι‐ ταῖος τεταρταίῳ, ὅταν ἡ μὲν αʹ τῶν ἡμερῶν δύο ἐπισημασίας ἐνέγκῃ καὶ δύο ἀνέσεις· ἡ δὲ βʹ μηδ’ ὅλως· τρίτη δὲ ἅπαξ· καὶ τετάρτη πάλιν ὁμοίως, ὡσαύτως καὶ αἱ ἑξῆς. ἐπιπλέ‐ κεται δὲ τριταῖος, τεταρταῖος καὶ πεμπταῖος, ὅταν τῇ μὲν αʹ
10τῶν ἡμερῶν ἐπισημανθῆναι συμβῇ, τῇ βʹ δ’ ἀναστῆναι· καὶ πάλιν τῇ τρίτῃ τριταῖος, καὶ τῇ τετάρτῃ τεταρταῖος, καὶ τῇ πέμπτῃ ἅμα ἅπαξ. καὶ ἄλλως δέ πως τούτου τοῦ τύπου ἡ εἰσβολὴ γίγνεται, οὐδὲν ἧττον εἰς τὸν αὐτὸν τύπον τῆς τάξεως ἐμπιπτούσης τῆς τριταίου πρὸς τὸν ἡμιτριταῖον συμ‐
15πλοκῆς, καθάπερ ἐπὶ τῆς ὑπογραφῆς ἔχει ταύτης. τῇ αʹ ἤρξατο ἀπὸ ἑσπέρας μετὰ ῥίγους καὶ ἔλυσεν ἕως πρωῒ, πα‐ ρέμεινε δὲ ἕως ὥρας ὀγδόης· εἶτα ἐμπίπτει ἐπισημασία μετὰ
περιψύξεως, καὶ μένει τὴν ἐρχομένην νύκτα καὶ τῆς ἡμέρας473

7

.

474

ἕως ὥρας ηʹ καὶ, πάλιν ἄνεσις ἀκολουθεῖ, εἶτα εἰς τὴν νύκτα πάλιν ἐπισημασία μετὰ ῥίγους, καὶ εἰς ἡμέραν πάλιν ἄνεσις
ὁμοία τῇ ἀναλόγῳ, καὶ ἑξῆς κύκλος ὁμοίως.474