TLG 0057 047 :: GALENUS :: De totius morbi temporibus liber

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De totius morbi temporibus liber

Source: Wille, I. (ed.), Die Schrift Galens Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν und ihre Überlieferung, pt. 2 [Diss. Kiel] 1960: 70–114.

Citation: Page — (line)

Ὅλου τοίνυν τοῦ νοσήματος
ἐπινοοῦμεν καιροὺς ἀνάλογον70

71

ταῖς ἡλικίαις τῶν ζῴων· ἕνα μὲν καὶ πρῶτον τῆς γενέσεως αὐτοῦ· δεύτερον δὲ τὸν τῆς ἀναβάσεως· τρίτον δὲ τὸν τῆς
5ἀκμῆς· καὶ τέταρτον· τὸν τῆς παρακμῆς, ὅταν γε μέλλωσιν οἱ κάμνοντες σῴζεσθαι· φθασάντων γὰρ ἀποθανεῖν αὐτῶν, ἤτοι κατὰ τὴν ἀνάβασιν, ἢ τὴν ἀκμήν,
10εὔδηλον ὡς οὐ διεξῆλθεν ἅπαν‐ τας τοὺς καιροὺς ἡ τοιαύτη νόσος. ἀλλ’ ἥ γε διεξερχομένη σχεδόν τι περὶ πάντων αὐτῆς τῶν μορίων ἀμφισβητήσεις ἔχει,
15τινῶν μὲν ἄχρονον εἶναι λεγόν‐ των τὴν ἀκμήν, ἐπινοίᾳ μόνῃ λαμβανομένην· ἐνίων δ’ [ὡς] ἐν τοῖς συνόχοις ἀκμὴν εἶναι
τὸ σύμπαν· ἐνίων δὲ μετ’ ἀρχὴν71

72

ὀλιγοχρόνιον εἰσαγόντων τὴν ἀκμήν· ἄλλων δ’ οὐκ ἐν τούτοις μόνον, ἀλλὰ κἂν τοῖς λοιποῖς ἅπασι νοσήμασιν ἀφαιρούντων τὴν
5ἀρχήν· ἄλλων δ’ ἐνίοτε καὶ τὴν παρακμὴν ἀφαιρούντων, ἂν ἐξ ἀπο‐ κοπῆς, ὡς ἐκεῖνοι καλοῦσιν, ἡ νόσος λυθῇ. πρῶτον μὲν οὖν χρὴ τὰς ἀμφισβητήσεις διαλύσασθαι
10ταύτας, εἶτ’ ἀκριβῶς διαρθρῶσαι τὰς ἐννοίας τῶν καιρῶν τῆς ὅλης νόσου, καὶ μετὰ ταῦτ’ εἰπεῖν αὐτῶν τὰ γνωρίσματα, κᾄπειθ’ ἑξῆς ὑποδεῖξαι τὸ χρήσιμον, ἀνα‐
15μίξαντας τοῖς κατὰ τὰς περιόδους.72

73

Ἡ τοίνυν ἀρχὴ τῆς νόσου, καθ’ ὅσον εἰσβάλλει ποτὲ καταπιπτούσης τῆς ὑγιεινῆς καταστάσεως, ἐν ἁπάσαις αὐταῖς
5ἐστιν ἄνευ χρόνου παρατάσεως ἐπινοουμένη· σὺν τούτῳ μέντοι γε οὐ συγχωρεῖται παντὸς νοσή‐ ματος ὑπάρχειν οἷον γένεσιν, ὥσπερ ἐν τοῖς ζῴοις ἐπινοοῦ‐
10μεν. οὐ γὰρ ἐκ μορίων δή τινων ὥσπερ τὸ ζῷον ἐκ κεφαλῆς καὶ θώρακος. καὶ κώλων, οὕτω καὶ τὰ νοσήματα σύγκειται. ἐκπί‐
πτοντα γὰρ τοῦ κατὰ φύσιν,73

74

ἐν ἀκαρεῖ μέν τινι χρόνῳ τὴν γένεσιν ἔχει, τοὐντεῦθεν δ’ ἀναβαίνει μέχρι τῆς ἀκμῆς. ἔστω γὰρ εἰ τύχοι κατὰ δυσ‐
5κρασίαν τὸ νόσημα, καθ’ ἣν ἡμῖν ἐπιδέδεικται καὶ ὁ πυρε‐ τὸς συνιστάμενος. ἀναγκαῖον οὖν ἐπειδὰν πρῶτον ἡ παρὰ φύσιν αὕτη γένηται θερμασία, πυρέτ‐
10τειν τε τὸν ἄνθρωπον, ἐπιτεί‐ νεσθαί τε μέχρι τῆς ἀκμῆς τὴν θερμασίαν. οὗ γὰρ οὐκ ἔστι μέ‐ ρη, πῶς ἂν εἴη γένεσις ἐν χρό‐ νῳ τοῦδε; ταῦτ’ οὖν εἴρηταί μοι
15καὶ κατ’ ἀρχὰς εὐθέως, ἀπήντησά τε πρὸς αὐτὰ τῶν μετὰ περιψύ‐ ξεως εἰσβαλλόντων πυρετῶν ἀνα‐
μνήσας· ἀλλ’ ἐν μὲν τοῖς περι‐74

75

όδοις αὐτάρκης ἡ ἀπάντησις· εἷς γὰρ τῶν ἐν μέρει καιρῶν καὶ τῇ τάξει πρῶτος [τῆς συμ‐ πάσης νόσου] ὁ τῆς περιψύξεως.
5γελοιότατον δ’ ἂν εἴη τὸν τοῦ πρώτου παροξυσμοῦ πρῶτον καιρὸν ἀρχὴν ἡγεῖσθαι τοῦ νοσήματος ὅλου. τὸ γάρ τοι χρήσιμον ὁ καιρὸς οὗτος, ὃν ὀνομάζουσιν
10ἀρχὴν νοσήματος, εἰς τὰ βοη‐ θήματα κέκτηται, καὶ πρὸς τοῦ‐ τον ἀποβλέπων Ἱπποκράτης εἶπεν· ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει,
15ἀκμαζουσῶν δέ, ἡσυχίην ἔχειν
βέλτιόν ἐστιν. ὡσαύτως δ’75

76

αὐτῷ λέλεκται κἀκεῖνο· περὶ τὰς ἀρχὰς καὶ τὰ τέλεα πάντα ἀσθενέστερα. καὶ μέντοι καὶ τὸ περὶ φαρμακείας εἰρημένον,
5ὡς πέπονα χρὴ φαρμακεύειν καὶ κινέειν, μὴ ὠμά, μηδ’ ἐν ἀρχῇ‐ σιν, ἢν μὴ ὀργᾷ, καὶ πρός γε τούτοις ἔτι τὸ ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι
10τῇσι φαρμακείῃσι χρέεσθαι, πολλά τε πρὸς τούτοις ἕτερα, τὰ μὲν Ἱπποκράτει, τὰ δὲ τοῖς ἄλλοις ἰατροῖς ἅπασι τοῖς παλαιοῖς εἰρημένα, τὴν ἀρχὴν
15ἡμᾶς οὐκ ἐπιτρέπει νοεῖν τοῦ76

77

πρώτου παροξυσμοῦ τὴν εἰσ‐ βολήν, ἀλλ’ ἐπὶ μακρότερον, ὡς καὶ φλεβοτομῆσαι δύνασθαι, καὶ κλυστῆρι χρήσασθαι, ποτὲ
5δ’ εἰ κατεπείγει καὶ καθῆραι, πρὸς τῷ καὶ γελοῖον εἶναι τῶν τ’ ἐντὸς τῆς ἑβδόμης ἡμέρας λυο‐ μένων νοσημάτων καὶ τῶν εἰς ἐνιαυτὸν παραμενόντων, ὥσπερ
10ὁ τεταρταῖος ἔστιν ὅτε, τὴν ἴσην ἀρχὴν τίθεσθαι. πολλὰ μὲν οὖν εἴρηταί μοι περὶ τῆσ‐ δε τῆς ἀρχῆς καὶ κατὰ τὸ πρῶ‐ τον περὶ κρίσεων, ἐπιδεικνύντι
15τὸν πρῶτον τοῦτον καιρὸν ὡς ἄν τις γνωρίσειεν. ἦν δ’ αὐτοῦ κεφάλαιον ἡ ἀπεψία τῆς νόσου. βέλτιον δὲ κἀνταῦθα πρὸς ἐκεί‐ νοις εἰπεῖν, ὅσα τῇ παρούσῃ
20διεξόδῳ χρήσιμα.77

78

Κείσθω τοίνυν πρῶτον ἀρχὴν φλεγ‐ μονῆς ζητεῖσθαι. τίς οὐκ ἂν φαίη τὴν οἷον γένεσιν αὐτῆς ὑπάρχειν ἐν ἐκείνῳ παντὶ τῷ
5χρόνῳ, καθ’ ὃν πληροῦται τὸ μό‐ ριον αἱματώδους οὐσίας; εἴτε γὰρ ἐπὶ παρεμπτώσει συμβαίνει τὸ τοιοῦτον, εἴτ’ ἐπὶ σφηνώσει πάντων τῶν ἀγγείων, εἴτ’ ἐπὶ
10περιτάσει τινὶ τῶν ὄγκων ἐν τοῖς πόροις, εἴθ’, ὡς ἡμεῖς ἐδιδάξαμεν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας κᾀν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ὑπο‐
15μνήματι, πλεονεξία τις αἵματος78

79

ἐν τῷ μορίῳ συνίσταται, γινο‐ μένης φλεγμονῆς, οὗτος ἔσται πρῶτος καιρός, ἐν ᾧ πληροῦ‐ ται τὸ μέρος, ἀνακείμενος
5τῷ μεγέθει τοῦ πάθους. ὅταν δὲ τὸ μὲν ἐπιρρέον παύσηται, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι περι‐ εχόμενον ἀπάρξηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν
10σηπεδόνα, καὶ χύσις ἐπιπλέει διὰ τὴν θερμασίαν, ἐφ’ ᾗ καὶ πνεῦμα γεννᾶται καὶ δι’ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ
15μηδὲν ἐπιρρέοι· δεύτερος οὗτός ἐστι χρόνος ὁ τῆς αὐξή‐ σεως τῆς φλεγμονῆς, ὅταν δ’ εἰς πῦον ἤδη μεταβάλλῃ, μέ‐ γιστοι μὲν δή που πόνοι τη‐
20νικαῦτα καταλαμβάνουσι. περὶ
γὰρ τὰς γενέσιας τοῦ πύου79

80

οἱ πόνοι καὶ οἱ πυρετοὶ συμ‐ βαίνουσι μᾶλλον ἢ γενομένου· καλεῖται δ’ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός. εἰ δ’
5ἐκπυϊσκόμενον ἢ διαφορούμε‐ νον τὸ ῥεῦμα τόν τ’ ὄγκον ἐλάτ‐ τω καὶ τὴν τάσιν ἀποφαίνει, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν. οὕτω μὲν ἐπὶ τῆς φλεγ‐
10μονῆς οἱ καιροὶ διαιροῦνται. ἐπὶ πυρετῶν δὲ τοῦ μὲν ἐπὶ φλεγμονῇ τοὺς αὐτοὺς ἐκείνῃ χρὴ τίθεσθαι καιρούς. τοῦ δ’ ἐπὶ χυμοῖς ἄνευ φλεγμονῆς,
15τὸν μὲν τῆς ἀπεψίας τῶν λυ‐ πούντων χυμῶν χρόνον, ἀρχήν· ὅταν δ’ ἄρξηται πέττεσθαι, πεπαῦσθαι μὲν τὴν ἀρχήν, τὸν
δεύτερον δ’ ἥκειν καιρὸν τῆς80

81

ἀναβάσεως ὀνομαζόμενον· ὁπότε δ’ ἡ πέψις αὐτὴ συντε‐ λεῖται μάλιστα, τὸν τῆς ἀκμῆς· εἶθ’ ἑξῆς τὸν τῆς παρ‐
5ακμῆς, ἐν ᾧ πέπαυται μὲν ἤδη τὸ μέγεθος τῶν συμπτω‐ μάτων καὶ τὸ πλῆθος τῶν πεττομένων, ὀλίγον δ’ ἐστὶν ἔτι λείψανον τῶν πεφθῆναι
10δεομένων χυμῶν. ἐδήλωσα δ’ ἐν τῇ περὶ κρίσε‐ ων πραγματείᾳ καὶ τὰ γνωρί‐ σματα πάντα, τά τε τῆς [παν‐ τελοῦς] ἀπεψίας καὶ τὰ τῆς
15ἀμυδρᾶς πέψεως καὶ τὰ τῆς ἐναργοῦς καὶ τελείας, ἴδια
μὲν ὑπάρχοντα τῶν κατὰ τὴν81

82

γαστέρα πέψεων, ἴδια δὲ τῶν κατὰ τὰς φλέβας, ἴδια δ’ ἄλ‐ λα τῶν ἀναπνευστικῶν. ἐλαμ‐ βάνετο δὲ τὰ μὲν ἐκ τῶν δια‐
5χωρημάτων, τὰ δ’ ἐκ τῶν οὔρων, τὰ δ’ ἐκ τῶν πτυσμάτων. καὶ ταῦτα μὲν ἐπὶ πλέον ἐν ἐκεί‐ νῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν, ἀρκεῖ
10δ’ ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ τῶν ἑλ‐ κῶν οἱ αὐτοὶ καιροί. πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις ἄπε‐ πτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ
15αὐτῶν· εἶθ’ ἑξῆς ἐλάττους γε καὶ παχύτεροι, κᾄπειτα ἤδη
πῦον λεπτόν. εἶτ’ ἤδη ἔλαττον82

83

μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον· ὅλως τ’ οὐδέν ἐστι τῶν λυομέ‐ νων παθῶν, ὃ μὴ διεξέρχεται
5τοὺς καιρούς. οὐ μὴν οὐδ’ ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων γνωρίζεται. τίς
10γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα; τίς δ’ οὐκ οἶδεν οὖρον ὑδατῶδες ἰδὼν ἠτυχῆσθαι τὴν ἐν τοῖς
15ἀγγείοις πέψιν; τίς δὲ λε‐ πτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτον ἢ περιπνευ‐ μονίαν ἑωρακώς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν ἔτι
20τοῦ πάθους; —οὕτω δὲ κᾀν
ταῖς ὀφθαλμίαις ἐν ἀρχῇ μὲν83

84

ἀπορρεῖ πολὺ καὶ λεπτόν, ἄπε‐ πτον ἱκανῶς· ἐφεξῆς δ’, ἔλαττόν τε καὶ παχύτερον, ὑπογραφήν τινα πέψεως λαμβάνον· εἶτ’ ἐν
5τῷ χρόνῳ προϊόντι, τοῦ μὲν πλήθους μειομένου, τῆς συστά‐ σεως δ’ ἐπὶ τὸ παχύτερον ἰού‐ σης, αὐξάνεται τὰ τῆς πέψεως εἰς τοσοῦτον, ὡς καὶ κολλᾶσθαι
10τὰ βλέφαρα κοιμηθέντων ὑπὸ τῆς γεννωμένης λήμης, ἥτις καὶ αὐτὴ κατ’ ἀρχὰς μὲν λεπτὴ καὶ πολλή, τῷ χρόνῳ δ’ ἐλάτ‐ των τε καὶ παχυτέρα γενομένη,
15τήν τε πέψιν τοῦ νοσήματος ἐνδείκνυται καὶ τὴν παρακμὴν τούτου. καὶ μὴν καὶ τῶν ἐξ ἐγκεφάλου καταρρεόντων δι’ ὑπερῴας καὶ ῥινῶν ἀρχὴ μέν,
20ὅταν ὑδατῶδες τε καὶ λεπτὸν ᾖ καὶ πολὺ καὶ δριμὺ τὸ φε‐
ρόμενον· ἐσχάτην γὰρ ἀπεψίαν84

85

ἐνδείκνυται τούτων. πέψεως δ’ ἐστὶν ἤδη γνώρισμα παχύτερόν τε καὶ ἧττον δριμὺ καὶ ὀλίγον ἐκκενούμενον· εἰ δὲ καὶ ἡ κα‐
5λουμένη μύξα καὶ βλέννα συν‐ απέρχοιτο, βεβαιότερον ἤδη τοῦτ’ ἐστι πέψεως σημεῖον· ὥσπερ γε καὶ παχυτέρα μὲν αὑτῆς καὶ ἐλάττων γινομένη,
10πολὺ δὴ καὶ μᾶλλον ἔτι πέψιν ἐνδείκνυται. καὶ τοιοῦτοι μὲν οἱ καιροὶ τῶν νοσημάτων εἰσίν, ἐξ ὧν οἱ κάμνοντες σῴζονται.
13 Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς
15ἀπόλλυνται, μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ τινος τῶν εἰρη‐
μένων δεῖται. ἓν μὲν οὖν85

86

ἐστιν αὐτῶν καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτ’ ἄχρονος ὑπάρχει διαπαντός, ὅσον ἐφ’ ἑαυτῇ, κἂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο
5παρεκτεινομένη πολλάκις ἀξιο‐ λόγοις χρόνοις· εἴτε διαπαν‐ τὸς ἔχει τι πλάτος, ὁτὲ μὲν μεῖζον, ὁτὲ δ’ ἔλαττον· εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων ἄχρο‐
10νος ἐπὶ τινῶν δὲ καὶ ἔγχρο‐ νος. μακροτέρου δὲ λόγου δεο‐ μένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα, μιμησάμενος Ἱπποκράτη περὶ
15τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως εἰπόντα· οὐ μέντοι ἰσχυριείω γε περὶ αὐτοῦ, καίτοι ἔχων
ὅ τι λέγω. καθάπερ οὖν86

87

ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν, ἃ δια‐ παντὸς εἶδον, ἐρῶ. πᾶσαν ἀκ‐
5μὴν τῶν κατὰ μέρος παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν ἡμᾶς. ὅταν δὲ
10πρῶτον αἰσθήσει σαφὴς ἡ παρ‐ ακμὴ γίνηται, τότε τοῖς ἁρ‐ μόττουσιν αὐτῇ βοηθήμασι χρώ‐ μεθα. μέχρι δ’ ἂν ἐπὶ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ
15πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράτ‐ τειν προσήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας καὶ
πλευρίτιδος καὶ πάσης φλεγμονῆς87

88

ἑκάστου τε τῶν ἄλλων νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφό‐ ρων βοηθημάτων ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι.
5λογικὸν οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκ‐ μῆς, εἴτε τῶν κατὰ μέρος παρ‐ οξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο· νυνὶ δ’ οὐ πρό‐
10κειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ τὰ πάντα ἐν πᾶσι φέρον‐ τες πράττουσιν, ὧν εἷς ἐστι καὶ Ἀρχιγένης. ἀναμίγνυσι γὰρ ἐκεῖνος ὁ ἀνὴρ ἰατρικωτά‐
15ταις πραγματείαις ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δ’ ὅτε καὶ περὶ αὐτῶν μὲν τῶν πραγμάτων, ἀλλὰ λογικήν. ἡμεῖς δ’, ὥσπερ ἀεὶ τοῦτο
20ἐφυλαξάμεθα. καὶ νῦν οὕτω πρά‐
ξομεν. ἐάσαντες οὖν ὑπὲρ ἀκμῆς88

89

ἑτέροις ζητεῖν, εἴτ’ ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ τινί, τῇ χρείᾳ μετρήσωμεν αὐτῆς τὴν φύσιν, ὁρῶντες ἐναργῶς ἔν τε
5ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ, πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ ἐν
10αἰσθητῷ. τουτὶ δ’ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζῴοις θεάσα‐ σθαι· καὶ γὰρ δὴ καὶ κύνας
15θηρευτικοὺς καὶ ἵππους ἀγω‐ νιστὰς ὁρῶμεν ἤδη τι ποιοῦν‐ τας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ, καὶ μετὰ ταῦ‐ τα τελείους τ’ αὐτούς φαμεν
20γεγονέναι, καὶ βλέπομεν89

90

ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δ’ ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ τρισὶν
5ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶν ἔτεσι μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔστιν ὁρᾶν ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν.
10οὕτω δ’ ὡς ἔφην καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παρ‐ οξυσμοὶ τὰς ἀκμὰς ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου καιροὶ τῆς
15ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τ’ ἄλλοι πάντες ὅ τε τῆς
ἀκμῆς οὐδὲν ἧττον ἔστιν ὅτε90

91

ἢ τῶν ἄλλων ἕκαστος. γνωρίζειν δ’ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σα‐ φῶς, ἔστι δ’ ὅτε ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι
5παμπόλλου. καὶ κατὰ τοῦτ’ ἔνια δοκεῖ τῶν νοσημάτων εὐ‐ θὺς εἰσβάλλειν ἀκμάζοντα· καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστίν, οὐδὲ γὰρ ὁ λεγόμενος
10σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτ’ εἰσέβαλεν, ἀλλ’ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφ‐
15ικνεῖται τοὐλάχιστον, ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων
〈διεξέρχεται〉 συνεχῶς ἄχρι91

92

κρίσεως· ἀλλ’ οὐδ’ ἡ ἀποπλη‐ ξία, ἣν μάλισθ’ ὡς ἐξαίφνης εἰσβάλλουσαν ἀκμάζειν εἴποι τις ἄν, ἀκριβῶς ἐστι τοιοῦ‐
5τον, ἀλλ’ ἐν μὲν βραχεῖ χρό‐ νῳ διεξέρχεται τήν τ’ ἀρχὴν καὶ τὴν ἀνάβασιν, οὐ μὴν ἄν‐ αρχόν γ’ ἐστιν, οὐδ’ εὐθὺς εἰσ‐ βάλλει τελεώτατα, ὥσπερ οὐδ’
10ὁ τῆς ἐπιληψίας παροξυσμός· οὐδεὶς γὰρ οὕτως ἁλίσκεται ἐξαίφνης τούτῳ τῷ συμπτώμα‐ τι, καθάπερ οἱ τὸν τράχηλον ἀφαιρούμενοι, καίτοι καὶ τού‐
15των ἡ τομὴ πρῶτόν τινα χρό‐ νον ἔχει καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον, ὥσπερ εἰ καὶ χειρουργός τις ὁτι‐
οῦν τέμνοι. ἀλλὰ γάρ, εἰ92

93

βούλει, συγχωρείσθω χωρὶς χρόνου τήν τ’ ἐπιληπτικὴν καὶ τὴν ἀποπληκτικὴν γίνεσθαι κατάπτωσιν, ἵν’ ὅ γ’ ἐξ ἀρχῆς
5προὐθέμην διέλθω. τουτὶ μὲν γὰρ αὐτὸ σύμπτωμά ἐστιν ἡ γινομένη κατάπτωσις, ἡ δὲ νόσος οὐ τοῦτ’ ἐστιν, ἀλλὰ χρὴ πάντως αὐτήν, ὡς ἀπεδεί‐
10ξαμεν, εἶναί τινα διάθεσιν
σώματος. εἰ δ’ οὐκ ἔχομεν93

94

εἴτε γεννωμένης αὐτῆς εἴτ’ αὐξανομένης γνώρισμά τι, τὸν μὲν καθόλου λόγον οὐκ ἀνατρέ‐ πει τοῦτο, καθ’ ὃν ἐλέγομεν
5ἀναγκαῖον εἶναι παντὶ νοσή‐ ματι διὰ τῆς ἀναβάσεως ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖσθαι, δύσ‐ γνωστον δ’ ἐνίοτε καὶ πολλοῖς ἄγνωστον ὁμολογεῖν τῶν νοση‐
10μάτων εἶναι τὴν αὔξησιν. ὅτι δ’ ἀληθές ἐστιν ὃ λέγω, πεί‐ σαιμι ἄν σε βραχυτάτῳ λόγῳ τῷδε. —σκιρρώδεις ὄγκους ἐθεασάμην πολλάκις ἐν σκέλε‐
15σιν εὐθέως ἐξ ἀρχῆς συνιστα‐ μένους ἄνευ τοῦ προηγήσασθαι φλεγμονήν, καὶ τρισί γ’ ἐνίοτε
καὶ τέτταρσιν ἔτεσιν αὐξανο‐94

95

μένους κατὰ βραχύ, χωρὶς τοῦ παρεμποδίζειν αἰσθητῶς τὰς ἀναγκαίας τοῦ σκέλους ἐνερ‐ γείας· ἐν δὲ τῷ χρόνῳ διὰ
5μέγεθος ἀξιόλογον ὕστερόν ποτε καὶ τὴν βάδισιν ἐνοχλοῦντας. ἐπινόησον τοίνυν, οὐ γὰρ ἀδύνατον, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἤδη τινὰ ὄγκον
10συνίστασθαι σκιρρώδη· καὶ λήσεται μέχρι τινὸς τούτου ἡ σύστασις, ὕστερον μέντοι τὰ τῆς ἀναδόσεως αὐτῆς ἔσται φανερώτερα, μηδὲ τότε δυναμέ‐
15νων ἡμῶν ἐξευρεῖν, ἐφ’ ᾗ δια‐ θέσει τοῦτο συμβαίνει· χρό‐ νῳ δ’ ὕστερον ἤδη που καὶ παρέγχυσις ὑδερικὴ συμβή‐ σεται, μηδὲ τότε πρὸς τὴν
20ἁφὴν διασημαίνοντος τοῦ95

96

σκιρρώδους ὄγκου· ἀλλ’ ὕστερον γε φανεὶς ἀξιόλογος ἀνέμνησεν ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας. οὐκ ὀλίγους γοῦν ἐγὼ τεθέαμαι
5κατὰ τὴν τοιαύτην ὁδὸν τῶν συμ‐ πτωμάτων ἐν ὀλίγῳ χρόνῳ προφή‐ ναντας ὄγκον οὐ σμικρὸν ἐν ἥπατι σκιρρώδη, συνιστάμενον μὲν ἐκ πολλοῦ, λανθάνοντα δὲ
10διὰ τὴν αὐτοῦ μικρότητα καὶ τὴν εὐτροφίαν τῶν καθ’ ὑποχόνδριον μυῶν. ἀλλ’ ὅταν αὐξανόμενος ὁ σκίρρος ἅμα μὲν ἐπαναβῇ τοῖς κύρτοις τοῦ ἥπατος, ἅμα δ’
15ἀτροφίας αἴτιος γένηται τοῖς τ’ ἄλλοις τοῦ ζῴου μορίοις καὶ τοῖς καθ’ ὑποχόνδριον μυ‐
σὶν, ἐξ ἀμφοτέρων τούτων96

97

ἐναργὴς ἐν ὀλίγῳ χρόνῳ διά‐ γνωσις αὐτοῦ ἤδη ὑπάρξαντος ἀξιολόγου μεγέθους γίνεται. τὰ μὲν δὴ τοιαῦτα πάντα συν‐
5ῆπται τῇ τῶν πεπονθότων μορί‐ ων ἐπισκέψει, περὶ ἧς οὐ πρό‐ κειται μὲν ἐν τῷ παρόντι σκο‐ πεῖσθαι, δεδήλωται δ’ ὑπὲρ τῆς κοινωνίας αὐτῶν οὐκ ἀχρήστως.
10ἐπὶ δὲ τὸν ἐξ ἀρχῆς λόγον ἰέναι καιρός. ἑκάστου τῶν νοσημάτων ἴδιός ἐστι χρόνος ὁ τῆς γενέσεως, ἐνίοτε μὲν αἰσθητός, ἐνίοτε δ’ οὐκ αἰσθη‐
15τός. ἀφ’ οὗ πάλιν ὁ τῆς αὐξή‐ σεως, οὐχ ὁμοίως ἐπὶ πάντων αἰσθητὸς οὐδ’ οὗτος· οἷς ὁ
τῆς ἀκμῆς ἕπεται πάντως97

98

αἰσθητός, ὁμολογούντων ἡμῶν ἔστιν ὅτε μηδὲν ἔχειν ἐναρ‐ γὲς γνώρισμα τῆς ἀρχῆς τοῦ πάθους καὶ τῆς αὐξήσεως. ἐπὶ
5τούτων οὖν, ὡς πρὸς τὴν χρεί‐ αν τῆς τέχνης, ἀληθῶς τις ἐρεῖ τὸν τῆς ἀκμῆς μόνον ὑπάρχειν καιρόν· εἰ δὲ καὶ σώζεσθαι μέλλοιεν, ἕπεσθαι πάντως αὐτῷ
10τὸν τῆς παρακμῆς, αἰσθητὸν καὶ τοῦτον, ὡς ἂν ἐν χρόνῳ συνιστάμενον οὐκ ἀπλατεῖ. καὶ γάρ, εἰ δι’ αἱμορραγίας ἢ δι’ ἱδρώτων τις ὀξέως κριθείη, χρό‐
15νος γοῦν τις ὑπάρχει καὶ τού‐ τῳ αἰσθητὸς ὁ τῆς παρακμῆς· εἰ δ’ ἐλάττονος τούτου γινομένου,
καθ’ ἕτερα νοσήματα τρισὶν98

99

ἢ τέτταρσιν ἡμέραις διαρκοῦ‐ σι παρακμάζοντες, τοῦτ’ οὐ‐ δὲν τὸν ἔμπροσθεν λόγον φαί‐ νεται παραβλάπτον, οὐδὲ δια‐
5βάλλει τὸ κεφάλαιον τῆς ἀπο‐ φάσεως, ἀλλ’ ἔτι μένει τὸ πάντων τῶν νοσημάτων, ὅσα λύεται, καθάπερ ἀκμήν, οὕτω δὴ καὶ παρακμὴν ὑπάρχειν τι‐
10να. Τούτων ἡμῖν αὐτάρκως προδιω‐ ρισμένων ἐπισκεψόμεθα περὶ τῶν μὴ λυομένων νοσημάτων. διττὴ δ’ ἐστιν αὐτῶν ἡ φύσις·
15ἔνια μὲν γὰρ αὐτῶν ἔχει φύ‐
σει ταύτην τὴν κατασκευὴν99

100

ὅταν ἀκριβῶς αὐτὴν ἔχῃ συμ‐ πεπληρωμένην. ἔνια δ’ ἐκ μὲν τῆς τῶν λυομένων ἐστὶ φύσεως, ἀλλ’ ὅταν ἀποκτεῖναι φθάσῃ,
5κατὰ τοῦτ’ αὐτοῖς γίνεσθαι συμβαίνει. τριττὸς δὲ καὶ τούτων ὁ τρόπος ἐστίν· ἢ γὰρ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν, ἢ διὰ τὴν ἐν
10αὐτοῖς ἰσχύν, ἢ διὰ τὰ συν‐ αμφότερα ἀναιρεῖ, πρὶν λυ‐ θῆναι. καθ’ ἕτερον δὲ λόγον εἷς κοινὸς τύπος ἁπάντων ἐστὶ τῶν τοιούτων, ὅταν
15ὑπὲρ τὴν δύναμιν ᾖ· καὶ γάρ τοι καὶ 〈τὸ〉 συνέχον αὐτὸ τῆς ἀπωλείας τοῦ κάμνοντος
ἐν τούτῳ τέτακται, μήτε100

101

σωθῆναι δυναμένου τινός, εἰ μὴ κρατήσειεν ἡ φύσις τῆς νόσου, μήτ’ ἀπόλλυσθαι χωρὶς τοῦ νικηθῆναι μὲν τὴν φύσιν,
5ἐπικρατέστερον δ’ αὐτῆς γενέ‐ σθαι τὸ νόσημα. καὶ διὰ τοῦ‐ τό γε τινες ἓν σημαίνεσθαι νομίζουσιν ἐκ τοῦ μεγάλου νοσήματος, ἐν τῷ πρός τι συν‐
10ιστάμενον, οὐκ εἰδότες, ὅτι λέγεται μέν ποτε καὶ οὕτω τὸ νόσημα μέγα, καθάπερ ἂν εἰ μεῖζον ἐλέγομεν, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ, λέγεται δὲ καὶ
15κατ’ ἰδίαν οὐσίαν, ὡς ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς μέγας. ἀποδέ‐ δεικται δέ μοι καὶ περὶ τούτου τοῦ διττοῦ σημαινομένου πολ‐
λάκις ἤδη δι’ ἑτέρων· τὸ δὲ101

102

πάντα ἐν πᾶσιν ἐξεργάζεσθαι φλύαρον. ὅπερ οὖν εἰς τὰ παρ‐ όντα χρήσιμα ὑπάρχει, τοῦτ’ ἐρῶ. τῶν νοσημάτων ἕκαστον
5αὐτὸ μὲν καθ’ ἑαυτὸ κέκτηταί τινα πηλικότητα, βέλτιον γὰρ οὕτως εἰπεῖν ἕνεκα σαφηνείας, ἤτοι δ’ ὑπὲρ τὴν δύναμιν ἐστιν ἡ πηλικότης αὕτη τοῦ νοσήματος,
10ὡς βαρύνειν αὐτήν, ἢ τοὐναντί‐ ον ἀσθενεστέρα τῆς δυνάμεως, ὡς νικηθῆναι πρὸς ἐκείνης, ἁπάντων καλῶς γινομένων. ὅταν οὖν ὑπὲρ τὴν δύναμιν ᾖ, τε‐
15θνήξεται πάντως ὁ ἄνθρωπος. οἱ δὲ καιροὶ τῆς νόσου τηνι‐
καῦτα· κατὰ τὶ μὲν ὡσαύτως102

103

τοῖς προειρημένοις λαμβά‐ νονται, κατὰ τὶ δ’ οὐχ ὡσαύ‐ τως, ἡ μὲν ἀρχὴ κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ γενέσει τοῦ
5νοσήματος ἔχουσα τὴν σύστασιν, ἡ δ’ ἀνάβασις οὐκ ἐν τῷ πέττε‐ σθαι, καθάπερ ἐπὶ τῶν σῴζεσθαι μελλόντων, ἀλλ’ ἐν ταῖς ἀπε‐ ψίαις καὶ τοῖς ὀλεθρίοις σημεί‐
10οις. ἐδείχθη γάρ, εἴ τι μεμνή‐ μεθα, διαφέροντα ταῦτ’ ἀλλήλων, λεχθήσεται δ’ ἀναμνήσεως ἕνεκα καὶ νῦν ἐξ αὐτῶν ἔνια. τὸ μὲν οὖν ὠχρὸν οὖρον καὶ μετρί‐
15ως παχὺ πάντων οὔρων ἐστὶ κάλ‐ λιστον, ὅσον ἐπὶ τῇ χροιᾷ καὶ συστάσει, συμπαρεῖναι δ’ αὐτῷ
χρὴ πάντως ἤτοι γ’ ἐναιώρημα103

104

χρηστόν, ἢ νεφέλην ἢ ὑπό‐ στασιν, ὡς ἂν ἡ τοῦ νοσή‐ ματος ἀπαιτῇ φύσις. ἄλλως μὲν γὰρ ἐδείξαμεν ἐν τοῖς
5χολώδεσι νοσήμασιν, ἄλλως δ’ ἐν τοῖς ἐξ ὠμῶν χυμῶν πλή‐ θους τὰς ὑποστάσεις γινομέ‐ νας. ἐκ διαμέτρου δ’, ὡς ἄν τις εἴποι, τὸ μὲν ἀπεπτότα‐
10τον οὖρόν ἐστιν, ὃ μήτ’ ἐν‐ αιώρημα μήτ’ ὑπόστασιν ἔχει μήτε νεφέλην, ἀλλὰ μηδὲ πάχος τι προσείληφεν, ἢ ὠχρότητα, λευκὸν δ’ ἐστι
15τῇ χροιᾷ, καὶ λεπτὸν τῇ συστάσει, καθάπερ ὕδωρ. εἰ μέντοι γε καὶ νεφέλη τις ἢ ἐναιώρημα μέλαν ἢ ὑπόστασις ἐν αὐτῷ γένοιτο
20μέλαινα, καὶ μᾶλλον εἰ καὶ104

105

σύμπαν εἴη ζοφῶδες, ὀλέθριον ὑπάρχει. καθάπερ εἰ καὶ κρι‐ μνώδη τινά, ἢ πεταλώδη κατ’ αὐτὸ φαίνοιτο. καὶ μὴν καὶ τὸ
5δυσῶδες ἰσχυρῶς, καὶ τὸ λιπα‐ ρόν, ὅπερ ἐλαιῶδες ὀνομάζουσιν, ὀλέθριον. ταῦτ’ οὖν ἐστι τὰ οὖρα μεγάλου νοσήματος γνωρί‐ σματα ὃ κατὰ τὴν ἑαυτοῦ φύ‐
10σιν ἔλεγον ὑπάρχειν μέγα. μέγα δ’, εἰ καὶ τὸ πτύσμα τοῖς πλευ‐ ριτικοῖς καὶ περιπνευμονικοῖς, ἤτοι μέλαν, ἢ πυρρὸν ἰσχυρῶς, ἢ ἀφρῶδες, ἢ δυσῶδες ἱκανῶς,
15ἢ μηδ’ ὅλως πτυόμενον, ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας κατεχούσης τὸν ἄνθρωπον. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων νοσημάτων, ὅσα καθ’ ἧπαρ ἢ γαστέρα συνίσταται, τῶν
20ὀλεθρίων σημείων ὑπάρχει γένος105

106

ὅθεν οὐδ’ ὁρίσαι παραπλησίως οἷόν τε τῇ τῶν σωθησομένων ἀκμῇ τὴν ἐν τοῖς τοιούτοις νοσήμασιν. ἐκεῖ μὲν γὰρ οἱ
5μέγιστοι παροξυσμοὶ τὴν ἀκμὴν ἀφώριζον, ἐνταυθοῖ δ’ οὐκ ἔστιν ὁρίσαι τοὺς μεγίστους ὁμοίως, ὡς ἂν μηδὲ πεττομένου τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλ’ ἐπι‐
10νοίᾳ χρὴ λαμβάνειν τὸ μέγι‐ στον, εἰς ὃ ποτὲ μὲν ἀφικνεῖ‐ ται τὸ νόσημα, ποτὲ δ’ ἀναι‐ ρεῖ φθάνον. ἐπὶ μέν γε τῆς λυομένης φλεγμονῆς ἡ τοῦ πύου
15γένεσις ὅρος τῆς ἀκμῆς, ἐπὶ δὲ τῆς μὴ μελλούσης λύεσθαι δυνατὸν μέν ἐστιν ἀποθανεῖν
τὸν ἄνθρωπον καὶ κατὰ τὴν106

107

ἀνάβασιν αὐτῆς. ἐγχωρεῖ δὲ καὶ διαρκέσαι τὴν δύναμιν ἰσχυροτάτην ὑπάρχουσαν ἄχρι τοῦ τελευταίου μεγέθους.
5αὐτῆς γάρ τοι τῆς φλεγμονῆς, ὅταν γε μὴ μέλλῃ λύεσθαι, τὸ μέγιστον μέγεθος ἤτοι γ’ εἰς γάγγραιναν ἢ εἰς σηπεδόνα τε‐ λευτᾷ· μέχρι δ’ ἂν μηκέτι τι
10τούτων ᾖ, δυνατὸν αὐτὴν αὐξη‐ θῆναι. ἀνάλογον δὲ τῇ φλεγ‐ μονῇ καὶ αἱ καθ’ ἕκαστον γένος τῶν ἄλλων νοσημάτων αὐξήσεις νοείσθωσαν. εἴρηται δ’ αὐτῶν
15οὐ τὰ γένη μόνον, ἀλλὰ καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη δι’ ἑνὸς ὑπομνήματος, ὃ περὶ δια‐ φορᾶς νοσημάτων ἐπιγράφεται. ἐκείνῳ δὲ μάλιστα προσέχειν
20ἀξιῶ σε τὸν νοῦν, οὗ παρο‐ φθέντος ἱκανῶς ἄν τινες σφάλ‐
λοιντο.107

108

Ἐνδέχεται γὰρ ἐν τῷ αὐτῷ χρόνῳ καὶ δυσὶ καὶ τρισὶ νοσήμασιν ἔχεσθαι τὸν ἄνθρω‐ πον, ὧν τὸ μὲν ἤδη παρακμάζει,
5τὸ δ’ ἔτι τὸν 〈τῆσ〉 ἀρχῆς ἔχει καιρόν, ἢ τὰ πρῶτα τῆς ἀνα‐ βάσεως, τὸ δ’ ἐπὶ πλεῖστον ηὔξηται, κᾄπειτα τὸν ἄνθρωπον ἀποθανεῖν, οὔτε διὰ τὸ παρ‐
10ακμάζον, οὔτε διὰ τὸ νῦν ἀρχόμενον, ἀλλὰ διὰ τὸ μεγά‐ λως ηὐξημένον· μάλιστα μὲν οὖν ἐπισκεπτέον τὰς τρεῖς ἀρχὰς τῶν διοικουσῶν ὅλον τὸ
15σῶμα δυνάμεων, ὅπως διάκεινται,108

109

λέγω δ’ ἐγκέφαλον, καρδίαν καὶ ἧπαρ, ἐφεξῆς δὲ καὶ τὰ ἄλλα σύμ‐ παντα μόρια, τὰ ἀπὸ τῶν ἀρχῶν ἑκάστης πεφυκότα, νεῦρα, φλέ‐
5βας καὶ ἀρτηρίας, καὶ τὰ φύσιν μὲν ἰδίαν ἔχοντα, διοικούμενα δ’ ὑπὸ τῶν ἀρχῶν ἁπασῶν, ἔνια μὲν ὁμοτίμως, ἔνια δ’ ὑπὸ τῆς μὲν μᾶλλον, ὑπὸ τῆς δ’ ἧττον.
10ἐκ γὰρ τῆς τοιαύτης θεωρίας πρῶτον μέν, εἴθ’ ἕν ἐστιν, εἴτε καὶ πλείω νοσήματα κατὰ τὸν ἄνθρωπον, εὑρήσεις· εἶθ’ ἑξῆς ἑκάστου τοὺς ἰδίους ἐπισκέψαι
15καιρούς, ἀναγκαίους ὑπάρχοντας εἰς τὴν τῶν βοηθημάτων εὕρε‐ σιν, ἧς ἕνεκεν ἡμῖν ὁ λόγος ὅδε
σπουδάζεται.109

110

Περὶ μὲν γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα, μεταξὺ δὲ τούτων ὅσα μεταξύ.
5τὰ μὲν γὰρ τῆς ἀρχῆς ἐγγυτέρω τῶν ἐγγυτέρω τῆς ἀκμῆς ἀσθενέ‐ στερα, καθάπερ γε καὶ τὰ τοῦ τέλους ἐγγυτέρω. τὰ δ’ ἴσον ἀπέχοντα τῆς ἀρχῆς τε καὶ τῆς
10ἀκμῆς μέσα τῆς ἰσχύος ἐστὶ τῶν ἄκρων ἀμφοτέρων καὶ τὰ τῆς ἀκμῆς ἴσον ἀπέχοντα καὶ τὰ τῆς τελευτῆς μέσα καὶ ταῦτα τῶν ἰδίων ἄκρων ἐστιν. ἐπι‐
15κρατεῖν οὖν ἐν τῇ θεραπείᾳ προσήκει κατὰ μὲν τὴν ἀκμὴν τὸ παρηγορικόν, ἐπὶ δὲ τῆς
ἀρχῆς καὶ τῆς τελευτῆς τὸ110

111

ἀγωνιστικόν, ἀνάλογον δὲ τοῖς ἄκροις οἱ μεταξὺ καιροὶ λαμβα‐ νέσθωσαν, καθάπερ ἐπὶ πλέον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου
5πραγματείᾳ λέγεται. νυνὶ δ’ ὅσον ὑπογραφῆς ἕνεκεν αὐτὰ τὰ κεφάλαια διῆλθον, ἐνδεικνύμε‐ νος τὴν χρείαν τῆς ἐν τοῖς νο‐ σήμασι κατὰ τοὺς καιροὺς δια‐
10φορᾶς. οὐδὲ γὰρ ὅπως τις διαι‐ τήσει δυνατὸν εὑρεῖν, οὐδὲ πότε δὲ θρέψει, χωρὶς τοῦ δι‐ ορίσαι βεβαίως αὐτοὺς, εἴ γε χρὴ συντεκμαίρεσθαι κατ’ ἀρχὰς
15εὐθύς, ὁπηνίκα μὲν ἡ ἀκμὴ τοῦ νοσήματος ἔσοιτο, πηλίκη δ’
ἐστιν ἡ τοῦ κάμνοντος δύναμις.111

112

εἰ μὲν γὰρ ἐξαρκέσει τῷ τῆς ἀκμῆς καιρῷ καὶ χωρὶς τοῦ τὴν τροφὴν προσενέγκασθαι, κράτι‐ στον ἀσιτεῖν ἄχρι τοῦ τὴν παρ‐
5ακμὴν ἀπάρξασθαι εἰ δ’ οὐχ οἷόν τ’ ἀσιτοῦντα διαρκέσαι, θρεπτέ‐ ον αὐτὸν ἀπ’ ἀρχῆς εὐθέως ἐν ἅπαντι 〈τῷ〉 καιρῷ τῷ δυναμένῳ προσδέξασθαι τροφήν, ἔστι δ’
10οὗτος ὁ τῆς ἀνέσεως. λέγω δ’ ἄνεσιν ἄρτι τὸ δεύτερον μόρι‐ ον τῆς ὅλης περιόδου, διαιρε‐ θείσης εἰς δύο τὰ πάντα, παρ‐ οξυσμόν τε καὶ ἄνεσιν.
15Ἱπποκράτης μὲν οὖν πάντων πρῶ‐ τος ὧν ἴσμεν ὀρθῶς περὶ τούτων διωρίσατο· βέλτιον δ’ ὂν ἐξεργά‐
σασθαι τὴν τέχνην αὐτοῦ σχεδὸν112

113

οὐδεὶς τοῦτ’ ἐποίησεν, ἔνιοι δὲ καὶ τελέως ἀποχωρήσαντες αὐτῆς εἰς μακρολογίαν ἐξε‐ τράποντο, καθάπερ καὶ Ἀρχι‐
5γένης ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς δύο βιβλίοις, ἃ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐγράψατο. μαθήσῃ δ’ ἐναργῶς ὃ λέγω, δύο ταῦτ’ ἐξετάσας
10ἀκριβῶς· ἓν μέν, εἰ ταυτὶ τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα δι’ ὅλου τούτου τοῦ βιβλίου χρη‐ σιμώτατά ἐστιν εἰς θεραπείαν καὶ πρόγνωσιν· ἕτερον δ’, εἰ
15λέλεκταί τι πρὸς Ἀρχιγένους. εἰ γὰρ μηδενὸς ἐλλείποντος τοῖσδε φαίνεται λέγων ἕτερα, διττῶς πλημμελεῖ, μήτε τὰ
χρήσιμα διδάσκων, βαρύνων τε113

114

τῇ τῶν ἀχρήστων πολυλογίᾳ τοὺς
ἀναγινώσκοντας αὐτοῦ τὰ βιβλία.114