TLG 0057 046 :: GALENUS :: De morborum temporibus liber GALENUS Med., vel Claudius Galenus De morborum temporibus liber Citation: Page — (line) | ||
1(t1) | Γαληνοῦ | |
t2 | περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν | |
---|---|---|
1 | Οἷόν τι τοῖς ζῴοις ἐστιν ἡ κατὰ τὰς ἡλικίας διαφορά, τοιοῦτον τοῖς νοσήμασιν, οὓς ὀνομάζουσι καιρούς. οὔτε γὰρ | |
5 | ὁ χρόνος ἁπλῶς δηλοῦται διὰ τῆσδε τῆς προσηγορίας, οὔθ’ ὁ προσήκων χρόνος, ὑπὲρ οὗ καὶ τὰ βοηθήματα σκοπού‐ μεθα, μόνη δ’ ἡ τῶν νοσημάτων, | |
10 | ὡς εἴρηται, ἡλικία, χρόνων | |
ἀμοιβαῖς | 1 | |
2 | ὑπαλλαττομένη, καθάπερ καὶ τὸ ζῷον ἐν ταῖς ἡλικίαις. ἔοικε δὲ τοῦτο τοῖς φθαρτοῖς σώμα‐ σιν ὑπάρχειν πᾶσι, τοῖς μὲν | |
5 | μᾶλλον, τοῖς δ’ ἧττον, ὡς εἴ γε διαπαντὸς ἔμενεν αὐτῶν ἀπαράλ‐ λακτος καὶ ἄτρεπτος ἡ φύσις, τὴν ἑαυτῆς οὐσίαν φυλάττου‐ σα, οὐκ ἂν ἐφθείρετο. καθάπερ | |
10 | οὖν καὶ ἡμεῖς αὐτοὶ γεννηθέντες αὐξανόμεθα μέχρι τῆς ἀκμῆς, εἶτ’ ἐντεῦθεν ἀρξάμενοι φθίνειν ἕως ἐσχάτου τέλους ἀφικνούμεθα φθο‐ ρᾶς. ὅσοι πάσας διεξέρχεσθαι | |
15 | μέλλομεν τὰς ἡλικίας, τὸν αὐτὸν τρόπον καὶ τῶν ἀρρωστημάτων ἕκαστον μετὰ τὴν πρώτην σύστα‐ σιν τῆς γενέσεως αὐτῶν ὁδῷ τῇ ἐπὶ τὸ μεῖζον παραυξήσει χρώμενον | |
20 | μέχρι τῆς ἀκμῆς ἵεται, ἕως ἀνάλογον τῆς πρόσθεν αὐξήσεως | |
μειούμενον | 2 | |
3 | εἰς παντελῆ διάλυσιν ἐλθεῖν. τάχα δ’ ἂν ἴσως δόξειε ταύτῃ μόνον διαφέ‐ ρειν ἡ τῶν νοσημάτων κατὰ | |
5 | χρόνον ἐξαλλαγὴ τῆς κατὰ τὰ ζῷα τῶν ἡλικιῶν, ὅτι τοῖς μὲν ζῴοις ἴδιός ἐστιν ὁ χρόνος τῆς γενέσεως, ἐν ᾧ διαπλάττεται πάντα | |
10 | τὰ μόρια τὰ πρὸς τὴν ζωὴν ἀναγκαῖα, τῶν νοσημάτων δ’ οὐδείς ἐστι χρόνος τοιοῦτος ἴδιος, ἀλλ’ εὐθὺς ἀπὸ τῆς πρώτης εἰσβολῆς αὐξάνεται. | |
15 | καὶ τοῦτ’ εἰκότως γίνεται. τὰ μὲν γὰρ ζῷα σώματά ἐστι, τὰ δὲ νοσήματα τοῖς σώμασι συμβεβηκότα. διάπλα‐ σιν μὲν οὖν καὶ γένεσιν | |
20 | ἐπιζητεῖ ἡ τῶν σωμάτων | 3 |
4 | ἰδιότης, τὰ συμβαίνοντα δ’ αὐτοῖς, ἅτε μηδεμιᾶς δια‐ πλάσεως δεόμενα, κατὰ τὴν πρώ‐ την εἰσβολὴν εὐθέως τὴν γένεσιν | |
5 | ἴσχει καὶ πρὸς τὴν αὔξησιν ἐπείγεται. τίς γὰρ ἂν εἴη φλεγ‐ μονῆς γένεσις, ὁποία ζῴου κυουμένου διάπλασις; ἢ τίς ἐρυ‐ σιπέλατος, ἢ τίς, εἰ οὕτως ἔτυχε, | |
10 | πυρετοῦ; φαίνεται γὰρ ἕκαστον τούτων εὐθὺς ἅμα τῷ πρῶτον ἄρ‐ ξασθαι τοιοῦτον ὑπάρχον τὴν ἰδέαν, ὁποῖόν ἐστι τὸ μέγιστον ἐν ταὐτῷ γένει, λειπόμενον δ’ | |
15 | ἐκείνου μόνον τῷ μεγέθει. θερμό‐ τερον γοῦν ἑαυτοῦ σὺν ὄγκῳ μεί‐ ζονι μετ’ ὀδύνης θ’ ἅμα καὶ τάσε‐ ως γίνεται τὸ φλεγμαῖνον· ἀλλὰ ταῦτα κατὰ μὲν τὴν εἰσβολὴν μι‐ | |
20 | κρά, τοὐντεῦθεν δ’ αὐξάνεται μέχρι | |
τινὸς μεγέθους, οὐκ ἴσου πᾶσιν, | 4 | |
5 | ὅθεν ἐφεξῆς ἤτοι διεφορήθη τοῖς βοηθήμασιν ὁ παρὰ φύσιν ὄγκος ἅμα τῷ καὶ τὴν ὀδύνην αὐτῷ καὶ τὴν θερμότητα συναπο‐ | |
5 | παύεσθαι, ἢ μετέβαλεν εἰς πῦον. αὗται γὰρ αἱ τῆς φλεγμο‐ νῆς λύσεις, ἄν γε μέλλῃ λύε‐ σθαι. περὶ τούτων γὰρ ὁ λόγος ἡμῖν ἔστω πρότερον, ἀναβε‐ | |
10 | βλημένης κατὰ τὸ παρὸν εἰς ὕστερον τῆς περὶ τῶν μὴ λυο‐ μένων νοσημάτων ἐπισκέψεως. χρόνος οὖν οὐδείς ἐστιν ἴδιος ἐξαίρετος ἀποτεταγμένος τῇ | |
15 | γενέσει τῆς φλεγμονῆς, ἕτερος τοῦ τῆς αὐξήσεως, ἀλλ’ εἷς ὁ | |
σύμπας ἀπὸ τῆς πρώτης εἰσβολῆς | 5 | |
6 | ἄχρι τῆς ἀκμῆς αὐξανομένου τοῦ πάθους. οὕτω δ’ ἔχει καὶ περὶ τῶν ἐρυσιπελάτων ἁπάν‐ των τε τῶν ἄλλων. καὶ γὰρ | |
5 | ὁ πυρετὸς ἐν γένει μέν, οἶμαι, τῆς παρὰ φύσιν ἐστὶ θερμασίας· ταύτης δ’ οὐκ ἀπο‐ τέτμηται χρόνος ἴδιος τῆς γενέσεως, ἀλλ’ ἐπειδὰν πρῶ‐ | |
10 | τον ἄρξηται τὸ σῶμα θερμό‐ τερον ἑαυτοῦ γίνεσθαι πυρε‐ τώδει θερμασίᾳ, τοὐντεῦθεν ἕτερος ἐφ’ ἑτέρῳ καιρὸς ἐκ‐ δέχεται τὴν αὔξησιν τοῦ πά‐ | |
15 | θους, ἄχρι τῆς παντελοῦς | |
ἀκμῆς, ἣν ἐν ἑκάστῳ | 6 | |
7 | τῶν ὄντων ἔσχατόν τι μέγεθος εἶναι δοκοῦμεν. οὗτος ὁ λόγος ἐπιεικής ἐστι καὶ δεῖταί τινος ἀγωνιστοῦ γενναίου πρὸς τὴν | |
5 | ἀπάντησιν, ὡς ἐπιδεῖξαι ταῖς ἀρχαῖς τῶν νοσημάτων εἶδος ἴδιον ὑπάρχον ὥσπερ τοῖς ζῴ‐ οις διαπλαττομένοις ἀνακείμε‐ νόν τε τούτῳ τὸν πρῶτον χρόνον | |
10 | ὅροις οἰκείοις περιγραφόμενον. ἐφ’ ὧν ἐστελλόμην ἂν ἤδη δι‐ δάσκων ἃ γινώσκω κατ’ ἐμαυτόν, εἰ μή με κατὰ δή τινα τύχην ἐν τῷδε τοῦ λόγου γενόμενον | |
15 | ὑπῆλθεν ἡ Ἀρχιγένους διαίρε‐ | |
σις, ὃς εἰς τοὺς πρώτους | 7 | |
8 | τε καὶ μεγίστους καιροὺς δι‐ αιρῶν τὰ νοσήματα ἀρχὴν τὴν εὐθέως ἄχρι τῆς ἀκμῆς ἀνάβασιν καλεῖ τὸν μεταξὺ καιρὸν ἀφαι‐ | |
5 | ρῶν ἐκ τοῦ λόγου [τὴν ἀνάβασιν]. ὅπου γὰρ οὐκ εἶναι δοκεῖ και‐ ρὸς ἴδιος τῆς ἀρχῆς ὅλως, ἀλλ’ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς τὸ μεταξὺ πᾶν ἐπί‐ | |
10 | δοσις ᾖ, πῶς γε συγχωρήσειεν ἄν τις Ἀρχιγένει, τὸ μὲν ὁμο‐ λογούμενον ὑπερβαίνοντι, τὸ δ’ ἀμφισβητούμενον ὡς ὁμολογού‐ μενον ἑτοίμως τιθεμένῳ; οὗτος | |
15 | μὲν οὖν φαίνεται προδιδοὺς ἐσχά‐ | |
τως τὸν λόγον, ἀγῶνος | 8 | |
9 | μεγάλου δεόμενον εἰς τὸ δεῖξαι τὴν ἀρχὴν τοῦ νοσήματος ἴδιον ἔχουσαν τύπον, οὐ σμι‐ κρότητι μόνον τῶν ἐφεξῆς αὐτῇ | |
5 | διαφέρουσαν. ἡμεῖς δ’ ἐπιχει‐ ρήσομεν ἤδη δεικνύναι διαλλά‐ τουσαν ἰδέᾳ τινὶ τὴν ἀρχὴν τοῦ νοσήματος τῆς μετ’ αὐτὴν ἀναβάσεως. ἡ δ’ ἀρχὴ τοῦ λόγου | |
10 | τὴν ἀνάμνησιν ἕξει ἐκ τῶν φαινομένων ἐναργῶς ἅπασιν ἡμῖν ἐπὶ πολλῶν νοσημάτων. ὅθεν, οἶμαι, καὶ κινηθέντες οἱ ἰατροὶ σχεδὸν ἅπαντες οἱ | |
15 | πρὸ Ἀρχιγένους ἀρχήν τινα λέγουσιν ἑκάστου νοσήματος, οὐ τὴν πρώτην εἰσβολὴν ἐκεί‐ νην μόνην τὴν ἀπλατῆ, μῆκος δέ τι χρόνου καὶ πλάτος αὐ‐ | |
20 | τῇ προσγράφουσιν ἀξιόλογον | 9 |
10 | ἔστιν ὅτε, καὶ μετὰ ταύτην τὴν ἀνάβασιν, εἶτ’ ἀκμήν, ἐφ’ ᾗ δηλονότι τὴν καλουμένην παρ‐ ακμήν. | |
5 | Ἐθεασάμεθα γοῦν ἐνίους ἐν τῷ πράττειν ὁτιοῦν τῶν κατὰ τὸν βίον ἀτρέμα φρίξαντας τὸ πρῶ‐ τον, εἶτ’ αὖθίς τε καὶ αὖθις ἀνωμαλίας τέ τινος ἰσχυροτέρας καὶ φρί‐ | |
10 | κης ἀξιολογωτέρας αἰσθανομέ‐ νους, ὡς μήτε πράττειν μήθ’ ὑπομένειν ἃ πρότερον ἀμέμ‐ πτως ἔπραττον, ἀλλὰ καὶ κα‐ τακλιθῆναί τε καὶ δεῖσθαι | |
15 | σκεπασμάτων, καὶ τοῦτο πα‐ θόντας ἐνίοτε μὲν ὥραις τρι‐ σίν, ἐνίοτε δ’ ἐλάττοσιν, ἢ πλείοσιν· ἐντεῦθεν δ’ ἄρξασθαι | |
θερμασίας ἀηδοῦς τε καὶ παρὰ | 10 | |
11 | φύσιν αἰσθάνεσθαι κατ’ ὀλίγον αὐξανομένης. ἐν αὐτοῖς γὰρ τούτοις ἐναργῶς ὁρᾶται διαφέ‐ ρουσα κατ’ ἰδέαν ἐξαίρετον ἡ | |
5 | ἀρχὴ τοῦ παροξυσμοῦ τῆς ἐπι‐ δόσεως. εὔδηλον δ’ ὅτι τὴν αὔξησιν ἐπίδοσιν ὀνομάζουσιν ἔνιοι, καθάπερ ἄλλοι τινὲς ἀνάβασιν. ἡμεῖς δ’ ἅπασι τοῖς ὀνόμασιν, | |
10 | ὡς ἂν ἐπέλθῃ, χρησόμεθα· δη‐ λοῖ γὰρ ἓν πρᾶγμα. τὸ δὲ τοῖς τρισὶν ὀνόμασι προσαγορευ‐ όμενον ἵσταταί ποτε καὶ παύ‐ εται τῆς κινήσεως, καὶ φαί‐ | |
15 | νεται διαμένον ἴσον ἑαυτῷ | |
κατά τινα χρόνον | 11 | |
12 | ἤτοι μακρότερον ἢ βραχύτερον, εἶτ’ ἐντεῦθεν ἔλαττον ἑαυτοῦ γινόμενον, ἤτοι διὰ ταχέων, ἢ χρόνῳ πλείονι· καὶ ποτὲ μὲν | |
5 | εἰς ἀπυρεξίαν ἡ τοῦ πυρέξαντος φαίνεται ἐπανερχομένη διάθε‐ σις, ἔστι δ’ ὅτε ὑπὸ τῆς εἰσ‐ βολῆς δευτέρου παροξυσμοῦ κα‐ ταλαμβανομένη τὴν αὐτὴν ἰδέαν | |
10 | ἐχούσης τῇ προειρημένῃ· καὶ πάντως ἔστιν ὅτε τὰ προειρη‐ μένα δεύτερον αὖθις ἐπιγίνε‐ ται τῷ νοσοῦντι, πολλάκις δ’ ἔστιν ὅτε καὶ τρίτον καὶ | |
15 | τέταρτον καὶ πέμπτον | 12 |
13 | περιερχομένης τῆς νόσου κατά τινα κύκλον ἐκ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ διὰ τῆς αὐτῆς τάξεως. ὀνομάζουσι δὲ τῶν τοιούτων | |
5 | κύκλων ἕκαστον οἱ ἰατροὶ περί‐ οδον. ἔνιαι δ’ αὐτῶν ἐν τέτ‐ ταρσι καὶ εἴκοσιν ὥραις περιγρά‐ φονται, καὶ καλοῦμεν αὐτὰς ἀμφημερινάς· ἔνιαι δ’ ἐν ὀκτὼ | |
10 | καὶ τετταράκοντα, τουτέστιν ἐν δυοῖν ἡμέραιν καὶ νυξίν, ἃς ὀνομάζουσι τριταίων πυρε‐ | |
τῶν περιόδους· ἑτέρας δέ τινας | 13 | |
14 | ἑβδομήκοντα καὶ δυοῖν ὡρῶν περιγράφει χρόνος, ὧν τοὺς μὲν πυρετοὺς αὐτοὺς ὀνομάζου‐ σι τεταρταίους, τὸν δ’ ὅλον | |
5 | κύκλον, ὃς ἐπανέρχεται ἐπὶ τὴν [μιὰν] ἀρχήν, τεταρταίαν περί‐ οδον· οὕτω δὲ καὶ τριταίαν περίοδον ἅμα τριταίῳ πυρετῷ, καὶ τὴν ἀμφημερινὴν ἑκάστης | |
10 | ἡμέρας ἐπανακυκλοῦσαν ἅμα ταῖς ἀμφημερινοῖς πυρετοῖς· ἀλλ’ αἵ γε περίοδοι πᾶσαι ποτὲ μὲν εἰς ἀπυρεξίαν ἀφικνοῦνται, καθάπερ ἐν τοῖς προειρημένοις | |
15 | πυρετοῖς, ἀμφημερινῷ, τριταίῳ | |
καὶ τεταρταίῳ· ποτὲ δ’ εἰς | 14 | |
15 | παρακμὴν μόνον, ἤτοι πλησίον ἀπυρεξίας ἥκουσαν, ἢ καὶ πορρω‐ τέρω. Παραδείγματος οὖν ἕνεκεν ἐπὶ | |
5 | τριταίου πυρετοῦ πρῶτον ἡμῖν ὁ λόγος γινέσθω. φρίκη μετρία τῶν τοιούτων ἄρχεται πυρετῶν, εἶτ’ ἄκρων ψύξις ἅμα φρίκαις μείζοσιν, εἶτ’ ἤδη καὶ ῥιγοῦσι | |
10 | καὶ ψύχονται τὰ πλεῖστα τοῦ σώματος. ὁ δὲ σφυγμὸς αὐτῶν ἐν τῷδε τῷ καιρῷ σκληρότερός τε καὶ μικρότερος γίνεται τοῦ πρόσθεν, ὠκύτερός τε σαφῶς | |
15 | κατὰ τὴν συστολήν, τοῖς εἰδό‐ σιν αἰσθάνεσθαι συστολῆς· | |
ὡς ἥ γε διαστολὴ τὰ πολλὰ μὲν | 15 | |
16 | ἑαυτῆς βραδυτέρα, καὶ μάλιστα κατὰ τὴν εἰσβολήν, ἐνίοτε δ’ ἄν σοι δόξειεν ὁμοία διαμένειν τῇ προϋπαρχούσῃ καταστάσει. | |
5 | καὶ μὲν δὴ καὶ τῶν ἠρεμιῶν ἡ μὲν ἐπὶ τῇ συστολῇ μακρο‐ τέρα σαφῶς ἐστιν· ἡ δ’ ἐπὶ τῇ διαστολῇ κατὰ τὸν αὐτὸν ἐκείνῃ τρόπον ὡς τὰ πολλὰ μὲν ἴση τῇ | |
10 | πρόσθεν, ἔστι δ’ ὅτε οὐκ ἴση. ταῦτ’ ἐνίοις μὲν ὥραις γίνεσθαι πέφυκεν ἰσημεριναῖς δυσί, τι‐ σὶ δὲ πλείοσιν αὐτῶν, ἢ ἐλάτ‐ τοσιν· εἶθ’ ὁ σφυγμός, ἀρξάμενος | |
15 | μείζων θ’ ἅμα καὶ θάττων καὶ πυκνότερος γίνεσθαι κατὰ βραχὺ προστίθησιν ἑκάστῳ τῶν εἰρημένων. εὐθὺς δὲ καὶ θερ‐ μότεροι σφῶν αὐτῶν ἀποτε‐ | |
20 | λοῦνται σὺν ταῖς εἰρημέναις | 16 |
17 | τοῦ σφυγμοῦ μεταβολαῖς, ὥστ’ ἔνιοι πολλῆς αἰσθάνονται θερ‐ μασίας ἔνδον, ἔτι κατεψυγμένοι τὰ κῶλα, καὶ τὸ σύμπαν εἰπεῖν | |
5 | ἀνωμαλία τις ἐπικρατεῖ κατὰ τοῦ‐ τον τὸν χρόνον οὐ σμικρὰ περὶ τὸ σῶμα· δεύτερος οὗτος ὁ χρό‐ νος ἐκείνου τοῦ πρώτου, καθ’ ὃν ἐκ τῆς πρόσθεν καταστάσεως | |
10 | ἐψύχθη μὲν ὅλον τὸ σῶμα, τοῦ σφυγμοῦ δ’ ἡ μετάπτωσις εἰς τἀ‐ ναντία τοῖς πρόσθεν ἐγένετο. κατὰ μέν γε τὴν ἀπυρεξίαν, ἥτις ἡμῖν καλείσθω διάλειμμα, διότι | |
15 | καὶ Ἱπποκράτης οὕτως ὠνόμασεν, | |
ὁ σφυγμὸς ἐν τῇ κατὰ φύσιν ἐστὶν | 17 | |
18 | ὡς πρὸς τὴν ἡμετέραν αἴσθη‐ σιν καταστάσει, τοιοῦτον γὰρ τὸ κάλλιστον διάλειμμα. μετα‐ βάλλει δ’ ἐξαίφνης εἰς τὰς | |
5 | εἰρημένας ὀλίγον ἔμπροσθεν διαφορὰς ἅμα τῷ κατεψύχθαι τὸ ζῷον, εἶτ’ αὖθις εἰς τὰς ἐναντίας τρέπεται μετὰ τοῦ θερμαίνεσθαι. πρῶτος μὲν οὖν | |
10 | χρόνος ἐναργῶς ἐστι τῆς ὅλης περιόδου, καθ’ ὃν ἐψύχθη τὸ σῶμα σὺν ταῖς εἰρημέναις τοῦ σφυγμοῦ μεταβολαῖς, ἤτοι ἐξ ὑγείας ἢ ἐκ διαλείμματος εἰς | |
15 | τοῦτ’ ἀφικόμενον· ἕτερος δ’ ἐπὶ τούτῳ δεύτερος, ὁ τῆς εἰς τἀναντία μεταβολῆς τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, | |
ἄχρι περ ἂν ὁμαλῶς γένηται | 18 | |
19 | θερμὸς ὁ σύμπας ὄγκος τοῦ σώματος· εἶτ’ ἐπ’ αὐτῷ τρίτος, αὐξανομένης ἔτι τῆς θερμασίας, ἀνάλογον δ’ αὐτῇ καὶ τῶν σφυγμῶν | |
5 | ἐπιδιδόντων εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα· τετάρτη δὲ κατάστασις ἐπὶ ταῖς εἰρη‐ μέναις τρισὶν ὁρᾶται τῶν εἰ‐ ρημένων ἁπάντων ἴσον ἑαυτοῖς | |
10 | φυλαττόντων τὸ μέγεθος, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν· εἶτ’ ἐντεῦθεν ἄλλος πέμπτος, ὅταν ἤδη μὲν ἐλάττων ἡ θερμασία γίνηται, σαφῶς δ’ ἀτμὸς ἐκκρίνηται (διὰ) τοῦ | |
15 | δέρματος, ὁ σφυγμὸς δ’ ἐπὶ τὴν κατὰ φύσιν ἔρχηται κατά‐ στασιν, ἀποτιθέμενος ἃ παρὰ φύσιν ἐπεκτήσατο πάντα, με‐ γέθους τε πέρι καὶ ταχυτῆτος | |
20 | καὶ πυκνότητος καὶ σκληρότητος. | 19 |
20 | ἐν τούτῳ τῷ χρόνῳ καὶ ἐξ‐ αίφνης ἱδρὼς τοῖς πλείστοις αὐτῶν ἐπιγίνεται, καὶ μετ’ αὐτὸν ὁ τοῦ διαλείμματος | |
5 | ἀφικνεῖται χρόνος, ἕκτος ἐπὶ τοῖς εἰρημένοις. οὐδὲν δὲ τούτων ὑπόθεσίς ἐστιν ἀδήλου πράγματος, ἀλλ’ ἐν‐ αργῶς ὁσημέραι σχεδὸν ἅπασι | |
10 | τοῖς πυρέττουσι τριταῖον πυρετὸν οὕτω φαίνεται γινόμενα. καὶ χρὴ προσθεῖναι τῷ λόγῳ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, ὡς μέχρι μὲν τού‐ του καὶ μὴ ἰητρὸς δύναιτο | |
15 | ἂν γινώσκειν ὀρθῶς, εἰ τὰς τοῦ σφυγμοῦ τροπὰς ἐξέλοιμεν τοῦ λόγου. περιεργότεροι γὰρ ἢ κατὰ τὸν ἰδιώτην εἰσίν, ἡ | |
δὲ τῆς θερμασίας μεταβολή, | 20 | |
21 | κᾂν εἰ μὴ βούλοιντο παρακολου‐ θεῖν οἱ πάσχοντες αὐτήν, κεν‐ τρίζειν τε καὶ νύττειν αὐτοὺς πέφυκεν, ὡς μὴ λαθεῖν. ἐξη‐ | |
5 | γοῦνται γοῦν πάντες οἱ κάμνον‐ τες οὕτως, ἐξαίφνης μὲν αὐτοῖς ἤτοι γ’ ἀνωμαλίαν ἢ φρίκην δια‐ δραμεῖν, εἶτ’ ἐντεῦθεν ἅμα κατα‐ ψύξει τῶν ἄκρων ἐπιτείνεσθαι | |
10 | τὰς φρίκας, ἀκολουθῆσαι δ’ αὐ‐ ταῖς καὶ ῥῖγος εἶτ’ αὖθις τοῦ μὲν ῥίγους γίνεσθαί ποτε παῦ‐ λαν, ἐκλύεσθαι δὲ καὶ τὴν περί‐ ψυξιν τῶν ἄκρων, αἴσθησιν δὲ | |
15 | φλογώσεως ἔνδον εἶναι καὶ δίψος· ἐπὶ δὲ τούτοις οἴχε‐ | |
σθαι μὲν ἅπασαν ἀνωμαλίαν, | 21 | |
22 | ὁμαλῶς δὲ καίεσθαι τὸ σύμ‐ παν σῶμα, καὶ τοῦτ’ ἀεὶ καὶ μᾶλλον αὐτοῖς γίνεσθαι, καὶ στῆναί γε ποτε καὶ μεῖναι τὴν | |
5 | θερμασίαν ὁμοίαν ἑαυτῇ· εἶθ’ ὕστερον ἄλλην αἴσθησιν αὐτῆς ἐκλυομένης γενέσθαι, καὶ τοῦ‐ το μέχρι τῆς καταστάσεως ἐκεί‐ νης μὴ παύεσθαι γινόμενον, ἐν | |
10 | ᾗ πρῶτον ᾔσθοντο μηκέτι πυ‐ ρουμένων αὐτῶν. ἐπὶ μὲν οὖν τριταίων πυρετῶν αἱ κατὰ μέ‐ ρος διαφοραὶ τῆς περιόδου τοιαῦταί τινες ὑπάρχουσιν· | |
15 | ἐπ’ ἄλλων δ’ ἄλλαι πυρετῶν εἰ‐ σιν, ὑπὲρ ὧν ἐφεξῆς ἐρῶ. Νυνὶ δ’ ἐπὶ τούτου πρῶτον, οὗ πρῶτον παρεθέμην, ὁ λόγος ἐξεταζέσθω. πρῶτος οὖν ἦν | |
20 | καιρὸς ὁ συνάπτων | 22 |
23 | τῇ ἀπυρεξίᾳ, ψύξεως αἴσθησιν παρέχων, ὃν ἀρχὴν ὠνομάσαμεν, δεύτερος δ’ ὁ ἀποτιθέμενος τὴν ψύξιν, ὡς εἴρηται, κατὰ βραχύ, | |
5 | καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἀνωμαλίας καιρός· εἶτ’ ἐπ’ αὐτῷ τρίτος ὁ τῆς ὁμαλοῦς αὐξήσεως. ἐφ’ ᾗ τέταρτος ὁ τῆς ἀκμῆς, καὶ πέμπτος ὁ τῆς μει‐ | |
10 | ώσεως, καὶ ἕκτος ὁ τῆς ἀπυρε‐ ξίας. Ὅτι μὲν οὖν ἕξ εἰσιν αἱ εἰρη‐ μέναι μερικαὶ διαφοραὶ κατὰ τὰς τριταίας περιόδους, αἰ‐ | |
15 | σθήσεως δεῖ καὶ μνήμης, οὐκ ἀποδείξεως λογικῆς. ἓξ δ’ οὐσῶν αὐτῶν ὀνόματα συνθέσθαι | |
κάλλιον ἕνεκα συντόμου θ’ ἅμα | 23 | |
24 | καὶ σαφοῦς δηλώσεως· νόμος γάρ τις ἐστὶ κοινὸς ἅπασι τοῖς Ἕλλησιν, ὧν μὲν ἂν ἔχω‐ μεν ὀνόματα πραγμάτων παρὰ | |
5 | τοῖς πρεσβυτέροις κείμενα, χρῆσθαι τούτοις· ὧν δ’ οὐκ ἔχομεν, ἢ μεταφέρειν ἀπὸ τινῶν ὧν ἔχομεν, ἢ ποιεῖν αὐτοὺς κατ’ ἀναλογίαν τινὰ | |
10 | πρὸς τὰ κατωνομασμένα τῶν πραγμάτων, ἢ καταχρῆσθαι τοῖς ἐφ’ ἑτέρων κειμένοις. ἔξεστι μέντοι τῷ βουλομένῳ μήτε φυ‐ λάττειν τὰ συνήθη τοῖς Ἕλ‐ | |
15 | λησι, μήτ’ εἴ που δεήσειε ποιεῖν αὐτὸν εἰς τοὺς εἰρη‐ μένους ἀποβλέπειν σκοπούς, | |
καὶ πολὺ τοῦτ’ ἔστι παρὰ | 24 | |
25 | τοῖς νεωτέροις ἰατροῖς, ὡς ἂν μὴ παιδευθεῖσι τὴν ἐν παισὶ παιδείαν, ὥσπερ οἱ παλαιοί. συγχωρητέον οὖν αὐ‐ | |
5 | τοῖς ὡς ἂν ἐθέλωσιν ὀνομάζειν, ἐπειδὴ μάχιμοί τ’ εἰσὶ καὶ ἀναιδεῖς, καὶ πολλάκις γε χρηστέον τοῖς ὀνόμασιν, ὡς ἂν ἐκεῖνοι κελεύωσιν, ὑπὲρ | |
10 | τοῦ φυγεῖν αὐτῶν τὴν γλωσ‐ σαλγίαν· οὐδὲ γὰρ οὐδὲ βλα‐ βήσονται διὰ τὴν ἐν τοῖς ὀνόμασι παρανομίαν οἱ κάμ‐ νοντες· ὅταν δ’ ἤτοι κλέπ‐ | |
15 | τωσί τινα καιρὸν ὅλον ὑπερ‐ βαίνοντες, ἢ τοῖς εἰρημένοις ἐπεισάγωσι τὸ μὴ φαινόμενον, οὐκ ἐπιτρεπτέον αὐτοῖς, ὡς | |
ἂν εἰς βλάβην ἤδη | 25 | |
26 | τῶν νοσούντων τῆς τοιαύτης ἁμαρτίας διαφερούσης. ἄμεινον οὖν ἐστι[ν ἐν τῷδε] προδιεσκέ‐ φθαι τὰς τῶν σφαλμάτων αἰτίας, | |
5 | παρ’ αἷς οἱ πλεῖστοι τῶν ἰατρῶν σφάλλονται, πρὸς τὸ μήτ’ αὐτούς τι σφαλῆναι κἀκείνοις ἐπιδεῖ‐ ξαι τὴν ἀληθῆ τοῦ πράγματος ὁδόν, εἰ βουληθεῖεν. ἔνιοι μὲν | |
10 | γὰρ αὐτῶν οὕτω πεφύκασιν, ὡς μηδ’, ἂν τὸν Ἀπόλλωνα σχῶσιν αὐτὸν ἢ τὸν Ἀσκληπιόν, ἐπι‐ θυμοῦντάς τε διδάσκειν αὐτοὺς καὶ παρακαλοῦντας, ὑπακοῦσαί | |
15 | ποτε καὶ παρασχεῖν δύνασθαι τὰ ὦτα, μήτοιγε δὴ καταδέξα‐ σθαι τῇ ψυχῇ τὰ λεχθέντα. ἀλλ’ | |
οὐκ ἐκείνοις γε ταῦτα γεγράψεται. | 26 | |
27 | τοῦ τοίνυν σφάλματος αὐτῶν αἰτία πρώτη καὶ μάλιστ’ ἐστὶν ἡ τῆς τῶν νοσημάτων διαφορᾶς ἄγνοια. τριταῖος μὲν γάρ, ὡς | |
5 | εἴρηται νῦν, εἴωθε κινεῖσθαί τε καὶ τὰς ὥσπερ ἡλικίας αὐτοῦ δια‐ νύειν, οὐ μὴν ὁμοίαν γε κίνη‐ σιν ἔχει πᾶν νόσημα· διόπερ οὔθ’ ἡμεῖς ὀρθῶς, ἃ περὶ τρι‐ | |
10 | ταίων εἰρήκαμεν, ἐπὶ πάντα μετοίσομεν, οὔτ’ ἄλλος τις ἀπ’ ἄλλου πάθους ὁρμηθεὶς ἕνα κοινὸν ἀξιώσει λόγον ἁπάντων ὑπάρχειν. αὕτη μὲν οὖν ἡ πρώ‐ | |
15 | τη καὶ μεγίστη τῆς ἁμαρτίας αὐτῶν αἰτία. Τὰς δ’ ἄλλας ἐφεξῆς ἐρῶ, κατὰ | |
τὴν τῆς χρείας τάξιν, | 27 | |
28 | ἐπειδὰν πρότερον ὀνόματα θῶ τοῖς εἰρημένοις τῆς τριταίας περιόδου καιροῖς. Ἱπποκρά‐ τους γοῦν εἰρηκότος· οἱ πυ‐ | |
5 | ρετοί, ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυροὶ γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει, ὅτι ἀκίνδυνοι· τὸ διαλείπειν οὐκ | |
10 | ἔστιν ἐπ’ ἄλλου δέξασθαι μέ‐ ρους τῆς περιόδου, τὴν ἀπυρε‐ ξίαν ὑπερβάντας. οὐ γὰρ δὴ τοῦτό γέ φησιν, ὅτῳ δ’ ἂν τρόπῳ παρακμάζωσιν, οὐ γὰρ | |
15 | ἀληθὲς τοῦτο, | 28 |
29 | χείριστος γὰρ τῶν πυρετῶν ὑπάρχων ὁ ἡμιτριταῖος, ὅμως εἰς παρακμὴν ἀφικνεῖται σαφῆ τοῖς πολλοῖς, καὶ ἐν τοῖς | |
5 | ἄλλοις ἅπασιν 〈ἔχει〉 κατά γε τοῦτο παραπλησίως, ὅτι μὴ ἐν τοῖς συνόχοις ὀνομαζομέ‐ νοις. οὗτοι γὰρ μόνοι πυρετῶν οὐκ ἔχουσι παρακμὴν αἰσθητήν, | |
10 | ὥσπερ οὐδὲ τὴν ὅλην περίοδον, οὐδ’ ἄλλην τινὰ διαφορὰν τῶν προειρημένων, ἀλλ’ οἵαν ἔφα‐ μεν εἶναι τῶν τριταίων τὴν ἐπὶ τοῦ μεγέθους ἔν τινι χρό‐ | |
15 | νῳ στάσιν, ἐκεῖνοι τοιαύτην | |
ἔχουσιν ὀλίγου δεῖν ἅπασαν | 29 | |
30 | αὐτῶν τὴν διέξοδον. εἴπερ οὖν, ὡς ἔφην, ἀκίνδυνοι κατά γε τὴν ἑαυτῶν φύσιν εἰσὶν οἱ εἰς ἀπυ‐ ρεξίαν λήγοντες, ὡς ἐν τοῖς | |
5 | περὶ αὐτῶν λόγοις ἐπεδείξαμεν, οὐκ ἄλλο τι τὸ διαλείπειν Ἱπποκράτης ὠνόμασεν ἢ τὸ λή‐ γειν εἰς ἀπυρεξίαν. ὥστ’ εὐ‐ λόγως ἄν τις ἑπόμενος τῇ πα‐ | |
10 | λαιᾷ συνηθείᾳ διάλειμμα καλέ‐ σειεν ἐν ταῖς τῶν τριταίων περιόδοις τὸν καιρὸν τῆς ἀπυ‐ ρεξίας· ὥσπερ γε καὶ τὴν ἐπὶ τοῦ μεγίστου μεγέθους στάσιν, | |
15 | ὡς πρὸς τὴν αἴσθησιν ἡμῶν τε τῶν ἁπτομένων αὐτῶν τε τῶν καμνόντων, ἀκμήν. οὕτω γοῦν | |
καὶ ἡ τῶν ἡλικιῶν ἀκμὴ τὸ | 30 | |
31 | τελεώτατόν ἐστι, καὶ φαίνεται τούτῳ τῷ ὀνόματι, καθάπερ καὶ τῷ τοῦ διαλείπειν, ὁ Ἱπποκρά‐ της χρώμενος. ἀλλὰ καὶ τὸ πρῶ‐ | |
5 | τον μέρος τῆς περιόδου κατά γε τὴν πρώτην ἡμέραν γινόμενον ἐπὶ τῇ μεταπτώσει τοῦ κατὰ φύσιν, ἔν τε τῇ τρίτῃ καὶ πέμπτῃ καὶ ταῖς ἀνάλογον ὡσαύτως περιοδί‐ | |
10 | ζον ἐπὶ τῷ διαλείμματι, καλοῦ‐ σιν ἀρχήν, οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαν‐ τες ἰατροί. μετὰ δὲ τὴν ἀρχὴν ἐναργῶς γνωριζομένην τῇ ψύξει | |
15 | δεύτερος ἦν καιρὸς ὁ τῆς ἀνω‐ | |
μαλίας, καὶ τρίτος ὁ τῆς | 31 | |
32 | αὐξήσεως, ἄχρι τῆς ἀκμῆς. ἐπι‐ κοινωνοῦντας δ’ αὐτοὺς ἀλλήλοις οὐκ ἀκριβῶς ἐθεάσαντο πάντες ἰδέᾳ διαφέροντας, ὀνομάζουσί | |
5 | τε τὸ συγκείμενον ἐξ ἀμφοῖν, ὡς ἓν ὅλον, οἱ μὲν ἐπίδοσιν, οἱ δ’ αὔξησιν, οἱ δ’ ἀνάβασιν παρ‐ οξυσμοῦ. καὶ μέντοι καὶ λέγου‐ σιν ἀληθές τι. μετὰ γὰρ τὸν | |
10 | πρῶτον καιρόν, ἐν ᾧ καταψύχεται μὲν τὰ ἐκτός, εἰς δὲ τὸ βάθος ἐναργῶς φαίνεται τὸ αἷμα συρ‐ ρέον, ἕτερος ἐστι καιρὸς ὅλος, | |
ὅλῳ τῷδε κατ’ ἀντίθεσιν | 32 | |
33 | ὑφιστάμενος, διαμαχομένου μὲν τοῦ θερμοῦ τῇ ψύξει, οὔπω δὲ τεινομένου πρὸς τὰ ἐκτὸς τοῦ αἵματος. καὶ εἴ γ’ οὕτως αὐτὸν | |
5 | ἕνα λέγοιεν, ὡς εἴρηται νῦν, οὐ διοίσει καλεῖν ὅλον τοῦτον τὸν καιρὸν ἀνάβασιν· εἰ δ’ οὕτω καλέσαντες ἄτμητον ἐάσειαν, οὐ σμικρὰ βλάψουσι τὴν τέχνην. ὁ | |
10 | γὰρ τῆς ἀνωμαλίας ἐν αὐτῷ καιρὸς ὁ πρῶτος ἑτέρων ἔνδει‐ ξιν ἔχει βοηθημάτων, καὶ οὐ πάντῃ τῶν αὐτῶν τῷ μετ’ αὐτὸν καιρῷ, καθ’ ὃν ὁμαλὴς μὲν ἤδη ἡ τοῦ | |
15 | παντὸς σώματος κατάστασίς ἐστιν, αὔξησις δὲ τῶν ὄντων ἐπὶ τῆς αὐτῆς ἰδέας μενόντων, ἄχρι τῆς ἀκμῆς· λοιπὸς δ’ ὁ | |
τῆς παρακμῆς καιρὸς εἷς ἐστιν | 33 | |
34 | ὅμοιος ἑαυτῷ κατὰ τὴν ἰδέαν, ὅτι μὴ τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοῦ τὰ μόρια διαφέρει. ἀλλὰ τοῦτό γε καὶ τῷ πρώτῳ | |
5 | καιρῷ τῆς ἀρχῆς καὶ τῷ δευτέ‐ ρῳ τῆς ἀνωμαλίας, ἔτι τε τῷ τρίτῳ τῷ τῆς ἀναβάσεως ὑπάρχει. καὶ γὰρ τούτων ἑκάστου διαφο‐ ρά τις ἐστι κατὰ μέρος αἰσθη‐ | |
10 | τῶς ὑπαλλαττομένου. οὐ γὰρ ὁμοία κατὰ πάντ’ ἐστὶν ἑκά‐ στου τῶν εἰρημένων καιρῶν ἡ ἀρχὴ τῇ τελευτῇ, διαφέ‐ ρουσι δ’ ἀλλήλων τε καὶ τοῦ | |
15 | μέσου καιροῦ σαφῶς. ἡ γοῦν ἀρχὴ τοῦ παροξυσμοῦ βραχύ τι | |
τῆς κατὰ φύσιν ἀποκεχώρηκε | 34 | |
35 | κατατάσεως, ὥσπερ ἡ τελευτὴ πλεῖστον· ὅπου δὲ ταῦτα μεγί‐ σταις διαφοραῖς ἀλλήλων ἀπο‐ κεχώρηκε, πάντως δήπου καὶ | |
5 | μέσος τις ἐστιν αὐτῶν καιρός, πλέον μὲν τῆς ἀρχῆς ἀπέχων τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς τελευτῆς. οὕτω δὲ καὶ ἡ τῆς ἀνωμαλίας ἀρχὴ μικρόν | |
10 | τι διαλλάττει τῆς συναπτούσης αὐτῇ τοῦ πρώτου καιροῦ τε‐ λευτῆς, ἐπὶ πλέον δ’ ἀφιστα‐ μένη, καὶ μεσοῦσα, μεταξύ πως γίνεται τῆς εἰρημένης | |
15 | τοῦ πρώτου καιροῦ τελευτῆς καὶ τῆς ἀρχῆς τοῦ τρίτου. κατὰ δὲ τὸν αὐτόν, οἶμαι, λόγον καὶ ὅσα συνάπτει τοῦ δευτέρου καιροῦ τοῦδε τῆς | |
20 | ἀνωμαλίας ταῖς ἀρχαῖς τοῦ τρίτου | 35 |
36 | καιροῦ, παραπλησίαν ἐκείνοις ἔχει τὴν κατάστασιν. οὕτω δὲ καὶ τοῦ τρίτου πάλιν αὐτοῦ καιροῦ τὰ μὲν πρῶτα τῶν ὑστά‐ | |
5 | των τοῦ δευτέρου βραχὺ παρ‐ αλλάττει, τὰ δ’ ὕστατα παρα‐ πλήσιά πως ἐστι τῇ τῆς ἀκμῆς ἰδέᾳ, τὸ μέσον δ’ ἀμφοῖν ἴσον ἑκατέρων τῶν ἄκρων ἀφέστηκεν. | |
10 | ὥστ’ οὐδὲν θαυμαστόν, ὥσπερ τούτων ἑκάστου τῶν καιρῶν, οὕτω καὶ τῆς παρακμῆς τὸ μὲν ἀρχὴν εἶναι, τὸ δὲ τελευτήν, τὸ δὲ μεσότητα, καὶ καλεῖν γε, | |
15 | εἰ βούλοιτό τις ἕκαστον αὐτῶν ἰδίᾳ προσηγορίᾳ, δυνατόν. ἀκούω γοῦν ἑκάστοτε τῶν ἰατρῶν λεγόντων, ἀπέκλινεν ἀρτίως ἡ ἀκμή, νῦν ὑφίησι, νῦν ἐνδίδω‐ | |
20 | σι, νῦν ἀνίεται· εἴπερ οὖν | 36 |
37 | ταῦτα λέγουσιν, οὐκ ἀδύνατον αὐτοῖς τὰ πρῶτα τῆς παρακμῆς ὀνομάζειν ἀπόκλισιν ἢ ὕφεσιν ἢ ἔνδοσιν ἢ ἄνεσιν, ἢ καί τι‐ | |
5 | να τούτων ἢ καὶ πάντα. καὶ μέντοι καὶ τὰ μέσα καλεῖν ἔξ‐ εστιν ἑνὶ τινὶ τῶν εἰρημένων ὀνομάτων, καὶ τὰ τελευταῖα κα‐ τὰ τὸν αὐτὸν τρόπον· ὥσπερ καὶ | |
10 | ὁ Ἀρχιγένης ἄνεσιν ὀνομάζει τὸ τελευταῖον τῆς παρακμῆς. ἀλλ’ ἐκεῖνος φαύλως γε πράττει, νο‐ μίζων αὐτὴν ἕτερον εἶναι και‐ ρὸν ἰδέᾳ τινὶ διαφέροντα τῆς | |
15 | παρακμῆς. ἀμέλει γάρ, ὥσπερ πάντων τῶν μερῶν τῆς ὅλης περι‐ όδου τὸ μὲν ἀρχὴν ποιεῖται, τὸ | |
δὲ τελευτήν, τὸ δὲ μέσον, | 37 | |
38 | οὕτω καὶ αὐτῆς τῆς ἀνέσεως ποιεῖται τὴν τομήν, ὡς ἰδίου τινὸς ὄντος καιροῦ τῶν κατὰ τὴν πρώτην διαίρεσιν, ὅσοι | |
5 | διαφέρουσιν ἀλλήλων ἰδέαις τισίν, οὐ μόνον τῷ μᾶλλον τε καὶ ἧττον. ἐν ἀμφοτέροις οὖν ἁμαρτάνει προφανῶς, ἐξαιρῶν τε τὴν ἀνάβασιν τῆς πρώτης | |
10 | τομῆς, ἣν ἐναργέστερον ἅπαν‐ τες οἱ ἄνθρωποι νοοῦσι τῆς ἀρχῆς, προστιθείς τε τὴν ἄν‐ εσιν ἐν τῷ τέλει τῆς περιόδου. εἰ μὲν γὰρ εἰς ἀπυρεξίαν ἀφ‐ | |
15 | ικνοῖτο, σαφὴς ἂν εἴη ἡ δια‐ φορὰ τοῦ τοιούτου καιροῦ πρὸς τοὺς ἄλλους ἅπαντας· εἰ δ’ | |
ἐπιλαμβάνει τὴν παρακμὴν | 38 | |
39 | ἡ εἰσβολὴ τοῦ δευτέρου παρ‐ οξυσμοῦ τριχῇ τμηθεῖσα, ἐν τῷ‐ δε τῆς ὅλης παρακμῆς μέρος ἔξ‐ εστι καλεῖν ἄνεσιν, οὐ μὴν ἄλ‐ | |
5 | λον γέ τινα νομίζειν εἶναι και‐ ρὸν ἰδίᾳ τινὶ φύσει χαρακτηριζό‐ μενον, ὥσπερ τοὺς ἔμπροσθεν εἰρημένους. ὅτι μὲν οὖν ἕξ ἐστι τὰ πάντα μέρη τῆς τριταίας περι‐ | |
10 | όδου σαφέσι διαφοραῖς ἀλλήλων χωριζόμενα, πρόδηλον παντὶ τῷ θεασαμένῳ κἂν ἕνα τινὰ τῶν οὕτω καμνόντων ἀρρώστων· ὠνομάσθω‐ | |
σαν δὲ πρὸς μὲν τοὺς ἐριστικοὺς | 39 | |
40 | καιρὸς πρῶτος, καὶ δεύτερος, καὶ τρίτος, καὶ τέταρτος, καὶ πέμπτος, εἶθ’ ἕκτος ὁ τῆς ἀπυ‐ ρεξίας· πρὸς δὲ τοὺς ἰδιώτας | |
5 | 〈τοῖσ〉 ὀνόμασι χρῆσαι 〈τούτοισ〉, ἃ τοῖς συνθεμένοις ἐστὶν ἐπι‐ τήδεια. τῷ μὲν οὖν πρώτῳ και‐ ρῷ τὸ τῆς ἀρχῆς ἴδιον ὄνομα κείσθω· τῷ δὲ δευτέρῳ τὸ τῆς | |
10 | ἀνωμαλίας· τῷ δὲ τρίτῳ τὸ τῆς ἀναβάσεως· καὶ τῷ τετάρ‐ τῳ τὸ τῆς ἀκμῆς· καὶ τῷ πέμ‐ πτῳ τὸ τῆς παρακμῆς· ὁ δ’ ἕκτος ὁ τῆς ἀπυρεξίας διάλειμμα προσ‐ | |
15 | αγορευέσθω. | 40 |
41 | Ἔξεστι δὲ καὶ κατ’ ἄλλον τινὰ τρόπον εἰς μείζω μέρη διελεῖν ὅλην τὴν περίοδον· [εἴς τε γὰρ δύο μέρη δυνατὸν αὐτὴν ὅλην δι‐ | |
5 | ελεῖν], ἓν μὲν τοῦ πρώτου παρ‐ οξυσμοῦ ποιοῦντας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς [ἐσχά‐ της] ἀνέσεως· τὸ δὲ μεταξὺ τῆς παρακμῆς καὶ τῆς εἰσβολῆς τοῦ | |
10 | δευτέρου παροξυσμοῦ· καλῶ δ’ εἰσβολὴν παροξυσμοῦ τὸν ἀκρι‐ βῶς ἤδη πρῶτον χρόνον ἀπλατῆ, τὸν δ’ αὐτὸν τοῦτον ἐπισημασίαν εἰώθασιν ὀνομάζειν. καὶ τό γε | |
15 | πρὸς Ἱπποκράτους εἰρημένον· ἐν τοῖσι παροξυσμοῖσιν ὑπο‐ στέλλεσθαι χρή· κατὰ ταύτην | |
ἡγοῦμαι λελέχθαι τὴν τομήν· | 41 | |
42 | προειπὼν γάρ, ὡς προσήκει, οἷς μὲν αὐτίκα ἡ ἀκμή, αὐτίκα λεπτῶς διαιτᾶν, οἷς δ’ ὕστερον, ἐς ἐκεῖνο καὶ πρὸ ἐκείνου λε‐ | |
5 | πτῶς, ἔμπροσθεν δὲ πιότερον διαιτᾶν, ὡς ἂν ἐξαρκέσῃ ὁ νο‐ σέων, ἐπήνεγκεν· ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· διδάσκων ἡμᾶς δηλονότι | |
10 | μόνον ἐκεῖνον τὸν καιρὸν φυ‐ λάττεσθαι, τὸν ὑπ’ αὐτοῦ κα‐ λούμενον παροξυσμόν. οὐδέ‐ ποτε γὰρ ἐν αὐτῷ τρέφομεν, ἐν δὲ τῷ λοιπῷ παντὶ τῆς ἀν‐ | |
15 | έσεως, ἄλλοτε κατ’ ἄλλο μό‐ | |
ριον αὐτοῦ· ποτὲ μὲν γὰρ | 42 | |
43 | ἁπλοῦς ἐστιν παρακμὴ μόνον ὑπάρχων, ἐνίοτε δ’ ἐκ παρακμῆς καὶ διαλείμματος σύγκειται. αὕτη μέν ἐστιν ἡ εἰς δύο μέρη | |
5 | τομὴ τῆς μιᾶς περιόδου, τὸ μὲν ἕτερον μέρος αὐτῆς τὸ πρότερον ὀνομαζόντων ἡμῶν παροξυσμόν, τὸ δ’ ἐπ’ αὐτῷ δεύ‐ τερον ἤτοι γ’ ἄνεσιν, ὡς ἀρτί‐ | |
10 | ως, ἢ ὡς ἔνιοι, διάλειμμα. διάλειμμα γὰρ καλοῦσιν οὐκ ὀλίγοι τῶν ἰατρῶν τὸ μετὰ τὴν ἀκμὴν ἅπαν, ὅπως ἂν ἔχῃ φύσεως, εἴτ’ εἰς ἀπυρεξίαν παυόμενον, | |
15 | εἴτε καὶ μή. ἀλλ’ ἡμῖν γε φυ‐ λαττέσθωσαν αἱ προειρημέναι | |
κλήσεις, ὑπὲρ τοῦ μηδεμίαν | 43 | |
44 | ἀσάφειαν γίνεσθαι κατὰ τὸν λόγον, καὶ προσαγορευέσθω τὸ μετὰ τὸν παροξυσμὸν ἅπαν ἄνεσις, οὐ κωλυόντων ἡμῶν, ὡς ἔφην, εἰ | |
5 | καὶ διάλειμμά τις αὐτὸ καλεῖν ὅλον, ἢ παρακμήν, ἢ ὕφεσιν, ἢ ἔνδοσιν, ἢ ἀφαίρεσιν ἐθέλοι. πρόκειται γὰρ οὐ περὶ τῶν ὀνομάτων ζυγομαχεῖν, ἀλλὰ | |
10 | τὰ μέρη τῆς περιόδου σκο‐ πεῖν, ὁποῖά τε καὶ ὁπόσα τὸν ἀριθμόν ἐστι καὶ ὅπῃ δι‐ ενήνοχεν ἀλλήλων. Αὕτη μὲν οὖν ἡ τομὴ τῶν εἰς | |
15 | ἀπυρεξίαν ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων, καὶ τεταρταίων, ἓξ ἐχόντων τὰ μέρη διαφέροντα | |
ἀλλήλων ἰδέαις εὐσήμοις· | 44 | |
45 | ἑτέρα δέ, τῶν μὴ διαλειπόντων, εἰς πέντε μέρη διαίρεσις. εἰσὶ δὲ καὶ οὗτοι παμπόλλοι, τινὲς μὲν ἑκάστης ἡμέρας παρο‐ | |
5 | ξυνόμενοι, τινὲς δὲ διὰ τρί‐ της· οὐ μὴν οἵ γε διὰ τετάρ‐ της πολλάκις, ἀλλ’ ἐν τῷ σπα‐ νίῳ φαίνονται γινόμενοι· τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς | |
10 | ἀπυρεξίαν παύεται. διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν παυομένων, ἀμφημερινῶν, τριταίων καὶ τε‐ ταρταίων. ἔνιοι μὲν γὰρ αὐτῶν | |
15 | καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ καὶ τὸ τάχος καὶ τὴν | |
πυκνότητα καὶ τὴν σκληρότητα· | 45 | |
46 | τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν ἐπανάγουσι, φυ‐ λάττουσι δὲ ταχυτῆτα οἱ μὲν πλέον, οἱ δ’ ἧττον. ἀλλ’ οὐ τοῦ | |
5 | νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι. πρόκειται γὰρ ἐν‐ ταῦθ’ ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου καθ’ ἕκαστον γένος νο‐ σήματος. εἰρηκότες οὖν ὀλίγον | |
10 | ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας πυρετούς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων, πέντε εἶναι λέγον‐ τες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως | |
15 | αὐτοῖς ὑπάρχῃ, μόνον δὲ λείπῃ | |
τὸ τῆς ἀπυρεξίας. ἡ δ’ ἐν τοῖς | 46 | |
47 | ἄλλοις μέρεσιν ὁμοιότης φυ‐ λάττεται τῷ τὴν εἰσβολὴν τοῦ παροξυσμοῦ μετὰ συστολῆς γί‐ νεσθαι. ὀνομάζω δ’ οὕτω τὴν | |
5 | μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται καὶ τὸ τοὺς σφυγμοὺς εἴσω μᾶλλον κινεῖσθαι μετὰ σμικρότητος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα τοῦ αἵματος ᾧ | |
10 | πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς ἀνωμαλίας, εἶθ’ ἑξῆς τὸ τῆς ἀναβάσεως ἀκμῆς τε καὶ παρακμῆς· ἐφ’ ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γί‐ | |
15 | νεται παροξυσμοῦ, τοὺς τρεῖς | |
καιροὺς εἰς ἕνα μεταπίπτειν | 47 | |
48 | ἀναγκαῖόν ἐστι, καὶ γίνεσθαι τὸ σύμπαν ἄχρι τῆς ἀκμῆς ἀνά‐ βασιν. ὅπου γὰρ οὐκ ἐγένετο συστολή, δῆλον ὡς οὐδ’ ἀνω‐ | |
5 | μαλία. τὴν δ’ ἀκμὴν οὐδέποτε εἶδον ἀπολείπουσαν, ἀλλ’ ἀεὶ διαμένουσαν αἰσθητὴν ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον· εἰσβολὰς | |
10 | μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρ‐ χῆς συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἡ ψύξις ἦν, ἁπά‐ σαις ὀλίγου δεῖν ταῖς ἀρ‐ | |
15 | χαῖς συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ ἐπὶ τὰ ἔσω τῶν | |
ἀρτηριῶν κίνησις, ὑπὲρ ἧς | 48 | |
49 | εἴρηται μὲν ἐπὶ πλέον ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορί‐ | |
5 | ζειν αὐτήν. ὅσα δ’ ἄλλα συμ‐ πτώματά τε καὶ σημεῖα τῆς ἀρ‐ χῆς τῶν παροξυσμῶν ἴδια προ‐ είρηται, τὰ μὲν ἐπιτεινόμενα γίνεται τῇ περιψύξει, τὰ δ’ | |
10 | ἄλλως συμβαίνει, σμικρότης μὲν τῶν σφυγμῶν καὶ ἀραιότης καὶ βραδύτης διαστολῆς ἐπὶ τῇ καταψύξει, ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς | |
15 | τῶν συμπτωμάτων αἰτίαις εἴπομεν. | 49 |
50 | ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυ‐ | |
5 | μαστῶν τούτων ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευσθέν‐ τας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους ὥρας τοῦ παροξυσμοῦ. | |
10 | συμβαίνει δ’ αὐτοὺς ἀγνοοῦντας ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτη‐ ρίας ἐν τοῖς τοιούτοις σφάλ‐ μασι καθίστασθαι. ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ | |
15 | συστολὴ θάττων γίνεται· γνω‐ ρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν, ἀλλὰ δεῖται μάλιστα | |
τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ | 50 | |
51 | ἄλλο τῶν τῆς τέχνης, ἀσκή‐ σεως ἱκανῆς, ἣν οὐχ οἷόν τε ποιήσασθαι, πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον | |
5 | ἐν τῷ πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν. εἰ μὲν οὖν τις εἴη γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρήσει τού‐ τῳ τίθεσθαι τοῦτ’ αὐτὸ τὸ | |
10 | μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γινομένην ἄνευ τῆς διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ’ ἐφεξῆς τῷδ’ ἀνάβασιν, | |
15 | ἄχρι τῆς ἀκμῆς· εἰ δὲ μὴ | |
γνωρίζοι μηδὲ τοῦτο, | 51 | |
52 | φαίνοιτο δ’ ἄθλιπτος αὐτῷ πάντως ἡ εἰσβολὴ γινομένη, τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παρ‐ οξυσμοῦ ἀνάβασιν ἢ ἐπίδοσιν ἢ | |
5 | αὔξησιν ὀνομάσει, τέμνων αὐτὴν εἰς πρῶτα καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, οὐκ εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν | |
10 | αἰσθητῶν ψύξεων. ἐν τοῖς τοι‐ ούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται καιροὶ τρεῖς, αὔξησις, ἀκμή, μείωσις· οὐδὲν γὰρ χεῖρον οὐ‐ δὲ μείωσιν ὀνομάζειν τὸν και‐ | |
15 | ρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους | |
ἀφαιρεῖταί τι τοῦ πυρετοῦ· | 52 | |
53 | ὅσοις δ’ οὐκ ἔστι περίοδος, οἷον τοῖς συνόχοις ὀνομαζομέ‐ νοις, τούτοις τοῖς πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, | |
5 | οὔτε τὰ προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ διαφέροντας χρόνους καὶ τούτοις ἐστίν, ἑτέροις τρό‐ ποις διαγινωσκόμενα παρὰ τοὺς | |
10 | ἐν τοῖς παροξυσμοῖς καιρούς, οὓς ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλισθ’ ὅτι σφάλλονται πάντες ἐν αὐτοῖς οἱ ἰατροί, καίτοι γ’ Ἱπποκράτους ὀρθότατα διδάξαν‐ | |
15 | τος ὑπὲρ αὐτῶν. | 53 |
54 | Ἀλλ’ ἐπὶ τοὺς κατὰ περίοδον παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον ἐν αὐτοῖς ἄσκεπτον ἀφεῖται διαι‐ | |
5 | ροῦντες. ἑνὸς μὲν δὴ καὶ πρῶ‐ τον μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν ἅπαντα τὸν ἀπ’ ἀρχῆς ἄχρι δεῦ‐ ρο περὶ τῶν ἁπλῶν περιόδων. | |
10 | ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς ἐνίοτε στενοῦται, φθανούσης εἰσ‐ βάλλειν ἐπισημασίας ἑτέρου παροξυσμοῦ, πρὶν τὴν ἑτέραν | |
15 | περίοδον ἀκριβῶς πληρωθῆναι, καὶ πολλάκις γε κατὰ μὲν τὴν | |
ἑαυτοῦ φύσιν ὁ πυρετὸς ἐκ τοῦ | 54 | |
55 | τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος. ἡ δ’ ἐπιπλο‐ κὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ περι‐ | |
5 | όδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ, πρὶν ἀπο‐ λεπτυνθῆναι τὸν πρότερον. εἴρη‐ ται δέ μοι περὶ τῶν τοιούτων ἐπιπλοκῶν ἐν δυσὶ πραγματεί‐ | |
10 | αις, τῇ τὲ περὶ κρίσεων καὶ τῇ περὶ διαφορᾶς πυρετῶν, ἔνθα καὶ διώρισται μίξις ἐπι‐ | |
πλοκῆς. ὁ γοῦν ἡμιτριταῖος | 55 | |
56 | ἐκ μίξεως τε καὶ κράσεως ἐδείχθη γινόμενος ἀμφημερι‐ νοῦ τε καὶ τριταίου πυρετοῦ. πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμι‐ | |
5 | τριταίῳ τῶν ἁπλῶν εἷς τις ἐπι‐ πλέκεται πυρετῶν, ἤτοι τρι‐ ταῖος, ἢ ἀμφημερινός, ἀλλ’ οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγμα‐ | |
10 | τείας, ἀρκεῖ γὰρ ἑκάστου τῶν πυρετῶν τοὺς ἰδίους ἐνταῦθα καιροὺς ἀκριβῶς διαρθρῶσαι· καὶ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως διακρίνειν | |
15 | οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρ‐ ξειεν. οἱ μὲν οὖν ἀκριβῶς | |
ἁπλοῖ προείρηνται, περὶ δὲ | 56 | |
57 | τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ. Γίνεται τοίνυν ἐνίοτε φρικώ‐ δης εἰσβολή, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, | |
5 | πλὴν ῥίγους, ἔστι δ’ ὅτε καὶ τούτου τὴν ἔμφασιν· ἡ γάρ τοι σφοδρὰ φρίκη δόξειεν ἂν ἤτοι ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν ῥῖγος. ἀλλὰ τό γ’ ἀκριβὲς ῥῖγος, οἷον | |
10 | ἐν τριταίοις τε καὶ τεταρταί‐ οις πυρετοῖς ἐστιν, ὁ τοιοῦτος | |
οὐ λαμβάνει, καὶ διὰ τοῦτ’ | 57 | |
58 | αὐτὸν ὀνομάζω φρικώδη, καὶ πολύ γε μᾶλλον ὅτι προδείξας τινὰ σημεῖα τοῦ δευτέρου και‐ ροῦ πάλιν ἀρχὴν ἑτέρας εἰσ‐ | |
5 | βολῆς ἐργάζεται φρικώδους, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανά‐ ληψιν, ἔνιοι δ’ [ἐπ]ἀναδίπλωσιν· ἔστι δ’ ὅτε καὶ δεύτερον ἐργάζεται τοῦτο, καί τισιν | |
10 | ἐνίοτε καὶ τρίτον, εἶτα μό‐ γις ὕστερον ὁμαλῶς ἐξαπλοῦ‐ ται καὶ μέχρι τῆς ἀκμῆς ἀνα‐ βαίνων οὗτος ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται. | |
15 | ὅ τε γὰρ ἄχρι τῆς ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμ‐ | |
πολυς ἥ τε παρακμὴ χωρὶς | 58 | |
59 | αἰσθητῆς διαπνοῆς. πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ’ ἱδρῶτος εἰς ἀπυρεξίαν ἰέναι, ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης | |
5 | εἰσβολῆς παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγί‐ νεται, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μει‐ οῦται καὶ τοίνυν ἐπὶ τῆς | |
10 | ὑστεραίας ἕτερος αὐτοῖς ἐπι‐ γίνεται παροξυσμός, φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις ὡσαύτως τῷ πρό‐ σθεν, ἢ εἴποτε κατὰ τὸ σπά‐ | |
15 | νιον σχοίη, μίαν ἂν ποιήσαι‐ | |
το μόνην, ὀλιγοχρόνιόν γε. | 59 | |
60 | ἀναβαίνει δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ πολλῷ, παρακμάζει δ’ ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνῳ, | |
5 | καὶ διὰ τοῦτ’ αὐτὸν ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ κατὰ τὴν πρώτην ἐκδέχεται παροξυ‐ σμός, εἶτ’ αὖθις ὁ κατὰ τὴν τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν | |
10 | δευτέραν, καὶ τοῦτ’ ἐφεξῆς ἀεί. τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς διδασκαλί‐ ας ἑνὶ προσαγορεύειν βουλόμε‐ νος ὀνόματι τέθεικα κατ’ | |
15 | αὐτοῦ κλῆσιν ἡμιτριταῖον. | 60 |
61 | εἰ μὲν οὖν καὶ Ἱπποκράτης τὸν τοιοῦτον πυρετὸν ἡμι‐ τριταῖον ἐκάλει, καθάπερ ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου | |
5 | κερδαίνοις, ὅτι τε πρᾶγμα μανθάνεις ἰατρικόν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις αὐτῷ· εἰ δ’ ἡγεῖταί τις ἕτε‐ ρόν τινα πυρετὸν ὑφ’ Ἱππο‐ | |
10 | κράτους ἡμιτριταῖον καλεῖ‐ σθαι, σφάλλεσθαί με νομίσας ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω. ὅτι γὰρ καὶ τοιοῦτός τις γίνεται πυρετός, | |
15 | ὁποῖον εἶπον οὐκέτ’ ἐν τῷδε μάρτυρος οὔθ’ Ἱπποκράτους | |
οὔτ’ ἄλλου τινὸς ὁ λόγος | 61 | |
62 | χρῄζει, μόνον οὐ καθ’ ἑκά‐ στην ἡμέραν ὁρώντων ἡμῶν αὐτόν, καὶ μάλιστ’ ἐν Ῥώμῃ. ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χω‐ | |
5 | ρίοις, οὕτως ἐν τούτῳ πλεονά‐ ζει τὸ κακὸν τοῦτο. παράκειται δ’ αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων παρο‐ ξυσμόν, οὔτε κατὰ τὴν πρώτην | |
10 | καὶ τὴν τρίτην τὰς ἐπαναλή‐ ψεις. ἔστι δ’ οὐχ εἷς οὐδ’ ὁ τοῦδε τρόπος. ἐνίοτε μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ καὶ σὺν φρίκῃ ποιεῖται τὴν εἰσ‐ | |
15 | βολήν, ἔστι δ’ ὅτε καὶ μετὰ | 62 |
63 | καταψύξεως τῶν ἄκρων σαφοῦς, ὦπται δ’ ἐνίοτε καὶ χωρὶς αἰσθη‐ τῆς περιψύξεως. οὗτος ὁ πυρε‐ τὸς ἔχει τοὺς πέντε καιρούς, | |
5 | ἀρχήν, ἀνωμαλίαν, ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν. τοῖς δὲ χρόνοις μόνοις διῃρημένοις ὀλιγοχρόνιος μὲν ἡ ἀρχή, ὀλι‐ γοχρόνιος δ’ ἐστιν αὐτοῦ καὶ | |
10 | ἡ ἀνωμαλία. τὰ δὲ τῆς ἀναβάσε‐ ως οὐχ ὁμοίως ἅπασιν, ἀλλ’ ἐνίοις μὲν οὐ πολυχρόνια, τισὶ δ’ ἐν χρόνῳ πλείονι· καὶ μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς | |
15 | ἐν χρόνῳ μὲν αἰσθητῷ καὶ πλατεῖ, διαφέρει δ’ οὐκ ὀλί‐ γον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ, | |
20 | διαφέρει δ’ ἐν τῷ τισὶ μὲν | 63 |
64 | αἰσθητῶς ἀφαιρεῖν καὶ παρ‐ έχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ’ ἵσταται φυλάττων ἴσον τὸ | |
5 | ὑπόλοιπον μέγεθος τῆς παρ‐ ακμῆς· τισὶ δ’ ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ’ ἀρχῆς ἄχρι τῆς τελευτῆς βραδεῖαν, ὥστ’ ἐκ διαστημάτων χρόνου μακρο‐ | |
10 | τέρων ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλί‐ γιστον μέντοι τουτί. τοιαῦ‐ ταί τινες εἰσὶ καὶ ἄλλαι με‐ ρικαὶ διαφοραὶ τῶν διὰ τρί‐ | |
15 | της παροξυνομένων πυρετῶν, οὓς ἅπαντας ὀνομάζω τριταιο‐ φυεῖς, εἰς μὲν τὴν τῆς δια‐ | |
θέσεως, ὅθεν ἐξάπτονται, | 64 | |
65 | γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν πραγματείαν ἄχρηστοι. πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς τ’ ἐν ταῖς περι‐ | |
5 | όδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ νοσήματος, ἕνε‐ κα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως, ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδ’ | |
10 | ἡ τῶν ἐν ἀμφημερινοῦ σχήματι πεποικιλμένων· καὶ γὰρ καὶ τούτων οὐκ ὀλίγοι καθ’ ἑκά‐ στην ἡμέραν παροξυνόμενοι διά‐ λειμμα οὐδὲν ἔχουσιν· ἐρῶ δ’ | |
15 | αὐτῶν ὅμως ἕνεκα παραδείγμα‐ τος ὀλίγας διαφοράς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν | |
ὑπόθεσιν, ἀλλ’ ὅτι τῶν ἰατρῶν | 65 | |
66 | ἔνιοι παντάπασι φυσῶνται, ἐξ ὧν ἀλόγως φλυαροῦσι, καὶ δό‐ ξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις, ὡς ἐπιμελεῖς τε | |
5 | καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι τῶν μόνα τὰ χρή‐ σιμα γραφόντων. εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων | |
10 | πυρετῶν ἐνίοτε μὲν ἄνευ σα‐ φοῦς περιψύξεως, ἐνίοτε δὲ καὶ σὺν ταύτῃ, καὶ διαμένει γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δ’ ἐπ’ | |
15 | ἐλάττονα χρόνον· καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δ’ ἐπ’ | |
ἐλάττονα χρόνον· καὶ μετὰ | 66 | |
67 | ταῦτ’ ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων. ὑπάρχει δ’ | |
5 | αὐτῷ καί τι τοιοῦτον, ὃ κἀκεί‐ νοις μὲν ἔστιν ὅτε γίνεται, πολὺ μᾶλλον δ’ ἐν τούτῳ φαίνε‐ ται· σαφῆ γὰρ ποιούμενος τὴν ἀνάβασιν ἵσταταί τινι χρόνῳ | |
10 | μηδὲν προστιθείς, εἶτ’ αὖθις προστίθησιν. οὕτω δ’ ἐπὶ τῆς παρακμῆς ἤτοι γ’ ὁμαλὴν ποιεῖ‐ ται τὴν ἀφαίρεσιν, ἢ μεταξὺ τὰς ἐπὶ τοῦ αὐτοῦ μεγέθους, | |
15 | τοῖς μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτ’ ἀφαιρεῖ. καὶ δὴ καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς | |
μὲν ἀφαιρεῖ, τοῖς δ’ ἐν ᾧπερ ἦν | 67 | |
68 | μεγέθει διαμένει. μᾶλλον δὲ τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διὸ καὶ ἡ περίσδος αὐτῶν ἐστι μακροτέρα. διπλασία γάρ πως | |
5 | ἐστι τῷ χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ περί‐ οδος, εἰ παραβάλλοιτο τῇ τῶν καθ’ ἑκάστην ἡμέραν. ὥστ’ ἐν‐ αργῶς διὰ τοῦτο χρονίζει τὸ | |
10 | λείψανον τῆς παρακμῆς αὐτοῖς, ἐν ἴσῳ διαμένον μεγέθει. πολ‐ λοὶ δὲ καὶ ἄλλοι τρόποι περι‐ όδων εἰσί, διαφοραῖς μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς | |
15 | τὰ νῦν ἐνεστῶτα. διὰ τοῦτο δ’ ἐνίων ἐμνημόνευ‐ σα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες, ὡς οὐκ ἔστιν | |
οἰκεία τοῦ παρόντος σκέμματος | 68 | |
69 | ἡ τοιαύτη διδασκαλία, γεγρά‐ φασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ κατ’ αὐτὴν τὴν διήγησιν. ἀλλ’ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς | |
5 | ἐν οὐκ οἰκείῳ σκέμματι· μαθήσῃ δ’ ἐπιστημονικῶς, ὅτι τε φλυαροῦ‐ σιν ἄχρηστα λέγοντες, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ’ ἐξ‐ | |
10 | ειργάσατό τις αὐτήν, καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖ‐ στοι, κατ’ ἐκεῖνο μάλιστα τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις καιροῖς | |
15 | τὰ βοηθήματα. πραχθήσεται δέ μοι τοῦτο τοὺς ὅλου τοῦ νο‐ | |
σήματος ἐπιδείξαντι καιρούς· | 69 | |
70 | ἄχρι μὲν γὰρ τοῦδε τοὺς ἐν | |
μέρει διῆλθον μόνους. | 70 |