TLG 0057 044 :: GALENUS :: De symptomatum causis libri iii

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De symptomatum causis libri iii

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 7. Leipzig: Knobloch, 1824 (repr. Hildesheim: Olms, 1965): 85–272.

Citation: Volume — page — (line)

7

.

85

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩ‐
t2ΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.
1 Τὰς αἰτίας τῶν συμπτωμάτων ἐν τοῖσδε τοῖς γράμμασι σκεψώμεθα, τὴν αὐτὴν τῷ λόγῳ τάξιν φυ‐ λάττοντες, ἣν κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν ἐποιησάμεθα. ἔστι μὲν οὖν τὰ σύμπαντα γένη τρία τῶν συμπτωμάτων.
5ἀλλὰ περὶ μὲν τούτου τοῦ πρώτου ὁ λόγος ἡμῖν ἐγένετο, καθὸ καὶ βεβλάφθαι τὴν ἐνέργειαν ἔφαμεν, οὕτως ἀκούειν ἀξιώσαντες, ὡς εἰ καὶ τελέως τις ἀπόλοιτο. διττῶν δ’ οὐσῶν κατὰ γένος ἐνεργειῶν, τῶν μὲν φυσικῶν, τῶν δὲ
ψυχικῶν, ἀπὸ τῶν ψυχικῶν ἠρξάμεθα, καὶ ταύτας τριχῆ85

7

.

86

διελόμενοι, τὰς μὲν αἰσθητικὰς, τὰς δὲ κινητικὰς, τὰς δὲ ἡγεμονικὰς ἐκαλέσαμεν. ἐν τοίνυν ταῖς αἰσθητικαῖς ἐνερ‐ γείαις τριττὴ τῶν συμπτωμάτων ἐστὶν ἡ διαφορά· μία μὲν αὐτοῦ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου πεπονθότος·
5ἑτέρα δὲ τῆς αἰσθητικῆς δυνάμεως· ἡ τρίτη δὲ τῶν εἰς ὑπηρεσίαν τινὰ τοῦ πρώτου τῆς αἰσθήσεως ὀργάνου γεγο‐ νότων. Οἷον ἐν ὀφθαλμῷ τὸ μὲν πρῶτον ὄργα‐ νον αἰσθητικόν ἐστιν τὸ κρυσταλλοειδὲς, ἐδείχθη γὰρ τοῦτο
10μόνον ὑπὸ χρωμάτων ἀλλοιούμενον· ἡ δὲ αἰσθητικὴ δύναμις, ἡ ἐξ ἐγκεφάλου παραγινομένη διὰ τοῦ καθήκοντος εἰς αὐτὸν νεύρου· τὰ δ’ εἰς ὑπηρεσίαν αὐτοῦ γεγονότα σύμπαντά ἐστι τὰ ἄλλα τὰ κατὰ τὸν ὀφθαλμὸν μόρια. καὶ τοίνυν ἤτοι κα‐ κῶς, ἢ οὐδ’ ὅλως ὄψεται τὸ ζῶον, ἑνός γέ τινος ἐκ τῶν
15εἰρημένων βεβλαμμένου. τὰ μὲν οὖν τοῦ κρυσταλλοειδοῦς νοσήματα κατὰ τὰς ὀκτὼ δυσκρασίας ἐστὶ, τὰ δὲ τῆς δυνά‐ μεως ἢ τῷ τὸ νεῦρον ἢ τῷ τὸν ἐγκέφαλον πεπονθέναι. ὀκτὼ
δὲ καὶ τούτων ἑκατέρου τὰ γένη, τά γε ὡς ὁμοιομερέσιν86

7

.

87

αὐτοῖς γινόμενα νοσήματα, τὰ δὲ ὡς ὀργανικοῖς, ἐμ‐ φράξεις τε καὶ θλίψεις, ὅσα τε δι’ ἐπιῤῥοὴν ὑγρῶν ὄγκον ἐργάζεται παρὰ φύσιν. ἡ δὲ τῆς συνεχείας λύσις ἐπὶ πᾶσι τοῖς εἰρημένοις κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων
5ἐστὶν, οὐκ ἐγκεφάλῳ μόνον, ἢ νεύρῳ συμβῆναι δυνάμενον, ἀλλὰ καὶ τῷ κρυσταλλοειδεῖ. τούτῳ μέν γε καὶ τῷ μετακινη‐ θῆναί τε καὶ μεταστῆναι τῆς οἰκείας ἕδρας ὀργανικὸν συμπίπτει νόσημα, τῆς μεταστάσεως, εἰ μὲν ἤτοι πρὸς τὸν μέγαν ἢ τὸν μικρὸν γίγνοιτο κανθὸν, οὐδὲν ἀξιόλογον βλαπτούσης, εἰ δ’
10ἄνω καὶ κάτω, διπλᾶ ποιούσης ἅπαντα φαίνεσθαι τὰ ὁρώ‐ μενα. ταυτὶ μὲν οὖν ἐστι τά τε τοῦ πρώτου τῆς ὄψεως ὀρ‐ γάνου νοσήματα καὶ τῶν τὴν δύναμιν αὐτῷ χορηγούντων. τὰ δὲ τῶν χρείαν τινὰ παρεχομένων, εἰ κατὰ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς, ἢ καὶ τὸ μεταξὺ τούτου τε καὶ τοῦ κρυσταλλοει‐
15δοῦς, ὑγρόν τε καὶ πνεῦμα συσταίη τηλικοῦτον, ὡς ἐμποδί‐ σαι τὸ πρῶτον τῆς ὄψεως ὄργανον πρὸς τὴν τῶν αἰσθητῶν
διάγνωσιν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ πρὸ τῆς κόρης87

7

.

88

μοῖρα τοῦ κερατοειδοῦς ἐμποδίζει τὴν ὄψιν, ἄν τε κατὰ τὸν ἑαυτῆς λόγον, ἄν τε κατ’ ἄλλόν τινα τρόπον ἐξίστηται τοῦ κατὰ φύσιν. τὸ μὲν οὖν τρῆμα κατὰ τέσσαρας τρόπους ὑπαλλάττεται τῆς αὐτοῦ φύσεως, ἢ αὐξανόμενον, ἢ μειού‐
5μενον, ἢ παρασπώμενον, ἢ ῥηγνύμενον. ἀλλ’ ἡ μὲν αὔξη‐ σις ἀεὶ βλάπτει τὴν ὄψιν, ἄν τ’ ἐκ γενετῆς ᾖ, ἄν τε ὕστερον συμβαίνῃ. ἡ δὲ μείωσις, ἐκ γενετῆς μὲν, ὁράσεως ὀξυτάτης ἐστίν· αὖθις δὲ εἰ γίγνοιτο, μοχθηρᾶς. τῶν δὲ ἄλλων οὐ‐ δέτερον οὔτ’ ἐκ γενετῆς οὔθ’ ὕστερον οὐδὲν ὅ τι καὶ ἄξιον
10λόγου παραβλάπτει τὴν ὄψιν. ἑωράκαμεν γὰρ ἤδη πολλάκις ἐπὶ προπτώσεσι βραχείαις τοῦ ῥαγοειδοῦς συνουλωθείσαις παρασπωμένην τὴν κόρην, οὐδὲν δὲ εἰς τὸ βλέπειν τὸν ἄν‐ θρωπον ἐμποδιζόμενον, ὅταν γε δὴ τὴν πρὸ αὐτῆς μοῖραν τοῦ κερατοειδοῦς διαυγουμένην ἀμέμπτως ἔχῃ. ταυτὶ μὲν
15οὖν ἡ πεῖρά γε δείκνυσιν· ἡ δ’ αἰτία, δι’ ἣν μὲν εὐρύτης τοῦ τρήματος ἀεὶ βλαβερὸν εἰς εὐαισθησίαν ὄψεως, ἡ δὲ στε‐ νότης οὐκ ἀεὶ, σκέψεως ἀξία. δοκεῖ δέ μοι τὸ ἀπ’ ἐγκεφά‐
λου καταφερόμενον ἐπὶ τὸν ὀφθαλμὸν νεῦρον, ὃ δὴ καὶ88

7

.

89

πόρον ὀνομάζουσιν οἱ περὶ τὸν Ἡρόφιλον, ὅτι τοῦτο μόνον φανερόν ἐστι τὸ τρῆμα, πνεύματος ὑπάρχειν ὁδὸς αἰσθητικοῦ. καὶ διὰ τοῦτο ἐπειδὰν ἐπιμύσαιμεν τὸν ἕτερον τῶν ὀφθαλμῶν, εὐρύνεσθαι συμβαίνει θατέρου τὴν κόρην, ὡς
5ἂν εἰς τὸν ἕνα μόνον ἰόντος τοῦ πνεύματος, ὃ πρότερον εἰς ἀμφοτέρους ἐμερίζετο. ταῦτά τοι καὶ ἡ τῶν ὑποκεχυμένων διάγνωσις, εἴτ’ ὄψονται παρακεντηθέντος καὶ κατενεχθέντος τοῦ ὑποχύματος, εἴτε μὴ, διὰ τούτου μάλιστα γίγνεται τοῦ σημείου. οἷς μὲν γὰρ εὐρύνεσθαι συμβαίνει τὴν κόρην, μύ‐
10σαντος θατέρου τῶν ὀφθαλμῶν, τούτους μὲν ἐλπὶς ὄψεσθαι παρακεντηθέντας· οἷς δὲ οὐκ εὐρύνεσθαι, τούτων οὐδεὶς οὐδὲ πώποτε εἶδεν, οὐδ’ ἂν ἀνωδυνώτατά τε καὶ κάλλιστα χει‐ ρουργηθῶσιν. ἐξ ὧν ἁπάντων εὔδηλον, ὡς ἐπιῤῥεῖ τι πνεῦμα τοῖς ὀφθαλμοῖς ἐξ ἐγκεφάλου ψυχικὸν, εἴς τε τὸ κρυσταλλοει‐
15δὲς ὑγρὸν αὐτὸ καὶ τὴν προκειμένην ἅπασαν χώραν, ἣν διο‐ ρίζει τὸ τρῆμα τοῦ ῥαγοειδοῦς. ὅταν οὖν ἡ κόρη γίγνεται μείζων, εἴτε κατὰ τὴν πρώτην διάπλασιν, εἴθ’ ὕστερον, οὐκ ἐκ‐
πληροῦται καλῶς ὑπὸ τοῦ πνεύματος ἅπασα· χεῖσθαι τοίνυν89

7

.

90

ἀναγκάζεται καὶ διαλύεσθαι καὶ σκεδάννυσθαι· κατὰ δὲ τοὐναντίον ἐν τῇ μικροτέρᾳ κόρῃ συνάγεται καὶ σφίγγεται καὶ πυκνοῦται τὸ πνεῦμα. δέδεικται δ’ ἐν τοῖς περὶ χρείας μο‐ ρίων, ὡς τὸ μὲν συνάγεσθαί τε καὶ σφίγγεσθαι πρὸς εὐαισθη‐
5σίαν αὐτῷ συντελεῖ· τὸ δὲ διαλύεσθαί τε καὶ σκεδάννυσθαι πρὸς δυσαισθησίαν ἀπάγει. τί δή ποτ’ οὖν ἡ σμικρυνθεῖσα κόρη λόγῳ νοσήματος, οὐ φύσει, πολὺ χείρων ἀποτελεῖται τῆς συμμέτρου; ἢ διότι μοχθηραῖς διαθέσεσιν ἕπεται, δι’ ἃς ἐξ ἀνάγκης χεῖρον ὁρᾷ ὁ παθὼν οὕτως ὀφθαλμὸς, οὐ διὰ τὴν
10σμικρότητα τῆς κόρης; τίνες οὖν αἱ διαθέσεις; ἔτι γὰρ τοῦτο λείπει τῷ λόγῳ. μία μὲν αὐτοῦ τοῦ ῥαγοειδοῦς χιτῶνος μό‐ νου· δευτέρα δὲ ἡ ἐκ τῆς ὑγρότητος ἐκχεομένης τῆς λεπτῆς, ἣ μεταξὺ τέτακται τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ αὐτοῦ τοῦ ῥαγοειδοῦς. ἡ μὲν οὖν τοῦ χιτῶνος αὐτοῦ μόνου διά‐
15θεσις ἔκτασίς τίς ἐστι καὶ χάλασις, οἵα κᾀπὶ τῶν ἐκτὸς ὁρᾶται πολλάκις ἐν ἄρθροις, ὑγρότητι περιττῇ διαβραχέντων τῶν συνδέσμων· ἡ δὲ τῶν ὑγρῶν διάθεσις ἔλλειψίς τίς ἐστι,
δι’ ἣν κενουμένης τῆς ἔνδον χώρας ὁ ῥαγοειδὴς ἐπ’ αὐτὴν90

7

.

91

καταπίπτων συστέλλεταί τε καὶ ῥυσσοῦται, καὶ διὰ τοῦτο καὶ τὴν κόρην σμικρύνει. χεῖρον οὖν ὁρᾷν ἢ καὶ μηδόλως ὁρᾷν ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν, οὐ διὰ τὴν σμικρότητα τῆς κόρης, ἀλλὰ διὰ τὴν τῆς ὑγρότητος ἔνδειαν συμβαίνει.
5δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς λόγοις, οὓς ἔν τε τῇ περὶ χρείας μορίων καὶ προσέτι ἐν τῇ περὶ τῶν Ἱπποκρά‐ τους καὶ Πλάτωνος δογμάτων ἐποιησάμεθα πραγματείᾳ, τὸ κρυσταλλοειδὲς ὑγρὸν ἀεὶ προβλήματός τινος δεόμενον, ἵνα ἀλύπως ὑπομένῃ τὴν ἔξωθεν αὐγήν. ἓν δὲ δή τι τῶν
10προβλημάτων αὐτοῦ καὶ τόδε τὸ ὑγρόν ἐστι, μετὰ τοῦ καὶ συνωφελεῖν τι τὴν οὐσίαν τοῦ κρυσταλλοειδοῦς. ὅταν οὖν ἐνδεέστερον γένηται τὸ ὑγρὸν τοῦτο, ξηρότερον μὲν δήπου καὶ αὐτὸ γίγνεται τὸ κρυσταλλοειδὲς, ὡς μηκέτι τεγγόμενον ὑγρότητι δαψιλεῖ· καταπίπτων δὲ καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπ’
15αὐτὸ τὴν μεταξὺ χώραν ἑαυτοῦ τε κᾀκείνου βραχυτέραν ἐργάζεται, καὶ οὕτως ἀναγκαζόμενον τὸ κρυσταλλοειδὲς ὁμι‐ λεῖν δι’ ὀλίγου τῇ κατὰ τὸν ἔξωθεν ἀέρα λαμπρότητι παρα‐ πλήσιόν τι πάσχει τὸ πάθος, οἷον καὶ τοῖς τὸν ἥλιον ἀσκαρ‐
δαμυκτὶ θεωμένοις συμβαίνει. ἐκείνων δ’ οὖν ἔνιοι μὲν91

7

.

92

ἐτυφλώθησαν, ἐβλάβησαν δὲ ἅπαντες, ὡς μόγις ἀνακτήσα‐ σθαι τὴν ὄψιν. ἐδείχθη γὰρ ἡμῖν, ὡς οὐχ οἷόν τέ ἐστι λαμ‐ προῦ φωτὸς ἀλύπως ἀνέχεσθαι τὸ τῆς ὄψεως ὄργανον, καὶ ὡς διὰ τοῦτο καὶ ὁ ῥαγοειδὴς αὐτοῦ χιτὼν προβέβληται μέλας
5τε ἅμα καὶ κυανοῦς ὑπάρχων, ἐπειδὴ ταῦτα μάλιστα τὰ χρώ‐ ματα παραμυθεῖται τὴν ὄψιν ὑπὸ λαμπροῦ κάμνουσαν φω‐ τός. αὕτη μὲν οὖν ἡ αἰτία, δι’ ἣν ἔλαττον γενόμενον τὸ κατὰ τὴν κόρην γινόμενον ὑγρὸν αἴτιόν τε ἅμα τοῦ χεῖ‐ ρον θεᾶσθαι γίγνεται καὶ σμικρότερον ἀποφαίνει τὸ τοῦ ῥα‐
10γοειδοῦς τρῆμα, καὶ διὰ τοῦτο δυσιατότατόν ἐστι τὸ τοιοῦτον νόσημα τῶν ὀφθαλμῶν· ἡ δ’ ἑτέρα διάθεσις, ἡ δι’ ὑγρότητα τοῦ ῥαγοειδοῦς μικροτέραν ἐργαζομένη τὴν κόρην, ἧττον ταύ‐ της ἐστὶ μοχθηρά. χαλεπώτερον γάρ ἐστι τῶν ὁμοιομερῶν τι τοῦ σώματος μορίων ἐξηρασμένον ὑγραίνειν, ἤπερ ὑγρασμένον
15ξηραίνειν. ταυτὶ μὲν οὖν ἤδη πως ἅπτεται θεραπευτικῶν λο‐ γισμῶν, λέγωμεν δὲ ὅπερ ἐξ ἀρχῆς προὔκειτο. χαλεπὴ μὲν ἡ παρὰ φύσιν τῆς κόρης σμικρότης, ἀγαθὴ δὲ ἡ σύμφυτος.
ἡ δὲ εὐρύτης οὐκ ἀγαθὴ μὲν ἡ σύμφυτος· ἡ δὲ παρὰ φύσιν92

7

.

93

οὐδ’ αὐτὴ μὲν ἀγαθὴ, μικρότερον δ’ ἐστὶ τῆς στενότητος κακόν. ἡ μὲν γὰρ, ὡς ἂν εἴποι τις, αἰτία συνεκτικὴ τῆς γενέσεως αὐτῆς τάσις ἐστὶ τοῦ ῥαγοειδοῦς χιτῶνος, ὥσπερ αὖ τῆς σμικρότητος ἡ χάλασις. ἐπεὶ δὲ καὶ κατὰ διττὸν τρό‐
5πον τείνεται, ὅτε κατὰ τὸν ἑαυτοῦ λόγον πάσχει, ἢ ξηραινό‐ μενος ὡς ὁμοιομερὲς, ἢ ὑγραινόμενος ὡς ὀργανικόν· ἡ μὲν ξηρότης αὐτοῦ δυσίατος, ἡ δὲ ὑγρότης οὐ δυσίατός ἐστι. φλεγμοναὶ γὰρ καὶ σκίῤῥοι καὶ ἀποστήματα, καὶ ὅσα τοιαῦτα νοσήματα, τῶν ὀργανικῶν ἐστι μορίων ἐπὶ περιτταῖς ὑγρό‐
10τησιν, ὧν ἁπάντων ἀγαθὸς ἰατρὸς ἐν τῷ ῥαγοειδεῖ συνιστα‐ μένων οὐ χαλεπῶς ἂν περιγίγνοιτο. προσγίνεται δέ ποτε τάσις τῷ ῥαγοειδεῖ καὶ κατά τι συμβεβηκὸς ἐκ τοῦ πλήθους τῶν ὑποκειμένων ὑγρῶν ὁρμηθεῖσα. πληρωθεὶς γὰρ ὥσπερ ἀσκὸς ἢ κύστις ἐκτείνεται καὶ περιτείνεται πανταχόθεν τοῖς
15ἀθροισθεῖσιν αὐτοῦ τε μεταξὺ καὶ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ. ἐπεὶ δὲ οὐ μόνον ὅσα τοῦ τρήματός ἐστι τοῦ κατὰ τὸν ῥα‐ γοειδῆ νοσήματα διῆλθεν ὁ λόγος, ἀλλὰ καί τινων αὐτοῦ
τοῦ ῥαγοειδοῦς ἐμνημόνευσε, καὶ προσέτι τῶν τῆς λεπτῆς93

7

.

94

ὑγρότητος, ἑξῆς ἂν εἴη τὰ λείποντα τῶν ἐν αὐτοῖς εἰπεῖν, ὑφ’ ὧν ἤτοι παραποδίζεται τὸ βλέπειν, ἢ καὶ παντάπασιν ἀπόλοιτο. τῶν μὲν δὴ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα συνιστα‐ μένων, ὅσα γε δὴ λυμαίνεται ταῖς ὄψεσιν, ἓν ἔτι παραλέ‐
5λειπται νόσημα τὸ κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ἡ τῆς ἑνώσεως λύσις, ὅπερ ἐν τούτῳ τῷ μέρει τραῦμά τε καὶ ἕλκος ἐστίν. ὅταν οὖν γένηται μέγα τὸ τοιοῦτον, ὡς διαῤ‐ ῥαγῆναι μὲν ἱκανῶς τὸν ῥαγοειδῆ, προχυθῆναι δὲ τὴν λεπτὴν ὑγρότητα πρὸς τὸ ἐκτὸς τοῦ χιτῶνος, ὡς ψαύειν ἤδη κερα‐
10τοειδοῦς, ἀνάγκη συμπίπτειν ἄτοπα ἐν τῷδε δύο, κατα‐ πίπτειν μὲν ἐπὶ τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸν ῥαγοειδῆ χιτῶνα, τὸ δ’ ἀπ’ ἐγκεφάλου πνεῦμα μηκέτι ὅλον ἐπὶ τὴν κόρην ἀφικνεῖσθαι δυνάμενον διὰ τοῦ τραύματος ἐκρεῖν. ὅτι δὲ οὐ μόνον ἄμφω ταῦτα συνελθόντα βλάβη τῆς ὄψεώς ἐστιν,
15ἀλλὰ καὶ τὸ ἕτερον αὐτῶν, εὔδηλον ὑπάρχειν ἡγοῦμαι τοῖς γε μὴ παρέργως ἀκηκοόσι τῶν προειρημένων. ἐμοὶ δ’ ἂν εἴη καιρὸς μεταβαίνειν ἤδη ἐπὶ τὴν λεπτὴν ὑγρότητα, περὶ ἧς
εἴρηται μέν που καὶ πρόσθεν τό γε τοσοῦτον, ὡς εἴτε πλείων,94

7

.

95

εἴτε ἐλάττων γένοιτο, βλάπτει τὴν ὄψιν· ὅτι δὲ καὶ εἰ παχυ‐ τέρα ποτὲ κατὰ τὴν σύστασιν, ἢ ἀλλοιοτέρα κατὰ τὴν χροιὰν ἀποτελεσθείη, καὶ οὕτως ἐργάσεταί τι σύμπτωμα περὶ τὴν τοῦ βλέπειν ἐνέργειαν, ὅπερ οὐκ εἴρηται μὲν ἔμπροσθεν, ἤδη
5δὲ αὐτὸ λέγεσθαι καιρός. εἰ μὲν δὴ παχύτερον ἑαυτοῦ γί‐ γνοιτο τὸ ὑγρὸν τοῦτο, τήν τε ἀκρίβειαν τῆς ὄψεως ἀφαιρή‐ σεται καὶ τὸ μῆκος κωλύσει, ὡς μήτε τὰ πόῤῥω βλέπειν, μήτε ἀκριβῶς τὰ πλησίον. εἰ δὲ ἱκανῶς ἀποτελεσθείη παχὺ, καθάπερ ἐν τοῖς ὑποχύμασι γίγνεται, διακωλύσει τὸ βλέπειν.
10εἰ δὲ μὴ πᾶν ἐπισκοτισθείη τὸ τρῆμα πρὸς τοῦ συστάντος αὐ‐ τόθι παχυμεροῦς σώματος, ἀλλά τι μέρος ἀπολείποιτο καθαρὸν, ὁρῶσι δι’ ἐκείνου τὰ ἐκτὸς, ἕκαστον μὲν αὐτὸ μό‐ νον οὐδὲν χεῖρον ἢ πρόσθεν, οὐ μὴν οὐδ’ ὑφ’ ἕνα χρόνον ὁμοίως τὰ πολλὰ διὰ τὸ στενώτερον ἑαυτοῦ γεγονέναι τὸν
15τῆς ὄψεως κῶνον. κατὰ δὲ τὸ κέντρον τῆς κόρης εἰ γένοιτο σύστασις ὑποχύματος μικροῦ, τῶν ἐν κύκλῳ μενόντων καθα‐ ρῶν ἅπαντα φαίνεται τοῖς οὕτω πάσχουσιν οἷον θυρίδας
ἔχοντα. τὸ γὰρ ἐν μέσῳ τὸ μὴ βλεπόμενον, ἐγκεκολάφθαι95

7

.

96

δοκεῖ. εἰ δὲ διεσπασμένα τε καὶ μὴ συνεστῶτα πρὸς ἄλληλα τὰ παχυμερῆ σώματα κατὰ τὸ προειρημένον ὑγρὸν ἐμφέροιτο, φαντασίαν ἐργάσεται τοῖς οὕτως ἔχουσιν, ὡς ἐκτὸς ὁρώμενά τινα περιφερόμενα κωνώπια. πολλάκις δὲ καὶ οἷον εἴδωλόν
5τι προφαίνεσθαι φαντάζονται διὰ τὰς τῶν παχυμερῶν ὑγρῶν συστάσεις. ἡ τοιαύτη δὲ τῶν εἰδώλων γένεσις μετὰ ἐξανά‐ στασιν ὕπνου φαίνεται τὰ πολλὰ, μάλιστα δὲ παισὶ καὶ τοῖς πεπωκόσι πλέον, ἤ πως ἄλλως πεπληρωμένοις τὴν κεφαλήν. εἰ δὲ κατὰ τὴν χροιὰν ἐξαλλαχθείη τὸ μεταξὺ τοῦ τε κρυσταλ‐
10λοειδοῦς καὶ τοῦ ῥαγοειδοῦς ὑγρὸν, ἐπὶ μὲν τὸ φαιότερον ἀποκλῖναν, ὡς δι’ ὁμίχλης ἢ καπνοῦ ποιήσει τὸν ἄνθρωπον ὁρᾷν· ἐπ’ ἄλλην δέ τινα χροιὰν ἐκτρεπόμενον, ἐκείνης τὸ φάντασμα προστρίψεται τοῖς ὁρατοῖς· εἰ δὲ ἀνωμάλως ἤτοι τῆς συστάσεως, ἢ τῆς χροιᾶς ἐξίσταιτο τῆς κατὰ φύσιν, ὅ τι
15περ ἂν αὐτοῦ μέρος οὕτω διακείμενον ἐπὶ τὸ τῆς κόρης ἀφί‐ κηται χωρίον· ὅμοιον ἑαυτῷ καὶ τὸ φάντασμα παρέξει τοῖς ὁρατοῖς· καὶ μὲν γὰρ τὴν χροιὰν ἐκείνου καὶ τὴν σύστασιν
καὶ τὸ σχῆμα δόξουσιν ὁρᾷν ἐκτός. ἐκ τούτου τοῦ γένους96

7

.

97

ἐστὶ τῶν συμπτωμάτων τά τε τῶν ὑποχεομένων φαντάσματα καὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγεῖν ἢ ἐμεῖν μελλόντων, ὑφ’ Ἱππο‐ κράτους γεγραμμένα. καὶ μὴν καὶ ὅσοις ἀκριβὴς μὲν ἡ ὄψις ἐστὶν, ὡς μηδὲ τὸ σμικρότατον αὐτὴν λανθάνειν τῶν αἰσθη‐
5τῶν, ἀναθυμιάσεις δέ τινες ἀπὸ τῆς γαστρὸς ἀναφέρονται, καὶ μάλιστα ὅταν μηδὲ πέψωσι καλῶς, ὅμοια τοῖς ὑποχεομέ‐ νοις γίγνεται τὰ συμπτώματα. καθαρώτατον μὲν γὰρ τού‐ τοις ἐστὶ φύσει τό τε κρυσταλλοειδὲς ὑγρὸν καὶ τουτὶ δ’ αὐτὸ τὸ ὑδατοειδὲς, ὑπὲρ οὗ νῦν διεξερχόμεθα· τὸ δὲ μέγε‐
10θος τῶν συμπτωμάτων ἐν αὐτοῖς ἀεὶ κατὰ τὸ μέγεθος τοῦ πάθους ἐστὶν οὐ μόνον ἐφ’ ὧν ἄρτι πέπαυμαι λέγων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν προειρημένων. οἷον αὐτίκα τῶν ὁμοιο‐ μερῶν αἱ δυσκρασίαι βραχεῖαι μὲν οὖσαι σμικρὰν τὴν βλά‐ βην τῆς ἐνεργείας ἐργάζονται· μείζονες δὲ γενόμεναι καὶ τὴν
15βλάβην ἑαυταῖς ἀνάλογον ἐπαυξάνουσιν· ἐπὶ πλεῖστον δ’ ἐξι‐ στάμεναι τοῦ κατὰ φύσιν ἄρδην ἀπολλύουσι τὴν ἐνέργειαν. οὕτω δὲ καὶ ὅσα περὶ ποσότητος εἴρηται καὶ συστάσεως καὶ
χροιᾶς τῆς ὑδατώδους ὑγρότητος, ἐπ’ ὀλίγον μὲν ἐξιστάμενα97

7

.

98

τοῦ κατὰ φύσιν ὀλίγον τι καὶ τὴν ἐνέργειαν ἀδικεῖ· ἐπὶ πλέον δὲ ἀποχωροῦντα πρὸς λόγον τῆς σφετέρας βλάβης καὶ τὴν τῆς ἐνεργείας βλάβην αὐξάνει· ἐπὶ πλεῖστον δὲ ἐκτρεπό‐ μενα τελέως ἀναιρεῖ τὴν ἐνέργειαν. ὡσαύτως δὲ καὶ ὅσα
5περὶ τὰς ῥήξεις εἴρηται τοῦ ῥαγοειδοῦς καὶ τὸ τῆς κόρης πο‐ σὸν, ἤτοι βραχύ τι παραβλάπτει τὴν ἐνέργειαν, ἢ πλέον, ἢ καὶ παντάπασιν ἀπόλλυσιν. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυ‐ χικὸν ἢ ἀκριβῶς ἐστι καθαρὸν, οἷός περ ὁ αἰθὴρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας
10ἤτοι πλέον, ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰ‐ θερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται· ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δὲ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόῤῥωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι
15μὲν πλείστου, οὐκ ἀκριβῶς δ’ ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ’ ἀκριβῶς οὔτ’ ἄχρι πλεί‐ στου ὁρᾷ. καὶ περὶ μὲν τούτου ἱκανὰ καὶ ταῦτα πρός γε τὰ
παρόντα. τοῦ δὲ κερατοειδοῦς ἡ πρὸ τῆς κόρης μοῖρα παχυ‐98

7

.

99

τέρα καὶ πυκνοτέρα καὶ ὑγροτέρα γεννηθεῖσα βλάπτει τὴν ὄψιν· οὕτω δὲ καὶ εἰ κατὰ τὴν χροιὰν ὑπαλλαχθείη, καὶ εἰ ἕλκος ἀξιόλογον σχοίη, καὶ εἴ τι τῶν ἔξωθεν αὐτοῦ προκει‐ μένων αὐξηθὲν ἐπισκοτήσειεν. ὁ μὲν οὖν παχύτερος καὶ
5πυκνότερος κερατοειδὴς ἀμβλυωπίας ἐργάζεται, ὁ δὲ ὑγρότερος καὶ πυκνότερος, εἴτε ὁμοιομερῶς, εἴτε ὀργανικῶς, οὐ μόνον ταύτας, ἀλλὰ καὶ δι’ ἀχλύος ἢ ὁμίχλης ἢ ἀτμοῦ τινος ἢ καπνοῦ θεᾶσθαι δοκεῖ. εἰ δὲ μὴ πολλὰ μὲν εἴη τὰ ὑγρὰ, τῇ χρόᾳ δ’ ἐξηλλαγμένα, κατὰ τὴν ἐκείνων φύσιν πα‐
10ρόρασις γίγνεται. διὰ τοῦτο γοῦν οἱ μὲν ἰκτεριῶντες ὠχρὰ πάντα θεᾶσθαι δοκοῦσιν, οἱ δὲ ὑπόσφαγμα πεπονθότες ἐρυ‐ θρά. ἕλκος δὲ ἀξιόλογον οὐ μόνον τῷ περιττὴν ἀθροίζειν ὑγρότητα βλάπτει τὴν ὄψιν, ἀλλὰ καὶ τῷ δι’ ὀλίγου τὸ κρυσταλλοειδὲς ἀναγκάζειν ὁμιλεῖν τῷ περιέχοντι φωτί. δια‐
15σχὸν δὲ εἴσω τὸ κατὰ τὴν κόρην ἕλκος ἀποχεῖ τι καὶ τῆς ὑδα‐ τώδους ὑγρότητος ἐκτὸς, ὥστε καὶ κατὰ τοῦτο κίνδυνος εἰς
ἐσχάτην ἀφικέσθαι τυφλότητα τὸν οὕτως παθόντα. διὰ99

7

.

100

τοῦτο δὲ καὶ οἱ τρωθέντες εἰς τὸ πρὸ τῆς κόρης μέρος τοῦ κερατοειδοῦς, ὅταν εἴσω διασχῇ τὸ τραῦμα, τυφλοῦνται τὰ πολλά. παράδοξον μέν τοί τι καὶ οὐκ εἰθισμένως γιγνόμενον ἐπὶ παιδὸς ἐθεασάμεθα νυγέντος γραφείῳ κατὰ τὴν κόρην.
5ἐκρυέντος γὰρ εὐθέως τοῦ ὑδατώδους ὑγροῦ, καὶ ἡ κόρη μὲν ἐγένετο μικροτέρα, καὶ ὅλος δὲ ὁ κερατοειδὴς ἐφάνη ῥυσσότε‐ ρος, ἀλλ’ ὕστερον θεραπευόμενος ὀρθῶς ἔβλεψεν, ἀθροισθεί‐ σης δηλονότι κατὰ βραχὺ τῆς πρότερον ἐκρυείσης ὑγρότητος. ἀλλὰ ταῦτα μὲν σπάνια, τυφλότητες δὲ ὡς τὰ πολλὰ ταῖς
10τοιαύταις ἕπονται τρώσεσιν, ὥσπερ καὶ τοῖς προειρημένοις αἰτίοις ἅπασιν ἐπὶ πλεῖστον αὐξηθεῖσιν. εἴτε γὰρ ἱκανῶς πυκνὸς, εἴτε παχὺς ἐσχάτως, εἴτε ὑγρὸς ἀμέτρως ὁ κερατοει‐ δὴς ἀπεργασθείη, παντάπασιν ἐπισκοτεῖ ταῖς ὄψεσιν, ὡς μηδ’ ὅλως ὁρᾷν τὸν οὕτω διακείμενον. καὶ τί θαυμαστὸν, εἰ τῶν
15εἰρημένων ἕκαστον αὐξανόμενον ἀφαιρεῖται τοῦ ζώου τὴν ὄψιν, ὅπου γε καὶ αὐτὸς ὁ κερατοειδὴς ἐνίοτε μόνος ῥυσσούμενος ὁμοίως ἐνοχλεῖ; γίγνεται δὲ τὸ πάθημα τοῦτο τοῖς εἰς ἔσχατον
γῆρας ἀφικομένοις. ἐπισκεπτέον δὲ ἀκριβῶς ἐν τῷδε τὸ μέγε‐100

7

.

101

θος τῆς κόρης. εἰ μὲν γὰρ ἔλαττον γένοιτο, καὶ τὸ ὑδα‐ τῶδες ὑγρὸν ἐπὶ μὲν τοιούτων ἐμειώθη· μένοντος δὲ ἴσου, μόνου τοῦ κερατοειδοῦς τὸ πάθημά ἐστιν. ἀλλὰ τῶν μὲν τούτων διορισμῶν οὐδὲν ἡ νῦν ἐνεστῶσα δεῖται πραγμα‐
5τεία. τὰ δὲ τοῦ κερατοειδοῦς χιτῶνος γινόμενα νοσήματα μεγάλα παντελῶς ἐμποδίζει τὰς ὄψεις, καὶ μάλιστα ὅταν ἤτοι φλεγμαίνων, ἢ ἐκπυϊσκόμενος, ἢ σκιῤῥούμενος, ἤ τι τοιοῦτον ἕτερον πάσχων, ὡς ὀργανικὸν μόριον, ὑγρὰ νο‐ σήματα πάσχῃ. τοιαῦτα μὲν δή τινα καὶ τοσαῦτα τὰ
10τοῦ κερατοειδοῦς ἐστι νοσήματα βλάπτοντα τὴν ὄψιν. ὁ δὲ ἐπιπεφυκὼς ὑμὴν φλεγμαίνων μὲν κατὰ συμβεβη‐ κὸς ἐμποδίζει τὴν ὀπτικὴν ἐνέργειαν· ἐν δὲ ταῖς καλου‐ μέναις χημώσεσι καὶ προσέτι τοῖς πτερυγίοις οὐ κατὰ συμβεβηκὸς, ἀλλ’ ἤδη καὶ πρώτως ἐπισκοτεῖ τῇ κόρῃ.
15κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν βλεφάρων μεγάλαι φλεγμοναὶ, καὶ εἴ τινες ἐπ’ αὐτῶν ἔφυσαν ὄγκοι παρὰ φύσιν εἰς τοσοῦτον μεγέθους ἥκοντες, ὡς ἐπισκοτεῖν τῇ κόρῃ. ταυτὶ μὲν οὖν ἅπαντα τοῦ μὴ βλέπειν ἢ τοῦ
φαύλως βλέπειν ἐστὶν αἰτία.101

7

.

102

Καὶ περὶ μὲν ὀφθαλμῶν ἱκανὰ καὶ ταῦ‐ τα. παραδείγματος γὰρ ἕνεκα μᾶλλον, ἢ ὥστε τὰ κατὰ μέρος ἐπελθεῖν ἅπαντα, τὸν ὑπὲρ αὐτῶν ἐποιησάμεθα λόγον, ἐπεὶ τό γε σπούδασμά ἐστί μοι νῦν διὰ τῶν γενικωτέρων λόγων
5ἐπιδεικνύναι τὴν μέθοδον, ᾗ χρώμενος ἄν τις ἐξευρίσκοι τὰς τῶν συμπτωμάτων αἰτίας. ἐπεὶ δὲ οὐ μόνον ἐπίστασθαι χρὴ τὰς μεθόδους, ἀλλὰ καὶ γυμνάζεσθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος, ὅπερ οὐ πράττειν πάντες εἰσὶν ἕτοιμοι, διὰ τοῦ‐ το νῦν ἐπὶ ὀφθαλμῶν ὑπέδειξα τὸν τρόπον τῆς ἀσκήσεως,
10ὁποίαν τινὰ προσήκει ποιεῖσθαι. κατὰ γὰρ δὴ τὸν αὐτὸν τρόπον ἡκέτω τις ἐπὶ τὰς ἄλλας αἰσθητικὰς δυνάμεις, ἐπι‐ σκοπούμενος ἐν ἑκάστῃ τό τε πρῶτον αὐτῆς ὄργανον καὶ τὰ ἄλλα τὰ χρείαν τινὰ τούτῳ παρέχοντα, καὶ διαιρείσθω, καθάπερ ἀρτίως εἴρηται, τίνα μέν ἐστι νοσήματα τῆς δυνά‐
15μεως αὐτῆς πεπονθυίας, τίνα δὲ τῶν ὀργάνων ἑκάστου, δι’ ἃ βλάπτεσθαι τὴν ἐνέργειαν συμβήσεται. βαρυηκοΐαι γοῦν καὶ κωφότητες ἤτοι διά τι τῶν κατὰ τὰ ὦτα μορίων, ἢ διὰ
τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον, ἢ διὰ τὸν ἐγκέφαλον ἐν102

7

.

103

ἐκείνῳ τῷ μέρει βεβλαμμένον, ὅθεν αὐτοῦ τὸ νεῦρον ἀπο‐ φύεται, συμπεσοῦνται τῷ ζώῳ. τὰ μὲν γοῦν κατὰ τὸ νεῦ‐ ρόν τε καὶ τὸν ἐγκέφαλον ὡσαύτως τοῖς κατὰ τοὺς ὀφθαλ‐ μούς· τὰ δ’ ἐν τοῖς ἄλλοις μορίοις ἀνάλογον μὲν, οὐ μὴν
5πάντη γε ὡσαύτως βεβλάψεται. ὃν γὰρ ἐν ὀφθαλμῷ λόγον ἔχει τὸ κρυσταλλοειδὲς ὑγρὸν, τοῦτον ἐν ὠσὶ τὸ κατὰ τὸν ἀκουστικὸν πόρον τὸ ἔνδον πέρας, ἔνθα συνάπτει τῷ νεύρῳ πλατυνομένῳ· τὰ δ’ ἐκτὸς τοῦδε πάντα τὰ κατὰ τὴν ἕλικα τοῦ πόρου τοῖς προκειμένοις ἐν ὀφθαλμῷ τοῦ κρυσταλλοει‐
10δοῦς ἀνάλογον ἔχει. καὶ τοίνυν καὶ τὰ νοσήματα αὐτῶν ἐξ ἐκείνων ἐνταῦθα μεταφέρειν, ὅσα μὲν τῶν ὁμοιομερῶν ἐστι, κατὰ τὰς δυσκρασίας τε καὶ τὴν τῆς ἑνώσεως λύσιν· ὅσα δὲ τοῦ πόρου, κατὰ τὰς ἐμφράξεις, εἴτε δι’ ὄγκον τινὰ παρὰ φύσιν αὐτῶν τῶν μορίων, ἐμφράττοντα τὸν πόρον, ἀπό‐
15στημα λέγω καὶ φλεγμονὴν καὶ σκίῤῥον καὶ οἴδημα εἴτε δι’ ἐπίκτητόν τινα καὶ ὅλως ἅπαντα ὄγκον παρὰ φύ‐ σιν, οἷος ἐν τῷ αὐτῷ πόρῳ γίνεται πολλάκις, ἢ πωρώδους
τινὸς, ἢ σαρκώδους βλαστήματος ἐπιτραφέντος ἐκ τῶν103

7

.

104

παρὰ φύσιν ἐμφραττόντων τὸν πόρον, ὧν ἐστι καὶ ὁ ῥύπος ὁ συνήθως ἐν ὠσὶ γιγνόμενος. Ὥσπερ οὖν ἐν τούτοις ἡ κατασκευὴ τῶν μορίων ἐνεδείξατο τὰς τῶν συμπτωμάτων αἰτίας, οὕτω καὶ
5κατὰ τὴν γλῶττάν τε καὶ τὴν ῥῖνα ἐνδείξεται, γιγνωσκόντων γε ἡμῶν κᾀκεῖ τό τε πρῶτον αἰσθητικὸν μόριον καὶ τἄλλα τὰ συμπληροῦντα τὸ σύμπαν ὄργανον. ἐδείχθη γὰρ ἡ μὲν γλῶττα διὰ τὸ δυοῖν ὑπηρετεῖν δυνάμεσιν αἰσθητικῇ τε καὶ προαιρετικῇ, δύο καὶ τὰς ἐνεργείας ἔχουσα, καὶ νῦν αὐτὴν
10ὡς αἰσθητικὴν ἐπισκοπούμεθα· τὸ δὲ τῶν ὀσμῶν αἰσθητή‐ ριον αὐτὰς ἐπεδείκνυμεν εἶναι τὰς κοιλίας τοῦ ἐγκεφάλου. τὰ μὲν οὖν τῆς γευστικῆς αἰσθήσεως συμπτώματα, τό τε μηδὲ ὅλως αἰσθάνεσθαι χυμῶν ἐστι καὶ τὸ κακῶς αἰσθά‐ νεσθαι. διττοῦ δὲ τοῦ κακῶς ὑπάρχοντος, ὡς ἐδείκνυτο,
15τοῦ μὲν ἀμυδρῶς, τοῦ δὲ ὡς ἄν τις εἴποι παρατυπωτικῶς, τὸ μὲν ἀμυδρῶς ἀνάλογόν ἐστι τῇ κατὰ μὲν τὴν ὄψιν ἀμβλυωπίᾳ, κατὰ δὲ τὴν ἀκοὴν βαρυηκοΐᾳ· τὸ δὲ παρατυ‐
πωτικῶς, ὅταν ὑπηλλαγμένα ταῖς χρόαις ἢ τοῖς σχήμασιν ἢ104

7

.

105

τοῖς μεγέθεσιν ἢ ταῖς σχέσεσιν ὁρῶντες τύχωσιν, ὅπερ ἐν ἀκοῇ παράκουσις ὠνόμασται. τὰ δὲ τῶν εἰρημένων συμ‐ πτωμάτων αἴτια νοσήματα κατὰ τὴν γευστικὴν ἐνέργειάν τε καὶ δύναμιν ἔν τε τῷ τῆς γλώττης ἐστὶν ὁμοιομερεῖ σώματι
5καὶ τῷ περὶ αὐτὴν χιτῶνι, καὶ τοῖς νεύροις τοῖς μαλακοῖς, καὶ τῇ χώρᾳ μάλιστα ἐκείνῃ τοῦ ἐγκεφάλου, καθ’ ἣν ἀπο‐ φύεται ταῦτα. τὰ μὲν οὖν ἄλλα νοσήματα τῶν εἰρημένων ἁπάντων εὔδηλα· τὸ δὲ οἷον παρατυπωτικῶς αἰσθάνεσθαι τῶν χυμῶν, ὅταν ἀλλοκότου τινὸς ὑγρότητος ἡ γλῶττα
10πληρωθῇ, συμβαίνειν εἴωθεν, ἤτοι πάντων ὧν ἂν γεύσηταί τις ἁλμυρῶν φαινομένων, ἢ πάντων πικρῶν, ἤ τινα ἄλλην ἀτοπίαν ἔχειν δοκούντων ἄῤῥητον ἢ ῥητήν. ὡς γὰρ ἐπὶ τῶν ὑποχεομένων ἡ ὀπτικὴ δύναμις ἐκτὸς ἐδόκει θεᾶσθαι τὰ κατὰ τὸν ὀφθαλμὸν ἐμφαινόμενα, τὸν αὐτὸν τρόπον ἡ γευστικὴ
15τὰ κατὰ τὴν γλῶτταν τοῖς αἰσθητοῖς ἀναφέρει τὰ τῶν ὀργά‐ νων συμπτώματα, ἐπὶ μὲν τῶν ἰκτεριώντων τὴν πικρότητα τῆς χολῆς οὐ τῆς γλώττης πάθος, ἀλλ’ ὧν γεύεται, ὑπολαμ‐ βάνουσα, καὶ κατὰ τὰς ἄλλας δέ τινας διαθέσεις ἁλυκότητας
ἢ ὀξύτητας ἐν τοῖς ἐδέσμασι περιέχεσθαι φανταζομένη, τοῦ105

7

.

106

μὲν προσελθόντος ἔξωθεν αἰσθητοῦ τὴν τέως ἡσυχάζουσαν ἐν τῇ γλώττῃ κακοχυμίαν ἀνακινοῦντος, αἰσθανομένης δὲ τῆς γευστικῆς δυνάμεως οὐ τοῦ προσελθόντος, ἀλλὰ τοῦ πλεο‐ νάζοντος ἐν αὐτῇ. σπανιάκις δέ ποτε καὶ πρὸ τοῦ γεύσα‐
5σθαί τινος αἴσθησις γίνεται τῶν ἐν τῇ γλώττῃ χυμῶν, ἀκρι‐ βείᾳ τῆς γευστικῆς αἰσθήσεως. ὅμοιόν τι τούτῳ σύμπτωμα τὸ κατ’ ὀφθαλμοὺς ἐπὶ στομαχικαῖς διαθέσεσιν ἢ φαντασίαν ὑποχύσεως συμπίπτειν, ἢ ἐν ὠσὶν ἤχους, οὐδενὸς ἔξωθεν ψοφοῦντος, ἀλλ’ αὐτῆς τῆς κατὰ τὰς μήνιγγας κινήσεως τὸ
10φάντασμα πεμπούσης· ἢ κατὰ τὰς ῥῖνας ὀσμῆς τινος ἀπὸ τῶν αὐτόθι περιεχομένων χυμῶν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τῆς ῥινὸς ἐμνημονεύσαμεν διτταῖς ὑπηρετούσης δυνάμεσιν, ὥσπερ καὶ ἡ γλῶττα (καὶ γὰρ καὶ τῶν ὀσφρητικῶν ὀργάνων οἱονεὶ πέρας τι καὶ τῶν ἀναπνευστικῶν ἐστιν) ἄμεινον ἂν εἴη καὶ περὶ
15ταύτης ὡσαύτως τοῖς εἰρημένοις διελθεῖν. εἰ γάρ τι συμβαίη κατ’ αὐτὴν νόσημα τῷ πόρῳ λυμαινόμενον, ἤτοι χεῖρον ἢ οὐδ’ ὅλως αἰσθήσεται τῶν ὀσμῶν ἡ ὀσφρητικὴ δύναμις. ἰσχυ‐ ρῶς τε οὖν συντριβεῖσα καὶ πολύπουν ἤ τινα ὄγκον παρὰ
φύσιν ἔχουσα, τὴν ὁδὸν τοῦ πνεύματος ἐμφράξει. τούτου τοῦ106

7

.

107

γένους ἐστὶ καὶ ἡ περὶ τὸν ἔνδοθεν αὐτῆς ὑμένα γιγνομένη φλεγμονὴ, καὶ μὲν δὴ καὶ ὅσα κατά τινα τῶν ἠθμοειδῶν ὀστῶν ἤτοι τὰς ταύτῃ μήνιγγας, ἢ αὐτὰς τῶν ὀστῶν τὰς διατρήσεις ἐμφράττει, καὶ ταυτὶ βλάπτει τὴν ὀσφρητικὴν
5αἴσθησιν· ἔτι δὲ ἂν μᾶλλον, εἰ κατὰ τὰς ἀποφύσεις γέ‐ νοιτο τοῦ ἐγκεφάλου τὰς εἰς ταῦτα τὰ μόρια καθηκού‐ σας. ἐν μέν τοι κατάῤῥοις τε καὶ κορύζαις καὶ ὅλως ἐν ὅσοις ὑπ’ ἐκκαύσεως ἢ ψύξεως ἢ ὑγρότητος ἐπληρώθη‐ σαν αἱ ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου, οὐ μόνον ἔμ‐
10φραξις γίγνεται τῶν ἐνταῦθα χωρίων, ἀλλὰ καὶ τοῦ πνεύ‐ ματος αὐτοῦ τοῦ κατὰ τὰς κοιλίας, ἔτι τε τοῦ περιέχον‐ τος ἐγκεφάλου δυσκρασία τις ἕπεται. καὶ μὲν δὴ καὶ θλίψεις καὶ διαιρέσεις ἀξιόλογοι τῶν εἰρημένων μορίων αὐτοῦ δυσαισθησίας τε καὶ ἀναισθησίας ἐργάζονται τῶν
15ὀσμῶν. ἡ δὲ οἷον παρατυπωτική τε καὶ πλημμελὴς αἴ‐ σθησις ἐνταῦθα γίγνεται διὰ κακοχυμίαν τινὰ ἐγχώριον, ἥτις ἀτμίζουσα δυσῶδες ἐπιθολοῖ τοὺς ἀναφερομένους ἐπὶ τὴν ὀσφρητικὴν δύναμιν ἀτμοὺς ἀπὸ τῶν πλησιαζόντων
σωμάτων, ὅμοιόν τε σύμπτωμα τοῦτο κατὰ τήνδε συμ‐107

7

.

108

πίπτει τὴν δύναμιν, οἷόν τι καὶ κατὰ τὴν γευστικὴν ἐν ἰκτέροις ἐῤῥέθη συμβαίνειν. Ἐπεὶ δὲ περὶ τῶν ἐν τοῖς ἰδίοις μέ‐ ρεσι τοῦ ζώου γιγνομένων αἰσθήσεων αὐτάρκως εἴρηται, περὶ
5τῆς ἐν ἅπασι τοῖς ὁπωσοῦν αἰσθανομένοις κοινῆς ἤδη λέγω‐ μεν, ἣν ὀνομάζουσιν ἁφήν. ἔστι δὲ δήπου καὶ ταύτης ἀνά‐ λογον μὲν ταῖς ἄλλαις τὰ συμπτώματα· κέχρηται δὲ οὐκ ἰδίαις, ἀλλὰ κοιναῖς ταῖς προσηγορίαις, ὥσπερ καὶ τῶν εἰ‐ ρημένων ἔνιαί τινες· οὔτε γὰρ ἐπὶ τῆς γευστικῆς, οὔτ’ ἐπὶ
10τῆς ὀσφρητικῆς δυνάμεως ἔχομεν ὄνομα τοιοῦτον, οἷον ἐπὶ μὲν τῆς ὀπτικῆς ἀμβλυωπίας τε καὶ τυφλότητας καὶ παρορά‐ σεις τινάς· ἐπὶ δὲ τῆς ἀκουστικῆς, βαρυηκοΐας τε καὶ κωφό‐ τητας, ἔτι τε παρακούσεις, ἢ παρακοὰς, ἢ παρακούσματα, διαφέρει γὰρ οὐδὲν εἴς γε τὰ παρόντα χρῆσθαι τοῖς ὀνόμασιν
15ὅπως ἂν θέλῃ τις. τὸ μέν τοι τῆς αἱμωδίας ὄνομά τε καὶ σύμπτωμα τῆς ἁπτικῆς δυνάμεως ἐξαίρετον ὑπάρχει. ἀλλὰ τοῦτο μὲν ἐν τῷ στόματί τε καὶ κατὰ τοὺς ὀδόντας μάλιστα συμπίπτειν εἴωθεν ἐπ’ ὀξέσι τε καὶ στρυφνοῖς ἐδέσμασιν·
ἡ νάρκη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα καὶ μάλιστα κατὰ108

7

.

109

τὰ κῶλα, σύνθετος ἐκ δυσαισθησίας τε καὶ δυσκινησίας ὑπάρ‐ χουσα, φαίνεται προφανῶς μὲν ἐπὶ ψύξεσι καὶ θλίψεσι νευ‐ ρωδῶν σωμάτων γιγνομένη, καὶ πρὸς τούτοις ἔτι τῆς νάρκης τοῦ θαλαττίου ζώου ψαυσάντων· αὐτομάτως δ’ εἰ συμβαίη
5μηδενὸς αἰτίου τοιούτου προσγινομένου, βίος ἀργὸς καὶ πλῆ‐ θος ἐδεσμάτων ἤτοι παχέων ἢ γλίσχρων, ἤ τις ἐποχὴ συνήθων ἐκκρίσεων προηγεῖται ἐξ ἀνάγκης. τὸ μὲν οὖν συνέχον αἴτιον ἢ συνεκτικὸν ἢ προσεχὲς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τοιαύτη τίς ἐστιν ἐν τῷ νεύρῳ ἡ διάθεσις, ὡς ἐμποδίζεσθαι
10τὴν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένην αὐτῷ δύναμιν. ἐμποδί‐ ζεται δὲ, εἰ μὲν ἔχοι τινὰ πόρον τὸ νεῦρον, ὥσπερ ἐναρ‐ γῶς ὁρᾶται τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔχοντα δι’ ἔμφραξιν ἢ θλίψιν· εἰ δ’ οὐκ ἔχει, διὰ πίλησιν ἢ ψύξιν ἢ θλίψιν. ὅτι μὲν οὖν, εἴπερ ἔχει τινὰ πόρον οἷον ὁδὸν ἀπὸ τῆς ἀρχῆς διὰ
15τοῦ νεύρου τεταμένην ἡ ψυχικὴ δύναμις, ἐμφραχθείσης ταύ‐ της ἐμποδισθήσεται, πρόδηλον παντί· καὶ μὲν δὴ καὶ ὡς
θλιβέντος ἔξωθεν τοῦ νεύρου στενοχωρία τις ἕπεται κατὰ109

7

.

110

τὸν πόρον, οὐδὲ τοῦτο ἄδηλον· ὅτι δὲ καὶ εἰ μηδεὶς εἴη πό‐ ρος, ἀλλ’ ὥσπερ δι’ ὕδατος ἢ ἀέρος αἱ ἀκτῖνες τοῦ ἡλίου διεξέρχονται, τὸν αὐτὸν τρόπον ἡ ἀπὸ τῆς ἀρχῆς δύναμις αὐτὸ τὸ σῶμα τῶν νεύρων εἰ διέρχοιτο, παρεμποδισθήσεται
5κατὰ τὴν δίοδον ἐπὶ τὸ παχυμερέστερον ἀλλοιωθέντων αὐτῶν, οὐδὲ τοῦτο δοκεῖ μοι δεῖσθαι μακρῶν πίστεων ἀναμνησθέντι τῶν περί τε τὸ ὕδωρ καὶ τὸν ἀέρα συμβαινόντων. ὁμίχλη μὲν γὰρ καὶ καπνὸς καὶ νέφος ἐν ἀέρι συνιστάμενα, βόρβορος δὲ καὶ ἰλὺς ἐν ὕδατι, παραποδίζουσί τε καὶ κωλύουσιν εἰλι‐
10κρινῆ φέρεσθαι πρόσω τὴν ἡλιακὴν αὐγήν· οὕτως οὖν καὶ τὸ νεῦρον εἰ παχυμερέστερόν τε καὶ σκληρότερον ἑαυτοῦ γίγνοιτο, παραβλάψει τι τὴν φορὰν αὐτῆς τῆς δυνάμεως. ἔσται δὲ δή που παχυμερὲς, ἤτοι γλίσχροις τε καὶ παχέσι τρεφόμενον χυ‐ μοῖς, ἢ ψύξει βιαίᾳ πιληθέν. εἰ δὲ δὴ καὶ θλίβοιτο πρός τινος
15ἔξωθεν ὁμιλοῦντος αὐτῷ σκληροῦ σώματος, οὐδ’ οὕτως ἀκώλυτον παρέξει τὴν φορὰν τῇ δυνάμει. ταῦτ’ ἄρα καὶ ὅσα βρόχοις ἢ χερσὶ διαλαμβάνεται νεῦρα, καὶ ὅσα πρός
τινος ἔξωθεν ἤτοι φλεγμαίνοντος ἢ σκιῤῥουμένου θλίβεται,110

7

.

111

καὶ ὅσα διακινηθέντων ὀστῶν ἐν ἐξαρθρήμασιν ἢ κατά‐ γμασι στενοχωρεῖται, ναρκώδη μὲν τὸ πρῶτον, ὕστερον δὲ παντάπασιν ἀναίσθητά τε καὶ ἀκίνητα γίγνεται. καὶ καλεῖ‐ ται μὲν ἡ τοιαύτη κάκωσις αὐτῶν παράλυσις· ἐν ταὐτῷ δὲ
5γένει οὖσα τῇ νάρκῃ, τῷ μεγέθει διαλλάττει. καὶ εἰ κατὰ πάντα συμβαίη τὰ νεῦρα, παραχρῆμα μὲν ἀναίσθητόν τε καὶ ἀκίνητον ἐργάζεται τὸ σύμπαν σῶμα, θάνατον δὲ ὀξὺν ἐπι‐ φέρει στερήσει τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἡ ἀρχὴ τοῦ νωτι‐ αίου βλαβείη, τοῖς κατὰ τὴν κεφαλὴν μορίοις αἰσθάνον‐
10ταί τε καὶ κινοῦνται μόνοις, ἄχρι περ ἂν ζῶσιν· εἰ δὲ καὶ κατὰ τὸν ἐγκέφαλον ἡ βλάβη συμπέσοι, πάντων παραχρῆμα τῶν μορίων ἀκρατεῖς καὶ ἀναίσθητοι γίγνονται· ζῶσι δὲ ἑκά‐ τεροι τοσοῦτον χρόνον, ὅσον ἂν ἔζησαν οἱ ἀγχόνῃ συσχε‐ θέντες. ὅσοις δὲ κατωτέρω τῆς ἐκφύσεως τῶν διαστελλόντων
15τὸν θώρακα νεύρων ἔπαθεν ὁ νωτιαῖος, ἤτοι σπονδύλου τι‐ νὸς ἐκστάντος ἢ καὶ ἄλλως, ἐπὶ μὲν ταῖς μεγάλαις διαθέσε‐ σιν ἀναίσθητοί τε καὶ ἀκίνητοι τὰ κάτω πάντα παραχρῆμα γίγνονται, ναρκώδεις δὲ ἐπὶ ταῖς σμικροτέραις· οὐ μὴν
ἀποθνήσκουσιν οὗτοι, διὰ τὸ φυλάττεσθαι τὴν ἀναπνοὴν111

7

.

112

αὐτοῖς. ἡ μέντοι τῶν χειρῶν αἴσθησις, οἷς μὲν ὁ νωτιαῖος ἔπαθε κατὰ τὸν πέμπτον σπόνδυλον, ἀπόλλυται πᾶσα μετὰ τῆς κινήσεως· οἷς δὲ κατὰ τὸν ἕκτον, οὐ πᾶσα· τὰ γὰρ πρῶτα μέρη τοῦ βραχίονος ἀπαθῆ διαφυλάττεται· πολὺ δὲ
5δὴ μᾶλλον, εἰ κατὰ τὸν ἕβδομον σπόνδυλον ὁ νωτιαῖος πά‐ θοι· εἰ δὲ κατὰ ὄγδοον, ὀλίγιστον· εἰ δὲ ὁ μετ’ αὐτὸν, οὐδὲ ὅλως ἔτι πάσχουσιν αἱ χεῖρες οὐδέν. ἀπόλλυται μέν τοι ἡ φωνὴ πᾶσιν, οἷς ἂν ὁ ἐν τραχήλῳ πάθοι νωτιαῖος· οὐ μὴν ἐπί γε τοῖς τοῦ νώτου σπονδύλοις ἅπασιν, ἀλλ’ ὁπόσον τι
10καθ’ ἕκαστον ἐν τοῖς περὶ φωνῆς διώρισται. νυνὶ γάρ μοι δοκῶ καὶ πλείω τοῦ δέοντος εἰρηκέναι. οὐ γὰρ ἐπελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἐν τῷδε τῷ γράμματι συμπτώματα προὐθέμην, ἀλλ’ εἰς τὰς γενικωτέρας αἰτίας ἀναγαγεῖν. κοινῇ τοίνυν εἰρήσθω μοι κατὰ πάσης βλάβης αἰσθήσεως, ὡς
15ὑφ’ ὧν ἕκαστα χορηγεῖται νεύρων ἐῤῥωμένων, ὑπὸ τούτων βλάπτονται παθόντων. εἰ δέ τις ἑκάστου νεύρου τὴν δύνα‐
μιν ἐπίστασθαι ποθεῖ, τῶν μὲν εἰς ἀναπνοὴν συντελούντων112

7

.

113

ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων διώρισται· τῶν δὲ εἰς τὰς φωνὰς, ἐν τῇ περὶ φωνῆς πραγματείᾳ λέλεκται. ταῦτα μὲν οὖν ἠκρίβωται πρὸς ἡμῶν ἑτέρωθι. τὰ δὲ τοῖς κατὰ τράχηλόν τε καὶ κεφαλὴν ἐπιγάστριόν τε καὶ χεῖρας καὶ
5σκέλη χορηγοῦντα νεῦρα καὶ ἄλλοι τινὲς ἔμπροσθεν οὐ φαύ‐ λως ἔγραψαν ἡμεῖς τε ἐγράψαμεν ἐν ταῖς ἀνατομικαῖς ἐγχει‐ ρήσεσιν. ὁ μὲν οὖν ἐνεστηκὼς λόγος περὶ τῶν κατὰ τὰς αἰσθήσεις συμπτωμάτων ἦν. ἐπεὶ δὲ ὅσα μόρια καθ’ ὁρμὴν κινεῖται διὰ νεύρου τινὸς, εὐθὺς ταῦτα καὶ τὴν αἴσθησιν ἔχει
10δι’ αὐτοῦ, διττὴν ἀναγκαῖον αὐτοῖς γενέσθαι βλάβην ἐπὶ τῷ τοῦ νεύρου νοσήματι, τὴν μὲν ἑτέραν τῆς αἰσθήσεως, τὴν δὲ ἑτέραν τῆς κινήσεως. πῶς οὖν ἔνια μὲν μόρια παραλελύσθαι δοκεῖ τῆς κινήσεως τῶν καθ’ ὁρμὴν ἐνεργειῶν, αἰσθάνεσθαι δέ; καὶ πῶς πάλιν ἕτερα κινεῖσθαι μὲν, οὐκ αἰσθάνεσθαι δέ;
15κατὰ μὲν δὴ τὴν γλῶτταν καὶ τοὺς ὀφθαλμοὺς οὐδὲν ἄπορον, ἐπειδὴ διττὰ νεύρων γένη τούτοις ἐστί· ἐν οἷς δὲ μέλεσι τὰ
σκληρὰ μόνον ἐστὶ, διοριστέον ὡδὶ τὸν λόγον. εἰ μὲν ἀφῃ‐113

7

.

114

ρημένου τοῦ δέρματος ὁ ὑποκείμενος μῦς γυμνὸς ὢν ἀκί‐ νητος μὲν φαίνεται, ψαυόντων δὲ αἰσθάνοιτο, μικρὰν ἡγητέον αὐτῷ συμπεπτωκέναι τὴν βλάβην, ὡς μέρος τοσοῦ‐ τον δυνάμεως δέχεσθαι ψυχικῆς, ὅσον αἰσθάνεσθαι μὲν ἱκα‐
5νόν ἐστιν, κινῆσαι δὲ τὸν μῦν οὐχ ἱκανόν. ἐν γὰρ τῷ πά‐ σχειν μᾶλλον ἤπερ ἐν τῷ ποιεῖν ἐστιν ἡ τῆς ἁφῆς αἴσθησις, ὥστ’ ἐγχωρεῖ καὶ δι’ ὀλίγης αὐτὴν ἐπιτελεῖσθαι δυνάμεως· ἡ δὲ τῶν μυῶν κίνησις ἐν τῷ ποιεῖν, οὐκ ἐν τῷ πάσχειν, ἔχουσα τὴν ἐνέργειαν (ὅλον γὰρ ὑπὸ ταύτης μεταφέρεται τὸ
10σῶμα) πολλῆς δεῖται δυνάμεως ψυχικῆς. ἔμπαλιν δὲ οὐκ ἂν εὕροις ποτὲ γεγενημένον ὡς κινεῖσθαι μὲν, ἀναίσθητον δὲ εἶναι τὸν γυμνὸν μῦν. εἰ δὲ τὸ μὲν περικείμενον αὐτῷ δέρμα τὴν αἴσθησιν ἀπολέσειεν, ὁ δὲ μῦς κινοῖτο, θαυμαστὸν οὐ‐ δέν· ὥσπερ οὐδὲ εἰ δυοῖν μυοῖν ὁ μὲν εἴη κινούμενος, ὁ δὲ
15ἀκίνητος· ἢ ὁ μὲν αἰσθανόμενος, ὁ δὲ ἀναίσθητος. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἐγχωρεῖ τοῦ μὲν ἑτέρου βεβλάφθαι τὸ νεῦ‐ ρον, ἀβλαβὲς δὲ εἶναι θατέρου, κατὰ τὸν αὐτὸν τρόπον ἐν‐ δέχεται τὸ μὲν εἰς τὸ δέρμα διασπειρόμενον βεβλάφθαι, τὸ
δὲ εἰς τὸν μῦν μὴ βεβλάφθαι· οὕτω δὲ καὶ τουναντίον114

7

.

115

ἀβλαβὲς μὲν εἶναι τὸ τοῦ δέρματος νεῦρον, οὐκ ἀβλαβὲς δὲ τὸ τοῦ μυός. περὶ μὲν οὖν τῶν προτεθέντων συμπτωμάτων ἱκανὰ καὶ ταῦτα. Ἥδεσθαι δὲ καὶ ἀλγεῖν ἁπάσαις μὲν ἐγ‐
5γίγνεται ταῖς αἰσθήσεσιν, οὐχ ὁμοίως δὲ ἐναργῶς, ἀλλ’ ἐν μὲν τῇ τῆς ὄψεως ἥκιστα, μάλιστα δὲ ἐν τῇ τῆς ἁφῆς τε καὶ γεύσεως· ἐφεξῆς δὲ τούτων ἐν ὀσφρήσει· καὶ μετὰ ταύτας ἐν ἀκοῇ. τίς οὖν ἥ τε κοινὴ πάντων αἰτία καὶ τίς ἡ καθ’ ἕκαστον ἰδία; κοινὴ μὲν, ἥνπερ καὶ Πλάτων ἐν Τιμαίῳ
10φησὶ γράφων οὕτως· τὸ μὲν παρὰ φύσιν καὶ βιαίως γιγνό‐ μενον ἀθρόως ἐν ἡμῖν πάθος, ἀλγεινόν· τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον, ἡδύ· τὸ δὲ ἠρέμα καὶ κατὰ μικρὸν, ἀναίσθητον. οὕτω μὲν ὁ Πλάτων· ὁ δὲ Ἱπποκράτης ἔτι παλαιότερος ὢν, τοῖς τὴν φύσιν, ἔφη, διαλλαττομένοισι
15καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται. τὸ μὲν γὰρ διαφθειρομένοισι τάχος τε ἅμα καὶ μέγεθος ἐνδείκνυται τῆς μεταβολῆς. εἰσὶ δὲ καὶ κατὰ τὴν ἁφὴν αἱ μεγάλαι μεταλ‐
λαγαὶ τῆς φύσεως ὑπὸ ψυχροῦ καὶ θερμοῦ βιαίας προσβολῆς,115

7

.

116

ὅσα τε θλᾷν, ἢ τέμνειν, ἢ διατείνειν, ἢ διαβιβρώσκειν πέφυκε. τὸ γὰρ ὑγρὸν ἢ ξηρὸν ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἀβίαστον ἔχει τὴν ὁμιλίαν, ὡς ἔνεστί σοι μαθεῖν ἀναλεξαμένῳ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἔνθα καὶ τὸ ψυχρὸν
5ἐδείχθη καθ’ ἕτερον μὲν τρόπον ἧδον ἢ τὸ θερμὸν, ἀλλὰ καὶ αὐτὸ τῷ διασπᾷν τὴν οὐσίαν ὀδυνηρὸν γίγνεσθαι. φαί‐ νεται δὲ καὶ τὰ θλῶντα καὶ τὰ τείνοντα κίνδυνον τοῦ ῥαγῆναι φέροντα τοῖς σώμασιν ἀλγημάτων αἴτια γίγνεσθαι, καθάπερ γε καὶ τὰ νύττοντα καὶ τὰ τέμνοντα. οὐ γὰρ δὴ μετὰ τὸ
10τμηθῆναί τε καὶ ῥαγῆναι τὴν ὀδύνην ἐπιφέρει, ἀλλ’ ἐν τῷ γίγνεσθαι τὰ τοιαῦτα πάντα πόνων αἴτια καθίσταται, πλὴν εἰ μὴ κατά τι συμβεβηκὸς ἀκολουθήσειε τοῖς οὕτω παθοῦσιν ὀδύνη, ποτὲ μὲν ὑγρῶν δριμέων δακνόντων τὸ ἡλκωμένον σῶμα, ποτὲ δὲ φλεγμονῆς ἐπιγενομένης, ἥ τις καὶ αὐτὴ
15διαπαντὸς μὲν τῷ διατείνειν ὀδυνᾷ, πολλάκις δὲ καὶ διὰ τὴν θερμασίαν ἢ διὰ τὴν τῶν ὑγρῶν δριμύτητα. διασπᾶται δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον, ᾗ μὲν τῆς ἁφῆς μετέσχηκεν,
ὑπὸ τῶν εἰρημένων, ᾗ δὲ καὶ τῆς γεύσεώς ἐστιν ἴδιον,116

7

.

117

ὑπό τε τῶν ὀξέων καὶ πικρῶν καὶ στρυφνῶν καὶ δριμέων, ὅτι καὶ τούτων ἕκαστον, ὡς ἀποδέδεικται, διαιρεῖ τὸ συνεχές. ἀνιαροὶ δέ εἰσι καὶ κατὰ τὴν ὄσφρησιν οἱ τῶν εἰρημένων χυμῶν ἀποῤῥέοντες ἀτμοὶ, διότι καὶ οὗτοι διασπῶσι τὸ συνε‐
5χές. ἐν ἀκοῇ δὲ ἥ τε τραχεῖα καὶ ἡ μεγίστη καὶ ἡ ταχίστη φωνὴ, ὧν καὶ συνελθουσῶν εἰς ταὐτὸν ἐν ταῖς φοβερωτάταις βρονταῖς, ἀνάπηροι παντάπασιν ἔνιοι τὴν ἀκουστικὴν αἴσθη‐ σιν ἐγένοντο τῷ διασπασθῆναι τῇ βίᾳ τοῦ ψόφου τὸ ὄργα‐ νον αὐτῆς. καὶ μέντοι γε καὶ τὴν ὄψιν αἱ λαμπρόταται τῶν
10αὐγῶν ἀνιῶσί τε ἅμα καὶ διαφθείρουσι τῷ διακρίνειν ἐπὶ πλεῖστον. ἔστι δὲ δήπου καὶ τὸ διακρίνειν ἐκ τοῦ τῶν διαιρούντων γένους, καὶ φαίνεται κοινὸν ἐν ἁπάσαις ταῖς αἰσθήσεσι τὸ ἀνιαρὸν πάθος, ἐκ διακρίσεώς τε καὶ διαιρέ‐ σεως τοῦ συνεχοῦς καὶ ἡνωμένου σώματος ἀποτελούμενον,
15ἐπειδὰν ἀθρόως συμπίπτῃ. καλῶ δὲ ἀθρόως τὸ κατὰ τὰ μεγάλα ἅμα καὶ ταχέως. τοῦτο δὲ δήπου καὶ ὁ Πλάτων ἐβούλετο, σύνθετον ἐκ βιαίου τε ἅμα καὶ ἀθρόου παθήματος ἐγγινομένου τοῖς αἰσθητικοῖς σώμασι τὴν ἀνιαρὰν αἴσθησιν
ἀποτελεῖσθαι φάσκων. οὐδὲν γὰρ διοίσει λέγειν ἀνιαρὰν ἢ117

7

.

118

λυπηρὰν ἢ ἀλγεινὴν ἢ ὀδυνηρὰν ἢ ἐπίπονον αἴσθησιν· ὥσπερ οὐδὲ αὐτὸ τὸ πάθος, ἀνίαν ἢ λύπην ἢ ὀδύνην ἢ πόνον ἢ ἀλγηδόνα. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων ὁμοτίμως χρώ‐ μενος ἐπὶ ταὐτοῦ πράγματος ἅπασι τοῖς εἰρημένοις ὀνόμασιν
5ἔν τε Τιμαίῳ καὶ Φιλήβῳ καὶ καθ’ ὅ τι ἂν ἕτερον αὐτῷ σύγγραμμα περὶ τῶν αὐτῶν ὁ λόγος ἦν. ὅτι δὲ καὶ ἡ Ἱππο‐ κράτους δόξα τῆς αὐτῆς ἔχεται διανοίας ἔν τε τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν, εὔδηλον ἔκ τε τῶν ἔμπροσθεν ὀλίγον εἰρημένων καὶ τῶν ἐν ἅπασι τοῖς βιβλίοις αὐτοῦ γεγραμμέ‐
10νων. οὕτω μὲν δὴ πᾶν πάθος λυπηρὸν ἐν ἁπάσαις γίγνεται ταῖς αἰσθήσεσι· τὸ δ’ ἐναντίον αὐτῷ τὸ ἡδὺ διὰ τὴν ἐναν‐ τίαν αἰτίαν. τοῦ γὰρ κινδυνεύοντος διασπασθῆναι ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἀθρόα τὴν ἡδονὴν ἀπεργάζεται. διὰ τοῦτο τοῖς ὀφθαλμοῖς ἥδιστον θέαμα τὸ κυανοῦν, ὥσπερ
15ὀδυνηρότατον τό τε λαμπρὸν ἅμα καὶ λευκὸν, οἷον ὁ ἥλιος. ἐφεξῆς δὲ τούτων ἐν μὲν τοῖς λυποῦσι τὸ λευκὸν, ἐν δὲ τοῖς
ἥδουσι τὸ φαιόν. τὸ μὲν γὰρ τῷ διακρίνειν τε ἅμα καὶ118

7

.

119

διαλύειν τὴν οὐσίαν αὐτῆς, τὸ δὲ τῷ ἀβιάστως συνάγειν. οὐ γὰρ δή που τὸ συνάγειν γε μόνον ἱκανὸν καὶ αὔταρκες· οὕτω γὰρ ἂν ἦν που καὶ τὸ μέλαν ἡδὺ, νῦν δ’ οὐκ ἔστιν· ἐναντίον γὰρ ὑπάρχον τῇ τῆς ὄψεως οὐσίᾳ συνάγει βιαιότε‐
5ρον αὐτὴν, ἢ ὡς εἰς τὴν φύσιν ἐπανάγειν. ἧττον δέ ἐστι τὸ μελάντατον τοῦ λαμπροτάτου ἀνιαρὸν, οὐχ ὅτι τὸ ἐναντίον ἧττον λυπεῖ τῆς κατὰ τὸ συγγενὲς ἀμετρίας, (κατὰ τοῦτο μὲν γὰρ μᾶλλον ἀνιαρὸν ἦν τοῦ λαμπροτάτου τὸ μέλαν) ἀλλ’ ὅτι τὸ μὲν τῆς ὄψεως ὄργανον αὐγοειδὲς, αὐγὴ δὲ πᾶσα λεπτο‐
10μερὴς οὐσία· τὸ δὲ μέλαν ἀεὶ παχυμερές· ἀεὶ δ’ ἐν τῇ φύσει δραστικώτερόν ἐστι τὸ λεπτομερὲς τοῦ παχυμεροῦς. ὅταν μὲν οὖν εἰς ταὐτὸν ἀλλήλοις ἥκῃ τὸ λεπτομερὲς καὶ πα‐ χυμερὲς, ἧττον εἰς τὸ λεπτομερὲς ἐνεργεῖ τὸ παχυμερὲς, εἴπερ μᾶλλον πάσχειν ὑπ’ ἐκείνου πέφυκεν. οὕτως οὖν καὶ ὁ ἥλιος
15ἀνιᾷ τὴν ὄψιν, ὅτι λεπτομερέστερος ὢν ἑτοίμως αὐτὴν δια‐ κρίνει. τῇ μὲν οὖν οἰκειότητι τῆς οὐσίας ἧττόν ἐστι τῶν ἐναντίων ἀνιαρὸς, τῷ δὲ ἰσχυρῷ τῆς ἐνεργείας βιαιότερος
ὑπάρχων, τούτῳ καὶ τὸ τάχος ἴσχει τῆς εἰς τὴν ὄψιν βλάβης.119

7

.

120

ὃ γὰρ ἐν ἐλαχίστῳ χρόνῳ πρὸς τῆς ἡλιακῆς αὐγῆς ἡ ὄψις ἡμῶν πάσχει, τοῦτο ἐν παμπόλλῳ, μηδ’ ὅλως αὐγὴν θεασαμένη μηδεμίαν, ἀλλ’ ἐν βαθεῖ σκότῳ διαιτηθεῖσα· καὶ γὰρ καὶ αὕτη πρὸς τὸ φῶς ἀναχθεῖσα βλέπειν οὐ δύναται, τῷ
5κατεσβέσθαι τρόπον τινὰ καὶ πεπαχύνθαι καὶ σκοτώδης γεγο‐ νέναι. ἥδιστόν γε οὖν εἰκότως ἐστὶ καὶ ὠφελιμώτατον ὄψει τὸ κυανοῦν χρῶμα, πλὴν τῆς ὑφ’ ἡλίου διαπεφορημένης. ἐκείνῃ μὲν γὰρ, ὡς ἂν ἤδη νοσούσῃ, τὸ ἐναντίον ἴαμα· τῇ δὲ ὑγιαινούσῃ μὲν, κεκμηκυίᾳ δὲ, τὸ κυανοῦν ἢ τὸ φαιὸν ὑγιει‐
10νότατον θέαμα, μήτε διακρῖνον αὐτὸν ὡς τὸ λευκόν τε καὶ λαμπρὸν, ἀλλὰ μήτε συνάγον καὶ σβεννύον, ὡς τὸ μέλαν. τὸ μὲν οὖν φαιὸν ἐκ λευκοῦ τε ἅμα καὶ μέλανος κραθέντων γίγνεται· τὸ κυανοῦν δὲ, λευκοῦ καὶ λαμπροῦ συνελθόντων, καὶ εἰς μέλαν κατακορὲς ἐμπεσόντων. οὕτω γὰρ ἡμᾶς καὶ ὁ
15Πλάτων ὑπὲρ ἀμφοῖν ἐδίδαξεν. ὥστ’ ἐκ τῶν ἐναντίων τε καὶ ἄκρων κραθέντων ἔμμεσά τε καὶ σύμμετρα γίγνεται ταυτὶ τὰ χρώματα, τήν θ’ ὑπερβολὴν ἑκατέραν ἐκφυγόντα, καθ’ ἣν
ἡ ὄψις ἐβλάπτετο, καὶ τοὺς μετρίους αὐτῆς ἐπανορθούμενα120

7

.

121

καμάτους, ὥσπερ τὰς ἐπὶ τῇ διακρίσει νόσους τὸ μέλαν. τὸ δ’ ἐναργὲς τῆς ἡδονῆς τῆς ἀπ’ αὐτῶν οὐχ ὅμοιόν ἐστι τῇ κατὰ τὰς ἄλλας αἰσθήσεις, ὅτι μηδὲ τὸ τῆς ὀδύνης ἶσον ὑπῆρχεν. ἡ γὰρ λεπτομέρεια τῆς ὄψεως οὔτ’ ἐν τῷ διακρί‐
5νεσθαι βίαιόν τι πάσχει, διὰ τὴν οἰκειότητα τῆς οὐσίας (ἐφ’ ὃ γὰρ ἄγεται, φθάνουσα σπεύδει καὶ καθ’ ἑαυτὴν) οὔτ’ ἐν τῷ συγκρίνεσθαι, διὰ τὴν ἀσθένειαν τῆς μεταβολῆς. ἐδείχθη γὰρ ἀσθενῶς συναγόμενον ὑπὸ τοῦ παχυμεροῦς τὸ λεπτομε‐ ρές. οὕτω μὲν ἔχει τὰ κατὰ τὴν ὄψιν ἡδονῆς τε καὶ λύπης.
10ἐπὶ δὲ τῆς ἀκοῆς ἡδίστη μὲν ἡ λειοτάτη καὶ ἡ βραδυτάτη φωνὴ, διότι καὶ ἡ τραχυτάτη καὶ ταχίστη λυπηροτάτη. ἀλλὰ ταῦτα μὲν ὑγιαινούσης ἀκριβῶς τῆς αἰσθήσεως ἡδέα τε καὶ λυπηρά· κεκμηκυίας δὲ, πρὸς τῇ λείᾳ τε καὶ βραδείᾳ, καὶ ἡ σμικρὰ προσφιλής· νοσούσης δὲ, ἡ λειοτάτη τε ἅμα
15καὶ βραδυτάτη καὶ σμικροτάτη, καὶ ταύτης ἔτι μᾶλλον ἡ εὔρυθμος. ἡ γὰρ παντελὴς ἡσυχία ἀνάλογον ἔχει τι τοῦτο τῷ σκότει τῷ κατὰ τὴν ὄψιν, ὅθεν καὶ ζήτησιν ἔσχεν, εἴτ’
ἐναντίον τῷ φωτὶ τὸ σκότος ἐστὶν, εἴτε στέρησις· ὥσπερ121

7

.

122

φωνῆς μὲν ἡσυχία, κινήσεως δὲ ἠρεμία. τὸ δὲ τῆς ἡδονῆς ἐναργέστερον ἐνταῦθα, διότι καὶ τὸ τῆς οὐσίας παχυμερέστε‐ ρον. ἔτι δὲ ἐναργέστερον ἐν τῇ τῆς ὀσφρήσεως αἰσθήσει τὸ τερπνὸν, ὅτι καὶ ἡ οὐσία παχυμερεστέρα. εἰς ὅσον γὰρ ἀὴρ
5αὐγῆς παχύτερος, εἰς τοσοῦτον ἀέρος ἀτμός. ἔστι δὲ αὐγῆς μὲν, ἡ τῆς ὄψεως αἴσθησις· ἀέρος δὲ, ἡ τῆς ἀκοῆς· ἀτμοῦ δὲ, ἡ τῆς ὀσφρήσεως· ὥσπέρ γε καὶ ἡ μὲν τῆς γεύσεως, ὑγρᾶς φύσεως· ἡ δὲ ἁφῆς, στερεοῦ σώματος. ἐπεὶ δὲ ὁμογενής ἐστιν ἡ τῆς ὀσφρήσεως αἴσθησις τῇ τῆς γεύσεως, ἑνὶ μόνῳ
10διαφέρουσα τῷ λεπτομερεστέρῳ τῆς οὐσίας, (ὁ γὰρ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον) ὑπὲρ ἀμφοῖν ἅμα ῥηθήσεται, τὴν ἀρχὴν ἀπὸ τῆς γεύσεως ποιησαμένοις, ἕνεκα σαφηνείας. ἥδιστοι τοίνυν εἰσὶ ταύτῃ χυμοὶ, κατὰ φύσιν μὲν ἐχούσῃ πάντες οἱ γλυκεῖς καὶ λιπαροὶ, οὗτοι γὰρ πάντες ἐδείχθησαν οἰ‐
15κειότατοι τῇ τοῦ σώματος οὐσίᾳ· κεκακωμένῃ δ’ ἔναγχος ὑπό τινος τῶν ἀνιώντων αὐτὴν, οἱ λιπαροί· μάλιστα γὰρ οὗτοι τὸ τετραχυσμένον ἐκλεαίνουσι· νοσούσῃ δὲ, οἱ ἐναντίοι τοῖς νοσάζουσι, τοῖς μὲν παχέσιν οἱ λεπτύνοντες, τοῖς δὲ λεπτοῖς οἱ
παχύνοντες, τοῖς δὲ γλίσχροις οἱ τέμνοντες, τοῖς δὲ τραχύνου‐122

7

.

123

σιν οἱ ἐκλεαίνοντες, οὕτω δὲ καὶ τοῖς μὲν θερμοῖς οἱ ψυχροὶ, τοῖς δὲ ψυχροῖς οἱ θερμοὶ, καὶ τοῖς μὲν ξηροῖς οἱ ὑγροὶ, τοῖς δὲ ὑγροῖς οἱ ξηροί. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, καὶ
5χρὴ μὲν μὴ παρέργως ἀναλέγεσθαι τὸν λόγον ἐκεῖθεν εἴς τε διάγνωσιν καὶ εἰς θεραπείαν ὄντα ὠφέλιμον. ἡ μὲν γὰρ κοι‐ λία τοῖς τε σπλάγχνοις ὑπηρετεῖ καὶ ταῖς φλεψὶν, ὥστε οἵων ἂν ἐκεῖνα δέηται χυμῶν, τοιούτων ὀρέγεσθαι· ταύτης δ’ αὖ γνώμων ἡ γλῶττα προβέβληται, τούτοις μάλιστα χαίρουσα
10τῶν χυμῶν, ὧν ἂν ἡ κοιλία δέηται. τῆς κοινωνίας δὲ ὁ περιαλείφων αὐτὴν χιτὼν μάλιστα αἴτιος. ἥδεται μὲν οὖν ἡ γλῶττα κατὰ διαφέροντας καιροὺς, ἄλλοις ἄλλοτε τῶν ἔξω‐ θεν αὐτῇ προσπιπτόντων χυμῶν· ἥδεται οὖν ἐνίοτε καὶ τῶν ἐν αὐτῇ γλυκέων αἰσθανομένη, (φλέγματος δέ ἐστιν εἶδος ὁ
15γλυκὺς οὗτος χυμὸς) ὥσθ’ ὁσάκις γε ἀπὸ τῶν φλεβῶν ἐγχυ‐ θέντος αἵματος αἴσθησιν ὡς γλυκέος ἔλαβεν ἡ γλῶττα, τοῖς ἔξωθεν αὐτῇ προσπίπτουσιν ἀνάλογον ἔπαθεν. ἐπὶ μέντοι
τῆς ὀσφρητικῆς δυνάμεως, ἡ μὲν τῶν ἔξωθεν ἡδέων τε καὶ123

7

.

124

ἀνιαρῶν αἴσθησις ἀνάλογον ἔχει τῇ γευστικῇ· τῶν δὲ κατ’ αὐτὴν ἀτμῶν ἀηδῶν μὲν ὄντων, ὡς εἴρηται πρόσθεν, αἰσθά‐ νεταί ποτε· γλυκέων δὲ ἢ ὅλως ἡδέων οὐκ αἰσθάνεται, κα‐ θάπερ οὐδὲ ἡ ὄψις, οὐδὲ ἡ ἀκοή. τῷ γὰρ εἶναι λεπτομε‐
5ροῦς οὐσίας αἰσθήσεις οὐ πάσχουσι πάθος οὐδὲν ἰσχυ‐ ρὸν ἐν αὐταῖς. ἡ δὲ ἁφὴ καὶ ἡ γεῦσις, σφοδρὸν μὲν οὐδὲν οὐδὲ αὗται· πάσχουσι δ’ ἐνίοτε καὶ τοιοῦτόν τι πάθος ἀμυ‐ δρὸν, ἡ μέντοι γλῶττα πρὸς γλυκέος, ὡς εἴρηται, φλέγμα‐ τος, ὅνπερ ὁ Πραξαγόρας τε καὶ Φιλότιμος ἰδιώτερον ὀνομά‐
10ζουσι γλυκὺν χυμόν· ἡ δὲ ἁφὴ τῆς ἐν αὐτῇ κινήσεως αἰσθά‐ νεται πολλάκις, ἐπειδὰν εἰς τὸ κατὰ φύσιν ἐπανέρχηται, τῶν τραχυνόντων γε αὐτὴν ἔνδον ἤτοι πεττομένων ἢ διαπνεομένων ἢ αἰσθητῶς ἐκκρινομένων. καὶ μὴν καὶ οἱ κοπωθέντες, ἐπει‐ δὰν τρίψεσί τε μαλακαῖς ἢ λουτροῖς ἁπαλυνθέντες τὸ σῶμα
15μετὰ ταῦθ’ ἡσυχάζωσιν, ἐναργῶς αἰσθάνονται τῆς ἡδονῆς. ἔτι δὲ δὴ μᾶλλον ἐν αὐταῖς ταῖς εἰρημέναις κινήσεσιν ἥδονται τοῖς κεκμηκόσι μορίοις εἰς τὸ κατὰ φύσιν ἐπανερχομένοις. οὐ
μόνον δὲ ἐν τῷ λούεσθαι καὶ ἀνατρίβεσθαι μαλακῶς ἐλαίῳ124

7

.

125

δαψιλεῖ συμβαίνουσιν ἡδοναὶ τοῖς κεκοπωμένοις μέρεσιν, ἀλλὰ κᾀν ταῖς μείζοσιν ὀδύναις ἐπαφὴ μαλακὴ καὶ πραεῖα καὶ λεία φέρει τινὰ παραμυθίαν οὐ σμικράν. ἔξωθεν δὲ ἤδη τὰ τοι‐ αῦτα, καὶ λεκτέον ἑξῆς ὑπὲρ ἁπάντων αὐτῶν. οὐδὲν γὰρ
5ἔτι δεόμεθα περὶ τῶν ὀσφρητῶν διεξέρχεσθαι, τοῖς γευστικοῖς ἀνάλογον ἐχόντων. ἡδόμεθα τοίνυν ἐν τούτῳ τῷ γένει τῆς αἰσθήσεως, ἁπλῶς μὲν εἰπεῖν, εἰς τὸ κατὰ φύσιν ἐπανερχό‐ μενοι· καὶ γίγνεται τοῦθ’ ἡμῖν ἀεὶ διὰ τῶν ἐναντίων, ἐάν γέ τις, ὡς προσήκει, λαμβάνῃ τὸ ἐναντίον. προσήκει δὲ
10δήπου τὸ πρώτως τε καὶ καθ’ ἑαυτὸ, καὶ μὴ δι’ ἑτέρου μέ‐ σου, τοῦ τέλους αἴτιον, οὐ τὸ προκατάρχον τε καὶ προκα‐ ταρκτικὸν ὀνομαζόμενον, ἐν τοῖς τοιούτοις ἅπασι σκοπεῖν, ὅπερ Ἱπποκράτης ἡμᾶς ἐν ἄλλοις τε πολλάκις ἀναμιμνήσκειν ἔοικε κἀν τῷ φάναι, ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος,
15νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ῥύεται ταῦτα. δόξειε μὲν γὰρ ὅ γέ τις ὑπὲρ τῶν τοιούτων ἀσκεπτότερον
ἀποφαινόμενος ὑπὸ τῶν ὁμοίων ἐνίοτε θεραπεύεσθαί τι τῶν125

7

.

126

παρὰ φύσιν, ὥσπερ καὶ τὸν τέτανον ὑπὸ τῆς ψυχρολουσίας. ἔχει δὲ οὐχ οὕτως τἀληθές· ἀλλ’ ἀεὶ πάντα πρὸς τὸ κατὰ φύσιν ἐπανέρχεται διὰ τῶν ἐναντίων, ὥσπερ καὶ ὁ τέτανος διὰ τῆς κατὰ τὴν θερμασίαν ἐπανακλήσεως. εἰ μὲν οὖν
5ἀθρόως τοῦτο γίγνοιτο, μεθ’ ἡδονῆς ἡ θεραπεία συντελεῖται· κατὰ μικρὸν δὲ συμβάντος, ἀναίσθητος ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος ἔσται. οὕτω δὲ καὶ ἡ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ὁδὸς, ἡ μὲν ἀθρόως γιγνομένη βίαιός τε καὶ ὀδυνηρὰ πάντως ἐστίν· ἡ δὲ κατὰ μικρὸν, ἀναίσθητος. καὶ
10διὰ τοῦτο τῆς κατ’ ὀλίγον ἀθροιζομένης ἐν τῷ σώματι διαθέ‐ σεως οὐ κατὰ φύσιν, ἀναισθήτου παντάπασιν οὔσης, ἡ εἰς τὰ κατὰ φύσιν ἐπάνοδος, ἐπειδὰν ἀθρόως ἐπιτελῆται, μετ’ αἰσθήσεώς τε ἅμα καὶ ἡδεῖα γίγνεται. καὶ μάλιστα ἐπὶ τῶν οἰκειοτάτων ἡμῖν, οἷά περ ἐστὶν ἐν μὲν τῇ γεύσει τὰ γλυ‐
15κέα· κατὰ δὲ τὴν ὄσφρησιν, ὅσα τούτοις μὲν ἀνάλογον ἔχει, καλεῖται δὲ εὐώδη. ἴδιον δέ τι πέπονθεν ἐξαίρετον ἡ τῶν γεννητικῶν μορίων αἴσθησις, ὅτι καὶ δύναμιν ἰσχυροτάτην
ἔχει, κατὰ μὲν τὸ ἄῤῥεν γένος ἀποκριτικὴν τοῦ σπέρματος,126

7

.

127

κατὰ δὲ τὸ θῆλυ καὶ ταύτην μὲν ἔν τε τοῖς ὄρχεσι καὶ τοῖς σπερματικοῖς ἀγγείοις, ἀλλὰ καὶ τὴν ἑλκτικὴν ἐν ὅλῃ τῇ μή‐ τρᾳ· συνῆψε γὰρ ἡ φύσις ὑπερέχουσαν ἐπιθυμίαν τε ἅμα καὶ ἡδονὴν τῇ τε προέσει καὶ τῇ συλλήψει τοῦ σπέρματος. ἀλλ’
5ἡ μὲν ἀνία, τοῦ περιττοῦ σπέρματος μένοντος ἔσω, ἀθροί‐ ζεται κατ’ ὀλίγον ἐν χρόνῳ πλείονι, καὶ διὰ τοῦτο, καί τοι μεγάλα λυποῦσα (περὶ ὧν ἑτέρωθι λέξομεν) ἀπολείπεται τῷ μεγέθει τῆς ἡδονῆς, ἣν ἐν τοῖς ἀφροδισίοις ἴσχοι. ἡ δ’ ἀπό‐ κρισις ἡ τοῦ λυποῦντος ἀθρόως γιγνομένη τῷ τάχει τῆς εἰς
10τὸ κατὰ φύσιν ἐπανόδου καὶ τὸ τῆς ἡδονῆς μέγεθος ἀνάλογον ἔχει. Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ καρδίαν ὀνομάζουσι, συμπτω‐ μάτων διελθεῖν. ἔστι μὲν γὰρ ἐκ τοῦ γένους καὶ αὐτὰ τῶν
15ἁπτικῶν, ἀλλ’ οὐδὲν οὕτω μέρος οὔτ’ ἀκριβῆ τὴν αἴσθησιν ἔχει, οὔτε τὰς ἀρχὰς ἑκατέρας ἑαυτῷ συνδιατίθησιν, ὡς τὸ στόμα τῆς γαστρός. ὀνομάζεται δὲ συνήθως οὐ τοῖς πολλοῖς
μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς στόμαχος. αἱ γοῦν καλούμεναι127

7

.

128

στομαχικαὶ συγκοπαὶ τούτου τοῦ μέρους εἰσὶ συμπτώματα, καθάπερ καὶ αἱ καρδιαλγίαι κατὰ τὴν ἑτέραν αὐτοῦ προσηγο‐ ρίαν ὠνομασμέναι· καὶ δὴ καὶ δυσπνοίας τε καὶ ἀπνοίας, καὶ πνίξεις καὶ ἐπιληψίας καὶ παρακοπὰς καὶ μελαγχολίας ἐπι‐
5φέρει. ταῦτα μὲν οὖν ἅπαντα κατὰ συμπάθειαν· ἀνορεξίας δὲ καὶ δυσορεξίας καὶ μοχθηρὰς ὀρέξεις αὐτὸ καθ’ ἑαυτό. καλῶ δὲ ἀνορεξίας μὲν ὅταν μηδὲ ὅλως ὀρέγωνται· δυσορεξίας δὲ, ἐπειδὰν ἀμυδρῶς· αἱ μοχθηραὶ δὲ ὀρέξεις, αἱ μὲν εἰς ἄμετρον ἐκτρέπονται σιτίων ἢ ποτῶν προσφορὰν, αἱ δὲ εἰς
10ἀλλοκότων ποιοτήτων ἐπιθυμίαν. ῥητέον οὖν ὑπὲρ ἁπάν‐ των ἑξῆς ἀπὸ τῶν οἰκείων αὐτοῦ συμπτωμάτων ἀρξαμένους. ἕπεται δὲ ταῦτα ταῖς κατὰ φύσιν ἐνεργείαις τοῦ μορίου, δι’ ἃς καὶ τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἐδεήθη μεγίστων, ἐφ’ οἷς δὴ καὶ τὸ περιττὸν τοῦτο εἶδος τῆς αἰσθήσεως ὑπὲρ ἅπαντα
15κέκτηται. διαφορουμένου γὰρ εἰς τὸ περιέχον ἑκάστου ζώου κατὰ τὸ δέρμα, πρώτως κενοῦσθαι συμβαίνει τοῖς ὑπ’ αὐτῷ
μέλεσιν, ὧν ἡ σύμφυτος δύναμις, ὡς ἐν τοῖς τῶν φυσικῶν128

7

.

129

δυνάμεων ὑπομνήμασιν ἐδείκνυμεν, ἐκ τῶν ὁμιλούντων ἑαυτοῖς ἐπισπᾶται τροφὴν ἀναπληροῦσαν τὸ κενούμενον, εἶτ’ αὖθις ἐκ τῶν ἑαυτοῖς ὁμιλούντων ἐκεῖνα, κᾄπειτα ἐκ τῶν ἑαυτοῖς τὰ τρί‐ τα, καὶ οὕτως ἀεὶ κατὰ τὸ συνεχὲς ὡς ἐν χορῷ τινι ταχείας τῆς
5μεταλήψεως γιγνομένης, ἐπὶ τὰς καθηκούσας εἰς τὴν γα‐ στέρα φλέβας ἡ κένωσις ἀφικνεῖται. αὗται δέ γε εἰθίκεσάν τε ἅμα καὶ πεφύκεσαν ἐκ τῆς γαστρὸς ἐπισπᾶσθαι τὴν τροφὴν, ἀνάλογον ταῖς ἐπὶ τῶν φυτῶν εἰς τὴν γῆν καθηκούσαις ῥίζαις. ἅπαν γὰρ τοῦτο τὸ ἔργον οὐ ψυχικὸν, ἀλλὰ φυσικὸν ὑπάρ‐
10χον, ὁμοίως ἐπιτελεῖται κατά τε τὰ φυτὰ καὶ τὰ ζῶα. τοῖς μὲν οὖν φυτοῖς ἡ γῆ τῆς γαστρὸς δίκην ὑπηρετεῖ διὰ παντὸς ἑτοίμην τε καὶ ἄφθονον ἐπάρδουσα τὴν τροφὴν, ἄχρι περ ἂν αἱ ἐκ Διὸς ὧραι κατὰ φύσιν ἔχωσιν, ὡς εἴγέ ποτε δι’ ὑπερ‐ βολὴν αὐχμῶν ἀναξηρανθείη τὸ ὑγρὸν ἐξ αὐτῆς, ἐνδείᾳ τρο‐
15φῆς αὐαίνεται τὰ φυτά. τοῖς δὲ ζώοις ἅτε μὴ προσπεφυκόσι τῇ γῇ, πλὴν ὀλίγων δή τινων, ἡ φύσις ἐδημιούργησε μὲν καὶ
τὴν γαστέρα ταμεῖον τροφῆς, οἷόν περ τὴν γῆν τοῖς φυτοῖς·129

7

.

130

ἔδωκε δὲ καὶ τῆς ἐνδείας αἴσθησιν, ἵν’ ἐξορμῶντα τὰ ζῶα πρός τε τὴν ἐδωδήν τε καὶ πόσιν ἑνὶ χρόνῳ πληρῶνται. καὶ καλεῖται μὲν ἡ τῆς τοιαύτης πληρώσεως ἔφεσις ὄρεξις, γίνεται δ’ ἐπ’ αἰσθήσει τῆς ἐνδείας, ὅταν αἱ μὲν φλέβες ἐξ αὐτῆς τι
5τῆς γαστρὸς ἕλκωσιν οἷον βδάλλουσαί τε καὶ μυζῶσαι, μὴ φέρουσα δὲ τὴν μύζησιν ἡ γαστὴρ, ἀλλ’ οἷον διασπωμένη, τῆς ἀνίας ταύτης ἴαμα τὴν ἐδωδὴν πορίζηται. τρέπονται γὰρ αἱ φλέβες οὕτως ἐπὶ τὰ παρακείμενα σιτία, κᾀξ αὐτῶν ἕλ‐ κουσι τὴν τροφὴν, οὐκ ἐκ τῆς γαστρὸς, καὶ συμβαίνει μετὰ
10τὴν προσφορὰν ἅμα τε τὰς φλέβας ἐπὶ τὰ σιτία τρέπεσθαι καὶ τὴν κοιλίαν εἰς ἑαυτὴν ἕλκειν ἐξ αὐτῶν ὅσον κεκένωται πρότερον ὑπὸ τῶν φλεβῶν. ἡ μὲν οὖν τῆς μυζήσεως αἴσθη‐ σίς ἐστιν ἡ πεῖνα· δύο δὲ ἄλλα, τὸ μὲν τοῦ βδάλλειν τὰς φλέβας ἡγεῖται, καὶ καλεῖται καὶ τοῦτο ὄρεξις ὁμωνύ‐
15μως θατέρῳ, φυσικὸν ἔργον ὑπάρχον, οὐ ψυχικόν· αὐτῆς δὲ τῆς τοιαύτης ὀρέξεως ἡ κένωσις προηγεῖται καὶ γίγνεται πέντε συμπτώματα τὰ σύμπαντα κατὰ στίχον ἐφεξῆς ἀλλή‐
λων τεταγμένα· κένωσις μὲν πρώτη, δευτέρα δὲ ὄρεξις ἡ130

7

.

131

φυσικὴ τῶν κενωθέντων μορίων, εἶτα ἡ μύζησις τῆς κοι‐ λίας, εἶτα ἡ ταύτης αἴσθησις, εἶτα ἡ ὄρεξις αὐτῆς ἡ ψυ‐ χικὴ ἁπασῶν ὑστάτη. καὶ τοίνυν καὶ ἡ ἀπώλεια τῆς ἐνεργείας ταύτης ἢ τῷ τὴν αἴσθησιν ἀπολωλέναι τῆς βδάλ‐
5σεως, ἢ τῷ μὴ γίνεσθαι τὴν βδάλσιν, ἢ τῷ μὴ κενοῦ‐ σθαι τὸ σῶμα συμβαίνει. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ ἀμυδραὶ τῶν ὀρέξεων οὐκ ἐξ ἀπολωλότων ὧν εἴπομεν, ἀλλ’ ἐγγὺς ἀπωλείας ἡκόντων ἕπονται. μοχθηραὶ δὲ ὀρέξεις γίγνονται κατὰ μὲν τὸ ποσὸν ὑπερβάλλουσαι, καὶ καλοῦνται
10πρός τινων αἱ τοιαῦται κυνώδεις, ὅταν ἤτοι κακοχυμία τις ὀξώδης δάκνῃ τὴν κοιλίαν, ἢ καὶ τὸ σύμπαν σῶμα διαφο‐ ρούμενον ἀμέτρως ἐν χρείᾳ συνεχεῖ καθίσταται τῆς θρέψεως. ἡ μὲν γὰρ ψυχρὰ κακοχυμία τὴν δῆξιν μὲν ἀνάλογον τῇ μυ‐ ζήσει παρέχει, τὴν ὄρεξιν δ’ ἐπεγείρει τῇ τοῦ φυσικοῦ παθή‐
15ματος ὁμοιότητι, τροφῆς δὲ, οὐ ποτοῦ, τὴν ἐπιθυμίαν ἐργά‐ ζεται διὰ τὴν ψύξιν· ἁλυκῆς δ’ ἔτι καὶ χολώδους κακοχυμίας δακνούσης τὴν γαστέρα, ποτοῦ μᾶλλον ἢ σιτίων ὀρέγονται. πρὸς γὰρ τῷ θερμαίνεσθαί τε καὶ ξηραίνεσθαι τὴν κοιλίαν,
ἅπερ αἴτια δίψους ἐστὶν, ἔτι καὶ τὸ χεῖσθαι τοὺς χυμοὺς ἐν131

7

.

132

αὐτῇ τε καὶ ταῖς φλεψὶ συμβαίνει. τὸ δὲ τῆς χύσεως τῶν χυ‐ μῶν σύμπτωμα πληροῖ τὰ περιέχοντα, καθάπερ, οἶμαι, τὰ τῆς ψύξεως ἐκκενοῖ. καὶ τοίνυν εἰς μὲν τὸ πεινῇν οὐ σμι‐ κρὸν ἡ ψύξις τῶν κατὰ τὴν γαστέρα συντελεῖ. κενά τε γὰρ
5ἐργάζεται τὰ σώματα καὶ τοὺς χιτῶνας αὐτῶν συνάγουσά τε καὶ σφίγγουσα πρὸς τὴν ὄρεξιν ἐπεγείρει. τοῦ δὲ μὴ πεινῆν ἐν τοῖς μάλιστα συνεκτικὸν αἴτιον ἡ θερμότης ἐστὶ, τὰ μὲν στε‐ ρεὰ σώματα τῷ χαλᾷν ἐκλύουσα καὶ πρὸς τὴν ὁλκὴν ἀτονώ‐ τερα κατασκευάζουσα, τὰ δὲ ὑγρὰ τῷ χεῖν ἐπιπλέον ἐκ‐
10τείνουσα. μία μὲν οὖν αἰτία τῆς κυνώδους ὀρέξεώς ἐστιν ἡ ὀξώδης κακοχυμία· δευτέρα δὲ, ὡς ἐλέγετο, κένωσις πλείων δι’ ὅλου τοῦ σώματος, ἤτοι διὰ ῥώμην θερμότητος ἢ δι’ ἀῤ‐ ῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ἐπιτελουμένη. καὶ δὴ καὶ συμβαίνει κατὰ μὲν τὴν προτέραν διάθεσιν ὑποχωρήσεις τῶν
15ληφθέντων γίγνεσθαι πολλάς· κατὰ δὲ τὴν δευτέραν, ὡς ἂν ἐπὶ κενώσει τῆς ἕξεως ἐπιτελουμένην, ἀναδίδοσθαι τὴν τρο‐ φήν. ἄμετροι μὲν οὖν ὀρέξεις τε ἅμα καὶ πεῖναι διὰ ταῦτα γίγνονται. μοχθηρῶν δὲ ποιοτήτων ἐπιθυμοῦσιν οἷς ἂν
εἰς τοὺς τῆς κοιλίας χιτῶνας ἐναποθῇ τι περίττωμα μοχθηρόν.132

7

.

133

εἴωθε δὲ τοῦτο γίγνεσθαι μάλιστα ταῖς κακοχύμοις γυναιξὶν, ἐπειδὰν κυήσωσι, καὶ καλεῖται κίττα τὸ πάθος. ὀρέγονται δὲ ἐν αὐτῷ μάλιστα μὲν ὀξέων τε καὶ στρυφνῶν, ἔστι δὲ ὅτε καὶ δριμέων, ἐνίοτε δὲ ἤτοι κιμωλίας γῆς ἢ ὀστράκων ἢ ἐσβε‐
5σμένων ἀνθράκων ἤ τινων οὕτως ἀτόπων βρωμάτων. καὶ τοῦτο πάσχουσιν αἱ πλείους αὐτῶν ἄχρι τοῦ δευτέρου καὶ τρίτου μηνός· ἐν δὲ τῷ τετάρτῳ παύονται, τὸ μέν τι τοῖς ἐμέτοις ἐκκενωθείσης τῆς κακοχυμίας, τὸ δέ τι καὶ πεφθείσης ἐν τῷ χρόνῳ, βραχέα σιτουμένης τῆς ἀνθρώπου διὰ τὴν ἀπο‐
10σιτίαν, τὸ δέ τι καὶ πλήθους ἐκκενουμένου. κατὰ μὲν γὰρ τοὺς πρώτους δύο μῆνας ὀλίγον ἐπισπᾶται τοῦ αἵματος εἰς ἑαυτὸ τὸ ἔμβρυον, ὡς ἂν ἔτι μικρότατον ὑπάρχον, ὅταν μηδ’ ἔμβρυον ἤδη πω καλεῖται κατ’ ἐκεῖνον τὸν καιρὸν, ἀλλ’ ἔτι κύημα· μεῖζον δὲ γιγνόμενον αὐτό τε πλείονι χρῆται
15τροφῇ καὶ οὐ μόνον ὅ τι περ ἂν ᾖ χρηστότατον ἐν ταῖς φλεψὶ, τοῦτ’ ἐπισπᾶται, καθάπερ ἔμπροσθεν, ἀλλὰ τῷ δεῖσθαι πλείονος συνεπισύρεταί τι καὶ τοῦ μοχθηροῦ. καὶ οὕτω
σύμπαν σῶμα τότε πληθωρικὸν ἔτ’ εἶναι παύεται καὶ ἧττον133

7

.

134

γίγνεται κακόχυμον. αὐτὸ δὲ δὴ τὸ ἔμβρυον ἧς ἐπισπᾶται τροφῆς τὰ περιττώματα διττοῖς ὑμέσιν ἐναποτίθεται, καὶ γίγνεται μὲν ὡς τὰ πολλὰ καὶ αὐτὸ κακοχυμότερόν τε καὶ δυσκρατότερον, ὡς ἂν ὑπὸ μοχθηροῦ τρεφόμενον αἵματος,
5ἢν μὴ πάνυ χρησταῖς ἡ κύουσα χρῆται τροφαῖς ἐν τῷ λοιπῷ χρόνῳ τῆς κυήσεως. ἀλλ’ οὐδὲν τοῦτό γε πρὸς τὰ παρόντα. τὸ δὲ μοχθηρῶν ὀρέγεσθαι ποιοτήτων, ὑπὲρ οὗ διηγούμενος ἐμνημόνευσα τῆς κίττης, γίγνεταί ποτε καὶ ἀνδράσιν, ὅταν γε καὶ τούτοις εἰς τὸ τῆς γαστρὸς στόμα κατασκήψῃ ὁμοία τις
10κακοχυμία. ταυτὶ μὲν οὖν τὰ συμπτώματα περὶ τὴν τῆς τροφῆς ὄρεξιν γίγνεται. περὶ δὲ τὴν τοῦ ποτοῦ παραπλήσια τούτοις ἕτερα τοσαῦτα, ἡ μὲν οἷον στέρησις, ἐπειδὰν ἤτοι μηδ’ ὅλως δέηται τὸ σῶμα δι’ ὑπερβάλλουσάν τε ὑγρότητα καὶ ψύξιν, ἢ ἀναίσθητος ᾖ τοῦ καθ’ ἑαυτὴν πάθους ἡ γα‐
15στήρ· ἡ δὲ ἐνδεὴς ὄρεξις, ἐπειδὰν ἐνδεῶς γίγνηται τὰ αὐτά. ἡ μοχθηρὰ δὲ τῶν ποτῶν ὄρεξις ἀνάλογος γίγνεται τῇ περὶ τὴν τροφὴν ὀρέξει μοχθηρᾷ, ποτὲ μὲν ἀμέτρου πόματος,
ὅταν ἐν αὐτοῖς χιτῶσι τῆς γαστρὸς ἁλμώδης τις ἢ χολώδης134

7

.

135

κακοχυμία περιέχηται, ποτὲ δὲ οἷον ζέσαντος τοῦ καθ’ ἑαυ‐ τὴν ὑγροῦ συμφύτου. μοχθηρῶν δ’ ἐπιθυμοῦσι πομάτων ὥσπερ καὶ σιτίων, ἀνάλογον τῇ κρατούσῃ κακοχυμίᾳ. ταυτὶ μὲν οὖν ἐν χρόνῳ πλείονι κακῶς διαιτηθεῖσιν ἐπιγίγνεται·
5ἀπαύστοις δὲ δίψεσι καταληφθεῖσιν, ἐξ ὧν περ καὶ ἀποθα‐ νόντας οἶδα τόν τε καταφαγόντα τὴν ἔχιδναν (ἦν δὲ ἄρα διψὰς) καὶ τοὺς ἐκ τοῦ οἴνου πιόντας ἐκ περιστάσεως θερι‐ στὰς, ἐν ᾧ τοιοῦτόν τι θηρίον ἐναποτεθνήκει, καὶ τὸν ἐξ οἴνου παλαιοῦ μεθυσθέντα, καὶ τὸν ἀποκαρτερεῖν θελήσαντα,
10καὶ τοὺς ἐν τῷ πλοίῳ ἐπιλιπόντος τοῦ ὕδατος, ὧν ὅσοι τῆς θαλάσσης ἐτόλμησάν τι πιεῖν, ἀμετρότερόν τε διψήσαντες τῶν ἄλλων, καί τινες μὲν αὐτῶν ὑπαχθέντες τὴν γαστέρα καὶ δηχθέντες σφοδρῶς ὀξύτερον ἢ κατὰ τοὺς λοιποὺς ἀπέθανον. οἶδα δέ τινα καὶ τῶν πυρεττόντων καυσωδῶς, ἐπιδιδόντος
15ἔτι τοῦ νοσήματος, ἀνέδην τε πίνοντα ψυχρὸν, καὶ μηδαμῶς ἐμπιπλάμενον, ἄχρι περ ἂν ἀπέθανεν. αὗται μὲν δὴ τοιαῦ‐ ται καὶ τοσαῦται περὶ τὰς ὀρέξεις τῆς γαστρὸς αἱ πλημμέ‐
λειαι. καὶ πρὸς αὐταῖς ἡ καρδιαλγία, σύμπτωμά τι τοῦ135

7

.

136

στόματος τῆς γαστρὸς αἰσθητικὸν, ἀνιαρὸν ἐπὶ χυμοῖς δα‐ κνώδεσιν. ἔξωθεν δὲ τούτων ἐστὶν ὁ καλούμενος βούλιμος ἐνδείας τε ἅμα καὶ ἀτονίας καὶ καταψύξεως τῆς ἐνταῦθα σύμ‐ πτωμα. θαυμαστὸν δὲ οὐδὲν, εἰ ταῖς ὀδύναις αὐτοῦ λει‐
5ποψυχίαι τε καὶ καταπτώσεις ἕπονται τῆς δυνάμεως. ὅπου γὰρ ὁρῶνταί τινες ἐπὶ προσπταίσματι δακτύλου λειποθυμή‐ σαντες, οὐδὲν δήπου θαυμαστὸν ἐπὶ στομάχῳ παθεῖν αὐτὸ, καὶ τῇ τῆς αἰσθήσεως ἀκριβείᾳ καὶ τῇ τῆς θέσεως ἐγγύτητι τὰς δύο ἀρχὰς ἑτοιμότερον εἰς συμπάθειαν ἄγειν αὐτοῦ δυνα‐
10μένου. καὶ τὰ μέγιστα συμπτώματα τοὺς εὐαισθητοτάτους στομάχους ἔστιν εὑρεῖν ἐπιφέροντας, ὡς ἂν καὶ μᾶλλον τῶν ἄλλων ἀνιωμένους ἐπὶ πᾶσι τοῖς λυποῦσι, καὶ ταῖς ἀρχαῖς ἀμφοτέραις ἀναπέμποντας ἔστιν ἰδεῖν τὴν βλάβην αὐτούς. ὅταν δὲ δὴ καὶ ὅλον τὸ νευρῶδες γένος ἐπί τινος εὐαισθητό‐
15τερον ἢ εὐπαθέστερον ὑπάρχῃ, τότε δὴ καὶ μάλιστα καὶ αὐ‐ τάς γε τὰς ἀρχὰς εἰς συμπάθειαν ἑτοιμότερον ἄγεσθαι συμβέβηκεν, ὅταν ἤτοι κατά τι πάθος, ἢ καὶ φύσει πως
ὑπάρχουσιν ἀσθενεῖς. καὶ ὅταν γε συνέλθῃ τὰ τέτταρα,136

7

.

137

μέγιστον ἀνάγκη γενέσθαι τὸ πάθημα. τέσσαρα δὲ λέγω, τήν τε λυποῦσαν τὸν στόμαχον διάθεσιν ἰσχυρὰν γενομένην, καὶ τὴν αἴσθησιν αὐτῆς μάλιστα ἀκριβουμένην, καὶ τὸ τῶν νεύρων γένος, ἢ τὸ τῶν ἀρτηριῶν ἀσθενὲς ὑπάρχον, ἔτι δὲ
5πρὸς τούτοις ἤτοι τὸν ἐγκέφαλον, ἢ τὴν καρδίαν. οὕτω γοῦν ἐπιληψίαι τε διὰ τὸν ἄτονον στόμαχον ἐνίοις ἐπιγίνον‐ ται, καὶ κάροι, καὶ κώματα, καὶ καταλήψεις, παραφροσύναι τε καὶ μελαγχολίαι, τῆς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰ νεῦρα συμπαθούσης ἀρχῆς. αἱ δὲ ὀνομαζόμεναι καρδιακαὶ συγκο‐
10παὶ τῆς κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας ἀρχῆς συμ‐ παθούσης ἐπιγίγνονται. οὕτω δὲ καὶ ἀσφυξίαι τε καὶ μικρο‐ σφυξίαι, καὶ κακοσφυξίαι· αἱ δ’ ἄπνοιαι τῶν ἀρχῶν ἀμφο‐ τέρων εἰς μεγάλην ἀγομένων συμπάθειαν· αἱ δύσπνοιαι δὲ κατὰ διττὸν τρόπον, αἱ μὲν τῇ στενοχωρίᾳ τῶν φρενῶν, αἱ
15δὲ τῶν ἀρχῶν ἀμφοτέρων συμπασχουσῶν. αἱ δ’ εἰς τὰ τοι‐ αῦτα παθήματα προφάσεις ἄγουσαι τὸ ζῶον οὐκ ὀλίγαι. ψύξις τε γὰρ ἰσχυρὰ ποτὲ μὲν αὐτὴ καθ’ αὑτὴν, ἔστι δ’ ὅτε
ἐπὶ φλέγματι πάνυ ψυχρῷ, (τοιοῦτον δέ ἐστι παραπλήσιον137

7

.

138

ὑάλῳ κεχυμένῃ κατά τε τὴν χρόαν καὶ τὴν σύστασιν, ὅν περ δὴ καὶ ὑαλώδη χυμὸν οἱ περὶ τὸν Πραξαγόραν τε καὶ Φιλότι‐ μον ὀνομάζουσιν) οὐχ ἥκιστα δὲ καὶ φυσῶδες πνεῦμα ψυχρὸν, ἢ ποτὸν, ἢ ἐδεστὸν, ἤ τι φάρμακον ἱκανῶς ψυχρὸν, αὐτό τε
5τῆς κοιλίας τὸ στόμα καταψύχεται, καὶ σὺν αὐτῷ διὰ μὲν τῶν νεύρων τὸν ἐγκέφαλον, διὰ δὲ τῆς μεγάλης ἀρτηρίας τὴν καρδίαν συγκαταψύχει· τῇ μὲν τῶν νεύρων τοῦ γένους κοι‐ νωνίᾳ τὸν ἐγκέφαλον, τῇ δὲ τῆς θέσεως ἐγγύτητι τὴν καρ‐ δίαν. ἐπειδὰν μὲν γὰρ ἡ ἐκφυεῖσα τῆς καρδίας ἐπιβῇ τῆς
10ῥάχεως ἡ μεγίστη τῶν ἀρτηριῶν, πρῶτον μὲν ζεύγνυταί τε καὶ συνάπτεται δι’ ὑμένων τῷ στομάχῳ, μετ’ αὐτὸν δὲ τῷ στόματι καὶ αὐτῇ τῇ γαστρὶ κατὰ μῆκος ὑποτείνεται κάτω προϊοῦσα. διὰ ταύτης μὲν οὖν τῆς ἀρτηρίας μεγίστης τε οὔσης καὶ ἐξ αὐτῆς τῆς καρδίας ἐκφυομένης, ἡ ἑτέρα τῶν ἀρ‐
15χῶν συμπαθεῖ τῷ στόματι τῆς κοιλίας· διὰ δὲ τῶν νεύρων ὁ ἐγκέφαλος· ὥστ’ οὐδὲν θαυμαστὸν ἐπὶ ταῖς νόσοις αὐτοῦ μέγιστά τε καὶ ἰσχυρότατα συμπτώματα καταλαμβάνειν τὸ
ζῶον. ὅστις μὲν οὖν ὁ τρόπος ἐστὶν ἑκάστου τῆς γενέσεως,138

7

.

139

ἐν τοῖς μετὰ ταῦτα λεχθήσεται· νυνὶ δὲ τὰς προφάσεις αὐ‐ τὰς ἀρκεῖ μοι διελθεῖν. εἰσὶ δὲ μύκητές τινες καὶ βουπρή‐ στεις καὶ ψιμμύθιον καὶ γύψος καὶ γάλα πεπηγὸς, αἵ τε ἀπὸ τῶν ὑστερῶν πνίξεις ἐπὶ τῶν χηρευουσῶν τε καὶ μὴ κα‐
5θαιρομένων, ὅσα τε ἀνάλογον αὐταῖς ἐπὶ τῶν ἀῤῥένων γί‐ νεται. λεχθήσεται δὲ χωρὶς ὑπὲρ ἀπνοίας ἑτέρωθι. Καὶ περὶ μὲν τῶν αἰσθητικῶν ὀργάνων ἁπάντων, ἔτι τε τῶν κατὰ ταῦτα δυνάμεων, ἤδη μοι δοκῶ πέρας ἔχειν τὸν λόγον. ἐπ’ αὐτὸ δὲ τὸ κατάρχον αὐτῶν ἐπι‐
10πέμπον τε τοῖς κατὰ μέρος οἷον ἐκ πηγῆς τινος ἑαυτοῦ τὰς δυνάμεις ἐπιέναι τῷ λόγῳ καιρός. ἔστι δὲ δήπου τὸ πρῶ‐ τον αἰσθητικόν. ἐν αὐτοῖς μὲν γὰρ τοῖς κατὰ μέρος ὀργά‐ νοις ἑκάστῃ τῶν αἰσθήσεων ἡ ἀπὸ τῶν αἰσθητῶν ἀλλοίωσις ἐπιτελεῖται. ταύτης δὲ αἰσθητικὸν γίγνεται τὸ ἀλλοιούμενον
15μόριον, ἐκ τοῦ δέχεσθαι τὴν ἀπ’ ἐγκεφάλου κατιοῦσαν εἰς αὐτὸ διὰ τοῦ νεύρου δύναμιν, αὐτὸς γὰρ ὁ ἐγκέφαλος οὐκ αἰσθητικὸν ὄργανον ὑπὸ τῆς φύσεως, ἀλλ’ αἰσθητικῶν αἰσθη‐
τικὸς ἐγένετο. καὶ ὅτι μὲν ἀεὶ διὰ τῶν νεύρων ἐπιπέμπει τὴν139

7

.

140

αἰσθητικὴν δύναμιν ἅπασι τοῖς τοῦ ζώου μορίοις, ἐναργέστα‐ τόν ἐστιν ἐκ τοῦ μετὰ τὸ τμηθῆναι νεῦρον ὁτιοῦν εὐθέως ἀναίσθητον ἀποτελεῖσθαι τὸ μέρος, εἰς ὃ τὸ νεῦρον κατασχί‐ ζεται. ἐναργὲς δὲ οὐδὲν ἧττόν ἐστι καὶ ὡς κατὰ τοὺς ὕπνους
5ἤτοι παντάπασιν ἀργοῦσιν αἱ αἰσθήσεις, ἢ ἀμυδρῶς ἐνεργοῦ‐ σιν. εὔλογον οὖν ὀλίγην τινα ἐπιῤῥεῖν τηνικαῦτα δύναμιν ἀπὸ τῆς ἀρχῆς τοῖς κατὰ μέρος. καὶ τό γε βαθέως τε καὶ μὴ βαθέως κοιμᾶσθαι, τοῦτο δὴ τὸ συνήθως ἑκάστοτε λεγό‐ μενον, ἐν τῷ ποσῷ τῆς ἐπιῤῥοῆς ἐστι. τοσούτῳ γὰρ μεῖον
10ἐπιῤῥεῖν εἰκός ἐστιν, ὅσῳπερ ἂν ὁ ὕπνος ᾖ βαθύτερος. ἔοι‐ κεν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ τῷ κατὰ τὸν ὕπνον ἀνα‐ παύεσθαι μὲν ἡ ψυχικὴ δύναμις, ἐνεργεῖν δὲ ἰσχυρότερον ἡ φυσική. τεκμήραιτο δ’ ἄν τις τῷ κεκμηκυῖαν αὐτὴν ὑπνω‐ σάντων ἀναῤῥώννυσθαι, καὶ μάλισθ’ ὅταν ἐπὶ τροφῇ συμμέ‐
15τρῳ κοιμηθῶμεν· ἔτι τε τῷ πέττεσθαι τὴν τροφὴν ὑπνούν‐ των κάλλιστα καθ’ ὅλον τοῦ ζώου τὸν ὄγκον, οὐκ ἐν τῇ γαστρὶ μόνον. ἔστι δὲ καὶ ἄλλως εὔλογον ἀναπαύεσθαί ποτε
κᾀκεῖνο τοῦ ζώου τὸ μέρος, ἐν ᾧ τῆς λογικῆς ψυχῆς ἐστιν140

7

.

141

ἡ ἀρχή. ἡ μὲν γὰρ καρδία φαίνεται κατὰ σμικρὰ τοῦτο ποιοῦσα, ὡς μὴ δεῖσθαι χρόνου πολλοῦ πρὸς ἀνάπαυσιν· ὁ δὲ ἐγκέφαλος οὐχ οὕτως, ἀλλ’ ἐν μὲν ταῖς ἐγρηγόρσεσιν ἐνερ‐ γεῖ διὰ παντὸς, ὑπνούντων δὲ ἡσυχάζει, καὶ διὰ τοῦτο βα‐
5θύτερος ὕπνος συμπίπτει τοῖς πλείονα γυμνασαμένοις, ὡς ἂν ἀπεῤῥυηκυίας αὐτοῖς πολλῆς δυνάμεως ἀπὸ τῆς ἀρχῆς, ὁπότε ἐνήργουν. διά τε οὖν τὴν κένωσιν ἧς ἔπεμψε δυνάμεως ὁ ἐγκέφαλος, ἔτι δὲ διὰ τὸν κάματον, ὃν ἔκαμε διὰ τὰς πολλὰς ἐνεργείας, ἀναπαύσεώς τε ἅμα καὶ ἀναῤῥώσεως χρῄζει. ὥσ‐
10περ δὲ ἐπὶ τοῖς γυμνασίοις ἑτοιμότερόν τε καὶ βαθύτερον ὑπνοῦσιν, οὕτω καὶ τροφὴν προσενεγκάμενοι, καὶ ὅσῳ περ ἂν ὑγροτέρα τὴν φύσιν ὑπάρχῃ, τοσούτῳ μᾶλλον ὑπνοῦσιν· οὕτω δὲ καὶ οἶνον πλείονα προσαράμενοι, καὶ λουσάμε‐ νοι λουτροῖς δαψιλέσι θερμοῖς κατὰ τῆς κεφαλῆς. ἅπαντα
15γὰρ τὰ τοιαῦτα φαίνεται πληροῦντα τὸν ἐγκέφαλον ὑγρότη‐ τος, ἧς ἄρα δεῖται κεκμηκώς τε καὶ κατεξηρασμένος ὡσαύτως ἐν ταῖς πολλαῖς ἐνεργείαις. ἀλλὰ γὰρ ὅτι ἡ μὲν κεφαλὴ πλη‐
ρουμένη τὸν ὕπνον ἐπιφέρει, δέδεικται πρὸς Ἀριστοτέλους141

7

.

142

αὐτάρκως, καὶ οὐδὲν δεῖ νῦν ἡμᾶς ἐπεξιέναι τῷ λόγῳ. τὸ γάρ τοι περὶ ὕπνου καὶ ἐγρηγόρσεως ἀναγνούς τις αὐτοῦ βι‐ βλίον, αὐτό τε τοῦτο σαφῶς ἐκμαθήσεται, τὸ πληρουμένης τῆς κεφαλῆς ἐπιγίγνεσθαι τοῖς ζώοις τοὺς ὕπνους, ἔτι τε πρὸς
5τούτοις κατανοήσει τὸ χωλεῦον παρ’ αὐτῷ τοῦ λόγου. καί τοι γὰρ ἱκανώτατος ὢν ἐπιχειρῆσαι καὶ πιθανώτατος εἰς ὅπερ ἂν ἐθελήσῃ τὸν λόγον ἀγαγεῖν, ὅμως οὐδὲν ἔσχε πιθανώτε‐ ρον ἐξευρεῖν, διότι τῆς κεφαλῆς πληρουμένης ἀναπαύεται τὸ πρῶτον αἰσθητικὸν ἐν τῇ καρδίᾳ καθιδρυμένον, ὡς αὐτὸς
10ὑπολαμβάνει· πολὺ γὰρ δήπου πιθανώτερον ἦν ἐπὶ ταῖς τοῦ πνεύμονος ὑγρότησι γίγνεσθαι τοὺς ὕπνους, ὃν ἡ φύσις οὐδὲν ἄλλο ἢ ὑπηρετήσοντα τῇ καρδίᾳ περιέβαλε κύκλῳ. τίς δ’ οὐχὶ καὶ τῶν τἀναντία δοξαζόντων ἰατρῶν, ἢ ἀπὸ ψιλῆς ἀνα‐ γομένων τῆς ἐμπειρίας, ἐν κάροις καὶ ληθάργοις καὶ κώ‐
15μασι καὶ πᾶσι τοῖς παρὰ φύσιν ὑπνώδεσι νοσήμασιν ἐπὶ τὴν κεφαλὴν ἀφικνεῖται καταντλῶν καὶ καταπλάττων αὐτὴν, καὶ ξυρῶν, καὶ σικύας προσφέρων, καὶ πᾶν ὁτιοῦν ἄλλο μηχα‐
νώμενος, ὡς ἐνταῦθα τῆς ῥίζης τοῦ νοσήματος ὑπαρχούσης;142

7

.

143

οὕτω δὲ καὶ τὰς παραφροσύνας καὶ φρενίτιδας, ἁπάσας τε τὰς παρὰ φύσιν ἀγρυπνίας ἰώμενοι, τῇ κεφαλῇ τὰ βοηθή‐ ματα προσφέρουσιν. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι διὰ πλειόνων ἀποδέδεικται. τὸ δὲ εἰς τὰ παρόντα τοῦ λό‐
5γου χρήσιμον, ὡς ὁ ἐγκέφαλος ἡνίκα μὲν ἐπιπλέον αὐτὸς ἐνερ‐ γήσας ἀναπαύεσθαι βουληθῇ, τὸν κατὰ φύσιν ὕπνον ἐπάγει τῷ ζώῳ, καὶ μάλιστα ἐπειδὰν ὑγρότητος δαψιλοῦς ἀπολαύειν ἡ ἐν αὐτῷ θρεπτικὴ δύναμις ἔχῃ· ἡνίκα δ’ ἂν ὑπὸ πολλῆς ψυχρᾶς ὑγρότητος βαρύνηται, τὸν ἐν κώμασί τε καὶ ληθάρ‐
10γοις ὕπνον ἐπιφέρει, ὅσα τε ἄλλα νοσήματα παραπλήσια· κεφάλαιον δ’ αὐτῶν ἐστιν ἡ ὑγρότης τε καὶ ψύξις, ἤτοι κατὰ μόνας ἑκατέρα συνισταμένη, ἢ καὶ κατ’ αὐτὸν ἀμφότεραι συνελθοῦσαι. τοιαῦτα γοῦν ἐστι καὶ τὰ φάρμακα πάντα τά τ’ ὄντως ὑπνωτικὰ καὶ ὅσα καλεῖται μὲν οὕτως, ἐργάζεται
15δ’ οὐχ ὕπνον, ἀλλὰ κῶμά τε καὶ κάρον καὶ νάρκην παντὸς τοῦ σώματος. ὅσα μὲν οὖν ὑγραίνει μόνον, ὑπνωτικὰ δεόν‐ τως ὀνομάζεται· τὰ ψύχοντα δὲ οὐκ ὀρθῶς οὔθ’ ὕπνον οὔτ’
ἀνωδυνίαν ἐπιφέρειν ἂν λέγοιντο, ἀλλ’ ἀντὶ μὲν ὕπνου κῶμα143

7

.

144

καὶ κάρον, ἀντὶ δὲ τῆς ἀνωδυνίας ἀναισθησίαν ἢ δυσαισθη‐ σίαν διὰ τὴν ὑπερβολὴν τῆς ψύξεως. εἴρηται δὲ δήπου καὶ πρόσθεν, ὡς ἡ νάρκη τὸ πάθημα δυσαισθησία τε ἅμα καὶ δυσκινησία τῶν νευρωδῶν μορίων ἐστί· καὶ γίγνεται μὲν, ὡς
5ἐλέχθη, καὶ κατ’ ἄλλας αἰτίας, γίγνεται δὲ καὶ κατὰ δυσκρα‐ σίαν, ὡς ἐπὶ τοῖς ψύχουσι φαρμάκοις. οὕτω μὲν οὖν ὕπνοι τε καὶ κώματα καὶ κάροι καὶ νάρκαι γίγνονται. ξηρότης δ’ αὖ πάλιν ἀμετροτέρα καὶ θερμότης, καθάπερ ἐν φρενίτισιν, ἢ διὰ χυμόν τινα δακνώδη τε καὶ θερμὸν, ἢ ἐρεθισμοὺς, ἢ
10ἀγρυπνίας ἐπιφέρουσιν, ὅσαι γε μὴ διὰ λύπην ἤ τινα φρον‐ τίδα συνίστανται. ὥσπερ δὲ τὰ τοιαῦτα συμπτώματα κοινὰ τοῦ σώματος ὅλου γίγνεται διὰ τὸ πεπονθέναι τὴν ἀρχὴν, οὕτω καὶ ἄλλα περὶ τὰς καθ’ ὁρμὴν ἐνεργείας ἁπάσας συμ‐ πίπτει, τῆς ἀρχῆς παθούσης. αἵ τε γὰρ ἀποπληξίαι καὶ
15ἐπιληψίαι διὰ τὸν ἐγκέφαλον γίγνονται· τοιοῦτον μέν τοι πάθος ἡ ἀποπληξία περὶ τὰς κατὰ προαίρεσιν ἐνεργείας, οἷον ὁ βαθὺς ὕπνος ἐν ταῖς αἰσθητικαῖς ἐνεργείαις. ἕτερον δὲ τοιοῦτον, οἷον ἐν ταῖς αἰσθητικαῖς ἡ ἀγρυπνία, ὁ ἐν
ταῖς ἐπιληψίαις σπασμός. ἄμφω μὲν γὰρ ταῦτα πλημμελεῖς144

7

.

145

κινήσεις εἰσὶ τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο καὶ τῶν κατὰ μέρος ἁπάντων μελῶν· ἄμφω δ’ αὖ πάλιν θάτεραι καταλή‐ ψεις τε καὶ ἡσυχίαι τῶν ἐνεργειῶν αὐτοῦ. κατὰ μέντοι τοὺς ὅλου τοῦ σώματος σπασμοὺς ἄνευ παραφροσύνης ἢ κάρου τὸ
5νόσημά ἐστι τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, καθάπερ γε κᾀπειδὰν ἤτοι χεὶρ ἢ σκέλος ἤτοι εἷς μῦς τείνηταί τε καὶ σπᾶται βιαίως, ἑνὸς ἑκάστοτε νεύρου τοῦ κινοῦντος τὸ μέρος ἡ βλάβη. ἥτις δ’ ἀκριβῶς ἐστιν ἡ αἰτία τοῦ νοσήματος ἐφ’ ᾧ σπᾶται τὰ μόρια, χαλεπὸν εἰπεῖν, ὥσπερ γε καὶ τρόμου
10καὶ παλμοῦ καὶ ῥίγους. ὀνομάζω δὲ νῦν ῥῖγος οὐ τὴν τῆς σφοδρᾶς ψυχρότητος αἴσθησιν, ἀλλὰ τὸν ἀνώμαλον ἅπαντος τοῦ σώματος σεισμόν τε καὶ κλόνον. ἅπαντα γὰρ δὴ ταῦτα φαίνεται καταλαμβάνοντα τὸ μυῶδες γένος ἢ μόνον ἢ μά‐ λιστα τῶν ἄλλων μορίων. ἀκριβέστερον δὲ εἰσόμεθα, δια‐
15στειλάμενοι πρότερον αὐτῶν τὰς ἐννοίας. ἐν μὲν γὰρ τῷ παρόντι τέτταρας ἐφθεγξάμεθα προσηγορίας, σπασμὸν καὶ τρόμον καὶ παλμὸν καὶ ῥῖγος. ὁποῖον δὲ ἕκαστόν ἐστι
τῶν συμπτωμάτων, ἃ δηλοῦσι, παρ’ οὐδενὶ τῶν ἐμοῦ πρεσβυ‐145

7

.

146

τέρων εὗρον ἀκριβῶς διωρισμένον, ἀλλ’ οἱ μὲν εὐθέως ἐπὶ τὰς οὐσίας ἔρχονται τῶν νοσημάτων, οἷς ἕπεται τὰ συμπτώ‐ ματα· τινὲς δὲ ἐπεχείρησαν μὲν αὐτὰ διαστείλασθαι, σφάλ‐ λονται δὲ ἐν οἷς ἑρμηνεύουσιν, ὡς ἐξέσται μαθεῖν τῷ βουλη‐
5θέντι μετὰ τὴν ἡμετέραν διδασκαλίαν ἀναλέξασθαι τὰς βίβλους αὐτῶν. οὐδὲ γὰρ οὐδὲν χαλεπόν ἐστι φωρᾶσαι τὰ κακῶς εἰ‐ ρημένα, προεγνωσμένων ἤδη τῶν ἀληθῶν. ὑπὲρ ἁπάντων
οὖν τούτων εἰρήσεται κατὰ τὸν ἑξῆς λόγον.146

7

.

147

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩ‐
t2ΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
1 Σπασμὸς δὲ καὶ τρόμος, καὶ παλμὸς, καὶ ῥῖγος, καὶ φρίκη, καὶ λυγμὸς, καὶ βῆχες, ἐρυγαί τε καὶ πταρμοὶ, καὶ σκορδινισμοὶ, καὶ χάσμαι, καὶ τρισμοὶ, κοινὸν μὲν ἅπαντα γένος ἔχει κίνησιν πλημμελῆ· διενήνοχε δ’ ἀλλή‐
5λων ἑνὶ μὲν καὶ πρώτῳ μάλιστα τῷ τὰ μὲν αὐτῶν ἔργα φύσεως εἶναι βιαίως ἀναγκαζομένης κινεῖσθαι πρός τινος αἰτίου νοσεροῦ, τὰ δὲ νοσώδεσιν ἕπεσθαι διαθέσεσιν, οὐδὲν εἰς
τὴν γένεσιν αὐτῶν συμπραττούσης φύσεως· ἔνια δὲ ὑπ’ ἀμφοῖν147

7

.

148

ἐνεργούντων γίγνεσθαι, τοῦ τε νοσήματος ἅμα καὶ φύσεως. ἀκούειν δὲ ἀξιῶ σε τοῦ τῆς φύσεως ὀνόματος ἐν τῷ λόγῳ τῷδε κατὰ πάσης δυνάμεως τῆς διοικούσης τὸ ζῶον, εἴτε κατὰ τὴν ἡμετέραν προαίρεσιν, εἴτε καὶ χωρὶς ταύτης. ἀντιδιαιροῦμεν
5γὰρ νῦν ἁπάσῃ τῇ παρὰ φύσιν αἰτίᾳ, δι’ ἣν βλάπτεται καὶ διαφθείρεται τὸ ζῶον, ὅλον ἐκεῖνο τὸ γένος τῶν δυνάμεων, ὑφ’ οὗ διασώζεται. τοιαύτης μὲν οὖν δυνάμεως ἔργα, πταρ‐ μοὶ, καὶ βῆχες, καὶ χάσμαι, καὶ σκορδινισμοὶ, καὶ λύγγες· μόνου δὲ τοῦ νοσήματος ἐνεργοῦντος παλμὸς καὶ σπασμός·
10ἀμφοῖν δὲ συνιόντων, τοῦ τε νοσήματος καὶ τῆς δυνάμεως, αἵ τε ναρκώδεις ἅπασαι κινήσεις ὅσαι τ’ ἄλλαι παραλυομένων μὲν, οὐδέπω δὲ παραλελυμένων γίγνονται, καὶ πρὸς ταύταις ὁ τρόμος. αὗται μὲν αἱ πρῶται διαφοραὶ τοῦ νῦν ἡμῖν προ‐ κειμένου γένους τῶν συμπτωμάτων. ἐφεξῆς δὲ καθ’ ἑκάστην
15ἴδιαί τινες, ὑπὲρ ὧν ἤδη λέγωμεν, ἀπὸ τῶν ὑπό τινος ἐμ‐ φύτου δυνάμεως γιγνομένων κινήσεων ἀρξάμενοι. κοινωνία δὲ καὶ ταύταις ἐστὶ πρὸς τὰς ἀκριβῶς κατὰ φύσιν, ἣν
ἀναγκαῖον εἰπεῖν πρότερον ὑπὲρ τοῦ διδάξαι σαφῶς, ὁποία148

7

.

149

τις αὐτῶν ἐστιν γένεσις. οὐσῶν δὴ τεσσάρων δυνάμεων ὑφ’ ὧν διοικεῖται τὰ τρεφόμενα σώματα πάντα, πρώτης μὲν τῆς ἑλκούσης πρὸς ἑαυτὴν τὸ χρηστὸν, ἑτέρας δὲ τῆς κατεχούσης τοῦτο, καὶ τρίτης τῆς ἀλλοιούσης, καὶ τετάρτης τῆς ἀποκρι‐
5νούσης τὸ περιττὸν, ἐπειδὰν μὲν νόμῳ φύσεως διοικῆται τὸ ζῶον, οὐδεμία κίνησις οὐδεμιᾶς αὐτῶν ἐστι σύμπτωμα· συ‐ στάντος δέ τινος παρὰ φύσιν ἐν τῷ σώματι, ὅταν ἀποτρί‐ βεσθαι τοῦτο τῶν ἀποκριτικῶν τις ἐξορμήσῃ δυνάμεων, ἐνίοτε μὲν ἀναίσθητοι τὸ πάμπαν αἱ κινήσεις αὐτῶν, ἐνίοτε δὲ αἰ‐
10σθητοὶ γίγνονται. περὶ μὲν δὴ τῶν ἀναισθήτων αὖθις εἰ‐ ρήσεται. Περὶ δὲ τῶν αἰσθητῶν ἐπειδὴ κοινωνοῦσι ταῖς προαιρετικαῖς ὀνομαζομέναις, ἡ διδασκαλία γιγνέσθω κοινή. προαιρετικῆς μὲν οὖν ἐνεργείας βλάβη, παράλυσίς τε
15καὶ σπασμὸς καὶ τρόμος καὶ νάρκη· ποικίλλεται δὲ ἐν τοῖς κατὰ μέρος ὀργάνοις ἕκαστον τῶν εἰρημένων, οὐ τῇ τῶν συμπτωμάτων ἰδέᾳ μόνον, ἀλλὰ καὶ ταῖς προσηγορίαις. ἡ
μὲν γὰρ τῶν τὴν ἀναπνοὴν ἐργαζομένων ὀργάνων παράλυσις149

7

.

150

ἄπνοια, καθάπερ δὴ καὶ ἡ τῶν τὴν φωνὴν ἀφωνία προσα‐ γορεύεται. ἡ δὲ τῆς γλώττης παράλυσις οὐδὲν ὄνομα ἴδιον κέκτηται, τελέως ἀναιροῦσα καὶ αὕτη τὴν διάλεκτον, ἔργον οὐ σμικρὸν προαιρέσεως. ἔμπαλιν δὲ οὐδὲν ἧττον ἡ ἰσχου‐
5ρία παραπλήσιόν τι δόξει δηλοῦν ἀπνοίᾳ τε καὶ ἀφωνίᾳ, καί‐ τοι γε οὐ προαιρετικῆς ἐνεργείας, ἀλλὰ φυσικῆς ἐστιν ἀπώλεια· τὸ γὰρ ἐκρεῖν ἀκουσίως τὰ οὖρα προαιρετικῆς ἐνεργείας βλάβη. παραπλησίως δὲ τοῖς οὔροις ἐπὶ τῶν διαχωρημάτων ἡ μὲν ἐπίσχεσις φυσικῆς, ἡ δὲ ἀκούσιος ἔκκρισις προαιρετικῆς ἐνερ‐
10γείας βλάβη. δέδεικται δ’ ἐπιπλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως. οὕτω μὲν αἱ παρα‐ λύσεις ποικίλαι ταῖς ἰδέαις ὑπάρχουσιν. οἱ σπασμοὶ δὲ κατὰ τάδε. τὸ μὲν τρίζειν ἀκουσίως τῶν μασσητήρων μυῶν σπασμός ἐστιν· ἡ δὲ ἴλλωσις οἵ τε καλούμενοι στρα‐
15βισμοὶ τῶν κατὰ τοὺς ὀφθαλμούς· ὥσπέρ γε καὶ τῆς γο‐ νοῤῥοίας ἡ ἑτέρα διαφορά. εἰ μὲν γὰρ μετὰ ἐντάσεως τοῦ
αἰδοίου γένοιτο, οἷον σπασμός ἐστιν, εἰ δὲ χωρὶς ταύτης,150

7

.

151

ἀῤῥωστία τῆς καθεκτικῆς δυνάμεως. δοκοῦσι δὲ ἐνίοις καὶ αἱ λύγγες. καὶ ἡ διπλῆ δὲ τῶν εἰσπνεόντων ἐπανάκλησις ἔστιν ὅτε διὰ σπασμὸν γίγνεται τῶν τὴν εἰσπνοὴν ἐργαζομένων μυῶν, ἔστι δέ τι καὶ τῆς ἐκπνοῆς εἶδος οἷον σπασμῶδες,
5ἐπιγιγνόμενον αὖ καὶ τοῦτο τοῖς σπασμοῖς τῶν τὴν ἐκπνοὴν ἐργαζομένων μυῶν, ὅπερ ὀνομάζεται παρ’ Ἱπποκράτους πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορῇ. ὅτι δὲ καὶ ὅλου τοῦ σώματος ἡ μὲν ἀποπληξία παράλυσις, ἡ δὲ ἐπιληψία σπα‐ σμός ἐστιν, ἔμπροσθεν εἴρηται. καὶ μέντοι καὶ περὶ τῆς
10νάρκης εἴρηται πρόσθεν, ὡς ἀμυδρά τίς ἐστι παράλυσις. οὐ σμικρὰ δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἡ διαφορὰ τῶν ναρκω‐ δῶν ἐστι μορίων, ἐπειδὴ μικτόν πώς ἐστι τὸ σύμπτωμα νοσή‐ ματός τε καὶ δυνάμεως. εἰ μὲν γὰρ τὸ νόσημα τελέως ἐπι‐ κρατήσει τῆς δυνάμεως, οὐδ’ ὅλως δύναται μεταφέρειν τὸ
15μέλος· εἰ δ’ ἡ δύναμις, οὐδ’ ὅλως ἐμποδίζεται· εἰ δ’ οἷον μάχη τις αὐτῶν εἴη, κινοῦσι μὲν, ἀλλὰ μόγις, καὶ εἰ κελεύ‐ σειας ἀνατείναντας τὸ βεβλαμμένον κῶλον ἐκτεταμένον φυ‐
λάττειν, οὐ δύνανται· καταπίπτει γὰρ ὑπὸ τοῦ συμφύτου151

7

.

152

βάρους φερόμενον κάτω ἀῤῥωστίᾳ τῆς ὀχούσης αὐτὸ δυνά‐ μεως. τὸ μὲν γὰρ ἐξαῖρόν τε καὶ βαστάζον ἡ δύναμίς ἐστι· τὸ δὲ κάτω φερόμενον αὐτὸ τὸ σῶμα τῆς χειρὸς ἢ τοῦ σκέ‐ λους. ἡ δ’ αἰτία πρόσθεν εἴρηται κατὰ τὸν περὶ τῶν αἰσθη‐
5τικῶν ἐνεργειῶν λόγον, ἐπιδεικνύντων ἡμῶν ἤτοι πιλούμενον ὑπὸ τῆς ψύξεως τὸ νεῦρον, ἢ ἐμφραττόμενον ὑπὸ παχέων τε καὶ γλίσχρων χυμῶν, ἢ βαρυνόμενόν τε καὶ θλιβόμενον ὑπό τινος ἔξωθεν αἰτίου εἰς νάρκην τε καὶ παράλυσιν ἔρχεσθαι. ὁ δέ γε σπασμὸς εἰς τὴν αὐτὴν ἄγει τά τε νεῦρα καὶ τοὺς μῦς
10διάθεσιν, εἰς ἣν καὶ κατὰ φύσιν ἐχόντων ὑπὸ τῆς ψυχικῆς δυ‐ νάμεως ἤγετο. εἴτε οὖν τεινομένων ἐπὶ τὴν ἀρχὴν, εἴτε καὶ διὰ πνεύματος ἔμπτωσιν πληρουμένων τῶν μυῶν, αἱ προαι‐ ρετικαὶ κινήσεις ἐγίνοντο, καὶ κατὰ τοὺς σπασμοὺς ταῦτα συμβήσεται πνεύματός τε φυσώδους ἐν αὐτοῖς γεννᾶσθαι
15δυναμένου, καὶ πολλῶν διαθέσεων τάσιν ἐργαζομένων, ὥσπερ καὶ ἡ φλεγμονή. κεφάλαιον δ’ αὐτῶν ἐστι διττὸν, ὡς Ἱπ‐ ποκράτης ἐδήλωσε, πλήρωσίς τε καὶ κένωσις. ἐν μὲν οὖν
τοῖς φλεγμονώδεσι πάθεσιν ἡ πλήρωσις· ἐν δὲ τοῖς καυσω‐152

7

.

153

δεστάτοις τε καὶ ξηροτάτοις πυρετοῖς ἡ κένωσις. ὅτι δὲ πλη‐ ρουμένοις τε καὶ κενουμένοις ἐπὶ πλέον ἅπασι τοῖς νευρώδεσι σώμασι τείνεσθαι συμβαίνει, δηλοῦσιν οὐχ ἥκιστα καὶ αἱ ἐν τοῖς ὀργάνοις ἐντεταμέναι χορδαί. ῥήγνυνται γοῦν ἄν τ’ εἰς
5ὑγρὸν καὶ νοτιῶδες, ἄν τ’ εἰς ξηρὸν καὶ αὐχμῶδες οἴκημα τε‐ ταμέναι κατατεθῶσι. καὶ διὰ τοῦτ’ ἐπανίασιν αὐτὰς οἱ τε‐ χνῖται, πρὶν κατατίθεσθαι. διὰ τοῦτο γοῦν ἐῤῥέθη καὶ πρόσθεν ὡς ἡ σπασμώδης κίνησις ὑπὸ μόνου γίγνεται τοῦ νο‐ σήματος, ὁμοίως τῇ κατὰ τὰς παραλύσεις ἀκινησίᾳ. καὶ γὰρ
10αὕτη τῷ λόγῳ τοῦ νοσήματος ἀποτελεῖται. ἡ δέ γε κατὰ φύσιν ἐν τοῖς ζώοις ἀκινησία τε καὶ κίνησις, ὅταν ἀνατείναν‐ τες τὴν χεῖρα δυνάμεθα φυλάττειν ἀκίνητον ἀνατεταμένην, ὑπὸ τῆς ψυχικῆς ἀμφότερα γίγνεται δυνάμεως· εἰ δὲ κατα‐ τιθέντες ἐπί τινος στερεοῦ τὴν ὑγιαίνουσαν χεῖρα, πάσας ἐκ‐
15λύσαιμεν τῶν μυῶν τὰς ἐνεργείας, οὔθ’ ὑπὸ τοῦ νοσήματος οὔθ’ ὑπὸ τῆς δυνάμεως ἡσυχάζει κατ’ ἐκεῖνον τὸν καιρὸν, ἀλλ’ ὑπὸ τοῦ συμφύτου βάρους τοῖς ζώοις ἡ χείρ. ὥστε τῶν
τριῶν ἡσυχιῶν τὴν μὲν ἐν ταῖς παραλύσεσιν ὑπὸ τοῦ νοσή‐153

7

.

154

ματος γίνεσθαι, δεδεμένης, ὡς ἂν εἴποι τις, ἐν τούτῳ τῷ χρόνῳ τῆς δυνάμεως· τὴν δ’ ὅταν ἀνατεταμένον ἔχωμεν τὸ κῶλον, ὑπὸ τῆς δυνάμεως· ἣν δ’ ἀρτίως ἐλέγομεν, ὑπ’ οὐδε‐ τέρου, γινωσκόντων ἡμῶν ἅπερ ἐν τοῖς περὶ μυῶν κινήσεως
5ἐλέχθη περὶ τῆς ἀνατεταμένης χειρὸς, ὡς ἐκ τοῦ τῶν ἐνερ‐ γειῶν τε καὶ κινήσεών ἐστι γένους κατά γε τὴν ἀλήθειαν αὐ‐ τήν. ἐλέχθη δὲ καὶ ὅτι τονικὴν ὀνομάζομεν ἡμεῖς τὴν κίνησιν ταύτην. ἡ μὲν δὴ τοιαύτη κατάστασις ἑτέρῳ μὲν τρόπῳ κί‐ νησις, ἑτέρῳ δ’ ἀκινησία λέγοιτ’ ἄν· αἱ λοιπαὶ δὲ δύο κατ’
10οὐδένα τρόπον ἐφάπτονται κινήσεως· ὥσπέρ γε καὶ αἱ λοιπαὶ δύο κινήσεις, ἡ σπασμώδης τε καὶ ἡ προαιρετικὴ, κατ’ οὐ‐ δένα τρόπον ἐφάπτονται ἀκινησίας. καὶ μὲν δὴ καὶ ὡς ἡ ἀνατεταμένη χεὶρ ἐκ δυοῖν ἰσοσθενῶν ἐλέγετο συγκεῖσθαι κι‐ νήσεων, ἄνω μὲν ἀναφερούσης αὐτὴν τῆς δυνάμεως, κάτω
15δ’ ἀνθέλκοντος τοῦ συμφύτου βάρους, οὕτω καὶ ὁ τρόμος ἐκ δυοῖν ἀποτελεῖται κινήσεων καὶ αὐτὸς, τῆς τε διὰ βάρος ἀπα‐ γούσης κάτω τὸ κῶλον, ἥν θ’ ἡ δύναμις εἰς τοὐναντίον ἀνα‐ φέρουσα ποιεῖται. ἐπὶ μὲν οὖν τῆς ἐῤῥωμένης χειρὸς οὐδ’
ἐπὶ βραχὺ νικᾶται πρὸς τοῦ βάρους ἡ δύναμις, ἀλλ’ ἰσχυρο‐154

7

.

155

τέρα καθεστηκυῖα τῆς κάτω τοῦ κώλου ῥοπῆς, ὀχοῦσα το‐ σοῦτον ἀναφέρει πρὸς τὸ μετέωρον, ὅσον ὑπεσύρετο κάτω· κατὰ δὲ τοὺς τρόμους ἀκούσης αὐτῆς ὑποῤῥεῖ τὸ κῶλον κάτω· φανερῶς γε ἔστι θεάσασθαι τὴν μάχην αὐτῶν οὔτε τῆς δυνά‐
5μεως ἐπιτρεπούσης κατενεχθῆναι τὸ κῶλον ὡς ἐν ταῖς παρα‐ λύσεσιν, οὔτε τοῦ βάρους συγχωροῦντος τῇ δυνάμει φυλάτ‐ τειν αὐτὸ μετέωρον, ὡς ὅτε ἔῤῥωται. ἐναλλὰξ οὖν τῆς δυ‐ νάμεως νικώσης τε καὶ νικωμένης, καὶ διαδεχομένων ἀλλήλας ἀεὶ τῶν ἐναντίων κινήσεων, ὁ τρόμος γίνεται, σύνθετός τις
10ὑπάρχουσα κίνησις, ὥσπερ καὶ τῶν ἀρτηριῶν σφυγμός. ἀλλ’ ἐν ἐκείναις μὲν αἰσθηταὶ διαιροῦσιν ἡσυχίαι κινήσεων τὴν διαστολὴν ἀπὸ τῆς συστολῆς, εἰ μήπω ἄρα οὕτω γένοιτο πυκνότατος ὁ σφυγμὸς, ὡς ἐν τοῖς μυρμηκίζουσιν. ἐνταυ‐ θοῖ γὰρ οὐδεμίαν εὑρεῖν ἔστι μεταξὺ τῶν ἐναντίων κινήσεων
15αἰσθητὴν ἡσυχίαν. οὐ γὰρ ἀμοιβὴ κινήσεώς ἐστιν ὑπὸ μιᾶς ἐπιτελουμένη φύσεως, ἀλλὰ μάχη δυνάμεώς τε καὶ βάρους σώματος. ὡς δ’ ἄν τις εἰκάσειε μάλιστα τὴν κίνησιν ἑτέρῳ τινὶ τῶν κατὰ τὸ σῶμα, τῇ τῶν μυρμηκιζόντων σφυγμῶν
ἐστι παραπλήσιος. ὡς γὰρ ἐν ἐκείνοις ἡ κίνησις τῆς ἀρτηρίας155

7

.

156

κατὰ βραχυτάτης φέρεται διαστάσεως, οὕτως ἐν τοῖς τρόμοις τὸ τοῦ ζώου μόριον, ὅ τι περ ἂν ὑπὸ τῆς ἀσθενοῦς κινῆται δυνάμεως. εὔδηλος οὖν ἤδη καὶ ἡ γένεσίς ἐστι τοῦδε τοῦ συμ‐ πτώματος, ὅτι τε σὺν ὁρμῇ τοῦ κινεῖσθαι πάντως, ὅτι τε
5σὺν ἀσθενείᾳ δυνάμεως ἀποτελεῖται. ἔνιοι δ’ οὐκ οἴονται τὴν ὁρμὴν ἀχώριστον εἶναι τοῦ τρόμου, θεωροῦντες ἐνίοτε τὴν κεφαλὴν ὅλην τρομωδῶς σειομένην ἄνευ τοῦ προελέσθαι κινεῖν. ἀγνοοῦσι γὰρ ὡς κᾀν τῷ φυλάττειν τι μέρος ὀρθὸν ἥ τε προαίρεσις ἐνεργεῖ καὶ τείνονται παραπλήσιον ὑπ’ αὐτῆς
10τρόπον οἱ μύες, οἷόν περ ἐτείνοντο κᾀν ταῖς ἄλλαις ἐνερ‐ γείαις. ἡμῖν δὲ τοῦτο μὲν ἐν τοῖς περὶ μυῶν κινήσεως ἀπο‐ δέδεικται, καὶ νῦν δ’ ἂν οὐ μικρὰ παράσχοιμεν τεκμήρια τοῦ τε τὴν προαίρεσιν ἐνεργεῖν ἐν τοῖς τρόμοις καὶ τοῦ διὰ τὴν ἀσθένειαν ἀδυνατεῖν ἄκλονον αὐτὸ φυλάττειν τὸ μέρος. ἐκεῖ‐
15νον γοῦν τὸν τρομώδη τὴν κεφαλὴν εἰ κατακλίναις ὕπτιον ἐπὶ μαλακοῦ τινος, οὐκέτι τρομώδης ἔσται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ὅστις ἤτοι γράφων, ἢ τέμνων, ἢ ὁτιοῦν ἄλλο
διαπραττόμενος ἐν τρόμῳ καθέστηκεν, οὐδ’ οὗτος ἡσυχάσας156

7

.

157

ταῖν χεροῖν, ἔτι φανεῖται τρέμων· ὥσπερ οὐδ’ ὁ τοῖν σκελοῖν ἡνίκα βαδίζῃ τρομώδης γιγνόμενος, οὐδὲ γὰρ οὐδ’ ἐκεῖνος ἂν ἔτι τρέμοι παυσάμενος τῆς βαδίσεως. ἔνεστιν οὖν σοι πολλάκις θεάσασθαι εὐρωστοτάτους νεανίσκους ἀναθεμέ‐
5νους τι τοῖς ὤμοις μέγιστον βάρος, εἶτ’ ἐν τῷ προϊέναι τρέ‐ μοντας τοῖς σκέλεσιν· εἰ δὲ παύσαιντο βαδίζοντες, ἢ τὸ φορ‐ τίον ἀποῤῥίψαντες, εὐθὺς ἀτρόμους γιγνομένους. ἐπειδὴ γὰρ ἐν τῷ πρός τι τὸ βαρὺ καὶ κοῦφόν ἐστιν, εἴη ἂν καὶ τὸ φορτίον οὕτω μέγιστον, ὡς καὶ τοῖς ἰσχυροτάτοις εἶναι
10βαρύ. τὴν μὲν οὖν εὔρωστον δύναμιν τὸ μέγιστον φορτίον νικᾷ, τὴν δὲ μὴ τοιαύτην οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ σμι‐ κρόν· εἰ δ’ ἐπὶ πλέον ἀῤῥωστήσειεν, αὐτὸ τὸ σύμφυτον αὐ‐ τῆς σῶμα βαρύνει δίκην φορτίου, καὶ διὰ τοῦθ’ οἱ γέροντες ἅπαντες ὅταν ἐπιχειρήσωσιν ἐνεργείαις σφοδροτέραις, αὐτίκα
15τρομώδεις γίγνονται τοῖς ἐνεργοῦσι μέρεσιν. οὕτω δὲ καὶ παρὰ κρημνόν τις παριὼν τρέμει τὰ σκέλη, καταβάλλει γὰρ τὴν δύναμιν τὸ δέος. οὕτω καὶ θηρίον ὑποφαινόμενόν τις ὑποφεύγων, τρομώδης καθίσταται. καὶ δὴ καὶ προσιών τις
δυνάστῃ φοβερῷ, τρέμει παντὶ τῷ σώματι, καὶ εἰ φθέγξασθαι157

7

.

158

κελεύσειεν αὐτὸν, οὐδὲ τὴν φωνὴν ἄτρομός ἐστιν. ὡς οὖν τὸ ψυχικὸν πάθος ἀῤῥωστίαν ἐργασάμενον τῇ κινούσῃ δυνά‐ μει τρομώδεις ἀποτελεῖ τὰς ἐνεργείας, οὕτω καὶ τὰ τοῦ σώ‐ ματος νοσήματα βλάπτοντα τὴν δύναμιν ἐπιφέρει τὰ τρο‐
5μώδη συμπτώματα. πρῶτα μὲν οὖν καὶ μάλιστα βλάπτει τὴν δύναμιν ὅσα κατὰ δυσκρασίαν συνίστανται· καὶ γὰρ καὶ τὸ γῆρας, ὅτι δυσκρασία τίς ἐστιν ἐπὶ τὸ ψυχρότερόν τε καὶ ξη‐ ρότερον, διὰ τοῦτο ἑτοίμως ἁλίσκεται τρομώδεσι πάθεσιν· ἁλίσκονται δὲ τῶν νεωτέρων οἵ τε ψυχθέντες ἰσχυρῶς καὶ
10ὅσοι πολὺν ἐνεφορήθησαν ἔτι τὸν ἄκρατον οἶνον, ἢ πολλὰς ἀπεψίας ἠπέπτησαν, ἢ χρόνῳ πολλῷ σιτίων ἐμπιπλάμενοι διετέλεσαν ἀγύμναστοί τε καὶ ἀργοὶ παντελῶς· εἰσὶ δὲ οἳ καὶ ψυχρὸν ὕδωρ οὐκ ἐν καιρῷ προσενεγκάμενοι τρομώδεις ἐγέ‐ νοντο. τὰ γὰρ τοιαῦτα πάντα ψυχρὰν δυσκρασίαν ἐργάζε‐
15ται, πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι καὶ κατ’ αὐτὴν τῶν νεύρων τὴν ἀρχὴν, ἐνίοτε δ’ ἔν τισι μέρεσιν, ἅπερ ἀσθενέ‐ στερά τε τῇ φύσει καὶ βλαβῆναι τῶν ἄλλων ἐπιτηδειότερα
τύχῃ. καὶ μὲν δὴ καὶ οἱ παχεῖς καὶ γλίσχροι χυμοὶ τὰς ὁδοὺς158

7

.

159

τῆς δυνάμεως ἐμφράττοντες, ὡς ἐπιῤῥεῖν ἐλάττονα, τρόμων αἴτια καθίστανται, καὶ μάλιστα ὅταν ἀκριβῶς ἐμφράξωσι καὶ παραλύσωσι μόρια ἄττα νεύρων τινῶν. αἱ γὰρ ὑπόλοιποι τῶν ἰνῶν ἀδυνατοῦσιν ἰσχυρῶς ἐντείνειν τὸν μῦν. ἐπειδὰν
5μέν τοι τὰ φράττοντα τὰς διὰ τῶν νεύρων ὁδοὺς τῆς δυνά‐ μεως ὑγρὰ μηδέπω τελέως ἐμπεπλασμένα τύχῃ, διασείεσθαι δέ τι καὶ διακινεῖσθαι δύνηται κατὰ τὰς βιαιοτέρας ἐμπτώσεις τῆς δυνάμεως, αἱ τοιαῦται γίγνονται κινήσεις, οἵας ἔμπρο‐ σθεν ἔφαμεν ἐν παραλύσεσιν ἀρχομέναις ἐνίοτε συμβαίνειν,
10ἐπαιρομένου μὲν ἐνίοτε τοῦ κώλου, καταπίπτοντος δ’ αὐτίκα. κατὰ μὲν γὰρ τὴν ἔμπτωσιν τῆς δυνάμεως ὅταν ἐπεγείρασά τε καὶ συναθροίσασα σφοδρότερον ἑαυτὴν ἀπώσηται τὰ τῶν νεύ‐ ρων ἐμφράγματα, κινεῖται τὸ κῶλον· αὖθις δὲ τῶν διωσθέν‐ των εἰς τὸν ἐξ ἀρχῆς τόπον συῤῥεόντων, καταπίπτει τε καὶ
15ἀκίνητον κεῖται, μέχρι περ ἂν πάλιν ἐκ δευτέρου ἡ δύναμις ἀθροώτερον ἐμπεσοῦσα διασκεδάσῃ τοὺς χυμοὺς, οἳ κατει‐ λήφεισαν αὐτῆς τὰς ὁδούς. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ
ταῦτα. ὁ δὲ παλμός ἐστι διαστολὴ παρὰ φύσιν, ἐν ἅπασι159

7

.

160

δὲ γίγνεται τοῖς μορίοις, ὅσα γε διαστέλλεσθαι πέφυκεν. οὐ γὰρ δὴ τά γε ὀστᾶ καὶ οἱ χόνδροι πάλλονταί ποτε, διότι μὴ διαστέλλεσθαι δύνανται. ταῦτ’ ἄρα καὶ κατὰ τὸ δέρμα συμ‐ πίπτει πολλάκις, ἔστι δ’ ὅτε καὶ κατὰ τοὺς ὑποκειμένους
5αὐτῷ μύας, ἀτὰρ οὐχ ἥκιστα καὶ κατὰ γαστέρα καὶ κύ‐ στιν καὶ τὴν μήτραν ἔντερά τε καὶ ἧπαρ καὶ σπλῆνα καὶ διά‐ φραγμα καὶ, συλλήβδην εἰπεῖν, ἅπανθ’ ὅσα διαστέλλεσθαι πέφυκεν, ὥστε καὶ ταῖς ἀρτηρίαις καὶ αὐτῇ τῇ καρδίᾳ φαί‐ νεται συμπίπτων, ἑτέρας ταύτης κινήσεως ἐν ταύταις γιγνο‐
10μένης παρὰ τὸν σφυγμόν. οὔτ’ οὖν τῆς προαιρετικῆς δυνά‐ μεως οὔτε τῶν προαιρετικῶν ὀργάνων ἴδιόν ἐστι τὸ πάθος, ὥσπερ ὁ τρόμος τε καὶ ὁ σπασμὸς, ἀλλ’, ὡς ἀρτίως εἴρηται, πᾶσι τοῖς διαστέλλεσθαι δυναμένοις ἐγγίγνεται σώμασιν. ἔστι δὲ δήπου ταῦτα πάντα μαλακὰ τὴν φύσιν, ὡς διάστασίν τε
15καὶ συνίζησιν ὑπομένειν δύνασθαι. τὴν δ’ αἰτίαν τοῦ συμ‐ πτώματος ἀπὸ τῶν ἐναργέστατα φαινομένων θηρεύειν προσ‐ ῆκε, τούτων δὴ τῶν κατὰ τὰ βλέφαρά τε καὶ ὀφρῦς καὶ μέ‐ τωπον καὶ μῆλα συμπιπτόντων παλμῶν· ὁρᾶται γὰρ ἐν αὐ‐
τοῖς ἐξαιρόμενόν τε καὶ διαφυσώμενον τὸ δέρμα, καθ’ ὃν αἱ160

7

.

161

ἀρτηρίαι διαστέλλονται τρόπον. ὅπερ οὖν ἐπ’ ἐκείνων ἐζή‐ τηται, πότερον ἐξ αὐτῶν διαστελλόμεναι συνεπισπῶνται τῇ διαστολῇ τὸ πληρῶσον, ὥσπερ αἱ φύσαι τῶν χαλκέων, ἢ πληρούμεναι δίκην ἀσκῶν διαστέλλονται, τοῦτό σε χρὴ κᾀπὶ
5τῶν παλλομένων μορίων διορίσασθαι πρῶτον. ἔοικε δὲ τῷ μὲν γένει τῆς ζητήσεως ὁμοιοῦσθαι τῷ κατὰ τὰς ἀρτηρίας, τῷ δ’ ἑτοίμῳ τῆς εὑρέσεως ἀποκεχωρίσθαι. οὐ γὰρ δὴ ὥσπερ ταῖς ἀρτηρίαις ἀεί τε καὶ κατὰ φύσιν σφυζούσαις εἰκὸς εἶναί τινα δύναμιν ἔμφυτον, οὕτω καὶ τοῖς παλλομένοις μέρεσι.
10διὰ παντὸς γὰρ ἂν ὑπῆρχεν αὐτοῖς, καὶ ὑγιαίνουσι μᾶλλον. ὁπότε οὖν οὔτε διὰ παντὸς οὔτε ὑγιαίνουσι, δῆλον ὡς οὐδ’ ἐξ ἑαυτῶν διαστέλλονται. καὶ μὴν εἴπερ οὐκ ἐξ ἑαυτῶν, πάντως δήπου πρός τινος οὐσίας ἔνδοθεν ἐπιῤῥεούσης αὐτοῖς. διττὴν δ’ εἶναι ταύτην εἰκὸς, ἤτοι χυμὸν ἢ ἀερώδη τινὰ φύ‐
15σιν. χυμὸν μὲν οὖν οὐχ ὁμολογεῖ τὸ τάχος οὔτε τῆς γενέσεως οὔτε τῆς λύσεως τοῦ παλμοῦ· καὶ γὰρ ἐξαίφνης
γίγνεται καὶ παύεται παραχρῆμα. χυμὸς δ’ οὐδεὶς οὕτως οὔτε161

7

.

162

ἐπιῤῥεῖ ταχέως οὔτ’ ἀποῤῥεῖ, καὶ μάλιστ’ ἐν οἷς ἄρτι λέλεκται μέρεσι τοῖς κατὰ τὸ πρόσωπον, ἐπὶ ψιλοῖς σχεδόν τι τοῖς ὀστοῖς ἐπιτεταμένου τοῦ δέρματος· ὥστε ἀνάγκη τὴν ἐργαζο‐ μένην τοὺς παλμοὺς αἰτίαν ἀερώδη τινὰ οὐσίαν ὑπάρχειν.
5ἀλλ’ εἴπερ ὀλίγη τε εἴη αὕτη καὶ λεπτομερὴς, ἑτοίμως ἂν διέῤῥει τοῦ σώματος. ἔοικε δ’ ἄρα παχυμερής τις εἶναι καὶ ἀτμώδης καὶ τὸ πλῆθος ἀξιόλογον, ὡς πρὸς τὸ χωρίον, ἐν ᾧπερ ἂν ἑκάστοτε συνίσταται. διαστέλλεται οὖν, ὡς εἰκὸς, καὶ ἐξαίρει καὶ διαφυσᾷ τὸ μέρος, ἄχρι περ ἂν ὠθουμένη τε
10καὶ βιαζομένη πρὸς τὸ συγγενὲς ἀναπνεύσῃ, ὁμοίου συμβαί‐ νοντος τοῦ κατὰ τὰς ἐν τοῖς ἑψομένοις χυλοῖς πομφόλυγας, πλήν γε ὅτι ῥήγνυνται μὲν αἱ πομφόλυγες, τὸ παλλόμενον δ’ οὐ ῥήγνυται σῶμα διὰ τὴν ἰσχὺν, ἀλλ’ ἐξαίρεται μὲν, ἄχρι περ ἂν ὠθῆταί τε καὶ διεξέρχηται δι’ αὐτοῦ τὸ πνεῦμα, κατα‐
15πίπτει δ’ αὖθις εἰς τὴν ἐξ ἀρχῆς ἕδραν, ἐπειδὰν ἐκκενωθῇ τε καὶ διεξέλθῃ τὸ πᾶν. εὐλόγως δὲ καὶ τοῖς ψυχθεῖσιν ὁτιοῦν μόριον οἱ παλμοὶ συμβαίνουσιν. ὃ γὰρ ἐν τῷ κατὰ φύσιν ἔχειν ἀπέῤῥει λεπτυνόμενόν τε καὶ κατεργαζόμενον ἀκριβῶς
ὑπὸ τοῦ συμφύτου τοῖς ζώοις θερμοῦ, τοῦτο νῦν ἀῤῥωστή‐162

7

.

163

σαντος αὐτοῦ διὰ τὴν ψύξιν ἀτμωδέστερον καὶ παχυμερέστε‐ ρον γίγνεται· ὥστ’ οὐχ ἑτοίμως διαπνεῖται, καθάπερ ἔμπρο‐ σθεν, ἀλλ’ ἴσχεταί τε κατὰ τὸ δέρμα καὶ στενοχωρούμενον ἐν τῇ διεξόδῳ βραδύνει κατὰ τὴν ὁδόν. εἰ δὲ καὶ αὐτὸ τὸ
5δέρμα πυκνωθείη, διπλασιασθήσεται τὸ σύμπτωμα, τοῦ πάχους τῆς διαῤῥεούσης οὐσίας προσλαβόντος τὴν στενό‐ τητα τῶν ὁδῶν. οὕτω μὲν οὖν ἐν τοῖς παλμοῖς ἐξαίρεταί τε καὶ διαστέλλεται τὸ δέρμα. οὕτω δὲ καὶ οἱ μύες, ὅταν ἐν αὐτοῖς ἀθροίζηται τὸ τοιοῦτον περίττωμα, συνεξαίρουσιν
10ἐνίοτε διαστελλόμενοι τὸ κῶλον ἅπαν. ἀλλ’ ἡ τοιαύτη κίνη‐ σις ἐναργέστατα διαφέρει τῆς σπασμώδους τῷ μήτ’ ἐκτείνειν ἀκριβῶς μήτε κάμπτειν τὸ κῶλον. ἐπὶ γάρτοι τῶν παλμῶν ἐκτείνεται μὲν ἢ κάμπτεται τὸ κῶλον οὐδὲν ὅ τι καὶ ἄξιον λό‐ γου, διασείεται δέ πως ἐφ’ ἑκάτερα, μέχρις ἂν ὁ μῦς παύση‐
15ται παλλόμενος, ἐν μὲν ταὐτῷ τρόπῳ τῆς κινήσεως ἐπιτελου‐ μένης, ἐν ᾧπερ καὶ ὁ τρόμος, διαλλαττούσης δ’ ἐν τῷ κατὰ μεγάλα γίγνεσθαι διαστήματα, κατὰ σμικρὰ τοῦ τρόμου συμπίπτοντος. ὁ γάρτοι παλλόμενος μῦς ὅταν ἀξιόλογος
ᾖ τὸ μέγεθος, ἐν μὲν τῷ διαστέλλεσθαι συνεξαίρει τὸ163

7

.

164

κῶλον ὅλον ἑαυτῷ πολλάκις, ἐν δὲ τῷ συστέλλεσθαι συγ‐ χωρεῖ φέρεσθαι κάτω, καθάπερ ἄψυχον, ὥστ’ εἶναι τὴν κί‐ νησιν ἅπασαν παρὰ φύσιν, οὐχ ὥσπερ ἐπὶ τοῦ τρόμου μικτήν γέ πως καὶ σύνθετον. ὁποία δὲ ἡ τῶν παλλομένων κώλων
5γίγνεται κίνησις, ὀλίγη τε ἅμα καὶ βραδεῖα καὶ ἀραιὰ, τοιαύτη τοῖς ῥιγοῦσι συμπίπτει, πολλή τε ἅμα καὶ πυκνὴ καὶ τα‐ χεῖα. λέγω δὴ πολλὴν μὲν αὐτῷ τῷ τῶν κινήσεων ἀριθμῷ· ταχεῖαν δὲ τῷ ῥοίζῳ τῆς φορᾶς· πυκνὴν δὲ τῷ βραχυ‐ χρονίῳ τῶν ἡσυχιῶν. ἔστι δ’ οὐχ ὡσαύτως ἡ κίνησις ἥδε
10παλμῷ καὶ σπασμῷ ὅλη παρὰ φύσιν, ἀλλ’ ἕτερον μὲν τρό‐ πον ἤπερ ὁ τρόμος. ἐπίμικτος δ’ οὖν καὶ αὕτη πώς ἐστιν ἔκ τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς τοῦ ζώου δυ‐ νάμεως, καὶ πλέον γ’ ἐπὶ ταύτης ἐστὶν ἤπερ ἐν τοῖς τρόμοις τὸ τῆς δυνάμεως, μᾶλλόν τ’, εἰ χρὴ τἀληθὲς
15εἰπεῖν, ἡ μὲν κίνησις ἅπασα συμφύτου δυνάμεώς ἐστιν, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκκριτικήν τε καὶ ἀποκριτικήν· ἡ δὲ τὴν δύναμιν ἀναγκάζουσά τε καὶ βιαζομένη κινεῖσθαι βιαίως
αἰτία παρὰ φύσιν ἐστίν.164

7

.

165

Ὅστις μὲν οὖν ἱκανῶς κατενόησε τὰς ἐνερ‐ γείας τῆς δυνάμεως ταύτης, ὑγιαίνοντος ἀμέμπτως τοῦ ζώου, καὶ ἄλλως ἐστὶ συνετὸς, οὐδὲν δεῖ τούτῳ μακροτέρου λόγου. ὅστις δ’ οὔτ’ ἐκείνας ἔγνω καὶ τὴν διάνοιαν ἀμβλύτερος ἔφυ,
5τούτῳ συμβουλεύσαιμ’ ἂν, εἰ μὲν μηδ’ ὅλως ἀληθείας ἐρᾷ, χωρίζεσθαι τοῦδε τοῦ γράμματος· εἰ δ’ ἐσπούδακέ τε καὶ τιμᾷ τὸ ἀληθὲς, ἐπὶ τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα πρό‐ τερον ἀπελθόντι καὶ γυμνασαμένῳ ἱκανῶς ἐν αὐτοῖς, οὕτως ἐπὶ τόνδε τὸν λόγον ἐπανελθεῖν. εἰ μὴ γὰρ τοῦτο ποιήσειεν,
10οὔτε τῶν ὑφ’ ἡμῶν λεχθησομένων παρακολουθήσει ταῖς ἀπο‐ δείξεσιν οὔτε τῶν ἔμπροσθεν εἰρημένων κατανοήσει τὸ ἀνα‐ πόδεικτον. ἐγὼ μὲν οὖν προὐθέμην ἐν τῇδε τῇ πραγματείᾳ μηδεμίαν ἐξελέγξαι δόξαν. ἔνεστι δὲ τῷ βουλομένῳ τὴν εἰ‐ κοστὴν καὶ τετάρτην Ἀθηναίου βίβλον ἀναγνόντι τὰς ὑπὸ
15τῶν ἐκείνου πρεσβυτέρων ἰατρῶν τε καὶ φιλοσόφων εἰρημένας αἰτίας περὶ ῥίγους, εἰς ὅσον ἥκουσιν ἀτοπίας καταμαθεῖν· ἐξελέγχει γὰρ ἁπάσας αὐτὰς ὁ Ἀθήναιος. ἔνεστι δὲ καὶ αὐτὴν
Ἀθηναίου δόξαν βασανίσαι, πιθανώτερον μέν τι τῶν ἔμπροσθεν165

7

.

166

ἔχουσαν, οὐ μὴν οὐδ’ αὐτὴν ἀληθεύουσαν. ἀλλὰ ταῦτα μὲν ὅτῳ φροντὶς ἀληθείας οἶδ’ ὅτι καθ’ ὃν ὑφήγηται τρό‐ πον, οὕτω πειράσεται ποιεῖν. ἐγὼ δ’ ὡς ἀνεγνωκόσι τὰ περὶ φυσικῶν δυνάμεων ὑφ’ ἡμῶν γεγραμμένα διαλέξομαι
5βραχέα πρότερον ἀναμνήσας ὧν ἐν αὐτοῖς ἀπέδειξα περί τε μή‐ τρας καὶ γαστρὸς, ἐντέρων τε καὶ κύστεως. αἵ τε γὰρ μῆτραι κατ’ οὐδένα τρόπον ἕτερον ἐδείχθησαν εἰς ἀποκύησιν ὁρμῶσαι τῶν ἐμβρύων ἢ διὰ τὴν τῆς ἀποκριτικῆς δυνάμεως ἐνέργειαν. αἱ γοῦν ἐννέα μησὶν ἀνεχόμεναι τοῦ τε βάρους τοῦ κατὰ τὸ ἔμ‐
10βρυον καὶ τῆς σφῶν αὐτῶν διατάσεως, καὶ οὕτως ἀκριβῶς ἐν ἅπαντι τούτῳ χρόνῳ μεμυκυῖαι τὸ στόμιον, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειουμένων ἐν αὐταῖς τῶν κυουμένων, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν παραγίνονται τὴν ἐναντίαν ἑαυταῖς περιτιθεῖσαι κατάστασιν. ὁ μὲν γὰρ στόμαχος αὐτῶν ὁ πρό‐
15τερον μεμυκὼς ἀνοίγνυται τηλικοῦτον, ὡς γίγνεσθαι δίοδον εὐπετῆ τοῖς τικτομένοις. οἱ δὲ χιτῶνες οἱ πρότερον ἐπὶ πλεῖ‐ στον ἐκτεταμένοι συστέλλονται πανταχόθεν ἀπωθοῦσί τε γε τὸ ἔμβρυον, ὡς διεκπεσεῖν ὅτι τάχιστα τοῦ τῶν ὑστερῶν
αὐχένος. ἡ δ’ οὕτω κηδεμονικὴ τῶν ἐμβρύων δύναμις,166

7

.

167

ὡς ἀνέχεσθαι μὲν ἐννέα μηνῶν χρόνῳ βαρυνομένη, τελειωθέν‐ των δ’ ὅπως ἀσφαλῶς ἐκκριθῇ προνοουμένη, περὶ τὸν τρίτον ἢ τέταρτον ἢ ὁντιναοῦν ἄλλον μῆνα διαφθαρὲν εὐθέως ἐκ‐ βάλλει τὸ ἔμβρυον, ἀνοίγουσα καὶ νῦν ὁμοίως τὸν στόμαχον,
5ὡς ὁπότ’ ἤνοιγεν ἐπιστάντος τοῦ τόκου. προθεσμία γὰρ αὐτῇ τοῦ κλείειν τε καὶ ἀνοίγειν οὐχ ὡρισμένη χρόνου περίοδός ἐστιν, ἀλλ’ ὁ τῆς χρείας καιρός. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐδείκνυτο καὶ ἡ κοιλία κλείουσα τὸ κάτω στόμιον ἑαυτῆς ἐπὶ ταῖς ἐδωδαῖς, καὶ μηδὲν μεθιεῖσα διεξέρχεσθαι, πρὶν πεφθῆ‐
10ναι τελείως, ὅταν γε μηδὲν ἕτερόν τι αὐτὴν ἀναγκάζῃ δια‐ κόψαι τὴν ἐνέργειαν, ὥσπερ τὰς μήτρας ἡ τῶν ἐμβρύων διαφθορά. ἀνάλογον γὰρ δή τι καὶ τῇ γαστρὶ πάθος ἐγγί‐ γνεται διαφθαρέντων ἐν αὐτῇ τῶν σιτίων, ἢ καὶ νὴ Δία πολ‐ λάκις ἅμα τῷ ληφθῆναι, μοχθηρῶν οὕτως ὑπαρχόντων ἢ καὶ
15πολλῶν, ὡς μὴ δύνασθαι φέρειν αὐτά. καὶ διὰ τοῦτο τὰ μὲν ἐπιπολάζοντα δι’ ἐμέτων ἐκβάλλει, τὰ δὲ ἤδη ῥέ‐ ποντα κάτω πρὸς ἐκείνην ἀπωθεῖται τὴν διέξοδον. ἀλλὰ
μὴν καὶ χωρὶς σιτίων εἰς ἔμετον πολλάκις ἡ τῆς γαστρὸς167

7

.

168

δύναμις ἐξορμᾷ, ἤτοι διὰ χολὴν, ἢ φλέγμα μοχθηρὸν, ἤ τινα τοιοῦτον ἕτερον χυμὸν, ἢ ἰχῶρα. σύμφυτος γὰρ ἑκάστῳ τῶν τοῦ ζώου μορίων δύναμίς ἐστιν, ἐκκρίνουσα τὸ παρὰ φύσιν ἐν αὐτῷ συνιστάμενον, ὡς ἐν τοῖς ἰδίοις ὑπὲρ αὐτῆς ἀποδέ‐
5δεικται λόγοις· ἀρκεῖ γὰρ εἴς τε τὰ παρόντα σαφηνείας ἕνεκα τῶν ἔργων ἐπιμνησθῆναι τῆς τοιαύτης δυνάμεως, ὅσα τ’ ἄλλα λέλεκται περί τε μητρῶν καὶ γαστρός. οἵα γάρ τίς ἐστι κατὰ τοὺς ἐμέτους ἐνέργεια τῆς ἐκκριτικῆς ἐν τῇ γαστρὶ δυνάμεως, τοιαύτη κατὰ τὰς βῆχας ἐν θώρακι καὶ πνεύμονι· διδάσκεται
10δ’ οὐδὲν ζῶον οὔτε ναυτιᾷν οὔτ’ ἐμεῖν οὔτε βήττειν, ἀλλὰ καὶ παμπόλλῳ χρόνῳ πολλάκις ἀπὸ γενετῆς ἀμέμπτως ὑγιαί‐ νοντα καὶ ἄλλα πολλὰ ζῶα καὶ ἄνθρωποι οὔτ’ ἐμέτων ἐπει‐ ράθησαν οὔτε βηχός. ἀλλ’ ἐὰν καταλάβῃ τὸ λυποῦν αἴτιον ἤτοι τὸ στόμα τῆς κοιλίας ἢ τὰς ὁδοὺς τῆς ἀναπνοῆς, εὐθὺς
15ἐμεῖ τε καὶ βήττει τὸ ζῶον, ἐν μὲν τοῖς ἐμέτοις ὁμοίως κινου‐ μένης τῆς γαστρὸς, ὡς ἐν τοῖς τόκοις αἱ μῆτραι, κατὰ δὲ τὰς βῆχας ἑτέρως. οὐ γὰρ ἐγχωρεῖ τῷ πνεύμονι τοιαύτην
κινηθέντι κίνησιν ἀπώσασθαι τὸ λυποῦν, ἐξευρούσης τῆς168

7

.

169

φύσεως ἐπικουρίαν τινὰ περιττῶς σοφήν. ἅτε γὰρ εἰς τὰς τραχείας ἀρτηρίας εἰσπνεομένου τοῦ ἔξωθεν ἀέρος, αἳ δὴ χον‐ δρώδεις τέ εἰσι καὶ σκληραὶ καὶ συστέλλεσθαι περὶ τὸ ἐνυπάρχον αὐταῖς ἀδύνατοι, σφοδράν τινα τοιαύτην ἐπε‐
5τεχνήσατο τοῦ πνεύματος ἔξω φορὰν, ἣν ὀνομάζουσι βῆχα. τούτου τοῦ γένους ἐστὶ καὶ ὁ πταρμὸς, ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς ῥῖνας, αἳ δὴ καὶ αὐταὶ τῆς ἀναπνοῆς εἰσιν ὁδοὶ ὑπὸ τῆς φύσεως εὑρημέναι. ἐκκαθαίρει γὰρ αὐτὸ τὸ πνεῦμα τὰς ὁδοὺς ἑαυτῷ, βιαίως τε καὶ σφοδρῶς φερόμενον, ὥσπερ
10τοὺς αὐλούς τε καὶ τὰς σύριγγας οἱ δημιουργοί. ὅστις μὲν οὖν ἐστιν ὁ τρόπος τῆς κινήσεως, ἵνα γένηται τοῦτο, προϊὼν ὁ λόγος ἐπιδείξει· τὸ δ’ εἰς τὰ προκείμενα χρήσιμον ἤδη λαμ‐ βάνωμεν, ὡς αἱ τοιαῦται κινήσεις ἔργα μὲν φύσεως ὑπάρχου‐ σιν, ἐν δὲ τοῖς παρὰ φύσιν ἀριθμοῦνται συμπτώμασι, διὰ τὰς
15ἀναγκαζούσας οὕτω κινεῖσθαι τὴν φύσιν αἰτίας. ἐπὶ μὲν οὖν ἐντέρων τε καὶ μητρῶν καὶ κύστεων αἱ κινήσεις ὅμοιαι τῆς ἐκ‐ κριτικῆς δυνάμεώς εἰσιν, ἄν τε τῶν κατὰ φύσιν ἄν τε τῶν
παρὰ φύσιν ἐκκρίνηταί τι. καὶ διὰ τοῦτο σαφῶς οὐκ ἀφώ‐169

7

.

170

ρισται τὰ συμπτώματα, καί τοι τά γε κατὰ τοὺς τεινεσμούς τε καὶ δυσεντερίας καὶ λειεντερίας ἐκκρινόμενα συμπτώματά ἐστιν, ὥσπερ, οἶμαι, καὶ τὰ κατὰ τὰς στραγγουρίας τε καὶ τὴν εἰς οὖρα διάῤῥοιαν. ἂν δ’ ἀκριβολογῆταί τις καὶ ἡ ψο‐
5φώδης φύσα, καθάπερ γε καὶ ὁ τρυσμὸς καὶ ἡ ἐρυγὴ καὶ ὁ βορβορυγμὸς, ὅσα τε ἄλλα τοιαῦτα. καὶ λεχθήσεταί γε περὶ τούτων ἐν τοῖς ἐφεξῆς. Ἐπὶ δέ γε τῆς γαστρὸς ἐναργέστερον ἤδη τὸ κατὰ τοὺς ἐμέτους ἐστὶ, καὶ πολλοὶ καὶ τούτους οὐκ ἔργον
10φύσεως, ἀλλὰ συμπτώματα εἶναί φασιν· ἐν δὲ ταῖς βηξὶ καὶ τοῖς πταρμοῖς, ἐναργέστερον μὲν κᾀνταῦθα τὸ κατὰ τὰς βῆ‐ χας, οὐχ ὁμοίως δ’ οἱ πταρμοὶ δοκοῦσιν εἶναι παρὰ φύσιν. ἀλλ’ εἰσί γε καὶ οὗτοι καὶ αἱ βῆχες καὶ οἱ ἔμετοι καὶ διάῤ‐ ῥοιαι καὶ πάνθ’ ὅσα τοιαῦτα τοῦ γένους ἐκείνου τῶν συμ‐
15πτωμάτων, ἐν οἷς αἴτιόν τι παρὰ φύσιν ἐπὶ τὰς τοιαύτας ἐνεργείας ἐξορμᾷ τὴν φύσιν. ὁ δὲ τρόπος τῆς κινήσεως οὔτ’ ἐν ἅπασιν ὁ αὐτὸς οὔθ’ ὑπὸ τῆς αὐτῆς γίγνεται δυνάμεως· ἀλλ’ ὅσα μὲν ὑπὸ τῶν μητρῶν, ἢ τῶν ἐντέρων, ἢ τῆς γαστρὸς,
ἢ τῆς κύστεως ἐκκρίνεται, τούτοις μὲν αὐτὰ περιστέλλεται170

7

.

171

τὰ μόρια κατὰ τὸν αὐτὸν τρόπον ὠθοῦντα τὸ περιεχόμενον ἐν αὐτοῖς, ὃν αἱ χεῖρες ἐκθλίβουσιν. ἡ δ’ ἐργαζομένη τὴν κίνησιν αὐτῶν δύναμις ἐκ τῶν τεττάρων ἐστὶ μία τῶν φυσι‐ κῶν. ἐπειδάν τι κατὰ τὰς τραχείας ἀρτηρίας περιέχηται
5σῶμα, χονδρώδεις καὶ σκληρὰς οὔσας, καὶ διὰ τοῦτ’ ἀδυνα‐ τούσας περιστέλλεσθαι τῷ περιεχομένῳ, σφοδρὰν τὴν τοῦ πνεύματος ἔξω φορὰν ἡ φύσις ἐργάζεται βῆχα κινοῦσα. γίγνεται δ’ αὐτὴ διὰ τῶν αὐτῶν ὀργάνων, δι’ ὧν ἐπιτελεῖ τὰς μεγάλας τε ἅμα καὶ σφοδρὰς ἐκπνοὰς, ἃς ἐκφυσήσεις
10ὀνομάζομεν, ὡς εἶναι τὴν βῆχα μηδὲν ἄλλο ἢ σφοδροτάτην τινὰ ἐκφύσησιν, ἵνα πλεῖστόν τε ἅμα καὶ τάχιστα φερόμενον ἔξω τὸ πνεῦμα παρασύρῃ τε καὶ προωθῇ τῇ ῥύμη τὰ ἐμφράτ‐ τοντα τὰς ὁδοὺς αὐτοῦ. καὶ ὅταν γε κατὰ τὴν ἐκβολὴν τὴν πρώτην ἀδυνατήσῃ διώσασθαι τὰ λυποῦντα, καὶ δὶς καὶ τρὶς
15ἐμπίπτειν αὐτοῖς οὐκ ὀκνεῖ, καὶ τυγχάνει γε τοῦ τέλους ὡς τὰ πολλὰ, ὅταν αὐτό τε τὸ πνεῦμα φέρηται σφοδρῶς, ἐπι‐ τήδειά τε εὑρίσκῃ προωθεῖσθαι τὰ ἐμφράττοντα· τοιαῦτα δ’
ἐστὶν ὅσα μήθ’ ὑδατώδη μήτε γλίσχρα τὴν οὐσίαν ἐστί. τὰ171

7

.

172

μὲν γὰρ ὑδατώδη διὰ τὴν λεπτότητα περισχίζεται τῷ πνεύματι μᾶλλον ἢ πρόσω φέρεται· τὰ δὲ γλίσχρα τῆς ἀρ‐ τηρίας ἀντέχεται δυσαπολύτως. ὅταν οὖν ποτε τοιούτοις ὑγροῖς τὸ πνεῦμα διαγωνίζηται, πάνυ πολλάκις ἐμπίπτει
5βιαίως, καὶ αἱ σφοδρόταταί τε καὶ μετὰ συντονίας πλείστης γιγνόμεναι βῆχες ἐπὶ τοιούτοις αἰτίοις συνίστανται. μᾶλλον δ’ ἐκφράττουσι τὰ δυσαπόλυτά τε καὶ δυσανάγωγα τῶν κατὰ τὰς ἀρτηρίας ὑγρῶν οἱ πταρμοὶ, σφοδροτέραν μὲν ἔτι καὶ τῶν βηχῶν ἔχοντες τὴν ὁρμὴν τοῦ πνεύματος, αἰτίαν δὲ τῆς
10γενέσεως ἑτέραν· τῶν γὰρ ἐν τῇ ῥινὶ λυπηρῶν ἕνεκεν, οὐ τῶν κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐκπέμπεται βιαίως τὸ πνεῦμα, συνεκπέμπεται δ’ αὐτῷ τι κᾀκ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου· καὶ διὰ τοῦτο βῆχες μὲν οὐδὲν ὀνίνασι τὴν κε‐ φαλὴν, οἱ πταρμοὶ δὲ ὅταν μὴ διὰ κατάῤῥουν τινὰ γίγνωνται,
15μέγιστον ἴαμα κεφαλῆς ἀτμῶν πεπληρωμένης εἰσίν. οὐδὲν δὲ δήπου θαυμαστὸν τὸ ὑπὸ μιᾶς ὁρμῆς ἔκ τε τοῦ πνεύμονος ἐκπέμπεσθαι τὸ πνεῦμα καὶ ἐκ τῆς κεφαλῆς. ἐδείχθη γὰρ ἐν
τοῖς περὶ μυῶν λογισμοῖς ὁ μὲν ἐγκέφαλος τῷ θώρακι τὴν172

7

.

173

ἀρχὴν τῆς κινήσεως ἐνδιδοὺς, ὁ δὲ θώραξ τὸν πνεύμονα δια‐ στέλλων τε καὶ συστέλλων. ὅταν οὖν ὁρμήσῃ διώσασθαι τὰ λυποῦντα κατὰ τὰς ῥῖνας, ἀμφοτέραις ἅμα χρῆται ταῖς ὁδοῖς τῆς ἐκπνοῆς, τὴν μὲν ἑτέραν αὐτὸς δι’ ἑαυτοῦ ποιούμενος,
5τὴν δὲ ἑτέραν οἱονεὶ διὰ χειρῶν τινων μακρῶν τῶν καθηκόν‐ των εἰς τὸν θώρακα νεύρων. διὰ τούτων μὲν γὰρ ἐκεῖνον συστέλλει, διὰ δὲ τῶν ἠθμοειδῶν ὀστῶν αὐτὸς ἐκπέμπει τὸ ἀτμῶδες πνεῦμα. ταυτὶ μὲν οὖν τὰ συμπτώματα προαιρετι‐ κῆς ἐστι δυνάμεως· ὁ δὲ ἔμετος ἀνάλογόν τι τούτοις ὑπάρ‐
10χων, φυσικῆς. ὥσπερ δὲ τῶν ἐμέτων αἱ ναυτίαι προηγοῦν‐ ται, τὸν αὐτὸν τρόπον τοῦ βήττειν τὸ κέρχνειν. καὶ μέν γε καὶ ὥσπερ ἐναυτίασαν μέν τινες, οὐκ ἤμεσαν δὲ, κατὰ τὸν αὐτὸν τρόπον ὁ μὲν κέρχνος αὐτοῖς ἐγένετο, βὴξ δὲ οὐκ ἠκολούθησε διὰ σμικρότητα τῆς αἰτίας. ἐνίοτε μὲν γὰρ ἐπὶ
15βραχείᾳ τραχύτητι φάρυγγος, ἐνίοτε δὲ διὰ λεπτήν τινα καὶ παντάπασιν ὀλίγην ὑγρότητα συμβαίνει τὸ κέρχνειν. ἀεὶ γὰρ ᾧπερ ἂν προσκόπτῃ τὸ πνεῦμα, τοῦτ’ ἐκβάλλειν ἐπιχειρεῖ διὰ
βηχός. ἤτοι δὲ ὑγρόν ἐστι τοῦτο καταφερόμενον ἀπὸ τῆς173

7

.

174

κεφαλῆς, ὡς ἐν κατάῤῥοις· ἤτοι κατὰ τὰς τραχείας ἀρτηρίας ἀθροιζόμενον, ὡς ἐν περιπνευμονίαις τε καὶ πλευρίτισι καὶ ταῖς τῶν κυρτῶν τοῦ ἥπατος φλεγμοναῖς, ἢ ταῖς τῆς φά‐ ρυγγος τραχύτησιν. ἔξωθεν δὲ τούτων ἐστὶν ἀνάλογον τοῖς
5ἀπὸ κεφαλῆς κατάῤῥοις, ὅσα πινόντων τε καὶ ἐσθιόντων πα‐ ρεμπίπτει. γένος δέ ἐστι καὶ ἄλλό τι βηχὸς ἐπὶ δυσκρασία τῶν ὀργάνων τῆς ἀναπνοῆς, ὃ κατενόησαν μὲν οὐχ ἥκιστα καὶ τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ἀνδρῶν οἱ δοκιμώτα‐ τοι, ὧν ἐστι καὶ Ἀθήναιος· τὴν μέν τοι ἀνάγκην, δι’ ἣν
10ἐπιγίνεται βὴξ διὰ δυσκρασίαν, τινὲς μὲν αὐτῶν οὐδ’ ἐπεχεί‐ ρησαν ὅλως εἰπεῖν, ἔνιοι δὲ προσπταίειν ἑαυτῷ φασι τὸ πνεῦμα, τινὲς δ’ ἀσαφέστερον ἔτι τούτου ῥῆμα φθεγξάμενοι νομίζουσιν εἰρηκέναι τι. χρὴ δ’ οὐχ ὅτι τὴν αἰτίαν ἀγνοοῦσι μέμφεσθαι τοῖς ἀνδράσιν, ἀλλ’ ὅτι καλὸν ἐξεῦρον θεώρημα
15καὶ ἄξιον τῆς ἑαυτῶν φιλοπονίας, ἐπαινεῖν. γίγνεται μὲν οὖν ἡ βὴξ αὕτη ψυχθέντων τῶν ἀναπνευστικῶν μορίων, καὶ οὐδὲν ἀναπτύουσι μὲν οὗτοι κατ’ αὐτὴν, οὐδὲ ὅλως γίγνεται βίαιος, ἀλλ’ οὕτω σμικρά τε καὶ ἀβίαστος, ὥστε καὶ
κατασχεῖν οἷόν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῆς ἢ ἐπι‐174

7

.

175

πλεῖστον ἢ παντάπασιν. αἱ δέ γε βίαιοι βῆχες οὐ νικῶν‐ ται καταλήψει πνεύματος. ὁποῖον δέ τι πρᾶγμά ἐστιν ἡ κα‐ τάληψις τοῦ πνεύματος, ἤδη μοι πολλάκις ἐν ἄλλοις εἴρηται. καὶ οὐ μόνον γε παραυτίκα γενέσθαι κωλύονται τῇ καταλήψει
5τοῦ πνεύματος αἱ κατὰ δυσκρασίαν βῆχες, ἀλλὰ καὶ θερα‐ πεύονται πρὸς αὐτῆς, ἐὰν μὴ πάνυ μεγάλαι τινὲς ὑπάρχουσιν. αὐξάνεται γὰρ ἡ ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις θερμασία διὰ τὴν ἐπίσχεσιν τῆς ἀναπνοῆς, διεξέρχεταί τε τοὺς στενοὺς πόρους ἅπαντας τὸ πνεῦμα θλιβόμενον ὑπὸ τοῦ θώρακος
10βιαίως, ἀμφοτέρων δὲ τούτων γενομένων, ὁμαλύνεται πάντα καὶ εἰς ὁμοιότητα κράσεως ἀφικνεῖται. Διὰ τί δ’ ἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις τῶν ἀναπνευστικῶν βήττουσι, (τοῦτο γὰρ ἔφην μὴ πάνυ τι κα‐ λῶς ἐξειργάσθαι τοὺς πνευματικοὺς ἰατροὺς) ἐγὼ πειράσομαι
15διελθεῖν ἀπὸ τῆς οὐσίας τοῦ πράγματος ἀρξάμενος, ὥσπερ καὶ προσήκει τοὺς μέλλοντάς τι μετ’ ἀποδείξεως ἐρεῖν. ἡ τοί‐ νυν δυσκρασία ποτὲ μὲν κατὰ ψιλὰς γίνεται τὰς ποιότητας,
ἤτοι θερμοτέρων ἢ ψυχροτέρων ἢ ξηροτέρων ἢ ὑγροτέρων175

7

.

176

ἀποτελουμένων αὐτῶν τῶν σωμάτων, ἢ καὶ κατά τινα συζυ‐ γίαν τοῦτο πασχόντων· ἐνίοτε δὲ μετὰ τοῦ παρεσπάρθαι δροσοειδῶς ἐν αὐτοῖς τὸ δύσκρατον. ἡ μὲν οὖν ὁμαλὴ δυσ‐ κρασία παντάπασιν ἀνώδυνος, ὡς οἵ τε πυρετοὶ δηλοῦσιν οἱ
5ἑκτικοὶ καὶ πολλαὶ τῶν κατὰ ψύξιν διαθέσεων, ὁμαλῶς κα‐ ταλαβοῦσαι τὰ μόρια· γίγνεται γὰρ οἷον φύσις τις ἐπίκτητος ἡ τοιαύτη κρᾶσις ἑκάστῳ τῶν οὕτω διατεθέντων. οὐδὲν δὲ τῶν σωμάτων ὑπὸ τῆς ἑαυτοῦ φύσεως ἀνιᾶται, ὥσπερ ἔλεγεν Ἱπποκράτης· τοῖσι τὴν φύσιν διαλλαττομένοισι καὶ δια‐
10φθειρομένοισιν αἱ ὀδύναι γίγνονται, οὐ διεφθαρμένοισιν ἢ διηλλαγμένοισι. ἐν γὰρ τῷ μεταβάλλειν τε καὶ τῆς ἑαυτῶν φύσεως ἐξίστασθαι λυπεῖται τὰ σώματα, καθάπερ ἐδείκνυτο καὶ κατὰ τὸν ἔμπροσθεν λόγον. ὅταν οὖν ἐγγένηταί τινι τῶν αἰσθητικῶν σωμάτων ἀνώμαλος δυσκρασία, τηλικοῦτον τῆς
15λύπης ἐστὶ τὸ μέγεθος, ἡλίκον καὶ τὸ τῆς δυσκρασίας. ἐν μὲν οὖν τοῖς ὀξυτάτοις τε καὶ ἰσχυροτάτοις τῶν πυρετῶν ἀνιᾶται τὰ στερεὰ τοῦ ζώου μόρια μεταβαλλόμενά τε καὶ ἀλ‐
λοιούμενα πρὸς τῆς παρὰ φύσιν θερμότητος. ἔτι δ’ ἀρχομένων176

7

.

177

τῶν νοσημάτων, πρὶν πυρέττειν αἰσθάνονται μὲν ἐνίοτε καθ’ ὅλον ἑαυτῶν τὸν ὄγκον ἀνωμαλίας τινὸς οἱ πολλοὶ τῶν ἀν‐ θρώπων, ἐξειπεῖν δ’ αὐτὴν ὁποία τίς ἐστιν οὐ δύνανται. ἀλλὰ θαυμάζοιμ’ ἂν, εἴ τις τῶν ὁμιλησάντων τοῖσδε τοῖς
5γράμμασιν οὕτως εὐτυχής ἐστιν, ὡς μὴ καὶ αὐτὸς ἑαλωκέναι ποτὲ τῷ συμπτώματι. βύθιος γάρ τις αἴσθησις γίγνεται καθ’ ὅλον τὸν ὄγκον, ὡς διεσπαρμένου τινὸς ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀλλοτρίου· καὶ τοῦτο τὸ διεσπαρμένον ἐνίοτε μὲν οἷον ὑπόθερμόν τι δόξειεν ἄν τις ὑπάρχειν, ἐνίοτε δὲ δακνῶδες
10ἄνευ τοῦ θερμαίνειν, ἔστι δ’ ὅτε ἄμφω πεπονθὸς ἢ χωρὶς τούτων ἀτρέμα διατεῖνον ἁπάσας τὰς σάρκας. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις ἅπασι συμπτώμασιν ἀνωμαλίας τέ τινος αἰ‐ σθάνεσθαί φασι καὶ σκορδινῶνται καὶ πάντα διατείνονται τὰ μόρια κατά τινα φυσικὴν ὁρμὴν, ὁποίαν ἐλέγομεν ἀρτίως
15ἅπασι δεδόσθαι τοῖς τοῦ ζώου μέρεσιν ὑπὸ τῆς φύσεως ἐπὶ σωτηρίᾳ τε καὶ διαμονῇ. μάλιστα δὲ διατείνονται μετὰ τοὺς ὕπνους, ἀτμώδους περιττώματος ἐν ταῖς σαρξὶν αἰσθα‐
νόμενοι, διά τε τὴν κατεργασίαν τῆς τροφῆς ἠθροισμένου καὶ177

7

.

178

διὰ τὴν ἡσυχίαν τῶν τοιούτων κινήσεων· καὶ τοῦτ’ ἀδίδακτον ἔχει καὶ τὰ σμικρότατα τῶν παιδίων. ἀλλ’ εἰς τὴν τοιαύτην κίνησιν ἡ φύσις ἐξορμᾷ τὰ ζῶα διαπνοὴν τοῖς ἀτμώδεσι περιτ‐ τώμασι μηχανωμένη. ταύτης δ’ ἕτερον εἶδος αἰσθήσεώς ἐστιν
5ἀνιαρᾶς, τὸ κατὰ τὰς κοπώδεις διαθέσεις, εἴτ’ οὖν ἐπὶ πό‐ νοις πλείοσιν, εἴτε καὶ αὐτόματοι συνίστανται. τριττὴ μὲν οὖν ἐστιν ἡ ἐν τοῖς κόποις αἴσθησις, ἤτοι τεθλάσθαι τε καὶ συγκεκόφθαι δοκούντων, ἢ τείνεσθαι πάντῃ τὸν ὄγκον τοῦ σώματος, ἢ οἷον ἕλκη πολλὰ διεσκεδασμένα δοκούντων ἔχειν,
10ἐπειδὰν κινῶνται. τὸ μὲν οὖν τείνεσθαι τὸν ὄγκον, ὅταν γε γυμνασίων χωρὶς οὕτω πάσχωσιν, ὄνομα μὲν ἔχει κόπον αὐ‐ τόματον τονώδη· γίγνεται δ’ ἐπὶ πλήθει μάλιστα διατείνοντί τε τὰ περιέχοντα καὶ μὴ στεγομένῳ πρὸς αὐτῶν· ὅταν δὲ ἑλκώδης αὐτοῖς αἴσθησις διατρέχῃ, γίνεται μὲν καὶ τοῦτο κι‐
15νουμένοις μᾶλλον ἤπερ ἡσυχάζουσι, πλὴν εἰ μὴ πάνυ μέγας ὁ κόπος ὑπάρχει. νύττεσθαι δὲ ὥσπερ ὑπὸ ἀκανθῶν πολλῶν ἐμπεπηγυιῶν αὐτοῖς δοκοῦσι, δακνώδους γὰρ ὑγρότητος ἐργα‐
ζομένης τὸ σύμπτωμα. ὁ δὲ τρίτος κόπος, ἐν ᾧ φασιν178

7

.

179

ὀστοκόπῳ συνέχεσθαι, κινήσεως μὲν οὖν οὐδὲ βραχυτάτης ἀνέχεται· θερμότητος δ’ ἐπιφανοῦς ἐστιν αἴσθησις αὐτοῖς ἅμα καὶ τάσεως καὶ δήξεως, ἀναπεμπομένης εἰς ὅλον τοῦ ζώου τὸν ὄγκον κακοχυμίας δαψιλοῦς. οὐδεὶς δ’ ἐπιχειρεῖ
5τῶν οὕτως ἐχόντων σκορδινᾶσθαι, δεδιὼς ἅπασαν κίνησιν. ἐν δὲ τοῖς ἑτέροις δυσὶ κόποις, ὧν τὸν μὲν ἑλκώδη καλεῖν εἰώθασι, τὸν δὲ τονώδη, γίνεταί ποτε καὶ ἡ τοιαύτη κίνησις, ὅταν ἤτοι σμικροὶ πάμπαν ὑπάρχωσιν, ἢ φυσώδεσί τε καὶ ἀτμώδεσιν ἐπιγίγνωνται περιττώμασιν· ὁ γοῦν ἑλκώδης κόπος
10ὅταν μείζων συστῇ, φέρουσι μὲν οὐδ’ οὗτοι κίνησιν οὐδεμίαν, ἀλλ’ ὀδυνῶνται, καθάπερ ἕλκος, τὸ σῶμα καὶ φρίττουσιν. ἐγγὺς δ’ ἥκουσιν, ἢν αὐξάνηται τὸ σύμπτωμα, τῆς φρικώ‐ δους διαθέσεως· ἐν ἐκείνῃ γὰρ φρίττουσι καὶ πρὶν κινεῖσθαι. ὥσπερ δ’ ὅταν ἑλκώδης αἴσθησις γίγνηται, κινούμενοι φρίτ‐
15τουσι, καὶ μᾶλλον, εἰ σφοδρότερον· οὕτως ἡ φρικώδης διά‐ θεσις, ὅταν εἰς κίνησιν ἄγηται, ῥῖγος ἐργάζεται. γίνεται
μὲν γὰρ ταῦτα πάντα διὰ δακνώδη περιττώματα· διαφέρει δ’179

7

.

180

ἀλλήλων τῷ τε πλήθει τῶν περιττωμάτων αὐτῶν καὶ τῇ κινήσει καὶ τῷ τὰ μὲν μᾶλλον εἶναι δακνώδη, τὰ δὲ ἧττον, καὶ τῷ τὸ σῶμα τὸ κάμνον ἢ δυσπαθὲς ἢ εὐπαθὲς ἢ ἀσθενὲς ἢ εὐαίσθητον ἢ δυσαίσθητον εἶναι φύσει. τὸ μὲν γὰρ εὐαί‐
5σθητόν τε καὶ ἀσθενὲς ὑπάρχον ὑπὸ βραχυτάτης αἰτίας ἀνιᾶ‐ ται· τὸ δ’ ἰσχυρὸν καὶ δυσαίσθητον μεγάλης δεῖται τῆς αἰτίας εἰς γένεσιν τοῦ τοιούτου συμπτώματος. ἆρ’ οὖν ἐν τούτοις μόνοις, ἢ κᾀν τῷ κινεῖσθαι τὸ αἴτιον ἢ μὴ κινεῖσθαι, καὶ κινούμενον ἤτοι θᾶττον ἢ βραδύτερον κινεῖσθαι, παμ‐
10πόλλη τίς ἐστιν ἐν τοῖς συμπτώμασι διαφορά; ἐμοὶ μὲν οὕτως δοκεῖ, τῷ γε τὸν αὐτὸν ἄνθρωπον ἡσυχάζοντα μὲν ἀνωμα‐ λίας ἐνίοτε μόνης ἀντιλαμβάνεσθαι, κινηθέντα δὲ φρίττειν, γυμνασάμενον δὲ ῥιγοῦν. ταῦτά τοι καὶ συμβουλεύουσιν οἱ ἰατροὶ τοῖς ὧδε κάμνουσιν, ὑπὸ τῆς πείρας δεδιδαγμένοι,
15πάσης ἀπέχεσθαι κινήσεως. ἀλλὰ καὶ τῶν ἀπεπτησάν‐ των ἐνίους ἴσμεν, ἂν μὲν ἡσυχάζωσι, μηδὲν πάσχοντας· ἂν δ’ εἰς βαλανεῖον εἰσέλθωσιν ἢ ἐν ἡλίῳ στῶσι, φρίττοντας,
ἔτι δὲ δὴ μᾶλλον ἐὰν γυμνάσωνται· καὶ γὰρ ὁ ἥλιος καὶ180

7

.

181

βαλανεῖον καὶ γυμνάσιον εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχά‐ ζοντα περιττώματα, καθάπερ γε καὶ τῶν ψυχικῶν παθῶν ὁ θυμός. ἐξ ἑαυτῶν δὲ εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχά‐ ζοντα περιττώματα τῷ θερμαίνεσθαι καὶ λεπτύνεσθαι καὶ
5πνευματοῦσθαι· καὶ οὐδὲν θαυμαστὸν ἡσυχαζόντων μὲν αὐ‐ τῶν ἧττον ἀνιᾶσθαι τὰ σώματα, κινηθέντων δὲ λυπεῖσθαί τε μεγάλως καὶ κλονεῖσθαι φρίττοντα καὶ ῥιγοῦντα καὶ πυ‐ ρέττοντα. καὶ γὰρ ὅσα τοῖς ὀφθαλμοῖς ἔξωθεν ἐμπίπτει σκληρὰ σώματα, μυσάντων μὲν τὰ βλέφαρα καὶ καθησυχα‐
10σάντων τὸ μόριον ἢ σμικρὸν πάμπαν ἢ οὐδὲν ἀνιᾷ· κινη‐ σάντων δὲ δυσάνεκτον ἐπιφέρει τὴν ὀδύνην. ἀλλὰ καὶ χωρὶς παραδείγματος ἐξ αὐτοῦ τοῦ πράγματος τῆς φύσεως ἔνεστιν ἐξευρεῖν, ὡς τὸ κινούμενον αἴτιον ἀνιαρότερον τοῦ μένοντος, ὅταν γε διὰ τῶν αἰσθητικῶν σωμάτων ἡ φορὰ γίγνηται, κα‐
15θάπερ ἐν ὀφθαλμοῖς ὑπόκειται νῦν. οὐ γὰρ περὶ τῶν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις διαῤῥεόντων χυμῶν ὁ λόγος ἦν, ἀλλὰ περὶ τῶν κατὰ τὰς σάρκας τε καὶ ὅλην τοῦ ζώου τὴν
ἕξιν. ὅταν οὖν διεξέρχηταί τι διὰ τούτων βιαίως ἐπὶ τὸ δέρμα181

7

.

182

φερόμενον, ἐν τῇ διόδῳ τῇ διὰ τῆς σαρκός τε καὶ τοῦ δέρμα‐ τος ἀναγκαῖον αὐτὸ κεντεῖν τε καὶ νύττειν καὶ διαιρεῖν καὶ τιτρώσκειν οἷς ἂν ἐντυγχάνῃ πᾶσιν. ὅτι δὲ τὸ δακνῶδες καὶ κινούμενον αἴτιον ἅπαν εἰς φρίκας τε καὶ ῥίγη ἄγει τὸ ζῶον,
5ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ, πρῶτον μὲν ἐκ τῶν τοιούτων κατανοῆσαι δυνατόν· εἰ προσράναις ἐξαίφνης ὑγιαίνοντι σώ‐ ματι ζέον ὕδωρ, ἢ σπινθῆρας ἐνσείσαις πυρὸς, εὐθέως φρι‐ κῶδες γενήσεται. ἀλλὰ καὶ κατὰ τῶν ἡλκωμένων μορίων ἐνίοτε φαρμάκων ἐπιτεθέντων καυστικῶν, φρίττουσι μὲν
10πρῶτον, ἐφεξῆς δὲ καὶ ῥιγοῦσιν, εἶτα καὶ πυρέττουσιν ἔνιοι. ἀλλὰ καὶ οἱ τριταῖοι πυρετοὶ ἁπάντων δὴ μάλιστα πυρετῶν χολώδεις ὄντες καὶ θερμοὶ, πάντων δὴ μάλιστα φρικώδεις εἰσὶ, καὶ ὅσῳ δ’ ἂν ἀκριβέστεροι τύχωσιν ὄντες, τοσούτῳ καὶ τὸ ῥῖγος αὐτοῖς γίνεται σφοδρότερον. ἀλλὰ καὶ ὑπὸ καύσου ἐχο‐
15μένῳ ῥίγεος ἐπιγενομένου λύσις, Ἱπποκράτης φησὶ, τῷ τὴν τέως ἐν ταῖς φλεψὶν ἁλωμένην χολὴν ὑπὸ τῆς φύσεως ἀπω‐ θεῖσθαι κριτικῶς ἐπὶ τὸ δέρμα διὰ τῶν σαρκῶν. τῆς οὖν κι‐ νήσεως καὶ φορᾶς αὐτῆς, ἣν διὰ τῶν αἰσθητικῶν ποιεῖται
σωμάτων, ἅμα τε σύμπτωμα καὶ σημεῖόν ἐστι τὸ ῥῖγος. καὶ182

7

.

183

δὴ καὶ ἱδροῦσι τοὐντεῦθεν οἱ οὕτω ῥιγώσαντες καὶ ἀπαλλάτ‐ τονται τοῦ πυρετοῦ, κενωθείσης αὐτοῖς τῆς χολῆς. ἐνίοτε δ’ οὐκ εἰς τὸ δέρμα τὴν ὁρμὴν, ἀλλ’ εἰς τοὺς ἔσω τόπους ποιησαμένη, δι’ ἐμέτων τε ἅμα καὶ διὰ τῆς κάτω γαστρὸς ἐκ‐
5κενοῦται. πολλάκις δὲ εἴσω τε καὶ ἔξω κατὰ τὴν αὐτὴν ἡμέ‐ ραν ἠνέχθη, ὡς ἱδρῶσαί τε ἅμα καὶ ἐμέσαι καὶ ὑπελθεῖν κάτω τὴν χολήν. ὅσοι δ’ αἴτιον ὑγιεινὸν οἴονται τὸ ῥῖγος γίγνε‐ σθαι τοῦ καύσου διὰ τὴν ψύξιν, τὰ γὰρ ἐναντία τῶν ἐναν‐ τίων ὑπάρχειν ἰάματα, τοῦ παντὸς ἁμαρτάνουσι. πρῶτον
10μὲν γὰρ εἰ τοῦτ’ ἀληθὲς ὑπῆρχεν, ἐνῆν αὐτοῖς δήπου ῥῖγος ἐργάσασθαι, τοῦτο μὲν ὕδωρ ψυχρὸν προσραίνοντας ἢ κατα‐ χέοντας, τοῦτο δ’ εἰς ψυχρὸν ἀέρα τὸν κάμνοντα γυμνὸν ἀπάγοντας, ἢ εἰς ὕδατος ψυχροῦ δεξαμενὴν ἐμβάλλοντας· ἔπειτα δ’ εἴπερ ἄρα διὰ τῆς πρὸς τοὐναντίον μεταπτώσεως
15τοῖς καυσουμένοις ἡ λύσις ἐγίγνετο ῥιγώσασιν, ἐχρῆν αὐτοὺς ἐπὶ τῷ ῥίγει πεπαῦσθαι πυρέσσοντας. ἔχει δ’ οὐχ οὕτω τἀ‐ ληθές· οὐ γὰρ ἅμα τῷ ῥιγῶσαι παύονται πυρέσσοντες, οἵ γε
πολὺ μείζονι πυρετῷ μετὰ τὸ ῥῖγος ἢ πρόσθεν ἁλίσκον‐183

7

.

184

ται, ἀλλ’ ἐπειδὰν ἱδρώσωσι δαψιλῶς, ἢ ἐμέσωσι τὴν ὠχρὰν χολὴν, ἢ κατ’ ἔντερον αὐτοῖς ὑπέλθῃ. ἐπὶ γὰρ τῇ σφοδρο‐ τέρᾳ κινήσει τῆς χολῆς σφοδρότερον εἰκὸς ἀνάπτεσθαι τὸν πυ‐ ρετόν. ὅτι μὲν οὖν οὐ μόνον ἐπὶ τοῖς ψυχροῖς αἰτίοις ῥιγῶ‐
5σιν, ἀλλὰ κᾀπὶ τοῖς θερμοῖς, ἤδη πέφανται. διὰ τίνα δὲ τὴν αἰτίαν ἐναντιωτάταις προφάσεσι ταὐτὸν ἕπεται σύμπτω‐ μα, λεκτέον ἐφεξῆς, ἀναμνησθέντας αὖθις ὧν ἀπεδείξαμεν ὑπὲρ τῆς ἐκκρινούσης τὰ λυποῦντα δυνάμεως. οὐ γὰρ δήπου τὰ μὲν ἐν ταῖς εὐρυχωρίαις τῶν ὀργάνων ἐκκρίνει, καθάπερ
10ἐδείκνυτο τὰ κατὰ γαστέρα τε καὶ μήτραν καὶ τὰς κύστεις ἀμ‐ φοτέρας ἔντερά τε καὶ πνεύμονα καὶ ῥῖνας, ἀμελεῖ δὲ τῶν ἐν αὐτοῖς τοῖς σώμασιν ὑποτρεφομένων περιττωμάτων· ἀλλὰ κᾀκ τούτων ὁσημέραι πᾶν ἀποκρίνει τὸ περιττὸν ἀλύπως τε καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ὅταν γε νόμῳ φύ‐
15σεως διοικῆται τὸ ζῶον. ἐπειδὰν δέ τι δακνῶδες ἐν αὐτῷ συστῇ, καὶ μάλισθ’ ὅταν ἔχῃ κίνησιν ἰσχυρὰν, ἀνιᾶταί γε καὶ ἀποκρίνειν αὐτὸ σπεύδει, καθ’ ὃν ἂν ἐγχωρῇ μάλιστα
τρόπον ἐκ τοῦ σώματος αὐτοῦ τῶν μελῶν ἐκκριθῆναί τι,184

7

.

185

συναγομένων δηλονότι καὶ σφιγγομένων εἰς ἑαυτὰ τῶν μο‐ ρίων, εἶθ’ ἑκάστου τὸ κατ’ αὐτὸ μέρος τοῦ περιττώματος ὠθοῦντος. ἀλλ’ εἰ πάντα νοήσαις ἅμα τὴν κίνησιν ταύτην κινούμενα, σεισμός τις ὅλον τὸ σῶμα καταλήψεται καὶ κλό‐
5νος, ὁποῖος ἐν τοῖς ῥίγεσι φαίνεται καταλαμβάνων. ἀνάγκη γὰρ, οἶμαι, τῶν μυῶν πάντων κλονουμένων, συγκλονεῖσθαι τὰς διαρθρώσεις αὐτοῖς, ὧν κλονουμένων ἐκτάσεις τέ τινας καὶ κάμψεις ἀκουσίους συμπίπτειν, ἑτέρας οὔσης τῆς τοιαύ‐ της κινήσεως παρὰ τὴν ἐν τοῖς σπασμοῖς τε καὶ παλμοῖς. ἐν
10μὲν γὰρ τοῖς σπασμοῖς ὡσαύτως μὲν, οὐ μὴν ὑπό γε τῆς αὐ‐ τῆς δυνάμεως αἱ κινήσεις ἐπιτελοῦνται· κατὰ δὲ τοὺς παλ‐ μοὺς οὐχ ὡσαύτως, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ὅτι συνεξαί‐ ρεται τῷ μυῒ τὸ κῶλον ὑπὸ τοῦ φυσώδους διαστελλομένῳ πνεύματος· ῥιγούντων δὲ, ὡς ἀρτίως εἴρηται, πᾶν μόριον
15κινεῖται τοῦ μυὸς ἐκκαθαίροντος ἑαυτόν· κατὰ δὲ τὴν ἐκείνων κίνησιν ὅλος ὁ μῦς σειόμενός τε καὶ κλονούμενος ἅμα ἑαυτῷ
τὴν διάρθρωσιν, εἰς ἣν καταφύεται, συγκλονεῖ. τοιαύτη καὶ185

7

.

186

τοῖς κατὰ θώρακα μυσὶν ἡ κίνησις ἐν ταῖς ἀνωμάλοις γίγνεται δυσκρασίαις, καὶ διὰ τοῦτο βραχυτέρα τε καὶ κερχνωδεστέρα βὴξ αὐτοῖς ἕπεται. διασείονται γὰρ οἱ μύες ἐκκρίνειν ἐφιέμε‐ νοι τὰ λυποῦντα τῆς ἑαυτῶν σαρκὸς διὰ τῶν τοῦ πνεύμονος
5ἀρτηριῶν· ἐν δὲ ταῖς ἄλλαις βηξὶν ἐδείκνυντο σφοδρῶς ἐμπί‐ πτοντες τῷ πνεύμονι, χάριν τοῦ πολλὴν καὶ ἀθρόαν ἐκφύση‐ σιν ἐργάσασθαι. ἔτι τε βιαιότερον ἐμπίπτουσιν ἐν τοῖς πταρ‐ μοῖς, ἐξωθοῦντες ἀθρόον τὸ πνεῦμα, τὸ κατὰ τὰς ῥῖνας ἐκ‐ καθᾶραι βουλόμενοι. καὶ τοῦτο κατανοήσαντές τινες ἀσθε‐
10νεῖς μὲν τὴν δύναμιν, ἀναπτύειν δὲ τὰ κατὰ θώρακά τε καὶ πνεύμονα δεόμενοι, πταρμὸν ἑαυτοῖς κινοῦσιν ἐρεθίζοντες τοὺς μυκτῆρας, ἵνα τῷ βιαίῳ τῆς κινήσεως ἀναπτύσωσιν, ὃ κατὰ βῆχας ἐκβαλεῖν οὐκ ἠδυνήθησαν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων βηχῶν εἴρηται καὶ πρόσθεν αὐτάρκως. αἱ δὲ κατὰ
15δυσκρασίαν τῶν ἀναπνευστικῶν, ἐκ ταὐτοῦ μέν εἰσι τοῖς ῥί‐ γεσί τε καὶ ταῖς φρίκαις γένους, διαφέρουσι δὲ τῷ θάτ‐ τονα γίγνεσθαι τὴν αἴσθησιν αὐτῶν, οὐδέποτε ἡσυχαζόντων
τῶν ἀναπνευστικῶν ὀργάνων. ἐδείκνυτο γὰρ ἔμπροσθεν,186

7

.

187

ὡς καὶ τὰς καθ’ ὅλον τὸ σῶμα τοιαύτας διαθέσεις ἡ κίνησις ἐξελέγχει μάλιστα. ἐπειδὰν μὲν οὖν ὑγρὰ τὰ λυποῦντα τὴν φύσιν ὑπάρχῃ, τῷ βιαίῳ τούτῳ σεισμῷ καὶ κλόνῳ τῷ κατὰ τὴν βῆχα καὶ τὸ ῥῖγος, ὑπὸ τῆς ἐκκριτικῆς δυνάμεως ὠθού‐
5μενα φέρεται πάντῃ πρὸς τοὺς εἴκοντας τόπους, τὰ μὲν εἰς τὴν ἄνω, τὰ δὲ εἰς τὴν κάτω γαστέρα, τὰ δὲ ἐπὶ τὸ δέρμα πρὸς τοὐκτὸς, ὡς αἰσθητὴν αὐτῶν γενέσθαι τὴν κένωσιν. ἐπειδὰν δὲ πνευματώδης τις οὐσία μόνη χωρὶς ὑγρότητος ἤτοι θερμοτέρα τοῦ δέοντος ἢ ψυχροτέρα διεξέρχηται τὸ σῶμα,
10φρίττουσι μὲν δήπου τότε καὶ ῥιγοῦσιν· ἐνίοτε δὲ διὰ τὴν αὐ‐ τὴν αἰτίαν οὔτε δ’ ἐμοῦσιν οὔθ’ ἱδροῦσιν, οὔθ’ ὑποχωρεῖ τι κάτω τοῖς τοιούτοις οὐδὲν αἰσθητὸν, ὡς ἂν αὐτῶν ἐρεθι‐ ζόντων τὴν ἐκκριτικὴν δύναμιν ἀερωδῶν ὑπαρχόντων. οὕτως ἐν βαλανείοις περικαέσι, καὶ μάλιστα ἢν ἐξαίφνης τε καὶ
15ἀθρόως ἄνευ τοῦ προδιαθερμανθῆναι πλησιάσωμεν αὐτοῖς, αὐτίκα φρικώδεις γιγνόμεθα. οὕτως ὅταν εἰς τὸν ψυχρὸν ἀέρα μετέλθωμεν ἀθρόως, ἢ εἰ καὶ μὴ ἀθρόως, ἀλλὰ πολυ‐
χρονίως γε ὁμιλεῖν ἀναγκασθῶμεν, ὡς ἐν ὁδοιπορίαις ἐνίοτε187

7

.

188

συμπίπτειν εἴωθε. τοῦ τοιούτου ῥίγους ἴαμα θέρμανσίς ἐστιν, οὐχ ἱδρὼς ἢ ἔμετος ἢ διαχώρημα γαστρός. ἐπεὶ δ’, ὡς εἴρηται, καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐργάζεται ῥῖγος, ἐπὶ μὲν τῷ θερμῷ τῷ ἀερώδει ψύξις ἱκανὴ πρὸς τὴν ἴασιν· τῷ
5δὲ ὑγρῷ πυρετὸς μὲν ἐξ ἀνάγκης ἐπιγίγνεται, κένωσις δὲ ἡ ἴασίς ἐστιν. ἐπὶ δὲ τῷ ψυχρῷ τῷ μὲν ἀερώδει θέρμανσις ἴαμα· τῷ δὲ ὑγρῷ ποτὲ μὲν ἡ πέψις ἀρκεῖ μόνη, ποτὲ δὲ ἡ κένωσις, ἔστι δ’ ὅτ’ ἄμφω συμπίπτει. παλαιὸς μὲν οὖν ὁ λόγος οὗτός ἐστιν ὡς διὰ παντὸς ἕπεται ῥίγει πυρετὸς, οὐ
10μήν γε ἀληθὴς ὑπάρχει τὸ πάμπαν, οὐδ’ ἂν διορίσηταί τις αὐτὸν προσηκόντως, ὥσπερ οὖν καὶ χρὴ διορίζεσθαι φιλικῶς μᾶλλον ἐξηγουμένους τὰ τῶν παλαιῶν, οὐ δυσμενῶς ἐξελέγχον‐ τας, ἀλλ’ ὅμως οὐδ’ οὕτως ἀληθής ἐστιν ὁ λόγος, οὐδ’ ἂν διορισάμενοι φῶμεν ὅσα χωρὶς τῆς ἔξωθεν προφάσεως ἐκ τοῦ
15σώματος ἡμῶν ὁρμᾶται ῥίγη, πυρετὸν ἐξ ἀνάγκης αὐτοῖς ἀκο‐ λουθήσειν. ὦπται γὰρ οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πολλοῖς τῶν πρὸ ἡμῶν ἰατροῖς ἤδη ῥίγη συστάντα χωρὶς πυρετῶν, οὐ
μὴν ἰσχυρά γε οὕτως ἐστὶν, ὡς τὰ τῶν ἀκριβῶν προηγούμενα188

7

.

189

τριταίων ἢ τεταρταίων, ἢ τὰ κρίνοντα πυρετοὺς καυσώδεις τε καὶ θερμούς. εἴωθε δὲ τὰ τοιαῦτα ῥίγη διαίταις ἕπεσθαι μοχθηραῖς, ἐμπιπλαμένων ἀργῶς ἀνθρώπων καὶ λουομένων ἐπὶ τροφαῖς πολλάκις. ὅταν δὲ καὶ αὐτῶν τῶν ἐδεσμάτων αἱ
5ποιότητες πολλάκις ἐκ τῆς ψυχροτέρας τε καὶ φλεγματικωτέ‐ ρας ὦσι κράσεως, ἑτοιμότατον ἁλῶναι ῥίγεσιν ἀνεκθερμάν‐ τοις τοὺς οὕτω διακειμένους. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ τὸ μηδέποτε θεάσασθαι ῥίγη τοιαῦτα τοὺς παλαιοὺς ἰατροὺς, ὡς ἂν μήτε πλημμελούντων εἰς τὴν ὑγιεινὴν δίαιταν ἴσα τοῖς
10νῦν τῶν τότε, μήτε τῆς τῶν βαλανείων χρήσεως εἰς τοσοῦτον ἐπιπολαζούσης. ἀλλ’, ὡς εἴρηται ἀρτίως, τὰ τοιαῦτα ῥίγη φρικώδη μᾶλλόν ἐστιν ἢ κλονώδη. πρώτη μὲν γὰρ αἴσθη‐ σις ἡμῖν ἐπὶ τοῖς μοχθηροῖς περιττώμασιν ἀνωμαλίας γίγνεται, καὶ ὅταν γε δριμέα τὰ τοιαῦτα ὑπάρχῃ, δακνώδης ἐστὶν ἡ
15αἴσθησις· δευτέρα δὲ φρίκης μικρᾶς, εἶτα μείζονος, εἶθ’ οὕτω μεγάλης, ὡς ἤδη καὶ ῥίγους τι μετέχειν· εἶτα τοῦ ῥί‐ γους αὐτοῦ μόνου κλονοῦντός τε καὶ διασείοντος τὰ μόρια. τοῦτο τὸ ῥῖγος ἐπὶ τοῖς ψυχροῖς χυμοῖς οὐκ ἄν ποτε
γένοιτο· τὴν ἀρχὴν γὰρ οὐδὲ σφοδρῶς κινοῦνται οἱ τοιοῦτοι189

7

.

190

διὰ τὸ πάχος· εἰ δὲ λεπτυνθεῖέν ποτε καὶ οὗτοι, ῥῖγος μὲν οἴσουσιν, οὐ μὴν ἰσχυρότερον. οὐ γὰρ ἐγχωρεῖ τὴν αὐτὴν ἐπιδέξασθαι λεπτότητα φλέγμα λεπτυνθὲν, ἣν ἡ λεπτυνθεῖσα δέχεται ξανθὴ χολή. τὸ μὲν δὴ τοιοῦτον ῥῖγος οὐ πάνυ τι
5γιγνώσκουσιν οἱ παλαιοὶ ἰατροί· τὸ δ’ ἐν νοσήμασι θανατώ‐ δεσι γιγνώσκουσιν. λέγει οὖν ὁ Ἱπποκράτης ἐν ἀφορισμοῖς, ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον. ἐν γὰρ τοῖς τοιούτοις ῥίγεσιν ὥρμησε μὲν ἡ φύ‐ σις ἐπὶ τὸ διώσασθαι τὰ λυποῦντα, νικηθεῖσα δὲ καταπίπτει
10καὶ κατασβέννυται, καὶ διὰ τοῦτό ἐστιν ὀλέθριον τὸ σύμ‐ πτωμα. κατὰ δὲ τοὺς τεταρταίους ἐπίμικτον τὸ ῥῖγός ἐστιν ἐκ ψυχροῦ τε καὶ θερμοῦ. φύσει μὲν γάρ ἐστι ψυχρὸς χυμὸς ἡ μέλαινα χολὴ, σηπεδόνα δέ τινα προσλαβοῦσα, δι’ ἣν καὶ πυρετοὺς ἐξάπτει, τοσοῦτον ἐπικτᾶται θερμότητος, ὅσον καὶ
15σηπεδόνος. ὅτι μὲν οὖν ἕπεται ῥίγη κᾀν τοῖς θερμοῖς αἰτίοις
ἀπεδείξαμεν· ὅτι δὲ κᾀν τοῖς τοιούτοις ἅπασι καταψύχονταί190

7

.

191

τε καὶ λειφαιμοῦσι, μάλιστα μὲν ὅσα τοῦ σώματος ἄκρα μόρια, σὺν αὐτοῖς δὲ καὶ τὸ δέρμα σύμπαν, ὅσα τ’ ἐπιπολῆς ἐστιν ὑπ’ αὐτῷ, καὶ διὰ τίνα τὴν αἰτίαν γίγνεται, τοῦτο σκεπτέον ἐφεξῆς. ἔστι δή τις ἐκ τῶν πρώτων καὶ, ὡς ἂν εἴποι τις,
5ἡγεμονικωτάτων κινήσεων ἡ ἔσω τε καὶ ἔξω φορὰ τῆς ἐμ‐ φύτου θερμασίας, ἐπὶ πολλοῖς πάθεσι γιγνομένη ψυχικοῖς, ἅμα δ’ αὐτῇ δηλονότι καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα, ποτὲ μὲν ἔσω τε καὶ πρὸς τὴν ἀρχὴν φέρεται καὶ συστέλλεται, ποτὲ δ’ ἐκτὸς ἀποτείνεται καὶ χεῖται. αὐτῆς μὲν γὰρ τῆς ψυχῆς τὴν
10οὐσίαν ἴσως μὲν καὶ κατ’ ἄλλην τινὰ πραγματείαν ἀποφή‐ νασθαι τολμηρὸν, ἐν δὲ τῇ νῦν ἐνεστώσῃ πρὸς τῷ τολ‐ μηρῷ καὶ περιττόν. ἔοικε δ’ οὖν ἥ τις ποτ’ ἂν ᾖ, δυοῖν θάτερον, ἤτοι πρώτοις ὀργάνοις εἰς ἁπάσας τὰς ἐνεργείας χρῆσθαι πνεύματί τε καὶ αἵματι καὶ τῇ θερμασίᾳ τῇ κατὰ
15θάτερόν τε καὶ συναμφότερον, ἢ ἐν αὐτοῖς τούτοις ὑπάρ‐ χειν. ἔνεστι δὲ ἐναργῶς θεάσασθαι τὰς κινήσεις αὐτῆς ἐν ἄλλοις τε πολλοῖς καὶ μάλιστα τοῖς ψυχικοῖς πάθεσιν.
αὐτίκα φόβος τε καὶ θυμὸς, ὁ μὲν εἴσω τε καὶ πρὸς τὴν191

7

.

192

ἀρχὴν ὑπάγει καὶ συστέλλει τό τε πνεῦμα καὶ τὸ αἷμα σὺν τῷ καταψύχειν τὰ ἐπιπολῆς, ὁ δὲ ἀποτείνει τε καὶ χεῖ καὶ θερμαίνει. τὸ δ’ ἀγωνιᾷν ὀνομαζόμενον ἐξ ἀμφοῖν ὑπάρ‐ χον σύνθετον, ἀνώμαλόν ἐστι ταῖς κινήσεσι. καὶ τοίνυν
5καὶ οἱ σφυγμοὶ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας μικρό‐ τατοι μὲν καὶ ἀτονώτατοι τοῖς φοβηθεῖσι, μέγιστοι δὲ καὶ σφοδρότατοι τοῖς θυμωθεῖσιν, ἀνώμαλοι δ’ εἰσὶ τοῖς ἀγω‐ νιῶσιν. ἐπὶ δὲ τῆς αἰδοῦς εἴσω μὲν πρῶτον ἡ κίνησις γίγνεται τῆς ψυχικῆς δυνάμεως, ἐπάνοδος δ’ αὖθις ἀθρόα
10πρὸς τοὐκτὸς λαμβάνει· ὡς εἴγε μὴ ἐπανέρχοιτο, φόβος ἐστὶν, οὐκ αἰδώς. ἡ μὲν γὰρ αἰδὼς ἐξαίφνης γίγνεται, μηδὲν τῆς ψυχικῆς δυνάμεως προσδοκώσης κακὸν, ἀλλ’, ὡς ἂν εἴποι τις, ὑπὸ μαλακίας τε καὶ δειλίας συμφύτου, μὴ φερούσης ἀνθρώπου πολὺ κρείττονος ὁμιλίαν, ἀλλ’ ἀπο‐
15δρᾶναί τε καὶ εἰ οἷόν τ’ ἦν ἐκ ποδῶν γενέσθαι σπευδού‐ σης. καὶ διὰ τοῦτο μόνον ἀποχωρεῖ πρὸς τὸ βάθος, οἷον ἀποδιδράσκουσα χωρὶς τοῦ καταψύχεσθαι. τοῦ λογισμοῦ
δ’ ἐπεγείροντος καὶ παρορμῶντος τὸ παθητικὸν τῆς ψυχῆς,192

7

.

193

ὅπερ ἐστὶ τὸ φοβούμενόν τε καὶ αἰδούμενον, ἐπα‐ νέρχεταί τε καὶ κινεῖται πρὸς τὰ ἐκτὸς ἐν ὁμοίῳ μάλιστα τρόπῳ κινήσεως, ἐν οἵῳ περ ἂν ὅταν ἐπὶ ψυχρολουσίᾳ θερ‐ μασίας ἐπανάκλησις γίγνηται. ἐν δέ γε τοῖς φόβοις, ἅτε μηδ’
5ὅλως ἐπεγείροντός τε καὶ παρορμῶντος τοῦ λογισμοῦ τὸ πα‐ θητικὸν τῆς ψυχῆς, ἀεὶ καὶ μᾶλλον κατασβέννυται τὸ θερμὸν, ὥστε καὶ ῥιγοῦν ἐνίους αὐτῶν. ὅπερ δ’ ἐν φόβοις ἀθρόως, τοῦτ’ ἐν λύπαις κατὰ βραχὺ πάσχουσι, μεγέθει καὶ σφοδρό‐ τητι τῶν παθῶν, οὐχ ὅλῳ τῷ γένει διαφερόντων. καὶ τοί‐
10νυν καὶ ἀπέθανον ἤδη τινὲς ἐπὶ φόβοις ἐξαιφνιδίοις, ὅταν ἀσθενὲς φύσει ψυχάριον ἰσχυρῷ πάθει κατασχεθὲν ἀθρόως κατασβεσθῇ τε καὶ καταπνιγῇ. τὸ μὲν γὰρ σβέννυσθαι δι’ αὐτὴν τοῦ πάθους γίγνεται φύσιν ἐν τῷ καταψύχεσθαι τὴν γένεσιν ἔχοντος· τὸ δὲ καταπνίγεσθαι διὰ τὸ συννεύειν τε καὶ
15φέρεσθαι πᾶν ἐπὶ τὴν ἀρχὴν τὸ αἷμα. θυμωθεὶς δ’ οὐδεὶς ἀπέθανεν, ὡς ἂν μήτε τῆς θερμότητος καταψυχομένης μήτε τοῦ τόνου λυομένου· χαρέντες μέντοι μεγάλως ἔνιοι τῶν μι‐ κροψύχων ἀνθρώπων ἀπέθανον, ὥσπερ καὶ φοβηθέντες·
οὐ γὰρ ἅμα τόνῳ καὶ ζέσει κινεῖται πρὸς τὰ ἐκτὸς ἡ ψυχικὴ193

7

.

194

δύναμις, ἀλλ’ αὐτὸ τοὐναντίον, εἴ τι καὶ πρότερον εἶχε τό‐ νου, τοῦτο νῦν ἐκλύει τε καὶ χαλᾷ· διαφορεῖται τοιγαροῦν, ὅταν ἐπιπλεῖστον χαλασθεῖσα φέρηται πρὸς τὸ ἐκτός. ὁ δὲ πόνος ἐναντίως κινεῖσθαι τὴν ψυχὴν ἀναγκάζων ὅμοια τῷ
5μεγίστῳ φόβῳ φέρει τὰ συμπτώματα. καὶ γὰρ ἀχροοῦσι καὶ καταψύχονται καὶ ῥιγοῦσι καὶ τρέμουσι καὶ μικροσφυκτοῦσι καὶ ἀσφυκτοῦσι καὶ τέλος ἀποθνήσκουσιν ὡσαύτως τοῖς ἐκ‐ πλαγεῖσιν. ὑποφεύγει γὰρ κᾀν τούτοις ἐπὶ τὴν ἀρχὴν ἡ ἔμ‐ φυτος θερμασία λυομένη θ’ ἅμα καὶ κατασβεννυμένη. ὅπου
10δὲ θάνατον ἐπιφέρει τὰ τοιαῦτα τῶν παθῶν, οὐδὲν δήπου θαυμαστὸν εἰ καὶ λειποψυχίαν. οὔκουν οὐδ’ ὅτι τὰ λειποψυ‐ χίας ἀκόλουθα συμπτώματα, τά τε ἄλλα καὶ ἡ ἀκούσιος ἔκκρι‐ σις τῶν περιττωμάτων ἕπεται οὐδὲν ἔτι χρὴ θαυμάζειν. ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ μηκύνειν ἔτι ὑπὲρ τῶν τοιούτων,
15ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον. ὅταν οὖν ἐπὶ θερμοῖς τε ἅμα καὶ δακνώδεσι χυμοῖς γίνηται ῥῖγος, οὐδὲν θαυμαστόν ἐστι καταψύχεσθαι τὰ ἐκτὸς ἅπαντα, τῆς ψυχικῆς δυνάμεως εἰς τὸ
βάθος συννευούσης ἅμα τῷ αἵματι. γίγνεται γὰρ αἴσθησις194

7

.

195

τηνικαῦτα τῆς τῶν ἐκτὸς ψύξεως, οὐ τῆς τῶν ἐν τῷ βάθει. καὶ γὰρ διψῶσιν ἰσχυρῶς ἔνιοι κατ’ ἐκεῖνον τὸν καιρὸν, ὡς ἂν τῆς ἔνδον θερμασίας διαφυλαττομένης αὐτοῖς. ὅτι δὲ εὐ‐ λόγως τὰ τοιαῦτα τοῖς ῥιγοῦσι συμβαίνειν εἴωθεν, ἔνεστι κᾀν‐
5τεῦθεν συλλογίσασθαι. εἰ γὰρ καθ’ ἕν τι μέρος ἐρείδουσαι σφοδρότερον ὀδύναι λειποψυχίας τε ἅμα καὶ καταψύξεις ἐπι‐ φέρουσιν, οὐδὲν ἂν εἴη θαυμαστὸν τὰς καθ’ ὅλον ἅμα τὸ σῶμα συνισταμένας, εἰ καὶ μὴ τὰς λειποψυχίας τε καὶ τοὺς θανάτους, ἀλλὰ τάς γε καταψύξεις ἐργάζεσθαι. εἰσὶ γὰρ
10ὁμογενεῖς καὶ ταῖς ἄλλαις ἁπάσαις ὀδύναις αἱ κατὰ τὸ ῥῖγος, ἀπολείπονται δὲ τῶν ἀναιρουσῶν μεγέθει καὶ χρόνῳ. καὶ γὰρ ἐλάττους εἰσὶ πολλῷ καὶ βραχυχρόνιοι. κωλικὴ μέντοιγε πολλάκις ὀδύνη δυοῖν ἐφεξῆς ἡμερῶν κατέσχε· ῥῖγος δ’ ὅσῳ‐ περ ἂν ᾖ σφοδρότερον, τοσοῦτον ὀλιγοχρονιώτερον γίγνεται.
15προσέοικε γὰρ ἡ κατ’ αὐτὸ κίνησις τῆς ψυχῆς οὐ τῇ κατὰ τοὺς φόβους, ἀλλὰ μᾶλλόν πως τῇ κατὰ τὴν αἰδῶ τε καὶ ψυχρο‐ λουσίαν. ἀναμάχεται γοῦν ἡ δύναμις καὶ διαγωνίζεται πρὸς τὰ λυποῦντα, μέχρι περ ἂν ἐκμοχλεύσῃ τε καὶ διώσηται
πάντα. διά τε οὖν τὰς σφοδρὰς ἐμπτώσεις, καὶ ὅτι195

7

.

196

κατὰ τὸ βάθος ἀθροισθεῖσα μετὰ πολλῆς ἐπανέρχεται θερμα‐ σίας, τὸν ἐπὶ τοῖς ῥίγεσι πυρετὸν ἐξάπτει, τὴν ὕλην ἔχουσα σύμμαχον εἰς τὸ μέγεθος αὐτοῦ. εἰ δέ ποτε διαγωνι‐ ζομένη φθάσειε καμεῖν αὕτη, πρὶν διώσασθαι τὰ λυποῦντα,
5γίγνεται μὲν γὰρ καὶ τοῦτο δι’ ἀῤῥωστίαν δυνάμεως, ἢ μέγε‐ θος αἰτίου, θάνατος ἐξ ἀνάγκης ἀκολουθεῖ, καθάπερ ἔμ‐ προσθεν εἴρηται. Ὁπότε οὖν ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἐπιθῶμεν ἤδη τὴν κεφαλὴν αὐτῷ, βραχέσι κεφαλαίοις ἅπαντά
10τε τὰ προειρημένα περιλαβόντες, ὅσα τε λείπεται προσθέντες. αἱ μὲν βῆχες καὶ οἱ πταρμοὶ καὶ αἱ λύγγες καὶ τὰ ῥίγη τῆς ἐκκριτικῆς δυνάμεως ἰσχυραὶ καὶ βίαιοι κινήσεις εἰσίν· οἱ δὲ σκορδινισμοὶ καὶ αἱ χάσμαι τῆς αὐτῆς μὲν, ἀλλὰ μέτριαι· με‐ τριώτεραι δὲ κᾀν ταῖς φρίκαις αἱ κινήσεις εἰσί· καὶ πολὺ δὴ
15τούτων μετριώτεραι αἱ κατὰ τὰς ἀνωμαλίας κινήσεις, ὥστε σχεδὸν οὐδὲ κινήσεις εἴποι τις τὰς τοιαύτας, ἀλλ’ αἰσθήσεις μόνον ὑπάρχειν, οἷαί περ καὶ αἱ κατὰ τοὺς ἑλκώδεις κόπους
αἰσθήσεις εἰσί. καὶ τούτων μᾶλλον ἔτι ἐν τῷ κνηστιᾷν.196

7

.

197

αἴσθησις γὰρ ἐν τούτῳ τῷ συμπτώματι μόνον ἐστὶ περιττω‐ μάτων κνησμωδῶν· οὐδὲ γὰρ ὀνομάσαι δυνατὸν ἄλλως αὐτὰ, πλὴν εἰ νιτρώδη καὶ ἁλμυρά τις ἢ πικρὰ προσαγορεύειν ἐθέ‐ λοι, τοιαύτη γὰρ ἡ φύσις αὐτῶν. ἔνεστι δὲ μαθεῖν περὶ
5αὐτῶν ἀπό τε τῶν ἔξωθεν, οἷον ἀκαλήφης τε καὶ σκίλλης καὶ ἅλμης καὶ θαλάττης, ὅσα τ’ ἄλλα τοιαῦτα καὶ τούτων οὐ‐ δὲν ἧττον ἀπ’ αὐτῶν τῶν κατὰ τὸ σῶμα. τοῖς γὰρ ἀλου‐ τοῦσι καὶ ῥυπῶσι καὶ ἀπεπτοῦσι καὶ τροφὰς κακοχύμους ἐσθίουσι κνηστιᾷν συμβαίνει, καὶ πολὺ δὴ μᾶλλον ἐν ψώραις
10τε καὶ λέπραις, ὅτι πλείων τε καὶ παχύτερος ὁ χυμὸς ἐν ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο κνῶνται μὲν ἐπὶ πλεῖόν τε καὶ μᾶλλον ἁπάντων ἄνευ τῆς τοιαύτης διαθέσεως κνη‐ στιώντων· ὀνίνανται δ’ οὐδὲν οὐδ’ ἂν ἐκδείρωσιν ἑαυτοὺς κνώμενοι σφοδρότατα, διὰ τὸ μένειν ἐν αὐτοῖς ἐμπεπλασμέ‐
15νον τε καὶ, ὡς ἂν εἴποι τις, ἐσφηνωμένον ἐν τῷ δέρματι τὸν λυποῦντα χυμόν. οὔτε γὰρ ὀλίγος οὗτος οὔτε λεπτός ἐστιν, ὡς ἐπὶ τῶν ἀλουτησάντων μόνον ἢ ῥυπώντων, ἀλλὰ καὶ πλεῖστος καὶ παχὺς, ἐνίοτε δὲ καὶ γλίσχρος. ἅπαντα γοῦν τὰ
τοιαῦτα συμπτώματα κακοχυμίας ἐστὶν ἔγγονα, διαφέροντα197

7

.

198

δὲ ποιότητι καὶ ποσότητι τῆς αἰτίας, ἔτι τε πρὸς τούτοις ἡσυχίᾳ τε καὶ κινήσει. ὀλίγη μὲν γὰρ καὶ λεπτὴ καὶ ἁλ‐ μυρὰ καὶ ἀκίνητος ἐν τοῖς κνηστιῶσιν· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ ἀκίνητος ἐπὶ τοῖς ἑλκώδεσι κό‐
5ποις· πολλὴ δὲ καὶ παχεῖα καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν λέπραις τε καὶ ψώραις· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ βραχεῖαν ἔχουσα τὴν κίνησιν ἐν ταῖς φρίκαις. εἰ δ’ ἤτοι κινηθείη σφοδρῶς ἢ πλείων ἢ δακνωδεστέρα γένοιτο, ῥῖγος, οὐ φρίκην ἐπιφέρει, μέγιστον μὲν ἡ πλείστη τε
10καὶ σφοδροτάτη καὶ δακνωδεστάτη καὶ σφοδρότατα κινου‐ μένη, ἐλάχιστον δὲ, εἰ καθ’ ἕν τι τούτων μετρίως αὐξηθὲν ἐκ φρίκης εἰς ῥῖγος μεταπέσοι. πάμπολλαι δὲ ἄλλαι με‐ ταξὺ τοῦ τ’ ἐλαχίστου ῥίγους ἐστὶ καὶ τοῦ μεγίστου, τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσαι παρά τε τὸ
15μᾶλλον καὶ ἧττον κινεῖσθαι τὴν αἰτίαν καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι δακνώδη, καὶ προσέτι τὴν ἐν τῇ ποσότητι διαφορὰν, ἔτι τε πρὸς τούτοις ἤτοι παρὰ τὸ πάσαις ταῖς εἰρημέναις διαφοραῖς, ἢ παρὰ
τό τισιν ἤ τινι τὴν ποιοῦσαν τὸ ῥῖγος αἰτίαν ηὐξῆσθαι.198

7

.

199

ταυτὶ μὲν οὖν ἅπαντα τὰ συμπτώματα περὶ τὸ δέρμα καὶ τὰς ὑπ’ αὐτὸ σάρκας ἀθροιζομένης τῆς αἰτίας εἴωθε συνίστασθαι. βῆχες δὲ καὶ πταρμοὶ καὶ λύγγες, αἱ μὲν βῆ‐ χες ἐν τοῖς κατὰ πνεύμονά τε καὶ φάρυγγα καὶ θώρακα
5τῶν αἰτίων συνισταμένων· οἱ πταρμοὶ δὲ ἐν τοῖς κατὰ τὰς ῥῖνας· λύγγες δὲ ἐν τοῖς κατὰ γαστέρα καὶ στόμαχον. ἐν ἅπασι δὲ τοῖς εἰρημένοις κοινὸν ἡ τῶν λυπούντων ἐκκριτικὴ δύναμις, ἑαυτὴν ἐπεγείρουσα πρὸς τὰς σφοδροτάτας κινήσεις ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα, καθάπερ ἔμπροσθεν εἴ‐
10ρηται τά τ’ ἄλλα περὶ τῆς γενέσεως αὐτῶν καὶ ὅτι κατὰ συμ‐ βεβηκός ποτε καὶ ὁ πταρμὸς τῶν κατὰ πνεύμονα συνεστώτων ὑγρῶν ἴαμα καθίσταται, μὴ γινόμενος ἐκείνων ἕνεκεν. οὕτω δὲ καὶ κατὰ τὴν γαστέρα καὶ τὸν στόμαχον, ἐφ’ οἷς αἱ λύγγες συνίστανται, κατὰ συμβεβηκὸς ἐκκαθαίρουσιν οἱ πταρμοὶ, καὶ
15ταύτῃ γίγνονται λυγγῶν ἰάματα. συνεπωθοῦσι γὰρ τὴν κοι‐ λίαν οἱ κατεπιγάστριοι μύες ἐκτεινόμενοί τε καὶ προστέλλον‐ τες, ὡς βιαιοτέραν γίνεσθαι τὴν ἔμπτωσιν αὐτοῖς τοῖς λυποῦ‐
σιν αἰτίοις, ἃ διώσασθαι σπεύδει. εἴρηταί μοι σχεδὸν ἅπαντα199

7

.

200

τὰ τῶν ψυχικῶν ἐνεργειῶν τε καὶ δυνάμεων συμπτώματα σὺν ταῖς ἀπογεννώσαις αἰτίαις αὐτά· κατὰ μέντοι τὸ πρῶτον ὑπόμνημα τῶν ἐν ταῖς φυσικαῖς ἐνεργείαις τε καὶ δυνάμεσι γιγνομένων συμπτωμάτων οὐδενὸς ἐπεμνήσθην, ἐν
5δὲ τῷ δευτέρῳ τῷδε κατὰ τὴν κοινωνίαν τοῦ λόγου λέ‐ λεκταί τι καὶ περὶ ἐκείνων ἐπ’ ὀλίγον, ἀλλά γε τὸν τέ‐ λεόν τε καὶ ἴδιον αὐτοῖς λόγον ἀποδώσομεν ἐν τῷ τρίτῳ τῷ μετὰ τοῦτον. Νυνὶ δὲ πρὸς τὸ πάνθ’ ἡμῖν ἐν τοῖς δύο
10συμπεπληρῶσθαι τὰ ταῖς ψυχικαῖς δυνάμεσι γενόμενα συμ‐ πτώματα, καὶ περὶ τῶν κατὰ τὰς ἡγεμονικὰς ἐνεργείας ἐροῦμεν. ἔστι μὲν οὖν κᾀν ταύταις τρία τὰ πρῶτα γένη τῶν συμπτωμάτων· ἓν μὲν ἀπώλεια τῆς ἐνεργείας· ἕτε‐ ρον δὲ βλάβη· τὸ δὲ τρίτον εἰς ἑτέραν ἰδέας ἐκτροπήν.
15ἀπώλεια μὲν ἐν ταῖς καλουμέναις μωρώσεσί τε καὶ λή‐ θαις. ὦπται γὰρ οὐκ ὀλιγάκις ὡς εἰς ἀπόστασίν τινα κατασκήψαντα νοσήματα μώρωσιν ἢ λήθην ἐπήγαγεν.
ἐνίους γοῦν καὶ γράμματα καὶ τέχνας τελέως ἐπιλαθο‐200

7

.

201

μένους ἐθεασάμεθα καὶ μηδὲ τῶν σφετέρων ὀνομάτων με‐ μνημένους, ὁποῖόν τι καὶ ὁ Θουκυδίδης φησὶν ἐν τῷ λοιμῷ συμβῆναι· τινὰς γὰρ τῶν διασωθέντων ἀγνοῆσαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους. ὤφθησαν δὲ καὶ
5διὰ γῆρας ἔσχατον ἔνιοι παραπλησίοις ἁλόντες συμπτώμα‐ σιν· ᾧ καὶ δῆλον, ὡς ἐπὶ καταψύξει γίνεται καὶ μώρωσις καὶ λήθη. καὶ γὰρ οὖν καὶ τὰ φάρμακα τὰ τῶν τοιού‐ των συμπτωμάτων ποιητικὰ ψυχρὰ ταῖς δυνάμεσίν ἐστι. τὰ μὲν δὴ τοιαῦτα συμπτώματα τὸ σῶμα αὐτὸ κατεψύχ‐
10θαι δηλοῖ τοῦ ἐγκεφάλου, ὥσπερ καὶ τὰ ἀποπληκτικὰ καὶ τὰ ἐπιληπτικὰ διὰ φλεγματώδους χυμοῦ πλῆθος ἐν ταῖς κοιλίαις αὐτοῦ τοῦ ἐγκεφάλου συναθροισθέντος ἔοικε γί‐ γνεσθαι. καὶ διὰ τοῦτο ἐξαιφνίδιος ἥ τε γένεσις αὐτῶν ἐστι καὶ ἡ λύσις, οὐδαμῶς τούτου συμβῆναι δυναμένου
15κατὰ τὰς τῶν σωμάτων δυσκρασίας. αἱ δὲ μέτριαι βλά‐ βαι καὶ οἷον νάρκαι τοῦ λογισμοῦ τε καὶ τῆς μνήμης ἐπὶ βραχυτέρᾳ καταψύξει συμβαίνουσιν, ἤτοι διά τι τῶν
εἴσω τοῦ σώματος ληφθέντων φαρμάκων ψυχρῶν, ἢ κατὰ201

7

.

202

τῆς κεφαλῆς ἐπιτεθέντων, ἢ καὶ χυμοῦ ψυχροῦ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένου· καὶ παραφροσύναι δὲ πᾶσαι, πλημμελεῖς ὑπάρχουσαι κινήσεις τῆς ἡγεμονικῆς δυνάμεως, ἐπὶ μοχθηροῖς συνίστανται χυμοῖς ἢ δυσκρασίᾳ τῶν κατὰ
5τὸν ἐγκέφαλον. ὀνομάζονται δὲ φρενίτιδες μὲν αἱ μετὰ πυρετῶν, μανίαι δὲ αἱ χωρὶς τούτων, ποτὲ μὲν τοῖς δακνώδεσι καὶ θερμοῖς ἑπόμεναι χυμοῖς, ὁποῖος ὁ τῆς ξαν‐ θῆς χολῆς ἐστι μάλιστα, πολλάκις δὲ κατὰ τὴν δυσκρα‐ σίαν τὴν ἐπὶ τὸ θερμότερον αὐτοῦ τοῦ ἐγκεφάλου συνι‐
10στάμεναι μόναι δ’ αἱ μελαγχολικαὶ παράνοιαι ψυχρότερον ἔχουσι τὸν αἴτιον χυμόν. ἡ μὲν γὰρ φρενῖτις οὐδὲ ἁπλῶς ἐπὶ θερμοῖς συνίσταται χυμοῖς, ἀλλὰ μετὰ τοῦ φλεγμονὴν ἐργάζεσθαι κατά τε τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας. ἐν δὲ τοῖς ἄλλοις πυρετοῖς αἱ παραφροσύναι πληθύνοντος ἐν
15ἐγκεφάλῳ γίγνονται τοῦ τοιούτου χυμοῦ· καὶ ὅσαι γε κατὰ τὰς ἀκμὰς συνίστανται τῶν ὀξυτάτων πυρετῶν, ἀτ‐ μὸν δακνώδη καὶ θερμὸν ἀναθυμιώμενον ἴσχουσιν ἐπὶ τὸν
ἐγκέφαλον. αἱ δὲ μελαγχολικαὶ παράνοιαι πολυειδεῖς202

7

.

203

μέν εἰσι ταῖς κατὰ μέρος ὑπούλοις φαντασίαις, ἓν δ’ αὐταῖς ἔοικεν ἁπάσαις ὑπάρχειν κοινὸν, ὃ πρὸς Ἱπποκρά‐ τους εἴρηται· ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχου‐ σα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. δυσθυμοῦσι γὰρ
5ἅπαντες ἀλόγως, οὐδ’, ἢν ἐρωτήσῃς, ἔχοντες εἰπεῖν ἐφ’ ὅτῳ λυποῦνται, δεδίασί τε ἐξ αὐτῶν οὐκ ὀλίγοι θάνατόν τε καὶ ἕτερά τινα μηδενὸς ἄξια δείματος· εἰσὶ δὲ οἳ καὶ σφοδρῶς ἐπιθυμοῦσι θανάτου. τό γε μὴν ἐπὶ τῇ μελαίνῃ χολῇ καταλαμβανούσῃ τὴν ἀρχὴν τῆς λογικῆς ψυχῆς φό‐
10βους τε γίγνεσθαι καὶ δυσθυμίας καὶ θανάτου προσδοκίας, οὐδὲν θαυμαστόν. ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ σώ‐ ματος οὐδὲν οὕτως ἡμῖν φοβερὸν, ὡς τὸ σκότος. ὅταν οὖν οἷον σκότος τι περιχυθῇ τῷ λογιστικῷ μορίῳ τῆς ψυ‐ χῆς, ἀναγκαῖον ἀεὶ φοβεῖσθαι τὸν ἄνθρωπον, ὡς ἂν ἀεὶ
15τὴν αἰτίαν τοῦ φόβου συμπεριφέροντα τῷ σώματι· ὅπερ γὰρ ἡμῖν ἔξωθεν γίνεται κατὰ χρόνον τινὰ, βαθυτάτου σκότους καταλαβόντος τὸν πέριξ ἀέρα, τοῦτο τοῖς με‐
λαγχολῶσιν ἔνδοθέν τε κᾀξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται,203

7

.

204

καταλαβούσης τὸν ἐγκέφαλον ἤτοι τῆς μελαίνης χολῆς αὐτῆς, ἤ τινος ἀναθυμιάσεως ἀτμοῦ μελαγχολικοῦ, κα‐ θάπερ ἐν τῷ νοσήματι τῷ φυσώδει τε καὶ ὑποχονδριακῷ
προσαγορευομένῳ.204

7

.

205

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΣΥΜΠΤΩ‐
t2ΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.
1 Ὅτι δὲ ὅσα κατὰ τὰς φυσικὰς ἐνεργείας τε καὶ δυνάμεις ἀποτελεῖται συμπτώματα τὴν αὐτὴν μὲν ἔχει μέθοδον τῆς εὑρέσεως, ἥνπερ καὶ τὰ ταῖς ψυχικαῖς ἐνεργείαις ἐπιγινόμενα, κάλλιον μὲν ἴσως ἐστὶ κᾀν τοῖς τού‐
5των εἴδεσι γυμνάσασθαι κατὰ μέρος, ὥσπερ κᾀν τοῖς τῶν ψυχικῶν ἐγυμνασάμεθα. τὸ μὲν δὴ κεφάλαιόν ἐστι τῆς εὑρέσεως ἁπάντων τῶν αἰτίων ὅσα λυμαίνεται ταῖς δυνά‐
μεσιν ἡ γνῶσις τοῦ τρόπου καθ’ ὃν ἐνήργουν ὑγιαίνουσαι.205

7

.

206

εἰ μὲν γὰρ τῷ τρίβειν ἡ γαστὴρ ἔπεττε τὰ σιτία, περὶ τὸ τρί‐ βειν ἐμποδισθεῖσα τὰ τῆς πέψεως ἀποτελέσει συμπτώματα· μηδ’ ὅλως μὲν τρίψασα, τὸ μηδ’ ὅλως πέψαι· μοχθηρῶς δὲ τρίψασα, τὸ μοχθηρῶς πέψαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον,
5εἰ τῷ σήπειν ἔπεττεν, οὐ πέψει τῷ μὴ σῆψαι. εἰ δ’, ὡς ἡμεῖς ἀπεδείξαμεν, αὐτὴ μὲν ἡ πέψις ἀλλοίωσίς ἐστι κατὰ ποιότητα, γίγνεται δὲ ὑπὸ τῆς γαστρὸς ὁμοιούσης ἑαυτῇ τὰ σιτία, παντί που δῆλον, ὡς ἡ περὶ τὴν ἀλλοίωσιν ἀποτυχία σύμπτωμα γενήσεται πέψεως. εἰ μὲν δὴ μηδ’ ὅλως
10ἀλλοιωθείη, καλεῖται μὲν ἀπεψία τὸ σύμπτωμα, καθάπερ ἀκινησία τε καὶ ἀναισθησία περὶ τὰ τῆς ψυχῆς ἔργα, σημαι‐ νουσῶν ἀπώλειάν τε καὶ στέρησιν τῆς ἐνεργείας τοῦ πρώτου μορίου τῆς ψυχῆς. εἰ δ’ ἀλλοιωθείη, οὐχ ὡς προσῆκε δὲ, ἀπεψία μὲν καὶ τοῦτο καλεῖται· σημαίνει δ’ οὐ στέρησιν ὡς
15πρότερον, ἀλλὰ κάκωσιν μόνην. οὔσης δὲ καὶ αὐτῆς τῆς κακώσεως διττῆς, ἢ τῷ βραδύνειν τε καὶ μηδέπω δέχεσθαι τὴν οἰκείαν μεταβολὴν, ἢ τῷ διεφθάρθαι παντάπασιν, ὡς
μηδ’ ὅλως δύνασθαι τὸν ἐκ τῆς φύσεως κόσμον δέξασθαι,206

7

.

207

βραδυπεψίαν μὲν ὀνομάζουσι τὴν προτέραν· ἡ δευτέρα δὲ οὐδὲν ἴδιον ὄνομα κέκτηται. τοσαῦται μὲν οὖν αἱ βλάβαι τῆς πέψεως. αἰτίαι δὲ αὐτῶν, κοινὴ μὲν ἡ τῆς ἀλλοι‐ ούσης δυνάμεως ἀποτυχία τοῦ σκοποῦ. διῄρηται δ’ αὕτη
5κατ’ εἴδη τε καὶ γένη. τὰ μὲν δὴ πρῶτα δύο γένη τῆς ἀπο‐ τυχίας εἰσὶ τὸ μὲν ἕτερον ἡ δύναμις αὐτὴ πεπονθυῖα, τὸ δὲ ἕτερον ἔξωθέν τις πλημμέλεια. διαιρεῖται δὲ ἑκάτερον, ἡ μὲν τῆς δυνάμεως βλάβη κατὰ τρόπον διττὸν, ἤτοι διὰ τὴν ἑαυτῆς οὐσίαν ἢ διά τι νόσημα τῶν ὀργανικῶν· ἡ δ’ ἔξω‐
10θεν πλημμέλεια τριττὴ μὲν καὶ αὐτή· ἡ μὲν ἐν τοῖς κατὰ τὴν γαστέρα περιττώμασιν· ἡ δὲ ἐν τοῖς σιτίοις· ἡ δὲ ἐν τῷ χρόνῳ τῶν ὕπνων. ἀλλ’ αἱ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν τῆς δυνάμεως βλάβαι δυσκρασίαι τινές εἰσι τῶν δραστικῶν ποιο‐ τήτων· αἱ δ’ ἀπὸ τῶν ὀργανικῶν νοσημάτων ἐρυσιπέλασι
15καὶ οἰδήμασι καὶ φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ἀποστήμασι καὶ ἄνθραξι, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα νοσήματα περὶ τὴν γαστέρα συνίσταται. διὰ ταῦτα
μὲν δὴ πάντα κακῶς ἡ γαστὴρ πέττει, τῆς δυνάμεως αὐτῆς ᾗ207

7

.

208

πέττει βλαπτομένης, ἐν μὲν ταῖς δυσκρασίαις κατὰ τὴν οἰ‐ κείαν ἑαυτῆς οὐσίαν, ἐν δὲ τοῖς ἄλλοις νοσήμασιν, ὅσα μὲν ἁπλῶς ἐστιν ὀργανικὰ, παραποδιζομένης μόνον, ὅσα δὲ ἐκ δυσκρασιῶν τε καὶ ὀργανικῶν σύνθετα, κατ’ ἀμφοτέρους τοὺς
5τρόπους. ἐπὶ ταύταις ταῖς προφάσεσιν ἡ γαστὴρ κακῶς πέτ‐ τει, κᾂν μηδὲν τῶν ἄλλων πλημμελῆται τῶν ἔξωθεν. τὸ ἔμ‐ παλιν δὲ τῆς γαστρὸς αὐτῆς μηδὲν πεπονθυίας, οὐ πέττει τὸ ζῶον ἤτοι διὰ πλῆθος ἄμετρον ἐδεσμάτων τε καὶ πομάτων ἢ διὰ ποιότητα μοχθηρὰν ἢ δι’ ἀκαιρίαν ἢ δι’ ἀταξίαν ἢ περίτ‐
10τωμα φαῦλον ἢ ὕπνον ὀλίγον. ἀλλ’ ἐπὶ μὲν ταῖς μοχθηραῖς τῶν σιτίων ποιότησι καὶ τοῖς περιττώμασιν, ὅσα κατὰ τὴν γαστέρα συνίσταται, μετὰ διαφθορᾶς ἀπεπτοῦσιν, ἔστι δ’ ὅτε καὶ δι’ ἀταξίαν τε καὶ ἀκαιρίαν. λέγω δὲ ἀταξίαν μὲν, εἰ μῆλα καὶ ῥοιὰς, εἰ οὕτως ἔτυχε, πρῶτα, τελευταῖα δὲ
15προσφέροιντο λάχανα δι’ ἐλαίου καὶ γάρου· ἀκαιρίαν δ’, εἰ ἕωθεν, πρὶν ὑπελθεῖν καλῶς τὴν προτέραν τροφὴν, ἢ πρὸ ὀλίγου τῶν γυμνασίων ἀριστήσειεν. αἱ διαφθοραὶ δὲ κνι‐
σώδεις μὲν ἐπὶ τοῖς θερμοτέροις τε καὶ χολωδεστέροις ἐδέσμασι208

7

.

209

συμπίπτουσιν· ὀξώδεις δὲ ἐπὶ τοῖς ψυχροτέροις φύσει καὶ φλεγματωδεστέροις. οὕτω δὲ κᾀπὶ τοῖς περιττώμασιν ὀξώ‐ δεις μὲν ὅσα φλεγματικὰ καὶ ψυχρά· κνισώδεις δὲ ὅσα θερμά τε καὶ πικρόχολα. καὶ αὐτὴ δὲ ἡ γαστὴρ ἐπὶ μὲν τοῖς ψυ‐
5χροτέροις νοσήμασι τὰς ὀξώδεις, ἐπὶ δὲ τοῖς θερμοτέροις τὰς κνισώδεις ἐργάζεται μεταβολάς. βραδυπεψίας δὲ ἐργάζεται τὰ δυσδιάφθαρτα μὲν, ὑπὲρ τὴν δύναμιν δὲ ἢ ὑπὲρ τὸν ὕπνον. ὅταν δὲ χωρὶς τοῦ διαφθαρῆναι στέρησις παντελὴς γένηται πέψεως, ἰστέον ἐν τῷδε νενικῆσθαι τὴν γαστέρα τε‐
10λέως ἤτοι διὰ πλῆθος ἄμετρον, ὡς πρὸς τὴν ἀσθένειαν τῆς δυνάμεως, ἢ διὰ ψύξιν ἰσχυράν· ἀπεπτεῖ γὰρ ἐν ταῖς τοιαύ‐ ταις καταστάσεσιν ἡ γαστὴρ, ὡς μηδ’ ἐπιχειρεῖν ὅλως πέψαι. ταῦτ’ οὖν ἔστω σοι παραδείγματα καὶ τῆς ἐν τοῖς ἀγγείοις ἀπεψίας. εἰς γὰρ τοὺς αὐτοὺς αὖ τρόπους ἀνάξεις κᾀκείνας,
15καὶ πρὸς ἐκείναις γε τὰς κατὰ τὴν τρίτην πέψιν, αἷς ἡ θρέψις ἕπεται τοῦ σύμπαντος ὄγκου, τὴν αὐτὴν ἀναλογίαν ἐχούσης πρὸς μὲν τὰς φλέβας τῆς ἐκ κοιλίας εἰς αὐτὰς ἀναδιδομένης
τροφῆς, πρὸς δὲ τὰς σάρκας τῆς ἐκ τῶν φλεβῶν εἰς ἐκείνας,209

7

.

210

ἥνπερ εἶχε τὰ ἐσθιόμενά τε καὶ πινόμενα πρὸς τὴν γαστέρα. ταῦτ’ οὖν ἅπαντα ἡμῖν ἐνεδείξατο προγιγνωσκόμενος ὁ τῆς πέψεως τρόπος. ὅτι γὰρ ἡ ἐκ τῶν τεσσάρων στοιχείων τοιάδε τις κρᾶσις, ἡ καὶ τὴν ἰδιότητα τοῦ τῆς γαστρὸς ἐργα‐
5σαμένη σώματος, αἰτία τῆς ἀλλοιώσεώς ἐστι τῶν σιτίων, ἐπιστάμενοι, καὶ ὅτι πλείστην εἰς τοῦτο δύναμιν εἰσφέρεται τὸ θερμὸν στοιχεῖον, ἐποδηγήθημεν εἰς τὴν εὕρεσιν τῶν ἐν ταῖς ἀπεψίαις αἰτίων. ἔστι δὲ οὐ μόνον ἐν ταῖς ἀπεψίαις, ἀλλὰ καὶ κατὰ τὰ σύμπαντα τῶν συμπτωμάτων γένη, τὸ μὲν
10οἷον ἀπώλεια τῆς ἐνεργείας ἢ στέρησις ἢ ὡς ἄν τις ἑτέρως ὀνομάζειν ἐθέλοι· τὸ δὲ οἷον ἀτελὴς καὶ ἐλλιπὴς ἐνέργεια· τὸ δὲ μοχθηρά τε καὶ πλημμελής. ἐν μὲν οὖν τῇ γαστρὶ, καθάπερ ἀρτίως εἴρηται, στέρησις μὲν τῆς ἐνεργείας ἐστὶν, ὅταν μηδ’ ἐπὶ βραχύτατον ἀλλοιωθῇ τὰ σιτία· πέψις δὲ ἐλλι‐
15πὴς ἐν ταῖς βραδυπεψίαις, ὥσπερ γε καὶ ἡ μοχθηρὰ καὶ ἡ πλημμελὴς ἐν ταῖς διαφθοραῖς. κατὰ δὲ τὰς φλέβας ἡ μὲν τῆς ἐνεργείας στέρησις ἐν τοῖς παντάπασιν ὠμοῖς χυμοῖς·
ἡ δὲ ἐλλιπὴς ἐνέργεια κατὰ τοὺς ἡμιπέπτους· ἡ δ’ αὖ210

7

.

211

πλημμελὴς ἐν ταῖς κακοχυμίαις. οὕτω δὲ καὶ καθ’ ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ μὲν οἷον στέρησις ἐν τοῖς ὠμοῖς κατ’ ἐκεῖνα χυμοῖς· ἡ δ’ οἷον ἐλλιπὴς ἐν τοῖς ἡμιπέπτοις· ἡ δὲ μοχθη‐ ρὰ κατὰ τὰς ἐν αὐτοῖς κακοχυμίας. ἐκ τούτων τῶν κακο‐
5χυμιῶν ἐρυσιπέλατά τε καὶ καρκῖνοι καὶ γάγγραιναι γίγνονται, φαγέδαιναί τε καὶ ἄνθρακες, καὶ ἕρπητες, ὅσα τ’ ἄλλα τοι‐ αῦτα. κατὰ δὲ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφία μὲν ἡ στέρησις τῆς ἐνεργείας· ἐλλιπὴς δὲ θρέψις ἡ ἰσχνότης· μοχ‐ θηρὰ δὲ ἡ ἐν ταῖς λεύκαις τε καὶ κατὰ τὸν ἐλέφαντα προσα‐
10γορευόμενον. αἱ δὲ αἰτίαι τῶν λελεγμένων ἁπάντων συμ‐ πτωμάτων αἱ αὐταὶ κατὰ τὸ γένος εἰσὶ ταῖς ἔμπροσθεν ἐπὶ τῆς γαστὸς εἰρημέναις, ἔνιαι μὲν αὐτῶν εἰς ἀῤῥωστίαν δυνά‐ μεως, ἔνιαι δὲ εἰς τὴν τῆς τροφῆς πλημμέλειαν, αἱ τρίται δ’ εἰς ἐπιτηδεύματά τε καὶ τὰ προσπίπτοντα τοῖς ζώοις ἔξωθεν
15ἀναγόμεναι. καὶ κατά γε τὸν αὐτὸν ἐκείναις τρόπον αἱ ἀῤ‐ ῥωστίαι τῆς δυνάμεως, αἱ μὲν οἰκεῖαι ταῖς τῶν ὁμοιομερῶν δυσκρασίαις, αἱ δ’ οὐκ οἰκεῖαι τοῖς ὀργανικοῖς ἕπονται νοσή‐
μασιν. αἱ δὲ πλημμέλειαι τῆς τροφῆς εἰς πλῆθός τε καὶ211

7

.

212

ποιότητα χυμῶν διαιροῦνται, καθάπερ, οἶμαι, καὶ αἱ τῶν ἐπιτηδευμάτων τε καὶ τῶν ἔξωθεν ὁμιλούντων εἰς ἀταξίαν τε καὶ ἀκαιρίαν τινά. ἐπιτηδεύματα δὲ καλῶ νῦν ἱππασίας, ἁλιείας, ἀφροδίσια, λουτρὰ, περιπάτους, πλοῦς, κυνηγέσια,
5καὶ ἅπανθ’ ἁπλῶς ἐν οἷς ἐνεργοῦμέν τι τῷ σώματι. χρὴ δ’ οὐκ αὐτῶν δήπου μόνον τῶν συμπτωμάτων διαγνωστικόν τε ἅμα καὶ τῆς γενέσεως εὑρετικὸν εἶναι τὸν ἰατρὸν, ἀλλὰ καὶ τοῦ τρόπου τῆς γενέσεως αὐτῶν ὡς ἐν τῇ διαφορᾷ τέ‐ τακται τῶν ποιητικῶν αἰτίων. οὐ γὰρ εἰ μηδ’ ὅλως ἔπεψε
10μόνον ἡ γαστὴρ ἐπίστασθαι προσῆκεν, ἀλλὰ καὶ διότι, πότε‐ ρον δι’ ὑπερβάλλουσαν ἀσθένειαν τῆς πεπτικῆς δυνάμεως, ἢ διά τι πλῆθος ἄμετρον, ἢ μοχθηροτάτην τινὰ σιτίων ποιό‐ τητα. τὸ μὲν γὰρ ἐπὶ τοῖς σιτίοις σύμπτωμα ῥᾳδίως ἐπα‐ νορθοῦται· τὸ δ’ ἐπὶ ταῖς ἐσχάταις καταπτώσεσι τῆς δυ‐
15νάμεως εἰς λειεντερίαν ἢ τὸν καλούμενον τυμπανίαν ὕδερον ἀφικνεῖται· καὶ κατὰ φλέβας δὲ ὡσαύτως οὐ μόνον ἀποτυ‐
χίαν αἱματώσεως ἐπισκοπεῖν χρὴ, ἀλλὰ καὶ διότι γίγνεται·212

7

.

213

πότερον δι’ ἀῤῥωστίαν τῆς αἱματοποιοῦ δυνάμεως, οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὴν ὀνομάζειν, ἢ διὰ πλῆθός τι χυμῶν ἀπέ‐ πτων τε καὶ ψυχρῶν ἐκ τῆς γαστρὸς ἀναδιδομένων· εὐίατον μὲν γὰρ τοῦτο, θάτερον δ’ εἰς ὕδρωπα τελευτᾷ.
5κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῇ σαρκί. διὰ μὲν γὰρ τοὺς ὠμοὺς χυμοὺς οἱ ἐκ νοσημάτων ἀνέδην ἐμφορούμενοι φυσώ‐ δεις τε καὶ ὑδαλέοι τὴν ὅλην ἕξιν ἀποτελοῦνται· διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως οἱ ἀνὰ σάρκα προσαγορευόμενοι τῶν ὑδέρων. ἅπασαι μὲν οὖν αἱ μεγάλαι δυσκρασίαι κατα‐
10βάλλουσι τὴν δύναμιν· ἀλλ’ αἱ μὲν ἐπὶ τῷ ψυχρῷ κρατοῦντι τὰ ψυχρὰ τῶν παθῶν ἐργάζεσθαι πεφύκασιν· αἱ δὲ ἐπὶ τῷ θερμῷ τἀναντία. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῆς ὑπολοίπου γιγνώσκειν ἀντιθέσεως καὶ συζυγίας. ἐν ἁπάσαις δ’, ὡς εἴ‐ ρηται, κοινὸν ἡ μεγίστη τοῦ κατὰ φύσιν ἐκτροπή. τὸ γὰρ
15μηδ’ ὅλως ἐνεργῆσαι περὶ τὰ σύμμετρά τε καὶ συνήθη σιτία μεγίστην ἐνδείκνυται τῆς γαστρὸς τὴν δυσκρασίαν· ἀλλ’ εἰ μὲν δι’ ὑπερβάλλουσαν θερμότητα συμβαίνει τὸ τοιοῦτον, εὐθὺς
καὶ διαφθείρεται τὰ σιτία, κοινὴν μέν τινα διαφθορὰν ἐπὶ τὸ213

7

.

214

κνισῶδες· ἰδίαν δὲ ἕκαστον, ὡς ἂν φύσεως ἔχῃ. τὰ μὲν γὰρ οἷον βρώμου τινὸς ἢ βορβόρου διαφθειρόμενα· τὰ δὲ ἰχθύων τινῶν ὠμῶν ἢ ἀῤῥήτου τε καὶ ἀλλοκότου σηπεδόνος ἐξόζει. διαμεῖναι γὰρ ἀσήπτῳ θερμαινομένῳ σφοδρῶς οὐδενὶ
5τῶν ἐδεσμάτων δυνατόν· εὐθὺς δὲ δήπου καὶ διψῶσιν ἀμέ‐ τρως οἱ οὕτω διακείμενοι καὶ πυρέττουσιν ἐνίοτε λεπτοὺς καὶ μικροὺς ἑκτικοὺς πυρετούς· εἰ δὲ διὰ ψύξιν ἄμετρον ἀπόλοιτο παντάπασιν ἡ πέψις τῶν σιτίων, ἄδιψοί τέ εἰσι καὶ ἀπύρετοι, καὶ αὐτῶν τῶν σιτίων ἀκριβεῖς ἀποσώζουσι τὰς ποιότητας,
10εἴτ’ ἐρυγγάνειν ἐθελήσειαν, εἴτε καὶ ἐμεῖν. εἰ δὲ καὶ βραχεῖά τις ἐνέργεια παρὰ τὴν πέψιν αὐτῶν γένοιτο, καὶ ἡ τῶν σι‐ τίων φύσις ἤτοι τῆς μέσης εἴη κράσεως ἢ τῆς ψυχροτέρας, ὀξυρεγμιώδεις ἀποτελοῦνται. θερμοτέρων δὲ κατὰ κρᾶσιν ὄντων ἢ καὶ φύσει φυσωδεστέρων, ἐμπίπλαται πνεύματος ἀτ‐
15μώδους ἡ γαστήρ. εἰς μὲν δὴ τὰς τοιαύτας δυσκρασίας ἐγχω‐ ρεῖ διὰ ταχέων αὐτὴν ἀφικέσθαι· καθ’ ὑγρότητα δὲ καὶ ξηρό‐ τητα δύσκρατος εἰς τοσοῦτον, ὡς ἀπολέσαι τὴν ἐνέργειαν,
οὐκ ἄν ποτε γένοιτο γαστὴρ, ἄνευ χρόνου παμπόλλου· καὶ214

7

.

215

χρὴ προηγήσασθαι τῆς μὲν ὑγρότητος ὕδερον· τῆς δὲ ξηρό‐ τητος ἤτοι γῆρας ἢ μαρασμόν. ἀλλὰ τὰς μὲν τοιαύτας διελέσθαι διαφορὰς πραγματείας ἑτέρας ἐστίν. Ἐπὶ δὲ τὴν καθεκτικὴν δύναμιν ἰτέον ἤδη.
5γίγνεται γὰρ κατὰ ταύτην ἡ μὲν πρώτη διαφορὰ τῶν συμπτω‐ μάτων τριττὴ, ἤτοι μηδ’ ὅλως περιστελλομένη, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς. τῷ μὲν οὖν μηδ’ ὅλως ἢ ἀῤῥώστως περιστέλ‐ λεσθαι πνευματώσεις τε καὶ κλύδωνες ἀκολουθοῦσι· πνευμα‐ τώσεις μὲν, ἐπειδὰν τὰ σιτία φυσώδη καὶ ἡ γαστὴρ ὑπάρχῃ
10μὴ πάνυ τι ψυχρά· κλύδωνες δὲ, ὅταν ἤτοι μηδὲν ἐν αὐτῇ περιέχηται πνευματοῦσθαι δυνάμενον, ἢ καταψυχθῇ σφο‐ δρῶς, οὐδένα γὰρ ἀτμὸν ἡ τοιαύτη γεννᾷ διάθεσις. πρόδη‐ λον δὲ, ὡς οὐκ ἄνευ πόματος ὁ κλύδων γίγνεται τῇ γαστρί. τοῦ δ’ ἄτονον εἶναι ἐσχάτως αὐτὴν αἰτία νόσος ἐστὶν, ἡ μὲν
15ὡς ὁμοιομεροῦς μορίου τῆς γαστρὸς, ἡ δὲ ὡς ὀργανικοῦ. περὶ δὲ τῶν πλημμελῶν κατ’ αὐτὴν κινήσεων ὅτι μὲν ἤτοι τρομώδεις τινές εἰσιν ἢ παλμώδεις ἢ οἷον κλονώδεις
ἢ σπασμώδεις, εἴρηται πρότερον ἐν τῷ περὶ τῆς τῶν215

7

.

216

συμπτωμάτων διαφορᾶς· ὁποία δέ τις ἑκάστη τῶν εἰρημένων ἐστὶ κινήσεων, ἥ τις τε ἡ καθ’ ἑκάστην αὐτῶν αἰτία, διὰ τοῦ προτέρου δεδήλωται λόγου. νυνὶ δὲ τοσοῦτον ἔτι προσθε‐ τέον, ὡς ἐπιμίγνυται τά τε νοσήματα καὶ τὰ συμπτώματα τῆς
5καθεκτικῆς καὶ ἐκκριτικῆς δυνάμεως. αὐτίκα ἡ οἷον σπασμώ‐ δης κίνησις τῆς γαστρὸς, ἥπερ ἐν τῷ λύζειν συμπίπτει, σπα‐ σμὸς μὲν ἀκριβῶς οὐκ ἔστιν, ὅς γε μόνοις γίγνεται τοῖς μυσὶν, (ἡ δέ γε γαστὴρ οὔτ’ αὐτὴ μῦς ἐστιν οὔτε ὁ στόμαχος αὐτῆς) οἷον σπασμὸς δέ τις, ἀμφοτέρων κοινόν τι σύμπτωμα τῶν
10δυνάμεων· τῆς μὲν καθεκτικῆς, ὅτι μοχθηρῶς τε καὶ οὐ κατὰ φύσιν ἡ γαστὴρ λύζουσα περιστέλλεται τοῖς σιτίοις· τῆς δὲ ἐκ‐ κριτικῆς, διότι πρώτως ἐκείνης αὐτῆς ἐστιν ἡ κίνησις ἡ πλημ‐ μελὴς, ἀποτρίψασθαί τι τῶν λυπούντων ἐφιεμένης. ἔστι δὲ οὐχ ἡ αὐτὴ κίνησις, ὅτι μηδὲ ἡ αὐτὴ διάθεσις, ἐμοῦσί τε καὶ
15λύζουσιν. ἐν μὲν γὰρ τοῖς ἐμέτοις τὰ κατὰ τὴν εὐρυχωρίαν ἐκκρίνουσιν· ἐν δὲ τῷ λύζειν τὰ κατ’ αὐτὸ τῆς γαστρὸς
τὸ σῶμα, παραπλησίας τῆς τε διαθέσεως καὶ τῆς κινήσεως216

7

.

217

γιγνομένης, οἵαν καὶ τοῖς βήττουσι κατὰ δυσκρασίαν ἐδείκνυ‐ μεν γίγνεσθαι, πάντων τῶν μορίων τῆς κοιλίας ἐκθλιβόντων τὸ λυποῦν αὐτά. διὰ τοῦτο τοῖς τε ῥιγώσασι τὴν γαστέρα τὸ τοιοῦτον σύμπτωμα γίγνεται καὶ τοῖς πεπέρεως ἀθροώ‐
5τερον λαβοῦσιν ἤ τι θερμὸν οὕτω φάρμακον, εἶτ’ ἐπιπίνουσι θερμὸν ποτὸν, καὶ μᾶλλόν γε γίγνεται λύζειν αὐτοῖς, ὅταν ἀκριβῶς ᾖ λεπτὸν τὸ πέπερι, μᾶλλον γὰρ ἐγκαταδύεται τὸ τοιοῦτον αὐτῷ τῷ σώματι τῆς κοιλίας. οὕτω δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα ψύχοντά τε καὶ θερμαίνοντα τῷ σώματι
10τῆς γαστρὸς ἐγκαταβαίνει, τὸ λύζειν ἕπεται, πρώτως μὲν τῆς ἐκκριτικῆς δυνάμεως κίνησίς τις οὖσα πλημμελὴς, δευτέρως δὲ καὶ τῆς καθεκτικῆς τε καὶ περισταλτικῆς ὀνομαζομένης. οὕτως δὲ καὶ αἱ ναυτίαι καὶ οἱ ἔμετοι τῆς ἐκκριτικῆς δυνάμεως κινήσεις εἰσὶ πλημμελεῖς, ἐπὶ τῷ τὰ λυποῦντα τὸ σῶμα τῆς
15γαστρὸς ὅτι τάχιστα κενῶσαι διὰ τοῦ στομάχου. παραπλή‐ σιον δὲ τούτῳ σύμπτωμά ἐστι καὶ τὸ κατὰ τὰς λειεντερίας, ὅταν ὑπό τινος ἡ γαστὴρ ἤτοι δάκνοντος ἢ βαρύνοντος λυπῆ‐
ται, τοῦτ’ ἀποκρίνειν εὐθέως ἐφιεμένη. ὄντων δὲ αὐτῇ δυοῖν217

7

.

218

στομάτων, ἄνω μὲν τοῦ κατὰ τὸν στόμαχον, ἐν δὲ τοῖς κάτω τοῦ κατὰ τὸν πυλωρὸν, ἐφ’ ὁπότερον ἂν αὐτῶν ῥέπῃ τὸ λυποῦν, ἐκείνῳ συγχρῆται πρὸς τὴν ἔκκρισιν. εἰ δ’ ὅλῃ ποτὲ αὐτῇ συμβαίη τοιαύτη διάθεσις, ἀμφοτέροις ἅμα χρῆται
5τοῖς στόμασιν, ὡς ἐν ταῖς χολέραις. ἡ δὲ λοιπή τε καὶ τε‐ τάρτη δύναμις αὐτῆς ἡ ἑλκτικὴ συμπτώμασιν ἁλίσκεται τριτ‐ τοῖς μὲν καὶ αὐτὴ κατὰ γένος· ἤτοι μηδ’ ὅλως ἕλκειν δυνα‐ μένη τὰ σιτία, καὶ καλεῖται τὸ τοιοῦτον σύμπτωμα στομά‐ χου παράλυσις· ἢ μόγις ἕλκουσα, καθ’ ὃν χρόνον ἄρχεται μὲν
10παραλύεσθαι, παρεῖται δ’ οὐδέπω· καὶ τρίτον ἐπὶ τούτοις, ἐπειδάν τι πλημμελῶς. αἱ πλημμελεῖς δὲ κινήσεις εἴρηνται πολλάκις, ὥσπερ οὖν καὶ αἱ διαθέσεις ἐφ’ αἷς γίγνονται. συμβαίη δ’ ἐνίοτε καὶ βλάστημά τι σαρκῶδες κατὰ τὸν στόμα‐ χον, οἷα κᾀκτὸς ὁρᾶται πολλάκις γενόμενα, ὡς ἤτοι παντά‐
15πασιν ἀποφράξαι τὴν ὁδὸν τῶν σιτίων, ἢ παραβλάψαι κατά τι. καλεῖται δ’ ὀργανικὰ τὰ τοιαῦτα νοσήματα, καὶ διῄρη‐ ται περὶ αὐτῶν ἐν τῇ περὶ τῆς τῶν νοσημάτων δια‐
φορᾶς. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἔχειν ἡ γαστὴρ ἕλκει μὲν218

7

.

219

ἄνωθεν εἰς ἑαυτὴν διὰ τοῦ στομάχου, κάτω δὲ ἐκκρίνει· παρὰ φύσιν δὲ διατεθεῖσα κᾀκ τῶν κάτωθέν τι μετα‐ λαμβάνει. καὶ γὰρ καὶ κλυστὴρ ἐπανῆλθέ τισιν ὡς ἐμεθῆναι, καὶ κόπρος ἐν τοῖς ὀλεθρίοις εἰλεοῖς. ἄμεινον γὰρ οὐχ ἕλκειν
5αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπολαμβάνειν, ἀλλὰ δέ‐ χεσθαι μόνον ὅσον ἂν ὑπὸ τῶν ἐντέρων ἀναθλιβόντων βιαίως ἄνω φέρηται. κατὰ φύσιν μὲν γάρ ἐστιν ἐν τοῖς ἐντέροις, ἤδη γὰρ καὶ περὶ τούτων λέγειν καιρὸς, ἡ περιστολὴ, καθά‐ περ ἐν ἑτέροις ἐπιδέδεικται, καὶ ταύτῃ χρώμενα προωθεῖ τὴν
10τροφὴν ἄχρι τοῦ κάτω πέρατος. ἐν διαθέσεσι δέ τισιν, ὅταν ἡ περισταλτικὴ κίνησις ἄρξηται κάτωθεν, ἡ φορὰ τῶν περιε‐ χομένων ἐν αὐτοῖς ἄνω γίγνεται. οὕτω καὶ χυμός τις δριμὺς ἐνίοτε κατενεχθεὶς ἐπὶ τὴν ἕδραν, ἤτοι κατ’ ἀγορὰν διατρι‐ βόντων ἢ κατ’ ἄλλό τι χωρίον ἢ πρᾶξιν, ἧς οὐχ οἷόν τε ἦν
15ἀπαλλαγῆναι, βιαίως ἐπισχεθεὶς, ἀνηνέχθη πάλιν ἄνω, καὶ τήν τε γαστέρα δάκνει καὶ τὴν κεφαλὴν ἀναθυμιώμενος πλη‐ ροῖ, τὴν μὲν ἀρχὴν τῆς κινήσεως ἀπὸ τοῦ σφιγκτῆρος λα‐
βὼν ὀργάνου ψυχικοῦ, τοὐντεῦθεν δ’ ἑκάστου τῶν ἐντέρων219

7

.

220

ὠθοῦντός τε αὐτὸ πάλιν ἀφ’ ἑαυτοῦ πρὸς τὸ ὑπερκείμενον, ἐν οἵῳ τρόπῳ πρότερον εἰς τὸ κάταντες ὠθοῖτο. κατὰ δὲ τὸν αὐτὸν ἐνίοτε τρόπον καὶ ἡ φῦσα κατασχεθεῖσα παλιν‐ δρομεῖ. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ κλύσματός τι καὶ κό‐
5πρου ταῖς οὕτω βιαίοις περιστολαῖς τῶν ἐντέρων ἐπαναφέρε‐ ταί ποτε εἰς γαστέρα παρὰ φύσιν, εἶθ’ οὕτως ὁρμᾶται πρὸς ἔκκρισιν. αἱ δὲ ἕτεραι κινήσεις αὐτῶν ἐκ μὲν τοῦ γένους εἰσὶ τῶν κατὰ φύσιν, ἤτοι δ’ ἐλλιπεῖς εἰσιν ἢ πλημμελεῖς, καὶ διὰ τοῦτο καὶ συμπτώματα. ληπτέον δὲ αὐτὰς ἀνάλογον ταῖς
10ἐπὶ τῆς γαστρὸς εἰρημέναις. οὕτω δὲ καὶ ἡ τῆς κινήσεως αὐ‐ τῶν στέρησις, οὐ σμικρότατον οὖσα σύμπτωμα· καὶ γένοιτ’ ἄν ποτε καὶ διὰ τοιαύτην αἰτίαν εἰλεὸς, ὥσπερ γε καὶ οἱ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν οὐδ’ ὅλως ἐπιτρέψουσι φέρεσθαι κάτω τοῖς περιττώμασιν, ἔστι δ’ ὅτε ἐλλιπῶς· ἀλλὰ καὶ
15σκληρὰ κόπρος ἔν τινι τῶν ἐντέρων ἕλικι σφηνωθεῖσα κωλύ‐ σειεν ἄν ποτε διεξέρχεσθαι κάτω τὴν ὑπερκειμένην κόπρον.
καὶ φυλάττεται κᾀνταῦθα τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἡ220

7

.

221

ἀναλογία πάντων τῶν συμπτωμάτων τῶν τοῖς ἐντέροις ἤτοι διὰ δυσκρασίαν τινὰ συμβαινόντων, ἢ δι’ ὄγκους οὐ κατὰ φύσιν, ἢ δι’ αὐτὰ τὰ περιεχόμενα περιττώματα. οὔκουν οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν ὑπὲρ αὐτῶν λόγον ἄμεινον, ἀλλ’
5ἐφ’ ἕτερόν τι αὐτῶν γένος ἰέναι συμπτωμάτων καιρός. Ἔστιν οὖν τι φυσικὸν ἔργον ἀνάδοσις τρο‐ φῆς, ἐκ κοιλίας μὲν εἰς ἧπαρ, ἐξ ἥπατος δὲ εἰς ὅλον τὸ σῶμα. καὶ δέδεικται καὶ περὶ ταύτης, ὡς ἕλκοντος ἑκάστου μορίου τὴν οἰκείαν ἑαυτῷ τροφὴν ἐπιτελεῖται. συμπτώματα δὴ
10τριττὰ καὶ περὶ τὴν τοιαύτην ἐνέργειαν ἔσται, ποτὲ μὲν ἐλλι‐ πῶς, ἢ μοχθηρῶς, ποτὲ δὲ οὐδ’ ὅλως ἐπιτελουμένην. αἱ δὲ αἰτίαι τριτταὶ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἤτοι δυσκρα‐ σίαι τῶν ἑλκόντων, ἢ νοσήματα ὀργανικὰ τῶν αὐτῶν τού‐ των, ἢ τῆς ἀναδιδομένης τροφῆς μοχθηρία. αἱ μὲν οὖν
15δυσκρασίαι τὴν δύναμιν ἄῤῥωστον ἀποτελοῦσιν, τὰ δὲ ὀργανικὰ νοσήματα τὰς ὁδοὺς στενοχωρεῖ. τῆς τροφῆς δ’ ἡ μοχθηρία πάχος τέ ἐστι καὶ γλισχρότης· περὶ δὲ τῆς διαγνώ‐
σεως αὐτῶν οὐ νῦν λέγειν καιρὸς, ἀλλ’ ἐπὶ τὰς διακρίσεις τῶν221

7

.

222

περιττωμάτων ἰτέον. εἰσὶ δὲ κᾀν ταύταις αἰτίαι τριτταί· μία μὲν ἡ τῶν ἐκκαθαιρόντων αὐτὰ μορίων ἀτονία· δευτέρα δὲ ἡ στενοχωρία τῶν ὁδῶν· ἡ δ’ ὑπόλοιπος τοῦ περιττώ‐ ματός ἐστιν αὐτοῦ μοχθηρία. τῆς μὲν οὖν ἀτονίας αἰτία δυσ‐
5κρασία τετύχηκεν οὖσα· τῆς δὲ στενοχωρίας ἔμφραξις ἢ ὄγκος τις τῶν ὀργάνων. ἀλλὰ τῶν μὲν ὄγκων αἴτιον ὑπάρ‐ χει ῥεῦμα χυμῶν εἰς αὐτὸ κατασκῆπτον τὸ σῶμα τῶν ὀργάνων· τῆς δὲ ἐμφράξεως ἤτοι πάχος ἢ γλισχρότης τῶν χυμῶν ἢ βλαστήματα· τῶν περιττωμάτων δ’ αὐτῶν ἡ μοχθηρία πλῆ‐
10θός ἐστι καὶ πάχος καὶ γλισχρότης. ὄντων δὲ τριῶν περιτ‐ τωμάτων τῆς ἐν ταῖς φλεψὶ πέψεως, ἑνὸς μὲν τοῦ πικροχό‐ λου, δευτέρου δὲ τοῦ μελαγχολικοῦ, καὶ τρίτου τοῦ ὀῤῥώ‐ δους, τὸ μὲν πικρόχολον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐκκαθαίρει· τὸ δὲ μελαγχολικὸν ὁ σπλήν· τὸ δὲ ὀῤῥῶδες οἱ νεφροί.
15καὶ τοίνυν καὶ καθαρθήσεται φαύλως ἕκαστον ἢ διά τι τῶν οἰκείων ὀργάνων ἀῤῥωστῆσαν, ἢ τῶν ὁδῶν στεγνωθεισῶν ὁπωσοῦν, ἅτε δὴ διττῶν ὑπαρχουσῶν τῶν ὁδῶν, ἑτέρων
μὲν δι’ ὧν ἕλκεται τὸ περιττὸν, ἑτέρων δὲ δι’ ὧν ἐκκρίνεται,222

7

.

223

κατ’ ἀμφοτέρας ἡ στενοχωρία βλάψει τὴν διάκρισιν· ἔστι δ’ ὅτε τούτων μὲν οὐδὲν ἐβλάβη· τὸ δὲ πλῆθος τοῦ περιττώμα‐ τος, ὅταν ἄμετρον ᾖ, πᾶν ἐκκαθαρθῆναι μὴ δυνάμενον, ἅμα τῷ αἵματι φέρεται πανταχόσε τοῦ σώματος. τῆς δὲ ἀμετρίας
5αὐτοῦ διττὸν αἴτιον, ἥ τ’ ἀλλοιωτικὴ δύναμις οὐ καλῶς δια‐ κειμένη καὶ τῶν ἐδεσμάτων ἡ μοχθηρία· τοῦ μὲν δὴ βεβλά‐ φθαι τὴν δύναμιν ἡ δυσκρασία τῶν μορίων αἰτία, καθάπερ εἴρηται πολλάκις· ἡ δὲ τῶν ἐδεσμάτων μοχθηρία καθ’ ἕκαστον τῶν περιττωμάτων ἐστὶν ἰδία· τὰ μὲν γὰρ μελαγχολικώτερα
10φύσει, τὰ δὲ ὑδατωδέστερα, τὰ δὲ πικρόχολα ταῖς οὐσίαις ἐστὶν, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις διῄρηται. καὶ μέν γε καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἡ δυσκρασία πρὸς μὲν τὸ θερ‐ μότερον ἐκτρεπομένη ποτὲ μὲν τὸ πικρόχολον, ἔστιν ὅτε δὲ τὸ μελαγχολικὸν ἀποτελεῖ περίττωμα· δέδεικται δ’ ἐν ἑτέροις
15ὁποῖόν ἐστιν ἑκάτερον· ἐπὶ δὲ τὸ ψυχρότερον, ἤτοι φλεγματι‐ κώτερον ἢ ὑδατωδέστερον. ἀκολουθήσει δ’ ἑκάστῳ τῶν πε‐ ριττωμάτων οἰκεία τοῦ συμπτώματος ἰδέα, τῇ μὲν ὠχρᾷ
πλεοναζούσῃ καθ’ ὅλον μὲν τὸν ὄγκον ἴκτεροι, καθ’ ἓν δέ τι223

7

.

224

μέρος ἐρυσιπέλατά τε καὶ ἕρπητες· τῇ μελαίνῃ δὲ καθ’ ὅλον μὲν τὸν ὄγκον ἐλέφας, καθ’ ἓν δέ τι μέρος ὁ καρκῖνος· τῷ φλεγματώδει δὲ καθ’ ὅλον μὲν τὸν ὄγκον ὁ λευκοφλεγμα‐ τίας ὀνομαζόμενος ὕδερος, ἐν ἑνὶ δέ τῳ μορίῳ τὸ καλούμε‐
5νον οἴδημα, λέγουσι δὲ οὕτω τὸν ἀνώδυνόν τε καὶ χαῦνον ὄγκον, ὀῤῥώδεσι δὲ περιττώμασι πλεονάζουσιν, ὅ τ’ ἀσκί‐ της ὀνομαζόμενος ὕδερος ἕπεται, ἔτι τε φλυκταινῶν γενέ‐ σεις ἐν ἐκείνοις τοῖς τοῦ ζώου μέρεσιν, εἰς ἅπερ ἀνηνέχθη τὰ περιττά. οὕτω μὲν ἐπειδὰν εἰλικρινὲς ἕκαστον αὐτῶν πλεο‐
10νάζῃ, μιγνυμένων δ’ ἀλλήλοις τε καὶ τῷ αἵματι πάμπολλαι συμπτωμάτων τε καὶ νοσημάτων ἰδέαι συνίστανται, περὶ ὧν οὐκ ἀναγκαῖον ἐν τῷδε μηκύνειν, ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέρχεσθαι. Τῶν φυσικῶν ἐνεργειῶν ἡ πρώτη τε καὶ
15ἀναγκαιοτάτη σχεδὸν ἁπασῶν ἡ θρέψις ἐστὶν, εἶδός τι τῆς ἀλλοιωτικῆς ἐνεργείας ὑπάρχουσα. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τὴν γαστέρα πέψις ἀλλοίωσις· ἔστι δὲ καὶ ἡ ἐν ταῖς φλεψίν·
ἔστι δὲ καὶ ἡ καθ’ ἕκαστον μόριον, ἐφ’ ᾗ τετάρτη τις ἀλλοίωσις,224

7

.

225

ἣν ἐξομοίωσιν ὀνομάζουσιν, οὐ ταὐτὸν μὲν ὄνομα τῇ θρέψει, τὸ δὲ ἔργον οὐχ ἕτερον. ἀποτυγχάνεται δὲ καὶ ἡ θρέψις, ἤτοι μηδ’ ὅλως, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς γιγνομένη, διά τε τὴν θρεπτικὴν δύναμιν, ἧς τὸ γένος ἐστὶν ἡ ἀλλοιωτικὴ, ἢ
5διὰ τὴν τῆς ὕλης ἔνδειαν, ἢ μοχθηρίαν· ἔνδειαν μὲν ἐν ταῖς ἀτροφίαις, ὅσαι τε ἐλλιπῶς καὶ ὅσαι στερητικῶς ὀνομάζονται· μοχθηρίαν δὲ, ὡς ἐν ἐλέφασί τε καὶ λεύκαις, ὅσα τ’ ἄλλα τοιαῦτα. συμβαίνει γὰρ ἐν τῷ προσφύεσθαι τὴν τροφὴν ταῖς σαρξὶν, ἐπειδὰν φλεγματικώτερον ὑπάρχῃ τὸ αἷμα, καὶ τὴν
10σάρκα γίνεσθαι φλεγματικωτέραν. οὐ γὰρ ταὐτόν ἐστιν αὐτῇ σαρκί τε εἶναι καὶ φλεγματικῇ σαρκί· ὥσπερ οὐδὲ ταὐτόν ἐστι σαρκί τε εἶναι καὶ μελαγχολικῇ σαρκί· καὶ νὴ Δία γε πι‐ κροχόλῳ τε καὶ εὐκράτῳ τε καὶ δυσκράτω, καὶ κατὰ τὰς πρώτας ὀνομαζομένας ποιότητας, ὑγροτέρᾳ τε καὶ ξηροτέρᾳ
15καὶ θερμοτέρᾳ καὶ ψυχροτέρᾳ. πιστεύσεις δὲ τῷ λόγῳ βε‐ βαιότερον, ἐννοήσας τῶν ζώων τὰς σάρκας ἐναίμων τε καὶ ἀναίμων, καὶ πρὸς τούτοις τῶν ἑρπετῶν, ὅσα κατὰ τὸ ἔαρ
ὁρᾶται γεννώμενα, καὶ μάλιστ’ αὐτῶν ὅσα βοτάναις χλωραῖς225

7

.

226

ἔοικεν. ἀλλὰ τούτων μὲν ἡ σὰρξ ὁμοιοτάτη ταῖς πόαις ἐστίν· ἑτέρων δὲ λευκὴ καὶ ἄναιμος, ὥσπερ τῶν καράβων τε καὶ πολυπόδων, ἄλλων τε ἄλλη τις· οὐδὲ γὰρ ὀνομάσαι τὰς διαφορὰς αὐτῶν ἔνεστιν, οὕτως ἄπειροι τὸ πλῆθος ὑπάρχου‐
5σιν. ὅταν οὖν, ὡς ἐλέγομεν, ὑπὸ φλεγματικοῦ τε ἅμα καὶ γλί‐ σχρου τοῦ αἵματος ἡ σὰρξ τρέφηται χρόνῳ πολλῷ, σὰρξ μὲν ἔτι μένει, μεταλλάττεται δ’ αὐτῆς ἡ διαφορὰ καὶ πρὸς ἑτέραν ἰδέαν ἐκτρέπεται, καὶ γίνεται μεταξὺ τῶν ἐναίμων σαρκῶν καὶ ἀναίμων. ἐπειδὰν δὲ τοιαύτη καταστῇ, συμβαίνει λοι‐
10πὸν αὐτῇ μηδ’ ἐπιχειρεῖν ἔτι τὴν ἐπιφερομένην ἑαυτῇ τροφὴν εἰς ἐρυθρὰν σαρκὸς ἰδέαν μεταβάλλειν, οὐ μᾶλλον ἢ πολύ‐ ποσί τε καὶ καράβοις· ἐν τούτῳ δὴ καὶ τάχιστα λευκή τε γί‐ γνεται πᾶσα καὶ φλεγματώδης, ὅταν αὐτή τε μηκέτι δύνηται τὴν τροφὴν εἰς ἐρυθρότητα μεταβάλλειν, ἐπιῤῥέει τε τὸ φλεγ‐
15ματῶδες ἐκεῖνο. οἵαν οὖν ἐξ ἀρχῆς ὁ κάραβος ἔχει τὴν σάρκα καὶ σχεδὸν ἅπαντα τὰ ὄστρεα, τοιαύτην ἐκ μεταπτώσεως ἴσχουσιν οἱ ταῖς λεύκαις ἁλισκόμενοι· καὶ γὰρ ὀνομάζουσιν
οὕτω τὸ πάθημα τῆς σαρκὸς ἀπὸ τῆς χροιᾶς τὴν ὀνομασίαν226

7

.

227

θέμενοι· τῆς δέ γε μελαίνης σαρκὸς ἅμα καὶ ὀχθώδους ἀπὸ τοῦ ζώου τοῦ ἐλέφαντος ἐποίησαν τοὔνομα. γίγνεται δὲ κᾀ‐ κείνη κατὰ τὸν αὐτὸν τρόπον τῇ λεύκῃ, χρόνῳ παμπόλλῳ με‐ λαγχολικῆς ἐπιῤῥεούσης τροφῆς τῇ σαρκί. τῶν δὲ ἀλφῶν ἡ
5γένεσις ὁμοειδὴς μέν ἐστι τοῖς εἰρημένοις πάθεσιν, οὐ μὴν αὐ‐ τῆς γε δι’ ὅλου πεπονθυίας τῆς σαρκὸς, ἀλλ’ ἐπιπολῆς τοῦ δέρματος οἷον λεπίδες τινὲς ἐπιπεπήγασιν οἱ ἀλφοὶ, λευκοὶ μὲν ἐκ φλεγματικοῦ, μέλανες δὲ ἐκ μελαγχολικοῦ γινόμενοι χυ‐ μοῦ. πηλίκα δὲ δύναται τροφὴ, καὶ ὡς μέγιστα πρὸς ἀλ‐
10λοίωσιν σαρκὸς, εἴρηται καὶ Ἀριστοτέλει μεμνημένῳ χωρίων, ἐν οἷς ἀλλοιοῦται τὰ βοσκήματα μεθιστάμενα χρόαν τε καὶ ἄλλας αἰσθητὰς διαφοράς. ὅσοι δ’ οὐ συγχωροῦσιν ὑπὸ τροφῆς ἀλλοιοῦσθαι τὰ τρεφόμενα, κρατουμένου γὰρ οὐ κρα‐ τοῦντος ὄνομα ὑπάρχειν τὴν τροφὴν, οὔτε περὶ τῆς κατὰ τὰ
15ζῶα μεταβολῆς οὔτε πολὺ μᾶλλον ἔτι περὶ τῆς κατὰ τὰ φυτὰ δύνανται λέγειν ὑγιὲς μηδὲν, ἀλλ’ ἀποροῦνται παντάπασιν ὑπὸ τῶν πραγμάτων ἐναργῶς ἅπασι φαινομένων. τὰ μὲν γὰρ τοῦ
Περσικοῦ φυτοῦ τοῦ μετακομισθέντος ἐκ Περσῶν εἰς Αἴγυπτον227

7

.

228

οὐδεὶς ἀγνοεῖ· θανάσιμον μὲν ἦν κατὰ τὴν Περσίδα, μετα‐ κομισθὲν δὲ εἰς Αἴγυπτον μετέβαλε τὸ κινδυνῶδες, καθάπερ, οἶμαι, καὶ τὸ τῶν παρ’ ἡμῖν ἀμπέλων, ὡς ὑπαλλάττουσαι τὰ χωρία διάφορον ἐκφέρουσι τὸν οἶνον· τὰ δὲ τῶν ἄλλων φυ‐
5τῶν οἱ τὰ γεωργικὰ ἀναγράψαντες ἐδήλωσαν, ὥσπέρ γε καὶ τὰ τῶν βοτανῶν οἱ τὰ βοτανικά· μετακομιζόμεναι γὰρ ἐξ ἑτέρων χωρίων εἰς ἕτερα πολλάκις οὐδὲ δυοῖν σταδίοιν διά‐ στημα κατὰ πολλὰς ἀλλοιοῦνται διαφοράς. ἐχρῆν οὖν ὅσοι φάσκουσι κρατουμένου καὶ ἀλλοιουμένου καὶ μεταβαλλομένου
10τὴν τροφὴν ὑπάρχειν ὄνομα, μὴ τοῦτο μόνον ἐπίστασθαί τε καὶ λέγειν, ἀλλὰ καὶ περὶ λεύκης γενέσεως ἐπιχειρῆσαι διελ‐ θεῖν. ἤτοι γὰρ τρεφομένη σὰρξ αἰτία τοῦ παθήματος, ἢ τὸ τῆς τροφῆς μοχθηρόν. ἀλλ’ εἴπερ οὐχ ἡ τροφὴ, βούλονται γὰρ οὕτως, ἀνάγκη φάναι τὴν σάρκα. τί ποτ’ οὖν αὐτὴ
15παθοῦσα τὴν τροφὴν οὐκ ἔτι ἑαυτῇ κατὰ πᾶν ὁμοιοῖ; γενή‐ σεται γὰρ οὕτω γε τοῦ πάθους ἡ φύσις αἰτία, πολὺ δ’ ἦν ἄμεινον, οἶμαι, τὴν τροφὴν αἰτιᾶσθαι. οὐ μὴν οὐδ’ ὅτι τὸ
μὲν ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν ἔργον ἐστὶ τοῦ τρεφομένου,228

7

.

229

τὸ δ’ ὁμοιοῦσθαί τε καὶ μεταβάλλεσθαι πάθος τῆς τροφῆς, διὰ τοῦτο οὐκ ἀδύνατόν ἐστι τῷ πάσχοντι περὶ τὸ ποιοῦν ἀν‐ τιδρᾶσαί τι, κᾂν ᾖ σμικρότατον. αὐτὸ γὰρ δήπου ἐναντιώ‐ τατον ἐν τοῖς περὶ τούτων λογισμοῖς ἐπεδείξαμεν οὐχ ἡμεῖς
5μόνον, ἀλλὰ καὶ τῶν φιλοσόφων ὅσοι δεινότατοι τῶν ὅλων τῆς φύσεως ἐνεργειῶν τε καὶ παθῶν ἐξηγηταὶ γεγόνασι. φαί‐ νεται γοῦν ἅπαντα κᾂν ἰσχυρότερα πολὺ τῶν ὁμιλούντων τυγχάνῃ, πάσχοντά τι πρὸς αὐτῶν αἰσθητὸν καὶ σαφὲς, εἰ καὶ μὴ κατὰ τὴν πρώτην τούτων ὁμιλίαν, ἀλλ’ ἐν τῷ χρόνῳ
10γε προϊόντι. καί που καὶ σίδηρος ὁ τμητικώτατος ἠμβλύνθη τέμνων σάρκα μαλακωτάτην, ὅ τε σκληρότατος λίθος ἔσχε τι κοῖλον ἐν ἑαυτῷ χρόνῳ πολλῷ πληττόμενος ὑπὸ τοῦ στα‐ λαγμοῦ. τί δεῖ λέγειν ἔτι περὶ τῶν κεραννυμένων, ἅπαντες γιγνώσκουσιν. κᾄν τε γὰρ εἰς ἀμφορέα ζέοντος ὕδατος ἐμ‐
15βάλῃς κοτύλην ψυχροῦ, τὸ μικτὸν ἐξ ἀμφοῖν οὐ μόνον ἐνδεί‐ κνυται τὴν ἧτταν τῆς κοτύλης, ἀλλὰ καὶ τοῦ νικήσαντος τὸ πάθος· ἐάν τις ἔμπαλιν εἰς ἀμφορέα ψυχροῦ κοτύλην θερμοῦ
ἐμβάλῃ, νικηθήσεται μὲν ἡ κοτύλη, πείσεται δέ τι βραχὺ229

7

.

230

καὶ ὁ ἀμφορεύς. ἀλλὰ γὰρ ὅπερ εἴρηταί μοι καὶ πρόσθεν, οὐκ ἀντιλέγειν ἐν τῇδε τῇ πραγματείᾳ προὐθέμην οὔτε μηκύ‐ νειν, ἀλλ’ ὅσον οἷόν τε ταχίστην ποιήσασθαι τὴν διδασκα‐ λίαν. ἡ μὲν οὖν λεύκη μέγιστόν τι σφάλμα τῆς ἀλλοιωτικῆς
5ἐστι δυνάμεως· ἕτερα δὲ πάμπολλα σμικρὰ, καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ ψυχρότητα καὶ θερμότητα τῆς σαρκὸς ὑπαλ‐ λαττομένης. ἀτροφήσει δὲ τὸ μέρος οὐ μόνον δι’ ἀῤῥωστίαν τῆς ἀλλοιωτικῆς δυνάμεως, ἀλλὰ καὶ διὰ τὴν ἑλκτικὴν ἀτονή‐ σασαν, ἢ διὰ τὴν ἐκκριτικὴν ἀμετρότερον κινηθεῖσαν. εἰς
10ἀμετρίαν δὲ κινήσεως ἡ ἀποκριτικὴ δύναμις ἔρχεται, καθάπερ εἴρηται καὶ πρόσθεν, ὅταν ἤτοι διὰ πλῆθος ἢ δριμύτητα πε‐ ριττωμάτων, ἢ οἰκείαν ἀσθένειαν ἡ καθεκτικὴ βαρύνηται δύναμις. ἐν τούτῳ γὰρ ἀνάγκη συνεκκρίνεσθαι τῷ περιττῷ τὸ χρηστὸν, ὡς ἐν λειεντερίαις τε καὶ δυσεντερίαις καὶ
15χολέραις· ἀτονίᾳ δὲ τῆς ἀποκριτικῆς δυνάμεως ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἀνάγκη γίγνεσθαι τὴν σάρκα. τῶν περιττωμάτων δ’ αὐτῶν ἡ πλείων γένεσις ἀῤῥωστίᾳ τῆς ἀλ‐
λοιωτικῆς ἀποτελεῖται. ὅταν οὖν ἅμα συνέλθῃ τὴν μὲν230

7

.

231

ἑλκτικὴν πολὺν ἐπισπᾶσθαι χυμὸν, ἀδυνατεῖν δὲ τὴν ἀλλοιω‐ τικὴν δύναμιν ἅπαντα τὸν ἑλχθέντα κατεργάζεσθαι, καὶ διὰ τοῦτο πολλὰ γίγνεσθαι τὰ περιττώματα, τὴν ἀποκριτικὴν δὲ ἐν τούτῳ τῷ καιρῷ χεῖρόν τε καὶ ἀτονώτερον ἑαυτῆς κινεῖ‐
5σθαι, πλῆθος οὕτως ἀνάγκη περιττωμάτων ἐν ταῖς σαρξὶ συνίστασθαι, κᾀν τούτῳ κατά τε τὴν ἰδέαν καὶ τὸ ποσὸν τοῦ περιττώματος ἄλλοτε ἀλλοίαν γίνεσθαι τὴν σάρκα, ποτὲ μὲν οἰδηματώδη, ποτὲ δὲ φυσώδη, ποτὲ δὲ ὑδερώδη. καὶ γὰρ δὴ καὶ ὁ ἀνὰ σάρκα καλούμενος ὕδερος, ἐκ τούτου
10τοῦ γένους ἐστίν. ἀλλ’ οὐδὲν οἶμαι δεῖν ἔτι μηκύνειν ὑπὲρ τῶν τοιούτων· οὐ γὰρ ἅπαντα διελθεῖν ἐν τῷδε τῷ λόγῳ τὰ κατὰ μέρος συμπτώματα προὐθέμην, ἀλλ’ ἐν τοῖς πλείστοις γυμνάσαι τοὺς φιλομαθεῖς. Ὥστε μοι καιρὸς ἤδη μεταβαίνειν ἐφ’ ἕτερόν
15τι γένος συμπτωμάτων ἐγγὺς τῷ κατὰ τὰς βεβλαμμένας ἐνερ‐ γείας. αὐτὸ μὲν οὖν γένος ἐν τῷ ποσῷ καὶ ποιῷ τῶν ἐκκρι‐ νομένων ἐστίν· ἤτοι δὲ διὰ βλάβην τινὰ γίγνεται δυνά‐
μεως, ἢ ἐρεθισμὸν ἄκαιρον, ἢ πλημμελῆ κίνησιν ἐπεγείροντα231

7

.

232

τὴν δύναμιν, ἢ δι’ ἀναστόμωσιν ἢ ῥῆξιν ἢ διάβρωσιν ὀργάνου τινὸς, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ αἵματος ἔκκρισις· οὐδὲν γὰρ χεῖρον ἀπὸ ταύτης ἄρξασθαι, διότι τῷ γένει δοκεῖ παρὰ φύσιν ὑπάρχειν ὡς πολλά· πλὴν γὰρ ὅσα διὰ μήτρας αἱμοῤῥαγοῦσι
5γυναῖκες, αἱ μὲν ἄλλαι πᾶσαι κενώσεις τοῦ αἵματος ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσίν· ἐκεῖναι δὲ τῷ ποσῷ μόνον. αἱ μὲν δὴ ῥήξεις αἱ τῶν ἀγγείων ἤτοι διά τινα τῶν ἔξωθεν γίγνονται πληγῶν, ἢ λακτίσαντός τινος ἢ πατάξαντος ἢ ὁπωσοῦν ἄλ‐ λως ἰσχυρῶς πληγέντος τοῦ ἀνθρώπου· γίγνονται μὲν καὶ
10πηδήσασι μέγα, καὶ κατενεχθεῖσιν ἐπὶ τὴν γῆν ἀφ’ ὑψηλοῦ, καὶ διὰ κραυγὴν ὀξεῖάν τε καὶ μεγάλην, ἐπειδὴ καὶ κατὰ ταύ‐ την ἐπὶ πλεῖστον τείνεται τὰ φωνητικὰ τῶν ὀργάνων μόρια. τῷ λόγῳ δὲ τῆς τάσεως ἀναῤῥήγνυται καὶ ὅσα πηδώντων ἐβλάβη· τὰ δὲ ἐξ ὑψηλοῦ κατενεχθέντων ἐν τῷ τῶν πληγῶν
15ἐστι γένει. διαφέρει γὰρ οὐδὲν ἢ ὑπὸ λίθου τινὸς ἐμπεσόντος ἔξωθεν θλασθῆναί τι μέρος, ἢ αὐτοῦ τοῦ κατενεχθέντος ἰσχυ‐
ρῶς ἐμπεσόντος τῷ δαπέδῳ. ταῦτα μὲν οὖν ἀγγείου ῥήξεως232

7

.

233

αἴτια πρόδηλα καὶ οὐδεὶς ἀγνοεῖ· τὰ δ’ ἐκ τῶν τοῦ σώμα‐ τος ὁρμώμενα διαθέσεων, ἐπειδὰν ἀπὸ ταὐτομάτου τις αἱ‐ μοῤῥαγήσῃ διὰ ῥινῶν, ἢ ἐμέσας, ἢ ἀναβήξας, ἢ χρεμψάμενος, ἢ κάτω διαχωρήσας, ἢ οὐρήσας αἷμα τύχῃ· ταυτὶ μὲν οὖν
5ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστί. ταῖς γυναιξὶ δὲ, ὡς εἴρηται, διὰ τῆς μήτρας αἱμοῤῥαγούσαις οὐχ ὅλῳ τῷ γένει παρὰ φύ‐ σιν ἡ κένωσις, ἀλλ’ ἐν τῷ ποσῷ μόνον. ἅπαντα δὲ τὰ τοι‐ αῦτα ἐμπίπτει διὰ τρεῖς αἰτίας, ἤτοι τῆς δυνάμεως ἀνα‐ στομωσάσης ἀγγεῖον, ὡς ἐν ταῖς ἐκ ῥινῶν αἱμοῤῥαγίαις, ἢ δι’
10αὐτὸ τὸ αἷμα μοχθηρῶς διακείμενον, ἢ τῶν ἀγγείων τι. τὸ μὲν οὖν αἷμα μοχθηρῶς διακεῖσθαι λέγω τό τε κακόχυμον εἰς τοσοῦτον γιγνόμενον, ὡς διαβιβρώσκειν τὰ περιέχοντα, τό θ’ οὕτω πλέον, ὡς μὴ στέγεσθαι· καὶ γὰρ καὶ τοῦτο ῥήσσειν ἢ ἀναστομοῦν ἀγγεῖον ἱκανόν ἐστιν. αὐτῶν δὲ τῶν ἀγγείων ἡ
15κάκωσις ἐν ἀμέτροις ἐστὶ μαλακότησι καὶ σκληρότησι καὶ λεπτότησι. γίγνεται δὲ ταῦτα καὶ φύσει μέν τισιν εὐθέως ἐν τῇ μήτρᾳ διαπλασθεῖσι μοχθηρῶς· οὐδὲν δὲ ἧττον αἱ μὲν μα‐
λακότητες ἐπὶ περιτταῖς ὑγρότησιν· αἱ δὲ σκληρότητες ἐπὶ233

7

.

234

ξηρότησιν· αἱ δὲ λεπτότητες ἐπὶ ἀτροφίαις. τὸ μὲν οὖν μαλακὸν ἀμέτρως ἑτοιμότερον ῥαγῆναι δι’ ἀσθένειαν· τὸ δὲ σκληρὸν πάνυ τῷ μὴ ῥᾳδίως ἐπὶ πλέον ἐκτείνεσθαι· τὸ δὲ ἰσχνὸν δι’ ἀμφοτέ‐ ρας τὰς τοιαύτας τῶν φλεβῶν διαθέσεις οὐ μόνον ὑπὸ τῶν ἔνδον
5αἰτίων, ἀλλὰ καὶ ὑπὸ τῶν ἐκτὸς ἑτοίμως ῥήσσεσθαι συμβέβηκε. διαβιβρώσκεται δὲ οὐχ ὁμοίως ἅπαντα· τὸ μὲν γὰρ σκληρὸν καὶ παχὺ δυσπαθὲς ὑπὸ διαβρώσεως. οὕτω δὲ καὶ ἀναστομοῦ‐ σθαι τῷ μὲν ἀτόνῳ τε καὶ μαλακῷ καὶ ἰσχνῷ πρόχειρον· οὐ πρόχειρον δὲ τῷ εὐτόνῳ τε καὶ παχεῖ καὶ σκληρῷ. γίγνεται
10δὲ ἡ ἀναστόμωσις ὑπό τε τῶν ἐρεθιζόντων τὰ στόματα τῶν ἀγγείων καὶ διὰ πλῆθος βιασάμενον, ἐνίοτε δὲ καὶ δι’ αὐτὴν τὴν φύσιν ἐκκρίνουσαν τὰ λυποῦντα. καλοῦσι δέ τινα καὶ διαπήδησιν αἵματος, ὡς τέταρτον γένος ἐπὶ τοῖς εἰρημένοις. ἔστι δὲ τέταρτον μὲν οὐδαμῶς, ἤτοι δὲ ἀναστόμωσις ἀγγείων
15μικρῶν, ἢ οὐχ αἵματος ἐκκρίσεως, ἀλλ’ ὀῤῥοῦ εἶδος, καθ’ οἷον μάλιστα τρόπον ἐπ’ ἀτονίας ἥπατος καὶ νεφρῶν οὐρεῖται καὶ κάτω δὲ διαχωρεῖται πολλάκις αἱματώδης ὀῤῥός. εἰρήσεται
δὲ ὑπὲρ αὐτῶν ὀλίγον ὕστερον, ἐπειδὰν ἐπέλθωμεν πρότερον234

7

.

235

ὑπὲρ τῶν ἐμουμένων. ἐκκρίνεται γὰρ οὖν καὶ ταῦτα, ποτὲ μὲν ὡς πλείω τε καὶ βαρύνοντα τὴν κοιλίαν, ὥσπερ ἐνίοτε τὸ πλῆθος τῆς τροφῆς, ἔστιν ὅτε δὲ ὡς ἀνιῶντά τε καὶ δάκνοντα, καθάπερ ὅταν ὀξώδης ἢ κνισώδης ἢ πικρὰ καὶ δριμεῖα κατὰ
5τὴν ἀπεψίαν ἡ προσενεχθεῖσα γένηται τροφή. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ χολώδη τε καὶ φλεγματώδη καὶ ὀῤῥώδη πε‐ ριττώματα, τά τ’ αὐτόθι γεννώμενα καὶ ὅσα συῤῥεῖν πέφυ‐ κεν εἰς αὐτὴν ἐξ ὅλου τοῦ ζώου τῆς ἕξεως. ἔστι δὲ καὶ τρίτον τι γένος ἐπὶ τούτοις αἰτίων εἰς ἔμετον ἐξορμώντων τὴν γα‐
10στέρα, κᾂν μήτε βαρύνῃ μήτε δάκνῃ, μόνον δὲ αὐτοῖς ὑπάρξῃ τὸ παρὰ φύσιν. ὅρος δ’ ἐστὶ κοινὸς ἁπάντων τῶν παρὰ φύ‐ σιν, εἰ μὴ δύναιτο τρέφειν πεφθέντα. κατὰ τοῦτον, οἶμαι, τὸν λόγον οὐ μόνον ὀξὺ φλέγμα καὶ ἁλυκὸν, ἀλλὰ καὶ γλυκὺ πολλάκις ἐν τῇ γαστρὶ συστὰν εἰς ἔμετον αὐτὴν ἐξορ‐
15μᾷν εἴωθε· καὶ αὐτό γε τὸ αἷμα τὸ εἰς τὴν κοιλίαν ἐκχυ‐ θὲν οὕτως ἐμεῖν αὐτὴν ἀναγκάζει. καὶ μὴν καὶ κάτω δια‐ πέμπει ποτὲ μὲν πρωϊαίτερον, ἔστιν ὅτε δὲ βραδύτερον,
ἢ ἔλαττον, ἢ πλέον, ἢ ὀλιγάκις, ἢ πλεονάκις, ἤτοι χρηστὴν235

7

.

236

τροφὴν, ἢ διεφθαρμένην, ἢ τὸ συῤῥέον εἰς αὐτὴν ἄνωθεν, ἢ τὸ κατ’ αὐτὴν ἀπογεννώμενον. ἀλλ’ ἡ μὲν φθάνουσα τὸν συνήθη καιρὸν ἔκκρισις ἤτοι καὶ βαρυνομένης τῆς κοιλίας, ὡς ὑπὸ πολλοῦ τοῦ ληφθέντος, ἢ ὀδαξουμένης τε καὶ κεντου‐
5μένης, ὡς ὑπὸ δάκνοντος, ἢ ὡς ἀλλότριον καὶ οὐκ οἰκεῖον ἀπωθουμένης γίγνεται, μεμνημένων ἡμῶν, ἐπειδὰν πολύ τι λέγωμεν, ὡς τριττὴν ἔχει τοῦτο τὴν γένεσιν, ἤτοι τῷ τὴν δύναμιν ἀτονωτέραν ὑπάρχειν ἑαυτῆς, ἢ τῷ τὸ ληφθὲν ὑπερ‐ βάλλειν τὸ σύμμετρον, ἢ διὰ τὸ συναμφότερον. ἔξωθεν
10δὲ τῶν εἰρημένων ἡ τῶν ὑγροτέρων τε καὶ γλισχροτέρων ἐδεσμάτων προσφορὰ ταχεῖαν ἐργάζεται διαχώρησιν, ὀλισθαι‐ νόντων αὐτῶν ἑτοιμότερον, εἰ καὶ περιπατήσαντες μάλιστα τύχοιεν ἐπ’ αὐτοῖς ἀτρέμα, ὥστε κατασεῖσαι μὲν αὐτὰ, μὴ μέντοι γε ἀνάδοσιν ἐργάσασθαι πρὸ τοῦ καιροῦ· συμβαίνει
15γάρ τι τοιοῦτον ἐν ταῖς κατασείσεσιν, ἐπειδὴ πάμπολλαι τῶν ἐντέρων ἕλικές εἰσιν. ἀνάγκη δήπου καθ’ ἑκάστην αὐτῶν ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα φέρεσθαι τὰ σιτία,
τοὐντεῦθεν δὲ τῷ βάρει μὲν οὐκ ἔθ’ οἷόν τε μένειν,236

7

.

237

τῇ δὲ τῶν ἐντέρων αὐτῶν ἐνεργείᾳ προωθεῖται τὰ σφηνούμενα κατὰ τὰς ἕλικας αὐτῶν ἐχόντων δύναμιν ἔμφυτον ἀποκριτι‐ κὴν τῶν ἀνιώντων αὐτά. τὰ δ’ ὑγρὰ καὶ γλίσχρα σιτία διεξέρχεται ῥᾷον, εἴτε τῷ βάρει καὶ τῷ σεισμῷ τοῦ σώματος,
5εἴτε τῇ τῶν ἐντέρων ἐνεργείᾳ προωθοῖτο. ταχείας μὲν οὖν διεξόδου λέλεκται τὰ αἴτια. ὀψιαίτερον δὲ τοῦ συνήθους ἀποκρίνει ἡ κάτω γαστὴρ, ἤτοι δι’ ἀτονίαν, ἢ διὰ δυσαισθη‐ σίαν τῶν ἐντέρων, ἢ δι’ ὀλιγότητα τῶν ἐδεσμάτων, ἢ διὰ ποιότητα. τά τε γὰρ ἄτονα προωθεῖν οὐ σθένει· τὰ
10δὲ δυσαίσθητα τῶν λυπούντων ἀμυδρῶς αἰσθάνεται, τῆς λύ‐ πης δ’ ἦν αὐτοῖς ἴασις ἡ ἔκκρισις. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν σιτίων τὰ μὲν ἐλάττω τοῦ δέοντος ὀλίγον ἴσχει τὸ περιττὸν, ὥστ’ οὐχ ὁμοίως βαρύνει· τὰ δὲ παχέα καὶ στρυφνὰ βραδύ‐ πορα πάντ’ ἐστὶν ἐναντίως τοῖς γλίσχροις τε καὶ ὑγροῖς. οὐ
15μόνον δὲ ἀτονίᾳ τῶν ἐντέρων, ἀλλὰ καὶ τῶν κατ’ ἐπιγά‐ στριον μυῶν ἡ διαχώρησις βραδύνει, καὶ μάλιστ’ ἐπειδὰν
σκληρότερα τύχῃ γενόμενα τὰ περιττώματα. τηνικαῦτα γὰρ237

7

.

238

οὐ μόνον τῶν κατ’ ἐπιγάστριον, ἀλλὰ καὶ τῶν κατὰ τὸν θώρακα μυῶν ἰσχυρῶς ἐνεργούντων δεῖται. ἔλαττον δὲ γί‐ γνεται περίττωμα τῆς πρὸς τὸ πλῆθος ἀναλογίας τῶν ἐδη‐ δεσμένων, ἐπειδὰν εἰς ἀνάδοσιν ἐξ αὐτῶν πλέον ἀφίκηται·
5ἔμπαλιν δὲ πλέον τῆς ἀναλογίας τῶν ληφθέντων διαχωρεῖται, ποτὲ μὲν ἐνδείᾳ τῆς ἀναδόσεως, ἔστιν ὅτε δὲ συῤῥεόντων τι‐ νῶν ἄνωθεν εἰς τὰ κατὰ τὴν γαστέρα χωρία. συνεχεῖς δὲ ἐκ‐ κρίσεις γίγνονται δι’ ἀτονίαν ἢ δῆξιν. ἡ μὲν οὖν ἀτονία τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, ὡς ἤδη πολλάκις εἴρηται, διὰ
10δυσκρασίαν· ἡ δὲ δῆξις ὑπὸ τῶν περιεχομένων ἐν αὐτοῖς γί‐ γνεται. τέτταρες δὲ αἰτίαι τῆς γενέσεώς εἰσι τῶν οὕτω δα‐ κνόντων, ἤτοι φαρμακώδης τις δύναμις ἅμα τοῖς σιτίοις ἢ καθ’ ἑαυτὴν ληφθεῖσα, ἢ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ δια‐ φθοραί· καὶ πρὸς τούτοις ὅσα ἐκ τοῦ σώματος εἰς τὰ κατὰ
15γαστέρα συῤῥεῖ δακνώδη περιττώματα· καὶ ὅσα κατ’ αὐτὴν γεννᾶται τοιαῦτα, καθάπερ ἐν δυσεντερίαις ταῖς ἐφ’ ἑλκώσει κακοήθει. δύναιτο δ’ ἄν τις ἅμα ταῖσδε καὶ πέμπτην αἰτίαν
προστιθέναι τῶν τοιούτων συμπτωμάτων, αἴσθησιν περιττὴν238

7

.

239

τῶν σωμάτων, εἴτ’ ἐκ φύσεως ὑπάρχουσαν, εἴτε δι’ ἕλκωσιν. ἕτερος δὲ τρόπος ἐκκρίσεως συνεχοῦς ἐστι τῷ γένει τῆς αἰτίας ἀποκεχωρισμένος ἁπάντων τῶν προειρημένων αἰτίων, ὁ ἐπὶ τῇ παραλύσει τῶν ἐπικειμένων μυῶν τῷ πέρατι τῆς ἐκροῆς
5τῶν περιττωμάτων· ἀπροαίρετος γὰρ ἐπὶ τούτων ἡ ἔκκρισις, καὶ διὰ τοῦτο ἄκαιρός τε καὶ ἄτακτος καὶ συνεχής. ἀλλὰ περὶ μὲν διαχωρημάτων ἱκανὰ καὶ ταῦτα. Περὶ δὲ τῶν ἀτμωδῶν πνευμάτων, ἃ δὴ καὶ φύσας ὀνομάζουσιν, ἐφεξῆς ῥητέον. ἔστι δὲ καὶ
10τούτων ἡ μὲν γένεσις ἐν αὐτοῖς τοῖς κατὰ τὴν γαστέρα χω‐ ρίοις, χυμῶν τινων αὐτόθι φλεγματωδῶν ἢ σιτίων εἰς ἀτ‐ μοὺς λυομένων ὑπὸ θερμότητος ἐνδεοῦς. ἡ μὲν γὰρ τελεία ψύξις οὐδ’ ὅλως ἀτμὸν ἐργάζεται, διότι μηδὲ ὅλως λεπτύνει, μηδὲ κατεργάζεται, μηδὲ διαλύει τὴν τροφήν· ἡ δ’ ἰσχυρὰ
15θερμασία, πολλῷ τῷ περιέχοντι κρατοῦσα, πλέον ἤδη ἢ κατὰ γένεσιν ἀτμοῦ λεπτύνει τὴν τροφὴν, ἢν μὴ φυσώδης ὑπάρχῃ φύσει· τηνικαῦτα δὲ γεννᾶται μέν τι πνεῦμα θολερόν
τε καὶ, ὡς ἂν εἴποι τις, ὁμιχλῶδες, ὀλίγον δὲ τοῦτο καὶ κατὰ239

7

.

240

χρόνον ἐλάχιστον, ὡς ἀπὸ μιᾶς ἢ δευτέρας ἐρυγῆς ἐκκενοῦ‐ σθαι. ἡ δὲ ἐνεργοῦσα μὲν ἀμφὶ τὰ σιτία θερμότης ἐνδεέστε‐ ρον μέν πως διαλύει αὐτὰ, κατεργάζεται δὲ οὐκ ἀκριβῶς, κᾀντεῦθεν ἡ τοῦ φυσώδους πνεύματος γένεσις. ἑνὶ δὲ λόγῳ,
5καθάπερ ἐκτὸς αἵ τε ψυχρόταται καταστάσεις αἱ αἴθριοι, μά‐ λιστα δ’ ἐν τοῖς βορείοις γίγνεσθαι πεφύκασιν· αἵ τε θερμό‐ ταται θέρους ὥρᾳ συνιστάμεναι καθαρὸν ἀπεργάζονται τὸ περιέχον· αἱ μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ τὴν ὁμίχλην γεννῶσαι· κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ζώοις οὔτε ταῖς ἐσχάταις
10ἀτονίαις τῆς θερμασίας, οὔθ’ ὅταν ἰσχυρῶς εὐρωστῇ, κατὰ δὲ τὰς μεταξὺ τούτων ἀπογεννᾶται τὸ φυσῶδες περίττωμα. καὶ τοῦτο διὰ μὲν τοῦ στόματος ἐκκρινόμενον ἐρυγὴν ἐργά‐ ζεται, διὰ δὲ τοῦ κάτω πέρατος ἤτοι ψοφοῦσαν ἢ ἄψοφον φύσαν· ἐπειδὰν δὲ μηδ’ ἑτέροις ἐκφέρηται, τὴν ἐμπνευμάτω‐
15σιν ὀνομαζομένην ἀποτελεῖ, σύμπτωμα γαστρὸς ἀτονούσης ἐκκρίνειν τὸ περιττωματικόν τε καὶ ὁμιχλῶδες πνεῦμα. κατὰ τὰ μόρια δὲ ἄλλοτε ἄλλα τῶν ἐντέρων, ἐπειδὰν συνίσταταί
τε καὶ κινεῖται τὸ τοιοῦτον πνεῦμα, πολυειδεῖς ἀποτελεῖ τοὺς240

7

.

241

ψόφους, ὀνόματα μὲν οὐκ ἔχοντας ἅπαντας, ἐνδείξασθαι δὲ τῷ συνετῷ δυναμένους, ὁποῖόν τε καὶ ὁπόσον ἐστὶ τὸ περίτ‐ τωμα, καὶ καθ’ ὅν τινα μάλιστα τόπον ἑλισσόμενον. εἰ μὲν γὰρ ὀξὺ καὶ λεπτὸν ἠχοίη, τὸ μὲν τοιοῦτον πνεῦμα διὰ κενοῦ
5τε φέρεται τοῦ ἐντέρου καὶ πάντως στενοῦ, καθαρώτερόν τε καὶ ἀερωδέστερον ὑπάρχον αὐτό· φυσωδέστερον δὲ γενόμενον, ὁμοίως μὲν ἐργάζεται τὸν ψόφον μικρὸν, ἐν τοῖς λεπτοῖς ἐν‐ τέροις ἐνελιττόμενον, ἀλλ’ οὔτ’ ἀκριβῶς ὀξὺν, οὔτε λεπτόν. οἱ μὲν δὴ τοιοῦτοι ψόφοι πάντες ἐν τοῖς κατὰ τὴν νῆστιν
10μάλιστα συνίστανται χωρίοις· εἰς ὅσον δ’ ἂν ὑποκαταβαίνου‐ σιν ἄχρι τῶν ἄλλων ἐντέρων τῶν λεπτῶν, ἧττον ἠχώδεις ἀπο‐ τελοῦνται. βομβώδεις δ’ εἰσὶν ἕτεροι, τοῖς ἐξ εὐρυτάτων αὐλῶν ἐοικότες, ὁποίους ἔχουσιν οἱ τυμβαῦλαι καλούμενοι, διὰ μὲν τὴν ὕλην ἐξ ἧς γεγόνασιν οὐ δυναμένους ἠχεῖν καθα‐
15ρὸν, διὰ δὲ τὴν εὐρύτητα τῆς τοῦ πνεύματος ὁδοῦ βαρύτατα φθεγγομένους. οἱ τοιοῦτοι πάντες ἐν τοῖς παχέσιν ἐντέροις συνίστανται κενοῖς γενομένοις περιττωμάτων εἰ δ’ ὑγρότης
τις ἐν αὐτοῖς περιέχοιτο, προσέρχεταί τις ἰδέα τῷ βόμβῳ καὶ241

7

.

242

παρὰ τῆσδε, καὶ καλοῦσι τὸν τοιοῦτον ψόφον οἱ ἄνθρωποι βορβορυγμὸν, ἔκκρισιν ἐπαγγελλόμενον ὑγροῦ περιττώματος. ἡ γὰρ ἰδέα ψόφου ταῦτ’ ἄμφω προμηνύει, διότι μὲν ἐπὶ κι‐ νουμένῃ γίγνεται τῇ φύσει, τὴν ἔκκρισιν ἐπαγγελλομένη· ὅτι
5δὲ καὶ μετὰ βορβορυγμοῦ, τὴν ὑγράν· καὶ αὐτῶν δὲ τῶν ἔξω φερομένων φυσῶν ὁ ψόφος, ὁ μὲν οἷον βορβορυγμῷ τινι προσέοικεν, ἔκκρισιν ὅσον οὔπω γενήσεσθαι προδηλῶν· ὁ δὲ καθαρός τε καὶ, ὡς ἂν εἴποι τις, εὔηχός ἐστι καὶ ἀερώδης, ἤτοι κενὸν ἐνδεικνύμενος εἶναι τὸ ἔντερον, ἢ καὶ πάνυ τι
10σκληρὸν ἔχειν ἀνωτέρω που περίττωμα· καὶ μὲν δὴ καὶ μέσος τις τούτων ἐστὶν ἄλλος οἷον βομβώδης, ἐπὶ μέσῃ τινὶ καὶ μεταξὺ τῶν εἰρημένων διαθέσει γενόμενος. ὁ δ’ οἷον τρυσμὸς ἢ τρισμὸς, ἑκατέρως γὰρ αὐτὸν ὀνομάζουσιν, οἱ μὲν ἀπὸ τοῦ υ τὴν ἀρχὴν, οἱ δ’ ἀπὸ τοῦ ι ποιούμενοι τῆς πρώτης
15συλλαβῆς, ἐπὶ στενοχωρίᾳ τε ἅμα τῶν ὀργάνων καὶ φυσώδει πνεύματι μετ’ ὀλίγης ὑγρότητος γίγνεται. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται
πρός γε τὰ παρόντα, περὶ τῶν ἄνωθεν εἰς τὴν γαστέρα242

7

.

243

συῤῥεόντων ἐπανέλθωμεν· ἐῤῥήθη γὰρ δὴ καὶ ταῦτα διαχω‐ ρημάτων ὑγρότητός τε καὶ πλήθους αἴτια καθίστασθαι. φέρεται τοίνυν ἄνωθεν εἰς τὴν γαστέρα πολλάκις μὲν εὐρω‐ στίᾳ τῆς φύσεως ἐκκρινούσης τὸ περιττὸν, ἔστι δ’ ὅτε ὑπ’
5ἀῤῥωστίας οὐδὲ τὸ χρηστὸν βαστάζειν δυναμένης. ἐκκρίνεται μὲν οὖν τὸ περιττὸν ἔν τε ταῖς κρίσεσι καὶ κατὰ τὸν τῆς ὑγείας ἐνίοτε χρόνον, ὥσπερ ἀμέλει καὶ ταῖς γυναιξὶν ἐφ’ ἑκάστῳ μηνί. τοιαύτας δὲ καὶ τὰς αἱματηρὰς δυσεντερίας ὁ Ἱππο‐ κράτης ἔφασκε συμπίπτειν, ἐφ’ ὧν ἀπεκόπη τι κῶλον. εἴδο‐
10μεν δὲ καὶ ἡμεῖς οὐ τούτοις μόνοις, ἀλλὰ καὶ ἄλλοις τισὶ συμ‐ πιπτούσας ἐκ περιόδου τινὸς ὡρισμένης. ἅπαντες δ’, οὓς ἐθεασάμεθα κενουμένους οὕτως, ἐκ γυμναστικοῦ τοῦ πρόσθεν βίου μεθεστήκεσαν εἰς ἀργίαν παντελῆ. τὸ μὲν δὴ τοιοῦτον περίττωμα τῷ ποσῷ μόνον ἀλλότριόν ἐστιν· ἕτε‐
15ρον δὲ τῷ ποιῷ, τὰ πολλὰ μὲν ἐν τοῖς ὀξέσι νοσήμασι κριτι‐ κῶς ἐκκρινόμενον, ἔστιν ὅτε δὲ λόγῳ συντήξεως. ἐν τῷ με‐ ταξὺ δὲ τούτου τε τοῦ παντάπασιν ἀχρήστου καὶ μοχθηροῦ
περιττώματος κᾀκείνου τε τοῦ προειρημένου χρηστοῦ, τρίτον243

7

.

244

ἄλλο γένος ἐστὶ περιττώματος, οἷόν περ ἐν γαστρὶ τὸ ἡμί‐ πεπτον σιτίον. ἐκκρίνεται δὲ τοῦτο κατὰ τὰς ἡπατικὰς μά‐ λιστα διαθέσεις. ὀνομάζουσι δὲ οὕτως ἐφ’ ὧν ἀτονία τοῦ ἥπατος ἡ νόσος ὑπάρχει, κᾂν μηδεμία συνῇ φλεγμονή. τηνι‐
5καῦτα γὰρ ὅμοιόν τι τὸ πάθημα συμβαίνει τῷ σπλάγχνῳ τοῖς κατὰ τὴν ἄτονον γαστέρα συμπίπτουσιν, ἐπειδὰν ὀρέγη‐ ται μὲν ἡ γαστὴρ, ἃ δ’ ἂν προσάρηται σιτία μὴ πέψασα, βαρύνηταί τε καὶ ἡμίπεπτα τοῖς ἐντέροις ἐκπέμπῃ· αὕτη μὲν γὰρ καὶ εἰς ἔμετον ὁρμᾷ· τὸ δ’ ἧπαρ ἀνάλογόν τι τῷ ἐμέτῳ
10πάσχον, ἣν ἐπεσπάσατο τροφὴν, ὡς διὰ στομάχων τῶν κατὰ τὸ μεσάραιον ἀγγείων, αὖθις ἀποπέμπει δι’ αὐτῶν ἡμίπεπτον. ἔστι δὲ τῆς τοιαύτης ἐκκρίσεως ἡ ἰδέα, καθάπερ οὖν καὶ εἰ‐ κάζουσιν αὐτὴν οἱ πρὸ ἡμῶν, ἐοικυῖα μάλιστα πλύματι κρεῶν· ἄμεινον δ’ ἴσως οὐχ ἁπλῶς οὕτω λέγειν, ἀλλ’ εἰς ἀκρίβειαν
15τῆς εἰκόνος, ἐναίμων τε καὶ νεοσφαγῶν τῷ λόγῳ προστιθέ‐ ναι. καὶ μὲν δὴ καὶ εἴ τις ὑδατῶδες αἷμα τὸ οὕτως ἐκκρινό‐
μενον εἴποι, καὶ οὗτος ἐμοὶ δοκεῖ σαφῶς ἑρμηνεύειν αὐτό.244

7

.

245

τουτὶ μὲν δὴ τὸ σύμπτωμα τοῖς τῶν ἡμιπέπτων σιτίων ἐμέ‐ τοις ἀνάλογον ἔχει. τὸ δὲ ἕτερον, ὃ μέλλω λέγειν, ἔοι‐ κεν ὑγροῖς διαχωρήμασι γαστρὸς εἰς ἀκριβεστάτην μὲν ἀφιγμέ‐ νοις πέψιν, ἀτυχήσασι δὲ τῆς ἀναδόσεως. ὡς γὰρ καὶ ταῦτα
5πάντως δήπου βαρυνομένη πρὸς αὐτῶν ἡ γαστὴρ ἐκκρίνειν ἐφίεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ ἧπαρ, ἐπειδὰν ἱκα‐ νῶς ἀπολαύσῃ τῆς ἀναδοθείσης τροφῆς εἰς ἑαυτὸ, οὐκ ἔτι ἀνέχεται παρακειμένης ἐπιπλέον. ὅταν οὖν αὕτη μὴ δύνηται φέρεσθαι πρόσω δι’ ἡντιναοῦν αἰτίαν, ἀναγκαῖον αὐτῇ πα‐
10λινδρομεῖν εἰς τὴν γαστέρα, καὶ φαίνεται τηνικαῦτα τὸ ἐκκρι‐ νόμενον αἷμα μελάντερόν τε τοῦ κατὰ φύσιν καὶ στίλβον, ὡς ἐξ αἵματός τε καὶ μελαίνης χολῆς κεκραμένον. αἷμα μὲν γὰρ αὐτὸ καθ’ ἑαυτὸ μελαινόμενον ἐν τῷ ψύχεσθαι, πρὸς τῷ μηδεμίαν ἐπικτᾶσθαι στιλπνότητα, καὶ ἣν ἐξ ἀρχῆς εἶχεν
15ἀπόλλυσιν· ἡ μέλαινα δὲ χολὴ στιλπνοτέρα καὶ αὐτοῦ τοῦ αἵματός ἐστιν, ὥσπερ καὶ ἡ ἐκ τῆς νεκρᾶς θαλάττης ἄσφαλ‐ τος, ἣν Ἰουδαϊκὴν ὀνομάζουσιν. οὐ γὰρ ἀποψυχόμενον τὸ
αἷμα γεννᾷ τὴν μέλαιναν χολὴν, ὥσπερ ἐπὶ τοῦ θρόμβου, ἀλλ’245

7

.

246

ὑπεροπτώμενον, διὸ καὶ τὴν στιλπνότητα διασωζομένην ἔχει. οὐ γὰρ ὡς ὁ θρόμβος, ἀποψυχθέντος τοῦ αἵματος, οὕτω καὶ ἡ μέλαινα χολὴ τὴν γένεσιν ἔχει· τοὐναντίον γὰρ ἅπαν ἐξ ὑπεροπτήσεώς τε καὶ ζέσεως, οἷον τέφρα τις ἡ μέλαινα χολὴ
5συνίσταται, ψυχρὰ μὲν, ὅτι γεώδης, θερμότητος δὲ μετέ‐ χουσα, καθάπερ ἡ τέφρα τε καὶ τὸ ὄξος. ἔρχεται δὲ εἰς τὴν εἰρημένην διάθεσιν ὁ ἐκ τῆς κοιλίας ἀναδοθεὶς χυμὸς ἐπὶ πλέον ἐν ἥπατι μένων, τῷ μὴ τυγχάνειν τῆς ἐντεῦθεν ἀναδό‐ σεως. ὀνομάζεται δὲ ἡ τοιαύτη τῶν ἐκκρίσεων ἰδέα πρὸς
10ἐνίων δυσεντερία· καὶ γὰρ οὖν καὶ δάκνονται πολλάκις ὁμοίως τοῖς δυσεντερικοῖς, ἅτε γὰρ, οἶμαι, τῆς ξανθῆς χολῆς δρι‐ μείας αὐτοῖς γινομένης ἐν τῷ κατοπτᾶσθαι τὸ αἷμα· καλείτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ. διαφοραὶ δὲ τῶν ἐκκρινομέ‐ νων αἱματωδῶν αἱ πᾶσαι τέσσαρες ὑπάρχουσιν ἐπὶ τέτταρσι
15διαθέσεσι· μία μὲν αὐτοῦ τοῦ αἵματος, ἐπὶ τῶν ἀποκοπέν‐ των κώλων, ἢ γυμνάσια καταλυσάντων ἐκ περιόδου τινὸς ἀποτελουμένη· δευτέρα δὲ, δι’ ἀτονίαν ἥπατος ὑδατώδους αἵ‐
ματος ὑπιόντος, ὃ κρεῶν εἰκάζουσι πλύματι· τρίτη δὲ ἡ νῦν246

7

.

247

εἰρημένη τοῦ μελαγχολικοῦ καὶ στίλβοντος, αὗται μὲν οὖν αἱ τρεῖς ἀθρόαν τε ἅμα καὶ πολλὴν ἐργάζονται τὴν ἔκκρισιν· ἡ τετάρτη δὲ κατὰ βραχύ τε καὶ δι’ ὀλίγου τοῦ χρόνου τὴν ἀπό‐ κρισιν ἔχει γινομένην, ἐνίοτε μὲν ἀκριβοῦς αἵματος, ἔστι δ’ ὅτε
5θρομβώδους. ἐν ταύτῃ καὶ πύου τι συνεκκρίνεται πολλάκις ὀλίγον, καὶ τῶν καλουμένων ἐφελκίδων, ὑμενώδη τέ τινα σώ‐ ματα, μόρια τῶν ἐντέρων αὐτῶν· ἀλλὰ καὶ συνεστηκυῖα πολ‐ λάκις ἐπὶ τούτων ἡ κόπρος ἐκκρίνεται σταγόνας αἵματος ἐφ’ ἑαυτῇ ἔχουσα. αἱ διαθέσεις δὲ τῶν μὲν πρώτων τριῶν ὀλί‐
10γον ἔμπροσθεν εἴρηνται· τῆς τετάρτης δὲ τῆς νῦν εἰρημένης ἕλκωσις ἐντέρων ἐστὶν ἡ διάθεσις. ταύτην καὶ μόνην ἀξιοῦσί τινες ὀνομάζεσθαι δυσεντερίαν. ἀλλ’, ὅπερ εἴρηταί μοι πολ‐ λάκις, ὑπὲρ τοῦ μηδὲν παραλειφθῆναι πρᾶγμα μεγάλην δεῖ πεποιῆσθαι τὴν φροντίδα, τῶν δὲ ὀνομάτων καταφρονητέον.
15ἔστι δὲ ἐκ ταὐτοῦ τοῦ γένους τῇ προειρημένῃ δυσεντερίᾳ καὶ ὁ καλούμενος τεινεσμὸς, ἕλκος ἐν ἀπευθυσμένῳ γινόμενον, τὰ μὲν ἄλλα συμπτώματα παραπλήσια φέρων, ἐντάσεις δὲ πολὺ
σφοδροτέρας τῶν δυσεντερικῶν.247

7

.

248

Αἱ δὲ τῶν οὔρων ἐπισχέσεις τε καὶ μοχθηραὶ κενώσεις ἀνάλογον ἔχουσι ταῖς κατὰ τὴν γαστέρα τῶν περιττωμάτων ἐπισχέσεσί τε καὶ παρὰ φύσιν ἐκκρίσεσιν. ἴσχονται μὲν γὰρ ἢ ἀδυνατούσης ἐκκρίνειν τῆς κύστεως, ἢ στε‐
5γνωθέντος αὐτῆς τοῦ στομάχου. ταυτὶ μὲν οὖν ἄμφω τὰ νοσήματα τῆς κύστεως ἓν κοινὸν ἔχει σύμπτωμα, τὴν ἰσχου‐ ρίαν ἴσχεται γὰρ ἐν αὐτῇ τὰ οὖρα. καλοῦσι δὲ οὐδὲν ἧττον οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχουρίαν κᾀκεῖνο τὸ σύμπτωμα, καί‐ τοιγε οὐκ ἦν ἰσχουρία, ἐπειδὴ μηδόλως εἰς τὴν κύστιν ἀφι‐
10κνεῖται τὸ οὖρον, ἀπολλυμένης τῶν νεφρῶν τῆς ἐνεργείας. καὶ συγχωρητέον γε αὐτοῖς ὀνομάζειν οὕτως ἀποροῦσι προση‐ γορίας οἰκείας· οὐ μὴν ἀγνοεῖσθαι προσήκει γε τὴν διαφορὰν τῶν διαθέσεων. ἑτέρα μὲν γάρ ἐστι διάθεσις, ὅταν μηδὲν ἐκ‐ κρίνηται, πεπληρωμένης τῆς κύστεως· ἑτέρα δὲ, ὅταν ὑπάρχῃ
15κενὴ, μηδὲν ὅλως ἐν αὐτῇ περιέχουσα. κατὰ γοῦν τὴν τοι‐ αύτην διάθεσιν ἐν ᾗ πλήρης ἡ κύστις ἐστὶν, ἤτοι γε ἐστέγνω‐ ται τὸ στόμα αὐτῆς, ἢ τούτου κατὰ φύσιν ἔχοντος ἀῤῥωστεῖ
περιστέλλεσθαί τε καὶ ἐξωθεῖν ἔξω τὸ οὖρον. αἱ μὲν οὖν248

7

.

249

στεγνώσεις τοῦ στομάχου δι’ ἔμφραξίν τε καὶ μύσιν ἀποτε‐ λοῦνται. καὶ γίνεται ἡ μὲν ἔμφραξις ὑπὸ θρόμβου τε καὶ πύου παχέος καὶ λίθου καὶ πώρου καὶ διὰ βλάστημά τι κατ’ αὐτὸν ἐπιτραφὲν τὸν πόρον, ὁποῖα κᾀν τοῖς ἄλλοις ἅπασιν
5ἐκτὸς ὁρᾶται γινόμενα κατά τε τὰ ὦτα καὶ ῥῖνας αἰδοῖά τε καὶ ἕδραν. ἡ δὲ μύσις ἤτοι δι’ ὄγκον τινὰ παρὰ φύσιν ἢ διὰ ξηρότητα γίνεται πολλήν. ὁ μὲν οὖν ὄγκος ἐπὶ φλεγμοναῖς ἀποτελεῖται καὶ σκίῤῥοις καὶ τοῖς ἄλλοις οἰδήμασιν, ὅσα τε τὸν τράχηλον ἐξαίροντα τῆς κύστεως εἰς τὸν ἐντὸς πόρον ἀπο‐
10χεῖ τὸν ὄγκον· ἡ δὲ ξηρότης ἐν τοῖς καυσωδεστάτοις τε καὶ αὐχμωδεστάτοις πυρετοῖς, ἐν οἷς πολλάκις ὁρῶμεν οὐδὲ φθέγ‐ ξασθαι δυναμένους τοὺς κάμνοντας, ἄνευ τοῦ διαβρέξαι τὸ στόμα. τῆς δὲ κατὰ τὴν κύστιν ἀτονίας οὐδὲν ἔτι δέομαι λέγειν τὰς αἰτίας· εἴρηνται γὰρ ἤδη μοι πολλάκις ἐπὶ πολλῶν
15μορίων, εἴθ’ ὡς ὁμοιομερέσιν αὐτοῖς, εἴθ’ ὡς ὀργανικοῖς συμ‐ πίπτουσιν. περιττότερον δέ τι κατὰ τὴν κύστιν ἔοικε συμ‐ πίπτειν ὑπερπληρωθεῖσαν, ὅπερ οὐχ ἡμεῖς μόνοι τεθεάμεθα
γινόμενον, ἀλλὰ καὶ παρ’ ἄλλων ἐπυθόμεθα. πληρωθείσης249

7

.

250

γὰρ αὐτῆς αἰδεσθέντων τινῶν ἐξαναστῆναι τοῦ δείπνου καὶ οὐρῆσαι, τὴν ἐνέργειαν ἀπολέσθαι συνέβη, καὶ οὐκ ἔτ’ ἠδυνή‐ θησαν ἐκκρῖναι τὸ οὖρον, κᾂν ἱκανῶς βιαζόμενοι τύχοιεν. ἔοικε δέ τι καὶ κατὰ τὴν γαστέρα συμπίπτειν τοιοῦτον καὶ τὰ
5ἔντερα, ἀλλὰ τοὺς πολλοὺς λανθάνειν, ἐπὶ μὲν τῶν κατ’ αὐ‐ τὴν τὴν κοιλίαν τοῦτο παθόντων, ἀποπνίγεσθαι φθανόντων· ἐπὶ δὲ τῶν ἐν τοῖς ἐντέροις ἅπασιν ἠθροικότων τὸ περίττωμα, διὰ τὰ παρεπόμενα συμπτώματα περιελκομένων ἐπ’ ἄλλα τῶν ἰατρῶν· ἐν μόναις γὰρ καθάρσεσι συνδοθείσαις μὲν εἰς ἔν‐
10τερα, μεινάσαις δὲ εἰς αὐτὰ, εἴωθε τὸ τοιοῦτον συμπίπτειν. αὗται μὲν οὖν αἱ διαθέσεις τὴν οἷον στέρησιν τῆς ἀποκρί‐ σεως τῶν οὔρων ἐπιφέρουσιν· αἱ δ’ ὁμογενεῖς μὲν αὐταῖς, ἀπολειπόμεναι δὲ μεγέθει, τὰς οἷον ἀμυδράς τε καὶ ναρκώδεις ἐνεργείας ἀποτελοῦσιν. ἐπ’ ἄλλαις δὲ διαθέσεσι τὸ τρίτον γέ‐
15νος τῶν συμπτωμάτων ἐπιγίγνεσθαι πέφυκεν, ἐν ταῖς πλημ‐ μελέσι κενώσεσι συνιστάμενον. ἰδέαι δὲ πλείους αὐτῶν· πρώτη μὲν ἡ στραγγουρία καλουμένη, δι’ ἀτονίαν τῆς κύ‐
στεως ἢ δριμύτητα τῶν οὔρων ἀποτελουμένη· δευτέρα δὲ250

7

.

251

τοῖς κατὰ τὴν γαστέρα ῥεύμασιν ἐοικυῖα, περὶ ἧς ἄμεινον ἐπὶ πλέον εἰσάπαξ εἰπεῖν ἐν τῷδε. γίγνεται δή τις οἷον ἀναστοι‐ χείωσις, ἢ σύντηξις, ἢ ἀνάλυσις, ἢ ὡς ἄν τις ὀνομάζειν ἐθέ‐ λοι, ποτὲ μὲν ἅπαντος τοῦ σώματος, ἔστιν ὅτε δὲ τῶν ἐν
5ταῖς φλεψὶ μόνων χυμῶν· καὶ ταύτης τὸ σύντηγμα ποτὲ μὲν εἰς τὴν γαστέρα συῤῥεῖ, ποτὲ δὲ εἰς τὰ οὖρα, ποτὲ δὲ εἰς ἱδρῶτας ἀποτρίβεται. τῶν μὲν οὖν ἐν ταῖς φλεψὶ χυμῶν εἰς ἰχῶρας ὀῤῥώδεις ἀναλυομένων, οἱ νεφροὶ τὸ τοιοῦτον πεφυ‐ κότες ἕλκειν περίττωμα, καὶ μάλισθ’ ὅταν ὑγιαίνοντες τύχω‐
10σιν, ἐκκαθαίρουσι μὲν τῶν φλεβῶν τὸν ὀῤῥὸν, ἐπιφέρουσι δὲ τῇ κύστει τὸ ῥεῦμα συνεχῶς. ὅταν δὲ καὶ οἱ νεφροὶ τύχωσιν ἕλκειν ἀδύνατοι, ἢ εἰς τὴν γαστέρα καταπέμπουσιν αἱ φλέβες τὸν τοιοῦτον ὀῤῥὸν, ἢ παντὶ τῷ σώματι μεταδιδοῦσαι, τὰς ἐξαιφνιδίους ὑδερώδεις καταστάσεις ἐπιφέρουσιν. ἐὰν δὲ τὸ
15σύντηγμα παχύτερον ᾖ, καὶ οἷον οὐ πεφύκασιν ἕλκειν οἱ νε‐ φροὶ, συῤῥεῖ πᾶν ἐξ ἀνάγκης εἰς τὴν γαστέρα. τοῦ δὲ σαρ‐ κώδους γένους οὕτως συντηκομένου, καὶ ἡ γαστὴρ μὲν ἐνδέ‐
χεται τὸ ῥεῦμα, ἐπειδὰν παχύτερον ᾖ, καὶ ἱδρῶτες ἐπιγίνονται251

7

.

252

πολλοί· ἀναλυθέντος δὲ εἰς ἀτμοὺς, ἱδρῶτες. ταῦτα μὲν περὶ τῆς κατὰ τὰς σάρκας τε καὶ τὸ αἷμα συντήξεως εἴς γε τὸ παρὸν ἱκανά. τὰ δ’ ἄλλα τῶν οὔρων συμπτώματα τὰ μὲν ἤτοι κύστεως ἢ νεφρῶν ἐνδείκνυταί τινα διάθεσιν, ὑπὲρ ὧν
5ἐν ἀφορισμοῖς ἔγραψεν Ἱπποκράτης· τὰ δὲ, εἰς ὅσον ἀπεψίας ἢ πέψεως ἥκει τὸ αἷμα, διδάσκει. γέγραπται δὲ περὶ αὐτῶν ἐν τῷ προγνωστικῷ. Μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπὶ τοὺς ἱδρῶ‐ τας, ὑπὲρ ὧν εἴρηται μέν που τό γε τοσοῦτον ὡς ἀναλυομέ‐
10νης ἐνίοτε γίγνονται τῆς ἕξεως, καὶ καλεῖται τὸ πάθημα συγ‐ κοπή· τούτῳ δὲ ἐναντία κατάστασίς ἐστιν ἡ ἐν τοῖς κρισί‐ μοις ἱδρῶσιν, ἐῤῥωμένην ἐνδεικνυμένοις, οὐ διαλυομένην τὴν φύσιν. οἱ μὲν δὴ τοιοῦτοι τῶν ἱδρώτων ἐκκαθαίρουσι τὸ σῶμα· παραπλήσιοι δ’ αὐτοῖς εἰσιν οἱ κατὰ τὰ μέτρια γυ‐
15μνάσια καὶ τὰ βαλανεῖα καὶ τὸ θάλπος τὸ θερινόν. ἐν δὲ τοῖς ἀμέτροις γυμνασίοις ἤδη τι καὶ τοῦ χρηστοῦ συναπέρχε‐ ται. τὴν δ’ ὀσμὴν ἴσχουσι καὶ τὴν χρόαν τῷ κενουμένῳ
ὁμοίαν περιττώματι· τὸ δὲ πλῆθος ἤτοι διὰ τὴν ἀραιότητα252

7

.

253

τοῦ σώματος, ἢ διὰ τὸ πλῆθος τοῦ περιττώματος, ἢ διὰ τὴν λεπτότητα τοῦ κενουμένου. διὰ δὲ τἀναντία τούτων ἴσχεσθαι πεφύκασιν, ὅταν ὀλίγον ἢ γλίσχρον ἢ παχὺ τύχῃ τὸ περιττὸν, ἢ οἱ πόροι στεγνωθῶσι. πάσχουσι δὲ τοῦτο δι’ ἔμφραξιν ἢ μύσιν.
5ἐμφράττονται μὲν οὖν ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν· μύουσι δὲ δι’ ἀτροφίαν, ἢ ψύξιν, ἢ μαλακότητα. γίγνεται δὲ καὶ δι’ ἀτονίαν τῆς κατὰ τὰς σάρκας δυνάμεως ἐπίσχεσίς τε καὶ ἔκκρισις ἱδρώτων, ὥσπερ καὶ τῶν ἄλλων περιττωμά‐ των. καὶ γὰρ καὶ κύστις καὶ γαστὴρ ἐνίοτε μὲν ἀνέχονται
10μᾶλλον ἐν ἑαυτοῖς περιεχομένων τῶν περιττωμάτων, ἀπο‐ κρίνειν ὀκνοῦντα· πολλάκις δ’ ἔμπαλιν, οὐδὲ γὰρ βραχύ‐ τατον φέρουσιν, ἀλλὰ βαρύνονταί τε καὶ ἀποῤῥίπτουσι πα‐ ραχρῆμα. Κοινὸν δὲ τοῦτον ὑπάρχοντα λόγον
15ἁπάντων τῶν μορίων ἐφύλαξα τελευταῖον ἐπὶ πᾶσι διελθεῖν ἅμα. καὶ γὰρ ἄπορον δοκεῖ εἶναι, βλαβέντος τινὸς σώματος,
οὐκ ἐξ ἴσου συμβλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ πάσας, ἀλλὰ253

7

.

254

τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον, ἐνίας δ’ οὐδ’ ὅλως. ὅτι μὲν οὖν ἄνευ τοῦ βλαβῆναί τι τὴν οὐσίαν ἑκάστου τῶν ὄντων, οὐχ οἷόν τε τὴν ἐνέργειαν αὐτοῦ παραποδισθῆναι, πρόδηλον παντί· πολλάκις δὲ ἐνεργοῦντος ἑκάστου τῶν μορίων, ἄλλοτε
5ἄλλη βλάπτεται τῶν ἐνεργειῶν, οὐ γὰρ ὁμοίας δεῖται κατα‐ σκευῆς εἰς τὰς ἀλλοιωτικάς τε καὶ πρακτικὰς ἐνεργείας. ἡ μὲν γὰρ ἀλλοίωσις γίγνεται τῶν πλησιαζόντων ἁπάντων ἀλλήλοις οὐδὲν δεομένων οὔτε τόπον ἐκ τόπου μεταχωρεῖν, οὔτ’ ἀντι‐ λαμβάνεσθαί τινος, οὔτε κατέχειν, οὔτε ἀντιστηρίζεσθαι·
10τῶν δ’ ἤτοι τι μελλόντων ἕλξειν ἢ καθέξειν ἢ ἀπώσασθαι, σὺν τῇ κατὰ τόπον κινήσει τὴν ἐνέργειαν ἀνάγκη γίγνεσθαι. κᾀν τούτῳ τὸ μὲν οὕτω μαλακὸν, ὡς ὑγρόν τε εἶναι καὶ ῥυτὸν καὶ ἀστήρικτον, οὔτε ἕλκειν ὁμοίως οὔτε κατέχειν οὔτε ἀποκρίνειν ἐστὶ δυνατόν· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἔργοις
15ἀποστήριξιν καὶ τάσιν ὑπάρχειν χρὴ τοῖς ἐνεργοῦσιν· ἀλλοιοῦν δὲ, κᾂν ὑγρότατον ᾖ, τὰ πλησιάζοντα δύναται, καὶ μάλισθ’ ὅταν ἅμα καὶ θερμότατον ὑπάρχῃ· φαίνεται γὰρ οὐδεμία τῶν
δραστικῶν ποιοτήτων οὕτω ταχέως ἀλλοιοῦσα τὸ πλησιάζον,254

7

.

255

ὡς ἡ θερμότης· ἐξ ὧν δῆλον, ὡς τὸ μὲν θερμότατον καὶ ὑγρότατον σῶμα τάχιστα ἀλλοιώσει, τοῦτ’ ἔστι πέψει τε ἅμα τὴν οἰκείαν τροφὴν ἑαυτῷ κᾀξομοιώσει· τὸ δὲ σκληρὸν εἰς το‐ σοῦτον, εἰς ὅσον μὴ δυσκαμπὲς μὲν ὑπάρχειν, στηρίζεσθαι δ’
5ἀσφαλῶς, ἕλκειν τε δυνήσεται σφοδρῶς, ὅ τι ἂν ἐθελήσῃ, καὶ ὠθεῖν βιαίως καὶ κατέχειν εὐρώστως. οὔτε γὰρ ὀκλάζει κατὰ τὴν τάσιν, ὡς τὰ λίαν μαλακὰ, καὶ κίνδυνος οὐδεὶς αὐτῷ ῥαγῆναι σφοδρότερον ἐνταθέντι, καὶ ὧν ἂν ἅπαξ ἀντιλάβη‐ ται, κατέχει ταῦτα περιπτυσσόμενον, οὔτε τῶν διὰ σκληρό‐
10τητα δυσκάμπτων οὕτως ἐνεργεῖν δυναμένων, οὔτε τῶν δι’ ὑγρότητα μαλακῶν· τὰ μὲν γὰρ οὐκ ἀσφαλῶς περιστέλλεται, τὰ δὲ ἀῤῥώστως χρώμενα ταῖς λαβαῖς ἀποῤῥεῖ ῥᾳδίως ὧν ἀν‐ τιλαμβάνεται. κάλλιστα μὲν οὖν τρέφεται τὰ ὑγρὰ καὶ θερμὰ σώματα· καὶ γὰρ ἀλλοιοῖ τάχιστα καὶ παραδέχεται τὴν τρο‐
15φὴν εἰς ἑαυτὰ καὶ προσφύει καὶ ἐξομοιοῖ· κάκιστα δὲ τὰ ψυ‐ χρὰ καὶ ξηρὰ, μήτε ἀλλοιοῦν δυνάμενα, μήτε εἰς ἑαυτὰ κατα‐
δέχεσθαι, μήτε προσφύειν, μήθ’ ὁμοιοῦν. ὅτι μὲν οὖν ἀλ‐255

7

.

256

λοιοῖ τάχιστα τὸ θερμότατον, εἴρηται καὶ πρόσθεν· ἐν τούτῳ γὰρ ἦν τὸ πέττειν· ὅτι δὲ τὸ ὑγρότατόν τε καὶ μαλακώτατον ἑτοίμως εἰς ἑαυτὸ παραδέχεται τὸ ἀλλοιωθὲν, ἀναμνή‐ σεως δεῖ μᾶλλον ἢ πίστεως· ὥσπέρ γε τὸ ξηρόν τε καὶ σκλη‐
5ρὸν οὐδὲν εἰς ἑαυτὸ παρίησιν εἰσιέναι, πρὶν διαστῆναί τε κατά τι καὶ οἷον ἑλκωθῆναι. καὶ γὰρ δὴ ὅτι προσφύεταί τε καὶ συμφύεται τὰ μὲν ὑγρότερα ῥᾷόν τε καὶ θᾶττον, ὅσα δὲ σκληρότερα, τὰ μὲν οὐδὲ ὅλως, τὰ δὲ μόγις, οὐδεὶς ἀγνοεῖ. ἵνα γοῦν παρῇ τις χαλκὸν καὶ σίδηρον καὶ χρυσὸν καὶ λίθον,
10ἐπὶ μόλιβδόν τε τὸν λόγον ἀγάγῃ, φαίνεται μηδ’ ὅλως ἑτέρῳ μολίβδῳ συμφυόμενος ἄνευ τοῦ θερμανθεὶς χυθῆναι. τοῖς μὲν οὖν παιδίοις, ὅσα τε ἄλλα σώματα θερμότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν ὑπάρχει, τά τε τῶν πέψεων ἄριστά ἐστι καὶ τὰ τῶν προσθέσεων, καὶ προσφύσεων, καὶ θρέψεων.
15ἡ μὲν γὰρ πέψις τε καὶ θρέψις ἀλλοιώσεις εἰσίν· ἡ δὲ πρόσθε‐ σις εἰς ἑαυτὸ καταδεχομένου τὴν τροφὴν δροσοειδῶς τοῦ τρεφομένου γίγνεται· ἡ πρόσφυσις δὲ κόλλησίς τίς ἐστι καὶ
ἕνωσις· ἐφ’ οἷς ἅπασιν οὐ σμικρὸν ἀγαθὸν εἰς ἐξομοίωσιν ἡ256

7

.

257

ὑγρότης τοῦ τρεφομένου σώματος, ὁμοία τῷ τρέφοντι τὴν σύστασιν ὑπάρχουσα. τὰ δὲ τῆς ἀναδόσεως ὄργανα τοῖς παισὶν εἰ καὶ μὴ σφόδρα ἰσχυρὰ ταῖς ἐνεργείαις ἐστὶν, ἀλλ’ ἱκανά γε καὶ οὐδαμῶς ἐνδεῆ. σύμμετρον γὰρ ἤδη σκληρότητα
5καὶ τόνον αἱ φλέβες ἔχουσιν. αἱ καθεκτικαὶ δὲ δυνάμεις ἀσθενέστεραι τούτοις εἰσὶ, καὶ διὰ τοῦτο ταχέως ἀποκρίνου‐ σιν, ἤν τε βαρύνωνταί ποτε πρός τινος, ἤν τε ἄλλως ἀνιῶν‐ ται. ταύταις δ’ ὁμοίως αἱ ἀποκριτικαὶ μέτριαι κατὰ τὴν ἀῤῥωστίαν εἰσί. καίτοι φαίνονται οὐ παισὶ μόνοις, ἀλλὰ καὶ
10τοῖς ἄλλοις ἅπασιν αἱ καθεκτικαὶ δυνάμεις τῶν ἀποκριτικῶν ἀσθενέστεραι, κᾂν ὁμοίως ἔχωσι, διὰ τὸ πολυχρόνιον τῆς ἐνεργείας. ἐπὶ πλεῖστον μὲν γὰρ αἱ καθεκτικαὶ δυνάμεις ἐνερ‐ γοῦσιν, ὡς ἂν κατέχειν ἔργον πεποιημέναι· βραχυχρόνιον δὲ ἔχουσι τὴν ἐνέργειαν αἱ ἐκκριτικαὶ, διώσασθαί τε καὶ ἀποῤ‐
15ῥῖψαι τὸ λυποῦν ἐν πτώσει μιᾷ δυνάμεναι. ὡς οὖν ἐπὶ τῶν ἐκτὸς ὁ αὐτὸς ἄνθρωπος ἀποῤῥῖψαι τὸ φορτίον ἱκα‐ νώτατος ὑπάρχων ἀδυνατεῖ βαστάζειν αὐτὸ δι’ ὅλης
ἡμέρας, οὕτω κᾀν τοῖς ἔνδον ὀργάνοις ἀπώσασθαι τὸ λυ‐257

7

.

258

ποῦν ἑτοιμότερόν ἐστι τοῦ κατέχειν ἐπιπλέον. οἱ γοῦν παῖδες, ὑπὲρ ὧν ὁ λόγος, ἀλλοιωτικὴν μὲν ἔχουσι δύναμιν ἰσχυροτέραν τῶν ἀκμαζόντων, ἑλκτικὴν δὲ τῆς μὲν τῶν ἀκμαζόντων ἀσθενεστέραν, οὐ μὴν ἐλλιπῆ γε πρὸς τὴν ἑαυ‐
5τῆς χρείαν, τὰς λοιπὰς δὲ δύο τῶν ἀκμαζόντων ἀσθενεστέ‐ ρας. ἀλλ’ οὐκ ἐξελέγχεται τῆς ἀποκριτικῆς ἡ ἀσθένεια διὰ τὸ βραχυχρόνιον τῆς ὑπηρεσίας. ἐμοῦσι γὰρ καὶ διαχωροῦσι συνεχέστερον τῶν ἀκμαζόντων, οὐ ῥώμῃ τῆς ἀποκριτικῆς, ἀλλ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς. ἐν δὲ ταῖς κατὰ τὴν γαστέρα
10πέψεσιν, ὅσα μὲν ὑγρὰ καὶ μαλακὰ, παραπλησίως τοῖς ἀκμάζουσιν· ὅσα δὲ σκληρὰ, χεῖρον πέπτουσι. παισὶ μὲν γὰρ ἀτμοειδέστερον τὸ θερμὸν, ἀκμάζουσι δὲ ξηρότερον. καὶ μὲν δὴ καὶ ὅσοις μὲν ὑγρότερόν ἐστι τὸ σῶμα, τῶν θρεψόντων ὑγροτέρων δέονται· οἷς δὲ ξηρότερον, ξηροτέ‐
15ρων. εἴπερ οὖν ἡ πέψις ἀλλοίωσίς ἐστιν εἰς τὴν οἰκείαν τοῖς τρεφομένοις ποιότητα, τοῖς μὲν παισὶν οἰκειότερα τὰ
μαλακώτερα καὶ ὑγρότερα τῶν ἐδεσμάτων ἐστί· τοῖς δ’258

7

.

259

ἀκμάζουσιν οἰκειότερα τὰ σκληρότερα· γέρουσι δὲ πρὸς ἁπάσας σχεδόν τι τὰς ἐνεργείας κακῶς διάκειται τὸ σῶμα· ξηρότερόν τε γάρ ἐστι πολὺ πλέον ἢ τοῖς ἀκμάζουσι καὶ μόνοις ψυχρόν. οὔτ’ οὖν πέττουσι καλῶς ἐνδείᾳ θερμότη‐
5τος οὔτε τρέφονται διὰ ξηρότητά τε ἅμα καὶ τῆς ἀλλοιωτι‐ κῆς δυνάμεως ἀῤῥωστίαν· ἥ τ’ ἀνάδοσις αὐτοῖς οἷον ὑπὸ ναρκώντων ἤδη διὰ ψυχρότητα τῶν ὀργάνων ἀποτελεῖται βραδεῖά τε ἅμα καὶ ἀσθενής· αἵ τ’ ἀποκρίσεις, ὅσαι μὲν ὀλιγοχρόνιοι, τὴν ἀῤῥωστίαν οὐκ ἐξελέγχουσι τῆς δυνά‐
10μεως· ὅσαι δὲ πολυχρονιώτεραι, κακῶς ἐπιτελοῦνται. πρὸς δὲ τὰς πρακτικὰς ἐνεργείας τὸ μὲν ξηρὸν καὶ θερ‐ μὸν ὄργανον ἐπιτηδειότερόν ἐστι· τὸ δὲ ὑγρὸν καὶ ψυ‐ χρὸν ἀσθενέστερον· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν αἱ λοιπαὶ δύο συζυγίαι καθεστήκασι. κατὰ μὲν οὖν τὰς ἡλικίας
15οὐκ ἂν εὕροις ὑγρὸν καὶ ψυχρὸν σῶμα· τὸ γὰρ τῶν γερόντων ἐδείχθη ψυχρὸν καὶ ξηρόν. ἐν δὲ ταῖς μοχθηραῖς κράσεσιν, ὅσαι τε κατὰ φύσιν ἑκάστῳ τὴν ἰδέαν εἰσὶ καὶ ὅσαι
κατ’ ἐπικτήτους γίγνονται διαθέσεις· οἷον αὐτίκα φρενῖτις259

7

.

260

μὲν ξηρὸν καὶ θερμόν ἐστι νόσημα, καὶ διὰ τοῦτο ταῖς πρακτικαῖς ἐνεργείαις εὐρωστότατον· ὁ δὲ λήθαργος ἄῤ‐ ῥωστον, ὑγρότητι δαψιλεῖ τε καὶ ψυχρᾷ διαβρέχων τὰ μό‐ ρια. τοιοῦτον δέ τι καὶ τὸ τῶν ὑδέρων ἐστὶ γένος, καὶ
5μάλιστα τῶν λευκοφλεγματιῶν τε καὶ ἀνὰ σάρκα. καὶ πανταχοῦ δὲ τὸ ψυχρὸν ἀσθενέστερόν τε καὶ ναρκῶδές ἐστιν, ἄν τε μετὰ ξηρότητος, ἄν τε μεθ’ ὑγρότητος ᾖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ καθεκτικαὶ τῶν φυσικῶν δυνάμεων εὐ‐ ρωστότεραι μὲν ἐπὶ ξηροτέροις τε καὶ θερμοτέροις ὀργά‐
10νοις, ἀῤῥωστότεραι δὲ ἐφ’ ὑγροτέροις καὶ ψυχροτέροις, εἴτ’ ἐκ γενετῆς εἰσιν, εἴτ’ ἄλλως ἐπιγένοιντο. προσέχειν δὲ τὸν νοῦν χρὴ ἐφ’ ἑκάστου μορίου τῷ ποσῷ τῆς ἀμε‐ τρίας, οἷον αὐτίκα νεῦρα μὲν καὶ τένοντας καὶ μῦς καὶ συνδέσμους εἰς ὅσον ξηροτέρους, εἰς τοσοῦτον καὶ
15ῥωμαλεωτέρους ὑπάρχειν ἀναγκαῖον, ἄχρι τῆς ἀμετρίας ἐκεί‐ νης, ἐν ᾗ δυσκαμπεῖς τε γίγνονται διὰ σκληρότητα καὶ οἷον κραῦροι διὰ ξηρότητα. σπάσμασι γὰρ οὕτως ἁλί‐
σκονται. τὰ δ’ αὖ φυσικὰ τῶν ὀργάνων εἰς ὅσον μὲν260

7

.

261

ὑγρότερα, τρέφεσθαι βελτίω, κᾂν ἐσχάτως ὑγρὰ ταῖς κρά‐ σεσιν ὑπάρχῃ· πρὸς δὲ τὰς πέψεις οὔτε βελτίω σφῶν αὐτῶν οὔτε τῶν ξηροτέρων, εἰ καὶ ὁμοίως εἴη θερμὰ, πλὴν εἴ γε τροφὴν ξηρὰν δοίης ὀργάνῳ ξηρῷ καὶ αὐχμώ‐
5δει, μὴ μίξας ὑγρότητος αὐτῇ δαψιλοῦς. εἰς δὲ τὰς ἀνα‐ δόσεις τε καὶ τὰς ἀποκρίσεις τὰ λίαν σκληρὰ σώματα μοχθηρά· καὶ γὰρ καὶ διαστέλλεται καὶ συστέλλεται χα‐ λεπώτερον, ὧν τὸ μὲν ὁλκὴν ἐργάζεται, τὸ δὲ ἔκκρισιν. ἵνα δὲ καὶ εἰς ὀλίγους ἀποβλέπῃ τις σκοποὺς, ἐν κε‐
10φαλαίοις διαιρήσω τὸ πᾶν. αἱ μὲν τῆς θερμασίας αὐξή‐ σεις ἀλλοιοῦσιν ἱκανώτερον ἄχρι περ ἂν εἰς τοσοῦτον ἥκω‐ σιν ἰσχύος, ὡς μηδέπω συντήκειν· τότε γὰρ πρῶτον εἰς ἅπαν ἄχρηστοι· αἱ δὲ ψυχρότητες εἰς οὐδεμίαν ἐνέργειαν χρησταί· ξηρότητες δὲ εἰς ῥώμην καὶ τόνον, ἄχρι τοῦ
15μηδέπω δυσκίνητα μηδὲ εὔρηκτα ποιεῖν· ὑγρότητες δὲ εἰς μὲν τὰς θρέψεις ἐπιτηδειόταται, πρὸς δὲ τὰς ἄλλας ἐνερ‐ γείας ἐναντιώταται, πλὴν αὐξήσεως, εἰς ταύτην δὲ πλέον
ἢ κατὰ τὴν θρέψιν ὑπάρχουσι χρησταὶ, διατείνεσθαί τε261

7

.

262

καὶ διαφυσᾶσθαι πάντῃ δεομένων ἑτοιμότατα τῶν μελλόν‐ των αὐξηθήσεσθαι καλῶς. Ἤρκει μὲν ἴσως ἐνταῦθά που καταπαύειν ἤδη τὴν πραγματείαν· ὡς γὰρ κᾀν τοῖς ἔμπροσθεν εἶπον,
5οὐχ ὑπὲρ τοῦ πάντα τὰ κατὰ μέρος ἐπελθεῖν, ἀλλ’ ἕνεκα τοῦ γυμνάσαι τοὺς φιλομαθεῖς ἐπὶ πλειόνων παραδειγμά‐ των, εἰς πολλὰ συμπτωμάτων εἴδη τε καὶ γένη τὸν λόγον ἤγαγον· χωροῦντος δ’ ἔτι τοῦ κατὰ τὸ γράμμα μεγέ‐ θους, εἰρήσεταί τι καὶ περὶ τῶν παραλελειμμένων. εἴτε
10γὰρ ἐκ ῥινῶν, εἴτ’ ἐξ ὤτων, εἴτ’ ἐξ ὑπερώας, εἴτ’ ἐξ ὀφθαλμῶν, εἴτ’ ἐκ φάρυγγος, εἴτ’ ἐκ μήτρας, εἴτ’ ἐξ ὅτου δὴ τῶν ἄλλων ἁπάντων ἐκκρίνοιτό τι, τό τε ποσὸν ἐν αὐτοῖς σκοπεῖσθαι προσήκει καὶ τὸ ποιὸν, ἔτι τε τὸν τρόπον τῆς ἐκκρίσεως εἰς τὰς εἰρημένας αἰτίας ἀναγα‐
15γόντα. πάντα γὰρ εὑρεθήσεται τὰ συμπτώματα διά τε τὰς δυσκρασίας γιγνόμενα τῶν ὁμοιομερῶν καὶ τὰ νοσή‐ ματα τῶν ὀργανικῶν, ἔτι τε τῆς ὕλης αὐτῆς τὸ
ποιόν τε καὶ ποσόν. οἷον αὐτίκα καὶ κατάῤῥου καὶ κο‐262

7

.

263

ρύζης αἴτιος ὁ ἐγκέφαλος, ἐν μὲν ταῖς ψύξεσιν ὡς ὁμοιο‐ μερὴς εἰς δυσκρασίαν ἀγόμενος, ὁμοίως δὲ κᾀν ταῖς ἐκ‐ καύσεσιν ὡς ὀργανικὸς δὲ, πληρούμενος. ὁποῖον οὖν ἡ διάῤῥοια πάθος ἐν τῇ γαστρὶ κατὰ δυσπεψίαν γίγνεται,
5τοιοῦτον ἑκάτερον τῶν εἰρημένων ἐν ἐγκεφάλῳ· κατάῤῥουν μὲν ὀνομαζόντων ἡμῶν, ἐπειδὰν εἰς τὸ στόμα καταῤῥέῃ τὸ περίττωμα· κόρυζαν δὲ, ἐπειδὰν εἰς τὰς ῥῖνας· ὁ δὲ βράγχος ἐπὶ κατάῤῥοις γίγνεται, διαβραχείσης τῆς φάρυγ‐ γος. εἰ δὲ εἰς τὸν γαργαρεῶνα κατασκήψειε τὸ ῥεῦμα,
10ἤτοι τὴν καλουμένην ἐν αὐτῷ σταφυλὴν ἐγέννησεν, ἢ ἄλ‐ λως εἰς ὄγκον ἔγειρεν αὐτόν· εἰ δὲ εἰς τοὺς ἑκατέρωθεν ἀντικειμένους ἀλλήλοις ἀδένας ἐν τῷ πέρατι τοῦ στόματος, ἀντιάδας· εἰ δὲ εἰς τὰ τούτων ἐχόμενα, παρίσθμια. καταφέρεται δὲ καὶ εἰς τὴν γαστέρα τὸ ἀπὸ τῆς κεφαλῆς
15ῥεῦμα καὶ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἑκατέροις μεγάλως λυμαινόμενον. ἀλλὰ τὰς μὲν ἐκ τῶν τοιούτων ῥευμάτων βλάβας ἄλλοι τε πρὸ ἡμῶν ἐπιμελέστερον ἐξήγηνται καὶ ἡμεῖς ἐροῦμεν ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς θεραπευτι‐
κοῖς· ὑπὲρ δὲ τῶν πνεύμονός τε καὶ θώρακος ἀναπτυο‐263

7

.

264

μένων ἤδη φθάνομεν ἐν τοῖς περὶ κρίσεων εἰρηκότες. οὐ μὴν οὐδὲ τὰ περὶ τὴν τῶν καταμηνίων ἐπίσχεσιν, ἢ μο‐ χθηρὰν ἀπόκρισιν ἁπάντων τῶν ἐκ τῆς μήτρας, ἔτι χα‐ λεπὸν ἐξευρεῖν, εἰς τοὺς ὁμοίους ἀναφέροντα σκοπούς.
5καί τοι γὰρ αὐτῆς τῆς μήτρας τὸ σῶμα πυκνὸν καὶ σκλη‐ ρὸν ὑπάρχον, αἴτιον ἐπισχέσεως ἔσται, φύσει μὲν τοιοῦ‐ τον γεγονὸς, ὡς μηδ’ ὅλως μηδέποτε καθαρθῆναι, πλὴν εἰ φαρμάκοις τε καὶ χρόνῳ πολλῷ τις αὐτὸ μετακοσμή‐ σειεν ἐπὶ τὸ βέλτιον· ἐν χρόνῳ δέ τινι, κατ’ ἐκείνην
10τὴν διάθεσιν, ἥ τις ἂν ἑκάστοτε τύχῃ τὰς ὑστέρας κα‐ ταλαβοῦσα. καὶ ἡ τῶν φλεβῶν δὲ στενότης εὐθέως ἐξ ἀρχῆς συγγεννᾶται, μοχθηρῶς διαπλασθέντος ταύτῃ τοῦ θήλεος· ἀνάλογον δ’ αὐτῇ καὶ ἡ ἐκ τῶν περικειμένων ἐν τοῖς ἀγγείοις θλίψις ἐστὶν, ὅταν ἀμέτρως παχυνθῇ
15τὸ σῶμα. ἡ δὲ δυσκρασία τῆς ὑστέρας καὶ φύσει καὶ κατὰ διαθέσεις τινὰς γίγνεται, καθάπερ ἡ πυκνότης. ἔσται δέ ποτε καὶ διὰ τὴν ὕλην αὐτὴν ἐπίσχεσις τῶν κα‐
ταμηνίων, ὅταν ἤτοι παχὺ τὸ κενούμενον, ἢ γλίσχρον264

7

.

265

γένηται. καὶ μέν γε καὶ εἰ αὐτὸ μὲν εἴη χρηστὸν, ἔμ‐ φραξις δέ τις ἐν τοῖς καθήκουσιν εἰς τὰς μήτρας ἀγγείοις ἐκ τῶν τοιούτων χυμῶν φθάνει γεγενημένη, καὶ οὕτως ἐπισχεθήσεται τὸ καταμήνιον. ἀλλὰ διὰ τὸ σύμπαν σῶμα
5ποτὲ μὲν οὐδ’ ὅλως καθαρθήσεται τὸ θῆλυ, ποτὲ δ’ ἔλαττον, ἢ πλέον, ἢ μοχθηρόν· οὐδ’ ὅλως μὲν, ἐπί τε γυμνασίοις πλείοσι καὶ διαίτῃ λεπτῇ, καὶ τῇ πρὸς ἄλλα μόρια ῥοπῇ τῶν χυμῶν· διὰ τὰ αὐτὰ δὲ ταῦτα μετριώ‐ τερα γενόμενα τοῦ κατὰ φύσιν, ἔλαττον· ἐπιπλέον δὲ,
10διά τε μακρὰν ἡσυχίαν καὶ δίαιταν ἁδράν. ἀλλὰ καὶ τὰ μοχθηρὰ διὰ τῶν ὑστερῶν ῥεύματα, καλεῖται δὲ τὸ σύμπτωμα ῥοῦς γυναικεῖος, ἐκκαθαιρομένου κατὰ τοῦτο τὸ μόριον ἅπαντος τοῦ σώματος γίγνεται. τοιοῦτον δ’ ἐστὶ τὴν ἰδέαν ἑκάστοτε τὸ κενούμενον, οἷον καὶ τὸ
15πλεονάζον ἐν τῷ ζώῳ· τὸ μὲν ἐρυθρὸν, ἰχὼρ αἵματος· ἕτερον δὲ λευκὸν, ἀπὸ φλέγματος· ὠχρὸν δὲ ἄλλο, τὸ πικρόχολον, ἄλλο δὲ ὑδατῶδες, καὶ ὀῤῥῶδες ἄλλο. ἔξω‐
θεν δὲ τούτων ἐστὶ κένωσις τῶν ἐκ μήτρας μοχθηρὰ,265

7

.

266

διά τι πάθος ἐν αὐτῇ γεγονός· ἔξωθεν δὲ καὶ ἡ τοιαύτη τῶν καταμηνίων ἐπίσχεσις, ὅταν μήτε δι’ ἔνδειαν αἵματος, ὡς ἐπί τε γυμνασίοις πλείοσιν εἴρηται καὶ λεπτῇ διαίτῃ, μήτε διὰ πάθος ἐν τῇ μήτρᾳ γεγονὸς, ἀλλ’ ἐνίο‐
5τε διὰ τὴν ῥώμην, εἰς ἕτερα μόρια κατασκήψαντος τοῦ αἵματος, αἱ κατὰ τὰς μήτρας ἴσχωνται καθάρσεις. ἀλλ’ ὡς ἀρτίως εἶπον, οὐδὲν οἶμαι χαλεπὸν, ἐπὶ πολλῶν ἤδη γεγυμνασμένον ἕκαστον τῶν ὁμιλούντων τοῖσδε τοῖς ὑπο‐ μνήμασι καὶ αὐτὸν ἐξευρίσκειν τὰ τοιαῦτα. καὶ γὰρ ὅτι
10διὰ τὰ τῆς μήτρας ἴδια νοσήματα, τά τε κατὰ τὰ κέ‐ ρατα συνιστάμενα καὶ τὰ κατὰ τὸν τράχηλον, ἔτι τε καὶ καθ’ ὅλον τὸ κύτος, ἐνίοτε μὲν ἤτοι πλείονα τῶν πρόσθεν, ἢ ἐλάττονα φέρεται τὰ καταμήνια, ποτὲ δὲ οὐδ’ ὅλως, ἢ μοχθηρὰ, παντί που δῆλον, κατὰ τοῦτό
15που γένος ἐν τῇ τοῦ λόγου διαιρέσει καὶ τῶν ἀτρήτων εὑρισκομένων. οὕτω δὲ καὶ ὁ καλούμενος πριαπισμὸς οἴδησίς τε καὶ διαφύσησις ἀκούσιός ἐστι τοῦ τῶν ἀῤῥέ‐
νων αἰδοίου, φυσώδους πνεύματος ἔκγονον σύμπτωμα.266

7

.

267

καὶ μὴν καὶ αἱ γονόῤῥοιαι, χωρὶς μὲν τοῦ συνεντείνεσθαι τὸ αἰδοῖον, ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως τῆς ἐν τοῖς σπερματικοῖς ἀγγείοις· ἐντεινομένου δέ πως, οἷον σπασμῷ τινι παραπλήσιον πασχόντων ἐπιτελοῦνται.
5 Οὐκ οὖν ἔτι χρὴ περὶ τῶν τοιούτων διέρχεσθαι, μεταβάντας δ’ ἐπὶ τὸ λοιπὸν γένος τῶν συμ‐ πτωμάτων, οὐ πολλοῦ δεόμενον οὐδ’ αὐτὸ λόγου διὰ τὰ προειρημένα περὶ τῶν ἑπομένων ἀλλήλοις συμπτωμάτων, καταπαύειν ἤδη τὴν πραγματείαν ἐνταῦθα. χρώματα μὲν
10οὖν ὑπαλλαχθήσεται, συνελόντι μὲν εἰπεῖν, διὰ τοὺς χυμοὺς ἐξισταμένους τῆς κατὰ φύσιν ἰδέας, ἢ ὑπονοστοῦντας εἰς τὸ βάθος, ἢ οἷον ἐπικλύζοντας τὸ δέρμα κατὰ μέρος δὲ, διὰ τὰς τοὺς χυμοὺς ἀναγκαζούσας αἰτίας εἰς τὰς τοιαύτας ἀφι‐ κνεῖσθαι κινήσεις τε καὶ διαθέσεις. ἔστι δὲ δήπου τὰ πάθη
15τὰ ψυχικὰ καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ εἰς θερμότητά τε καὶ ψυχρότητα μεταβολαί. καὶ αὐτοῦ τοῦ σώματος γὰρ αἱ διαθέσεις, ἢ θερμότερον ἴσχοντος, ἢ ψυχρότερον, ἢ ἔλατ‐
τον, ἢ πλέον, ἢ ὠθούμενον ἐκτὸς, ἢ ἀντισπώμενον ἔσω τὸ267

7

.

268

αἷμα. τούτου δ’ ἐστὶ τοῦ γένους καὶ ἡ κακοχυμία πᾶσα, κατὰ τὴν ἑαυτῆς ἰδέαν ἀλλοιοῦσα καὶ τὴν ἅπαντος τοῦ σώμα‐ τος χροιὰν, ἐν ἰκτέροις τε καὶ ὑδέροις καὶ ἐλέφασι καὶ σπλη‐ νὸς καὶ ἥπατος ἀτονίαις. ἀνάλογον δὲ καὶ αἱ καθ’ ὁτιοῦν
5μόριον ἄχροιαι συστήσονται. τὰ δὲ κατὰ φύσιν ὑπαλλαχθή‐ σεται σχήματα, πληρουμένων ἀμετρότερον, ἢ κενουμένων τῶν μορίων, ἢ τῆς οἰκείας χώρας μεθισταμένων, ἢ παρασπωμέ‐ νων. αἰτίαι δὲ δήπου καθ’ ἕκαστον αὐτῶν πλείους εἰσὶν, ἃς οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν, ὅτῳ μὴ παρέργως ἀνεγνώσθη
10τὰ πρόσθεν. οὕτω δὲ καὶ τὰς τῶν δυσωδιῶν αἰτίας, ἢ μα‐ λακοτήτων, ἢ σκληροτήτων, ἢ τῶν ἄλλων ὅσα τούτοις ἀνά‐ λογόν ἐστιν, οὐ χαλεπὸν ἐξευρίσκειν, ἀπὸ τῶν προειρημένων ὁρμώμενον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ τελευταῖον ἤδη μοι μέρος εἴρηται τοῦ συγγράμματος, ὃ περὶ τῆς τῶν συμπτω‐
15μάτων διαφορᾶς ἐπιγέγραπται. οὔκουν ἔτι χρὴ μηκύνειν ὑπὲρ τῶν αὐτῶν, ἀλλ’ ἐν τῷδε τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων ἡ πραγματεία τέλος ἐχέτω, τοῦτο ἔτι μόνον προσθέν‐
των ἡμῶν, ὅπερ ἀνεβαλλόμην ἐν τῷ περὶ τῆς τῶν συμπτωμά‐268

7

.

269

των διαφορᾶς ἐπιδείξειν ἐνταῦθα, τὸ τινὰ μὲν ἐξ ἀνάγκης ἀλλήλοις ἕπεσθαι συμπτώματα, τινὰ δὲ οὐκ ἐξ ἀνάγκης, ὅπερ οὐδ’ αὐτό μοι δοκεῖ δεήσεσθαι λόγου μακροῦ· ἀρκέσει δ’ ὡς ὑφ’ ἑνὸς παραδείγματος ἐπιδείξαντα τὴν μέθο‐
5δον αὐτοῦ, παραιτήσασθαι τὸ πλῆθος τῶν κατὰ μέρος. κελεύω δή σε σκοπεῖσθαι, πότερον ὑπὸ μιᾶς αἰτίας ἐπιτελεῖται τὸ γιγνόμενον, ἢ πλειόνων. εἰ μὲν γὰρ ὑπὸ μιᾶς, ἐξ ἀνάγκης ἀκολουθήσει τῷ ποιοῦντι, πλειόνων δ’ εἰς γένεσιν δεόμενον, οὐκ ἐξ ἀνάγκης. αὕτη μὲν οὖν ἐπὶ πάντων
10πραγμάτων ἡ μέθοδος κοινή. κατὰ δὲ τὸν αὐτὸν τρόπον χρή σε κᾀπὶ τῶν συμπτωμάτων σκοπεῖσθαι. εἰ μὲν ἓν ἐφ’ ἑνὶ γίγνοιτο, τὴν ἀκολουθίαν ἀναγκαίαν ἕξει· προσιόντων δὲ καὶ ἄλλων τινῶν αἰτίων εἰς τὴν γένεσιν τοῦ δευτέρου συμ‐ πτώματος, οὐκ ἔτι ἐξ ἀνάγκης ἀκολουθήσει τῷ προτέρῳ.
15οὐ γὰρ εἰ ἠπέπτησεν, ἐμπνευμάτωσιν ἀναγκαῖον ἀκολουθεῖν· ὥσπερ οὐδὲ δῆξιν, οὐδὲ ὑγρὰν διαχώρησιν ἢ πολλὴν, οὐδὲ ναυτίαν, ἢ ὄρεξιν ἐπιτεταμένην, ἢ ὄκνον εἰς τὰς πράξεις, ἢ
νωθρότητα διανοίας, ἢ καρηβαρίαν, ἢ ἀγρυπνίαν, ἢ καρ‐269

7

.

270

διαλγίαν, ἔτι δὲ μᾶλλον οὐδ’ ἐπιληψίαν, ἢ παράνοιαν, ἢ ἔκστασιν, ἢ κῶμα, καθάπερ οὐδὲ δυσθυμίαν, οὔτ’ ἄλλην ἀνίαν, οὔτε πολὺ μᾶλλον τὴν μελαγχολικὴν, οὐδὲ δὴ κώλου πάντως, ἢ νεφρῶν, ἢ σπληνὸς, ἢ ἥπατος, ἢ θώρακος, ἢ
5ἄρθρων ἄλγημα καθάπερ οὐδὲ ἀνωμαλίαν, ἢ φρίκην, ἢ ῥῖγος, ἢ πυρετόν. καί τοι καὶ τούτων ἕκαστον καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων συμπτωμάτων οὐκ ἔστιν εὑρεῖν ὃ μὴ κατά τινα καιρὸν ἐπιφαίνεται τοῖς ἀπεπτήσασιν, ἄλλα τε παρά τε τὸ μέγεθος τῆς ἀπεψίας καὶ τὴν διαφορὰν, καὶ τὴν
10τῆς τοῦ ἀνθρώπου φύσεως εὐαισθησίαν τε καὶ δυσαισθησίαν, ἑκάστου τε τῶν κατὰ τὸ σῶμα μορίων ἰσχὺν ἢ ἀσθένειαν, ἄλλοτε ἄλλο γενήσεται σύμπτωμα. μεγάλη μὲν γὰρ ἀπεψία μείζονά τε καὶ πλείονα φέρει τὰ συμπτώματα· μικρὰ δὲ ἔμπαλιν ἐλάττονά τε καὶ μικρότερα. καὶ τοίνυν καὶ αὐτῶν
15τῶν ἀπεπτηθέντων αἱ διαφοραὶ πρὸς μὲν τὸ ψυχρόν τε καὶ φλεγματῶδες ἐκτρεπόμεναι συμπτωμάτων ἑτέρων εἰσὶ γεννη‐ τικαί· πρὸς δὲ τὸ κνισῶδές τε καὶ θερμὸν, ἑτέρων· οὕτω δὲ καὶ δάκνουσαί τε καὶ μὴ δάνουσαι, καὶ εἰς ἀτμῶδες
πνεῦμα λυόμεναί τε καὶ μὴ λυόμεναι. καὶ ἡ φύσις δὲ, ὡς270

7

.

271

εἴρηται, τοῦ ἀνθρώπου συντελεῖ τε καὶ ἀντιπράττει τῇ γενέ‐ σει τῶν συμπτωμάτων. οἷον αὐτίκα οἷς δυσαίσθητος ἡ γαστὴρ, οὔτε δάκνονται σφοδρῶς, οὔτ’ ἀλγοῦσιν, οὔτ’ ἐκ‐ κρίνουσι πολλά· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε καρδιαλ‐
5γοῦσιν οὔτε κεφαλὴν ἀδικοῦνται ῥᾳδίως· ὅσοις δὲ εὐαίσθη‐ τος, ἑτοίμως ἅπαντα τούτοις ἕπεται, τῆς ἄνωθεν ἀρχῆς τὰ συμπτώματα ἐπιπεμπούσης. τί δεῖ λέγειν ὡς ἑκάστῳ τῶν ἀπεπτησάντων ἐκεῖνο μάλιστα τὸ μέρος αἰσθάνεται τῆς βλά‐ βης, ὅπερ ἂν ἀσθενέστατον ᾖ; καὶ διὰ τοῦτο οὐκ ἔνεστιν
10εἰπεῖν ἐξ ἀνάγκης ἑπόμενον ἀπεψίᾳ σύμπτωμα οὐδέν. ἡ μέν τοι τῆς ἀναδιδομένης εἰς τὸ σῶμα τροφῆς εἴτ’ οὖν στέρησις εἴτ’ ἀῤῥωστία τῆς ἐνεργείας ἀτροφίαν ἐξ ἀνάγκης ἐπιφέρει, ὥσπερ γε καὶ ἡ τῆς καθ’ ἕκαστον μέρος ἀλλοιωτικῆς δυνάμεως βλάβη, καὶ ἡ περὶ τὴν διάκρισιν δὲ τῶν περιττωμάτων τοῦ
15αἵματος ἀποτυχία, σύμπτωμα οὖσα καὶ αὐτὴ διακριτικῆς ἐνεργείας, ἐξ ἀνάγκης ἐπιφέρει τὰ τῆς ἀχροίας συμπτώματα· καὶ καλεῖται τὸ μὲν ἕτερον αὐτῶν ἴκτερος· ἀνώνυμον δέ
ἐστι τὸ ἐπὶ τῷ μελαγχολικῷ περιττώματι. κατὰ δὲ τὸν αὐτὸν271

7

.

272

τρόπον ἐπὶ παντὸς γένους συμπτώματος ἐξευρήσεις ὅσα τε διὰ παντὸς ἀλλήλοις ἕπεται καὶ ὅσα μὴ διὰ παντός. ἐγὼ
δὲ μήκους φειδόμενος ἐνταυθοῖ καταπαύσω τὸν λόγον.272