TLG 0057 042 :: GALENUS :: De causis morborum liber

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De causis morborum liber

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 7. Leipzig: Knobloch, 1824 (repr. Hildesheim: Olms, 1965): 1–41.

Citation: Volume — page — (line)

7

.

1

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ
t2ΝΟΣΗΜΑΣΙΝ ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ.
1 Πόσα μέν ἐστι καὶ τίνα τὰ σύμπαντα νοσήματα κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἁπλᾶ τε καὶ σύνθετα, δι’ ἑτέρου δεδήλωται γράμματος. ἑξῆς δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἑκάστου διελθεῖν, ἀπὸ τῶν ἁπλῶν τε
5καὶ ὁμοιομερῶν ὀνομαζομένων τοῦ ζώου μορίων ἀρξαμένους, εἶτ’ αὖθις ἐπὶ τὰ σύνθετά τε καὶ ὀργανικὰ μεταβάντας. ἐπεὶ τοίνυν ἐδείχθη, κατὰ μὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶ‐
σθαι τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας,1

7

.

2

ἅπασα νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώμα‐ τος ἤτοι δυσκρασία τις ὑπάρχουσα, ἢ τῆς συνεχείας αὐτοῦ τῶν μερῶν διαίρεσις, κατὰ δὲ τοὺς μήθ’ ἡνῶσθαι καὶ κενόν τι παραπεπλέχθαι πάσῃ σώματος συγκρίσει νομίζοντας, ἀμε‐
5τρία τε πόρων οὖσα καὶ λύσις τῆς αἰσθητῆς ἑνώσεως, ἀρξώμεθα καὶ νῦν ἐπισκοπεῖσθαι τὰς αἰτίας ἑκάστου τῶν νοσημάτων τῆς πρώτης ὑποθέσεως, ἣν δὴ καὶ ἀληθῆ πεπεί‐ σμεθα ὑπάρχειν. ἦν δ’, οἶμαι, τέτταρα μὲν ἁπλᾶ, τέτ‐ ταρα δὲ σύνθετα, ποτὲ μὲν τοῦ θερμοῦ μόνον τὴν αὔξησιν
10ἄμετρον ἢ τοῦ ψυχροῦ λαβόντος, ἤ τινος τῶν τῆς ἑτέρας ἀντιθέσεως τῆς κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, ἔστιν ὅτε δὲ καὶ κατὰ συζυγίαν τινὰ αὐξηθέντων αὐτῶν, ὡς εἶναι θερμὸν ἅμα καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν τὸ νόσημα.
15 Τίνες οὖν ἑκάστου τῶν εἰρημένων νοσημά‐ των αἰτίαι τῆς γενέσεως, ἤδη σκοπώμεθα, ἀρχὴν ἀπὸ τοῦ
κατὰ θερμασίαν ἄμετρον δυσκράτου νοσήματος ποιησάμενοι.2

7

.

3

φαίνεται δὴ κᾀπὶ τῶν ἄλλων ἁπάντων σωμάτων, ὁπόσα θερμότερα γίγνεται σφῶν αὐτῶν, ἢ ἐκ κινήσεώς τινος αὐξα‐ νομένου τοῦ θερμοῦ, ἢ ἐκ σηπεδόνος, ἢ ἐξ ὁμιλίας ἑτέρου θερμοτέρου σώματος, ἢ ἐκ στεγνώσεως, ἢ ἐξ ἐπιτηδείου τρο‐
5φῆς. ἐκ μὲν κινήσεως ἐπί τε τῶν γυμναζομένων ὁπωσοῦν καὶ τῶν παρατριβομένων ἀλλήλοις λίθων, ἢ ξύλων, καὶ τῆς ῥιπιζομένης φλογός. ἐκ σήψεως δὲ τῶν τε ἄλλων ἁπάντων καὶ μάλιστα σπερμάτων, ἢ κόπρου· ἐγὼ γοῦν οἶδα καὶ ἀναφθέντα ποτὲ περιστερῶν ἀποπατήματα διασαπέντα. καὶ
10μὲν δὴ καὶ ὡς ἐκ τῆς τῶν θερμοτέρων ὁμιλίας θερμαίνεται τὰ πλησιάζοντα, πρόδηλον παντὶ βαλανείων ἀναμνη‐ σθέντι καὶ ἡλίου θερινοῦ καὶ φλογὸς ἁπάσης. οὕτω δὲ καὶ εἰ πῦρ ἀνάψαις χειμῶνος ἐν οἴκῳ μεγάλῳ, στεγνώσας μὲν αὐτοῦ τὰς διαπνοὰς, ἀθροίσαις ἂν ἔνδον τὸ θερμὸν,
15ἐάσας δὲ ἀνεῷχθαι πανταχόθεν, οὐδὲν ἕξεις πλέον. ἀτὰρ οὖν καὶ τὰ βαλανεῖα καὶ αἱ κάμινοι τὸν αὐτὸν τοῦτον τρό‐ πον ἀθροίζουσι τὸ θερμὸν ἑαυτῶν ἔνδον. ᾧ δῆλον ὡς καὶ
στέγνωσις ποτὲ θερμασίας πλείονος αἰτία. δῆλον δὲ καὶ τὸ3

7

.

4

ἀπὸ τῆς ὕλης, ὡς κάλαμοι μὲν οἱ ξηροὶ ῥᾳδίως ἐξαίρουσιν ἐπὶ μέγιστον τὴν φλόγα, ξύλα δέ γε χλωρὰ, καὶ μάλιστα ἢν πλείω σωρεύσῃς ἐπ’ αὐτὴν, ἄχρι μὲν πολλοῦ βαρύνει τε καὶ οἷον καταπνίγει τὴν φλόγα, τελευτῶντα δὲ αὐξάνει. πῶς
5οὖν ἐν τῷ τοῦ ζώου σώματι τούτων ἕκαστον ἀποτελεῖται; γυμνασθεὶς μέν τις ἀμετρότερον ἐκοπώθη. τοῦτο δ’ ἐστὶ θερμασίαν ἔχειν ἄμετρον ἐν τοῖς ἄρθροις τε καὶ τοῖς μυσὶ πλείονα τοῦ κατὰ φύσιν. ταῦτα γὰρ ἦν καὶ τὰ πρώτως κι‐ νούμενα. καὶ εἰ μὲν ἐνταῦθα καταμείνειεν ἡ θέρμη καὶ φθά‐
10σειεν λυθῆναι, πρὶν ἐπινείμασθαι σύμπαν τοῦ ζώου τὸ σῶμα, κόπος ἂν οὕτω γε μόνον εἴη τὸ γεγονός· εἰ δὲ εἰς ἅπαν ἐκ‐ ταθείη τὸ σῶμα, πυρετὸς ὀνομάζεται τὸ νόσημα, τοῦ παν‐ τὸς ζώου θερμότης τις ἄμετρος οὖσα. οὕτω δὲ καὶ ὁ θυμὸς, ζέσις τις ὢν τοῦ περὶ τὴν καρδίαν θερμοῦ, διὰ κίνησιν ἄμε‐
15τρον ὅλον ἐπινειμάμενος ἐνίοτε τὸ σῶμα πυρετὸν ἀνῆψε. καὶ μὲν δὴ καὶ ὅσα σήπεται κατὰ τοῦ ζώου σῶμα, τινὰ μὲν
ἐν αὐτοῖς τοῖς μέρεσιν, ἐν οἷς σήπεται, θερμασίαν ἄμετρον4

7

.

5

ἐργάζεται, καθάπερ ἐρυσιπέλατά τε καὶ ἕρπητες καὶ ἄν‐ θρακες καὶ φλεγμοναὶ καὶ φύγεθλα, τὰ δ’ ὅλον τὸ σῶμα συνεκθερμήναντα πυρετὸν ἤγειρε. καὶ γὰρ οὖν καὶ τὸ τρί‐ τον αἴτιον ἀμέτρου θερμότητος ἔκ τε τούτων ἤδη πρόδηλον,
5ὅπως ἐπιγίγνεται τοῖς ζώοις, κᾀκ τῶν καλουμένων ἐγκαύ‐ σεων. ἐπί τε γὰρ τοῖς βουβῶσι καὶ ταῖς φλεγμοναῖς καὶ τοῖς ἐρυσιπέλασι καὶ πᾶσι τοῖς οὕτω θερμοῖς νοσήμασιν ἀεὶ τὸ ψαῦόν τε καὶ συνεχὲς μόριον αὐτὸ μὲν πρῶτον ἀπολαύει τῆς θερμασίας, ἔπειτα δὲ καὶ τῷ πλησιάζοντι μεταδίδωσι,
10κᾀκεῖνο αὖθις τῷ μεθ’ ἑαυτὸ, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας ἀφικομένης τῆς δυσκρασίας ὅλον ἐν τά‐ χει τὸ σῶμα μεταλαμβάνει τοῦ τῆς ἀρχῆς παθήματος. αἱ δ’ ἐν τοῖς ἡλιουμένοις χωρίοις διατριβαὶ πολυχρόνιοι τῶν μὲν γυμνῶν ὅλον ἐκθερμαίνουσιν ἀμέτρως ἐνίοτε τὸ δέρμα, τῶν
15δ’ ἠμφιεσμένων μόνην τὴν κεφαλήν. καὶ τοῦτ’ ἔστιν ἡ ἔγκαυ‐ σις. εἰ δ’ ἅπαν ἐπινεμηθείη τὸ σῶμα, πυρετὸς ἂν οὕτω γέ‐ νοιτο. τὸ δὲ τέταρτον γίνος τῆς αἰτίας τῆς ἀναπτούσης ἀμέ‐
τρως τὴν ἔμφυτον θερμασίαν ἐπί τε ταῖς ψύξεσι καὶ στύψεσιν5

7

.

6

ὁρᾶται γιγνόμενον. ῥιγώσας γάρ τις ἀμέτρως καὶ νηξάμενος ἐν ὕδατι στυπτηριώδει, ἤ τινος τοιαύτης ἑτέρας μετέχοντι δυ‐ νάμεως, ἐστέγνωσέ τε καὶ ἐπύκνωσε τὸ δέρμα καὶ τὰς δια‐ πνοὰς ἔνδον καθεῖρξεν. αἱ δ’ εἰ τύχοιεν οὖσαι καπνώδεις
5ἀθροισθεῖσαι, πυρετὸν ἐγέννησαν. τὸ δὲ δὴ πέμπτον εἶδος τῆς ἀναπτομένης ἀμέτρως θερμότητος ἐδεσμάτων εἰσὶ ποιό‐ τητες δριμεῖαι καὶ θερμαὶ, σκορόδων τε καὶ πράσων καὶ κρομ‐ μύων καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ἡ τούτων χρῆσις ἀμετροτέρα γιγνομένη πυρετὸν ἤγειρεν ἐνίοτε. καὶ μὲν
10δὴ καὶ πομάτων θερμῶν, οἷον οἴνου τε παλαιοῦ καὶ δριμέος προσενεχθέντος πλείονος ἀσθενεῖ σώματι καὶ φαρμάκων δριμέων ἀλεξητηρίων τε καὶ δηλητηρίων, ἐπύρεξαν ἄν‐ θρωποι. τί οὖν δή, φασιν, οὐ διὰ παντὸς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων αἰτίων ἀνάπτεται πυρετός; ὅτι καὶ τὸ ποσὸν τῆς
15δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐ‐ τῆς ἐν τῷ σώματι παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχει τὴν διαφορὰν, αὐτό τε τὸ σύμπαν τοῦ ζώου σῶμα πάμπολυ
διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ μόγις ἐξίστασθαι6

7

.

7

τοῦ κατὰ φύσιν. ὡς οὖν οὐκ ἀπορεῖς διὰ τί πᾶσα κίνησις οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον, ὡς εἰ μὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ μυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν
5ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις, εἰ μὴ μέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν ἑαυτῇ σῶμα συγκακῶσαι δυνήσεται. ἢ κίνησις μὲν ὀλίγη κό‐ πον οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, μικρὸς δὲ κόπος ἀνάψει πάντως πυρετόν; ἢ κίνησις μὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει,
10κόπος δ’ οὐχ ἕξει; καὶ μὲν ὅτι γε τὰ μὲν τῶν ἀθλητῶν σώ‐ ματα πολυχρονίων τε ἅμα καὶ σφοδροτάτων ἀνέχεται κινή‐ σεων ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡμῶν τῶν ἰδιωτῶν, εἰ πλείω βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιμεν, εὐθὺς ἀγανακτεῖ, πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν. οὔκουν
15θαυμαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν. ἢ γὰρ μικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώματος
ἰσχύος ἥττων ἐγένετο, ἢ τὸ μὲν γυμνάσιον, εἰ βραχυχρόνιον7

7

.

8

εἴη καὶ μὴ σφοδρὸν καὶ τῆς τοῦ γυμναζομένου φύσεως ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’ ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς τοῦ πάσχοντος σώματος ἰσχύος ἀσθενέστερος. ἀλλὰ τοῦτό
5γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνει χωρὶς χρόνου καὶ ῥώ‐ μης· ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ μεγίστης φλογὸς τὰς χεῖρας διαφέρομεν ἀλύπως· οὔτε μὴν πᾶσαν ὕλην ἑτοίμως ἐξάπτει. κάλαμοι μὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς
10ὁμιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε δεῖται μακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ. πῶς οὖν ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυμάζων ἐπὶ τοῦ κόπου θαυ‐ μάζεις, εἰ καὶ μεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώματος ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι; ἄμεινον δ’ ἦν σε μὴ τοῦτο
15θαυμάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶμα ῥᾳδίως ἐκ‐ θερμαίνεσθαι πέφυκε καὶ ποῖον δυσχερῶς. ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἀκούσῃ. ἐν δέ γε τῷ παρόντι μηδὲν εἶναί σοι φαι‐
νέσθω θαυμαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ μεγέθους τὸ8

7

.

9

μέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος ἐπιτηδείου παθεῖν. οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς τούτων καίειν, οὐδὲ τὸ ξίφος τέμνειν, οὐδ’ ἄλλο τι τῶν δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέ‐
5φυκεν οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου. τῆς μὲν οὖν λυ‐ χνιαίας φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον καταχέαις, μή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέμνειν οὐκ ἂν οὐδὲ τοὺς λίθους ἐπιχειρίσειας, μὴ ὅτι γε ἀδάμαντα, κόπον δὲ καὶ θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώ‐
10σεις ἀνάπτειν ἀεὶ, κᾂν μικρὸν, κᾂν ὀλιγοχρόνιον, κᾂν ἀνε‐ πιτήδειον ἔχῃ τὸ σύμπαν σῶμα πρὸς τὸ θερμαίνεσθαι, ἢ οὔ; τὸ μὲν γὰρ ἤδη θερμὸν ἑτοιμότερον ὑπερθερμανθῆναι, κα‐ θάπερ οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως ἔχον ἀνεπιτήδειον. οὕτω μὲν οὖν ἀναίσθητός τε καὶ ἀμα‐
15θὴς ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία· τοὺς δὲ μηδὲν ἀπο‐ φαινομένους ἑτοίμως τε καὶ προπετῶς ὑπὸ μηδενὸς τῶν
εἰρημένων μηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας9

7

.

10

ἐλεεῖσθαι προσῆκεν, ἢ τῆς φιλονεικίας μισεῖσθαι. λέλυται γοῦν καὶ τὰ τούτων σοφίσματα δι’ ἑτέρου γράμματος ὑπὲρ τῶν προκαταρκτικῶν αἰτίων ἰδίᾳ γεγραμμένου. καὶ νῦν οὐκ ἀντιλέγειν τοῖς ἡμαρτημένοις καιρὸς, ἀλλὰ τἀληθῆ διδάσκειν
5πρόκειται. πάλιν οὖν ἐπανελθόντες ἐχώμεθα τῶν προκειμέ‐ νων. ἦν δὲ, οἶμαι, προκείμενον ἑκάστου τῶν ἁπλῶν νοση‐ μάτων εἰπεῖν τὰς προηγουμένας αἰτίας ἄχρι καὶ τῶν προ‐ καταρκτικῶν. οὐδὲν γὰρ χεῖρον τοῖς οὕτω διαστειλαμένοις τὰς προσηγορίας τοῦ σαφοῦς ἕνεκα ἀκολουθῆσαι. τὰς μὲν
10δὴ κατ’ αὐτὸ τὸ ζῶον εἴτ’ οὖν διαθέσεις, εἴτε καὶ κινήσεις παρὰ φύσιν, αἰτίας ὀνομάζουσι προηγουμένας νοσημάτων, τὰ δ’ ἔξωθεν προσπίπτοντα καὶ ἀλλοιοῦντα καὶ μεταβάλ‐ λοντα μεγάλως τὸ σῶμα προκατάρχοντά τε καὶ προκαταρ‐ κτικὰ καλοῦσιν αἴτια.
15 Τοῦ μὲν δὴ θερμοῦ νοσήματος ἐν τῷ κα‐ θόλου τὰς αἰτίας εἴπομεν, ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη μεταβῶμεν. εἰσὶ δὲ καὶ αἱ τοῦδε πλείους τὸν ἀριθμὸν αἰτίαι, οἷον ὁμι‐
λίαι τῶν ψυχόντων, καὶ τῶν ἐσθιομένων καὶ πινομένων τό10

7

.

11

τε ποσὸν καὶ τὸ ποιὸν, καὶ στέγνωσίς τε καὶ μάνωσις, κᾀ‐ πὶ τούτοις ἀργία τε καὶ κίνησις ἄμετρος. αὗται γὰρ οὖν δὴ καὶ αὐτὸ τὸ πῦρ σβεννύουσιν αἱ προφάσεις. ἄνθρακι μὲν γὰρ σμικρῷ χιόνα πολλὴν, ἢ κρύσταλλον ἐπιθεὶς, ἢ ὕδωρ
5ψυχρὸν ἐπιχέας, σβέσεις παραχρῆμα. κᾂν εἰ τὸ περιέχον εἴη ἄκρως ψυχρὸν, οἷον μάλιστα περὶ τὸν Ἴστρον χειμῶνος, οὐ μόνον λύχνον ὑπαίθριον ὄψει σβεννύμενον εὐθὺς, ἀλλὰ καὶ πᾶν ἄλλο ὀλίγον πῦρ. οὕτω μὲν ὑπὸ τῆς τῶν ἄγαν ψυ‐ χρῶν ὁμιλίας νικᾶται τὸ πῦρ· ὑπὸ δὲ τῆς τῶν τρέφειν αὐτὸ
10φύσιν ἐχόντων ὑπερβολῆς, ἢ ἐνδείας, ἢ μὴ προσηκούσης ποιό‐ τητος ὡδί πως βλάπτεται. ξύλα μὲν ἀθρόα καὶ πολλὰ σω‐ ρεύσας ἐπὶ σμικρᾶς φλογὸς ἀποπνίξεις αὐτὴν ὑπερβολῇ ποσό‐ τητος ἀμέτρου, μὴ παρέχων δὲ ὅλως ἢ παντάπασιν ὀλίγα, μαραινομένην ὄψει δι’ ἔνδειαν, ἢ ὀλιγότητα τροφῆς. οὕτω
15δέ που καὶ τὴν λυχνιαίαν φλόγα θεώμεθα μειουμένην τε καὶ κινδυνεύουσαν σβεσθῆναι ταῖς ἀμετρίαις τῆς οἰκείας τροφῆς. εἴτε γὰρ μὴ παρέχῃς αὐτῇ τοὔλαιον δαψιλὲς, εἴτε ἀθρόως
καταχέοις, πάμπολυ λυπήσεις ἑκατέρως· εἰ δὲ καὶ παρέχεις11

7

.

12

μὲν ἄφθονον αὐτῇ τὴν ὕλην, ἀλλ’ ἤτοι μηδ’ ὅλως καίεσθαι πεφυκυῖαν, ἢ σὺν πολλῷ καμάτῳ, καὶ ταύτην εὐθέως ἐλάτ‐ τονα ποιήσεις τὴν φλόγα, καθάπερ εἰ καὶ τοὔλαιον ἀναμίξας ὕδατι καταχέεις τοῦ πυρός. καὶ μὲν δὴ καὶ στεγνώσας τὸ
5περιέχον τὴν φλόγα καὶ μανώσας ἀμέτρως, ὄψει καὶ οὕτως ἐλάττονά τε γιγνομένην ἐν τάχει καὶ κινδυνεύουσαν σβεσθῆναι. στεγνοῦται μὲν οὖν εἰ σικύαν ἰατρικὴν, ἢ πνιγέαν περιθείης, ἤ τι τοιοῦτον ἕτερον· οὕτω δὲ καὶ τῶν καμίνων εἰ τὰς ὀπὰς ἐμφράξαις. εἰ δὲ ἐν ἡλίῳ πολλῷ καὶ θερινῷ καὶ προσηλίῳ
10χωρίῳ καταθείης, ἢ μείζονα παραθείης ἑτέραν φλόγα, θεάσῃ καὶ τότε τὴν ἐλάττω μαραινομένην ἐκ τοῦ μανοῦσθαί τε καὶ διαφορεῖσθαι σφοδρῶς ὑπὸ τῆς ἔξωθεν φλογὸς ἰσχυροτέρας ὑπαρχούσης. ὅτι δὲ καὶ ῥιπίζων αὐτὴν, ὅπερ ἐστὶ κινῶν, αὐξήσεις μὲν, εἰ μεμετρημένως αὐτὸ ποιήσεις, ἀμέ‐
15τρως δὲ ῥιπίσας διαλύσεις τε καὶ σκεδάσεις, οὐδὲ τοῦτο ἄδη‐ λον. οὕτω γοῦν καὶ οἱ ἄνεμοι κατὰ τὸ μέγεθος ἀεὶ τῆς
φλογὸς ἐθέλουσιν ὑπάρχειν, εἴ τι μέλλοιεν ὀνήσειν αὐτήν· οἱ12

7

.

13

δὲ μείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν. κᾀν τῷδε δῆλον ὡς δεῖται μὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς αὔξησιν, οὐ μὴν ἀμέτρου γε ταύτης. ἀῤῥωστεῖ μὲν γὰρ οὐδ’ ὅλως ῥιπιζομένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς
5ἔξωθεν κινήσεως ἐπιπιπτούσης. κατὰ μὲν δὴ τὸ πρῶτον εἶ‐ δος τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυ‐ χροῦ, τοῦ μὲν κατὰ τὴν θίξιν μόνον, τοῦ δὲ κατὰ τὴν δύνα‐ μιν ἔσται τι νόσημα ψυχρόν. οὕτως ἐν ὕδατι ψυχρῷ νηξά‐ μενός τις ἐβλάβη, καὶ κακῶς λουσάμενος, καὶ διὰ κρύους
10ὁδοιπορήσας. ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε παραγενέσθαι. κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπί‐ ληπτος, ἢ κίνησιν ἢ αἴσθησιν βεβλαμμένος, ἤ πως ἄλλως κατεψυγμένος ἐξ οἰνοφλυγίας τις ἐγένετο. καί τοί γε αὔξει τὴν ἔμφυτον θερμασίαν ὁ σύμμετρος οἶνος, ὡς ἂν οἰκειοτάτη
15τροφή. καὶ μὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιμω‐ τάτων τῷ ζώῳ σιτίων ἄμετρος προσφορὰ νοσημάτων ψυ‐
χρῶν αἰτία γίγνεται. ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιομέ‐13

7

.

14

νων ἢ πινομένων, καὶ ταῦτα ψυχρῶν νοσημάτων αἴτια. τῶν τοιούτων δέ ἐστι καὶ μήκων καὶ μανδραγόρα καὶ ὑοσκύαμος καὶ κώνειον, ἃ δὴ καὶ κτείνει τῷ σφοδρῷ τῆς ψύξεως. ἡ δέ γε στέγνωσις ἡ ἐσχάτη, τρίτον γὰρ δὴ τοῦτο νοσημάτων ψυ‐
5χρῶν αἴτιον ἐτιθέμεθα, κάρους τε καὶ κώματα καὶ ἀποπλη‐ ξίας ἐργάζεται· καὶ τοῦτο ἔστι τὸ πρὸς Ἱπποκράτους λεγό‐ μενον, ὡς τῷ ἐξαίφνης ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες τὸ σῶμα λυπέουσιν. ὀνομάζει μὲν γὰρ ὁμοίως τοῖς ἄλλοις παλαιοῖς τὰ δύο γένη τῶν ἐναίμων ἀγγείων φλέβας, οὐχ
10ὥσπερ οἱ νεώτεροι τὸ ἕτερον μόνον τὸ μὴ σφύζον. ἐπειδὰν δὲ ἀποληφθῶσιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τοῦτ’ ἔστιν οὕτω πληρωθῶσιν αἵματος, ὡς μηδεμίαν ἔτι κενὴν ἀπολείπεσθαι χώραν ἐν αὐταῖς, εἰς ἣν ἐν τῷ διαστέλλεσθαι τὸν ἔξωθεν ἀέρα ἐπισπᾷν δυνήσονται, καταπνίγεται μὲν ἐν τῷδε καὶ ἔμ‐
15φυτον θερμὸν, ἀκίνητοι δὲ καὶ ἀναίσθητοι διὰ ταχέων οἱ οὕτω παθόντες ὅλῳ τῷ σώματι γίγνονται. δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν ἐν μὲν τῷ περὶ χρείας σφυγμῶν, ὡς ὑπὲρ
τοῦ φυλάττεσθαι σύμμετρον ἐν ἅπασι τοῖς μέρεσι τοῦ ζώου14

7

.

15

τὸ κατὰ φύσιν θερμὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερμό‐ τητα φυλάττει σύμμετρον. ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνι‐
5γέαν περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθε‐ ρεῖς παραχρῆμα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς ζώοις θερμότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς μηδαμῆ κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει. ἡ μὲν οὖν ἐν τῇ καρδίᾳ θερμασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ
10περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον. ἡ δ’ ἐν ταῖς καθ’ ὅλον τὸν ὄγκον τοῦ σώματος ἀρτηρίαις θερμασία διά τε τῆς καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ παντὸς τοῦ δέρματος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζο‐
15μένη μὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀμφοτέρων ἡ κατὰ φύσιν αὐ‐
τῆς συμμετρία διασώζεται. καὶ δὴ καὶ στεγνωθεισῶν τῶν15

7

.

16

ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφαμεν, ὑπὸ πλή‐ θους αἵματος, ἢ τινῶν ἐμφραγμάτων ἐν τοῖς στόμασιν αὐ‐ τῶν γενομένων, ὡς μηδαμῆ διαπνεῖσθαι, σβεσθῆναι μὲν ἀνάγκη τὸ θερμὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶμα.
5μετρίας μέντοι τῆς στεγνώσεως γενομένης, οὐκ ἔτι ἐξ ἀνάγ‐ κης συστήσεται πάθημα τοιοῦτον περὶ τὴν ἔμφυτον θερμα‐ σίαν. ἀλλ’ εἰ μὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τη‐ νικαῦτα τὸ κατὰ τὸ τοῦ ζώου σῶμα περίττωμα γενόμενον ἕτερον ἔσται πάθημα τῆς ἐμφύτου θερμασίας· εἰ δ’ ἀτμίζον
10ἦ μόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διτ‐ τὸν, ὡδί πως διαφέρον. ὅταν γὰρ αἷμα χρηστὸν ἀκριβῶς ᾖ κατὰ τὸ σῶμα, μηδενὶ περιττώματι μοχθηρῷ τεθολωμένον, ἀτμὸς ἐξ αὐτοῦ θερμαινομένου χρηστὸς ἐγείρεται, μηδὲν ἐπι‐ φερόμενος ἅμ’ ἑαυτῷ πυρῶδες ἢ δριμύ. τὸ μὲν δὴ τοιοῦτον
15σῶμα μετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν, ἢ θερμότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως μὲν διαιτωμέ‐ νοις πληθωρικὸν, ἔνδον μενόντων ὧν ἐχρῆν πονουμένων
ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερμότερον, ὡς ἂν ἐκ μὲν τῆς16

7

.

17

κινήσεως αὐξανομένης τῆς ἐμφύτου θερμασίας, μὴ διαπνεο‐ μένης δὲ τῷ πεπυκνῶσθαι τὸ σῶμα. κατὰ δὲ τὸ καπνῶδες ὑποτρέφον περίττωμα σῶμα στεγνωθὲν ἤτοι πυρετὸς ἐξα‐ φθήσεται, κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυμιά‐
5σεως, ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔμφυτον θερ‐ μόν. ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ περιττώματος καὶ τῷ ποσῷ τῆς στεγνώσεως. εἰ μὲν γὰρ τὸ καπνῶδες περίττωμα τὸ δεόμενον τῆς κενώσεως εἴη πάμ‐ πολυ καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι κα‐
10ταπνιγεῖσαν ὑπὸ τοῦ περιττώματος τὴν ἔμφυτον θερμασίαν· εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωμα καὶ ἡ στέγνωσις βραχεῖα, πυρετὸς ἀναφθήσεται. δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπί‐ στασθαι χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις τοῦ σώματος, ἐν αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτμῶδές ἐστι τὸ διαπνεό‐
15μενον. ἀλλὰ τοῦτο μὲν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται πραγματείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίω‐ μεν. ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνε‐
ται καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ μάνωσις, ὅταν17

7

.

18

ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔμφυτον θερμὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶμα. γίγνεται δὲ ταῦτα καὶ καθ’ ὅλον μὲν τὸ ζῶον, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον ὡσαύτως, ἤτοι στεγνούμενον, ἢ μανούμε‐
5νον. εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶμα διάθεσιν ἐπὶ ταῖς ἐμφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην σχοίη τὸ μόριον ὑπὸ τῶν ἐν αὐτῷ μόνων πεπονθυιῶν ἀρ‐ τηριῶν, ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ. καὶ μὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρμακά
10τε καὶ ὕδατα φαρμακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον ἤτοι στέγνωσιν, ἢ μάνωσιν ἄμετρον ἐναπεργάζεσθαι δυνή‐ σεται τῷ μορίῳ. καί τινες βίαιοι δεσμοὶ ποτὲ μὲν αὐτῷ τῷ μέρει, ποτὲ δὲ τοῖς ὑπερκειμένοις περιτιθέμενοι νεκρώ‐ σουσί τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ
15ζώου κοινωνίας στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύμφυτος ἐπέῤῥει θερμασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναμις
ἐχορηγεῖτο.18

7

.

19

Περὶ μὲν δὴ τῶν θερμῶν τε καὶ ψυ‐ χρῶν νοσημάτων αὐτάρκως εἴρηται· περὶ δὲ τῶν ξηρῶν ἐφεξῆς λεγέσθω. εἰ δέ τις διαπονοίη μὲν πλείω καὶ διαπνοίη, τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναμιν, ξη‐
5ρότερος ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νό‐ σημα, καὶ μάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω. καὶ μὴν καὶ αἱ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις αἱ ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ τῶν ζώων σώματα, καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει
10καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος μετέ‐ χοντι. καὶ μέν γε καὶ ὅσα τῶν φαρμάκων ξηρὰ τὴν δύναμίν ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ ταῦτα. εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ φαρ‐ μάκων.
15 Αὗται μὲν καὶ αἱ τῶν ξηρῶν νοσημάτων αἰτίαι. τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύμπασαι, ἐδεσμάτων μὲν ὑγροτέρων τὴν δύναμιν ἀφθονία, καὶ πλείω τὰ πώματα, καὶ
σύμπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυμηδία, καὶ λουτρὰ19

7

.

20

γλυκέων ὑδάτων πολλὰ, καὶ μᾶλλον μετὰ τροφήν. οὕτω δὲ καὶ ἀργὸς ὁ σύμπας βίος, καὶ ἄπονος, ὄμβροι τε πολλοὶ, καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρμακα ταὐτὸ τοῦτο δρᾷν δυνάμενα.
5 Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νο‐ σημάτων αἴτια σύνθετα πάντως ἐστίν. εἰ γὰρ ἅμα θερμὴ καὶ ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερμὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι τὸ νόσημα, καὶ εἰ θερμὴ καὶ ὑγρὰ, θερμὸν καὶ ὑγρόν· οὕτω δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς
10καὶ ψυχρᾶς. ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις μὲν ὑπὸ πάντων τῶν αἰτίων ὁμοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ σῶμα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάμεσιν ὑπαρχόντων, ποτὲ μὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα,
15ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀμφοτέρων βλάβην ὁμοίως ἀναδέχεσθαι τὸ σῶμα. καί τι δόξειεν ἂν εἶναι τοῦτό
γε ἀδύνατον ἅμα θερμότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι20

7

.

21

τοῦ κατὰ φύσιν ἓν καὶ ταὐτὸν σῶμα, καὶ ὑγρότερον αὖ καὶ ξηρότερον, ἀλλὰ καὶ γίνεται τοῦτο. καὶ δεόντως ἀνώ‐ μαλος ὀνομάζεται δυσκρασία, καὶ ἡμῖν ἰδίᾳ περὶ αὐτῆς ἐν ἑτέρῳ γράμματι λέλεκται τὰ εἰκότα, καὶ οὐ χρὴ νῦν ἔτι μη‐
5κύνειν ὑπὲρ αὐτῶν, ἀλλ’ ἐπὶ τὰ λοιπὰ γένη τῶν νοσημάτων ἰτέον ἤδη τὰς αἰτίας αὐτῶν σκεψομένους. ἀναμνησθῆναι δὲ πάλιν κᾀνταῦθα προσήκει τῶν εἰρημένων ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὡς ἐνίοτε μὲν αὐταῖς μόναις ταῖς τέτ‐ ταρσι ποιότησιν ἐξίσταται τοῦ κατὰ φύσιν ἔχειν τὰ σώ‐
10ματα, μηδεμιᾶς ἔξωθεν αὐτοῖς ἐπιῤῥυείσης ἑτέρας οὐσίας, ἐνίοτε δὲ ἐμπίπλαται ῥεύματος ὑγροῦ μὲν πάντως τὴν ἰδέαν, οὐχ ὑγροῦ δὲ τὴν δύναμιν. εἴρηται μὲν οὖν καὶ τοῖς παλαιοῖς ἰατροῖς τε καὶ φιλοσόφοις ὑπὲρ τῆς τῶν τοιούτων ὑγρῶν δυ‐ νάμεως· ἀποδέδεικται δὲ καὶ ἡμῖν ἐν ἄλλοις τέ τισι καὶ ἐν
15τοῖς περὶ φαρμάκων ὑπομνήμασιν. ὅσον δ’ ἐξ αὐτῶν εἰς τὰ παρόντα χρήσιμον, εἰρήσεται καὶ νῦν, ὡς ἡ μὲν ξανθὴ χολὴ θερμὴ καὶ ξηρὰ τὴν δύναμίν ἐστιν, ἡ δὲ μέλαινα ξηρὰ καὶ
ψυχρά· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα· καὶ ψυχρὸν καὶ ὑγρὸν21

7

.

22

τὸ φλέγμα· καὶ ὡς ἐνίοτε μὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκα‐ στος τῶν χυμῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιμίγνυνται· καὶ ὡς αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουμένων καὶ φλεγμαινόν‐ των μορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται.
5καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσι‐ πέλατά τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί. καὶ μὴν καὶ ἄλφοι καὶ ἀθερώματα καὶ ἀχῶρες καὶ μελικηρίδες καὶ γαγγλία καὶ στεατώματα ῥευμάτων εἰσὶν ἔγγονα νοσήματα. διαφέρει δ’
10ἀλλήλων ταῦτα καὶ ἄλλα σύμπαντα τὰ προειρημένα τῷ τὰ μὲν ἐκ φλέγματος γίγνεσθαι μόνου, τὰ δὲ ἐξ αἵματος, τὰ δὲ ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς μελαίνης, τὰ δὲ ἐξ ἄλλου τινὸς χυμοῦ οὐ τελέως παρὰ φύσιν. ἀλλὰ καὶ οὗτος ὅστις ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρημένων ἐστὶ γενῶν· οὐ γὰρ
15ἐνδέχεται μὴ οὐχὶ θερμὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’ ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως, ἐκπίπτει μὲν τοῦ
κατὰ φύσιν φλέγματος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυμὸς22

7

.

23

ὅλῳ τῷ γένει παρὰ φύσιν. οὐ μὴν οὕτως γε ἔχει τἀληθές. ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναμιν, ἐν τῷ τοῦ φλέγματος γένει περιέχεται. κατὰ δὲ τὰ αὐτὰ καὶ ὅστις ἂν ᾖ ξηρὸς καὶ θερμὸς, ὁμογενής ἐστι τῇ ξανθῇ χολῇ. λέλεκται
5δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι. καὶ νῦν οὐ χρὴ μη‐ κύνειν ὑπὲρ αὐτῶν, εἰρήσεται γὰρ οὖν καὶ αὖθις ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν· ὃ δ’ ἐστὶν οἰκεῖον τῆς ἐνεστώσης διεξόδου, πάλιν ἐπανίωμεν. ἅπαντα γὰρ τὰ τοιαῦτα νοσήματα τῆς φύσεως
10ἀποτιθεμένης ἑκάστοτε τὸ περιττὸν εἰς ἀκυρώτερα μόρια γίγνε‐ ται. τοῦτο μὲν δὴ καὶ ἄλλοις ἔμπροσθεν εἴρηται πολλοῖς· ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς ἀποθέσεως, οὐκ ἔτ’ εἴρηται· λο‐ γισμὸν γάρ τινα καὶ νοῦν τῇ φύσει δώσομεν, ἐὰν ἁπλῶς αὐτὴν ἀποτίθεσθαι φῶμεν ἐκ κυρίων μορίων εἰς ἄκυρα πᾶν
15ὁτιοῦν ὑπάρχον μὴ χρηστόν. ἀλλ’ ὅτι μὲν ἐν τοῖς νοσήμασιν αἱ ἀγαθαὶ κρίσεις ὑπό τινος τοιαύτης γίγνονται δυνάμεως ἐναργῶς φαίνεται· τίς δὲ ὁ τρόπος ἐστὶν αὐταῖς τῆς γενέ‐
σεως οὐκ ἀκριβῶς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο, διότι μηδὲ τὰς23

7

.

24

φυσικὰς δυνάμεις, ὑπὲρ ὧν ἡμεῖς ἐν ἑτέροις ὑπομνήμασι διήλ‐ θομεν, ἀκριβῶς ἠδυνήθησαν ἀποδεῖξαι πόσαι τέ εἰσι καὶ τίνες ὁποῖόν τέ τί ἐστι τὸ ἑκάστου αὐτῶν ἔργον. ἀλλὰ νῦν γε χαλεπὸν οὐδέν ἐστι περὶ τούτων ἁπάντων διελθεῖν, ὑπο‐
5θέσεσιν εἰς αὐτὰ χρησάμενον τοῖς δι’ ἐκείνων ἀποδεδειγμένοις. οὐσῶν δὲ τεττάρων δυνάμεων, ὧν ἅπαν μετέχει μόριον καὶ ζώου καὶ φυτοῦ, καὶ τῆς μὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ ἀλλοιούσης, τῆς δὲ ἀποκρινούσης τὸ περιττὸν, ὄντος δὲ τοῦ περιττοῦ διττοῦ κατὰ γένος· ἢ γὰρ τῷ ποσῷ περιττόν
10ἐστιν ἢ τῷ ποιῷ· καὶ τοίνυν καὶ τῶν τοῦ σώματος μορίων οὐκ ἴσην ἁπάντων ἐχόντων τὴν ῥώμην, ἀλλὰ τῶν κυ‐ ριωτέρων εὐθὺς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ῥωμαλεωτέρων ἀπο‐ τελεσθέντων, εὔλογον ἐν τοῖς ἀκαθάρτοις τε καὶ περιττωμα‐ τικοῖς σώμασιν ἐπιῤῥεῖν τι τοῖς ἀκυρωτέροις μορίοις. ἅτε
15γὰρ ἐξ ἁπάντων τῶν ἰσχυροτέρων μορίων ἐλαυνόμενον τὸ περίττωμα, καὶ μηδαμόθι στῆναι δυνάμενον, εἰς τὸ πάντων
ἀσθενέστατον ἀφικνεῖται μόριον. ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν24

7

.

25

ἐστιν, ἢ εὐθὺς ἐν τῇ πρώτῃ συμπήξει τοῦ ζώου πλημμεληθὲν, ἢ ἐξ ὑστέρου βλαβὲν, ἢ καὶ φύσει δεόμενον εἶναι τοιοῦτον, ὥσπερ καὶ τὸ δέρμα. τοῦτο γὰρ ἅτε μηδεμιᾶς ἐνεργείας ἕνε‐ κεν, ἀλλὰ χρείας μόνης γεγενημένον, ἀσθενέστερον εἶναι
5προσήκει τῶν ἐνεργούντων. ἔστι γὰρ οἷον σκέπασμά τι καὶ περίβλημα τοῦ ζώου σύμφυτον, οὔτ’ οὖν πέψιν, οὔτε ἀνά‐ δοσιν τροφῆς, οὔτ’ ἐξαιμάτωσιν, οὔτε σφυγμὸν, οὔτε ἀνα‐ πνοὴν, οὔτε κίνησιν καθ’ ὁρμὴν, οὔθ’ ὅλως ἐνέργειάν τινα τῷ ζώῳ παρεχόμενον. ἅμα δὲ καὶ πάντων ἔξωθεν κείμε‐
10νον εὐλόγως ἐκδέχεται τὰ τοῦ σώματος ὅλου περιττώματα. πολλὰ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἐτεχνήσατο τῶν περιτ‐ τωμάτων καθάρσεως ἕνεκεν ὄργανα, καὶ πρός γε τὴν ὑγείαν ἀρκεῖ μόνα ταῦτα, ἐπειδὰν μήτε τις ἐκ τοῦ περιέχοντος ἐγγί‐ νηται βλάβη τῷ ζώῳ, μήτ’ ἐκ πλημμελοῦς διαίτης περιττω‐
15ματικὸν ἀμέτρως ὅλον ἀπεργασθῇ τὸ σῶμα. τοιούτου δέ τινος συμβάντος ἁμαρτήματος, οὐκ ἔτ’ αὐτάρκη μόνα τὰ φυ‐
σικὰ τῶν ὀργάνων ἀποκαθαίρειν τὸ πλῆθος τοῦ περιττώ‐25

7

.

26

ματος, κᾀν τούτῳ κατασκήπτει ῥεύματα τοῖς ἀσθενεστέροις μορίοις ἐκ τῶν ἰσχυροτέρων ἐλαυνόμενα· συμβαίνει δέ ποτε καὶ στεγνωθέντων τῶν ἐκκαθαιρόντων αὐτὰ πόρων ἑτέροις ἐπιῤῥυῆναι χωρίοις. αὗται μὲν αἱ ἀρχαὶ τῆς γενέσεως ἁπάν‐
5των εἰσὶ τῶν προειρημένων νοσημάτων. αὐξάνεται δ’ ἐν αὐ‐ τοῖς ἤδη τοῖς μέλεσι τὸ κακὸν, ὡς ἂν σφηνουμένων τε καὶ διασηπομένων τῶν περιττωμάτων, καὶ οὕτως αὐτῶν τε χει‐ ρόνων γενομένων, καὶ τὸν ἐπιῤῥέοντα χυμὸν ἐξ ὑστέρου, κᾂν χρηστὸς ᾖ, συνδιαφθειρόντων.
10 Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁμοιομερῶν σωμάτων ἴδια νοσήματα διήλθομεν, ἑξῆς ἂν εἴη λέγειν τὰ τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν διάπλασιν ὑπαρξαμένους γένους. γίγνεται δὲ τοῦτο ποτὲ μὲν τοῦ κατὰ φύσιν σχήματος ὑπαλλαττομένου, ποτὲ δὲ λειότη‐
15τός τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειρομένου. τῆς μὲν δὴ τοῦ κατὰ φύσιν σχήματος ἐξαλλαγῆς αἰτίαι, πρώτη μὲν ἡ κατὰ γαστρὸς ἔτι κυουμένων αὐτῶν διάπλασις μοχθηρὰ,
πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ26

7

.

27

σπέρματος κινήσεσιν ἐμποδὼν γιγνομένης· δευτέρα δὲ ἥ τε κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πλημ‐ μέλεια. μαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεο‐ γνῶν παιδίων ὑπάρχοντα σώματα ῥᾳδίως ἐκστρέφεται, δε‐
5χομένων τε τῶν μαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς, ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε μὴ δεόντως, εἶτ’ αὖθις τῶν τροφῶν ἀναιρουμένων τε καὶ ἀποτιθεμένων οὐ κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ σπαργανοῦν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ μή τις ἐπιτη‐
10δείως μεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ κατὰ φύσιν ἑκάστου τῶν μελῶν σχῆμα. καὶ μὲν δὴ κᾀν τῇ μετὰ ταῦτα ἀνατροφῇ συμπάσῃ τὰ μὲν ὑπὸ πλησμο‐ νῆς ἀμέτρου, τὰ δ’ ὑπὸ κινήσεως πλημμελοῦς ἢ πρωϊαί‐ τερον τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος
15αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν μελῶν δια‐ στρέφεσθαι συμβαίνει, τῶν μὲν πλησμονῶν τὰς φυσικὰς ἐνεργείας ἐμποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινή‐
σεων κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ μὴ χρὴ τὰ κῶλα.27

7

.

28

τὰ μὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειμένων σωμάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται κατὰ τὴν ἀρχαίαν τῆς κνήμης ῥοπήν. οἷς μὲν γὰρ ὀρθότερα τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται μᾶλλον· οἷς δὲ κοιλό‐
5τερα, ῥαιβοῦται. καλῶ δὲ βλαισὸν μὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέ‐ πον, ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία. καὶ κατὰ τὸν θώρακα δὲ μέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγουσῶν τρο‐ φῶν αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ. καὶ μά‐ λιστα παρ’ ἡμῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόμενον
10ἐπὶ τῶν παρθένων. αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλό‐ μεναι τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ μείζω γίγνοιτο τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαμβά‐ νουσιν ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠμοπλάτας τε καὶ θώρακα μόρια σύμπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνομένης τῆς
15τάσεως, ἢ προπετὲς εἰς τὸ ἔμπροσθεν ἀπέφηναν τὸ στῆθος, ἢ τὰ ἀντικείμενα τὰ κατὰ ῥάχιν κυρτά. συμβαίνει δὲ ἐνίοτε καὶ ὥσπερ διακεκλασμένον καὶ παρηγμένον εἰς τὰ πλάγια
γίγνεσθαι τὸ μετάφρενον, ὡς τὴν μὲν ἑτέραν ὠμοπλάτην28

7

.

29

ἀναυξῆ τε καὶ μιρκὰν καὶ προσεσταλμένην ἱκανῶς φαίνεσθαι, τὴν δ’ ἑτέραν ἐξέχουσάν τε καὶ προπετῆ καὶ πάντῃ μείζονα. αὗται σύμπασαι κακίαι σχημάτων ἐν θώρακι συνίστανται πλημμελείᾳ καὶ ἀμαθίᾳ τῶν τροφῶν ἀγνοουσῶν ἰσοῤῥόπως
5ἐπιδεῖν. οὕτω δὲ καὶ οἱ ἰατροὶ πολλάκις οὐκ ὀρθῶς ἐπι‐ δοῦντές τε καὶ διαπλάττοντες τὰ κατεαγότα κῶλα διέστρεψαν, ὥσπερ αὖ πάλιν οὐδὲν ἐξαμαρτάνοντος τοῦ θεραπευόντος, αὐτὸς ὁ κάμνων πρὶν ἀκριβῶς κρατυνθῆναι τὸν πῶρον ἐπι‐ χειρήσας χρῆσθαι τῷ κώλῳ, τῆς διαστροφῆς ἑαυτῷ γίνεται
10δημιουργός. ἀλλὰ καὶ θλασθέντα μόρια καθάπερ ῥὶς, ἢ καὶ περιθραυσθέντα καθάπερ οἱ ἄμβωνες τῶν κοτυλῶν, ἔστιν ὅτε δὲ καὶ τῶν ὀστῶν ἐκκοπέντων ἢ σαρκὸς πλείονος, εἶτ’ οὐ κατ’ ἶσον αὐξηθείσης, ἀπόλλυσι τὸ κατὰ φύσιν σχῆμα. ἕτερος δὲ τρόπος βλάβης σχημάτων ὁ διὰ πλησμονὴν ἄμετρον ἢ ἔνδειαν,
15ὥσπερ τοῖς ὑπερπαχυνθεῖσιν ἢ συντακεῖσιν ἄγαν, ἤτοι καθ’ ἕν τι μόριον ἢ καὶ σύμπαντι τῷ σώματι. καὶ γὰρ οὖν καὶ ὁ ἐλέφας ὀνομαζόμενος καὶ ἡ φθόη φανερῶς ἐξαλλάττουσι τὴν
μορφήν. σιμοῦται μὲν γὰρ ἡ ῥὶς, καὶ τὰ χείλη παχέα καὶ29

7

.

30

ἀπεξυσμένα τὰ ὦτα φαίνεται, καὶ τὸ σύμπαν ὅμοιοι τοῖς σα‐ τύροις οἱ ἐλεφαντιῶντες γίγνονται. ῥὶς δ’ ὀξεῖα, καὶ κρό‐ ταφοι συμπεπτωκότες, καὶ ὀφθαλμοὶ κοῖλοι, καὶ τὰ κατ’ ὠμοπλάτας τε καὶ βραχίονας οἱονεὶ πτέρυγες ἔξωθεν αἰω‐
5ρούμεναι τοῖς φθίνουσι φαίνονται. καὶ διαφθείρεται μὲν ἐν τούτοις ἅπασιν κατὰ πρῶτον λόγον τὸ κατὰ φύσιν σχῆμα· κατὰ δ’ αὖ συμβεβηκὸς ἐν μὲν τοῖς παραλελυμένοις ἢ σπω‐ μένοις ἢ φλεγμαίνουσιν ἢ σκιῤῥουμένοις, ἢ νεῦρα διῃρημένοις ἢ τένοντας, ἢ ὑπὸ σκληρῶν οὐλῶν δεδεγμένοις. ἐν ἅπασι
10γὰρ τοῖς τοιούτοις ἑτερόῤῥοπον γίγνεται τὸ μόριον ἄλλοτε κατ’ ἄλλην αἰτίαν. ἐν μὲν τοῖς κατὰ θάτερα παραλελυμένοις, ὑπὸ τῶν ἐνεργούντων μυῶν ἑλκόμενον. οὕτω δὲ κᾀν τοῖς ἑτεροῤῥόποις σπασμοῖς ὑπὸ τῶν σπωμένων. καὶ φλεγμοναὶ δὲ καὶ σκίῤῥοι καὶ οὐλαὶ σκληραὶ καὶ πάνθ’ ὅσα τοιαῦτα
15παθήματα τείνοντα πρὸς ἑαυτὰ τὸ συνεχὲς, οὕτω δια‐ στρέφει τὸ μόριον. ἐν δ’ αὖ τοῖς διατετμημένοις νεύροις καὶ τένουσιν, ὥσπερ ἐν τοῖς παραλελυμένοις ἡ τῶν ἀντιτεταγμένων
τε καὶ κατὰ φύσιν ἐχόντων ἐνέργεια πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ30

7

.

31

μέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συμπά‐ σας ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ μέρος ἑτεροῤῥόπῳ τάσει. καὶ περὶ μὲν τῆς τῶν παρὰ φύσιν σχημάτων διαφορᾶς ἱκανὰ καὶ ταῦτα. τὰς δ’ ἐντὸς τῶν μορίων κοιλότητας ἢ τοὺς πό‐
5ρους αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συμ‐ βαίνει κατὰ τάσδε τὰς αἰτίας, σύμφυσιν, στενοχωρίαν, ἔμ‐ φραξιν, θλίψιν, συνίζησιν, ἀναστόμωσιν. ἐνίοτε μὲν γὰρ ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄ‐ πειτα συμφύντων ἀλλήλοις τῶν ἡλκωμένων, ἡ διαφθορὰ γί‐
10γνεται τῆς κατὰ φύσιν διαπλάσεως· ἐνίοτε δὲ ἤτοι σαρκὸς ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήματος, ἢ καὶ σκίῤῥου συστάντος, ἢ φλεγμονῆς, ἢ ἀποστήματος ἐν αὐτοῖς τῶν ὀργάνων τοῖς σώμασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται·
15καὶ μὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί τινων πόρων ἢ θρόμβων ἔμφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοι‐ λότητας διάθεσιν. οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐμπιπτόν‐
των θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα31

7

.

32

συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώματα. κᾂν εἰ συνιζά‐ νοι δὲ εἰς ἑαυτὰ τὰ σώματα, καθάπερ ὑπὸ τῶν στυφόντων πάσχει συναγόμενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούμενα, καὶ πρὸς τῶν ξηραινόντων αὐαινόμενα, στεγνώσει δηλονότι κᾀν
5τούτῳ μάλιστα μὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοι‐ λίας. τὰ μέν γε στόματα τῶν πόρων οὐ στεγνοῦται μόνον, ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν. ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνομαζομένης δυνάμεως ἄμετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγ‐
10γονσα τὰ στόματα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς μανώσεως ἐνίοτε μὲν ἡ τῆς ἀποκριτικῆς δυνάμεως ἄμετρος κίνησις αἰτία γίγνε‐ ται, πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι φάρμακον, ἢ ὕδωρ ἀναστομωτικὸν, ἢ πλάδος τις ἄμετρος
15αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόμενος, ἢ ἡ τοῦ περιέχοντος ἡμᾶς κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄμετρον θερμότητα μεθισταμένη. αὗται μὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους διαθέσεων αἰτίαι. καὶ δῆλον, ὡς ἐκ τῶν εἰρημένων ἤδη
πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν32

7

.

33

τοῖς ὁμοιομερέσι σώμασι νοσημάτων, ὅσοι συγκεῖσθαι νομί‐ ζουσιν ἐξ ὄγκων καὶ πόρων αὐτά. ἐμοὶ δὲ περιττὸν ἐδόκει μνημονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως αὐτῶν οὔσης. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, εἴπω‐
5μέν τε τῶν ὑπολοίπων νοσημάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ τὴν διάπλασιν αὖθις ὑπαρξάμενοι γένους. ὑπελείπετο δὲ ἐν αὐτῷ διττὴ νοσημάτων γένεσις, ἤτοι τραχυνομένων παρὰ φύ‐ σιν, ἢ λειαινομένων τῶν ὀργάνων. τραχύνεται δὴ τὰ πρό‐ τερον λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ μὲν
10ὑπὸ δριμύτητος χυμῶν ἢ φαρμάκων ῥυπτόμενα, τὰ δ’ ὑπὸ λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυμοῦ τεγγόμενα. καὶ μά‐ λιστα ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόμενα, ποτὲ μὲν ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωμένων, ἔστιν ὅτε δὲ κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρμᾶται τῆς φύσεως.
15ὀφθαλμοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων μόνον, ἀλλὰ καὶ ἐξ ἀτμῶν δριμέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγί‐ νονται, καθάπερ, οἶμαι, καὶ στομάχῳ καὶ γαστρὶ
καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώματι γεννωμένων33

7

.

34

περιττωμάτων κᾀκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια. πρόδηλον δ’ ὡς ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόμενον ἕλκωσιν μέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι μορίοις, ἐν
5τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται. αὗται μὲν οὖν αἱ τοῦ πρώτου γένους τῶν νοσημάτων τοῦ παρὰ τὴν διάπλασιν αἰτίαι. Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθμὸν, εἰ μὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τομή τις, ἢ καῦ‐
10σις, ἢ σῆψις, ἢ ψύξις ἰσχυρὰ προηγεῖται. τὰ μὲν οὖν τῆς ψύξεως αἴτια προείρηται. σήπεται δὲ τὰ μὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρμάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωμένων περιττωμάτων, τὰ δ’ ὑπὸ τοῦ μὴ διαπνεῖσθαι· προείρηται δὲ καὶ τὰ τοῦ μὴ διαπνεῖσθαι προηγούμενα. εἰ
15δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος μὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθμὸν τῶν μορίων. ἀλλ’ εἰ μὲν τῆς
κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόμενον, ὕλης χρηστῆς πλῆ‐34

7

.

35

θος αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν. ἔῤῥωται δ’ ἐν ἀμφοῖν ἡ δύναμις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ μοχθη‐ ρόν. διαπλάττει μὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκ‐
5τυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τε‐ λείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωμένοις μο‐ ρίοις, ὡς πτερύγιον τοῖς ὀφθαλμοῖς. ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ μελικηρίσι καὶ στεατώμασι καὶ ἀθερώμασι καὶ τοῖς τοιούτοις ἅπασι.
10 Καὶ μὲν δὴ καὶ τὸ μέγεθος τῶν μορίων αὐξάνεται μὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάμεως ἐῤῥωμένης, μειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀμέ‐ τρου διαφθείρῃ τινὸς ὀργάνου μόριον, ὡς εἶναι τὸ λειπόμενον
15αὐτοῦ κολοβόν. Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήματα τινὰ
μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις,35

7

.

36

τινὰ δὲ δι’ ἀμετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης. ἐνίοις δὲ τῶν ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς
5κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται. τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ταυτὶ μὲν οὖν ἅπαντα τῶν ἐξαρθρη‐ μάτων αἴτια. κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλο‐ κήλας ὀνομαζομένας ἀνευρύνεσθαι μὲν τοὐπίπαν, ἔστιν ὅτε
10δὲ καὶ ῥήγνυσθαι συμβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθή‐ κοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πό‐ ρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων. ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προ‐
15πέσῃ. καὶ πνεύμονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώ‐ σεσιν ἐκπίπτει πολλάκις. καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖ‐ στον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς. εἰ δὲ καὶ
τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς36

7

.

37

καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσημα τῆς τε θέσεως ἅμα καὶ τοῦ σχήματος ὑπάλλαξις ἐπὶ ταῖς εἰρημέ‐ ναις γιγνόμενον. ἡ δὲ πρὸς τὰ παρακείμενα μόρια κοινωνία διαφθείρεται, συμφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τι‐
5νος ἀρτήματος, ἢ δεσμοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος. ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προ‐ φάσεων, εὔδηλον. Ἑνὸς δ’ ἔτι γένους νοσήματος κοινοῦ πάν‐ των τῶν μορίων, εἴτ’ οὖν ὁμοιομερῆ τε καὶ ἁπλᾶ τελέως, εἴτε
10καὶ σύνθετα εἴη, τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν χρή. καλεῖν μὲν οὖν εἴωθα τὸ γένος τοῦτο σύμπαν ἑνώσεως λύσιν, ἢ διαφθορὰν ἑνώσεως, ἢ συνεχείας λύσιν, ἢ ὅπως ἂν ἄλλως ἐλπίσω τὸν λόγον σαφῆ ἔσεσθαι τοῖς ἀκούουσιν. οὐδὲν γὰρ ὄνομα κατ’ αὐτοῦ κείμενον ὑπὸ τῶν ἔμπροσθεν παρελάβο‐
15μεν, ὥσπερ ἐπί τινων εἰδῶν αὐτοῦ κάταγμα μὲν καὶ τερη‐
δόνα τῆς ἐν ὀστῷ συνεχείας διαιρουμένης, ἕλκος δὲ καὶ τραῦ‐37

7

.

38

μα τῆς ἐν σαρκί. κατὰ μέν γε τὰ τῆς κεφαλῆς ὀστᾶ καὶ πλείω τὰ ὀνόματα. τὸ μὲν γὰρ, οἷόν περ ἐν τοῖς ἄλλοις ὀστοῖς κάταγμα, ῥωγμή τε καὶ ῥῆξις προσαγορεύεται, τὸ δ’ ὑπό τινος ὀξέος ἐμπεσόντος αὐτοῖς καὶ διακόψαντος ἐγκοπή
5τε καὶ διακοπὴ καὶ ἕδρα. τὸ δὲ τῆς τερηδόνος ὄνομα πλεονάζειν δοκεῖ τῷ ε στοιχείῳ· παρὰ γὰρ τὸ τρῆμα συγ‐ κεῖσθαι πεπίστευται, καθάπερ τερηδών τις οὖσα. καὶ γίνε‐ ται μὲν ὑπὸ δριμέων χυμῶν διαβιβρωσκόντων, ὑποπίπτει δὲ κατ’ ἀρχὰς μὲν ἑτέρῳ γένει νοσήματος. ὀστοῦ γοῦν τραχύ‐
10της μᾶλλον ἢ τερηδὼν ὀνομάζεται. μείζονος δὲ τοῦ τρήμα‐ τος γενομένου καὶ οἷον ὀπῆς τινος ἤδη φαινομένης, τερηδὼν ὀνομάζεται. καὶ μὴν καὶ τὸ θλάσμα τούτου τοῦ γένους ἐστὶν, ἐν μὲν τοῖς σαρκώδεσιν ὡς τὰ πολλὰ μέρεσι γιγνόμενον, ἔστιν ὅτε δὲ κᾀν τοῖς τῆς κεφαλῆς ὀστοῖς, ἐπὶ παίδων μάλιστα.
15δεῖ μὲν γὰρ εἴκειν εἰς ἑαυτὸ πάντως τὸ θλασθησόμενον, δεῖ δὲ αὐτὸ τοῦτο μαλακὸν εἶναι καὶ μὴ τελέως σκληρόν. ὥσ‐
τε τῶν σαρκωδῶν ἔσται μορίων καὶ τῶν ἁπαλῶν ὀστῶν ὑπό38

7

.

39

τινος ἐμπεσόντος ἔξωθεν αὐτοῖς ἰσχυροῦ τε καὶ σκληροῦ σώ‐ ματος. ὅταν οὖν τῆς ἔξωθεν ἐπιφανείας τοῦ παθόντος οὕτω μορίου συνεχοῦς ἔτι φυλαττομένης, ἐν τῷ βάθει γεννηθῶσι πολλαὶ καὶ σμικραὶ διαιρέσεις, θλάσμα τε καὶ θλάσις ὀνο‐
5μάζεται τὸ νόσημα· κοιλότητος δέ τινος ἐμφαινομένης, ἣν τὸ πλῆξαν ἐναπειργάσατο τῷ θλασθέντι, καλεῖται τὸ πάθος ἔνθλασις. ἀνάγκη μὲν οὖν ἅπασα κατ’ αὐτὴν τὴν πλη‐ γὴν εἰς ἑαυτὸ συνωθεῖσθαι καὶ κοῖλον γίγνεσθαι τὸ θλώμε‐ νον, ἢ οὐκ ἂν ἐνθλασθείη. διασώζεσθαι δὲ τὴν κοιλότητα
10τοῦ δρῶντος ἀπελθόντος οὐκ ἔτ’ ἀναγκαῖον. ἐπανέρχεται μὲν ὡς τὸ πολὺ τὰ μαλακὰ σύμπαντα, χωρισθέντος τοῦ πλή‐ ξαντος, εἰς τὴν ἀρχαίαν κατάστασιν. εἰ δὲ μὴ μόνον εἴσω χωρήσειε τὸ τῆς κεφαλῆς ὀστοῦν, ἀλλὰ καὶ ῥῆξίς τις αὐτῷ προσγένοιτο κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, σύνθετον ἤδη τὸ
15τοιοῦτον, καὶ οὐδὲν ὄνομα κατ’ αὐτοῦ κείμενον ἔχομεν εἰπεῖν παλαιόν. ἀλλὰ χρὴ λόγῳ δηλοῦν αὐτὸ μᾶλλον ἤπερ ὀνό‐ μασιν ἐσχάτως χρῆσθαι βαρβάροις, οἷα πολλὰ τοῖς νεωτέροις
ἰατροῖς ἐξεύρηται. συνεχείας δ’ ἐστὶ λύσις καὶ τὸ ῥῆγμα39

7

.

40

καὶ τὸ σπάσμα, τὸ μὲν ἐν σαρκώδει μορίῳ, τὸ δ’ ἐν νευ‐ ρώδει συνιστάμενον. αἰτία δὲ καὶ τούτων τῆς γενέσεως ἐξαιφνίδιός τις, ἢ ἀνώμαλος, καὶ ἡ σφοδρὰ κίνησις, καὶ μά‐ λισθ’ ὅταν ἄτριπτά τε καὶ ἀνώμαλα καὶ ἀθέρμαντα καὶ
5ἀμάλακτα πρὸς τὰς κινήσεις ἄγηται τὰ σώματα. διασπᾶ‐ ται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσι πολλὰ τῶν ἐν αὐτοῖς μορίων, συνελόντι δὲ φάναι, πάντα τὰ τοιούτου γένους τῶν νοσημάτων αἴτια τὰ μὲν ἔξωθεν ὁρμᾶται, τὰ δὲ ἐξ αὐτοῦ τοῦ σώματος· ἔξωθεν μὲν ὅσα τιτρώσκειν ἢ θλᾶν
10πέφυκεν, ἐξ αὐτοῦ δὲ τοῦ σώματος ἄμετροί τε καὶ ἄτακ‐ τοι κινήσεις τοῦ ζώου, καί τινες ὑγρῶν μοχθηρίαι διαβιβρώ‐ σκειν πεφυκυῖαι. τοιαῦται γάρ τινες αἰτίαι καὶ αἱ τοῦ κοινοῦ νοσήματος ἁπάντων τῶν μορίων, τῶν θ’ ἁπλῶν καὶ πρώτων, ἃ δὴ καὶ ὁμοιομερῆ καλεῖται, καὶ τῶν
15ἐξ ἐκείνων συντιθεμένων, ἃ δὴ ὄργανά τε καὶ ὀργανικὰ προσαγορεύεται. τὰς δὲ τῶν συνθέτων νοσημάτων αἰτίας οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν ἐκ τῶν εἰρημένων συντιθε‐
μένας. ὥστ’ ἐπειδὴ τοῦτο βουληθεὶς ἕκαστος ἑαυτῷ40

7

.

41

δυνατός ἐστιν ἐκπορίζεσθαι, καιρὸς ἂν εἴη μοι καὶ τοῦ‐ τον τὸν λόγον ἐνταυθοῖ καταπαύσαντι περὶ τῆς τῶν
συμπτωμάτων διαφορᾶς ἐφεξῆς διελθεῖν.41