TLG 0057 039 :: GALENUS :: De ptisana

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De ptisana

Source: Hartlich, O. (ed.), Galeni qui fertur de ptisana libellus [Corpus medicorum Graecorum, vol. 5.4.2] Leipzig: Teubner, 1923: 455–463.

Citation: Kühn volume — page — (line)

6

.

816

(t)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΤΙϹΑΝΗϹ
1 Ἐπειδὴ πρὸ μικροῦ τιναc εὗρον τῶν ἰατρῶν περί τινα τῶν νο‐ cούντων τῷ χυλῷ τῆc πτιcάνηc χρωμένουc μήτε ἐφ’ ὧν ἐνδέχεται ἢ οὐκ ἐνδέχεται παρέχειν ἀρρώcτων προcδιοριζομένουc μήτε τὸν τρόπον καὶ τὸ ποcὸν τῆc δόcεωc καὶ τὸν ἁρμόζοντα καιρὸν τῇ
5προcφορᾷ τοῦ ῥοφήματοc προcαφορίζονταc, ἀλλ’ ὡc ἔοικε τὴν τῆc πτιcάνηc χρῆcιν εὔθετον εἶναι λογιζομένουc, ὁπηνίκ’ ἄν 〈τιc〉 βουληθῇ, ὧδ’ ἔδοξέ μοι, ὅcα τῷ γε Ἱπποκράτει περὶ τῆc χρήcεωc αὐτῆc 〈εἴρη‐

6

.

817

ται〉, | cαφέcτερον ἐκθεμένῳ διὰ τὴν τῶν πολλῶν παρακολούθηcιν ἑρμη‐ νεῦcαι τόν τε τρόπον τῆc ἑψήcεωc καὶ τὴν δύναμιν αὐτῆc καὶ ἐνέρ‐ γειαν καὶ τὸν καιρὸν καὶ τὸ ποcὸν καὶ τὸν τρόπον τῆc δόcεωc, ὁπόcα τε ἀγαθὰ τοῖc cώμαcι τῶν καμνόντων δίδωcιν ἁρμοζόντωc προcφερο‐
5μένη καὶ τοὐναντίον πάλιν φαῦλα, εἰ ἀκαίρωc προcενεχθείη, καὶ πρὸc τούτοιc ὁποίοιc cώμαcιν αὐτὴν προcήκει προcφέρειν καὶ ποίοιc οὐ προcήκει. ἀλλ’ ἐπειδὴ cύνθετόν τι πρᾶγμα ὑπάρχει ἡ πτιcάνη καὶ ὁ χυλόc (ἐκ κριθῆc γὰρ καταcκευάζεται πτιcθείcηc καλῶc, ὃ ἔcτιν ἐκλε‐ πιcθείcηc, καὶ ὕδατοc καὶ τοιᾶcδε ἑψήcεωc), πρῶτον περὶ τῶν μερῶν
10αὐτῆc ἔκριν’ εἰπεῖν διὰ κεφαλαίων. ἐὰν μὴ γὰρ ταῦτά τιc πρότερον διορίcηται, μεγάλωc βλάψει, κἂν καὶ τὰ λοιπὰ πάντ’ ἀκριβολογήcηται [πρῶτον] ἐφεξῆc. Ὅτι μὲν οὖν τὸ ἄριcτον ὕδωρ ἐκλέγεcθαι χρὴ εἰc τὴν κατα‐
cκευὴν τῆc πτιcάνηc, οὐδεὶc οἶμαι ἀμφιcβητεῖ. ἄριcτον δὲ ὕδωρ cυ‐455

6

.

818

cτάcει καὶ γεύcει καὶ | ὀcμῇ καὶ χροιᾷ κρίνεται· τῇ μὲν γεύcει καὶ τῇ ὀcμῇ, ἵνα μηδεμίαν ἀλλόκοτον ὑπεμφαίνῃ ποιότητα, τουτέcτιν ἵνα μὴ γλυκὺ ὑπάρχῃ μηδ’ ἁλυκὸν μηδ’ ὀξῶδεc ἢ δριμὺ ἢ δυcῶδεc ἢ cηπεδονῶδεc ἢ ὅλωc ἄλλην τινὰ ἐπίμικτον ποιότητα κεκτημένον, ἀλλ’
5ἄποιον παντελῶc καὶ χωρὶc πάcηc ἐπικτήτου ποιότητοc καὶ χωρὶc πάcηc ἐπιμιξίαc γευcτικῆc τε καὶ ὀcφραντικῆc. δεῖ μέντοι καὶ διαυ‐ γὲc εἶναι καὶ καθαρὸν καὶ μηδὲν ἰλυῶδεc ἔχον, ἀλλ’ ὥcπερ ἀκριβῶc διηθημένον καὶ τῶν ἐν αὐτῷ ἐμφερομένων ψηγμάτων ἀπηλλαγμένον· τὸ γάρ τοι τοιοῦτον ὕδωρ πρὸc τὴν μὲν χρῆcίν ἐcτι λυcιτελέc, πρὸc
10δὲ τὴν φύcιν οὐδ’ οὕτωc ἐcτὶ καθαρόν, ὥcπερ οὐδ’ ἄλλο τι τῶν αἰcθητῶν cτοιχείων. εἰ δὲ τοιοῦτόν ἐcτιν οἷον εἶπον τὸ ὕδωρ, εὐθύc ἐcτι λεπτομερέcτερον αὐτὸ ῥᾳδίωc τε πεττόμενον καὶ ἀναδιδόμενον καὶ τὰ ὑποχόνδρια ταχέωc διεξερχόμενον καὶ οὐ μόνον τῇ φυcικῇ θερμότητι πληcιάζον εὐαλλοίωτόν ἐcτιν, ἀλλὰ καὶ τῷ ἔξωθεν πυρὶ
15προcομιλῆcαν θερμαίνεται cυντόμωc. καὶ μάρτυc Ἱπποκράτηc τοῦ λόγου·

6

.

819

„ὕδωρ“ γάρ φηcι „τὸ ταχέωc θερ|μαινόμενον καὶ αὖθιc ταχέωc ψυχό‐ μενον 〈κουφότατον.“ καὶ γὰρ〉 κουφότατον εἶναι βούλεται οὐ τὸ ἐλαφρὸν καὶ cταθμῷ διακρινόμενον, ἀλλὰ τὸ λεπτομερὲc καὶ ῥᾳδίωc εἰc ἑαυτὸ τὰc ἐναντίαc ποιότηταc δεχόμενον. τὸ δὲ τοιοῦτον ὕδωρ καὶ ψυχρόν
5ἐcτι καὶ ὑγρὸν καὶ ὕδωρ κυρίωc. τὰ δ’ ὑπό τινοc οὐcίαc ἢ ποιότητοc νοθευθέντα, ὁποῖά εἰcι τὰ ἀcφαλτώδη καὶ θειώδη καὶ cτυπτηριώδη, το‐ cοῦτον τῆc τοῦ ὕδατοc φύcεωc ἀφεcτήκαcιν, ὅcον καὶ ἐνοθεύθηcαν. εἰ δὲ καὶ ἀπόδειξιν ζητεῖc τοῦ ψύχειν τε καὶ ὑγραίνειν τὸ ὕδωρ, οὐ τοῦ νῦν ἐcτι λόγου περὶ πτιcάνηc προθεμένου διεξελθεῖν (πλὴν ὅτι ψυχρόν
10ἐcτι καὶ ὑγρόν, ἅπαντεc οἱ παλαιοί 〈τ’〉 ἀπέδειξαν καὶ ἡ πεῖρα μαρτυρεῖ), [καὶ] πάντων δὲ λόγοιc ὁμολογούμενον τοῦτο λαβὼν εἰc
τὸν περὶ κριθῆc λόγον ἔρχομαι. Κριθὴ τοίνυν ὡc μὲν καθόλου λαμβανομένη ψύχει καὶ ξηραίνει, ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ φυcῶδεc. κατὰ μέροc δὲ τὸ μὲν ἐκτὸc456
15αὐτῆc λέπυρον τὸ πιτυρῶδεc ξηρότερον ὑπάρχει καὶ ῥυπτικώτερον, τὸ

6

.

820

δ’ ἐντὸc αὐτῆc οἷον cαρκῶδεc καὶ τρόφιμον ῥύπτει μὲν καὶ | αὐτό, ἀλλ’ ἔλαττον τοῦ πιτύρου, ἔχει δὲ καί 〈τι〉 φυcῶδεc ἐν ἑαυτῷ. ὁ δ’ ἕτεροc ὑμὴν ὁ λεπτὸc ὁ ἔcωθεν τοῦ λεπύρου κείμενοc, περιέχων δὲ τὴν κριθὴν μεταξὺ τούτων ἐcτὶ κατὰ τὴν δύναμιν· διὸ ῥύπτει 〈τοῦ λε‐
5πύρου〉 μὲν ἔλαττον, μᾶλλον δὲ τῆc κριθῆc. δεῖ δὲ προcυπακούειν τῷ λόγῳ τὰc ἀρίcταc κριθὰc καὶ μηδὲν ἐχούcαc ἀπὸ cηπεδόνοc ἐπίκτητον ἢ περιττωματικὴν ὑγρότητα καὶ μήτ’ ἄγαν νέαc μήτε πάντῃ παλαιάc. αἱ μὲν γὰρ νέαι πλήρειc εἰcὶν ὑγρότητοc περιττωματικῆc, ἣν ἀπὸ τῆc χώραc ἔλαβον, [καὶ πλήρειc ὑγρότητοc] καὶ πνεύματοc ἀνάμεcτοι, αἱ
10δὲ παλαιαὶ τῷ χρόνῳ ἐξίτηλοι καὶ ἀcθενεῖc ἐγίνοντο ἀποβαλλόμεναι τὴν ἑαυτῶν δύναμιν· καὶ cημεῖον ἡ ῥυτίδωcιc ἡ ἐν αὐταῖc γενομένη καὶ τοῦ μεγέθουc ἡ μείωcιc καὶ τὸ κοπτομένων αὐτῶν ὥcπερ κόνιν τινὰ ἀποπίπτειν λεπτήν. πλήρειc τε οὖν 〈εἶναι〉 ἁρμόζει τὰc κριθὰc τὰc εἰc τὴν ποίηcιν τῆc πτιcάνηc ἐκλεγομέναc μήτε νέαc μήτε παλαιὰc
15πάνυ καὶ πάcηc ἀπηλλαγμέναc ἐπικτήτου ποιότητοc. ἀλλ’ οὐκ ἀρκεῖ

6

.

821

τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ τῆc πείραc βάcανον αὐταῖc | προcακτέον. εἰ γὰρ πρὸc τοῖc εἰρημένοιc ἐν τῇ ἑψήcει εἰc ὄγκον ἐπαίρονται πλείονα καὶ ταύταc † :μᾶ´ν † χρὴ εἰc τὴν ἕψηcιν τῆc πτιcάνηc, εἰ μέλλοι τιc κατὰ λόγον αὐτὴν καὶ ὡc ἐνδέχεται ποιεῖν. τί μὲν οὖν ἐcτι τὸ ἄριcτον
5ὕδωρ καὶ πῶc διακρίνεται καὶ τίc ἡ καλλίcτη κριθὴ καὶ ποίοιc γνωρί‐
cμαcιν αὐτὴν γνωριοῦμεν, εἴρηται μὲν ἡμῖν διὰ κεφαλαίων. Λοιπὸν δὲ καὶ κρεῖττόν ἐcτιν εἰπεῖν περὶ τῆc ἑψήcεωc. cκευάζουcι μὲν γὰρ αὐτὴν ἐν ὅλμῳ διακόψαντεc πρότερον εἰc μικρὰ μόρια. ἔπειτα ταχέωc ἑψήcαντεc ἐπιβάλλουcιν οἱ μὲν ἕψημα, οἱ δὲ ἄμυλον καί τινεc457
10κύμινον καὶ μέλι. ἔcτι δ’ ἡ τοιαύτη cκευαcία μοχθηρά· ἡ δ’ ἀρίcτη καὶ καλῶc γινομένη τοιάδε τίc ἐcτιν· προδιαβρέχειν αὐτὴν πρότερον ἐν ὕδατι ὠμὴν οὖcαν, ἔπειτα τρίβειν ταῖc χερcὶν ἐπὶ τοcοῦτον, ἄχριc ἂν ὁ λεπ‐ τὸc ὑμὴν ** καὶ διὰ τοῦτ’ αὖθιc τρίβεται ἰcχυρῶc μετὰ τῶν χειρῶν, ἕωc ἂν ἅπαν τὸ ἀχυρῶδεc ἀποτινάξηται, πλὴν εἴ τιc αὐτὴν βούλεται ποιῆcαι

6

.

822

ῥυπτικωτέραν· τότε γὰρ μᾶλλον ἄμεινον | cὺν τῷ ὑμένι αὐτὴν καθεψεῖν. ἡ δὲ ἕψηcιc αὐτῆc γινέcθω τόνδε τὸν τρόπον, ἵνα πρότερον μὲν ἐπὶ πολὺ ἀναβράcῃ, ὕcτερον δ’ ἐπὶ μαλακοῦ πυρὸc ἄχρι πολλοῦ χυλωθῇ. Οὕτω γὰρ ἑψομένη τὸ μὲν φυcῶδεc ἀποτίθεται πᾶν, ἐπικτᾶται
5δ’ ὅcαπερ αὐτῇ ἀγαθὰ ὁ Ἱπποκράτηc προcμαρτυρεῖ. „τὸ γὰρ γλίc‐ χραcμα αὐτῆc“ φηcί „λεῖον καὶ cυνεχὲc καὶ προcηνέc ἐcτι καὶ ὀλιcθηρὸν καὶ πλαδαρὸν μετρίωc καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προcδέοι, καὶ οὔτε cτύψιν ἔχει οὔτε ἄραδον κακὸν οὔτ’ ἀνοιδίcκεται
ἐν τῇ κοιλίᾳ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήcει, ὃ πλεῖcτον ἐπεφύκει διογκοῦ‐458
10cθαι.“ ὅτι μὲν οὖν οὐδὲν ἔχει κολλῶδεc καὶ ἐμπλαcτικὸν ἡ πτιcάνη καθάπερ πάντα τὰ γλίcχρα, πρόδηλον. ῥύπτει γὰρ οὐ τὸν ῥύπον μόνον τοῦ cώματοc, ἀλλὰ καὶ τὸν ἐν τῇ γαcτρὶ φλεγματικὸν χυμὸν ἀπο‐ καθαίρει πωc διδομένη. ἡ δὲ πολλὴ ἕψηcιc καὶ ἀκριβὴc ἕνωcιc τῶν μιχθέντων τὴν φαινομένην ταύτην ἐργάζεται γλιcχρότητα. τοῦτο τοί‐

6

.

823

νυν τὸ φαι|νόμενον αὐτῆc γλίcχραcμα οὐδεμίαν ἔχει τραχύτητα, ἀλλὰ λεῖόν ἐcτι πάντῃ καὶ ὁμαλὸν καὶ ἡνωμένον καὶ cυνεχέc· οὐδεμιᾶc γὰρ cτύψεωc μετέχον ἢ δριμύτητοc ἢ ὀξύτητοc, ἐξ ὧν ἡ τραχύτηc γί‐ νεται, τὸ λεῖον ἐξ ἀνάγκηc ἔχει, οὐ κατὰ τὴν ἁφὴν μόνον, ἀλλ’ ἤδη
5καὶ τὴν δύναμιν. τὰ μὲν γὰρ ἄλλα γλίcχρα, ὥcπερ τὸ ἔλαιον καὶ ἡ † cτύλη καὶ τὰ λοιπά, ἁπτομένῳ cοι φανεῖται λεῖα καὶ ὁμαλῆ μηδὲν ἔχοντα ἐν ἑαυτοῖc ἀνώμαλον, ὡc τὸ μὲν εἶναι λεπτόν, τὸ δὲ παχύ, ἢ διεcπαcμένον τε καὶ διῃρημένον, ὡc διὰ τοῦτο τὸ κατὰ τὴν ἁφὴν λεῖον κεκτῆcθαι, κατὰ δὲ τὴν πρὸc ἄλλα τινὰ ἐνέργειάν τε καὶ δύναμιν οὐ‐
10δαμῶc. οὐ γὰρ διαβρέχει πάντα τὰ μόρια τοῦ cώματοc ὁμαλῶc τε καὶ cυνεχῶc, ὧν ἂν προcεγγίζῃ, ἀλλὰ διίcταται κατὰ τοῦτ’ ἀπ’ ἀλλήλων τὰ τῶν γλίcχρων ἁπάντων μόρια χωρὶc τῆc πτιcάνηc. αὕτη γὰρ λεία τυγχάνουcα κατὰ τὴν ἁφὴν καὶ cυνεχὴc καὶ ἀδιάcπαcτοc καὶ κατὰ τὴν δύναμιν τοιαύτη καθέcτηκε, κἀκεῖνα μὲν οὐδεμίαν ἔχουcιν ἡδονὴν κατὰ

6

.

824

τὴν γεῦcιν, αὕτη δὲ πρὸc τοῖc ἄλλοιc καὶ τὸ κατὰ τὴν γεῦcιν | ἡδὺ καὶ προcηνὲc κέκτηται καὶ μάλιcτ’ ἐπὶ τῶν νοcούντων. ἄρτοc δ’ εἰ καὶ τῶν ἄλλων ὑπερέχει κατ’ ἀρετήν, ἀλλὰ καὶ οὗτοc ἀηδίαν ἔχει πολλήν, κἂν ὕδατι διάβροχοc ᾖ ὡc δεόμενοc μαcήcεωc. δεύτερον δὲ ἡ πτιcάνη
5καὶ τοῦτο πλεονεκτεῖ τὸ μηδεμίαν ἐκ τῆc μαcήcεωc ἀηδίαν ἐμποιεῖν. ἔχει μέντοι καὶ τὸ ὀλιcθηρὸν καὶ μάλιcθ’ ὁ χυλὸc μηδὲν ἐμπεπλαcμένον καταλιπὼν κατὰ τὴν δίοδον καθάπερ πάντα τὰ γλίcχρα χωρὶc τῆc πτι‐ cάνηc. αὕτη γὰρ ῥᾳδίωc διέρχεται εἰc τὰ κατὰ τὸν θώρακα μόρια διὰ τὸ ἐν αὐτῇ ῥυπτικόν, ὥcπερ καὶ πρὸc τὴν ὑποχώρηcίν ἐcτιν ἐπιτηδεία
10καὶ πρὸc τὴν ἀνάδοcιν καὶ μάλιcτα ἐφ’ ὧν εἰc τὰ κυρτὰ τοῦ ἥπατοc
οὐ διέρχεται εὐκόλωc τὰ λαμβανόμενα. πλαδαρὸν δ’ ἐcτὶ μετρίωc, ὅπερ ἐcτὶν ὑγρὸν καὶ ἄδιψον. καὶ τὸ μὲν ὑγρὸν ἔχει ἀπὸ τοῦ ὕδατοc πλὴν κεκλαcμένον διὰ τὴν φύcιν τῆc κριθῆc μετρίωc ξηραίνουcαν· τὸ γὰρ ἐξ ἐναντίων cυγκείμενον δυνάμεων ἄλλην τινὰ φύcιν ἐπίκτητον κτηcάμενον459
15τὰ ἄκρα ἐξέφυγε. ἄδιψον δ’ ὡc ὑγρόν· πλέον δὲ τοῦ ὕδατοc ἔχει

6

.

825

τὸ ἄδιψον, | εἰ καὶ 〈κατὰ〉 τὴν ὑγρότητα ἐλαττοῦται, ὅτι καὶ τάχιον ἀναδίδοται καὶ ὅτι παραμένουcαν αὐτὴν ἔχει τὴν ὑγρότητα διὰ τὴν γλιcχρότητα καὶ πρὸc τούτοιc, ὅτι καὶ ψυχρόν ἐcτι. διὰ ταῦτα καὶ τοῖc διακαέcι πυρετοῖc ἁρμοδιωτάτη, ὡc κατὰ πάντων αὐτοῖc ἐναντι‐
5ουμένη, ψύχουcά τε καὶ ὑγραίνουcα καὶ ῥύπτουcα τοὺc cηπεδονώδειc χυμοὺc καὶ τροφὴν οὐκ ὀλίγην παρέχουcα τῷ cώματι, τοὺc δ’ ἡμιcα‐ πεῖc cυμπέττουcά τε καὶ εἰc χρηcτὸν χυμὸν μεταβάλλουcα. ταῦτα δ’ ἔχει πάντα μετὰ τοῦ μηδεμίαν ἔχειν cτύψιν ἢ τοῦ cτομάχου ἀνατροπήν. ἡ μὲν γὰρ cτύψιc, ὅcον εἰc ῥῶcιν τῆc γαcτρὸc ἱκανή, τοcοῦτον εἰc τὸ
10παχῦναι τοὺc χυμοὺc ἐπιτήδειοc· ἡ δ’ ὑγρότηc τὸ παχύνειν οὐκ ἔχουcα τὸ εὐμετάτρεπτον ἔχει. ἅπαν μέντοι πέφευγεν ἡ πτιcάνη διὰ τὸ μηδὲν ἄμετρον ἔχειν ἑκάτερον. ἀλλ’ οὐδὲ θόρυβόν τινα ἢ ταραχὴν ἐν τῇ κοιλίᾳ ποιεῖ διὰ τὸ μηδεμίαν δύναμιν ἔχειν ἀπὸ δριμύτητοc ἢ πνεύ‐ ματοc φυcώδουc· καὶ τοῦτο γὰρ ἐν τῇ ἑψήcει ἀποβάλλεται. τὰ μὲν

6

.

826

οὖν ἀγαθὰ τῆc πτιcάνηc, ἃ ἐκ τῆc χρηcτῆc ἑψήcεωc ἐκτήcατο, | ταῦτ’ ἐcτί. καὶ κατὰ μικρὸν μὲν ὁ λόγοc ἐδίδαξε καὶ αὖθιc δὲ διὰ κεφαλαίων ἐρεῖ· λεῖα μέν ἐcτιν αὐτῆc τὰ μόρια καὶ ὁμαλὰ καὶ cυνεχῆ καὶ ἡνω‐ μένα, ὡc μὴ τὸ μὲν αὐτῆc φαίνεcθαι λεπτόν, τὸ δὲ παχὺ ἢ ὅλωc
5ἀνώμαλον. καὶ τοῦτο οὐ κατὰ τὴν ἁφὴν ἔχει μόνον, ἀλλ’ ἤδη καὶ κατὰ τὴν ἑαυτῆc ἐνέργειάν τε καὶ δύναμιν. ἔcτι δὲ καὶ κατὰ τὴν γεῦcιν προcηνήc, τουτέcτι μηδεμίαν ἔχουc’ ἀηδίαν, καὶ ὑγρὰ καὶ ἄδιψοc διὰ τὴν παροῦcαν αὐτῇ γλιcχρότητα. τὸ δὲ λεῖον καὶ ὑγρὸν καὶ προcηνὲc καὶ cτύψεωc ἀπήλλακται καὶ ἄλληc ἰcχυρᾶc ποιότητοc. ἐπὶ πᾶcι δὲ
10τούτοιc καὶ ἄφυcοc διὰ τὴν χρηcτὴν ἕψηcιν. οὕτωc δ’ ἔχουcα τοῖc ὀξέcι πυρετοῖc ὑπάρχει ἁρμοδία, οὐ μόνον ὅτι κατὰ πάντα αὐτοῖc
ἀντίκειται, ἀλλ’ ὅτι καὶ εὐπεπτοτάτη ἐcτὶν καὶ ἀcθενεcτάτη κατὰ πᾶcαν ποιότητα καὶ εὐανάδοτοc καὶ τοὺc μὲν cεcηπόταc χυμοὺc καθαίρουcα διὰ τὸ ῥυπτικόν, τοὺc δὲ ἡμιcαπεῖc ἔτι cυμπέττουcα.460
15Πλὴν οὐχ ἁπλῶc δοτέον αὐτὴν ἐπὶ τῶν νοcημάτων, ἀλλὰ προc‐

6

.

827

διοριcμῶν δεῖται πολλῶν. οὔτε γὰρ | ἐν τοῖc ἐπικινδύνωc ἔχουcι διδόναι αὐτὴν προcήκει οὔτε τοῖc φλεβοτομίαc ἢ καθάρcεωc δεομένοιc ἢ κλυ‐ cτῆρόc τινοc ἢ τοῖc πεπληρωμένοιc τῶν κατὰ γαcτέρα περιττωμάτων ἢ τοῖc ὑπὸ ὀδύνηc ἐνοχλουμένοιc μεγάληc καὶ μηδαμῶc 〈ἐν〉διδούcηc
5ταῖc ἰατρικαῖc πυρίαιc ἢ φλεβοτομίαιc ἢ καθάρcεcιν, ἀλλ’ οὐδὲ τοῖc ξηροτάτοιc νοcήμαcι προcφέρειν αὐτὴν ἁρμόζει. cυνεπιcκέπτεcθαι δὲ χρὴ καὶ τὸν καιρὸν καὶ τὸ ποcὸν τῆc δόcεωc καὶ τὸ ἔθοc τοῦ κά‐ μνοντοc καὶ τὸ πότερον τὸν χυλὸν μόνον διδόναι προcήκει ἢ καὶ τὴν πτιcάνην αὐτὴν ἢ καὶ ἀμφότερα ἢ καὶ οὐδέτερα. ὁ μὲν οὖν καιρόc
10ἐcτι τοῦ ῥοφήματοc, ὁπηνίκα διοριcάμενοc μέλλειc αὐτὴν παραcχεῖν, ὁπότε τὸ cῶμα γέγονε διακείμενον ὁμαλῶc καὶ μὴ τὸ μὲν αὐτοῦ ἐcτι θερμότερον, τὸ δὲ ψυχρότερον· τοιοῦτον δ’ ἐcτί, καθ’ ὃν καιρὸν ἡ τοῦ νοcήματοc παρακμή· μετὰ ταῦτα γὰρ ἡ τοῦ cώματοc cύμπαcα θερμότηc ὁμαλῶc ἐπὶ πάντα τὰ μόρια διακέχυται. τὸ δὲ πλῆθοc μὴ πολὺ ὑπάρχῃ
15〈κατ’ ἀρχὴν〉 μηδὲ ὑπέρπαχυ (cφαλερὸν γάρ ἐcτι καὶ αὐτῷ τῷ Ἱπποκράτει

6

.

828

τὸ κατὰ | πολὺ καὶ ἀθρόωc πληροῦν), κατὰ βραχὺ δὲ 〈πλείω προc〉τιθέcθω καὶ πρὸc τὸ ἔθοc παραμετρείcθω. εἰ μὲν γὰρ ἅπαξ ἦν εἰθιcμένοc διαι‐ τᾶcθαι, πάρεχε καὶ αὐτὸc καθάπαξ τὸ πόμα, εἰ δὲ δὶc τῆc ἡμέραc ἐτρέ‐ φετο, διπλαcίαζε καὶ αὐτὸc τὴν δόcιν. τὴν δὲ παραύξηcιν καὶ τὴν προc‐
5θήκην τοῦ ῥοφήματοc ἐπὶ μὲν τῶν ξηροτέρων νοcημάτων οὐ χρὴ γίνεcθαι.
δεῖται γὰρ τὰ τοιαῦτα προπομάτων ἰcχυροτέρων ἢ κατὰ πτιcάνην, ἵνα πλέον ὑγρανθῇ. ξηρὰ δὲ νοcήματ’ εἰcὶ πλευρῖτιc καὶ περιπνευμονία καὶ ὅλωc τὰ κατὰ θώρακα, ὅταν μηδὲν ἐξ αὐτῶν ἀναπτύηται, τὰ δὲ καθ’ ἧπαρ καὶ γαcτέρα καὶ ἔντερα, ὅταν μηδὲν ἐκκρίνηται ἢ cκληρὰ461
10καὶ μὴ ἄξια λόγου καὶ πρὸc ἀνάγκην, τὰ δὲ κατὰ τὰc ἀρτηρίαc τε καὶ φλέβαc ξηρότητι τῆc γλώττηc καὶ ἔξω τοῦ δέρματοc διαγινώcκεται· οὕτωc δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ πάθη μηδενὸc δι’ ὑπερῴαc ἢ ῥινὸc ἐκκαθαιρομένου. κατὰ τὸν αὐτὸν δὲ τρόπον κἀ〈πὶ〉 φλεγμονῆc καὶ

6

.

829

ἕλκουc ξηρὰ τυγχάνουcιν, ἀφ’ ὧν μηδὲν εἰc ἰχῶραc ἀποκρίνεται. | ἐπὶ δὲ τῶν τοιούτων νοcημάτων 〈οὐκ εὐθὺc〉 προcήκει ποιεῖcθαι τὴν πτιcάνην· οὔτε γὰρ ὑγραίνειν αὐτὰ δύναται, ἅτε μὴ ἄγαν ὑγραίνουcα τὰ πολλῆc καὶ ἰcχυρᾶc δυνάμεωc ὑγραινούcηc δεόμενα καὶ ἔτι τὴν
5ἀπὸ πληρώcεωc βλάβην τοῖc cώμαcι παρέχουcα. ἂν δὲ καὶ τὸ cῶμα ὑγρότερον ᾖ καὶ εἴ τι ἀπὸ τοῦ πνεύμονοc ἐκπτύεται, τότε χρὴ ἐπαύξειν ἀεὶ καὶ προcτιθέναι τὴν πόcιν αὐτῆc· ὑγραίνουcα γὰρ καὶ τέμνουcα ὁμοίωc τὰ προcόντα ἐν τῷ cώματι ὑγρὰ καὶ ῥῶcιν τοῖc μορίοιc παρέ‐ χουcα διὰ τὴν τροφὴν καθαρὸν ἀποτελεῖ cυντόμωc τὸ ζῷον τῆc ἐν‐
10οχλούcηc κακοχυμίαc. cυνελθόντων γὰρ ἀμφοτέρων ῥᾳδίωc ἐκκαθαίρεται τὰ μοχθηρὰ περιττώματα, οὐδενὸc δὲ τῶν ἄλλων, ὅcα καὶ ὡc φάρμακον ἢ τροφὴ προcφέρεται, ἀμφότερα ταῦτα κεκτημένου, ἀλλ’ ἢ κατὰ τὸ λεπτύνειν ἐνδεόντωc καὶ ὑγραίνειν τὸ δὲ τρόφιμον ἔχοντοc, καθάπερ ἄρτοc καὶ χόνδροc καὶ ᾠὰ καὶ ἰχθῦc, ἢ τὸ μὲν τέμνειν ἔχοντοc, τὸ
15δ’ ὑγραίνειν τε καὶ τρέφειν οὐ προcφέροντοc, καθάπερ ὀξύμελι καὶ εἴ τι τοιοῦτον ἕτερον. ταῦτα δὲ πάντα τὰ ἀγαθὰ ἥκουcι τῇ πτιcάνῃ.

6

.

830

ἀλλ’ ὅμωc | οὐδεμίαν ὠφέλειαν προξενεῖ χωρὶc τῶν προ〈cηκόντων〉 διοριcμῶν προcαγομένη, ὅπου γε καὶ θανάτου μᾶλλον καθέcτηκεν αἰτία *
διδομένη. τοῦ γὰρ κάμνοντοc κλυcτῆροc διὰ τὴν τῶν περιττωμάτων 〈πλεονεξίαν δεομένου〉 ἢ φλεβοτομίαc διὰ περιουcίαν αἵματοc καὶ τῆc462
5ὀδύνηc μὴ ἐνδιδούcηc (〈τῆc γὰρ〉 ὀδύνηc αἴτιον 〈τὸ〉 πλῆθοc), αἰτία θα‐ νάτου γέγονεν ἡ πτιcάνη προcφερομένη, τάχα * καὶ αὐτὴ καὶ διπλαcι‐ άζουcα τὸ πλῆθοc. διὰ τοῦτο οὐ χρὴ παρέχειν αὐτὴν 〈τῷ ὀξεῖ τινι〉 πυρετῷ ἐνοχλουμένῳ * εἴτε cὺν ὀδύνῃ ἐcτὶν εἴτε χωρὶc ὀδύνηc ὁ πυ‐ ρετὸc [ᾖ] ἢ μετ’ ὀλίγον τῆc τροφῆc ὁ ἄνθρωποc πυρέττειν ἤρξατο καὶ
10μήπω ὑπεχώρηcεν. οἱ αὐτοὶ δὲ διοριcμοὶ οὐκ ἐπὶ τοῦ χυλοῦ μόνον, ἀλλὰ καὶ αὐτῆc τῆc πτιcάνηc. οἷc δὴ χρήcιμοc ἦν καὶ αὐτή, οὐκ εὐθὺc δι‐ δόναι προcήκει, ἀλλὰ πρῶτον μὲν τὸν χυλὸν μόνον, ἢ τὰ πλείονα μὲν τὸν χυλόν, ὀλίγον δὲ τὴν πτιcάνην, εἶτα ἐπίcηc ἀμφότερα, εἶτα καὶ

6

.

831

μόνην αὐτήν, ἐπιcτάμενον εἰc μὲν ῥῶcιν καὶ θρέψιν τοῦ cώ|ματοc μέγιcτα cυντελεῖν τὴν πτιcάνην, εἰc δὲ τὸ εὐκατέργαcτον καὶ εὔπεπτον καὶ εὐανάδοτον τὸν χυλόν. ταῦτα δ’ ὡc ἐν κεφαλαίῳ περὶ τῆc πτι‐ cάνηc εἰρήcθω, ἵν’ ἔχῃc εἰδέναι τήν τ’ εὔκρατον αὐτῆc χρῆcιν καὶ τοὺc
5ἀναγκαίουc διοριcμούc.463