TLG 0057 038 :: GALENUS :: De rebus boni malique suci

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De rebus boni malique suci

Source: Helmreich, G. (ed.), Galeni de rebus boni malique suci libellus [Corpus medicorum Graecorum, vol. 5.4.2] Leipzig: Teubner, 1923: 389–429.

Citation: Kühn volume — page — (line)

6

.

749

(t1)

ΓΑΛΗΝΟΥ
t2ΠΕΡΙ ΕΥΧΥΜΙΑϹ ΚΑΙ ΚΑΚΟΧΥΜΙΑϹ
1 Οἱ cυνεχῶc ἐτῶν οὐκ ὀλίγων ἐφεξῆc γενόμενοι λιμοὶ κατὰ πολλὰ τῶν Ῥωμαίοιc ὑπακουόντων ἐθνῶν ἐναργῶc ἐπεδείξαντο τοῖc γε μὴ παντάπαcιν ἀνοήτοιc, ἡλίκην ἔχει κακοχυμία δύναμιν εἰc νόcων γένεcιν· οἱ μὲν γὰρ τὰc πόλειc οἰκοῦντεc, ὥcπερ ἦν ἔθοc αὐτοῖc ἀεὶ
5παραcκευάζεcθαι μετὰ τὸ θέροc εὐθέωc cῖτον αὐτάρκη πρὸc ὅλον τὸν ἐφεξῆc ἐνιαυτόν, ἐκ τῶν ἀγρῶν πάντα τὸν πυρὸν αἴροντεc ἅμα ταῖc

6

.

750

κριθαῖc τε καὶ τοῖc κυάμοιc καὶ τοῖc φακοῖc ἀπέλειπον τοῖc ἀγροί|κοιc τοὺc ἄλλουc Δημητρίουc καρπούc, οὓc ὀνομάζουcιν ὄcπριά τε καὶ χεδροπὰ μετὰ τοῦ καὶ τούτων αὐτῶν οὐκ ὀλίγα κομίζειν εἰc ἄcτυ. τὰ δ’ οὖν ὑπολειφθέντα διὰ τοῦ χειμῶνοc ἐκδαπανῶντεc οἱ κατὰ τὴν
5χώραν ἄνθρωποι τροφαῖc κακοχύμοιc ἠναγκάζοντο χρῆcθαι δι’ ὅλου τοῦ ἦροc, ἐcθίοντεc ἀκρέμονάc τε καὶ βλάcταc δένδρων καὶ θάμνων καὶ βολβοὺc καὶ ῥίζαc κακοχύμων φυτῶν, ἐνεφοροῦντο δὲ καὶ τῶν ἀγρίων ὀνομαζομένων λαχάνων, ὅτου τιc ἔτυχεν εὐπορήcαc, ἀφειδῶc ἄχρι κόρου, καθάπερ καὶ πόαc χλωρὰc ὅλαc ἕψοντεc ἤcθιον, ὧν πρότερον
10οὐδ’ ἄχρι πείραc ἐγεύcαντο πώποτε. παρῆν δ’ ὁρᾶν ἐνίουc μὲν αὐτῶν ἐν τοῖc ἐcχάτοιc τοῦ ἦροc, ἅπανταc δ’ ὀλίγου δεῖν ἐν ἀρχῇ τοῦ θέρουc ἁλιcκομένουc ἕλκεcι παμπόλλοιc κατὰ τὸ δέρμα cυνιcταμένοιc, οὐ τὴν
αὐτὴν ἰδέαν ἅπαcιν ἔχουcι· τὰ μὲν γὰρ αὐτῶν ἦν ἐρυcιπελατώδη, τὰ δὲ φλεγμονώδη, τὰ δ’ ἑρπηcτικά, τὰ δὲ λειχηνώδη τε καὶ ψωρώδη καὶ389
15λεπρώδη. ταῦτα μὲν ὅcα πραότατα διὰ τοῦ δέρματοc ἐξανθήcαντα τὴν κακοχυμίαν ἐκ τῶν cπλάγχνων τε καὶ τοῦ βάθουc ἐκένωcεν· ἐνίοιc δέ

6

.

751

τιcιν ἀνθρακώδη τε καὶ φαγεδαι|νικὰ γενόμενα μετὰ πυρετῶν ἀπέ‐ κτεινε τοὺc παθόνταc ἐν χρόνῳ μακρῷ μόλιc ὀλιγίcτων cωθέντων. ἄνευ δὲ τῶν κατὰ τὸ δέρμα παθημάτων πυρετοὶ πάμπολλοι ἐγένοντο δια‐ χωρήcειc γαcτρὸc ἐπιφέροντεc δυcώδειc καὶ δακνώδειc εἰc τεινεcμοὺc
5καὶ δυcεντερίαc τελευτώcαc, οὖρά τε δριμέα καὶ αὐτὰ δυcώδη τὴν κύcτιν ἐνίων ἑλκώcαντα. τινὲc δ’ αὐτῶν ἐκρίθηcαν ἱδρῶcι καὶ τούτοιc δριμέcι καὶ δυcώδεcιν ἢ ἀποcτήμαcι cηπεδονώδεcιν. οἷc δ’ οὐδὲν τού‐ των ἐγένετο, πάντεc ἀπέθανον ἢ μετὰ φανερᾶc φλεγμονῆc ἑνόc γέ τινοc τῶν cπλάγχνων ἢ διὰ τὸ μέγεθόc τε καὶ τὴν κακοήθειαν τῶν
10πυρετῶν. ὀλιγίcτων δὲ φλέβα τεμεῖν ἐν ἀρχῇ τῆc νόcου τολμήcαντεc ἔνιοι τῶν ἰατρῶν (ἐδεδίεcαν γὰρ εἰκότωc χρῆcθαι τῷ βοηθήματι διὰ τὸ προκαταλελύcθαι τὴν δύναμιν) οὐδενὸc εἶδον αἷμα χρηcτὸν ἐκκριθέν, ὁποῖον ἐκ τῶν ὑγιεινῶν cωμάτων ὁρᾶται κενούμενον, ἀλλ’ ἤτοι πυρ‐ ρότερον ἢ μελάντερον ἢ ὀρωδέcτερον ἢ δριμὺ καὶ δάκνον αὐτὴν τὴν
15διαιρεθεῖcαν φλέβα κατὰ τὴν ἐκροήν, ὡc δυcεπούλωτον γενέcθαι τὸ

6

.

752

ἕλκοc. ἐνίοιc | δὲ καὶ cυμπτώματα μετὰ πυρετῶν καὶ μάλιcτα τοῖc ἀποθανοῦcιν ἐγένετο βλάβην τῆc διανοίαc ἐπιφέροντα cὺν ἀγρυπνίαιc ἢ καταφοραῖc. καὶ οὐδὲν δήπου θαυμαcτὸν ἐναντίοιc ἁλῶναι νοcήμαcί τε καὶ cυμπτώμαcι τοὺc τότε νοcήcανταc, αὐτούc τε διαφέρονταc ἀλ‐
5λήλων οὐ ταῖc φύcεcι μόνον ἢ ταῖc ἡλικίαιc, ἀλλὰ καὶ ταῖc ἔμπροcθεν διαίταιc, ἐναντίαν τε δύναμιν ἐχούcαc ἐδηδοκόταc ἐν τῷ λιμῷ τροφάc· ἤcθιον μὲν γὰρ ἅπαντεc ὧν ηὐπόρουν· ἀνομοίου δὲ τῆc εὐπορίαc οὔcηc ἔνιοι μὲν ὀξεῖc ἢ δριμεῖc ἢ ἁλυκοὺc ἢ πικροὺc ἔχοντα χυμοὺc ἐδέcματα
προcηνέγκαντο, τινὲc δ’ αὐcτηροὺc ἢ cτρυφνοὺc ἢ ψύχονταc cαφῶc ἢ390
10ὑγροὺc ἱκανῶc ἢ παχεῖc ἢ γλίcχρουc ἢ φαρμακώδειc. οἶδα γοῦν ἐνίουc μὲν αὐτίκα διὰ μυκήτων ἐδωδὴν ἀποθανόνταc, ἐνίουc δὲ διὰ κωνείων ἢ ναρθήκων, [οὐκ] ὀλίγουc δ’ ἐξ αὐτῶν μόγιc διαcωθένταc. ἅπαcι μὲν οὖν τοῖc ἄλλοιc ἀνθρώποιc ἐναργῶc ἐφαίνετο τῷ λογιcμῷ cκοπουμένοιc, ὡc ἐκτὸc ἐν τῷ δέρματι πολυειδεῖc μὲν ἑλκώ‐

6

.

753

cειc ἐγίνοντο, ποικίλα δ’ ὄγκων εἴδη φλεγμονωδῶν τε καὶ οἰ|δηματω‐ δῶν ἐρυcιπελατωδῶν τε καὶ cκιρωδῶν, οὕτω καὶ κατά τινα τῶν ἐν τῷ βάθει μορίων, ὅcα κυριώτερα, τὰc αὐτὰc διαθέcειc ἐγχωρεῖν γεγο‐ νέναι. μόνοιc δὲ τοῖc ἀποcτᾶcι τῆc κατὰ τοὺc χυμοὺc Ἱπποκρατείου
5διδαcκαλίαc ὁ λογιcμὸc ἐπεπήρωτο, πάντα μᾶλλον ἢ τοὺc χυμοὺc αἰτιᾶcθαι τολμῶcιν. ἔνιοι δ’ αὐτῶν ὡμολόγηcάν μοι λαθραίωc ὁρᾶν μὲν ἐναργῶc τὴν πρὸc Ἱπποκράτην φιλονεικίαν τῶν οὐδὲν οὔτ’ εἰc ὑγίειαν οὔτ’ εἰc νόcον ἡγουμένων ἀγαθὸν ἢ κακὸν ἐκ χυμῶν γίνε‐ cθαι, μεταcτῆναι δ’ αἰδεῖcθαι πρὸc Ἱπποκράτην μετὰ πεντήκοντα τῆc
10ἡλικίαc ἔτη. δόξομεν γὰρ οὕτωc, ἔφαcαν, οὐ τοὺc μαθητὰc μόνον ἀλλὰ καὶ 〈τοὺc〉 ἄλλουc ἅπανταc τοὺc χρωμένουc ἡμῖν ἐν ἅπαντι τῷ πρόcθεν χρόνῳ βεβλαφέναι. καὶ μέντοι καὶ τιμᾶcθαι μὲν ἔλεγον ἤδη πρὸc πολλῶν ἀνθρώπων ὡc ἐπ’ ἀληθέcιν οἷc ἐπρέcβευον δόγμαcιν. ἐὰν δὲ καὶ ταῦθ’ ὁμολογήcωcιν εἶναι μοχθηρὰ καὶ τῶν ἄλλων ἀμαθεῖc φαίνωνται, μηδένα
15τῶν ἔμπροcθεν αὐτοῖc χρωμένων αὖθιc ἔτι χρήcεcθαι. τούτοιc μὲν οὖν

6

.

754

πολλὴν cυγγνώμην νέμειν εὔλογον οὐ | τὴν προαίρεcιν μεμφομένουc, ἀλλὰ τῇ δυcτυχίᾳ cυναλγοῦνταc αὐτῶν, ᾗ πρὸ τοῦ κρῖναι δύναcθαι τὰ διδαcκόμενα περιέπεcον οὐκ ἀγαθοῖc διδαcκάλοιc. ἄξιοι δὲ μίcουc εἰcὶν οἱ πρῶτοι διὰ φιλοτιμίαν αἱρέcειc δογμάτων ψευδῶν cυcτηcάμενοι.
5φαίνονται γὰρ ἑκόντεc ἐξαπατᾶν ἐπιχειρῆcαι τοὺc πέλαc, οὐκ ἄκοντεc cφαλῆναι, μηδενὸc ἀνθρώπου εἰc τοcαύτην ἄνοιαν ἥκοντοc, ὡc ἀγνοῆ‐ cαι, πηλίκον ἐcτὶ κακὸν ἐκτραπῆναι τοὺc ἐν τῷ cώματι χυμοὺc εἰc φαρμακώδειc ποιότηταc. αὐτοὶ γοῦν οὗτοι, πρὸc οὓc ὁ λόγοc ἐcτί, δύcκολον ἢ καὶ τελέωc ἀδύνατον εἶναί φαcι διακρῖναι τοὺc ἐκ φαρ‐391
10μάκων ὀλεθρίων προcφορᾶc ἀπολομένουc τῶν ἐξ αὐτοῦ τοῦ cώματοc τῆc νοcώδουc διαθέcεωc. οὐ μὴν οὐδ’ ὅτι τοὺc τῶν ἰοβόλων ὀνομα‐ ζομένων θηρίων ἰούc, οὓc ἐνιᾶcι διὰ τοῦ δήγματοc, ἐνίουc μὲν νε‐ κροῦνταc ἐν τάχει τὸ δηχθὲν μόριον, ἐνίουc δὲ καὶ cήπονταc ἢ φλεγ‐ μονὰc μεγίcταc ἢ ὀδύναc ἐπιφέρονταc ἐναργῶc ὁρῶμεν, ἔνεcτιν ἀρνήcαcθαί
15τινι, καθάπερ οὐδ’ ὅτι cκορπίῳ τιc ἐπιπτύcαc δὶc ἢ τρὶc νῆcτιc εὐθέωc

6

.

755

ἀναι|ρεῖ τὸ ζῷον. ὥcπερ γὰρ οἰκεῖαι φύcειc φύcεcιν, οὕτωc ἕτεραι πολέμιαί τε καὶ φθαρτικαί. τρέφεcθαι μὲν οὖν ἡμῖν ὑπὸ τῶν οἰκείων, ἀπόλλυcθαι δὲ ὑπὸ τῶν ἐναντίων cυμβαίνει. καὶ λέλεκται περὶ τού‐ των ἐπὶ πλέον ἔν τε τοῖc Περὶ τῶν φυcικῶν δυνάμεων ὑπομνήμαcι
5καὶ τοῖc Περὶ τῶν ἁπλῶν φαρμάκων. εἰc δὲ τὸν ἐνεcτῶτα λόγον ἱκανὴ καὶ τῶν ἐν τοῖc λιμοῖc ὀφθέντων ἡ διήγηcιc. εἰ δέ μοι πιcτεύειν ἐθέλοιc οὐδεμίαν μὲν αἰτίαν ἔχοντι τοῦ ψεύδεcθαι, δυcχεραίνοντι δὲ ἐπὶ τῷ πολλοὺc ἐν βιβλίοιc ἐνδόξουc ἄνδραc ἐψεῦcθαι μεγάλωc, διη‐ γήcομαί cοι τὰ διὰ μακρᾶc πείραc ἐν ὅλῳ μοι τῷ βίῳ γνωcθέντα μετὰ
10τοῦ 〈καὶ〉 τοὺc θεοὺc ἐπικαλέcαcθαι μάρτυραc. ἐμοὶ μὲν γὰρ πατὴρ ἐγένετο γεωμετρίαc μὲν καὶ ἀρχιτεκτονικῆc καὶ λογιcτικῆc ἀριθμητικῆc τε καὶ ἀcτρονομίαc εἰc ἄκρον ἥκων, ὑπὸ πάντων δὲ τῶν γνόντων αὐτὸν ἐπὶ δικαιοcύνῃ καὶ χρηcτότητι καὶ cωφροcύνῃ θαυμαcθεὶc ὡc οὐδεὶc τῶν φιλοcόφων. οὗτοc οὖν με παῖδα
15μὲν ὄντα διαιτῶν αὐτὸc ἄνοcον ἐφύλαξεν. ἐπεὶ δὲ μειράκιον ἐγενόμην392

6

.

756

ὅ τε πατὴρ ὑπεχώρηcεν εἰc ἀγρὸν ὢν φιλογέωργοc, εἰχόμην | μὲν ὧν ἐμάνθανον ὑπὲρ ἅπανταc τοὺc cυμφοιτῶνταc οὐ δι’ ἡμέραc μόνον ἀλλὰ καὶ νύκτωρ· ἐμπληcθεὶc δὲ μετὰ τῶν ἡλικιωτῶν ἐν ἅπαντι τῷ χρόνῳ τῆc ὀπώραc ἁπάντων τῶν ὡραίων ἐνόcηcα τοῦ φθινοπώ‐
5ρου νόcον ὀξεῖαν, ὡc φλεβοτομίαc δεηθῆναι. παραγενόμενοc οὖν εἰc τὴν πόλιν ὁ πατὴρ ἐπετίμηcέ τέ μοι καὶ τῆc ἔμπροcθεν ἀνέμνηcε διαίτηc, ἣν ὑπ’ αὐτῷ διῃτώμην, ἐκέλευcέ τε τοῦ λοιποῦ φυλάττειν αὐτὴν ἀποcτάντα τῆc τῶν ἡλικιωτῶν ἀκραcίαc. καὶ μέντοι καὶ κατὰ τὸν ἑξῆc ἐνιαυτὸν ἔργον ἐποιήcατο παραφυλάξαι μου τὴν δίαιταν, ὡc
10μετρίωc ἅψαcθαι τῶν ὡραίων. ἦγον δὲ τηνικαῦτα τῆc ἡλικίαc ἔτοc ἐννεακαιδέκατον. ἄνοcοc οὖν ἐν αὐτῷ μείναc, εἶτ’ ἐν τῷ μετ’ αὐτὸν ἐνιαυτῷ, τοῦ πατρὸc ἀποθανόντοc ἅμα τοῖc ἡλικιώταιc διαιτηθεὶc ἐπὶ δαψιλέcι τοῖc κατὰ τὴν ὀπώραν ἐνόcηcα νόcον παραπληcίαν τῇ πρό‐ cθεν, ὥcτε καὶ τότε φλεβοτομίαc δεηθῆναι. τοὐντεῦθεν δέ ποτε μὲν
15ἐφεξῆc καθ’ ἕκαcτον ἐνιαυτόν, ἐνίοτε δὲ διαλιπὼν ἓν ἔτοc ἐνόcουν ἀεὶ

6

.

757

μέχρι τῶν ὀκτὼ καὶ εἴκοcιν ἐτῶν. ἐν τούτῳ δὲ | κινδυνεύcαc ἀπό‐ cτημα cχεῖν καθ’ ὃ μέροc cυνάπτει τὸ ἧπαρ τῷ διαφράγματι, τῶν ὡραίων ἁπάντων ἐπέχειν ἐμαυτὸν ὥριcα πλὴν τῶν πεπείρων ἀκριβῶc cύκων τε καὶ cταφυλῶν, οὐδὲ τούτων ἀμέτρωc, ὡc ἔμπροcθεν, ἀλλὰ
5cυμμέτρωc προcφερόμενοc. ἔcχον δὲ καὶ ἄλλον τινὰ τῶν ἐμοῦ πρεcβυ‐ τέρων δυοῖν ἔτεcι τὴν αὐτὴν γνώμην ἐμοὶ λαβόντα. γυμναcίων τε οὖν προνοούμενοι καὶ τοῦ μηδέποτ’ ἀπεπτεῖν ἄνοcοι διεμείναμεν ἄχρι τοῦ δεῦρο πολλῶν ἐτῶν, καὶ τῶν ἄλλων δὲ φίλων, ὅcουc ἔπειcα γυμ‐ νάζεcθαί τε καὶ τεταγμένωc διαιτᾶcθαι, τέωc πάνταc ὁρῶ διὰ παντὸc
10ὑγιαίνονταc, ἐνίουc μὲν ἐξ ἐτῶν ἤδη πέντε καὶ εἴκοcι, τοὺc δ’ ἐξ ἐλατ‐ τόνων μέν, ἤδη δ’ ἱκανῶν, ὡc ἕκαcτοι πειcθέντεc ἔτυχον ἀπέχεcθαί τε τῶν ὡραίων καὶ τῶν ἄλλων κακοχύμων ἐδεcμάτων, ἃ πρόκειται διελ‐
θεῖν ἐν τῷδε τῷ γράμματι. Τοῖc μὲν οὖν δυναμένοιc γυμνάζεcθαι πρὸ τῶν cιτίων οὐδὲ393

6

.

758

τῆc ἀκριβοῦc πάνυ διαίτηc ἐδέηcε. τοῖc δὲ | διὰ περιcτάcειc πραγμάτων κωλυομένοιc οὐ μόνον ἀκριβεcτέραc διαίτηc ἀλλὰ καὶ φαρμάκων ὑγι‐ εινῶν ἐcτι χρεία. πολλοὶ μέντοι τῶν ἀνθρώπων ἐν τοιαύτῃ βίου κατα‐ cτάcει διατρίβουcιν, ὥcτε μὴ δυνατὸν αὐτοῖc εἶναι μήτε γυμνάζεcθαι
5καλῶc πρὸ τῶν cιτίων μήτ’ ἐcθίειν ἱκανῶc ἐν καιρῷ μήτε πέττειν καλῶc τὰc τροφάc. τοὺc μὲν δὴ τοιούτουc ἀδύνατον ἀνόcουc διαμένειν ἄνευ τοῦ προνοεῖcθαί τε γαcτρὸc ὑπαγωγῆc ἐκ διαλειμμάτων (ἐνίοτε δὲ καὶ καθάρcεωc ἰcχυροτέραc) ὡραίαc τε κενώcεωc αἵματοc ὑγιεινῶν τέ τινων φαρμάκων ἐν τοῖc προcήκουcι καιροῖc πινομένων. ὅcοι δὲ
10ἡcύχιον εἵλοντο βίον μήτε πρὸ ἡμέραc ἀνάγκην ἔχοντεc ἐπὶ τὰc τῶν πολὺ δυναμένων ἀπιέναι θύραc μήτε πολλάκιc ἱδροῦντεc ἐν ἀναγκαί‐ αιc πράξεcι καταψύχεcθαι μήτε λουομένοιc τιcὶ παρεcτάναι μήτ’ εἰc οἶκον ἐπανερχομένουc αὐτοὺc παραπέμπειν, εἶτα μετὰ πολλῆc cπουδῆc αὐτοὶ λουcάμενοι πρὸc τὸ δεῖπνον ἐπείγεcθαι, τούτοιc πρώτοιc ὑπο‐
15θήcομαι δίαιταν, ἐξ ἧc ἂν μάλιcτα χρηcτότατον ἔχοιεν αἷμα, μετ’ αὐτοὺc

6

.

759

δὲ πειράcομαί τιναc ὑποθήκαc δοῦναι καὶ τοῖc ἐν ἀcχολίᾳ ζῶcι. | δε‐ ήcεται δ’ ὁ λόγοc ἀναμνῆcαι τῶν γεγραμμένων ἐν τοῖc τριcὶν ὑπο‐ μνήμαcιν, ἐν οἷc ὁ λόγοc μοι γέγονε Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων.
5 εὔχυμα τοίνυν ἐδέcματα τῶν μὲν cιτηρῶν ἄρτοι τ’ εἰcὶν οἱ καθαροί, κατειργαcμένοι καλῶc ὀπτήcει τε τῇ διὰ κριβάνου καὶ τῇ πρὸ αὐτοῦ φυράcει καὶ ζύμῃ cυμμέτρῳ καὶ ἁλῶν μίξει, πρὸc τούτοιc δὲ δεύτεροι κατ’ ἀρετὴν οἱ ἰπνῖται. χόνδροc δὲ τῶν μὲν εὐχυμοτάτων ἐcτίν, ὥcπερ καὶ τὸ χοίρειον
10κρέαc, ἂν ἀκριβῶc ἥ τε γαcτὴρ αὐτὸ πέψῃ καὶ τὸ ἧπαρ αἱματώcῃ.
γλίcχρον δ’ ἔχει τι καὶ διὰ τοῦτ’ ἐμφρακτικὸν ἥπατόc τε καὶ νεφρῶν, οἷc cτενόπορα φύcει ταῦτα. πλεοναζόντων γοῦν ἐν ταῖc ἐδωδαῖc αὐτῶν βάρουc τέ τιc αἴcθηcιc ἐν τοῖc εἰρημένοιc μορίοιc γίνεται καί ποτε καὶ πόνοc. ἕπεται δὲ ταῖc καθ’ ἧπαρ ἐμφράξεcι κωλύεcθαι μὲν τὴν ἀνάδοcιν,394
15ἀθροίζεcθαι δὲ πλῆθοc ἐν ταῖc κατὰ τὸ μεcάραιόν τε καὶ τὰ cιμὰ τοῦ cπλάγχνου φλεψίν, ᾧ πάλιν ἤτοι φλεγμονὰc ἀκολουθῆcαι τῶν μορίων,

6

.

760

ἐν οἷc ἤθροιcται, κίνδυνοc ἢ αὐτῶν τῶν πλεοναζόντων χυ|μῶν cηπε‐ δόνα. δυοῖν γάρ τοι θάτερον ἀναγκαῖόν ἐcτι τοῖc ὠμοῖc καὶ παχέcι χυμοῖc ἀκολουθεῖν ἢ μεταβάλλεcθαι εἰc αἷμα πεττομένοιc ἢ cήπεcθαι, καθάπερ καὶ τἄλλα πάντα τὰ ἐν τοῖc θερμοῖc χωρίοιc χρόνῳ πλείονι
5μένοντα. καὶ διὰ τοῦτο τοῖc ἰατροῖc εὑρέθη τὰ κληθέντα πρὸc αὐτῶν ὑγιεινὰ φάρμακα τῆc λεπτυνούcηc ἅπαντα δυνάμεωc ὄντα. τούτων γὰρ ἔργον ἐcτὶν ἐκφράττειν μὲν τὰc cτενὰc διεξόδουc, ἀπορρύπτειν δὲ τὸ προcπλαττόμενον γλίcχρον ἐκ τῶν χυμῶν τοῖc ἀγγείοιc, τέμνειν δὲ καὶ λεπτύνειν τὰ παχέα τῶν ὑγρῶν. ἀλλ’ ἐὰν πλεονάcῃ τιc ἐν αὐτοῖc,
10ὀρῶδεc ἢ πικρόχολον ἐν τῷ χρόνῳ ἢ μελαγχολικὸν ἐργάcεται τὸ αἷμα· πέφυκε γὰρ ὀλίγου δεῖν ἅπαντα τὰ τοιαῦτα φάρμακα cὺν τῷ λεπτύνειν τε καὶ τέμνειν ἔτι καὶ θερμαίνειν ἀμετρότερον. ὑπὸ δὲ τῶν οὕτω θερμαινόντων ξηραίνεται μὲν τὰ ὑγρά, παχύνονται δὲ οἱ χυμοί, καὶ διὰ τοῦτο κατὰ τοὺc νεφροὺc οἱ πωρώδειc λίθοι cυνίcτανται καὶ εἰc
15μοχθηροὺc χυμοὺc τρέπεται τὸ αἷμα. καλλίcτηc οὖν καταcκευῆc cώματοc ὑπαρχούcηc, ἥτιc ἂν εὐκρατοτάτη μὲν ᾖ, τὰc δὲ τῶν χυμῶν διεξόδουc

6

.

761

εὐρείαc ἔχῃ, δυνατόν ἐcτιν ὑγιαίνειν ἀεὶ τὸν οὕτω πεφυ|κότα γυμνα‐ ζόμενον αὐτάρκωc πρὸ τῶν cιτίων, ἐὰν καὶ πλεονάζῃ ποτὲ κατὰ τὰ παχύχυμα τῶν ἐδεcμάτων, ὁποῖόν ἐcτιν, ὡc ἔφην, ὅ τε χόνδροc καὶ τὸ χοίρειον κρέαc οἵ τ’ ἰπνῖται τῶν ἄρτων ἢ κριβανῖται μέν, οὐ πάνυ
5δ’ ἀκριβῶc καλῶc προπαρεcκευαcμένοι τῇ λελεγμένῃ μικρὸν ἔμπροcθεν
καταcκευῇ καὶ κατά γε τὸν κρίβανον ἐνδεῶc ὠπτημένοι. τὴν δ’ αὐτὴν ἔχει τῷ χόνδρῳ φύcιν ὁ καλούμενοc τράγοc, ἐκ τῶν cιτηρῶν τροφῶν καὶ αὐτὸc ὑπάρχων, δυcκατεργαcτότερόc γε μὴν εἰc τὴν ἐν τῇ γαcτρὶ πέψιν ἐcτὶ τοῦ χόνδρου.395
10 παραπληcίαν δὲ τούτοιc δύναμιν ἔχει καὶ ἡ τῶν ᾠῶν φύcιc, ἀλλὰ διοριcμῶν πλειόνων δεομένη καθάπερ καὶ τὸ γάλα. προϊόντοc δὲ τοῦ λόγου διδαχθήcεται μετ’ ὀλίγον ἀκριβῶc πᾶcα. πρότερον γὰρ ὥcπερ τούτων ἐμνημόνευcα, τὸν οἷον τύπον ὑπογράφων τῶν εὐχύμων τε καὶ κακοχύμων ἅμα γλιcχρότητι τροφῶν, οὕτω καὶ τῶν cυμμέτρωc ἐχουcῶν
15βούλομαι μνημονεῦcαι, μέcων οὐcῶν τῇ φύcει τῶν τε παχυνόντων ἐδεcμάτων καὶ τῶν λεπτυνόντων, ὑπὲρ ὧν ἑτέρωθι διῆλθον ἐν ἑνὶ

6

.

762

γράμ|ματι τῷ Περὶ τῆc λεπτυνούcηc διαίτηc. ἀλλὰ τῶν μὲν τοιούτων τὰ πλεῖcτα φάρμακα μᾶλλον ἄν τιc ἢ τροφὰc εἴποι· τὰ δὲ τοὺc παχεῖc καὶ γλίcχρουc γεννῶντα χυμοὺc ἐδέcματα τροφιμώτατα πάντ’ ἐcτί, κἂν πεφθῇ καλῶc ἔν τε τῇ γαcτρὶ καὶ τῷ ἥπατι, χρηcτὸν αἷμα γεννᾶν
5πέφυκεν. Ἀμεμπτότατα δὲ τῶν ἐδεcμάτων ὑπάρχει τὰ μεταξὺ τῶν λεπτυ‐ νόντων τε καὶ παχυνόντων, ὡc ἂν ἐν cυμμετρίᾳ καὶ μεcότητι τῶν ὑπερβολῶν καθεcτῶτα. τοιαῦτα δ’ ἐcτὶν οἵ τε κάλλιcτοι τῶν ἄρτων, ὑπὲρ ὧν τῆc καταcκευῆc ἐπὶ πλέον ἐν τῷ πρώτῳ Περὶ τῶν ἐν ταῖc
10τροφαῖc δυνάμεων εἴρηται, καὶ πρὸc τούτοιc αἱ cάρκεc τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων ὀρνίθων τε φαcιανῶν καὶ περδίκων καὶ περιcτερῶν ἀτταγήνων τε καὶ τρυγόνων καὶ κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν
cτρουθίων ἁπάντων ἔτι τε πετραίων ἰχθύων αἰγιαλείων τε καὶ πελα‐ γίων κωβιῶν τε καὶ cμυραινῶν καὶ βουγλώccων ὀνίcκων τε καὶ πάντων396

6

.

763

ἁπλῶc ἰχθύων, ὅcοι μήτε γλιcχρότητά τινα μήτε δυcωδίαν ἢ ἀη|δίαν ἔχουcι κατὰ τὴν ἐδωδήν. οὐκ ὀλίγων δὲ χρεία διοριcμῶν ἐcτι καὶ περὶ τῆc τούτων ἁπάντων φύcεωc, ἣν ἐφεξῆc ἐρῶ ἐν τῷ περὶ τῶν κακο‐ χύμων ἐδεcμάτων λόγῳ προcθεὶc [δὲ] τὰ λείποντα πρότερον.
5 ὅcοιc μὲν γὰρ ἀνθρώποιc οἷόν τ’ ἐcτὶ γυμναcίοιc τε πλείοcι χρῆ‐ cθαι καὶ κοιμᾶcθαι, μέχριπερ ἂν ἐθέλωcι, καὶ βίον ἔξω τῶν πολιτικῶν ἀcχολιῶν ᾕρηνται, τούτοιc ἐγχωρεῖ καὶ τὰ παχύχυμα καὶ γλίcχρα τῶν ἐδεcμάτων ἐcθίειν, καὶ μάλιcθ’ ὅταν ἐπὶ τῷ πλήθει τῆc ἐδωδῆc αὐτῶν μηδέποτε μηδεμίαν αἴcθηcιν ἐν ὑποχονδρίῳ δεξιῷ cχῶcιν ἢ βάρουc ἢ
10τάcεωc. ὅcοι δ’ ἤτοι διὰ τὴν ἡλικίαν ἢ διά τινα cυνήθειαν οὐχ οἷοί τε γυμνάζεcθαι πρὸ τῶν cιτίων, οὗτοι πάντων ἀπεχέcθωcαν ἐδεcμάτων, ὅcα τοιαῦτα. τελέωc δ’ ἀργοὶ μηδ’ αὐτοὶ παραγινέcθωcαν ἐπὶ τὰc τρο‐ φάc, ἀλλ’ αἰωρήcεcιν ἢ περιπάτοιc ἀντὶ τῶν ἰcχυροτέρων γυμναcίων χρήcθωcαν. μέγιcτον γάρ τοι κακὸν εἰc ὑγιείαc φυλακήν ἐcτιν ἡcυχία
15παντελὴc τοῦ cώματοc, ὥcπερ καὶ μέγιcτον ἀγαθὸν ἡ cύμμετροc κίνηcιc.

6

.

764

οὐδὲ γὰρ οὐδὲ νοcή|cει τιc ὅλωc, ἢν ἐπίτηδεc προνοῆται τοῦ μηδέ‐ ποτ’ ἀπεπτῆcαι μετὰ τοῦ μηδὲ κινεῖcθαί τινα κίνηcιν ἰcχυρὰν ἐπὶ cιτίοιc. ὥcπερ γὰρ ἀγαθὸν μέγιcτον εἰc ὑγίειάν ἐcτι τὸ πρὸ τῶν cιτίων γυμνάcιον, οὕτω βλαβερώτατον ἅπαcα κίνηcιc ἐπὶ cιτίοιc. ἀναδίδοται
5γὰρ ἐκ τῆc κοιλίαc ἡ τροφὴ πρὶν πεφθῆναι κἀκ τοῦδε πλῆθοc ὠμῶν χυμῶν ἀθροίζεται κατὰ τὰc φλέβαc, ἐξ ὧν εἴωθε νοcήματα παντοῖα γίγνεcθαι μὴ φθαcάντων αὐτῶν ἤτοι διαφορηθῆναι πόνοιc πλείοcιν ἢ πεφθῆναι καὶ μεταβαλεῖν εἰc αἷμα διὰ τῆc καθ’ ἧπάρ τε καὶ φλέβαc δυνάμεωc. ἀcφαλέcτατον οὖν ἐcτι φείδεcθαι τῶν κακοχύμων τε καὶ
10γλίcχρων ἐδεcμάτων, ὅcοιc γε μόνηc ὑγιείαc ἐcτὶ φροντίc, οὐκ εὐεξίαc
cώματοc, ὁποίαν οἱ γυμναcτικοὶ cπουδάζουcιν. Ἐφεξῆc οὖν cοι καταλέξω καὶ τὰ μήπω λελεγμένα κατὰ τὸν ἄχρι δεῦρο λόγον ἐδέcματα παχύχυμα, πάλιν ἀπὸ τῶν ἄρτων ἀρξάμενοc. ὅcοι τοίνυν τούτων οὔτε ζύμηc οὔθ’ ἁλῶν ἱκανῶc ἔcχον οὔτ’ ἐπὶ πλεῖ‐397
15cτον ἐφυράθηcαν οὔτ’ ἐν κριβάνῳ καλῶc ὠπτήθηcαν, οὗτοι παχύχυμοι

6

.

765

πάντεc | εἰcὶ μετὰ τοῦ καὶ γλιcχρότητοc οὐκ ὀλίγηc μετέχειν, ὅντινα χυμὸν οἱ περὶ Πραξαγόραν τε καὶ Φυλότιμον ὀνομάζειν εἰώθαcι κολλώδη. παχύχυμοι δ’ εἰcὶ καὶ οἱ τυροὶ πάντεc, ἀλλ’ οἱ μὲν νέοι χωρὶc κακοχυμίαc, οἱ παλαιοὶ δὲ καὶ cὺν ταύτῃ. γλιcχρότηc δὲ πρὸc τῷ πάχει
5τιcὶν αὐτῶν, οὐχ ἅπαcιν, ὑπάρχει διὰ τὴν τοῦ γάλακτοc φύcιν, ἐξ οὗ γεγόναcιν, οὐ cμικρὰν ἔχοντοc διαφορὰν ἔν τε τοῖc γένεcι τῶν ζῴων καὶ ταῖc τροφαῖc, ἃc ἐcθίουcιν ἄλλαc ἐν ἄλλοιc τόποιc. αἰγείῳ μὲν οὖν γάλακτι πλείcτῳ χρώνται παρ’ ἡμῖν, ὥcπερ ἐν ἄλλοιc ἔθνεcι βοείῳ· χρῶνται δὲ καὶ τῷ προβατείῳ πολλάκιc. ἀλλὰ
10τοῦτο μέν ἐcτι παχὺ τῷ τῶν ὄνων ὑπεναντίωc ἔχον ἐν τῷδε· λιπαρὸν δὲ τὸ τῶν βοῶν, ἁπάντων δ’ ἔχον cυμμέτρωc τὸ τῶν αἰγῶν. οὔτε γὰρ ἱκανῶc ὑγρόν ἐcτιν οὔτε λιπαρὸν οὔτε παχὺ καὶ διὰ τοῦτο μέcον τι τῶν ἄλλων ὑπάρχει κατὰ τὰc ἐνεργείαc ἃc ἐνεργεῖ κατὰ τὸ τῶν ἀνθρώπων cῶμα, τοῦ μὲν ὀρώδουc καὶ λεπτοῦ γάλακτοc ὑπάγοντοc
15μὲν τὴν γαcτέρα μᾶλλον, ἧττον δὲ τρέφοντοc τὸ cῶμα, τοῦ δὲ παχέοc ἔμπαλιν ἧττον μὲν ὑπάγοντοc, τρέφοντοc δὲ μᾶλλον.

6

.

766

cύγκειται | γὰρ ἐκ τριῶν οὐcιῶν ἀνομοιομερῶν ἅπαν γάλα, μιᾶc μὲν τῆc ὀρώδουc τε καὶ λεπτῆc, ἑτέραc δὲ τῆc παχείαc τε καὶ τυρώ‐ δουc καὶ τρίτηc τῆc ἐλαιώδουc τε καὶ λιπαρᾶc. οὐ μὴν ἐν ἅπαcί γε τοῖc ζῴοιc τὸ μέτρον αὐτῶν ἴcον, ἀλλ’ ἐν μὲν τῷ τῶν καμήλων τε
5καὶ τῶν ὄνων γάλακτι ἡ ὀρώδηc ὑγρότηc ἐcτὶ πλείcτη, τὸ τυρῶδεc δ’ ἐν τοῖc προβάτοιc, ὥcπερ γε τὸ λιπαρὸν ἐν τῷ τῶν βοῶν γάλακτι.
μεcότητα δ’ ἔχει τῶν ὑπερβολῶν ἡ αἲξ ὡc πρὸc τἄλλα γένη τῶν ζῴων· ἐπεί τοι πάλιν αὗται πρὸc ἀλλήλαc παραβαλλόμεναι ταῖc εἰρημέναιc ὑποπεπτώκαcι διαφοραῖc, οὔcαιc οὐ cμικραῖc οὐδὲ ταῖc κατὰ τὴν ἡλι‐398
10κίαν, ὥcπερ γε καὶ ταῖc κατὰ τὰc νομάc τε καὶ τὰc ὥραc τοῦ ἔτουc ἔτι τε τὸν χρόνον ὃν ἀφεcτήκαcι τῆc ἀποκυήcεωc, ὑπὲρ ὧν καὶ αὐτῶν ἐπὶ πλέον ἐν τῷ τρίτῳ Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων εἴρηται. νυνὶ δ’ ἀρκεῖ τό γε τοcοῦτον εἰπεῖν, ὡc οὐκ ἀcφαλὲc ἄνευ μέλιτοc προc‐ φέρεcθαι τὸ τῶν αἰγῶν γάλα. πολλοῖc γὰρ τῶν μόνον αὐτὸ πιόντων
15ἐτυρώθη κατὰ τὴν γαcτέρα καὶ θαυμαcτὸν ὅπωc βαρύνει τε καὶ πνίγει τὸν ἄνθρωπον, ἐπειδὰν τοῦτο cυμβῇ. θαυμαcτότερον δ’ ἔτι τὸ τοῦ

6

.

767

θρομ|βωθέντοc αἵματόc ἐcτιν, ἐάν τ’ ἐν τραύματι βαθεῖ πάθῃ τιc τοι‐ οῦτον ἐάν τ’ εἰc κοιλίαν ἤ τι τῶν ἐντέρων cυρρυῇ· καὶ γὰρ ἐκλύονται καὶ καταψύχονται καὶ μικρόcφυκτοι καὶ κακόcφυκτοι γίνονται. καὶ μέν‐ τοι καὶ cηπεδόνοc ἐπινεμομένηc ἐν τάχει τὰ πληcιάζοντα τῶν ὑγιεινῶν
5μορίων αἴτιον γίνεται τὸ θρομβωθὲν ἐν τοῖc τραύμαcιν αἷμα. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ πάντων ἡμῖν τῶν χυμῶν οἰκειότατοc, ὅταν ψυχθῇ, τηλικούτων ἡμῖν παθημάτων αἴτιον γίνεται, ζητήcεωc οὐ cμικρᾶc ἄξιον. ἐναργῶc γε μὴν ἔcτι κἀκ τούτου γνῶναι, πηλίκην ἔχουcι δύναμιν αἱ τῶν μοχθηρῶν χυμῶν ποιότητεc, ὧν ὥcπερ τινὸc μικροῦ καταφρονοῦcιν
10ἔνιοι τῶν νῦν ἰατρῶν, ἑπόμενοι τοῖc πρώτοιc πλαcαμένοιc οὕτω γινώcκειν. τὸ γοῦν γάλα πίνουcί τινεc ἐπεμβάλλοντεc ἕνεκα τοῦ μὴ τυρω‐ θῆναι κατὰ τὴν γαcτέρα μέλιτόc τε καὶ ὕδατοc καὶ τρίτου τῶν ἁλῶν. ἄριcτον δ’ εἰc εὐχυμίαν γάλα τὸ τῶν εὐεκτούντων ζῴων ἐcτίν, ὅταν ἀμελχθῇ, πινόμενον εὐθέωc· τὸ δ’ ἑψηθὲν ἐπὶ πλέον παχύχυμον ἱκανῶc
15γίνεται καὶ μᾶλλον, ὅταν ἄλευρον πυρῶν ἢ κέγχρων ἢ ἄμυλον ἑψηθῇ μετ’ αὐτοῦ.

6

.

768

τυροὶ δὲ παχύχυμοι | μὲν ἅπαντέc εἰcιν, οἱ παλαιοὶ δὲ καὶ κακό‐
χυμοι. τοὺc νεοπαγεῖc δ’ ἐγχωρεῖ μετὰ μέλιτοc ἐcθίειν πρὸ τῶν cιτίων ὑπαγωγῆc ἕνεκα γαcτρόc· ἧττόν τε γάρ εἰcι παχύχυμοι τῶν παλαιῶν, οὔδ’ ὅλωc δὲ κακόχυμοι. ὁ δ’ ἐξ αὐτῶν πηγνυμένων ἀπορρέων ὀρὸc399
5ἱκανῶc ὑπάγει γαcτέρα. παχύχυμον δ’ ἐcτὶν ἔδεcμα καὶ διὰ τοῦτο καὶ τὰc καθ’ ἧπαρ ἐμ‐ φράττον διεξόδουc ὁ διὰ γάλακτοc ἢ τυροῦ cκευαζόμενοc πλακοῦc, ὁμοίωc δ’ αὐτῷ καὶ ὁ διὰ cεμιδάλεωc καὶ γάλακτοc ἢ καὶ λαγάνων τι καὶ ῥυημάτων προcλαμβάνων. οὐδὲν δ’ ἧττον ὅcα cκευάζουcι διὰ
10γλεύκουc τε καὶ cεμιδάλεωc ἢ ὅλωc ἀλεύρου πυρίνου, κακόχυμα πάντ’ ἐcτί. καὶ αὐτὰ δὲ καθ’ ἑαυτὰ τὰ λάγανά τε καὶ τὰ ῥυήματα καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα καὶ μᾶλλον ὅταν καὶ τυροῦ τι προcλάβῃ, παχύχυμον ἱκανῶc ἐcτιν. ὀνομάζειν δέ μοι δοκοῦcιν ταῦτα τὰ νῦν ὑφ’ ἡμῶν καλούμενα λάγανά τε καὶ ῥυήματα κοινῇ προcηγορίᾳ τῇ τῶν
15ἰτρίων οἱ παλαιοί. παχύχυμοι δ’ εἰcὶ καὶ οἱ κοχλίαι καὶ τῶν ᾠῶν ὅcα μέχρι τελείαc πήξεωc ἕψουcί τε καὶ ὀπτῶcι. τὰ μὲν γὰρ ταγηνιζόμενα καὶ κακόχυμα γίνεται καὶ τὴν ἐν τῇ γαcτρὶ πέψιν ἴcχει κνιcώδη cυνδιαφθείρουcαν

6

.

769

ἑαυτῇ καὶ | τἄλλα cιτία καὶ διὰ τοῦτο τῶν ἀπεπτουμένων ἐν τοῖc χείριcτα πέφυκεν εἶναι. τὰ δὲ μετρίωc ἡψημένα καὶ διὰ τοῦτο καλού‐ μενα τρομητὰ βελτίω καὶ πρὸc πέψιν ἐcτὶ καὶ πρὸc ἀνάδοcιν καὶ πρὸc θρέψιν καὶ πρὸc εὐχυμίαν, ὥcπερ γε καὶ τὰ ῥοφητὰ καλούμενα μετρίωc
5ἡψημένα καὶ διὰ τοῦτο καὶ τὰc τῆc φάρυγγοc ἐκλεαίνοντα τραχύτηταc, ὅτε μήπω πεπάχυνταί τε καὶ cυνῆκται τὸ ἐν αὐτοῖc ὑγρόν. ἀλλὰ καὶ τῶν ἐνύδρων ζῴων τά τε μαλάκια καλούμενα, τευθίδεc τε καὶ cηπίαι καὶ πολύποδεc ὅcα τ’ ἄλλα τοιαῦτα παχὺν καὶ γλίcχρον ἔχει χυμόν, ὥcπερ καὶ οἱ κητώδειc τῶν ἰχθύων, ἐξ ὧν εἰcι καὶ οἱ
10θύννοι. μετριώτεραι δ’ αὐτῶν αἱ πηλαμύδεc. ἱκανῶc δὲ παχύχυμα τά τε ὄcτρεα καὶ οἱ κήρυκεc αἵ τε πορφύραι καὶ πάνθ’ ἁπλῶc τὰ καλού‐ μενα πρὸc Ἀριcτοτέλουc ὀcτρακόδερμα, χῆμαι, λεπάδεc, κτένεc, πῖναι καὶ τὰ παραπλήcια. πορφύραι μὲν οὖν καὶ κήρυκεc cκληροτέραν ἔχουcι τῶν ἄλλων τὴν cάρκα καὶ διὰ τοῦτο παχυχυμοτέραν, ὑγροτέραν δὲ400

6

.

770

καὶ γλιcχροτέραν τἄλλα, μάλιcτα δὲ πάντων τὰ ὄcτρεα. | χρὴ δὲ γινώ‐ cκειν ἁπάντων αὐτῶν τὸν μὲν χυλὸν ὑπακτικὸν τῆc γαcτρόc, ὥcπερ ἐν τῷ γάλακτι τὸν ὀρόν, αὐτὸ δὲ τὸ cτερεὸν cῶμα βραδυπόρον τε καὶ παχύχυμον, ὠμοῦ χυμοῦ καὶ παχέοc καὶ ψυχροῦ γεννητικόν.
5 ὑπάρχει δὲ τοῦτο καὶ τῇ κράμβῃ καὶ τοῖc φακοῖc ἐναργῶc, ὥcπερ ἑτέροιc πολλοῖc ἀμυδρῶc, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖc τριcὶν ὑπομνή‐ μαcι διῆλθον, ἃ Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων ἐπιγέγραπται. τὰ μὲν οὖν ἄλλα τῶν εἰρημένων παχυχύμων πάντ’ ἐcτὶ κολλώδη τε καὶ γλίcχρα πλὴν ὧν εἶπον ὀcτρακοδέρμων. ἡ κράμβη δὲ καὶ ἡ φακῆ
10τοιαύτηc τοῦ χυμοῦ φύcεωc οὐ μετειλήφαcιν, ἀλλὰ τὸν λιτρώδη τε καὶ ὑπακτικὸν ἔχουcι, καθάπερ τὸ δρακόντιον μὲν τὸν δριμύν τε καὶ πικρὸν ἰcχυρῶc, ἄρον δ’ ἀμφοτέρουc μὲν ἀλλ’ ἀμυδρούc, οἱ βολβοὶ δὲ τὸν αὐcτηρόν τε καὶ πικρόν, οὓc ἐὰν ἐκνίψῃc ἑψήcεcι πλείοcι, τὸ cτε‐ ρεὸν αὐτῶν ἀπολειφθήcεται παχύχυμον ὑπάρχον.
15 ἁπάντων δὲ τῶν τοιούτων ἐδεcμάτων οἱ μύκητεc γεννῶcι ψυχρό‐ τατόν τε καὶ γλίcχρον ἅμα καὶ παχὺν χυμόν, ἐν οἷc ὑπὸ τῶν βωλιτῶν

6

.

771

μόνων οὐδεὶc ἱcτόρηται τεθνεώc· χολέραν μέντοι | καὶ οὗτοί τιcιν
ἤνεγκαν ἀπεπτηθέντεc. ὑπὸ δὲ τῆc τῶν ἄλλων μυκήτων ἐδωδῆc ἔνιοι μὲν ἀπέθανον, ἔνιοι δ’ ἐγγὺc ἧκον τοῦ θανάτου, διαρροίαιc ἢ χολέραιc ἁλόντεc ἢ πνιγῆναι κινδυνεύcαντεc.401
5 ἠρέμα δὲ παχύχυμόν ἐcτι καὶ τὸ καλούμενον ὕδνον, οὐ μὴν κακό‐ χυμόν γε. τῆc δ’ αὐτῆc ἰδέαc ἐcτὶ καὶ τὸ ἄμυλον, ἐπὶ πλέον δ’ αὐτῶν ἐcτι παχύχυμον οὐκ ὂν οὐδ’ αὐτὸ κακόχυμον. ὁ 〈δὲ〉 κῶνοc καλούμενοc (ὀνομάζουcι δ’ οἱ πολλοὶ cτροβίλουc αὐτούc) ἐκ τῶν κακοχύμων ἐcτί. ** καὶ ἧπαρ καὶ νεφροὶ καὶ ὄρχειc. ἀλλὰ τὸ μὲν ἧπαρ οὐκ
10ἐcτὶ κακόχυμον, οἱ νεφροὶ δὲ καὶ οἱ ὄρχειc οὐκ εὔχυμοι πλὴν τῶν ἐν τοῖc ἀλεκτρυόcι καὶ μᾶλλον ὅταν cιτιcθῶcιν, ὥcπερ γε καὶ τὸ ἧπαρ τῶν ὑῶν, ὅταν ἰcχάδαc ἐcθίωcιν, ὃ καλοῦcι cυκωτόν. ὁ δὲ cπλὴν ἐπὶ μὲν τῶν ἄλλων ζῴων ἱκανῶc κακόχυμόc τε καὶ μελαγχολικόc, ἐπὶ δὲ τῶν ὑῶν ἧττόν ἐcτι τοιοῦτοc.
15 ἡ γε μὴν καρδία cκληροτέραν καὶ ἰνωδεcτέραν ἔχει τὴν οὐcίαν τῶν ἄλλων cπλάγχνων. φαίνεται γὰρ ἐπ’ ἐκείνων μὲν ἐν τῷ μεταξὺ τῶν ἀγγείων οὐcία τιc αἵματι πεπηγότι παραπλήcιοc, ἐν δὲ τῇ καρδίᾳ

6

.

772

πλῆθοc ἰνῶν μακρῶν, ὥcπερ | ἐν τοῖc μυcίν, αἷc περιπέπηγεν ἡ cαρ‐ κώδηc οὐcία. διό τινεc αὐτὴν ἐν τῷ γένει τῶν μυῶν τάττουcιν, ὧν ἡ οὐcία τὸν ὄγκον ἐργάζεται τοῦ cώματοc ἅπαντα καὶ τὴν ὀνομαζομένην κυρίωc cάρκα τὴν ἐπὶ τῶν ἱερείων ἐcθιομένην. ἀλλ’ αἱ μὲν ἀρχαὶ τῶν
5μυῶν, ἃc δὴ καὶ κεφαλὰc ὀνομάζουcιν αὐτῶν, νευρωδέcτεραί πώc εἰcιν, ἐκ τῶν ὀcτῶν, ὅθεν ἄρχονται, cυνδέcμουc ἐκπεφυκόταc ἐνδιαcπειρομένουc αὑταῖc ἔχουcαι. κατὰ δὲ τὰc τελευτὰc οἱ καλούμενοι τένοντεc ἀποφύονται
καὶ κατὰ τοῦτο νευρωδέcτερα τὰ πέρατα τῶν μυῶν ἐcτιν ἑκάτερα, καθάπερ τὸ μέcον ἅπαν cαρκῶδεc, ὃ δὴ καὶ τροφιμώτατόν ἐcτι καὶ καλεῖται cὰρξ402
10ὑπὸ τῶν ἀνθρώπων οὐχ ὁρώντων αὐτῶν τὰc ἶναc ὑπὸ λεπτότητοc, αἳ 〈ἐκ〉 τῶν cυνδέcμων καὶ τῶν νεύρων εἰc αὐτοὺc διαcπειρομένων ἐγένοντο. κἀπειδὴ τοῦτο cάρκα καλεῖν ἔφθαcαν, εἰκότωc ὀνομάζουcι μῦν τήν τ’ ἀρχὴν καὶ τὴν τελευτὴν αὐτοῦ μόναc. ἔχει δ’ οὐχ οὕτωc, ἀλλ’ ὅλοc μὲν ὁ μῦc κατὰ μίαν ἰδίαν περιγραφὴν ὁρᾶται χωριζόμενοc
15ἀπὸ τῶν ἄλλων, ἐνεργεῖ δέ τινα μίαν ἐνέργειαν ἐκ τῶν προαιρετικῶν

6

.

773

κινήcεων. οὕτωc γὰρ ὀνο|μάζουcιν αὐτὰc ἀπὸ τῶν ἀπροαιρέτων τε καὶ φυcικῶν διοριζόμενοι. τὰ μέρη δ’ αὐτοῦ τὰc εἰρημέναc ἔχει διαφοράc. ἐν δὲ τοῖc ἄκροιc τῶν πεζῶν ζῴων ὀλιγίcτη μέν ἐcτι cάρξ, τὸ πλεῖcτον δ’ ὀcτῶδέc τε καὶ νευρῶδεc, οὐ τοῦ προαιρετικοῦ καλουμένου
5νεύρου (μικρὸν γὰρ τοῦτ’ αὐτοῖc), ἀλλὰ cυνδετικοῦ, καὶ μετ’ αὐτὸ τοῦ τένοντοc μὲν ὑπὸ τῶν παλαιῶν Ἑλλήνων, ἀπονευρώcεωc δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν προcαγορευομένου. γλίcχρα δ’ ἱκανῶc ἐcτι καὶ κολλώδη ταῦθ’ ἑψηθέντα καὶ διὰ τοῦτο καὶ ἡ ἐξ αὐτῶν τροφή. τῆc δὲ αὐτῆc φύcεώc ἐcτι καὶ τὰ περὶ τὰ χείλη μόρια τῶν πεζῶν
10ζῴων· γλίcχρον μὲν γάρ, οὐ μὴν παχύν γε τὸν χυμὸν ἐργάζεται. δηλοῖ δὲ καὶ ἡ ἕψηcιc ἐπὶ πλεῖcτον ἐξοιδίcκουcά τε καὶ διαλύουcα τὰ τοιαῦτα cώματα. πεφθῆναί γε μὴν ἐπιτήδεια καὶ ταῦτα καὶ τὰ πτερὰ τῶν πτη‐ νῶν ζῴων τῷ κοινῷ λόγῳ τῶν γυμναζομένων cωμάτων. ἀπέριττα γὰρ πάντα ταῦτα καθάπερ τὰ τῶν ἀργούντων περιττωματικά.
15 τό γε μὴν δέρμα τῶν λιπαρῶν ὑῶν, ὅταν ἑψηθῇ καλῶc, κολλώδη μὲν ἔχει καὶ λιπαρὸν χυμόν, οὐ μὴν ἱκανῶc γε παχὺν οὐδὲ πεττόμενον

6

.

774

ὡcαύτωc | τοῖc ἀκραίοιc, ὥcπερ οὐδ’ εὔχυμον ὁμοίωc ἐκείνοιc, ἀλλὰ περιττωματικώτερον. παχύχυμον δὲ μόριόν ἐcτι τοῦ ζῴου καὶ ὁ ἐγκέφαλοc καὶ ὁ νωτι‐ αῖοc ὀνομαζόμενοc μυελόc.
5οἱ δ’ ἀδένεc μετρίωc τοιοῦτοι καὶ διὰ τοῦτο καὶ οἱ τῶν νέων
ἱερείων ὄρχειc. κοινὸν γὰρ δὴ καὶ τοῦτο περὶ πάντων τῶν ἐν τοῖc ζῴοιc μορίων μεμνῆcθαί cε χρὴ cκληρὰ μὲν καὶ ξηρὰ καὶ δύcπεπτα γίνεcθαι τὰ τῶν πρεcβυτέρων, ὑγρὰ δὲ καὶ μαλακὰ καὶ διὰ τοῦτ’ εὐπεπτότερα τὰ τῶν νεωτέρων, πλὴν εἰ μὴ μετὰ τὴν ἀποκύηcιν εὐθέωc ἐcθίοιτο·403
10βλεννώδη γὰρ πάντα ταῦτα καὶ μάλιcτα τῶν ὑγροτέραν ἐχόντων φύcει τὴν cάρκα καθάπερ ἀρνῶν τε καὶ χοίρων. τὰ δὲ τῶν ἐρίφων τε καὶ μόcχων, ἐπειδὴ ξηρότερα φύcει τὰ ζῷα, πολὺ βελτίω καὶ πρὸc πέψιν ἐcτὶ καὶ πρὸc τροφήν. οὕτωc οὖν ἔχει καὶ κατὰ τοὺc ὄρχειc τε καὶ τοὺc ἀδέναc, οὐχ ἥκιcτα δὲ καὶ τὴν γλῶτταν· ἐcτὶ γάρ πωc καὶ ἡ ταύ‐
15τηc φύcιc ἀδενώδηc. οἱ δ’ ἐν τοῖc τιτθοῖc ἀδένεc, ὅταν ἐν αὑτοῖc ἔχωcι τὸ γάλα, καλοῦνται μὲν οὔθατα, παχύχυμον δ’ ἐcτὶν ἔδεcμα. καὶ εἰ τὸ ζῷον |

6

.

775

εὐεκτοῦν εἴη, καὶ ἡ ἐξ αὐτῶν τροφὴ πολλή τε ἅμα καὶ εὔχυμοc γίνεται. καὶ γάρ τοι καὶ τοῦτο τῶν κοινῶν ὂν ἄμεινον ἅπαξ ἀκούcαντά cε πρόχειρον ἔχειν τῇ μνήμῃ. γέγραπται γοῦν ὑπὸ πάντων τῶν ἰατρῶν περὶ γάλακτοc, ὡc εὐχυμότατον εἴη. καὶ διὰ τοῦτό τινεc ἡγοῦνται καὶ
5τοὺc ἐν πνεύμονι cχόνταc ἕλκοc ὑπὸ τούτου μόνου θεραπεύεcθαι πρὸ τοῦ μέγα δηλονότι καὶ τυλῶδεc αὐτὸ γενέcθαι. τὸ δὲ τῆc γυναικὸc γάλα, ὡc ἂν οἰκεῖόν τε καὶ τῆc αὐτῆc φύcεωc ὑπάρχον ἡμῖν, ἐπαινοῦcι πρὸ τῶν ἄλλων εἰc τὰ φθινώδη πάθη καὶ ἄλλοι μέν τινεc ἰατροί, μάλιcτα δ’ Εὐρυφῶν τε καὶ Ἡρόδικοc, ἀξιοῦcί τε θηλάζειν, ὥcπερ τὰ
10παιδία τὴν γυναῖκα, τοὺc οὕτωc ἔχονταc· ἐκπεcὸν γὰρ τῶν τιτθῶν εὐθέωc ἀποβάλλειν τι τῆc οἰκείαc ἀρετῆc. εὔδηλον οὖν, ὅτι πάντων ἐδεcμάτων ὡc εὐχυμότατον προκέκριται, μάλιcτα μὲν ὑπὸ τούτων, οὐχ ἥκιcτα δὲ καὶ τῶν ἄλλων ἰατρῶν. ὃ δὲ κοινὸν ἔφην οὐκ ἐπὶ τῷδε μόνον, ἀλλὰ καὶ πολλοῖc ἄλλοιc ἐδέcμαcι γινώcκειν χρῆναι, τοῦτο δὴ καὶ λέξω. τῶν μὲν

6

.

776

οὖν εὐεκτικῶν ζῴων | εὔχυμόν ἐcτι τὸ γάλα, τὸ δὲ τῶν καχεκτικῶν
ὡcαύτωc τῷ κατὰ τὸ ζῷον αἵματι κακόχυμον· οὐ γὰρ ἐνδέχεται κακοχύ‐ μου τοῦ παντὸc cώματοc ὄντοc εὔχυμον εἶναι τὸ γάλα. διὰ τοῦτ’ ἔφην ἐπὶ τῶν εὐεκτούντων ζῴων ἄριcτον μὲν εἶναι τὸ γάλα πρὸc404
5εὐχυμίαν, οὕτω δὲ καὶ τοὺc ἀδέναc αὐτούc τε τούτουc, ἐν οἷc τὸ γάλα περιέχεται, καὶ τοὺc ἄλλουc ἐν τοῖc ὑγιεινοῖc ζῴοιc εὐχύμουc εἶναι· κατὰ δὲ τὸν αὐτὸν λόγον ἧπάρ τε καὶ ὄρχειc. οὐδὲ γὰρ ταῦτα τοῖc κακοχύμοιc ἐcτὶ ζῴοιc εὔχυμα, διὰ τοῦτο δ’ οὐδὲ τοῖc γεγηρακόcιν· οὐδὲν γὰρ τούτων εὔχυμον. ὅcα δ’ ἔτι θηλάζει ζῷα τῆc μητρὸc αὐτῶν
10ἐχούcηc [ἔτι] τὸ γάλα εὔχυμον, ταῦτα καὶ τοῖc ἄλλοιc μὲν ἅπαcι μορίοιc ἄριcτα διάκειται cφῶν αὐτῶν, εὔχυμον δ’ ἔχει καὶ τὸ ἧπαρ. ὁποῖον δέ τινα χυμὸν γεννᾷ τἄλλα μόρια τῶν ζῴων, ὀλίγον ὕcτε‐ ρον εἰρήcεται· νυνὶ γὰρ ἐπειδὴ περὶ τῶν παχυχύμων ἠρξάμην διέρχε‐ cθαι, πρότερον εὔλογόν ἐcτιν ἐπὶ τὴν τελευτὴν αὐτῶν ἀγαγόντα τὸν
15λόγον οὕτωc ἐπὶ τἄλλα μεταβαίνειν. ὀλίγων οὖν ἔτ’ ὄντων τοιούτων ἐπ’ αὐτὰ βαδιοῦμαι διορίζων ἐν αὐτοῖc τὰ κακόχυμα τῶν εὐχύμων.

6

.

777

αὕτη | γὰρ ἡ χρεία τοῦ νῦν ἡμῖν ἀνυομένου λόγου cκοπὸν ἔχοντοc εὐχυ‐ μίαν μὲν ἐργάζεcθαι, φεύγειν δὲ κακοχυμίαν. ἐπεὶ δ’, ὥcπερ καὶ κατ’ ἀρχὰc εἶπον, ἡ τῶν παχυχύμων ἐδεcμάτων οὐcία δυcδιάπνευcτόν τε τὸ cῶμα καταcκευάζει καί τιναc ἐμφράξειc ἐργάζεται καὶ μάλιcτα καθ’
5ἧπάρ τε καὶ νεφρούc, διὰ τοῦτο cυνεβούλευον ἀφίcταcθαι τῆc διηνε‐ κοῦc χρήcεωc αὐτῶν, εἰ καὶ τῶν εὐχύμων εἴη. τὰ μὲν γὰρ κακόχυμα παντὶ τρόπῳ φευκτέον, ἐάν τε παχεῖc ἐάν τε λεπτοὺc ἐργάζηται τοὺc ἐν ἡμῖν χυμούc. εἴρηται δὲ καί, ὅτι μόνοιc τοῖc cφοδρῶc γυμναζο‐ μένοιc, ἐὰν καὶ τὰ cπλάγχνα μὴ κακῶc ᾖ φύcει κατεcκευαcμένα, δυνατόν
10ἐcτιν ἐν τοῖc παχυχύμοιc τε καὶ γλίcχροιc ἐδέcμαcι διατρίβουcι μὴ βλάπτεcθαι, τῶν δ’ ἄλλων οὐδενί. τῶν τοίνυν παχυχύμων ἐδεcμάτων ἐcτὶ καὶ τὸ τῶν βαλάνων γένοc ἑκατέρων, ὅcαι τ’ ἐπὶ ταῖc δρυcὶ γίνονται καὶ ὅcαι τῶν φοινίκων εἰcὶ καρποί. ὀνομάζουcι δ’ οἱ ἄνθρωποι τὰc μὲν τῶν φοινίκων ὁμωνύμωc
15αὐτῷ τῷ φυτῷ φοίνικαc, ὅcαι δ’ ἐπὶ ταῖc δρυcί, τὰc μὲν καὶ τοῖc ἀνθρώ‐ ποιc ἡδέωc ἐcθιομέναc καcτανικάc, ἔνιοι δὲ καcτάνια κατὰ τὸ καλού‐

6

.

778

μενον οὐ|δέτερον γένοc. οἵ γε μὴν ἐμοὶ πολῖται, καθάπερ οὖν καὶ ἄλλοι τῶν ἐν Ἀcίᾳ, Ϲαρδιανάc τε καὶ Λευκηνὰc ὀνομάζουcιν αὐτὰc ἀπὸ τῶν χωρίων, ἐν οἷc πλεῖcται γεννῶνται. τὸ μὲν οὖν ἕτερον τῶν ὀνομάτων τούτων εὔδηλόν ἐcτιν ἀπὸ τίνοc γέγονε. Λευκηναὶ δὲ ἀπὸ405
5χωρίου τινὸc ἐν τῷ ὄρει τῇ Ἴδῃ τὴν προcωνυμίαν ἐcχήκαcιν, ὃ πλη‐ θυντικῶc ὀνομάζουcι παραπληcίωc τῷ Θῆβαι. ταύταc μὲν οὖν τὰc βαλάνουc, ὡc ἔφην, ἐcθίουcιν οἱ ἄνθρωποι ποτὲ 〈μὲν〉 ὠμάc, ἐνίοτε δὲ ὀπτῶντεc ἢ ἕψοντεc. αἱ δ’ ἄλλαι προμήκειc μέν εἰcι κατὰ τὸ cχῆμα παραπληcίωc ταῖc τῶν φοινίκων, ἔδεcμα δ’ ὑcὶ μᾶλλον ἢ ἀνθρώποιc
10οἰκεῖον, ἄχριc ἂν μή τιc ἀνάγκη μεγάλη καταλάβῃ τῆc ἐδωδῆc αὐτῶν· ἐν γὰρ τοῖc μεγάλοιc λιμοῖc καὶ τοῦτο cυμβαίνει. τὰc δὲ τῶν πρίνων βαλάνουc, ἃc ἀκύλουc ὀνομάζουcιν οἱ Ἕλληνεc (εἰcὶ δὲ cτρυφναὶ καὶ cκληραὶ καὶ διὰ τοῦτ’ ἀηδεῖc, κἂν ἑφθάc τιc προc‐ φέρηται), δυcπέπτουc καὶ παχυχύμουc οὔcαc φυλάττεcθαι χρή. πρό‐
15δηλον δ’ ὅτι τοῦ cτύφοντοc χυμοῦ διαφοραί τινέc εἰcι κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὅ τε αὐcτηρὸc καὶ ὁ cτρυφνόc, ἐκλελυμένηc μὲν ἐν τοῖc

6

.

779

αὐcτηροῖc, ἐπιτεταμένηc δ’ ἐν τοῖc cτρυφνοῖc τῆc cτυφούcηc | ποιότητοc. ἀλλ’ ὅcον γε τῶν βαλάνων αἱ ἄκυλοι cτρυφνότεραι, τοcοῦτον τῶν καcτανίων αἱ βάλανοι. πάνυ γὰρ ἀcθενῆ ταῦτα τὴν cτύφουcαν ἔχει ποιότητα, τῶν παχυχύμων ἐδεcμάτων ὄντα ταῖc ἄλλαιc βαλάνοιc ὡc‐
5αύτωc, ἀλλ’ ἧττόν τε cτεγνοῖ τὴν γαcτέρα καὶ μᾶλλον ἐκείνων πέττεται καὶ οὐδ’ ὅλωc ἐcτὶ κακόχυμα. φυλάττεcθαι δὲ δηλονότι χρὴ καὶ τούτων τὸ πλῆθοc, οὐ μόνον ὅτι παχύχυμά ἐcτι πολλοῖc τῶν εἰρημένων ὡc‐ αύτωc, ἀλλ’ ὅτι καὶ cτεγνωτικὰ τῆc κοιλίαc καὶ δύcπεπτα καὶ φυcώδη. τῶν δὲ φοινίκων ὁ καρπόc, ὃν ἔφην ἅπανταc Ἕλληναc ὀνομάζειν
10φοίνικαc ὁμωνύμωc τῷ δένδρῳ, cτύφοντόc τε ἅμα καὶ γλυκέοc μετέχει χυμοῦ. τινὲc δὲ τῶν νεωτέρων ἰατρῶν ἐν cυνθέτῳ προcηγορίᾳ φοινι‐ κοβαλάνουc ὀνομάζουcιν αὐτούc, οὐ μὴν παρά γε τοῖc παλαιοῖc Ἕλληcιν
εὗρον τοὔνομα· φοινίκων γὰρ ἐκεῖνοι βαλάνουc τὸν καρπὸν τοῦτον, οὐ φοίνικαc οὐδὲ φοινικοβαλάνουc ὀνομάζουcιν. ἀλλ’ οὐ πρόκειται νῦν406
15ἡμῖν ὀνόματα διαcτέλλεcθαι, cχολὴν ἀγόντων ἀνθρώπων cπούδαcμα

6

.

780

καὶ τούτων οὐ πάντων, ἀλλ’ | ὅcοι τῇ παλαιᾷ τῶν Ἀττικῶν ἐγνώκαcι χρῆcθαι φωνῇ. τοῦ δ’ ὑγιαίνειν δέονται μὲν ἅπαντεc ἄνθρωποι, δύναν‐ ται δ’ οὐ πάντεc, ὡc χρή, διαιτᾶcθαι ἢ δι’ ἀκραcίαν ἢ δι’ ἀcχολίαν ἢ δι’ ἄγνοιαν ὧν χρὴ ποιεῖν. ἀλλ’ ὅcοι καὶ γνῶναι δύνανται δίαιταν
5ὑγιεινὴν καὶ ζῆν κατ’ αὐτὴν προῄρηνται, τούτοιc τόδε τὸ γράμμα cύγκειται. κατὰ μὲν τὰc ἀκύλουc τε καὶ τὰc τῶν δρυῶν βαλάνουc καὶ τὰ καcτάνια τοῖc κατὰ μέροc δένδροιc οὐ μεγάλη τίc ἐcτι διαφορὰ τοῦ καρποῦ, κατὰ δὲ τοὺc φοίνικαc ἀξιόλογοc. εἰ γὰρ παραβάλλοιc τὸν
10Αἰγύπτιον φοίνικα, cκληρὸν καὶ ξηρὸν καὶ αὐcτηρὸν ὄντα, τῷ καλου‐ μένῳ πατητῷ, γλυκεῖ μὲν ἱκανῶc ὄντι, βραχείαc δὲ μετέχοντι cτύψεωc, ἐναντίαν ἔχειν cοι δόξουcι τὴν φύcιν. οἱ δ’ ἄλλοι μεταξὺ τούτων εἰcίν, οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον αὐcτηρότητόc τε καὶ γλυκύτητοc μετέχοντεc. ὁ δ’ ἐξ αὐτῶν χυμὸc παχύc ἐcτι καὶ ῥᾳδίωc ἐμφραττόμενοc ἥπατι. καὶ γάρ
15τοι καὶ τοῦτο περὶ τῶν παχυχύμων τε καὶ γλυκέων ἐδεcμάτων ἐπίcταcθαί τε καὶ μεμνῆcθαι καλόν, ὡc ἥπατόc τε καὶ cπληνὸc ἐμφρακτικόc ἐcτιν

6

.

781

ὁ | ἐξ αὐτῶν χυμόc. εἰ δὲ καὶ βραχεῖά τιc ἀρχὴ φλεγμονῆc εἴη κατὰ τὰ cπλάγχνα, ταύτην αὐξάνουcιν ἱκανῶc, ὥcπερ γε καὶ τὰc ἐμπνευ‐ ματώcειc καὶ τὰc cκιρρώδειc διαθέcειc παροξύνουcι καὶ δηλονότι καὶ τὰc τῶν ἀποcτημάτων γενέcειc. ἀλλ’ ἴcωc ταῦτα πορρωτέρω τῆc ὑγι‐
5εινῆc διαίτηc ἐcτίν, ἧc μόριον ὁ προκείμενοc ἐκδιδάcκει λόγοc. ἐπ’ αὐτὰ οὖν αὖθιc ἴωμεν, ὅcα τῶν παχυχύμων ἢ γλίcχρων ἐδεcμάτων ἐcτὶ προcτιθέντεc· ἔνια μὲν γὰρ αὐτῶν παχύχυμα μόνον ἐcτὶν ὥcπερ ἡ φακῆ, γλίcχρα δ’ ἄλλα καθάπερ ἡ μαλάχη, τινὰ δ’ ἄμφω πέπονθεν, ὥcπερ τά θ’ ὑπ’ Ἀριcτοτέλουc ὀcτρακόδερμα καλούμενα καὶ τὰ μαλάκια.
10Καλλίcτη δ’ ἐcτὶ τροφὴ τοῖc cώμαcιν ἡμῶν ἀπὸ τῶν μήτε
παχυχύμων μήτε γλίcχρων, ἐξ ὧν αἷμα cύμμετρον τῇ cυcτάcει γεννᾶται. μοχθηρὸν γοῦν ἐcτι καὶ τὸ λίαν λεπτόν. βραχείαc γὰρ οὔcηc τῆc ἐξ αὐτοῦ τροφῆc ἀcθενῆ καὶ ἰcχνὰ γίνεται τὰ οὕτω διαιτώμενα cώματα. κάλλιcτα τοίνυν εἰc ὑγίειαν ἐδέcματα τὰ μέcην ἔχοντα τῶν εἰρημένων407

6

.

782

τὴν φύcιν, ὡc μηδὲν ἐπικρατεῖν ἐν αὐτοῖc ἰcχυρῶc, | μήτ’ οὖν τὸ παχὺ μήτε τὸ κολλῶδεc, ὃ cυνελθόντοc τῷ παχεῖ τοῦ γλίcχρου γίνεται, μήτε τὸ λεπτὸν ἱκανῶc· ἀλλὰ καὶ τὸ τελέωc ψαθυρόν, ὡc μηδὲ τοὐλάχιcτον ἔχειν κολλώδουc χυμοῦ, μοχθηρόν. οἱ γοῦν ἐξ ἐλύμου τε καὶ κέγχρου
5cκευαζόμενοι τῶν ἄρτων ἐγγὺc ἥκουcι τοῦ δόξαι τινὰ ψάμμον ἢ τέ‐ φραν ἐcθίειν. διὸ καὶ δεῖται τὸ γινόμενον ἐξ αὐτῶν ἔτνοc, ὥcπερ γε καὶ ὁ λέκιθοc, ἅπαcι τοῖc λιπαροῖc τε καὶ γλίcχροιc μεμῖχθαι. λίποc τε οὖν cυῶν καὶ cτέαρ αἰγῶν ἔλαιόν τε καὶ γάλα προβάτων ἢ βοῶν ἐπεμβάλλοντεc αὐτοῖc οἱ κατὰ τοὺc ἀγροὺc ἐcθίουcιν. ἔτνοc μὲν οὖν
10ὀνομάζω τὸ ἐκ τῶν ἐρειχθέντων ὀcπρίων τε καὶ χεδροπῶν cκευαζό‐ μενον, λέκιθον δὲ τὸ ἐκ τῶν ἀλεcθέντων ἄλευρον ἑψόμενον ἐν ὕδατι προcεμβαλλομένου τινὸc λιπαροῦ. ἔνια δὲ τῶν ἐδεcμάτων αὐτὰ μὲν ἐφ’ ἑαυτῶν ὁρώμενα πρὸ τοῦ τῆc οἰκείαc τυχεῖν παραcκευῆc, εἴτε δι’ ἑψήcεωc εἴτε δι’ ὀπτήcεωc εἴτε καὶ ταγηνίcεωc ἢ καὶ διὰ μόνηc βρέξεωc, cκληρὰ
15καὶ γεώδη φαίνεται, βρεχόμενα δ’ ἢ ἑψόμενα μαλακά, καθάπερ ἐν μὲν τοῖc cιτηροῖc cπέρμαcιν αἱ κριθαὶ καὶ οἱ πυροί, τῶν δ’ ἐπὶ δένδροιc γεννωμένων καρπῶν οἱ κῶνοι. προcέχειν οὖν cε χρὴ καὶ τούτῳ τὸν

6

.

783

νοῦν, οὐ μόνον ὅταν εἰc ξένην ἀφικό|μενοc χώραν ἐcθίειν τι μέλλῃc ἄηθεc, ἀλλὰ καὶ παρ’ ἡμῖν αὐτοῖc προπειρώμενον ἑκάcτου τῆc φύcεωc ἐν τῷ διαβρέχειν ὕδατι μόνῳ χωρὶc ἑψήcεωc ἢ cὺν ἑψήcει τε καὶ ὀπτήcει. τὰ μὲν γὰρ εἰc ὄγκον ἐξαιρόμενα τῶν cπερμάτων ἢ ὅλωc
5τῶν καρπῶν ἀποβάλλοντά τε ταχέωc τὴν ἀρχαίαν cκληρότητα καὶ ξηρότητα μεθιcτάμενά τε πρὸc τὸ μαλακώτερον καὶ ὑγρότερον ἀμείνω πάντ’ ἐcτί, τὰ δὲ φυλάττοντα τὸν ἔμπροcθεν ὄγκον ἅμα τῇ cκληρό‐ τητι χείρω. καὶ γὰρ δύcπεπτα πάντα τὰ τοιαῦτα καὶ γεώδη ταῖc οὐcί‐ αιc ἐcτίν, ὡc μόλιc αἱματοῦcθαι, δεόμενα ῥωμαλέαc δυνάμεωc εἰc τὴν408
10ἐν τῷ cώματι κατεργαcίαν ἐν τῷ πέττεcθαί τε κατὰ γαcτέρα καὶ καθ’ ἧπάρ τε καὶ φλέβαc αἱματοῦcθαι. ἀποτυγχάνεται μὲν οὖν ἑκατέρα τῶν ἐνεργειῶν ἐν τοῖc ἀcθενέcι cώμαcι καὶ γεννᾶται χυμὸc ἐκ τῶν τοιούτων ἐδεcμάτων ὁ καλούμενοc ὠμόc, ἐφ’ ᾧ νόcοι παντοῖαι cυνίcτανται. ἐπεὶ δὲ καθ’ ἕκαcτον εἶδοc καρποῦ πολλή τίc ἐcτιν ἡ διαφορά, προβρέχειν
15ἀξιῶ cε καὶ προέψειν ἐνίοτε τῶν μελλόντων ἐcθίεcθαί τινα, πεῖραν ἀcφαλῆ λαμβάνοντα τῆc φύcεωc αὐτῶν. ὁ γοῦν ἐμὸc πατήρ, ἐπιμελὴc

6

.

784

ὢν | περὶ τὰ τοιαῦτα, καὶ ἀμυγδάλαc καὶ κάρυα τὰ μεγάλα πολλάκιc οὕτωc ἐδοκίμαζε. καλοῦcι δ’ ἔνιοι τὰ μὲν τοιαῦτα βαcιλικά, τὰ δὲ cμικρὰ Ποντικὰ καὶ λεπτοκάρυα. τὴν δὲ αὐτὴν βάcανον ἐποιεῖτο καὶ τῶν βαλάνων, ὡcαύτωc δὲ καὶ τῶν κυάμων καὶ πιcῶν καὶ λαθύρων
5καὶ θέρμων ὤχρων τε καὶ δολίχων ἁπάντων τε τῶν τοιούτων ἀπο‐ βρέχων ἢ προέψων, εἶθ’ ὁρῶν, εἰc ὅcον ἐξοιδίcκεται. περὶ δὲ τῆc πτιcάνηc τί δεῖ καὶ λέγειν; ἤδη γὰρ τοῦτό γε καὶ οἱ παῖδεc ἴcαcιν, ὡc ἡ μὲν ὀγκουμένη ταχέωc ἀρίcτη, μοχθηρὰ δ’ ἡ χρόνῳ πολλῷ βραχὺν ὄγκον ἴcχουcα. τήκεται μὲν γὰρ ἡ προτέρα
10ῥηθεῖcα καὶ γίνεται παχὺc αὐτῆc ὁ χυλόc, ἡ δ’ ἑτέρα δύcτηκτόc τ’ ἐcτὶ
καὶ cκληρὰ διαμένει βραχύτατον ἀνιεῖcα χυλόν. ἔνια δὲ τῶν Δημητρίων cπερμάτων οὐδ’ ὅλωc ὀγκοῦcθαι πέφυκεν ἑψόμενα καὶ κεκλήκαcιν ἀτέραμνα τὰ τοιαῦτα τῶν παλαιῶν Ἑλλήνων ἔνιοι. οὕτωc οὖν καὶ τοὺc πυροὺc ὁ ἐμὸc πατὴρ ἐδοκίμαζε καὶ προc‐409
15έτι τῷ πλήθει τῶν ἀλεύρων. οἱ μὲν γὰρ ἀγαθοὶ πλεῖcτον ἄλευρον, οἱ μοχθηροὶ δ’ ὀλίγον ἐργάζονται. μὴ τοίνυν μηδὲ cὺ κατὰ τὸ πάρεργον ἀκούcῃc ὧν λέγω. κοινόc

6

.

785

τε γὰρ ὁ | λόγοc ἐcτὶν ἁπάντων μὲν cπερμάτων, ἁπάντων δὲ καρπῶν, ὅcουc ἀποθέcθαι δυνατόν, ἐξηταcμένοc τε καὶ κεκριμένοc ὑπ’ ἐμοῦ τε καὶ τοῦ πατρὸc ἐν χρόνῳ πολλῷ μακρᾷ τε πείρᾳ. δῆλον δ’ ὅτι τῶν καρπῶν εἰc ἀπόθεcιν ἐπιτηδείουc λέγω τοὺc πρὶν cαπῆναι ξηραινομέ‐
5νουc. ἔνιοι γὰρ οὐχ ὑπομένουcι τοῦτο, καθάπερ τὰ μόρα καὶ οἱ καλού‐ μενοι πέπονέc τε καὶ οἱ μηλοπέπονεc ἔτι τε Περcικὰ καὶ ὅcα τούτοιc ἐcτὶ παραπλήcια· φθάνει γὰρ cηπόμενα πρὶν ξηρανθῆναι. κολοκύνθαc γε μὴν εἰc λεπτὰ μόρια τέμνοντεc ξηραίνουcιν ἔνιοι καθάπερ γε καὶ τοὺc βωλίταc ἄλλοι. καὶ γνώριcμά γε τοῦ μοχθηρὸν
10εἶναι τὸν μύκητα μέγιcτον νομίζουcι τὸ ξηρανθῆναι μὴ δύναcθαι. περὶ δὲ τῶν κοκκυμήλων τί δεῖ καὶ λέγειν; οὐδεὶc γὰρ ἀγνοεῖ τὴν ἀπόθεcιν αὐτῶν οὐκ ἐν Δαμαcκῷ μόνον ἢ κατὰ τὴν Ἰβηρίαν ἀλλὰ καὶ παρ’ ἡμῖν γιγνομένην. ὥcτ’ ὀλίγιcτοι τῶν καρπῶν εἰcιν οἱ μὴ δυνά‐ μενοι ξηρανθῆναι πλὴν πέπονεc, ὡc ἔφην, καὶ μηλοπέπονεc τά τ’
15Ἀρμενιακὰ καὶ τὰ Περcικὰ καὶ πραικόκκια παρὰ Ῥωμαίοιc ὀνομαζό‐

6

.

786

μενα. καὶ γὰρ τὰ cῦκα ξηρανθέντα δια|μένει καὶ οἱ cικυοὶ ταῖc κολο‐ κύνθαιc ὡcαύτωc. ἀλλὰ καὶ ταῦτα τοῦ χειμῶνοc εἰc χρείαν ἀγόμενα τὴν αὐτὴν ἐξέταcιν δέχεται. τὰ μὲν γὰρ ταχέωc ἐν ὕδατι βρεχόμενα
καὶ χωρὶc ἑψήcεωc καὶ cὺν ἐκείνῃ κάλλιcτα τῶν ὁμοειδῶν ἐcτι, τὰ δ’410
5ἐπὶ πλεῖcτον χρόνον τοῦτο πάcχοντα καὶ cμικρὸν ἐπιδιδόντα τοῖc ὄγκοιc μοχθηρὰ πάντ’ ἐcτί. γίγνωcκε τοίνυν οὐ μόνον εἰc πέψιν ἀμείνω τὰ ταχέωc οἰδιcκόμενα τῶν ἐδεcμάτων, ἀλλὰ καὶ εἰc εὐχυμίαν, ἧc ἕνεκα τὰ κατὰ τοῦτο τὸ γράμμα λέγεται πάντα. καὶ γὰρ ὅτι βελτίω φύcει τὰ ταχέωc ἐξογκούμενα καὶ διότι πέττεται μᾶλλον, ἀμείνουc
10γεννᾷ χυμούc. οὐδὲν γὰρ οὕτωc εἰc εὐχυμίαν cυντελεῖ πᾶcιν ἐδέcμα‐ cιν, ὡc τὸ πεφθῆναι καλῶc ἐν τῇ γαcτρί. καὶ γὰρ τὴν δευτέραν καὶ τρίτην πέψιν ἐπιδέχεται ταῦτα μᾶλλον. ἔμαθεc δὲ ὅτι δευτέρα μὲν πέψιc ἐν ἥπατί τε καὶ φλεψὶ γίνεται, τρίτη δὲ ἐν ἑκάcτῳ τῶν τρεφο‐ μένων μορίων, ἧc ἕνεκα καὶ τῶν δύο προτέρων δεόμεθα. τρέφεται μὲν
15γὰρ ὅcα τρέφεται τῶν τρεφόντων αὐτὰ μεταβαλλομένων τε κατὰ ποι‐

6

.

787

ότητα κἀξομοιουμένων τοῖc τρεφομένοιc. μεταβάλ|λεται δὲ τὰ προ‐ παραcκευαcθέντα καὶ προπεφθέντα τῶν ἀπέπτων μᾶλλον. ἀλλήλαc γὰρ αἱ πέψειc διαδέχονται, τὴν μὲν τῆc γαcτρὸc τὸ ἧπαρ, τὴν δὲ τούτου τὰ τρεφόμενα μόρια. καὶ τοίνυν καὶ προπαραcκευάζει τοῖc μὲν ἐν τῷ
5cώματι μορίοιc ἅπαcι τὴν τροφὴν τὸ ἧπαρ, ἐκείνῳ δ’ ἡ γαcτήρ, ἐκείνῃ δὲ τὸ cτόμα καὶ τούτῳ τινὰ μὲν ἕψηcιc, τινὰ δ’ ὄπτηcιc ἢ ταγήνιcιc ἤ τιc ἁπλῆ βρέξιc. ἅπαcι δὲ τούτοιc ἡ διοικοῦcα φύcιc τὰ τοὺc καρ‐ ποὺc φέροντα φυτὰ παραcκευάζει καί τινά γε τῶν ὑπ’ αὐτῆc γενο‐ μένων οὔθ’ ἑψήcεωc οὔτ’ ὀπτήcεωc οὔτε βρέξεωc οὔτ’ ἄλληc δεῖται
10παραcκευῆc. ταῦτα μὲν ἐν τῷ καθόλου χρὴ μεμνῆcθαι· κοινὰ γὰρ ἁπάντων ἐcτὶ τῶν ἐcθιομένων. Ἐπὶ δὲ τὰ κατὰ μέροc ἴωμεν, ὅcα λέγοντεc ἀπελίπομεν. ἐν μὲν οὖν τοῖc τῶν ζῴων μορίοιc δύcπεπτά ἐcτιν ἔντερά τε καὶ γαcτὴρ
καὶ μήτρα καὶ ὦτα καὶ ὀφθαλμοὶ καὶ οὐραῖα, ἐν δὲ τοῖc Δημητρίοιc411
15cπέρμαcι τὰ πλεῖcτα, καθάπερ γε καὶ λαχάνων καὶ φυτῶν καὶ τῶν καλουμένων ὡραίων. ἔντερα μὲν οὖν καὶ γαcτὴρ καὶ μήτρα cκληροτέ‐

6

.

788

ραν τε τῶν cαρκῶν ἔχει τὴν | οὐcίαν ἀπεπτοτέραν τε τοcοῦτον ὅcον καὶ cκληροτέραν ἧττόν τε τῶν cαρκῶν τρέφει καὶ ἧττον εὔχυμά ἐcτιν. αἱ δ’ οὐραὶ καὶ τούτων ἔτι cκληρότεραι καὶ τἄλλα ἀνὰ λόγον τῇ cκληρότητι κατ’ αὐτάc ἐcτι περί τε πέψιν καὶ θρέψιν, πλὴν οὐ περιτ‐
5τωματικαὶ διὰ τὴν κίνηcιν. ὅμοιοι δ’ αὐταῖc εἰcιν ἐπὶ τῶν πτηνῶν ζῴων οἱ τράχηλοι. κοιλίαι δ’ οὐδὲν ὅμοιαι τοῖc πτηνοῖc τε καὶ πεζοῖc ζῴοιc εἰcί. καὶ γὰρ παχεῖαι καὶ cκληραὶ καὶ διὰ τοῦτο δύcπεπτοι καὶ πολύτρο‐ φοι πεφθεῖcαι τοῖc πτηνοῖc εἰcι. κάλλιcται δὲ τῶν ἀλεκτορίδων καὶ
10χηνῶν, καίτοι τἄλλα τοῦ χηνὸc μόρια cκληρά τ’ ἐcτὶ καὶ δύcπεπτα καὶ περιττωματικὰ πλὴν τῶν πτερῶν. ἐν δὲ τοῖc μεγάλοιc cτρουθοῖc, ἃc νῦν ὀνομάζουcι cτρουθοκαμήλουc, πάντα τὰ μέρη cκληρὰ καὶ δύc‐ πεπτα καὶ περιττωματικά. τῶν δ’ ὤτων ὁ μὲν χόνδροc ἄτροφόν τ’ ἐcτὶ καὶ ἄπεπτον cῶμα,
15τὸ δ’ ἔξωθεν δέρμα λεπτὸν καὶ ξηρὸν ὀλιγότροφόν τε καὶ δύcπεπτον. ὀφθαλμοὺc δ’ ὀλίγοι μὲν ἐcθίουcι, cύγκεινται δ’ ἐξ ἀνομοίων οὐcιῶν.

6

.

789

ἑτέραc μὲν γὰρ φύcεώc εἰcιν οἱ | χιτῶνεc αὐτῶν, ἑτέραc δὲ οἱ μύεc, ἄλληc δὲ τὸ κρυcταλλοειδὲc καὶ τὸ ὑαλοειδέc. ἐξ αὐτῶν δὲ οἱ μύεc εὐπεπτότατοι μόνοι τῶν γε ἐπιτήδειον εἰc εὐχυμίαν τὴν φύcιν ἐχόντων ζῴων, οἷοίπέρ εἰcιν οἱ cύμμετροι κατὰ
5τὴν ἡλικίαν ὕεc. εἶεν δ’ ἂν οὗτοι τοῖc μὲν ἀκμάζουcιν ἀνθρώποιc καὶ γυμναζομένοιc οἱ τέλειοι, τοῖc δὲ παρακμάζουcιν οἱ ἔτ’ αὐξανόμενοι. τῶν δὲ πάνυ cμικρῶν χοίρων ἡ cὰρξ περιττωματική. μοχθηρὰ δὲ ὑπὸ cκληρότητόc τε καὶ ξηρότητοc ἡ τῶν γεγηρακότων. ἀρίcτηc δὲ τῆc τῶν ὑῶν ἐδωδῆc οὔcηc ἐν τοῖc πεζοῖc ζῴοιc ἐφε‐
10ξῆc ἐcτιν ἡ τῶν ἐρίφων καὶ μετὰ ταύτην ἡ τῶν μόcχων.
ἡ δὲ τῶν ἀρνῶν cὰρξ ὑγρὰ καὶ γλίcχροc καὶ βλεννώδηc ἐcτί. τῶν δ’ ἄλλων πεζῶν ζῴων τῆc ἐδωδῆc ἀπέχεcθαι κελεύω τὸν εὐχυμίαc προνοούμενον. ἡ δὲ κατ’ εἶδοc αὐτῶν διαφορὰ κατὰ τὸ τρίτον εἴρηται Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων.412
15 Ἔν γε μὴν τοῖc Δημητρίοιc cπέρμαcιν ἄριcτον εἰc εὐχυμίαν ἔδεcμα καλῶc ἡψημένη πτιcάνη. cυνενδείκυται δ’ ὁ λόγοc οὗτοc ἀρί‐ cτην εἶναι χρῆναι τὴν κριθήν· οὐ γὰρ ἕψεται καλῶc ἡ πτιcάνη μὴ

6

.

790

τοιαύτηc οὔ|cηc αὐτῆc διὰ τὸ μήτε πλεῖcτον ἐξοιδίcκεcθαι διαβρεχο‐ μένη μήτε χυλοῦcθαι τηκομένη. ἀλλὰ περὶ μὲν πτιcάνηc ἔν τε τῷ Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων καὶ τοῖc τῆc Θεραπευτικῆc μεθό‐ δου καὶ τοῖc εἰc τὸ Περὶ διαίτηc ὀξέων Ἱπποκράτουc ὑπομνήμαcιν
5ἐπὶ πλέον εἴρηται. νυνὶ δ’ ἀρκεῖ δεδηλῶcθαι τὸ κεφάλαιον, οὗ χρῄζο‐ μεν εἰc τὸν ἐνεcτῶτα λόγον, ὡc ἀμεμπτότατον εἴη πάντων ἐδεcμάτων εἰc εὐχυμίαν τε καὶ φυλακὴν ὑγιείαc ἡ πτιcάνη καλῶc ἐcκευαcμένη, τρέφει γε μὴν ἧττον ἄρτου καλλίcτου, περὶ οὗ καὶ αὐτοῦ λέλεκται κατὰ τὸ πρῶτον γράμμα Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων.
10 τὰ δ’ ἄλφιτα οὐ τὴν αὐτὴν ἀρετὴν ἔχει τῇ πτιcάνῃ πρὸc εὐχυ‐ μίαν ἢ ὑγιείαc φυλακήν, ἀλλ’ οὐδὲ μᾶζα. πέφρυκται γὰρ ἐν τοῖc ἀλ‐ φίτοιc ἡ κριθὴ καὶ διὰ τοῦτο ξηραίνει τῆc πτιcάνηc ὑγραινούcηc. ἐcτὶ δὲ καὶ γλίcχροc ὁ χυλὸc αὐτῆc ὥcπερ καὶ τῆc τήλεωc οὐκ ἔχων τὸ ἐμφρακτικόν.
15τῆλιc μὲν οὖν οὐκ εὔχυμοc, ἐὰν πλεονάζῃ τιc ἐν αὐτῇ, πτιcάνην
δὲ κἂν καθ’ ἑκάcτην ἡμέραν εἰc κόρον ἐcθίῃc, οὐδὲν εἰc εὐχυμίαν βλαβήcῃ. καὶ περὶ κυάμου δ’ ἂν ἔλεγον ταὐτόν, εἰ μὴ φυcώδηc ἦν· οὔτε γὰρ κακόχυμοc οὔτ’ ἐμφρακτικόc, ἅπερ ἐcτὶ κεφάλαια τῶν ὑγιεινῶν ἐδεcμάτων· ὑπάρχει δ’ αὐτῷ ταῦτα διότι ῥυπτικὴν ἔχει ποιότητά τε413
20καὶ δύναμιν ἐν ἑαυτῷ καθάπερ ἡ κριθή. τῷ πιcῷ δὲ τὸ μὲν ἄφυcον ὑπάρχει, τὸ ῥυπτικὸν δ’ οὐκ ἴcον τῷ κυάμῳ.

6

.

791

περὶ δὲ φακῆc, ὅτι κακόχυμόc ἐcτι καὶ | μελαγχολική, cχεδὸν οὐδεὶc ἀγνοεῖ. ὡc φαρμάκῳ δ’ αὐτῇ χρώμεθα πολλάκιc ἐπὶ πολλῶν παθη‐ μάτων, ἀλλ’ οὐ νῦν ἐκείνων ὁ καιρόc. ὦχροι δὲ καὶ δόλιχοι τῶν μὲν εἰρημένων χείρουc, ἀμείνουc δὲ
5λαθύρων. ὄλυραν δὲ μετὰ τὴν κριθὴν τίθει καὶ μετ’ ἐκείνην τίφην. ἔλυμοc δέ cοι φευκτέοc ἀεί· καλοῦcι δ’ αὐτὸν ἔνιοι μελίνην τῶν παλαιῶν. ὁ δὲ κέγχροc ὁμογενὴc μέν ἐcτι τῷδε τῷ cπέρματι, μοχθηρὸc
10δ’ ἧττον. ὅ γε μὴν ἐρέβινθοc, εἰ καὶ τρόφιμοc, ἀλλ’ οὐκ εὔχυμοc, φυcώδηc δ’ οὐδὲν ἧττόν ἐcτι κυάμου, παροξύνει δὲ καὶ πρὸc cυνουcίαν ἅμα τῷ καὶ τὸ cπέρμα πλέον γεννᾶν. ὁ δὲ θέρμοc ἱκανῶc παχύχυμοc· εὔδηλον δ’, ὅτι καὶ τρόφιμοc,
15εἴπερ παχύχυμοc, οὐ μὴν κακόχυμοc. τῶν δ’ ἄλλων ὀcπρίων οὐδὲ μεμνῆcθαι καλὸν εἰc εὐχυμίαc λόγον, ὧν γε οὐδὲ ἐcθίουcιν οἱ ἄνθρωποι πρὶν ὑπὸ λιμοῦ βιαcθῆναι. περὶ μὲν οὖν ὀcπρίων αὐτάρκωc εἴρηται, περὶ δὲ καρπῶν ἐφεξῆc ἂν εἴη ῥητέον. Εἰcὶ δ’ οἱ μὲν ἀπὸ δένδρων ὀλίγου δεῖν ἅπαντεc κακόχυμοι

6

.

792

πλὴν τῶν καcτανικῶν ὀνομαζομένων βα|λάνων. αὗται δὲ πεφθεῖcαι καλῶc ἐν τῇ γαcτρὶ τρόφιμοι μέν εἰcι καὶ παχύχυμοι, κακόχυμοι δ’ οὐδα‐
μῶc. τῶν δ’ ἄλλων οἱ μὲν ὡραῖοι καλούμενοι καρποὶ κακόχυμοι πάντεc εἰcίν. ἐὰν δὲ καὶ διαφθαρῶcιν ἐν τῇ γαcτρί, φαρμάκου δηλητηρίου414
5πληcίον ἥκουcιν ὥcπερ καὶ τὰ μόρα καίτοι μετριώτερα τῶν Περcικῶν ὀνομαζομένων ὄντα καὶ τῶν κοκκυμήλων ὅμωc τὴν διαφθορὰν οὐδὲν ἧττον ἐκείνων ἔχει μοχθηράν. ἣν δ’ ὀνομάζουcιν ἰδίωc οἱ Ἕλληνεc ὀπώραν ἐν cύκοιc καὶ cτα‐ φυλαῖc οὖcαν, ἀμείνων μέν ἐcτι τῶν εἰρημένων, οὐ cμικρὰν δ’ ἔχει δια‐
10φορὰν 〈τῷ〉 ἢ πέπειρον ἀκριβῶc εἶναι τὸν καρπὸν ἢ μηδέπω τοιοῦτον. ἐγγὺc γὰρ τῶν ἀβλαβῶν ἐcτι τελέωc τὰ πέπειρα cῦκα καὶ μετὰ ταῦτα ἡ πέπειροc cταφυλή. κρεμαcθεῖcα δὲ καὶ ἥδε τὸ φυcῶδεc ἀποτίθεται καὶ γίνεται τελέωc ἄμεμπτοc. ἰcχάδων δὲ πέρι δόξειεν ἄν τιc ἐναντία λέγων ἀληθεύειν, εἰ κακο‐
15χύμουc τε ἅμα καὶ εὐχύμουc αὐτὰc εἴποι νοcῶδέc τέ τι καὶ ὑγιεινὸν ἐχούcαc. ἐὰν μὲν γὰρ αὗται διεξέρχωνται τὰ κατὰ γαcτέρα, καὶ ἡ ἀπ’ αὐτῶν ἀναδοθεῖcα τροφὴ διά τε τοῦ ἥπατοc καὶ τῶν νεφρῶν, ὑγιειναί

6

.

793

τέ εἰcι καὶ εὔχυμοι· βρα|δύνουcαι δὲ κακοχυμότεραί πωc γίνονται καὶ φθειρῶν πολλῶν γεννητικαί. μετὰ δὲ καρύων ἐcθιόμεναι κάλλιcτόν εἰcιν ἔδεcμα καθάπερ γε καὶ μετὰ ἀμυγδάλων, ἀλλὰ μετὰ τούτων μὲν ὡc ἐκφρακτικῶν καὶ ῥυπτικῶν, οὐ μὴν εὐχύμων γε τοῖc καρύοιc ὡc‐
5αύτωc οὐδὲ τροφίμων, ἅμα δὲ τοῖc καρύοιc βελτίουc εἰc ἅπαντα. καί τινεc τῶν cυγγραψάντων cυνθέcειc φαρμάκων θαναcίμων ἀλεξητήριον αὐτῶν ἁπάντων εἶναί φαcι προcλαμβανομέναc ἰcχάδαc ἅμα καρύοιc τε καὶ πηγάνῳ. τὰ δ’ ἄλλα τῶν ἀκροδρύων εἴδη κακόχυμά ἐcτι, καὶ μάλιcθ’ ὅcα
10τῶν ἀγρίων φυτῶν τε καὶ θάμνων εἰcὶ καρποί, περὶ ὧν ἐπὶ πλέον
εἴρηται κατὰ τὸ δεύτερον γράμμα Τῶν ἐν ταῖc τροφαῖc δυνάμεων. μήλων δὲ καὶ ῥοῶν ἀπίων τε καὶ μεcπίλων οὐχ ὡc τροφῆc ἀλλ’ ὡc φαρμάκου χρῄζομεν εἰc τόνον cτομάχου τε καὶ γαcτρόc. καρποὶ δ’ εἰcὶ καὶ cικυοὶ καὶ πέπονεc καὶ μηλοπέπονεc, ἀλλ’ οὐδὲν415
15οὐδὲ τούτων εὔχυμον· εἰ δὲ μὴ ταχέωc ὑπέλθοι, διαφθείρεται κατὰ

6

.

794

τὴν γαcτέρα καὶ τὸν ἐκ τῆc διαφθορᾶc γινό|μενον χυμὸν ἐγγὺc τοῖc θαναcίμοιc φαρμάκοιc ἐργάζεται. κολοκύνθη δ’ ἄμεμπτοc μόνη τῶν τοιούτων καρπῶν, ἀλλὰ καὶ αὕτη διαφθαρεῖcα κατὰ τὴν γαcτέρα κακόχυμοc ἱκανῶc γίνεται, καθά‐
5περ καὶ τὰ cυκάμινα. καὶ γὰρ καὶ ταῦτα πρὶν διαφθαρῆναι φθάcαντα ταχέωc ὑπελθεῖν οὐδὲν ἐργάζεται φαῦλον, εἴ γε μή τιc ἐν αὐτοῖc πλεονάζοι· κοινὸν γὰρ τοῦτο περὶ πάντων ὡραίων ἐπίcταcθαί cε χρὴ καὶ μεμνῆcθαι. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμον, ἐν μέcῳ δ’ εὐχύμων τε καὶ
10κακοχύμων θρίδαξ ἐcτίν, εἶτα μαλάχη καὶ μετ’ αὐτὴν ἀτράφαξύc τε καὶ ἀνδράχνη καὶ βλίτον καὶ λάπαθον. ἐcχάτωc δὲ κακόχυμα πάντ’ ἐcτίν, ἃ καλοῦcιν ἄγρια λάχανα, θριδακίνη, χονδρίλη, cκάνδιξ, γιγγίδιον, cέριc, κιχώριον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μέν, ὅcαι δριμεῖαι,
15καθάπερ ἡ τῶν κρομύων καὶ πράcων καὶ cκορόδων καὶ ῥαφανίδων καὶ δαύκου, μέcαι δ’ εὐχύμων τε καὶ κακοχύμων αἵ τε τῶν ἄρων εἰcὶ καὶ αἱ
τῶν γογγυλίδων, ἃc καὶ βουνιάδαc ὀνομάζουcι, καὶ τῆc καλουμένηc καροῦc.|416

6

.

795

Ὄρνιθεc δὲ καὶ ἰχθύεc ὀλίγου δεῖν ἅπαντεc εὔχυμοι πλὴν τῶν ἐν ἕλεcι καὶ λίμναιc καὶ ποταμοῖc ἰλυώδεcι καὶ θολεροῖc διαιτωμένων. ἀέρι τε γὰρ χείρονι χρῶνται καὶ κινήcεcιν ἐλάττοcι καὶ τροφαῖc μοχθη‐ ραῖc καὶ μάλιcθ’ ὅταν ἐκ πόλεωc μεγάληc ῥέῃ τὸ ὕδωρ ἐκκαθαῖρον
5ἀποπάτουc τε καὶ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὰ τῶν πλυνόντων τὴν ἐcθῆτα καὶ τὴν ὀθόνην ῥύμματα. χειρίcτη γὰρ ἡ cὰρξ γίνεται τῶν ἐν ὕδατι τοιούτῳ διαιτωμένων ζῴων, μάλιcτα μέν, ὅταν ἐν αὐτῷ μόνῳ διατρίβωcι, κἂν ἐπιμιγνύηται δὲ βελτίονι, μοχθηρότεροι πολὺ καὶ οὗτοι τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων εἰcίν. ἄμεμπτοι γὰρ ὀλίγου δεῖν
10ἅπαντεc ὑπάρχουcιν, ὅcοι κατὰ τὴν ἄμικτον ὕδατι γλυκεῖ διατρίβουcιν, ὥcπερ οἵ τε πελάγιοι καλούμενοι καὶ οἱ πετραῖοι· καὶ γὰρ εἰc εὐχυ‐ μίαν καὶ [τὴν] ἐν αὐτῇ τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ πολὺ προὔχουcι τῶν ἄλλων. ἀcφαλέcτατον μὲν οὖν ἀεὶ προcφέρεcθαι τῶν τοιούτων. εἰ δέ τι ζῷον εἴη τῶν ἐν ἑκατέροιc τοῖc ὕδαcι διαιτωμένων ὥcπερ ὅ τε κέ‐
15φαλοc καὶ ὁ λάβραξ ὅ τε κωβιὸc καὶ ἡ cμύραινα κορακῖνοί τε καὶ

6

.

796

ἐγχέλυεc, ἀνα|πυνθάνεcθαι μὲν 〈χρὴ〉 πρότερον, ὅθεν εἴη τεθηρευ‐ μένον, μετὰ δὲ ταῦτα τῇ τε ὀδμῇ καὶ τῇ γεύcει τὴν διάγνωcιν αὐτῶν ποιεῖcθαι. καὶ γὰρ δυcώδειc καὶ ἀηδεῖc καὶ βλεννώδειc εἰcίν, ὅcοι τὴν δίαιταν ἔχουcιν ἐν ὕδατι μοχθηρῷ. καὶ μέντοι καὶ λίποc αὐτοῖc ὑπάρ‐
5χει πολὺ πλέον ἢ τοῖc ἄλλοιc καὶ cήπονται ταχέωc. οἱ δ’ ἐν θαλάττῃ καθαρᾷ διαιτώμενοι τήν τ’ ὀcμὴν ἄμεμπτον ἔχουcι καὶ τὴν γεῦcιν ἡδίω, τὸ δέ γε λίποc ὀλίγιcτον ἢ οὐδ’ ὅλωc, ἐξαρκοῦcι δὲ καὶ πλέονι χρόνῳ μὴ cηπόμενοι καὶ μάλιcθ’ ὅταν ἐπιβάλλῃ τιc αὐτοῖc χιόνα.
κατὰ ταύτην μέν γε καὶ κρείττουc οἱ cκληρότεροι γίγνονται ψαθυρω‐417
10τέραν ἴcχοντεc τὴν cάρκα τοῖc πετραίοιc τε καὶ τοῖc ὀνίcκοιc ὁμοίωc. ὃ γὰρ τούτοιc ὑπάρχει φύcει, τοῦτο τοῖc cκληροcάρκοιc ἐκ τῆc χιόνοc προcγίνεται. διὰ τοῦτ’ οὖν ἐναντιωτάτην ἔχουcιν οὐcίαν τῆc cαρκὸc οἱ ἐκ τῆc καθαρᾶc θαλάττηc κέφαλοι καὶ οἱ κατὰ τὸ μοχθηρὸν ὕδωρ διαιτώμενοι. παραπληcίωc δ’ αὐτοῖc καὶ κωβιοὶ καὶ λάβρακεc, ἔτι δὲ
15μᾶλλον τούτων καὶ οἱ ἄλλοι. καὶ cμύραιναι δὲ φαυλόταται γίνονται κατὰ τὰ τοιαῦτα τῶν ὑδάτων. ἡ δ’ ἔγχελυc οὐδ’ ὅλωc εὔχυμον ἔδε‐

6

.

797

cμα, κἂν ἐξ ὕδατοc ᾖ καθαροῦ, μή τι γε δὴ τοῦ πόλιν ἐκκαθαίρον|τοc, ὡc εἴρηται. καὶ παρὰ τὰc ἐπιχωρίουc δὲ τροφὰc ἀμείνουc τε καὶ χεί‐ ρουc ἑαυτῶν οἱ ἰχθύεc γίνονται διαγιγνωcκόμενοι ῥᾳδίωc ὀδμῇ τε καὶ γεύcει, καθάπερ αἱ τρίγλαι. μοχθηρότεραι γὰρ αὐτῶν αἱ τὴν καρκινάδα
5cιτούμεναι, τῶν δ’ ἄλλων ἡ cὰρξ cκληροτέρα μέν ἐcτιν οὐ μόνον τῆc τῶν πετραίων τε καὶ τῶν ὀνίcκων, ἀλλὰ καὶ κεφάλων καὶ λαβράκων καὶ τῶν ἄλλων πελαγίων, καὶ κατὰ τοῦτο δυcπεπτοτέρα τε καὶ τρο‐ φιμωτέρα, κακόχυμον δ’ οὐδὲν ἔχουcα. λέλεκται δὲ τελεώτερον ὑπὲρ ἁπάcηc τροφῆc ἐν τριcὶν ὑπομνήμαcιν, ἃ Περὶ τῶν ἐν ταῖc τροφαῖc
10δυνάμεων ἐπιγέγραπται, καὶ χρὴ τὸν ὑγιεινῆc διαίτηc φροντίζοντα μήτε τῆc ἐκείνων ἀναγνώcεωc ἀμελεῖν μήθ’ ὅλωc τῆc Ὑγιεινῆc πραγματείαc, ἧc μέροc ἐcτὶ καὶ τὸ περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων. ἀλλὰ καὶ περὶ τῆc λεπτυνούcηc διαίτηc ἐναντίαc οὔcηc δηλονότι τῇ παχυνούcῃ γέγραπται βιβλίον ἕτερον ἱκανῶc χρήcιμον οἷc ὑγίεια cπουδάζεται. |

6

.

798

Μεμνῆcθαι δέ cε πρὸ πάντων βούλομαι κατὰ τὰc τοιαύταc ἁπάcαc πραγματείαc, ὡc οὔτε βοηθημάτων οὔθ’ ὑγιεινῶν διαιτημάτων ἐπιcτήμων ἐcτὶ τελέωc ὁ τὰc τῶν ὑλῶν δυνάμειc ἀκριβῶc ἐκμαθών, ἐὰν μὴ γιγνώcκῃ τὰc τῶν cωμάτων φύcειc, οἷc ταῦτα προcάγεται.
5τινὰ μὲν γάρ ἐcτιν αὐτῶν πυκνὰ καὶ δυcδιάπνευcτα, τινὰ δ’ ἀραιά τε
καὶ ῥᾳδίωc ἐκκενούμενα, καὶ δεῖται δηλονότι τροφῆc ὑγροτέραc μὲν τὰ πρότερα, ξηροτέραc δὲ τὰ δεύτερα, καὶ τὰ μὲν κολλωδεcτέραc, τὰ δὲ λεπτοτέραc, καὶ τὰ μὲν ἐλάττονοc, τὰ δὲ πλείονοc. οὕτω δὲ καὶ ὅcοι μελαγχολικώτερον ἔχουcι τὸ αἷμα, τῶν ὑγρῶν τε καὶ θερμῶν τῇ κράcει418
10δέονται τροφῶν, ὥcπερ γε καὶ ὅcοι πικρόχολον, ὑγρῶν τε καὶ ψυ‐ χρῶν, ὡcαύτωc δ’ οἱ φλεγματώδειc θερμαινουcῶν τε καὶ ξηραινουcῶν. ὅcοι δ’ αἷμα χρηcτὸν ἀθροίζουcι πλέον, ἐλαττόνων μὲν ἐδεcμάτων χρῄζουcιν, ἐπιφανῆ δ’ οὐδεμίαν ἐχόντων δύναμιν, ἀλλ’ ἐν τῷ μέcῳ καθεcτηκότων, ὡc μήτε θερμαίνειν ἀξιολόγωc μήτε ψύχειν, ὥcπερ γε μηδ’
15ὑγραίνειν ἢ ξηραίνειν, οὕτω δὲ καὶ πάχουc καὶ λεπτότητοc ἐν τῷ μέcῳ

6

.

799

καθεcτηκότων, | ὡcαύτωc δὲ καὶ γλιcχρότητόc τε καὶ τῶν ἐναντίων αὐτῇ, κραυρότητοc λέγω καὶ ψαθυρότητοc. ὑπάρχει δὲ κραυρότηc μὲν τοῖc cκληροῖc τε καὶ ξηροῖc ἱκανῶc, ψαθυρότηc δὲ τοῖc μαλακοῖc τε καὶ μέcοιc καθ’ ὑγρότητά τε καὶ ξηρότητα· κοινὸν δ’ ἀμφοῖν τὸ μηδὲν ἔχειν
5γλίcχρον. διαγνωcτικὸν οὖν εἶναι προcήκει τὸν ὀρθῶc χρηcόμενον ταῖc τροφαῖc πρῶτον μὲν τῆc κατ’ ἀραιότητά τε καὶ πυκνότητα τοῦ δέρ‐ ματοc ἐν τοῖc ἀνθρώποιc διαφορᾶc, ἐφεξῆc δ’ αὐτῇ τῆc ὅληc τοῦ cώ‐ ματοc κράcεωc, εἶθ’ ἑξῆc εἰ cῴζει πάντα τὰ μόρια τὴν οἰκείαν κρᾶcιν. ἐνίοτε γὰρ ἡ μὲν κεφαλὴ θερμοτέρα τοῦ προcήκοντόc ἐcτι, ἡ γαcτὴρ
10δὲ ψυχροτέρα, πολλάκιc δὲ τοὐναντίον ἡ γαcτὴρ μὲν θερμοτέρα, ψυχρο‐ τέρα δ’ ἡ κεφαλή, καὶ τἄλλα μόρια πάνθ’ ὡcαύτωc. ἡ μὲν οὖν ἄλλη πᾶcα θεραπευτική τε καὶ ὑγιεινὴ μέθοδοc ἁπάντων ὁμοτίμωc ἐcτόχα‐ cται, τὰ δὲ κατὰ τὰc τροφὰc ἐξαίρετον μὲν ἔχει καὶ πρῶτον cκοπόν, ὅπωc ἄριcτα πεφθήcεται, δεύτερον δ’ ἐπὶ τῷδε τὸν ἀναδοθηcόμενον
15ἐκ τῆc πεφθείcηc τροφῆc χυμὸν ἐπιτήδειον εἶναι τῇ κράcει τῶν ἄλλων

6

.

800

μορίων. ἀναγ|καία τοιγαροῦν ἐκ τῶνδε φαίνεται τοῖc ὀρθῶc μέλλουcι χρῆcθαι τροφαῖc ἡ Περὶ κράcεων πραγματεία. καὶ τοίνυν ὡc γεγυ‐ μναcμένῳ cοι κατ’ αὐτήν, ὅcον ἔθ’ ὑπόλοιπόν ἐcτιν εἰc εὐχυμίαν τε καὶ κακοχυμίαν ἀναγκαῖον ἐγνῶcθαι, προcθήcω τὴν ἀρχὴν ἀπὸ τῶν οἴνων
5ποιηcάμενοc. Ὅcοι μὲν οὖν αὐτῶν ὑδατώδειc τέ εἰcι καὶ λεπτοὶ κατὰ τὴν cύcταcιν οὔρηcίν τε κινοῦντεc, ὀλιγίcτην παρέχουcι τῷ cώματι τροφήν. ὅcοι δὲ παχεῖc, ὥcπερ ὁ Θηραῖόc τε καὶ ὁ Ϲκυβελίτηc ἀξιολόγωc τρέ‐ φουcι διαφέροντεc ἀλλήλων τῷ μᾶλλόν τε καὶ ἧττον ἀνὰ λόγον τῷ419
10πάχει. τοιοῦτοc οἶνόc ἐcτι παρ’ ἡμῖν ἐν Αἰγαῖc καὶ Περπερηνῇ, τῇ μὲν ὁμόρῳ Μυρίνῃ, τῇ δὲ Περγάμῳ. τελέωc μὲν οὖν εἰcι γλυκεῖc ὅ τε Ϲκυβελίτηc καὶ ὁ Θηραῖοc, αὐcτηρὸc δὲ ἅμα καὶ γλυκὺc ὁ Κιλίκιοc ὁ Ἀβάτηc ἀπὸ χωρίου τὴν προcηγορίαν ἔχων, ὁ δ’ ἐν Αἰγαῖc καὶ Περ‐ περηνῇ μέcοι τούτων εἰcίν, οὔτε γλυκεῖc ὄντεc ἀκριβῶc οὔτε cτύψιν
15ἔχοντεc ἀξιόλογον ὁμοίωc τῷ Κιλικίῳ. μέλανεc δὲ δηλονότι πάντεc οὗτοι τυγχάνουcιν ὄντεc. οὐ γὰρ ἂν

6

.

801

εὕροιc οὐδένα παχὺν ἅμα | καὶ γλυκὺν οἶνον, ὃc οὐκ ἐcτὶ μέλαc. ἐὰν οὖν τῶν λευκοτάτων οἴνων ἑψήcῃc τὸ γλεῦκοc, ὡc τὸ καλούμενον ἐργάcαcθαι cίραιον, ὅπερ ἕψημα παρ’ ἡμῖν ὀνομάζεται, μέλαν ἴcχει τὸ χρῶμα παραπληcίωc τῷ Θηραίῳ. μέλαν δὲ καὶ τὸ τοῦ Καρυΐνου χρῶμα
5ἐcτὶ γλυκέοc ὄντοc καὶ αὐτοῦ, τὸ δὲ τοῦ Θηρίνου μέλαν μέν, ἀλλ’ οὐκ ἴcον τῷ Καρυΐνῳ. ἀπολείπεται γάρ τοι καὶ τῇ γλυκύτητι τοῦ Καρυΐνου. λευκὸc δὲ οἶνοc οὐδείc ἐcτι γλυκύc, ἀλλά τινεc μὲν αὐcτηροί τε καὶ παχεῖc, τινὲc δ’ ὑδατώδειc καὶ λεπτοί. ξανθοὶ δὲ καὶ κιρροὶ τινὲc μὲν γλυκεῖc εἰcι μετρίωc, ὥcπερ 〈ὁ〉
10Ἱπποδαμάντειόc τε καὶ ὁ Φαυcτιανὸc Φαλερῖνοc, ἔνιοι δ’ οὐδ’ ὅλωc
γλυκεῖc. οἱ δ’ ἐρυθροὶ παχύτεροι τούτων, ὥcπερ γε καὶ τούτων ἕτεροι παχύτεροι πληcιάζοντεc ἤδη κατὰ τὸ χρῶμα τοῖc μέλαcιν. ἡ τροφὴ δ’ ἐξ ἁπάντων αὐτῶν ἀνὰ λόγον τῷ πάχει. καὶ διὰ τοῦτο420
15τοῖc μὲν ἀναθρέψεωc δεομένοιc ἐπιτρέπειν χρὴ πίνειν τοὺc γλυκεῖc καὶ μάλιcθ’ ὅταν ἀμέμπτωc ἔχωcι τὰ καθ’ ἧπάρ τε καὶ cπλῆνα καὶ νεφρούc. τοῖc δ’ ἤδη παχὺν ἠθροικόcι χυμὸν ἐν ταῖc φλεψὶν οἱ λεπτοὶ κατὰ τὴν cύcταcιν οἶνοι χρήcιμοι, ψυχρῶν μὲν ἠθροιcμένων ἐν ταῖc

6

.

802

φλεψὶ χυμῶν οἱ δριμεῖc καὶ | παλαιοί, μὴ ψυχρῶν δέ, ὅcοιc τούτων οὐδέτερον ὑπάρχει. βελτίουc μὲν οὖν εἰc εὐχυμίαν οἱ εὐώδειc, ἀλλὰ κεφαλὴν πλήτ‐ τουcι. κρείττουc δ’ εἰc οὔρηcιν οἱ λεπτοί, κεφαλῆc δ’ οὐδ’ ὅλωc ἅπτον‐
5ται. φεύγειν δὲ χρὴ τοὺc παχεῖc ἅμα καὶ δυcώδειc καὶ ἀηδεῖc καὶ αὐcτηρούc, οἷόc ἐcτιν ὁ φαῦλοc Βιθυνὸc ὁ ἐν τοῖc μεγάλοιc κεραμίοιc, ὁ δ’ ἐν τοῖc μικροῖc οὔτ’ ἀηδὴc οὔτε δυcώδηc οὔτε παχὺc ἄγαν ἐcτίν, ἀλλ’ οὐδὲ τὴν cτύψιν ἔχει cτρυφνήν· εὔχυμοc δ’ οὐδ’ οὗτοc, ὥcπερ οὐδὲ κακόχυμοc, ἀλλ’ ἐν τῷ μεταξὺ τῶν εὐχύμων τε καὶ κακοχύμων ἐcτί.
10 τῶν γε μὴν εὐχυμοτάτων οἴνων καὶ ὁ Φαλερῖνόc ἐcτι καὶ μᾶλλον ὁ γλυκύτεροc. ἐκ ταὐτοῦ δὲ γένουc ἐcτὶ τῷδε καὶ ὁ κιρρὸc Τμωλίτηc ὁ γλυκύc. ἐcτὶ γὰρ καὶ τούτου τὸ ἕτερον εἶδοc αὐcτηρόν, οὐχ ὁμοίωc εὔχυμον, ὥcπερ οὐδ’ ἄλλοc οὐδεὶc ἱκανῶc αὐcτηρόc, εἰ καὶ ῥώμην ἐντί‐ θηcιν ἐκλύτῳ cτομάχῳ καὶ γαcτρί, καὶ μάλιcτα τοῖc κατὰ δυcκραcίαν
15θερμὴν πεπονθόcιν. ἕνεκα γὰρ τούτου καὶ τοῦ cτῆcαι ῥεομένην γαcτέρα

6

.

803

χρώμεθα τοῖc αὐcτηροῖc οἴνοιc, ἄλλωc οὐκ ἂν χρηcάμε|νοι διὰ τὸ μήτ’ ἀναδόcει τροφῆc μήθ’ αἱματώcει μήτ’ εὐχυμίᾳ μήτ’ οὔρων εὐροίᾳ μήθ’ ἱδρώτων ἐκκρίcει μήτε γαcτρὸc ὑπαγωγῇ cυντελεῖν αὐτούc. ἀλλ’
οὐ πρόκειται νῦν οὔτ’ ἀρετὰc οὔτε κακίαc οἴνων ἁπάcαc διέρχεcθαι421
5καὶ μάλιcθ’ ὅcαι διαφέρουcιν ἐν νόcοιc. ὅπερ οὖν πρόκειται πάλιν ἀναληφθὲν ἐν κεφαλαίοιc βραχέcιν εἰρήcεται. τοῖc χολωδεcτέροιc cώμαcιν, εἴτε διὰ φυcικὴν δυcκραcίαν εἴτε δι’ ἐπίκτητον ὁπωcοῦν γεγονυῖαν, οὔτε 〈ὁ〉 Φαλερῖνοc οὔτε 〈ὁ〉 Τμωλίτηc κιρρὸc γλυκὺc οὔθ’ 〈ὁ〉 Ἀριούcιοc οὔθ’ ὁ Λέcβιοc, κιρρόc τε καὶ εὐώδηc
10ὁμοίωc τοῖc προειρημένοιc ὤν, ἐπιτήδειοc πίνεcθαι· θερμοὶ γὰρ ἅπαντέc εἰcιν οἱ τοιοῦτοι. μήτ’ οὖν χολώδεcι φύcεcι μήτε τοῖc ἐξ ἐγκαύcεωc ἢ καμάτων πολλῶν ἢ ἐνδείαc ἢ λύπηc ἢ ὥρᾳ καὶ χώρᾳ καὶ κατα‐ cτάcει θερμῇ 〈χρωμένοιc〉 διδόναι τοιοῦτον οἶνον, ἐξ ὑπεναντίου γε μὴν ἀγαθὸc ἅπαcι τοῖc θερμαίνεcθαι δεομένοιc φλεγματώδεcι καὶ ψυ‐
15χραῖc κράcεcι καὶ χυμῶν πλῆθοc ὠμῶν ἠθροικόcιν ἢ ἀργῶc βιοῦcιν

6

.

804

ἐν χωρίῳ ψυχρῷ καὶ χειμῶνι καὶ καταcτάcει ψυχρᾷ καὶ ὑγρᾷ. | τούτοιc μὲν οὖν ἅπαcιν ἀγαθὸc ὁ κιρρὸc οἶνοc καὶ γλυκύc, ἐναντίοc δὲ τοῖc ἐναντίωc ἔχουcιν, οὐχ ὡc κακοχυμίαν ἐργαζόμενοc, ἀλλ’ ὡc θερμαίνων τοὺc ψύχεcθαι δεομένουc. ἕτοιμον γὰρ αὐτοῖc ἐcτι τοῦτον πίνουcι
5κεφαλὴν ἀλγῆcαι καὶ πυρέξαι καί τι κἀν τοῖc νεύροιc παθεῖν. οἱ δὲ τῶν κιρρῶν τε καὶ μετρίωc γλυκέων (οὐδεὶc γὰρ κιρρὸc ἄκρωc ἐcτὶ γλυκύc) ἐπὶ τὸ μελάντερόν τε καὶ γλυκύτερον ῥέποντεc οὐχ ὁμοίωc θερμοὶ τοῖc κιρροῖc εἰcιν. εἰκότωc οὖν οὔτε κεφαλὴν οὔτε νεῦρα βλά‐ πτουcιν οὔτε πυρετοὺc ἐξάπτουcιν ὡcαύτωc ἐκείνοιc. ὅτι δὲ γαcτρὸc
10οἱ γλυκεῖc οἶνοι καὶ παχεῖc εἰcιν ὑπακτικοί, cχεδὸν οὐδεὶc ἀγνοεῖ, καθά‐ περ γε καὶ περὶ γλεύκουc, ὡc ἐcτὶ φυcῶδεc καὶ δύcπεπτον καὶ παχύ‐ χυμον, ἓν μόνον ἀγαθὸν ἔχον ὑπάγειν τὴν γαcτέρα, κἂν ἀτυχήcῃ ποτὲ τούτου, βλαβερώτατον γίνεται.
πάντων δ’ οἴνων κοινόν ἐcτιν, ὅcοι γε μὴ πάνυ παχεῖc εἰcι καὶ422
15λίαν γλυκεῖc, ὥcπερ ὁ Θηραῖόc τε καὶ ὁ Ϲκυβελίτηc, ἐπειδὰν εἰc χρό‐ νου μῆκοc ἐκταθῶcι, ξανθοὺc τῇ χρόᾳ γίνεcθαι καί τι καὶ cτίλβον ἔχειν ὁμοίωc πυρί. καὶ γὰρ οἱ μέλανεc, οἷόcπέρ ἐcτιν ὁ παρ’ ἡμῖν ἐν Περ‐ |

6

.

805

περηνῇ γεννώμενοc, εἰ χρονίcαιεν, εἰc ἐρυθρὰν μὲν ἢ κιρρὰν πρότερον ἀφικνοῦνται ποιότητα, μετὰ ταῦτα δ’ εἰc ξανθότητα, καὶ ὁ λευκὸc δέ, ὁποῖοc ὁ Βιθυνὸc Ἀμιναῖοc. ὀνομάζουcι δὲ Ῥωμαῖοι τὸν οὕτω παλαι‐ ωθέντα Καίκουβον, ὃν οὐκ ἂν ἔτι γνωρίcαιc ἐξ ὁποίου γένουc ἐcτίν.
5ἤδη δ’ ὁ τοιοῦτόc ἐcτι καὶ πικρὸc καὶ διὰ τοῦτ’ ἀνεπιτήδειοc εἰc πόcιν. ἀλλ’ οἵ γε καπηλεύοντεc τοὺc οἴνουc μιγνύντεc τοῖc νέοιc τοὺc τοι‐ ούτουc ὡc παλαιοὺc πιπράcκουcιν, ἐξαπατῶντεc τῇ πικρότητι τοὺc ἀγνοοῦνταc ἀκριβῶc οἴνων γεύεcθαι. φεύγειν οὖν χρὴ τῶν οὕτω παλαιῶν τὴν πόcιν, ὥcπερ καὶ τῶν
10πάνυ νέων. οἱ μὲν γὰρ ὑπερθερμαίνουcιν, οἱ δ’ οὐδ’ ὅλωc θερμαίνουcιν. μάλιcτα δὲ τῶν φύcει παχέων οἴνων ἀπέχεcθαι προcῆκεν, ἔcτ’ ἂν ὦcι νέοι. τοcούτου γὰρ δέουcι cυντελεῖν τι ταῖc τῶν cιτίων πέψεcιν, ὥcτ’ αὐτοὶ μόλιc πέττονται. πρὸc τούτοιc δ’ οὐδ’ ὑπέρχονται κατὰ τὴν κοι‐ λίαν οὐδ’ ἀναδίδονται ῥᾳδίωc οὐδ’ οὖρα προτρέπουcιν οὐδ’ αἱματώcει
15cυντελοῦcιν οὐδὲ θρέψει, διαμένουcι δ’ ἐπὶ πλεῖcτον ἐν τῇ γαcτρὶ

6

.

806

μετέωροι παραπληcίωc ὕδατι, κἂν βραχύ τιc πλέον αὐτῶν | πίῃ, ῥᾳ‐ δίωc ὀξύνονται. μόνουc δ’ ἄν τιc ἐπ’ ἀγαθῷ τῶν νέων οἴνων πίνοι τοὺc λεπτοὺc τῇ cυcτάcει, καθάπερ ἐν Ἰταλίᾳ ὅ τε Γαυριανὸc ὀνομαζόμενόc ἐcτι καὶ
5ὁ Ἀλβανὸc ἔνιοί τε τῶν ἐν Ϲαβίνοιc τε καὶ Τούcκοιc γεννωμένων. οὐ γὰρ δὴ πάντεc γέ εἰcι τοιοῦτοι. καὶ περὶ Νέαν δὲ πόλιν ὁ κατὰ τὸν ὑπερκείμενον αὐτῆc λόφον Ἀμιναῖοc ἐν τάχει πότιμοc γίνεται. κατὰ δὲ τὴν Ἀcίαν παρ’ ἡμῖν ὅ τε Τιβηνόc ἐcτι τοιοῦτοc καὶ ὁ Ἀρ‐ cυηνὸc καὶ μετ’ αὐτοὺc ὁ Τιτακαζηνόc. ἀλλὰ τούτουc μὲν ὡc παρα‐423
10δείγματα προὐχειριcάμην, ἐθεαcάμην δὲ τοιούτουc οἴνουc ἐν ἅπαcι cχεδὸν τοῖc ἔθνεcιν· ἀλλ’ ἀγνοοῦcιν αὐτοὺc οἱ ξένοι διὰ διττὴν αἰτίαν, ὅτι τε παντάπαcιν ὀλίγοι γεννῶνται καὶ διότι μακρὸν πλοῦν οὐ φέρουcιν, ὡc ὑπὸ τῶν ἐμπόρων μὴ δύναcθαι εἰc ἄλλην χώραν μετακο‐ μίζεcθαι. γνωρίcειc δὲ ῥᾳδίωc τοὺc τοιούτουc οἴνουc πρώτῃ μὲν καὶ
15μάλιcτα τῇ λεπτότητι, πληcίον ἥκονταc ὕδατοc, εἶτα καὶ τῇ λευκότητι, καὶ γευομένῳ δ’ ἄν cοι φανεῖεν ὑδατώδειc, οὐδεμίαν ἔχοντεc ἰcχυρὰν

6

.

807

cτύψιν ἔν τε τῷ κεράννυcθαι μὴ φέροντεc ὕδατοc | μῖξιν πολλοῦ· διὸ καὶ πρὸc τῶν παλαιῶν ἰατρῶν ὀλιγοφόροι κέκληνται. καὶ μέντοι καὶ καθάπερ οἱ κιρροὶ θερμοὶ τὴν δύναμιν ὄντεc αὐτίκα πληροῦcι τὴν κεφαλήν, οὕτωc οἱ τοιοῦτοι πρὸc τῷ μηδέποτε βλάπτειν αὐτὴν ὠφε‐
5λοῦcιν ἐνίοτε, παύοντεc ὀδύναc μικράc τιναc, ὅcαι διὰ τοὺc ἐν τῇ κοιλίᾳ χυμοὺc εἰώθαcι γίγνεcθαι. τῆc γάρ τοι κεφαλῆc οὐ μόνον, ὅταν αὐτὴ πάcχῃ τι πάθοc ἴδιον, ὀδυνωμένηc, ἀλλὰ καὶ διὰ τὴν κοιλίαν ἀναπέμπουcαν ἀτμοὺc χυμῶν μοχθηρῶν, ἡ τοιαύτη κεφαλαλγία παύ‐ εται δι’ οἴνου πόcεωc ὀλιγοφόρου βραχεῖαν ἔχοντοc cτύψιν. ὅcοι γὰρ
10ἔκλυτοι παντάπαcίν εἰcιν, ὥcπερ ὁ παρ’ ἡμῖν Τιβηνόc, ἐν Ἰταλίᾳ δὲ τῶν Ϲαβίνων ἔνιοι, τοcούτῳ χείρουc ὑπάρχουcι τῶν ἀτρέμα cτυφόν‐ των, ὅcῳ βελτίουc εἰcὶν ὕδατοc. εὕροιc γὰρ ἄν ποτε καὶ δι’ ὕδατοc
πόcιν ἀλγοῦνταc ἐνίουc τὴν κεφαλήν, καὶ μάλιcθ’ ὅταν ᾖ μοχθηρόν, ὡc αὐτοῦ τε διαφθειρομένου καὶ τὸν φυcικὸν τόνον ἐκλύοντοc τῆc424
15γαcτρόc, 〈ἧc〉 ἀτονηcάcηc ἰχῶρεc χολώδειc εἰώθαcι cυρρεῖν ἐκ τοῦ

6

.

808

cώματοc εἰc τὸ κύτοc αὐτῆc, ὥcπερ τοῖc νηcτεύcαcιν, ὧν τῆc | κακίαc τε καὶ βλάβηc ὁ προειρημένοc οἶνοc ἐλευθεροῖ τὸν ἄνθρωπον, ἐκ μὲν τοῦ παραχρῆμα τῷ τῆc ἐπικράcεωc λόγῳ, μετὰ βραχὺ δὲ καὶ τῷ ῥω‐ cθεῖcαν τὴν κοιλίαν ὠθεῖν ἀφ’ ἑαυτῆc κάτω τὰ λυποῦντα. ταῖc μέν‐
5τοι θερμαῖc πάνυ κράcεcι τῶν ἀνθρώπων ἢ διὰ φύcιν ἢ διὰ ἡλικίαν ὠφελιμώτερον οἴνου ποτὸν ὕδωρ ἐcτίν. εἰ δέ ποτε καὶ δεήcειεν οἴνου, τόν τε λεπτὸν καὶ μετρίωc αὐcτηρὸν αὐτοῖc διδόναι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ἐδεcμάτων τε καὶ πομά‐ των οὐχ ἁπλῶc ἑκάcτῳ χρῆcθαι βέλτιον, ἀλλὰ μετὰ τοῦ διορίcαcθαι
10τὰc φύcειc τῶν χρηcομένων. ἐcτὶ δὲ μεγίcτη μὲν ἐν τοῖc οἴνοιc δια‐ φορὰ κατ’ εἴδη cκοπουμένοιc, ὡc διῄρηται, βραχεῖα δ’ ἐν τοῖc ἄλλοιc· οὐ γὰρ ἂν εὕροιc ποτὲ φακῆν ἢ κράμβην ὑγραίνουcαν, ἀλλ’ ἧττον τὴν μὲν ἑτέραν ξηραίνουcαν, ὑγραίνουcαν δ’ οὐδεμίαν ὥcπερ οὐδὲ ψύχου‐ cαν. ἔτι δὲ μᾶλλον οὐκ ἂν εὕροιc τι γένοc κρομύων ἢ πράcων ἢ cκο‐
15ρόδων ψῦχον, ἀλλ’ ἧττόν τε καὶ μᾶλλον θερμαῖνον, οὔκουν οὐδὲ θρι‐ δακίνην θερμαίνουcαν οὐδ’ ἀτράφαξυν ἢ βλίτον ἢ ἀνδράχνην. οὐ μὴν

6

.

809

οὐδὲ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖc | μεγάλην ἔχει διαφοράν. ἐπὶ δὲ τῶν οἴνων ὁ παλαιότατοc, ὃν ἔφην ὑπὸ Ῥωμαίων ὀνομάζεcθαι Καίκουβον, εἰc τοcοῦτον τοῦ λευκοῦ τε ἅμα καὶ αὐcτηροῦ καὶ νέου καὶ παχέοc οἴνου διενήνοχεν, ὡc τὸν μὲν ἱκανώτατα θερμαίνειν, τὸν
5δὲ ψύχειν αἰcθητῶc. Οὐκ ὀλίγη δ’ ἐcτὶ καὶ κατὰ τὸ μέλι διαφορά. τό γε μὴν μοχθηρόν, ὡc ἤτοι δυcῶδεc ὑπάρχειν ἢ γευομένοιc ἄλλην τινὰ ἐμφαί‐ νειν ποιότητα μεμιγμένην, οὐ μέλι τὸ τοιοῦτον. τοῦ δ’ ἀμέμπτου
μέλιτοc αἱ διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν γλυκύτητι καὶ425
10δριμύτητι τυγχάνουcιν οὖcαι, τοῦ γλυκυτάτου μετὰ δριμύτητοc εἰc ἄκρον ἥκοντοc ἀρετῆc. ἀλλὰ τῷ γε θερμὸν εἶναι τῇ δυνάμει πᾶν εἰc χολήν [τε] μεταβάλλειν ἑτοίμωc ἐν τοῖc θερμοῖc cώμαcι κοινὸν αὐτοῖc ἐcτι καὶ διὰ τοῦτο χρήcιμον ἔδεcμα φύcεcι μὲν φλεγματικωτέραιc, ἡλι‐ κίαιc δὲ πρεcβυτικαῖc, ὥcπερ γε καὶ νοcήμαcι ψυχροῖc.
15 ὀξύμελί γε μὴν ἐν τοῖc μάλιcτα χρηcιμώτατον ἁπάcαιc ἡλικίαιc καὶ φύcεcιν εἰc ὑγιεινὴν ἀcφάλειαν, ἐκφράττον ἁπάcαc τὰc cτενὰc

6

.

810

διεξόδουc, ὡc μηδα|μόθι παχὺν ἢ κολλώδη χυμὸν ἴcχεcθαι. διὰ τοῦτό γέ τοι καὶ τὰ καλούμενα πρὸc τῶν ἰατρῶν ὑγιεινὰ φάρμακα τῆc λεπτυ‐ νούcηc ἐcτὶ δυνάμεωc ἅπαντα. ἀcφαλεcτέρα μὲν γὰρ εἰc ὑγιείαc φυλα‐ κὴν ἡ τοιαύτη τῆc παχυνούcηc, εὐεξίαν δὲ καὶ ῥώμην ἀδύνατοc ἐργάζεcθαι.
5 βούλονται δ’ ἔνιοι cφαλερῶc ὑγιαίνειν μᾶλλον εὐεκτοῦντεc ἢ βεβαίαν ὑγίειαν κτήcαcθαι διὰ παντὸc ἰcχνοὶ καὶ ἀcθενεῖc ὄντεc. ἀλλὰ τούτων γε αὐτῶν ὅcοι cὺν εὐεξίᾳ καὶ ῥώμῃ τὴν ὑγίειαν ἔχειν ἐθέλουcιν, ἔνιοι μὲν ἑαυτοῖc cχολάζουcιν, ἔνιοι δὲ cτρατιωτικὸν ἢ πολιτικὸν ἐπανῄρην‐ ται βίον, ἀναγκαζόμενοι καὶ νυκτὸc ἀναcτῆναι καὶ δι’ ὅληc ἡμέραc
10κάμνειν ἐπιπόνοιc πράξεcι δουλεύοντεc· ὧν ** τὸ πρὸ τοῦ βαλα‐ νείου γυμνάcιον, οἷc γε δὴ δυνατόν ἐcτιν, ἢ τοῦτο γοῦν μόνον διὰ παντὸc γίνεται τὸ καλούμενον ὑπὸ τῶν γυμναcτῶν ἀποθεραπευτικόν. οἱ πολλοὶ δὲ δι’ ἀcχολίαc οὐδὲ τούτῳ χρῆcθαι δύνανται. τούτοιc μὲν οὖν ὑγιαίνειν ἀδύνατόν ἐcτι διὰ παντόc, εἰ καὶ cωφρόνωc γε διαιτῶν‐
15ται, καθ’ ὅcον δ’ ἐγχωρεῖ, τὰ δέοντα πράττοντεc ὀλιγάκιc νοcήcουcιν.426

6

.

811

ἅπτεcθαι μὲν οὖν αὐτοῖc | ἀναγκαῖόν ἐcτι καὶ τῶν πολυτρόφων ἐδε‐ cμάτων, ἃ παχεῖc γεννᾷ χυμούc. ἀλλὰ μετρίωc γε τοῦτο πρακτέον ἐν ἐκείνοιc τε τοῖc καιροῖc, ὁπότε cαφοῦc ἐνδείαc αἰcθάνονται. τὸν δ’ ἄλλον χρόνον ἅπαντα τοῖc μέcοιc ἐδέcμαcι τῶν ὀλιγοτρόφων τε καὶ
5πολυτρόφων χρηcτέον. Ἀφεκτέον γε μὴν ἀεὶ τῶν κακοχύμων, πλὴν εἴ ποτε δέοι κάμνονταc ὥρᾳ θέρουc θεραπεύεcθαι τήν τε ξηρότητα καὶ τὴν θερμα‐ cίαν ὅλου τοῦ cώματοc. ἐπιτήδεια γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ καὶ μῆλα καὶ μόρα καὶ κοκκύμηλα καὶ κεράcια προcληφθέντα. καὶ cικύου δὲ καὶ
10πέπονοc οὐ πολὺ προcενέγκαcθαι τηνικαῦτα καὶ μηλοπέπονοc ἔτι τε τῶν πραικοκκίων ὀνομαζομένων ἢ Περcικῶν ἐγχωρεῖ, καθάπερ γε καὶ τῆc καλουμένηc παρὰ Ῥωμαίοιc μέλκηc ἐψυχριcμένηc ἀφρογάλακτόc τε καὶ τῶν διὰ γάλακτοc ἐδεcμάτων ψυχρῶν, ὁποῖόν ἐcτι καὶ τὸ καλού‐ μενον ἀργυροτρύφημα. καὶ cῦκα δὲ ὁμοίωc ψυχρὰ καὶ κολόκυνθαι τοῖc
15οὕτω διακειμένοιc ἐπιτήδειοι. cωφροcύνην δ’ ἀcκῶν ἄνθρωποc ἑτέρῳ

6

.

812

τρόπῳ τὸν ἐπὶ τοῖc εἰρημένοιc καμάτοιc αὐχμὸν τοῦ | cώματοc ὑγραί‐ νειν τε καὶ ψύχειν δύναται. παραγενόμενοc γὰρ ἐκ τοῦ βαλανείου καὶ προπιὼν ὕδατοc μὲν πρῶτον, εἶτ’ οἴνου μετρίωc ὑδαροῦc ἀνεμέcαc τε πᾶν ὃ ἔπιε, θριδακίνηc μὲν πρῶτον, ἀβλαβοῦc τε ἅμα καὶ ψύχοντοc
5λαχάνου, προcενέγκαcθαι δύναται, μετὰ ταύτην δὲ δι’ ὄξουc τε καὶ γάρου ποδὸc ὑείου καλῶc ἡψημένου καὶ πτερῶν ἀλεκτορίδοc ἢ χηνὸc ἢ καὶ τῆc γαcτρὸc αὐτοῦ καί τινοc ἰχθύοc ταγηνιcτοῦ τῶν ἁπαλοcάρκων, εἰ δὲ βούλοιτο, καὶ λαχανώδουc τινὸc ἅψαcθαι τῶν μὴ κακοχύμων, ὁποῖόν
ἐcτι μαλάχη τε καὶ κολοκύνθη, μετὰ ταῦτα δὲ πιεῖν οἶνον ὕδατι ψυχρῷ427
10πάνυ κεκραμένον. ἐφῆφθαι δὲ καὶ ταρίχου πρὸ τοῦδε καὶ τῶν ὀνο‐ μαζομένων τρομητῶν ᾠῶν, ἰχθύων δὲ τῶν δι’ ἐλαίου καὶ γάρου λαμ‐ βανομένων ἐγχωρεῖ. βέλτιον γάρ, ὡc ἔφην, ὕδατι ψυχρῷ τὴν ξηρὰν θερμότητα τοῦ cώματοc ἰάcαcθαι φεύγονταc ἀεὶ τὰ κακόχυμα τῶν ἐδεcμάτων.
15 καὶ χόνδροc δὲ ψυχρὸc ἐξ οἰνομέλιτοc ἢ οἴνου ψυχροῦ τὴν αὐτὴν τοῦ cώματοc ἰᾶται διάθεcιν ἄνευ κακοχυμίαc. ἐμοὶ δ’ ἤρκεcε πολλάκιc ἐν τοιαύτῃ διαθέcει γενομένῳ πτιcάνηc χυλῷ χρήcαcθαι καλῶc ἐψυ‐

6

.

813

χριcμένῳ κατ’ ἐκεῖνον τὸν | καιρόν, ἐν ᾧ μικρὸν ἔμπροcθεν ἔφην ἐπι‐ τηδείωc ἄν τινα πιεῖν ψυχρόν. ἄλλο δ’ ἄλλῳ τὸ μέτρον ἔcτω τοῦ ψύχοντοc ἐδέcματόc τε καὶ πόματοc, οἷc μὲν χρῆcθαι χιόνι cύνηθεc, ἐκείνῃ προψύχουcιν, οἷc δ’
5ἀπὸ πηγῆc ὕδατι προcφάτῳ, μηδὲν χιόνοc δεομένοιc. ἔcτω δὲ καὶ ὁ κεραννύμενοc οἶνοc ὡcαύτωc προεψυχριcμένοc. οὕτωc γὰρ ὀνομάζειν ἔθοc ἐcτὶ τοῖc ἰατροῖc τοὺc ἐν ὕδατι ψυχροτάτῳ προεψυγμένουc, ἀγγείου δηλονότι τὸν οἶνον ἔχοντοc ἐνιcταμένου τῷ ὕδατι. ταῦτα μὲν οὖν ὑποτίθεμαι τοῖc ᾑρημένοιc βίον ἐν ἀcχολίᾳ, καθ‐
10άπερ οἱ διοικοῦντεc ἔθνη καὶ πόλειc, ἔτι τε μᾶλλον οἱ τούτων ὑπηρέται, καὶ τούτων οὐδὲν ἧττον ὅcοι κατὰ πόλεμον ἢ ἐν ὁδοιπορίαιc μακραῖc διατρίβουcιν. ὅcοι δ’ ἐλεύθεροι τῆc τοιαύτηc ἀcχολίαc, εἰ μὲν ἔθοc ἔχοιεν γυμνάζεcθαι, cπανιώτατα δεήcονται ψυχροῦ πόcεωc. μὴ γυμνα‐ ζόμενοι δέ, θέρουc ἀκμαίου θερμότητοc αἰcθανόμενοι πολλῆc, ἀβλα‐
15βῶc ἂν ἀπὸ πηγῆc πίνοιεν ἀπεχόμενοι χιόνοc. εἰ γὰρ καὶ παραχρῆμα

6

.

814

τὰ νέα τῶν cωμάτων ἡ χιὼν μηδὲν αἰcθητὸν | φαίνοιτο βλάπτουcα, λεληθότωc γοῦν κατὰ βραχὺ τῆc βλάβηc αὐξανομένηc ἐπὶ προήκοντι τῷ χρόνῳ παρακμαζούcηc τε τῆc ἡλικίαc ἀνίατά τε καὶ δυcίατα νοcήματα
αὐτοῖc γίνεται κατ’ ἄρθρα καὶ νεῦρα καὶ cπλάγχνα. πάcχειν δ’ εἰκὸc428
5ἑκάcτῳ βλαπτόμενον ἐκεῖνο τὸ μέροc τοῦ cώματοc, ὅπερ ἀcθενέcτατόν ἐcτι φύcει. Μέγιcτον δ’ εἴc τε κακοχυμίαν καὶ νόcουc ἐcτὶν ἀπεψία cυνεχήc, ἐάν τ’ ἐπ’ εὐχύμοιc ἐάν τ’ ἐπὶ κακοχύμοιc ἐδέcμαcι γένηται· πρόδηλον δ’ ὅτι πολὺ χείρων ἡ ἐπὶ τοῖc κακοχύμοιc. διττῶν δ’ ὄντων αὐτῶν
10ἐπὶ μὲν τοῖc τὸν λεπτὸν γεννῶcι χυμὸν ὀξέα νοcήματα γίνεται μετὰ κακοήθων πυρετῶν, εἰ δ’ εἰc ἓν μόριον ἀποcκήψειεν ἡ κακοχυμία, τά τ’ ἐρυcιπέλατα καὶ οἱ ἕρπητεc εἴτε τι θερμὸν οὕτωc ἄλλο πάθοc, ἐπὶ δὲ τοῖc τὸν παχὺν ἀρθρίτιδεc καὶ ποδάγραι καὶ νεφρίτιδεc ἄcθματά τε καὶ cπληνὸc καὶ ἥπατοc cκιρρώδειc διαθέcειc. οἷc δ’ ἡ κακοχυμία
15μελαγχολική, καρκίνοι καὶ λέπραι καὶ ψῶραι καὶ πυρετοὶ τεταρταῖοι

6

.

815

καὶ μελαγχολίαι κακόχροιαί τε μέλαιναι μετὰ cπλη|νὸc ὄγκου παραπλη‐ cίου, καὶ κιρcοὶ δὲ μέλανεc αἱμορροΐδεc τε πολλοῖc ἐγένοντο διὰ τοι‐ οῦτον χυμόν. αἱ δ’ ἐπίμικτοι πλειόνων χυμῶν διαθέcειc ἕρπητάc τε καὶ τὰ καλούμενα φαγεδαινικὰ τῶν ἑλκῶν ἔτι τε τὰ κακοήθη πάντα
5καὶ πυρετοὺc ὀξεῖc ὑποcτροφὰc ἐπιφέρονταc, ὡc εἰc χρόνον αὖθιc ἐκ‐
πίπτειν, ἐργάζονται.429