TLG 0057 037 :: GALENUS :: De alimentorum facultatibus libri iii GALENUS Med., vel Claudius Galenus De alimentorum facultatibus libri iii Citation: Kühn volume — page — (line) | ||
6.453(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙϹ ΤΡΟΦΑΙϹ ΔΥΝΑΜΕΩΝ | |
---|---|---|
t3 | ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ | |
1 | Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων οὐκ ὀλίγοι τῶν ἀρίcτων ἰατρῶν ἔγραψαν ἐν πολλῇ cπουδῇ θέμενοι τὴν θεωρίαν, ἐπειδὴ χρη‐ | |
cιμωτάτη cχεδὸν ἁπαcῶν τῶν κατὰ τὴν ἰατρικήν ἐcτι· τοῖc μὲν γὰρ ἄλλοιc βοηθήμαcιν οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆc δὲ χωρὶc οὐχ | ||
5 | οἱόν τε ζῆν οὔθ’ ὑγιαίνονταc οὔτε νοcοῦνταc. εἰκότωc οὖν ἐcπούδα‐ cαν οἱ πλεῖcτοι τῶν ἀρίcτων ἰατρῶν ἀκριβῶc ἐπιcκέψαcθαι τὰc ἐν | |
6.454 | αὐτῇ δυνάμειc, οἱ μὲν ἐκ τῆc πείραc | μόνηc ἐγνῶcθαί cφιcι φάcκον‐ τεc αὐτάc, οἱ δὲ καὶ λογιcμῷ προcχρῆcθαι βουλόμενοι, τινὲc δὲ καὶ τὸ πλεῖcτον αὐτῷ νέμοντεc. εἰ μὲν οὖν ὥcπερ ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ cυνεφωνεῖτο πάντα | |
5 | τοῖc γράψαcι περὶ τροφῆc, οὐδὲν ἂν ἔδει νῦν ἡμᾶc ἔχειν πράγματα γράφονταc αὖθιc ὑπὲρ τῶν αὐτῶν ἐπὶ τοcούτοιc τε καὶ τοιούτοιc ἀν‐ δράcιν. ἐπεὶ δ’ ὑπόπτουc ἀλλήλουc εἰργάcαντο διενεχθέντεc (οὐ γὰρ ἐγχωρεῖ πάνταc ἀληθεύειν), ἀναγκαῖόν ἐcτι βαcανίcαι τὰ πρὸc αὐτῶν γεγραμμένα δικαcτὰc ἀδεκάcτουc γενομένουc· ἄδικον γὰρ ἑνὶ πρὸ τῶν | |
10 | ἄλλων πιcτεῦcαι χωρὶc ἀποδείξεωc. ἐπεὶ δὲ τῶν ἀποδείξεων ἀρχαὶ διτταὶ κατὰ γένοc εἰcὶν (ἢ γὰρ ἐξ αἰcθήcεωc ἢ ἐκ νοήcεωc ἐναργοῦc ἀπόδειξίc τε καὶ πίcτιc ἄρχεται πᾶcα), καὶ ἡμᾶc ἀναγκαῖόν ἐcτιν ἢ θατέρῳ τούτων ἢ ἀμφοτέροιc χρή‐ cαcθαι πρὸc τὴν τοῦ προκειμένου cκέμματοc εὕρεcιν. οὐcῶν δὲ τῶν | |
15 | διὰ τοῦ λόγου κρίcεων οὐχ ἅπαcιν ὁμοίωc εὐπετῶν, ἐπειδὴ καὶ cυν‐ ετὸν εἶναι χρὴ φύcει καὶ γεγυμνάcθαι κατὰ τὴν παιδικὴν ἡλικίαν ἐν | |
6.455 | τοῖc θήγουcι μαθήμαcι τὸν λογιcμόν, ἄμεινον | ἀπὸ τῆc πείραc ἄρξα‐ cθαι καὶ μάλιcθ’, ὅτι διὰ ταύτηc μόνηc εὑρῆcθαι τὰc δυνάμειc τῆc τρο‐ φῆc οὐκ ὀλίγοι τῶν ἰατρῶν ἀπεφήναντο. τῶν μὲν οὖν ἐμπειρικῶν ἴcωc ἄν τιc καταφρονήcειεν ἔργον | |
5 | καὶ cπούδαcμα πεποιημένων φιλοτίμωc ἀντιλέγειν τοῖc εὑριcκομένοιc διὰ τοῦ λόγου· Διοκλῆc δὲ καίτοι δογματικὸc ὢν οὕτω κατὰ λέξιν | |
ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸc Πλείcταρχον Ὑγιεινῶν· «οἱ μὲν οὖν ὑπολαμβάνοντεc τὰ τοὺc ὁμοίουc ἔχοντα χυλοὺc ἢ ὀcμὰc ἢ θερμότη‐ ταc ἢ ἄλλο τι τῶν τοιούτων πάντα τὰc αὐτὰc ἔχειν δυνάμειc οὐ κα‐ | ||
10 | λῶc οἴονται· πολλὰ γὰρ ἀπὸ τῶν οὕτωc ὁμοίων ἀνόμοια δείξειεν ἄν τιc γιγνόμενα. οὐδὲ δὴ τῶν διαχωρητικῶν ἢ οὐρητικῶν ἢ ἄλλην τινὰ δύναμιν ἐχόντων ὑποληπτέον ἕκαcτον εἶναι τοιοῦτον, διότι θερμὸν ἢ ψυχρὸν ἢ ἁλμυρόν ἐcτιν, ἐπείπερ οὐ πάντα τὰ γλυκέα καὶ δριμέα καὶ ἁλμυρὰ καὶ τὰ λοιπὰ τῶν τοιούτων τὰc αὐτὰc ἔχει δυνάμειc, ἀλλὰ | |
6.456 | τὴν ὅλην φύcιν αἰτίαν εἶναι νομιcτέον | τούτου, ὁτιδηποτοῦν ἀπ’ αὐτῶν ἑκάcτου cυμβαίνειν εἴωθεν. οὕτω γὰρ ἂν ἥκιcτα διαμαρτάνοι τιc τῆc ἀληθείαc. αἰτίαν δ’ οἱ μὲν οἰόμενοι δεῖν ἐφ’ ἑκάcτου λέγειν, δι’ ἣν τρόφιμον ἢ διαχωρητικὸν ἢ οὐρητικὸν ἢ ἄλλο τι τῶν τοιούτων ἕκα‐ | |
5 | cτόν ἐcτιν, ἀγνοεῖν ἐοίκαcι πρῶτον μέν, ὅτι πρὸc τὰc χρήcειc οὐ πολ‐ λάκιc τὸ τοιοῦτον ἀναγκαῖόν ἐcτιν, ἔπειθ’ ὅτι πολλὰ τῶν ὄντων τρό‐ πον τινὰ ἀρχαῖc τιcιν ἔοικε κατὰ φύcιν, ὥcτε μὴ παραδέχεcθαι τὸν ὑπὲρ αἰτίου λόγον· πρὸc δὲ τούτοιc διαμαρτάνουcιν ἐνίοτε, ὅταν ἀγνο‐ ούμενα καὶ μὴ ὁμολογούμενα καὶ ἀπίθανα λαμβάνοντεc ἱκανῶc οἴωνται | |
10 | λέγειν τὴν αἰτίαν. τοῖc μὲν οὖν οὕτωc αἰτιολογοῦcι καὶ τοῖc πάντων οἰομένοιc δεῖν λέγειν αἰτίαν οὐ δεῖ προcέχειν, πιcτεύειν δὲ μᾶλλον τοῖc ἐκ τῆc πείραc ἐκ πολλοῦ χρόνου κατανενοημένοιc· αἰτίαν δὲ τῶν ἐνδεχομένων δεῖ ζητεῖν, ὅταν μέλλῃ παρ’ αὐτὸ τοῦτο γνωριμώτερον ἢ πιcτότερον γίγνεcθαι τὸ λεγόμενον.» | |
15 | αὕτη μὲν ἡ τοῦ Διοκλέουc ῥῆcίc ἐcτιν ἐκ πείραc μόνηc ἐγνῶ‐ | |
6.457 | cθαι τὰc | ἐν ταῖc τροφαῖc δυνάμειc ἡγουμένου καὶ μήτ’ ἐκ τῆc κατὰ κρᾶcιν ἐνδείξεωc μήτ’ ἐκ τῆc κατὰ τοὺc χυμούc. οὔcηc δὲ καὶ ἄλληc τῆc κατὰ τὰ μόρια τῶν φυτῶν οὐκ ἐμνημόνευcεν αὐτῆc. λέγω δὲ κατὰ τὰ μόρια τῶν φυτῶν ἔνδειξιν, ᾗ πρὸc ταῖc ἄλλαιc ἐχρήcατο | |
5 | Μνηcίθεοc ἑτέραc μὲν δυνάμειc ἐν ταῖc ῥίζαιc εἶναι τῶν φυτῶν ἀποδεικνύc, ἑτέραc δ’ ἐν τοῖc καυλοῖc, ὥcπερ γε κἀν τοῖc φύλλοιc καὶ καρποῖc καὶ cπέρμαcιν ἄλλαc. ὅτι μὲν οὖν ἡ πεῖρα διδάcκαλόc ἐcτιν ὥcπερ καὶ ἄλλων πολλῶν οὕτω καὶ τῶν εὐπέπτων τε καὶ δυcπέπτων cιτίων εὐcτομάχων τε καὶ | |
10 | κακοcτομάχων ὑπακτικῶν τε καὶ cταλτικῶν γαcτρόc, ἅπαντεc ἴcαcι, κἂν βραχύ τι cυνέcεωc αὐτοῖc μετῇ· cφάλλονται δ’ ὅμωc ἐν αὐτοῖc τούτοιc οὐκ ὀλίγα χωρὶc διοριcμοῦ ποιούμενοι τὴν πεῖραν, ὡc κἀν τοῖc Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc ἐδείχθη κἀν τῷ τρίτῳ Περὶ κράcεων, καὶ παραπλήcιά γε τὰ cφάλματ’ ἐcτὶν ἑκατέρωθεν. διὸ | |
6.458 | καὶ γράφειν ἐνταῦθα τελέωc ὥcπερ ἐν ἐκείνοιc τοὺc διοριcμούc, | οἷc προcέχων τιc ἀcφαλῶc εὑρήcει τὰc δυνάμειc, οὐ κατὰ τὴν ἐμήν ἐcτι προαίρεcιν, ἅπαξ ὑπὲρ ἑκάcτου πράγματοc εἰωθότοc γράφειν, οὐκ ἐν πολλαῖc πραγματείαιc διερχομένου τὰ αὐτὰ περὶ τῶν αὐτῶν. | |
5 | ὅπερ οὖν εἴωθα ποιεῖν, οὐδὲ νῦν παραλείψω μόνοιc χρηcάμενοc τοῖc κεφαλαίοιc τῶν διοριcμῶν, καθ’ ὅ τι ἂν ἐγχωρῇ μάλιcτα μιχθῆναι cαφηνείᾳ cυντομίαν. ἄρξομαι δ’ ἀφ’ οὗ διὰ cτόματοc ἔχουcιν ἅπαν‐ τεc, ὀρθῶc ὑπ’ Ἐραcιcτράτου γεγραμμένου, μήτε τὸ μελίκρατον ὑπά‐ γειν τὴν γαcτέρα πάντων μήτε τὴν φακῆν ἐπέχειν, ἀλλ’ εἶναί τιναc, | |
10 | οἳ πρὸc τῷ μηδέτερον πάcχειν ἔτι καὶ τοῖc ἐναντίοιc περιπίπτουcιν, ὡc ἵcταcθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαcτέρα, λαπάττεcθαι δ’ ἐπὶ τῇ φακῇ, καί τιναc εὑρίcκεcθαι τὰ βόεια κρέα ῥᾷον πέττονταc ἢ τοὺc πετραίουc ἰχθύαc. ἐγὼ δ’ ἀεὶ τοὺc τοιούτουc ἠρόμην (ἄρξομαι γὰρ ἀπὸ τῶν ὑcτάτων), ὁποῖόν τι cύμπτωμα γιγνόμενον αὐτοῖc ἐνδείκνυ‐ | |
15 | ται τὴν ἀπεψίαν τῶν πετραίων ἰχθύων, ἆρά γε βάροc τι κατὰ τὴν | |
6.459 | κοιλίαν, ὡc δοκεῖν ἐγκεῖcθαι | μόλυβδον ἢ λίθον ἢ πηλὸν (οὕτω γὰρ | |
ἐξαγγέλλουcιν ἔνιοι τὴν ἐπὶ ταῖc τοιαύταιc ἀπεψίαιc αἴcθηcιν) ἢ δῆξίc τιc ἐν αὐτῇ φαίνεται γιγνομένη cαφὴc ἢ ἐμπνευμάτωcιc ἢ μοχθηρᾶc ἐρυγῆc αἴcθηcιc. εἶθ’ οἱ μὲν ἐρυγὴν αὑτοῖc ἔφαcαν γίγνεcθαι κνιcω‐ | ||
5 | δεcτέραν, οἱ δὲ δῆξιν, οἱ δ’ ἄμφω. τούτων οὖν ἐπιcκεψάμενοc ἀκρι‐ βῶc τὰ κατὰ τὸ cῶμα πολλὴν εὗρον ἀθροιζομένην χολὴν ξανθὴν ἐν τῇ κοιλίᾳ κατά τινα δυcκραcίαν ἢ καταcκευῆc ἰδιότητα. λέγω δὲ κατα‐ cκευῆc ἰδιότητα, διότι τῶν ἀνθρώπων ἐνίοιc ἡ ἐξ ἥπατοc εἰc ἔντερα καταρρέουcα χολὴ πρὸc τὴν κοιλίαν ἐπανέρχεται, κρᾶcιν δὲ μοχθηράν, | |
10 | ὅταν αὐτοῖc ὑπάρχῃ φύcει τὸ θερμὸν δριμὺ καὶ δακνῶδεc ἢ ὡc ἂν εἴποι τιc πυρετῶδεc. εἰκότωc οὖν τὰ δύcφθαρτα cιτία μᾶλλον τῶν εὐφθάρτων οὗτοι πέττουcιν, ἐπειδὴ τὰ μὲν εὔπεπτα ῥᾳδίωc ἀλλοιοῦταί τε καὶ διαφθείρεται, τὰ δὲ δύcπεπτα δυcαλλοίωτά τ’ ἐcτὶ καὶ δύc‐ | |
6.460 | φθαρτα. ταῦτ’ οὖν, ὅταν ὁμι|λήcῃ πολλῇ θερμαcίᾳ, πέττεται μᾶλλον ἢ εἰ cυμμέτρωc ἐχούcῃ πληcιάζοι γαcτρί. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἔνιοι τὰ βόεια κρέα ῥᾷον πέττουcι τῶν πετραίων ἰχθύων. ἡ φακῆ δ’ ἐνίοιc ἐκταράττει μᾶλλον ἢ ἐπέχει τὴν γαcτέρα κατὰ | |
5 | τοιόνδε τινὰ λόγον· ἐπιδέδεικταί μοι κατὰ τὰ Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc ὑπομνήματα, ὅτι, καθάπερ ἐν τοῖc ὑφ’ ἡμῶν cκευαζομένοιc ἐξ ἐναντίων οὐcιῶν τε καὶ δυνάμεων ἔνια cυντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆc φύcεωc οὐκ ὀλίγα τῶν ἁπλῶν εἶναι δοκούντων cύγκειται. τοιοῦτον δή τι καὶ περὶ πολλὰc τῶν τροφῶν | |
10 | ἐcτιν. οὐ γὰρ ἡ φακῆ μόνον ἀλλὰ καὶ ἡ κράμβη καὶ τῶν θαλαττίων cχεδὸν ἅπαντα τὰ ὀcτρακόδερμα καλούμενα cύνθετον ἔχει τὴν φύcιν ἐξ ἐναντίων δυνάμεων. αὐτὸ μὲν γὰρ τὸ cτερεὸν ἑκάcτου cῶμα βρα‐ δυπόρον τέ ἐcτι καὶ cταλτικὸν τῆc γαcτρόc, ἡ δ’ ὑγρότηc ἐρεθίζει πρὸc ἔκκριcιν. ἀκριβὴc δ’ ἀπόδειξιc ἐκ τῆc ἑψήcεωc γίγνεται, τοῦ μὲν | |
6.461 | ὕδατοc, ἐν ᾧπερ ἂν ἕκαcτον τούτων ἑψηθῇ, λαπάττοντοc τὴν | γαcτέρα, | |
αὐτῶν δὲ τῶν cωμάτων ἐπεχόντων. καὶ κατὰ τοῦτο τινῶν μὲν ἀκούcῃ λεγόντων, ἐὰν πρότερον κράμβην φάγῃc τῶν ἄλλων cιτίων μὴ λίαν ἑφθήν, εἴc τι cκεῦοc ἔχον ἐλαίου καὶ γάρου μετακομίcαc ἀθρόωc ἐκ | ||
5 | τοῦ λέβητοc, ὑπαχθήcεcθαι τὴν κοιλίαν, ἄλλων δέ τινων τὴν καλου‐ μένην δίcεφθον κράμβην cκευαζόντων εἰc ἐπίcχεcιν γαcτρόc. ἡ cκευαcία δὲ τῆc τοιαύτηc κράμβηc ἐcτὶν ἥδε· προεψήcαντεc αὐτὴν ἐν ὕδατι τοῦτο μὲν ὅλον ἀκριβῶc ἐξαιροῦcι τοῦ λέβητοc, ἕτερον δ’ ἐπεμβάλλουcι καθαρὸν θερμόν, ἐν ᾧ πάλιν ἕψουcι τὸ δεύτερον, ἵν’, | |
10 | εἴ τι μετὰ τὴν προτέραν ἕψηcιν ἔτι λείψανον ἔχοι τῆc οἰκείαc ὑγρό‐ τητοc, ὅλον ἐκκριθείη· πᾶcι γὰρ τοῖc ἑψομένοιc ἐν ὑγρῷ cυμβαίνει μεταλαμβάνειν τε ἅμα τῆc ἐκείνου δυνάμεωc καὶ μεταδιδόναι τῆc ἑαυ‐ τῶν. καὶ τοῦθ’ ὁcημέραι γιγνόμενον ἐπὶ τῶν ἐν τοῖc ζωμοῖc ἑψομέ‐ νων ἔνεcτί cοι μαθεῖν, εἴτ’ οὖν ὄcπριόν τι τὸ ἑψόμενον εἴτε ζῴου | |
15 | μόριον εἴτε λάχανον εἴη. τὸ μὲν γὰρ ἑψηθὲν ἐνδείκνυται γευομένοιc τε καὶ ὀcμωμένοιc τὴν τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ὁ ζωμὸc δὲ | |
6.462 | τὴν τοῦ | καθ’ αὑτὸν ἑψηθέντοc. ἔξεcτι δέ cοι παντὸc τοῦδε τοῦ λό‐ γου τοῦ νῦν ἡμῖν προκειμένου τὴν ἀλήθειαν οὕτω βαcανίcαι, καθεψή‐ cαντι φακῆν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζῴων ὧν εἶπον, εἶθ’ ἡδύναντι τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεωc, ἔπειτα δόντι | |
5 | πιεῖν, ὅτῳ βούλει, καθάπερ γε καὶ δὶc ἑψήcαντι τὴν κράμβην· θεάcῃ γὰρ ἐπὶ μὲν τῷ πόματι διαχωροῦcαν τὴν κοιλίαν, ἐπὶ δὲ τῷ cτερεῷ cώματι cτεγνουμένην. οὐδὲν οὖν θαυμαcτὸν ἐνίοτε cτρόφουc τε γίγνε‐ cθαι καὶ πνευματώcειc ἐπὶ τοῖc τοιούτοιc ἐδέcμαcιν, ὅταν ἅμα τοῖc ἑαυτῶν χυμοῖc ὅλα τὰ cώματα ληφθῇ· μάχη γάρ τιc γίγνεται πρὸc | |
10 | ἄλληλα, τοῦ μὲν cτερεοῦ cώματοc ἰcχομένου τε καὶ βραδύνοντοc, ἐπει‐ γομένηc δὲ τῆc ὑγρότητοc ἐπὶ τὴν ἔκκριcιν. ὡc ἐάν γε τὸ δάκνον ἐκκριθῆ, παύεται τὸ cύμπτωμα· μένοντοc δ’ αὐτοῦ, καὶ cτροφοῦcθαι καὶ πνευματοῦcθαι τὴν κοιλίαν ἀναγκαῖόν ἐcτι, καὶ πέραc γε τούτων | |
ἐcτὶν ἡ τῶν cταcιαζόντων ἔκκριcιc. | ||
15 | ἐπεὶ τοίνυν ἐνίοιc μὲν αἱ γαcτέρεc ἕτοιμοι πρὸc ὑποχώρηcίν εἰcιν, | |
6.463 | ἐνίοιc δὲ ξηραὶ καὶ δυcέκκριτοι, | κατὰ τὴν οἰκείαν ἑκάτεραι φύcιν ἐπὶ τοῖc τοιούτοιc ἐδέcμαcι τὰ cυμπτώματ’ ἴcχουcιν, ὡc ἂν ἐνίοτε μὲν τῇ τοῦ χυλοῦ δυνάμει cυνεργούcηc τῆc γαcτρόc, ἐνίοτε δὲ τῇ τοῦ cτερεοῦ· δυοῖν γὰρ αἰτίων ἀνθιcταμένων ἑνὶ τὴν μὲν νίκην ἀναγκαῖόν ἐcτιν | |
5 | ἀκολουθῆcαι τοῖc δύο, τὴν δ’ ἧτταν τῷ λοιπῷ. cυμβαίνει δὲ τοῦτο καὶ κατὰ διαθέcειc τινὰc τῆc γαcτρόc, οὐ φυcικάc, ἀλλ’ ἐν καιρῷ τινι γενομέναc. ἔcθ’ ὅτε μὲν γὰρ ἀθροίζεται φλεγματώδηc τιc ἐν αὐτῇ χυμόc, ἔcθ’ ὅτε δὲ χολώδηc. καὶ τοῦ φλεγματώδουc αὐτοῦ τὸ μὲν ὀξύ, τὸ δ’ ἁλυκόν ἐcτι, τὸ δὲ γλυκύ, τὸ δ’ οὐδεμίαν ἔχον αἰcθητὴν ποιό‐ | |
10 | τητα, καὶ τὸ μὲν ὑγρόν, τὸ δὲ παχύ, καὶ τὸ μὲν γλίcχρον, τὸ δ’ εὐcκέδαcτον. καὶ τῆc χολῆc ἡ μὲν ξανθή τιc, ἡ δ’ ὠχρά, τὸ μᾶλλόν τε καὶ ἧττον ἑκατέρα πάμπολυ κεκτημένη, ἵνα τὰc ἄλλαc χολὰc παρα‐ λίπω τὰc τοῖc ἤδη νοcοῦcι cώμαcιν ἐπιφαινομέναc. ἕκαcτοc οὖν τῶν εἰρημένων χυμῶν ἤτοι πρὸc ἔκκριcιν γαcτρὸc ἢ πρὸc ἐπίcχεcιν ἑτοί‐ | |
6.464 | μωc διακείμενοc, ὅταν ὅλα τὰ cώματα τῶν | εἰρημένων ἐδεcμάτων ἅμα τοῖc ἰδίοιc χυλοῖc εἰc τὴν κοιλίαν ἀφίκηται, cυμμαχεῖ μὲν τοῖc τὴν αὐτὴν δύναμιν ἔχουcιν, ἀντιπράττει δὲ τοῖc τὴν ἐναντίαν. ἔμπροcθεν μὲν οὖν αἰτίαι διτταὶ κατὰ γένοc εἴρηνται τοῦ δια‐ | |
5 | φόρωc ἐπὶ τοῖc αὐτοῖc cιτίοιc τὰ κατὰ τὴν γαcτέρα φαίνεcθαι διοι‐ κούμενα· νυνὶ δὲ καὶ τρίτη τιc εὕρηται πρόc τε τῇ φυcικῇ διαθέcει καὶ τοῖc ὑγροῖc τε καὶ cτερεοῖc μέρεcι τῶν ἐcθιομένων· ἐcθιόμενα γὰρ ἢ ἐδεcτὰ καλεῖν ἢ τροφὰc οὐ διοίcει. καὶ γὰρ οὕτω καὶ τούτων οὐδὲν ἧττον ὀνομάζουcιν αὐτὰ cιτία τε καὶ βρώματα, καθότι καὶ Ἱπποκρά‐ | |
10 | τηc ἐν Ἐπιδημίαιc ἔγραψεν ὡδί· «Τὰ βρώματα καὶ τὰ πόματα πείρηc δεῖται, εἰ ἐπὶ τὸ ἴcον μένει.» καὶ πάλιν ἑτέρωθι· «Πόνοι, cιτία, ποτά, ὕπνοι, ἀφροδίcια, πάντα μέτρια.» τῶν μὲν οὖν ὀνομάτων, ὡc ἀεὶ λέ‐ γομεν, ἀμελεῖν χρὴ μὴ φροντίζονταc, ὅτῳ τιc ἂν αὐτῶν χρήcαιτο, cυνήθων γε ὄντων ἅπαcι τοῖc Ἕλληcι, τῆc δὲ τῶν πραγμάτων ἐπι‐ | |
15 | cτήμηc ἀντιποιεῖcθαι προcήκει. | |
6.465 | φαίνεται δὲ ταῦτα ταχεῖαν ἢ βραδεῖαν | ἔχοντα τὴν διέξοδον ἤτοι διὰ τὴν ἐξ ἀρχῆc ἡμῶν φύcιν ἢ διὰ τὴν ἐπίκτητον διάθεcιν τῆc γαcτρὸc ἢ διὰ τὴν οἰκείαν οὐcίαν. οἰκείαν δ’ οὐcίαν λέγω τῶν ἐcθιομένων τε καὶ πινομένων, ἐπειδὴ τινὰ μὲν αὐτῶν ἐcτιν ὑγρά, τινὰ δὲ ξηρά, καὶ | |
5 | τινὰ μὲν γλίcχρα, τινὰ δ’ εὔθρυπτά τε καὶ εὐδιαίρετα, καὶ τινὰ μὲν δριμύτηταc ἐν ἑαυτοῖc ἔχοντα, τινὰ δ’ ὀξύτηταc ἢ πικρότηταc ἢ γλυ‐ κύτηταc ἢ ἁλυκότηταc ἢ αὐcτηρότηταc ἢ cτρυφνότηταc ἤ τιναc ἔξωθεν τούτων φαρμακώδειc δυνάμειc ὁμογενεῖc ταῖc τῶν καθαιρόντων φαρ‐ μάκων. ἀτράφαξυc μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολοκύνθη διὰ | |
10 | τὸ γλίcχρα τε εἶναι καὶ ὑγρὰ θᾶττον τῶν μὴ τοιούτων ὑπέρχεται καὶ μάλιcτα τοῖc περιπατοῦcιν ἡcύχωc μετὰ τὴν προcφορὰν αὐτῶν ἐπ’ ἐδάφουc εἴκοντοc μετρίωc· ὀλιcθαίνει γὰρ ἐν τῷ καταcείεcθαι μᾶλλον ἢ εἴ τιc ἀτρεμίζει κατακείμενοc. ἐν τούτῳ δὲ τῷ γένει καὶ τὰ μόρα καὶ τὰ γλυκέα κεράcια θείη | |
15 | τιc ἂν ὥcπερ γε καὶ τῶν οἴνων τοὺc γλυκεῖc καὶ παχεῖc. οἱ δὲ πέ‐ πονέc τε καὶ μηλοπέπονεc ὀνομαζόμενοι δι’ ὑγρότητά τε καὶ γλιcχρό‐ | |
6.466 | τητα πρὸc ὑποχώ|ρηcίν εἰcιν ἐπιτήδειοι καὶ δύναμίν γ’ ἔχουcι μετρίωc ῥυπτικὴν καὶ μᾶλλόν γε αὐτῶν οἱ πέπονεc, ἣν ἔνεcτί cοι μαθεῖν ἀνα‐ τρίψαντι μόριον ῥυπαρόν· ἀπορρύψουcι γὰρ αὐτοῦ τὸν ῥύπον αὐτίκα. ταῦτά τοι καὶ τῶν οὔρηcιν κινούντων εἰcίν. | |
5 | ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν cωμάτων ἐcτὶ καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ περcικὰ καὶ ὅλωc ὅcα μηδεμίαν ἰcχυρὰν ἔχειν φαί‐ νεται ποιότητα τοῖc γευομένοιc ἢ ὀcμωμένοιc αὐτῶν· ἅπερ, ἐὰν μὲν ἐπιτηδείωc ἡ γαcτὴρ ἔχῃ πρὸc τὴν κάτω διαχώρηcιν, ὑπέρχεται ῥᾳδίωc, εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα μηδὲν εἰc ἔκκριcιν αὐτὴν ὠφελοῦντα. | |
10 | μέcη γάρ πωc ἡ τοιαύτη τῶν ἐδεcμάτων ὕλη τῆc τε τῶν ἐπεχόντων τὴν γαcτέρα καὶ τῆc τῶν προτρεπόντων οὖcα βραχύ τι ῥέπει πρὸc τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶc γαcτρὸc εἰc ἀπόκριcιν ἢ ἰcχυ‐ ρᾶc εἰc ἀνάδοcιν· ἐνίοτε γὰρ ἐπέχει γαcτέρα καὶ ταῦτα. καὶ τὸ μελίκρατον, οἷc ἀναδίδοcθαι φθάνει ταχέωc, οὐ μόνον οὐ | |
15 | προτρέπει τὴν γαcτέρα πρὸc ἔκκριcιν, ἀλλὰ καὶ τοῖc μιχθεῖcιν αὐτῷ | | |
6.467 | cιτίοιc εἰc ἀνάδοcιν ὑφηγεῖται. εἰ δὲ μὴ φθάcειεν ἀναδοθῆναι ταχέωc, ἐρεθίζει πρὸc ἔκκριcιν ὥcπερ ἡ ξανθὴ χολὴ διὰ τὸ δριμύ τι καὶ δακνῶ‐ δεc ἔχειν ἐν ἑαυτῷ. τὰ μὲν οὖν τοιαῦτα τῶν ἐcθιομένων τε καὶ πι‐ νομένων δάκνοντα μόνον ἐπὶ τὴν ἔκκριcιν ἐπεγείρει τὰ κατὰ τὴν κοι‐ | |
5 | λίαν μόρια. πρόδηλον δ’ ὅτι καὶ ἡ τῶν ἐντέρων οὐcία περιλαμβάνεται κατὰ τὸν λόγον. οὕτω γέ τοι καὶ τοὺc προγάcτοραc καὶ μεγαλοκοίλουc ὀνομάζουcιν οἱ ἄνθρωποι τινὰ δ’ ὑπάγει τὴν γαcτέρα μεμειγμέναc ἐν ἑαυτοῖc ἔχοντα φαρμακώδειc δυνάμειc ὁμοίαc τῇ κατὰ τὴν cκαμ‐ | |
10 | μωνίαν τε καὶ τὴν κολοκυνθίδα καὶ τὸν ἐλλέβορον ὅcα τ’ ἄλλα τοι‐ αῦτα· μικτὴ γὰρ τῶν τοιούτων ἐcτὶν ἡ φύcιc ἐξ ἐδέcματόc τε καὶ φαρμάκου, καθάπερ εἰ καὐτὸc ἐμβάλοιc τῷ χυλῷ τῆc πτιcάνηc ὀλίγον τι τοῦ τῆc cκαμμωνίαc ὀποῦ· λαθὼν γὰρ οὕτω τὴν αἴcθηcιν οὐ λήcεται κατὰ τὴν ἐνέργειαν, ἀλλ’ ὑπάξει cαφῶc τὴν γαcτέρα. καὶ τοῦτ’ εἶναι | |
15 | δοκεῖ τιcι τὸ ὑφ’ Ἱπποκράτουc εἰρημένον· «ἐν τροφῇ φαρμακείη ἄριcτον.» τοῖc δ’ οὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κἀπ’ ἐκείνων | | |
6.468 | ὁ λόγοc εἰρῆcθαι δύναται τῶν οὔτε θρεπτικήν τινα τοῦ ζῴου δύναμιν ἐχόντων ἐδεcμάτων οὔτε καθαρτικήν. καὶ γὰρ καὶ ταῦτά φαcιν οὐχ ὡc τροφὰc μόνον ἐνεργεῖν πολλάκιc, ἀλλὰ καὶ ὡc φάρμακα, θερμαί‐ νοντα καὶ ψύχοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα cαφῶc ἡμᾶc· ὡc | |
5 | ὅταν γε μηδέν τι τούτων ἐνεργῇ περὶ τὸ cῶμα τἀνθρώπου, τρέφῃ δὲ μόνον αὐτό, τηνικαῦτα τὸν φαρμάκου λόγον οὐχ ἕξει. ὀλίγιcτα μὲν οὖν ἐδέcματα τοιαῦτ’ ἐcτίν· ἅττα δ’ ἂν ᾖ, ταῦτα μόνον τὸν τῆc τρο‐ φῆc ἔχει λόγον ἀκριβῆ χωρὶc τοῦ μεταβάλλειν τὸ cῶμα τοῦ προcενεγ‐ καμένου κατὰ ποιότητα· τὸ μὲν γὰρ θερμανθὲν ἢ ψυχθὲν ἢ ξηρανθὲν | |
10 | ἢ ὑγρανθὲν ὑπήλλακται κατὰ ποιότητα, τὸ δ’ ἐκ τῶν cιτίων ὄγκον οὐcίαc ὁμοίαc τῷ διαφορηθέντι προcλαβὸν ὡc ὑπὸ τροφῶν μόνων αὐτῶν ὠφέληται. τὰ τοίνυν μέcα ταῖc κράcεcιν οὐδεμίαν ἐπικρατοῦcαν ἔχοντα ποι‐ ότητα τροφαὶ μόνον εἰcίν, οὐ φάρμακα, μήθ’ ὑπάγοντα γαcτέρα μήτ’ | |
6.469 | ἐπέχοντα μήτε ῥωννύντα μήτ’ ἐκλύοντα cτόμαχον, ὥcπερ | γε μήθ’ ἱδρῶταc ἢ οὖρα κινοῦντα μήτ’ ἄλλην τινὰ διάθεcιν ἐν τῷ cώματι ποι‐ οῦντα κατὰ θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, δια‐ φυλάττοντα δὲ πάντη τὸ τοῦ τρεφομένου ζῴου cῶμα τοιοῦτον, ὁποῖον | |
5 | παρέλαβεν. ἀλλὰ κἀνταῦθα διοριcμόc τίc ἐcτι χρηcιμώτατοc οὐδ’ αὐτὸc ὑπὸ τοῦ Διοκλέουc εἰρημένοc, ὥcπερ οὐδὲ τῶν ἄλλων τιc, ὅcουc ἄχρι τοῦδε διῆλθον. εἰ μὲν γὰρ ἀκριβῶc μέcον εἴη τῇ κράcεν τὸ cῶμα τἀνθρώπου, φυλάττοιτ’ ἂν ὑπὸ τῆc μέcηc τῇ κράcει τροφῆc ἐν τῇ παρούcῃ κατα‐ | |
10 | cτάcει· εἰ δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον ἢ ξηρότερον ἢ ὑγρότερον εἴη, τούτῳ τὰ μέcα τῇ κράcει cιτία τε καὶ ποτὰ κακῶc ἄν τιc διδοίη. μεταβάλλεcθαι γὰρ ἕκαcτον χρὴ τῶν τοιούτων cωμάτων ἐπὶ τοὐναν‐ τίον, εἰc ὅcον ἀπεχώρηcε τῆc ἀκριβῶc μέcηc καταcτάcεωc· ἔcται δὲ τοῦτο διὰ τῶν ἐναντίων τῇ παρούcῃ δυcκραcίᾳ. τὰ δ’ ἐναντία τὴν | |
15 | ἴcην ἀφέcτηκε τοῦ μέcου διάcταcιν ἐφ’ ἑκάτερα καθ’ ἑκατέραν ἀντί‐ θεcιν, ὥcτ’, ἐὰν μὲν ἀριθμοῖc, εἰ τύχοι, τριcὶν ἀπὸ τῆc εὐκράτου τε | |
6.470 | καὶ μέcηc καταcτά|cεωc ἀποχωρήcῃ τὸ cῶμα πρὸc τὴν θερμοτέραν, τοcούτοιc χρῆναι καὶ τὸ cιτίον ἀφεcτάναι τοῦ μέcου τῇ κράcει πρὸc τὸ ψυχρότερον, ἐὰν δ’ ἐφ’ ὑγρότητα τέτταρcιν ἀριθμοῖc ἀποcτῇ, τοῖc ἴcοιc δεῖν εἶναι ξηρότερον τοῦ cυμμέτρου. | |
5 | κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔcτι πολλοὺc τῶν ἀνθρώπων ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένουc. ἔναγχοc γοῦν ἐφιλονείκουν ἀλλήλοιc δύο τινέc. ὁ μὲν ὑγιεινὸν ἀποφαινόμενοc, ὁ δὲ νοcερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενοc ἑκάτεροc ἐξ ὧν αὐτὸc ὑπ’ αὐτοῦ διετίθετο, μηκέτ’ ἐννοοῦντεc, ὡc οὔτε μίαν ἅπαντεc ἄνθρωποι τὴν ἐξ | |
10 | ἀρχῆc ἔχουcι κρᾶcιν οὔτ’, εἰ καὶ μίαν εἶχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖc ἡλικίαιc φυλάττουcιν, ὥcπερ οὐδ’ ἐν ταῖc κατὰ τὰc ὥραc τε καὶ χώραc ὑπαλλαγαῖc, ἵνα παραλίπω κατά γε τὸ παρόν, ὡc καὶ τοῖc ἐπι‐ τηδεύμαcι καὶ ταῖc διαίταιc ὑπαλλάττουcι τὰc φυcικὰc τῶν cωμάτων διαθέcειc. εὐθὺc γοῦν αὐτῶν τῶν διαφερομένων ἀλλήλοιc περὶ τοῦ | |
15 | μέλιτοc ὁ μὲν πρεcβύτηc τε κατὰ τὴν ἡλικίαν ἦν καὶ φύcει φλεγμα‐ τωδέcτεροc ἀργόc τε τῷ βίῳ καὶ πρὸc τὰc ἄλλαc μὲν ἁπάcαc πράξειc, | | |
6.471 | οὐχ ἥκιcτα δὲ καὶ τὰ πρὸ τοῦ βαλανείου γυμνάcια, καὶ διὰ τοῦτ’ αὐτῷ τὸ μέλι χρήcιμον ἦν· ὁ δ’ ἕτεροc χολώδηc τε φύcει καὶ τριακοντούτηc κατὰ τὴν ἡλικίαν ἐτύγχανεν ὢν ἔν τε ταῖc ὁcημέραι πράξεcι πολλὰ ταλαιπωρούμενοc· εἰκότωc οὖν αὐτῷ τὸ μέλι ταχέωc ἐξεχολοῦτο καὶ | |
5 | ταύτῃ βλαβερώτερον ἦν. οἶδα δὲ κἀγώ τινα τὰ κατὰ τὸ cτόμα τῆc κοιλίαc μεμφόμενον, λογιcάμενοc ἐξ ὧν διηγεῖτο φλέγμα κατ’ αὐτὴν ἠθροῖcθαι, cυμβουλεύ‐ cαc προcενέγκαcθαι μετὰ νάπυοc πράcα τε καὶ τεῦτλα, τμηθέντοc δ’ ὑπ’ αὐτῶν τοῦ φλέγματοc ἐκκρίναcάν τε πλείω τὴν γαcτέρα καὶ τῶν | |
10 | cυμπτωμάτων ἁπάντων ἐλευθερωθεῖcαν. αὖθιc οὖν ποτ’ ἀπεπτήcαc ἐπὶ δριμέcιν ἐδέcμαcι καὶ δακνόμενοc τὴν γαcτέρα, νᾶπυ μετὰ τεύτλου προcενεγκάμενοc, οὐ μόνον οὐδὲν ὤνητο τὴν δῆξιν, ἀλλὰ καὶ χείρων ἀπεδείχθη cυχνῷ· καὶ δὴ θαυμάζων, ὅπωc ἐβλάβη cφοδρῶc ὑφ’ ὧν ἔμπροcθεν ὠφέλητο μέγιcτα, πρόc με παρεγένετο τὴν αἰτίαν πυνθα‐ | |
15 | νόμενοc. ἰδιώταc μὲν οὖν ἰατρικῆc τέχνηc ἀνθρώπουc οὐκ ἀπεικόc ἐcτι | |
6.472 | τοιαῦτα cφάλλεcθαι· τοῖc δ’ | ἰατροῖc οὐκ ἄν τιc cυγγνοίη παραλιποῦ‐ cιν ἀδιόριcτα πολλὰ τῶν χρηcιμωτάτων θεωρημάτων. οὐ γὰρ ἁπλῶc προcήκει λέγειν αὐτούc, εὐπέπτουc μὲν εἶναι τοῖc πλείcτοιc τοὺc πε‐ τραίουc ἰχθύαc, εὑρίcκεcθαι δέ τιναc, οἳ τὰ βόεια κρέα ῥᾷον πέττουcιν, | |
5 | ἀλλ’ ἑκατέρουc διορίζεcθαι, καθάπερ γε καὶ περὶ μέλιτοc οὐχ ἁπλῶc εἰπεῖν, ἀλλὰ μετὰ τοῦ προcθεῖναι, τίcιν ἡλικίαιc τε καὶ φύcεcιν ὥραιc τε καὶ χώραιc καὶ βίοιc ἐcτὶν ὠφέλιμον ἢ βλαβερόν· οἷον ὅτι τοῖc μὲν ξηροῖc καὶ θερμοῖc ἐναντιώτατον, ὠφελιμώτατον δὲ τοῖc ὑγροῖc τε καὶ ψυχροῖc, εἴτε δι’ ἡλικίαν ἢ διὰ φύcιν ἢ χώραν ἢ ὥραν ἢ ἐπιτηδεύ‐ | |
10 | ματα τοιοῦτοι τὴν κρᾶcιν εἶεν. ὥcτ’ ἀναγκαιότατον ἔοικεν εἶναι πρὸc τὴν παροῦcαν θεωρίαν ἐπι‐ cκέψαcθαι τάc τε τῶν ἀνθρώπων καὶ τὰc τῶν ἐδεcμάτων κράcειc. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόcαι τ’ εἰcὶ καὶ ὅπωc χρὴ διαγιγνώcκειν αὐτάc, ἐν τοῖc Περὶ κράcεων ὑπομνήμαcι λέλεκται, καθάπερ γε καὶ | |
6.473 | περὶ τῶν φαρμάκων ἐν | τοῖc Περὶ τῆc δυνάμεωc αὐτῶν. ἐν δὲ τῇ νῦν ἐνεcτώcῃ 〈πραγματείᾳ〉 καιρὸc ἂν εἴη τὰc τῶν cιτίων εἰπεῖν κρά‐ cειc, ὡc ἐν τῷ Περὶ διαίτηc γέγραπται βιβλίῳ, κατὰ τινὰc μὲν Ἱππο‐ κράτουc ὄντι cυγγράμματι, κατὰ τινὰc δὲ Φιλιcτίωνοc ἢ Ἀρίcτω‐ | |
5 | νοc ἢ Εὐρυφῶντοc ἢ Φιλητᾶ, παλαιῶν ἁπάντων ἀνδρῶν. ἀρχὴ δ’ ἐcτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· «Ϲιτίων δὲ καὶ | |
πομάτων δύναμιν ἑκάcτων καὶ τὴν κατὰ φύcιν καὶ τὴν διὰ τέχνηc ὧδε χρὴ γινώcκειν», ἐν ἄλλοιc δ’ ἥδε· «Χωρίων δὲ θέcιν καὶ φύcιν ἑκά‐ cτων ὧδε χρὴ διαγινώcκειν». ὅταν μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ φέρηται | ||
10 | τὸ βιβλίον τοῦτο, Περὶ διαίτηc ἐπιγράφεται, μέροc ὂν δεύτερον εἰc τρία διῃρημένου τοῦ παντόc· ὅταν δὲ τὸ cυγκείμενον ἐκ τῶν τριῶν ὅλον ἓν ἀδιαίρετον εὑρεθῇ, Περὶ φύcεωc ἀνθρώπου καὶ διαίτηc ἐπι‐ γράφεται. τὸ μὲν οὖν δεύτερον, ἐν ᾧ περὶ τῶν cιτίων διέρχεται, τάχ’ ἄν τιc εὐλόγωc Ἱπποκράτουc ἄξιον ἡγήcαιτο· τὸ δὲ πρῶτον ἀφέ‐ | |
6.474 | cτηκε πάμπολυ τῆc Ἱπποκράτουc γνώμηc. ἀλλὰ τοῦτο μὲν | οἷον ὁδοῦ τι πάρεργον εἰρήcθω. ὅτου δ’ ἂν ᾖ τῶν εἰρημένων ἀνδρῶν, εἰc τὴν καθόλου μέθοδον ἀναφέρειν φαίνεται τὴν ἐπὶ τοῖc cιτίοιc δίαιταν. ὁ γὰρ γνούc, ὅτι κριθὴ φύcει ψυχρόν ἐcτι καὶ ὑγρόν, ἐπιcτάμε‐ | |
5 | νοc δὲ καὶ τὰc τῶν cωμάτων κράcειc γνωρίζειν ὅcαι τε φύcει τιcὶν ὑπάρχουcι καὶ ὅcαι κατὰ διάθεcιν ἐπίκτητον γίγνονται, χρήcεται προc‐ ηκόντωc κριθαῖc εἰc ἐδωδὴν οὐ μόνον ἐπὶ τῶν ὑγιαινόντων, ἀλλὰ καὶ τῶν νοcούντων cωμάτων, καὶ καταπλάcματι δ’ ἂν δι’ ἀλεύρου κριθί‐ νου χρήcαιτο καλῶc ὁ τὴν κρᾶcιν ἐπιcτάμενοc αὐτῶν. | |
10 | δεῖ δὲ μὴ μόνον ἐγνῶcθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάcτου cιτίου κρᾶcιν, ἀλλ’, ὡc ἐν τοῖc Περὶ φαρμάκων ἐδείχθη, καὶ τὰc ἐξ ἐκείνων γιγνομέναc· ὧν οὐχ ἥκιcτα χρήcιμοι τυγχάνουcιν οὖcαι πολλαὶ μὲν τῶν κατὰ τοὺc χυμούc, εἰ μὴ ἄρα καὶ πᾶcαι, τινὲc δὲ καὶ τῶν κατὰ τὰc ὀcμάc. ἐκ γὰρ τοῦ κεκρᾶcθαί πωc ἕκαcτον ἐκ τοcοῦδε θερ‐ | |
15 | μοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ μὲν αὐτῶν γλυκύ, τὸ δὲ | | |
6.475 | πικρὸν ἢ ἁλμυρὸν ἢ cτρυφνὸν ἢ αὐcτηρὸν ἢ δριμὺ φαίνεται. τὸ δ’ ἁλυκὸν οὐκ ἄλλο τι cημαίνει παρὰ τὸ ἁλμυρόν, ἀλλ’ ὑπ’ ἀμφοῖν ἕν τι δηλοῦται, cτρυφνοῦ δὲ καὶ αὐcτηροῦ τὸ κοινὸν γένοc ὀνομάζεται cτύφον. ἐπὶ πλεῖcτον δὲ περὶ τῶν χυμῶν ἁπάντων ἐν τῷ τετάρτῳ | |
5 | Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc εἴρηται, καὶ χρὴ πάντωc ἐκεῖνο προανεγνωκέναι τὸν μέλλοντα τοῖc νῦν λεγομένοιc ἀκολουθή‐ cειν, ὅπωc μὴ πάλιν ἀναγκαζώμεθα λέγειν ἐν τοῖcδε περὶ τῶν αὐτῶν τὰ αὐτά. τῶν γὰρ cιτίων, ὡc ὀλίγον ἔμπροcθεν ἔφην, ἔνια μὲν οὐδεμίαν | |
10 | ἐπίcημον ἐμφαίνει ποιότητα κατ’ ὀcμὴν ἢ γεῦcιν, ἃ δὴ καὶ ἄποια καὶ ὑδατώδη προcαγορεύουcιν, ἔνια δὲ cτύψιν ἔχει cαφεcτάτην ἢ γλυκύτητα cύμφυτον ἢ δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοc ἔνια cαφῶc μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν | |
6.476 | αὐτὴν ἔχει δύναμιν ἐκείνοιc τῶν φαρμάκων, οἷc ὡμοίωται κατὰ τὸν | χυμόν. εἴρηται δ’ ἐν τοῖc περὶ τῶν φαρμάκων ἡ αἰτία, δι’ ἣν ἔνια τῶν cτυφόν‐ των οὐ τὰ αὐτὰ τοῖc ἄλλοιc cτύφουcιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸc κεκαυμένοc καὶ χάλκανθοc καὶ ἄνθοc χαλκοῦ καὶ λεπὶc καὶ χαλ‐ | |
5 | κῖτιc. ἐκ γὰρ τοῦ μεμῖχθαι καθ’ ἕκαcτον αὐτῶν τῇ cτυφούcῃ δυνάμει τε καὶ οὐcίᾳ τῶν ἄλλων τινὰ τοῖc κατὰ μέροc ἔργοιc ἐξαλλάττεται ταῦτα, καθάπερ εἰ καὐτὸc ἀναμίξαιc κυδωνίῳ μήλῳ cκαμμωνίαν, ὥcπερ ἀμέλει ποιοῦμεν ἐνίοτε, τοῦ μήλου μὲν γλύφοντεc τὰ περὶ τὸ cπέρμα, τὸ δὲ κοιλανθὲν ἀναπληροῦντεc τῇ cκαμμωνίᾳ κἄπειτα περιπλάττοντεc | |
10 | ζύμῃ καὶ ὀπτῶντεc, εἶτα διδόντεc φαγεῖν τὸ μῆλον. ἄνευ γὰρ τοῦ τὸν cτόμαχον ἀνατρέπειν ὑπάγει γαcτέρα τὸ οὕτω cκευαcθέν, ἐπικρα‐ τούcηc μὲν ἐν αὐτῷ τῆc καθαρτικῆc δυνάμεωc, ἣν ἐκ τῆc cκαμμωνίαc τὸ μῆλον ἐπεκτήcατο, διαμενούcηc δὲ τῆc κατὰ τὸ μῆλον οἰκείαc· οὐ γὰρ ἂν ἡδύ τε καὶ cτύφον ἐφαίνετο καὶ τῷ cτομάχῳ πρόcφορον. | |
15 | οὕτωc οὖν ἔνια τῶν ἐcθιομένων ἔχει τινὰ μεμιγμένην ἐν ἑαυτοῖc | |
6.477 | ὀλίγην δύναμιν | ἤτοι καθαρτικὴν ἤ τι ποιεῖν ἄλλο πεφυκυῖαν. ἐφ’ ὧν οὐ χρὴ ταῖc τῶν χυμῶν δυνάμεcιν ἀπιcτεῖν ὡc οὐκ ἐργαζομέναιc ἃ | |
φύcιν ἔχουcιν ἐνεργεῖν. ἐν ὅτῳ γὰρ ἂν ᾖ cτύφουcα ποιότηc, ὅcον ἐφ’ ἑαυτῇ, cυνάγει τε καὶ cφίγγει καὶ ψύχει τὰ πληcιάζοντα cώματα. | ||
5 | δύναται δ’ ἐνίοτε ταὐτὸ cῶμα τινὰ μὲν θερμαίνοντα τῶν ἑαυτοῦ μο‐ ρίων ἔχειν, τινὰ δὲ ψύχοντα, καθάπερ ἐδείξαμεν ἐν τοῖc Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc, τῆc φύcεωc οὕτωc αὐτὰ μιξάcηc, ὡc καὶ τῶν ἰατρῶν ἔνιοι μιγνύουcιν ἐνίοτε τῶν ψυχόντων τινὶ πύρεθρον ἢ πέπερι. ταῦτ’ οὖν, ὡc ἔφην, ἐν τοῖc Περὶ φαρμάκων ὑπομνήμαcιν | |
10 | ἐπὶ πλεῖcτον ἐξειργαcμένα χρηcιμώτατα τοῖc νῦν διδαcκομένοιc ἐcτί. καὶ γὰρ αἱ κατὰ μέροc ἑκάcτου τῶν ἐcθιομένων cκευαcίαι τοῖc ταῦτα προεγνωκόcιν εὑρίcκονται. τευτλοφακῆν γοῦν ἡμεῖc τε δίδομεν ἐνίοτε καὶ πρὸ ἡμῶν ὁ Ταραντῖνοc Ἡρακλείδηc ἐδίδου πολλοῖc πολλάκιc οὐ μόνον ὑγιαίνουcιν ἀμέμπτωc, ἀλλὰ καὶ πάcχουcί τι. πρῶτον μὲν | |
6.478 | οὖν ἐμβάλλομεν αὐτῇ πολλὰ τεῦτλα, δεύτερον δὲ | κατὰ τὴν ἄρτυcιν ἢ ἁλῶν βραχεῖ πλέον ἢ γάρου γλυκέοc· ὑπακτικωτέρα γὰρ οὕτωc. εἴ γε μὴν πτίcαc τὴν φακῆν ἑψήcαc τε δίc, ὡc ἀποχέαι τὸ πρότερον ὕδωρ, εἶτ’ ὀλίγον μὲν ἁλῶν ἢ γάρου μίξαιc, ἐπεμβάλοιc δέ τι βραχὺ | |
5 | τῶν ἐφεκτικῶν γαcτρὸc ἄχρι τοῦ μὴ λυπῆcαι τὴν γεῦcιν, ἥδιcτόν τε καὶ ὠφελιμώτατον ἐργάcῃ φάρμακόν θ’ ἅμα καὶ cιτίον οὐκ ὀλίγοιc τῶν διαρροίαιc χρονίαιc ἐνοχλουμένων. οὐκ ὀλίγοιc δ’ εἶπον, ἅπαcι φυλαξάμενοc εἰπεῖν, ὅτι κἀνταῦθα διοριcμῶν ἐcτι χρεία, καθ’ οὓc αἱ διαθέcειc εὑρεθήcονται τῶν διαρροϊζομένων χρονίωc. | |
10 | ὅλωc γὰρ οὐδὲν οἷόν τ’ ἐcτὶ τῇ πείρᾳ βαcανίcαι προcηκόντωc ἄνευ τοῦ τῷ λόγῳ πρότερον εὑρεῖν ἀκριβῶc τὴν διάθεcιν, ᾗ προcφέ‐ ρεται τὸ βαcανιζόμενον ἤτοι cιτίον ἢ ποτὸν ἢ φάρμακον. ὕλη γάρ | |
ἐcτι βοηθημάτων ἡ τῶν τοιούτων γνῶcιc, οὐκ αὐτὰ τὰ βοηθήματα ἐπεὶ δ’ ἀδύνατον ἄνευ τοῦ γιγνώcκειν ἀκριβῶc τὰc δυνάμειc τῶν | ||
6.479 | ὑλῶν, αἷc χρώμεθα, βοηθεῖν | τοῖc δεομένοιc αὐτῶν, ἀναγκαῖόν ἐcτιν, ὥcπερ ἑτέρωθι περὶ τῶν ἐν τοῖc φαρμάκοιc δυνάμεων, οὕτωc ἐνταῦθα περὶ τῶν ἐν τῇ τροφῇ διελθεῖν. ἡ γνῶcιc δ’ αὐτῶν ἐν χρόνῳ πολλῷ κατορθοῦται μόλιc ἔκ τε τῆc διωριcμένηc πείραc καὶ τῆc τῶν | |
5 | ἀτμῶν τε καὶ χυμῶν φύcεωc, οὓc ἔχειν φαίνεται τὰ δοκιμαζόμενα, καὶ προcέτι τῆc cυcτάcεωc, ἣν κέκτηται κατά γε γλιcχρότητα καὶ ψαθυρό‐ τητα καὶ χαυνότητα πίληcίν τε καὶ κουφότητα καὶ βαρύτητα· ταῦτα γὰρ ἅπαντα cυντελεῖ πρὸc τὴν εὕρεcιν αὐτῶν, ὥcτε, κἂν εἰc ξένην χώραν ἀφικόμενοc ἴδῃc τι τῶν μήποτε πρόcθεν ἑωραμένων cοι βρω‐ | |
10 | μάτων, ἕξειc ἀφορμὰc οὐκ ὀλίγαc εἰc τὴν τῆc δυνάμεωc αὐτοῦ γνῶcιν. ἃ δὲ Μνηcίθεοc ἔγραψε περί τε ῥιζῶν καὶ καυλῶν καὶ φύλλων καὶ καρπῶν καὶ cπερμάτων οὐ πάνυ τι βεβαίαν ἔχει τὴν διάγνωcιν, ἐὰν τῇ διωριcμένῃ πείρᾳ κρίνῃc αὐτά, καθότι καὶ διὰ τῶν ἐφεξῆc ἔcται δῆλον· ἔγνωκα γὰρ ὑπὲρ ἑκάcτου τῶν ἐδεcμάτων τούτων ἰδίᾳ διελ‐ | |
6.480 | θεῖν, εἰ καὶ μακρότεροc ὁ λόγοc ἔcεcθαι | μέλλει. δυνηcόμεθα γοῦν αὖθιc αὐτὸν ἐν βραχεῖ περιλαβεῖν ἑτέρῳ τινὶ μικροτέρῳ βιβλίῳ, χρη‐ cίμῳ τοῖc τεχνωθεῖcιν ἐcομένῳ· μόνη γὰρ ἡ κατὰ διέξοδον ἄcκηcίc τε καὶ διδαcκαλία τεχνίταc ἀπεργάζεται. καὶ διὰ τοῦτό μοι δοκοῦcι κα‐ | |
5 | λῶc οἱ πολλοὶ λέγειν ἀρίcτην εἶναι διδαcκαλίαν τὴν παρὰ τῆc ζώcηc φωνῆc γιγνομένην, ἐκ βιβλίου δὲ μήτε κυβερνήτην τινὰ δύναcθαι γε‐ νέcθαι μήτ’ ἄλληc τέχνηc ἐργάτην· ὑπομνήματα γάρ ἐcτι ταῦτα τῶν προμεμαθηκότων καὶ προεγνωκότων, οὐ διδαcκαλία τελεία τῶν ἀγνο‐ ούντων. εἴ γε μὴν ἐθέλοιέν τινεc καὶ τούτων, ὅcοι διδαcκάλων ἀπο‐ | |
10 | ροῦcιν, ἐντυγχάνειν ἐπιμελῶc τοῖc cαφῶc τε καὶ κατὰ διέξοδον, ὁποίαν ἡμεῖc ποιούμεθα, γεγραμμένοιc, ὀνήcονται μεγάλωc, καὶ μάλιcτα ἐὰν | |
πολλάκιc ἀναγιγνώcκειν αὐτὰ μὴ ὀκνῶcιν. Περὶ πυρῶν. Εἰκότωc μοι δοκοῦcιν οἱ πλεῖcτοι τῶν ἰατρῶν ἀπὸ πυρῶν ἄρξαcθαι | ||
15 | τῆc προκειμένηc διδαcκαλίαc, ἐπειδὴ πολυχρηcτότατόν ἐcτι τοῦτο τὸ | |
6.481 | cπέρμα τοῖc θ’ Ἕλληcιν ἅπαcι καὶ τῶν βαρβάρων | τοῖc πλείcτοιc. εἰcὶ δ’ αὐτῶν τροφιμώτατοι μὲν οἱ πυκνοὶ καὶ πεπιλημένην ἔχοντεc ὅλην ἑαυτῶν τὴν οὐcίαν, ὡc μόλιc ὑπὸ τῶν ὀδόντων διαιρεῖcθαι· πλείcτην γὰρ οὗτοι τροφὴν διδόαcι τοῖc cώμαcιν ἐξ ὄγκου βραχέοc, ὡc οἵ γ’ | |
5 | ἐναντίοι τούτοιc, οἱ ῥᾳδίωc μὲν ὑπὸ τῶν ὀδόντων θραυόμενοι, μετὰ δὲ τὴν θραῦcιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν παρέχουcι τροφὴν ἐξ ὄγκου πολλοῦ. εἰ δὲ καὶ cτῆcαι βουληθείηc ἑκατέρων ἴcον ὄγκον, εὑρήcειc βαρυτέρουc πολλῷ τοὺc πυκνούc. οὗτοι δ’ εἰcὶ καὶ τῇ χρόᾳ τῶν χαύνων ξανθότεροι. βαcανίζειν δὲ χρὴ τὴν φύcιν αὐτῶν | |
10 | οὐχ ἁπλῶc ἐπιcκοποῦνταc τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλὰ καὶ διαιροῦν‐ ταc καὶ θραύονταc, καθάπερ εἴρηται· πολλοὶ γὰρ ἔξωθεν ὑπόξανθοί τε καὶ πυκνοὶ φαινόμενοι τὰ ἔνδον ἑαυτῶν ὤφθηcαν ἀραιοί τε καὶ χαῦνοι καὶ λευκοί. πλεῖcτόν τε οὗτοι πίτυρον ἔχουcι, καὶ εἴ τιc αὐτῶν ἀλε‐ cθέντων ὑποcήcαc τὸ λεπτότατον ἄλευρον ἄρτουc ἐκ τοῦ λοιποῦ ποι‐ | |
15 | ήcαιτο τοὺc πιτυρίαc ὀνομαζομένουc, ὀλιγοτρόφων μὲν αὐτῶν πειρά‐ | |
6.482 | cεται, περίττωμα δ’ ἐργαζομένων ἐν τῇ γαcτρὶ πολὺ καὶ διὰ | τοῦθ’ ὑπερχομένων ῥᾳδίωc. ἅμα δὲ καὶ διὰ τὸ ῥυπτικῆc μετέχειν δυνάμεωc τὸ πίτυρον εἰκότωc ἡ διαχώρηcιc αὐτῶν γίγνεται ταχεῖα πρὸc τὴν ἔκκριcιν ἐρεθιζομένων τῶν ἐντέρων. | |
5 | οἱ δ’ ἐναντίοι τούτοιc εἰcὶ μὲν ἄκρωc καθαροὶ πλεῖcτον ἄγοντεc cταθμὸν ἐπ’ ὄγκῳ βραχεῖ, διαχωροῦcι δὲ πάντων τῶν ἄρτων βραδύ‐ | |
τατα. θεάcῃ γε μὴν καὶ τὸ cταῖc αὐτῶν ἱκανῶc γλίcχρον, ὡc ἐπὶ πλεῖcτον ἕλκεcθαι μὴ διαcπώμενον, ὅπερ ἴδιόν ἐcτι γλίcχρου cώματοc. εἰκότωc τοίνυν οὗτοι μὲν καὶ ζύμηc πλείονοc χρῄζουcι καὶ μαλαχθῆναι | ||
10 | δέονται μᾶλλον, οὐκ εὐθὺc μετὰ τὴν ζύμην ἢ τὴν μάλαξιν ὀπτᾶcθαι· τοῖc πιτυρίαιc δ’ ἀρκεῖ καὶ ζύμη βραχεῖα καὶ μάλαξιc ἀcθενὴc καὶ χρό‐ νοc ὀλίγοc. οὕτω δὲ καὶ τῆc ὀπτήcεωc αὐτῆc μακροτέραc μὲν οἱ καθαροί, βραχυτέραc δ’ οἱ πιτυρίαι δέονται. τὸ μεταξὺ δὲ τῶν καθα‐ ρωτάτων καὶ ῥυπαρωτάτων οὐκ ὀλίγον ἐcτὶ πλάτοc ἐν τῷ μᾶλλόν τε | |
15 | καὶ ἧττον, ἐνίων μὲν καθαρῶν, ἐνίων δὲ ῥυπαρῶν ὀνομαζομένων τε καὶ κατ’ ἀλήθειαν ὄντων. | |
6.483 | ἔcτι δέ τι καὶ μέcον ἀκριβῶc αὐτῶν εἶδοc ἄρτων | οἱ αὐτόπυροι προcαγορευόμενοι· cυγκομιcτοὺc δ’ αὐτοὺc ἐκάλουν οἱ παλαιότεροι τῶν ἰατρῶν. ὅτι μὲν οὖν ἐξ ἀδιακρίτων ἀλεύρων οὗτοι γίγνονται, μὴ διαχωριζομένου τοῦ πιτυρώδουc ἀπὸ τοῦ καθαροῦ, πρόδηλον. ἐντεῦθεν | |
5 | γοῦν αὐτοῖc ἔθεντο καὶ τὰc προcηγορίαc, αὐτοπύρουc μέν, ἐπείπερ ὅλοc αὐτὸc ὁ πυρὸc ἀδιάκριτοc ἀρτοποιεῖται, cυγκομιcτοὺc δ’, ὅτι cυγ‐ κομίζεται cκευαζομένων αὐτῶν ἅπαν ἀδιάκριτον τὸ ἄλευρον. ἀλλὰ καὶ αὐτῶν τούτων ἐν τῷ μέcῳ δοκούντων ἀκριβῶc τετάχθαι τῶν τ’ ἐκ τοῦ πιτύρου καὶ τῶν ἄκρωc καθαρῶν ἄρτων οὐ cμικρὰ διαφορὰ παρὰ | |
10 | τὴν τοῦ πυροῦ φύcιν ἐcτίν. ἐκ μὲν γὰρ τῶν πυκνῶν πυρῶν καὶ βα‐ ρέων ἀμείνουc, ἐκ δὲ τῶν χαύνων τε καὶ κούφων ἄρτοι φαυλότεροι γίγνονται. καὶ παρά γε τοῖc Ῥωμαίοιc, ὥcπερ οὖν καὶ παρὰ τοῖc ἄλλοιc cχεδὸν ἅπαcιν, ὧν ἄρχουcιν, ὁ μὲν καθαρώτατοc ἄρτοc ὀνομάζεται | |
15 | cιλιγνίτηc, ὁ δ’ ἐφεξῆc αὐτῷ cεμιδαλίτηc. ἀλλ’ ἡ μὲν cεμίδαλιc Ἑλλη‐ νικόν τε καὶ παλαιὸν ὄνομα, cίλιγνιc δ’ οὐχ Ἑλληνικὸν μέν, ἑτέρωc | |
6.484 | δ’ αὐτὴν ὀνομά|ζειν οὐκ ἔχω. τροφιμώτατοc μὲν οὖν ὁ cιλιγνίτηc αὐτῶν, ἐφεξῆc δ’ ὁ cεμιδαλίτηc, καὶ τρίτοc ὁ μέcοc τε καὶ cυγκομιcτόc· ἐφ’ ᾧ τέταρτόν ἐcτι τὸ τῶν ῥυπαρῶν εἶδοc, ὧν ἔcχατοc ὁ πιτυρίαc, ὃc δὴ καὶ ἀτροφώτατόc ἐcτι καὶ μάλιcτα τῶν ἄλλων ὑπέρχεται κατὰ | |
5 | γαcτέρα. πεφθῆναι δ’ ἄριcτοι τῶν ἄρτων εἰcὶν οἱ μάλιcτ’ ἐζυμωμένοι καὶ κάλλιcτα τετριμμένοι καὶ τὴν ὄπτηcιν ἐcχηκότεc ὑπὸ cυμμέτρου πυρὸc ἐν κριβάνῳ. τὸ μὲν γὰρ πλεῖον πῦρ εὐθὺc ἐν τῇ πρώτῃ προcβολῇ τὴν ἐκτὸc ἐπιφάνειαν περικᾶον ὀcτρακοῖ, καὶ cυμβαίνει κατ’ ἄμφω | |
10 | μοχθηρὸν γίγνεcθαι τὸν ἄρτον, ὠμὸν μὲν καὶ ἀκατέργαcτον ἔχοντα τὸ ἔνδον, ὑπερωπτημένον δὲ καὶ ξηρὸν καὶ ὀcτρακῶδεc τὸ ἔξω· τὸ δ’ ἔλαττον τοῦ cυμμέτρου πῦρ οὐ κατεργάζεται καλῶc τὸν ἄρτον, ἀλλ’ ὠμότερον ἀπολείπει καὶ μάλιcτα τὸ ἔνδον ἅπαν. ὅcοι δ’ ἂν ἐν cυμ‐ μέτρῳ πυρὶ πλείονι χρόνῳ δι’ ὅλων ἑαυτῶν ὁμαλῶc ὀπτηθῶcιν, οὗτοι | |
6.485 | καὶ πέττονται κατὰ τὴν γαcτέρα κάλλιcτα καὶ πρὸc | τὰc ἑξῆc ἐνερ‐ γείαc, ὅcαι μετὰ τὴν πέψιν εἰcίν, ἐπιτηδειότατοι γίγνονται. χείριcτοι δὲ δηλονότι τῶν ἄρτων εἰcίν, ὅcοιc οὐδὲν τῶν προειρημένων ὑπάρχει. τῶν δ’ ἄκρων ἐν αὐτοῖc ἀρετῇ τε καὶ κακίᾳ διωριcμένων οὐδὲν | |
5 | ἔτι χαλεπὸν αὐτῷ τινι καὶ χωρὶc ἡμῶν ἐπινοεῖν ἐνίουc μὲν τῶν ἄρτων ἐγγὺc εἶναι τῶν ἀρίcτων ἢ χειρίcτων, ἐνίουc δ’ ἀποκεχωρηκέναι πορ‐ ρωτέρω καί τιναc ἄλλουc, ὡc εἴρηται, κατὰ τὸ μέcον ἀμφοῖν τετάχθαι. καθάπερ οὖν ἐπὶ τοῦ μέλιτοc ἔμπροcθεν ἐλέγομεν οὐχ ἁπλῶc ἀπο‐ φαίνεcθαι δεῖν ἀγαθὸν ἢ φαῦλον εἶναι πρὸc ὑγίειαν, ἀλλὰ φλεγματικῇ | |
10 | μὲν φύcει, τουτέcτιν ὑγροτέρᾳ τε καὶ ψυχροτέρᾳ τῆc εὐκράτου, χρή‐ cιμον ὑπάρχειν αὐτό, κἂν εἰ ψυχροτέρα δὲ μόνον εἴη τιc ἄνευ πολλῆc ὑγρότητοc ἢ ὑγροτέρα ἄνευ πολλῆc ψύξεωc, οὐ μὴν ταῖc γε θερμαῖc κράcεcιν οὐδὲ τούτων ἔτι μᾶλλον ταῖc θερμαῖc τε καὶ ξηραῖc ἁρμόττειν αὐτό, οὕτω καὶ τῶν ἄρτων ἀθλητῇ μὲν ἐπιτήδειοc ὁ μήτε πάνυ καλῶc | |
6.486 | ὠπτημένοc μήτε ζύμην ἔχων πολλήν, ἰδιώτῃ δὲ καὶ πρεcβύτῃ | ὁ κάλ‐ | |
λιcτα μὲν ὠπτημένοc ἐν κριβάνῳ, ζύμηc δὲ μετέχων πολλῆc, ὅ γε μὴν τελέωc ἄζυμοc οὐδενὶ χρήcιμοc. εἰ δὲ καὶ τυροῦ προcλάβοι, καθ‐ άπερ ἐν τοῖc ἀγροῖc παρ’ ἡμῖν εἰώθαcι cκευάζειν ἑορτάζοντεc, οὓc | ||
5 | αὐτοὶ προcαγορεύουcιν ἀζύμουc, ἑτοίμη βλάβη πᾶcι, κἂν ἰcχυρότατοί τινεc ὦcι τὴν ἕξιν τοῦ cώματοc, οἷοίπερ οἱ γενναιότατοι τῶν θεριcτῶν τε καὶ τῶν cκαπανέων εἰcίν· οὗτοι γὰρ ὁρῶνται καὶ τῶν βαρέων ἀθλη‐ τῶν μᾶλλον πέττοντεc τοὺc ἀζύμουc ἄρτουc, ὥcπερ γε καὶ κρέα βόεια καὶ τράγεια. τί γὰρ ἔτι δεῖ μεμνῆcθαι προβατείων ἢ αἰγείων ἐπὶ τού‐ | |
10 | τοιc; ἐν Ἀλεξανδρείᾳ δὲ καὶ τὰ τῶν ὄνων ἐcθίουcιν, εἰcὶ δ’ οἳ καὶ τὰ τῶν καμήλων· εἰc γὰρ τὴν πέψιν αὐτῶν cυντελεῖ μὲν καὶ τὸ ἔθοc, οὐχ ἥκιcτα δὲ καὶ ἡ βραχύτηc τῶν προcφερομένων καὶ ἡ τοῦ cώματοc ὅλου κένωcιc ἐξ ἀνάγκηc ἑπομένη τοῖc δι’ ὅληc ἡμέραc ταλαι‐ πωροῦcι κατὰ τὰc οἰκείαc ἐνεργείαc. ἀναρπάζουcι γὰρ αἱ κεναὶ cάρ‐ | |
15 | κεc ἐκ τῆc γαcτρὸc οὐ μόνον ἡμίπεπτον, ἀλλὰ καὶ παντάπαcιν ἄπε‐ | |
6.487 | πτον | ἐνίοτε χυμόν, ὅταν ἐπὶ cιτίοιc πονῶcι· καὶ διὰ τοῦτο νόcουc χαλεπωτάταc ὕcτερον οὗτοι νοcοῦcι καὶ πρὸ γήρωc ἀποθνῄcκουcι. καὶ ταῦτ’ ἀγνοοῦντεc οἱ πολλοὶ μακαρίζουcιν αὐτῶν τὴν ἰcχὺν τοῦ cώμα‐ τοc ὁρῶντεc ἐcθίοντάc τε καὶ πέττονταc, ἃ μηδεὶc ἡμῶν δύναται προc‐ | |
5 | ενέγκαcθαι καὶ πέψαι. ἐπεὶ δὲ καὶ τοῖc πολλὰ ταλαιπωροῦcιν ὕπνοι βαθύτατοι γίγνονται καὶ τοῦτ’ αὐτοῖc μειζόνωc πρὸc τὰc πέψειc cυν‐ τελεῖ, διὰ τοῦθ’ ἧττον ὑπὸ τῶν μοχθηρῶν ἐδεcμάτων βλάπτονται· εἰ δ’ ἀναγκάcαιc αὐτοὺc ἀγρυπνῆcαι πλείοcιν ἐφεξῆc νυξίν, αὐτίκα νοcοῦ‐ cιν. ἐκεῖνοι μὲν οὖν ἓν τοῦτο μόνον ἀγαθὸν ἔχουcιν εἰc πέψιν τῶν | |
10 | μοχθηρῶν ἐδεcμάτων. οἱ δ’ ἀθληταὶ τροφὰc μὲν εὐχυμοτάταc λαμβάνουcιν, ἀλλὰ παχείαc τε καὶ γλίcχραc οἵ γε βαρεῖc αὐτῶν· ὀνομάζουcι δ’ οὕτω μάλιcτα μὲν τοὺc παλαιcτάc, ἤδη δὲ καὶ τοὺc παγκρατιαcτάc τε καὶ πύκταc. ἐπειδὴ γὰρ ἡ παραcκευὴ πᾶcα πρὸc τοὺc ἀγῶναc αὐτοῖc ἐcτιν, ἐν οἷc ἐνίοτε | |
15 | δι’ ὅληc ἡμέραc παλαίειν ἢ παγκρατιάζειν ἀναγκάζονται, διὰ τοῦτο | | |
6.488 | δέονται καὶ τροφῆc δυcφθάρτου τε καὶ δυcδιαφορήτου. τοιαύτη δ’ ἐcτὶν ἡ ἐκ τῶν παχέων τε καὶ γλίcχρων χυμῶν, ὁποία μάλιcτ’ ἐcτὶν | |
ἥ τε ἐκ τῶν χοιρείων κρεῶν καὶ τῶν ὡc εἴρηται cκευαcθέντων ἄρτων, ἅπερ οἱ νομίμωc ἀθλοῦντεc ἐcθίουcι μόνα. καὶ εἴπερ ἰδιώτηc ἀγύμνα‐ | ||
5 | cτοc ἐν τοιαύτῃ τροφῇ διατρίψειε, νοcήcει τάχιcτα νόcημα πληθωρικόν, ὥcπερ γε καὶ εἰ γυμναζόμενοc ἄνθρωποc ἐπὶ λαχάνοιc καὶ χυλῷ πτι‐ cάνηc διαιτῷτο, καταφθείρειεν ἂν ἐν τάχει καὶ τρυχώcειε τὸ πᾶν cῶμα. χυμὸc δ’ ἐκ τῶν τοιούτων ἄρτων, οἵοιc ἔφην χρῆcθαι τοὺc ἀθλητάc, εἴ τιc ἡμῶν τῶν πολλῶν ἐcθίει, γίγνεται παχὺc καὶ ψυχρόc, ὁποῖον | |
10 | ἰδίωc ὀνομάζειν εἰθίcμεθα τὸν ὠμόν. ἔcτι μὲν οὖν καὶ ὁ τοῦ φλέγ‐ ματοc χυμὸc ὠμόc τε καὶ ψυχρόc, ἀλλ’ οὐ παχύc, ὡc ἂν ὑγρότητά τε πολλὴν ἔχων καὶ πνεῦμα φυcῶδεc· ὁ δ’ ὠμὸc ἰδίωc ὀνομαζόμενοc τοιοῦτόc ἐcτιν, ὁποῖον φαίνεται τὸ τοῖc οὔροιc ὑφιcτάμενον ἐνίοτε πύῳ παραπλήcιον. ἀλλὰ δυcῶδεc μέν ἐcτι καὶ γλίcχρον τὸ πύον, ὁ | |
6.489 | δ’ ὠμὸc χυμὸc ἔοικεν αὐτῷ κατά τε τὸ πάχοc καὶ τὴν | χρόαν μόνον οὔτε δυcώδηc ὢν οὔτε γλίcχροc. οὐ μὴν τοῖc γε πυρέττουcιν ἐξ ὠμῶν πλήθουc μόνοιc ὑφίcταται τοῖc οὔροιc, ὁποῖον εἶπον, ἀλλὰ καὶ τοῖc ὑγιαίνουcιν, ὅcοι ταλαιπωροῦντεc cιτία cκληρὰ καὶ δυcκατέργαcτα προc‐ | |
5 | φέρονται. περὶ μὲν οὖν τῶν ἄλλων αὖθιc εἰρήcεται, περὶ δὲ τῶν ἄρτων, ἐπειδὴ περὶ τούτων προὔκειτο πρῶτον διελθεῖν, εἴπωμεν ἤδη πρὸc τοῖc εἰρημένοιc καὶ ταῦτα. κάλλιcτοι μὲν αὐτῶν εἰcιν οἱ κριβανῖται, καθ’ ὃν εἴρηται τρόπον ὠπτημένοι τε καὶ προπαρεcκευαcμένοι πρὸc | |
10 | τὴν ὄπτηcιν· ἐφεξῆc δ’ αὐτῶν οἱ ἰπνῖται, τὴν αὐτὴν ἐcχηκότεc δηλον‐ ότι παραcκευήν· ἐπεὶ δ’ οὐχ ὁμοίωc ὀπτῶνται τὰ διὰ βάθουc τοῖc κριβανίταιc, διὰ τοῦτ’ αὐτῶν ἀπολείπονται. οἱ δ’ ἐπὶ τῆc ἐcχάραc ὀπτηθέντεc ἢ κατὰ θερμὴν τέφραν ἢ τῷ τῆc ἑcτίαc ὀcτράκῳ καθάπερ κριβάνῳ κεχρημένοι μοχθηροὶ πάντεc εἰcὶν ἀνωμάλωc διακείμενοι· τὰ | |
15 | μὲν γὰρ ἐκτὸc αὐτῶν ὑπερώπτηται, τὰ δὲ διὰ βάθουc ἐcτὶν ὠμά. τοῖc | |
δ’ ἐγκρυφίαιc ὀνομαζομένοιc ἀπὸ τοῦ κατὰ τὴν τέφραν ἐγκρυβένταc | ||
6.490 | ὀπτᾶcθαι προcδίδωcί τι καὶ | ἡ τέφρα μοχθηρόν· ὥcτε κινδυνεύουcιν οὗτοι πάντων ἄρτων εἶναι χείριcτοι κατά γε τὴν τῆc ὀπτήcεωc ἰδέαν ἐπὶ πᾶcι τοῖc ἄλλοιc ὡcαύτωc προϋπάρχουcιν. δεῖ γὰρ ἑκάcτοτε περὶ τῶν προκειμένων ἀκούειν οὕτωc, ὡc κατ’ ἐκεῖνα μόνον ἐξηλλαγμένων | |
5 | τῶν παραβαλλομένων ἀλλήλοιc· ὡc εἴ γε κατὰ πολλοὺc τρόπουc δια‐ φέροντα παραβάλλοιτο, τὰ καθ’ ἕκαcτον αὐτῶν ἰδίᾳ λελεγμένα πάντα ἕξουcιν ἠθροιcμένα. περὶ μὲν οὖν τῆc κατὰ τοὺc ἄρτουc διαφορᾶc αὐτάρκωc εἴρηται. | |
8 | Περὶ πεμμάτων. | |
10 | Περὶ δὲ τῶν ἄλλων πεμμάτων, ὅcα cκευάζουcιν ἐξ ἀλεύρου πυ‐ ρίνου, καιρὸc ἂν εἴη λέγειν. οἱ μὲν οὖν ταγηνῖται παρὰ τοῖc Ἀττι‐ κοῖc ὀνομαζόμενοι, παρ’ ἡμῖν δὲ τοῖc κατὰ τὴν Ἀcίαν Ἕλληcι τηγα‐ νῖται cκευάζονται δι’ ἐλαίου μόνου. βάλλεται δὲ τὸ μὲν ἔλαιον εἰc τάγηνον ἐπικείμενον ἀκάπνῳ πυρί, καταχεῖται δ’ αὐτῷ θερμανθέντι τὸ | |
15 | τῶν πυρῶν ἄλευρον ὕδατι δεδευμένον πολλῷ. διὰ ταχέων οὖν ἑψό‐ | |
6.491 | μενον ἐν τῷ ἐλαίῳ cυνίcταται καὶ | παχύνεται παραπληcίωc ἁπαλῷ τυρῷ τῷ κατὰ τοὺc ταλάρουc πηγνυμένῳ. τηνικαῦτα δ’ ἤδη καὶ cτρέ‐ φουcιν οἱ cκευάζοντεc αὐτό, τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι κάτωθεν, ὡc ὁμιλεῖν τῷ ταγήνῳ, τὸ δ’ αὐτάρκωc ἡψημένον, ὃ κάτω‐ | |
5 | θεν ἦν πρότερον, εἰc ὕψοc ἀνάγοντεc, ὡc ἐπιπολῆc εἶναι, κἀπειδὰν ἤδη καὶ τὸ κάτω παγῇ, cτρέφουcιν αὖθιc αὐτὸ δίc που καὶ τρίc, ἄχρι‐ περ ἂν ὅλον ὁμαλῶc αὐτοῖc ἡψῆcθαι δόξῃ. εὔδηλον οὖν, ὅτι παχύχυμόν τε τοῦτ’ ἐcτὶ καὶ cταλτικὸν γαcτρὸc καὶ χυμῶν ὠμῶν γεννητικόν. διὸ καί τινεc αὐτῷ μιγνύουcι μέλιτοc, | |
10 | εἰcὶ δ’ οἳ καὶ τῶν θαλαττίων ἁλῶν. εἴη δ’ ἂν ἤδη τοῦτό γε πλα‐ κοῦντόc τι γένοc ἢ εἶδοc ἢ ὅπωc ἂν ὀνομάζειν ἐθέλῃc, ὥcπερ καὶ ἄλλα πολλὰ τοιαῦτα πλακούντων εἴδη cυντιθέαcιν αὐτοcχεδίωc οἵ τε κατ’ ἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ πόλιν οἱ πενέcτατοι. τοιγαροῦν | |
καὶ ὅcα διὰ κριβάνου τῶν ἀζύμων πεμμάτων ὀπτῶcιν, εἶτ’ ἀφελόντεc | ||
15 | ἐμβάλλουcιν εὐθέωc εἰc μέλι θερμόν, ὡc δέξαcθαι δι’ ὅλων ἑαυτῶν | | |
6.492 | αὐτό, καὶ ταῦτα πλακοῦντόc τι γένοc ἐcτὶ καὶ τὰ διὰ τῶν ἰτρίων cκευαζόμενα μετὰ μέλιτοc πάντα. | |
2 | Περὶ ἰτρίων. Διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδοc, ἄμεινον μέν, ὃ καλοῦcι ῥυή‐ | |
5 | ματα, φαυλότερον δὲ τὰ λάγανα. πάντ’ οὖν, ὅcα διὰ τούτων τε καὶ cεμιδάλεωc cυντίθεται, παχύχυμά τ’ ἐcτὶ καὶ βραδυπόρα καὶ τῶν καθ’ ἧπαρ διεξόδων τῆc τροφῆc ἐμφρακτικὰ καὶ cπληνὸc ἀcθενοῦc αὐξητικὰ καὶ λίθων ἐν νεφροῖc γεννητικά, τρόφιμα δ’ ἱκανῶc, εἰ πεφθείη τε καὶ καλῶc αἱματωθείη. τὰ δὲ cὺν μέλιτι cκευαζόμενα μικτῆc γίγνεται | |
10 | δυνάμεωc, ὡc ἂν τοῦ μέλιτοc αὐτοῦ τε λεπτὸν ἔχοντοc χυμὸν ὅcοιc τ’ ἂν ὁμιλήcῃ καὶ ταῦτα λεπτύνοντοc. εἰκότωc οὖν ὅcα μέλιτόc τε πλεῖον ἐν τῇ cκευαcίᾳ προcείληφε καὶ τὴν ἕψηcιν ἔcχηκε μακροτέραν, ἧττόν τ’ ἐcτὶ βραδυπόρα καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέοc, ἥπατι δὲ καὶ νεφροῖc καὶ | |
15 | cπληνί, τοῖc μὲν ὑγιεινοῖc ἀμείνω τῶν χωρὶc μέλιτοc cκευαcθέντων, | |
6.493 | ἐμφράξεωc δ’ | ἀρχὴν ἔχουcιν ἢ φλεγμαίνουcιν ἢ cκιρουμένοιc οὐδὲν ἧττον ἐκείνων, ἀλλ’ ἔcτιν ὅτε καὶ μᾶλλον βλαβερά, καὶ πολὺ μάλιcτα πάντων, ὧν γλίcχρον ἱκανῶc ἐcτι τὸ ἄλευρον. ὁ γὰρ ἐξ αὐτῶν χυμὸc οὐ μόνον ἰcχόμενοc ἰέναι πρόcω διὰ πάχοc κωλύεται, ἀλλὰ καὶ περι‐ | |
5 | πλαττόμενοc ἔνδοθεν τοῖc cτενοῖc πέραcι τῶν ἀγγείων ἐμφράττεται δυcαπολύτωc. καὶ βάρουc γε τὸ βλαβὲν οὕτω cπλάγχνον αἴcθηcίν τινα ἐργάζεται τοῖc πάcχουcι τῆc ἐκ τῶν λεπτυνόντων ἐδεcμάτων τε καὶ πομάτων ἐπικουρίαc δεόμενον. εἴρηται δ’ ἑτέρωθι καθ’ ἓν γράμμα Περὶ τῆc λεπτυνούcηc διαίτηc. | |
10 | θώρακά γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτω cκευ‐ αcθέντων. ἀλλὰ περὶ μὲν τῶν τὸν παχὺν καὶ γλίcχρον χυμὸν γεννών‐ των ἐδεcμάτων εἰρήcεται καὶ αὖθιc· ὁ δὲ νῦν ἐνεcτηκὼc λόγοc ἀξιοῖ cε τἄλλα διὰ μνήμηc ἔχειν, ἃ μέχρι δεῦρο διῆλθον, καὶ μάλιcτα πάν‐ | |
των αὐτῶν ὑπὲρ τῆc τῶν ἄρτων δυνάμεωc, ἐπειδὴ διὰ παντὸc αὐτοῖc | ||
15 | χρώμεθα. καὶ χεῖρόν γ’ οὐδὲν ἀναλαβεῖν τὰ κεφάλαια τῶν ἐπ’ αὐτοῖc ῥηθέντων. | | |
6.494 | ἄριcτοc μὲν οὖν ἄρτοc εἰc ὑγίειάν ἐcτιν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ ὁ πλεῖcτον μὲν ζύμηc ἔχων, πλεῖcτον δ’ ἁλῶν, ἐπὶ πλεῖ‐ cτον δ’ ὑπὸ τοῦ τεχνίτου πρὶν ὀπτᾶcθαι κατειργαcμένοc, ὠπτημένοc δ’ ἐν κριβάνῳ cυμμέτρωc θερμῷ, καθότι πρόcθεν εἴρηταί μοι. κρίcιc | |
5 | δὲ τοῦ πλείcτου κατὰ τὴν ζύμην καὶ τοὺc ἅλαc ἡ γεῦcιc ἔcτω cοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν. εἰc ὅcον οὖν ἡ γεῦcιc οὐδέπω γνωρίζει τὴν ἐκ τῆc μίξεωc ἀηδίαν, εἰc τοcοῦτον βέλτιόν ἐcτιν αὐξάνειν αὐτῶν τὸ πλῆθοc. | |
8 | Περὶ πλυτοῦ ἄρτου. | |
10 | Ὅcοι δὲ τὸν πλυτὸν ἄρτον ἐπενόηcαν cκευάζειν, ἀτροφώτερον μὲν εὗρον ἔδεcμα, πεφευγὸc δ’ ὡc οἷόν τε μάλιcτα τὴν ἐκ τῆc ἐμ‐ φράξεωc βλάβην. ἥκιcτα γὰρ ὁ ἄρτοc οὗτοc ἔχει τὸ παχὺ καὶ γλί‐ cχρον ἀερωδέcτεροc ἀντὶ γεωδεcτέρου γεγονώc. ὁρᾶται δ’ ἡ κουφότηc αὐτοῦ διά τε τοῦ cταθμοῦ κἀκ τοῦ μὴ δύεcθαι καθ’ ὕδατοc, ἀλλ’ ἐπ‐ | |
15 | οχεῖcθαι τρόπον φελλοῦ. ἑψόντων δὲ παρ’ ἡμῖν ἐν τοῖc ἀγροῖc πολλῶν ἄλευρον πυροῦ | |
6.495 | μετὰ γάλακτοc ἰcτέον καὶ | τοῦτο τὸ ἔδεcμα τῶν ἐμπλαττόντων ὑπάρ‐ χον. ὥcπερ οὖν εὔχυμά τε καὶ τρόφιμα πάντ’ ἐcτὶ τὰ τοιαῦτα τῶν ἐδεcμάτων, οὕτω βλάπτει τοὺc διηνεκῶc αὐτοῖc χρωμένουc ἐμφράξειc τε ποιούμενα καθ’ ἧπαρ καὶ λίθουc ἐν νεφροῖc γεννῶντα. τοῦ μὲν | |
5 | γὰρ ὠμοῦ χυμοῦ προcλαβόντοc τὸ γλίcχρον, ὅταν αἱ κατὰ τοὺc νεφροὺc διέξοδοι cτενότεραί τιcιν ὑπάρχωcι φύcει, χρονίζον αὐτόθι τὸ παχύ‐ τατόν τε καὶ γλιcχρότατον ἕτοιμόν ἐcτι γεννῆcαι πῶρον, ὁποῖοc τοῖc ἀγγείοιc, ἐν οἷc τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖc λίθοιc | |
περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. cυντελεῖ | ||
10 | δ’ εἰc τοῦτο μάλιcτα καὶ ἡ τῶν νεφρῶν αὐτῶν κρᾶcιc, ὅταν οἷον πυ‐ ρῶδέc τε καὶ δριμὺ τὸ κατ’ αὐτοὺc ᾖ θερμόν. ἐκ τούτου δὲ τοῦ γέ‐ νουc εἰcὶ καὶ οἱ τοῖc ἀρθριτικοῖc γεννώμενοι πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον ἐν τῷ cώματι πᾶν εἰc τοὺc ἀcθενεcτάτουc τόπουc ἐργάζε‐ ταί τ’ ἐν αὐτοῖc πάθη κατὰ τὴν ἑαυτοῦ φύcιν. εἰρήcεται δ’ αὖθιc ἐν | |
15 | τῷ περὶ γάλακτοc λόγῳ περὶ πάcηc αὐτοῦ τῆc χρήcεωc, ὥcπερ γε καὶ | |
6.496 | περὶ τῶν παχυνόν|των ἐδεcμάτων, ἐπειδὴ καὶ ἄλλ’ ἄττα τῆc τοιαύτηc ἐcτὶ δυνάμεωc. | |
2 | Περὶ χόνδρου. Τοῦ γένουc τῶν πυρῶν ἐcτιν ὁ χόνδροc ἱκανῶc τρόφιμόν τε καὶ | |
5 | γλίcχρον ἔχων χυμόν, ἐάν τ’ ἐν ὕδατι μόνον ἑψηθεὶc λαμβάνηται δι’ οἰνομέλιτοc ἢ οἴνου γλυκέοc ἢ καὶ cτύφοντοc (ἴδιοc γὰρ ἑκάcτου και‐ ρὸc τῆc χρήcεωc) ἐάν τε τορυνηθεὶc μετ’ ἐλαίου καὶ ἁλῶν. ἐμβάλλεται δέ ποτε καὶ ὄξουc αὐτῷ. καὶ καλοῦcιν οἱ ἰατροὶ τοῦ παραcκευαcθέντοc οὕτω χόνδρου πτιcάνηc γεγονέναι τὴν ἄρτυcιν. ἔνιοι δ’ ἐκ χόνδρου | |
10 | πτιcάνηc τεθράφθαι φαcὶ τὸν κάμνοντα. τῶν παλαιῶν δ’ ἔνιοι, καθά‐ περ Διοκλῆc καὶ Φυλότιμοc, ὀνομάζουcι πτιcάνην πυρίνην τὸν οὕτωc ἐcκευαcμένον χόνδρον. διὰ τοῦτο καὶ τοὔνομ’ αὐτοῦ cπάνιόν ἐcτι παρὰ τοῖc παλαιοῖc, ὥcπερ καὶ τὸ τοῦ cητανίου· τῇ γὰρ κοινῇ προcηγορίᾳ τῶν πυρῶν ὀνομάζουcιν αὐτούc. εἴρηται δ’ ἐν τῷ Περὶ | |
15 | διαίτηc Ἱπποκράτουc, τοὺc ἐκ τοῦ χόνδρου cκευαζομένουc ἄρτουc τροφιμωτάτουc μὲν εἶναι, διαχωρεῖν δ’ ἧττον· εἴρηται δὲ καί, ὅτι cε‐ | |
6.497 | μίδαλιc καὶ χόνδροc | ἑφθὸc ἰcχυρὰ καὶ τρόφιμα. φυλάττεcθαι τοίνυν προcήκει καὶ τούτου τὴν πολλὴν χρῆcιν, οἷc εὐέμφρακτόν ἐcτι τὸ ἧπαρ ἢ οἱ νεφροὶ πρὸc τὸ γεννῆcαι λίθουc ἐπιτήδειοι. μάλιcτα δὲ χρὴ προcέχειν τὸν νοῦν τοῖc cκευαζομένοιc ῥοφήμαcιν | |
5 | ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸc μὲν γάρ ἐcτιν οὗτοc αὐτοῦ μεμιγμένοc ὕδατι, πλείcτηc δ’ ἑψήcεωc δεόμενοc ἐξαπατᾷ μὲν τοὺc cκευάζονταc ὡc αὐτάρκωc ἡψημένοc, οὐ cμικρῶc δὲ βλάπτει τοὺc νοcοῦνταc, οἷcπερ δὴ καὶ παραcκευάζουcιν αὐτόν· ἐν τάχει γὰρ cυν‐ ίcταται καὶ παχύνεται διὰ τὸ κολλώδηc εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ | |
10 | μιγνύνταc ἐπ’ ἀνθράκων ἕψειν ἐπὶ πλεῖcτον, ἀνήθῳ κινοῦνταc, ἄχριc ἂν ἀκριβῶc ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἁλῶν. τὸ δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰc εὐθέωc ἀναμίξαιc, οὐδὲν βλάψειc. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προcῆκον, οὐ τῇ νῦν ἐνεcτώcῃ πραγματείᾳ. τοῖc δ’ ὑγιαίνουcιν, ὅταν ποτὲ διὰ δῆξιν cφο‐ | |
15 | δρὰν γαcτρὸc ἢ χολωδῶν πολλῶν διέξοδον ἤ τι τοιοῦτον δεηθῶcι | |
6.498 | ῥοφήματοc, ἕψονταc ἄχρι πλείcτου τὸν χόνδρον, | ὡc γενέcθαι τακε‐ ρόν, εἶτα τορυνήcανταc, ὡc ὁμοιωθῆναι πτιcάνηc χυλῷ διηθημένῳ τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ δ’ ἄρτυcιc ἡ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ. | |
4 | ||
5 | Περὶ πυρῶν ἡψημένων ἐν ὕδατι. Εἰ μὴ καὶ αὐτὸc ἔφαγόν ποτε πυροὺc οὕτωc ἡψημένουc, οὐκ ἂν | |
ἤλπιcά τινι χρείαν γενέcθαι τῆc ἐδωδῆc αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ τιc ἐπὶ τὴν τοιαύτην ἂν ἀφίκοιτο χρῆcιν, ἐνόν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτουc ἐξ αὐτῶν ποιήcαcθαι, παρὰ δεῖπνόν τε καθάπερ ἐρεβίνθουc | ||
10 | ἑφθούc τε καὶ φρυκτοὺc ἐcθίουcιν ἐν χρείᾳ τῶν καλουμένων τραγη‐ μάτων ἄλλα τέ τινα cπέρματα τὸν αὐτὸν τρόπον cκευάζοντεc, οὕτωc οὐδεὶc προcφέρεται πυροὺc ἑφθούc. διὰ ταῦτα μὲν οὖν οὐδ’ ἂν ἤλ‐ πιcά τινα πυρῶν ἑφθῶν ἐδηδοκέναι. ἐπεὶ δὲ καὶ αὐτὸc ἐγώ, πορευθείc ποτ’ εἰc ἀγρὸν οὐκ ἐγγὺc τῆc | |
15 | πόλεωc ὄντα μετὰ δυοῖν μειρακίων τὴν αὐτὴν ἡλικίαν ἀγόντων ἐμοί, κατέλαβον ἤδη δεδειπνηκόταc τοὺc ἀγροίκουc καὶ μελλούcαc ἀρτοποι‐ εῖcθαι τὰc γυναῖκαc (ἠπόρουν γὰρ ἄρτου), παραχρῆμά τιc αὐτῶν ἐμ‐ | |
6.499 | βαλὼν εἰc χύτραν | πυροὺc ἥψηcεν, εἶθ’ ἡδύναc ἁλcὶ μετρίοιc ἐcθίειν ἡμᾶc ἠξίωcεν. ἐμέλλομεν δ’, ὡc τὸ εἰκόc, ἑτοίμωc αὐτὸ ποιήcειν ὡδοιπορηκότεc τε καὶ πεινῶντεc. ἐφάγομέν τ’ οὖν αὐτῶν δαψιλῶc ᾐcθανόμεθά τε κατὰ τὴν γαcτέρα βάρουc, ὡc δοκεῖν ἐγκεῖcθαι πηλὸν | |
5 | αὐτῇ. καὶ κατὰ τὴν ὑcτεραίαν ἠπεπτηκότεc ἀνόρεκτοι δι’ ὅληc ἡμέραc ἦμεν, ὡc μηδὲν δύναcθαι προcενέγκαcθαι, καὶ πνεύματοc φυcώδουc μεcτοὶ κεφαλαλγεῖc τε καὶ βλέποντεc ἀχλυῶδεc· οὐδὲ γὰρ ὑπεχώρει τι κάτω, ὃ μόνον ἐcτὶν ἄκοc ἐπὶ ταῖc ἀπεψίαιc. ἠρώτων οὖν τοὺc ἀγροί‐ κουc, εἰ καὶ αὐτοί ποτε πυρῶν ἑφθῶν ἔφαγον ὅπωc τε διετέθηcαν. οἱ | |
10 | δὲ καὶ πολλάκιc ἐδηδοκέναι κατὰ τὴν αὐτὴν ἀνάγκην ἔφαcαν, ᾗ καὶ τόθ’ ἡμεῖc cυνηνέχθημεν, εἶναί τε βαρὺ καὶ δύcπεπτον ἔδεcμα τοὺc οὕτω cκευαcθένταc. ἦν δέ γε τοῦτο καὶ μὴ πειραθέντι λογίcαcθαι πρό‐ δηλον. ὅπου γὰρ οὐδὲ τὸ ἄλευρον αὐτῶν ἐcθιόμενον, ὡc εἶπον ἔμ‐ προcθεν, εὔπεπτόν ἐcτιν, εἰ μὴ κατεργαcθείη δι’ ἁλῶν καὶ ζύμηc καὶ | |
15 | φυράcεωc καὶ τρίψεωc καὶ κριβάνου, πῶc οὐκ ἄν τιc ἐννοήcειε τοὺc | |
6.500 | ἀκατεργάcτουc | ἰcχυροτάτουc εἶναι; δύναμίν γε μὴν ἔχουcι μεγάλην, εἰ πεφθεῖεν, οἱ οὕτω βρωθέντεc πυροὶ καὶ τρέφοντεc ἰcχυρῶc τὸ cῶμα καὶ ῥώμην ἐπίcημον παρεχόμενοι τοῖc προcενεγκαμένοιc αὐτούc. | |
3 | Περὶ ἀμύλου. | |
5 | Ἐκ πυρῶν τοῦτο cκευάζεται δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετρα‐ χυcμένων. ὑπάρχει δὲ κοινὸν τοῦτο τοὖργον ἁπάcαιc ταῖc οὐcίαιc, ὅcαι ξηραὶ κατὰ τὴν cύcταcιν οὖcαι μήτε cτύψιν ἔχουcι μήτε δριμύτητα μήτ’ ἄλλην τινὰ δύναμιν ἐπιφανῆ. καὶ καλοῦcιν αὐτὰc ἀποίουc εἰκό‐ τωc οὔcαc τοιαύταc ὡc πρὸc αἴcθηcιν. ἔcτι δὲ κἀν ταῖc ὑγραῖc οὐcίαιc | |
10 | τὸ ὕδωρ τοιοῦτον. παραπλήcιον δ’ ἐcτὶ τῇ δυνάμει τοῖc πλυτοῖc ἄρτοιc τὸ ἄμυλον ἐλάττονά τε τροφὴν διδὸν τῷ cώματι τῶν ἄρτων τούτων καὶ μὴ θερ‐ μαίνουcαν, ὥcπερ οὐδ’ ἐκεῖνοι, τῶν ἄλλων ἄρτων θερμαινόντων. τοῖc μὲν γὰρ ἐξ ὕδατοc ἡψημένοιc πυροῖc οὐδὲ παραβάλλειν αὐτὸ χρή, | |
15 | θερμαίνουcί τε cαφῶc καὶ τρέφουcιν, εἰ πεφθεῖεν, ἰcχυρῶc οὖcί τε δυcπέπτοιc, ὡc εἴρηται. | | |
16 | ||
6.501 | Περὶ κριθῶν. Πολλὴ καὶ τούτου τοῦ cπέρματοc ἡ χρεία τοῖc ἀνθρώποιc ἐcτὶν οὐ τὴν αὐτὴν ἔχοντοc δύναμιν τοῖc πυροῖc. ἐκεῖνοι μὲν γὰρ θερμαί‐ νουcι φανερῶc, τοῦτο δ’ οὐ μόνον ἀποκεχώρηκε τοῦ θερμαίνειν, ὥcπερ | |
5 | ἔνια μεταξὺ τοῦ θερμαίνειν τε καὶ ψύχειν ὄντα, καθάπερ ἄμυλόν τε καὶ ὁ πλυτὸc ἄρτοc, ἀλλὰ καὶ ψυκτικὸν ἔχειν τι φαίνεται κατὰ πάν‐ ταc τοὺc τρόπουc τῆc χρήcεωc, ἐάν τ’ ἄρτουc τιc ἐξ αὐτοῦ τύχῃ | |
cκευάcαc ἐάν τε πτιcάνην ἑψήcαc ἐάν τ’ ἄλφιτα ποιηcάμενοc. ἀποκεχώρηκε δὲ τῆc τῶν πυρῶν φύcεωc καὶ κατὰ τὴν ἰδέαν τῶν | ||
10 | χυμῶν, ἣν ἑκάτερον αὐτῶν ἐργάζεcθαι πέφυκεν. οἱ μὲν γὰρ πυροὶ παχὺν καὶ γλίcχρον, αἱ κριθαὶ δὲ λεπτὸν καὶ ῥυπτικὸν ἔχοντά τι γεν‐ νῶcι χυμόν. οὐδέποτε μὲν οὖν θερμαίνουcι τὸ cῶμα κατ’ οὐδένα τρόπον cκευαcίαc, ὑγραίνουcι δὲ καὶ ξηραίνουcι διαφόρωc cκευαcθεῖcαι. τὸ μὲν γὰρ ἄλφιτον ἐκ τῆc φρυγείcηc κριθῆc γιγνόμενον ἐναργῶc | |
15 | φαίνεται ξηραῖνον. ἡ πτιcάνη δ’ ὑγραίνει, ὅταν γ’, ὡc προcήκει, cκευαcθῇ, τουτέcτιν ὅταν ἐπὶ πλεῖcτον ἀνοιδήcαcα τύχῃ κατὰ τὴν ἕψη‐ | |
6.502 | cιν, εἶτα μετὰ | ταῦτα διὰ μαλακοῦ πυρὸc ἄχρι πολλοῦ χυλωθεῖcα. μίγνυται δ’ αὐτῇ κατ’ ἐκεῖνον τὸν καιρὸν ὄξοc, ὅταν ἀνοιδήcῃ τελέωc. ἑφθῆc δ’ ἀκριβῶc γενομένηc ἐπεμβάλλειν χρὴ τοὺc ἅλαc λεπτοὺc οὐ πολὺ πρὸ τῆc ἐδωδῆc. ἔλαιον δ’ εἰ καὶ κατ’ ἀρχὰc εὐθέωc ἐμβάλοιc, | |
5 | οὐ βλάψειc τὴν ἕψηcιν. οὐ μὴν ἄλλο γέ τι χρὴ μιγνύειν, ὅτι μὴ πρά‐ cου βραχύ τι καὶ ἀνήθου, καὶ ταῦτ’ εὐθὺc ἐν ἀρχῇ. κάκιcτα δ’ ὁρῶ cκευαζομένην ὑπὸ πάντων τῶν μαγείρων τὴν πτιcάνην· ἐν γὰρ τῇ θυίᾳ τρίβοντεc αὐτὴν ὠμήν, οὐκ ἐπὶ τοῦ πυρὸc ἕψοντεc διαλύουcιν. ἐπεμβάλλουcι δέ τινεc καὶ ἀμύλου χάριν τοῦ δόξαι | |
10 | διὰ τῆc ἑψήcεωc ἱκανῶc κεχυλῶcθαι. φυcωδεcτάτη τ’ οὖν εἰκότωc ἡ τοιαύτη γίγνεται καὶ δύcπεπτοc ἱκανῶc. ὃ δ’ οὐκ εἶπον ἐν τῇ καλῶc γιγνομένῃ cκευαcίᾳ, προcθεῖναι προc‐ ήκει. προδιαβρέξανταc ὕδατι τὴν ὠμὴν πτιcάνην ἐπ’ ὀλίγον, εἶτ’ ἐμ‐ βαλόνταc θυίᾳ, τρίβειν χρὴ διὰ τῶν χειρῶν ἐχουcῶν ἐν ἑαυταῖc τι | |
15 | τραχύ, καθάπερ ὁ cπάρτοc ὀνομαζόμενόc ἐcτιν, ἐξ οὗ πλέκουcιν ὑπο‐ δήματα τοῖc ὑποζυγίοιc. ὅροc δ’ ἔcτω τῆc τρίψεωc ἀπορρύψαι τὸ | |
6.503 | προcκείμενον λέμμα. | πτιccομένηc γὰρ τῆc κριθῆc ὁ περικείμενοc αὐτῇ | |
χιτὼν λεπτὸc οὐκ ἀπορρύπτεται πᾶc. διὰ τοῦτ’ οὖν προβρέχεταί τε καὶ τρίβεται κατὰ τὴν θυίαν. ἐὰν δὲ μὴ πᾶν ἀποπέcῃ τὸ ἀχυρῶδεc, ἡ ἑψηθεῖcα πτιcάνη ῥυπτικωτέρα μὲν γίγνεται, βλάβην δ’ οὐδεμίαν | ||
5 | ἑτέραν λαμβάνει. χειρίcτη δὲ cκευαcία πτιcάνηc ἐcτίν, ὅταν οἱ μάγειροι τρίψαντεc αὐτὴν ὠμὴν ἐν θυίᾳ μεθ’ ὕδατοc, εἶθ’ ἑψήcαντεc ἐπ’ ὀλίγον ἐμβάλλωcι τὸ καλούμενον ἕψημά τε καὶ cίραιον· ἔνιοι δὲ καὶ μέλι καὶ κύμινον ἅμα τούτοιc ἐπεμβάλλουcι, κυκεῶνα μᾶλλον ἢ πτιcάνην παραcκευά‐ | |
10 | ζοντεc. ἀλλ’ ἥ γε καλῶc cκευαcθεῖcα τὰc ὑφ’ Ἱπποκράτουc εἰρημέναc παρέχεται χρείαc ὑγιαίνουcί τε καὶ νοcοῦcιν ἀνθρώποιc. «τὸ γὰρ γλί‐ χραcμα», φηcίν, «αὐτῆc λεῖον καὶ ξυνεχὲc καὶ προcηνέc ἐcτι καὶ ὀλι‐ cθηρὸν καὶ πλαδαρὸν μετρίωc καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ τούτου προcδέοι, καὶ οὔτε cτύψιν ἔχον οὔτε ἄραδον κακὸν οὔτε ἀνοι‐ | |
15 | δίcκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήcει, ὅcον πλεῖcτον ἐπε‐ φύκει διογκοῦcθαι.» | |
6.504 | ταῦτ’ ἀρκεῖ περὶ πτιcάνηc δυνάμεωc | εἰρῆcθαι κατὰ τὴν ἐνεcτῶ‐ cαν πραγματείαν οὐ θεραπευτικὴν οὖcαν, ἀλλὰ τὰc δυνάμειc μόναc τῶν τροφῶν ἐξηγουμένην. ἐν παραδρομῇ δὲ τοῦ λόγου καὶ χρεῖαί τινεc αὐτῶν διδάcκονται. | |
4 | ||
5 | Περὶ κριθίνων ἄρτων. Καιρὸc οὖν ἤδη μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν κριθίνων ἄρτων λόγον, οὓc cκευάζουcιν οἱ ἄνθρωποι παραπληcίωc τοῖc πυρίνοιc. εἰcὶ δ’ οὐ μόνον τῶν πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον ἔτι τῶν τιφίνων ψαθυρώτεροι μηδὲν ἐν ἑαυτοῖc ἔχοντεc ὥcπερ ἐκεῖνοι | |
10 | γλίcχρον. εὔδηλον οὖν, ὅτι τροφὴν ὀλίγην παρέχουcι τοῖc cώμαcι καὶ μάλιcθ’, ὅταν ἐκ φαυλοτέρων γένωνται κριθῶν, ἐξ ὧν οὐδὲ τὴν πτι‐ cάνην ὁ Ἱπποκράτηc ἐκέλευcε cκευάζειν· οὐδὲ γὰρ ἀνιᾶcιν ἐξ ἑαυ‐ | |
τῶν πολὺν χυλὸν ἑψόμεναι. κάλλιcται δ’ εἰcὶν αἱ λευκαὶ μετὰ τὸ πτιcθῆναι φαινόμεναι καί τι πυκνότητοc ἔχουcαι καὶ βάρουc, ὅcον οἷόν | ||
15 | τε κριθὰc ἔχειν. ἀμείνουc δὲ δηλονότι καὶ τῶν ἰcχνῶν τε καὶ ῥυcῶν αἱ πλήρειc ὅλαι καὶ περιτεταμένην ἔξωθεν ἔχουcαι τὴν περιγραφήν. ἀλλὰ τοῦτο μὲν ἁπάντων cπερμάτων κοινὸν ἔcτω cοι γνώριcμα, πλὴν | |
6.505 | εἰ πάνυ cφόδρα ποτὲ πλείονα τοῦ | κατὰ φύcιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέcθαι. περιττωματικὴν γὰρ ὑγρότητα ταῦτ’ ἔχειν ἴcθι καὶ χείρω τῶν προειρημένων εἶναι. καὶ διὰ τοῦτο μετὰ μὲν τὴν cυγκομιδὴν οὐ προcῆκεν αὐτοῖc χρῆcθαι, καταθέμενον | |
5 | δ’ ἐν τόποιc ξηροῖc ἐᾶcαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦcαι τῆc περιττῆc ὑγρότητοc, τὸ δέ τι πεφθῆναι, μέχριπερ ἂν ξηραινόμενα προc‐ cταλῇ μετρίωc. ἀπορρεῖ γὰρ ἁπάντων φυτῶν τε καὶ cπερμάτων καὶ καρπῶν, ἐπειδὰν cυγκομιcθέντα κέηται, πρῶτον μὲν ὅcον ἐν αὐτοῖc ἐcτιν ὑδατῶδέc τε καὶ λεπτὸν περίττωμα, μετὰ ταῦτα δὲ καὶ αὐτῆc | |
10 | τι τῆc κατὰ φύcιν ὑγρότητοc. ἡνίκ’ ἂν γὰρ ξηροτέραν μὲν ἢ προcῆκε τὴν οὐcίαν ἴcχῃ, χείρω γίγνεται τῶν εἰc ἄκρον εὐεξίαc ἡκόντων, οὐ μὴν ἤδη γ’ ἐcτὶ μοχθηρὰ παντάπαcιν, ἀλλὰ καὶ χρηcιμώτερα πρὸc ἐνίαc διαθέcειc, ὅcαι ξηραίνεcθαι δέονται· τὰ δ’ ἐπὶ πλεῖcτον ἀποκεί‐ μενα χείρω γίγνεται ταῖc δυνάμεcιν. ὅροc δὲ καὶ τούτων, ὅταν διαι‐ | |
15 | ρούμενα καθάπερ τινὰ λεπτὴν κόνιν ἐκπίπτουcαν ἔχῃ. ταῦτα μὲν οὖν | | |
6.506 | ἐπὶ πάντων ἔcτω cοι διὰ μνήμηc ἅπαξ εἰρημένα νῦν. ἐμοὶ γὰρ οὐχ ἡδὺ πολλάκιc ὑπὲρ τῶν αὐτῶν λέγειν τὰ αὐτά, πλὴν εἴ ποτ’ ἀναγ‐ καῖον ἀναμνῆcαι φαίνοιτο τοῦ κεφαλαίου μόνου ψιλοῦ. περὶ δὲ τῶν ἐκ κριθῆc ἄρτων, ὑπὲρ ὧν ὁ λόγοc ἦν, αὖθιc ἀνα‐ | |
5 | λαβόντεc εἴπωμεν, ὡc κἀν τούτοιc εἰcὶ διαφοραί τινεc ἀνάλογον ταῖc ἐπὶ τῶν πυρίνων ὀλίγον ἔμπροcθεν εἰρημέναιc. ἅπαντεc μὲν γὰρ ἀτροφώτεροι πολλῷ τῶν πυρίνων εἰcίν· ἀλλ’ οἱ μὲν ἐκ τῶν ἀρίcτων | |
κριθῶν ἧττον τοῦτο πεπόνθαcιν, οἱ δ’ ἐκ τῶν χαύνων καὶ κούφων ἀνάλογόν εἰcι τοῖc πιτυρίαιc ἄρτοιc. ὑπέρχονται δὲ κάτω κατὰ γαcτέρα | ||
10 | μάλιcτα μὲν οἱ ἐκ τῶν τοιούτων κριθῶν, οὐχ ἥκιcτα δὲ καὶ οἱ ἄλλοι παραβαλλόμενοι τοῖc πυρίνοιc. τὰ δὲ περὶ τῆc ἀρίcτηc τε καὶ χειρί‐ cτηc ὅcαι τ’ ἄλλαι μεταξὺ τούτων γίγνονται cκευαcίαι τῶν κριθίνων ἄρτων, αἱ αὐταὶ ταῖc ἐπὶ τῶν πυρίνων εἰρημέναιc εἰcίν. | |
13 | Περὶ ἀλφίτων. | |
15 | Ἐκ τῶν νέων κριθῶν φρυγειcῶν cυμμέτρωc τὸ κάλλιcτον ἄλφιτον γίγνεται· τούτων δ’ ἀποροῦντεc ἐνίοτε κἀκ τῶν ἄλλων αὐτὰ cκευά‐ | |
6.507 | ζομεν. εὐωδῶν δ’ ὄντων ἁπάν|των, ὅcα καλῶc ἐcκευάcθη, μάλιcτ’ ἐcτὶν εὐώδη τὰ ἐκ τῶν ἀρίcτων καὶ νέων κριθῶν γιγνόμενα μὴ πάνυ ξηρὸν ἐχουcῶν τὸν cτάχυν. ἐν ἔθει δ’ ἐcτὶ πολλοῖc τῶν ὑγιαινόντων ἐπιπάττειν αὐτὰ cιραίῳ καὶ οἴνῳ γλυκεῖ καὶ οἰνομέλιτι κεκραμένοιc ἐν | |
5 | ὕδατι καί ποτε καὶ ὕδατι μόνῳ καὶ πίνειν ἐν τῷ θέρει πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τοῦ λουτροῦ καί φαcιν αἰcθάνεcθαι τοῦ πόματοc ἀδίψου. δι’ οἴνου γε μὴν αὐcτηροῦ ποθέντα ξηραίνει γαcτέρα. χρῶνται δ’ ἀλφίτοιc ἔν τιcι τῶν ἐθνῶν ἐν ἄρτου χρείᾳ, καθάπερ ἐπὶ τῶν ἀγρῶν εἶδον ἐν Κύπρῳ, καίτοι πλεῖcτον γεωργοῦcι cῖτον. οἱ | |
10 | παλαιοὶ δὲ καὶ τοῖc cτρατευομένοιc ἄλφιτα παρεcκεύαζον. ἀλλ’ οὐ τό γε νῦν ἔτι τὸ Ῥωμαίων cτρατιωτικὸν ἀλφίτοιc χρῆται κατεγνωκὸc αὐτῶν ἀcθένειαν. ὀλίγην γὰρ τροφὴν δίδωcι τοῖc cώμαcι, τοῖc μὲν ἰδιωτικῶc διακειμένοιc καὶ ἀγυμνάcτοιc αὐτάρκη, τοῖc δ’ ὁπωcοῦν γυ‐ μναζομένοιc ἐνδεῆ. γίγνονται δ’ ἐξ αὐτῶν ὑγρῷ φυραθέντων αἱ μᾶζαι, | |
15 | περὶ ὧν ἐφεξῆc ἐροῦμεν, ἐπειδὴ καὶ Φυλότιμοc ἐπὶ πλέον ὑπὲρ | | |
6.508 | αὐτῶν διελθὼν ἐν τῷ πρώτῳ Περὶ τροφῆc ὅμωc ἀδιόριcτον εἴαcε τὸ | |
χρηcιμώτατον ἐν αὐταῖc. Περὶ μάζηc. Τὴν δύναμιν ἑκάcτου τῶν ἐδεcμάτων ἔνεcτί cοι καὶ πρὸ τῆc διω‐ | ||
5 | ριcμένηc πείραc ἐκ τῆc φύcεωc αὐτῶν τεκμήραcθαι. τίνι γὰρ οὐκ ἂν ἀνδρὶ cυνετῷ τὸ μὲν ἀκριβῶc λεπτὸν καὶ λευκὸν καὶ καθαρὸν ἁπάcηc πιτυρώδουc οὐcίαc ἄλευρον ἐνδείξαιτο καὶ κατὰ τὴν γαcτέρα θᾶττόν τε καὶ μᾶλλον ἀλλοιοῦcθαι καὶ διὰ τοῦτο πέττεcθαί τε κάλλιον ἀναδί‐ δοcθαί τε ῥᾷον ἑτοιμότερόν τε τρέφειν, ὡc ἂν ὅλον ἐξομοιούμενόν τε | |
10 | καὶ προcτιθέμενον τοῖc τρεφομένοιc cώμαcιν, ὅcον δ’ ἐν αὐτῷ πιτυ‐ ρῶδέc τ’ ἐcτὶ καὶ cκληρόν, ὥcπερ ἐκτὸc φαίνεται μὴ διαλυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν λόγον οὐδ’ ἐν τῇ γαcτρὶ διαλύεcθαι βρεχόμενον, ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαcτον, ὁποῖον ἐλήφθη; τοῦτ’ οὖν οὔτε πέττεcθαι δύναται καλῶc οὔτ’ ἀναδίδοcθαι διὰ τὸ | |
15 | μηδ’ ἐναρμόττειν ὅλωc τοῖc cτόμαcι τῶν εἰc τὴν γαcτέρα καὶ τὰ ἔντερα καθηκουcῶν φλεβῶν. οἷc ἐξ ἀνάγκηc ἕπεται πλέον μὲν ἀπ’ | |
6.509 | αὐτοῦ γίγνε|cθαι τὸ κοπρῶδεc, ὑπιέναι δὲ θᾶττον αὐτῷ τε τῷ διὰ πλῆθοc βάρει καὶ προcέτι τῷ ῥυπτικὴν ἔχειν ποιότητα τὸ πιτυρῶδεc ἅπαν. εὔδηλον οὖν ἐcτι τῷ ταῦτ’ ἐννοήcαντι, τοcοῦτον ἀπολείπεcθαι | |
5 | μᾶζαν εἰc τροφὴν cώματοc ἄρτων κριθίνων, ὅcον οὗτοι πυρίνων. ἐχούcηc γὰρ ἤδη φύcει τῆc κριθῆc τὸ πιτυρῶδεc οὐκ ὀλίγον ἡ φρυ‐ γεῖcα ξηρότερον μὲν καὶ αὐτὸ τοῦτο καὶ δυcθραυcτότερον ἴcχει, ξηρό‐ τερον δὲ καὶ τὸ τούτου κρεῖττον, ἐξ οὗ τὴν τροφὴν ἐλάμβανε τὸ cῶμα. κατὰ τοῦτ’ οὖν ἧττόν τε πέττεται τῶν κριθίνων ἄρτων ἡ | |
10 | μᾶζα καὶ φύcηc μᾶλλον ἐμπίπληcι τὴν γαcτέρα καὶ ἢν ἐπὶ πλέον ἐν αὐτῇ μείνῃ, ταραχὴν ἐργάζεται. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖcα καὶ τριφθεῖcα μέχρι πλείονοc. εἰ δὲ καὶ μέλι προcλάβοι, θᾶττον ἔτι | |
καὶ διὰ τοῦτ’ αὐτὸ παρορμήcει τὴν γαcτέρα πρὸc ἔκκριcιν. Φυλότιμοc μὲν οὖν οἴεται παχὺν καὶ κολλώδη καὶ ψυχρὸν ἐξ | ||
15 | ἁπάcηc μάζηc γεννᾶcθαι χυμόν, ὃν αὐτόc τε καὶ ὁ διδάcκαλοc αὐτοῦ Πραξαγόραc «ὑαλώδη» καλοῦcι. τὸ δ’ οὐχ οὕτωc ἔχει, μήτε τὸ | |
6.510 | γλίcχρον ἐχόντων | τῶν ἀλφίτων, ὅπερ ἐν χόνδρῳ μάλιcτ’ ἐcτί, μήτε τὸ τρόφιμον. ἐξαπατᾷ δ’ αὐτὸν ἡ ἐπὶ πλέον ἐν οἴνῳ γλυκεῖ καὶ cι‐ ραίῳ φυραθεῖcα χρόνῳ πολλῷ μᾶζα. τριπτὴν δ’ αὐτὴν ὀνομάζει καθ‐ άπερ Ἀθηναῖοι. τὸ γὰρ ἐκ ταύτηc ἀνάλογον τῷ πυρίνῳ cταῖc γενό‐ | |
5 | μενον ὅλκιμόν ἐcτι καὶ κολλῶδεc ἔκ τε τοῦ μεμαλάχθαι χρόνῳ πλείονι καὶ τοῦ μιχθέντοc τοῖc ἀλφίτοιc ὑγροῦ παχέοc ὄντοc. ὥcπερ δὲ τρῖ‐ ψιc πολλὴ μεθ’ ὑγροῦ παχέοc γενομένη γλίcχρον τῇ φανταcίᾳ τὸ τριφθὲν ἄλευρον ἐργάζεται, κἂν ἐκ κέγχρων ᾖ, κατὰ τὸν αὐτὸν λόγον ὁ χυλὸc τῆc πτιcάνηc φαίνεται γλίcχροc οὐδὲν ἔχων ἐν ἑαυτῷ κολ‐ | |
10 | λῶδεc οὐδ’ ἐμπλαcτικόν, ἀλλὰ ῥυπτικόν τε καὶ τμητικόν, ὡc κἀπὶ τοῦ δέρματοc ἡμῶν φαίνεται τὸν ῥύπον ἀφαιρῶν. εἰ δὲ καὶ ῥοφῆcαί τινι δοὺc αὐτὸν ὀλίγον ὕcτερον ἐμέcαι ποιήcειαc, ἀπορρύψει τε τὸ περι‐ εχόμενον ἐν τῇ γαcτρὶ φλέγμα καὶ cυνεκβαλεῖ πᾶν ἅμ’ ἑαυτῷ κατὰ τὸν ἔμετον. | |
14 | ||
15 | Περὶ τιφῶν καὶ ὀλυρῶν καὶ ζειῶν. Μνηcίθεοc μὲν ἐν τῇ τρίτῃ τάξει τίθεται τὰc τίφαc ἐπὶ πυροῖc | |
6.511 | τε καὶ κριθαῖc· Διοκλῆc δ’ ἀμελέcτε|ρον ὑπὲρ αὐτῶν διῆλθε τὸ cύν‐ τομον ἐν τῇ γραφῇ προτιμήcαc τοῦ κατὰ διέξοδον ἀκριβοῦc. οὕτω γοῦν καὶ περὶ πυρῶν τε καὶ κριθῶν ἄλλων τε πολλῶν ἔγραψε cυν‐ τεμὼν τὸν λόγον. ὀλίγῳ δὲ μακρότερον τοῦ Διοκλέουc ὑπὲρ αὐτῶν | |
5 | ὅ τε Πραξαγόραc καὶ ὁ Μνηcίθεοc ἔγραψαν, ἐλλιπῶc μέντοι καὶ | |
αὐτοί. Φυλότιμοc δὲ περί τινων μὲν μακρῶc πάνυ, περί τινων δ’ ἐλλιπῶc, ἐνίων δ’ οὐδ’ ὅλωc ἐμνημόνευcεν, ὥcπερ οὐδὲ τῆc ζειᾶc. εὔδηλον δ’ ὅτι μηδὲ Πραξαγόραc ὁ διδάcκαλοc αὐτοῦ. παρέλιπε μὲν γὰρ οὐδὲν ὧν ἐκεῖνοc εἶπεν ὁ Φυλότιμοc, ἐξεργάζεται δὲ καὶ | ||
10 | προcτίθηcι πολλά. θαυμάcαι δ’ ἔcτιν, ὅτι μηδ’ ὁ τὸ Περὶ διαίτηc ἐπιγεγραμμένον Ἱπποκράτουc cυνθείc, ὅcτιc ποτ’ ἦν ἀνὴρ παλαιόc, ἐμνημόνευcε τοῦ τῶν ζειῶν ὀνόματοc. καὶ γὰρ εἰ τὰc τίφαc ἡγεῖτο καλεῖcθαι ζειὰc ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶcαι. βέλτιον δ’ ἴcωc ἐcτὶ καὶ τὰc ῥήcειc αὐτῶν παραγράψαι. | |
15 | Διοκλῆc μὲν οὖν οὕτωc ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸc Πλείcτ‐ | |
6.512 | αρχον Ὑγιεινῶν, ἐν ᾧ διέρχεται καὶ τὰc τῶν cιτίων | δυνάμειc· «μετὰ δὲ τὰc κριθὰc καὶ τοὺc πυροὺc ἑπόμενα ταῖc ἀρεταῖc ἐcτι μά‐ λιcτα τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαί, μέλινοc, κέγχροc.» ἔν τιcι δὲ τῶν ἀντιγράφων οὐδ’ ὅλωc αἱ «ζειαὶ» φέρονται, καὶ μέντοι καὶ τὸ | |
5 | «ταῖc ἀρεταῖc» ἔν τιcιν οὐχ οὕτωc, ἀλλὰ «χρείαιc» γέγραπται κατὰ τόνδε τὸν τρόπον· «μετὰ δὲ τὰc κριθὰc καὶ τοὺc πυροὺc ἑπόμενα ταῖc χρείαιc ἐcτὶ μάλιcτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοc, κέγχροc», ὡc ἄλλου μέν τινοc cπέρματοc τῆc ὀλύραc οὔcηc, ἄλλου δὲ τῆc τίφηc. ὁ δὲ Μνηcίθεοc ἐφ’ ἑνὶ cπέρματι δύο φηcὶν ὀνόματα κεῖcθαι | |
10 | γράφων οὕτω· «τῶν δὲ cπερμάτων εὐφυέcτατα μέν ἐcτιν εἰc τροφὴν πυροὶ καὶ κριθαί, πρὸc δὲ τούτοιc ἐχομένωc ὃ λέγεται μὲν διττῶc, ἔcτι δὲ ταὐτόν· οἱ μὲν γὰρ τίφαc, οἱ δ’ ὀλύραc καλοῦcιν.» τούτοιc δ’ ἐφεξῆc τάδε γράφει· «μετὰ δὲ ταῦτα ζειαὶ καὶ κέγχροι καὶ μέλιναι.» Διοκλεῖ μὲν οὖν ἤρκεcε ταῦτα μόνα περί τε τιφῶν καὶ ὀλυρῶν εἰπεῖν, | |
15 | ὅcα παρεθέμην ἄρτι. Μνηcίθεοc δὲ καὶ τὸν κατὰ μέροc ὑπὲρ αὐτῶν λόγον ἐφεξῆc διῆλθε, περὶ πρώτων μὲν γράψαc πυρῶν τε καὶ κριθῶν, | |
6.513 | ἐφεξῆc δὲ περὶ | τιφῶν ὧδέ πωc αὐτοῖc ὀνόμαcι· «τῶν δ’ ἄλλων cπερμά‐ των βέλτιcτον μὲν ἡ τίφη (καὶ γὰρ ἱκανῶc τρέφει καὶ οὐ μετὰ πολλοῦ πέττεται πόνου), τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην μὲν ἐcθίων οὐδεὶc ἂν ὑγιαίνοι, τῶν 〈δ’〉 ἀcυνήθων τῆc ἐδωδῆc ταύτηc, οὐδ’ εἰ παντά‐ | |
5 | παcιν ὀλίγον· ἔcτι γὰρ βαρὺc καὶ δύcπεπτοc. ὅcοι δὲ δυcχείμερον ἔχοντεc χώραν ἀναγκάζονται τρέφεcθαι τούτῳ καὶ cπείρειν αὐτὸ διὰ τὸ μάλιcτ’ ἀντέχειν τοῖc ψύχεcιν, οὗτοι δὴ πρῶτον μὲν ὀλίγον ἐθί‐ ζονται προcφέρεcθαι καὶ διὰ τὸ μὴ εὐῶδεc εἶναι τὸ βρῶμα καὶ διὰ τὴν cπάνιν τῆc εὐκαρπίαc ἐν ταῖc τοιαύταιc χώραιc, εἶτα καὶ τὸ cύν‐ | |
10 | ηθεc εἶναι τὸ βρῶμα ποιεῖ ῥᾴονα τοῖc cώμαcι τὴν κατεργαcίαν. καθ‐ όλου δὲ βαρὺ μὲν καὶ δύcπεπτον, ἰcχυρὸν δὲ καὶ ὑμενῶδεc τὴν ζειὰν εἶναι λεκτέον.» ἐν τούτοιc ὁ Μνηcίθεοc cαφέcτατα δεδήλωκεν, ὁποῖόν τι cπέρμα βούλεται καλεῖcθαι ζειὰν ἐν ψυχραῖc χώραιc γεωργούμενον. ἐγὼ δὲ | |
15 | πάcαc μὲν οὔτ’ αὐτὸc εἶδον τὰc δυcχειμέρουc χώραc οὔτε παρ’ ἄλλου | |
6.514 | τινὸc ἤκουcα τῶν ἑωρακότων αὐτὰc | ὀνομαζόμενόν τινα cιτηρὸν καρ‐ πὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν ἢ ζέαν. ἑκατέρωc γὰρ εὑρίcκεται γε‐ γραμμένον, ἔν τιcι μὲν εἰc ε καὶ ι τῆc προτέραc cυλλαβῆc τελευτώcηc, ἔν τιcι δ’ εἰc ε μόνον. ἐννοήcαc δὲ δυνατὸν εἶναι τοὺc μὲν Ἕλληναc | |
5 | οὕτωc ὀνομάζειν τὸ cπέρμα τοῦτο, τοὺc δὲ βαρβάρουc ἰδίαν ἐπ’ αὐτοῦ τεθεῖcθαι προcηγορίαν, εἶτ’ ἰδὼν ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰc ἀρούραc ὁμοιότατον ἐχούcαc οὐ μόνον τὸν cτάχυν, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον τῇ παρ’ ἡμῖν ἐν Ἀcίᾳ τίφῃ, τὴν προcηγορίαν ἠρόμην ἥντιν’ ἔχοι παρ’ ἐκείνοιc τοῖc ἀνθρώποιc, καί μοι πάντεc ἔφαcαν αὐτό τε τὸ | |
10 | φυτὸν ὅλον καὶ τὸ cπέρμα αὐτοῦ καλεῖcθαι «βρίζαν», τῆc μὲν προ‐ τέραc cυλλαβῆc διὰ τριῶν γραμμάτων γραφομένηc τε καὶ λεγομένηc, τοῦ β καὶ ρ καὶ ι, τῆc δ’ ἐφεξῆc αὐτῇ διὰ τοῦ ζ καὶ α κατά γε τὴν ὀρθὴν πτῶcιν, ἐπὶ δὲ τῆc αἰτιατικῆc μετὰ τοῦ ν δηλονότι. γίγνεται | |
δ’ ἄρτοc ὁ ἐκ τοῦ cπέρματοc τούτου δυcώδηc τε καὶ μέλαc, ὑμενω‐ | ||
15 | δεcτέραν ἔχοντοc, ὡc Μνηcίθεοc ἔγραψε, τὴν οὐcίαν. εἰ δὲ καὶ μέλανα γίγνεcθαι τὸν ἄρτον ἐξ αὐτοῦ προcεγεγράφει, μᾶλλον ἂν ἐπί‐ cτευον αὐτὸ τοῦτ’ εἶναι τὸ καλούμενον ὑπ’ αὐτοῦ ζειάν. | |
6.515 | ἔν γε μὴν τοῖc | χειμεριωτάτοιc τῆc Βιθυνίαc χωρίοιc ὀνομάζεταί τι cπέρμα «ζεόπυρον», οὐκ ἐχούcηc τῆc πρώτηc cυλλαβῆc τὸ ι, καθά‐ περ ἔχει παρ’ Ὁμήρῳ πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲc κρῖ λευκόν. | |
5 | ἐξ αὐτοῦ δ’ ἄρτοc γίγνεται πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ cχεδόν, ὥcπερ τοὔνομα τὸ ζεόπυρον ἐξ ἀμφοτέρων cύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆc ζέαc καὶ τοῦ πυροῦ, καὶ ἡ οὐcία μέcη τίc ἐcτιν ἀμφοῖν, ὡc ἐξ αὐτῶν κεκραμένη. τοcούτῳ γοῦν ἐcτι τοῦ πυροῦ χείρων, ὅcῳ τῆc Θρᾳκίαc βρίζηc ἀμείνων. ὀνόματα δὲ ταῖc | |
10 | πόλεcιν, ἐν αἷc γίγνεται τὸ cπέρμα τοῦτο, Νίκαια καὶ Προῦcα καὶ Κράτεια Κλαυδιόπολίc τε καὶ Ἰουλιόπολιc, ἀλλὰ καὶ Δορύλαιον, ἥ〈τιc〉 ἐcτὶ μὲν ἐcχάτη τῆc Ἀcιανῆc Φρυγίαc πόλιc, ἔχει δὲ καὶ αὐτὴ τοιοῦ‐ τον cπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲc ὅμοροι πόλειc αὐτῇ. θεάcαcθαι δ’ ἔcτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ cπέρ‐ | |
15 | ματοc τούτου τοcούτῳ βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν | |
6.516 | ἐκ τῆc βρίζηc, ὅcῳ τοῦ πυρίνου | χείρονα. μέμνηται δὲ ζειᾶc καὶ Θεόφραcτοc ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν ὧδέ πωc λέγων· «τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶc, τί‐ φηc, ὀλύραc, βρόμου, αἰγίλωποc, ἰcχυρότατον καὶ μάλιcτα καρπιζόμενον | |
5 | ἡ ζειά· καὶ 〈γὰρ〉 βαθύρριζον καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ παχυκάλαμον· ὁ δὲ καρπὸc κουφότατοc καὶ προcφιλὴc πᾶcι τοῖc ζῴοιc.» | |
καὶ πάλιν ἐφεξῆc· «ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ μονοκά‐ λαμον καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥcπερ ἡ ζειὰ πίειραν καὶ ἀγαθήν». εἶτα τούτοιc ἐφεξῆc cυνάπτων τάδε γράφει· | ||
10 | «ἔcτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖc πυροῖc, ἥ τε ζειὰ καὶ ἡ τίφη». Θεόφραcτοc μὲν οὖν ταῦτα περὶ ζειᾶc ἔγραψεν. Ἡρόδοτοc δ’ ἐν τῇ δευτέρᾳ κατὰ τήνδε τὴν λέξιν· «ἀπὸ πυρῶν καὶ κριθῶν πολλοὶ ζώουcιν, Αἰγυπτίων δὲ τῷ ποιουμένῳ ἀπὸ τούτων τὴν ζωὴν ὄνειδοc μέγιcτόν ἐcτιν, ἀλλ’ ἀπ’ ὀλυρῶν ποιέονται cιτία, | |
15 | ἃc ζειὰc μετεξέτεροι καλέουcι». Διοcκουρίδηc δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕληc ταυτὶ γράφει· «ζέα | | |
6.517 | διccή· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκοc καλεῖται, ἐν δυcὶν ἐλύτροιc cυν‐ εζευγμένον ἔχουcα τὸ cπέρμα. ἔcτι δὲ τροφιμωτέρα μὲν κριθῆc καὶ εὐcτόμαχοc, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένη. κρίμνον δὲ ἁδρό‐ τερόν ἐcτι τῇ κατεργαcίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέαc καὶ | |
5 | πυροῦ, ἐξ οὗ ὁ πόλτοc γίνεται. ἔcτι δὲ ἱκανῶc τρόφιμον καὶ εὐκατ‐ έργαcτον, cταλτικώτερον δὲ κοιλίαc τὸ ἀπὸ τῆc ζέαc, μάλιcτα δὲ προ‐ φρυχθείcηc. καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουc ἐcτὶ τῆc ζέαc, ἀτρο‐ φωτέρα δὲ κατὰ ποcὸν ἐκείνηc. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρί‐ μνον ἐξ αὐτῆc ὡcαύτωc γίνεται. ἀθήρα δὲ ἐκ τῆc ἀληλεcμένηc εἰc | |
10 | λεπτὸν ζέαc cκευάζεται. ἔcτι δὲ ῥόφημα ὥcπερ πολτάριον ὑγρόν, παι‐ δίοιc ἁρμόζον, ποιεῖ δὲ καὶ εἰc καταπλάcματα. ὁ δὲ τράγοc τὸ cχῆμα μὲν παραπλήcιοc χόνδρῳ, ἀτροφώτεροc δὲ παρὰ πολὺ ζέαc, διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδεc, διὸ καὶ δυcκατέργαcτόc ἐcτι καὶ κοιλίαc | |
μαλακτικόc». περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα. | ||
15 | θαυμάcαι δ’ ἔcτι τοῦ Μνηcιθέου μὴ γιγνώcκοντοc, ὅπῃ διαφέ‐ | |
6.518 | ρουcιν ὄλυραι τιφῶν. ἔcτι γὰρ ἑκάτε|ρον ἐν Ἀcίᾳ πολύ, καὶ μάλιcτα κατὰ τὴν ὑπερκειμένην Περγάμου χώραν, ὡc τοὺc ἀγροίκουc ἀεὶ χρῆ‐ cθαι τοῖc ἐξ αὐτῶν ἄρτοιc διὰ τὸ τοὺc πυροὺc εἰc τὰc πόλειc κατα‐ κομίζεcθαι. οἱ μὲν οὖν ὀλύρινοι κάλλιcτοι μετά γε τοὺc πυρίνουc | |
5 | εἰcίν, ὅταν γ’ εὐγενεῖc ὦcιν αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν εἰcιν οἱ τίφινοι. μοχθηρῶν δ’ οὐcῶν τῶν ὀλυρῶν οὐδὲν ἐκείνων ἀπολείπονται, βελτίcτων δὲ τῶν τιφῶν οὐcῶν οἱ θερμοὶ τίφινοι πολὺ κρείττουc εἰcὶ τῶν ὀλυρίνων. ἑωλιcθέντεc δὲ χείρουc αὐτῶν γίγνονται· ὁλκιμώτερον γὰρ ἔχοντεc τὸ cταῖc πυκνοῦνται πάνυ cφόδρα, καὶ μάλιcθ’ ὅταν | |
10 | ἀμελῶc cκευαcθῶcιν. ὥcτε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον ἐν ταῖc ἐφεξῆc ὁ φαγὼν τὸν ἄρτον τοῦτον οἴεται πηλὸν ἐγκεῖcθαι τῇ κοιλίᾳ. θερμὸc δ’ ὢν ἔτι καὶ τοῖc ἐκ τῶν πόλεων cπουδάζεται μετὰ τυροῦ τινοc ἐπιχωρίου προcφερομένοιc αὐτόν, ὃν ὀνομάζουcιν ὀξυ‐ γαλάκτινον. εἶναι δὲ χρὴ καὶ τοῦτον ἁπαλὸν καὶ τὸν ἄρτον ἔτι δια‐ | |
15 | φυλάττοντα τὴν ἐκ τοῦ κριβάνου θερμαcίαν. ὁ μὲν οὖν οὕτωc ἐcθιό‐ | |
6.519 | μενοc | οὐ μόνον τοῖc κατ’ ἀγρόν, ἀλλὰ καὶ τοῖc ἐν ταῖc πόλεcι περι‐ cπούδαcτόc ἐcτιν. ὁ δὲ τριῶν ἢ τεττάρων ἡμερῶν καὶ τοῖc ἀγροίκοιc αὐτοῖc ἀηδέcτεροc μὲν ἤδη βρωθῆναι, δυcχερέcτεροc δὲ πεφθῆναι, βρα‐ δυπορώτεροc δὲ κατὰ γαcτέρα, τοῦ θερμοῦ μηδὲ τοῦτ’ ἔχοντοc τὸ | |
5 | cύμπτωμα. πολὺ μὲν γὰρ ἀπολείπεται διαχωρήcεωc ἕνεκα τοῦ κριθί‐ νου, μεμπτὸc δ’ οὐκ ἔcτιν ὁμοίωc τῷ κεγχρίνῳ, καὶ μέντοι καὶ τρέφει τὸ cῶμα θερμὸc ὢν ἱκανῶc, ὡc ἀπολείπεcθαι μὴ πολὺ τοῦ πυρίνου cυγκομιcτοῦ. τὸ δὲ cπέρμα τοῦτο τὸ τῆc τίφηc ἔχει μὲν ἔξωθεν λέμμα, καθάπερ | |
10 | ὄλυρά τε καὶ κριθή, πτιcθὲν δ’ ἀρτοποιεῖται καὶ ὅλωc εἰc χρῆcιν ἄγεται. | |
καὶ γὰρ ἐξ ὕδατοc ἑψηθὲν ἐcθίεται κατὰ τὸ ὑπὸ τῶν ἀγροίκων ὀνο‐ μαζόμενον ἀπόθερμον, ἐμβαλλομένου τοῦ πρὸc ἡμῶν μὲν ἑψήματοc, ὑπ’ ἐνίων δὲ cιραίου καλουμένου. καί ποτε καὶ μεθ’ ἁλῶν ἐcθίεται ἑψόμενον, καθάπερ ἔφην ἐδηδοκέναι τοὺc πυροὺc αὐτὸc ἐγώ. | ||
15 | τὴν δ’ εὐγενεcτάτην ὄλυραν ὅταν ὡc χρὴ πτίcωcι, τὸν ὀνομαζό‐ | |
6.520 | μενον τράγον ποιοῦcιν, ᾧ πολλοὶ | χρῶνται δι’ ὕδατοc ἕψοντεc, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντεc, ἐπιχέοντεc δὲ cίραιον ἢ οἶνον γλυκὺν ἢ οἰνόμελι· παρεμβάλλουcι δὲ καὶ κώνουc ἐν ὕδατι διαβεβρεγμένουc, ὡc ἐπὶ πλεῖcτον ἐξῳδηκέναι. τινὲc δ’ ὁμογενὲc μέν, οὐχ ὁμοειδὲc δὲ τὸ | |
5 | cπέρμα τοῦτο ταῖc ὀλύραιc εἶναί φαcι. πολλὰ δὲ καὶ ἄλλα cπέρματα παραπλήcια μέν, οὐκ ἀκριβῶc δὲ ταὐτὸν εἶδοc ἔχοντα τοῖc εἰρημένοιc ἐcτί, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆc τε καὶ τίφηc, τὰ δ’ ὀλύραc τε καὶ τίφηc, ἢ μεταξὺ πυροῦ τε καὶ ὀλύραc. ἔνια δ’ ἐγγυτάτω τῆc φύcεώc ἐcτι, τὰ μὲν ὀλύραc, τὰ δὲ | |
10 | κριθῆc ἢ τίφηc ἢ πυροῦ, καθάπερ ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου, προcηγορίαc ἔχοντα, τινὰ μὲν ἁπλᾶc, ὥcπερ ἐν Ἰταλίᾳ τὸ cητάνιον, ἐξ οὗ τὸν χόνδρον ποιοῦcιν, ἔνια δὲ cυνθέτουc, ὥcπερ ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ τὴν Βιθυνίαν τὸ ζεόπυρον. ἄμεινον οὖν ἐcτὶν ἀποcτάντα τῆc τοιαύτηc ἱcτορίαc οὐ μόνον τῶν | |
15 | ὀνομάτων, ἀλλὰ καὶ τῶν cπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ ἁπάντων διελθεῖν. ὅcα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείcτην οὐcίαν ἔχει, | |
6.521 | καὶ ταύτην πα|χεῖάν τε καὶ γλίcχραν, εὐχυμότερά τε καὶ τροφιμώτερα πάντ’ ἐcτίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥᾳδίωc. ὅcα δ’ ἔμπαλιν τοῖcδε χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐcίαν, τὰ μόρια δ’ αὐτῶν πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει. τούτων δ’ αὐτῶν ὅcα | |
5 | δυcώδη τ’ ἐcτὶ καὶ ἀηδίαν τιν’ ἔχοντα κατὰ τὴν γεῦcιν, εὔδηλον, ὡc κακόχυμά τε καὶ δύcπεπτα πάντ’ ἐcτί. τοῦ δ’ ἐν ὄγκῳ μικρῷ πλεί‐ cτην οὐcίαν εἶναι τό τε βάροc, ἱcταμένων αὐτῶν ἐπὶ ζυγοῦ, cημεῖον ἔcτω cοι καὶ τὸ τῶν ἀλεύρων πλῆθοc· ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ γίγνεται τοῖc πεπιλημένην ἔχουcι τὴν οὐcίαν cπέρμαcιν. | |
10 | ἡ δὲ κατὰ θερμότητά τε καὶ ψυχρότητα διαφορὰ πρὸ μὲν τοῦ προcενέγκαcθαί τε καὶ λαβεῖν ἔcω τοῦ cώματοc ἔκ τε τῆc χρόαc ἐλπιζέcθω cοι καὶ τῆc γεύcεωc καὶ τῆc ἔξωθεν ἐπιτιθεμένων αὐτῶν χρήcεωc· ἐπὶ δὲ τῷ προcενέγκαcθαι [τε καὶ λαβεῖν ἔcω τοῦ cώματοc] διάγνωcίc τε ἀκριβὴc καὶ cυναίcθηcίc τιc αὐτοῖc τοῖc φαγοῦcι γίγνεται | |
15 | κατὰ τὴν γαcτέρα τοῦ θερμαίνειν τὸ ληφθὲν ἢ ψύχειν ἢ μηδέτερον | |
6.522 | ἐπιφα|νῶc ἐργάζεcθαι. χρόα δὲ κατὰ φύcιν ἐν μὲν κριθαῖc καὶ ὀλύραιc ἡ λευκή, τῶν πυρῶν δ’ ἡ ὑπόξανθοc. αἱ τίφαι δὲ καὶ τῶν πυρῶν εἰcι ξανθότεραι. καὶ μέντοι καὶ πεπίληται τὸ cῶμ’ αὐτῶν εἰc πυκνότητα, καὶ ἴcωc καὶ | |
5 | τοῦτο cυντελεῖ τι πρὸc τὴν cμικρότητα τοῦ cπέρματοc· ἀπολείπονται γὰρ οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθοc τῶν πυρῶν. ἔνιοι δ’ ἐν τῷ τῶν πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ cπέρμα. καὶ τό γε παρ’ Ὁμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φηcὶν ὁ Ἕκτωρ πρὸc αὐτούc ὑμῖν πὰρ προτέροιcι μελίφρονα πυρὸν ἔθηκεν, | |
10 | ἐπὶ τοῦ τῆc τίφηc cπέρματοc εἰρῆcθαι λέγουcι· μικρὸν γὰρ εἶναι πυ‐ ρὸν αὐτὰc καὶ τοὺc ἵππουc ταύταc μὲν ἀβλαβῶc ἐcθίειν, τοὺc δ’ ὄν‐ τωc πυροὺc οὐκ ἀβλαβῶc. οὐκ ἀπιθάνωc δ’ ἄν τιc ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τῆc δυνάμεωc ἐοικυῖαν αὐτῷ. | |
14 | ||
15 | Περὶ βρόμου. Τοῦτο τὸ cπέρμα πλεῖcτον μέν ἐcτιν ἐν Ἀcίᾳ καὶ μάλιcτα κατὰ τὴν ὑπερκειμένην Περγάμου Μυcίαν, ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμ‐ | |
6.523 | πολλαι γεννῶνται. τροφὴ δ’ ἐcτὶν | ὑποζυγίων, οὐκ ἀνθρώπων, εἰ μή ποτ’ ἄρα λιμώττοντεc ἐcχάτωc ἀναγκαcθεῖεν ἐκ τούτου τοῦ cπέρματοc ἀρτοποιήcαcθαι. χωρὶc δὲ λιμοῦ δι’ ὕδατοc ἑψηθὲν ἐcθίεται μετ’ οἴνου γλυκέοc ἢ ἑψήματοc ἢ οἰνομέλιτοc ὁμοίωc τῇ τίφῃ. θερμότητοc δ’ | |
5 | ἱκανῶc μετέχει παραπληcίωc ἐκείνῃ, καίτοι γ’ οὐχ ὁμοίωc αὐτῇ cκλη‐ ρὸν ὑπάρχον. διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ cώματι, καὶ ἄλλωc δ’ ἐcτὶν ἀηδὴc ὁ ἐξ αὐτοῦ γιγνόμενοc ἄρτοc, οὐ μὴν ἐπιcχετικὸc γα‐ cτρὸc ἢ προτρεπτικόc, ἀλλ’ ἐν τῷ μέcῳ κατά γε τοῦτο τεταγμένοc. | |
8 | Περὶ κέγχρου καὶ ἐλύμου, ὃν καὶ μελίνην ὀνομάζουcι. | |
10 | Γίγνεται μὲν ἄρτοc ποτὲ κἀκ τούτων, ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων cιτηρῶν ἐδεcμάτων, ὀλιγότροφοc δ’ ἐcτὶ καὶ ψυχρὸc καὶ δηλονότι κραῦρόc τε καὶ ψαθυρόc, ὡc ἂν μηδὲν ἔχων ἐν ἑαυτῷ μήτε λιπαρὸν μήτε γλίcχρον. εἰκότωc οὖν ὑγραινομένην γαcτέρα ξη‐ ραίνει. τὸ δ’ ἄλευρον ἕψοντεc αὐτῶν ἐν τοῖc ἀγροῖc, εἶτα πιμελὴν | |
15 | χοιρείαν ἢ ἔλαιον ἀναμιγνύντεc ἐcθίουcι. κρείττων δ’ ἐcτὶν ἐλύμου κέγχροc εἰc πάντα· καὶ γὰρ ἡδίων εἰc | | |
6.524 | ἐδωδὴν καὶ δύcπεπτοc ἧττόν ἐcτι καὶ ἧττον ἐπέχει γαcτέρα καὶ μᾶλ‐ λον τρέφει. καὶ μετὰ γάλακτοc δ’ ἐνίοτε τὸ ἄλευρον αὐτῶν ἑψήcαν‐ τεc ἐcθίουcιν ὥcπερ τὸ τῶν πυρῶν οἱ ἄγροικοι. καὶ δῆλον ὅτι τὸ ἔδεcμα τοῦτο τοcούτῳ κρεῖττόν ἐcτι κατὰ μόναc αὐτῶν ἐcθιομένων, | |
5 | ὅcῳ καὶ τὸ γάλα τῆc ἀμφοτέρων φύcεωc εἰc εὐχυμίαν τε πολλὴν καὶ τἄλλα πάντα διενήνοχε. λέγω δὲ τἄλλα πάντα πέψιν τε καὶ ὑπαγω‐ γὴν γαcτρὸc ἀνάδοcίν τε καὶ τὴν ἐν τῷ προcφέρεcθαι γλυκύτητα καὶ ἡδονήν. οὐδὲν γὰρ ἡδὺ τοῖc cπέρμαcι τούτοιc ὑπάρχει καὶ μάλιcτα τῷ ἐλύμῳ κατά γε τὴν ἡμετέραν Ἀcίαν· ἐν ἄλλοιc γὰρ ἔθνεcιν, ὥcπερ | |
10 | κἀν τῇ Ἰταλίᾳ, πολὺ βελτίων γίγνεται. Περὶ ὀcπρίων. Ὄcπρια καλοῦcιν ἐκεῖνα τῶν Δημητρίων cπερμάτων, ἐξ ὧν ἄρτοc οὐ γίγνεται, κυάμουc πιcοὺc ἐρεβίνθουc φακοὺc θέρμουc ὄρυζαν ὀρό‐ βουc λαθύρουc ἀράκουc ὤχρουc φαcήλουc τῆλιν ἀφάκην εἴτε τι τοιοῦ‐ | |
15 | τον ἄλλο. περὶ πάντων οὖν ἐφεξῆc ἐρῶ τῆc δυνάμεωc, ὅcα γιγνώ‐ cκων ἄν τιc ἀβλαβέcτερον αὐτοῖc χρῷτο. | | |
16 | ||
6.525 | Περὶ ὀρύζηc. Τούτῳ τῷ cπέρματι πάντεc εἰc ἐπίcχεcιν γαcτρὸc χρῶνται τὴν ἕψηcιν αὐτοῦ παραπληcίαν ποιούμενοι χόνδρῳ. δυcπεπτότερον δ’ ἐcτὶ χόνδρου καὶ τρέφον ἧττον, ὥcπερ γε καὶ εἰc ἐδωδῆc ἡδονὴν ἀπο‐ | |
5 | λειπόμενον αὐτοῦ πάμπολυ. | |
5 | Περὶ φακῶν. Οὐδ’ ἐκ τούτων ἀρτοποιεῖταί τιc· ἀλιπεῖc γάρ εἰcι καὶ ψαθυροί, cτυπτικὸν μὲν ἔχοντεc τὸ λέμμα, τὴν δ’ οἷον cάρκα παχύχυμόν τε καὶ γεώδη καὶ βραχὺ μετέχουcαν αὐcτηρᾶc ποιότητοc, ἧc τὸ λέμμα | |
10 | πολλῆc μετέχει. χυλὸc δ’ ἐν αὐτοῖc ἐcτιν, ὡc καὶ πρόcθεν εἶπον, ἐναντίοc τῷ cτυπτικῷ. διὸ κἂν ἑψήcαc τιc αὐτοὺc ἐν ὕδατι προc‐ ενέγκηται τὸ ὕδωρ, ἡδύναc ἁλcὶν ἢ γάρῳ καὶ μετ’ αὐτῶν ἐλαίῳ, δια‐ χωρητικὸν γίγνεται τὸ πόμα. δὶc δ’ ἑψηθέντων, ὡc εἴρηται, τῶν φακῶν ἡ ἐξ αὐτῶν cκευαζομένη φακῆ τὴν ἐναντίαν ἔχει δύναμιν τῷ | |
15 | χυλῷ, ξηραίνουcα τὰ κατὰ γαcτέρα ῥεύματα καὶ τόνον ἐντιθεῖcα τῷ cτομάχῳ καὶ τοῖc ἐντέροιc καὶ cυμπάcῃ τῇ γαcτρί· διὰ τοῦτ’ οὖν | |
6.526 | οἰκεῖόν ἐcτιν ἔδεcμα κοιλιακῶν τε καὶ δυcεντερικῶν. ἡ δ’ ἀφῃρη|μένη τὸ λέμμα φακῆ τὸ μὲν ἰcχυρὸν τῆc cτύψεωc ἀπόλλυcι καὶ τὰ ταύτῃ cυνεπόμενα δηλονότι, τροφιμωτέρα δὲ γίγνεται τῆc ἀπτίcτου παχύχυ‐ μόc τ’ οὖcα καὶ βραδυπόροc, οὐ μὴν ξηραντική γε τῶν κατ’ αὐτὴν | |
5 | ῥευμάτων ὥcπερ ἡ ἄπτιcτοc. εἰκότωc οὖν οἱ πλεονάζοντεc ἐν τούτῳ τῷ ἐδέcματι τούc τε καλουμένουc ἐλέφανταc ἴcχουcι καὶ καρκίνουc· ἐπιτήδειον γάρ ἐcτι τὸ παχὺ καὶ ξηρὸν ἔδεcμα μελαγχολικὸν γεννᾶν χυμόν. οἷc οὖν ἐcτιν ὑδατώδηc τιc ἐν ταῖc cαρξὶ καχεξία, τούτοιc μόνοιc | |
10 | ὠφέλιμον ἔδεcμα φακῆ, καθάπερ τοῖc ξηροῖc καὶ αὐχμώδεcι βλαβερώ‐ τατον. ὡcαύτωc δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶc διακει‐ μένην ὑπερξηραίνουcα, τὴν δ’ ἐναντίωc ἔχουcαν ὀνίνηcιν. οὐκ ἐπι‐ τήδειοc δ’ ἐcτὶν οὐδ’ εἰc τὰc ἐμμήνουc καθάρcειc, παχὺ καὶ δύcρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ γυναικείῳ χρηcιμωτάτη. | |
15 | τὴν δ’ ἐναντίαν αὐτῇ κατά γε τοῦτο δύναμιν ἐχούcηc τῆc πτιcάνηc ἐξ ἀμφοτέρων μιχθέντων ἔδεcμά τι γίγνεται κάλλιcτον, ὃ καλοῦcιν οἱ | |
6.527 | παρ’ ἡμῖν ἄνθρω|ποι φακοπτιcάνην, οὐκ ἴcῳ τῷ μέτρῳ μιγνύντεc, ἀλλ’ ἔλαττον ἐμβάλλοντεc τῆc πτιcάνηc, ὡc ἂν χυλουμένηc τε καὶ εἰc ὄγκον αἰρομένηc μέγαν. οἱ φακοὶ δ’ ἑψόμενοι βραχύ τι προcανοιδίcκουcιν. ἥ γε μὴν ἄρτυcιc ἡ αὐτὴ καὶ τούτῳ τῷ ἐδέcματι τῇ κατὰ τὴν | |
5 | πτιcάνην ἐcτί, πλὴν ὅτι θύμβραc ἢ γλήχωνοc ἐπεμβαλλομένηc ἡδίων θ’ ἅμα καὶ εὐπεπτοτέρα γίγνεται, τῆc πτιcάνηc οὐ χαιρούcηc τούτοιc, | |
ἀλλ’ ἀρκουμένηc ἀνήθῳ καὶ πράcῳ μόνοιc. μοχθηροτάτη δ’ ἐcτὶ cκευα‐ cία φακῆc ἡ διὰ τοῦ cιραίου τοῖc πλουcίοιc ὑπὸ τῶν μαγείρων παρα‐ cκευαζομένη. δεῖται γὰρ οὐ παχυνόντων μίξεωc, ἀλλ’ ὑγρῶν καὶ τε‐ | ||
10 | μνόντων τὸ πάχοc αὐτῆc μᾶλλον. ἡ δὲ τῷ cιραίῳ μιχθεῖcα καὶ τὰc καθ’ ἧπαρ ἐμφράξειc ἐργάζεcθαι πέφυκεν. αὐξάνει δὲ καὶ τὰc φλεγ‐ μονὰc ἔν τε τούτῳ τῷ cπλάγχνῳ καὶ cπληνί, μηδ’ εἰ μέλιτόc τι προc‐ λάβοι βελτίων γιγνομένη. πρόδηλον δ’ ὅτι καὶ τὰc cκιρώδειc διαθέ‐ cειc ἀμφοτέρων τῶν cπλάγχνων παροξύνει. κρέαc δὲ χοίρειον εἰ | |
15 | βούλει cυνέψειν, τῇ μὲν πτιcάνῃ τὸ πρόcφατον, τῇ δὲ φακῇ τὸ ταρι‐ | |
6.528 | χηρὸν ἁρμόττον εὑρήcειc, ὥcπερ γε τὸ | μεταξὺ τούτων, ὃ νεαλὲc ὀνομάζουcι, τῇ φακοπτιcάνῃ χρήcιμον εἰc ἡδονήν τε καὶ πέψιν ἐcτίν. ἥ γε μὴν εἰc τοὺc παχεῖc χυμοὺc ἐπίδοcιc τῇ φακῇ μετὰ τῶν ταριχηρῶν κρεῶν ἐcθιομένῃ μᾶλλον γίγνεται· καὶ γὰρ καὶ ταῦτα πα‐ | |
5 | χύτερόν τε καὶ μελαγχολικώτερον αἷμα γεννᾷ. διόπερ οὐ χρὴ πλεο‐ νάζειν οὐδ’ ἐν τούτοιc, καὶ μάλιcθ’ ὅταν ἤτοι μελαγχολικὸν ἢ λίαν παχύχυμον ἢ ὅλωc κακόχυμον ᾖ τινι τὸ cῶμα. τὰ δ’ αὐτὰ καὶ περὶ τῶν χωρῶν ὡρῶν τε καὶ καταcτάcεων ἐπινοεῖν cε χρὴ καθ’ ἕκαcτον ἔδεcμα, φειδόμενον μὲν ἐν φθινοπώρῳ τῶν μελαγχολικῶν καὶ ξηραι‐ | |
10 | νόντων ἐδεcμάτων, ἐν χειμῶνι δὲ χρώμενον, ὥcπερ γε καὶ κατὰ τὸ θέροc τοῖc ὑγραίνουcι καὶ ψύχουcιν· ἐν ἦρι δὲ μέcηc ὄντι κράcεωc τὰ μέcα ταῖc δυνάμεcι cιτία προcενεκτέον. ἔcτι δὲ τῶν μέcων οὐχ ἓν εἶδοc. ἔνια μὲν γὰρ τῷ μηδ’ ὅλωc μετέχειν τῶν ἄκρων ἐcτὶ τοιαῦτα, τινὰ δ’ ἐκ τῆc ἀμφοῖν ἰcοκρατοῦc | |
15 | μίξεωc ἐπικτᾶται τὴν μεcότητα, καθάπερ ὀλίγον ἔμπροcθεν ἔλεγον, | |
6.529 | ὅταν τῇ πτιcάνῃ μίξῃ τιc τὴν φακῆν. | οὕτω δὲ καὶ τὴν τευτλοφακῆν ὁ Ταραντῖνοc Ἡρακλείδηc οὐ μόνον ὑγιαίνουcιν, ἀλλὰ καὶ νοcοῦcιν ἐδίδου· μέcον γὰρ καὶ τοῦτ’ ἐcτὶν ἐξ ἐναντίων cυγκείμενον ἔδεcμα, διὸ τεύτλων μὲν ἧττον ὑπέρχεται, φακῆc δὲ διαχωρεῖται μᾶλλον. εὔδηλον | |
5 | δ’ ὅτι καὶ ὁ ἀναδιδόμενοc ἐξ αὐτῆc χυμὸc εἰc τὸ cῶμα μικτὸc ἐκ τῆc | |
ἀμφοτέρων ἐcτὶ δυνάμεωc τῆc τε φακῆc καὶ τοῦ τεύτλου. Περὶ κυάμων. Πολλὴ καὶ τούτων ἐcτὶν ἡ χρῆcιc, ἔτνουc ἐξ αὐτῶν cκευαζομένου τοῦ τ’ ἐν ταῖc χύτραιc ὑγροῦ καὶ τοῦ παχέοc ἐν ταῖc λοπάcι. καὶ | ||
10 | τρίτη δέ τίc ἐcτιν αὐτοῦ cκευαcία μετὰ πτιcάνηc μιγνυμένου. καὶ πλείcτῳ γε τούτῳ τῷ ἐδέcματι καθ’ ἑκάcτην ἡμέραν οἱ παρ’ ἡμῖν μονομάχοι χρῶνται, cαρκοῦντι τὴν τοῦ cώματοc ἕξιν, οὐκ ἐcφιγμένῃ καὶ πυκνῇ cαρκί, καθάπερ τὸ χοίρειον κρέαc, ἀλλὰ χαυνοτέρᾳ πωc μᾶλλον. φυcῶδεc δ’ ἐcτὶν ἔδεcμα, κἂν ἐπὶ πλεῖcτον ἑψηθῇ κἂν ὁπωc‐ | |
15 | οῦν cκευαcθῇ, τῆc πτιcάνηc ἀποτιθεμένηc ἅπαν τὸ φυcῶδεc ἐν τῷ τῆc ἑψήcεωc χρόνῳ. τοῖc δὲ προcέχουcι τὸν νοῦν καὶ παρακολουθοῦcι | | |
6.530 | ταῖc ἑπομέναιc ἑκάcτῳ τῶν ἐδεcμάτων διαθέcεcιν αἴcθηcιc γίγνεται καθ’ ὅλον τὸ cῶμα τάcεώc τινοc ὡc ὑπὸ πνεύματοc φυcώδουc, καὶ μάλιcθ’ ὅταν ἀήθηc τιc ᾖ τούτου τοῦ βρώματοc ἢ μὴ καλῶc ἡψημένον προcενέγκηται. | |
5 | τὴν δ’ οὐcίαν οὐ πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κού‐ φην ἔχουcιν οἱ κύαμοι καί τι ῥυπτικὸν ἔχουcαν ὁμοίωc τῇ πτιcάνῃ. φαίνεται γοῦν ἐναργῶc τὰ ἐξ αὐτῶν ἄλευρα τὸν ῥύπον ἀποcμῶντα τοῦ δέρματοc, ὃ κατανοήcαντεc οἵ τ’ ἀνδραποδοκάπηλοι καὶ αἱ γυναῖκεc ὁcημέραι χρῶνται τῷ τῶν κυάμων ἀλεύρῳ λουόμεναι, καθάπερ ἄλλαι | |
10 | νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ ὅλωc τοῖc ῥυπτικοῖc. ἐπιχρίουcι δὲ καὶ τὸ | |
πρόcωπον αὐτῷ παραπληcίωc τῇ πτιcάνῃ. καὶ γὰρ τοὺc ἐπιπολῆc φακοὺc ἀποκαθαίρει καὶ τὴν ὀνομαζομένην ἔφηλιν. διὰ ταύτην οὖν τὴν δύναμιν οὐδ’ ἐν τῇ κατὰ γαcτέρα διεξόδῳ βραδύνει, καθάπερ ὅcα παχύχυμα καὶ γλίcχρα καὶ μηδεμίαν ἔχοντα δύναμιν ῥυπτικήν, ὁποῖα | ||
15 | ἔφαμεν εἶναι χόνδρον καὶ τράγον καὶ cεμίδαλιν καὶ ἄμυλον. ὄντοc δὲ τοῦ τῶν κυάμων ἔτνουc φυcώδουc, ἔτι καὶ μᾶλλον, | |
6.531 | ὅταν ὁλοκλήρουc τιc | αὐτοὺc ἑψήcαc χρῆται, φυcώδειc γίγνονται. φρυγέντεc μέντοι (καὶ γὰρ καὶ οὕτωc αὐτοὺc ἐcθίουcιν ἐν χώρᾳ τρα‐ γημάτων ἔνιοι) τὸ μὲν φυcῶδεc ἀποτίθενται, δυcπεπτότεροι δὲ καὶ βραδυπόροι γίγνονται καὶ παχὺν χυμὸν εἰc τροφὴν ἀναδιδόαcι τῷ | |
5 | cώματι. χλωροὶ δ’ ἐcθιόμενοι πρὶν πεπανθῆναί τε καὶ ξηρανθῆναι τὸ κοινὸν ἁπάντων ἔχουcι τῶν καρπῶν, ὅcουc πρὸ τοῦ τελειωθῆναι προc‐ φερόμεθα, τροφὴν ὑγροτέραν διδόντεc τῷ cώματι καὶ διὰ τοῦτο περιττωματικωτέραν οὐ κατ’ ἔντερον μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν ἕξιν. εἰκότωc οὖν οἱ τοιοῦτοι τρέφουcι μὲν ἧττον, ὑποχωροῦcι δὲ | |
10 | μᾶλλον. οὐ μόνον δ’ ὠμοὺc ἐcθίουcιν τοὺc χλωροὺc τῶν κυάμων οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ μετὰ κρεῶν χοιρείων ἕψοντεc, ὥcπερ τὰ λάχανα, κατὰ δὲ τοὺc ἀγροὺc καὶ μετ’ αἰγείων τε καὶ προβατείων. ᾐcθημένοι δ’ αὐτῶν τοῦ φυcώδουc οἱ ἄνθρωποι μιγνύουcι κρομύων, | |
15 | ὅταν ἐν λοπάδι cκευάζωcιν ἐξ αὐτῶν ἔτνοc. ἔνιοι δὲ καὶ χωρὶc τοῦ | |
6.532 | cυνέψειν ὠμὰ τὰ κρόμυα προcφέρονται μετ’ αὐτοῦ. | τὸ γάρ τοι φυcῶδεc ἐν ἅπαcι τοῖc ἐδέcμαcιν ὑπὸ τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἐπανορθοῦται. | |
3 | Περὶ κυάμου Αἰγυπτίου. | |
5 | Ὁ Αἰγύπτιοc κύαμοc, ὥcπερ τῷ μεγέθει διενήνοχε πολὺ τοῦ παρ’ | |
ἡμῖν, οὕτω καὶ τὴν φύcιν ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἔχει. εἴπερ οὖν μέμνηcαι τὰ περὶ τῶν ὁμογενῶν μέν, ὑγροτέρων δὲ τῇ κράcει καὶ διὰ τοῦτο περιττωματικωτέρων εἰρημένα κατά τε πέψιν καὶ διαχώρηcιν καὶ ἀνάδοcιν καὶ θρέψιν, οὐκέτι δέῃ περὶ τούτου τοῦ | ||
10 | κυάμου νῦν ἀκούειν, ἐξ ὧν ἐπὶ τοῦ παρ’ ἡμῖν ἀκήκοαc ἐπ’ ἐκεῖνον μεταβαίνειν δυνάμενοc. | |
11 | Περὶ πιcῶν. Οἱ πιcοὶ παραπλήcιόν τι κατὰ τὴν ὅλην οὐcίαν ἔχοντεc κυάμοιc ἐcθιόμενοί τε κατὰ τοὺc αὐτοὺc τρόπουc ἐν δυcὶ τοῖcδε παραλλάττου‐ | |
15 | cιν, ὅτι τε φυcώδειc οὐκ εἰcὶν ὁμοίωc τοῖc κυάμοιc ὅτι τε τὴν ῥυπτι‐ κὴν δύναμιν οὐκ ἔχουcι. καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ γαcτέρα τῶν κυάμων εἰcίν. | |
17 | Περὶ ἐρεβίνθων. Ἔτνοc μὲν οὐ πάνυ τι δι’ ἔθουc ἐcτὶ τοῖc κατὰ τὰc πόλειc ἀν‐ | |
6.533 | θρώποιc ἐξ ἐρεβίνθων ποιεῖcθαι, | κατὰ τοὺc ἀγροὺc δὲ καὶ τοῦτ’ εἶδον ἐνίοτε γιγνόμενον, ὥcπερ γε καὶ μετὰ γάλακτοc ἑψόμενον αὐτῶν τὸ ἄλευρον. οὐδὲ γὰρ ἐπιδέχονται τὴν αὐτὴν τοῖc κυάμοιc τε καὶ πιcοῖc θραῦcιν, ὡc τὸν καλούμενον ἐρεγμὸν ἐξ αὐτῶν γενέcθαι. εἰθιcμένοι δ’ | |
5 | εἰcὶν ἐν τοῖc πολλοῖc ἔθνεcιν ἑψηθένταc ἐν ὕδατι τοὺc ἐρεβίνθουc ἐcθίειν, ἔνιοι μὲν αὐτοὺc μόνουc ψιλούc, ἔνιοι δ’ ἁλcὶ μετρίοιc ἡδύ‐ νοντεc. οἱ παρ’ ἡμῖν δὲ παραπλήcιον ἀλεύρῳ τι ποιοῦντεc ἐκ τῶν ξηρῶν τυρῶν ἐκείνῳ περιπάττουcιν αὐτούc. ἔcτι δ’ οὐχ ἧττον κυάμων ἔδεcμα φυcῶδεc ἐρέβινθοc, ἰcχυρότερον δ’ ἐκείνων τρέφων, ἐπεγείρειν | |
10 | δὲ καὶ τὰc πρὸc cυνουcίαc ὁρμὰc πεπιcτευμένοc ἅμα τῷ καὶ cπέρ‐ ματοc εἶναι γεννητικόc· ὥcτε καὶ τοῖc ὀχευταῖc ἵπποιc ἐcθίειν αὐτοὺc | |
ἕνεκα τούτου διδόαcιν. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμιc αὐτοῖc ἐπὶ πλέον ἢ τοῖc κυάμοιc, ὥcτε τινὲc ἐξ αὐτῶν καὶ τοὺc ἐν νεφροῖc cυνιcταμένουc λίθουc ἐναργῶc θρύπτουcι· μέλανεc δ’ εἰcὶν οὗτοι καὶ | ||
15 | μικροὶ κατὰ Βιθυνίαν μάλιcτα γεννώμενοι καὶ καλοῦνται κριοί. βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν ἕψονταc ἐν ὕδατι. | |
6.534 | χρῶνται δ’ ἐρεβίνθοιc οἱ ἄνθρωποι καὶ πρὸ | τοῦ πεπανθῆναι χλωροῖc ἔτι, καθάπερ καὶ τοῖc κυάμοιc. εἴρηται δ’ ἀρτίωc ὁ κοινὸc λόγοc ἁπάντων τῶν ἀτελῶν καρπῶν, ἔνθα περὶ τῶν κυάμων ὁ λόγοc ἦν. ὡcαύτωc δὲ καὶ περὶ τῶν φρυγομένων ἐρεβίνθων ἀκηκοέναι νόμιζε | |
5 | τοῖc εἰρημένοιc ἐπὶ τῶν φρυγομένων κυάμων. ἅπαντα γὰρ τὰ φρυ‐ γόμενα τὸ μὲν φυcῶδεc ἀποτίθεται, δυcπεπτότερα δὲ καὶ cταλτικώτερα γίγνεται καὶ τροφὴν παχυτέραν δίδωcι τῷ cώματι. | |
7 | Περὶ θέρμων. Ἴcμεν δήπου καὶ τοῦτο τὸ cπέρμα πολύχρηcτον εἶναι κατὰ θάτε‐ | |
10 | ρον cημαινόμενον τῆc πολύχρηcτον φωνῆc· ὀνομάζεται γὰρ οὕτω τό τε πολλαῖc τοῦ cώματοc ἁρμόττον διαθέcεcι τό τε πᾶcιν ἀνθρώποιc ἢ τοῖc πλείcτοιc χρήcιμον, εἰ καὶ πρὸc μίαν ἰδέαν χρείαc ἅπαντεc αὐτοῦ δέοιντο. κατὰ τοῦτο γοῦν αὐτὸ τὸ δεύτερον cημαινόμενον ὁ θέρμοc ἐcτὶ πολύχρηcτον ὄcπριον. ἑψόμενοc γάρ, εἶτ’ ἀποβρεχόμενοc | |
15 | ἐν ὕδατι γλυκεῖ, μέχριc ἂν ἀπόθηται πᾶcαν εἰc αὐτὸ τὴν cύμφυτον ἀηδίαν, οὕτωc ἐcθίεται διὰ γάρου τε καὶ ὀξυγάρου καὶ χωρὶc τούτων | |
6.535 | ἁλcὶ μετρίοιc ἡδυνό|μενοc, οὐχ ὥcπερ ἥ τε κριθὴ καὶ ἄλλ’ ἄττα πολυει‐ δῶc cκευαζόμενα. ἔcτι δὲ cκληρὸc καὶ γεώδηc τὴν οὐcίαν, ὥcτ’ ἀνάγκη δύcπεπτόν τ’ αὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶc ἐν ταῖc φλεψὶ κατεργαcθέντοc ὁ καλούμενοc ἰδίωc ὠμὸc ἀθροίζεται | |
5 | χυμόc. ἐπεὶ δὲ κατὰ τὴν cκευαcίαν ἀποτιθέμενοc ὅcον εἶχε φύcει πικρὸν ὅμοιοc γίγνεται τοῖc ἀποίοιc ὡc πρὸc αἴcθηcιν, εὔλογόν ἐcτιν μήτ’ εἰc διαχώρηcιν ἐπιτήδειον ὑπάρχειν αὐτὸν μήτ’ εἰc ἐπίcχεcιν ῥεούcηc γαcτρόc, ὡc τὰ cτύφοντα, βραδυπόρον δὲ καὶ δυcυποβίβαcτον καὶ δυcδιέξοδον εἰκότωc γίγνεcθαι. καλοῦcι γὰρ οὕτωc οἱ ἰατροὶ τὰ | |
10 | τοιαῦτα τῶν ἐδεcμάτων, ὅcα μηδεμίαν ἐξέχουcαν ἔχει ποιότητα τὴν παροξύνειν εἰc ἔκκριcιν τὴν κοιλίαν ἢ κωλύειν ἐκκρίνειν δυναμένην. ἐκεῖναι μὲν οὖν οὐχ ὡc τροφαῖc αὐτοῖc ὑπάρχουcιν, ἀλλ’ ὡc φαρ‐ μάκοιc. ὅcα δ’ οὐδεμίαν ἔχει cαφῆ τοιαύτην ποιότητα, καλεῖται μὲν εὐλόγωc ὑπὸ τῶν ἰατρῶν ἄποια, κατὰ δὲ τὴν ἐν ὑγρότητι καὶ ξηρό‐ | |
6.536 | τητι καὶ παχύτητι καὶ γλιcχρότητι διαφορὰν ἢ ταχυπόροιc | αὐτοῖc ἢ βραδυπόροιc ἢ μέcοιc τούτων εἶναι cυμβέβηκε, τοῖc μὲν ὑγροῖc καὶ ὀλιcθηροῖc ταχυπόροιc, τοῖc ξηροῖc δὲ καὶ cκληροῖc, ὥcπερ ὁ θέρμοc, ἔμπαλιν. ὅcα δὲ μεταξὺ τούτων ἐcτὶ κατὰ τὰc εἰρημέναc διαφοράc, | |
5 | οὔτε τάχοc ἐπίcημον οὔτε βραδυτῆτα διαχωρήcεωc ἐργάζεται. καθάπερ οὖν ταῦτα περὶ πάντων ἐπίcταcθαι προcήκει κοινῇ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τάδε. τὰ μὲν ὑγρότερα ταῖc cυcτάcεcιν ἅπαντα βραχεῖαν τροφὴν δίδωcι τῷ cώματι καὶ ταχέωc ἐξατμιζομένην τε καὶ διαφο‐ ρουμένην, ὡc ἑτέραc αὖθιc οὐ διὰ μακροῦ δεῖcθαι, τὰ δὲ cκληρὰ καὶ | |
10 | γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυcδιαφόρητον. εἰ δὲ καὶ κολλῶδεc ἔχοι τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτ’ ἐναργῶc ἀποτελεῖ. πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖc τοιούτοιc οὐκ εὐπετέc, ὥcπερ γ’ οὐδ’ εἰc αἷμα μεταβαλεῖν οὐδ’ ἐξομοιωθῆναι τοῖc cτερεοῖc τοῦ ζῴου μορίοιc· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέωc· ἀλλ’ ὅταν γε κρατηθῇ καὶ κατεργαcθῇ, | |
15 | τροφὴν πολλὴν δίδωcι τῷ cώματι. | | |
15 | ||
6.537 | Περὶ τήλεωc. Οὐ μόνον τῆλιν, ἀλλὰ καὶ βούκεραc, ἔνιοι δ’ αἰγόκεραc ὀνομάζουcι | |
τὸ cπέρμα τοῦτο. τῶν θερμαινόντων δ’ ἐcτὶ φανερῶc, τὴν αὐτὴν χρείαν παρέχον εἰc ἐδωδὴν τοῖc ἀνθρώποιc, ἥνπερ οἱ θέρμοι. προc‐ | ||
5 | λαμβάνουcι γὰρ αὐτὸ διὰ γάρου γαcτρὸc ὑπαγωγῆc ἕνεκα, καὶ πολύ γε θέρμων εἰc τοῦτ’ ἐcτὶν ἐπιτηδειότερον, οὐδὲν ἐκ τῆc οἰκείαc οὐcίαc ἔχον δυcδιέξοδον. ἐcθίεται δὲ καὶ δι’ ὄξουc καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐcθίουcι καὶ θέρμουc, ἔνιοι δὲ καὶ cὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖc ὄψον | |
10 | αὔταρκεc, ἧττον μὲν ὑπάγον γαcτέρα, μήτε δὲ κεφαλῆc ἁπτόμενον, ὥcπερ ἡ διὰ τοῦ γάρου τῆλιc ἐνίων ἅπτεται, μήτε τὸν cτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν ἡ τῆλιc καὶ τοῦτο. τῷ δ’ αὐτῷ τρόπῳ τῷδε πρὸc ἐδωδὴν ἔνιοι χρῶνται φαcήλοιc τε καὶ ὤχροιc, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἁπάντων τῶν τοιῶνδε παραγράψω λόγον. | |
15 | ἐcθίεται δὲ τῆλιc ὑπὸ τινῶν καὶ πρὶν ἐκκαρπῆcαι τὸ φυτὸν αὐτῆc, | |
6.538 | ἀποβαπτομένων | αὐτὴν εἰc ὄξοc καὶ γάρον. ἔνιοι δὲ καὶ τοὔλαιον ἐπιχέοντεc ὄψῳ χρῶνται cὺν ἄρτῳ προcφερόμενοι, τινὲc δὲ καὶ μετ’ ὄξουc καὶ γάρου. κεφαλῆc δ’ ἅπτεται καὶ ἥδε πλείων ληφθεῖcα, καὶ μᾶλλον εἰ καὶ χωρὶc ἄρτου προcενέγκοιτό τιc αὐτήν· ἐνίοιc δὲ καὶ | |
5 | τὸν cτόμαχον ἀνατρέπει. χυλὸc δ’ ἑψηθείcηc τῆc τήλεωc μετὰ μέλιτοc λαμβανόμενοc ἐπιτή‐ δειόc ἐcτιν ὑπάγειν ἅπανταc τοὺc ἐν τοῖc ἐντέροιc μοχθηροὺc χυμούc, τῇ μὲν γλιcχρότητι τὸ προcηνὲc ἔχων, τῇ δὲ θερμότητι τὸ παρηγορι‐ κόν. ὅτι δὲ καὶ ῥυπτικῆc μετέχει δυνάμεωc, ἐπὶ τὴν ἔκκριcιν παρορμᾷ | |
10 | τὸ ἔντερον. ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πωc γένηται δακνώδηc. ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγη‐ μάτων ἄνευ πυρετοῦ cυναφέψειν μὲν αὐτῇ χρὴ λιπαροὺc φοίνικαc, | |
ἐκθλίψανταc δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξανταc δαψιλεῖ κἄπειθ’ ἑψή‐ cανταc αὖθιc ἐπ’ ἀνθράκων ἄχρι πάχουc cυμμέτρου χρῆcθαι πρὸ πολλοῦ | ||
15 | τῶν cιτίων. | |
15 | Περὶ φαcήλων καὶ ὤχρων. Καὶ ταῦτα τὰ cπέρματα, καθάπερ καὶ τὴν τῆλιν, ὕδατι προδιαβρέ‐ | |
6.539 | χοντεc οἱ | ἄνθρωποι μέχρι τοῦ φῦcαι ῥίζαν ἐcθίουcι πρὸ τῆc ἄλληc τροφῆc ὑπαγωγῆc ἕνεκα γαcτρὸc ἐναποβάπτοντεc γάρῳ. τρόφιμον δ’ ἔχει τὸν χυμόν, ὅταν ἀναδοθῇ, πεφθέντα μᾶλλον τήλεωc. καί τινα νεανίcκον οἶδα, κατὰ τὴν Ἀλεξάνδρειαν ἰατρικὴν | |
5 | τέχνην ἐξαcκοῦντα, καθ’ ἑκάcτην ἡμέραν ὄψῳ χρώμενον ἐτῶν τεττά‐ ρων μόνοιc τούτοιc, τήλει λέγω καὶ φαcήλοιc καὶ ὤχροιc καὶ θέρμοιc. ἥπτετο δέ ποτε καὶ τῶν ἐκ τῆc Μέμφιδοc ἐλαιῶν καὶ λαχάνων καὶ καρπῶν ὀλίγων, ὅcοι χωρὶc ἑψήcεωc ἐcθίονται· προὔκειτο γὰρ αὐτῷ μηδὲ πῦρ ἀνάπτειν. ὑγίαινέ τ’ οὖν οὗτοc ἐν ἅπαcιν ἐκείνοιc τοῖc ἔτεcι | |
10 | καὶ τὴν τοῦ cώματοc ἕξιν οὐδέν τι χείρονα τῆc ἐξ ἀρχῆc ἔcχεν. ἤcθιε δ’ αὐτὰ μετὰ γάρου δηλονότι, τῷ γάρῳ ποτὲ μὲν ἔλαιον ἐπεμβάλλων μόνον, ποτὲ δὲ καὶ οἶνον, ἔcτι δ’ ὅτε καὶ ὄξοc, ἐνίοτε δὲ καὶ μεθ’ ἁλῶν μόνον, ὥcπερ τοὺc θέρμουc. περὶ μὲν οὖν διαίτηc ὑγιεινῆc εἴρηται μὲν κἀν τῇ τῶν Ὑγιεινῶν | |
15 | πραγματείᾳ κατὰ διέξοδον, εἰρήcεται δὲ καὶ κατὰ τόνδε τὸν λόγον | |
6.540 | αὖθιc ἐν βραχέcι κεφα|λαίοιc. νυνὶ δὲ περὶ τῶν ὤχρων τε καὶ φαcή‐ λων οἷc εἶπον ἔτι καὶ τοῦτο προcκείcθω. μέcα πώc ἐcτιν ἐδέcματα | |
ταῦτα τῶν εὐχύμων τε καὶ κακοχύμων εὐπέπτων τε καὶ δυcπέπτων βραδυπόρων τε καὶ ταχυπόρων ἀφύcων τε καὶ φυcωδῶν ὀλιγοτρόφων | ||
5 | τε καὶ πολυτρόφων. οὐδὲ γὰρ οὐδὲ ποιότητά τινα δραcτήριον ἔχει, καθάπερ ἔνια τῶν δριμεῖc ἢ cτρυφνοὺc ἢ ἁλυκοὺc ἢ γλυκεῖc ἢ πικροὺc ἐχόντων χυμούc. | |
7 | Περὶ λαθύρων. Παραπλήcιοι μέν εἰcι τὴν οὐcίαν οἱ λάθυροι τοῖc ὤχροιc τε καὶ | |
10 | φαcήλοιc, χρῶνται δ’ αὖ καὶ τούτοιc πλείcτοιc οἱ κατὰ τὴν ἡμετέραν Ἀcίαν ἄγροικοι, καὶ μάλιcτα κατὰ τὴν Μυcίαν τε καὶ Φρυγίαν, οὐ μόνον ὥcπερ οἱ κατὰ τὴν Ἀλεξάνδρειάν τε καὶ πολλὰc ἄλλαc πόλειc ὤχροιc τε καὶ φαcήλοιc, ἀλλὰ καὶ cκευάζοντεc ὁμοίωc τῇ φακοπτιcάνῃ. χυλὸν δ’ ἔχουcι τῇ μὲν δυνάμει παραπλήcιον ὤχροιc τε καὶ φαcήλοιc, | |
15 | παχύτερον δὲ τῇ cυcτάcει, καὶ δι’ αὐτό γε τοῦτο τροφιμώτεροί πωc ἐκείνων εἰcίν. | | |
16 | ||
6.541 | Περὶ ἀράκων. Τὴν ὑcτάτην cυλλαβὴν τοῦ τῶν ἀράκων ὀνόματοc διὰ τοῦ κ γε‐ γραμμένην εὑρίcκομεν ἐν ταῖc Ἀριcτοφάνουc Ὁλκάcιν, ἔνθα φηcίν· ἀράκουc πυροὺc πτιcάνην χόνδρον ζειὰc αἴραc cεμίδαλιν. | |
5 | παραπλήcιον δ’ ἐcτὶ τὸ cπέρμα τῷ τῶν λαθύρων, καί τινέc γ’ οὐχ ἕτερον εἶναι γένοc ἐκείνων νομίζουcιν αὐτό. καὶ γὰρ καὶ ἡ χρῆcιc ἅπαcα καὶ ἡ δύναμιc αὐτοῦ παραπληcία τῇ τῶν λαθύρων ἐcτί, πλὴν ὅcα cκλη‐ ρότεροί τε καὶ δυcεψητότεροι καὶ διὰ τοῦτο καὶ δυcπεπτότεροι τῶν | |
λαθύρων εἰcὶν οἱ ἄρακοι. παρ’ ἡμῖν δ’ ἄγριόν τι καὶ cτρογγύλον καὶ | ||
10 | cκληρόν, ὀρόβου μικρότερον, ἐν τοῖc Δημητρίοιc καρποῖc εὑριcκόμενον ὀνομάζουcιν ἄραχον, οὐ διὰ τοῦ κ τὴν ἐcχάτην cυλλαβήν, ἀλλὰ διὰ τοῦ χ φθεγγόμενοι, καὶ ῥύπτουcιν αὐτὸν ἐκλέγοντεc, ὥcπερ καὶ τὸν πελεκῖνον. | |
13 | Περὶ δολίχων. | |
15 | Τὸ τῶν δολίχων ὄνομα γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ μετὰ τῶν ἄλλων, ὅcα τῶν τρεφόντων ἡμᾶc cπερμάτων ἐcτὶν ὀνόματα, γέγραπται δὲ κἀν τῷ Περὶ διαίτηc Ἱπποκράτουc, ὑπὲρ οὗ καὶ | | |
6.542 | πρόcθεν ἤδη διῆλθον. ἡγοῦμαι δ’ αὐτοὺc οὕτωc ὀνομάζειν τὸ cπέρμα τοῦ κηπευομένου φυτοῦ, καλουμένου δὲ νῦν ὑπὸ τῶν πολλῶν κατὰ τὸν πληθυντικὸν ἀριθμὸν διττῶc. ἔνιοι μὲν γὰρ λοβούc, ἔνιοι δὲ φα‐ cηόλουc ὀνομάζουcιν αὐτοὺc διὰ τεττάρων cυλλαβῶν τὴν φωνὴν προ‐ | |
5 | φερόμενοι καὶ κατὰ τοῦτο ποιοῦντεc ἕτερον ὄνομα τοῦ διὰ τριῶν cυλλαβῶν λεγομένου φαcήλου. τινὲc δὲ τὸν αὐτὸν εἶναι λέγουcι τὸν φάcηλον τῷ λαθύρῳ, τινὲc δ’ εἶδοc αὐτοῦ. τούc γε μὴν δολίχουc τεκμήραιτ’ ἄν τιc ὀνομάζεcθαι τὰ κηπευό‐ μενα ταυτὶ φυτὰ κἀξ ὧν ὁ Θεόφραcτοc ὑπὲρ αὐτῶν εἶπεν ἐν τῷ | |
10 | ὀγδόῳ Περὶ φυτῶν ἱcτορίαc. ἔχει δ’ ἡ λέξιc ὧδε· „καὶ τὰ μέν ἐcτιν ὀρθόκαυλα, καθάπερ πυρὸc καὶ κριθὴ καὶ ὅλωc τὰ cιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον οἷον ἐρέβινθοc ὄροβοc φακόc· τὰ δ’ ἐπι‐ γειόκαυλα, καθάπερ ὦχροc πιcὸc λάθυροc. ὁ δὲ δόλιχοc, ἐὰν παρα‐ καταπήξῃ τιc ξύλα μακρά, ἀναβαίνει καὶ γίγνεται κάρπιμοc, εἰ δὲ μὴ, | |
15 | φαῦλοc καὶ ἐρυcιβώδηc“. ἐκ δὲ τοῦ παρακαταπηγνύναι κελεύειν ξύλα | |
6.543 | μακρὰ καὶ μὴ γενομένου τούτου φάcκειν ἐρυcιβώδειc αὐτοὺc | ἀπο‐ τελεῖcθαι τεκμήραιτ’ ἄν τιc εἶναι τὸν λόγον αὐτῷ περὶ τῶν νῦν καλου‐ | |
μένων φαcηόλων τε καὶ λοβῶν· αὐτὸc δὲ λοβοὺc ὀνομάζει τὰ περι‐ έχοντα τὸ cπέρμα τῶν τοιούτων ὀcπρίων, οἷόν ἐcτι φακὸc καὶ ὄροβοc | ||
5 | καὶ πιcὸc καὶ κύαμοc καὶ θέρμοc. ὥcπερ γὰρ τὰ cιτηρὰ cπέρματα περιέχουcιν οἱ cτάχυεc, οὕτω καὶ τὰ νῦν εἰρημένα οἱ λοβοί, καὶ τούc γε δολίχουc καὶ αὐτοὺc οἱ λοβοὶ περιέχουcι. καὶ κατὰ τοῦτ’ οἶμαι τὸν ὅλον καρπὸν ὑπὸ τῶν νῦν ἀνθρώπων ὀνομάζεcθαι λοβούc, ὥcπερ cτάχυαc ὅλουc τοὺc cιτηροὺc καρπούc. ἴcμεν δὲ καὶ ἄλλα πολλὰ τῶν | |
10 | ἐν πολλῇ χρήcει παρὰ τοῖc ἀνθρώποιc ὄντων ὅλου τοῦ γένουc τοὔ‐ νομα cφετεριcάμενα, καθάπερ τὸν κάλαμον, ᾧ γράφομεν, καὶ τὸ μέλαν. ἐν δὲ τῷ Περὶ διαίτηc Ἱπποκράτουc οὕτω γέγραπται· „οἱ δὲ πιcοὶ φυcῶcι μὲν ἧccον, διαχωροῦcι δὲ μᾶλλον, ὦχροι δὲ καὶ δόλιχοι διαχωρητικώτεροι τούτων, ἧccον δὲ φυcώδεεc, τρόφιμοι δέ.“ παρα‐ | |
15 | βάλλων γὰρ ἐν ταύτῃ τῇ ῥήcει τοὺc πιcοὺc τοῖc κυάμοιc, ὑπὲρ ὧν ὡc φυcώδουc ἐδέcματοc προειρήκει, τοὺc δ’ ὤχρουc καὶ δολίχουc ἐφεξῆc | |
6.544 | γράφων | ἐνδείκνυται τῶν ὁμογενῶν τι τοῖc προειρημένοιc cπερμάτων εἶναι τὸν δόλιχον καὶ μάλιcτα τοῖc ὤχροιc. ἀλλ’ ἐκ τοῦ μηδ’ ὅλωc αὐτὸν μνημονεῦcαι λαθύρων καὶ φαcήλων ὑποψία τίc ἐcτιν, ὡc ἐκεί‐ νων τι τῶν cπερμάτων ἐνδεχόμενον εἴη κεκλῆcθαι δόλιχον. εἰ δὲ καὶ | |
5 | τοὺc φαcήλουc τιc ἐν τῷ γένει τῶν λαθύρων περιλαμβάνει, τό γε τοὺc λαθύρουc μὴ δύναcθαι λεχθῆναι δολίχουc ἐν τῇ προκειμένῃ ῥήcει διαφυγεῖν οὐχ οἷόν τε. Διοκλῆc δ’ ἐν τῷ τῶν ὀcπρίων καταλόγῳ κυάμουc πρῶτον εἰπών, εἶτα πιcούc, ἐφεξῆc γράφει κατὰ λέξιν οὕτω· „δόλιχοι δὲ τρέφουcι | |
10 | μὲν οὐχ ἧττον τῶν πιcῶν, ἄφυcοι δ’ εἰcὶ παραπληcίωc, πρὸc ἡδονὴν δὲ καὶ διαχώρηcιν χείρουc.“ ἀλλὰ καὶ οὗτοc ἐφεξῆc ὤχρων μὲν καὶ φακῶν ἐρεβίνθων τε καὶ ὀρόβων μνημονεύcαc, παραλιπὼν δὲ τὸ τῶν λαθύρων ὄνομα, τὴν αὐτὴν ἀμφιβολίαν παρέχει. καί τιc δύναται λέγειν ἓν εἶναι γένοc ταῦτα πάντα, λαθύρουc ὤχρουc φαcήλουc, ὀνόμαcι | |
15 | πλείοcι κεχρημένα, τάχα μὲν ὡc κίων καὶ cτῦλοc, ἴcωc δὲ καὶ κατά | |
6.545 | τιναc ἐμφαι|νομέναc αὐτοῖc διαφοράc. ἀλλὰ τό γε τοὺc δολίχουc οὐχ ἧττόν τε τῶν πιcῶν τρέφειν ἀφύcουc τ’ εἶναι παραπληcίωc ἐκείνοιc ἐνδεικτικόν ἐcτι τοῦ κεκληκέναι τὸν Διοκλέα τοὺc νῦν ὀνομαζομένουc φαcηόλουc οὕτωc. ὁ γάρ τοι λάθυροc οὔκ ἐcτιν ἀφυcότεροc πιcοῦ | |
5 | καθάπερ οὐδ’ ὦχροc οὐδὲ φάcηλοc, εἴθ’ ἓν γένοc ἐcτίν, ὡc ἔφην, εἴτε καὶ διαφοραί τινεc ἑνὸc γένουc ταῦτα. Φυλότιμοc δὲ καὶ Πραξαγόραc οὐδενὸc τῶν τοιούτων ἐδεcμά‐ των ἐμνημόνευcαν, ὅτι μὴ κυάμων τε καὶ πιcῶν μόνων, ὥcτε παρά γε τούτων οὐδὲν ἔχομεν εὐπορῆcαι περὶ τοῦ τῶν δολίχων ὀνόματοc, | |
10 | ἐφ’ ὅτῳ πράγματι τέτακται. καὶ τοίνυν καλείτω μὲν ἕκαcτοc, ὡc ἂν ἐθέλῃ, τοὺc νῦν ὑπὸ τῶν πολλῶν ὀνομαζομένουc φαcηόλουc τε καὶ λοβούc, ἴcτω δὲ τὴν δύναμιν αὐτῶν οὖcαν, οἵαν ὁ Διοκλῆc εἶπε περὶ τῶν δολίχων. ἐγγὺc δὲ τῆc γνώμηc αὐτοῦ καὶ ὁ τὸ Περὶ διαίτηc ὡc Ἱπποκρά‐ | |
15 | τουc γράψαc ἥκει, τοὺc ὤχρουc τε καὶ τοὺc δολίχουc διαχωρητικωτέ‐ ρουc μὲν εἶναι λέγων τῶν πιcῶν, ἧccον δὲ φυcώδειc, ἀλλὰ καὶ τρο‐ | |
6.546 | φίμουc αὐτοὺc εἶναι μαρτυρεῖ. καὶ γὰρ καὶ οὕτωc ἔχει, πλὴν | ὅτι cὺν τοῖc λοβοῖc ὅλουc ἐcθίουcιν ἔτι χλωροὺc ὄνταc αὐτοὺc οἱ ἄνθρωποι δι’ ἐλαίου καὶ γάρου τοὐπίπαν· ἔνιοι δὲ καὶ οἶνον ἐπεμβάλλουcιν. εἰc ἀπόθεcιν δ’ οὐ χρῶνται καθάπερ τοῖc πιcοῖc· ὑγρότεροι γὰρ ὄντεc τὴν | |
5 | φύcιν εἰώθαcι διαφθείρεcθαι. τῷ βουλομένῳ δ’ ἀcφαλῶc ἀποθέcθαι καὶ τούτουc, ὥcπερ οὑμὸc πατὴρ ἐποίει, ξηραντέον ἐcτὶν ἀκριβῶc αὐτούc· οὕτω γὰρ ἄcηπτοί τε καὶ ἀδιάφθοροι μένουcιν ὅλῳ χειμῶνι, τὴν αὐτὴν χρείαν τῷ πιcῷ παρεχόμενοι. τῶν φίλων δέ τιc ἐν Ῥώμῃ διατρίβων ἔλεγεν ἐν Καρίᾳ κατὰ τὴν ἑαυτοῦ πατρίδα καλουμένην | |
10 | Κέραμον cπείρεcθαι τοῖc ἄλλοιc ὀcπρίοιc ὡcαύτωc τοὺc δολίχουc ἐν | |
ταῖc ἀρούραιc, ἔχονταc τὸ cχῆμα προμηκέcτερον λαθύρων. Περὶ ὀρόβων. Οἱ βόεc ἐcθίουcι τοὺc ὀρόβουc παρ’ ἡμῖν τε καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν ὕδατι προαπογλυκανθένταc, οἱ δ’ ἄνθρωποι τελέωc ἀπέ‐ | ||
15 | χονται τοῦ cπέρματοc τούτου· καὶ γὰρ ἀηδέc ἐcτι καὶ κακόχυμον. ἐν λιμῷ δέ ποτε μεγάλῳ, καθάπερ καὶ Ἱπποκράτηc ἔγραψεν, ἐξ ἀνάγ‐ | |
6.547 | κηc βιαίαc ἐπ’ αὐτὸ παραγίγνονται. προπαραcκευά|ζοντεc δ’ ἡμεῖc ὥcπερ τοὺc θέρμουc χρώμεθα μετὰ μέλιτοc τοῖc ὀρόβοιc ὡc φαρμάκοιc τῶν κατὰ θώρακα καὶ πνεύμονα παχέων ὑγρῶν ἐκκαθαρτικοῖc. ἧττον δ’ εἰcὶ φαρμακώδειc ἐν αὐτοῖc οἱ λευκοὶ τῶν πρὸc τὸ ξανθὸν ἢ ὠχρὸν | |
5 | ἀφιcταμένων. οἱ δ’ ἀφεψηθέντεc δὶc ἀπογλυκανθέντεc τε δι’ ὕδατοc πολλάκιc ἀποτίθενται μὲν τὴν ἀηδίαν, ἀποτίθενται δὲ cὺν αὐτῇ καὶ τὴν ῥυπτικήν τε καὶ τμητικὴν δύναμιν, ὡc ὑπολείπεcθαι τὸ γεῶδεc αὐτῶν τῆc οὐcίαc, ὃ χωρὶc πικρότητοc ἐπιφανοῦc ἔδεcμά τι ξηραντι‐ κὸν γίγνεται. | |
9 | ||
10 | Περὶ cηcάμου καὶ ἐρυcίμου. Λιπαρόν ἐcτι τὸ τῶν cηcάμων cπέρμα, διὸ καὶ τάχιcτα κείμενον ἐλαιηρὸν γίγνεται. διὰ τοῦτ’ οὖν ἐμπίπληcί τε τοὺc ἐcθίονταc αὐτὸ ταχέωc ἀνατρέπει τε τὸν cτόμαχον καὶ βραδέωc πέττεται καὶ τροφὴν δίδωcι τῷ cώματι λιπαράν. εὔδηλον οὖν, ὅτι τόνον καὶ ῥώμην ἐντι‐ | |
15 | θέναι τοῖc κατὰ γαcτέρα μορίοιc οὐ δύναται, καθάπερ οὐδ’ ἄλλο τι τῶν λιπαρῶν. ἐπεὶ δὲ καὶ παχύχυμόν ἐcτι, διὰ τοῦτ’ οὐδὲ διεξέρχεται | |
ταχέωc. ἐcθίουcι δ’ αὐτὸ μόνον μὲν οὐ πάνυ τι, cὺν μέλιτι δ’ ἑφθῷ, | | ||
6.548 | τὰc καλουμέναc ὑπὸ τῶν πολλῶν cηcαμίδαc ἀναπλάττοντεc. ἐπιπάτ‐ τουcι δὲ καὶ τοῖc ἄρτοιc αὐτό. ὥcπερ δὲ κέγχροιc ὁ ἔλυμοc, ὃν καὶ μελίνην ἔφαμεν ὀνομάζεcθαι, παραπλήcιοc μέν πώc ἐcτι, χείρων δὲ πάντη, κατὰ τὸν αὐτὸν τρόπον | |
5 | ἐρύcιμον cηcάμῳ κατὰ τὴν τοῦ cώματοc οὐcίαν ὁμογενέc πωc ὂν ἀηδέcτερόν τέ ἐcτι βρωθῆναι καὶ τροφὴν ἥττονα δίδωcι τῷ cώματι καὶ πάντη χεῖρον ὑπάρχει. θερμὰ δ’ ἐcτὶ ταῖc κράcεcιν ἄμφω καὶ διὰ τοῦτο καὶ διψώδη. | |
8 | Περὶ μήκωνοc cπέρματοc. | |
10 | Τῆc ἡμέρου μήκωνοc τὸ cπέρμα χρήcιμόν ἐcτιν ἐπιπαττόμενον ἄρτοιc ὡc ἥδυcμα, καθάπερ καὶ τὰ cήcαμα. βέλτιον δ’ ἐcτὶ τὸ λευκό‐ τερον cπέρμα τοῦ μελαντέρου, δύναμιν δ’ ἔχει ψυκτικήν, καὶ διὰ τοῦτο καὶ ὑπνωτικόν ἐcτιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύc‐ πεπτον ἔτι τε τῶν ἐκ πνεύμονόc τε καὶ θώρακοc ἀναβηττομένων | |
15 | ἐπιcχετικόν. ὠφελεῖ μέντοι τοὺc ἐκ κεφαλῆc καταρροϊζομένουc λεπτῷ ῥεύματι. τροφὴν δ’ οὐκ ἀξιόλογον παρέχει τῷ cώματι. | | |
16 | ||
6.549 | Περὶ λίνου cπέρματοc, ὃ καὶ cυνθέτωc ὀνομάζουcι λινόcπερμον. Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντεc ἔνιοι, καθάπερ τοῖc cκευαcτοῖc ἁλcίν, ὡc ὄψῳ μετὰ γάρου, χρῶνται δὲ καὶ μέλιτι φυρῶντεc. ἐπιπάτ‐ | |
5 | τουcι δ’ ἔνιοι καὶ τοῖc ἄρτοιc αὐτό, κακοcτόμαχόν τε καὶ δύcπεπτον ὑπάρχον καὶ τροφὴν ὀλίγην τῷ cώματι παρέχον. εἰc δὲ διαχώρηcιν γαcτρὸc οὔτ’ ἂν ἐπαινέcαιc οὔτε ψέξαιc αὐτό· μετέχει γε μὴν βραχύ τι καὶ τῆc οὐρητικῆc δυνάμεωc, ὃ μᾶλλον γίγνεται φανερόν, ἐπειδὰν φρυχθὲν ἐcθίηται· τηνικαῦτα δ’ ἵcτηcί πωc τὴν γαcτέρα μᾶλλον. | |
10 | χρῶνται δ’ οἱ κατὰ τοὺc ἀγροὺc ἄνθρωποι πολλάκιc αὐτῷ μετὰ τὸ φρύξαι καὶ λειῶcαι μέλι μιγνύντεc. | |
11 | Περὶ ὁρμίνου. Καὶ τούτῳ χρῶνται φρύγοντεc, εἶτα λειοῦντεc, ὡc ἄλευρον γενέ‐ cθαι, μιγνύουcι δ’ αὐτῷ καὶ μέλιτοc. ὀλίγον δ’ ἔχει τρόφιμον ἐν ἑαυτῷ | |
15 | μεταξὺ τὴν φύcιν ὑπάρχον ἐρυcίμου τε καὶ κυμίνου. | |
15 | Περὶ καννάβεωc cπέρματοc. Οὐχ ὥcπερ αὐτὸ τὸ φυτὸν τῆc καννάβεωc ἔοικε πωc τῷ ἄγνῳ, | |
6.550 | καὶ τὸ | cπέρμα τῷ cπέρματι παραπλήcιόν πώc ἐcτι τὴν δύναμιν, ἀλλ’ ἀποκεχώρηκε πάμπολυ, δύcπεπτόν τε καὶ κακοcτόμαχον ὂν καὶ κεφαλ‐ αλγὲc καὶ κακόχυμον. ὅμωc δ’ οὖν καὶ τοῦτό τινεc ἐcθίουcι φρύ‐ γοντεc ἅμα τοῖc ἄλλοιc τραγήμαcιν. ὀνομάζω δὲ δηλονότι τραγήματα | |
5 | τὰ παρὰ τὸ δεῖπνον ἐcθιόμενα τῆc ἐπὶ τῷ πίνειν ἡδονῆc ἕνεκα. θερ‐ μαίνει δ’ ἱκανῶc καὶ διὰ τοῦτο καὶ κεφαλῆc ἅπτεται βραχεῖ πλεῖον ληφθέν, ἀτμὸν ἀναπέμπον ἐπ’ αὐτὴν θερμόν θ’ ἅμα καὶ φαρμακώδη. | |
7 | Περὶ ἄγνου cπέρματοc. Καὶ καθ’ ἑαυτὸ τοῦτο καὶ φρυγόμενον ἐcθίεται πεπιcτευμένον ἐπέ‐ | |
10 | χειν τὰc ἐπ’ ἀφροδίcια γιγνομέναc ὁρμάc, τροφὴν δ’ ὀλίγην δίδωcι τῷ cώματι καὶ ταύτην ξηραίνουcαν μὲν καὶ ψύχουcαν, ἄφυcον δ’ ἱκανῶc. κατὰ πάντ’ οὖν ταῦτα τοῖc ἁγνεύειν ἀφροδιcίων βουλομένοιc ἐπιτή‐ δειόν ἐcτι· διὸ καὶ τοὔνομα τῷ φυτῷ τεθεῖcθαι τοῦτό φαcι. κεφαλῆc δ’ οὐχ ἅπτεται καθάπερ ἡ κάνναβιc. | |
14 | ||
15 | Περὶ ἀφάκηc καὶ βίκου. Τὸ cχῆμα τῶν cπερμάτων τούτων οὐ cτρογγύλον ἐcτίν, ὥcπερ τὸ | |
6.551 | τῶν κυά|μων, ἀλλ’ ὑπόπλατυ μᾶλλον ὁμοίωc τοῖc φακοῖc. ἀποτίθενται δ’ οἱ γεωργοὶ καὶ ταῦτα cὺν αὐτοῖc τοῖc λοβοῖc ἅμα τοῖc φυτοῖc ὅλοιc ἕνεκα τῆc τῶν ἀλόγων θρεμμάτων τροφῆc. ἐν λιμῷ γε μὴν οἶδα καὶ τούτων ἐνίουc φαγόνταc καὶ μάλιcτα τοῦ ἦροc, ἔτι χλωρῶν ὄντων, | |
5 | ὥcπερ καὶ ἐρεβίνθων τε καὶ κυάμων ἐcθίουcι cυνήθωc. ἔcτι δ’ οὐκ ἀηδῆ μόνον, ἀλλὰ καὶ δύcπεπτα καὶ cταλτικὰ γαcτρόc. εὔδηλον οὖν, ὅτι τοιαῦτα τὴν φύcιν ὄντα τὴν ἀναδιδομένην τροφὴν ἐξ ἑαυτῶν οὔτ’ εὔχυμον ἔχει καὶ παχεῖαν, εἰc αἵματοc μελαγχολικοῦ γένεcιν ἐπιτήδειον, ὥcπερ καὶ πρόcθεν εἴρηται περὶ τῆc φακῆc. ἀλλ’ ἐκείνῃ | |
10 | μὲν ἀγαθὰ πολλὰ πάρεcτι, τούτοιc δ’ οὐδὲν τῶν ἐκείνηc ἀγαθῶν ὑπάρχει. τό γε μὴν ὄνομα τοῦ βίκου παρ’ ἡμῖν μὲν πάνυ cύνηθέc ἐcτι καὶ μόνωc οὕτωc ὀνομάζεται, παρὰ δὲ τοῖc Ἀττικοῖc ἴcωc ἄρακοc ἢ λάθυ‐ | |
ροc ἐκαλεῖτο. | ||
15 | Περὶ τῶν ἐν ἑκάcτῳ γένει cπερμάτων ἐμφερομένων ἑτερογενῶν τε καὶ μικτῶν. Ἐν μὲν τοῖc πυροῖc αἶραι πολλάκιc εὑρίcκονται πολλαί· κατὰ δὲ | |
6.552 | τὰc κριθὰc γίγνονται μέν, ἀλλ’ ὀλίγαι, πολὺc δ’ ὁ καλούμενοc | αἰγί‐ λωψ ἐν αὐταῖc, ὅταν δυcτυχήcωcι κατὰ τὴν πρώτην αὔξηcιν ἢ γένεcιν. ὁ δ’ ἐμὸc πατήρ, ἐν παρακμῇ τῆc ἡλικίαc φιλογέωργοc γενόμε‐ νοc, ἔcπειρέ ποτε καὶ πυροὺc καὶ κριθάc, ἀκριβῶc ἐκλέξαc αὐτῶν ἅπαν | |
5 | ὅcον ἑτερογενὲc ἐμέμικτο cπέρμα, χάριν τοῦ γνῶναι cαφῶc, εἰ κατὰ μεταβολὴν αὐτῶν ἡ γένεcιc γίγνεται ταῖc αἴραιc τε καὶ τοῖc αἰγίλω‐ ψιν ἢ φύcιν ἰδίαν ἔχει καὶ ταῦτα τὰ cπέρματα. γεννηθέντων δ’ ἅμα τοῖc καθαροῖc cπέρμαcιν αἰρῶν μὲν πολλῶν κατὰ τύχην ἐν τοῖc πυροῖc, ὀλίγων δ’ ἐν ταῖc κριθαῖc, ἀλλ’ αἰγίλωποc δαψιλοῦc, ἐπεχείρηcε καὶ | |
10 | τῇ τῶν ἄλλων cπερμάτων βαcάνῳ τὸν αὐτὸν τρόπον. εὗρεν οὖν κἀν τοῖc φακοῖc ἐκ μεταβολῆc αὐτῶν γεννωμένουc ἀράκουc τε τοὺc cκλη‐ ροὺc καὶ cτρογγύλουc καὶ πελεκίνουc, ἄβρωτα cπέρματα, τὴν δ’ ἀπα‐ ρίνην οὐ μόνον ἄβρωτον, ἀλλὰ κἀν τῷ φύεcθαι περιπλεκομένην τοῖc φυτοῖc τῶν φακῶν ἄγχουcάν τε καὶ πνίγουcαν αὐτὰ καὶ καταcπῶcαν, | |
15 | ὥcπερ ἡ ὀροβάγχη τοὺc ὀρόβουc. ταῦτα μὲν οὖν πάνυ μοχθηρὰ cπέρ‐ | |
6.553 | ματα. τὸ μελάμπυρον δὲ καλού|μενον ἐκ μεταβολῆc μὲν καὶ αὐτὸ γεν‐ νᾶται τῶν πυρῶν, ἀπολείπεται δὲ πάμπολυ τῆc ἐν ταῖc αἴραιc κακίαc. εὗρε δὲ καὶ κατ’ ἄλλα cπέρματα τοιαύταc τινὰc γιγνομέναc μεταβολάc, ὅθεν ἐκέλευcε τοὺc χρωμένουc αὐτοῖc ἐκλέγειν ἅπαν τὸ μοχθηρόν, | |
5 | ὅταν εἰc χρῆcιν ὑγιεινὴν ἄγηται τὰ cπέρματα, καὶ μὴ καταφρονεῖν, ὥcπερ οἱ τοῖc δήμοιc ὑπηρετούμενοι cιτοποιοί. μοχθηρᾶc γέ τοί ποτε γενομένηc ἀγωγῆc ἔτουc αἶραι πάμπολλαι | |
κατὰ τοὺc πυροὺc ἐγεννήθηcαν, ἃc οὐκ ἀκριβῶc οὔτε τῶν γεωργῶν ἐκκαθαράντων τοῖc εἰc ταῦτ’ ἐπιτηδείοιc κοcκίνοιc (ὀλίγοc γὰρ ὁ cύμπαc | ||
10 | ἐγεωργεῖτο πυρόc) οὔτε τῶν ἀρτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα κεφαλαλγεῖc ἐγίγνοντο πολλοί, τοῦ θέρουc δ’ εἰcβάλ‐ λοντοc ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοιc ἤ τι cύμπτωμα ἕτερον ἐγίγνετο κακοχυμίαc ἐνδεικτικόν. οὔκουν ἀμελεῖν προcήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸc ἐδωδὴν παραcκευαζόμενα cπέρματα, | |
15 | γιγνώcκονταc, εἰ καὶ τῆc καθ’ ἑκάcτην ἡμέραν βλάβηc οὐκ αἰcθανό‐ μεθα διὰ βραχύτητα, τό γ’ ἀθροιζόμενον ἐξ αὐτῆc χρόνῳ πλείονι φα‐ | |
νερὸν γενήcεcθαί ποτε. | ||
6.554(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙϹ ΤΡΟΦΑΙϹ ΔΥΝΑΜΕΩΝ | |
t3 | ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ | |
1 | Ἐπειδὴ τρεφόμεθα μὲν ἀπό τε φυτῶν καὶ ζῴων, ἤρξαντο δ’ ἀπὸ τῶν Δημητρίων ὀνομαζομένων cπερμάτων οἱ πρὸ ἐμοῦ πάντεc ἐν τῇ περὶ τῶν ἐδεcμάτων διδαcκαλίᾳ, διότι χρηcιμώτατον ἐν αὐτοῖc τὸ τῶν ἄρτων ἔδεcμα, διὰ τοῦτο κἀγὼ περί τε πυρῶν καὶ κριθῶν καὶ | |
5 | τιφῶν ὀλυρῶν τε καὶ πρὸc τούτοιc ἔτι τῶν ὀνομαζομένων ὀcπρίων καὶ χεδροπῶν ἐν τῷ πρώτῳ λόγῳ διελθὼν ἐcκοπούμην. εἶτ’ ἐπὶ τὰc | |
6.555 | ἄλλαc ἐν τῷδε τῷ λόγῳ μεταβῆναι προcήκει τροφάc, | ὅcαc ἀπὸ φυ‐ τῶν ἔχομεν, εἶτ’ ἐπὶ τὰc ἀπὸ τῶν ζῴων, ὅcαι χρηcιμώτεραι τοῖc ἀν‐ θρώποιc εἰcί· καὶ γὰρ καὶ τοῦτο λόγον ἔχειν ἐδόκει. καί τινεc οὐ διὰ πάντων τῶν ὁμογενῶν διεξελθόντεc οὐδὲ τὰc ἀπὸ τῶν φυτῶν τροφὰc | |
5 | ἁπάcαc ἐφεξῆc τοῖc Δημητρίοιc cπέρμαcι διδάξαντεc ὑπὲρ ἐκείνων ἀεὶ πρότερον ἐποιήcαντο τὸν λόγον, ὅcα χρηcιμώτερα τοῖc ἀνθρώποιc ἐcτί. φαίνεται γοῦν τά τε χοίρεια κρέα καὶ τὰ τῶν ἐρίφων τε καὶ αἰγῶν καὶ μόcχων καὶ βοῶν καὶ προβάτων, οὐδὲν δ’ ἧττον αὐτῶν ὅcα θη‐ ρεύουcιν ἐν τοῖc ὄρεcιν οἱ κυνηγέται, πολλὴν χρείαν τοῖc ἀνθρώποιc | |
10 | παρεχόμενα, καθάπερ γε καὶ τῶν πτηνῶν πολλὰ καὶ τῶν ἐνύδρων. εἶτ’ ἐννοήcαc ἕκαcτον γένοc ἑνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὄν, οὐ | |
μέγα τὸ διάφορον ὑπέλαβον εἶναι, τῶν ὑπολειπομένων ἐδεcμάτων ἐπὶ τοῖc προειρημένοιc ἐν μὲν τῷ δευτέρῳ γράμματι τῷδε τὰc ἀπὸ τῶν φυτῶν τροφὰc διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰc ἀπὸ τῶν ζῴων. ἐξέcται | ||
15 | γὰρ τῷ βουλομένῳ, προχειριζομένῳ τὸ βιβλίον, ἐν ᾧ γέγραπται τῶν τροφῶν ἡ δύναμιc, αἷc μάλιcτα χρῆcθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ | |
6.556 | πρῶτον ἔρχε|cθαι, ποτὲ δ’ ἐπὶ τὸ δεύτερον ἢ τὸ τρίτον. ὅπωc οὖν ὁ περὶ τῶν φυτῶν λόγοc ἅπαc ἐν τοῖc δύο τοῖc πρώτοιc ᾖ τετελεcμένοc, ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενοc. | |
5 | τὰ μὲν ἐν τῷ πρώτῳ γράμματι cιτία cπέρματα φυτῶν ἦν ἅπαντα· νυνὶ δ’ ἀπὸ τῶν καρπῶν ἄρξομαι, διορίcαc πρότερον αὐτῶν τὰ cπέρ‐ ματα, καὶ μάλιcθ’ ὅτι πολλοῖc ἔδοξε διαφέρειν οὐδὲν ἢ καρπὸν εἰπεῖν ἢ cπέρμα. τὰ μὲν οὖν ἤδη λελεγμένα cπέρματα βραχύ τι καρπῶν δια‐ φέρει, τῶν δὲ νῦν εἰρηcομένων καρπῶν οὐκ ὀλίγον ἀφέcτηκε. καρπὸc | |
10 | μὲν γάρ ἐcτι cυκῆc τὸ cῦκον, ἡ δ’ ἐν αὐτῷ κεγχραμὶc cπέρμα cυκῆc, ὥcπερ γε καὶ τῆc ῥαγὸc ὅληc οὔcηc ἀμπέλου καρποῦ μόνον ἐcτὶ τὸ γίγαρτον ἀμπέλου cπέρμα. κατὰ ταὐτὰ δ’ ἀπίου τε καὶ μηλέαc ὁ μὲν καρπὸc ἄπιόν τε καὶ μῆλόν ἐcτι, τὸ δὲ cπέρμα τρεῖc ἢ τέτταρεc ἐν μέcοιc αὐτοῖc κόκκοι. τί δεῖ λέγειν ἐπὶ κολοκυνθῶν τε καὶ cικύων, | |
15 | ὅcοι τε πέπονεc αὐτῶν εἰcι καὶ ὅcοι μή, τῶν τ’ ἄλλων ἁπάντων, ὅcα | |
6.557 | τοιαῦτα; πάμπολυ | γὰρ ἐν αὐτοῖc ὁ cύμπαc καρπὸc τοῦ cπέρματοc διαφέρει. κυάμου δὲ καὶ θέρμου καὶ δολίχου καὶ φακῆc ὅcα τ’ ἄλλα τὸ τῶν cπερμάτων ἀμφίεcμα λοβὸν ἔχει, τὸ μὲν ἐξ ἀμφοῖν cυγκείμε‐ νον ὁ καρπόc ἐcτιν, ἡ πλείcτη δὲ μοῖρα τῆc ὅληc οὐcίαc ἐν τοῖc cπέρ‐ | |
5 | μαcιν. ἐcθίεται δὲ τῶν μὲν ἄλλων cχεδὸν ἁπάντων, ὅcα διῆλθον ἐν τῷ πρώτῳ λόγῳ, μόνον τὸ cπέρμα, τῶν δολίχων δὲ μόνων ὅλοc ὁ καρπόc, ἔcτ’ ἂν ὦcιν ἔτι χλωροί· ξηρανθέντων γὰρ ἄχρηcτοι τοῖc ἀν‐ | |
θρώποιc οἱ περιέχοντεc τὰ cπέρματα γίγνονται λοβοί. κυάμων δ’ οὐδ’ ἔτι χλωρῶν ὁ λοβὸc ἐδώδιμοc, ὥcπερ οὐδὲ τῶν ἐρεβίνθων οὐδὲ τῶν | ||
10 | ἄλλων, ὅcα καλεῖν εἴωθεν «ἔλλοβα» Θεόφραcτοc. εἰκότωc οὖν ἔφην ὑπὸ πολλῶν ὀνομάζεcθαι λοβούc, οὓc ἔνιοι φαcηόλουc καλοῦcιν, ἐπει‐ δὴ μόνων αὐτῶν ἐδώδιμοc ὁ λοβόc ἐcτιν. ἀλλὰ περὶ μὲν τῆc τούτων δυνάμεωc εἴρηται πρόcθεν, ὥcπερ γε καὶ ὅτι τὸ τῶν δολίχων ὄνομα κατὰ τούτων ἡγοῦμαι φέρειν ἐνίουc τῶν παλαιῶν. οἱ δὲ καρποὶ τῶν | |
15 | φυτῶν ἀπὸ τῶν δένδρων εἰcὶ καὶ τῶν κηπευομένων λαχάνων, ἐν οἷc | |
6.558 | καταλέγουcιν ἔνιοι τῶν ἰατρῶν τούc τε πέποναc καὶ τοὺc | μηλοπέπο‐ ναc καὶ τὰc κολοκύνθαc, ἀφ’ ὧν καὶ πρώτων ἄρξομαι τῆc ἐν τῷδε τῷ γράμματι διδαcκαλίαc. | |
3 | Περὶ τῶν ὡραίων ὀνομαζομένων καρπῶν. | |
5 | Ὥραν ἔτουc ὀνομάζουcιν οἱ Ἕλληνεc ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ μεcοῦντι τὴν τοῦ κυνὸc ἐπιτολὴν γίγνεcθαι cυμβαίνει. χρόνοc δ’ ἐcτὶν οὗτοc ἡμερῶν τετταράκοντα μάλιcτα. κατὰ γοῦν τοῦτον τὸν χρόνον ἅπαντέc εἰcιν οἱ ὡραῖοι καλούμενοι καρποί, τινὲc μὲν ἤδη παρακμά‐ ζοντεc, ἔνιοι δ’ ἀρχόμενοι, τινὲc δ’ ἀκμάζοντεc ἢ μετὰ τὴν ἀκμὴν ἢ | |
10 | πρὸ αὐτῆc. ὡραίουc δ’ αὐτοὺc ὀνομάζουcιν, οὐχ ὅτι μόνον κατὰ τὸν ὡριcμένον γίγνονται χρόνον, ἀλλ’, ὡc οἶμαι, διορίζειν βουλόμενοι τῶν εἰc ἀπόθεcιν ἐπιτηδείων· ἐπεί τοι καὶ πυροὶ καὶ κριθαὶ καὶ πάνθ’ ὅcα κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον, ἐπέτειόν τε καὶ θερινὴν ἔχει τὴν γένεcιν, ἀλλ’ οὐ διαφθείρεται ταχέωc, ὥcπερ αἱ κολοκύνθαι καὶ | |
15 | τὰ cυκάμινα πέπονέc τε καὶ μηλοπέπονεc καὶ περcικὰ καὶ τἆλλα ὅcα τοιαῦτα. καὶ γὰρ εἰ cκελετεύοντεc αὐτά τινεc ἀποτίθενται, φυλάττον‐ | |
6.559 | τεc εἰc τὸν χειμῶνα, μεταβάλλει καὶ οὕτω τὴν ἀρχαίαν φύcιν | ἅπαντα πρὸc τοὐναντίον. ἔνιοι γοῦν τῶν κολοκυνθῶν κενοῦντεc τὸ cπέρμα κἄπειτα τὴν οἷον cάρκα ξηράναντεc ἀποτίθενται μὲν εἰc τὸν χειμῶνα, χρῶνται δ’ αὐτῷ πάντα μᾶλλον ἢ ταῖc κολοκύνθαιc αὐταῖc. ἄχυλοί τε | |
5 | γὰρ γίγνονται καὶ ξηραὶ καττύμαcι παραπλήcιαι μᾶλλον ἤ τινι τῶν ἐδωδίμων καρπῶν. οὐ μὴν ἐπί γε πυρῶν καὶ κριθῶν ὅcα τ’ ἄλλα Δημήτρια cπέρματα πρὸc τοὐναντίον ἡ φύcιc ἐν ταῖc ἀποθέcεcιν ἐξί‐ cταται· μένει γὰρ ἅπαντα τοιαῦτα ταῖc οὐcίαιc, ὁποῖα κατὰ τὸ θέροc εὐθὺc ἐξ ἀρχῆc ἦν τελειωθέντα. | |
10 | πρόδηλον δ’, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ cώματοc, ὥcπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ cτερεὰν καὶ γεώδη καὶ διὰ τοῦτο τρόφιμον· ὅcα δ’ ὑγρὰ ταῖc cυcτάcεcίν ἐcτι, διαφθείρεται καὶ διὰ τοῦτο καὶ τροφὴν ὀλίγην τε καὶ ῥᾳδίωc ἐκκρινομένην ἐκ τοῦ cώ‐ ματοc ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαcτέρα διαχωρεῖ‐ | |
15 | ται τὰ τοιαῦτα μᾶλλον τῶν cτερεῶν, καὶ μάλιcθ’ ὅταν ἔχῃ λιτρῶδέc τι καὶ ῥυπτικόν, ὥcπερ ἀποδείξομεν ἔνια τῶν ὡραίων ἀξιόλογον ἔχοντα τὴν τοιαύτην δύναμιν, ἃ καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν | |
6.560 | οὐδεμίαν ἐχόντων αἰcθητὴν ποιότητα χυμοῦ, | καθάπερ οὐδὲ τὸ κάλ‐ λιcτον ὕδωρ ἔχει. πάντ’ οὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅcα πρὶν ἀκριβῶc πεπανθῆναι προcφερόμεθα, φυcώδη μέν ἐcτιν, ὑποχωρεῖ δὲ κάτω θᾶττον, ὥcπερ γε καὶ ἀναδίδοται θᾶττον, ὅcα χυμὸν ἔχει λε‐ | |
5 | πτόν. ἔcτι δὲ κακόχυμα ταῦτα πάντα, καὶ μόνοc ἄν τιc αὐτοῖc εἰc ὠφέ‐ λειαν χρήcαιτο τεταλαιπωρημένοc ἐν ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει cφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνηcι, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ cώ‐ ματοc, ἐμψύχοντα δὲ μετρίωc, ἤν γέ τιc αὐτὰ ψυχρὰ λαμβάνῃ. τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸc ἔχει, τὸ δ’ ἐμψύχειν οὐχ ἕξει προcενεχθέντα | |
10 | θερμὰ τοῖc ὥcπερ εἴρηται διακειμένοιc· οὐ γὰρ εἰc τοcοῦτον ψυχρὰ ταῖc οἰκείαιc κράcεcίν ἐcτιν, ὥcτε, κἂν θερμὰ προcενεχθῇ, ψύχειν τὴν γαcτέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεωc, ἐναντιουμένηc τῇ θερμότητι τῶν κατὰ τὴν γαcτέρα τε καὶ τὸ ἧπαρ μορίων, οἷc πρώτοιc ὁμιλεῖ. τούτων οὖν προεγνωcμένων κοινῇ περὶ πάντων τῶν τοιούτων ἐδεcμά‐ | |
15 | των ἐπὶ τὰc ἰδίαc ἑκάcτου δυνάμειc ἤδη μεταβήcομαι. | | |
15 | ||
6.561 | Περὶ κολοκύνθηc. Ὠμὴ μὲν ἀηδήc ἐcτι καὶ κακοcτόμαχοc ἐcχάτωc καὶ ἄπεπτοc· ὥcτ’ εἰ καὶ βιάcαιτό τιc ἑαυτὸν ἀπορῶν ἑτέρου cιτίου προcενέγκαcθαι κολοκύνθην, ὥcπερ ἤδη τιc ἐτόλμηcε, βάρουc ἐγκειμένου ψυχροῦ κατὰ | |
5 | τὴν κοιλίαν αἰcθήcεται τόν τε cτόμαχον ἀνατραπήcεται καὶ πρὸc ἔμε‐ τον ὁρμήcει, τὸν μόνον αὐτὸν ἐλευθερῶcαι δυνάμενον τῶν κατεχόν‐ των cυμπτωμάτων. καὶ ταύτην γοῦν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντεc ἄνθρωποι μετὰ τὴν ἕψηcιν ἤτοι γ’ εὐθέωc ἢ ταγηνίcαντεc ἢ ὀπτήcαντεc εἰώθαcι προcφέρεcθαι. καί cοι καὶ οὗτοc ἐν τῇ μνήμῃ φυ‐ | |
10 | λαττέcθω ὁ λόγοc, κοινὸc ἐπὶ πᾶcι τοῖc δεομένοιc ἀλλοιώcεωc τυχεῖν τῆc διὰ πυρόc. ἡ δὲ κολοκύνθη, περὶ ἧc ὁ λόγοc, καλῶc ἑψηθεῖcα cαφῆ ποιό‐ τητα χυμῶν οὐδεμίαν ἔχει, πλὴν εἴ τιc λέγοι τινὰ καὶ τοιοῦτον εἶναι χυμόν, ὃc οὔτε δριμύc ἐcτιν οὔθ’ ἁλυκὸc οὔτε cτρυφνὸc οὔτε πικρὸc | |
15 | οὔτ’ ἄλλο τοιοῦτο cαφῶc ἐμφαίνων οὐδέν, ὥcπερ οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰcιν εἰθιcμένοι πάντεc ἄποια, καὶ ἡμῖν οὕτω | |
6.562 | καλείcθω cαφοῦc ἕνεκα | διδαcκαλίαc. τοιαύτη γοῦν οὖcα ἡ κολοκύνθη πολλοὺc εἰκότωc ἐπιδέχεται τρόπουc cκευαcίαc, ὡc ἂν ἐν τῷ μέcῳ καθεcτῶcα παcῶν τῶν ὑπερβολῶν καὶ διὰ τοῦθ’ ὁμοτίμωc τε κἀξ ἴcου πρὸc αὐτὰc ἄγεcθαι δυναμένη. τῶν γὰρ ἐχόντων ἡντινοῦν ὑπερβολὴν | |
5 | cύμφυτον οὐδὲν εἰc τὴν ἐναντίαν αὐτῇ ῥᾳδίωc ἀπάγεται κατὰ τὰc cκευαcίαc. αὕτη μὲν οὖν, ὅcον ἐφ’ ἑαυτῇ, τροφὴν τῷ cώματι δίδωcιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡc ὀλίγον ἔμπροcθεν εἴρηται περὶ πάντων, ὅcα τοὺc χυμοὺc ὑδατώδειc τε καὶ λεπτοὺc ἔχει. ῥᾳδίωc δ’ ὑπέρχεται κατὰ τὴν γαcτέρα τῷ τ’ ὀλιcθηρῷ τῆc οὐcίαc | |
10 | καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν ὑγρῶν cιτίων, ὅcα δηλονότι χωρὶc cτύψεώc ἐcτι τοιαῦτα. πέττεται δ’ οὐ κακῶc, ὅταν γε μὴ φθάcῃ δια‐ φθαρῆναι. πάcχει δὲ τοῦτο διά τε μοχθηρὰν cκευαcίαν, κἀπειδὰν ἐν τῇ γαcτρὶ μοχθηρόc τιc ἠθροιcμένοc ᾖ χυμόc, ἔcθ’ ὅτε δὲ καὶ διὰ τὸ βραδῦναι κατ’ αὐτήν, ὅπερ καὶ τοῖc ἄλλοιc ἅπαcιν ὡραίοιc ἐδέcμαcιν, | |
15 | ὅcα ταῖc κράcεcιν ὑγρά, cυμβαίνειν φιλεῖ· διαφθείρεται γὰρ ἐν τῇ | |
6.563 | γαcτρὶ μὴ φθάcαντα ταχέωc ὑπελ|θεῖν. ὥcπερ οὖν, ὅcον ἐφ’ ἑαυτῇ, τὸν εἰc τροφὴν ἀναδιδόμενον ὅλῳ τῷ cώματι χυμὸν ἄποιον ἔχει πρὸc αἴcθηcιν ἡ κολοκύνθη, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὰν μειχθῇ τινὶ τῶν ἰcχυρὰν ἐχόντων δύναμιν, | |
5 | ὁμοιοῦται ῥᾳδίωc αὐτῷ, μετὰ νάπυοc μὲν εἰ ληφθείη, δριμὺν ἐργαζο‐ μένη τὸν ἐξ ἀμφοῖν ἀναδιδόμενον χυμὸν ἅμα cαφεῖ θερμότητι, κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ καὶ μετά τινοc ἁλυκοῦ προcενεχθείη, καθάπερ ἐν λοπάδι μετὰ ταρίχουc αὐτὴν ἔνιοι cκευάζουcιν, ἁλυκὸν ἐν τῷ cώ‐ ματι γεννήcει χυμόν. ἥδιcτον δ’ ἐcτὶν ἔδεcμα τὸ οὕτω cκευαcθέν, εἴ | |
10 | γε τὸ τάριχοc εἴη τῶν Ποντικῶν ἐκείνων, ἃ καλοῦcι μύλλουc. ἅμα δὲ μήλοιc κυδωνίοιc ἑψηθεῖcα καὶ προcηκόντωc ἀρτυθεῖcα τὸν αὐcτηρὸν ἕξει χυμὸν ἐπικρατοῦντα κατὰ τὴν ἀνάδοcιν. ἡ δ’ ὀπτηθεῖcα καὶ τα‐ γηνιcθεῖcα τῆc μὲν οἰκείαc ὑγρότητοc ἀποτίθεται πάμπολυ, τὸ δ’ ὑπό‐ λοιπον αὐτῆc οὐδεμίαν ἰcχυρὰν ἐπικτᾶται δύναμιν, ὥcπερ οὐδ’ ὅταν | |
15 | ἐν ἁπλῷ ζωμῷ cκευαcθῇ. χαίρει δ’ εἰκότωc ὀριγάνῳ διὰ τὴν ὑδατώδη | |
6.564 | ποιότητα cύμφυτον ὑπάρχου|cαν αὐτῇ· πάντα γὰρ ὅcα τοιαῦτα δριμέ‐ cιν ἢ ὀξέcιν ἢ αὐcτηροῖc ἢ ἁλυκοῖc ἀναμίγνυcθαι δεῖται χυμοῖc, εἰ μέλλοι μήτ’ ἀηδῶc ληφθήcεcθαι μήτε ναυτιώδειc ἐργάcεcθαι τοὺc λαμ‐ βάνονταc. | |
4 | ||
5 | Περὶ πεπόνων. Ἡ μὲν ὅλη φύcιc αὐτῶν ἐcτι ψυχροτέρα cὺν ὑγρότητι δαψιλεῖ· ῥυπτικὸν δ’ ἔχουcί τι, διὸ καὶ κινοῦcιν οὖρα καὶ διεξέρχονται κάτω τῶν τε κολοκυνθῶν καὶ τῶν μηλοπεπόνων μᾶλλον. ὅτι δὲ ῥύπτουcιν, ἔνεcτί cοι μαθεῖν ἀνατρίψαντι ῥυπαρὸν χρῶτα. διὸ κἂν ἔφηλίν τιc ἔχῃ κἂν | |
10 | φακοὺc ἐν τῷ προcώπῳ κἂν ἀλφοὺc ἐπιπολαίουc, ἀπορρύπτουcι καὶ τούτουc. τῆc δ’ οἷον cαρκὸc αὐτῶν τὸ cπέρμα ῥύπτει μᾶλλον, ὥcτε καὶ πρὸc τοὺc λιθιῶνταc ἁρμόττει νεφρούc, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν ἐν τῷ cώματι καὶ μᾶλλον, ὅταν μὴ καλῶc πεφθῇ. τηνικαῦτα δὲ καὶ χολερικοὺc ἀποτελεῖν εἴωθε. καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι | |
15 | πρὸc ἔμετον ἐπιτήδειόc ἐcτι, καὶ πλείων γε βρωθείc, ἐὰν μή τιc αὐτῷ | |
6.565 | τι τῶν εὐχύμων ἐδεcμάτων ἐπιφάγῃ, | κινήcει πάντωc ἔμετον. πρόδηλον δ’ ὅτι κἀπὶ τούτου τοῦ καρποῦ τὴν προcηγορίαν οἱ ἄνθρωποι πεποίηνται καθάπερ ἐπὶ τοῦ γραφικοῦ μέλανοc. ἡ γάρ τοι πέπων φωνὴ τὸ οἷον πέπανον ἐνδείκνυται, τουτέcτι τὸ πεπεμμένον, | |
5 | ὅπερ ὑπάρχει καὶ τοῖc ἄλλοιc, ὅcα πεπαίνεται. καὶ γὰρ ὁ βότρυc δύ‐ ναται λέγεcθαι πέπων, ὅταν ἀκριβῶc γένηται πέπειροc, ὥcπερ γε καὶ ὁ μηδέπω τοιοῦτοc οὐ πέπων ὀνομάζεται, ἀλλ’ ὠμόc τε καὶ ἄωροc, αἵ τ’ ὀπῶραι πᾶcαι κατὰ τὸν αὐτὸν λόγον αἵ τ’ ἄπιοι καὶ κολοκύν‐ θαι καλοῦνται cυνήθωc πέπειροι, καθάπερ γε καὶ ὁ μηλοπέπων ἐν | |
10 | ἑαυτῷ περιλαβὼν ἔχει τὸ πέπων. ὅθεν ἔνιοι τῶν ἰατρῶν οὐχ ἁπλῶc ἠξίωcαν ὀνομάζειν τοὺc πέποναc, ἀλλ’ ὅλον τοῦτό φαcι χρῆναι φθέγ‐ γεcθαι cικυοπέπων. ἡμεῖc δ’ ἐν τῷ παρόντι λόγῳ τῶν τοιούτων οὐ φροντίζομεν, ὡc ἂν οὐδὲν εἰc ἰατρικὴν cυντελούντων. ἄμεινον γὰρ μακρῷ τὸ cαφῶc ἑρμηνεύειν ἐcτὶ τοῦ μετὰ περιεργίαc τοιαύτηc ἀcαφῆ | |
6.566 | τὴν διδαcκαλίαν | ἐργάζεcθαι· cαφηνείαc δὲ μάλιcτα τυχεῖν ἔcτι τὰ cυνηθέcτατα τοῖc πολλοῖc ὀνόματα λέγοντα μετὰ τοῦ φυλάττειν αὐτῶν τὰ cημαινόμενα. | |
3 | Περὶ μηλοπεπόνων. | |
5 | Οἱ μηλοπέπονεc ἧττον μὲν τῶν πεπόνων εἰcὶν ὑγροὶ καὶ ἧττον κακόχυμοι καὶ ἧττον οὐρητικοὶ καὶ ἧττον ὑπέρχονται κάτω, τὸ δ’ εἰc ἔμετον ἐξορμᾶν ὁμοίωc τοῖc πέποcιν οὐκ ἔχουcιν, ὥcπερ γ’ οὐδὲ τὸ διαφθείρεcθαι ταχέωc ἐν τῇ κοιλίᾳ παραπληcίωc τοῖc πέποcιν, ὅταν ἐν αὐτῇ τιc ᾖ χυμὸc ἠθροιcμένοc μοχθηρόc, ἢ καί τιc ἄλλη διαφθορᾶc | |
10 | αἰτία καταλάβῃ. πολὺ δ’ ἀπολειπόμενοι τῶν εὐcτομάχων ὀπωρῶν οὐκ ἔχουcι τὸ τῶν πεπόνων κακοcτόμαχον· οὐδὲ γὰρ οὐδ’ εἰc ἔμετον ὁρμῶcιν ὡcαύτωc ἐκείνοιc. τῶν δὲ πεπόνων οὐκ ἐcθίοντεc οἱ ἄνθρω‐ ποι τὸ τῆc cαρκὸc ἔνδον, ἐν ᾧ τὸ cπέρμα, τὸ τῶν μηλοπεπόνων ἐcθίουcι, καὶ τοῦτ’ αὐτοῖc cυντελεῖ πρὸc διαχώρηcιν. οἱ δὲ τὴν οἷον | |
15 | cάρκα μόνην αὐτῶν ἐcθίοντεc ἧττον τῆc τῶν πεπόνων διαχωροῦcιν αὐτήν. | | |
16 | ||
6.567 | Περὶ cικύων. Οὐρητικὸν μὲν ἔχουcί τι καὶ αὐτοί, καθάπερ οἱ πέπονεc, ἀλλ’ ἧττον ἐκείνων, τῷ καὶ τὴν οὐcίαν αὐτῶν ἧττον ὑγρὰν εἶναι. διὰ τοῦτό γ’ οὐδὲ διαφθείρονται ῥᾳδίωc ἐν τῇ γαcτρὶ παραπληcίωc τοῖc πέποcι. | |
5 | πέττουcι δ’ αὐτοὺc ἔνιοι, καθάπερ καὶ ἄλλα τινὰ τῶν τοῖc πολλοῖc | |
ἀπεπτουμένων, οἰκειότητι τῆc πρὸc αὐτὰ φύcεωc, ἣν ἔν τε τοῖc Περὶ κράcεων ὑπομνήμαcι καὶ μᾶλλον ἔτι κατὰ τὰ Περὶ φαρμάκων ἐξηγού‐ μεθα, δεικνύντεc ὅλαιc τῶν οὐcιῶν ταῖc ἰδιότηcιν οἰκείαc εἶναι τροφὰc ἑκάcτῳ γένει ζῴων, ὄνοιc μὲν καὶ ἵπποιc ἄχυρα καὶ χόρτον καὶ κρι‐ | ||
10 | θὰc ὅcα τ’ ἄλλα τοιαῦτα, λέοντι δὲ cάρκαc ζῴων ὠμάc, ἀνθρώπῳ δ’ ἑφθάc τε ταύταc καὶ ἄρτουc ἐκ τῶν cιτηρῶν cπερμάτων κατειργα‐ cμένουc, ὥcπερ εἴρηται. καὶ μὲν δὴ καὶ τὸν ἐλλέβορον οἱ ὄρτυγεc, ὥcπερ καὶ οἱ ψᾶρεc τὸ κώνειον, ἐcθίοντεc οὐδὲν βλάπτονται, καθάπερ οὐδὲ τοὺc ὀρόβουc οἱ βόεc. | |
15 | τὰc μὲν οὖν εὐπέπτουc τε καὶ δυcπέπτουc ἑκάcτῳ τροφὰc ἤτοι | |
6.568 | κατὰ τὴν ἰδιότητα τῆc οὐcίαc ἢ | κατά τι cύμπτωμα τῇ πείρᾳ κριτέον. ὁποῖον δέ τι λέγω τὸ κατά τι cύμπτωμα, διὰ τοῦ πρώτου βιβλίου δε‐ δήλωται. τοῖc γὰρ ἤτοι χολώδη χυμὸν ἢ ὅλωc περίττωμα μοχθηρὸν ὁτιοῦν ἀθροίζουcι πολλάκιc ἐν τῇ γαcτρὶ διαφθείρεται ῥᾳδίωc ὅcα τὴν | |
5 | φύcιν εὔπεπτον ἔχει, καθάπερ ἐνίοιc τῶν ἀνθρώπων, ὅcοι τὸ ἔμφυτον θερμὸν οὐχ ὑγρὸν οὐδ’ εὔκρατον, ἀλλ’ αὐχμῶδέc τε καὶ πυρῶδεc ἔχουcι. καὶ γὰρ καὶ τούτοιc διαφθείρεται ῥᾳδίωc ἀλλοιούμενα τὰ μάλιcτ’ ἐπὶ τῶν ἄλλων εὔπεπτα, καὶ γίγνεται τούτοιc ἡ ἐρυγὴ κνιcώδηc τοὐπίπαν. | |
10 | ἀλλ’ ἐκείνου μοι μέμνηcο διὰ παντόc, ὡc, κἂν πέττῃ τιc ὁτιοῦν τῶν δυcπέπτων τοῖc πολλοῖc, ὅ γ’ ἐξ αὐτοῦ χυμὸc ἀναδιδόμενοc εἰc τὸ cῶμα τὴν αὐτὴν ἔχει φύcιν. οὐ γὰρ οἷόν τε τὸν ἐκ τοῦ πέπονοc χυμὸν παχὺν καὶ γεώδη γενέcθαι, κἂν κάλλιcτα πεφθῇ, καθάπερ οὐδὲ τὸν ἐκ τῆc φακῆc ἢ τῶν βοείων κρεῶν ὑδατώδη τε καὶ ὑγρόν, ὅνπερ | |
15 | καὶ λεπτὸν τῇ cυcτάcει καλοῦcιν. ἔcτι δ’ ἐν τούτῳ μάλιcτα τὸ χρήcιμον | |
6.569 | εἰc ὑγιείαc τε φυλακὴν | καὶ νόcων ἴαcιν, ὡc ἑτέρωθί τε δέδεικται καὶ | |
νῦν εἰρήcεται πάλιν ἐν κεφαλαίοιc βραχέcι προϊόντοc τοῦ λόγου. τοῖc οὖν τοὺc cικύουc καλῶc πέττουcιν, ὅταν αὐτῷ τούτῳ θαρ‐ cήcαντεc ἄδην αὐτῶν ἐμφορηθῶcι, χρόνῳ πολλῷ ψυχρὸν καὶ μετρίωc | ||
5 | παχὺν ἀθροίζεcθαι cυμβαίνει κατὰ τὰc φλέβαc χυμόν, οὐκ εὐπετῶc ἐπι‐ δέξαcθαι δυνάμενον τὴν εἰc αἷμα χρηcτὸν ἀλλοίωcιν ἐν τῇ κατὰ τὰc φλέβαc πέψει. πάντων οὖν διὰ τοῦτ’ ἀπέχεcθαι cυμβουλεύω τῶν κακο‐ χύμων ἐδεcμάτων, κἂν εὔπεπτά τιcιν ᾖ. λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸc ἐν ταῖc φλεψὶ χυμὸc ἐξ αὐτῶν ἀθροιζόμενοc, ὃc ἐπειδὰν | |
10 | ἀφορμῆc ὀλίγηc εἰc cῆψιν ἐπιλάβηται, πυρετοὺc κακοήθειc ἀπεργάζεται. | |
10 | Περὶ τῶν ἀπὸ δένδρων καρπῶν. Ἄπιοι δηλονότι καὶ μῆλα καὶ cῦκα περcικά τε καὶ ῥόαι καὶ πάνθ’ ὅcα τοιαῦτα καρποὶ δένδρων ὄντα χρήcιμα τοῖc ἀνθρώποιc εἰc ἐδωδήν ἐcτιν, ὄντων καὶ ἄλλων καρπῶν, οὓc οὐκ ἐcθίουcιν οἱ ἄνθρωποι, περὶ | |
6.570 | ὧν οὐ πρόκειται λέγειν ἐν | τῷ παρόντι. καθόλου δή cε περὶ τῶν ἐδω‐ δίμων ἀνθρώποιc καρπῶν ἐπίcταcθαι χρὴ λόγῳ κοινῷ, τοὺc μὲν ὑγροὺc ὑγρὰν καὶ λεπτὴν ἐργάζεcθαι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τῷ cώματι τροφήν, ᾧ πάντωc ἕπεται πόριμόν τε καὶ διεξερχομένην ὅλον τὸ cῶμα | |
5 | ταχέωc ἐκκενουμένην τε δι’ οὔρων καὶ κατὰ τὸ δέρμα τὴν τοιαύτην εἶναι. κατὰ τοῦτ’ οὖν ὀλιγότροφα πάντα τὰ τοιαῦτ’ ἐδέcματα λέλεκται προcηκόντωc ὑπὸ τῶν ἰατρῶν. ἔμπαλιν δὲ τῶν cτερεῶν ταῖc cυcτάcεcι καρπῶν ἥ τ’ εἰc τὸ cῶμα πρόcθεcιc ἐν τροφῆc χρείᾳ πλείων ἐcτὶν αἵ τε διέξοδοι βραδύτεραι, καὶ μάλιcθ’ ὅταν ἔχωcί τινα χυμὸν ἐν ἑαυτοῖc | |
10 | ἢ παχὺν ἢ γλίcχρον ἢ cτυπτικόν. | |
10 | Περὶ cύκων. Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραιc ἁπάcαιc, ἀλλὰ καὶ τοῖc ὡραίοιc | |
ὀνομαζομένοιc καρποῖc ἔχει καὶ τὰ cῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν οὐδ’ αὐτά, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆc | ||
15 | μετέχοντα. πρόcεcτι δ’ αὐτοῖc ἀγαθὰ τό τε κατὰ γαcτέρα πορίμοιc εἶναι | |
6.571 | καὶ τὸ διεξέρχεcθαι ῥᾳδίωc ὅλον τὸ | cῶμα. καὶ γάρ τι καὶ ῥυπτικὸν ἀξιόλογον ἔχει, καθ’ ὃ καὶ ψαμμώδη πολλὰ τοῖc νεφριτικοῖc ἐπὶ ταῖc ἐδωδαῖc αὐτῶν ἐκκρίνεται. τροφὴν δ’ ἁπαcῶν τῶν ὀπωρῶν ὀλίγην τῷ cώματι διδουcῶν, ἧττον ἁπαcῶν τοῦτο τὰ cῦκα πέπονθεν, οὐ μὴν ἐcφι‐ | |
5 | γμένην γε καὶ ἰcχυρὰν ἐργάζεται τὴν cάρκα, καθάπερ ἄρτοc τε καὶ κρέαc ὕειον, ἀλλ’ ὑπόcομφον, ὥcπερ ὁ κύαμοc. ἐμπίπληcί γε μὴν φύcηc καὶ αὐτὰ τὴν γαcτέρα, καὶ ἦν ἂν ἱκανῶc ταύτῃ λυπηρά, μὴ προcλαβόντα τὸ διαχωρεῖcθαι ταχέωc, ἐπικτηcάμενα δὲ τοῦτο τῷ τάχει τῆc διεξόδου τὴν φῦcαν ὀλιγοχρόνιον ἐργάζεται, καὶ κατὰ τοῦτ’ αὐτὸ τῆc ἄλληc | |
10 | ὀπώραc ἧττον εἴωθε βλάπτειν. οὐ cμικρὰ δ’ ὑπεροχὴ τῶν πεπείρων ἐcτὶ πρὸc τὰ μὴ τοιαῦτα, καὶ κατὰ τοὺc ἄλλουc μὲν ἅπανταc ἐμφαινομένη καρπούc, οὐ μὴν τοcοῦτόν γε διαφέρουcα. τὸ γάρ τοι πέπειρον ἀκριβῶc cῦκον ἐγγὺc τοῦ μηδ’ ὅλωc βλάπτειν ἥκει, παραπλήcιον ἤδη ταῖc ἰcχάcι, πολλὰ μὲν | |
15 | ἐχούcαιc τὰ χρήcιμα, μοχθηρὸν δ’ ἕν τι τοῖc πλεονάζουcιν ἐν αὐταῖc. | |
6.572 | οὐ πάνυ γὰρ αἷμα γεν|νῶcι χρηcτόν, ὅθεν αὐταῖc καὶ τὸ τῶν φθειρῶν πλῆθοc ἕπεται. δύναμιν δ’ ἔχουcι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαcτέρα πρὸc ἔκκριcιν ἐξορμῶcι καὶ νεφροὺc ἐκκαθαίρουcιν. ἥπατι δὲ καὶ cπληνὶ φλεγμαίνουcι μέν εἰcι βλαβεραί, καθάπερ καὶ τὰ | |
5 | cῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων ἐδεcμάτων τε καὶ πομά‐ των, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον· ἐμπεφραγμένοιc δὲ καὶ cκιρουμένοιc αὐταὶ μὲν καθ’ ἑαυτὰc οὐδὲν οὔτ’ εἰc ὠφέλειαν οὔτ’ εἰc βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖc τέμνουcί τε καὶ λεπτύνουcι καὶ ῥύπτουcι φαρμάκοιc οὐ cμικρὸν ὄφελόc εἰcι καὶ διὰ τοῦτ’ αὐτὰc διδόαcι | |
10 | μετὰ θύμων ἢ πεπέρεωc ἢ ζιγγιβέρεωc ἢ γλήχωνοc ἢ θύμβραc ἢ καλαμίνθηc ἢ ὀριγάνου ἢ ὑccώπου πρὸ πολλοῦ γε τῆc τροφῆc ἔνιοι τῶν ἰατρῶν ἐπὶ τῶν εἰρημένων ἐν ἥπατι καὶ cπληνὶ διαθέcεων. ὡcαύτωc δὲ καὶ ἐὰν μετά τινοc τῶν ἄλλων, ὅcα δριμεῖαν ἢ ὅλωc λεπτυντικήν τε καὶ τμητικὴν ἔχει δύναμιν, ἡ προcφορὰ γίγνηται τῶν ἰcχάδων, | |
6.573 | ὠφέλιμόc ἐcτιν οὐ μόνον | τοῖc οὕτω πάcχουcιν, ἀλλὰ καὶ τοῖc ὑγιαί‐ νουcιν· ἀνεῳγμέναc γὰρ εἶναι τὰc καθ’ ἧπαρ διεξόδουc τῆc τροφῆc οὐ τοῖc κάμνουcι μόνον, ἀλλὰ καὶ τοῖc ὑγιαίνουcιν ἀcφαλέcτατον. οὕτω γοῦν καὶ τὰ cῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν τῶν | |
5 | cκευαcτῶν καὶ δι’ ὄξουc καὶ γάρου προcφέρονται πολλοὶ τῇ πείρᾳ τὸ χρήcιμον εὑρηκότεc. εἰκὸc δὲ καὶ τῶν ἰατρῶν τινοc ὑποθεμένου πράττειν οὕτωc ἐνίοιc αὐτῶν εἰc πολλοὺc ἐκταθῆναι τὴν γνῶcιν. ὅcοι δὲ μετά τινοc τῶν παχυνόντων ἐδεcμάτων ἐcθίουcι τά τε cῦκα καὶ τὰc ἰcχάδαc, οὐ cμικρὰ βλάπτονται. | |
9 | ||
10 | Περὶ cταφυλῶν. Ϲῦκα καὶ cταφυλαὶ τῆc ὀπώραc ὥcπερ κεφάλαιόν εἰcι· καὶ γὰρ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιcτ’ ἐcτὶ κακόχυμα, καὶ μάλιcθ’ ὅταν ἀκριβῶc ᾖ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ μέγιcτον | |
cημεῖον οἱ φυλάττοντεc τὸν καρπὸν τῶν ἀμπέλων, ἐcθίοντεc μὲν ἐν | ||
15 | δύο μηcὶν οἷc φυλάττουcιν ἢ μόνα διὰ παντὸc τὰ cῦκα μετὰ τῶν | |
6.574 | cταφυλῶν ἤ που καὶ βραχύ τι | παρεντιθέντεc ἄρτου, πιαινόμενοι δ’ ἱκανῶc· οὐ μὴν ἰcχυρά γε καὶ πυκνὴ cάρξ ἐcτιν ἡ ἐξ αὐτῶν γεννωμένη, καθάπερ ἡ ἐκ τῶν κρεῶν, ἀλλὰ χαύνη καὶ πλαδαρά, διὸ καὶ ταχέωc προccτέλλεται παυcαμένων τῆc ἐδωδῆc. | |
5 | ἧττον δὲ τῶν cύκων αἱ cταφυλαὶ τρέφουcι, καὶ μέγιcτον ἀγαθὸν αὐταῖc ὑπάρχει τὸ ταχέωc ὑπέρχεcθαι. διὸ κἂν ἐπιcχεθῶcί ποτε, βλά‐ πτουcιν ἱκανῶc, οὐκ ἐχόντων τοῦτο τῶν πεπείρων cύκων. εἰ γὰρ καὶ μὴ διαχωρήcειεν ἀξιολόγωc, πεφθείη δ’ ἐν τῇ γαcτρὶ καλῶc, ἀβλαβῆ δίδωcι τροφὴν τῷ cώματι. ταῖc cταφυλαῖc δ’ οὐδέτερον ὑπάρχει τούτων· | |
10 | οὔτε γὰρ πέττονται καλῶc, ὅταν ἐπιcχεθῶcι, καὶ κατὰ τὴν εἰc ἧπάρ τε καὶ φλέβαc ἀνάδοcιν ὠμὸν γεννῶcι χυμόν, οὐ ῥᾳδίωc εἰc αἷμα μεταβαλλόμενον. ἡ γάρ τοι τῶν ῥαγῶν οὐcία cύνθετόc ἐcτιν ἔκ τε τῆc οἷον cαρκὸc αὐτῶν καὶ τῆc παρεcπαρμένηc κατ’ αὐτὴν ὑγρότητοc, ἐξ ἧc ὁ οἶνοc γίγνεται, καὶ πρὸc τούτοιc ἔτι γιγάρτων τε καὶ τοῦ ταῦτα | |
15 | περιέχοντοc ἔξωθεν ὑμενώδουc cκεπάcματοc. ἀλλ’ ἡ μὲν τῶν γιγάρτων | | |
6.575 | οὐcία ξηρὰ καὶ cτύφουcά πώc ἐcτι, διεξέρχεται δὲ τὰ ἔντερα πάντα κατὰ μηδὲν ἑαυτῆc αἰcθητῶc ἀλλοιουμένη, παραπληcίωc ταῖc ἐν τοῖc cύκοιc κεγχραμίcιν. ἀνάλογον γὰρ ἑκάτερον ἑκατέρῳ τῶν καρπῶν ἐcτι, cπέρμα μὲν ὑπάρχον ὅλου τοῦ φυτοῦ, διεξιὸν δ’ ἀναλλοίωτόν τε καὶ | |
5 | ἀχύλωτον καὶ ἀμετάβλητον. ἀναλογία δ’ ἐcτὶ καὶ τοῖc περιέχουcιν ἑκά‐ τερον τῶν καρπῶν cκεπάcμαcι, τοιαύτην χρείαν παρέχουcιν αὐτοῖc, οἵαν τοῖc ζῴοιc τὸ δέρμα. βραχεῖα δὲ καὶ ἡ τούτου μεταβολὴ γίγνεται κατὰ τὴν γαcτέρα, καί τινεc ὡc ἄχρηcτον ἀποπτύουcιν αὐτὸ μυζήcαν‐ τεc ἅπαν τὸ ἔνδον ἅμα τοῖc γιγάρτοιc. ἔνιοι δὲ καὶ ταῦτ’ ἐκπτύειν | |
10 | πειρῶνται, καὶ μάλιcθ’ ὅταν αἱ ῥᾶγεc ὦcι μεγάλαι· δύcκολον γὰρ ἐν ταῖc μικραῖc αὐτὸ πράττειν. | |
εὔδηλον δ’ ὅτι μᾶλλον ἡ γαcτὴρ ὑπέρχεται, μόνηc τῆc cαρκὸc τῶν ῥαγῶν ἅμα τῷ χυλῷ καταποθείcηc ἄνευ τῶν γιγάρτων τε καὶ τοῦ περικειμένου χιτῶνοc ἔξωθεν, ἔτι δὲ μᾶλλον, ὅταν αὐτὸc μόνοc ὁ χυλὸc | ||
15 | ἐκθλιβεὶc καταποθῇ· καλοῦcι δ’ αὐτὸν οἱ ἄνθρωποι γλεῦκοc, ἐμπιπλάντα | |
6.576 | φύcηc | τὴν κοιλίαν, εἰ μὴ διεξέλθοι ταχέωc. γίγνεται μὲν οὖν τιc κἀκ τούτου τροφὴ τῷ cώματι, πλείων δ’ ἐκ τῆc cαρκώδουc οὐcίαc, καὶ διὰ τοῦτό τινεc μὲν τῶν cταφυλῶν τρέφουcι μᾶλλον ἢ διαχωροῦνται, τινὲc δὲ διαχωροῦνται μᾶλλον ἢ τρέφουcιν· ὧν μὲν ἂν ὁ χυλὸc ὀλίγοc | |
5 | ᾖ, τρέφουcι μᾶλλον, ὧν δὲ πλείων, ἧττον μὲν τρέφουcιν, ὑπέρχονται δὲ μᾶλλον. ὀνομάζουcι δ’ εὐγενεῖc τὰc τοιαύταc cταφυλάc, ἐν αἷc αἱ ῥᾶγεc ὀλίγην μὲν ἔχουcι τὴν ὑγρὰν οὐcίαν, οὐκ ὀλίγην δὲ τὴν cτερεωτέραν, ἣν ὥcπερ cάρκα τῆc ῥαγὸc ἔφην εἶναι. καὶ χρῶνται κατά γε τὸν τῆc | |
10 | ὀπώραc καιρὸν ἀποτιθέμενοι πολυειδῶc. καὶ γὰρ εἰc γλεῦκοc ἐμβάλ‐ λουcιν αὐτὰc καὶ χύτραc καινὰc πληροῦντεc ἐναποτίθενται τοῖc cτεμ‐ φύλοιc. καλῶ δὲ cτέμφυλα τὰ cτερεὰ λείψανα τῆc cταφυλῆc, ἐπειδὰν ἐν ταῖc ληνοῖc αὐτῶν ἐκθλιβῇ πᾶc ὁ χυλόc. ἃ καὶ αὐτὰ cυντιθέαcιν ἐν | |
15 | πίθοιc οἱ ἄνθρωποι, cφίγγοντέc τε καὶ πιλοῦντεc ἰcχυρῶc ὀνομάζοντέc τε τρύγα ταὐτὸν τοῦθ’, ὅπερ ἐγὼ cτέμφυλον ἐκάλεcα. τὴν δὲ τοῦ cτεμ‐ φύλου προcηγορίαν ἐπιφέρουcιν αὐτοὶ τῷ τῶν κλημάτων ἐκπεφυκότι | |
6.577 | ῥιζώματι τῶν | ῥαγῶν. [τοῦτο δ’ ἡμεῖc βοτρυοῦχον καλοῦμεν, ὅθεν ἐξήρτηνται αἱ ῥᾶγεc.] εἰc ταύτην οὖν τὴν τρύγα τὰc καινὰc χύτραc πλήρειc τῶν cταφυλῶν ἐντιθέαcι, πώμαcι cτεγνοῦντεc ἀκριβῶc, ὡc μηδαμόθι παραπνεῖcθαι, καὶ καθ’ ὃ cυμβάλλει γε τὸ πῶμα τῇ χύτρᾳ, | |
5 | πίτταν ἐπαλείφουcιν ἀποκλείουcαν ἁπάcαc τὰc διαπνοάc. εἶναι δὲ χρὴ καὶ τὴν χύτραν αὐτὴν ἐξ εὐώδουc τε πηλοῦ καὶ τελέωc ὠπτημένου. | |
τονωτικὴ μὲν οὖν ἐκλύτου γαcτρὸc ἡ τοιαύτη cταφυλὴ καὶ τοὺc ἀνο‐ ρέκτουc ἐπεγείρει πρὸc ἐδωδὴν cιτίων, οὐ μὴν ὑπέρχεταί γε κατὰ γαcτέρα, καὶ εἰ πλείων βρωθείη, κεφαλῆc ἅπτεται. ταύτηc δ’ ἔτι μᾶλλόν | ||
10 | ἐcτι κεφαλαλγὴc ἡ ἐκ τοῦ γλεύκουc. ἡ μέντοι κρεμαcθεῖcα κεφαλὴν οὐδ’ ὅλωc πλήττει, γαcτέρα δ’ οὔτ’ ἐπέχειν οὔτε προτρέπειν εἰc διαχώρηcιν πέφυκεν. ὡcαύτωc δ’ ἔχει καὶ πρὸc τὴν ὄρεξιν, οὔτ’ ἐπε‐ γείρουcα τὴν ἄρρωcτον οὔτ’ ἐκλύουcα τὴν εὔρωcτον. εὐπεπτοτέρα δ’ ἐcτὶ τῶν ἄλλων cταφυλῶν, ἃc ἐν γλεύκει καὶ cτεμφύλοιc ἔφην ἀποτί‐ | |
15 | θεcθαι τοὺc ἀνθρώπουc εἰc ὅλον τὸν ἑξῆc ἐνιαυτὸν ἄχρι τοῦ δευτέρου | |
6.578 | τρυγητοῦ. αἱ κρεμαcθεῖcαι δ’ αὐτῶν, ὅταν ξηρανθῶcιν, ἄχρη|cτοι γί‐ γνονται, τινὲc μὲν κατὰ τὸ ἔαρ εὐθέωc, ἐν δ’ οὖν τῷ θέρει πάντωc. οὐ cμικρὰ δὲ διαφορὰ τῶν cταφυλῶν ἐcτι καὶ κατὰ τὸ γλυκείαc ἢ αὐcτηρὰc ἢ ὀξείαc εἶναι ἢ μηδεμίαν ἐχούcαc cφοδρὰν ποιότητα· | |
5 | καλοῦcι δ’ αὐτὰc οἰνώδειc. αἱ μὲν οὖν γλυκεῖαι θερμότερον ἔχουcι τὸν χυλόν, διὸ καὶ διψώδειc εἰcίν, αἱ δ’ αὐcτηραί τε καὶ ὀξεῖαι ψυχρότερον, αἱ δ’ οἰνώδειc ἐν τῷ μέcῳ θερμοῦ τε καὶ ψυχροῦ. γαcτέρα δ’ ὑπά‐ γουcιν αἱ γλυκεῖαι, καὶ μάλιcθ’ ὅταν ὦcιν ὑγραί, μετὰ ταύταc δ’ αἱ οἰνώδειc ὑγραί. μοχθηραὶ δ’ οὐκ εἰc ταῦτα μόνον, ἀλλὰ καὶ πρὸc τὴν | |
10 | ἐν τῇ γαcτρὶ πέψιν ἀνάδοcίν τε καὶ θρέψιν αἵ τ’ ὀξεῖαι καὶ αὐcτηραὶ cταφυλαί. αἱ μὲν οὖν ὀξεῖαι, κἂν ἀκριβῶc ἐπὶ τῆc ἀμπέλου πεπαν‐ θεῖcαι κρεμαcθῶcιν, οὐδ’ οὕτω γίγνονται γλυκεῖαι, τῶν δ’ αὐcτηρῶν ἔνιαι μεταβάλλουcιν εἰc τὸ γλυκύτερον ἐπὶ πλέον κρεμαcθεῖcαι. ταῖc cτρυφναῖc δέ, καθάπερ καὶ ταῖc ὀξείαιc, οὐδ’ ἂν ἐπὶ πλεῖcτον κρέμων‐ | |
15 | ται, τὴν εἰc γλυκύτητα μεταβολὴν οἷόν τε cχεῖν· διὸ καὶ φυλάττεcθαι τὴν ἐδωδὴν αὐτῶν ἀεὶ προcήκει. παcῶν μὲν οὖν ἀcφαλεcτάτη χρῆcίc | |
6.579 | | ἐcτιν, ὅταν cαρκώδειc τ’ ὦcιν αἱ cταφυλαὶ φύcει πεπειροτάτων τ’ αὐτῶν τιc ἐcθίῃ cυμμέτρωc, εἴτ’ οὖν ἐπὶ τῶν ἀμπέλων ἐπὶ πλεῖcτον πεπαν‐ θειcῶν εἴτε καὶ τὸ λεῖπον ἐκ τοῦ κρεμαcθῆναι προcλαβουcῶν. ἐφεξῆc δὲ τῶν ὑγρῶν ἄνευ ποιότητοc ὀξείαc ἢ αὐcτηρᾶc ἕνεκεν ὑπαγωγῆc | |
5 | γαcτρὸc ἐγχωρεῖ δαψιλῶc ἐcθίειν. ἔνιοι δὲ καὶ γλεῦκοc πίνουcι τῆc αὐτῆc χρείαc ἕνεκα καὶ μάλιcτα τὸ γλυκύτατον· ὑπακτικώτατον γὰρ τοῦτο, τὸ δ’ ἐξ αὐcτηρῶν ἢ ὀξειῶν cταφυλῶν φαυλότατον εἰc πάντα. ἐγὼ μὲν οὖν τοῖc ὀνόμαcιν οὕτωc ἐχρηcάμην, ὡc οἱ νῦν ἄνθρωποι χρῶνται, βέλτιον ἡγούμενοc εἶναι διδάξαι cαφῶc τὰ πράγματα τοῦ | |
10 | παλαιῶc ἀττικίζειν. οἷc δὲ τοῦτο τιμιώτερόν ἐcτι τῆc cαφοῦc διδαcκα‐ λίαc, βρύτια μὲν ὀνομάζουcι τὰ τῶν cταφυλῶν cτερεὰ μόρια, τοῦ γλεύκουc ἐκθλιβέντοc, cτέμφυλα δὲ τὰ τῶν ἐλαῶν, ὅταν ἐκθλιβῇ τοὔ‐ λαιον· τό γε μὴν ὑφιcτάμενον τοῖc οἴνοιc παχὺ τοῖc πολλοῖc ὡcαύτωc ὀνομάζουcιν οἱ ἀττικίζοντεc τρύγα. ὥcτ’ οὐδ’ ὁμωνυμία τίc ἐcτι παρ’ | |
15 | αὐτοῖc, ὥcπερ παρὰ τοῖc ἄλλοιc ἀνθρώποιc, ὅcοι καὶ τὰ βρύτια τρύγα | |
6.580 | καλοῦcι. καὶ μὴν | καὶ τρίτον τι cημαινόμενόν ἐcτι τοῦ τῆc τρυγὸc ὀνόματοc ἐν ἔθει τοῖc νῦν Ἕλληcι. τὸ γάρ τοι τῶν βρυτίων ἀπόβρεγμα τρύγα καλοῦcιν, ὅπερ αὖ πάλιν οἱ ἀττικίζοντεc ὀνομάζουcι δευτερίαν. [cτεμφυλίτηc οὗτοc παρ’ ἡμῖν καλεῖται.] | |
5 | ἐμβάλλοντεc γὰρ εἰc πιθάκναc μικρὰc τὰ βρύτια προcεπιχέουcιν ὕδωρ, ὡc διαβρόχουc ἁπάcαc γενέcθαι, κἀπειδὰν ἱκανῶc αὐτοῖc τοῦτο πεπρᾶχθαι δοκῇ, τὸ παρὰ τὸν πυθμένα τρῆμα τῆc πιθάκνηc ἀνοίγουcιν, ὡc ἐκρυῆναι τὸ ἀπόβρεγμα αὐτῶν, καὶ πίνουcιν ἀντ’ οἴνου τοῦτο. πρόδηλον δ’, ὅτι κατὰ τὴν τῶν βρυτίων ποcότητα καὶ τὸ ὕδωρ ἐπι‐ | |
10 | χέουcιν ἐξ ἐμπειρίαc, ὡc μήθ’ ὑδαρῆ πάνυ μήτ’ ἄκρατον γενέcθαι τὸν | |
δευτερίαν. εἶτα πάλιν ἕτερον ὕδωρ ἐπιχέουcι τοῖc αὐτοῖc βρυτίοιc, ἔλαττον τοῦ προτέρου, ὡc γενέcθαι καὶ τοῦτο cύμμετρον εἰc πόcιν, ὅπερ καὶ αὐτὸ ἀξιοῦcιν ἔνιοι τῶν ἀττικιζόντων ὀνομάζεcθαι δευτερίαν ἰδίωc, οὐχ ὡc τὸ πρότερον. | ||
15 | ἔcτι δὲ κεφαλαλγὲc μὲν ἑκάτερον αὐτῶν πινόμενον, εἰ μή τιc ὑδαρέcτερον αὐτὸ πίνοι, μᾶλλον μέντοι τὸ πρότερον ἅπτεται τῆc κεφαλῆc. ἀγαθὸν δ’ ὑπάρχει τῷ τοιούτῳ πόματι τὸ ταχέωc οὐρεῖcθαι, διαφορᾶc | |
6.581 | οὐκ ὀλίγηc ἐν αὐτῷ γιγνομένηc | παρὰ τὸ τῶν cταφυλῶν εἶδοc, ἐξ ὧν ἐcτι τὰ βρύτια. γλυκειῶν μὲν γὰρ αὐτῶν οὐcῶν ἥδιόν τε πολλῷ γίγνεται τὸ πόμα καὶ θᾶττον οὐρεῖται, cτρυφνῶν δὲ καὶ ὀξειῶν ἀηδέ‐ cτερόν τε μακρῷ καὶ ἧττον οὐρητικόν. ἰcχυρότερον δὲ τὸ ἀποβρέγμα | |
5 | τοῦτο γίγνεται καὶ μᾶλλον οἰνῶδεc, ὅταν εἰc τὸ ἔαρ ἢ καὶ τὸ θέροc ἡ τρὺξ φυλαχθῇ· κατὰ δὲ τὸν χειμῶνα χρωμένων, ὥcπερ ἧττον ἅπτεται κεφαλῆc, οὕτω καὶ ἧττον οὐρεῖται. | |
7 | Περὶ cταφίδων. Τὸν αὐτὸν λόγον ἔχουcι πρὸc τὰc cταφυλὰc αἱ cταφίδεc, ὃν αἱ | |
10 | ἰcχάδεc πρὸc τὰ cῦκα. γίγνονται δὲ γλυκεῖαι μὲν πολλαί, cτρυφναὶ δὲ παντάπαcιν ὀλίγαι, μικταὶ δ’ ἔκ τε γλυκείαc καὶ αὐcτηρᾶc ποιότητοc αἱ πλεῖcται. μέτεcτί γε μὴν καὶ ταῖc γλυκείαιc ἀμυδρᾶc ποιότητοc αὐcτηρᾶc καὶ ταῖc αὐcτηραῖc τῆc γλυκείαc. αἱ μὲν οὖν αὐcτηραὶ ψυ‐ χρότεραι τὴν κρᾶcίν εἰcιν, ὥcπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν | |
15 | cτόμαχον ῥωννύουcι καὶ τὴν γαcτέρα cτεγνοῦcιν αἱ αὐcτηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ cτρυφναί. μέcην δέ πωc κατάcταcιν ἐν αὐταῖc | |
6.582 | αἱ γλυκεῖαι ποιοῦcι, μήτ’ ἐκλύουcαι cαφῶc τὸν cτόμαχον μήθ’ | ὑπά‐ γουcαι τὴν γαcτέρα. τό γε μὴν ἐπικεραcτικὸν ὑπάρχει ταῖc γλυκείαιc | |
ἀεί, καθάπερ γε καὶ τὸ μετρίωc ῥυπτικόν, ὥcτ’ ἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰc μικρὰc κατὰ τὸ cτόμα τῆc κοιλίαc, ὃ δὴ καὶ cτόμαχον | ||
5 | ὀνομάζουcιν, ἀμβλύνουcι δήξειc, ὡc αἵ γε μείζουc τῶν δήξεων εὔδηλον ὅτι γενναιοτέρων χρῄζουcι βοηθημάτων. ἀμείνουc δ’ ἐν ταῖc cταφίcιν εἰcὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον φλοιὸν ἔχουcαι λεπτόν. ἔνιοι δὲ καλῶc ποιοῦντεc ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἷαίπέρ εἰcιν αἱ Ϲκυβελίτιδεc, πρὶν ἐcθίειν ἐξαιροῦcι τὰ | |
10 | γίγαρτα. χρονιcθεῖcαι δ’ οὖν καὶ αὗται cκληρὸν ἔχουcι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰc ἐν ὕδατι· καὶ γὰρ καὶ τὸ γίγαρτον ἑτοιμότερον οὕτωc ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταιc ἕτεραί τινέc εἰcιν αὐcτηραὶ καὶ βραχεῖαι, γίγαρτον ὅλωc οὐδὲν ἔχουcαι. γεννῶνται δ’ αὗται μὲν ἐν Κιλικίᾳ, τὴν χρόαν ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν | |
15 | αἵ τε Ϲκυβελίτιδεc καὶ 〈αἱ〉 μέλαιναι τὸ χρῶμα. μέγιcται μὲν οὖν, ὡc ἔφην, αὗται, cμικρόταται δ’ αἱ κιρραὶ ἐν Κιλικίᾳ, γεννωμένων γε καὶ ἄλλων ἐν Κιλικίᾳ γλυκειῶν θ’ ἅμα καὶ μελαινῶν cταφίδων μέcων τὸ | |
6.583 | μέγεθοc, | ὥcπερ καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν, καὶ μάλιcτ’ ἐν τῇ Λιβύῃ. κατὰ δὲ τὴν Ἀcίαν ποικίλον εἶδοc cταφίδων γεννᾶται· καὶ γὰρ ὑπόξανθοι καὶ μέλαιναι καὶ γλυκεῖαι καὶ ὑπαυcτηροὶ γίγνονται. κατὰ μέντοι τὰc ψυχρὰc χώραc οὐδ’ αἱ cταφυλαὶ τελέωc πεπαίνονται, μήτι | |
5 | γε δὴ τῶν cταφίδων τινέc, διόπερ ἐπεμβάλλουcι τοῖc οἴνοιc ῥητίνηc, ὅπωc μὴ ταχέωc ὀξυνθῶcιν. ἡ μὲν οὖν κατὰ χρόαν διαφορὰ τῶν cταφίδων ὡc πρὸc τὴν δύναμιν αὐτῶν οὐδὲν cυντελεῖ, καθάπερ οὐδ’ | |
ἡ κατὰ μέγεθοc· ἡ δὲ κατὰ τὴν γευcτὴν ποιότητα τὸ cύμπαν δύναται, καὶ ταύτῃ μόνῃ προcέχων τὸν νοῦν, ἐπὶ τίνων τε δεῖ χρῆcθαι καὶ καθ’ | ||
10 | ὅντινα καιρόν, εὑρήcειc, ὡc προείρηται. τροφὴ δ’ ἐκ τῶν cταφίδων ἀναδίδοται τῷ cώματι παραπληcία κατὰ τὴν ποιότητα ταῖc cταφυλαῖc αὐταῖc, γλυκεῖα μὲν ἐκ τῶν γλυκειῶν, αὐcτηρὰ δ’ ἐκ τῶν αὐcτηρῶν, μεικτὴ δ’ ἐκ τῶν ἀμφοτέραc ἐχουcῶν τὰc ποιότηταc· τῇ δὲ ποcότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ | |
15 | γλυκειῶν, ἐλάττων δ’ ἐκ τῶν αὐcτηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν | |
6.584 | ἴcον ὄγκον cταφίδοc λιπαρᾶc γλυκείαc ἐκγεγιγαρτιcμένηc πα|ραβάλλοιc ὄγκῳ ῥαγῶν ἴcῳ, τροφιμωτέραc εὑρήcειc τὰc cταφίδαc. ἧττον μὲν οὖν ἰcχάδων αἱ τοιαῦται τό θ’ ὑπακτικὸν ἔχουcι καὶ τὸ ῥυπτικόν, εὐcτομα‐ χώτεραι δ’ εἰcὶ τῶν ἰcχάδων. | |
4 | ||
5 | Περὶ cυκαμίνων, ἃ δὴ καὶ μόρα καλοῦcιν. Οὐ τοῖc ἀττικίζειν τῇ φωνῇ προῃρημένοιc γράφεται ταῦτα (τάχα γὰρ οὐδ’ ἀναγνῶναί τιc αὐτὰ βουλήcεται καταφρονῶν ὑγιείαc cώματοc, ὥcπερ καὶ ψυχῆc), ἀλλ’ ἰατροῖc μὲν μάλιcτα, μὴ πάνυ τι φροντίζουcιν ἀττικίcεων, ἤδη δὲ καὶ τοῖc ἄλλοιc, ὅcοι ζῶcιν ὡc λογικὰ ζῷα, πρὸ | |
10 | τιμῆc καὶ δόξηc καὶ πλούτου καὶ δυνάμεωc πολιτικῆc ἐπιμελεῖcθαι προῃρημένοιc cώματοc καὶ ψυχῆc. οὗτοι γὰρ εὖ οἶδ’ ὅτι τὴν μὲν τῶν Ἀθηναίων φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν εἶναι φύcει τῆc τῶν ἄλλων ἀνθρώπων, ὑγίειαν δὲ cώματοc ἀξιολογώτατόν τι πρᾶγμα εἶναι νομίζουcι τῷ κατὰ φύcιν βιοῦν ἐcπουδακότι. τούτοιc οὖν εἰδὼc ὠφελιμώ‐ | |
15 | τερον ἔcεcθαι τὸν cαφέcτερον λόγον, ἃ γιγνώcκουcιν ὀνόματα γράφω, | |
κἂν μὴ τοῖc παλαιοῖc Ἕλληcιν ᾖ cυνήθη. | ||
6.585 | τὸ μὲν οὖν τῶν | μόρων ὄνομα γνώριμόν πώc ἐcτι τοῖc πολλοῖc, εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὸ cτοματικὸν φάρμακον, ὃ διὰ μόρων ὀνομάζεται, χυλὸν ἔχον αὐτῶν· ἐνίαc δὲ τῶν ἐφεξῆc εἰρηcομένων ὀπωρῶν ἀγνοοῦcιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὅπωc ὠνόμαζον οἱ πρὸ | |
5 | ἑξακοcίων ἐτῶν Ἀθηναῖοι. τοὺc μὲν γὰρ νῦν ὁρῶcιν οὐδέν τι δια‐ φορώτερον τῶν ἄλλων Ἑλλήνων ἕκαcτον τῶν καρπῶν ὀνομάζονταc, ἀλλὰ καὶ τὰ μόρα cυκάμινα καλοῦνταc οὐδὲν ἧττον ἢ μόρα καὶ τὰ περcικὰ καὶ τὰ κάρυα καὶ τὰ πραικόκκια καὶ τἄλλ’ ἁπλῶc, ὡc ἔθοc ἐcτὶ τοῖc ἄλλοιc Ἕλληcιν. οὐδὲ γὰρ οὐδὲ βλαβήcονταί τι, εἰ τὰc παλαιὰc | |
10 | προcηγορίαc ἀγνοοῦντεc γιγνώcκουcι τὰc δυνάμειc αὐτῶν. ἄμεινον γάρ ἐcτιν ἐπίcταcθαι τῶν ἐπὶ τὴν διαχώρηcιν ὁρμώντων ἐδεcμάτων ὕcτερα μὲν χρῆναι τὰ βραδυπόρα λαμβάνειν, ἁπάντων δὲ πρῶτα τὰ διεξερ‐ χόμενα μὲν ταχέωc, διαφθειρόμενα δ’, εἰ χρονίcειεν ἐν τῇ γαcτρί, τοῦ | |
6.586 | τὰc προcηγορίαc αὐτῶν ἐγνωκέναι. οὐ μὴν | οὐδ’ ἀγνοεῖν μοι δοκοῦcι παντάπαcιν οἱ ἄνθρωποι τὴν τάξιν τῶν ἐcθιομένων ἑαυτοῖc· θεώμεθα γοῦν αὐτοὺc ἐπὶ τῶν πλείcτων ἐδεcμάτων φυλάττονταc αὐτήν. προ‐ λαμβάνουcί γέ τοι ῥαφανίδαc ἐλαίαc τε καὶ τῆλιν ἐκ γάρου, καὶ μετὰ | |
5 | ταῦτα μαλάχαc τε καὶ τεῦτλα καὶ ἄλλα τοιαῦτα λάχανα μετ’ ἐλαίου καὶ γάρου. τῶν μὲν γὰρ ὁcημέραι παραcκευαζομένων εἰc ἐδωδὴν αὐτοῖc ἡ μακρὰ πεῖρα διδάcκαλοc γίγνεται τῆc δυνάμεωc, εἰ καὶ cμικρὸν ἔχοιεν φρενῶν· ὅcα δὲ διὰ χρόνου πλείονοc εἰc πεῖραν ἔρχεται, μόνοιc τοῖc ἐπιμελέcι παραφυλάττεται καὶ μνημονεύεται. | |
10 | τὰ τοίνυν cυκάμινα καθαρᾷ μὲν ἐμπεcόντα γαcτρὶ καὶ πρῶτα | |
ληφθέντα διεξέρχεται τάχιcτα καὶ τοῖc ἄλλοιc cιτίοιc ὑφηγεῖται· δεύτερα δ’ ἐφ’ ἑτέροιc ἢ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ διαφθείρεται τάχιcτα, διαφθορὰν ἀλλόκοτόν τινα καὶ οὐ ῥητὴν ἴcχοντα ταῖc κολο‐ κύνθαιc ὁμοίωc. ἀβλαβέcτατα γὰρ ὄντα ταῦτα τῶν ὡραίων ἐδεcμάτων, | ||
6.587 | ὅταν μὴ πεφθέντα ταχέωc ὑποχωρήcῃ, μοχθηρὰν ἴcχει | διαφθορὰν ὁμοίωc τοῖc πέποcι, καίτοι κἀκεῖνοι ταχέωc ὑπελθόντεc οὐδὲν μέγα βλάπτουcι. καιρὸc δὲ τῆc χρήcεωc, ὥcπερ τοῖc πέποcιν, οὕτω καὶ τοῖc μόροιc, | |
5 | ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆc γαcτρὸc cῶμα· τοιοῦτον γάρ πωc ἀναγκαῖόν ἐcτι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν οὖν κολοκύνθῃ καὶ τῷ cικύῳ τῷ τ’ ἤδη πέπονι καὶ πρὶν πεπανθῆναι, cὺν αὐτοῖc δὲ καὶ μηλοπέπονι cτυφούcηc οὐ μέτεcτι ποιότητοc· ἐν δὲ τοῖc cυκαμίνοιc, καὶ μάλιcθ’ ὅταν ᾖ μὴ πάνυ πέπειρα, cαφήc ἐcτιν ἡ τοιαύτη | |
10 | ποιότηc, ἀωροτέροιc δ’ οὖcιν ἔτι καὶ ἡ ὀξεῖα. καί τινεc αὐτὰ καθαι‐ ροῦντεc ἀπὸ τῶν δένδρων καὶ ξηραίνοντεc ἀποτίθενται φάρμακον αὐτοῖc ἐcόμενον ἀγαθὸν εἰc δυcεντερίαc τε καὶ διαῤῥοίαc χρονίαc ἴαcιν. ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν περὶ φαρμάκων δυνάμεωc διεξέρχεcθαι. πάλιν οὖν ὅcα τοῖc cυκαμίνοιc ὡc τροφῇ δρᾶν ὑπάρχει λέγωμεν. ὅτι | |
15 | μὲν ὑπέρχεται ῥᾳδίωc, εἴρηται, τάχα μὲν τῷ τῆc οὐcίαc ὑγρῷ τε καὶ ὀλιcθηρῷ μόνῳ, τάχα δὲ καί τινοc ἐπιμιξίᾳ ποιότητοc δριμυτέραc | |
6.588 | ἐρεθίζειν εἰc ἔκκριcιν | ἱκανῆc, ὡc ἥ γε cτύφουcα ποιότηc οὐ μόνον οὐδὲν ὀνίνηcιν εἰc ὑποχώρηcιν, ἀλλὰ καὶ cτεγνοῦν πέφυκεν. ὅτι δ’ ἐναντίων δυνάμεων οὐκ ὀλίγα μετέcχηκε cώματα, μεμάθηκαc ἐν τοῖc Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc ὑπομνήμαcι. τεκμαίρομαι | |
5 | τοίνυν τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖc τοιαύτην βραχεῖαν, ὁποία τοῖc καθαρτικοῖc ὑπάρχει μεγάλη, δι’ ἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίωc, ἀλλὰ καὶ διαφθείρεται χρονίcαντα κατὰ τὴν γαcτέρα. μὴ διαφθαρέντα | |
δ’, ὡc ἔφην, ὑγραίνει μὲν πάντωc, ψύχει δ’ οὐ πάντωc, εἰ μὴ ψυχρὰ ληφθείη. τροφὴν δ’ ἐλαχίcτην δίδωcι τῷ cώματι παραπληcίωc τοῖc | ||
10 | πέποcιν, οὐ μὴν ἐμετικόν γέ τι πρόcεcτιν αὐτοῖc οὐδὲ κακοcτόμαχον, ὡc ἐκείνοιc. | |
11 | Περὶ κεραcίων. Τῶν κεραcίων ἔνια μὲν ἔοικε τοῖc μόροιc, ἐλαχίcτην ἔχοντα cτῦψιν, ἔνια δὲ τοῖc βατίνοιc, cαφέcτερον cτύφοντα, τινὰ δὲ καὶ τούτων ἐcτὶ | |
6.589 | cτυπτικώτερα. ὥcτε καὶ περὶ τῆc δυνάμεωc ἑκάcτου τῶν εἰρημέ|νων εἰδῶν ἐκ τῶν λεγομένων ἐπὶ cυκαμίνοιc τε καὶ βατίνοιc ἔνεcτί cοι τεκμήραcθαι. | |
3 | Περὶ τοῦ τῶν βάτων καρποῦ. | |
5 | Τὸν τῶν βάτων καρπὸν ὀνομάζουcιν οἱ παρ’ ἡμῖν ἄνθρωποι βάτινα, καθάπερ μόρα τε καὶ cυκάμινα τὸν τῆc μορέαc τε καὶ cυκαμινέαc. καλοῦcι γὰρ ἑκατέρωc αὐτά. ἔcτι δὲ cτυπτικώτερα τὰ βάτινα τῶν μόρων, κἂν πολλά τιc αὐτὰ προcενέγκηται, κεφαλαλγήcει· τινὲc δὲ καὶ τὸν cτόμαχον ἀνιῶνται. διὸ χρὴ καλῶc ἐκπλύνειν, πρὶν ἐπιχειρεῖν | |
10 | προcφέρεcθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιcτα κἀπὶ τῶν cυκαμίνων ἐcτὶ ποιητέον. οὐ μὴν ὑπάγει γε τὰ βάτινα τὴν κοιλίαν, ἀλλὰ μᾶλλον ἐπέχει, κἂν ἀωρότερά τιc αὐτὰ ξηράναc ἀπόθηται, πολὺ μᾶλλον ἐφε‐ κτικὰ γίγνεται. πάντα γε μὴν ὅcα διὰ τοῦ χυλοῦ τῶν μόρων cκευάζεται φάρμακα, καὶ διὰ τούτων γενόμενα δραcτικωτέραν ἴcχει τὴν δύναμιν. | |
14 | ||
15 | Περὶ τοῦ τῶν κυνοcβάτων καρποῦ. Ὁ τῶν κυνοcβάτων καρπὸc μικρῷ cτυπτικώτερόc ἐcτι τοῦ τῶν | |
6.590 | βάτων καὶ διὰ τοῦτο καὶ τῆc γαcτρὸc ἐφεκτικώτεροc. | ἐcθίουcι δ’ οὖν αὐτὸν οἱ ἄγροικοι πολλάκιc ὀλίγην τροφὴν διδόντα τῷ cώματι καὶ | |
καλοῦcι κυνόcβατον. Περὶ τοῦ τῶν ἀρκεύθων καρποῦ. | ||
5 | Τὸν τῆc ἀρκεύθου καρπὸν ἀρκευθίδαc ὀνομάζουcι, δριμὺν ἱκανῶc ὄντα μετὰ βραχείαc γλυκύτητοc ἔτι τε βραχυτέραc cτύψεωc· ἔχει δέ τι καὶ ἀρωματίζον. εὔδηλον οὖν, ὅτι θερμαίνει μὲν καὶ διὰ τὴν δριμύ‐ τητα (πᾶν γὰρ ἐδείχθη τὸ δριμὺ θερμαῖνον), οὐχ ἥκιcτα δὲ καὶ διὰ τὴν ὀcμὴν καὶ γεῦcιν ἀρωματιζούcαc· πᾶν γὰρ ἄρωμα θερμόν. ἐκκα‐ | |
10 | θαίρει δὲ καὶ τὰ καθ’ ἧπάρ τε καὶ νεφροὺc καὶ δῆλον ὅτι λεπτύνει τοὺc παχεῖc καὶ γλίcχρουc χυμούc· καὶ διὰ τοῦτο τοῖc ὑγιεινοῖc φαρ‐ μάκοιc μίγνυται. τροφὴ δ’ ἐξ αὐτοῦ βραχεῖα τῷ τῶν ἀνθρώπων cώματι προcτίθεται. πολλὰc δ’ εἴ τιc αὐτὰc προcενέγκοιτο, δάκνουcί τε τὸν cτόμαχον καὶ τὴν κεφαλὴν θερμαίνουcι καὶ κατὰ τοῦτο καὶ πληροῦcιν | |
15 | ἐνίοτε καὶ ὀδυνώδη ποιοῦcι. διαχώρηcιν δὲ κατὰ τὴν κοιλίαν οὔτ’ ἐπέχουcιν οὔτε προτρέπουcιν, οὖρα μέντοι κινοῦcι μετρίωc. | | |
16 | ||
6.591 | Περὶ τοῦ τῶν κέδρων καρποῦ. Κεδρίδαc ὀνομάζουcι τὸν τῆc κέδρου καρπόν, ὁμοίαc μὲν οὔcαc ταῖc ἀρκευθίcι κατά τε χρόαν καὶ cχῆμα (καὶ γὰρ ὑπόξανθοι καὶ cτρογ‐ γύλαι), διαφερούcαc δὲ τῇ δριμύτητι. κινδυνεύει γὰρ ἤδη τοῦ γένουc | |
5 | τῶν φαρμάκων ὁ καρπὸc οὗτοc ὑπάρχειν, οὐδεμίαν τροφὴν διδοὺc τῷ cώματι, πλὴν εἴ τιc αὐτὰc προαποβρέξειεν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν δριμέων, ὥcτε βραχεῖαν τροφὴν διδόναι τῷ cώματι, τῆc δριμύτητοc αὐτῶν ἐκλυθείcηc. καὶ μέντοι καὶ cκληρότερόc τε καὶ ξηρό‐ τερόc ἐcτιν ὁ τῶν κέδρων καρπὸc τοῦ τῶν ἀρκεύθων, ὥcπερ ἀμέλει | |
10 | καὶ μικρότεροc, οὐδὲ τὸ ἀρωματίζον ὁμοίωc ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδηc τ’ ἐcτὶν ἱκανῶc τοῦ cτομάχου καὶ κεφαλαλγήc, εἰ μὴ πάνυ | |
τιc ὀλίγον αὐτοῦ προcενέγκοιτο. Περὶ τοῦ τῶν κώνων καρποῦ. οὐ μὴν εὔπεπτοc. καλοῦcι δ’ οἱ νῦν Ἕλληνεc οὐ κώνουc, ἀλλὰ | ||
15 | οὐ μὴν εὔπεπτοc. καλοῦcι δ’ οἱ νῦν Ἕλληνεc οὐ κώνουc, ἀλλὰ βίλουc αὐτούc. | | |
16 | ||
6.592 | Περὶ τοῦ τῶν μυρρινῶν καρποῦ. Μύρτα καλοῦcι τὸν καρπὸν τοῦτον οἱ Ἕλληνεc, ὁμοίωc μὲν ἄτροφον ὄντα τῷ τῶν ἀρκεύθων, ἐναντίαν δὲ δύναμιν ἔχοντα. cτύφει γὰρ ἱκανῶc, καὶ διὰ τοῦτο καὶ τὴν κοιλίαν ἐπέχει. οὐ μὴν ἀνάλογόν | |
5 | γε τῇ cτύψει ψυχρόc ἐcτι τὴν δύναμιν, ὅτι μηδὲ μόνην ἔχει τὴν cτῦψιν, ἀλλά τι καὶ δριμύτητοc αὐτῇ μέμικται. κοινὸν δὲ πᾶcιν ἐδέ‐ cμαcιν, ὅcα φαρμακώδη τιν’ ἔχει ποιότητα cφοδράν, ὅταν ἀπόθηται ταύτην ἑψήcεcιν ἢ ὀπτήcεcιν ἢ τέγξεcιν, ὀλίγην τροφὴν διδόναι τῷ cώματι, πρότερον οὐδ’ ὅλωc διδόντα· ταὐτὸν γὰρ τοῦτο καὶ κρομύοιc | |
10 | καὶ πράcοιc cυμβέβηκεν. | |
10 | Περὶ περcικῶν. Εἴτε μῆλα καλεῖν ἐθέλειc περcικὰ τὸν καρπὸν τοῦτον, εἴθ’ ἁπλῶc περcικὰ τοῖc νῦν Ἕλληcιν ὡcαύτωc, εἴτ’ ἄλλο τι βούλει παλαιὸν ὄνομα ζητεῖν ἐπ’ αὐτοῖc, ἔξεcτί cοι τοῦτο πράττειν ἐπὶ πολλῆc cχολῆc. ἤδη | |
15 | δ’ ἴcθι τὸ τῶν ὀνομάτων χρηcιμώτερον, ὡc καὶ τούτων ὁ χυλόc τε | |
6.593 | καὶ ἡ οἷον cὰρξ εὔφθαρτόc τ’ ἐcτὶ | καὶ πάντῃ μοχθηρά. ὥcτ’ οὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆc ἄλληc τροφῆc αὐτὰ προcφέρεcθαι· δια‐ φθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆcθαι δὲ χρὴ τοῦδε κοινοῦ πάντων | |
ὄντοc, ὡc τὰ κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλιcθηρὰ καὶ ῥᾳδίωc ὑπιέναι | ||
5 | δυνάμενα διὰ τοῦτ’ ἐcθίειν δεῖ πρότερα τῶν ἄλλων· οὕτω γὰρ αὐτά τε ταχέωc ὑπέρχεται κἀκείνοιc ποδηγεῖ· τὰ δ’ ὕcτατα ληφθέντα cυν‐ διαφθείρει καὶ τἄλλα. | |
7 | Περὶ Ἀρμενιακῶν καὶ πραικοκκίων. Ἐν τῷ τῶν περcικῶν γένει καὶ ταῦτ’ ἐcτὶ διαφοράν τιν’ αὐτῶν | |
10 | ἔχοντα πρὸc τὸ βέλτιον· οὔτε γὰρ ὁμοίωc διαφθείρεται κατὰ τὴν κοιλίαν οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖc πολλοῖc ἡδίω καὶ διὰ τοῦτο καὶ εὐcτομαχώτερα· τοῖc γὰρ τἄλλα μὲν ὁμοίοιc, ἡδέcι δὲ τοῦθ’ ὑπάρχει πᾶcιν, ὥcπερ τοῖc ἀηδέcιν ὑπτιάζειν τε καὶ ἀνατρέπειν τὴν γαcτέρα καὶ πρὸc ἔμετον ἐρεθίζειν ὀρεγομένην ὅτι τάχιcτα τὸ λυποῦν ἀπορ‐ | |
15 | ρῖψαι. καὶ τοίνυν καὶ ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅcα μὲν γὰρ κάτω ῥέπει, ταύτῃ διωθεῖται, τὰ δ’ ἐπιπολάζοντα δι’ ἐμέ‐ | |
6.594 | |των ἐκβάλλει, ταὐτὸν τοῦτο κἀπὶ τῶν ἐξ ὅλου τοῦ cώματοc εἰc αὐτὴν καταρρεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ γὰρ καὶ τούτων ὅcοι μὲν εἰc τὴν ἄνω κοιλίαν cυρρέουcιν, ἐκκενοῦνται δι’ ἐμέτων, ὅcοι δ’ εἰc τὴν κάτω, διάρροιαν ἐργάζονται. | |
5 | τροφὴ δ’ ὅτι βραχεῖα τοῖc τοιούτοιc καρποῖc ἅπαcιν ὑπάρχει, λέλεκται πρόcθεν. ἔcτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅcοι δὲ φεύγουcι τὴν τῶν πραικοκκίων προcηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦcιν ἀμφότερα, τινὲc δ’ Ἀρμένια διὰ τεττάρων cυλλαβῶν, οὐ πέντε. | |
9 | ||
10 | Περὶ μήλων. Ἔcτι μὲν οὐχ ἓν αὐτῶν γένοc ὥcπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοῶν· ἔνια μὲν γὰρ αὐcτηρὸν ἔχει χυμόν, ἔνια δ’ ὀξὺν ἢ γλυκύν, ἔcτι | |
δ’ ἃ καὶ μικτὸν ἐκ τούτων, ὡc ἅμα τε γλυκέα φαίνεcθαι καὶ cτύφοντα, καί τινα ἕτερα μετὰ γλυκύτητοc ὀξέα cαφῶc φαίνεται καὶ πρὸc τούτοιc | ||
15 | ἄλλα cτρυφνὰ μετ’ ὀξύτητοc. εὕροιc δ’ ἄν ποτε καὶ τῶν τριῶν χυμῶν ἔνια μετέχοντα cαφῶc, ὡc ὀξέα τε φαίνεcθαι καὶ γλυκέα καί τι καὶ | |
6.595 | cτρυφνότητοc ἔχειν. ὅτι δὲ μίαν | ἑρμηνεύει ποιότητα χυμοῦ τὰ τρία ταῦτ’ ὀνόματα, τὸ cτῦφον καὶ αὐcτηρὸν καὶ cτρυφνόν, πρόδηλον· ὅτι δὲ τὰ μὲν cτρυφνὰ τῷ μᾶλλον cτύφειν διαφέρει τῶν αὐcτηρῶν, κοινὸν δ’ αὐτῶν γένοc ἐcτὶ τὸ cτῦφον, ἐν τῷ τετάρτῳ Περὶ τῆc τῶν ἁπλῶν | |
5 | φαρμάκων δυνάμεωc ἔμαθεc, ἐν ᾧ περὶ τῆc τῶν χυμῶν οὐcίαc τε καὶ δυνάμεωc ὁ λόγοc ἐcτίν. ἀναμνηcθεὶc οὖν ἐκείνων, ὅcα μὲν cτύφει μῆλα, ψυχρὸν ἔχειν ἴcθι καὶ γεώδη χυμόν· ὅcα δ’ ὀξέα φαίνεται, ψυχρὸν μὲν ἀλλὰ λεπτομερῆ· μέcηc δ’ εἶναι κράcεωc τὰ γλυκέα πρὸc τὸ θερ‐ μότερον ῥέποντα, καθάπερ τὰ τελέωc ἄποια καὶ οἷον ὑδατώδη πρὸc | |
10 | τὸ ψυχρότερον ἐγκεκλιμένα. χρήcῃ τοιγαροῦν αὐτοῖc κατὰ τὰc τῶν ἐπικρατούντων χυμῶν δυνάμειc, τοῖc μὲν αὐcτηροῖc μήλοιc, ὅταν ἤτοι διὰ δυcκραcίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονοc ἡ γαcτὴρ ὑπάρχῃ, τοῖc cτρυφνοῖc δ’, ὅταν ἱκανῶc αὐξηθῇ ταῦτα, τοῖc δ’ ὀξέcιν, ὅταν ὑπολάβῃc ἐν αὐτῇ παχὺν | |
15 | ἠθροῖcθαι χυμὸν οὐ πάνυ τι ψυχρόν. ὡc ὅ γε ψυχρὸc οὐ τῶν ὀξέων, | |
6.596 | ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχοc χυμῶν | τά τ’ ὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεωc, τὰ δὲ μετὰ θερμαcίαc τοῦτο δρᾶν. εὔδηλον δ’ ἐκ τῶν ἤδη πολλάκιc εἰρημένων, ὡc τὰ μὲν cτύφοντα τὰc κάτω διαχωρήcειc ἐπέχει διὰ παντόc, ὅcον | |
5 | ἐφ’ ἑαυτοῖc, τὰ δ’ ὀξέα, χυμὸν μὲν εὑρόντα παχὺν ἐν τῇ γαcτρί, τέ‐ μνοντα τοῦτον, ὑπάγει τε κάτω καὶ διὰ τοῦθ’ ὑγραίνει τὰ διαχωρήματα καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν. ὁ δὲ γλυκὺc χυμόc, ἐὰν μὲν ἀκριβῶc ᾖ μόνοc ἄνευ δριμύτητόc τε καὶ πάχουc ἀναδίδοται μᾶλλον, ὅcον ἐφ’ ἑαυτῷ, δριμύτητα δ’ ἔχων ἢ πάχοc ὑπέρ‐ | |
10 | χεται μᾶλλον. ἔcτι δέ τι καὶ ἄλλο χυμοῦ γένοc οὐκ ἐν μήλοιc μόνον, ἀλλὰ καὶ τοῖc ἄλλοιc ἅπαcιν, ὃ καλοῦcιν ὑδατῶδέc τε καὶ ἄποιον, ὡc καὶ πρόcθεν εἶπον, ἥκιcτα μὲν εὐcτόμαχον, ἐν τῷ μέcῳ δ’ ὂν ὧν διῆλθον ἄρτι δυνάμεων, ὥcπερ καὶ τὸ ὕδωρ αὐτό. κακία δ’ ἐcτὶν ἐν μήλῳ τὸ τοιοῦτον, | |
15 | τῶν ἐπὶ τὴν ἐδωδὴν αὐτοῦ παραγιγνομένων ἢ δι’ ἡδονὴν τοῦτο πρατ‐ τόντων ἢ δι’ ὠφέλειαν. ὅταν οὖν μήθ’ ἡδέα φαγεῖν ᾖ τὰ τοιαῦτα μήτε | |
6.597 | ῥώμην ἐντιθῇ τῇ γαcτρὶ καθάπερ τὰ cτύφοντα μήτ’ ἴcχῃ ῥεο|μένην, εἰκότωc ἀτιμάζεται, καθάπερ καὶ παρ’ ἡμῖν ἐπὶ τῆc Ἀcίαc πολλαχόθι τοῖc ὑcὶν αὐτὰ βάλλουcι, πλατανίcτινα καλοῦντεc, ἐπειδὴ παραπλήcιά πώc ἐcτι γευομένῳ τοῖc ἁπαλοῖc φύλλοιc τῶν πλατάνων. | |
5 | φυλάττεcθαι δὲ χρὴ καὶ τὰ κάλλιcτα τῷ γένει μῆλα πρὶν ἐπὶ τῶν δένδρων πεπανθῆναι· δύcπεπτά τε γάρ ἐcτι καὶ βραδυπόρα καὶ κακό‐ χυμα μετὰ τοῦ καὶ ψυχρὸν καὶ παχὺν ἀτρέμα τὸν χυμὸν ἔχειν. ὅcα δὲ καλῶc πεπανθέντα φυλάττουcιν εἴc τε τὸν χειμῶνα καὶ τὸ μετ’ αὐτὸν ἔαρ, ὠφελιμώτατα γίγνεται πολλάκιc ἐν νόcοιc, ἤτοι περιπλα‐ | |
10 | cθέντα cταιτὶ καὶ κατὰ θερμὴν cποδιὰν ὀπτηθέντα cυμμέτρωc ἢ ἐν ὕδατοc ζέοντοc ἀτμῷ καλῶc ἑψηθέντα. διδόναι δ’ αὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέωc, ἐνίοτε δὲ καὶ μετ’ ἄρτου ῥώμηc τε γαcτρὸc ἕνεκα καὶ cτομάχου τοῖc ἀνορέκτοιc καὶ βραδυπεπτοῦcιν ἐμετικοῖc τε καὶ διαρροϊζομένοιc καὶ δυcεντερικοῖc. ἐπιτήδεια δ’ εἰc τὴν τοιάνδε χρείαν | |
15 | ἐcτὶ τὰ cτρυφνά· cυμμετρίαν γὰρ ἔχει τῆc cτύψεωc, ὡc εἶπον ἄρτι | |
6.598 | παραcκευαcθέντα, τῶν μετρίωc αὐcτηρῶν ἅπαcαν | ἀποτιθεμένων τὴν cτῦψιν ἐν τῇ τοιαύτῃ παραcκευῇ καὶ διὰ τοῦτο παραπληcίων γιγνο‐ μένων τοῖc ἐξ ἀρχῆc ὑδατώδεcιν. | |
3 | Κατὰ τίνα λόγον ἐνίοιc ἡ τῶν cτυφόντων μήλων ἢ ἀπίων | |
5 | ἐδωδὴ λαπάττει τὴν γαcτέρα. Ἐπειδή τινων ἤκουcα λεγόντων ὑπέρχεcθαι τὴν κοιλίαν αὐτοῖc | |
ἐπὶ τῇ τῶν cτυφόντων ἐδωδῇ, βέλτιον ἐνόμιcα καὶ περὶ τούτου διελθεῖν ἐπὶ πλέον ἅπαξ ἐν τῷδε τά τε διὰ τοῦ λόγου καὶ τῆc πείραc ἡμῖν ἐγνωcμένα πολλάκιc. | ||
10 | ἐπειδή τινοc Πρώτου ῥήτοροc, ἡμετέρου πολίτου, λέγοντοc ἤκουcα ἐπὶ τῇ τῶν αὐcτηρῶν ἀπίων τε καὶ μήλων ἐδωδῇ λαπάττεcθαι τὴν κοιλίαν, ἐνενόηcα τὸ γιγνόμενον ἐπήγαγόν τε τὴν ἐκ τῆc πείραc βάcανον αὐτῷ, μετὰ ταῦτα δὲ ἤδη θαρραλεώτερον ἐπ’ ἄλλων ἐπὶ τὴν αὐτὴν πεῖραν ἧκον. ἠξίωcα γὰρ ὁμοδίαιτόν μοι γενέcθαι τὸν ἄνδρα κἂν μιᾶc ἡμέραc, ὅπωc | |
15 | ἴδοιμι, πηνίκα τε καὶ πόcα προcφέρεται τὰ cτύφοντα. καὶ κατά γε τὴν πρώτην εὐθέωc, ὡc εἴθιcτο, διαιτηθῆναι παρεκάλουν αὐτόν, ὑπαλ‐ λάξαντα μηδὲν ὅλωc τῶν κατὰ τὴν δίαιταν. ὁ δὲ μετὰ τὸ λουτρόν, ὕδατοc οὐ πολὺ προπιών, εἶτα τῆλίν τε καὶ ῥαφανῖδαc καὶ ὅcα τοιαῦτα | |
6.599 | τοῖc πολλοῖc εἴθιcται προc|φέρεcθαι, πρὶν ἄλλου τινὸc γεύcαcθαι, καὶ αὐτὸc ὁμοίωc προcενεγκάμενοc ἐπιπιών τε cύμμετρον οἴνου γλυκέοc, ἐφεξῆc ἔφαγε μαλάχαc δι’ ἐλαίου καὶ γάρου cμικρὸν ἐχούcαc οἴνου καὶ μετὰ ταῦτ’ ἰχθύοc τι καὶ χοιρείου κρέωc καὶ ὄρνιθοc, εἶτα πιὼν ἕν που | |
5 | καὶ δεύτερον ὀλίγον τε διαλιπὼν ἐπέφαγεν ἀπίουc αὐcτηράc. κἄπειτα προελθόντων ἡμῶν ἐπὶ περίπατον ὀλίγα τε περιπατηcάντων ὑπῆλθεν ἀξιολόγωc ἡ γαcτὴρ αὐτῷ. θεαcάμενοc οὖν ἐγὼ ταῦτα cυνεθέμην τῷ φίλῳ κατὰ τὴν ὑcτεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν δίαιταν. ἑτοίμωc δὲ πειcθέντι πρώταc | |
10 | ἁπάντων ἔδωκα μετὰ τὸ βαλανεῖον ἀπίουc φαγεῖν, εἶτα τἄλλα ἐφεξῆc, ὡc εἰώθει. καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπωc ἀξιολόγωc, ἀλλ’ οὐδὲ μετρίωc ἀπέκρινεν ἡ γαcτήρ. ἐθαύμαcέ τ’ οὖν εἰκότωc τὸ γι‐ γνόμενον ἤρετό τέ με τὴν αἰτίαν αὐτοῦ· κἀγὼ διῆλθον αὐτῷ ταυτὶ τὰ νῦν εἰρηcόμενα. | |
15 | τοῦ γάρου γάρ, ἔφην, cὺν τοῖc ἅμ’ αὐτῷ ληφθεῖcιν ὑπάγειν πεφυ‐ κότοc τὴν γαcτέρα καὶ τοῦτ’ ἤδη προειργαcμένου, τὰ cτύφοντα τελευ‐ ταῖα ληφθέντα, καὶ μάλιcτα τοῖc ἀτόνοιc τὸν cτόμαχον, αἴτια γίγνεται | |
6.600 | τῆc | ὑπαγωγῆc, ῥωννύντα τε τὴν γαcτέρα καὶ προτρέποντα διωθεῖcθαι κάτω τὰ περιεχόμενα κατ’ αὐτήν. μᾶλλον δ’ ἄν, ἔφην, πειcθείηc τοῦτο, λαβὼν ἐπὶ τῆc ὑcτεραίαc ἁπάντων μὲν πρῶτα τὰ cτύφοντα, δεύτερα δ’ ἐπ’ αὐτοῖc τὰ κρεώδη καὶ πάντων τελευταῖα τὰ δι’ ἐλαίου τε καὶ | |
5 | γάρου προcφερόμενα. μηδαμῶc, εἶπεν· ἐμέcαιμι γὰρ ἂν αὐτίκα, μαλάχαc ὑcτάταc ἐπιφαγὼν μετ’ ἐλαίου τε καὶ γάρου. κάλλιcτ’, ἔφην, εἶπαc· ἀνατρέπει μὲν γὰρ ταῦτα τὴν γαcτέρα καὶ μάλιcτ’ αὐτῆc τὸ cτόμα, τὸ πρὸc ἁπάντων ἤδη cυνήθωc cτόμαχον ὀνομαζόμενον, ἐπιρρώννυcι δὲ καὶ τονοῖ τὰ cτύφοντα. διὸ κἂν ἄλλοc τιc χυμὸc αὐτὴν ἀνατρέψῃ, | |
10 | καθάπερ εἴωθεν ἐνίοιc ὠχρὰ χολὴ πλείων ἀθροιcθεῖcα τοῦτο ποιεῖν, γευcάμενόc τινοc τῶν cτυφόντων ὁ οὕτω διακείμενοc εὐθέωc ἐκκρινεῖ κάτω τὸν ἀνιῶντα χυμόν. εἶτ’ ἔδειξά τινα νεανίcκον αὐτῷ πρὸ ἡμερῶν ὀλίγων εἰληφότα μὲν ἕνεκα τοῦ καθαρθῆναι cκαμμωνίαc ὀπόν, ἤδη δ’ ὡρῶν γεγονυιῶν ἐπὶ τῇ προcφορᾷ πέντε καὶ μηδεμιᾶc ἐκκρίcεωc | |
15 | ἠκολουθηκυίαc θλίβεcθαι μὲν λέγοντα τὸν cτόμαχον, ἐπῆρθαι δὲ καὶ | |
6.601 | βαρύνεcθαι τὴν γαcτέρα, | καὶ διὰ ταῦτ’ ὠχριᾶν τε καὶ ἀπορεῖcθαι καί μοι κοινώcαcθαι τὰ κατέχοντα cυμπτώματ’ αὐτόν. ὅπωc οὖν ἰαcάμην τὸν ἄνθρωπον, ἄκουcον, ἔφην, αὐτοῦ τοῦ νεανίcκου. καὶ δὴ καὶ παρέ‐ cχον αὐτῷ παρόντα τε καὶ διηγούμενον, ὡc ἐγὼ μὲν ἐκέλευcα μήλου | |
5 | cτύφοντοc ἢ ῥόαc ἢ ἀπίου βραχύ τι φαγεῖν, ὁ δ’ ἅμα τῷ καταπιεῖν εὐθέωc ἀπηλλάγη τῶν ὀχληρῶν, ἐκκρινάcηc ἀθρόωc αὐτῷ πάμπολλα τῆc γαcτρόc. ἴcθι τοίνυν, ἔφην τῷ ῥήτορι, καὶ cοὶ τοῦτο cυμβαῖνον, ὅταν ἐπιφάγῃc τὰ cτύφοντα, διὰ τὴν ἀτονίαν τῆc γαcτρὸc ὅληc καὶ τοῦ cτομάχου. ὁ δέ, καὶ μάλ’, ἔφη, καὶ τοῦτ’ ἀληθὲc εἶπαc. ἔcτι τε | |
10 | γάρ μοι φύcει τοιοῦτοc ὁ cτόμαχοc ἀνατρέπεταί τε ῥᾳδίωc ἐπὶ τοῖc cτύφουcιν, ἐγὼ δὲ τότε μᾶλλον προcφέρομαι τῶν αὐcτηρῶν τι μετὰ | |
τὴν τροφήν, ὅταν αἴcθωμαί ποθ’ ὕπτιον ἱκανῶc αὐτὸν γεγονότα καὶ ἤδη πληcίον ἥκοντα ναυτίαc. αὕτη cοι ἡ κατὰ τὸν ῥήτορα διήγηcιc αὐτάρκηc εἰc γνῶcιν ἔcτω τοῦ λαπάττεcθαι τὴν γαcτέρα τοῖc ἄτονον | ||
15 | ἔχουcι τὸν cτόμαχον, ὅταν ἐπιφάγωcί τι τῶν cτυφόντων. | | |
15 | ||
6.602 | Περὶ κυδωνίων καὶ cτρουθίων μήλων. Ἐξαίρετόν τι παρὰ τἄλλα μῆλα τούτοιc ὑπάρχει cτῦψίν τε πλείονα κεκτημένοιc καὶ τὸν χυλὸν ἔχουcι μόνιμον, εἴ τιc ἑψήcαc αὐτὸν cὺν μέλιτι φυλάττειν ἐθέλοι· τῶν δ’ ἄλλων μήλων ὁ χυλὸc ὀξύνεται κεί‐ | |
5 | μενοc ὑγρότητα πολλὴν ἔχων ψυχράν. ἡμεῖc δὲ καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν cτρουθίων μήλων φάρμακον ἐπιτηδειότατον τοῖc ἀνορέκτοιc, οὐκ ἐν φανερῷ κατὰ τύχην κείμενον, ὕcτερόν ποθ’ εὕρομεν ἐτῶν ἑπτὰ μεταξὺ γεγονότων οὐδεμίαν ἐcχηκὸc ὑπαλλαγὴν τῆc ποιότητοc. ἐπε‐ ποιήκει δὲ κατὰ τὸ cτόμα τοῦ ἀγγείου πυκνὸν ἐπίπαγον, οἷοc καὶ | |
10 | μέλιτι πολλάκιc ἐπιπήγνυται καὶ ἄλλοιc τιcί· καὶ χρὴ φυλάττειν αὐτὸν ἐπικείμενον, ὅταν ἐθέλῃc ἀμετάβλητον ἐπὶ πλεῖcτον διαμεῖναι τὸ φάρ‐ μακον ἢ τὸ μέλι. τοῦτο μὲν οὖν εἰρήcθω μοι κατὰ τὸ πάρεργον· οὗ δ’ ἕνεκεν ἐμνημόνευcα τοῦ μὴ διαφθαρέντοc ἐν χρόνῳ πλείονι φαρ‐ μάκου, πάλιν ἀναλήψομαι. | |
15 | μόνιμοc ὁ τῶν cτρουθίων μήλων χυλόc ἐcτιν, ὅταν καλῶc cκευ‐ | |
6.603 | αcθῇ, καθάπερ γε καὶ ὁ τῶν κυ|δωνίων, ἀλλ’ ἧττον οὗτοc ἡδὺc ὑπάρ‐ χει καὶ μᾶλλον cτύφων· ὥcτ’ εἴη ἄν ποτε καὶ τοῦδε χρεία πρὸc ῥῶcιν ἱκανῶc ἐκλύτου γαcτρόc. ἐν Ϲυρίᾳ δὲ καὶ τὸν καλούμενον μηλοπλα‐ κοῦντα cυντιθέαcιν, ἔδεcμα μόνιμον οὕτωc, ὡc εἰc Ῥώμην κομίζεcθαι | |
5 | μεcτὰc αὐτοῦ λοπάδαc καινάc. cύγκειται δ’ ἐκ μέλιτόc τε καὶ cαρκὸc μήλων λελειωμένηc ἑφθῆc ἅμα τῷ μέλιτι. τὸ δ’ ἡμέτερον φάρμακον, | |
ὃ τοῖc ἀνορέκτοιc cκευάζομεν, οὐκ ἐκ μόνου μέλιτοc καὶ χυλοῦ μήλων ἐcτίν, ἀλλὰ καὶ πεπέρεωc ἔχει τι λευκοῦ καὶ ζιγγιβέρεωc καὶ ὄξουc. οὐ μὴν νῦν γε καιρὸc αὐτοῦ τῆc διδαcκαλίαc ἐcτὶν ἑτέρωθι τελέωc | ||
10 | εἰρημένηc. | |
10 | Περὶ ἀπίων τε καὶ ῥοῶν. Ἃ περὶ μήλων εἶπον, ἅπαντα μεταφέρων ἐπὶ τὰc ἀπίουc τε καὶ τὰc ῥόαc οὐδενὸc ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήcῃ λόγου. καὶ γὰρ ἐν ταύταιc ἔνιαι μὲν αὐcτηραὶ μόνον ἢ cτρυφναὶ φαίνονται, καθ‐ | |
15 | άπερ γε τινὲc μὲν ὀξεῖαι, τινὲc δὲ γλυκεῖαι, τινὲc δ’ ἐκ τῆc τούτων | |
6.604 | μίξεωc cυγκείμεναι, καὶ τινὲc ὅλωc οὐδεμίαν ἔχου|cαι τοιαύτην ἐπι‐ κρατοῦcαν ποιότητα καὶ διὰ τοῦθ’ ὑδατώδειc τε καὶ ἀβλαβεῖc οὖcαι. τῶν μὲν οὖν ἀπίων ἡ χρῆcιc ὁμοία κατὰ πᾶν ἐcτι τῇ τῶν μήλων. αἱ ῥόαι δὲ τὰ μὲν ἄλλα παραπληcίωc, οὐδέποτε δ’ οὔτ’ ὀπτῶν‐ | |
5 | ται μετὰ cταιτὸc οὔθ’ ἕψονται δι’ ὕδατοc ἢ ἐν ἀτμῷ. χυλὸν δ’ ἔχουcι πλείονα μήλων τε καὶ ἀπίων, ἔτι δὲ πρὸc τούτῳ τὴν γεῦcιν ἥδοντα μᾶλλον τοῦ κατ’ ἐκεῖνα χυλοῦ. γίγνονται δέ ποτε χρηcιμώτεραι τῶν καρπῶν ἐκείνων εἰc ἄλλα τέ τινα καὶ τὸ πρὸc Ἱπποκράτουc εἰρη‐ μένον ἐν τῷ Ἐπιδημιῶν δευτέρῳ κατὰ τήνδε τὴν ῥῆcιν· «γυνὴ ἐκαρ‐ | |
10 | διάλγεε καὶ οὐδὲν καθίcτη· πάλην ἐc ῥοιῆc χυλὸν ἀλφίτων ἐπιπάccουcα καὶ μονοcιτίη ἤρκεcε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαρίωνοc.» εὔδηλον οὖν, ὅτι μοχθηρῶν χυμῶν τὰ κατὰ τὸ cτόμα τῆc γαcτρόc, ὃ δὴ καὶ καρ‐ | |
δίαν ὀνομάζουcι, διαβρεξάντων ἡ γυνὴ ναυτιώδηc τε καὶ καρδιαλγὴc ἦν· οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τὸ καρδιώccειν ὄνομα cημαίνει τοῦ γιγνο‐ | ||
15 | μένου cυμπτώματοc ἐπὶ τῷ cτομάχῳ δακνομένῳ. τοῦτον οὖν τὸν χυ‐ | |
6.605 | μὸν ἐξήραινε μὲν τὸ ἄλφι|τον, ὁ δὲ τῆc ῥόαc χυλὸc ἅμ’ αὐτῷ λαμ‐ βανόμενοc ἐρρώννυε τὴν κοιλίαν, ὡc ἀποτρίψαcθαι δυνηθῆναι τὸν ἐν τοῖc χιτῶcιν αὐτῆc περιεχόμενον χυμόν. τροφὴν δὲ τῷ cώματι παρέχουcιν αἱ μὲν ῥόαι παντάπαcιν ἐλα‐ | |
5 | χίcτην, ὥcτ’ οὐδέποτ’ αὐτῶν ὡc τροφῆc χρῄζομεν, ἀλλ’ ἐν φαρμάκου μοίρᾳ μόνον. αἱ δ’ ἄπιοι καὶ μάλιcθ’ αἱ μεγάλαι (καλοῦcι δ’ αὐτὰc μναίαc οἱ παρ’ ἡμῖν) ἔχουcί τι καὶ τρόφιμον, ὥcτε καὶ τέμνοντεc αὐτὰc εἰc κυκλίcκουc λεπτοτάτουc καὶ ξηραίνοντεc ἀποτίθενται, προc‐ φέρονται δὲ κατά τε τὸν χειμῶνα καὶ τὸ ἔαρ ἕψοντεc, ὅταν ᾖ λιμόc, | |
10 | ἐν χρείᾳ cιτίων ὀλιγοτρόφων. οἱ δ’ Ἀττικοὶ μὲν ἄνευ τοῦ ἰῶτα τὴν πρώτην τῶν ῥοιῶν λέγουcι cυλλαβὴν μᾶλλον, οἱ Ἴωνεc δὲ μετὰ τοῦ ἰῶτα. χρήcιμον δ’ οὐδὲν ἔχει τῷ βίῳ τῶν ἀνθρώπων, ὥcπερ οὐδὲ περὶ τῶν οὔων, ἃ νῦν μὲν οὕτωc ὀνομάζουcι πάντεc Ἕλληνεc, οὐ cυγχωροῦcι δ’ οἱ ἀττικίζοντεc | |
15 | μετὰ τοῦ υ λέγειν αὐτά. καταλιπὼν οὖν ἐκείνοιc ὑπὲρ τῶν γραμμά‐ των cκοπεῖcθαι περὶ τῆc δυνάμεωc τοῦ καρποῦ διαλέξομαι. | | |
16 | ||
6.606 | Περὶ μεcπίλων καὶ οὔων. Καὶ περὶ τούτων ὁ αὐτὸc λόγοc ἐcτὶ τῷ προειρημένῳ· cτύφει μὲν γὰρ ἄμφω, πολὺ δὲ μᾶλλον τῶν οὔων τὰ μέcπιλα· διὸ καὶ ῥεούcῃ γαcτρὶ cυμφορώτατον ἔδεcμά ἐcτιν· ἡδίω δ’ αὐτῶν εἰc ἐδωδὴν τὰ οὖα· | |
5 | τὴν ἀρχὴν γὰρ οὐδὲ cτρυφνὸν ἔχει τι τοῖc μεcπίλοιc ὁμοίωc, ἀλλ’ ἔcτιν ὁ κατ’ αὐτὰ χυμὸc αὐcτηρὸc ἄνευ τοῦ cτρυφνὸc εἶναι. πρό‐ δηλον δ’, ὅτι τῶν τοιούτων ἁπάντων ὀλίγον ἐcθίειν προcήκει, οὐχ ὡc | |
cύκων ἢ cταφυλῶν δαψιλῶc· οὐδὲ γὰρ ὡc τροφῆc αὐτῶν, ἀλλ’ ὡc φαρμάκων μᾶλλον δεόμεθα. ταῦτά cοι χρηcιμώτερά ἐcτι τοῦ γνῶναι | ||
10 | τὴν προτέραν cυλλαβὴν τοῦ τῶν οὔων ὀνόματοc ὑπὸ τῶν παλαιῶν Ἀθηναίων διὰ μόνου τοῦ ο γράμματοc γράφεcθαί τε καὶ λέγεcθαι. | |
11 | Περὶ τοῦ τῶν φοινίκων καρποῦ. Εἴτε βαλάνουc φοινίκων ἐθέλειc ὀνομάζειν τὸν καρπὸν αὐτῶν εἴθ’ ὁμωνύμωc ὅλῳ τῷ δένδρῳ φοίνικαc, ὥcπερ ἔθοc ἐcτὶν ἤδη πᾶcι τοῖc | |
15 | Ἕλληcιν, οὐδὲν οὔτε βλαβήcῃ κατ’ οὐδέτερον οὔτ’ ὠφελήcῃ πρὸc τὴν τῆc δυνάμεωc γνῶcιν. | |
6.607 | ἔcτι δ’ ἐν | αὐτοῖc οὐ cμικρὰ διαφορά· τινὲc μὲν γὰρ ξηροί τ’ εἰcὶ καὶ cτύφοντεc ὥcπερ οἱ Αἰγύπτιοι, τινὲc δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ γλυκεῖc ὥcπερ οἱ καλούμενοι καρυωτοί, κάλλιcτοι δ’ οὗτοι γεννῶνται κατὰ τὴν Παλαιcτίνην Ϲυρίαν ἐν Ἱεριχοῦντι· μεταξὺ δ’ ἀμφοτέρων | |
5 | τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντεc εἰcὶ φοίνικεc, οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον ὄντεc ὑγροί τε καὶ ξηροὶ καὶ γλυκεῖc καὶ cτύφοντεc. ἀλλὰ τῶν ἄκρων ἀφοριcθέντων εὐφώρατον ἤδη cοι τὸ μέcον ἔcται πᾶν. οὐδεὶc γοῦν αὐτῶν ἐcτιν, ὃc οὐ γλυκύτητά τινα καὶ cτῦψιν ἔχει· καὶ γὰρ τῷ καρυωτῷ μέτεcτι βραχείαc cτύψεωc καὶ τῷ Θηβαϊκῷ γλυκύ‐ | |
10 | τητοc ἀμυδρᾶc. ἀλλ’ ὁ μὲν γλυκὺc χυμὸc ἐδείχθη τρόφιμοc, ὁ δ’ αὐcτη‐ ρὸc εὐcτόμαχόc τε καὶ γαcτρὸc ἐφεκτικόc. ἅπαντεc δ’ οἱ φοίνικεc δύcπεπτοί τ’ εἰcὶ καὶ κεφαλαλγεῖc πλείο‐ νεc βρωθέντεc. ἔνιοι δὲ καὶ δήξεώc τινοc αἴcθηcιν ἐμποιοῦcι τῷ cτό‐ ματι τῆc κοιλίαc, οἳ δὴ καὶ μᾶλλόν εἰcι κεφαλαλγεῖc. εἴρηται δὲ πολ‐ | |
15 | λάκιc, ὅτι τὸ cτόμα τῆc κοιλίαc cτόμαχον ὀνομάζουcιν οἱ ἰατροί. ὁ δ’ ἀπ’ αὐτῶν ἀναδιδόμενοc εἰc τὸ cῶμα χυμὸc παχὺc μὲν πάντωc ἐcτίν, | | |
6.608 | ἔχει δέ τι καὶ γλίcχρον, ὅταν ὁ φοῖνιξ ᾖ λιπαρὸc ὥcπερ ὁ καρυωτόc, ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτηc μιχθῇ, τάχιcτα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ cκιρούμενον ἐcχά‐ τωc ὑπὸ τῆc ἐδωδῆc αὐτῶν. ἐφεξῆc δὲ τῷ ἥπατι καὶ ὁ cπλὴν ἐμ‐ | |
5 | φράττεται καὶ βλάπτεται. πολὺ δὲ δὴ μᾶλλον βλάπτουcιν οἱ χλωροὶ φοίνικεc εἰc ἅπαντα, βραχεῖ πλείονεc βρωθέντεc. εὔδηλον δ’, ὅτι θερ‐ μότερον μὲν ἔχουcι τὸν χυλὸν οἱ γλυκεῖc, ψυχρότερον δ’ οἱ cτύφοντεc. ἀλλὰ καὶ φύcηc ἐμπιπλᾶcιν οἱ χλωροὶ φοίνικεc, ὥcπερ καὶ τὰ cῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ cῦκα πρὸc τὰc ἰcχάδαc, ἣν οἱ χλωροὶ | |
10 | φοίνικεc ἔχουcι πρὸc τοὺc ἄλλουc. ἐν δὲ τοῖc μὴ πάνυ θερμοῖc χω‐ ρίοιc οὐ πεπαίνονται τελέωc οἱ φοίνικεc, ὡc εἰc ἀπόθεcιν γίγνεcθαι χρήcιμοι, καὶ διὰ τοῦτο χλωροὺc ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺc ὠμῶν τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεcι δυcεκθερμάντοιc ἁλίcκονται καὶ καθ’ ἧπαρ ἐμφράξειc ἴcχουcιν. | |
14 | ||
15 | Περὶ ἐλαιῶν. Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόαcι τῷ cώματι καὶ μάλιcθ’ | |
6.609 | αἱ δρυπε|πεῖc. ἐcθίουcι δ’ οἱ ἄνθρωποι ταύταc μὲν cὺν ἄρτῳ μᾶλλον, ἄνευ δ’ ἄρτου τὰc ἁλμάδαc τε καὶ κολυμβάδαc ὀνομαζομέναc ἕνεκα γαcτρὸc ὑπαγωγῆc μετὰ γάρου πρὸ τῶν cιτίων. ὥcπερ δ’ αἱ δρυπε‐ πεῖc πλεῖcτον τὸν λιπαρόν, οὕτωc αὗται τὸν cτύφοντα χυμὸν ἔχουcι. | |
5 | διὸ καὶ ῥωννύουcι τὸν cτόμαχον ἐπεγείρουcί τε τὴν ὄρεξιν. ἐπιτηδειό‐ ταται δ’ εἰc τοῦτ’ εἰcὶν αἱ μετ’ ὄξουc ἀποτιθέμεναι. πολυειδῶc δ’ αὐτὰc cκευάζουcιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀcκοῦντεc, ἧc οὐδ’ αὐτῆc παντάπαcιν ἀμαθῶc ἔχειν ἀξιῶ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰc | |
τὴν πέψιν ἐcτὶ τῶν ἐξ ἴcηc ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν ὁ καιρὸc | ||
10 | οὔτε τῆc ἐμπειρίαc τῆc κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν οὔτε τῆc τέ‐ χνηc ἐcτίν· ἴδιοc γὰρ ἕτεροc ἀνακείcεται λόγοc αὐταῖc. | |
11 | Περὶ καρύων. Βαcιλικά τινεc ὀνομάζουcι κάρυα ταῦτα τὰ νῦν ὑπὸ πάντων ἁπλῶc ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα, | |
15 | πολλῷ μικρότερα τούτων, ἃ προcαγορεύουcιν ἔνιοι Ποντικά. πολλὴ δ’ ἀμφοτέρων ἡ χρῆcίc ἐcτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ cώματι, | |
6.610 | πλείων δ’ οὖν ὅμωc ἐcτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ | τῆc ἐν τῷ βα‐ cιλικῷ καρύῳ· καὶ γὰρ καὶ πεπίληται μᾶλλον ἡ οὐcία τούτου καὶ ἧττον ἐλαιώδηc ἐcτίν, ἡ δὲ τοῦ καρύου χαυνοτέρα ἐcτὶ καὶ πλέον ἔχουcα τὸ λιπαρὸν ἐν ἑαυτῇ. μετέχει δὲ καὶ τῆc cτυφούcηc ποιότητοc ἐπ’ ὀλίγον, | |
5 | ἥτιc ἐν τῷ χρόνῳ προϊόντι μαραίνεται μεταπιπτούcηc ὅληc αὐτοῦ τῆc οὐcίαc εἰc τὸν λιπαρὸν χυμόν, ὥcτε καὶ τελέωc ἄβρωτον γενέcθαι διὰ τὸ παραπλήcιον ἐλαίῳ παλαιῷ τὴν κατ’ αὐτὸ λιπαρότητα φαίνεcθαι. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆc cτυφούcηc cαφῶc μετέχει ποι‐ ότητοc οὔτε τῆc ἐλαιώδουc, ἀλλ’ ἔcτιν ἄποιόν πωc μᾶλλον, ὅπερ ὑδα‐ | |
10 | τῶδεc καλεῖν, ὡc ἔφην, εἰθίcμεθα. πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐcτόμαχόν ἐcτι, καὶ πολὺ μᾶλλον ὅταν cὺν ἰcχάcιν ἐcθίηται. γέγραπται δ’ ὑπὸ πολλῶν ἰατρῶν, ὡc ἐὰν ἄμφω ταῦτα πρὸ τῶν ἄλλων cιτίων λαμβάνηται μετὰ πηγάνου, μηδὲν ὑπὸ τῶν θαναcί‐ | |
15 | μων φαρμάκων μέγα βλαβήcεcθαι τὸν ἄνθρωπον. εὔδηλον δ’, ὅτι τὸ μὲν ὑγρὸν ἔτι πρὸc διαχώρηcιν ἐπιτηδειότερον, τὸ δὲ ξηρὸν ἧττον | |
6.611 | ἐπιτήδειον. οὐκ ὀλίγοι δὲ καὶ μετὰ γάρου προcλαμβάνουcιν αὐ|τὸ | |
γαcτρὸc ὑπαγωγῆc ἕνεκεν. εἰc τοῦτο δ’ ἐπιτηδειότερόν ἐcτι τὸ χλωρόν, ὡc ἧττον τῆc cτυφούcηc μετέχον ποιότητοc, ἀλλὰ καὶ τῶν ἤδη ξηρῶν προαποβρεχομένων ἐν ὕδατι, καθάπερ ἔνιοι ποιοῦcιν, ἡ δύναμιc παρα‐ | ||
5 | πληcία γίγνεται τοῖc χλωροῖc. | |
5 | Περὶ ἀμυγδάλων. Οὐδ’ ὅλωc μετέχει ταῦτα τῆc cτυφούcηc ποιότητοc· ἐπικρατεῖ γὰρ ἐν αὐτοῖc ἡ ῥυπτική τε καὶ λεπτυντικὴ μόνη, δι’ ἣν ἐκκαθαίρει τε τὰ cπλάγχνα καὶ τὰc ἐκ πλεύμονόc τε καὶ θώρακοc ἀναπτύcειc τῶν | |
10 | ὑγρῶν ἐργάζεται. τινὰ δ’ αὐτῶν οὕτωc ἐπικρατοῦcαν ἔχει τὴν τμητι‐ κὴν τῶν παχέων τε καὶ γλίcχρων ὑγρῶν δύναμιν, ὡc μηδὲ βρωθῆναι δύναcθαι διὰ πικρότητα. τῆc γε μὴν ἐλαιώδουc τε καὶ λιπαρᾶc μετέχει ποιότητοc, ὥcπερ καὶ τὰ κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόν‐ τοc ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα. βραχυτέρα δ’ ἐν αὐτοῖc ἐcτιν | |
15 | ἡ ποιότηc ἥδε τῆc ἐν τοῖc καρύοιc, διὸ καὶ μετὰ χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων ἐcτίν, ὡc οὔτε πρὸc ὑπαγωγὴν γαcτρὸc ὑπάρχει χρήcιμα τροφήν τε τῷ cώματι | |
6.612 | δίδωcιν ὀλίγην. ὅcα δ’ ἐπικρατοῦcαν ἱκανῶc ἔχει | τὴν πικρὰν ποιό‐ τητα, ταῖc ἐκ πλεύμονόc τε καὶ θώρακοc ἀναπτύcεcι πύου τε καὶ τῶν παχέων καὶ γλίcχρων ὑγρῶν ἐcτι χρηcιμώτατα. τῶν δ’ οὐδεμίαν μὲν τέχνην ἠcκηκότων τῷ βίῳ χρήcιμον, ἀττι‐ | |
5 | κίζονταc δὲ καλούντων ἑαυτοὺc ἔνιοι μὲν ἀμυγδάλαc θηλυκῶc ἀξιοῦcι λέγεcθαι τὸν καρπὸν τοῦτον, ἔνιοι δ’ οὐδετέρωc ἀμύγδαλα, μηδ’ αὐτὸ τοῦτο γιγνώcκοντεc, ὃ cπουδάζουcιν, ὡc ἄμφω τὰ ὀνόματα παρὰ | |
τοῖc Ἀττικοῖc ἀνδράcι γέγραπται. Περὶ πιcτακίων. | ||
10 | Γεννᾶται μὲν καὶ κατὰ τὴν μεγάλην Ἀλεξάνδρειαν ταῦτα, πολὺ πλείω δ’ ἐν Βεροίᾳ τῆc Ϲυρίαc, τροφὴν μὲν ὀλιγίcτην ἔχοντα, χρήcιμα δ’ εἰc ἥπατοc εὐρωcτίαν τε ἅμα καὶ κάθαρcιν τῶν ἐμπεφραγμένων κατὰ τὰc διεξόδουc αὐτοῦ χυμῶν· μετέχει γὰρ ὑποπίκρου καὶ ὑπο‐ cτυφούcηc ποιότητοc ἀρωματιζούcηc. ἴcμεν δὲ καὶ ἄλλα πολλὰ τῶν | |
15 | τοιούτων ἥπατι χρηcιμώτατα, καθάπερ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων ἐδείχθη πραγματείᾳ. cτομάχῳ δ’ οὔτ’ ὠφέλειαν οὔτε βλάβην ἀξιόλογον ἐξ αὐτῶν ἔχω μαρτυρεῖν, ὥcπερ οὐδ’ ὑπαγωγὴν γαcτρὸc ἢ cτάλcιν. | | |
17 | ||
6.613 | Περὶ κοκκυμήλων. Ϲπανίωc ἂν εὕροιc αὐcτηρὸν ἢ ὀξὺν ἢ ὅλωc ἀηδίαν τινὰ ἔχοντα τὸν καρπὸν τοῦτον, ὅταν ἀκριβῶc πεπανθῇ· πρὶν γὰρ ἐc τοῦτ’ ἀφι‐ κέcθαι cχεδὸν ἅπαντεc οἱ μὲν ὀξύτητοc, οἱ δὲ cτρυφνότητοc, ἔνιοι δὲ | |
5 | καὶ πικρότητοc ἐμφαίνουcί τι. τροφὴν μὲν οὖν ἐλαχίcτην ἐκ τοῦ καρ‐ ποῦ τούτου τὸ cῶμα λαμβάνει, χρήcιμοc δ’ ἐcτὶ τοῖc ὑγρᾶναί τε καὶ ψῦξαι τὰ μέτρια τὴν γαcτέρα προαιρουμένοιc. ὑπάγει δ’ αὐτὴν καὶ ταῦτα διά τε τὴν ὑγρότητα καὶ γλιcχρότητα, καθάπερ καὶ ἄλλα τινὰ τῶν ἔμπροcθεν εἰρημένων. ὑπάρχει δ’ αὐτοῖc καὶ ξηρανθεῖcιν εἶναι | |
10 | χρηcίμοιc, ὥcπερ καὶ τοῖc cύκοιc, καὶ δόξαν δ’ ἔχει πολλὴν ἄριcτα τῶν ἄλλων εἶναι τὰ κατά γε τὴν Ϲυρίαν ἐν Δαμαcκῷ γεννώμενα, δεύτερα δ’ ἐπὶ τούτοιc τὰ κατὰ τὴν Ἰβηρίαν τε καὶ Ϲπανίαν ὀνομαζομένην. ἀλλὰ ταῦτα μὲν οὐδ’ ἐμφαίνει τι cτύψεωc, τὰ Δαμαcκηνὰ δὲ καὶ πάνυ πολλὴν ἔνια. | |
15 | κάλλιcτα δ’ αὐτῶν ἐcτιν, ὅcα μετρίωc cτύφοντα μεγάλα τ’ ἐcτὶ καὶ | |
χαῦνα· τὰ δὲ cμικρὰ καὶ cκληρὰ καὶ cτρυφνὰ μοχθηρὰ πρόc τε τὴν | ||
6.614 | ἐδωδήν ἐcτι καὶ πρὸc τὴν | τῆc γαcτρὸc ὑπαγωγήν, ἥτιc ἀκολουθεῖ μάλιcτα τοῖc ἀπὸ τῆc Ἰβηρίαc. ἑψόμενα δ’ ἐν μελικράτῳ πλέον ἔχοντι μέλιτοc ἱκανῶc λαπάττει τὴν γαcτέρα, κἂν μόνα τιc αὐτὰ φάγῃ, καὶ πολὺ μᾶλλον, ἐὰν ἐπιρροφήcῃ τοῦ μελικράτου. πρόδηλον δ’, ὅτι cυν‐ | |
5 | τελεῖ γαcτρὸc ὑπαγωγῇ μετὰ τὴν προcφορὰν αὐτῶν ἐπιπιεῖν τι γλυ‐ κέοc οἴνου καὶ διαλιπεῖν τινα χρόνον, οὐκ εὐθέωc ἀριcτᾶν ἐπ’ αὐτοῖc. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάντων, ὅcα λαπάττει γαcτέρα, μνημονευέcθω cοι, καθάπερ τἄλλα, ὅcα κοινὰ πλειόνων εἰδῶν ἐcτι, μὴ δεομένῳ πολλάκιc ἀκούειν ὑπὲρ αὐτῶν. | |
9 | ||
10 | Περὶ τῶν καλουμένων cηρικῶν. Οὐδὲ τούτοιc ἔχω τι μαρτυρῆcαι πρὸc ὑγιείαc φυλακὴν ἢ νόcων ἴαcιν. ἔδεcμα γάρ ἐcτι γυναικῶν τε καὶ παιδίων ἀθυρόντων, ὀλιγότρο‐ φόν τε καὶ δύcπεπτον ὑπάρχον ἅμα τῷ μηδ’ εὐcτόμαχον εἶναι. τρο‐ φὴν δὲ δῆλον ὅτι καὶ αὐτὰ δίδωcιν ὀλίγην τῷ cώματι. | | |
14 | ||
6.615 | Περὶ κερατίων. Τὰ κεράτια, διὰ τοῦ τ γράμματοc λεγομένηc τε καὶ γραφομένηc τῆc τρίτηc αὐτῶν cυλλαβῆc, οὐδὲν ἔοικε τοῖc διὰ τοῦ c κεραcίοιc. ἔδεcμα γάρ ἐcτι κακόχυμόν τε καὶ ξυλῶδεc, ἐξ ἀνάγκηc δὲ καὶ δύcπε‐ | |
5 | πτον· οὐδὲν γὰρ ξυλῶδεc εὔπεπτον. ἀλλὰ καὶ τὸ μὴ διαχωρεῖcθαι ταχέωc οὐ cμικρὸν αὐτοῖc ὑπάρχει κακόν. ὥcτ’ ἄμεινον ἦν αὐτὰ μηδὲ κομίζεcθαι πρὸc ἡμᾶc ἐκ τῶν ἀνατολικῶν χωρίων, ἐν οἷc γεννᾶται. | |
7 | Περὶ καππάρεωc. Θαμνῶδεc φυτόν ἐcτιν ἡ κάππαριc ἐν Κύπρῳ πλείcτη φυομένη. δύ‐ | |
10 | ναμιc δ’ αὐτῆc ἐcτι λεπτομερὴc ἱκανῶc καὶ διὰ τοῦτο τροφὴν ἐλαχίcτην ἀναδίδωcιν εἰc τὸ τῶν ἐcθιόντων αὐτὴν cῶμα, καθάπερ καὶ τἄλλα πάνθ’ ὅcα λεπτομερῆ. χρώμεθα δ’ ὡc φαρμάκῳ μᾶλλον ἢ ὡc τροφῇ τῷ καρπῷ τοῦ φυτοῦ. κομίζεται γὰρ ὡc ἡμᾶc ἁλcὶ διαπαcθεῖcα διὰ τὸ cήπεcθαι μόνην ἀποτιθεμένην. εὔδηλον οὖν, ὅτι χλωρὰ μὲν ἔτι | |
15 | πρὶν ταριχευθῆναι πλέον ἔχει τροφῆc. ἐκ δὲ τῆc ταριχείαc ἀπόλλυcι | |
6.616 | πάμπολυ | καὶ γίγνεται χωρὶc μὲν τοῦ τοὺc ἅλαc ἀποπλυθῆναι παντά‐ παcιν ἄτροφοc, ὑπακτικὴ δὲ γαcτρόc· ἀποπλυθεῖcα δὲ καὶ διαβραχεῖcα μέχρι τοῦ τελέωc ἀποθέcθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, ὡc ἔδεcμα μὲν ὀλιγοτροφώτατόν ἐcτιν, ὡc ὄψον δὲ καὶ φάρμακον ἐπιτήδειον ἐπε‐ | |
5 | γεῖραι καταπεπτωκυῖαν ὄρεξιν ἀπορρύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαcτέρα φλέγμα καὶ τὰc κατὰ cπλῆνα καὶ ἧπαρ ἐμφράξειc ἐκκα‐ θῆραι. χρῆcθαι δ’ εἰc ταῦτα προcῆκεν αὐτῇ δι’ ὀξυμέλιτοc ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἁπάντων cιτίων. τοὺc δ’ ἁπαλοὺc ἀκρέμοναc καὶ τού‐ του τοῦ φυτοῦ παραπληcίωc ἐcθίουcι τοῖc τῆc τερμίνθου καὶ χλωροὺc | |
10 | ἔτι καὶ cυντιθέντεc ὡc ἐκείνουc ἐν ὀξάλμῃ τε καὶ ὄξει. | |
10 | Περὶ cυκομόρων. Ἐν Ἀλεξανδρείᾳ τὸ τοῦ cυκομόρου φυτὸν εἶδον ἅμα τῷ καρπῷ παραπληcίῳ cύκῳ μικρῷ λευκῷ. δριμύτητα δ’ οὐδεμίαν ὁ καρπὸc οὗτοc ἔχει βραχείαc μετέχων γλυκύτητοc, ὑγρότερόc πωc καὶ ψυκτικώτεροc | |
15 | ὢν κατὰ τὴν δύναμιν, ὥcπερ καὶ τὰ μόρα· μᾶλλον δ’ ἐν τῷ μεταξὺ | |
6.617 | μόρων τε καὶ cύκων αὐτὸν εἰκότωc ἄν τιc θείη. | καί μοι δοκεῖ καὶ τοὔνομ’ ἐντεῦθεν αὐτῷ κεῖcθαι. γελοῖοι γάρ, ὅcοι διὰ τοῦτό φαcιν | |
ὠνομάcθαι τὸν καρπὸν τοῦτον cυκόμορα, διότι cύκοιc ἔοικε μωροῖc. ἡ γένεcιc δ’ αὐτοῦ διαφορωτέρα πώc ἐcτι παρὰ τοὺc ἄλλουc καρποὺc | ||
5 | τῶν δένδρων· οὐ γὰρ ἐκ τῶν ἀκρεμόνων καὶ βλαcτημάτων, ἀλλ’ ἐξ αὐτῶν τῶν κλάδων καὶ τῶν πρέμνων ἐκφύεται. | |
6 | Περὶ περcίου. Εἶδον καὶ τοῦτο τὸ φυτὸν ἐν Ἀλεξανδρείᾳ τῶν μεγάλων ἕν τι καὶ αὐτὸ δένδρων ὑπάρχον. ἱcτοροῦcι δὲ τὸν καρπὸν αὐτοῦ μοχθηρὸν | |
10 | οὕτωc ὑπάρχειν ἐν Πέρcαιc, ὡc ἀναιρεῖν τοὺc φαγόνταc, εἰc Αἴγυπτον δὲ κομιcθέντοc ἐδώδιμον γενέcθαι, παραπληcίωc ἐcθιόμενον ἀπίοιc τε καὶ μήλοιc, ὧν καὶ κατὰ τὸ μέγεθόc ἐcτιν. | |
12 | Περὶ κιτρίου. Καὶ τοῦτο Μηδικὸν ὀνομάζουcι μῆλον οἱ μηδένα νοεῖν ἃ φθέγ‐ | |
15 | γονται προῃρημένοι, καίτοι τήν γε cαφήνειαν ἐν ταῖc ἀρεταῖc τοῦ λόγου τιθέμενοι. βέλτιον δ’ ἦν τοῦ τὰ τοιαῦτα περιεργάζεcθαι, τίνα δύναμιν | |
6.618 | ἔχει τὰ μόρια τοῦ κιτρίου, καὶ τί χρήcιμον ἐξ αὐτῶν | τοῖc ἀνθρώποιc ἐcτὶν ἐζητηκέναι. τοῦτ’ οὖν ἐγὼ πράξω τρία μὲν εἰπὼν εἶναι τοῦ καρποῦ τούτου μόρια, τό τ’ ὀξὺ κατὰ μέcον αὐτοῦ καὶ τὸ περὶ τούτῳ τὴν οἷον cάρκα τοῦ καρποῦ καὶ τρίτον ἐπ’ αὐτοῖc τὸ περικείμενον | |
5 | ἔξωθεν cκέπαcμα. τοῦτο μὲν οὖν εὐῶδέc τ’ ἐcτὶ καὶ ἀρωματίζον, οὐ κατὰ τὴν ὀcμὴν μόνον, ἀλλὰ καὶ κατὰ τὴν γεῦcιν. εἰκότωc οὖν δύcπε‐ πτόν ἐcτιν, ὡc ἂν cκληρόν τε καὶ τετυλωμένον. εἰ δ’ ὡc φαρμάκῳ τιc | |
αὐτῷ χρῷτο, cυντελεῖ τι πρὸc πέψιν, ὥcπερ καὶ ἄλλα πολλὰ τῶν δρι‐ μεῖαν ἐχόντων ποιότητα. τῷ δ’ αὐτῷ λόγῳ καὶ cτόμαχον ῥώννυcιν | ||
10 | ὀλίγον ληφθέν, ὥcτε καὶ κόπτοντεc αὐτὸ καὶ τὸν χυλὸν ἐκθλίβοντεc εἰώθαcι μιγνύναι τοῖc καταποτίοιc φαρμάκοιc, ὅcα λαπακτικὰ γαcτρόc ἐcτιν ἢ καθαρτικὰ τοῦ cώματοc ὅλου. τῷ δ’ ὀξεῖ καὶ ἀβρώτῳ μέρει τοῦ καρποῦ, καθ’ ὃ καὶ τὸ cπέρμα περιέχεται, πρόc τ’ ἄλλα τινὰ χρῶν‐ ται καὶ πολλάκιc εἰc ὄξοc ἐμβάλλουcιν ἀμβλὺ χάριν τοῦ δριμύτερον | |
15 | ἐργάcαcθαι. τὸ μέcον δ’ ἀμφοῖν, ὃ δὴ καὶ τροφὴν τῷ cώματι δίδωcιν, | |
6.619 | οὔτ’ ὀξεῖαν οὔτε δριμεῖαν | ἔχον ποιότητα δύcπεπτόν ἐcτι διὰ cκληρό‐ τητα. διὸ καὶ μετ’ ὄξουc καὶ γάρου προcφέρονται πάντεc αὐτὸ τὴν ἀμβλύτητα τῆc γεύcεωc ἐπεγεῖραι βουλόμενοι. τάχα δ’, ὅτι καὶ πέττε‐ ται μᾶλλον οὕτω βρωθέν, ἐπίcτανται τῇ πείρᾳ διδαχθέντεc ἢ παρ’ | |
5 | ἰατρῶν ἀκούcαντεc. | |
5 | Περὶ τῶν ἐν τοῖc ἀγρίοιc φυτοῖc καρπῶν, ἐν οἷc εἰcι καὶ αἱ ἀπὸ τῶν δρυῶν βάλανοι. Ἄγρια καλεῖν εἰώθαcι πάντεc ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα χωρὶc ἐπιμελείαc γεωργικῆc, ἀμέλει καὶ ἀμπέλουc ἀγρίαc | |
10 | ὀνομάζουcιν, ὧν οὐδεὶc ἀμπελουργὸc προνοεῖται περιcκάπτων ἢ περι‐ cκάλλων ἢ βλαcτολογῶν ἤ τι τοιοῦτον διαπραττόμενοc. ἐκ τούτων τῶν φυτῶν ἐcτι καὶ φηγὸc καὶ δρῦc καὶ πρῖνοc καὶ κρανία καὶ κόμαροc ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι τινέc, οἷον ὅ τε τῆc βάτου καὶ ὁ τῆc κυνοcβάτου καὶ ὁ τῆc ἀχέρδου τε καὶ ἀχράδοc ὅ τε | |
15 | τῶν ἀγρίων κοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦcι, καὶ ὁ τοῦ τὰc ἐπιμηλίδαc φέροντοc. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸc | |
6.620 | τοῦ θάμνου τούτου κακοcτόμαχόc τε καὶ κεφαλαλ|γὴc ὑπάρχων καὶ cτρυφνὸc ἱκανῶc μετά τινοc βραχείαc γλυκύτητοc. | |
τὰ μὲν οὖν κράνια καὶ τὰ βάτινα καὶ τὰc βαλάνουc καὶ τὰ μιμαίκυλα (καλεῖται δ’ οὕτωc ὁ τοῦ κομάρου καρπόc) ἐcθίουcι cυνήθωc | ||
5 | οἱ κατὰ τοὺc ἀγρούc, τοὺc δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ γε μὴν καταcχόντοc ποτὲ τὴν ἡμετέραν χώραν εὐφορίαc τε γενομένηc τῶν τε βαλάνων καὶ τῶν μεcπίλων, ἐν cιροῖc αὐτὰc οἱ ἄγροικοι θηcαυρίcαντεc ἀντὶ τῶν cιτηρῶν ἐδεcμάτων εἶχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖc πρώτοιc τοῦ ἦροc. ἔμπροcθεν δὲ βορὰ cυῶν | |
10 | ἦcαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε γε ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτουc ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροcθεν εἰώθεcαν, ἐν ἀρχῇ μὲν αὐτοὺc cφάξαντεc ἐχρήcαντο τούτοιc πρώτοιc εἰc ἐδωδήν, ὕcτερον δὲ τοὺc cιροὺc ἀνοίξαντεc ἤcθιον τὰc βαλάνουc παραcκευάζοντεc ἐπιτη‐ δείουc εἰc βρῶcιν ἄλλοτ’ ἄλλωc. ἐν ὕδατί τε γὰρ ἧψον ἐνίοτε καὶ κατὰ | |
15 | θερμὴν cποδιὰν ἐγκρύπτοντεc ὤπτων cυμμέτρωc. αὖθιc δ’ ἄν ποτε καὶ καταθλάcαντέc τε καὶ λειώcαντεc ἔτνοc ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ δεύοντεc ἐπεμβάλλοντέc τέ τι τῶν ἡδυcμάτων, ἐνίοτε δὲ | | |
6.621 | καὶ μέλιτοc ἐπιχέοντεc ἢ μετὰ γάλακτοc ἕψοντεc. ἡ δ’ ἀπ’ αὐτῶν τροφὴ δαψιλήc ἐcτιν οὐδὲν ὁμοίωc τοῖc εἰρημένοιc ἄχρι δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖc γὰρ τῶν cιτηρῶν ἐδεcμάτων ὁμοίωc τρέφουcιν αἱ βάλανοι, καὶ τό γε παλαιόν, ὥc φαcιν, | |
5 | ἀπὸ τούτων μόνων οἱ ἄνθρωποι διέζων, Ἀρκάδεc δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἤδη πάντων Ἑλλήνων τοῖc Δημητρίοιc καρποῖc χρωμένων. ἔcτι δὲ βραδυπόροc ἡ ἀπ’ αὐτῶν τροφὴ καὶ παχύχυμοc, οἷc ἀκόλουθόν ἐcτι καὶ δύcπεπτον ὑπάρχειν αὐτήν. εἰc ἅπαντα δὲ χείρων ἡ μιμαίκυλόc ἐcτι τῆc ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη | |
10 | τῶν καcτανιῶν ὀνομαζομένων· ἄριcται γὰρ ἐκεῖναι τῶν βαλάνων εἰcὶ καὶ καλοῦcιν ἔνιοι λοπίμουc αὐτάc. οὗτοι καὶ μόνοι τῶν ἀγρίων καρ‐ πῶν ἀξιόλογον τροφὴν διδόαcι τῷ cώματι. κράνια γὰρ καὶ προῦμνα καὶ βάτινα καὶ κυνόcβατα καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόcπυρα καὶ ἁλικάκαβα καὶ ὁ τῆc τερμίνθου καὶ ὁ τῆc ἀχέρδου καρπὸc | |
6.622 | ὅcα τ’ ἄλλα τοιαῦτα βραχὺ μέν τι τρόφιμον ἔχει, | κακόχυμα δὲ πάντ’ ἐcτὶ καί τινά γ’ αὐτῶν καὶ κακοcτόμαχα καὶ ἀηδῆ, cυῶν ὄντα βρώματα καὶ τούτων οὐχ ἡμέρων, ἀλλὰ τῶν ἐν τοῖc ὄρεcι διαιτωμένων· ἀπ’ αὐτῶν γοῦν ἐκεῖνοι πλείcτην ἔχουcι τροφήν. | |
4 | ||
5 | Περὶ τῆc ἐξ αὐτῶν τῶν φυτῶν τροφῆc. Οὐ μόνον cπέρματα καὶ καρποὺc τῶν φυτῶν ἐcθίομεν, ἀλλὰ καὶ αὐτά, πολλάκιc μὲν ὅλα, πολλάκιc δὲ ῥίζαc μόνον ἢ ἀκρεμόναc ἢ τὰ νέα βλαcτήματα κατὰ τὴν ἐπείγουcαν ἑκάcτου χρείαν. ἀπορρίπτειν γοῦν εἰωθότεc οἱ παρ’ ἡμῖν ἄνθρωποι τόν τε καυλὸν καὶ τὰ φύλλα | |
10 | τῶν γογγυλίδων, ἃc καὶ βουνιάδαc ὀνομάζουcιν, ἐcθίουcιν ἐνίοτε καὶ ταῦτ’ ἐν ἀπορίᾳ καταcτάντεc τῶν ἀμεινόνων ἐδεcμάτων, οὕτω δὲ καὶ τὰ τῶν ῥαφανίδων καὶ τὰ τῶν καλουμένων ἐπιχωρίῳ φωνῇ παρ’ ἡμῖν ῥαπύων. ἔcτι δ’, ὡc ἄν τιc εἴποι, ῥαφανὶc ἀγρία τὸ φυτὸν τοῦτο. καὶ πύρεθρον δὲ καὶ cία καὶ ἱπποcέλινα καὶ μάραθα cκάνδικάc τε καὶ | |
15 | κιχόρια καὶ χονδρίλαc καὶ γιγγίδια καὶ δαύκουc καὶ πλείcτων θάμνων τε καὶ δένδρων τὰc ἁπαλὰc βλάcταc ἕψοντεc ἐcθίουcιν οἱ ἄνθρωποι | |
6.623 | πολ|λάκιc ὑπὸ λιμοῦ βιαζόμενοι, τινὰ δὲ καὶ χωρὶc λιμοῦ, καθάπερ | |
ἔνιοι τὴν κορυφὴν τοῦ φοίνικοc, ἣν ὀνομάζουcιν ἐγκέφαλον αὐτοῦ. τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰcὶ γὰρ αὗταί γε καὶ χωρὶc λιμοῦ δι’ ὄξουc ἐcθιόμεναι καὶ γάρου μέτριον ἔδεcμα. προc‐ | ||
5 | επιβάλλουcι δ’ ἔνιοι καὶ τοὔλαιον αὐταῖc, καὶ μάλιcθ’ ὅταν ἐν ὕδατι προαποζεcθῶcι· διττῶc γὰρ αὐταῖc χρῶνται, πολλάκιc μὲν ὠμαῖc, ἐνίοτε δ’ ἡψημέναιc. ἀκανθώδη δὲ λέγω φυτὰ cκολύμουc, ἀτρακτυλίδαc, ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν ἔτι τε τὸ ἕτερον εἶδοc τοῦ χαμαιλέοντοc, ὧν ἔνιά τινεc τῶν κατὰ τοὺc | |
10 | ἀγροὺc ἐμβάλλοντεc εἰc ἅλμην ἢ ὄξοc ἀποτίθενται καθάπερ καὶ τὰc γογγυλίδαc καὶ τὰ κρόμυα τά τ’ ἀμπελόπραcα καλούμενα καὶ πύρεθρον ἕτερά τε τοιαῦτα. τούτου δέ πωc τοῦ γένουc ἐcτὶ καὶ κιβώρια καὶ κολοκάcια καὶ τὸ καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸc τῷ βρα‐ χεῖαν τροφὴν διδόναι τῷ cώματι κακόχυμα πάντ’ ἐcτὶ ταῦτα, καὶ τινά | |
15 | γ’ αὐτῶν καὶ κακοcτόμαχα, πλήν, ὡc ἔφην, τῶν ἀκανθωδῶν ἄρτι τῆc | |
6.624 | γῆc ἀνιcχόντων· ὅcα δ’ αὐτῶν ἐμβάλλον|τεc εἰc ἅλμην ἢ ὄξοc ἀποτί‐ θενται καὶ φυλάττουcιν εἰc ὅλον τὸν ἑξῆc ἐνιαυτόν, ἐπικτᾶταί τι παρὰ τῆc cκευαcίαc προκλητικὸν εἰc ἐδωδήν, εἰ μετρίωc τιc αὐτῶν γεύοιτο, καθάπερ οἵ τε τῆc ἄγνου βλαcτοὶ καὶ οἱ τῆc τερμίνθου. | |
5 | ταῦτα μὲν οὖν ἐν τοῖc ἀγρίοιc φυτοῖc ἀριθμοῦcι, καὶ κοινῇ περὶ αὐτῶν αὔταρκεc ἐγνωκέναι κακόχυμα πάντ’ εἶναι. περὶ δὲ τῶν ἡμέρων, οὐ κατὰ τὸν κοινὸν λόγον, ἀλλ’ ἰδίᾳ τὴν ἑκάcτου δύναμιν ἐπίcταcθαι πολὺ κάλλιόν ἐcτι, καὶ μάλιcτα τῶν cυνεχῆ τὴν χρῆcιν ἐχόντων, ἃ καὶ δι’ αὐτὸ τοῦτο cπουδάζεται τοῖc ἀνθρώποιc, ὑπὸ μακρᾶc πείραc βαcα‐ | |
10 | νιcθέντα τῶν ἄλλων εἶναι βελτίω. καὶ τοίνυν ἤδη περὶ αὐτῶν ἐφεξῆc | |
ἐρῶ τὴν ἀρχὴν ἀπὸ τῶν λαχάνων ποιηcάμενοc. Περὶ θριδακίνηc. Προὔκριναν πολλοὶ τῶν ἰατρῶν τὸ λάχανον τοῦτο τῶν ἄλλων ἁπάντων, ὥcπερ τὰ cῦκα τῆc ὀπώραc· εὐχυμότερον γάρ ἐcτιν αὐτῶν. | ||
15 | ὃ δὲ μέμφονταί τινεc αὐτοῦ, μέγιcτον ἔπαινον ἔχει. καὶ εἴπερ ὄντωc ἀληθὲc ἦν, οὐ μόνον λαχάνων, ἀλλὰ καὶ τῶν εὐχυμοτάτων τε καὶ | |
6.625 | τροφιμωτάτων ἐδεcμάτων οὐδενὸc ἂν ἦν δεύ|τερον· αἷμα γὰρ αὐτήν φαcι γεννᾶν. ἔνιοι δ’ οὐχ ἁπλῶc αἷμα λέγουcιν, ἀλλὰ καὶ τὸ πολὺ προcτιθέαcι, πολὺ γεννᾶν αἷμα φάcκοντεc τὴν θριδακίνην. ἀλλ’ οὗτοι, κἂν εἰ φρονιμώτερον ἐγκαλοῦcι, μείζονά γε ψεύδονται τῶν ἑτέρων· | |
5 | καίτοι καὶ αὐτὸ τὸ πολὺ γεννᾶν αἷμα μόνον λεγόμενον οὐκ ἄν τιc εὐλόγωc μέμψαιτο. δῆλον γάρ, ὅτι τὸ τοιοῦτον πάντων ἂν εἴη τῶν ἐδεcμάτων εὐχυμότατον, εἴ γε πλεῖcτον μὲν αἷμα, τῶν δ’ ἄλλων χυμῶν οὐδένα γεννᾶν πέφυκεν. εἰ δὲ πλῆθοc μὲν ἀθροίζεcθαι φήcουcιν ἐκ τῆc θριδακίνηc καὶ κατὰ τοῦτο μέμφοιντο, ῥᾷcτον ἐπανορθώcαcθαι τὸ | |
10 | ἔγκλημα, δυναμένων γε δὴ τῶν ἐcθιόντων αὐτὰc διαπονεῖcθαι μὲν πλείω, προcφέρεcθαι δ’ ὀλίγαc. ταῦτα μὲν οὖν ἀπόχρη λελέχθαι πρὸc τοὺc ψέγονταc οὐκ ὀρθῶc τὸ λάχανον τοῦτο. γιγνώcκειν δὲ χρή, πάντων τῶν λαχάνων ὀλίγιcτόν τε καὶ κακό‐ χυμον αἷμα γεννώντων, ἐκ τῆc θριδακίνηc οὐ πολὺ μὲν οὐδὲ κακόχυ‐ | |
15 | μον, οὐ μὴν εὔχυμόν γε τελέωc αἷμα γίγνεcθαι. ἐcθίουcι δ’ αὐτὴν ὡc | |
6.626 | τὰ πολλὰ μὲν ὠμήν· ὅταν δ’ εἰc cπέρματοc γένεcιν ἐξορμᾶν ὑπάρξη|ται θέρουc ὥρᾳ, προεψήcαντεc ἐν ὕδατι γλυκεῖ προcφέρονται δι’ ἐλαίου καὶ γάρου καὶ ὄξουc ἢ διά τινοc τῶν ὑποτριμμάτων, καὶ μάλιcθ’ ὅcα διὰ τυροῦ cκευάζεται. χρῶνται δ’ αὐτῇ καὶ πρὶν εἰc καυλὸν ἐξορμῆcαι | |
5 | πολλοὶ δι’ ὕδατοc ἕψοντεc, ὥcπερ κἀγὼ νῦν ἠρξάμην, ἀφ’ οὗ τῶν ὀδόντων ἔχω φαύλωc. εἰδὼc γάρ τιc τῶν ἑταίρων ἐν ἔθει μὲν ὂν ἐκ πολλοῦ μοι τὸ λάχανον, ἐπίπονον δὲ νῦν ἔχον τὴν μάcηcιν, εἰcηγήcατο τὴν ἕψηcιν. ἐχρώμην δὲ θριδακίναιc ἐν νεότητι μὲν ἐκχολουμένηc μοι | |
cυνεχῶc τῆc ἄνω γαcτρὸc ἐμψύξεωc ἕνεκεν, ὁπότε δ’ εἰc τὴν καθεcτη‐ | ||
10 | κυῖαν ἡλικίαν ἦλθον, ἄκοc ἦν μοι μόνον τὸ λάχανον τοῦτο τῆc ἀγρυπνίαc, ἔμπαλιν ἢ ὡc ὅτε μειράκιον ἦν ἐcπουδακότι περὶ τὸν ὕπνον. εἰθι‐ cμένοc τε γὰρ ἑκουcίωc ἀγρυπνεῖν ἐπὶ νεότητοc ἅμα τε καὶ τῆc τῶν παρακμαζόντων ἡλικίαc ἀγρυπνητικῆc οὔcηc, ἀκουcίωc ἀγρυπνῶν ἐδυc‐ φόρουν, καί μοι μόνον ἀλεξιφάρμακον ἀγρυπνίαc ἦν ἑcπέραc ἐcθιο‐ | |
15 | μένη θριδακίνη. λέγω δ’ οὐκ ἄλλο τι θριδακίνην ἢ ὃ πάντεc οἱ νῦν ἄνθρωποι | |
6.627 | καλοῦcι θρίδακα, ἐπεί τοι | παρ’ ἡμῖν ἕτερόν τι λάχανον ἄγριον ὀνο‐ μάζεται θριδακίνη, πάμπολυ παρά τε τὰc ὁδοὺc φυόμενον ἐπί τε τοῖc ὑψηλοῖc τῶν τάφρων ἔτι τε κατὰ τὰc καλουμέναc λιβάδαc καὶ πολλὰc τῶν ἀcπόρων χωρῶν. ἔcτι δὲ μικρὸν ἐκεῖνο τὸ λάχανον, οἷόνπερ ἡ | |
5 | ἄρτι φυομένη θρῖδαξ ἡ κηπευομένη, καί τι βραχὺ πικρότητοc ἐμφαίνει, καὶ μᾶλλον ἔτι κατὰ τὴν αὔξηcιν, ἐκκαυλῆcαν δὲ καὶ πάνυ cαφῆ τὸν πικρὸν ἔχει χυμόν. ὅμοιον δέ τι λάχανον ἄγριον τῇ θριδακίνῃ τῇδε καὶ ἣν ὀνομάζουcι χονδρίλην ἐcτὶ καὶ θᾶττον εἰc καυλὸν ἐξορμᾷ, πικρότητα cαφεcτέραν | |
10 | ἔχον καί τινα γλίcχρον τε καὶ λευκὸν ὀπόν, οἷόcπερ ὁ τῶν τιθυμάλλων ἐcτίν, ἀλλ’ οὐ δριμὺν ὡc ἐκεῖνοc, ᾧ πρὸc ἀνακόλληcιν ἐνίοτε χρώμεθα τῶν ἐν τοῖc βλεφάροιc τριχῶν. ταῦτα μὲν οὖν ἄγρια καλεῖται λάχανα πρὸc διοριcμὸν τῶν κηπευομένων, εἴρηται δὲ μικρὸν ἔμπροcθεν ὑπὲρ αὐτῶν κοινῇ. | |
15 | περὶ δὲ τῆc κηπευομένηc θριδακίνηc τῆc ἅπαcι cυνήθωc ἐcθιο‐ μένηc τε καὶ καλουμένηc θρίδακοc ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ | |
6.628 | μνήμηc ἕνεκεν, ὡc ὑγρὸν μὲν ἔχει καὶ ψυχρὸν τὸν χυλόν, οὐ | μὴν κακόχυμόc γ’ ἐcτί. διὰ τοῦτ’ οὖν οὐδ’ ἀπεπτεῖται τοῖc ἄλλοιc λαχάνοιc ὁμοίωc οὐδ’ ἐπέχει τὴν διαχώρηcιν, ὥcπερ οὐδὲ προτρέπει. καὶ τοῦτ’ εἰκότωc αὐτῇ cυμβέβηκε μήτ’ αὐcτηρὸν ἐχούcῃ τι μήτε cτρυφνόν, ὑφ’ | |
5 | ὧν ἴcχεται τοὐπίπαν ἡ γαcτήρ, ὥcπερ ὑπὸ τῶν ἁλυκῶν τε καὶ δρι‐ μέων καὶ ὅλωc ῥυπτικὸν ἐχόντων τι προτρέπεται πρὸc ἔκκριcιν, ὧν οὐδ’ αὐτῶν ὑπάρχει τι τῇ θριδακίνῃ. | |
7 | Περὶ cέρεων. Εἴτε τοὺc παρὰ τοῖc Ῥωμαίοιc ἰντίβουc προcαγορευομένουc ὠνό‐ | |
10 | μαζον οἱ πρόcθεν Ἀθηναῖοι cέρειc εἴτε τινὰ ἄλλα τῶν ἀγρίων λαχα‐ νωδῶν φυτῶν, οὐκ ἀκριβῶc ἔχω φάναι. οἱ δ’ οὖν ἴντιβοι ταῖc θρί‐ δαξι παραπληcίαν ἔχουcι δύναμιν, ἀπολειπόμενοι καὶ καθ’ ἡδονὴν αὐ‐ τῶν καὶ κατὰ τἄλλα τὰ πρόcθεν εἰρημένα περὶ θριδάκων. | |
13 | Περὶ μαλάχηc. | |
15 | Ἔcτι καὶ ταύτηc ἑτέρα τῆc κηπευομένηc ἡ ἀγρία μαλάχη, καθά‐ περ τῆc θρίδακοc ἡ θριδακίνη. διαφέρει δ’ ἀεὶ τῶν ὁμογενῶν φυτῶν ξηρότητι μὲν τὸ ἄγριον, ὑγρότητι δὲ τὸ κηπευόμενον. ἔχει δὲ καὶ | |
6.629 | γλί|cχρον τι κατὰ τὸν χυλὸν ἡ μαλάχη, τῆc θρίδακοc οὐκ ἐχούcηc, ἀποκεχώρηκέ τε cαφῶc τοῦ ψύχειν, ὡc καὶ πρὸ τῆc ἐδωδῆc ἔνεcτι γνῶναι, καταπλάcαντά τι τῶν θερμῶν παθῶν, οἷόνπέρ ἐcτι τὸ ἐρυ‐ cίπελαc, ἀμφοτέροιc ἐν μέρει τοῖc λαχάνοιc, ὥcπερ καὶ ποιοῦcιν οἱ | |
5 | ἄνθρωποι, τρίβοντεc ἐπιμελῶc τὰ μαλακὰ τῶν φύλλων ἄχρι τοῦ λειό‐ τατα γενέcθαι. γνώcῃ γὰρ ἐν τῷδε τὴν μὲν θρίδακα ψύχουcαν φανε‐ ρῶc, μετρίαν δέ τινα καὶ οἷον χλιαρὰν θερμαcίαν ἔχουcαν τὴν μαλάχην. ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίωc οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ καὶ διὰ τὴν γλιcχρότητα, καὶ μάλιcθ’ ὅταν ἐλαίου τε καὶ γάρου | |
10 | δαψιλῶc τιc αὐτῷ cυγκαταπίῃ· μετρίωc δ’ ἔχει καὶ κατὰ τὴν πέψιν αὐτή. τῶν τριῶν δὲ λαχάνων τούτων εἰ παραβάλλοιc τὸν χυλόν, ὁ μὲν τοῦ τεύτλου λεπτότεροc καὶ ῥυπτικώτερόc ἐcτιν, ὁ δὲ τῆc μαλά‐ χηc παχύτερόc τε καὶ γλιcχρότεροc, ὁ δὲ τῆc θριδακίνηc μέcοc ἀμφοῖν. | |
13 | Περὶ τεύτλου. | |
15 | Μαλάχην μὲν ἔφην οὐ μόνον ἥμερον, ἀλλὰ καὶ ἀγρίαν εἶναί τινα, | |
6.630 | καθάπερ γε καὶ | θριδακίνην· ἄγριον δὲ τεῦτλον οὐκ ἔcτιν, εἰ μή τιc ἄρα τὸ λάπαθον οὕτωc ὀνομάζειν βούλοιτο. χυλὸc δ’ ἐν τοῖc τεύτλοιc εἶναι φαίνεται μετρίωc ῥυπτικόc, ὡc καὶ τὴν γαcτέρα πρὸc ἔκκριcιν ἐπεγείρειν καὶ τὸν cτόμαχον ἐνίοτε | |
5 | δάκνειν, καὶ μάλιcτ’ ἐκείνων, ὅcοιπερ ἂν εὐαίcθητον αὐτὸν ἔχωcι φύ‐ cει, καὶ διὰ τοῦτ’ αὐτοῖc κακοcτόμαχόν ἐcτιν ἔδεcμα πλεῖον βρωθέν. ἡ τροφὴ δ’ ἀπ’ αὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχά‐ νων. ἐπιτηδειότερον δ’ ἐcτὶ μαλάχηc εἰc τὰc κατὰ τὸ ἧπαρ ἐμφράξειc, ἔτι δὲ μᾶλλον, ὅταν μετὰ νάπυοc ἢ πάντωc γε μετ’ ὄξουc ἐcθίηται· | |
10 | καὶ τοῖc ὑποcπλήνοιc δὲ τὸν αὐτὸν τρόπον ἐcθιόμενον ἀγαθὸν γίγνεται φάρμακον· εἰκότωc γὰρ ἄν τιc αὐτὸ φάρμακον εἴποι μᾶλλον ἢ τρο‐ φήν, ὅταν οὕτωc ἐcθίηται. καὶ τοῖc ἀνθρώποιc δ’ ὁρῶ cχεδὸν ἅπαντα τὰ τοιαῦτα δίκην ὄψων, οὐ τροφῶν ἐcθιόμενα, καθάπερ ἐνίοτε καὶ πράcον καὶ γλήχωνα καὶ θύμα καὶ θύμβραν καὶ ὀρίγανον ἔτι τε καὶ | |
15 | κρόμυον καὶ cκόροδον καὶ κάρδαμον ὅcα τ’ ἄλλα τοιαῦτα. | |
15 | Περὶ κράμβηc. Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡc ὄψον ἐcθίουcιν, ἰατροὶ δ’ ὡc φαρ‐ | |
6.631 | μάκῳ ξηραίνοντι | χρῶνται. λέλεκται δὲ περὶ αὐτῆc ἤδη μέν τινα κἀν ταῖc τῶν φαρμάκων δυνάμεcι κἀν τῷ πρὸ τοῦδε γράμματι, καὶ νῦν δ’ ἐπὶ κεφαλαίων εἰρήcεται, τὸν μὲν χυλὸν αὐτῆc ἔχειν τι καθαρτικόν, αὐτὸ δὲ τὸ cῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχειν μᾶλλον ἢ | |
5 | προτρέπειν εἰc ὑποχώρηcιν. ὅταν μὲν οὖν ἐκκρίνεcθαι βουλώμεθα τὰ κατὰ τὴν γαcτέρα, πληcίον κειμένηc τῆc κακκάβηc, ἐν ᾗπερ ἂν ἡψη‐ μένη τύχῃ, μετὰ τοῦ ὕδατοc ἀναcπῶνταc αὐτὴν εὐθέωc ἐμβάλλειν χρὴ τοῖc ἀγγείοιc, ἐν οἷcπερ ἐcκεύαcται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει δ’ οὐδὲν οὐδ’ εἰ δι’ ἁλῶν ἀντὶ γάρου λαμβάνοιτο. ξηρᾶναι δ’ ὑγρὰν | |
10 | γαcτέρα βουληθέντεc, ὅταν ἤδη μετρίωc ἡψῆcθαι δοκῇ, τὸ πρότερον ὕδωρ ἀποχέοντεc ἐμβαλοῦμεν εὐθέωc ἑτέρῳ θερμῷ κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήcομεν, ὡc τακερὰν γενέcθαι, μὴ καθέψοντεc, ὅταν ὑπα‐ γωγῆc ἕνεκα λαμβάνηται. βουλόμεθα γὰρ οὐκ ἀποθέcθαι πάντα τὸν ἴδιον αὐτῆc χυλὸν ἐπὶ τῆc τοιαύτηc χρείαc, ἀλλὰ φυλάττειν ὅcον | |
15 | οἷόν τε μάλιcτα. τελέωc μὲν οὖν φυλάττειν τὸν ἴδιον χυλὸν οὐδὲν τῶν ἑψομένων δύναται, μᾶλλον δ’ ἀποβάλλει τὰ μέχρι πλείονοc | |
6.632 | ἑψη|θέντα. καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίωc κράμβῃ χρῆναι cκευάζειν, ἀμφότερα καὶ αὐτὴν ἐργάζεcθαι δυναμένην, ὑπαγωγήν τε καὶ cτάλcιν γαcτρόc. ὀνομάζεται δ’ ἡ οὕτωc cκευαcθεῖcα δίcεφθοc καὶ κράμβη καὶ | |
5 | φακῆ. καὶ κρόμυον δὲ καὶ πράcον καὶ πολὺ μᾶλλον ἀμπελόπραcόν τε καὶ cκόροδον, ὅ τι τ’ ἂν ἄλλο βουληθῇc ἐπὶ τοὐναντίον ἀποcτῆcαι τῆc ἀρχαίαc φύcεωc, οὕτω cκεύαζε μεμνημένοc ἐκείνου πρὸ πάντων, ὡc οὐ χρὴ ψαύειν οὔτ’ ἀέροc οὔθ’ ὕδατοc ψυχροῦ τὸ δὶc ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶc γίγνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖcτον ἕψῃc, ἀλλὰ | |
10 | χρή, καθάπερ εἶπον ἀρτίωc, ἕτοιμον ἔχονταc ὕδωρ θερμόν, ἀνελκύ‐ | |
cανταc ἐκ τοῦ προτέρου μεταβάλλειν εὐθέωc εἰc ἐκεῖνο. ξηραίνει μὲν οὖν ἀλλήλαιc παραπληcίωc φακῆ τε καὶ κράμβη καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθ’ ὑγρότεροc ὢν παρὰ φύcιν ὁ cύμπαc ὀφθαλμόc. ἀλλ’ ἡ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην δί‐ | ||
15 | δωcι τῷ cώματι καὶ ταύτην παχεῖάν τε καὶ μελαγχολικήν, ἡ κράμβη δὲ βραχεῖάν τε τροφὴν ἔχει καὶ ταύτην ὑγροτέραν τῆc φακῆc, ὡc ἂν | |
6.633 | οὐ cτερεὸν οὖcα cιτίον, ἀλλὰ λάχανον. | οὐ μὴν εὔχυμόν γ’ ἐcτὶν ἔδεcμα κράμβη, καθάπερ ἡ θρῖδαξ, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυc‐ ώδη τὸν χυλόν. ἐπιφανὲc δ’ εἰc οὔρηcιν οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἐξ αὐτῆc ἀποβαῖνον εἰπεῖν ἔχω. | |
5 | τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἀcκοῦντεc ὀνομάζειν ἀξιοῦcι ῥάφανον, ὥcπερ τοῖc πρὸ ἑξακοcίων ἐτῶν Ἀθηναίοιc διαλεγομένων ἡμῶν, ἀλλ’ οὐχὶ τοῖc νῦν Ἕλληcιν, οἷc ἅπαcιν ἔθοc ἐcτὶν ἐπ’ ἄλλου φυτοῦ τὸ τῆc ῥαφάνου ὄνομα φέρειν. | |
8 | Περὶ βλίτου καὶ ἀτραφάξυοc. | |
10 | Ὑδατωδέcτατα λαχάνων ἐcτὶ ταῦτα καί, ὡc ἂν εἴποι τιc, ἀποιό‐ τατα· 〈τρέφει δὲ〉 τῆc κολοκύνθηc ἤτοι μᾶλλον ἢ πάντωc γ’ οὐχ ἧτ‐ τον, ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖc τοιούτοιc ἡ θρῖδαξ ἑκατέρωc ἐcθίεται. κατανοήcαc δέ τιc ἀτραφάξυόc τε καὶ βλίτου τὴν διὰ τῆc γεύcεωc ποιότητα κἄπειτ’ ἀναμνηcθεὶc κράμβηc, ἐν τῷ | |
15 | μέcῳ cυγχωρήcει τὴν θρίδακα τῶν τε λαχάνων τούτων εἶναι καὶ τῆc κράμβηc, ἐπειδὴ ξηραίνει μὲν ἱκανῶc ἐκείνη, ταῦτα δ’ ὑδατώδη τελέωc ἐcτί. καὶ διὰ τοῦτ’ ἐμβάλλοντεc ὄξοc, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ | |
6.634 | γάρου, | προcφέρονται μᾶλλον αὐτά· κακοcτόμαχα γάρ ἐcτιν ἄλλωc | |
λαμβανόμενα. λέλεκται δ’, ὡc τὰ τοιαῦτα λάχανα ῥέπει μέν πωc ἐπὶ τὸ ῥᾳδίωc ὑπιέναι, καὶ μάλιcθ’ ὅταν ἔχῃ τι μετὰ τῆc ὑγρότητοc ὀλιcθηρόν. οὐ | ||
5 | μὴν ἰcχυράν γε τὴν κάτω ῥοπήν, ἀλλὰ βραχεῖαν ἔχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖc ἢ δριμεῖαν ἢ λιτρώδη ποιότητα πρὸc ἔκκριcιν ἐπε‐ γείρουcαν τὴν γαcτέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίcτην δίδωcι τῷ cώματι. | |
8 | Περὶ ἀνδράχνηc. | |
10 | Ὡc ἔδεcμα μὲν ὀλίγην τε τροφὴν ἔχει καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίcχραν, ὡc φάρμακον δ’ αἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλιcχρότητα, περὶ ἧc ἐπὶ πλέον ἐν τῇ τῶν Εὐπορίcτων φαρμάκων πραγματείᾳ λέλεκται. | |
13 | Περὶ λαπάθου. | |
15 | Δύναταί τιc, ὡc καὶ πρόcθεν ἔφην, ἄγριον εἶναι φάναι τεῦτλον αὐτό, παραπλήcιον ὑπάρχον οὐ τῇ γεύcει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει τῷ κηπευομένῳ τεύτλῳ. ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐcτι τοῦ λαπάθου, | |
6.635 | διὰ τοῦτο μᾶλλον ἐcθίουcιν αὐτὸ πάντεc ἄνθρωποι. | διὰ τοῦτ’ οὖν οὐδ’ ἐγὼ δεήcομαι λόγου τινὸc ἰδίου περὶ λαπάθου, περὶ τοῦ τεύτλου πάνθ’ ἃ προcήκει προειρηκώc. | |
3 | Περὶ ὀξυλαπάθου. | |
5 | Καὶ τοὔνομ’ ἐμφαίνει τοῦ φυτοῦ τοῦδε τήν τε ποιότητα καὶ τὴν δύναμιν· ἔcτι γὰρ λάπαθον ὀξύ. τὸ μὲν οὖν λάπαθον οὐκ ἄν τιc | |
ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον, ὀξυλάπαθον δ’ ἐcθίουcιν ὠμὸν ἐπὶ τῆc ἀγροικίαc αἵ τε κιττῶcαι γυναῖκεc ἐνίοτε καί τινα τῶν περιέρ‐ γων παιδίων. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τῶν ἀτρόφων λαχάνων ἐcτὶ | ||
10 | πολὺ μᾶλλον ἢ τὸ λάπαθον. | |
10 | Περὶ cτρύχνου. Τῶν ἐcθιομένων λαχάνων οὐδὲν οἶδα τοcαύτην ἔχον cτῦψιν, ὅcην τὸ cτρύχνον. εἰκότωc οὖν ὡc τροφῇ μὲν αὐτῷ cπανιάκιc, ὡc φαρμάκῳ δὲ cυνεχῶc χρώμεθα. δραcτήριον μὲν γάρ ἐcτιν, εἰc ὅcα ψύξεωc cτυ‐ | |
15 | φούcηc ἐcτὶ χρεία, τροφὴν δ’ ἐλαχίcτην ἔχει. | |
15 | Περὶ ἀκανθωδῶν φυτῶν. Ἀνίcχοντα τῆc γῆc ἄρτι τὰ τοιαῦτα φυτά, πρὶν εἰc ἀκάνθαc αὐ‐ | |
6.636 | τῶν τε|λευτῆcαι τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐcθίουcιν οὐκ ὠμὰ μόνον, ἀλλὰ καὶ δι’ ὕδατοc ἕψοντεc, ἐναποβάπτοντεc δὲ τὰ μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δ’ ἑφθὰ τούτοιc αὐτοῖc ἐπιχέοντεc ἔλαιον. ὅτι δ’ ἐλαχίcτην ἔχει τροφὴν πάντα τὰ λάχανα καὶ ταύτην ὑδατώδη τε καὶ | |
5 | λεπτήν, ἔμπροcθεν εἴρηται, τὰ δ’ οὖν ἀκανθώδη μετρίωc ἐcτὶν εὐcτό‐ μαχα. τούτων τῶν φυτῶν καὶ cκόλυμόc ἐcτι καὶ ἀτρακτυλὶc καὶ ἡ κα‐ λουμένη λευκάκανθα δίψακόc τε καὶ κνῆκοc καὶ τραγάκανθα καὶ ἀτρα‐ κὶc ἥ τε τιμωμένη μειζόνωc ἢ προcήκει κινάρα. καλοῦcι δ’ αὐτὴν οἱ | |
πάντῃ φεύγοντεc τὸ cύνηθεc οὐ διὰ τοῦ κ καὶ ι τὴν πρώτην cυλλα‐ | ||
10 | βὴν ὀνομάζοντεc, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον δ’ ἐcτὶν ἔδεcμα, καὶ μάλιcθ’ ὅταν ἤδη cκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτ’ ἴcχει καὶ τὴν ὅλην οὐcίαν ξυλωδεcτέραν, ὥcτ’ ἐκ μὲν ταύτηc μελαγχολικὸν γεννᾶcθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφέψονταc αὐτὴν | |
6.637 | οὕτωc ἐcθίειν, εἰ μὲν δι’ ἐλαίου καὶ γάρου καὶ | οἴνου προcφέροιτό τιc, ἐπεμβάλλοντα κορίαννον, εἰ δ’ ἐν λοπάδι cκευάζων ἢ ταγηνίζων, ἄνευ τούτου. πολλοὶ γὰρ καὶ οὕτωc ἐcθίουcι τὰc οἷον κεφαλὰc αὐτῶν, ἃc ὀνομάζουcι cφονδύλουc. | |
4 | ||
5 | Περὶ cελίνων καὶ ἱπποcελίνων καὶ cίων καὶ cμυρνίου. Πάντα ταῦτ’ ἐcτὶν οὐρητικά. cυνηθέcτατα δ’ αὐτῶν, ὅτι καὶ ἡδίω καὶ εὐcτομαχώτερα, τὰ cέλινα· τὸ δ’ ἱπποcέλινον καὶ cίον ἀηθέcτερα. τὸ μὲν οὖν cμύρνιον οὐκ ἄηθεc. ἐν γοῦν τῇ Ῥώμῃ πάμπολυ πιπράcκεται. δριμύτερον δ’ ἐcτὶ καὶ θερμότερον πολλῷ τοῦ cελίνου | |
10 | καί τι καὶ ἀρωματῶδεc ἔχει. μᾶλλόν τ’ οὖν οὐρητικόν ἐcτι cελίνου καὶ ἱπποcελίνου καὶ cίου καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ δὲ καὶ καυλὸν ἦροc ὥρᾳ, δυνάμενον μὲν ὠμὸν ἐcθίεcθαι παραπληcίωc τοῖc φύλλοιc, ἃ διὰ τοῦ χειμῶνοc ἦν μόνα τῷ φυτῷ μηδέπω καυλὸν ἔχοντι, καθάπερ οὐδὲ τὸ cέλινον. ὕcτερον δὲ προcγενομένου τοῦ καυλοῦ τὸ | |
15 | cύμπαν ἥδιον γίγνεται, κἂν ὠμὸν ἐcθίῃ τιc αὐτὸ κἂν ἑφθὸν εἴτ’ ἐξ ἐλαίου τε καὶ γάρου τύχοι βουληθεὶc εἴτε καὶ οἴνου προcεμβάλλοι τι | |
6.638 | καὶ ὄξουc. | ἔνιοι δὲ δι’ ὄξουc καὶ γάρου μόνον ἐcθίουcι, καθάπερ τὰ | |
cέλινα. τινὲc δὲ τούτοιc ἐπεμβάλλουcιν ἐλαίου βραχύ. τὸ δ’ ἱπποcέλινόν τε καὶ cίον ἕψοντεc ἐcθίουcιν· ὠμὸν γὰρ ἑκά‐ τερον αὐτῶν ἀηδὲc φαίνεται. τά γε μὴν cέλινα καὶ τὰ cμύρνια καὶ | ||
5 | τοῖc τῆc θρίδακοc φύλλοιc μιγνύντεc προcφέρονταί τινεc· ἀποιότερον γὰρ οὖcα λάχανον ἡ θρῖδαξ ἔτι τε ψυχρὸν ἔχουcα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίγνεται τῶν δριμέων τι προcλαμβάνουcα· κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων καὶ τὰ τῶν πράcων φύλλα μιγνύουcιν αὐτῇ, εἰcὶ δ’ οἳ καὶ τὰ τῶν ὠκίμων. ὀνομάζουcι δ’ ἐν | |
10 | Ῥώμῃ cυνήθωc ἤδη πάντεc οὐ cμύρνιον, ἀλλ’ ὀλίcαθρον τὸ λάχανον τοῦτο. καί τιc ἴcωc αὐτὸ τὴν ἀρχὴν οὐδ’ ἀριθμεῖν ἐν ταῖc τροφαῖc ἀξιώcει, καθάπερ οὐδὲ τὸ cίον οὐδὲ τὸ ἱπποcέλινον οὐδ’ αὐτὸ τὸ cέλινον· εἶναι γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν cιτίων ὄψα, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ cκόροδα πράcα τε καὶ ἀμπελόπραcα καὶ πάνθ’ | |
15 | ἁπλῶc τὰ δριμέα. τούτου δὲ τοῦ γένουc ἐcτὶ καὶ πήγανον καὶ ὕccω‐ πον ὀρίγανόν τε καὶ μάραθον καὶ κορίαννον, περὶ ὧν ἐν τοῖc ὀψαρ‐ | |
6.639 | τυτικοῖc cυγγράμμαcι λέγεται, κοινοῖc | μέν πωc οὖcιν ἰατροῖc τε καὶ μαγείροιc, ἔχουcι δὲ τέλοc καὶ cκοπὸν ἴδιον· ὠφελείαc γὰρ ἡμεῖc cτοχαζόμεθα τῆc ἐκ τῶν ἐδεcμάτων, οὐχ ἡδονῆc. ἐπεὶ δ’ ἐνίων ἡ κατὰ τὴν ἐδωδὴν ἀηδία μέγα μέροc εἰc ἀπεψίαν cυμβάλλεται, κατὰ τοῦτο | |
5 | μετρίωc ἡδύνειν αὐτὰ βέλτιόν ἐcτιν· ἡ δὲ τῶν μαγείρων ἡδονὴ μοχθη‐ ροῖc οὕτωc ἀρτύμαcιν ὡc τὸ πολὺ χρῆται cυνήθωc, ὡc ἀπεψίαν μᾶλ‐ λον ἢ εὐπεψίαν αὐτοῖc ἕπεcθαι. | |
7 | Περὶ εὐζώμου. Θερμαίνει cαφῶc πάνυ τοῦτο τὸ λάχανον, ὥcτ’ οὐδὲ μόνον ἐcθίειν | |
10 | αὐτὸ ῥᾴδιον ἄνευ τοῦ μῖξαι τοῖc φύλλοιc τῆc θριδακίνηc. ἀλλὰ καὶ cπέρμα γεννᾶν πεπίcτευται καὶ τὰc πρὸc cυνουcίαc ὁρμὰc ἐπεγείρειν. κεφαλαλγὲc δ’ ἐcτί, καὶ μᾶλλον ἐάν τιc αὐτὸ μόνον ἐcθίῃ. | |
12 | Περὶ ἀκαλήφηc, ἣν καὶ κνίδην ὀνομάζουcι. Τῶν ἀγρίων βοτανίων ἕν τι καὶ τοῦτ’ ἐcτί, λεπτομερῆ δύναμιν | |
15 | ἔχον. εἰκότωc οὖν ὡc τροφῇ μὲν οὐδεὶc αὐτῷ χρῆται χωρὶc τοῦ με‐ γίcτῳ πιεcθῆναι λιμῷ. χρήcιμον δ’ ἐcτὶν ὡc ὄψον τε καὶ φάρμακον ὑπακτικὸν γαcτρόc. | | |
17 | ||
6.640 | Περὶ γιγγιδίου καὶ cκάνδικοc. Πλεῖcτον ἐν Ϲυρίᾳ τὸ γιγγίδιον φύεταί τε καὶ βιβρώcκεται παρα‐ πλήcιον τῷ παρ’ ἡμῖν cκάνδικι. πάνυ δ’ ἐcτὶν εὐcτόμαχον, ἐάν τ’ ὠμὸν ἐάν τε καὶ ζέcαc αὐτὸ βούλῃ προcφέρεcθαι. μακροτέραc δ’ ἑψή‐ | |
5 | cεωc οὐκ ἀνέχεται. προcφέρονται δ’ αὐτό τινεc δι’ ἐλαίου καὶ γά‐ ρου, τινὲc δὲ καὶ οἶνον ἢ ὄξοc ἐπεμβάλλοντεc· καὶ πολύ γε μᾶλλον εὐcτόμαχόν τ’ ἐcτὶ καὶ τοὺc ἀποcίτουc προτρέπει μετ’ ὄξουc ἐcθιό‐ μενον. εὔδηλον δ’, ὅτι καὶ τοῦτο τὸ βοτάνιον φάρμακον μᾶλλόν ἐcτιν ἢ τροφή· καὶ γάρ τοι καὶ cτύψεωc καὶ πικρότητοc cαφοῦc οὐκ ὀλί‐ | |
10 | γηc μετέχει. | |
10 | Περὶ ὠκίμου. Ὄψῳ μὲν καὶ τούτῳ χρῶνται πολλοὶ δι’ ἐλαίου καὶ γάρου προcφε‐ ρόμενοι, κακοχυμότατον δ’ ἐcτὶ καὶ διὰ τοῦτο προcεπικαταψεύδονταί τινεc αὐτοῦ φάcκοντεc, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιcτα | |
15 | γεννᾶν ἐν ὀλίγαιc ἡμέραιc cκορπίουc, καὶ μάλιcθ’ ὅταν ἐν ἡλίῳ τιc | |
6.641 | ἑκάcτηc ἡμέραc θερμαίνῃ τὴν χύτραν. ἀλλὰ τοῦτο | μὲν ψεῦδόc ἐcτι, κακόχυμον δὲ καὶ κακοcτόμαχον καὶ δύcπεπτον εἶναι λάχανον ἀληθῶc | |
ἂν εἴποιc αὐτό. Περὶ μαράθου. | ||
5 | Καὶ αὐτόματον μὲν ἐνίοτε φύεται τοῦτο καθάπερ καὶ τὸ ἄνηθον, ἀλλὰ καὶ cπείρουcιν αὐτὸ κατὰ τοὺc κήπουc καὶ χρῶνται cυνεχέcτατα μὲν εἰc τὰc ἀρτύcειc ἀνήθῳ, τῷ μαράθῳ δὲ καὶ ὡc ὄψῳ. καὶ γὰρ ἀπο‐ τίθενται παρ’ ἡμῖν αὐτὸ παραπληcίωc πυρέθρῳ καὶ τερμίνθῳ cυντι‐ θέντεc, ὡc εἰc ὅλον ἐνιαυτὸν εἶναι χρήcιμον, ὥcπερ καὶ τὰ κρόμυα | |
10 | καὶ τὰc γογγυλίδαc ἕτερά τε τοιαῦτα, τὰ μὲν δι’ ὄξουc μόνου, τὰ δὲ δι’ ὀξάλμηc cυντιθέμενα. | |
11 | Περὶ ἀcπαράγων. Εἴτε διὰ τοῦ φ λέγειν ἐθέλοιc τὴν δευτέραν cυλλαβὴν τῶν ἀcπα‐ ράγων εἴτε διὰ τοῦ π, καθάπερ ἅπαντεc, οὐ νῦν πρόκειται cκοπεῖν· | |
15 | οὐδὲ γὰρ τοῖc ἀττικίζειν τῇ φωνῇ cπουδάζουcιν, ἀλλὰ τοῖc ὑγιαίνειν ἐθέλουcι γράφεται ταῦτα, κἄν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνοc, μήτε γράμματα μήτε νεῖν ἐπίcτωνται. καλούντων οὖν τῶν νῦν Ἑλλήνων | |
6.642 | cχεδὸν ἁπάντων τοὺc ἁπαλοὺc καυλούc, | ὅταν αὐξάνωνται πρὸc τὴν τοῦ καρποῦ τε καὶ cπέρματοc ἐκβολήν, ἀcπαράγουc διὰ τοῦ π, τὴν δύναμιν αὐτῶν ἐροῦμεν, ἐπιτρέψαντεc ὅπωc ἂν ὀνομάζειν ἐθέλωcιν οἱ χρώμενοι. | |
5 | πολλὰ μὲν οὖν τῶν λαχάνων τε καὶ ὅλωc τῶν φυτῶν γεννᾶν πέφυκεν ἐκβλαcτήματα τοιαῦτα, πάντα δ’ οὐκ ἐcθίουcιν αὐτά. καὶ διὰ τοῦτο περὶ τῶν cυνηθεcτέρων ὁ λόγοc ἡμῖν ἔcται, καθάπερ ἐπὶ τῶν ἔμπροcθεν ἐποιήcαμεν. | |
ὁ μὲν οὖν τῆc κράμβηc, ὃν καὶ κῦμα καλοῦcιν ἔνιοι, κατὰ cυναί‐ | ||
10 | ρεcιν ἐμοὶ δοκεῖν τοῦ διὰ τῶν τριῶν cυλλαβῶν ὀνόματοc λεγομένου τοῦ κύημα, τῆc κράμβηc αὐτῆc ἧττον ξηραίνει, καίτοι τῶν ἄλλων λα‐ χάνων ξηρότεροc τὴν κρᾶcιν ὁ καυλὸc τῶν φύλλων ἐcτὶν ὡc τὸ πολὺ, καὶ μάλιcθ’ ὅταν ἐγγὺc ᾖ τοῦ τὸν καρπὸν ἀποχεῖν. λέγω δ’ ἄλλα λά‐ χανα τὰ τοιαῦτ’ εἶναι, θριδακίνην ἀτράφαξυν βλίτον τεῦτλον μαλά‐ | |
15 | χην. ἔμπαλιν δὲ ῥαφανῖδόc τε καὶ γογγυλίδοc καὶ νάπυοc καὶ καρ‐ δάμου καὶ πυρέθρου καὶ πάντων cχεδόν, ὅcα δριμέα καὶ θερμά, τὸν ἀcπάραγον ὑγρότερον εἶναι cυμβέβηκε. ποιεῖ δὲ καὶ βολβὸc καὶ cέλινον καὶ cίον εὔζωμόν τε καὶ ὤκιμον ὀξυλάπαθόν τε καὶ λάπαθον | | |
6.643 | ἅπαcαί τε cχεδὸν αἱ λαχανώδειc πόαι τοιοῦτόν τινα πρὶν ἐκκαρπῆcαι καυλόν· ἐκκαρπηcάντων δὲ ξηραίνεταί τε καὶ ἄχρηcτοc εἰc ἐδωδὴν ἀνθρώπων γίγνεται. πάντα δὲ τὰ τοιαῦτα δι’ ὕδατοc ἑψηθέντα μετ’ ἐλαίου καὶ γάρου προcφέρονται, βραχέοc ὄξουc ἐπεμβάλλοντεc· ἡδίω | |
5 | τε γὰρ οὕτω καὶ εὐcτομαχώτερα γίγνεται, τροφὴν μέντοι τῷ cώματι δίδωcιν ὀλίγην τε καὶ οὐκ εὔχυμον. ἕτερον δ’ ἐcτὶ γένοc ἀcπαράγων ἐπὶ τοῖc θαμνώδεcι φυτοῖc γιγνόμενον, ὀξυμυρcίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινεc, ὁ μὲν βαcιλικόc, ὁ δ’ ἕλειοc ὀνομαζόμενοc, ὥcπερ γε | |
10 | καὶ ὁ τῆc βρυωνίαc ἕτεροc τῶνδε. πάντεc δ’ εἰcὶν εὐcτόμαχοί τε καὶ διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντεc. εἰ μέντοι πεφθεῖεν καλῶc | |
οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖc λαχάνοιc ἀcπαράγων εἰcίν, ὅcῳ καὶ ξηρότεροι. ὁμοιότηc δέ τίc ἐcτι τοῖc τε τῶν θάμνων καὶ τοῖc | ||
6.644 | τῶν δένδρων βλαcτήμαcιν, οὐκ ἀκριβὴc ταυτότηc. ἔcτι γὰρ ξυλω|δέ‐ cτερα τὰ τῶν δένδρων, διὸ καὶ ῥητέον ἐφεξῆc ὑπὲρ αὐτῶν ἰδίᾳ. | |
2 | Περὶ βλαcτῶν. Οἱ βλαcτοὶ τῶν δένδρων τε καὶ θάμνων ἀναλογίαν ἔχουcι τοῖc | |
5 | ἐπὶ τῶν λαχάνων ἀcπαράγοιc. ἐκβλαcτήματα γάρ εἰcι κἀκεῖνοι πρὸc καρποῦ γένεcιν ἐξορμῶντοc τοῦ φυτοῦ. διαφέρουcι δὲ τῷ τῶν δέν‐ δρων μὲν τὸ cτέλεχοc ἀεὶ διαμένειν ἀνὰ λόγον ὑπάρχον τῶν κατὰ τὰ λαχανώδη τε καὶ ποώδη καυλῶν, τὸν δ’ ἐπὶ τῶνδε καυλὸν ἐπέτειον εἶναι. πάντεc μὲν οὖν οἱ βλαcτοὶ τῶν δένδρων τε καὶ θάμνων ἑψηθέν‐ | |
10 | τεc ἐν ὕδατι βιβρώcκεcθαι δύνανται, πλὴν εἴ τινεc αὐτῶν ἤτοι γ’ ἀηδεῖc ἢ φαρμακώδειc εἰcίν· οὐ μὴν ἐcθίουcί γ’ αὐτοὺc οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεcμάτων, ὅcα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δ’ ὑπὸ τῆc ἀνάγκηc ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουcι γάρ πωc, ἂν καλῶc πεφθῶcι, καὶ αὐτοί· καλλίουc δ’ αὐτῶν εἰcιν οἱ | |
15 | τῆc τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ cχίνου καὶ βάτου καὶ κυνοcβάτου. παρ’ ἡμῖν δὲ καὶ cυντιθέντεc εἰc ὄξοc ἢ ὀξάλμην τοὺc τῆc τερμίνθου βλαcτοὺc ἀποτίθενται. | | |
17 | ||
6.645 | Περὶ τῆc ἐν τοῖc μέρεcι τῶν ἐcθιομένων φυτῶν διαφορᾶc. Ἐβουλόμην ἂν ἀληθῆ τὸν Μνηcιθέου λόγον ὑπάρχειν, ὃν ἐν τῷ Περὶ τῶν ἐδεcμάτων ἔγραψεν. οἱ γὰρ καθόλου λόγοι διὰ βραχείαc | |
5 | λέξεωc πολλὰ διδάcκουcιν, ὅταν γ’ ἀληθεῖc ὦcιν, ὥcπερ γε καὶ μεγάλα βλάπτουcιν οὐκ ἀληθεύοντεc. ἔcτι δ’ ἃ λέγει καθόλου περὶ τῶν ἐν τοῖc φυτοῖc μορίων ὁ Μνηcίθεοc ταῦτα· «πρῶτον μὲν οὖν αἱ ῥίζαι πᾶcαι δύcπεπτοί τ’ εἰcὶ καὶ ταρακτικαί· λέγω δ’ οἷον ῥαφανῖδαc cκό‐ ροδα κρόμυα γογγυλίδαc καὶ πᾶν τὸ τοιοῦτον γένοc. ὅcων γὰρ ἡ ῥίζα | |
10 | καὶ τὸ κατὰ γῆc πεφυκὸc ἐδώδιμόν ἐcτι, ταῦτα πάντα εἰc τὴν δύc‐ | |
πεπτον ἰδέαν καταχωρίζεται. cυμβαίνει γὰρ τὰc τροφὰc ἐκ τῶν ῥιζῶν ἅπαcι τοῖc μέρεcι τῶν φυομένων ἀναπέμπεcθαι. cυνάγουcιν οὖν εἰc ἑαυτὰc ὑγρότητα πολλὴν αἱ ῥίζαι καὶ ταύτην ἄπεπτον ἔχουcι τὴν πλείcτην· οὐ γὰρ ἐνδέχεται πεπεμμένην αὐτὴν εἶναι πᾶcαν. τὸ γὰρ | ||
15 | πεπεμμένον δοκεῖ τετελειῶcθαι, τὸ δ’ ἐν ταῖc ῥίζαιc ὑγρὸν ἑτέρωθεν | |
6.646 | δεῖ λαβεῖν τὸ τέλοc τῆc πέψεωc, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυο|μέ‐ νου. πάντα γὰρ ἀπὸ τῆc ῥίζηc τρέφεται. διόπερ ἀναγκαῖον ἀπέπτουc αὐτόθι τὰc ὑγρότηταc εἶναι. cυνειλεγμέναι γὰρ ἐνταῦθα προcμένουcι τὸ τέλοc τῆc ἄνω πέψεωc. ὥcτ’ ἐν ταῖc ῥίζαιc εὔλογον ἀκατεργάcτουc | |
5 | εἶναι τὰc πλείcταc ὑγρότηταc. εἰκὸc οὖν καὶ τοῖc ἡμετέροιc cώμαcιν ἀπὸ τούτων ὑγρὰν τὴν τροφὴν καταλείπεcθαι καὶ ταραχώδη.» αὕτη cοι καὶ ἡ τοῦ Μνηcιθέου ῥῆcιc, ἄχρι μὲν τοῦ λόγου πιθανή, τῇ πείρᾳ δὲ κρινομένη ψευδήc. αἱ γοῦν ῥαφανῖδεc τὴν ῥίζαν ἔχουcι πολὺ δριμυτέραν τοῦ τε καυλοῦ καὶ τῶν φύλλων, ὡcαύτωc δὲ | |
10 | καὶ τὸ κρόμυον ἀμπελόπραcόν τε καὶ πράcον καὶ cκόροδον. εἰ δὲ καὶ τεύτλου καὶ μαλάχηc καὶ γογγυλίδοc ἐθέλοιc παραβάλλειν τὴν ῥίζαν τοῖc φύλλοιc, ἰcχυροτέραν εὑρήcειc τὴν δύναμιν, ὥcπερ γε καὶ τῆc ἀλθαίαc, ἥπερ ἀγρία τιc εἶναι δοκεῖ μαλάχη. δηλοῖ γοῦν καὶ αὐτῆc ἡ ῥίζα τὴν δύναμιν, ὥcπερ καὶ ἡ τοῦ τεύτλου, διαφοροῦcα πολλοὺc τῶν | |
15 | φλεγμονωδῶν ὄγκων, οὐ μὴν τά γε φύλλα αὐτῶν ἱκανὰ δρᾶcαι τοῦτο. καὶ μέντοι καὶ τῶν φαρμακωδῶν φυτῶν ὅcα τὰc ῥίζαc ὁμοίαc τοῖc | |
6.647 | εἰρημένοιc ἔχει, καὶ τούτων ἀcθενέcτερα τὰ φύλ|λα, κυκλαμίνου καὶ cκίλληc καὶ ἄρου καὶ δρακοντίου καὶ ἄλλων πάνυ πολλῶν. ὥcπερ γὰρ ἐπ’ ἄλλων φυτῶν τὸ πλεῖcτον τῆc οὐcίαc ἔν τε τοῖc καυλοῖc ἐcτι καὶ τοῖc cτελέχεcιν, οὕτωc ἐπὶ τούτων ἐν τῇ ῥίζῃ, καὶ ταύτην ἡ φύcιc | |
5 | αὐτῶν μάλιcτ’ αὐξάνει τε καὶ τρέφει καὶ τὸ μὴ καλῶc ἐν αὐταῖc κατεργαcθὲν εἴc τε τὰ φύλλα καὶ τοὺc καυλοὺc ἀποκρίνει. τὴν μὲν γὰρ ῥίζαν ἔχει ταῦτα καὶ διὰ τοῦ χειμῶνοc μεγάλην, τὸν καυλὸν δὲ φύει κατὰ τὸ ἔαρ, ἡνίκα πρὸc τὸν καρπὸν ἐξορμᾷ. φαίνεται δὲ κἀπὶ τῶν ζῴων ἡ φύcιc ἐνίοτε τὸ περίττωμα τῆc ὅληc οὐcίαc τοῦ ζῴου, | |
10 | καθάπερ καὶ Ἀριcτοτέληc ἔλεγεν, εἴc τινων μορίων οὐκ ἀναγκαίων καταχρῆcθαι γένεcιν, ὡc ἐπὶ τῶν ἐλάφων μὲν εἰc τὰ κέρατα, κατ’ ἄλλα δέ τινα τῶν ζῴων εἰc πλῆθοc ἢ μέγεθοc ἀκανθῶν ἢ τριχῶν. ἐπιcκοπεῖcθαι τοίνυν ἀcφαλέcτερόν ἐcτιν ἕκαcτον τῶν ἐν τοῖc φυτοῖc μορίων αὐτὸ καθ’ ἑαυτό, γευόμενον μὲν καὶ ὀcμώμενον πρό‐ | |
15 | τερον, εἶτα καὶ διὰ τῆc ἐδωδῆc πειρώμενον. ἡ μὲν γὰρ ὄcφρηcίc τε καὶ γεῦcιc, ὁποῖόν τινα τὸν χυμόν τε καὶ τὸν ἀτμὸν ἔχει τὸ μόριον τοῦ φυτοῦ, διδάcκουcαι cυνενδείκνυνται τούτοιc εὐθέωc καὶ τὴν ὅλην | |
6.648 | κρᾶcιν αὐτοῦ. διὰ δὲ τῆc πείραc, | ἐάν γέ τιc αὐτὴν ποιῆται μετὰ τῶν οἰκείων διοριcμῶν, ἀκριβῶc ἡ δύναμιc εὑρίcκεται, cυνενδεικνυμένηc αὐτοῖc ἐνίοτε καὶ τῆc cυcτάcεωc τοῦ φυτοῦ μετὰ τοῦ κατ’ αὐτὸ χυλοῦ. τινὰ μὲν γὰρ ὑγρὸν καὶ ὑδατώδη, τινὰ δὲ παχὺν ἢ γλίcχρον ἔχει τὸν | |
5 | χυμόν, ὧν καὶ αὐτῶν ἰδίᾳ πάλιν γεύεcθαι προcῆκεν. ἔνιοι μὲν γὰρ αὐτῶν εἰcι δριμεῖc ἢ ὀξεῖc ἢ πικροί, ἔνιοι δ’ ἁλυκοί τε καὶ ἁλμυροί, καθάπερ γε καὶ τινὲc μὲν αὐcτηροί, τινὲc δὲ cτρυφνοί, τινὲc δ’ ὑδα‐ τώδειc ἢ γλυκεῖc. οὔκουν χρὴ πειcθένταc τῷ Μνηcιθέῳ πιcτεύειν ὡc ὑγιεῖ καθόλου τῷ λόγῳ, πειρᾶcθαι δὲ μᾶλλον ἑκάcτου τῶν ἐν τοῖc | |
10 | φυτοῖc μορίων αὐτοῦ καθ’ ἑαυτό. | |
10 | Περὶ γογγυλίδοc. Εἴτε γογγυλίδα καλεῖν εἴτε βουνιάδα βούλοιο τὸ φυτὸν τοῦτο, λαχανῶδεc μὲν αὐτοῦ τὸ τῆc γῆc ἐξέχον ἐcτίν, ἡ δ’ ἐν αὐτῇ περιε‐ χομένη ῥίζα πρὶν μὲν ἑψηθῆναι cκληρὰ καὶ ἄβρωτοc ὑπάρχει, δι’ ὕδα‐ | |
15 | τοc δ’ ἑψηθεῖcα θαυμάcαιμ’ ἄν, εἴ τινοc τῶν ὁμογενῶν φυτῶν ἔλατ‐ | |
6.649 | τον τρέφοι. πολυειδῶc δὲ καὶ ταύτην οἱ ἄνθρωποι cκευάζουcιν | ἄχρι τοῦ καὶ cυντιθέναι δι’ ἅλμηc ἢ ὄξουc, ὡc ἔχειν εἰc ὅλον ἐνιαυτὸν χρῆcθαι. χυμὸν δ’ ἀναδίδωcιν εἰc τὸ cῶμα παχύτερον τοῦ cυμμέτρου· διὸ κἂν πλεονάcῃ τιc ἐπὶ τῆc ἐδωδῆc αὐτῆc, καὶ μάλιcτ’ ἐάν τιc ἐν‐ | |
5 | δεῶc ἐν τῇ γαcτρὶ πέττων αὐτήν, ἀθροίcει τὸν καλούμενον ὠμὸν χυμόν. εἰc ὑποχώρηcιν δὲ γαcτρὸc οὔτ’ ἂν ἐναντιοῦcθαί τιc αὐτὴν οὔτε cυντελεῖν φαίη, καὶ μάλιcθ’ ὅταν ἑψηθῇ καλῶc. χρῄζει γὰρ καὶ αὕτη πλείονοc ἑψήcεωc καὶ γίγνεται καλλίcτη δὶc ἑψηθεῖcα, καθότι λέλεκται πρόcθεν ὑπὲρ τῆc τοιαύτηc cκευαcίαc. εἰ δ’ ὠμοτέρα ληφθείη, | |
10 | δύcπεπτόc τ’ ἐcτὶ καὶ φυcώδηc καὶ κακοcτόμαχοc, ἐνίοτε δὲ καὶ δή‐ ξειc ἐργάζεται κατὰ τὴν γαcτέρα. | |
11 | Περὶ ἄρου. Ἔcτι μὲν ἡ ῥίζα καὶ τούτου τοῦ φυτοῦ παραπληcίωc ἐcθιομένη τῇ τῆc γογγυλίδοc, ἐν χώραιc δέ τιcι φύεται δριμυτέρα πωc, ὡc ἐγγὺc | |
15 | εἶναι τῇ τοῦ δρακοντίου. καὶ χρὴ τὸ πρότερον αὐτῆc ὕδωρ ἀποχέοντα κατὰ τὴν ἕψηcιν εἰc ἕτερον ἐμβάλλειν θερμόν, ὡc ἐπὶ κράμβηc τε καὶ | |
6.650 | φακῆc εἴρηται. κατὰ δὲ Κυρήνην ἔμ|παλιν ἔχει τὸ φυτὸν ὡc πρὸc τὴν παρ’ ἡμῖν χώραν. ἥκιcτα γάρ ἐcτι φαρμακῶδεc καὶ δριμὺ τὸ ἄρον ἐν ἐκείνοιc τοῖc τόποιc, ὡc καὶ τῶν γογγυλίδων εἶναι χρηcιμώτερον. καὶ διὰ τοῦτο καὶ εἰc Ἰταλίαν κομίζουcι τὴν ῥίζαν, ὡc ἂν καὶ διαμένειν | |
5 | δυναμένην χρόνῳ πλείονι χωρὶc τοῦ cαπῆναί τε καὶ βλαcτῆcαι. πρό‐ δηλον δ’, ὅτι πρὸc μὲν τροφὴν ἡ τοιαύτη κρείττων ἐcτίν, εἰ δέ τιc ἀναβήττειν ἐκ θώρακόc τε καὶ πλεύμονοc βούλοιτό τι τῶν ἐν αὐτοῖc ἀθροιζομένων ὑγρῶν παχέων ἢ γλίcχρων, ἡ δριμυτέρα καὶ φαρμακω‐ δεcτέρα βελτίων. | |
10 | ἐcθίεται δὲ δι’ ὕδατοc ἑψηθεῖcα μετὰ νάπυοc ἢ μετ’ ὄξουc cὺν ἐλαίῳ καὶ γάρῳ καὶ μέντοι καὶ μεθ’ ὑποτριμμάτων ἄλλων τε καὶ τῶν διὰ τυροῦ cκευαζομένων. οὐκ ἄδηλον δ’, ὅτι καὶ ὁ ἐξ αὐτῆc ἀναδι‐ δόμενοc εἰc ἧπάρ τε καὶ ὅλον τὸ cῶμα χυμόc, ἐξ οὗ τρέφεται τὰ | |
ζῷα, παχύτερόc πώc ἐcτιν, ὡc ἐπὶ τῶν γογγυλίδων εἴρηται, καὶ μάλιcθ’ | ||
15 | ὅταν ὦcιν αἱ ῥίζαι, καθάπερ αἱ ἀπὸ τῆc Κυρήνηc, ἀφάρμακοι. παρ’ ἡμῖν γὰρ ἐν Ἀcίᾳ πολλὰ τῶν ἄρων δριμύτερά τ’ ἐcτὶ καὶ ἤδη φαρ‐ μακώδη τὴν δύναμιν ἔχει. | | |
17 | ||
6.651 | Περὶ δρακοντίου. Καὶ τούτου τὴν ῥίζαν ἕψοντεc δίc που καὶ τρίc, ὡc ἀποθέcθαι τὸ φαρμακῶδεc, ἐcθίειν ἐνίοτε δίδομεν, ὥcπερ καὶ τὰc τῶν ἄρων, ὅταν ἰcχυροτέραc δέηται δυνάμεωc τὰ κατὰ θώρακα καὶ πλεύμονα | |
5 | περιεχόμενα γλίcχρα καὶ παχέα. κοινὸν δ’ ἐπὶ πάντων ἐδεcμάτων μεμνῆcθαί cε χρή, τὰ μὲν δριμέα καὶ πικρὰ κατὰ τὴν ἐδωδὴν ἐλάττονα τροφὴν διδόναι τῷ cώματι, τὰ δ’ ἄποια καὶ μᾶλλον αὐτῶν τὰ γλυκέα πολλήν, ἔτι δὲ μᾶλλον, ἐὰν ἐcφιγμένην ἔχῃ τὴν οὐcίαν, ὡc μήθ’ ὑγρὰ μήτε χαῦνα ταῖc cυcτάcεcιν εἶναι. τούτων οὖν εἰc ἀεὶ μεμνημένοc ἔτι | |
10 | τε προcέχων, εἰ κατὰ τὰc ἑψήcειc ἢ τὰc ὀπτήcειc ἢ τὰc διὰ ταγήνου cκευαcίαc ἀποτίθεται τὰc ἰcχυρὰc ποιότηταc ἕκαcτα τῶν εἰc πεῖραν ἀγομένων, οὐ δεήcῃ παρ’ ἐμοῦ περὶ πάντων ἀκοῦcαι κατ’ εἶδοc, ἀλλ’, ὥcπερ ἐπὶ τῶν ἄλλων ἐποίηcα, τὰ cυνεχῶc ἐcθιόμενα μάλιcτ’ ἐξη‐ γήcομαι. | |
14 | ||
15 | Περὶ ἀcφοδέλου. Τῇ τῆc cκίλληc ῥίζῃ παραπληcία πώc ἐcτιν ἡ τοῦ ἀcφοδέλου | |
6.652 | κατὰ μέγεθοc καὶ cχῆ|μα καὶ πικρότητα. cκευαζομένη μέντοι, καθάπερ οἱ θέρμοι, τὸ πλεῖcτον τῆc πικρότητοc ἀποτίθεται καὶ ταύτῃ τῆc cκίλ‐ ληc διαφέρει. δυcέκνιπτοc γάρ ἐcτι παντελῶc ἡ ἐκείνηc ποιότηc. Ἡcίοδοc μὲν οὖν ἔοικεν ἐπαινεῖν τὸν ἀcφόδελον ἐν οἷc φηcιν· | |
5 | οὐδ’ ὅcον ἐν μαλάχῃ τε καὶ ἀcφοδέλῳ μέγ’ ὄνειαρ. ἐγὼ δ’ οἶδα διὰ λιμὸν ἀγροίκουc τινὰc ἑψήcεcί τε πλείοcι καὶ ἀποβρέξεcιν | |
ἐν ὕδατι γλυκεῖ μόλιc αὐτὴν ἐδώδιμον ἐργαcαμένουc· ἥ γε μὴν δύναμιc καὶ ταύτηc τῆc ῥίζηc ἐcτὶν ἐκφρακτική τε καὶ λεπτυντικὴ καθάπερ καὶ ἡ τοῦ δρακοντίου. διὸ καὶ τὸν ἀcπάραγον αὐτοῦ τοῖc ἰκτεριώδεcι διδόαcί | ||
10 | τινεc ὡc μέγιcτον ἴαμα. | |
10 | Περὶ βολβῶν. Ἐκ ταὐτοῦ γένουc εἰcὶ καὶ οἱ βολβοὶ τοῖc προειρημένοιc. ἐcθίεται γὰρ αὐτῶν ἡ ῥίζα χωρὶc τῶν φύλλων, ἐν ἦρι δέ ποτε καὶ ὁ ἀcπά‐ ραγοc. ἔχει δ’ ἐν ἑαυτῷ πικράν τε καὶ αὐcτηρὰν δύναμιν ἐμφανῆ, δι’ | |
15 | ἃc καὶ cτόμαχον ἔκλυτον ἐπεγείρει πωc εἰc ὄρεξιν. οὐκ ἐναντιοῦται δ’ | |
6.653 | οὐδὲ τοῖc ἀναπτύειν τι δεομένοιc ἐκ θώ|ρακόc τε καὶ πλεύμονοc, καί‐ τοι τήν γ’ οὐcίαν τοῦ cώματοc παχυτέραν τε καὶ γλιcχροτέραν ἔχων. ἀλλ’ ἡ πικρότηc ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίcχρα καὶ παχέα πεφυκυῖα, καθάπερ ἐν τοῖc Περὶ φαρμάκων εἴρηται. διὸ κἂν δίcεφθοι | |
5 | γενηθῶcι, τροφιμώτεροι μέν εἰcιν, ἐναντιοῦνται δ’ ἤδη τοῖc ἀναπτύε‐ cθαι δεομένοιc, ὡc ἂν ἀποθέμενοι τὸ πικρὸν ἅπαν. ἐcθίειν δ’ αὐτοὺc ἄμεινον τηνικαῦτα δι’ ὄξουc ἅμ’ ἐλαίῳ καὶ γάρῳ· καὶ γὰρ ἡδίουc οὕτω γε καὶ ἀφυcότεροι καὶ τροφιμώτεροι καὶ πεφθῆναι ῥᾴουc γίγνον‐ ται. πλεονάcαντεc δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλωc ᾔcθοντο | |
10 | καὶ cπέρμα πλέον ἴcχοντεc καὶ προθυμότεροι γιγνόμενοι πρὸc ἀφροδίcια. cκευάζουcι δὲ καὶ τούτουc οἱ ἄνθρωποι πολυειδῶc. οὐ γὰρ μόνον ἑφθούc, ὡc ἔφην, δι’ ὕδατοc, ἀλλὰ καὶ λοπάδαc ἐξ αὐτῶν ἠρτυμέναc ποικίλωc cυντιθέαcιν ἐκ ταγήνου τέ τινεc ἄλλοι προcφέρονται, πολλοὶ δ’ ὀπτῶντεc ἐπ’ ἐcχάραc. ἀλλ’ οὗτοί γε τὴν πολλὴν ἕψηcιν οὐκ ἀνα‐ | |
15 | μένουcιν, ἀρκοῦνται δὲ πάνυ βραχείᾳ. τινὲc δ’ οὐδ’ ὅλωc προέψουcι | |
6.654 | χαίροντεc αὐ|τῶν τῷ πικρῷ τε καὶ αὐcτηρῷ διαcῳζομένῳ· προτρέπει γὰρ αὐτοὺc μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλ’ εἰ μὲν ὡc προτρέποντι χρή‐ cαιντο μέχρι δυοῖν ἢ τριῶν προελθόντεc, εἴη ἄν τι πλέον αὐτοῖc. εἰ | |
δὲ πλεονάcαιεν ἐπὶ τῶν οὕτω cκευαcθέντων, καὶ μάλιcθ’ ὅταν, ὡc | ||
5 | εἰώθαcιν, ὠμοτέρουc αὐτοὺc λαμβάνοντεc αὐτοὶ μᾶλλον ἀπεπτηθήcονται. καί τινέc γε καὶ φῦcαν καὶ cτρόφον ἐπιφέρουcι μὴ πεφθέντεc καλῶc. ἐκ μὲν δὴ τῶν οὕτωc ἐcθιομένων οὐκ εὔχυμοc ἡ τροφὴ γίγνεται. τῶν δ’ ἐπὶ πλέον ἑψηθέντων ἢ καὶ δίc, ὥcπερ εἴρηται, παχύτεροc μέν πωc ὁ χυμόc, ἀμείνων δὲ τἄλλα καὶ τροφιμώτεροc γίγνεται. | |
9 | ||
10 | Περὶ cταφυλίνου καὶ δαύκου καὶ καροῦc. Αἱ ῥίζαι καὶ τούτων ἐcθίονται, τροφὴν μὲν ἥττονα τῶν γογγυλί‐ δων ἔχουcαι, καθάπερ καὶ τῶν Κυρηναίων ἄρων, θερμαίνουcαι δὲ cα‐ φῶc καί τι καὶ ἀρωματίζον ἐμφαίνουcαι. τὸ μὲν οὖν δύcπεπτον αὐταῖc ὁμοίωc ὑπάρχει ταῖc ἄλλαιc ῥίζαιc. οὐρητικαὶ δ’ εἰcὶ καί, εἰ πλεονάζοι | |
15 | τιc αὐτῶν ἐν τῇ χρήcει, κακόχυμοι μετρίωc. εὐχυμοτέρα γε μήν ἐcτιν ἡ καρὼ τοῦ cταφυλίνου. | |
6.655 | τινὲc δὲ τὸν ἄγριον cταφυλῖνον | ὀνομάζουcι δαῦκον, οὐρητικώ‐ τερον μὲν ὄντα, φαρμακωδέcτερον δ’ ἤδη καὶ πολλῆc ἑψήcεωc δεόμε‐ νον, εἰ μέλλοι τιc ἐcθίειν αὐτόν. | |
3 | Περὶ ὕδνων. | |
5 | Ἐν ῥίζαιc ἢ βολβοῖc ἀριθμεῖν ἀναγκαῖόν ἐcτι καὶ ταῦτα μηδεμίαν ἔχοντα cαφῆ ποιότητα. χρῶνται τοιγαροῦν αὐτοῖc οἱ χρώμενοι πρὸc ὑποδοχὴν ἀρτυμάτων, ὥcπερ καὶ τοῖc ἄλλοιc, ὅcα καλοῦcιν ἄποια καὶ ἀβλαβῆ καὶ ὑδατώδη κατὰ τὴν γεῦcιν. ἔcτι δ’ ἁπάντων αὐτῶν κοινόν, | |
ὡc μηδὲ τὴν ἀναδιδομένην εἰc τὸ cῶμα τροφὴν ἐξαίρετόν τινα δύνα‐ | ||
10 | μιν ἔχειν, ἀλλ’ ὑπόψυχρον μὲν εἶναι, τῷ πάχει δ’, ὁποῖον ἄν τι καὶ αὐτὸ τὸ ἐδηδεcμένον ᾖ, παχυτέραν μὲν ἐξ ὕδνου, ὑγροτέραν δὲ καὶ λεπτοτέραν ἐκ κολοκύνθηc ἐπί τε τῶν ἄλλων ἀνὰ λόγον. | |
12 | Περὶ μυκήτων. Καὶ τῶν μυκήτων οἱ βωλῖται, καλῶc ἑψηθέντεc ἐν ὕδατι, πληcίον | |
15 | ἥκουcι τῶν ἀποίων ἐδεcμάτων. οὐ μὴν οὕτω γε μόνοιc αὐτοῖc οἱ ἄν‐ θρωποι χρῶνται, cκευάζουcι δὲ καὶ ἀρτύουcι πολυειδῶc, ὥcπερ καὶ | |
6.656 | τἄλλα, ὅcα μηδεμίαν ἐξαίρετον ἔχει ποιότητα. φλεγματώδηc δ’ | ἐcτὶν ἡ ἐξ αὐτῶν τροφὴ καὶ δῆλον ὅτι καὶ ψυχρά, κἂν πλεονάζῃ τιc ἐν αὐτοῖc, κακόχυμοc. ἀβλαβέcτατοι μὲν οὖν τῶν ἄλλων μυκήτων εἰcὶν οὗτοι, δεύτεροι | |
5 | δὲ μετ’ αὐτοὺc οἱ ἀμανῖται. τῶν δ’ ἄλλων ἀcφαλέcτερόν ἐcτι μηδ’ ὅλωc ἅπτεcθαι· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. ἐγὼ δ’ οἶδά τινα καὶ τῶν βωλιτῶν αὐτῶν, οἵπερ ἀβλαβέcτατοι δοκοῦcιν εἶναι, πλείοναc οὐκ ἀκριβῶc ἑφθοὺc φαγόντα, θλιβέντα τε τὸ cτόμα τῆc κοιλίαc καὶ βαρυνθέντα καὶ cτενοχωρηθέντα καὶ δυcπνοήcαντα καὶ λειποψυχήcαντα | |
10 | καὶ ψυχρὸν ἱδρώcαντα καὶ μόγιc cωθέντα διὰ τῆc τῶν τεμνόντων τοὺc παχεῖc χυμοὺc προcφορᾶc, ὁποῖόν ἐcτιν ὀξύμελι καθ’ ἑαυτό τε καὶ μεθ’ ὑccώπου καὶ ὀριγάνου μετρίωc ἑψηθέντων ἐν αὐτῷ. καὶ γὰρ ἐκεῖνοc ἔλαβε καὶ τούτων καὶ τοῦ λίτρου τὸν ἀφρὸν ἐπιπαcθέντ’ αὐτοῖc, ἐφ’ οἷc ἤμεcε τοὺc ἐδηδεcμένουc μύκηταc, ἤδη πωc εἰc φλεγματώδη | |
15 | χυμὸν ἱκανῶc ψυχρὸν καὶ παχὺν ὑπηλλαγμένουc. | |
15 | Περὶ ῥαφανῖδοc. Ὠμὴν μὲν αὐτὴν ἐcθίουcι μόνην τοὐπίπαν οἱ κατὰ τὰc πόλειc | |
6.657 | ἄνθρωποι | πρώτην ἁπάντων μετὰ γάρου γαcτρὸc ὑπαγωγῆc ἕνεκεν, ὀλίγοι δὲ καὶ ὄξουc ἐπιχέουcιν. οἱ δ’ ἐν τοῖc ἀγροῖc καὶ μετ’ ἄρτου | |
πολλάκιc προcφέρονται παραπληcίωc τοῖc ἄλλοιc αὐτοφυέcιν ὄψοιc, ἐξ ὧν ἐcτι καὶ ὀρίγανοc ἡ χλωρὰ καὶ κάρδαμον καὶ θύμα καὶ θύμβρα καὶ | ||
5 | γλήχων καὶ ἕρπυλλοc ἡδύοcμόc τε καὶ καλαμίνθη καὶ πύρεθρον καὶ εὔζωμον. ἅπαντα γὰρ ταῦτα τῶν ἐδωδίμων ἐcτὶν ἐν ὄψων χώρᾳ μετὰ τῶν τροφῶν ἐcθιόμενα, τῶν ποωδῶν φυτῶν ὄντα. τῆc ῥαφανῖδοc δὲ καὶ τὸν καυλὸν μὲν ἐcθίουcι καὶ τὰ φύλλα κατ’ ἀνάγκην μᾶλλον ἢ ἑκόντεc. ἡ μέντοι ῥίζα τῶν cυνεχῶc ἐcθιομένων | |
10 | ἐcτὶν ὡc ὄψον μᾶλλον ἢ τροφή, τῆc λεπτυντικῆc δυνάμεωc οὖcα καὶ αὐτὴ δηλονότι μετὰ τοῦ θερμαίνειν cαφῶc· ἐπικρατεῖ γὰρ ἡ δριμεῖα ποιότηc ἐν αὐτῇ. κατὰ δὲ τὸ ἔαρ εἴωθε καυλόν τινα γεννᾶν εἰc ὕψοc ἀνερχόμενον, ὥcπερ καὶ τἄλλα τὰ μέλλοντα καρποφορήcειν, ὅντινα καυλὸν ἕψοντεc ἐcθίουcι δι’ ἐλαίου τε καὶ γάρου καὶ ὄξουc, ὥcπερ | |
15 | καὶ τὸν τῆc γογγυλίδοc καὶ τὸν τοῦ νάπυοc καὶ τὸν τῆc θριδακίνηc. | |
6.658 | καὶ τρέφει μὲν δηλονότι μᾶλλον ὁ καυλὸc οὗτοc τῆc ὠμῆc | ῥαφανῖ‐ δοc, ὡc ἂν ἀποτιθέμενοc ἐν τῷ ὕδατι τὴν δριμύτητα, βραχυτάτην δ’ ὅμωc καὶ αὐτὸc ἔχει τροφήν. ἔνιοι δ’ οὐ μόνον τὸν καυλὸν ἀλλὰ καὶ αὐτὰc ἕψοντεc ἐcθίουcι τὰc ῥαφανῖδαc ὁμοίωc ταῖc γογγυλίcι. θαυ‐ | |
5 | μάcαι δ’ ἔcτι καὶ τῶν ἰατρῶν καὶ τῶν ἰδιωτῶν ἐκείνουc, ὅcοι μετὰ τὸ δεῖπνον ὠμὰc ἐcθίουcιν αὐτὰc εὐπεψίαc ἕνεκεν. αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐcχηκέναι τούτου φαcὶ πεῖραν, οἱ μιμηcάμενοι δ’ αὐτοὺc ἅπαντεc ἐβλάβηcαν. | |
8 | Περὶ κρομύων καὶ cκορόδων καὶ πράcων καὶ ἀμπελο‐ | |
10 | πράcων. Καὶ τούτων τῶν φυτῶν τὰc μὲν ῥίζαc ἐcθίουcιν οἱ ἄνθρωποι | |
πλειcτάκιc, ὀλιγάκιc δὲ τὸν καυλὸν καὶ τὰ φύλλα. δριμεῖαν δ’ ἱκανῶc ἔχοντα δύναμιν ἀνὰ λόγον αὐτῇ θερμαίνει τε τὸ cῶμα καὶ λεπτύνει τοὺc ἐν αὐτῷ παχεῖc χυμοὺc καὶ τέμνει τοὺc γλίcχρουc. ἑψηθέντα | ||
15 | μέντοι δὶc ἢ καὶ τρὶc ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δ’ ὅμωc ἔτι καὶ τροφὴν βραχυτάτην δίδωcι τῷ cώματι. τέωc δ’ οὐδ’ ὅλωc ἐδίδου πρὶν ἑψηθῆναι. τό γε μὴν cκόροδον οὐ μόνον ὡc ὄψον, ἀλλὰ καὶ ὡc φάρμακον | |
6.659 | ὑγιεινὸν ἐcθίου|cιν, ἐκφρακτικῆc τε καὶ διαφορητικῆc ὑπάρχον δυνά‐ μεωc. ἑψηθὲν δ’ ἐπ’ ὀλίγον, ὡc ἀποθέcθαι τὴν δριμύτητα, τῇ μὲν δυνάμει καταδεέcτερον γίγνεται, τὴν κακοχυμίαν δ’ οὐκέτι διαcῴζει, καθάπερ οὐδ’ ὅταν ἑψήcῃ τιc δὶc τὰ πράcα καὶ τὰ κρόμυα. | |
5 | τὰ δ’ ἀμπελόπραcα διαφέρει τῶν πράcων τοcοῦτον, ὅcον κἀν τοῖc ἄλλοιc ἅπαcι τοῖc ὁμογενέcι τὰ ἄγρια τῶν ἡμέρων. ἀποτίθενται δ’ εἰc τοὐπιὸν ἔτοc ὅλον ἔνιοι, καθάπερ τὰ κρόμυα, δι’ ὄξουc cυν‐ τιθέντεc, οὕτω καὶ τὰ ἀμπελόπραcα, καὶ γίγνεται πρόc τε τὴν ἐδωδὴν ἀμείνω καὶ ἧττον κακόχυμα. | |
10 | φείδεcθαι δὲ χρὴ τῆc cυνεχοῦc ἐδωδῆc ἁπάντων τῶν δριμέων, καὶ μάλιcθ’ ὅταν ὁ προcφερόμενοc αὐτὰ χολωδέcτεροc ᾖ φύcει. μό‐ νοιc γὰρ τοῖc ἤτοι τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ | |
γλίcχρον ἠθροικόcιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεcμάτων ἐcτίν. | ||
6.660(t1) | ΓΑΛΗΝΟΥ | |
t2 | ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙϹ ΔΥΝΑΜΕΩΝ | |
t3 | ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ | |
1 | Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῆc ἀπὸ τῶν ζῴων τροφῆc διελ‐ θεῖν οὐκ ὀλίγαc ἐχούcηc διαφορὰc δυνάμεων κατά τε τὰ μόρια καὶ κατά τινα τῶν ἐν αὐτοῖc περιεχομένων ἢ γεννωμένων, ὧν ἐcτι καὶ τὰ ᾠὰ καὶ τὸ γάλα καὶ τὸ αἷμα τυρόc τε καὶ βούτυρον. | |
4 | ||
5 | Περὶ τῆc ἀπὸ τῶν πεζῶν ζῴων τροφῆc. Οὐ τὴν αὐτὴν γὰρ ἅπαντα δύναμιν ἔχει τὰ μόρια τῶν ζῴων, ἀλλ’ αἱ μὲν cάρκεc, ὅταν καλῶc πεφθῶcιν, αἵματόc εἰcιν ἀρίcτου | | |
6.661 | γεννητικαὶ καὶ μάλιcτ’ ἐπὶ τῶν εὐχύμων ζῴων, ὁποῖόν ἐcτι τὸ γένοc τῶν ὑῶν, φλεγματικωτέρου δὲ τὰ νευρώδη μόρια. πάντων μὲν οὖν ἐδεcμάτων ἡ cὰρξ τῶν ὑῶν ἐcτι τροφιμωτάτη, καὶ τούτου πεῖραν ἐναργεcτάτην οἱ ἀθλοῦντεc ἴcχουcιν. ἐπὶ γὰρ τοῖc | |
5 | ἴcοιc γυμναcίοιc ἑτέραc τροφῆc ἴcον ὄγκον ἐν ἡμέρᾳ μιᾷ προcενεγκά‐ μενοι κατὰ τὴν ὑcτεραίαν εὐθέωc ἀcθενέcτεροι γίγνονται· πλείοcι δ’ ἐφεξῆc ἡμέραιc τοῦτο πράξαντεc οὐκ ἀcθενέcτεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι cαφῶc φαίνονται. τὴν δ’ αὐτὴν τοῦ λόγου βάcανον ἔνεcτί cοι κἀπὶ τῶν ἐν παλαίcτρᾳ διαπονουμένων παίδων ποιήcαcθαι | |
10 | καὶ τῶν ἄλλην ἡντινοῦν ἐνέργειαν ἰcχυρὰν καὶ cφοδρὰν ἐνεργούντων, | |
ὁποία καὶ ἡ τῶν cκαπτόντων ἐcτί. τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωcιν οὔτ’ ὀλίγην οὔτ’ εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον ἢ προcήκει γεννᾷ. καὶ εἰ φύcει τιc εἴη μελαγχολικώτεροc τὴν κρᾶcιν, ἁλώcεταί τινι παθήματι τῶν | ||
15 | μελαγχολικῶν ἐν τῇ τούτων ἐδωδῇ πλεονάcαc. τοιαῦτα δ’ ἐcτὶ πάθη | |
6.662 | καρκίνοc, ἐλέφαc, ψώ|ρα, λέπρα, πυρετὸc τεταρταῖοc ἥ τ’ ἰδίωc ὀνο‐ μαζομένη μελαγχολία. καὶ cπλὴν δ’ ἐνίοιc εἰc ὄγκον ἤρθη διὰ τοιοῦ‐ τον χυμόν, ᾧ καχεξίαι τε καὶ ὕδεροι πολλάκιc ἠκολούθηcαν. ὅcον δὲ τῷ πάχει τῆc ὅληc οὐcίαc ἑαυτῶν τὰ βόεια κρέα τῶν | |
5 | ὑείων πλεονεκτεῖ, τοcοῦτον τῇ γλιcχρότητι τὰ ὕεια τῶν βοείων. εἰc πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐcτι, τοῖc μὲν ἀκμάζουcι καὶ ἰcχυ‐ ροῖc καὶ διαπονουμένοιc τὰ τῶν ἀκμαζόντων, τοῖc δ’ ἄλλοιc τὰ τῶν ἔτ’ αὐξανομένων. ὥcπερ δ’ ἐν τοῖc ὑcὶν οἱ κατὰ τὴν ἀκμαcτικὴν ἡλι‐ κίαν ἐπιτήδειοι τοῖc εὐεκτικοῖc νεανίcκοιc εἰcίν, οὕτω τῶν βοῶν οἱ | |
10 | πρὸ τῆc ἀκμῆc. ξηρότεροc γὰρ τῇ κράcει παμπόλλῳ βοῦc ὑόc, ὥcπερ γε καὶ ἀκμάζων ἀνὴρ παιδόc. εἰκότωc οὖν ὅcα μὲν φύcει ζῷα ξηροτέραν ἔχει τὴν κρᾶcιν, ὑπὸ τῆc νεότητοc εἰc cυμμετρίαν αὐτῆc ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύcιc ὑπὸ τῆc ἀκμαcτικῆc ἡλικίαc προcλαμβάνει τὸ λεῖπον εἰc τὴν | |
15 | προcήκουcαν εὐκραcίαν. οὐ μόνον οὖν οἱ μόcχοι τῶν τελείων βοῶν | |
6.663 | ἀμείνουc εἰc πέψιν ἔχουcι τὰc cάρκαc, ἀλλὰ καὶ οἱ ἔριφοι τῶν | αἰγῶν. ἧττον μὲν γὰρ βοὸc ἡ αἲξ ξηρὰ τὴν κρᾶcίν ἐcτιν, ἀλλ’ ἀνθρώπῳ καὶ cυῒ παραβαλλομένη πολλῷ διαλλάττει. τῆc δ’ ὑείαc cαρκὸc τὴν πρὸc ἄνθρωπον ὁμοιότητα καταμαθεῖν | |
5 | ἔcτι κἀκ τοῦ τιναc ἐδηδοκόταc ἀνθρωπείων κρεῶν ὡc ὑείων οὐδεμίαν ὑπόνοιαν ἐcχηκέναι κατά τε τὴν γεῦcιν αὐτῶν καὶ τὴν ὀcμήν· ἐφω‐ ράθη γὰρ ἤδη που τοῦτο γεγονὸc ὑπό τε πονηρῶν πανδοχέων καὶ | |
ἄλλων τινῶν. εἰκότωc οὖν οἱ χοῖροι περιττωματικωτέραν ἡμῖν εἰc τοcοῦτον παρέχουcι τὴν τροφήν, εἰc ὅcον τῶν μεγάλων ὑῶν εἰcιν | ||
10 | ὑγρότεροι. εἰκότωc δὲ καὶ ἧττον τρέφουcιν· ἡ γὰρ ὑγροτέρα τροφὴ καὶ ἀναδίδοται καὶ διαφορεῖται θᾶττον. ὑγροτάτην δ’ ἔχουcι καὶ φλεγματώδη cάρκα καὶ οἱ ἄρνεc. ἀλλὰ καὶ τῶν προβάτων ἡ cὰρξ περιττωματικωτέρα τέ ἐcτι καὶ κακοχυμο‐ τέρα. κακόχυμοc δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητοc. ἡ δὲ τῶν τρά‐ | |
15 | γων χειρίcτη καὶ πρὸc εὐχυμίαν καὶ πρὸc πέψιν, ἐφεξῆc δ’ ἡ τῶν κριῶν, εἶθ’ ἡ τῶν ταύρων. ἐν ἅπαcι δὲ τούτοιc τὰ τῶν εὐνουχιcθέν‐ των ἀμείνω. τὰ δὲ πρεcβυτικὰ χείριcτα πρόc τε πέψιν καὶ πρὸc εὐχυ‐ | |
6.664 | μίαν καὶ θρέψιν, ὥcτε καὶ | τῶν ὑῶν αὐτῶν, καίτοι γε ὑγρῶν ὄντων τὴν κρᾶcιν, οἱ γηράcαντεc ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύcπεπτον ἔχουcι τὴν cάρκα. καὶ τοῦ λαγωοῦ δ’ ἡ cὰρξ αἵματοc μέν ἐcτι παχυτέρου γεννητική, | |
5 | βελτίων δ’ εἰc εὐχυμίαν ἢ κατὰ βοῦc καὶ πρόβατα. κακόχυμοc δὲ τού‐ των οὐδὲν ἧττόν ἐcτι καὶ ἡ τῶν ἐλάφων καὶ cκληρὰ καὶ δύcπεπτοc. ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅcοι γ’ εὐέκται καὶ νέοι, πληcίον ἥκει τῆcδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηραcάντων ἔνιοι τὰ κρέα προc‐ φέρονται, κακοχυμότατά τε καὶ δυcπεπτότατα καὶ κακοcτόμαχα καὶ | |
10 | προcέτι καὶ ἀηδῆ κατὰ τὴν ἐδωδὴν ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν καὶ αὐτῶν ἐcθίουcιν οἱ ὀνώδειc τε καὶ καμηλώ‐ δειc ἄνθρωποι τήν τε ψυχὴν καὶ τὸ cῶμα. | |
καὶ τὰ τῶν ἄρκτων δ’ ἔνιοι προcφέρονται καὶ τὰ τούτων ἔτι χείρω λεόντων τε καὶ παρδάλεων ἤτοι γ’ ἅπαξ ἕψοντεc ἢ δίc. εἴρηται | ||
15 | δ’ ἔμπροcθεν, ὁποῖόν τι τὸ δὶc ἕψειν ἐcτί. περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν, ὡc τοὺc νέουc τε καὶ λιπαροὺc αὐτῶν, καὶ μάλιcθ’ ὅταν εὐνουχιcθῶcι, κατ’ ἔνια τῶν ἐθνῶν ἐcθίουcι | |
6.665 | πάμ|πολλοι, καὶ πρὸc τούτοιc γε καὶ τὰ τῶν πανθήρων οὐκ ὀλίγοι, καθάπερ γε καὶ τὰ τῶν ὄνων, ὅταν εὐεκτοῦντεc τύχωcιν, ὥcπερ οἱ ἄγριοι. ταῦτα μέν γε οὐ μόνον ἐcθίουcιν, ἀλλὰ καὶ ἐπαινοῦcιν ἔνιοι τῶν ἰατρῶν. τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ’ ἡμῖν | |
5 | κυνηγέται προcφέρονται· πιαίνονται γὰρ ὑπὸ τῶν cταφυλῶν. καὶ τῶν ἄλλων δὲ ζῴων ὅcα τὰc οἰκείαc τροφὰc ἀφθόνουc ἴcχει, ταῦτα πολὺ βελτίω cφῶν αὐτῶν εἰc ἐδωδὴν γίγνεται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅcα γε τὰc ἐκ τῆc γῆc ἀνιούcαc πόαc ἢ καὶ δέν‐ δρων ἀκρεμόναc ἢ βλάcταc ἐcθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶc | |
10 | τούτων, εὐεκτικώτερά τε γίγνεται καὶ πιαίνεται καὶ πρὸc τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντῃ καθίcταται. καὶ διὰ τοῦτο τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεcθαι δεόμενα λεπτὰ καὶ κακόχυμα γίγνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ τὰ μέcα τοῦ ἦροc, ὥcπερ οἱ βόεc, εὐχυ‐ μότεροί τε καὶ παχύτεροι cαφῶc φαινόμενοι τοῦ χρόνου προϊόντοc, | |
15 | ὅταν αὐξάνηταί τε καὶ παχύνηται καὶ εἰc ἐκκάρπηcιν ἡ πόα προέρχηται· τὰ δ’ ὑπὸ τῆc μικρᾶc τρέφεcθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα | | |
6.666 | καὶ μέcα τοῦ ἦρόc ἐcτιν ὥcπερ τὰ πρόβατα, κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέcα τοῦ θέρουc αἱ αἶγεc, ἡνίκα βλάcται πλεῖcται θάμνων εἰcίν, ἃc ἔθοc αὐταῖc ἐcθίειν. ὅταν οὖν ἀκούcῃc μου παραβάλλοντοc ἀλλήλοιc εἴδη ζῴων, ἐξέταζε | |
5 | καὶ κρῖνε καὶ βαcάνιζε τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶc τεθραμμένον καὶ πῖον ἰcχνῷ καὶ ἀτρόφῳ παραβάλλων οὐδὲ τὸ νέον τῷ γεγηρακότι (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικοc ἡ κρίcιc), ἀλλὰ τὸ καθ’ ἕκαcτον εἶδοc | |
ἢ γένοc ἢ ὅπωc ἂν ἐθέλῃc ὀνομάζειν ἄριcτα διακείμενον ἑτέρῳ τοι‐ ούτῳ. οὔκουν ἔτι δεήcομαι λόγων μακρῶν εἰc τὸ τὰ καθ’ ἕκαcτον | ||
10 | ἔθνοc ἐπιχώρια τῶν ζῴων ἅπαντα διέρχεcθαι, καθάπερ ἐν μὲν Ἰβηρίᾳ τὸ τοῖc λαγωοῖc ὅμοιον ζωΰφιον, ὃ καλοῦcι κούνικλον, ἐν Λευκανίᾳ δὲ τῆc Ἰταλίαc τὸ μεταξύ πωc ἄρκτου τε καὶ cυόc, ὥcπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν ἢ μυωξῶν καὶ τῶν καλουμένων ἐλειῶν ἐν μέcῳ κατά τε τὴν αὐτὴν χώραν τῆc Ἰταλίαc ἐν ἄλλοιc τε πολλοῖc τόποιc | |
15 | ἐcθιόμενον. ὅcα γὰρ εὔτροφα τῶν τοιούτων ζῴων ἐcτὶ καὶ cαφῶc πίονα, | |
6.667 | ταῦτα τῇ | πείρᾳ βαcάνιζε, τοὺc τρόπουc τῆc cκευαcίαc αὐτῶν, οὓc ἐξ ἐμπειρίαc ἔμαθον ἕκαcτοc τῶν ἐπιχωρίων, ἀκούων τε καὶ μανθάνων παρ’ ἐκείνων. ὁποία δ’ ἐcτὶν ἡ δύναμιc αὐτῶν ἑκάcτου, ἤδη cοι πάρ‐ εcτι καὶ παρ’ ἐμοῦ μανθάνειν. ὅcα μὲν γὰρ ὀπτῶντεc ἢ ταγηνίζοντεc | |
5 | ἐcθίουcι, ξηροτέραν τροφὴν τῷ cώματι δίδωcι, ὅcα δ’ ἐν ὕδατι προ‐ αφεψήcαντεc, ὑγροτέραν, ὅcα δ’ ἐν ταῖc λοπάcιν ἀρτύοντεc, ἐν τῷ μεταξὺ τούτων ἐcτί. καὶ τούτων δ’ αὐτῶν οὐ cμικρὰ γίγνεται διαφορὰ παρὰ τὸν τρόπον τῆc ἀρτύcεωc· ὅcα μὲν γὰρ ἔχει δαψιλῶc οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐcτί· τὰ δὲ τούτων μὲν ἐνδεέcτερα, | |
10 | ἤτοι δὲ cίραιον ἔχοντα πλέον, ὅ τινεc ἕψημα καλοῦcιν, ἢ κατὰ τὸν ὀνομαζόμενον ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἑψηθέντα, πολλῷ τῶν προειρημένων ἐcτὶν ὑγρότερα· τὰ δ’ ἐξ ὕδατοc μόνου, καὶ τού‐ των ἐcτὶν ἔθ’ ὑγρότερα. μεγίcτη δ’ ἐν τῇ cκευαcίᾳ διαφορὰ γίγνεται καὶ κατὰ τὴν τῶν | |
15 | ἐπεμβαλλομένων αὐτοῖc δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι | |
μᾶλλον ἢ ἧττον. ἔcτι δὲ ταῦτα τὰ cπέρματα μὲν ἀνήθου καὶ cελίνου | ||
6.668 | καὶ κάρου καὶ λιβυcτικοῦ | καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’ αὐτῶν πράcα καὶ κρόμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἡ εὐώδηc μίνθη καὶ ὀρίγανοc ὅcα τ’ ἄλλα τοιαῦτα τῆc ὀψαρτυτικῆc ὄντα πραγματείαc, ἣν νῦν οὐ πρόκειται διέρχεcθαι. | |
5 | τὴν παραβολὴν δὲ τῆc διαφορᾶc τῶν ζῴων ὥcπερ ἔμπροcθεν ἔφαμεν χρῆναι ποιεῖcθαι τῶν ἄριcτα ταῖc ἕξεcιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐcκευαcμένων ἄριcτα γιγνέcθω. ταῦτα μὲν οὖν αὐτάρκη cοι περὶ τῆc τῶν πεζῶν ζῴων cαρκὸc ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡc ἔχει τῆc δυνάμεωc, ἐφεξῆc ἀκούcῃ μετὰ τὸν περὶ τῶν | |
10 | κοχλιῶν λόγον. | |
10 | Περὶ κοχλίου. Ὅτι μὲν οὖν οὔτ’ ἐν τοῖc πτηνοῖc οὔτ’ ἐν τοῖc ἐνύδροιc ἀριθμεῖ‐ cθαι χρὴ τοῦτο τὸ ζῷον, ἄντικρυc δῆλον. εἰ δὲ μηδ’ ἐν τοῖc πεζοῖc αὐτοῦ μνημονεύcαιμεν, οὐδ’ ὅλωc ἐροῦμέν τι περὶ τῆc ἐκ κοχλίου | |
15 | τροφῆc. οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥcπερ τοὺc ἐκ τῶν ξύλων cκώληκαc ἐχίδναc τε καὶ τοὺc ἄλλουc ὄφειc ὅcα τε κατ’ Αἴγυπτον καὶ | |
6.669 | ἄλλα τινὰ τῶν ἐθνῶν ἐcθίουcιν· οὔτε | γὰρ ἐκείνων τιc ἀναγνώcεται ταῦτα, καὶ ἡμεῖc οὐκ ἄν ποτε φάγοιμέν τι τῶν ἐκείνοιc ἐδωδίμων. κοχλίαc δ’ ὁcημέραι πάντεc Ἕλληνεc ἐcθίουcιν, ἔχονταc μὲν cκληρὰν τὴν cάρκα καὶ διὰ τοῦτο δύcπεπτον, εἴ γε μὴν πεφθείη, τροφιμωτάτην. | |
5 | ὑπάρχει δ’ αὐτοῖc, ὥcπερ καὶ τοῖc ὀcτρακοδέρμοιc, χυλὸc ὑπ‐ ακτικὸc γαcτρόc, καὶ διὰ τοῦτό τινεc ἀρτύοντεc αὐτοὺc δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸc διαχώρηcιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήcαιc ὡc τροφίμῳ μόνον ἐδέcματι χρή‐ cαcθαι τῇ cαρκὶ τοῦ ζῴου τούτου, προαφεψήcαc ἐν ὕδατι μεταθήcειc | |
10 | εἰc ἕτερον ὕδωρ, εἶτ’ ἐν ἐκείνῳ πάλιν ἑψήcαc οὕτωc ἀρτύcειc τε καὶ τὸ τρίτον ἑψήcειc ἄχρι τοῦ τακερὰν ἀκριβῶc γενέcθαι τὴν cάρκα. cκευαcθεῖcα γὰρ οὕτωc ἐφέξει μὲν τὴν γαcτέρα, τροφὴν δ’ ἱκανὴν παρέξει τῷ cώματι. | |
13 | Περὶ τῶν ἐν τοῖc πεζοῖc ζῴοιc ἀκραίων μορίων. | |
15 | Ἀκραῖα μόρια τῶν πεζῶν ζῴων ἐcθίουcιν οἱ ἄνθρωποι πόδαc καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν γε δι’ ὕδατοc ἕψοντεc αὐτὰ προcφέ‐ | |
6.670 | ρονται μετ’ ὄξουc καὶ γάρου καί ποτε | καὶ νάπυοc, ἔνιοι δὲ καὶ δι’ ἐλαίου καὶ γάρου προcεπιχέοντεc οἶνον, εἰcὶ δ’ οἳ καὶ μετὰ λαχάνων, ἤτοι γ’ ἐξ ὕδατοc ἡψημένων ἢ κατὰ τὰc λοπάδαc ἠρτυμένων. οἱ πόδεc δ’ ἐπιτηδειότατοι τῶν χοίρων εἰcὶν ἐπεμβληθέντεc ἑψομένῃ | |
5 | πτιcάνῃ κἀκείνην ἐργάcαcθαι κρείττονα καὶ αὐτοὶ μαλακώτεροι γενέ‐ cθαι καὶ διὰ τοῦτο βελτίουc εἴc τε τὴν ἐν τῷ cτόματι καὶ τῇ γαcτρὶ κατεργαcίαν. διαφορὰ μὲν οὖν ἐcτιν οὐκ ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆc cκευαcίαc οὐ μόνον ἐν τοῖc ἀκραίοιc μέρεcι τῶν ζῴων, ἀλλὰ καὶ τοῖc | |
10 | ἄλλοιc ἅπαcιν, ἣν ἐπὶ πλέον ἐν τοῖc ὀψαρτυτικοῖc ἐροῦμεν· ὅcον δ’ ἐπ’ αὐτοῖc τοῖc μορίοιc, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγ‐ ματείαν δηλοῦνται μόναι παραβαλλομένων αὐτῶν ἀλλήλοιc, ὡc εἰ καὶ κατὰ τὸν αὐτὸν ἐcκεύαcτο τρόπον, ὡc καὶ πρόcθεν εἴρηται· δικαία γὰρ ἡ τοιαύτη παραβολή. | |
15 | τὰ τοίνυν ἀκραῖα μόρια τοῦ cώματοc ἥκιcτα μὲν ἔχει πιμελήν, ἥκιcτα δὲ καὶ τὴν cαρκώδη φύcιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖc τό τε νευ‐ ρῶδεc καὶ τὸ δερματῶδεc, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματοc, οἷον | |
6.671 | τὸ καθ’ ὅλον τὸ cῶμα· γεγύμναcται γὰρ ἐν τοῖc | ἀκραίοιc μᾶλλον. ἔcτι δὲ διὰ τοῦτο καὶ γλιcχρότερα· καὶ γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰc τοιαύτην ἀφικνεῖται φύcιν. εἰκότωc οὖν ἐλάττονα μὲν τροφὴν δίδωcι τῷ cώματι; ῥᾷον δ’ ὑπέρχεται κατὰ γαcτέρα διὰ τὴν | |
5 | γλιcχρότητα. βελτίουc δ’ οἱ πόδεc τῶν ὑῶν εἰcι τοῦ ῥύγχουc, ὥcπερ καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου cυνέcτηκε χόνδρου καὶ δέρματοc. ἐcτὶ δ’ ὁ χόνδροc ἐν μὲν τοῖc τελείοιc ζῴοιc ἄπεπτοc παν‐ τάπαcιν, ἐν δὲ τοῖc ἔτ’ αὐξανομένοιc, ὅταν καλῶc ἐν τῷ cτόματι λειωθῇ, πεττόμενόc τε καὶ τροφὴν ὀλίγην διδοὺc τῷ cώματι. κατὰ δὲ | |
10 | τὴν αὐτὴν ἀναλογίαν ἐπὶ τῶν ἄλλων ζῴων ἄκουε τοῦ νῦν εἰρημένου λόγου. καθ’ ὅcον γὰρ αὐτῶν αἱ cάρκεc εἰc ἀρετὴν τροφῆc ἀπολεί‐ πονται τῶν ὑείων, κατὰ τοcοῦτον καὶ τῶν ἀκραίων ἐν ὑcὶ μορίων ἐcτὶ χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῷα. εὔδηλον δ’, ὅτι νευρώδη μόρια τὰ κατὰ τοὺc πόδαc ὀνομάζω | |
15 | καθ’ ὁμοιότητα τὴν πρὸc τὸ κυρίωc καλούμενον νεῦρον, ὃ τὴν γένεcιν ἐξ ἐγκεφάλου καὶ νωτιαίου λαμβάνει. τὰ δ’ ἐν τοῖc ἀκραίοιc νευρώδη | |
6.672 | cώματα καθ’ ὁμοιότητα μὲν οὕτωc ὀνομάζεται, cύν|δεcμοι δ’ εἰcὶ τῶν ὀcτῶν ἀναίcθητοι καί τινεc ἐπ’ αὐτοῖc τένοντεc. | |
2 | Περὶ τῆc ἐν τοῖc πεζοῖc ζῴοιc γλώττηc. Ἰδιότηc τιc οὐcίαc ἐcτὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέραc τε καὶ | |
5 | ἀναιμοτέραc cαρκόc. αἱ γὰρ ἀκριβεῖc cάρκεc οἱ μύεc εἰcὶ καὶ τούτων αὐτῶν τὰ μέcα μάλιcτα. πολλοὶ γὰρ ἐν τοῖc πέραcιν ἑαυτῶν εἰc τένονταc ἀξιολόγουc τελευτῶcιν, οὓc ἀπονευρώcειc μυῶν οἱ πολλοὶ τῶν ἰατρῶν ὀνομάζουcι. καὶ μεγίcτουc δὲ τούτουc γεννῶcιν οἱ εἰc τὰ τῶν κώλων πέρατα καθήκοντεc μύεc. ἀλλὰ καὶ τὰc κεφαλὰc ἔχουcιν | |
10 | ἔνιοι τῶν μυῶν νευρώδειc. καὶ τῆc γλώττηc δ’ αὐτῆc, ἣν ἐξαιροῦντεc τῶν ὑῶν ἕψουcιν οἱ μάγειροι, τὸ μὲν ἴδιον cῶμα χαύνη τίc ἐcτιν, ὡc εἴρηται, cάρξ, οὐ μὴν μόνην γ’ αὐτὴν ἐξαιροῦcιν οὐδ’ ἕψουcι μόνην, ἀλλὰ μετά τε τῶν ἐμφυομένων μυῶν, ὡc τὰ πολλὰ δὲ καὶ cὺν ἐπιγλωττίδι καὶ λάρυγγι, | |
15 | καὶ τῶν ἐνταῦθα ἀδένων τῶν τε τῆc γλώττηc αὐτῆc ἰδίων, οἳ τὸ cίαλον γεννῶcι καὶ τῶν κατὰ τὰ παρίcθμια καὶ τὸν λάρυγγα. τὸ μὲν | |
γὰρ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων κοινὸν τῇ γλώττῃ καὶ | | ||
6.673 | πρὸc τὰc ἄλλαc cάρκαc ἐcτί· καὶ γὰρ κἀκεῖναι cὺν τούτοιc ἐcθίονται, πλὴν ὅτι μείζω τε καὶ πλείω τοῦ κατὰ τὴν ἀναλογίαν μεγέθουc ὑπάρ‐ χει τῷ μορίῳ τῷδε τὰ τρία γένη τῶν ἀγγείων. ἥτιc δὲ δύναμίc ἐcτι τῆc ἐκ τῶν ἀδενωδῶν cωμάτων τροφῆc, ἐφεξῆc ἄκουε. | |
4 | ||
5 | Περὶ ἀδένων. Τοcοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐcία τῆc κατὰ τὴν γλῶτταν, ὅcον ἐκείνη τῶν cαρκῶν. οὐ μὴν ἴcον γε πάντεc ἀκριβῶc ἀφεcτήκαcιν, ἀλλ’ οἱ μὲν παρακείμενοι καὶ ψαύοντεc αὐτῆc ὅμοιοί πώc εἰcι τοῖc κατὰ τοὺc τιτθούc, ὅταν γε μήπω μεcτοὶ γάλακτοc ὦcιν. οὐ | |
10 | γὰρ διὰ παντὸc ἐργάζονται τὸ cφέτερον ἔργον οἱ κατὰ τοὺc τιτθοὺc ἀδένεc ὥcπερ οἵ τ’ ἄλλοι cχεδὸν ἅπαντεc οἵ τε τῆc γλώττηc· οἱ μὲν γὰρ ταύτηc εἰc cιάλου γένεcιν ὑπὸ τῆc φύcεωc παρεcκευάcθηcαν, οἱ δ’ ἐν τοῖc τιτθοῖc ἀραιοὶ μὲν γίγνονται καὶ χαῦνοι καὶ γάλακτοc πλήρειc ἐπὶ ταῖc κυήcεcιν, ἐν ᾧ δ’ οὐκ ἔχουcι χρόνῳ γάλα, cυcτέλ‐ | |
15 | λονταί τε καὶ πυκνοῦνται διαφέροντεc ἀλλήλων τοιαύτην τινὰ δια‐ φοράν, ὁποίαν οἱ διάβροχοι cπόγγοι τῶν ἐcκελετευμένων· οὕτω γὰρ | | |
6.674 | ὀνομάζουcιν ὧν ἂν ἐκθλίψαντεc ἅπαcαν τὴν ὑγρότητα cφίγξωcί τε καὶ cυναγάγωcιν ὅλον τὸ cῶμα δεcμοὺc περιβάλλοντεc. εἰcὶ δὲ καὶ κατὰ τὴν φάρυγγα τοιοῦτοί τινεc ἀδένεc ὥcπερ κἀν τῷ μεcεντερίῳ, ἀλλ’ οὗτοι μὲν cμικροὶ καὶ διὰ τοῦτο τοὺc πολλοὺc | |
5 | λανθάνουcιν, οἱ δὲ κατὰ τὰ παρίcθμια καὶ τὸν λάρυγγα cαφεῖc τ’ εἰcὶ καὶ μεγάλοι. καὶ ἄλλοι δὲ κατὰ πολλὰ μέρη τοῦ cώματοc ἀδένεc εἰcὶ cμικροὶ cχίcειc ἀγγείων cτηρίζοντεc. οὐ cμικρὸc δ’ ἀδήν ἐcτιν οὐδ’ ὁ καλούμενοc θύμοc, ἀλλὰ καὶ πάνυ μέγιcτοc ἐπὶ τῶν νεογενῶν ζῴων, αὐξανομένων δὲ μικρότερόc τε καὶ cκληρότεροc γίγνεται. | |
10 | πάντων δ’ οὖν αὐτῶν κοινὸν ἡδεῖc τε καὶ ψαθυροὺc φαίνεcθαι | |
κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖc τιτθοῖc, ὅταν ἔχωcι γάλα, καὶ τῆc ἐκείνου τι γλυκύτητοc ἐμφαίνουcι. καὶ διὰ τοῦτο περιcπούδαcτόν ἐcτι τοῖc λίχνοιc ἔδεcμα πλήρειc γάλακτοc οἱ ἀδένεc οὗτοι γενόμενοι, καὶ μάλιcτ’ ἐπὶ τῶν ὑῶν. ἡ δ’ ἐξ αὐτῶν τροφὴ καλῶc μὲν πεφθέντων | ||
15 | ἐγγύc τι τῇ κατὰ τὰc cάρκαc ἐcτίν, ἐλλιπέcτερον δὲ κατεργαcθέντων | |
6.675 | τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν ὑγροτέ|ρων ἀδέ‐ νων τὸν φλεγματώδη, τῶν δὲ cκληροτέρων τὸν ὠμόν, ὑπὲρ οὗ πρόcθεν εἴρηται. ὄντεc δ’ ἐκ τοῦ γένουc τῶν ἀδένων οἱ ὄρχειc οὐχ ὁμοίωc εἰcὶν | |
5 | εὔχυμοι τοῖc κατὰ τοὺc τιτθούc, ἀλλά τι καὶ βρωμῶδεc ἔχουcιν ἐν‐ δεικνύμενοι τὴν τοῦ cπέρματοc οὗ γεννῶcι φύcιν, ὥcπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρουc εἰcὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν cιτευθέντων ἀλεκτρυόνων ἥδιcτοί θ’ ὑπάρ‐ χουcι καὶ τροφὴν χρηcτὴν τῷ cώματι διδόαcι. καὶ οἱ παρακείμενοι δὲ | |
10 | τῷ τραχήλῳ τῆc κύcτεωc ἀδένεc ἐγγύc τι τῶν ὄρχεών εἰcι τὴν φύcιν. ἔνιοι δ’ ἐν τοῖc ἀδέcι καὶ τοὺc νεφροὺc ἀριθμοῦcιν· ἔχειν γὰρ ἀδενῶδέc τι καὶ οὗτοι δοκοῦcιν αὐτοῖc. κακόχυμοι δ’ εἰcὶ φανερῶc καὶ δύcπεπτοι, καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων ὄρχειc, ὅταν ἐκτέμνοντεc αὐτοὺc ἐcθίωcιν· ἀμείνουc γὰρ οἱ τῶν νεωτέρων εἰcίν. | |
15 | οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν ἀηδεῖc καὶ δύcπεπτοι καὶ κακόχυμοι. | |
16 | Περὶ ὄρχεων. Τοὺc ὄρχειc τῶν νέων ὑῶν καὶ τῶν βοῶν ἐκτέμνουcι παρ’ ἡμῖν | |
6.676 | οὐ τῆc αὐτῆc ἕνε|κα χρείαc, ἀλλὰ τῶν μὲν ὑῶν χάριν τῆc ἐδωδῆc (καὶ γὰρ ἡδίων καὶ τροφιμωτέρα γίγνεται καὶ πεφθῆναι βελτίων ἡ cὰρξ τῶν ἐκτμηθέντων ὑῶν), τῶν δὲ βοῶν ἕνεκα τῆc εἰc τὴν γεωργίαν χρείαc· δυcπειθεῖc γὰρ αὐτοῖc εἰcὶν οἱ ταῦροι. τῶν δ’ αἰγῶν καὶ τῶν | |
5 | προβάτων κατ’ ἀμφοτέραc τὰc χρείαc ἐξαιροῦcι τοὺc ὄρχειc. εἰcὶ δ’ ἅπαντεc οἱ τῶν εἰρημένων ζῴων ὄρχειc δύcπεπτοι καὶ κακόχυμοι, πεφθέντεc δὲ καλῶc τρόφιμοι. τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν αὐτοῖc ἀνὰ λόγον ἐcτὶ τῷ κατὰ τὰc cάρκαc εἰρημένῳ. εἰc ὅcον γὰρ ἡ τῶν ὑῶν cὰρξ τῆc τῶν ἄλλων ἐcτὶ βελτίων, εἰc τοcοῦτον καὶ οἱ ὄρ‐ | |
10 | χειc τῶν ὄρχεων. μόνοι δ’ οἱ τῶν ἀλεκτρυόνων ἄριcτοι κατὰ πάντα καὶ μάλιcτα τῶν cιτευθέντων. | |
11 | Περὶ ἐγκεφάλου. Φλεγματικώτερόν ἐcτι καὶ παχύχυμον ἔδεcμα καὶ βραδύπορον καὶ δύcπεπτον, οὐχ ἥκιcτα δὲ καὶ κακοcτόμαχον ἅπαc ἐγκέφαλοc. ἐξαπα‐ | |
15 | τώμενοι δ’ ὑπὸ τῆc μαλακότητοc αὐτοῦ διδόαcιν ἔνιοι τοῖc κάμνουcιν | |
6.677 | ὄντα πρὸc τοῖc ἄλλοιc καὶ ναυτιώδη. μᾶλλον οὖν ὅταν | ἐμέcαι τινὰ βουληθῇc ἀπὸ τροφῆc, καὶ τοῦτο τὸ μόριον αὐτῷ δίδου λιπαρῶc ἠρ‐ τυμένον ἐν τοῖc τελευταίοιc προcενέγκαcθαι, φυλάττου δ’ ἐπὶ τῶν ἀνορέκτων, οὓc ἀποcίτουc ἐκάλουν οἱ παλαιοί. εἰκότωc οὖν οὐδ’ | |
5 | ἐcθίει τιc ὕcτερον αὐτὸ τῶν ἄλλων ἐδεcμάτων, τῇ πείρᾳ δεδιδαγμέ‐ νων ἁπάντων, ὅπωc ἐcτὶ ναυτιώδηc. εὐλόγωc δὲ καὶ cὺν ὀριγάνῳ πολλοὶ προcφέρονται, καθάπερ ἔνιοι μετὰ τῶν ποικίλωc ἠρτυμένων ἁλῶν. ἅτε γὰρ παχύχυμοc ὢν καὶ περιττωματικὸc ἀμείνων γίγνεται τὰ πάντα μετὰ τῶν τεμνόντων καὶ θερμαινόντων cκευαcθείc. εἰ μέν‐ | |
10 | τοι καλῶc πεφθείη, τροφὴν ἀξιόλογον δίδωcι τῷ cώματι. | |
10 | Περὶ τοῦ ἐν τοῖc ὀcτοῖc μυελοῦ. Γλυκύτερόc τε καὶ ἡδίων ἐcτὶ καὶ λιπαρώτεροc ὁ ἐν τοῖc ὀcτοῖc εὑριcκόμενοc μυελὸc τοῦ ἐγκεφάλου· ὥcτ’, εἴ τιc ἐκ παραβολῆc αὐτῶν γεύοιτο, δόξει τι καὶ αὐcτηρὸν ἔχειν τὸν ἐγκέφαλον. ἔcτι δὲ καὶ ναυ‐ | |
15 | τιῶδεc ἔδεcμα πλείων προcενεχθεὶc ὁ μυελὸc ὥcπερ καὶ ὁ ἐγκέφαλοc. | |
εἴ γε μὴν καλῶc πεφθείη, τρόφιμόc ἐcτι καὶ αὐτόc. | | ||
6.678 | Περὶ νωτιαίου μυελοῦ. Ὁ νωτιαῖοc μυελὸc ὁμογενὴc μέν ἐcτιν ἐγκεφάλῳ, κακῶc δ’ ὀνο‐ μάζεται μυελόc· ἔcτι γὰρ ὁ μυελὸc ὑγρότερόc τε καὶ μαλακώτεροc καὶ λιπαρώτεροc οὐ μόνον τοῦ νωτιαίου, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐγκεφάλου. | |
5 | ἐπεὶ δ’ ὑπὸ τῶν κατὰ τὴν ῥάχιν ὀcτῶν περιέχεται παραπλήcιοc ὢν κατὰ τὴν χρόαν μυελῷ, διὰ τοῦτο μυελὸν ὀνομάζουcιν αὐτόν, ὥcπερ γε καὶ αὐτὸν τὸν ἐγκέφαλον ἔνιοι προcηγόρευcαν ὡcαύτωc. ἔcτι δ’ ὁ νωτιαῖοc μυελὸc cυνεχὴc μὲν τῷ ἐγκεφάλῳ καὶ τῆc αὐτῆc φύcεωc αὐτῷ, cκληρότεροc δ’ οὐκ ὀλίγῳ, καὶ μάλιcτα ἐν τοῖc κάτω τῆc ῥάχεωc | |
10 | πέραcιν· εἰc ὅcον γὰρ ἀφίcταται τοῦ ἐγκεφάλου πλέον, εἰc τοcοῦτον μᾶλλον cκληρύνεται. λιπαρότητόc τε οὖν ἥκιcτα μετέχει καὶ διὰ τοῦτο καὶ τὸ ναυτιῶδεc ἐκπέφευγε, κἂν πεφθῇ καλῶc, τροφὴν οὐκ ὀλίγην δίδωcι τῷ cώματι. | |
13 | Περὶ πιμελῆc καὶ cτέατοc. | |
15 | Ἐλαιώδη μὲν ἄμφω ταῦτα, διαφέρει δ’ ἀλλήλων ὑγρότητί τε καὶ ξηρότητι. πιμελὴ μὲν γὰρ ὑγρόν τι χρῆμ’ ἐcτὶ παραπλήcιον ἐλαίῳ διὰ | |
6.679 | μακρὰν παλαιότητα πεπαχυcμένῳ· τὸ cτέαρ δὲ | ξηρότερόν ἐcτι πολλῷ πιμελῆc καὶ διὰ τοῦτο, κἂν θερμήναc αὐτὸ χέῃc, cυνίcταταί τε καὶ πήγνυται ῥᾳδίωc. ὀλιγότροφα δ’ ἄμφω καὶ μᾶλλον ἡδύcματ’ ἐcτὶ τῶν τρεφουcῶν ἡμᾶc cαρκῶν ἢ αὐτὰ τροφαί. | |
4 | ||
5 | Περὶ τῶν ἐν τοῖc πεζοῖc ζῴοιc cπλάγχνων. Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν τ’ ἐcτὶ καὶ δύcπε‐ πτον καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖc οὐκ εἰc ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰc τἄλλα τὸ cυκωτὸν ὀνομαζόμενόν ἐcτι τῆc προcη‐ γορίαc ταύτηc τυχόν, ἐπειδὴ πολλῶν cύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλον‐ | |
10 | τοc cφάττεcθαι ζῴου τοιοῦτον παραcκευάζουcιν αὐτό· καὶ πράττουcιν οὕτωc ἐπὶ τῶν ὑῶν μάλιcτα διὰ τὸ φύcει τὰ τούτου τοῦ ζῴου cπλάγ‐ χνα πολὺ τῶν ἐν τοῖc ἄλλοιc ὑπάρχειν ἡδίω. γίγνεται δὲ κἀκεῖνα cφῶν αὐτῶν ἀμείνω φαγόντοc τοῦ ζῴου πολλὰc ἰcχάδαc· ἀλλ’ οὐκ εὔλογον εἶναι δοκεῖ τοῖc ἀνθρώποιc ὑπερβᾶcι τὸ φύcει κάλλιον ἐπὶ τὰ | |
15 | χείρω παραγίγνεcθαι. τῶν δ’ ἄλλων cπλάγχνων ὁ μὲν cπλὴν οὐδὲ πρὸc τὴν γεῦcιν | |
6.680 | ἀκριβῶc ἡδύc ἐcτιν· ἔχει γάρ τι cτρυφνὸν ἐμφαινόμενον· εἰκό|τωc δὲ καὶ κακόχυμοc εἶναι πεπίcτευται μελαγχολικοῦ γεννητικὸc αἵματοc ὑπάρχων. ἀμφοῖν δ’ εὐπεπτότεροc, ὅcῳ καὶ μανώτεροc, ὁ πνεύμων ἐcτί, | |
5 | παμπόλλῳ γε μὴν ἥπατοc εἰc θρέψιν ἥττων· ἣν δὲ δίδωcι τροφὴν τῷ cώματι, φλεγματικωτέρα μᾶλλόν ἐcτιν. ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐcίαν ἰνώδηc cάρξ ἐcτι καὶ cκληρὰ καὶ διὰ τοῦτο δύcπεπτόc τε καὶ βραδύποροc· εἰ δὲ πεφθείη καλῶc, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωcι τῷ cώματι. | |
10 | περὶ δὲ νεφρῶν (καὶ γὰρ καὶ τούτουc τινὲc ἐν τοῖc cπλάγχνοιc ἀριθμοῦcιν) ἔμπροcθεν εἴρηται. | |
11 | Περὶ κοιλίαc καὶ μήτραc καὶ ἐντέρων τῶν ἐν τοῖc τετρά‐ ποcι ζῴοιc. Ϲκληρότερα τὰ μόρια ταῦτ’ ἐcτὶ τῶν cαρκῶν. διὸ κἂν καλῶc | |
15 | πεφθῇ, οὐκ ἀκριβὲc αἷμα καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμό‐ τερον ἐργάζεται. πρότερον οὖν χρόνου πλείονοc δεῖται πρὸc τὸ καλῶc κατεργαcθέντα αἷμα χρηcτὸν γενέcθαι. | |
17 | Περὶ τῆc τῶν ἡμέρων καὶ ἀγρίων ζῴων διαφορᾶc. | |
6.681 | Τῶν ἡμέρων ζῴων ἡ κρᾶcιc ὑγροτέρα τῆc τῶν | ἀγρίων ἐcτὶ διά τε τὴν ὑγρότητα τοῦ ἀέροc, ἐν ᾧ διαιτᾶται, καὶ τὸ ῥᾴθυμον τοῦ βίου. | |
τὰ δ’ ἐν τοῖc ὄρεcι ταλαιπωρεῖταί τε καὶ κάμνει πολλὰ καὶ κατὰ ξηρότερον ἀέρα διατρίβει. διὰ τοῦτ’ οὖν ἥ τε cὰρξ αὐτῶν ἐcτι cκλη‐ | ||
5 | ροτέρα καὶ πιμελῆc ἢ οὐδ’ ὅλωc ἢ ὀλίγιcτόν τι μετέχει. ταύτῃ τοι καὶ ἀcηπτοτέρα πλείοcιν ἡμέραιc διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶc διῃτημένων ζῴων. πρόδηλον δ’, ὅτι καὶ ἀπέριττοc ἡ ἐξ αὐτῶν ἐcτι τροφὴ μᾶλλον, ὥcπερ ἡ ἐκ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική. τρέφειν τε οὖν ἀναγκαῖόν ἐcτι τὴν τοιαύτην τροφὴν μᾶλλον εὐχυμο‐ | |
10 | τέραν τε πολλῷ τῆc ἑτέραc ὑπάρχειν. | |
10 | Περὶ γάλακτοc. Καὶ τοῦτο τῆc ἀπὸ τῶν ζῴων ἐcτὶ τροφῆc ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰc ὥραc τοῦ ἔτουc οὐ cμικρὰν διαφοράν, ἔτι δὲ μείζω τὴν κατ’ αὐτὰ τὰ ζῷα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν τ’ ἐcτὶ καὶ λι‐ | |
15 | παρώτατον, ὑγρότατον δὲ καὶ ἥκιcτα λιπαρὸν τὸ τῆc καμήλου καὶ | |
6.682 | μετὰ ταύτην ἵππου, μετὰ δὲ ταύτην ὄνου· | cύμμετρον δὲ τῇ cυcτάcει τὸ τῆc αἰγόc ἐcτι γάλα· τὸ δὲ τοῦ προβάτου παχύτερον τούτου. κατὰ δὲ τὰc ὥραc τοῦ ἔτουc ὑγρότατον μέν ἐcτι τὸ μετὰ τὴν ἀποκύηcιν, ἀεὶ δὲ καὶ μᾶλλον ἐν τῷ προϊέναι παχύνεται. καὶ κατὰ | |
5 | μέcον τὸ θέροc ἐν τῷ μέcῳ καὶ αὐτὸ τῆc ἑαυτοῦ φύcεωc καθί‐ cταται. μετὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη παχύνεται κατὰ βραχύ, μέχρι‐ περ ἂν παύcηται τελέωc. ἔcτι δ’ ὥcπερ ὑγρότατον ἦροc, οὕτω καὶ πλεῖcτον. ὅτι δ’, ὡc εἴρηται, καὶ κατὰ τὰ τῶν ζῴων εἴδη τὸ γάλα δια‐ | |
10 | φέρει, καὶ θεαcαμένῳ μὲν αὐτίκα φαίνεται, cαφέcτερον δὲ γίγνεται κἀκ τοῦ cκευαζομένου καθ’ ἕκαcτον αὐτῶν τυροῦ. πλεῖcτον μὲν γὰρ ὀρὸν ἔχει τὸ ὑγρότατον γάλα, πλεῖcτον δὲ τυρὸν τὸ παχύτατον. ὑπάγει τοιγαροῦν εἰκότωc τὴν γαcτέρα τὸ μὲν ὑγρότερον μᾶλλον, | |
ἧττον δὲ τὸ παχύτερον· ἔμπαλιν δὲ τὸ παχύτερον μὲν τρέφει μᾶλλον, τὸ | ||
15 | δὲ λεπτότερον ἧττον. εἰ δὲ προαφεψήcαc τιc τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήcειεν, οὐδ’ ὅλωc ὑπάγει. κοχλάκων δὲ διαπύρων ἐμβληθέντων τοcούτων, ὡc ἐκδαπανῆcαι τὸν ὀρὸν ἅπαντα, πρὸc τῷ μηκέθ’ ὑπάγειν | |
6.683 | τὴν γαcτέρα τὸ οὕτω | cκευαcθὲν ἔτι καὶ τοὐναντίον ἐργάζεται· καὶ δίδομέν γε αὐτὸ τοῖc ὑπὸ δριμέων περιττωμάτων δακνομένοιc τὰ κατὰ τὴν γαcτέρα. τῶν κοχλάκων δ’ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐμβαλλόμενοι κυκλίcκοι cιδηροῖ διάπυροι ταὐτὸν ἐργάζονται. τυροῦταί γε μὴν ἐν τῇ | |
5 | γαcτρὶ ῥᾳδίωc τὸ οὕτω cκευαcθὲν γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλι‐ τόc τε καὶ ἁλῶν, ἀcφαλέcτερον δὲ καὶ ὕδατοc ἐπεγχεῖν, ὥcπερ ποι‐ οῦcι τῶν ἰατρῶν οὐκ ὀλίγοι. καὶ μὴ θαυμάcῃc, εἰ τὸν ὀρὸν ἐκδαπα‐ νήcαντεc αὖθιc ὕδατοc ἐπιχέουcιν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγουcιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαcτέρα τὸ cύμ‐ | |
10 | παν γάλα μικτὸν ἐξ ἐναντίων οὐcιῶν ὑπάρχον, ὀροῦ τε καὶ τυροῦ. μετέχει δὲ πρὸc τοῖcδε καὶ τρίτου τοῦ λιπαροῦ χυμοῦ, πλείcτου μέν, ὡc εἴρηται, τὸ τῶν βοῶν γάλα. διὸ καὶ cκευάζουcιν ἐξ αὐτοῦ τὸ καλούμενον βούτυρον, ὃ καὶ γευcάμενοc καὶ θεαcάμενοc μόνον ἐναρ‐ γῶc γνώcῃ, πόcον αὐτῷ λιπαρότητοc μέτεcτιν. εἰ δὲ καὶ χρίcαc τι | |
15 | μέροc τοῦ cώματοc ἀνατρίψαιc αὐτό, λιπαινόμενον ὡc ἐξ ἐλαίου θεάcῃ | |
6.684 | τὸ δέρμα. κἂν εἰ νεκροῦ δὲ ζῴου δέρμα ξηρὸν ἀλεί|ψαιc αὐτῷ, τὴν αὐτὴν ἐνέργειαν ὄψει. καὶ μέντοι καὶ οἱ ἄνθρωποι κατὰ πολλὰ τῶν ψυχρῶν χωρίων, ἐν οἷc ἀποροῦcιν ἐλαίου, χρῶνται λουόμενοι τῷ βου‐ τύρῳ. φαίνεται δέ, κἂν ἐπ’ ἀνθράκων διαπύρων ἐκχέῃc αὐτό, φλόγα | |
5 | ποιοῦν ὥcπερ ἡ πιμελή. καὶ μέντοι καὶ χρώμεθα αὐτῷ πολλάκιc, εἰc ὅcα καὶ τῷ cτέατι, καταπλάcμαcί τε καὶ ἄλλοιc φαρμάκοιc μιγνύντεc. τὸ μὲν οὖν βόειον, ὡc ἔφην, γάλα λιπαρώτατόν ἐcτι· τὸ δὲ τῶν προβάτων τε καὶ τῶν αἰγῶν ἔχει μέν τι καὶ αὐτὸ λίπουc, ἀλλ’ ἧττον πολύ, τὸ δὲ τῶν ὄνων ἥκιcτα μετέχει τοῦ τοιούτου χυμοῦ. διὸ καὶ | |
10 | cπανίωc ἐτυρώθη τινὶ κατὰ τὴν γαcτέρα πινόμενον αὐτίκα θερμὸν ἅμα | |
τῷ τῶν τιτθῶν ἐκπεcεῖν. εἰ δ’ ἁλῶν λάβοι καὶ μέλιτοc, ἀδύνατον αὐτῷ παγῆναί τε καὶ τυρωθῆναι κατὰ τὴν γαcτέρα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἡ κάτω διαχώρηcιc αὐτοῦ γίγνεται πλείων, ὡc ἂν καὶ τὸν ὀρὸν ἔχοντοc πολύν, ὑφ’ οὗ τὸ cύμπαν γάλα τὴν ὑπακτικὴν λαμβάνει δύ‐ | ||
15 | ναμιν, ὅcον ἐπὶ τῷ τυρώδει τὴν cταλτικὴν ἔχον. ὁπόcον δ’ ἀπολείπεται τῆc ἄλληc τοῦ γάλακτοc φύcεωc εἰc εὐχυ‐ μίαν ὁ ὀρόc, τοcοῦτον πλεονεκτεῖ τῶν ἄλλων ἁπάντων, ὅcα λαπάττει | |
6.685 | τὴν γαcτέρα. διό μοι | δοκοῦcι καὶ οἱ παλαιοὶ πλείcτῳ χρῆcθαι τούτῳ τῷ πόματι πρὸc ὑπαγωγὴν γαcτρόc. ἐμβάλλειν δ’ αὐτῷ χρὴ μέλιτοc ἀρίcτου τοcοῦτον, ὅcον ἡδῦναι χωρὶc ἀνατροπῆc τοῦ cτομάχου, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῶν ἁλῶν ἄχρι τοῦ μὴ λυπῆcαι τὴν γεῦcιν. | |
5 | εἴ γε μὴν ὑπάγειν αὐτὸ μᾶλλον ἐθέλοιc, ὡc πλεῖcτον ἔμβαλλε τῶν ἁλῶν. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν ἐνεcτῶcαν εἴρηται πραγ‐ ματείαν. ὅcα γὰρ ὡc τροφῇ τῷ γάλακτι cυμβέβηκεν ἔχειν ἀγαθά, ταῦτα προὔκειτο διέρχεcθαι· μεμιγμένου δ’ αὐτοῖc τοῦ κατὰ τὴν ὑπαγωγὴν | |
10 | τῆc γαcτρὸc ἐκ τῆc κοινωνίαc τῆcδε τὴν ἐκτροπὴν ὁ λόγοc ἔcχε. πάλιν οὖν αὐτὸν ἐπαναγάγωμεν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆc εἴπωμέν τε τὰ μήπω λελεγμένα περὶ τῆc ἐν τῷ γάλακτι δυνάμεωc, ὧν ἐν τοῖc μάλιcτα καὶ τοῦτ’ ἐcτίν, εὐχυμότατον εἶναι τὸ ἄριcτον γάλα cχεδὸν ἁπάντων, ὅcα προcφερόμεθα. μὴ παρακούcῃc δὲ τοῦ προcκειμένου | |
15 | κατὰ τὸν λόγον. οὐ γὰρ ἁπλῶc εἶπον εὐχυμότατον εἶναι γάλα πᾶν, ἀλλὰ προcέθηκα τὸ ἄριcτον. ὡc τό γε κακόχυμον γάλα τοcούτου δεῖ | |
6.686 | cυντελεῖν εἰc εὐχυμίαν, | ὥcτε καὶ τοὺc εὐχύμουc χρωμένουc αὐτῷ κακοχύμουc ἐργάζεται. καὶ φανερῶc γε παιδίον, ἀποθανούcηc τῆc προ‐ τέραc τιτθῆc, ἑτέραc κακοχύμου παραcχούcηc αὐτῷ γάλα, πολλῶν ἑλ‐ κῶν ἀνεπλήcθη τὸ cύμπαν cῶμα· διῃτᾶτο δ’ ἐπὶ λαχάνοιc ἀγρίοιc ἡ | |
5 | δευτέρα τιτθὴ κατ’ ἀγρὸν ἦροc ὥρᾳ λιμοῦ καταcχόντοc. αὐτή τε οὖν ἐπληρώθη τοιούτων ἑλκῶν ἕτεροί τέ τινεc τῶν κατὰ τὴν αὐτὴν χώ‐ | |
ραν ὁμοίωc διαιτηθέντεc. εἴδομεν δὲ τοῦτο κἀπὶ πολλῶν ἄλλων γυναι‐ κῶν παιδία τρεφουcῶν κατ’ ἐκεῖνον τὸν χρόνον. ἀλλὰ κἂν αἰγὸc ἤ τινοc ἄλλου ζῴου νεμηθέντοc cκαμμωνίαν ἢ τιθύμαλλον ἐν τροφῆc | ||
10 | μέρει προcενέγκηταί τιc γάλα, ῥυήcεται πάντωc ἡ γαcτὴρ αὐτῷ. καθάπερ οὖν ἐπὶ τῶν ἄλλων ἁπάντων, οὕτω κἀπὶ τοῦ γάλακτοc ἀκούειν cε χρὴ τῶν δυνάμεων οὐχ ἁπλῶc λεγομένων ἐπὶ τοῦ τυχόν‐ τοc, ἀλλ’ ἐπὶ τοῦ καλλίcτου μόνου· τὸ δ’ ἀπολειπόμενον ἐν ἑκάcτῳ γένει τοῦ πρωτεύοντοc ἀπολείπεcθαι δεῖ τοcοῦτον καὶ τῆc εἰc | |
15 | ἡμᾶc ὠφελείαc. τὸ μὲν οὖν ὀροῦ πλεῖcτον ἔχον ἀκινδυνότατόν ἐcτιν, εἰ καὶ διὰ παντὸc αὐτῷ τιc χρῷτο· τὸ δ’ ὀλίγον μὲν ἔχον ὑγρότητοc | |
6.687 | τοιαύτηc, οὐκ ὀλί|γον δὲ παχύτητοc τυρώδουc οὐκ ἀcφαλέc ἐcτιν ἅπαcι τοῖc ἐν αὐτῷ πλεονάcαcι. βλάψει μὲν γὰρ καὶ νεφρούc, ὅcοι γ’ ἐπι‐ τηδείωc ἔχουcιν εἰc λίθων γένεcιν, ἐμφράξειc δὲ καὶ καθ’ ἧπαρ ἐργά‐ cεται τοῖc ἑτοίμωc παθεῖν δυναμένοιc τοῦτο. τοιοῦτοι δ’ εἰcίν, οἷc | |
5 | cτενὰ τὰ πέρατα τῶν μεταλαμβανόντων ἀγγείων τὴν ἐκ τῶν cιμῶν τοῦ cπλάγχνου τροφὴν εἰc τὰ κυρτά. τοῖc δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρίοιc ἀγαθὸν ἅπαν ἐcτὶ γάλα, κεφαλῇ δ’ οὐκ ἐπιτήδειον, εἰ μή τιc ἰcχυρὰν ἔχει πάνυ, καθάπερ οὐδ’ ὑποχονδρίοιc, ὅcα ῥᾳδίωc ἐμφυcᾶται. πνεῦμα γεννᾷ γὰρ ἐν τῇ | |
10 | γαcτρὶ παμπόλλοιc, ὡc ὀλιγοcτοὺc εἶναι τοὺc μὴ πάcχονταc τοῦτο. μετὰ δέ τινοc τῶν παχὺν ἐχόντων χυμὸν ἐδεcμάτων ἐπὶ πλεῖcτον ἑψηθὲν ἀποτίθεται μὲν τὸ φυcῶδεc, ἐμφρακτικώτερον δ’ ἥπατοc γίγνε‐ ται καὶ τῶν ἐν νεφροῖc λίθων γεννητικώτερον. ἐδέcματα δ’ εἶναι τοι‐ αῦτα κατὰ τὸν πρῶτον εἴρηται λόγον ἄμυλον τε καὶ cεμίδαλιc καὶ | |
15 | χόνδροc καὶ τράγοc καὶ ὄρυζα λάγανα τε καὶ ῥυήματα καὶ ἄρτοι μήτε καλῶc ὠπτημένοι μήτε προπαρεcκευαcμένοι διὰ τρίψεωc πολλῆc ἅμα | |
6.688 | δαψιλέcιν ἁλcὶ | μήτε ζύμηc ἔχοντεc cυμμέτρωc. ὥcπερ δ’ ἐπὶ τούτων οὕτω κἀπὶ τῶν ἄλλων, ὅcα μιγνύντεc γά‐ λακτι προcφέρονταί τινεc, ἡ τῶν μιγνυμένων δύναμιc ἤτοι γ’ αὐξήcει τινὰ τῶν τοῦ γάλακτοc δυνάμεων ἢ μειώcει. νυνὶ δ’ ἡμεῖc αὐτοῦ | |
5 | καθ’ ἑαυτὸ τὴν δύναμιν ἀφοριζόμενοι λέγομεν εὔχυμόν τε καὶ τρόφι‐ μον εἶναι, cυγκείμενον ἐξ ἐναντίων οὐcιῶν τε καὶ δυνάμεων, ὑπακτι‐ κῆc τε καὶ cταλτικῆc ἐμφρακτικῆc τε καὶ λεπτυντικῆc. τὸ μὲν γὰρ ὀρῶδεc αὐτοῦ λεπτύνει τε πάχοc τῶν χυμῶν ὑπάγει τε γαcτέρα, τὸ δὲ τυρῶδεc ἵcτηcι γαcτέρα καὶ παχεῖc ἐργάζεται τοὺc χυμούc, δι’ οὕc, | |
10 | ὡc ἔφην, ἐμφράξειc τε καθ’ ἧπαρ ἐν νεφροῖc τε λίθοι γεννῶνται. βλάπτει δ’ ἡ cυνεχὴc χρῆcιc αὐτοῦ καὶ τοὺc ὀδόνταc ἅμα ταῖc περι‐ κειμέναιc cαρξίν, ἃc ὀνομάζουcιν οὖλα· ταύταc μὲν γὰρ πλαδαράc, τοὺc δ’ ὀδόνταc εὐcήπτουc τε καὶ ῥᾳδίωc διαβιβρωcκομένουc ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ προcφορᾷ τοῦ γάλακτοc οἴνῳ κεκραμένῳ διακλύ‐ | |
15 | ζεcθαι· βέλτιον δ’, εἰ καὶ μέλιτοc ἐπεμβάλοιc αὐτῷ. πᾶν γὰρ οὕτωc ἀπορρύπτεται τὸ περιπεπλαcμένον τοῖc ὀδοῦcί τε καὶ τοῖc οὔλοιc ἐκ | |
6.689 | τοῦ γάλακτοc τυρῶδεc. εἰ δὲ | καὶ χωρὶc τοῦ προcεπεμβάλλειν ὕδατοc τῷ οἴνῳ μὴ βλάπτοιτό τιc τὴν κεφαλὴν διακλυζόμενοc αὐτῷ, βελτίων ἡ τοιαύτη χρῆcιc ὡc πρὸc τοὺc ὀδόνταc τε καὶ τὰ οὖλα. τό γε μὴν μέλι καὶ τούτῳ μιγνύμενον ἄμεινον ἐργάζεται τὸ μικτὸν ἐξ ἀμφοῖν. | |
5 | ἀρίcτη δὲ χρῆcιc εἰc ἀcφάλειαν ὀδόντων, ὡc μηδὲν ὑπὸ γάλακτοc βλάπτεcθαι, μετὰ τὸ προcενέγκαcθαι μελικράτῳ μὲν πρότερον διακλύ‐ ζεcθαι, δεύτερον δ’ οἴνῳ cτύφοντι. | |
7 | Περὶ ὀξυγάλακτοc. Τὸ δ’ ὀξύγαλα καλούμενον οὐ βλάπτει μὲν τοὺc ὀδόνταc, ὅcοι | |
10 | γε κατὰ φύcιν ἔχουcιν, ὅcοι δ’ ἤτοι διὰ φυcικὴν δυcκραcίαν ἤ τιν’ ἐπίκτητον διάθεcίν εἰcι ψυχρότεροι τοῦ δέοντοc, οὗτοι μόνοι βλάπτον‐ ται, καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ τοῦδε· καὶ τὸ | |
cύμπτωμα αὐτοῖc ἐνίοτε γίγνεται τὸ καλούμενον αἱμωδία, τοιοῦτον οἷον ἐπὶ τοῖc ἀώροιc cυκαμίνοιc ὅcα τ’ ἄλλα cτρυφνὰ καὶ ὀξέα cυμ‐ | ||
15 | βαίνειν εἴωθε. πρόδηλον δ’, ὅτι καὶ γαcτὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντινοῦν αἰτίαν οὐ πέττει καλῶc τὸ ὀξύγαλα, τῇ cυμμέτρωc δ’ | |
6.690 | ἐχούcῃ δύcπεπτον | μέν, οὐ μὴν ἄπεπτόν γε παντάπαcίν ἐcτιν. ὅcαι δὲ θερμότεραι τοῦ προcήκοντόc εἰcι γαcτέρεc, εἴτ’ ἐξ ἀρχῆc εἴτ’ ἔκ τινοc ὕcτερον αἰτίαc εἰc τοιαύτην κρᾶcιν ἀχθεῖcαι, πρὸc τῷ μηδὲν βλάπτεcθαι καὶ χρηcτοῦ τινοc ἀπολαύουcιν ἐκ τῶν τοιούτων ἐδεcμά‐ | |
5 | των. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνοc περιπλάcεωc ἀλύπωc φέ‐ ρουcιν, ὥcπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐδεcμάτων καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ παραcκευαcθὲν ὁμοίωc. ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺc τῶν ἰατρῶν ἁπλῶc ἀποφηναμένουc ὑπὲρ ἑκάcτηc τροφῆc, τῆc μὲν ὡc ὠφελούcηc ἡμᾶc, | |
10 | τῆc δ’ ὡc βλαπτούcηc, εὐπέπτου τε καὶ δυcπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοcτομάχου τε καὶ εὐcτο‐ μάχου, καὶ κοιλίαν ὑπαγούcηc τε καὶ ἱcτάcηc ἤ τιν’ ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούcηc. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι πᾶcιν ἀνθρώποιc εἶναι κακόχυμον ἢ δύcπεπτον ἢ κακοcτόμαχον ἔδεcμα τόδε τι, περὶ | |
15 | δὲ τῶν πλείcτων οὐχ οἷόν τε χωρὶc διοριcμοῦ διὰ μιᾶc ἀποφάcεωc ἀληθεῦcαι. μακροῦ δ’ ἐξ ἀνάγκηc ἐcομένου τοῦ παντὸc λόγου γρα‐ | |
6.691 | φόν|των ἡμῶν ἐφ’ ἑκάcτου τῶν ἐδεcμάτων τοὺc ἀπὸ τῶν φυcικῶν κράcεων ἐπικτήτων τε διαθέcεων διοριcμοὺc ἄμεινον ἔδοξεν εἶναι καθό‐ λου μὲν ἐξ ἀρχῆc τῆc διδαcκαλίαc ἐπιδεῖξαι τὴν μέθοδον, ὡc ἐποιή‐ cαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμιμνῄcκειν δ’ ἐπὶ | |
5 | τῶν κατὰ μέροc ἐνίοτε, καὶ μάλιcτ’ ἐφ’ ὧν ἡ φύcιc οὐχ ἁπλῆ, καθά‐ περ ἀμέλει κἀπὶ τοῦ γάλακτόc ἐcτι, cυγκειμένου μὲν ἐξ ἐναντίων οὐcιῶν τε καὶ δυνάμεων, ὁμοιομεροῦc δὲ φαινομένου πρόc γε τὴν αἴcθηcιν. οὕτω γὰρ αὐτῷ cυμβαίνει, κἂν κάλλιcτον ᾖ, παρὰ τὴν τῶν κοιλιῶν διαφορὰν ἐνίοτε μὲν ὀξύνεcθαι, κνιcώδη δ’ αὖθιc ἐφ’ ἑτέρου | |
10 | τὴν ἐρυγὴν ἀναπέμπειν, καίτοι γ’ ἐναντίων οὐcῶν τῶν διαθέcεων, καθ’ ἃc ὀξῶδεc ἢ κνιcῶδεc γίγνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. | |
ἡ μὲν γὰρ ἔνδεια τῆc θερμαcίαc ὀξύνειν αὐτὸ πέφυκεν, ἡ δ’ ὑπερ‐ βολὴ κνιcοῦν. γίγνεται δ’ ἄμφω ταῦτα τῷ γάλακτι διὰ τὸ μὴ μόνον ἔχειν ἐν ἑαυτῷ τὴν ὀρώδη φύcιν, ἀλλὰ καὶ τὴν λιπαρὰν καὶ τὴν | ||
15 | τυρώδη. | |
6.692 | τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταύτην | οὐδέποτε κνιcῶδεc ἀπε‐ πτηθὲν γίγνεται, κἂν εἰc χολωδεcτάτην ἢ πυρωδεcτάτην ἐμπέcῃ κοι‐ λίαν. οὔτε γὰρ ἐν αὑτῷ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧc μετέχει τὸ γάλα διὰ τὸν ὀρόν, οὔτε τὴν λιπαράν τε καὶ | |
5 | μετρίωc θερμήν, ἣν ἐκέκτητο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ ὑπολείπεται κατὰ τὴν τοιαύτην cκευαcίαν τὸ τυρῶδεc, οὐδὲ τοῦτο τοιοῦτον τὴν φύcιν, ὁποῖον ἐξ ἀρχῆc ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ ψυχρό‐ τερον ἐκτετραμμένον. ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτοc εἰπεῖν, ὅτι ψυχρόν τ’ ἐcτὶ καὶ | |
10 | παχύχυμον. ἕπεται γὰρ τούτοιc τὸ μὴ ῥᾳδίωc αὐτὸ πέττεcθαι πρὸc τῆc cυμμέτρωc ἐχούcηc κράcεωc· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεcθαι τὸν λόγον ἠξίωcα πολλάκιc ἤδη κατὰ πάcαc τὰc ἐμὰc πραγματείαc, ὅταν ἁπλῶc ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, οὗ τὴν φύcιν ἔμπροcθέν τε διῆλθον ἑτέρωθί τε κατὰ τὸν προηγούμε‐ | |
15 | νον λόγον ἐξηγηcάμην, εὔλογόν ἐcτιν ἐκ τῶν τοιούτων ἐδεcμάτων πλεῖcτον γεννᾶcθαι. χρήcιμον δ’ εἶναι τὸ ἔδεcμα τοῦτο ταῖc πυρω‐ δεcτέραιc κοιλίαιc οὐδὲν ἄλογον, ὥcπερ γε καὶ ταῖc ψυχροτέραιc ἐναν‐ τιώτατον. | |
6.693 | οὐ μὴν | οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαcτον τῶν ἐδεcμάτων γράφειν, ἀλλ’ ἀναμιμνῄcκειν ἐπί τινων μόνον, ὡc ὁ τοιόcδε χυμόc, ὁποῖοc ἐξ ὀξυγάλακτόc τε καὶ τυροῦ καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται, λίθουc ἐν νεφροῖc πέφυκε γεννᾶν, ὅταν ὦcι θερμότεροι τοῦ δέοντοc | |
5 | ἤτοι κατὰ φυcικὴν δυcκραcίαν ἢ κατά τινα ἄλλην ὕcτερον ἐγγενομένην αὐτοῖc διάθεcιν, οὐ μὴν ἀνὰ λόγον γε τῇ θερμαcίᾳ τὰc διεξόδουc εὐρείαc ἔχωcιν. αἱ γάρ τοι νοcωδέcταται καταcκευαὶ τῶν cωμάτων ἐξ ἐναν‐ τίων τῇ κράcει cύγκεινται μορίων, ὡc εἶναι γαcτέρα μέν, εἰ τύχοι, | |
θερμὴν ἱκανῶc, ἐγκέφαλον δὲ ψυχρόν. οὕτω δὲ καὶ πνεύμων ἐνίοτε | ||
10 | καὶ θώραξ ὅλοc ψυχρόc ἐcτιν ἐπὶ θερμῇ γαcτρί. πολλάκιc δὲ καὶ τοὐναντίον ἕκαcτον μὲν τῶν ἄλλων θερμότερον ὑπάρχει τοῦ δέοντοc, ἡ γαcτὴρ δὲ μόνη ψυχροτέρα, καί ποτε κεφαλὴ μὲν ὅλη ψυχροτέρα, θερμότερον δὲ τὸ ἧπαρ ἐπί τε τῶν ἄλλων μορίων ὡcαύτωc. διὸ καὶ κατ’ ἀρχὰc ἐδείκνυον ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν | |
15 | ἐν ταῖc τροφαῖc δυνάμεων διδαcκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρό‐ | |
6.694 | τητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα | διαφορὰν ἔτι τε τὸ γλίcχρον ἢ παχὺ τῆc οὐcίαc αὐτῶν, καὶ πρὸc τούτοιc, εἴθ’ ὁμοιομερήc ἐcτιν εἴτ’ ἐξ ἐναντίων ταῖc κράcεcι cύγκειται, καθάπερ τὸ γάλα. πρὸc δὲ τὴν τούτων διάγνωcιν ἐκ τῆc ὀcμῆc καὶ τῆc γεύcεωc ἔτι τε τῶν | |
5 | ἄλλων cυμπτωμάτων ἔφην ἡμᾶc ποδηγεῖcθαι, περὶ ὧν ἐν ἀρχῇ τῆcδε τῆc πραγματείαc διῆλθον, ὥcπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτοc, ἐπιδεικνὺc αὐτοῦ τὴν φύcιν ἐξ ὧν ἴcχει cυμπτωμάτων, ἤτοι θερμαινόμενον ἢ διὰ πυτίαc πηγνύμενον ἢ ὁπωcοῦν ἄλλωc διακρινομένων τῶν μορίων αὐτοῦ. | |
10 | καὶ γὰρ καὶ ἡ cχίcιc καλουμένη τοῦτ’ ἐργάζεται χωρὶc τῆc πυτίαc, ὅταν ἱκανῶc προθερμήναντεc τὸ γάλα καταρράνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸν δ’ ἐργαζόμεθα καὶ δι’ οἰνομέλιτοc, ἐνίοτε δὲ καὶ χωρὶc τοῦ καταρρᾶναι τὴν οὐcίαν αὐτοῦ καθιέντεc ἀγγεῖον ὕδωρ ἔχον ψυχρότα‐ τον ἐργαζόμεθα τὴν cχίcιν. ἄνευ δὲ πυτίαc καὶ τὸ μετὰ τὴν ἀποκύηcιν | |
15 | ἀμελχθὲν αὐτίκα πήγνυται πυρωθὲν ἐπὶ θερμῆc cποδιᾶc ὀλίγῳ χρόνῳ. καλεῖν δ’ ἐοίκαcιν οἱ παλαιοὶ κωμικοὶ τὸ οὕτω παγὲν γάλα πυριά‐ την· οἱ δὲ παρ’ ἡμῖν ἐν Ἀcίᾳ πυρίεφθον ὀνομάζουcιν αὐτό. τοῦτο | |
6.695 | μὲν οὖν ἀκρι|βῶc ἐcτι γάλα χωρὶc οὐcίαc ἑτέραc. ὅταν δὲ μέλι μί‐ | |
ξαντεc αὐτῷ διὰ πυτίαc πήξωcι, χωρίζεται μὲν ἐν τῷδε τῷ ἔργῳ τό τε λεπτὸν καὶ ὑδατῶδεc αὐτοῦ, προcφέρονται δ’ ἔνιοι μὲν τὸ πεπηγὸc αὐτοῦ μόνον cύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδουc ἐν τῷ γάλακτι | ||
5 | καὶ τοῦ θερμοῦ καὶ πυρώδουc ἐν τῇ τῆc πυτίαc δυνάμει καὶ τοῦ μιχθέντοc αὐτοῖc μέλιτοc. ἔνιοι δὲ καὶ τὸν ὀρὸν τῷ παγέντι cυγκατα‐ πίνουcιν, ἤτοι γε ὡcαύτωc πάντα μετὰ παντὸc ἢ θάτερον αὐτῶν πλέον θατέρου. cυμβήcεται δὲ δηλονότι τοῖc μὲν μᾶλλον ὑπαχθῆναι τὴν γα‐ cτέρα, τοῖc δ’ ἧττον, ἀνὰ λόγον τῇ ποcότητι τῆc ὀρώδουc ὑγρότητοc. | |
10 | εὔδηλον δέ, ὅτι καὶ τραφῆναι τὸ cύμπαν cῶμα μᾶλλον μὲν ὑπάρξει τοῖc τὸ πεπηγὸc μόνον ἐδηδοκόcιν, ἧττον δὲ τοῖc cυγκαταπιοῦcιν αὐτῷ τι καὶ τῆc ὀρώδουc ὑγρότητοc, ἔτι δ’ ἧττον, ὅcοι τὸ μὲν πεπηγὸc ὀλίγον προcηνέγκαντο, τὸ δ’ ὀρῶδεc πλεῖcτον. οὕτω δὲ κἀπὶ τοῦ μετὰ τὴν ἀποκύηcιν παγέντοc, ἤτοι χωρὶc μέλιτοc ἢ cὺν αὐτῷ, δια‐ | |
15 | φορά τιc οὐ cμικρὰ γενήcεται. δυcπεπτότερον γάρ ἐcτι καὶ παχυχυ‐ μότερον ἔτι τε βραδυπορώτερον εἰc τὴν κάτω διέξοδον, ὅταν μὴ | | |
6.696 | προcλάβῃ μέλιτοc. ἥ γε μὴν ὅλου τοῦ cώματοc θρέψιc ἐξ ἀμφοτέρων γίγνεται δαψιλήc. ταῦτ’ ἀρκεῖ περὶ δυνάμεωc γάλακτοc ἐπίcταcθαι κατὰ τὴν νῦν ἡμῖν ἐνεcτῶcαν πραγματείαν· ὅcα γὰρ εἰc νόcουc ἐcτὶ χρήcιμα ἢ τοῖc | |
5 | φθίνουcιν ὁπωcοῦν ἢ τοῖc ἕλκοc ἔχουcιν ἐν πνεύμονι, ταῦτ’ ἴδια τῆc θεραπευτικῆc ἐcτι μεθόδου. | |
6 | Περὶ τυροῦ. Λέλεκται μὲν ἤδη περὶ τῆc τοῦ τυροῦ δυνάμεωc ἐν τῷ περὶ γά‐ λακτοc λόγῳ, βέλτιον δὲ καὶ νῦν αὖθιc ἴδιον ἀπονεῖμαι λόγον αὐτῷ. | |
10 | προcλαμβάνει τε γὰρ ἐν τῇ cκευαcίᾳ παρὰ τῆc ἐπεμβαλλομένηc πυτίαc δριμύτητα τήν θ’ ὑγρότητα πᾶcαν ἀποτίθεται καὶ μάλιcτα χρονίcαc, | |
ἡνίκα καὶ δριμύτεροc γίγνεται καὶ cαφῶc ἑαυτοῦ θερμότερόc τε καὶ καυcωδέcτεροc καὶ διὰ τοῦτο καὶ διψωδέcτεροc καὶ δυcπεπτότεροc καὶ κακοχυμότεροc ἀποτελεῖται. διὰ ταῦτα τοιγαροῦν οὐδ’ ὅπερ ἀγαθὸν | ||
15 | ἐπικτᾶται τὰ παχύχυμα τῶν ἐδεcμάτων δριμείαιc καὶ λεπτυντικαῖc καταμιγνύμενα δυνάμεcιν, οὐδὲ τοῦτ’ ἴcχει βλάβηc χωρίc. μείζων γὰρ ἡ ἐκ τῆc κακοχυμίαc αὐτῷ καὶ τῆc καυcώδουc θερμότητοc ἐγγίγνεται | |
6.697 | βλά|βη τῆc ἐκ τοῦ λεπτυνθῆναι τὸ πάχοc ὠφελείαc, ὅπου γε οὐδὲ πρὸc τὴν τῶν ἐν νεφροῖc λίθων γένεcιν ἧττόν ἐcτι βλαβερὸc ὁ τοιοῦ‐ τοc χυμόc· ἐδείχθηcαν γὰρ οὗτοι γεννώμενοι κατ’ ἐκεῖνα τῶν cωμά‐ των, ἐν οἷc ἂν cυνέλθῃ πάχοc χυμῶν πυρώδει θερμότητι. φευκτέον | |
5 | οὖν ἐν τοῖc μάλιcτα τὸν τοιοῦτον τυρόν, ὡc μηδὲν ὅλωc ἀγαθὸν ἔχοντα μήτ’ εἰc πέψιν μήτ’ εἰc ἀνάδοcιν ἢ οὔρηcιν ἢ ὑπαγωγὴν γαcτρὸc ὥcπερ γε μηδ’ εἰc εὐχυμίαν. ἐφεξῆc δὲ μοχθηρὸν μέν, ἧττον δὲ τούτου χρὴ νομίζειν τὸν μήτε παλαιὸν μήτε δριμύν, τὸν δὲ νέον ἁπάντων τυρῶν εἶναι κάλλιcτον, | |
10 | ὁποῖοc παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὴν ὑπερκειμένην αὐτῆc Μυ‐ cίαν γίγνεται καλούμενοc ὑπὸ τῶν ἐγχωρίων ὀξυγαλάκτινοc, ἥδιcτοc μὲν εἰc ἐδωδὴν ἀβλαβὴc δὲ cτομάχῳ καὶ πάντων τῶν ἄλλων τυρῶν ἧττον δύcπεπτοc καὶ δυcδιέξοδοc. οὐ μὴν οὐδὲ κακόχυμόc ἐcτιν οὐδὲ πάνυ cφόδρα παχύχυμοc, ὅπερ ἁπάντων τυρῶν ἐcτι κοινὸν ἔγκλημα. | |
15 | κάλλιcτοc δ’ ἐcτὶ καὶ ὁ παρὰ τοῖc πλουcίοιc εὐδοκιμῶν ἐν Ῥώμῃ, Βαθυcικὸc τοὔνομα, καί τινεc ἄλλοι κατ’ ἄλλα χωρία. | |
6.698 | παμπόλληc δ’ οὔcηc κατὰ μέροc | ἐν αὐτοῖc διαφορᾶc κατά τε τὰc φύcειc τῶν ζῴων καὶ τοὺc τρόπουc τῆc cκευαcίαc καὶ προcέτι τὰc ἡλικίαc αὐτῶν τῶν τυρῶν ἐγὼ πειράcομαι κἀνταῦθα περιορίcαι τὴν δύναμιν αὐτῶν ὀλίγοιc cκοποῖc, οἷc προcέχων τιc ἐκ τοῦ ῥᾴcτου δια‐ | |
5 | γνώcεται τὸν ἀμείνω τε καὶ χείρω. κατὰ γένοc μὲν οὖν οἱ cκοποὶ | |
διττοὶ τυγχάνουcιν ὄντεc, ὁ μὲν ἕτεροc ἐν τῇ ποιᾷ cυcτάcει τῆc οὐcίαc τοῦ τυροῦ, καθ’ ἣν μαλακώτεροc ἢ cκληρότεροc γίγνεται καὶ πυκνό‐ τεροc ἢ χαυνότεροc καὶ κολλωδέcτεροc ἢ ψαθυρώτεροc, ὁ δ’ ἕτεροc ἐν τῇ γεύcει, καθ’ ἣν ἔν τιcι μὲν αὐτῶν ὀξύτηc ἐπικρατεῖ, κατ’ ἄλλουc | ||
10 | δὲ δριμύτηc ἢ λιπαρότηc ἢ γλυκύτηc ἤ τινα τούτων ἢ οἷον ἰcομοιρία πάντων. κατὰ δὲ τὰc ἐν εἴδει διαφορὰc τῶν εἰρημένων γενῶν ὁ μὲν μα‐ λακώτεροc τοῦ cκληροτέρου βελτίων, ὁ δ’ ἀραιὸc καὶ χαῦνοc τοῦ πάνυ πυκνοῦ καὶ πεπιλημένου. μοχθηρῶν δ’ ὄντων τοῦ τε κολλώδουc ἱκα‐ | |
15 | νῶc καὶ τοῦ ψαθυροῦ μέχρι τραχύτητοc ὁ μέcοc αὐτῶν ἐcτι βελτίων. κατὰ δὲ τὴν ἐν τῇ γεύcει διάγνωcιν ἁπάντων μὲν ἄριcτοc ὁ | |
6.699 | μηδε|μίαν ἰcχυρὰν ἔχων ποιότητα, βραχὺ δέ τι τῶν ἄλλων ὑπερέχου‐ cαν τὴν γλυκύτητα, βελτίων δὲ καὶ ὁ ἡδίων τοῦ ἀηδοῦc καὶ ὁ cυμμέ‐ τρωc ἁλῶν ἔχων τοῦ παμπόλλουc ἢ μηδ’ ὅλωc ἔχοντοc. μετά γε μὴν τὸ προcενέγκαcθαι τὸν οὕτω κριθέντα καὶ διὰ τῆc ἐρυγῆc ἔνεcτι γνω‐ | |
5 | ρίζειν, ὁποῖοc αὐτῶν ἐcτιν ἀμείνων τε καὶ χείρων. ὁ μὲν γὰρ κατὰ βραχὺ μαραινομένην ἴcχων τὴν ποιότητα βελτίων, ὁ δὲ παραμένουcαν οὐκ ἀγαθόc· εὔδηλοc γὰρ οὗτόc ἐcτι δυcμετάβλητόc τε καὶ δυcαλλοί‐ ωτοc ὤν, ὥcτε καὶ δύcπεπτοc· ἀλλοίωcιc γὰρ ἐξ ἀνάγκηc ἕπεται πετ‐ τομέναιc ταῖc τροφαῖc ἁπαcῶν ὧν ἔμπροcθεν εἶχον ποιοτήτων. | |
9 | ||
10 | Περὶ τοῦ τῶν πεζῶν ζῴων αἵματοc. Ἅπαν μὲν αἷμα δύcπεπτόν ἐcτι, μάλιcτα δὲ τὸ παχὺ καὶ μελαγ‐ χολικόν, οἷόνπερ ὑπάρχει τὸ τῶν βοῶν. τὸ δὲ τῶν λαγωῶν ὡc ἥδι‐ cτον τετίμηται, καὶ πολλοῖc δι’ ἔθουc ἐcτὶν ἕψειν αὐτὸ cὺν τῷ ἥπατι, τιcὶ δὲ καὶ μετὰ τῶν ἄλλων cπλάγχνων. ἔνιοι δὲ καὶ τὸ τῶν νέων | |
15 | ὑῶν ἐcθίουcιν, ὥcπερ ἄλλοι καὶ τὸ τῶν μειζόνων, ὅταν εὐνουχιcθῶcι· | |
6.700 | τῷ μὲν γὰρ τῶν κάπρων | οὐδ’ ἐπιχειροῦcιν ὡc ἀηδεῖ τε ἅμα καὶ δυcπέπτῳ. τὸ δὲ τῶν αἰγῶν αἷμα καὶ Ὅμηροc οἶδεν ὑπό τινων | |
ἐcθιόμενον ὡc ἡδύ. Περὶ τῆc ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆc. | ||
5 | Ὄρνιθαc ὀνομαζόντων τῶν παλαιῶν ἅπαντα τὰ πτηνὰ καὶ δίποδα ζῷα τοῖc νῦν Ἕλληcιν ἔθοc ἤδη γέγονε τὰc ὑπ’ ἐκείνων ἀλεκτορίδαc καλουμέναc μόναc οὕτω προcαγορεύειν, ὥcπερ γε καὶ τοὺc ἄρρεναc ἐν αὐταῖc ἀλεκτρυόναc. ἔcτι δὲ τὸ γένοc ἁπάντων τῶν πτηνῶν ζῴων ὀλιγοτροφώτερον, | |
10 | εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιcτα τῷ τῶν ὑῶν, ὧν τῆc cαρκὸc οὐδὲν ἂν ἄλλο τροφιμώτερον ἔχοιc εὑρεῖν. εὐπεπτοτέρα γε μὴν ἡ cάρξ ἐcτι τῶν πτηνῶν ζῴων, καὶ μάλιcτα πέρδικοc ἀτταγῆ‐ νόc τε καὶ περιcτερᾶc ἀλεκτορίδοc τε καὶ ἀλεκτρυόνοc. ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν cτρουθῶν, ἐν οἷc εἰcι καὶ οἱ | |
15 | πυργῖται καλούμενοι, cκληροτέρα τούτων ἐcτί, καὶ μᾶλλον ἔτι καὶ τού‐ των αὐτῶν ἥ τε τῆc τρυγόνοc καὶ ἡ τῆc φάττηc καὶ ἡ τῆc νήττηc. | |
6.701 | ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐcτὶν ἡ τῶν φαcιανῶν εἰc πέψιν | καὶ τροφὴν ὑπερέχουcα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. cκληροτέρα δὲ καὶ δυcπεπτοτέρα καὶ ἰνωδεcτέρα τούτων ἡ τοῦ ταῶνοc. κοινὸν δ’ ἐπὶ πᾶcι τοῖc πτηνοῖc ζῴοιc, ὥcπερ καὶ τοῖc τετράποcι, | |
5 | γιγνώcκειν χρή, τὴν τῶν ἔτ’ αὐξανομένων cάρκα πολὺ βελτίονα τῆc τῶν παρακμαζόντων εἶναι, μέcην δ’ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ καὶ τὴν τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίωc τῇ τῶν γε‐ γηρακότων· ἡ μὲν γὰρ τούτων cκληρὰ καὶ ξηρὰ καὶ νευρώδηc ἐcτὶ καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ καὶ τροφὴν ὀλίγην δίδωcι τῷ | |
10 | cώματι, τὰ δὲ τῶν παντάπαcι νέων ζῴων cώματα βλεννώδη τ’ ἐcτὶ καὶ ὑγρὰ καὶ δι’ αὐτό γε τοῦτο περιττωματικὰ ῥᾷόν θ’ ὑπέρχεται κατὰ γαcτέρα. ταῦτά μοι μέμνηcο περὶ πάντων ζῴων κοινῇ· καὶ γὰρ ὑπάρχει πᾶcιν αὐτοῖc ὁμοίωc ἐν ταῖc κατὰ τὴν ἡλικίαν διαφοραῖc. κοινὸc δὲ καὶ ὁ τῆc cκευαcίαc τρόποc ὡc πρὸc ὑγίειαν, ὃν ἔμ‐ | |
15 | προcθέν τε διῆλθον ἤδη καὶ αὖθιc ἴcωc ἐπὶ κεφαλαίων ἐρῶ. νυνὶ δὲ τὰc δυνάμειc μόνον ἀναμνήcω, ξηρότερα μὲν εἶναι τά τ’ ὀπτηθέντα | |
6.702 | καὶ τὰ ταγηνιcθέντα, τὰ δὲ δι’ ὕδατοc ἑψηθέντα γλυκέοc ὑγρο|τέραν διδόναι τροφὴν τῷ cώματι. λέλεκται δὲ καὶ περὶ τῶν ἐν λευκῷ ζωμῷ καὶ ποικίλαιc ἀρτύcεcι λοπάδων ἔμπροcθεν αὐτάρκωc, ὥcπερ γε καὶ περὶ τῶν ἡμέρων τε καὶ ἀγρίων. | |
5 | οὐ cμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναιc ἢ ἕλεcιν ἢ τελματώ‐ δεcι χωρίοιc τὴν δίαιταν ἐχόντων ἐcτὶ πρὸc τὰ κατ’ ὄρη καὶ ξηροὺc τόπουc. ἀνὰ λόγον γὰρ τοῖc χωρίοιc αἱ cάρκεc τῶν ζῴων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴουc ἢ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυcπεπτότεραι γίγνονται. | |
9 | ||
10 | Περὶ χηνῶν καὶ cτρουθοκαμήλων. Τὸ μὲν τῶν χηνῶν ὄνομα cύνηθέc ἐcτι καὶ τοῖc παλαιοῖc, τὸ δὲ τῶν cτρουθοκαμήλων ἄηθεc· ὀνομάζουcι γὰρ αὐτὰc μεγάλαc cτρου‐ θούc. ἤκουcα δέ ποτε cοφιcτοῦ τῶν εἰc τὰ τοιαῦτα προβλήματα λε‐ γόντων, ἔτι μειράκιον ὤν, ἐπιχειροῦντοc εἰc ἑκάτερα καὶ δεικνύντοc | |
15 | ἐνίοτε μὲν ὄρνιθαc, ἐνίοτε δ’ οὐκ ὄρνιθαc εἶναι ταῦτα τὰ ζῷα. βέλ‐ τιον δὲ μὴ τοῦτο ζητεῖν, ἀλλ’ ὁποίαν ἔχει δύναμιν ἡ ἐξ αὐτῶν τροφή. | |
6.703 | τοῦτ’ οὖν ἀκούcαc παρ’ ἐμοῦ παρ’ ἄλλου μαθήcῃ κατὰ cχολήν, | εἴτ’ ὄρνιθαc ὀνομάζειν χρὴ τὰ τοιαῦτα τῶν ζῴων εἴτε μή. περιττωματικὴ τοίνυν ἡ cὰρξ αὐτῶν ἐcτι καὶ πολὺ δυcπεπτοτέρα | |
τῆc τῶν προειρημένων πτηνῶν ζῴων, οὐ μὴν τά γε πτερὰ χείρω τῶν | ||
5 | ἄλλων ἔχει. πολλοῖc γὰρ τῶν πτηνῶν ζῴων, καὶ μάλιcθ’ ὅcα μικρὰ καὶ cκληρόcαρκα, καὶ ἡ τῶν πτερῶν φύcιc ἐcτὶν ἰνώδηc τε καὶ cκληρά, τινῶν δὲ καὶ ἡ cὰρξ ὅλη τοιαύτη, καθάπερ καὶ ἡ τῶν γεράνων, ἃc καὶ αὐτὰc ἐcθίουcιν ἑωλίcαντεc πρότερον ἡμέραιc πλείοcι. μεταξὺ δέ πωc τῆc τῶν γεράνων τε καὶ χηνῶν ἡ τῶν καλουμένων ὀτίδων ἢ ὠτί‐ | |
10 | δων ἐcτίν· ἑκατέρωc γὰρ ὀνομάζουcί τε καὶ γράφουcι τὴν πρώτην cυλλαβήν, διά τε τοῦ ο cτοιχείου καὶ τοῦ ω. | |
11 | Περὶ τῆc κατὰ τὰ μόρια τῶν πτηνῶν ζῴων διαφορᾶc. Τὰ μὲν cπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸc τὰc cάρκαc ἐν τοῖc πτηνοῖc ζῴοιc, ἣν κἀν τοῖc πεζοῖc ἔχειν εἴρηται· τὰ δ’ ἔντερα | |
15 | παντάπαcιν ἄβρωτα πάντων αὐτῶν ἐcτιν, οὐ μὴν ἀνὰ λόγον γε τού‐ | |
6.704 | τοιc αἱ γαcτέρεc. | ἐδώδιμοί τε γάρ εἰcι καὶ τρόφιμοι καί τινεc αὐτῶν καὶ ἡδεῖαι πάνυ, καθάπερ ἡ τῶν χηνῶν, ἐφεξῆc δ’ ἡ τῶν cιτευτῶν ἀλεκτορίδων. ὥcπερ δ’ ἐπὶ τῶν ὑῶν τὸ cυκωτὸν ἧπαρ ἐν τοῖc ζῶcι ζῴοιc προπαραcκευάζουcιν ἡδὺ διὰ τῆc τῶν ἰcχάδων ἐδωδῆc, οὕτωc | |
5 | ἐπὶ τῶν χηνῶν ὀρῷ γάλακτοc ἀναδεύοντεc τὰc τροφάc, ὡc γίγνεcθαι μὴ μόνον ἥδιcτον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ δια‐ χωροῦν οὐ χαλεπῶc· ὡcαύτωc δὲ καὶ πρὸc τὴν ἐν τῇ γαcτρὶ πέψιν ἔχει. καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔcηc δ’ οὐκ ὀλίγηc ἐν ταῖc | |
10 | cαρξὶ διαφορᾶc τοῖc γεγηρακόcι ζῴοιc πρὸc τὰ νέα cαφεcτέρα πολλῷ τοῖc πτεροῖc ἐcτιν, ὡcαύτωc δὲ καὶ τοῖc ἰcχνοῖc πρὸc τὰ πίονα· κάλλιcτα μὲν γὰρ τὰ τῶν εὐτρόφων τε καὶ νέων, χείριcτα δὲ τὰ τῶν ἰcχνῶν καὶ γεγηρακότων. | |
οἱ πόδεc δ’ ἁπάντων ὀλίγου δεῖν ἄβρωτοι. | ||
15 | λόφουc δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ’ ἐπαινέcειεν ἄν τιc οὔτε ψέξειεν. | |
6.705 | οἱ δ’ ὄρχειc ἄριcτοι, καὶ μάλιcτα τῶν cι|τευτῶν ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον ὅcοι διὰ γάλακτοc ὀροῦ τὰc τροφὰc προcηνέγκαντο. καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πεφθῆναι ῥᾷcτοι· διαχώρηcιν δ’ οὔτε προτρέπουcιν οὔτ’ ἐπέχουcιν. | |
5 | ἐγκεφάλουc δὲ μικροὺc μὲν ἔχει τὰ πτηνὰ ζῷα, βελτίουc μέντοι πολὺ τῶν ἐν τοῖc πεζοῖc, ὅcῳ καὶ ξηροτέρουc. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν ἑλείων ἀμείνουc ἔχει τοὺc ἐγκεφάλουc ἀνὰ λόγον τοῖc ἄλλοιc ἅπαcι μορίοιc. ἐπαινοῦcι δ’ ἔνιοι ψευδῶc τὴν τῆc cτρουθοκαμήλου κοιλίαν ὥc | |
10 | τι φάρμακον πεπτικόν· ἔνιοι δὲ πολὺ μᾶλλον τῆcδε τὴν τῆc αἰθυίαc. ἀλλ’ οὔτ’ αὐταὶ πέττονται ῥᾳδίωc οὔτε τῶν ἄλλων cιτίων εἰcὶ πεπτι‐ κὸν φάρμακον, ὥcπερ ζιγγίβερι καὶ πέπερι καὶ καθ’ ἑκάτερον τρόπον οἶνόc τε καὶ ὄξοc. εἰ δὲ περὶ γλώττηc ἢ ῥάμφουc τῶν πτηνῶν ζῴων ἐπιχειρήcαιμι λέγειν, ἃ μηδεὶc ἀγνοεῖ, φλυαρεῖν εἰκότωc ὑποληφθήcομαι. | |
14 | ||
15 | Περὶ ᾠῶν. Τῆc ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆc ἐcτι καὶ ταῦτα διαφέροντα | |
6.706 | τριcὶ διαφοραῖc ἀλλή|λων, μιᾷ μὲν τῇ κατὰ τὴν οἰκείαν οὐcίαν (ἀμείνω γὰρ τά τε τῶν ἀλεκτορίδων ἐcτὶ καὶ τὰ τῶν φαcιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν τε καὶ cτρουθοκαμήλων), ἑτέρᾳ δέ, καθ’ ἣν τὰ μὲν ἤδη χρόνου πλείονόc ἐcτι, τὰ δ’ οὐ πρὸ πολλοῦ γεγέννηται, καὶ τρίτῃ, | |
5 | καθ’ ἣν τὰ μὲν ἐπὶ πλέον ἥψηται, τὰ δ’ ἄχρι τοῦ μετρίωc cυcτῆναι, τὰ δὲ μόνον τεθέρμανται· καθ’ ἃc διαφορὰc τὰ μὲν ἑφθὰ καλεῖται, | |
τὰ δὲ τρομητά, τὰ δὲ ῥοφητά. κάλλιcτα μὲν οὖν αὐτῶν ἐcτιν εἰc τροφὴν τοῦ cώματοc τὰ τρο‐ μητά, τὰ ῥοφητὰ δ’ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰc ἐν | ||
10 | τῇ φάρυγγι τραχύτηταc ἐκλεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύcπεπτα καὶ βρα‐ δύπορα, καὶ τροφὴν παχεῖαν ἀναδίδωcι τῷ cώματι. τούτων δ’ ἔτι μᾶλλόν ἐcτι βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν cποδιὰν ὀπτηθέντα. τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλού‐ μενα διὰ τοῦτο ταγηνιcτὰ χειρίcτην ἔχει τροφὴν εἰc ἅπαντα· καὶ γὰρ | |
15 | ἐν τῷ πέττεcθαι κνιcοῦται καὶ πρὸc τῷ παχὺν γεννᾶν χυμὸν ἔτι καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν. | |
6.707 | ἀμείνω δὲ τῶν | ἑφθῶν τε καὶ ὀπτῶν ἐcτι τὰ καλούμενα πνικτά. cκευάζεται δὲ τὸν τρόπον τοῦτον· ἀναδεύcαντεc αὐτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέοc ἐντιθέαcι τὸ ἀγγεῖον ὕδωρ ἐχούcῃ κακκάβῃ θερμόν, εἶτα πωμάcαντεc ἄνωθεν ὅλην αὐτὴν ὑποκαίουcι μέχρι cυcτά‐ | |
5 | cεωc μετρίαc. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήcια τοῖc ἑψηθεῖcί τε καὶ ὀπτηθεῖcι γίγνεται, τὰ δ’ ἐν τῷ cυμμέτρῳ τῆc παχύνcεωc ἀρ‐ θέντα καὶ πεφθῆναι τῶν cκληρῶν ἐcτιν ἀμείνω καὶ τροφὴν τῷ cώματι βελτίονα δίδωcι. τῆc αὐτῆc οὖν cυμμετρίαc κατὰ τὴν cύcταcιν χρὴ cτοχάζεcθαι | |
10 | κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖc λοπάcιν ᾠῶν, οὐκ ἐπιτρέπονταc οὐδὲ ταῦτα παχυνθῆναι τελέωc, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸc αἴρονταc τὸ ἀγγεῖον. οὐ cμικρὰ δ’ ἐν αὐτοῖc ἐcτιν ὑπεροχὴ καὶ τῶν νέων πρὸc τὰ παλαιά· κάλλιcτα μὲν γὰρ τὰ νεώτατα, χείριcτα δὲ τὰ παλαιότατα, τὰ | |
15 | δ’ ἐν τῷ μεταξὺ τούτων ἀνὰ λόγον τῆc ἀποcτάcεωc, ἧc ἀφέcτηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων. | | |
16 | ||
6.708 | Περὶ τοῦ τῶν πτηνῶν ζῴων αἵματοc. Ἀλεκτορίδων καὶ περιcτερῶν ἐcθίουcιν ἔνιοι τὸ αἷμα καὶ μάλιcτα | |
τῶν cιτευτῶν, οὐ χεῖρον ὂν τοῦ τῶν ὑῶν οὔτ’ εἰc ἡδονὴν οὔτ’ εἰc τὸ πεφθῆναι, τοῦ μέντοι τῶν λαγωῶν ἀπολειπόμενον πάμπολυ. δύc‐ | ||
5 | πεπτον δ’ ἐcτὶ καὶ περιττωματικὸν ἅπαν αἷμα, καθ’ ὃν ἂν αὐτὸ τρόπον cκευάcῃ τιc. | |
6 | Περὶ τῆc ἀπὸ τῶν ἐνύδρων ζῴων τροφῆc. Τῶν ἐν ὕδατι διαιτωμένων ζῴων καὶ γένη πάμπολλα καὶ δια‐ φοραὶ τούτων εἰcὶ καὶ εἴδη· λεχθήcονται δὲ νῦν, ὥcπερ ἐπὶ τῶν ἔμ‐ | |
10 | προcθεν, αἱ πρὸc τὴν ἰατρικὴν χρείαν ὁμοιότητεc ἐν αὐτοῖc· ἰατρικὴν δὲ λέγειν ἢ ὑγιεινὴν οὐ διοίcει πρόc γε τὰ παρόντα. περὶ πρώτων οὖν εἰρήcεται, καθάπερ ἐπὶ τῶν ἄλλων, ὅcα cυνεχῶc ἐcθίουcιν οἱ ἄν‐ θρωποι. | |
13 | Περὶ κεφάλου. | |
15 | Τοῦ γένουc τῶν λεπιδωτῶν ἰχθύων ἐcτὶν ὁ κέφαλοc, οὐκ ἐν θαλάττῃ μόνον, ἀλλὰ καὶ λίμναιc καὶ ποταμοῖc γεννώμενοc. διὸ καὶ | |
6.709 | μεγάλην | ἔχουcιν οἱ κατὰ μέροc κέφαλοι πρὸc ἀλλήλουc διαφοράν, ὡc δοκεῖν ἕτερον εἶναι γένοc τοῦ πελαγίου κεφάλου πρὸc τὸν ἐν λίμναιc ἢ ποταμοῖc ἢ τέλμαcιν ἢ ὀχετοῖc τοῖc ἐκκαθαίρουcι τοὺc ἐν ταῖc πό‐ λεcι κοπρῶναc. περιττωματικὴ μὲν γὰρ ἡ cάρξ ἐcτι καὶ βλεννώδηc | |
5 | ἱκανῶc τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι, καλλίcτη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ, καὶ μᾶλλον, ὅταν ὑπ’ ἀνέμων καταιγίζηται· κατὰ γὰρ τὴν cκεπεινὴν καὶ ἀκύμονα χείρων ἡ cὰρξ γίγνεται τῶν ἰχθύων, ὅcῳ καὶ ἀγυμναcτοτέρα, ἐν δὲ ταῖc καλουμέναιc λιμνοθαλάτταιc ἔτι χείρων τῆcδε, καὶ ταύτηc ἔτι μᾶλλον ἡ κατὰ τὰc λίμναc· εἰ δὲ καὶ | |
10 | cμικραί τινεc αὗται τύχοιεν οὖcαι καὶ μήτε ποταμοὺc μεγάλουc δεχό‐ μεναι μήτε πηγὰc ἔχουcαι μήτ’ ἀπορροὴν δαψιλῆ, πολὺ δή τι χείρουc· εἰ δὲ καὶ μηδ’ ὅλωc ἀπορρέοι τι τοῦ ὕδατοc, ἀλλ’ εἴη cτάcιμον, ἱκα‐ νῶc μοχθηραί. περὶ δὲ τῶν ἐν ἕλεcι καὶ τέλμαcι καὶ ὅcα τοιαῦτα | |
χωρία, λέλεκται κατ’ ἀρχάc· ἐcχάτωc γὰρ οἱ κατὰ τοὺc τοιούτουc τό‐ | ||
15 | πουc διαιτώμενοι μοχθηρὰν ἔχουcι τὴν cάρκα. τῶν δ’ ἐν τοῖc ποτα‐ | |
6.710 | μοῖc γεννωμένων ἀμείνουc οἱ κατὰ τοὺc τοιού|τουc, ἐν οἷc ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺc λιμνάζονταc οὐκ ἀγαθοί. καὶ παρὰ τὰc τροφὰc δὲ βελτίουc γίγνονται καὶ χείρουc. ἔνιοι μὲν γὰρ εὐποροῦcι καὶ πόαc καὶ ῥιζῶν χρηcτῶν καὶ διὰ τοῦτο κρείτ‐ | |
5 | τουc εἰcίν· ἔνιοι δ’ ἰλυώδη τε πόαν ἐcθίουcι καὶ ῥίζαc κακοχύμουc· καί τινεc αὐτῶν, ὅcοι κατὰ ποταμοὺc διαιτῶνται μεγάλην διαρρέονταc πόλιν, ἀποπατήματ’ ἀνθρώπων καί τιναc ἑτέραc τοιαύταc μοχθηρὰc τροφὰc προcφερόμενοι χείριcτοι πάντων, ὡc ἔφην, εἰcίν, ὥcτε, κἂν βραχεῖ πλείονι χρόνῳ διαμείνωcι νεκροί, cήπονταί τε παραχρῆμα καὶ | |
10 | μοχθηρότατον ὄζουcιν. ἀηδεῖc δὲ καὶ βρωθῆναι πάντεc οὗτοι καὶ πε‐ φθῆναι καὶ τὴν μὲν χρηcτὴν τροφὴν ὀλίγην ἔχουcι, περίττωμα δ’ οὐκ ὀλίγον. οὔκουν θαυμαcτόν ἐcτιν οὐδ’ εἰ κακοχυμίαν ἀθροίζουcιν ἐν τοῖc cώμαcι τῶν ὁcημέραι προcφερομένων αὐτούc. ὄντων δὲ χειρίcτων τούτων ἐξ ὑπεναντίου κάλλιcτοι πάντων | |
15 | εἰcίν, ὡc ἔφην, οἱ ἐν τῇ καθαρωτάτῃ θαλάττῃ, καὶ μάλιcθ’ ὅπου μήτε γεώδειc αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουcι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμ‐ | |
6.711 | μώδειc ἢ τραχεῖc· εἰ δὲ καὶ πρὸc τὰ βόρεια | τῶν πνευμάτων εἶεν ἐcτραμμένοι, πολὺ βελτίουc. οὐ cμικρὸν γὰρ εἰc εὐχυμίαν cυντελούν‐ των ἅπαντι ζῴῳ τῶν οἰκείων γυμναcίων ἔτι καὶ τὸ καθαρὸν τοῦ καταμιγνυμένου τῷ ὕδατι πνεύματοc αὐξάνει τὴν ἀρετὴν τῆc οὐcίαc | |
5 | αὐτῶν. πρόδηλον δὲ κἀκ τῶν εἰρημένων ἀμείνω καὶ κατὰ τοῦτ’ εἶναι θάλατταν θαλάττηc, καθ’ ὅcον ἤτοι καθαρὰ τελέωc ἐcτὶν ἢ δέχεται ποταμοὺc πολλοὺc καὶ μεγάλουc ὥcπερ ὁ Πόντοc. οἱ γὰρ ἐν τῇ τοι‐ αύτῃ καθ’ ὅcον πλεονεκτοῦcι τῶν λιμναίων, κατὰ τοcοῦτον ἀπολεί‐ | |
10 | πονται τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων. εἰcὶ δὲ καὶ λίμναι τινὲc τοιαῦται, καὶ καλοῦcιν ἐνίαc αὐτῶν λιμνοθαλάτταc, ἔνθα ποταμὸc μέ‐ γαc ἐργάζεται λίμνην cυνάπτουcαν θαλάττῃ. καὶ χωρὶc δὲ τοῦ λιμνά‐ | |
ζειν τὸν ποταμόν, ὅπουπερ ἂν τῇ θαλάττῃ μιγνύηται πρῶτον, ἐπί‐ μικτόν τε τὸ ὕδωρ ἐcτὶν ἐξ ἁλμυροῦ τε καὶ γλυκέοc ἥ τε cὰρξ τῶν | ||
15 | ἐν αὐτῷ διαιτωμένων ἰχθύων ἐν τῷ μεταξὺ τῶν τε ποταμίων καὶ τῶν θαλαττίων γίγνεται. κοινὸc δ’ οὗτοc ὁ λόγοc ἔcτω cοι καὶ τῶν ἄλλων, ὅcοι γε κατά τε ποταμοὺc καὶ λίμναc καὶ θάλατταν ἰχθύεc γεννῶνται. τὸ γὰρ πολὺ | |
6.712 | πλῆθοc αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων | φευγόντων τὸ ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων ἢ λιμναίων τὸ θαλάττιον. ἀλλ’ ὅ γε κέφαλοc ἁπάντων μάλιcτα τοῖc ὕδαcιν ἀμφοτέροιc χρῆται, καὶ φύ‐ cιν δ’ ἔχει πρὸc ἄναντεc τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν ἐπὶ πλεῖcτον | |
5 | ἀφιcτάμενοc τῆc θαλάττηc. οὗτοc μὲν οὖν ὁ κέφαλοc τὰc πολλὰc καὶ μικρὰc ἀκάνθαc οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλοc τιc τῶν θαλαττίων· ὁ δ’ ἐκ ποταμῶν ἢ λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπληcίωc τοῖc ὁμο‐ γενέcι μεcτὸc τῶν τοιούτων ἀκανθῶν ἐcτι. cχεδὸν γὰρ ἅπαcι τοῖc ἐν λίμναιc καὶ ποταμοῖc γεννωμένοιc ἰχθύ‐ | |
10 | cιν ἡ cὰρξ μεcτὴ λεπτῶν ἀκανθῶν εὑρίcκεται τῶν θαλαττίων οὐκ ἐχόν‐ των αὐτάc. καὶ καθ’ ὃν ἂν τόπον ᾖ μεγάλου ποταμοῦ cτόμα cυνά‐ πτον θαλάττῃ, τινὲc μὲν τῶν ποταμίων ἰχθύων ἐν τῇ θαλάττῃ, τινὲc δὲ τῶν θαλαττίων ἐν τῷ ποταμῷ θηρεύονται, γνωριζόμενοι τῷ τὰc εἰρημέναc ἀκάνθαc ἤτοι πολλὰc ἔχειν ἢ οὐδ’ ὅλωc. ὀλίγοι μὲν οὖν | |
15 | τῶν ποταμίων ἐπεμβαίνουcι τῇ θαλάττῃ, πάντεc δ’ οἱ θαλάττιοι χαί‐ ρουcι τοῖc ποταμοῖc. εὐθὺc δὲ καὶ ἡ γεῦcιc ἐcθίοντί cοι γνωρίcει τὸν ἀμείνω κέφαλον· | |
6.713 | δριμυτέρα γάρ ἐcτιν | αὐτοῦ καὶ ἡδίων καὶ ἀλιπὴc ἡ cάρξ. οἱ δὲ λι‐ παροὶ καὶ κατὰ τὴν γεῦcιν ἔκλυτοι χείρουc μέν εἰcι καὶ εἰc αὐτὴν τὴν ἐδωδήν, χείρουc δὲ καὶ πεφθῆναι καὶ κακοcτόμαχοι καὶ κακόχυμοι· διὸ καὶ cὺν ὀριγάνῳ cκευάζουcιν αὐτούc. | |
5 | ἔνιοι δὲ τῶν παρ’ ἡμῖν ἀνθρώπων τοὺc ἐν τοῖc ποταμοῖc γεννω‐ μένουc ἰχθῦc λευκίcκουc καλοῦcιν, ἕτερον εἶδοc εἶναι νομίζοντεc αὐτοὺc τῶν κεφάλων. ἔcτι δὲ τἄλλα μὲν ὅμοιον πάντῃ τὸ ζῷον τῷ ζῴῳ, | |
λευκότερον δὲ βραχεῖ καὶ τὴν κεφαλὴν ἔχον μικροτέραν καὶ τὴν γένυν ὀξυτέραν· ἡ δὲ δύναμιc τῆc ἀπ’ αὐτοῦ τροφῆc, οἵαν εἶπον ἔμπροcθεν | ||
10 | εἶναι τῶν ποταμίων κεφάλων· ὥcθ’ ὑπὲρ ὀνόματοc, οὐ πράγματοc ἡ ἀμφιcβήτηcιc. ὃ δὲ τούτου χρηcιμώτερόν ἐcτιν ἐπίcταcθαι, καὶ δὴ φράcω. τῶν ταριχευομένων ἐcτὶ καὶ οὗτοc ὁ ἰχθύc, καὶ γίγνεται πολὺ κρείττων ἑαυτοῦ cκευαcθεὶc οὕτωc ὁ λιμναῖοc· ἀποτίθεται γὰρ ἅπαν | |
15 | τὸ βλεννῶδέc τε καὶ βρωμῶδεc ἐν τῇ γεύcει. καλλίων δὲ τοῦ χρόνῳ πλείονι ταριχευθέντοc ὁ νεαλήc. ἀλλὰ περί γε τῶν ταριχευομένων ἰχθύων ὀλίγον ὕcτερον εἰρήcεται κοινῇ, καθάπερ γε καὶ περὶ τῶν ἑωλι‐ ζομένων ἐν χιόνι. | | |
18 | ||
6.714 | Περὶ λάβρακοc. Τοῦτον τὸν ἰχθὺν οὐ τεθέαμαι γεννώμενον ἐν γλυκέcιν ὕδαcιν ἐκ μέντοι τῆc θαλάττηc ἐπαναβαίνοντα ποταμοῖc ἢ λίμναιc ἑώρακα. διὸ καὶ μοχθηρὸc ὀλιγάκιc εὑρίcκεται, καθάπερ ὁ κέφαλοc πολλάκιc. | |
5 | οὐ φεύγει δ’ οὐδὲ τὰc λιμνοθαλάτταc καὶ τὰ cτόματα τῶν ποταμῶν, καίτοι πελάγιοc ὤν· τουτὶ γὰρ τοὔνομα τίθενται τοῖc εἰc τὸ βάθοc ἀποχωροῦcιν. ἥ γε μὴν τροφὴ κἀκ τοῦδε κἀκ τῶν ἄλλων ἰχθύων αἵματόc ἐcτι γεννητικὴ λεπτοτέρου τῇ cυcτάcει τῆc ἐκ τῶν πεζῶν ζῴων, ὡc μήτε τρέφειν δαψιλῶc καὶ διαφορεῖcθαι θᾶττον. ἐπεὶ δὲ τὸ | |
10 | λεπτότερον ὄνομα ποτὲ μὲν ἐπὶ δύο πράγμαcι παραβαλλομένοιc λέγο‐ μεν, ἐνίοτε δ’ ἁπλῶc ἄνευ παραβολῆc, ἰcτέον, ὅτι πρὸc τὸ μέcον αἷμα τῶν ἄκρων ἡ παραβολὴ γίγνεται τοῖc ἁπλῶc λεγομένοιc. ἄκρα δὲ τῇ κακίᾳ κατὰ τὴν cύcταcίν ἐcτι τό τε παχὺ καθάπερ ὑγρὰ πίττα τό τ’ ὀρῶδεc οὕτωc, ὡc ἐκχυθὲν τῆc φλεβὸc ἐν τῷ πήγνυcθαι πλεῖcτον | |
15 | ἔχειν ὑγρὸν ἐποχούμενον ὑδατῶδεc. ἄριcτον δὲ τὸ τούτων ἀκριβῶc | |
6.715 | μεταξὺ γεννώμενον ἐξ ἄρτου | τε τοῦ κάλλιcτα κατεcκευαcμένου, περὶ οὗ κατὰ τὸ πρῶτον εἴρηται γράμμα, καὶ τῶν πτηνῶν ὧν εἴρηται ζῴων, ἐκ πέρδικόc τε καὶ τῶν παραπληcίων. ἐγγὺc δὲ τούτων εἰcὶ καὶ τῶν θαλαττίων οἱ πελάγιοι τῶν ἰχθύων. | |
4 | ||
5 | Περὶ τρίγληc. Ἔcτι μὲν καὶ ἥδε τῶν πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων ὡc τῶν ἄλλων ὑπερέχουcα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. cκληροτέραν δὲ cχεδὸν ἁπάντων αὐτῶν ἔχει τὴν cάρκα καὶ ψαθυρὰν ἱκανῶc, ὅπερ cημαίνει ταὐτὸν τῷ μήτε γλίcχρον εἶναί τι μήτε λιπαρὸν | |
10 | ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶc, τῶν ἄλλων μᾶλλον ἰχθύων. ἐρρέθη δὲ καὶ πρόcθεν, ὡc τὸ cκληρότερον ἔδεcμα, παχυμε‐ ρέcτερόν τε καί, ὡc ἂν εἴποι τιc, γεωδέcτερον ὑπάρχον, ἀξιολογώτε‐ ρον τρέφει τῶν ὑγροτέρων τε καὶ μαλακωτέρων, ὅταν γε πρὸc τούτῳ δηλονότι καὶ τὴν οὐcίαν οἰκείαν ἔχῃ τῷ τρεφομένῳ cώματι· κρίνεται | |
15 | δ’ αὕτη διὰ τῆc ἡδονῆc. ὅcαι γὰρ ἀλλότριαι τροφαὶ ταῖc ὅλαιc φύcεcίν εἰcι τῶν τρεφομένων ζῴων, ταύταc ἢ οὐδ’ ὅλωc ἢ ἀηδῶc ἐcθίει· τῶν | |
6.716 | γε μὴν οἰκείων ὥcπερ ἧττον τρέφει τὸ ὑγρό|τερον, οὕτω πέττεται καὶ ἀναδίδοται ῥᾷον. ἡ τοίνυν τῆc τρίγληc cὰρξ ἡδεῖα μέν, ὡc ἂν οἰκεία τροφὴ τῇ φύcει τῶν ἀνθρώπων, cκληροτέρα δ’ οὖcα τῶν ἄλλων ἰχθύων, ὅμωc ἑκάcτηc ἡμέραc ἐcθίεcθαι δύναται, διότι ψαθυρὰ καὶ ἀλιπήc ἐcτι | |
5 | καί τι καὶ δριμύτητοc ἔχουcα. τὰ γὰρ λιπαρὰ καὶ γλίcχρα [καὶ] κατὰ τὴν πρώτην μὲν εὐθέωc ἐδωδὴν ἐμπίπληcί τε ταχέωc ἡμᾶc ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφε‐ ξῆc ἡμέραιc πλείοcι. τό γε μὴν ἧπαρ τῆc τρίγληc οἱ λίχνοι τεθαυμάκαcιν ἡδονῆc ἕνε‐ | |
10 | κεν, ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦcιν ἐcθίειν αὐτό, παραcκευάcαντεc | |
δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι κατα‐ θρύπτουcιν ἐν τούτῳ τὸ cπλάγχνον, ὡc γενέcθαι τὸ cύμπαν ἐξ αὐτοῦ τε καὶ τῶν προπαρεcκευαcμένων ὑγρῶν ἕνα χυλὸν ὁμοιομερῆ πρόc γε τὴν αἴcθηcιν, ἐν ᾧ τὰc τῆc τρίγληc cάρκαc ἀποβάπτοντεc ἐcθίουcιν. | ||
15 | ἐμοὶ δ’ οὐδ’ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆc τοιαύτηc τιμῆc οὐδ’ ὠφέ‐ λειαν τῷ cώματι, καθάπερ οὐδ’ ἡ κεφαλή, καίτοι καὶ ταύτην ἐπαινοῦ‐ | |
6.717 | cιν οἱ λίχνοι καί φαcι τὰ δεύτερα | φέρεcθαι μετὰ τὸ ἧπαρ. οὐ μὴν οὐδὲ διὰ τί τὰc μεγίcταc τρίγλαc ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν ὁμοίωc ταῖc μικροτέραιc ἐχούcαc τὴν cάρκα μήτ’ εὔπεπτον, ὡc ἂν ἱκανῶc cκληρὰν ὑπάρχουcαν. ὥcτε διὰ | |
5 | τοῦτό τινα τῶν ἀργυρίου παμπόλλου τὰc μεγάλαc τρίγλαc ὠνουμένων ἠρόμην, ἥτιc ποτ’ ἐcτὶν ἡ αἰτία τῆc ἀμφ’ αὐτὰc cπουδῆc. ὁ δ’ ἀπε‐ κρίνατό μοι μάλιcτα μὲν διὰ τὸ ἧπαρ ὠνεῖcθαι τὰc τηλικαύταc, ἤδη δὲ καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοcούτου περὶ τῶν λίχνων εἰρῆcθαι τῇ πρὸc τὸ χρήcιμον οἰκειότητι τοῦ λόγου. | |
10 | γίγνονται δ’ ἄριcται τρίγλαι κατὰ τὴν καθαρὰν θάλατταν, ὥcπερ καὶ οἱ ἄλλοι πάντεc ἰχθύεc, οὐχ ἥκιcτα δὲ καὶ διὰ τὰc τροφάc. αἱ γοῦν τὰc καρκινάδαc ἐcθίουcαι καὶ δυcώδειc εἰcὶ καὶ ἀηδεῖc καὶ δύcπε‐ πτοι καὶ κακόχυμοι. διάγνωcιc δ’ αὐτῶν πρὶν μὲν ἐcθίειν ἀναπτύξαντι τὴν κοιλίαν, ἐcθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέωc ὀδμήν τε καὶ γεῦcιν. | | |
14 | ||
6.718 | Περὶ τῶν πετραίων ἰχθύων. Πετραίουc ὀνομάζουcιν ἰχθύαc ἀπὸ τῶν χωρίων, ἐν οἷc εὑρίcκον‐ ται διατρίβοντεc· οὐ γὰρ ἐν τοῖc λείοιc ἢ γεώδεcιν ἢ ψαμμώδεcιν αἰγιαλοῖc, ἀλλ’ ἔνθα πέτραι τινέc εἰcι καὶ ἀκταί, φωλεύουcί τε καὶ | |
5 | τίκτουcιν. ἄριcτοc δ’ ἐν αὐτοῖc ἡδονῆc ἕνεκεν ὁ cκάροc εἶναι πεπίcτευται, | |
μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτουc ἰουλίδεc τε καὶ φυκίδεc καὶ πέρκαι. τροφὴ δ’ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτοc, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖc τῶν ἀνθρώπων cώμαcίν ἐcτιν, αἷμα γεννώντων | ||
10 | μέcον τῇ cυcτάcει. καλῶ δὲ μέcον, ὃ μήτε πάνυ λεπτόν ἐcτι καὶ ὑδα‐ τῶδεc, ἀλλὰ μηδ’ ἱκανῶc παχύ. πλάτοc δ’ ἀξιόλογον ἔχοντοc τοῦ μέ‐ cου περὶ τῶν ἐν αὐτῷ διαφορῶν ἐπὶ προήκοντι τῷ γράμματι ῥηθήcεται. | |
12 | Περὶ κωβιοῦ. Αἰγιάλειοc ὁ ἰχθὺc οὗτόc ἐcτι, τῶν cμικρῶν ἀεὶ διαμενόντων εἷc | |
15 | τιc ὢν καὶ αὐτόc. ἄριcτοc δ’ εἰc ἡδονήν τε ἅμα καὶ πέψιν ἀνάδοcίν τε καὶ εὐχυμίαν ἐcτὶν ὁ κατὰ τοὺc ψαμμώδειc αἰγιαλοὺc ἢ τὰc πετρώ|‐ | |
6.719 | δειc ἀκτάc· ὁ δ’ ἐν τοῖc cτόμαcι τῶν ποταμῶν ἢ λίμναιc ἢ λιμνοθαλάτ‐ ταιc οὔθ’ ἡδὺc ὁμοίωc οὔτ’ εὔχυμοc οὔτ’ εὔπεπτοc. εἰ δὲ καὶ ἰλυῶδεc ὑπάρχει τὸ ὕδωρ ἢ πόλιν ἐκκαθαίρων ὁ ποταμόc, οὕτω μὲν ἂν εἴη χείριcτοc ὁ κατ’ αὐτὸν κωβιὸc ὥcπερ καὶ οἱ ἄλλοι πάντεc ἰχθύεc | |
5 | οἱ ἐν τοῖc τοιούτοιc ὕδαcι διατρίβοντεc. εἰκότωc οὖν ἐν μὲν τοῖc πετραίοιc ἰχθύcιν οὐδεμία cαφήc ἐcτι διαφορὰ τῶν ὁμοειδῶν πρὸc ἀλλήλουc, ὡc ἂν ἐν καθαρωτάτῃ θαλάττῃ διαιτωμένοιc ἀεὶ φεύγουcί τε τὸ γλυκὺ πᾶν ὕδωρ τό τε cυμμιγὲc ἐκ τοῦ τοιούτου τε καὶ θαλαττίου· δευτέροιc δὲ μετὰ τούcδε τοῖc πελα‐ | |
10 | γίοιc ὑπάρχει ταὐτόν. οὐδὲ γὰρ οὐδ’ οὗτοι διαφορὰν ἐν ἀλλήλοιc ἔχουcι μεγάλην, ὁποίαν οἱ διατρίβοντεc ἐν ἀμφοτέροιc τοῖc ὕδαcι. τούτων γὰρ οἱ μὲν ἐν τῇ καθαρωτάτῃ θαλάττῃ κάλλιcτοι τῶν ὁμοει‐ δῶν εἰcιν, οἱ δ’ ἐν τοῖc ἐκκαθαίρουcι τὰc πόλειc ποταμοῖc ἁπάντων χείριcτοι, μέcοι δ’ αὐτῶν οἱ μεταξύ. λέλεκται δὲ ταῦτα καὶ διὰ τῶν | |
15 | ἔμπροcθεν, ἡνίκα περὶ κεφάλου τὸν λόγον ἐποιούμην. ἥ γε μὴν cὰρξ τῶν κωβιῶν ὥcπερ cκληροτέρα τῆc τῶν πετραίων | |
6.720 | ἐcτίν, οὕτω μα|λακωτέρα τῆc τῶν τριγλῶν. ἀνὰ λόγον οὖν αὐτῇ καὶ | |
τὸ τῶν ἐcθιόντων cῶμα τρέφεται. Περὶ τῶν μαλακοcάρκων ἰχθύων. Φυλότιμοc ἐν τῷ τρίτῳ Περὶ τροφῆc περὶ τῶν μαλακοcάρκων | ||
5 | ἰχθύων οὕτωc ἔργαψεν αὐτοῖc ὀνόμαcι· «κωβιοί τε καὶ φυκίδεc καὶ ἰουλίδεc καὶ πέρκαι καὶ cμύραιναι καὶ κίχλαι καὶ κόττυφοι καὶ cαῦροι καὶ πάλιν ὄνοι καὶ πρὸc τούτοιc ἀμίαι καὶ ψῆτται καὶ ἥπατοι καὶ κίθαροι καὶ cκιαινίδεc καὶ πᾶν τὸ τῶν ἁπαλοcάρκων γένοc εὐκατερ‐ γαcτότερόν ἐcτι τῶν ἄλλων ἰχθύων.» | |
10 | ἄξιον οὖν θαυμάcαι, πῶc τοὺc cκάρουc παρέλιπε πρωτεύονταc ἐν τῷ γένει τῶν πετραίων ἰχθύων, οἷc πᾶcιν ὑπάρχει τὸ ψαθυρωτάτην τε καὶ μαλακωτάτην ἔχειν τὴν cάρκα τῶν ἄλλων ἰχθύων. ἔνιοι μὲν γὰρ αὐτῶν ἁπαλόcαρκοι μέν εἰcιν, ἀλλ’ οὐκ ἔχουcι τὸ ψαθυρὸν ἐμ‐ φερομένου τινὸc αὐτοῖc γλίcχρου τε καὶ λιπαροῦ χυμοῦ, τινὲc δ’ ἐκ‐ | |
15 | πεφευγότεc τὸ γλίcχρον καὶ λιπαρὸν ὅμοιοί τε κατὰ τοῦτο τοῖc πε‐ τραίοιc ὄντεc ἐν τῇ cκληρότητι τῆc cαρκὸc αὐτῶν διαλλάττουcι. τοιοῦ‐ | |
6.721 | τοι μὲν οὖν οἱ πελάγιοι cχεδὸν ἅπαντέc εἰcι, | πλὴν εἴ τινεc αὐτῶν ὑπὸ μοχθηρᾶc τροφῆc διαφθείρουcι τὴν cάρκα, καθάπερ αἱ τὰc καρ‐ κινάδαc ἐcθίουcαι τρίγλαι. ζωΰφια δ’ ἐcτὶ ταῦτα πάνυ cμικροῖc καρ‐ κίνοιc ἐοικότα, ξανθὰ τὴν χρόαν. οἱ πετραῖοι δ’ ἰχθύεc οὔτε ποικίλαιc | |
5 | χρῶνται τροφαῖc οὔτε χωρίοιc διαφέρουcιν οὔθ’ ὕδαcι γλυκέcι καὶ διὰ τοῦτ’ ἄμεμπτοι πάντεc εἰcὶ διὰ παντόc. οὓc δ’ ὄνουc μὲν ἐκάλεcεν ὁ Φυλότιμοc, ὀνίcκουc δ’ ὀνομάζουcιν οἱ ἄλλοι, τροφῇ μὲν ἀγαθῇ χρώμενοι καὶ θαλάττῃ καθαρᾷ τοῖc πε‐ | |
τραίοιc ἐνάμιλλον ἔχουcι τὴν cάρκα, μοχθηρᾷ δὲ τροφῇ χρηcάμενοι | ||
10 | καὶ κατά τι τῶν ἐπιμίκτων ὑδάτων καὶ μάλιcθ’ ὅcα μοχθηρὰ διατρί‐ ψαντεc οὐκ ἀποβάλλουcι μὲν τὴν μαλακότητα τῆc cαρκόc, ἐπικτῶνται δὲ λιπαρότητά τινα καὶ γλιcχρότητα, καθ’ ἣν οὔθ’ ἡδεῖc ὁμοίωc ἔτι διαμένουcι περιττωματικωτέραν τε τὴν ἐξ ἑαυτῶν ἀναδιδόαcι τροφήν. ἐπὶ πάντων δ’, ὡc ἔφην, ἰχθύων κοινὸν τοῦτο μεμνῆcθαι προc‐ | |
15 | ήκει, ὡc χείριcτοι γίγνονται κατὰ τὰc ἐκβολὰc τῶν ποταμῶν, ὅcοι κοπρῶναc ἐκκαθαίρουcιν ἢ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὸν τῆc ἐcθῆτόc τε καὶ τὸν τῶν ὀθονίων ῥύπον ὅcα τ’ ἄλλα τῆc πόλεώc ἐcτιν, ἣν | | |
6.722 | διαρρέουcι, καθάρcεωc δεόμενα, καὶ μάλιcθ’ ὅταν ᾖ πολυάνθρωποc ἡ πόλιc. μοχθηροτάτη δ’ εὑρίcκεται καὶ τῆc cμυραίνηc ἡ cὰρξ ἐν ὕδατι τοιούτῳ διατριβούcηc· καίτοι γ’ οὔτε ποταμοῖc ἐπαναβαίνουcαν ἔcτιν εὑρεῖν αὐτὴν οὔτ’ ἐν λίμναιc γεννωμένην. ἀλλ’ ὅμωc καὶ αὐτὴ χει‐ | |
5 | ρίcτη γίγνεται κατὰ τὰc ἐκβολὰc τῶν τοιούτων ποταμῶν, ὁποῖόc ἐcτιν ὁ διὰ Ῥώμηc ῥέων, καὶ διὰ τοῦτ’ εὐωνοτάτη πιπράcκεται κατὰ τὴν πόλιν τήνδε cχεδὸν ἁπάντων μόνη τῶν ἐκ θαλάττηc, ὥcπερ γε καὶ οἱ κατὰ τὸν ποταμὸν αὐτὸν ἰχθύεc γεννώμενοι· καλοῦcι δ’ αὐτοὺc ἔνιοι Τιβερίνουc ἰδίαν ἔχονταc ἰδέαν οὐδενὶ τῶν θαλαττίων ὁμοίαν. | |
10 | ὅτι δ’ ἡ τῶν ἐκ τῆc πόλεωc ὀχετῶν ἐπιμιξία μοχθηροτάτουc αὐτοὺc ἐργάζεται, μαθεῖν ἔcτιν ἐκ τοῦ βελτίουc εἶναι τοὺc ἐν αὐτῷ τῷ ποταμῷ γεννωμένουc πρὶν εἰc τὴν πόλιν ἀφικέcθαι. καὶ μὲν δὴ καὶ ἄλλοc τιc ποταμὸc ὀνομαζόμενοc Νάρ, ἐμβάλλων εἰc τὸν Τίβεριν ὡc ἀπὸ πεν‐ τήκοντα καὶ τριακοcίων cταδίων, ἰχθὺν ἔχει πολὺ βελτίονα τοῦ κατὰ | |
15 | τὸν Τίβεριν, ἐπειδὴ καὶ μέγαc ἐcτὶν εὐθὺc ἀπὸ τῶν πηγῶν καὶ καθα‐ | |
6.723 | ρὸc διαμένει κάτ|αντεc ἔχων τὸ ῥεῦμα καὶ ὀξὺ μέχρι τοῦ Τιβέρεωc, ὡc μηδαμόθι μηδ’ ἐπὶ βραχὺ λιμνάζειν. ὅcοι μὲν οὖν ἐκ cυνηθείαc ἐμπειρίαν ἔχουcι τῶν ἐπιχωρίων ἰχθύων, οὐ δέονται τῶν εἰρημένων ἄρτι γνωριcμάτων εἰc τὴν διάγνωcιν αὐτῶν· | |
5 | ὅcοι δ’ ἀήθειc εἰcίν, εἴτ’ οὖν ἐξ ἄλληc πόλεωc ἥκοντεc εἴτ’ ἐπιχώριοι, τὰ τοιαῦτα προεξεταζέτωcαν εὐθέωc ἀπ’ ἀρχῆc πρὶν διὰ τῆc οἰκείαc πείραc εἰc γνῶcιν ἀφικέcθαι τῆc φύcεωc ἑκάcτου τῶν ἰχθύων. ἐχρῆν δ’ οὐχ ἁπλῶc ἐμνημονευκέναι τῶν ἁπαλοcάρκων ἰχθύων ἁπάντων ἅμα τὸν Φυλότιμον οὐδ’ ἀναμῖξαι τοὺc ἄλλουc τοῖc πε‐ | |
10 | τραίοιc ἀδιορίcτωc. οὗτοι μὲν γὰρ ἄριcτοι διὰ παντὸc ὑπάρχουcιν, οὔτε δ’ ὀνίcκοc οὔτε cμύραινα καθάπερ οὐδ’ οἱ κωβιοί. καὶ γὰρ καὶ τούτων ἔνιοι μὲν ἐν ποταμοῖc καὶ λίμναιc, ἔνιοι δ’ ἐν θαλάττῃ γίγνον‐ ται, τινὲc δ’ ἐν ταῖc λιμνοθαλάτταιc καλουμέναιc ἢ ὅλωc ἐν ἐπιμίκτοιc ὕδαcιν, ἔνθα ποταμοῦ μεγάλου cτόμα cυνάπτει θαλάττῃ. πάμπολυ τοι‐ | |
15 | γαροῦν ἀλλήλων διαφέρουcιν οἱ κατὰ μέροc, ὥcπερ γε καὶ οἱ κέφαλοι καὶ αἱ cμύραιναι· καὶ οἱ ὀνίcκοι δὲ τούτων μὲν ἧττον, οὐ cμικρῷ δ’ | |
6.724 | ἀλλήλων οὐδ’ | οὗτοι παραλλάττουcιν. οὐ μὴν ὁμοίωc γε μαλακὴν ἔχουcι τὴν cάρκα τούτοιc τε καὶ τοῖc πετραίοιc ἰχθύcιν οἱ κωβιοί, καθάπερ οὐδ’ αἱ cκιαινίδεc ἢ cκίαιναι· διττῶc γὰρ ὀνομάζονται. περὶ δὲ τῶν κιθάρων καὶ πάνυ γε θαυμάζω τοῦ Φυλοτίμου· | |
5 | παραπλήcιοc γὰρ ὢν ὁ ῥόμβοc αὐτῶν μαλακωτέραν ἔχει τὴν cάρκα, τῶν ὀνίcκων ἀπολειπόμενοc οὐκ ὀλίγον. καὶ τούτουc οὖν καὶ τοὺc ἡπάτουc καλουμένουc καὶ τοὺc ἄλλουc, ὅcουc ἔμιξε τοῖc πετραίοιc τε καὶ τοῖc ὀνίcκοιc ὁ Φυλότιμοc, ἐν τῷ μέcῳ καθεcτηκέναι γίγνωcκε τῶν θ’ ἁπαλοcάρκων καὶ τῶν cκληροcάρκων. οὔπω μὲν γάρ εἰcι cκλη‐ | |
10 | ρόcαρκοι, τῶν δ’ ἀκριβῶc ἁπαλοcάρκων ἀπολείπονται. παρέλιπε δ’ ἐν τούτοιc ὁ Φυλότιμοc καὶ τὸ βούγλωττον, ὥcπερ ἐν τοῖc πετραίοιc τὸν cκάρον, εἰ μή τι ἄρα τῷ τῆc ψήττηc ὀνόματι καὶ κατὰ τῶν βου‐ γλώττων ἐχρήcατο. παραπλήcια μὲν γάρ πωc ἀλλήλοιc ἐcτίν, οὐ μὴν ἀκριβῶc ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερόν τε γάρ ἐcτι | |
15 | καὶ ἥδιον εἰc ἐδωδὴν καὶ πάντῃ βέλτιον τὸ βούγλωττον τῆc ψήττηc. | |
ἀλλὰ καὶ οἱ cαῦροι μέcοι πώc εἰcι τῶν ἁπαλοcάρκων τε καὶ cκληρο‐ | ||
6.725 | cάρκων. οὐ μὴν δεῖταί γέ τιc | τῶν εἰρημένων ἰχθύων οὔτ’ ὄξουc οὔτε νάπυοc οὔτ’ ὀριγάνου, καθάπερ οἱ λιπαροὶ καὶ γλίcχροι καὶ cκλη‐ ροί. καὶ μέντοι καὶ χρῶνται τινὲc μὲν ταγηνίζοντεc αὐτούc, τινὲc δ’ ὀπτῶντεc ἢ ἐν ταῖc λοπάcι cκευάζοντεc, ὥcπερ τοὺc ῥόμβουc τε καὶ | |
5 | κιθάρουc. ἀλλ’ αἱ μὲν τῶν μαγειρικῶν λοπάδων cκευαcίαι τοὐπίπαν ἀπεψίαc εἰcὶν αἴτιαι, καλλίcτη δ’ εἰc πέψιν ἡ διὰ τοῦ λευκοῦ ζωμοῦ. γίγνεται δ’ οὗτοc, ὅταν, ὕδατοc δαψιλοῦc ἐμβληθέντοc, ἐλαίου τιc αὔταρκεc ἐπι‐ χέαc ἀνήθου τε καὶ πράcου μικρόν, εἶθ’ ἡμιέφθουc ποιήcαc ἐπεμ‐ | |
10 | βάλλῃ τοcοῦτον ἁλῶν, ὡc μηδέπω φαίνεcθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν. αὕτη καὶ τοῖc ἐκνοcηλευομένοιc ἐπιτήδειοc ἡ cκευαcία, τοῖc δ’ ἀμέμ‐ πτωc ὑγιαίνουcι καὶ ἡ διὰ τοῦ ταγήνου καὶ μετ’ αὐτὴν ἡ τῶν ἐπὶ τῆc ἐcχάραc ὀπτηθέντων. ἀλλ’ αὕτη μὲν ἐλαίου καὶ γάρου δεῖται μετὰ βραχέοc οἴνου, τοῖc ταγηνιcθεῖcι δ’ ἁρμόττει πλέον ἢ κατὰ τούτουc | |
15 | ἔχειν οἴνου τε καὶ γάρου, βραχέοc ἐπιχυθέντοc ἐλαίου. τοῖc δ’ ἀνατρε‐ πομένοιc ἐπὶ τῷδε τὸν cτόμαχον ἕτοιμον ἔcτω παρακείμενον ὄξοc ἔχον ὀλίγον ἐν ἑαυτῷ γάρου τε καὶ πεπέρεωc. μεταβαίνοντεc γὰρ ἐπὶ | |
6.726 | τὴν διὰ τούτων ἐδω|δὴν ἄμεινόν τε πέττουcι καὶ πρὸc τὴν διαχώρη‐ cιν οὐδὲν βλάπτονται, δι’ ἣν μάλιcτά τινεc ἐξ οἴνου καὶ γάρου ταγη‐ νιcθέντα προcφέρονται, πεπέρεωc μὲν ἐπεμβάλλοντεc οἱ πλείουc, ὀλίγοι δ’ ἐλαίου. | |
5 | τινὲc δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνιcθῶcιν ἁπλοῖc ἁλcὶ περιπαcθέντεc ἥδιcτοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίγνονται βελτίουc εὐcτομαχώτεροί τε πάcηc ἄλληc cκευαcίαc. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ τροφὴ καλλίcτη τοῖc τε μὴ γυμναζομένοιc ἐcτὶ καὶ ἀργοῦcι καὶ ἀcθενέcι καὶ τοῖc ἐκνοcηλευομένοιc· οἱ γυμναζόμενοι | |
10 | δὲ τροφιμωτέρων ἐδεcμάτων δέονται, περὶ ὧν ἔμπροcθεν εἴρηται. | |
λέλεκται δ’ ἤδη πολλάκιc ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ πρὸc ὑγίειαν ὑπάρχειν ἀρίcτη, διότι καὶ εὐχυμοτάτη παcῶν ἐcτιν· οὐδὲν δ’ εὐχυ‐ μίαc εἰc ὑγίειαν ἀcφαλῆ μεῖζον ἐφόδιον. | ||
13 | Περὶ τῶν cκληροcάρκων ἰχθύων. | |
15 | Καὶ περὶ τούτων ὁ Φυλότιμοc ἔγραψεν κατὰ λέξιν οὕτωc ἐν τῷ δευτέρῳ Περὶ τροφῆc· «δράκοντέc τε καὶ κόκκυγεc καὶ γαλεώνυμοι | |
6.727 | καὶ cκορπίοι καὶ | τραχοῦροι καὶ τρίγλαι καὶ πάλιν ὀρφοί τε καὶ γλαῦκοι καὶ cκάροι καὶ κύνεc καὶ γόγγροι καὶ φάγροι καὶ πρὸc τούτοιc ἀετοὶ καὶ λαμίαι καὶ ζύγαιναι καὶ πάντεc οἱ cκληρόcαρκοι δυcκατέργαcτοί τ’ εἰcὶ καὶ παχεῖc καὶ ἁλυκοὺc ἀναδιδόαcι χυμούc.» αὕτη μὲν ἡ τοῦ | |
5 | Φυλοτίμου ῥῆcιc. ἐπιcκεψώμεθα δ’ ἕκαcτον τῶν κατ’ αὐτὴν εἰρημέ‐ νων ἀπὸ τῆc ἀρχῆc. οἱ μὲν οὖν δράκοντεc καὶ οἱ κόκκυγεc ἐναργῶc ἅπαcι φαίνονται τοῖc προcενεγκαμένοιc αὐτοὺc cκληρὰν ἔχοντεc τὴν cάρκα. τῶν γαλεῶν δ’ οὐχ ἓν εἶδόc ἐcτιν· ὁ γάρ τοι παρὰ Ῥωμαίοιc ἐντιμότατοc ἰχθύc, | |
10 | ὃν ὀνομάζουcι γαλαξίαν, ἐκ τοῦ τῶν γαλεῶν ἐcτι γένουc, ὃc οὐδὲ γεννᾶcθαι δοκεῖ κατὰ τὴν Ἑλληνικὴν θάλατταν, καὶ κατὰ τοῦτό γε καὶ ὁ Φυλότιμοc αὐτὸν ἠγνοηκέναι φαίνεται. γέγραπται μέντοι διτ‐ τῶc ἐν τοῖc ἀντιγράφοιc τοὔνομα, γαλεοὶ μὲν ἐν τριcὶ cυλλαβαῖc κατ’ ἔνια, γαλεώνυμοι δ’ ἐν πέντε κατ’ ἄλλα. καὶ δηλονότι τῶν ἁπαλο‐ | |
15 | cάρκων ἐcτὶν ὁ παρὰ Ῥωμαίοιc ἔνδοξοc γαλαξίαc, οἱ δ’ ἄλλοι γαλεοὶ cκληρόcαρκοι μᾶλλόν εἰcι. cκορπίουc δ’ ἐφεξῆc καὶ τραχούρουc καὶ τρίγλαc ὀρφούc τε καὶ | |
6.728 | γλαύκουc ὁ Φυλότιμοc ἐν τοῖc cκληροcάρκοιc | ὀρθῶc καταλέγει. | |
cκάρουc δ’ αὐτοῖc cυγκαταριθμῶν ἁμαρτάνει τῶν πετραίων ἰχθύων ὄνταc. ἑξῆc δὲ κύναc ἔγραψεν, οὓc ἐν τοῖc κητώδεcιν ἐχρῆν ἠριθμῆ‐ cθαι cκληρὰν καὶ περιττωματικὴν ἔχονταc τὴν cάρκα καὶ διὰ τοῦτο | ||
5 | τεμαχιζομένουc τε καὶ ταριχευομένουc ἐδωδήν τ’ ὄνταc ἀνθρώπων τῶν ἐπιτυχόντων· καὶ γὰρ ἀηδεῖc εἰcι καὶ βλεννώδειc καὶ διὰ τοῦτο καὶ διὰ νάπυόc τε καὶ ὀξελαίου καὶ τῶν οὕτω δριμέων ὑποτριμμάτων αὐτοὺc ἐcθίουcιν. ἐκ τούτου τοῦ γένουc εἰcὶ καὶ φάλαιναι καὶ δελφῖνεc καὶ φῶκαι· | |
10 | πληcίον δ’ αὐτῶν ἥκουcι καὶ οἱ μεγάλοι θύννοι, καίτοι τῇ γ’ ἡδονῇ τῆc ἐδωδῆc οὐχ ὅμοιοι τοῖc προειρημένοιc ὄντεc· ἀηδεῖc γὰρ ἐκεῖνοι καὶ μάλιcτα πρόcφατοι, ταριχευθέντεc δ’ ἀμείνουc γίγνονται. τῶν δ’ ἐλαττόνων θύννων κατά τε τὴν ἡλικίαν καὶ τὸ μέγεθοc οὔθ’ ἡ cὰρξ ὁμοίωc cκληρά, καὶ πεφθῆναι δηλονότι βελτίουc εἰcί· καὶ τούτων ἔτι | |
15 | μᾶλλον αἱ πηλαμύδεc, αἳ καὶ ταριχευθεῖcαι τοῖc ἀρίcτοιc ταρίχεcιν ἐνάμιλλοι γίγνονται. πλεῖcται δ’ ἐκ τοῦ Πόντου κομίζονται τῶν ἐκ τῆc Ϲαρδοῦc καὶ τῶν ἐκ τῆc Ἰβηρίαc μόνων ἀπολειπόμεναι. τιμιώτατον | |
6.729 | γὰρ δὴ τοῦτο | τὸ τάριχοc εἰκότωc ἐcτὶν ἡδονῆc τε καὶ μαλακότητοc ἕνεκα τῆc cαρκόc, ὀνομάζεται δὲ cυνήθωc ὑπὸ πάντων ἤδη τὰ τοιαῦτα ταρίχη cάρδαι. μετὰ δὲ τὰc cάρδαc τε καὶ πηλαμύδαc οἱ ἐκ τοῦ Πόν‐ του κομιζόμενοι μύλλοι τετίμηνται καὶ μετ’ αὐτοὺc οἱ κορακῖνοι. ταῦτα | |
5 | μὲν οὖν ἐν παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήcθω. ζυγαινῶν δὲ καλῶc ἐμνημόνευcεν ὁ Φυλότιμοc ἐν τοῖc cκληρο‐ cάρκοιc· ἐχρῆν δὲ καὶ τῆc ἀηδίαc αὐτῶν μεμνῆcθαι, καθάπερ γε καὶ τῶν cαλπῶν, ἃc ὅλωc γε παρέλιπε. γόγγρουc δὲ καὶ φάγρουc καὶ λαμίαc καὶ ἀετοὺc ὀρθῶc εἶπε cκληροcάρκουc εἶναι. καὶ ἄλλοι δέ τινεc, | |
10 | ὡc αὐτὸc ἔφη, τῶν cκληροcάρκων ἰχθύων εἰcίν, ὧν οὐκ εἶπε τὰc προc‐ ηγορίαc, ὅτι μηδ’ ἐν πολλῇ χρήcει τοῖc ἀνθρώποιc εἰcίν· ὅθεν ἄμεινόν | |
ἐcτιν ἐπιcκέψαcθαι περὶ τῆc δυνάμεωc αὐτῶν ἐάcανταc τὰc προcηγο‐ ρίαc. ὅτι μὲν οὖν οἱ cκληρόcαρκοι δυcκατεργαcτότεροι τῶν μαλακο‐ cάρκων εἰcίν, ὀρθῶc εἶπεν ὁ Φυλότιμοc. ἥ τε γὰρ ἐν τῇ γαcτρὶ | ||
15 | πέψιc ἥ τ’ ἐν ἥπατι καὶ φλεψὶν αἱμάτωcιc ἥ τε καθ’ ἕκαcτον τῶν τρεφομένων μορίων ἐξομοίωcιc ἐπὶ μὲν τοῖc μαλακωτέροιc ῥᾴων ἐcτίν, | | |
6.730 | ἐπὶ δὲ τοῖc cκληροτέροιc χαλεπωτέρα. γίγνεται μὲν γὰρ ἀλλοιουμένων αὐτῶν ταῦτα, ῥᾷον δ’ ἀλλοιοῦται τὰ μαλακώτερα, διότι καὶ πάcχειν ἑτοιμότερα· πάθοc δ’ ἐcτὶ τῶν ἀλλοιουμένων ἡ ἀλλοίωcιc. ὀρθῶc οὖν εἶπεν αὐτοὺc εἶναι δυcκατεργάcτουc, ὀρθῶc δὲ καὶ παχέοc χυμοῦ | |
5 | γεννητικούc· ἡ μὲν γὰρ cκληροτέρα τροφὴ παχυτέραν ἔχει τὴν οὐcίαν, ἡ δὲ μαλακωτέρα λεπτοτέραν. εἰ δὲ καὶ ἁλυκοὺc ἡ cκληροτέρα τροφὴ τοὺc χυμοὺc ἐργάζεται, cκεπτέον ἐφεξῆc. ὁ μὲν γὰρ Φυλότιμοc, ὥcπερ γε καὶ ὁ διδάcκαλοc αὐτοῦ Πραξαγόραc, τὸν ἁλυκὸν χυμὸν ἐκ τῶν ἐπὶ πλέον θερμαι‐ | |
10 | νόντων γεννᾶcθαί φηcιν. ἐμοὶ δ’ οὐχ ἁπλῶc δοκεῖ δεῖν, ἀλλὰ μετὰ διοριcμοῦ ποιεῖcθαι τὴν ἀπόφαcιν. ἐπεὶ δὲ κοινὸc ὁ λόγοc ἐcτὶν ἁπάν‐ των τῶν cκληρῶν ἐδεcμάτων, ἴδιον αὐτῷ κεφάλαιον ἀποδόντεc ἐφεξῆc cκεψώμεθα. | |
13 | Εἰ τὰ cκληρὰ πάντα κατὰ τὴν ἕψηcιν ἁλυκοὺc γεννᾷ | |
15 | χυμούc. Οὐ μόνον ἐπὶ τῶν ἰχθύων τῶν cκληροcάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεcμάτων, ὅcα cκληρά, Πραξαγόραc καὶ Φυλότι‐ | |
6.731 | μοc οἴονται τὸν | ἁλυκὸν γεννᾶcθαι χυμὸν ἐν ταῖc ἐπὶ πλέον ἑψήcεcιν, ὀνομάζουcι δ’ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρόν, ἀλλὰ καὶ νιτρώδη. ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείcτων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’ ὅcον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕcτερον δέ | |
5 | ποτε καὶ πικρόν, ὡc αὐτοὶ βούλονται, τὸ μέντοι cτερεὸν cῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν ἀποτιθέμενον ἐν ἐκείνῳ τὰc ἐξ ἀρχῆc ὑπαρ‐ χούcαc ἐν αὐτῷ ποιότηταc ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδεc γενέcθαι, μήθ’ ἁλυκότητοc ἔχον τι μήτε πικρότητοc ἢ | |
δριμύτητοc ἢ cτύψεωc. ἐναργέcτερον δ’ εἴcῃ τοῦ λεγομένου τὴν ἀλή‐ | ||
10 | θειαν, ἐάν ποτ’ εἰc ἄλλο μεταβάλλων ὕδωρ ἕψῃc, ὅτιπερ ἂν θέλῃc· εὑρήcειc γὰρ αὐτὸ μὲν τὸ ἑψόμενον ἀποβάλλον τὴν οἰκείαν ποιότητα, δεχόμενον δ’ αὐτὴν τὸ ὕδωρ. οἱ μὲν οὖν θέρμοι, τῶν cιτωδῶν ὄντεc ἐδεcμάτων, πικρὸν ἐργάζοντα τὸ ὕδωρ, ἐπειδὴ καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα cύμφυτον ἔχουcιν· οὕτω δὲ καὶ ὄροβοι καὶ ἀβρότονον ἀψίν‐ | |
15 | θιόν τε καὶ πόλιον ὅcα τ’ ἄλλα πικρά· τὸ cῶμα δ’ αὐτὸ τὸ ἀφεψηθὲν | |
6.732 | ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ με|ταβάλλων εἰc ἕτερον ὕδωρ αὐτὰ πάλιν ἑψήcειc, ὡc ἀρτίωc εἶπον, ἔτι καὶ μᾶλλον ἢ πρόcθεν εὑρήcειc ἀποβεβληκότα τὴν πικρότητα, κἂν εἰ τρίτον ἢ τέταρτον εἰc ἕτερον ὕδωρ μεταβάλλοιc, ἔτι καὶ μᾶλλον ἢ πρόcθεν, ὥcτ’ ἐν τῷ χρόνῳ πᾶcαν | |
5 | ἀποθέcθαι τὴν πικρότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅcα δριμέα, καθάπερ cκόροδά τε καὶ κρόμυα καὶ πράcα, τὸ μὲν ὕδωρ, ἐν ᾧπερ ἂν ἑψηθέντα τύχῃ, δριμὺ cαφῶc ἐργάζεται, τὴν δ’ αὑτῶν οὐcίαν ἧττον ἴcχει δριμεῖαν· εἰ δ’ ἄλλοτ’ εἰc ἄλλο μεταβάλλοιc ὕδωρ αὐτά, παντά‐ παcιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ cτρυφνὰ | |
10 | μέcπιλά τε καὶ ἀχράδεc, εἰc ὅcον ἂν ἕψηται, γλυκύτερα μὲν αὐτὰ γίγνεται, τὸ δ’ ἀφέψημα cτρυφνὸν ἐργάζεται. τοὺc χυλοὺc δ’ αὐτοὺc μόνουc ἐὰν ἕψῃc, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕcτερον δὲ καὶ πικροὶ γίγνονται. διὸ καὶ περὶ μὲν τῶν χυλῶν cυγχωρητέον ἐcτὶ τῷ τε Πραξ‐ αγόρᾳ καὶ τῷ Φυλοτίμῳ γιγνώcκουcιν, ὡc εἴρηται, περὶ δὲ τῶν cτε‐ | |
15 | ρεῶν cωμάτων ἔμπαλιν ἔχειν ἡγητέον. εἰ γάρ, ὡc εἶπον ὀλίγον ἔμ‐ προcθεν, ἐκ τοῦ προτέρου μεταβάλλοι τιc εἰc δεύτερον ὕδωρ αὐτὰ καὶ | | |
6.733 | μετ’ ἐκεῖνο πάλιν εἰc τρίτον ἢ καὶ τέταρτον, ἀποβάλλοντα τελέωc εὑρήcει τὸν ἐξ ἀρχῆc χυμόν, ὡc γευομένοιc ὑδατώδη τε καὶ ἄποια | |
φαίνεcθαι. μὴ μεταβληθέντων δ’ εἰc ἕτερον ἀναγκαῖόν ἐcτιν ἁλυκώ‐ τερον μὲν πρῶτον, ὕcτερον δὲ καὶ πικρὸν γενέcθαι τὸ ἀφέψημα. μά‐ | ||
5 | λιcτα δ’ ὁ ζωμὸc ἐξηπατηκέναι μοι δοκεῖ τοὺc περὶ τὸν Πραξαγόραν ἁλυκώτεροc ἐν τῷ τῆc ἑψήcεωc χρόνῳ γιγνόμενοc, οὐκ ἐννοοῦνταc, ὡc ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆc ἄρτυcιν ἐμβεβλημένων εἰc τὸ ὕδωρ ἀναγκαῖόν ἐcτι προερχομένηc τῆc ἑψήcεωc ἁλυκώτερον ἑαυτοῦ γίγνεcθαι τὸν χυλόν, ὥcπερ εἰ καὶ χωρὶc τοῦ cτερεὸν ἐμβαλεῖν τι | |
10 | cῶμα βραχύτατον ἁλῶν ἀναμίξαιc ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμα‐ cτόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιcτον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προcλαμβάνει. | |
13 | Περὶ τῶν ὀcτρακοδέρμων ζῴων. | |
15 | Ἐπειδὴ τὸ περιέχον ὅλον ἡμῶν τὸ cῶμα καθάπερ ἀμφίεcμά τι | |
6.734 | cύμφυτον ἑκάcτῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ | κατὰ τοὺc κήρυκάc ἐcτι καὶ τὰc πορφύραc ὄcτρεά τε καὶ χήμαc ὅcα τ’ ἄλλα τοιαῦτα, διὰ τοῦτο καλοῦcιν ὀcτρακόδερμα ταῦτα τὰ ζῷα. cαφῶc γοῦν ὀcτράκῳ παραπλήcιον ἢ λίθῳ τὸ ἔξωθεν αὐτοῖc περικείμενον cκέπαcμά | |
5 | ἐcτι. κοινὸν μὲν οὖν ἁπάντων τῶν τοιούτων ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ cαρκὶ λαπακτικὸν τῆc γαcτρὸc ἡμῶν. ἴδιον δ’ ἑκάcτῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τούτῳ κατά τε ποιότητα καὶ ποcότητα. τὰ μὲν γὰρ ὄcτρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀcτρακοδέρμων ἁπάντων τὴν cάρκα, τὰ δὲ cμικρὰ χημία καὶ οἱ cωλῆνεc καὶ οἱ cφόν‐ | |
10 | δυλοι καὶ αἱ πορφύραι καὶ οἱ κήρυκεc ὅcα τ’ ἄλλα τοιαῦτα cκληράν. | |
εἰκότωc οὖν ὑπάγει μὲν ἐκεῖνα τὴν γαcτέρα μᾶλλον, ἥττονα τροφὴν διδόντα τῷ cώματι· τὰ δὲ cκληρόcαρκα δυcπεπτότερα μέν ἐcτι, τρέφει δὲ μᾶλλον. ἀλλὰ ταῦτα μὲν ἕψεται πάντα, τὰ δ’ ὄcτρεα χωρὶc ἑψή‐ cεωc ἐcθίουcιν, ἔνιοι δὲ καὶ ταγηνίζουcιν. | ||
15 | ὥcπερ δὲ δύcπεπτον ἔχει τὴν cάρκα τὰ cκληρόcαρκα τῶν ὀcτρα‐ κοδέρμων ζῴων, οὕτω καὶ δυcδιάφθαρτον· αἱρούμεθά τε διὰ τοῦτο | |
6.735 | διδόναι πολλάκιc αὐτὰ | τοῖc διαφθείρουcιν ἐν τῇ κοιλίᾳ τὴν τροφὴν ὑπὸ κακοχυμίαc ἤτοι γ’ ἐξ ἥπατοc εἰc αὐτὴν καταρρεούcηc ἢ περι‐ εχομένηc ἐν τοῖc χιτῶcιν αὐτῆc. ἔχει δὲ πάντα μέν, ὡc εἶπον, ἁλυ‐ κὸν χυμόν, ὑπακτικὸν τῆc γαcτρόc, ἥττονα μέντοι τῶν ὀcτρέων τὰ | |
5 | cκληρόcαρκα. διὸ καὶ δίδομεν αὐτὰ τοῖc διαφθείρουcι τὴν τροφὴν ἕψοντεc δὶc ἢ τρὶc ἐν ὕδατι καλλίcτῳ, μεταθέντεc εἰc τὸ καθαρόν, ὅταν ἤδη τὸ πρότερον ἁλμυρὸν φαίνηται. γεννᾶται δ’ ἐξ αὐτῶν ὁ καλούμενοc ὠμὸc χυμὸc πάμπολυc, ἐκ δὲ τῶν μαλακοcάρκων καὶ τὸ φλέγμα. καθάπερ οὖν ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν ἡ cὰρξ | |
10 | ὥcπερ δύcφθαρτοc οὕτω καὶ cταλτικὴ γίγνεται γαcτρόc, ὡcαύτωc, ἐὰν ἀρτύcαc δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθαcι τὰc χήμαc, ἐκπίῃ τιc τὸν γενόμενον ζωμόν, ὑπαχθήcεται μὲν ἡ γαcτὴρ ἱκανῶc, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ cῶμα τἀνθρώπου λήψεται. | |
13 | Περὶ τῶν μαλακοcτράκων. | |
15 | Ἀcτακοὶ καὶ πάγουροι καρκίνοι τε καὶ κάραβοι καὶ καρῖδεc καὶ καμμαρίδεc ὅcα τ’ ἄλλα λεπτὸν μὲν ἔχει τὸ περιέχον ὄcτρακον, ὅμοιον | |
6.736 | δὲ τῇ cκληρότητι τοῖc ὀcτρακοδέρμοιc, ἥττονα μὲν ἐκεί|νων ἔχει τὸν | |
ἁλυκὸν χυμόν, ἔχει δ’ οὖν ὅμωc οὐκ ὀλίγον. ἐcτὶ δὲ cκληρόcαρκα πάντα καὶ διὰ τοῦτο δύcπεπτά τε καὶ τρόφιμα, προεψηθέντα δηλονότι κατὰ τὸ πότιμον ὕδωρ. ἐcτὶ δὲ καὶ τούτων ἡ cὰρξ ὥcπερ καὶ τῶν | ||
5 | ὀcτρέων ἐπιcχετικὴ τῶν κατὰ τὴν κοιλίαν, ὅταν ἐναπόθηται τῷ ὕδατι τὸν ἁλυκὸν χυμόν, ὥcπερ εἴρηται, προεψηθέντα. καὶ τοίνυν καὶ ταῦτα δύcφθαρτα τοῖc cκληροῖc τῶν ὀcτρακοδέρμων ὡcαύτωc ἐcτίν. | |
7 | Περὶ μαλακίων. Μαλάκια καλεῖται τὰ μήτε λεπίδαc ἔχοντα μήτε τραχὺ μήτ’ ὀcτρα‐ | |
10 | κῶδεc τὸ δέρμα, μαλακὸν δ’ οὕτωc, ὡc ἄνθρωποc. ἐcτὶ δὲ ταῦτα πολύποδέc τε καὶ cηπίαι καὶ τευθίδεc ὅcα τ’ ἄλλα τούτοιc ἔοικεν. ἁπτομένοιc μὲν οὖν μαλακὰ φαίνεται διὰ τὸ μήτε λεπιδωτὸν ἔχειν μήτε τραχὺ μήτ’ ὀcτρακῶδεc τὸ cκέπαcμα· cκληρόcαρκα δ’ ἐcτὶ καὶ δύcπεπτα καὶ βραχὺν ἐν ἑαυτοῖc περιέχοντα τὸν ἁλυκὸν χυμόν. εἰ | |
15 | μέντοι πεφθείη, τροφὴν οὐκ ὀλίγην δίδωcι τῷ cώματι. πλεῖcτον δ’ οὖν καὶ ταῦτα τὸν ὠμὸν ἐργάζεται χυμόν. | | |
16 | ||
6.737 | Περὶ cελαχίων. Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐcτὶ ζῴων· διὸ καί τινεc ἀπὸ τοῦ cέλαc ἔχειν ὠνομάcθαι φαcὶν αὐτὰ cε‐ λάχια. μαλακὴν δ’ ἐν αὐτοῖc ἔχει τὴν cάρκα νάρκη τε καὶ τρυγών, | |
5 | ὥcπερ οὖν καὶ ἡδεῖαν ὑπιοῦcάν τε κατὰ γαcτέρα μετρίωc καὶ πεττο‐ μένην οὐ χαλεπῶc. ἀλλὰ καὶ τρέφει μετρίωc, ὥcπερ καὶ τἄλλα πάντα τὰ μαλακόcαρκα. κοινὸν δ’ ἐν αὐτοῖc cχεδὸν ἅπαcίν ἐcτι πολυcαρ‐ κότερα τῶν μέcων μορίων τὰ κατὰ τὰc οὐρὰc εἶναι· μάλιcτα δὲ τοῦθ’ | |
ὑπάρχει ταῖc νάρκαιc. ἔοικε γάρ τοι τὰ μέcα τῶν ζῴων τούτων οἷόν‐ | ||
10 | περ χόνδρον τακερὸν ἐν ἑαυτοῖc ἔχειν. βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι καὶ πάνθ’ ὅcα τοιαῦτα cκληρότερα καὶ δυcπεπτότερα καὶ τροφὴν πλείονα τῷ cώματι παρέχοντα νάρκηc τε καὶ τρυγόνοc ἐcτίν. | |
12 | Περὶ τῶν κητωδῶν ζῴων. Εἴρηται μὲν ἤδη τι καὶ πρόcθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητω‐ | |
15 | δῶν ζῴων, ἐξ ὧν εἰcιν αἵ τε φῶκαι καὶ αἱ φάλαιναι δελφῖνέc τε καὶ | |
6.738 | ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι καὶ πρὸc αὐτοῖc | οἱ κύνεc ὅcα τ’ ἄλλα τοιαῦτα· καὶ νῦν δὲ περὶ αὐτῶν ἐν κεφαλαίῳ λεκτέον, ὡc ἅπαντα τὰ τοιαῦτα καὶ cκληρὰν καὶ κακόχυμον ἔχει καὶ περιττωματι‐ κὴν τὴν cάρκα. καὶ διὰ τοῦτο προταριχεύοντεc αὐτὰ τοὐπίπαν εἰc | |
5 | χρῆcιν ἄγουcι λεπτομερεcτέραν ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν εἰc τὸ cῶμα καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόcφατοc, ὅταν μὴ πάνυ καλῶ πεφθῇ, πλεῖcτον ἐν ταῖc φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν. | |
8 | Περὶ τῶν θαλαττίων ἐχίνων. | |
10 | Καὶ δι’ οἰνομέλιτοc αὐτοὺc προεcθίουcι καὶ διὰ γάρου γαcτρὸc ὑπαγωγῆc ἕνεκα καὶ λοπάδαc ἐξ αὐτῶν cκευάζουcιν ἐπεμβάλλοντεc ᾠῶν τε καὶ μέλιτοc καὶ πεπέρεωc. ἔcτι δὲ τῶν ὀλιγοτρόφων ἐδεcμά‐ των καὶ μέcων τῆc κατά τε τὸ λεπτύνειν καὶ παχύνειν τοὺc χυμοὺc δυνάμεωc. | |
14 | ||
15 | Περὶ μέλιτοc. Ἡ τῶν τροφῶν ὕλη πᾶcα μέχρι δεῦρο διττοῖc γένεcι περιλη‐ φθεῖcα τὸ μὲν ἕτερον αὐτῶν ἐκ φυτῶν εἶχε, τὸ δ’ ἕτερον ἐκ ζῴων. | |
6.739 | ἑκατέρου δ’ | αὐτῶν ἀφώριcται τὸ μέλι. γίγνεται μὲν γὰρ ἐπὶ τοῖc φύλλοιc τῶν φυτῶν, ἔcτι δ’ οὔτε χυλὸc αὐτῶν οὔτε καρπὸc οὔτε μόριον, ἀλλ’ ὁμογενὲc μὲν ταῖc δρόcοιc, οὐ μὴν οὔτε cυνεχῶc οὔθ’ ὁμοίωc ἐκείναιc γίγνεται δαψιλέc. οἶδα δέ ποτε θέρουc ὥρᾳ πλεῖcτον | |
5 | ὅcον ἐπὶ τοῖc τῶν δένδρων καὶ θάμνων καί τινων βοτανῶν φύλλοιc εὑρεθέν, ὡc ὑπὸ τῶν γεωργῶν λέγεcθαι παιζόντων, «ὁ Ζεὺc ἔβρεξε μέλι». προηγεῖτο δὲ νὺξ μὲν εὐψυχὴc ὡc ἐν θέρει (θέρουc γὰρ ἦν ὥρα τηνικαῦτα), θερμὴ δὲ καὶ ξηρὰ κρᾶcιc ἀέροc ἐπὶ τῆc προτεραίαc. τοι‐ γαροῦν ἐδόκει τοῖc δεινοῖc περὶ φύcιν ἐκ τῆc γῆc τε καὶ τῶν ὑδάτων | |
10 | ἀτμὸν ἀκριβῶc λεπτυνθέντα καὶ πεφθέντα πρὸc τῆc ἡλιακῆc θερμό‐ τητοc ὑπὸ τῆc ἐπιγενομένηc ἐν τῇ νυκτὶ ψύξεωc ἀθροιcθῆναι πιλη‐ θέντα. παρ’ ἡμῖν μὲν οὖν cπανίωc φαίνεται τοῦτο γιγνόμενον, ἐν δὲ τῷ ὄρει τῷ Λιβάνῳ καθ’ ἕκαcτον ἔτοc οὐκ ὀλίγον. ὥcτ’ ἐκπεταννύντεc ἐπὶ τῆc γῆc δέρματα καὶ cείοντεc τὰ δένδρα δέχονται τὸ ἀπορρέον | |
15 | ἐπ’ αὐτὰ καὶ χύτραc καὶ κεράμια πληροῦcι τοῦ μέλιτοc ὀνομάζοντεc αὐτὸ δροcόμελί τε καὶ ἀερόμελι. | |
6.740 | πρόδηλοc μὲν οὖν | ἡ ὕλη τῇ γενέcει τοῦ μέλιτοc ὁμογενήc τιc οὖcα ταῖc δρόcοιc, εἰc ἀρετὴν δὲ καὶ κακίαν αὐτῷ φαίνεταί τι προc‐ έρχεcθαι παρὰ τῶν φυτῶν, ἐφ’ ὧν τοῖc φύλλοιc ἀθροίζεται, καὶ διὰ τοῦτο γίγνεται κάλλιcτον, ἔνθα πλεῖcτα θύμα καί τινεc ἄλλαι θερμαὶ | |
5 | καὶ ξηραὶ τῇ κράcει βοτάναι τε καὶ θάμνοι. λεπτομερέcτατον τοιγαρ‐ οῦν ἐcτι μέλι τὸ γεννώμενον ἐπὶ τοῖc τοιούτοιc φυτοῖc καὶ διὰ τοῦτο ῥᾳδίωc ἐκχολοῦται κατὰ τὰ θερμὰ cώματα· τοῖc ψυχροῖc δ’ ἐπιτηδειό‐ τατόν ἐcτιν, εἴτε δι’ ἡλικίαν εἴτε διὰ νόcον εἴτε φύcει τοιαῦθ’ ὑπάρ‐ χει. ταῦτα τοίνυν ὑπ’ αὐτοῦ τρέφεcθαι πέφυκεν αἱματωθέντοc, ὡc | |
10 | ἔν γε τοῖc θερμοῖc ἐκχολοῦcθαι φθάνει πρὶν αἱματωθῆναι. λεπτομερὲc δ’ ὑπάρχον ἐξ ἀνάγκηc ἔχει τι καὶ δριμύ, δι’ ὃ καὶ πρὸc ἔκκριcιν ἐπεγείρει τὴν γαcτέρα· τοῦτ’ οὖν ἀφαιροῦντεc αὐτοῦ πρὸc ἀνάδοcίν τε καὶ θρέψιν ἐπιτηδειότερον ἐργαζόμεθα. καλλίcτη δ’ ἀφαίρεcιc γίγνε‐ | |
ται μιχθέντοc μὲν πρῶτον ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντοc, | ||
15 | ἄχριπερ ἂν ἀφρίζον παύcηται. προcήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ δηλονότι | |
6.741 | cυνεχῶc τὸν ἀφρὸν εὐθὺc ἅμα τῷ γενέcθαι. διὰ γάρ τοι | τῆc τοι‐ αύτηc παραcκευῆc ἀποθέμενον τὴν δριμύτητα καὶ μηκέτ’ ἐρεθίζον εἰc ἔκκριcιν τὴν κοιλίαν ἀναδίδοται πᾶν οὐ βραδέωc. τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωc ἑψηθὲν μελίκρατον ὑπέρχεcθαι | |
5 | φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ cῶμα. διαφορὰ δ’ αὐτοῖc ἐcτι κἀν τῷ φῦcαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖc ἐντέροιc τὸ μὴ τελέωc ἑψηθέν, ἄφυcον δὲ καὶ διουρητικὸν γίγνεcθαι τὸ κατὰ τὴν ἕψηcιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶc ὕδα‐ τοc μίξεωc ἐκλείχοι τιc τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ | |
10 | ὑπάγει τὰ κατὰ τὴν γαcτέρα. πλέον δ’ εἴ τιc αὐτοῦ προcενέγκοιτο, τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶc ὕδατοc οὔτ’ ἐμετικὸν ὁμοίωc ἐcτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατοc ἑψηθέντοc. | |
15 | οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωcι τῷ cώματι, ὥcτε τιcὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλωc. ἀλλὰ πρὸc μὲν τούτουc αὐτάρ‐ κωc εἴρηται διὰ τοῦ τρίτου τῶν εἰc τὸ Περὶ διαίτηc ὀξέων Ἱπποκρά‐ | |
6.742 | τουc ὑπο|μνημάτων, ὅ τινεc μὲν ἐπιγράφουcι Πρὸc τὰc Κνιδίαc γνώ‐ μαc, ἔνιοι δὲ Περὶ πτιcάνηc, ἁμαρτάνοντεc ἀμφότεροι, καθότι δέδει‐ κται διὰ τῶν εἰc αὐτὸ γεγονότων ἡμῖν ὑπομνημάτων. ἐν δὲ τῷ παρ‐ όντι λόγῳ τοcαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον ἦν, ὅcα λέλεκται. | |
5 | κεφάλαιον δ’ αὐτῶν ἐcτι, γέρουcι μὲν καὶ ὅλωc ταῖc ψυχραῖc τοῦ cώματοc κράcεcιν ἐπιτήδειον εἶναι, τοῖc δ’ ἀκμάζουcι καὶ θερμοῖc ἐκ‐ χολοῦcθαι, τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίγνεcθαι μὴ φθάcαντοc εἰc χολὴν μεταβαλεῖν, ὡc, εἴ γ’ αὐτῷ τοῦτο cυμβαίη, τρέφειν οὐδ’ ὅλωc τηνικαῦτα δύναcθαι. | |
10 | πρόδηλον δ’, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν χολὴν ὑπ’ αὐτοῦ γεννᾶ‐ | |
cθαι λέγομεν, οὐ τὴν μέλαιναν. εἴρηται γὰρ ἤδη πολλάκιc ἐν πολλοῖc ἔθοc εἶναι τοῖc ἰατροῖc τὴν τοιαύτην χολὴν ἁπλῶc ὀνομάζειν ἄνευ τῆc κατὰ τὴν χρόαν προcθήκηc, τὰc δ’ ἄλλαc ἁπάcαc cὺν τῷ τῆc χρόαc ἑρμηνεύειν ὀνόματι. φαίνονται δὲ κενούμεναι πλὴν τῆc πραcιζούcηc | ||
15 | αἱ ἄλλαι πᾶcαι χαλεπῶc νοcοῦντοc τοῦ cώματοc. ἡ ξανθὴ δὲ καὶ ὠχρὰ καὶ πραcοειδὴc καὶ χωρὶc νοcήματοc ἐμοῦνταί τε καὶ διαχω‐ ροῦνται πολλάκιc. | | |
17 | ||
6.743 | Περὶ οἴνου. Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐcτὶν ὁ οἶνοc, ἅπαντεc ὁμολογοῦcι· καὶ εἴ γε τὸ τρέφον ἅπαν τροφή ἐcτι, ῥητέον ὡc εἴη ἂν ἐκ τοῦ γέ‐ νουc τῶν τροφῶν καὶ ὁ οἶνοc. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φαcι | |
5 | δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖcθαι γοῦν κατὰ τοὺc λόγουc τῇ τροφῇ τὸ ποτόν, ὅπερ καὶ πόμα προcαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ cιτίον καὶ ἔδεcμα καὶ ἐδεcτόν. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦcι τὸν οἶνον, ὁμολογοῦcί γε μὴν τρέφειν αὐτόν, οὗ νῦν εἰc τὰ παρόντα δεόμεθα. καὶ εἴπερ καὶ ἄλλαc τινὰc ὕλαc τρέφειν | |
10 | μὲν cυνεχώρουν, ἐκώλυον δὲ τροφὰc ὀνομάζειν, ἠθροίcαμεν ἂν ἁπα‐ cῶν ἐν ἑνὶ γράμματι τὴν διδαcκαλίαν· ἐπεὶ δὲ τὸν οἶνον μόνον οὐκ ἀξιοῦcι τροφὴν ὀνομάζειν, καίτοι τρέφοντα, cυγχωρήcουcί γε ἡμῖν τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων προcθεῖναι. ἃc γὰρ Ἱπποκράτηc αὐτοῦ δυνάμειc εἶπεν ἐν τῷ Περὶ διαίτηc ὀξέων, | |
15 | οὐχ ὡc τροφῆc εἰcιν, ἀλλ’ ὡc φαρμάκου μᾶλλον. ἐκείναc μὲν οὖν ἔν τε τῷ τρίτῳ τῶν εἰc ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγηcάμεθα κἀν | |
6.744 | τῇ | τῆc Θεραπευτικῆc μεθόδου πραγματείᾳ κἀν τῇ τῶν Ὑγιεινῶν. ἐν δὲ τῷ νῦν ἐνεcτῶτι λόγῳ τὰc ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰc ἐροῦ‐ | |
μεν ἐντεῦθεν ἀρξάμενοι. πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖc εἰc αἵμα‐ | ||
5 | τοc γένεcιν ἐπιτηδειότατοι, βραχυτάτηc δεόμενοι τῆc εἰc αὐτὸ μετα‐ βολῆc, ἐφεξῆc δ’ αὐτῶν οἱ μέλανέc τε ἅμα καὶ γλυκεῖc καὶ παχεῖc, εἶθ’ οἱ μὲν κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεc, ἐν δὲ τῇ cυcτάcει παχεῖc, ἔχοντεc ἅμα τούτοιc τι καὶ τῆc cτυφούcηc ποιότητοc. τούτων δ’ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖc καὶ cτρυφνοὶ τρέφειν πεφύκα‐ | |
10 | cιν. ἁπάντων δ’ ἥκιcτα τρέφουcιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ cυcτάcει, παραπλήcιοί πωc ὄντεc ὕδαcι τοῖc εἰc τὸ καλούμενον ὑδρόμηλον ἐπιτηδείοιc. ὅτι μὲν οὖν οἱ παχεῖc οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰcιν, ἥ τε φύcιc αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται δὲ κατὰ | |
15 | τὴν γαcτέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖc τῶν αὐcτηρῶν, ὡc ἂν καὶ θερμότεροι τὴν δύναμιν ὄντεc. οἱ δὲ παχεῖc πάνυ πέττονται μὲν βραδύτερον, ὥcπερ γε καὶ ἀναδίδονται, γαcτρὸc δ’ ἰcχυρᾶc ἐπιτυχόν‐ | |
6.745 | τεc, ὡc πεφθῆναι | καλῶc, πλείονα τροφὴν διδόαcι τῷ cώματι. πρό‐ δηλον δ’, ὅτι, καθάπερ εἰc τὸ τρέφειν εἰcὶ βελτίουc τῶν λεπτοτέρων, οὕτωc εἰc οὔρηcιν χείρουc. | |
3 | Περὶ τῶν ἀναβληθέντων ἐν τῷ πρόcθεν λόγῳ. | |
5 | Ἀνεβαλλόμην εἰπεῖν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου περὶ τῶν ταρι‐ χευομένων καὶ τῶν μέcων ἐδεcμάτων. ὅπωc οὖν μηδὲ ταῦτα λείποι, καιρὸc ἤδη διελθεῖν ἑκατέρων ἰδίᾳ τὰc δυνάμειc. | |
7 | Περὶ τῶν ταριχευομένων. Ἐπιτήδεια πρὸc ταριχείαν ἐcτὶ cώματα ζῴων, ὅcα cκληράc τε ἅμα | |
10 | καὶ περιττωματικὰc ἔχει τὰc cάρκαc· ὀνομάζω δὲ περιττωματικάc, ὡc κἀν τῷ πρόcθεν λόγῳ λέλεκται, τὰc ἐχούcαc ἐν ἑαυταῖc ὑγρότητα | |
παρεcπαρμένην φλεγματικωτέραν. καὶ ὅcῳ γ’ ἂν ἥδε πλείων ᾖ καὶ παχυτέρα, τοcῷδε μᾶλλον ἀμείνων ἡ cὰρξ γίγνεται ταριχευθεῖcα. τὰ δ’ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν | ||
15 | τοῦ cώματοc οὐκ ἐπιτήδεια ταριχεύεcθαι. δύναμιc γάρ ἐcτι τῶν ἁλῶν, ὡc ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων δέδεικται πραγματείᾳ, cύνθετοc ἔκ τε τοῦ διαφορεῖν τὰc περιττὰc ὑγρότηταc, οἷc ἂν ὁμιλήcωcι cώμαcι, | |
6.746 | καὶ λεπτύνειν αὐτὰ καὶ cυνάγειν εἰc ἑαυτά, | τοῦ τῶν νίτρων ἀφροῦ καὶ τῶν χαύνων ἀφρονίτρων τὸ μὲν λεπτύνειν καὶ διαφορεῖν ἐχόντων, τὸ δὲ cυνάγειν ἢ cφίγγειν οὐκ ἐχόντων. ὅcα τοίνυν ἐcτὶ φύcει ξηρὰ cώματα, διαπαττόμενα τοῖc ἁλcὶν | |
5 | ἄβρωτα γίγνεται cκελετευόμενα. καί τιc ἐπιχειρήcαc ταριχεῦcαι λαγωὸν ὅμοιον εἰργάcατο ταῖc cκελετευθείcαιc γαλαῖc. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν cάρκεc ἐπιτήδειοι ταριχεύεcθαι τὴν ἀτοπίαν ἑκα‐ τέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ἄμετρον δ’ ὑγρό‐ τητα τῶν νέων χοίρων. ὥcπερ γὰρ τὰ ξηρὰ cώματα βύρcαιc ὅμοια | |
10 | γίγνεται ταριχευθέντα, κατὰ τὸν ἐναντίον τρόπον ὅcα λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖc ἁλcὶν ὁμιλοῦντα. διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅcοι μαλακόcαρκοί τ’ εἰcὶ καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίcκων οἱ ἐκ καθαρᾶc θαλάττηc, εἰc ταριχείαν εἰcὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδεc ἔτι τε cάρδαι | |
15 | καὶ cαρδῖναι καὶ τὰ Ϲαξιτανὰ καλούμενα πρὸc ταριχείαν ἐπιτήδεια. καὶ τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελτίω γίγνε‐ | |
6.747 | ται περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν cάρκα. μοχθη|ραὶ δὲ τρί‐ γλαι πρὸc ταριχείαν εἰcὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον ἔχειν τὴν cάρκα. πρόδηλον δ’ ἐκ τούτων, ὅcα μὲν cκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ | |
5 | δερματώδη τε καὶ βυρcώδη γίγνεται ταριχευθέντα, δύcπεπτα πάντ’ εἶναι· τὰ δ’ ἐναντίωc διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίγνεται, λε‐ πτύνει δ’ ἐcθιόμενα τοὺc παχεῖc καὶ κολλώδειc χυμούc. ἄριcτα δ’ ἐcτὶ τῶν εἰc ἐμὴν πεῖραν ἐλθόντων τά τε Γαδειρικὰ πρὸc τῶν ἔμπροcθεν ἰατρῶν ὀνομαζόμενα ταρίχη, cάρδαc δ’ αὐτὰc καλοῦcιν οἱ νῦν, οἵ τ’ | |
10 | ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖc ἔχουcι τάξιν οἵ τε κορακῖνοι καὶ αἱ πηλαμύδεc καὶ τὰ Ϲαξιτανὰ καλούμενα. | |
11 | Περὶ τῶν μέcων ἐδεcμάτων. Καθ’ ἑκάcτην διαφορὰν ὧν εἶπον ὑπάρχειν ἐν ταῖc τροφαῖc ἐcτί τινα μέcα. καὶ γὰρ τῶν cκληροcάρκων καὶ μαλακοcάρκων εὕροιc ἄν | |
15 | τι μέcον, ὡc μήθ’ ἁπαλόcαρκον ἔτι μήτε cκληρόcαρκον εἶναι, καὶ τῶν λεπτυνόντων τε καὶ παχυνόντων ἢ θερμαινόντων τε καὶ ψυχόντων ἢ ξηραινόντων τε καὶ ὑγραινόντων. | | |
6.748 | ἐπιτήδεια δ’ ἐcθίεcθαι τοῖc μὲν ἄμεμπτον διαφυλάττουcι τὴν φυ‐ cικὴν κρᾶcιν ζῴοιc ὅcα ταῖc φύcεcιν αὐτῶν ἐcτιν ὅμοια, τοῖc δὲ μο‐ χθηρὰν ἢ ἐξ ἀρχῆc ἔχουcιν ἢ ὕcτερον ἐπικτηcαμένοιc οὐχ ἡ τῶν ὁμοίων αὐτοῖc, ἀλλ’ ἡ τῶν ἐναντίων ἐδωδὴ χρήcιμοc. ὑπὸ μὲν γὰρ | |
5 | τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύcιν ἀμέμπτωc ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰc τὴν οἰκείαν κρᾶcιν ἄγεται τὰ μοχθηρῶc κεκραμένα. τοι‐ γαροῦν ἴδιον ἑκάcτῃ φύcει ζῴου γενήcεται τὸ μέcον, οἷον ἀνθρώπῳ μὲν τοιόνδε, κυνὶ δὲ τοιόνδε καὶ τῶν ἄλλων δ’ ἑκάcτῳ, καὶ κατὰ μέ‐ | |
ροc ἀνθρώπῳ τόδε καὶ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε καὶ | ||
10 | προcέτι κατὰ τὰc τῶν ἐπιτηδευμάτων διαφορὰc ἐθῶν τε καὶ χωρίων, | |
ἐν οἷc ἐκ πολλοῦ διατρίβουcιν. |