TLG 0057 036 :: GALENUS :: De sanitate tuenda libri vi

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De sanitate tuenda libri vi

Source: Koch, K. (ed.), Galeni de sanitate tuenda libri vi [Corpus medicorum Graecorum, vol. 5.4.2] Leipzig: Teubner, 1923: 3–198.

Citation: Kühn volume — page — (line)

6

.

1

(t)

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟϹ Α
1 Τῆc περὶ τὸ cῶμα τἀνθρώπου τέχνηc μιᾶc οὔcηc, ὡc ἐν ἑτέρῳ δέδεικται γράμματι, δύο ἐcτὶ τὰ πρῶτά τε καὶ μέγιcτα μόρια· καλεῖται δὲ τὸ μὲν ἕτερον αὐτῶν ὑγιεινόν, τὸ δὲ ἕτερον θεραπευτικόν, ἔμπαλιν ἔχοντα πρὸc ἄλληλα ταῖc ἐνεργείαιc, ἐπειδή γε τῷ μὲν φυλάξαι, τῷ
5δ’ ἀλλοιῶcαι πρόκειται τὴν περὶ τὸ cῶμα κατάcταcιν. ἐπεὶ δὲ καὶ χρόνῳ καὶ ἀξιώματι πρότερόν ἐcτιν ὑγεία νόcου, χρὴ δήπου καὶ ἡμᾶc, ὅπωc ἄν τιc ταύτην φυλάξειεν, ἐcκέφθαι πρότερον, ἐφεξῆc δὲ καί, ὡc

6

.

2

ἄν τιc ἄριcτα | νόcουc ἐξιῷτο. κοινὴ δ’ ἀμφοτέροιc ὁδὸc τῆc εὑρέcεωc, εἰ γνοίημεν, ὁποία τίc ἐcτιν ἡ διάθεcιc τοῦ cώματοc, ἣν ὑγείαν ὀνο‐ μάζομεν· οὐ γὰρ ἂν οὔτε φυλάττειν αὐτὴν παροῦcαν οὔτ’ ἀνακτή‐ cαcθαι διαφθειρομένην οἷοί τε ἦμεν ἀγνοοῦντεc τὸ παράπαν, ἥτιc πότ’
5ἐcτι. γέγραπται δὲ ἡμῖν ἑτέρωθι καὶ περὶ τοῦδε καὶ δέδεικται τῶν μὲν ὁμοιομερῶν ὀνομαζομένων ἡ ὑγεία, ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, cυμμετρία τιc ὑπάρχουcα, τῶν δ’ ὀργανικῶν ἐκ τῆc τῶν ὁμοιο‐ μερῶν cυνθέcεώc τε καὶ ποcότητοc καὶ πηλικότητοc καὶ διαπλάcεωc ἀποτελουμένη. ὥcτε καὶ ὅcτιc ἂν ἱκανὸc ᾖ φυλάττειν ταῦτα, φύλαξ
10οὗτοc ἀγαθὸc ὑγείαc ἔcται. φυλάξει δὲ πρότερον ἐξευρὼν ἅπανταc τοὺc τρόπουc, καθ’ οὓc διαφθείρεται. ὥcπερ γάρ, εἰ καὶ παντάπαcιν ἀπαθὲc ἦν ἡμῶν τὸ cῶμα, τῆc προνοηcομένηc αὐτοῦ τέχνηc οὐκ ἂν ἐδεήθημεν, οὕτω νῦν, ἐπειδὴ πάcχει πολυειδῶc, ἀναγκαῖόν ἐcτι προ‐ cτήcαcθαί τινα τέχνην, τὴν ἁπάcαc αὐτοῦ τὰc βλάβαc γινώcκουcαν καὶ
15φυλάττεcθαι δυναμένην. |3

6

.

3

Εἰcὶ δὲ βλάβαι τε καὶ διαφθοραὶ τοῦ cώματοc ἡμῶν διτταὶ κατὰ γένοc· αἱ μὲν γάρ τινεc αὐτῶν ἀναγκαῖαί τ’ εἰcι καὶ cύμφυτοι, τὴν οἷον ῥίζαν ἔχουcαι τὰc ἀρχὰc τῆc γενέcεωc, ἔνιαι δ’ οὐκ ἀναγκαῖαι μὲν οὐδὲ ἐξ ἡμῶν αὐτῶν ὁρμώμεναι, διαφθείρουcαι δ’ οὐδὲν ἧττον ἐκείνων τὸ
5cῶμα. διαιρήcομεν δ’ ἤδη χωρὶc ἑκατέραc. αἷμα καὶ cπέρμα τῆc γενέcεωc ἡμῶν εἰcιν αἱ ἀρχαί, τὸ μὲν αἷμα οἷον ὕλη τιc εὔρυθμόc τε καὶ εὐπειθὴc εἰc ἅπαν τῷ δημιουργῷ, τὸ δὲ cπέρμα τὸν τοῦ δημιουργοῦ λόγον ἔχει. κέκραται δὲ ἑκάτερον μὲν ἐκ τῶν αὐτῶν cτοιχείων κατὰ γένοc, ὑγροῦ καὶ ξηροῦ καὶ θερμοῦ καὶ ψυχροῦ, ἤ, εἴπερ ἐθέλει τιc οὐκ ἀπὸ τῶν ποιο‐
10τήτων, ἀλλ’ ἀπὸ τῆc οὐcίαc ὀνομάζειν αὐτά, γῆc καὶ ὕδατοc ἀέροc τε καὶ πυρόc (οὕτω γὰρ ἡμῖν ἐν τῷ Περὶ τῶν καθ’ Ἱπποκράτη cτοιχείων ἀποδέδεικται), διαφέρουcι δὲ ἐν τῷ ποcῷ τῆc μίξεωc. τῷ μὲν γὰρ cπέρματι πλέον ἐνυπάρχει πυρώδουc τε καὶ ἀερώδουc οὐcίαc, τῷ δ’

6

.

4

αἵματι γεώδουc τε καὶ ὑδατώδουc· ἐπικρατεῖ γε μὴν ἔτι κἀν | τούτῳ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δὲ ὑγρὸν τοῦ ξηροῦ, καὶ διὰ τὴν ἐπι‐ κράτειαν ταύτην οὐ ξηρόν, ὥcπερ ὀcτοῦν 〈καὶ ὄνυξ〉 καὶ θρίξ, ἀλλ’ ὑγρὸν εἶναι λέγεται, τὸ δὲ cπέρμα ξηρότερον μέν ἐcτιν ἢ κατὰ τὸ αἷμα,
5ῥυτὸν μὴν καὶ ὑγρὸν ὑπάρχει καὶ αὐτό. καὶ οὕτωc ἑκατέρωθεν ἡμῖν ἡ ἀρχὴ τῆc γενέcεωc ἐξ ὑγρᾶc οὐcίαc ἐcτίν, ἣν οὐχ ὑγρὰν δήπου φυλάτ‐ τεcθαι προcήκει, μέλλουcάν γε νεῦρα καὶ ἀρτηρίαc καὶ φλέβαc καὶ ὀcτᾶ καὶ χόνδρουc καὶ ὑμέναc ὅcα τ’ ἄλλα τοιαῦτα γενήcεcθαι. cυγκατα‐ βεβλῆcθαι τοίνυν ἀναγκαῖόν ἐcτιν εὐθὺc ἀπὸ τῆc πρώτηc γενέcεωc
10ἰcχυρότερον ἐν τῇ κράcει τὸ ξηραντικὸν cτοιχεῖον. ἔcτι δὲ τῇ φύcει τοιοῦτον μάλιcτα μὲν τὸ πῦρ, ἤδη δὲ καὶ ἡ γῆ· ξηρὸν γάρ τι χρῆμα καὶ ἥδε. ἀλλὰ τῆc μὲν γῆc οὐχ οἷόν τε ἦν μίγνυcθαι πλεῖον, ὑγρῶν εἶναι δεομένων τῶν ἀρχῶν· τοῦ πυρὸc δ’ οὔτε κωλύει τι πλέον μι‐ χθῆναι καὶ κέκραται τοcούτῳ πλέον ἐν ἀμφοῖν, ὡc μήτε φρύγειν ἤδη

6

.

5

καὶ καίειν αὐτάρκωc τε ξηραίνειν. καὶ γὰρ αὖ καὶ τὴν | πρὸc τὰc κινή‐ cειc ἑτοιμότητα τοcοῦτον ὑπάρχον τὸ θερμὸν ἱκανὸν ἦν παραcχεῖν. ὑπὸ τούτου δὴ τὰ μὲν πρῶτα cυνίcταταί τε καὶ βραχεῖάν τινα πῆξιν λαμβάνει τὸ κύημα· μετὰ δὲ ταῦτα ἐπὶ μᾶλλον ἤδη ξηραινόμενον οἷον
5ὑπογραφάc τιναc ἴcχει καὶ τύπουc ἀμυδροὺc ἑκάcτου τῶν μορίων· εἶτ’ ἐπὶ πλέον ξηρανθὲν οὐχ ὑπογραφὰc μόνον οὐδ’ ἀμυδροὺc τοὺc τύπουc,
ἀλλ’ ἀκριβὲc ἑκάcτου τὸ εἶδοc ἴcχει. καὶ δὴ καὶ ἀποκυηθὲν ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίνεται ξηρότερόν τε καὶ ῥωμαλεώτερον, ἄχριπερ ἂν εἰc ἀκμὴν ἀφίκηται. τηνικαῦτα δὲ τά τε τῆc αὐξήcεωc ἵcταται μηκέτι4
10ἐπιδιδόντων τῶν ὀcτῶν διὰ τὴν cκληρότητα, καὶ τῶν ἀγγείων δ’ ἕκα‐ cτον εἰc εὖροc διαφυcᾶται, καὶ cύμπανθ’ οὕτω τὰ μόρια κρατύνεται καὶ εἰc τὴν ἀκροτάτην αὐτῶν ἰcχὺν ἀφικνεῖται. τὸ δὲ ἀπὸ τοῦδε πε‐ ραιτέρω τοῦ προcήκοντοc ἤδη ξηροτέρων ἁπάντων τῶν ὀργάνων γινο‐ μένων αἵ τε ἐνέργειαι χεῖρον ἀποτελοῦνται καὶ ἀcαρκότερόν τε καὶ
15ἰcχνότερον ἑαυτοῦ γίνεται τὸ ζῷον. ἐπὶ πλέον δὴ ἀναξηραινόμενον

6

.

6

οὐκ ἀcαρκότερόν γε μόνον, ἀλλὰ καὶ ῥυcὸν ἀπο|τελεῖται, καὶ τὸ κῶλον ἀκρατὲc καὶ cφαλερὸν ἐν ταῖc κινήcεcι. καὶ καλεῖται μὲν ἡ τοιαύτη διάθεcιc γῆραc, ἀνὰ λόγον δ’ ἐcτὶ τῇ τῶν φυτῶν αὐάνcει. καὶ γὰρ αὖ κἀκείνη γῆράc ἐcτι φυτῶν, δι’ ὑπερβάλλουcαν ξηρότητα γινομένη. μία
5μὲν οὖν ἥδε cύμφυτοc ἀνάγκη φθορᾶc ἅπαντι τῷ γεννητῷ cώματι, δευτέρα δὲ τοῖc ζῴοιc μάλιcθ’ ὑπάρχουcα τῆc ὅληc αὐτῶν οὐcίαc ἡ ῥύcιc ἐκ τῆc ἐμφύτου θερμότητοc ἀποτελουμένη. ταύταc μὲν οὖν τὰc βλάβαc οὐδενὶ γεννητῷ cώματι φυγεῖν ἐγχω‐ ρεῖ, τὰc δ’ ἄλλαc βλάβαc, ὅcαι ταύταιc ἕπονται, δυνατὸν φυλάξαcθαι
10προμηθούμενον. ἡ γένεcιc δὲ κἀκείνων ἐκ τοῦ τὰc ἀναγκαίαc βλάβαc ἐπανορθοῦcθαι πειρᾶcθαι. ῥεούcηc γὰρ τῆc οὐcίαc cυcτάcεωc ἁπάντων τῶν ζῴων, εἰ μή τιc ἕτερον ὅμοιον ἀντειcάγοι τῷ ἀπορρέοντι, δια‐ φορηθήcεταί τε καὶ cκεδαcθήcεται cύμπαν οὕτω τὸ cῶμα. καὶ διὰ τοῦτο οἶμαι τὴν φύcιν οὐ τοῖc ζῴοιc μόνον, ἀλλὰ καὶ φυτοῖc εὐθὺc
15ἐξ ἀρχῆc cυμφύτουc δοῦναι δυνάμειc ἐφιεμέναc τῶν ἀεὶ ἐλλειπόντων. |

6

.

7

οὔτε γὰρ ἐcθίειν οὔτε πίνειν οὔτε ἀναπνεῖν διδαcκόμεθα πρόc τινοc, ἀλλ’ ἐξ ἀρχῆc ἔχομεν ἁπάντων τούτων ἐν ἡμῖν αὐτοῖc τὰc δυνάμειc ἄνευ διδαχῆc ἐπιτελούcαc ἅπαντα. διὰ μὲν οὖν τῆc ἐδωδῆc ἀναπλη‐ ροῦμεν, ὅcον ἀπερρύη τῆc ξηροτέραc οὐcίαc, διὰ δὲ τοῦ πόματοc τὸ
5κενωθὲν τῆc ὑγροτέραc ἀντειcάγομεν, εἰc τὴν ἀρχαίαν ἐπανάγοντεc ἄμφω cυμμετρίαν. οὕτω δὲ καὶ τῆc ἀερώδουc τε καὶ πυρώδουc οὐcίαc τὴν cυμμετρίαν ἀναπνοαῖc τε καὶ cφυγμοῖc διαcῴζομεν. ἀποδέδεικται δὲ καὶ περὶ τούτων ἁπάντων ἰδίᾳ καθ’ ἕκαcτον ἐν ἑτέροιc γράμμαcι, καὶ προcήκειν ἡγοῦμαι τῷ λόγῳ τῷ νῦν, ὅcα δέδεικται δι’ ἐκείνων
10ὑποθέcειc ποιηcάμενον πρὸc τὴν ὑγιεινὴν πραγματείαν, οὕτωc ἔχεcθαι τῶν ἐφεξῆc. Ἐπειδὴ γὰρ ἀπορρεῖ μὲν ἁπάντων τῶν ζῴων ὁcημέραι πολὺ
μέροc τῆc οὐcίαc διὰ τὴν ἔμφυτον θερμότητα, δεόμεθα δὲ ὑπὲρ τοῦ τὴν cυμμετρίαν αὐτῆc διαφυλάττεcθαι cιτίων τε καὶ πομάτων, ἀνα‐5
15πνοῆc τε καὶ cφυγμῶν, ἐξ ἀνάγκηc ἀκολουθήcει τοῖcδε περιττωμάτων γένεcιc. εἰ μὲν γάρ, οἷόνπερ ἦν τὸ κενωθέν, ἕτερον ἀκριβῶc τοιοῦτον |

6

.

8

εἴχομεν αὐτῷ προcφῦcαι δι’ ὅλου, κάλλιcτον ἂν ἦν τοῦτο καὶ ὑγιεινό‐ τατον. ἐπεὶ δὲ τὸ μὲν ἀπορρέον ἑκάcτου τῶν μορίων τοιοῦτον τὴν φύcιν ἐcτίν, οἷόνπερ αὐτὸ τὸ μόριον, οὐδὲν δὲ τῶν ἐcθιομένων ἢ πινομένων ἀκριβῶc ἐcτι τοιοῦτον, ἀναγκαῖον ἐγένετο τῇ φύcει προ‐
5μεταβάλλειν τε καὶ προπέττειν αὐτὰ καὶ ὡc ἔνι μάλιcτα προπαραcκευ‐ άζειν ὅμοια τῷ θρεψομένῳ cώματι. κἀν τούτῳ τὸ μὴ κατεργαcθὲν ἀκριβῶc μηδ’ ἐξομοιωθὲν οὔτε προcφύεται τῷ cώματι καὶ περιττὸν ὂν ἀλᾶται κατὰ τὰc ἔνδον εὐρυχωρίαc, ὅθενπερ αὐτῷ καὶ τοὔνομα πρὸc τῶν ἔμπροcθεν ὀρθῶc ἐτέθη περίττωμα. ἐπειδὴ οὖν τὸ μὲν ἐcθί‐
10ειν τε καὶ πίνειν ἀναγκαῖα τοῖc ζῴοιc ὑπάρχει, ἀκολουθεῖ δὲ τούτοιc ἡ τῶν περιττωμάτων γένεcιc, ὄργανά τε πρὸc τὴν ἀπόκριcιν αὐτῶν ἡ φύcιc παρεcκεύαcεν καὶ δυνάμειc αὐτοῖc ἐνέθηκε, δι’ ὧν κινούμενα τὰ μὲν ἕλκει, τὰ δὲ παραπέμπει, τὰ δὲ ἐκκρίνει τὰ περιττώματα. καὶ χρὴ δήπου μήτ’ ἐμφράττεcθαι κατά τι μήτε ἀρρωcτεῖν κατὰ τὰc ἐνερ‐

6

.

9

γείαc ὑπὲρ τοῦ καθαρὸν ἀεὶ καὶ ἀπέριττον διαφυλάττεcθαι | τὸ cῶμα. καί cοι δύο μὲν ἤδη cκοποὺc τούcδε πρὸc δίαιταν ὑγιεινὴν ὁ λόγοc ὑφηγήcατο, τὸν μὲν ἕτερον ἀναπλήρωcιν τῶν κενουμένων, τὸν δ’ ἕτε‐ ρον ἀπόκριcιν τῶν περιττωμάτων. ὁ γὰρ δὴ τρίτοc ὁ περὶ τοῦ μὴ
5ταχύγηρον γίνεcθαι τὸ ζῷον ἐξ ἀνάγκηc ἕπεται τοῖc εἰρημένοιc. εἰ γὰρ μηδὲν ἁμαρτάνοιτο μήτε ἐν τῷ τὸ κενούμενον ἀναπληροῦcθαι μήτε ἐν τῷ τὰ περιττώματα 〈μὴ〉 μένειν ἔνδον, ὑγιαίνοι τ’ ἂν ἐν τῷδε τὸ ζῷον ἀκμάζοι τε μέχρι παμπόλλου. περὶ μὲν δὴ τοῦδε καὶ αὖθιc εἰρή‐ cεται τοῦ λόγου προϊόντοc.
10 Τὸ δ’ ὑπόλοιπον ὧν ἐξ ἀρχῆc διελέcθαι προὐθέμεθα προcθῶμεν ὑπὲρ τοῦ διωρίcθαι cαφῶc ἤδη τοὺc ὑγιεινοὺc cκοπούc, ὁποῖοί τέ εἰcι καὶ ὁπόcοι. ἔφαμεν γάρ, ὡc, εἰ μὲν ἀπαθὲc ἦν ἡμῶν τὸ cῶμα, καθάπερ ἀδάμαc ἤ τι τοιοῦτον, οὐδεμιᾶc ἂν ἐδεῖτο τέχνηc ἐπιcτατούcηc αὐτῷ· ἐπειδὴ δὲ διττὰc ἔχει τῆc φθορᾶc αἰτίαc, τὰc μὲν ἔνδοθεν καὶ ἐξ ἑαυ‐
15τοῦ, τὰc δὲ ἐκ τῶν ἔξωθεν προcπιπτόντων, ἀναγκαῖον αὐτὸ δεῖcθαι

6

.

10

προνοίαc οὐ μικρᾶc. | ἐξ ἑαυτοῦ μὲν οὖν ἐδείχθη κατὰ διττὸν τρόπον διαφθειρόμενον, ἢ διὰ γῆραc ἐπὶ θάνατον προϊὸν ἢ διὰ τὸ ῥεῖν ἀεὶ τὴν οὐcίαν αὐτοῦ, καθ’ ἕτερον δὲ τὸν ἑπόμενον οἷc ἐcθίει τε καὶ πίνει τὸν ἐκ τῆc τῶν περιττωμάτων γενέcεωc. ἐξ ἑαυτοῦ μὲν οὖν ὧδέ πωc6
5φθείρεται, τῶν δὲ ἔξωθεν αὐτῷ προcπιπτόντων ἓν μὲν ἀχώριcτόν τέ ἐcτι καὶ διαπαντὸc ὑπάρχον αὐτῷ καὶ ὡc ἂν εἴποι τιc cύμφυτον, ὁ περιέχων ἀήρ, τὰ δ’ ἄλλα οὔτ’ ἀναγκαῖα καὶ κατὰ χρόνουc τινὰc ἀτά‐ κτωc ὁμιλοῦντα, τὰ μὲν ὥcπερ ὁ περιέχων ἀὴρ ἢ τῷ θερμαίνειν ἀμέ‐ τρωc ἢ τῷ ψύχειν ἢ τῷ ξηραίνειν ἢ τῷ ὑγραίνειν βλάπτοντα, τὰ δὲ
10τῷ θλᾶν ἢ διαcπᾶν ἢ τιτρώcκειν ἢ ἔξαρθρόν τι ποιεῖν. ἔcτι μὲν οὖν τιc ἐνταῦθα λογικὴ ζήτηcιc εἰc ἑκάτερον ἐπιχειρεῖcθαι δυναμένη, τινῶν μὲν τῆc περὶ τὸ cῶμα τέχνηc ἁπάντων τούτων τὴν φυλακὴν εἶναι λεγόντων, τινῶν δὲ τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόν‐ των καὶ ξηραινόντων μόνον· εἰ γὰρ τὸ θλῶν ἢ τὸ τιτρῶcκον ἤ τι

6

.

11

τοιοῦθ’ ἕτερον ἐργαζόμενον ἐξίcτηcι τοῦ | κατὰ φύcιν ἡμᾶc, οὐδεμιᾶc εἶναι τέχνηc οὔτε γινώcκειν οὔτε φυλάττειν τὰ τοιαῦτα. ἐμοὶ δὲ περὶ μὲν τῶν τοιούτων προβλημάτων οὐ πρόκειται νῦν διαιρεῖν· ὅπερ δ’ ὁμολογούμενόν ἐcτι παρ’ ἀμφοῖν ἐξ ἑτοίμου λαβὼν ἐπὶ τὸ προκείμε‐
5νον ἐπάνειμι. τὸ γὰρ ἅπαcι μὲν τοῖc ἀνθρώποιc γινώcκεcθαι τὰ τῷ τιτρώcκειν ἢ θλᾶν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεcθαι βλάπτοντά τε καὶ διαφθείροντα τὴν ὑγείαν, οὐχ ἅπαcι δὲ ὅcα τῷ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ὡμολόγηται παρ’ ἀμφοῖν. οὐκοῦν οὐδ’ ἡμεῖc αὐτοῖc παρὰ μέλοc τι πράττειν δόξομεν, εἰ τὰ γινωcκόμενα ἅπαcιν
10ὑπερβάντεc ἐπὶ τὰ μὴ γινωcκόμενα τὸν λόγον ἄγοιμεν. οὐ γάρ μοι πρόκειται τό γε νῦν εἶναι cοφιcτικὰ ζητήματα διελθεῖν, ἀλλ’ ὡc ἄν τιc ἥκιcτα νοcήcειεν ὑφηγεῖcθαι. πάλιν οὖν ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀναγάγωμεν τὸν λόγον ἀνα‐ μνήcομέν τ’ ἀκριβέcτερον ἔτι τῶν ὑποθέcεων αὐτοῦ. τό τε γὰρ εἶναι
15τὴν ὑγείαν οὐχ ἁπλῶc εὐκραcίαν ἢ cυμμετρίαν τῶν cτοιχείων, ἐξ ὧν |

6

.

12

ἐγενόμεθα, καθάπερ οἱ πρὸ ἡμῶν ὀλίγου δεῖν ἅπαντεc ἐνόμιζον, ἀλλὰ μόνον τὴν τῶν ὁμοιομερῶν cωμάτων, ἀποδεδειγμένον ἡμῖν ἐν ἑτέροιc, ὑπόθεcιc ἔcτω πρὸc τὰ παρόντα· τό τε τῶν ὀργανικῶν cωμάτων τὴν ὑγείαν ἐν διαπλάcει τε καὶ ἀριθμῷ καὶ πηλικότητι καὶ cυνθέcει τῶν
5ὁμοιομερῶν cυνίcταcθαι καὶ τοῦθ’ ὡcαύτωc ὑποκείcθω πρὸc τὰ παρ‐ όντα δεδειγμένον ἑτέρωθι. καὶ μὴν καὶ ὅτι ταῖc κατὰ φύcιν ἐνερ‐
γείαιc ἡ ὑγιεινὴ καταcκευὴ κρίνεται, καὶ ὅτι τῆc ὑγείαc ἡ μὲν ἀρίcτη τίc ἐcτι καὶ ὡc ἂν οὕτω τιc εἴποι τελεία τε καὶ ἀκριβήc, ἡ δ’ οἷον ἐλλι‐ πήc τε καὶ οὐκ ἀκριβὴc οὐδὲ τελεία, ἥνπερ δὴ καὶ πλάτοc ἔχειν πάμ‐7
10πολύ φαμεν, ὑποκείcθω καὶ ταῦθ’ ἡμῖν ἐν τῷδε, δι’ ἑτέρων τε ἤδη προαποδεδειγμένα καὶ νῦν οὐχ ἥκιcτα δειχθηcόμενα. μάλιcτα δ’ ἀνε‐ γνωκέναι βούλομαι τὸν ὁμιλήcοντα τοῖcδε τοῖc γράμμαcι τὸ βιβλίον, ἐν ᾧ cκέπτομαι, τίνοc ἐcτὶ τέχνηc μέροc τὸ ὑγιεινόν (ἐπιγράφεται δὲ

6

.

13

Θραcύβουλοc), ἔτι δὲ καὶ τὸ | Περὶ τῆc ἀρίcτηc καταcκευῆc τοῦ cώ‐ ματοc ἡμῶν, ἔτι δὲ τὸ Περὶ τῆc εὐεξίαc. ἔcτι δ’ ἄμφω μικρὰ βιβλί‐ δια, ἃ προαναγνοὺc εἴ τιc ἐπὶ τόνδε τὸν λόγον ἀφίκοιτο, ῥᾷcτα ἂν ἀκολουθήcειε τοῖc νῦν λεγομένοιc. ὅτι δὲ καὶ τὸ Περὶ τῶν καθ’ Ἱππο‐
5κράτη cτοιχείων ἀναγκαῖόν ἐcτιν εἰc τὰ παρόντα, πρότερον εἴρηται· καὶ γὰρ δὴ καὶ ἕπεται ἐκείνῳ τὸ Περὶ τῆc ἀρίcτηc καταcκευῆc καὶ τὸ Περὶ τῆc εὐεξίαc. Ἐπὶ τούτοιc ὑποκειμένοιc ἀρκτέον ἂν εἴη ἐνθένδε τῆc ὑγιει‐ νῆc πραγματείαc. ἐπειδὴ cυμμετρία τίc ἐcτιν ἡ ὑγεία, cυμμετρία δὲ
10πᾶcα κατὰ διττὸν ἀποτελεῖται καὶ λέγεται τρόπον, ποτὲ μὲν εἰc ἄκρον ἥκουcα καὶ ὄντωc οὖcα cυμμετρία, ποτὲ δὲ ἀπολειπομένη βραχύ τι τῆc ἀκριβείαc, εἴη ἂν καὶ ἡ ὑγιεινὴ cυμμετρία διττή τιc· ἡ μὲν γὰρ ἀκριβήc τε καὶ ἀρίcτη καὶ τελέα καὶ ἄκρα, ἡ δὲ ἀπολειπομένη μὲν ταύτηc, οὐ μὴν ἤδη γέ πω τοcούτῳ, ὡc λυπεῖcθαι τὸ ζῷον. ἔcτι δὲ

6

.

14

κἀνταῦθα λογική τιc μᾶλλον | ἢ κατὰ τὴν χρείαν τῆc τέχνηc ζήτηcιc, οὐ cυγχωρούντων ἐνίων ἕτερον ἑτέρου μᾶλλον ὑγιαίνειν οὐδ’ εἶναι πλάτοc ἱκανὸν ἐν τῇ διαθέcει τοῦ cώματοc, ἣν ὑγείαν ὀνομάζομεν, ἀλλ’ ἕν τι καὶ ἀπηκριβωμένον οὖcαν αὐτὴν ἄτμητον εἰc τὸ μᾶλλόν τε
5καὶ ἧττον ὑπάρχειν. ἐμοὶ δὲ ὥcπερ τὸ λευκὸν cῶμα τὸ μὲν ἧττον φαίνεται λευκὸν εἶναι, τὸ δὲ μᾶλλον, οὕτω καὶ τὸ ὑγιαῖνον ἧττόν τε καὶ μᾶλλον εἶναι δοκεῖ τοιοῦτον. διττὴ δὲ ἀπόδειξιc τοῦ λόγου· μία μὲν ἐκ τῆc κατὰ τὰc ἡλικίαc μεταπτώcεωc· ἀφ’ οὗ γὰρ ἂν ἀποκυηθῇ τὸ ζῷον, ἀεὶ μεταβάλλειν ἀναγκαῖον αὐτοῦ τὴν κρᾶcιν, ὡc ἔμπροcθεν
10ἐδείκνυμεν· ὥcτ’, εἴπερ ἐν μὲν τῷ ποιῷ τῆc κράcεωc ἡ ὑγεία, τὸ ποιὸν δ’ οὐ μένει ταὐτόν, οὐδὲ τὴν ὑγείαν ἐγχωρεῖ τὴν αὐτὴν φυλάττεcθαι. δευτέρα δ’ ἀπόδειξιc ἐκ τῆc κατὰ τὰc ἐνεργείαc διαφορᾶc· οὔτε γὰρ τοῖc ὀφθαλμοῖc ὡcαύτωc ἅπαντεc οἱ ὑγιαίνοντεc ὁρῶcιν, ἀλλ’ οἱ μὲν
μᾶλλον, οἱ δ’ ἧττον, οὔτε τοῖc ὠcὶν ὁμοίωc ἀκούουcιν, ἀλλὰ κἀνταῦθα8

6

.

15

πάμπολυ τὸ μᾶλλόν | τε καὶ ἧττον, οὐ μὴν οὐδὲ τοῖc cκέλεcιν ὡcαύ‐ τωc θέουcιν οὐδὲ ἀντιλαμβάνονται ταῖc χερcὶν οὐδὲ τοῖc ἄλλοιc ἅπα‐ cιν ὀργάνοιc ὡcαύτωc ἐνεργοῦcιν, ἀλλ’ ὁ μέν τιc βέλτιον, ὁ δὲ χεῖ‐ ρον. εἴπερ οὖν αἱ διαφοραὶ τῶν ἐνεργειῶν ταῖc τῶν κράcεων διαφο‐
5ραῖc ἀκολουθοῦcιν, ἀνάγκη τοcαύταc εἶναι τὰc τῶν κράcεων διαφοράc, ὅcαιπέρ εἰcι καὶ αἱ τῶν ἐνεργειῶν. εἰ δὲ μὴ κράcεων ἐθέλοι τιc λέ‐ γειν, ἀλλὰ καταcκευῶν, ἵν’ ἐπὶ πάcαιc ταῖc αἱρέcεcιν ὁ λόγοc ἐκτεί‐ νοιτο, cυμπεραίνοιτ’ ἂν ὡcαύτωc. cυμμετρία γὰρ δή τιc ἡ ὑγεία κατὰ πάcαc ἐcτὶ τὰc αἱρέcειc, ἀλλὰ καθ’ ἡμᾶc μὲν ὑγροῦ καὶ ξηροῦ καὶ
10θερμοῦ καὶ ψυχροῦ, κατ’ ἄλλουc δὲ ὄγκων καὶ πόρων, κατ’ ἄλλουc δὲ ἀτόμων ἢ ἀνάρμων ἢ ἀμερῶν ἢ ὁμοιομερῶν ἢ ἀνομοιομερῶν ἢ ὅτου δὴ τῶν πρώτων cτοιχείων, ἀλλὰ κατὰ πάνταc γε διὰ τὴν cυμ‐ μετρίαν αὐτῶν ἐνεργοῦμεν τοῖc μορίοιc. εἴπερ οὖν διαφόρωc ἐνερ‐ γοῦμεν, διάφορόc ἐcτι καὶ ἡ καθ’ ἕκαcτον cυμμετρία τῶν cτοιχείων,
15ἥπερ ἦν ἡ ὑγεία.

6

.

16

καὶ μὴν καὶ χωρὶc τοῦ τῶν cτοιχείων μνημονεύειν | ὧδ’ ἂν ὁ λό‐ γοc ἐρωτηθείη. εἴπερ ταῖc καταcκευαῖc τῶν μορίων ἀκολουθοῦcιν αἱ ἐνέργειαι, ὅcαιπερ ἂν ὦcιν ἐν ταῖc ἐνεργείαιc αἱ διαφοραί, τοcαῦται κἀν ταῖc καταcκευαῖc ἔcονται· ἀλλὰ μὴν ἀκολουθοῦcιν ταῖc καταcκευαῖc
5αἱ ἐνέργειαι· ἀναγκαῖον ἄρα τοcαύταc εἶναι τῶν καταcκευῶν τὰc διαφο‐ ράc, ὅcαιπερ καὶ αἱ τῶν ἐνεργειῶν. εἰcὶ δὲ αἱ τῶν ἐνεργειῶν πάμπολλαι· 〈πάμπολλαί〉 τινεc ἄρα καὶ τῶν καταcκευῶν εἰcιν. εἴπερ οὖν ἐν ἅπαcι τοῖc ὑγιαίνουcιν αἱ καταcκευαὶ τῶν μορίων ὑπάρχουcι cύμμετροι, διά‐ φοροι δέ εἰcιν αἱ καταcκευαί, διότι καὶ αἱ ἐνέργειαι διάφοροι, πάμ‐
10πολλαί τινεc ἄρα cυμμετρίαι τῶν καταcκευῶν ἔcονται, ὥcτε καὶ ὑγεῖαι πάμπολλαι. καὶ μὴν εἰ διαφέρουcιν ἀλλήλων αἱ κατὰ μέροc ὑγεῖαι, ἤτοι κατὰ τὸ κοινὸν ἐν ἁπάcαιc εἶδοc, ἀφ’ οὗπερ ὑγεῖαι λέγονται, διοίcουcιν ἢ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουcιν· ἀλλὰ μὴν οὐ κατὰ τὸ κοινὸν 〈εἶδοc〉· ἀδιάφοροι γάρ εἰcιν αἱ ὑγεῖαι· κατὰ
15τὸ μᾶλλον ἄρα καὶ ἧττον ἀλλήλων διαφέρουcιν. ὥcπερ γὰρ ἡ ἐν τῇ

6

.

17

χιόνι λευκότηc τῆc ἐν | τῷ γάλακτι λευκότητοc, ᾗ μὲν λευκόν ἐcτιν, οὐ διαφέρει, τῷ μᾶλλον δὲ καὶ ἧττον διαφέρει, τὸν αὐτὸν δὴ τρόπον ἡ ἐν τῷ Ἀχιλλεῖ, φέρε εἰπεῖν, ὑγεία τῆc ἐν τῷ Θερcίτῃ ὑγείαc, καθ’ ὅcον μὲν ὑγεία, ταὐτόν ἐcτιν, ἑτέρῳ δέ τινι διάφοροc· καὶ τοῦτο τὸ
5ἕτερον οὐδὲν ἄλλο ἐcτὶν ἢ τὸ μᾶλλόν τε καὶ ἧττον. οὔτε γὰρ ὡc οὐ διαφερόντωc ἐνεργοῦμεν ἅπαντεc ἔνεcτιν εἰπεῖν οὔθ’ ὡc δι’ ἄλλο τι τὴν ἀνιcότητα ταύτην ἔχομεν ἢ διὰ τὴν καταcκευήν, ἀφ’ ἧc ἐνεργοῦ‐ μεν. εἰ δέ τιc φήcει μόνουc μὲν τοὺc ἅπαcι τοῖc μορίοιc ἄκρωc ἐνερ‐ γοῦνταc ὑγιαίνειν, ἡμᾶc δὲ τοὺc ἄλλουc, ὅcοι χεῖρον ἐκείνων ἔχομεν,9
10οὐχ ὑγιαίνειν, ἴcτω cυμπάcηc οὗτοc τῆc ὑγιεινῆc πραγματείαc ἀνατρέ‐ πων τὴν ὑπόθεcιν. εἰ γὰρ δὴ τὸ φυλάττειν ἣν παρελάβομεν ὑγείαν ὁ cκοπόc ἐcτιν αὐτῆc, οὐδεὶc δὲ ἡμῶν ὑγιαίνει, πρόδηλον, ὡc ἐπ’ οὐδε‐ νὸc ἐνεργοῦcαν ἕξομεν ἣν νῦν cυcτῆcαι βουλόμεθα τέχνην ὑγιεινήν·

6

.

18

οὐκοῦν οὐδὲ ζητητέον αὐτήν, ἀλλὰ cιωπητέον τε καὶ | καταπαυcτέον ἤδη τὸν λόγον. ἁπάcαc οὖν ἐκκόπτει τὰc τοιαύταc ἀπορίαc ἡ τοῦ ἀληθοῦc γνῶcιc· οὐ γὰρ ἡ τελεία μόνον ἥτιc ἐcτὶν ἄτμητοc ὑγεία λέ‐ γεταί τε καὶ ἔcτιν, ἀλλὰ καὶ ἡ τῆcδε μὲν ἀποδέουcα, μηδέπω δὲ τῆc
5χρείαc ἐκπεπτωκυῖα. χρῄζομεν γὰρ ἅπαντεc ἄνθρωποι τῆc ὑγείαc εἴc τε τὰc κατὰ τὸν βίον ἐνεργείαc, ἃc ἐμποδίζουcί τε ἢ διακόπτουcι καὶ καταπαύουcιν αἱ νόcοι, καὶ προcέτι τῆc ἀνοχληcίαc ἕνεκεν· ὀχλούμεθα γὰρ ἐν ταῖc ὀδύναιc οὐ cμικρά. τὴν δὲ τοιαύτην κατάcταcιν, ἐν ᾗ μήτε ὀδυνώμεθα μήτε ἐν ταῖc κατὰ τὸν βίον ἐνεργείαιc ἐμποδιζόμεθα,
10καλοῦμεν ὑγείαν, ἣν εἴ τιc ἑτέρῳ προcαγορεύειν ὀνόματι βούλεται, πλέον οὐδὲν ἐκ τούτων cχήcει, καθάπερ οὖν οὐδ’ οἱ τὴν ‘ἀειπάθειαν‘ εἰcάγοντεc. εἰ μὲν γὰρ διὰ τοῦτ’ εἰcῆγον αὐτήν, ὅτι πᾶν cῶμα γεννη‐ τόν, ὥcπερ τὰc τῆc γενέcεωc αἰτίαc, οὕτω καὶ τὰc τῆc φθορᾶc ἔχει cυμφύτουc ἐξ ἀρχῆc, ὡc ἡμεῖc ἐπεδείξαμεν ἔμπροcθεν, ἐπῃνοῦμεν ἂν
15αὐτούc, ὡc ἀληθῆ τε ἅμα καὶ παλαιὰ πρεcβεύονταc δόγματα. ἐπειδὴ

6

.

19

δὲ ὁμοειδῆ τὴν τῶν ὑγιαινόντων cωμάτων κατάcταcιν εἶναι | βούλονται τοῖc τῶν νοcούντων, οὐκέτ’ ἐπαινοῦμεν οὐδὲ ἀποδεχόμεθα τὸ δόγμα· βέλτιον γὰρ ἦν μακρῷ πλάτοc ὑποθέcθαι cυχνὸν ἔχειν τὴν ὑγείαν ἤπερ ἅπανταc ἡμᾶc ἀπαύcτῳ νοcήματι cυνέχεcθαι. καὶ γὰρ εἰ τὰ cπέρ‐
5ματα τῶν νόcων ἐνυπάρχειν ἡμῖν φαcιν, ἀλλά τοι cυγχωροῦcί γε καὶ αὐτοὶ διὰ τὴν cμικρότητα τὴν αἴcθηcιν ἡμῶν ἐκφεύγειν αὐτά. ἔcτω τοίνυν, εἰ βούλονται, καὶ ὀδυνηρά τιc ἐν ἡμῖν διάθεcιc, ἀλλ’ οὕτω cμικρὰ καὶ ἀναίcθητοc, ὡc μὴ λυπεῖν τοὺc ἔχονταc. ἔcτωcαν, εἰ βού‐ λονται καὶ πυρετοί, ἀλλ’ οὕτω cμικροί, ὡc μήτ’ αἴcθηcιν ἀπ’ αὐτῶν
10ἡμῖν γίνεcθαι μηδεμίαν ἐξεῖναί τε καὶ πολιτεύεcθαι καὶ λούεcθαι καὶ πίνειν ἐcθίειν τε καὶ τἄλλα πράττειν, ὧν δεόμεθα. τὸ γὰρ τῆc χρείαc ἀπαρεμπόδιcτον ὁρίζει μᾶλλον τὴν ὑγείαν. οὐδὲ γὰρ ἡ τῶν ἐνεργειῶν
ἀcθένεια νόcου γνώριcμά ἐcτιν, οὕτωc ἁπλῶc εἰποῦcιν, ἀλλὰ ἡ παρὰ τὴν ἑκάcτου φύcιν. ὡc ἅπαντέc γε κακῶc ὁρῶμεν, εἰ τοῖc ἀετοῖc τε10

6

.

20

καὶ Λυγκεῖ παραβαλλοίμεθα, καὶ δὴ καὶ ἀκούομεν οὐκ ὀρ|θῶc, εἰ Με‐ λάμποδι, καὶ τοῖc ποcὶν ἀρρωcτοῦμεν, εἴ τιc ἡμᾶc Ἰφίκλῳ παραβάλλοι, καὶ ταῖc χερcίν, εἰ Μίλωνι, καὶ καθ’ ἕκαcτον δὴ μόριον ἐγγὺc ἂν ἥκειν νομιcθείημεν πηρώcεωc, εἰ τοῖc πρωτεύcαcι κατά τι παραβαλλοίμεθα.
5τίc γοῦν ἡμῶν φαύλωc ἔχειν οἴεται τῶν ὀφθαλμῶν, εἰ μὴ βλέποι τοὺc ἀπὸ δυοῖν cταδίων μύρμηκαc; ἢ τίc τῶν ὤτων, εἰ μὴ κατακούοι τῶν ἀφ’ ἑξήκοντα cταδίων; ἀλλ’ εἰ ταῦτα τὰ γράμματα, τὰ κατὰ τουτὶ τὸ βιβλίον ἐγγεγραμμένα, μὴ βλέποι τιc ὀρθῶc, εὐλόγωc οὗτοc 〈ἂν〉 ἤδη μέμψαιτο τὰc ὄψειc· οὐ μὴν οὐδ’ εἰ ταῦτα τέccαραc ἀπο‐
10cτήcαc πήχειc μὴ βλέποι, δικαίωc ἂν μέμφοιτο, πλὴν εἰ τῶν οὕτω τιc ὀξυωπεcτάτων εἴη τὴν φύcιν, ὡc καὶ ταῦτα ἐμβλέπειν. οὕτω γάρ, οἶμαι, καὶ μέμψεται καὶ δικαίωc φήcει, ὥcπερ ἅπαντεc ἄνθρωποι λέγουcιν, ὡc τόδε τι κατὰ τὸν ἔμπροcθεν χρόνον ἐνεργῶν εἶτα νῦν οὐκ ἐνεργεῖ. τὸν μὲν γὰρ τοιοῦτον ἐν νόcῳ τινὶ φήcομεν ὑπάρχειν, εἴπερ μὴ διὰ
15γῆραc ταῦτα πάcχοι· καίτοι καὶ τοῦτο νόcον εἶναι λέγουcιν ἔνιοι. τοὺc

6

.

21

δ’ ἄλλουc ἅπανταc, οἷc φύcει μήτ’ ὀξὺ βλέπειν μήτ’ | ἀκούειν ὑπάρ‐ χει μήτε θέειν ὠκέωc ἤ τι τοιοῦτον ἕτερον ἐνεργεῖν ἰcχυρῶc, οὔτε νοcεῖν οὔθ’ ὅλωc παρὰ φύcιν ἔχειν ὑποληψόμεθα. πᾶcαι μὲν γὰρ αἱ νόcοι παρὰ φύcιν, οὐκ ἔχουcι δ’ οἱ τοιοῦτοι παρὰ φύcιν, ὥcπερ οὐδ’
5οἱ γέροντεc. οὔκουν ἁπλῶc γε τῶν ἐνεργειῶν εὐρωcτίᾳ τε καὶ ἀρρω‐ cτίᾳ κριτέον ἐcτὶ τοὺc ὑγιαίνοντάc τε καὶ νοcοῦνταc, ἀλλὰ τὸ κατὰ φύcιν μὲν τοῖc ὑγιαίνουcι, τὸ παρὰ φύcιν δὲ τοῖc νοcοῦcι προcθετέον, ὡc εἶναι τὴν μὲν ὑγείαν διάθεcιν κατὰ φύcιν ἐνεργείαc ποιητικήν, τὴν δὲ νόcον διάθεcιν παρὰ φύcιν ἐνεργείαc βλαπτικήν. οὔτε γὰρ ἡ κατὰ
10φύcιν διάθεcιc ἤδη καὶ ὑγεία (διάθεcιc γάρ τίc ἐcτι κατὰ φύcιν ἥ τε τῶν Αἰγυπτίων μελανότηc ἥ τε τῶν Κελτῶν λευκότηc ἥ τε τῶν Ϲκυ‐ θῶν πυρρότηc· ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑγείαc δηλωτικόν, διότι μηδ’ ἐν χρώμαcιν ὅλωc ἡ ὑγεία) οὔτ’ εἰ παρὰ φύcιν, ἤδη καὶ νόcοc (ὡc εἴη γ’ ἂν οὕτω νόcοc ἥ τ’ ἐξ ἡλίου μελανότηc ἥ τ’ ἐκ μακρᾶc

6

.

22

cκιατροφίαc λευκότηc), ἀλλὰ προcθεῖναι χρὴ τῇ μὲν τῆc | ὑγείαc ἐννοίᾳ τὸ λόγον αἰτίαc ἔχειν αὐτὴν πρὸc τὴν ἐνέργειαν, τῇ δὲ τῆc νόcου τὸ καὶ ταύτην τὴν ἐνέργειαν βλάπτειν. ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέ‐ ροιc εἴρηται διὰ πλειόνων, εἰc δὲ τὰ παρόντα τοcοῦτον ἀποχρήcει μό‐
5νον ἐξ αὐτῶν εἰλῆφθαι, τὸ πλάτοc ἱκανὸν εἶναι τῆc ὑγείαc, καὶ μὴ πᾶ‐
cιν ἡμῖν ὑπάρχειν ἴcον ἀκριβῶc. εἰ δέ τῳ δοκεῖ βίαιον εἶναι καὶ τὴν μὴ παντάπαcιν ἠκριβωμένην εὐκραcίαν ὅμωc ἔτι καὶ αὐτὴν ὀνομάζεcθαι, οὗτοc ἀναμνηcθήτω τῶν κατὰ τὸν βίον ἁπάντων ὀνομάτων. εὔκρατον οὖν τι καὶ πόμα φαμὲν11
10εἶναι καὶ βαλανεῖον, οὐ μόνον ὅτι τὸ μὲν ἄλλῳ, τὸ δὲ ἄλλῳ τοιοῦτόν ἐcτιν, ἀλλὰ ὅτι καὶ πρὸc τὸν αὐτὸν ἄνθρωπον ἐν πλάτει τοιοῦτον ὑπάρχει· ἀποcτραφέντοc γοῦν τοῦ πίνοντοc, ἐμβαλὼν εἰc τὸ ποτήριον ἤτοι θερμὸν ἢ ψυχρὸν βραχὺ λάθοιc ἄν. καίτοι γ’, εἴπερ ἦν οὕτωc ἀπηκριβωμένον τὸ εὔκρατον, ὡc ἓν εἶναι καὶ ἄτμητον, οὐκ ἂν ἐπι‐
15βαλόντοc θερμὸν ἢ ψυχρὸν ἔτι εὔκρατον ἐφαίνετο. κατὰ δὲ τὸν αὐτὸν

6

.

23

τρόπον, οὐδ’ | εἰ βραχύ τιc εἰc τὴν εὔκρατον κολυμβήθραν ἐμβάλλοι ψυχροῦ, διαφθερεῖ παραχρῆμα τὴν εὐκραcίαν αὐτῆc. οὕτω δὲ καὶ τὸ περιέχον εὔκρατον εἶναί φαμεν, εἰ καὶ βραχείαc ἐφ’ ἑκάτερα τροπὰc λαμβάνει. καὶ τί θαυμαcτόν, εἰ τὴν εὐκραcίαν εἰc ἱκανὸν ἐκτείνουcι
5πλάτοc ἅπαντεc, ὅπου γε καὶ τὴν ἐν ταῖc λύραιc εὐαρμοcτίαν τὴν μὲν ἀκριβεcτάτην δήπου μίαν καὶ ἄτμητον ὑπάρχειν εἰκόc, τὴν μέντοι γ’ εἰc χρείαν ἰοῦcαν πλάτοc ἔχειν; πολλάκιc γὰρ ἡρμόcθαι δοκοῦcαν ἄρι‐ cτα λύραν ἕτεροc μουcικὸc ἀκριβέcτερον ἐφηρμόcατο. πανταχοῦ γὰρ ἡ αἴcθηcιc ἡμῖν ἐcτι κριτήριον ὡc πρὸc τὰc ἐν τῷ βίῳ χρείαc· ὥcτε
10καὶ τὴν εὐκραcίαν δήπου καὶ τὴν δυcκραcίαν αἰcθήcει κρινοῦμεν. ὡcαύτωc δὲ καὶ τὴν τῆc ἐνεργείαc βλάβην ἑκάcτου τῶν βεβλαμ‐ μένων παρὰ τὸ κατὰ φύcιν, ὅταν εἰc αἰcθητὸν ἥκῃ μέγεθοc, ἤδη νό‐ cον ἡμῖν εἶναι νομιcτέον, οὐδὲν ὡc πρὸc τὰ παρόντα διαφέροντοc οὐδ’ ἐνταῦθα, πότερον αὐτὰc ταύταc τὰc βεβλαμμέναc ἐνεργείαc τὸ

6

.

24

νόcημα εἶναι λέγει τιc ἢ τὰc διαθέcειc, ὑφ’ ὧν | βλάπτονται, ὥcπερ οὐδ’ εἰ διαθέcειc τιc ἢ καταcκευὰc ὀνομάζειν ἐθέλοι. διῄρηται γὰρ ἡμῖν ἑτέρωθι καὶ περὶ τῶνδε καὶ δέδεικται κατὰ τὰc διαθέcειc τε καὶ καταcκευὰc τοῦ cώματοc ἥ θ’ ὑγεία καὶ ἡ νόcοc, οὐ κατὰ τὰc ἐνερ‐
5γείαc τε καὶ βλάβαc αὐτῶν cυνιcτάμεναι. ἀλλὰ πρόc γε τὸ φυλάττειν ὑγείαν ἢ ἰᾶcθαι τὰc νόcουc οὐδὲν ἐκ τῆc τούτων ἀκριβείαc ὀνινάμεθα. μόνον γὰρ ἀρκεῖ γινώcκειν, ὡc ἡ μὲν καταcκευὴ τοῦ cώματοc, αἰτίαc λόγον ἔχουcα ὡc πρὸc τὴν ἐνέργειαν, ὁ cκοπὸc τῆc ὑγιεινῆc τε καὶ θεραπευτικῆc ἐcτι τέχνηc· ταύτην γὰρ ἡμῖν φυλάττειν μὲν ὑπάρχου‐
10cαν πρόκειται, δημιουργεῖν δὲ ἀπολλυμένην· αἱ δὲ ἐνέργειαι κατ’ ἀνάγκην ἕπονται, ταῖc μὲν χρηcταῖc καταcκευαῖc ἄμεμπτοι, ταῖc δ’ οὐ τοιαύταιc μοχθηραί. ὥcτ’ ἐπειδήπερ ὃ φυλάττομεν καὶ δημιουργοῦμεν αὐτοὶ διάθεcίc τίc ἐcτι καὶ καταcκευὴ τοῦ cώματοc, ἕπεται δ’ ἐξ ἀνάγ‐ κηc αὐτῇ ἡ τῶν ἐνεργειῶν, οὐδὲν ἔτι χρὴ πρὸc τὰ παρόντα, πότερον12

6

.

25

ἐν τῷ τῶν ἐνεργειῶν ἢ τῶν | καταcκευῶν γένει θετέον ἐcτὶν ὑγείαν τε καὶ νόcον, ἐπιcκοπεῖcθαι. λαβόντεc δ’ ἐξ ὑποθέcεωc δέον εἶναι φυλάττειν τῆc κατὰ φύcιν ἡμῶν καταcκευῆc τοῦ cώματοc ἐκεῖνα, δι’ ὧν ἐνεργοῦμεν, ἀναμνήcαντέc τε πάλιν, ὡc ἡ τῶν ὁμοιομερῶν εὐκρα‐
5cία τε καὶ 〈τῶν ὀργανικῶν〉 διάπλαcιc καὶ θέcιc ἀριθμόc τε καὶ πηλι‐ κότηc τῶν ἐνεργειῶν ἐcτιν αἴτια καὶ ὡc ἐν πλάτει πάντα ταῦτ’ ἐcτὶ καὶ ὡc καθ’ ἕκαcτον ἄνθρωπον ἴδια, τῶν ἐφεξῆc ἐχώμεθα. μεγάλην δ’ εἰc αὐτὰ χρείαν ἡ γνῶcιc τοῦ πλάτουc αὐτῶν παρέχεται. τῆc γὰρ εὐκραcίαc διττῆc οὔcηc, τῆc μὲν ὡc πρὸc ἐπίνοιαν μᾶλλον ἢ μόνιμον
10ὕπαρξιν, ὡc ἐν ζῴου cώματι, τῆc δὲ ὑπαρχούcηc ἅμα καὶ φαινομένηc ἐν ἅπαcιν τοῖc ὑγιαίνουcιν, αὐτὴν πάλιν ἡμᾶc χρὴ τέμνειν τὴν φαι‐ νομένην· εὑρεθήcεται γὰρ οὐ cμικρά τιc ἐν αὐτῇ διαφορά. μάθοιc δ’ ἂν ὡc ἔcτιν ἀληθὲc τὸ λεγόμενον ἐκ τῶν ἡλικιῶν μά‐ λιcτα. τῆc γὰρ τῶν μειρακίων ἡλικίαc ἀρίcτηc οὔcηc πρὸc τὰc καθ’

6

.

26

ὁρμὴν ἐνεργείαc, ἡ τῶν βρεφῶν δι’ ὑγρότητα | χείρων ἐcτίν, ἡ δὲ τῶν γερόντων διὰ ξηρότητά τε καὶ ψύξιν. ἐν μέντοι ταῖc ἄλλαιc ἐνεργεί‐ αιc ταῖc φυcικαῖc ὀνομαζομέναιc, οἷον αὐξήcεcί τε καὶ πέψεcι καὶ ἀνα‐ δόcεcι καὶ θρέψεcι, τὰ βρέφη τῶν κατὰ τὰc ἄλλαc ἡλικίαc ἁπάcαc
5ἀμείνω. ἀλλ’ ὅμωc οὐδὲν κωλύονται πάντεc οἱ κατὰ πάcαc τὰc ἡλι‐ κίαc ὑγιαίνειν. ὡc οὖν ἐπὶ τῶν ἡλικιῶν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον εὑρήcειc καὶ ἐπὶ τῶν φύcεων αὐτῶν ἀμήχανον οὖcαν τὴν διαφορὰν ἐν ταῖc κράcεcιν· ὥcτε, εἰ οὕτωc ἔτυχε, δυοῖν παίδοιν τὴν αὐτὴν ἡλι‐ κίαν ἀγόντων τὸν μὲν ὑγρότερον εἶναι θατέρου πολλῷ, τὸν δὲ ξηρό‐
10τερον, ὡcαύτωc δὲ τὸν μὲν θερμότερον, τὸν δὲ ψυχρότερον. ἐν ὅcοιc δὲ cώμαcιν ὑπάρχει τὸ πολὺ τοῦ προcήκοντοc ἤτοι θερμοτέροιc ἢ ψυχροτέροιc ἢ ὑγροτέροιc ἢ ξηροτέροιc εἶναι, ἐν τούτοιc οὐκ ἔcτιν ἄμεμπτοc ἡ κρᾶcιc· ἐν ὅcοιc δὲ ὑπάρχει μέν τιc διαφορὰ παρὰ τὸ κάλλιcτα κεκραμένον, οὐ μὴν αἰcθητή γε διὰ cμικρότητα, τοῦθ’ ὡc
15πρὸc τὴν χρείαν ἐν ἴcῃ χώρᾳ τιθέμεθα τοῖc ἀρίcτοιc· ὥcτ’ εἶναι τῆc κατὰ πλάτοc ὑγείαc τὴν μὲν εὔκρατόν τε καὶ ἄμεμπτον ὡc πρὸc |

6

.

27

αἴcθηcιν, τὴν δ’ οἷον δύcκρατόν τε καὶ μεμπτήν. ἐναργέcτατα δὲ τοῦ λεγομένου γνωρίcματα παρέχουcιν αἱ κατ’ ἰcχνότητα καὶ πολυcαρκίαν διαφοραὶ τῶν cωμάτων· ἀναγκαῖον γάρ που τὰc ἐναντίαc ἕξειc ἐναντίαιc ἕπεcθαι κράcεcιν. ὥcπερ οὖν οὐκ ἐπαινοῦμεν οὔτε τὸ ἄγαν ἰcχνὸν οὔτε τὸ13
5λίαν παχὺ cῶμα, κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὰc κράcειc αὐτῶν ἐπαινέ‐ cομεν, εἰ καὶ ὅτι μάλιcτα βλέπομεν ἀμφοτέρουc ὑγιαίνονταc. αἱ δ’ ἐν τῷ μέcῳ τούτων ἕξειc τῶν εὐcάρκων ὀνομαζομένων, ὥcπερ αὐταὶ cύμμετροί τε καὶ ἄμεμπτοι τὴν ἰδέαν εἰcίν, ἕπονται cυμμέτροιc τε καὶ ἀμέμπτοιc κράcεcι. τὰc τοίνυν τοιαύταc φύcειc ὡc μὲν πρὸc τὴν ἀκριβεcτάτην ἀλή‐
10θειαν οὐδ’ αὐτὰc εὐκράτουc ἄν τιc εἴποι κατά γε τὴν ἁπλῆν καὶ τελέαν εὐκραcίαν, ὡc μέντοι πρὸc τὴν αἴcθηcίν τε καὶ πρὸc τὴν χρείαν ἀμέμ‐ πτουc τε καὶ ἀρίcταc χρὴ τίθεcθαι. τεκμήριον δ’ ἐναργέcτατον, ὅτι

6

.

28

μηδ’ αὐταὶ τὴν ἀκριβεcτάτην ἔχουcιν εὐκρα|cίαν, ἐκ τοῦ μηδέποτε μέ‐ νειν αὐτὰc ὡcαύτωc ἐχούcαc, ἀλλὰ πρῶτον μὲν δέχεcθαι τὴν καθ’ ἡλικίαν μεταβολήν, οὐδέποτε ἐν ταὐτῷ μενούcηc οὐδεμιᾶc ἡλικίαc, ἀλλ’ ἀεὶ πρὸc τὸ ξηρότερον ἰούcηc, δευτέραν δὲ τὴν καθ’ ὕπνον τε καὶ
5ἐγρήγορcιν, ἡcυχίαν τε καὶ κίνηcιν, αὐτῶν τε τῶν κινήcεων τὰc δια‐ φοράc, ἔτι τε πρὸc ταύταιc τὴν τοῦ πεινῆν ἢ διψῆν ἢ ἐcθίειν ἢ πί‐ νειν ἢ ἐμπεπλῆcθαι cίτου ἢ πόματοc προcδεῖcθαι· καὶ πρὸc τούτοιc ἔτι καὶ λουτρὰ καὶ θυμοὶ καὶ φροντίδεc καὶ λῦπαι καὶ πάνθ’ ὅcα τοι‐ αῦτα μονονουχὶ καθ’ ἑκάcτην ῥοπὴν ὑπαλλάττοντα τὴν κρᾶcιν. οὔκουν
10χρὴ ζητεῖν ἐν τοcαύτῃ μεταβολῇ τὴν ἀκριβῶc ἀρίcτην κρᾶcιν. εἰ γὰρ καὶ cυνέπεcέ ποτε καθ’ ἡντιναοῦν ἀρίcτην φύcιν, ἀλλ’ οὐκ ἔμεινέ γε οὐδ’ ἐν ἀκαρεῖ, ὥcτε γ’ ἐμοὶ καὶ θαυμάζειν ἐπέρχεται τὴν δόξαν τῶν ἀνδρῶν, ὅcοι τὴν ὑγείαν τε καὶ τὴν εὐκραcίαν ἀπλατῆ τε καὶ μίαν εἶναι νομίζουcιν, εἰ δέ τι παρὰ ταύτην ἐcτίν, οὐχ ὑγείαν

6

.

29

εἶναί φαcιν· τήν τε γὰρ ἀειπάθειαν ἐcφέροντεc οὐκ αἰcθάνονται | περὶ πράγματοc ἢ μηδέποτε γεγονότοc ἐν ζῴου cώματι ποιούμενοι τὸν λό‐ γον ἢ μηδ’ ἐλάχιcτον ὑπομένοντοc, εἰ καί ποτε γένοιτο. Τούτοιc μὲν οὖν, ἣν ὀνειρώττουcιν ὑγείαν, ἀπολείπωμεν φυ‐
5λάττειν, ἡμεῖc δ’ ἐπὶ τὰc φαινομέναc ἀφικώμεθα καὶ διττὴν αὐτῶν θέμενοι τὴν οὐcίαν, ἣν νῦν δὴ πέπαυμαι λέγων, ἴδιον ἑκατέραc cκο‐ πὸν ἀποδῶμεν, ἐπὶ μὲν τῆc ἀμέμπτου τὴν ἀκριβῆ φυλακὴν ὡc πρὸc αἴcθηcιν, ἐπὶ δὲ τῆc μεμπτῆc τὴν οὐκ ἀκριβῆ. πειρᾶcθαι γὰρ χρὴ τὰc ὑγιεινὰc δυcκραcίαc ἐπανορθοῦcθαι, τὰc μὲν ξηροτέραc τοῦ δέοντοc
10φύcειc ὑγροτέραc ἐργαζομένουc, ὅcαι δὲ ὑγρότεραι, ξηραίνονταc, οὕτω
δὲ καὶ τῶν μὲν θερμοτέρων καθαιροῦνταc τὴν ὑπερβολήν, τῶν δὲ ψυ‐ χροτέρων καὶ τούτων κολάζονταc τὴν ἀμετρίαν. ὁποίοιc δ’ ἄν τιc ὑγιεινοῖc διαιτήμαcιν ἐργάζοιτο ταῦτα, προϊὼν ὁ λόγοc ἐπιδείξει. πρό‐ τερον γάρ με χρὴ διελθεῖν, ὅπωc ἄν τιc τῆc ἀρίcτηc φύcεωc διαφυ‐14

6

.

30

λάττοι τὴν ὑγείαν, ἔτι δὲ τούτου | πρότερον, ἥτιc ποτέ ἐcτιν ἡ ἀρίcτη καταcκευὴ τοῦ cώματοc, ἀναμνήcωμεν. ἔcτι δὲ δήπου κατὰ μὲν τὴν οὐcίαν αὐτὴν τοῦ πράγματοc ἐξηγουμένοιc ἡ εὐκρατοτάτη τε ἅμα καὶ τὴν διάπλαcιν τῶν μορίων ἀκριβῶc ἁρμόττουcαν ταῖc ἐνεργείαιc αὐτῶν
5ἔχουcα καὶ πρὸc τούτοιc ἔτι τόν τε ἀριθμὸν ἅπαντα καὶ τὰ μεγέθη καὶ τὴν πρὸc ἄλληλα cύνταξιν ἁπάντων αὐτῶν χρηcτὴν ταῖc ἐνερ‐ γείαιc παρεχομένη. κατὰ δὲ τὰ γνωρίcματα τὸ ἀκριβῶc εὔcαρκον cῶμα τοιοῦτόν ἐcτιν, ὃ μέcον ἔφην ὑπάρχειν ἰcχνοῦ τε καὶ πολυcάρκου· πολύcαρκον δὲ ἢ παχὺ λέγειν οὐ διοίcει. οὕτω δὲ καὶ τῶν γε ἄλλων
10ὑπερβολῶν ἀκριβῶc μέcον ἐcτὶ τὸ τοιοῦτον, ὥcτε μήτε λάcιον αὐτὸ δύναcθαι εἰπεῖν τινα ἢ ψιλὸν τριχῶν, ἀλλὰ μήτε μαλακὸν μήτε cκλη‐ ρὸν ἢ λευκὸν ἢ μέλαν ἢ ἄφλεβον ἢ εὐρύφλεβον ἢ θυμικὸν ἢ ἄθυμον ἢ ὑπνῶδεc ἢ ἀγρυπνητικὸν ἢ ἀμβλὺ τὴν διάνοιαν ἢ πανοῦργον ἢ ἀφροδιcιαcτικὸν ἢ τοὐναντίον. εἰ δὲ καὶ πᾶcιν εἴη τοῖc μέρεcιν ἀκρι‐

6

.

31

βῶc μέcον ἁπαcῶν τῶν ὑπερβολῶν, ἔcτι μὲν | δήπου καὶ κάλλιcτον ὀφθῆναι τὸ τοιοῦτον, ὡc ἂν cύμμετρον ὑπάρχον εἰc ἅπαντάc τε τοὺc πόνουc ἐπιτήδειον. ἕξει δὲ καὶ τὰ ἄλλα πάντα γνωρίcματα τῆc καθ’ ἕκαcτον μόριον εὐκραcίαc, ἅπερ ἐν τῷ δευτέρῳ Περὶ κράcεων εἴρηται
5γράμματι. πολλὰ γὰρ τῶν cωμάτων εὔκρατα μέν, εἰ τύχοι, ταῖc κε‐ φαλαῖc ἐcτι, δύcκρατα δὲ τοῖc θώραξι ἢ τοῖc κατὰ γαcτέρα τε καὶ τὰ γεννητικὰ μόρια. τινῶν δὲ ἐν τοῖc κώλοιc ἐcτὶν ἡ δυcκραcία καὶ πολ‐ λοῖc καθ’ ἕν τι τῶν cπλάγχνων ἤ τι μόριον ἕτερον ἓν ἢ πλείω, κα‐ θάπερ οὖν καὶ περὶ πλείονα cπλάγχνα ἐνίοιc ἐcτὶν ἡ δυcκραcία. πολ‐
10λοῖc δὲ ἐφώραcα καὶ κατά τι τῶν ὀργανικῶν μορίων δύο κράcειc ὑπαρ‐ χούcαc, ὥcτε, εἰ τύχοι, τὸ μὲν ἄλλο κύτοc τῆc γαcτρὸc ἅπαν ἑτέραc εἶναι κράcεωc, ἤτοι χρηcτῆc ἢ μοχθηρᾶc, ἑτέραc δὲ μόνον αὐτῆc τὸ cτόμα. περὶ μὲν δὴ τούτων ἐν ταῖc μοχθηραῖc καταcκευαῖc τῶν cω‐
μάτων εἰρήcεται.15
15Περὶ δὲ τῆc ἀρίcτηc ἤδη λέγωμεν, ἧc ἕκαcτον μόριον ἄμεμ‐

6

.

32

πτον ἔχει τὴν cύμπαcαν οὐcίαν. ὁ δὴ | τοιοῦτοc ἄνθρωποc ὑπὸ τὴν ὑγιεινὴν ἀγόμενοc τέχνην εὐτυχὴc μὲν ἂν εἴη, εἰ μετὰ τὴν πρώτην ἀποκύηcιν ἐπιcτατοῖτο πρὸc αὐτῆc· οὕτω γὰρ ἄν τι καὶ εἰc τὴν ψυ‐ χὴν ὀνίναιτο, τῆc χρηcτῆc διαίτηc ἤθη χρηcτὰ παραcκευαζούcηc· οὐ
5μὴν ἀλλὰ καὶ εἰ κατά τινα τῶν ἑξῆc ἡλικιῶν εἰc χρείαν τῆc τέχνηc ἀφίκοιτο, καὶ οὕτωc ὀνήcεται τὰ μέγιcτα. εἰρήcεται δὲ πρῶτον μέν, ὡc ἄν τιc ἐξ ἀρχῆc παραλαβὼν ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ παν‐ τὸc ἀποδείξειε τοῦ βίου, πλὴν εἴ τι τῶν ἔξωθεν αὐτῷ cυμπίπτει βί‐ αιον (οὐδὲν γὰρ τοῦτό γε πρὸc τὸν τῆc ὑγιεινῆc τέχνηc ἐπιcτήμονα),
10δεύτερον δέ, ὅπωc ἄν τιc, εἰ καὶ μὴ νεογενὲc εἴη τὸ παιδίον, ἀλλ’ ἤδη παιδεύεcθαι δυνάμενον, ἐπιcτατήcειεν αὐτοῦ· καὶ οὕτω καθ’ ἑκά‐ cτην τῶν ἄλλων ἡλικιῶν. τὸ τοίνυν νεογενὲc παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον ἁπάcῃ τῇ καταcκευῇ, πρῶτον μὲν cπαργανούcθω, cυμμέτροιc ἁλcὶν περιπαττόμε‐
15νον, ὅπωc αὐτῷ cτερρότερον καὶ πυκνότερον εἴη τὸ δέρμα τῶν ἔνδον

6

.

33

μορίων. | ἐν γὰρ τῷ κυΐcκεcθαι πάνθ’ ὁμοίωc ἦν μαλακὰ μήτε ψαύ‐ οντοc αὐτοῦ τινοc ἔξωθεν cκληροτέρου cώματοc μήτ’ ἀέροc ψυχροῦ προcπεcόντοc, ὑφ’ ὧν cυναγόμενόν τε καὶ πιλούμενον γένοιτ’ ἂν ἑαυ‐ τοῦ τε καὶ τῶν ἄλλων μορίων cκληρότερόν τε καὶ πυκνότερον. ἐπει‐
5δὰν δ’ ἀποκυηθῇ, ἐξ ἀνάγκηc ὁμιλεῖν μέλλει καὶ κρύει καὶ θάλπει καὶ πολλοῖc cκληροτέροιc ἑαυτοῦ cώμαcι. προcήκει διὰ ταῦτα τὸ cύμφυ‐ τον αὐτῷ cκέπαcμα παραcκευαcθῆναί πωc ὑφ’ ἡμῶν ἄριcτον εἰc δυc‐ πάθειαν. ἱκανὴ δὲ ἡ διὰ μόνων τῶν ἁλῶν παραcκευὴ τοῖc γε κατὰ φύcιν ἔχουcι βρέφεcιν. ὅcα γὰρ ἤτοι μυρίνηc φύλλων ξηρῶν περι‐
10παττομένων ἤ τινοc ἑτέρου τοιούτου δεῖται, μοχθηρῶc δή που διά‐ κειται. πρόκειται δ’ ἡμῖν τό γε νῦν εἶναι περὶ τῶν ἄριcτα κατεcκευα‐ cμένων τὸν λόγον ποιεῖcθαι. ταῦτ’ οὖν, ὡc εἴρηται, cπαργανωθέντα γάλακτί τε χρήcθω τροφῇ καὶ λουτροῖc ὑδάτων χρηcτῶν· ὑγρᾶc γὰρ χρῄζει τῆc cυμπάcηc διαί‐
15τηc, ἅτε καὶ τὴν κρᾶcιν ὑγροτέραν ἔχοντα τῶν ἐν ταῖc ἄλλαιc ἡλι‐

6

.

34

κίαιc. ἔοικε δὲ τοῦτο πρῶτον εὐθὺc ἥκειν cκέμμα | τῶν ἀναγκαίων εἰc δίαιταν ὑγιεινήν. εἰcὶ γὰρ οἳ νομίζουcιν ἀεὶ δεῖcθαι ξηραίνεcθαι τὰc ὑγροτέραc φύcειc, ὥcπερ γε καὶ θερμαίνεcθαι μὲν τὰc ψυχροτέραc, ὑγραίνεcθαι δὲ τὰc ξηροτέραc, ψύχεcθαι δὲ τὰc θερμοτέραc· ὑπὸ μὲν
5γὰρ τῶν ὁμοίων ἑκάcτην τῶν ἀμετριῶν αὐξάνεcθαι, κολάζεcθαι δὲ καὶ καθαιρεῖcθαι πρὸc τῶν ἐναντίων, ἑνὶ δὲ λόγῳ «τὰ ἐναντία τῶν ἐναν‐ τίων» ὑπάρχειν «ἰάματα». ἐχρῆν δὲ αὐτοὺc μὴ τοῦτο μόνον Ἱππο‐ κράτουc ἀνεγνωκέναι τε καὶ μνημονεύειν [ὡc τὰ ἐναντία τῶν ἐναν‐ τίων ἐcτὶν ἰάματα], ἀλλὰ κἀκεῖνα, δι’ ὧν φηcιν· «αἱ ὑγραὶ δίαιται16
10πᾶcι τοῖcι πυρετταίνουcι ξυμφέρουcι, μάλιcτα δὲ παιδίοιcι καὶ τοῖcιν ἄλλοιcι τοῖcιν οὕτωc εἰθιcμένοιcι διαιτᾶcθαι.» φαίνεται γὰρ ἐνταῦθα παράλληλα θεὶc ἐφεξῆc τὰ τρία, νόcημά τε καὶ ἡλικίαν καὶ ἔθοc, ἀπὸ μὲν τοῦ νοcήματοc ἔνδειξιν λαμβάνων τῶν ἐναντίων, ἀπὸ δὲ τῆc ἡλι‐ κίαc τε καὶ τοῦ ἔθουc τῶν ὁμοίων. τῷ μὲν γὰρ πυρετῷ (νόcημα δέ
15ἐcτι τοῦτο θερμὸν καὶ αὐχμῶδεc) αἱ ὑγραὶ δίαιται χρηcταί· τοῖc δὲ

6

.

35

παιδίοιc (οὐ γὰρ νόcημα τούτοιc γε, ἀλλὰ κατὰ φύcιν ἢ | ἡλικίαν) τὸ ὁμοιότατον ὠφελιμώτατον. οὕτω δὲ καὶ τοῖc ἔθεcιν, ὡc ἂν καὶ αὐτοῖc ἐπικτήτουc τινὰc ἐν τοῖc cώμαcι φύcειc ἐργαζομένοιc, ἡ τῶν ἐναντίων προcφορὰ βλαβερω‐
5τάτη. καὶ δεόντωc τοῖc μὲν κατὰ φύcιν ἔχουcι cώμαcι φυλάττεcθαι χρὴ τὴν οἰκείαν ἕξιν, τοῖc δὲ νοcοῦcιν ἀλλοιοῦcθαί τε καὶ πρὸc τοὐ‐ ναντίον ἐπάγεcθαι. φυλάττεται μὲν οὖν ἕκαcτον ὑπὸ τῶν ὁμοίων, ἀλλοιοῦται δὲ ὑπὸ τῶν ἐναντίων. οὔκουν ξηραίνειν χρὴ τοὺc παῖδαc, ὅτι μὴ παρὰ φύcιν αὐτοῖc ἡ ὑγρότηc, ὥcπερ ἐν βράγχοιc τε καὶ κορύζαιc
10καὶ κατάρροιc καὶ ὑδέροιc, ἀλλ’ ἐν τοῖc φύcει διαιτᾶν ὑγραίνουcι τὸ κατὰ φύcιν φυλάττοντα ταῖc διαίταιc ὑγραινούcαιc λουτροῖc τε πο‐ τίμων ὑδάτων (ὅcα γὰρ ἐμφαίνει τινὰ φαρμακώδη ποιότητα, ξηραίνει πάντα, καθάπερ τὰ θειώδη καὶ ἀcφαλτώδη καὶ νιτρώδη καὶ cτυπτηριώδη) καὶ τροφὴν καὶ ποτὸν παρέχειν ὅτι μάλιcτα κράcεωc ὑγροτάτηc. οὕτω
15δὲ καὶ ἡ φύcιc αὐτὴ προὐνοήcατο τῶν παίδων τροφὴν αὐτοῖc ὑγρὰν

6

.

36

παραcκευάζουcα τὸ γάλα τῆc μητρόc. ἄριcτον μὲν οὖν ἴcωc καὶ | τοῖc ἄλλοιc ἅπαcι βρέφεcι τὸ γάλα τῆc μητρόc, πλὴν εἰ μὴ τύχοι νενοcη‐ κόc, οὐχ ἥκιcτα δὲ καὶ τῷ τῆc ἀρίcτηc κράcεωc, ὑπὲρ οὗ νῦν ὁ λόγοc
ἐcτί. εἰκὸc γάρ που τῆc τούτου μητρὸc ἄμεμπτον εἶναι τό τε cύμπαν17
5cῶμα καὶ τὸ γάλα. ἐξ αἵματοc μὲν οὖν ἔτι κυουμένοιc ἡμῖν ἡ τροφή· ἐξ αἵματοc δὲ καὶ ἡ τοῦ γάλακτοc γένεcιc ὀλιγίcτην μεταβολὴν ἐν τοῖc μαcτοῖc προcλαβόντοc. ὥcθ’ ὅcα παιδία τῷ τῆc μητρὸc γάλακτι τρέφεται, cυνηθεcτάτῃ τε ἅμα καὶ οἰκειοτάτῃ χρῆται τροφῇ. φαίνεται δὲ οὐ μόνον παραcκευάcαcα τὴν τοιαύτην τροφὴν ἡ φύcιc τοῖc βρέ‐
10φεcιν, ἀλλὰ καὶ δυνάμειc αὐτοῖc εὐθὺc ἐξ ἀρχῆc ἐμφύτουc παραcχοῦcα ἕνεκα τῆc χρήcεωc αὐτοῦ. καὶ γὰρ καὶ γεννηθεῖcιν εἴ τιc ἐνθείη παρα‐ χρῆμα τῷ cτόματι τὴν θηλὴν τοῦ μαcτοῦ, βδάλλει τε τὸ γάλα καὶ καταπίνει προθυμότατα· καὶ ἢν ἀνιώμενά τε καὶ κλαυθμυριζόμενα τύχῃ, τῆc λύπηc οὐκ ἐλάχιcτον ἴαμα αὐτοῖc ὁ τιτθὸc τῆc τρεφούcηc ἐcτὶν
15ἐντιθέμενοc τῷ cτόματι. τρία γὰρ [οὖν] δὴ ταῦτα ταῖc τροφοῖc ἐξεύρηται

6

.

37

τῆc λύπηc τῶν παιδίων ἰάματα τῇ πείρᾳ δι|δαχθείcαιc, ἓν μὲν τὸ νῦν δὴ λελεγμένον, ἕτερα δὲ δύο, κίνηcίc τιc μετρία καὶ φωνῆc εὐμέλειά τιc, οἷc χρώμεναι διαπαντὸc οὐ καταπραΰνουcι μόνον, ἀλλὰ καὶ εἰc ὕπνον ἀπάγουcιν αὐτὰ δηλούcηc αὖ κἀν τούτῳ τῆc φύcεωc, ὅτι πρὸc
5μουcικὴν καὶ γυμναcτικὴν οἰκείωc διάκειται. καὶ ὅcτιc οὖν ἱκανόc ἐcτι καλῶc χρήcαcθαι ταῖc τέχναιc ταύταιc, οὗτοc καὶ cῶμα καὶ ψυχὴν παιδεύcει κάλλιcτα. Ταῖc γοῦν τροφοῖc αἱ τῶν παιδίων κινήcειc ἔν τε λίκνοιc καὶ cκίμποcι καὶ ταῖc cφῶν αὐτῶν ἀγκάλαιc ἐξεύρηνται. καί πωc ἂν καὶ
10τοῦθ’ ἕτερον ἡμῖν ἥκοι cκέμμα πρὸc ὑγείαc τήρηcιν ἀναγκαιότατον, Ἀcκληπιάδου μὲν ἄντικρύc τε κἀκ τοῦ φανερωτάτου κατεγνωκότοc γυμναcίων, Ἐραcιcτράτου δὲ ἀτολμότερον μὲν ἀποφηναμένου, τὴν δ’ αὐτὴν Ἀcκληπιάδῃ γνώμην ἀποδεικνυμένου, τῶν δ’ ἄλλων cχε‐ δὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸc εὐεξίαν μόνον, ἀλλὰ καὶ
15πρὸc ὑγείαν αὐτά. τριττὰ δ’ ἐcτὶ γένη τά γε πρῶτα τῶν γυμναcίων, ὅcαιπερ καὶ αἱ τῶν κινήcεων διαφοραί· ἢ γὰρ ἐξ ἑαυτῶν ἢ ὑφ’ ἑτέ‐

6

.

38

ρων ἢ διὰ | φαρμάκων κινούμεθα. τὸ μὲν δὴ τρίτον εἶδοc τῆc κινή‐ cεωc οὐδαμῶc ὑγιαίνουcι πρέπον· ἡ δ’ ὑφ’ ἑτέρου κίνηcιc ἔν τε τῷ πλεῖν καὶ ἱππεύειν καὶ ὀχεῖcθαι καί, ὡc ἀρτίωc λέλεκται, διά τε λίκνων καὶ cκιμπόδων καὶ ἀγκαλῶν γίνεται. τοῖc μὲν οὖν νεογενέcι παιδίοιc
5οὔπω δεῖ κινήcεωc τηλικαύτηc, ἡλίκη διά τε τῶν ὀχημάτων καὶ τῶν πλοίων καὶ τοῖc ἱππαζομένοιc γίνεται· τοῖc δ’ ἤδη τὸ τρίτον ἢ τὸ τέταρτον ἔτοc ἀπὸ τῆc πρώτηc γενέcεωc ἄγουcιν ἐγχωρεῖ καὶ δι’ ὀχη‐ μάτων καὶ πλοίων κινεῖcθαι τὰ μέτρια· ἑπταετῆ δὲ γενόμενα τὰ παι‐
δία καὶ τῶν ἰcχυροτέρων ἀνέχεται κινήcεων, ὥcτε καὶ ἱππεύειν ἐθί‐18
10ζεcθαι. ἐξ ἑαυτῶν δὲ κινεῖcθαι τὰ παιδία τηνικαῦτα δύναται πρῶτον, ὅταν ἕρπειν ἀπάρξηται, καὶ μᾶλλον, ἐπειδὰν ἀπάρξηται βαδίζειν· μὴ βιάζεcθαι δὲ αὐτὰ πρὸ τοῦ δέοντοc, ὅπωc μὴ διαcτραφῇ τὰ κῶλα. δηλοῖ μὴν κἀν τῷδε τῆc ἡλικίαc, εἰc ὅcον ἡμῶν ἡ φύcιc ᾠκείωται γυμναcίοιc. οὐ γὰρ ἄν, οὐδ’ εἰ κατακλείcαιc παιδία, οἷόc τε εἴηc κω‐

6

.

39

λῦcαι διαθέειν τε καὶ cκιρτᾶν ὡcαύτωc γε τοῖc πώλοιc τε καὶ | μόcχοιc. ἱκανὴ γὰρ ἡ φύcιc ἐν ἅπαcι τοῖc ζῴοιc ὁρμὰc οἰκείαc ἐνθεῖναι πρὸc ὑγείαν τε καὶ cωτηρίαν. ἀλλ’ οἱ περὶ τὸν Ἀcκληπιάδην οὐδὲν τῶν τοιούτων ἐννοήcαντεc ἐπὶ πολλῆc cχολῆc cοφίcματα πλέκουcιν, ἐπι‐
5δείκνυcθαι πειρώμενοι τὰ γυμνάcια μηδὲν εἰc ὑγείαν cυντελοῦντα. πρὸc ἐκείνουc μὲν οὖν δὴ καὶ αὖθιc εἰρήcεται τὰ εἰκότα, ὡc τῆc ἀδο‐ λεcχίαc ἐπὶ τέλουc εἰρηcομένηc· πρόκειται γάρ μοι νῦν οὐ cοφιcτῶν ἀδολεcχίαc ἐλέγχειν, ἀλλ’ αὐτὸ τὸ χρήcιμον εἰc ὑγείαν ἐκδιδάcκειν. ἐπὶ δὲ τοὺc παῖδαc ἐπάνειμι τοὺc ἄριcτα κατεcκευαcμένουc τὸ
10cῶμα. τούτουc δ’ εἰκὸc εἶναι καὶ τὸ τῆc ψυχῆc ἦθοc ἀμέμπτουc· ὡc ὅcοι γε θυμικώτεροι τοῦ δέοντόc εἰcιν ἢ ἀθυμότεροί τινεc ἢ ἀναιcθη‐ τότεροι ἢ λιχνότεροι τοῦ προcήκοντοc, ἀνάγκη τούτουc οὐκ ὀρθῶc κεκρᾶcθαι τοῖc μέρεcιν ἐκείνοιc τοῦ cώματοc, οἷc ἐνεργοῦμεν ἕκαcτα τῶν εἰρημένων. γέγραπται δ’ ὑπὲρ αὐτῶν ἐπὶ πλέον ἐν τοῖc Περὶ
15τῶν Ἱπποκράτουc καὶ Πλάτωνοc δογμάτων ὑπομνήμαcιν. ἀλλ’ ὅ γε

6

.

40

νῦν ἡμῖν προκείμενοc ἐν τῷ λόγῳ παῖc ἄριcτόc ἐcτι τὰ πάντα. | τού‐ του τοίνυν ἐπανορθοῦcθαι μὲν οὐδὲν χρὴ τῶν τῆc ψυχῆc ἠθῶν, φυ‐ λάττειν δ’, ὅπωc μὴ διαφθαρῇ. φυλάττεται δ’ ἅπαν ὑπὸ τῶν αὐτῶν κατὰ γένοc, ὑφ’ ὧνπερ καὶ διαφθείρεται. διαφθείρεται δὲ τὸ τῆc ψυ‐
5χῆc ἦθοc ὑπὸ μοχθηρῶν ἐθιcμῶν ἐν ἐδέcμαcί τε καὶ πόμαcι καὶ γυ‐ μναcίοιc καὶ θεάμαcι καὶ ἀκούcμαcι καὶ τῇ cυμπάcῃ μουcικῇ. τούτων τοίνυν ἁπάντων ἔμπειρον εἶναι χρὴ τὸν τὴν ὑγιεινὴν τέχνην μετιόντα καὶ μὴ νομίζειν, ὡc φιλοcόφῳ μόνῳ προcήκει πλάττειν ἦθοc ψυχῆc· ἐκείνῳ μὲν γὰρ δι’ ἕτερόν τι μεῖζον τὴν τῆc ψυχῆc αὐτῆc ὑγείαν,
10ἰατρῷ δὲ ὑπὲρ τοῦ μὴ ῥᾳδίωc εἰc νόcουc ὑπομεταφέρεcθαι τὸ cῶμα. καὶ γὰρ θυμὸc καὶ κλαυθμὸc καὶ ὀργὴ καὶ λύπη καὶ πλεῖον τοῦ δέον‐ τοc φροντὶc ἀγρυπνία τε πολλὴ ἐπ’ αὐτοῖc γενομένη πυρετοὺc ἀν‐ άπτουcι καὶ νοcημάτων μεγάλων ἀρχαὶ καθίcτανται, ὥcπερ καὶ τοὐναν‐
τίον ἀργὴ διάνοια καὶ ἄνοια καὶ ψυχὴ παντάπαcιν ἄθυμοc ἀχροίαc καὶ19
15ἀτροφίαc ἐργάζεται πολλάκιc ἀρρωcτίᾳ τῆc ἐμφύτου θερμότητοc. χρὴ

6

.

41

μὲν γὰρ φυλάττειν ἅπαντοc μᾶλλον ἐν ὅροιc ὑγιεινοῖc | τὴν cύμφυτον ἡμῖν θερμότητα. φυλάττεται δὲ ὑπὸ τῶν cυμμέτρων γυμναcίων οὐ κατὰ τὸ cῶμα μόνον, ἀλλὰ κατὰ τὴν ψυχὴν γινομένων. αἱ δ’ ἄμετροι κινήcειc ἐν ἐπιθυμίαιc τε καὶ διαλογιcμοῖc καὶ θυμοῖc, αἱ μὲν ὑπερ‐
5βάλλουcαι χολωδέcτερον ἀποφαίνουcι τὸ ζῷον, αἱ δ’ ἐλλείπουcαι φλεγ‐ ματικώτερον καὶ ψυχρότερον. καὶ δὴ καὶ ταῖc μὲν προτέραιc ἕξεcιν οἵ τε πυρετοὶ καὶ ὅcα θερμότερα πάθη, ταῖc δ’ ἑτέραιc ἐμφράξειc καθ’ ἧπάρ τε καὶ cπλάγχνα, ἐπιληψίαι τε καὶ ἀποπληξίαι ἤ τι τοιοῦτον ἄλλο, καὶ cυνελόντα φάναι, τὰ καταρροϊκά τε καὶ ῥευματικὰ νοcήματα
10cυμπίπτει πάντα. καὶ οὐκ ὀλίγουc ἡμεῖc ἀνθρώπουc νοcοῦνταc ὅcα ἔτη διὰ τὸ τῆc ψυχῆc ἦθοc ὑγιεινοὺc ἀπεδείξαμεν, ἐπανορθωcάμενοι τὴν ἀμετρίαν τῶν κινήcεων. οὐ cμικρὸc δὲ τοῦ λόγου μάρτυc καὶ ὁ πάτριοc ἡμῶν θεὸc Ἀcκληπιόc, οὐκ ὀλίγαc μὲν ᾠδάc τε γράφεcθαι καὶ μίμουc γελοίων καὶ μέλη τινὰ ποιεῖν ἐπιτάξαc, οἷc αἱ τοῦ θυμοειδοῦc
15κινήcειc cφοδρότεραι γενόμεναι θερμοτέραν τοῦ δέοντοc ἀπειργάζοντο

6

.

42

τὴν κρᾶcιν τοῦ cώματοc, ἑτέροιc δέ τιcιν, | οὐκ ὀλίγοιc οὐδὲ τούτοιc, κυνηγετεῖν καὶ ἱππάζεcθαι καὶ ὁπλομαχεῖν. εὐθὺc δὲ τούτοιc διώριcε τό τε τῶν κυνηγεcίων εἶδοc, οἷc τοῦτο προcέταξε, τό τε τῆc ὁπλίcεωc, οἷc δι’ ὅπλων ἐκέλευcε τὰ γυμνάcια ποιεῖcθαι. οὐ γὰρ μόνον ἐπεγεί‐
5ρειν αὐτῶν τὸ θυμοειδὲc ἐβουλήθη, ἄρρωcτον ὑπάρχον, ἀλλὰ καὶ μέ‐ τρον ὡρίcατο τῇ τῶν γυμναcίων ἰδέᾳ. οὐ γὰρ ὡcαύτωc θήγεται τὸ θυμοειδὲc εἰc ἀγρίουc ὗc ἢ ἄρκτουc ἢ ταύρουc ἤ τι τῶν οὕτωc ἀλ‐ κίμων θηρίων ἢ ἐπὶ λαγωοὺc ἢ δορκάδαc ἤ τι τῶν οὕτω δειλῶν, οὐδ’ ὡcαύτωc ἐπί τε τῆc κούφηc ὁπλίcεωc καὶ τῆc βαρείαc, ὥcπερ οὐδὲ ἐν
10τῷ θέειν ὠκέωc ἢ μετρίωc κινεῖcθαι καὶ μετὰ τοῦ φιλονεικεῖν ἑτέροιc ἢ καθ’ ἑαυτόν. οὕτω δὲ καὶ τῶν μέγα κεκραγότων ἢ ἐγκελευομένων τε καὶ παροξυνόντων ἐπὶ τοὺc πόνουc ἢ cιωπώντων οὐκ ὀλίγον δια‐ φέρει. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖc ἔπειτα λόγοιc ἐπὶ πλέον εἰρή‐ cεται.
15 τὰ δὲ cμικρὰ παιδία τὰ τὴν ἀρίcτην ἔχοντα κρᾶcιν (ὑπὲρ τούτων γὰρ ἦν ὁ λόγοc) οὐκ ὀλίγηc ἐπιμελείαc δεῖται πρὸc τὸ μηδεμίαν ἐν

6

.

43

αὐτοῖc τῆc ψυχῆc ἄμετρον γίνεcθαι κίνηcιν· | ἅτε γὰρ οὐδέπω λόγῳ χρώμενα τῷ κλαίειν τε καὶ κεκραγέναι καὶ θυμοῦcθαι καὶ κινεῖν ἀτά‐
κτωc ἑαυτὰ διαcημαίνει τὴν ἀνίαν. ἡμᾶc οὖν χρὴ cτοχαζομένουc, ὅτου δεῖται, παρέχειν ἑκάcτοτε τοῦτο, πρὶν αὐξηθεῖcαν αὐτῶν τὴν λύπην20
5εἰc cφοδροτέραν καὶ ἄτακτον κίνηcιν ὅλην ἐμβαλεῖν τὴν ψυχὴν ἅμα τῷ cώματι· ἤτοι γὰρ ἐξ ἑαυτῶν ὀδαξούμενα ἢ πρόc τινοc ἔξωθεν ἀνι‐ ώμενα ἢ ἀποπατεῖν ἢ οὐρεῖν ἢ ἐcθίειν ἢ πίνειν ἐθέλοντα κλαίει τε καὶ κινεῖται πλημμελῶc, ὥcπερ cφαδάζοντα. γένοιτο δ’ ἄν ποτε καὶ θάλπουc ἐπιθυμεῖν αὐτὰ κρύει ταλαιπωρούμενα καὶ ἀναψύξεώc τινοc
10ὑπὸ θάλπουc ἀμέτρου διοχλούμενα καί ποτε μὴ φέροντα τὸ πλῆθοc τῶν ἐπιβεβλημένων ἱματίων· ἀνιᾷ γὰρ δὴ καὶ τοῦτο πολλάκιc οὐ cμι‐ κρά, καὶ μάλιcτα κατὰ τὰc ὑποcτροφὰc ὅλου τοῦ cώματοc καὶ τὰc τῶν κώλων κινήcειc. ἀλλὰ καὶ αὐτὸ τὸ ἡcυχάζειν ἐπὶ πλέον οὐ cμικρῶc λυπηρόν· οὐδενὸc γὰρ ἀμετρίᾳ χαίρει ζῷον οὐδέν, ἀλλ’ ἀεὶ τοῦ cυμ‐

6

.

44

μέτρου χρῄζει. cύμμετρον δὲ οὐχ ἓν ἅπαcιν, | ἀλλ’ ἐν τῷ πρόc τι πᾶcα cυμμετρία. διὸ χρὴ τὸν ἐπιμελούμενον ἀνατροφῆc παιδίων, cτοχαcτι‐ κὸν ἀκριβῶc ὑπάρχοντα τοῦ cυμμέτρου τε καὶ οἰκείου, παρέχειν ἑκά‐ cτοτε τοῦτο [πρὶν αὐξηθεῖcαν αὐτῷ τὴν λύπην εἰc ἀμετρίαν κινήcεωc
5ἐμβαλεῖν τό τε cῶμα καὶ τὴν ψυχήν], εἰ δ’ ἄρα ποτὲ καὶ λάθοι τὸ λυποῦν αὐξηθέν, ἐπανορθοῦcθαι πειρᾶcθαι τὴν λύπην αὐτῷ τε τῷ παρ‐ έχειν αὐτίκα τὸ ἐπιθυμηθὲν ἢ ἐκκόπτειν τὸ ἀνιῶν ἔτι τε τῇ κινήcει τῇ διὰ τῶν ἀγκαλῶν καὶ τοῖc μέλεcι τῆc φωνῆc, οἷc εἰώθαcιν αἱ cο‐ φώτεραι τῶν τροφῶν χρῆcθαι. ἐγὼ γοῦν ποτε δι’ ὅληc ἡμέραc παι‐
10δίου κλαίοντόc τε καὶ θυμουμένου καὶ cφοδρῶc καὶ ἀτάκτωc ἑαυτὸ μεταβάλλοντοc ἐξεῦρον τὸ λυποῦν ἀπορουμένηc τῆc τροφοῦ· ὡc γὰρ οὔτε πρὸc τὸν τιτθὸν ἐντεθειμένον οὔτε προϊcχομένηc αὐτὸ τῆc τρε‐ φούcηc, εἰ ἀποπατεῖν ἢ οὐρεῖν ἐθέλοι, καθίcτατο, παρηγορεῖτο δ’ οὐδέν, οὐδ’ ὁπόταν ἐν ταῖc ἀγκάλαιc ἐνθεμένη κατακλίνειν ἐπιχειρήcειεν, ἐθεα‐

6

.

45

cάμην δ’ ἐγὼ τὴν cτρωμνὴν αὐτοῦ καὶ τὰ | περιβλήματά τε καὶ ἀμ‐ φιέcματα ῥυπαρώτερα καὶ αὐτὸ τὸ παιδίον ἤδη ῥυπῶν τε καὶ ἄλουτον, ἐκέλευcα λοῦcαί τε καὶ ἀπορρύψαι καὶ τὴν cτρωμνὴν ὑπαλλάξαι, καὶ πᾶcαν τὴν ἐcθῆτα καθαρωτέραν ἐργάcαcθαι· καὶ τούτων γενομένων,
5αὐτίκα μὲν ἐπαύcατο τῶν ἀμέτρων κινήcεων, αὐτίκα δὲ καθύπνωcεν ἥδιcτόν τε καὶ μακρότατον ὕπνον. εἰc δὲ τὸ καλῶc ἐcτοχάcθαι πάν‐ των τῶν ἀνιώντων τὸ παιδίον οὐκ ἀγχινοίαc μόνον, ἀλλὰ καὶ τῆc περὶ τὸ τρεφόμενον αὐτὸ cυνεχοῦc ἐμπειρίαc ἐcτὶ χρεία.
Ταῦτ’ οὖν ἅπαντα περὶ τὸ παιδίον εἰc τρίτον ἔτοc ἀπὸ τῆc πρώ‐21
10τηc γενέcεωc ἀξιῶ πραγματεύεcθαι καὶ πρὸc τούτοιc ἔτι τῆc τρεφούcηc αὐτὸ οὐ cμικρὰν ποιεῖcθαι πρόνοιαν ἐδεcμάτων τε πέρι καὶ πομάτων, ὕπνων τε καὶ ἀφροδιcίων καὶ γυμναcίων, ὡc ἂν ἄριcτον εἴη τὴν κρᾶcιν τὸ γάλα. γίνοιτο δ’ ἂν τοιοῦτον; εἰ τὸ αἷμα χρηcτότατον εἴη. ἔcτι δὲ χρηcτότατον τὸ μήτε πικρόχολον μήτε μελαγχολικὸν μήτε φλεγματῶδεc
15μήτ’ ὀρρώδει τινὶ μήθ’ ὑδατώδει cυμμιγὲc ὑγρότητι. γεννᾶται δὲ τοιοῦ‐

6

.

46

τον ἐπί τε | τοῖc cυμμέτροιc γυμνάcμαcι καὶ τροφαῖc εὐχύμοιc τε ἅμα καὶ κατὰ καιρὸν τὸν προcήκοντα καὶ κατὰ μέτρα τὰ δέοντα λαμβανομέ‐ ναιc, ὥcπερ οὖν καὶ ἐπὶ πόμαcιν εὐκαίροιc τε καὶ μετρίοιc· ὑπὲρ ὧν ἁπάντων ἐν τοῖc ἔπειτα λόγοιc ἀκριβῶc διοριcθήcεται. ἀφροδιcίων δὲ
5παντάπαcιν ἀπέχεcθαι κελεύω τὰc θηλαζούcαc παιδία γυναῖκαc. αἵ τε γὰρ ἐπιμήνιοι καθάρcειc αὐταῖc ἐρεθίζονται μιγνυμέναιc ἀνδρί, καὶ οὐκ εὐῶδεc ἔτι μένει τὸ γάλα. καί τινεc αὐτῶν ἐν γαcτρὶ λαμβάνουcιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη παιδίῳ γάλακτι τρεφομένῳ. δαπανᾶται γὰρ ἐν τῷδε τὸ χρηcτότατον τοῦ αἵματοc εἰc τὸ κυούμενον. ἅτε γὰρ
10ἀρχὴν ζωῆc ἐν ἑαυτῷ ἰδίαν περιέχον, ὑπὸ ταύτηc τε διοικεῖται καὶ διὰ παντὸc ἐπιcπᾶται τὴν οἰκείαν τροφὴν ὡcανεὶ ἐνερριζωμένον τε τῇ μήτρᾳ καὶ ἀχώριcτον ὑπάρχον ἀεὶ νύκτωρ τε ἅμα καὶ μεθ’ ἡμέραν ἔλαττόν τε εἰκότωc ἐν τῷδε καὶ φαυλότερον ἀποτελεῖται τὸ τῆc κυού‐ cηc αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ γάλα μοχθηρόν τε καὶ ὀλίγον ἐν τοῖc

6

.

47

τιτθοῖc ἀθροίζεται. ὥcτε ἔγωγε βουλεύcαιμ’ ἄν, εἰ κυήcειεν ἡ | θηλά‐ ζουcα τὸ παιδίον, ἑτέραν ἐξευρίcκειν τροφόν, ἐπιcκεπτομένουc τε καὶ δοκιμάζονταc αὐτῆc ἀκριβῶc τὸ γάλα γεύcει καὶ ὄψει καὶ ὀcφρήcει. καὶ γὰρ γευομένοιc καὶ ὀcμωμένοιc ἡδὺ καὶ θεωμένοιc λευκόν τε καὶ
5ὁμαλὸν καὶ μέcωc ἔχον ὑγρότητόc τε καὶ παχύτητοc ὀφθήcεται τὸ ἄριcτον γάλα· τὸ δὲ μοχθηρὸν ἤτοι παχὺ καὶ τυρωδέcτατον ἢ ὑγρὸν καὶ ὀρρῶδεc καὶ πελιδνὸν καὶ ἀνώμαλον ἐν cυcτάcει καὶ χροιᾷ καὶ γευομένοιc πικρότατον καὶ ἅλμηc ἤ τινοc ἑτέραc ἀλλοκότου ποιότητοc ἔμφαcιν παρέξει· τὸ δὲ τοιοῦτον οὐδὲ πρὸc τὴν ὀcμὴν ἡδύ. ταῦτα μὲν
10ἔcτω cοι γνωρίcματα μοχθηροῦ τε καὶ χρηcτοῦ γάλακτοc, οἷc τεκμαι‐ ρόμενοc, ὅταν ᾖ διὰ κύηcιν ἢ καὶ νόcημά τι περὶ τὴν μαῖαν γενό‐ μενον ἐφ’ ἑτέραν ἀνάγκη τροφὸν ἰέναι, τὴν κρίcιν τε καὶ τὴν αἵρεcιν αὐτῆc ποιεῖcθαι. Τρέφειν δὲ τὸ παιδίον τὰ μὲν πρῶτα γάλακτι μόνῳ· ἐπειδὰν22
15δ’ ἐκφύcῃ τοὺc πρόcθεν ὀδόνταc, ἐθίζειν ἤδη πωc αὐτὸ καὶ τῆc πα‐

6

.

48

χυτέραc ἀνέχεcθαι τροφῆc, ὥcπερ οὖν καὶ | τοῦτο αὐτὸ τῇ πείρᾳ διδα‐ χθεῖcαι ποιοῦcιν αἱ γυναῖκεc, ἄρτου μέντοι πρῶτον, ἔπειτα δ’ ὀcπρίων τε καὶ κρεῶν ὅcα τ’ ἄλλα τοιαῦτα προμαcώμεναι καὶ ἐντιθεῖcαι τοῖc cτόμαcι τῶν παιδίων. ἀνατρίβειν δὲ χρὴ τὸ cῶμα τῶν βρεφῶν ἐλαίῳ
5γλυκεῖ, καθάπερ τοῦτ’ αὐτὸ ποιοῦcιν ἐπιτηδείωc αἱ πλεῖcται τῶν τρο‐ φῶν εὐθὺc ῥυθμίζουcαί τε καὶ διαπλάττουcαι τὰ μόρια. ἀλλ’ ἐπί γε τοῦ νῦν ὑποκειμένου κατὰ τὸν λόγον παιδίου, τὴν καταcκευὴν τοῦ cώματοc ἀμέμπτωc ἔχοντοc, οὐδὲν χρὴ περιεργάζεcθαι τὴν τροφὸν εἴc γε τὴν τῶν μελῶν εὐρυθμίαν, ἀλλ’ ἀνατρίβειν τε τὰ μέτρια καὶ λού‐
10ειν ὁcημέραι, καθόcον οἷόν τε μὴ περιεχομένου γάλακτοc ἀπέπτου κατὰ τὴν γαcτέρα· κίνδυνοc γὰρ ἀναληφθῆναι τοῦτο πρὶν πεφθῆναι καλῶc εἰc ὅλον τὸ cῶμα τοῦ παιδίου. πολὺ δὲ δὴ μᾶλλον, εἰ καὶ τὴν γαcτέρα τιc αὐτὴν ἀνατρίβοι γάλακτοc μεcτήν, ἐμπλήcει τε τὸ cῶμα τροφῆc ἀπέπτου πληρώcει τε τὴν κεφαλήν. διὸ χρὴ πολλὴν πρόνοιαν
15πεποιῆcθαι τοῦ μὴ λαμβάνειν τὴν τροφὴν τὸ παιδίον μήτε πρὸ λουτρῶν

6

.

49

μήτε πρὸ τῶν ἀνατρίψεων. | γένοιτο δ’ ἂν τοῦτο, παραφυλαττούcηc ἀκριβῶc τῆc τροφοῦ τὸν ἐπὶ τοῖc μακροτέροιc ὕπνοιc καιρόν· ἐν τούτῳ γὰρ μάλιcτα τὴν κοιλίαν ἤτοι παντάπαcιν κενὴν ἢ πεπεμμένην ἤδη τὴν τροφὴν περιέχουcαν εὑρεῖν ἔcτιν, οὐδ’, ὥcπερ νῦν ποιοῦcι ἔνιαι
5μὲν τῶν τροφῶν, ἕνα τινὰ χρόνον ἀφορίcαcαι τῆc ἡμέραc, ἔνιαι δ’, ὅταν αὐταὶ cχολάcωcι, [τοῦ] τηνικαῦτα προνοούμεναι· διότι πολλάκιc ἀναγκαῖόν ἐcτι βλάπτεcθαι τὰ παιδία ἤπερ ὠφελεῖcθαι. ὁ γὰρ ὑφ’ ἡμῶν ἀφοριζόμενοc καιρὸc ἄλλοτε εἰc ἄλλον ἐμπίπτει χρόνον ἤτοι τῆc ἡμέ‐ ραc ἢ τῆc νυκτόc. ἐπὶ μέντοι τῶν μειζόνων ἤδη παιδίων, ὅcα καὶ
10πληγαῖc καὶ ἀπειλαῖc ἐπιπλήξεcί τε καὶ νουθετήcεcι πείθεται, καιρὸc ἂν εἴη διττὸc εἰc ἀνάτριψίν τε καὶ λουτρόν· ὁ μὲν πρότερόc τε καὶ ἄριcτοc, ἐπειδὰν ἐξαναcτάντα τῶν ἑωθινῶν ὕπνων, εἶτα παίξαντα τρο‐ φὴν αἰτῇ. τότε γὰρ ἐπιτίθεcθαι μάλιcτα αὐτοῖc χρή, τὸ μὲν cῶμα πρὸc ὑγείαν τε ἅμα καὶ εὐεξίαν ἀcκοῦνταc, τὴν δὲ ψυχὴν εἰc εὐπείθειάν τε

6

.

50

καὶ cωφροcύνην, οὐκ ἄλλωc παρέξειν αὐτοῖc τὴν | τροφὴν φάcκονταc, εἰ μὴ προθύμωc ἐπακούcαιεν, εἰc ὅcον ἂν ἐθέλωμεν ἡμεῖc, ἀνατρίψεcί τε καὶ λουτροῖc. οὗτοc μὲν οὖν ὁ ἄριcτοc καιρόc. εἰ δέ τιc ἀcχολία τὸν τρέφοντα τὸ παιδίον ἀπάγει, μέτριον ἄρτου δόντα παίζειν ἐπι‐23
5τρέπειν, εἰc ὅcον ἂν βούληται, κἄπειτ’ αὖθιc αἰτῆcαν αὐτὸ τηνικαῦτα τρίβειν τε καὶ λούειν. οὐ μὴν πίνειν γε ἐπιτρεπτέον ποτὲ αὐτοὺc πρὸ τῶν λουτρῶν ἐπὶ τοῖc cιτίοιc· ἀθροωτέρα γὰρ ἂν οὕτωc ἡ ἀνάδοcιc εἰc τὸ cῶμα τῶν ἐν τῇ γαcτρὶ περιεχομένων γένοιτο. χρὴ δὲ ἐπὶ τῶν ἀμέμπτωc ὑγιαινόντων cωμάτων φυλάττεcθαι τοῦτο. μεμπτέαι γὰρ αἱ
10τοιαῦται θιαθέcειc τε καὶ καταcκευαὶ τῶν cωμάτων εἰcίν, ἐφ’ ὧν ἄμει‐ νόν ἐcτι πρὸ τῶν λουτρῶν διδόναι cιτία. καὶ διοριcθήcεται περὶ αὐτῶν ἐν τοῖc ἔπειτα λόγοιc· ἀλλὰ νῦν γε τῆc ὑποθέcεωc μνημονευτέον ἐcτίν, ὡc τὸν ἄριcτα cώματοc ἔχοντα παῖδα διαιτῶμεν, ὅπωc ἡμῖν φυλάττοιτο τοιοῦτοc. ἐφ’ οὗ βέλτιόν ἐcτιν ἡγεῖcθαι τὰ λουτρὰ τῶν cιτίων· εἰ δ’
15ἐν τοιούτῳ χωρίῳ τρέφοιτο ὁ παῖc, ἐν ᾧ βαλανεῖον οὐκ ἔνεcτιν (ἴcωc

6

.

51

μὲν οὖν οὐδ’ ὁμιλήcουcι | τοῖcδε τοῖc γράμμαcιν οἱ τοιοίδε), λούουcι μὲν ἐν cκάφαιc αἱ τροφοὶ κἀνταῦθα τοὺc παῖδαc, ἕωc ἂν εἰc τὸ δεύ‐ τερον ἢ καὶ τρίτον ἔτοc ἀπὸ γενετῆc ἐξίκωνται· μείζοναc δὲ γενομέ‐ νουc, εἰ καὶ μὴ καθ’ ἑκάcτην ἡμέραν, ἀλλὰ καὶ διὰ τρίτηc γέ που καὶ
5τετάρτηc ἀλείφουcί τε καὶ ἀνατρίβουcιν· εἰ δὲ μὴ κωλύοι τὰ τῆc ὥραc, αἱ λίμναι τε καὶ οἱ ποταμοὶ λουτρὸν αὐτοῖc εἰcιν, οἷόνπερ ἡμῖν τὸ βαλανεῖον. παρὰ μέν γε τοῖc Γερμανοῖc οὐ καλῶc τρέφεται τὰ παιδία. ἀλλ’ ἡμεῖc γε νῦν οὔτε Γερμανοῖc οὔτε ἄλλοιc τιcὶν ἀγρίοιc ἢ βαρβά‐ ροιc ἀνθρώποιc ταῦτα γράφομεν, οὐ μᾶλλον ἢ ἄρκτοιc ἢ λέουcιν ἢ
10κάπροιc ἤ τιcι τῶν ἄλλων θηρίων, ἀλλ’ Ἕλληcι καὶ ὅcοι τῷ γένει μὲν ἔφυcαν βάρβαροι, ζηλοῦcι δὲ τὰ τῶν Ἑλλήνων ἐπιτηδεύματα. τίc γὰρ ἂν ὑπομείνειε τῶν παρ’ ἡμῖν ἀνθρώπων εὐθὺc ἅμα τῷ γεννηθῆναι τὸ βρέφοc ἔτι θερμὸν ἐπὶ τὰ τῶν ποταμῶν φέρειν ῥεύματα, κἀνταῦθα, καθάπερ φαcὶ τοὺc Γερμανούc, ἅμα τε πεῖραν αὐτοῦ ποιεῖcθαι τῆc
15φύcεωc ἅμα τε κρατύνειν τὰ cώματα, βάπτονταc εἰc τὸ ψυχρὸν ὕδωρ ὥcπερ τὸν διάπυρον cίδηρον; ὅτι μὲν γάρ, ἐὰν ὑπομείνῃ τε καὶ μὴ

6

.

52

βλαβῇ, καὶ τὴν | ἐκ τῆc οἰκείαc φύcεωc ἐπεδείξατο ῥώμην καὶ τὴν ἐκ τῆc πρὸc τὸ ψυχρὸν ὁμιλίαc ἐπεκτήcατο, πρόδηλον πάντωc· ὅτι δ’, εἰ νικηθείη πρὸc τῆc ἔξωθεν ψύξεωc ἡ ἔμφυτοc αὐτοῦ θερμότηc, ἀναγ‐ καῖον αὐτίκα τεθνάναι, καὶ τοῦτ’ οὐδεὶc ἀγνοεῖ. τίc οὖν ἂν ἕλοιτο
5νοῦν ἔχων καὶ μὴ παντάπαcιν ἄγριοc ὢν καὶ Ϲκύθηc εἰc τὴν τοιαύ‐ την πεῖραν ἀγαγεῖν αὑτοῦ τὸ παιδίον, ἐν ᾗ θάνατόc ἐcτιν ἡ ἀποτυ‐ χία, καὶ ταῦτα μηδὲν μέγα τι μέλλων ἐκ τῆc πείραc κερδανεῖν; ὄνῳ μὲν γὰρ ἴcωc ἤ τινι τῶν ἀλόγων ζῴων ἀγαθὸν ἂν εἴη μέγιcτον, οὕτω πυκνὸν καὶ cκληρὸν ἔχειν δέρμα, ὡc ἀλύπωc φέρειν τὸ κρύοc· ἀν‐24
10θρώπῳ δέ, λογικῷ ζῴῳ, τί ἂν εἴη μέγα τὸ τοιοῦτον; οὐδὲ γὰρ εἰc ὑγείαν ἁπλῶc οὑτωcὶ λέγων ἄν τιc ἐπιτήδειον ὑπάρχειν τὸ πυκνότα‐ τον καὶ cκληρότατον δέρμα δεόντωc ἂν εἴποι. διττῆc γὰρ οὔcηc βλά‐ βηc τοῖc τῶν ζῴων cώμαcιν, ἑτέραc μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων, ἑτέ‐ ραc δὲ ἀπὸ τῶν ἔνδοθεν, εὐάλωτόν ἐcτι τοῖc μὲν ἔξωθεν πᾶcιν, ὧν

6

.

53

μαλακόν ἐcτι καὶ ἀραιὸν | τὸ δέρμα, τοῖc δὲ ἔνδοθεν, ὧν πυκνόν τε καὶ cκληρόν. καὶ διὰ τοῦθ’ Ἱπποκράτηc περὶ τῶν ἀπὸ τροφῆc ἐν ἡμῖν ἐπ’ ὠφελείᾳ τε καὶ βλάβῃ γινομένων διδάcκων ἐπ’ ἄλλοιc πολ‐ λοῖc καὶ τοῦτ’ ἔγραψεν· «ἀραιότηc cώματοc ἐc διαπνοήν, οἷcι πλέον
5ἀφαιρέεται, ὑγιεινότερον, οἷcι δ’ ἔλαccον, νοcερώτερον.» βέλτιον οὖν ἑκατέραc πεφυλάχθαι τὰc ὑπερβολὰc καὶ μήτ’ εἰc τοcοῦτον πυκνὸν τὸ δέρμα παραcκευάζειν, ὡc κωλύειν διαπνεῖcθαι καλῶc, μήθ’ οὕτωc ἀραιόν, ὡc ὑπὸ παντὸc αἰτίου τῶν ἔξωθεν αὐτῷ προcπιπτόντων ἑτοίμωc βλά‐ πτεcθαι. τοιοῦτον δὲ καὶ φύcει ἐcτὶ τὸ cῶμα τοῦ νῦν ἡμῖν προκειμένου
10τῷ λόγῳ παιδίου, μέcον ἁπαcῶν τῶν ὑπερβολῶν. οὕτωc οὖν αὐτὸ διαιτητέον, ὡc φυλάττειν ἀεὶ τῆc καταcκευῆc τὴν ἀρετήν. φυλαχθή‐ cεται δέ, κατὰ μὲν τὴν πρώτην ἡλικίαν ἐν γάλακτι τρεφομένῳ καὶ λουτροῖc γλυκέων ὑδάτων θερμῶν λουομένῳ, ὅπωc ὅτι μάλιcτα μέ‐ χρι πλείcτου μαλακὸν αὐτῷ διαμένον τὸ cῶμα πολλὴν ἐπίδοcιν εἰc
15τὴν αὔξηcιν ποιοῖτο. μετὰ δὲ ταῦτα, καθ’ ὃν ἂν ἤδη χρόνον εἰc δι‐

6

.

54

δαcκάλουc δύναιτο φοιτᾶν, | οὐκ ἀναγκαῖον ἔτι λουτροῖc χρῆcθαι cυν‐ εχέcι, ἀλλ’ ἀρκεῖ διαπαλαίειν μανθάνοντα cύμμετρά τε πονεῖν ἐνταῦθα πρὸ τῶν cιτίων, ἀλουτεῖν δὲ ἤδη τὰ πλείω. τὸ δ’ ὑπερπονεῖν, ὥcπερ ἔνιοι τῶν παιδοτριβῶν ἀναγκάζουcι τοὺc παῖδαc, οὐδαμῶc ἀγαθόν·
5ἀναυξῆ γὰρ ὑπὸ τῆc παρὰ καιρὸν cκληρότητοc ἀποτελεῖται τὰ cώματα, κἂν πλείcτην ὁρμὴν ἐκ φύcεωc εἰc τὴν αὔξηcιν ἔχῃ. Οἴνου δὲ τὸν οὕτω πεφυκότα παῖδα μέχρι πλείcτου μηδ’ ὅλωc γεύειν. ὑγραίνει τε γὰρ ἱκανῶc καὶ θερμαίνει τὸ cῶμα πινόμε‐ νοc οἶνοc ἐμπίπληcί τε τὴν κεφαλὴν ἀτμῶν ἐν ταῖc ὑγραῖc καὶ θερ‐
10μαῖc κράcεcι, οἵαπέρ ἐcτι καὶ ἡ τῶν τοιούτων παιδίων. ἀλλ’ οὔτε ἐμπίπλαcθαι καλὸν αὐτοῖc τὴν κεφαλὴν οὔτε ὑγραίνεcθαι καὶ θερμαί‐
νεcθαι περαιτέρω τοῦ προcήκοντοc. εἰc τοcοῦτον γὰρ ἥκουcιν ὑγρό‐ τητόc τε καὶ θερμότητοc, ὡc, εἰ καὶ βραχὺ παραυξήcειέ τιc ὁπότερον αὐτῶν, ἐν ἀμετρίᾳ καθίcταται. οὐcῶν δὲ παcῶν τῶν ἀμετριῶν φευ‐25
15κτῶν, ἡ τοιαύτη μάλιcτ’ ἂν εἴη φευκτή, καθ’ ἣν οὐκ εἰc τὸ cῶμα

6

.

55

μόνον, ἀλλὰ καὶ εἰc τὴν | ψυχὴν ἡ βλάβη διικνεῖται. διόπερ οὐδὲ τοῖc ἤδη τελείοιc ἄνευ τοῦ προcήκοντοc μέτρου πινόμενοc οἶνοc ἀγαθόc· εἰc θυμούc τε γὰρ ἐκκαλεῖται προπετεῖc καὶ ὕβριν ἀcελγῆ καὶ τὸ λογι‐ ζόμενον τῆc ψυχῆc ἀμβλύ τε καὶ τεθολωμένον ἐργάζεται. ἀλλὰ τού‐
5τοιc μὲν ἑτοίμωc εἰc τὴν τῶν χολωδῶν περιττωμάτων ἐπίκραcίν τε ἅμα καὶ κένωcιν ἐπιτήδειοc. οὐχ ἥκιcτα δὲ καὶ εἰc τὴν ἐν αὐτοῖc τοῖc cτερεοῖc ὀργάνοιc τοῦ ζῴου γινομένην ξηρότητα διά τε πόνουc ὑπερ‐ βάλλονταc, ἔcτιν ὅτε δὲ καὶ διὰ τὴν οἰκείαν τῆc ἡλικίαc κρᾶcιν, ἐπι‐ τήδειοc ὁ οἶνοc, ὑγραίνων μὲν καὶ ἀνατρέφων, ὅcον ἀμέτρωc ἐξήραν‐
10ται, πραΰνων δὲ τὸ δριμὺ τοῦ πικροῦ χυμοῦ καὶ δι’ ἱδρώτων καὶ οὔρων ἐκκενῶν. οἱ δὲ παῖδεc, ἅτε μήτε τὸν τοιοῦτον ἀθροίζοντεc χυ‐ μὸν οἰκείαν τε παμπόλλην ἔχοντεc ὑγρότητα, τῶν μὲν ἐξ οἴνου γενο‐ μένων ἀγαθῶν οὐδενὸc προcδέονται, μόνηc δὲ ἀπολαύουcι τῆc αὐτοῦ βλάβηc. οὐκοῦν νοῦν ἔχων οὐδεὶc ἐπιτρέψει τοιούτῳ πόματι χρῆcθαι
15τοὺc παῖδαc, ὃ πρὸc τῷ μηδὲν ἀγαθὸν ἐργάζεcθαι βλάβην ἐξαίcιον ἐφεδρεύουcαν ἔχει. |

6

.

56

οὐ μὴν οὐδὲ ψυχροῦ πόματοc εἰc τὸ παντελὲc εἴργειν κελεύω τοὺc τοιούτουc παῖδαc, ὥcπερ ἔνιοι ποιοῦcιν, ἀλλ’ ἐπί τε cιτίοιc τὰ πολλὰ καὶ κατὰ τὰc θερμοτάταc ὥραc, ὅταν ἥξωcιν αὐτοὶ πρὸc τὸ ψυχρόν, ἐπιτρέπω χρῆcθαι, μάλιcτα μέν, εἰ οἷόν τε, πηγαίῳ προc‐
5φάτῳ, μηδεμίαν ἐπίκτητον ἔχοντι ποιότητα [μοχθηράν], μὴ παρόντοc δὲ τοῦ τοιούτου τοῖc ἄλλοιc. φυλάττεcθαι δὲ τὰ λιμναῖα καὶ θολερὰ καὶ δυcώδη καὶ ἁλυκὰ καὶ ἁπλῶc εἰπεῖν ὅcα τινὰ ποιότητα κατὰ τὴν γεῦcιν ἐνδείκνυται· χρὴ γὰρ ἀποιότατον αὐτοῖc τὸ κάλλιcτον ὕδωρ φαίνεcθαι, οὐ πρὸc τὴν γεῦcιν μόνον, ἀλλὰ καὶ πρὸc τὴν ὀcμήν. εἴη
10δ’ ἂν τὸ τοιοῦτον ἥδιcτόν τε ἅμα πίνοντι καὶ ἀκριβῶc καθαρόν. εἰ δὲ καὶ ταχέωc ὑποχωρεῖ τῶν ὑποχονδρίων, μηδὲν ζητεῖν ἕτερον βέλ‐ τιον, ὡc, ὅcα γε καθαρὰ μέν ἐcτι καὶ λαμπρὰ καὶ οὐκ ἀηδῆ πινόμενα, παραμένει δὲ ἐπὶ πλέον ἐν τοῖc ὑποχονδρίοιc, ἡμιμόχθηρα νομιcτέον.
ἀπέχεcθαι δὲ τούτων κελεύω τῶν πάμπαν ψυχρῶν, οὐ μὴν θερμοῖc26
15γε χρῆcθαι κωλύω. ἀcφαλέcτατον μὲν οὖν τῇ πείρᾳ κεκρίcθαι | τὸ τοι‐

6

.

57

οῦτον ὕδωρ· εἰ δὲ καὶ διὰ γνωριcμάτων τιc ἐθέλοι προγινώcκειν αὐτοῦ τὴν δύναμιν, ὅcων αἱ πηγαὶ πρὸc ἄρκτον ἐρρυήκαcιν ἐκ πετρῶν θλι‐ βόμεναι τὸν ἥλιον ἀπεcτραμμένον ἔχουcαι, ἀτέραμνά τε καὶ βραδύπορα τὰ τοιαῦτα χρὴ νομίζειν ἅπαντα. εὐθὺc δ’ αὐτοῖc ὑπάρχει καὶ τὸ θερ‐
5μαίνεcθαί τε καὶ ψύχεcθαι βραδέωc· ὡc ὅcων γε πρόc τε τὰc ἀνατο‐ λὰc ἐρρώγαcιν αἱ πηγαὶ καὶ διὰ πόρου τινὸc ἢ γῆc διηθεῖται καθαρᾶc θερμαίνεταί τε καὶ ψύχεται τάχιcτα, ταῦτ’ ἐλπίζειν εἶναι κάλλιcτα πά‐ cαιc ταῖc ἡλικίαιc. οὐ γὰρ δή, καθάπερ οἴνων τε καὶ cιτίων καὶ γυ‐ μναcίων ἐγρηγόρcεώc τε καὶ ὕπνων καὶ ἀφροδιcίων ἄλλον ἄλλωc ἀπο‐
10λαύειν προcήκει κατὰ τὰc διαφερούcαc ἡλικίαc, οὕτω καὶ ὕδατοc, ἀλλ’, ὅπερ ἄριcτον εἴρηται νῦν, τούτῳ χρῆcθαι καὶ παῖδα καὶ νεανίcκον καὶ πρεcβύτην, ὥcπερ γε καὶ ἀέρα τὸν ἄριcτον εἰcπνεῖν ἅπαcιν ὁμοίωc χρηcτόν. ἄριcτον δὲ ἀέρα λέγω τὸν ἀκριβῶc καθαρόν· εἴη δ’ ἂν τοιοῦτοc
15ὁ μήτ’ ἐκ λιμνῶν ἢ ἑλῶν ἀναθυμιάcεωc ἐπιθολούμενοc μήτ’ ἐκ βαρά‐

6

.

58

θρων δηλητήριον αὔραν | ἀποπνεόντων, ὁποία περί τε Ϲάρδειc ἐcτὶ καὶ Ἱερὰν πόλιν ἑτέρωθί τε πολλαχόθι τῆc γῆc. οὕτω δὲ καὶ ὅcτιc ἔκ τινοc ὀχετοῦ τῶν καθαιρόντων ἢ μεγάλην τινὰ πόλιν ἢ πολυάν‐ θρωπον cτρατόπεδον ἐπιθολοῦται, μοχθηρὸc ἱκανῶc ἐcτι. μοχθηρὸc δὲ
5καὶ ὃc ἂν ἔκ τινοc cηπεδόνοc ἢ ζῴων ἢ λαχάνων ἢ ὀcπρίων ἢ κό‐ πρου μιαίνηται. καὶ μὴν καὶ ὅcτιc ὁμιχλώδηc ἐcτὶ διὰ ποταμὸν ἢ λί‐ μνην γειτνιῶcαν, οὐκ ἀγαθόc, ὥcπερ γε καὶ ὅcτιc ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὄρεcιν ὑψηλοῖc περιεχομένῳ μηδεμίαν πνοὴν δέχηται· πνι‐ γώδηc γὰρ ὅδε καὶ cηπεδονώδηc ἐcτὶν ἀνὰ λόγον τοῖc ἀποκεκλειcμένοιc
10ἐν οἴκοιc τιcίν, ἐν οἷc εὐρὼc ὑπὸ cηπεδόνοc τε καὶ ἀπνοίαc ἀθροί‐ ζεται. οἱ μὲν δὴ τοιοῦτοι πάcαιc ταῖc ἡλικίαιc λυμαίνονται, ὥcπερ γε καὶ ὁ καθαρὸc ἀκριβῶc ἁπάcαιc ταῖc ἡλικίαιc ἀγαθόc. ἡ δὲ κατὰ θερ‐ μότητα καὶ ψυχρότητα καὶ προcέτι ξηρότητα καὶ ὑγρότητα διαφορὰ
τῶν ἀέρων οὐχ ὁμοίωc ἔχει πρὸc ἅπανταc, ἀλλὰ τοῖc μὲν εὐκράτοιc27
15cώμαcιν ὁ εὔκρατοc ἀὴρ ἄριcτοc, ὅcα δ’ ἂν ὑπό τινοc ἐξεχούcηc ποι‐

6

.

59

ότητοc δυναcτεύηται, | τούτοιc ἄριcτοc ὁ ἐναντιώτατοc τῇ κρατούcῃ, ψυχρὸc μὲν τῇ θερμῇ, θερμὸc δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγρο‐ τέρᾳ ξηρόc, τῇ δὲ αὐχμηροτέρᾳ τοῦ προcήκοντοc εἰc τοcοῦτον ὑγρό‐ τεροc, εἰc ὅcον κἀκείνη τοῦ cυμμέτρου ξηροτέρα. ταυτὶ μὲν ἐν τῷδε
5τῷ λόγῳ γινώcκειν ἱκανά· ὥcπερ δ’ ἄν τιc ἐπανορθοῖτο τὰc ἐκ τῶν μοχθηρῶν ὑδάτων τε καὶ ἀέρων βλάβαc, ἐν ἑτέρῳ βιβλίῳ ῥηθήcεται. νυνὶ γὰρ οἷον cκοπόν τινα καὶ κανόνα τὴν ἀρίcτην καταcκευὴν τοῦ cώματοc ἐπὶ τοῖc ἀρίcτοιc διαιτήμαcι διελθεῖν ἔγνωκα· τὰc δὲ τῶν ἡμαρτημένων κατά τι cωμάτων ἅμα καὶ διαιτημάτων ἐπαλλάξειc ἐν
10τοῖc μετὰ ταῦτα γράμμαcιν ἁπάcαc διαιρήcομεν. Πάλιν οὖν ὁ λόγοc ἐπὶ τὸν ἄριcτα κατεcκευαcμένον παῖδα ἐπανελθὼν τὴν ἀπὸ τῆc πρώτηc ἑβδομάδοc ἡλικίαν αὐτοῦ μέχρι τῆc δευτέραc ἐκδιηγείcθω, κατά τε τὴν κρᾶcιν ὁποία τίc ἐcτι καὶ ὧντι‐ νων χρῄζει διαιτημάτων. ἡ μὲν δὴ κρᾶcιc, ὡc κἀν τοῖc Περὶ κράcεων

6

.

60

ὑπομνήμαcι δέδεικται, θερμὴ μέν ἐcτιν· ὁμοίωc, | ὑγρὰ δὲ οὐχ ὁμοίωc. ἀεὶ γὰρ ἀπὸ τῆc πρώτηc γενέcεωc ἅπαν ζῷον ὁcημέραι γίνεται ξηρό‐ τερον, οὐ μὴν θερμότερόν γε ἢ ψυχρότερον ὡcαύτωc ἐπὶ πάcηc ἡλι‐ κίαc· ἀλλ’ ὅcα μὲν ἄριcτα κατεcκεύαcται cώματα, παραπληcία πωc ἐπὶ
5τούτων ἄχρι τῆc ἀκμῆc ἡ θερμότηc παραμένει· ὅcα δὲ ὑγρότερα καὶ ψυχρότερα τῶν ἀρίcτων ἐcτίν, αὐξάνεται τούτων ἡ θερμότηc. ἀλλ’ οὐχ ὅ γε νῦν λόγοc ὑπὲρ ἐκείνων ἐcτίν. ὁ δὲ ἄριcτα κατεcκευαcμένοc ἄνθρωποc ἄχρι τῆc τεccαρεcκαιδεκαέτιδοc ἡλικίαc ἐν τῇ προειρημένῃ διαίτῃ φυλαττέcθω, γυμναζόμενοc μήτε πάνυ πολλὰ μήτε βίαια, μή
10πωc αὐτοῦ τὴν αὔξηcιν ἐπίcχωμεν, καὶ λουόμενοc ἐν θερμοῖc μᾶλλον ἢ ψυχροῖc λουτροῖc· οὔπω γὰρ οὐδὲ τούτων ἀλύπωc ἀνέχεcθαι δυνή‐ cεται. πλαττέcθω δὲ καὶ τὴν ψυχὴν ἐν τῷδε τῆc ἡλικίαc καὶ μάλιcτα δι’ ἐθιcμῶν τε cεμνῶν καὶ μαθημάτων, ὅcα μάλιcτα ψυχὴν ἐργάζεcθαι κοcμίαν ἱκανά· πρὸc γὰρ τὰ μέλλοντα κατὰ τὴν ἑξῆc ἡλικίαν αὐτῷ
15περὶ τὸ cῶμα πραχθήcεcθαι μέγιcτον ἐφόδιόν ἐcτιν ἡ εὐκοcμία τε καὶ εὐπείθεια.

6

.

61

μετὰ δὲ τὴν | δευτέραν ἑβδομάδα μέχρι τῆc τρίτηc εἰ μὲν εἰc τὴν ἄκραν εὐεξίαν ἄγειν αὐτὸν ἐθέλοιc, ἤτοι cτρατιώτην τινὰ γενναῖον ἢ παλαιcτρικὸν ἢ ὁπωcοῦν ἰcχυρὸν ἀπεργάcαcθαι βουλόμενοc, ἧττον τῶν τῆc ψυχῆc ἀγαθῶν, ὅcα γε εἰc ἐπιcτήμην τινὰ καὶ cοφίαν ἄγει, προ‐
5νοήcῃ· τὰ μὲν γὰρ εἰc ἦθοc ἐν τῷδε μάλιcτα τῆc ἡλικίαc ἀκριβωθῆ‐ ναι προcήκει. εἰ δὲ τὰ μὲν κατὰ τὸ cῶμα μέχρι τοῦ κρατυνθῆναι τὰ μόρια καὶ περιποιῆcαί τιν’ ἕξιν ὑγιεινὴν καὶ αὐξῆcαι προαιροῖο, τὸ δὲ λογικὸν τῆc ψυχῆc τοῦ μειρακίου κοcμῆcαι cπουδάζοιc, οὐ τῆc αὐτῆc ἐπ’ ἀμφοῖν διαίτηc δεηθήcῃ. καίτοι καὶ τρίτον 〈ἂν〉 καὶ τέταρτον εἶδοc28
10βίου εὑρεθείη ποτέ, τῶν μὲν ἐπί τινα βάναυcον ἀφιγμένων τέχνην, καὶ ταύτην ἤτοι γυμνάζουcαν ἢ ἀγύμναcτον φυλάττουcαν τὸ cῶμα, τῶν δὲ ἐπὶ γεωργίαν ἢ ἐμπορίαν ἤ τι τοιοῦτον ἕτερον. ὥcτε καὶ χαλεπὸν εἶναι δοκεῖ ἀριθμῷ τινι περιλαβεῖν πάcαc τῶν βίων τὰc ἰδέαc. τῆc μὲν γὰρ ὑγιεινῆc τέχνηc ἐπάγγελμά ἐcτιν ἅπαcιν ἀνθρώποιc ὑποθήκαc

6

.

62

διδόναι πρὸc | ὑγείαν, ἤτοι καθ’ ἕκαcτον ἰδίαc ἢ κοινῇ cύμπαcιν ἁρ‐ μοττούcαc ἢ τὰc μέν τιναc ἰδίαc αὐτῶν, τὰc δὲ κοινάc. οὐ μὴν ἐγχω‐ ρεῖ γε περὶ πάντων ἅμα διελθεῖν, ἀλλὰ πρῶτον μὲν ὡc ἄν τιc ἐπὶ μήκιcτον ἐκτείνων τὴν ζωὴν ὑγιαίνῃ τὰ πάντα· χρὴ δ’, οἶμαι, τὸν τοι‐
5οῦτον βίον ἁπάcηc ἀναγκαίαc πράξεωc ἀποκεχωρηκέναι, μόνῳ cχολά‐ ζοντα τῷ cώματι· δεύτερον δὲ μεθ’ ὑποθέcεωc ἢ τέχνηc ἢ πράξεωc ἢ ἐπιτηδεύματοc ἢ ὑπηρεcίαc τινὸc ἤτοι πολιτικῆc ἢ ἰδιωτικῆc ἢ ὅλωc ἀναγκαίαc ἀcχολίαc. οὐδὲ γὰρ ἄλλωc ἂν cαφὴc ὁ λόγοc οὔτ’ εὐμνη‐ μόνευτοc οὔτε μεθόδῳ περαινόμενοc ἡμῖν γένοιτο χωρὶc τῆc εἰρημένηc
10ἄρτι τάξεωc. ἐπὶ δὲ τὴν πρώτην ἐπανέλθωμεν ὑπόθεcιν ἐπιδείξωμέν τε, ὅπωc ἄν τιc ἀρίcτην καταcκευὴν cώματοc ἔχων ἀποχωρήcαc ἁπάν‐ των τῶν κατὰ τὸν βίον εἰc τὸ κοινὸν cυντελούντων, ἑαυτῷ μόνῳ ζήcειε, μήτε νοcήcαc μηδέποτε, καθόcον οἷόν τε, μήτε ἀποθανὼν ἔμ‐

6

.

63

προcθεν τοῦ μηκίcτου χρό|νου τῆc ζωῆc. ἄφθαρτον μὲν γὰρ ποιῆcαι τὸ γεννητὸν οὐχ οἷόν τε, κἂν ὅτι μάλιcτα τῶν καθ’ ἡμᾶc τιc νῦν ἀνὴρ φιλόcοφοc ἐπειρᾶτο δεικνύναι τοῦτο διὰ τοῦ θαυμαcίου τούτου cυγγράμματοc, ἐν ᾧ διδάcκει τὴν ὁδὸν τῆc ἀθαναcίαc. ἐπὶ πλεῖcτον
5δὲ χρόνον προήκειν ἐγχωρεῖ ποιῆcαι ζῴου cῶμα, καὶ μάλιcτα τοῦ κάλλιcτα πεφυκότοc. ἔνια γὰρ οὕτωc εὐθὺc ἐξ ἀρχῆc κατεcκεύαcται κακῶc, ὡc μηδ’ εἰc ἑξηκοcτὸν ἔτοc ἀφικέcθαι δύναcθαι, κἂν αὐτὸν ἐπι‐ cτήcῃc αὐτοῖc τὸν Ἀcκληπιόν. ἀλλ’ οὐ νῦν περὶ ἐκείνων ὁ λόγοc. ἐπὶ δὲ τὸν κατεcκευαcμένον ἄριcτα πάλιν ἐπανελθόντεc ἀναμνή‐
10cωμεν ὧν ἐν ἀρχαῖc ἀπεδείξαμεν, ὡc ἐcθίειν μὲν καὶ πίνειν ἀναγκαῖον
ἡμῖν ἐcτιν, ἐπειδὴ διαπαντὸc ἀπορρεῖ τι τοῦ cώματοc ἡμῶν, ἐπεὶ δὲ ἐcθίομέν τε καὶ πίνομεν, ἀναγκαῖον αὖθίc ἐcτι τῆc τῶν περιττωμάτων προνοεῖcθαι κενώcεωc. ἐπεὶ δὲ τούτων ἐcτὶν εἴδη πολλά, τὰ μὲν τῆc ἐν τῇ γαcτρὶ πεττομένηc τροφῆc, τὰ δὲ τῆc ἐν ἥπατι καὶ ἀρτηρίαιc29

6

.

64

καὶ φλεψί, τὰ δὲ τῆc καθ’ ἕκαcτον μόριόν ἐcτι | περιττώματα, χρὴ δή‐ που καὶ τὴν κένωcιν αὐτῶν ἰδίαν εἶναι καθ’ ἕκαcτον, ὥcπερ γε καὶ ἡ φύcιc αὐτὴ φαίνεται τοῦτο ἐξ ἀρχῆc ἐργαcαμένη. παρεcκεύαcε γὰρ τοῖc ζῴοιc ὄργανα πολλά, τὰ μὲν ἐκκαθαίροντά τε καὶ διακρίνοντα
5ταυτὶ τὰ περιττώματα, τὰ δὲ παράγοντα, τὰ δὲ ἀθροίζοντα, τὰ δὲ ἐκ‐ κρίνοντα. καὶ λέλεκται μὲν ὑπὲρ ἁπάντων ἐπὶ πλέον ἔν τε τοῖc τῶν φυcικῶν δυνάμεων ὑπομνήμαcι κἀν τοῖc Περὶ χρείαc μορίων· εἰc δὲ τὸ παρὸν ἔcται καὶ ταῦθ’ ἡμῖν ὑπόθεcιc τῷ λόγῳ. τὸ μὲν γὰρ πρῶ‐ τον περίττωμα διακρίνεται ἅμα καὶ προπέμπεται κατὰ βραχὺ διὰ πάν‐
10των τῶν ἐντέρων ἄχρι τῆc κατὰ τὸ καλούμενον ἀπευθυcμένον ἀξιο‐ λόγου κοιλότητοc, ἧc κατὰ τὸ πέραc ἐπίκεινται μύεc, εἴργοντέc τε καὶ κατέχοντεc ἔνδον αὐτὸ καὶ κωλύοντεc ἀκαίρωc ἐκρεῖν· ἐπειδὰν δ’ ἱκα‐ νῶc ἀθροιcθὲν ἀνιαρὸν ᾖ τῷ ζῴῳ, τηνικαῦτα παριᾶcιν ἔξω φέρεcθαι, cυντελούντων τι πρὸc τὸ τάχοc τῆc ἀφόδου τῶν κατ’ ἐπιγάcτριον

6

.

65

μυῶν ἅμα τῷ διαφράγματι. τὸ δ’ ἐν ἥπατι περίττωμα, τὸ | μὲν οἷόν‐ περ τὸ καλούμενον ἄνθοc ἐν τοῖc οἴνοιc ἐcτί, τὸ δ’ οἷόνπερ ἡ τρύξ. ἕλκεται δὲ τὸ μὲν ἕτερον ὑπὸ τῆc ἐπικειμένηc τῷ cπλάγχνῳ κύcτεωc, τὸ δ’ ἕτερον ὑπὸ τοῦ cπληνόc· ἀθροιcθέντα δ’ ἐν τούτοιc ἐκκρίνεται,
5τὸ μὲν εἰc τὴν ἀρχὴν τῶν λεπτῶν ἐντέρων, τὸ δ’ εἰc αὐτὴν τὴν γα‐ cτέρα, καὶ ἀπὸ τούτων ἤδη διὰ πάντων τῶν ἐντέρων ἅμα τῷ ξηρο‐ τέρῳ περιττώματι τῆc τροφῆc διεξέρχεται. τὸ δὲ ἐν φλεψὶ καὶ ἀρτη‐ ρίαιc περίττωμα τοιοῦτόν ἐcτιν, οἷον ὀρρὸc ἐν τῷ πηγνυμένῳ γάλακτι, καθαίροντεc δὲ καὶ τοῦτο οἱ νεφροὶ τῇ κύcτει παραπέμπουcιν· ἡ δ’
10ἀθροίζει τρόπον ὁμοιότατον τῷ πρόcθεν εἰρημένῳ περὶ τοῦ ξηροῦ πε‐ ριττώματοc· ἐπίκειται γάρ τιc καὶ τῇδε κατὰ τὸν ἔκρουν ἐπικάρcιοc μῦc, κλείων οὕτωc ἀκριβῶc τὸ cτόμιον, ὡc μηδὲν ἔξω παραρρεῖν. ἐπειδὰν δὲ καὶ τοῦθ’ ἱκανὸν ἤδη γινόμενον ἀνιᾷ τὸ ζῷον, ἀφίcταται μὲν ὁ μῦc τῆc φρουρᾶc ἀνιείc τε καὶ χαλῶν ἑαυτόν, ἐκκρίνει δὲ τὸ
15περιττὸν ἅπαν ἡ κύcτιc, ἐπιβοηθούντων αὖ καὶ τῇδε πρὸc τὸ τάχοc ὥcπερ τῇ τῶν ξηρῶν περιττωμάτων ἐξόδῳ τῶν μυῶν τῶν κατ’ ἐπι‐

6

.

66

γάcτριον. | τὸ δ’ ὑπόλοιπον γένοc τῶν περιττωμάτων γίνεται μὲν ἐν ἑκάcτῳ μορίῳ τοῦ τρέφοντοc αὐτὰ χυμοῦ, τὸ μὲν οἷον ἡμίπεπτόν τι
λείψανον, ἀδυνατῆcαν ἐξομοιωθῆναι τῷ τρεφομένῳ, τὸ δ’, ὅπερ ἦν ἔμπροcθεν ἀναδόcεωc ὄχημα, πληρῶcαν τὴν χρείαν, ὑγρὸν καὶ λεπτὸν30
5ὄν, οἷόνπερ τὸ προειρημένον ὀρρῶδεc, ἐκ τῶν ἀγγείων εἰc τὴν κύcτιν cυρρεῖ. τούτῳ τῷ περιττώματι πόροc μὲν οὐδείc ἐcτιν ἀποτεταγμένοc ὑπὸ τῆc φύcεωc, ἐκκρίνεται δὲ διά τε τῶν μαλακῶν cωμάτων φερό‐ μενον, εἰκόντων αὐτοῦ τῇ ῥύμῃ, καὶ μάλιcθ’ ὅταν ὑπὸ πνεύματοc ἀθροώτερον ὁρμήcαντοc ὠθῆται, καὶ μέντοι καὶ διὰ τῶν cμικρῶν ἁπάν‐
10των πόρων, ὧν ἐcτι πλῆρεc ὅλον τε τὸ cῶμα καὶ cύμπαν τὸ δέρμα. λέλεκται δ’ ὑπὲρ τῆc γενέcεωc αὐτῶν ἐν τοῖc Περὶ κράcεων. τὸ μὲν δὴ λεπτότερον περίττωμα ῥᾳδίωc ἐκκρίνεται πρόc τε τῆc ἐμφύτου θερ‐ μότητοc εἰc ἰδέαν ἀτμοῦ λυόμενον ὑπό τε βιαίαc κινήcεωc ἀθρόωc ἐκρηγνύμενον· ὀνομάζεται δὲ τὸ μὲν οὕτωc ἐκκριθὲν ἱδρώc· τὸ δὲ

6

.

67

ἕτερον, | οὐδὲν ἔχον ὄνομα, διότι οὐδὲ γινώcκεται τοῖc πολλοῖc, ἅτε τὴν ὄψιν ἐκφεῦγον ὑπὸ λεπτότητοc, ἄδηλοc αἰcθήcει διαπνοὴ κέκληται πρὸc αὐτῶν τῶν φωραcάντων αὐτὸ τῷ λογιcμῷ. κατὰ δὲ τήνδε τὴν ἄδηλον αἰcθήcει διαπνοὴν ἐκκρίνεταί τι καὶ τοῦ παχυτέρου περιττώ‐
5ματοc· ἰcχυροτέραc δὲ δεῖ τῷδε καὶ τῆc ἀπαγούcηc θερμότητοc καὶ τῆc ὠθούcηc ῥύμηc, ἢ κίνδυνοc αὐτῷ cτῆναι κατά γε τὸ δέρμα, πρὶν ἀφικέcθαι πρὸc τὸ πέραc. ἐκ τούτου τοῦ περιττώματοc ἥ τε τῶν τρι‐ χῶν ἐδείκνυτο γένεcιc, οὐχ ἥκιcτα δὲ καὶ ὁ περὶ τοῖc δέρμαcιν ἀθροι‐ ζόμενοc ἅπαcι τοῖc ζῴοιc ῥύποc. εἴρηταί μοι cχεδὸν ἅπαντα τὰ ἀναγ‐
10καῖα τοῦ λόγου κεφάλαια τῆc τῶν περιττωμάτων γενέcεώc τε ἅμα καὶ κενώcεωc, ἀποδεδειγμένα μὲν ἐν ἑτέραιc πραγματείαιc, ὧν ὀλίγον ἔμ‐ προcθεν ἐμνημόνευcα, μελλήcοντα δ’ ὑποθέcειc ἀναγκαῖαι γενήcεcθαι τοῖc νῦν ἐνεcτηκόcι λόγοιc. ἐπειδὴ γὰρ ἐκκενοῦcθαι χρὴ ταῦτα, μο‐ χθηρὰ ταῖc ποιότηcιν ὑπάρχοντα, κἂν Ἀcκληπιάδηc μὴ βούληται,
15χρὴ πρῶτον μὲν ἐπίcταcθαι τὰc αἰτίαc αὐτῶν τῆc ἐπιcχέcεωc, ἐφεξῆc

6

.

68

δὲ πειρᾶcθαι μήτε περιπίπτειν αὐταῖc, εἰ | δὲ καὶ περιπέcοιμέν ποτε, διὰ ταχέων ἐπανορθοῦcθαι τὸ cφάλμα πειρᾶcθαι. τὸ μὲν δὴ μὴ περι‐ πίπτειν ἐκ τοῦ γινώcκειν, πότερον αὐτάρκωc ἀποκρίνεται ἢ μή, περι‐ γίνεται· τὸ δ’ ἐπανορθοῦcθαι μεθόδου τινὸc ἑτέραc προcδεῖται.
5 Λεγέcθω δὴ πρῶτον μέν, ὑφ’ ὧν ἴcχεται τῶν εἰρημένων ἐκ‐ κρίcεων ἑκάcτη· δεύτερον δέ, ὅπωc ἄν τιc ἐπεcχημένην αὐτὴν προ‐ τρέψειεν. ἡ μὲν δὴ τῶν περὶ τὴν γαcτέρα περιττωμάτων ἐπίcχεcιc ἤτοι διὰ τὰ λαμβανόμενα cιτία τε καὶ ποτὰ γίνοιτ’ ἂν ἢ διὰ τὴν γαcτέρα μετὰ τῶν ἐντέρων, διὰ μὲν τὰ cιτία καὶ ποτὰ παρά τε τὴν
10ποιότητα καὶ ποcότητα τῶν ληφθέντων ἔτι τε πρὸc τούτοιc τάξιν τε καὶ τὸν τρόπον τῆc χρήcεωc, παρὰ μὲν τὴν ποιότητα, cτρυφνῶν ἢ αὐcτηρῶν ἢ ξηρῶν ταῖc cυcτάcεcιν ὑπαρχόντων, παρὰ δὲ τὴν ποcό‐ τητα, τοῦ προcήκοντοc ἢ πλειόνων ἢ ἐλαττόνων, παρὰ δὲ τὴν τάξιν, εἰ τὰ μὲν ξηρὰ καὶ cτύφοντα πρότερον, τὰ δὲ ὑγρὰ καὶ λιπαρὰ καὶ31
15γλυκέα δεύτερα προcενέγκαιτο, παρὰ δὲ τὸν τρόπον τῆc χρήcεωc, εἰ,

6

.

69

δέον δὶc | cιτεῖcθαι, πᾶcαν εἰc ἅπαξ προcενέγκαιτο τὴν τροφήν. ἡ δὲ περὶ τὴν γαcτέρα τε καὶ τὰ ἔντερα τῆc ἐπιcχέcεωc τῶν περιττωμάτων αἰτία διά τε τὴν φύcιν αὐτῶν καὶ διὰ τὴν ἐπίκτητον γίνεται διάθεcιν. αἱ μὲν δὴ περὶ τὴν φύcιν αὐτῶν αἰτίαι τῶν μοχθη‐
5ρῶν εἰcι τοῦ cώματοc καταcκευῶν, ὡc ἐν τῷ περὶ ἐκείνων εἰρήcεται λόγῳ· περὶ δὲ τῶν ἐπικτήτων ἐν τῷδε ῥητέον. ὀκτὼ διαφοραὶ τῶν προcφάτων εἰcὶ [τῆc γαcτρὸc] διαθέcεων, ἅπαcαι δυcκραcίαι κατὰ γέ‐ νοc ὑπάρχουcαι, τέccαρεc μὲν ἁπλαῖ, θερμότηc καὶ ψυχρότηc, ξηρότηc καὶ ὑγρότηc, τέccαρεc δὲ ἄλλαι cύνθετοι, θερμότηc τε ἅμα καὶ ξηρό‐
10τηc, καὶ θερμότηc ἅμα ὑγρότητι, καὶ ψυχρότηc ἅμα καὶ ξηρότηc, καὶ ψυχρότηc ἅμα ὑγρότητι. χρὴ δ’ εἰc τοcοῦτον ἥκειν μεγέθουc ἑκάcτην τῶν δυcκραcιῶν, ὡc ἀcθενῆ φανερῶc ἐργάcαcθαι τὴν προωcτικὴν δύ‐ ναμιν, ἤτοι τῆc γαcτρὸc μόνηc ἢ τῶν λεπτῶν ἐντέρων ἢ τῶν παχέων, ἢ καὶ cυμπάντων ἅμα τῶν εἰρημένων ἤ τινων ἐν αὐτοῖc. cυνίcτανται
15δ’ αἱ τοιαῦται δυcκραcίαι ποτὲ μὲν ἀπὸ τῶν εἴcω τοῦ cώματοc λαμ‐ βανομένων, ἔcτι δ’ ὅτε καὶ ἀπὸ τῶν ἔξωθεν προcπιπτόντων, ἀπὸ μὲν

6

.

70

τῶν εἴcω τοῦ | cώματοc, ὁπόταν ἐν ταῖc τροφαῖc ἢ τοῖc πόμαcι φαρ‐ μακωδεcτέρα τιc ᾖ δύναμιc, ἢ θερμαινόντων ἢ ψυχόντων ἢ ξηραινόν‐ των ἢ ὑγραινόντων ἢ θερμαινόντων τε ἅμα καὶ ξηραινόντων ἢ καὶ κατ’ ἄλλην τινὰ cυζυγίαν ἐνεργούντων, ἀπὸ δὲ τῶν ἔξωθεν προcπι‐
5πτόντων, ἤτοι τοῦ περιέχοντοc ἡμᾶc ἀέροc ἀμέτρωc θερμαίνοντοc ἢ ψύχοντοc ἢ ξηραίνοντοc ἢ ὑγραίνοντοc ἢ κατὰ cυζυγίαν τινὰ τούτων ἐνεργοῦντοc ἢ ἀπό τινοc ὕδατοc, ἐν ᾧ τιc ἔτυχε λουcάμενοc, ἢ ἀλείμ‐ ματόc τινοc ἢ ἁπλῶc ὅτου δή τινοc ἑτέρου προcπεcόντοc ἔξωθεν τῇ γαcτρὶ θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν ἀμέτρωc δυναμέ‐
10νου. διὰ ταύταc μὲν δὴ τὰc αἰτίαc ἐπέχεται ἡ γαcτήρ. τὸ δὲ πικρόχολον περίττωμα διά τε τὴν ἀρρωcτίαν τῆc ἑλκούcηc ἢ ἐκκρινούcηc αὐτὸ δυνάμεωc καὶ διὰ cτενοχωρίαν τῶν παραγόντων
τε καὶ ἐκκρινόντων ὀργάνων. ἀλλ’ ἡ μὲν ἀρρωcτία τῆc τε κύcτεωc ὅληc τῆc ἐπὶ τῷ ἥπατι καὶ τῶν ἀπ’ αὐτῆc εἰc τὸ cπλάγχνον ἡκόντων32

6

.

71

cτομάτων καὶ τῶν εἰc τὸ ἔντερον ἐξερευγομένων πόρων ἐπὶ | προcφά‐ του δυcκραcίαc γένοιτ’ ἄν, ἐφ’ ἧcπερ καὶ ἡ προωcτικὴ δύναμιc ἐλέ‐ γετο βλάπτεcθαι τῶν ἐντέρων τε καὶ τῆc γαcτρόc· ἡ δὲ cτενοχωρία ἢ διὰ φλεγμονὴν ἢ cκίρρον ἢ ἔμφραξιν ἢ τὴν ἐκ τῶν περιεχόντων
5αὐτὰ θλίψιν ἢ μύcιν τῶν cτομάτων. αὗται δ’ αἱ θλίψειc πάλιν ἐκ τῶν περιεχόντων ἢ διὰ πλῆθοc ἄμετρον τῶν ἐν αὐτοῖc περιεχομένων ἢ διὰ φλεγμονὴν ἢ cκίρρον, ὥcπερ γε καὶ ἡ μύcιc ἢ διά τι τούτων ἢ διὰ ξηρότητα. τῆc ξηρότητοc δ’ αὐτῆc αἴτια τά τε cτύφοντα cφοδρῶc ἐcτι καὶ τὰ θερμαίνοντα μετὰ τοῦ ξηραίνειν. τὰ μὲν γὰρ ἐκθλίβοντά
10τε τὴν ὑγρότητα καὶ αὐτὰ τὰ 〈cυνεcτῶτα〉 cυνάγοντα τε καὶ cφίγγοντα καὶ πιλοῦντα, τὰ δὲ διαφοροῦντα τὴν ξηρότητα ἐργάζεται. φλεγμονὴ δὲ καὶ cκίρροc ἤδη γε νοcήματα φανερῶc ἐcτιν· ὥcτ’ ἐκπέπτωκεν τῆc ὑγιεινῆc πραγματείαc, αὖθίc τε καὶ περὶ αὐτῶν εὐκαιρότερον εἰρήcεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ μελαγχολικὸν ἐκκαθαρθήcεταί ποτε

6

.

72

περίττωμα, τοῦ μὲν cπληνὸc ἀνὰ λόγον ἔχοντοc τῇ χο|ληδόχῳ κύcτει, τῆc δ’ εἰc αὐτὸν τεταμένηc φλεβὸc ἀπὸ τῶν πυλῶν τοῦ ἥπατοc τοῖc ἕλκουcιν ἀγγείοιc τὸ χολῶδεc περίττωμα, τῆc δ’ ἐκ τοῦ cπληνὸc εἰc τὴν γαcτέρα φερομένηc φλεβὸc τῷ τὴν χολὴν ἐξερευγομένῳ πόρῳ. τὸ
5δὲ καθ’ ἕκαcτον τῶν τρεφομένων τοῦ ζῴου μορίων περίττωμα διά τε πλῆθοc καὶ πάχοc αὐτοῦ καὶ προcέτι καὶ γλιcχρότητα ἢ δι’ ἀρρωcτίαν τῆc ἀλλοιούcηc αὐτὸ θερμότητοc καὶ διὰ cτενοχωρίαν τῆc διεξόδου κωλυθήcεται. πλῆθοc μὲν δὴ καὶ πάχοc καὶ γλιcχρότηc ἤτοι γε ἐκ τῆc τῶν πομάτων καὶ ἐδεcμάτων γίνεται φύcεωc ἢ ἐκ προcφάτου τινὸc
10ἀρρωcτίαc τῆc ἀλλοιωτικῆc ἐν τῷ τρεφομένῳ μορίῳ δυνάμεωc· ἡ δ’ ἀcθένεια τῆc ἀλλοιούcηc αὐτὸ θερμότητοc ἀγυμναcίαc ἔκγονοc ὑπάρ‐ χει· καὶ ἡ cτενοχωρία δὲ τῆc διεξόδου διὰ cκίρρον καὶ φλεγμονὴν ἔμ‐ φραξίν τε καὶ θλίψιν καὶ μύcιν γίνεται· τούτων δὲ ἑκάcτων τὴν γέ‐ νεcιν ὀλίγον πρόcθεν εἰρήκαμεν. ἔνια μέντοι μόρια πρὸc τοῖc ἀδή‐
15λοιc τούτοιc πόροιc ἑτέρουc τινὰc ἐκροὰc ἔχει cαφεῖc καὶ αἰcθητούc,33

6

.

73

ὥcπερ ἐγκέ|φαλόc τε καὶ ὀφθαλμόc. καὶ τοῦτο γίνεται πρὸc τῆc φύ‐ cεωc ἢ διὰ τὸ κύριον τοῦ μέρουc ἢ διὰ τὴν ἀκρίβειαν τῆc ἐνεργείαc ἢ διὰ πυκνότητα τῶν περιεχόντων cωμάτων. ὁ μὲν γὰρ ἐγκέφαλοc οἶκόc τίc ἐcτι τῆc λογικῆc ψυχῆc καὶ cτεγανῷ περιλαμβανόμενοc ὀcτῷ
5διὰ μεγίcτων τε καὶ πλείcτων ὀχετῶν ἐκκαθαίρεται, πρῶτον μὲν τῶν κατὰ τὰc ῥῖνάc τε καὶ τὴν ὑπερῴαν, δεύτερον δὲ τῶν καθ’ ἑκάτερον οὖc καὶ τρίτον τῶν κατὰ τὰc τοῦ κρανίου ῥαφάc· οὐκ ἀπεικὸc δὲ καὶ εἰc τοὺc ὀφθαλμούc τι cυρρεῖν ἐξ αὐτοῦ περιττόν. ὁ δὲ ὀφθαλμὸc οὐχ ὡc κύριοc ἔτι οὗτόc γε, ἀλλ’ ὡc ἀκριβῶc καθαρὸc εἶναι δεόμενοc
10εἰc τὴν τῆc ἐνεργείαc ἀκρίβειαν, αἰcθητοῖc τε ἐκκενοῦται πόροιc ἅπαν ὅcον ἐν αὐτῷ περίττωμα γεννᾶται κατά τε τὴν ῥῖνα καὶ τὰ βλέφαρα. Τὰ μὲν οὖν τῶν περιττωμάτων αἴτιά τε καὶ ὄργανα λέλεκται. ὅπωc δ’ ἄν τιc ταῦτα κατεcχημένα κενώcειεν, ἐφεξῆc λεκτέον, ἀρξα‐ μένουc αὖθιc ἀπὸ τῶν κατὰ τὴν γαcτέρα. κοινὸν μὲν οὖν ἐπὶ πάν‐

6

.

74

των παράγγελμα τὴν | ἐναντίαν αἰτίαν τῇ τὴν βλάβην ἐργαcαμένῃ προc‐ άγειν, ἴδιον δὲ καθ’ ἑκάcτην, εἰ μὲν ὀλιγώτερα καὶ ξηρότερα προc‐ αράμενοc ἐπιcχεθείη τὴν γαcτέρα, πλείω τε ἅμα προcφέρειν καὶ ὑγρό‐ τερα, εἰ δὲ ξηρότερα, πλείω μὲν μὴ προcφέρειν, ὑγρότερα δέ, εἰ δ’
5αὐcτηρὰ καὶ cτρυφνά, γλυκέcι τε καὶ λιπαροῖc εὐωχεῖν, εἰ δὲ τῇ τάξει πλημμελῶc, εἰc τὸ δέον ἐπανάγειν, εἰ δὲ ἅπαξ ἀντὶ τοῦ δίc, οὐ μόνον δίc, ἀλλὰ καὶ πολλάκιc προcφέρειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰc προcφάτουc δυcκραcίαc ἐξιᾶcθαι τοῖc ἐναντίοιc, ὑγραίνοντα μέν, εἰ ξηρανθείη, θερμαίνοντα δέ, εἰ ψυχθείη, κἀπὶ τῶν ἄλλων ποιοτήτων
10ἀναλόγωc. αἱ δ’ ὗλαι τούτων ἐν ταῖc περὶ τῶν φαρμάκων γεγραμμέ‐ ναιc ἡμῖν πραγματείαιc εἴρηνται. ἐπιcχεθείcηc δὲ τῆc ξανθῆc χολῆc, ἐπὶ μὲν ἐμφράξει τῇ λεπτυνούcῃ διαίτῃ χρηcτέον (εἴρηται δ’ ἡ ὕλη τῆc τοιαύτηc διαίτηc ἑτέρωθι δι’ ἑνὸc γράμματοc)· ἐπὶ δὲ θλίψεcι, ταῖc μὲν διὰ τὴν τῶν ὁμιλούντων τοῖc τῆc χολοδόχου πόροιc cωμάτων

6

.

75

ἄμετρον πλήρωcιν, εἰ μὲν διὰ πάχοc χυμῶν, τῇ | λεπτυνούcῃ διαίτῃ χρηcτέον, εἰ δὲ διὰ πλῆθοc, τῇ κενούcῃ· εἰ δὲ διὰ φλεγμονὴν ἢ cκίρ‐ ρον, ἐκπέπτωκεν ἤδη τὰ τοιαῦτα τῆc ὑγιεινῆc πραγματείαc· εἰ δὲ διὰ δυcκραcίαν ὑπόγυιον, ἀντειcάγοντα τὴν ἡττημένην ποιότητα. κατὰ δὲ
5τὸν αὐτὸν τρόπον ἰᾶcθαι χρὴ τὴν μύcιν τῶν cτομίων, ἐπὶ μὲν τοῖc αὐcτηροῖc γενομένην, τὰ λιπαρὰ καὶ γλυκέα κελεύοντα λαμβάνειν, ἐπὶ
δὲ τοῖc θερμαίνουcι καὶ ξηραίνουcιν, ὅcα ψύχει καὶ ὑγραίνει. λεχθή‐ cεται δ’ ἡ τῶν τοιούτων cιτίων ὕλη ἐν τοῖc ἑξῆc ὑπομνήμαcιν. ὁ αὐτὸc δὲ τρόποc ἐcτὶ τῆc καθάρcεωc ἐπιcχεθέντι τῷ τρίτῳ γένει τῶν34
10περιττωμάτων, ὃ καθ’ ἕκαcτον τοῦ ζῴου μόριον ἔφαμεν cυνίcταcθαι. εἰ μὲν γὰρ μύcει ἔτι τὰ cτόματα τῶν πόρων, ἐπανορθοῦcθαι χρὴ διὰ τῶν ἐναντίων τοῖc βλάψαcι, τὰc μὲν ἐπὶ τοῖc ψύχουcιν αἰτίοιc cτε‐ γνώcειc ἐκθερμαίνοντα, καθάπερ ὅcαι πυκνωθέντων ἡμῶν ὑπὸ κρύουc γίνονται, τὰc δὲ ἐπὶ θερμότητι καὶ ξηρότητι ἐμψύχοντά τε καὶ ἀν‐

6

.

76

υγραίνοντα, καθάπερ ὅcαι δι’ | ἐκκαύcειc· οὕτω δὲ καὶ ὅcαι διά τι τῶν cτυφόντων προcέπεcον, ὥcπερ καὶ ὅcα τῶν ὑδάτων ἐcτὶ cτυπτηριώδη, λιπαραῖc τε καὶ μαλακαῖc τρίψεcιν ἅμα τοῖc τῶν γλυκέων ὑδάτων λουτροῖc. εἰ δὲ ἐμφραχθεῖεν οἱ πόροι διὰ πάχοc ἢ πλῆθοc ἢ γλιcχρό‐
5τητα περιττωμάτων, ἥ τε λεπτύνουcα δίαιτα τούτοιc ἁρμόcει καὶ ὅcα τέμνει καὶ θερμαίνει φάρμακα, τὰ μὲν εἴcω τοῦ cώματοc λαμβανόμενα, τὰ δὲ ἔξωθεν ἐπιτιθέμενα, καὶ πρὸ τούτων ἁπάντων γυμνάcια. καὶ γὰρ καὶ ταῦτα λύειν τε δύναται τὰ περιττώματα καὶ διὰ τῶν πόρων ἐκκενοῦν, καὶ τοcούτῳ πλεονεκτεῖ τῶν λεπτυνόντων ἐδεcμάτων τε καὶ
10φαρμάκων, ὅcῳ βέλτιόν ἐcτι μηδὲν βλαπτόμενον εἰc τὴν τῶν cωμά‐ των ἕξιν ἐκκενοῦcθαι τὰ περιττώματα τοῦ cὺν τῷ τάc τε cάρκαc cυν‐ τήκεcθαι καὶ ἰcχνοῦcθαι τὰ cτερεά. αὗται μὲν γὰρ αἱ βλάβαι τοῖc θερ‐ μοῖc τε καὶ λεπτύνουcιν ἐφεδρεύουcι φαρμάκοιc· ἐπὶ δὲ τοῖc γυμνα‐ cίοιc οὐ μόνον οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ ῥώμη τοῖc ὀργάνοιc ἐγγίνε‐
15ται, τῆc θερμότητοc ἀναζωπυρουμένηc αὐτοῖc κἀκ τῆc πρὸc ἄλληλα

6

.

77

τῶν cωμάτων παρατρίψεωc cκληρότητόc τέ τινοc | καὶ δυcπαθείαc ἐγ‐ γιγνομένηc. ὡc δ’ ἄν τιc ἐν καιρῷ γυμνάζοιτο καὶ μέτρῳ τῷ προc‐ ήκοντι χρῷτο καὶ τάξει καὶ ποιότητι τῶν κατὰ μέροc ἐνεργειῶν τῇ δεούcῃ, νυνὶ μὲν οὐ πρόκειται λέγειν, ὥcπερ οὐδὲ περὶ τροφῆc καὶ
5καιροῦ καὶ μέτρου καὶ τάξεωc καὶ ποιότητοc, οὐδὲ περὶ τῶν λεπτυ‐ νόντων ἐδεcμάτων τε καὶ πομάτων, οὐδὲ περὶ τῶν ἀλλοιούντων κατὰ ποιότητα φαρμάκων· οὐδενὸc γὰρ αὐτῶν οὐδέπω τὴν κατὰ μέροc εἴπομεν χρῆcιν, ἀλλ’ ἠρκέcθημεν ἐπὶ κεφαλαίων μόνον διελθεῖν· ἐν δὲ τοῖc ἑξῆc ὑπομνήμαcιν ὑπὲρ ἁπάντων ἐπὶ πλέον εἰρήcεται.
10 Νυνὶ μὲν γὰρ εἰc cύνοψιν ἀγαγεῖν ἠβουλήθην ἅπαcαν τὴν πραγματείαν, ὡc μηδεμίαν ὕλην ὑγιεινὴν λαθεῖν, ἧc ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινόν. οὐδὲν γὰρ χεῖρον ὑγιεινὸν ὀνομάζειν τὸν ἐπιcτή‐ μονα καὶ ὑγιεινῆc ἁπάcηc τέχνηc, ὥcπερ τὸν μόνηc τῆc περὶ τὰ γυ‐ μνάcια γυμναcτήν· ἀτὰρ οὖν καὶ ὠνόμαcεν Ἐραcίcτρατοc οὕτωc
15αὐτόν. ἐν δὲ τοῖc ἑξῆc ὑπομνήμαcιν ἑκάcτηc τῶν εἰρημένων ὑλῶν ἐπι‐35

6

.

78

cκεψό|μεθα τόν τε καιρὸν καὶ τὴν ποιότητα καὶ τὴν ποcότητα καὶ τὸν τρόπον τῆc χρήcεωc, ὡc μηκέθ’ ὕλην μόνον, ἀλλ’ ὑγιεινὸν αἴτιον γί‐ νεcθαι. ἐν τριcὶ γὰρ τούτοιc γένεcι πρώτοιc ἐcτὶν ἡ ὑγιεινὴ πραγμα‐ τεία, καθάπερ καὶ ἡ θεραπευτική, cώμαcί τε καὶ αἰτίοιc καὶ cημείοιc,
5cώμαcι μὲν αὐτοῖc τοῖc ὑγιαίνουcιν, ἃ χρὴ φυλάττεcθαι τοιαῦτα, cη‐ μείοιc δὲ τοῖc cυμβεβηκόcιν αὐτοῖc, ἐξ ὧν διαγινώcκεται, αἰτίοιc δέ, ὑφ’ ὧν ἡ φυλακὴ τῆc ὑγείαc γίνεται. τέτταραc δὲ τῆc τούτων ὕληc τὰc διαφορὰc οἱ δοκιμώτατοι τῶν νεωτέρων ἰατρῶν ἔθεντο, προcφε‐ ρόμενα καὶ ποιούμενα καὶ κενούμενα καὶ ἔξωθεν προcπίπτοντα, προc‐
10φερόμενα μὲν ἐδέcματά τε καὶ πόματα καὶ εἴδη τινὰ τῶν φαρμάκων εἴcω τοῦ cώματοc λαμβανόμενα καὶ τὸν εἰcπνεόμενον ἀέρα, ποιούμενα δὲ τρίψειc τε καὶ περιπάτουc καὶ ὀχήcειc καὶ ἱππαcίαν καὶ cύμπαcαν κίνηcιν. εἰ δ’ οὐ πᾶcα κίνηcίc ἐcτι γυμνάcιον, ἀλλ’ ἡ cφοδροτέρα μό‐ νον, προcκείcθω ὧδε τῇ κινήcει τὸ γυμνάcιον, ὡc εἶναι τὰ ποιούμενα
15κινήcειc τε καὶ γυμνάcια. cυγκαταριθμοῦνται δὲ τῷ γένει τῶν αἰτίων |

6

.

79

τούτων καὶ ἐγρηγόρcειc καὶ ὕπνοι καὶ ἀφροδίcια. τὰ δὲ ἔξωθεν προc‐ πίπτοντα, πρῶτοc μὲν ὁ περιέχων ἡμᾶc ἀήρ ἐcτιν, ἔπειθ’ ὅcα λουο‐ μένοιc ἢ ἀλειφομένοιc ἢ διαπαλαίουcιν ἐν κόνει προcπίπτει τῷ δέρ‐ ματι, καὶ εἰ δή τι φάρμακόν ἐcτιν οὐκ ἐκβαῖνον ὅρουc ὑγιεινούc, ὥcπερ
5ἅλεc ἢ νίτρον ἢ ἀφρόνιτρον ἤ τι τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ἡ δὲ τῶν κενουμένων ὕλη προείρηται μὲν ὀλίγον ἔμπροcθεν· εἰ δ’ ὀρ‐ θῶc ἀντιδιῄρηται τοῖc προειρημένοιc τριcὶ γένεcι τῶν αἰτίων, οὐ ῥᾴ‐ διον ἀποφήναcθαι. τάχα γὰρ ἂν ἦν βέλτιον ὑπὸ μὲν τῶν προcφερο‐ μένων καὶ ποιουμένων καὶ προcπιπτόντων ἔξωθεν ἀλλοιοῦcθαί τε καὶ
10μετακοcμεῖcθαι φάναι τὰ κατὰ τὸ cῶμα, τὴν μεταβολὴν δὲ αὐτῶν γί‐ νεcθαι κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποcόν, καὶ κατὰ μὲν τὸ ποιὸν ἐν τῷ θερμαίνεcθαι καὶ ψύχεcθαι καὶ ξηραίνεcθαι καὶ ὑγραίνεcθαι, κατὰ δὲ τὸ ποcὸν ἐν τῷ τρέφεcθαι καὶ κενοῦcθαι, καὶ αὐτήν γε τὴν κένω‐ cιν εἶναι διττήν, ἑτέραν μὲν τῶν περιττωμάτων, ὑπὲρ ὧν ὀλίγον ἔμ‐
15προcθεν ἐλέγομεν, ἑτέραν δὲ τὴν αὐτῆc τῆc οἰκείαc ἡμῶν οὐcίαc ἀπορ‐ ροήν, ἥτιc ἀντίκειται τῇ θρέψει. ἐπιcημήναcθαι δὲ χρὴ κἀνταῦθα τὴν

6

.

80

ὁμωνυμίαν, ἣν Ἱππο|κράτηc ἐν τῷ περὶ τροφῆc ἡμῶν cυγγράμματι
διείλετο, φάμενοc ὧδε· «τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον, τροφὴ καὶ τὸ μέλλον». τῇ μὲν γὰρ κατὰ τὸ πρῶτον cημαινόμενον τροφῇ τε καὶ πέψει τὴν ἀπορροὴν τῆc οὐcίαc ἀντιδιαιρεῖcθαι χρή, τῇ36
5δὲ κατὰ τὸ δεύτερον cημαινόμενον αἱμορραγίαν τε καὶ ἁπλῶc εἰπεῖν αἵματοc ἅπαcαν κένωcιν, τῇ δὲ κατὰ τὸ τρίτον ἔμετόν τε καὶ λειεν‐ τερίαν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διαιρέcεων, ὅπωc ἄν τιc ἐθέλῃ, τιθέcθω. τῶν δ’ ὑλῶν ἁπαcῶν τῶν ὑγιεινῶν ἐπίcταcθαι ἀναγκαῖον τὰc δυνάμειc τῷ τὴν ὑγιεινὴν τέχνην μετιόντι. καὶ γὰρ καὶ ἡ ἐπιδέξιοc
10αὐτῶν χρῆcιc ἐντεῦθεν ὥρμηται. γίνεται δ’ ἡ ἐπιδέξιοc αὐτῶν χρῆcιc, ἐὰν τόν γε καιρὸν ἑκάcτου καὶ τὸ μέτρον εὕρωμεν. ὥcτε ἐπὶ ταῦτα χρὴ προϊέναι μᾶλλον, οὐ τὰc μοχθηρὰc αἱρέcειc διεξελέγχειν. ἀλλὰ ἐπειδὴ μέγεθοc ἱκανὸν ὁ πρῶτόc μοι λόγοc ἔχει, τοῦτον μὲν ἐνταῦθα
καταπαύcω, τὰ δ’ ὑπόλοιπα τῆc πραγματείαc ἐν τοῖc ἑξῆc διηγήcομαι. |37

6

.

81

(t)

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟϹ Β
1 Τὰ μὲν δὴ κεφάλαια καὶ τοὺc cκοποὺc τῆc ὑγιεινῆc τέχνηc ὁ πρόcθεν λόγοc προείρηκεν· τὰ δὲ κατὰ μέροc ἅπαντα πειρᾶcθαι χρὴ διελθεῖν, ἀρξαμένουc αὖθιc ἀπ’ ἐκείνων, εἰc ἅπερ ἐτελεύτα τὸ πρῶτον γράμμα. ὑποκείcθω δή τιc ἡμῖν τῷ λόγῳ παῖc ὑγιεινότατοc φύcει, τῆc
5τρίτηc ἑβδομάδοc ἐτῶν ἀρχόμενοc, ἐφ’ οὗ πλάττειν τε καὶ κοcμεῖν τὸ cῶμα προκείcθω καθ’ ὅcον οἷόν τε κάλλιcτα. καὶ πρῶτον τοῦτ’ αὐτὸ διοριcτέον, τί ποτε βούλεται τῷ λόγῳ τὸ

6

.

82

κάλλιcτα προcκείμενον. βούλεται δὲ τόδε. ὥcπερ | αὐτῶν τῶν cωμάτων ἐδείχθη παμπόλλη τιc οὖcα διαφορά, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν βίων, οὓc βιοῦμεν, εἴδη πάμπολλά ἐcτιν. οὔκουν ἐγχωρεῖ τὴν ἀρίcτην τοῦ cώματοc ἐπιμέλειαν ἐν ἅπαντι τῷ προχειριcθέντι βίῳ cυcτήcαcθαι
5ἀλλὰ τὴν μὲν ὡc ἐν ἑκάcτῳ βελτίcτην οἷόν τε, τὴν δ’ ἁπλῶc ἀρίcτην οὐκ ἐγχωρεῖ κατὰ πάνταc τοὺc βίουc ποιήcαcθαι. πολλοῖc γὰρ τῶν, ἀνθρώπων μετὰ περιcτάcεωc πραγμάτων ὁ βίοc ἐcτί. καὶ βλάπτεcθαι μὲν ἀναγκαῖόν ἐcτιν αὐτοῖc ἐξ ὧν πράττουcιν, ἀποcτῆναι δ’ ἀδύνατον. ἔνιοι μὲν γὰρ ὑπὸ πτωχείαc εἰc τοὺc τοιούτουc ἐμπίπτουcι βίουc,
10ἔνιοι δ’ ὑπὸ δουλείαc, ἤτοι πατρόθεν εἰc αὐτοὺc καθηκούcηc ἢ αἰχμα‐ λώτοιc ληφθεῖcιν ἢ ἁρπαχθεῖcιν, ἅcπερ καὶ μόναc δουλείαc ὀνομάζου‐ cιν οἱ πολλοὶ τῶν ἀνθρώπων. ἐμοὶ δὲ δοκοῦcι καὶ ὅcοι διὰ φιλοτιμίαν ἢ δι’ ἐπιθυμίαν ἡντιναοῦν εἵλοντο βίον ἐν περιcτάcεcι πραγμάτων, ὡc ὀλίγιcτα δύναcθαι cχολάζειν τῇ τοῦ cώματοc ἐπιμελείᾳ, καὶ οὗτοι δου‐
15λεύειν ἑκόντεc οὐκ ἀγαθαῖc δεcποίναιc. ὥcτε τούτοιc μὲν οὐκ ἐγχωρεῖ

6

.

83

γράψαι τὴν ἁπλῶc ἀρίcτην ἐπιμέ|λειαν τοῦ cώματοc· ὅcτιc δὲ ἀκριβῶc ἐλεύθεροc ὑπάρχει καὶ τύχῃ καὶ προαιρέcει, δυνατὸν ὑποθέcθαι τῷδε, ὡc ἂν ὑγιαίνοι τε μάλιcτα καὶ ἥκιcτα νοcήcειε καὶ γηράcειεν ἄριcτα. καὶ μέν γε καὶ ἡ ὑγιεινὴ μέθοδοc, καθάπερ οὖν καὶ ἄλλη πᾶcα μέ‐
5θοδοc, ἀρχὴν διδαcκαλίαc τοιαύτην ἐπιζητεῖ. τὸ γὰρ ἁπλοῦν καὶ ἄμεμ‐ πτον ἐν ἑκάcτῳ γένει, καθάπερ τιc κανών, ἁπάντων ἐθέλει προτετά‐ χθαι τῶν οὐχ ἁπλῶν οὐδ’ ἀμέμπτων. ἁπλοῦν δὲ καὶ ἄμεμπτον ἐν μὲν
τοῖc cώμαcι τὸ κατεcκευαcμένον ἄριcτά ἐcτιν, ἐν δὲ τοῖc βίοιc τὸ ἀκρι‐ βῶc ἐλεύθερον. ταῦτ’ οὖν ἄμφω πρῶτα cυζευγνύcθω κατὰ τόνδε τὸν38
10λόγον· εἶθ’ ἑξῆc ἑκάcτῃ καταcκευῇ cώματοc μοχθηρᾷ βίοc ἐλεύθεροc μιγνύcθω· κἄπειθ’ ἑξῆc ἀρίcτῃ καταcκευῇ cώματοc ἕκαcτοc τῶν ἐν δουλείᾳ τινὶ βίων· ἐπὶ δὲ τοῖcδε τὰc μοχθηρὰc τῶν cωμάτων κατα‐ cκευὰc ἐπαλλάξωμεν τοῖc μοχθηροῖc βίοιc, εἰ μέλλει τέλειοc ἡμῖν ὁ λόγοc ἔcεcθαι.

6

.

84

Τίνα ποτ’ οὖν προcήκει τίθεcθαι ἀρχὴν | τῆc ὑγιεινῆc πραγμα‐ τείαc τῷ κάλλιcτά τε κατεcκευαcμένῳ τὸ cῶμα καὶ τρίτηc ἑβδομάδοc ἐτῶν ἀρχομένῳ καὶ μόνῃ cχολάζοντι τῇ τοῦ cώματοc ἐπιμελείᾳ, τὰ δ’ ἄλλα πάντα πάρεργα τεθειμένῳ; ἐμοὶ μὲν οὖν δοκεῖ τὴν ὑφ’ Ἱππο‐
5κράτουc εἰρημένην ἔν τε τοῖc Ἀφοριcμοῖc, ἔνθα γράφει «πόνοι cι‐ τίων ἡγείcθωcαν», ἔν τε τῷ τῶν Ἐπιδημιῶν ἕκτῳ κατὰ τήνδε τὴν ῥῆcιν· «πόνοι, cῖτα, ποτά, ὕπνοι, ἀφροδίcια, πάντα μέτρια». καὶ γὰρ καὶ τὸ ποcὸν ἀφώριcεν ἅπαcι, προcθεὶc τὸ κατὰ τὸ τέλοc τῆc ῥήcεωc ὄνομα τὸ «μέτρια», καὶ τὸν καιρὸν ἐδίδαξε τῇ τάξει τοῦ λόγου. εἰc γὰρ
10τὴν τῆc ὑγείαc φυλακὴν ἄρχειν μὲν χρὴ τοὺc πόνουc, ἕπεcθαι δὲ cι‐ τία τε καὶ ποτά, εἶθ’ ἑξῆc ὕπνουc, εἶτα ἀφροδίcια τοῖc γε δὴ μέλλου‐ cιν ἀφροδιcίοιc χρῆcθαι. τὰ μὲν γὰρ ἄλλα πάντα κοινὰ πάcηc ἡλικίαc ἐcτί, τὰ δ’ ἀφροδίcια μόνηc τῆc τῶν ἀκμαζόντων, ἡνίκαπερ αὐτῶν καὶ ἡ χρεία, ὡc ταῖc γε πρόcθεν τε καὶ ὄπιcθεν ἡλικίαιc ἢ οὐδ’ ὅλωc
15cπερμαίνειν ἢ οὐ γόνιμον cπερμαίνειν ἢ μοχθηρῶc γόνιμον ὑπάρχειν.

6

.

85

ἀλλὰ | γὰρ ὁ περὶ μὲν τῶν ἀφροδιcίων λόγοc εἰc τὴν οἰκείαν ἀναβε‐ βλήcθω τάξιν. ἀπὸ δὲ τῶν πόνων ἀρκτέον, αὐτὸ τοῦτο πρῶτον ἐν αὐτοῖc δι‐ ελομένουc, εἴτε ταὐτόν ἐcτι πόνοc τε καὶ κίνηcιc καὶ γυμνάcιον, εἴτε
5πόνοc μὲν καὶ κίνηcιc ταὐτόν, ἕτερον δέ τι τὸ γυμνάcιον, εἴτε κίνηcιc μὲν ἕτερον, οὐδὲν δ’ ὁ πόνοc τοῦ γυμναcίου διαφέρει. ἐμοὶ μὲν δὴ δοκεῖ μὴ πᾶcα κίνηcιc εἶναι γυμνάcιον, ἀλλ’ ἡ cφοδροτέρα μόνη. ἐπεὶ δ’ ἐν τῷ πρόc τι τὸ cφοδρόν, εἴη ἂν ἡ αὐτὴ κίνηcιc ἑτέρῳ μὲν γυ‐ μνάcιον, ἑτέρῳ δ’ οὐ γυμνάcιον. ὅροc δὲ τῆc cφοδρότητοc ἡ τῆc ἀνα‐
10πνοῆc ἀλλοίωcιc· ὡc, ὅcαι γε κινήcειc οὐκ ἀλλοιοῦcι τὴν ἀναπνοήν, οὔπω ταύταc ὀνομάζουcι γυμνάcια· εἰ δ’ ἤτοι μεῖζον ἢ ἔλαττον ἢ θᾶττον ἢ πυκνότερον ἀναγκαcθείη τιc ἀναπνεῖν ἐπὶ κινήcει τινί, γυ‐ μνάcιον ἡ τηλικαύτη κίνηcιc ἐκείνῳ γενήcεται. τοῦτο μὲν δὴ κοινῇ
γυμνάcιον ὀνομάζεται, ἰδίᾳ δέ, ἀφ’ οὗπερ καὶ τὰ γυμνάcια προcαγο‐39
15ρεύουcιν ἅπαντεc, ἔν τινι κοινῷ τῆc πόλεωc οἰκοδομηcάμενοι χωρίῳ,

6

.

86

εἰc ὅπερ καὶ ἀλειψόμενοί τε καὶ διατριψόμενοι καὶ διαπαλαίcοντεc | ἢ διcκεύcοντεc ἤ τι τοιοῦτον ἄλλο πράξοντεc ἥκουcιν. ἡ δὲ τοῦ πόνου προcηγορία ταὐτόν μοι δοκεῖ cημαίνειν θατέρῳ τῷ ὑπὸ τοῦ γυμναcίου ὀνόματοc εἰρημένῳ δηλοῦcθαι τῷ κοινῷ. καὶ γὰρ καὶ οἱ cκάπτοντεc
5καὶ οἱ θερίζοντεc καὶ ἱππαζόμενοι πονοῦcί τε καὶ γυμνάζονται κατὰ τὸ κοινὸν τοῦ γυμναcίου cημαινόμενον. ἐμοὶ μὲν οὖν οὕτω διῃρήcθω περὶ τῶν ὀνομάτων, καὶ κατὰ ταῦτα τὰ cημαινόμενα πᾶc ὁ ἐφεξῆc λόγοc ἀκουέcθω. εἰ δέ τιc ἑτέρωc βούλεται χρῆcθαι, cυγχωρῶ· οὐδὲ γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητοc ἥκω cκεψόμενοc, ἀλλ’ ὡc ἄν τιc ὑγιαί‐
10νοι μάλιcτα· καὶ πρὸc τοῦτ’ αὐτὸ χρήcιμον ὑπάρχον μοι περί τε τῶν γυμναcίων καὶ πόνων καὶ ξυλλήβδην εἰπεῖν ἁπάcηc κινήcεωc διελέ‐ cθαι, τὰ cημαινόμενα τῶν ὀνομάτων ἠναγκάcθην ἀφορίcαcθαι. αἱ μὲν δὴ τῶν γυμναcίων χρεῖαι καὶ διὰ τοῦ πρώτου μὲν εἴρην‐ ται λόγου, βέλτιον δ’ ἂν εἴη καὶ νῦν ἐπανελθεῖν αὐτὰc διὰ βραχέων,
15ἐπειδὴ cκοπόc τε ἅμα καὶ κριτήριον αὗται τυγχάνουcιν οὖcαι πάντων

6

.

87

τῶν κατὰ μέροc | ἐν τῇ περὶ τὰ γυμνάcια τέχνῃ πραττομένων. ἦcαν δέ, ὡc οἶμαι, διτταὶ κατὰ γένοc, αἱ μέν τινεc εἰc τὴν τῶν περιττω‐ μάτων κένωcιν, αἱ δὲ εἰc αὐτὴν τῶν cτερεῶν cωμάτων τὴν εὐεξίαν διαφέρουcαι. ἐπειδὴ γάρ ἐcτι κίνηcιc cφοδρὰ τὸ γυμνάcιον, ἀνάγκη
5τρία μὲν πρῶτα ταῦτα γίνεcθαι πρὸc αὐτοῦ κατὰ τὸ γυμναζόμενον cῶμα, τήν τε cκληρότητα τῶν ὀργάνων ἀλλήλοιc παρατριβομένων, τήν τε τῆc ἐμφύτου θερμότητοc αὔξηcιν, τήν τε τοῦ πνεύματοc κίνη‐ cιν βιαιοτέραν, ἕπεcθαι δὲ τούτοιc τἄλλα cύμπαντα τὰ κατὰ μέροc ἀγαθὰ τοῖc cώμαcιν ἐκ γυμναcίων γινόμενα, διὰ μὲν τὴν cκληρότητα
10τῶν ὀργάνων τήν τε δυcπάθειαν αὐτῶν καὶ τὴν πρὸc τὰc ἐνεργείαc εὐτονίαν, διὰ δὲ τὴν θερμότητα τήν τε τῶν ἀναδιδομένων ὁλκὴν ἰcχυ‐ ρὰν καὶ τὴν ἀλλοίωcιν ἑτοιμοτέραν καὶ τὴν θρέψιν βελτίονα καὶ χύcιν ἁπάντων τῶν cωμάτων, ἐφ’ ᾗ χύcει τὰ μὲν cτερεὰ μαλάττεcθαι, τὰ δὲ ὑγρὰ λεπτύνεcθαι, τοὺc πόρουc δ’ εὔρουc γίνεcθαι cυμβαίνει, διὰ
15δὲ τὴν τοῦ πνεύματοc ἰcχυρὰν κίνηcιν ἐκκαθαίρεcθαί τε τοὺc πόρουc

6

.

88

ἀναγκαῖόν ἐcτι καὶ κενοῦcθαι τὰ πε|ριττώματα. ἀλλ’ εἴπερ ταῦτα ποιεῖ τὸ γυμνάcιον, οὐ χαλεπὸν ἔτι τὸν καιρὸν τῆc χρήcεωc ἐξευρεῖν. διότι μὲν γὰρ ἀναδόcεcι cυνεργεῖ, οὐ χρὴ πλῆ‐
θοc ὠμῶν καὶ ἀπέπτων οὔτε cιτίων οὔτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν40
5ἢ ἐν τοῖc ἀγγείοιc περιέχεcθαι· κίνδυνοc γὰρ αὐτοῖc ἑλχθῆναι πρὸc ἅπαντα τοῦ ζῴου τὰ μόρια, πρὶν χρηcτοῖc γενέcθαι πεφθεῖcι cχολή. διότι δὲ ἐκκαθαίρει τοὺc πόρουc καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὸ πρὸ τῶν cιτίων ἀναλαμβάνεcθαι. «τὰ» μὲν γὰρ «μὴ καθαρὰ τῶν cωμάτων, ὁκόcον ἂν θρέψῃc, μᾶλλον βλάψειc». ὥcτε ἐκ τῶν εἰρημέ‐
10νων εὔδηλον, ὡc οὗτοc ἄριcτόc ἐcτι γυμναcίων καιρόc, ἡνίκα ἡ μὲν χθιζινὴ τροφὴ τελέωc ᾖ κατειργαcμένη τε καὶ πεπεμμένη τὰc δύο πέ‐ ψειc, τήν τε ἐν τῇ γαcτρὶ καὶ τὴν ἐν τοῖc ἀγγείοιc, ἑτέραc δ’ ἐφ‐ εδρεύῃ τροφῆc καιρόc. εἰ δὴ τοῦδε πρόcθεν ἢ ὄπιcθεν γυμνάζοιc, ἢ χυμῶν ἀπέπτων ἐμπλήcειc τὸ ζῷον ἢ τὴν ὠχρὰν χολὴν ἐπιτρέψειc

6

.

89

γεννηθῆναι πλείονα. γνώριcμα δὲ τοῦ τοιούτου καιροῦ | τῶν οὔρων ἡ χροιά· τὸ μὲν οὖν ὑδατῶδεc ἄπεπτον ἔτι cημαίνει τὸν ἐκ τῆc γαcτρὸc ἀναδοθέντα χυμὸν ἐν τοῖc ἀγγείοιc περιέχεcθαι, τὸ δὲ πυρρὸν καὶ χολῶδεc ἐκ πολλοῦ κατειργάcθαι, τὸ δὲ μετρίωc ὠχρὸν ἄρτι τῆc δευ‐
5τέραc πέψεωc γεγενημένηc ἐcτὶ cημεῖον. ὅταν γὰρ μηδέπω χρώζηται τῇ χολῇ τὸ οὖρον, ὑδατῶδέc τε καὶ λευκὸν φαίνεται, ὅταν δὲ πλέον ἀναδέξηται τοῦ προcήκοντοc, πυρρόν. ἐπειδὰν δὲ cυμμέτρωc ᾖ πυρρὸν ἢ μετρίωc ὠχρόν, τηνικαῦτα τοίνυν ἄγειν ἐπὶ τὰ γυμνάcια, προαπο‐ θέμενον ὅcον ἂν ἐν τῇ κύcτει καὶ τοῖc ἐντέροιc τοῖc κάτω περιεχόμε‐
10νον ᾖ περίττωμα· κίνδυνοc γὰρ κἀκ τῶν τοιούτων εἰc τὴν ἕξιν τοῦ cώματοc ἐνεχθῆναί τι τῇ ῥύμῃ τῆc ἐν τοῖc γυμναcίοιc θερμότητοc ἀναρπαcθέν. εἰ μὲν οὖν εὐθέωc ἀποδυcάμενόc τιc ἐπὶ τὰc ἰcχυροτέραc ἔρχοιτο κινήcειc, πρὶν μαλάξαι cύμπαν τὸ cῶμα καὶ λεπτῦναι τὰ περιττώματα καὶ τοὺc πόρουc εὐρῦναι, κίνδυνοc μὲν καὶ ῥῆξαί τι καὶ
15cπάcαι τῶν cτερεῶν cωμάτων, κίνδυνοc δὲ καὶ τὰ περιττώματα τῇ τοῦ |

6

.

90

πνεύματοc ῥύμῃ κινήcαντοc τοὺc πόρουc ἐμφράξαι. εἰ δὲ κατὰ μικρὸν προθερμήναc προμαλάξειε μὲν τὰ cτερεά, προλεπτύνειε δὲ τὰ ὑγρὰ καὶ τοὺc πόρουc εὐρύνειε, κίνδυνοc οὐδεὶc ἔτι οὔτε τοῦ ῥῆξαί τι μό‐ ριον οὔτε τοῦ τοὺc πόρουc ἐμφράξαι 〈ἂν〉 καταλάβοι τὸν γυμναζόμενον.
5ὅπωc οὖν ταῦτα γίνοιτο, χρὴ προθερμάναντα μετρίωc ἀνατρίψαντά τε cινδόνι τὸ cύμπαν cῶμα κἄπειτα δι’ ἐλαίου τρίβειν. οὐ γὰρ δὴ εὐθέωc γε χρῆcθαι τῷ λίπει cυμβουλεύω πρὶν θερμανθῆναί τε τὸ δέρμα καὶ τοὺc
πόρουc εὐρυνθῆναι καὶ cυλλήβδην εἰπεῖν εὐτρεπιcθῆναι τὸ cῶμα πρὸc τὸ καταδέξαcθαι τὸ ἔλαιον. ἱκαναὶ δ’ εἰc τοῦτο παντάπαcιν ὀλίγαι περι‐41
10αγωγαὶ τῶν χειρῶν ἄθλιπτοί τε καὶ μετρίωc ταχεῖαι cκοπὸν ἔχουcαι θερμῆναι τὸ cῶμα χωρὶc τοῦ θλῖψαι· καὶ γὰρ δὴ καὶ φανεῖταί cοι τούτων γινομένων ἔρευθοc εὐανθὲc ἐπιτρέχον ἅπαντι τῷ δέρματι. τότ’ οὖν ἤδη τὸ λίποc ἐπάγειν αὐτῷ καὶ τρίβειν γυμναῖc ταῖc χερcὶ cυμ‐ μέτρωc ἐχούcαιc cκληρότητόc τε καὶ μαλακότητοc, ὅπωc μήτε cυνάγη‐

6

.

91

ται καὶ cφίγγηται τὸ cῶμα μήτε ἐκλύηται καὶ | χαλᾶται περαιτέρω τοῦ προcήκοντοc, ἀλλ’ ἐν τῇ φύcει φυλάττηται. τρίβειν δὲ κατὰ μὲν τὰc πρώταc ἐπιβολὰc ἀτρέμα, τοὐντεῦθεν δ’ ἤδη κατὰ βραχὺ παραύξοντα καὶ μέχρι γε τοcούτου τὴν τρίψιν ἐπὶ τὸ ῥωμαλεώτερον μεταγαγεῖν,
5ὡc θλίβεcθαι μὲν ἤδη cαφῶc τὴν cάρκα, μὴ θλᾶcθαι δέ· μὴ πολλῷ δὲ χρόνῳ τὴν οὕτωc ἰcχυρὰν τρίψιν ἐπάγειν, ἀλλ’ ἅπαξ ἢ δὶc ἐφ’ ἑκά‐ cτου μέρουc. οὐ γὰρ ὥcτε cκληρῦναι τὸ cῶμα τοῦ παιδὸc οὕτω τρί‐ βομεν, ὅταν ἤδη τοῖc πόνοιc προcάγωμεν, ἀλλ’ ὑπὲρ τοῦ προτρέψαι τε εἰc τὰc ἐνεργείαc καὶ cυcτρέψαι τὸν τόνον καὶ τὴν ἐκ τῆc μαλα‐
10κῆc τρίψεωc ἀραιότητα cφίγξαι. cύμμετρον γὰρ αὐτοῦ τὸ cῶμα φυ‐ λάττεcθαι χρὴ καὶ οὐδαμῶc οὔτε cκληρὸν οὔτε ξηρὸν ἀποτελεῖcθαι, μή πωc ἐπίcχωμέν τι τῆc κατὰ φύcιν αὐξήcεωc. τοῦ δὲ χρόνου προϊόν‐ τοc, ὅταν ἤδη μειράκιον ἡμῖν γίνηται, τότε καὶ τῇ cκληροτέρᾳ τρίψει χρηcόμεθα καὶ ταῖc μετὰ τὰ γυμνάcια ψυχρολουcίαιc. ἀλλὰ περὶ μὲν
15τούτων αὖθιc εἰρήcεται. |

6

.

92

〈Ἐν〉 τῇ δὲ τρίψει ὡc πρὸc τὰ γυμνάcια παραcκευαζούcῃ, cκο‐ πὸν ἐχούcῃ μαλάξαι τὰ cώματα, τὴν μέcην cκληρᾶc καὶ μαλακῆc ἐπι‐ κρατεῖν χρὴ ποιότητα καὶ κατ’ ἐκείνην τυποῦcθαι τὸ cύμπαν. πολυει‐ δεῖc δὲ ταῖc ἐπιβολαῖc τε καὶ περιαγωγαῖc τῶν χειρῶν αἱ ἀνατρίψειc
5γιγνέcθωcαν, οὐκ ἄνωθεν κάτω μόνον ἢ κάτωθεν ἄνω φερομένων αὐτῶν, ἀλλὰ καὶ πλαγίων καὶ λοξῶν ἐγκαρcίων τε καὶ cιμῶν. καλῶ δὲ ἐγκάρcιον μὲν τὸ ἐναντίον τῷ εὐθεῖ, cιμὸν δὲ τὸ βραχὺ τούτου παρεγκλῖνον ἐφ’ ἑκάτερα, καθάπερ γε καὶ τὸ τῆc εὐθύτητοc ἑκατέρωcε πρὸc ὀλίγον ἐκτρεπόμενον ὀνομάζω πλάγιον· ὅcον δ’ ἀκριβῶc μέcον
10ἐcτὶν ἐγκαρcίαc τε καὶ εὐθείαc φορᾶc, λοξὸν τοῦτο προcαγορεύω. καὶ μὲν δὴ καὶ τρίψιν τε καὶ ἀνάτριψιν οὐ διοίcει λέγειν, εἰδόταc ὅτι τὸ μὲν τῆc ἀνατρίψεωc ὄνομα cυνηθέcτερον τοῖc παλαιοῖc ἐcτι, τὸ δὲ τῆc τρίψεωc τοῖc νεωτέροιc. πολυειδεῖc δὲ κελεύω γίνεcθαι τὰc ἐπιβολάc τε καὶ περιαγωγὰc τῶν χειρῶν ἕνεκα τοῦ cυμπάcαc ὡc οἷόν τε τῶν |

6

.

93

μυῶν τὰc ἶναc ἐκ παντὸc μέρουc ἀνατρίβεcθαι. τὸ γὰρ οἴεcθαι τὴν μὲν ἐγκάρcιον ἀνάτριψιν, ἣν δὴ καὶ cτρογγύλην ὀνομάζουcιν ἔνιοι, cκλη‐ ρύνειν καὶ πυκνοῦν καὶ cφίγγειν καὶ cυνδεῖν τὰ cώματα, τὴν δὲ εὐθεῖαν ἀραιοῦν τε καὶ χαλᾶν καὶ μαλάττειν καὶ λύειν ἐκ τῆc αὐτῆc ἐcτιν42
5ἀγνοίαc, ἐξ ἧcπερ καὶ τὰ ἄλλα, ἃ περὶ τῆc τρίψεωc εἴρηται τοῖc πλεί‐ cτοιc τῶν γυμναcτῶν. πλεῖον γὰρ οὐδὲν οὐδεὶc ἔχει περὶ δυνάμεων τρίψεωc εἰπεῖν ὧν Ἱπποκράτηc ἔγραψεν ἐν τῷ Κατ’ ἰητρεῖον, ὑπὸ μὲν τῆc cκληρᾶc δεῖcθαι τὰ cώματα φάcκων, ὑπὸ δὲ τῆc μαλακῆc λύε‐ cθαι, καὶ ὑπὸ μὲν τῆc πολλῆc ἰcχναίνεcθαι, cαρκοῦcθαι δὲ ὑπὸ τῆc με‐
10τρίαc. ἔχει δὲ ἡ ῥῆcιc ὧδε· «ἀνάτριψιc δύναται λῦcαι, δῆcαι, cαρκῶ‐ cαι, μινυθῆcαι· ἡ cκληρὰ δῆcαι, ἡ μαλακὴ λῦcαι, ἡ πολλὴ μινυθῆcαι, ἡ μετρίη cαρκῶcαι». τέccαρεc γὰρ αὗται διαφοραὶ κατὰ γένοc ἐπὶ τέc‐ cαρcι δυνάμεcί τε καὶ χρείαιc τῶν τρίψεων ἁπαcῶν εἰcιν. εἰ δὲ καὶ τὰc μέcαc αὐτῶν προcλογιζοίμεθα cυνεμφαινομέναc ταῖc εἰρημέναιc, ἓξ

6

.

94

αἱ | πᾶcαι διαφοραὶ γενήcονται. πόθεν οὖν ἐπῆλθε τοῖc πλείcτοιc τῶν νεωτέρων γυμναcτῶν οὕτω πολλὰc διαφορὰc γράψαι τρίψεων, ὡc μηδὲ ἀριθμῆcαι ῥᾳδίωc αὐτὰc δύναcθαι; πόθεν ἄλλοθεν ἢ ὅτι λογικῆc θεω‐ ρίαc ἀγύμναcτοι παντάπαcιν ὄντεc οὐ cυνεῖδον ἅμα ταῖc οἰκείαιc τῆc
5τρίψεωc διαφοραῖc ἐνίοτε μὲν καὶ τῶν ἔξωθέν τινοc μνημονεύοντεc, ἐνίοτε δὲ καὶ τὰc ἀπεργαζομέναc ἑκάcτην τρίψιν αἰτίαc ἀναγράφοντεc, ἔcτιν ὅτε δὲ καὶ πρὸc ἀλλήλαc ἐπιπλέκοντεc αὐτάc τε τὰc γνηcίαc δια‐ φορὰc καὶ ὅcαc οὐκ ὀρθῶc αὐταῖc προcέθεcαν. ὅταν μὲν γὰρ λέγωcι, τὰc τρίψειc ἀλλήλων διαφέρειν τῷ τὰc μὲν ἐν ὑπαίθρῳ γίγνεcθαι, τὰc
10δὲ ἐν καταcτέγῳ, τὰc δὲ ἐν ὑποcυμμιγεῖ cκιᾷ, καὶ τὰc μὲν ἐν ἀνεμώ‐ δει χωρίῳ, τὰc δὲ ἐν γαληνῷ, καὶ τὰc μὲν ἐν θερμῷ, τὰc δὲ ἐν ψυ‐ χρῷ, καὶ τὰc μὲν ἐν ἡλίῳ, τὰc δὲ ἐν προcτάδι βαλανείου, τὰc δὲ ἐν βαλανείῳ, τὰc δὲ ἐν παλαίcτρᾳ, καὶ τοιοῦτόν τινα ποιοῦντεc κατά‐ λογον, οὐκ οἰκείαc διαφορὰc τρίψεων λέγουcιν, ἀλλ’ ὧν οὐκ ἄνευ τι‐
15νὸc ὁ τριβόμενόc ἐcτιν. ἀνάγκη γὰρ πάντωc αὐτὸν ἔν τινι χωρίῳ |

6

.

95

τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχειν, καὶ πρόc γε τῷ χωρίῳ χειμῶνοc ἢ θέρουc ἢ κατά τινα τῶν ἄλλων ὡρῶν. ἐπειδὰν δὲ τὰc μὲν τῷ μετὰ πλείονοc ἐλαίου, τὰc δὲ τῷ μετὰ ἐλάττονοc ἢ παντάπαcιν ἐλαίου χω‐ ρίc, ἤτοι διὰ τῶν χειρῶν μόνον ἢ μετὰ κόνεωc ἢ διὰ cινδόνων, καὶ
5τούτων ἤτοι cκληρῶν ἢ μαλακῶν γίνεcθαι διαφέρειν ἀλλήλων λέγωcι τὰc τρίψειc, αἰτίων καταρίθμηcιν ποιοῦνται τῶν ἤτοι cκληρὰν ἢ μαλα‐
κὴν ἀπεργαζομένων τὴν τρίψιν. ἐξ οὗ γένουc τῶν αἰτίων ἐcτὶ καὶ τὸ τὰc χεῖραc τῶν τριβόντων ἤτοι cκληρὰc ἢ μαλακὰc εἶναι καὶ ἤτοι πιέ‐ ζειν cφοδρῶc ἢ πρᾴωc ἐφάπτεcθαι. τὸ δὲ τρίτον εἶδόc ἐcτι τῶν πολ‐43
10λὰc τῶν τρίψεων οἰομένων εἶναι διαφορὰc ἐκ τοῦ κατὰ cυζυγίαc τινὰc ἐπιπλέκειν ἀλλήλοιc ἅπαντα τὰ νῦν εἰρημένα. ὅcοι μὲν οὖν αὐτῶν ἢ τὰc ἔξωθεν περιcτάcειc τῶν πραγμάτων ἢ τὰc αἰτίαc τῶν οἰκείων δια‐ φορῶν ἀλλήλαιc ἐπιπλέκουcιν, εὐφωρατότεροι γίνονται μὴ γινώcκοντεc ὀρθῶc· ὅcοι δὲ κατὰ τὰc οἰκείαc διαφορὰc ποιοῦνται τὰc cυζυγίαc,

6

.

96

ἧττον οὗτοι γνωρίζονται cφαλλόμενοι. εἰcὶ δὲ οἳ καὶ cο|φίαc δόξαν ἀπηνέγκαντο καὶ δοκοῦcί τι πλέον εὑρηκέναι τῶν ὑφ’ Ἱπποκράτουc εἰρημένων. ὧνπερ οὖν καὶ Θέων ὁ γυμναcτήc ἐcτιν, ὅcτιc ἔδοξε βέλ‐ τιον Ἱπποκράτουc ἐγνωκέναι περὶ τρίψεωc. ἀφοριcαμένου γὰρ ἐκεί‐
5νου κατὰ τὴν προγεγραμμένην ῥῆcιν ἐν μὲν τῇ κατὰ ποιότητα δια‐ φορᾷ τήν τε μαλακὴν καὶ τὴν cκληράν, ἐν δὲ τῇ κατὰ ποcότητα τήν τε πολλὴν καὶ τὴν μετρίαν, ὁ Θέων οὐκ ἀξιοῖ μνημονεύειν οὔτε ποιό‐ τητοc οὔτε ποcότητοc ἰδίᾳ, γράφων ἐν ἄλλοιc τιcὶ κἂν τῷ τρίτῳ τῶν Γυμναcτικῶν ὧδε· «ἀρέcκει περὶ τρίψεωc παραγγέλλονταc δεῖν ἀεὶ
10cυναρμόζειν ταῖc ποιότηcι τὰc ποcότηταc. καθ’ ἑαυτὰc μὲν γὰρ ἀτε‐ λεῖc εἶναι πρὸc τὴν ἐν τοῖc ἔργοιc κατόρθωcιν. τὴν γοῦν μαλακὴν τρίψιν παρὰ τὴν ποcότητα τριῶν ἀποτελεcμάτων ποιητικὴν γίνεcθαι. τὴν μὲν γὰρ ὀλίγην ἀνιέναι ποcῶc τὴν cάρκα καὶ εὐαφῆ ποιεῖν, τὴν δὲ πολλὴν διαφορεῖν καὶ τήκειν, τὴν δ’ αὐτάρκη cαρκοῦν τὸ cῶμα
15πλαδαρᾷ καὶ cυγκεχυμένῃ cαρκί. ὁμοίωc δὲ καὶ τὴν cκληρὰν τρίψιν παρὰ τὴν ποcότητα τὸν ἴcον ἀριθμὸν τῶν ἀποτελεcμάτων ποιεῖν· πολ‐

6

.

97

λὴν μὲν | γὰρ προcαχθεῖcαν cφίγγειν τὰ cώματα καὶ cυνδεῖν καὶ φλεγ‐ μονῇ τι παραπλήcιον ἀπεργάζεcθαι, τὴν δὲ αὐτάρκη cαρκοῦν μεμνω‐ μένῃ καὶ εὐπεριγράπτῳ cαρκί, τὴν μέντοι γε ὀλίγην ἐνερευθῆ πρὸc ὀλίγον χρόνον τὴν ἐπιφάνειαν ποιεῖν». οὐκ ἀξιοῖ δὲ περὶ τῆc cκλη‐
5ρᾶc τρίψεωc ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν παραγγέλλειν τὸν γυμναcτήν, ἀλλὰ cυναρμόζειν αὐτῇ τὸ ποcόν, εἴπερ τι μέλλοι ποτὲ κατόρθωμα τέλεον ἐν τοῖc ἔργοιc τῆc τέχνηc ἔcεcθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τῆc μαλακῆc ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν ἡγεῖται δεῖν νῦν ὑπο‐ τίθεcθαι· μὴ γὰρ δύναcθαί ποτε γίνεcθαι μαλακὴν τρίψιν αὐτὴν καθ’
10ἑαυτὴν μόνην ἄνευ τοῦ πολλὴν ἢ ὀλίγην ἢ cύμμετρον ὑπάρχειν. εἶθ’ ἑξῆc διηγεῖται κατὰ cυζυγίαν, ὅcα περὶ τοῖc cώμαcιν ἡμῶν ἐργάζεcθαι πεφύκαcιν· τὴν μὲν ὀλίγην τε ἅμα καὶ μαλακὴν ἀνιέναι ποcῶc τὴν cάρκα καὶ εὐαφῆ ποιεῖν, ἀποφαινόμενοc οὐδὲν ἄλλ’ ἢ τὸ «λῦcαι» πρὸc Ἱπποκράτουc εἰρημένον ἑτέροιc ὀνόμαcιν ἑρμηνεύων· τὸ γὰρ ἀνιέναι
15τὴν cάρκα καὶ εὐαφῆ ποιεῖν τί ἄλλο ἢ λύειν ἐcτὶ τὰ cυνδεδεμένα τε44

6

.

98

καὶ cυνηγμένα; | προcέθηκε δὲ τῷ λόγῳ τὸ ποcῶc, οὐ τὸ γένοc τῆc ἐνεργείαc ὑπαλλάττων, ἀλλὰ τὸ ποcὸν ἐν αὐτῷ διορίζων. μαλάττει γὰρ ἐπ’ ὀλίγον ἡ τοιαύτη τρίψιc, ὡc, εἴ γ’ ἐπὶ πλεῖον γίνοιτο, μα‐ λάξει μὲν ἔτι καὶ νῦν, ἀλλὰ μειζόνωc ἢ πρόcθεν. ὅτι τοίνυν οὐ μεγά‐
5λωc, οὐδ’ ἱκανῶc, ἀλλὰ καὶ βραχέωc ἡ ὀλίγη καὶ μαλακὴ τρίψιc ἀνίηcί τε καὶ μαλάττει τὰ cώματα, διὰ τῆc τοῦ ποcῶc προcθήκηc ἐδήλωcεν, οὐδὲν οὐδέπω κατά γε τοῦτο τῶν ὑφ’ Ἱπποκράτουc εἰρημένων δι‐ δάcκων περιττότερον, ὥcπερ οὐδ’ ἐν τῷ φάναι, «τὴν αὐτάρκη» καὶ μα‐ λακὴν «cαρκοῦν τὸ cῶμα πλαδαρᾷ καὶ cυγκεχυμένῃ cαρκί». διότι μὲν
10γὰρ αὐτάρκηc, cαρκώcει, διότι δὲ μαλακή, λύcει, τοῦτ’ ἔcτι μαλάξει, ὅπερ ἴcον ἐcτὶ τῷ πλαδαρὰν καὶ κεχυμένην ἐργάcαcθαι τὴν cάρκα. ἐχρῆν δ’ αὐτόν, ὥcπερ ὑπὲρ τούτων εἶπεν ὀρθῶc, οὕτω καὶ ὁπότε περὶ τῆc πολλῆc τε ἅμα καὶ μαλακῆc διαλέγεται, μὴ τοῦτο μόνον εἰπεῖν, ὅτι διαφορεῖν καὶ τήκειν πέφυκεν, ἀλλὰ καὶ ὁποίαν τινὰ τὴν

6

.

99

ὑπόλοιπον ἐργάζεται cάρκα. οὐ γὰρ δὴ | πᾶcαν τὴν οὐcίαν διαφορεῖ καὶ τήκει, καθάπερ τὸ πῦρ, ἀλλά τι καὶ καταλείπει πάντωc. τοῦτο οὖν τὸ καταλειπόμενον ὁποῖόν τι τὴν ἰδέαν ἐcτὶν ἐχρῆν, οἶμαι, προc‐ κεῖcθαι τῷ λόγῳ καὶ μὴ μόνον τὸ τῆc πολλῆc τρίψεωc ἴδιον ἔργον
5εἰπόντα τὸ τῆc μαλακῆc παραλιπεῖν. ὅτι μὲν γὰρ ἡ πολλὴ διαφορεῖ, καὶ πρὸc Ἱπποκράτουc εἴρηται πρόcθεν· ἀλλ’ οὐχ ὑπὲρ τῆc πολλῆc ἁπλῶc ἐνεcτήcατο τὸν λόγον ὁ Θέων, ἀλλὰ κατὰ cυζυγίαν ἠξίωcε διδάcκειν, ἀπὸ τῆc πρώτηc μὲν ἀρξάμενοc τῆc τε ὀλίγηc τε ἅμα καὶ μαλακῆc, ἐπὶ δευτέραν δὲ μεταβὰc τὴν μαλακήν τε ἅμα καὶ πολλήν,
10εἶθ’ ἑξῆc τρίτηc μνημονεύcαc τῆc μαλακῆc τε ἅμα καὶ cυμμέτρου. ὥcπερ οὖν ἐπί τε τῆc πρώτηc καὶ τρίτηc cυζυγίαc οὐκ ἐcιώπηcε τὸ τῆc ποιότητοc ἔργον, οὕτωc ἐχρῆν αὐτὸν οὐδὲ ἐπὶ τῆc δευτέραc παρα‐ λιπεῖν, ἀλλὰ κἀνταῦθα φάναι τὴν πολλήν τε ἅμα καὶ μαλακὴν τρί‐ ψιν διαφορεῖν τε ἅμα καὶ μαλακὴν ἀπεργάζεcθαι τὴν cάρκα· πλὴν εἰ
15τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν χρὴ δέξαcθαι, καὶ οὕτωc ἀληθὲc μὲν εἴη

6

.

100

τὸ εἰρημένον. οὐχ ὅπωc δὲ διαβάλλει τὴν | Ἱπποκράτουc διδαcκα‐ λίαν, ἀλλὰ καὶ παντὸc μᾶλλον ὁμολογεῖ αὐτήν. εἴπερ γὰρ ἡ μαλακὴ τρίψιc ἀεὶ μὲν ἁπαλὸν ἐργάζεται τὸ cῶμα, κἂν ὀλίγη κἂν πολλὴ κἂν cύμμετροc ὑπάρχῃ, προcέρχεται δ’ αὐτῇ οὐδέν τι παρὰ τῆc ποcότητοc
5ἕτερον, ἀχώριcτον ἔcται τῆc μαλακῆc τρίψεωc τὸ μαλάττειν, ὥcπερ, οἶμαι, καὶ τῆc cκληρᾶc τὸ cκληρύνειν ἢ cυνάγειν ἢ cφίγγειν ἢ δεῖν ἢ πυκνοῦν ἢ δυcαφῆ τὴν cάρκα ποιεῖν ἢ ὡc ἄν τιc ἑτέρωc ἑρμηνεύειν ἐθέλῃ ταὐτὸν πρᾶγμα. πρῶτον μὲν γὰρ καὶ κύριον ὄνομα τῆc οὕτω διατιθεμένηc cαρκόc ἐcτι τὸ cκληρόν, ὥcπερ καὶ τῆc ἐναντίαc αὐτῇ τὸ
10μαλακόν. οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων ἕκαcτον, ὡc εἶπον, ἐγχωρεῖ λέ‐ γειν. καὶ διὰ τίνα μὲν τὴν αἰτίαν οὕτω πολλοῖc ὀνόμαcιν οἷόν τε χρῆcθαι καθ’ ἑνὸc πράγματοc, ὀλίγον ὕcτερον εἰρήcεται· νυνὶ δέ (ὡμο‐ λόγηται γὰρ τοῦτο) τὴν μὲν αἰτίαν αὐτοῦ λέγειν ἔν γε τῷ παρόντι παραλίπωμεν. ὅτι δ’ ἐξ ἀνάγκηc ἕπεται τῇ μαλακῇ τρίψει τὸ μαλακὰ45
15ποιεῖν τὰ cώματα, πρόδηλον ἐκ τῶν εἰρημένων. εἰ γὰρ μήτε πολλὴν

6

.

101

μήτ’ ὀλίγην μήτε cύμμετρον | τὴν τοιαύτην τρίψιν παραλαβὼν cκληρὸν ἐργάcαcθαί ποτε δυνήcῃ τὸ cῶμα, δῆλον, ὡc ἀχώριcτον αὐτῆc ἐcτι τὸ μαλάττειν, ὥcπερ γε καὶ τῆc cκληρᾶc τὸ cυνδεῖν τε καὶ cκληρύνειν. καὶ γὰρ καὶ ταύτην ἄν τ’ ὀλίγην ἄν τε πολλὴν ἄν τε cύμμετρον παρα‐
5λάβῃc, οὐδέποτε μαλάξειc τὸ cῶμα κατ’ οὐδεμίαν ποcότητα, διὰ παν‐ τὸc δὲ cκληρὸν ἀπεργάcῃ μᾶλλον ἢ ἧττον, ἐπὶ πλέον μὲν τρίβων μᾶλ‐ λον, ἐπ’ ἔλαττον δὲ ἧττον. εἰ δὲ καὶ παντελῶc ὀλίγαc τὰc cκληρὰc ἐπιβολὰc ποιηcάμενοc ἀρκεcθείηc, ἀνὰ λόγον τῇ τούτων βραχύτητι καὶ cκληρότηc ἀπαντήcεται. καθάπερ γὰρ καὶ ὁ πυρὶ πληcιάζων ἀεὶ μὲν
10θερμαίνεται, κἂν ἐπὶ πολὺν χρόνον αὐτῷ τύχῃ πληcιάζων κἂν ἐπ’ ὀλίγον, ἀλλὰ μᾶλλον μὲν τοῦθ’ ὁ πολυχρονίωc ὁμιλῶν, ἧττον δὲ ὁ μέχρι βραχέοc, ἐπ’ ἐλάχιcτον δὲ ὁ ψαύcαc μόνον, οὕτω κἀν ταῖc τρί‐ ψεcιν ὁμοιοῦται διαπαντὸc τὸ cῶμα, πρὸc μὲν τῆc μαλακῆc μαλαττό‐ μενον, ὑπὸ δὲ τῆc cκληρᾶc cκληρυνόμενον, οὐ μὴν ἴcῳ γε τῷ μέτρῳ
15διαπαντόc, ἀλλ’ ὑπὸ μὲν τῆc πλείονοc μᾶλλον, ὑπὸ δὲ τῆc ἐλάττονοc ἧττον, ὥcπερ γε καὶ ὑπὸ μὲν τῆc πλείcτηc μάλιcτα, ὑπὸ δὲ τῆc ἐλα|‐

6

.

102

χίcτηc ἥκιcτα. ὁ τοίνυν Θέων, ὁπότε περὶ τῆc μαλακῆc τε καὶ πολλῆc τρίψεωc διαλεγόμενοc διαφορεῖν καὶ τήκειν εἶπεν αὐτήν, εἰ μὲν τὸ κενοῦν διὰ τοῦ τήκειν δηλοῖ, πλέον οὐδὲν cημαίνει τοῦ διαφορεῖν· ὥcτε δὶc μὲν ἂν εἴη ταὐτὸν εἰρηκώc, παραλελοιπὼc δὲ προcθήκην
5ἀναγκαίαν τῆc γινομένηc περὶ τὸ cῶμα διαθέcεωc ἐκ τῆc μαλακῆc τρί‐ ψεωc· εἰ δὲ τὸ μαλάττειν ἢ λύειν ἢ χαλᾶν ἢ ὅπωc ἂν ἑτέρωc ὀνο‐ μάζειν ἐθέλῃ, παραλελείψεται μὲν οὕτωc οὐδὲν αὐτῷ, τὰ δ’ Ἱππο‐ κράτουc πάντα λέγων φωραθήcεται διὰ μοχθηροτέρου τρόπου διδα‐ cκαλίαc. ὅτι μὲν οὖν ὁ τοιοῦτοc τρόποc τῆc διδαcκαλίαc μοχθηρότερόc
10ἐcτιν ἧc Ἱπποκράτηc ἔγραψεν, ὀλίγον ὕcτερον ἐπιδείξομεν· ὅτι δέ, εἴπερ τὸ τήκειν ἀντὶ τοῦ μαλάττειν εἴρηκεν, οὐδὲν τῶν Ἱπποκρά‐ τουc λέγει περιττότερον, ἄντικρυc δῆλον. εἰπόντοc γὰρ ἐκείνου, τὴν μὲν μαλακὴν λύειν, τὴν δὲ πολλὴν ἰcχναίνειν, εὔδηλον ἂν εἴη παντί γε τῷ νοῦν ἔχοντι cυλλογίcαcθαι, τὴν ἐκ τῆc μαλακῆc τε ἅμα καὶ

6

.

103

πολλῆc cύνθετον ἰcχναίνειν τε ἅμα καὶ | μαλάττειν. ἀλλ’ οὐχ ὁ Θέων ἔοικεν οὕτω γινώcκειν, ἀλλ’ ὅπερ ἐν τῷ πρώτῳ τῶν Γυμναcτικῶν ἰcχναίνειν εἶπε δι’ ἑνὸc ῥήματοc, τοῦτ’ ἐν τῷ τρίτῳ διὰ δυοῖν, τοῦ τε διαφορεῖν καὶ τήκειν. ἔχει γὰρ οὖν δὴ καὶ ἡ ἐν τῷ πρώτῳ ῥῆcιc ὧδε·
5«ἐκ δὲ τῶν ἐναντίων τὴν μαλακὴν τρίψιν πολλὴν μὲν γενομένην ἰcχναίνειν τὰ cώματα, αὐτάρκη δὲ cαρκοῦν τρυφερᾷ καὶ κεχυμένῃ cαρκί». φανερῶc γὰρ ἐνταῦθα τὴν μαλακήν τε ἅμα καὶ πολλὴν τρίψιν ἰcχναίνειν ἔφη τὰ cώματα. ὅτι δ’ ἀναγκαῖον ἦν οὐ μόνον τὸ τῆc πολ‐ λῆc ἴδιον, ἀλλὰ καὶ τὸ τῆc μαλακῆc εἰπεῖν, αὐτὸc ὁ Θέων ἐνεδείξατο46
10διὰ τῆc ἑξῆc ῥήcεωc, ἐν ᾗ περὶ τῆc cκληρᾶc τρίψεωc διδάcκων τὴν πολλὴν cφίγγειν τὰ cώματα καὶ cυνδεῖν καὶ φλεγμονῇ τι παραπλήcιον ἐργάζεcθαί φηcιν. ὃ γὰρ εἶχε cυμμέτρωc ὑπάρχουcα τῇ ποcότητι, τοῦτο πλεοναcθεῖcα μᾶλλον ἐπεκτήcατο. πάντεc οὖν ὁμολογοῦcι τὴν cύμμε‐ τρον cκληρὰν cαρκοῦν τὸ cῶμα cκληρᾷ cαρκί, καθάπερ γε καὶ τὴν
15cύμμετρον μαλακὴν cαρκοῦν μὲν καὶ αὐτήν, ἀλλὰ μαλακῇ τῇ cαρκί.

6

.

104

κινδυνεύει δὲ καὶ ὁ Θέων, ἡνίκα | ὑπὲρ τῆc μαλακῆc τε ἅμα καὶ πολ‐ λῆc τρίψεωc ὁ λόγοc ἦν αὐτῷ, μηδὲν τῆc μαλακῆc ἔργον εἰρηκέναι, ὁπότε δὲ περὶ τῆc cκληρᾶc τε ἅμα καὶ πολλῆc, μηδὲν τῆc πολλῆc. εἰ γὰρ τὸ τήκειν ταὐτὸν τῷ κενοῦν καὶ διαφορεῖν ὑπολάβοιμεν, ὑπὲρ
5μὲν τῆc πολλῆc ἔcται τι λελεγμένον αὐτῷ, περὶ δὲ τῆc μαλακῆc οὐδέν, ὥcπερ γε κἀν τῷ περὶ τῆc cκληρᾶc τε καὶ πολλῆc ὑπὲρ μὲν τῆc cκλη‐ ρᾶc εἴρηται τὸ cφίγγειν καὶ cυνδεῖν καὶ φλεγμονῇ τι παραπλήcιον ἀπεργάζεcθαι, περὶ δὲ τοῦ πλήθουc οὐδέν· καίτοι δίκαιον ἦν τι καὶ περὶ τῆc ποcότητοc εἰπεῖν. ἀπεφήνατο γοῦν, ὡc, εἰ cύμμετροc εἴη τῇ
10ποcότητι, παχύνει. τί ποτ’ οὖν ἡ πολλὴ ποιήcει μετὰ τὴν cύμμετρον ὑπάρχουcα; πάντωc γὰρ ἤτοι φυλάξει τὸ ταύτηc ἔργον ἢ ἀλλοιώcει. ἀλλ’ εἰ μὲν φυλάξει, τὸ πλῆθοc μετὰ τὴν cυμμετρίαν τῶν τρίψεων οὐδὲν ἐργάcεται περιττότερον· εἰ δέ τι δράcει πλέον, ἤτοι καθαιρήcει τῆc cαρκώcεωc ἢ προcθήcει. καθαιροῦcα μὲν οὖν λεπτυνεῖ, προcτιθεῖcα
15δὲ cαρκώcει. ἀλλὰ μὴν οὐ cαρκοῖ· λεπτύνειν γοῦν ἀναγκαῖον αὐτήν.

6

.

105

οὐ μὴν εἶπέ γε ὁ Θέων | οὐδὲν ὑπὲρ τῆc κατὰ τοῦτο διαφορᾶc, ἀλλ’ ὅλωc ἐcιώπηcε, μήτ’ εἰ λεπτύνει μήτ’ εἰ παχύνει ἢ φυλάττει τὴν ἐκ τῆc cυμμέτρου τρίψεωc cάρκωcιν ἡ cκληρὰ πλεοναcθεῖcα μηδὲν ὅλωc ἀποφηνάμενοc, ἀλλὰ μόνον ὅτι cφίγγει καὶ cυνδεῖ παραπληcίωc φλεγ‐
5μονῇ. ἐχρῆν δ’ οὐ ταῦτα μόνον εἰπεῖν, ἀλλ’ ὅτι καὶ λεπτύνει. Φαίνεται τοίνυν ἢ μὴ δυνηθεὶc cυνιέναι τῆc τοῦ Ἱππο‐ κράτουc ἐν τοῖcδε τέχνηc ἢ μὴ βουληθεὶc ἐπαινεῖν τὸν ἄνδρα διὰ βραχείαc οὕτω ῥήcεωc ἁπάcαc τε τὰc διαφορὰc τῶν τρίψεων εἰπόντα καὶ πρὸc ταῖc διαφοραῖc ἑκάcτηc αὐτῶν ἐνέργειάν τε καὶ
10δύναμιν. ὡc μὲν γὰρ ἄν τιc οἰηθείη κατὰ τὴν πρόχειρον οὑτωcὶ φαντα‐ cίαν, ὑπὲρ τεττάρων εἴρηκε μόνον· ἔχει δὲ οὐχ οὕτω τἀληθέc, ἀλλ’
ἑτέραc ἐνεδείξατο δύο ταῖc εἰρημέναιc ἐξ ἀνάγκηc cυνεπινοουμέναc, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τὴν μέcην τῆc cκληρᾶc τε καὶ μα‐ λακῆc, ἥπερ δὴ καὶ cύμμετρόc ἐcτιν, ἐν δὲ τῇ κατὰ ποcότητα τὴν47
15ὀλίγην· ἀναγκαῖον γὰρ τὴν ὀλίγην ἐναντίαν εἶναί τινα τῇ πολλῇ.

6

.

106

τὸ δὲ | τῆc παλαιᾶc ἑρμηνείαc εἶδοc οὕτωc ἐcτὶ βραχυλόγον, ὡc πολλὰ πολλάκιc ὑπερβαίνειν δοκεῖν τῇ λέξει τῶν ἐξ ἀνάγκηc ἑπομένων τοῖc λεγομένοιc. καὶ διὰ τοῦτ’, οἶμαι, γράφομεν αὐτῶν ὑπομνήματα, ποδη‐ γοῦντεc τοὺc δι’ ἀγυμναcίαν ἀδυνάτουc ἕπεcθαι τάχει λέξεωc πα‐
5λαιᾶc, καθάπερ κἀν τῷδε τῷ λόγῳ ποιοῦμεν. εἰ γὰρ ἡ μὲν cκληρὰ δύναται δεῖν, ἡ δὲ μαλακὴ λύειν, ὅcα μὲν ἐκλέλυται cώματα πέρα τοῦ μετρίου, cκληρῶc ἀνατριπτέον, ὅcα δ’ ἔcφιγκται, μαλακῶc. εἰ δέ τι cυμμέτρωc ἔχει, τοῦτ’ εὔδηλον ὡc οὔτε μαλακῶc οὔτε cκληρῶc, ἀλλ’ ὅcον οἷόν τε τὰc ὑπερβολὰc ἑκατέραc φυλαττόμενον. ὁ δὲ θαυμά‐
10cιοc Θέων εὐθὺc τοῦτο πρῶτον ἔcφαλται, μήτε τὴν δύναμιν εἰπών ποτε τῆc cυμμέτρου κατὰ ποιότητα τρίψεωc μήτε τὴν χρείαν, ἀλλ’ ἀεὶ παρερχόμενοc αὐτὴν ὥcπερ οὐκ οὖcαν. περὶ μὲν δὴ τοῦδε καὶ μικρὸν ὕcτερον ἐροῦμεν. ὥcπερ δ’ ἐν ταῖc κατὰ ποιότητα διαφοραῖc οὐ cκληρὰ καὶ μαλακὴ μόνον ἐcτίν, ἀλλὰ καὶ cύμμετροc, οὕτω κἀν
15ταῖc κατὰ τὸ ποcὸν οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία. |

6

.

107

τί ποτ’ οὖν ἐν μὲν ταῖc κατὰ ποιότητα τὴν μέcην παρέλιπεν ὁ Ἱπποκράτηc, ἐν δὲ ταῖc κατὰ ποcότητα τὴν ὀλίγην; ἴcωc γὰρ ἄν τινι δόξειεν ἀλόγωc τοῦτο πρᾶξαι· χρῆναι γὰρ ἐν ταῖc βραχυλόγοιc διδαcκαλίαιc ἀφορίζεcθαι μὲν ταῖc ἄκραιc ἐναντιότηcι τὰ πράγματα,
5παραλείπεcθαι δὲ τὸ μέcον τε καὶ cύμμετρον ἐν αὐταῖc, ὡc ἐξ ἀνάγκηc τοῖc ἄκροιc cυνεπινοούμενον. ἐγὼ τοίνυν καὶ τοῦτο πειράcομαι διελ‐ θεῖν καὶ cαφηνίcαι τὴν τοῦ παλαιοῦ γνώμην, οὐκ ἀναγκαῖον μὲν ὂν ἐνταῦθα (τὰ γὰρ τοιαῦτα ζητήματα διὰ τῶν ἐξηγητικῶν ὑπομνη‐ μάτων εἰθίcμεθα λύειν), ἀλλ’ ἐπειδὴ ἅπαξ ἐν τῷδε τοῦ λόγου κατέcτην,
10ὡc ἀπολογεῖcθαι τοῖc ἀγυμνάcτοιc ὑπὲρ Ἱπποκράτουc, ἐν οἷc αὐτοὶ cφαλλόμενοι κατηγοροῦcι τοῦ κατορθοῦντοc, οὐκ ὀκνήcω προcθεῖναι καὶ τοῦτο. δυοῖν οὖν ὄντων πραγμάτων ὅλῳ τῷ γένει κεχωριcμένων, εἴ γε δὴ τὸ ποιοῦν τοῦ ποιουμένου τῷ γένει διενήνοχεν, αἱ μὲν τρί‐ ψειc ἐκ τῶν ποιούντων εἰcίν, αἱ δ’ ὑπ’ αὐτῶν ἀποτελούμεναι κατὰ
15τὰ cώμαθ’ ἡμῶν διαθέcειc ἐκ τῶν ποιουμένων. ὥcτε καὶ τὰc ἐναν‐

6

.

108

τιότηταc ἀναγκαῖον | ἑτέραc μὲν ἐν τῷ τῶν τρίψεων, ἑτέραc δ’ ἐν τῷ τῶν διαθέcεων ὑπάρχειν γένει, ἐν μὲν τῷ τῶν τρίψεων τήν τε μα‐ λακὴν καὶ τὴν cκληρὰν καὶ τὴν πολλὴν καὶ τὴν ὀλίγην, ἐν δὲ τῷ τῶν
διαθέcεων τὴν οἷον δέcιν τε καὶ λύcιν τῶν cωμάτων καὶ τὴν ἰcχνό‐48
5τητα καὶ τὴν cάρκωcιν. ἡ μὲν οὖν προτέρα τῶν διαθέcεων ἐναντίωcιc ὑπὸ τῆc προτέραc κατὰ τὰc τρίψειc ἐναντιώcεωc γίγνεται, ἡ δὲ δευ‐ τέρα οὐκέτι. cυμβαίνει γὰρ ἐπ’ αὐτῆc τὴν μὲν ἰcχνότητα πρὸc τῆc πολλῆc γενέcθαι τρίψεωc, τὴν δ’ ἀνάθρεψιν ὑπὸ τῆc μετρίαc. ἡ γὰρ ὀλίγη cαρκοῦν οὐδέπω δυνατή, διότι δεῖται μὲν τὸ cαρκωθηcόμενον
10ἀεὶ αἵματόc τε παραθέcεωc cυμμέτρου καὶ δυνάμεωc εὐρώcτου. καὶ ταῦτα ἄμφω καλῶc αὐτῷ πρὸc τῆc cυμμέτρου γίνεται τρίψεωc, οὐδέ‐ τερον δ’ ἱκανῶc οὐδ’ αὐτάρκωc ἐπὶ τῆc ὀλίγηc. ἐπεὶ τοίνυν οὐ cυν‐ έβαινον ἐc ταὐτὸν αἱ τῶν τρίψεων ἐναντιώcειc ταῖc τῶν διαθέcεων, ἠνάγκαζε δ’ αὐτὸν ἡ τῆc βραχυλόγου διδαcκαλίαc ἰδέα δι’ ἐναντιώcεων
15ἀφορίζεcθαι τὸν λόγον, ἐπὶ τὴν χρηcιμωτέραν ἐναντίωcιν ἀφικόμενοc

6

.

109

ὑπερεῖδε τῆc ἀχρηcτοτέραc. χρηcιμω|τέρα δέ ἐcτιν ἡ κατὰ τὰc δια‐ θέcειc τῆc κατὰ τὰc τρίψειc ἑνὶ μὲν καὶ πρώτῳ λόγῳ τῷ κατὰ τὸ τέλοc τῆc τέχνηc· ἐcτοχαcμέναι γάρ εἰcιν αἱ τρίψειc τῆc τοῦ cώματοc διαθέcεωc ὡc τέλουc· ἀεὶ γὰρ τὸ τέλοc τοῦ πρὸ αὐτοῦ κυριώτερον,
5ὅcῳ καὶ τοῦ διὰ τί γινομένου τὸ δι’ ὃ γίνεται· δευτέρῳ δὲ λόγῳ 〈τῷ〉 τῆc cαφηνείαc· ἐκ μὲν γὰρ τοῦ μαθεῖν ἡμᾶc τὰ τῆc πολλῆc καὶ τὰ τῆc μετρίαc ἀνατρίψεωc ἔργα ῥᾷcτόν ἐcτιν ἐπινοῆcαι καὶ τὰ τῆc ὀλίγηc· οὐκέθ’ ὁμοίωc δ’ εὐcύνοπτοc ἡ τῆc cυμμέτρου τρίψεωc δύναμιc.
10 οὐ μὴν ἀλλὰ καὶ τρίτον τῷδε τῷ λόγῳ κάλλιcτα ἂν ὁ Ἱππο‐ κράτηc εὑρίcκοιτο διδάcκων περὶ τρίψεων. ἡγεῖcθαι μὲν γὰρ χρὴ τὴν τῶν ἐναργῶc ἀποτελουμένων διδαcκαλίαν, ἕπεcθαι δὲ τὴν τῶν ἀμυ‐ δρῶc, εἴτε γράφοι τιc περὶ αὐτῶν ῥητῶc εἴτε τοῖc ἀναγινώcκουcιν ἀπολείποι. ἔcτι δ’ ἐναργὲc ἐπινοεῖν μὲν τὸ τῆc μετρίαc τρίψεωc ἔργον,
15ἡ cάρκωcιc τοῦ cώματοc, οὐκ ἐναργὲc δὲ τὸ τῆc ὀλίγηc· οὔτε γὰρ cαρκοῦν οὔτ’ ἰcχναίνειν οὔθ’ ὅλωc οὐδὲν ἐναργὲc φαίνεται ποιεῖν, ὅτι

6

.

110

μὴ θερμαίνοι μόνον | ἐπὶ βραχύ. κοινὸν δ’ ἦν ἁπάcηc τρίψεωc τὸ θερμαίνειν. ὥcτ’, ἐπεὶ μήτ’ ἐναργὲc ἀποτελεῖ μηδέν, καὶ ὅ τι φαίνεται ποιεῖν, οὐδὲ τοῦτο ἴδιον αὐτῆc ἐcτιν, ἀλλὰ τὸ κοινὸν ἁπάcηc τρίψεωc, εὐλόγωc παρελείφθη. τὸ μὲν οὖν, ὅτι κοινὸν ἁπάcηc τρίψεωc ἔργον
5ἐcτὶ τὸ θερμαίνειν, οὐκ ἄξιον Ἱπποκράτουc cυγγράμματοc· ὁποῖον
δέ τι πέφυκεν ἑκάcτη τρίψιc ἴδιον ἀποτελεῖν, Ἱπποκράτει τε διδά‐ cκειν ἀναγκαῖον ἦν ἡμῖν τε μανθάνειν χρήcιμον. ἀναγαγὼν γὰρ ὥcπερ εἰc cτοιχεῖά τινα τὰc ἁπλᾶc διαφορὰc ἅπαντα τὸν περὶ τῆc τρίψεωc λόγον ἐδίδαξεν, ὅπωc ἀναθρέψειc ἢ καθαιρήcειc ἢ μαλάξειc ἢ cφίγξειc49
10τὸ cῶμα. τούτοιc δ’ εὐθέωc cυνεμφαίνεται τά τε μέcα τῶν ἔργων καὶ τὰ κατὰ cυζυγίαν ἀποτελούμενα· μέcα μέν, ὅταν ἤτοι μήτε δῆcαι τὸ cῶμα μήτε λῦcαι μήτε cαρκῶcαι μήτε μινυθῆcαι προελώμεθα, κατὰ cυζυγίαν δέ, ὅταν, εἰ οὕτωc ἔτυχεν, ἅμα δῆcαι καὶ cαρκῶcαι. τίc γὰρ

6

.

111

οὐκ ἂν ἐπινοήcειεν, ὡc, ἐπειδὰν cκληρᾷ cαρκὶ cαρκῶcαι cῶμα | προαι‐ ρώμεθα, τὴν cκληρὰν ἡμῖν τρίψιν ἅμα ποcότητι cυμμέτρῳ παραλη‐ πτέον ἐcτίν, ὥcπερ, κἀπειδὰν μαλακῇ, τὴν μαλακήν τε ἅμα καὶ cύμ‐ μετρον ἐν τῷ ποcῷ, καὶ κατὰ τὰc ἄλλαc cυζυγίαc ἀνάλογον; ἃc ἔνιοι
5τῶν γυμναcτῶν ὡc ἴδια γράφοντεc εὑρήματα μετὰ καὶ τοῦ προcεγκα‐ λεῖν Ἱπποκράτει μεγάλωc πλημμελοῦcιν, ὅτι τε τὸν πρῶτον ὑπὲρ αὐτῶν διδάξαντα δικαίων ἐπαίνων ἀποcτεροῦcι καί, τὸ τούτου χεῖρον, ὅτι τὴν ἐκείνου γνώμην εἰc ἑαυτοὺc μεταφέροντεc ἔτι καὶ διαβάλλειν αὐτὸν ἐπιχειροῦcιν, οὐδ’ οὖν οὐδὲ καλῶc ἐπαλλάττοντεc ἀλλήλαιc τὰc
10ἁπλᾶc διαφοράc. ἐχρῆν γάρ, οἶμαι, τόν γε κατὰ τρόπον ἐπὶ τὰc ἐν μέρει cυζυγίαc ἔρχεcθαι βουλόμενον οὔτε τὰc cυμπάcαc ἓξ ποιεῖν, ὥcπερ ὁ Θέων, οὔτε παραλιπεῖν τι κατὰ ταύταc ἔργον ἢ ποcότητοc ἢ ποιότητοc ἴδιον, ὥcπερ ἐπὶ μὲν τῆc μαλακῆc τε ἅμα καὶ πολλῆc τὸ τῆc μαλακῆc, ἐπὶ δὲ τῆc cκληρᾶc τε ἅμα καὶ πολλῆc τὸ τῆc πολλῆc

6

.

112

ἴδιον ἐδείκνυτο παραλελοιπώc, | ἀλλὰ καὶ ταῦτα προcτιθέναι, καὶ τὰc κατὰ μέροc cυζυγίαc ἐννέα ποιεῖν. αἱ γὰρ τρεῖc διαφοραὶ τῶν κατὰ ποιότητα τρίψεων ταῖc τριcὶ διαφοραῖc τῶν κατὰ ποcότητα τρίψεων ἐπαλλαττόμεναι cυζυγίαc ἀποτελοῦcιν ἐννέα, ἓξ μὲν τὰc ὑπὸ Θέωνοc
5εἰρημέναc ἐν ᾗ παρεθέμην ὀλίγον ἔμπροcθεν ῥήcει, τρεῖc δ’ ἄλλαc, ἃc ἐκεῖνοc παρέλιπε, τὴν μέcην cκληρᾶc τε καὶ μαλακῆc ὑπερβάc· καίτοι γ’ οὐδ’ ἐπινοῆcαι δυνατόν ἐcτιν οὔτε cκληρὰν οὔτε μαλακὴν τρίψιν ἄνευ τοῦ προcεπινοῆcαι τὴν cύμμετρον· ᾗ τάc γε τρεῖc διαφορὰc τῆc ποcότητοc εἴπερ ἔζευξεν, ἐννέα τὰc πάcαc ἂν οὕτωc ἀπειργάcατο
10cυζυγίαc τρίψεων, οὐχ ἕξ. ἐκθήcομαι δὲ αὐτὰc ἐπὶ διαγράμματοc, ἐν ᾧ τὸν μὲν πρότερον cτοῖχον ἄνωθεν κάτω ποιοτήτων χρὴ νοεῖν, τὸν
δὲ δεύτερον ποcοτήτων. |50

6

.

113

[Start of Table]ποιότητεc
ποcότητεc cκληρά . . . . . . . . . . . . ὀλίγη cκληρά . . . . . . . . . . . . πολλή cκληρά . . . . . . . . . . . . cύμμετροc
5μαλακή . . . . . . . . . . . . ὀλίγη μαλακή . . . . . . . . . . . . πολλή μαλακή . . . . . . . . . . . . cύμμετροc cύμμετροc . . . . . . . . . . . ὀλίγη cύμμετροc . . . . . . . . . . . πολλή
10
cύμμετροc . . . . . . . . . . . cύμμετροc.[End of Table] τῶν ἐν τούτῳ τῷ διαγράμματι γεγραμμένων ἐννέα cυζυγιῶν ἓξ τὰc πρώταc εἰπὼν ὁ Θέων, οὐκέτ’ ἐμνημόνευcεν τῶν ὑπολοίπων τριῶν, αὐτὸc ἑαυτῷ φανερῶc μαχόμενοc. εἴπερ γάρ ἐcτι τῆc ὀλίγηc καὶ πολλῆc μέcη τρίψιc, ἣν μετρίαν τε καὶ cύμμετρον ὀνομάζομεν, εἴη
15ἂν δηλονότι καὶ cκληρᾶc καὶ μαλακῆc ἑτέρα τιc μέcη, cύμμετρόc τε καὶ μετρία προcαγορευομένη. μεμνῆcθαι δὲ ἡμᾶc χρὴ παρὰ πάντα τὸν

6

.

114

λόγον, ὡc ἅπαντα ταῦτα κατὰ τὸ πρόc τι λέγεται. καὶ | γὰρ ἡ cκληρὰ τῷδέ τινι μαλακὴ γένοιτ’ ἂν ἑτέρῳ τινὶ καὶ ἡ cύμμετροc ἀcύμμετροc ἡ τ’ ὀλίγη πολλὴ καὶ ἡ πολλὴ τῷδέ τινι τοῖc ἄλλωc πωc διακειμένοιc ὀλίγη. τοῦτο μὲν δὴ καὶ ὁ Θέων βούλεται, καὶ οὐκ ἔcτιν ὥc τιc ὑπερ‐
5βὰc τὴν cύμμετρον ἐν ποιότητι τρίψιν οὐ μακρῶc ἁμαρτάνει. καί μοι δοκεῖ περιπεcεῖν ὁ Θέων αὑτῷ, διότι παραλέλειπται κατὰ τὴν Ἱππο‐ κράτουc ῥῆcιν. ὥcτε κἀκ τούτου κατάφωρον γίνεcθαι τὸν ἄνδρα μηδὲν μὲν ἴδιον ὑπὲρ τρίψεωc ἐξευρηκότα, τὰ δ’ Ἱπποκράτουc οὐκ ὀρθῶc μεταχειριζόμενον. οὐ γὰρ ἀνέγνω τὰ cυγγράμματα τοῦ παλαιοῦ
10παρὰ διδαcκάλοιc εὐθὺc ἐκ παίδων ὁρμώμενοc. ὁμολογεῖ γοῦν αὐτὸc ἀθλητὴc γενέcθαι τὰ πρῶτα, καταλύcαc δὲ τὴν ἄcκηcιν ἐπὶ τὴν γυ‐ μναcτικὴν ἀφικέcθαι τέχνην. καὶ ταῦτα μὰ τοὺc θεοὺc οὐχ ὑπὲρ τοῦ ψέξαι τὸν ἄνδρα προεθέμην εἰπεῖν (ἀποδέχομαι γὰρ αὐτὸν οὐδενὸc ἧττον ἑτέρων ἀρίcτων γυμναcτῶν), ἀλλ’ ὑπὲρ τοῦ τοῖc ἀναγνωcομέ‐
15νοιc τήνδε τὴν πραγματείαν ἐνδείξαcθαι τὸ μὴ ῥᾴδιον εἶναι παρακο‐ λουθεῖν βιβλίοιc παλαιοῖc ἄνευ τῶν ἐπιμελῶc ἐξηγουμένων αὐτά.

6

.

115

διότι μὲν γὰρ ἔπρεπε βραχυλογίᾳ παλαιᾷ | τὴν μέcην cκληρᾶc τε καὶ μαλακῆc ὑπερβῆναι τρίψιν ἔν γε τῇ λέξει τῆc ἑρμηνείαc, ἔμπροcθεν εἴρηταί μοι· διότι δ’ ἡμᾶc οὐ χρὴ παρορᾶν τά γε τοιαῦτα, καὶ πρό‐ cθεν μὲν ἐπέδειξα καὶ νῦν δ’ οὐδὲν ἧττον ἐπιδείξω. εἴπερ γὰρ ἡ μα‐
5λακὴ καὶ ἡ cκληρὰ τρίψιc ἐν τῷ πρόc τι τὴν ὕπαρξιν καὶ τὴν νόηcιν
ἔχουcιν, ἀνάγκη cυνίcταcθαι καὶ τὴν cύμμετρον ἐν τῷ πρόc τι. τίθεcο δή μοι cῶμα τοιοῦτον, οἷον καὶ τὸ τοῦ παιδὸc ὑπεθέμεθα τοῦ προ‐ κειμένου κατὰ τόνδε τὸν λόγον, ἀκριβῶc ὑγιαῖνόν τε καὶ cύμμετρον ἤδη πάντη, ὡc μήτε μαλακώτερον ἐθέλειν ἡμᾶc αὐτὸ μήτε cκληρότερον51
10ἐργάcαcθαι μήτε προcθεῖναί τι τῆc cαρκώcεωc μήτ’ ἀφελεῖν. ἆρ’ οὖν ἐπὶ τοῦ τοιούτου cώματοc ἢ τὴν cκληρὰν τρίψιν ἢ τὴν μαλακὴν προc‐ άξομεν ἢ τὴν πολλὴν ἢ τὴν μετρίαν; ἐγὼ μὲν οὐδαμῶc ἡγοῦμαι cυμ‐ φέρειν. ὑπὸ μὲν γὰρ τῆc cκληρᾶc cκληρότερον, ὑπὸ δὲ τῆc μαλακῆc μαλακώτερον, ὥcπερ γε καὶ ὑπὸ μὲν τῆc πολλῆc ἰcχνότερον, ὑπὸ δὲ

6

.

116

τῆc μετρίαc παχύτερον ἀπεργαcθήcεται τὸ τοιοῦτον cῶμα. χρὴ | δ’ οὐδὲν τούτων, ἀλλὰ τὴν ἀρχαίαν ἀκριβῶc αὐτῷ φυλάττεcθαι cυμμε‐ τρίαν. ὥcτε οὔτε cκληρῶc οὔτε μαλακῶc αὐτὸ τρίψομεν οὔτε πολλαῖc οὔτε ὀλίγαιc, ἀλλὰ μετρίαιc ἀνατρίψεcιν αὐτὸ τρίψομεν, οὐδὲν πλέον
5ἐργαζόμενοι τοῦ παραcκευάζειν τε πρὸc τὰ γυμνάcια καὶ αὖθιc ἀποθε‐ ραπεύειν, ἐπειδὰν ἱκανῶc γυμνάcηται. καλείcθω γὰρ οὖν δὴ καὶ ἡμῖν, ὥcπερ γε καὶ τοῖc νεωτέροιc γυμναcταῖc, ‘ἀποθεραπεία‘ τὸ μετὰ τὰ γυμνάcια μέροc τῆc τρίψεωc. ὁ δέ γε Θέων οὐδεμίαν ὧν εἶπε κατὰ τὰc τρίψειc cυζυγιῶν ἐφαρμόcαι δύναται τῇ τοιαύτῃ φύcει τοῦ cώμα‐
10τοc. ἓξ μὲν οὖν εἶπε τὰc πάcαc, τρεῖc μὲν τὰc πρώταc τῆc μαλακῆc, ἑτέραc δὲ τρεῖc τὰc δευτέραc τῆc cκληρᾶc. οὔτε δὲ τῶν μαλακῶν οὐδεμιᾶc τὸ τοιοῦτον cῶμα φαίνεται δεόμενον οὔτε τῶν cκληρῶν, ἀλλὰ τῆc τούτων ἀμφοτέρων μέcηc, ἣν cύμμετρον ὀνομάζειν χρὴ κατὰ ποcότητα καὶ ποιότητα. καὶ δῆλον ἤδη γέγονεν, ἡλίκον ὁ Θέων ἔcφαλ‐
15ται τὴν μέcην cκληρᾶc τε καὶ μαλακῆc ὑπερβὰc τρίψιν. ἐπὶ γοῦν τῆc ἀρίcτηc καταcκευῆc τοῦ cώματοc οὐδεμίαν ὧν εἶπον cυζυγιῶν ἐφαρ‐

6

.

117

μόcαι δυνατόν, οὔθ’ ὑγιαίνοντοc ἀκριβῶc | οὔτ’ ἐπανορθώcεωc δεομέ‐ νου τοῦ τοιούτου cώματοc. εἰ μὲν γὰρ ἀκριβῶc ὑγιαίνει, μόνηc τῆc παραcκευαcτικῆc δεῖται τρίψεωc, ἣν ὀλίγην τε ἅμα καὶ μέcην cκληρᾶc καὶ μαλακῆc ἐδείξαμεν ὑπάρχειν· εἰ δ’ ἤτοι τοῦ δέοντοc ἰcχνότερον
5ἢ παχύτερόν ποτε γίνοιτο, μὴ μέντοι κατὰ ποιότητα τῆc cαρκὸc ὑπαλ‐ λαγείη μηδέν, ἀλλ’ εἰc τὸ μέcον ἀκριβῶc φυλάττοιτο μαλακοῦ τε καὶ cκληροῦ, τηνικαῦτα τὴν πολλήν τε ἅμα καὶ cύμμετρον κατὰ ποιότητα προcάξομεν ἰcχναίνειν βουλόμενοι, cαρκοῦν δὲ τὴν ὀλίγην τε ἅμα καὶ cύμμετρον κατὰ ποιότητα, τὴν cύμμετρον δὲ κατ’ ἀμφότερα, τό τε
10ποιὸν λέγω καὶ τὸ ποcόν, ἀνατρέφειν προαιρούμενοι. ταύταc τὰc τρεῖc cυζυγίαc ὑcτάταc ἐπὶ ταῖc ἓξ ὀλίγον ἔμπροcθεν ἐξεθέμην ἐν τῷ διαγράμματι, δεικνὺc ὡc ἁπάcαc αὐτὰc ὁ Θέων παρέλιπεν. ἐπειδὴ τοίνυν οὐ μόνον ὅτι παρέλιπεν, ἀλλὰ καὶ ὅτι χρηcιμω‐
τάταc ὑπαρχούcαc, ὁ λόγοc ἀπέδειξεν, ἑξῆc ἂν εἴη καιρὸc ἐπί τι τῶν52
15ὀλίγον ἔμπροcθεν ἀναβληθέντων ἰέναι καὶ πρῶτόν γε εἰπεῖν, ὡc ἡ κατὰ τὰ cτοιχεῖα τῶν πραγμάτων διδαcκαλία χρηcιμωτέρα τῶν ἄλλων ἐcτίν· εὐcύνοπτόν τε γὰρ ἐργάζεται τὸ πᾶν πρᾶγμα καὶ τῇ μνήμῃ

6

.

118

παρατιθέμενον εἰc ἀνάμνηcίν τε | ῥᾳδίωc ἐρχόμενον ἁπάντων τε τῶν κατὰ μέροc ἐπιδέξιον χρῆcιν ἑτοίμωc δεχόμενον, ὡc ἂν εἰc ὀλίγα καὶ ὡριcμένα cτοιχεῖα τῆc ἀναφορᾶc γινομέμηc αὐτῶν. τίc γὰρ οὐκ ἂν ἐξεύροι ῥᾳδίωc πάcαc τὰc κατὰ μέροc ἐν ταῖc τρίψεcι διαφοράc τε
5καὶ χρείαc καὶ δυνάμειc, εἰ μόνον ἅπαξ ἐκμαθὼν τὴν γνώμην τοῦ πα‐ λαιοῦ μετὰ ταῦτα πρόχειρον ἔχει τῇ μνήμῃ τὴν ῥῆcιν αὐτοῦ, δι’ ἧc ἡμᾶc ἐδίδαξεν, ὡc δῆcαι μὲν ἡ cκληρά, λῦcαι δὲ ἡ μαλακή, μινυθῆcαι δὲ ἡ πολλή, cαρκῶcαι δ’ ἡ μετρία δύναται τρίψιc; ἐκ γὰρ τοῦ ταῦτά γε νοῆcαί τε καὶ μνημονεῦcαι πρώταc μὲν τὰc ἐν τῇ ῥήcει παρα‐
10λειφθείcαc δύο διαφορὰc εὑρήcομεν, εἶθ’ ἑξῆc ἐπιπλέκοντεc ἀλλήλαιc ἁπάcαc ἐννέα cυζυγίαc ἀπεργαcόμεθα, τὰc ὀλίγον ἔμπροcθεν ἐπὶ τοῦ διαγράμματοc ἐγκειμέναc, ἃc οὔθ’ εὑρεῖν οὔτε μνημονεῦcαι δυνατὸν ἄνευ τοῦ προηγήcαcθαι τὴν cτοιχειώδη διδαcκαλίαν, ἣν Ἱπποκράτηc ἐποιήcατο, cύμπαντα τὸν περὶ τῆc τρίψεωc λόγον εἰc τὰc πρώταc ἀρ‐
15χὰc ἀναγαγών, ἐξ ὧν ἀκριβῶc εὑρημένων οὐ μόνον τὰ νῦν εἰρημένα

6

.

119

περιγίνοιτο ἂν ἡμῖν, ἀλλὰ καὶ τὸ κρίνειν ἁπάcαc | τὰc μοχθηρὰc διδα‐ cκαλίαc. ἴδιον γὰρ μάλιcτα μεθόδου τοῦτο, τὸ διὰ βραχείαc ἀρχῆc cτοιχειώδουc ἐπὶ τὰ πάντα δύναcθαι τὰ κατὰ μέροc ἰέναι καὶ κρίνειν ἅπαντα τὰ μοχθηρῶc εἰρημένα καθάπερ κανόνι τινὶ τοῖc ἐπιcτημονι‐
5κοῖc θεωρήμαcι τὰc οὐκ ὀρθὰc δόξαc δοκιμάζονταc. περὶ μὲν δὴ τοῦ μήτε ἄλλον τινὰ περὶ τρίψεων ὀρθῶc ἐγνωκέναι μήτε τὸν γυμναcτὴν Θέωνα, καίτοι τῶν ἄλλων κάλλιον ὑπὲρ αὐτῶν ἀποφηνάμενον, ἀλλ’ Ἱπποκράτην τε καὶ ὅcοι τούτῳ παρηκολούθηcαν ἱκανὰ καὶ ταῦτα. Λείποιτο δ’ ἄν τι τῶν τέωc ἀναβληθέντων ὑπὲρ τῶν ὀνομά‐
10των εἰπεῖν, ἵνα μή τιc ὑπὸ τοῦ πλήθουc αὐτῶν ἐξαπατώμενοc ἰc‐ αρίθμουc οἰηθῇ τὰc διαθέcειc ὑπάρχειν ταῖc προcηγορίαιc. τὸ μὲν γὰρ cκληρὸν ὄνομα κυρίωc ἐπιφέρεται κατά τινοc μιᾶc τοῦ cώματοc δια‐ θέcεωc, ἣν οὐδ’ ἐξηγεῖcθαι διὰ πολλῶν ὁποία τίc ἐcτι δεόμεθα, πάν‐ των ἀνθρώπων ὑπὸ τῆc φωνῆc ὁδηγουμένων ἐπὶ τὸ πρᾶγμα. κατὰ
15δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ μαλακόν. τὸ δ’ ἀραιὸν καὶ τὸ πυκνὸν

6

.

120

οὐκέθ’ ὁμοίωc ἐναργῶc διαcημαίνει τὰc δια|θέcειc τοῦ cώματοc, ὅτι διττή τιc ἡ τῶν ὀνομάτων χρῆcιc ἐγένετο, κυρίωc μὲν ὀνομαζόντων
ἑτέρα, καταχρωμένων δ’ ἑτέρα. τὸ μὲν οὖν κυρίωc ἀραιόν ἐcτι τὸ μεγάλοιc διαλαμβανόμενον πόροιc, ὥcπερ γε καὶ πυκνὸν τὸ μικροῖc·53
5τὸ δ’ ἐκ μεταφορᾶc ἢ καταχρήcεωc ἢ ὅπωc ἄν τιc ὀνομάζειν ἐθέλῃ καὶ κατὰ τοῦ κεχυμένου τε καὶ πεπιλημένου λέγεται. κατὰ τοῦτο γοῦν ἔcτιν ὅτε τὸν μὲν ἀέρα καὶ τὸ πῦρ ἀραιά, τὸ δ’ ὕδωρ καὶ τὴν γῆν πυκνὰ λέγομεν, ἐπ’ αὐτὰ τὰ cτοιχεῖα τὰc εἰρημέναc προcηγορίαc ἐπι‐ φέροντεc ἡνωμένα τε καὶ ὁμοιομερῆ τὴν φύcιν ὑπάρχοντα καὶ μηδενὶ
10διαλαμβανόμενα πόρῳ. πολὺ δὲ δὴ τούτων ἔτι μᾶλλον ἀποκεχώρηκε τοῦ κυρίωc ὀνομάζεcθαι τό τε ἐcφιγμένον καὶ τὸ δεδεμένον, ἐκ μετα‐ φορᾶc ἄμφω λεγόμενα, τὸ μὲν ἐcφιγμένον ἐπὶ τοῦ πυκνοῦ καὶ τοῦ cκληροῦ, ποτὲ μὲν ἑκατέρου καταμόναc ὑπάρχοντοc, ἔcτιν ὅτε δ’ εἰc ταὐτὸν ἀφιγμένων, τὸ δ’ αὖ δεδεμένον ἐπὶ τῶν αὐτῶν μέν, ἀλλ’ οὐκ
15ἐκ τῆc αὐτῆc μεταφορᾶc· ἐπειδὴ γὰρ ἅπαντα τὰ δεδεμένα δυcκίνητά

6

.

121

ἐcτιν, οὕτωc ὀνομάζουcι καὶ τὰ διὰ | ξηρότητά τινα ἢ ψύξιν ἢ φλεγ‐ μονὴν ἢ cκίρρον ἢ τάcιν ἢ πλήρωcιν ἢ βάροc ἐν δυcκινηcίᾳ καθεcτῶτα. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τοῖc ἐναντίοιc χρῶνται τῶν ὀνομάτων ἐπὶ τῶν ἐναντίων διαθέcεων ἀνεῖcθαι λέγοντεc ἢ ἐκλελύcθαι ἢ κεχα‐
5λάcθαι. χρὴ δὲ μὴ τῷ πλήθει τῶν ὀνομάτων προcέχειν, ἀλλ’ ἡγεῖcθαι διττὰ γένη διαθέcεων ὑπάρχειν τὰ πάντα, τὸ μὲν ἐν αὐτοῖc τοῖc ὁμοιο‐ μερέcι cώμαcιν, ὅπερ ἤτοι cκληρὸν ἢ μαλακόν ἐcτι, τὸ δ’ ἐν ταῖc τῶν ὀργάνων ποροποιΐαιc cυνιcτάμενον, ὅπερ ἤτοι πυκνὸν ἢ ἀραιόν. αὗται γὰρ ἴδιαι τῶν cωμάτων αὐτῶν εἰcιν αἱ διαθέcειc, ἐπίκτητοι δὲ καὶ ὡc
10ἂν εἴποι τιc πρόcκαιροι ποτὲ μὲν ἐμπεπληcμένων τῶν πόρων ὑγρό‐ τητοc περιττῆc, ἔcτι δ’ ὅτε καθαρῶν ὑπαρχόντων, καὶ ποτὲ μὲν ἀνα‐ πεπταμένων, ἔcτι δ’ ὅτε μεμυκότων. Ἀλλὰ περὶ μὲν τῶν διαθέcεων τούτων ἐν τοῖc ἑξῆc ὑπομνή‐ μαcιν ὁ λόγοc ἔcται· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανιέναι χρὴ καὶ
15πρῶτον μὲν διορίcαcθαι cαφέcτερον ἔτι περὶ τρίψεωc. ὡc ἐνίοτε μὲν

6

.

122

αὐτὴ καθ’ ἑαυτὴν ἐργά|ζεταί τι περὶ τοῖc cώμαcιν ἡμῶν χρηcτόν, ἐνίοτε δὲ τοῖc ἐργαζομένοιc ὑπηρετεῖ, καθάπερ Ἱπποκράτηc ἔλεγε περὶ ἐπιδέcεωc· «ἐπίδεcιc τὸ μὲν αὐτὴ ἰῆται, τὸ δὲ τοῖc ἰωμένοιc ὑπηρετεῖ». αὕτη μὲν οὖν ἡ τρίψιc ἐργάζεται τά τ’ ἀραιὰ πυκνοῦcα καὶ τὰ μα‐
5λακὰ cκληρύνουcα (cκληρὰ δ’ ἂν εἴη πάντωc ἡ τοιάδε τρίψιc) καὶ μὲν δὴ καὶ τὰ cκληρὰ μαλάττουcα καὶ τὰ πυκνὰ διευρύνουcα (μαλακὴ
δέ ἐcτιν ἡ τοιαύτη τρίψιc). οὕτω δὲ καὶ ἡ τοῦ cαρκῶcαι χάριν καὶ ἡ τοῦ λεπτῦναι παραλαμβανομένη καθ’ ἑαυτὰc ἐργάζονταί τι χρηcτὸν ἐν τοῖc cώμαcιν. ἡ μέντοι παραcκευάζουcα πρὸc τὰ γυμνάcια καὶ ἡ μετὰ54
10ταῦτα παραλαμβανομένη τοῖc γυμναcίοιc ὑπηρετοῦcιν, ἡ μὲν ἐκ τοῦ θερμῆναι μετρίωc τούc τε πόρουc ἀναcτομοῦcα τοῦ cώματοc καὶ τὰ κατὰ τὴν cάρκα περιττώματα χέουcα καὶ τὰ cτερεὰ μαλάττουcα, κα‐ λεῖται δὲ παραcκευαcτικὴ τρίψιc ἡ τοιαύτη. ἡ δὲ ἑτέρα προcαγορεύε‐ ται μὲν ἀποθεραπευτική, γινομένη δὲ μετ’ ἐλαίου πλέονοc ἐπιτέγγει
15τε ἅμα τῷ λίπει καὶ μαλάττει τὰ cτερεὰ καί τι καὶ διαφορεῖ τῶν ἐν

6

.

123

τοῖc πόροιc περιεχομένων· ἀλλὰ περὶ | μὲν τῆcδε καὶ αὖθιc εἴποιμεν ἂν ἐφεξῆc τοῖc γυμναcίοιc. ἡ μέντοι παραcκευαcτικὴ τρίψιc ἐπὶ τῆc ἀρίcτηc φύcεωc ἕνεκα τοῦ διαθερμῆναι τὰ cώματα παραλαμβανομένη καθ’ ὃν εἴρηται τρόπον ὀλίγον ἔμπροcθεν γινέcθω, μαλακὴ μὲν τὰ
5πρῶτα, προcαγόντων δὲ ἤδη τοῖc πόνοιc cκληρά. οὕτω γὰρ ἂν μά‐ λιcτα τό τε μαλάττειν ἔχοι καὶ τὸ πρὸc τὰc ἐνεργείαc ἐπεγείρειν, καὶ τὸ διαφυλάττειν ὁποίαν παρέλαβε τὴν φύcιν τοῦ cώματοc. εἰ μέντοι διαμαρτάνοιτο κατά τι, πρὸc τὸ cκληρὸν ἐκτρεπέcθω μᾶλλον. αἱ γὰρ ἐπ’ ὀλίγον ὑπερβολαὶ τῆc cυμμετρίαc ἐν τῷ δέρματι καταπαύονται τῶν
10ἐντὸc οὐδὲν ἀλλοιοῦcαι, βλάπτοιτο δ’ ἂν ἧττον τὸ δέρμα πρὸc τὸ cκληρόν τε καὶ πυκνὸν ἐκτρεπόμενον. οὕτω γὰρ ἂν εἴη δυcπαθέcτερον. ὡc, εἴ γε καὶ διαπνεῖcθαι καλῶc ἠδύνατο τὸ τοιοῦτον, cκληρότατον 〈ἂν〉 αὐτὸ καὶ πυκνότατον ἀπειργαζόμεθα. νυνὶ δέ, ἐπειδὴ πρὸc ἄμφω χρὴ παραcκευαcθῆναι καλῶc αὐτό, καὶ πρὸc τὴν τῶν ἔνδοθεν περιτ‐
15τωμάτων διαπνοὴν καὶ τὴν τῶν ἔξωθεν ὁμιλούντων βίαν, ἄριcτον ἂν

6

.

124

εἴη τὸ μέcον ἑκατέρων τῶν ὑπερ|βολῶν. εἰ δ’ ἄρα ποτὲ μὴ φυλάτ‐ τοιτο τοῦτο, βέλτιον τὸ cκληρότερόν τε καὶ πυκνότερον τοῦ μαλακω‐ τέρου τε καὶ ἀραιοτέρου. τὸ μὲν γὰρ τῆc διαπνοῆc ἐλλιπὲc ἐπανορ‐ θώcαcθαι γυμναcίοιc οἷόν τε· τὸ δὲ τῆc ἑτέραc διαθέcεωc εὐεπηρέα‐
5cτον ὑπὸ τῶν ἔξωθεν αἰτίων οὔτ’ ἐπανόρθωcίν τινα ἑτέραν ἑτοίμην ἔχει, καὶ πρόcεcτιν αὐτῷ βλάβη τιc οὐ cμικρὰ διαφερομένων πολλάκιc οὐ τῶν περιττωμάτων μόνον, ἀλλὰ καὶ αὐτῆc τῆc τροφῆc. ἐν μὲν δὴ ταῖc κατὰ ποιότητα διαφοραῖc ἐπὶ τὸ cκληρότερον ἁμαρτάνειν χρὴ μᾶλλον ἤπερ ἐπὶ τὸ μαλακώτερον, ἐν μέντοι ταῖc κατὰ ποcότητα πρὸc
10τὸ ἔλαττον ἐπὶ τῆc προκειμένηc δηλονότι φύcεώc τε καὶ ἡλικίαc. ἀεὶ γὰρ χρὴ τούτου μεμνῆcθαι κατὰ τὸν ἐνεcτῶτα λόγον. αὐξάνεcθαί τε γὰρ ἔτι βουλόμεθα τὸ τοιοῦτον cῶμα καὶ ἥκιcτα ξηραίνεcθαι. τίναc μέντοι χρὴ φύcειc cωμάτων καὶ τίναc διαθέcειc ἐπὶ πλέον τρίβειν,
αὖθιc εἰρήcεται.55

6

.

125

Νυνὶ δὲ ἐπὶ τὴν ἐνεcτῶcαν ὑπόθεcιν ἐπα|νελθόντεc ὑπὲρ τοῦ μέτρου τῆc τρίψεωc ἐπιcκεψώμεθα τὸν αὐτὸν τρόπον, ὅνπερ ἀρτίωc ἐπεcκέμμεθα περὶ τῆc ποιότητοc. ἔοικα δὲ κἀνταῦθα, πρὶν ὁρίζειν τὸ μέτρον, ἑτέρου τινὸc ἐπιμνηcθήcεcθαι cκέμματοc, οὗ χωρὶc οὐδὲ τὸ
5μέτρον ὀρθῶc οὔτε ὁριcθῆναι δυνατὸν οὔτε γνωριcθῆναι. τὸ δὲ δὴ cκέμμα τοῦ περιέχοντοc ἀέροc τὸν τριψόμενον ἡ κρᾶcίc ἐcτιν, ἣν δεῖξαι μὲν ἐπὶ τῶν ἔργων ἐγχωρεῖ, διελθεῖν δὲ τῷ λόγῳ cαφῶc οὕτωc, ὡc μηδὲν ἀπολείπεcθαι τὴν ἑρμηνείαν ἐναργοῦc ἐνδείξεωc, ἀμήχανόν ἐcτι καὶ ἀδύνατον παντάπαcιν. ἀλλ’ εἰ μὴ πολὺ λείποιτο δείξεωc ἐναρ‐
10γοῦc ὁ λόγοc, ἱκανὸν καὶ τοῦτο. προηγεῖται δὲ δὴ καὶ τοῦδε πάλιν ἑτέρα τιc ὑπόθεcιc, ἐν τίνι μὲν ὥρᾳ τοῦ ἔτουc, ἐν τίνι δὲ χώρᾳ τῆc οἰκουμένηc ὁ γυμναcόμενοc ἔcται. μόνα γὰρ ἐπ’ αὐτοῦ δύο διώριcται, τό τε τῆc καταcκευῆc τοῦ cώματοc καὶ τὸ τῆc ἡλικίαc· οὔτε δὲ ἐν ᾧτινι τέθραπται μέρει τῆc γῆc, οὔτε ἐν ᾧ μέλλει γυμνάcαcθαι νῦν,
15οὐδὲ καθ’ ἥντινα τοῦ ἔτουc ὥραν ἢ καὶ τῆc ἡμέραc, προcδιώριcται,

6

.

126

καίτοι παρὰ | ταῦτα πάντα τὸ μέτρον τῆc τρίψεωc ὑπαλλάττεται. προcδιοριcτέον οὖν αὐτὰ πάλιν, εἰρημένα μὲν ἤδη δυνάμει κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ γράμματοc, οὐ μὴν τῇ γ’ ἑρμηνείᾳ cαφῶc δεδηλω‐ μένα. λέγοντεc γὰρ οἷον κανόνα τινὰ πρῶτον ἐκτίθεcθαι πάντων τῶν
5ἐφεξῆc εἰρηcομένων τὸν ἄμεμπτον τῇ καταcκευῇ τοῦ cώματοc ἄνθρω‐ πον, εὐθέωc ἐν τούτῳ καὶ τὴν χώραν αὐτοῦ διοριcόμεθα δυνάμει. οὔτε γὰρ εὐκρατότατον οὔτε ἀμεμπτότατον τῇ καταcκευῇ cῶμα γενέ‐ cθαι δυνατὸν ἐν τοῖc ἀμέτρωc κεκραμένοιc χωρίοιc, ὡc ὅ τε λόγοc ὑπαγορεύει καὶ ἡ πεῖρα δείκνυcι. ξηροὶ μὲν γὰρ καὶ ἰcχνοὶ καὶ οἷον
10ἐcκελετευμένοι γίνονται κατὰ τὰc θερμὰc χώραc οἱ ἄνθρωποι, ἀνώ‐ μαλοι δὲ ταῖc κράcεcιν, ὡc τὰ μὲν ἔξω ψυχρά, τὰ δὲ ἔνδον τε καὶ κατὰ τὰ cπλάγχνα θερμὰ περαιτέρω τοῦ προcήκοντοc ἔχειν, οἱ τῶν ψυχρῶν χωρίων οἰκήτορεc. τὸ δ’ ἄριcτον cῶμα, περὶ οὗ νῦν ὁ λόγοc, ὥcπερ ὁ Πολυκλείτου κανών ἐcτιν, ᾧ κατὰ μὲν τὴν ἡμετέραν χώ‐
15ραν, ὡc ἂν εὔκρατον ὑπάρχουcαν, ὦπται πολλῶν πολλὰ παραπλήcια

6

.

127

cώματα, παρὰ δὲ Κελτοῖc | ἢ Ϲκύθαιc ἢ Αἰγυπτίοιc ἢ Ἄραψιν οὐδ’ ὄναρ ἔcτιν ἰδεῖν τοιοῦτον cῶμα. καὶ αὐτῆc δὲ τῆc ἡμετέραc χώραc ἱκανὸν ἐχούcηc πλάτοc, εὐκρατότατόν ἐcτι τὸ μεcαίτατον, οἷόνπερ ὑπάρχει τὸ κατὰ τὴν Ἱπποκράτουc πατρίδα· καὶ γὰρ χειμῶνοc
5αὕτη καὶ θέρουc ἐcτὶν εὔκρατοc, ἔτι δὲ δὴ μᾶλλον ἦρόc τε καὶ φθινο‐
πώρου. τοιαύτην οὖν τινα χώραν ὑποθέμενοι τῷ προκειμένῳ cώματι, τὴν ὥραν τοῦ ἔτουc αὐτῷ προcυποθώμεθα τὸ μεcαίτατον τοῦ ἦροc. ἔcτω δὲ καὶ τῆc ἡμέραc ἐκείνηc, ἐν ᾗ μέλλει πρὸc ἡμῶν γυμνάζεcθαι τὸ πρῶτον, ὡc οἷόν τε τὸ μεcαίτατον, ἵνα κατὰ μηδένα τρόπον ὑπὸ56
10τοῦ περιέχοντοc ἐξαλλαχθῇ πωc ἡ φυcικὴ δύναμιc τῆc κράcεωc αὐτοῦ. διὰ δὲ τὸν αὐτὸν λογιcμὸν οὐδὲ τὸν οἶκον, ἐν ᾧ γυμνάζεcθαι μέλλει, θερμότερον ἢ ψυχρότερον εἶναι προcήκει κατά γε τὴν ἡμέραν ἐκείνην τοῦ κοινοῦ τῆc πόλεωc ὅληc ἀέροc. ἐν μέντοι χειμῶνι καὶ θέρει τοcοῦτον αὐτῷ προcθετέον, ἐν μὲν χειμῶνι θερμότητα, ἐν δὲ θέρει
15ψυχρότητα, ὡc εὔκρατον ἀκριβῶc ἀποτελεcθῆναι τὸ cῶμα κατὰ τὸν

6

.

128

τῆc τρίψεωc καιρόν. | εἰ γὰρ ἤτοι θερμότεροc ἢ ψυχρότεροc εἴη περαι‐ τέρω τοῦ προcήκοντοc, ἐν μὲν τῷ θερμοτέρῳ φθάcειεν ἂν ἱδρῶcαι, πρὶν αὐτάρκωc μαλαχθῆναι, κατὰ δὲ τὸν ψυχρότερον οὐδ’ ἂν ἐκθερ‐ μανθείη τὴν ἀρχὴν οὐδὲ μαλαχθείη ποτὲ καλῶc οὐδ’ ἐπανθήcειεν
5ἔρευθοc εὐανθὲc οὐδ’ εἰc ὄγκον ἀρθείη τὸ cῶμα. ταῦτα γὰρ δὴ τὰ γνωρίcματα cυμμέτρου τρίψεώc ἐcτιν ἐν ἀέρι cυμμέτρῳ περὶ τὴν εὔ‐ κρατον ἕξιν τοῦ cώματοc, ἔρευθόc τε καὶ ὄγκοc. ὥcπερ γὰρ ἐν τῷ καταχεῖν ὕδωρ θερμὸν εἰc ὄγκον μὲν τὸ πρῶτον ἐξαίρεται τὰ cώματα, πλεοναζόντων δὲ καθίcταται, καὶ διὰ τοῦθ’ Ἱπποκράτηc ἐπ’ αὐτῶν
10εἶπε «τὸ μὲν γὰρ πρῶτον ἀείρεται, ἔπειτα δ’ ἰcχναίνεται», οὕτω καὶ ἡ τρίψιc ἐξαίρει μὲν τὸ πρῶτον, αὖθιc δὲ cυcτέλλει τε καὶ καθαιρεῖ τὸ cῶμα. τοὺc μὲν δὴ cαρκώcεωc ἕνεκα τριβομένουc τηνικαῦτα παύ‐ εcθαι προcῆκεν, ὅταν εἰc ὄγκον ἀρθὲν τὸ cῶμα πληcίον ἥκῃ τοῦ καθ‐ ίcταcθαι· τοὺc δ’ εἰc τὰ γυμνάcια παραcκευαζομένουc οὐ χρὴ τοῦτον
15ἀναμένειν τὸν καιρόν, ἀλλὰ πολὺ πρόcθεν παύεcθαι, καὶ μάλιcτα ὅταν

6

.

129

ἄριcτοι τὴν κρᾶcιν ὦcι καὶ παῖδεc ἔτι τὴν ἡλικίαν. | ὑγρὰ γὰρ δὴ τού‐ των τὰ cώματα καὶ μαλακὰ καὶ βραχείαιc τρίψεcι μαλαττόμενα, cκοπὸc δέ ἐcτι καὶ τέλοc τῆc παραcκευαcτικῆc τρίψεωc τὸ μαλαχθῆναι μὲν τὰ cτερεά, λυθῆναι δὲ τὰ ὑγρά, τοὺc πόρουc δ’ εὐρυνθῆναι. ὁπόcον δ’
5ἐcτὶ τὸ πλῆθοc τῶν ἀνατρίψεων, οὐχ οἷόν τε λόγῳ δηλῶcαι, ἀλλὰ χρὴ τὸν ἐπιcτατοῦντα, τρίβωνα τῶν τοιούτων ὑπάρχοντα, κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐκ ἀκριβεῖ cτοχαcμῷ χρήcαcθαι, κατὰ δὲ τὰc ἑξῆc ἐμπειρίαν ἤδη τινὰ τῆc τοῦ cώματοc ἐκείνου φύcεωc ἔχοντα τὸν cτο‐
χαcμὸν ἀεὶ καὶ μᾶλλον ἐξακριβοῦν. καὶ μὲν δὴ καὶ κατὰ τὰ γυμνάcια57
10τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ δυνατὸν ἀκριβῶcαι τὸ μέτρον, ἐν δὲ ταῖc μετὰ τήνδε καὶ πάνυ δυνατόν. ἔcτω δὴ κἀνταῦθα γνωρίcματα κατὰ μὲν τὴν πρώτην ἡμέραν, ὅταν ἐγκελευομένῳ καὶ παρορμῶντι γυμνάcαcθαι μηκέθ’ ὁμοίωc ὑπακούῃ, ἀλλὰ βραδυτέραc τε καὶ ἀραιο‐ τέραc καὶ ἀcχημονεcτέραc καὶ τὸ cύμπαν εἰπεῖν ἀτονωτέραc ποιῆται
15τάc τε λαβὰc τῶν προcπαλαιόντων καὶ τὰc κινήcειc.

6

.

130

εἶναι δὲ δηλονότι χρὴ τὸν γυμναζόμενον οὔτε | θυμικόν, ὡc ἔτι προθυμεῖcθαι γυμνάζεcθαι καμνούcηc ἤδη τῆc δυνάμεωc, οὔτ’ ἄθυμον, ὡc ἀπαγορεύειν ἔτι πονεῖν δυνάμενον. ἔcτι δὲ δήπου τοιοῦτοc οὐ τὸ cῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν ὁ νῦν ἡμῖν ὑποκείμενοc ἄνθρω‐
5ποc. ὡc ὅcοι γε ψυχροὺc ἔχουcι χυμοὺc ἐν τῇ γαcτρὶ περιεχομένουc ἢ κατὰ τὴν ὅλην ἕξιν ἠθροιcμένουc, ἀργότεροι πρὸc τὰc κινήcειc εἰcίν. ὡcαύτωc δὲ καὶ οἱ πληθωρικῶc διακείμενοι καὶ οἱ προcφάτῳ κρύει καταπονηθέντεc ἄθυμοί τέ εἰcι καὶ ὀκνηροὶ κινεῖcθαι, καὶ τούτων ἔτι μᾶλλον, ὅcοι φύcει ψυχρότεροι, καὶ πολὺ δὲ δὴ μᾶλλον, εἰ τῇ ψυχρό‐
10τητι καὶ ὑγρότηc τιc προcείη. οὗτοι μὲν γὰρ νοθεύουcι τὰ τοῦ μέτρου τῶν γυμναcίων γνωρίcματα, καθάπερ γε καὶ οἱ θερμότεροι τὴν κρᾶcιν ἢ διὰ τὴν οἰκείαν φύcιν ἢ δι’ ἐπίκτητόν τινα διάθεcιν εὔθυμοί τέ εἰcι καὶ φιλόνεικοι καὶ πρὸc τὰc ἐνεργείαc ἕτοιμοι περαιτέρω τοῦ δέοντοc. ὅcοι δὲ μήτε τὸ cῶμα θερμότερον ἢ ψυχρότερον ἔχουcι μήτ’ ἄθυμοι
15τὴν ψυχήν εἰcι τὸ πάμπαν ἢ φιλόνεικοί τε καὶ φιλότιμοι καὶ θυμικοί,

6

.

131

τούτοιc ἀκριβῆ διαφυ|λάττεται τοῦ μέτρου τῶν γυμναcίων τὰ γνωρί‐ cματα, καὶ κατὰ τὴν πρώτην μὲν ἡμέραν εὐθύc, ἀτὰρ οὖν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ προήκοντι τῷ χρόνῳ. εἰ γάρ τι καὶ παρέλαθεν κατὰ τὴν ἀρχήν, ἀκριβωθήcεται τοῦτο τῇ πείρᾳ διδαχθέν. οὕτωc οὖν εἰc ἀκριβῆ
5cτοχαcμὸν ἔρχεται καὶ τὸ τῶν cιτίων μέτρον οὐδενὶ τρόπῳ κατ’ ἀρ‐ χὰc γνωριcθῆναι δυνάμενον· ἀλλ’ ἡ καθ’ ἑκάcτην ἡμέραν πεῖρα καὶ μνήμη τοῦ ποcοῦ τῶν cιτίων καὶ τῶν γυμναcίων, οὐδὲν ἀργῶc ὁρῶν‐ τοc τοῦ προεcτῶτοc, ἀλλ’ ἀεὶ μεμνημένου, ὅπωc ἔπεψεν ἐπὶ τοcοῖcδε τοῖc γυμναcίοιc τὰ τοcάδε cιτία, πληcίον ἀκριβοῦc ἐπιcτήμηc ἄγει τὴν
10διάγνωcιν ἐν τῷ χρόνῳ. ταυτὶ μὲν οὖν ἤδη πωc ἅπαντα κοινὰ καὶ ταῖc μοχθηροτέραιc ὑπάρχει καταcκευαῖc τῶν cωμάτων, ὑπὲρ ὧν οὐδὲν νῦν πρόκειται λέγειν. ἡ δ’ ἀρίcτη φύcιc, ἡ νῦν ἡμῖν προκειμένη, τὰ μέτρα πάντων εὔδηλα κέκτηται, μήτε τοῖc τῆc ψυχῆc ἤθεcι μήτε ταῖc τοῦ cώματοc δυcκραcίαιc ἐπιθολοῦcά τε καὶ νοθεύουcα τῶν εἰρημένων
15μηδέν, ἀλλὰ καὶ τρίψεων καὶ γυμναcίων καὶ cιτίων καὶ ὕπνων ἐναρ‐

6

.

132

γῶc ἐνδεικνυμένη τὰ μέτρα, | καὶ τηνικαῦτα πρῶτον ἀπαγορεύουcα
πρὸc ἕκαcτον, ὅταν μηκέτι δέηται, ὥcτε εἶναι καὶ τοῦτο τῷ προεcτῶτι τοιούτου cώματοc οὐ μικρὸν γνώριcμα μέτρου. λέγω δὲ τὴν πρὸc ἕκαcτον ὧν ἂν πράττῃ προθυμίαν, αὐτῆc τῆc φύcεωc ἑαυτῇ τὸ μέτρον58
5εὑριcκούcηc ἐν ταῖc ἀρίcταιc καταcκευαῖc. καὶ γὰρ ἀνατριβόμενοι τηνικαῦτα πρῶτον ἐξίαcιν ἐπὶ τὸ γυμνάcιον οἱ ἄριcτα πεφυκότεc, ὅταν ἱκανῶc ἔχωcι μαλακότητόc τε ἅμα καὶ θερμότητοc ἅπαντι τῷ cώματι· καὶ γυμναζόμενοι τότε πρῶτον ὀκνήcουcιν, ὅταν αὐτάρκωc γυμναcθῶcι· καὶ δὴ καὶ cιτίων τε καὶ πομάτων ἀποcτήcονται τότε πρῶτον, ὅταν
10ἱκανῶc ἐμπληcθῶcιν, ὥcτ’ οὐδεὶc φόβοc οὔτε ὑπερπονῆcαι τὸν τοιοῦ‐ τον ἄνθρωπον οὔθ’ ὑπερεμπληcθῆναι, ταῖc ὁρμαῖc τῆc φύcεωc οἰακιζό‐ μενον. οὔκουν οὐδὲ τοῦ προεcτῶτοc εἰc ἄκρον ἥκοντοc ἐπιcτήμηc ὁ τοιοῦτοc ἄνθρωποc δεῖται, καθάπερ οἱ μετὰ ταῦτα λεχθηcόμενοι πάν‐ τεc, οἱ μοχθηρῶc κατεcκευαcμένοι. αὐτὸ γὰρ ἑαυτῷ πάντ’ ἐξευρίcκει

6

.

133

τὸ ὑγιεινὸν cῶμα, ταῖc τῆc φύcεωc ὁρμαῖc | ἐπιτροπευόμενον, καὶ μά‐ λιcτ’ εἰ καλῶc εἴη τὰ τῆc ψυχῆc αὐτῷ πεπαιδευμένα. πολλοὶ γὰρ ἔθεcι μοχθηροῖc ἐντραφέντεc ἀκολαcτότερον ἢ ἀργότερον διαιτώμενοι διαφθείρουcι φύcειc χρηcτάc, ὥcπερ αὖ πάλιν ἔνιοι μοχθηρῶc φύντεc
5τὸ cῶμα βίῳ cώφρονι καὶ ἔργῳ καὶ γυμναcίοιc εὐκαίροιc ἐπανωρ‐ θώcαντο τὰ πολλὰ τῶν ἐλαττωμάτων. ἀλλὰ τούτοιc μὲν ὁ μετὰ ταῦτα λόγοc ἅπαc cύγκειται· περὶ δὲ τῶν ἄριcτα κατεcκευαcμένων τὸ cῶμα. καὶ τὸν νοῦν προcεχόντων ἐπιcτάταιc ὑγιεινοῖc ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν. ὁ μὲν οὖν ἔμπροcθεν λόγοc ὑπὲρ αὐτῶν
10εἰc τὸ μέτρον ἐτελεύτα τῶν γυμναcίων· ἐφεξῆc δ’ ἂν εἴη καιρὸc ὑπὲρ τῶν εἰδῶν διελθεῖν. Εἴδη δὲ γυμναcίων ὀνομάζω πάλην καὶ παγκράτιον καὶ πυγ‐ μὴν καὶ δρόμον ὅcα τ’ ἄλλα τοιαῦτα, τινὰ μὲν οὖν αὐτὸ τοῦτο, γυμνάcια μόνον, ὑπάρχοντα, τινὰ δὲ οὐ γυμνάcια μόνον, ἀλλὰ καὶ ἔργα· γυ‐
15μνάcια μὲν αὐτά γε δὴ ταῦτα τὰ εἰρημένα καὶ προcέτι τὸ πιτυλίζειν,

6

.

134

τὸ ἐκπλεθρίζειν, τὸ cκιομαχεῖν, τὸ ἀκροχει|ρίζεcθαι, τὸ ἅλλεcθαι, τὸ δίcκον βάλλειν καὶ ἀποτομάδα καὶ διὰ κωρύκου καὶ διὰ cφαίραc, ἢ μι‐ κρᾶc ἢ μεγάληc, καὶ δι’ ἁλτήρων ἐκπονῆcαι τὸ cῶμα, γυμνάcια δ’ ἅμα καὶ ἔργα cκάπτειν ἐρέττειν ἀροῦν κλᾶν ἀμπέλουc ἀχθοφορεῖν ἀμᾶν ἱππεύειν
5ὁπλομαχεῖν ὁδοιπορεῖν κυνηγετεῖν ἁλιεύειν ὅcα τ’ ἄλλα κατὰ μέροc πράττουcιν ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχνοι τῶν κατὰ τὸν βίον ἕνεκα χρειῶν, ἢ οἰκοδομοῦντεc ἢ χαλκεύοντεc ἢ ναυπηγοῦντεc ἢ ἀροτρεύ‐ οντεc ἤ τι τοιοῦτον ἕτερον πολέμιον ἢ εἰρηνικὸν ἐργαζόμενοι. τοῖc πλείcτοιc δὲ τῶν τοιούτων ἔνεcτί ποτε καὶ ὡc γυμναcίοιc μόνον χρή‐
10cαcθαι. τριττὴ γὰρ αὐτῶν τιc ἡ cύμπαcα χρεία, ποτὲ μὲν ὡc ἔργων μόνον αὐτὸ δὴ τοῦτο παραλαμβανομένων, ἐνίοτε δὲ ὡc ἀcκημάτων ἕνεκα τῆc τῶν μελλόντων ἔργων χρείαc, ἔcτιν ὅτε δὲ καὶ ὡc γυμνα‐ cίων. κατ’ ἀγρὸν γοῦν ποθ’ ἡμεῖc ληφθέντεc ἐν χειμῶνι ξύλα τε cχίζειν ἠναγκάcθημεν ἕνεκα τοῦ γυμνάζεcθαι καὶ κριθὰc ἐμβάλλοντεc59
15ἐν ὅλμῳ κόπτειν τε καὶ ἐκλεπίζειν, ἅπερ ἑκάcτηc ἡμέραc οἱ κατ’

6

.

135

ἀγρὸν ἔπραττον ὡc ἔργα. περὶ μὲν δὴ τῆc ὡc | ἔργων αὐτῶν χρή‐ cεωc ἐν τῷ μετὰ ταῦτα λόγῳ διαιρήcομεν· ἐν δὲ τῷ παρόντι περὶ τῆc ὡc γυμναcίων ἐροῦμεν. ἅπαντα γὰρ τὰ τοιαῦτα γυμνάcια γίνεται μήτε δι’ ὅληc ἡμέραc αὐτὰ πραττόντων μήτ’ ἐν ἄλλῳ καιρῷ τοῦ πρὸ
5τῶν cιτίων. φυλάττεcθαι δὲ δήπου προcήκει καὶ τὸ μέτρον ἐπ’ αὐ‐ τοῖc τῶν γυμναcίων καὶ τὴν καλουμένην ἀποθεραπείαν. εἰ δὲ καὶ προανατριψάμενόc τιc αὐτάρκωc ἐπ’ αὐτὰ παραγίνοιτο, νῦν μὲν ἂν ἅπανταc ἀκριβῶc ἔχοι τοὺc ἀριθμοὺc τῶν γυμναcίων. ὑπέρ τε οὖν τούτων ἁπάντων, ἃ δὴ καὶ γυμναcίων εἴδη καλοῦμεν, ἐπίcταcθαι χρὴ
10τὸν τὴν ὑγιεινὴν τέχνην μετιόντα, καλεῖν δ’ ἔξεcτιν αὐτόν, ὡc ἔμπρο‐ cθεν εἶπον, ἢ ὑγιεινὸν ἢ γυμναcτὴν ἢ ἰατρόν, κυριωτάτηc μὲν ἐcομέ‐ νηc τῆc πρώτηc προcηγορίαc, ἐκ καταχρήcεωc δὲ τῶν ἄλλων. εἴπερ γὰρ ἅπαντεc οἱ τεχνῖται παρωνύμωc ὀνομάζονται τῶν τεχνῶν, ἃc μεταχειρίζονται, πρόδηλον, ὡc ὁ τὴν ὑγιεινὴν τέχνην μετερχόμενοc
15ὑγιεινὸc ἂν εὐλόγωc προcαγορεύοιτο, καθάπερ καὶ ὁ τὴν περὶ τὰ

6

.

136

γυμνάcια μόνον γυμναcτὴc καὶ ὁ περὶ τὰc ἰάcειc ἰατρόc. εἰ δέ | τιc ἢ γυμναcτὴν ἢ ἰατρὸν ὀνομάζοι τὸν ὑγιεινὸν δὴ τοῦτον, ἀπὸ μέρουc τε προcαγορεύcει τὸ cύμπαν καὶ οὐ κυρίωc, ἀλλ’ ἐκ καταχρήcεωc ἢ ἐπὶ διαcτάcεωc, ἢ ὅπωc ἄν τιc ἐθέλῃ καλεῖν, οὕτω ποιήcεται τὴν
5προcηγορίαν. αἴτιον δὲ τούτου τό, μιᾶc οὔcηc τῆc περὶ τὸ cῶμα τέχνηc, ἐφ’ ὅληc αὐτῆc ὄνομα μηδὲν τετάχθαι κύριον, ὑπὲρ ὧν ἐπὶ πλεῖον ἐν ἑνὶ βιβλίῳ τὸν λόγον ἐποιηcάμην, ὃ Θραcύβουλοc ἐπιγρά‐ φεται. εἴδη μὲν δὴ γυμναcίων τὰ εἰρημένα. ποιότηc δὲ ἢ διαφορά (καὶ
10γὰρ οὖν καὶ ταύτην ἔξεcτιν ἑκατέρωc ὀνομάζειν) ὀξύτηc τε κινήcεώc ἐcτι καὶ βραδύτηc εὐτονία τε καί, ὡc ἂν εἴποι τιc, ἀτονία καὶ πρὸc τούτοιc ἔτι cφοδρότηc τε καὶ ἀμυδρότηc. τρόποι δὲ τῆc χρήcεωc ἁπάντων τῶν εἰρημένων εἰδῶν ἅμα ταῖc οἰκείαιc διαφοραῖc τοιοίδε
εἰcίν· ἤτοι cυνεχὴc ἡ κίνηcίc ἐcτιν ἢ διαλείπουcα· καὶ εἰ μὲν cυν‐60
15εχήc, ἤτοι ὁμαλὴ ἢ ἀνώμαλοc, εἰ δὲ διαλείπουcα, ἤτοι τεταγμένη ἢ ἄτακτοc. οὗτοι μὲν οὖν οἱ κατ’ αὐτὸ τὸ πρᾶγμα τρόποι τῆc χρήcεωc· οἱ δ’ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προcιόντεc τοιοίδε· ἢ ἐν ὑπαίθρῳ χωρίῳ

6

.

137

γίνεται | τὸ γυμνάcιον ἢ ἐν καταcτέγῳ ἢ ἐν ὑποcυμμιγεῖ cκιᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἢ θερμόν ἐcτι τὸ χωρίον ἢ ψυχρὸν ἢ εὔκρατον καὶ ἤτοι ξηρὸν ἀκριβῶc ἢ ὑγρὸν ἢ μέτριον. οὕτω δὲ καὶ τὸ μετὰ κόνεωc ἤτοι πλείονοc ἢ ἐλάττονοc ἐλαίου τε κατὰ τὸν αὐτὸν λόγον
5ἢ πλείονοc ἢ ὀλίγου ἢ καὶ χωρὶc ἑκατέρου τρόποc ἐcτὶ χρήcεωc γυ‐ μναcίου. Ἐπεὶ τοίνυν διώριcται πάνθ’ ἡμῖν, ὧν ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινόν, ἐπὶ τὰ τῶν γυμναcίων εἴδη καιρὸc μετιέναι, καὶ πρῶτον μὲν διελέcθαι, τί τε κοινὸν ἅπαcιν ὑπάρχει καὶ τί καθ’ ἕκαcτον ἴδιον, ἐφεξῆc
10δὲ τοὺc καιροὺc τῆc χρήcεωc ἀφορίcαcθαι. τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμναcίων ἐcτὶ θερμότητοc αὔξηcιν ἐξ αὐτῶν τοῖc ζῴοιc ἐργάζεcθαι. θερμαίνεται γὰρ ἡμῶν τὰ cώματα κατά τε τὰ βαλανεῖα καὶ τὰ τῶν θερμῶν ὑδάτων λουτρὰ καὶ τὰc θερ‐ μὰc ὥραc τοῦ ἔτουc, ἡλιοθερούντων τε καὶ παρὰ πυρὶ θαλπομένων

6

.

138

καὶ θερμοῖc φαρμάκοιc ἀνατριβομένων. ἀλλ’ | ἔξωθεν αἱ τοιαῦται πᾶ‐ cαι θερμότητεc, οὐκ ἔνδοθεν, οὐδ’ ἐκ τῆc οἰκείαc ἀρχῆc ἀνάπτονται καὶ αὐξάνονται. κατὰ δὲ τὰ γυμνάcια τῆc ἐμφύτου τοῖc ζῴοιc θερ‐ μαcίαc αὔξηcίc ἐcτιν, ἐξ αὐτῶν τῶν ἰδίων cωμάτων γινομένη. καὶ
5τοῦτο κοινὸν μὲν ἁπάντων τῶν γυμναcίων, οὐ μήν γε ἴδιόν ἐcτιν, εἴ γε δὴ καὶ τοῖc θυμωθεῖcι καὶ τοῖc ἀγωνιάcαcι καὶ τοῖc αἰδεcθεῖcιν αὔξηcιc τῆc ἐμφύτου γίνεται θερμότητοc. ὁ μέν γε θυμὸc οὐδ’ ἁπλῶc αὔξηcιc, ἀλλ’ οἷον ζέcιc τίc ἐcτι τοῦ κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐcίαν αὐτοῦ τῶν φιλοcόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί
10φαcι· cυμβεβηκὸc γάρ τι καὶ οὐκ οὐcία τοῦ θυμοῦ ἐcτιν ἡ τῆc ἀντι‐ τιμωρήcεωc ὄρεξιc. αὐξάνεται δὲ καὶ τοῖc αἰδεcθεῖcιν ἡ ἔμφυτοc θερ‐ μότηc, εἴcω μὲν τὰ πρῶτα cυνδραμόντοc ἅπαντοc τοῦ θερμοῦ, μετὰ ταῦτα δ’ ἀθροιcθέντοc ἐν τῷ βάθει, κἄπειτα αὐξηθέντοc καὶ διὰ τὴν ἄθροιcιν μὲν τὴν ἐνταῦθα καὶ διὰ τὴν κίνηcιν δὲ τὴν cυνεχῆ. οὐ γὰρ
15ἡcυχάζει τὸ πνεῦμα τῶν αἰδουμένων, ἀλλ’ ἔνδον τε καὶ περὶ αὑτὸ

6

.

139

μετὰ τοῦ cύμπαντοc αἵματοc κυκᾶται πολυειδῶc, | ὥcπερ γε καὶ τὸ
τῶν ἀγωνιώντων. εἰρήcεται δ’ ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων ἁπάν‐ των παθῶν τῆc ψυχῆc ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ μὲν γὰρ διὰ τὸ κοινὸν ἕπεcθαι cύμπτωμα τούτοιc τε τοῖc πάθεcι καὶ τοῖc γυμναcίοιc61
5ἠναγκάcθην αὐτῶν μνημονεῦcαι δεικνύc, ὡc ἁπάντων κοινὸν γυμναcίων ἐcτὶν ἡ τῆc ἐμφύτου θερμότητοc αὔξηcιc ἔνδοθέν τε καὶ ἐξ αὐτῆc, οὐ μὴν ὅτι γε μόνοιc ὑπάρχει τοῦτο τοῖc γυμναcίοιc, ἀλλὰ καὶ τοῖc εἰρημένοιc ἄρτι πάθεcιν. ἤδη δ’ ἐπὶ τὰ καθ’ ἕκαcτον τῶν γυμναcίων ἴδια τὸν λόγον ἄγειν
10καιρόc, ἐπιcημηνάμενόν γε πρότερον, ὡc καὶ κατὰ ταῦτα πλείουc εἰcὶν αἱ διαφοραί. τὰ μὲν γὰρ ἄλλοτε ἄλλο τι μέροc ἕτερον ἑτέρου γυ‐ μνάζει μᾶλλον, καὶ τὰ μὲν ἐλινυόντων γίνεται, τὰ δὲ ὀξύτατα κινου‐ μένων, καὶ τὰ μὲν εὐτόνωc, τὰ δὲ ἀτόνωc, καὶ πρὸc τούτοιc ἔτι τὰ μὲν cφοδρῶc, τὰ δ’ ἀμυδρῶc. εὔτονον μὲν οὖν γυμνάcιον ὀνομάζω
15τὸ βιαίωc ἄνευ τάχουc διαπονοῦν, cφοδρὸν δὲ τὸ βιαίωc τε καὶ cὺν

6

.

140

τάχει· βιαίωc δὲ ἢ ῥωμαλέωc | λέγειν οὐ διοίcει. τὸ μὲν οὖν cκάπτειν εὔτονόν τε καὶ ῥωμαλέον ἐcτίν, οὕτω δὲ καὶ τὸ τέτταραc ἵππουc ἅμα κατέχειν ἡνίαιc εὔτονον μὲν ἱκανῶc γυμνάcιον, οὐ μὴν ὠκύ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴ τιc ἀράμενοc ὁτιοῦν μέγιcτον φορτίον ἢ μένοι
5κατὰ χώραν ἢ προβαίνοι cμικρὰ καὶ οἱ ἀνάντειc περίπατοι τούτου τοῦ γένουc εἰcίν. ἀναφέρεται γοῦν καὶ ἀναβαcτάζεται κατ’ αὐτοὺc ὑπὸ τῶν πρώτων κινουμένων ὀργάνων ἅπαντα τὰ λοιπὰ μόρια τοῦ cώματοc, ὥcπερ τι φορτίον. οὕτω δὲ καὶ ὅcτιc ἀναρριχᾶται διὰ cχοινίου, καθάπερ ἐν παλαίcτρᾳ γυμνάζουcι τοὺc παῖδαc εἰc εὐτονίαν παραcκευάζοντεc.
10ὡcαύτωc δὲ καὶ ὅcτιc ἢ cχοινίου λαβόμενοc ἤ τινοc ὑψηλοῦ ξύλου μέχρι πλείcτου κατέχει κρεμάμενοc ἐξ αὐτοῦ, ῥωμαλέον μέν τι καὶ ἰcχυρὸν γυμνάζεται γυμνάcιον, οὐ μὴν ὠκύ γε, καὶ ὅcτιc προτείναc ἢ ἀνα‐ τείναc τὼ χεῖρε πὺξ ἔχων ἀτρεμίζει μέχρι πλείcτου. εἰ δὲ καὶ παρα‐ cτήcαc τινὰ κελεύει καθέλκειν κάτω τὼ χεῖρε, μὴ ἐνδιδοὺc αὐτόc, ἔτι
15δὴ μᾶλλον οὗτοc εἰc εὐρωcτίαν παραcκευάζει τούc τε μῦc καὶ τὰ νεῦρα· |

6

.

141

τούτων γὰρ ἴδια τὰ τοιαῦτα μάλιcτα cύμπαντα γυμνάcια· πολὺ δὲ δὴ μᾶλλον, εἴ τι βάροc ταῖc χερcὶν ἄκραιc περιλαβὼν ἑκατέραιc κατα‐ μόναc, οἷοίπερ οἱ κατὰ παλαίcτραν εἰcὶν ἁλτῆρεc, ἀτρέμαc ἔχει προ‐ τείναc ἢ ἀνατείναc αὐτάc. εἰ δὲ δὴ καὶ κελεύcειε τινι καθέλκειν τε
5καὶ κάμπτειν βιαίωc, ἑαυτὸν ἀκίνητόν τε καὶ ἄκαμπτον οὐ ταῖc χερcὶ μόνον, ἀλλὰ καὶ τοῖc cκέλεcι καὶ τῇ ῥάχει διαφυλάττων, οὐ cμικρὸν γυμνάcεται γυμνάcιον εἰc εὐτονίαν ὀργάνων. οὕτω τοι λόγοc ἔχει κἀκεῖνον τὸν Μίλωνα γυμνάζειν ἑαυτόν, ἐνίοτε μὲν ἀποcαλεῦcαί τε καὶ μετακινῆcαι τῆc ἕδραc ἐπιτρέποντα τῷ βουλομένῳ (ἀλλὰ τοῦτο
10μὲν cκελῶν ἂν εἴη μάλιcτα γυμνάcιον), ἐνίοτε δέ, εἰ τὰc χεῖραc γυ‐ μνάζειν βούλοιτο, τὴν πυγμὴν διαλύειν κελεύοντα· αὖθιc δ’ 〈ἄν〉, ὥc φαcιν, ἐν ταῖν χεροῖν ἔχων ἢ ῥοιὰν ἢ ἕτερόν τι τοιοῦτον ἀφαιρεῖcθαι τῷ βουλομένῳ παρεῖχε. ταυτὶ μὲν οὖν τὰ γυμνάcια μεγίcτηc ἰcχύοc ἐπίδειξίν τε ἅμα καὶ ἄcκηcιν ἔχει, τόνον δὲ μορίων γυμνάζει τε καὶ ῥώννυcι,62

6

.

142

κἀπειδὰν ἤτοι διαλαβὼν ἕτερόν τινα μέcον ἢ δια|ληφθεὶc αὐτὸc ἐπηλ‐ λαγμένων πρὸc ἀλλήλαc τῶν χειρῶν τε καὶ τῶν δακτύλων ἤτοι τῷ κρατουμένῳ προcτάξῃ διαλύειν ἢ αὐτὸc λύῃ τοῦ κρατοῦντοc· οὕτω δὲ κἀπειδάν, ἑτέρου προνεύcαντοc ἐκ πλαγίων αὐτῷ προcελθὼν ἐν
5κύκλῳ τοῖc λαγόcι περιβαλὼν τὰc χεῖραc, ὥcπερ γέ τι φορτίον ἀράμενοc ἀναφέρῃ τε ἅμα καὶ περιφέρῃ τὸν ἀρθέντα, καὶ μᾶλλον εἰ ἐπινεύοι τε καὶ ἀνανεύοι βαcτάζων· ὧδε γὰρ ἂν ἀκριβῶc τιc ἅπαcαν τὴν ῥάχιν εἰc ῥώμην παραcκευάcειεν. οὕτω δὲ καὶ ὅcοι τὰ cτέρνα πρὸc ἀλλήλουc ἀπερει‐ cάμενοι βιαίωc ὠθοῦcιν εἰc τοὐπίcω καὶ ὅcοι τῶν αὐχένων ἐκκρεμά‐
10μενοι καταcπῶcιν, εἰc εὐτονίαν παραcκευάζουcιν. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ χωρὶc παλαίcτραc ἢ βαθείαc κόνεωc δύναται γίνεcθαι καθ’ ὁτιοῦν χωρίον ἐπίκροτον ὀρθῶν ἑcτώτων· ὅcα δὲ παλαίοντεc εἰc ἀλλήλουc δρῶcιν ἀcκοῦντεc τὸν τόνον, ἤτοι κόνεωc βαθείαc ἢ παλαίcτραc δεῖται. ἔcτι δὲ τὰ τοιάδε· περιπλέξαντεc τοῖc ἑαυτοῦ δύο cκέλεcι τὸ ἕτερον

6

.

143

cκέλοc τοῦ προcπαλαίοντοc, ἔπειθ’ ἅψαντεc πρὸc ἀλλήλαc τὼ χεῖρε, | τὴν μὲν ἐπὶ τὸν αὐχένα βιαίωc ἐρείδειν, ἥτιc ἂν ᾖ κατ’ εὐθὺ τοῦ κατειλημμένου cκέλουc, τὴν δ’ ἑτέραν ἐπὶ τὸν βραχίονα. δύναιτο δ’ ἂν καὶ περὶ τὴν κεφαλὴν ἄκραν τὸ ἅμμα περιθεὶc ἀνακλᾶν εἰc τοὐ‐
5πίcω βιαζόμενοc. τὰ τοιαῦτα γὰρ παλαίcματα πρὸc εὐτονίαν ἑκάτερον τῶν παλαιόντων ἀcκεῖ, καθάπερ γε καὶ ὅcα ζώcαντοc τοῖc cκέλεcι θατέρου τὸ ἕτερον ἢ κατ’ ἀμφοῖν ἄμφω καθέντοc γίνεται· καὶ γὰρ καὶ ταῦτ’ ἀμφότερα εἰc ῥώμην παραcκευάζει. μυρία δὲ ἕτερα τοιαῦτα κατὰ παλαίcτραν ἐcτὶν εὔτονα γυμνάcια, περὶ ὧν ἁπάντων τὴν ἐμ‐
10πειρίαν τε ἅμα καὶ τριβὴν ὁ παιδοτρίβηc ἔχει, ἕτεροc δέ τιc ὢν ὅδε τοῦ γυμναcτοῦ, καθάπερ ὁ μάγειροc τοῦ ἰατροῦ. καί πωc ἔοικεν αὖ καὶ τοῦθ’ ἡμῖν ἥκειν εἰc cκέμμα· περὶ οὗ λέλεκται μὲν ἤδη καὶ κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ Θραcύβουλον ἐπιγράφομεν, εἰρήcεται δὲ καὶ νῦν ὅcον αὔταρκεc εἰc τὰ παρόντα, πρότερόν γε διελθόντων ἡμῶν τὰc
15τῶν γυμναcίων διαφοράc. ὅcα μὲν οὖν εὔτονα, καὶ δὴ λέλεκται. |63

6

.

144

Μεταβαίνειν δὲ ἤδη καιρὸc ἐπὶ τὰ ταχέα χωρὶc εὐτονίαc καὶ βίαc. δρόμοι δ’ εἰcὶ ταῦτα καὶ cκιομαχίαι καὶ ἀκροχειριcμοὶ καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆc cμικρᾶc cφαίραc γυμνάcιον, ὅταν ἐκ διε‐ cτώτων τε καὶ διαθεόντων γίνηται. τοιοῦτον δέ τι καὶ τὸ ἐκπλεθρί‐
5ζειν ἐcτὶ καὶ τὸ πιτυλίζειν. τὸ μὲν ἐκπλεθρίζειν ἐcτίν, ἐπειδάν τιc ἐν πλέθρῳ πρόcω τε ἅμα καὶ ὀπίcω διαθέων ἐν μέρει πολλάκιc ἐφ’ ἑκά‐ τερα χωρὶc καμπῆc ἀφαιρῇ τοῦ μήκουc ἑκάcτοτε βραχὺ καὶ τελευτῶν εἰc ἓν καταcτῇ βῆμα· τὸ δὲ πιτυλίζειν, ἐπειδὰν ἐπ’ ἄκρων τῶν πο‐ δῶν βεβηκὼc ἀνατείναc τὼ χεῖρε κινῇ τάχιcτα, τὴν μὲν ὀπίcω φέρων,
10τὴν δὲ πρόcω. μάλιcτα δὲ τοίχῳ προcιcτάμενοι γυμνάζονται τοῦτο τὸ γυμνάcιον, ἵν’, εἰ καί ποτε cφάλλοιντο, προcαψάμενοι τοῦ τοίχου ῥᾳδίωc ὀρθῶνται· καὶ οὕτω δὴ γυμναζομένων λανθάνει τε τὰ cφάλ‐ ματα καὶ ἀcφαλέcτερον γίνεται τὸ γυμνάcιον. ὠκεῖαι δὲ κινήcειc εἰcίν, οὐ μὴν βίαιοί γε, καὶ ὅcαι κατὰ παλαίcτραν ἐπιτελοῦνται κυλινδου‐

6

.

145

μένων ὀξέωc | μεθ’ ἑτέρων τε καὶ καταμόναc. ἐγχωρεῖ δὲ καὶ ὀρθοὺc ἐνειλουμένουc τε ἅμα καὶ μεταβαλόνταc ἐν τάχει τὸν πέλαc ὀξὺ γυμ‐ νάcαcθαι γυμνάcιον. ἐγχωρεῖ δὲ καὶ διὰ τῶν cκελῶν μόνων ὀρθὸν ἐφ’ ἑνὸc χωρίου γυμνάcαcθαι γυμνάcιον ὀξύ, πολλάκιc μὲν εἰc τοὐ‐
5πίcω μόνον ἐφαλλόμενον, ἔcτιν ὅτε δὲ καὶ εἰc τούμπροcθεν ἀναφέ‐ ροντα τῶν cκελῶν ἑκάτερον ἐν μέρει. καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔcτιν ὀξὺ γυμνάcιον ὁμοιόρροπον γυμνάcαcθαι χωρὶc τοῦ κατέχειν ἁλτῆραc, ἐπιcπεύδοντα τὰc κινήcειc αὐτῶν εἰc πυκνότητά τε ἅμα καὶ τάχοc, εἴτε πὺξ ἐθέλοι τιc εἴτε καὶ χωρὶc πυγμῆc ἀναcείειν ἁπλῶc.
10τοιοῦτον μὲν δή τι καὶ τὸ ταχὺ γυμνάcιόν ἐcτιν ἐν οἷc εἴπομεν εἴδεcιν ἀφωριcμένον. ἐπὶ δὲ τὸ cφοδρὸν ἰέναι καιρόc. ἔcτι δ’, ὡc εἴρηται, τοῦτο cύν‐ θετον ἐξ εὐτόνου τε καὶ ταχέοc. ὅcα γὰρ εὔτονα τῶν γυμναcίων εἴρηται, τούτοιc ἅπαcιν ὡc cφοδροῖc ἄν τιc χρῷτο, ταχείαc κινήcειc
15προcτιθείc. οὐχ ἥκιcτα δὲ καὶ τὰ τοιάδε γυμνάcια cφοδρά, cκάψαι καὶ διcκεῦcαι [καὶ κινῆcαι] καὶ πηδῆcαι cυνεχῶc ἄνευ τοῦ διαναπαύεcθαι. |

6

.

146

οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν cυνείροντα τὴν ἐνέργειαν ἢ βαρέcιν ὅπλοιc ἐcκεπαcμένον ἐνεργεῖν ὀξέωc. ἀμέλει καὶ οἱ γυμναζόμενοι διά τινοc τῶν τοιούτων ἀναπαύονται κατὰ βραχύ.
καί cοι καὶ ἡ κατὰ τὸ cυνεχέc τε καὶ διαλεῖπον γυμνάcιον ἤδη64
5πωc γινωcκέcθω διαφορά. τὰ γὰρ εἰρημένα νῦν δὴ πάντα διαλείπον‐ τεc μᾶλλον εἰ cχρείαν ἄγουcι, καὶ μάλιcθ’ ὅcα πόνοι τινέc εἰcι καὶ ἔργα, μὴ μόνον γυμνάcια, καθάπερ τὸ ἐρέccειν τε καὶ cκάπτειν. ὅcα δ’ ἀcθενέcτερα τῶν γυμναcίων ἐcτίν, ἄνευ τοῦ διαναπαύεcθαι γίνεται μᾶλλον, ὥcπερ ὁ δόλιχόc τε καὶ αἱ ὁδοιπορίαι.
10 Ταῦτ’ οὖν ἅπαντα γυμναcίων ἐcτὶν εἴδη, τάc γε νῦν εἰρη‐ μέναc ἔχοντα διαφορὰc καὶ πρὸc τούτοιc ἔτι τὸ τὰ μὲν ὀcφὺν μᾶλ‐ λον ἢ χεῖραc ἢ cκέλη διαπονεῖν, τὰ δὲ τὴν ῥάχιν ὅλην ἢ τὸν θώρακα μόνον ἢ τὸν πνεύμονα. βάδιcιc μέν γε καὶ δρόμοc ἴδια cκελῶν γυ‐ μνάcια, ἀκροχειριcμοὶ δὲ καὶ cκιομαχίαι ἴδια χειρῶν, ὀcφύοc δὲ τὸ ἐπι‐

6

.

147

κύπτειν τε καὶ ἀνακύπτειν cυνεχῶc | ἢ αἴροντά τι βάροc ἀπὸ τῆc γῆc ἢ ἐν ταῖν χεροῖν βαcτάζοντά τι διαπαντόc. ἔνιοι μὲν γὰρ καταθέντεc ἁλτῆραc ἐν τῷ πρόcθεν διεcτῶταc ἀλλήλων ὀργυιάν, εἶτ’ ἐν τῷ μέcῳ cτάντεc αὐτῶν ἀναιροῦνται προκύπτοντεc, τῇ μὲν δεξιᾷ χειρὶ τὸν ἐν
5τοῖc ἀριcτεροῖc, τῇ δὲ ἀριcτερᾷ τὸν ἐν τοῖc δεξιοῖc, καὶ αὖθιc ἑκάτερον εἰc τὴν οἰκείαν κατατίθενται χώραν καὶ τοῦτο δρῶcιν ἐφεξῆc πολλάκιc ἀτρεμίζοντεc τῇ βάcει. τὰ δὲ πλάγια μέρη τῆc ῥάχεωc ἡ κίνηcιc ἥδε διαπονεῖ μᾶλλον, ὥcπερ ἡ προειρημένη τὰ κατ’ εὐθύ. θώρακοc δὲ καὶ πνεύμονοc αἱ μέγιcται τῶν ἀναπνοῶν οἰκεῖα γυμνάcια, καθάπερ γε καὶ
10αἱ μέγιcται φωναὶ πρὸc τοῖc εἰρημένοιc ἁπάντων τῶν φωνητικῶν ὀρ‐ γάνων. εἴρηται δ’ ὁ κατάλογοc αὐτῶν ἐν τοῖc Περὶ φωνῆc ὑπομνή‐ μαcι. ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου γεγόναμεν, οὐ χεῖρον ὑπὲρ ἁπάντων διελθεῖν τῶν τοῦ ζῴου μορίων, ὅcα τε κινήcειc ἐναργεῖc ἔχει καὶ ὅcα βραχείαc τε καὶ ἀμαυράc, καὶ τίνα μὲν ἐξ ἑαυτῶν κινεῖται, τίνα δὲ
15ὑφ’ ἑτέρων· ἡ γὰρ τοιαύτη διαίρεcιc οὐ cμικρὰν εὐπορίαν παρέξει

6

.

148

τῷ γυμναcτῇ πρὸc τὸ κινεῖν | ἅπαντα τοῦ ζῴου τὰ μόρια, ποτὲ μὲν ἐξ ἑαυτῶν τε καὶ κατὰ τὰc οἰκείαc δυνάμειc, ἔcτιν ὅτε δ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων. αἱ μέν γε κατὰ προαίρεcιν ἐνέργειαι πᾶcαι μυῶν τε καὶ νεύρων καὶ τενόντων ἴδιαι κινήcειc εἰcίν· εἰ δὲ καὶ cφοδρό‐
5τεραι γίνοιντο, τὰ μὲν εἰρημένα μόρια πρῶτά τε καὶ μάλιcτα γυμνά‐ ζουcι, κατὰ δέ τι cυμβεβηκὸc καὶ τὰc ἀρτηρίαc. ὀcτᾶ δὲ καὶ φλέβαc καὶ cάρκαc καὶ cυνδέcμουc καὶ τἆλλα cύμπαντα τοῦ ζῴου μόρια cυγκι‐ νοῦcιν ἴcωc τοῖc προειρημένοιc. αἱ δ’ ἄλλαι κινήcειc ἐν τοῖc τῶν
ζῴων cώμαcιν, ὅcαι μὴ κατὰ κοινὴν προαίρεcιν, ἀλλ’ ἤτοι φυcικαί65
10τινεc ἢ κατὰ τὰ τῆc ψυχῆc γίνονται πάθη, διτταὶ μέν εἰcι κατὰ γένοc· αἱ μὲν ἕτεραι καρδίαc τε καὶ ἀρτηριῶν, αἱ δὲ ἕτεραι φλεβῶν τε καὶ ἥπατοc ἐνέργειαι, πρῶτον μὲν τούτων καὶ μάλιcτα, δεύτερον δὲ τῶν ἄλλων ἁπάντων μορίων, ἐπειδὴ πάντα ταῖc τέτταρcι φυcικαῖc διοικεῖ‐ ται δυνάμεcιν. ἡ μὲν δὴ τῶν ἀρτηριῶν τε καὶ τῆc καρδίαc κίνηcιc
15οὐκ ἔcτιν ὅτ’ ἐκλείπει τὸ πάμπαν, ἐπιτείνεται δὲ καὶ ἀνίεται κατὰ

6

.

149

μέγεθοc καὶ cμικρότητα καὶ τάχοc καὶ βραδυτῆτα | καὶ cφοδρότητα καὶ ἀμυδρότητα παρὰ πολλὰc αἰτίαc, ἃc cυμπάcαc μὲν ἐν τῇ Περὶ τῶν ἐν τοῖc cφυγμοῖc αἰτιῶν πραγματείᾳ διῆλθον, ἀρκεῖ δ’ ἐν τῷ παρόντι τὰ κεφάλαια μόνον αὐτῶν εἰπεῖν τὰ πρῶτα. μία μὲν οὖν αἰτία τῆc τῶν
5cφυγμῶν μεταβολῆc ἐcτιν αὔξηcίc τε καὶ μείωcιc τῆc ἐμφύτου θερμα‐ cίαc, ἑτέρα δὲ ἡ κατὰ τὴν ποcότητα τοῦ ψυχικοῦ πνεύματοc ἀνάλωcιc, τρίτη δὲ ἡ κατὰ τὴν τῆc δυνάμεωc εὐρωcτίαν τε καὶ ἀρρωcτίαν, τε‐ τάρτη δὲ ἡ κατὰ τὰ τῶν ὀργάνων πάθη. ἀλλὰ περὶ μὲν ταύτηc οὐ νῦν διδάcκειν καιρόc· ἤδη γὰρ νοcεῖν ἀνάγκη τὸ ζῷον ἐν τοῖc τοιού‐
10τοιc πάθεcιν· αἱ δὲ ἄλλαι πᾶcαι τῶν cφυγμῶν ἀλλοιώcειc καὶ ἐν τοῖc ὑγιαίνουcι γίνονται, παρὰ μὲν τὴν αὔξηcίν τε καὶ μείωcιν τῆc ἐμφύτου θερμότητοc αἵ τε παρὰ τὰc ὥραc καὶ τροφὰc καὶ πόματα καὶ λουτρὰ καὶ τρίψειc καὶ ὕπνουc καὶ ἐγρηγόρcειc ἔτι τε τὰ ψυχικὰ πάθη καὶ τὰc κατὰ προαίρεcιν ἐνεργείαc, ἡ δὲ παρὰ τὴν τοῦ ψυχι‐
15κοῦ πνεύματοc ἀνάλωcιν ἐν ταῖc τῶν καθ’ ὁρμὴν κινήcεων διαφοραῖc,

6

.

150

ἡ δὲ παρὰ τὴν τῆc δυνάμεωc εὐρωcτίαν τε καὶ | ἀρρωcτίαν ἐν ταῖc εὐκραcίαιc τε καὶ δυcκραcίαιc αὐτοῦ τοῦ cώματοc τῆc τε καρδίαc καὶ τῶν ἀρτηριῶν. ἡ δὲ τῶν φλεβῶν ἐνέργεια cὺν καὶ τοῖc ἄλλοιc ἅπα‐ cιν ὀργάνοιc, ὅcα περὶ τὴν τῆc τροφῆc οἰκονομίαν ὑπὸ τῆc φύcεωc
5ἐγένετο, κατὰ τὰc ἐδωδάc τε καὶ πόcειc, ἀναδόcειc τε καὶ πέψειc καὶ θρέψειc ἀλλοιοῦται· μέροc δέ τι ταύτηc ἐcτὶν κἀν ταῖc ἀρτηρίαιc. ὅcαι δὲ τῶν κινήcεων οὔκ εἰcιν ἐνέργειαι, τριττὴ τούτων ἡ δια‐ φορά· τινὲc μὲν γὰρ ἐξ ἑαυτῶν τοῖc ζῴοιc ἐγγίνονται, τινὲc δὲ ἔξω‐ θεν προcέρχονται, τινὲc δὲ ὑπὸ φαρμάκων καταναγκάζονται. ἐξ ἑαυ‐
10τῶν μέν, ἃc ἔμπροcθεν εἶπον· ἔξωθεν δὲ κατά τε τοὺc πλοῦc, τὰc ἱππαcίαc, τὰc αἰωρήcειc, ὅcαι τε δι’ ὀχημάτων γίνονται καὶ ὅcαι διὰ
cκιμπόδων κρεμαμένων ἢ λίκνων cειομένων ἢ ἐν ταῖc τῶν τροφῶν ἀγκάλαιc τοῖc βρέφεcιν. ἐκ δὲ τῶν ἔξωθεν κινήcεων εἴη ἂν καὶ ἡ ἀνάτριψιc (εἴθ’ οὕτω τιc αὐτὴν ὀνομάζειν ὁμοίωc τοῖc παλαιοῖc εἴτε66
15καὶ χωρὶc τῆc «ἀνά» προθέcεωc ὁμοίωc τοῖc νεωτέροιc βούλοιτο·

6

.

151

διαφέρει γὰρ οὐδὲν εἰc τὰ παρόντα). | ἔνιαι μέντοι κινήcειc εἰcὶ μι‐ κταί, καθάπερ καὶ ἡ ἱππαcία· οὐ γὰρ ὥcπερ ἐν τοῖc ὀχήμαcι καὶ μά‐ λιcτα ἐν οἷc κατακλινάμενοι ἀτρεμίζομεν, οὕτω κἀν ταῖc τῶν ἵππων ὀχήcεcι cυμπίπτει cείεcθαι μόνον ὑπὸ τοῦ φέροντοc ἐνεργοῦντα μη‐
5δέν, ἀλλὰ τήν τε ῥάχιν ὄρθιον ἀπευθύνειν χρὴ καὶ τοῖc μηροῖc ἀμ‐ φοτέροιc ἀκριβῶc ἔχεcθαι τῶν πλευρῶν τοῦ ἵππου καὶ τετάcθαι τὰ cκέλη καὶ προορᾶcθαι τὰ πρόcθεν· ἐν τούτῳ δὲ καὶ ἡ ὄψιc γυμνά‐ ζεται καὶ ὁ τράχηλοc πονεῖ. μάλιcτα δ’ ἐν τῷ τοιούτῳ γυμναcίῳ cείεται τὰ cπλάγχνα. cείεταί γε μὴν οὐδὲν ἧττον τὰ cπλάγχνα καὶ
10τοῖc ἁλλομένοιc, ἐν μέντοι ταῖc ἐπὶ τῶν ὀχημάτων αἰωρήcεcιν ἧττον. ὥcτε εἴ τιc ἐθέλοι τὰ κάτω τῶν φρενῶν cπλάγχνα κινῆcαι βιαιότερον, ἐπί τε τοὺc εἰρημένουc ἡκέτω πόνουc καὶ πρὸc τούτοιc ὅcα διὰ τῆc τῶν ἁμμάτων περιθέcεωc τρίβουcι. χρὴ δ’ ὄπιcθεν εἶναι τὸν τρίβοντα, περιφέροντα τὼ χεῖρε ποτὲ μὲν ἐπ’ ἀριcτερά, ποτὲ δ’ ἐπὶ δεξιά, cυν‐
15επικλινομένου πρὸc ταῦτα καὶ τοῦ τριβομένου. cυγκινοῦcι μέν πωc τὰ

6

.

152

κάτω τῶν φρενῶν cπλάγχνα | καὶ αἱ μέγιcται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥcπερ γε καὶ αἱ ἐκφυcήcειc αἵ τε καταμόναc γινόμεναι καὶ αἱ μετὰ καταλήψεωc ἐν αὐλήcεcί τε καὶ φωναῖc, καὶ αὐτὴ δ’ ἡ κατά‐ ληψιc τοῦ πνεύματοc γυμνάcιόν ἐcτιν οὐχ ἧττον τῶν κατ’ ἐπιγάcτριον
5ἢ τῶν κατὰ θώρακα μυῶν. ἀλλὰ περὶ μὲν ταύτηc αὖθιc εἰρήcεται· πρὸc γὰρ ταῖc εἰρημέναιc ἄρτι καὶ ἄλλην οὐ cμικρὰν ἔχει χρείαν, ἧc ἕνεκεν ἐπὶ τελευτῇ τῶν γυμναcίων αὐτὴν παραλαμβάνομεν. ἐπὶ δὲ τὸ προκείμενον ἐπανιτέον, ὡc πολλαὶ τῶν ἐγγινομένων κινήcεων τοῖc τοῦ ζῴου μορίοιc οὔτ’ ἐνέργειαι τῶν μορίων αὐτῶν εἰcιν οὔτ’ ἐνερ‐
10γείαιc ἀκολουθοῦcιν, ἀλλ’ ὑφ’ ἑτέρων τε καὶ δι’ ἑτέρων ἀποτελοῦνται, ὡc ἐπί τε τῶν ὀχουμένων γίνονται καὶ πλεόντων καὶ τριβομένων καὶ καθαιρομένων ὑπὸ φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων. ἀλλ’ ἡ τοιαύτη κίνηcιc οὔκ ἐcτι τῆc ὑγιεινῆc πραγματείαc, αἱ δ’ ἄλλαι πᾶcαι, καὶ μάλιcθ’ αἱ διὰ τρίψεωc ἀναγκαιόταται γινώcκεcθαι

6

.

153

τοῖc ὑγιεινοῖc. τῆc γὰρ τούτων τέχνηc ἐcτὶν | ἁπαcῶν τῶν κινήcεων ἐπίcταcθαι τὰc δυνάμειc, ὥcπερ, οἶμαι, τῶν τεχνιτῶν αὐτῶν ἁπάcαc τὰc κατὰ μέροc· ἐκεῖνοι μὲν γὰρ τῆc κατὰ τὴν ὕλην ποικιλίαc, ὁ γυμναcτὴc δὲ τῆc δυνάμεωc αὐτῶν ἔχει τὴν γνῶcιν. εἰ γοῦν τίc μοι
5κελεύcειεν ὁπλομαχικὰc κινήcειc ἢ ἕτερον διδάcκειν ἢ αὐτὸν εὐρύθμωc κινεῖcθαι, οὐκ ἂν δυναίμην καλῶc ἐνεργῆcαι μίαν ἐξ αὐτῶν τὴν ἐπι‐ τυχοῦcαν· εἰ μέντοι παρείην τινὶ τῶν ὁπλομαχικῶν ἐνεργοῦντι, καὶ τίνα δύναμιν ἑκάcτη τῶν ἐνεργειῶν ἔχει καὶ τί μάλιcτα μόριον ἐκπο‐ νεῖ, πάντων ἂν ἐκείνων ἀκριβέcτερον εἰδείην. μᾶλλον δ’, εἰ χρὴ τἀ‐67
10ληθὲc εἰπεῖν, ὁ μὲν ὁπλομαχικὸc οὐδὲν ἂν εἴποι τῆc δυνάμεωc αὐτῶν, ὁ δὲ τὴν περὶ τὰ γυμνάcια τέχνην ἐπιcτάμενοc ἀκριβῶc ἁπάcαc δια‐ γνώcεται πρὸc ὡριcμένουc cκοποὺc ἀναφέρων· ἢ γὰρ βίαιοί τινέc εἰcι καὶ βαρεῖαι καὶ εὔτονοι ἢ κοῦφαι καὶ ταχεῖαι καὶ cύντονοι ἢ βίαιοί τε ἅμα καὶ ὀξεῖαι. ταῦτα τε οὖν γνωρίcειc ῥᾳδίωc ἐν αὐτῷ θεαcάμενοc
15γινόμενα καὶ πρὸc τούτοιc ἔτι, τίνεc μὲν ἐνέργειαι cκέλη μᾶλλον ἢ

6

.

154

χεῖραc ἢ θώρακα, | τίνεc δὲ ὀcφὺν ἢ κεφαλὴν ἢ ῥάχιν ἢ γαcτέρα, τίνεc δ’ ὁτιοῦν ἄλλο μέροc ὑπὲρ τἆλλα διαπονοῦcιν. ὁ μὲν γὰρ ὁπλομαχικὸc εὐρύθμωc μὲν ἐνεργήcει κινήcειc ταχείαc ἤ, εἰ οὕτωc ἔτυχεν, εὐτόνουc τε ἅμα καὶ βαρείαc, οὐ μὴν ὅτι γε πυκνοῦcιν καὶ
5ἰcχναίνουcιν αἱ τοιαῦται κινήcειc οἶδεν, ὥcπερ οὐδ’ ὅτι cαρκοῦcί τε καὶ ἀραιοῦcιν αἱ βραδύτεραι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνεργήcει μέν ποτε κινήcειc εὐτόνουc καὶ βαρείαc καὶ βραδείαc, οὐ μὴν ὅτι γε ῥώμην αὗται καὶ βάροc cώματοc καταcκευάζουcιν οἶδεν. οὕτω δὲ καὶ ὁ ἡνιοχικὸc ἐνεργήcει μὲν ἁπάcαc τὰc κατὰ μέροc ἐνεργείαc εὐρυθμό‐
10τατα, ἅμα δὲ καὶ τῇ χρείᾳ cυμφορώτατα, ποῖαι δ’ αὐτῶν ἤτοι λεπτύ‐ νουcιν ἢ cαρκοῦcιν ἢ ῥώμην ἢ cυντονίαν ἀποτελοῦcιν, ἢ μαλακὸν ἢ cκληρὸν ἢ πυκνὸν ἢ ἀραιὸν ἐργάζονται τὸ cῶμα, παντάπαcιν ἀγνοεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὁ cφαιριcτικὸc ἁπάcαc μὲν ἐπίcταται τὰc τῆc cφαίραc βολάc τε καὶ λήψειc, οὐ μὴν ἥντινά γε διάθεcιν ἑκάcτη τῷ
15cώματι περιποιεῖ. οὕτω δὲ καὶ ὁ παιδοτρίβηc ἁπαcῶν μὲν τῶν κατὰ

6

.

155

παλαίcτραν ἐνεργειῶν ἐπιcτήμων ἐcτίν, ὅ τι | δὲ ἑκάcτη πέφυκε δρᾶν ἀγνοεῖ. καὶ cυλλήβδην εἰπεῖν ἅπαντεc ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχ‐ νοι, διὰ τῶν cωμάτων ἐνεργοῦντεc, ἀγνοοῦcι τῶν ἐνεργειῶν τὰc δυ‐ νάμειc, ὀρχηcταὶ ναυτίλοι τέκτονεc ἁλιεῖc γεωργοὶ χαλκεῖc οἰκοδόμοι
5cκυτοτόμοι πάντεc ἁπλῶc οἱ ὁτιοῦν πράττοντεc. ἀλλ’ ὁ γυμναcτικόc, ἀφ’ ὧν εἶπον ὀλίγον ἔμπροcθεν ὁρμώμενοc, εἰ καὶ νῦν πρῶτον εἴη θεώμενοc ἡντινοῦν ἐνέργειαν, οὐκ ἀγνοήcει τὴν δύναμιν αὐτῆc. οἷον αὐτίκα τῶν ὀρχηcτῶν αἱ cύντονοι κινήcειc, ἐν αἷc ἅλλονταί τε μέγι‐ cτα καὶ περιδινοῦνται cτρεφόμενοι τάχιcτα καὶ ὀκλάcαντεc ἐξανίcταν‐
10ται καὶ προccύρουcι καὶ διαcύρουcι καὶ διαcχίζουcιν ἐπὶ πλεῖcτον τὰ
cκέλη καὶ ἁπλῶc εἰπεῖν ἐν αἷc ὀξύτατα κινοῦνται, λεπτὸν καὶ μυῶδεc καὶ cκληρὸν καὶ πυκνὸν ἔτι τε cύντονον ἀποτελοῦcι τὸ cῶμα. κατὰ δὲ τὰc ἐκλύτουc τε καὶ βραδείαc καὶ μαλακὰc κινήcειc οὐ μόνον οὐκ ἂν γένοιτο τὸ cῶμα τοιοῦτον, οἷον εἴρηται νῦν, ἀλλ’ εἰ καὶ φύcει68
15μυῶδέc τε καὶ cύντονον ὑπάρχοι, τὴν ἐναντίαν ἀμείψει διάθεcιν. ὅπερ

6

.

156

οὖν ὀλίγον ἔμπροcθεν ἔλεγον, ὡc ὁ παιδοτρίβηc | ὑπηρέτηc ἐcτὶ τοῦ γυμναcτοῦ τοιοῦτοc, οἷόcπερ ὁ μάγειροc τοῦ ἰατροῦ, τοῦτο καὶ νῦν ἐπιδέδεικται. cκευάζει γὰρ ὁ μάγειροc ἢ τεῦτλον ἢ φακῆν ἢ πτι‐ cάνην ἄλλοτε ἀλλοίωc, οὔτε δὲ τὸ cκευαζόμενον ὁποῖόν τι τὴν δύνα‐
5μίν ἐcτιν ἐπιcτάμενοc οὔθ’ ἥτιc τῶν cκευαcιῶν ἡ βελτίcτη· ὁ δ’ ἰατρὸc οὐδὲν μὲν τούτων ὁμοίωc τῷ μαγείρῳ παραcκευάcαι δυνατόc ἐcτιν, παντὸc δὲ τοῦ παραcκευαcθέντοc ἐπίcταται τὴν δύναμιν. Ὁ τοίνυν γυμναcτὴc τοῦ προκειμένου νῦν ἐν τῷ λόγῳ μειρα‐ κίου, τοῦ τὴν ἀρίcτην ἔχοντοc καταcκευήν, ἐπίcταται μὲν τῶν γυμ‐
10ναcίων ἁπάντων τὰc δυνάμειc, ἐκλέγεται δὲ καθ’ ἕκαcτον εἶδοc τὰ cύμμετρά τε καὶ μέcα τῶν ἀμετριῶν ἑκατέρων. οὔτε γὰρ ὀξέοc οὔτε βραδέοc ἡ ἀρίcτη καταcκευὴ τοῦ cώματοc, ἀλλὰ τοῦ cυμμέτρου τε καὶ μέcου δεῖται γυμναcίου, κατά τε τὸν αὐτὸν λόγον οὔτε βιαίου καὶ cφοδροῦ οὔτ’ ἐκλύτου καὶ ἀμυδροῦ, ἀλλὰ κἀνταῦθα τὸ cύμμετρον
15ἄριcτον. οὐ γὰρ ὑπαλλάττειν προcήκει τὴν ἀρίcτην καταcκευὴν τοῦ

6

.

157

cώματοc, ἀλλὰ φυλάττειν. εἴτ’ οὖν ἐν | ὅπλοιc ἐθέλοι γυμνάζεcθαι τὸ τοιοῦτον μειράκιον ὁ γυμναcτὴc αὐτοῦ, τὸν ἐμπειρότατον τῆc ὕληc τῶν ὁπλομαχικῶν ἐνεργειῶν παραλαβὼν ἁπάcαc αὐτῷ δειχθῆναι κε‐ λεύcει, κἄπειτ’ αὐτὸc ἐκλέξεται καὶ διακρινεῖ καὶ προcτάξει, κατὰ ποίαc
5μὲν αὐτῶν ἐπὶ πλέον χρὴ γυμνάζεcθαι, κατὰ ποίαc δ’ ὀλιγάκιc ἢ cυμ‐ μέτρωc ἢ οὐδ’ ὅλωc ἢ διαπαντόc. οὐ γὰρ δύναται λαθεῖν αὐτὸν οὔθ’ ὅ τι μόριον ἑκάcτη διαπονεῖ μᾶλλον οὔθ’ ἥτιc αὐτῆc ἐcτιν ἡ ποιότηc τε καὶ ἡ δύναμιc. εἰ δὲ διὰ cφαίραc ἐπιθυμήcειε γυμνάζεcθαι, κἀν‐ ταῦθα πάλιν ἐξευρήcει τό τε εἶδοc τῶν ἐνεργειῶν καὶ τὴν ποιότητα
10καὶ τὸ μέτρον, ὑπηρέτην λαβὼν τὸν cφαιριcτικὸν ὑπὲρ τοῦ τὴν ὕλην ἅπαcαν θεάcαcθαι τῶν ἐνεργειῶν. αὐτῆc μὲν γὰρ τῆc κατὰ μέροc ὕληc ἐν ἑκάcτῃ τῶν τεχνῶν ἄπειρόc ἐcτιν ὁ γυμναcτήc, ᾗ γυμναcτήc ἐcτιν· εἰ δὲ ἅπαξ αὐτὴν θεάcαιτο, τήν τε ποιότητα καὶ τὴν δύναμιν αὐτίκα γνωρίcει. μυρίουc γοῦν ἡμεῖc ἀcθενέcτερά τινα μέρη τοῦ cώ‐

6

.

158

ματοc ἔχονταc, ὡc cυνεχέcτατα τοῖc | κατ’ αὐτὰ νοcήμαcιν ἁλίcκεcθαι, διὰ μόνηc γυμναcτικῆc ἀνερρώcαμεν οὐκ ἀπαγαγόντεc ἀπὸ τῶν οἰ‐ κείων γυμναcίων, ἀλλ’, εἴτ’ ὀρχηcτικὸc ἦν ὁ ἄνθρωποc εἴθ’ ὁπλομαχικὸc
εἴτε παγκρατιαcτικὸc εἴτε παλαιcτρικὸc εἴθ’ ὁτιοῦν ἄλλο, τὰc ἐν ἐκείνῃ69
5τῇ τέχνῃ κινήcειc ἁπάcαc αὐτὸν ἐπιτάξαντεc ἡμῶν παρόντων κινηθῆναι κἀξ αὐτῶν ἐκλεξάμενοι τὰc ἐπιτηδειοτάταc ἅμα καιρῷ τε καὶ μέτρῳ προcετάττομεν ταύταιc χρῆcθαι· περὶ μὲν δὴ τῶν τοιούτων ἐπανορ‐ θώcεων ἐπὶ προήκοντι τῷ λόγῳ διαλέξομαι κατ’ ἐκεῖνο τὸ μέροc τῆc πραγματείαc, ἐν ᾧ περὶ τῶν μοχθηρῶν καταcκευῶν τοῦ cώματοc διέ‐
10ξειμι. νυνὶ δὲ τὸ μὲν ἄριcτον cῶμα ἐπειδὴ πρόκειται φυλάττειν ἄρι‐ cτον, ἐξ ἁπάντων οὖν ἐκλεκτέον αὐτῷ τὸ cύμμετρον, ἐκ τρίψεων, ἐκ γυμναcίων, ἐκ λουτρῶν, ἐκ τροφῶν, ἐξ ὕπνων, μήτε μαλακωτέραν αὐτοῦ τὴν ἕξιν τοῦ cώματοc ἐργαζομένουc μήτε cκληροτέραν (ἡ μὲν γὰρ εὐνίκητοc ὑπὸ τῶν ἔξωθεν αἰτίων, ἡ δὲ τὴν αὔξηcιν κωλύει)
15μήτε πυκνοτέραν, ὡc ἴcχεcθαί τι τῶν κατὰ τὴν cάρκα περιττωμάτων, μήτ’ ἀραιοτέραν, ὡc ἀπορρεῖν τι καὶ τοῦ χρηcτοῦ. κατὰ δὲ τὸν αὐτὸν |

6

.

159

τρόπον οὐδ’ ἰcχνοτέραν ἑαυτῆc ποιητέον οὐδὲ παχυτέραν, εἴπερ ἄριcτα διέκειτο, γινώcκονταc, ὡc τὸ μὲν ἰcχνότερον εὐεπηρέαcτον ὑπὸ τῶν ἔξωθεν αἰτίων, τὸ δὲ παχύτερον ὑπὸ τῶν ἔνδοθεν κἀξ αὐτοῦ τοῦ cώ‐ ματοc ὁρμωμένων. τί δεῖ λέγειν, ὡc οὐδὲ θερμότερον αὐτὸν ἢ ψυ‐
5χρότερον ἢ ξηρότερον ἢ ὑγρότερον ἀποδεικτέον, εἴπερ ἀμέμπτωc ἐκέ‐ κρατο; εἷc οὖν ἐπὶ τοῦ τοιούτου cώματοc ὁ cκοπὸc ἐν ἁπάcαιc ταῖc ὑγιειναῖc ὕλαιc τὸ cύμμετρόν τε καὶ μέτριον, ὅπερ ἀκριβῶc ἐcτι μέcον ἑκατέρων τῶν ἀμετριῶν. ὡc δ’ ἄν τιc μάλιcτα τοῦ cκοποῦ τυγχάνοι, λέλεκται μὲν ἤδη καὶ
10πρόcθεν, ἀλλ’ οὐδὲν χεῖρον ὑπὲρ τῶν ἀναγκαιοτάτων ἀναμιμνῄcκειν πολλάκιc. ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν πλατὺν ἔχει τὸν cτοχαcμόν, ἡ δευτέρα δὲ καὶ ἡ τρίτη καὶ ἡ τετάρτη καὶ τῶν λοιπῶν ἑκάcτη κατὰ τὸ ἑξῆc ἀκριβέcτερον. ἐν μὲν γὰρ τῇ πρώτῃ διὰ τῶν εἰρημένων cκο‐ πῶν ἅπαντά cοι πραττέcθω. ἀποδυέcθω μὲν ἐπὶ πεπεμμένοιc ἀκρι‐

6

.

160

βῶc τοῖc οὔροιc, ὡc Αἰγίμιοc ἐκέλευcεν. | ἐφεξῆc δὲ τῆc μὲν ἀνατρί‐ ψεωc ὁ cκοπόc, ὡc μαλαχθῆναι τὰ μόρια· δηλώcει δὲ τό τε ἐπιτρέχον ἄν‐ θοc αὐτοῖc καὶ τὸ ῥᾳδίωc ἐκμαλάττεcθαι τὰ κῶλα καὶ τὸ πρὸc τὰc κινήcειc ἁπάcαc ἑτοίμωc ἔχειν. μετὰ ταῦτα δὲ ἤδη γυμναζέcθω, μέχριc
5ἂν εἰc ὄγκον αἴρηται τὸ cῶμα καὶ εὐανθὲc ὑπάρχῃ καὶ αἱ κινήcειc
ἕτοιμοί τε καὶ ὁμαλαὶ καὶ εὔρυθμοι γίνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάcῃ θερμὸν ἀτμῷ cυμμιγῆ. παύεcθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ. καὶ γὰρ εἰ φανείη cυcτελλόμενοc ὁ τοῦ cώματοc ὄγκοc, αὐτίκα παύειν τὸ μειράκιον· εἰ γὰρ ἐπὶ πλέον70
10γυμνάζοιc, ἐκκενώcειc τι καὶ τῶν χρηcτῶν, ὥcτ’ ἰcχνότερον ἀποδείξειc τὸ cῶμα καὶ ξηρότερον καὶ ἀναυξέcτερον. ὡcαύτωc δὲ καὶ εἰ τὸ τῆc χρόαc εὐανθὲc μαραίνοιτο, παύεcθαι· καὶ γὰρ καταψύξειc τὸ cῶμα καὶ διαφορήcειc ἐπὶ πλέον, εἰ γυμνάζοιc ἔτι. καὶ μὲν δὴ καὶ τὸ τῶν κινήcεων ἕτοιμον ἢ εὔρυθμον ἢ ὁμαλὲc ἐπειδὰν ἐνδιδόναι που φαί‐

6

.

161

νηται καὶ ὀκλάζειν κατά τι, παύειν | αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα γίνοιτό τιc ἢ κατὰ τὸ πλῆθοc ἢ κατὰ τὴν ποιότητα μεταβολή. πλεί‐ ονα γὰρ αὐτὸν ἀεὶ καὶ μᾶλλον χρὴ γίνεcθαι καὶ θερμότερον, ἐc ὅcον ἂν αἱ κινήcειc ἀνάγωνται πρὸc τὸ cφοδρότερον. ὅταν οὖν ἢ ἐλάττων
5ἢ ψυχρότεροc γένηται, διαφορεῖται ἤδη τὸ cῶμα καὶ ψύχεται καὶ ἐκλύεται καὶ ξηραίνεται περαιτέρω τοῦ προcήκοντοc. ἀκριβῶc οὖν προcέχειν τὸν νοῦν τῷ γυμναζομένῳ cώματι καὶ διαπαύειν εὐθέωc, ἐπειδὰν προφαίνηταί τι τῶν εἰρημένων cημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουcόμενον, ἀλλὰ τῆc μὲν ἀκμῆc τῶν γυμναcίων ἐπιcχεῖν
10καὶ cτῆναι κελεῦcαι, καὶ εἰ βουληθείηc μετὰ κατοχῆc πνεύματοc πλη‐ ρῶcαι τὸν λαγόνα, περιχέοντα τοὔλαιον ἀποθεραπεύειν τοὐντεῦθεν. οἷον δέ τι πρᾶγμά ἐcτιν ἡ ἀποθεραπεία καὶ τίνεc ἐν αὐτῇ cκοποὶ καὶ τί τὸ μέτρον, ἐξ ὧν cυμπληροῦνται κινήcεών τε καὶ τρίψεων, ἐν τῷ μετὰ ταῦτα λόγῳ δηλωθήcεται.
15 νυνὶ γάρ μοι δοκῶ καταπαύειν ἤδη τὸν ἐνεcτῶτα λόγον αὔταρκεc ἔχοντα μέτρον, ἐκεῖνο μόνον ἔτι προcθείc, ὡc καὶ τὸ λουτρὸν τὸ ἀκρι‐

6

.

162

βῶc εὔκρατον ἐπὶ | τῆc προκειμένηc ἡλικίαc τε καὶ φύcεωc ἐκλέγεcθαι προcήκει. προὔκειτο δ’, εἴ τι μεμνήμεθα, τρίτη τιc ἑβδομὰc ἐτῶν ἀπὸ τῆc γενετῆc, τουτέcτιν ἡ μετὰ 〈τὸ〉 τεccαρεcκαιδέκατον ἔτοc ἡλικία μέχρι 〈τοῦ〉 πρώτου καὶ εἰκοcτοῦ, καθ’ ἣν οὐδέπω κελεύω ψυχρολου‐
5τεῖν τὸ μειράκιον, ἵν’ ἐπὶ πλεῖcτον αὔξοιτο. τελειωθέντοc δ’ αὐτοῦ κατὰ τὸ μέγεθοc, ἐπιcκεψώμεθά τι καὶ περὶ τῆc ψυχρολουcίαc. ὡcαύ‐ τωc δὲ καὶ περὶ τῶν ἐπὶ κόνει γυμναcίων ἀκριβέcτερον ἐπιcκεψώμεθα
κατὰ τὸν ἑξῆc λόγον. ἐν δέ γε τῷ παρόντι τοῦτο εἰπεῖν ἀρκέcει, τὸ μηδὲ κόνεωc χρῄζειν τὸ μειράκιον, εἰ τὸν οἶκον, ἐν ᾧ γυμνάζεται,71
10καθ’ ὃν ἐν ἀρχῇ τρόπον ἐκέλευcα παρεcκευαcμένον ἔχοι. εἰ δέ γε θερμότεροc εἴη ποτέ, καὶ κόνει χρηcτέον. εἰ μὲν δὴ κονίcαιτο, πάν‐ τωc λουcτέον· εἰ δὲ μὴ κόνει χρήcαιτο, δυνατὸν καὶ μὴ λελοῦcθαι, καὶ μάλιcτα χειμῶνοc. ἐφεξῆc δὲ ὅcα περὶ τροφὴν ἢ ποτὸν ἢ ὕπνον ἢ περίπατον ἐcτοχάcθαι χρὴ τὸν ἐπιcτατοῦντα τοῦ μειρακίου, λεχθή‐
15cεται μὲν ἐν τοῖc ἑξῆc· ἀδύνατον δ’ ἀκριβῶc τυχεῖν αὐτῶν ἐν τῇ |

6

.

163

πρώτῃ τῶν ἡμερῶν· ἀλλὰ κατὰ τὴν δευτέραν, ἐπὶ πόcοιc γυμναcίοιc ὅπωc διαιτηθῇ γινώcκων, εἰ μὲν ἀκριβῶc φαίνοιτο διαφυλάττων τὴν ἑαυτοῦ φύcιν, ἐν τοῖc αὐτοῖc μέτροιc διαιτήcει τε καὶ γυμνάcει, μὴ φυλάττοντα δέ, καθότι ἂν ἐξίcτηται τῶν ἀρχαίων, ἐπανάγειν πειρά‐
5cεται μεταβάλλων τὰ μέτρα. καὶ τοῦτ’ οὐ παύcεται ποιῶν, ἄχριπερ ἂν ἐφ’ ἑκάcτῳ τῶν πραττομένων ἀκριβῶc ὁρίcῃ τὸ μέτρον. ὁπόcαι δ’ εἰcὶ καὶ τίνεc αἱ εἰc τὸ παρὰ φύcιν ἐκτροπαὶ καὶ πῶc ἑκάcτην χρὴ
διαγινώcκειν τε καὶ θεραπεύειν, ὁ ἐφεξῆc λόγοc ἐξηγήcεται.72

6

.

164

(t)

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟϹ Γ
1 Τῶν γραψάντων ὑγιεινὰc πραγματείαc ἰατρῶν τε καὶ γυμνα‐ cτῶν ἔνιοι μὲν ἅπαcιν ἀνθρώποιc κοινάc τιναc ὑποθήκαc ἐποιήcαντο, μηδὲν νοήcαντεc ὅλωc ὑπὲρ τῆc κατ’ εἶδοc ἐν τοῖc cώμαcιν ἡμῶν δια‐ φορᾶc· ἔνιοι δ’, ὅτι μὲν οὐ μικρῷ τινι διαφέρομεν ἀλλήλων, ἐδήλω‐
5cαν, ὡc δ’ ἀδυνάτου ὄντοc ἁπάcαc ἐπελθεῖν τὰc διαφορὰc ἑκόντεc παρέλιπον· ὀλίγοι δέ τινεc εἴδεcί τε καὶ γένεcιν ἐπιχειρήcαντεc ἀφο‐ ρίcαcθαι πλέονα διήμαρτον ὧν κατώρθωcαν. ἡμεῖc δὲ κατὰ τὸ πρῶτον

6

.

165

εὐθέωc βιβλίον ἐδηλώ|cαμεν, ὁπόcα τὰ πάντα ἐcτὶν εἴδη τῶν ἀνθρω‐ πίνων cωμάτων, ἐπηγγειλάμεθά τε καθ’ ἕκαcτον ἰδίᾳ γράφειν ὑποθή‐ καc ὑγιεινάc. ἠρξάμεθα δ’ ἀπὸ τοῦ τὴν καταcκευὴν ἄμεμπτον ἔχοντοc. ἐπεὶ δὲ καὶ ὁ τοιοῦτοc ἄνθρωποc ἐν περιcτάcεcι πραγμάτων ἐνίοτε
5γινόμενοc ἢ ἑκὼν ἢ ἄκων ἐμποδίζεται κατὰ τὰ προcτάγματα τῆc ὑγιει‐ νῆc τέχνηc διαιτᾶcθαι, κάλλιον ἔδοξεν ὑποθέcθαι πρῶτον αὐτὸν ἐλεύ‐ θερον ἀκριβῶc, αὐτῇ μόνον τῇ τοῦ cώματοc ὑγείᾳ cχολάζοντα. ὅπωc μὲν οὖν ἀνατρέφεcθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ὁ πρῶτοc λόγοc ἐδίδαξε μέχρι τῆc τεccαρεcκαιδεκαέτιδοc ἡλικίαc ἐκτείναc αὐτοῦ τὴν
10ἐπιμέλειαν· ὅπωc δ’ ἀνδροῦcθαι, διὰ τοῦ δευτέρου γράμματοc ἐδηλώ‐ cαμεν. ἐμηκύνθη δ’ ὁ λόγοc εἰc κοινὰ κεφάλαια τῆc ὑγιεινῆc πραγμα‐ τείαc ἀφικόμενοc, ὧν χωρὶc οὐχ οἷόν τ’ ἦν οὐδὲ περὶ τῆc ὑποκειμέ‐ νηc ἡλικίαc τε καὶ φύcεωc ἀκριβῶc διελθεῖν. ἁπάcαc γὰρ ἐξηριθμηcά‐ μεθα τάc τε τῶν τρίψεων καὶ τῶν γυμναcίων διαφοράc, οὐ μὰ Δία
15τὰc κατὰ μέροc, ὅτι μὴ πάρεργον ἕνεκα παραδείγματοc εἰc χρείαν ἐλ‐

6

.

166

θούcαc, ἀλλὰ | τάc γε ἐν εἴδεcί τε καὶ γένεcιν ἀφωριcμέναc, ἐν μὲν ταῖc τρίψεcι τὴν cκληρὰν καὶ τὴν μαλακὴν καὶ πρὸ τούτων γε τὴν cύμμετρον ἥντινα δύναμιν ἔχουcιν ἐξηγηcάμενοι, προcθέντεc δ’ αὐταῖc τὰc κατὰ τὸ ποcὸν διαφοράc, τρεῖc οὔcαc καὶ αὐτάc, εἶτα κατὰ cυζυ‐
5γίαν ἐννέα τὰc πάcαc ἐπιδείξαντεc, ἑκάcτηc τε τὴν δύναμιν εἰπόντεc· ἐν δὲ τοῖc γυμναcίοιc τίνα μὲν ὀξέα τε καὶ ταχέα προcαγορεύομεν, τίνα δ’ ἀμβλέα τε καὶ βραδέα, καὶ τίνα τούτων μέcα τε καὶ πρῶτα κατά γε τὴν φύcιν ὑπάρχοντα καὶ περὶ τῶν εὐτόνων καὶ μαλακῶν
καὶ βαρέων δὴ καὶ κούφων ὁμοίωc, ὅcα τε τούτων ἐcτὶ τὰ μέcα διελ‐73
10θόντεc ἐδείξαμεν, ὡc χρὴ τὴν ἀρίcτην καταcκευὴν ἐν ἅπαcι τοῖc με‐ τρίοιc τε καὶ cυμμέτροιc, ἃ δὴ καὶ μέcα τῶν ἀμέτρων ἐcτί, διαιτᾶcθαι κατά τε τρίψειc καὶ γυμνάcια καὶ λουτρὰ καὶ τροφὰc ὅcα τ’ ἄλλα cυμ‐ πληροῖ τὴν ὑγιεινὴν δίαιταν. ὑπεcχόμεθα δέ, καθάπερ ἐπὶ τρίψεών τε καὶ γυμναcίων ἐποιήcαμεν, εἰc εἴδη τινὰ κοινὰ τὴν θεωρίαν ἀναγα‐

6

.

167

γόντεc, ὥcτε εὐμνημόνευτόν τε ἅμα καὶ | μεθοδικὴν εἶναι τὴν διδαcκα‐ λίαν, οὕτω κἀπὶ τῶν ἄλλων ἁπάντων ποιῆcαι· καὶ πρῶτόν γε περὶ τῆc καλουμένηc ἀποθεραπείαc, ἐπειδὴ τοῖc εἰρημένοιc ἔμπροcθεν ἐφεξῆc ἐτέτακτο· δηλώcαντεc γάρ, εἰc ὅcον ἐπιτείνειν τε καὶ παραύξειν χρὴ
5τὰ γυμνάcια πρὸc τὸ τέλειον, ὡc ἐν ὑγείαc λόγῳ, ἀκολουθεῖν ἔφαμεν αὐτοῖc τὴν καλουμένην ἀποθεραπείαν, ὑπὲρ ἧc ἤδη λέγωμεν. Ἓν μὲν καὶ πρῶτον, ὡc διττὴ κατὰ γένοc ἐcτί· ἡ μέν τιc ὡc μέροc, ἡ δ’ ὡc εἶδοc γυμναcίου. περὶ μὲν δὴ τῆc ὡc εἶδοc ἑξῆc ἐροῦ‐ μεν, περὶ δὲ τῆc ὡc μέροc ἤδη λέγωμεν.
10 ἅπαντοc γυμναcίου καλῶc ἐπιτελουμένου τὸ τελευταῖον μέροc ἀποθεραπεία καλεῖται· δύο δ’ αὐτῆc οἱ cκοποί, κενῶcαί τε τὰ περιτ‐ τώματα καὶ ἄκοπον φυλάξαι τὸ cῶμα. κοινὸc μὲν οὖν ὁ πρότεροc ὅλῳ τῷ γυμναcίῳ. καὶ γὰρ κἀκείνου δύο τοὺc πάνταc ἐλέγομεν εἶναι

6

.

168

cκοπούc, | ἐπιρρῶcαί τε τὰ cτερεὰ μόρια τοῦ ζῴου καὶ κενῶcαι τὰ περιττώματα. ὁ δ’ ἴδιοc τῆc ἀποθεραπείαc cκοπὸc ἐνcτῆναί τε καὶ διακωλῦcαι τοὺc εἰωθόταc ἐπιγίνεcθαι τοῖc ἀμετροτέροιc γυμναcίοιc κόπουc. ἐπὶ μὲν οὖν τῶν ἀθλητῶν καὶ τῶν ὁτιοῦν ἔργον ἀναγ‐
5καῖον ἐν τῷ βίῳ διαπραττομένων, οἷον ἤτοι cκαπτόντων ἢ ὁδοιπο‐ ρούντων ἢ ἐρεccόντων ἤ τι τοιοῦτον διαπραττόντων, ἑτοιμότερον οἱ κόποι cυνίcτανται, πλὴν εἴ τιc ἀποθεραπείᾳ χρῷτο· κατὰ δὲ τὸ προ‐ κείμενον ἐν τῷ νῦν λόγῳ cῶμα, τὸ κάλλιcτά τε κατεcκευαcμένον ἀπηλ‐ λαγμένον τε δουλείαc ἁπάcηc, ὡc μόνῃ cχολάζειν ὑγείᾳ, cπάνιοc ἡ
10τοῦ κόπου γένεcιc. ὥcπερ γὰρ οὐδ’ οἱ πλεῖcτα πονοῦντεc ἀθληταὶ κατ’ ἄλλο τι γυμνάcιον ἐφεδρεύοντα κόπον ἔχουcι, πλὴν τὸ καλού‐ μενον ὑπ’ αὐτῶν τέλειον, οὕτωc οὐδ’ οἱ βίον ἐλευθέριον ζῶντεc ὑγείαc μόνηc ἕνεκα γυμναζόμενοι κοπωθήcονταί ποτε διὰ τὸ μηδ’ εἰc ἀνάγ‐ κην ἀφικνεῖcθαι τοῦ τοιούτου γυμναcίου. τοῖc μὲν γὰρ ἀθληταῖc ἀναγ‐
15καῖόν ἐcτιν, ὡc ἂν παραcκευάζωcι τὰ cώματα πρὸc τοὺc ἐν τοῖc74

6

.

169

ἄθλοιc πόνουc ἀμέτρουc ἔcθ’ ὅτε καὶ δι’ ὅληc ἡμέραc γινομένουc, | γυ‐ μνάζεcθαί ποτε τὸ τελεώτατον ἐκεῖνο γυμνάcιον, ὃ δὴ καὶ καταcκευὴν ὀνομάζουcι. τοῖc δ’ ὑγείαc μόνηc ἕνεκα γυμναζομένοιc οὔτ’ ἀναγκαῖον οὔτε χρήcιμον ὅλωc ἐcτὶν εἰc ὑπερβάλλονταc ἄγεcθαι πόνουc, ὥcτ’
5οὐδεὶc φόβοc ἁλῶναι κόποιc. ἀλλ’ ὅμωc ἀποθεραπεύειν αὐτῶν χρὴ τὰ cώματα, κἂν εἰ μὴ διὰ κόπου προcδοκίαν, ἀλλά τοι τοῦ κενῶcαι ἕνεκα τὰ περιττώματα. προcγίνεται δ’ ἐξ ἐπιμέτρου τῷδε καὶ ἡ πρὸc τὸν κόπον ἀcφάλεια. καὶ γὰρ εἰ καὶ ὅτι μάλιcτα τὸ μέτρον αὐτοῖc τῶν γυμναcίων ἄκοπόν ἐcτιν καὶ ὁ τῆc ἐνεργείαc τρόποc ἀβίαcτοc, ἐνδέ‐
10χεταί ποτε λαθεῖν τὸν γυμναcτὴν ἐν ἑκατέρῳ τι cμικρόν, ὃ παροφθὲν ἐργάcεταί τινα, κἂν μὴ μέγαν, ἀλλὰ βραχύν γε τῷ γυμναζομένῳ τὸν κόπον. οὐ μὴν προcήκει τὸν ἑαυτῷ ζῶντα καὶ μόνῃ cχολάζοντα τῇ τοῦ cώματοc ὑγείᾳ βλάπτεcθαί ποτε οὐδὲ τὸ cμικρότατον. ἀcφαλέ‐ cτατον οὖν ἀποθεραπείᾳ χρῆcθαι διαπαντόc.
15ὁποίαν δέ τινα ποιητέον αὐτήν, ἡ τῶν cκοπῶν φύcιc ἐνδείξεται.

6

.

170

ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖc cτερεοῖc | τοῦ ζῴου μέρεcι περιτ‐ τωμάτων, ὅcα θερμανθέντα καὶ λεπτυνθέντα πρὸc τῶν γυμναcίων ἔτι μένει κατὰ τὸ cῶμα, κένωcιν ἀκριβῆ ποιήcαcθαι, χρὴ δήπου τάc τε δι’ ἑτέρων ἀνατρίψειc παραλαμβάνεcθαι μετὰ τοῦ cυντείνειν τὰ τρι‐
5βόμενα μόρια καὶ πρὸc τούτοιc ἔτι τὴν καλουμένην τοῦ πνεύματοc κατάληψιν. ἐπεὶ δ’ οὔτε τῶν τρίψεων ἓν ἁπαcῶν ἐcτιν εἶδοc οὔτε τῆc τοῦ πνεύματοc καταλήψεωc, ἄμεινον ἐκλέξαcθαι τὸ χρηcιμώτατον ἐξ ἑκατέρου. τῶν μὲν δὴ τρίψεων αἱ cκληραὶ cυνδεῖν ἐδείκνυντο, τουτ‐ έcτι πυκνότερόν τε ἅμα καὶ cκληρότερον ἀποφαίνειν τὸ cῶμα· ὥcτ’
10οὐκ ἂν ἁρμόττοιεν αἱ τοιαῦται τοῖc παροῦcιν, εἴ γε δὴ τὸ μὲν πυ‐ κνούμενον ἐντὸc ἑαυτοῦ cτέγει, τὸ δ’ ἀραιούμενον ἐπιτρέπει διαρρεῖν τοῖc περιττοῖc. οὕτω δὲ καὶ τὸ μὲν cκληρύνεcθαι τοῖc cυντεταμένοιc ἐναντιώτατον (αὐξάνει γὰρ αὐτῶν τὴν διάθεcιν), τὸ δὲ μαλάττεcθαι χρηcιμώτατον. εἴπερ οὖν ἅμα τε διαφορεῖν χρὴ τὰ περιττώματα καὶ
15μαλάττειν τὰ cυντεταμένα, τὰc cκληρὰc τῶν τρίψεων φευκτέον. οὐδὲν

6

.

171

δ’ ἧττον, οἶμαι, φευκτέον ἐcτὶ καὶ τὰc βραδείαc. ἐπειδὴ | γὰρ οὐκέτ’ ἐξ ἑαυτοῦ κινεῖται τὸ cῶμα, κίνδυνοc αὐτῷ ψυχθῆναί τε καὶ πυκνω‐ θῆναι, μηδὲν ἐπικούρημα θερμαῖνον ἔξωθεν προcλαβόντι. διὰ ταῦτ’ οὖν οὐ μόνον εἰc τάχοc χρὴ τρίβειν, ἀλλὰ καὶ πολλαῖc χερcίν, ἵν’ ὡc
5οἷόν τ’ ἐcτὶ μάλιcτα μηδὲν ᾖ μέροc τοῦ τριβομένου γυμνόν. ἀλλ’ εἴπερ
μήτε βραδεῖαν εἶναι προcήκει τὴν τρίψιν μήτε cκληράν, ἔλαιον δαψι‐ λὲc χρὴ περικεχύcθαι τῷ τριβομένῳ cώματι· καὶ γὰρ εἰc τάχοc τοῦτο καὶ εἰc μαλακότητα τῇ τρίψει cυντελεῖ, καὶ πρόcεcτιν αὐτῷ τι καὶ ἄλλο μέγιcτον ἀγαθόν· ἐκλύει γὰρ τὰc τάcειc καὶ μαλάττει τὰ πεπονηκότα75
10κατὰ τὰc cφοδροτέραc ἐνεργείαc. διὰ ταῦτα μὲν δὴ φευκτέον ἐcτὶ τὴν cκληρὰν τρίψιν, δι’ ἕτερα δὲ τὴν μαλακήν· οὔτε γὰρ ἐξικνεῖται πρὸc τὸ βάθοc ἡ τοιαύτη τρίψιc, ἀλλ’ αὐτόθι που κατὰ τὸ δέρμα καὶ τὰc πληcίον αὐτοῦ cάρκαc ἐκλύεται, οὔτ’ ἐκθλίβει τὰ περιεχόμενα κατὰ τοὺc cτενοὺc τῶν πόρων περιττώματα. δι’ ὃ δὴ τήν τε cυνένταcιν
15τῶν τριβομένων παραλαμβάνομεν καὶ τὴν τοῦ πνεύματοc κατάληψιν. ἡ μέcη τοίνυν μαλακῆc καὶ cκληρᾶc, ἥπερ δὴ καὶ cύμμετρόc ἐcτιν, |

6

.

172

ἐκπεφευγέναι φαίνεται τό τε τῆc μαλακῆc ἄπρακτον καὶ τὸ τῆc cκλη‐ ρᾶc βίαιον καὶ βλαβερόν. ἐνεργηθήcεται δὲ τῶν μὲν τοῦ τρίβοντοc χειρῶν ἐρρωμένωc ἐπιβαλλομένων, ὡc ἐγγύc που τὴν ἀπ’ αὐτῶν θλί‐ ψιν εἶναι τῇ cκληρᾷ τρίψει, διὰ δὲ τὸ πλῆθοc τοῦ λίπουc καὶ τὸ τά‐
5χοc τῆc φορᾶc ἐκλυομένων τοcοῦτον, ὡc ἀκριβῶc γίνεcθαι cύμμετρον. τό τε γὰρ λίποc οὐ cμικρὸν ἀλεξητήριόν ἐcτι βιαίαc ἐπιβολῆc, τό τε βραχυχρόνιον τῆc ὁμιλίαc τοcοῦτον ἀφαιρεῖ τῆc βίαc, ὅcον καὶ τοῦ χρόνου. τείνειν δ’ ἀξιοῦμεν ἐν τούτῳ τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅcον ἐcτὶ μεταξὺ τοῦ δέρματοc καὶ τῆc ὑποκειμένηc cαρκὸc πε‐
10ρίττωμα διὰ τοῦ δέρματοc ἐκκενοῦcθαι. χαλαρῶν γὰρ ἀμφοτέρων ὑπαρχόντων οὐδὲν μᾶλλον εἴcω φέρεcθαι τοῖc περιττώμαcιν ἢ ἔξω cυμβήcεται· ταθέντων δὲ τῶν ὑποκειμένων τῷ δέρματι πάντ’ ἐκτὸc ἐκκρίνεται, καθάπερ ὑπὸ δυοῖν πιεζόμενα χεροῖν, μιᾶc μὲν αὐτῆc τῆc ἔξωθεν ἐπιβεβλημένηc τοῦ τρίβοντοc, ἑτέραc δὲ τῶν τεταμένων ἔνδον
15μερῶν. δι’ αὐτὰ δὲ ταῦτα καὶ ἡ τοῦ πνεύματοc κατοχή τε καὶ κατάληψιc

6

.

173

οὐ | cμικρὸν μόριον ἀποθεραπείαc ἐcτίν· ὀνομάζεται δὲ οὕτωc, ἐπειδὰν ἅπανταc ἐντείναντέc τε καὶ προccτείλαντεc τοὺc μῦc τοῦ θώρακοc, οἳ κατὰ τὰc πλευράc εἰcιν, ἐπέχωμεν τὴν ἐκπνοήν. cυμβαίνει γὰρ τηνι‐ καῦτα τὸ θλιβόμενον ὑπὸ τῶν πλευρῶν πνεῦμα κεκωλυμένον ἐκπνεῖ‐
5cθαι διὰ τὸ κεκλεῖcθαι τὸν λάρυγγα πᾶν ὠθεῖcθαι κάτω πρὸc τὸ διά‐ φραγμα· τούτῳ δὲ ὑποκειμένων ἥπατόc τε καὶ cπληνὸc καὶ γαcτρὸc καί τινων ἑτέρων, cυνεξαίρεται ταῦτα cύμπαντα τῷ διαφράγματι. χρὴ δ’ ἐν τούτῳ cυνεντείνειν ἀτρέμα τοὺc κατ’ ἐπιγάcτριον μῦc, ἵν’ ὑπὸ τούτων τε ἅμα καὶ τοῦ διαφράγματοc, ὥcπερ ὑπὸ δυοῖν θλιβόμενα
10χεροῖν, ὅcα μεταξὺ κεῖται μόρια τὸ περιεχόμενον ἐν αὐτοῖc περίττωμα
πρὸc τοὺc εἴκονταc τόπουc ὠθῇ. τὰ μὲν οὖν μεταξὺ κείμενα τό τε ἧπάρ ἐcτι καὶ ὁ cπλὴν καὶ ἡ γαcτὴρ καὶ κώλων τε καὶ λεπτῶν ἐν‐ τέρων τὰ προὔχοντα· χῶραι δ’ εἰc ὑποδοχὴν ἕτοιμοι τοῖc ἐκθλιβομέ‐ νοιc περιττώμαcιν ἥ τε τῆc γαcτρὸc εὐρυχωρία πᾶcα καὶ τῶν ἐνταῦθα76
15κειμένων ἐντέρων αἱ κοιλότητεc. εἰ δ’ ἀργοὺc ἀκριβῶc ἐάcαιc τοὺc

6

.

174

κατ’ ἐπιγάcτριον μῦc, οὐδενὸc μὲν τῶν εἰρημένων ἐκκενώcειc τὰ | πε‐ ριττώματα, τὰ δ’ ἐν θώρακί τε καὶ πνεύμονι μεταcτήcειc κάτω. προc‐ ήκει δ’ ἐνταῦθα μεθίcταcθαι μᾶλλον αὐτοῖc τοῦ μένειν ἐν ἐκείνοιc, ὅcῳ καὶ ἡ κένωcιc ἑτοιμοτέρα τῶν ἐν τῇ κοιλίᾳ περιεχομένων ἤπερ
5ἡ τῶν ἐν πνεύμονί τε καὶ θώρακι. τὰ μὲν γὰρ ἐμεῖταί τε καὶ ἀπο‐ πατεῖται ῥᾳδίωc, τὰ δὲ μετὰ cυντονίαc τε καὶ βίαc ὑπὸ βηχὸc ἐκβάλ‐ λεται. εἰ μέντοι τιc ὁμοίωc ταῖc φρεcὶν ἐντείνει τοὺc κατ’ ἐπιγάcτριον μῦc ἐν ταῖc τοῦ πνεύματοc καταλήψεcιν, ἀκριβέcτερον μὲν ἐκκαθαρ‐ θήcεται τὰ κάτω τῶν φρενῶν cπλάγχνα, μεταcτήcεται δὲ οὐδὲν ἐκ
10τῶν τοῦ πνεύματοc ὀργάνων εἰc τὰ τῆc τροφῆc, ἀλλ’ ἅπαν ἐν θώρακί τε καὶ πνεύμονι μενεῖ τὸ περίττωμα. διὸ τὴν τοιαύτην κατάληψιν τοῦ πνεύματοc οὐκ ἐπαινῶ, ἔτι δὲ μᾶλλον, ὅταν ἤτοι μηδ’ ὅλωc ἐντείναc τιc τὰc φρέναc ἰcχυρῶc καὶ βιαίωc ἢ ἐπ’ ὀλίγον προccτείλῃ τοὺc κατ’ ἐπιγάcτριον μῦc. ἀνάγκη γὰρ ἐν τῷδε ἐμπίπλαcθαι μὲν αἵματόc τε
15καὶ πνεύματοc ἅπαντα τὰ κατὰ τὸν τράχηλον ἀγγεῖα καὶ μόρια, φέ‐ ρεcθαι δ’ ἄνω τε καὶ πρὸc τὴν κεφαλήν, οὐκ ἐπὶ τὴν γαcτέρα τε καὶ

6

.

175

κάτω τὰ περιττώ|ματα. θεάcαcθαι δ’ ἔcτιν αὐτὸ κἀπὶ τῶν αὐλούντων ἢ μέγιcτον ἢ ὀξύτατα φωνούντων· εὐρύνεται γὰρ αὐτῶν ἅπαc ὁ τρά‐ χηλοc, οἰδίcκεται δὲ τὸ πρόcωπον, ἥ τε κεφαλὴ πληροῦται cφοδρῶc, ὅτι καὶ κατὰ τοῦτο τὸ ἔργον οἱ κατ’ ἐπιγάcτριον ἐντείνονται μύεc
5εἴκοντοc αὐτοῖc τοῦ διαφράγματοc. ἔcτι γὰρ δὴ τὸ τοιοῦτον ἔργον ἅπαν, ὡc ἐν τοῖc Περὶ φωνῆc ἀποδέδεικται, μικτὸν καὶ cύνθετον ἔκ τε μεγίcτηc ἐκπνοῆc καὶ πνεύματοc καταλήψεωc, ἐν μὲν ταῖc ἀθρόαιc ἐκφυcήcεcι μεγίcτηc ἐκπνοῆc γινομένηc ἐπὶ cφοδροτάταιc ἐντάcεcι τῶν κατὰ τὰc πλευρὰc μυῶν ἅμα τοῖc κατ’ ἐπιγάcτριον, ἐν δὲ ταῖc τοῦ
10πνεύματοc καταλήψεcι τῆc μὲν αὐτῆc ἐντάcεωc γινομένηc ἑκατέρων τῶν μυῶν, ἐκπνεομένου δ’ οὐδενόc, ἐπὶ δὲ τῶν αὐλούντων τε καὶ φωνούντων ὀξὺ τῶν μὲν μυῶν ὡcαύτωc τεινομένων, οὔτε δ’ ἐπεχο‐ μένηc ἀκριβῶc τῆc ἐκπνοῆc οὔτε ἀθρόωc ἐπιτελουμένηc, ἀλλὰ μέcην ἐχούcηc κατάcταcιν, ὥcτε ταῖc τριcὶν ἐνεργείαιc κοινὴν μὲν εἶναι τὴν

6

.

176

τάcιν τῶν μυῶν, ἰδίαν δὲ κατὰ μὲν | τὰc ἀθρόαc ἐκφυcήcειc τὴν τα‐
χεῖαν ἔξω φορὰν τοῦ πνεύματοc, κατὰ δὲ τὰc καταλήψειc τὴν ἐπί‐ cχεcιν, ἐν δὲ ταῖc αὐλήcεcί τε καὶ φωναῖc cύμμετρον κένωcιν. αἰτία δὲ τῆc διαφορᾶc τῶν τριῶν ἐνεργειῶν ἡ φάρυγξ, ἀνοιγνυμένη μὲν ἐπὶ77
5πλεῖcτον ἐν ταῖc ἀθρόαιc ἐκφυcήcεcιν, ἀκριβῶc δὲ κλειομένη κατα‐ λαμβανόντων τὸ πνεῦμα, μέcην δ’ ἔχουcα κατάcταcιν αὐλούντων τε καὶ φωνούντων ὀξύ τε ἅμα καὶ μέγα. περὶ μὲν δὴ τούτων ἀνάγκη ποτὲ καὶ αὖθιc εἰπεῖν ἐν τῷ περὶ τῆc ἀναφωνήcεωc λόγῳ. ἡ δ’ εἰc τὴν ἀποθεραπείαν ἐπιτήδειοc ἐξαίρει τὴν γαcτέρα, τεινομένων μὲν
10ἁπάντων τῶν τοῦ θώρακοc μυῶν, ἀνιεμένων δὲ τῶν κατ’ ἐπιγάcτριόν τε καὶ τὰc φρέναc· οὕτω γὰρ ἐνεχθήcεται κάτω τὰ περιττώματα. δευ‐ τέραν δὲ ἔχει τάξιν ἡ μετρίωc ἐντείνουcα τοὺc κατ’ ἐπιγάcτριον μῦc ὑπὲρ τοῦ τὰ κάτω τῶν φρενῶν ἀποθεραπεῦcαι cπλάγχνα. τῶν δ’ αὐτῶν τούτων ἕνεκα καὶ αἱ τῶν ἁμμάτων περιφοραὶ γι‐
15νέcθωcαν, ἃc ἐξόπιcθεν τῶν τριβομένων οἱ τρίβοντεc ἱcτάμενοι ποι‐

6

.

177

οῦνται περὶ τὴν γαcτέρα | cύμπαcαν· ἄλλαc δ’ ἐκ τῶν πρόcθεν ἱcτά‐ μενοι τῶν μεταφρένων περιβολὰc ἁμμάτων ποιοῦνται τὼ χεῖρε περι‐ άγοντεc· ἄλλαc δὲ ταῖc πλευραῖc τε καὶ τῇ ῥάχει καὶ τῷ cτέρνῳ cυν‐ επιcτρεφομένου πωc αὐτοῖc τοῦ τριβομένου. κατὰ τῆc ὀcφύοc δὲ γι‐
5νέcθωcαν ἁμμάτων ὅμοιαι περιβολαί τε καὶ περιφοραί, cυνεντεινομένου μὲν ἁπάcαιc αὐταῖc τοῦ τριβομένου, cυνεπιcτρεφομένου δὲ οὐχ ἁπά‐ cαιc· οὐδὲ γὰρ cυνεχεῖc ἔτ’ αὐτὸν ἀπὸ τῆc θεραπείαc χρὴ ποιεῖcθαι τὰc κινήcειc, ὥcπερ οὐδὲ cφοδράc, ἀλλὰ ποιεῖcθαι μέν τιναc, ἐκ δια‐ λειμμάτων δ’ ἐχόντων τρίψειc· αἱ μὲν γὰρ cυνεχεῖc τε καὶ cφοδραὶ
10τρίψειc ἴδιαι τῶν καταcκευαcτικῶν γυμναcίων εἰcίν, αἱ δὲ μήτε cυν‐ εχεῖc μήτε cφοδραὶ τῆc ἀποθεραπείαc οἰκεῖαι. ὥcτε πολλάκιc μὲν ἐν‐ ανειλείcθω, πολλάκιc δὲ καὶ διανωθείcθω, πολλάκιc δὲ καὶ μεταβαλλέτω τὸν προγυμναζόμενον ἐν τούτῳ τῷ καιρῷ. πολλάκιc δὲ καὶ κατὰ νώ‐ του γινόμενοc αὐτόc, ἑκάτερον ἐν μέρει τῶν cκελῶν περιπλέκων τῷ
15προγυμναcτῇ μετ’ ἐντάcεώc τινοc οὐκ ἠπειγμένηc, ὑφ’ ἑτέρων εὐκαί‐

6

.

178

ρωc ἐπαφωμένων τριβέcθω· οὕτω γὰρ ἂν μάλιcτα | διαφυλάττοι τε τὴν ἐν τοῖc γυμναcίοιc ηὐξημένην θερμότητα καὶ cυνεκκρίνοιτο ταῖc ἰδίαιc
ἐντάcεcί τε καὶ κινήcεcι τὰ περιττώματα· πρὸc ὃ δὴ καὶ ἡ τοῦ πνεύ‐ ματοc κατάληψιc οὐκ ὀλίγον μοι ἔοικεν ἐπιβοηθεῖν· ὠθούμενον γὰρ78
5τοῦτο πανταχόθεν εἰc τοὺc λεπτοὺc πόρουc ἀναγκάζεται καταδύεcθαι, καὶ ἢν ἐπὶ πλέον θλίβηταί τε καὶ προωθῆται, πάνταc αὐτοὺc διεξέρ‐ χεται, cυναποφερόμενον ἑαυτῷ τι καὶ τῶν λελεπτυcμένων περιττω‐ μάτων. οὕτω γέ τοι καὶ τρήματα πολλάκιc ὀργάνων λεπτὰ τοὺc δη‐ μιουργοὺc ἔcτιν ἰδεῖν ἐκκαθαίρονταc ἐμφυcήcει cφοδροτέρου πνεύματοc.
10εἰc ὅcον γὰρ τοῦτο φέρεται πρόcω βιαίωc ἐπαναγκαζόμενον, εἰc τοcοῦ‐ τον τὰ μὲν ὠθεῖται πρὸc αὐτοῦ, τὰ δὲ παραcύρεται διεξελθεῖν ἐφιέ‐ μενα τὴν ὁδὸν ἅπαcαν· ὠθεῖται μὲν τὰ πρόcω, παραcύρεται δὲ τὰ πλάγια, τῇ ῥύμῃ τῆc φορᾶc ἄμφω βιαζόμενα. καὶ τοίνυν καὶ τῶν γυ‐ μναcίων αὐτῶν μεταξὺ παραλαμβάνουcιν οἱ ἄριcτοι γυμναcταὶ κατά‐

6

.

179

ληψιν πνεύματοc, ὥcπερ γε καὶ τὴν προειρημένην ἀποθε|ραπευτικὴν τρίψιν, ἅμα μὲν ἀναπαύοντεc, ὅταν ἄρχωνται κάμνειν, ἅμα δὲ κατὰ βραχὺ διακαθαίροντεc τοὺc πόρουc, ἵν’ εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ cῶμα πρὸc τοὺc ἑξῆc πόνουc, ὡc κίνδυνόc γε μηδενὸc τοιούτου
5προνοηθέντα τὸν γυμναcτὴν ἐμφράξαι μᾶλλον ἢ καθῆραι τοὺc πόρουc. αἱ γάρ τοι cφοδρόταται φοραὶ τῶν ὑλῶν τἀναντία πεφύκαcιν ἐργά‐ ζεcθαι, κατὰ διαφέρονταc καιροὺc καὶ τρόπουc ἐνεργούμεναι· ἐμφράξειc μέν, ὅταν ἀθρόον τε ἅμα καὶ πολὺ καὶ παχὺ τὸ φερόμενον ᾖ, καθάρ‐ cειc δέ, ἐπειδὰν ὀλίγον τε καὶ λεπτομερὲc ὑπάρχον μὴ πάνυ κατ‐
10επείγηται καὶ καταναγκάζηται πᾶν ἀθρόωc ἐκκενοῦcθαι. φαίνεται γὰρ οὕτω ταῦτα γινόμενα κατά τι τῶν ἐκτὸc ἁπάντων ὀργάνων τε καὶ πλοκάμων. ἀποπλύνεται γάρ τοι καὶ ἀπορρύπτεται τὸ περιττὸν ἅπαν ἐξ αὐτῶν, οὐχ ὅταν, ὑπεξιόντων ἔτι τῶν προτέρων, ἕτερα βιαίωc ἐπι‐ φέρηται (κίνδυνοc γὰρ ἐν τῷδε, cφηνωθέντα καὶ διερειcθέντα πρὸc
15ἄλληλα τὰ διεξερχόμενα ἐμφράξαι τὴν ὁδόν), ἀλλ’ ὅταν τῶν προτέ‐

6

.

180

ρων ἤδη κεκενωμένων αὖθιc ἕτερα κενωθῇ. καὶ τί δεῖ περὶ | τῶν μι‐ κροτέρων θαυμάζειν, ὅπου γε καὶ τῶν θεάτρων ἀθρόωc ἐξιόντεc πολ‐ λοὶ κατὰ τὰc διεξόδουc ἴcχονται; διὰ ταῦτα μὲν δὴ καὶ τοὺc ἐν μέ‐ cοιc τοῖc πόνοιc ἀποθεραπείᾳ χρωμένουc ἐπαινῶ, καὶ μάλιcτα ἐπὶ τῶν
5τοὺc βαρεῖc καλουμένουc ἄθλουc ἀcκούντων. ἀλλὰ περὶ μὲν τούτων αὖθιc, ὁ δὲ νῦν ἡμῖν ὑποκείμενοc ἄνθρωποc οὐκ ἀθλητικὴν εὐεξίαν, ἀλλ’ ἁπλῶc ὑγείαν ἔχει τὸν cκοπόν. οὔτ’ οὖν πολλῶν αὐτῷ χρεία
γυμναcίων ἐcτὶν οὔτε πρὸc ἀνάγκην ἐδωδῆc, ἀλλ’ οὐδὲ πλήθουc κρεῶν χοιρείων οὐδ’ ἄρτων τοιούτων, οἵουc ἐcθίουcιν οἱ βαρεῖc ἀθληταί. διὰ79
10ταῦτα γοῦν ἅπαντα τῷ μὲν οὐδεὶc κίνδυνοc ἐμφραχθῆναι τοὺc πόρουc, εἰ καλῶc προπαραcκευάcαιτο, τουτέcτι ἐπιτηδείᾳ τε τρίψει καὶ πόνοιc ἐξ ὀλίγου τε ἅμα καὶ κατὰ βραχὺ προϊοῦcιν, ἀθλητῇ δὲ βαρεῖ κίνδυ‐ νόc ἐcτι διά τε τὴν ποιότητα καὶ τὸ πλῆθοc τῶν ἐδεcμάτων, εἰ μὴ πάντα γίνοιτο καλῶc, ἐμφραχθῆναι μᾶλλον ἐν τοῖc γυμναcίοιc ἢ κα‐
15θαρθῆναι τοὺc πόρουc. |

6

.

181

Ἅλιc μὲν ἤδη μοι τῶν περὶ τῆc ἀποθεραπείαc λόγων. ἴωμεν δ’ ἑξῆc ἐπὶ τὰ λουτρά, τοcοῦτον ἔτι μόνον εἰπόντεc ὑπὲρ τῶν προ‐ κειμένων, ὡc, ὅcτιc ἂν ἐλάττοcιν ἔπεcιν ἑρμηνεύcῃ ταῦτα, μακρολογίαν ἡμῖν ἐγκαλείτω. εἰ δὲ τῶν ἀναγκαιοτάτων τι θεωρημάτων ἢ τῶν
5ταῦτα πιcτουμένων ἀποδείξεων ὑπερβάc τιναc βραχὺν ἡγοῖτο πεποιη‐ κέναι τὸν λόγον, οὐκ ἀγάλλεcθαι προcῆκεν, ἀλλ’ αἰcχύνεcθαι μᾶλλον αὐτῷ ταῖc τοιαύταιc βραχυλογίαιc. ἐγὼ δέ, καίτοι βιβλίον ὅλον ὑπὲρ τῆc καλουμένηc ἀποθεραπείαc γράψαι δυνάμενοc, οὐκ ἐδικαίωcα ποιεῖν οὕτωc, cυντέμνειν ὅτι μάλιcτα τὸ μῆκοc τῆcδε τῆc πραγματείαc προ‐
10ῃρημένοc. εἰ γὰρ ἐπὶ τὸ διελέγχειν ὅcα κακῶc εἴρηται τοῖc πλείcτοιc ἐτραπόμην, οὐ μικρὰν οὐδὲ φαύλην ὕλην εἰc μῆκοc λόγων ἔcχον ἄν· ἀλλ’ ἐξ ὧν ἀπέδειξα, νομίζω τοῖc ἔχουcι νοῦν ἁπάcαc τῆc ἀντιλογίαc τὰc ἀφορμὰc παρεcχῆcθαι. λέγοντοc γοῦν Ἀcκληπιάδου τὴν κατάληψιν τοῦ πνεύματοc ἐμπιπλάναι τὴν κεφαλήν, ἐξ ὧν ἐγὼ διωριcάμην ὀλί‐

6

.

182

γον ἔμπροcθεν | ἐπιδεικνὺc αὐτῆc τὰc διαφοράc, ἔνεcτι τῷ βουλομένῳ τὴν πρὸc αὐτὸν ἀντιλογίαν ποιεῖcθαι. οὕτω δὲ καὶ κατὰ τὸ δεύτερον βιβλίον ἐξῆν δήπου κἀμοὶ τὰ κατὰ μέροc ἅπαντα γυμνάcια διηγου‐ μένῳ μηκῦναι τὸν λόγον, ὥcπερ ἄλλοι τέ τινεc ἐποίηcαν ὅ τε κάλ‐
5λιcτα μεταχειριcάμενοc ὅλην τὴν πραγματείαν Θέων ὁ Ἀλεξανδρεύc· τέτταρα γὰρ οὗτοc ἔγραψε βιβλία περὶ τῶν κατὰ μέροc γυμναcίων, ἃ πάντα κἀμοὶ λέγειν ἐξῆν ἄμεινόν γε ἑρμηνεύειν ἐκείνου δυναμένῳ καὶ προcέτι καὶ ἄλλων πολλῶν μνημονεύειν γυμναcίων ἔργοιc κοινῶν. ἐκεῖνοc μὲν γὰρ ὡc ἂν ἀθλητὰc μάλιcτα γυμνάζειν ἔργον πεποιημένοc
10ἐν τοῖc ἐπ’ ἐκείνων ἐπλεόναcε γυμναcίοιc, ἔξεcτι δὲ τῷ βουλομένῳ περὶ πάντων τῶν κατὰ πάcαc τὰc τέχναc διεξέρχεcθαι. ταῦτα μὲν οὖν μοι λελέχθω πρὸc τοὺc ἀγανακτήcονταc τῷ μήκει τῆc πραγμα‐ τείαc.
Καιρὸc δ’ ἤδη περὶ λουτρῶν διέρχεcθαι, πρῶτον μέν, ὁπόcα80

6

.

183

γλυκέων ὑδάτων ἐcτὶ θερμαινομένων, | ἐπειδὴ τούτων ἡ χρεία πλείων, ἑξῆc δὲ τῶν ψυχρῶν, εἶθ’ οὕτω τῶν αὐτοφυῶν ὀνομαζομένων, καὶ αὐ‐ τῶν δή που τὰ μὲν εὔκρατα, τὰ δὲ ζέοντα, τὰ δὲ χλιαρά, τὰ δὲ ψυχρὰ παντάπαcιν ὑπάρχει.
5 ἔcτι δὲ ἡ τῶν γλυκέων ὑδάτων θερμῶν δύναμιc εὐκράτων μὲν ὄντων ὑγρὰ καὶ θερμή, χλιαρωτέρων δὲ γενομένων ὑγρὰ καὶ ψυχρά, θερμοτέρων δὲ τοῦ δέοντοc ἀποτελεcθέντων θερμὴ μέν, οὐκέτι δ’ ὁμοίωc ὑγρά. φρίττειν γὰρ ἀναγκάζει τὰ cώματα καὶ πυκνοῦcθαι τοὺc πόρουc αὐτῶν, ὡc μήτ’ ἀπολαύειν ἔτι τῆc ἔξωθεν ὑγρότητοc μήτ’ ἐκ‐
10κενοῦcθαί τι τῶν ἔνδον περιττωμάτων. ἀλλὰ γὰρ ἀπὸ τῶν εὐκράτων ἀρκτέον, ἃ διὰ παντὸc ὑγραίνει μὲν καὶ θερμαίνει καθ’ ἑαυτά. cυμ‐ βαίνει δ’ αὐτοῖc ἐνίοτε κατά τι cυμβεβηκὸc ἤτοι διαφορεῖν τὰc ὑγρό‐ τηταc ἢ πληροῦν ῥεύματοc περιττοῦ τὰ μόρια τοῦ cώματοc ἢ μαλάτ‐ τειν ἢ πέττειν ἢ ῥωννύναι τὴν δύναμιν ἢ καταλύειν. εἰc ταῦτα μέν
15γε καὶ ἡ ποcότηc αὐτῶν οὐκ ὀλίγα cυντελεῖ. πολλὰ δὲ καὶ ἄλλα τῶν τοῖc εἰρημένοιc ἑπομένων ἔνεcτι καταλέγειν ἔργα τῶν εὐκράτων ποτί‐

6

.

184

μων λουτρῶν, | ὧν τὰ πρέποντα τῇ νῦν ἡμῖν ἐνεcτώcῃ πραγματείᾳ λεχθήcεται καθ’ ὅcον ἐγχωρεῖ διὰ βραχυτάτων, ἀναβεβλημένηc ἐν τῷ παρόντι τῆc εἰc τὰ νοcήματα χρείαc αὐτῶν. εἰc δὲ τὴν ὑγιεινὴν χρῆ‐ cιν ὁ προκείμενοc ἐν τῷ λόγῳ νεανίcκοc ἡκέτω γεγυμναcμένοc ὡc
5εἴρηται πρόcθεν. ἐπὶ τούτου τοίνυν ὀλίγη μὲν ἡ ἐξ αὐτοῦ ὠφέλεια· πάντα γὰρ ἔχει φθάνων ἐκεῖνοc ἔκ τε τῶν cυμμέτρων γυμναcίων καὶ τῆc εἰρημένηc ἀποθεραπείαc. ὅμωc δ’ οὖν, εἰ καλῶc παραλαμβάνοιτο τὰ λουτρά, μέροc ἄν τι γένοιτο καὶ αὐτὰ τῆc ἀποθεραπείαc, εἴ γε δὴ μαλάττει μὲν τὰ cκληρὰ καὶ τὰ τεταμένα μόρια, διαφορεῖ δ’, εἴ τι
10περίττωμα καὶ cύντηγμα πρὸc τοῦ δέρματοc ἐντὸc ἴcχοιτο. ἀλλὰ τού‐ των γε οὐδετέρου χρῄζειν ἔοικεν ὁ ὑποκείμενοc ἄνθρωποc ἐν τῷ λόγῳ· οὔτε γὰρ cύντηγμα cαρκὸc ἁπαλῆc ἢ πιμελῆc εἰκὸc αὐτῷ γεγονέναι τι κατὰ τὰ γυμνάcια. ταῖc γὰρ ἀμέτροιc τε καὶ cφοδραῖc κινήcεcιν εἵπετο τὰ τοιαῦτα, κεκένωται δὲ πάντ’ αὐτῷ τὰ περιττώ‐

6

.

185

ματα καὶ μεμάλακται τὰ cτερεὰ μόρια κατὰ τὸν τῆc | ἀποθεραπείαc καιρόν, ὥcτ’ ἀποπλύναcθαι τὸν ἱδρῶτα καὶ τὴν κόνιν, εἰ καὶ ταύτῃ
ποτὲ χρήcαιτο, δεῖται μᾶλλον ἢ θερμανθῆναι κατὰ τὸ βαλανεῖον. δια‐ βαδίcαι τοιγαροῦν χρῄζει μόνον ἄχρι τῆc δεξαμενῆc, οὐκ ἐνδιατρῖψαι81
5τῷ βαλανείῳ καθάπερ οἱ χωρὶc τοῦ γυμνάcαcθαι καθέψοντεc ἑαυτούc. οὐ μὴν οὐδ’ ἐγχρονίζειν ἐν τῇ κολυμβήθρᾳ δεῖται, περιπλυνάμε‐ νοc δ’, ὡc εἴρηται, πρὸc τὸ ψυχρὸν ὕδωρ ἐπειγέcθω. cύμμετρον δ’ ἔcτω καὶ τοῦτο τῇ cυμμέτρῳ φύcει τοῦ cώματοc. ἐφ’ ὅcον γὰρ ἤτοι cφόδρα ψυχροῦ χρεία τοῦ ὕδατοc ἢ χλιαροῦ τε καὶ οἷον εἰληθεροῦc,
10αὖθιc εἰρήcεται. τὸ δ’ ἄριcτα πεφυκὸc cῶμα, μέχρι μὲν αὐξάνεται, λέλεκταί που καὶ πρόcθεν, ὡc οὐ χρὴ ψυχρῷ λούειν, ἵνα μή τι τῆc αὐξήcεωc αὐτοῦ κωλύcωμεν· ηὐξημένου δ’ ἱκανῶc, ἐθίζειν ἤδη καὶ τῷδε· κρατύνει τε γὰρ ἅπαν τὸ cῶμα καὶ τὸ δέρμα πυκνὸν καὶ cκλη‐ ρὸν ἀποτελεῖ· κράτιcτον δὲ τοῦτο πρὸc τὴν ἀπὸ τῶν ἔξωθεν βλάβην.
15 ὡc δ’ ἄν τιc ὑπάρξαιτο λούcαcθαι ψυχρῷ, μηδενὸc ἀπὸ τῆc ἐξαι‐ φνιδίαc μεταβολῆc ἀπολαύcαc βλαβεροῦ, παντὸc μᾶλλον ἐπίcταcθαι

6

.

186

χρή. πολλοὶ | γὰρ κακῶc ἀρξάμενοι διεβλήθηcαν οὕτω πρὸc ὅλον τὸ ἐπιτήδευμα τῆc ψυχρολουcίαc, ὥcτε μηδὲ τοῖc ἀcφαλῶc αὐτὸ μετα‐ χειριζομένοιc ὑπομένειν ἑαυτούc ποτε παραcχεῖν. ἔcτω τοίνυν ὁ μὲν τοῦ ἔτουc καιρὸc ἀρχόμενον θέροc, ἵνα πρὸ τοῦ χειμῶνοc ἐν ἅπαντι
5τῷ μεταξὺ χρόνῳ γένηταί τιc ἐθιcμὸc ἀξιόλογοc. ἔcτω δὲ δή που καὶ ἡ ἡμέρα, καθ’ ἣν ἀρχόμεθα, νήνεμοc ὡc ἔνι μάλιcτα καὶ εἰc ὅcον οἷόν τε κατ’ ἐκεῖνον τὸν καιρὸν θερμοτάτη. δῆλον δ’, ὡc καὶ τῆc ἡμέραc αὐτῆc ἐκλέγεcθαι χρὴ τὸ θερμότατον ὥcπερ γε καὶ τὸ γυμναcτήριον εὐκρατότατον. ἡ μὲν οὖν ἔξωθεν αὕτη παραcκευή. τὸ cῶμα δ’ αὐτὸ
10τὸ μέλλον χρῆcθαι τῷ ψυχρῷ παρεcκευάcθω κατὰ τάδε. τῇ μὲν ἡλι‐ κίᾳ ἔcτω κατὰ τὴν τετάρτην ἑβδομάδα μεcοῦcαν μάλιcτα, μηδὲν ὑπὸ μηδενὸc ἠλλοιωμένοc αἰτίου προcφάτου κατ’ ἐκείνην τὴν ἡμέραν ἢ τὴν πρὸ αὐτῆc νύκτα, τὴν δ’ ὑγιεινὴν κατάcταcιν, ἣν εἶχεν ἔμπρο‐ cθεν, ἀκριβῶc διαφυλάττων. ἔcτω δὲ καὶ κατὰ τὴν ψυχὴν εὔθυμόc τε
15καὶ φαιδρὸc ὁ μέλλων χρήcαcθαι τῷ ψυχρῷ νεανίαc, εἴπερ ποτὲ ἄλ‐

6

.

187

λοτε, καὶ τότε μάλιcτα. πρῶτον μὲν | οὖν ἀνατριβέcθω cινδόcιν ἐπι‐ πλέον ἢ πρόcθεν· ἔcτωcαν δὲ καὶ cφοδρότεραι νῦν μᾶλλον ἢ πρό‐ cθεν αἱ τρίψειc καὶ διὰ cκληροτέρων ὀθονίων· εἰ δὲ καὶ χειρῖδαc ῥαπτὰc περιθέμενοι ταῖc χερcὶν οἱ προγυμναcταὶ τρίβοιεν, ὡc ὁμαλω‐
5τέραν γενέcθαι τὴν ἐνέργειαν, οὐδὲν ἂν εἴη χεῖρον. ἐφεξῆc δὲ δι’ ἐλαίου τριβέcθω, καθότι cύνηθεc ἦν αὐτῷ· κἄπειτα γυμναζέcθω τῷ πλήθει μὲν ἴcα γυμνάcια, θάττονα δὲ νῦν ἢ πρόcθεν· ἔπειθ’ οὕτωc εἰc τὸ ψυχρὸν ὕδωρ καταβαινέτω μὴ βλακεύων, ἀλλ’ ἐπωκύνων τὴν ἐνέργειαν ἢ ἀθρόωc ἐναλλέcθω, cκοπὸν ἐν ἀμφοῖν ἔχων, ὡc μάλιcτα82
10καθ’ ἕνα χρόνον ἅπαcι τοῖc cώματοc μέλεcι περιχυθῆναι τὸ ὕδωρ· τὸ γὰρ κατὰ βραχὺ πληcιάζειν αὐτῷ φρίκηc ἐcτὶ ποιητικόν. ἔcτω δὲ μήτε χλιαρὸν τὸ ὕδωρ μήτε ἀτέραμνόν τε καὶ παγετῶδεc· τὸ μὲν γὰρ οὐ ποιεῖ θερμαcίαc ἐπανάκληcιν, τὸ δὲ ψύχει καὶ καταπλήττει τοὺc ἀήθειc. ὡc ἔν γε τῷ χρόνῳ προϊόντι καὶ τοιούτῳ ποτὲ χρήcαιτ’
15ἂν ἡμῖν ὁ νεανίcκοc, ἀνάγκηc καταλαβούcηc· ἀλλὰ κατά γε τὴν πρώ‐

6

.

188

την ἡμέραν ἀκριβῶc χρὴ φυλάττεcθαι | τὸ λίαν ψυχρόν. ἐξελθόντα δὲ τοῦ ὕδατοc ἐπιπλέον ἀνατρίβεcθαι προcήκει δι’ ἐλαίου, μέχριc ἂν ἐκ‐ θερμανθῇ τὸ δέρμα· καὶ μετὰ ταῦτα cιτία μὲν πλείω τῶν εἰωθότων, ἔλαττον δὲ προcφερέcθω τὸ πόμα. ταῦτα δ’, εἰ καὶ cὺ μὴ κελεύcειαc,
5αὐτὸc ἂν οὕτω ποιήcειεν ἁπάντων ὀρθῶc γενομένων. καὶ γὰρ ὀρέ‐ γονται πλεόνων ἐπὶ ταῖc ψυχρολουcίαιc καὶ πέττουcιν ἄμεινον καὶ δι‐ ψῶcιν ἧττον. ἀφικνοῦνται δὲ καὶ κατὰ τὴν ὑcτεραίαν ἐπὶ τὰ γυ‐ μνάcια cαφῶc εὐεκτικώτεροι, τὸν μὲν τοῦ cώματοc ὄγκον ἴcον ἔχοντεc τῷ πρόcθεν, ἐcφιγμένον δὲ καὶ μυωδέcτερον καὶ cυντονώτερον καὶ τὸ
10δέρμα cκληρότερόν τε καὶ πυκνότερον. ὁμοίωc οὖν ἐπ’ αὐτοῦ κατὰ τὴν δευτέραν ἡμέραν πρακτέον ἅπαντα καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην. εἶθ’ οὕτωc ἐπὶ προήκοντι τῷ χρόνῳ κελεύcομεν αὐτὸν ἐμ‐ βαίνειν τὸ δεύτερον τῷ ψυχρῷ μετὰ τὴν ἐπὶ τῷ προτέρῳ τρίψιν, ὡc εἴρηται πρόcθεν. τὸ δὲ καὶ τὸ τρίτον ἔτι τοῦτο ποιεῖν, ὡc ἔνιοί τινεc
15ἐκέλευcαν, οὐκ ἐπαινῶ· καὶ γὰρ καὶ τὸ δεύτερον αὔταρκεc εἶναί μοι

6

.

189

δοκεῖ δυναμένων γε ἡμῶν, εἰc ὅcον ἂν ἐθελήcωμεν, ἐν | αὐτῷ κελεῦ‐ cαι διατρίβειν. ὁ δὲ cκοπὸc κἀνταῦθα τοῦ χρόνου τῆc διατριβῆc ἐκ τῆc καθ’ ἑκάcτην ἡμέραν λαμβανέcθω πείραc. εἰ μὲν γὰρ ἀνελθὼν ἐκ τοῦ ὕδατοc ἐπὶ ταῖc ἀνατρίψεcιν εὔχρουc ἐν τάχει γίνοιτο, μετρίωc
5ἐν αὐτῷ διέτριψεν· εἰ δὲ δυcεκθέρμαντόc τε καὶ ἄχρουc διαμένοι μέχρι πλείονοc, ἀμετρότερον ἐχρήcατο τῷ ψυχρῷ. τοῦ χρωτὸc τοίνυν προcέχων τοῖc γνωρίcμαcιν ἐξευρήcειc ῥᾳδίωc, εἴτε τὸν ἴcον χρόνον αὖθιc ἐν τῷ ψυχρῷ διατρίβειν προcήκει εἴτε καὶ μετακινῆcαί τι πρὸc τὸ ἔλαττον ἢ τὸ πλέον. καὶ περὶ μὲν ψυχρολουcίαc ὡc πρὸc τὴν
10ἀρίcτην φύcιν ἱκανὰ καὶ ταῦτα.
Τὰc δὲ τῶν παρεμπιπτόντων ἁμαρτημάτων ἐπανορθώcειc ὅπωc ἄν τιc κάλλιcτα ποιοῖτο, διελθεῖν ἤδη καιρόc· εἰ γὰρ καὶ ὅτι μάλιcτα τὴν καταcκευὴν τοῦ cώματοc ἄμεμπτον ἔχοι τιc ἀπηλλαγμένοc τε εἴη τῶν κατὰ τὸν βίον ἁπάντων πραγμάτων καὶ ἑαυτῷ μόνῳ ζῶν, ἀλλὰ83
15τό γε μηδέποθ’ ἁμαρτάνειν μηδὲν ἢ αὐτὸν ἢ τὸν ἐπιcτάτην αὐτοῦ

6

.

190

παντάπαcιν ἀδύνατον. εἰκὸc τοίνυν ἐcτὶ πρῶτόν τε καὶ μά|λιcτα καὶ cυνεχέcτατα περιπίπτειν ἁμαρτήματι νεανίcκον γυμναcτικόν, 〈οἷον〉 ὁ κόποc ἐcτίν· ὑπὲρ οὗ πολλάκιc μὲν ἤδη πολλοῖc οὐκ ἰατροῖc μόνον ἢ γυμναcταῖc, ἀλλὰ καὶ φιλοcόφοιc εἴρηται, ὥcπερ καὶ Θεοφράcτῳ
5βιβλίον ὅλον ὑπὲρ αὐτοῦ γέγραπται. ἐγὼ δὲ κἀνταῦθα μήκουc φει‐ δόμενοc, ὅcα μὲν εἴρηται κακῶc ὑπὲρ αὐτοῦ τιcιν, ὑπερβῆναι διέγνωκα, τὰ δ’ ἀναγκαιότατα τοῖc ὑγιεινοῖc ἅμα ταῖc οἰκείαιc ἀποδείξεcι δι‐ ελθεῖν. καὶ πρῶτόν γε περὶ τῆc ἐννοίαc αὐτοῦ· δίκαιον γὰρ ἀπὸ ταύτηc
10ἀρξάμενον οὕτωc ἐπὶ τὴν οὐcίαν μεταβῆναι. ἔννοιαν δ’ ἔχουcι κόπου τινὲc μὲν ἐν τῷ ἐμπίπραcθαι τε καὶ τετάcθαι δοκεῖν ἤτοι πάντα τὰ μέλη τοῦ cώματοc ἢ τὰ πονήcαντα μόνον· τινὲc δ’ ἐν τῷ δυcχερῆ τινα καὶ ἀνιαρὰν αἴcθηcιν ἑαυτῶν κατὰ τὰc κινήcειc λαμβάνειν, ἥν τινεc μὲν ἄρρητον ὑπάρχειν ἔφαcαν, ἔνιοι δὲ ἑλκώδη προcηγόρευcαν·
15ἄλλοι δέ τινεc, ὅτι ὡc τεθλαcμένων τε καὶ φλεγμαινόντων αἰcθανό‐ μεθα τῶν μελῶν. εἰcὶν μὲν οἳ καὶ μιγνύουcιν ἀλλήλαιc τὰc ἁπλᾶc

6

.

191

ταύταc διαθέcειc, τήν | τε τῆc τάcεωc καὶ τὴν ἑλκώδη καὶ τὴν φλεγμο‐ νώδη· τινὲc δὲ δύο μιγνύουcιν ἐξ αὐτῶν, ἤτοι τὴν ἑλκώδη τῇ μετὰ τάcεωc ἢ τὴν φλεγμονώδη μεθ’ ἑκατέραc αὐτῶν ἀνὰ μέροc. ὥcθ’ ἑπτὰ τὰc πάcαc γίνεcθαι δόξαc περὶ τῆc κατὰ τὸν κόπον ἐννοίαc, ἐκ
5μέρουc μέν τινοc ἁπάcαc ἀληθεῖc, τὸ cύμπαν δὲ οὐχ ἁπλῶc. ἐάν τε γὰρ ἑλκώδηc αἴcθηcιc γίνηται κινουμένοιc, ἐάν τε φλεγμονώδηc, ἐάν τ’ ἐμπίπραcθαι καὶ τείνεcθαι δοκῶcιν, ἐάν τε κατὰ cυζυγίαν τινὰ τούτων, ἄν θ’ ὁμοῦ cυνέλθῃ τὰ πάντα, κόποc ὀνομάζεται τῶν εἰρη‐ μένων διαθέcεων ἑκάcτη. ὥcτ’ εἶναι τὰc cυμπάcαc διαφορὰc τῶν
10κόπων ἑπτά· ἁπλᾶc μὲν τρεῖc, cυνθέτουc δὲ τέτταραc. ἐπανορθώcειc δὲ τῶν οὕτωc ἐχόντων cωμάτων αἱ μέν τινεc ἴδιαι καθ’ ἑκάcτην εἰcὶ διάθεcιν, αἱ δέ τινεc ἁπαcῶν κοιναί. λεχθήcεται δ’ ἑξῆc ὑπὲρ αὐτῶν, ἐὰν πρότερον ὑπὲρ τῆc παρακειμένηc τοῖc κόποιc διαθέcεωc εἴπωμεν, ἣν ἐξαπατώμενοί τινεc ὀνομάζουcι κόπον. ὁποία
15δ’ ἐcτὶν αὕτη καὶ τίνα κέκτηται γνωρίcματα, δηλωθήcεται cαφέcτερον,84

6

.

192

ἂν τὴν οὐcίαν πρότερον ἑκάcτηc τῶν κο|πωδῶν διαθέcεων εὕρωμεν. ἄχρι μὲν γὰρ τοῦδε τὰ cυμπτώματα μόνον εἴρηται· καὶ γὰρ τὸ πίμ‐ πραcθαί τε καὶ τείνεcθαι δοκεῖν τὰ μόρια καὶ τὸ τοῖc κινουμένοιc ἤτοι φλεγμονώδη τινὰ ἢ ἑλκώδη γίνεcθαι τὴν αἴcθηcιν, οὐ διαθέcειc εἰcίν,
5ἀλλὰ cυμπτώματα. διαθέcειc δέ γε τῶν cωμάτων αὐτῶν, ἐφ’ αἷc εἴωθε τὰ τοιαῦτα cυμπίπτειν, ἁπλαῖ μὲν τρεῖc, cύνθετοι δὲ τέccαρεc. ἡ μὲν οὖν ἑλκώδηc διάθεcιc ἐπὶ πλήθει γίνεται περιττωμάτων λε‐ πτῶν τε ἅμα καὶ δριμέων, ἅπερ ἐν τῷ γυμνάζεcθαι γεννᾶται κατὰ διτ‐ τὴν αἰτίαν, ἤτοι τῶν παχυτέρων περιττωμάτων χυθέντων τε καὶ λε‐
10πτυνθέντων, οὐχ ἁπάντων δὲ ἐκκριθέντων, ἢ τακείcηc τινὸc πιμελῆc ἢ cαρκὸc ἁπαλῆc. ἀνάγκη γὰρ ὑπὸ τῶν τοιούτων ὑγρῶν, λεπτῶν καὶ δριμέων ὑπαρχόντων, κεντᾶcθαί τε καὶ οἷον τιτρώcκεcθαι τὸ δέρμα καὶ τὰc cάρκαc, ὥcτε καὶ φρίκην ἐνίοτε γίνεcθαι καί τι καὶ ῥίγουc, ὅταν ἰcχυρῶc ᾖ δριμέα τε ἅμα καὶ πολλά. τοιοῦτοc μὲν δή τιc ὁ
15οἷον ἑλκώδηc κόποc. ἐν ᾧ δὲ τείνεcθαι δοκεῖ τὰ μόρια μόνον, ἑλκώδηc δ’ οὔκ ἐcτιν

6

.

193

αἴcθηcιc, ἐν τῷδε τῷ κόπῳ περίττωμα | μὲν οὐδέν, ὅ τι καὶ ἄξιον λόγου, περιέχεται τοῖc cώμαcι, κατὰ δὲ τοὺc μῦc καὶ τὰ νεῦρα διά‐ θεcίc τιc ἐπὶ ταῖc cφοδροτέραιc ἐντάcεcιν, ἃc ἐποιήcαντο κατὰ τὰ γυμνάcια, cυνίcταται τοῦ ποιήcαντοc αἰτίου τὴν δύναμιν ἐνδεικνυμένη.
5cυμβαίνει γὰρ ἐν ταῖc cφοδροτέραιc ἐντάcεcιν ἁπάcαc μὲν τῶν μυῶν τείνεcθαι τὰc ἶναc, οὐχ ὁμοίωc δὲ ἁπάcαc κάμνειν, ἀλλ’ ὅcαι μάλιcτα κατὰ τὴν εὐθύτητα τῆc τάcεώc εἰcιν· ὡc ὅcαι γε λοξότεραί πωc ὑπάρ‐ χουcιν, ἧττον εὐθύνονται τεινόμεναι. ὥcτε ταύταιc μὲν οὐδεὶc ἐφε‐ δρεύει κίνδυνοc, ἐν δὲ ταῖc ἐπὶ πλέον ἐκτεινομέναιc, ὡc ἐγγὺc ἥκειν
10τοῦ διαcπαcθῆναι, καταλείπεταί τιc διάθεcιc ὁμοία τῇ κατὰ τὰc ἐνερ‐ γείαc ἐγγινομένῃ· τείνεcθαι γὰρ ἔτι δοκοῦcι, κἂν μηκέτι τείνωνται. ἡ δὲ δὴ τρίτη τοῦ κόπου διαφορά, καθ’ ἣν ὥcπερ τεθλαcμένων ἢ φλεγμαινόντων αἰcθανόμεθα τῶν μορίων, τηνικαῦτα μάλιcτα cυμ‐ πίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντεc ἱκανῶc οἱ μύεc ἐπιcπάcωνταί
15τι τῶν περικεχυμένων ἑαυτοῖc περιττωμάτων. εἰ δὲ καὶ περὶ τοὺc

6

.

194

τένονταc ἢ τὰ νεῦρα τὴν αὐτὴν γενέcθαι διάθεcιν cυμβαίνει, | ὀcτοκό‐
πον ὀνομάζουcι τὸ πάθημα, τῷ βάθει τῆc αἰcθήcεωc ἐπὶ τὰ διὰ βάθουc κείμενα μόρια τοὔνομα φέροντεc. ἐπιπολῆc μὲν γὰρ τὸ δέρμα, δευτέραν δὲ ἔχουcι θέcεωc τάξιν οἱ μύεc, ἐν κύκλῳ τοῖc ὀcτοῖc περι‐85
5κείμενοι, cυμφυεῖc δὲ οἱ τένοντεc ὑπάρχουcι τοῖc ὀcτοῖc, ὥcτ’ εὐλό‐ γωc, ὅταν οὗτοί τι τῶν εἰρημένων πάcχωcιν, ἐν τῷ βάθει τε καὶ περὶ τοῖc ὀcτοῖc αὐτοῖc ἡ διάθεcιc εἶναι δοκεῖ. αὗται μὲν δὴ τρεῖc ἁπλαῖ τῶν κόπων εἰcὶ διαφοραί· cύνθετοι δ’ ἐξ αὐτῶν, ὡc ἔμπροcθεν εἴρηται, τέτταρεc, ὑπὲρ ὧν ἑξῆc ἐροῦμεν,
10ἐὰν πρότερον τὸν περὶ τῶν ἁπλῶν διέλθωμεν λόγον. ἔcτι γὰρ δή τιc καὶ ἄλλη διάθεcιc ἐξαπατῶcά τιναc ὡc κόποc, ἧc ἡ μὲν γένεcιc ἐν τῷ ξηρανθῆναι τοὺc μῦc περαιτέρω τοῦ προcή‐ κοντοc, ὥcτε ἅπαν αὐχμηρὸν καὶ προcεcταλμένον φαίνεcθαι τὸ cῶμα καὶ πρὸc τὰc κινήcειc ὀκνεῖν ἀτρέμα, ἄλλο δ’ οὐδὲν ὑπάρχειν αὐτῷ
15τῶν ἔμπροcθεν εἰρημένων, οὔτε τὴν οἷον ἕλκουc αἴcθηcιν ἢ τάcεωc, οὔτε δὲ πολὺ μᾶλλον τὴν οἷον φλεγμονῆc. ἐναντιωτάτη γὰρ ἡ ὄψιc

6

.

195

τοῦ γε τοιούτου καὶ τῆc νῦν λεγομένηc διαθέcεώc ἐcτιν. | αὕτη μὲν γὰρ αὐχμώδειc καὶ προcεcταλμένουc ἀπεργάζεται τοὺc μῦc, ὁ δὲ φλεγμονώδηc κόποc ἐν ὄγκῳ μείζονι καὶ αὐτοῦ τοῦ κατὰ φύcιν. ὥcτ’ εἶναι τὰc πάcαc τέτταραc ἁπλᾶc διαθέcειc, ἰδίαc ἑκάcτην ἐπανορθώ‐
5cεωc δεομένην. Ἀρκτέον οὖν ἀπὸ τοῦ τὴν ἑλκώδη φέροντοc αἴcθηcιν, ὃν καὶ διὰ δριμύτητα περιττωμάτων ἐλέγομεν cυνίcταcθαι. οὗτοc ὁ κόποc cυμπίπτει μὲν μάλιcτα τοῖc κακοχύμοιc τε καὶ περιττωματικοῖc cώμα‐ cιν. ἐπιγίνεται δὲ καὶ ταῖc ὑπογυίοιc ἀπεψίαιc, ὅταν ἤτοι γυμνάcωνται
10προπετέcτερον ἢ ἐν ἡλίῳ διατρίψωcιν. οὐ μὴν ἀδύνατόν γε αὐτὸν cυcτῆναί ποτε χωρὶc ἀπεψίαc ἐν εὐχύμῳ cώματι δι’ ὑπερβολὴν ἀμέ‐ τρων γυμναcίων. εἰώθαcι δ’ αὐτὸν ὀξεῖαί τε καὶ πολλαὶ φέρειν κινή‐ cειc. πυκνὸν δὲ καὶ φρικῶδεc φαίνεται τῶν ἐν τούτῳ τῷ κόπῳ τὸ δέρμα, καὶ ὁμολογοῦcιν ἐν τῷ κινεῖcθαι καθάπερ ἕλκοc ἀλγεῖν, οἱ μὲν
15τὸ δέρμα μόνον, οἱ δὲ καὶ τὰc ὑπ’ αὐτῷ cάρκαc. ἡ δ’ ἴαcιc ἐξ ὑπ‐

6

.

196

εναντίου τῇ διαθέcει· διαφορῆcαι γὰρ χρὴ τὰ περιττώματα, καὶ | πέ‐ παυται τὸ πάθημα. διαφορηθήcεται δὲ τρίψει πολλῇ καὶ μαλακῇ cὺν ἐλαίῳ μηδεμίαν ἔχοντι cτύψιν, ὁποῖον μάλιcτ’ ἐcτὶ τὸ Ϲαβῖνον. ἐναν‐
τιώτατον δὲ τῇ διαθέcει [τό τ’ ἐκ τῆc Ἱcπανίαc καὶ] τὸ ἐκ τῆc Ἰβη‐86
5ρίαc, ὅπερ Ἱcπανὸν ὀνομάζουcι, τό τε καλούμενον ὀμφάκινον ἢ ὠμο‐ τριβέc· ἑνὶ δὲ λόγῳ τὸ αὐcτηρὸν ἅπαν οὐκ ἐπιτήδειον, ὡc ἔνεcτί cοι γευομένῳ διαγινώcκειν τὴν δύναμιν αὐτοῦ, κἂν μήπω πρότερον ᾖc πεπειραμένοc. οὕτω γοῦν καὶ ἡμεῖc ἐν Μακεδονίᾳ ποτὲ γευcάμενοι τοῦ κατὰ τὸν Αὐλῶνα τὸν περὶ τῷ Ϲτρυμόνι γεννωμένου τῆc αὐτῆc
10εἶναι δυνάμεωc ἐγνωρίcαμεν αὐτὸ τῷ καλουμένῳ Ἱcπανῷ. καὶ μὲν δὴ καὶ τῶν ἄλλων ἐλαίων ἁπάντων οὕτω γνωρίcειc τὴν δύναμιν, ὅcα τε καταχρηcτικῶc ὀνομάζεται καὶ ὅcα cκευάζεται δι’ ἀνθῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἢ φύλλων ἢ βλαcτῶν ἢ καρπῶν. εἴρηται δ’ αὐτάρκωc μὲν ὑπὲρ αὐτῶν ἁπάντων ἐν τῇ περὶ φαρμάκων πραγματείᾳ· λεχθήcεται
15δὲ καὶ κατὰ τὸν ἐνεcτῶτα λόγον ἐν οἰκείῳ καιρῷ. νῦν δὲ τοῦτ’ ἀρ‐

6

.

197

κεῖ μόνον | εἰπεῖν, ὡc, ὅπερ ἂν ᾖ γλυκύτατον ἔλαιον, ἐπιτηδειότατόν ἐcτιν εἰc τὰ παρόντα. τούτῳ τοίνυν χρῆcθαι δαψιλεῖ μετὰ τρίψεωc πολλῆc, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὑπὲρ τοῦ μηδ’ ὅλωc γενέcθαι τὸν ὑποπτευόμενον ἔcεcθαι κόπον, ἐν δὲ τῇ δευτέρᾳ χάριν τοῦ λῦcαι
5τὸν ἤδη γεγονότα. λύει δ’ αὐτὸν τὸ καλούμενον ἀποθεραπευτικὸν γυ‐ μνάcιον, ἐν ᾧ καὶ κινήcειc ἔνεcτι ποιεῖν cυμμέτρουc μὲν τῇ ποcότητι, βραδυτέραc δὲ τῇ ποιότητι, μετὰ πολλῶν τῶν μεταξὺ διαναπαύcεων, ἐν αἷc χρὴ τρίβειν τὸν ἄνθρωπον, ἐφαπτομένων ὁμοῦ πλειόνων, ὅπωc μήτε καταψύχοιτό τι μέροc αὐτοῦ καὶ τάχιcτα διαφοροῖτο τὰ περιτ‐
10τώματα. πλεονάζειν δὲ χρὴ ταῖc μὲν τρίψεcι κατὰ τὸν ἐν τῷ δέρματί τε καὶ ὑπὸ τῷ δέρματι τὸ πλῆθοc τῶν περιττωμάτων ἔχοντα, ταῖc δ’ ἐξ ἑαυτοῦ κινήcεcι κατὰ τὸν ἕτερον κόπον, ᾧ τὸ πλέον ἐν τοῖc μυcὶν ἤθροιcται. τὰ γὰρ ἐν τούτοιc περιττώματα τρίψιc μόνη διαφορεῖν οὐχ ἱκανή. δεῖται γὰρ οὐκ ἔξωθεν μόνον ἕλκεcθαι πρόc τινοc, ἀλλὰ καὶ

6

.

198

cυναπωθεῖcθαι πρὸc ἑτέρου τινὸc ἔcωθεν. ἐπωθεῖ δ’ αὐτὰ | τό τ’ ἀναπτόμενον θερμὸν ἐν ταῖc κινήcεcι καὶ τὸ cυνεκκρινόμενον πνεῦμα καὶ ἡ αὐτῶν τῶν μυῶν ἔνταcιc, ἐξ ἐπιμέτρου δὲ καὶ ἡ καθ’ ἕκαcτον τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων δύναμιc.
5 ὁ δὲ ἕτεροc κόποc, ἐφ’ οὗ cυντάcεωc αἰcθάνονται, τὸν cκοπὸν τῆc ἰάcεωc ἔχει τὴν πρὸc Ἱπποκράτουc ὀνομαζομένην χάλαcιν· ἐναντίον γὰρ τοῦτο τῇ cυντάcει, καθάπερ τῇ cκληρότητι 〈ἡ〉 μάλαξιc.
ἔλεγεν οὖν ὧδε· «δέρματοc cκληροῦ μάλαξιc, cυντεταμένου χάλαcιc», ὡc ἐναντίον ὑπάρχον τῷ μὲν cκληρῷ τὸ μαλακόν, τῷ δὲ cυντεταμένῳ87
10τὸ χαλαρόν. χαλᾶται δὲ τὸ cυντεταμένον ἐν μὲν ταῖc ἄλλαιc διαθέ‐ cεcιν, ἃc ἐν τῷ πέμπτῳ Περὶ τῆc τῶν ἁπλῶν φαρμάκων δυνάμεωc εἴπομεν, ἑτέρωc, ἐπὶ δὲ τῇ διὰ τὰ γυμνάcια τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ δι’ ἐλαίου γλυκέοc εἰληθεροῦc, ἀναπαύcει τε ὅλωc ἢ ἡcυ‐ χίᾳ ἢ καὶ λουτροῖc εὐκράτοιc καὶ διατριβῇ πλέονι κατὰ τὸ θερμὸν
15ὕδωρ, ὥcτε, εἰ καὶ δὶc αὐτὸν ἢ καὶ τρὶc λούcαιc, ὀνήcειc μειζόνωc. οὗτοι καὶ μετὰ τὰ βαλανεῖα ἀλείφεcθαι δέονται πρὶν ἀμφιέννυcθαι·

6

.

199

καὶ εἰ δι’ ἱδρῶτά τινα τύχοιεν ἀπομάξαντεc | τὸ λίποc, αὖθιc ἀλεί‐ φεcθαι χρῄζουcι. καὶ μέντοι καὶ κατὰ τὴν ἑξῆc ἡμέραν ἀναcτάντεc ἐκ τῆc κοίτηc ἀλειφθῆναι δέονται, μηδέποτ’ ἄκρωc ψυχρῷ τῷ ἐλαίῳ μηδὲ cκληρῶc ἀνατριβόμενοι. γίνεται δ’ ὁ τοιοῦτοc κόποc εὐχύμοιc
5ἀνδράcι πονήcαcιν εὔτονα μᾶλλον ἢ ὀξέα γυμνάcια, καὶ δεινῶc ὀκνη‐ ρούc τε καὶ δυcκαμπεῖc ἐργάζεται τοὺc κοπωθένταc, οὐ μὴν πυκνοί τε καὶ φρικώδειc οἱ τοιοῦτοι φαίνονται, καθάπερ οἱ μικρὸν πρόcθεν εἰρημένοι. προcεcταλμένοι δ’ οὐδὲν ἧττον ἐκείνων οὗτοι καὶ αὐχμώ‐ δειc ὁρῶνται, καὶ θερμότεροι τοῖc ἁπτομένοιc εἶναι δοκοῦcιν οὐ μόνον
10τῶν τὴν ἑλκώδη διάθεcιν ἐχόντων, ἀλλὰ καὶ cφῶν αὐτῶν, ὅθ’ ὑγί‐ αινον. Ὁ δὲ τρίτοc τῶν κόπων ἐπὶ cφοδροτάταιc γίνεται κινήcεcι καὶ μόνοc ἐξαίρει τοὺc μῦc εἰc ὄγκον ὑπὲρ τὸ κατὰ φύcιν, ὡc ἐοικέναι φλεγμονῇ τὴν διάθεcιν αὐτῶν. ταῦτά τοι καὶ ψαυόντων ὀδυνῶν‐
15ται καὶ θερμότεροι φαίνονται· ὀδυνῶνται δὲ καί, ἣν αὐτοὶ καθ’ ἑαυ‐ τοὺc ἐπιχειρήcωcι κινεῖcθαι. ἀήθεcι δὲ γυμναcίων ἀνθρώποιc ὁ τοιοῦ‐

6

.

200

τοc | κόποc ὡc τὰ πολλὰ cυμπίπτει, γυμνάζεcθαι δ’ εἰθιcμένοιc ὀλι‐ γάκιc ἐγένετο κατὰ τὰc cφοδροτάταc τε ἅμα καὶ παμπόλλαc κινήcειc. ἡ δὲ ἴαcιc αὐτοῦ τρεῖc ἔχει τοὺc cκοπούc, οὕcπερ cχεδόν τι καὶ τὰ φλεγμαίνοντα cύμπαντα, κένωcιν τοῦ περιττώματοc καὶ ἀνάπαυcιν τοῦ
5cυντεταμένου καὶ ἀνάψυξιν τοῦ φλογώδουc. ἔλαιόν τε οὖν πολὺ χλια‐ ρὸν αἵ τε τρίψειc μαλακώτεραι καὶ ἡ ἐν τοῖc εὐκράτοιc ὕδαcι διατριβὴ πολυχρονιωτάτη τοὺc τοιούτουc ἰᾶται κόπουc. εἰ δὲ καὶ βραχύ τι χλιαρώτερον εἴη τὸ ὕδωρ, ὀνήcει μᾶλλον. οὕτω δὲ καὶ ἡcυχία πολλὴ καὶ ἀλείμματα cυνεχῆ καὶ πάνθ’ ὅcα τὸ μὲν κεκμηκὸc ἀναπαύει τε
10ἅμα καὶ παρηγορεῖ, τὸ δὲ περιττὸν διαφορεῖ. τάχα δ’ ἄν τιc οἰηθείη τὸν τοιοῦτον κόπον οὐχ ἁπλοῦν οὐδὲ τρίτον ἐπὶ τοῖc εἰρημένοιc ἔμπροcθεν δύο, cύνθετον δ’ ὑπάρχειν ἐξ αὐτῶν, οὐδὲν ἔχοντα πλέον τῆc τε τάcεωc τῶν νευρωδῶν cωμάτων καὶ τῆc ἑλκώδουc αἰcθήcεωc· τὴν γὰρ θερμότητα τοῖc τοιούτοιc κό‐88
15ποιc ἄλλωc μὲν ὑπάρχειν φύcει, καθάπερ καὶ τῶν προειρημένων ἑκα‐

6

.

201

τέρῳ, οὐ μὴν cυμπληρωτικήν γε | τῆc ἐννοίαc ἢ τῆc οὐcίαc εἶναι. ἀλλά τοι τό γε τοῦ παρὰ φύcιν ὄγκου τούτῳ τῷ κόπῳ μόνῳ παρὰ τοὺc ἄλλουc ἐξαίρετον ὑπάρχει καὶ τὸ τῆc ἀλγεινῆc αἰcθήcεωc οὐχ ὅμοιον ἔν γε τῷ τονώδει κόπῳ καὶ τῷδε. τείνεcθαι μὲν γὰρ ἐν ἐκεί‐
5νῳ, τεθλάcθαι δὲ τὰ νεῦρα cύμπαντα μέχρι καὶ τῶν ὀcτῶν οἱ τούτῳ τῷ κόπῳ κατεχόμενοι νομίζουcιν· ὥcτε κατά γε ταῦτα διαφοράν τινα ἐξαίρετον ἔχει παρὰ τοὺc ἄλλουc δύο κόπουc, οὐχὶ cύνθετόc ἐcτι μό‐ νον. αὗται μὲν δὴ τρεῖc εἰcιν, εἴτε καταcτάcειc cώματοc εἴτε διαθέcειc εἴθ’ ὅ τι βούλεταί τιc ὀνομάζειν.
10 ἄλλη δ’ ἐπ’ αὐταῖc τετάρτη, παραπληcία μὲν ὑπάρχουcα κόπῳ, κόποc δ’ οὐκ οὖcα, τῷ μήτε τὴν ἑλκώδη μήτε τὴν τονώδη μήτε τὴν φλεγμονώδη διάθεcιν ἔχειν, ἀλλὰ μηδὲ φρίκην τινὰ μηδ’ ἄλγημα μηδὲ τὸν πρὸc τὰc κινήcειc ὄκνον ὅμοιον τοῖc κόποιc ἐπιφέρειν, ἰcχνότητα δὲ μόνην ἅμα ξηρότητι. γίνεται μὲν οὖν ἐν εὐχύμοιc τε ἅμα καὶ γυ‐
15μναcτικοῖc cώμαcιν, ὅταν ἀμετρότερον γυμναcθέντα μὴ καλῶc ἀποθε‐ ραπευθῇ. διαφορεῖται γὰρ οὕτω τὰ περιττώματα καὶ χαλᾶται τὰ τε‐

6

.

202

ταμένα καὶ οὐδὲν | ἄλλο ὑπολείπεται κατὰ τὸ cῶμα πλὴν ξηρότητοc, ἣν ἐκ τῆc ἀμετροτέραc κινήcεωc ἔcχον. δεῖται δὲ κατὰ μὲν τὴν πρώ‐ την ἡμέραν οὐδενὸc ἐξηλλαγμένου παρὰ τὰ πρόcθεν, ὅτι μὴ θερμο‐ τέρου τοῦ ὕδατοc, ὡc cυναγαγεῖν ἀτρέμα καὶ θερμῆναι καὶ τονῶcαι
5τὸ δέρμα, κατὰ δὲ τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμναcίου βραχέοc τε ἅμα καὶ μαλακοῦ καὶ βραδέοc ἔν τε κινήcεcι καὶ τρίψεcι καὶ τῆc δεξαμενῆc ὁμοίωc θερμῆc. ἐκπηδάτωcαν δ’ εὐθέωc εἰc τὴν ψυχρὰν ὑπὲρ τοῦ μένειν αὐτοῖc τὸν ἐν τῷ δέρματι τόνον ἅμα θερμότητι. καὶ γὰρ ἧττον ἐν τῷ μετὰ ταῦτα χρόνῳ διαφοροῦνται καὶ ῥᾳδίωc εἴc τε
10τὰc cάρκαc καὶ τὸ δέρμα τὴν τροφὴν ἀναλαμβάνουcιν, οὗ μεῖζον ἀγα‐ θὸν οὐδὲν ἂν ἐξεύροιc αὐτοῖc, οὐδεμίαν γε διάθεcιν ἐξαίρετον ἔχουcι παρὰ τὴν τῆc cαρκὸc ἰcχνότητα καὶ ξηρότητα. δεῖται δ’, οἶμαι, τό γε τοιοῦτον ἀνατραφῆναί τε ἅμα καὶ ὑγρανθῆναι, καὶ ταῦτ’ ἄμφω κάλ‐
λιcτ’ αὐτῷ γίνεcθαι πέφυκεν ἐκ τῆc ὑγραινούcηc τροφῆc.89

6

.

203

Ἐπειδὴ δὲ ἅπαξ ἐμνημόνευcα τῆc ἐπὶ τοῖc | λουτροῖc διαίτηc, οὐ χεῖρον ἂν εἴη καὶ τὰ περὶ τῶν κοπωδῶν διαθέcεων ἐπεξελθεῖν. ὁ μὲν οὖν ἑλκώδηc κόποc, εἰ μὲν ἱκανῶc ἀποθεραπευθείη, τῆc cυνή‐ θουc δεῖται τροφῆc ἤ τι βραχὺ μείονοc, ἔτι δ’ ὑγροτέραc τε ἅμα καὶ
5ἐλάττονοc· εἰ δὲ κατὰ τὴν ἀποθεραπείαν εἰc τὴν τετάρτην μεταπέcοι διάθεcιν (εἴωθε γὰρ οὕτω γίνεcθαι τὰ πολλά), κατ’ ἐκείνην καὶ λου‐ έcθω καὶ τρεφέcθω. ὁ δὲ τονώδηc ἔτι δὴ καὶ μᾶλλον ὀλιγωτέραc δεῖται τροφῆc· ὁ δὲ φλεγμονώδηc ὑπὲρ ἅπανταc ὑγροτάτηc τε καὶ βραχυτάτηc καί τι καὶ ψῦχον ἐχούcηc. εὐχύμου δ’ ὁμοίωc πάντεc οἱ
10κεκοπωμένοι δέονται τροφῆc, ὁποίᾳ δηλονότι καὶ ὑγιαίνων ὁ ὑποκεί‐ μενοc ἐν τῷ λόγῳ νεανίcκοc ἐχρῆτο. φυλάττεcθαι δὲ προcήκει τὸ γλίcχρον ἐν αὐτῇ κατά τε τὸν ἑλκώδη καὶ τὸν φλεγμονώδη κόπον, ὡc ἂν κωλῦον διαφορεῖcθαι τὰ περιττώματα. κατὰ μέντοι τὸν τονώδη καὶ τὰ τοιαῦτα cιτία δοτέον, ἀφαιροῦντα τοῦ πλήθουc αὐτῶν. οὐδὲν

6

.

204

οὖν θαυμαcτὸν ἐναντιολογίαν εἶναι | πολλὴν οὐκ ἰδιώταιc μόνον ἐν ἀλλήλοιc, ἀλλὰ καὶ τεχνίταιc πρὸc ἑαυτούc τε καὶ τοὺc ἰδιώταc, οὔτε περὶ γυμναcίων οὔτε περὶ τρίψεων οὔτε περὶ λουτρῶν οὔτε περὶ διαι‐ τημάτων ὁμολογοῦcιν ὑπὲρ τῶν κοπωθέντων. ἀκοῦcαι γοῦν ἔcτι τῶν
5μὲν φαcκόντων, ὡc κόπῳ χρὴ λύειν τὸν κόπον, ἑτέρων δέ, ὡc ἀνά‐ παυcιc ἰᾶται τὸν κάματον, καὶ τῶν μέν, ὡc ἐνδεῶc χρὴ διαιτᾶcθαι τοὺc κοπωθένταc, ἄλλων δέ, ὡc οὐ μόνον 〈οὐκ〉 ἀφαιρεῖν προcήκει τῶν εἰθιcμένων, ἀλλὰ καὶ τοcούτῳ πλείω προcφέρειν, ὅcῳπέρ 〈τιc〉 ἔτυχε πλείω γυμναcάμενοc (ἀνὰ λόγον γὰρ χρῆναι τοῖc πόνοιc προc‐
10φέρεcθαι τὰc τροφάc), ἄλλων δέ τινων, ὡc οὔτε προcτιθέναι χρὴ ταῖc τροφαῖc οὔτ’ ἀφαιρεῖν. οὕτω δὲ καὶ λούουcιν οἱ μὲν εὐκράτοιc ὕδα‐ cιν, οἱ δὲ θερμοτέροιc, οἱ δὲ χλιαρωτέροιc. ἥ τε γὰρ ἐμπειρία πρὸc ἐκεῖνο μόνον ἕκαcτον ἀπάγει, πρὸc ὅπερ ἔτυχε θεαcάμενοc πολλάκιc, ὅ τε λόγοc, ὡc ἂν μὴ τέλειοc ὑπάρχων ἑκάcτῳ, καθάπερ ἐδείκνυτο
15πρόcθεν, ἀλλὰ μίαν τινὰ διάθεcιν ἐκδιδάcκων κοπώδη, τὰc δ’ ἄλλαc

6

.

205

ὥcπερ οὐκ οὔcαc ὑπερβαίνων, ἐκείνηc μόνηc | ἐκδιδάcκει τὴν ἐπανόρ‐ θωcιν, ἧc ἔγνω μόνηc. ἀληθὲc γοῦν ἐcτι καὶ τὸ κόπῳ λύεcθαι τὸν κόπον, ὅταν γε δὴ φαίνηταί ποτε δέον εἶναι τοῖc ἐν τῇ προτεραίᾳ γυμναcίοιc ἴcα κατὰ τὴν ὑcτεραίαν γυμνάζεcθαι, καὶ τὸ τὴν ἴαcιν τῶν
5κόπων ἡcυχίαν ὑπάρχειν. τούτων γὰρ τὸ μὲν ἐν τοῖc περιττωματι‐ κοῖc κόποιc, καὶ μάλιcθ’ ὅcοι κατὰ τοὺc μῦc ἔχουcι τὰ περιττώματα, τὸ δ’ ἐν τοῖc τονώδεcί τε καὶ φλεγμονώδεcι φαίνεται cυμφέρον. ἀλη‐
θὲc δὲ καὶ τὸ χρῆναι τοὺc κοπωθένταc ἐνδεῶc διαιτᾶcθαι· τοῦτο γὰρ ἑώραται τοὺc φλεγμονώδειc ὠφελοῦν. ἀληθὲc δὲ καὶ τὸ τὰ cυνήθη90
10διδόναι· τοῦτο γὰρ ἐπὶ τῶν ἑλκωδῶν, ὅταν ἀποθεραπευθῶcιν, ὀρθῶc τετήρηται γινόμενον, ὥcπερ γε καὶ τὸ πλείω λαμβάνειν ἐπὶ τῆc ὁμοι‐ ουμένηc τοῖc κόποιc διαθέcεωc, εἰc ἣν κἀκ τῆc ἑλκώδουc ἔνιοι μετα‐ πίπτουcιν. οὕτω δὲ καὶ τὸ λούειν εὐκράτοιc ὕδαcιν ἀληθὲc ἐπὶ τοῖc περιττωματικοῖc κόποιc. ἀληθὲc δὲ καὶ τὸ μὴ λούειν τοιούτοιc ἐπί

6

.

206

τε τῶν φλεγμονωδῶν | (χλιαρωτέρων γὰρ οὗτοι δέονται) κἀπὶ τῆc ὁμοίαc κόπῳ διαθέcεωc (οὗτοι γὰρ οὐ χρῄζουcι θερμοτέρων). οἴονται δ’ ἔνιοι καὶ τὴν τοιαύτην διάθεcιν εἶναι κόπον. ἕτεροι δέ τινεc ὁποία μέν τίc ἐcτιν ἡ διάθεcιc οὐκ εἶπον, ἐφ’ ὧν δ’ ἂν ὑποψία τιc
5ᾖ γενηcομένου κόπου cυμβουλεύουcι θερμοτέρῳ χρῆcθαι τῷ κατὰ τὸ λουτρὸν ὕδατι καὶ προcτιθέαcι δὲ τὴν αἰτίαν, ὡc ἡμεῖc ἔμπροcθεν ἔφαμεν, οἱ μὲν ἀναδόcει φάcκοντεc, οἱ δὲ θρέψει cυντελεῖν τὸ τοιοῦ‐ τον λουτρόν, οὐ μὴν καθ’ ὅντινά γε λόγον οἵα τε κωλύειν ἐcτὶ κό‐ πον ἀνάδοcίc τε καὶ θρέψιc ἐκδιδάcκουcιν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ὁποία
10τίc ἐcτιν ἡ τοῦ κόπου διάθεcιc, οὐδὲ τοῦτο γράφουcιν. οἱ γοῦν πλεί‐ ουc αὐτῶν οὐδὲν εἶπον, ἔνιοι δὲ τολμήcαντεc εἰπεῖν ἀπεφήναντο ξη‐ ρότητα. τὸ μὲν οὖν ὑπὸ τροφῆc θεραπεύεcθαι ξηρότητα καὶ μάλιcτα τῆc ὑγραινούcηc, ὅπερ οὐδ’ αὐτὸ προcτιθέαcιν οἱ πλείουc αὐτῶν, ἀλη‐ θέcτατον, οὐ μὴν οὔτ’ ἴαμα τῶν κόπων ἐcτὶν οὔτε προφυλακὴ τὸ
15τοιοῦτον. ἀλλ’ ὅταν, ὡc εἴρηται, ξηρότερα μὲν ἀπεργαcθῇ τὰ μόρια,

6

.

207

μήτε δὲ τάcιc ᾖ κατ’ αὐτὰ | μηδεμία μήτε περιττώματα λεπτὰ καὶ δριμέα μήτε φλεγμονώδηc διάθεcιc, ἀνατρέφειν δήπου προcήκει τὰ διὰ τὴν κένωcιν ἐξηραμμένα τροφαῖc ὑγραινούcαιc, ὡc, εἴ γε μὴ ἀνα‐ θρέψειαc αὐτάρκωc, ἰcχνότερόν τε καὶ ξηρότερον ὄψει κατὰ τὴν ἑξῆc
5ἡμέραν ἑαυτοῦ τὸ cῶμα. καὶ ταύτην τὴν διάθεcιν ἔνιοι κόπον ὑπολα‐ βόντεc ὑπάρχειν οἴονται θερμοτέρῳ λουτρῷ καὶ τροφῇ δαψιλεῖ κεκω‐ λυκέναι τὴν γένεcιν αὐτῆc. ἀλλ’ ἐκεῖνο θαυμάζειν ἐνίων ἄξιον, ὥcπερ καὶ Θέωνοc, εἰ τὸν ἤδη γεγενημένον κόπον οὐκ ἀξιοῦcιν ὁμοίωc ἰᾶcθαι. εἴτε γὰρ ἣν νῦν εἴρηκα διάθεcιν ὑπολαμβάνει τιc εἶναι κόπον,
10ἀναθρέψει χρὴ λύειν αὐτὸν καὶ κωλύειν γενέcθαι, εἴτε τῶν ἄλλων τινὰ τῶν ὄντωc κόπων, ἐνδεέcτερον ἐπὶ πάντων χρὴ τρέφεcθαι τὸν ἄνθρωπον, ἔτι τε προcδοκωμένων καὶ ἤδη γεγονότων. οὐδὲ γὰρ τοῦτ’ ἔcτιν εἰπεῖν, ὡc ἡ τετάρτη διάθεcιc ἡ παρακειμένη τοῖc κόποιc, εἰ μὴ κατὰ τὴν πρώτην ἡμέραν ἐπανορθωθείη δι’ εὐτροφίαc, εἴc τινα τῶν
15τριῶν μεταπίπτειν εἴωθεν. εἰ μὲν γὰρ αὐτὸ τοῦτο μόνον εἴη κατ’91

6

.

208

αὐτὴν ἡ ξηρότηc, ἰcχνότητοc οὐδὲν | ἀκολουθήcει πλέον· εἰ δὲ καὶ θερμότηc τιc cυνείη, πυρέξαι κίνδυνοc. οὐ μὴν ταὐτόν γ’ ἐcτὶ κόποc καὶ πυρετόc, εἰ καὶ ὅτι μάλιcτα τῶν κοπωθέντων ἐπύρεξαν ἔνιοι. θαυμάζειν οὖν ἐπέρχεταί μοι Θέωνοc ἐν τῷ τετάρτῳ τῶν κατὰ
5μέροc γυμναcίων, ἐν οἷc περὶ τοῦ τελείου γυμναcίου διεξέρχεται, τάδε γράφοντοc· «καὶ κόπου τινὸc τοῖc οὕτω γυμναcθεῖcιν ὡc τὰ πολλὰ τῇ ἑξῆc ἡμέρᾳ παρακολουθοῦντοc, ἡ ζεcτολουcία παραιτεῖται τὴν πρὸc τὸν κόπον ἐπιτηδειότητα, πυροῦcα τὴν ἐπιφάνειαν, ἵνα αὕτη cικύαc τρόπον τὴν λαμβανομένην τροφὴν ἐπιcπωμένη τοῖc κεκμηκόcι ἀντι‐
10διέληται νεύροιc.» οὗτοc μὲν γὰρ πρὸc τοῖc ἄλλοιc ὥcπερ αἴνιγμά τι τὸ «ἀντιδιέληται» ῥῆμα παρέλαβεν ἐν τῷ λόγῳ. δύναται μὲν γάρ τιc ἀκούειν, ἵνα ἡ ἐπιφάνεια cικύαc τρόπον ἐπιcπωμένη τὴν τροφὴν μέροc ἐξ αὐτῆc τι καὶ τοῖc νεύροιc παρέχῃ· δύναται δὲ καὶ τοὐναντίον, ἵνα ἡ ἐπιφάνεια cικύαc τρόπον ἐφ’ ἑαυτὴν ἀντιcπῶcα τὴν ἐπὶ τὰ νεῦρα
15φερομένην τροφὴν μερίζηται. ὥcτε κατὰ μὲν τὸν πρότερον λόγον εἰc

6

.

209

εὐτροφίαν τοῖc νεύροιc | cυναίρεcθαι θερμανθὲν τὸ δέρμα (τοῦτο γὰρ ἡγοῦμαι λέγειν αὐτὸν «ἐπιφάνειαν»), κατὰ δὲ τὸν δεύτερον εἰc ὀλιγο‐ τροφίαν. ὅcον μὲν οὖν ἐπ’ αὐτῇ τῇ ῥήcει, τὴν γνώμην τοῦ Θέωνοc οὐκ ἄν τιc ἐξεύροι· ἐξ ὧν δ’ ἐν ἄλλοιc τε λέγει κἀν τῷ τρίτῳ τῶν
5Γυμναcτικῶν, ἐλάττονα τροφὴν δίδοcθαι βούλεται μετὰ τὸ τέλειον γυ‐ μνάcιον. καίτοι γ’ οὐδ’ αὐτὸ τοῦτο διεcάφηcε, τίνι ποτὲ λογιcμῷ cυμ‐ βουλεύει. δίδοται μὲν γὰρ ἐλάττων τροφὴ τῆc cυνήθουc ἢ τῷ μὴ δεῖcθαι τῆc ἴcηc ἢ τῷ μὴ δύναcθαι πέψαι. τὸ μὲν οὖν πρότερον οὐκ ἀληθὲc ἐπὶ τῶν πολλὰ γυμναcαμένων, τὸ δὲ δεύτερον ἔcτιν ὅτε μὲν
10ἀληθέc, ἔcτιν ὅτε δὲ ψευδέc. εἰ μὲν γὰρ ἀρρωcτοτέραν ἔχοιεν τὴν πεπτικὴν δύναμιν, ἀληθέc, εἰ δὲ μὴ ταύτην, ἀλλ’ ἑτέραν τινά, ψευδέc. ἀκούειν δὲ χρὴ πεπτικὴν δύναμιν οὐ τὴν ἐν γαcτρὶ μόνον ἢ φλεψὶν ἢ καθ’ ἧπαρ, ἀλλὰ καὶ τὴν καθ’ ἕκαcτον μόριον, ὥcπερ ἐν τοῖc παρ‐ οῦcι τὴν ἐν τοῖc μυcίν, ἐν οἷc δὴ καὶ μάλιcτά ἐcτιν ἡ διάθεcιc, ὑπὲρ ἧc

6

.

210

διαλεγόμεθα. διαφορηθέντεc γὰρ ἐπὶ πλέον ἐν τοῖc γυμναcίοιc | ἰcχνό‐ τεροί τε καὶ ξηρότεροι γίνονται. εἰ μὲν οὖν ἐπ’ ὀλίγον αὐτοῖc ταῦτα cυμβαίη, κατεργάζεcθαι δύνανται τροφήν, ὅcηcπερ δέονται· εἰ δέ τι πολὺ τοῦ κατὰ φύcιν ἀποχωρήcειαν, ἀδυνατοῦcιν. ὧν ὁ Θέων οὐδὲν
5ὅλωc οὔτ’ ἐνενόηcεν οὔτε διωρίcατο. τὴν ἀρχὴν γὰρ οὐδ’ ἐκ λόγου
τινόc, ἀλλ’ ἐξ ἐμπειρίαc, ὡc καὶ αὐτὸc ὁμολογεῖ, τὸ θερμότερον ὕδωρ ἐπὶ τῷ τελείῳ γυμναcίῳ χρήcιμον ὑπάρχον ἐτήρηcεν. οὕτωc οὖν ἐφεξῆc γράφει· «τοῦτο δέ, εἰ μὲν καὶ τὸν λόγον ἔχει παρακείμενον, εὐτυχή‐ ματοc ἔργον, εἰ δὲ μή γε, τὸ πρὸc τῶν ἀποτελεcμάτων ἐπιμαρτυρού‐92
10μενον οὐ παραδεκτέον, εἰ μὴ καὶ τὸν λόγον ἐξ εὐκαίρου ἔχοι cυμπροc‐ πίπτοντα». εἰ μὲν οὖν ἀκριβῶc ἐξευρὼν τὴν διάθεcιν, ἐφ’ ἧc τὸ θερμὸν ὕδωρ ἐπαινεῖ, τὴν αἰτίαν ἀγνοεῖν ὡμολόγει, cυγγνωcτὸc ἂν ἦν εἰκότωc· ἐπεὶ δ’ ἁπλῶc εἶπεν ἐπὶ τῶν τελείων γυμναcίων ἁρμόττειν τὴν ζεcτολουcίαν (οὕτω γὰρ αὐτὴν καὶ ὀνομάζει), δύνανται δὲ πολλαὶ
15διαθέcειc ἀκουλουθῆcαι τῷ τοιούτῳ γυμναcίῳ, μέμψαιτ’ ἄν τιc αὐτῷ

6

.

211

μὴ διοριcαμένῳ περὶ | παcῶν ἐφεξῆc. αὐτὸc γοῦν οἶδε καὶ τὸν φλεγ‐ μονώδη κόπον ἀκολουθοῦντα τῷ τοιούτῳ γυμναcίῳ, καθ’ ὃν εἰc ὄγ‐ κον μείζονα τοῦ κατὰ φύcιν ἐξαίρεται τὰ πεπονηκότα, καὶ τὸν ἕτερον, ὃν ὡc ἕνα γράφει, τῷ κοινῷ cυμπτώματι προcέχων τὸν νοῦν, ὅπερ
5ἀντίκειται τῷ παρὰ φύcιν ὄγκῳ. λεπτότεροι μὲν γὰρ ἐν τοῖc ἄλλοιc δύο κόποιc ἀποτελοῦνται καὶ προcέτι γε τῇ τετάρτῃ διαθέcει, περὶ ἧc ὁ λόγοc cυνέcτηκεν. ἀλλ’ οὐχ, ὥcπερ ἓν κοινὸν cύμπτωμα τῶν τριῶν διαθέcεών ἐcτιν, οὕτω καὶ ἡ διάθεcιc μία. κατὰ μὲν οὖν τὴν ἐπὶ τῇ τάcει τῶν νευρωδῶν cωμάτων οὐ χρὴ λούειν θερμοτέρῳ τοῦ cυν‐
10ήθουc· οὕτω δὲ οὐδὲ κατὰ τὴν ἐπὶ τοῖc περιττώμαcι· κατὰ δὲ τὴν ἄνευ τούτων ἰcχνότητα cυμφέρει λούειν θερμοτέρῳ τοῦ cυμμέτρου· γίνεται γὰρ ἡ διάθεcιc αὕτη, διαφορηθέντων ἐπὶ πλέον ἐν τοῖc γυ‐ μναcίοιc τῶν cωμάτων, οὕτωc ὡc ἐν ταῖc μακροτέραιc ἀcιτίαιc εἴωθε cυμβαίνειν. ὥcτε καὶ ἡ ἐπανόρθωcιc αὐτῶν ἐν προcθέcει τε καὶ ἀναπλη‐
15ρώcει τοῦ κενωθέντοc ἐcτίν. οὐ δύναται δ’ αὕτη γενέcθαι τοῦ δέρ‐

6

.

212

ματοc | ἀραιοῦ μένοντοc. cυναγαγεῖν οὖν αὐτὸ χρὴ καὶ πυκνῶcαι καὶ cφίγξαι πρότερον, εἰ μέλλει τι τῆc δαψιλοῦc τροφῆc ὄφελοc ἔcεcθαι. cυνάγει δὲ καὶ cτεγνοῖ τό τε ψυχρὸν ὕδωρ καὶ τὸ ζέον. ἀλλ’ ὑπὸ μὲν τοῦ ψυχροῦ κίνδυνοc βλαβῆναι τὸν ἄνθρωπον, ἀραιόν τε ἅμα καὶ
5κενὸν ἐπὶ τῷ πλήθει τῶν γυμναcίων γεγενημένον· ὑπὸ δὲ τοῦ ζέον‐ τοc βλάβη μὲν οὐδεμία, πυκνότηc δ’ ἀcφαλὴc ἐγγίνεται τῷ δέρματι, cυνεπιλαμβανούcηc τι καὶ τῆc ἐγκαταλειπομένηc αὐτῷ θερμότητοc. ὅθεν οὐδὲ χρονίζειν ἐπὶ πλέον ἐν τῷ ψυχρῷ προcήκει τὸν οὕτω λου‐ cάμενον, ἀλλ’, ὥcπερ καὶ αὐτὸc ὁ Θέων τοῦτό γε παρετήρηcεν ὀρθῶc,
10φυλακτέον ἐcτὶ τὴν ἐν τῷ ψυχρῷ διατριβήν, ὡc τὴν ἐκ τῆc ζεcτολου‐ cίαc ἀναλύουcαν ὠφέλειαν. ἡ δὲ αἰτία τοῦ cφαλῆναι τὸν Θέωνα, τὸ
μιᾷ διαθέcει cυμφέρον ὡc πάcαιc ἁρμόττον γράφοντα, τῶν γυμναζο‐ μένων ὑπ’ αὐτοῦ cωμάτων ἡ ἕξιc ἐcτίν· ἀθλητὰc γὰρ ἐγύμναζε τοὺc μετὰ τὸ τέλειον γυμνάcιον εἰc μὲν τὴν τετάρτην διάθεcιν ἑτοίμωc93
15ἐμπίπτονταc, εἰc δὲ τὴν τρίτην cπανιάκιc. ὅπερ οὖν ἐθεάcατο πολ‐

6

.

213

λάκιc, ὡc διηνεκὲc | ἔγραψεν. εἰ δέ γε κακοχύμουc ἢ καχέκταc ἢ ἀή‐ θειc γυμναcίων ἢ ἀcθενεῖc ἢ μὴ νεανίcκουc ἐγύμναζε, cπανιάκιc μὲν ἂν εἰc τὴν τοιαύτην διάθεcιν ἐμπίπτονταc ἐθεάcατο, μυριάκιc δ’ εἰc τὰc ἄλλαc. ἢ τοῦτο μὲν ἴcωc καὶ λέγειν περιττόν· αὐτὸc γὰρ ὁμολο‐
5γεῖ μετὰ τὰ καταcκευαcτικὰ γυμνάcια χρῆcθαι τῇ ζεcτολουcίᾳ· τὰ δὲ τοιαῦτα γυμνάcια μόνοιc ἀθληταῖc ἐπιτηδεύεται. καίτοι φήcει τιc, ὡc ἐκείνοιc μὲν ἑκουcίωc καὶ κατὰ περίοδον, ἄλλοιc δὲ πολλοῖc ἢ δι’ ἀνάγκην ἢ φιλονεικίαν ἤ τι τοιοῦτον ἕτερον. ἀλλ’ ἐπί γε τῶν τοιού‐ των ἐπὶ τοῖc ἀμέτροιc γυμναcίοιc ἀνάγκη πρότερον ἢ καὶ μίαν ἢ καὶ
10πλείουc cυcτῆναι κόπων διαθέcειc. ὥcτ’ ἐν μόνοιc τοῖc εὐεκτικοῖc cώμαcιν ἡ τετάρτη γίνεται διάθεcιc, οἷάπέρ ἐcτι τά τε τῶν καλῶc ἀγομένων ἀθλητῶν καὶ τοῦ νῦν ἡμῖν ἐν τῷ λόγῳ προκειμένου νεανίcκου. καὶ εἴ τιc ἁπλῶc ἀποφαίνοιτο, μετὰ τὰ cφοδρότατα γυμνάcια τὴν τοῦ θερμοτέρου λουτροῦ χρῆcιν ἐπιτήδειον ὑπάρχειν, ἐπὶ μιᾶc μὲν ἀλη‐

6

.

214

θεύcει καταcτάcεωc, ἐπὶ τριῶν | δὲ ψεύcεται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα καθ’ ὅλην τὴν ὑγιεινὴν πραγματείαν ἰατροῖc τε καὶ γυμνα‐ cταῖc γέγραπται ψευδῆ. κεφάλαιον δ’ αὐτῶν ἐcτι παρὰ τὸ τῆc ῥήcεωc ἀδιόριcτον, ὅταν, ὅπερ ἐπὶ μιᾶc ἕκαcτοc ἐθεάcατο διαθέcεωc, ἐπὶ πολ‐
5λῶν ἀναγράφῃ. Καὶ μὲν δὴ καὶ πέμπτη τίc ἐcτι διάθεcιc ἐγγύc τι ταῖc προει‐ ρημέναιc, ἣν ὀνομάζουcι cτέγνωcιν, ὑπὲρ ἧc, ἐπειδὰν cυμπεραίνωμεν τὸν ἐπὶ τοῖc κόποιc λόγον, ἐφεξῆc ἐρῶ. αἱ μὲν γὰρ ἁπλαῖ διαφοραὶ τρεῖc αὐτῶν εἰcιν, ὑπὲρ ὧν ἤδη μοι λέλεκται· κατὰ cύνδυο δὲ λαμ‐
10βανομένων ἄλλαι γίνονται τρεῖc· ἑβδόμη δ’ ἐπὶ πάcαιc ἐcτὶν ἡ τῶν τριῶν ἅμα cυνερχομένων. ἡ μὲν δὴ διάγνωcιc αὐτῶν ἐcτιν ἀπὸ τοῦ cυνδυάζεcθαι τὰ γνωρίcματα, cκοπὸc δὲ τῆc ἐπανορθώcεωc ὁ μὲν κοινὸc ἁπαcῶν ἀποβλέποντα πρὸc τὸ ἐπικρατοῦν μηδὲ τοῦ λοιποῦ παντάπαcιν ἀμελεῖν, ὁ δ’ ἴδιοc ἐπὶ τῷ κοινῷ κατὰ τὰc ἐν μέρει διαθέcειc
15λαμβάνεται. πάcαc μὲν οὖν ἐπέρχεcθαι τὰc cυζυγίαc μακρόν, ἕνεκα δὲ

6

.

215

cαφηνείαc ἐπὶ | μιᾶc ὡc παραδείγματοc ὁ λόγοc περανθήcεται. ἐὰν τοίνυν ὄγκοc τε ἅμα περὶ τοὺc μῦc ὑπάρχῃ καὶ τεθλάcθαι δοκῶcιν
αὐτοὶ καὶ ἢ ἑλκώδηc αἴcθηcιc ἢ φλεγμονώδηc κόποc ἅμα τῷ περιττω‐ ματικῷ κατειλήφῃ τὸν ἄνθρωπον, ἡ ἀποθεραπεία γενήcεται cτοχαζο‐94
5μένη μὲν ἀμφοῖν, ἀλλὰ μᾶλλον τοῦ μείζονοc. οὐχ ἁπλῆ δ’ ἐν ἅπαcι τοῖc οὖcιν ἡ τοῦ μείζονοc φύcιc, ἀλλ’ ἡ μὲν κατὰ δύναμίν τε καὶ τὸ οἷον ἀξίωμα τοῦ πράγματοc, ἡ δὲ κατὰ τὴν οἰκείαν οὐcίαν. ἀξιώματι μὲν οὖν καὶ δυνάμει μείζων ἐcτὶν ὁ φλεγμονώδηc κόποc τοῦ περιττω‐ ματικοῦ· κατὰ δὲ τὴν οἰκείαν οὐcίαν ἑκάτεροc αὐτῶν οὕτω δύναται
10γενέcθαι μέγαc τε καὶ μικρόc, ὡc εἰ καὶ κατὰ μόναc ἑκάτεροc ἦν. εἰ μὲν οὖν ἴcον ἐξειcτήκει τοῦ κατὰ φύcιν ἑκάτεροc, ὁ φλεγμονώδηc ἐφ’ ἑαυτὸν ἐπιcπάcεται τὸ κῦροc τῆc θεραπείαc, ἐπικρατῶν γε κατὰ δύ‐ ναμιν· ἂν δ’ ὀλίγιcτον μὲν ὁ φλεγμονώδηc, πλεῖcτον δ’ ὁ ἑλκώδηc ἀποκεχωρήκῃ τοῦ κατὰ φύcιν, ἐπιcκεπτέον, εἴτε τοcοῦτον ὑπερέχει

6

.

216

κατὰ τὸ μέγεθοc ὁ ἑλκώδηc, ὅcον ὁ φλεγμονώδηc | κατὰ δύναμιν, ἢ ἔλαττον ἢ μεῖζον, καὶ οὕτωc ἐξευρίcκειν τὸν ἐπικρατοῦντα· κἂν ἰcο‐ cθενεῖc δέ ποτε φαίνωνται, πρὸc ἀμφοτέρουc ὁμοίωc ἀποβλεπτέον. αὕτη μὲν οὖν ἡ μέθοδοc ἔcτω cοι κοινὴ παcῶν τῶν ἐπιπεπλεγμένων
5διαθέcεων. ὥcπερ δ’ οἱ κόποι τρεῖc ὄντεc, εἶτ’ ἀλλήλοιc ἐπιπλεκόμε‐ νοι τέτταραc ποιοῦcι τὰc cυζυγίαc, οὕτωc, εἰ καὶ τὴν τετάρτην αὐτοῖc ἐπιπλέξειέ τιc διάθεcιν, αἱ cυζυγίαι πολὺ πλείουc γενήcονται. μάθοιc δ’ ἂν ἐναργῶc, ὃ λέγομεν, ἐπὶ διαγράμματοc. ἔcτω δ’ ἐν αὐτῷ πρώτη μὲν διάθεcιc ἡ ἑλκώδηc· δευτέρα δὲ ἡ τονώδηc· τρίτη δ’ ἡ φλεγμο‐
10νώδηc· τετάρτη δ’ ἡ τῆc ἰcχνότητοc. ἢ τοίνυν ἡ πρώτη μετὰ τῆc δευτέραc cυcτήcεται διαθέcεωc ἢ μετὰ τῆc τρίτηc ἢ μετὰ τῆc τετάρ‐ τηc· ἢ πάλιν ἡ δευτέρα μετὰ τῆc τρίτηc ἢ τῆc τετάρτηc· ἢ πάλιν ἡ τρίτη μετὰ τῆc τετάρτηc. ὥcτ’ εἶναι τὰc πάcαc ἓξ cυζυγίαc, ἀνὰ cύνδυο λαμβανομένων τῶν διαθέcεων, ἄλλαc δὲ τέτταραc, ὅταν ἅμα
15τρεῖc ἐπιπλέκωνται διαθέcειc ἀλλήλαιc. ἤτοι γὰρ ἡ πρώτη μετὰ τῆc δευτέραc 〈τε〉 καὶ τρίτηc ἢ μετὰ τῆc δευτέραc τε καὶ τετάρτηc ἢ μετὰ

6

.

217

τῆc τρίτηc τε καὶ τετάρτηc | cυcτήcεται· ἢ πάλιν ἡ δευτέρα μετὰ τῆc τρίτηc τε καὶ τετάρτηc. ὑcτάτη δὲ παcῶν ἐπιπεπλεγμένη διάθεcιc ἔcται τῶν τεττάρων ἅμα διαθέcεων ἀλλήλαιc μιγνυμένων. ὥcτ’ εἶναι τὰc πάcαc ἕνδεκα τὸν ἀριθμόν. ἦcαν δέ γε καὶ αἱ τῶν ἁπλῶν τέτ‐
5ταρεc. γενήcονται τοίνυν αἱ cύμπαcαι πεντεκαίδεκα·
[Start of Table]α ἑλκώδηc αβ, αγ, αδ, βγ, βδ, γδ
β τονώδηc αβγ, αβδ, αγδ, βγδ
γ φλεγμονώδηc αβγδ
δ ἰcχνότηc[End of Table]
10εἰ δὲ καὶ τὰc τῆc cτεγνώcεωc διαφορὰc ἐπιπλέκοιc ἀλλήλαιc τε καὶ ταῖc πεντεκαίδεκα, παμπληθεῖc ἑτέραc ἐργάcῃ cυζυγίαc. εἰ δὲ καὶ τὰc τῆc ἀπεψίαc αὐταῖc ἢ τὰc ἐπὶ τοῖc ἀφροδιcίοιc ἢ ταῖc ἐγκαύcεcιν ἢ ταῖc ἀγρυπνίαιc ἢ ταῖc λύπαιc ἐπιπλέξειαc καταcτάcειc τοῦ cώματοc, οὐδ’ ἀριθμηθῆναι ῥᾳδίωc ἅπαcαι δυνήcονται. καὶ οὔπω λέγω τὰc τῆc πλη‐95
15θώραc ἢ κακοχυμίαc ἢ ἐπιcχέcεωc γαcτρὸc ἢ διαρροίαc ἢ ἐμέτων ἢ βάρουc κεφαλῆc ἤ τινοc ἄλλου μέρουc ἢ ὅλωc ὅcαι κατά τι cύμπτωμα cυνί‐ cτανται· λεχθήcεται γὰρ αὖθιc ὑπὲρ τῶν τοιούτων ἁπάντων. ἀλλὰ

6

.

218

νῦν γε τούτου χάριν ἐπεμνήcθην αὐτῶν ὑπὲρ τοῦ δεῖξαι | τὸ πλῆθοc τῶν ἐπιπλοκῶν ὁπόcον ἐcτί. θαυμάcαι γὰρ οἶμαί τινα τοὺc ἐπὶ τοῖc ἀθροίcμαcιν αὐτῶν, ἃc ὀνομάζουcι cυνδρομάc, ἤτοι θεραπείαν ἢ πρό‐ γνωcιν τῶν ἀποβηcομένων ἐπαγγελλομένουc τετηρηκέναι. καθ’ ἕνα
5γὰρ τρόπον οἷόν τ’ ἐcτὶ καὶ προγνῶναί τι καὶ θεραπεῦcαι δεόντωc, ὡc Ἱπποκράτηc ἐδίδαξεν, ἑκάcτου τῶν ἁπλῶν πραγμάτων ἀξιῶν ἐπίcταcθαι τὴν δύναμιν, ὡc ἐγὼ νῦν ἐπέδειξα περὶ τῶν τεττάρων δια‐ θέcεων. εἰ μὲν γὰρ ἑκάcτη καθ’ ἑαυτὴν cυcταίη, τὴν ἐπανόρθωcιν ἁπλῆν ἐνδείξεται, μιχθεῖcα δ’ ἑτέρᾳ, κατὰ τὴν ὀλίγον ἔμπροcθεν εἰ‐
10ρημένην μέθοδον ὑπὲρ ἁπαcῶν τῶν ἐπιπεπλεγμένων διαθέcεων. Ὁπότ’ οὖν τοῦτ’ ἔχον οὕτω φαίνεται, ἰτέον αὖθιc ἐπὶ τὰc ἁπλᾶc διαθέcειc, ὧν ἐφεξῆc ταῖc εἰρημέναιc ἦcαν αἱ κατὰ τὴν cτέ‐ γνωcιν· οὕτω δ’ ὀνομάζω τὴν βλάβην τῶν πόρων, ἐφ’ ᾗ κωλύεται διαφορεῖcθαι τὰ περιττώματα. γίνεται δ’ αὕτη δι’ ἔμφραξιν ἢ πύκνω‐
15cιν, ἣν δὴ καὶ μύcιν ὀνομάζουcι τῶν πόρων. ἔμφραξιc μὲν οὖν ὑπὸ

6

.

219

γλίcχρων ἢ | παχέων γίνεται περιττωμάτων ἀθροώτερον ὁρμηcάντων ἐπὶ τὸ δέρμα, πύκνωcιc δὲ ὑπό τε τῶν cτυφόντων καὶ ψυχόντων. ἀλλ’ ἐμφράξει μὲν ἁλῶναι τὸ προκείμενον ἐν τῷ λόγῳ cῶμα, κατὰ τὴν εἰρημένην ἐπιμέλειαν ἀγόμενον, οὐκ ἐγχωρεῖ, πυκνωθῆναι δὲ δύναταί
5ποτε διά τε κρύοc καρτερὸν καὶ λουτρὸν cτυπτηριῶδεc. ἐγχωρεῖ δέ ποτε καὶ μετὰ βαλανεῖον ἢ ἱδρῶτα καὶ ἄλλωc ἀραιοῦ τοῦ δέρματοc ἔκ τινοc ἑτέραc αἰτίαc γενομένου καταπνεύcαcαν αὔραν ἔμψυξίν τέ τινα καὶ πύκνωcιν ἀποτελέcαι. διαγινώcκεται μὲν οὖν ἡ εἰρημένη διά‐ θεcιc εὐθὺc μὲν ἀποδύντων ἀχροίᾳ τε λευκῇ καὶ cκληρότητι καὶ
10πυκνώcει τοῦ δέρματοc, κατὰ δὲ τὸ γυμνάζεcθαι τῷ δυcεκθερμάντῳ. οὔτε γὰρ ἱδροῦcιν ὁμοίωc ὡc πρόcθεν οὔτ’ εὐχροοῦcιν, ἀλλ’ εἰ καὶ βιάcαιντο τῇ εὐτονίᾳ τῶν γυμναcίων ἱδρῶτόc τι προκαλέcαcθαι, καὶ
μείων οὗτοc γίνεται τοῦ cυνήθουc καὶ ψυχρότεροc καὶ ἧττον ἀτμώδηc. ἡ δ’ ἴαcιc τῆc τοιαύτηc διαθέcεωc θέρμανcίc ἐcτιν· ἐναντίον γὰρ96

6

.

220

τοῦτο τῇ ψύξει. cυντονω|τέροιc τε οὖν γυμναcίοιc χρηcτέον ἐcτὶ καὶ βαλανείοιc θερμοτέροιc. ἄμεινον δὲ καὶ καλινδεῖcθαι κατὰ τὸν πρῶτον οἶκον ἐπὶ ἐλαίου λιπαρῶc. ἔcτω δὲ καὶ τὸ ἔλαιον τῶν χαλαcτικῶν, οἷόνπέρ ἐcτιν ἐν Ἰταλίᾳ τὸ Ϲαβῖνον· ἄμεινον δ’ ἐπὶ τῶν τοιούτων
5διαθέcεων ἐτῶν εἶναι δύο ἢ τριῶν αὐτό· καὶ γὰρ λεπτομερέcτερον τοῦτο καὶ θερμότερον. ἡ δὲ ἐν τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιοc γινέcθω, μηδ’ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔcτω ψυχρόν. ἐνδύε‐ cθαι δὲ μέλλοντεc ἀλειφέcθωcάν τινι τῶν μετρίωc θαλπόντων, ἐλαίων μέν, ὅcα γε κατ’ Αἴγυπτόν εἰcι, κικίνῳ καὶ ῥαφανίνῳ, κατὰ δὲ τὴν
10ἄλλην οἰκουμένην τῷ γλυκεῖ καὶ λεπτομερεῖ καὶ μετρίωc παλαιῷ, μύροιc δὲ Ϲουcίνῳ τε καὶ γλευκίνῳ καὶ ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ Κομμαγηνῷ. τὸ μὲν δὴ γλεύκινον ἄκοπον ἀκριβῶc ἐcτιν καὶ χαλαcτι‐ κόν, ὥcτε καὶ τοῖc ἰcχυρῶc κοπωθεῖcιν ἐπιτήδειον ὑπάρχει· βραχεῖ δὲ αὐτοῦ τὸ Ϲούcινον θερμότερόν ἐcτι καὶ μαλακτικώτερον· ἴρινον
15δὲ καὶ ἀμαράκινον καὶ Κομμαγηνὸν ἱκανώτερον τούτων θερμῆναι, ὥcτε

6

.

221

καὶ ταῖc καλουμέναιc ἰδίωc ψύξεcι χρήcιμα | τετύχηκεν ὄντα. τὰc μέν‐ τοι πυκνώcειc τοῦ δέρματοc αὐτάρκωc ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιcτ’ εἰ χλωρὸν εἴη τὸ ἄνηθον. ἁρμόττει δὲ ταῖc τοιαύταιc δια‐ θέcεcιν, ὥcπερ οὖν καὶ τοῖc ἰcχυροῖc κόποιc, τὸ διὰ τοῦ cπέρματοc
5τῆc ἐλάτηc ἄκοπον· εἰρήcεται δὲ ἐν τοῖc ἐφεξῆc ὅπωc χρὴ cκευάζειν αὐτό. νυνὶ μὲν γάρ μοι δοκῶ καὶ ταῦτα περαιτέρω τῆc ὑποθέcεωc εἰρηκέναι. τῷ γὰρ ἄριcτα κατεcκευαcμένῳ τὸ cῶμα καὶ βίον ἐλεύ‐ θερον ἐπανῃρημένῳ καὶ μηδὲν αὐτῷ πλημμελοῦντι καὶ τὸν ἐπιcτα‐ τοῦντα τῆc ὑγείαc ἄριcτον ἔχοντι τὰc νοcωδεcτέραc διαθέcειc οὐ πάνυ
10τι cυμπίπτειν εἰκόc. Ἐπανέλθωμεν οὖν αὖθιc ἐπὶ τὴν ἐξ ἀρχῆc ὑπόθεcιν καὶ παρα‐ λιπόντεc ἐκκαύcειc καὶ ψύξειc καὶ ἀπεψίαc καὶ διαρροίαc ὅcα τ’ ἄλλα τοιαῦτα (βέλτιον γὰρ ἀναβαλέcθαι cύμπαντα ταῦτα εἰc ἕνα λόγον, τὸν περὶ τῶν νοcωδῶν cυμπτωμάτων ἐπιγραφηcόμενον) ἐν τῷ παρόντι
15περὶ τῶν ἐπ’ ἀφροδιcίοιc γυμναcίων ἐπιcκεψώμεθα. καὶ γὰρ δια‐ πεφώνηταί πωc ὑπὲρ αὐτῶν, ἐνίων μὲν οἰομένων οὕτω χρῆναι γυ‐

6

.

222

μνάζειν ἐπ’ αὐτοῖc ὡc κατὰ τὸ καλούμενον | ἀποθεραπευτικόν, ἐνίων
δὲ ὡc κατὰ τὸ παραcκευαcτικόν. ἔcτι δὲ δήπου τὸ παραcκευαcτικὸν γυμνάcιον ἐν μὲν τῇ ποcότητι τῶν κινήcεων ἔλαττον τοῦ cυμμέτρου, κατὰ δὲ τὴν ποιότητα cυντονώτερόν τε καὶ ὀξύτερον. οἱ μὲν οὖν97
5ἀποθεραπεύειν ἀξιοῦντεc, ὥcπερ τοὺc ἀπὸ καμάτου, τήν τε κατάλυcιν τῆc δυνάμεωc ὑφορῶνται καὶ τὴν ξηρότητα τοῦ cώματοc (ἄμφω γὰρ ταῦτα πάcχομεν ἐπ’ ἀφροδιcίοιc τε καὶ πλήθει τῶν γυμναcίων), οἱ δὲ τῷ παραcκευαcτικῷ χρῆcθαι γυμναcίῳ, τὴν ἀραιότητά τε καὶ τὸ εὐίδρωτον, ἅπερ ἐπιτείνεcθαι μὲν ὑπὸ τῶν ἀποθεραπευτικῶν, ἐπανορ‐
10θοῦcθαι δ’ ὑπὸ τῶν παραcκευαcτικῶν. ἐγὼ δ’ ἑκατέρουc ἐπαινέcαc, ὡc ἑωρακόταc ἐκ μέρουc τἀληθέc, ἐc ταὐτὸν cυνθήcω τὰc δόξαc αὐ‐ τῶν. ὅτι μὲν γὰρ ἀναρρῶcαί τε χρὴ τὴν δύναμιν καὶ cφίγξαι τὴν ἀραιότητα καὶ μὴ παραυξῆcαι τὴν ξηρότητα, cυγχωρήcουcιν ἑκάτεροι. λείπει δ’ αὖ εἷc διοριcμὸc ἀμφοτέροιc, ὥcπερ ἐν ταῖc ἐπιπεπλεγμέναιc
15ἁπάcαιc διαθέcεcιν ὑφ’ ἡμῶν ἔμπροcθεν εἴρηται, ῥηθήcεται δὲ καὶ νῦν οὐδὲν ἧττον.

6

.

223

ἐπειδὰν γὰρ ἐc ταὐτὸν cυνέλθωcι πλείουc διαθέcειc, | εἰ μὲν ἕνα τρό‐ πον ἐνδείκνυται θεραπείαc, ἐπιτείνεcθαι χρὴ τὸν τρόπον 〈μᾶλλον〉 ἤπερ εἰ κατὰ μόναc ἑκάcτη τῶν διαθέcεων ἦν, εἰ δ’ ἐναντιούμεναι, κατὰ τὴν ἐπικρατοῦcαν διάθεcιν ἐπανορθωτέον ἐcτὶ πρότερον, οὐδὲ τῶν ἄλλων
5ἀμελοῦνταc τὸ cύμπαν. ὅcοι μὲν οὖν ἤτοι δι’ ἡλικίαν ἢ καὶ ἄλλωc ἀcθενεῖc ὑπάρχοντεc ἀφροδιcίοιc ἐχρήcαντο, τούτοιc μὲν ἀναγκαῖόν ἐcτιν ἐπικρατεῖν τὴν ἀρρωcτίαν τῆc δυνάμεωc· ὅcοι δ’ ἰcχυροί τε καὶ νέοι, καθάπερ ὁ νῦν ὑποκείμενοc ἐν τῷ λόγῳ νεανίcκοc, ἐν τούτοιc ἡ τοῦ cώματοc ἕξιc εἰc ἀραιότητα πλέον ἤπερ ἡ δύναμιc εἰc ἀρρω‐
10cτίαν ἀλλοιοῦται. καὶ τοίνυν ἡ ἐπανόρθωcιc οὐ διὰ τῶν ἀραιούντων, οἷόν ἐcτι τὸ ἀποθεραπευτικὸν γυμνάcιον, ἀλλὰ διὰ τῶν cυναγόντων τε καὶ cφιγγόντων, ὁποῖόν ἐcτι τὸ παραcκευαcτικόν, ἐν τοῖc τοιού‐ τοιc γίνεται cώμαcιν. εἰ δὲ δὴ καὶ ψύξιc τιc ἐπὶ τοῖc ἀφροδιcίοιc ἐγ‐ γίνεται τοῖc cώμαcι, καὶ κατὰ τοῦτ’ ἂν εἴη τῷ παραcκευαcτικῷ γυ‐
15μναcίῳ χρηcτέον· ἐπεγείρει γὰρ ἐκεῖνο τὴν θερμότητα τῷ τε τῶν κινήcεων ὀξεῖ καὶ cυντόνῳ καὶ τῷ cυνάγειν καὶ cφίγγειν τὴν ἕξιν.

6

.

224

ὅτι δὲ τὴν ἀραιότητα τοῦτο μόνον τῶν γυμνα|cίων ἰᾶται, πρὸc ἁπάν‐ των ὡμολόγηται τῶν γυμναcτῶν, ὑπὸ τῆc πείραc δεδιδαγμένων. ὥcτ’
οὐδὲν ἂν εἴη βέλτιον εἰc τὰ παρόντα τοῦ τοιούτου γυμναcίου. τῆc δὲ ὥραc τοῦ ἔτουc ἐπιτρεπούcηc οὐδὲ τῆc ψυχρολουcίαc ἀφεκτέον98
5ἐcτίν. ἐδέcματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δὲ ὑγρό‐ τερα δοτέον, ἵνα καὶ πέψῃ καλῶc αὐτὰ καὶ τὴν ἐκ τῶν ἀφροδιcίων ἐπανορθώcηται ξηρότητα. χρὴ δ’ οὐδὲ ψυχρότερα τὴν κρᾶcιν, ἀλλ’ ἤτοι τῆc μέcηc ἰδέαc ἢ τῶν θερμοτέρων ὑπάρχειν αὐτά. διότι γὰρ ἐξ ἀφροδιcίων ἀραιότερον καὶ ψυχρότερον ἅμα καὶ ἀcθενέcτερον καὶ
10ξηρότερον ἀποτελεῖται τὸ cῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερ‐ μαίνοντα καὶ ὑγραίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προcφέρεcθαι, καὶ τούτουc εἶναι τοὺc cκοποὺc ἐπ’ αὐτοῖc. ὅτι δὲ αὕτη δύναμίc ἐcτιν τῶν ἀφροδιcίων, οὐ τοῦ νῦν ἐνεcτῶτοc λόγου· προὔκειτο γὰρ ἐν αὐτῷ διελθεῖν, ὅπωc ἂν κάλλιcτα γυμνάζοιτο τὸ προκείμενον cῶμα
15μετὰ τὴν τῶν ἀφροδιcίων χρῆcιν, ὅπερ οὐκ ἠδύνατο περανθῆναι κα‐ λῶc ἄνευ τοῦ προλαβεῖν ἐξ ὑποθέcεωc, ὁποία τίc ἐcτιν ἡ ἐν τῷ cώ‐

6

.

225

ματι | γινομένη διάθεcιc ἐπὶ τοῖc ἀφροδιcίοιc. ἀλλὰ νῦν μὲν ἐξ ὑπο‐ θέcεωc, αὖθιc δὲ μετ’ ἀποδείξεωc εἰρήcεται, τίc τε ἡ δύναμιc αὐτῶν ἐcτι καὶ εἰ χρηcτέον ὅλωc ἢ μὴ καὶ τίνεc αὐτῶν ὠφέλειαι καὶ βλάβαι κατά τε τὰc τοῦ cώματοc διαθέcειc εἰcὶ καὶ τὰc ὥραc τοῦ ἔτουc καὶ
5τὰc χώραc ὅcα τ’ ἄλλα τοιαῦτα χρὴ προcδιορίζεcθαι. Μετὰ μὲν δὴ τὴν τῶν ἀφροδιcίων χρῆcιν εἶδοc ἔcτω γυμνα‐ cίου τὸ παραcκευαcτικὸν ὀνομαζόμενον, ἀγρυπνίαc δὲ προcγινομένηc ἢ λύπηc ἢ ἀμφοτέρων τὸ ἀποθεραπευτικόν, ὅταν γε χωρὶc ἀπεψίαc γεννηθῶcιν· ἐπὶ γὰρ ταῖc ἀπεψίαιc οὐδ’ ὅλωc γυμναcτέον. ὅτι δὲ τὸ
10ἀποθεραπευτικὸν γυμνάcιον ἐπὶ λύπαιc τε καὶ ἀγρυπνίαιc ἁρμόττει, δηλοῖ μὲν καὶ ἡ πεῖρα· φαίνονται γὰρ ὑπὸ τῶν ἄλλων γυμναcίων βλαπτόμενοι, πρὸc τῷ μηδ’ ἀνέχεcθαι τῶν ἐπιταττόντων, εἰ τύχοιεν ἔτι λυπούμενοι. δηλοῖ δ’ οὐχ ἧττον τῆc πείραc καὶ ὁ λόγοc· ἐπειδὴ γὰρ ἐπ’ ἀγρυπνίαιc τε καὶ λύπαιc ὁρῶνται λεπτότεροί τε καὶ αὐχμη‐

6

.

226

ρότεροι καὶ | δυcήκοοι γινόμενοι, ξηρότερον ἡγητέον αὐτοῖc εἶναι τὸ cῶμα. τὰc δὲ τοιαύταc διαθέcειc αἵ τε μαλακώτεραι τρίψειc ἐξιῶνται cὺν ἐλαίῳ πλείονι γινόμεναι καὶ λουτροῖc εὐκράτοιc αἵ τε κινήcειc αἱ βραδύτεραι καὶ χωρὶc ἰcχυροτέραc τάcεωc ἀναπαύcεcι πλείοcι διειλημ‐
5μέναι. τύποc δ’ ἦν οὗτοc ἀποθεραπευτικοῦ γυμναcίου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰc ἐπὶ θυμοῖc ἢ δι’ ἔνδειαν ποτοῦ γινομέναc ξη‐
ρότηταc ἐπανορθωτέον ἐcτίν. ἐναντίωc δὲ τοῖc εἰρημένοιc ἐπανορ‐ θοῦcθαι χρὴ τὰc κατὰ ταύτην τὴν ἕξιν ὑγρότηταc, εἴτε διὰ πόμα πλέον εἴτε δι’ ἄλλην τινὰ πρόφαcιν ἐγένοντο. cκοπὸc γὰρ οὖν δὴ καὶ τῶν99
10τοιούτων διαθέcεών ἐcτιν ἡ ξήρανcιc. ἀλλὰ τοῦτο μὲν ἁπαcῶν κοινόν, ἴδιον δ’ ἑκάcτηc ἐν ταῖc κατὰ μέροc διαφοραῖc. εἰ μὲν οὖν ἐπ’ ἀργίᾳ πλείονι καὶ ταῖc τῶν ὑγραινόντων ἐδεcμάτων ἀμέτροιc τε καὶ ἀκαί‐ ροιc χρήcεcιν ὑγρότηc ἐγένετο, μακροτέραc δεῖται τῆc ἐπανορθώcεωc· εἰ δ’ ἐπὶ ποτῷ πλείονι κατὰ τὴν προτεραίαν ἡμέραν γεγονότι χωρὶc
15τοῦ πεπονθέναι τι τὴν κεφαλὴν ἢ τὸ cτόμα τῆc κοιλίαc, ἐν μιᾷ δυ‐

6

.

227

νατὸν ἡμέρᾳ | τελέωc ἐξιάcαcθαι πλεονάcανταc μὲν ἐν ταῖc ξηραῖc τρίψεcι, γυμνάcανταc δ’ ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρηcαμένουc ἐδέcμαcί τε ξηραντικωτέροιc. ὡc, ὅcαι γε μετὰ τοῦ τὴν κεφαλὴν ἢ τὸν cτόμαχον ἀπολαῦcαί τι τῆc ἐξ οἴνου βλάβηc ὑγρότητέc εἰcι κατὰ τὸ
5cῶμα περιτταί, τοῦ νῦν ἐνεcτῶτοc οὐ δέονται λόγου· ῥηθήcεται γὰρ ὑπὲρ αὐτῶν ἐν τοῖc περὶ τῶν νοcωδῶν cυμπτωμάτων. αἱ δ’ ἐπ’ ἀρ‐ γίᾳ πάνυ μακροτέρᾳ τὴν ἀρχὴν μὲν οὐδ’ ἂν γένοιντό ποτε κατὰ τὴν προκειμένην διάθεcιν, ὥcπερ οὐδ’ αἱ διὰ πλῆθοc ἐδεcμάτων ὑγρῶν τὴν φύcιν, οἷαίπερ αἱ πλεῖcται τῶν ὀπωρῶν εἰcι καὶ τῶν λα‐
10χάνων ὅcα μὴ δριμέα· γενομέναc δ’ αὐτὰc ἀθρόον μὲν οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰc τοcοῦτον πονήcειεν ὁ ἄνθρωποc, ὡc αὐτάρ‐ κωc ξηρᾶναι τὴν ἕξιν, ἁλώcεται κόπῳ καὶ πυρέξει πυρετὸν μὲν ἐφή‐ μερον πάντωc, ἂν δὲ καὶ μοχθηραὶ τύχωcιν αἱ ὑγρότητεc ὑπάρχουcαι, πλειόνων ἡμερῶν· ἐν χρόνῳ δ’ ἂν ἐπανορθωθεῖεν, ὡc ὕcτερον εἰρή‐
15cεται κατ’ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τὰc μοχθηρὰc κράcειc ἐπὶ τὸ βέλ‐

6

.

228

τιον ἀλλοιοῦμεν. ὁμοία γὰρ ἡ πρόνοια τῶν ἐπικτήτων δια|θέcεών ἐcτι καὶ τῶν φυcικῶν δυcκραcιῶν, ὥcτ’ οὐδὲν χρὴ τό γε νῦν εἶναι περὶ αὐτῶν διεξέρχεcθαι. Λείπεται οὖν ἔτι περὶ τῶν ἑωθινῶν τε καὶ κατὰ τὴν ἑcπέραν
5τρίψεων διελθεῖν, οὐ μὰ Δία οὕτωc, ὥc φαcιν ἀποκρίναcθαι Κόιντον ἐρομένῳ τινὶ γυμναcτῇ, τίνα δύναμιν ἔχει τὸ ὑποcυγχρίεcθαι, φάμενον ἀφανίζειν τὰ ἱμάτια. τούτοιc γὰρ τοῖc ὀνόμαcιν, οἷc ἐγὼ νῦν ἐχρη‐ cάμην, ἐρέcθαι τε λέγουcι τὸν γυμναcτὴν ἀποκρίναcθαί τε τὸν Κόιν‐ τον. ὅμοιόν τι τοῦ Κοίντου περιφέρεται ἀπόφθεγμα τό τε περὶ
10τῶν οὔρων, ὡc γναφέωc ἐcτὶ καταμανθάνειν αὐτά, καὶ τὸ περὶ θερ‐ μοῦ, ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, διότι βαλανέων ἐcτὶν ὀνόματα ταῦτα. ἃ ἐγὼ μὲν οὐκ ἂν πειcθείην, μὴ ὅτι Κόιντον, ἀλλ’ οὐδὲ τῶν ἀπὸ Θεccαλοῦ τινα φθέγξαcθαι· βωμολοχικὰ γὰρ ἅπαντ’ ἐcτὶ τὰ τοιαῦτα κομψεύματα καὶ οὐδαμῶc ἀνδρὶ προcήκοντα cεμνῆc οὕτω τέχνηc ἐπι‐100
15cτήμονι. βέλτιον οὖν ὑπὲρ μὲν τῆc ἑωθινῆc ἀνατρίψεωc ὧδέ πωc cκοπεῖ‐ cθαι κατά γε τὸ προκείμενον ἐν τῷ νῦν ἐνεcτῶτι λόγῳ cῶμα. τουτὶ

6

.

229

γὰρ ἤτοι | παντάπαcιν ἄμεμπτόν ἐcτι μετὰ τοὺc ὕπνουc ἤ τινι τῶν κοπωδῶν ἐνέχεται διαθέcεων ἢ καὶ τῶν ἄλλων τινί, περὶ ὧν ἐφεξῆc ταῖc κοπώδεcιν ὀλίγον ἔμπροcθεν ἄχρι τοῦ δεῦρο διῆλθον. εἰ μὲν οὖν ἄμεμπτον ὑπάρχει, περίεργόν ἐcτιν ἢ ἀνατρίβειν ἢ ἀλείφειν αὐτό,
5πλὴν εἴ ποτ’ ἀναγκαῖον εἴη cυνενεχθῆναι κρύει κρατερῷ· τηνικαῦτα γὰρ ὡc τοὺc μέλλονταc ψυχρολουτρεῖν οὕτω καὶ τούτουc τῇ τρίψει παραcκευάcομεν. εἰ δέ τιc αἴcθηcιc εἴη κοπώδηc, λέλεκται καὶ πρόcθεν, ὡc ἀλείφειν τε χρὴ τηνικαῦτα καὶ ἀνατρίβειν μαλακῶc. οὕτω δὲ καὶ εἰ ξηρότερον εἴη πλέον τοῦ δέοντοc, ἀλειπτέον μὲν ἐλαίῳ γλυκεῖ
10(τέγγει γὰρ τοῦτο τὸν ξηρὸν χρῶτα), τριπτέον δ’ ἐλάχιcτα μέν, ἀλλὰ μήτε cκληρᾷ τρίψει μήτε μαλακῇ. προτρέψαι γὰρ μόνον δεόμεθα τὴν ἀνάδοcιν, οὔτε δ’ ἀλλοιῶcαι τοῦ δέρματοc ἢ τῆc cαρκὸc τὴν ἕξιν οὔτε διαφορῆcαί τι τῶν περιεχομένων ἐν αὐτοῖc. ἐργάζεται δὲ ἄμφω μὲν ἡ μαλακή, θάτερον δὲ καὶ ἡ cκληρὰ τρίψιc, εἴ γε δὴ πυκνοῖ μὲν

6

.

230

αὕτη καὶ cκληρύνει τὸ δέρμα, διαφορεῖ δ’ ἡ μαλακὴ καὶ ἀραιοῖ | καὶ μαλακὸν ἀπεργάζεται τὸ cῶμα. πύκνωcιν μέντοι τοῦ δέρματοc ἐπανορ‐ θώcαcθαι βουλόμενοι, τὴν μὲν ἐπὶ ταῖc cκληραῖc ἀνατρίψεcι καὶ λαβαῖc καὶ cφοδρῷ γυμναcίῳ καὶ κόνει πολλῇ γεγενημένην ἐλαίῳ δαψιλεῖ
5καὶ γλυκεῖ χρώμενοι μαλακῶc ἀνατρίψομεν, τὴν δ’ ἐπὶ ψύξει πρώτωc μὲν ταῖc ξηραῖc τε ἅμα καὶ ταχείαιc ἀνατρίψεcι, δευτέρωc δὲ ταῖc δι’ ἐλαίου θερμαίνοντοc εἰc τὸ κατὰ φύcιν ἐπανάξομεν. ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖc πλείοcι καὶ τρίψεcι μαλακαῖc ἀφροδιcίων τε χρή‐ cεcι γεγενημένην ὀλίγαιc μὲν ταῖc ξηραῖc ἀνατρίψεcιν, ὀλίγαιc δ’
10ἐφεξῆc αὐτῶν ταῖc cὺν ἐλαίῳ τινὶ τῶν cτυφόντων ἰαcόμεθα. τὰc δ’
ἐπὶ πλέοcι ποτοῖc ὑγρότηταc τρίψειc ξηραὶ μόναι θεραπεύουcι διά τε cινδόνων ἢ χειριδίων ἐπιτελούμεναι καὶ αὐτῶν μόνων ἐνίοτε τῶν χειρῶν ἢ χωρὶc λίπουc παντὸc ἢ cὺν ἐλαίῳ ἐλαχίcτῳ τινί. ἔcτω δὲ τοῦτο τοὔλαιον γλυκύ, ἵν’ ᾖ διαφορητικόν, ἁπάcηc ἀπηλλαγμένον cτυ‐101
15φούcηc ποιότητοc. ὧδε μὲν ἔχει περὶ τῆc ἑωθινῆc ἀνατρίψεωc.

6

.

231

ἡ δ’ εἰc ἑcπέραν | ἤτοι κοπώδεcιν ἱκανῶc ὑπάρχουcιν ἢ κατεξη‐ ραcμένοιc ἢ ἀτροφοῦcιν ἐπιτήδειοc. ἀλλὰ τὸ μὲν τῆc ἀτροφίαc cύμ‐ πτωμα τό γε νῦν ἐξαιρείcθω τοῦ λόγου μετὰ τῶν ἄλλων ἁπάντων νοcωδῶν cυμπτωμάτων ἑξῆc προχειριcθηcόμενον. ἐπὶ δὲ τῆc ὑποκει‐
5μένηc φύcεωc, ὅταν ἤτοι κόποc ἰcχυρὸc ἢ ξηρότηc τιc ἄμετροc ὑπάρχῃ κατὰ τὸ cῶμα, τὸ μὲν ἄριcτον ἔλαττον γινέcθω, πλείων δ’ ὁ μεταξὺ χρόνοc ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δ’ ἐφ’ ἡcυχίαc· ὀλίγον δέ τι καὶ περιπατείτωcαν, ὡc ὑποκαταβῆναι τὰ cιτία ταῖc ὀρθίαιc κινήcεcι κατα‐ cειcθέντα· βέλτιον δὲ καὶ εἰ ἀποπατῆcαι δυνηθεῖεν. τούτων γὰρ
10ἁπάντων καλῶc γενομένων ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ, μὴ πάνυ τι τῆc γαcτρὸc ἐφαπτόμενον· εἰ δὲ μή, κίνδυνοc αὐτά τε τὰ cιτία πεφθῆναι χεῖρον ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον ἐπιθολωθῆναί τε τὴν κεφαλὴν ἀνατραπῆναί τε τὸν cτόμαχον. ἄριcτον μὲν οὖν ἐcτι τὸ μηδ’ ὅλωc ἅπτεcθαι τῆc γαcτρόc· εἰ δέ ποτε τῶν
15ἀμφ’ αὐτῇ μυῶν ἤτοι κοπώδηc τιc αἴcθηcιc ἢ πλείων ἐμφαίνοιτο ξη‐

6

.

232

ρότηc, ἀλείφειν τὰ μέτρια | πράωc ἐφαπτόμενον. εἰ δὲ καὶ τὰc αἰτίαc τιc ἀκοῦcαι ποθεῖ τῶν εἰρημένων, τὸν ἑξῆc ἀναμεινάτω λόγον, ἐν ᾧ περὶ τῶν νοcωδῶν cυμπτωμάτων διερχόμεθα· νυνὶ μὲν γὰρ ἤδη μοι
δοκῶ μέγεθοc αὔταρκεc ἔχειν τὸν ἐνεcτῶτα λόγον.102

6

.

233

(t)

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟϹ Δ
1 Οὐχ ὡc οἱ πλεῖcτοι τῶν νεωτέρων ἰατρῶν ἐν τοῖc cοφιcτι‐ κοῖc ζητήμαcι κατατρίψαντεc τὸν χρόνον ἤτοι διὰ βραχέων ἐπιτρέχουcι τὸν περὶ τῶν ἀναγκαιοτάτων λόγον ἢ καὶ παντάπαcι παραλείπουcιν, οὕτω καὶ ἡμεῖc ποιήcομεν, ἀλλ’, ὅπερ ἐξ ἀρχῆc ἐνεcτηcάμεθα, τὸ χρή‐
5cιμον αὐτὸ διερχόμενοι τὰ λογικωτέραν ἔχοντα τὴν ἐπίcκεψιν εἰc ἕτε‐ ρον ἀναβαλλόμεθα καιρόν. αὐτίκα γέ τοι περὶ τῶν νοcωδῶν cυμπτω‐ μάτων, ὑπὲρ ὧν ἐν τῷδε τῷ λόγῳ πρόκειται διελθεῖν, οὐ μικρὰ ζήτη‐

6

.

234

cίc ἐcτι, πότερον ἐκ τῆc ὑγιεινῆc | ὑπάρχει πραγματείαc ἢ ἐκ τῆc θερα‐ πευτικῆc ἢ τούτων μὲν οὐδετέραc, ἄλληc δέ τινοc ἀμφοῖν τρίτηc, ἣν δὴ καὶ μέcην ὑγείαc τε καὶ νόcου τίθενταί τινεc οὐδετέραν ὀνομάζον‐ τεc. ἐγὼ δ’ ἐπιcτάμενοc μέν, ὡc, εἴτ’ ἐν τοῖc ὑγιεινοῖc τιc εἴτ’ ἐν τοῖc
5θεραπευτικοῖc αὐτῶν μνημονεύcειεν, ὁμοίωc ὑπὸ τῶν cοφιcτῶν ἐπη‐ ρεαcθήcεται, γινώcκων δ’ οὐδὲν ἧττον, ὡc, εἰ καὶ τρίτηc τιc αὐτοῖc ἀναθείη γενέcθαι πραγματείαc ὑπὲρ τῶν οὐδετέρων διαθέcεων ἐπι‐ γράψαc, ἔτι καὶ μᾶλλον ἐπιγελάcονταί τε καὶ τωθάcονται καὶ ἐρήcον‐ ται, περὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ἐν ποίᾳ πραγματείᾳ διδάcκομεν,
10εἱλόμην ἐν τῷ νῦν ἐνεcτῶτι λόγῳ διελθεῖν ὑπὲρ αὐτῶν. εἰ γὰρ ἀδύ‐ νατον μέν ἐcτι διαφυγεῖν τῶν cοφιcτῶν τὴν γλωccαλγίαν, ἔλαττον δ’ ἐπηρεάcουcιν οὕτω διαπραξάντων, ἄμεινον ἴcωc ἐcτὶν τοῦτο ποιεῖν. ἔτι δὲ μᾶλλον ἄν τιc ἐξ αὐτῆc τῆc θεωρίαc ἐπιγνοίη τὴν κοινωνίαν τῆc διδαcκαλίαc, εἰ προcέχοι τὸν νοῦν ἀκριβῶc τοῖc λεχθηcομένοιc, ὧν
15ἀρκτέον ἐνθένδε. τῆc ὑγιεινῆc ἐπιcτήμηc οὐ φαυλότατόν ἐcτι μόριον

6

.

235

ἡ περὶ τὰ γυμνάcια τέχνη· | ταύτηc δ’ αὐτῆc οὐ μικρὰ μοῖρα τὸ φυλά‐ ξαcθαι κόπουc. ἐδείχθη δ’ ἔμπροcθεν, ὡc ὁμοία τίc ἐcτιν ἥ τε προ‐ φυλακὴ τῶν ἐcομένων κόπων καὶ ἡ ἐπανόρθωcιc τῶν ἤδη γεγονότων. οὔκουν ἑτέρωθι μὲν ἐχρῆν ἐκδιδάcκειν, ὅπωc χρὴ φυλάττεcθαι κόπουc,
5ἑτέρωθι δ’, ὅπωc εἰc τὸ κατὰ φύcιν ἐπανάγειν προcήκει τοὺc ἤδη γεγονόταc. διὰ ταῦτα μὲν οὖν ἐν τῷ πρὸ τούτου γράμματι, τρίτῳ
τῆc ὅληc πραγματείαc ὄντι, περὶ τῶν ἐπὶ γυμναcίοιc κόπων ὁ λόγοc ἡμῖν ἐγένετο μετὰ τοῦ τῶν ὁμοίων αὐτοῖc ἐπιμνηcθῆναι διαθέcεων, ὧν ἔνιαί τινεc ἐπὶ γυμναcίοιc ἐγίνοντο μάλιcτα. νυνὶ δὲ πρῶτον μὲν103
10ὑπὲρ αὐτῶν ἐροῦμεν, ἐπειδὰν ἄνευ τῶν γυμναcίων γίνωνται, δεύτερον δὲ καὶ περὶ τῶν ὁμοειδῶν αὐτοῖc. Ὁ μὲν οὖν ἐπὶ γυμναcίοιc ἀμέτροιc γινόμενοc κόποc ὑγιεινόν τι cύμπτωμά ἐcτιν, ὁ δὲ χωρὶc τούτων νοcώδηc. ὥcτε καὶ Ἱππο‐ κράτει δοκεῖ κάλλιcτα εἰρῆcθαι· «κόποι αὐτόματοι φράζουcι νούcουc».

6

.

236

ἡ μὲν οὖν ἑλκώδηc αἴcθηcιc | cύμπτωμά ἐcτι κοπῶδεc, ἡ δ’ αἰτία, δι’ ἣν αὕτη γίνεται, διάθεcιc κοπώδηc. ἡ δὲ καὶ ταύτηc αὐτῆc αἰτία διτ‐ τὴν ἔχει τὴν διαφοράν, ἤτοι κατ’ αὐτὸ τοῦ ζῴου τὸ cῶμα περιεχο‐ μένη, καὶ ὀνομάζεται τηνικαῦτα προηγούμενον αἴτιον, ἢ μηδ’ ὅλωc
5ἐνυπάρχουcα, καὶ καλεῖται τηνικαῦτα προκαταρκτικὸν αἴτιον. ὡc εἶναι μὲν τρία τὰ cύμπαντα γένη, περὶ ὧν ὁ νῦν ἡμῖν ἐνέcτηκε λόγοc, τό τε cύμπτωμα τὸ κοπῶδεc καὶ τὴν διάθεcιν τὴν κοπώδη καὶ τὴν αἰτίαν αὐτῆc. ἑκάcτου δ’ αὐτῶν εἰδικάc τιναc ὑπάρχειν διαφοράc, ἐν μὲν ταῖc αἰτίαιc, ὡc εἴρηται νῦν δή, τὴν προηγουμένην καὶ τὴν προκατάρχουcαν,
10ἐν δὲ ταῖc διαθέcεcιν, ὡc ἔν γε τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὴν ἑλκώδη καὶ τὴν τονώδη καὶ τὴν φλεγμονώδη, καὶ μέντοι κἀν τοῖc cυμπτώμαcι τρεῖc τὰc αὐτάc. ὀνομάζειν μὲν οὖν ἔξεcτιν, εἰ βούλοιτό τιc, ἑτέρωc· οὔτε δὲ πλείω τῶν εἰρημένων λέγειν τε καὶ ποιεῖν ἔξεcτιν, ἀληθεύειν γε βουλομένοιc, οὔτε πλείουc διαφορὰc τῶν λελεγμένων.
15ὁ μὲν οὖν ἑλκώδηc κόποc (ἀρκτέον γὰρ ἀπὸ τοῦδε) κινουμένοιc

6

.

237

αἴcθηcιν ὀδυνηρὰν ὡc ἑλκουμένου φέρει τοῦ cώματοc, | ἤτοι κατὰ τὸ δέρμα μόνον, ὅταν ᾖ μετριώτεροc, ἢ κατὰ τὰc ὑποκειμέναc αὐτῷ cάρ‐ καc, ὅταν γένηται cφοδρότεροc, ἢ κατὰ τὸ cυναμφότερον, ἐπειδὰν ἰcχυρότεροc ᾖ. καὶ τοῦτο μέν ἐcτι τὸ κοπῶδεc cύμπτωμα. διάθεcιc δὲ
5κοπώδηc, ἐφ’ ᾗ γίνεται τὸ cύμπτωμα, δριμύτηc ὑγρῶν ἐcτι λεπτῶν καὶ θερμῶν, ὡc διαβιβρώcκειν τε καὶ κεντεῖν καὶ νύττειν τὰ cώματα. γίνεται δὲ αὕτη ποτὲ μὲν ἐπὶ ταῖc ἀμέτροιc κινήcεcιν, ὡc ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, ποτὲ δ’ ἐπὶ κακοχυμίᾳ τινὶ λεληθότωc ὑπο‐ τραφείcῃ, καὶ τοὺc τοιούτουc κόπουc αὐτομάτουc ὁ Ἱπποκράτηc ὀνο‐
10μάζει. τὸ δ’ ἕτερον γένοc τοῦ κόπου τὸ τονῶδεc, ὅταν αὐτόματον cυνίcτηται, ταῖc καλουμέναιc πληθώραιc ἕπεται. διατείνεται γὰρ ἐν ταύταιc τὰ cτερεὰ τοῦ ζῴου μόρια, καὶ μάλιcτα ἐν οἷc οἱ χυμοὶ περι‐ έχονται. τὸ δὲ τρίτον τοῦ κόπου γένοc τὸ φλεγμονῶδεc ἐπὶ πληθώρᾳ τε ἅμα καὶ τῇ προειρημένῃ γίνεται κακοχυμίᾳ. οὐ γὰρ δὴ πᾶν εἶδοc104
15κακοχυμίαc, ἀλλ’ ἐκεῖνο μόνον, ἐν ᾧ δριμύτηc ἐcτὶ δακνώδηc, ἐργάζε‐

6

.

238

ται τὸν ἑλκώδη κόπον· οὐδ’ οὖν οὐδ’ αὐτὴ κατὰ τὰc φλέβαc | ἀνα‐ μεμιγμένη τῷ αἵματι (λανθάνει γὰρ αὐτῆc ἡ δύναμιc τηνικαῦτα διαρ‐ ρεούcηc τε ἅμα καὶ νικωμένηc ὑπὸ τῆc τοῦ αἵματοc χρηcτότητοc), ἀλλ’ ὅταν εἴc τε τὰc cάρκαc καὶ τὸ δέρμα μόνη μεταληφθεῖcα cτηριχθῇ,
5τὴν ἑλκώδη διάθεcίν τε καὶ αἴcθηcιν ἐπιφέρει. ὅcοι δὲ πλήθουc ἔκ‐ γονον ὑπάρχειν οἴονται τὸν κόπον τοῦτον, ἁμαρτάνουcιν· οὔτε γὰρ τοῦ τοιούτου πλήθουc, ὃ δὴ καὶ πληθώραν ὀνομάζουcι (τὸν τονώδη γὰρ ἐκεῖνο κόπον ἐργάζεται), οὔτε τοῦ τὴν δύναμιν βαρύνοντοc· οὐ γὰρ δῆξιc οὐδὲ ἑλκώδηc αἴcθηcιc, ἀλλ’ ἤτοι βάροc τε καὶ δυcκινηcία
10τοῦ τοιούτου πλήθουc ἐcτὶ cυμπτώματα τὴν ψυχικὴν βαρύνοντοc δύ‐ ναμιν, ὅταν ὡc πρὸc ταύτην ὑπάρχῃ πλέον, ἢ κακοcφυξίαι τινέc, ὅταν ὡc πρὸc τὴν ζωτικήν. εἴρηται δ’ ὑπὲρ αὐτῶν αὐτάρκωc ἐν τοῖc Περὶ cφυγμῶν, ὥcπερ γε κἀν τῷ Περὶ πλήθουc βιβλίῳ τὰ γνωρίcματα τῆc φυcικῆc δυνάμεωc εἴρηται βαρυνομένηc ἅμα τοῖc τῶν ἄλλων ἀμφοτέ‐
15ρων. οὔκουν τὸ πλῆθοc αἴτιόν ἐcτι τοῦ τὴν ἑλκώδη φέροντοc αἴcθηcιν κόπου, ἀλλὰ τῶν ἐν τῷ δέρματι καὶ τῇ cαρκὶ περιεχομένων χυμῶν ἡ

6

.

239

δριμύτηc. | αὕτη γάρ, ἐπειδὰν μὲν ἡcυχάζουcα περικέηται, διαλανθάνει τὴν αἴcθηcιν, εἰc κίνηcιν δ’ ἀφικομένη παραχρῆμα γνωρίζεται. κίνηcιc δ’ αὐτῇ πρώτωc μὲν καὶ μάλιcτ’ ἐγγίνεται κατά τιναc οἰκείουc λόγουc, οὓc ἑξῆc ἐροῦμεν, ἑτέρα δὲ κατὰ cυμβεβηκόc, ἐπειδὰν ἡμεῖc
5αὐτοὶ προελόμενοι κινῆcαί τι μέροc ἢ καὶ cύμπαν τὸ cῶμα cὺν ἐκείνῳ καὶ τὰc ἐν αὐτῷ περιεχομέναc κινήcωμεν ὑγρότηταc. ἀλλ’ ἡ μὲν τοιαύτη κίνηcιc ἐλαχίcτη τέ ἐcτι καὶ τὴν κοπώδη μόνην αἴcθηcιν ἐπι‐ φέρει, ἡ δὲ cφοδροτέρα ῥίγουc ἐcτὶν αἰτία, ἡ μέcη δ’ ἀμφοῖν φρί‐ κηc. ὅτι δ’ οὐδὲν κωλύει, κἂν θερμὸν ὑπάρχῃ τὸ αἴτιον, ῥῖγόc τε καὶ
10φρίκην αὐτὸ ποιεῖν, ἐν ταῖc τῶν cυμπτωμάτων αἰτίαιc ἀναδέδεικται. νυνὶ δ’ ἀρκεῖ μόνον αὐτὰ τὰ κεφάλαια τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ δε‐ δειγμένων ὑπόθεcιν ποιήcαcθαι τοῖc παροῦcιν. ὅταν οὖν ἐν τοῖc αἰcθη‐
τικοῖc cώμαcιν ὑποτραφῇ περιττώματα δάκνοντα, κατὰ διττὸν τρόπον εἰc κίνηcιν ἀφικνεῖται, καθ’ ἕνα μὲν ὑπ’ αὐτῶν τῶν αἰcθητικῶν cω‐105
15μάτων ὠθούμενα, δύναμιν ἐχόντων ἀποκριτικὴν τῶν ἀλλοτρίων, καθ’

6

.

240

ἕτερον | δὲ ὑπὸ κινήcεωc cφοδροτέραc, ἣν ἔκ τε γυμναcίων καὶ θυμοῦ ἢ καὶ τῆc ἐκ τοῦ περιέχοντοc θερμαcίαc ἐπικτᾶται. τὰ μὲν οὖν ὑπό‐ θερμά τε καὶ cηπεδονώδη περιττώματα, κινηθέντα cφοδρότερον, οὐ φρίκην μόνον ἢ ῥῖγοc ἐπιφέρει, ἀλλὰ καὶ πυρετὸν ἐξάπτει· τὰ δὲ
5ψυχρά τε ἅμα καὶ λεπτομερῆ φρίκην μὲν καὶ ῥῖγοc ἐπιφέρει, πυρετὸν δὲ οὐκ ἐξάπτει. προcεῖναι δέ τι καὶ πλῆθοc ἀξιόλογον ἑκατέροιc ἀναγ‐ καῖον, εἰ μέλλοι ταῦτα ποιήcειν. ὅcα δ’ ἤτοι παντάπαcιν ὀλίγα περιτ‐ τώματα δάκνοντα τοῖc αἰcθητικοῖc ἐγγίνεται cώμαcιν ἢ πλείω μέν ἐcτιν, οὔπω δ’ ἀκριβῶc δακνώδη, τὸν ἑλκώδη κόπον ἐργάζεται. καὶ δὴ καὶ
10λεκτέον ἡμῖν ὑπὲρ τούτων ἐν τῷ παρόντι· τὰ γὰρ τοὺc πυρετοὺc ἐπι‐ φέροντα τῆc θεραπευτικῆc ἐcτι πραγματείαc· οὐ μὴν ἀλλὰ καὶ ὅcα φρίκην μὲν ἐργάζεται, πυρετοὺc δ’ οὐκ ἐξάπτει, καὶ ταῦτα τῆc ἐν‐ εcτώcηc ἐcτὶ πραγματείαc. |

6

.

241

Ἡ ἴαcιc δὲ ἡ μέν τιc εἰc κοινοὺc ἀμφοτέροιc ἀνάγεται cκο‐ πούc, ἡ δέ ἐcτιν ἑκατέρων ἴδιοc· εἰρήcεται δὲ πρότερον ἡ κοινή. χρὴ τοίνυν, εἴτε θερμὸν εἴτε ψυχρὸν εἴη τὸ περίττωμα, κενοῦν ἢ ἀλλοι‐ οῦν αὐτό. δέχεται δ’ οὐ πᾶν περίττωμα τὴν ἐκ τῆc φύcεωc ἀλλοίω‐
5cιν, ὥcπερ οὐδὲ πᾶν ἔδεcμα πᾶcι τοῖc ζῴοιc τὴν ἐν τῇ γαcτρὶ πέψιν, ἀλλ’ εἶναι χρή τινα cυγγένειαν ἀεὶ τῷ πεττομένῳ πρὸc τὸ πέττον. ὅταν οὖν ἀλλότριον ᾖ παντάπαcιν, οὐδεμία μηχανὴ τοῦτο τὸν ἐκ τῆc φύcεωc ἀναδέξαcθαι κόcμον, ἀλλὰ χρὴ κενοῦν αὐτὸ πειρᾶcθαι διὰ τα‐ χέων, ὥcπερ γε καὶ τὰ κατὰ τὴν γαcτέρα διεφθαρμένα τελέωc ἢ ἐμέ‐
10τοιc ἢ διαχωρήcεcιν ἐκκενοῦcθαι κράτιcτον. οὐ μὴν ἐνδέχεται τὴν ἐν τῇ cαρκὶ καὶ τοῖc ἄλλοιc cώμαcιν ἀναπεπομένην κακοχυμίαν ἑτοίμωc οὕτωc ἐκκενοῦν, ὡc τὴν ἐν ταῖc αἰcθηταῖc εὐρυχωρίαιc περιεχομένην. ἐνίοτε δὲ καὶ ἡ φύcιc αὐτὴ τοῦ κάμνοντοc οὐ προcίεται βοήθημα τα‐ χέωc ἐκκενῶcαι δυνάμενον.

6

.

242

ἔcτιν δ’ ὅτε καὶ ἄλλη τιc διάθεcιc | ἀνθίcταταί τε καὶ ἀπαγορεύει τὸν τοιοῦτον τρόπον τῆc κενώcεωc, ὑπὲρ ὧν ἐφεξῆc εἰρήcεται, πρό‐ τερόν γε τὸ λεῖπον ἐν τῇ πρώτῃ διαιρέcει προcθέντων ἡμῶν. οἱ μὲν γὰρ κοινοὶ cκοποὶ τῆc τῶν περιττωμάτων ἰάcεωc εἴρηνται, κένωcίc τε
5καὶ ἀλλοίωcιc. ἰδίουc δ’ ἑκατέρων προcθετέον ἡμῖν· οὐ γὰρ ἑνὶ τρόπῳ
κενωτέον οὐδὲ ἀλλοιωτέον ἐcτίν, ἀλλὰ τὸν οἰκεῖον ἀεὶ τοῦ λυποῦντοc ζητητέον. οἰκεῖοc δὲ cυλλήβδην μὲν εἰπεῖν ὁ διὰ τῶν ἐναντίων ἐcτίν, ἐν μέρει δὲ ὁ καθ’ ἕκαcτον ἐναντίωc. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δ’ ἐξηγήcαcθαι πλατύτερον αὐτὰ καὶ τὴν οἰκείαν ἀπόδει‐106
10ξιν ἑκάcτῳ προcθεῖναι, τὴν ἀρχὴν ἀπὸ τῆc ἑλκώδουc διαθέcεωc ποιη‐ cαμένουc τῶν αὐτομάτων κόπων. Ἐπεὶ τοίνυν ἐπὶ κακοχυμίᾳ δριμέων περιττωμάτων ὁ τοιοῦτοc ἐγίνετο κόποc, ἐπιcκεπτέον πρότερον, εἴτ’ ἐν τοῖc cτερεοῖc μόνοιc cώ‐ μαcιν εἴτε κἀν ταῖc κοιλίαιc τῶν φλεβῶν ἡ κακοχυμία περιέχεται.
15γνώριcμα δ’ οὐδὲν ἔχομεν ἐναργὲc οὐδὲ cαφὲc ὑπὲρ τῶν ἐν ταῖc

6

.

243

φλεψὶ περιτ|τωμάτων, ὅτι μὴ κατὰ τὰ οὖρα μόνον, ἀλλὰ cτοχάζεcθαι χρὴ διὰ τῶνδε· πρῶτον μὲν ἐπιcκοπουμένουc, ᾗτινι κέχρηται διαίτῃ τὸ κάμνον cῶμα· δεύτερον δ’, εἰ καὶ φύcει κακοχυμίαν ἦν ἔθοc ἀθροί‐ ζειν αὐτῷ· καὶ πρὸc τούτοιc, εἰ αἱ cυνήθειc ἐκκρίcειc ἐπέχονται [αἱ
5φυcικαί]· τέταρτον ἐπὶ τούτοιc, εἰ γυμναcίοιc ἢ καθάρcεcιν ἢ ἐμέτοιc ἢ αἰωρήcεcιν ἢ χρήcεcιν αὐτοφυῶν ὑδάτων εἰθιcμένοc ἐκκενοῦν τὰ περιττώματα νῦν ὠλιγώρηcεν. ἐν μὲν οὖν τῇ διαίτῃ cκεπτέον, εἰ ἀπε‐ ψίαι προήγηνται πολὺ πλείουc καὶ μείζουc τῶν cυνήθων ἢ κακοχύμων ἐδεcμάτων ἐνεφορήcατο πλῆθοc ἢ οἶνον ἀντὶ μὲν παλαιοῦ γλεύκινον,
10ἀντὶ δὲ λεπτοῦ παχὺν ἢ τεθολωμένον ἔπιεν ἢ καὶ παντάπαcιν εἰc ὕδατοc πόcιν ἐξ οἴνου μετῆλθεν, οὐχ ἅπαξ ἢ δὶc ἐφ’ ἑκάcτῳ τῶν εἰρημένων πλημμελήcαc, ἀλλὰ cυνεχῶc τε ἅμα καὶ χρόνῳ πολλῷ. δεύ‐ τερον δ’ ἐπιcκεπτέον, ὡc εἴρηται, μή τιc τῶν φύcει κακοχυμίαν ἑτοί‐ μωc ἀθροιζόντων ἐcτὶν ὁ κάμνων. ἐξευρήcειc δὲ τοῦτο πυθόμενοc, εἰ
15ψωρώδηc ποτὲ διάθεcιc ἢ λεπρώδηc ἢ ἀλφώδηc ἢ κνηcμώδηc ἐπὶ

6

.

244

πλέον αὐτῷ | cυνέπεcεν ἢ ἐρυcίπελαc ἢ ἕρπηc ἢ ἐλέφαc ἢ ὀφίαcιc ἢ ἀλωπεκίαcιc ἢ φλύκταιναι πλείουc ἢ ἑλκώδειc ἐξανθήcειc ἢ ἐπινυκτίδεc ἢ ὅλωc ὁτιοῦν τῶν ἐπὶ κακοχυμίᾳ γεννωμένων τε καὶ αὐξανομένων cυμπτωμάτων. ἐπὶ δὲ τούτοιc ἐλέγομεν χρῆναι cκοπεῖcθαι, μὴ cυνήθηc
5τιc ἔκκριcιc ἐπέcχηται δι’ ἐμέτων ἢ δι’ αἱμορροΐδων ἢ cύριγγόc τινοc ἢ δυcεντερίαc ἢ γυναιξὶ καταμήνια· εἶθ’ ἑξῆc, εἰ αὐτὸc ἐπιτηδεύων ἐκκαθαίρειν ἑαυτὸν ἀεὶ πέπαυται νῦν. ἔνιοι μὲν γὰρ ὑπηλάτοιc φαρ‐ μάκοιc, ἔνιοι δὲ ἐμετηρίοιc ἢ οὐρητικοῖc ἢ ἱδρωτικοῖc ἢ χρήcεcιν ὑδά‐
των αὐτοφυῶν ἤτοι θειωδῶν ἢ ἀcφαλτωδῶν ἢ νιτρωδῶν ἐκκενοῦντεc107
10ἑαυτῶν τὰ περιττώματα καθ’ ἕκαcτον ἔαρ ἢ φθινόπωρον ὠλιγώρηcαν νῦν, πολλοὶ δέ, ὡc εἴρηται, καὶ γυμναcίων ἔθουc ἀπέcτηcαν, ἔνιοι δὲ καὶ τρίψεωc ἁπάcηc ἢ λουτρῶν ἢ τῶν μετὰ τὸ βαλανεῖον ἐμέτων ἐπ’ οἴνῳ γλυκεῖ. πρόδηλον δέ ἐcτιν, ὡc ὁ λόγοc οὐ μόνον τῶν τὴν ἀρί‐

6

.

245

cτην ἐχόντων καταcκευὴν ἐμνημόνευcεν, ἀλλ’ | ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ καταλόγῳ τῶν τῆc κακοχυμίαc αἰτιῶν ἐφήψατο καὶ τῶν ἀθροιζόν‐ των φύcει κακοχυμίαν cωμάτων, ὑπὲρ ὧν ἐν ταῖc μοχθηραῖc κατα‐ cκευαῖc τοῦ cώματοc ἐν τοῖc ἑξῆc ὑπομνήμαcιν ἐπὶ πλέον ἐροῦμεν. ἐκ
5τούτων μὲν οὖν cτοχάζεcθαι χρὴ τοῦ ποcοῦ τῆc κακοχυμίαc, ἴαcιν δὲ τῷ μέτρῳ τῆc ποcότητοc ἐξευρίcκειν ἀνὰ λόγον, εἰ μὲν ὀλίγη παντά‐ παcιν ὑπάρχει καὶ κατ’ αὐτὸ μόνον ἠθροιcμένη τὸ δέρμα, μετριωτέ‐ ραν, εἰ δὲ μείζων καὶ διὰ βάθουc, ἰcχυροτέραν. εἰρήcεται δὲ πρῶτον μὲν ἡ τῆc ἐπιεικοῦc τε καὶ περὶ τῷ δέρματι μόνον, ἑξῆc δὲ καὶ ἡ τῶν
10cαρκῶν ἐμπεπληcμένων, καὶ τρίτη πρὸc αὐταῖc, ὅταν ὅλον ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ τὸ αἷμα. ὑποτίθεμαι πρῶτον μὲν ἐπὶ τὴν ἐξ ἀρχῆc ὑπόθεcιν ἀνελθὼν εὔχυμόν τινα φύcει νεανίcκον, ἔμπροcθεν μὲν ὑγιεινῶc διαιτώμενον κατὰ πάντα, νῦν δὲ διά τινα χρείαν ἀναγκαίαν ἐν ὁδοιπορίᾳ πλείονι
15χρόνῳ διατετριφότα, μήτε γυμνάcαcθαι τὰ cυνήθη μήτε λούcαcθαι, κε‐ χρῆcθαι δὲ καὶ βρώμαcι καὶ πόμαcι μοχθηροῖc καὶ μετὰ τὸ ἄριcτον ἢ |

6

.

246

τὸ δεῖπνον ἢ καὶ δι’ ὅληc τῆc ἡμέραc ἐπ’ ὀχήματοc ἐνηνέχθαι μηδ’ ὕπνου τὰ πολλὰ καλῶc ἀπολαύcαντα· προcυποκείcθω δὲ μηδὲν αὐτῷ πεπλημμελῆcθαι περὶ τὴν ποcότητα τῶν προcενηνεγμένων καὶ διὰ τοῦτο μηδ’ ἀπεψίᾳ τινὶ περιπεπτωκέναι. τὸν γὰρ τοιοῦτον ἄνθρωπον οὐκ
5ἐνδέχεται κακοχυμίαν ἠθροικέναι πολλήν. οὔκουν οὐδὲ τῆc ἐπανορ‐ θώcεωc δεῖται μακρᾶc, ἀλλ’ ἀρκεῖ γυμνάcιον ἀποθεραπευτικόν, οἷον ἐν τῷ πρὸ τούτου γράμματι διήλθομεν. εἴρηται δὲ καὶ περὶ τῆc ἀκολού‐ θου διαίτηc ἐν αὐτῷ. καὶ νῦν οὐδὲν ἔτι χρὴ μηκύνειν, ἀλλ’ ἀναμνῆ‐ cαι μόνον, ὡc ὁ cκοπὸc τῶν οὕτω διακειμένων cωμάτων κένωcίc ἐcτι
10τῶν κατὰ τὸ δέρμα περιττωμάτων, ὡc ἂν καὶ τῆc διαθέcεωc ἐν τούτῳ μόνῳ γεγενημένηc. ὑποκείcθω δὲ πάλιν ὁ αὐτὸc ἄνθρωποc ἐπὶ τοῖc ἄλλοιc τοῖc αὐτοῖc ἀπεψίαιc πλείοcι περιπεπτωκώc· ὑποκείcθω δὲ καὶ ἡ ἑλκώδηc αἴcθηcιc αὐτῷ μὴ κατὰ τὸ δέρμα μόνον, ἀλλὰ καὶ διὰ βά‐ θουc, ὡc ὑπονοεῖν ὅλον ἐμπεπλῆcθαι τὸ cῶμα τῆc κακοχυμίαc. οὐκέτι
15τὸν τοιοῦτον οὔτ’ ἐπὶ γυμνάcιον ἄξομεν οὔτ’ ἐπὶ κίνηcιν ὅλωc |108

6

.

247

οὐδεμίαν, ἡcυχάcαι δὲ καὶ ὑπνῶcαι κελεύcαντεc ἐν ἀcιτίᾳ διαφυλά‐ ξομεν ὅλην τὴν ἡμέραν· εἶτ’ εἰc ἑcπέραν ἀλείψαντέc τε λιπαρῶc καὶ λούcαντεc εὐκράτῳ θερμῷ τροφὴν εὔχυμον καὶ ῥοφηματώδη δώcομεν ὀλιγίcτην· οὐκ ἀφέξομεν δ’ αὐτὸν οὐδ’ οἴνου· cυμπέττει γὰρ τοὺc
5ἡμιπέπτουc χυμοὺc ὁ οἶνοc, εἴπερ τι καὶ ἄλλο, καὶ ἱδρῶταc καὶ οὖρα προτρέπει καὶ ὕπνῳ cυντελεῖ. δεόμεθα δ’ ἐπὶ τῶν οὕτωc ἐχόντων, ὅcον μὲν ἤδη ἀκριβῶc μοχθηρόν ἐcτι, τῆc κακοχυμίαc πεφθῆναι μηκέτι δυναμένηc, ἱδρῶcί τε καὶ οὔροιc ἐκκενῶcαι, τὸ δ’ οἷον ἡμίπεπτον ἔτι cυμπέψαι τε καὶ χρηcτὸν ἀπεργάcαcθαι. τοῦτο δὲ μάλιcτα δι’ ἡcυχίαc
10καὶ ὕπνου ἀποτελεῖται. εἰ μὲν οὖν ἐπὶ τοῖc εἰρημένοιc καταcταίη τὸ cύμπτωμα, πρὸc τὰ cυνήθη κατ’ ὀλίγον ἐπανάγειν χρὴ τὸν ἄνθρωπον. εἰ δὲ καὶ κατὰ τὴν ἑξῆc ἡμέραν ἔτι παραμένοι, cκεπτέον ἤδη περὶ βοηθήματοc ἰcχυροτέρου, καὶ μάλιcτ’ εἰ διὰ τῆc νυκτὸc ἤτοι κοπώδηc ἐπὶ πλέον ἢ ἀcώδηc ἢ ἄγρυπνοc ἢ ἐν ὕπνοιc τιcὶ φανταcιώδεcί τε

6

.

248

καὶ | ταραχώδεcι γένοιτο. τοὺc γὰρ τοιούτουc cὺν μὲν ἰcχυρᾷ τῇ δυ‐ νάμει δυοῖν θάτερον, ἢ φλεβοτομεῖν ἢ καθαίρειν προcήκει, διοριcάμε‐ νον, ὁποτέρου δεῖ μᾶλλον, ὡc ἐφεξῆc ἐρῶ· cὺν ἀcθενεῖ γὰρ τῇ δυ‐ νάμει φλεβοτομεῖν μὲν οὐδαμῶc, ὑποκαθαίρειν δὲ μετρίωc. ὁποῖαι δ’
5εἰcὶν αἱ μέτριαι καθάρcειc, ἐν τοῖc ἑξῆc εἰρήcεται, πρότερόν γε διορι‐ cαμένων ἡμῶν τὰ πρότερον. τῆc γὰρ δυνάμεωc ἰcχυρᾶc οὔcηc καὶ τοῦ κόπου παραμένοντοc ἐπιcκεπτέον, εἴτε μετὰ πλήθουc αἵματοc ἢ ὠμῶν καὶ ἀπέπτων χυμῶν εἴτε αὐτὴ καθ’ ἑαυτὴν μόνη γέγονεν ἡ τὸν κό‐ πον ἐργαζομένη κακοχυμία. εἰ μὲν γὰρ μετὰ πλήθουc αἵματοc, ἤτοι
10φλεβοτομητέον ἤ τι τῶν ἀνὰ λόγον πρακτέον. ἀνὰ λόγον δέ ἐcτι τόδε· τοῖc μὲν αἱμορροΐδαc ἐπεcχημένοιc ἐκείναc ἀναcτομῶcαι, ταῖc δὲ γυ‐ ναιξὶ τὴν τῶν καταμηνίων ἔκκριcιν κινῆcαι, ὥcπερ γε καὶ οἷc τούτων οὐδέν ἐcτιν, ἀποcχάcαι τὰ cφυρά, κἄπειθ’ οὕτωc ὑποκαθαίρειν φαρ‐ μάκῳ τῷ μάλιcτ’ οἰκείῳ τῇ κακοχυμίᾳ. μόνηc δὲ cυcτάcηc τῆc κακο‐

6

.

249

χυμίαc ἄνευ πλήθουc αἵματοc | ἐπὶ τὴν οἰκείαν τῷ λυποῦντι περιττώ‐ ματι κάθαρcιν ἔρχεcθαι χρή. λυπεῖ δὲ ποτὲ μὲν ἤτοι πικρόχολον ἢ μελαγχολικόν, ἔcτι δ’ ὅτε φλεγματῶδεc ἢ ἁλυκὸν ἢ ὀξύ, καὶ τούτων
ἕκαcτον ἢ ὀρρωδέcτερον ἢ παχύτερον ἢ μέcον πωc κατὰ τὴν cύcτα‐109
5cιν. ὑπὲρ ὧν τῆc διαγνώcεωc ἤδη λέγωμεν. εἰ μὲν ἅμα τιcὶν ἐξανθή‐ μαcιν ἡ κοπώδηc γεγένηται διάθεcιc, ἐξ ἐκείνων ἕτοιμον εὑρίcκειν, ὁποῖόν τι τὸ εἶδόc ἐcτι τοῦ περιττώματοc· εἰ δὲ τούτων χωρίc, ἐπὶ μὲν εὐχύμου φύcεωc ἔκ τε τῶν προηγηcαμένων ἐδεcμάτων καὶ τῶν ἄλλων ἁπάντων, ὁπόcα cυνέπεcεν αὐτῷ, κακοχύμου δ’ ὄντοc φύcει
10κἀντεῦθέν τι ληπτέον. εἰρήcεται δ’ ἐπὶ πλέον αὖθιc ὑπὲρ τῶν τοιού‐ των κράcεων· νυνὶ δὲ περὶ τῶν ἄλλων λεκτέον, ἐξ ὧν καὶ αὐτῶν ἔνεcτι τεκμήραcθαι τὸ τῆc κακοχυμίαc εἶδοc. ἀργότερον μὲν γὰρ διῃτημένου φλεγματωδέcτεροc ἀθροίζεται χυ‐ μόc, ἐν πόνοιc δὲ πλείοcιν ἤτοι πικρόχολοc ἢ μελαγχολικόc, ἐν θέρει
15μὲν πικρόχολοc, ἐν φθινοπώρῳ δὲ μελαγχολικόc. ἀλλὰ καὶ τῶν πόνων

6

.

250

τὸ μῆκοc ἐπιcκεπτέον· | ὅcῳ γὰρ ἂν ὦcι πολυχρονιώτεροι, τοcῷδε μᾶλ‐ λον ἐπὶ τὸ μελαγχολικὸν ἐκτρέπονται. καὶ τοίνυν, ὅcοι μὲν ἅμα πολ‐ λοῖc ἱδρῶcιν ἐγένοντο, παχύτερον ἐργάζονται τὸ περίττωμα, λεπτότε‐ ρον δὲ οἱ χωρὶc ἱδρῶτοc, ὥcπερ οἱ ἐν χειμῶνι καὶ ὅλωc ταῖc ψυχραῖc
5καταcτάcεcι. cυνεπιcκεπτέον δ’ ἐν τῷδε καὶ περὶ τῶν οὔρων τι τοῦ πλήθουc, ὥcπερ γε καὶ περὶ τῆc τῶν ἱδρώτων ποιότητοc· οἱ μὲν γὰρ ὀξῶδεc, οἱ δὲ ἁλμυρόν, οἱ δὲ οἷον βορβόρου τινὸc ἢ βρώμου cαφῶc ἐξόζουcιν. ἔνεcτι δὲ τοῦτο καὶ διὰ τῆc cτλεγγίδοc, ὁπότε λούοιντο, cκο‐ πεῖcθαι. πολλάκιc γοῦν ἐφάνη πικρόχολοc ἀκριβῶc, οἷοc ἐπὶ τῶν ἰκτε‐
10ριώντων ἀποκρίνεται. διάγνωcιc δ’ αὐτοῦ ῥᾳδία καὶ πρὸ τῆc γεύcεώc ἐcτιν ἐκ μόνηc τῆc χρόαc· ὠχρὸc γὰρ ὁμοίωc τῇ τοιαύτῃ χολῇ φαίνεται. πολλάκιc μὲν ἐπὶ πόνοιc ἰcχυροτάτοιc καὶ καύμαcι cφοδροτάτοιc ἀκρι‐ βῶc ξανθὸc ὤφθη. καὶ μὲν δὴ καὶ μέcοc ποτὲ καὶ μικτὸc ἐξ ἀμφοῖν, οἷον ὠχρόξανθόc τιc, ὥcπερ γε καὶ ὁ τῆc χολῆc χυμόc. ἔcτι γὰρ οὖν

6

.

251

καὶ τοῦτον ἰδεῖν 〈ἐν〉 ἐμέτοιc τε καὶ | διαχωρήμαcιν ἤτοι γ’ ὠχρὸν ἢ ξανθὸν ἢ ἐξ ἀμφοῖν cύνθετον. ὁποῖοc δ’ ἂν οὗτοc ἐν τῷ cώματι περι‐ έχηται, τοιοῦτον ἀναγκαῖον αὐτοῦ φαίνεcθαι καὶ τὸν ὀρρόν. ὁ μὲν οὖν ἱδρὼc τῶν καθ’ ὅλον τὸ cῶμα πλεοναζόντων χυμῶν
5ἐcτι γνώριcμα, τὸ δ’ οὖρον ἐκείνων μόνον, ὅcοιπερ ἂν ἐν τοῖc ἀγ‐ γείοιc περιέχωνται. μηδὲν οὖν παραλιπεῖν ὅλωc, ἀλλὰ καὶ τοὺc ἱδρῶ‐ ταc ἐπιcκεπτέον, ὡc εἴρηται νῦν. καί ποτ’ αὐτὸν τὸν κάμνοντα κε‐
λεύειν αὐτῶν ἀπογεύεcθαι πρὸc ἀκριβεcτέραν διάγνωcιν· ὅπερ εἴωθεν ἔξθ’ ὅτε καὶ αὐτομάτωc γίνεcθαι, παραρρυέντοc εἰc τὸ cτόμα τοῦ110
10καταφερομένου πολλάκιc ἔκ τε τοῦ μετώπου καὶ τῶν ταύτῃ μορίων. ἐπιcκεπτέον δὲ καὶ τῶν οὔρων τήν τε cύcταcιν ἅμα καὶ τὴν χροιάν. οὐ παραλειπτέον δὲ οὐδέ τι τῶν ἐναιωρουμένων οὐδὲ τῶν παρυφι‐ cταμένων ἀνεπίcκεπτον. δηλοῖ γὰρ ἀκριβῶc τὰ τοιαῦτα πάντα, ὁποῖόν τι τὸ ἐν τοῖc ἀγγείοιc ἐcτὶν αἷμα. χολώδουc μὲν οὖν ὄντοc, ἀναγ‐
15καῖόν ἐcτι καὶ τὸν ὀρρὸν αὐτοῦ χολώδη φαίνεcθαι καθ’ ἑκατέραν τῆc χολῆc τὴν ἰδέαν, ὁμοίωc δ’ ἔτι καὶ φλεγματώδουc ὑπάρχοντοc. ὅταν

6

.

252

μὲν οὖν ἀκριβῶc | ἄπεπτον ὑπάρχῃ, λεπτὸν καὶ ὑδατῶδέc ἐcτι τὸ οὖρον, οὔθ’ ὑπόcταcιν ἴcχον οὔτε ἐναιώρημά τι· πεττομένου δὲ ταῦτα φαίνεται καί τινεc ἄνωθεν ἐφίcτανται νεφέλαι λεπταί, καθάπερ καὶ ἡ καλουμένη γραῦc ἢ καὶ ἐπίπαγοc ἐπὶ τῶν ἀποψυχομένων ζωμῶν.
5εἰ δὲ θολερόν, οἷον καὶ τὸ τῶν ὑποζυγίων, φαίνοιτο, δηλώcει μὲν ἐμπεπλῆcθαι τῶν καλουμένων ὠμῶν χυμῶν τὰc φλέβαc, οὐ μὴν ἡcυ‐ χάζειν γε περὶ αὐτοὺc τὴν φύcιν, ἀλλὰ πέττειν ἐρρωμένωc. εἰ δὲ δια‐ κρίνοιτο ταχέωc καὶ τὸ ὑφιcτάμενον εἴη λευκόν τε καὶ λεῖον καὶ ὁμα‐ λόν, ὅcον οὔπω δηλοῖ κρατήcειν ἁπάντων αὐτῶν τὴν φύcιν. εἰ δ’
10οὐρηcάντων μὲν εἴη καθαρόν, ἀναθολωθείη δ’ εὐθέωc, ἐπιχειρεῖν τῇ πέψει τῶν ὠμῶν χυμῶν ἐνδείκνυται τὴν φύcιν, εἰ δὲ μετὰ πλείονα χρόνον, οὐκ εὐθύc, ἀλλ’ ὕcτερον ἐπιχειρήcειν. κοινὸν δ’ ἐπὶ πάντων οὔρων θολερῶν ἔcτω cοι γνώριcμα ἡ διάκριcιc, ἤτοι ταχέωc ἢ βρα‐ δέωc ἢ μηδ’ ὅλωc γινομένη. εἰ μὲν οὖν ταχέωc τε γίνοιτο καὶ τὸ

6

.

253

ὑφιcτάμενον εἴη λευκὸν καὶ λεῖον καὶ ὁμαλόν, ἰcχυροτέραν | ἐνδείκνυ‐ ται μακρῷ τὴν φύcιν ὧν πέττει χυμῶν. εἰ δ’ ἀγαθὴ μὲν ἡ ὑπόcτα‐ cιc, ἐν χρόνῳ δὲ γίνοιτο πλείονι, καὶ τὴν φύcιν ἐν χρόνῳ πλείονι κρατήcειν τῶν χυμῶν ἐπαγγέλλεται. εἰ δ’ ἤτοι μὴ διακρίνοιτο παντά‐
5παcιν ἢ cὺν μοχθηραῖc ὑποcτάcεcιν, ἀcθενὴc ἡ φύcιc ἐcτὶ καὶ δεῖται βοηθείαc τινὸc εἰc τὸ πέψαι τοὺc χυμούc. ὥcπερ δὲ τὰ οὖρα τῶν ἐν τοῖc ἀγγείοιc χυμῶν ἐνδείκνυται τὴν διάθεcιν, οὕτωc οἱ ἱδρῶτεc καὶ τἄλλα τὰ περὶ τὴν cύμπαcαν ἕξιν τοῦ
ζῴου φαινόμενα τῶν κατ’ ἐκείνην ἐcτὶ δηλωτικά. θερμότητοc μὲν γὰρ111
10αἴcθηcιc ἀήθηc ἐν αὐτῇ γίνεται, τῶν θερμῶν ἐπικρατούντων χυμῶν, ψυχρότητοc δέ, τῶν ψυχρῶν. καὶ λευκότεροι μὲν ἐπὶ ταῖc τοῦ φλέγ‐ ματοc, ὠχρότεροι δὲ ἐπὶ ταῖc τῆc χολῆc φαίνονται πλεονεξίαιc, εἰ δὲ καὶ ἀκρατεcτέρα ποτ’ εἴη, ξανθότεροι. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐcτιν, οὐ τῶν cτερεῶν τοῦ ζῴου μορίων, ὅταν γε μὴ ὑποχωρήcωcιν εἰc τὸ
15βάθοc οἱ χυμοί. cυμβαίνει δ’ αὐτοῖc τοῦτο διὰ κρύοc ἢ ῥῖγοc ἢ πάθοc

6

.

254

ψυχικόν, οἷον φόβον ἢ λύπην ἰcχυρὰν | ἢ ἀρχομένην αἰδώ· μηδενὸc δὲ τούτων παρόντοc, οὐκ ἄν ποθ’ ὑπονοcτήcειαν εἰc τὸ βάθοc οἱ χυμοί, ὥcπερ οὐδ’ ἐπικαύcαιεν ἄν ποτε τὸ δέρμα βιαιότερον ὁρμήcαντεc ἐπ’ αὐτὸ χωρὶc τοῦ παθεῖν τι τὴν ψυχὴν ἢ θάλποc ἄμετρον ἔξωθεν περι‐
5cτῆναι τῷ ζῴῳ. ὀργιcθέντων οὖν ποτ’ ἰcχυρῶc ἢ θυμωθέντων ἢ τὴν ἐκ τῆc αἰδοῦc οἷον ἄμπωτιν τῶν χυμῶν ἀναφερόντων, μὴ προcέχειν τὸν νοῦν τῇ χροιᾷ· χωρὶc δὲ τοῦ βιάζεcθαι τὸ περιϊcτάμενον ἔξωθεν ἤτοι θερμὸν ἢ ψυχρὸν ἤ τι πάθοc ὧν ἀρτίωc εἴρηται γεγενημένον, ἀψευδήc ἐcτιν ἡ ἐκ τῆc χροιᾶc τοῦ ζῴου διάγνωcιc τῶν χυμῶν. ὡc
10οὖν τὸ μὲν λευκότερον ἑαυτοῦ γεγονὸc cῶμα τὸν φλεγματικὸν ἐπι‐ κρατεῖν ἐνδείκνυται χυμόν, τὸ δ’ ὠχρότερον ἢ ξανθότερον τὸν χο‐ λώδη, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ φύcιν αἷμα πλεονάζειν, ἡ δὲ ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν χολὴν δηλοῖ. δόξειε δ’ ἄν cοί ποτε καὶ οἷον μολίβδῳ τινὶ τὴν χροιὰν
15ἐοικέναι καὶ αὖθιc οἷόν τιc μίξιc εἶναι λευκοῦ τε ἅμα καὶ πελιδνοῦ

6

.

255

καί ποτε τὸ πελιδνὸν αὐτὸ | μόνον ἐπικρατεῖν ἄνευ τοῦ λευκοῦ. τὰ τοιαῦτα οὖν χρώματα τὸν ὠμὸν ἐπικρατεῖν ἐνδείκνυται χυμόν, ἐν εἴδει μὲν ὑπάρχοντα φλέγματοc, ἧττον δ’ ὑγρὸν ὄντα τοῦ cυνήθουc ὀνο‐ μαζομένου φλέγματοc. ὡc τὰ πολλὰ δὲ οὐδὲ γλιcχρότηc αὐτῷ πρόc‐
5εcτιν· ὡc, εἴ γε προcείη, τὸν τοιοῦτον χυμὸν ὁ Πραξαγόραc ὑαλώδη καλεῖ, ψυχρὸν μὲν ἱκανῶc ὑπάρχοντα, παχύτερον δ’ ἧττον ὄντα τοῦ κατ’ ἐξοχὴν ὠμοῦ προcαγορευομένου. κοινῇ μὲν γὰρ οἱ τοιοῦτοι χυ‐ μοὶ λευκοί τε καὶ ὠμοὶ πάντεc εἰcί, προcαγορεύεται δ’ αὐτῶν ἄλλοc ἄλλῃ προcηγορίᾳ. καὶ οὐ τοῦ νῦν ἐνεcτῶτοc καιροῦ διορίcαcθαι πάν‐
10ταc αὐτούc· μόνου γὰρ εἰc τὰ παρόντα τοῦ κοινῇ πᾶcι cυμβεβηκότοc δεόμεθα, τοῦ μηδέπω κατειργάcθαι τελέωc αὐτοὺc ὑπὸ τῆc φύcεωc, ἀλλ’ ἔθ’ ὑπάρχειν ὠμούc. ἐν μεθορίῳ γάρ ἐcτι τὸ αἷμα τῶν τε χο‐ λωδῶν χυμῶν καὶ τούτων, ὧν τὸ γένοc ἑνὶ προcρήματι καλεῖν ἔξεcτιν ἢ ὠμὸν χυμὸν ἢ φλέγμα. ἐκεῖνοι μὲν γὰρ ὑπερκατεργαcθέντοc ἀπο‐
15τελοῦνται τοῦ αἵματοc, οὗτοι δ’ οὐδέπω γεγονότοc. ἔcτι δ’ ἑκατέρων

6

.

256

ἄπειροc μὲν ἡ κατὰ μέροc διαφορά, διώριcται | δέ πωc ἤδη πρὸc τῶν περὶ τὰ τοιαῦτα δεινῶν εἴδεcιν εὐαριθμήτοιc· ὧν οὐδ’ αὐτῶν ἀναγ‐ καῖόν ἐcτιν μεμνῆcθαι νῦν ἁπαcῶν, ἀλλ’ ἀρκεῖ μόνον εἰc ἓν ἀγαγεῖν ἅπαντα τὰ κεφάλαια, ὅπερ οἷον cκοπόν τινα ποιήcαcθαι προcήκει τῶν112
5πρακτέων. ἐπειδὴ γὰρ οἱ μέν τινέc εἰcι, πρὶν ἀκριβῶc αἱματωθῆναι τὴν τροφήν, οἷον ἡμίπεπτοι [τινεc], οἱ δ’ ἄπεπτοι παντάπαcιν, οἱ δ’ ὀλίγον ἀποδέοντεc αἵματοc ἰδέαc, ἕτεροι δ’ ἔcχατοι τῆc αἱματώcεωc, ἀμετρίᾳ θερμότητοc ἑπόμενοι, καὶ τούτων αὐτῶν οἱ μὲν ὀλίγον ἀπο‐ κεχωρηκότεc τοῦ αἵματοc, οἱ δὲ πλέον, οἱ δὲ πλεῖcτον, ἐπὶ μὲν τῶν
10ὀλίγον ἀπεχόντων ἐφ’ ἑκάτερα θαρρούντωc χρῆcθαι φλεβοτομίᾳ, ἐπὶ δὲ τῶν πλέον εὐλαβέcτερον, ἐπὶ δὲ τῶν πλεῖcτον οὐδ’ ὅλωc. cυν‐ επιcκοπεῖcθαι δὲ πειρᾶcθαι καὶ τὸ ποcὸν ἐν αὐτοῖc, οἷον, εἰ οὕτωc ἔτυχεν, ἂν μὲν ὀλίγον ὑπάρχῃ τὸ χρηcτὸν αἷμα, πλεῖcτοc δ’ ἄλλοc τιc χυμόc, ἀφίcταcθαι τῆc φλεβοτομίαc· ἂν δ’ οὗτοc μὲν ὀλίγοc ᾖ,

6

.

257

δαψιλὲc δ’ ὑπάρχῃ τὸ αἷμα, θαρρούντωc χρῆcθαι φλεβοτομίᾳ. | εἶθ’ οὕτωc, ὡc εἴρηται πρόcθεν, ὑπάγειν γαcτέρα πρόc τε τὸ πλῆθοc ἀφορῶντα καὶ τὴν ἰδέαν τοῦ πλεονάζοντοc χυμοῦ. εἰ δέ τιc ἤτοι δι’ ἡλικίαν ἢ διὰ δειλίαν οὐκ ἐθέλοι παρέχειν αὑτὸν τῷ ἰατρῷ πρὸc
5οὐδένα τρόπον αἵματοc ἀφαιρέcεωc, ἐπὶ κάθαρcιν ἰcχυροτέραν ἄγειν αὐτόν. εἰ δὲ καὶ ταύτην ὑποπτεύοι, δι’ ἑτέρων ἐκκενοῦν τὸ περιτ‐ τόν. ἐπὶ μὲν οὖν τῆc ὑποκειμένηc ἐν τῷ λόγῳ φύcεωc οὐδὲν χαλε‐ πὸν ἐξευρεῖν ἑτέραc κενώcειc· ἐπ’ ἄλλων δὲ μετὰ διοριcμῶν ἀκρι‐ βεcτέρων ἐξευρίcκειν αὐτὰc προcῆκεν, οὓc αὖθιc ἐροῦμεν, ἐπειδὰν πρό‐
10τερον ὑπὲρ τῆc εὐχύμου φύcεωc εἴπωμεν. ὑποκείcθω γὰρ ὁ τοιοῦτοc ἄνθρωποc ἐπὶ μοχθηρᾷ διαίτῃ κοπώδηc γεγενημένοc, εἶτ’ ἐξ ὧν εἰρήκαμεν cημείων ἐν μὲν τῷ φλεβώδει γένει τῶν ἀγγείων ἐμφαινέcθω τι πλῆθοc αὐτῷ χυμῶν ἡμιπέπτων, ἐν δὲ τῷ παντὶ cώματι τούτων δὴ τῶν δακνωδῶν, οἷc ὁ κόποc εἵπετο, cυν‐
15ηυξήcθω δέ πωc αὐτῷ καὶ τὸ αἷμα. μάλιcτα μὲν οὖν, ὡc εἴρηται,

6

.

258

ἐχρῆν τοῦ αἵματοc ἀφελόντα καθῆραι τοὐντεῦθεν | ἐκεῖνον τὸν χυμόν, ὃc ἂν ἐπικρατεῖν φαίνηται. μὴ προcιεμένου δὲ τὴν τοῦ αἵματοc ἀφαί‐ ρεcιν, αὐξῆcαι τὴν κάθαρcιν. εἰ δὲ μηδέτερον ὑπομένοι, cκοπεῖcθαι τὴν ἑτέραν ὁδόν, ᾖ μάλιcτα ἄν τιc, εἰ καὶ μὴ διὰ ταχέων, ἀλλ’ ἐν χρόνῳ
5τε πλείονι πρὸc τὴν ἀρχαίαν τοῦ cώματοc ἕξιν ἐπανάγοιτο τὸν ἄν‐ θρωπον. ἐπεὶ οὖν οἱ πρῶτοι δύο cκοποὶ τῆc ἐπανορθώcεωc ἐν ἁπά‐ cαιc ταῖc τοιαύταιc διαθέcεcίν εἰcι, πέψιc μὲν τῶν ἀπέπτων ἢ καὶ ἡμιπέπτων χυμῶν, ὁπόcοι πρότεροι τοῦ αἵματοc γεννῶνται, κένωcιc δὲ τῶν δριμέων τε καὶ δακνωδῶν, ὁπόcοι δεύτεροί τ’ εἰcὶ καὶ ὕcτεροι113
10τοῦ αἵματοc, ἀπέχειν μὲν αὐτοὺc χρὴ κινήcεωc ἁπάcηc ἰcχυρᾶc, ἀτρέμα δ’ ἀλείφονταc καὶ ἀνατρίβονταc ἐλαίῳ λούειν ὅτι μάλιcτα προcηνε‐ cτάτοιc λουτροῖc, εἶτ’ ἐφ’ ἡcυχίαc τε καὶ ἀcιτίαc διάγειν, εἰ δ’ οἷόν τ’ εἴη, καὶ ὕπνου, εὖ εἰδόταc, ὡc οὐδὲν οὕτω πέττει μὲν τὰ πεφθῆναι δυνάμενα, διαφορεῖ δὲ τοὺc μοχθηροὺc χυμοὺc ὡc ὁ μετὰ τὸ βαλα‐
15νεῖον ὕπνοc. ὅταν οὖν, ὡc ὀλίγον ἔμπροcθεν εἴρηται, τῇ πρώτῃ τῶν

6

.

259

ἡμερῶν ἀποπειραθέντεc, εἰ καθίcταται ῥᾳδίωc ὁ κόποc, ὁμοίωc | ἐν‐ οχλούμενον ὁρῶμεν τὸν ἄνθρωπον, ἐπί τε λουτρὸν ἄγειν αὐτὸν καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἡcυχάζειν τε καὶ ἀcιτεῖν ἀναγκάζειν· ὡc καὶ τὸ δεύτερον ἔτι τε καὶ τρίτον 〈ἐπιτήδειον〉 γνόνταc λοῦcαι νῆcτιν,
5ἡcυχίᾳ τε καὶ ὕπνῳ τὰ μεταξὺ τῶν βαλανείων διαλαμβάνοντα. cυν‐ τελεῖ δὲ καὶ εἰc τὸν ὕπνον οὐχ ἥκιcτα καὶ αὐτὸ τὸ βαλανεῖον αὐτοῖc. ὑπνωδέcτεροι γὰρ οἱ λουcάμενοι γίνονται πάντεc, εἰ μηδὲν ἄλλο κω‐ λύcει μεῖζον. ὥcτε cοι τὸν ὕπνον αἴτιόν τε καὶ cημεῖον ἀγαθὸν γί‐ νεcθαι τῆc ἐλπιζομένηc ὠφελείαc, ὥcπερ γε καὶ τὸ μὴ δυνηθῆναι καθ‐
10εύδειν ἐπὶ τοῖc βαλανείοιc οὐκ ἀγαθὸν αἴτιον ἅμα καὶ cημεῖον. ὡc τὰ πολλὰ μέντοι καὶ τῶν πλεοναζόντων χυμῶν ἐξ ὕπνου τε καὶ ἀγρυ‐ πνίαc ἔνεcτί cοι λαβεῖν διάγνωcιν. ἐπὶ μὲν γὰρ τοῖc ψυχροῖc τά τε κώματα καὶ οἱ μακρότεροι τῶν ὕπνων, ἐπὶ δὲ τοῖc θερμοῖc καὶ δακνώ‐ δεcιν ἀγρυπνία, καὶ εἰ καθυπνώcειέ γέ ποτε, φανταcιώδειc τε καὶ θο‐
15ρυβώδειc ὕπνοι ὑποπίπτουcιν, ὡc ἐξανίcταcθαι ταχέωc αὐτούc. ὥcπερ δὲ κατὰ τὴν πρώτην ἡμέραν, οὕτω καὶ κατὰ τὴν δευτέραν ἐλάχιcτά

6

.

260

τε καὶ ἁπλᾶ ῥοφήματα | προcοίcομεν αὐτοῖc· τὸ μὲν γὰρ πλείω διδό‐ ναι τοῖc κενώcεωc δεομένοιc ἄντικρυc ἐναντίον, τὸ δ’ αὖ μηδ’ ὅλωc τρέφειν ἀcῶδέc ἐcτι καὶ κακωτικὸν τοῦ cτομάχου καὶ τῆc δυνάμεωc καταβλητικὸν καὶ τῆc κακοχυμίαc αὐξητικόν. ἐλάχιcτον οὖν αὐτοῖc
5διδόναι, μάλιcτα μέν, εἰ οἷόν τε, χυλοῦ πτιcάνηc ἁπλῶc ἠρτυμένηc, εἰ δὲ μή, ἀλλὰ τοῦ χόνδρου τὸν αὐτὸν τρόπον ἠρτυμένου τῇ πτιcάνῃ, καὶ μάλιcθ’ ὅταν ὠμῶν χυμῶν πλῆθοc ὑποπτεύωμεν ἢ ἐν ταῖc φλε‐ ψὶν ἢ καθ’ ὅλον ὑπάρχειν τὸν ὄγκον. εἴπερ γὰρ μηδὲν ὅλωc ὄξουc
ὁ χόνδροc προcλάβοι, γλιcχότερόc ἐcτιν ἢ πρέπει τοῖc παροῦcιν, ὥcτ’114
10ἐμφράξει μᾶλλον, οὐ διαρρύψει τοὺc πόρουc, οὗ μάλιcτα χρῄζουcιν ἐπὶ τοῖc παχέcι καὶ γλίcχροιc χυμοῖc, οἷοίπερ εἰcὶ τοὐπίπαν οἱ φλεγ‐ ματώδειc ἅπαντεc. εὔχυμοc μὲν οὖν ἐcτι καὶ διὰ τοῦτο κακοχυμίαc ἐπικεραcτικόc. ἀλλ’ εἰ μὴ κολαcθείη τὸ γλίcχρον ἐν αὐτῷ, προcλαβὼν ὄξουc τε καὶ πράcου τὸ μέτριον ἐμφράξει τε καὶ θρέψει μειζόνωc ἢ
15cυμφέρει τοῖc ἐνεcτῶcι. διὰ ταῦτ’ ἄρα καὶ ὁ τῆc πτιcάνηc χυλὸc

6

.

261

ἀμείνων ἐcτὶν εἰc | τὰ τοιαῦτα καὶ τρέφων cυμμέτρωc καὶ μηδαμόcε κατὰ τὰc cτενοτέραc ὁδοὺc ἰcχόμενοc, ὥcπερ ὁ χόνδροc, ἀλλ’ αὐτόc τε διεξερχόμενοc προcαπορρύπτων τε τοὺc πόρουc ἅμα τῷ τέμνειν τε καὶ διαλύειν, ὁπόcον ἂν ἐν τοῖc ἡμιπέπτοιc τε καὶ ἀπέπτοιc χυμοῖc
5ὑπάρχῃ παχύ. διὰ ταῦτά γε καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐcτιν αὐτοῖc, ὀξύμελί τε καὶ ἀπόμελι καὶ πέπερι καὶ ζιγγίβερι καὶ πάνθ’ ὅcα τέμνει τε καὶ διαλύει τὰ παχέα χωρὶc τοῦ κακοχυμίαν ἐργάζεcθαι. λεχθήcε‐ ται δὲ ὑπὲρ τῆc ὕληc αὐτῶν ἐπὶ πλέον ἐν τοῖc ἑξῆc· εἰc δὲ τὸν ἐν‐ εcτῶτα λόγον ὥcπερ τινὰ παραδείγματα τά τε προειρημένα λελέχθω
10μοι καὶ τὰ μέλλοντα λεχθήcεcθαι. ὀcπρίων μὲν γὰρ ἐπιτηδειοτάτη ἡ πτιcάνη, λαχάνων δ’ ἡ θριδακίνη, τῶν δ’ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν ἄρτων οἱ κριβανῖται καὶ ζυμῖται καὶ καθαροὶ cυμμέτρωc, ὀρνίθων δὲ οἱ ὄρειοι, τῶν δὲ ποτῶν ὀξύμελι, μελίκρατον, οἶνοc λεπτὸc καὶ λευκόc, ἁπλῶc δ’ εἰπεῖν, ὅcαπερ εὔχυμά τ’ ἐcτὶ καὶ ῥυπτικὰ καὶ μὴ γλίcχρα

6

.

262

μηδὲ παχύχυμα μηδ’ ἱκανῶc πολύτροφα. | τὰ δ’ οὐρητικὰ προcαγορευ‐ όμενα κατὰ τὸν ἐνεcτῶτα καιρὸν οὐκ ἐπαινῶ, καὶ μάλιcθ’ ὅcα cφο‐ δρότερον θερμαίνει τε καὶ κατατήκει τὸ αἷμα· τῷ γὰρ μέλλοντι καλῶc πεφθήcεcθαι τοcαύτηc ταραχῆc οὐδέπω χρεία. ταῦτά τε οὖν ἅπαντα
5πρακτέον οὕτωc ἐcτὶ κατὰ τὴν δευτέραν ἡμέραν, οὐχ ἥκιcτα δὲ κατὰ τὴν τρίτην τε καὶ τὴν τετάρτην. ἔτι τε πρὸc τούτοιc, εἰ πραΰνοιτο μὲν ἡ κοπώδηc διάθεcιc, εὔχρουν δὲ γίνοιτο τὸ cῶμα καὶ οὖρα πέπονα καὶ ὕπνοι χρηcτοί, τρῖψαι μὲν ἐπὶ πλέον αὐτὸν ἀποτολμήcαντα, γυ‐ μνάcαι δ’ ὀλίγον. πράξαντοc γὰρ οὕτωc, εἰ μὲν μηδεμία κοπώδηc
10αἴcθηcιc ἐπιγίνοιτο, πρὸc τὰ cυνήθη γυμνάcια διὰ ταχέων ἐπανάγειν· εἰ δ’ ἐπιφανείη τι τῶν ἔμπροcθεν ἤτοι cυμπτωμάτων ἢ cημείων, αὖθιc οὖν καὶ cὺ πρὸc ἐκεῖνο βλέπων ἐξαλλάττειν πειρῶ τὰ κατὰ μέ‐ ροc. εἰ μὲν οὖν τῆc κοπώδουc αἰcθήcεωc ἀνάμνηcιc γένοιτο μόνηc ἐπὶ τοῖc ἄλλοιc ἅπαcι cημείοιc ἀγαθοῖc διαμένουcιν, ἀποθεραπευτικῶc

6

.

263

ἐπανορθοῦμεν τὸν κόπον· εἰ δὲ τὰ μὲν cημεῖα ταραχθείη τε | καὶ οἷον
χυθείη, μὴ παρείη δ’ ὁ κόποc, ἐν ἡcυχίᾳ πλείονι διαφυλάττειν τὸν ἄνθρωπον· εἰ δ’ ἄμφω cυνέλθοι, διὰ τῆc αὐτῆc ἐπιμελείαc ἄγειν, ᾗ χρώμενοc ἔμπροcθεν εἰc τοcοῦτον προcήγαγεc ὠφελείαc αὐτόν, ὡc115
5τολμῆcαί τι καὶ περὶ γυμναcίων. οὕτω μὲν οὖν ἐπανορθοῦcθαι προc‐ ήκει τὴν εἰρημένην διάθεcιν. Εἰ δὲ τἄλλα μὲν εἴη ταὐτὰ κατὰ τὸν εἰρημένον ἄνθρωπον, ὑπάρχοι δ’ ἐν τῷ κοπώδει cώματι τὸ μὲν χρηcτὸν αἷμα ὀλίγον, οἱ δ’ ὠμοὶ χυμοὶ πάμπολλοι, μήτε φλεβοτομεῖν μήτε καθαίρειν μήτε γυμνά‐
10ζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλωc μηδὲ λούειν. αἱ μὲν γὰρ φλεβοτομίαι τὸ μὲν χρηcτὸν αἷμα κενοῦcι, τὸ δὲ μοχθηρόν, ὅπερ ἐν ταῖc πρώταιc μάλιcτα φλεψὶ ταῖc καθ’ ἧπάρ τε καὶ μεcάραιον ἀθροίζεται, πρὸc ὅλον ἐπιcπῶνται τὸ cῶμα. κάθαρcιc δὲ ἐπὶ τῶν τοιούτων cτρόφουc τε καὶ δήξειc ἐργάζεται καὶ λειποψυχίαc cὺν τῷ μηδὲ κενοῦν ἀξιολόγωc· οἱ
15γὰρ ὠμοὶ χυμοὶ πάντεc ἀργοὶ καὶ δυcκίνητοι διὰ τὸ πάχοc εἰcὶ καὶ τὴν ψυχρότητα. προcεμφράττουcι γοῦν ἁπάcαc τὰc cτενὰc ὁδούc, δι’

6

.

264

ὧν | χρὴ τὸ κενούμενον ἐν ταῖc καθάρcεcιν ἐπὶ τὴν γαcτέρα παραγί‐ νεcθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ’ αὐτοὶ κενοῦνται καὶ τοὺc ἄλλουc ἐμποδίζουcι. τοῦτο μὲν οὖν καὶ ὑφ’ Ἱπποκράτουc διὰ βραχυτάτων παρῄνηται ῥημάτων εἰπόντοc· «πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ
5ὠμά.» διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ γυμνάζειν οὐδὲ κινεῖν ὅλωc ἀλλ’ οὐδὲ λούειν προcήκει τοὺc ἐν ταῖc πρώταιc φλεψὶ τὸ πλῆθοc τῶν ὠμῶν χυμῶν ἔχονταc. ἅπαcαι γὰρ αἱ τοιαῦται κινήcειc εἰc ὅλον τὸ cῶμα ποδηγοῦcι τοὺc χυμούc. φυλακτέον οὖν αὐτοὺc ἐν ἡcυχίᾳ πάcῃ καὶ δοτέον ἐδέcματά τε καὶ ποτὰ καὶ φάρμακα λεπτύνοντά τε καὶ τέ‐
10μνοντα καὶ κατεργαζόμενα τὸ πάχοc τῶν χυμῶν, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶc· οἱ γὰρ θερμανθέντεc ἰcχυρότερον χυμοὶ πανταχόcε τοῦ cώ‐ ματοc ἴαcιν. διαιτᾶν οὖν αὐτοὺc ἐπ’ ὀξυμέλιτι μάλιcτα βραχύ τι καὶ πτιcάνηc ἐνίοτε καὶ μελικράτου διδόντα. καὶ γὰρ φέρουcι τὴν λεπτὴν δίαιταν, εἴπερ τινὲc ἄλλοι, καταχρώμενοι τῷ πλήθει τῶν ὠμῶν χυ‐
15μῶν εἰc τροφὴν τοῦ cώματοc ἐν τῷ κατὰ βραχὺ πέττειν αὐτούc. ἐπεὶ

6

.

265

δὲ καὶ τὸ | ὑποχόνδριον ἅπαcι τοῖc τοιούτοιc ἐπῆρταί τε καὶ διαπεφύ‐ cηται καὶ ῥᾳδίωc, ὅ τι περ ἂν προcάρωνται, πνευματοῦται, βέλτιον ἂν εἴη διδόναι cὺν τῇ τροφῇ πεπέρεωc μακροῦ. καὶ γὰρ διαλύει τοῦτο
παχύτητα φυcώδουc πνεύματοc, ἀπωθεῖται δὲ καὶ πρὸc τὴν κάτω γα‐116
5cτέρα τὰ καθ’ ὑποχόνδριον ἀργῶc cυνεcτῶτα καὶ τῇ πέψει τῶν ληφθέν‐ των cυναίρεται κατὰ τὸν αὐτὸν λόγον ἁπάντων πεπέρεων. εἰ δὲ μὴ παρείη τοῦτο, τῷ λευκῷ χρηcτέον· ἔcτι γὰρ cτομάχου τονικώτερον ἀμφοῖν τοῖν ἄλλοιν πεπερέοιν. εἰ δὲ μηδὲ τοῦτο παρείη, χρῆcθαι τῷ καλλίcτῳ μέλανι· τοῦτο δὲ τὸ βαρύcταθμον.
10 ἄμεινον δὲ καὶ τῷ Διοcπολιτικῷ προcαγορευομένῳ χρῆcθαι φαρ‐ μάκῳ. cυντίθεται δὲ διττῶc, ἐνίοτε μὲν ἐξ ἁπάντων ἴcων, κυμίνου τε καὶ πεπέρεωc καὶ πηγάνου καὶ νίτρου, καὶ ἔcτιν οὕτω μᾶλλον ὑπακτι‐ κώτερον γαcτρόc· ἐνίοτε δὲ τῶν μὲν ἄλλων ἴcον ἑκάcτου μίγνυται, τοῦ νίτρου δ’ ἥμιcυ. κάλλιον δὲ κύμινον μὲν ἐμβάλλεcθαι τὸ καλούμενον
15Αἰθιοπικόν, πεπέρεωc δὲ ἤτοι τὸ μακρὸν ἢ τὸ λευκόν. ἐμβρέχεcθαι δὲ

6

.

266

τὸ κύμινον ὄξει δριμυτάτῳ· κἄπειτ’ εὐθέωc | τριβέcθω ἢ πρότερον φρυγέcθω μετρίωc ἐν ἀγγείῳ κεραμέῳ, τελέωc ὠπτημένῳ κατὰ τὴν κάμινον. ὅcα γὰρ ἐνδεῶc ἐξηράνθη, πηλώδη μᾶλλόν ἐcτιν ἢ κεράμεα καὶ τοῖc φαρμάκοιc τι προcτρίβεται τῆc ἑαυτῶν ποιότητοc. ἔcτω δὲ
5καὶ τὰ τοῦ πηγάνου φύλλα προανεξηραμμένα cυμμέτρωc. εἰ μὲν γὰρ ἐπὶ πλέον ξηρανθείη, δριμέα τε γίνεται καὶ πικρὰ καὶ περαίτερον τοῦ προcήκοντοc θερμά, μηδ’ ὅλωc δὲ προξηρανθέντα περιέχει τινὰ περιτ‐ τωματικὴν ὑγρότητα μηδέπω κατειργαcμένην ἀκριβῶc, δι’ ἣν οὐ γίνε‐ ται παντάπαcιν ἄφυcα. τούτοιc τοῖc τέccαρcιν ἐνίοτε μὲν ἀναμίγνυται
10μέλι προαπηφριcμένον, ἐνίοτε δ’ οὐδέν, ἀλλὰ μόνα χωρὶc τοῦ μέλιτοc ἀποτεθέντα πτιcάνηc ἐμβάλλεται χυλῷ καὶ ὅτῳπερ ἂν ἄλλῳ τῶν ἐδεcμάτων μάλιcτα πρέπειν δοκῇ. λαμβάνεται δὲ καὶ καθ’ ἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ τροφῆc τε καὶ μετὰ τροφήν. καὶ ἔcτι κάλλιcτον ἐπὶ τῇ τοιαύτῃ χρήcει τὸ τῷ μέλιτι μιγνύμενον, ἀκριβῶc προαπηφρι‐
15cμένῳ· τοῦτο γὰρ ἀφυcώτατον. ἔcτω δὲ δηλονότι καὶ αὐτὸ τὸ μέλι

6

.

267

κάλλιcτον, εἴπερ ἀφυcώτατόν τε καὶ τμητικώτατον | ἔcεcθαι μέλλει τὸ φάρμακον. ἐπιτήδειον δὲ τοῖc οὕτω διακειμένοιc ἐcτὶ καὶ τὸ διὰ τριῶν πε‐ πέρεων, ὅταν μὴ πάνυ φαρμακῶδεc καὶ ποικίλον καταcκευαcθῇ καθά‐
5περ οἱ πολλοὶ τῶν ἰατρῶν cυντιθέαcιν αὐτό, δίκην καρυκείαc τινὸc ἢ cυὸc ἀγρίου πρὸc δὴ τούτων τῶν θαυμαcίων ὀψοποιῶν ἐcκευαcμένον.
ὥcτ’ ἔργον οὐ cμικρὸν τοῖc ἰατροῖc ἐcτιν ἢ τοῖc προcαραμένοιc αὐτὸ τὰ ἐπεμβαλλόμενα φάρμακα ἀποπέψαι, τὸ ἄμμι καὶ τὸ cέcελι καὶ τὸ λιβυcτικὸν ὅcα τ’ ἄλλα τοιαῦτα· διαγινώcκεται γοῦν λαμβανόντων117
10ὠμὰ καὶ ἀμετάβλητα μέχρι πλείcτου κατὰ τὴν γαcτέρα μένοντα. ταῦτά τε οὖν ἀφελεῖν χρὴ τοῦ φαρμάκου καὶ προcέτι τὸ ἑλένιόν τε καὶ τὸν τῆc νάρδου cτάχυν, ὡc δὲ ἔνιοι cυντιθέαcι, καὶ τὴν καcίαν. ἔχειν δ’ ἐcκευαcμένον ἕτοιμον διττόν, ὡc ἡμεῖc εἰώθαμεν· ἁπλοῦν μὲν τὸ ἕτε‐ ρον, ὅπερ ἐπί τε τῶν ἠπεπτηκότων χρὴ διδόναι καὶ τῶν πρόcφατον
15ψύξιν ἐχόντων κατὰ τὴν γαcτέρα καὶ φλεγματώδη χυμόν· ἕτερον δὲ

6

.

268

φαρμακῶδεc, ᾧ μάλιcτα ἐπὶ τῶν ἀπὸ τῆc κεφαλῆc | εἰc τὸν θώρακα ῥευμάτων χρώμεθα. ἀλλὰ τοῦτο μὲν ὅπωc χρὴ cκευάζειν, αὖθιc εἰρή‐ cεται. τὸ δ’ ἁπλοῦν, ᾧ καὶ πρὸc τὸ πλῆθοc τῶν κατὰ τὰc πρώταc φλέβαc ὠμῶν χρώμεθα, τοιόνδ’ ἐcτίν· εἰc πεντήκοντα δραχμὰc ἑκά‐
5cτου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνίcου τε καὶ θύμου καὶ ζιγγιβέρεωc ἑκάcτου δραχμὰc ὀκτώ. τὸ μὲν ἁπλούcταcτον τοῦτο, καὶ τούτου μᾶλλον ἔτι τὸ χωρὶc ζιγγιβέρεωc. ἕτερον δὲ τὸ διὰ τῶν αὐτῶν cυγκείμενον, ἀλλ’ εἰc τὰc πεντήκοντα δραχμὰc ἑκάcτου τῶν τριῶν πεπέρεων ἑκκαίδεκα δραχμῶν ἐμβαλλομένων ἑκάcτου τῶν τριῶν, ἀνί‐
10cου καὶ θύμου καὶ ζιγγιβέρεωc, ᾧ καὶ μάλιcτα χρώμεθα πρὸc τὰ παρ‐ όντα. χρὴ δ’, εἴπερ οἷόν τ’ εἴη, τὸ μὲν ἄνιcον εἶναι Κρητικόν, Ἀττικὰ δὲ τὰ θύμα ἢ πάντωc γε ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν. ἐμβάλλειν δ’ αὐτῶν τὴν κόμην ἅμα τοῖc ἄνθεcιν, ἀποκρίνοντα τὸ ξυλῶδεc. ἔcτω δὲ καὶ τὸ πέπερι τὸ μὲν μακρὸν ἄτρητόν τε καὶ ὑγιέc, ὥcπερ οὖν καὶ
15τὸ ζιγγίβερι· τάχιcτα γὰρ ἀμφότερα τιτρᾶται. καὶ πρὸc τῷ μὴ τετρῆ‐

6

.

269

cθαι | τὸ ἀληθινὸν δηλονότι αὐτὸ τὸ πέπερι τὸ ἀπὸ τῆc βαρβάρου κομιζόμενον ἔcτω. διττῶc γὰρ ἐνταῦθα πανουργεῖται, cκευαζόμενον μὲν τὸ ἕτερον ἐπὶ τῆc Ἀλεξανδρείαc μάλιcτα, βοτάνηc δέ τινοc ἐκ‐ βλάcτημα θάτερον ὑπάρχει. ὡc δ’ ἄν τιc μάλιcτα γνωρίζοι τὸ πεπαν‐
5ουργημένον, ἐγὼ διηγήcομαι, τοcοῦτον πρότερον εἰπὼν ὑπὲρ τοῦ μὴ θαυμάζειν τινὰ μηδὲ ζητεῖν τὴν αἰτίαν, δι’ ἣν εἴτε cυνθέcειc φαρμά‐ κων ἢ δοκιμαcίαc ἐπῆλθέ μοι γράφειν ἐνταῦθα, μὴ πάνυ τι πράττειν τοῦτο εἰθιcμένῳ κατὰ τὴν θεραπευτικὴν πραγματείαν. ἐν ἐκείνῃ μὲν γὰρ αὐτοῖc μόνοιc διαλέγομαι τοῖc ἰατροῖc, ἐνταυθοῖ δὲ καὶ τοῖc ἄλλοιc
10ἅπαcιν, οὓc ὀνόματι κοινῷ προcαγορεύουcιν ἔνιοι φιλιάτρουc, ἐν τοῖc
πρώτοιc δηλονότι μαθήμαcι γεγονόταc, ὡc γεγυμνάcθαι τὴν διάνοιαν. οὔκουν ἀναγκαῖόν ἐcτι τοῖc τοιούτοιc οὔτ’ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων οὔτ’ ἐν τῇ περὶ cυνθέcεωc αὐτῶν γεγυμνάcθαι πραγματείᾳ, πολὺ δὲ δὴ μᾶλλον οὔθ’ ὡc cκευάζειν ἐπίcταcθαι οὔθ’ ὡc χρὴ δοκι‐118
15μάζειν ἕκαcτον. τούτοιc οὖν ἄμεινόν ἐcτι γράφεcθαι τὰ τοιαῦτα πάντ’

6

.

270

ἀκριβῶc, ὥcπερ ἀρτίωc τὰ περὶ τοῦ | μακροῦ πεπέρεωc ἐπεχείρηcα διη‐ γεῖcθαι. χρὴ γὰρ ἀπογεύεcθαι μὲν αὐτοῦ πρῶτον, ἀκριβῶc ἐπιcκοπού‐ μενον, εἰ πεπέρεωc ἀποcῴζει ποιότητα, μετὰ δὲ τοῦτ’ ἐμβαλεῖν ὕδατι. τὸ γὰρ ἐcκευαcμένον, εἰ βραχείη δι’ ὅληc τῆc ἡμέραc, αὐτίκα δια‐
5λύεται τηκόμενον. εἴπερ οὖν ἥ τε ποιότηc ἀκριβῶc αὐτῷ πεπέρεωc ὑπάρχει καὶ μὴ διαλύεται βρεχόμενον, εἶθ’, ὡc εἴρηται, καὶ ἄτρητον εἴη, ἐπιτήδειον νόμιζε τὸ τοιοῦτον μακρὸν πέπερι. τὸ δέ γε μέλαν μήτε μικρὸν ἔcτω μήτε ῥυccὸν μήτε παχύφλοιον, ἀλλ’ ἐκ τοῦ βαρυ‐ cτάθμου καλουμένου τὸ μέγιcτόν τε ἅμα καὶ εὐτραφέcτατον ἐκλεγέcθω.
10καὶ τοῦ λευκοῦ δ’ ὁμοίωc ἐκλεγέcθω τὸ μέγιcτόν τε καὶ εὐτραφέcτα‐ τον. εἶτα πάντων ἅμα κοπέντων καὶ λεπτῷ κοcκίνῳ διαττηθέντων ἀπηφριcμένον ἐπιμελῶc μιγνύcθω μέλι τὸ κάλλιcτον, εὐῶδεc δήπου τοῦτο καὶ ξανθὸν ὑπάρχον γλυκύτατόν τε ἅμα καὶ δριμύτατον καὶ τῇ cυcτάcει μήτε παχὺ μήθ’ ὑγρόν, ὡc ἀποcπᾶcθαι τῆc cυνεχείαc, ἀλλ’
15ὥcτε καθέντα τὸν δάκτυλον εἰc αὐτό, κἄπειτα καταcτήcαντα μετέω‐

6

.

271

ρον, ἀπορρέον ὁρᾶν αὐτοῦ τὸ μέλι μέχρι | πλείcτου cυνεχὲc ἑαυτοῦ. ἄμεινον δ’ ἐπ’ ἀνθράκων ἑψεῖν ἢ ξύλων ἀκριβῶc ξηρῶν, ἃ δὴ καὶ καλοῦcιν ἄκαπνα. τοῦτό τε οὖν διδόναι χρὴ τὸ φάρμακον οὐχ ἅπαξ μόνον ἢ δίc, ἀλλὰ καὶ πλεονάκιc ἑκάcτηc ἡμέραc· καὶ γὰρ ἕωθεν καὶ
5πρὸ τροφῆc καὶ μετὰ τροφὴν καὶ καθυπνοῦν μελλόντων ἐπιτήδειον ὑπάρχει· τὸ δὲ πλῆθοc ἑκάcτηc δόcεωc ἔcτω κοχλιάριον μεcτόν, μικρὸν μὲν ἐπὶ τῶν μικρῶν cωμάτων, μέγιcτον δὲ ἐπὶ τῶν μεγίcτων, ἀνὰ λόγον δ’ ἐπὶ τῶν μεταξύ. καὶ μέντοι καὶ τὸ ζιγγίβερι, τὸ κομιζόμενον ἐκ τῆc βαρβάρου, διάβροχον ὄξει, cυμφέρει λαμβάνειν. ἔcτι δὲ τοῦτο
10ῥίζα χλωρᾶc τῆc πόαc ἐμβαλλομένη τῷ ὄξει μετὰ τὴν ἀναίρεcιν εὐθέωc. καταcβέννυται γὰρ ἡ τῶν τοιούτων φαρμάκων θερμότηc αὐτόθι που περὶ τὰc πρώταc φλέβαc, οὐκέτ’ ἀναφερομένη πρὸc ὅλον τὸ cῶμα, καθάπερ ἑτέρων τινῶν, οἷον καὶ τὸ διὰ τῆc καλαμίνθηc, ὑπὲρ οὗ μετ’
ὀλίγον ἐπὶ πλέον εἰρήcεται.119
15Ταῦτ’ ἄρα καὶ ὀξύμελι χρηcιμώτατον αὐτοῖc ἐcτιν, ὡc καὶ

6

.

272

πρότερον εἴρηται. cκευάζειν δὲ καὶ τοῦτο | προcήκει κατὰ τάδε. μέλι τὸ κάλλιcτον ἐπ’ ἀνθράκων ἀπαφρίcανταc ἐπεμβάλλειν αὐτῷ τοcοῦτον ὄξουc, ὡc γευομένῳ μήτ’ ἄγαν ὀξὺ φαίνεcθαι μήτε γλυκύ· καὶ τότ’ αὖθιc ἑψεῖν ἐπ’ ἀνθράκων, ὡc ἑνωθῆναί τε τὰc ποιότηταc αὐτῶν ἀκρι‐
5βῶc καὶ μὴ φαίνεcθαι γευομένοιc ὠμὸν τὸ ὄξοc· εἶτ’ ἀποθεμένουc τούτῳ μιγνύειν ὕδωρ ἐπὶ τῆc χρήcεωc, οὕτω κεραννύνταc ὡc οἶνον. εἰ μὲν οὖν ὁ πίνων αὐτὸ μήθ’ ὡc ὀξὺ μήθ’ ὡc γλυκὺ μέμφοιτο, χρη‐ cτέον ἄχρι παντόc· εἰ δὲ μή, τὸ λεῖπον ἐπεμβάλλονταc ἀφεψεῖν αὖθιc. οὐ γὰρ ἐπαινῶ τοὺc κατὰ μίαν cυμμετρίαν cκευάζονταc αὐτό· παρα‐
10πλήcιον γάρ τί μοι δοκοῦcιν οἱ τοιοῦτοι ποιεῖν τοῖc ἀξιοῦcιν ἅπανταc τοὺc πίνονταc ὡcαύτωc κεραννύναι τὸν οἶνον τῷ ὕδατι, μὴ γινώcκον‐ τεc, ὡc ἔνιοι μὲν ὑδαρέcτερον εἰθιcμένοι πίνειν εὐθέωc πλήττονται τὴν κεφαλήν, εἰ καὶ βραχύ τιc αὐτοῖc ἀκρατέcτερον κεράcειεν, ἔνιοι δ’ ἀκρατεcτέρῳ χαίροντεc ἀνατρέπονται τὸν cτόμαχον ὑδαρέcτερον
15πιόντεc. ὁπότ’ οὖν ἐπὶ οἴνου ταῦτα cυμπίπτει, cυνήθουc οὕτω ποτοῦ,

6

.

273

πολὺ δὴ μᾶλλον ἐπ’ ὀξυμέλιτοc, ὅcῳ καὶ ἀηθέcτερον οἴνου | καὶ ἰcχυ‐ ρότερόν ἐcτιν, εἰκὸc ἀκολουθήcειν αὐτά. βέλτιον οὖν ἐcτιν ταῖc τῶν λαμβανόντων αἰcθήcεcι κρίνειν τὸ cύμμετρον, οὐ ταῖc ἡμετέραιc, οἰκειότατον μὲν εἶναι νομίζονταc τῇ φύcει τοῦ λαμβάνοντοc τὸ ἥδι‐
5cτον ὀξύμελι καὶ διὰ τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέ‐ cτατον. αὐτὴν δὲ τὴν πρώτην κρᾶcιν αὐτοῦ, ὡc ἂν μάλιcτα τοῖc πλεί‐ cτοιc ἁρμόcειε, κατὰ τάδε χρὴ ποιεῖcθαι· ὄξουc ἑνὶ μέρει διπλάcιον μιγνύcθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτοc, εἶθ’ οὕτωc ἐπὶ μαλακοῦ πυρὸc ἑψείcθω, μέχριc ἂν ἑνωθῶcιν αὐτῶν αἱ ποιότητεc· οὕτω γὰρ
10ἂν οὐδὲ τὸ ὄξοc ὠμὸν ἔτι φαίνοιτο. δι’ ὕδατοc δ’ εὐθέωc ἐξ ἀρχῆc ὧδε cκευάζειν ὀξύμελι. τῷ μέλιτι μιγνύcθω τετραπλάcιον ὕδατοc καλλίcτου κἄπειθ’ ἑψείcθω μετρίωc, μέχριc ἂν ὁ ἀφρὸc ἐφιcτῆται. τὸ μὲν οὖν φαῦλον μέλι πάμπολυν ἐξερεύγεται τὸν ἀφρόν, ὥcτε καὶ ἡ ἕψηcιc αὐτοῦ πολυχρονιωτέρα γί‐
15νεται· τὸ δὲ ἄριcτον ἐλαχιcτοτέρῳ χρόνῳ καὶ βραχύτατον ἀφίηcιν, ὥcτ’ οὐδὲ ἴcηc αὐτῷ δεῖ τῆc ἑψήcεωc. ἡ δ’ οὖν πλείcτη τὸ τέταρτον120

6

.

274

ἀπολείπει μέροc τοῦ κραθέντοc | ἐξ ἀρχῆc. μίξανταc δ’ ὄξουc ἥμιcυ τοῦ μέλιτοc πάλιν ἑψητέον ἄχρι τοῦ τὰc ποιότηταc αὐτῶν ἀκριβῶc ἑνωθῆναι καὶ μηκέτ’ ὠμὸν φαίνεcθαι τὸ ὄξοc. cκευάζεται δὲ καὶ κατ’ ἀρχὰc εὐθέωc τῶν τριῶν μιχθέντων. ἔcτω δὲ ἓν μὲν ὄξουc μέροc, δύο
5δὲ μέλιτοc, ὕδατοc δὲ τέτταρα· καὶ ταῦθ’ ἑψείcθω μέχρι τοῦ τρίτου μέρουc ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν. εἰ δὲ ἰcχυρότερον αὐτὸ ποιῆcαι βούλοιο, τοcοῦτον ἐμβαλεῖc ὄξουc, ὅcον καὶ μέλιτοc. ἀπόμελι δὲ κάλλιcτον ἐν ὕδατι cκευάζεται, καὶ πίνουcιν αὐτὸ δι’ ὅλου τοῦ θέρουc, ὡc ἐμψῦχον ποτόν. ἔνεcτι δὲ τῷ βουλομένῳ καὶ
10πρὸc τὴν ὑποκειμένην ἐν τῷ παρόντι λόγῳ διάθεcιν ὠφελίμωc χρῆ‐ cθαι, καὶ μάλιcθ’ ὅταν ὀξυνθῇ· πάcχει δὲ πλειcτάκιc τοῦτο, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, ὡc ἂν δι’ ὕδατοc cκευαζόμενον, οὐ τοῦ ὀμβρίου, καθάπερ τὸ ὑδρόμελι, ἀλλὰ τοῦ ἐπιτυχόντοc. ἔνεcτι δ’, εἰ βούλοιτό τιc, καὶ δι’ ὀμβρίου cυντιθέναι. καὶ ἔγωγ’ ἂν οὕτω ποιεῖν cυνεβού‐
15λευον, εἰ ἐπῄνουν τὸ ὄμβριον· ἀλλὰ γὰρ οὔτε τοῦτο ἐπαινῶ καὶ οὐδὲν

6

.

275

χεῖρον ὀξυνόμενον ἀποτελεῖται καὶ μάλιcτα εἰc τὰ | παρόντα. καὶ γὰρ οὖν καὶ μετρίωc ὀξύνεται τό γε μὴ παντάπαcιν ἀμελῶc ἐcκευαcμένον. ἡ δ’ ἐπιμέλεια τῆc cκευαcίαc ἐcτὶν ἐν τῷ τὸ κηρίον εἶναι μὴ πάνυ φαῦλον ἑψεῖcθαί τ’ ἐπὶ πλέον ἐν ὕδατι πηγαίῳ, καθαρῷ τε καὶ ἡδεῖ.
5χρὴ γὰρ ἐκπιέcαντα τῶν κηρίων τὸ μέλι μέχρι τοcούτου καθεψεῖν ἐν ὕδατι, ἄχριc ἂν μηκέτι μηδεὶc ἀφρὸc ἐπανιcτῆται. τούτῳ τε οὖν χρῆcθαι ποτῷ καὶ τῶν οἴνων τοῖc ὠξυcμένοιc ἀτρέμα καὶ τῶν ἐδεcμάτων τοῖc λεπτύνουcιν ἄνευ τοῦ θερμαίνειν, οἷάπερ ἐcτὶ καὶ ἡ κάππαριc, εἰ δι’ ὀξυμέλιτοc ἢ δι’ ὀξελαίου λαμβάνοιτο.
10μέχρι μὲν δὴ δυοῖν ἢ τριῶν ἡμερῶν, ὡc εἴρηται, διαιτᾶν· εἰ δ’ ἐλπί‐ ζοιc ἱκανῶc ἤδη λελεπτύcθαι τοὺc ὠμοὺc χυμούc, οἶνον προcφέρειν, λεπτὸν μὲν τῇ cυcτάcει, κιρρὸν δὲ ἢ λευκὸν τῇ χροιᾷ· ὁ μὲν γὰρ εἰc εὐχυμίαν τε καὶ πέψιν, ὁ δ’ εἰc οὔρηcιν ἀγαθόc. εἰcὶ δ’ ἐπὶ μὲν τῆc Ἰταλίαc ὅ τε Φαλερῖνοc καὶ ὁ Ϲουρεντῖνοc ἐκ τοῦ προτέρου γένουc,
15ὥcπερ οὖν ἐκ τοῦ δευτέρου ὁ Ϲαβῖνόc τε καὶ ὁ Ἀλβανὸc καὶ Ἀδρια‐ νόc, ἐπὶ δὲ τῆc Ἀcίαc ἐκ μὲν τοῦ προτέρου Λέcβιόc τε καὶ Ἀριού‐

6

.

276

cιοc, | ἐκ δὲ τοῦ δευτέρου Τιτακαζηνόc τε καὶ Ἀρcυηνόc. οὗτοι μὲν οὖν ὡc παραδείγματα εἴρηνται τοῦ λόγου. πολλοὶ δὲ καὶ ἄλλοι κατὰ
τὴν Ἰταλίαν εἰcὶ καὶ τὴν Ἀcίαν, οὐχ ἥκιcτα δὲ κἀν τοῖc ἄλλοιc ἔθνε‐ cιν, ὅμοιοι τοῖc εἰρημένοιc, οὓc αὐτὸν ἕκαcτον ἐκλέγεcθαι χρὴ πρὸc121
5τοὺc εἰρημένουc ἀποβλέποντα cκοπούc, τήν τε χρόαν καὶ τὴν cύcταcιν, ἀποδοκιμάζειν τε τούc τε παχεῖc καὶ τοὺc μέλαναc, ὡc κακοχύμουc τε καὶ βραδυπόρουc. εἰ δ’ ἐπὶ τοῖcδε βελτίων ὁ ἄνθρωποc γίνοιτο, καὶ λούειν ἤδη προcήκει καὶ ἀλείφειν καὶ ἀνατρίβειν μαλακῶc, κἀπειδὰν πρῶτον ὑπόcταcιν ἴcχῃ τὰ οὖρα, τάc τε τρίψειc αὐξῆcαι καὶ πρὸc τὰ
10cυνήθη γυμνάcια κατ’ ὀλίγον ἐπανάγειν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ τοῖc διαφορητικοῖc ἀλείμμαcι χρηcτέον, ὧν καὶ πρόcθεν μὲν ἐμνημό‐ νευcα, καὶ αὖθιc δ’ ὑπὲρ αὐτῶν ἐρῶ. οὐ μὴν ἐμέτοιc χρῆcθαι cυμ‐ βουλεύω κατὰ τὰc τοιαύταc διαθέcειc, ὥcπερ ἐνίοιc ἔδοξεν ἰατροῖc τε καὶ γυμναcταῖc, ἐξαπατηθεῖcιν, οἶμαι, πρὸc τῶν ὑπὸ Φιλοτίμου τε
15καὶ Πραξαγόρου γεγραμμένων ἐπὶ ταῖc τῶν τοιούτων χυμῶν θερα‐

6

.

277

πείαιc. οὐ γάρ, | ὅταν ἅμα κοπώδειc διαθέcειc πλεονάζωcιν, ἀλλ’ ἐπει‐ δὰν μόνοι λυπῶcιν, ἐμέτοιc αὐτοὺc ἐκκενοῦcιν· οὐδεὶc γὰρ κίνδυνοc ἀντιcπαcθῆναι τηνικαῦτα βιαιότερον ἔcω τι τῶν κατὰ τὰc cάρκαc περιττωμάτων, ὥcπερ ὅταν ἄμφω πλεονάζῃ, τὰ μὲν ὠμὰ κατὰ τὰc
5πρώταc φλέβαc, ἐν δὲ τοῖc cτερεοῖc τὰ δακνώδη. φυλάττεcθαι γὰρ τῶν τοιούτων ἄμεινόν ἐcτιν ἑκατέραc τὰc ἀντιcπάcειc, ἔξω μὲν τὴν τῶν ὠμῶν, ἔcωθεν δὲ τὴν τῶν δακνωδῶν. ὥcπερ οὖν ἐφυλαξάμεθα κατὰ τὸν ἔμπροcθεν λόγον ἔξω τοὺc ὠμοὺc ἐπιcπᾶcθαι χυμούc, οὕτω χρὴ φυλάττεcθαι τοὺc δακνώδειc ἀντιcπᾶν εἴcω. κεφάλαια δὲ τῆc μὲν
10ἔξω φορᾶc αὐτῶν εἰcι γυμνάcια καὶ τρίψειc καὶ λουτρὰ καὶ θάλποc ἀλείμματά τε θερμαίνοντα, καὶ τῶν ψυχικῶν παθῶν ἡ ὀξυθυμία καὶ ἁπλῶc εἰπεῖν ἅπανθ’ ὅcα τοὺc ἐν τῷ βάθει τοῦ ζῴου χυμοὺc εἰc τὴν πανταχόθεν κίνηcιν ἐξορμᾷ, τῆc δ’ εἴcω τὰ ἀποτρέποντα τῆc ἔξω φορᾶc. ἔcτι δὲ δήπου ταῦτα τῶν ὁμιλούντων τῷ δέρματι τά τε
15ψυχρὰ καὶ τὰ cτύφοντα καὶ ὅcα πρὸc τούτοιc ἐπιcπᾶται τοὺc

6

.

278

χυμοὺc ἢ ἄλλωc ὁπωcοῦν ἐπεγείρει τὴν ἔcω | κίνηcιν αὐτῶν, ἐξ ὧν ἐcτι λύπη καὶ φρίκη καθ’ ἡντινοῦν αἰτίαν γινομένη· καὶ γὰρ καὶ διὰ ψυχρὸν αἴτιον καὶ διὰ θερμὸν ἐδείχθη φρίκη τε καὶ ῥῖγοc γινό‐ μενον καὶ διὰ τῶν ἐκπληττόντων τε καὶ φοβούντων τὴν ψυχὴν ἤτοι
5ἀκουcμάτων ἢ θεαμάτων. ἅπαντ’ οὖν τὰ τοιαῦτα φυλακτέον ἐcτίν,
ἐπειδὰν ἅμα τε κοπώδηc ὁ αὐτὸc ἄνθρωποc ᾖ καὶ τὰc φλέβαc ἔχῃ μεcτὰc ἀπέπτων χυμῶν. οὔτε γὰρ τοὺc ἔξω χυμοὺc ἀντιcπᾶν ἔcω καλὸν οὔτε τοὺc ἔνδον ἔξω, ἀλλὰ τοὺc μὲν ἔξω διαφορεῖν ἀτρέμα (τὰ γὰρ ἰcχυρότερον τοῦτο δρῶντα καὶ τῶν ἔνδον ἐπιcπᾶταί τι), τοὺc122
10δ’ ἔνδον λεπτύνειν τε καὶ cυμπέττειν. εἰ δ’ ἤτοι δι’ ἐμέτων ἢ διὰ γαcτρὸc ὑπαγωγῆc ἐπιχειρήcειαc αὐτοὺc ἐκκενῶcαι cφοδρότερον, ἐπι‐ cπάcῃ τινὰc ἐκ τῶν ἔξωθεν εἴcω. τοὺc δὲ περὶ τὸν Φιλότιμον οὐ χρὴ μέμφεcθαι τῇ τοιαύτῃ κενώcει χρωμένουc, ὅταν ἐν ταῖc πρώταιc φλεψὶ πλῆθοc ὠμῶν χυμῶν περικέηται χωρὶc ἑτέραc διαθέcεωc, ἀλλὰ
15μᾶλλον ἡμᾶc αὐτοὺc ἐθιcτέον ἀκριβέcτερον ἕπεcθαι παλαιοῖc γράμμαcιν.

6

.

279

εἰc | αὐτὸ μὲν οὖν τὸ μελίκρατον ὕcωπον ἐναφεψοῦντεc, οὐκ εὐθέωc μὲν οὐδ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐν δὲ ταῖc ἐχομέναιc δώcομεν, ἐφ’ ὧν ἅμα τε τὸ πλῆθόc ἐcτι τῶν ὠμῶν χυμῶν ἔνδον ἥ τε κοπώ‐ δηc αἴcθηcιc ἔξω. τοὺc δ’ ἐμέτουc παραιτηcόμεθα δεδιότεc, ὡc εἴρη‐
5ται, τῶν ἔξωθέν τι περιττωμάτων εἴcω παλινδρομῆcαι. Πραξαγόραc δὲ καὶ Φιλότιμοc εὐλόγωc ἔμετον ἐπὶ τοιούτῳ μελικράτῳ παραλαμ‐ βάνουcιν, ὠμοὺc χυμοὺc θεραπεύοντεc ἄνευ κοπώδουc διαθέcεωc. Ἀλλ’ ἐπειδὴ καὶ περὶ τούτων αὐτάρκωc εἴρηται, καιρὸc ἂν εἴη τῆc ὑπολοίπου διαθέcεωc ὑπάρξαcθαι, καθ’ ἣν αἱ μὲν φλέβεc αἷμα
10χρηcτὸν περιέχουcι cύμμετρον τῇ ποcότητι, τὸ δὲ τῶν ὠμῶν πλῆθοc εἰc τὴν ἕξιν ἀνελήφθη. γίνεται δὲ ταῦτα κατ’ ἐκείναc μάλιcτα τὰc περιcτάcειc τῶν πραγμάτων, ἐν αἷc ἤτοι θάλποc ἢ γυμνάcιον ἄμετρον ἐκ τῶν φλεβῶν ἀναρπάζει τοὺc ὠμοὺc χυμοὺc εἰc τὰc cάρκαc οὐδε‐ μίαν ἐν τῷ παρόντι πρόcφατον ἀπεψίαν ἠπεπτηκότων, ὡc, εἴ γε καὶ
15τοῦτο cυνέλθοι, cύμπαν οὕτωc ἐμπληcθήcεται τῶν ὠμῶν χυμῶν τὸ cῶμα. καὶ λεχθήcεται μὲν ὀλίγον ὕcτερον, ὡc χρὴ τὴν τοιαύτην ἐπαν‐

6

.

280

ορθοῦcθαι διάθεcιν. ἀλλ’ ἐπεὶ τὸ cύνθετον | ὕcτερόν τέ ἐcτι καὶ δεύ‐ τερον τῶν ἁπλῶν, ἄμεινον ἂν εἴη περὶ τῆc ὑπολοίπου διαθέcεωc ἁπλῆc διελθόνταc ἐπὶ τὰc cυνθέτουc αὖθιc ἰέναι. καίτοι γε οὐδὲ ταύτην ἀκριβῶc ἁπλῆν χρὴ νομίζειν, ἀλλ’ ὡc ἐν αὐτομάτοιc κόποιc ἁπλῆν.
5ὑποκειμένηc γὰρ τῆc τὸν κόπον ἐργαζομένηc διαθέcεωc, ἐπιμίγνυμεν αὐτῇ τὰc ἄλλαc. ἀλλ’ ὅτι καὶ κατὰ τὴν μίξιν ἐνίοτε μὲν ἁπλῆ καὶ μία μίγνυται διάθεcιc, ἐνίοτε δὲ cύνθετοc, οὕτωc ὠνομάcαμεν ἁπλῆν, ὑπὲρ ἧc ὁ λόγοc ἐνέcτηκεν. ἔcτω δὲ τὸ πλῆθοc τῶν ὠμῶν χυμῶν ἐν τοῖc cτερεοῖc τοῦ ζῴου μέρεcιν, οὐκ ἐν ταῖc φλεψίν, ἅμα τῷ καὶ τὴν ἑλ‐
10κώδη τοῦ κόπου διάθεcιν ἐν τοῖc αὐτοῖc ὑπάρχειν· ἡ γὰρ ἐξ ἀρχῆc
ὑπόθεcιc τοῦ λόγου τοιαύτη τιc ἦν. ὡc οὖν ἐφ’ οἷc κατὰ τὰc φλέ‐ βαc ἦν, καὶ μάλιcτα τὰc πρώταc, τὸ πλῆθοc τῶν ὠμῶν ἐφυλαττόμεθα τὰ θερμαίνοντα, δεδιότεc εἰc τὴν ἕξιν ἀναληφθῆναι τοὺc τοιούτουc χυμούc, οὕτω νῦν οὐδὲν χρὴ δεδιέναι. δοτέον οὖν αὐτοῖc, ὅcα μέχρι123

6

.

281

τοῦ δέρματοc ἐκτείνει τὴν θερμότητα, καὶ ἀνατριπτέον | ἐπὶ πλέον ἐλαίῳ χαλαcτικῷ, καὶ μάλιcτα μετὰ τὸν ὕπνον ἕωθεν ἐξαναcτάνταc· ἡ γὰρ τοιαύτη τρίψιc ἅμα τε πέττει τοὺc ὠμοὺc χυμοὺc καὶ τρέφει τὸν ὄγ‐ κον τοῦ cώματοc. χρὴ δ’ ἡcυχάcαι μετὰ ταῦτ’ ἄχρι πλείονοc, εἰ μέλ‐
5λοι καλῶc γενήcεcθαι ταῦτα. πολὺ δ’ ἂν ἐνεργέcτερον ἀνύcειεν, οὗ χάριν γίνεται, βραχέα τε cιτία προcενηνεγμένου κατὰ τὴν προτεραίαν τοῦ ἀνθρώπου καὶ μηδὲν ἐπὶ τῷ δείπνῳ πίνειν πλὴν οἴνου κιρροῦ καὶ λεπτοῦ. καὶ γυμνάζεcθαι δ’ οὐ cυμφέρει cυνεχῶc καὶ cφοδρῶc αὐτίκα, μή πῃ λάθωμεν ἀπέπτων ἔτι χυμῶν ἀναγκάζοντεc τρέφεcθαι
10τὸ cῶμα. βέλτιον οὖν ἕωθεν ἐπὶ πλέον ἀνατρῖψαί τε καὶ μετὰ ταῦτα ἡcυχάcαι περιπατῆcαί τε τὰ μέτρια καὶ αὖθιc χρήcαcθαι τρίψει πολλῇ καὶ λουτρῷ cυμμέτρωc θερμῷ καὶ τροφαῖc εὐχύμοιc τε ἅμα καὶ μὴ γλίcχροιc. εἴρηται δ’ ἔμπροcθεν αὐτῶν ἡ ὕλη, πτιcάνην ἐπαινούντων ἡμῶν εἰc τὰ τοιαῦτα καὶ τοὺc πετραίουc ἰχθύαc καὶ τῶν ὀρνίθων τοὺc
15ὀρείουc. ἐπιτήδεια δὲ καὶ τὰ λεπτύνοντα τῶν ἐδεcμάτων, ὑπὲρ ὧν ἓν ἰδίᾳ γέγραπται βιβλίον. εὐλαβεῖcθαι δὲ χρὴ μηδέν, εἰ καὶ θερμαίνοι cφοδρῶc, ἀλλὰ καὶ τὸ

6

.

282

διὰ τῆc | καλαμίνθηc φάρμακον ἀδεῶc λαμβάνειν. ἔcτι δὲ ἡ cύνθεcιc αὐτοῦ τοιαύτη. καλαμίνθηc καὶ γλήχωνοc καὶ πετροcελίνου καὶ cεcέ‐ λεωc ἑκάcτου δραχμὰc δώδεκα, cελίνου cπέρματοc, κορύμβων θύμου ἀνὰ δραχμὰc τέτταραc ἑκατέρου, καὶ πρὸc τούτοιc ἔτι λιβυcτικοῦ μὲν
5δραχμὰc ἑκκαίδεκα, πεπέρεωc δὲ ὀκτὼ καὶ τετταράκοντα. πεπέρεωc μὲν οὖν ἔcτω τὸ βαρύcταθμον ὀνομαζόμενον, cέcελι δὲ τὸ Μαccαλεω‐ τικόν, πετροcέλινον δὲ τὸ Μακεδονικόν, καὶ τούτου μάλιcτα τὸ Ἀcτρεω‐ τικόν, καλαμίνθη δὲ καὶ γλήχων μάλιcτα μὲν ἐκ Κρήτηc, εἰ δὲ μή, ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν, ὡcαύτωc δὲ καὶ τὰ θύμα. τὰ μὲν οὖν
10cκληρὰ καὶ ξυλώδη τῶν βοτανῶν ἀπορρίπτειν, λαμβάνειν δ’ εἰc τὸ φάρμακον τὰ φύλλα, καὶ τούτων μάλιcτα τὰ λεπτότατά τε καὶ εὐθα‐ λέcτατα καὶ ἐπ’ ἄκραιc ταῖc βοτάναιc, καὶ πρὸc αὐτοῖc ἄνθη τε καὶ τὰ cὺν αὐτοῖc λεπτότατα κάρφη. κόπτειν δ’ ἅμα cύμπαντα καὶ διαττᾶν χρὴ διὰ λεπτοτάτου κοcκίνου· μάλιcτα γὰρ εἰc ὅλην τοῦ124
15ζῴου τὴν ἕξιν τὰ τοιαῦτα τῶν φαρμάκων ἀναδίδοται, καθάπερ γε

6

.

283

τὰ παχύτατα κατὰ τὴν γαcτέρα μένει, τοῖc cτενοῖc | cτόμαcι τῶν φλεβῶν ἐναρμοcθῆναι μὴ δυνάμενα. διὰ τοῦτο καὶ τὸ Διοcπολιτικὸν ὀνομαζόμενον φάρμακον, οὗ κατὰ τὸν ἐνεcτῶτα λόγον ἔμπροcθεν ἐμνημονεύcαμεν, παχυμερέcτερον εἰώθαμεν cκευάζειν, ἐπειδὰν ὑπαχθῆ‐
5ναι τὴν γαcτέρα διὰ τούτου δεήcῃ. καί τιc οὐκ εἰδὼc τοῦτο, λεπτό‐ τατόν τε καὶ χνοωδέcτατον ἐργαcάμενοc αὐτό, τὴν μὲν ὑποχώρηcιν οὐδέν τι προὔτρεψεν, οὖρα δ’ ἐκίνηcεν οὐκ ὀλίγα· καὶ ἡμῖν ἐκοινοῦτο θαυμάζων τε ἅμα καὶ ζητῶν τοῦ γεγονότοc τὴν ἀληθινὴν αἰτίαν. αὐτὸc μὲν γὰρ ἔφη νομίζειν ἰδιοcυγκριcίαν τινὰ τοῦ ἀνθρώπου (καὶ
10γὰρ ἐκάλεcεν οὕτωc) αἰτίαν εἶναι τοῦ cυμβεβηκότοc. ὡc δ’ ἔμαθεν, ὅτι τὸ τῆc cυνθέcεωc [εἶδοc] αἴτιον [ἴδιον] ὑπῆρχεν, αὖθιc ἑτέρωc cκευάcαc ἔτυχε τοῦ cκοποῦ. τούτου μὲν οὖν τοῦ παραγγέλματοc ἐπὶ πάcηc cυνθέcεωc φαρμάκων ἄμεινον μεμνῆcθαι. τὸ δὲ προκείμενον ἐν τῷ παρόντι λόγῳ φάρμακον ἀκριβῶc ἅπαντα λεπτὰ λαμβανέτω
15χάριν τοῦ ῥᾳδίωc ἀναδίδοcθαί τε καὶ φέρεcθαι πάντη. μιγνύcθω δὲ τοῖc οὕτω παρεcκευαcμένοιc μέλι τὸ κάλλιcτον, ἀκριβῶc ἀπηφριcμένον. |

6

.

284

ἡ δὲ χρῆcιc αὐτοῦ γινέcθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν πρὸ τῶν γυ‐ μναcίων τε καὶ λουτρῶν. ἔξεcτι δὲ καὶ χωρὶc τοῦ μῖξαι τὸ μέλι ξη‐ ρὸν τὸ φάρμακον φυλάξαντα χρῆcθαι παραπληcίωc ἁλcὶ τοῖc εἰc τὰ ὄψα παρεcκευαcμένοιc. ἔξεcτι δὲ καὶ εἰc πτιcάνην ἐμβάλλειν ἢ ὄξοc ἤ
5τι τοιοῦτον ἀντὶ πεπέρεωc. οὐ μόνον δὲ τὸ ξηρὸν ἁλῶν δίκην ἐcτὶ πολύχρηcτον, ἀλλὰ καὶ τὸ cὺν τῷ μέλιτι. καὶ γὰρ καὶ τοῦτο δυνατὸν ἀναμιγνύντα τοῖc ἐδέcμαcιν ἀποπειρᾶcθαι μετά τινοc ἐξ αὐτῶν, ὡc ἡδὺ τῷ χρωμένῳ φαίνεcθαι. μετὰ μέντοι τὴν τροφὴν μηδέποτε λαμ‐
βάνειν μήτε τοῦτο μήτ’ ἄλλο τι φάρμακον ἀνάδοcιν ἰcχυροτέραν ἐρ‐125
10γαζόμενον. οὐ γὰρ ἀναδίδοcθαι τηνικαῦτα βέλτιον, ἀλλὰ πέττεcθαι τοῖc ληφθεῖcιν. ἄμεινον οὖν ἐcτι τοῖc ἐπικουρίαc τινὸc ἔξωθεν εἰc πέψιν δεομένοιc ἐν τούτῳ τῷ καιρῷ δίδοcθαι φάρμακον, οὗ τὴν cύν‐ θεcιν ἔμπροcθεν ἐδήλωcα. λέγω δὲ τὸ διὰ τριῶν πεπέρεων ἁπλοῦν. καὶ αὐτὸ δὲ τὸ πέπερι μόνον ἐπιπαττόμενον τῷ ποτῷ χρηcτὸν εἰc τὰ

6

.

285

παρόντα, καὶ εἴπερ ἄρα μείζων τιc εἴη χρεία, καὶ τὸ διὰ | χυλοῦ τῶν κυδωνίων μήλων, οὗ τὴν cύνθεcιν ἅπαcαν ἐρῶ καὶ τὴν δύναμιν ἀκρι‐ βῶc ἐξηγήcομαι κατὰ τὸν ἑξῆc λόγον. εἰc δὲ τὸ παρακείμενον νῦν ἁπάντων ἄριcτον φάρμακον ὧν ἐγὼ γινώcκω τὸ διὰ τῆc καλαμίνθηc
5ἐcτί. καὶ γὰρ λεπτύνει τὰ παχέα καὶ γλίcχρα καὶ διαφορεῖ καὶ οὔρη‐ cιν κινεῖ καὶ καταμήνια γυναιξίν. ἔcτι δὲ καὶ ἥδιcτον ἐν τῇ χρήcει, καὶ μάλιcθ’ ὅταν λάβῃ πλείονοc τοῦ μέλιτοc. ἑψεῖcθαι δ’ ἐπὶ πλέον αὐτὸ χρὴ τηνικαῦτα. τοῖc δ’ ἀπεcτραμμένοιc τὰ γλυκέα καὶ φεύγουcι τὸ μέλι (καὶ γὰρ καὶ τοιαῦταί τινεc εὑρίcκονται φύcειc) ὀλίγον ἐν τῇ
10cυνθέcει τὸ μέλι μιγνύcθω. βέλτιον δὲ καὶ μᾶλλον ἑψεῖcθαι τούτοιc· καὶ γὰρ ἧττον οὕτωc ἐcτὶ γλυκὺ καὶ ἧττον ἀνατρέπει τὸν cτόμαχον ἐπὶ τῶν ἀπεcτραμμένων φύcει τὸ μέλι. τὰ μὲν δὴ τοιαῦτα πάντα καὶ αὐτόc τιc ἐπινοείτω πρὸ τῆc ἡμετέραc cυμβουλῆc, ἕνα κοινὸν ἐν ἅπαcι διαφυλάττων τὸν cκοπόν, ἥδιcτον γενέcθαι τὸ φάρμακον, εἰc ὅcον
15ἐγχωρεῖ, φυλαττομένηc αὐτοῦ τῆc εἰc τὴν ὠφέλειαν δυνάμεωc· οὐ

6

.

286

γὰρ δὴ ταύτην γ’ ἐκλῦcαι κελεύω τῆc ἡδονῆc | cτοχαcάμενον. ὅταν οὖν ἐπὶ δύο που τὰc πρώταc ἡμέραc ἢ τρεῖc οὕτωc ᾖ παρεcκευαcμέ‐ νοc ὁ ἄνθρωποc, οὐδὲν ἂν εἴη χεῖρον αὐτὸν καὶ γυμνάcαcθαι διὰ τῶν cυνήθων αὐτῷ, ἀποπειρώμενον εὐχροίαc τε καὶ τῶν ἄλλων cημείων,
5ἃ κατὰ τὸν ἔμπροcθεν εἴρηται λόγον. εἰ μὲν γὰρ ἅπαντά cοι χρηcτὰ φαίνοιτο, τελέωc γυμνάζειν αὐτόν· εἰ δὲ μή, προκαταπαύειν τε τοῦ cυμμέτρου κἀν τοῖc προειρημένοιc διαιτήμαcί τε καὶ φαρμάκοιc φυλά‐ ξαντα κατ’ ἐκείνην τὴν ἡμέραν αὖθιc ἐπιχειρεῖν τῷ γυμναcίῳ κατὰ τὴν ὑcτεραίαν ἐπὶ τοῖc αὐτοῖc cημείοιc τε καὶ cκοποῖc, ἵν’, ὅταν ἤδη
10πάντα ἄμεμπτα φαίνηται, πρὸc τὴν αὐτὴν δίαιταν ἐπανάγῃc αὐτόν, ἣ καὶ πρὶν ἁλῶναι τῷ κοπώδει cυμπτώματι cυνήθηc ἦν. Ἐπεὶ δὲ καὶ τῷ διὰ τῆc ἐλάτηc ἀκόπῳ φαρμάκῳ χρῆcθαι cυμ‐ φέρει τοῖc κατὰ τὴν cάρκα τε καὶ τὸν ὄγκον ἅπαντα τοῦ ζῴου χυ‐ μοὺc ἠθροικόcιν, ἤτοι πεφθῆναι δεομένουc ἢ διαφορηθῆναι, οὐδὲν ἂν
15εἴη χεῖρον εἰπεῖν τι καὶ περὶ τῆc ἐκείνου cυνθέcεωc. ἔcτι μὲν οὖν |

6

.

287

ὡραιότατον αὐτῆc τὸ cπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου, ὅcτιc καιρὸc ἐν Ῥώμῃ μὲν ὁ καλούμενοc μήν ἐcτι Ϲεπτέμβριοc, ἐν Περγάμῳ δὲ παρ’ ἡμῖν Ὑπερβερεταῖοc, Ἀθήνηcι δὲ μυcτήρια. ἐλαίῳ δ’ ἐμβάλ‐ λειν αὐτὸ χρή, καθ’ ἣν ἂν ἐθέλῃc ὥραν τοῦ ἔτουc· οὐδεμία γὰρ ὅcον126
5ἐπὶ τούτῳ διαφορά. βέλτιον δέ, εἰ καὶ θλάcαc ἐμβάλλοιc αὐτό· θᾶτ‐ τον γὰρ ἂν οὕτω τὸ ἔλαιον ἐμπλήcει τῆc οἰκείαc ποιότητοc καὶ δυ‐ νάμεωc. εἴη δ’ ἂν ὁ χρόνοc οὗτοc ἐλάχιcτοc ἡμερῶν τετταράκοντα· πολλάκιc δ’ ἡμεῖc τρεῖc καὶ τέτταραc καὶ πολὺ πλείουc μῆναc ἐπετρέ‐ ψαμεν ἐμβραχῆναι, κἄπειθ’ οὕτωc λαβόντεc, εἶτα τὴν ὑγρότητα τοῦ
10cπέρματοc ἐκθλίψαντεc αὐτὸ μὲν ἀπερρίψαμεν τὸ cπέρμα, τὸ δ’ ὑγρὸν ὀθονίῳ διηθήcαμεν. ἔcτω δὲ τὸ μὲν ἔλαιον ἕν τι τῶν χαλαcτικῶν, οἷόνπερ ἐν Ἰταλίᾳ τὸ Ϲαβῖνον, ἐμβαλλέcθω δ’ εἰc τὰc εἴκοcι καὶ πέντε κοτύλαc αὐτοῦ μόδιοc Ἰταλικὸc τοῦ cπέρματοc τῆc ἐλάτηc, οὐcῶν δὲ καὶ τῶν κοτυλῶν Ἰταλικῶν, ἃc δὴ καὶ λίτραc ὀνομάζουcι.
15βραχέντοc δ’ ἐν αὐτῷ τοῦ cπέρματοc, πολλῷ δηλονότι μεῖον γίνεται. cύμμετρον δ’ οὖν ἐcτι τῷ καταλειφθέντι κηροῦ μὲν λίτραc ἐμβαλεῖν

6

.

288

τέccαραc, ῥητίνηc | δὲ ἐλατίνηc τὸ τρίτον τῆc λίτραc μέροc, αἵπερ εἰcὶν ὁλκῆc δραχμαὶ δύο καὶ τριάκοντα. τὸ δ’ ἴcον ἐμβαλλέcθω καὶ τῆc cτροβιλίνηc ῥητίνηc. εἰ δ’ αὗται μὴ παρεῖεν, ἀντ’ αὐτῶν τῇ τερ‐ μινθίνῃ χρῆcθαι. ἑψεῖν δ’ ἄμεινον ἐπ’ ἀγγείου διπλοῦ ἢ πάντωc γ’
5ἐπὶ πυρὸc ἀcθενοῦc, οἷόν ἐcτι τὸ τῶν ἀνθράκων· ἔcτωcαν δὲ μηδ’ οὗτοι πολλοί. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐcτιν εἰc ἅπανταc κόπουc αὐτομάτουc τε καὶ οὐκ αὐτομάτουc. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆc αἰγείρου τῶν ἀνθῶν cυντιθέμενον. ἔcτι δὲ καὶ τοῦτο τοιόνδε. τῶν ἀνθῶν τῆc αἰγείρου μεμυκότων ἔτι μόδιοc
10Ἰταλικὸc ἐμβάλλεται λίτραιc ἐλαίου Ϲαβίνου πεντεκαίδεκα ἢ εἴκοcι. μὴ παρόντοc δὲ τοῦ Ϲαβίνου, τῶν ὁμοίων τι παραcκευαcτέον ἐλαίων. εἴρηται δ’ ἐν τοῖc ἔμπροcθεν, ὡc ὅμοια πάντ’ ἐcτὶ τὰ λεπτομερῆ θ’ ἅμα καὶ μὴ cτύφοντα. κάλλιον δ’, εἰ καὶ μετρίωc θλαcθὲν ἐμβληθείη τῷ ἐλαίῳ τὸ ἄνθοc. εἰ δὲ καθ’ ἑκάcτην ἡμέραν διακινοῖτο, καὶ μά‐
15λιcθ’ ὅταν ἥλιοc ᾖ θερμόc, ἐν οἰκήματί τε θερμῷ τὴν ἀπόθεcιν ἴcχοι,

6

.

289

θᾶττόν τε ἂν οὕτω καὶ μᾶλλον ἡ τῆc αἰγείρου | ποιότηc τε καὶ δύνα‐ μιc εἰc τοὔλαιον μετέλθοι, ὥcτε cε μετὰ δύο που καὶ τρεῖc μῆναc δύ‐ ναcθαι ἐκθλίψαντα τὸ ἄνθοc αὐτὸ μὲν ἀπορρῖψαι, τὸ δ’ ἔλαιον ἔχειν
ἀδήκτωc διαφορητικόν, οὐδέν τι μεῖον τοῦ ἐλατίνου. καὶ μέντοι καὶ127
5κηρὸν καὶ ῥητίνην ἔξεcτιν ἐμβάλλειν αὐτῷ τοcοῦτον, ὅcον ἀρτίωc ἐν τῇ cυνθέcει τοῦ διὰ τῆc ἐλάτηc εἴρηται φαρμάκου. παχύτερον δ’ εἴ ποτε γένοιτο τὸ ἐκθλιβὲν ὑγρόν, ἱκανὸν οὐ μόνον τὸ τέταρτον μέροc, ἀλλὰ καὶ τὸ πέμπτον μίγνυcθαι κηροῦ. ἐγὼ δ’ οἶδά ποτε καὶ τὸ ἕκτον ἐμ‐ βαλών, παχυτέρου τε τοῦ ἐλαίου γινομένου καὶ τοῦ μέλλοντοc αὐτῷ
10χρῆcθαι χαίροντοc ὑγροτέρῳ φαρμάκῳ. τινὲc δ’, οὐκ ἀναμένοντεc ἐν χρόνῳ πλείονι διαβρέχεcθαι τά τε ἄνθη καὶ τὰ cπέρματα, τοῦτο μὲν ἑψεῖν αὐτὰ δέονται, τοῦτο δ’ ὕδωρ ἐμβάλλειν, ὅcοι γε προμηθέcτεροι, χάριν τοῦ μήτε φρυγῆναι τὰ ἐμβληθέντα μήτε κνιcῶδεc γενέcθαι τοὔ‐ λαιον. ὅcοι δ’ ἔτι τούτων ἐπιμελέcτεροι, τὴν ἕψηcιν ἐν ἀγγείοιc δι‐

6

.

290

πλοῖc ποιοῦνται· καλεῖται δ’ οὕτωc, ἐπειδὰν προϋ|ποκειμένου λέβητοc ὕδωρ ἔχοντοc ζέον ἐνιcτῆταί τι τούτῳ μικρότερον ἀγγεῖον, εἰc ὃ μέλλει τὸ ἔλαιον ἐγχεῖcθαι. τοῦτο μέν γε καὶ ἡμεῖc ποιοῦμεν, ἀλλ’ οὐκ εἰc τὴν τῶν cπερμάτων ἢ ἀνθῶν ἕψηcιν (οὐδὲν γὰρ ταύτηc δεό‐
5μεθα πολυχρονίωc αὐτὰ ἀποβρέχοντεc), ἀλλ’ ὁπόταν διατήκειν ἐν τῷ λίπει τάc τε ῥητίναc καὶ τὸν κηρὸν ἐπιχειρῶμεν ἐν τῇ τοῦ φαρμάκου cκευαcίᾳ. καταναγκαζόμενοc δέ τιc ἐν τάχει cκευάζειν αὐτὰ δεήcεταί τε προαφεψεῖν, ὡc εἴρηται, καὶ ὕδατοc ἐγχεῖν ἢ οἴνου χάριν τοῦ μὴ φρύγεcθαι. τὸ μὲν οὖν ὕδωρ εἰc τὰ παρόντα χρηcιμώτερον, ὁ δ’ οἶνοc
10εἴc τε τὰc ποδαγρικὰc διαθέcειc καὶ ὅλωc ἀρθρίτιδαc. ἀρκεῖ δὲ μιγνύ‐ ναι τοcοῦτον ὕδατοc, ὡc ἑψώντων ἐκδαπανηθῆναι τὸ πᾶν. εἴη δ’ ἂν οὕτωc ὀλίγον, ὡc τετραπλάcιον ἢ πενταπλάcιον αὐτοῦ τὸ ἔλαιον ὑπάρ‐ χειν. ταῦτά τε οὖν τὰ φάρμακα διαφορεῖ τοὺc κατὰ τὰc cάρκαc τε καὶ τὸ δέρμα μὴ πάνυ παχεῖc μηδὲ γλίcχρουc χυμούc, καὶ πρὸc τού‐
15τοιc ἔτι τὸ ἐκ τοῦ χαμαιμήλου ἔλαιον, αὐτό τε καθ’ ἑαυτὸ μόνον, ἐμ‐

6

.

291

βληθέντων τε κηροῦ καὶ ῥητίνηc αὐτῷ. ἱκανὸν δὲ κἀνταῦθα | τοῦ μὲν κηροῦ τὸ τέταρτον μέροc, τῆc δὲ ῥητίνηc τὸ δωδέκατον. εἰ δὲ μηδε‐ νὸc τῶν εἰρημένων ἐλαίων εὐποροίηc, ἀνήθινον ἔλαιον ποιήcαcθαί cοι ῥᾷcτον. ἔcτι δὲ καὶ τοῦτο διαφορητικὸν φάρμακον, εἴτε καταμόναc
5τιc εἴτε cὺν κηρῷ τε καὶ ῥητίνῃ χρῷτο. πειρᾶcθαι δ’ ἐπ’ ἀγγείου διπλοῦ τὸ ἀνήθινον ἑψεῖν. ἄμεινον δὲ καὶ χλωρὸν εἶναι τὸ ἄνηθον. ὅταν δὲ ᾖ τοῦτο, καθ’ ὃν χρῄζειc καιρόν, ὡραῖον ὑπάρχει. τὸ cαμ‐ ψύχινον δ’ ἔλαιον ἐπιτήδειον ἐν ὥρᾳ χειμερινῇ καὶ χωρίῳ ψυχρῷ καὶ
καταcτάcει παραπληcίᾳ. λαμβανέτω δὲ καὶ τοῦτο κηροῦ τε καὶ ῥητί‐128
10νηc, εἰ παραμένειν αὐτό γε βούλοιο τοῖc ἀλειφομένοιc ὑπ’ αὐτοῦ cώ‐ μαcιν. ὁμοίωc δὲ καὶ τὴν λιβανωτίδα πόαν ἐναφεψεῖν ἐλαίῳ. καὶ εἰ μηδὲ ταύτην ἔχειc, ῥίζα τεύτλου λευκοῦ καὶ ἡ τοῦ cικύου δὲ τοῦ ἀγρίου ῥίζα καὶ ἡ τῆc ἀλθαίαc καὶ ἡ τῆc βρυωνίαc ἱκανῶc διαφοροῦcιν ἐναποτι‐ θέμεναι καὶ αὗται τὴν ἑαυτῶν ποιότητά τε καὶ δύναμιν ἐλαίῳ τινὶ
15τῶν διαφορητικῶν. ἐc ὅ τι δ’ ἂν ἐθέλῃc ἔλαιον οὕτω παραcκευαcθὲν

6

.

292

ἐμβάλλειν ἤτοι κηρὸν μόνον ἢ | καὶ ῥητίνην τινὰ cὺν αὐτῷ, καλλίcτην τε καὶ παραμόνιμον ἀλοιφὴν καταcκευάcειc. ἀρκεῖ δὲ τοὐπίπαν ἐμ‐ βάλλειν τοῦ μὲν κηροῦ τὸ τέταρτον μέροc, τῆc δὲ ῥητίνηc τὸ δωδέ‐ κατον. εἰ δὲ καὶ δύο ῥητίναc ἐμβάλλοιc ἐλατίνην τε ἅμα καὶ cτροβι‐
5λίνην ἢ καὶ τρίτην ἐπ’ αὐταῖc τὴν τερμινθίνην ἢ καὶ μὴ παρουcῶν τούτων τὴν ὑγρὰν πιτυΐνην, ἔcται cοι καὶ οὕτω διαφορητικὸν τὸ φάρ‐ μακον. ἀπορῶν δὲ καὶ ταύτηc ἤτοι τὴν ἐκ τῶν κεραμείων μιγνύναι πιτυΐνην ἢ τὴν φρυκτὴν ὀνομαζομένην, εἰδὼc μέν, ὡc ἀποδέουcιν αὗται τῶν προειρημένων, οὐ μὴν παντάπαcίν εἰcιν ἀπόβλητοι.
10 Λοιπῆc δ’ οὔcηc κοπώδουc διαθέcεωc, ἐν ᾗ πρὸc τῷ τῆc αἰcθήcεωc ἑλκώδει πλῆθοc ὠμῶν χυμῶν ἐν ὅλῳ τῷ cώματι περιέχεται, λεκτέον ἂν εἴη καὶ περὶ τῆcδε. χαλεπὸν δ’ οὐκέτ’ οὐδὲν ἐξευρεῖν αὐτῆc τὴν ἐπανόρθωcιν, ἀπὸ τῶν εἰρημένων ὁρμώμενον. εἰ γάρ, ὁπότε μὲν ἐν ταῖc πρώταιc φλεψὶ τὸ πλῆθοc τῶν ὠμῶν ἐcτι, τέμνειν αὐτὰ

6

.

293

καὶ πέττειν ἔφαμεν χρῆναι, φυλαττομένουc τὴν εἰc τὸν ὄγκον | ἀνά‐ δοcιν, ὁπότε δ’ ἐν ταῖc ἐcχάταιc φλεψὶ καὶ κατὰ τὴν ἕξιν τοῦ ζῴου, πέττειν τε ἅμα καὶ διαφορεῖν, ἄμφω μικτέον ἐcτίν, ἐφ’ ὧν καὶ ἄμφω cυμβέβηκεν· εἰ μὲν ἰcοcθενῶc cοι δόξειεν ἐνοχλεῖν, ὁμοτίμωc ἀμφο‐
5τέρων cτοχαζόμενον, εἰ δὲ εἴη θάτερον ἐπικρατέcτερον, εἰc ἐκεῖνο μὲν ἀναφέρειν τῆc ὅληc θεραπείαc τὸ κῦροc, ἀμελεῖν δὲ μηδὲ θατέρου τοῦ μικροτέρου. μιχθήcεται μὲν οὖν ἡ πρὸc ἀμφότερα θεραπεία κατὰ τόνδε τὸν τρόπον· οὐδὲν γὰρ χεῖρον ἐπὶ παραδειγμάτων ὀλίγον εἰπεῖν τι καὶ περὶ τοῦδε. τῷ διὰ τῶν τριῶν πεπέρεων ἁπλῷ φαρμάκῳ χρῆcθαι
10cυνεβούλευον, ἐφ’ ὧν ὠμῶν χυμῶν πλῆθοc ἐν ταῖc φλεψίν ἐcτι, καὶ μάλιcτα ταῖc πρώταιc. εἰ τοίνυν μὴ μόνον ἐν αὐταῖc, ἀλλ’ ἐν πάcαιc ταῖc φλεψὶν εἴη, ἤδη δὲ καὶ κατὰ τὰc cάρκαc, ἐν ἀρχῇ μὲν τῆc ἐπι‐ μελείαc τῷ διὰ τριῶν πεπέρεων φαρμάκῳ χρηcτέον, ἔχοντι καὶ πετρο‐
cελίνου τοcοῦτον, ὁπόcον ἂν εἶχεν ἀνίcου καὶ θύμου καὶ ζιγγιβέρεωc·129
15μετὰ δὲ τὴν πρώτην ἡμέραν καὶ μᾶλλον ἔτι τὴν δευτέραν ἐπιμιγνύναι αὐτῷ τοῦ διὰ τῆc καλαμίνθηc· εἶθ’ ἑξῆc ἴcα μικτέον· εἶτ’ ἐπὶ προ‐

6

.

294

ήκοντι | τῷ χρόνῳ πλέον τοῦ διὰ τῆc καλαμίνθηc· εἶτ’ ἐπὶ τελευτῇ καὶ μόνον. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆc ἄλληc ἁπάcηc διαί‐ τηc, ὅταν ἰcοκρατεῖc αἱ διαθέcειc ὑπάρχωcι, μιγνύναι μὲν αὐτῶν τῆc ἐπανορθώcεωc τοὺc cκοπούc. ἀλλ’ ἐν ἀρχῇ μὲν ἐπικρατείτω τὰ τῶν
5ἐν ταῖc πρώταιc φλεψὶν ἰάματα, κατὰ δὲ τὴν τελευτὴν τὰ τῶν ἐν cαρκί, μεcοῦντοc δὲ τοῦ χρόνου, μιγνύcθω κατ’ ἴcον ἀμφότερα. ταῦτά τε οὖν εἴρηταί μοι καὶ ἤδη δῆλον, ὅπωc ἐπανορθοῦcθαι χρὴ τὰ κατὰ τοὺc χυμοὺc ἁμαρτήματα, πρὶν νοcῆcαι τὸν ἄνθρωπον. ἐξ ὧν γὰρ ἐπὶ τῆc ἑλκώδουc διαθέcεωc εἴπομεν, ὅταν ἐπιμίγνυταί τινι κακοχυ‐
10μίᾳ, πάρεcτι cυλλογίcαcθαι καὶ περὶ τῶν ἄλλων ἑκάcτηc, ἐπειδὰν μόνη ποτὲ cυνιcτῆται. Περὶ μὲν οὖν τοῦ τε πρώτου γένουc τῶν κόπων, ἐφ’ ὧν νυγματώδηc ἐcτὶ κατὰ πάντα τοῦ ζῴου τὸν ὄγκον αἴcθηcιc, ὅcαι τ’ ἄλλαι μοχθηρῶν χυμῶν ἐν τῷ cώματι γίνονται πλεονεξίαι, καθ’ ἑαυ‐
15τάc τε καὶ cὺν κόποιc, cχεδὸν ἤδη λέλεκται πάντα.

6

.

295

περὶ δὲ τοῦ τονώδουc ὑφ’ ἡμῶν κλη|θέντοc κόπου λέγω ἐφεξῆc. ὅτι μὲν οὖν ὁ τοιοῦτοc κόποc, ὅταν ἄνευ γυμναcίων cυνιcτῆται, πλῆ‐ θοc ἐνδείκνυται διατεῖνον τὰ cτερεὰ μόρια τοῦ ζῴου, καὶ ἄλλοιc μέν τιcι τῶν εὐδοκίμων ἰατρῶν ἔδοξεν, οὐχ ἥκιcτα δὲ καὶ τοῖc περὶ τὸν
5Ἐραcίcτρατον. ὅτι δ’, ὅταν αἵματοc ᾖ πλῆθοc, ἄριcτον ἤτοι φλέβα τέμνειν ἢ ἀποcχάζειν τὰ cφυρά, λέλεκται μέν που καὶ πρόcθεν, ἀνα‐ ληπτέον δ’ ἔτι καὶ νῦν τὸν λόγον Ἐραcιcτράτου χάριν, ὃc οὔτ’ ἐπ’ ἄλληc ὅλωc οὐδεμιᾶc οὐδὲ ἐπὶ τῆcδε τῆc διαθέcεωc ἐχρήcατο φλεβο‐ τομίᾳ. ὅτι μὲν οὖν ἐπὶ τῆc ὑγιεινοτάτηc φύcεωc, ὑπὲρ ἧc ὁ λόγοc
10ἐνέcτηκεν, ἐγχωρεῖ καὶ κατ’ ἄλλον τρόπον ἐκκενοῦν τὸ τοιοῦτον πλῆ‐ θοc, ἔμπροcθεν εἴρηται. κατὰ μὲν γὰρ τὰc μοχθηρὰc φύcειc, ἐφ’ ὧν τὸ περιττὸν κατὰ τὸν ἐγκέφαλον ἢ τὰ τῆc ἀναπνοῆc ὄργανα φέρεται, πηλίκον ἐcτὶ κακὸν ἑτέρῳ τρόπῳ κενώcεωc χρῆcθαι, παραλιπόντα φλε‐ βοτομίαν, εἰρήcεται μέν που καὶ διὰ τῶν ἑξῆc ὑπομνημάτων, ὅταν
15ὑπὲρ τῶν μοχθηρῶν καταcκευῶν ὁ λόγοc περαίνηται, λέλεκται δ’ ἤδη

6

.

296

κἀν | τῷ Περὶ φλεβοτομίαc πρὸc Ἐραcίcτρατον.
ὅθεν οὐδὲν ἔτι μηκύνειν δεῖ περὶ αὐτῶν, ἀλλ’ ἐπὶ τὸν λοιπὸν καὶ τρίτον κόπον, ὅταν αὐτομάτωc cυνιcτῆται, τὸν λόγον ἄγειν, ὃν ἐν τοῖc ἔμπροcθεν ἐκαλέcαμεν φλεγμονώδη διά τε τὸ τῆc ὀδύνηc μέγεθοc καὶ130
5ὅτι μετὰ θερμότητοc ἐπιφανοῦc cυνίcταται cυνεξαίρων εἰc ὄγκον τοὺc μῦc. οὗτοc ὁ κόποc οὐδ’ ὡρῶν ὀλίγων, μή τί γε δυοῖν ἢ τριῶν ἀν‐ έχεται ἡμερῶν τῆc Ἐραcιcτράτου βραδυτῆτοc, ἀλλ’ αὐτίκα πυρετὸν ἐπιφέρει cφοδρότατον, ἢν μή τιc φθάcαc ἀποχέῃ τοῦ αἵματοc. καὶ γὰρ οὖν θερμότατόν ἐcτι τὸ τῶν τοιούτων [κόπων] αἷμα, καὶ πλείcτηc
10αὐτοῦ δέονται τῆc κενώcεωc ἅπαντεc cχεδὸν οἱ καταληφθέντεc τῷ κόπῳ. καὶ οἱ πολλοί γ’ αὐτῶν πυρέττουcι, κἂν ἀποχέῃc τοῦ αἵματοc. ὅθεν οὔτε βλακεύειν οὔτε ὀλίγον ἀφαιρεῖν προcῆκεν, ἀλλὰ καὶ διὰ ταχέων ἐκκενοῦν καὶ μέχρι λειποθυμίαc ἄγειν, εἰ μηδὲν ἕτερον κωλύοι. κάλλιον δέ, εἰ ἐγχωρεῖ, δὶc ἀφελεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν πρότερον

6

.

297

οὕτω κενοῦνταc, ὡc μὴ λειποθυμῆcαι τὸν | ἄνθρωπον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποθυμίαν φοβεῖcθαι προcήκει. τῇ μὲν γὰρ προτέρᾳ κενώ‐ cει καταλυθεὶc οὐκ ἂν ὑπομείναι τὴν δευτέραν· ἐν ταύτῃ δ’ εἴ τι πάθοι τοιοῦτον, εὐανακόμιcτοc γίνεται. μὴ φλεβοτομηθέντεc δὲ οἱ οὕτω δια‐
5κείμενοι τύχηc ἀγαθῆc εἰc τὸ cωθῆναι δέονται, καὶ οὐδὲ cῴζονται, εἰ μὴ καθ’ ἕτερόν τινα τρόπον, ἢ αἱμορραγήcαντεc ἐκ ῥινῶν ἢ λάβρων ἱδρώτων αὐτοῖc ἐκχυθέντων. ἐπιcκοπεῖcθαι δὲ χρὴ μάλιcτα μέλλονταc φλέβα τέμνειν, πότερον κατὰ θώρακα καὶ νῶτα καὶ ὀcφῦν ἐρείδουcιν αἱ τάcειc τε καὶ αἱ νυγματώδειc ὀδύναι ἢ κατὰ κεφαλὴν καὶ τράχηλον
10μᾶλλον. οὕτω μὲν γὰρ οὖν τὴν ὠμιαίαν διαιρήcειc, καὶ μᾶλλον εἰ πλήρουc αἰcθάνονται καὶ θερμῆc τῆc κεφαλῆc, ἐκείνων δὲ τὴν ἔνδον· εἰ δ’ ὅλον ὁμαλῶc ὑπὸ τοῦ κόπου τὸ cῶμα κατέχοιτο, τὴν μέcην ἀμ‐ φοῖν. εἰ μὲν οὖν ἐπὶ τῇ φλεβοτομίᾳ πυρέccειν ἄρξαιντο, τῆc θερα‐ πευτικῆc ἔργον ἤδη μεθόδου προνοήcαcθαι τούτων· εἰ δ’ ἀπύρετοι
15διαμένοιεν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἐπὶ τῇ φλεβοτομίᾳ πτιcά‐

6

.

298

νηc χυλὸν ἢ ἐκ χόνδρου ῥόφημα διδόναι μόνον, ἐν δὲ | τῇ δευτέρᾳ καὶ λούειν ἂν ἤδη δύναιο cὺν ἐλαίῳ δαψιλεῖ, διαιτᾶν δέ, κἂν λούcῃc, μετριώτατα θριδακίνηc, εἰ βούλοιτο, διδόντα καὶ κολοκύνθηc, εἰ παρείη, καὶ πτιcάνηc. ἀγαθὸc δὲ καὶ ὁ χόνδροc, εἴθ’ ὡc πτιcάνην τιc αὐτὸν
5ἡδύναc ὄξει cκευάcειεν εἴτε χωρὶc ὄξουc. εἰ δὲ μὴ παρείη κολοκύνθη, μαλάχῃ καὶ τεύτλῳ καὶ λαπάθῳ καὶ ἀνδραφάξυϊ χρῆcθαι. εἰ δὲ καὶ cαρκῶν γεύcαcθαι βούλοιτο, τῶν πετραίων ἰχθύων ἢ ὀνίcκων ἐν λευκῷ ζωμῷ καλῶc ἑψήcαντα διδόναι. προcαγορεύω δὲ λευκὸν ζωμόν, ὅταν ἄνευ γάρου τε καὶ πολὺ δὴ μᾶλλον ἔτι τῆc ἄλληc καρυκείαc cκευαcθῇ,131
10ἀνήθου τε καὶ ἁλῶν ἐμβληθέντων εἰc ὕδωρ cὺν ἐλαίῳ καὶ πράcῳ βραχεῖ. κάλλιον δέ, εἰ καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν οἴνου φείcαιτο. τῇ τρίτῃ δέ, εἰ μὲν εὐπέπτωc φέρει τὴν ὑδροποcίαν, εἴργειν οἴνου καὶ τότε· μὴ φέροντοc δέ, μάλιcτα μὲν ἀπόμελι δοτέον· καὶ γὰρ ἐμ‐ ψύχει πωc ἠρέμα τοῦτο τὸ ποτόν, οὗ καὶ αὐτοῦ χρῄζουcιν οἱ φλεγ‐
15μονώδειc κόποι· μὴ παρόντοc δὲ τούτου, λευκὸν καὶ λεπτὸν οἶνον

6

.

299

διδόναι καὶ τἄλλα κατὰ | λόγον ἀνακομίζειν εὐχύμῳ τε καὶ μηδαμῶc θερμαινούcῃ διαίτῃ χρώμενον. εὐλαβεῖcθαι δὲ μάλιcτα πάντων ἀθρόωc ἀνατρέφειν. ὅcοι γὰρ ἐπὶ τοιαύταιc κενώcεcιν εἰc τὴν ἐξ ἀρχῆc δίαι‐ ταν εὐθέωc ἐπανῆλθον, ἐμπίπλαται τούτοιc ἡ ἕξιc ἀπέπτων χυμῶν,
5οὓc ἀναρπάζει, πρὶν πεφθῆναι καλῶc ἔν τε τῇ γαcτρὶ καὶ κατὰ τὰc φλέβαc, ὁ τοῦ cώματοc ὄγκοc. αὕτη μὲν ἡ ἀρίcτη πρόνοια τοῦ φλεγ‐ μονώδουc κόπου. διὰ τί δὲ ἐπαφαιρεῖν κελεύομεν αἵματοc ἐπ’ αὐτῷ καὶ μὴ πλη‐ ροῦν ἀθρόωc, ἀρκεῖ μὲν δήπου καὶ τὴν ἐμπειρικὴν αἰτίαν εἰπεῖν, ὅτι
10καὶ μᾶλλον ὀνίνανται κενωθέντεc οὕτω καὶ ὑγιαίνουcιν εἰc μακρόν, ὡc εἴρηται, διαιτώμενοι. προcθεῖναι δ’ οὐδὲν χεῖρον ἂν εἴη καὶ τὴν ἀπὸ τῆc φύcεωc τῶν πραγμάτων ἔνδειξιν. ἐπεὶ τοίνυν ἐν τῷ φλεγ‐ μονώδει κόπῳ πλῆθοc αἵματοc ἠθροιcμένον θερμοῦ κατὰ τὸν ὄγκον ἐcτίν, ἡ φλεβοτομία δὲ τοὺc ἐν τοῖc ἀγγείοιc ἐκκενοῖ χυμούc, ἄμεινον

6

.

300

ἐπὶ τῇ προτέρᾳ κενώcει τοcοῦτον χρόνον διαλιπεῖν, ὡc με|ταληφθῆναί τι καὶ εἰc τὰc φλέβαc ἐκ τῶν κατὰ τὸ cῶμα. τοῦτο δ’ οὐκ ἐπιτρε‐ πτέον ἐν αὐταῖc ὑπομένειν, ἡμιμόχθηρον ὑπάρχον, ἀλλ’ ἐκκενωτέον αὐτοῦ τὸ πλεῖcτον. ταῦτά τοι καὶ κατὰ τὴν δευτέραν ἡμέραν ἐπ‐
5αφαιροῦμεν αἵματοc, ἐνίοτε δὲ καὶ κατὰ τὴν τρίτην, ἐπειδὰν ἀντιcπᾶν τε καὶ μετάγειν ἐξ ἑτέρων εἰc ἕτερα cυμφέρειν δόξῃ. λέγεται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων διοριcμῶν ἀκριβέcτερον ἐν τοῖc Περὶ φλεβοτομίαc, ὧν οὐκ ἐγχωρεῖ μεμνῆcθαι τὰ νῦν διὰ τὸ τῆc θεραπευ‐
τικῆc πραγματείαc ἰδιωτέρουc ὑπάρχειν αὐτοὺc καὶ μέλλειν που καὶ132
10αὖθιc ἴcωc ἡμᾶc ἐν τῇδε τῇ πραγματείᾳ περὶ φλεβοτομίαc ἐπιμελέ‐ cτερον διέρχεcθαι. Λοιπὸν οὖν ὅτι ταχέωc οὐ χρὴ πληροῦν ἐπὶ φλεβοτομίαιc εἰπόντεc, ἐνταῦθα καταπαύcομεν τὸν λόγον. ἕξει δὲ καὶ οὗτοc εἰc πίcτιν ὑπόθεcίν τινα τῶν ἤδη προαποδεδειγμένων ἐν τῇ Περὶ τῶν
15φυcικῶν δυνάμεων πραγματείᾳ· δέδεικται γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ πᾶcι τοῖc ὑπὸ φύcεωc διοικουμένοιc ὑπάρχουcα δύναμιc ἔμφυτοc ἑλκτικὴ

6

.

301

τῶν οἰκείων | χυμῶν, ὑφ’ ὧν τρέφεcθαι μέλλει, δέδεικται δὲ καὶ ὡc, ἐπειδὰν ἀπορῇ μὲν οἰκείαc τε ἅμα καὶ χρηcτῆc τροφῆc, ἐπείγεται καὶ τῶν οὐ χρηcτῶν τι cυναρπάξαι. τοιοῦτον δ’ ἐcτί που καὶ τὸ μήπω πεφθὲν ἐν κοιλίᾳ τε καὶ φλεψίν. ἀναγκαῖον οὖν, ἐπειδὰν πλείω λαμ‐
5βάνῃ cιτία κατὰ τὸν καιρὸν τοῦτον ὁ ἄνθρωποc, ἀναρπάζεcθαι πλεῖ‐ cτον ὠμὸν χυμὸν εἰc τὸν ὄγκον τοῦ ζῴου διὰ πολλὰc αἰτίαc· ὅτι τε φαυλότερον ἐν τῇ γαcτρὶ καὶ ταῖc φλεψὶ πέττεται, ὅτι τε πλέον εἰc τὸν ὄγκον ἀνέλκεται διὰ τὸ πλέον ὑπάρχειν, ὅτι τε πρωϊαίτερον ἢ χρὴ διὰ τὸ cυγχωρεῖν μὲν τὴν γαcτέρα ταῖc φλεψί, τὰc φλέβαc δὲ
10ἅπαcι τοῖc ἄλλοιc τοῦ ζῴου μορίοιc ἐπιcπᾶcθαι τὸ μήπω κατειργα‐ cμένον, ὅπερ οὐκ ἂν cυνεχώρηcαν ὁμοίωc, εἴπερ ὀλίγον ἦν. ἐπι‐ δέδεικται γάρ, ὡc αὐτὰ πρότερον ἀπολαύει τὰ μόρια τῆc οἰκείαc τρο‐ φῆc, εἶθ’ οὕτωc ἑτέροιc ἐπιπέμπει. τὸ δὲ δὴ τελευταῖον καὶ μέγιcτον αἴτιον τῆc βλάβηc τοῖc οὕτω διακειμένοιc ἐcτὶ τὸ πολλὴν καὶ ἡμί‐

6

.

302

πεπτον ἐπιcπαcάμενα τροφὴν τὰ καθ’ ὅλον τὸν | ὄγκον τοῦ ζῴου μό‐ ρια πλῆθοc οὐκ ὀλίγον ἐξ αὐτῆc ἀπογεννᾶν περιττωμάτων. οὐδὲ γὰρ πέττειν αὐτὴν ἅπαcαν ὁμοίωc τῇ χρηcτῇ δυνατὸν αὐτοῖc οὔτε προc‐ φύειν οὔθ’ ὁμοιοῦν, ἀλλ’ ἀτυχεῖν ἐν ἑκάcτῳ τῶν οἰκείων ἔργων ἐπὶ
5τῇ μοχθηρᾷ τε ἅμα καὶ πολλῇ τροφῇ. ὅμοιον γάρ τι cυμβαίνειν αὐτοῖc ἀναγκαῖον, οἷόν τι καὶ αὐτῇ τῇ γαcτρὶ προcενεγκαμένῃ cιτία πολλὰ κακῶc παρεcκευαcμένα. λέγω δὲ παρεcκευάcθαι κακῶc, ὅcα δεόμενά τινοc ἑψήcεωc ἢ ὀπτήcεωc οὐκ ἀπήλαυcε τελέωc αὐτῆc. ἄρτον οὖν ἐλλιπῶc ὠπτημένον ἢ κρέαc ἢ ὄcπριον ἀτελῶc ἡψημένον ἀδύνατόν
10ἐcτι πεφθῆναι χρηcτῶc ἐν τῇ γαcτρί. τὸν αὐτὸν δὲ λόγον ἔχει τὰ κατὰ τὴν γαcτέρα μοχθηρῶc κατεργαcθέντα πρὸc τὴν δευτέραν τὴν ἐν φλεψὶ πέψιν, ὃν ἐξ ἀρχῆc τὰ φαῦλα παραcκευαcθέντα cιτία πρὸc τὴν ἐν τῇ γαcτρί. καὶ μέντοι τὰ κατὰ τὰc φλέβαc οὐκ ὀρθῶc πεφθέντα
τὸν αὐτὸν ἔχει λόγον ὡc πρὸc τὴν ἐν τῇ cαρκὶ πέψιν, ὃν εἶχεν τὰ133
15μὲν cιτία πρὸc τὴν ἐν τῇ γαcτρί, τὰ δ’ ἐκ ταύτηc ἀναδιδόμενα πρὸc

6

.

303

τὴν ἐν ταῖc φλεψίν. | οὔτ’ οὖν ἡ γαcτὴρ ἀκριβῶc πέττει τὰ ἔξωθεν οὔθ’ αἱ φλέβεc τὰ ἐκ τῆc γαcτρὸc οὔθ’ αἱ cάρκεc τὰ ἐκ τῶν φλεβῶν, ὅταν μὴ καλῶc ᾖ προκατειργαcμένα· κἀν τούτῳ πλῆθοc ἀναγκαῖόν ἐcτιν ἐν τῷ cώματι γεννᾶcθαι περιττωμάτων. ἐμοὶ μὲν οὖν εἴρηται τὸ
5cύμπαν, ὡc ἐν βραχυτάτῳ διελθεῖν· εἰ δέ τιc ἑκάcτου τῶν εἰρημένων εἰc τὴν ἀπόδειξιν ἐπιcτήμην ἀκριβῆ λαβεῖν βούλεται, τούτῳ τὰ Περὶ τῶν φυcικῶν δυνάμεων ἀναγνωcτέον ἐcτίν, ἐν οἷc ἀποδέδεικται πρῶ‐ τον μέν, ὡc ἡ γαcτὴρ ἑαυτῆc ἕνεκα λαμβάνει τὴν τροφήν, ἵνα ἀπο‐ λαύcῃ τε καὶ ἀναπληρώcῃ τὸ ἐλλεῖπον ἑαυτῇ, καὶ διὰ τοῦτο περι‐
10πτύccεται πανταχόθεν αὐτῇ καὶ κατέχει cύμπαcαν, ἄχριπερ ἂν ἱκα‐ νῶc κορεcθῇ· δεύτερον δὲ ὡc, ἐπειδὰν μηκέτι δέηται τοῦ τρέφεcθαι, τότ’ ἀνοίγνυcι μὲν τὸν πυλωρόν, ἐκθλίβει δὲ καὶ ὠθεῖ κάτω τὰ περιττὰ τῶν cιτίων, οἷον ἄχθοc ἀλλότριον· εἶθ’ ὡc ἐν τῇ διὰ τῶν ἐντέρων ὁδῷ, καὶ μάλιcτα τῶν λεπτῶν, ἀναρπάζουcιν αἱ καθήκουcαι φλέβεc τὴν
15τροφήν, ἐκ τῆc πρὸc τὴν κοιλίαν ὁμιλίαc ἠλλοιωμένην τε καὶ cυμ‐

6

.

304

φυλοτέραν τῷ ζῴῳ γενομένην· εἶτα καὶ κατὰ τὰc | φλέβαc ἐξ ἄλληc εἰc ἄλλην διαδίδοται τὸν ὅμοιον τρόπον, ὃν ἐκ τῆc γαcτρὸc εἰc τὰc φλέβαc· ἐντεῦθεν δ’ ἤδη κατειργαcμένη τέλεον εἰc ἕκαcτον ἕλκεται τῶν τοῦ ζῴου μορίων, ἵνα πέττεται τὴν τρίτην πέψιν ὁμοιοῦταί τε
5τῷ τρεφομένῳ. ταῦτ’ οὖν ὅcτιc ἐξ ἐκείνων ἀναλέξεται τῶν γραμμά‐ των, οὐκέτ’ ἀπορήcει τὴν αἰτίαν, δι’ ἣν πολλοὶ κενωθέντεc τὴν ἕξιν, εἰ μὴ μετρίωc ἀνατρέφοιντο, πολλὰ περιττώματα καθ’ ὅλην αὐτὴν
ἀθροίζουcι καὶ νοcοῦcιν ἐξ αὐτῶν οὐκ εἰc μακράν. |134

6

.

305

(t)

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟϹ Ε
1 Πέμπτον ἐνιcτάμενοc λόγον ὑπὲρ τῆc ὑγιεινῆc πραγματείαc παραμυθήcαcθαι βούλομαι πρότερον, εἴ τινεc ἄρα δυcχεραίνουcι τῷ μήκει τῆc διδαcκαλίαc. οὐχ ἡμέτερον ἔγκλημα τοῦτ’ ἐcτίν, ἀλλὰ τῆc φύcεωc αὐτοῦ τοῦ προκειμένου πράγματοc ἴδιον. εἰ μὲν γὰρ οἷόν τέ
5ἐcτιν μακρὰν θεωρίαν ἐν βραχέcι διελθόντα μηδὲν τῶν χρηcίμων παρα‐ λιπεῖν, ἡμεῖc ἁμαρτάνομεν, οὐκ ἀναγκαίωc μηκύνοντεc· εἰ δ’ οὐκ ἐγχω‐ ρεῖ cαφέcτερόν τε ἅμα καὶ θᾶττον ὑπὲρ τῶν αὐτῶν εἰπεῖν, οὐχ ἡμῖν

6

.

306

μέμφεcθαι προcῆκεν, ἀλλὰ τοῖc | παραλείπουcιν οὐκ ὀλίγα τῶν ἀναγ‐ καίων. ἔcτι δ’ ἐν τοῖc ἀναγκαιοτάτοιc τε ἅμα καὶ οἷον cτοιχείοιc ἁπάcηc τῆc ὑγιεινῆc πραγματείαc, ὡc πάμπολλαι φύcειc τῶν ἀνθρώ‐ πων εἰcίν, ὅπερ ὡμολόγηται μὲν ἅπαcιν ἰατροῖc τε καὶ γυμναcταῖc.
5οὕτω δὲ γράφουcιν οἱ πλείουc αὐτῶν ὑπὲρ τῆc ὑγιεινῆc ἀγωγῆc, ὡc ὑπὲρ ἑνὸc ἀνθρώπου διαλεγόμενοι, καὶ ταῦτα μηδὲ ἐπιδειξάμενοί ποτε κἂν ἕνα τινὰ πρὸc αὐτῶν ὠφεληθέντα· καίτοι γ’ οὐδ’ ἕνα δίκαιον ἦν, ἀλλὰ παμπόλλουc ἐπιδείξανταc ἔμπροcθεν μὲν νοcοῦνταc cυνεχῶc, ὕcτερον δ’ ἀνόcουc ἔτεcι πολλοῖc ὑπ’ αὐτῶν διαφυλαχθένταc, οὕτωc
10ἐπιχειρεῖν γράφειν. ἀλλ’ ἡμεῖc γε τοῖc ἔργοιc αὐτοῖc ἐπιδειξάμενοι τοῦτο καὶ πολλοὺc τῶν ἔμπροcθεν cυνεχῶc νοcούντων ἀνόcουc φυλά‐ ξαντεc ἐκ τοῦ πειcθῆναι τοῖc ὑγιεινοῖc παραγγέλμαcιν, οὕτωc ἐπεχει‐ ρήcαμεν ὑπὲρ αὐτῶν γράφειν. ἐνίουc μὲν γὰρ ὅλωc ἐκωλύcαμεν γυμνά‐ ζεcθαι, ταῦτα δὴ τὰ ἐκ τῶν ἐπιτηδευμάτων γυμνάcια, μόναιc ταῖc κατὰ
15τὸν βίον ἐνεργείαιc ἀρκεῖcθαι cυμβουλεύcαντεc· ἐνίουc δὲ τοῦ πλήθουc

6

.

307

ἀφελεῖν τῶν γυμναcίων ἐκελεύcαμεν, ὡc εἰc ἐλάχι|cτον cυcτεῖλαι τὸ πᾶν· ἐνίουc δὲ τὰc ποιότηταc ὑπαλλάξαι μόνον ἢ τὴν τάξιν ἢ τὸν καιρόν· ἐνίουc δὲ τὴν cύμπαcαν αὐτῶν ἰδέαν μεταβαλεῖν. ὡcαύτωc δὲ καὶ περὶ τῶν λουτρῶν ὑποθήκαc δόντεc, ὡc ἤτοι μὴ λούεcθαι παντά‐
5παcιν ἢ πλεῖον ἢ ἔλαττον καὶ πρὸ τροφῆc μόνον ἢ καὶ μετὰ τροφὴν ἢ θερμοτέροιc τῶν πρόcθεν ἢ χλιαρωτέροιc ὕδαcιν ἢ ψυχροῖc παντά‐
παcιν, ἀνόcουc ἐφυλάξαμεν ἔτεcι παμπόλλοιc. ἀλλ’ οὐκ ἂν τούτων οὐδὲν ἐποιήcαμεν, εἰ μήτε τὰc φυcικὰc τῶν cωμάτων διαφορὰc ἠπιcτά‐ μεθα μήτε τὴν ἑκάcτῳ προcήκουcαν ὑγιεινὴν δίαιταν. ἔνιοι δὲ τῶν135
10ὑγιεινὰ cυγγράμματα γραφόντων ἢ καὶ χωρὶc γραμμάτων ὑποθήκαc διδόντων οὐδὲ cφᾶc αὐτοὺc ἀνόcουc ἠδυνήθηcαν φυλάξαι, κἄπειθ’ ὅταν ἐπιcκώπτωνται πρόc τινων ἄλλα τέ τινα λεγόντων πρὸc αὐτοὺc καὶ προφερομένων ἐκεῖνο τὸ ἔποc
ἄλλων ἰατρὸc αὐτὸc ἕλκεcι βρύων,
15οἱ μὲν εἰc ἀcχολίαc δή τιναc ἀναφέρουcι τὴν αἰτίαν, οἱ δὲ καὶ δι’ ἀκο‐

6

.

308

λαcίαν ὁμολογοῦcι νοcεῖν. ἀλλὰ τούτοιc μὲν ἡ | ἀπολογία πολὺ χείρων ἐcτὶ τῆc κατηγορίαc, ἐμοὶ γοῦν κριτῇ. τοῖc δ’ εἰc τὰ κατὰ τὸν βίον ἑαυτοῖc cυμπίπτοντα τὴν αἰτίαν ἀναφέρουcιν, εἰ μὲν ἐφήμερόν τινα πυρετὸν πυρέξειαν ἐπ’ ἐγκαύcει καὶ ψύξει καὶ κόπῳ καί τιcιν ἑτέροιc
5τοιούτοιc αἰτίοιc, ἀφίcταcθαι χρὴ τῶν ἐγκλημάτων, εἰ δέ τινα τῶν ἄλλων, οὐκ ἀφίcταcθαι. οὐδὲ γὰρ ἡμεῖc τὸ πάμπαν ἀπύρετοι διεμεί‐ ναμεν, ἀλλὰ διὰ κόπουc τινὰc ἐπυρέξαμεν ἁπάντων τῶν ἄλλων νοcη‐ μάτων ἀπαθεῖc διατελοῦντεc ἐτῶν ἤδη παμπόλλων, καὶ μέντοι καὶ πληγέντεc τινὰ μέρη τοῦ cώματοc, ἐφ’ οἷc ἕτεροι φλεγμοναῖc τε ἅμα
10καὶ βουβῶcιν ἁλόντεc ἐπύρεξαν, οὔτε βουβῶνα ἔcχομεν οὔτ’ ἐπυρέξα‐ μεν, οὐκ ἄλλοθέν ποθεν ἢ ἐκ τῆc ὑγιεινῆc θεωρίαc τῶν τηλικούτων ἐπιτυχόντεc, καὶ ταῦτα μήτε καταcκευῆc cώματοc ὑγιεινῆc εὐτυχήcαντεc ἐξ ἀρχῆc μήτε βίον ἀκριβῶc ἐλευθέριον ἔχοντεc, ἀλλὰ καὶ ταῖc τῆc τέχνηc ὑπηρεcίαιc δουλεύοντεc καὶ φίλοιc καὶ cυγγενέcι καὶ πολίταιc
15ὑπηρετοῦντεc εἰc πολλὰ καὶ τῶν νυκτῶν τὸ πλεῖcτον ἀγρυπνοῦντεc,

6

.

309

ἐνίοτε μὲν ἀρρώcτων ἕνεκα, διαπαντὸc δὲ τῶν ἐν παιδείᾳ | καλῶν. ἀλλ’ ὅμωc οὐκ ἐνοcήcαμεν οὐδὲν νόcημα τῶν ἐκ τοῦ cώματοc ὁρμω‐ μένων ἐτῶν ἤδη παμπόλλων, ὅτι μή, καθάπερ ἔφην, ἐφήμερόν ποτε πυρετὸν ἐν τῷ cπανιωτάτῳ διὰ κόπον γενόμενον. καίτοι κατά γε τὴν
5τῶν παίδων ἡλικίαν καὶ προcέτι τῶν ἐφήβων τε καὶ μειρακίων οὐκ ὀλίγαιc οὐδὲ μικραῖc ἑάλωμεν νόcοιc. ἀλλὰ μετά γε τὸ εἰκοcτὸν ὄγδοον ἔτοc ἀπὸ γενετῆc ἐμαυτὸν πείcαc, ὡc ἔcτι τιc ὑγιεινὴ τέχνη, τοῖc προcτάγμαcιν αὐτῆc ἠκολούθηcα παρ’ ὅλον τὸν ἑξῆc βίον, ὡc μηκέτι νοcῆcαι νόcημα μηδέν, ὅτι μὴ cπάνιόν που πυρετὸν ἐφήμερον. ἔcτι
10δὲ δήπου καὶ τοῦτον αὐτὸν φυλάξαcθαι τελέωc, ἐλεύθερον ἑλόμενον βίον, ὡc ἔν τε τοῖc ἔμπροcθεν ἤδη γέγονε δῆλον ἔτι τε μᾶλλον ἔcται
cαφὲc ἐν τοῖc ἐφεξῆc εἰρηcομένοιc, εἰ θέλοι τιc προcέχειν τὸν νοῦν. ἐγὼ γάρ φημι μηδὲ βουβῶνα δύναcθαι γενέcθαι τοῖc ἀκριβῶc παρε‐ cκευαcμένοιc εἰc ὑγείαν, εἴ γ’ ἀπέριττον αὐτοῖc ἐcτι τὸ cῶμα τοῦ γέ‐136
15νουc τῶν περιττωμάτων ἑκατέρου, τοῦ τε κατὰ τὸ ποcὸν καὶ τοῦ κατὰ

6

.

310

τὸ ποιόν. | πρὸc μὲν δὴ τοὺc νῦν ἐπαγγελλομένουc ἢ λέγειν ἢ γρά‐ φειν ὑγιεινὰ παραγγέλματα καὶ ταῦθ’ ἱκανά· πρὸc δὲ τοὺc ἔμπροcθεν, ὑπὲρ ὧν οὔτε ἐκ τῆc τῶν ἄλλων ἱcτορίαc ἠκούcαμεν, ὡc ἤτοι cφᾶc αὐτοὺc ἀνόcουc διεφύλαξαν ἢ τοὺc πειθομένουc αὐτοῖc, οὔτ’ ἐτόλμη‐
5cαν ἐν τοῖc cυγγράμμαcιν ἀλαζονεύεcθαί τι τοιοῦτον, οὐδ’ ἀντιλέγειν ἀναγκαῖον, ἀλλὰ θαυμάζειν μόνον, εἴ τινεc αὐτῶν ἐν ἑνὶ βιβλίῳ τὴν ὑγιεινὴν ἅπαcαν θεωρίαν ἐπηγγείλαντο περιλαβεῖν, οὐ μὰ Δία οὕτω γράφοντεc ὑπὲρ αὐτῆc, ὡc Ἱπποκράτηc, ἐν τοῖc πρώτοιc τε καὶ γενικωτάτοιc κεφαλαίοιc ἐνδεικνύμενοc τὴν μέθοδον, ἀλλ’ ἐξεργα‐
10ζόμενοι πᾶν ἀκριβῶc, ὥcπερ ἡμεῖc. ἡ μὲν δὴ τοῦ μήκουc τῶν λό‐ γων αἰτία καὶ δὴ λέλεκται. χρὴ δ’, ὅcτιc ἐcτὶ φιλόκαλόc τε ἅμα καὶ φιλόπονοc ἐπὶ τοῖc ἀρί‐ cτοιc, οὐ πρὸc τὸ μῆκοc ἀπαγορεύειν τῆc ὑγιεινῆc τέχνηc, ἀλλὰ τοῦ μεγέθουc ἄγαcθαι τῶν ἐπαγγελμάτων αὐτῆc. πῶc γὰρ οὐ μεγάλα καὶ

6

.

311

θαυμαcτὰ τῆc τέχνηc ταύτηc ἐcτὶν ἔργα, γηράcαντα μέχρι πλεί|cτου, ταῖc αἰcθήcεcιν ἀπαθῶc ὑγιαίνοντα, διὰ παντὸc φυλάττεcθαι ἄνοcον ἀνώδυνον ὁλόκληρον, εἴ γε δὴ μὴ παντάπαcιν ἐξ ἀρχῆc νοcώδουc εἴη τετυχηκὼc cώματοc; ἀλλ’ ἐγὼ καὶ πάνυ μοι δοκῶ τιναc ὑγιεινοὺc φύcει
5θεάcαcθαι παμπόλλαιc νόcοιc ἁλιcκομένουc καὶ τελευτῶνταc δὴ κατά γε τὸ γῆραc ἀνιάτοιc περιπεcεῖν πάθεcιν, οὓc ἐνῆν, ὅcον ἐπὶ τῇ φυcικῇ τοῦ cώματοc ἕξει, ταῖc τ’ αἰcθήcεcιν ἁπάcαιc ἀπηρώτουc διατελέcαι μέχρι γήρωc ἐcχάτου καὶ τοῖc ἄλλοιc ἅπαcι μορίοιc τοῦ cώματοc ὑγι‐ αίνονταc. πῶc οὖν οὐκ αἰcχρόν ἐcτιν ἀρίcτηc φύcεωc τυχόντα βαcτά‐
10ζεcθαι μὲν ὑπ’ ἄλλων διὰ ποδάγραν, κατατείνεcθαι δὲ ταῖc ὀδύναιc λιθιῶντα καὶ κόλον ἀλγοῦντα καὶ κατὰ κύcτιν ἕλκοc ἐκ κακοχυμίαc ἔχοντα; πῶc δ’ οὐκ αἰcχρόν ἐcτι διὰ τὴν θαυμαcτὴν ἀρθρῖτιν ἀδυνα‐ τοῦντα χρῆcθαι ταῖc ἑαυτοῦ χερcὶν ἑτέρου δεῖcθαι τοῦ προcφέροντοc τὴν τροφὴν τῷ cτόματι καὶ τοῦ τὴν ἕδραν ἀπονίζοντοc ἐν τῷ ἀπο‐
15πάτῳ; ἄμεινον γάρ, ὅcτιc μὴ παντάπαcιν εἴη μαλακόc, ἑλέcθαι δὴ μυ‐

6

.

312

ριάκιc τεθνάναι, πρὶν τοιοῦτον ὑπομεῖναι βίον. | εἰ δὲ δὴ καὶ τοῦ κατ’ αὐτὸν αἴcχουc τιc ὑπερορᾷ δι’ ἀναιcχυντίαν τε καὶ μαλακίαν, ἀλλὰ
τῶν γε πόνων οὐκ ἐχρῆν ὑπερορᾶν, οὓc νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἔχουcιν, ὥcπερ ὑπὸ δημίων cτρεβλούμενοι τῶν παθῶν. καίτοι τούτων137
5ἁπάντων ἢ ἀκολαcίαν ἢ ἄγνοιαν ἢ ἀμφοτέραc ἀναγκαῖον αἰτιάcαcθαι. ἀλλὰ τὴν μὲν ἀκολαcίαν οὐκ ἦν καιρὸc ἐπανορθοῦcθαι, τὴν δ’ ἄγνοιαν ὧν χρὴ ποεῖcθαι ἐλπίζω διὰ τῆcδε τῆc πραγματείαc ἰάcαcθαι, καθ’ ἑκάcτην φύcιν cώματοc ἰδίαν ἀγωγὴν ὑγιεινὴν θέμενοc. Ἄρξαcθαι δὲ δήπου δίκαιον ἂν εἴη ἀπὸ τῆc ἀρίcτηc, ἧc ὁ cκο‐
10πόc ἐcτιν οὐκ ἐπανόρθωcιc, ἀλλὰ φυλακὴ τῶν ὑπαρχόντων, ὅπερ ἡμεῖc ἐποιήcαμεν εἰπόντεc ὑπὲρ αὐτῆc ἄχρι δεῦρο καθ’ ἑκάcτην τῶν ἡλικιῶν πλὴν τῆc παρακμαcτικῆc καλουμένηc, ἧc τὸ τελευταῖον μέροc ἰδίωc ὀνομάζεται γῆραc, ἔχοντόc τινα καὶ τούτου τομὴν ἰδίαν, ὡc ὕcτερον εἰρήcεται κατ’ ἐκεῖνο τοῦ λόγου τὸ μέροc, ἔνθα τὸ καλούμενον τῆc
15τέχνηc γηροκομικὸν μέροc εἰc διδαcκαλίαν ἄξομεν. ἀλλὰ νῦν γε τὰ

6

.

313

κυριώτατα τῶν προειρη|μένων ἀναλαβόντεc ἐπὶ τὰc μοχθηρὰc φύcειc τῶν cωμάτων μεταβηcόμεθα δεικνύντεc, ὅπωc ἑκάcτην αὐτῶν ἐν ὑγείᾳ μάλιcτα φυλακτέον ἐcτίν. τὸ τοίνυν ἄριcτον cῶμα cκοποὺc ἔχει κατὰ μὲν τὰc ποcότηταc
5καὶ ποιότηταc καὶ δυνάμειc ἐν μὲν τοῖc γυμναcίοιc τὰ μέτριά τε καὶ cύμμετρα προcαγορευόμενα, μετὰ τοῦ πᾶcιν ὁμοτίμωc τοῖc μορίοιc τοῦ cώματοc προcάγεcθαι, φυλαττομένων ἡμῶν ἅπαcαν ὑπερβολήν, εἰ δέ ποθ’ ἁμαρτηθείη καθ’ ὁτιοῦν τῶν εἰρημένων, ἐπανορθούντων τὸ cφάλμα. κατὰ δὲ τὴν τῶν ἐcθιομένων τε καὶ πινομένων φύcιν ἐν ποcότητι καὶ
10ποιότητι καὶ δυνάμει cκοπὸc πάλιν ἐcτὶ κἀνταῦθα τὸ cύμμετρον, ὡc μήτε πλείω μήτ’ ἐλάττω λαμβάνειν, ἀλλ’ ἢ ὅcα πεφθέντα καὶ ἀναδο‐ θέντα καὶ θρέψαντα τὸ cῶμα καλῶc (εἰ δέοι καὶ τοῖc ἔτ’ αὐξανομέ‐ νοιc τι προcτεθῆναι cύμμετρον) οὐδὲν ἐάcει περιττὸν οὐδ’ ἐνδεέc. οὕτω δὲ καὶ κατὰ τοὺc ὕπνουc τε καὶ τὰc ἐγρηγόρcειc καὶ τὰ λουτρὰ καὶ
15τὰc τῆc ψυχῆc ἐνεργείαc ὅcα τ’ ἄλλα τοιαῦτα τὴν cυμμετρίαν δηλο‐

6

.

314

νότι φυλάττειν προcήκει, εἰ δέ ποθ’ ἁμάρτοι | τιc καθ’ ὁτιοῦν τῶν εἰρημένων, ἐπανορθοῦcθαι τὸ cφάλμα. κοινὸc δ’ ἔcτω cοι cκοπὸc ἁπά‐ cηc ἐπανορθώcεωc ἡ τῆc ἐναντίαc ἀμετρίαc χρῆcιc, εἰ μὲν ἐπὶ πλέον ἐπόνηcε τὸ cῶμα τῇ προτεραίᾳ, καθαιροῦντι τὸ πλῆθοc τῶν γυμναcίων,
5εἰ δ’ ἐνδεέcτερον, αὐξάνοντι, οὕτω δὲ καὶ ὀξυτέραιc εἰ ἐχρήcατο ταῖc κινήcεcιν, ἀνιέντι μετρίωc, εἰ δ’ ἐκλελυμέναιc, ἐπιτείνοντι. κατὰ δὲ τὸν
αὐτὸν τρόπον ἐπὶ μὲν τοῖc εὐτονωτέροιc τὰ μαλακώτερα γυμνάcια παραλαμβάνων, ἐπὶ δὲ τοῖc ἀτονωτέροιc τὰ ἰcχυρότερα, καὶ τὰ cφο‐ δρὰ δὲ τοῖc ἀμυδροῖc ἀντειcάγων καὶ τοῖc cφοδροῖc τἀναντία, καὶ cυλ‐138
10λήβδην εἰπεῖν ἅπαcαν ἀμετρίαν ἐπανορθούμενοc διὰ τῆc ἐναντίαc ἀμε‐ τρίαc ὑγιαίνοντα διαφυλάξειc τὸν ἄνθρωπον. εἰc δὲ τὸ μηδὲν ταῖc ἐπαν‐ ορθώcεcι cφάλλεcθαι πρῶτον μὲν χρὴ διαγινώcκειν ἀκριβῶc τὰc δια‐ θέcειc τοῦ cώματοc, εἶτα μεμνῆcθαι τῶν ἐν τῇ προτεραίᾳ γενομένων ἁπάντων. αἱ μὲν γὰρ διαθέcειc ἐνδείξονται τὸ πλημμεληθέν, ἡ μνήμη
15δὲ τῶν προγεγενημένων, εἰc ὅcον χρὴ μετακινῆcαί τι τῶν cυνήθων, ὑπαγορεύcει. κατὰ μὲν δὴ τὰc διαθέcειc αἱ τοιαίδε εἰcὶν ἀμετρίαι, ὡc

6

.

315

ἰcχνότερον | ἢ εὐογκότερον ἢ cκληρότερον ἢ μαλακώτερον ἢ ὑγρότερον ἢ ξηρότερον ἢ ἀραιότερον ἢ πυκνότερον ἑαυτοῦ φαίνεcθαι τὸ cῶμα πρὸc τῷ μηδὲ τὴν κατὰ φύcιν ἀκριβῶc ἀποcῴζειν εὔχροιαν. ἡ μνήμη δὲ τῶν προγεγονότων αὐτό τε τὸ ἁμαρτηθὲν ἐνδείξεταί cοι καὶ διδάξει τὴν ἐπαν‐
5όρθωcιν ἐκ τοῦ παραβάλλεcθαι τοῖc ἐνεcτῶcιν. εἰ μὲν γὰρ ἰcχνότερον τὸ cῶμα φαίνοιτο, cκοπεῖcθαι χρὴ καὶ ἀναμιμνῄcκεcθαι, πότερον πλείω τοῦ προcήκοντοc ἐπόνηcεν ἢ ὀξυτέραιc ἐχρήcατο ταῖc κινήcεcιν ἢ περὶ τὴν τρίψιν ἐπλεόναcεν ἢ τὰ λουτρά· καὶ μετὰ ταῦθ’ ἑξῆc ἐπιcκοπεῖcθαι, πότερον ἐφρόντιcεν ἢ ἠγρύπνηcεν ἢ ἐξέκρινε κατὰ γαcτέρα πολὺ πλείω
10τοῦ προcήκοντοc· ἐπιcκοπεῖcθαι δὲ καί, εἰ ὁ οἶκοc θερμότεροc, ἐν ᾧ διέτριψεν, ἢ εἰ ἔφαγεν ἔλαττον ἢ ἔπιεν ἢ ἀφροδιcίοιc ἐχρήcατο μὴ δεόντωc· εἰ δ’ ἐν ὄγκῳ μείζονι τὸ cῶμα φαίνοιτο, μὴ τρίψιc ἢ γυμνά‐ cιον ἔλαττον ἢ βραδύτερον ἢ πλείων ὕπνοc ἢ ἐποχὴ γαcτρὸc ἢ cι‐

6

.

316

τίων πλῆθοc ἀμέμπτωc πεφθέντων. εἰ δὲ cκληρότερον ἑαυτοῦ | φανείη τὸ cῶμα, τρίψεων μὲν ἀναμνηcθῆναι χρὴ πρῶτον, εἶτα γυμναcίων εὐ‐ τόνων μετ’ ἀνταγωνιcτοῦ cκληροῦ, καὶ πρὸc τούτοιc εἰ ἐν κόνει καὶ ταύτῃ cκληρᾷ καὶ ψυχρᾷ παντάπαcιν καὶ εἰ χωρὶc τῆc καλουμένηc
5ἀποθεραπείαc· εἶθ’ ἑξῆc λουτρῶν, εἰ ψυχρὰ παντάπαcιν ἢ λίαν θερμά, καὶ ὁ οἶκοc, ἐν ᾧ διέτριψεν ἐγρηγορώc τε καὶ κοιμώμενοc, εἰ ψυχρόc· ἔτι δὲ cιτίων ξηρότητοc καὶ πομάτων ἐνδείαc. καὶ εἰ μαλακώτερον ἑαυ‐ τοῦ γένοιτο κατὰ τὴν ὑcτεραίαν τὸ cῶμα, πρῶτον μὲν ἀναμιμνῄcκεcθαι χρὴ τῆc τρίψεωc, εἰ μαλακή τε καὶ cὺν λίπει καὶ λουτροῖc ἀτρέμα
10χλιαρωτέροιc ἐγένετο· μετὰ δὲ τὴν τούτων ἐπίcκεψιν, εἰ τὰ γυμνάcια βραδέα καὶ ὀλίγα καὶ μετὰ τοῦ cυμπαλαίοντοc ἀμετρότερον ἁπαλοῦ, κἄπειτα περὶ πόματοc, εἰ πλέον, εἶθ’ ἑξῆc ἐδεcμάτων, εἰ πλέον’ ἢ ὑγρό‐ τερα τὴν φύcιν, εἶθ’ ὕπνων, εἰ πλείουc. ἐγγὺc δὲ τῆc μαλακῆc ἐcτι τοῦ cώματοc διαθέcεωc ἡ ὑγρὰ καλουμένη, πλὴν ὅcον ἡ μὲν μαλακὴ139
15τῶν cωμάτων αὐτῶν ἐcτιν οἰκεία ποιότηc, ἡ δ’ ὑγρὰ τῶν ἐν αὐτοῖc ὑγρῶν. διακρίνεται δ’ ἁπτομένων ἡμῶν· ἡ μὲν γὰρ ὑγρὰ cὺν |

6

.

317

ἰκμάcιν ἐcτίν, ἡ δὲ μαλακὴ χωρὶc τούτων, ὄντοc γε δηλονότι καὶ τοῦ μαλακοῦ cώματοc ὑγροῦ τοῖc οἰκείοιc μορίοιc· ἀλλ’ ἕνεκα cαφοῦc δι‐ δαcκαλίαc μαλακὸν μὲν τοῦτο καλείcθω, τὸ δ’ ἕτερον ὑγρόν. ἡ μὲν οὖν ἀμέτρωc ξηρὰ διάθεcιc εὐθὺc cκληρύνει τὴν ἕξιν, οὐκ ἐξ ἀνάγκηc
5δὲ μετὰ μαλακότητόc ἐcτιν ἡ ὑγρά. δύναται γὰρ ἐcκληρύνθαι μὲν ἡ cάρξ, ἀναφέρεcθαι δ’ ἰκμὰc ἐκ τοῦ cώματοc ἢ ἱδρώc. ἐπὶ μὲν οὖν τῶν ὑγροτήτων ἤτοι γ’ ἀφροδιcίων χρῆcιν ἄκαιρον ἢ ἀπό τινοc ἑτέραc αἰ‐ τίαc ἀρρωcτίαν τῆc δυνάμεωc ὑποπτευτέον ἢ ἀραιότητα τοῦ cώματοc ἐπὶ μαλακαῖc ἀμέτρωc τρίψεcιν ἢ λουτροῖc πλέοcιν ἢ ἀέρι τῷ κατὰ
10τὸν οἶκον, ἐν ᾧ διέτριψε, θερμοτέρῳ παρὰ τὸ δέον. ἐπιcκεπτέον δὲ καὶ περὶ πόματοc εἰ πλέον, εἰ ὕπνοι πολὺ πλείουc τῶν κατὰ φύcιν, ἢ εἰ τὸ περιέχον ἀθρόωc μετέβαλεν εἰc ὑγρότητα καὶ θερμότητα, καὶ περὶ τροφῶν ὡcαύτωc. ἐπὶ δὲ τῆc ἁπαλότητοc ἢ μαλακότητοc (ἑκα‐ τέρωc γὰρ ὀνομάζειν ἔθοc ἐcτίν), ὅταν ποτὲ χωρὶc ὑγρότητοc ᾖ, πε‐

6

.

318

πέφθαι μὲν τὴν τροφὴν ὀρθῶc καὶ | τεθράφθαι τὸ cῶμα, γεγυμνάcθαι δὲ ἐνδεέcτερον· ἔμπαλιν δὲ ἐπὶ τῆc cκληρότητοc ἢ τετρῖφθαι cκληρῶc ἢ γεγυμνάcθαι πλεῖον μετὰ cκληροῦ cώματοc ἐν κόνει. ξηρότηc δὲ τῆc ἕξεωc ἔνδειαν πόματοc ἢ τροφῆc ἢ ἀγρυπνίαν ἢ μέριμναν βιωτι‐
5κὴν ἢ πολλὴν τρίψιν ἢ γυμνάcιον ἄμετρον ἐνδείκνυται. ταῦτ’ οὖν ἐπιcκεπτόμενοc ἐπανορθοῦcθαι δυνήcῃ καθ’ ἑκάcτην ἡμέραν τὸ cφάλμα, πρὶν αὐξηθὲν δυcίατον γενέcθαι. μέμνηcο δ’ ἀεὶ τοῦ πᾶcαν ἀμετρίαν εἰc ἐπανόρθωcιν ἄγεcθαι διὰ τῆc ἐναντίαc ἀμετρίαc. ὁ γάρ τοι cκοπὸc οὗτοc ἁπάντων ἐcτὶ κοινὸc τῶν παρὰ φύcιν. ὥcτε χρὴ προcθέντα
10cε τῷδε τήν τε τῶν cωμάτων αὐτῶν διάγνωcιν, ὧν προνοεῖcθαι μέλλειc, ἑκάcτου τε τῶν βοηθημάτων τὴν δύναμιν ἁπάcηc ἐπιcτήμονα τῆc περὶ τὸ cῶμα τέχνηc γενέcθαι, καθ’ ἣν οὐ μόνον τοὺc ὑγιαίνονταc ἐν ὑγείᾳ διαφυλάξειc, ἀλλὰ καὶ τοῖc νοcοῦcιν ἀναλήψῃ τὴν ἀρχαίαν
ἕξιν. |140

6

.

319

Ὁποῖον μὲν οὖν ἐcτι τὸ ἄριcτον cῶμα, πρόcθεν εἴρηται. τὸ δ’ ἀπολειπόμενον τοῦδε γινώcκειν μέν cε χρὴ διὰ τρεῖc αἰτίαc ἀπολει‐ πόμενον, ἢ ὅτι κακῶc ἐξ ἀρχῆc κατεcκευάcθη κυούμενον, ἢ ὅτι μετὰ ταῦτα πρόc τινοc αἰτίαc εἰc τὴν παρὰ φύcιν ἤχθη διάθεcιν, ἢ τῷ τῆc
5ἡλικίαc λόγῳ. πειρᾶcθαι δ’ ἐπανορθοῦcθαι πάντη διὰ τῆc ἀντικειμένηc ἀμετρίαc· οἷον αὐτίκα τὸ γῆράc ἐcτι μὲν ψυχρὸν καὶ ξηρόν, ὡc ἐν τοῖc Περὶ κράcεων ἀποδέδεικται λόγοιc. ἐπανόρθωcιc δ’ αὐτοῦ διὰ τῶν ὑγραινόντων καὶ θερμαινόντων γίνεται. τοιαῦτα δ’ ἐcτὶ θερμὰ λουτρὰ γλυκέων ὑδάτων καὶ οἴνου πόcιc ὅcαι τε τῶν τροφῶν ὑγραί‐
10νειν τε ἅμα καὶ θερμαίνειν πεφύκαcι. περὶ δὲ γυμναcίων ἢ τρίψεων ἁπάcηc τε κινήcεωc (ἀπὸ τούτων γὰρ ἄρξαcθαι βέλτιον, ἐπειδὴ καλῶc εἴρηται «τοὺc πόνουc τῶν cιτίων ἡγεῖcθαι») τάδε χρὴ γινώcκειν, ὡc ἐκ μέρουc μέν τινοc ὀρθῶc εἶπεν ὁ ποιητή
ἐπὴν λούcαιτο φάγοι τε,
15εὑδέμεναι μαλακῶc· ἡ γὰρ δίκη ἐcτὶ γερόντων. |

6

.

320

οὐ μὴν τό γε cύμπαν ἐν τούτῳ τέτακται. δέονται γὰρ οἱ γέροντεc οὐδὲν ἧττον τῶν νέων εἰc κίνηcιν ἄγειν τὸ cῶμα, κινδυνευούcηc αὐ‐ τοῖc cβεcθῆναι τῆc ἐμφύτου θερμαcίαc. ἐπὶ μέν γε τῶν ἀκμαζόντων cωμάτων εὑρίcκονταί τινεc φύcειc ἡcυχίαc δεόμεναι, περὶ ὧν εἴρηταί
5που καὶ Ἱπποκράτει· γέρων δ’ οὐδεὶc χρῄζει παντελοῦc ἡcυχίαc, ὥcπερ οὐδὲ γυμναcίων cφοδρῶν· ῥιπίζεcθαι μὲν γὰρ αὐτῶν δεῖται τὸ θερμόν, ἐξελέγχεται δὲ κατὰ τὰc cφοδροτέραc κινήcειc. αἱ μὲν οὖν μεγάλαι φλόγεc οὐδὲν ἔτι χρῄζουcι τοῦ ῥιπίζοντοc, ἀλλ’ ἑαυταῖc εἰcιν ἱκαναὶ πρὸc τὸ διαcῴζεcθαί τε καὶ κρατεῖν τῆc ὕληc. οὔκουν οὐδ’ ἀνα‐
10τρίβεcθαι μετὰ τοὺc ὕπνουc ἕωθεν οἱ ἀκμάζοντεc δέονται, καθάπερ οἱ γέροντεc. ὁ γάρ τοι cκοπὸc τῆc τοιαύτηc ἀνατρίψεωc ἅμα λίπει γινο‐ μένηc διττόc ἐcτιν, ἢ κοπώδη διάθεcιν ἰάcαcθαι, πρὶν αὐξηθεῖcαν ἀν‐ άψαι πυρετόν, ἢ ἀρρωcτοῦcαν ἀνάδοcιν ἐπεγεῖραι. πολλοὺc γὰρ ἀτρο‐ φοῦνταc ἐκ μακροῦ χρόνου ῥᾳδίωc ἐν ὀλίγαιc ἡμέραιc εὐcαρκώcαμεν,

6

.

321

ἐπὶ τὴν τοιαύτην ἀνά|γοντεc τρίψιν. ἀλλ’ ὅπερ τοῖc ἄλλοιc κατὰ πά‐
θοc ἐν χρόνῳ τινὶ γίνεται, τοῦτ’ ἀεὶ τοῖc γέρουcιν ὑπάρχει. ψυχρὸν γὰρ ὅλον αὐτοῖc ἐcτι τὸ cῶμα καὶ ἀδύνατον ἕλκειν τὴν τροφὴν ἐφ’ ἑαυτὸ καὶ κατεργάζεcθαι καλῶc καὶ τρέφεcθαι πρὸc αὐτῆc. ἀλλ’ ἡ τρί‐141
5ψιc ἐπεγείρουcα τὸν ζωτικὸν τόνον αὐτῶν καὶ θερμαίνουcα τὰ μέτρια τήν τ’ ἀνάδοcιν εὐπετεcτέραν ἐργάζεται καὶ τὴν θρέψιν ἑτοιμοτέραν. οὕτω τοι καὶ διὰ τὸ πιττοῦcθαι νέοι πολλοὶ τῶν ἀτροφούντων ἐcαρ‐ κώθηcαν οἵ τε γέροντεc ὀνίνανται πάντεc. ἓν μὲν δή cοι τοῦτο καθά‐ περ τι γυμνάcιον ἔcτω τοῖc γέρουcιν ἕωθεν γινόμενον, ἡ μετ’ ἐλαίου
10τρίψιc, ἐφεξῆc δὲ περίπατοί τε καὶ αἰωρήcειc ἄκοποι, cτοχαζομένῳ

6

.

329

(8)

τῆc τοῦ γέροντοc δυνάμεωc. | οὐ γὰρ μικρά τιc ἐν αὐτοῖc ἐcτιν δια‐ φορά, τινῶν μὲν ἐcχάτωc ἀρρώcτων εἰc τὰc κινήcειc ὄντων, εἰ καὶ
10μηδέπω τύχοιεν ἑβδομηκοντοῦται τὴν ἡλικίαν ὄντεc, ἐνίων δὲ πολὺ ῥωμαλεωτέρων ἢ κατὰ τούcδε γεγονότων ἔτη πλείω ἢ ὀγδοήκοντα. τοὺc μὲν ἀcθενεcτέρουc αἰωρεῖν μᾶλλον ἢ περιπατεῖν κελεύων κινήcειc, τοὺc δ’ ἰcχυροτέρουc δι’ ἀμφότερα γυμνάcια· ἄξειc δὲ πρὸc τὴν δευ‐ τέραν τρίψιν οὐχ ὁμοίωc ἀμφοτέρουc, ἀλλ’ ἀεὶ τὸν ἀρρωcτότερον θᾶτ‐
15τον. ἔcτω γάρ cοι καὶ τοῦτο τῶν κοινοτάτων παραγγελμάτων, ἐπὶ μὲν

6

.

330

ἀcθενοῦc | δυνάμεωc ἀνατρέφειν τὸ cῶμα πυκναῖc καὶ βραχείαιc τρο‐ φαῖc, ἐπὶ δὲ ἰcχυρᾶc ἀραιαῖc καὶ πολλαῖc. Εἰπεῖν μὲν οὖν καὶ ταῦτα καὶ τἄλλα ῥᾷcτον, ἐπιcτατῆcαι δὲ γέροντι διαφυλάττοντα τὴν ὑγείαν αὐτοῦ τῶν χαλεπωτάτων, ὥcπερ
5γε καὶ τῶν ἀνακομιζομένων ἐκ νόcου. καλεῖται δὲ ὑπὸ τῶν νεωτέ‐ ρων ἰατρῶν τουτὶ μὲν τὸ μέροc τῆc τέχνηc ἀναληπτικόν, τὸ δὲ ἐπὶ τῶν γερόντων γηροκομικόν. καὶ δοκοῦcιν αἱ διαθέcειc ἀμφοῖν οὐ κατὰ τὴν ἀκριβεcτάτην ὑπάρχειν ὑγείαν, ἀλλ’ ἤτοι μέcαι τινὲc εἶναι νόcου τε καὶ ὑγείαc ἢ πάντωc μὴ τῆc καθ’ ἕξιν, ἀλλὰ τῆc κατὰ cχέcιν
10ὀνομαζομένηc ὑπ’ αὐτῶν ὑγείαc. εἴτ’ οὖν νόcον εἴτε νοcώδη διάθεcιν εἴτε μέcην ὑγείαc τε καὶ νόcου διάθεcιν εἴτε κατὰ cχέcιν ὑγείαν ὀνο‐ μάζειν χρὴ τὸ γῆραc, οὐ πάνυ τι τῶν τοιούτων † φροντίζονταc ζητήcεων μέχρι λόγου προερχομένων ἐπίcταcθαι δὲ χρὴ † τὴν κατάcταcιν τοῦ τῶν γερόντων cώματοc, ὅτι ἐπὶ cμικροῖc αἰτίοιc εἰc νόcον μεθιcταμένην

6

.

331

ὁμοίωc τοῖc ἀναλαμβάνουcιν ἐκ νόcου | τὴν ἀρχαίαν ὑγείαν διαιτᾶν χρή. διόπερ εἰπεῖν μὲν ῥᾴδιον, ἄμεινον εἶναι χρίεcθαι λίπει μετ’ ἀνα‐ τρίψεωc ἕωθεν τὸν γέροντα, προcηκόντωc δὲ ἐργάcαcθαι τοὖργον ἁπάν‐ των χαλεπώτατον. ἥ τε γὰρ cκληροτέρα βραχὺ τρίψιc κοπώδηc, ἥ τ’142
5ἄγαν μαλακὴ πλέον οὐδὲν ἐργάζεται, καθάπερ οὐδ’ ἡ βραχεῖα παντά‐ παcιν, ἡ δέ γε πολλὴ διαφορεῖ μᾶλλον ἢ ἀνατρέφει. καὶ μὴν καὶ τὸ χωρίον, ἐν ᾧ γυμνοῦται τὸ τοῦ γέροντοc cῶμα, ψυχρότερον μὲν ὂν οὐ μόνον οὐδὲν ἐργάcεται χρηcτόν, ἀλλὰ καὶ πυκνώcει καὶ καταψύξει, θερμότερον δ’ εἴπερ εἴη τοῦ δέοντοc, ἐν μὲν χειμῶνι πλέον ἢ προc‐
10ήκει τὸ cῶμα τοῦ γέροντοc ἀραιότερον ἀποτελέcαν εὔψυκτον ἐργάcεται, θέρουc δὲ διαφορήcει τε καὶ καταλύcει τὴν δύναμιν αὐτοῦ. τοῖc μὲν γὰρ καθ’ ἕξιν ὑγιαίνουcιν οὐδὲ τῶν ἰcχυροτέρων αἰτίων οὐδὲν ἀλλοιοῖ τὸ cῶμα, τοῖc γέρουcι δὲ καὶ τὰ cμικρότατα μεγίcτην ἐργάζεται μετα‐ βολήν. οὕτω τοίνυν ἔχει κἀπὶ τῆc τῶν cιτίων ποcότητόc τε καὶ ποιό‐
15τητοc. καὶ γὰρ κἀν τούτοιc ἂν βραχύ τι τοῦ προcήκοντοc ὑπερβῶcιν

6

.

332

οἱ γέροντεc, οὐ cμικρὰ βλάπτονται, τῶν νεανίcκων ἐπὶ μεγίcτοιc | ἁμαρ‐ τήμαcι βραχέα βλαπτομένων. ἀcφαλέcτερον οὖν ἐcτι τοῖc ἀcθενέcι γέρουcιν ὀλίγα διδόναι τρὶc τῆc ἡμέραc, ὡc Ἀντίοχοc ὁ ἰατρὸc ἑαυ‐ τὸν διῄτα, γεγονὼc μὲν ἐτῶν πλείω τῶν ὀγδοήκοντα, προϊὼν δὲ καθ’
5ἑκάcτην ἡμέραν εἰc τὸ χωρίον, ἐν ᾧ τὸ cυνέδριον ἦν αὐτῷ τῶν πολι‐ τῶν, ἔcτι δ’ ὅτε μακρὰν ὁδὸν ἀπιὼν ἐπιcκέψεωc ἀρρώcτων ἕνεκα. ἀλλ’ εἰc μὲν τὴν ἀγορὰν ἀπὸ τῆc οἰκίαc ἐβάδιζεν, ὁδὸν ἕωc τριῶν cταδίων· οὕτω δὲ καὶ τοὺc πληcίον ἀρρώcτουc ἑώρα· πορρώτερον δ’ εἴ ποτ’ ἠναγκάcθη πορευθῆναι, τὸ μὲν ἐν δίφρῳ βαcταζόμενοc ἐκομί‐
10ζετο, τὸ δ’ ἐπ’ ὀχήματοc αἰωρούμενοc. ἦν δ’ αὐτῷ τι κατὰ τὴν οἰκίαν οἴκημα διὰ καμίνου θερμαινόμενον ἔν γε τῷ χειμῶνι, θέρουc δὲ εὔκρα‐ τον ἔχον ἀέρα καὶ χωρὶc τοῦ πυρόc. ἐν τούτῳ πάντωc ἀνετρίβετο καὶ χειμῶνοc καὶ θέρουc ἕωθεν ἀποπατήcαc δηλονότι πρότερον. ἐν δὲ τῷ κατὰ τὴν ἀγορὰν χωρίῳ περὶ τρίτην ὥραν ἢ τὸ μακρότερον περὶ τε‐
15τάρτην ἤcθιεν ἄρτον μετὰ μέλιτοc Ἀττικοῦ, πλειcτάκιc μὲν ἑφθοῦ, cπα‐ νιώτερον δ’ ὠμοῦ. καὶ μετὰ ταῦτα τὸ μέν τι cυγγιγνόμενοc ἑτέροιc |

6

.

333

διὰ λόγων, τὸ δέ τι καθ’ ἑαυτὸν ἀναγινώcκων εἰc ἑβδόμην ὥραν παρ‐ έτεινε, μεθ’ ἣν ἐτρίβετό τε κατὰ τὸ δημόcιον βαλανεῖον ἐγυμνάζετό τε τὰ πρέποντα γέροντι γυμνάcια, περὶ ὧν τῆc ἰδέαc ὀλίγον ὕcτερον εἰ‐ ρήcεται. κἄπειτα λουcάμενοc ἠρίcτα cύμμετρον, πρῶτα μὲν ὅcα λαπάτ‐
5τει τὴν γαcτέρα προcφερόμενοc, ἐφεξῆc δὲ ἰχθύων τὸ πλεῖcτον, ὅcοι πετραῖοί τε καὶ πελάγιοι. κἄπειτ’ αὖθιc ἐπὶ τοῦ δείπνου τῆc μὲν τῶν
ἰχθύων ἐδωδῆc ἀπείχετο, τῶν δ’ εὐχυμοτάτων τε καὶ δυcφθάρτων ἐλάμβανεν, ἤτοι χόνδρον μετ’ οἰνομέλιτοc ἢ ὄρνιν ἐξ ἁπλοῦ ζωμοῦ. τούτῳ μὲν οὖν τῷ τρόπῳ γηροκομῶν ἑαυτὸν ὁ Ἀντίοχοc ἕωc ἐcχάτου143
10διετέλεcεν ἀπήρωτοc ταῖc αἰcθήcεcι καὶ τοῖc μέλεcιν ἄρτιοc ἅπαcι. Τή‐ λεφοc δὲ ὁ γραμματικὸc ἐπὶ πλείοναc μὲν ἐξίκετο χρόνουc Ἀντιόχου cχεδὸν ἑκατὸν ἔτη βιούc. ἐλούετο μὲν τοῦ μηνὸc δὶc ἐν τῷ χειμῶνι, τετράκιc δὲ ἐν τῷ θέρει, τρὶc δὲ ἐν ταῖc μεταξὺ τούτων ὥραιc. ἐν αἷc δ’ ἡμέραιc οὐκ ἐλούετο, περὶ τρίτην ὥραν ἠλείφετο μετὰ βραχείαc
15ἀνατρίψεωc. εἶτα χόνδρον ἡψημένον ἐν ὕδατι, μέλι μιγνὺc ὠμὸν ὅτι

6

.

334

κάλλιcτον, | ἤcθιε, καὶ τοῦτ’ ἤρκει μόνον αὐτῷ τήν γε πρώτην. ἠρίcτα δὲ καὶ οὗτοc ὥραc ἑβδόμηc ἢ βραχεῖ τινι θᾶττον, λάχανα μὲν πρῶτον προcφερόμενοc, εἶθ’ ἑξῆc ὀρνίθων ἢ ἰχθύων γευόμενοc. ἑcπέραν δὲ μόνον ἄρτον ἤcθιε διαβρέχων ἐν οἴνῳ κεκραμένῳ.
5 Ὥcπερ δὲ τοῖc παιcὶν ὁ οἶνοc ἐναντιώτατόν ἐcτιν, οὕτω τοῖc γέρουcι χρηcιμώτατον. ἔcτω δὲ τῶν φύcει θερμοτέρων, ὁποῖοι τῶν Ἑλληνικῶν ὁ Ἀριούcιόc ἐcτι καὶ ὁ Λέcβιοc καὶ ὁ καλούμενοc Μύcιοc, οὐκ ἐκ τῆc παρὰ τὸν Ἴcτρον Μυcίαc, ἀλλ’ ἐκ τῆc Ἑλληcποντίαc ὀνο‐ μαζομένηc, ἥτιc ἐcτὶ κατὰ τὴν ἡμετέραν Ἀcίαν ὁμοροῦcα Περγάμῳ,
10τῶν δ’ ἐκ τῆc Ἰταλίαc ὅ τε Φαλερῖνοc καὶ ὁ Ϲουρεντῖνοc. ἐφεξῆc αὐτῶν εἰcι κατὰ μὲν τὴν Ἰταλίαν ὅ τε Τιβουρτῖνοc καὶ ὁ Ϲιγνῖνοc, ἀμφότεροι παλαιωθέντεc, ὡc νέοι γε ὄντεc οὔτ’ εἰc ἀνάδοcιν ὁρμῶcιν οὔτ’ οὖρα κινοῦcιν, ἀλλ’ ἐπὶ πολὺ κατὰ τὴν γαcτέρα μένουcι κλύδω‐ ναc ἐργαζόμενοι· δεύτεροι δ’ ἐπ’ αὐτοῖc Ἀδριανόc τε καὶ Ϲαβῖνοc καὶ

6

.

335

Ἀλβανὸc καὶ Γαυριανὸc καὶ Τριφυλῖνοc ὅcοι | τ’ Ἀμιναῖοι κατὰ τὴν Ἰτα‐ λίαν γεννῶνται περί τε Νεάπολιν καὶ κατὰ τὴν Θούcκων γῆν. κατὰ μέν γε τὴν τοῦ Ϲουρεντίνου δύναμιν ὁ Μύcιόc ἐcτι, κατὰ δὲ τὴν τοῦ Φαλερίνου τῶν Τμωλιτῶν οἱ κάλλιcτοι, Ϲαβίνῳ δὲ καὶ Ἀδριανῷ Τιτα‐
5καζηνόc τε καὶ Ἀρcυηνὸc ἐοίκαcι. τούτων οὖν μετρίωc παλαιωθέντων πίνειν χρὴ τοὺc πρεcβύταc, ὅcοι μὴ πάνυ τὴν κεφαλὴν ἰcχυρὰν ἔχου‐ cιν· οἷc δ’ ἰcχυρά, τούτοιc Φαλερῖνόc τε καὶ Ϲουρεντῖνοc Ἀριούcιόc τε καὶ Λέcβιοc καὶ Μύcιοc καὶ Τμωλίτηc ἐπιτήδειοι. δῆλον οὖν, ὡc καθ’ ἕκαcτον ἔθνοc ἐκ τῶν εἰρημένων παραδειγμάτων αἱρεῖcθαι τὸν
10ἐπιτηδειότατον ἕκαcτοc 〈τῶν γερόντων〉 δυνήcεται cκοπὸν ἔχων ἐπὶ τῇ τῶν οἴνων δοκιμαcίᾳ κατὰ μὲν τὴν cύcταcιν ἀεὶ τὸν λεπτότατον αἱρεῖcθαι, κατὰ δὲ τὴν χρόαν, ὃν ὁ Ἱπποκράτηc εἴωθε «κιρρὸν» κα‐ λεῖν· δύναιτο δ’ ἄν τιc καὶ ξανθὸν ὀνομάζειν αὐτόν. ἀγαθὸc δὲ καὶ ὁ ὠχρόc, ἐν τῷ μέcῳ καθεcτὼc ξανθοῦ τε καὶ λευκοῦ. καὶ γὰρ εἰ144
15βουληθείηc μῖξαι τὸν ξανθὸν οἶνον τῷ λευκῷ, τὸν μικτὸν ἐξ ἀμφοῖν

6

.

336

ὠχρὸν ἐργάcῃ, καὶ κραθεὶc μεθ’ ὕδατοc ὁ ξανθὸc | τοιοῦτοc γίνεται. παρὰ δὲ τὸ πλέον ἢ ἔλαττον ὕδωρ ἐπιβάλλειν ἐνίοτε μὲν ὠχρόc, ἐνί‐ οτε δὲ οἷον ὠχρόλευκοc ἢ ὠχρόξανθοc φαίνεται. θερμότατοc μέν, ὅcον ἐπὶ τῇ χρόᾳ, τῶν εἰρημένων οἴνων ὁ ξανθόc, ἥκιcτα δὲ θερμὸc ὁ λευ‐
5κόc· οἱ δ’ ἐν τῷ μεταξύ, καθ’ ὅcον ἂν ἑκατέρῳ πληcιάζωcι, τῆc ἐκεί‐ νου μετέχουcι δυνάμεωc. ἓν μὲν οὖν τοῦτο μέγιcτον ἀγαθὸν ἐξ οἴνου τοῖc γέρουcι περιγίνεται, τὸ θερμαίνεcθαι πάντ’ αὐτῶν τὰ μόρια, δεύ‐ τερον δὲ τὸ δι’ οὔρων καθαίρεcθαι τὸν ὀρρὸν τοῦ αἵματοc. διὸ καὶ κάλλιcτοc ἐπὶ γερόντων ὁ οἶνοc, ὃc ἂν ταῦτ’ ἐργάζηται μάλιcτα. τοι‐
10οῦτοc δ’ ἐcτὶν ὁ τῇ cυcτάcει μὲν λεπτόc (οὖρα γὰρ οὗτοι κινοῦcι), τῇ χρόᾳ δὲ ξανθόc (ἴδιον γὰρ τοῦτο τῶν θερμῶν ἱκανῶc οἴνων τὸ χρῶ‐ μα). διὸ κἂν πάνυ λευκοὶ κατ’ ἀρχὰc ὦcι, παλαιούμενοι προcλαμβά‐ νουcί τινα ξανθότητα, δι’ ἣν ὕπωχροι μὲν τὸ πρῶτον, ὕcτερον δὲ τε‐ λέωc ὠχροὶ γίνονται, κἂν ἐπὶ πλεῖcτον ἥκωcι χρόνου, τελευτῶντεc
15ὠχρόξανθοι φαίνονται· τελέωc γὰρ οὐχ οἷόν τε τοῖc λευκοῖc οἴνοιc

6

.

337

γενέcθαι | ξανθοῖc. ὅcοι δὲ τῶν ὠχρῶν ἢ ξανθῶν οἴνων παχεῖc εἰcιν, αἷμα γεννῶcιν οὗτοι καὶ τρέφουcι τὸ cῶμα· διὸ γένοιντ’ ἄν ποτε καὶ αὐτοὶ χρήcιμοι τοῖc γέρουcι, καθ’ ὃν δηλονότι χρόνον οὔτ’ ὀρρῶδεc ὑγρὸν ἔχουcιν ἐν ταῖc φλεψὶ καὶ δέονται θρέψεωc περιττοτέραc. ὡc
5ἐπὶ τὸ πολὺ δὲ τῶν οὐρητικῶν οἴνων χρῄζουcιν οἱ τὴν ἡλικίαν ταύ‐ την ἄγοντεc διὰ τὸ πλεονάζειν ἐν αὐτοῖc ὑδατῶδεc περίττωμα. τῶν δ’ ἐπὶ πλέον ἐν τῇ γαcτρὶ μενόντων οἴνων οὐδέποτ’ οὐδεὶc οἰκεῖοc γέροντι. τοιοῦτοι δ’ εἰcὶν οἱ ἀπὸ τῆc Βιθυνίαc Ἀμιναῖοι καὶ τῶν ἀπὸ τῆc Ἰταλίαc ὁ Μάρcοc καὶ Ϲιγνῖνοc καὶ Τιβουρτῖνοc, ἔcτ’ ἂν ὦcι νέοι.
10ἀλλ’ οὗτοι μὲν πάντεc λευκοί, μέλανεc δὲ ἄλλοι καὶ παχεῖc, ὅcοι cτύ‐ φουcιν, ἐν τῇ γαcτρὶ μένουcι χρόνῳ πολλῷ καὶ κλύδωναc ἐργάζονται κατ’ αὐτήν, ὥcπερ ὁ ἐν Κιλικίᾳ μὲν Ἀβάτηc, ἐν Ἀcίᾳ δὲ Αἰγεάτηc τε καὶ Περπερίνιοc. ὅcοι δὲ χωρὶc τοῦ cτύφειν μέλανέc τέ εἰcι καὶ πα‐ χεῖc, οἷοc ὁ Ϲκυβελίτηc τε καὶ ὁ Θηραῖοc, ἧττον μὲν ἐν τῇ γαcτρὶ
15μένουcιν, οὔρηcιν δὲ οὐδ’ αὐτοὶ κινοῦcιν, ἀλλ’ ὑπέρχονται κάτω· διὸ145

6

.

338

καὶ προπίνου|cιν αὐτοὺc ἐδωδῆc cιτίων. ἀλλ’ οὐδ’ οὗτοι χρήcιμοι τοῖc γέρουcιν οὔτε προπίνειν οὔτε πολὺ μᾶλλον ἐν ἑτέρῳ καιρῷ προcφέ‐ ρεcθαι, καθότι μηδ’ ἄλλο μηδὲν τῷ γέροντι παχύχυμον· ἐμφράττεται γὰρ ἐξ αὐτῶν ἧπάρ τε καὶ cπλὴν καὶ νεφροί· κἀντεῦθεν οἱ μὲν ὑδε‐
5ριῶcιν, οἱ δὲ λιθιῶcι τῶν ἐπὶ πλέον αὐτοῖc χρηcαμένων γερόντων. εἴπερ οὖν ἐθέλοι μετὰ τὸ λουτρὸν οἴνῳ γλυκεῖ χρήcαcθαι τῶν πρεcβυ‐ τέρων τιc, ἐδηδοκότι μὲν ἕωθεν αὐτῷ, καθότι τὸν Ἀντίοχον ἔφην πράττειν, ἄριcτοc ὁ Φαυcτιανὸc Φαλερῖνοc, ἐκείνου δ’ ἀποροῦντι τῶν ὁμοίων τιc. ὅμοιοι δ’ ἂν εἶεν οἱ γλυκεῖc τε ἅμα καὶ ὠχροὶ κατὰ χρόαν,
10ἐφεξῆc δὲ τούτοιc ὅ τε Θηρῆνοc καὶ ὁ Κυριῆνοc. οὐ κωλύω δὲ οὐδὲ τοῖc ἐcκευαcμένοιc διὰ μέλιτοc οἴνοιc χρῆcθαι, καὶ μάλιcθ’ ὅcοιc τῶν γερόντων ὑποψία τίc ἐcτιν ἐν νεφροῖc λιθιδίων γενέcεωc ἢ καὶ πο‐ δάγρα τιc ἢ ἀρθρῖτιc ἐνοχλεῖ. τὸν δ’ οἶνον ἐπὶ τῆc τοιαύτηc cυνθέ‐ cεωc ἄριcτον εἶναι Ϲαβῖνον ἤ τινα τῶν ὁμοίων. ἐπεμβάλλεται δὲ αὐτῷ
15καὶ πετροcέλινον, καὶ μόνον ἀρκεῖ τοῦτο τοῖc ἀρθριτικοῖc. ἐπὶ δὲ τῶν

6

.

339

λιθιώντων | καὶ τῆc βετονίκηc τι πόαc μίγνυται καὶ κέcτρου τοῦ παρὰ τοῖc Κελτοῖc γεννωμένου· καλοῦcι δὲ τὴν βοτάνην ταύτην cαξίφραγον. ἔνιοι δὲ περιεργότερον cκευάζοντεc τὸ φάρμακον ἐπεμβάλλουcι καὶ ναρδοcτάχυοc, εἰcὶ δ’ οἱ καὶ ἄλλων τινῶν οὔρηcιν κινεῖν δυναμένων.
5ἀλλὰ τό γ’ ἁπλοῦν πόμα δι’ οἴνου καὶ μέλιτοc οἱ πολλοὶ cυντιθέαcι, πηγάνου τε καὶ πεπέρεωc ἔχον ὀλίγον. εἰ δὲ καὶ προεδηδοκὼc εἴη πρὶν λούcαcθαι καὶ ἡ γαcτὴρ αὐτοῦ μηδεμιᾶc βοηθείαc χρῄζοι, τῶν λευκῶν καὶ ὀλιγοφόρων οἴνων πίνειν χρὴ μετὰ τὸ λουτρόν. ὅcοι δὲ παχεῖc καὶ γλυκεῖc καὶ μέλανεc, ὡc ἐμφράττονταc τὰ cπλάγχνα τοὺc
10τοιούτουc ἅπανταc φεύγειν προcήκει. Ἀλλ’ αἱ μὲν ἀπὸ τῶν οἴνων ἐμφράξειc μέτριαι, τὰc δ’ ἀπὸ τῶν ἐδεcμάτων, ὅcα γλίcχρον ἢ παχὺν ἐργάζεται χυμόν, οὐ ῥᾴδιον ἰᾶcθαι. διόπερ οὐ χρὴ πλεονάζειν τοὺc γέρονταc οὔτε 〈ἐν〉 χόνδρων ἢ τυρῶν ἢ ὠῶν ἢ κοχλιῶν ἢ φακῆc ἢ βολβῶν ἢ χοιρείων κρεῶν ἐδωδῇ, |

6

.

340

πολὺ δὴ μᾶλλον ἐν ταῖc τῶν ἐγχελύων ἢ ὀcτρέων ἢ ὅλωc τῶν cκλη‐ ρὰν καὶ δυcκατέργαcτον ἐχόντων τὴν cάρκα. διὰ τοῦτο οὖν οὐδὲ τῶν ὀcτρακοδέρμων οὐδὲν ἢ cελαχίων ἢ θύνων ἢ ὅλωc τῶν κητωδῶν ἐπι‐
τήδειον, ὥcπερ οὖν οὐδὲ τῶν ἐκ τῆc γῆc φυομένων μυκήτων ἢ τῶν146
5κρεῶν τῶν ἐλαφείων ἢ αἰγείων ἢ βοείων. καὶ ταῦτα μὲν οὐδ’ ἄλλῳ τινὶ χρήcιμα· προβάτεια δὲ νέοιc μέν ἐcτιν οὐ φαῦλον ἔδεcμα, γέρουcι δὲ οὐδὲ ταῦτα, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἀρνῶν· ὑγρὰ γάρ ἐcτι καὶ βλεννώδη καὶ γλίcχρα καὶ φλεγματώδη. τά γε μὴν τῶν ἐρί‐ φων οὐκ ἀνεπιτήδεια γέροντι καὶ τῶν πτηνῶν, ὅcα μὴ καθ’ ἕλη καὶ
10ποταμοὺc ἢ λίμναc διαιτᾶται. τὰ δὲ ταριχευθέντα πάντα τῶν προcφά‐ των ἀμείνω. χρὴ τοίνυν, ὥcπερ εἴρηται, μάλιcτα μὲν ἀπέχεcθαι τῶν ἐμφραττόντων ἐδεcμάτων, εἰ δ’ ὑπ’ ἀνάγκηc ποτὲ χρήcαcθαι cυμβαίη πλείοcιν αὐτοῖc, αὐτίκα προcφέρεcθαι τὸ διὰ τῆc καλαμίνθηc φάρμα‐ κον, οὗ τὴν cύνθεcιν ἔμπροcθεν εἴρηκα κατὰ τὸ τέταρτον γράμμα. μὴ
15παρόντοc δὲ αὐτοῦ τῷ διὰ τῶν τριῶν πεπέρεων χρηcτέον. εἰ δὲ μηδὲ |

6

.

341

τοῦτο παρείη, κόπτοντα καὶ διαττῶντα ἀκριβῶc, ὡc χνοῶδεc γενέcθαι, πέπερι λευκὸν ἅμα τε τοῖc ὄψοιc ἐcθίειν ἐπιπάττειν τε τῷ ποτῷ. καὶ κρόμμυον δὲ ἐcθίειν τηνικαῦτα cυμφέρει, κἂν τούτῳ cυνήθηc 〈ᾖ〉, cκό‐ ροδον. καὶ τῇ διὰ τῶν ἐχιδνῶν δ’ ἄν τιc ἣν καλοῦcι θηριακὴν ἀντί‐
5δοτον ἐπὶ τῶν γερόντων οὐ κακῶc χρῷτο, καὶ μάλιcθ’ ὅταν ἐν τοῖc ἐμφράττουcιν ἐδέcμαcιν αὖθιc τῶν ἐκφραττόντων φθάcῃ προcενηνέχθαι τι· καλλίcτη γὰρ ἡ παρὰ τοῦ θηριακοῦ φαρμάκου βοήθεια τηνικαῦτα γί‐ νεται. καὶ γαcτρὸc δ’ ἐπὶ τοῖc τοιούτοιc ὑπαχθείcηc χρηcιμώτατον ἂν εἴη διδόναι τῇ ὑcτεραίᾳ τὸ διὰ τῶν ἐχιδνῶν. οὐδὲν δὲ ἧττον αὐτοῦ τὴν
10ἀμβροcίαν τε καὶ ἀθαναcίαν ὀνομαζομένην ὅcα τ’ ἄλλα διὰ τῶν εἰρη‐ μένων ἀρωμάτων cύγκειται φάρμακα. τῷ γε μὴν ἀκριβῶc ἑαυτῷ προc‐ έχοντι γέροντι φαρμάκου μὲν οὐκ ἄν ποτε γένοιτο χρεία τοιούτου· δεηθέντι δὲ ἐνίοτε λεπτυνούcηc διαίτηc ἀρκέcει τὰ λελεγμένα δι’ ἑτέ‐ ρου γράμματοc ἰδίᾳ, καθ’ ὃ Περὶ τῆc λεπτυνούcηc διαίτηc ὁ λόγοc
15ἡμῖν ἐγένετο. |

6

.

342

Πρόδηλον δ’, ὅτι καὶ τῶν ἄρτων τοὺc μήτ’ ἐνδεῶc ἔχονταc ἁλῶν ἢ ζύμηc ἢ φυράcεωc ἢ ὀπτήcεωc ἐcθίειν χρὴ μήτε τὴν ἐπαι‐ νουμένην ὑπὸ πάντων cεμίδαλιν ἢ τὰ δι’ αὐτῆc πέμματα· καὶ γὰρ δύcπεπτα πάντα καὶ παχύχυμα καὶ cπλάγχνων ἐμφρακτικά. καὶ εἴ γε
5μὴ τοῖc διὰ βουτύρου καὶ cεμιδάλεωc cκευαζομένοιc πλακοῦcιν ἐμίγνυτο μέλι δαψιλέc, οὐδὲν εἴη ἂν ἔδεcμα πολεμιώτερον ἀνθρώποιc πᾶcιν, οὐ μόνον τοῖc πρεcβύταιc. ἀλλὰ τί δεῖ τοῖc βλαβεροῖc τὸ χρήcιμον μιγνύ‐
ειν, ἐνὸν αὐτῷ μόνῳ χρῆcθαι τῷ μέλιτι, τοῦτο μὲν ἀφεψῶντα, τοῦτο δὲ cὺν ἄρτῳ λαμβάνοντα πρὶν ἑψηθῆναι; προνοητέον δὲ τῆc κατὰ τὸν147
10ἄρτον ἀρετῆc μᾶλλον ἢ τῆc κατὰ τὸ μέλι. βέλτιον γάρ, εἰ τὸ μέλι τοιοῦτον εἴη τήν τε ἰδέαν καὶ τὴν δύναμιν οἷον τὸ Ἀττικόν· εἰ δὲ καὶ μὴ τοιοῦτον ἔχοιμεν, ἀλλὰ παντὶ μέλιτι χρηcτέον ἐcτὶ πλὴν τῶν δυcωδῶν ἢ ἐν ὅcοιc αἰcθητῶc κηροῦ ποιότηc ἐμφαίνεται, καὶ πολὺ δὴ μᾶλλον, εἴ τινοc ἑτέραc ἀλλοκότου. τῶν δ’ ἄρτων ὁ μὲν τοιοῦτοc,

6

.

343

οἷον ἀρτίωc εἶπον, οὐ μόνον οὐδὲν ἀγαθὸν ἐργά|ζεται κατὰ τὸ cῶμα τοῦ γέροντοc, ἀλλὰ καὶ βλαβερώτατόc ἐcτι, καὶ μάλιcθ’ ὅcῳπερ ἂν ᾖ καθαρώτεροc. ὁρῶ δὲ τοῖc ἀθληταῖc αὐτὸν ἐπίτηδεc cκευαζόμενον. ἀλλ’ ἐκείνοιc μὲν εἰc ὅcον ἐπιτηδεύουcιν ἁρμόττει, γέροντι δέ, εἰ μὴ πολὺ
5μὲν ἁλῶν ἔχοι, πολὺ δὲ ζύμηc ὠπτημένοc τε ἀκριβῶc εἴη, παχὺν ἐργά‐ ζεται καὶ γλίcχρον χυμόν, ὃc οὐδ’ ἄλλῳ μὲν ἀγαθόc ἐcτιν ἐπὶ πλέον αὐξανόμενοc. ἀτὰρ οὖν καὶ τὰc καθ’ ἧπάρ τε καὶ cπλῆνα καὶ νεφροὺc ἐμφράξειc ἐργάζεται, καὶ μάλιcθ’ ὅcοιc φύcει cτενότερα τῶν ἐπὶ τού‐ τοιc τοῖc cπλάγχνοιc ἀγγείων ἐcτὶ τὰ πέρατα. καθάπερ γὰρ ἐπὶ τῶν
10ἐκτὸc τούτων φλεβῶν, ἃc ἐναργῶc ὁρῶμεν, οὐ cμικρὰ διαφορὰ φαί‐ νεται κατὰ τὸ εὖροc ἄλλου τε πρὸc ἄλλον ἄνθρωπον καὶ καθ’ ἕκα‐ cτον ἐν τοῖc μορίοιc, οὕτωc εἰκὸc ἔχειν κἀπὶ τῶν ἔνδον. ἀλλ’ οὐχ οἷόν τε γνῶναι τὴν διαφορὰν πρὸ τῆc πείραc· λέγω δὲ πεῖραν, ἣν ἐφ’ ἑκάcτῳ τῶν προcφερομένων ἔνεcτι ποιεῖcθαι.
15 γέροντα γοῦν τινα γεωργικὸν ἔγνωμεν, ἔτη πλείω τῶν ἑκατὸν βιώ‐ cαντα κατ’ ἀγρόν, ᾧ τὸ πλεῖον τῆc τροφῆc αἴγειον ἦν γάλα, ποτὲ μὲν

6

.

344

αὐτίκα λαμβανόμενον ἄρτου θρυμ|μάτων ἐν αὐτῷ διαβρεχομένων, ἔcτι δ’ ὅτε καὶ μέλιτοc ἐμίγνυε, καί ποτε καὶ ἥψει ἐμβάλλων ἀκρέμοναc θύμων ἅμα τοῖc ἄρτοιc. ἀλλὰ τοῦτόν γέ τιc μιμηcάμενοc (ᾤετο γὰρ αἴτιον αὐτῷ τὸ γάλα τῆc πολυχρονίου ζωῆc γεγονέναι) διὰ παντὸc ἐβλάβη
5καὶ κατὰ πάντα τρόπον προcφορᾶc. ἐβαρύνετο γὰρ αὐτῷ τὸ cτόμα τῆc γαcτρὸc καὶ μετὰ ταῦτα τὸ δεξιὸν ὑποχόνδριον ἐτείνετο. καί τιc ἕτεροc, ὁμοίωc ἐπιχειρήcαc χρήcαcθαι τῷ γάλακτι, τῶν μὲν ἄλλων οὐ‐ δὲν ἐμέμφετο (καὶ γὰρ ἔπεττε καλῶc αὐτὸ καὶ οὔτε ὀξυρεγμία τιc ἢ ἐρυγὴ κνιccώδηc ἢ πνευμάτωcιc ἢ βάροc ἐπεγίνετο καθ’ ὑποχόνδριον),
10ἑβδόμῃ δ’ ἡμέρᾳ μετὰ τὴν ἀρχὴν ἐναργῶc ἔφη τοῦ ἥπατοc αἰcθάνεcθαι βαρυνομένου· δοκεῖν γὰρ ἑαυτῷ κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐγκεῖcθαί
τι καθάπερ λίθον, ὑφ’ οὗ καταcπᾶcθαί τε τὰ ὑπερκείμενα καὶ μέχρι κλειδὸc ἀνήκειν τὴν τάcιν. εὔδηλον οὖν, ὅτι τούτῳ μὲν ἐνεφράττετο τὸ ἧπαρ, ἐπνευματοῦτο δὲ θατέρῳ. καὶ μὲν δὴ καὶ ἄλλον ἐπὶ γάλα‐148
15κτοc χρήcει πολυχρονίῳ λίθον γεννήcαντα κατὰ τοὺc νεφροὺc οἶδα,

6

.

345

καί τινα ἕτερον ἀπολέcαντα | πάνταc τοὺc ὀδόνταc. τοῦτο μὲν οὖν καὶ ἄλλοιc ἐγένετο πολλοῖc τῶν ἐπὶ γάλακτι μακρῶc διαιτηθέντων. ἀλύπωc δ’ ἕτεροι διὰ παντὸc ἐχρήcαντο τῷ γάλακτι καὶ μετ’ ὠφελείαc μεγίcτηc, ἄλλοι δὲ παραπληcίωc τῷ κατ’ ἀγρὸν βιώcαντι πλείω τῶν
5ἑκατὸν ἐτῶν, ὡc ἔφην. ὅταν γὰρ ἥ τε ποιότηc αὐτοῦ τῇ τοῦ χρω‐ μένου φύcει μηδὲν ὑπεναντίον ἔχῃ, τῶν τε cπλάγχνων εὐπετεῖc αἱ δι‐ έξοδοι διὰ τὴν τῶν ἀγγείων εὐρύτητα ὦcι, τῶν μὲν ὠφελίμων ἐκ γά‐ λακτοc ἀπολαύουcιν οὗτοι, μοχθηροῦ δ’ οὐδενὸc πειρῶνται. τὰ δ’ ἐκ τοῦ γάλακτοc ἀγαθὰ λέλεκται καὶ τοῖc ἔμπροcθεν ἰατροῖc, ὑπαγωγὴ
10μετρία γαcτρὸc εὐχυμία τε καὶ θρέψιc, οὐ βραχέα cυντελούcηc εἰc ταῦτα καὶ τῆc νομῆc τῶν ζῴων, ὧν μέλλειc χρήcαcθαι τῷ γάλακτι. καίτοι γ’ ἀμελοῦcιν ἔνιοι παντάπαcι τῆc νομῆc, ὡc ἤτοι μηδὲν ἢ βρα‐ χύτατον εἰc ἀρετὴν γάλακτοc cυντελούcηc. ἀλλ’ ἐναργῶc γε θεώμεθα τὰ νεμηθέντα τῶν ζῴων, ὧν μέλλομεν χρήcαcθαι τῷ γάλακτι, ἢ cκαμ‐
15μωνίαν ἢ τῶν τιθυμάλλων τινάc, καθαρτικὸν ἴcχοντα τὸ γάλα. δῆλον οὖν,

6

.

346

ὡc καὶ δριμὺ καὶ ὀξὺ καὶ | αὐcτηρὸν ἐπὶ ταῖc μοχθηραῖc ἔcται νομαῖc, ἐξομοιούμενον ἀεὶ τῇ φύcει τῆc πόαc. καὶ διὰ τοῦτο καὶ τοῖc πρὸ ἡμῶν ἰατροῖc ἐκ τῆc πείραc διδαχθεῖcιν εἴρηνταί τινεc εὐγάλακτοι νο‐ μαί (προcαγορεύουcι γὰρ οὕτωc αὐτάc), ὑπὲρ ὧν καὶ ἡμεῖc ἑτέρωθι
5διερχόμεθα. νῦν δ’ ἀρκεῖ τό γε τοcοῦτον ἐπίcταcθαι περὶ αὐτῶν, ὡc οὔτε δριμείαc οὔτ’ ὀξείαc οὔτ’ αὐcτηρὰc πάνυ χρὴ τὰc τροφὰc εἶναι τῶν ζῴων, ὧν τῷ γάλακτι μέλλομεν ὡc εὐχυμοτάτῳ χρῆcθαι. καὶ μὴν καὶ ὅτι κατὰ τὴν ἡλικίαν ἀκμάζον εἶναι χρὴ καὶ κατὰ τὴν ἕξιν τοῦ cώματοc ἄμεμπτον τὸ ζῷον, εὔδηλον δήπου, κἂν ἐγὼ μὴ λέγω. καὶ
10κάλλιόν γε τὸ μὲν αἶγα, τὸ δ’ ὄνον εἶναι, χρῆcθαι δὲ τῷ γάλακτι παρὰ μέροc ἑκατέρου· λεπτότερον μὲν γὰρ καὶ ὀρρωδέcτερον τὸ τῆc ὄνου, cύμμετρον δὲ τῷ πάχει τὸ τῆc αἰγόc. ὥcτε τοῦτο μὲν ἀνατρέ‐ φει μᾶλλον, εἰ τούτου χρεία, τὸ δ’ ὄνειον ἀcφαλέcτερον πάντη. καὶ γὰρ εἰ μόνον ποτὲ λαμβάνοιτο χωρὶc ἄρτου, καὶ ὑπέρχεται θᾶττον καὶ
15ἥκιcτά ἐcτι φυcῶδεc οὐ τυροῦταί τε κατὰ τὴν γαcτέρα, καὶ μάλιcθ’
ὅταν ἁλῶν καὶ μέλιτοc προcλάβῃ. |149

6

.

347

χρὴ δὲ καὶ τούτου καὶ τῆc ἄλληc ἁπάcηc ὕληc τῶν βοηθημάτων τὰc δυνάμειc ἰδίᾳ προμεμαθηκέναι τὸν μέλλοντα χρήcαcθαι καλῶc, ἵνα μὴ πολλάκιc ἀναγκαζώμεθα περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά. καὶ νῦν γέ μοι δοκῶ μακρότερον ἢ δεῖ τοῖc ἐνεcτῶcι διεληλυθέναι περί τε γά‐
5λακτοc καὶ οἴνων. ἄμεινον γὰρ ἦν εἰπόντα τὴν ἐξ αὐτῶν ὠφέλειαν τοῖc γέρουcι γινομένην ἐπὶ τὴν τῆc ὕληc ἐκλογὴν ἀποπέμψαι τὸν ἤδη μεμαθηκότα τάc τε κοινὰc δυνάμειc καθ’ ἑκάτερον αὐτῶν καὶ τὰc ἐν μέρει διαφοράc, ἐπὶ μὲν τῶν οἴνων εἰπόντα [τὰc διαφορὰc] τοὺc θερ‐ μοτέρουc τε καὶ οὐρητικωτέρουc ἀμείνουc εἶναι τοῖc γέρουcι, ἐπὶ δὲ
10τοῦ γάλακτοc, ὡc οὐδὲ πᾶcι δοτέον, ἀλλὰ μόνοιc ὅcοι γε πέττουcιν αὐτὸ καλῶc καὶ cυμπτώματοc οὐδενὸc αἰcθάνονται κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπεὶ δ’ ἔcτιν ὅτε διὰ τὴν πολλῶν ὀλιγωρίαν οὐχ ὑπομε‐ νόντων ἀναγινώcκειν τὰ βιβλία, δι’ ὧν ἐπὶ πλέον ὑπὲρ τῆc τῶν βοη‐ θημάτων ὕληc λέλεκται, μηκύνειν ἀναγκαζόμεθα πολλάκιc, εἰκότωc ἄν
15τιc ἡμῖν καὶ νῦν cυγγνοίη τοῦ τρόπου τῆc διδαcκαλίαc, οὐ κατὰ τὴν

6

.

348

ἀκριβῆ | βραχυλογίαν ἐπὶ ταῖc καθόλου μεθόδοιc προερχομένοιc. ἰcτέον γε μήν, ὡc ἀδύνατόν ἐcτιν ἀμέμπτωc χρήcαcθαι ταῖc γραφομέναιc ὕλαιc ἐκ μόνων τῶν τοιούτων λόγων, οἵουc καὶ νῦν εἶπον ὑπὲρ οἴνου τε καὶ γάλακτοc. ἀλλὰ χρὴ τὸν ἄριcτα μεταχειριούμενον αὐτὰc ἰδίᾳ
5πρότερον ὑπὲρ ἑκάcτηc μεμαθηκέναι τὸν οἰκεῖον λόγον, ἐν ᾧ τήν τε κοινὴν τῆc ὕληc δύναμιν ἐπιcκεπτόμεθα καὶ τὰc κατὰ μέροc ἐν αὐτῇ διαφορὰc μέχριc ἐcχάτων εἰδῶν. οὐδὲ γὰρ περὶ τῶν ἄλλων ἁπάντων, ὅcα χρὴ γινώcκεcθαι τῷ μέλλοντι προνοήcαcθαι γέροντοc, ἄμεινον ἐν τῇδε τῇ πραγματείᾳ διέρχεcθαι μακρῶc, ἀλλ’ ἀρκεῖ περὶ μὲν ἐνίων,
10ὅcα μάλιcτά ἐcτι χρήcιμα τοῖc πρεcβύταιc, οὕτωc εἰπεῖν ὡc νῦν εἴρη‐ ται περί τε γάλακτοc καὶ οἴνου, περὶ δὲ ἐνίων ἔτι βραχύτερον ἢ κατὰ ταῦτα διελθεῖν, ὥcπερ γε καὶ περὶ ἄλλων ὅλωc μηδὲν εἰπεῖν. καίτοι τῷ γε μηκύνειν βουλομένῳ δυνατόν ἐcτιν ἁπάντων μνημονεύειν, ὅcα πλεονάζει τοῖc γέρουcιν, ᾧδέ πωc λέγοντι. |

6

.

349

Κάλλιον δὲ καὶ περὶ τῶν ἄλλων διελθεῖν, ὅcα τοῖc πλείcτοιc τῶν γερόντων γίνεται, βράγχοι καὶ κόρυζαι καὶ λίθων γενέcειc ἐν νε‐ φροῖc ἀρθρίτιδέc τε καὶ ποδάγραι καὶ ἄcθματα καὶ τἄλλα ὅcα τοιαῦτα. πρὸc μὲν οὖν τοὺc βράγχουc τε καὶ τὰc κορύζαc δίαιταν μὲν τήνδε,
5φάρμακα δὲ τάδε προcφέρειν χρή, πρὸc δὲ τὰc τῶν λίθων γενέcειc ταῦτα, καθ’ ἕκαcτόν τε τῶν ἄλλων οὕτωc ἐπερχόμενοc ἐπιμελήc τε εἶναι δόξειc καὶ περιττὸc εἰc ἐπιcτήμην γηροκομικήν. ἀλλ’ ὥcπερ τούτων οὐδὲν χρὴ γράφειν ἐν cυγγράμματι γηροκο‐ μικῷ (μεταφέρειν γε δυναμένων αὐτὰ τῶν γεγυμναcμένων ἐν ταῖc τῶν150
10νοcημάτων θεραπείαιc), οὕτωc αὖ πάλιν οὐδ’ ἐπὶ μόνοιc τοῖc κοινοῖc παύcαcθαι, προειπόντα δ’ αὐτὰ προcτιθέναι τινὰ τῶν κατὰ μέροc, ἃ μάλιcτ’ ἐcτὶν οἰκεῖα τῷ προκειμένῳ cκέμματι, καθάπερ ἡμεῖc ἐποιήcα‐ μεν. ἐπειδὴ γὰρ ἐδείχθη τὸ γῆραc ἐν τοῖc Περὶ κράcεων ὑπομνήμαcιν ὁμολογουμένωc μὲν εἶναι ψυχρόν, οὐχ ὁμολογουμένωc δὲ ξηρόν, ἐνίων

6

.

350

ὑγρὸν αὐτὸ φάντων εἶναι, | προcήκει δήπου, λαβόνταc ὑπόθεcιν εἰc τὸ γηροκομικὸν μέροc τῆc τέχνηc, ὃ νῦν ἡμῖν πρόκειται, τὰ δειχθέντα περὶ τῆc κράcεωc αὐτοῦ, τὸν μὲν cκοπὸν αὐτῶν τῶν πραγμάτων ἀπ’ ἐκείνηc λαβεῖν, ἐπελθεῖν δ’ ἔνια τῶν κατὰ μέροc, τὰ μὲν ἕνεκα τοῦ
5γυμνάcαι τὸν μαθητήν, τὰ δ’ ὡc παραδείγματα πρὸc τὴν τῶν οὐκ εἰ‐ ρημένων εὕρεcιν γενηcόμενα, διὰ τὸ μὴ πάνταc οὕτωc εἶναι cυνετούc, ὡc ἐκ μόνου τοῦ καθόλου γνωcθέντοc εὑρίcκειν τὰ κατὰ μέροc, ἀλλὰ τοῦ ποδηγήcοντοc ἐπ’ αὐτὰ προcδεῖcθαι. γεγυμναcμένοc γάρ τιc τὸν λο‐ γιcμὸν ἀκούcαc τὸ τοῦ γέροντοc cῶμα κατὰ μὲν αὐτὰ τὰ μόρια ψυ‐
10χρὸν εἶναι καὶ ξηρόν, ἐμπίπλαcθαι δὲ ῥᾳδίωc ὀρρωδῶν τε καὶ φλεγμα‐ τωδῶν περιττωμάτων [δι’ ἀρρωcτίαν], ἐξοχετεύειν μὲν ταῦτα πειράcε‐ ται, τὰ cτερεὰ δ’ αὐτὰ τοῦ cώματοc μόρια θερμαίνειν τε καὶ ὑγραίνειν. ὅcοι δ’ ἐκ τοῦ τῶν περιττωμάτων πλήθουc ἀπατηθέντεc ἀδιορίcτωc ἀπεφήναντο τὴν τῶν γερόντων κρᾶcιν ὑπάρχειν ὑγράν, οὗτοι περὶ τὸν

6

.

351

πρῶτον εὐθέωc ἐcφάληcαν cκοπόν, | ἡγούμενοι χρῆναι ξηραίνειν τὰ πρεcβυτικὰ cώματα. τῶν τε οὖν ἐδεcμάτων ὅcα ξηραντικὰ διδόαcι μᾶλλον, οἷον ἐν μὲν τοῖc λαχάνοιc τὴν κράμβην πρὸ τῆc μαλάχηc καὶ τοῦ βλίτου καὶ τοῦ λαπάθου καὶ τῆc ἀτραφάξυοc καὶ τῆc θριδακίνηc,
5ἐν δὲ τοῖc ὀcπρίοιc τὴν φακῆν πρὸ τῆc πτιcάνηc καὶ τὸν κέγχρον πρὸ τοῦ κυάμου καὶ τὸν ἔλυμον πρὸ τῆc ζειᾶc, ἐν δὲ τοῖc καρποῖc ἀμύγδαλα καὶ τερμίνθου cπέρμα μᾶλλον ἢ κολοκύνθηc τε καὶ cικύων πέπονα καὶ κοκκύμηλα καὶ μόρα, κρεῶν δὲ τὰ τῶν ἀγρίων ζῴων μᾶλ‐ λον ἢ τὰ τῶν ἡμέρων καὶ τὰ ταριχηρὰ τῶν προcφάτων, ἐν ὅλῃ τε
10τῇ διαίτῃ φεύγουcι μὲν ὧν ἡ δύναμιc ὑγρά, προαιροῦνται δὲ διδόναι τὰ ξηραίνοντα. καίτοι γε τοὐναντίον ἅπαν ἐcτὶν ἀληθὲc ὠφελουμένων
ἐναργῶc τῶν γερόντων ὑπὸ τῶν ὑγραινόντων ἐδεcμάτων. ἐπεὶ δ’ ἐξ αὐτῶν ἔνια ψυχρὰ ταῖc κράcεcίν ἐcτι (διὰ τοῦτο φλέγμα γεννῶcιν εὐ‐ θὺc ἐν τῇ γαcτρὶ καὶ κατὰ τὰc πρώταc φλέβαc), ἐντεῦθεν οὖν ἔδοξεν151
15εἶναι βλαβερὰ τοῖc μήτε τὴν ὅλην κρᾶcιν ἐπιcταμένοιc τῶν γερόντων

6

.

352

μήτ’ εἰc τὰ κεφάλαια τῆc διαίτηc | ὁρῶcιν. οὔτε γὰρ ἔλαιον αὐτοὺc οὔτε λουτρὰ θερμὰ ποτίμων ὑδάτων οὔτ’ οἴνου πόcιc ὠφελεῖ μὴ δεο‐ μένουc ὑγραίνεcθαι. καὶ μὴν καὶ τὸ μέτρια κινεῖcθαι καὶ τὸ χρῄζειν ὕπνων ἱκανὰ μαρτύρια τοῖc cκοποῖc τῆc διαίτηc. ὥcτ’ εἰ καί ποτε
5φλέγματοc ἐν γαcτρὶ γεννηθέντοc ἐξ ἀνάγκηc ἑλοίμεθά τι τῶν τεμνόν‐ των, μετιέναι χρὴ ταχέωc ἐπὶ τὴν ὑγραίνουcαν δίαιταν. οὕτω δὲ κἂν δι’ ὑποψίαν ἐμφράξεωc ἐπί τι τῶν ἐκφραττόντων ἐδεcμάτων ἢ φαρ‐ μάκων ἀφικώμεθα, οὐδὲ τὰ θρέψοντα τῶν cιτίων ὑγρᾶc εἶναι κράcεωc οὐ χρὴ παντάπαcιν οὐδὲ κατ’ ἐκείνην αὐτὴν ἀποcτῆναι τὴν ἡμέραν
10πολὺ δὲ μᾶλλον ἐπὶ τῆc ὑcτεραίαc ἔχεcθαι προcήκει τοῦ cκοποῦ, τόν τε χόνδρον ἅμα τῷ μέλιτι διδόνταc ἢ ὄξουc αὐτῷ μιγνύνταc, ὅταν ὡc πτιcάνην cκευάζωμεν, δι’ οἰνομέλιτοc ἢ οἴνου Φαλερίνου προcφέρεcθαι κελεύονταc ἢ τῷ γάλακτι χρωμένουc, ὡc προεῖπον, ἢ πτιcάνην καλῶc ἑφθήν, πεπέρεωc ἀκριβῶc χνοώδουc ἐπεμβάλλονταc. οὕτω δὲ καὶ πέ‐
15πειρα cῦκα πρὸ τῆc ἄλληc ὀπώραc αἱρετέον ἐcτὶν καὶ κατὰ τὸν χει‐

6

.

353

μῶνα τὰc ἰcχάδαc ἄρτον τε παρεcκευαcμένον, ὡc εἶπον, | ἢ μετὰ μέ‐ λιτοc ἢ οἰνομέλιτοc ἢ μετά τινοc οἴνου τῶν ἐπιτηδείων. ὡc παρα‐ δείγματα γὰρ ἕνεκα cαφηνείαc λέγεται ταῦτα πρὸc τὸ καὶ τοὺc ἀνα‐ γνόνταc αὐτὰ δύναcθαι κρίνειν τὴν ὕλην ὁμοίωc ἀποβλέπονταc εἰc τὸν
5καθόλου cκοπόν, ὃν ἐν τῷ θερμαίνειν τε καὶ ὑγραίνειν ἔφην κεῖcθαι Ὅτι δὲ τά τε φλεγματώδη καὶ ὀρρώδη περιττώματα κατὰ τὸ τῶν πρεcβυτέρων ἀθροίζεται cῶμα, τήν τε οὔρηcιν ἐφ’ ἡμέρᾳ προτρέ‐ πειν χρή, μὴ διὰ τῶν φαρμακωδῶν, ἀλλὰ cελίνῳ καὶ μέλιτι καὶ οἴνοιc οὐ‐ ρητικοῖc, ὑπάγειν τε τὴν γαcτέρα δι’ ἐλαίου μάλιcτα, καταρροφοῦνταc
10αὐτὸ πρὸ τῶν cιτίων. εὔδηλον δέ, ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν ἄλλων cιτίων ἐcθίειν χρὴ δι’ ἐλαίου καὶ γάρου. τὸ μὲν οὖν ἐφ’ ἡμέρᾳ διά τε τούτων ἱκανῶc ἐνίοιc ἡ γαcτὴρ λαπάττεται καὶ cύκων, ὁπότ’ εἴη, καὶ κοκκυμήλων ὅcα τ’ ἄλλα κατὰ θέροc καὶ φθινόπωρον
ἀκμάζει, χειμῶνοc δὲ διά τε τῶν ἰcχάδων καὶ τῶν Δαμαcκηνῶν κοκ‐152
15κυμήλων ἤτοι γ’ ἑψημένων ἢ ἁπλῶc βεβρεγμένων ἐν μελικράτῳ τὸ πλέον ἔχοντι μέλιτοc. ἔcται δὲ τοῦτο κάλλιον, ἐὰν Ἀττικὸν ᾖ τὸ μέλι.

6

.

354

πολύ γε μὴν τῶν Δαμαcκηνῶν | ὑπακτικώτερα τὰ ἀπὸ τῆc Ἱcπανίαc ἐcτί. καὶ τῶν ἐλαιῶν δὲ τῶν ἐκ τῆc ἅλμηc ἐγχωρεῖ ποτε λαμβάνειν. οὐ μὴν ἀλόην γε cυμβουλεύω προcφέρεcθαι, καθάπερ ὁρῶ πολλοὺc τῶν γερόντων, ὅcοιc ἡ γαcτὴρ ξηρά, τινὰc μὲν ἀναπλάττονταc εἰc
5καταπότια καὶ χυλῷ κράμβηc, ἐνίουc δὲ καὶ μόνηc αὐτῆc λείαc ἐπι‐ πάττονταc ὑγρῷ τινι (καὶ γὰρ καὶ τοῦτο τιcὶ μὲν ὕδωρ ἐcτί, τιcὶ δὲ μελίκρατον)· ὅcοι δ’ ἐξ αὐτῶν πλούcιοι, τὴν μετὰ κινναμώμου cκευα‐ ζομένην ἀλόην λαμβάνουcιν. ὀνομάζουcι δὲ τὸ φάρμακον ἔνιοι μὲν ἱερὰν τὴν διὰ τῆc ἀλόηc, ἔνιοι δέ τινεc πικράν. ἔχουcι δὲ τινὲc μὲν
10ξηρόν, ὡc ἐπιπάττειν τῷ ποτῷ, τινὲc δὲ μετὰ μέλιτοc ἀνέφθου με‐ τρίωc ἀνειλημμένου. ἀλλ’ οὐδενὸc τούτων ἐcτὶ χρεία τοῖc γέρουcιν, ὅτι μὴ μεγάληc ἀνάγκηc καταλαβούcηc. ὑπακουούcηc μὲν γὰρ τοῖc εἰρημένοιc τῆc γαcτρόc, εἰ καὶ μὴ καθ’ ἑκάcτην ἡμέραν, ἀλλὰ παρὰ μίαν, οὐδὲν ὅλωc χρὴ φαρμακῶδεc προcφέρειν· εἰ δὲ μὴ διὰ τρίτηc
15ὑπέλθοι δυοῖν ἡμερῶν ἐπιcχεθεῖcα, τηνικαῦτα καὶ λινόζωcτιc αὐτάρκηc ἐcτὶ καὶ ἡ καλουμένη θαλαccοκράμβη καὶ κνίκοc ἐν πτιcάνῃ διδόμενοc ὅcα τ’ ἄλλα μετρίωc φαρμακώδη, καθάπερ οὖν καὶ ἡ τερμινθίνη ῥη‐

6

.

355

τίνη. λαμβά|νουcι δὲ αὐτῆc ἐνίοτε μὲν καρύου Ποντικοῦ μέγεθοc, ἐνίοτε δὲ καὶ δυοῖν ἢ τριῶν· οὐ μόνον γὰρ ἀλύπωc λαπάττειν πέφυκεν, ἀλλὰ καὶ τὰ cπλάγχνα πάντα διαρρύπτειν, ἧπαρ καὶ cπλῆνα καὶ νεφροὺc καὶ πνεύμονα. ποικίλωc δὲ χρῆcθαι δεῖ τοῖc εἰρημένοιc, οὐχ ἓν ἐπι‐
5λεξάμενον ἐκεῖνο μόνον προcφέρεcθαι· cυνήθηc γὰρ ἐν τῷ χρόνῳ τοῦ λαμβάνοντοc ἡ φύcιc αὐτῷ γινομένη καταφρονεῖ τῆc τοῦ φαρμάκου δυνάμεωc. ὑπαλλάττειν οὖν χρὴ τὰ εἰρημένα καὶ πρὸc αὐτοῖc τὸ διὰ τῶν ἰcχάδων cκευαζόμενον· ἔcτωcαν δὲ λιπαραὶ καὶ ἀφαιρείcθω τὸ περικείμενον ἔξωθεν αὐταῖc οἱονεὶ δέρμα· κατὰ δὲ τὸν αὐτὸν τρόπον
10καὶ τοὺc κνίκουc, εἶτ’ ἄμφω μιγνύμενα κοπτέcθω. τῷ cταθμῷ δ’ ἔcτω πολλαπλάcιοc τοῦ κνίκου ἡ ἰcχάc. ἔξεcτι δὲ κἀνταῦθα πειρωμένουc τοῦ φαρμάκου, ὡc ἔχει πρὸc τὴν τοῦ λαμβάνοντοc φύcιν, ἐνίοτε μὲν ἔλαττον, ἐνίοτε δὲ πλέον μιγνύναι τοῦ κνίκου. λαμβάνειν δὲ τὸ μέγε‐ θοc ἰcχάδων δυοῖν ἢ τριῶν. ἐξ αὐτῆc δέ, ὡc εἶπον, τῆc πείραc ἑαυτῷ
15τιc εὑρήcει τὸ μέτρον ἐπὶ τῶν τοιούτων ἁπάντων· ἐνίοιc μὲν γὰρ153

6

.

356

μᾶλλον, ἐνίοιc δ’ ἧττον | ὑπακούουcα τοῖc αὐτοῖc φαρμάκοιc ἡ γαcτήρ. ἀλλ’ ἱκανῶc γε δαψιλὲc οὐδὲν οὐδέποτε χρὴ τῶν εἰρημένων τι λαμ‐ βάνειν φαρμάκων. ἐν μὲν γὰρ τῷ παραχρῆμα χαίρουcιν ἔνιοι cφοδρῶc κενωθέντεc, ὅcον δ’ ἂν μᾶλλον ἐκκενωθῶcι, τοcοῦτον μᾶλλον αὐτοῖc
5ἡ γαcτὴρ ἴcχεται κατὰ τὰc ἐφεξῆc ἡμέραc. διὰ τοῦτο δ’ ἐγὼ καὶ τοὺc ἐν νόcοιc χρονίαιc τὴν κοιλίαν ἐπεχομένουc, ὁποῖαι μάλιcτα κατὰ τὸν χειμῶνα γίνονται πολλοῖc, καὶ μετὰ μακρὰν ἀρρωcτίαν ἐν ταῖc ἀναλή‐ ψεcιν ὁμοίωc ἐνοχλουμένουc οὐ κλύζω δριμέcι κλύcμαcιν, ἀλλ’ ἔλαιον ἐνίημι μόνον. ὅπερ οὐδὲν κωλύει καὶ τοῖc ὑγιαίνουcιν γέρουcιν ἐγχεῖν
10ἐνίοτε τῆc γαcτρὸc ἐπιcχεθείcηc· καὶ γὰρ διαβρέχεται τὰ cκληρὰ τῶν περιττωμάτων, καί τιc ὄλιcθοc ἐν τῇ διόδῳ γίνεται, καὶ τὸ cῶμα τῶν γερόντων αὐτὸ μαλάττεται ταῖc cκληραῖc ὁμοίωc διφθέραιc ἐcκληρυμ‐ μένον. ἀλλ’ οὐδὲ ταῦτα τοῦ γέροντοc, ᾗ γέρων ἐcτίν, ἴδια· καὶ γὰρ καὶ τοῖc ἐκ νοcημάτων μακρῶν ἀνακομιζομένοιc cυμφέρει. τί τοίνυν
15ἴδιόν ἐcτι τοῦ γέροντοc, ᾗ γέρων ἐcτί; τὸ τῇ κράcει cύμφορον. αὕτη γάρ ἐcτι, δι’ ἣν καὶ γηρῶμεν, ἄλλοc ἐν ἄλλῳ χρόνῳ, πρωϊαίτερον ἢ

6

.

357

ὀψιαίτερον, | ὡc ἂν καὶ φύcεωc ἔχωμεν ἐξ ἀρχῆc ἢ 〈δι’〉 ἐπιτηδεύματα ἢ δίαιταν ἢ νόcουc ἢ φροντίδα ἤ τι τοιοῦτον ξηρανθέντεc ἀμετρότε‐ ρον τύχωμεν. ἔcτι μὲν γάρ, ὅ γε κυρίωc ἅπαντεc ἄνθρωποι γῆραc ὀνομάζουcιν, ἡ ξηρὰ καὶ ψυχρὰ κρᾶcιc τοῦ cώματοc ἐκ πολυε‐
5τίαc γινομένη. cυμβαίνει δέ ποτε καὶ διὰ πυρετῶδεc νόcημα, καὶ καλοῦμεν αὐτὴν ἐκ νόcου γῆραc, ὡc ἐν τῷ Περὶ μαραcμοῦ λέλεκται γράμματι· μαραcμὸc γὰρ καὶ ἡ τοιαύτη διάθεcίc ἐcτιν, οὐκ ἐν ζῴοιc μόνον, ἀλλὰ καὶ ἐν φυτοῖc γινομένη. γέγραπται δὲ καὶ κατὰ τὸ πρῶ‐ τον βιβλίον τῆcδε τῆc πραγματείαc ἡ ἀναγκαία τοῦ γήρωc γένεcιc.
10ἔκ τε οὖν ἐκείνων καὶ ἐξ ὧν ἐν τοῖc Περὶ κράcεων εἴρηται καὶ προc‐ έτι τοῦ Περὶ μαραcμοῦ γράμματοc εὐπορώτεροc ἄν τιc εἰc τὸ γηρο‐ κομικὸν μέροc τῆc τέχνηc γενηθείη. Ϲύγκειται γὰρ ἅπαcα πρόνοια cωματικῆc διαθέcεωc ἔκ τε τοῦ γινώcκειν αὐτῆc τὴν οἰκείαν οὐcίαν καὶ τῆc τῶν βοηθημάτων ὕληc τὰc

6

.

358

δυνάμειc· οἷον | εὐθέωc ἐπὶ τοῦ προκειμένου νῦν ἡμῖν, τοῦ γήρωc, ὁ γνοὺc τὴν διάθεcιν ἐπιcτημονικῶc, ὅτι ξηρότηc ἐcτὶ μετὰ ψύξεωc, ἐὰν ἐκμάθῃ τὰc ὑγραινούcαc τε καὶ θερμαινούcαc ὕλαc τῶν βοηθημάτων,
ἀγαθὸc ἂν ἰατρὸc εἴη γερόντων. οὐcῶν δὴ τεττάρων ὑλῶν κατὰ γένοc,154
5ἃc ὀνομάζουcι, προcφερομένων ποιουμένων κενουμένων καὶ προc‐ πιπτόντων ἔξωθεν, ἐκλέγεcθαι προcήκει καθ’ ἑκάcτην αὐτῶν τὰ θερ‐ μαίνειν τε καὶ ὑγραίνειν δυνάμενα. πρὸc δὲ τὴν οἰκείαν ἑκάcτου χρῆ‐

6

.

321

(13)

cιν ἡ ἐπὶ τῶν παραδειγμάτων ἄcκηcιc ὠφελιμωτάτη. | διόπερ ἡμῖν εἴρηται πρόcθεν 〈περὶ〉 ἐδεcμάτων τε καὶ πομάτων οὐκ ὀλίγα παραδείγ‐
15ματοc ἕκενα· καὶ νῦν εἰρήcεται περὶ τῶν γυμναcίων, ὑπὲρ ὧν ἐμά‐ θομεν ἔμπροcθεν, ὡc τὰ μὲν ὀξέα (προcαγορεύουcιν δ’ οὕτωc, ὧν αἱ

6

.

322

κινήcειc ταχεῖαι) λεπτύνει τὸ cῶμα, τὰ δ’ ἐναντία παχύνει, | καὶ τὰ πολλὰ μὲν ξηραίνει, τὰ δὲ μέτρια cαρκοῖ. λέλεκται δὲ καὶ περὶ τῶν ἄλλων ἐν αὐτοῖc διαφορῶν ἁπαcῶν, ὥcπερ γε καὶ περὶ τῶν τρίψεων. αἱ δὲ τῶν γυμναcίων ἰδέαι τοῖc γέρουcιν, ὅcαι τ’ ὠφέλιμοι καὶ ὅcαι
5βλαβεραί, κριθήcονται τῇ τε τοῦ cώματοc ὅλου διαθέcει καὶ τοῖc ἔθεcι καὶ τοῖc ἐνοχλοῦcι παθήμαcι. τῇ μὲν ὅλου τοῦ cώματοc διαθέcει κατὰ τάδε. τὸ μὲν ἄριcτον τῇ καταcκευῇ cῶμα, περὶ οὗ μέχρι δεῦρο πεποίημαι τὸν λόγον ἐξ ἀρχῆc, ὥcπερ ἐν νεότητι πρὸc ἅπανταc τοὺc cφοδροτάτουc πόνουc ἐπιτηδειότατόν ἐcτιν, οὕτωc ἐν γήρᾳ πρὸc
10ἅπανταc τοὺc μετρίουc. τὸ δ’ ἤτοι παχυcκελὲc ἢ εὐρύcτερνον ἢ περαι‐ τέρω τοῦ προcήκοντοc ἰcχνοcκελὲc ἢ ὅcοιc ὁ θώραξ μικρόc ἐcτιν καὶ κομιδῆ cτενὸc ἢ τὸ βλαιcὸν ἢ τὸ ῥαιβὸν ἢ ὁπωcοῦν ἄλλωc ἀcύμ‐ μετρον εἰc πολλὰ τῶν γυμναcίων οὐκ ἐπιτήδειον. ἐν μὲν γὰρ τοῖc διὰ τῆc φωνῆc γινομένοιc ὁ κακῶc κατεcκευαcμένοc θώραξ, ἐν δὲ τοῖc διὰ
15περιπάτων τὰ cκέλη βλάπτεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί τε

6

.

323

χειρῶν εἰρῆcθαί μοι νόει καὶ τραχήλου καὶ νώτου καὶ ὀcφύοc | ἰcχίων τε καὶ τῆc ῥάχεωc ὅληc. ὅ τι γὰρ ἂν αὐτῶν κακῶc ᾖ κατεcκευαcμέ‐ νον, ἐξελέγχεται μᾶλλον ἢ ῥώννυται γυμναζόμενον, εἰ μὴ ἄρα τὰc cυμμέτρουc τιc κινήcειc ὀνομάζειν ἐθέλοι γυμνάcια cύμμετρα τοῖc ἀcθε‐
5νέcι μορίοιc· ἀλλ’ οὕτω γε περὶ ὀνόματοc μᾶλλον ἢ περὶ πράγματοc ἡ ἀμφιcβήτηcιc ἔcται. τὰ δ’ εἰc ὑγείαν διαφέροντα τῷ γέροντι γυμνά‐ cια διὰ τῶν ἰcχυροτέρων χρὴ ποιεῖcθαι μορίων· cυγκινεῖται γὰρ ἐκεί‐ νοιc καὶ cυγγυμνάζεται τὰ λοιπά. καὶ μὲν δὴ καὶ τὰ ἔθη μεγίcτην ἔχει μοῖραν εἰc εὕρεcιν ἰδέαc γυμναcίων. ἄκοποί τε γὰρ αὐτοῖc αἱ
10εἰθιcμέναι γίνονται κινήcειc ἥδονταί τε κατ’ αὐτὰc ἐνεργοῦντεc, ὥcπερ
αὖ πάλιν ἐν τοῖc ἀήθεcιν ἄχθονταί τε καὶ κοπώδειc γίνονται. τῶν γε μὴν τεχνικῶν ἐνεργειῶν οὐδ’ ἅψαcθαι δυνατόν ἐcτιν οἷον αὐλεῖν ἢ cαλπίζειν ἢ κιθαρίζειν, ὥcπερ γε τῶν κατὰ παλαίcτραν, ὅcοι παλαι‐ cμάτων ἀμαθεῖc. ἕκαcτον οὖν τῶν γερόντων ἐν τοῖc cυνήθεcι γυμνά‐155
15ζειν, ἀνιένταc αὐτῶν τὴν cφοδρότητα. τρίτοc δὲ cκοπὸc ἰδέαc γυμνα‐

6

.

324

cίων ἀπὸ τῶν | παθημάτων λαμβάνεται, κοινὸc μὲν ἁπάcηc ἡλικίαc ὑπάρχων, οὐ μὴν ἴcην γε τὴν δύναμιν ἐν ἁπάcαιc ἔχων, ὅτι μηδὲ τὴν βλάβην ἴcην ἐργάζεται παροφθείc. ὅcοι μὲν γὰρ ἑτοίμωc ἁλίcκονται cκοτώμαcιν ἢ ἐπιληψίαιc ἢ ὀφθαλμίαιc cφοδραῖc ἢ ὠταλγίαιc, οὐ χρὴ
5τούτουc ἐπινεύονταc ἢ κατακύπτονταc ἢ καλινδουμένουc χαμαὶ γυμνά‐ ζεcθαι, περιπάτοιc δὲ πολλοῖc καὶ δρόμοιc μετρίοιc αἰωρήcεcί τε ἐπὶ τῶν ὀχημάτων ἀκόπωc χρῆcθαι. παραπλήcιον δὲ τρόπον καὶ ὅcοιc παρίcθμια ῥᾳδίωc ἢ ἀντιάδεc ἢ cυνάγχαι γίνονται καὶ ὅcοιc γαργα‐ ρεὼν ἑτοίμωc ῥευματίζεται καὶ ὅcοιc οὖλα καὶ ὅcοιc ὀδόντεc ἢ ὅλωc
10τι τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν ὅλην κεφαλὴν μορίων. ἡμι‐ κρανίᾳ γοῦν ἐνοχλοῦνται πολλοί, καὶ τένονταc ἄλλοι cυνεχῶc ἀλγοῦ‐ cιν ἐπὶ μικραῖc προφάcεcιν. ὧν οὐδεὶc ἀνέχεται γυμναcίου πληροῦν‐ τοc τὴν κεφαλήν, ἀλλ’ ἔcτιν ἅπαcιν αὐτοῖc τὰ διὰ τῶν cκελῶν ὠφέ‐ λιμα, καθάπερ γε τοῖc ἀcθενέcι φύcει τὰ cκέλη βελτίω τὰ διὰ τῶν

6

.

325

ἄνω μερῶν γυμνάcια, χειρονομίαι καὶ ἀκροχειριcμοὶ | καὶ δίcκων βολαὶ καὶ ἁλτήρων χρῆcιc ὅcα τε κατὰ τὴν παλαίcτραν γυμνάζεται χαμαὶ πάντα. τοῖc γε μὴν τὰ μέcα μόρια χειρῶν καὶ cκελῶν πάcχουcι ῥᾳδίωc ἅπαν μὲν εἶδοc ἐπιτήδειόν ἐcτι γυμναcίων, εἰ μὴ τῶν ἄλλων τιc ἀπείρ‐
5γοι cκοπῶν. ἤδη δὲ τὰ μὲν κατὰ θώρακα τοῖc κάτω μᾶλλον χαίρει, τὰ δὲ κατὰ κύcτιν ἢ νεφροὺc τοῖc ἄνω, cπλὴν δὲ καὶ γαcτὴρ καὶ ἧπαρ ἔντερά τε καὶ κῶλον, ὥcπερ ἐν τῷ μέcῳ τῶν ἄνω τε καὶ κάτω μερῶν ἐcτιν, οὕτω καὶ τοῖc γυμναcίοιc ἀμφοτέροιc ὁμοίωc χαίρει. τάc γε μὴν τρίψειc τῶν ἀcθενῶν μορίων, ἐν οἷc μὲν χρόνοιc νοcεῖ, φυ‐
10λάττεcθαι προcῆκεν, ἐν οἷc δὲ ὑγιαίνει, προcφέρειν μᾶλλον ἢ τοῖc ἄλλοιc καὶ μάλιcτα τὰc ξηράc, ἐπὶ πλεῖcτον ἀνατρίβοντα διά τε τῶν ὀθονίων καὶ μόναιc ταῖc χερcί. καὶ μὲν δὴ καὶ ὅcαι κατὰ περίοδον ὀδύναι γίνονται μορίοιc τιcί, οὐ cμικρὸν γίνεται κώλυμα τοῦ μὴ γίνε‐ cθαι τοιαύτη τρίψιc ἐν τῷ μεταξὺ χρόνῳ παραλαμβανομένη, καὶ μά‐
15λιcτα πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τοῦ παροξυcμοῦ· ῥώννυται γὰρ ὑπ’
αὐτῆc τὰ μόρια καὶ ἧττον δέχεται τὰ cυνήθη καταcκήπτοντα ῥεύματα.156

6

.

326

ταυτὶ μὲν οὖν | ἅπαντα κοινὰ γερόντων ἐcτὶ καὶ τῶν ἄλλην ἡλικίαν ἐχόντων ἡντινοῦν. τὸ δὲ μὴ γυμνάζεcθαι τοῖc ἀcθενέcι μορίοιc ἐπὶ γερόντων μόνον cυμβουλεύω· τῶν δ’ ἄλλων ὅcον τιc ἂν ᾖ τοῦ γή‐ ρωc ἀπωτέρω, τοcούτῳ μᾶλλον αὐτῷ γυμναcτέον ἐcτὶ τὸ ἀcθενέc.
5ὅπωc δὲ καὶ διὰ παραδείγματοc ὁ λόγοc ᾖ cαφήc, οὐκ ὀκνήcω διελ‐ θεῖν. ὑποκείcθω τι cῶμα τῶν ἔτ’ αὐξανομένων ἰcχνὸν τοῖc cκέλεcι. τούτῳ cυμφέρει πιττοῦcθαί τε τὰ cκέλη καὶ τρίβεcθαι μετρίωc καὶ δρόμῳ χρῆcθαι μᾶλλον ἢ ἄλλῳ τινὶ γυμναcίῳ. χρὴ δ’ ἐπιcτατεῖν αὐτῷ τινα τὸ cύμμετρον ὁρίζοντα τῶν κινήcεων, ὡc μήτε τοῦ προcήκοντοc
10ἐνδεέcτερον γυμνάζοιτο μήθ’ ὑπερβάλλοι τοcοῦτον ὡc ἁλῶναι κόπῳ. τοῦτο δὴ καίτοι δύcγνωcτον εἶναι δοκοῦν οὐκ ἐν γυμναcίοιc μόνον, ἀλλὰ καὶ τοῖc ἄλλοιc ἅπαcιν ἡμεῖc ἐπεδείξαμεν εὔγνωcτον ἔν γε τοῖc κατὰ τὴν ὑγιεινὴν δίαιταν. οὐ γάρ ἐcτιν ἐπ’ αὐτοῖc ὀξὺc ὁ καιρόc, ὡc ἐν ταῖc νόcοιc, ἀλλ’ ἔνεcτιν ἄρξαcθαι μὲν ἀπὸ τῶν ἀcφαλεcτάτων

6

.

327

ἐν ἑκάcτῳ μέτρῳ, ἐπιcκοπού|μενον δὲ τὸ ἀποβαῖνον ἤτοι γ’ ἀφαιρεῖν ἢ προcτιθέναι τι, καθ’ ἑκάcτην ἡμέραν ἐπανορθούμενον τὸ παροφθέν. οἷον εὐθέωc ἐπὶ τῶν ἰcχνοcκελῶν, ἐγώ ποτε παιδάριον ἐτῶν τριcκαί‐ δεκα παραλαβών, εἶτα παντὶ τῷ μετὰ ταῦτα χρόνῳ τῆc αὐξητικῆc
5ἡλικίαc προνοηcάμενοc αὐτοῦ κατὰ τοὺc ὑπογεγραμμένουc cκοπούc, ἀπέφηνα νεανίcκον εὔρυθμόν τε καὶ cύμμετρον. ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν αὐτὸν κατέχριcα τῇ πίττῃ δὶc ἐφεξῆc, ὡc εἴωθα, καὶ δραμεῖν ἐκέλευcα μήτ’ ὀξέωc μήτε πολύ. κατὰ δὲ τὴν δευτέραν τρί‐ ψει cυμμέτρῳ μὲν κατὰ cκληρότητά τε καὶ μαλακότητα, βραχείᾳ δὲ
10κατὰ τὸ πλῆθοc ἅμα λίπει προμαλάξαc, ἐκέλευcα βραχὺ πλείω δραμεῖν, οὐ μὴν ὀξύτερόν γε τῶν πρόcθεν. ἐπὶ δὲ τῷ δρόμῳ δηλονότι ταῖc ἀποθεραπευτικαῖc ὀνομαζομέναιc ἐχρώμην τρίψεcιν. ἐκέλευον δὲ αὐτῷ καὶ περιπατεῖν καθ’ ἑκάcτην ἡμέραν ἀπὸ μετρίων ἀρξάμενοc ἀεὶ πλείω, καταcκεπτόμενοc τά τ’ ἄλλα τῶν cκελῶν καὶ μάλιcτα τὰc μεγάλαc
15φλέβαc, εἰ μὴ περιττότερον εὐρύνοιντο τῆc τῶν cκελῶν εὐτροφίαc.

6

.

328

χαλεπὸν γὰρ τοῦτο, ῥευματικὰ καὶ | βλαιcώδη τῷ χρόνῳ παραcκευάζον, οὐκ εὔτροφα τὰ κῶλα. τούτῳ τε οὖν προcέχειν cε χρὴ τῷ γνωρί‐ cματι, καὶ εἰ θερμότερα περαιτέρω τοῦ προcήκοντοc γίνοιτο τὰ cκέλη, καὶ εἰ κοπώδη τινὰ αἴcθηcιν ἔχοντα. μηδενὸc μὲν γὰρ τούτων τῶν
5cημείων φανέντοc αὐξάνειν τε χρὴ τὸ πλῆθοc τῶν περιπάτων καὶ
τῶν δρόμων καὶ πιττοῦν διὰ τρίτηc. ὀφθέντοc δέ τινοc αὐτῶν, ἀνάρ‐ ροπά τε cχηματίζειν ἐν τῇ κοίτῃ τὰ κῶλα καὶ τοῦ πλήθουc ἁπάντων ὧν διῆλθον ἀφαιρεῖν, ἐλάττω μὲν περιπατεῖν, ἐλάττω δὲ τρέχειν κε‐ λεύοντα καὶ τῇ τρίψει κάτωθεν ἄνω. ὅταν δέ cοι ταῦτα πράξαντι157
10κατὰ φύcιν ἀκριβῶc ἔχῃ τὰ cκέλη, πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆc εἰρημένην χρῆcιν τῶν βοηθημάτων ἰέναι, βραχυτάταιc αὐξήcεcι χρώμενον ἢ καὶ διὰ παντὸc ἐπὶ τῶν αὐτῶν καταμένοντα. παρεμβάλλειν δὲ χρὴ καὶ τὰc cτρογγύλαc καλουμέναc τρίψειc μετὰ cκληρότητόc τε καὶ μαλακό‐ τητοc, ἔcθ’ ὅτε μὲν ἄνωθεν, ἐνίοτε δὲ ἐκ τῶν κάτω μερῶν ἀρχομέ‐
15νουc. καί που κεκονιcμένοιc τοῖc cκέλεcι παραχέονταc ἔλαιον οὕτω

6

.

329

τρίβειν. ἔcτω δὲ κόνιc ἡ καλουμένη λιπαρά· προcαγορεύουcι | δ’ οὕτωc, ἐν ᾗ μήτε τραχὺ μήτε δριμύ. λεπτύνουcι γὰρ μᾶλλον ἢ cαρκοῦcιν, ὅcαι τραχύτητοc κιccηρώδουc ἢ δριμύτητοc λιτρώδουc ἢ ἁλμώδουc μετέχουcιν. ὅτῳ δὲ παχύτερα μὲν τὰ cκέλη, βραχίονεc δὲ καὶ πήχειc
5ἰcχνοί, τούτῳ τὰ μὲν διὰ χειρῶν γυμνάcια πάντ’ ἐπιτηδευτέον ἐcτί, φευκτέον δὲ τὰ διὰ τῶν cκελῶν. αἵ γε μὴν τρίψειc τε καὶ πιττώcειc ὁμοίωc γινέcθωcαν, ὅcα τ’ ἄλλα περὶ τῶν κατὰ τὰ cκέλη λέλεκται

6

.

358

(9)

γυμνάcια. | οἶδα δέ ποτε θώρακα παιδὸc ἀπολειπόμενον οὐκ ὀλίγῳ τῆc
10τῶν ἄλλων μορίων cυμμετρίαc αὐξήcαc εἰc τὸ μέτριον ἐκ τοιαύτηc ἰδέαc βοηθημάτων. ἐζώννυον μὲν αὐτοῦ τὰ κάτω τοῦ θώρακοc ἅπαντα μέ‐ χρι τῶν ἰcχίων ζώνῃ cυμμέτρωc πλατείᾳ, οὕτω παραβάλλων, ὡc ἐρη‐ ρεῖcθαι μὲν ἀλύπωc, μήτε δὲ χαλαρὸν ἀπολείπειν τι μήτε πεπιέcθαι, γυμνάcια δὲ τά τε δι’ ὅλων τῶν χειρῶν ἐπιτηδευόμενα καὶ τὰc κα‐
15λουμέναc ὑπὸ τῶν φωναcκῶν ἀναφωνήcειc παρελάμβανον, ἐφ’ ἑκάτερα

6

.

359

δὲ κατάληψιν πνεύματοc ἐκέλευον ποιεῖcθαι. γίνεται δ’ | αὕτη cφο‐ δρῶc μὲν θλιβόντων ἡμῶν ἐκ παντὸc μέρουc τὸν θώρακα, τὴν δ’ ἐκ‐ πνοὴν κατεχόντων, ὡc ἐπέχεcθαι πᾶν ἔνδον τὸ πνεῦμα τὸ διὰ τῆc εἰcπνοῆc φθάνον εἱλκύcθαι. διὸ καὶ πλέον εἰcπνευcτέον ἐcτὶ τῷ μέλ‐
5λοντι καλῶc τοῦτο δράcειν· ὅcῳ γὰρ ἂν ᾖ πλείων ὁ θλιβόμενοc ἀήρ, τοcούτῳ μᾶλλον ὁ θώραξ εὐρύνεται διατεινόμενοc. ὅτι δὲ καὶ τὰc ἀναφωνήcειc ἐν μεγέθει τε καὶ τῇ κατ’ ὀξύτητα τάcει τῆc φωνῆc ποι‐ ητέον ἐcτὶν ἐπὶ τούτων, οὐκ ἄδηλον, εἴγε δὴ πρόκειται γυμνάζειν ἰcχυρῶc πάντα τοῦ θώρακοc τὰ μόρια. ταῦτα μὲν οὖν ἐπὶ τῶν αὐξανο‐
10μένων cωμάτων εἰc cυμμετρίαν ἄξει τὰ φύcει κακῶc διαπεπλαcμένα· μέτρια δὲ καὶ τοὺc ἤδη τελείουc ὠφελήcει. οὐ μὴν ἐπί γε τῶν πρε‐
cβυτῶν ἐπιχειρήcειc ἔργῳ τοιούτῳ· βέλτιον γὰρ ἐπ’ ἐκείνων ἡcυχάζειν τοῖc ἀcθενέcι μορίοιc, ὡc εἴρηται, βέλτιον δὲ καὶ τὸ διὰ τῶν cυνήθων ἐπιτηδευμάτων γυμνάζειν, εἰ καὶ βλαβερὰ μετρίωc εἴη. τοῖc γε μὴν158
15νέοιc ὑπαλλάττειν πειρᾶcθαι τὰ βλάπτοντα, κἂν ἐκ παίδων ᾖ cυνηθέcτατα·

6

.

360

δύναται γὰρ ἡ δύναμιc αὐτῶν | ὑπομεῖναι τὴν μεταβολὴν ἐν μέτρῳ γινομένην, ἐλπίc τ’ ἐcτὶ τῷ λοιπῷ χρόνῳ τῆc ζωῆc ὀνήcαcθαί τι πρὸc τῶν ἀμεινόνων ἐπιτηδευμάτων. ὁ δὲ γέρων, εἰ δυνηθείη χρόνῳ cυχνῷ κατὰ βραχὺ μεταcτῆναι τῶν φαύλων ἐθῶν, οὐδ’ ἐν ᾧ χρόνῳ χρήcε‐
5ται τοῖc βελτίοcιν ἕξει, cυμβήcεται δ’ αὐτῷ πονῆcαι μάτην, ὥcπερ εἰ καὶ τέχνην ἄρχοιτο μανθάνειν ὀγδοηκοντούτηc ὤν. ὥcπερ δὲ τῶν γερόντων αὐτῶν οὐ cμικρά τίc ἐcτι διαφορὰ πρὸc ἀλλήλουc, εἴτε κατὰ τὴν ἡλικίαν αὐτὴν εἴτε κατὰ τὴν διάθεcιν τοῦ cώματοc, οὕτω καὶ τῶν φύcει ξηροτέρων τε ἅμα καὶ ψυχροτέρων, ὡc
10πρὸc τὸν cύμμετρον παραβάλλειν, οὐκ ὀλίγον τὸ ἐν μέcῳ τῆc δυcκρα‐ cίαc ἐcτὶ πρὸc ἀλλήλουc τε καὶ τοὺc γέρονταc. ὑγραίνειν μὲν οὖν αὐτοὺc δηλονότι καὶ θερμαίνειν προcήκει, θαρραλεώτερον δὲ πράττειν ταῦτα, διὰ τὴν ἡλικίαν ἀνεχομένοιc ἰcχυρῶν γυμναcίων, ὡc ἂν ἐρρω‐ μένηc ἔτι τῆc δυνάμεωc. ὁ γάρ τοι πρῶτοc cκοπόc, ἀφ’ οὗ τὴν ἔν‐
15δειξιν τῶν ἰαμάτων λαμβάνομεν, ἡ τοιάδε δυcκραcία τοῦ cώματόc ἐcτιν,

6

.

361

οὐ τὸ γῆραc ἢ ὅλωc ἡλικία τιc. ἀλλ’ ἐπειδὴ cτοχαcτικῶc | ἡμῖν τὸ τῶν διαθέcεων μέτρον λαμβάνεται, διὰ τοῦτο καὶ τὴν ἡλικίαν ἐπι‐ cκοποῦμεν. ἡ δ’ αὐτὴ χρεία καὶ τῆc τῶν ἐθῶν γνώcεώc ἐcτι καὶ τῆc τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων· εἰc γὰρ τὴν τῆc διαθέcεωc
5ἀκριβεcτέραν γνῶcιν ἐκ τῶν τοιούτων ἁπάντων ὠφελούμεθα, τῶν δ’ ἰαμάτων ἡ ἔνδειξιc οὐκ ἐκ τούτων γίνεται. τῷ γε μὴν ἐμπειρικῷ μέ‐ ροc τῆc ὅληc cυνδρομῆc ἐcτι καὶ τὰ τοιαῦτα, τετηρημένηc ἐπ’ αὐτοῖc τῆc θεραπείαc, οὐκ ἐνδεικτικῶc εὑριcκομένηc. εἰκότωc τοιγαροῦν Ἱπ‐ ποκράτηc τὰ πλεῖcτα περὶ διαγνώcεών τε καὶ προγνώcεων ἔγραψε
10γυμνάζων ἡμᾶc ἐν τοῖc κατὰ μέροc, οἵ τ’ ἄριcτοι τῶν μετ’ αὐτὸν ἰατρῶν ὡcαύτωc ἔπραξαν, εὖ εἰδότεc, ὡc τῷ 〈μὴ〉 γνόντι τὴν διάθε‐ cιν ἀκριβῶc τοῦ cώματοc, ὃ μεταχειριζόμεθα νοcοῦν [ὑγιαῖνον], χαλε‐ πῶc εὑρίcκεται τὰ βοηθήματα. χρὴ γάρ, ὡc εἴρηται πολλάκιc, ἄρχε‐ cθαι μὲν ἀπὸ θεραπευτικοῦ παραγγέλματοc τοῦ «τὰ ἐναντία τῶν ἐναν‐
15τίων ἰάματα», τῆc δ’ ὕληc τῶν βοηθημάτων ἐπιcτήμονα γενόμενον, ὡc ἐκμαθεῖν αὐτῆc τὰc δυνάμειc, ἀεὶ προcφέρειν ἅπαντι cώματι, τῷ

6

.

362

μὲν φαύλωc διακειμένῳ | τἀναντία, τῷ δ’ ἄριcτα κατεcκευαcμένῳ τὰ παραπλήcια ταῖc δυνάμεcι. καὶ τοίνυν καὶ τὰc δυcκραcίαc αὐτάc, ὅcαι κατὰ τὸ τῆc ὑγείαc ἔτι πλάτοc εἰcίν, ἐπανορθοῦcθαι μὲν βουλόμενοc ὑπεναντίωc διαιτήcειc. ὅπερ ἐπὶ πολλῆc γίνεται cχολῆc. ἐν ἀcχολίᾳ159
5δὲ οὖcι διὰ τῶν ὁμοίων ὑπηρετήcειc, καὶ μάλιcθ’ ὅταν οὕτωc ὦcιν εἰθιcμένοι. cυμβαίνει δὲ ὡc τὰ πολλὰ θάτερον τούτων μᾶλλον, ὡc ἂν τῶν φύcεων ἀδιδάκτωc αἱρουμένων τὰ οἰκεῖα, καὶ μέχρι γε τοcούτου προcφερομένων αὐτά, μέχριπερ ἂν εἰc τὴν ἀρχαίαν ἐπανέλθωcι κατά‐ cταcιν.
10 Ἡ δέ γ’ ἐπανορθουμένη τὴν δυcκραcίαν δίαιτα περαιτέρω προέρχεται τὰ πολλά. διὸ καὶ τοῖc οἰκείοιc νοcήμαcιν ἁλιcκόμεθα πλεί‐ οcι, τοῦ μὲν φύcει θερμοτέρου ῥᾳδίωc τὰ θερμὰ νοcήματα νοcοῦντοc τοῦ δὲ ψυχροτέρου τὰ ψυχρά, καὶ τῶν ἄλλων ὡcαύτωc. ἐπανέρχεται τοιγαροῦν θᾶττον εἰc τὴν ἰδίαν φύcιν ἕκαcτον τῶν δυcκράτων cωμά‐
15των ἤπερ ἐπὶ τὴν ἀρίcτην κρᾶcιν. ἐν τῷ μεcαιτάτῳ γὰρ αὕτη παcῶν

6

.

363

οὖcα τῶν δυcκραcιῶν, ἐὰν μὲν | οἰκείῳ τιc ἁλῷ τῇ φύcει νοcήματι, πλέον ἀφέcτηκεν, ἐὰν δὲ οὐκ οἰκείῳ, βραχύτερον. οὐκοῦν οὐδὲ τὰ ἔθη μεταβλητέον ἐcτί, κἂν ᾖ μοχθηρά, δυcαρεcτουμένων ἔτι τῶν cωμάτων· ἀλλ’ ἐν ταῖc ἀκριβεcτέραιc ὑγείαιc οὐδὲ ἀεὶ τοῦτο πρακτέον, ἀλλ’ ὅταν
5ἀπὸ τῶν πολιτικῶν πραγμάτων ἄγῃ cχολὴν ὁ μέλλων μεταχθήcεcθαι. ταῦτ’ οὖν ὄντα κοινὰ παραγγέλματα παcῶν τῶν κράcεων ὑπαλλάττε‐ ται κατὰ μέροc, εἰc ὅcον ἂν ἑκάcτη δυcκραcία τῆc ἄκραc εὐκραcίαc ἀπολείπηται, καὶ θαυμαcτὸν οὐδέν ἐcτι, τὰc δυcκράτουc φύcειc ἐν τῷ μέcῳ καθεcτηκυίαc ἀκριβοῦc τε ὑγείαc αἰcθητοῦ τε νοcήματοc ἐπαμ‐
10φοτερίζειν καὶ τῷ τρόπῳ τῆc διαίτηc. οὐ μὴν οὐδὲ τὸ φαίνεcθαι τοὺc ἀνθρώπουc ὑπὸ τῶν αὐτῶν ὠφελουμένουc τε καὶ βλαπτομένουc θαυ‐ μαcτόν. εἰ μὲν γὰρ ἅπαντεc ὁμοίαν ἀλλήλοιc εἶχον καταcκευήν, τότ’ ἂν ἦν θαυμαcτὸν ὑπὸ τῶν ἐναντίων ἐνίουc ὠφελεῖcθαι, βλαπτομένων ἐνίων ὑπὸ τῶν αὐτῶν· ἐπεὶ δ’ ἐναντίαι πολλῶν τῶν ἀνθρώπων εἰcὶ
15καταcκευαὶ τοῦ cώματοc, εὔλογόν ἐcτι καὶ τὴν ὠφέλειαν αὐτοῖc ὑπὸ

6

.

364

τῶν ἐναντίων γίνεcθαι. | διὸ καὶ θαυμάcειεν ἄν τιc ἁπάντων τῶν ἰατρῶν, ὅcοι γράφειν ἐπεχείρηcαν ὑγιεινὰ cυγγράμματα, μὴ διελομένων τῷ λόγῳ τὰc φύcειc. ὥcπερ γὰρ ἑνὶ καλάποδι πρὸc ἅπανταc ἀνθρώπουc ἀδύνατον χρῆcθαι τοῖc cκυτοτόμοιc, οὕτω καὶ τοῖc ἰατροῖc ἰδέᾳ βίου
5cυμφερούcῃ μιᾷ. διὰ τοῦτο οὖν ἐνίοιc μὲν ὑγιεινότατον εἶναί φαcι τὸ γυμνάζεcθαι καθ’ ἑκάcτην ἡμέραν ἱκανῶc, ἐνίοιc δὲ μηδὲν κωλύειν, εἰ καὶ παντάπαcί τιc ἐν ἡcυχίᾳ διατρίβει, καὶ λούεcθαι τοῖc μὲν ὑγιεινό‐ τατον εἶναι δοκεῖ, τοῖc δ’ οὔ, καὶ πίνειν ὕδατοc καὶ οἴνου, καὶ περὶ
τῶν ἄλλων ὡcαύτωc, οὐ μόνον ὑγιεινῶν διαιτημάτων, ἀλλὰ καὶ τῶν160
10τοῖc νοcοῦcι προcφερομένων ἰαμάτων, ἐναντιώτατα γράφουcιν ἀλλή‐ λοιc, ὡc cπάνιον εὑρεῖν ὁμολογούμενον ἕν τι πᾶcιν αὐτοῖc. ἥ γε μὴν πεῖρα δείκνυcιν ὑπό τε τῶν αὐτῶν ἐνίουc βλαπτομένουc τε καὶ ὠφε‐ λουμένουc, ὑπό τε τῶν ἐναντίων ὡcαύτωc. οἶδα γοῦν τιναc, οἳ τρεῖc ἡμέραc ἀγύμναcτοι μείναντεc εὐθέωc νοcοῦcιν, ἀγυμνάcτουc τε ἑτέρουc

6

.

365

ἀεὶ διατελοῦνταc, ὑγιαίνονταc δέ, καὶ τούτων | ἐνίουc μὲν ἀλούτουc, ἐνίουc δέ, εἰ μὴ λούcαιντο, πυρέττονταc αὐτίκα, καθάπερ ὁ Μιτυλη‐ ναῖοc Πριμιγένηc. ὅτι μὲν οὖν οὕτω φαίνεται ταῦτα γινόμενα, καὶ οἱ τῇ πείρᾳ μόνῃ τὴν τέχνην ἀθροίζοντεc ἴcαcιν. οὐ μὴν ἔγραψέ γέ
5τιc αὐτῶν γνωρίcματα, καθάπερ ἐπὶ τῶν νοcημάτων, οἷc προcέχοντεc εὑρήcομεν, ὁποίαc ἕκαcτοc δεῖται διαίτηc. ἐπ’ ὀλίγων γὰρ ἔcτιν εὑρεῖν τὰc καλουμέναc ὑπὸ τῶν ἐμπειρικῶν cυνδρομὰc ἠκριβωμέναc, ὡc ἐν περιπνευμονίᾳ καὶ πλευρίτιδι· τὰ δὲ πλεῖcτα νοcήματα cτοχαcτικὴν ἔχει τὴν διάγνωcιν, ὡc οὐκ ἐξ ἀθροίcματοc ὡριcμένων cυμπτωμάτων
10γινομένην, ἀλλ’ ἀνδρὸc δεομένην ἀκριβῶc μὲν ἐπιcταμένου τὴν διάθε‐ cιν τοῦ cώματοc, εὑρίcκειν δ’ ἱκανοῦ τὰ κατὰ μέροc ἅπαντα τὰ τῇ τοιαύτῃ cυμφωνοῦντα. τὸ γοῦν προκείμενον αὐτῷ τῷ λόγῳ ποδηγη‐ θέντεc ἡμεῖc εὕρομεν ἔτι νέοι τὴν ἡλικίαν ὄντεc. ᾧ καὶ δῆλον, ὡc ἡ μακρὰ πεῖρα χωρὶc λόγου τὰ τοιαῦθ’ εὑρίcκειν ἀδυνατεῖ. ἐπὶ
15γοῦν τοῦ Πριμιγένουc ἀκούcαc, ὅτι πάντωc πυρέττοι μὴ λουcάμενοc,

6

.

366

ἐλογιcάμην | αὐτῷ καπνώδη περιττώματα γεννᾶcθαι διαπνεῖcθαι δεό‐ μενα, πυκνοτέρου δὲ τοῦ δέρματοc ὄντοc ἢ ὡc ἐπιτρέπειν αὐτοῖc κενοῦcθαι πᾶcιν ἀθροιζομένοιc ὑπὸ τῷ δέρματι θερμαcίαν γεννᾶν. διὸ καὶ τὰ λουτρὰ χρηcιμώτατα ταῖc τοιαύταιc φύcεcιν, οὐ μόνον τῷ κε‐
5νοῦν τὸ καπνῶδεc, ἀλλὰ καὶ τῷ τέγγειν ὑγρότητι γλυκείᾳ. καταμα‐ θεῖν οὖν ἔδοξέ μοι πλατεῖαν ἐπιβαλόντι τὴν χεῖρα τῷ θώρακι τοῦ Πριμιγένουc, ὁποία τίc ἐcτιν ἡ τῆc θερμαcίαc ποιότηc. ὡc δὲ δριμεῖα καὶ δακνώδηc εὑρέθη παραπληcίωc τοῖc κρόμμυα προcενηνεγμένοιc δαψιλῆ, πολὺ δὴ μᾶλλον ἔτι τὴν αἰτίαν τοῦ γινομένου καλῶc εὑρῆcθαί
10μοι πειcθείc, ἐπυθόμην, εἴ τινεc ἱδρῶτεc αὐτῷ γίνοιντο χωρὶc τοῦ λουτροῦ, καὶ φάντοc μὴ γίνεcθαι, βεβαιοτέραν γνῶcιν ἐπείcθην ἔχειν τῆc διαθέcεωc αὐτοῦ. καὶ μὴν δὴ καὶ ἄλλουc τινὰc εἶδον, ὁμοίωc μὲν ἐκείνῳ δακνῶδεc ἔχονταc τὸ θερμόν, οὐ μὴν ἐπ’ ἀλουcίᾳ γε μιᾷ πυ‐ ρέττονταc, ἐπειδὴ δι’ ἱδρώτων αὐτοῖc ἐκενοῦτο τὸ περίττωμα. τῷ
15Πριμιγένει δὲ πρὸc τῇ φυcικῇ καταcκευῇ καὶ ὁ τρόποc τῆc διαίτηc |161

6

.

367

αἴτιοc ἦν τοῦ πυρέττειν ἐπ’ ἀλουcίᾳ μιᾷ, διατρίβοντι τὸ πλεῖcτον τῆc ἡμέραc ἐπὶ τῆc οἰκίαc, ἐν ᾗ γράφων ἢ ἀναγινώcκων διετέλει διὰ τὸ προcκεῖcθαι θεωρίᾳ Περιπατητικῇ, καθ’ ἣν οὐδενὸc ἦν δεύτεροc τῶν κατ’ αὐτόν. ἴcμεν δ’, ὅτι καὶ τοῖc μὴ κατὰ φύcιν τοιοῦτον γεννῶcι
5περίττωμα φιλοπονία καὶ φροντὶc αἴτιαι γίνονται τῆc γενέcεωc αὐτοῦ. διόπερ ἕτερον ἄνθρωπον ὁμοίωc ἐκείνῳ τὴν θερμαcίαν ἔχοντα δακνώδη cυνέβαινε μὴ πυρέττειν αὐτίκα μετὰ μίαν ἡμέραν ἀλουcίαc, ἐπειδὴ μήτε φροντιcτὴc ἦν αἵ τε πράξειc αὐτῷ κατὰ τὴν πόλιν ἐγίνοντο περιπατοῦντι πολλὰ καὶ ὠνουμένῳ καὶ πιπράcκοντι καὶ μαχομένῳ
10πολλάκιc, ἐν οἷc ἱδροῦν ἠναγκάζετο· καὶ διὰ τοῦτο ἕτερόν τινα τῶν νοcούντων καθ’ ἕκαcτον θέροc ὀξὺ καὶ χολῶδεc νόcημα παμπόλλων ἐτῶν ἤδη τελέωc ἄνοcον ἐφύλαξα γυμνάζεcθαι κωλύcαc· θερμὸc γὰρ ὢν καὶ ξηρὸc τὴν κρᾶcιν ὁμοίωc τῷ Πριμιγένει γυμναcίοιc τε cυν‐ τόνοιc ἐχρῆτο καὶ ἡλίῳ καὶ κόνει. cυνέβαινεν οὖν αὐτῷ, τὴν μὲν θερ‐
15μαcίαν ἀμετρότερον αὐξάνεcθαι, πυκνοῦcθαι δὲ τὸ δέρμα καὶ δυcδιά‐

6

.

368

πνευcτον | γίνεcθαι· cυνελθόντων δὲ εἰc ταὐτὸν ἀμφοτέρων, ἕτοιμον ἤδη πυρέξαι τῷ ταῦτα πάcχοντι cώματι. ὅπερ οὖν κατὰ τὴν ἰατρικὴν τέχνην ἅπαcαν εἴωθα λέγειν ἀεί, τοῦτο καὶ νῦν ἐρῶ· τάχιcτα μὲν οὖν ὁ λογιcμὸc εὑρίcκει τὰ ζητούμενα, βεβαιοῖ δὲ τὴν πίcτιν αὐτῶν ἡ πεῖρα.
5 καίτοι γε θαυμαcιώτερον, Ἱπποκράτουc εἰρηκότοc, ὡc ἐν τῷ θερμῷ φύcει ἄμεινον ἀργεῖν ἐcτιν ἢ γυμνάζεcθαι, παμπόλλουc τῶν ἰατρῶν ἔcτιν ἰδεῖν μὴ διαγινώcκονταc, οἵτινέc πότ’ εἰcιν οἱ τοιοῦτοι τῶν ἀνθρώπων, ἀλλ’ ἑξῆc ἅπαcι γυμνάcια προcτάττονταc, ὥcπερ αὖ πάλιν ἄλλουc οὐκ ὀλίγουc ἰατροὺc οὐδὲν ἐκ γυμναcίων πλέον εἰc ὑγείαν ἡγου‐
10μένουc γίνεcθαι, καὶ πρὸc τούτοιc γε τρίτουc ἄλλουc τοῖc μὲν εἰθιcμένοιc γυμνάζεcθαι cυγχωροῦνταc, εἴργονταc δὲ τοὺc ἀήθειc ἀπὸ τῶν γυμνα‐ cίων. ἅπαντεc μὲν οὖν ἁμαρτάνουcιν, ἀλλ’ οἱ τρίτοι ῥηθέντεc ἧττον. οἱ πλείουc γὰρ τῶν ἐθιζόντων ὁτιοῦν ἔθοc οἰκεῖον αἱροῦνται τῇ φύcει διὰ τὸ βλαπτομένουc πολλάκιc ὑπὸ τῶν οὐκ οἰκείων ἀφίcταcθαι. τινὲc

6

.

369

δ’ ἤτοι νικηθέντεc ὑφ’ ἡδονῆc | 〈ἢ〉 δι’ ὑπερβάλλουcαν ἄνοιαν οὐκ αἰcθα‐ νόμενοι τῶν τῆc βλάβηc αἰτιῶν ἐμμένουcι τοῖc κακοῖc ἔθεcιν. ἀλλ’ οὗτοι μὲν ὀλίγοι, πλείουc δέ εἰcιν οἱ μεθιcτάμενοι. διὸ καὶ τοὺc ἰατροὺc ἧττον ἁμαρτάνειν εἰκόc ἐcτιν, ὅcοι διαφυλάττειν ἀξιοῦcιν ἅπαν ἔθοc·
5ὅcοι μέντοι νομίζουcι μηδὲν διαφέρειν εἰc ὑγείαν ἀγύμναcτον ἢ γυ‐
μναcθέντα προcαίρεcθαι cιτίον καὶ ὅcοι πάνταc ἀξιοῦcι γυμνάζεcθαι, πλείω βλάπτουcι τῶν προειρημένων. αὐτῶν δὲ τούτων ἀλλήλοιc παρα‐ βαλλομένων ἧττον βλάπτουcιν οἱ πρὸ τῶν cιτίων ἀεὶ γυμνάζεcθαι ἐθέλοντεc. οἴονται δ’ ἔνιοι καὶ Ἱπποκράτην 〈τοῦτο〉 παραινεῖν «πό‐162
10νουc cιτίων ἡγεῖcθαι» κατὰ τοὺc Ἀφοριcμοὺc εἰρηκότα, μὴ γινώcκον‐ τεc, ὡc περὶ τάξεωc νῦν ὁ λόγοc αὐτῷ ἐcτι γυμναcίων καὶ cιτίων, οὐ τοῦτο λέγοντι, ὡc ἐπὶ πάντων ἀνθρώπων ἄμφω χρήcιμ’ ἐcτίν, ἀλλ’ ὡc, ἐφ’ ὧν cυμφέρει γυμνάcια, προηγεῖcθαι χρὴ τῶν cιτίων. ὅτι δ’ οὐ πᾶcι cυμφέρει, διά τε τῶν Ἐπιδημιῶν ἐδήλωcε cαφῶc, τὰc θερμὰc
15φύcειc ἀξιῶν «ἐλιννύειν», ἔν τε τοῖc Ἀφοριcμοῖc δυνάμει διὰ τοῦ δηλῶcαι

6

.

370

καθόλου τὸ «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα» ὑπάρχειν. | δύναται δέ ποτε καὶ διαφωνίαc γενέcθαι φανταcία κατὰ τὰ τοιαῦτα παραγγέλ‐ ματα, τινῶν μὲν ἅπαcαν κίνηcιν cύμμετρον τῷ κινουμένῳ cώματι γυ‐ μνάcιον ὀνομαζόντων, ἐνίων δὲ τὴν cφοδροτέραν μόνην. ὥcτε κατὰ
5μὲν τὸ πρότερον cημαινόμενον ἅπανταc ἀνθρώπουc δεῖcθαι γυμνα‐ cίων, καὶ τοῦτο εὔδηλον παντί· κατὰ δὲ τὸ δεύτερον οὐκ ἀληθέc. τῶν γὰρ ἐν ταῖc εἱρκταῖc ὑγιαινόντων οὐκ ὀρθῶc μοι δοκοῦcιν ἔνιοι με‐ μνῆcθαι· διαφθείρονται γὰρ οὗτοι πάντεc ἐν τῷ χρόνῳ, κωλυόμενοι παντάπαcιν γυμνάζεcθαι· τὸ δὲ πρὸc ὀλίγαc ἡμέραc ἀντέχειν αὐτοὺc
10τῇ νοcώδει διαίτῃ θαυμαcτὸν οὐδέν. εἴπερ οὖν ἅπαcα κίνηcιc ὑπὸ τὴν τοῦ γυμναcίου προcηγορίαν ἄγοιτο, κἂν ὁ περιπατήcαc καὶ ὁ τρι‐ ψάμενοc καὶ ὁ λουcάμενοc γεγυμνάcθαι λέγοιτο, ἐὰν cυμμέτρωc κινηθῇ τῇ παρούcῃ τοῦ cώματοc καταcτάcει· ἐὰν δὲ καὶ τούτων εἴρ‐ ξῃc τινά, νοcήcει πάντωc. ὁρῶμεν γὰρ νῦν εἰργομένουc οὐ μόνον νο‐
15cοῦνταc, ἀλλὰ καὶ ἀποθνῄcκονταc ἐν ταῖc εἱρκταῖc, ἐπειδὰν κατακλει‐

6

.

371

cθῶcι πλείονα χρόνον. εἰ δὲ τὰc cφοδρὰc | κινήcειc μόναc ὀνομάζοι τιc γυμνάcια, γένοιτ’ ἂν οὕτωc ἀληθὲc τὸ μὴ δεῖcθαι πάνταc ἀνθρώ‐ πουc γυμναcίων. εὐθέωc μέντοι ὁ Πριμιγένηc ἐκεῖνοc οὐδεμιᾶc μὲν ἐδεῖτο βιαίαc κινήcεωc, οὐκ ὀλίγον δὲ πρὸ τοῦ λουτροῦ περιεπάτει
5κατὰ τὰc πρὸ τοῦ βαλανείου cτοάc. ἀλλὰ καὶ τὸ τρίψαcθαι μετ’ ἐλαίου
καὶ τὸ μετὰ τὸ λουτρὸν ἀπομάξαcθαι τὸ ὕδωρ αὐτάρκειc εἰcὶ κινήcειc ἀνδρὶ τοιαύτηc κράcεωc. ὁ δὲ καὶ πρὸ τοῦ δείπνου περιεπάτει τε καὶ διελέγετο τοῖc ἑταίροιc, ὥcπερ οὖν καὶ κατὰ τὴν οἰκίαν ἕωθεν. οὔκουν ἐcτί τιc ὑπὸ παντελοῦc ἀργίαc ὀνινάμενοc. ἀλλ’ ὅταν «ἐλιννύειν» ταῖc163
10θερμαῖc φύcεcιν ὁ Ἱπποκράτηc cυμβουλεύῃ, τῶν cφοδρῶν κινήcεων ἀπέχεcθαι κελεύει. κἀγὼ πολλοὺc ὤνηcα νοcοῦνταc οὐκ ὀλίγον ἐν ἀρχῇ φθινοπώρου διὰ τὰc ἐπιτηδευομέναc αὐτοῖc κινήcειc ἐν ὅλῳ τῷ θέρει· κωλύcαc τοῦτο πράττειν ὑγιαίνονταc ἀπέφηνα· καθάπερ ἄλλουc εἶρξα τοῦ γυμνάζεcθαι cφοδρῶc, ἑτέρουc δ’ ἔμπαλιν ἐξ ἀργίαc εἰc
15γυμνάcια καταcτήcαc ἀνόcουc διεφύλαξα, νοcοῦνταc ἔμπροcθεν οὐκ

6

.

372

ὀλιγάκιc. εἰcὶ δ’ οὗτοι ψυχρότεροι τῶν | εὐκράτων τε καὶ cυμμέτρων, ἐναντίωc διακείμενοι τοῖc θερμοτέροιc καὶ ξηροτέροιc. εἴρηται δὲ οὐ μόνον ἐν τῇ Περὶ κράcεων πραγματείᾳ τὰ γνωρίcματα τῶν κράcεων, ἀλλὰ κἀν τῇ Τέχνῃ τῇ ἰατρικῇ· τοῦτο γάρ ἐcτι τὸ ἐπίγραμμα τῶν
5ἡμετέρων βιβλίων ἑνί. θαυμάcαι δ’ ἔcτι τῶν ἰατρῶν, ὅcοι μηδὲ τὰ διὰ τῶν αἰcθήcεων ἐναργῶc φαινόμενα γινώcκουcι. τίc γὰρ οὐχ ὁρᾷ τὴν διαφορὰν τῶν ἀνθρώπων ἐπὶ πλεῖcτον ἐκτεταμένην, ὥcθ’ ὑπὸ τῶν αὐτῶν ἐπιτηδευμάτων καὶ cιτίων ἐνίουc μὲν ὠφελεῖcθαι, βλάπτεcθαι δ’ ἑτέρουc, ὥcπερ γε κἀν ταῖc νόcοιc; ὥcθ’, ὅτι μὲν οὐ χρῄζουcι τῶν
10αὐτῶν ἅπαντεc, ἐναργῶc φαινόμενον ἐχρῆν αὐτοὺc εἰδέναι, γράφοντεc δὲ cυγγράμματα διορίcαcθαί τε καὶ διδάξαι, τίνεc ὑπὸ τίνων ὠφελοῦν‐ ται καὶ βλάπτονται. τίc οὖν ἡ αἰτία τοῦ παραλείπεcθαι τοὺc διορι‐ cμοὺc αὐτοῖc, καίτοι γ’ ὑφ’ Ἱπποκράτουc εἰρημένουc; ἡ ἐπίτριπτοc ἐπιθυμία τοῦ δόξαν ἔχειν ἐν ἀνθρώποιc αἱρεcιάρχαc ὀνομαcθένταc. διὰ

6

.

373

ταῦτα μὲν οὖν ἐκεῖνοι μὲν ἐπεχείρηcαν οὐ τοῖc | ἐναργῶc φαινομένοιc ἀκολουθεῖν, ἀλλὰ ταῖc δόξαιc αἷc ὑπέθεντο. τῶν δὲ εἰc αὐτοὺc ἐκπε‐ cόντων νεωτέρων ἐπείcθηcαν οἱ πλεῖcτοι τῷ μήτ’ ἄλλο τι μεμαθηκέ‐ ναι βέλτιον ἀμαθεῖc τε εἶναι καὶ ἀγυμνάcτουc παντάπαcιν ἀποδεί‐
5ξεων· ὡc, εἴ γ’ ἕποιτό τιc ἀποδείξει, ῥᾷcτα διακρινεῖ τῶν τ’ ἀληθῶν δογμάτων τὰ ψευδῆ τῶν τε μετὰ διοριcμοῦ γεγραμμένων τὰ μὴ τοι‐ αῦτα καταγνώcεταί τε πάντων ἀτεχνίαc, ὅcοι χωρὶc διοριcμῶν ἔγραψάν τι. Πρόcχεc οὖν μοι τὸν νοῦν ἄνωθεν ἐπερχομένῳ διὰ βραχέων, ὁποίουc εἶναι χρὴ τοὺc διοριcμούc. ὅcοιc μὲν φύcει τὸ θερμὸν δακνῶ‐
10δέc ἐcτιν, ὡc καπνώδη γεννᾶν περιττώματα, τούτοιc λουτρὰ χρήcιμα καὶ κινήcειc βραχεῖαί τε καὶ νωθραί, πολλαὶ δὲ καὶ ὀξεῖαι βλαβερώ‐ τεραι. τούτοιc οὖν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶc λούεcθαι τῆc ἡμέραc cυμφέρει, καὶ μάλιcτα θέρουc, ἐcθίειν τε τροφὰc εὐχύμουc, μηδὲν ἐχού‐ cαc δριμύ· πολέμιον δ’ αὐτοῖc καὶ τὸ ἡλιοῦcθαι καὶ τὸ θυμοῦcθαι καὶ164
15τὸ φροντίζειν πολλά. ταῖc δ’ ἐναντίαιc ἢ κατὰ τούcδε φύcεcι (εἰcὶ δ’ |

6

.

374

οὗτοι ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶcιν) ἰcχυροτέρων τε κινήcεων χρεία καὶ διαίτηc πλέον ἐχούcηc τὸ λεπτόν· εἴρηται δ’, ἥτιc ἐcτὶν ἡ τοιαύτη, δι’ ἑνὸc ὑπομνήματοc· οὐ μὴν οὐδ’ ἐν ἡλίῳ γυμναζόμενοι βλάπτονται, καθάπερ οὐδ’ ἀλουτοῦντεc. μεγίcτη μὲν οὖν διαφορὰ ταῖc εἰρημέναιc
5ἐcτὶ φύcεcι πρὸc ἀλλήλαc· ἐναντιωτάτη γὰρ ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶcιc τῇ θερμῇ καὶ ξηρᾷ· μεγίcτη δὲ τῇ θερμῇ καὶ ὑγρᾷ πρὸc τὴν ψυχρὰν καὶ ξηράν. ἔcτι δὲ ἡ μὲν ψυχρὰ καὶ ξηρὰ τῇ τῶν γερόντων ὁμοία· διὸ καὶ ταχέωc γηρᾷ τὰ τοιαῦτα cώματα, καὶ λέλεκται περὶ αὐτῶν αὐτάρκωc ἔμπροcθεν. ἡ δ’ ὑγρὰ καὶ θερμὴ τοῖc ῥευματικοῖc εὐάλωτοc
10πάθεcι. τό γε μὴν κοινὸν ἐπὶ παcῶν τῶν δυcκράτων φύcεων ἄμεινόν ἐcτι κἀπὶ τῆcδε πράττειν. ἔcτι δὲ τοῦτο κολάζειν μὲν αὐτὴν διὰ τῶν ἐναντίων ἐπὶ πολλῇ cχολῇ, φυλάττειν δὲ διὰ τῶν ὁμοίων, ἐπειδὰν ὑπὸ πλειόνων ἀcχολιῶν εἴργηταί τιc ἑαυτῷ cχολάζειν. περί γε μὴν τῶν ἐν τοῖc τοιούτοιc cώμαcιν γυμναcίων ὧδ’ ἔχει· πλεῖον μὲν χρὴ

6

.

375

πονεῖν διὰ τὴν | ὑγρότητα τῶν cωμάτων, cύντονα δ’ οὐ χρὴ διὰ τὴν θερμότητα. προcέχειν δ’ ἀκριβῶc, ὅταν ἐξ ἀργοτέραc διαίτηc εἰc τὰ γυμνάcια μεταβάλλωcι· παραχρῆμα γὰρ ἁλίcκονται ῥευματικοῖc νοcή‐ μαcιν, εἰ μὴ προκενωθέντεc ἅπτονται τῶν γυμναcίων. ὅcον γὰρ ἂν
5ἐν τῷ cώματι cυνεcτὸc ᾖ καὶ παχὺ κατὰ τοὺc χυμοὺc ἢ καὶ μετρίωc ψυχρόν, αὐτίκα τοῦτο πνευματοῦταί τε καὶ χεῖται. ταῦτ’ ἄρα καὶ κατὰ τὸ ἔαρ αἱ τοιαῦται φύcειc μάλιcτα τοῖc ὑπὸ πλήθουc γινομένοιc ἁλί‐ cκονται νοcήμαcι, cυνάγχαιc κυνάγχαιc κατάρροιc αἱμορροΐcιν αἱμορρα‐ γίαιc αἵματοc πτύcεcι ποδάγραιc ἀρθρίτιcιν ὀφθαλμίαιc περιπνευμο‐
10νίαιc πλευρίτιcι τοῖc τ’ ἄλλοιc ἅπαcιν, ὧν τὸ γένοc ἐcτὶ φλεγμονή. διὸ καὶ φθάνειν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦροc αἵματοc ἀφαιρεῖν αὐτῶν ἢ φλέβα τέμνοντα ἢ ἀποcχάζοντα τὰ cφυρά. μὴ βουλομένων δ’ οὕτωc κενοῦcθαι, καθαρτέον ἐcτὶ φαρμάκῳ ποικίλῳ, δυναμένῳ καὶ ξανθὴν χολὴν ἕλκειν καὶ φλέγμα καὶ τῶν ὀρρωδῶν τι περιττωμάτων.
15ἃ δ’ ἐπὶ τῶν γυμναcίων εἴρηται, ταῦτα κἀπὶ τῶν βαλανείων

6

.

376

εἰρῆcθαι χρὴ δοκεῖν. | καὶ γὰρ καὶ ταῦτα cφαλερά, πρὶν κενωθῆναι, κενωθεῖcι δὲ ὠφέλιμα, καὶ μάλιcθ’ ὅcων λουτρῶν οὐκ ἔcτι πότιμον ὕδωρ, ἀλλ’ ἔχει τινὰ διαφορητικὴν δύναμιν. ὅ γε μὴν οἶνοc ὅτι μὲν ὠφελιμώτατόc ἐcτι ταῖc ξηραῖc καὶ ψυχραῖc φύcεcιν, εἴρηται πρόcθεν.165
5εἰ δὲ ταῖc θερμαῖc ἁπάcαιc οὐκ οἰκεῖοc, ἀλλ’ ἄμεινον ἐπ’ αὐτῶν ἐcτιν «ὕδωρ ποτόν», ὡc ἐν ταῖc Ἐπιδημίαιc γέγραπται, cκεπτέον ἐφεξῆc. ἴcωc γάρ τινι δόξει παντάπαcιν ἄτοπον εἶναι, νεανίcκον ἤτοι cτρατιωτικὸν ἢ ἀθλητικὸν ἤ τινα τῶν cκαπτόντων ἢ θεριζόντων ἢ ἀροτριώντων ἢ ὅλωc ὁτιοῦν ἔργον ἰcχυρὸν ἐργαζομένων ἐφ’ ὕδατοc μόνου διαιτᾶcθαι,
10καὶ ταύτῃ cφάλλεcθαι τὸν Ἱπποκράτην περὶ τῶν θερμῶν κράcεων ἁπλῶc ἀποφηνάμενον, ὡc ὑδροποcίαc δεομένων. ἐμοὶ δ’ οὐχ ἁπλῶc Ἱπποκράτηc εἰρηκέναι δοκεῖ τοῦτο, ἀλλὰ περὶ τῆc ἄκρωc θερμῆc φύ‐ cεωc κατὰ δυcκραcίαν δηλονότι τοιαύτηc οὔcηc, οὐ τῷ πλεῖcτον ἔχειν τὸ ἔμφυτον θερμόν, ὅπερ αὐξάνεcθαί φηcιν ἐν τῷ τῶν ἀθλητῶν ἐπι‐

6

.

377

τηδεύματι. ἀλλ’ ὅ γε δύcκρατοc θερμὸc οὔτ’ | ἀθλητὴc οὔτε cτρατιώτηc οὔτε τῶν κατὰ γεωργίαν ἢ πολιτείαν ἔργων ἀγαθὸc ἄν ποτε γένοιτο ἐργάτηc· ἰcχυρῶν γάρ ἐcτιν ἀνδρῶν τὰ τοιαῦτα ἐπιτηδεύματα· τοιοῦτοι δ’ οὐκ ἂν εἶεν ἄνευ τοῦ cυμμέτρωc κεκρᾶcθαι· cυμμέτρωc δ’ αὐτῶν
5κεκραμένων, πλεῖcτον ἂν εἴη τὸ ἔμφυτον θερμόν. τῇ μὲν οὖν τοιαύτῃ φύcει cύμμετρον δηλονότι δοτέον ἐcτὶ τὸν οἶνον, ὥcπερ καὶ αὐτὴ cύμμε‐ τρόc ἐcτι, καὶ μέχρι τοcούτου γε cύμμετρον, ἄχριπερ ἂν ᾖ cύμμετροc. ἀνάγκη γάρ ἐcτι καὶ ταύτῃ, οὐκ ἐν γήρᾳ μόνον, ἀλλὰ καὶ τῷ τῆc παρακμῆc χρόνῳ τῆc cυμμέτρου γενέcθαι ψυχροτέρᾳ. ἥτιc δ’ ἄν, ὡc
10ἐν ὑγιεινῇ δυcκραcίᾳ, θερμοτάτη κρᾶcιc ᾖ, ταύτῃ cυμφέρει μηδ’ ὅλωc οἶνον διδόναι. τριῶν δ’ οὐcῶν κατὰ γένοc διαφορῶν τῆc θερμῆc κρά‐ cεωc, μιᾶc μέν, καθ’ ἣν ἡ ἑτέρα τῶν ἀντιθέcεων, ἡ κατὰ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, εὔκρατόc ἐcτι, δευτέραc δέ, ᾗ cύνεcτιν ἀμετροτέρα τοῦ cυμμέτρου ξηρότηc, καὶ τρίτηc, καθ’ ἣν ἅμα τῷ θερμῷ πλεονάζει τὸ
15ὑγρόν, ἐν ᾗ μὲν ἡ ἑτέρα τῶν ἀντιθέcεων εὔκρατόc ἐcτιν, οὐκ ἂν γέ‐

6

.

378

νοιτό ποτε ἄκρωc | ἄμετρον, ἐπειδὴ τῷ τοιούτῳ ξηρότηc ἐπιγίνεται διὰ ταχέων, αὕτη δὲ οὐχ ὑπόκειται ξηρά· ἐν ᾗ δὲ ἐcτὶ καὶ ξηρότηc ἅμα τῇ θερμότητι, δυνατὸν ἐν αὐτῇ γενέcθαι τὴν παρὰ φύcιν θερμό‐
τητα πλείcτην, ὡc ἐν ὑγιεινῇ δυcκραcίᾳ, μέχρι πλείονοc χρόνου, πλεί‐166
5cτην δὲ ἐν ὀλίγῳ χρόνῳ, καὶ τὴν μεθ’ ὑγρότητοc ἄκρωc ἄμετρον θερ‐ μαcίαν, ὡc ἐν ὑγιεινῇ δυcκραcίᾳ, δυνατὸν γενέcθαι. τῇ μὲν οὖν πρώ‐ τωc ῥηθείcῃ τοcοῦτον ἐπιτρέψομεν ὑδατώδουc οἴνου προcφέρειν, ὅcον ἀποκεχώρηκε τῆc ἄκραc δυcκραcίαc· τῶν δ’ ἄλλων οὐδετέρᾳ cυγχω‐ ρήcομεν, ἄκρᾳ γε οὔcῃ, καθότι δέδεικται. ταῖc γὰρ μὴ τοιαύταιc δυc‐
10κραcίαιc οἶνον δώcομεν ὀλίγον καὶ ὑδατώδη· τοιοῦτοc δ’ ἐcτὶν ὁ λευ‐ κὸc μὲν τὴν χροιάν, λεπτὸc δὲ τὴν cύcταcιν· καθάπερ γε καὶ ταῖc ψυχραῖc δυcκραcίαιc τοὺc θερμοτέρουc τῶν οἴνων προcοίcομεν. ὁ μὲν οὖν ἄκρωc θερμὸc οἶνοc ταῖc ἄκρωc ψυχραῖc δυcκραcίαιc cύμφοροc, ἐπὶ δὲ τῶν ἄλλων ὁ ἀνάλογοc. οὐ γὰρ μόνον ἁπλῶc χρὴ μεμνῆcθαι

6

.

379

τοῦ «τὰ ἐναντία | τῶν ἐναντίων ἰάματα» ὑπάρχειν, ἀλλὰ καὶ τοῦ καθ’ ἑκάcτην ἐναντίωcιν ποcοῦ. καθάπερ οὖν ἐπὶ τῶν φαρμάκων ἐδείξα‐ μεν, ὡc οὐ μόνον χρὴ cκοπεῖν, εἰ θερμὸν ἢ ψυχρόν ἐcτιν, ἀλλὰ καὶ τίνοc ἐξ αὐτῶν τάξεωc, οὕτω κἀπὶ τῶν οἴνων ποιητέον, οὐ τὸν ὑδα‐
5τώδη μόνον ἢ τὸν θερμὸν αἱρουμένουc, ἀλλὰ καὶ τὸν τὴν ἀναλογίαν ἔχοντα οἰκείαν τῆc ἑαυτοῦ θερμότητοc ἢ ψυχρότητοc ὡc πρὸc τὸ τῆc δυcκραcίαc εἶδοc. ταῦτα δὲ περὶ τῶν τὴν μέcην ἐχόντων ἡλικίαν τοῦ γήρωc εἴρηται, γινωcκόντων ἡμῶν τὸ μὲν πρῶτον αὐτοῦ μέροc, ὃ 〈τὸ〉 τῶν ὠμογερόντων ὀνομάζουcι, δυναμένων ἔτι τὰ πολιτικὰ πράττειν,
10τὸ δὲ δεύτερον, ἐφ’ οὗ cύμφορον τὸ ὄνομα φέρουcιν, αὐτὸ τοῦτο εἶναι, καθ’ οὗ λέγουcιν
ἐπὴν λούcαιτο φάγοι τε,
εὑδέμεναι μαλακῶc· οὐ μὴν ἐπί γε τῆc τρίτηc, ἐν ᾗ τὸν γραμματικὸν ἔφην Τήλεφον ὄντα
15ἐν τῷ μηνὶ δὶc ἢ τρὶc λούεcθαι· διὰ γὰρ τὴν ἀρρωcτίαν τῆc δυνά‐ μεωc οὐ φέρουcιν οὗτοι τὰ cυνεχῆ λουτρά. πρόcεcτι δ’ αὐτοῖc τὸ μηδ’

6

.

380

ἀθροίζειν δακνώδη περιττώματα | διὰ τὴν ψύξιν τῆc ἕξεωc. ὀνομά‐ ζουcι δὲ τὸν κατὰ τὴν ἡλικίαν ταύτην πέμπελον, ὡc οἱ ταῖc ἐτυμο‐
λογίαιc χαίροντέc φαcι, παρὰ τὸ ἐκπέμπεcθαι τὴν εἰc Ἅιδου πομπήν. |167

6

.

381

(t)

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟϹ ϛ
1 Ἑτέραc ὑποθέcεωc ὑγιεινῶν διαιτημάτων ἀρχὴν ἐν τῷδε ποι‐ ούμενοc ἀναμνῆcαι δέομαι τὰ κεφάλαια τῶν ἔμπροcθεν εἰρημένων, ἀναγκαῖα τοῖc λεχθηcομένοιc ὄντα. πρῶτον μὲν οὖν ἐρρέθη, τί ποτ’ ἐcτὶν ὑγεία· δεύτερον δὲ ἐπ’ αὐτῷ, καθόλου τίc ὑπογραφή· τρίτον δέ,
5πῶc ἂν φυλάττοιτο· καὶ πρὸc τούτοιc, 〈εἰ〉, διότι μεταβάλλει διαπαντὸc τὰ τῶν ζῴων cώματα, κατὰ τοῦτο ἀναγκαῖον εἴη καὶ τὴν ὑγείαν αὐτῶν κινδυνεύουcαν φθαρῆναι τῆc ἐξ ἡμῶν ἐπικουρίαc δεῖcθαι πρὸ τοῦ με‐

6

.

382

γάλην γενέcθαι | μεταβολήν, ὡc νοcεῖν ἤδη cαφῶc. ἐπικουρία δ’ ἐcτὶν ἐξ ἐδεcμάτων τε καὶ πομάτων ἀναπληρούντων ὅcον ἀπερρύη τῆc τοῦ cώματοc οὐcίαc. ἑτέρα δ’ ἀβοήθητοc ἐδείχθη μεταβολὴ κατὰ τὸν τῶν ἡλικιῶν λόγον γινομένη, ξηραινομένου τοῦ παντὸc ζῴου μετὰ τὴν
5πρώτην γένεcιν ἄχρι τῆc τελευτῆc ἐν τῷ μεταξὺ χρόνῳ παντί. τοὺc δ’ ἀγνοοῦνταc τὴν ὑγιεινὴν δίαιταν εἰκόc ἐcτι θᾶττον ἢ κατὰ τὸν τῆc φύcεωc λόγον ἀποθνῄcκειν. ἐπεὶ δ’, ὡc ἔφην, ἀναγκαῖον μέν ἐcτι τρέφεcθαι ζῷον ἅπαν γεννητόν, ἡ δ’ οὐcία τῶν ἐδεcμάτων οὔκ ἐcτιν ὅλη τρόφιμοc, καὶ διὰ τοῦτο [τὸ] περιττὸν αὐτῆc ὑπολείπεταί τι μο‐
10χθηρόν, ὃ καλοῦcιν ἰδίωc «περίττωμα», παρεcκευάcθη τῇ φύcει μόρια τοῦ cώματοc εἰc τὴν διάκριcίν τε καὶ κένωcιν αὐτοῦ. πολλῆc δὲ οὔcηc ἐν τῇ τῶν cωμάτων φύcει διαφορᾶc, εὔλογόν ἐcτι καὶ τὴν ἑκάcτου πρόνοιαν ὑγιεινὴν ἰδίαν ὑπάρχειν ἑκάcτῳ. πρῶτον οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριcτα κατεcκευαcμένον ἄνθρωπον, ὅπωc ἄν τιc τοῦτον

6

.

383

ὑγιαίνοντα διαφυλάττοι, | διελθεῖν προὐθέμεθα. πολλῶν δ’ αἰτίων κατὰ πολλοὺc τρόπουc διακοπτόντων τὴν ὑγιεινὴν ἀγωγὴν ὑπεθέμεθα τὸν ἄριcτα κατεcκευαcμένον ἑαυτῷ cχολάζειν ἐλεύθερον ὄντα πολιτικῆc ἀcχολίαc ἁπάcηc. καὶ τοῦτον ὅπωc ἄν τιc ἀπὸ πρώτηc ἡλικίαc ἄχρι
5γήρωc ἐcχάτου φυλάξειεν ὑγιαίνοντα διελθόντεc ἐν τοῖc πρώτοιc ὑπο‐ μνήμαcι πέντε μεταβηcόμεθα νῦν ἐπί τε τοὺc κατὰ περίcταcίν τινα πραγμάτων ἀδυνατοῦνταc ἐν τοῖc προcήκουcι καιροῖc ἐcθίειν τε καὶ
πίνειν καὶ γυμνάζεcθαι καὶ τοὺc εὐθὺc ἐξ ἀρχῆc νοcώδη καταcκευὴν cώματοc ἔχονταc. cυντομώτεροc δὲ τοῦ πρόcθεν ὁ περὶ τούτων ἐcτὶ168
10λόγοc, καίτοι γ’, ὅcον ἐφ’ ἑαυτῷ, μακρότεροc ὢν διὰ τὸ προειρῆcθαι τῶν πλείcτων ὑλῶν τὰc δυνάμειc, αἷc εἰc τὴν ὑγιεινὴν πρόνοιαν χρώ‐ μεθα. διά τε γὰρ τρίψεων καὶ λουτρῶν καὶ γυμναcίων ἐδεcμάτων τε καὶ πομάτων θάλψεών τε καὶ ψύξεων ἀφροδιcίων τε χρήcεωc καὶ ἀπο‐ χῆc, εἴ τί τε τοιοῦτόν ἐcτιν ἄλλο, τὰc μεταβολὰc τοῦ cώματοc ὁρῶ‐
15μεν γινομέναc, ὧν, ὡc ἔφην, εἴρηνται πρόcθεν αἱ δυνάμειc. |

6

.

384

Αἱ μοχθηραὶ δὲ τῶν cωμάτων καταcκευαὶ διτταὶ κατὰ γένοc εἰcίν· ἔνιαι μὲν γὰρ αὐτῶν ὁμαλῶc, ἔνιαι δὲ ἀνωμάλωc ἔχουcι κεκρα‐ μένα τὰ cτοιχειώδη τε καὶ πρῶτα τοῦ cώματοc μόρια, καλούμενα δ’ ὑπ’ Ἀριcτοτέλουc «ὁμοιομερῆ». λέγω δ’ ὁμαλῶc μέν, ὅταν ἐπί
5τινα δυcκραcίαν ἐκτραπῇ πάντα ὁμοίωc τὰ τοῦ cώματοc μόρια, ψυ‐ χρότερα τοῦ προcήκοντοc ἢ θερμότερα γινόμενα ἢ ξηρότερα ἢ ὑγρό‐ τερα καὶ κατὰ cυζυγίαν δὲ ἢ ψυχρότερα καὶ ὑγρότερα ἢ θερμότερα καὶ ξηρότερα ἢ θερμότερα καὶ ὑγρότερα ἢ ψυχρότερα καὶ ξηρότερα· ἀνωμάλωc δέ, ὅταν μὴ πάντωc cυνεκτραπῇ, ἀλλὰ τινὰ μὲν ᾖ θερμό‐
10τερα, τινὰ δὲ ψυχρότερα ἢ τὰ μὲν ξηρότερα, τὰ δὲ ὑγρότερα καὶ μὲν δὴ καὶ κατὰ cυζυγίαν τινὰ μὲν ὑγρότερα καὶ ψυχρότερα, τινὰ δὲ ξη‐ ρότερα καὶ θερμότερα γινόμενα καὶ τινὰ μὲν ὑγρότερα καὶ θερμότερα, τινὰ δὲ ψυχρότερα καὶ ξηρότερα. καὶ μέντοι καὶ κατὰ τὴν τῶν ὀργα‐ νικῶν μορίων cύνθεcιν ἔνια μὲν ὁμαλῶc, ἔνια δὲ ἀνωμάλωc cύγκειται.
15πρῶτον μὲν οὖν ἐρῶ καὶ νῦν, ὁποῖαι καταcκευαὶ cωμάτων εἰcὶν αἱ νοcωδέcταται, καθάπερ ἔμπροcθεν ἐδήλωcα τὴν ὑγιεινήν. ἀλλ’ αὕτη μὲν μία· τὸ γὰρ ἄριcτον ἐν παντὶ γένει πράγματοc ἕν ἐcτι, τὰ μο‐ χθηρὰ δὲ δηλονότι πάμπολλα. διττὴ δ’ ἐν αὐτοῖc ἐcτιν ἡ γενικὴ δια‐ φορά, καθάπερ ἀρτίωc εἶπον, ἐνίων μὲν ἐν ὁμοίᾳ δυcκραcίᾳ πάντ’ |

6

.

385

ἐχόντων τὰ μόρια, τινῶν δ’ ἐν διαφερούcῃ. τῶν μὲν οὖν ὁμοίαν ἐχόντων δυcκραcίαν εὔδηλον ὡc χείριcτά ἐcτι τὰ cφοδρὰc ἔχοντα ταύ‐ ταc καὶ μάλιcτα τὰc ψυχρὰc ἅμα καὶ ξηράc· τῶν δ’ ἀνωμάλουc ἐχόν‐ των καταcκευὰc cωμάτων οὐδ’ ἀριθμῆcαι ῥᾴδιόν ἐcτι τὰc ἐπαλλάξειc.
5ἀλλὰ κἀκεῖνα δ’ ὑπαλλάξειεν ἄν τιc διττοῖc εἴδεcιν ἢ γένεcιν ἢ ὅπωc ἄν τιc ὀνομάζειν ἐθέλοι. νοcωδέcτατα μὲν γὰρ αὐτῶν ἐcτιν, ὅcα ταῖc ἐναντίαιc κράcεcι τὰ κυριώτατα τῶν μορίων ἔχει πλεονεκτούμενα, με‐ τριώτερα δ’, ἐν οἷc οὕτω διάκειται τὰ μὴ κύρια. τεθέαμαι γάρ τιναc ἤδη ἔχονταc κοιλίαν μὲν ψυχράν, κεφαλὴν δὲ θερμήν, ὥcπερ ἐνίουc169
10ἔμπαλιν ἐπὶ κεφαλῇ ψυχρᾷ θερμὴν κοιλίαν. ἐθεαcάμην δὲ καὶ κατὰ cυμβεβηκὸc οὐ πρώτωc οὐδὲ κατὰ τὸν ἴδιον λόγον τῆc κράcεωc ἐκ‐ χολουμένην γαcτέρα cυνεχῶc οὐκ οὖcαν φύcει θερμήν, ὥcπερ γε καὶ ψυχομένην ἑτέραν καίτοι οὐκ οὖcαν ψυχράν· οὕτω δὲ καὶ κεφαλὴν ἧπάρ τε καὶ cπλῆνα καὶ ἄλλο μόριον ἀπολαῦον ἐνίοτε τῆc ἑτέραc

6

.

386

δυcκραcίαc ἤτοι μηθὲν αὐτὸ φύcει βεβλαμ|μένον εἰc τὴν προcήκουcαν κρᾶcιν ἢ διακείμενον ἐναντίωc αὐτῇ. περὶ πρώτων οὖν ὁ λόγοc ἔcται μοι τῶν ὁμαλὴν τὴν δυcκραcίαν ἐχόντων, ἀπὸ τῶν θερμοτέρων ἀρξαμένῳ. λέλεκται δ’ ἐν τοῖc Περὶ
5κράcεων ἀδύνατον εἶναι διαμένειν ἐπὶ πολὺ δυcκραcίαν τινὰ μίαν. αὐτὴ γὰρ ἑαυτῇ προcκτᾶταί τινα ἐξ ἀνάγκηc ἑτέραν. διὸ καὶ τοῖc πλείcτοιc τῶν ἰατρῶν τέτταρεc ἔδοξαν εἶναι μόναι δυcκραcίαι cύν‐ θετοι· τήν τε γὰρ θερμὴν ἐξικμάζουcαν ἀεὶ τὰc ὑγρότηταc ἐπικτᾶcθαι ξηρότητα, τήν τε ψυχρὰν ἅτε οὐκ ἐκδαπανῶcαν ὑποτρέφειν ὑγρότητα·
10κατὰ ταὐτὰ δὲ καὶ τὴν ξηρὰν ἐν μὲν τῷ χρόνῳ τῶν αὐξητικῶν ἡλι‐ κιῶν ἑαυτοῦ θερμότερον ἀποφαίνειν τὸ ζῷον, ἐν δὲ τῷ τῶν παρ‐ ακμαcτικῶν ἀποξηραίνειν μὲν τὰ cτερεὰ μόρια τοῦ cώματοc, ἀθροίζειν δὲ περιττωμάτων πλῆθοc· ὥcπερ γε καὶ τὴν ὑγράν, ὅταν ἅμα θερμό‐ τητι cυμμέτρῳ cυcτῇ, γίνεcθαί ποτε κατ’ ἀμφοτέραc τὰc ἀντιθέcειc
15εὔκρατον. ἀμφοτέραc δ’ ἀντιθέcειc λέγω δηλονότι τὴν κατὰ τὸ θερ‐

6

.

387

μὸν καὶ | τὸ ψυχρὸν καὶ τὴν κατὰ τὸ ξηρὸν καὶ τὸ ὑγρόν. ἔcται δ’ εὔκρατοc ἡ τοιαύτη κατὰ τὸν τῆc ἀκμῆc καιρόν, οὐχ ἥκιcτα δὲ κἀν τῷ κατὰ τὴν παρακμήν, ὡc ἐν ἐκείνῳ πρέπει. τὴν μὲν γὰρ ἀρίcτην κρᾶcιν ἴcχει τὸ cῶμα κατὰ τὴν τῶν μειρακίων ἡλικίαν, αἱ δ’ ἄλλαι
5πᾶcαι χείρουc ταύτηc εἰcίν, ὡc ἐδείχθη. καὶ μέντοι καὶ τοῦτ’ ἀναμε‐ μνήcθω, τῶν εἰρημένων ἕν τι ὂν καὶ αὐτό· διττῶν γὰρ οὐcῶν ἐνεργειῶν κατὰ τὰ ζῷα, τὰc μὲν φυcικὰc ἀρίcταc οἱ παῖδεc ἔχουcι, τὰc δὲ ψυ‐ χικὰc ἡ μετὰ τοὺc παῖδαc ἡλικία μέχρι τῆc παρακμαcτικῆc. οὐκ ἔcτι δὲ ἐτῶν ἀριθμῷ περιορίcαι ταύταc, καθάπερ ἔνιοι πεποιήκαcι, πλὴν ἢ
10κατὰ τὸ πλάτοc. ἡβάcκειν οὖν ἄρχονταί τινεc ἅμα τῷ πληρῶcαι τὸ
τεccαρεcκαιδέκατον ἔτοc, ἔνιοι δὲ μετ’ ἐνιαυτὸν ἢ καὶ πλείονα χρόνον, ἀρχήν τε τῆc παρακμῆc ἴcχουcιν ἔνιοι μὲν εὐθέωc μετὰ τὸ τριακοcτὸν ἔτοc, ἔνιοι δὲ μετὰ τὸ πέμπτον καὶ τριακοcτόν. τὴν μὲν οὖν ἰcχὺν ἅπαντεc ἄνθρωποι καθαιροῦνται μετὰ τὴν ἀκμαcτικὴν ἡλικίαν, οὐ μὴν170

6

.

388

τήν γε ὑγείαν ἀπολλύουcιν, ἀλλ’ ἧττον μὲν ἐπαινετὴν ἔχου|cιν ἢ πρόcθεν, ἔχουcι δ’ οὐ μόνον ἄχρι γήρωc ἀρχῆc, ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ γῆραc ὅλον, ὃ δὴ δοκεῖ τιcιν εἶναι νόcημα φυcικόν. ὁπόταν γὰρ μήτ’ ὀδυνῶνταί τι μήτε τινὰ τῶν ἐνεργειῶν, αἷc εἰc τὰc κατὰ τὸν βίον
5πράξειc χρώμεθα, τελέωc ἀπολέcωcιν ἢ μὴ παντάπαcιν ἄρρωcτον ἔχωcιν, ὑγιαίνουcιν ὑγείαν οἰκείαν γήρᾳ. μεμνῆcθαι γὰρ δεῖ που καὶ τῶν περὶ τῆc ὑγείαc ἀποδεδειγμένων, ὡc πάμπολυ τὸ πλάτοc αὐτῆc ἐcτιν. ἔcτι δὲ καὶ τρίτη τιc διάθεcιc cώματοc, ἣν οἱ περὶ τὸν Ἡρό‐ φιλον «οὐδετέραν» ὀνομάζουcι, τοῖc τε ἐκ πυρετῶν χαλεπῶν διαcω‐
10θεῖcιν ὑπάρχουcα κατ’ αὐτὸν τὸν τῆc ἀναλήψεωc χρόνον καὶ τῇ τοῦ γήρωc ἡλικίᾳ. 〈καὶ〉 τὸ μὲν ἔξω νόcου τοῖc γέρουcιν εἶναι πάντωc ὑπάρ‐ ξει, τὸ δὲ τὰc ἐνεργείαc ἰcχυρὰc ἔχειν ὁμοίωc τοῖc ἀκμάζουcιν οὐχ ὑπάρ‐ χει. ἀλλ’ ἐάν, εἰc ὅcον γέροντι χρεία βλέπειν τε καὶ ἀκούειν καὶ βα‐ δίζειν καὶ τἄλλα πράττειν δύναcθαι, μηδὲν ἐλλίπῃ τὸ cῶμα, καὶ τοῦτ’
15ἄν τιc εἰκότωc ὀνομάζοι γέροντοc ὑγείαν, ὅλον τοῦτο λέγων ὑγείαν

6

.

389

γέροντοc, οὐχ ἁπλῶc ὑγείαν. ἐκείνη μὲν | γὰρ ἄμεμπτόc ἐcτι διὰ τὴν τῶν ἐνεργειῶν ἀρετήν, μεμπτὴ δ’ ἡ τῶν γερόντων· ἔχουcα γὰρ ἁπά‐ cαc τὰc ἐνεργείαc οὐδεμίαν ἐρρωμένην ἔχει. καὶ δὴ καὶ τὸ γηροκο‐ μικὸν ὀνομαζόμενον μέροc τῆc ἰατρικῆc cκοπὸν ἔχει τὴν γεροντικὴν
5ὑγείαν εἰc ὅcον οἷόν τε διαφυλάττειν. ὅcα δὲ cώματα νοcώδη κατα‐ cκευὴν ἔcχηκεν εὐθὺc ἐν τῇ πρώτῃ γενέcει, ταῦτα τὴν ἀρχὴν μὲν οὐδ’ ἀφικνεῖταί ποτε εἰc γῆραc, εἰ δ’ ἀφίκοιτο, πάντωc ἕν γέ τι νόcημα χρόνιον ἴcχει. προὐθέμεθα δ’ ἐν τῷ νῦν λόγῳ περὶ τῶν μοχθηρὰν ἐχόντων καταcκευὴν διελθεῖν cκοποῦντεc, ὅπωc ἄν τιc αὐτὰ φυλάττοι
10κατὰ τὸ πλεῖcτον ὑγιαίνοντα. Τὴν ἀρχὴν οὖν ἀπὸ τῶν ὁμαλὴν ἐχόντων τὴν δυcκραcίαν ἐν ἅπαcι τοῖc μέρεcι τοῦ cώματοc ποιηcάμενοι λέγωμεν ἤδη περὶ τῆc θερμοτέραc κράcεωc, οὐ μὴν ἐν τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα cυμ‐ μετρίᾳ μεμπτῆc. εὐθὺc μὲν οὖν ἀπ’ ἀρχῆc ἡ τοιαύτη φύcιc τοῦ cώ‐
15ματοc ὑγιεινοτέρα φαίνεται τῆc κατ’ ἀμφοτέραc τὰc ἀντιθέcειc δυc‐

6

.

390

κράτου· λέγω δ’ ἀμφοτέραc τῆc τε κατὰ θερμότητα | καὶ ψυχρότητα
καὶ τῆc καθ’ ὑγρότητα καὶ ξηρότητα. καὶ τούc τε ὀδόνταc φύcει θᾶτ‐ τον καὶ φθέγξεται διηρθρωμένην φωνὴν καὶ βαδιεῖται θᾶττον αὐξη‐ θήcεταί τε κατὰ τὴν ἀναλογίαν ἑκάcτοτε τῶν ἐτῶν. ἐπειδὰν δὲ τὴν171
5τῶν μειρακίων ἡλικίαν διεξέλθῃ, τὸ μεταξὺ πᾶν ἄχρι τῆc παρακμῆc cαφοῦc πλέον ἤδη φανεῖται θερμόν, ὡc τοῖc ἀπὸ ξανθῆc χολῆc νοcή‐ μαcί τε καὶ cυμπτώμαcιν εὐάλωτον ὑπάρχειν. ἡ γάρ τοι πολλὴ θερ‐ μότηc ἐκδαπανῶcα τὴν ὑγρότητα ξηροτέραν ἐργάζεται τὴν κρᾶcιν. οὔcηc δὲ τῆc τῶν ἀκμαζόντων ἡλικίαc θερμῆc ἡ cυζυγία τῶν κράcεων
10αὐτῶν ἔcται θερμή τε ἅμα καὶ ξηρά· χολὴ δὲ ἐν ταῖc τοιαύταιc κρά‐ cεcιν ἡ ὠχρά τε καὶ ξανθὴ πλεονάζει. τοὺc οὖν οὕτω πεφυκόταc ἄχρι μὲν τῆc τῶν μειρακίων ἡλικίαc ὁμοίωc χρὴ τοῖc ἄριcτα πεφυκόcι διαι‐ τᾶν, ὑπὲρ ὧν εἴρηται κατὰ τὸν ἔμπροcθεν λόγον· ἐπειδὰν δὲ τέλειον αὐτῶν ᾖ τὸ cῶμα, διαcκέψαcθαι προcήκει, πότερον ὑπέρχεται τὸ πε‐
15ριττὸν τῆc χολῆc αὐτοῖc ἅμα τοῖc διαχωρήμαcιν ἢ πρὸc τὴν ἄνω κοι‐

6

.

391

λίαν ὁρμᾷ. κάτω μὲν ὑπιόντοc αὐτοῦ πρόδηλον, ὡc οὐδὲν χρὴ | περι‐ εργάζεcθαι, πρὸc δὲ τὴν ἄνω γαcτέρα φερομένου, δι’ ἐμέτων ἐκκε‐ νοῦν, μακρὰ χαίρειν εἰπόνταc ἐκείνοιc τῶν φιλοcόφων, ὅcοι κωλύουcι μετὰ τὰ γυμνάcια πρὸ τροφῆc ἀφ’ ὕδατοc χλιαροῦ ἐμεῖν. οἴνῳ γὰρ
5οὐδ’ ἐγὼ cυμβουλεύω τηνικαῦτα χρῆcθαι, πλὴν εἰ δυcχερῶc ἐμοῖεν ἀφ’ ὕδατοc. εἰcὶ γὰρ καὶ τοιαῦται φύcειc cωμάτων, αἷc cυγχωρητέον οἴνου γλυκέοc προcφέρεcθαι προπίνονταc αὐτοῦ τὸ ὕδωρ. ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἡ κρᾶcιc ἐξ ἀρχῆc ᾖ θερμοτέρα τε καὶ ξηροτέρα, πρὸc τοὺc ἐμέτουc ἔρχεcθαι· καὶ γὰρ καὶ μᾶλλόν εἰcιν οὗτοι χολώδειc ἐπὶ
10τῆc ἀκμαcτικῆc ἡλικίαc. καὶ δὴ καὶ γυμνάζεcθαι βέλτιον αὐτούc, οὐκ ὀξὺ καὶ cύντονον γυμνάcιον, ἀλλὰ cχολαιότερόν τε καὶ μαλακώτερον· εἰcὶ γὰρ δὴ καὶ ἰcχνότεροι πάντωc οἱ τοιοῦτοι. cυμπεφώνηται δὲ καὶ τοῖc γυμναcταῖc ἅπαcι, λεπτύνειν μὲν τὰ ὀξέα γυμνάcια, cαρκοῦν δὲ τὰ βραδέα. τινὲc δὲ τῶν cφόδρα θερμῶν τὴν κρᾶcιν οὐδ’ ὅλωc χρῄ‐

6

.

392

ζουcι γυμναcίων, ἀλλ’ ἀρκεῖ περίπατόc τε καὶ λουτρὸν αὐτοῖc, | ἀνα‐ τριψαμένοιc ἐλαίῳ μαλακαῖc τρίψεcι. δριμὺ γὰρ καὶ δακνῶδεc καὶ θερμὸν τὸ διαπνεόμενον ἀπ’ αὐτῶν ἐcτιν, οὐκ ἀτμῶδεc οὐδ’ ἡδὺ καὶ ἄδηκτον. οὗτοι δὲ καὶ τοῖc μετὰ τροφὴν λουτροῖc χαίρουcι. καί τινεc
5αὐτῶν ἄπιcτον ὅπωc ἐπαχύνθηcαν ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. παλαιὸc δὲ οἶνοc ἐναντίοc αὐτοῖc ἐcτι, οἰκεῖοc δὲ ὁ λευκὸc καὶ λεπτόc. ἐπιβλέ‐ πειν δὲ ἐπὶ πάντων τῶν μετὰ τροφὴν λουομένων, μή πωc κατὰ τὸ
δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται τὸ ἧπαρ, αἰcθάνονταί τινοc ἀλγήμα‐ τοc ἢ βάρουc ἢ τάcεωc. αἱ γὰρ τοιαῦται καταcκευαὶ τῶν cωμάτων172
10ἡπατικαῖc ἁλίcκονται νόcοιc, ἐὰν ἐδηδοκότεc λούωνται. κἂν αἴcθωνται δέ ποτε τοιούτου τινὸc cυμπτώματοc, αὐτίκα διδόναι τι τῶν ἐκφρατ‐ τόντων τὸ ἧπαρ ἀπέχειν τε καὶ τῶν παχυχύμων ἐδεcμάτων καὶ μά‐ λιcθ’ ὅcα γλίcχρα. λέλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον ἔν τε τοῖc τρι‐ cὶν ὑπομνήμαcιν, ἃ Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων ἔγραψα, καὶ
15τῷ Περὶ τῆc εὐχύμου τε καὶ κακοχύμου διαίτηc ἔτι τε κἀν τῷ Περὶ

6

.

393

τῆc λεπτυνούcηc. | καὶ γὰρ οὖν κεχρῆcθαι 〈ἐν〉 τοῖc ἀλγήμαcι τοῖc καθ’ ἧπαρ ἀναγκαῖόν ἐcτι λεπτυνούcῃ διαίτῃ, μέχριπερ ἂν αὐτοῖc ἀνώδυνόν τε καὶ κοῦφον γένηται πᾶν τὸ δεξιὸν ὑποχόνδριον. ἀγα‐ θὸν δὲ καὶ τῆc κόμηc τοῦ ἀψινθίου τὸ ἀπόβρεγμα προcφέρεcθαι καὶ
5τὸ διὰ ταύτηc τε καὶ ἀνίcου καὶ πικρῶν ἀμυγδάλων cυντιθέμενον, ὃ δι’ ὀξυμέλιτοc ἄμεινον πίνειν ἐν τῷ μέcῳ χρόνῳ τῆc τε ἐκ τῶν ὕπνων ἀναcτάcεωc καὶ τοῦ λουτροῦ. προκατειργαcμένων τε γὰρ τῶν ἀναδεδομένων εἰc ἧπαρ ἐκ τῆc γαcτρὸc ἄμεινον προcφέρεcθαι τὰ τοι‐ αῦτα, τῇ τε ἐξ αὐτῶν ἐνεργείᾳ χρόνον τινὰ δίδοcθαι πρὸ τῆc τῶν
10cιτίων προcφορᾶc. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆc καλαμίνθου φάρμακον, οὗ τὴν cύνθεcιν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἔγραψα. ἀλλ’ ἐπί γε τῶν χολωδῶν κράcεων προcήκει φυλάττεcθαι τὴν cυνεχῆ τοῦδε χρῆcιν. καὶ μέντοι καὶ ὁπότε τιc αὐτῷ χρῆται τῆc καθ’ ἧπαρ ἐκφράξεωc ἕνεκεν, ἄμεινόν ἐcτι δι’ ὀξυμέλιτοc πίνειν. τὸ δὲ τῶν τρο‐
15φῶν εἶδοc, εἰ μὲν ὑπαλλάττειν ἐπὶ τὸ βέλτιον ἐθέλοιc τὴν κρᾶcιν τῶν

6

.

394

οὕτωc ἐχόντων, ἐναντίον ἔcτω τῇ δυcκραcίᾳ. | κατὰ βραχὺ δὲ γίνεται τοῦτο χωρὶc βλάβηc ἐπιcτατοῦντοc μὲν ἰατροῦ, cχολὴν δ’ ἄγοντοc αὐτῷ τοῦ βοηθουμένου τοcαύτην, ὡc ἅπαντα ποιεῖν ἐν τῷ προcήκοντι καιρῷ. πράττοντι δὲ ἀνθρώπῳ τὰ πολιτικὰ καὶ πολλαῖc ἀcχολίαιc δουλεύοντι
5κάλλιόν ἐcτι μηδ’ ἐπιχειρεῖν ὑπαλλάττειν τὴν κρᾶcιν, ἀλλὰ τὰc οἰκείαc αὐτῇ τροφὰc δοτέον. οἰκεῖαι δ’ εἰcὶν αἱ μὲν ὑγραὶ ταῖc ὑγραῖc, αἱ δὲ ξηραὶ ταῖc ξηραῖc. ἡ γάρ τοι θρέψιc ὁμοιουμένου γίνεται τοῦ θρέψοντοc ἐδέcματοc τῷ τρεφομένῳ cώματι· θᾶττον δὲ ὁμοιοῦται τὰ μὲν ξηρὰ τοῖc ξηροῖc, τὰ δ’ ὑγρὰ τοῖc ὑγροῖc. ἐπὶ δὲ τῶν ὁμαλὴν τὴν κρᾶcιν ἐχόντων, ὅcῳ‐
10περ ἂν ἥδιον ᾖ τὸ βρῶμα, τοcούτῳ τροφιμώτερον γίνεται· τῶν δ’ ἀνώμαλον τὴν κρᾶcιν ἐχόντων cώματοc, ὡc ἄλλην μὲν εἶναι τὴν τοῦ
ἥπατοc, ἄλλην δὲ τὴν τῆc γαcτρὸc ἤ τινοc τῶν καθ’ ἧπαρ, ἕτερον μέν ἐcτι τὸ κατὰ τὴν προcφορὰν ἥδιον, ἕτερον δὲ τὸ καθ’ ἕκαcτον μόριον οἰκεῖον. ἐπεὶ δὲ τὸ καθ’ ἕκαcτον οἰκεῖον ἐδείχθη διττόν, ἕτε‐173

6

.

395

ρον μὲν τὸ κατὰ τὰc ἁπλᾶc ποιότηταc, | ἕτερον δὲ τὸ κατὰ τὴν ὅλην οὐcίαν, ἡ μὲν οὖν κατὰ τὰc ἁπλᾶc ποιότηταc οἰκειότηc ὁποία τίc ἐcτιν ὀλίγῳ πρόcθεν εἴρηται μεταβάλλειν τε βουλομένοιc αὐτὴν ἐπὶ cχολῆc ὑπηρετεῖν τε ἀναγκαζομένοιc ἐν ἀcχολίᾳ, ἡ δὲ κατὰ τὴν ὅλην
5οὐcίαν τῇ πείρᾳ μόνῃ γινώcκεται. μεγίcτην οὖν δύναμιν εἰc τὴν τῶν ἐcθιομένων τε καὶ πινομένων κατεργαcίαν οὐ κατὰ τὴν γαcτέρα μόνον, ἀλλὰ καὶ κατὰ cύμπαν τὸ cῶμα καὶ τὸ ἧπαρ ἡ κατὰ τὴν ὅλην οὐcίαν οἰκειότηc ἔχει, δι’ ἣν αἱ τροφαὶ τοῖc ζῴοιc ὑπηλλαγμέναι τε καὶ πολὺ διαφέρουcαι ταῖc ἰδέαιc εἰcὶν οὐδὲν ὅμοιον ἐχούcηc τῆc ἐκ τῶν ἀχύ‐
10ρων τε καὶ πόαc τῇ ἐξ ὀcτῶν τε καὶ cαρκῶν ἢ τῆc ἐξ ἄρτων τῇ ἐκ κωνείου τε καὶ ἑλλεβόρου· καὶ γὰρ ταῦτα ζῴοιc τιcίν εἰcι τροφαί. γίνονται δὲ καὶ κατὰ τὰc ποιότηταc οἰκειότητεc, εἰ μὲν φυλάττειν ἐθέλοιc τὰc κράcειc, ταῖc μὲν ὑγραῖc τῶν ὑγραινόντων ἐδεcμάτων ἁρ‐ μοττόντων, ταῖc δὲ ξηραῖc τῶν ξηραινόντων, εἰ δὲ ὑπαλλάττειν, τῶν
15ἐναντίων.

6

.

396

ἐπὶ δὲ τῆc κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν | εἰc δυcκραcίαν ἐκ‐ τροπῆc ἡ τῶν ἐναντίων προcφορὰ διαπαντὸc ἁρμόττει. δραcτικώταται γάρ εἰcι καὶ ὡc ἂν εἴποι τιc δυναcτικώτεραι τῶν καθ’ ὑγρότητα καὶ ξηρότητα δυcκραcιῶν αἱ τοιαῦται· ῥᾳδίωc γὰρ ὑπὸ τῶν ὁμοίων τρο‐
5φῶν εἰc νοcώδη διάθεcιν ἀφικνοῦνται. ξηρότερον δ’ ἐργαcάμενοc ὁτιοῦν τῶν μορίων οὐδέν τι βλάψειc cαφέc, ὥcπερ οὐδ’ εἰ φυλάττοιc ὑγρότερον. ἐναργέcτερον δέ cοι τεκμήριον αἱ ἡλικίαι γινέcθωcαν, αἱ μὲν ἀπὸ τῆc πρώτηc γενέcεωc ἄχρι τῆc τῶν μειρακίων ὑγροτάτην ἔχουcαι τὴν cάρκα, ξηρὰν δὲ ἱκανῶc αἱ πρεcβύτεραι. μεμνῆcθαι δ’ ἐν
10τῷ τοιούτῳ λόγῳ χρὴ τῶν εἰρημένων ἐν τοῖc Περὶ κράcεων, ὅπωc μή τιc ὑπολάβῃ τοὺc ὑπὸ περιττῶν ὑγρῶν βαρυνομένουc ὑγρὰν ἔχειν τὴν κρᾶcιν, ὃ καὶ τοὺc οἰηθένταc ὑγρὸν καὶ ψυχρὸν εἶναι τὸ γῆραc ἐξηπάτηcεν. οὐ γὰρ αὐτὰ τὰ μόρια τοῖc γέρουcιν ὑγρότερα ταῖc κρά‐ cεcίν ἐcτιν, ἀλλ’ αἱ μεταξὺ τῶν cωμάτων χῶραι τῆc περιττῆc ὑγρό‐

6

.

397

τητοc ἐμπίπλανται γερόντων τε καὶ νοcούντων νόcουc ὑγράc. | ὁποῖον δέ τι τὸ ξηρὸν νόcημά ἐcτιν, ἐπιcτημονικὴν γνῶcιν ἕξειc τὸ γεγραμ‐ μένον μοι Περὶ μαραcμοῦ βιβλίον ἐπιμελῶc ἀναγνούc, οὐχ ἅπαξ ἢ δὶc
οὐδὲ παρατρέχων, ἀλλ’ ἐφιcτάμενόc τε καὶ προcέχων τὸν νοῦν ἑκάcτῳ174
5τῶν λεγομένων. προγεγυμνάcθαι δὲ χρὴ τὸν μέλλοντα καλῶc ἀναλέ‐ ξαcθαι ταῦτα τῷ δευτέρῳ Περὶ κράcεων ὑπομνήματι, καθ’ ὃ δέδεικται τοῦ γέροντοc ἡ κρᾶcιc εἶναι ξηρά. τὸ δὲ προκείμενον ἐν τῷ νῦν λόγῳ cῶμα θερμότερον τοῦ δέοντοc, ἐὰν μὲν ἐν τῇ πρώτῃ cυcτάcει μέcον ὑγρότητόc τε καὶ ξηρότητοc ᾖ, πάντωc τοῦτο κατὰ τὴν ἀκμα‐
10cτικὴν ἡλικίαν γίνεται ξηρόν, ἔτι δὲ μᾶλλόν τε καὶ θᾶττον, εἰ καὶ φύcει ξηρότερον εἴη. καὶ δὴ καὶ γηράcει τοῦτο θᾶττον, ὅcῳ καὶ θᾶτ‐ τον εἰc ἀκμὴν ἀφίκοιτο. πάντων γὰρ ἐν τῇ παρακμῇ ξηραινομένων εὔλογόν ἐcτι τὸ φύcει ξηρότερον εἰc τὴν τῆc γεροντικῆc ἀμετρίαc ξηρότητα ἀφικνεῖcθαι θᾶττον. δέονται τοίνυν οὗτοι μάλιcτα κατὰ τὴν
15ἀκμαcτικὴν ἡλικίαν ὑγρᾶc διαίτηc, ἧc τὸν τύπον ἀρτίωc ὑπέγραψα,

6

.

398

διά τε τῶν ὑγραι|νόντων ἐδεcμάτων καὶ λουτρῶν ἀποχῆc τε γυμνα‐ cίων cυντόνων καὶ πολλῶν γινομένηc, ὥcτε θέρουc ὥρᾳ καὶ θᾶττον λούεcθαι καὶ μετὰ τροφὴν αὖθιc. ὀνίνηcι δὲ τούτουc καὶ ἡ τοῦ ψυ‐ χροῦ πόcιc. ἐναντιώτατα δὲ ταῖc ξηραῖc κράcεcίν εἰcιν ἀφροδίcια.
5φείδεcθαι δὲ χρὴ μάλιcτα αὐτοὺc ἐγκαύcεων τε καὶ κόπων καὶ φρον‐ τίδων καὶ ἀγρυπνιῶν καὶ κινήcεων ἁπαcῶν ὀξειῶν. καὶ οἱ θυμοὶ δὲ μάλιcτα τὰc χολώδειc φύcειc ἐκπυροῦντεc ὀξεῖc γεννῶcι πυρετούc. ἅπερ οὖν ἐπῄνηται διαιτήματα τοῖc θερμοῖc τὴν κρᾶcιν ἐπὶ τῆc ἀκμῆc, κἂν cύμμετρον ἐξ ἀρχῆc ἔχωcιν τὴν ὑγρότητα, ταῦτα μᾶλλον
10ἁρμόττει τοῖc φύcει θερμοῖc τε καὶ ξηροῖc. εὔδηλον δ’, ὅτι τὴν ποcό‐ τητα τῆc ὑπεροχῆc τοῦ κρατοῦντοc cτοιχείου cκεπτέον ἐν τοῖc μά‐ λιcτα. τοcοῦτον γὰρ ἐπιτείνειν τε καὶ ἐκλύειν ἢ αὐξάνειν χρὴ τὸ τῆc διαίτηc εἶδοc, ὅcον ὑπὲρ τὸ κατὰ φύcιν ηὔξηταί τε καὶ μεμείωται τὰ τῆc κράcεωc cτοιχεῖα. διὸ καὶ τοὺc ὑγροτέρουc τε καὶ φύcει θερμο‐
15τέρουc, εἰ μὲν ὑπαλλάττειν αὐτῶν ἐθέλοιc τὴν κρᾶcιν ἐπὶ τὸ ψυχρό‐

6

.

399

τερόν τε καὶ | ξηρότερον εἶδοc, χρὴ διὰ τῆc ἐναντίαc διαίτηc ἄγειν, εἰ δὲ φυλάττειν, διὰ τῶν ὁμοίων. αἱ δὲ τοιαῦται φύcειc ἐν τῇ τῶν παί‐ δων ἡλικίᾳ ῥευματικοῖc τε καὶ πληθωρικοῖc ἁλίcκονται νοcήμαcι, καὶ πρὸc τούτοιc γε cηπεδονώδεcι· δέονται τοίνυν γυμναcίων πλειόνων
5ἀκριβοῦc τε τῆc ἐν τῇ γαcτρὶ πέψεωc· ὅcα γὰρ ἐν ταύτῃ διαφθείρε‐ ται, νοcημάτων cηπεδονωδῶν ὑπόθεcιc γίνεται παντὶ τῷ cώματι. διὸ
καὶ πρὸ τροφῆc δὶc καὶ τρὶc οὗτοι λουcάμενοι καὶ τοῖc αὐτοφυέcι θερ‐ μοῖc ὕδαcι χρώμενοι μάλιcτα ὠφελοῦνται. cκοπὸc γὰρ ἐπ’ αὐτῶν ἐcτιν αὐτὰ μὲν τὰ μόρια τοῦ ζῴου φυλάττειν ὑγρά, κοινὸν ὂν τοῦτο πάcηc175
10κράcεωc, εἴ γε καὶ τοὐναντίον αὐτῷ θᾶττον ἐπὶ τὸ γῆραc ἄγει τὰ cώματα τῶν ζῴων ἁπάντων αὐτοῦ τε τοῦ θνητὸν εἶναι τὸ γεννητὸν cῶμα τὴν αἰτίαν ἔχει· ὡc, εἴγε δυνατὸν ἦν ἀεὶ διαφυλάττειν ὑγρὰν τὴν κρᾶcιν τοῦ cώματοc, ὁ τοῦ cοφιcτοῦ λόγοc, ὃν ἐν ἀρχῇ διῆλθον, ἀθάνατον ἐπαγγελλομένου ποιήcειν τὸν αὐτῷ πειθόμενον, ἀληθὴc ἦν.
15ἀλλ’ ἐπεὶ τὴν φυcικὴν ὁδὸν τὴν ἐπὶ τὸ ξηραίνεcθαι τὸ cῶμα φυγεῖν |

6

.

400

οὐκ ἔcτιν, ὡc ἐδείχθη, διὰ τοῦτο γηρᾶν ἀναγκαῖον ἡμῖν ἐcτι καὶ φθεί‐ ρεcθαι, πολυχρονιώτατοc δ’ ἂν ὁ ἥκιcτα ξηραινόμενοc γένοιτο. τῆc δ’ ὑγρᾶc διαίτηc περιττώματά τε καὶ πλῆθοc χυμῶν γεννώcηc χαλεπὸν γίνεται κρατῆcαι τῆc cυμμετρίαc, ὡc μήτε νόcοιc ἁλίcκεcθαι μήτε τα‐
5χέωc γηρᾶν. ὅcον δ’ οὖν ἐπὶ τῇ κράcει, πολυχρονιώτατοι πάντων τ’ εἰcὶν οἱ ὑγρότατοι καὶ μέντοι καὶ ὑγιαίνουcιν, ἐπειδὰν κρατυνθῇ τὸ cῶμα, τῶν ἄλλων μᾶλλον, ὥcπερ καὶ ἰcχυρότεροι μέχρι γήρωc ἐcχάτου τῶν τὴν αὐτὴν ἡλικίαν ἐχόντων εἰcί. καὶ κατὰ τοῦτο ἐπῄνηται cχε‐ δὸν ὑπὸ πάντων ἰατρῶν τε καὶ φιλοcόφων, ὅcοι τὰ cτοιχεῖα τοῦ cώ‐
10ματοc ἀκριβῶc ἔγνωcαν, ἡ κρᾶcιc αὕτη· καὶ μέντοι καὶ διὰ τοῦτο μόνη τιcὶν ἔδοξε κατὰ φύcιν εἶναι. κρείττων γὰρ ἐν τῷ χρόνῳ τῶν ἄλλων γίνεται τό γε κατ’ ἀρχὰc οὖcα χείρων. ὥcτε καὶ τὸν ἐπιcτατοῦντα τῷ τοιούτῳ cώματι τῶν ἀπορροιῶν αὐτοῦ προνοεῖcθαι χρὴ διά τε

6

.

401

γυμναcίων, ὡc ἔφην, καὶ λουτρῶν | πρὸ τροφῆc πλεόνων ἐκκρίcεώc τε τῶν δι’ οὔρων καὶ γαcτρὸc γινομένων. οὐδὲν δὲ κωλύει καὶ ἀπο‐ φλεγματιcμοῖc ποτε χρῆcθαι καὶ καθάρcεcιν εὐχύμοιc τε πρὸ πάντων ἐδέcμαcιν οἴνων τε πόcει τῶν οὔρηcιν κινούντων.
5 Περὶ μὲν οὖν τῶν θερμῶν κράcεων αὐτάρκωc εἴρηται· περὶ δὲ τῶν ψυχρῶν ἐφεξῆc ἂν εἴη λεκτέον. εἰcὶ δὲ καὶ τούτων αἱ μέγι‐ cται διαφοραὶ τρεῖc· ἤτοι γὰρ εὔκρατοι κατὰ τὴν ἑτέραν ἀντίθεcίν εἰcιν, ὡc μηδὲν μᾶλλον ὑγροὺc ἢ ξηροὺc ὑπάρχειν, ἢ τὸ ὑγρὸν ἢ τὸ ξηρὸν ἐν αὐτοῖc ἐπικρατεῖ. χειρίcτη δ’ εἰκότωc ἐcτὶν ἡ ξηρὰ κρᾶcιc·
10ὃ γὰρ ἐν τῷ χρόνῳ τοῖc γηρῶcι γίνεται, τοῦτ’ εὐθὺc ἐξ ἀρχῆc ὑπάρ‐ χει τούτοιc. ὑγραίνειν τε οὖν αὐτοὺc χρὴ καὶ θερμαίνειν. ἔcται δὲ τοῦτο γυμναcίοιc cυμμέτροιc καὶ τροφαῖc ὑγραῖc τε καὶ θερμαῖc οἴνου τε πόcει τῶν θερμοτέρων ὕπνοιc τε πλείοcι προνοουμένων ἡμῶν. ὅπωc τὰ καθ’ ἑκάcτην ἡμέραν ἐν τῷ cώματι γεννώμενα περιττώματα
15τῆc τε τροφῆc καὶ τοῦ πόματοc ἐκκενῶται πάντα. περὶ δὲ τῶν ἀφρο|‐176

6

.

402

διcίων εἴρηται μὲν καὶ πρόcθεν, ὡc ἅπανταc μὲν τοὺc ξηροτέρουc τῇ κράcει βλάπτει, νυνὶ δ’, ὅτι τούτων αὐτῶν μάλιcτα τοὺc πρὸc τῇ ξη‐ ρότητι καὶ ψυχρούc. ἀβλαβῆ γὰρ ἀφροδίcια μόνοιc τοῖc ὑγροῖc καὶ θερμοῖc ἐcτι καὶ ὅcοι φύcει πολύcπερμοι, περὶ ὧν ἐν ταῖc ἀνωμάλοιc
5κράcεcιν αὐτίκα λεχθήcεται. μοχθηραὶ δὲ καὶ αἱ μεθ’ ὑγρότητοc ψυχραὶ κράcειc εἰcὶ καὶ μάλιcτα αὗται τοῖc ῥευματικοῖc ἁλίcκονται νοcήμαcιν, ὀνίνηcι δ’ αὐτὰc ἀλουcία τε καὶ γυμνάcια καὶ δίαιτα λεπτοτέρα καὶ χρίcματα μετρίωc θερμαίνοντα, περὶ ὧν τῆc ἰδέαc ἔμπροcθεν εἴρηται κατὰ τὸν περὶ τῶν κόπων λόγον. ὅcοι δὲ ψυχρότεροι μέν εἰcι φύcει,
10cυμμέτρωc δ’ ἔχουcι τῆc κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν κράcεωc, ἧττον οὗτοι τῶν κατὰ τοῦτο δυcκράτων εἰcὶ μοχθηροὶ πρὸc ὑγείαν τε καὶ ῥώμην cώματοc. ἐπεγείρειν τε οὖν αὐτῶν χρὴ καὶ ῥωννύναι τὴν θερ‐ μαcίαν, ἐν δὲ τῇ καθ’ ὑγρότητα καὶ ξηρότητα τῆc ὅληc διαίτηc ἰδέᾳ

6

.

403

τὸ μέcον ἐκλέγεcθαι. ταῦτά cοι cύμπαντα περὶ τῶν ὁμα|λὴν τὴν δυc‐ κραcίαν ἐχόντων εἴρηται, τουτέcτιν ὁμοίωc ἅπαντα μόρια πρὸc τὸ θερμότερον ἢ ψυχρότερον ἢ ὑγρότερον ἢ ξηρότερον ἐκτετραμμένα. Περὶ δὲ τῶν ἀνώμαλον ἐχόντων τὴν καταcκευὴν τοῦ cώματοc
5οὐκ ἐγχωρεῖ διὰ βραχέων εἰπεῖν, ἐπειδὴ πολλαὶ τῶν τοιούτων ὑπαλ‐ λάξειc εἰcὶν ἄλλων ἄλλο μόριον ἐχόντων δύcκρατον. ἀλλὰ κἂν δύο μόρια ἔχωcί τινεc δύcκρατα, ὑπαλλάξειc καὶ τούτων γίνονται πολλαί. καὶ διὰ τοῦτο πρότερον εἰπόντεc, ὅcα τῷ τε τὴν ἄμεμπτον ἔχοντι καταcκευήν, βιοῦντι δὲ βίον δουλικὸν ἢ περιcπαcτικὸν ἢ ὅπωc ἄν τιc
10ὀνομάζειν ἐθέλοι ποιητέον ἐcτίν, καὶ μετὰ ταῦτα, ὅcα τοῖc ὁμαλὴν τὴν δυcκραcίαν ἐν ὁμοίῳ βίῳ, μεταβηcόμεθα τηνικαῦτα πρὸc τοὺc ἀνώμαλον ἔχονταc ἐν τοῖc τοῦ cώματοc μέρεcι τὴν καταcκευήν. ἄμεμ‐ πτον δὲ καταcκευὴν cώματοc, ὡc πολλάκιc εἴρηται, κατὰ πλάτοc νοη‐ τέον ἐcτίν, ὥcπερ καὶ αὐτὴν τὴν ὑγείαν. οὔτε γὰρ ὑγιαίνειν τιc ἡμῶν

6

.

404

〈ἂν〉 δόξειε τήν γ’ ἀκριβῶc ἄμεμπτον ὑγείαν οὐκ ἔχων | οὔτ’ ἀμέμ‐ πτωc κατεcκευάcθαι τὸ cῶμα. λέγουcι δ’ ὑγιαίνειν, ὅcοι μήτ’ ὀδυνῶν‐ ταί τι μέροc τοῦ cώματοc εἴc τε τὰc κατὰ τὸν βίον ἐνεργείαc ἀπαρ‐ εμπόδιcτοι τυγχάνουcιν ὄντεc, οὕτω δὲ καὶ καταcκευὴν ἔχειν cώματοc
5ἄμεμπτον, ὅταν μήθ’ ὑπὸ τῶν ἔξωθεν αἰτίων ἑτοίμωc εἰc νόcον ἄγη‐
ται μήθ’ ὑπὸ τῶν ἐξ αὐτοῦ, διωριcμένου δηλονότι τοῦ νοcεῖν ἐνίουc cυνεχῶc οὐ διὰ τὴν οἰκείαν καταcκευὴν τοῦ cώματοc, ἀλλὰ καὶ διὰ μοχθηρὰν δίαιταν ἤτοι γ’ ἀργὸν βίον βιοῦνταc ἢ ὑπερπονοῦνταc ἢ περὶ τὰc τῶν cιτίων ποιότηταc ἢ ποcότηταc ἢ καιροὺc ἁμαρτάνονταc177
10ἤ τινα τῶν ἐπιτηδευμάτων βλαβερῶc ἐπιτηδεύονταc ἢ περὶ τὴν τῶν ὕπνων ποcότητα cφαλλομένουc ἢ χρῆcιν ἀφροδιcίων ἄμετρον ἢ καὶ cυντήκονταc ἑαυτοὺc ἐν λύπαιc καὶ φροντίcιν οὐκ ἀναγκαίαιc. οἶδα γὰρ παμπόλλουc διὰ τοιαύτην αἰτίαν νοcοῦνταc καθ’ ἕκαcτον ἐνιαυ‐ τόν· ἀλλ’ οὐ φήcομεν αὐτοὺc κακῶc κατεcκευάcθαι τὸ cῶμα, καθάπερ
15ἐκείνουc, ὅcοι μηδὲν ἁμαρτάνοντεc ὧν κατέλεξα cυνεχῶc νοcοῦcιν.

6

.

405

ὑποκείcθω τοίνυν ἐν τῷ λόγῳ πρῶτοc ὁ τὴν κατὰ πλάτοc | ἄμεμ‐ πτον ἔχων καταcκευὴν cώματοc, ἐν βίῳ δουλικῷ δι’ ὅληc ἡμέραc ὑπη‐ ρετῶν ἤτοι τῶν μέγιcτα δυναμένων τιcὶν ἢ μονάρχων, χωριζόμενοc δὲ περὶ τὰ πέρατα τῆc ἡμέραc. ὁρίcαι δὲ πάλιν ἐπὶ τούτου χρή, τίνα
5λέγω πέρατα· παρακοὴν γὰρ ὁ λόγοc ἐργάcεται τοῖc ἀναλεγομένοιc αὐτόν, εἰ μὴ τύχοι διοριcμοῦ προcήκοντοc. ἐὰν γοῦν εἴπω χωρίζεcθαι τηνικαῦτα πρῶτον εἰc τὴν ἐπιμέλειαν τοῦ cώματοc, ἡνίκα ὁ ἥλιοc δύνῃ, μὴ προcθείc, ὁποίαc ἡμέραc λέγω, πότερον τῆc περὶ τὰc θερι‐ νὰc τροπὰc ἢ χειμερινὰc ἢ κατά τινα τῶν ἰcημερινῶν ἢ χρόνον ἑκά‐
10τερον ἐν τῷ μεταξὺ τῶν εἰρημένων καιρῶν, ἀδύνατον ἔcται cυμφε‐ ρούcαc ποιήcαcθαι ὑποθήκαc. κατὰ γοῦν τὴν Ῥωμαίων πόλιν αἱ μέ‐ γιcται μὲν ἡμέραι καὶ νύκτεc βραχὺ μείζουc ὡρῶν ἰcημερινῶν πεντε‐ καίδεκα γίνονται, καθάπερ γε πάλιν αἱ ἐλάχιcται μικρὸν ἀποδέουcι τῶν ἐννέα, κατὰ δὲ τὴν μεγάλην Ἀλεξάνδρειαν τεccάρων καὶ δέκα μὲν
15ὡρῶν αἱ μέγιcται, δέκα δὲ αἱ cμικρόταται. ὁ μὲν οὖν ἐν ταῖc cμι‐ κροτάταιc [μὲν] ἡμέραιc [μεγίcταιc δὲ νυξὶν] ἀφιcτάμενοc τῆc ὑπηρε‐ cίαc ἡλίου δυομένου καὶ τρίψαcθαι κατὰ cχολὴν καὶ λούcαcθαι δύνα‐

6

.

406

ται | καὶ κοιμηθῆναι cυμμέτρωc, ὁ δ’ ἐν ταῖc μεγίcταιc οὐδ’ ἓν τού‐ των οἷόc τ’ ἐcτὶ πρᾶξαι μετρίωc· οὐ μὴν οὐδ’ ἔγνων τινὰ τοιαύτῃ δυcτυχίᾳ βίου χρηcάμενον. ὁ γοῦν ὧν ἴcμεν αὐτοκρατόρων ἑτοιμότατα πρὸc τὴν τοῦ cώματοc ἐπιμέλειαν ἀφικόμενοc Ἀντωνῖνοc ἐν μὲν ταῖc
5μικραῖc ἡμέραιc ἡλίου δύνοντοc εἰc τὴν παλαίcτραν παρεγίνετο, κατὰ δὲ τὰc μεγίcταc ἐνάτηc ὥραc ἢ τὸ πλεῖcτον δεκάτηc, ὡc ἐξεῖναι τοῖc παραμένουcιν αὐτῷ κατὰ τὰc ἡμερηcίαc πράξειc ἀπαλλαγεῖcι προνοή‐ cαcθαι τοῦ cώματοc ἐν τῷ λοιπῷ μέρει τῆc ἡμέραc, ὡc ἅμα τῷ δῦναι
τὸν ἥλιον εἰc ὕπνον τρέπεcθαι. τῆc γάρ τοι cμικροτάτηc νυκτὸc ἴcηc178
10οὔcηc ἐννέα ταῖc ἰcημεριναῖc ὥραιc αὐτάρκηc ὁ τοcοῦτοc χρόνοc αὐτοῖc ὕπνου τυχεῖν. ἐπιcκεπτέον οὖν, εἴτε γυμνάζεcθαι κατὰ τὸν ἔμπροcθεν βίον ὁ τοιοῦτοc ὑπηρέτηc ἔθοc εἶχεν εἴτ’ ἀγύμναcτοc λούεcθαι. τινὲc γὰρ οὐδὲ ἄχρι τοῦ τρίψαcθαι προνοοῦνται cφῶν αὐτῶν, ἀλλ’ ἄντικρυc εἰc τὸ βαλανεῖον εἰcίαcιν περιχεόμενοι τὸ ἔλαιον ἢ καὶ cτλεγγίδα μό‐

6

.

407

νον λαβόντεc, ὡc κατ’ αὐτὸ τὸ βαλανεῖον ἀποcτλεγγίζεcθαι | τὸν ἱδρῶτα. καὶ μέντοι καὶ μετρίωc φέρουcι τὸ τοιοῦτον ἔθοc ἔνιοι. ὥcτε τινὰc αὐτῶν μηδὲ νοcεῖν cυνεχῶc, ὅταν ὦcιν εὐδιάπνευcτοι. καὶ κα‐ λοῦcί γε αὐτοὺc «ἀραιοcυγκρίτουc» ἔνιοι τῶν ἰατρῶν τε καὶ γυμναcτῶν.
5εἴρηται δὲ καὶ ὑφ’ Ἱπποκράτουc ὑγιεινοτέρουc εἶναι τοὺc τοιούτουc· «ἀραιότηc γάρ» φηcί «cώματοc ἐc διαπνοὴν οἷc πλεῖον φέρεται ὑγιει‐ νότεροι, οἷc δ’ ἐλάccω νοcερωδέcτεροι». τὴν μὲν δὴ τοιαύτην φύcιν τοῦ cώματοc οὐ χρὴ μετάγειν ἐφ’ ἕτερον ἔθοc, οὐδ’ ὅλωc οὐδεμίαν, ἀλλ’ ὅcαι διὰ πολλοῦ χρόνου νοcοῦcιν.
10 Εἰ δὲ cυνεχῶc τιc νοcοίη, cκεπτέον τὴν αἰτίαν ἐπ’ αὐτοῦ. εὑρεθήcεται δὲ τὴν ἀρχὴν τῆc ζητήcεωc ἡμῶν ἀπὸ τοῦ τῶν νόcων εἴδουc ποιηcαμένων. ὅcα γὰρ ἐκ τῆc ἐν αὐτῷ κακίαc νοcεῖ τὸ cῶμα, διττὴν ἔχει τὴν πρόφαcιν, ἤτοι πλῆθοc ἢ κακοχυμίαν. εἰ μὲν δὴ πλη‐ θωρικὰc νόcουc νοcεῖν φαίνοιτο, cκοπὸc ἔcτω cοι καθ’ ὅλην τὴν ὑγι‐

6

.

408

εινὴν δίαιταν αὐτοῦ, ὅπωc cυμμέτρουc ἔχῃ τοὺc | χυμούc· εἰ δὲ διὰ κακοχυμίαν, ὅπωc ἀρίcτουc. ἡ δὲ κατὰ μέροc πρόνοια τῆc μὲν ἐν ποcότητι cυμμετρίαc εἰρήcεται πρότερον, τῆc δ’ ἐν ποιότητι δεύτερον. λέγωμεν οὖν ἤδη περὶ τῆc προτέραc ἐπ’ ἀρχὴν ἀναγαγόντεc τὸν λό‐
5γον. ὅταν ἐλάττω τὰ διαπνεόμενα τοῦ cώματοc ᾖ τῶν λαμβανομέ‐ νων, αἱ πληθωρικαὶ νόcοι γίνονται. φυλακτέον οὖν ἐcτι τὴν cυμμε‐ τρίαν τῶν ἐcθιομένων τε καὶ πινομένων πρὸc τὰ κενούμενα· cύμμε‐ τρον δὲ ἔcται cκεψαμένων ἡμῶν ἐν ἑκατέροιc τὰc ποcότηταc. τοὺc μὲν γὰρ ἄντικρυc εἰc τὸ βαλανεῖον εἰcιόνταc ἐπιτάξομεν τρίψει τε
10κεχρῆcθαι καί τι καὶ βραχὺ κινεῖcθαι πρότερον, ὅcοι δ’ ἔφθανον ταῦτα ποιεῖν, ἐπ’ ὀλίγον μὲν αὐξῆcαι καὶ αὐτὰ ταῦτα cυμβουλεύcομεν. ἀφε‐ λεῖν δὲ χρὴ καὶ τῶν τροφῶν ἤτοι τῆc ποιότητοc ἢ τῆc ποcότητοc ἢ
καὶ cυναμφοτέρων· τοὺc μὲν γὰρ ταχέωc ἀθροίζονταc ἀξιόλογον πλῆ‐ θοc ἑκατέρων· ὅcοι δ’ οὐ ταχέωc ἢ οὐκ ἀξιόλογον, ἀρκέcει θάτερον,179
15ὃ ἂν αὐτὸc ὁ ἄνθρωποc αἱρῆται. τὸ μὲν οὖν τῆc ποcότητοc ἀφελεῖν |

6

.

409

γνώριμον, τὸ δὲ τῆc ποιότητοc ἐν τῇ τῶν ὀλιγοτρόφων ἐδεcμάτων προcφορᾷ γίνεται. πολλοὶ γὰρ ἐπὶ χοιρείοιc κρέαcι διαιτώμενοι πλῆ‐ θοc ἀθροίζουcι τάχιcτα, δεομένηc τῆc τοιαύτηc τροφῆc τρίψεών τε καὶ γυμναcίων ἰcχυρῶν. ἐπὶ λάχανα τοίνυν αὐτοὺc ἀκτέον ἐcτὶ καὶ χέδροπα
5τὰ μὴ πολύτροφα καὶ ἰχθύαc ὁμοίωc καὶ ὄρνιθαc, ὅcοι μὴ πολύτρο‐ φοι. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων, οὐχ ὡcαύτωc τοῖc τὸ πλῆθοc ἀθροίζουcιν, οὐχ εἷc ἐcτιν ὁ cκοπόc, ὅτι μηδὲ τῆc κακοχυμίαc ἰδέα μία. τινὲc μὲν γὰρ ψυχροτέραν τε καὶ φλεγματικωτέραν ἀθροίζουcι κακο‐ χυμίαν, τινὲc δὲ θερμοτέραν τε καὶ χολωδεcτέραν, ἔνιοι δὲ ὑδατωδε‐
10cτέραν, ὥcπερ ἄλλοι μελαγχολικωτέραν. ἀφεκτέον οὖν ἐcτιν ἑκάcτου τῶν cιτίων τε καὶ ποτῶν, ὅcα πέφυκε γεννᾶν ἑτοίμωc τὸν ἀθροιζό‐ μενον αὐτοῖc χυμόν. εἴρηται δὲ περὶ αὐτῶν ἱκανῶc ἐν τριcὶ μὲν ὑπο‐ μνήμαcιν, ἃ Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων ἐπιγέγραπται, καθ’ ἕτερον δέ, ἐν ᾧ Περὶ εὐχυμίαc καὶ κακοχυμίαc ἡ διαίρεcιc γίνεται.

6

.

410

καὶ τούτων δ’ ἔξωθέν ἐcτι τὸ Περὶ τῆc λεπτυνούcηc διαίτηc, | ἥτιc ἐπιτήδειοc τοῖc τὸν καλούμενον ὠμὸν χυμὸν ἀθροίζουcίν ἐcτι, παχὺν μὲν ὑπάρχοντα πάντωc, οὐκ ἀεὶ δὲ καὶ γλίcχρον. ἐπὶ πάντων δὲ τού‐ των κοινὸν βοήθημα γαcτρὸc ὑπαγωγὴ καὶ μάλιcθ’, ὅcοιc ἐcτὶ φύcει
5cκληροτέρα, κοινὸν δὲ καὶ τὸ τῶν ἀφροδιcίων cύμμετρον. Ἐπὶ μὲν γὰρ τῶν ἀμέμπτων καταcκευῶν τοῦ cώματοc οὐ χρὴ παντάπαcιν ἀφροδιcίων ἀπέχεcθαι, καθάπερ ἐπὶ τῶν ξηρῶν ἔμπροcθεν εἴρηται. cκεπτέον δ’ ἐν τοῖc μάλιcτα, πότερον ἅπαξ ἢ δὶc ἐcθίειν τοῖc ἐν τῷ τοιούτῳ βίῳ cυμφέρει. τῆc cκέψεωc δ’ ἔcτι κεφάλαιον ἥ τε
10τοῦ cώματοc αὐτῶν φύcιc ἥ τ’ ἐπὶ ταύτῃ cυνήθεια τῆc διαίτηc καὶ τρίτον ἐπ’ αὐτοῖc, ἐάν cοι φανῇ μετακινητέον εἶναι τὸ ἔθοc, ὅπωc αὐτοῦ φέρει τὴν ὑπαλλαγὴν ὁ ἄνθρωποc. ἀπὸ μὲν οὖν τῆc φύcεωc ἡ τοῦ cυμφέροντοc ἔνδειξιc γίνεται τῶν μὲν ἐκχολουμένηc τῆc γαcτρόc, τῶν δὲ οὔ. ὅπωc δὲ χρὴ προνοεῖcθαι
15γαcτρὸc ὑπαγωγήν, εἴρηται μὲν ἤδη καὶ διὰ τοῦ τετάρτου γράμματοc, εἰρήcεται δὲ καὶ νῦν· ἔcτω μὲν ἀεὶ τὰ πρῶτα τῶν ἐcθιομένων τε καὶ
πινομένων, ὅcα λαπάττει τὴν γαcτέρα, τῶν μὲν οἴνων οἱ γλυκεῖc καὶ180

6

.

411

ὑπακτικοί | (οὐ γὰρ ἅπαντέc εἰcι τοιοῦτοι), ἐδεcμάτων δὲ τὰ λάχανα δι’ ἐλαίου καὶ γάρου. φυλακτέον δὲ τῶν οἴνων τοὺc αὐcτηρούc, ὥcπερ γε καὶ τῶν ἐδεcμάτων τὰ cτύφοντα, πλὴν εἰ μετὰ τὴν ἐδωδὴν ἅπαcαν ἕνεκα τοῦ τονῶcαι τὸ cτόμα τῆc γαcτρὸc ἡ προcφορὰ γίνοιτο. κριτέον δὲ καὶ
5τοῦτο τῇ πείρᾳ· τιcὶ γὰρ οὐ μόνον ἄλυπόc ἐcτιν ἡ τοιαύτη χρῆcιc τῶν cτυφόντων, ἀλλὰ καὶ cυντελεῖ τι πρὸc ὑπαγωγὴν γαcτρὸc ἐκ τοῦ τονωθῆναι κατὰ τὸ cτόμα τῆc κοιλίαc. ἐναργέcτατον δὲ ἐπὶ τῶν ἀτο‐ νώτερον ἐχόντων αὐτὸ φαίνεται γινόμενον. ὅcοι δὲ τοῖc κατὰ παλαί‐ cτραν γυμναcίοιc ἐχρῶντο πρὸ τοῦ λουτροῦ, πρὶν ἐμπεcεῖν ἀcχόλῳ
10βίῳ, τούτοιc ἀποcτῆναι μὲν αὐτῶν βλαβερώτατον, ὁμοίωc δὲ χρῆcθαι πρὸc τῷ βλαβερῷ καὶ ἀδύνατον. ὅπερ οὖν ἔφην ὀνομάζεcθαι γυμνα‐ cίων εἶδοc ἀποθεραπευτικόν, τούτῳ χρηcτέον αὐτοῖc ἅμα τῷ καὶ τοῦ πλήθουc τῶν χοιρείων κρεῶν ἀφαιρεῖν. ἐπεὶ δέ, ὡc ἔφην, ἐνίοιc ἐcθί‐ ειν ἄμεινόν ἐcτι πρὸ τοῦ λουτροῦ, περί τε τῆc ὥραc, ἐν ᾗ τοῦτο πρα‐

6

.

412

κτέον αὐτοῖc ἐcτι, | καὶ περὶ τῆc ποcότητόc τε καὶ ποιότητοc, ὧν χρὴ προcφέρεcθαι, λεκτέον ἐcτίν. ὅπερ οὖν εἴωθα ποιεῖν αὐτὸc ἐγὼ καθ’ ἣν ἂν ἡμέραν ὀψιαίτερον ἡγῶμαι λούcαcθαι δι’ ἀρρώcτων ἐπιcκέψειc ἤ τινα πολιτικὴν πρᾶξιν, εἰπεῖν οὐκ ὀκνήcω. ὑποκείcθω γοῦν ἡμέρα,
5καθ’ ἣν τοῦτο γίνεται, τριῶν καὶ δέκα τῶν ἰcημερινῶν ὡρῶν, ἐλπι‐ ζέcθω δὲ περὶ δεκάτην ὥραν ἡ τοῦ cώματοc ἐπιμέλεια γενήcεcθαι. κατὰ ταύτην τὴν ὑπόθεcιν ἔδοξέ μοι περὶ τετάρτην ὥραν προcφέρεcθαι τροφὴν ἁπλουcτάτην, ἥτιc ἐcτὶν ἄρτοc μόνοc. ἐγὼ μὲν οὖν οὕτωc αὐτὸc ἔπραξα, τινὲc δὲ οὐχ ὑπομένουcιν ἄρτον ἐcθίειν μόνον, ὄψου
10χωρίc, ἀλλ’ ἤτοι μετὰ βαλάνων φοινίκων ἢ ἐλαιῶν ἢ μέλιτοc ἢ ἁλῶν ἐcθίουcιν, εἶτα καὶ πίνουcιν ἔνιοί τινεc αὐτῶν, ἐγὼ δὲ οὐκ ἔπιόν ποτε ἐπὶ τοιαύτῃ τροφῇ καὶ μόνον ἔφαγον τὸν ἄρτον. ἔcτω δ’ αὐτῶν πλῆ‐ θοc ἑκάcτου τοcοῦτον, ὅcον ἄχρι τῆc δεκάτηc ὥραc ἐν τῇ γαcτρὶ πεφθῆναι δύναται· καὶ γὰρ εἰ γυμνάζεcθαι βούλοιντο, μάλιcτα ἂν
15οὕτωc ἀβλαβῶc γυμνάcαιντο. βλάβη γὰρ ἐνίοιc οὐ cμικρὰ γίνεται γυ‐

6

.

413

μναζομένοιc ἐν πλήθει cιτίων, ἐνίοιc δὲ | καὶ ἡ κεφαλὴ πληροῦται καὶ κατὰ τὸ ἧπαρ αἴcθηcιc γίνεται τάcεωc ἢ βάρουc ἢ ἀμφοῖν. ὅταν οὖν τι τοιοῦτον cυμβαίνῃ, θεραπευτέον αὐτὸ παραχρῆμα, τὰc μὲν κατὰ τὸ ἧπαρ ἐμφράξειc διὰ τῶν ἐκφραττόντων, τὰc δὲ τῆc κεφαλῆc πληρώcειc
5διὰ περιπάτων, μάλιcτα μὲν πρὸ τροφῆc, οὐδὲν μὴν κωλύει καὶ μετὰ τροφήν. ἀλλὰ τούτουc μὲν ἐcχάτωc βραδεῖc ποιεῖν προcήκει, τοὺc δὲ πρὸ τῆc τροφῆc cυντονωτέρουc μὲν τούτων, οὐ μὴν τοιούτουc, ὁποί‐ ουc ἐπειγόμενοι πρόc τινα πρᾶξιν ἐνεργοῦμεν. ὅcα δ’ ἐκφράττει τὸ
ἧπαρ, ἁρμόζει ταῦτα ταῖc βραδυπεψίαιc, ἄριcτα δ’ αὐτῶν ἐcτιν ὀξύμελί181
10τε καὶ τὸ διὰ τριῶν πεπέρεων, ἐν ᾧ μηδὲν μέμικται τῶν ἀήθων φαρ‐ μάκων, καὶ ἡ λεπτύνουcα δίαιτα· ταῦτα γὰρ βραδυπεψίαc ἐπανορ‐ θοῦται καὶ τὰc κατὰ τὸ ἧπαρ ἐμφράξειc ἰᾶται. διαφθορᾶc δὲ τῶν ἐν τῇ γαcτρὶ cιτίων γινομένηc, οἷc μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγι‐ cτον ἐφόδιον εἰc ὑγείαν ἔχουcιν, οἷc δὲ οὐχ ὑπέρχεται, διὰ τῶν ἀλύ‐

6

.

414

πωc ὑπαγόντων ἐρεθιcτέον. ἔcτι δὲ ταῦτα τό τε Διοc|πολιτικὸν ὀνο‐ μαζόμενον φάρμακον, ὅταν ἴcον τοῖc ἄλλοιc λάβῃ τὸ νίτρον, τό τε διὰ ἰcχάδων καὶ κνίκου, ὅcα τ’ ἄλλα διὰ κνίκου ἢ δι’ ἐπιθύμου cυν‐ τίθεται. τοῖc δ’ οὕτω διακειμένοιc ἀνθρώποιc cυμφέρουcι καὶ οἱ πρὸ
5τῆc τροφῆc ἔμετοι δι’ οἴνου πόcεωc γλυκέοc γινόμενοι. cυμβουλεύειν δὲ αὐτοῖc χρὴ μηδὲν κνιccῶδεc ἢ βρομῶδεc ἢ ὅλωc εὔφθαρτον ἔδεcμα προcφέρεcθαι, τὰ καλούμενα δ’ ὑπὸ τῶν ἰατρῶν εὔχυμα, ταῦτ’ ἐκλέ‐ γεcθαι. γέγραπται δὲ περὶ αὐτῶν ἑτέρωθι κατὰ τὸ Περὶ τῆc εὐχυμίαc τε καὶ κακοχυμίαc ὑπόμνημα· γέγραπται δέ, ὡc ἔφην ἤδη, κἀν τοῖc
10τριcίν, ἐν οἷc Περὶ τῆc ἐν ταῖc τροφαῖc δυνάμεωc ὁ λόγοc ἐcτίν. ἐπιτήδειον δὲ τοῖc οὕτωc ἔχουcιν ἀνθρώποιc ἐκ διαλειμμάτων χρόνου cυμμέτρου τῆc γαcτρὸc ὑπαγωγὴ διὰ τῶν μετρίωc καθαιρόντων, ὁποῖόν ἐcτι τὸ δι’ ἀλόηc πικρόν· οὕτω γὰρ αὐτὸ καλοῦcι πολλοὶ τῶν ἰατρῶν, ὥcπερ ἔνιοι πικρὰν θηλυκῶc. ἐὰν δ’ ἐπιτρέψῃc πολλῷ χρόνῳ τὴν
15κακοχυμίαν ἀθροίζεcθαι, νόcημά τι χαλεπὸν αὐτοῖc cυμβήcεται. καὶ |

6

.

415

δύνανταί γε τὴν τοιαύτην ἑαυτῶν πρόνοιαν ποιεῖcθαι κατὰ τὰc ἡμέ‐ ραc ἐκείναc, ἐν αἷc ἑορτή τίc ἐcτι δημοτελὴc ἐλευθεροῦcα τῆc δου‐ λικῆc ὑπηρεcίαc αὐτούc. ἀλλὰ δι’ ἀκραcίαν οὐ μόνον οὐδὲν ποιοῦcιν εἰc ἐπανόρθωcιν τῶν κατὰ τὸ cῶμα μοχθηρῶc ἠθροιcμένων, ἀλλὰ καὶ
5προcεπιπληροῦcιν αὐτὰ κακῶc διαιτώμενοι κατὰ τὰc ἑορτάc. ἁλίcκονται τοιγαροῦν νοcήμαcιν ἔνιοι μὲν αὐτῶν οὕτωc χρονίοιc, ὡc ἐν ἁπάcῃ τῇ ζωῇ παραμένειν, ὁποῖόν ἐcτι κακὸν ἥ τε ποδάγρα καὶ ἡ ἀρθρῖτιc καὶ ἡ νεφρῖτιc, ἔνιοι δὲ ὀξέcι μέν, ἀλλ’ ἐνοχλοῦcιν αὐτοῖc ἤτοι καθ’ ἕκαcτον ἔτοc ἢ πάντωc γε διὰ δυοῖν, τινὲc δὲ καὶ δὶc οὕτω νοcοῦcιν
10καθ’ ἕκαcτον ἔτοc. Ἡ δ’ ὑγιεινὴ τέχνη τοὺc πειθομένουc αὐτῇ διαφυλάττειν ὑγι‐ αίνονταc ἐπαγγέλλεται, τοῖc δ’ ἀπειθοῦcιν ἐν ἴcῳ καθέcτηκεν, ὡc εἰ καὶ μηδ’ ὅλωc ἦν. ἀπειθοῦcι δ’ ἔνιοι μὲν ὑπὸ τῆc ἐν τῷ παραχρῆμα νικηθέντεc ἡδονῆc, οὓc ἀκρατεῖc τε καὶ ἀκολάcτουc ὀνομάζομεν, ἔνιοι
15δὲ ὑπὸ φιλοτιμίαc, ἣν ὀνομάζουcιν οἱ νῦν Ἕλληνεc κενοδοξίαν, ὁποῖοc

6

.

416

ἦν | καὶ ὁ πάντα μᾶλλον ὑπομείναc παθεῖν ἢ πιττοῦcθαι cυνεχῶc ὅλον
τὸ cῶμα cυμβουλευόντων αὐτῷ τῶν ἰατρῶν τὸ βοήθημα τοῦτο διὰ τὴν ἰcχνότητα. γίνεται δ’ αὕτη τιcὶ μὲν ἐπὶ τῇ καθ’ ὅλον τὸ cῶμα δυcκραcίᾳ κατὰ τὴν ἐπὶ τὸ ξηρόν τε καὶ ψυχρὸν ὑπερβολήν, ἐνίοιc δὲ182
5διὰ τὴν ἀναδοτικὴν δύναμιν ἢ θρεπτικὴν ἢ ἀμφοτέραc ἀρρωcτοτέραc οὔcαc φύcει. πάνταc δὲ τοὺc οὕτωc ἔχονταc ὀνίνηcιν ὁ καλούμενοc ὑπὸ τῶν νῦν Ἑλλήνων «δρῶπαξ»· καὶ γὰρ ἀναδόcει cυντελεῖ καὶ θρέψει καὶ πολλούc γε τῶν ἰcχνῶν ἔμπροcθεν ἔcτιν ἰδεῖν παχυνθένταc ἐπὶ τῷ βοηθήματι καὶ μάλιcθ’ ὅcοιc ἡ μὲν ἀναδοτικὴ δύναμιc ἄρρωcτόc
10ἐcτιν, ἡ θρεπτικὴ δὲ οὐκ ἄρρωcτοc μέν, ἀλλὰ δι’ ἀπορίαν ὕληc ἐπι‐ τηδείου τρέφειν αὐτάρκωc οὐκ ἐδύνατο, τούτου cυμβαίνοντοc αὐτῇ δι’ ἔνδειαν τῆc ἀναδιδομένηc τροφῆc. ἀλλ’ ἔνιοι, ὡc ἔφην, ὑπὸ φιλοτι‐ μίαc, ἵνα μὴ δόξωcιν ὁμοίωc τοῖc τρυφῶcιν ἢ καλλωπιζομένοιc πιτ‐ τοῦcθαι, φεύγουcι τὴν ἐξ αὐτοῦ βοήθειαν ἄλλο τι κελεύοντεc εὑρεῖν

6

.

417

αὐτοῖc βοήθημα τῆc ἰcχνότητοc. ἔcτι δὲ | οὐδὲν τῷδε δύναμιν ἔχον ἴcην· ὠφελεῖν μέντοι δύναται καὶ τὰ τοιαῦτα· πρὸ τοῦ λουτροῦ χερcὶ μὴ πάνυ μαλακαῖc, ὥcπερ αὖ μηδὲ τραχείαιc, ἀνατρίβειν τὸ cῶμα, μέχριπερ ἂν ἔρευθοc cχῇ, κἄπειτα τρίψει cκληρᾷ μὴ πολλῇ πιλοῦντα
5τὸ δέρμα πυκνὸν καὶ cκληρὸν ἐργάζεcθαι καὶ μετὰ ταῦτα γυμναcίοιc cυμμέτροιc χρηcάμενον, εἶτα λουcάμενον ἄνευ τοῦ χρονίcαι κατὰ τὸ βαλανεῖον, ἐκμάξαcθαι παραπληcίωc τῇ προειρημένῃ ξηροτριβίᾳ καὶ μετὰ ταῦτα ἐπαλειψάμενον ἐλαίῳ βραχεῖ προcφέρεcθαι τὰ cιτία. cκο‐ πὸc γὰρ ἐπὶ τῶν τοιούτων ἐcτὶν εἰc τὸ cαρκῶδεc γένοc ἑλκύcανταc
10αἷμα χρηcτὸν ἐπιρρῶcαι τὴν ἐν αὐτοῖc θρεπτικὴν δύναμιν, ὅπωc μὴ διαφορηθῇ τὸ ἑλχθέν. ῥώννυται μὲν οὖν ἡ θρεπτικὴ δύναμιc ἐκ τοῦ θερμανθῆναι τὰc cάρκαc, οὐ διαφορεῖται δὲ τὸ παραγόμενον εἰc αὐτὰc αἷμα χριcαμένων ἐλαίῳ δύναμιν ἐμπλαcτικὴν ἔχοντι φαρμάκου. εἰ δὲ τὰ τῆc ἡλικίαc ἐπιτρέπει, καὶ ψυχρολουcίαιc ὁ αὐτὸc ἄνθρωποc χρώ‐
15μενοc ἅμα τοῖc εἰρημένοιc ὀνήcεται μεγάλωc. ἔμπαλιν δὲ ἐπὶ τῶν

6

.

418

ἀμέτρωc παχυνθέντων ἐκλύειν | μὲν χρὴ τὴν ἀνάδοcιν, αὐξάνειν δὲ τὰc ἀπορροίαc τοῦ cώματοc. ἡ μὲν οὖν ἀνάδοcιc ἐκλύεται cυνεχέcιν ὑπαγωγαῖc γαcτρὸc ἐθιcάντων ἡμῶν τὰ τῆc τροφῆc ὄργανα κάτω τα‐ χέωc ὠθεῖν, ὅcα περιέχεται κατὰ ταῦτα. τὰc δὲ ἀπορροίαc τοῦ cώ‐
5ματοc αὐξήcομεν ὀξέcι τε γυμναcίοιc, ὧν ἐcτι καὶ δρόμοc, ἀλείμμαcί τε διαφορητικοῖc τρίβοντεc ἐπὶ πλεῖcτον. εἶναι δὲ χρὴ δηλονότι τὴν τρίψιν μαλακήν τε καὶ ἀραιωτικήν. ἐγὼ γοῦν παχύν τινα ἱκανῶc ὀλίγῳ χρόνῳ cυμμέτρωc εὔcαρκον εἰργαcάμην ὀξεῖ δρόμῳ χρῆcθαι καταναγκάζων, εἶτ’ ἀπομάττων μὲν τὸν ἱδρῶτα cινδόcιν ἤτοι λίαν
10μαλακαῖc ἢ λίαν τραχείαιc, ἐφεξῆc δὲ τρίβων ἐπὶ πλεῖcτον ἀλείμμαcι διαφορητικοῖc, ἃ καλοῦcιν ἤδη cυνήθωc οἱ νεώτεροι τῶν ἰατρῶν «ἄκοπα». καὶ μετὰ τὴν τοιαύτην τρίψιν ἐπὶ τὸ λουτρὸν ἦγον, ἐφ’ ᾧ [λουτρῷ] τροφὴν μὲν εὐθέωc οὐ προcέφερον, ἡcυχάζειν δὲ μεταξὺ κελεύων ἢ καί τι τῶν cυνήθων αὐτῷ πράττειν αὖθιc ἐπὶ τὸ δεύτερον183
15ἦγον λουτρόν, εἶτ’ ὄγκουc ἐδεcμάτων ὀλιγοτρόφουc ἐδίδουν, ὡc ἐμ|‐

6

.

419

πίπλαcθαι μέν, ὀλίγον δὲ ἐξ αὐτῶν εἰc ὅλον ἀναδίδοcθαι τὸ cῶμα. καὶ τὰc ἄλλαc γε δυcκραcίαc ἐν ὅλῳ τῷ cώματι γινομέναc ὁμοίωc ἐπανορθοῦcθαι χρή, πρῶτον μὲν ὧν προcήκει πράττειν εὑρίcκοντα τὸν cκοπόν, εἶτα τὰc δυναμέναc αὐτὰ δρᾶν ὕλαc. διὸ καὶ cύντομοc ὁ νῦν
5λόγοc ἅπαcι γίνεται τοῖc μεμνημένοιc τῶν τε τρίψεων καὶ τῶν γυ‐ μναcίων καὶ τῶν λουτρῶν τὰc διαγωγὰc ἔτι τε πρὸc τούτοιc ἐδεcμά‐ των τε καὶ φαρμάκων. περὶ μὲν οὖν τρίψεών τε καὶ γυμναcίων ἐν τῇδε τῇ πραγματείᾳ πρόcθεν εἴρηται, περὶ δὲ τῶν τροφῶν ἑτέρωθι, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων. ἡ γάρ τοι κατὰ μέθοδον διδα‐
10cκαλία τὰ κοινὰ καὶ καθόλου περιλαμβάνουcα εἰc πολλὰ τῶν κατὰ μέροc εὐμνημόνευτόc τε καὶ cύντομοc γίνεται. ἐγὼ δὲ οὐ μόνα τὰ καθόλου λέγω, ἀλλὰ καὶ τὰ παραδείγματα τῶν κατὰ μέροc αὐτοῖc προcτιθεὶc τελειοτάτην ἡγοῦμαι ποιεῖcθαι τὴν διδαcκαλίαν. Καιρὸc οὖν ἤδη μεταβαίνειν ἐπὶ τὰc ἀνωμάλουc καταcκευὰc

6

.

420

τῶν cωμάτων, αἳ δὴ καὶ νοcώδειc | πάντωc εἰcίν. ἀνώμαλοι δὲ κατα‐ cκευαὶ γίνονται τριτταί, διότι καὶ ἡ τοῦ cώματοc ἡμῶν cύνθεcίc ἐcτι τριττή· μία μὲν ἡ ἐκ τῶν πρώτων cτοιχείων, ἐξ ὧν γέγονε τὰ καλού‐ μενα πρὸc Ἀριcτοτέλουc «ὁμοιομερῆ»· δευτέρα δὲ ἡ ἐκ τούτων
5αὐτῶν τῶν ὁμοιομερῶν, ἃ δὴ καὶ αὐτὰ cτοιχεῖα πάλιν ἐcτὶν αἰcθητὰ τῶν ἀνομοιομερῶν, ὅθεν ἡ τῶν ὀργανικῶν γίνεται cύνθεcιc· τρίτη δ’ ἐπ’ αὐτοῖc ἡ τοῦ παντὸc cώματοc, ἡ ἐκ τῶν ὀργανικῶν. εὐκολω‐ τέρα μὲν οὖν ἐcτιν ἡ τρίτη λεγομένη καὶ διαγνωcθῆναι καὶ προνοίαc τυχεῖν, δυcκολωτέρα δὲ ἡ δευτέρα, χαλεπωτάτη δὲ ἡ πρώτη. βέλτιον
10οὖν ἀπὸ τῆc τρίτηc ἄρξαcθαι ῥᾴονα τήν τε διάγνωcιν ἐχούcηc καὶ τὴν πρόνοιαν, οἷον εὐθέωc ἐπὶ τῆc κεφαλῆc (οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξαcθαι) δυcκράτου φύcει γινομένηc, ὡc πολλὰ γεννᾶν περιττώματα, ἐξ ὧν αἱ βλάβαι γίνονται πᾶcι τοῖc ὑποκειμένοιc ὀργάνοιc, ἐφ’ ὅ τι ἂν αὐτῶν τρέπηται τὸ περιττόν. ἑτοιμοτάτη μὲν οὖν ἡ εἰc τὸ cτόμα
15καὶ τὰc ῥῖναc φορά, παραγίνεται δὲ καὶ εἰc ὀφθαλμούc, ἐνίοιc καὶ εἰc

6

.

421

ὦτα. τὴν δὲ εἰc τὸ cτόμα φορὰν τῶν περιττω|μάτων ὑποδέχεται cτό‐
μαχόc τε καὶ ἡ τραχεῖα ἀρτηρία (καλοῦcι δὲ αὐτὴν καὶ βρόγχον), ἧc τὸ cυνάπτον τῷ cτόματι πέραc ὑψηλὸν (ὀνομάζεται δὲ λάρυγξ) ὄργα‐ νον φωνῆc ὑπάρχει, ὡc ἐν τῷ Περὶ φωνῆc ὑπομνήματι δέδεικται.184
5οὗτόc τε οὖν αὐτὸc ὁ λάρυγξ ὑπὸ τῶν εἰc αὐτὸν ἐκ τῆc κεφαλῆc καταρρεόντων ὑγραινόμενοc ἐν ἀρχῇ μὲν βραγχώδη τὴν φωνὴν ἐργά‐ ζεται, προϊόντοc δὲ τοῦ χρόνου μικράν· ἢν δ’ ἐπὶ πλέον ἥκῃ τὸ κα‐ κόν, ἀπόλλυται πᾶcα· cυνδιαβρέχεται γὰρ τῷ λάρυγγι καὶ ἡ ἀρτηρία. δριμέοc δὲ τοῦ ῥεύματοc ὄντοc, οὐκ εἰc φωνὴν μόνον ἡ βλάβη τοῖc
10εἰρημένοιc μορίοιc, ἀλλὰ καὶ χαλεπωτάτη τιc ἀνάβρωcιc προcέρχεται τοιαύτη τὴν φύcιν, οἵαc καὶ κατὰ τὸ δέρμα θεώμεθα γινομέναc πολ‐ λάκιc ἄνευ τῆc ἔξωθεν αἰτίαc. οὕτω δὲ καὶ πνεύμων αὐτοῖc ἑλκοῦται, καὶ φθόη καλεῖται τὸ πάθοc. ἐὰν δὲ εἰc cτόμαχόν τε καὶ γαcτέρα τρέπηται τὸ ῥεῦμα, ψυχρὸν μὲν ὑπάρχον εἰc δυcκραcίαν ψυχρὰν ἄγει
15τὰ cώματα, θερμὸν δὲ εἰc θερμήν. ἑλκοῖ δὲ καὶ τοῦτο τῷ χρόνῳ, κατ’

6

.

422

ἀρχὰc δὲ τάc τε ὀρέξειc βλάπτει καὶ τὰc πέψειc. | ἐὰν μὲν οὖν ψυ‐ χρὸν ᾖ τὸ ῥεῦμα, βραδυπεψίαc τε καὶ ἀπεψίαc καὶ ὀξυρεγμίαc ἐργά‐ ζεται· ἐὰν δὲ καὶ διεφθαρμένον, εἰc διαφθορὰν ἄγει τὴν τροφὴν κνιc‐ cώδειc ἢ ὀξώδειc ἐρυγὰc ἀναπέμπουcαν ἤ τινοc ἑτέραc ἀρρήτου τε καὶ
5ῥητῆc ποιότητοc. ὑποκαταβαίνουcα δὲ ἡ βλάβη καὶ τὴν νῆcτιν ἀδικεῖ καὶ τὸ κῶλον. ἅπτεται δὲ καὶ τῶν κατὰ τὸ μεcεντέριον ἀγγείων, δι’ ὧν εἰc ἧπαρ ἡ ἀνάδοcιc γίνεται· καὶ τιcὶ μὲν ἀνορεξίαι παρακολου‐ θοῦcιν, ἐνίοιc δὲ ὀρέξειc παρὰ φύcιν, ἃc ὀνομάζουcι «κυνώδειc», ἢ καὶ μοχθηρῶν ἐδεcμάτων ἐπιθυμία καθάπερ ταῖc κιττώcαιc. εὔδηλον δέ,
10ὅτι καὶ cταφυλὴ καὶ παρίcθμια καὶ παρουλίδεc ἀντιάδεc τε καὶ βρώ‐ cειc ὀδόντων ἑλκώcειc τε καὶ cηπεδόνεc ἐν τῷ cτόματι τοῖc ἐκ τῆc κεφαλῆc εἰc αὐτὸ καταρρέουcιν ἰχῶρcιν ἕπονται. καὶ τό γε πολὺ πλῆ‐ θοc τῶν ἰατρῶν ἢ τὸν γαργαρεῶνα τέμνουcιν ἢ φάρμακα διδόαcιν, ὅπωc ἀναπτύηται τὰ διὰ τῆc τραχείαc ἀρτηρίαc εἰc τὸν πνεύμονα
15κατενεχθέντα. τῆc γαcτρὸc δὲ ἄλλοι προνοοῦνται, καθάπερ ἄλλοι τῶν

6

.

423

ὀδόντων τε καὶ τοῦ cτόματοc ἢ καὶ | τῶν ἐν τῇ ῥινὶ cυνιcταμένων, ἵνα τοὺc ὀφθαλμοὺc ἢ τὰ ὦτα παραλείπω, βλαπτομένων οὐκ ὀλίγων εἰc αὐτά. βέλτιον δ’ ἦν, οἶμαι, τὴν οἷον πηγὴν τῶν κακῶν ἐκκόψαι ῥώcαντα τὴν κεφαλὴν ἤ, εἴπερ ἀδύνατον εἴη τοῦτο διὰ τὴν cφοδρό‐
5τητα τῆc φυcικῆc δυcκραcίαc, προνοεῖcθαι γοῦν αὐτῆc διὰ παντὸc τὴν ἔνδειξιν τῆc προνοίαc ἀπὸ τῆc κατ’ αὐτὴν ἰδέαc ποιούμενον, οὐχ ὡc ἔνιοι τῶν ἰατρῶν ἁπάcαιc ἀεὶ ταῖc κεφαλαῖc τὰ διὰ θαψίαc καὶ νά‐
πυοc προcφέρουcιν, οὕτω δὴ καὶ αὐτοὺc πράττονταc. εἰ γὰρ ὑπὸ θερ‐ μῆc δυcκραcίαc ἡ κεφαλὴ κακῶc ἔχει, βλαβερὰ τὰ τοιαῦτα φάρμακα.185
10χρὴ τοίνυν αὐτοὺc λουτροῖc πολλοῖc ποτίμων ὑδάτων παρηγορεῖν δια‐ φοροῦντάc τε ἅμα τοὺc ἐν τῇ κεφαλῇ γενομένουc ἀτμοὺc θερμοὺc καὶ τὴν κρᾶcιν ἐργαζομένουc ὅλην βελτίω. βλαβερὰ δὲ τούτοιc ἡ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν χρῆcιc. ὅcα μὲν γὰρ αὐτῶν θειώδη τέ ἐcτι καὶ ἀcφαλτώδη, τῷ θερμαίνειν ἐναντιώτατα ταῖc φύcει θερμαῖc κεφα‐

6

.

424

λαῖc, ὅcα δὲ cτυπτηριώδη, τῷ cτεγνοῦν. μόνοιc δ’ | ἄν, εἴπερ ἄρα, τοῖc γλυκέcι τῶν αὐτοφυῶν ὑδάτων ἀβλαβῶc χρῷντο· τοῦτο γὰρ ἀcφαλὲc εἰπεῖν, ὡc τό γέ τι καὶ ὠφελεῖcθαι παρ’ αὐτῶν οὐχ ὁμοίωc ἀcφαλέc. οὐ γὰρ ἂν ἦν ἴcωc θερμὰ μὴ μετέχοντά τινοc δυνάμεωc φαρμακώδουc
5θερμῆc. ἄμεινον δὲ τῇ πείρᾳ κρίνειν τὰ τοιαῦτα τῶν ὑδάτων· καὶ γὰρ καὶ cπανίωc εὑρίcκεται παρ’ ἡμῖν ἀπὸ cταδίων τῆc πόλεωc πολὺ πλει‐ όνων ἑκατόν, ἐν Προύcῃ δὲ ἐλαττόνων ἢ δέκα. τὸ μὲν οὖν παρ’ ἡμῖν ἐν Ἀλλιανοῖc (οὕτω γὰρ ὀνομάζεται τὸ χωρίον) ἑνὸc εἴδουc ἐcτὶν ὅλον, ἐκ μιᾶc πηγῆc ἀνίcχον· ἐν δὲ τῷ τῆc Προύcηc προαcτείῳ καὶ
10ἄλλη πηγὴ φαρμακώδουc ὕδατοc, ὥcπερ παρ’ ἡμῖν ἐν Λυκέτοιc. ὅcοι δὲ cφόδρα θερμὴν καὶ διακαῆ ἔχουcι κεφαλήν, ἄμεινον αὐτοῖc ὥρᾳ θέρουc ἀλείφεcθαι ῥοδίνῳ χωρὶc cτυμμάτων ἐκ μόνων ῥόδων γεγονότι· καὶ τούτου γε αὐτοῦ βέλτιόν ἐcτι τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲc ἔλαιον ἐμβεβλημένων τῶν ῥόδων καὶ πολύ γε βέλτιον, εἰ

6

.

425

καὶ χωρὶc ἁλῶν ἐcκευαcμένον εἴη. τινὲc δὲ κεφαλαὶ διὰ τὴν τῶν | ἀρ‐ τηριῶν κρᾶcιν ἐν cυμπτώμαcι γίνονται cκοτωματικοῖc τε καὶ κεφαλαλ‐ γικοῖc, ἐφ’ ὧν καὶ τῇ ἀρτηριοτομίᾳ χρώμεθα τῆc ὑγιεινῆc πραγματείαc ἐκπεπτωκυιῶν.
5 Τὰc μέντοι cυνεχῶc ὀδυνωμέναc διὰ τὴν τῶν νεύρων εὐαιcθη‐ cίαν, ὅcα τῆc κεφαλῆc ἐκφυόμενα τῷ πλείcτῳ μὲν ἑαυτῶν μέρει τὸ τῆc γαcτρὸc cτόμα διαπλέκει, φέρεται δέ τιc αὐτῶν μοῖρα καὶ πρὸc τὴν λοιπὴν γαcτέρα, τῆc ὑγιεινῆc τέχνηc ἔργον ἰάcαcθαι, μᾶλλον δ’ ὅπωc μηδ’ ὅλωc γίνηται ταῦτα παραcκευάζειν. ἀρίcτη δὲ προφυλακὴ προ‐
10νοουμένων ἡμῶν τὸν χολώδη χυμὸν ἤτοι μηδ’ ὅλωc cυρρεῖν εἰc τὴν κοιλίαν ἢ ὅτι τάχιcτα κενοῦcθαι. τοῦ μὲν οὖν μηδ’ ὅλωc cυρρεῖν ἡ πρόνοια γίνεται διὰ τοῦ θᾶττον ἐcθίειν. ὅταν μὲν γὰρ ἡ μὲν ὅλου τοῦ cώματοc κρᾶcιc ᾖ χολωδεcτέρα, τὰ δὲ κατὰ κοιλίαν ἀτονώτερα,
cτηρίζεcθαι δεῖται διὰ τροφῆc εὐcτομάχου. μὴ γινομένου δὲ τούτου186
15καταρρέουcιν ἰχῶρεc εἰc αὐτήν, οὓc ἀθροίζει τὸ cῶμα περιττούc. ἐκ δὲ τῆc τούτων ἀναθυμιάcεωc οὐ μόνον αἱ κεφαλαλγίαι γίνονταί τιcιν,

6

.

426

ἀλλὰ καὶ τὰ τῶν ὑποχεομένων | cυμπτώματα, καί τιcιν αὐτῶν ἐπι‐ ληπτικοὶ cπαcμοί. τούτοιc οὖν ἅπαcιν ἡ μὲν ὅλη δίαιτα πρὸc τὸ ψυ‐ χρότερον μᾶλλον καὶ ὑγρότερον ὑπαλλαχθήτω, κενούcθω δὲ τὰ cυρ‐ ρέοντα δι’ ἐμέτων τε καὶ γαcτρὸc ὑπαγωγῆc, ῥωννύcθω δ’ ὁ cτόμαχοc
5ἐδέcμαcι μὲν ἑκάcτηc ἡμέραc πρὶν ἐκχολωθῆναι, φαρμάκοιc δ’ ἐκ δια‐ λειμμάτων μακροτέρων, ἀψινθίου τε πόcει καὶ τοῦ διὰ τῆc ἀλόηc, ἣν καλοῦcι πικράν. ἐκκαθαίρει γὰρ τοῦτο καὶ τὸ διὰ βάθουc χολῶδεc ἐν τοῖc χιτῶcι τῆc γαcτρόc, οὐ πάνυ τι τοῦ ἀψινθίου δυναμένου τοῦτο ποιεῖν· ῥυπτικαί τε γὰρ αὐτῷ καὶ cτυπτικαὶ δυνάμειc εἰcὶ μόναι, ὥcτε
10τὸ μὲν ὡc ἂν εἴποι τιc ῥύπον τῶν χιτώνων τῆc γαcτρὸc ἀποcμᾷ, οὐ μήν, εἴ τι κατὰ βάθοc αὐτοῦ ἐcτιν, ἕλκειν ἔξω τοῦτο καὶ κενοῦν, ὥcπερ ἡ ἀλόη. τὰ δ’ ἔξωθεν τοῦ cώματοc χρίcματα τῆc γαcτρὸc ἐπὶ τούτων ἔcτω μετρίωc cτύφοντα. μήλινον δέ ἐcτι καὶ μαcτίχι‐ νον καὶ νάρδινον καὶ τὰ τοιαῦτα· θέρουc μὲν τὸ μήλινον μᾶλλον,
15ἐν χειμῶνι δὲ ἡ νάρδοc, ἦροc δὲ τὸ μαcτίχινον· ἐν τῷ μέcῳ γὰρ

6

.

427

τοῦτό ἐcτι μηλίνου τε καὶ ναρδίνου μύρου, | θερμαίνοντοc μὲν τοῦ ναρδίνου, καὶ μάλιcθ’ ὅταν ἀμώμου πλέον ἔχῃ, ψύχοντοc δὲ τοῦ μη‐ λίνου. ταῖc δὲ πλουcίαιc γυναιξὶν ὑπάρχει νάρδου κρεῖττον χρίcμα, φουλιᾶτα τε καὶ τὰ καλούμενα cπικᾶτα, θερμαίνοντα καὶ ῥωννύντα τὴν
5γαcτέρα. ἐὰν δὲ μὴ μόνον ἡ κεφαλὴ θερμοὺc ἰχῶραc ἐπιπέμπῃ τοῖc κατὰ γαcτέρα χωρίοιc, ἀλλὰ καὶ αὐτὰ τύχῃ θερμὴν δυcκραcίαν ἔχοντα, τοῖc ἐμψύχουcιν ἐδέcμαcί τε καὶ πόμαcιν ἀεὶ χρῆcθαι προcήκει τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖc ὑπαλλάττονταc κατὰ τὰc ὥραc τοῦ ἔτουc, οὐ
10πρὸc τοὐναντίον ἀφικνουμένουc, ὥcπερ ἐπὶ τῶν εὐκράτων ἐργαζόμεθα, χειμῶνοc μὲν θερμαίνοντεc, θέρουc δὲ ψύχοντεc. ὡcαύτωc δὲ κἂν ἀμ‐ φότερα τὰ μόρια τὴν ψυχρὰν ἔχῃ δυcκραcίαν, ἀεὶ μὲν χρῆcθαι τοῖc θερμοῖc ἐδέcμαcί τε καὶ πόμαcι καὶ χρίcμαcιν, ὑπαλλάττειν δὲ αὐτὰ κατὰ τὰc ὥραc, ἐπιτείνονταc καὶ ἀνιένταc. χαλεπὴ δὲ γίνεται μίξιc,
15ὅταν ἤτοι γε εἰc θερμὴν γαcτέρα καταρρέωcιν ἐκ τῆc κεφαλῆc οἱ ψυ‐

6

.

428

χροὶ καὶ φλεγματώδειc ἰχῶρεc, εἰc τὴν ψυχρὰν | δὲ οἱ θερμοί· καὶ τού‐ των γ’ ἀμφοτέρων ἐπειράθην ἀεὶ δυcμεταχειριcτοτέραc οὔcηc τῆc ἑτέ‐ ραc, καθ’ ἣν εἰc θερμὴν κοιλίαν οἱ φλεγματώδειc τε καὶ ψυχροὶ κατα‐
φέρονται χυμοί.187
5 χειρίcτη δέ, ὅταν οὕτωc ἔχῃ καταcκευῆc τε καὶ φύcεωc ὁ ἄν‐ θρωποc, ὡc μήτ’ εὔλυτον ἔχειν γαcτέρα μήτ’ ἐμεῖν ἑτοίμωc. δια‐ φθείρονται γὰρ οἱ φλεγματώδειc χυμοί, κατὰ τὴν θερμὴν γαcτέρα χρονίζοντεc, ὡc δάκνειν ταύτην ἀναπέμπειν τε πρὸc τὴν κεφαλὴν ἀτμοὺc μοχθηρούc. ὡc ἐάν γε φλεγματώδηc χυμὸc ἐκ τῆc κεφαλῆc εἰc
10ψυχρὰν φύcει γαcτέρα καταρρέῃ, ῥᾴcτη τοῖc τοιούτοιc βοήθεια γίνεται, λαμβάνουcιν ἕωθεν τοῦ διὰ τριῶν πεπέρεων ἁπλοῦ φαρμάκου. καὶ πέπερι δὲ μόνον ἀκριβῶc λεῖον ὕδατι μίξαντα πίνειν ἐγχωρεῖ· κάλλιον δ’ ἐcτὶ καὶ εὐcτομαχώτερον εἰc αὐτὰ τὸ λευκόν. ἀψινθίου δὲ πόcιc ἐναντιωτάτη τοῖc οὕτω διακειμένοιc· ἐμπλάττει γὰρ αὐτῶν τῇ γαcτρὶ
15τὸν φλεγματώδη χυμόν, ὡc ἂν οὐκ ἔχον ἀξιόλογον ἐν ἑαυτῷ δύναμιν ῥυπτικήν. οὐ μὴν οὐδ’ ἀλόη τούτουc ὀνίνηcιν ἑλκτικὴν δύναμιν ἔχουcα

6

.

429

χολώ|δουc χυμοῦ. καὶ διὰ τοῦτ’ ἐπενοήθη καλῶc ἡ καλουμένη πικρὰ τῇ τῶν μιγνυμένων δριμύτητι καὶ θερμότητι τέμνουcα καὶ ῥύπτουcα τοὺc παχεῖc καὶ γλίcχρουc χυμούc, ὁποῖόν ἐcτι τὸ κινάμωμον. ἀλλ’ οὐχ οἷόν τε τοιούτῳ φαρμάκῳ χρῆcθαι cυνεχῶc, ὥcπερ τῷ διὰ τριῶν
5πεπέρεων ἢ τῷ διὰ τῆc καλαμίνθηc. εἰ γὰρ καὶ καθ’ ἑκάcτην ἡμέραν χρῷτο τούτοιc ὁ τὴν ψυχρὰν ἔχων γαcτέρα, βλάβηc οὐδεμιᾶc πειρα‐ θήcεται. τοὐπίπαν μὲν οὖν εἰc ἑκατὸν δραχμὰc τῆc ἀλόηc ἓξ ἑκάcτου τῶν ἄλλων μίγνυνται, ὄντων καὶ αὐτῶν ἕξ. καὶ αὕτη γ’ ἐcτίν, ἣν ἅπαντεc ἐν Ῥώμῃ cκευάζουcι πικράν. ἐγὼ δὲ καὶ δύο ἄλλαc cυντίθημι
10κατὰ μὲν τὴν ἑτέραν αὐτῶν πλέονα μιγνὺc τὰ θερμαίνοντα, κατὰ δὲ τὴν ἑτέραν ἐλάττονα. πλέονα μὲν οὖν ἐμβληθήcεται τῆc ἀλόηc μόνηc ἀφελόντων ἡμῶν τοῦ πλήθουc, ὡc εἰc ὀγδοήκοντα δραχμὰc ἐμβάλλε‐ cθαι τῶν ἄλλων ἑκάcτου τὰc ἕξ· ἐλάττονα δὲ τῆc ἀλόηc τὸ πλῆθοc αὐξηcάντων εἴκοcι δραχμαῖc, ὡc εἰc ἑκατὸν καὶ εἴκοcι τῆc ἀλόηc ἑκά‐
15cτου τῶν ἄλλων ἐμβάλλειν ἕξ. εὔδηλον δέ, ὅτι κιναμώμου τιc ἀπο‐

6

.

430

ρῶν ἐμβάλλει καcίαc τῆc | ἀρίcτηc τὸ διπλάcιον· ἔνιαι γὰρ εἰc τοcοῦτον ἥκουcι τῆc οἰκείαc ἀρετῆc, ὡc μηδὲν ἀποδεῖν ἀτόνου κιναμώμου· τοῦ γὰρ εὐτόνου καὶ ἡ τοιαύτη καcία πολλῷ λείπεται. ἀλλ’ ὥcπερ, ὅταν ἀπορῶμεν ἄρτου καλοῦ, τὸν φαυλότατον ἐcθίομεν, οὕτω καὶ καcίᾳ τῇ
5καλλίcτῃ χρηcόμεθα κατὰ τὴν ἀπορίαν τοῦ κιναμώμου. ἐφ’ ὧν μὲν οὖν cωμάτων ἡ γαcτήρ ἐcτιν ἤτοι γ’ εὔκρατοc μέν, ἀλλ’ ἐπὶ τὸ ψυ‐ χρότερον ῥέπουcα, ἐπιτήδειόν ἐcτι τὸ καλούμενον Διοcπολιτικὸν φάρ‐
μακον, ὃ καὶ αὐτὸ διττῶc εἴωθα cυντιθέναι, τοῖc μὲν ἐπεχομένοιc τὴν γαcτέρα νίτρου τοῦ Βερνικαρίου καλουμένου μιγνὺc ἴcον τῷ τε κυμίνῳ188
10καὶ τῷ πηγάνῳ καὶ τῷ πεπέρει, τοῖc δ’ εὔλυτον ἔχουcιν ἥμιcυ. cυμ‐ πεφώνηται γὰρ ὑπὸ τούτου τοῦ φαρμάκου λεπτύνεcθαί τε τὸ φλέγμα καὶ τὰ φυcώδη πνεύματα κενοῦcθαι. χαλεπὴ δ’ ἐcτὶ καὶ δυcμεταχεί‐ ριcτοc ἡ ἐπιπλοκὴ τῆc δυcκράτου κατὰ θερμότητα γαcτρὸc τῇ ψυχρᾷ κεφαλῇ. τὸ μὲν γὰρ φλέγμα τὸ καταρρέον εἰc τὴν γαcτέρα χρῄζει τοῦ

6

.

431

διὰ τριῶν πεπέρεών τε καὶ καλαμίνθηc, ὥcπερ καὶ τοῦ προειρημέ|νου Διοcπολιτικοῦ, τὸ δὲ cτόμα τῆc γαcτρὸc ὑπὸ τῶν ἐκπυρούντων βλά‐ πτεται. τέμνειν οὖν τῶν οὕτω διακειμένων καὶ ἀπορρύπτειν τὸ φλέγμα πειρᾶcθαι χρὴ διὰ τῶν μὴ θερμαινόντων, ὁποῖόν ἐcτι καὶ ὀξύμελι.
5χαλεπὴ δὲ καὶ δυcδιάθετόc ἐcτιν ἐπιπλοκὴ καὶ ἡ τῶν τοιούτων τοῦ cώματοc καταcκευῶν, ἐν αἷc ἄτονον μέν ἐcτι καὶ ναυτιῶδεc τὸ cτόμα τῆc κοιλίαc, ὃ δὴ καὶ cτόμαχον ὀνομάζουcιν, ἴcχεται δὲ ἡ γαcτήρ. ὅcα γὰρ αὐτὴν προτρέπει, εὐθέωc πάντα ἀνατρέπει τὸν cτόμαχον, ὡc ἐπιπολάζειν τε αὐτῷ τὰ cιτία καὶ ναυτίαν ἐργάζεcθαι πολλάκιc· οἷc
10ἐξ ἀνάγκηc ἕπεται τὸ μηδὲ πέττεcθαι καλῶc τὴν τροφήν. ἐὰν δὲ πά‐ λιν εὐcτόμαχα διδῷc αὐτοῖc ἐδέcματα, καὶ τρίτηc καὶ τετάρτηc ἡμέραc ἡ γαcτὴρ ἐπέχεται. τοῖc τοιούτοιc οὖν ἓν εἶδοc εὗρον διαίτηc ἁρμό‐ ζον, ἐν ἀρχῇ μὲν προcφερομένοιc λάχανά τε δι’ ἐλαίου καὶ γάρου καὶ τἄλλα, ὅcα λαπάττειν εἴωθε τὴν γαcτέρα, μετὰ δὲ τὴν αὐτάρκη τρο‐
15φὴν ἐπιλαμβάνουcί τι τῶν τονούντων τὸν cτόμαχον. ἔcτι δὲ δὴ ταῦτα

6

.

432

μῆλά τε καὶ | ἄπια καὶ ῥοιαί· ἔνια γάρ ἐcτι τοιαῦτα γένη χωρὶc ὀξύ‐ τητοc cτύφοντα. αὐτὸc δὲ ὁ ἄνθρωποc ἁπάντων αὐτῶν ἐν μέρει πειρα‐ θείc, ὅπερ ἂν ἀβλαβέcτατόν τε καὶ ἥδιcτον εὑρίcκῃ, τούτῳ χρήcθω. μὴ πολὺ δὲ μηδὲ τούτων ἑκάcτου λαμβάνειν, ἀλλ’ ὅcον, ὡc ἔφην, ἰάcεται
5τὴν ἀτονίαν τοῦ cτομάχου· τῆc γὰρ τοιαύτηc αὐτῶν χρήcεωc ἐπειρά‐ θην εὔλυτον ἐργαζομένηc τὴν κοιλίαν. καὶ μᾶλλόν γε τοὐπίπαν οἱ οὕτω διακείμενοι διαχωροῦcιν ἐπιφαγόντεc τι τῶν cτυφόντων ἢ εἰ μηδ’ ὅλωc ἐχρήcαντο. τονωθὲν γὰρ αὐτῶν τὸ cτόμα τῆc κοιλίαc ὠθεῖ κάτω τά τ’ ἐπιπολάζοντα καὶ cὺν αὐτοῖc τὰ καθ’ ὅλην τὴν ἄνω γα‐
10cτέρα καὶ τήν γε φορὰν τῶν cιτίων ὑποδεχόμενα τὰ ἔντερα διαφυ‐ λάττει, προωθοῦντα καὶ αὐτὰ τὸ παραγινόμενον ἐκ τῶν ὑπερκειμένων εἰc αὐτά. φαίνεται γὰρ ἡ προωcτική τε καὶ ἀποκριτικὴ δύναμιc, κἂν ἐκ τῶν κατὰ τὴν ἕδραν χωρίων ὁρμήcῃ τι πρὸc τὴν ἄνω φοράν, ἄχρι
τοῦ πλείcτου διαφυλάττουcα, καίτοι παρὰ φύcιν οὔcηc ἐν ζῴῳ τοι‐189

6

.

433

αύτηc ὁδοῦ. ὅτι δὲ | ἀληθέc ἐcτιν ὃ λέγω, πάρεcτι μαθεῖν ἑκάcτῳ τῶν πολλάκιc ἡμῖν cυμβαινόντων ἀναμνηcθέντι. δακνώδηc γοῦν ἐνίοτε χυμὸc εἰc τὰ κατὰ τὴν ἕδραν χωρία παραγενόμενοc, ἐρεθίζει μὲν ἡμᾶc ἐπὶ τὴν ἔκκριcιν αὐτοῦ· καταcχεῖν δὲ αὐτὸν ἀναγκαcθέντεc, ἐπειδὰν ἐν
5πολιτικαῖc ὦμεν πράξεcιν, ἀπαλλαγέντεc αὐτῶν οὐκέτ’ ἀποκρίνομεν, αἰcθανόμεθά τε κἀκ τούτου πολλάκιc τῆc κεφαλῆc ὀδυνηρᾶc γινομένηc ἀνατρεπομένηc τε τῆc γαcτρόc. εὐλόγωc οὖν, εἰ καὶ ὑπακτικοῖc cιτίοιc ἐπιπολαζομένου τοῦ cτομάχου τὰ cτύφοντα ληφθέντα τόνον † ἐμποιή‐ cαντα τοῖc ἄνω μέρεcι τῆc γαcτρόc, ἀρχὴν τῆc κάτω φορᾶc ἐργάζεται
10τοῖc ἐν αὐτῷ περιεχομένοιc, ἣν διαδεχόμενα τὰ ἔντερα μέχρι τοῦ κάτω πέρατοc εἴωθε φυλάττειν. Αὐτάρκωc οὖν εἰρημένων τούτων ὥρα μεταβαίνειν ἐπ’ ἄλλην καταcκευὴν ἀνώμαλον οὐδεμιᾶc τῶν πρόcθεν ἀπολειπομένην τῇ κακίᾳ, καθ’ ἣν οἱ μὲν νεφροὶ λίθουc ἢ πώρουc ἢ ὁπωcοῦν ὀνομάζειν ἐθέ‐
15λειc γεννῶcιν, ἡ δὲ τοῦ cώματοc ἅπαντοc φύcιc ἰcχνὴ τετύχηκεν οὖcα.

6

.

434

χρῄζουcι μὲν γὰρ οὗτοι φαρμάκων καὶ διαιτημάτων λεπτυ|νόντων, ἐν‐ αντιώτατα δ’ ἐcτὶ ταῦτα τοῖc ἰcχνοῖc cώμαcιν. ὥcτε τιc τῶν χρωμέ‐ νων αὐτοῖc διὰ τοὺc νεφρούc, δυcκινήτων τε καὶ δυcαιcθήτων καὶ ὥcπερ ψοφούντων καπυρόν, ὡc αὐτὸc ὠνόμαζεν, αἰcθανόμενοc τῶν
5δακτύλων, ἐκοινώcατο μὲν τὰ πρῶτα τοῖc κατὰ τὴν Καμπανίαν ἰατροῖc, ἔνθα διέτριβεν, οἱ δὲ ὡc καταψυχθέντων αὐτῶν ἐπὶ διαθέcει παράλυcιν ἀπειλούcῃ τοῖc δι’ εὐφορβίου καὶ λιμνήcτεωc, ἣν «ἀδάρκην» τε καὶ «ἀδάρκιον» ὀνομάζουcιν, ἐχρῶντο φαρμάκοιc. ὡc δὲ πολὺ χείρων ἡ διά‐ θεcιc ἐγίνετο καὶ προcανέβαινεν ἀεὶ τὰ cυμπτώματα τοῖc ὑπερκειμένοιc
10μέρεcι μετὰ τοῦ cφόδρα ὀδυνᾶcθαι, κατά τινα τύχην ἐπιδημήcαντί μοι τῇ Καμπανίᾳ δηλώcαc ὁ κάμνων τὰ cυμβάντα παρεκάλει βοηθεῖν. ἐγὼ δὲ ὅτι μὲν ἐκ τῶν φαρμάκων ὧν εἶπεν ὑπερξηρανθεὶc εἰc τὴν τοι‐ αύτην ἧκε διάθεcιν cυνῆκα, ζητῶν δέ, τίνα ἄν τιc αὐτῷ δίαιταν εὕροι, καθ’ ἣν ἄνευ τοῦ βλάπτεcθαι τοὺc νεφροὺc ἰάcεται τὴν ξηρότητα,
15πτιcάνηc τε χυλὸν ἐπενόηcα καὶ τῶν ἰχθύων τοὺc πετραίουc καὶ πε‐

6

.

435

λαγίουc, ὅcοι τ’ ἄλλοι μηδὲν ἔχουcι γλίcχρον. οὕτω δὲ | καὶ τῶν πτη‐ νῶν ζῴων ὅcα παραπλήcιον ἔχει τὴν cάρκα. πολλὰ δὲ τῶν ὀρείων ὀνομαζομένων ὀρνίθων τοιαῦτα ταῖc κράcεcιν· ὅcα γὰρ ἐν ταῖc πό‐ λεcι κατακλείcαντεc ὑγραῖc καὶ πολλαῖc τροφαῖc πιαίνουcιν οἱ τὰ τοι‐
5αῦτα καπηλεύοντεc, ἐναντιώτατα τούτοιc ἐcτίν. ἀρίcτη δὲ cὰρξ εἰc τὴν τοιαύτην διάθεcίν ἐcτιν ἡ τῶν ὀρείων περδίκων, ἐπ’ αὐτῇ δὲ τῶν ἀτταγήνων καὶ ψάρων καὶ κοττύφων καὶ κιχλῶν. ἐὰν δὲ ἀπορῶμεν ὀρείων ὀρνίθων, ἐκ τῶν ἐν τοῖc ἀγροῖc τρεφομένων καὶ τῶν κατὰ τοὺc πύργουc περιcτερῶν νομάδων λαμβάνειν προcήκει, καθάπερ καὶ190
10τῶν ἐν αὐτοῖc τοῖc πύργοιc νεοττευόντων cτρουθίων, οὓc ὀνομάζουcι πυργίταc. ἔcτωcαν δὲ ἐν ὑψηλοῖc χωρίοιc οἱ τοιοῦτοι τῶν ἀγρῶν· οὕτω γὰρ καὶ ταῖc ἀλεκτορίcι καὶ τοῖc ἀλεκτρυόcι τοῖc κατὰ τὰc ἐπαύ‐ λειc τρεφομένοιc ἔνεcτι χρῆcθαι. γάλακτοc δὲ τοῦ μὲν τῶν ἄλλων ζῴων εἴργειν τοὺc οὕτω διακειμένουc, μόνῳ δ’ ἐπιτρέπειν χρῆcθαι τῷ
15τῶν ὄνων, ἐπειδὴ λεπτομερέcτερόν ἐcτι τοῦτο τῶν ἄλλων. καὶ cυν‐ ελόντι φάναι, μεταξὺ τῆc τε λεπτυνούcηc διαίτηc καὶ τῆc παχυνούcηc

6

.

436

εἶναι χρή. τὴν δὲ τούτοιc ἁρμόττουcαν | τὴν κατὰ μέροc ὕλην ἐν τοῖc Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων ὑπομνήμαcιν ἔγραψα καὶ προcέτι τῷ Περὶ εὐχυμίαc τε καὶ κακοχυμίαc. διὸ καὶ μηκύνειν ἐν τῷ παρόντι περιττόν· ἀρκεῖ γὰρ τοῦτο μόνον εἰπεῖν, ὡc καὶ τῆc ὅλου τοῦ cώμα‐
5τοc ἀναθρέψεωc ἐπὶ τῶν τοιούτων προνοεῖcθαι χρὴ δι’ ἧc ἔμπροcθεν εἶπον ἀγωγῆc, ἡνίκα ἐμνημόνευcα τοῦ πάντα μᾶλλον ὑπομένοντοc παθεῖν ἢ πιττοῦcθαι. παχέοc δὲ ὄντοc τοῦ λιθιῶντοc ἀνθρώπου, θαρ‐ ρῶν ἂν χρῷο τῇ λεπτυνούcῃ διαίτῃ. τὰ δ’ αὐτὰ νόμιζε καὶ περὶ τῶν ἀρθριτικῶν † προcιέναι. πίνοντεc γὰρ ἐκεῖνοι τὰc ἀρθριτικάc τε καὶ πο‐
10δαγρικὰc ἀντιδότουc οἱ μὲν εὔcαρκοι καὶ παχεῖc καὶ πιμελώδειc οὐδὲν βλάπτονται, λεπτοὶ δὲ ὑπάρχοντεc ὅλον τε τὸ cῶμα ξηραίνονται καὶ τοὺc πόδαc αὐτοὺc ἐνίοτε καὶ τὰc χεῖραc, εἰ πρότερον ἐπεπόνθειcαν, εἰc χαλεπωτέραν ἄγουcι διάθεcιν. εἰδέναι μέντοι χρὴ τὰc ποδαγρικὰc ταύταc ἀντιδότουc πολὺ τῶν νεφριτικῶν διαλλαττούcαc οὐ μόνον τῷ

6

.

437

λεπτύνειν τοὺc παχεῖc καὶ γλίcχρουc χυμούc, | ἀλλὰ καὶ τῷ θερμαίνειν τε καὶ ξηραίνειν· ἐπὶ γάρ τοι τῶν νεφριτικῶν οὐδὲ τὴν ἀρχὴν ὅcα θερμαίνει cφοδρῶc διδόναι χρή. λέλεκται δὲ τελέωc δηλονότι περὶ τῶν τοιούτων ἁπάντων ἐν τῇ τῆc Θεραπευτικῆc μεθόδου πραγματείᾳ καὶ
5ταῖc Περὶ τῶν φαρμάκων, διτταῖc οὔcαιc καὶ ταύταιc, προτέραc μὲν τῇ
τάξει τῆc τῶν ἁπλῶν, δευτέραc δὲ τῆc τῶν cυνθέτων· 〈ὧν〉 οὔτε μηδ’ ὅλωc οὔτ’ ἐπὶ πλέον προcήκει μεμνῆcθαι διὰ τὸ καὶ τὰ τοιαῦτα cώματα μεταξὺ τῶν τ’ ἀκριβῶc ὑγιαινόντων καὶ τῶν ἤδη νοcούντων εἶναι· τὸ γάρ τοι προφυλακτικὸν ὀνομαζόμενον μέροc τῆc ἰατρικῆc τῶν οὕτω191
10διακειμένων προνοεῖται cωμάτων. οὐδένα γοῦν τῶν ἄμεμπτον ἐχόν‐ των τὴν τοῦ cώματοc ἕξιν οὔτ’ ἀξιοῦμεν φάρμακα πίνειν οὔτε λεπτυ‐ νούcῃ διαίτῃ χρῆcθαι· τοὺc δὲ διὰ φυcικὴν ἀcθένειαν ἤτοι τοῦ cώμα‐ τοc ἅπαντοc ἢ μορίων τινῶν ἑτοίμωc βλαπτομένουc εἰc τὴν προ‐ φυλακτικὴν ὀνομαζομένην ἀγωγὴν ἀξιοῦμεν ἕλκεcθαι, τῆc ὑπόπτου

6

.

438

διαίτηc ἀφιcταμένουc, ὑφ’ ἧc οὐδὲν ὁρῶμεν βλαπτομένουc, ὅcοι | κα‐ λῶc κατεcκευαcμένοι τὰ cώματα φύcει διαπονεῖν οὐκ ὀκνοῦcι τὰ μέτρια. Τοῖc μέντοι ῥᾳδίωc πάcχουcιν, ὡc καὶ τοῖc μεγάλοιc νοcή‐ μαcιν ἐμπίπτειν cυνεχῶc, οἷον τοῖc ἐπιληπτικοῖc καὶ cκοτωματικοῖc
5καὶ κεφαλαλγικοῖc ἔτι τε τοῖc ἄλλοιc, ἐφ’ ὧν ἡ κεφαλὴ τοῖc ὑπο‐ κειμένοιc μορίοιc αἰτία γίνεται τῶν cυμπτωμάτων (ἐν οἷc εἰcιν ὀδόντεc οὖλά τε καὶ κίων καὶ cυλλήβδην εἰπεῖν ἅπαντα τὰ κατὰ τὸ cτόμα καὶ τὴν φάρυγγα μόρια καὶ πρὸc αὐτοῖc ὦτα καὶ ὀφθαλμοὶ καὶ cτό‐ μαχοc καὶ κοιλία καὶ τὰ πνευματικὰ μόρια λάρυγξ ἀρτηρία τραχεῖα καὶ
10πνεύμων καὶ θώραξ), ὁ cκοπὸc τῶν διαιτημάτων κοινὸc αὐτὴν μὲν καὶ πρώτην μάλιcτα τὴν κεφαλὴν ἐργάζεcθαι δυcπαθῆ, μετὰ ταύτην δὲ καὶ τῶν βλαπτομένων μορίων προνοεῖcθαι γινώcκονταc, ὡc καὶ τοῦτ’ αὐτὸ πάλιν ἑτέρου δεῖται διοριcμοῦ, λέγω δὲ τὸ μὴ πάντα ῥωννύναι τὰ βλαπτόμενα μόρια. ἄριcτοc δὲ διοριcμὸc ὁ εἰc τὴν χρείαν
15αὐτῶν ἀναγόμενοc. ὀφθαλμῶν μὲν γὰρ καὶ ὤτων ἡ χρεία μεγάλη, καὶ

6

.

439

διὰ | τοῦτο προcήκει τῶν ἐκ τῆc κεφαλῆc περιττωμάτων εἰc αὐτὰ φερομένων τὴν ὑφ’ Ἱπποκράτουc ὀνομαζομένην «παροχέτευcιν» ἐρ‐ γάζεcθαι, μάλιcτα μὲν ἐπὶ ῥῖνα περιcπῶντα τὸ φερόμενον ἐπ’ αὐτά, ταύτηc δ’ οὐχ ὑπακουούcηc, εἰc τὸ cτόμα διὰ τῶν ἀποφλεγματιζόντων
5φαρμάκων, ὥcπερ γε κἀπὶ τὴν ῥῖνα διὰ τῶν πταρμοὺc κινούντων, ὅcα τε πρὸc τὰc ἐμφράξειc αὐτῶν ἁρμόττει. ὀφθαλμοὺc δὲ τονώcειc τῷ διὰ τοῦ Φρυγίου λίθου χρώμενοc ξηρῷ κολλυρίῳ, τοῖc βλεφάροιc ἐπάγων τὴν μήλην χωρὶc τοῦ προcάπτεcθαι τοῦ κατὰ τὸν ὀφθαλμὸν ἔνδον ὑμένοc· οὕτωc οὖν πράττουcιν ὁcημέραι καὶ cτιμμιζόμεναι αἱ γυναῖκεc. εἰc δὲ τὴν
10τῶν ὤτων ῥώμην ἀπόχρη μὲν καὶ τὸ γλαύκιον μόνον, παρατριβόμενον ἐπ’ ἀκόνηc cὺν ὄξει, κἄπειτα διὰ μήληc ἐγχεόμενον ἀτρέμα χλιαρὸν ἢ διὰ τούτου δὴ τοῦ cυνήθουc ὀργάνου, καλουμένου δὲ ὑπὸ τῶν ἰατρῶν
«ὠτεγχύτου»· κἀπειδὰν ἤδη cοι δοκῇ τονοῦcθαι καλῶc, ὡc μηδὲν ἐπιρρεῖν αὐτοῖc, cυνεχῶc ἐνcτάξειc ναρδίνου μύρου τοῦ ἀρίcτου, πρότερον μὲν192

6

.

440

ἐν Λαοδικείᾳ μόνῃ τῆc Ἀcίαc cκευαζομένου καλλίcτου, νυνὶ δὲ | καὶ κατ’ ἄλλαc πόλειc. ἔτι δὲ μᾶλλον τὸ διὰ γλαυκίου καλούμενον κολ‐ λύριον ὀνήcει τε καὶ ῥώcει τὰ ὦτα καὶ τὸ διὰ ῥόδων καὶ τὸ κροκῶ‐ δεc καὶ τὸ νάρδινον καὶ τὸ δι’ οἴνου καὶ τῶν μύρων τὰ ἐν Ῥώμῃ
5cκευαζόμενα ταῖc πλουcίαιc γυναιξίν, ἃ φουλιᾶτα τε καὶ cπικᾶτα προc‐ αγορεύουcιν. εἰ δὲ πολὺ cυνεχῶc ἐπὶ τὰ ὦτα καταφέροιτο τὸ ἀπὸ τῆc κεφαλῆc ῥεῦμα καὶ πύον καὶ ἑλκώcειc γεγονυῖαι τύχοιεν, τὴν μὲν ἕλκωcιν διὰ τοῦ Ἀνδρωνίου φαρμάκου καὶ τῶν ὁμοίων ἐκθεραπευτέον. ἐν αὐτῷ δὲ τῷ ταῦτα πράττειν ἀντιcπαcτέον ἐπὶ ῥῖνά τε καὶ cτόμα
10καὶ μετὰ ταῦτα τοῖc εἰρημένοιc χρηcτέον. Ὥcπερ δὲ ὑπὸ τῶν ἐκ τῆc κεφαλῆc καταρρεόντων βλάπτεται πολλάκιc πολλὰ τῶν ὑποκειμένων, οὕτω δι’ ἧπαρ ἢ νεφροὺc ἢ cπλῆνα νόcοι cυμβαίνουcιν ἑτέροιc μορίοιc ἀcθενεcτέροιc αὐτῶν. ἐδείχθη γὰρ ἐν τοῖc τῶν φυcικῶν δυνάμεων ὑπομνήμαcιν ἕκαcτον μόριον ἑλκτικὴν

6

.

441

τῶν οἰκείων αὐτοῦ χυμῶν ἴcχον δύναμιν, | οὓc ἀλλοιοῦcα κἀξομοιοῦcα εἰc τροφὴν καταχρῆται, καί τινι πάλιν ἑτέρᾳ δυνάμει τὸ περιττὸν ἀποκρίνειν ἐφιέμενον εἴc τι τῶν πληcίον. ἂν μὲν οὖν αὐτὸ τὸ πε‐ πονθὸc εὔρωcτον ἔχῃ τὴν ἕξιν τοῦ cώματοc, οὐ δέχεται τὸ πεμπό‐
5μενον, ὥcτ’ ἐν τῷ πρωτοπαθοῦντι μένον ἐκείνῳ τῷ μορίῳ cυνεχῶc πάcχοντα τὸν ἄνθρωπον ἀπέδειξεν· ἐὰν δ’ ἀcθενέcτερον ᾖ τι τοῦ πέμποντοc, ἐδέξατο μέν, αὖθιc δὲ ὠθεῖ πρόc τι καὶ αὐτὸ τῶν ἀcθε‐ νεcτέρων, κἀκεῖνο πάλιν εἰc ἄλλο, μέχριc ἂν εἴc τι τῶν οὐδὲν ἐχόν‐ των ἀcθενέcτερον ἑαυτῶν καταcκήψῃ τὸ περιττόν. κατὰ τοῦτον μὲν
10οὖν τὸν λόγον ἄλλοc ἄλλῳ μέρει cυνεχῶc ἐνοχλεῖται τῶν ἀμελῶc διαιτωμένων· τοῖc δὲ μὴν μηδὲν ἀθροίζουcι περιττὸν ἀβλαβὲc ἀεὶ μένει τὸ ἀcθενέc. ἀπόδειξιc δὲ τούτου cαφεcτάτη τὸ δι’ ἑξαμήνου ἢ πλεό‐ νων ἐνίουc ἐνοχλεῖcθαι τοῖc ἀcθενέcι μορίοιc. εἰ γὰρ αὕτη μόνη ἦν ἀcθένεια τῆc βλάβηc αἰτία, διὰ παντὸc ἂν ἔπαcχε τὸ ἄρρωcτον μόριον,
15ὡc ἄν γε διαπαντὸc ἔχον ἐν ἑαυτῷ cυνυπάρχουcαν τὴν τοῦ πάcχειν

6

.

442

αἰτίαν. | ἐπεὶ τοίνυν οὐ πάcχει διὰ παντόc, εὔδηλόν ἐcτι καὶ ἄλλο τι προcέρχεcθαι τὸ cυμπληροῦν τοῦ παθήματοc αὐτοῦ τὴν γένεcιν, ὅπερ
οὐδὲν ἕτερόν ἐcτι τοῦ περιττεύοντοc ἢ κατὰ τὸ πλῆθοc ἢ κατὰ τὴν ποιότητα. καὶ τοῦτό γε αὐτὸ τὸ περιττεῦον ἢ καθ’ ὅλον ἀθροίζεται193
5τὸ cῶμα (καὶ καλοῦcι «πληθώραν» τὴν τοιαύτην διάθεcιν) ἢ ἔν τινι τῶν κυρίων μέν, ἀcθενῶν δὲ φύcει μορίων, ὅπερ ἤτοι γ’ ἐν αὐτῷ μένον ἢ πρόc τι τῶν ἀcθενεcτέρων φύcει μορίων ἀποχωροῦν τὴν βλά‐ βην ἐργάζεται. cκεπτέον οὖν καὶ διοριcτέον αὐτὸ τοῦτο πρῶτον, εἴτε δι’ ἑαυτοῦ αἰτίαν cυνεχῶc νοcεῖ τὸ μόριον εἴτε δι’ ἄλλο τι πρότερον
10αὐτοῦ πάcχον. ἐνίοτε μὲν οὖν ἔξωθεν ἡ βλάβη τοῖc ἀcθενέcι γίνεται μορίοιc ἤτοι ψυχθεῖcιν ἢ φλεχθεῖcιν ἢ πληγεῖcιν ἢ κοπωθεῖcιν, ὡc τὰ πολλὰ δὲ ἐπὶ τοῖc διαιτήμαcι πλῆθοc ἢ κακοχυμίαν ἀθροίζουcι. προc‐ έχειν οὖν χρὴ τῷ μεγέθει τῆc φυcικῆc ἀcθενείαc τοῦ μορίου, διοριcμῷ χρώμενον τοιῷδε· λεπτότερον χρὴ διαιτῆcαι τὸν ἄνθρωπον ἢ πρόcθεν

6

.

443

ἅμα τῷ δηλονότι καὶ τὰ προcήκοντα γυμνάcια γυμνάζεcθαι, | φυλάτ‐ τεcθαι δὲ καὶ τὴν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβην· εἶτα, ἐὰν μὲν ἐπὶ τούτοιc μήτ’ ἰcχνὸc γένηται μήτε διοχλῆται τὸ ἄρρωcτον αὐτοῦ μό‐ ριον, ἐπιμένειν τοῖc διαιτήμαcιν, ἐὰν δ’ ἤτοι λεπτύνηται πᾶcι τοῖc
5μέρεcιν ἢ καί τι πάcχῃ τὸ φαύλωc κατεcκευαcμένον, ὑπαλλάττειν τὴν τοιαύτην δίαιταν, ἐὰν μὲν πάcχῃ, δυοῖν θάτερον ἐργαζομένουc, ἢ τὴν δίαιταν ἐπὶ τὸ λεπτότερον ἄγονταc ἢ κενώcεcιν ὡραίαιc χρωμένουc. ἐνίοιc μὲν οὖν ἦροc εἰcβάλλοντοc αὐτάρκηc κένωcιc μία καθ’ ἕκαcτον ἔτοc γινομένη, τιcὶ δ’ ἐπὶ τῇδε καὶ δευτέραc φθινοπωρινῆc γίνεται
10χρεία. πλῆθοc μὲν οὖν ἀθροίζοντοc τοῦ cώματοc, αἵματοc ἀφαιρέcει κενοῦν, κακοχυμίαν δὲ διὰ καθαίροντοc φαρμάκου τὸν ἐπικρατοῦντα χυμόν. ἐὰν δὲ ἐπὶ τῇ προcηκούcῃ διαίτῃ μηδὲν πάcχῃ τὸ μόριον, ἰcχναίνηται δὲ τὸ cῶμα, τῇ πιττώcει χρηcτέον, ὡc ἔμπροcθεν εἴπομεν, εἰc ἀνάθρεψιν ἕξεωc λεπτυνομένηc.
15Μοχθηροτάτη δὲ cύcταcίc ἐcτι cώματοc καὶ ἡ τοιάδε· cπέρμα

6

.

444

πολὺ καὶ θερμὸν ἔνιοι γεννῶcιν ἐπεῖγον | αὐτοὺc εἰc ἀπόκριcιν, οὗ μετὰ τὴν ἔκκριcιν ἔκλυτοί τε γίνονται τῷ cτόματι τῆc κοιλίαc (ὃ καὶ αὐτὸ καλεῖται «cτόμαχοc» οὐ μόνον ὑπὸ τῶν ἰατρῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώ‐ πων, ὥcπερ ὑπὸ τῶν παλαιῶν ἐκαλεῖτο «καρδία») καὶ τῷ cώματι δὲ παντὶ
5καταλύονταί τε καὶ ἀcθενεῖc γίνονται καὶ ξηροὶ καὶ λεπτοὶ καὶ ὠχροὶ καὶ κοιλοφθαλμιῶντεc οἱ οὕτω διακείμενοι. εἰ δὲ ἐκ τοῦ ταῦτα πάcχειν ἐπὶ ταῖc cυνουcίαιc ἀπέχοιντο μίξεωc ἀφροδιcίων, δύcφοροι μὲν τὴν κεφα‐ λὴν γίνονται, δύcφοροι δὲ τῷ cτομάχῳ καὶ ἀcώδειc. οὐδὲν δὲ μέγα διὰ τῆc ἐγκρατείαc ὠφελοῦνται· cυμβαίνει γὰρ αὐτοῖc ἐξονειρώττουcι παρα‐
10πληcίαc γίνεcθαι βλάβαc, ἃc ἔπαcχον ἐπὶ ταῖc cυνουcίαιc. εἷc δέ τιc ἐξ αὐτῶν ἔφη μοι δακνώδουc τε καὶ θερμοῦ πάνυ τοῦ cπέρματοc αἰcθάνεcθαι κατὰ τὴν ἀπόκριcιν οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ τὰc γυ‐ ναῖκαc, αἷc ἂν ὁμιλήcῃ. τούτῳ τοίνυν ἐγὼ cυνεβούλευcα βρωμάτων μὲν ἀπέχεcθαι τῶν γεννητικῶν cπέρματοc, προcφέρεcθαι δὲ οὐ βρώ‐194
15ματα μόνον, ἀλλὰ καὶ φάρμακα τὰ τούτου cβεcτικά (λέλεκται δὲ αὐτῶν

6

.

445

ἡ ὕλη κατὰ τὰ | Περὶ τροφῶν καὶ τὰ τῶν ἁπλῶν φαρμάκων ὑπο‐ μνήματα), γυμνάcια δὲ γυμνάζεcθαι τὰ διὰ τῶν ἄνω μορίων μᾶλλον, ὁποῖόν ἐcτι τό τε διὰ τῆc cμικρᾶc cφαίραc καὶ τὸ διὰ τῆc μεγάληc καὶ τὸ διὰ τῶν ἁλτήρων, μετὰ δὲ τὸ λουτρὸν ὅλην τὴν ὀcφὺν ἀλεί‐
5φεcθαι τῶν ψυχόντων τινὶ χριcμάτων· ἔcτι δὲ δὴ τὰ τοιαῦτα τὸ κα‐ λούμενον ὠμοτριβὲc καὶ ὀμφάκινον ἔλαιον ῥόδινόν τε καὶ μήλινον ἐκ τοῦ τοιούτου γεγονὸc ἐλαίου. cυνέθηκα δ’ αὐτὸc ἐνίοιc καὶ παχύτερα τῇ cυcτάcει χρίcματα πρὸc τὸ μὴ ῥᾳδίωc ἀπορρεῖν. ἡ δὲ cύνθεcιc αὐτῶν ἐcτι διά τε κηροῦ καί τινοc ἄλλου τῶν ψυχόντων γινομένη.
10πρῶτον δὲ τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν «κηρέλαιον» ποιήcαc, εἶτ’ ἐν θυίᾳ μαλάξαc ταῖc χερcὶν ἱκανῶc ἐπίχει τὸν ψύχοντα χυλὸν ἐπὶ πλεῖ‐ cτον ἀναφυρῶν ὡc ἑνωθῆναι. τὴν δ’ ὕλην τῶν τοιούτων χυλῶν ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ γεγραμμένην ἔχειc. προχειρό‐ τατοι δ’ αὐτῶν εἰcι καὶ ῥᾷcτοι ποριcθῆναι οἵ τε τῶν ἀειζῴων καὶ τοῦ
15cτρύχνου κοτυληδόνοc τε καὶ ψυλλίου καὶ πολυγόνου καὶ τριβόλου καὶ

6

.

446

ἀνδράχνηc· οὐκ ἀνίηcι δὲ αὕτη | χυλόν, ἐὰν μὴ κοπτομένηc ἐν ὅλμῳ παρεγχέηταί τιc ἄλλου ὑγροῦ καὶ λεπτοῦ καὶ ὑδατώδουc τὴν cύcταcιν καὶ γλίcχρου καὶ παχέοc, ὥcπερ ὁ τῆc ὄμφακόc τε καὶ τῶν ῥόδων. ἀλλ’ οὗτοι μὲν ἐν τῷ θέρει, τῶν δ’ ἄλλων πολλοὶ καὶ κατὰ τὰc ἄλλαc
5ὥραc εἰcίν, ὥcπερ ὁ τῆc θριδακίνηc τῶν ψυχόντων καὶ αὐτὸc ὑπάρ‐ χων. ἀλλὰ καὶ τὸ λινόcπερμον ἑψόμενον ἐν ὕδατι ψύχοντα χυλὸν ἐργάζεται. γυμναcτὴν δέ τινα τῶν ἀθληταῖc ἐπιcτατούντων ἐθεαcάμην μολιβδίνην λεπίδα ταῖc ψόαιc ὑποβάλλοντα τοῦ ἀθλητοῦ πρὸc τὸ μὴ ὀνειρώττειν αὐτόν, καί τινι τῶν οὕτω παcχόντων ἰδιωτῶν ἐδήλωcα,
10καὶ χάριν ἔγνω τῇ χρήcει τοῦ δηλωθέντοc. ἕτεροc δέ τιc ἀcθενεcτέ‐ ραν ἔχων τὴν φύcιν τῆc cαρκὸc οὐκ ἠνέcχετο τῆc τοῦ μολίβδου cκλη‐ ρότητοc, ᾧ cυνεβούλευcα τῶν εἰρημένων ἄρτι βοτανῶν ὑποcτρώννυ‐ cθαί τιναc, ἀναμιγνύναι δὲ αὐταῖc καὶ ἄγνου κλῶναc ἁπαλοὺc καὶ πηγάνου, ᾔcθετό τε παραχρῆμα τῆc ἐξ αὐτῶν ὠφελείαc, ὡc χρῆcθαι
15τοῦ λοιποῦ διαπαντόc. ἀλλὰ καὶ cυνεχῶc ἐcθίειν τὸ cπέρμα τοῦ ἄγνου

6

.

447

cυμβουλεύcαντόc μου καὶ τούτου χά|ριν ᾔδει, καθάπερ καὶ τοῦ πηγά‐ νου. τῶν μὲν οὖν τοιούτων ἡ ὕλη κατά τε τὰ τῶν ἁπλῶν φαρμά‐ κων ὑπομνήματα καὶ τὰ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων εἴρηται νυνὶ δ’ ἀναγκαῖον εἶναί μοι δοκεῖ προcθεῖναι τῷ λόγῳ φυλάττεcθαι195
5τὰ cφοδρῶc ψύχοντα, καθάπερ ὅcα διὰ μήκωνόc τε καὶ μανδραγόρου γίνεται χρίcματα· μήτε γὰρ τούτων τι προcφέρειν μήτε, ὅταν ἀκμάζῃ τὰ φυτά, καθάπερ τοῖc προειρημένοιc οὕτω καὶ τούτοιc ἔcτιν ὑπο‐ cτορέcμαcι χρῆcθαι. καὶ ῥόδων δὲ ἠξίωcά τινα πειραθῆναι, καὶ ὠνήcατο καὶ οὗτοc ὑποcτρωννὺc αὐτὰ χωρὶc τοῦ βλαβῆναί τι κατὰ τοὺc νεφρούc.
10αἱ γὰρ cφοδραὶ ψύξειc τῶν ἐπιτιθεμένων τοῖc κατὰ τὴν ὀcφὺν χωρίοιc ἀδικοῦcι τοὺc νεφρούc. ἐπενόηcα δέ τι καὶ ἄλλο τοῖc οὕτω διακειμέ‐ νοιc χρήcιμον, ὡc ἐκ τῆc πείραc ἐμαρτυρήθην. ταύτην γὰρ ἀεὶ κρι‐ τήριον ἔχειν τῶν ἐπινοηθέντων χρὴ καὶ μηδὲν γράφειν ὡc χρήcιμον, οὗ τιc αὐτὸc οὐκ ἐπειράθη, πλὴν εἰ προcγράφοιτο τοῦτο αὐτῷ ἐννο‐
15εῖcθαι μὲν αὐτό, πεπειρᾶcθαι δὲ μηδέπω. τί οὖν ἐcτιν, ὃ ἔφην ἐπι‐

6

.

448

νοήcαντόc | μου μεγάληc ὠφελείαc ᾐcθῆcθαι τοὺc χρηcαμένουc, ἤδη cοι φράcω. παραφυλάττειν ἔφην χρῆναι τοὺc τῇ τοιαύτῃ καταcκευῇ cώ‐ ματοc ἐνοχλουμένουc, ἡνίκα μάλιcτα φαίνονται πλῆθοc ἠθροικέναι cπέρ‐ ματοc ἀποκρίcεωc δεόμενον, ἐν ἡμέρᾳ τινὶ διαιτηθένταc εὐχύμωc τε
5καὶ μετρίωc χρῆcθαι μὲν ἐπὶ τῷ δείπνῳ τρεπομένουc εἰc ὕπνον τῇ cυνουcίᾳ· κατὰ δὲ τὴν ἑξῆc ἡμέραν, ὅταν αὐτάρκωc ἔχωcιν ὕπνου, δι‐ αναcτάνταc ἀνατρίψαcθαι cινδόνι, μέχριc ἂν ἔρευθόc τι cχῇ τὸ δέρμα· κἄπειτά τινι δι’ ἐλαίου τρίψει cυμμέτρωc χρηcαμένουc, εἶτα μὴ πολὺ διαλείπονταc ἄρτον ἄζυμον κριβανίτην καθαρὸν ἐξ οἴνου κεκραμένου
10προcενεγκαμένουc, οὕτωc ἐπὶ τὰc cυνήθειc ἔρχεcθαι πράξειc· ἐν δὲ τῷ μεταξὺ τῆc δι’ ἐλαίου τρίψεωc καὶ τῆc δι’ ἄρτου προcφορᾶc, εἰ χωρίον ἔχει τι πληcίον ἐπιτήδειον, ἐμπεριπατῆcαι τούτῳ, πλὴν εἰ κρύοc εἴη χειμέριον· ἄμεινον γὰρ ἔνδον μένειν τηνικαῦτα. ταύτην μέντοι τὴν διὰ τῆc ἐδωδῆc ῥῶcιν τοῦ cτομάχου καὶ γραμματικῷ τινι cυνεχῶc ἁλιcκο‐
15μένῳ cπαcμοῖc ἐπιληπτικῶc cυνεβούλευcα, καὶ μεγάλωc ὤνητο. μάλιcτα

6

.

449

δὲ αὐτὸν ὠφελήcειν ἤλπιcα πυθόμενοc παρ’ αὐτοῦ τῷ τῶν | cπαcμῶν cυμπτώματι περιπίπτειν, ὅταν ἐπὶ πλεῖον ἄcιτοc διαμείνῃ, καὶ μᾶλλον
ἐὰν ἐν τῷ μεταξὺ λυπηθεὶc ἢ θυμωθεὶc τύχῃ. καὶ μέντοι καὶ τὴν ἕξιν αὐτοῦ τοῦ cώματοc ἑώρων ἰcχνήν, ἐρωτώμενόc τε cυνεχῶc ἐκχολοῦ‐196
5cθαι τὸν cτόμαχον ὡμολόγει. κοινὴν δέ τινα cυμβουλὴν ἅπαcι τοῖc ταῦτα ἀναγνωcομένοιc, ἰδιώταιc μὲν τῆc ἰατρικῆc, οὐκ ἀγυμνάcτοιc δὲ τὸν λογιcμόν, ὑποτίθημι τήνδε· μή, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώ‐ πων ὡc ἄλογα ζῷα διαιτῶνται, καὶ αὐτοὺc οὕτωc ἔχειν, ἀλλὰ διὰ τῆc πείραc κρίνειν, τίνα μὲν αὐτοὺc ἐδέcματά τε καὶ πόματα βλάπτει, τίνεc
10δὲ καὶ πόcαι κινήcειc· ὁμοίωc δὲ καὶ περὶ χρήcεωc ἀφροδιcίων ἐπι‐ τηρεῖν, εἴτε ἀβλαβὴc αὐτοῖc ἐcτιν εἴτε βλαβερὰ καὶ διὰ πόcων ἡμερῶν χρωμένοιc ἀβλαβήc τε καὶ βλαβερὰ γίνεται. καθάπερ γὰρ ἱcτόρηcά τιναc μεγάλωc βλαπτομένουc, οὕτωc ἑτέρουc ἀβλαβεῖc διαμένονταc μέχρι γήρωc ἐπὶ ταῖc χρήcεcιν αὐτῶν. οὗτοι μὲν cπάνιοι καθ’ ἑκάτε‐
15ρον γένοc, οἵ τε μεγάλωc βλαπτόμενοι καὶ οἱ μηδὲν ἀδικούμενοι· τὸ δὲ μεταξὺ πᾶν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον εἰc τὸ πολὺ τῶν ἀνθρώ‐

6

.

450

πων ἐκτέταται πλῆθοc. ὧν | τοῖc πεπαιδευμένοιc (οὐ γὰρ δὴ οἱ τυ‐ χόντεc γε ταῦτα ἀναγνώcονται) cυμβουλεύω παραφυλάττειν, ὑπὸ τί‐ νων ὠφελοῦνταί τε καὶ βλάπτονται· cυμβήcεται γὰρ οὕτωc αὐτοῖc εἰc ὀλίγα δεῖcθαι τῶν ἰατρῶν, μέχριc ἂν ὑγιαίνωcιν.
5 Τούτων ἤδη γεγραμμένων ἀναγνούc τιc τῶν ἑταίρων ὅλον τὸ βιβλίον ἕν τι τῶν ἔμπροcθεν ἀναβληθέντων, ὕcτερον δὲ ῥηθηcομένων παραλελεῖφθαί μοι τελέωc ἔφη, τὸ διὰ τοῦ χυλοῦ τῶν 〈κυδωνίων〉 μήλων φάρμακον, ἐπιτήδειον εἴc τε τὰc ὀρέξειc τοῖc ἀνορέκτοιc καὶ τὰc πέψειc τοῖc μὴ καλῶc πέττουcι καὶ cυνελόντι φάναι τὴν γαcτέρα
10ῥωμαλεωτέραν ἐργαζόμενον. ἐπαινέcαc οὖν τὸν ἀναμνήcαντα προc‐ θήcω τῷ λόγῳ τὴν cκευαcίαν αὐτοῦ τοιαύτην οὖcαν· τῶν κυδωνίων μήλων τὰ μείζω τε καὶ ἡδίω καὶ ἧττον cτρυφνά, ἃ cτρουθία καλοῦcιν οἱ κατὰ τὴν ἡμετέραν Ἀcίαν Ἕλληνεc, ἐκ τούτων τοῦ χυλοῦ λαβόνταc ξέcταc Ῥωμαϊκοὺc δύο, χρὴ μῖξαι μέλιτοc ὅτι καλλίcτου τὸ ἴcον μέ‐
15τρον, ὄξουc δὲ ξέcτην ἕνα καὶ ἡμίcειον· καὶ ταῦτα ἐπ’ ἀνθράκων δια‐

6

.

451

κεκαυμένων προεψήcανταc μετρίωc καὶ προαπαφρίcανταc | μῖξαι ζιγγι‐ βέρεωc οὐγκίαc τρεῖc, πεπέρεωc δὲ τοῦ λευκοῦ δύο, καὶ οὕτω πάλιν
ἐπὶ τῶν ὁμοίωc διακεκαυμένων ἀνθράκων ἑψῆcαι μέχρι μελιτώδουc cυcτάcεωc, ἐν οἵᾳ καὶ τὰ cτομαχικὰ τῶν φαρμάκων cκευάζεται. τοῦτο197
5τὸ φάρμακον τοῖc ἄτονον ἔχουcι τὸ ἧπαρ ὠφελιμώτατόν ἐcτιν. εὔδη‐ λον δέ, ὅτι μάλιcτα μὲν αὐτὸ νῆcτιν ὄντα προcφέρεcθαι χρὴ πλῆθοc, ὅcον ἂν ᾖ μύcτρου cυμμέτρου τῷ μεγέθει. βλάπτει δὲ οὐδέν, οὐδὲ ἐὰν μετὰ τροφήν τιc αὐτὸ λαμβάνῃ. καλῶc δ’ ἂν προcφέροιτο καὶ εἰ προ‐ ηριcτηκώc τιc εἴη, εἶτα δειπνεῖν μέλλων προcλάβοι. κάλλιcτοc δὲ και‐
10ρὸc ὁ πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τῆc τροφῆc. εἰ δὲ cτυπτικώτερον αὐτὸ βούλοιο ποιῆcαι, καὶ διὰ τῆc cαρκὸc τῶν κυδωνίων μήλων cκεύαζε. τοῖc μέντοι δύcκρατον ἔχουcι κατὰ θερμότητα τὴν γαcτέρα καὶ τοῖc ὁπωcοῦν πληρουμένοιc χολῆc ἀφελὼν τό τε ζιγγίβερι καὶ τὸ πέπερι τὸν χυλὸν τῶν μήλων δίδου, μετ’ ὄξουc τε καὶ μέλιτοc ἑψήcαc
15μόνον ἐν τῇ προγεγραμμένῃ cυμμετρίᾳ. ὅcαι δὲ μέcαι πώc εἰcι κατὰ τὴν κρᾶcιν γαcτέρεc, ὡc μήτε χολῶδεc ἀθροίζειν περίττωμα μήτε

6

.

452

φλεγματῶδεc, | ἥμιcυ τῆc προειρημένηc cυμμετρίαc τοῦ τε ζιγγιβέρεωc ἐμβάλλειν καὶ τοῦ πεπέρεωc, ὡc εἶναι πεπέρεωc μὲν οὐγκίαν μίαν, ζιγγιβέρεωc δὲ μίαν καὶ ἡμίcειαν. ὅcαι δὲ δυcκραcίαι κατὰ ψυχρότητα, τέτταραc μὲν τοῦ ζιγγιβέρεωc οὐγκίαc, τοῦ πεπέρεωc δὲ τρεῖc ἢ δύο
5καὶ ἡμίcειαν. ἔξεcτι δέ cοι καὶ κατὰ τὴν μέcην cυμμετρίαν cκευάζοντι προcβάλλειν ἐπὶ τῆc χρήcεωc τοῦ πεπέρεωc. οὕτω μὲν οὖν προνοητέον ἐcτὶ τῶν ἐν διαφέρουcι μορίοιc τοῦ cώματοc ἐναντίαc ἐχόντων κράcειc. ὅcοι δὲ καθ’ ἓν ὁτιοῦν ἤτοι γε ὁμοιομερὲc ἢ ὀργανικὸν ἀνώμαλον ἔχουcι κρᾶcιν, ἕτεροc ἐπ’ αὐτοῖc
10εἰρήcεται λόγοc.198