TLG 0057 035 :: GALENUS :: De venereis (ap. Oribasium)

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De venereis (ap. Oribasium)

Source: Raeder, J. (ed.), Oribasii collectionum medicarum reliquiae [Corpus medicorum Graecorum, vol. 6.1.1] Leipzig: Teubner, 1928: 187–189.

Citation: Book — chapter — section — (line)

6

.

37

.

1

(t)

Περὶ ἀφροδιcίων, ἐκ τῶν Γαληνο.
1 Ἀφροδιcίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆcιc ὑγιεινή· κατὰ δὲ τἀληθὲc ἐκ διαλειμμάτων τηλικούτων, ὡc ἐπὶ ταῖc χρήcεcι μήτε ἐκλύcεωc αἰcθάνεcθαι καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι

6

.

37

.

2

καὶ εὐπνούcτερον. ὁ δὲ καιρὸc τῆc χρήcεωc, ὅταν ἀκριβῶc μέcον ᾖ
τῶν ἔξωθεν περιcτάcεων ἁπαcῶν τὸ cῶμα, μήτε ὑπερπεπληρωμένον μήτε ἐνδεὲc μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμαcμένον 〈ἢ ἐξηραμ‐187

6

.

37

.

3

μένον ἢ ὑγραcμένον〉 ἀμέτρωc. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔcτω τὸ ἁμαρτανόμενον· ἄμεινον δὲ τὸ τεθερμαcμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, καὶ πεπληρωμένῳ μᾶλλον ἢ 〈ἐνδεεῖ, καὶ ὑγρα‐ cμένῳ μᾶλλον ἢ〉 ἐξηραμμένῳ τῷ cώματι χρῆcθαι τοῖc ἀφροδιcίοιc.

6

.

37

.

4

οἱ μὲν οὖν ἀcθενῆ τὴν δύναμιν ἔχοντεc ὑπὸ τῆc λαγνείαc εἰc ἐcχάτην ἀρρωcτίαν ἀφικνοῦνται· οἱ δ’ ἰcχυρὰν καὶ νοcοῦντεc ἀπὸ φλέγματοc 〈οὔτε καταλυθήcονται καὶ ξηραίνουcι τὴν τοῦ φλέγματοc〉 περιουcίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺc χυμούc· ἀβλαβῆ γὰρ ἀφροδίcια τοῖc

6

.

37

.

5

ὑγροῖc καὶ θερμοῖc ἐcτι καὶ ὅcοι φύcει πολύcπερμοι. ἀλλὰ καὶ θερ‐ μαίνει τὸ cῶμα τοῖc ἐρρωμένην ἔχουcι τὴν δύναμιν ἡ λαγνεία· τοῖc δ’ ἀcθενέcιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα

6

.

37

.

6

γενναίωc. ἔνιοι μὲν οὖν εὐθέωc ἐπὶ ταῖc cυνουcίαιc ἀπὸ νεότητοc ἀcθενεῖc γίνονται· τινὲc δέ, εἰ μὴ cυνεχῶc χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀcώδειc τε καὶ πυρετώδειc γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουcιν· τοιαύτηc γοῦν ἐνίουc ὄνταc φύcεωc, εἶτα ἐγκρα‐
5τεῖc ἀφροδιcίων χρήcεωc γενομένουc ναρκώδειc τε καὶ δυcκινήτουc ἔγνωμεν ἀποτελεcθένταc, ἐνίουc δὲ καὶ cκυθρωποὺc ἀλόγωc καὶ δυcέλ‐ πιδαc ὁμοίωc τοῖc μελαγχολικοῖc, ταῦτα δὲ παυόμενα ταχέωc ἐπὶ ταῖc

6

.

37

.

7

τῶν ἀφροδιcίων χρήcεcιν. ταῦτα ἀναλογιζομένῳ μοι μεγάλωc φαίνε‐ ται βλάπτειν ἡ τοῦ cπέρματοc ἐπίcχεcιc, ἐφ’ ὧν αὐτό τε φύcει κακο‐ χυμότερον καὶ πλεῖον, ἀργότερόc τε ὁ βίοc, καὶ τῶν ἀφροδιcίων ἡ χρῆcιc πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ .... ἰcχυροί τε
5καὶ νέοι· τούτοιc ἡ τοῦ cώματοc ἕξιc εἰc ἀραιότητα πλέον ἤπερ ἡ δύναμιc εἰc ἀρρωcτίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωcιc διὰ τῶν cυναγόντων καὶ cφιγγόντων γίνεται αὐτοῖc, ὁποῖόν ἐcτι τὸ παραcκευ‐

6

.

37

.

8

αcτικὸν γυμνάcιον. εἰ δὲ δὴ καὶ ψῦξίc τιc ἐπὶ τοῖc ἀφροδιcίοιc ἐγγί‐ νοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παραcκευαcτικῷ γυμναcίῳ χρηcτέον·

6

.

37

.

9

ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆc δ’ ὥραc τοῦ ἔτουc ἐπιτρεπούcηc,

6

.

37

.

10

οὐδὲ τῆc ψυχρολουcίαc ἀφεκτέον. ἐδέcματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δ’ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶc αὐτὰ καὶ τὴν

6

.

37

.

11

ἐκ τῶν ἀφροδιcίων ἐπανορθώcηται ξηρότητα. χρὴ δ’ οὐδὲ ψυχρότερα
τὴν κρᾶcιν, ἀλλὰ τῆc μέcηc ἰδέαc τῶν θερμαινόντων ὑπάρχειν αὐτά· διότι γὰρ ἐξ ἀφροδιcίων ἀραιότερον ἅμα καὶ ἀcθενέcτερον καὶ ξηρό‐ τερον ἀποτελεῖται τὸ cῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα188
5καὶ τὴν δύναμιν ἀναρρωννύντα προcφέρεcθαι, καὶ τούτουc εἶναι cκο‐
ποὺc ἐπ’ αὐτοῖc.189