TLG 0057 034 :: GALENUS :: De parvae pilae exercitio

GALENUS Med., vel Claudius Galenus
(Pergamenus: A.D. 2)

De parvae pilae exercitio

Source: Wenkebach, E. (ed.), “Galenos von Pergamon: Allgemeine Ertüchtigung durch Ballspiel. Eine sporthygienische Schrift aus dem zweiten Jahrhundert n. Chr.” [Sudhoffs Archiv für Geschichte der Medizin und der Naturwissenschaften 31] 1938: 258–272.

Citation: Kühn volume — page — (line)

5

.

899

(t1)

ΓΑΛΗΝΟΥ
t2ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΤΗΣ ΣΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ ΓΥΜΝΑΣΙΟΥ
1 Πηλίκον μὲν ἀγαθόν ἐστιν, 〈ὦ Ἐπίγενες,〉 εἰς ὑγίειαν γυμ‐ νάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ’ ὑπὲρ τἄλλα τὰ
5διὰ τῆς σμικρᾶς σφαίρας ἐστί, τοῦτ’ οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς ἃ γιγνώσκομεν εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἐν αὐτοῖς τέχνην, χρήσιμα δ’, 〈εἴπερ〉 ἱκανῶς εἰρῆσθαι δόξειε, καὶ τοῖς ἄλλοις, οἷς ἂν μεταδῷς τοῦ λόγου, γενησόμενα.
10Φημὶ γὰρ ἄριστα μὲν ἁπάντων γυμνασίων εἶναι τὰ μὴ

5

.

900

μόνον | τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα. καὶ ὅσοι κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην
5ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχῆς κίνησις, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοση‐ μάτων ἡσθέντες μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες. οὐδ’ ἔστιν οὐδὲν οὕτως ἰσχυρόν τι τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν τῶν περὶ τὴν ψυχήν. οὔκουν οὐδ’ ἀμελεῖν χρὴ τῶν
10ταύτης κινήσεων ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ’ ἄλλα καὶ ὅσῳ κυριώτεραι. τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν
ἐξηγήσομαι.258
15 Πρῶτον μὲν ἡ εὐπορία. εἰ γοῦν ἐννοήσειας, ὅσης δεῖται παρασκευῆς θ’ ἅμα καὶ σχολῆς τά τ’ ἄλλα πάντα τὰ περὶ θήραν

5

.

901

ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια, | σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων οὐδεὶς οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δυνατὸς μεταχειρίζεσθαι τὰ τοιαῦτα γυμ‐ νάσια. καὶ γὰρ πλουτοῦντος δεῖται πολλῶν καὶ σχολὴν ἄγοντος
5οὐκ ὀλίγην ἀνθρώπου. τοῦτο δὲ μόνον οὕτω μὲν φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς ἐπ’ αὐτὸ παρασκευῆς (οὐ γὰρ δικτύων οὐδ’ ὅπλων οὐδ’ ἵππων οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται καὶ ταύτης σμικρᾶς), οὕτω δ’ εὔ‐ γνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν
10ἀναγκάζει δι’ αὑτό. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου; τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία· πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας σχολῇ τὸν καιρὸν ἐπι‐
15τηρούσης. τούτου δ’ ἡ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενε‐ στάτοις εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχό‐ λους ἀναμένει. τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν.

5

.

902

Ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων | γυμνασίων, ὧδ’ ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’ ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φύσιν ἐστίν. εὑρήσεις γὰρ ἢ σφοδρὸν ἢ μαλακὸν ἢ τὰ κάτω μᾶλλον ἢ τὰ ἄνω κινοῦν ἢ μέρος τι πρὸ
5τῶν ἄλλων, οἷον ὀσφὺν ἢ κεφαλὴν ἢ χεῖρας ἢ θώρακα, πάντα δ’ ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι τῶν μὲν ἄλλων οὐδέν, τοῦτο δὲ μόνον τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατόν 〈γ’〉 ἐν μέρει καὶ βραδύτατον
10γενόμενον, σφοδρότατόν τε καὶ πρᾳότατον, ὡς ἂν αὐτός τε βου‐ ληθῇς καὶ τὸ σῶμα φαίνηται δεόμενον. οὕτω δὲ καὶ τὰ μέρη κινεῖν ἔστι μὲν αὐτοῦ πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔστι δὲ πρὸ ἄλλων ἄλλα, εἰ καὶ τοῦτό ποτε δόξειεν. Ὅταν μὲν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες260
15ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’ ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα διαπονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ |

5

.

903

θώρακα καὶ γαστέρα ταῖς τε τῶν ἁμμάτων περιθέσεσι καὶ ἀπώσεσι καὶ ἀποστηρίξεσι καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς. τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς καὶ σκέλη, 〈καὶ δὴ ῥώννυται καὶ τὸ〉 ἑδραῖον τῆς βάσεως τῷ τοιούτῳ πόνῳ. τὸ
5δὲ καὶ προβαίνειν 〈καὶ ὑποβαίνειν〉 καὶ εἰς τὰ πλάγια μεταπηδᾶν οὐ μικρὸν σκελῶν γυμνάσιον, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον δικαιότατα κινοῦν πάντ’ αὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ προϊοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον, οὕτω δὲ καὶ τοῖς εἰς τὰ πλάγια μεθισταμένοις ἄλλα. καὶ
10ὅστις καθ’ ἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη καθάπερ οἱ θέοντες, ἀνωμάλως οὗτος καὶ ἀνίσως τὰ μέρη γυμνάζει. Ὡς δὴ τοῖς σκέλεσιν, οὕτω καὶ ταῖς χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ κἀνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ’
15ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει

5

.

904

πονοῦντας ἴσον ἔχειν, ἀνάπαυ|λάν τε τοῖς ἡσυχά‐ ζουσιν εἶναι τὸν χρόνον τῶν ἐνεργούντων, καὶ οὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν οὔτε κόποις ἁλίσκεσθαι μόνους πονοῦντας. ὄψιν
5δ’ ὅτι γυμνάζει, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις
ἀκριβῶς τὴν ῥοπὴν τῆς σφαίρας εἰς ὅ τι φέροιτο προαισθά‐ νοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖόν ἐστιν αὐτόν. ἐπὶ τούτῳ δὲ καὶ τὴν γνώμην θήγει τῇ φροντίδι τοῦ τε μὴ κατα‐ βαλεῖν καὶ τοῦ διακωλῦσαι τὸν μέσον ἢ αὐτὸν ὑφαρπάσαι,262
10εἴ〈περ〉 ἐν τούτῳ κατασταίη. φροντὶς δὲ μόνη μὲν καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ καὶ εἰς ἡδονὴν τελευ‐ τήσασα τὰ μέγιστα καὶ τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν. οὐ σμικρὸν δὲ καὶ τοῦτ’ ἀγαθόν, ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα καὶ ψυχήν, εἰς
15τὴν ἰδίαν ἑκάτερον ἀρετήν. ὅτι δ’ ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγικοῖς οἱ πόλεως βασιλεῖς νόμοι κελεύουσιν,

5

.

905

οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι | γὰρ ἐν καιρῷ καὶ λαθεῖν ἐπιθέμενον καὶ ὀξυλαβῆσαι τὴν πρᾶξιν καὶ σφετερί‐ σασθαι τὰ τῶν ἐναντίων ἢ βιασάμενον ἢ καὶ ἀδο‐ κήτως ἐπιθέμενον καὶ φυλάξαι τὰ κτηθέντα τῶν ἀγαθῶν στρα‐
5τηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγόν, καὶ ταῦτ’ αὐτοῦ τῆς ὅλης τέχνης τὸ κεφάλαιον. ἆρ’ οὖν ἄλλο τι γυμνάσιον οὕτω προεθίζειν ἱκανὸν ἢ φυλάττειν τὸ κτηθὲν ἢ ἀνασῴζειν τὸ μεθειμένον ἢ τῶν ἐναντίων τὴν γνώμην προαισθάνεσθαι; θαυμάζοιμ’ ἄν, εἴ τις εἰπεῖν ἔχοι. τὰ
10πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον ἀργοὺς καὶ ὑπνηλοὺς καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καὶ ὅσα κατὰ πα‐ λαίστραν πονοῦσιν εἰς 〈πολλοὺς στεφανίτας ἀγῶνας,〉 πολυσαρ‐ κίαν μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρει· πολλοὶ γοῦν οὕτως ἐπα‐ χύνθησαν, ὡς δυσχερῶς ἀναπνεῖν. ἀγαθοί γ’ οὐδ’ ἂν 〈δύναινθ’〉
15οἱ τοιοῦτοι πολέμου γενέσθαι στρατηγοὶ ἢ βασιλικῶν ἢ πολι‐ τικῶν πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς ὑσὶν ἢ τούτοις τις ὁτιοῦν ἐπιτρέψειεν. 〈ἀλλ’〉 ἴσως οἰήσῃ με δρόμον ἐπαινεῖν καὶ τἄλλ’ ὅσα λεπτύνει τὸ σῶμα γυμνάσια. τὸ δ’ οὐχ |264

5

.

906

οὕτως ἔχει. τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, κἂν εἴ τι μέτρου στερεῖται, τοῦτ’ οὐκ εἶναι καλόν. οὔκουν οὐδὲ δρόμους ἐπαινῶ τῷ τε καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας
5ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾶν, ἀλλὰ τῶν συστάδην κρατεῖν δυναμένων, οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἠδύναντο τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένειν θαρροῦντες. εἰ δὲ καὶ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ’ ὑγιεινόν.
10ἀνάγκη γὰρ αὐτῷ τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς. οὐδέτερον δ’ αὐτῶν ἀγαθόν, ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα καὶ δύναμιν ἄρρωστον ἐργάζεται. Μάλιστ’ οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ σώματος ὑγίειαν ἱκανὸν ἐκπορίζειν καὶ μερῶν εὐαρμοστίαν καὶ ψυχῆς ἀρετήν, ἃ πάντα τῷ διὰ τῆς
15σμικρᾶς σφαίρας ὑπάρχει. καὶ γὰρ ψυχὴν εἰς πάντα δυνατὸν |

5

.

907

ὠφελεῖν καὶ τοῦ σώματος τὰ μέρη δι’ ἴσου πάντα γυμνάζειν· ὃ καὶ μάλιστ’ εἰς ὑγίειαν συμφέρει καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν μήθ’ ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανὸν
5καὶ ὅσαι τάχους χρῄζουσιν ἐπιτήδειον. οὕτω μὲν οὖν ὅσον ἐν αὐτῷ 〈τὸ〉 σφοδρότατον οὐδενὸς τῶν πάντων κατ’ οὐδὲν ἀπο‐ λείπεται. Τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις. ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα διά θ’ ἡλικίαν ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους ἢ μη‐
10κέτι δυνάμενοι καὶ κάματον ἐπανεῖναι βουληθέντες ἢ ἐκ νόσων ἀνακομιζόμενοι. δοκεῖ δέ μοι κἀν τούτῳ πλέον ἔχειν ἑτέρου
παντός· οὐδὲν γὰρ οὕτω πρᾷον 〈ὡς αὐτὸ τοῦτ’〉, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο. δεῖ δὲ μέσῳ μὲν οὖν τηνικαῦτα χρῆσθαι μηδενὶ σύμμετρον ἀποστάντα, τὰ μὲν ἠρέμα προ‐266
15βαίνοντα, τὰ δὲ καὶ κατὰ χώραν μένοντα, μὴ πολλὰ διαγωνισά‐ μενον, ἐπὶ τῷδε 〈δὲ〉 τρίψεσι μαλακαῖς δι’ ἐλαίου καὶ λουτροῖς

5

.

908

θερμοῖς | χρῆσθαι. τοῦτο μὲν 〈οὖν〉 ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύσασθαι δεομένῳ συμφορώτατον εἶναι καὶ ἀρρώστου δύναμιν ἀνακαλέσασθαι δυνατώτατον καὶ γέροντι καὶ παιδὶ † συμφορώτατον.
5 Ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ’ ἄκρως σφοδροῦ πρᾳότερα διὰ τῆς σμικρᾶς σφαίρας ἐνεργεῖται, χρὴ καὶ ταῦτα γιγνώσκειν, ὅστις γ’ ὀρθῶς βούλεται διὰ παντὸς αὐτὴν μετα‐ χειρίζεσθαι. καὶ γὰρ εἴ ποτε δι’ ἀναγκαίων ἔργων, οἷά τινα πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως ἢ τοῖς
10ἄνω μέρεσι καὶ τοῖς κάτω πᾶσιν ἢ ποσὶ μόνοις ἢ χερσὶν, ἔνεστί σοι διὰ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι, τὰ πρότερον κεκμηκότα, τὰ δ’ εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι, τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα. τὸ μὲν γὰρ ἐκ δια‐ στήματος ἱκανοῦ βάλλειν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν ἢ
15παντάπασιν ὀλίγα χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ’ ἄνω κινεῖ σφοδρότερον· τὸ δ’ ἐπὶ πλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλῶν διαστημάτων ὀλιγάκις προσχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ. καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ |

5

.

909

καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει· τὸ δ’ εὔτονον ἐν ταῖς ἀντιλήψεσι καὶ βολαῖς καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν· εἰ δ’ εὔτονόν θ’ ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως268
5καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ πάντων ἔσται γυμνασίων σφο‐ δρότατον. ἐφ’ ὅσον δὲ δεῖ καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἷόν τε (τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄρρητον), ἐπ’ αὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ διδάξαι δυνατόν, ἐν ᾧ δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ
10χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τοῦτο μὲν δὴ τῷ παιδο‐ τρίβῃ μεθείσθω τῷ μέλλοντι τὸ γυμνάσιον ὑφηγεῖσθαι. Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω. βούλομαι γὰρ ἐφ’ οἷς εἶπον ἀγαθοῖς προσεῖναι τῷδε τῷ γυμνασίῳ μηδ’ 〈οἵων τε καὶ〉 ὅσων ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἷς τὰ πλεῖστα
15τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέ‐ φθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες. οὕτω δὲ καὶ φωναὶ μεγάλαι

5

.

910

θ’ ἅμα καὶ σφοδραὶ καθ’ ἕνα χρόνον | ἀθρόως ἐκ‐ φωνηθεῖσαι μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτιαι 〈κατέστησαν. καὶ μέντοι〉 καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔρρηξάν τι καὶ τῶν κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς
5σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, δι’ ἅ γε πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα καὶ ὁ δίσκος καὶ τὰ διὰ τοῦ σκάπτειν γυμνάσια 〈πολλοῖς μελῶν τι διέστρεψε γυμνασθεῖσιν.〉 τοὺς δ’ ἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν, ὡς ἅπαν‐
10τες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον; ὡς γὰρ ἐκείνας φησὶν ὁ ποιητὴς “χωλάς τε ῥυσάς τε παραβλῶπάς τ’ ὀφθαλμώ”, οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς ἢ διεστραμμένους ἢ τεθλασμένους ἢ πάντως γέ τι μέρος πεπηρω‐ μένους. εἰ δὴ πρὸς οἷς εἶπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς270
15διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν,
ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.272